TLG 2062 047 :: JOANNES CHRYSOSTOMUS :: De Maccabeis (homiliae 1–3)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De Maccabeis (homiliae 1–3)

Citation: Vol — pg — (ln)

50

.

617

(16t)

ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΜΑΚΚΑΒΑΙΟΥΣ
17tΚαὶ εἰς τὴν μητέρα αὐτῶν.
18tὉμιλία αʹ.
19αʹ. Ὡς φαιδρὰ καὶ περιχαρὴς ἡμῖν ἡ πόλις, καὶ τοῦ
20παντὸς ἐνιαυτοῦ λαμπροτέρα ἡ σήμερον ἡμέρα, οὐ τοῦ ἡλίου φανερωτέραν ἀκτῖνα τῆς εἰωθυίας πρὸς τὴν γῆν ἀφιέντος σήμερον, ἀλλὰ τοῦ φωτὸς τῶν ἁγίων μαρτύρων ὑπὲρ ἀστραπὴν ἅπασαν τὴν πόλιν ἡμῖν καταυγάσαντος· μυρίων γὰρ ἡλίων οὗτοι λαμπρότε‐
25ροι, καὶ τῶν μεγάλων φωστήρων φανότεροι. Διὰ τούτους σεμνοτέρα τοῦ οὐρανοῦ σήμερον ἡ γῆ. Μὴ γάρ μοι τὴν κόνιν εἴπῃς, μηδὲ τὴν τέφραν λογίζου, μηδὲ τὰ χρόνῳ δαπανηθέντα ὀστᾶ, ἀλλ’ ἄνοιξον τῆς πίστεως τοὺς ὀφθαλμοὺς, καὶ βλέπε παρακαθημένην
30αὐτοῖς τοῦ Θεοῦ τὴν δύναμιν, περιβεβλημένην αὐτοῖς τοῦ Πνεύματος τὴν χάριν, περιστέλλουσαν αὐτοὺς τοῦ οὐρανίου φωτὸς τὴν δόξαν. Οὐ τοιαῦται ἐξ ἡλια‐ κοῦ κύκλου πρὸς τὴν γῆν ἀκτῖνες ἀφίενται, οἷαι μαρ‐ μαρυγαὶ καὶ λαμπηδόνες ἐκ τῶν σωμάτων ἐξαλλόμε‐
35ναι τούτων αὐτὰς ἀποτυφλοῦσι τοῦ διαβόλου τὰς ὄψεις. Καθάπερ γὰρ λῄσταρχοι καὶ τυμβωρύχοι ἐπει‐ δὰν ἴδωσιν ὅπλα που κείμενα βασιλικὰ, θώρακα, καὶ ἀσπίδα, καὶ κράνος, χρυσῷ πάντα καταλαμπόμενα, ἀποπηδῶσιν εὐθέως, καὶ οὐδὲ προσελθεῖν, οὐδὲ ἅψα‐
40σθαι τολμῶσι μέγαν ὑφορώμενοι κίνδυνον, εἴ τι τοιοῦ‐Column end

50

.

618

(19)

τον τολμήσαιεν· οὕτω δὴ καὶ οἱ δαίμονες οἱ ἀληθινοὶ
20λῄσταρχοι, ὅπουπερ ἂν ἴδωσι μαρτύρων σώματα κείμενα, δραπετεύουσι, καὶ ἀποπηδῶσιν εὐθέως. Οὐ γὰρ πρὸς τὴν φύσιν αὐτῶν βλέπουσι τὴν τέως θνητὴν, ἀλλὰ πρὸς τὴν ἀπόῤῥητον ἀξίαν τοῦ φορήσαντος αὐτὰ Χριστοῦ. Ταῦτα γὰρ τὰ ὅπλα οὐκ ἄγγελος, οὐκ ἀρ‐
25χάγγελος, οὐκ ἄλλη τις κτιστὴ ἐνεδύσατο δύναμις, ἀλλ’ αὐτὸς ὁ τῶν ἀγγέλων Δεσπότης. Καὶ καθάπερ ὁ Παῦλος ἐβόα λέγων· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; οὕτω καὶ οὗτοι δύνανται βοᾷν καὶ λέγειν· εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἡμῖν ἀγνωνισα‐
30μένου Χριστοῦ; Τίμια γὰρ τὰ σώματα, ἐπειδὴ πλη‐ γὰς ἐδέξαντο ὑπὲρ τοῦ ἰδίου Δεσπότου, ἐπειδὴ στί‐ γματα βαστάζουσι διὰ τὸν Χριστόν. Καὶ καθάπερ στέφανος βασιλικὸς λίθοις ποικίλοις πάντοθεν καλλω‐ πιζόμενος μαρμαρυγὰς διαφόρους ἀφίησιν, οὕτω δὴ
35καὶ τὰ σώματα τῶν ἁγίων μαρτύρων, ὥσπερ λίθοις τιμίοις τοῖς ὑπὲρ τοῦ Χριστοῦ τραύμασι κατεστιγμέ‐ να, παντὸς διαδήματος βασιλικοῦ τιμιώτερα καὶ σε‐ μνότερα φαίνεται. Οἱ μὲν οὖν ἔξωθεν ἀγωνοθέται ἀγῶ‐ νας τιθέντες μεγίστην φιλοτιμίαν εἶναι νομίζουσιν,
40ὅταν νέους ἀθλητὰς καὶ σφριγῶντας εἰς τὰ σκάμματα καὶ τοὺς ἀγῶνας εἰσάγωσιν, ὥστε πρὸ τῆς ἐν τοῖς παλαίσμασιν ἐπιδείξεως, ἀπὸ τῆς τῶν μελῶν εὐεξίας θαῦμα παρασχεῖν τοῖς θεαταῖς· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πᾶν τοὐναντίον. Ἀγῶνα γὰρ τιθεὶς ὁ Χριστὸς
45οὐ τοιοῦτον οἷον ἐκεῖνοι, ἀλλὰ φρικτὸν καὶ φόβου γέ‐ μοντα· οὐ γὰρ ἀνθρώπων πρὸς ἀνθρώπους ἡ πάλη, ἀλλ’ ἀνθρώπων πρὸς δαίμονας ἡ μάχη· τοιοῦτον τοί‐
νυν ἀγῶνα τιθεὶς ἡμῖν, οὐ νέους ἀθλητὰς καὶ σφρι‐

50

.

