TLG 2062 041 :: JOANNES CHRYSOSTOMUS :: De sancto hieromartyre Babyla

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De sancto hieromartyre Babyla

Citation: Vol — pg — (ln)

50

.

527

(44t)

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΒΑΒΥΛΑΝ
45αʹ. Ἐγὼ μὲν ἐβουλόμην ἀποδοῦναι τὸ χρέος τήμερον,
ὃ πρώην ἐνταῦθα γενόμενος ὑπεσχόμην ὑμῖν· ἀλλὰColumn end

50

.

528

(45)

τί πάθω; Μεταξὺ φανεὶς ὁ μακάριος Βαβύλας, πρὸς
ἑαυτὸν ἡμᾶς ἐκάλεσεν, οὐ φωνὴν ἀφεὶς, ἀλλὰ τῇ527

50

.

529

λαμπηδόνι τῆς ὄψεως ἐπιστρέψας ἡμᾶς. Μὴ τοίνυν δυσχεράνητε πρὸς τὴν ὑπέρθεσιν τῆς ἀποδόσεως· πάντως ὅσῳ πλείων γίνεται ὁ χρόνος, τοσούτῳ καὶ ὁ τόκος ὑμῖν αὔξεται. Μετὰ γὰρ τόκου τὸ ἀργύριον
5τοῦτο καταβαλούμεθα· ἐπειδὴ καὶ ὁ παρακαταθέμενος αὐτὸ Δεσπότης οὕτως ἐκέλευσε. Θαῤῥοῦντες οὖν ὑπὲρ τῶν δεδανεισμένων, ὡς καὶ τοῦ κεφαλαίου καὶ τῆς ἐργασίας μενόντων ὑμῖν, τὸ παρεμπεσὸν σήμερον κέρδος μὴ παραδράμωμεν, ἀλλὰ κατατρυφήσωμεν
10τῶν τοῦ μακαρίου Βαβύλα κατορθωμάτων. Ὅπως μὲν οὖν τῆς Ἐκκλησίας προέστη τῆς παρ’ ἡμῖν, καὶ τὴν ἱερὰν ταύτην διέσωσε ναῦν, ἐν χειμῶνι, καὶ κλύδωνι, καὶ κύμασι, καὶ ὅσην πρὸς βασιλέα παῤῥησίαν ἐπεδείξατο, καὶ πῶς τὴν ψυχὴν ἔθηκεν
15ὑπὲρ τῶν προβάτων, καὶ τὴν μακαρίαν ἐκείνην ἐδέ‐ ξατο σφαγήν· ταῦτα, καὶ τὰ τοιαῦτα, τοῖς πρεσβυ‐ τέροις τῶν διδασκάλων καὶ τῷ κοινῷ πατρὶ [τῷ] ἡμῶν ἀφήσομεν εἰπεῖν. Τὰ γὰρ ἀρχαιότερα τῶν πραγμά‐ των οἱ γεγηρακότες ὑμῖν δύνανται διηγεῖσθαι καλῶς·
