TLG 2062 040 :: JOANNES CHRYSOSTOMUS :: In sanctum Lucianum martyrem

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In sanctum Lucianum martyrem

Citation: Vol — pg — (ln)

50

.

519

(32t)

ΟΜΙΛΙΑ ΕΓΚΩΜΙΑΣΤΙΚΗ.
33tΕἰς τὸν ἅγιον μάρτυρα Λουκιανόν.
34αʹ. Ὅπερ χθὲς ἐδεδοίκειν ἐξέβη, καὶ τέλος ἔλαβε νῦν,Column end

50

.

520

(34)

καὶ τῆς ἑορτῆς ἀπελθούσης, καὶ τὸ πλῆθος ἡμῖν συν‐519

50

.

521

απεδήμησε, καὶ ἐλάττων ἡμῖν ὁ σύλλογος γέγονε. Καὶ ᾔδειν μὲν τοῦτο συμβησόμενον πάντως· οὐ μὴν δὲ διὰ τοῦτο τῆς παραινέσεως ἀπέστην· εἰ γὰρ καὶ μὴ πάντες ἐπείσθησαν οἱ χθὲς ἀκούσαντες, ἀλλ’ οὐδὲ
5πάντες ἠπείθησαν· οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίας λόγον ἡμῖν· διόπερ οὐδὲ σήμερον ἀποστήσομαι ταύτης τῆς συμβουλῆς· εἰ γὰρ καὶ μὴ δι’ ἡμῶν, ἀλλά γε δι’ ὑμῶν πάντως ἀκούσονται τὰ λεγόμενα. Τίς γὰρ δυνη‐ θείη σιγῇ τὴν τοσαύτην αὐτῶν ῥᾳθυμίαν ἐνεγκεῖν, ἢ
10μεταδοῦναι συγγνώμης καὶ ἀπολογίας αὐτοῖς, οἳ διὰ τοσούτου χρόνου τὴν μητέρα ἰδόντες, καὶ τῶν ἐν αὐτῇ καλῶν ἀπολαύσαντες ἀπέστησαν, καὶ οὐκ ἠνέσχοντο τὸ δεύτερον ἐπιστρέψαι πάλιν, οὐδὲ τὴν τοῦ Νῶε περιστερὰν, ἀλλὰ τὸν κόρακα ἐμιμήσαντο, καὶ ταῦτα
15τοῦ κλυδωνίου μένοντος ἔτι, καὶ τοῦ χειμῶνος ἐκείνου, καὶ χαλεπωτέρας καθ’ ἑκάστην ἡμέραν ἐγειρομένης ζάλης, καὶ τῆς ἁγίας ταύτης κιβωτοῦ προκειμένης ἐν μέσῳ, καὶ πάντας καλούσης, καὶ πρὸς ἑαυτὴν ἐπι‐ σπωμένης, καὶ πολλὴν τοῖς καταφεύγουσι παρεχού‐
20σης τὴν ἀσφάλειαν; Οὐ γὰρ ὑδάτων, οὐδὲ κυμάτων ἐμβολὰς, ἀλλὰ τῶν ἀλογωτάτων παθῶν τὰς συνεχεῖς ἀποκρούεται ἐπαναστάσεις, καὶ φθόνον ἀναιρεῖ, καὶ ἀπόνοιαν καταστέλλει. Οὔτε γὰρ ὁ πλούσιος ἐνταῦθα τοῦ πένητος ὑπεριδεῖν δυνήσεται, ἀκούων παρὰ τῶν
25θείων Γραφῶν, ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· οὔτε ὁ πένης πλουτοῦντα ἕτερον ἰδὼν βασκανίᾳ ἁλώσεται, ἀκούων καὶ αὐτὸς ἑτέρου προφήτου λέγοντος· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ
30δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. Τοιαύτη γὰρ τῆς εὐπορίας ταύ‐ της ἡ φύσις· οὐ συμμεθίσταται τοῖς ἔχουσιν, οὐ συν‐ αποδημεῖ τοῖς κεκτημένοις, οὐ παρίσταται κρινομέ‐
35νοις ἐκεῖ καὶ εὐθύνας ὑπέχουσιν, ἀλλ’ ὑπὸ τοῦ θανάτου διακόπτεται πάντως· πολλοὺς δὲ καὶ πρὸ τοῦ θανάτου κατέλιπεν· ἄπιστος ἡ χρῆσις, ἀβέβαιος ἡ ἀπόλαυσις, ἐπικίνδυνος ἡ κτῆσις. Ἀλλ’ οὐ τὰ τῆς ἀρετῆς τοιαῦτα, καὶ τὰ τῆς ἐλεημοσύνης· ἀλλ’ ἔστιν ἄσυλος οὗτος ὁ
40θησαυρός. Πόθεν τοῦτο δῆλον; Ὁ περὶ τοῦ πλούτου τούτου φιλοσοφήσας καὶ εἰπὼν, ὅτι Οὐ συγκαταβή‐ σεται αὐτῷ ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ, οὗτος καὶ περὶ τῶν τῆς ἐλεημοσύνης θησαυρῶν, τῶν ἀεὶ μενόν‐ των καὶ μηδέποτε συλωμένων, ἐπαίδευσεν ἡμᾶς οὕτως
45εἰπών· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δι‐ καιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Τί τούτου παραδοξότερον γένοιτ’ ἄν; Τὰ συλλεγόμενα ἀπόλ‐ λυνται, καὶ τὰ σκορπιζόμενα μένει, καὶ μάλα εἰκότως. Τὰ μὲν γὰρ ὁ Θεὸς ὑποδέχεται, ἐκ δὲ τῆς

