TLG 2062 039 :: JOANNES CHRYSOSTOMUS :: De sancto Meletio Antiocheno JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De sancto Meletio Antiocheno Citation: Vol — pg — (ln) | ||
50.515(1t) | ΟΜΙΛΙΑ ΕΓΚΩΜΙΑΣΤΙΚΗ | |
2t | Εἰς τὸν ἐν ἁγίοις Πατέρα ἡμῶν Μελέτιον ἀρχιεπίσκοπον Ἀντιοχείας τῆς μεγάλης, καὶ εἰς τὴν | |
---|---|---|
3t | σπουδὴν τῶν συνελθόντων. | |
4 | αʹ. Πανταχοῦ τῆς ἱερᾶς ταύτης ἀγέλης περιφέρων τοὺς | |
5 | ὀφθαλμοὺς, καὶ τὴν πόλιν ἅπασαν ἐνταῦθα παροῦσαν βλέπων, οὐκ ἔχω τίνα μακαρίσω πρότερον· τὸν ἅγιον Μελέτιον, ὅτι τοσαύτης καὶ μετὰ θάνατον ἀπολαύει τιμῆς, ἢ τὴν ὑμετέραν ἀγάπην, ὅτι τοιαύτην καὶ μετὰ τελευτὴν περὶ τοὺς ποιμένας τοὺς ὑμετέρους | |
10 | εὔνοιαν ἐπιδείκνυσθε. Μακάριος μὲν γὰρ ἐκεῖνος, ὅτι τοιοῦτον ἴσχυσεν ἀφεῖναι φίλτρον πᾶσιν ὑμῖν, μακά‐ ριοι δὲ καὶ ὑμεῖς, ὅτι τῆς ἀγάπης δεξάμενοι τὴν πα‐ ρακαταθήκην, ἀκέραιον αὐτὴν τῷ παρακαταθεμένῳ μέχρι τοῦ νῦν φυλάττοντες διεμείνατε. Καὶ γὰρ πέμ‐ | |
15 | πτον ἔτος ἤδη παρέδραμεν, ἐξ οὗ πρὸς τὸν ποθούμε‐ νον ἀπεδήμησεν Ἰησοῦν ἐκεῖνος, καὶ καθάπερ χθὲς καὶ πρώην αὐτὸν ἑωρακότες, οὕτω μετὰ ζέοντος τοῦ φίλτρου πρὸς αὐτὸν ἀπηντήκατε τήμερον. Διὰ ταῦτα ζηλωτὸς ἐκεῖνος, ὅτι τοιούτους ἐγέννησεν υἱούς· ζη‐ | |
20 | λωτοὶ δὲ καὶ ὑμεῖς, ὅτι τοιοῦτον ἐκληρώθητε πατέρα. Γενναία ἡ ῥίζα καὶ θαυμασία, ἀλλὰ καὶ οἱ καρποὶ τῆς ῥίζης ἄξιοι ταύτης. Καὶ γὰρ καθάπερ ῥίζα τις θαυμαστὴ, τοῖς κόλποις κρυπτομένη τῆς γῆς, αὐτὴ μὲν οὐ φαίνεται, διὰ δὲ τῶν καρπῶν τῆς οἰκείας ἀρε‐ | |
25 | τῆς τὴν ἰσχὺν ἐπιδείκνυται, οὕτω δὴ καὶ ὁ μακάριος Μελέτιος, ἐν τῇ λάρνακι ταύτῃ κρυπτόμενος, αὐτὸς μὲν ἡμῖν τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐκ ἔστι κατα‐ φανὴς, διὰ δὲ ὑμῶν τῶν καρπῶν τῆς οἰκείας χάρι‐ τος τὴν ἰσχὺν ἐπιδείκνυται· κἂν ἡμεῖς σιγήσωμεν, | |
30 | ἀρκεῖ μόνη ἡ ἑορτὴ καὶ τῆς ὑμετέρας σπουδῆς ἡ θερ‐ μότης σάλπιγγος λαμπρότερον ἀναβοῆσαι τοῦ ἁγίου Μελετίου τὸ φιλότεκνον· οὕτω γὰρ ὑμῶν τὴν διάνοιαν ἐξέκαυσε πρὸς τὸν ἔρωτα τὸν αὑτοῦ, ὡς καὶ πρὸς ψιλὸν τὸ ὄνομα διαθερμαίνεσθαι, καὶ πρὸς αὐτὴν δια‐ | |