20ὅσα δὲ νεωστὶ γέγονε, καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἡμε‐ τέρας, ταῦτα ὁ νέος ἐγὼ πρὸς ὑμᾶς διηγήσομαι, τὰ μετὰ τελευτὴν λέγω, τὰ μετὰ τὴν ταφὴν τοῦ μάρτυ‐ ρος, τὰ ἡνίκα ἐν τῷ προαστείῳ διέτριβε. Καὶ οἶδα μὲν, ὅτι γελάσονται τὴν ὑπόσχεσιν ἡμῶν Ἕλληνες,
25εἰ μετὰ τελευτὴν καὶ ταφὴν τὰ τοῦ ταφέντος καὶ διαλυθέντος εἰς κόνιν ὑπισχνούμεθα λέγειν ἀνδραγα‐ θήματα· οὐ μὴν διὰ τοῦτο σιγήσομεν, ἀλλὰ καὶ δι’ αὐτὸ τοῦτο μάλιστα ἐροῦμεν, ἵνα τὸ παράδοξον τοῦτο δείξαντες ἀληθῶς, τὸν γέλωτα εἰς τὴν ἐκείνων περι‐
30τρέψωμεν κεφαλήν. Ἀνθρώπου μὲν γὰρ ἁπλῶς οὐκ ἂν γένοιτο κατορθώματα μετὰ τελευτήν· μάρτυρος δὲ γένοιτ’ ἂν πολλὰ καὶ μεγάλα, οὐχ ἵνα ἐκεῖνος λαμπρότερος γένηται (οὐδὲν γὰρ αὐτῷ δεῖ τῆς παρὰ τῶν πολλῶν δόξης), ἀλλ’ ἵνα σὺ μάθῃς ὁ ἄπιστος, ὅτι
35θάνατος μαρτύρων οὐκ ἔστι θάνατος, ἀλλὰ ζωῆς βελτίονος ἀρχὴ καὶ πολιτείας πνευματικωτέρας προοί‐ μια, καὶ μετάστασις ἀπὸ τῶν ἐλαττόνων πρὸς τὰ βελτίω. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι γυμνὸν τοῦ μάρτυ‐ ρος τὸ σῶμα πρόκειται τῆς ψυχικῆς ἐνεργείας ἔρη‐
40μον· ἀλλ’ ἐκεῖνο σκόπει, ὅτι τῆς ψυχῆς αὐτῆς ἑτέρα παρακάθηται μείζων αὐτῷ δύναμις, ἡ τοῦ ἁγίου Πνεύματος χάρις, πᾶσιν ὑπὲρ τῆς ἀναστάσεως ἀπο‐ λογουμένη, δι’ ὧν θαυματοποιεῖ. Εἰ γὰρ νεκροῖς σώμασι καὶ διαλυθεῖσιν εἰς κόνιν μείζονα τῶν
45ζώντων ἁπάντων δύναμιν ὁ Θεὸς ἐχαρίσατο, πολλῷ μᾶλλον αὐτοῖς ζωὴν χαριεῖται βελτίω τῆς προτέρας, καὶ μακαριωτέραν κατὰ τὸν τῶν στεφάνων καιρόν. Τίνα οὖν ἐστιν αὐτοῦ τὰ κατορθώματα; Ἀλλὰ μὴ θο‐ ρυβηθῆτε, ἂν μικρὸν ἀνωτέρω τὸν λόγον ἀγάγωμεν.

