TLG 2062 045 :: JOANNES CHRYSOSTOMUS :: In sanctum Eustathium Antiochenum JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In sanctum Eustathium Antiochenum Citation: Vol — pg — (ln) | ||
50.597(38t) | ΕΓΚΩΜΙΟΝ | |
39t | Εἰς τὸν ἐν ἁγίοις πατέρα ἡμῶν Εὐστάθιον ἀρχιεπίσκοπον Ἀντιοχείας τῆς μεγάλης. | |
---|---|---|
40 | αʹ. Σοφός τις ἀνὴρ καὶ φιλοσοφεῖν εἰδὼς, τῶν ἀνθρω‐ πίνων πραγμάτων τὴν φύσιν μετὰ ἀκριβείας κατα‐ μαθὼν, καὶ ἐπιγνοὺς αὐτῶν τὴν σαθρότητα, καὶ ὡς οὐδὲν ἔχει πιστὸν, οὐδὲ βέβαιον, παραινεῖ κοινῇ πᾶσιν ἀνθρώποις πρὸ τελευτῆς μὴ μακαρίζειν μη‐ | |
45 | δένα. Οὐκοῦν ἐπειδὴ τετελεύτηκεν ὁ μακάριος Εὐ‐ στάθιος, μετὰ ἀδείας αὐτὸν ἁπάσης ἐγκωμιάσαι λοι‐ πὸν δυνάμεθα· εἰ γὰρ πρὸ τελευτῆς οὐ δεῖ μακαρίζειν οὐδένα, μετὰ τὴν τελευτὴν ἀνεύθυνος ἐπὶ τῶν ἀξίων ὁ μακαρισμὸς γένοιτ’ ἄν. Καὶ γὰρ παρῆλθε τὸν εὔρι‐ | |
50.597(50) | πον τῶν βιωτικῶν πραγμάτων, ἀπηλλάγη τῆς ταρα‐ | |
χῆς τῶν κυμάτων, πρὸς τὸν εὔδιον καὶ ἀτάραχον κατ‐ | Column end | |
50.598(40) | έπλευσε λιμένα, οὐχ ὑπόκειται τῇ τοῦ μέλλοντος ἀδηλίᾳ, οὐδέ ἐστιν ὑπεύθυνος καταπτώσει, ἀλλὰ καθάπερ ἐπὶ πέτρας τινὸς καὶ ὑψηλοῦ σκοπέλου νῦν ἑστὼς καταγελᾷ τῶν κυμάτων ἁπάντων. Οὐκοῦν ἀσφαλὴς ὁ μακαρισμὸς, ἀνεπίληπτον τὸ ἐγκώμιον· | |
45 | οὐ γὰρ δέδοικε μεταβολὴν, οὐχ ὑποπτεύει μετάπτω‐ σιν. Ἡμεῖς μὲν γὰρ οἱ ἔτι ζῶντες, καθάπερ οἱ ἐν μέσῳ πελάγει σαλεύοντες, πολλαῖς ὑποκείμεθα ταῖς μεταβολαῖς· καὶ καθάπερ ἐκεῖνοι νῦν μὲν εἰς ὕψος αἴρονται τῶν κυμάτων κορυφουμένων, νῦν δὲ πρὸς | |
50.598(50) | αὐτὸν καταφέρονται τὸν βυθόν· ἀλλ’ οὔτε τὸ ὕψος | |
ἀσφαλὲς, οὔτε ἡ ταπείνωσις μόνιμος· ὑδάτων γάρ | 597 | |
50.599 | ἐστι ῥεόντων καὶ οὐχ ἱσταμένων ταῦτα ἀμφότερα· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων οὐδὲν βέβαιον καὶ ἑστὼς, ἀλλὰ πυκναὶ αἱ μεταβολαὶ καὶ ὀξύῤῥοποι. Ὁ μὲν ὑπὸ τῆς εὐημερίας πρὸς τὸ ὕψος | |
5 | ἐπήρθη, ὁ δὲ ὑπὸ δυσπραγίας εἰς πολὺ κατηνέχθη βάθος· ἀλλὰ μήτε ἐκεῖνος φυσάσθω, μήτε οὗτος τα‐ πεινούσθω· ταχίστην γὰρ ἕκαστος δέξεται τὴν μετα‐ βολήν· ἀλλ’ οὐκ ἐκεῖνος ὁ πρὸς τὸν οὐρανὸν μεταστὰς, ὁ πρὸς τὸν ποθούμενον ἀπελθὼν Ἰησοῦν, ὁ πρὸς χω‐ | |
10 | ρίον ἐλθὼν καθαρὸν θορύβων, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Οὐκ ἔστιν ἐκεῖ μεταβολῆς εἰ‐ κὼν, οὐκ ἔστι τροπῆς ἀποσκίασμα, πάντα δὲ πεπη‐ γότα καὶ ἀκίνητα, πάντα βέβαια καὶ ἱδρυμένα, πάντα ἄφθαρτα καὶ ἀθάνατα, πάντα ἀκήρατα καὶ εἰς ἀεὶ | |
15 | διαμένοντα. Διὰ τοῦτό φησι, Πρὸ τελευτῆς μὴ μακάριζε μηδένα. Διὰ τί; Ἄδηλον γὰρ τὸ μέλ‐ λον, καὶ ἡ φύσις ἀσθενής· ἡ προαίρεσις ῥᾴθυμος, ἡ ἁμαρτία εὐπερίστατος, πολλαὶ αἱ παγίδες· Ἐπί‐ γνωθι γὰρ, φησὶν, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις· | |
20 | ἐπάλληλοι οἱ πειρασμοὶ, πολὺς ὁ τῶν πραγμάτων ὄχλος, καὶ διηνεκὴς τῶν δαιμόνων ὁ πόλεμος, καὶ συνεχεῖς αἱ τῶν παθῶν ἐπαναστάσεις· διὰ ταῦτα, Πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, φησίν. Οὐκοῦν μετὰ τελευτὴν μακαρίζειν ἀσφαλὲς τὸν ἄξιον· μᾶλλον δὲ | |
