TLG 2062 043 :: JOANNES CHRYSOSTOMUS :: De sancta Pelagia virgine et martyre JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De sancta Pelagia virgine et martyre Citation: Vol — pg — (ln) | ||
50.579(1t) | ΟΜΙΛΙΑ ΕΓΚΩΜΙΑΣΤΙΚΗ | |
2t | Εἰς τὴν ἁγίαν μάρτυρα Πελαγίαν τὴν ἐν Ἀντιοχείᾳ. | |
---|---|---|
3 | αʹ. Εὐλογητὸς ὁ Θεός· καὶ γυναῖκες θανάτου λοιπὸν καταπαίζουσι, καὶ κόραι καταγελῶσι τελευτῆς, καὶ | |
5 | παρθένοι κομιδῇ νέαι καὶ ἀπειρόγαμοι εἰς αὐτὰ σκιρ‐ τῶσι τοῦ ᾅδου τὰ κέντρα, καὶ οὐδὲν πάσχουσι δεινόν, Ταῦτα δὴ πάντα διὰ τὸν ἐκ παρθένου Χριστὸν γέγονεν ἡμῖν τὰ ἀγαθά· μετὰ γὰρ τὰς μακαρίας ὠδῖνας ἐκεί‐ νας, καὶ τὸν φρικωδέστατον τόκον ἐξελύθη τοῦ θανάτου | |
10 | τὰ νεῦρα, παρελύθη ἡ τοῦ διαβόλου δύναμις, καὶ λοιπὸν οὐκ ἀνδράσι μόνον, ἀλλὰ καὶ γυναιξὶν εὐκαταφρόνητος γέγονε, καὶ οὐ γυναιξὶ μόνον, ἀλλὰ καὶ κόραις. Καθάπερ γάρ τις ποιμὴν ἄριστος λέοντα ἐκφοβοῦντα τὰ θρέμ‐ ματα καὶ τῇ ποίμνῃ πάσῃ λυμαινόμενον λαβὼν, καὶ | |
15 | τοὺς ὀδόντας ἐκκόψας, καὶ τοὺς ὄνυχας ἐκτεμὼν, καὶ τὴν κόμην ἀποκείρας, εὐκαταφρόνητον καὶ καταγέλα‐ στον ποιεῖ, καὶ παιδίοις ποιμενικοῖς καὶ κόραις παρα‐ δίδωσι καταπαίζειν λοιπόν· οὕτω δὴ καὶ ὁ Χριστὸς τὸν θάνατον φοβερὸν ὄντα τῇ φύσει τῇ ἡμετέρᾳ καὶ φοβοῦντα | |
20 | τὸ γένος ἡμῶν ἅπαν λαβὼν, καὶ τὸν φόβον αὐτοῦ διαλύσας ἅπαντα παρέδωκεν, ὥστε καὶ παρθένους καταπαίζειν αὐτοῦ. Διὰ τοῦτο καὶ ἡ μακαρία Πελαγία μετὰ τοσαύτης ἐπ’ αὐτὸν ἔδραμεν ἡδονῆς ὡς μηδὲ ἀναμεῖναι δημίων χεῖ‐ ρας. μηδὲ εἰς δικαστήριον εἰσελθεῖν, ἀλλὰ τῇ τῆς οἰκείας | |
25 | προθυμίας ὑπερβολῇ φθάσαι τὴν ἐκείνων ὠμότητα. Παρ‐ εσκεύαστο μὲν γὰρ καὶ πρὸς βασάνους, καὶ κολαστήρια, καὶ ἅπαν τιμωριῶν εἶδος, ἀλλ’ ἐδεδοίκει, μὴ τὸν τῆς παρθενίας ἀπολέσῃ στέφανον. Καὶ ἵνα μάθῃς ὅτι τὴν τῶν ἀσεβῶν ἀσέλγειαν ἐδεδοίκει, προλαμβάνει, καὶ τῆς ἀσχή‐ | |
30 | μονος ὕβρεως ἑαυτὴν προεξαρπάζει· ὃ ἀνθρώπων οὐδεὶς οὐδέποτε τοιοῦτον οὐδὲν ἐπεχείρησεν, ἀλλ’ ἠκολούθησαν ἅπαντες εἰς τὸ δικαστήριον, κἀκεῖ τὴν ἀνδρείαν ἐπεδεί‐ ξαντο· γυναῖκες δὲ διὰ τὸ τῆς φύσεως εὐεπηρέαστον, τοῦτον ἐπενόησαν ἑαυταῖς τὸν τρόπον τῆς τελευτῆς. Εἰ | |
35 | μὲν γὰρ ἦν καὶ τὴν παρθενίαν διασώσασθαι, καὶ τῶν τοῦ μαρτυρίου στεφάνων ἐπιτυχεῖν, οὐκ ἂν παρῃτήσατο τὴν εἰς τὸ δικαστήριον εἴσοδον· ἐπειδὴ δὲ ἀνάγκη θατέρου πάντως ἦν ἐκπεσεῖν, ἐσχάτης ἐνόμιζεν εἶναι ἀνοίας, παρὸν ἑκατέρας αὐτῇ τῆς νίκης ἐπιτυχεῖν, ἐξ ἡμισείας | |