619

γῶντας πρὸς τὰ παλαίσματα ἤγαγεν, ἀλλὰ μειράκια κομιδῇ, καὶ μετ’ ἐκείνων γέροντα, τὸν Ἐλεάζαρον, καὶ πρὸς τούτοις γυναῖκα γεγηρακυῖαν, τὴν μητέρα τῶν μειρακίων. Τί ποτε τοῦτο ἄρα ἐστὶ, Δέσποτα; τὴν
5ἄχρηστον ἡλικίαν πρὸς τὰ ἀγωνίσματα εἰς τὰ σκάμ‐ ματα ἄγεις; τίς ἤκουσε γυναῖκα ἀγωνιζομένην ποτὲ ἐν γήρᾳ τοσούτῳ; Οὐδεὶς ἤκουσεν· ἀλλ’ ἐγὼ τὸ παρά‐ δοξον τοῦτο, φησὶ, καὶ καινὸν καὶ οὔτε ἀκοῇ ποτε παραδεχθὲν διὰ τῶν ἔργων αὐτῶν πιστώσομαι. Οὐ
10γὰρ τοιοῦτος ἀγωνοθέτης ἐγὼ, ὡς τῇ τῶν ἀγωνιζομέ‐ νων δυνάμει τὸ πᾶν ἐπιτρέπειν· ἀλλὰ παρίσταμαι, καὶ βοηθῶ, καὶ χεῖρα ὀρέγω τοῖς ἐμοῖς ἀθληταῖς, καὶ τῶν κατορθουμένων τὸ πλέον αὐτοῖς ἐκ τῆς ἐμῆς γί‐ νεται προστασίας.
15 Ὅταν οὖν ἴδῃς γυναῖκα ὑπότρομον, γεγηρακυῖαν, βακτηρίας δεομένην, εἰς ἀγῶνα εἰσιοῦσαν, καὶ κατα‐ λύουσαν τυράννου μανίαν, περιγινομένην ἀσωμάτων δυνάμεων, κρατοῦσαν τοῦ διαβόλου ῥᾳδίως, συγκόπτουσαν αὐτοῦ τὴν ἕξιν μετ’ ἐξουσίας πολ‐
20λῆς, θαύμασον τοῦ ἀγωνοθέτου τὴν χάριν, ἐκπλάγηθι τοῦ Χριστοῦ τὴν δύναμιν. Οὐ σφριγῶσι κατὰ τὴν σάρκα οἱ ἀθληταὶ, ἀλλὰ σφριγῶσι κατὰ τὴν πίστιν· ἀσθενὴς αὐτῶν ἡ φύσις, ἀλλὰ δυνατὴ ἡ ἀλείψασα αὐτοὺς χάρις· παραλέλυται τὰ σώματα τῷ γήρᾳ, ἀλλὰ
25συγκεκρότηται τὰ φρονήματα τῷ πόθῳ τῆς εὐσεβείας. Οὐκ ἔστιν αἰσθητὸς ὁ ἀγών· μὴ τοίνυν ἔξωθεν κατα‐ μάθῃς τοὺς ἀθλητὰς, ἀλλ’ εἴσελθε τῷ λογισμῷ πρὸς τὴν τῆς ψυχῆς αὐτῶν εὐεξίαν· κατάμαθε τῆς πίστεως αὐτῶν τὴν ἰσχὺν, ἵνα μάθῃς ὅτι ὁ δαίμοσι πυκτεύων
30οὐ σώματος ἰσχυρᾶς δεῖται περιβολῆς, οὐδὲ ἡλικίας ἀκμαζούσης, ἀλλὰ κἂν κομιδῇ νέος ᾖ, κἂν εἰς ἔσχα‐ τον γῆρας ἐληλακὼς, ψυχὴν δὲ ἔχῃ γενναίαν καὶ ἐῤῥωμένην, οὐδὲν ἀπὸ τῆς ἡλικίας εἰς τὰ ἀγωνίσματα παραβλάπτεται.
35 βʹ. Καὶ τί λέγω γέροντα καὶ νέον, ὅπου γε καὶ γυ‐ ναῖκες πρὸς ταῦτα ἀπεδύσαντο τὰ παλαίσματα, καὶ λαμπροὺς ἀνεδήσαντο τοὺς στεφάνους; Οἱ μὲν γὰρ ἔξωθεν ἀγῶνες καὶ ἡλικίαν, καὶ φύσιν, καὶ ἀξίαν ἐξετάζοντες, καὶ δούλοις, καὶ γυναιξὶ, καὶ πρεσβυ‐
40τέροις, καὶ μειρακίοις τὴν πρὸς αὐτοὺς εἴσοδον ἀπο‐ κλείουσιν, ἐνταῦθα δὲ πάσῃ μὲν ἀξίᾳ, πάσῃ δὲ ἡλι‐ κίᾳ, ἑκατέρᾳ δὲ τῇ φύσει τὸ θέατρον μετὰ πάσης ἀδείας ἠνέῳκται, ἵνα καὶ τὴν ἀφθονίαν καὶ τὴν ἄφατον δύναμιν τοῦ τὸν ἀγῶνα τιθέντος καταμάθῃς,
45καὶ τὸ ἀποστολικὸν ἐκεῖνο διὰ τῶν ἔργων βεβαιούμε‐ νον ἴδῃς, Ὅτι ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ τε‐ λειοῦται. Ὅταν γὰρ παιδία καὶ γέροντες τὰ ὑπὲρ τὴν φύσιν ἰσχύωσι, διὰ πάντων λαμπρῶς ἡ τοῦ δι’ αὐτῶν ἐνεργοῦντος Θεοῦ διαφαίνεται χάρις.

50

.

619

(50)

Καὶ ἵνα μάθῃς ὅτι ἡ ἀσθένεια τῶν ἀθλητῶν, αὕτη ἡ ἔξωθεν, λαμπροτέρους ποιεῖ γενέσθαι τοὺς στεφα‐ νίτας, φέρε δὴ, τὸν γέροντα καὶ τὰ παιδία ἀφέντες τὴν ἀσθενεστέραν αὐτῶν παραγάγωμεν εἰς μέσον, τὴν γυναῖκα, τὴν γεγηρακυῖαν, τὴν ἑπτὰ παίδων μητέρα·
55καὶ γὰρ αἱ ὠδῖνες οὐ μικρὸν κώλυμα τῶν παλαισμά‐ των τούτων εἰσί. Τί οὖν αὐτῆς πρότερον θαυμάσαι ἄξιον; τὸ τῆς φύσεως ἀσθενὲς, ἢ τὸ τῆς ἡλικίας ὥριμον, ἢ τὸ τῆς συμπαθείας εὐεπηρέαστον; Με‐ γάλα μὲν γὰρ καὶ ταῦτα κωλύματα πρὸς τὸν τοσαύτης
60καρτερίας δεόμενον δρόμον. Ἐγὼ δὲ καὶ ἕτερον ἔχω
τούτων μεῖζον εἰπεῖν, δι’ οὗ καὶ τὴν ἀνδρείαν τῆςColumn end

50

.

620

γυναικὸς καὶ τὴν τοῦ διαβόλου κακουργίαν ἅπασαν κατοψόμεθα. Τί δὲ τοῦτό ἐστι; Σκόπει μιαροῦ δαίμο‐ νος πονηρίαν· οὐ πρώτην αὐτὴν εἵλκυσεν εἰς τὰ σκάμ‐ ματα, ἀλλὰ μετὰ τοὺς παῖδας ἤγαγε πρὸς τὰ πα‐
5λαίσματα. Τί δήποτε; Ἵνα ταῖς τῶν ἑπτὰ παίδων βασάνοις προκαταβαλὼν αὐτῆς τὸ φρόνημα, καὶ τὸ στεῤῥὸν τῆς διανοίας μαλάξας, διὰ τῆς τῶν γινομέ‐ νων θέας προδαπανηθείσης αὐτῇ τῆς ἰσχύος ἐν ταῖς τῶν ἐγγόνων κολάσεσιν, ἀσθενεστέρᾳ λοιπὸν γενομένῃ
10ῥᾳδίως ἐπιθῆται. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι ἐκεῖνοι τὰς βασάνους ἐδέχοντο, ἀλλ’ ἐκεῖνο σκόπει, ὅτι αὐτὴ καθ’ ἕκαστον αὐτῶν χαλεπωτέρας ὑπέμενε τὰς ὀδύνας, καὶ καθ’ ἕκαστον αὐτῶν ἀπεσφάττετο. Καὶ τὸ λεγόμενον τοῦτο ἴσασι καλῶς, ὅσαι πεῖραν ὠδίνων
15ἔλαβον γυναῖκες, καὶ μητέρες ἐγένοντο. Πολλάκις γοῦν ὁρῶσα μήτηρ παιδίον πυρετῷ φλεγόμενον, πάντα ἂν ἕλοιτο παθεῖν, ὥστε ἀπὸ τοῦ σώματος ἐκείνου πρὸς ἑαυτὴν μεταγαγεῖν τὸ πῦρ τοῦ νοσήματος· οὕτω τῶν οἰκείων κακῶν τὰς τῶν παίδων συμφορὰς ἀφορη‐
20τοτέρας αἱ μητέρες εἶναι νομίζουσιν. Εἰ δὲ τοῦτο ἀληθὲς, ὥσπερ οὖν ἀληθὲς, χαλεπώτερον τῶν παιδίων ἐν ταῖς τῶν παιδίων βασάνοις ἐκολάζετο ἡ μήτηρ, καὶ μεῖζον τὸ μαρτύριον ἐν τῇ μητρὶ ἢ ἐν τοῖς παιδίοις ἐγίνετο. Εἰ γὰρ ἑνὸς παιδίου νόσος ἀκουομένη μόνον
25διαταράττει τὰ σπλάγχνα τῆς τεκούσης, οὐχ ἑνὸς παιδίου, ἀλλὰ τοσούτου χοροῦ παίδων ἀναιρουμένου, οὐκ ἀκοῇ δεχομένη τὰ παθήματα, ἀλλ’ ὄψει παρα‐ λαμβάνουσα τὰ γινόμενα, τί οὐκ ἂν ἔπαθε; πῶς οὐκ ἐξέστη τῇ διανοίᾳ ἕκαστον αὐτῶν ὁρῶσα διαφόροις
30τισὶ καὶ φρικταῖς τιμωρίαις κατὰ μικρὸν ἀναιρούμε‐ νον; πῶς οὐκ ἀπεῤῥάγη τοῦ σώματος ἡ ψυχή; πῶς οὐκ ἀπὸ τῆς πρώτης ὄψεως ἐπὶ τὴν πυρὰν ἐπεπήδη‐ σεν ἀπαλλάττουσα ἑαυτὴν τῆς λοιπῆς θεωρίας; Εἰ γὰρ καὶ φιλόσοφος ἦν, ἀλλὰ μήτηρ· εἰ καὶ θεοφιλὴς, ἀλλὰ
35καὶ σάρκα περιέκειτο· εἰ καὶ πρόθυμος ἦν, ἀλλὰ καὶ γυναικείας μετεῖχε φύσεως· εἰ καὶ τῷ ζήλῳ τῆς εὐσεβείας ἔζεεν, ἀλλὰ καὶ τῷ δεσμῷ τῶν ὠδίνων κατείχετο. Εἰ γὰρ ἡμεῖς ἄνδρες ὄντες κατάδικον πολ‐ λάκις ὁρῶντες διὰ τῆς ἀγορᾶς ἀγόμενον τὸ σπαρτίον
40ἐπὶ τοῦ στόματος ἔχοντα, ἐπὶ τὸ βάραθρον ἑλκόμενον, οὐδὲν δικαίωμα φιλίας πρὸς αὐτὸν ἔχοντες, ἀπὸ τῆς θέας μόνης κατακλώμεθα, καίτοι ἱκανὴν ἔχοντες παρα‐ μυθίαν πρὸς τὸ μηδὲν τοιοῦτον παθεῖν, τοῦ καταδε‐ δικασμένου τὴν πονηρίαν· τί παθεῖν ταύτην εἰκὸς οὐχὶ
45κατάδικον ἕνα ὁρῶσαν ἀπαγόμενον, ἀλλ’ ἑπτὰ παιδία ἀθρόον ἐν ἡμέρᾳ μιᾷ οὐχὶ συντόμῳ τελευτῇ, ἀλλὰ ποικίλαις κατακοπτόμενα σφαγαῖς; Εἰ γὰρ λιθίνη τις ἦν, εἰ γὰρ ἐξ ἀδάμαντος αὐτῇ τὰ σπλάγχνα ἐπεπή‐ γει, οὐκ ἂν διεταράχθη, οὐκ ἂν ἔπαθέ τι τοιοῦτον, οἷον