35 | νίστασθαι τὴν προσηγορίαν. Διὰ τοῦτο καὶ ἐγὼ νῦν οὐχ ἁπλῶς, ἀλλ’ ἐπίτηδες καὶ ἀπὸ σπουδῆς συνεχῶς αὐτὸ τὸ ὄνομα τοῖς ἐμαυ‐ τοῦ λόγοις ἐνείρω. Καὶ καθάπερ τις στέφανον πλέ‐ κων χρυσοῦν, εἶτα μαργαρίτας ἐντιθεὶς τῇ πυκνότητι | |
40 | τῶν λίθων, λαμπρότερον ἐργάζεται τὸ διάδημα, οὕτω δὴ κἀγὼ τὸν τῶν ἐγκωμίων στέφανον τῇ μακαρίᾳ πλέκων κεφαλῇ τήμερον, ὥσπερ τινῶν μαργαριτῶν πυκνότητα τῆς προσηγορίας αὐτοῦ τὴν συνέχειαν ἐν‐ υφαίνω τῷ λόγῳ, ποθεινότερον ταύτῃ καὶ λαμπρότε‐ | |
45 | ρον κατασκευάζειν αὐτὸν προσδοκῶν. Οὗτος γὰρ φιλούντων ὁ νόμος καὶ τοιοῦτον τὸ ἔθος, ὡς καὶ ψιλὰ τὰ ὀνόματα περιπτύσσεσθαι τῶν ἐρωμένων, καὶ πρὸς αὐτὰς διαθερμαίνεσθαι τὰς προσηγορίας· ὃ δὴ καὶ ὑμεῖς πεπόνθατε ἐπὶ τοῦ μακαρίου τούτου. Παρὰ | |
50.515(50) | γὰρ τὴν ἀρχὴν αὐτὸν εἰς τὴν πόλιν εἰσελθόντα δεξά‐ μενοι, τὸ παιδίον ἕκαστος τὸ ἑαυτοῦ ἀπὸ τῆς προσ‐ ηγορίας ἐκαλεῖτε τῆς ἐκείνου, διὰ τῆς προσηγορίας εἰς τὴν οἰκίαν ἕκαστος τὴν ἑαυτοῦ τὸν ἅγιον εἰσ‐ άγειν νομίζοντες, καὶ πατέρας, καὶ πάππους, καὶ | |
55 | προγόνους παρατρέχουσαι αἱ μητέρες τὸ ὄνομα τοῦ μακαρίου Μελετίου τοῖς τεχθεῖσι παιδίοις ἐπετίθεσαν. Ἐνίκα γὰρ τὴν φύσιν ὁ τῆς εὐλαβείας πόθος, καὶ τὰ τικτόμενα λοιπὸν οὐκ ἀπὸ τῆς κατὰ φύσιν φιλο‐ | |
στοργίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πρὸς τὴν προσ‐ | Column end | |
50.516(4) | ηγορίαν ἐκείνην διαθέσεως ποθεινὰ τοῖς φυτευσαμέ‐ | |
5 | νοις ἦν. Τὸ γὰρ ὄνομα αὐτὸ καὶ συγγενείας κόσμον, καὶ οἰκίας ἀσφάλειαν, καὶ τοῖς καλουμένοις σωτηρίαν, καὶ τοῦ πόθου παραμυθίαν εἶναι ἐνόμιζον· καὶ καθά‐ περ ἐν σκότῳ καθήμενοί τινες μιᾶς λαμπάδος ἁφθεί‐ σης πολλοὺς ἀνάψαντες λύχνους εἰς τὴν οἰκίαν ἕκα‐ | |
10 | στος εἰσάγει τὴν ἑαυτοῦ· οὕτω δὴ καὶ τῆς προσηγο‐ ρίας ἐκείνης ὥσπερ φωτὸς εἰς τὴν πόλιν ἐμπεσού‐ σης, ἕκαστος ὥσπερ λύχνον ἀνάπτων εἰς τὴν οἰκίαν εἰσῆγε τὴν ἑαυτοῦ τὸ τοῦ μακαρίου τότε ἐκείνου ὄνο‐ μα, ὥσπερ τινὰ μυρίων ἀγαθῶν θησαυρὸν διὰ τῆς | |