50

.

529

(50)

Καὶ γὰρ οἱ τὰς εἰκόνας ἐπιδεῖξαι βουλόμενοι καλῶς, μικρὸν τοῦ πινακίσκου τοὺς θεωμένους ἀποστήσαντες, οὕτως αὐτὰς ἐκκαλύπτουσι, σαφεστέραν τῷ διαστή‐ ματι ποιοῦντες τὴν ὄψιν αὐτοῖς. Ἀνάσχεσθε τοίνυν καὶ ὑμεῖς εἰς τοὐπίσω τὸν λόγον ἀνελκόντων ἡμῶν.
55 Ἐπειδὴ γὰρ ὁ πάντας ἀσεβείᾳ νικήσας Ἰουλιανὸς ἀνέβη ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν, καὶ τῶν σκή‐ πτρων ἐπελάβετο τῶν δεσποτικῶν, εὐθέως καὶ κατὰ
τοῦ πεποιηκότος αὐτὸν τὰς χεῖρας ἀντῆρε Θεοῦ, καὶColumn end

50

.

530

τὸν εὐεργέτην ἠγνόησε, καὶ κάτωθεν ἀπὸ τῆς γῆς πρὸς τὸν οὐρανὸν βλέπων ὑλάκτει κατὰ τοὺς μαινομένους τῶν κυνῶν, οἳ καὶ τῶν μὴ τρεφόντων, καὶ τῶν τρε‐ φόντων ὁμοίως καταβοῶσι· μᾶλλον δὲ καὶ ἐκείνων
5ἀγριωτέραν ἐμάνη μανίαν. Οἱ μὲν γὰρ καὶ τοὺς οἰ‐ κείους καὶ τοὺς ἀλλοτρίους ὁμοίως ἀποστρέφονται καὶ μισοῦσιν· οὗτος δὲ τοὺς μὲν ἀλλοτρίους τῆς αὐτοῦ σωτηρίας δαίμονας ἔσαινε, καὶ παντὶ θεραπείας ἐθε‐ ράπευε τρόπῳ· τὸν δὲ εὐεργέτην, καὶ σωτῆρα, καὶ
10μηδὲ τοῦ Μονογενοῦς φεισάμενον δι’ αὐτὸν, ἀπεστρά‐ φη, καὶ ἐμίσει, καὶ τὸν σταυρὸν διέσυρε, πρᾶγμα, ὃ τὴν οἰκουμένην ἐπ’ ὄψιν κειμένην ἀνέστησε, καὶ τὸ σκότος πάντοθεν ἀπήλασε, καὶ τῶν ἀκτίνων ἡμῖν λαμπρότερον εἰσήγαγε φῶς. Καὶ οὐδὲ ἐνταῦθα τῆς
15μανίας ἵστατο, ἀλλ’ ἐκ μέσης ἀναρπάσεσθαι τῆς οἰ‐ κουμένης τὸ τῶν Γαλιλαίων ἔθνος ἐπηγγέλλετο· καὶ γὰρ οὕτως ἡμᾶς εἰώθει καλεῖν. Καίτοι εἰ τὸ ὄνομα τῶν Χριστιανῶν μύσος εἶναι ἐνόμιζε, καὶ πολλῆς τὸ πρᾶγμα γέμειν αἰσχύνης, τίνος ἕνεκεν οὐκ ἐντεῦθεν