50

.

620

(50)

καὶ γυναῖκα καὶ μητέρα παθεῖν εἰκὸς ἦν; Ἐννόησον πῶς θαυμάζομεν τὸν πατριάρχην Ἀβραὰμ, ὅτι τὸν υἱὸν αὐτοῦ ἀνενεγκὼν συνεπόδισε καὶ ἐπὶ τὸ θυσιαστή‐ ριον ἀνεβίβασε, καὶ τότε ὄψει καλῶς ὅση τῆς γυναικὸς ἡ ἀνδρεία. Ὢ πικροτάτης θέας καὶ ἡδίστης ἐκείνης·
55πικροτάτης μὲν διὰ τὴν φύσιν τῶν γινομένων, ἡδίστης δὲ διὰ τὴν διάθεσιν τῆς ὁρώσης. Οὐ γὰρ ἑώρα τὸ καταῤῥέον αἷμα, ἀλλ’ ἑώρα τοὺς στεφάνους τῆς δι‐ καιοσύνης πλεκομένους· οὐκ ἔβλεπε διορυττομένας
πλευρὰς, ἀλλ’ ἔβλεπεν οἰκοδομουμένας σκηνὰς αἰω‐

50

.

621

νίους· οὐχ ἑώρα περιεστῶτας δημίους, ἀλλ’ ἑώρα κυκλοῦντας ἀγγέλους· ἐπελάθετο τῶν ὠδίνων, κατ‐ εφρόνησε τῆς φύσεως, ὑπερεῖδε τῆς ἡλικίας· κατ‐ εφρόνησε φύσεως, πράγματος τυραννικοῦ, φύσεως, ἣ
5καὶ τῶν θηρίων κρατεῖν εἴωθε. Πολλὰ γοῦν τῶν δυσ‐ αλώτων θηρίων οὕτως ἁλίσκεται, διὰ τὴν πρὸς τὰ παιδία συμπάθειαν τῆς οἰκείας ἀλογοῦντα σωτηρίας, καὶ ἀφυλάκτως εἰς τὰς τῶν θηρατῶν ἐμπίπτοντα χεῖρας· καὶ οὐδέν ἐστι ζῶον οὕτως ἀσθενὲς, ὃ μὴ
10ὑπερασπίζοι τῶν ἐγγόνων· οὐδὲν οὕτως ἥμερον, ὃ μὴ τῶν παιδίων ἀφαιρουμένων παροξύνηται. Ἀλλ’ αὕτη καὶ τὴν διὰ τῶν λογικῶν ἀνθρώπων καὶ τὴν διὰ τῶν ἀλόγων ζώων τεταμένην τῆς φύσεως τυραννίδα κατέλυσε· καὶ οὐ μόνον οὐκ ἐπεπήδησε τῇ κεφαλῇ
15τοῦ τυράννου, οὐδὲ διεσπάραξεν αὐτοῦ τὴν ὄψιν, ὁρῶσα τοὺς σκύμνους διασπαρασσομένους, ἀλλὰ τοσαύ‐ την ἐπεδείξατο φιλοσοφίας ὑπερβολὴν, ὡς καὶ προπα‐ ρασκευάζειν αὐτῷ τὴν ἀπάνθρωπον θοίνην, καὶ τῶν προτέρων ἔτι κολαζομένων, τοὺς ὑπολειπομένους πρὸς
20τὴν τῶν αὐτῶν πεῖραν ἀλείφειν δεινῶν. γʹ. Ἀκουέτωσαν μητέρες ταῦτα, ζηλούτωσαν τὴν ἀν‐ δρείαν τῆς γυναικὸς, τὴν περὶ τὰ ἔγγονα φιλοστορ‐ γίαν· οὕτω τρεφέτωσαν τὰ παιδία· οὐ γὰρ τὸ τεκεῖν μητρὸς, τοῦτο γὰρ τῆς φύσεως, ἀλλὰ τὸ θρέψαι μη‐
25τρὸς, τοῦτο γὰρ τῆς προαιρέσεως. Καὶ ἵνα μάθῃς, ὅτι οὐ τὸ τεκεῖν ποιεῖ μητέρα, ἀλλὰ τὸ θρέψαι καλῶς, ἄκουσον τοῦ Παύλου στεφανοῦντος τὴν χήραν οὐ διὰ τὸν τόκον, ἀλλὰ διὰ τὴν τροφὴν τῶν παιδίων. Εἰπὼν γὰρ, Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξή‐
30κοντα γεγονυῖα, ἐν ἔργοις καλοῖς μαρτυρουμένη, τὸ κεφάλαιον τῶν ἀγαθῶν ἔργων ἐπήγαγεν. Τί δὲ τοῦτό ἐστιν; Εἰ ἐτεκνοτρόφησε, φησίν· οὐκ εἶπεν, εἰ ἐτεκνοποίησεν, ἀλλ’, Εἰ ἐτεκνοτρόφησεν. Ἐννοή‐ σωμεν τοίνυν τί πάσχειν εἰκὸς τὴν γυναῖκα, εἴ γε
35γυναῖκα δεῖ αὐτὴν καλεῖν, ὁρῶσαν δακτύλους σπαί‐ ροντας ἐπὶ τῶν ἀνθράκων, κεφαλὴν ἐξαλλομένην, σιδηρᾶν χεῖρα ἐπιβαλλομένην ἑτέρου παιδίου κεφαλῇ, καὶ τὴν δορὰν ἀποσύρουσαν, καὶ τὸν ταῦτα πάσχοντα ἑστῶτα ἔτι καὶ διαλεγόμενον. Πῶς διῆρε στόμα; πῶς
40ἐκίνησε γλῶτταν; πῶς οὐκ ἀπέπτη τῆς σαρκὸς ἡ ψυχή; Πῶς, ἐγὼ λέγω. Οὐχ ἑώρα πρὸς τὴν γῆν, ἀλλὰ πρὸς τὰ μέλλοντα παρεσκευάζετο πάντα· ἓν ἐδεδοίκει μόνον, μὴ φείσηται καὶ προκαταλύσῃ τὸν ἀγῶνα ὁ τύραννος, μὴ διασχίσῃ τὸν χορὸν τῶν παι‐
45δίων, μὴ μείνωσί τινες ἀστεφάνωτοι. Καὶ ὅτι τοῦτο ἐδεδοίκει, τὸν ἔσχατον μονονουχὶ ταῖς χερσὶ λαβοῦσα, οὕτως εἰς τὸν λέβητα ἐνῆκεν, ἀντὶ χειρῶν τῇ τῶν λόγων πρὸς αὐτὸν χρησαμένη παρακλήσει καὶ συμ‐ βουλῇ. Ἡμεῖς οὐκ ἀκούομεν χωρὶς ἀλγηδόνος τὰ ἀλ‐

50

.

