TLG 2062 037 :: JOANNES CHRYSOSTOMUS :: De sancta pentecoste (homiliae 1–2)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De sancta pentecoste (homiliae 1–2)

Citation: Vol — pg — (ln)

50

.

453

(1t)

ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΝΤΗΚΟΣΤΗΝ,
2tΚαὶ διὰ τί σημεῖα νῦν οὐ γίνεται, καὶ ὅτι τὰ πραττόμενα καὶ λεγόμενα παρ’ ἡμῶν ἀναγράφεται.
3tὉμιλία αʹ.
4αʹ. Πάλιν ἑορτὴ, καὶ πάλιν πανήγυρις, καὶ πάλιν ἡ
5Ἐκκλησία τῷ πλήθει τῶν τέκνων κομᾷ, ἡ πολύ‐ τεκνος αὕτη καὶ φιλότεκνος. Ἀλλὰ τί τῆς φιλοτε‐ κνίας ὄφελος, ὅταν ἑορταῖς μόνον, ἀλλὰ μὴ διηνε‐ κῶς βλέπῃ τὰ ποθούμενα πρόσωπα τῶν παιδίων, ὥσ‐ περ ἂν εἴ τις ἱμάτιον ἔχων καλὸν μὴ συγχωροῖτο αὐτῷ
10χρῆσθαι διηνεκῶς; Ἱμάτιον γὰρ τῆς Ἐκκλησίας τῶν παραγινομένων τὸ πλῆθός ἐστι, καθάπερ καὶ ὁ προ‐ φήτης φησὶν ἄνωθεν πρὸς τὴν Ἐκκλησίαν λέγων· Πάντας αὐτοὺς περιθήσεις ὡς κόσμον νυμφίου, καὶ ὡς στολὴν νύμφης. Καθάπερ οὖν γυνή τις σώ‐
15φρων καὶ ἐλευθέρα κατεσταλμένον μέχρι τῶν σφυρῶν ἔχουσα τὸν χιτωνίσκον εὐπρεπεστέρα φαίνεται καὶ βελτίων· οὕτω καὶ ἡ Ἐκκλησία φαιδροτέρα σήμερον δείκνυται τὰ πλήθη τῶν ὑμετέρων σωμάτων περιβαλ‐ λομένη, καὶ κατεσταλμένον ἔχουσα τὸ ἱμάτιον. Οὐδὲν
20γὰρ αὐτῆς σήμερον μέρος γυμνόν ἐστιν ἰδεῖν, καθάπερ ἐν ταῖς ἔμπροσθεν ἡμέραις· ἀλλὰ τῆς γυμνώσεως ἐκείνης αἴτιοι οἱ παραγενόμενοι σήμερον μόνον, οἱ μὴ ἀεὶ τὴν μητέρα περιστέλλοντες. Ὅτι δὲ οὐ μικρὸς κίνδυνος γυμνὴν τὴν μητέρα περιορᾷν,
25ἀναμνησθῶμεν παλαιᾶς ἱστορίας· ἀναμνησθῶμεν τοῦ γυμνὸν ἰδόντος τὸν πατέρα, καὶ δόντος κόλασιν τῆς ὄψεως ἐκείνης. Καίτοι γε ἐκεῖνος οὐκ ἐποίησε γυ‐ μνὸν τὸν πατέρα· ἀλλ’ εἶδε μόνον γυμνὸν ὄντα τὸν πατέρα· καὶ οὐδὲ οὕτως ἀπηλλάγη τιμωρίας, ἐπειδὴ
30εἶδε μόνον· οἱ δὲ σήμερον παραγενόμενοι, καὶ πρὸ τούτου μὴ παραγενόμενοι, οὐχ ὁρῶσι γυμνὴν τὴν μητέρα, ἀλλὰ γυμνὴν ποιοῦσιν αὐτήν. Εἰ δὲ ὁ γύμνω‐ σιν ἰδὼν οὐκ ἐξέφυγε τιμωρίαν, οἱ γύμνωσιν ποιοῦντες ποίας ἂν εἶεν συγγνώμης ἄξιοι; Ταῦτα οὐχὶ πλῆξαι
35βουλόμενος λέγω, ἀλλ’ ἵνα φύγωμεν τὴν τιμωρίαν, ἵνα φύγωμεν τὴν κατάραν τοῦ Χὰμ, ἵνα μιμησώ‐ μεθα τὴν εὔνοιαν τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ, καὶ περι‐ στέλλωμεν καὶ ἡμεῖς ἀεὶ τὴν μητέρα τὴν ἡμετέραν. Ἰουδαϊκοῦ φρονήματός ἐστι τρὶς τοῦ ἐνιαυτοῦ φαί‐
40νεσθαι μόνον τῷ Θεῷ· πρὸς ἐκείνους εἴρηται, Τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσῃ Κυρίῳ τῷ Θεῷ σου· ἡμᾶς δὲ διαπαντὸς βούλεται ὁ Θεὸς φαίνεσθαι αὐτῷ. Καὶ ἐκείνοις δὲ τῶν τόπων τὰ διαστήματα τοσαύτας ἐποίησε μόνας γίνεσθαι τὰς συνόδους· εἰς γὰρ τόπον
45ἕνα συνεκέκλειστο ἡ λατρεία τότε· διὰ τοῦτο καὶ τῆς συλλογῆς καὶ τῆς παρουσίας αὐτῶν εὐαρίθμητοι ἦσαν οἱ καιροί· εἰς γὰρ τὰ Ἱεροσόλυμα ἀνάγκη προσκυ‐ νεῖν ἦν, ἀλλαχοῦ δὲ οὐδαμοῦ. Διὰ τοῦτο ἐκέλευσε τρὶς τοῦ ἐνιαυτοῦ φαίνεσθαι τῷ Θεῷ· καὶ ἀπελογεῖτο ὑπὲρ

50

.

453

(50)

αὐτῶν τῆς ὁδοῦ τὸ διάστημα· ὑπὲρ δὲ ἡμῶν οὐδεὶς
ἀπολογήσεται τρόπος. Καὶ ἐκεῖνοι μὲν πανταχοῦ τῆςColumn end

50

.

454

(4)