20ἡμᾶς, ἀλλ’ ὀνόματι ξένῳ καταισχύνειν ἐπεθύμει; Ἀλλὰ γὰρ ᾔδει σαφῶς, ὅτι τὸ καλεῖσθαι ἀπὸ τῆς πρὸς τὸν Χριστὸν οἰκειώσεως, οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀγγέλοις, καὶ ταῖς ἀνωτέρω δυνάμεσι μέγας κό‐ σμος ἐστί. Διὰ τοῦτο πάντα ἐκίνει, ὥστε τοῦτον ἡμᾶς
25ἀποσυλῆσαι τὸν κόσμον, καὶ καταλῦσαι τὸ κήρυγμα. Ἀλλὰ τοῦτο ἀμήχανον ἦν, ἄθλιε καὶ ταλαίπωρε, ὥσπερ ἀμήχανον ἦν κατασκάψαι τὸν οὐρανὸν, καὶ σβέσαι τὸν ἥλιον, καὶ τὰ θεμέλια τῆς γῆς διασεῖσαι καὶ καταβαλεῖν. Καὶ ταῦτα προανεφώνησεν ὁ Χριστὸς
30οὕτως εἰπών· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσον‐ ται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Ἀλλ’ οὐκ ἀνέχῃ τοῦ Χριστοῦ λέγοντος· οὐκοῦν δέχου τὴν ἀπὸ τῶν πραγμάτων φωνήν. Ἐγὼ μὲν γὰρ καταξιωθεὶς εἰδέναι, τί ποτέ ἐστιν ἀπόφασις Θεοῦ, πῶς ἰσχυρὸν,
35καὶ ἄμαχον πρᾶγμα, καὶ τῆς φυσικῆς ἀκολουθίας, καὶ τῆς τῶν πραγμάτων πείρας πάντων ἀξιοπιστο‐ τέραν ταύτην εἶναι πεπίστευκα· σὺ δὲ ὁ χαμαὶ συρό‐ μενος ἔτι, καὶ πρὸς λογισμῶν ἐπτοημένος ἐξέτασιν ἀνθρωπίνων, δέχου τὴν ἀπὸ τῶν πραγμάτων μαρτυ‐
40ρίαν· οὐδὲν ἀντιλέγω, οὐδὲ φιλονεικῶ. βʹ. Τί οὖν λέγει τὰ πράγματα; Εἶπεν ὁ Χρι‐ στὸς, ὅτι τὸν οὐρανὸν καὶ τὴν γῆν ἀπολέσθαι εὐκολώτε‐ ρον, ἢ τῶν αὐτοῦ διαπεσεῖν τινα λόγων· ἀντεφθέγξατο τούτοις ὁ βασιλεὺς, καὶ ἠπείλησεν ἀναιρήσειν τὰ
45δόγματα. Ποῦ οὖν ὁ βασιλεὺς ὁ ταῦτα ἀπειλήσας; Ἀπόλωλε, καὶ διέφθαρται, καὶ νῦν ἐστιν εἰς ᾅδου τὴν ἀπαραίτητον ἀναμένων κόλασιν. Ποῦ δὲ ὁ Χρι‐ στὸς, ὁ ἐκεῖνα ἀποφηνάμενος; Ἐν οὐρανοῖς, ἐν δεξιᾷ τοῦ Πατρὸς τὸν ὑψηλότατον τῆς δόξης κατέχων θρό‐