621

(50)

λότρια κακὰ, κἀκείνη ἔβλεπε χωρὶς ἀλγηδόνος τὰ οἰκεῖα. Ταῦτα μὴ ἁπλῶς ἀκούωμεν, ἀλλ’ ἕκαστος τῶν ἀκροατῶν ἐπὶ τῶν οἰκείων ἀναλαμβανέτω παι‐ δίων ἅπασαν ταύτην τὴν τραγῳδίαν· ὑποτυπούτω τὴν ὄψιν τὴν ποθουμένην, καὶ τὰ φίλτατα ὑπογράφων
55ἑαυτῷ, ἐπ’ αὐτῶν ἀναζωγραφείτω ταῦτα τὰ πάθη, καὶ τότε εἴσεται καλῶς τῶν λεγομένων τὴν δύναμιν· μᾶλλον δὲ οὐδὲ οὕτως· τὰ γὰρ τῆς φύσεως πάθη λό‐ γος μὲν οὐδεὶς παραστῆσαι δυνήσεται, πεῖρα δὲ δι‐ δάσκει μόνη. Εὔκαιρον πρὸς ἐκείνην εἰπεῖν τὸ προ‐
60φητικὸν ἐκεῖνο μετὰ τὸν στέφανον τῶν ἑπτὰ παίδων· Σὺ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἐπὶ μὲν οὖν τῶν Ὀλυμπιακῶν ἀγώνων, χι‐ λίων πολλάκις εἰσελθόντων ἀθλητῶν, εἰς ἕνα περι‐ ίσταται μόνον ὁ στέφανος· ἐνταῦθα δὲ ἀπὸ ἑπτὰ
65ἀθλητῶν ἑπτὰ στεφανῖται γεγόνασι. Ποίαν ἔχεις μοι δεῖξαι χώραν οὕτως εὔφορον; ποίαν νηδὺν οὕτως εὔ‐ τοκον; ποίας τοιαύτας ὠδῖνας; Ἡ μήτηρ τῶν υἱῶν
Ζεβεδαίου ἀποστόλων ἐγένετο μήτηρ, ἀλλὰ δύο μό‐Column end

50

.

622

νων· ἑπτὰ δὲ μάρτυρας οὐκ οἶδα μίαν ἐξενεγκοῦσαν γαστέρα, καὶ αὐτὴν πάλιν προστεθεῖσαν αὐτοῖς, οὐκ ἐν προσθήκῃ μιᾶς μάρτυρος μόνον, ἀλλ’ ἐν πολλῷ πλειόνων. Οἱ μὲν γὰρ παῖδες ἑπτὰ μάρτυρες
5ἦσαν μόνον· τὸ δὲ σῶμα τῆς μητρὸς αὐτῶν προστε‐ θὲν σῶμα μὲν ἦν ἓν, μαρτύρων δὲ δὶς ἑπτὰ χώραν ἐπλήρου, ὅτι τε καθ’ ἕκαστον αὐτῶν ἐμαρτύρησε, καὶ ὅτι κἀκείνους τοιούτους εἰργάσατο, Ἐκκλησίαν ὁλό‐ κληρον μαρτύρων ἡμῖν ἀποκυήσασα. Ἑπτὰ παῖδας
10ὤδινε, καὶ οὐδένα ὤδινε τῇ γῇ, ἀλλὰ πάντας τῷ οὐ‐ ρανῷ, μᾶλλον δὲ τῷ βασιλεῖ τῶν οὐρανῶν, εἰς τὴν μέλλουσαν αὐτοὺς ἅπαντας ἀποκυήσασα ζωήν. Ὁ μὲν οὖν διάβολος ἐσχάτην αὐτὴν ἦγε πρὸς τὰ παλαί‐ σματα διὰ τὴν αἰτίαν, ἣν ἔφθην εἰπὼν, ἵνα τῆς δυ‐
15νάμεως αὐτῇ προαναλωθείσης ἐν τῇ θεωρίᾳ τῶν βα‐ σάνων, εὐχείρωτος γένηται ἐσχάτη δεχομένη τὸν ἀν‐ τίπαλον. Εἰ γὰρ αἷμα πολλάκις ὁρῶντες καταῤῥέον ἄνθρωποι κατέπεσον ὀλιγοψυχήσαντες, καὶ πολλῆς ἐδεήθησαν πραγματείας, ὥστε τὴν ζωὴν ἐκλείπουσαν
20αὐτοῖς καὶ τοῦ σώματος ἀφιπταμένην τὴν ψυχὴν ἐπαναγαγεῖν· τοσούτους ἐκείνη αἵματος βλέπουσα ῥύακας οὐκ ἐξ ἀλλοτρίας, ἀλλ’ ἐκ τῆς τῶν παιδίων σαρκὸς καταῤῥέοντας, τί οὐκ ἂν ὑπέμεινεν; πόσον οὐκ ἂν ἐδέξατο θόρυβον τῇ ψυχῇ; Ὁ μὲν οὖν διάβο‐
25λος, ὅπερ ἔφθην εἰπὼν, διὰ τοῦτο μετὰ τοὺς παῖδας αὐτὴν ἐπὶ τοὺς ἀγῶνας εἵλκυσεν, ὥστε ἀσθενεστέραν ἐργάσασθαι· ἐγένετο δὲ τοὐναντίον· μᾶλλον γὰρ θαῤ‐ ῥοῦσα πρὸς τοὺς ἀγῶνας ἤρχετο. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι οὐκ ἐδεδοίκει λοιπὸν, οὐδὲ ἐφρόντιζεν
30ὑπέρ τινων ἐνταῦθα καταλιμπανομένων αὐτῇ παι‐ δίων, μή ποτε καταμαλακισθέντες ἀποστερηθῶσι τῶν στεφάνων· ἀλλὰ πάντας αὐτοὺς ὥσπερ εἰς ἄσυ‐ λον ἀποθεμένη ταμεῖον τὸν οὐρανὸν, καὶ πρὸς τοὺς ἄνω πέμψασα στεφάνους καὶ τὰ ἀκίνητα ἀγαθὰ,
35θαῤῥοῦσα ἐπαπεδύετο μετὰ πολλῆς τῆς ἡδονῆς· καὶ καθάπερ στεφάνῳ τινὶ τὸν τιμαλφέστατον λίθον, αὕτη τὴν σάρκα τὴν ἑαυτῆς τῷ χορῷ τῶν παιδίων ἐναρ‐ μόσασα πρὸς τὸν ποθούμενον Ἰησοῦν ἀπεδήμησε, μεγίστην ἡμῖν καταλιποῦσα παράκλησιν καὶ συμ‐
40βουλὴν, τὴν διὰ τῶν ἔργων παραίνεσιν, ὥστε ἐῤῥω‐ μένῃ ψυχῇ καὶ ὑψηλῷ τῷ φρονήματι πάντων κατα‐ τολμᾷν τῶν δεινῶν. Τίς γὰρ ἀνὴρ, ποία γυνὴ, τίς πρεσβύτης, ποῖος νέος συγγνώμης τεύξεται λοιπὸν, ἢ ἀπολογίαν ἕξει δεδοικὼς διὰ τὸν Χριστὸν ἐπαγομέ‐
45νους αὐτῷ κινδύνους, ὅταν γυνὴ, καὶ γεγηρακυῖα, καὶ τοσούτων παίδων μήτηρ, καὶ πρὸ τῆς χάριτος ἀγωνισαμένη, κεκλεισμένων ἔτι τῶν τοῦ θανάτου πυλῶν, οὔπω τῆς ἁμαρτίας σβεσθείσης, οὐδὲ τοῦ θα‐ νάτου καταγωνισθέντος, μετὰ τοσαύτης προθυμίας τε

50

.