25 | οὐχ ἁπλῶς μετὰ τελευτὴν, ἀλλὰ τελευτὴν τοιαύτην, ὅταν μετὰ στεφάνου τὸν βίον ᾖ καταλύσας τις, ὅταν μετὰ ὁμολογίας καὶ πίστεως ἀνυποκρίτου. Εἰ γὰρ τοὺς ἁπλῶς τελευτήσαντας ἐμακάρισέ τις, πόσῳ μᾶλλον τοὺς οὕτω τελευτήσαντας; | |
30 | Καὶ τίς ἐμακάρισε, φησὶ, τοὺς ἁπλῶς τελευτήσαν‐ τας; Ὁ Σολομὼν, Σολομὼν ἐκεῖνος ὁ πάνσοφος· μὴ γὰρ ἁπλῶς παραδράμῃς τὸν ἄνθρωπον, ἀλλ’ ἐννόησον τίς ἦν, καὶ πῶς βεβιωκὼς, καὶ μετὰ πόσης ἀδείας καὶ ἀνέσεως τὸν ὑγρὸν καὶ ἀταλαίπωρον βίον ἔζη. | |
35 | Ἅπαν γὰρ εἶδος ἐπῆλθε τρυφῆς, καὶ ψυχαγωγίας παντοδαποὺς ἐπενόησε τρόπους, καὶ ποικίλας καὶ πολυτρόπους τέρψεων εὗρεν ἰδέας, καὶ ταύτας δι‐ ηγούμενος ἔλεγεν· ᾨκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι κήπους καὶ παρα‐ | |
40 | δείσους, ἐποίησά μοι κολυμβήθρας ὑδάτων, ἐκτη‐ σάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι· κτῆσις βουκολίων καὶ ποιμνίων ἐγένετό μοι· συνήγαγον ἀργύριον καὶ χρυσίον ἴσα ψάμμῳ· ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, | |
45 | οἰνοχόους καὶ οἰνοχοούσας. Τί οὖν ὁ αὐτὸς οὗτος μετὰ τοσαύτην περιουσίαν τῶν χρημάτων, τῶν κτη‐ μάτων, τῆς τρυφῆς, τῆς ἀνέσεως; Ἐμακάρισα, φησὶ, τοὺς ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας, καὶ ἀγαθὸς ὑπὲρ τούτους ὅστις οὔπω ἐγένετο. Ὄντως | |
50.599(50) | ἀξιόπιστος οὗτος κατήγορος τρυφῆς, ὁ τοιαῦτα περὶ αὐτῆς ψηφιζόμενος. Εἰ μὲν γάρ τις τῶν ἐν πενίᾳ καὶ πτωχείᾳ βεβιωκότων ταύτην ἐξέφερε τὴν ψῆφον κατὰ τῆς τρυφῆς, ἔδοξεν ἂν οὐκ ἀληθείᾳ, ἀλλ’ ἀπειρίᾳ ταῦτα κατηγορεῖν· ὅταν δὲ ὁ πᾶσαν αὐτὴν ἐπελθὼν | |
55 | καὶ διερευνησάμενος αὐτῆς ἑκάστην ὁδὸν, οὗτος αὐ‐ τὴν ἀτιμάζῃ, ἀνύποπτος ἡ κατηγορία λοιπόν. Τάχα νομίζετε τῆς παρούσης ὑποθέσεως ἡμῖν ἐκπεπτωκέναι τὸν λόγον· ἀλλ’ εἴπερ προσέχωμεν, εὑρήσομεν, ὅτι ταύτης μάλιστα ἔχεται τὰ εἰρημένα. Ἐν γὰρ μαρ‐ | |
60 | τύρων μνείαις ἀναγκαῖον καὶ ἀκόλουθον, καὶ τοὺς | |
περὶ φιλοσοφίας κινεῖν λόγους. Καὶ ταῦτα λέγομεν | Column end | |
50.600 | οὐ τῆς παρούσης κατηγοροῦντες ζωῆς, μὴ γένοιτο, ἀλλὰ τὴν τρυφὴν διαβάλλοντες· οὐ γὰρ τὸ ζῇν κακὸν, ἀλλὰ τὸ εἰκῆ καὶ ἁπλῶς ζῇν. βʹ. Ὡς ἐάν τις ἐπὶ κατορθώμασι καὶ τῇ τῶν μελλόν‐ | |
5 | των ἀγαθῶν ἐλπίδι τὸν παρόντα ζήσῃ βίον, δυνήσε‐ ται κατὰ Παῦλον λέγειν, ὅτι Τὸ ζῇν ἐν σαρκὶ πολλῷ κρεῖσσον· τοῦτο γὰρ καρπὸς ἔργου· καθά‐ περ οὖν καὶ ἐπὶ τοῦ μακαρίου γέγονεν Εὐσταθίου, ὃς καὶ τῇ ζωῇ καὶ τῇ τελευτῇ πρὸς τὸ δέον ἐχρήσατο. | |
10 | Οὐ γὰρ ἐπὶ τῆς οἰκείας γῆς, ἀλλ’ ἐπὶ τῆς ἀλλοτρίας ταύτην ὑπέμεινε διὰ τὸν Χριστόν· τοῦτο τῶν ἐχθρῶν τὸ κατόρθωμα. Ἐκεῖνοι μὲν γὰρ τῆς πατρίδος αὐτὸν ἐξήλασαν ὡς ἀτιμάζοντες· ὁ δὲ λαμπρότερος ἐγίνετο μᾶλλον καὶ περιφανέστερος τῇ πρὸς τὴν | |