50

.

530

(50)

νον. Ποῦ τοῦ βασιλέως τὰ βλάσφημα ῥήματα, καὶ ἡ ἀκόλαστος γλῶττα; Τέφρα γέγονε, καὶ κόνις, καὶ σκωλήκων τροφή. Ποῦ τοῦ Χριστοῦ ἡ ἀπόφασις; Ἀπ’ αὐτῆς τῶν πραγμάτων λάμπει τῆς ἀληθείας, ὥσπερ ἀπὸ στήλης χρυσῆς τῆς τῶν ἔργων ἐκβάσεως ἀπ‐
55αστράπτουσα. Καίτοι οὐδὲν τότε παρέλιπεν ὁ βασιλεὺς, τὸν πρὸς ἡμᾶς μέλλων αἴρεσθαι πόλεμον· ἀλλὰ καὶ μάντεις ἐκάλει, καὶ γόητας συνεκρότει, καὶ πάντα ἦν δαιμόνων μεστὰ καὶ πνευμάτων πονηρῶν.
Τίνες οὖν αἱ τῆς θεραπείας ταύτης ἀμοιβαί; Πό‐529

50

.

531

λεων ἀνατροπαὶ, καὶ λιμὸς ἁπάντων λιμῶν ὁ πικρό‐ τατος. Ἴστε γὰρ δήπου καὶ μέμνησθε, πῶς κενὴ μὲν ἦν ὠνίων ἡ ἀγορὰ, μεστὰ δὲ θορύβων τὰ ἐργαστήρια, ἑκάστου φιλονεικοῦντος τὸ φανὲν προαρπάσαι, καὶ
5ἀπελθεῖν. Καὶ τί λέγω λιμὸν, ὅπου γε καὶ αὐταὶ τῶν ὑδάτων ἐπιλειπόμεναι αἱ πηγαὶ, πηγαὶ ποταμοὺς τῇ δαψιλείᾳ τοῦ ῥεύματος ἀποκρύπτουσαι; Ἀλλ’ ἐπειδὴ πηγῶν ἐμνήσθην, δεῦρο λοιπὸν ἐπὶ τὴν Δάφνην ἀνέλ‐ θωμεν, καὶ τὸν λόγον πρὸς τὰ τοῦ μάρτυρος κατορ‐
10θώματα συνελάσωμεν. Καίτοι γε ἐπιθυμεῖτε τὰς Ἑλληνικὰς ἐκπομπεύειν ἀσχημοσύνας ἔτι· ἀλλ’ ὅμως, καὶ οὕτως αὐτὸς ὢν, ἀπάγωμεν· πάντως γὰρ, ὅπου μαρτύρων μνήμη, ἐκεῖ καὶ Ἑλλήνων αἰσχύνη. Οὗ‐ τος τοίνυν ὁ βασιλεὺς ἀνιὼν εἰς τὴν Δάφνην, συχνῶς
15ἠνώχλει τὸν Ἀπόλλωνα δεόμενος, ἱκετεύων, ἀντιβο‐ λῶν, ὥστε μαντεύσασθαί τι περὶ τῶν μελλόντων αὐτῷ. Τί οὖν ὁ μάντις, ὁ μέγας τῶν Ἑλλήνων θεός; Νεκροί με κωλύουσι φθέγγεσθαι, φησίν· ἀλλὰ ἀνάῤ‐ ῥηξον τὰς θήκας, ἀνόρυξον τὰ ὀστᾶ, μετάστησον τοὺς
20νεκρούς. Τί τούτων ἀνοσιώτερον γένοιτ’ ἂν τῶν ἐπι‐ ταγμάτων; Ξένους ὁ δαίμων τυμβωρυχίας εἰσάγει νόμους, καὶ καινοὺς ξενηλασίας ἐπινοεῖ τρόπους. Τίς ἤκουσε νεκροὺς ἐλαυνομένους ποτέ; τίς εἶδε σώ‐ ματα ἄψυχα κελευόμενα μετανίστασθαι, καθάπερ
