TLG 2062 042 :: JOANNES CHRYSOSTOMUS :: In Juventinum et Maximum martyres

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In Juventinum et Maximum martyres

Citation: Vol — pg — (ln)

50

.

571

(22t)

Τοῦ αὐτοῦ ὁμιλία ἐγκωμιαστικὴ εἰς τοὺς ἁγίους μάρτυρας Ἰουβεντῖνον καὶ Μαξιμῖνον τοὺς μαρτυρή‐
23tσαντας ἐπὶ Ἰουλιανοῦ τοῦ Ἀποστάτου.
24αʹ. Ὁ μακάριος Βαβύλας πρώην ἡμᾶς ἐνταῦθα μετὰ
25παίδων τριῶν συνήγαγε· σήμερον στρατιωτῶν ξυνωρὶς ἁγίων τὸ τοῦ Χριστοῦ στρατόπεδον ἐπὶ τῆς παρατάξεως ἔστησε· τότε ἅρμα μαρτύρων, νῦν ξυνωρὶς μαρτύρων. Διάφορος ἡ ἡλικία, ἀλλὰ μία ἡ πίστις· ποικίλα τὰ πα‐ λαίσματα, ἀλλ’ ἡ αὐτὴ ἀνδρεία· ἐκεῖνοι παλαιοὶ κατὰ
30τὸν χρόνον· οὗτοι νέοι καὶ πρόσφατοι. Τοιοῦτος τῆς Ἐκ‐ κλησίας ὁ θησαυρὸς, νέους καὶ παλαιοὺς ἔχων μαργα‐ ρίτας· ἀλλ’ ἓν ἁπάντων τὸ κάλλος. Οὐκ ἀμαυροῦται τὸ ἄνθος αὐτῶν, οὐ καταῤῥεῖ τῷ χρόνῳ· οὐ δέχεται πα‐ λαιότητος ἰὸν τῆς λαμπρότητος ταύτης ἡ φύσις· ἡ μὲν
35γὰρ σωματικὴ περιουσία εἴκει καὶ παραχωρεῖ τῷ μήκει τοῦ χρόνου· καὶ γὰρ ἱμάτια δαπανᾶται, καὶ οἰκίαι καταλύονται, καὶ χρυσίον ἰοῦται, καὶ πᾶσα τῆς αἰσθη‐ τῆς ταύτης περιουσίας ἡ φύσις διαπίπτει τῷ χρόνῳ καὶ ἀφανίζεται. Ἐπὶ δὲ τῶν πνευματικῶν θησαυρῶν οὐχ
40οὕτως· ἀλλ’ ἀεὶ καὶ διαπαντὸς ἐν ἴσῃ μένουσιν ἀκμῇColumn end

50

.

572

(24)

καὶ νεότητι λάμποντες καὶ ἀποστίλβοντες τὴν τῆς οἰκείας
25λαμπρότητος δόξαν οἱ μάρτυρες. Ὃ δὴ καὶ ὑμεῖς εἰδό‐ τες, οὐχ ἑτέρως μὲν τοὺς παλαιοὺς, ἑτέρως δὲ τοὺς νέους τιμᾶτε· ἀλλὰ μετὰ τῆς αὐτῆς προθυμίας, μετὰ τοῦ αὐ‐ τοῦ φίλτρου, μετὰ τῆς αὐτῆς διαθέσεως, ἅπαντας τιμᾶτε καὶ ἀποδέχεσθε. Οὐ γὰρ χρόνον ἐξετάζετε, ἀλλ’ ἀνδρείαν
30ἐπιζητεῖτε, καὶ ψυχῆς εὐλάβειαν, καὶ πίστιν ἀκλινῆ, καὶ ζῆλον ἐπτερωμένον καὶ θερμὸν, καὶ τοιοῦτον, οἷον οἱ σήμερον ἡμᾶς συναγαγόντες ἐπεδείξαντο. Οὕτω γὰρ ἔζεον τῷ κατὰ Θεὸν πόθῳ, ὡς δυνηθῆναι χωρὶς διωγμοῦ μαρτυρίου στέφανον ἀναδήσασθαι, χωρὶς μάχης στῆσαι
35τρόπαιον, χωρὶς πολέμου νίκην ἄρασθαι, χωρὶς συμβο‐ λῆς τὸ βραβεῖον ἁρπάσαι· τὸ δὲ πῶς, ἐγὼ λέγω· ἀλλὰ
ἀνάσχεσθε μικρὸν ἄνωθεν διηγουμένῳ μοι.571

50

.