γῆς διεσπαρμένοι ἦσαν. Ἦσαν γὰρ, φησὶν, ἐν Ἱε‐
5ροσολύμοις κατοικοῦντες Ἰουδαῖοι ἄνδρες εὐλα‐ βεῖς ἀπὸ παντὸς ἔθνους τοῦ ὑπὸ τὸν οὐρανόν· ἡμεῖς δὲ μίαν πόλιν οἰκοῦμεν ἅπαντες, ὑπὸ τοῖς αὐ‐ τοῖς τείχεσι καθήμεθα, καὶ πολλάκις οὐδὲ ἑνὶ στε‐ νωπῷ διειργόμεθα τῆς ἐκκλησίας, καὶ καθάπερ οἱ
10μακροῖς πελάγεσι διεστῶτες, οὕτως ὀλιγάκις πρὸς τὴν ἱερὰν ταύτην ἀπαντῶμεν σύνοδον. Καὶ ἐκείνους μὲν τρεῖς μόνους ἐκέλευσε καιροὺς ἑορτάζειν, ὑμᾶς δὲ ἀεὶ τοῦτο ποιεῖν ἐκέλευσεν· ἀεὶ γὰρ ἡμῖν ἐστιν ἑορτή. Καὶ ἵνα μάθητε ὅτι ἀεὶ ἑορτὴ, λέγω τῶν ἑορ‐
15τῶν τὰς ὑποθέσεις, καὶ εἴσεσθε, ὅτι καθ’ ἑκάστην ἡμέραν ἑορτή ἐστι. Τοίνυν παρ’ ἡμῖν ἑορτὴ πρώτη τὰ ἐπιφάνια. Τίς οὖν ἡ ὑπόθεσις τῆς ἑορτῆς; Ἐπειδὴ Θεὸς ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συν‐ ανεστράφη· ἐπειδὴ ὁ Θεὸς ὁ μονογενὴς τοῦ Θεοῦ
20παῖς μεθ’ ἡμῶν ἦν· ἀλλὰ τοῦτο ἀεί ἐστιν. Ἰδοὺ γὰρ, φησὶ, μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· διὸ πάσας τὰς ἡμέρας τὰ ἐπιφάνια δυνατὸν τελεῖν. Τοῦ Πάσχα ἡ ἑορτὴ τί βού‐ λεται; τίς ἡ ὑπόθεσις αὐτῆς; Τὸν θάνατον τοῦ Κυ‐
25ρίου καταγγέλλομεν τότε· καὶ τοῦτό ἐστι τὸ Πάσχα· ἀλλ’ οὐδὲ τοῦτο καιρῷ ὡρισμένῳ ποιοῦμεν. Βουλόμε‐ νος γὰρ ἡμᾶς ἀπαλλάξαι ὁ Παῦλος τῆς τῶν καιρῶν ἀνάγκης, καὶ δεικνὺς ὅτι δυνατὸν ἀεὶ Πάσχα ἐπιτε‐ λεῖν, Ὁσάκις γὰρ ἂν ἐσθίητε, φησὶ, τοῦτον τὸν
30ἄρτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Ἐπεὶ οὖν ἀεὶ δυνάμεθα τὸν θάνατον τοῦ Κυρίου καταγγέλλειν, ἀεὶ Πάσχα δυνάμεθα ἐπιτελεῖν. Βούλεσθε μαθεῖν, ὅτι καὶ αὕτη ἡ σήμερον ἑορτὴ δύναται καθ’ ἑκάστην πληροῦσθαι,
35μᾶλλον δὲ καθ’ ἑκάστην ἐστίν; Ἴδωμεν τίς ἡ ὑπό‐ θεσις τῆς παρούσης ἑορτῆς, καὶ τίνος ἕνεκεν αὐτὴν ἄγομεν. Ὅτι τὸ Πνεῦμα πρὸς ἡμᾶς ἦλθε· καθάπερ γὰρ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων ἐστὶ τῶν πιστῶν· οὕτω καὶ τὸ Πνεῦμα
40τοῦ Θεοῦ. Πόθεν δῆλον; Ὁ ἀγαπῶν με, φησὶ, τὰς ἐντολάς μου τηρήσει, καὶ ἐγὼ ἐρωτήσω τὸν Πα‐ τέρα μου, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας. Ὥσπερ οὖν ὁ Χριστὸς εἶπε περὶ ἑαυτοῦ,
45ὅτι Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος, καὶ δυνάμεθα ἀεὶ τὰ ἐπιφάνια ἐπιτελεῖν· οὕτω καὶ περὶ τοῦ Πνεύμα‐ τος εἶπεν, ὅτι εἰς τὸν αἰῶνα μεθ’ ὑμῶν ἐστι, καὶ δυ‐ νάμεθα ἀεὶ πεντηκοστὴν ἐπιτελεῖν.

50

.

454

(50)

βʹ. Καὶ ἵνα μάθητε, ὅτι ἔξεστιν ἡμῖν ἀεὶ ἑορτάζειν, καὶ οὐκ ἔστι καιρὸς ὡρισμένος, οὐδὲ ἀνάγκῃ χρόνον
συγκεκλείσμεθα, ἀκούσατε τοῦ Παύλου τί φησιν·453

50

.

455

Ὥστε ἑορτάζωμεν. Καίτοι οὐκ ἦν τότε ἑορτὴ, ὅτε ταῦτα ἔγραφεν· οὐκ ἦν Πάσχα, οὐκ ἦν ἐπιφάνια, οὐκ ἦν πεντηκοστή· ἀλλὰ δεικνὺς, ὅτι οὐ καιρὸς ποιεῖ ἑορτὴν, ἀλλὰ συνειδὸς καθαρόν· ἑορτὴ γὰρ οὐ‐
5δὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ εὐφροσύνη· εὐφροσύνην δὲ πνευματικὴν καὶ νοερὰν οὐδὲν ἄλλο ποιεῖ, ἀλλ’ ἢ συνειδὸς πράξεων ἀγαθῶν· ὁ δὲ συνειδὸς ἔχων ἀγα‐ θὸν καὶ πράξεις τοιαύτας, ἀεὶ ἑορτάζειν δύναται. Τοῦτο οὖν αὐτὸ δεικνὺς ὁ Παῦλος ἔλεγεν· Ὥστε ἑορ‐
10τάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ὁρᾷς πῶς οὐ καιρῶν σε κατέδησεν ἀν‐ άγκῃ, ἀλλὰ συνειδὸς καθαρὸν ἔχειν παρεκελεύσατο; Ἐβουλόμην πᾶσαν τὴν διάλεξιν εἰς τοῦτο καταναλῶ‐
15σαι· οἱ γὰρ διὰ χρόνου τινὰς λαβόντες εἰς τὰς χεῖρας τὰς ἑαυτῶν οὐκ εὐκόλως αὐτοὺς ἀφιᾶσιν· ἐπεὶ οὖν καὶ ὑμᾶς ἡμεῖς τοὺς δι’ ἐνιαυτοῦ παραγινομένους εἴσω τῶν δικτύων ἐλάβομεν τῶν ἡμετέρων, οὐ βουλόμεθα ἀφεῖναι τήμερον, ἀλλ’ ἵνα μὴ κενοὶ τῶν περὶ τῆς
20ἑορτῆς ἀναχωρήσητε λόγων, ἀπὸ τῆς παραινέσεως ταύτης ἐπὶ τὴν ὑπόθεσιν τῆς ἑορτῆς ἀγαγεῖν χρὴ τὴν διάλεξιν. Πολλὰ μὲν οὖν πολλάκις ἐξ οὐρανοῦ κατῆλθεν εἰς τὴν γῆν ἀγαθὰ τῷ κοινῷ τῶν ἀνθρώπων γένει· οἷα δὲ σήμερον, οὐδέποτε κατηνέχθη πρὸ τού‐
25του. Μάθετε γοῦν οἷα τὰ πρότερα, οἷα τὰ σήμερον, ἵνα καὶ ἑκατέρων ἴδητε τὴν διαφοράν. Ἔβρεξεν ὁ Θεὸς μάννα ἐπὶ τὴν γῆν, καὶ ἄρτον οὐρανοῦ ἔδω‐ κεν αὐτοῖς· ἄρτον γὰρ ἀγγέλων ἔφαγεν ἄνθρωπος· μέγα ὄντως καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἄξιον.
30Μετ’ ἐκεῖνο κατηνέχθη πῦρ, καὶ πλανώμενον τὸν Ἰου‐ δαϊκὸν δῆμον διώρθωσε, καὶ ἥρπασε τὴν θυσίαν ἀπὸ τοῦ βωμοῦ κατηνέχθη πάλιν ὑετὸς λιμῷ τηκομένων ἁπάντων, καὶ πολλὴν τὴν εὐετηρίαν εἰργάσατο. Με‐ γάλα ταῦτα καὶ θαυμαστά· ἀλλὰ τὰ παρόντα πολλῷ
35μείζονα· οὐ γὰρ μάννα καὶ πῦρ καὶ ὑετὸς κατηνέχθη σήμερον, ἀλλ’ ὄμβρος χαρισμάτων πνευματικῶν· νιφάδες ἠνέχθησαν ἄνωθεν, οὐχὶ τὴν γῆν πρὸς καρ‐ ποφορίαν ἐγείρουσαι, ἀλλὰ τὴν ἀνθρωπίνην πείθουσαι φύσιν τὸν καρπὸν τῆς ἀρετῆς τῷ τῶν ἀνθρώπων ἀπο‐
40δοῦναι γεωργῷ. Καὶ οἱ ῥανίδα ἐκεῖθεν δεξάμε‐ νοι εὐθέως τῆς φύσεως ἐπελανθάνοντο τῆς ἑαυτῶν, καὶ ἐξαίφνης ἀγγέλων ἐπληροῦτο πᾶσα ἡ γῆ· ἀγγέ‐ λων οὐχὶ ἐπουρανίων, ἀλλ’ ἐν ἀνθρωπίνῳ σώματι τῶν ἀσωμάτων δυνάμεων τὴν ἀρετὴν ἐπιδεικνυμένων.
45Οὐ γὰρ ἐκεῖνοι κάτω κατέβησαν, ἀλλ’ ὃ θαυμαστό‐ τερον ἦν, οἱ κάτω πρὸς τὴν ἀρετὴν ἀνέβησαν τὴν ἐκείνων· οὐ γὰρ τὴν σάρκα ῥίψαντες γυμναῖς ταῖς ψυχαῖς περιῄεσαν, ἀλλὰ μένοντες ἐν τῇ φύσει, τῇ προαιρέσει ἄγγελοι ἐγένοντο. Καὶ ἵνα μάθῃς, ὅτι