25οὗτος ἐπέταττε, τοὺς κοινοὺς τῆς φύσεως ἐκ βάθρων ἀνατρέπων νόμους; Κοινοὶ γάρ εἰσι τῆς φύσεως νό‐ μοι παρὰ πᾶσιν ἀνθρώποις, τὸν ἀπελθόντα τῇ γῇ κρύπτεσθαι, καὶ ταφῇ παραδίδοσθαι, καὶ τοῖς κόλποις τῆς πάντων μητρὸς περιστέλλεσθαι γῆς. Καὶ τούτους
30οὐχ Ἕλλην, οὐ βάρβαρος, οὐ Σκύθης, οὐκ εἴ τις ἐκείνων ἀγριώτερος ἐκίνησε τοὺς νόμους ποτὲ, ἀλλ’ αἰδοῦνται, καὶ φυλάττουσιν ἅπαντες, καὶ οὕτως εἰσὶν ἱεροὶ, καὶ πᾶσιν αἰδέσιμοι. Ἀλλ’ ὁ δαίμων ἐπάρας τὸ προσωπεῖον, γυμνῇ τῇ κεφαλῇ πρὸς τὰ κοινὰ τῆς
35φύσεως ἵσταται δόγματα· Μίασμα γὰρ, φησὶν, εἰσὶν οἱ νεκροί. Οὐχ οἱ νεκροὶ μίασμα, πονηρότατε δαῖμον, ἀλλὰ προαίρεσις πονηρὰ μύσος ἐστίν. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τὰ τῶν ζώντων μᾶλλον μεστὰ κακίας, ἢ τὰ τῶν τετελευτηκότων, εἰσὶ σώματα
40μιαρά· τὰ μὲν γὰρ διακονεῖται τοῖς τῆς ψυχῆς ἐπι‐ τάγμασι· τὰ δὲ κεῖνται ἀκίνητα· τὸ δὲ ἀκίνητον καὶ πάσης αἰσθήσεως ἔρημον, καὶ κατηγορίας ἂν εἴη πά‐ σης ἐλεύθερον. Πλὴν ἀλλ’ οὐδὲ τὰ τῶν ζώντων εἴποιμι ἂν ἔγωγε σώματα εἶναι τῇ φύσει μιαρὰ, ἀλλὰ παν‐
45ταχοῦ τὴν πονηρὰν καὶ διεστραμμένην προαίρεσιν ταῖς παρὰ πάντων κατηγορίαις εἶναι ὑπεύθυνον. Οὐκ ἔστι σῶμα νεκρὸν μίασμα, Ἄπολλον, ἀλλὰ τὸ κόρην διώκειν σωφρονεῖν βουλομένην, καὶ σεμνότητα διορύττειν παρθένου, καὶ τῆς ἀναισχύντου πράξεως

50

.

531

(50)

ἀποτυχόντα θρηνεῖν, τοῦτο καὶ κατηγορίας καὶ κολά‐ σεως ἄξιον. Πολλοὶ γοῦν παρ’ ἡμῖν ἐγένοντο προφῆται θαυμαστοὶ καὶ μεγάλοι, καὶ πολλὰ περὶ τῶν μελλόν‐ των προειπόντες, καὶ οὐδαμοῦ τοὺς ἐρωτῶντας ἐκέ‐ λευον τὰ τῶν ἀπελθόντων ἀνορύττειν ὀστᾶ· ἀλλ’ ὁ
55μὲν Ἰεζεκιὴλ αὐτῶν τῶν ὀστῶν πλησίον ἑστὼς, οὐ μόνον οὐδὲν ἐνεποδίζετο παρ’ ἐκείνων, ἀλλὰ καὶ σάρ‐ κας αὐτοῖς καὶ νεῦρα καὶ δέρματα περιθεὶς, εἰς ζωὴν
ἐπανήγαγεν αὐτὰ πάλιν. Ὁ δὲ μέγας Μωϋσῆς οὐColumn end

50

.