573

Ἐγένετό τις βασιλεὺς ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, ἀσεβείᾳ νικήσας τοὺς ἔμπροσθεν ἅπαντας, περὶ οὗ καὶ πρώην διελέχθην ὑμῖν· οὗτος ὁ βασιλεὺς ὁρῶν λαμπρὰ τὰ ἡμέτερα ἀπὸ τούτου γινόμενα, τοῦ τῶν μαρτύρων
5θανάτου λέγω, καὶ οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ παῖδας ἁπαλοὺς, καὶ παρθένους ἀπειρογάμους, καὶ πᾶσαν ἡλι‐ κίαν ἁπλῶς καὶ φύσιν ἑκατέραν πηδῶσαν ἐπὶ τὰς ὑπὲρ τῆς εὐσεβείας σφαγὰς, ἐδάκνετο καὶ ὠδυνᾶτο, καὶ φανε‐ ρῶς σαλπίσαι τὸν πόλεμον οὐκ ἐβούλετο. Πάντες γὰρ,
10φησὶν, ὡς ἐπὶ κηρίον μέλιτται ἥξουσιν ἐπὶ τὸ μαρτύ‐ ριον πετόμενοι· καὶ ταῦτα οὐκ ἐξ ἑτέρου, ἀλλὰ παρὰ τῶν προγόνων ἐμάνθανε τῶν ἑαυτοῦ. Καὶ γὰρ καὶ τύ‐ ραννοι τὴν Ἐκκλησίαν ἐπολέμησαν, καὶ δῆμοι διηνεκῶς ἐπανέστησαν, ὅτι ἔτι βραχὺς ἦν ὁ τῆς εὐσεβείας σπιν‐
15θήρ· ἀλλ’ ὅμως οὐκ ἔσβεσαν, οὐ κατέλυσαν, ἀλλ’ αὐτοὶ μὲν κατελύοντο· ὁ δὲ σπινθὴρ ἐκεῖνος αὐξόμενος πρὸς ὕψος ᾔρετο, καὶ τὴν οἰκουμένην κατέλαβεν ἅπασαν, σφαττομένων, καιομένων, κρημνιζομένων, καταποντι‐ ζομένων, θηρίοις παραδιδομένων τῶν πιστῶν ἁπάντων.
20Καὶ γὰρ τοὺς ἄνθρακας ὡς πηλὸν κατεπάτησαν, καὶ τὰ πελάγη καὶ τὰ κύματα καθάπερ λειμῶνας ἑώρων, καὶ ἐπὶ τὸ ξίφος ὡς ἐπὶ διάδημα καὶ στέφανον ἔτρεχον, καὶ πᾶν εἶδος τιμωρίας ἤλεγξαν οὐ τῷ γενναίως φέρειν μό‐ νον, ἀλλὰ καὶ τῷ μεθ’ ἡδονῆς καὶ προθυμίας πολλῆς.
25Καθάπερ γὰρ τὰ φυτὰ ἀρδευόμενα αὔξεσθαι πέφυκεν· οὕτω καὶ ἡ πίστις ἡ ἡμετέρα πολεμουμένη μᾶλλον ἀν‐ θεῖ, καὶ ἐνοχλουμένη πλεονάζει, καὶ οὐχ οὕτω τοὺς κή‐ πους εὐθαλεῖς ἡ τῶν ὑδάτων ἀρδεία ποιεῖν εἴωθεν, ὡς τὰς Ἐκκλησίας τῶν μαρτύρων τὸ αἷμα ποτίζειν πέφυκε.
30Ταῦτ’ οὖν ἅπαντα καὶ πλείονα τούτων εἰδὼς ἐκεῖνος ἐδεδοίκει φανερῶς τὸν πρὸς ἡμᾶς κινῆσαι πόλεμον· μὴ τρόπαια, φησὶν, ἀλλεπάλληλα στῆσαι, καὶ νίκας ἐργά‐ σασθαι συνεχεῖς, καὶ στεφάνους ἀναδήσασθαι παρα‐ σκευάσωμεν. Καὶ τί ποιεῖ; Σκοπεῖτε τὴν κακουργίαν·
35Ἰατροὺς, καὶ στρατιώτας, καὶ σοφιστὰς, καὶ ῥήτορας ἅπαντας ἀφίστασθαι τῶν ἐπιτηδευμάτων, ἢ τὴν πίστιν ἐξόμνυσθαι ἐκέλευσεν· οὕτω πρὸς ἡμᾶς τὸν πό‐ λεμον ἀκροβολιζόμενος, ἵνα ἂν μὲν εἴξωσι, καταγέλα‐ στος ἡ ἧττα γένηται, ὅτι χρημάτων τὴν εὐσέβειαν οὐ
40προετίμησαν· ἂν δὲ στῶσι γενναίως καὶ περιγένωνται, μὴ πάνυ λαμπρὰ ἡ νίκη, μηδὲ περιφανὲς τὸ τρόπαιον γένηται· οὐδὲν γὰρ μέγα τέχνης καὶ ἐπιτηδεύματος ὑπὲρ εὐσεβείας καταφρονῆσαι. Καὶ οὐδὲ ἐνταῦθα ἵστα‐ ται μόνον· ἀλλὰ καὶ εἴ τις ἦν ἐν τοῖς ἔμπροσθεν χρό‐
45νοις, ἡνίκα βασιλεῖς ἦσαν εὐσεβεῖς, ἢ βωμοὺς καταλύ‐ σας, ἢ ναοὺς κατασκάψας, ἢ ἀναθήματα λαβὼν, ἢ ἄλλ’ ὁτιοῦν τοιοῦτον ἐργασάμενος, εἰς δικαστήριον εἵλκετο, καὶ ἐσφάζετο, οὐχ ὁ πεποιηκώς τι τοιοῦτον μόνον, ἀλλὰ καὶ ὁ κατηγορηθεὶς ἁπλῶς. Καὶ ἑτέρας δὲ μυρίας καὶ