50

.

521

(50)

τοῦ Θεοῦ χειρὸς οὐδεὶς ἁρπάζειν δύναται· τὰ δὲ ἐν ἀνθρωπίνοις ἀποτίθεται θησαυροῖς· ἔνθα πολλαῖς ὑπόκειται ταῖς ἐπιβουλαῖς, ἔνθα πολὺς ὁ φθόνος καὶ ἡ βασκανία. Μὴ τοίνυν ἀμελῇς, ἀγαπητὲ, τῆς ἐν‐ ταῦθα διατριβῆς· κἂν γάρ τις ἀθυμία ἐνοχλῇ, ἐνταῦθα
55φυγαδεύεται· κἂν φροντίδες βιωτικαὶ, δραπετεύουσι· κἂν ἄλογα πάθη, σβέννυται· ἀπὸ δὲ τῆς ἀγο‐ ρᾶς, καὶ τῶν θεάτρων, καὶ τῶν ἄλλων συλλόγων τῶν ἔξωθεν πολλὰς ἐπισυρόμενοι φροντίδας, καὶ ἀθυμίας, καὶ ψυχῆς νόσους, οἴκαδε ἀναχωροῦμεν.
60Ἂν ἐνταῦθα διατρίβῃς συνεχῶς, καὶ ἅπερ ἔλαβεςColumn end

50

.