532

πλησίον ὀστῶν εἱστήκει νεκρῶν, ἀλλ’ αὐτὸν ὅλον νε‐ κρὸν ἐπιφερόμενος τὸν Ἰωσὴφ, οὕτω τὰ μέλλοντα προὔλεγε· καὶ μάλα εἰκότως. Τὰ μὲν γὰρ ἐκείνων ῥήματα Πνεύματος ἁγίου χάρις ἦν· τὰ δὲ τούτων
5ἀπάτη, καὶ ψεῦδος οὐδαμόθεν συσκιασθῆναι δυνάμε‐ νον. Ὅτι γὰρ σκῆψις ταῦτα, καὶ πρόφασις ἦν, καὶ τὸν μακάριον ἐδεδοίκει Βαβύλαν, δῆλον ἐξ ὧν ὁ βασι‐ λεὺς ἔπραξε· τοὺς γὰρ ἄλλους ἅπαντας νεκροὺς ἀφεὶς, ἐκεῖνον τὸν μάρτυρα μόνον ἐκίνει. Καίτοι γε εἰ βδε‐
10λυττόμενος αὐτὸν, ἀλλὰ μὴ φοβούμενος ταῦτα ἔπρατ‐ τεν, ἐχρῆν κελεῦσαι συντριβῆναι τὴν λάρνακα, κα‐ ταποντισθῆναι, εἰς ἐρημίαν ἀπαχθῆναι, ἑτέρῳ τινὶ ἀπωλείας ἀφανισθῆναι τρόπῳ. Τοῦτο γὰρ ἦν βδελυτ‐ τομένου. Οὕτως ὁ Θεὸς ἐποίησεν, ὅτε περὶ τῶν βδε‐
15λυγμάτων τῶν ἐθνῶν τοῖς Ἑβραίοις διελέγετο· συν‐ τριβῆναι τὰς στήλας αὐτῶν ἐκέλευσεν, οὐκ ἀπὸ τῶν προαστείων ἐπὶ τὰς πόλεις ἄγειν τὰ μιάσματα. γʹ. Ὁ μὲν οὖν μάρτυς ἐκινεῖτο, ὁ δὲ δαίμων οὐδὲ οὕ‐ τως ἀδείας ἀπέλαυεν· ἀλλ’ εὐθέως ἐμάνθανεν, ὅτι ὀστᾶ
20μὲν μάρτυρος μετακινῆσαι δυνατόν ἐστιν, χεῖρας δὲ μάρτυρος διαφυγεῖν ἀδύνατον. Ὁμοῦ τε γὰρ ἡ λάρναξ ἐπὶ τὴν πόλιν εἵλκετο, καὶ κεραυνὸς ἄνωθεν ἐπὶ τὴν κεφαλὴν ἤρχετο τοῦ ξοάνου, καὶ τὰ πάντα κατέφλεγε. Καίτοι γε, εἰ καὶ μὴ πρότερον, τότε γοῦν εἰκὸς ἦν
25ὀργισθῆναι τὸν ἀσεβῆ βασιλέα, καὶ τὴν ὀργὴν ἀφεῖναι εἰς τὸ μαρτύριον τοῦ μάρτυρος· ἀλλ’ οὐδὲ τότε ἐτόλμησε· τοσοῦτος αὐτὸν κατεῖχε φόβος· ἀλλὰ καί‐ τοι τὸν ἐμπρησμὸν ὁρῶν ἀφόρητον ὄντα, καὶ τὴν αἰ‐ τίαν εἰδὼς ἀκριβῶς, ἡσύχαζε. Καὶ οὐ τοῦτο μόνον
30ἐστὶ τὸ θαυμαστὸν, ὅτι τὸ μαρτύριον οὐ κατέσκαψεν, ἀλλ’ ὅτι μηδὲ τὴν στέγην ἐπιθεῖναι πάλιν τῷ ναῷ οὐκ ἐτόλμησεν. ᾜδει γὰρ, ᾔδει θεήλατον οὖσαν τὴν πληγὴν, καὶ ἐδεδοίκει μὴ περαιτέρω τι διανοηθεὶς, ἐπὶ τὴν οἰκείαν ἐκεῖνο καλέσῃ τὸ πῦρ κεφαλήν. Διὰ
35τοῦτο ἠνείχετο εἰς τοσαύτην ἐρημίαν κατενεχθέντα τὸν ναὸν τοῦ Ἀπόλλωνος ὁρῶν. Οὐδὲ γὰρ ἄλλη τις ἦν αἰτία, δι’ ἣν οὐ διώρθωσε τὸ γεγενημένον, ἀλλ’ ἢ φόβος μόνον δι’ ὃν ἄκων ἡσύχαζε, καὶ ταῦτα εἰδὼς, ὅσον μὲν ὄνειδος καταλείπει τῷ δαίμονι, ὅσον δὲ
40κόσμον τῷ μάρτυρι. Καὶ γὰρ ἑστήκασιν οἱ τοῖχοι νῦν ἀντὶ τροπαίων, σάλπιγγος λαμπροτέραν ἀφιέντες φωνὴν, τοῖς ἐν τῇ Δάφνῃ, τοῖς ἐν τῇ πόλει, τοῖς πόῤ‐ ῥωθεν ἀφικνουμένοις, τοῖς συνοῦσι, τοῖς αὖθις ἐσο‐ μένοις ἀνθρώποις ἅπαντα διηγοῦνται διὰ τῆς ὄψεως,
45τὴν πάλην, τὴν συμπλοκὴν, τὴν νίκην τοῦ μάρτυ‐ ρος. Τὸν γὰρ πόῤῥωθεν ἀφιστάμενον τοῦ προαστείου, καὶ τὸ μὲν μαρτύριον τοῦ ἁγίου τῆς λάρνακος ἔρη‐ μον, τὸν δὲ ναὸν τοῦ Ἀπόλλωνος τὴν στέγην ἀφ‐ ῃρημένον ὁρῶντα, εἰκὸς τὴν αἰτίαν τούτων ἑκατέρων