15 | ἐπωνυμίας ἐπισπώμενος· καὶ ἦν εὐλαβείας διδασκα‐ λία τὸ γιγνόμενον. Συνεχῶς γὰρ ἀναγκαζόμενοι τῆς προσηγορίας ἐκείνης μεμνῆσθαι, καὶ τὸν ἅγιον ἐκεῖ‐ νον ἔχειν ἐπὶ τῆς ψυχῆς, παντὸς ἀλόγου πάθους καὶ λογισμοῦ φυγαδευτήριον εἶχον τὸ ὄνομα· καὶ οὕτω | |
20 | πολὺ γέγονε τοῦτο, ὡς πανταχοῦ καὶ ἐν ἀμφόδοις, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ἀγροῖς, καὶ ἐν ὁδοῖς τούτῳ πάντο‐ θεν περιηχεῖσθαι τῷ ὀνόματι. Οὐ πρὸς τὸ ὄνομα δὲ τοσοῦτον ἐπάθετε μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸν τοῦ σώματος τὸν τύπον. Ὅπερ γοῦν ἐν ὀνόμασιν ἐποιή‐ | |
25 | σατε, τοῦτο καὶ ἐπὶ τῆς εἰκόνος ἐπράξατε τῆς ἐκείνου. Καὶ γὰρ καὶ ἐν δακτυλίων σφενδόναις, καὶ ἐν ἐκτυ‐ πώμασι, καὶ ἐν φιάλαις, καὶ ἐν θαλάμων τοίχοις, καὶ πανταχοῦ τὴν εἰκόνα τὴν ἁγίαν ἐκείνην διεχάραξαν πολλοὶ, ὡς μὴ μόνον ἀκούειν τῆς ἁγίας προσηγορίας | |
30 | ἐκείνης, ἀλλὰ καὶ ὁρᾷν αὐτοῦ πανταχοῦ τοῦ σώματος τὸν τύπον, καὶ διπλῆν τινα τῆς ἀποδημίας ἔχειν πα‐ ραμυθίαν. Καὶ γὰρ εὐθέως εἰσελθὼν, τῆς πόλεως ἐξεβάλλετο, τῶν τῆς ἀληθείας ἐχθρῶν ἀπελαυνόντων αὐτόν. Ὁ δὲ | |
35 | Θεὸς συνεχώρησεν ὁμοῦ καὶ τὴν ἀρετὴν τὴν ἐκείνου, καὶ τὴν ἀνδρείαν τὴν ὑμετέραν δεῖξαι βουλόμενος. Ἐπειδὴ γὰρ εἰσελθὼν, καθάπερ Μωϋσῆς εἰς Αἴγυ‐ πτον, αἱρετικῆς τὴν πόλιν ἀπήλλαξε πλάνης, καὶ τὰ σεσηπότα μέλη καὶ ἀνιάτως ἔχοντα τοῦ λοιποῦ σώμα‐ | |
40 | τος ἀποκόψας, ἀκέραιον τὴν ὑγίειαν ἐπανήγαγε τῷ πλήθει τῆς Ἐκκλησίας, οἱ τῆς ἀληθείας ἐχθροὶ τὴν διόρθωσιν οὐκ ἐνεγκόντες, τὸν βασιλεύοντα τότε κι‐ νήσαντες, τῆς πόλεως αὐτὸν ἐξέβαλον, ταύτῃ προσδο‐ κῶντες περιέσεσθαι τῆς ἀληθείας, καὶ τὴν τῶν γεγε‐ | |
45 | νημένων ἀνατρέψειν διόρθωσιν. Ἐγίνετο δὲ τοὐναν‐ τίον ἢ προσεδόκησαν, καὶ μᾶλλον καὶ ὑμῶν ὁ ζῆλος ἐδείκνυτο, καὶ ἐκείνου διέλαμπεν ἡ τῆς διδασκαλικῆς ἐπιστήμης ἀπόδειξις· ἐκείνου μὲν ὅτι ἐν τριά‐ κοντα ἡμέραις οὐδ’ ὅλαις ἴσχυσεν οὕτως ὑμᾶς θεμε‐ | |