15 | ὑπερορίαν μεταστάσει, ὡς καὶ τῶν πραγμάτων τὸ τέλος ἀπέδειξε. Τοσαύτη γὰρ ἡ περιφάνεια γέγονεν, ὡς τοῦ σώματος αὐτοῦ ταφέντος ἐν Θρᾴκῃ, τὴν μνήμην αὐτοῦ καθ’ ἑκάστην ἡμέραν παρ’ ἡμῖν ἀν‐ θεῖν, καὶ τὸν μὲν τάφον εἶναι ἐν ἐκείνῳ τῷ βαρβα‐ | |
20 | ρικῷ χωρίῳ, τὸν δὲ πόθον παρ’ ἡμῖν, τοῖς ἐκ τοσού‐ του ἀπειργομένοις διαστήματος, μετὰ χρόνον τοσοῦ‐ τον καθ’ ἑκάστην αὔξεσθαι τὴν ἡμέραν· μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, καὶ ὁ τάφος αὐτοῦ παρ’ ἡμῖν, οὐκ ἐν Θρᾴκῃ μόνον. Μνήματα γὰρ ἁγίων οὐ σοροὶ, | |
25 | καὶ λάρνακες, καὶ στῆλαι, καὶ γράμματα, ἀλλ’ ἔρ‐ γων κατορθώματα, καὶ πίστεως ζῆλος, καὶ συνειδὸς πρὸς Θεὸν ὑγιές. Καὶ γὰρ πάσης στήλης λαμπροτέρα ἀνέστηκεν αὕτη ἡ Ἐκκλησία τῷ μάρτυρι, γράμματα ἔχουσα οὐκ ἄφωνα, ἀλλὰ διὰ τῶν πραγμάτων αὐτῶν | |
30 | λαμπρότερον σάλπιγγος βοῶντα τὴν ἐκείνου μνήμην καὶ τὴν λαμπρότητα, καὶ ἕκαστος ὑμῶν τῶν παρ‐ όντων τοῦ ἁγίου τάφος ἐστὶν ἐκείνου, τάφος ἔμψυχος καὶ πνευματικός. Ἂν γὰρ ἀναπτύξω τὸ συνειδὸς ἑκάστου τῶν παρόντων ὑμῶν, εὑρίσκω τὸν ἅγιον | |
35 | τοῦτον ἔνδον τῆς διανοίας ὑμῶν ἐνδιαιτώμενον. Ὁρᾶτε πῶς οὐδὲν πλέον ἐγένετο τοῖς ἐχθροῖς; πῶς οὐκ ἔσβεσαν τὴν δόξαν, ἀλλ’ ἐπῆραν ταύτην μᾶλλον καὶ λαμπροτέραν εἰργάσαντο, τοσούτους ποιήσαντες τά‐ φους ἀνθ’ ἑνὸς, τάφους ἐμψύχους, τάφους φωνὴν | |
40 | ἀφιέντας, τάφους πρὸς τὸν αὐτὸν ζῆλον παρασκευα‐ ζομένους; Διὰ τοῦτο τὰ τῶν ἁγίων σώματα καὶ πηγὰς, καὶ ῥίζας, καὶ μύρα καλῶ πνευματικά. Τίνος οὖν ἕνεκεν; Ὅτι ἕκαστον τούτων τῶν εἰρημέ‐ νων τὴν οἰκείαν ἀρετὴν οὐ παρ’ ἑαυτῷ κατέχει μό‐ | |
45 | νον, ἀλλὰ καὶ μέχρι πολλοῦ διαπέμπεται μήκους. Οἷόν τι λέγω· αἱ πηγαὶ ἀναβλύζουσι μὲν πολλὰ νά‐ ματα, οὐ μὴν εἴσω τῶν οἰκείων κόλπων ταῦτα κατ‐ έχουσιν, ἀλλὰ μακροὺς τίκτουσαι ποταμοὺς συγγί‐ νονται τῷ πελάγει, καὶ καθάπερ χειρός τινος ἐκτά‐ | |
50.600(50) | σει, τῷ μήκει τούτων ἐπιλαμβάνονται τῶν θαλατ‐ τίων ὑδάτων. Πάλιν ἡ ῥίζα τῶν φυτῶν κέκρυπται ἐν τοῖς κόλποις τῆς γῆς, ἀλλ’ οὐ κάτω κατέχει τὴν ἀρετὴν αὐτῆς ἅπασαν, καὶ μάλιστα τῶν ἀμπέλων τῶν ἀναδενδράδων αὕτη ἡ φύσις. Ὅταν γὰρ ἐφ’ | |
55 | ὑψηλῶν τῶν καλάμων τοὺς αὐτῶν ἐκτείνωσι κλά‐ δους, τὰ κλήματα διὰ τῶν δονάκων ἐκείνων ἕρποντα μέχρι πολλοῦ πρόεισι διαστήματος, μακράν τινα ὀροφὴν τῇ τῶν φύλλων ποιοῦντα πυκνότητι. Τοιαύτη καὶ τῶν μύρων ἡ φύσις· αὐτὰ μὲν γὰρ κεῖται ἐν | |
60 | οἰκίσκῳ πολλάκις, διὰ δὲ τῶν θυρίδων ὑπερεκπί‐ πτουσα αὐτῶν ἡ εὐωδία εἰς ἄμφοδα καὶ στενωποὺς | |
καὶ ἀγορὰς, καὶ τοὺς ἔξω βαδίζοντας διδάσκει τὴν | 599 | |
50.601 | ἔνδον κειμένην τῶν ἀρωμάτων ἀρετήν. Εἰ δὲ πηγὴ, καὶ ῥίζα, καὶ φυτῶν καὶ ἀρωμάτων φύσις τοσαύ‐ την ἔχουσι τὴν ἰσχὺν, πολλῷ μᾶλλον τῶν ἁγίων τὰ σώματα· καὶ ὅτι οὐ ψευδῆ τὰ λεγόμενα, μάρτυρες | |
5 | ὑμεῖς. Τὸ μὲν γὰρ σῶμα τοῦ μάρτυρος κεῖται ἐν Θρᾴκῃ, ὑμεῖς δὲ οὐκ ἐν Θρᾴκῃ διατρίβοντες, ἀλλὰ πολὺ τῆς χώρας ἐκείνης ἀφεστηκότες ἀντιλαμβά‐ νεσθε τῆς εὐωδίας ἐκ τοσούτου διαστήματος, καὶ διὰ τοῦτο συνεληλύθατε, καὶ οὐ διεκώλυσε τῆς ὁδοῦ | |