50

.

532

(50)

ζητεῖν· εἶτα πᾶσαν μαθόντα τὴν ἱστορίαν, οὕτως ἀπελθεῖν ἐκεῖθεν. Τοιαῦτα τοῦ μάρτυρος τὰ κατορθώ‐ ματα, τὰ μετὰ τὴν τελευτήν. Διὸ καὶ τὴν ὑμετέραν μακαρίζω πόλιν, ὅτι πολλὴν περὶ τὸν ἅγιον τοῦτον ἐπεδείξασθε τὴν σπουδήν. Καὶ γὰρ τότε, ἡνίκα ἀπὸ
55τῆς Δάφνης ἐπανῄει, πᾶσα μὲν ἡμῖν ἡ πόλις εἰς τὴν ὁδὸν ἐξεχύθη, καὶ κεναὶ μὲν αἱ ἀγοραὶ ἀνδρῶν, κεναὶ δὲ γυναικῶν ἦσαν αἱ οἰκίαι, ἔρημοι δὲ παρθένων οἱ
θάλαμοι. Οὕτω καὶ ἡλικία πᾶσα, καὶ φύσις ἑκατέρα531

50

.

533

τῆς πόλεως ἐξεπήδησαν, ὥσπερ πατέρα ἀποληψόμενοι χρόνιον, ἐκ μακρᾶς ἐπανιόντα τῆς ἀποδημίας, Καὶ ὑμεῖς μὲν αὐτὸν τῷ τῶν ὁμοζήλων ἀπεδώκατε χορῷ· ἡ δὲ τοῦ Θεοῦ χάρις οὐκ εἴασεν ἐκεῖ διηνεκῶς μεῖναι,
5ἀλλὰ πάλιν αὐτὸν τοῦ ποταμοῦ πέραν μετέστησεν, ὥστε πολλὰ τῶν χωρίων τῆς εὐωδίας ἐμπλησθῆναι τοῦ μάρτυρος. Καὶ οὐδὲ ἐνταῦθα ἐλθὼν μόνος ἔμελ‐ λεν ἔσεσθαι, ἀλλὰ ταχέως γείτονα καὶ ὁμόσκηνον τὸν ὁμότροπον ἔλαβε, Καὶ γὰρ τῆς ἀρχῆς ἐκοινώνησεν
10αὐτῷ τῆς αὐτῆς, καὶ παῤῥησίαν ἴσην ἐπεδείξατο τῆς εὐσεβείας ἕνεκεν. Διὸ καὶ τὴν σκηνὴν ἔλαχεν αὐτῷ τὴν αὐτὴν, οὐ μάτην, ὡς ἔοικεν, ὁ θαυμαστὸς οὗτος τοῦ μάρτυρος ζηλωτής. Τοσοῦτον γὰρ ἐπόνει τὸν χρόνον ἐκεῖ, βασιλεῖ συνεχῶς ἐπιστέλλων, ἄρχοντας
15ἐνοχλῶν, καὶ τὴν ἀπὸ τοῦ σώματος λειτουργίαν εἰσφέ‐ ρων τῷ μάρτυρι. Ἴστε γὰρ δήπου, καὶ μέμνησθε, ὅτι μὲν θέρους τῆς ἀκτῖνος μέσης κατεχούσης τὸν οὐρανὸν, μετὰ τῶν προσεδρευόντων αὐτῷ, καθ’ ἑκά‐ στην ἐβάδιζεν ἐκεῖ τὴν ἡμέραν, οὐχ ὡς θεατὴς μό‐
20νον, ἀλλὰ καὶ ὡς κοινωνὸς τῶν γινομένων ἐσόμενος.
Καὶ γὰρ λίθου συνεφήψατο πολλάκις, καὶ σχοῖνονColumn end

50

.

534

εἵλκυσε, καὶ οἰκοδομίας δεομένῳ τινὸς, πρὸ τῶν ὑπουργούντων ὑπήκουσεν· ᾔδει γὰρ, ᾔδει πόσοι τού‐ των αὐτῷ κείσονται οἱ μισθοί. Καὶ διὰ τοῦτο διετέλει θεραπεύων τοὺς μάρτυρας, οὐκ οἰκοδομαῖς μόνον
5λαμπραῖς, οὐδὲ ἐπαλλήλοις ἑορταῖς, ἀλλὰ τῷ βελτίονι τούτων τρόπῳ. Τίς δέ ἐστιν οὗτος; Μιμεῖται τὸν βίον αὐτῶν, ζηλοῖ τὴν ἀνδρείαν, διὰ πάντων κατὰ δύναμιν τὴν εἰκόνα διασώζει τῶν μαρτύρων ἐν ἑαυτῷ· ὅρα γάρ· Ἐπέδωκαν ἐκεῖνοι τὰ σώματα τῇ σφαγῇ·
10ἐνέκρωσεν οὗτος τὰ μέλη τῆς σαρκὸς τὰ ἐπὶ τῆς γῆς· ἔστησαν ἐκεῖνοι πρὸς φλόγα πυρὸς, ἔσβεσεν οὗτος τῆς ἐπιθυμίας τὴν φλόγα· ἐμαχήσαντο πρὸς ὀδόντας θηρίων ἐκεῖνοι, ἀλλὰ καὶ οὗτος τὸ χαλεπώτατον τῶν ἐν ἡμῖν παθῶν, τὴν ὀργὴν ἐκοίμισεν. Ὑπὲρ δὴ τού‐
15των ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, ὅτι καὶ μάρ‐ τυρας οὕτω γενναίους ἡμῖν ἐχαρίσατο, καὶ ποιμένας μαρτύρων ἀξίους, εἰς καταρτισμὸν τῶν ἁγίων, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ
20Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.533