40 | στεφανωθεῖσαν ἀπελθεῖν. Διὰ τοῦτο οὐκ ἠθέλησεν εἰς τὸ δικαστήριον ἀπελθεῖν, οὐδὲ γενέσθαι θέατρον ἀκολά‐ στοις ὀφθαλμοῖς, οὐδὲ παρασχεῖν ἀσελγέσιν ὄμμασιν ἐντρυφῆσαι τῇ τῆς οἰκείας ὄψεως θεωρίᾳ, καὶ τὸ ἅγιον ἐκεῖνο καθυβρίσαι σῶμα· ἀλλ’ ἀπὸ τοῦ θαλάμου καὶ | |
45 | τῆς γυναικωνίτιδος ἐφ’ ἕτερον ἦλθε θάλαμον, τὸν οὐρα‐ νόν. Μέγα μὲν γὰρ καὶ τὸ δημίους ἰδεῖν περιεστῶτας, καὶ τὰς πλευρὰς διορύττοντας· οὐκ ἔλαττον δὲ οὐδὲ τοῦτο ἐκείνου. Τοῖς μὲν γὰρ τῆς αἰσθήσεως ἤδη προ‐ αναλωθείσης τῇ ποικιλίᾳ τῶν βασάνων, οὐδὲ φοβερὸς | |
50.579(50) | ἔτι φαίνεται ὁ θάνατος, ἀλλ’ ἀπαλλαγή τις καὶ ἄνεσις τῶν ἐπικειμένων δεινῶν· ἡ δὲ μηδὲν μηδέπω παθοῦσα τοιοῦτον, ἀλλὰ ἀκέραιον ἔτι τὸ σῶμα ἔχουσα, καὶ μηδεμιᾶς ὀδύνης αἰσθομένη μηδέπω, μεγάλου τινὸς καὶ γενναίου φρονήματος δεῖται, εἰ μέλλοι βιαίῳ θανάτῳ | |
55 | τῆς παρούσης ἑαυτὴν ἐξάγειν ζωῆς. Ὥστε ὅταν θαυ‐ | |
μάζῃς ἐκείνους τῆς καρτερίας, θαύμασον ταύτην τῆς | Column end | |
50.580(3) | ἀνδρείας· ὅταν ἐκπλαγῇς ἐκείνους ὑπὲρ τῆς ὑπομονῆς ἐκπλάγηθι καὶ ταύτην ὑπὲρ τοῦ γενναίου φρονήματος | |
5 | ὅτι κατετόλμησε τελευτῆς τοιαύτης. Καὶ μὴ παραδρά‐ μῃς ἁπλῶς τὸ συμβὰν, ἀλλ’ ἐννόησον πῶς ἦν εἰκὸς κόρην διατεθῆναι ἁπαλὴν, τοῦ θαλάμου πλέον εἰδυῖαν οὐδὲν, στρατιωτῶν ἀθρόως ἐπιστάντων, πρὸ τῆς θύρας ἑστώτων, καλούντων εἰς δικαστήριον, εἰς ἀγορὰν ἑλ‐ | |
10 | κόντων ὑπὲρ τοιούτων καὶ τηλικούτων πραγμάτων. Οὐ πατὴρ ἔνδον, οὐ μήτηρ παρῆν, οὐ τροφὸς, οὐ θερα‐ παινὶς, οὐ γείτων, οὐ φίλη, ἀλλὰ μόνη μεταξὺ τῶν δη‐ μίων ἐκείνων ἀπείληπτο. Ὅτι γὰρ ἐξελθεῖν καὶ ἀπο‐ κρίνασθαι τοῖς δημίοις ἐκείνοις τοῖς στρατιώταις ἴσχυ‐ | |
15 | σεν, ὅτι διᾶραι στόμα, καὶ φωνὴν ἀφεῖναι, ὅτι γὰρ ἰδεῖν, ὅτι στῆναι καὶ ἀναπνεῦσαι, πῶς οὐκ ἄξιον ἐκ‐ πλήττεσθαι καὶ θαυμάζειν; Οὐκ ἦν ταῦτα ἀνθρωπίνης φύσεως· τὸ μὲν γὰρ πλέον εἰσήνεγκεν ἡ τοῦ Θεοῦ ῥοπή. Οὐ μὴν οὐδὲ αὕτη τότε ἀργοῦσα εἱστήκει, ἀλλὰ | |
20 | τὰ παρ’ ἑαυτῆς πάντα ἐπεδείκνυτο, τὴν προθυμίαν, τὸ φρόνημα, τὸ γενναῖον, τὸ βουληθῆναι, τὸ προελέσθαι, τὸ σπεῦσαι, τὸ ἐπειχθῆναι· τὸ δὲ εἰς πέρας ἅπαντα ταῦτα ἐλθεῖν, τῆς τοῦ Θεοῦ βοηθείας ἐγίγνετο καὶ τῆς ἄνωθεν εὐνοίας· ὥστε καὶ θαυμάζειν αὐτὴν καὶ μακα‐ | |