50

.

573

(50)

πολυτρόπους προφάσεις ἔπλαττεν, ὥστε κατακόψαι τοὺς ἐν εὐσεβείᾳ ζῶντας ἅπαντας. Καὶ ταῦτα ἐποίει πάντα, τὸν τοῦ μαρτυρίου στέφανον ἀμαυρῶσαι βουλόμενος· ἵνα ὁ μὲν φόνος αὐτῷ προχωρῇ, καὶ σφαγαὶ γίνωνται, μὴ φαίνηται δὲ λαμπρὰ τὰ τῶν μαρτύρων βραβεῖα. Ἀλλ’
55οὐδὲν αὐτῷ πλεῖον ἐγίγνετο. Οὐ γὰρ ἀπὸ τῆς ἐκείνου ψήφου, οὐδὲ ἀπὸ τῆς κακουργίας πάντως οἱ ταῦτα πα‐ θόντες, ἀλλ’ ἀπὸ τῆς ἀδεκάστου κρίσεως, τῆς ἄνωθεν
λέγω, τὸν στέφανον δέχεσθαι μέλλουσι.Column end

50

.

574

βʹ. Τοιγαροῦν τῶν πραγμάτων ἐν τούτοις ὄντων, καὶ ὠδί‐ νοντος ἐκείνου τὸν πόλεμον ἐξενεγκεῖν, καὶ δεδοικότος τὴν ἧτταν, συνέβη γενέσθαι συμπόσιον στρατιωτικὸν, οὗ μετέσχον οἱ σήμερον ἡμᾶς συναγαγόντες μάρτυρες·
5καὶ οἷα εἰκὸς ἐν συμποσίῳ, προτεινομένων λόγων πολ‐ λῶν, καὶ ἑτέρων ἕτερά τινα διαλεγομένων, οὗτοι τὰ παρ‐ όντα ἐθρήνουν κακὰ, καὶ τὸν ἔμπροσθεν ἐμακάριζον χρόνον, καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς τοὺς παρόντας ἔλε‐ γον· Ζῇν δὲ λοιπὸν ὅλως ἄξιον; ἀναπνεῖν δὲ, ἢ τὸν ἥλιον
10τοῦτον ὁρᾷν, τῶν ἱερῶν καταπατουμένων νόμων, τῆς εὐσεβείας ὑβριζομένης, τοῦ κοινοῦ τῆς κτίσεως ἀτιμα‐ ζομένου Δεσπότου; Πάντα κνίσσης γέμει καὶ καπνοῦ, πάντα θυσιῶν ἀκαθάρτων, οὐδὲ ἀέρα καθαρὸν ἀναπνεῦ‐ σαι δυνάμεθα. Σὺ δέ μοι μὴ ἁπλῶς παραδράμῃς τὰ εἰρη‐
15μένα· ἀλλ’ ἐννόησον τὸν καιρὸν, καθ’ ὃν ταῦτα ἐλέγετο· καὶ σκόπει τὴν εὐλάβειαν τῶν λεγόντων. Εἰ γὰρ ἐν συμ‐ ποσίῳ στρατιωτικῷ ἔνθα ἄκρατος οἶνος καὶ μέθη καὶ ἅμιλλα ἀσωτίας ἐσχάτης, καὶ παροινίας ἀγὼν καὶ παρα‐ πληξίας, οὕτως ἔστενον, οὕτως ἐθρήνουν, τίνες ἦσαν ἐπὶ