622

(50)

καὶ ἀνδρείας τοσαύτας φαίνηται διὰ τὸν Θεὸν ὑπο‐ μένουσα τιμωρίας; Ταῦτα δὲ πάντα λογισάμενοι, καὶ γυναῖκες καὶ ἄνδρες, καὶ νέοι καὶ γέροντες, τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα ὥσπερ ἐπὶ πίνακός τινος τῆς καρδίας ἡμῶν ἀπογράψαντες, διηνεκῆ συμβουλὴν
55πρὸς τὴν τῶν δεινῶν ὑπεροψίαν τὴν ἐκείνης καρτε‐ ρίαν ἔχωμεν ἐναποκειμένην ἡμῶν τῇ ψυχῇ, ἵνα ἐν‐ ταῦθα μιμησάμενοι τὴν ἀρετὴν τῶν ἁγίων τούτων, κἀκεῖ τῶν στεφάνων δυνηθῶμεν αὐτοῖς κοινωνῆσαι, ὅσην ἐν τοῖς κινδύνοις φιλοσοφίαν ἐπεδείξαντο, τοσ‐
60αύτην ἐν τοῖς ἀλόγοις πάθεσιν ἡμεῖς καρτερίαν ἐπι‐ δεικνύμενοι, θυμῷ, καὶ ἐπιθυμίᾳ χρημάτων, σωμά‐ των, δόξης κενῆς, καὶ τῶν ἄλλων τῶν τοιούτων ἁπάντων. Εἰ γὰρ τῆς τούτων περιγενοίμεθα φλογὸς
καθάπερ ἐκεῖνοι τοῦ πυρὸς, δυνησόμεθα στῆναι

50

.

623

πλησίον αὐτῶν, καὶ τῆς αὐτῆς μετασχεῖν παῤ‐ ῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι
καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,Column end

50

.

624

δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.Column end

50

.

623

(4t)

ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΜΑΚΚΑΒΑΙΟΥΣ.
5tὉμιλία βʹ.
6 αʹ. Ἅπαντας μὲν οὖν ἐγκωμιάσαι τοὺς ἁγίους μάρ‐ τυρας οὐ δυνατὸν μιᾷ γλώττῃ, ἀλλὰ κἂν μυρία στό‐ ματα ἔχωμεν καὶ γλώττας τοσαύτας, λειπόμεθα τῶν ἐγκωμίων· καὶ ταὐτὸν πάσχω πρὸς τὰ κατορθώματα
10τῶν ἑπτὰ μαρτύρων ὁρῶν, οἷον ἂν εἰ φιλοχρήματος ἄνθρωπος, ἐπιστὰς πηγῇ ῥεούσῃ χρυσὸν ἑπτὰ στό‐ ματα ἐχούσῃ, πᾶσαν μὲν αὐτὴν ἐξαντλῆσαι ἐπιχει‐ ροίη, μετὰ δὲ τὸν πολὺν καὶ ἄφατον πόνον τὸ πλέον ἀφεὶς ἀπέλθοι. Πηγῆς γὰρ ὅσον ἂν ἐξαντλήσῃς, τὸ
15πλέον ἀπολείπεται. Τί οὖν; ἐπειδὴ τὰ κατ’ ἀξίαν εἰσενεγκεῖν οὐ δυνάμεθα, σιγήσομεν; Οὐδαμῶς. Μάρτυρες γάρ εἰσιν οἱ τὰ δῶρα δεχόμενοι, καὶ τὸν ἑαυτῶν Δεσπότην μιμοῦνται ἐν τῇ κρίσει τῆς τοιαύ‐ της φιλοτιμίας. Πῶς δὲ ἐκεῖνος ποιεῖ; Ὅταν τις
20προσενέγκῃ δῶρα, οὐ τῷ μεγέθει τοῦ προσενεχθέν‐ τος, ἀλλὰ τῇ προθυμίᾳ τοῦ προσενέγκαντος προσ‐ έχων μετρεῖ τὴν ἀντίδοσιν. Οὕτως ἐποίησεν ἐπὶ τῆς χήρας ἐκείνης· δύο κατέβαλεν ὀβολοὺς ἡ γυνὴ, καὶ προετιμήθη τῶν πολλὰ καταβεβληκότων· οὐ γὰρ τὴν
25ὀλιγότητα τῶν χρημάτων, ἀλλὰ τὴν πολυτέλειαν τῆς γνώμης εἶδεν ὁ Θεός· δύο ὀβολοὶ τὰ χρήματα, ἀλλὰ μυρίων χρυσοῦ ταλάντων τιμιωτέρα ἡ γνώμη. Ἁψώ‐ μεθα δὴ τῶν ἐγκωμίων θαῤῥοῦντες, καὶ ὅπερ χθὲς ἐποιήσαμεν, τοῦτο εἰ δοκεῖ γενέσθω καὶ νῦν· καὶ γὰρ
30χθὲς τὴν μητέρα ἀπολαβόντες μόνην εἰς αὐτὴν τὸν λόγον ἀνηλώσαμεν· ἐποιοῦμεν δὲ τοῦτο οὐκ ἀποσχί‐ σαι βουλόμενοι τοῦ χοροῦ τῶν παίδων αὐτὴν, ἀλλ’ ἀσφαλέστερον ἡμῖν κατασκευάσαι τὸν πλοῦτον· τοῦτο δὴ καὶ νῦν ποιήσωμεν· ἕνα τῶν παίδων ἀποσπάσαν‐
35τες, εἰς αὐτὸν ὀλίγα εἴπωμεν· δέος γὰρ μή ποτε καθάπερ ἑπτὰ ποταμοὶ, οἱ τῶν ἑπτὰ μαρτύρων ἔπαινοι συνελθόντες ἀθρόον τὸν λόγον ἡμῖν ἐπικλύ‐ σωσιν. Οὐκοῦν ἕνα τῶν νεανίσκων ἀπολάβωμεν, οὐδὲ τοῦτον ἀποσχίζοντες τοῦ χοροῦ τῶν ἀδελφῶν, ἀλλὰ
40κοῦφον ἡμῖν ποιοῦντες τὸ φορτίον· καὶ γὰρ ἑνὸς ἐπαινουμένου, κοινὸς καὶ τῶν ἄλλων ὁ στέφανος ἔσται, ἐπεὶ καὶ τῶν ἄθλων τῶν αὐτῶν ἐκοινώνησαν ἅπαντες. Πάντως δὲ ἐπεισελεύσεται ἡμῖν ἡ μήτηρ καὶ σήμερον, κἂν μὴ αὐτῆς ἁπτώμεθα· ἡ γὰρ ἀκο‐
45λουθία αὐτὴν τῶν λόγων ἐπισπάσεται πάντως, καὶ οὐκ ἀνέξεται ἀφεῖναι τὰ παιδία· εἰ γὰρ ἐν τοῖς ἀγῶ‐ σιν οὐκ ἀπέστη τῶν ἐκγόνων, οὐδὲ ἐν τοῖς ἐγκωμίοις αὐτῶν ἀφέξεται. Τίνα οὖν βούλεσθε τῶν ἑπτὰ ἀπολάβωμεν ἀθλητῶν;

50

.

623

(50)

Ἆρα τὸν πρῶτον, ἢ τὸν δεύτερον, ἢ τὸν τρίτον, ἢ τὸν ἔσχατον; Μᾶλλον δὲ οὐδεὶς ἐν αὐτοῖς ἔσχα‐ τος· χορὸς γάρ ἐστι, χοροῦ δὲ οὔτε ἀρχὴ, οὔτε τέλος φαίνεται· ἀλλ’ ἵνα γνωριμώτερον ποιήσωμεν τὸν ἐπαινούμενον, τὸν ἔσχατον τῇ ἡλικίᾳ λέγομεν. Ἀδελφὰ
55γὰρ τὰ παλαίσματα, καὶ συγγενῆ τὰ κατορθώματα·Column end

50

.