25 | ρίζειν ἄξιον· μακαρίζειν μὲν ὑπὲρ τῆς τοῦ Θεοῦ συμ‐ μαχίας, θαυμάζειν δὲ ὑπὲρ τῆς οἰκείας προθυμίας. Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη δικαίως ἀκούσας, ὅτι ἐν μιᾷ καιροῦ ῥοπῇ γνώμην τοσαύτην καὶ ἐβουλεύσατο καὶ ἐκύρωσε, καὶ εἰς ἔργον ἐξήγαγεν; Ἵστε γὰρ δήπου, | |
30 | πάντες, ὅτι τὰ πολλάκις ἡμῖν ἐν μακρῷ μελετηθέντα χρόνῳ, παρόντος τοῦ καιροῦ τοῦ τὴν πεῖραν ἀπαιτοῦν‐ τος ἡμᾶς, καὶ φόβου μικροῦ τὴν διάνοιαν καταλαβόντος ἅπαντα ἐξεχέαμεν τὰ βουλεύματα ὑπὸ τῆς ἀγωνίας ἀθρόον πτοηθέντες. Αὕτη δὲ βουλὴν οὕτω φρικτὴν καὶ | |
35 | φοβερὰν ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ ὑποδέξασθαι, καὶ ψη‐ φίσασθαι, καὶ τοῖς ἔργοις πληρῶσαι ἴσχυσε, καὶ οὔτε τὸ φοβερὸν τῶν παρόντων, οὐχ ἡ ὀξύτης τοῦ καιροῦ, οὐχ ἡ ἐρημία τῆς ἐπιβουλευομένης, οὐ τὸ μόνην ἔνδον ἀπειλῆφθαι, οὐκ ἄλλο οὐδὲν τοιοῦτον ἐθορύβησε τὴν | |
40 | μακαρίαν ἐκείνην· ἀλλ’ ὥσπερ φίλων τινῶν παρόντων καὶ γνωρίμων, οὕτω μετὰ ἀδείας ἅπαντα ἔπραττε· καὶ μάλα εἰκότως. Οὐ γὰρ ἦν ἔνδον μόνη, ἀλλ’ εἶχε σύμ‐ βουλον Ἰησοῦν· ἐκεῖνος αὐτῇ παρῆν, ἐκεῖνος τῆς καρ‐ δίας αὐτῆς ἥπτετο, ἐκεῖνος τὴν ψυχὴν παρεθάῤῥυνεν, | |
45 | ἐκεῖνος μόνος τὸν φόβον ἐξέβαλε. Ταῦτα δὲ οὐχ ἁπλῶς ἐποίει, ἀλλ’ ἐπειδὴ πρότερον ἑαυτὴν ἀξίαν παρεσκεύασε τῆς ἐκείνου βοηθείας ἡ μάρτυς. βʹ. Ἐξελθοῦσα τοίνυν χάριν ᾔτησε τοὺς στρατιώτας, ὥστε εἰσελθεῖν, καὶ μεταμφιάσασθαι· καὶ εἰσελθοῦσα | |
50.580(50) | μετημφιάσατο ἀφθαρσίαν ἀντὶ φθορᾶς, ἀθανασίαν ἀντὶ θανάτου, ζωὴν ἀτελεύτητον ἀντὶ προσκαίρου περιβαλ‐ λομένη ζωῆς. Ἐγὼ δὲ πρὸς τοῖς εἰρημένοις καὶ τοῦτο θαυμάζω, πῶς ἔδωκαν τὴν χάριν οἱ στρατιῶται, πῶς ἠπάτησε τοὺς ἄνδρας ἡ γυνὴ, πῶς οὐδὲν τῶν μελλόν‐ | |
55 | των συμβήσεσθαι ὑπείδοντο ἐκεῖνοι, πῶς οὐ συνῆκαν τὸν δόλον. Οὐδὲ γὰρ ἔστι τοῦτο εἰπεῖν, ὅτι οὐδεὶς οὐδὲν τοιοῦτον εἰργάσατο· πολλαὶ γὰρ ἴσως καὶ εἰς κρημνὸν ἑαυτὰς ἀφῆκαν, καὶ εἰς πέλαγος ἔῤῥιψαν, καὶ ξίφος διὰ τοῦ στήθους ἤλασαν, καὶ βρόχον ἀνῆψαν, καὶ | |
60 | πολλῶν τοιούτων δραμάτων ὁ καιρὸς ἔγεμεν ἐκεῖνος· | 579 |
50.581 | ἀλλ’ ὁ Θεὸς τὴν καρδίαν αὐτῶν ἐτύφλωσεν, ὥστε μὴ συνιδεῖν τὸν δόλον. Διὰ τοῦτο ἐκ μέσου τῶν δικτύων ἀνέπτη· καὶ καθάπερ ἔλαφος εἰς αὐτὰς τῶν θηρατῶν ἐμπεσοῦσα τὰς χεῖρας, εἶτα ἐκεῖθεν διαφυγοῦσα πρὸς | |