50.516(50) | λιῶσαι ἐν τῷ ζήλῳ τῆς πίστεως, ὡς μυρίων μετὰ ταῦτα προσβαλόντων πνευμάτων, ἄσειστον μεῖναι τὴν διδασκαλίαν ἐκείνην· ὑμῶν δὲ ἡ θερμότης ἐδείκνυτο, ὅτι ἐν τριάκοντα οὐδὲ ὅλαις ἡμέραις οὕτω μετὰ ἀκρι‐ βείας τὰ παρ’ ἐκείνου καταβληθέντα ἐδέξασθε σπέρ‐ | |
55 | ματα, ὡς πρὸς τὸ βάθος τῆς διανοίας παραπέμψαι τὰς ῥίψας, καὶ μηδενὶ τῶν προσενεχθέντων ἐνδοῦναι | |
λοιπὸν πειρασμῶν. | 515 | |
50.517 | βʹ. Ἄξιον δὲ μηδὲ ἐκεῖνο παραδραμεῖν, ὃ περὶ τὴν δίωξιν αὐτὴν συνέβαινεν. Ἐπειδὴ γὰρ ὁ τῆς πόλεως ἄρχων τὸ ὄχημα ἐλαύνων διὰ μέσης ἐξῄει τῆς ἀγορᾶς, πλησίον αὐτοῦ τὸν ἅγιον καθίσας ἐκεῖνον, νιφάδες | |
5 | λίθων πανταχόθεν ἐφέροντο ἐπὶ τὴν τοῦ ἄρχοντος κεφαλὴν, οὐ φερούσης τῆς πόλεως τὸν χωρισμὸν, ἀλλ’ αἱρουμένης καὶ τῆς παρούσης ἐκπεσεῖν ζωῆς, ἢ τὸν ἅγιον ἐκεῖνον ἀποσπώμενον ἰδεῖν. Τί οὖν ὁ μακάριος ἐκεῖνος τότε ἐποίησεν; Ἰδὼν τὰς τῶν λίθων βολὰς | |
10 | τοῖς ἱματίοις τοῖς ἑαυτοῦ περιβαλὼν ἀπέκρυψε τοῦ ἄρχοντος τὴν κεφαλὴν, ὁμοῦ τε τοὺς ἐχθροὺς τῇ τῆς ἐπιεικείας ἐντρέπων ὑπερβολῇ, καὶ τοὺς αὑτοῦ μα‐ θητὰς παιδεύων, ὅσην περὶ τοὺς ἀδικοῦντας ἀνεξικα‐ κίαν ἐπιδείκνυσθαι χρή· καὶ ὡς οὐ μόνον οὐδὲν αὐ‐ | |
15 | τοὺς ἐργάζεσθαι δεινὸν προσῆκεν, ἀλλ’ εἰ καὶ παρ’ ἑτέρων αὐτοῖς ἐπῄει κίνδυνος, καὶ τοῦτον μετὰ πάσης ἀποκρούεσθαι τῆς σπουδῆς. Τίς οὐκ ἔφριξε τότε, καὶ τῆς πόλεως τὸν μανικὸν ὁρῶν ἔρωτα, καὶ τοῦ διδα‐ σκάλου τὴν ἄκραν φιλοσοφίαν, καὶ τὴν ἐπιείκειαν, | |
20 | καὶ τὴν πρᾳότητα καταπληττόμενος; καὶ γὰρ ἦν παράδοξα τὰ τότε συμβαίνοντα. Ὁ ποιμὴν ἀπηλαύ‐ νετο, καὶ τὰ πρόβατα οὐκ ἐσκορπίζετο· ὁ κυβερνήτης ἐξεβάλλετο, καὶ τὸ σκάφος οὐκ ἐβαπτίζετο· ὁ γεωρ‐ γὸς ἐδιώκετο, καὶ ἡ ἄμπελος ἐκαρποφόρει πλέον. | |
25 | Ἐπειδὴ γὰρ τῷ συνδέσμῳ τῆς ἀγάπης πρὸς ἀλλή‐ λους ἦτε συνδεδεμένοι, οὐ πειρασμῶν ἐπαγωγαὶ, οὐ κινδύνων ἐπαναστάσεις, οὐχ ὁδοῦ μῆκος, οὐ χρόνου πλῆθος, οὐκ ἄλλο οὐδὲν ἴσχυσεν ὑμᾶς διαστῆσαι τῆς συνουσίας τοῦ μακαρίου ποιμένος· ἀλλ’ ἐξεβάλλετο | |