522

ἔξωθεν κακὰ ἀποθήσῃ πάντως· ἂν δὲ ἀποπηδᾷς καὶ φεύγῃς καὶ ἅπερ ἐκτήσω παρὰ τῶν θείων Γραφῶν ἀγαθὰ ἀπολεῖς πάντως, κατὰ μικρὸν ἐκ τῶν ἔξω συνεδρίων καὶ διαλέξεων ὑποσυρομένης
5σου τῆς εὐπορίας. Καὶ ὅτι ταῦτά ἐστιν ἀληθῆ, ἀνα‐ χωροῦντες ἐντεῦθεν σπουδάσατε τοὺς σήμερον ἀπο‐ λειφθέντας ἰδεῖν, καὶ ὄψεσθε πόσον τὸ μέσον τῆς ὑμετέρας εὐθυμίας καὶ τῆς ἐκείνων ἀθυμίας. Οὐχ οὕτως ἐστὶ νύμφη καλὴ καὶ ἐπίχαρις ἐν παστάδι
10καθημένη, ὡς ἔστι ψυχὴ θαυμαστὴ καὶ ἔνδοξος ἐν Ἐκκλησίᾳ φαινομένη, μύρων πνέουσα πνευματικῶν. Ὁ γὰρ ἐνταῦθα μετὰ πίστεως καὶ σπουδῆς παραγι‐ νόμενος, μυρίους λαβὼν ἄπεισι θησαυρούς· κἂν ἀνοίξῃ τὸ στόμα μόνον, πάσης εὐωδίας εὐθέως καὶ
15πλούτου πνευματικοῦ τοὺς συγγινομένους ἐνέπλησε κἂν μυρία προσπέσῃ δεινὰ, πάντα οἴσει ῥᾳδίως, ἱκανὴν ἀφορμὴν ἀπὸ τῶν θείων Γραφῶν ὑπομονῆς καὶ φιλοσοφίας ἐντεῦθεν λαβών. Καὶ καθάπερ ὁ διηνεκῶς ἐπὶ τῆς πέτρας ἑστὼς τῶν κυμάτων
20καταγελᾷ, οὕτως ὁ συνάξεως ἀπολαύων διηνεκοῦς, καὶ τοῖς θείοις ἀρδευόμενος λόγοις, καθάπερ ἐπὶ πέ‐ τρας τῆς ὀρθῆς τῶν πραγμάτων κρίσεως στήσας ἑαυ‐ τὸν, οὐδενὶ τῶν ἀνθρωπίνων ἁλώσεται, ἀνώτερον τῆς τῶν βιωτικῶν πραγμάτων καταστήσας ἑαυτὸν ἐπιδρο‐
25μῆς· οὐκ ἀπὸ συμβουλῆς δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ εὐχῆς, καὶ ἀπὸ πατρικῆς εὐλογίας, καὶ ἀπὸ κοινῆς συνόδου, καὶ ἀπὸ τῆς τῶν ἀδελφῶν ἀγάπης, καὶ ἐξ ἑτέρων μυρίων πολλὴν ὠφέλειαν καὶ ψυχαγωγίαν καρπωσάμενος, οὕτως ἀνεχώρησε, μυρία οἴκαδε
30φέρων ἀγαθά. Ὅρα οὖν πόσης μὲν ὑμεῖς σήμερον ἀπολαύσεσθε τῆς εὐλογίας, πόσην δὲ ὑποστήσονται ἐκεῖνοι τὴν ζημίαν. Ὑμεῖς μὲν γὰρ μαρτύρων μισθὸν λαμβάνοντες ἀπελεύσεσθε· ἐκεῖνοι δὲ πρὸς τῷ τοῦ κέρδους ἀποστερηθῆναι τούτου, καὶ ἑτέραν ὑποστήσον‐
35ται ζημίαν, ἐκ τῶν ἀνονήτων διατριβῶν πολὺν φρον‐ τίδων ἐπισυρόμενοι φορυτόν. Ὥσπερ γὰρ ὁ δεχό‐ μενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται· οὕτως ὁ
40δεχόμενος μάρτυρα εἰς ὄνομα μάρτυρος, μισθὸν μάρτυρος λήψεται· ὑποδοχὴ δὲ μάρτυρος τὸ συνελθεῖν εἰς τὴν ἐκείνου μνήμην, τὸ κοινωνῆσαι τῆς διηγήσεως τῶν ἄθλων, τὸ θαυμάσαι τὰ γεγενημένα, τὸ ζηλῶσαι τὴν ἀρετὴν, τὸ εἰς ἑτέρους ἐξενεγκεῖν
45τὰς ἀνδραγαθίας τὰς ἐκείνου· ταῦτα τῶν μαρτύρων τὰ ξένια· οὕτω τοὺς ἁγίους τούτους τις ὑποδέχεται, καθάπερ οὖν καὶ ὑμεῖς τήμερον πεποιήκατε. βʹ. Χθὲς μὲν οὖν ὁ Δεσπότης ἡμῶν ὕδατι ἐβαπτίσατο, σήμερον δὲ ὁ δοῦλος αἵματι βαπτίζεται· χθὲς ἠνεῴχθη‐

50

.