5 | κορυφὴν ὄρους δύσβατον καὶ ποσὶ θηρατῶν καὶ ἀφέσει βελῶν ἀνέφικτον, ἵσταται τοῦ δρόμου λοιπὸν, καθορῶσα μετὰ ἀδεῖας τοὺς ἐπιβουλεύσαντας αὐτῇ πρότερον· οὕτω δὴ καὶ αὕτη εἰς αὐτὰς τῶν θηρατῶν ἐμπεσοῦσα τὰς χεῖρας, καὶ καθάπερ δικτύοις τοῖς τοίχοις ἔνδον ἐν‐ | |
10 | απειλημμένη, ἀνέδραμεν οὐκ εἰς ὄρους κορυφὴν, ἀλλ’ εἰς αὐτὴν τοῦ οὐρανοῦ τὴν κορυφὴν, ἔνθα λοιπὸν οὐκ αὐτοὺς ἔτι προσελθεῖν δυνατὸν ἦν· εἶτα ἐκεῖθεν αὐτοὺς εἰσορῶσα κεναῖς ἀναχωροῦντας χερσὶν, ἔχαιρε πολλὴν τῶν ἀπίστων θεωμένη κατασκευαζομένην αἰσχύνην. | |
15 | Ἐννόησον γὰρ ἡλίκον ἦν· τοῦ δικαστοῦ καθημένου, τῶν δημίων παρεστώτων, τῶν κολαστηρίων εὐτρεπισμέ‐ νων, τοῦ πλήθους παντὸς συνειλεγμένου, τῶν στρατιω‐ τῶν προσδοκωμένων, ὑπὸ τῆς ἡδονῆς μεθυόντων ἁπάν‐ των, ἐλπιζόντων ἔχειν τὸ θήραμα, τοὺς ἐπὶ τούτῳ | |
20 | ἀπελθόντας, ἐπανιέναι κάτω κύπτοντας, τὸ γεγενημέ‐ νον δρᾶμα διηγουμένους. Πόσην μὲν αἰσχύνην, πόσην δὲ ὀδύνην καὶ ὄνειδος τῶν ἀπίστων κατασκεδασθῆναι εἰκὸς ἁπάντων ἦν; πῶς ἀναχωρεῖν κάτω κύπτοντας ἐγκαλυπτομένους, διὰ τῶν ἔργων μανθάνοντας, ὅτι οὐ | |
25 | πρὸς ἀνθρώπους, ἀλλὰ πρὸς τὸν Θεὸν ὁ πόλεμος αὐτοῖς ἦν; Ὁ μὲν οὖν Ἰωσὴφ, ἡνίκα ὑπὸ τῆς αὐτοῦ δεσποί‐ νης ἐπεβουλεύετο, τὸ ἱμάτιον τὸ κατασχεθὲν ὑπὸ τῶν μιαρῶν χειρῶν παρὰ τῇ βαρβάρῳ γυναικὶ τότε ἀφεὶς, ἐξῄει γυμνός· αὕτη δὲ οὐδὲ κατασχεθῆναι τὸ σῶμα ὑπὸ | |
30 | τῶν ἀκολάστων ἀφῆκε χειρῶν, ἀλλ’ ἀναβᾶσα γυμνῇ τῇ ψυχῇ, καὶ τὴν ἁγίαν σάρκα ἀφεῖσα παρὰ τοῖς πο‐ λεμίοις, εἰς πολλὴν αὐτοὺς ἀμηχανίαν ἐνέβαλεν· οὐδὲ γὰρ εἶχον ὅ τι χρήσονται τῷ λειψάνῳ λοιπόν. Τοιαῦτα τοῦ Θεοῦ τὰ κατορθώματα, τοὺς μὲν ἑαυτοῦ δούλους | |
35 | ἐξ ἀπόρων πραγμάτων εἰς πολλὴν ἄγειν εὐκολίαν, τοὺς δὲ ἐναντίους αὐτῷ καὶ πολεμίους κἂν ἐκ τῶν εὐμηχάνων εἶναι δοκούντων εἰς τὴν ἐσχάτην ἐμβάλλειν ἀμηχανίαν. Τί γὰρ τῆς ἀμηχανίας ἐκείνης ἦν χαλε‐ πώτερον, εἰς ἣν ἡ κόρη τότε ἐνεπεπτώκει; τί δὲ τῆς | |
40 | εὐκολίας εὐπορώτερον, ἐν ᾗ τότε οἱ στρατιῶται ἦσαν; Μόνην εἶχον αὐτὴν ἔνδον ἀπειλημμένην. ὥσπερ ἐν δεσμωτηρίῳ τῇ οἰκίᾳ ἐγκεκλεισμένην, καὶ ὅμως ἀπῆλ‐ θον ἀποτυχόντες τῆς θήρας. Πάλιν ἡ κόρη ἔρημος οὖσα συμμάχων, καὶ βοηθῶν, καὶ οὐδεμίαν οὐδαμόθεν | |
45 | ὁρῶσα διέξοδον τῶν δεινῶν, καὶ τῶν στομάτων ἐγγὺς οὖσα τῶν θηρίων ἐκείνων, ἐξ αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς φάρυγγος αὐτῶν ἀναρπασθεῖσα διέφυγε τὰς ἐπι‐ βουλὰς, καὶ περιεγένετο στρατιωτῶν, δικαστῶν, ἀρχόν‐ των. Καὶ ἡνίκα μὲν ἔζη, προσεδόκων αὐτῆς περιέσεσθαι | |