624

(5)

ἔνθα δὲ ἡ συγγένεια κατορθωμάτων, οὐκ ἔστι πρῶτος καὶ δεύτερος. Ἀπολάβωμεν οὖν τὸν ἔσχατον τῇ ἡλι‐ κίᾳ καὶ ὁμήλικα τῷ φρονήματι, οὐ τοῖς ἀδελφοῖς ὁμή‐ λικα μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ γέροντι. Οὗτος μόνος τῶν ἀδελφῶν λελυμένος ἤγετο πρὸς τὰ βασανιστήρια·
10οὐ γὰρ ἀνέμεινε τὰς τῶν δημίων χεῖρας· ἀλλὰ προ‐ έλαβε τῇ οἰκείᾳ προθυμίᾳ τὴν ἐκείνων ὠμότητα, καὶ λελυμένος ἤγετο. Καὶ τῶν μὲν ἀδελφῶν οὐδένα εἶχε θεατήν· πάντες γὰρ ἦσαν τελειωθέντες· εἶχε δὲ σεμνότερον τῶν ἀδελφῶν θέατρον, τοὺς τῆς μητρὸς
15ὀφθαλμούς. Οὐκ ἔλεγον ὑμῖν, ὅτι καὶ μὴ σπουδαζόν‐ των ἡμῶν ἐπεισελεύσεται καὶ ἡ μήτηρ πάντως; Ἰδοὺ τοίνυν εἰσήγαγεν αὐτὴν ἡ ἀκολουθία τοῦ λόγου. Τοῦτο δὲ τὸ θέατρον οὕτω σεμνὸν ἦν καὶ μέγα, ὥστε καὶ αὐτὸν τῶν ἀγγέλων τὸν δῆμον, μᾶλλον δὲ καὶ τοὺς
20ἀδελφοὺς εἶχεν αὐτὸν θεωμένους, οὐκ ἔτι ἀπὸ τῆς γῆς, ἀλλ’ ἐκ τῶν οὐρανῶν. Ἐστεφανωμένοι γὰρ ἐκάθηντο, καθάπερ ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσιν οἱ δικασταὶ, οὐχὶ κρίνοντες τοῖς παλαίσμασιν, ἀλλὰ τὸν στεφανί‐ την ἐπειγόμενοι λαβεῖν. Εἰστήκει τοίνυν λελυμένος,
25καὶ φθεγγόμενος ῥήματα φιλοσοφίας γέμοντα· ἐβού‐ λετο μὲν γὰρ μεταστῆσαι τὸν τύραννον πρὸς τὴν οἰ‐ κείαν εὐσέβειαν· ὡς δὲ οὐκ ἴσχυσε, τὸ ἑαυτοῦ λοιπὸν ἐποίησεν, ἐξέδωκεν ἑαυτὸν τῇ τιμωρίᾳ. Κἀκεῖνος μὲν ᾤκτειρεν αὐτὸν τῆς ἡλικίας, οὗτος δὲ ἐδάκρυσεν
30αὐτὸν τῆς ἀσεβείας· οὐ γὰρ τὰ αὐτὰ βλέπει ὁ τύραν‐ νος καὶ ὁ μάρτυς· ἀμφοτέροις μὲν γὰρ οἱ αὐτοὶ ὀφθαλμοὶ, ἀλλὰ τῆς σαρκός· οἱ δὲ τῆς πίστεως οὐκ ἔτι οἱ αὐτοί· ἀλλ’ ἐκεῖνος μὲν ἔβλεπε τὴν παροῦσαν ζωὴν, οὗτος δὲ ἔβλεπε τὴν μέλλουσαν, πρὸς ἣν ἔμελλεν ἀνα‐
35πτήσεσθαι· καὶ ὁ μὲν τύραννος ἑώρα τήγανα, ὁ δὲ μάρτυς ἑώρα τὴν γέενναν, εἰς ἣν ἔμελλεν ἑαυτὸν ἐμβαλεῖν ὁ τύραννος. Εἰ δὲ τὸν Ἰσαὰκ θαυμάζομεν, ὅτι δεθεὶς ὑπὸ τοῦ πατρὸς καὶ συμποδισθεὶς, οὐκ ἐξήλατο τοῦ βωμοῦ,
40οὐδὲ ἐσκίρτησεν ὁρῶν μάχαιραν ἐπαγομένην· πολλῷ μᾶλλον τοῦτον θαυμάζειν χρὴ, ὅτι οὐκ ἐδέθη, οὐδὲ τῆς ἀπὸ τῶν δεσμῶν ἀνάγκης χρείαν ἔσχεν, οὐδὲ ἀνέμεινε τὰς χεῖρας τῶν δημίων, ἀλλ’ αὐτὸς ἑαυτῷ καὶ θῦμα καὶ ἱερεὺς καὶ θυσιαστήριον γέγονε. Περι‐
45σκοπήσας γὰρ κύκλῳ, καὶ ἰδὼν οὐδένα τῶν ἀδελφῶν παρόντα ἐθορυβήθη, ἠπείχθη σπεῦσαι καὶ καταλα‐ βεῖν, ὥστε μὴ ἀποσχισθῆναι τοῦ καλοῦ τούτου χο‐ ροῦ. Διὰ τοῦτο οὐκ ἀνέμεινε τὰς τῶν δημίων χεῖρας· ἐφοβεῖτο γὰρ τὴν φειδῶ τοῦ τυράννου, μή ποτε αὐτὸν

50

.

624

(50)

κατελεήσας ἐξαρπάσῃ τῆς κοινωνίας τῶν ἀδελφῶν· διὰ τοῦτο προλαβὼν ἑαυτὸν ἐξήρπασε τῆς φιλανθρω‐ πίας τῆς ἀνημέρου. Καὶ γὰρ πολλὰ ἦν ἱκανὰ ἐπι‐ κάμψαι τὸν τύραννον, τῆς ἡλικίας τὸ νέον, τῶν ἀδελφῶν τῶν τοσούτων ἡ τιμωρία, ἡ καὶ θηρίον
55ἱκανὴ κορέσαι (ἀλλ’ ἐκεῖνος οὐκ ἐκορέννυτο), ἡ πολιὰ

50

.

625

τῆς μητρὸς, τὸ μηδὲν αὐτῷ γενέσθαι πλέον ἀπὸ τῆς κολάσεως τῶν προλαβόντων. βʹ. Ταῦτα πάντα ἐννοήσας ὁ νεανίας ἐνέβαλεν ἑαυτὸν εἰς τιμωρίαν, ἀφ’ ἧς διαφυγεῖν οὐκ ἐνῆν, καὶ
5ὡς εἰς πηγὴν ναμάτων ψυχρῶν, οὕτως εἰς τοὺς λέ‐ βητας ἐκυβίστα, λουτρὸν αὐτοὺς θεῖον καὶ βάπτισμα νομίζων. Καθάπερ γὰρ ἄνθρωποι φλεγόμενοι εἰς εὔ‐ ριπον ψυχρῶν ὑδάτων ἑαυτοὺς ἀφιᾶσιν, οὕτως ἐκεῖ‐ νος ἐκκαιόμενος τῇ τῶν ἀδελφῶν ἐπιθυμίᾳ πρὸς τὴν
10τιμωρίαν ἐκείνην ἀφῆκεν ἑαυτόν. Προσήγαγε δὲ καὶ ἡ μήτηρ παράκλησιν, οὐκ ἐπει‐ δὴ παρακλήσεως ἐκεῖνος ἐδεῖτο, ἀλλ’ ἵνα μάθῃς πάλιν τὸ στεῤῥὸν τῆς γυναικός· ἐπ’ οὐδενὶ γὰρ τῶν ἑπτὰ παίδων ἔπαθε τὰ μητέρων, μᾶλλον δὲ ἐφ’ ἑκάστῳ τὰ
15μητέρων ἔπαθεν· οὐ γὰρ εἶπε πρὸς ἑαυτήν· Τί ποτε τοῦτό ἐστιν; ἀνήρπασταί μοι τῶν παίδων ὁ χορός· οὗτος ὑπολέλειπται μόνος· ἐν τούτῳ μοι κινδυνεύει τὰ τῆς ἀπαιδίας· τίς με γηροκομήσει λοιπὸν, ἂν οὗ‐ τος ἀπέλθῃ; οὐ γὰρ ἤρκει μοι τοὺς ἡμίσεις παρα‐
20στῆσαι, εἰ δὲ μὴ τοὺς ἡμίσεις, τὰς δύο μοίρας; ἀλλὰ καὶ τὸν ὑπολελειμμένον μοι μόνον εἰς παραμυθίαν τοῦ γήρως, καὶ αὐτὸν ἐπιδώσω πάλιν; Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλὰ καθάπερ χερσὶ τῇ παρακλήσει τῶν λόγων ἐπάρασα ἐνέβαλεν εἰς τὸν λέ‐
25βητα τὸν υἱὸν, δοξάζουσα τὸν Θεὸν, ὅτι ὅλον αὐτῆς τὸν καρπὸν τῆς γαστρὸς ἐδέξατο, καὶ οὐδένα ἀπεδο‐ κίμασεν, ἀλλ’ ὁλόκληρον τὸ δένδρον ἐτρύγησεν· ὥστε θαῤῥῶν ἂν εἴποιμι, ὅτι μείζονα αὕτη τῶν παίδων ἔπαθεν. Ἐκείνοις μὲν γὰρ τὸ πολὺ τῆς ὀδύνης καὶ ἡ
30λειποψυχία λοιπὸν ὑπετέμνετο, αὕτη δὲ ἀκεραίῳ δια‐ νοίᾳ καὶ ἀκραιφνεῖ γνώμῃ τρανοτέραν ἐλάμβανε τῶν γινομένων τὴν αἴσθησιν διὰ τὴν φύσιν. Καὶ ἦν ἰδεῖν τριπλοῦν πῦρ, ὅπερ ἔκαυσεν ὁ τύραννος ἐκεῖνος, ὅπερ ἀνέφλεξεν ἡ φύσις, ὅπερ ἐξῆψε τὸ Πνεῦμα τὸ ἅγιον.
35Οὐ τοιαύτην ἀνῆψε κάμινον ὁ Βαβυλώνιος τύραννος ἐκεῖνος, οἵαν ἀνῆψε τῇ μητρὶ κάμινον ὁ τύραννος οὗ‐ τος· ἐκεῖ μὲν γὰρ ἡ τροφὴ τοῦ πυρὸς νάφθα, καὶ πίσσα, καὶ στύππιον, καὶ κληματὶς ἦν· ἐνταῦθα δὲ φύσις, ὠδῖνες, φιλοστοργία, παίδων συμφωνία. Οὐχ
40οὕτως ἐτηγανίζοντο ἐκεῖνοι ἐπὶ τοῦ πυρὸς κείμενοι, ὡς ἐτηγανίζετο αὕτη διὰ τὴν φιλοστοργίαν· ἀλλ’ ἐκράτει διὰ τὴν εὐσέβειαν, καὶ φύσις ἐμάχετο χάριτι, καὶ ἡ νίκη τῆς χάριτος ἦν· εὐσέβεια ὠδίνων περι‐ εγένετο, καὶ πῦρ ἐκράτει πυρὸς, τὸ πνευματικὸν τοῦ
45φυσικοῦ, καὶ τοῦ παρὰ τῆς ὠμότητος τοῦ τυράννου καυθέντος. Καὶ καθάπερ θαλαττία πέτρα δεχομένη κυμάτων προσβολὰς αὐτὴ μὲν ἀκίνητος μένει, ἐκεῖνα δὲ εἰς ἀφρὸν διαλύουσα ἀφανίζει ῥᾳδίως· οὕτω δὴ καὶ ἡ καρδία τῆς γυναικὸς ἐκείνης, ὥσπερ τις θαλαττία