522

(50)

σαν οὐρανοῦ πύλαι, σήμερον κατεπατήθησαν ᾅδου πύ‐ λαι. Καὶ μὴ θαυμάσητε, εἰ βάπτισμα τὸ μαρτύριον ἐκάλεσα· καὶ γὰρ καὶ ἐνταῦθα τὸ Πνεῦμα μετὰ πολ‐ λῆς ἐφίπταται τῆς δαψιλείας, καὶ ἁμαρτημάτων ἀναί‐ ρεσις καὶ ψυχῆς γίνεται καθαρμὸς θαυμαστός τις
55καὶ παράδοξος· καὶ ὥσπερ οἱ βαπτιζόμενοι τοῖς ὕδα‐
σιν, οὕτως οἱ μαρτυροῦντες τῷ ἰδίῳ λούονται αἵματι·521

50

.

523

ὃ δὴ καὶ ἐπὶ τούτου γεγένηται. Ἀλλὰ γὰρ πρὸ τῆς σφαγῆς ἀναγκαῖον εἰπεῖν τοῦ διαβόλου τὴν πανουρ‐ γίαν. Συνιδὼν γὰρ ἐκεῖνος ὅτι πάσης τιμωρίας καὶ κολάσεως εἴδους κατεγέλασε, καὶ οὔτε κάμινον ἀν‐
5άψας, οὔτε βάραθρον ὀρύξας, οὔτε τροχὸν εὐτρεπίσας, οὔτε εἰς ξύλον ἀναγαγὼν, οὔτε εἰς κρημνοὺς ῥίψας, οὔτε εἰς θηρίων ὀδόντας ἐμβαλὼν ἴσχυσε περιγενέσθαι τῆς τοῦ ἁγίου φιλοσοφίας, ἕτερον ἐπενόησε χαλεπώ‐ τερον τρόπον, καὶ περιῄει ζητῶν τιμωρίαν εὑρεῖν,
10ὥστε τὴν αὐτὴν ὁμοῦ καὶ δριμυτάτην γενέσθαι καὶ μακροτάτην. Ἐπειδὴ γὰρ τῶν κολάσεων αἱ μὲν ἀφό‐ ρητοι ταχίστην παρέχουσι τὴν ἀπαλλαγὴν, αἱ δὲ ἐπιμηκέστεραι ὑποτέμνονται τὴν ὀδύνην, ἐσπούδασεν εὑρεῖν κόλασιν ὁμοῦ τε τὰ ἀμφότερα ἔχουσαν, καὶ
15μῆκος καὶ ὑπερβολὴν ὀδύνης ἀνήκεστον, ἵνα καὶ τῇ σφοδρότητι καὶ τῷ πλήθει τοῦ χρόνου τὸ στεῤῥὸν καταβάλῃ τῆς αὐτοῦ διανοίας. Καὶ τί ποιεῖ; Λιμῷ τὸν ἅγιον παραδίδωσι τοῦτον· σὺ δὲ λιμὸν ἀκούσας μὴ παρέλθῃς ἁπλῶς τὸ λεγό‐
20μενον· ἁπάντων γὰρ θανάτων οὗτός ἐστι χαλεπώ‐ τατος. Καὶ μάρτυρες οἱ πεῖραν εἰληφότες· μὴ γὰρ δὴ ἡμεῖς πεῖραν λάβοιμεν· καλῶς γὰρ ἐδιδάχθημεν εὔχεσθαι, μὴ εἰσελθεῖν εἰς πειρασμόν. Καθάπερ γὰρ δήμιός τις τοῖς σπλάγχνοις ἔνδον καθήμενος ἅπαντα