20τῆς οἰκίας ὄντες, καὶ ἀλλήλοις συγγινόμενοι μόνοις; τίνες ἦσαν ἐν ταῖς εὐχαῖς οἱ παρ’ αὐτὸν τὸν καιρὸν τῆς τρυφῆς οὕτω συνεσταλμένοι, καὶ ἀποστολικὰ σπλάγχνα ἐπιδεικνύμενοι; Ἄλλοι ἔπιπτον, καὶ οὗτοι ἐθρήνουν· ἕτερος ἠσέβει, καὶ οὗτοι ἐπυροῦντο· οὐδὲ ᾐσθάνοντο τῆς
25οἰκείας ὑγιείας, διὰ τὴν τῶν ἀδελφῶν ἀῤῥωστίαν· ἀλλ’ ὥσπερ κοινοὶ προστάται τῆς οἰκουμένης δοθέντες, οὕτως ἤλγουν καὶ ἐδάκρυον ἐπὶ τοῖς γινομένοις κακοῖς. Ταῦτα εἰπόντες οὐκ ἔλαθον· ἀλλ’ εἷς τις τῶν τῆς τραπέζης κοινωνούντων ἐκείνης, εἴρων καὶ κόλαξ, θεραπεῦσαι τὸν
30βασιλέα βουλόμενος, πάντα τὰ εἰρημένα τούτῳ κατεῖπεν· ὁ δὲ ὅπερ ἐζήτει πάλαι εὑρὼν, καὶ προφάσεως ἐπιλαβό‐ μενος δυναμένης αὐτοὺς ἀποστερῆσαι τῶν τοῦ μαρτυ‐ ρίου μισθῶν, κελεύει δημευθῆναι τὴν οὐσίαν αὐτῶν ἅπα‐ σαν, τυραννίδα ἐγκαλῶν ὑπὲρ τῶν ῥημάτων τού‐
35των, καὶ γυμνοὺς εἰς τὸ δεσμωτήριον εἰσαχθῆναι προσ‐ έταξεν. Οἱ δὲ ἔχαιρον καὶ ἠγάλλοντο. Τί γὰρ ἡμῖν περι‐ ουσίας, φασὶ, καὶ στολῆς πολυτελοῦς; κἂν γὰρ αὐτὸ τὸ ἔσχατον ἱμάτιον τὴν σάρκα ἀποδύσασθαι δέῃ διὰ τὸν Χριστὸν, οὐδὲ ταύτης ἀνθεξόμεθα, ἀλλὰ καὶ αὐτὴν πα‐
40ραχωρήσομεν. Καὶ σήμαντρα λοιπὸν ἦν ἐν ταῖς οἰκίαις, καὶ πάντα ἀνηρπάζετο τὰ ἐκείνων. Καὶ καθάπερ ἄν‐ θρωποι μέλλοντες ἀποδημεῖν εἰς πατρίδα μακρὰν ἀφ‐ εστηκυῖαν, τὴν οἰκίαν ἐξαργυρίσαντες πολλάκις προπέμ‐ πουσιν· οὕτω δὴ καὶ ἐπ’ ἐκείνων συνέβαινεν. Ἐπειδὴ
45πρὸς τὸν οὐρανὸν ἔμελλον ἀποδημεῖν, προεπέμπετο αὐ‐ τῶν ἡ οὐσία, αὐτῶν τῶν ἐχθρῶν πρὸς τὴν παραπομπὴν διακονουμένων. Οὐδὲ γὰρ μόνον τὰ κατὰ λόγον ἐλεημο‐ σύνης διδόμενα χρήματα πρὸς οὐρανὸν μετατίθενται· ἀλλὰ καὶ ἅπερ ἂν ἁρπάζωσιν οἱ τὴν πίστιν πολεμοῦντες

50

.