10 | τὸ μῆκος, οὐκ ἔσβεσε τοῦ χρόνου τὸ πλῆθος. Τοιαύτη γὰρ τῶν πνευματικῶν κατορθωμάτων ἡ φύσις· οὐδενὶ σωματικῷ διακόπτεται κωλύματι, ἀλλ’ ἀνθεῖ καὶ αὔξεται καθ’ ἑκάστην ἡμέραν, καὶ οὔτε χρόνου μαραίνει τὸ πλῆθος αὐτὴν, οὐχ ὁδοῦ | |
15 | διατειχίζει μῆκος. Μὴ θαυμάσητε δὲ εἰ τοῦ λόγου καὶ τῶν ἐγκωμίων ἀρχόμενος μάρτυρα τὸν ἅγιον ἐκάλεσα· καὶ γὰρ οἰ‐ κείῳ τέλει τὴν ζωὴν κατέλυσε· πῶς οὖν ἐστι μάρτυς; Εἶπον πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην, ὅτι μάρ‐ | |
20 | τυρα οὐχὶ ὁ θάνατος ποιεῖ μόνον, ἀλλὰ καὶ ἡ πρό‐ θεσις. Οὐ γὰρ ἀπὸ τῆς ἐκβάσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς γνώμης πλέκεται πολλάκις ὁ τοῦ μαρτυρίου στέφανος. Καὶ τοῦτον οὐκ ἐγὼ, ἀλλὰ Παῦλος δίδωσι τοῦ μαρτυρίου τὸν ὅρον οὑτωσὶ λέγων, Καθ’ ἡμέραν | |
25 | ἀποθνήσκω. Πῶς ἀποθνήσκεις καθ’ ἡμέραν; πῶς δυνατὸν ἑνὶ σώματι θνητῷ μυρίους δέξασθαι θανά‐ τους; Τῇ προθέσει, φησὶ, καὶ τῷ παρεσκευάσθαι πρὸς τελευτήν. Οὕτω καὶ ὁ Θεὸς ἀποφαίνεται· καὶ γὰρ ὁ Ἀβραὰμ οὐχ ᾕμαξε τὴν μάχαιραν, οὐκ ἐφοίνιξε τὸν | |
30 | βωμὸν, οὐκ ἔθυσε τὸν Ἰσαὰκ, ἀλλ’ ὅμως ἀπήρτισε τὴν θυσίαν. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ τὴν θυσίαν δεξάμενος· Οὐκ ἐφείσω γὰρ, φησὶ, τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ. Καὶ μὴν ζῶντα ἔλαβε, καὶ ὑγιῆ κατήγαγε· πῶς οὖν οὐκ ἐφείσατο; Ὅτι οὐκ | |
35 | ἀπὸ τοῦ τέλους τῶν πραγμάτων, ἀλλ’ ἀπὸ τῆς προ‐ θέσεως τῶν προελομένων, τὰς τοιαύτας κρίνω θυσίας ἐγὼ, φησίν. Οὐκ ἔσφαξεν ἡ χεὶρ, ἀλλ’ ἔσφαξεν ἡ προαίρεσις· οὐκ ἐβάπτισε τὸ ξίφος εἰς τὸν λαιμὸν τοῦ παιδὸς, οὐ διέτεμε τὴν δέρην, ἀλλ’ ἔστι θυσία καὶ | |
40 | χωρὶς αἵματος. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγόμενον· διὰ τοῦτο δὲ κἀκείνη ἡ θυσία χωρὶς αἵματος ἐγένετο, ἐπειδὴ ταύτης ἔμελλεν ἔσεσθαι τύπος. Ὁρᾷς ἐν τῇ Παλαιᾷ προδιαγραφομένην τὴν εἰκόνα; Μὴ ἀπιστή‐ σῃς τῇ ἀληθείᾳ. | |
45 | γʹ. Οὗτος τοίνυν ὁ μάρτυς (μάρτυρα γὰρ ἡμῖν αὐτὸν ὁ λόγος ἀπέδειξε) πρὸς μυρίους παρεσκευάσατο θα‐ νάτους, καὶ πάντας αὐτοὺς ὑπέμεινε τῇ γνώμῃ καὶ τῇ προθυμίᾳ· τῶν δὲ ἐπενεχθέντων κινδύνων πολλοὺς καὶ δι’ αὐτῆς τῆς πείρας ἠνέσχετο. Καὶ γὰρ καὶ τῆς | |
50.601(50) | πατρίδος αὐτὸν ἐξήλασαν, καὶ πρὸς τὴν ὑπερορίαν μετέστησαν, καὶ πολλὰ ἕτερα κατὰ τοῦ μακαρίου ἐκίνησαν τότε ἐκείνου, δίκαιον μὲν οὐδὲν ἔχοντες ἐγκαλεῖν, ὅτι δὲ ἀκούσας τοῦ Παύλου λέγοντος, Ἐσε‐ βάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν | |
55 | κτίσαντα, ἔφυγε τὸ ἀσέβημα, καὶ τὴν παρανομίαν ἔδεισεν· ἀλλὰ τοῦτο μὲν στεφάνων, οὐ κατηγορίας ἄξιον. Σὺ δέ μοι σκόπει τοῦ διαβόλου τὴν πονηρίαν. Ἐπειδὴ γὰρ προσφάτως ἦν ὁ Ἑλληνικὸς πόλεμος καταλυθεὶς, καὶ ἄρτι τῶν χαλεπῶν καὶ ἐπαλλήλων | |
60 | διωγμῶν ἀνεπεπνεύκεισαν αἱ Ἐκκλησίαι πᾶσαι, καὶ οὐκ ἦν πολὺς ὁ χρόνος, ἐξ οὗ λαοὶ μὲν ἀπεκλείσθησαν | |