30 | μὲν, ὥστε μακρὰν γενέσθαι τῶν τέκνων, συνέβαινε δὲ τοὐναντίον. Μᾶλλον γὰρ ὑμῖν συνεσφίγγετο τοῖς τῆς ἀγάπης δεσμοῖς· καὶ πᾶσαν τὴν πόλιν μεθ’ ἑαυ‐ τοῦ λαβὼν εἰς Ἀρμενίαν ἀπῄει. Τὸ μὲν γὰρ σῶμα ἐπὶ τῆς πατρίδος ἵδρυτο· ὁ λογισμὸς δὲ καὶ ὁ νοῦς | |
35 | ὥσπερ ὑπό τινων πτερῶν κουφιζόμενος τῆς τοῦ Πνεύ‐ ματος χάριτος, καὶ διὰ παντὸς ὑμῖν ἐπιχωριάζων, ἅπαντα τοῦτον τὸν δῆμον ἐν τοῖς ἐκείνου περιέφερε σπλάγχνοις, ὃ δὴ καὶ ὑμεῖς ἐπάσχετε. Καθήμενοι γὰρ ἐνταῦθα καὶ τῇ πόλει περιγραφόμενοι, τῷ πνεύματι | |
40 | τῆς ἀγάπης εἰς Ἀρμενίαν καθ’ ἑκάστην ἱπτάμενοι τὴν ἡμέραν, καὶ τὴν ἁγίαν ὄψιν ὁρῶντες, καὶ τῆς ἡδίστης καὶ μακαρίας φωνῆς ἀκούοντες οὕτως ἐπαν‐ ῄειτε πάλιν. Καὶ διὰ ταύτην συνεχώρησεν ὁ Θεὸς τὴν αἰτίαν εὐθέως αὐτὸν ἀπελαθῆναι τῆς πόλεως, ἵνα καὶ | |
45 | ὑμῶν, ὥσπερ ἔφθην εἰπὼν, τὸ στεῤῥὸν τῆς πίστεως ἐπιδείξῃ τοῖς ὑμᾶς πολεμοῦσιν ἐχθροῖς, κἀκείνου τὸ περὶ τὴν διδασκαλίαν ἔμπειρον. Καὶ δῆλον ἐκεῖθεν. Μετὰ γὰρ τὴν πρώτην δίωξιν ἐπανελθὼν οὐχὶ τριάκοντα ἡμέρας μόνον, ἀλλὰ | |
50.517(50) | καὶ μῆνας, καὶ ἐνιαυτὸν, καὶ ἕνα, καὶ δύο, καὶ πλείους ἐνταῦθα διέτριψεν. Ἐπειδὴ γὰρ ἱκανὴν ἐδώκατε τῆς πε‐ ρὶ τὴν πίστιν στεῤῥότητος ἀπόδειξιν, ἔδωκεν ὑμῖν μετὰ ἀδείας ἐντρυφῆσαι τῷ πατρὶ πάλιν. Καὶ γὰρ τρυφὴ ἦν μεγίστη τὸ τῆς ἁγίας ὄψεως ἀπολαύειν ἐκείνης. Οὐ | |
55 | γὰρ δὴ διδάσκων μόνον, οὐδὲ φθεγγόμενος, ἀλλὰ καὶ ὁρώμενος ἁπλῶς, ἱκανὸς ἦν ἅπασαν ἀρετῆς διδασκα‐ λίαν εἰς τὴν τῶν ὁρώντων ψυχὴν εἰσαγαγεῖν. Ὅτε γοῦν πρὸς ὑμᾶς εἰσήλαυνε, καὶ πᾶσα ἡ πόλις πρὸς τὴν ὁδὸν μεθωρμίζετο, οἱ μὲν πλησίον ἤρχοντο, καὶ | |
60 | ποδῶν ἥπτοντο, καὶ χεῖρας κατεφίλουν, καὶ φωνῆς ἤκουον· οἱ δὲ ὑπὸ τοῦ πλήθους κωλυόμενοι καὶ πόῤῥω‐ θεν αὐτὸν ὁρῶντες μόνον, ὥσπερ ἱκανὴν ἀπὸ τῆς ὄψεως δεξάμενοι τὴν εὐλογίαν, καὶ οὐδὲν ἔλαττον τῶν | |
ἐγγὺς γενομένων ἐσχηκότες, οὕτω μετὰ πληροφορίας | Column end | |