574

(50)

καὶ διώκοντες τοὺς ἐν εὐσεβείᾳ ζῶντας, καὶ ταῦτα ἐκεῖ θησαυρίζεται. Ὅτι γὰρ τοῦτο οὐκ ἔλαττον ἐκείνου, ἄκουσον τί φησιν ὁ Παῦλος· Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, προσ‐ δοκῶντες ἔχειν κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ
55μένουσαν. Ἦσαν τοίνυν οἱ μάρτυρες ἐν τῷ δεσμωτη‐ ρίῳ, καὶ πᾶσα ἡ πόλις ἐκεῖ συνέῤῥει· καίτοι γε φόβων καὶ ἀπειλῶν καὶ κινδύνων ἐπικρεμαμένων μεγάλων, εἴ τις προσέλθοι, καὶ διαλεχθείη καὶ κοινωνήσειεν αὐτοῖς λόγων. Ἀλλ’ ὁ τοῦ Θεοῦ φόβος πάντα ἐκεῖνα παρώσατο,
60καὶ δι’ ἐκείνους πολλοὶ τότε ἐγίγνοντο μάρτυρες ὑπὲρ τῆς πρὸς αὐτοὺς συνουσίας τῆς παρούσης καταφρονοῦν‐
τες ζωῆς, καὶ συντρεχόντων πολλῶν ψαλμῳδίαι συνεχεῖς573

50

.