50

.

625

(50)

πέτρα κύματα δεχομένη τὰς προσβολὰς τῶν ὀδυνῶν, αὐτὴ μὲν ἀκίνητος ἔμενε, τὰς δὲ προσβολὰς ἐκείνας στεῤῥῷ καὶ φιλοσοφίας γέμοντι διέλυε λογισμῷ·
ἐφιλοτιμεῖτο δεῖξαι τῷ τυράννῳ, ὅτι ὄντως μήτηρ αὐ‐

50

.

626

τῶν ἐστιν, ὄντως ἐκεῖνοι γνήσιοι παῖδες αὐτῆς, οὐ διὰ τὴν συγγένειαν τῆς φύσεως, ἀλλὰ διὰ τὴν κοινω‐ νίαν τῆς ἀρετῆς· οὐκ ἐνόμιζεν ὁρᾷν κολαστικὸν πῦρ, ἀλλὰ γαμήλιον λαμπάδα. Οὐχ οὕτω μήτηρ κοσμοῦσα
5παῖδας εἰς γάμον εὐφραίνεται, ὡς ἐκείνη κολαζομέ‐ νους βλέπουσα ἔχαιρε· καὶ καθάπερ τὸν μὲν στολῇ περιβάλλουσα νυμφικῇ, τῷ δὲ στεφάνους πλέ‐ κουσα, τῷ δὲ παστάδας ἱστᾶσα γαμηλίους, οὕτω τὸν μὲν ἐπὶ τοὺς λέβητας, τὸν δὲ ἐπὶ τὰ τήγανα τρέχοντα,
10τὸν δὲ τὴν κεφαλὴν ἀποτεμνόμενον ὁρῶσα ἠγάλλετο. Καὶ ἦν πάντα καπνοῦ καὶ κνίσσης μεστὰ, καὶ διὰ τῶν αἰσθητηρίων ἁπάντων τὴν πεῖραν ἐδέχετο τῶν παί‐ δων, διὰ τῶν ὀφθαλμῶν ὁρῶσα, διὰ τῆς ἀκοῆς τῶν φιλτάτων ἀκούουσα ῥημάτων, αὐτῇ τῇ ῥινὶ τὸν
15καπνὸν δεχομένη τῶν σαρκῶν τὸν ἡδὺν ἐκεῖνον καὶ ἀηδῆ· ἀηδῆ μὲν τοῖς ἀπίστοις, τῷ Θεῷ δὲ καὶ αὐτῇ πάντων ἥδιστον· τὸν καπνὸν ἐκεῖνον ὃς τὸν μὲν ἀέρα ἐθόλωσε, τὴν δὲ διάνοιαν τῆς γυναικὸς οὐκ ἐθόλωσεν· εἰστήκει γὰρ ἀκλινὴς καὶ ἀπερίτρεπτος ἐγκαρτεροῦσα
20πᾶσι τοῖς γινομένοις. Ἀλλ’ ὥρα λοιπὸν καταπαῦσαι τὸν λόγον, ὥστε πλειόνων αὐτοὺς ἀπολαῦσαι τῶν ἐγ‐ κωμίων παρὰ τῷ κοινῷ διδασκάλῳ. Ταύτην μιμείσθωσαν πατέρες, ζηλούτωσαν μητέ‐ ρες, καὶ γυναῖκες, καὶ ἄνδρες, ἐν παρθενίᾳ ζῶντες,
25καὶ σάκκους περιβεβλημένοι, καὶ κλοιὰ περικείμενοι· ὅπου γὰρ ἂν ἀφικώμεθα σκληραγωγίας τε καὶ φιλο‐ σοφίας, προφθάνει τὴν καρτερίαν ἡμῶν τῆς γυναικὸς ἡ φιλοσοφία. Μηδεὶς τοίνυν τῶν εἰς ἄκρον ἐληλακό‐ των ἀνδρείας καὶ καρτερίας ἀνάξιον εἶναι νομιζέτω
30τὴν γυναῖκα τὴν γεγηρακυῖαν διδάσκαλον ἔχειν· ἀλλ’ εὐξώμεθα κοινῇ πάντες, καὶ οἱ τὰς πόλεις οἰκοῦντες, καὶ οἱ ταῖς ἐρημίαις ἐνδιαιτώμενοι, καὶ οἱ παρθενίαν ἀσκοῦντες, καὶ οἱ ἐν γάμῳ σεμνῷ διαλάμποντες, καὶ οἱ τῶν παρόντων ὑπερορῶντες ἁπάντων, καὶ τὸ σῶμα
35σταυρώσαντες, δυνηθῆναι τὸν αὐτὸν αὐτῇ δρόμον ἀρά‐ μενοι τῆς αὐτῆς αὐτῇ καταξιωθῆναι παῤῥησίας, καὶ ἐγγὺς αὐτῆς στῆναι κατὰ τὴν ἡμέραν ἐκείνην εὐχαῖς αὐτῆς τῆς ἁγίας, καὶ τῶν αὐτῆς παίδων, καὶ τοῦ τὸν χορὸν αὐτῶν συμπληροῦντος Ἐλεαζάρου τοῦ μεγά‐
40λου καὶ γενναίου γέροντος καὶ ψυχὴν ἀδαμάντινον ἐν τοῖς δεινοῖς ἐνδειξαμένου. Δυνησόμεθα δὲ ἂν μετὰ τῶν ἁγίων αὐτῶν εὐχῶν καὶ τὰ παρ’ ἑαυτῶν πάντα εἰσφέρωμεν, πρὸ τῶν πολέμων καὶ τῶν δεινῶν ἐν τῷ καιρῷ τῆς εἰρήνης τῶν ἐν ἡμῖν κρατοῦντες παθῶν,
45τὰ ἄτακτα τῆς σαρκὸς περικόπτοντες σκιρτήματα, ὑπωπιάζοντες καὶ δουλαγωγοῦντες τὸ σῶμα. Οὕτω γὰρ ἄν τε ἐν εἰρήνῃ διάγωμεν, λαμπροὺς ἕξομεν τῶν γυμνασίων τοὺς στεφάνους· ἄν τε τὸν αὐτὸν ἡμῖν ἀγῶνα ἀνύσαι δοκῇ τῷ φιλανθρώπῳ Θεῷ, παρεσκευα‐

50

.