50.518 | ἁπάσης ἀπῄεσαν· καὶ ὅπερ ἐπὶ τῶν ἀποστόλων ἐγί‐ γνετο, τοῦτο καὶ ἐπὶ τούτου συνέβαινε. Καθάπερ γὰρ ἐπὶ τῶν ἀποστόλων ὅσοι προσελθεῖν καὶ ἐγγὺς γε‐ νέσθαι οὐκ ἴσχυον, τῆς σκιᾶς αὐτῶν ἐκτεινομένης, | |
5 | καὶ τῶν πόῤῥωθεν ἁπτομένης, τὴν αὐτὴν ἐπεσπῶντο χάριν, καὶ ὁμοίως ὑγιαίνοντες ἀπῄεσαν· οὕτω δὴ καὶ νῦν ὅσοι προσελθεῖν οὐκ ἴσχυον, ὥσπερ τινὸς δόξης πνευματικῆς ἀπὸ τῆς ἁγίας ἐκείνης κεφαλῆς ἐκπεμπο‐ μένης, καὶ πρὸς τοὺς ποῤῥωτάτω διικνουμένης αἰσθα‐ | |
10 | νόμενοι, πάσης εὐλογίας ἀπὸ τῆς θεωρίας μόνης πληρούμενοι πάντες ἀπῄεσαν. γʹ. Ἐπεὶ δὲ ἔδοξε τῷ κοινῷ τῶν ὅλων Θεῷ καλέσαι λοιπὸν αὐτὸν ἐκ τῆς παρούσης ζωῆς, καὶ εἰς τὸν τῶν ἀγγέλων κατατάξαι χορόν· οὐδὲ τοῦτο ἁπλῶς ἐγίνετο, | |
15 | ἀλλὰ καλεῖ μὲν αὐτὸν βασιλέως γράμματα, τοῦ Θεοῦ τὸν βασιλέα κινήσαντος· καλεῖ δὲ αὐτὸν οὐκ ἐγγύς που οὐδὲ πλησίον, ἀλλ’ εἰς τὴν Θρᾴκην αὐτὴν, ἵνα καὶ Γαλάται, καὶ Βιθυνοὶ, καὶ Κίλικες, καὶ Καππαδόκαι, καὶ οἱ τὴν Θρᾴκην προσοικοῦντες ἅπαντες τὰ ἡμέ‐ | |
20 | τερα μάθωσιν ἀγαθά· ἵνα οἱ πανταχοῦ τῆς γῆς ἐπί‐ σκοποι ὥσπερ εἰς ἀρχέτυπον εἰκόνα τὴν ἁγιωσύνην ἰδόντες τὴν ἐκείνου, καὶ παράδειγμα σαφὲς τῆς κατὰ τὴν ἀρχὴν ταύτην διακονίας ἐξ ἐκείνου λαβόντες, κανόνα τινὰ, καθ’ ὃν δεῖ τὰς Ἐκκλησίας οἰκονομεῖν | |
25 | καὶ κυβερνᾷν, ἔχωσιν ἀσφαλῇ καὶ σαφέστατον. Καὶ γὰρ διὰ τὸ τῆς πόλεως μέγεθος καὶ διὰ τὴν τοῦ βα‐ σιλέως προσεδρίαν πολλοὶ πολλαχόθεν τῆς οἰκουμένης ἐκεῖ συνέῤῥεον τότε· οἱ δὲ τῶν Ἐκκλησιῶν ἐπίσκοποι διὰ τὸ τὰς Ἐκκλησίας ἐκ μακροῦ πολέμου καὶ χειμῶ‐ | |
30 | νος ἀνενεγκούσας ἀρχὴν εἰρήνης καὶ γαλήνης λαμ‐ βάνειν, βασιλικοῖς ἐκεῖ γράμμασιν ἐκαλοῦντο πάντες. Τότε τοίνυν καὶ οὗτος ἐκεῖ παραγίνεται. Καὶ καθάπερ ἐπὶ τῶν τριῶν παίδων, ἡνίκα ἀνακηρύττεσθαι ἔμελ‐ λον, καὶ στεφανοῦσθαι, σβέσαντες τὴν τοῦ πυρὸς | |
35 | δύναμιν, καταπατήσαντες τοῦ τυράννου τὸν τῦφον, ἅπαν ἀσεβείας εἶδος ἐλέγξαντες, ἐκ τῆς οἰκουμένης αὐτοῖς τὸ θέατρον ἐκάθητο πάσης (οἱ γὰρ πανταχοῦ γῆς σατράπαι, καὶ ὕπατοι, καὶ τοπάρχαι ἐκαλοῦντο μὲν δι’ ἑτέραν αἰτίαν, ἐγίγνοντο δὲ θεαταὶ τῶν | |