ἅπαντες, βωμοὶ δὲ ἐσβέσθησαν, πᾶσα δὲ τῶν δαι‐ | Column end | |
50.602 | μόνων ἡ μανία καταλέλυτο, καὶ ταῦτα ἐλύπει τὸν πονηρὸν δαίμονα, καὶ οὐκ ἠδύνατο πράως φέρειν τὴν τῆς Ἐκκλησίας εἰρήνην, τί οὖν ποιεῖ; Ἕτερον ἐπεισ‐ άγει πόλεμον χαλεπόν. Ὁ μὲν γὰρ ἐξωτικὸς, | |
5 | οὗτος δὲ ἐμφύλιος ἦν· οἱ δὲ τοιοῦτοι δυσφύλακτοι μᾶλλόν εἰσι, καὶ ῥᾳδίως χειροῦνται τοὺς ἐμπίπτοντας. Κατὰ τὸν καιρὸν τοίνυν ἐκεῖνον ὁ μακάριος οὗτος ἐστρατήγει τῆς παρ’ ἡμῖν Ἐκκλησίας, καὶ αἴρεται μὲν ἡ νόσος, ὥσπερ τις λοιμὸς χαλεπὸς ἀπὸ τῶν | |
10 | Αἰγύπτου χωρίων, εἶτα διὰ τῶν μεταξὺ πόλεων βα‐ δίζων εἰς τὴν πόλιν ἔσπευδεν ἐμβαλεῖν τὴν ἡμετέραν. Ἀλλ’ ἐκεῖνος ἐγρηγορὼς καὶ νήφων, καὶ πάντα τὰ μέλλοντα προορῶν πόῤῥωθεν, προσιόντα τὸν πόλεμον ἀπεκρούετο· καὶ καθάπερ σοφός τις ἰατρὸς, πρὶν ἢ | |
15 | τὴν νόσον ἐμβαλεῖν εἰς τὴν πόλιν, ἐνταῦθα καθήμε‐ νος, τὰ φάρμακα κατεσκεύαζε, καὶ τὴν ἱερὰν ταύτην ναῦν μετὰ πολλῆς ἐκυβέρνα τῆς ἀσφαλείας, παντα‐ χοῦ περιτρέχων, ναύτας, ἐπιβάτας, τοὺς πλέοντας ἅπαντας συγκροτῶν, νήφειν, ἐγρηγορέναι παρασκευά‐ | |
20 | ζων, ὡς πειρατῶν ἐπιτιθεμένων καὶ τῆς πίστεως τὸν θησαυρὸν ἀποσυλῆσαι ἐπιχειρούντων. Οὐκ ἐνταῦθα δὲ μόνον ἐκέχρητο τῇ προνοίᾳ ταύτῃ, ἀλλὰ καὶ παντα‐ χοῦ διεπέμπετο τοὺς διδάξοντας, παρακαλέσοντας, διαλεξομένους, προαποτειχίσοντας τοῖς πολεμίοις τὴν | |
25 | ἔφοδον. Καὶ γὰρ ἦν πεπαιδευμένος καλῶς παρὰ τῆς τοῦ Πνεύματος χάριτος, ὅτι τὸν Ἐκκλησίας προ‐ εστῶτα οὐκ ἐκείνης μόνης κήδεσθαι δεῖ τῆς παρὰ τοῦ Πνεύματος ἐγχειρισθείσης αὐτῷ, ἀλλὰ καὶ πάσης τῆς κατὰ τὴν οἰκουμένην κειμένης· καὶ ταῦτα ἀπὸ | |
30 | τῶν ἱερῶν ἐμάνθανεν εὐχῶν. Εἰ γὰρ τὰς εὐχὰς ποιεῖ‐ σθαι δεῖ, φησὶν, ὑπὲρ τῆς καθολικῆς Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, πολλῷ μᾶλλον καὶ τὴν πρόνοιαν ὑπὲρ ἁπάσης αὐτῆς ἐπι‐ δείκνυσθαι δεῖ, καὶ ὁμοίως ἁπασῶν κήδεσθαι, καὶ | |
35 | μεριμνᾷν πάσας. Καὶ ὅπερ ἐπὶ τοῦ Στεφάνου γέγονε, τοῦτο καὶ ἐπ’ ἐκείνου συνέβαινεν. Ὥσπερ γὰρ οὐκ ἰσχύοντες ἀντιστῆναι τῇ σοφίᾳ τῇ τοῦ Στεφάνου, οἱ Ἰουδαῖοι ἐλίθαζον τὸν ἅγιον ἐκεῖνον· οὕτω καὶ οὗτοι οὐκ ἰσχύοντες ἀντιστῆναι τῇ σοφίᾳ τῇ τούτου, καὶ | |
40 | ὁρῶντες ἠσφαλισμένα τὰ ὀχυρώματα, ἐκβάλλουσι τῆς πόλεως λοιπὸν τὸν κήρυκα. Ἀλλ’ ἡ φωνὴ οὐκ ἐσίγα, ἀλλ’ ἐξεβάλλετο μὲν ὁ ἄνθρωπος, ὁ δὲ λόγος τῆς διδασκαλίας οὐκ ἐξεβάλλετο. Καὶ γὰρ Παῦλος ἐδέ‐ δετο, καὶ ὁ λόγος τοῦ Θεοῦ οὐκ ἐδέδετο· καὶ οὗτος | |
45 | ἐν ἀλλοτρίᾳ, καὶ ἡ διδασκαλία αὐτοῦ παρ’ ἡμῖν. Ἐκ‐ βάλλοντες τοίνυν ἐπεισῄεσαν συμφραξάμενοι, καθά‐ περ χείμαῤῥος σφοδρός· ἀλλ’ οὔτε τὰ φυτὰ παρέσυ‐ ραν, οὔτε τὰ σπέρματα κατέχωσαν, οὔτε τὴν γεωρ‐ γίαν ἐλυμήναντο· οὕτω καλῶς καὶ μετ’ ἐπιστήμης | |
50.602(50) | ὑπὸ τῆς ἐκείνου γεωργηθέντα σοφίας ἐῤῥίζωτο. Ἀλλὰ γὰρ ἄξιον εἰπεῖν, τίνος ἕνεκεν συνεχώρησεν αὐτὸν ὁ Θεὸς ἀπελαθῆναι ἐντεῦθεν. Προσφάτως ἦν ἀναπνεύ‐ σασα ἡ Ἐκκλησία· εἶχε παραμυθίαν οὐ τὴν τυχοῦσαν τὴν ἐπιστασίαν τὴν ἐκείνου· πανταχόθεν αὐτὴν ἐτεί‐ | |