25καταξαίνει τὰ μέλη, πυρὸς παντὸς καὶ θηρίου σφο‐ δρότερον κατεσθίων πάντοθεν τὸ σῶμα, διηνεκῆ τινα καὶ ἄῤῥητον παρέχων ὀδύνην. Καὶ ἵνα μάθῃς ὅσον ἐστὶ λιμὸς, καὶ τέκνων ἀπεγεύσαντο μητέρες πολλάκις, τὴν τοῦ κακοῦ τούτου βίαν οὐκ ἐνεγκοῦσαι·
30καὶ ταύτην τὴν συμφορὰν τραγῳδῶν ὁ προφήτης ἔλεγε· Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ τέκνα αὐτῶν. Οὓς ἔτεκον μητέρες κατήσθιον, καὶ τῶν γεννηθέντων παιδίων ἡ τεκοῦσα γαστὴρ ἐγένετο τάφος, καὶ φύσεως ἐκράτησεν ὁ λιμός· μᾶλλον δὲ οὐ
35φύσεως μόνον, ἀλλὰ καὶ τῆς προαιρέσεως· τῆς δὲ τοῦ ἁγίου τούτου γενναιότητος οὐκ ἐκράτησε. Τίς οὐκ ἂν ἐκπλαγείη ταῦτα ἀκούσας; Καίτοι τί φύσεως δυ‐ νατώτερον; τί δὲ προαιρέσεως ὀξυῤῥεπέστερον; Ἀλλ’ ἵνα μάθῃς, ὅτι τοῦ φόβου τοῦ Θεοῦ οὐδὲν ἰσχυρό‐
40τερον, προαίρεσις φύσεως εὐτονωτέρα ἐφάνη, καὶ μητέρας μὲν ἤλεγξε, καὶ ὠδίνων ἐπιλαθέσθαι ἐποίησε, τὸν δὲ ἅγιον τοῦτον ὑποσκελίσαι οὐκ ἴσχυ‐ σεν, οὐδὲ περιεγένετο τῆς φιλοσοφίας ἡ κόλασις, οὐδὲ τῆς ἀνδρείας ἐκράτησεν ἡ τιμωρία· ἀλλ’ ἔμενεν
45ἀδάμαντος παντὸς ἰσχυρότερος, ταῖς ἀγαθαῖς ἐντρυ‐ φῶν ἐλπίσι, καὶ τῇ τῶν ἀγώνων ἐγκαλλωπιζόμενος ὑποθέσει, ἱκανὴν παραμυθίαν ἔχων τῶν ἄθλων τὴν ἀφορμὴν, μάλιστα καθ’ ἑκάστην ἀκούων Παύλου λέ‐ γοντος· Ἐν λιμῷ καὶ δίψῃ, ἐν ψύχει καὶ γυμνότητι·

50

.

523

(50)

καὶ πάλιν, Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζό‐ μεθα· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπο‐ ρευομένῳ διὰ στόματος Θεοῦ. Ὡς δὲ εἶδεν ὁ μιαρὸς
55δαίμων οὐκ ἐνδιδόντα τῇ τοσαύτῃ τοῦ πράγματος ἀνάγκῃ, ἔτι χαλεπωτέραν ἐποίει τὴν βάσανον. Καὶ
γὰρ εἰδωλόθυτα λαβὼν, καὶ τὴν τράπεζαν τούτωνColumn end

50

.