50

.

455

(50)

οὐδὲ ἡ προτέρα τιμωρία τιμωρία ἦν, ὅτε εἶπεν, ὅτι Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, διὰ τοῦτό σε ἀφῆκε μένειν ἐν τῇ γῇ, ἵνα μειζόνως ἡ τοῦ Πνεύματος δει‐ χθῇ δύναμις. διὰ χοϊκοῦ σώματος τοιαῦτα ἐργαζο‐ μένη. Ἦν γὰρ ἰδεῖν γλῶτταν πηλίνην δαίμοσιν ἐπι‐
55τάττουσαν· ἦν ἰδεῖν χεῖρα πηλίνην ἰωμένην νοσήματα· μᾶλλον δὲ οὐ χεῖρα πηλίνην μόνον ἦν ἰδεῖν, ἀλλ’ ὃ πολλῷ θαυμαστότερον ἦν, πηλίνων σωμάτων σκιὰς καὶ θανάτου καὶ δυνάμεων ἀσωμάτων περιγενομένας, τῶν δαιμόνων λέγω. Καθάπερ γὰρ ἡλίου φανέντος
60ἐλαύνεται τὸ σκότος, καταδύεται θηρία πρὸς τοὺς οἰκείους φωλεοὺς, ἀνδροφόνοι καὶ λῃσταὶ καὶ τυμ‐
βωρύχοι πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀνατρέχουσιν·Column end

50

.

456

οὕτω Πέτρου φανέντος καὶ φωνὴν ἀφιέντος, ἠλαύ‐ νετο τὸ σκότος τῆς πλάνης, ἀνεχώρει διάβολος, ἐδραπέτευον δαίμονες, ἀνῄρητο παθήματα σωμά‐ των, ἐθεραπεύετο νοσήματα ψυχῶν, ἠλαύνετο κα‐
5κία πᾶσα, ἀρετὴ πρὸς τὴν γῆν ἐπανήγετο. Καὶ καθάπερ ἐκ ταμιείων βασιλικῶν ἐχόντων χρυσίον καὶ λίθους τιμίους κἂν μικρόν τις δυνηθῇ ἐξενεγ‐ κεῖν τῶν ἀποκειμένων ἐνδόξως, κἂν ἕνα λίθον μόνον, πολὺν ἐργάζεται τὸν πλοῦτον τῷ κατεχομένῳ· οὕτω
10καὶ ἀπὸ τῶν στομάτων τῶν ἀποστολικῶν· ταμιεῖα γὰρ βασιλικὰ ἦν τὰ στόματα ἐκείνων θησαυρὸν ἰαμάτων ἔχοντα ἀποκείμενον· καὶ ἕκαστον ῥῆμα ἐξιὸν πολὺν εἰργάζετο πλοῦτον πνευματικόν. Ἦν τότε ἀληθῶς ἰδεῖν, ὅτι τὰ λόγια Κυρίου ἐπιθυμητὰ ὑπὲρ χρυσίον
15καὶ λίθον τίμιον πολύν· ὅπερ γὰρ οὐκ ἠδύναντο χρυ‐ σὸς, οὐδὲ λίθος τίμιος, τοῦτο ἐποίει τὰ ῥήματα Πέ‐ τρου. Πόσα γὰρ τάλαντα χρυσίου τὸν χωλὸν ἐκ γε‐ νετῆς διορθώσασθαι ἴσχυον; Ἀλλὰ τὸ ῥῆμα Πέτρου ἴσχυσε τῆς φύσεως ἀνελεῖν ταύτην τὴν πήρωσιν.
20Εἶπεν, Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περιπάτει, καὶ ὁ λόγος ἔργον ἐγένετο. Εἶδες πῶς ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν; εἶδες πῶς ταμιεῖα βασιλικὰ ἦν ἐκείνων τὰ στόματα; Ὄντως ἰατροὶ τῆς οἰκουμένης ἐκεῖνοι, καὶ γεωργοὶ,
25καὶ κυβερνῆται· ἰατροὶ μὲν, ἐπειδὴ νοσήματα ἐθερά‐ πευον· γεωργοὶ δὲ, ἐπειδὴ τὸν λόγον τῆς εὐσεβείας κατέσπειρον· κυβερνῆται δὲ, ἐπειδὴ τὸ κλυδώνιον τῆς πλάνης ἔπαυσαν. Διὰ τοῦτο ποτὲ μέν φησι· Πορευ‐ θέντες ἀσθενοῦντας θεραπεύετε, ὡς πρὸς ἰατροὺς
30διαλεγόμενος· ποτὲ δὲ, Ἰδοὺ ἀποστέλλω ὑμᾶς θε‐ ρίζειν, ὃ οὐχ ὑμεῖς κεκοπιάκατε, ὡς πρὸς γεωργοὺς διαλεγόμενος· καὶ πάλιν ἀλλαχοῦ· Ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· καὶ τῷ Πέτρῳ, Μὴ φοβοῦ, φησὶν, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν, ὡς πρὸς
35κυβερνήτας καὶ ἁλιεῖς ὁμιλῶν· καὶ ἦν ἰδεῖν θαύματα ἐπὶ θαύμασι. Καὶ γὰρ ἡ φύσις ἡ ἡμετέρα πρὸ δέκα ἡμερῶν εἰς τὸν θρόνον ἀνέβη τὸν βασιλικὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον κατέβη σήμερον πρὸς τὴν φύσιν τὴν ἡμετέραν· ἀνήνεγκεν ὁ Κύριος τὴν ἀπαρχὴν τὴν
40ἡμετέραν, καὶ κατήνεγκε τὸ Πνεῦμα τὸ ἅγιον. Ἕτε‐ ρος Κύριος διανέμων τὰ δῶρα ταῦτα· καὶ γὰρ τὸ Πνεῦμα Κύριός ἐστι, καὶ διενείμαντο τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα. Οὔπω δέκα ἡμέρας εἶχεν ἀνελθὼν ὁ Χριστὸς, καὶ χαρίσματα
45ἡμῖν ἔπεμψε πνευματικὰ, δῶρα τῆς καταλλαγῆς ἐκεί‐ νης. Ἵνα γὰρ μηδεὶς ἀμφιβάλλῃ, καὶ διαπορῇ τί ποτε ἄρα ἂν ἀνελθὼν ὁ Χριστὸς ἐποίησεν· ἆρα κατήλλαξε τὸν Πατέρα; ἆρα ἵλεων αὐτὸν εἰργάσατο; βουλόμενος ἡμῖν δηλῶσαι, ὅτι κατήλλαξεν αὐτὸν τῇ φύσει τῇ

50

.