50.581(50) | οὗτοι πάντες· ἐπειδὴ δὲ ἐτελεύτησε, τότε εἰς πλείονα ἀμηχανίαν ἐνέπεσον, ἵνα μάθωσιν ὅτι θάνατος μαρτύ‐ ρων νίκη μαρτύρων. Καὶ ταὐτὸν συνέβαινεν, οἷον ἂν εἰ κύματός τινος ἐμβολὴν πρὸς αὐτῷ τῷ στόματι τοῦ λιμένος ὁλκὰς μυριοφόρος καὶ μαργαριτῶν γέμουσα | |
55 | πολυτίμων, μέλλοντος αὐτὴν καταβαπτίζειν καὶ ποιεῖν ὑποβρύχιον, διαφυγοῦσα, ὑπ’ αὐτῆς τῆς ῥύμης τῶν ὑδάτων συνωθισθεῖσα πρὸς τὸν λιμένα μετὰ πλείονος παραπεμφθείη τοῦ τάχους. Οὕτω δὴ καὶ ἡ μακαρία Πελαγία. Καὶ γὰρ ἡ τῶν στρατιωτῶν ἔφοδος καὶ ὁ | |
60 | φόβος τῶν προσδοκωμένων κολαστηρίων, καὶ ἡ ἀπειλὴ τοῦ δικαστοῦ παντὸς κύματος σφοδρότερον προσπεσόντα ἤπειξεν αὐτὴν μετὰ πλείονος τάχους πρὸς τὸν οὐρανὸν ἀναπτῆναι· καὶ τὸ μέλλον καταποντίζειν κῦμα τὴν ναῦν, τοῦτο παρέπεμψεν αὐτὴν πρὸς τὸν λιμένα τὸν | |
65 | εὔδιον· καὶ κατεφέρετο τὸ σῶμα λοιπὸν, πάσης | |
ἀστραπῆς φωτεινότερον, πλῆττον τοῦ διαβόλου τὰς | Column end | |
50.582 | ὄψεις. Οὐχ οὕτω γὰρ ἡμῖν κεραυνὸς ἐκ τῶν οὐρανῶν ἀφιέμενός ἐστι φοβερὸς, ὡς τὸ σῶμα τῆς μάρτυρος κεραυνοῦ παντὸς χαλεπώτερον ἐφόβει τῶν δαιμόνων τὰς φάλαγγας. | |
5 | γʹ. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἀθεεὶ ταῦτα ἐγίγνετο, μά‐ λιστα μὲν καὶ ἐξ αὐτοῦ τοῦ παραστήματος τῆς προθυ‐ μίας δῆλον, καὶ τοῦ μὴ συνιδεῖν τοὺς στρατιώτας τὸν δόλον, καὶ τοῦ δοῦναι τὴν χάριν, καὶ τοῦ πρὸς τέλος τὸ ἔργον ἐλθεῖν· οὐκ ἔλαττον δὲ τῶν εἰρημένων, καὶ | |
10 | ἐξ αὐτοῦ τοῦ τρόπου τῆς τελευτῆς τοῦτο ἔστι συνιδεῖν. Πολλοὶ γοῦν ἐξ ὑψηλοῦ κατενεχθέντες στέγους, οὐδὲν ἔπαθον δεινόν· καὶ ἕτεροι δὲ πάλιν μέλη τινὰ τοῦ σώ‐ ματος πηρωθέντες, πολὺν μετὰ τὸ πτῶμα ἐπέζησαν χρόνον· ἐπὶ δὲ τῆς μακαρίας ἐκείνης, οὐδὲν τούτων | |
15 | ἀφῆκεν ὁ Θεὸς συμβῆναι, ἀλλ’ εὐθέως ἐκέλευσεν ἀφεῖ‐ ναι τὸ σῶμα τὴν ψυχὴν, ὡς ἀρκούντως ἀγωνισαμένην δεξάμενος, καὶ τὸ πᾶν πληρώσασαν. Οὐ γὰρ τῆς φύ‐ σεως τοῦ πτώματος ὁ θάνατος ἦν, ἀλλὰ τῆς τοῦ Θεοῦ προσταγῆς. Ἔκειτο δὴ τὸ σῶμα λοιπὸν οὐκ ἐπὶ κλίνης, | |
20 | ἀλλ’ ἐπὶ ἐδάφους· ἀλλ’ οὐκ ἦν ἄτιμον ἐπὶ ἐδάφους κεί‐ μενον, ἀλλ’ αὐτὸ τὸ ἔδαφος ἦν τίμιον, ἐπειδὴ σῶμα τοσαύτῃ δόξῃ ἠμφιεσμένον ἐδέξατο. Δι’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα τὸ κεῖσθαι ἐπὶ ἐδάφους τιμιώτερον ἦν ἐκεῖνο τὸ σῶμα· αἱ γὰρ διὰ τὸν Χριστὸν ὕβρεις πλεο‐ | |