575

τελοῦντο, παννυχίδες ἱεραὶ, συνουσίαι διδασκαλίας γέ‐ μουσαι πνευματικῆς, καὶ τῆς ἐκκλησίας ἀποκλεισθεί‐ σης τὸ δεσμωτήριον ἐκκλησία λοιπὸν ἐγίνετο. Οὐ γὰρ δὴ μόνον οἱ ἔξωθεν εἰσιόντες, ἀλλὰ καὶ οἱ ἔνδον διατρίβον‐
5τες, μεγίστην διδασκαλίαν ἀρετῆς καὶ σωφροσύνης παρὰ τῆς ὑπομονῆς καὶ τῆς πίστεως τῶν ἁγίων τούτων ἐδέ‐ χοντο. Ταῦτα ἀκούων ὁ βασιλεὺς ὠδυνᾶτο πλέον, καὶ βουλόμενος αὐτοὺς ὑποσκελίσαι, καὶ τῆς προθυμίας ἐκλῦσαι ἐκείνης, καθῆκεν ἀνθρώπους μιαρούς τινας καὶ
10γόητας πρὸς τὴν ἐπιβουλήν· οἳ συγκαθήμενοι πολλάκις, εἴ ποτε αὐτῶν ἐπιλάβοιντο μόνων, ὡς οἴκοθεν συμβου‐ λεύοντες, ἀλλ’ οὐχ ὡς παρὰ τοῦ βασιλέως πεμφθέντες παρῄνουν ἀποστῆναι μὲν τῆς εὐσεβείας, αὐτομολῆσαι δὲ πρὸς τὴν ἀσέβειαν. Οὐ γὰρ δὴ μόνον τὸν ἐπικείμενον
15οὕτω διακρούσεσθε κίνδυνον· ἀλλὰ καὶ τιμῆς πλείονος καὶ κρείττονος ἐπιλήψεσθε τῆς ἀρχῆς, τοῦ βασιλέως τὴν ὀργὴν οὕτω καταλύσαντες. Οὐχ ὁρᾶτε καὶ ἑτέρους τῶν συντεταγμένων ὑμῖν τὸ αὐτὸ τοῦτο πεποιηκότας; Οἱ δὲ, καὶ δι’ αὐτὸ μὲν οὖν τοῦτο ἡμεῖς, φασὶ, στησόμεθα γεν‐
20ναίως, ἵνα ὥσπερ θύματα ἑαυτοὺς ὑπὲρ τῶν πτωμάτων ἐκείνων προσαγάγωμεν. Φιλάνθρωπον ἔχομεν Δεσπότην· οἶδε καὶ μίαν θυσίαν δεξάμενος, πάσῃ καταλλαγῆναι τῇ οἰκουμένῃ. Καὶ καθάπερ οἱ τρεῖς παῖδες ἔλεγον· ὅτι Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, καὶ προφήτης,
25καὶ ἡγούμενος, οὔτε ὁλοκαύτωσις, οὔτε θυσία, οὔτε τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου, καὶ εὑρεῖν ἔλεος, ἀλλ’ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώ‐ σεως προσδεχθείημεν· οὕτω δὴ καὶ οἱ μάρτυρες τὰ θυσιαστήρια κατασκαπτόμενα βλέποντες, τὰς ἐκκλησίας
30ἀποκλειομένας, τοὺς ἱερεῖς ἐλαυνομένους, πάντας τοὺς πιστοὺς φυγαδευομένους, ἐσπούδαζον ἑαυτοὺς ἀντὶ πάντων τῷ Δεσπότῃ προσαγαγεῖν· καὶ καταλιπόντες τάγματα στρατιωτικὰ, ἔσπευδον ἑαυτοὺς ἀναμίξαι χο‐ ροῖς ἀγγελικοῖς. Κἂν γὰρ μὴ νῦν ἀποθάνωμεν, φησὶν,
35ἀποθανούμεθα πάντως γοῦν μικρὸν ὕστερον, καὶ τοῦτο αὐτὸ πεισόμεθα· βέλτιον ὑπὲρ τοῦ βασιλέως τῶν ἀγγέ‐ λων ἀποθανεῖν, ἢ ὑπὲρ ἀνθρώπου τοιαῦτα ἀσεβοῦντος· βέλτιον ὑπὲρ τῆς ἄνω πατρίδος θέσθαι τὰ ὅπλα, ἢ ὑπὲρ τῆς κάτω καὶ πατουμένης. Ἐνταῦθα κἂν ἀποθάνῃ τις,
40οὐδὲν παρὰ βασιλέως λήψεται τῆς προθυμίας ἐπάξιον. Τί γὰρ τῷ τελευτήσαντι χαριεῖται λοιπὸν ἄνθρωπος; Πολλάκις μὲν οὖν οὐδὲ ταφῆς ἀξιωθεὶς, τοῖς τῶν κυνῶν προκείσεται στόμασιν. Ἂν δὲ ὑπὲρ τοῦ βασιλέως ἀποθά‐ νωμεν τῶν ἀγγέλων, μετὰ πλείονος τῆς δόξης τὰ σώματα
45ἀποληψόμεθα, μετὰ πολλῆς τῆς λαμπρότητος ἐπανήξο‐ μεν, καὶ πολλῷ μείζους τῶν πόνων τὰς ἀμοιβὰς καὶ τοὺς στεφάνους κομιούμεθα. Λάβωμεν τοίνυν ὅπλα πνευμα‐ τικά· οὐ χρεία βελῶν καὶ τόξων, οὐ χρεία ἄλλου τινὸς αἰσθητοῦ ὅπλου· ἀρκεῖ πρὸς πάντα ἡμῖν ἡ γλῶττα,

50

.

575

(50)

φησί. Καὶ γάρ ἐστι βελοθήκη τῶν ἁγίων τὰ στόματα, συνεχεῖς καὶ ἐπαλλήλους φέροντα τῇ τοῦ διαβόλου κε‐ φαλῇ τὰς πληγάς. γʹ. Ταῦτα καὶ τὰ τούτοις ἐοικότα ἀπηγγέλλετο τῷ βα‐ σιλεῖ· ὁ δὲ οὐκ ἀφίστατο, ἀλλ’ ἐπεχείρει πάλιν τὰ δελέα‐
55τα δι’ ἐκείνων τιθείς. Ταῦτα γοῦν κατεσκεύαζεν ὁ ὕπου‐ λος καὶ πανοῦργος καὶ σοφὸς εἰς τὸ κακοποιῆσαι, ἵνα ἂν μὲν καταμαλακισθέντες ἐνδῶσιν, ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς αὐτοὺς ἐξαγάγοιεν, καὶ οὕτω λοιπὸν παρα‐ σκευάσῃ θῦσαι ἂν δὲ ἐπιμείνωσι σφοδρὰν τὴν ἀνδρείαν
60ἐπιδεικνύμενοι, καὶ πρὸς τὴν πάλην γενναίως ἱστάμε‐Column end

50

.