456

(50)

ἡμετέρᾳ, τὰ δῶρα τῆς καταλλαγῆς ἔπεμψεν ἡμῖν εὐθέως. Τῶν γὰρ ἐχθρῶν ἑνουμένων καὶ καταλλα‐ γέντων ἀλλήλοις, μετὰ τὴν καταλλαγὴν εὐθὺς ἐφ‐ έπονται αἵ τε φιλοτησίαι καὶ δεξιώσεις καὶ τὰ χαρί‐ σματα. Ἐπέμψαμεν τοίνυν ἡμεῖς πίστιν, καὶ ἐλάβο‐
55μεν ἐκεῖθεν χαρίσματα· ἐπέμψαμεν ὑπακοὴν, καὶ
ἐλάβομεν δικαιοσύνην.455

50

.

457

γʹ. Καὶ ἵνα μάθητε, ὅτι τῆς καταλλαγῆς τοῦ Θεοῦ δῶρόν ἐστι τὸ δοθῆναι τὸ Πνεῦμα τὸ ἅγιον, ἀπὸ τῶν Γραφῶν ὑμᾶς πεῖσαι πειράσομαι, πρότερον ἀπὸ τοῦ ἐναντίου φανερὸν ποιῶν τὸν λόγον, καὶ δεικνὺς ὅτι
5ἀναστέλλει τοῦ Πνεύματος τὴν χάριν, ἐπειδὰν ἡμῖν ὀργίζηται· ἵνα ὅταν πεισθῇς, ὅτι τῆς ὀργῆς αὐτοῦ τεκμήριον τὸ μὴ εἶναι Πνεῦμα ἅγιον, καὶ ἴδῃς πάλιν Πνεῦμα καταπεμπόμενον, μάθῃς ὅτι εἰ μὴ κατηλ‐ λάγη, οὐκ ἂν ἔπεμψε Πνεῦμα ἅγιον. Πόθεν οὖν εἰσ‐
10όμεθα τοῦτο; Ὁ Ἠλὶ πρεσβύτης ἄνθρωπος ἦν, τὰ μὲν ἄλλα ἐπιεικὴς καὶ σώφρων, παίδων δὲ πονηρίαν οὐκ εἰδὼς διορθώσασθαι, ἀλλὰ πέρα τοῦ μέτρου φι‐ λῶν τὰ ἔκγονα. Ἀκούετε ὅσοι παῖδας ἔχετε, ὥστε μεμετρημένην ποιεῖσθαι τὴν φιλίαν καὶ τὴν αἰδῶ.
15Ὁ γὰρ Ἠλὶ ἐντεῦθεν παροξύνας τὸν Θεὸν, εἰς ὀργὴν αὐτὸν ἔῤῥιψε τοσαύτην, ὡς ἅπαν αὐτὸν ἀποστραφῆναι τὸ ἔθνος. Δεικνὺς τοίνυν ὁ ταῦτα γράψας, ὅτι σφόδρα αὐτοὺς ἀπέστραπτο ὁ Θεὸς, ἔλεγε· Ῥῆμα τίμιον ἦν, καὶ οὐκ ἦν ὅρασις διαστέλλουσα, τίμιον ἐνταῦθα
20τὸ σπάνιον λέγων· διὰ γὰρ τούτων ἐδήλωσεν, ὅτι τὰ τῆς προφητείας ἐσπάνιζε τότε. Πάλιν θρηνῶν ἄλλος καὶ ἀποδυρόμενος ἐπὶ τῇ ὀργῇ τοῦ Θεοῦ ἔλεγεν· Οὐκ ἔστιν ἄρχων, οὐδὲ προφήτης ἐν τῷ καιρῷ τούτῳ· καὶ πάλιν ὁ εὐαγγελιστής φησιν· Οὐδέπω γὰρ ἦν
25Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Ἐπειδὴ γὰρ οὐδέπω ἐσταυρώθη, φησὶν, οὐκ ἦν Πνεῦ‐ μα ἅγιον ἐν τοῖς ἀνθρώποις δοθέν· τὸ γὰρ, ἐσταυ‐ ρώθη, ἐστὶν Ἐδοξάσθη Εἰ γὰρ καὶ φύσει τὸ πρᾶγμα ἐπονείδιστον, ἀλλ’ ἐπειδὴ ὑπὲρ τῶν φιλουμένων ἐγέ‐
30νετο, δόξαν αὐτὸ καλεῖ ὁ Χριστός. Καὶ τίνος ἕνεκεν, εἰπέ μοι, πρὸ τοῦ σταυροῦ οὐκ ἐδόθη τὸ Πνεῦμα; Ὅτι ἐν ἁμαρτίαις ἦν ἡ οἰκουμένη, ἐν προσκρούσμασι, καὶ ἔχθρᾳ, καὶ ἀτιμίᾳ· οὐδέπω τοῦ ἀμνοῦ προσενεχθέντος τοῦ τὴν ἁμαρτίαν αἴροντος τοῦ κόσμου. Ἐπεὶ οὖν
35οὐδέπω ἦν ὁ Χριστὸς σταυρωθεὶς, οὐδέπω ἦν καταλλαγὴ γενομένη· τῆς δὲ καταλλαγῆς μηδέπω γενομένης, εἰκότως οὐδὲ τὸ Πνεῦμα ἐπέμπετο, ὥστε καταλλαγῆς τεκμήριον τὸ Πνεῦμα ἀποσταλῆναι. Διὰ τοῦτο καὶ ὁ Χριστός φησι· Συμφέρει ὑμῖν, ἵνα ἐγὼ
40ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ἐκεῖνος οὐ μὴ ἔλθῃ· ἐὰν μὴ ἀπέλθω, καὶ καταλλάξω τὸν Πατέρα, φησὶν, οὐ πέμπω ὑμῖν τὸν παράκλητον. Εἴδετε διὰ πόσων ἀπεδείξαμεν ὑμῖν, ὅτι τῆς ὀργῆς τοῦ Θεοῦ σημεῖόν ἐστι τὸ μὴ εἶναι Πνεῦμα ἅγιον ἐν ἀνθρώποις;
45Ῥῆμα τίμιον ἦν, καὶ οὐκ ἦν ὅρασις διαστέλλουσα· Οὐκ ἔστι γὰρ ἄρχων οὐδὲ προφήτης ἐν τῷ καιρῷ τούτῳ· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ἐκεῖνος οὐ μὴ ἔλθῃ. Οὐκ‐

50

.