25 | νασμὸν ἡμῖν παρέχουσι τιμῆς. Ἔκειτο τοίνυν ἐπ’ ἐδά‐ φους, ἐπὶ τοῦ στενωποῦ τὸ παρθενικὸν ἐκεῖνο καὶ παν‐ τὸς χρυσίου καθαρώτερον σῶμα· καὶ ἄγγελοι μὲν περιέστελλον, ἀρχάγγελοι δὲ πάντες ἐτίμων καὶ ὁ Χρι‐ στὸς παρῆν. Εἰ γὰρ δεσπόται τοὺς ἐπιεικεστέρους τῶν | |
30 | οἰκετῶν τελευτῶντας προπέμπουσι, καὶ οὐκ ἐπαισχύ‐ νονται, πολλῷ μᾶλλον ὁ Χριστὸς τὴν δι’ αὐτὸν ἀφεῖσαν τὴν ψυχὴν καὶ τοσοῦτον ἀναδεξαμένην κίνδυνον οὐκ ἂν ἐπῃσχύνθη τιμῆσαι τῇ αὐτοῦ παρουσίᾳ. Ἔκειτο τοίνυν μέγα ἐντάφιον ἔχουσα τὸ μαρτύριον τῷ κόσμῳ τῆς | |
35 | ὁμολογίας καλλωπιζομένη, πάσης βασιλικῆς ἁλουργί‐ δος, πάσης πορφύρας τιμίας τιμιωτέραν περιβεβλημένη στολήν· καὶ διπλῆν ταύτην, τὴν τῆς παρθενίας, καὶ τὴν τοῦ μαρτυρίου· μετὰ τούτων τῶν ἐνταφίων παρα‐ στήσεται τῷ βήματι τοῦ Χριστοῦ. Τοιαύτην τινὰ καὶ | |
40 | ἡμεῖς σπουδάζωμεν, καὶ ζῶντες, καὶ τελευτήσαντες περιβάλλεσθαι στολὴν, εἰδότες, ὅτι χρυσοῖς μὲν ἱματίοις τὸ σῶμά τις καλλωπίσας, οὐδὲν ὤνησεν, ἀλλὰ καὶ πολλοὺς ἐπεσπάσατο κατηγόρους, ὡς οὐδὲ ἐν τελευτῇ κενοδοξίας ἀφιστάμενος· ἀρετὴν δὲ περιθέμενος, πολ‐ | |
45 | λοὺς ἕξει καὶ μετὰ τὴν τελευτὴν ἐπαινέτας. Καὶ γὰρ αὐτῶν τῶν βασιλικῶν αὐλῶν λαμπρότερος παρὰ πᾶσιν ὁ τάφος ἔσται ἐκεῖνος, ἔνθα ἂν ᾖ σῶμα κείμενον ἀρετῇ καὶ εὐσεβείᾳ συζῆσαν. Καὶ τούτου μάρτυρες ὑμεῖς οἱ τὰς μὲν θήκας τῶν πλουσίων, καίτοι χρυσᾶ ἐχούσας | |
50.582(50) | ἱμάτια καθάπερ σπήλαια παρατρέχοντες, πρὸς δὲ τὴν ἁγίαν ταύτην μετὰ πολλῆς δραμόντες τῆς προθυμίας, ἐπειδὴ μαρτυρίῳ, καὶ ὁμολογίᾳ, καὶ παρθενίᾳ ἀντὶ ἱματίων χρυσῶν ἑαυτὴν ἀμφιάσασα, ἀπῆλθεν ἡ μάρτυς. Μιμησώμεθα τοίνυν αὐτὴν κατὰ δύναμιν τὴν ἡμετέραν· | |
55 | κατεφρόνησεν ἐκείνη ζωῆς, καταφρονήσωμεν ἡμεῖς τρυφῆς, καταγελάσωμεν πολυτελείας, ἀποστῶμεν μέ‐ θης, ἀδηφαγίαν φύγωμεν. Οὐχ ἁπλῶς ταῦτα λέγω νῦν, ἀλλ’ ἐπειδὴ πολλοὺς ὁρῶ, μετὰ τὸ λυθῆναι τὸ πνευμα‐ τικὸν τοῦτο θέατρον ἐπὶ μέθην καὶ καπηλείαν, καὶ | |
60 | τὰς ἐν πανδοχείοις τραπέζας, καὶ τὴν ἄλλην ἀσχημο‐ σύνην τρέχοντας. Διὰ τοῦτο δέομαι καὶ παρακαλῶ διὰ παντὸς ἐν μνήμῃ καὶ διανοίᾳ τὴν ἁγίαν ταύτην ἔχειν, καὶ μὴ καταισχῦναι τὴν πανήγυριν, μηδὲ τὴν ἐκ τῆς ἑορτῆς ταύτης ἐγγινομένην ἡμῖν παῤῥησίαν ἀφελέσθαι. | |
65 | Καὶ γὰρ οὐχ ὡς ἔτυχε πρὸς Ἕλληνας διαλεγόμενοι καλλωπιζόμεθα τῷ πλήθει τῆς ἑορτῆς, καταισχύνοντες | |
αὐτοὺς καὶ λέγοντες, ὅτι πόλιν ὁλόκληρον καὶ δῆμον | 581 | |