40 | ἀθλητῶν ἐκείνων)· οὕτω δὴ καὶ τότε συνέβαινεν, ὥστε γενέσθαι λαμπρὸν τῷ μακαρίῳ τὸ θέατρον· ἐπ’ ἄλλῃ κληθέντες αἰτίᾳ οἱ τὰς πανταχοῦ γῆς οἰκονομοῦντες Ἐκκλησίας ἐπίσκοποι παρεγένοντο, καὶ τὸν ἅγιον ἐθεώρουν ἐκεῖνον. Καὶ ἐπειδὴ ἐθεάσαντο, καὶ | |
45 | κατέμαθον αὐτοῦ ἀκριβῶς τὴν εὐλάβειαν, τὴν σοφίαν, τὸν ζῆλον τῆς πίστεως, πᾶσαν ἀπηρτισμένην ἐν αὐτῷ τὴν ἱερεῖ πρέπουσαν ἀρετὴν, τότε αὐτὸν πρὸς ἑαυτὸν ἐκάλεσεν ὁ Θεός. Ἐγίνετο δὲ τοῦτο καὶ διὰ φειδῶ τῆς πόλεως τῆς | |
50.518(50) | ἡμετέρας. Εἰ γὰρ ἐνταῦθα τὴν ψυχὴν ἀφῆκεν, ἀφόρη‐ τος ἔμελλεν ὁ τῆς συμφορᾶς ὄγκος ἔσεσθαι. Τίς γὰρ ἂν ἠνέσχετο τὸν μακάριον ἐκεῖνον ἰδεῖν τὰς ἐσχάτας ἀναπνέοντα ἀναπνοάς; τίς ἂν ἠνέσχετο ἰδεῖν τὰ βλέφαρα ἐκεῖνα τῶν ὀφθαλμῶν καθαιρούμενα, καὶ | |
55 | στόμα συγκλειόμενον ἔσχατα ῥήματα ἐπισκῆπτον; | 517 |
50.519 | τίς βλέπων ταῦτα οὐκ ἂν ἐξέστη τῷ μεγέθει τῆς συμφορᾶς; Ἵν’ οὖν μὴ τοῦτο γένηται, ᾠκονόμησεν ὁ Θεὸς ἐπ’ ἀλλοτρίας αὐτὸν ἀφεῖναι τὴν ψυχὴν, ἵν’ ἐν τῷ μεταξὺ χρόνῳ προμελετήσαντες τὴν συμφορὰν, ὅταν | |
5 | ἴδωμεν εἰσελθόντα τὸν νεκρὸν, μὴ καταπλαγῶμεν τὴν ψυχὴν, ἐνεθισθείσης τῷ θρήνῳ τῆς διανοίας· ὃ δὴ καὶ ἐγένετο. Ἐπειδὴ γὰρ τὸ ἅγιον ἐκεῖνο σῶμα ἡ πόλις ἐδέξατο, ἐπένθησε μὲν καὶ οὕτω, καὶ ἀνωλόλυξε μέγα· ἀλλὰ ταχέως κατέλυσε τὸ πένθος, ἀπό τε τῆς εἰρη‐ | |
10 | μένης αἰτίας, καὶ τῆς μελλούσης ῥηθήσεσθαι. Ὁ γὰρ φιλάνθρωπος Θεὸς κατελεήσας ἡμᾶς τῆς ὀδύνης, ταχέως ἡμῖν ἕτερον ποιμένα ἀνέδειξε, μετὰ πολλῆς ἀκριβείας τοὺς ἐκείνου διατηροῦντα χαρα‐ κτῆρας, καὶ τὴν εἰκόνα τῆς ἀρετῆς διασώζοντα | |
15 | πάσης· ὃς καὶ ἐπὶ τὸν θρόνον ἀναβὰς, εὐθέως τὴν πεν‐ θήρη στολὴν ἡμᾶς ἀπέδυσε, καὶ τὴν ὀδύνην ἔσβεσε, τὴν δὲ τοῦ μακαρίου μνήμην ἀνενέωσε μᾶλλον. Καὶ τὸ μὲν ἄλγος ἐμαραίνετο, ὁ δὲ ἔρως σφοδρότερον ἀν‐ ήπτετο, καὶ ἡ ἀθυμία τέλεον ἀνῃρεῖτο· καίτοι γε ἐν | |