626

(50)

σμένοι πρὸς τὰ παλαίσματα ἥξομεν, καὶ τῶν οὐρα‐ νίων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς
55αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

50

.

625

(56t)

ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΜΑΚΚΑΒΑΙΟΥΣ
57tὉμιλία γʹ.
58Καὶ τοῖς μάρτυσιν ὁρῶν τὴν τῶν ἔργων εὐφημίαν
ὀφειλομένην, καὶ τὸ πλῆθος στενοχωρούμενον βλέπωνColumn end

50

.

626

(57)

ὀκνῶ. Οὐκοῦν, εἰ δοκεῖ, τὴν διδασκαλίαν πρὸς

50

.

627

τὸ παρὸν ὑπερθώμεθα, μιμεῖσθαι δὲ σπουδάζωμεν τῶν μαρτύρων τὸν τόνον. Οὐκοῦν πρῶτος ἡμῖν Ἐλεά‐ ζαρος ὁ πρεσβύτης εἰς μέσον ἡκέτω, ἡ τῶν ἀγώνων ἀρχὴ, ὁ τῆς μαρτυρίας θεμέλιος, τῶν σκαμμάτων ἡ
5θύρα, τῆς ἀνδρείας ὁ ἀρχηγὸς, τῆς καρτερίας ὁ πρό‐ δρομος, ἡ νεάζουσα πολιὰ, ὁ τῆς Παλαιᾶς πρωτόμαρ‐ τυς, ἡ Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων εἰκών· ἔκαμε κολακεύων καὶ μαστιγῶν ὁ πολέμιος, καὶ οὐκ ἐπαύσατο ῥητορεύων ὁ κολαζόμενος· εἱστήκει τρέμων
10ὁ πρεσβύτης ὑπὸ τοῦ γήρως, ἐκάθητο δὲ ἀπειλῆς καὶ φόνου πνέων ὁ τύραννος, καὶ ὁ μὲν τρέμων ἀπῆλθεν ἀκμάζων, ὁ δὲ σφριγῶν ἀπῆλθε νενικημένος· εἱστή‐ κει πολιὰ καταξαινομένη, ἐδίκαζε δὲ νεότης μετὰ αὐθεντίας ἀγριουμένη, καὶ τῇ πολιᾷ τὰ τῆς νίκης ἐγί‐
15νετο. Ὢ τρόπου νικητηρίων καινοῦ· ὅλην ὁμοῦ τοξεύου‐ σαν στρατιὰν τυπτόμενος εἷς ἐτρέψατο γέρων. Οὐκ ἐᾷ με πρὸς τὴν τῶν νέων ἀνδρείαν τῶν τοῦ γέροντος ἄθλων μεταβαίνειν τὸ θαῦμα· πορευτέον δ’ οὖν ὅμως ἡμῖν ἐπ’ αὐτοὺς τοῦτον βιασαμένους· λαμπρὰ γὰρ
20καὶ παρ’ ἐκείνοις κατὰ τοῦ τυράννου τὰ τρόπαια· οὐ γὰρ ἔμελλε πολιᾶς νεότης ἀτολμηροτέρα φανεῖ‐ σθαι. Ἑπτὰ γοῦν ἐφεξῆς ἀριστεύοντες ἐστεφάνωντο νέοι ἐκ μιᾶς γαστρὸς εἰς μίαν δραμόντες παράταξιν. Εἰ δοκεῖ, καταπαύω τὸν λόγον, ἰσχυρῶν μαρτύρων
25ἰσχυροὶ χορευταί. Ἀλλ’, ὅπερ ἔλεγον, ἑπτὰ ἐφεξῆς ἀριστεύοντες ἐστεφάνωντο νέοι ἐκ μιᾶς γαστρὸς εἰς μίαν δραμόντες παράταξιν, μιᾷ γόνων ἀδελφότητι καὶ τρόπῳ κεκοσμημένοι, ἄλλος ἐπ’ ἄλλῳ τοῖς ἀγῶσιν ἐμβάλλων. Νῦν μοι τῆς εὐαγγελικῆς ἐκείνης ἐφ’
30ὑμῖν, ὦ γενναῖοι, μνημονευτέον φωνῆς· Μακαρία, φησὶν, ἡ κοιλία ἡ βαστάσασα ὑμᾶς, καὶ μαστοὶ, οὓς ἐθηλάσατε. Ἐπεὶ δὲ μαστῶν καὶ κοιλίας ἐμνή‐ σθην, ὥρα μοι καὶ πρὸς τὴν τῶν ἀριστέων διαβαίνειν
μητέρα τὴν ἐν ἑνὶ σώματι πολλάκις ἀποθανοῦσαν·Column end

50

.

628

μᾶλλον δὲ τὴν πολλάκις σφαγεῖσαν, καὶ μηδὲ ἅπαξ ἀλγήσασαν· τὴν ἄτρωτον ὁμοῦ καὶ πολύτρωτον. Οὐκ ἐτάραττεν αὐτὴν ὁ πρῶτος ἑλκόμενος εἰς θάνατον τῶν παίδων, ὡς ὁ δεύτερος μηδέπω τῶν ἀγώνων ἁψάμε‐
5νος ἐπτόει· οὐκ ἐλύπει τοῦ δευτέρου πάλιν ἡ τελευτὴ, ὡς ἡ τοῦ τρίτου παιδὸς ἐφόβει ζωὴ τὸ πέρας ἀγνοού‐ μενον ἔχουσα· μικρὸς ἦν αὐτῇ καὶ τρίτος καὶ τέταρ‐ τος ἀποσφαττόμενος παῖς, τοῦ πέμπτου μήπω πεφο‐ νευμένου· οὐδὲ τοῦ ἕκτου τὸ πτῶμα τὴν φιλοσοφίαν
10ἐνίκησεν· ἔμενε λοιπὸν τελευταῖος πρὸς τοὺς ἀγῶνας ὁ ἕβδομος ὁ τὴν ἑπτάφθογγον τῶν μαρτύρων συμπλη‐ ρώσας κιθάραν. Τί οὖν; ἐπεκάμφθη τῷ τῆς ἡλικίας ἀώρῳ, συνήλγησε κἂν τῷ λειψάνῳ τῆς φύσεως; Αὐτὴ μὲν οὖν τὸ παιδίον πρὸς τὸν θάνατον ὤθει, εἰ καὶ μὴ
15ταῖς χερσὶν, ἀλλὰ ταῖς συμβουλαῖς. Μὴ διακόψῃς, φησὶ, τῶν στεφάνων, ὦ τέκνον, τὸν ἀριθμόν· γενοῦ μετὰ τῶν ὠδίνων καὶ τῶν κατορθωμάτων τοῖς ἀδελ‐ φοῖς κοινωνός· μίμησαι τὴν κοινωνίαν τῆς φύσεως τῇ κοινωνίᾳ τῆς πράξεως· δεῖξον σαυτὸν τῶν ἀνῃρη‐
20μένων καὶ ἐν τοῖς σκάμμασιν ἀδελφόν. Ἕβδομός μοι παῖς ἐτέχθης παρὰ τῆς φύσεως, ἕβδομός μοι μάρτυς γενοῦ παρὰ τῆς προαιρέσεως· μή με δείξῃς, ὦ τέ‐ κνον, παίδων με ἑπτὰ, μαρτύρων δὲ ἓξ καλουμένην μητέρα. Ποῦ μοι νῦν οἱ μηδὲ τὰς ἐκ χρημάτων
25τῷ Θεῷ προσφορὰς προσκομίζοντες; Ἑπτὰ τῷ Δε‐ σπότῃ σήμερον παῖδας ἁπαλοὺς προσήγαγε μήτηρ, καὶ οὐκ ἐνάρκησεν ἐκ τῶν σπλάγχνων θυσίαν προσφέ‐ ρουσα· πολλοὶ δὲ ἡμῖν καὶ περὶ ὀβολῶν ἐν καιρῷ μι‐ κρολογοῦνται προσκομιδήν. Ἀλλ’ ἡμεῖς τῷ Θεῷ καὶ
30ψυχῶν καὶ χρημάτων καὶ σωμάτων προσκομιδὴν προσαγάγωμεν, ἐπὶ πᾶσι δοξάζοντες Χριστὸν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.