50.583 | τοσοῦτον κόρη μία τελευτήσασα πρὸς ἑαυτὴν ἐπισπᾶται καθ’ ἕκαστον ἐνιαυτὸν, καὶ μετὰ τοσαῦτα ἔτη, καὶ χρό‐ νος οὐδεὶς τὴν ἀκολουθίαν τῆς τιμῆς διέκοψε ταύτης· ἀλλ’ ἐὰν αἴσθωνται τῶν ἐν τῇ πανηγύρει γινομένων, τὸ | |
5 | πλέον ἀφῃρήμεθα τῶν ἐγκωμίων. Τὸ γὰρ πλῆθος τοῦτο τὸ παραγενόμενον νῦν, ἂν μὲν μετ’ εὐταξίας παραγίνη‐ ται, κόσμος ἡμῖν μέγιστος· ἂν δὲ μετὰ ῥᾳθυμίας, καὶ ὀλιγωρίας πολλῆς, ὄνειδος καὶ κατηγορία. δʹ. Ἵνα οὖν ἐναβρυνώμεθα τῷ πλήθει τῆς ὑμετέρας | |
10 | ἀγάπης, μετὰ τῆς αὐτῆς οἴκαδε εὐταξίας ἀναχωρῶμεν, μεθ’ ὅσης εἰκὸς μάρτυρι τοιαύτῃ συγγινομένους ἀπιέναι. Εἰ γάρ τις μὴ οὕτως οἴκαδε ἀπέλθοι, οὐ μόνον οὐδὲν ὤνησεν, ἀλλὰ καὶ κίνδυνον καθ’ ἑαυτοῦ μέγιστον ἐπε‐ σπάσατο. Οἶδα ὅτι καθαροὶ τῶν νοσημάτων τούτων | |
15 | ὑμεῖς, ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο εἰς ἀπολογίαν ὑμῖν· ἀλλὰ δεῖ καὶ τοὺς ἀδελφοὺς ἀκοσμοῦντας εἰς εὐταξίαν μεγί‐ στην ἄγειν καὶ καθιστᾷν ἐν τῷ πρέποντι σχήματι. Ἐτίμησας τὴν μάρτυρα τῇ παρουσίᾳ; τίμησον αὐτὴν καὶ τῇ διορθώσει τῶν οἰκείων μελῶν· ἂν ἴδῃς γέλωτα | |
20 | ἄτακτον, καὶ δρόμον ἀσχήμονα, καὶ βάδισιν ἀνελεύθε‐ ρον, καὶ σχῆμα ἀπρεπὲς, πρόσελθε, καὶ βλέψον εἰς τοὺς ταῦτα ποιοῦντας δριμὺ καὶ φοβερόν. Ἀλλὰ καταφρο‐ νοῦσι καὶ καταγελῶσι μειζόνως; Λαβὲ μετὰ σοῦ δύο καὶ τρεῖς ἀδελφοὺς, ἢ καὶ πλείους, ὥστε καὶ ἀπὸ τοῦ πλήθους | |
25 | γενέσθαι αἰδεσιμωτέρους· εἰ δὲ μηδὲ οὕτω καθίκοιο τῆς ἀνοίας ἐκείνων, τοῖς ἱερεῦσι τούτους ποίησον φανερούς· μᾶλλον δὲ ἀμήχανον εἰς τοσαύτην ἐλθεῖν ἀναισχυντίαν αὐτοὺς, ὥστε ἐπιτιμωμένους, παρακαλουμένους μὴ εἶξαι καὶ ἐντραπῆναι καὶ καθυφῆναι τῆς ἀτάκτου καὶ | |
30 | παιδικῆς χορείας. Κἂν δέκα, κἂν τρεῖς, κἂν δύο, κἂν ἕνα κερδάνῃς μόνον, πολλὴν λαβὼν εἰσελεύσῃ τὴν ἐμπο‐ ρίαν. Πολὺ τῆς ὁδοῦ τὸ μῆκος· τῷ μήκει τοίνυν τούτῳ πρὸς συλλογὴν τῶν εἰρημένων ἀποχρησώμεθα· θυμια‐ μάτων ἐμπλήσωμεν τὴν λεωφόρον. Οὐδὲ γὰρ οὕτω | |
35 | σεμνὴ φανεῖται ἡ ὁδὸς, εἰ διὰ πάσης αὐτῆς θυμιατήριά τις τιθεὶς τῆς εὐωδίας ἀναχρώσειε τὸν ἀέρα, ὡς σεμνὴ φανεῖται νῦν, εἰ πάντες οἱ τήμερον αὐτὴν ὁδεύοντες τοὺς ἄθλους τῆς μάρτυρος πρὸς ἑαυτοὺς διηγούμενοι, βαδίζοιεν οἴκαδε, θυμιατήριον τὴν ἑαυτοῦ γλῶτταν | |
40 | ἕκαστος ποιῶν. Οὐχ ὁρᾶτε βασιλέως εἰσιόντος εἰς πόλιν, μεθ’ ὅσης εὐταξίας οἱ στρατιῶται στοιχηδὸν ἑκατέρωθεν | |