457

(50)

οῦν σημεῖόν ἐστι τῆς ὀργῆς τοῦ Θεοῦ τὸ μὴ εἶναι Πνεῦμα ἅγιον. Ὅταν ἴδῃς Πνεῦμα ἅγιον καταπεμπό‐ μενον δαψιλῶς, μηδὲν λοιπὸν ἀμφιβάλλῃς περὶ τῆς κα‐ ταλλαγῆς. Καὶ ποῦ, φησὶν, ἔστι Πνεῦμα ἅγιον νῦν; Τότε μὲν γὰρ καλῶς λέγει, ὅτε σημεῖα ἐγίνετο, καὶ νε‐
55κροὶ ἠγείροντο, καὶ λεπροὶ πάντες ἐκαθαίροντο· νῦν δὲ πόθεν δείξομεν, ὅτι πάρεστι τὸ Πνεῦμα τὸ ἅγιον ἡμῖν; Μὴ δείσητε· ἀποδείκνυμι γὰρ, ὅτι καὶ νῦν Πνεῦμα ἅγιόν ἐστιν ἐν ἡμῖν. Πῶς καὶ τίνι τρόπῳ; Καὶ γὰρ εἰ μὴ Πνεῦμα ἅγιόν ἐστιν ἐν ἡμῖν, πῶς ἂν οὗτοι οἱ
60κατὰ τὴν ἱερὰν νύκτα ταύτην φωτισθέντες τῶν ἁμαρ‐
τιῶν ἀπηλλάγησαν; οὐδὲ γὰρ ἔστιν ἁμαρτημάτωνColumn end

50

.

458

ἀπαλλαγῆναι ἄνευ τῆς τοῦ Πνεύματος ἐνεργείας. Ἀκούσατε γοῦν τοῦ Παύλου λέγοντος· Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις ποικίλαις· ὅτε δὲ ἡ χρη‐
5στότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνα‐ καινώσεως Πνεύματος ἁγίου· καὶ πάλιν ἀλλαχοῦ·
10Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὐ κλέπται, οὐ πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ [οὐ] κληρονομήσου‐ σιν. Εἶδες ἅπαντα τὰ εἴδη τῆς κακίας; Καὶ ταῦτά τινες
15ἦτε, ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε. Πῶς; τοῦτο γὰρ τὸ ζητούμενον, εἰ διὰ τοῦ ἁγίου Πνεύματος τὴν κακίαν ἀπεθέμεθα. Οὐκοῦν ἄκουσον· Ἀλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, καὶ ἐν τῷ Πνεύ‐
20ματι τοῦ Θεοῦ ἡμῶν. Εἶδες ὅτι τὸ Πνεῦμα τὸ ἅγιον τὴν κακίαν ἅπασαν ἐκείνην ἀπήλειψε; δʹ. Ποῦ νῦν εἰσιν οἱ βλασφημοῦντες τοῦ Πνεύματος τὴν ἀξίαν; Εἰ μὲν γὰρ μὴ ἀφίησιν ἁμαρτήματα, εἰκῇ παραλαμβάνεται εἰς τὸ βάπτισμα· εἰ δὲ ἀφίησιν
25ἁμαρτήματα, εἰκῇ βλασφημεῖται ὑπὸ τῶν αἱρετικῶν. Εἰ μὴ Πνεῦμα ἦν ἅγιον, Κύριον Ἰησοῦν εἰπεῖν οὐκ ἠδυνάμεθα· Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Εἰ μὴ Πνεῦμα ἦν ἅγιον, τὸν Θεὸν παρακαλέσαι οὐκ ἠδυνά‐
30μεθα οἱ πιστοί· λέγομεν γὰρ, Πάτερ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ οὖν Κύριον καλέσαι οὐκ ἠδυνά‐ μεθα, οὕτως οὐδὲ Πατέρα τὸν Θεὸν καλέσαι ἠδυνάμεθα. Πόθεν δῆλον; Ἐκ τοῦ αὐτοῦ ἀποστόλου λέγοντος, Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς
35τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον, ἀββᾶ ὁ Πατήρ. Ὥστε ὅταν καλέσῃς τὸν Πατέρα, ἀναμνήσθητι, ὅτι τοῦ Πνεύματος τὴν ψυχὴν κινοῦντος ἠξιώθης τῆς προσηγορίας ἐκείνης. Εἰ μὴ Πνεῦμα ἦν, λόγος σοφίας καὶ γνώσεως ἐν τῇ Ἐκκλη‐
40σίᾳ οὐκ ἦν· ᾯ μὲν γὰρ δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως. Εἰ μὴ Πνεῦμα ἅγιον ἦν, ποιμένες καὶ διδάσκαλοι ἐν τῇ Ἐκκλησίᾳ οὐκ ἦσαν· καὶ γὰρ οὗτοι διὰ τοῦ Πνεύ‐ ματος γίνονται, καθὼς καὶ ὁ Παῦλός φησιν· Ἐν ᾧ
45ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ποιμένας καὶ ἐπι‐ σκόπους. Ὁρᾷς ὅτι καὶ τοῦτο διὰ τοῦ Πνεύματος; Εἰ μὴ Πνεῦμα ἅγιον ἦν ἐν τῷ κοινῷ τούτῳ πατρὶ καὶ διδασκάλῳ, οὐκ ἂν ὅτε πρὸ μικροῦ ἀνέβη ἐπὶ τὸ ἱερὸν βῆμα τοῦτο, καὶ πᾶσιν ὑμῖν ἔδωκεν εἰρήνην,

50

.

458

(50)

καὶ ἐπεφθέγξασθε αὐτῷ κοινῇ πάντες, Καὶ τῷ Πνεύ‐ ματί σου· διὰ τοῦτο οὐκ ἀναβαίνοντι μόνον, οὐδὲ διαλεγομένῳ πρὸς ὑμᾶς, οὐδὲ εὐχομένῳ ὑπὲρ ὑμῶν ταύτην ἐπιφθέγγεσθε τὴν ῥῆσιν, ἀλλ’ ὅταν παρὰ τὴν ἱερὰν ταύτην ἑστήκῃ τράπεζαν, ὅταν τὴν φρικτὴν
55ἐκείνην θυσίαν ἀναφέρειν μέλλῃ· ἴσασι γὰρ οἱ με‐ μυημένοι τὸ λεγόμενον· οὐ πρότερον ἅπτεται τῶν προκειμένων, ἕως ἂν ὑμῖν αὐτὸς ἐπεύξηται τὴν παρὰ τοῦ Κυρίου χάριν, καὶ ὑμεῖς ἐπιφθέγξησθε αὐτῷ,
Καὶ τῷ Πνεύματί σου, διὰ τῆς ἀποκρίσεως αὐτῆς457

50

.