524

ἐμπλήσας, πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ τεθῆναι παρ‐ εσκεύασεν, ἵνα τὸ τῆς ἐξουσίας ἕτοιμον ἐκλύσῃ τῆς προθυμίας τὴν εὐτονίαν. Οὐ γὰρ οὕτως ἁλισκόμεθα μὴ φαινομένων τῶν δελεαζόντων πραγμάτων, ὡς
5πρὸ τῶν ὀφθαλμῶν κειμένων· ἐπεὶ καὶ τῆς γυναικῶν ἐπιθυμίας εὐκολώτερον ἄν τις κρατήσειε μὴ βλέπων γυναῖκα εὔμορφον, ἢ συνεχῶς εἰς αὐτὴν ἀτενίζων. Ἀλλ’ ὅμως καὶ ταύτης ἐκράτησε τῆς ἐνέδρας ὁ δί‐ καιος, καὶ ὅπερ ἐνόμιζεν ὁ διάβολος ἐκλύσειν αὐτοῦ
10τὴν ἀνδρείαν, τοῦτο μάλιστα αὐτὸν ἤλειψε πρὸς τοὺς ἀγῶνας· οὐ γὰρ μόνον οὐδὲν ἔπαθεν ἀπὸ τῆς ὄψεως τῶν εἰδωλοθύτων, ἀλλὰ καὶ μᾶλλον αὐτὰ ἀπεστρέ‐ φετο καὶ ἐμίσει· καὶ ὅπερ ἐπὶ τῶν ἐχθρῶν πάσχο‐ μεν, ὅσῳπερ ἂν αὐτοὺς ἐμβλέψωμεν, τοσούτῳ μᾶλλον
15αὐτοὺς μισοῦμεν καὶ ἀποστρεφόμεθα, τοῦτο καὶ ἐκεῖνος ἐπὶ τῆς μιαρᾶς ἐκείνης ἔπασχε θυσίας τότε· μᾶλλον γὰρ αὐτὴν ὁρῶν ἐβδελύττετο καὶ ἀπεπήδα, καὶ ἡ συνεχὴς ὄψις μᾶλλον αὐτὸν εἰς μῖσος καὶ ἀπο‐ τροπὴν τῶν προκειμένων ἐνέβαλλε· καὶ τοῦ λιμοῦ
20μέγα ἔνδοθεν ἐμβοῶντος, καὶ τῶν προκειμένων κε‐ λεύοντος ἐφάπτεσθαι, ὁ τοῦ Θεοῦ φόβος τὰς χεῖρας ἀνέστελλε, καὶ τῆς φύσεως αὐτῆς ἐπιλαθέσθαι παρ‐ εσκεύαζε· καὶ τράπεζαν ὁρῶν μιαρὰν καὶ ἐναγῆ, τραπέζης ἐμνήσθη ἑτέρας τῆς φρικώδους καὶ Πνεύ‐
25ματος γεμούσης, καὶ οὕτως ἐπυροῦτο, ὡς ἑλέσθαι πάντα ὑποστῆναι καὶ παθεῖν, ἢ τῶν μιαρῶν ἐκείνων ἀπογεύσασθαι ἐδεσμάτων. Ἀνεμνήσθη καὶ τῆς τρα‐ πέζης ἐκείνης τῶν τριῶν παίδων, οἳ νέοι ληφθέντες, καὶ πάσης ἔρημοι προστασίας ὄντες, ἐν ἀλλοτρίᾳ γῇ
30καὶ βαρβάρῳ χώρᾳ τοσαύτην ἐπεδείξαντο φιλοσο‐ φίαν, ὡς μέχρι νῦν ᾄδεσθαι τὴν ἀνδρείαν αὐτῶν. Καὶ οἱ μὲν Ἰουδαῖοι καὶ τὴν οἰκείαν ἔχοντες γῆν ἠσέβη‐ σαν, καὶ ἐν τῷ ναῷ διατρίβοντες εἰδωλολάτρουν· οἱ δὲ νέοι ἐκεῖνοι εἰς τὴν βαρβαρικὴν ἀπενεχθέντες γῆν,
35ἔνθα εἴδωλα καὶ πάσης ἀσεβείας ὑπόθεσις, τὴν πα‐ τρῴαν διετέλεσαν φυλάττοντες πολιτείαν. Εἰ τοίνυν οἱ αἰχμάλωτοι, καὶ δοῦλοι, καὶ νέοι πρὸ τῆς χάριτος τοσαύτην ἐπεδείξαντο φιλοσοφίαν, φησὶ, ποίας ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, μηδὲ πρὸς τὴν αὐτὴν
40ἐκείνοις ἀρετὴν φθάσαι δυνηθέντες; γʹ. Ταῦτα δὴ πάντα λογιζόμενος κατεγέλα τῆς τοῦ διαβόλου πονηρίας, κατεφρόνει τῆς κακουρ‐ γίας, καὶ πρὸς οὐδὲν ἐνεδίδου τῶν ὁρωμένων. Ὡς δ’ οὖν εἶδεν οὐδὲν αὐτῷ τι πλέον γενόμενον ὁ μιαρὸς
45ἐκεῖνος, ἄγει πάλιν αὐτὸν εἰς τὸ δικαστήριον, καὶ βασανίζων συνεχεῖς ἐπῆγε πεύσεις· ὁ δὲ πρὸς ἑκά‐ στην πεῦσιν ἀπεκρίνατο, ὅτι Χριστιανός εἰμι, μόνον. καὶ λέγοντος τοῦ δημίου· Ποίας εἶ πατρίδος; Χρι‐ στιανός εἰμι, φησί· Τί ἔχεις ἐπιτήδευμα; Χριστιανός