576

νοι, μὴ φανερὰ γένηται τὰ τῆς νίκης αὐτοῖς, ἀλλ’ ὡς ἐπὶ προσχήματι τυραννίδος αὐτοὺς ἀπαγαγὼν ἀποτέμῃ. Ἀλλ’ ὁ ἀποκαλύπτων βαθέα καὶ ἀπόκρυφα, οὐκ ἀφῆκε λαθεῖν τὴν ἐνέδραν, οὐδὲ τὴν ἐπιβουλὴν ἀφανῆ γενέ‐
5σθαι· ἀλλ’ ὥσπερ ἡ Αἰγυπτία τότε γυνὴ τοῦ Ἰωσὴφ ἐπιλαβομένη ἐν θαλάμῳ καὶ ἐρημίᾳ πολλῇ προσεδόκησε λήσεσθαι πάντας ἀνθρώπους, οὐκ ἔλαθε δὲ τὸν ἀκοίμη‐ τον ὀφθαλμὸν, καὶ οὐ μόνον ἐκεῖνον, ἀλλ’ οὐδὲ ἀνθρώπους τοὺς μετὰ ταῦτα, ἀλλ’ ὅπερ ἐκείνη πρὸς τὸν Ἰωσὴφ
10εἶπεν, οὐδενὸς παρόντος, τοῦτο πανταχοῦ τῆς οἰκουμέ‐ νης ᾄδεται· οὕτω δὴ καὶ οὗτος ἤλπισε μὲν λήσειν ἐν δε‐ σμωτηρίῳ διαλεγόμενος διὰ τῶν ἐσχηματισμένων συμ‐ βούλων ἐκείνων, οὐκ ἔλαθε δέ· ἀλλ’ ἅπαντες μετὰ ταῦτα ἔμαθον τὴν ἐνέδραν, τὴν ἐπιβουλὴν, τὴν νίκην, τὸ τρό‐
15παιον. Ὡς γὰρ χρόνος ἐτρίβετο καὶ παρέῤῥει πολὺς, καὶ τὸ πλῆθος τῶν ἡμερῶν οὐκ ἐξέλυε τὴν προθυμίαν, ἀλλ’ ἐπέτεινεν αὐτῶν μᾶλλον τὴν σπουδὴν, καὶ πλείονας κατεσκεύαζε ζηλωτὰς, κελεύει λοιπὸν μέσων νυκτῶν ἐπὶ τὸ βάραθρον αὐτοὺς ἀπαχθῆναι. Καὶ ἐν μέσῳ σκότει οἱ
20φωστῆρες ἐξήγοντο, καὶ ἀπετέμνοντο. Τότε καὶ φοβερώ‐ τεραι λοιπὸν ἦσαν αἱ κεφαλαὶ τῷ διαβόλῳ μᾶλλον ἢ ὅτε φωνὴν ἠφίεσαν· ἐπεὶ καὶ ἡ Ἰωάννου κεφαλὴ οὐχ οὕτω φοβερὰ ἦν φθεγγομένη, ὡς ἄφωνος ἐπὶ τοῦ πίνακος κει‐ μένη. Ἔχει γὰρ καὶ φωνὴν τῶν ἁγίων τὸ αἷμα, οὐ δι’
25ὤτων ἀκουομένην, ἀλλὰ τοῦ συνειδότος τῶν ἀναιρούντων ἐπιλαμβανομένην. Μετὰ δὲ τὴν μακαρίαν ἐκείνην σφα‐ γὴν, οἱ τὰ τοιαῦτα θηρεύοντες λείψανα, τὴν ἑαυ‐ τῶν ὑποθέντες σωτηρίαν, ἀνείλοντο τοὺς ἀριστέας τού‐ τους· καὶ ἦσαν κἀκεῖνοι μάρτυρες ζῶντες. Καὶ γὰρ εἰ
30καὶ μὴ ἀπετμήθησαν, ἀλλ’ ἑλόμενοι πρότερον τοῦτο πα‐ θεῖν, οὕτως ἐπὶ τὴν ἄγραν τῶν σωμάτων ὥρμησαν. Λέ‐ γουσι τοίνυν οἱ τότε παραγενόμενοι καὶ ταῦτα τὰ σώματα νεοσφαγῆ καταξιωθέντες ἰδεῖν, ὅτι κειμένων αὐτῶν παρ’ ἀλλήλων πρὸ τῆς ταφῆς, τοσαύτη τις ἐπήνθησεν αὐτῶν
35ταῖς ὄψεσι χάρις, οἵαν ἐπὶ Στεφάνου φησὶν ὁ Λουκᾶς γε‐ γενῆσθαι μέλλοντος ἀπολογεῖσθαι τοῖς Ἰουδαίοις, καὶ οὐκ ἔστιν οὐδεὶς ὃς χωρὶς φρίκης παρέστη τότε αὐτοῖς. Οὕτω καὶ αὕτη ἡ ὄψις πάντας τοὺς ὁρῶντας ἐξέπληττε, καὶ πάντες ἐπεβόων ἐκεῖνο τὸ παρὰ τοῦ Δαυῒδ εἰρημένον·
40Ἐν τῇ ζωῇ αὐτῶν οὐ κεχωρισμένοι, καὶ ἐν τῷ θα‐ νάτῳ αὐτῶν οὐ διεχωρίσθησαν. Κοινῇ γὰρ καὶ ὡμο‐ λόγησαν καὶ τὸ δεσμωτήριον ᾤκησαν, καὶ εἰς τὸ βάρα‐ θρον ἀπηνέχθησαν, καὶ τὰς κεφαλὰς ἀπέθεντο, καὶ μία λάρναξ ἀμφοτέρων ἔχει τὰ σώματα· ὥσπερ οὖν καὶ μία
45σκηνὴ δέξεται αὐτὰ πάλιν ἐν τοῖς οὐρανοῖς, ὅταν αὐτὰ μετὰ πλείονος δόξης ἀνελέσθαι μέλλωσι. Τούτους ἄξιον καὶ στύλους, καὶ σκοπέλους, καὶ πύργους, καὶ φωστῆ‐ ρας, καὶ ταύρους ὁμοῦ προσειπεῖν. Καὶ γὰρ ὡς στῦλοι τὴν Ἐκκλησίαν ἀνέχουσι, καὶ ὡς πύργοι τειχίζουσι, καὶ