καθωπλισμένοι βαδίζουσιν, ἀλλήλους παρακελευόμενοι | Column end | |
50.584 | ἠρέμα, καὶ μετὰ φόβου πολλοῦ χωρεῖν, ὥστε τοῖς θεωροῦσιν αὐτοὺς ἀξιοθέατοι φαίνεσθαι; Ἐκείνους γοῦν μιμησώμεθα· καὶ γὰρ καὶ ἡμεῖς βασιλέως προηγούμεθα, βασιλέως οὐκ αἰσθητοῦ, οὐκ ἐπιγείου, ἀλλὰ τοῦ τῶν | |
5 | ἀγγέλων Δεσπότου. Οὕτω τοίνυν εἰσέλθωμεν καὶ ἡμεῖς, μετ’ εὐταξίας ἀλλήλους παρακελευόμενοι ῥυθμῷ καὶ τάξει προβαίνειν, ἵνα μὴ τῷ πλήθει μόνον, ἀλλὰ καὶ τῷ κόσμῳ τοὺς θεωμένους ἐκπλήξωμεν. Μάλιστα μὲν γὰρ εἰ καὶ μηδεὶς ἄλλος παρῆν, ἀλλὰ μόνοι κατὰ τὴν ὁδὸν | |
10 | ἐβαδίζομεν, οὐδὲ οὕτως ἀσχημονεῖν ἐχρῆν, διὰ τὸν ἀκοίμητον ὀφθαλμὸν τὸν πανταχοῦ παρόντα καὶ πάντα βλέποντα· νῦν δὲ ἐννοήσατε ὅτι πολλοὶ τῶν αἱρετικῶν εἰσιν ἡμῖν ἀναμεμιγμένοι· κἂν ἴδωσιν ἡμᾶς οὕτω χορεύοντας, γελῶντας, βοῶντας, μεθύοντας, τὰ ἔσχατα | |
15 | καταγνόντες ἡμῶν ἀπελεύσονται. Εἰ δὲ ἕνα τις σκανδαλί‐ ζων ἀπαραίτητον ὑπομένει κόλασιν, οἱ τοσούτους σκαν‐ δαλίζοντες, ποίαν δώσομεν δίκην; ἀλλὰ μὴ γένοιτο μετὰ τοὺς λόγους τούτους καὶ τὴν παραίνεσιν ταύτην εὑρεθῆναί τινα ὑπεύθυνον ὄντα τοῖς εἰρημένοις. Εἰ γὰρ καὶ πρὸ | |
20 | τούτου ταῦτα τολμώμενα ἀσύγγνωστα ἦν, μετὰ τὴν συμβουλὴν ταύτην καὶ τὴν ἐπίπληξιν πολλῷ πλέον ἀ‐ παραίτητον ποιεῖ τὴν τιμωρίαν, καὶ τοῖς αὐτὰ ποιοῦσι, καὶ τοῖς περιορῶσι γιγνόμενα. Ἵνα οὖν κἀκείνους τῆς κολάσεως ἀπαλλάξητε, καὶ ὑμῖν πλείονα προξενήσητε | |
25 | τὸν μισθὸν, ἀντιλάβεσθε τῆς τῶν ἀδελφῶν τῶν ἡμετέρων κηδεμονίας, εἰς τὴν συλλογὴν αὐτοὺς καὶ τὴν διήγησιν τῶν εἰρημένων ἐμβάλλετε, ἵνα διὰ τῆς ὁδοῦ πάσης μελετήσαντες ταῦτα, καὶ τοῖς οἴκοι μείνασι καὶ ἀπολει‐ φθεῖσι λείψανα τῆς τραπέζης ταύτης ἀπενεγκόντες, | |
30 | λαμπρὰν κἀκεῖ ποιήσητε τὴν εὐωχίαν. Οὕτω γὰρ καὶ τῆς ἑορτῆς ταύτης μεγίστην αἴσθησιν ληψόμεθα, καὶ τὴν μάρτυρα τὴν ἁγίαν εἰς πλείονα ἐπισπασόμεθα εὔ‐ νοιαν, τιμὴν τὴν ἀληθῆ τιμῶντες αὐτήν. Τοῦ γὰρ ἐν‐ ταῦθα παραγενέσθαι καὶ θορυβῆσαι πολλῷ μείζω αὐτῇ | |
35 | τὴν ἡδονὴν οἴσει τὸ καρπωσαμένους καὶ ὠφεληθέντας πνευματικήν τινα ὠφέλειαν ἀπελθεῖν. Γένοιτο δὲ εὐχαῖς τῆς ἁγίας ταύτης, καὶ τῶν τὰ αὐτὰ ἠθληκότων αὐτῇ, καὶ τούτων, καὶ τῶν ἄλλων τῶν εἰρημένων ἀκριβῆ τὴν μνήμην ὑμᾶς κατασχεῖν, καὶ διὰ τῶν ἔργων ἅπαντα | |
40 | ἐπιδειξαμένους, ἐν πᾶσιν εὐαρεστοῦντας διατελεῖν τῷ Θεῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων. Ἀμήν. | 583 |