50

.

524

(50)

εἰμι· Τίνας προγόνους; ὁ δὲ πρὸς ἅπαντα ἔλεγεν, ὅτι Χριστιανός εἰμι· ἑνὶ τούτῳ καὶ ψιλῷ τῷ ῥήματι τοῦ διαβόλου πλήττων τὴν κεφαλὴν, καὶ συνεχῆ καὶ ἐπάλληλα τὰ τραύματα αὐτῷ παρέχων. Καίτοι γε καὶ τῆς ἔξωθεν παιδεύσεως μετέσχεν, ἀλλ’ ᾔδει σαφῶς ὅτι
55ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐ ῥητορείας χρεία, ἀλλὰ πίστεως· οὐ δεινότητος λόγου, ἀλλὰ φιλοθέου ψυχῆς· ἀρκεῖ ῥῆμα ἓν, φησὶν, ἅπασαν τοῦ διαβόλου τρέψαι τὴν φάλαγγα. Καὶ δοκεῖ μὲν τοῖς οὐκ ἀκριβῶς ἐξ‐
ετάζουσιν ἀνακόλουθος εἶναι ἡ ἀπόκρισις· εἰ δέ τις523

50

.

525

τὸν νοῦν ἐπιστήσειε, καὶ ἐκ ταύτης ὄψεται τοῦ μάρ‐ τυρος τὴν σοφίαν. Ὁ γὰρ εἰπὼν, ὅτι Χριστιανός εἰμι, καὶ πατρίδα, καὶ γένος, καὶ ἐπιτήδευμα, καὶ πάντα ἐδήλωσε· πῶς, ἐγὼ λέγω· Ὁ Χριστιανὸς οὐκ ἔχει
5πόλιν ἐπὶ τῆς γῆς, ἀλλὰ τὴν ἄνω Ἱερουσαλήμ· Ἡ γὰρ ἄνω Ἱερουσαλὴμ, φησὶν, ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Ὁ Χριστιανὸς οὐκ ἔχει γήϊνον ἐπιτήδευμα, ἀλλ’ εἰς τὴν ἄνω πολιτείαν τελεῖ· Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς
10ὑπάρχει· ὁ Χριστιανὸς συγγενεῖς ἔχει τοὺς ἁγίους ἅπαντας καὶ συμπολίτας· Συμπολῖται γάρ ἐσμεν τῶν ἁγίων, φησὶ, καὶ οἰκεῖοι τοῦ Θεοῦ. Ὥστε ἑνὶ ῥήματι, καὶ τίς εἴη, καὶ πόθεν, καὶ τίνων, καὶ τί πράττων διατελοίη, μετὰ ἀκριβείας ἐδίδαξε. Καὶ
15μετὰ ταύτης τῆς φωνῆς τὸν βίον κατέλυσε, καὶ ἀπῆλθε σώαν τῷ Χριστῷ τὴν παρακαταθήκην κομί‐ ζων, καὶ τοῖς μετὰ ταῦτα δι’ ὧν ἔπαθε παραινῶν ἐνίστασθαι, καὶ μηδὲν δεδοικέναι, ἀλλ’ ἢ ἁμαρτίαν καὶ ἄρνησιν μόνον.