55 | χιζεν, καὶ τῶν πολεμίων τὰς προσβολὰς ἀπεκρούετο. Τίνος οὖν ἕνεκεν ἐξεβάλλετο, καὶ συνεχώρει τοῖς ἀπάγουσιν αὐτὸν ὁ Θεός; τίνος ἕνεκεν; Καὶ μή τοι νομίσητε ταύτης τῆς ἀπορίας λύσιν εἶναι τὸ λεγόμε‐ | |
νον μόνης· ἀλλὰ κἂν πρὸς Ἕλληνας, κἂν πρὸς αἱρε‐ | 601 | |
50.603 | τικοὺς ἄλλους ὑμῖν ὑπὲρ τῶν τοιούτων γίνηται λόγος, ἱκανὸν τὸ ῥηθησόμενον ἅπασαν λῦσαι τὴν ἀπορίαν. Ὁ Θεὸς τὴν μὲν πίστιν αὐτοῦ τὴν ἀληθῆ καὶ ἀποστο‐ λικὴν ἐν πολλοῖς συγχωρεῖ πολεμεῖσθαι, τὰς δὲ αἱρέ‐ | |
5 | σεις καὶ τὸν ἑλληνισμὸν ἀφίησιν ἀδείας ἀπο‐ λαύειν. Τί δήποτε; Ἵνα ἐκείνων μὲν τὴν ἀσθένειαν μάθῃς οὐκ ἐνοχλουμένων, καὶ αὐτομάτως καταλυο‐ μένων· τῆς δὲ πίστεως τὴν ἰσχὺν γνωρίσῃς πολεμου‐ μένης, καὶ διὰ τῶν κωλυόντων αὐξανομένης. Καὶ ὅτι | |
10 | οὐκ ἐμός ἐστιν οὗτος στοχασμὸς, ἀλλὰ θεῖος χρησμὸς ἄνωθεν ἐνεχθεὶς, ἀκούσωμεν Παύλου τί περὶ τούτων φησί· καὶ γὰρ ἔπαθέ τί ποτε ἀνθρώπινον καὶ οὗτος· εἰ γὰρ καὶ Παῦλος ἦν, ἀλλὰ τῆς ἡμετέρας μετέσχε φύσεως. Τί δέ ἐστιν, ὅπερ ἔπαθεν; Ἠλαύνετο, ἐπο‐ | |
15 | λεμεῖτο, ἐμαστίζετο, μυρίοις ἐπεβουλεύετο τρόποις, ἔξωθεν, ἔσωθεν, ὑπὸ τῶν δοκούντων οἰκείων εἶναι, ὑπὸ τῶν ἀλλοτρίων. Καὶ τί δεῖ λέγειν, ὅσας ὑπέμεινε θλίψεις; Κάμνων τοίνυν, καὶ μηκέτι φέρων τὰς προσ‐ βολὰς τῶν πολεμίων ἀεὶ διακοπτόντων αὐτοῦ τὴν δι‐ | |
20 | δασκαλίαν, καὶ ἐναντιουμένων αὐτοῦ τῷ λόγῳ, προσ‐ πίπτει τῷ Δεσπότῃ, καὶ παρακαλεῖ αὐτὸν, καὶ λέγει· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ· ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρε‐ κάλεσα, καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· | |
25 | ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Καὶ οἶδα μὲν ὅτι τινὲς ἀσθένειαν εἶναι νομίζουσι σωμα‐ τικήν· οὐκ ἔστι δὲ τοῦτο, οὐκ ἔστιν· ἀλλ’ ἄγγελον Σατᾶν τοὺς ἀντικειμένους ἀνθρώπους καλεῖ· τὸ γὰρ Σατᾶν τοῦτο Ἑβραϊκὴ λέξις ἐστί· Σατᾶν δὲ ὁ ἀντι‐ | |
30 | κείμενος λέγεται. Τὰ οὖν σκεύη τοῦ διαβόλου, καὶ τοὺς ἐκείνῳ διακονουμένους ἀνθρώπους ἀγγέλους αὐ‐ τοῦ καλεῖ. Διὰ τί οὖν, φησὶ, πρόσκειται τῇ σαρκί; Ὅτι ἡ σὰρξ ἐμαστίζετο, ἡ δὲ ψυχὴ ἐκουφίζετο τῇ ἐλπίδι τῶν μελλόντων ἐπαιρομένη· οὐδὲ γὰρ ἥπτετο | |
35 | τῆς ψυχῆς, οὐδὲ ὑπεσκέλιζε τοὺς ἔνδον λογισμοὺς, ἀλλὰ μέχρι τῆς σαρκὸς εἱστήκει τὰ μηχανήματα καὶ ὁ πόλεμος, εἴσω διαβῆναι μὴ δυνάμενος. Ἐπεὶ οὖν αὕτη ἐτέμνετο, αὕτη ἐμαστίζετο, αὕτη ἐδεσμεῖτο (ψυ‐ χὴν γὰρ δῆσαι ἀδύνατον ἦν), διὰ τοῦτο λέγει, Ἐδόθη | |
40 | μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κο‐ λαφίζῃ, τοὺς πειρασμοὺς, τὰς θλίψεις, τοὺς διωγμοὺς αἰνιττόμενος. Εἶτα τί; Ὑπὲρ τούτου τρὶς, φησὶ, τὸν Κύριον παρεκάλεσα· τοῦτ’ ἔστι, Πολλάκις ἐδεήθην, φησὶν, ὥστε ἀναπνεῦσαι μικρὸν ἐκ τῶν πειρασμῶν. | |
45 | Ὑμεῖς δὲ μέμνησθε τῆς αἰτίας ἧς εἶπον, ὅτι διὰ τοῦτο συγχωρεῖ ὁ Θεὸς τοὺς ἑαυτοῦ δούλους μαστίζεσθαι, ἐλαύνεσθαι, μυρία πάσχειν δεινὰ, ἵνα τὴν ἑαυτοῦ δείξῃ δύναμιν. Ἰδοὺ γὰρ καὶ ἐνταῦθα δεηθεὶς, ὥστε ἀποστῆναι αὐτοῦ τὰ μυρία δεινὰ καὶ τοὺς ἀντικει‐ | |