20 | ταῖς ἀποβολαῖς τῶν φιλτάτων οὐχ οὕτω συμβαίνειν εἴωθεν· ἀλλ’ ὅταν τις υἱὸν ποθεινὸν, ἢ καὶ ἄνδρα αἰδέσιμον ἀποβάλῃ γυνὴ, ἕως μὲν ἂν αὐτοῦ διατηρῇ τὴν μνήμην ζέουσαν, καὶ τὸ πένθος σφοδρότερον ἐντρέφεται τῇ ψυχῇ· ὅταν δὲ χρόνος ἐπεισελθὼν κατα‐ | |
25 | μαλάξῃ τὸ πένθος, συναπεσβέσθη τῇ σφοδρότητι τῆς ὀδύνης καὶ τὸ τῆς μνήμης ἀκμάζον· ἐπὶ δὲ τοῦ μα‐ | |
καρίου τούτου τοὐναντίον ἐγίγνετο· ἡ μὲν ἀθυμία | Column end | |
50.520 | παντελῶς ἐξεβάλλετο, ἡ δὲ μνήμη οὐ συναπῄει τῇ λύπῃ, ἀλλὰ σφοδρότερον ηὔξετο. Καὶ μάρτυρες ὑμεῖς οἱ μετὰ τοσοῦτον χρόνον καθάπερ μέλισσαι κηρίῳ περιιπτάμενοι τῷ σώματι τοῦ μακαρίου Μελετίου· | |
5 | τὸ δὲ αἴτιον οὐ φύσεως ἦν τὸ πρὸς ἐκεῖνον φίλτρον, ἀλλὰ κρίσεως ὀρθῆς λογισμός. Διὰ τοῦτο οὐκ ἐσβέσθη θανάτῳ, οὐκ ἠμαυρώθη χρόνῳ· ἀλλ’ αὔξεται, καὶ πρὸς τὸ μεῖζον ἐπιδίδωσιν· οὐχὶ τῶν ἑωρακότων μόνον ὑμῶν αὐτὸν, ἀλλὰ καὶ τῶν οὐκ εἰδότων. Τὸ γὰρ δὴ | |
10 | θαυμαστὸν τοῦτό ἐστιν, ὅτι καὶ ὅσοι νεώτεροι τῆς ἐκείνου ζωῆς γεγόνασι, καὶ οὗτοι αὐτοὶ πρὸς τὸν αὐ‐ τὸν ἐκκαίονται πόθον. Ὑμεῖς μὲν οὖν οἱ πρεσβῦται πλεονεκτεῖτε τῶν οὐχ ἑωρακότων αὐτὸν αὐτὸ δὴ τοῦτο τὸ συγγενέσθαι, καὶ τῆς ἁγίας ἀπολαῦσαι | |
15 | συνουσίας· οἱ δὲ οὐχ ἑωρακότες πλεονεκτοῦσιν ὑμῶν, ὅτι μὴ τεθεαμένοι τὸν ἄνδρα, ὑμῶν τῶν ἑωρακότων οὐκ ἐλάττονα περὶ αὐτὸν ἐπιδείκνυνται πόθον. Εὐξώ‐ μεθα δὴ κοινῇ πάντες, ἄρχοντες καὶ ἀρχόμενοι, γυναῖκες καὶ ἄνδρες, πρεσβῦται καὶ νέοι, δοῦλοι καὶ | |
20 | ἐλεύθεροι, αὐτὸν τὸν μακάριον Μελέτιον κοινωνὸν τῆς εὐχῆς ταύτης λαβόντες (καὶ γὰρ πλείων αὐτῷ παῤ‐ ῥησία νῦν, καὶ θερμότερον πρὸς ἡμᾶς τὸ φίλτρον), αὐξηθῆναι ταύτην ἡμῖν τὴν ἀγάπην, καὶ καταξιωθῆ‐ ναι πάντας ἡμᾶς, καθάπερ ἐνταῦθα πλησίον τῆς | |
25 | λάρνακος ταύτης ἐσμὲν, οὕτω κἀκεῖ δυνηθῆναι γενέ‐ σθαι πλησίον τῆς αἰωνίας αὐτοῦ σκηνῆς, καὶ τῶν ἀποκειμένων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ, ἅμα | |
30 | τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. | Column end || Page end519 |