459

ἀναμιμνήσκοντες αὐτοὺς ὅτι οὐδὲν αὐτὸς ὁ παρὼν πράττει, οὐδὲ ἀνθρωπίνης ἐστὶ φύσεως κατορθώματα τὰ προκείμενα δῶρα, ἀλλ’ ἡ τοῦ Πνεύματος χάρις παροῦσα καὶ πᾶσιν ἐφιπταμένη τὴν μυστικὴν ἐκείνην
5κατασκευάζει θυσίαν. Εἰ γὰρ καὶ ἄνθρωπός ἐστιν ὁ παρὼν, ἀλλ’ ὁ Θεός ἐστιν ὁ ἐνεργῶν δι’ αὐτοῦ. Μὴ τοίνυν πρόσεχε τῇ φύσει τοῦ ὁρωμένου, ἀλλ’ ἐννόει τὴν χάριν τὴν ἀόρατον. Οὐδὲν ἀνθρώπινον τῶν γινο‐ μένων ἐν τῷ ἱερῷ τούτῳ βήματι. Εἰ μὴ Πνεῦμα παρ‐
10ῆν, οὐκ ἂν συνέστη ἡ Ἐκκλησία· εἰ δὲ συνίσταται ἡ Ἐκκλησία, εὔδηλον ὅτι τὸ Πνεῦμα πάρεστι. Τίνος οὖν ἕνεκεν, φησὶ, σημεῖα οὐ γίνεται νῦν; Ἐν‐ ταῦθά μοι μετὰ ἀκριβείας προσέχετε· παρὰ πολλῶν γὰρ ἀκούω τοῦτο, καὶ συνεχῶς καὶ ἀεὶ ζητούμενον·
15διὰ τί τότε γλώσσαις ἐλάλουν πάντες οἱ βαπτιζόμενοι, νῦν δὲ οὐκέτι; Μάθωμεν πρότερον τί τὸ λαλεῖν γλώσ‐ σαις, καὶ τότε ἐροῦμεν καὶ τὴν αἰτίαν. Τί οὖν ἐστι γλώσσαις λαλεῖν; Ὁ βαπτιζόμενος εὐθέως ἐφθέγγετο τῇ τῶν Ἰνδῶν φωνῇ, τῇ τῶν Αἰγυπτίων, τῇ τῶν
20Περσῶν, τῇ τῶν Σκυθῶν, τῇ τῶν Θρᾳκῶν, καὶ εἷς ἄνθρωπος πολλὰς ἐλάμβανε γλώσσας, καὶ οὗτοι οἱ νῦν εἰ ἦσαν τότε βαπτισθέντες, εὐθέως ἂν ἤκουσας αὐτῶν διαφόροις φθεγγομένων φωναῖς. Καὶ γὰρ ὁ Παῦλος, φησὶν, εὗρέ τινας βαπτισθέντας ἐν τῷ βα‐
25πτίσματι Ἰωάννου, καὶ λέγει αὐτοῖς· Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Λέγουσιν αὐτῷ· ἀλλ’ οὐδὲ εἰ ἔστι Πνεῦμα ἅγιον, ἠκούσαμεν· καὶ εὐθέως ἐκέλευσεν αὐτοὺς βαπτισθῆναι· Καὶ ἐπιθέν‐ τος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθεν ἐπ’
30αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐλάλουν ἅπαν‐ τες γλώσσαις. Τίνος οὖν χάριν συνεστάλη, καὶ ἀν‐ ῃρέθη ἐξ ἀνθρώπων ἡ χάρις αὕτη νῦν; Οὐχὶ ἀτιμά‐ ζοντος ἡμᾶς τοῦ Θεοῦ, ἀλλὰ καὶ σφόδρα τιμῶν‐ τος. Πῶς; ἐγὼ λέγω. Ἀνοητότερον οἱ ἄνθρωποι δι‐
35έκειντο τότε, τῶν εἰδώλων προσφάτως ἀπηλλαγμένοι, καὶ παχυτέρα καὶ ἀναισθητοτέρα αὐτῶν ἡ διάνοια ἔτι ἦν, καὶ πρὸς τὰ σωματικὰ πάντα ἐπτόηντο καὶ ἐκ‐ εχήνεσαν, καὶ οὐδεμία αὐτοῖς οὐδέπω ἔννοια δωρεῶν ἀσωμάτων ἦν, οὐδὲ εἴδεσαν τί ποτέ ἐστι νοητὴ χάρις,
40καὶ πίστει μόνῃ θεωρουμένη· διὰ τοῦτο σημεῖα ἐγί‐ νετο. Τῶν γὰρ χαρισμάτων τῶν πνευματικῶν τὰ μὲν ἀόρατά ἐστι, καὶ πίστει καταλαμβάνεται μόνῃ· τὰ δὲ καὶ αἰσθητὸν ἐνδείκνυται σημεῖον πρὸς τὴν τῶν ἀπί‐ στων πληροφορίαν. Οἷόν τι λέγω· ἁμαρτιῶν ἄφεσις
45νοητόν ἐστι πρᾶγμα, ἀόρατόν ἐστι χάρισμα· πῶς γὰρ καθαίρονται ἡμῶν αἱ ἁμαρτίαι, οὐχ ὁρῶμεν τοῖς τῆς σαρκὸς ὀφθαλμοῖς. Τί δήποτε; Ὅτι ψυχή ἐστιν ἡ καθαιρομένη· ψυχὴ δὲ ὀφθαλμοῖς σώματος οὐχ ὁρᾶται. Ἡ μὲν οὖν κάθαρσις τῶν ἁμαρτημάτων νοητὴ

50

.

459

(50)

δωρεά τίς ἐστιν ὀφθαλμοῖς οὐ δυναμένη σώματος γε‐ νέσθαι φανερά· τὸ δὲ γλώσσαις διαφόροις λαλεῖν ἐστι μὲν καὶ αὐτὸ νοητῆς ἐνεργείας τοῦ Πνεύματος· αἰ‐ σθητὸν μέντοι παρέχεται τὸ σημεῖον, καὶ τοῖς ἀπίστοις εὐσύνοπτον. Τῆς γὰρ ἔνδον ἐν τῇ ψυχῇ γινομένης
55ἐνεργείας, τῆς ἀοράτου λέγω, ἡ ἔξω γλῶττα ἀκουομέ‐ νη φανέρωσίς τίς ἐστι καὶ ἔλεγχος. Διὰ τοῦτο καὶ ὁ Παῦλος λέγει· Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύ‐ ματος δίδοται πρὸς τὸ συμφέρον. Ἐγὼ μὲν οὖν νῦν χρείαν οὐκ ἔχω σημείων. Τίνος ἕνεκεν; Ὅτι καὶ χω‐
60ρὶς σημείου δόσεως πιστεύειν μεμάθηκα τῷ Δεσπότῃ. Ὁ γὰρ ἀπιστῶν ἐνεχύρου δεῖται· ἐγὼ δὲ πιστεύων οὐ δέομαι ἐνεχύρου οὐδὲ σημείου· ἀλλὰ κἂν μὴ λαλήσω γλώσσῃ, οἶδα ὅτι ἐκαθάρθην ἐκ τῶν ἁμαρτιῶν. Ἐκεῖ‐
νοι δὲ τότε οὐκ ἐπίστευον, εἰ μὴ ἔλαβον σημεῖον· διὰColumn end

50

.