50.603(50) | μένους, οὐκ ἐπέτυχε τῆς αἰτήσεως· καὶ τὴν αἰτίαν τίθησι, δι’ ἣν οὐκ ἐπέτυχε τῆς αἰτήσεως. Τίς οὖν ἐστιν ἡ αἰτία; οὐδὲν γὰρ κωλύει πάλιν αὐτῆς ἐπι‐ μνησθῆναι· Ἀρκεῖ σοι, φησὶν, ἡ χάρις μου· ἡ γὰρ δύναμις μου ἐν ἀσθενείᾳ τελειοῦται. | |
55 | δʹ. Ὁρᾷς ὅτι διὰ τοῦτο συγχωρεῖ ὁ Θεὸς τοὺς ἀγγέλους τοῦ Σατανᾶ τοῖς αὐτοῦ δούλοις ἐπικεῖσθαι, καὶ μυρία παρέχειν πράγματα, ἵνα ἡ δύναμις αὐτοῦ διαφαίνη‐ ται; Ὄντως γὰρ κἂν πρὸς Ἕλληνας, κἂν πρὸς τοὺς ἀθλίους Ἰουδαίους διαλεγώμεθα, ἀρκεῖ τοῦτο ἡμῖν | |
60 | εἰς ἀπόδειξιν τῆς θείας δυνάμεως, τὸ διὰ μυρίων πολέμων τὴν πίστιν εἰσενεχθεῖσαν κρατῆσαι, | |
καὶ τῆς οἰκουμένης ἁπάσης ἀντιπραττούσης, καὶ | Column end | |
50.604 | μετὰ πολλῆς τῆς σφοδρότητος ἀπωθουμένων ἁπάντων τοὺς δώδεκα ἀνθρώπους ἐκείνους, τοὺς ἀποστόλους λέγω, δυνηθῆναι ἐν βραχεῖ καιρῷ μαστιζομένους, ἐλαυνομένους, μυρία πάσχοντας δεινὰ, τῶν ταῦτα | |
5 | ποιούντων κρατῆσαι μεθ’ ὑπερβολῆς ἁπάσης. Διὰ ταῦτα καὶ τὸν μακάριον Εὐστάθιον ἀφῆκε πρὸς τὴν ὑπερορίαν ὁ Θεὸς ἀπενεχθῆναι, ἵνα μειζόνως ἡμῖν δείξῃ καὶ τὴν δύναμιν τῆς ἀληθείας, καὶ τῶν αἱρε‐ τικῶν τὴν ἀσθένειαν. Μέλλων τοίνυν πρὸς τὴν ἀπο‐ | |
10 | δημίαν ἀπιέναι, τὴν μὲν πόλιν ἠφίει, τὴν δὲ ἀγάπην ὑμῶν οὐκ ἠφίει· οὐδὲ ἐπειδὴ τῆς Ἐκκλησίας ἐξεβάλ‐ λετο, καὶ τῆς προστασίας καὶ τῆς ὑπὲρ ὑμῶν κηδε‐ μονίας ἀλλότριον ἑαυτὸν εἶναι ἐνόμιζεν, ἀλλὰ μειζό‐ νως τότε ἐκήδετο, καὶ ἐφρόντιζε· καὶ καλέσας ἅπαν‐ | |
15 | τας παρεκάλεσε μὴ παραχωρῆσαι, μηδὲ ἐνδοῦναι τοῖς λύκοις, μηδὲ προδοῦναι τὴν ποίμνην αὐτοῖς, ἀλλὰ μένειν ἔνδον ἐπιστομίζοντας μὲν αὐτοὺς καὶ διελέγ‐ χοντας, τοὺς ἀκεραιοτέρους δὲ τῶν ἀδελφῶν ἀσφαλι‐ ζομένους. Καὶ ὅτι καλῶς ἐκέλευσε, τὸ τέλος ἔδειξεν· | |
20 | εἰ γὰρ μὴ ἐμείνατε ἐν τῇ Ἐκκλησίᾳ τότε, τὸ πλέον τῆς πόλεως ἦν διεφθαρμένον, ἐπ’ ἐρημίας τῶν λύκων τὰ πρόβατα ἐσθιόντων· ἀλλ’ ἐκείνου τὸ ῥῆμα ἐκώλυσε μετὰ ἀδείας αὐτοὺς τὴν οἰκείαν ἐπιδείξασθαι πονη‐ ρίαν. Οὐ τὸ τέλος δὲ ἔδειξε μόνον, ἀλλὰ καὶ τὰ Παύ‐ | |
25 | λου ῥήματα· καὶ γὰρ οὗτος παρ’ ἐκείνου παιδευθεὶς ταῦτα παρῄνει. Τί οὖν ὁ Παῦλός φησι; Μέλλων ἀπ‐ άγεσθαί ποτε εἰς τὴν Ῥώμην τὴν ἐσχάτην ἀποδημίαν, μεθ’ ἣν οὐκ ἔτι ἔμελλεν ὄψεσθαι τοὺς μαθητάς· Οὐκ ἔτι γὰρ ὑμᾶς ὄψομαι, φησί· τοῦτο δὲ ἔλεγεν, οὐχὶ | |
30 | λυπῆσαι, ἀλλ’ ἀσφαλίσασθαι βουλόμενος· μέλλων τοίνυν ἀποδημεῖν ἐκεῖθεν, οὕτω πως αὐτοὺς ἠσφα‐ λίζετο λέγων· Οἶδα ὅτι μετὰ τὴν ἄφιξίν μου εἰσ‐ ελεύσονται πρὸς ὑμᾶς λύκοι βαρεῖς, καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διε‐ | |
35 | στραμμένα. Τριπλοῦς ὁ πόλεμος, ἡ φύσις τῶν θηρίων, ἡ χαλεπότης τοῦ πολέμου, τὸ μὴ ἀλλοτρίους, ἀλλὰ καὶ οἰκείους εἶναι τοὺς πολεμοῦντας· διὰ τοῦτο χαλεπώ‐ τερος· εἰκότως. Ἂν μὲν γὰρ ἔξωθέν μέ τις βάλλῃ καὶ πολεμῇ, ῥᾳδίως αὐτοῦ περιγενέσθαι δυνήσομαι· | |