50

.

576

(50)

ὡς σκόπελοι πᾶσαν ἐπιβουλὴν ἀποκρουόμενοι, πολλὴν τοῖς ἔνδον ποιοῦσι γαλήνην· καὶ ὡς φωστῆρες τὸ σκότος ἀπήλασαν τῆς ἀσεβείας καὶ ὡς ταῦροι ψυχῇ καὶ σώματι, ἴσῃ τῇ προθυμίᾳ, τὸν χρηστὸν εἵλκυσαν τοῦ Χριστοῦ ζυγόν. Συνεχῶς τοίνυν αὐτοῖς ἐπιχωριάζωμεν, καὶ τῆς
55λάρνακος ἁπτώμεθα, καὶ μετὰ πίστεως τοῖς λειψάνοις αὐτῶν περιπλεκώμεθα, ἵνα εὐλογίαν τινὰ ἐπισπασώμεθα ἐκεῖθεν. Καθάπερ γὰρ οἱ στρατιῶται τραύματα ἐπιδεί‐ ξαντες, ἅπερ ἐκ τῶν πολεμίων ἔλαβον, μετὰ παῤῥησίας τῷ βασιλεῖ διαλέγονται· οὕτω καὶ οὗτοι τὰς κεφαλὰς ἃς
60ἀπετμήθησαν ἐπὶ τῶν χειρῶν βαστάζοντες, καὶ εἰς μέ‐ σον παράγοντες, εὐκόλως ἅπαντα, ὅσα ἂν θέλωσι, παρὰ τῷ βασιλεῖ τῶν οὐρανῶν ἀνύειν δύνανται. Μετὰ πολλῆς
τοίνυν τῆς πίστεως, μετὰ πολλῆς τῆς προθυμίας ἐκεῖ575

50

.

577

βαδίζωμεν, ἵνα καὶ ἀπὸ τῆς ὄψεως τῶν ἁγίων τούτων μνημάτων, καὶ ἀπὸ τῆς ἐννοίας τῶν ἄθλων, καὶ παντα‐ χόθεν πολλοὺς καὶ μεγάλους λαβόντες θησαυροὺς, καὶ τὸν παρόντα βίον δυνηθῶμεν κατὰ τὸ τῷ Θεῷ δοκοῦν
5διανύσαι, καὶ μετὰ πολλῆς τῆς ἐμπορίας εἰς ἐκεῖνονColumn end

50

.

578

καταπλεῦσαι τὸν λιμένα, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύ‐ ματι, δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, εἰς τοὺς
5αἰῶνας τῶν αἰώνων. Ἀμήν.577