460

τοῦτο αὐτοῖς ἐδίδοτο σημεῖα, ὥσπερ ἐνέχυρον τῆς πί‐ στεως ἧς ἐπίστευον. Ὥστε οὐχ ὡς πιστοῖς, ἀλλ’ ὡς ἀπίστοις ἐδίδοτο τὰ σημεῖα, ἵνα γένωνται πιστοί· οὕτω καὶ Παῦλός φησι· Τὰ σημεῖα οὐ τοῖς πιστεύου‐
5σιν, ἀλλὰ τοῖς ἀπίστοις. Ὁρᾶτε, ὅτι οὐχὶ ἀτιμά‐ ζοντος ἡμᾶς τοῦ Θεοῦ, ἀλλὰ τιμῶντός ἐστι τὸ συστεῖ‐ λαι τὴν τῶν σημείων ἐπίδειξιν; Βουλόμενος γὰρ δεῖ‐ ξαι τὴν πίστιν ἡμῶν, ὅτι χωρὶς ἐνεχύρων καὶ ση‐ μείων αὐτῷ πιστεύομεν, τοῦτο πεποίηκεν· ἐκεῖνοι
10μὲν γὰρ εἰ μὴ ἔλαβον πρῶτον σημεῖον καὶ ἐνέχυρον, οὐκ ἂν αὐτῷ ἐπίστευον περὶ τῶν ἀφανῶν· ἐγὼ δὲ καὶ χωρὶς τούτου πᾶσαν ἐπιδείκνυμι πίστιν· τοῦτο οὖν αἴτιον τοῦ μὴ γίνεσθαι σημεῖα νῦν. εʹ. Ἐβουλόμην καὶ περὶ τῆς ὑποθέσεως τῆς ἑορτῆς
15εἰπεῖν, καὶ δεῖξαι τί ποτέ ἐστι πεντηκοστὴ, καὶ διὰ τί ἐν τῇ ἑορτῇ ταύτῃ τὸ χάρισμα δίδοται, καὶ διὰ τί ἐν γλώσσαις πυρίναις, καὶ διὰ τί μετὰ δέκα ἡμέρας· ἀλλ’ ὁρῶ πρὸς μῆκος τὴν διδασκαλίαν ἐκτεινομένην· διὸ ὀλίγα προσθεὶς καταπαύσω τὸν λόγον· Ἐν τῷ
20συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· οὐχὶ πυρὸς, ἀλλ’ ὡσεὶ πυρὸς, ἵνα μηδὲν αἰ‐ σθητὸν ὑποπτεύσῃς περὶ τοῦ Πνεύματος. Καθάπερ γὰρ ἐπὶ τῶν Ἰορδανείων ῥείθρων οὐχὶ περιστερὰ κατ‐
25έβη, ἀλλ’ ἐν εἴδει περιστερᾶς· οὕτω καὶ ἐν‐ ταῦθα οὐχὶ πῦρ, ἀλλ’ ἐν εἴδει πυρός. Καὶ πάλιν ἀν‐ ωτέρω φησίν· Ὡσεὶ φερομένης πνοῆς βιαίας· οὐχὶ πνοῆς βιαίας, ἀλλ’ ὡς φερομένης πνοῆς βιαίας. Τίνος δὲ ἕνεκεν ὁ μὲν Ἰεζεκιὴλ οὐ δι’ ὁμοιώσεως πυ‐
30ρὸς λαμβάνει τὸ χάρισμα τῆς προφητείας, ἀλλὰ διὰ βιβλίου, οἱ δὲ ἀπόστολοι διὰ πυρὸς λαμβάνουσι τὰ χα‐ ρίσματα; Περὶ μὲν γὰρ ἐκείνου φησὶν, ὅτι ἔδωκεν εἰς τὸ στόμα αὐτοῦ κεφαλίδα βιβλίου, καὶ ἐγγέγρα‐ πται κατάλεγμα καὶ μέλος καὶ οὐαὶ, καὶ ἦν τὰ ὀπίσω
35καὶ τὰ ἔμπροσθεν γεγραμμένα· καὶ ἔφαγεν αὐτὸ, καὶ ἐγένετο ἐν τῷ στόματι ὡς μέλι γλυκάζον. Περὶ δὲ τῶν ἀποστόλων οὐχ οὕτως· ἀλλ’ Ὤφθησαν αὐτοῖς γλῶσσαι ὡσεὶ πυρός. Τίνος οὖν ἕνεκεν ἐκεῖ βιβλίον καὶ γράμματα, ἐνταῦθα δὲ γλῶσσα καὶ πῦρ; Ὅτι
40ἐκεῖνος μὲν ἀπῄει κατηγορήσων ἁμαρτημάτων, καὶ θρηνήσων συμφορὰς Ἰουδαϊκάς· οὗτοι δὲ ἐξῄεσαν τὰ τῆς οἰκουμένης ἁμαρτήματα δαπανήσοντες· διὰ τοῦτο ἐκεῖνος μὲν γραμματεῖον ἐλάμβανε τῶν μελλουσῶν συμφορῶν ὑπόμνησιν· οὗτοι δὲ πῦρ ἐλάμβανον, ὥστε
45κατακαῦσαι τὰ τῆς οἰκουμένης ἁμαρτήματα, καὶ ἀφανίσαι πάντα. Καθάπερ γὰρ πῦρ εἰς ἀκάνθας ἐμ‐ πῖπτον πάσας αὐτὰς ἀφανίσει ῥᾳδίως, οὕτω καὶ τοῦ Πνεύματος ἡ χάρις ἐδαπάνα τῶν ἀνθρώπων τὰς ἁμαρ‐ τίας. Ἀλλ’ οἱ ἀναίσθητοι Ἰουδαῖοι τούτων γενομένων,

50

.

460

(50)

δέον καταπεπλῆχθαι καὶ τρέμειν καὶ προσκυνεῖν τὸν διδόντα τὴν δωρεὰν, πάλιν τὴν οἰκείαν ἄνοιαν ἐπι‐ δείκνυνται μέθην κατηγοροῦντες τῶν πεπληρωμένων τοῦ Πνεύματος ἀποστόλων· Οὗτοι γὰρ, φησὶ, γλεύ‐ κους μεμεστωμένοι εἰσίν. Ἐννόησον ἀγνωμοσύνην
55ἀνθρώπων, καὶ σκόπησον εὐγνωμοσύνην ἀγγέλων. Οἱ μὲν γὰρ ἄγγελοι ὅτε εἶδον τὴν ἀπαρχὴν ἀναγομένην τὴν ἡμετέραν, ἔχαιρον καὶ ἔλεγον· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,
καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης· οἱ δὲ459

50

.