40 | ἂν δὲ ἔνδοθεν ἀπὸ τοῦ σώματος φύῃ τὸ ἕλκος, δυσία‐ τον γίνεται τὸ κακόν· ὃ δὴ καὶ τότε ἐγένετο. Διὸ καὶ παρῄνει λέγων, Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ· οὐκ εἶπε, Καταλιπόντες τὰ πρόβατα φεύ‐ γετε ἔξω. Ταῦτα καὶ ὁ μακάριος Εὐστάθιος πεπαι‐ | |
45 | δευμένος παρῄνει τοῖς ἑαυτοῦ μαθηταῖς· ἅπερ οὖν καὶ ὁ σοφὸς οὗτος καὶ γενναῖος διδάσκαλος ἀκούσας, ἔργῳ τὸν λόγον ἐπλήρωσεν. Εἰσιόντων γοῦν ἐκείνων, οὐκ ἀφῆκε τὰ πρόβατα, καίτοι γε οὐκ ἦν ἐπὶ τὸν θρό‐ νον τῆς ἀρχῆς ἀνελθών· ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν | |
50.604(50) | γενναίαν ἐκείνην καὶ φιλόσοφον ψυχήν. Τὰς μὲν γὰρ τιμὰς τῶν ἀρχόντων ἑτέροις ἠφίει, τοὺς δὲ πόνους τῶν ἀρχόντων αὐτὸς ὑπέμενεν, ἔνδον μεταξὺ τῶν λύκων στρεφόμενος· οὐδὲν γὰρ αὐτὸν οἱ τῶν θηρίων ὀδόντες ἔβλαπτον, οὕτως ἰσχυροτέραν πίστιν εἶχε τῶν | |
55 | ἐκείνων δηγμάτων. Ἔνδον τοίνυν στρεφόμενος, καὶ τῇ γινομένῃ πρὸς αὐτὸν μάχῃ πάντας αὐτοὺς ἀσχο‐ λῶν, πολλὴν ἄδειαν τοῖς προβάτοις παρεσκεύαζεν. Οὐ | |
τοῦτο δὲ μόνον ἐποίει ἐμφράττων αὐτῶν τὰ στόματα, | 603 | |
50.605 | ἀνακρουόμενος τὰς βλασφημίας, ἀλλὰ καὶ αὐτὰ τὰ θρέμματα περιιὼν κατεμάνθανε, μή που βέλος ἐδέ‐ ξατό τις, μή που τραῦμα χαλεπὸν ἔλαβε, καὶ εὐθέως τὸ φάρμακον ἐπετίθει. Καὶ ταῦτα ποιῶν ἐζύμωσεν | |
5 | ἅπαντας εἰς τὴν ἀληθῆ πίστιν, καὶ οὐ πρότερον ἀπ‐ έστη, ἕως ὁ Θεὸς τὸν μακάριον Μελέτιον παρεσκεύα‐ σεν ἐλθόντα τὸ φύραμα ἅπαν λαβεῖν· οὗτος ἔσπειρεν, ἐκεῖνος ἐλθὼν ἐθέρισεν. Οὕτω καὶ ἐπὶ Μωϋσέως καὶ Ἀαρὼν ἐγένετο. Καὶ γὰρ κἀκεῖνοι ζύμης δίκην ἐν | |
10 | μέσοις τοῖς Αἰγυπτίοις στρεφόμενοι πολλοὺς τῆς οἰκείας εὐσεβείας ἐποίησαν ζηλωτάς. Καὶ μαρτυρεῖ τοῦτο Μωϋσῆς λέγων, ὅτι πολὺς ἐπίμικτος λαὸς συν‐ ανέβη μετὰ τῶν Ἰσραηλιτῶν. Τοῦτον δὴ τὸν Μωϋσέα μιμούμενος οὗτος, καὶ πρὸ τῆς ἀρχῆς τὰ τῆς ἀρχῆς | |
15 | ἔπραττε· καὶ γὰρ ἐκεῖνος οὐδέπω τοῦ λαοῦ τὴν προ‐ στασίαν ἐγχειρισθεὶς, ἐῤῥωμένως μάλα καὶ γενναίως | |
τοὺς ἀδικοῦντας ἐκόλαζε, τοῖς ἀδικουμένοις ἤμυνε, | Column end | |
50.606 | καὶ βασιλικὴν τράπεζαν ἀφεὶς, καὶ τιμὰς, καὶ προ‐ εδρίας, πρὸς τὸν πηλὸν καὶ τὴν πλινθείαν ἔδραμε, πάσης τρυφῆς, καὶ ἀνέσεως, καὶ τιμῆς προτιμο‐ τέραν εἶναι νομίζων τὴν τῶν οἰκείων κηδεμονίαν· | |
5 | πρὸς ὃν καὶ αὐτὸς βλέπων τότε πάντας ἄρχοντας τῇ περὶ τὸν λαὸν παρῄνει κηδεμονίᾳ, καὶ ἀνέσεως προ‐ ετίθει πόνους καὶ τὸ πάντοθεν ἐλαύνεσθαι διηνεκεῖς καθ’ ἑκάστην ἡμέραν ἀναδεχόμενος ἀπεχθείας· ἀλλὰ πάντα ἦν αὐτῷ κοῦφα· ἡ γὰρ τῶν γινομένων ὑπόθε‐ | |
10 | σις ἱκανὴν αὐτῷ παρεῖχε τῶν συμβαινόντων παρα‐ μυθίαν. Διὰ δὴ ταῦτα πάντα εὐχαριστήσαντες τῷ Θεῷ, ζηλώσωμεν τῶν ἁγίων τούτων τὰς ἀρετὰς, ἵνα καὶ τῶν στεφάνων αὐτοῖς κοινωνήσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ | |
15 | οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | Column end || Page end605 |