20 Ταῦτ’ οὖν καὶ ἡμεῖς εἰδότες ἐν καιρῷ τῆς εἰρήνης τὰ τοῦ πολέμου μελετῶμεν, ἵν’ ἐπιστάντος τοῦ πο‐ λέμου λαμπρὸν καὶ ἡμεῖς στήσωμεν τρόπαιον. Κατ‐ εφρόνησεν ἐκεῖνος λιμοῦ, καταφρονήσωμεν καὶ ἡμεῖς τρυφῆς, καὶ τῆς γαστρὸς τὴν τυραννίδα καθέλωμεν,
25ἵνα ἂν καιρὸς ἐπιστῇ τοσαύτην παρ’ ἡμῶν τὴν ἀν‐Column end

50

.

526

δρείαν ἐπιζητῶν, προγυμνασθέντες ἐν τοῖς ἐλάττοσι, λαμπροὶ φανῶμεν ἐπὶ τῶν σκαμμάτων. Ἐπὶ ἀρχόν‐ των καὶ βασιλέων ἐπαῤῥησιάσατο ἐκεῖνος· τοῦτο καὶ ἡμεῖς ποιῶμεν νῦν, κἂν ἐν συλλόγοις Ἑλλήνων πλου‐
5τούντων καὶ περιφανῶν συνεδρεύωμεν, μετὰ παῤῥη‐ σίας τὴν πίστιν ὁμολογῶμεν· καταγελῶμεν τῆς ἐκεί‐ νων πλάνης. Κἂν ἐπιχειρῶσι τὰ μὲν αὑτῶν σεμνύνειν, τὰ δὲ ἡμέτερα καθαιρεῖν, μὴ σιγῶμεν, μηδὲ πράως φέρωμεν, ἀλλ’ ἐκκαλύπτοντες αὐτῶν τὴν ἀσχημοσύνην,
10ἅπαντα μετὰ πολλῆς τῆς σοφίας καὶ τῆς παῤ‐ ῥησίας τὰ τῶν Χριστιανῶν ἀνυμνῶμεν· καὶ καθάπερ ὁ βασιλεὺς τὸ διάδημα ἐπὶ τῆς κεφαλῆς, οὕτω καὶ ἡμεῖς τὴν ὁμολογίαν πανταχοῦ τῆς πίστεως περιφέρωμεν. Οὐ γὰρ οὕτως ἐκεῖνον ὁ στέφανος, ὡς ἡμᾶς ἡ πίστις
15καὶ ἡ ταύτης ὁμολογία καλλωπίζειν εἴωθε· μὴ διὰ ῥημάτων δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων αὐτῶν τοῦτο ποιῶμεν, καὶ βίον ἄξιον τῆς ὁμολογίας διὰ πάντων ἐπιδεικνύμενοι, ἵνα μὴ καταισχύνωμεν τὰ δόγματα ἐν τῇ τῶν ἔργων φαυλότητι, ἀλλὰ διὰ
20πάντων τὸν Δεσπότην ἡμῶν δοξάζοντες ἀπολαύσω‐ μεν καὶ τῆς ἐνταῦθα καὶ τῆς ἐκεῖ τιμῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα, κράτος καὶ τιμὴ, ἅμα τῷ ἁγίῳ καὶ
25ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.525