461

ἄνθρωποι ἰδόντες τὴν τοῦ Πνεύματος χάριν καταβᾶ‐ σαν πρὸς ἡμᾶς λέγουσιν, ὅτι μεθύουσιν οἱ δεξάμενοι τὴν χάριν, καὶ οὐδὲ ἡ ὥρα τοῦ ἔτους αὐτοὺς ἐδυσώ‐ πησε· γλεῦκος γὰρ ἐν ἔαρος ὥρᾳ οὐκ ἂν εὑρεθείη
5ποτέ· τότε δὲ ἔαρ ἦν. Ἀλλ’ ἐκεῖνοι μὲν ἀφείσθωσαν· ἡμεῖς δὲ σκοπῶμεν τὴν ἀντίδοσιν τοῦ φιλανθρώπου Θεοῦ. Ἔλαβε τὴν ἀπαρχὴν τῆς φύσεως τῆς ἡμετέρας ὁ Χριστὸς, καὶ ἀντέδωκεν ἡμῖν τοῦ Πνεύματος τὴν χάριν· καὶ καθάπερ ἐν μακρῷ πολέμῳ γίνεται, ὅταν
10μάχη λυθῇ, καὶ εἰρήνη γένηται, οἱ πρὸς ἀλλήλους ἀπεχθῶς ἔχοντες ἐνέχυρα καὶ ὅμηρα ἀλλήλοις ἀντι‐ διδόασιν· οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ καὶ ἐπὶ τῆς ἀνθρω‐ πίνης ἐγένετο φύσεως· ἔπεμψεν αὐτῷ ἐνέχυρα καὶ ὅμηρα τὴν ἀπαρχὴν ἣν ἀνήνεγκεν ὁ Χριστός· ἀντ‐
15έπεμψεν ἡμῖν αὐτὸς ἐνέχυρα καὶ ὅμηρα τὸ Πνεῦμα τὸ ἅγιον. Ὅτι δὲ ἐνέχυρα καὶ ὅμηρα ἔχομεν, δῆλον ἐν‐ τεῦθεν· τὰ γὰρ ἐνέχυρα καὶ ὅμηρα βασιλικοῦ γένους εἶναι χρή· διὰ τοῦτο καὶ Πνεῦμα ἅγιον ἡμῖν κατ‐ επέμφθη, ὡς τῆς βασιλικωτάτης οὐσίας ὄν· καὶ ὁ
20παρ’ ἡμῖν δὲ ἀνενεχθεὶς ἐκ γένους ἦν βασιλικοῦ· ἀπὸ γὰρ τοῦ σπέρματος ἦν Δαυΐδ. Διὰ τοῦτο οὐκ ἔτι δέ‐ δοικα, ὅτι ἡ ἀπαρχὴ ἡμῶν ἄνω κάθηται· διὰ τοῦτο κἂν σκώληκά μοι τις εἴπῃ ἀτελεύτητον, κἂν πῦρ ἄσβεστον, κἂν ἑτέρας κολάσεις καὶ τιμωρίας,
25οὐ φοβοῦμαι λοιπόν· μᾶλλον δὲ φοβοῦμαι μὲν, οὐκ ἀπογινώσκω δὲ τῆς σωτηρίας τῆς ἐμαυτοῦ. Εἰ γὰρ μὴ μεγάλα ἀγαθὰ ὁ Θεὸς περὶ τοῦ γένους ἡμῶν ἐβου‐ λεύετο, οὐκ ἂν τὴν ἀπαρχὴν ἡμῶν ἔλαβεν ἄνω. Πρὸ τούτου μὲν εἰς τὸν οὐρανὸν βλέποντες καὶ τὰς ἀσω‐
30μάτους ἐννοοῦντες δυνάμεις σαφεστέραν τὴν εὐτέ‐ λειαν ὁρῶμεν τὴν ἡμετέραν, ἀπὸ τῆς συγκρίσεως τῶν ἄνω δυνάμεων· νῦν δὲ ὅταν βουληθῶμεν τὴν εὐ‐ γένειαν ἡμῶν ἰδεῖν, εἰς τὸν οὐρανὸν ἄνω βλέπομεν, εἰς τὸν θρόνον αὐτὸν τὸν βασιλικόν· ἐκεῖ γὰρ ἡ ἐξ
35ἡμῶν ἀπαρχὴ κάθηται. Οὕτω καὶ ἐλεύσεται ὁ Υἱὸς τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ κρίνων ἡμᾶς. Παρασκευα‐ ζώμεθα τοίνυν, ὥστε μὴ τῆς δόξης ἐκείνης ἐκπεσεῖν· ἥξει γὰρ πάντως καὶ οὐ χρονιεῖ ὁ κοινὸς ἡμῶν Δε‐ σπότης· ἥξει στρατόπεδα ἐπαγόμενος, ἀγγέλων τά‐
40γματα, ἀρχαγγέλων συμμορίας, μαρτύρων φρατρίας, δικαίων χοροὺς, προφητῶν καὶ ἀποστόλων δήμους, καὶ ἐν μέσῳ τῶν στρατοπέδων ἀΰλων ἐκείνων ὁ βασι‐ λεὺς φαινόμενος ἐν ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ δόξῃ. ϛʹ. Πάντα τοίνυν ποιῶμεν, ὥστε μὴ τῆς δόξης ἐκεί‐
45νης ἐκπεσεῖν. Βούλεσθε εἴπω καὶ τὰ φοβερά; οὐχ ἵνα λυπήσω, ἀλλ’ ἵνα διορθώσωμαι. Τότε πυρὸς ποταμὸς πρὸ τοῦ βήματος ἐκείνου σύρεται· τότε βίβλοι ἀνοί‐ γονται· δικαστήριον ἔστη φοβερὸν καὶ φρικῶδες. Διὰ τοῦτο καθάπερ ἐν δικαστηρίῳ τὰ ὑπομνήματα τῆς

50

.

461

(50)

ἡμετέρας ζωῆς ἀναγινώσκεται, καὶ πολλὰ περὶ τῶν βιβλίων τούτων φασὶν οἱ προφῆται. Καὶ ὁ μὲν Μωϋσῆς φησιν· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου, ἧς ἔγρα‐ ψας· ὁ δὲ Χριστὸς πάλιν πρὸς τοὺς μαθητὰς ἔλεγεν·
55Ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπο‐ τάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν γέ‐ γραπται ἐν τοῖς οὐρανοῖς· καὶ πάλιν ὁ προφήτης Δαυΐδ· Ἐν τῷ βιβλίῳ σου πάντες γραφήσονται, ἡμέραι πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς· καὶ
60πάλιν· Ἐξαλειφθήτωσαν ἐκ βιβλίου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. Ὁρᾷς ὅτι οἱ μὲν ἐξ‐
αλείφονται, οἱ δὲ ἐγγράφονται; βούλει μαθεῖν, ὅτιColumn end

50

.

462

οὐχ οἱ δίκαιοι ἐγγράφονται ἐν ταῖς βίβλοις ἐκείναις μόνον, ἀλλὰ καὶ τὰ ἁμαρτήματα ἡμῶν ἐκεῖ ἐγγέγρα‐ πται; Ἑορτῆς καιρὸς, μάθωμεν περὶ πραγμάτων δυναμένων ἀπαλλάξαι ἡμᾶς τῆς κολάσεως· φοβερὸς ὁ
5λόγος, ἀλλὰ καὶ χρήσιμος καὶ λυσιτελής· ἀπαλλάττει γὰρ τῆς πείρας τῆς διὰ τῶν πραγμάτων· μάθωμεν τοίνυν ὅτι τὰ ἁμαρτήματα ἐγγράφεται, καὶ ὅπερ ἂν ἐνταῦθα φθεγξώμεθα, ἀναφέρεται εὐθέως ἐκεῖ καὶ ἐγγράφεται. Καὶ πόθεν δῆλον τοῦτο; οὐ γὰρ δεῖ ὑπὲρ
10τῶν τοιούτων ἁπλῶς ἀποφαίνεσθαι. Ὁ Μιχαίας φησὶ πρὸς Ἰουδαίους· Οὐαὶ οἱ παροξύνοντες τὸν Κύριον. Καὶ πῶς, φησὶ, παρωξύναμεν αὐτόν; Ἐν τῷ λέ‐ γειν ὑμᾶς, Πᾶς ποιῶν πονηρὸν καλὸς ἐνώπιον Κυρίου. Οἰκετῶν ἀγνωμόνων ῥήματα· καὶ ἐν αὐτοῖς
15αὐτὸς εὐδόκησεν· ἐν τοῖς διεφθαρμένοις, φησὶν, ἐν τοῖς μὴ δεδουλευκόσιν αὐτῷ. Ἰδοὺ ἡμεῖς ἐφυλάξα‐ μεν τὰ φυλάγματα αὐτοῦ, καὶ μακαρίζομεν ἀλλο‐ τρίους· ἡμεῖς γὰρ, φησὶ, καθ’ ἑκάστην δουλεύομεν, καὶ ἕτεροι τῶν ἀγαθῶν ἀπολαύουσι. Τοιαῦτα
20καὶ δοῦλοι πολλάκις περὶ τῶν δεσποτῶν λέγουσιν· ἀλλ’ ἄνθρωπον μὲν περὶ ἀνθρώπου λέγειν ταῦτα, οὐχ οὕτω δεινὸν, καίπερ ὂν δεινόν· τὸ δὲ περὶ τοῦ κοινοῦ τῆς οἰκουμένης Δεσπότου ταῦτα φθέγγεσθαι, Δεσπότου τοῦ ἐλεήμονος καὶ φιλανθρώπου, πάσης ἂν εἴη μεῖ‐
25ζον καταδίκης καὶ τῆς ἐσχάτης ἄξιον τιμωρίας. Ἀλλ’ ἵνα μάθῃς, ὅτι ἐγγράφεται τὰ τοιαῦτα ῥήματα, ἄκουσον τί φησιν ὁ προφήτης· Ἰδοὺ ταῦτα ἐγγέ‐ γραπται ἐν βίβλῳ ζώντων εἰς μνημόσυνον ἐν‐ ώπιον τοῦ Θεοῦ. Ἐγγράφεται δὲ, οὐκ ἐπειδὴ ὁ Θεὸς
30ἀναμνήσῃ τὴν ἡμέραν, ὥσπερ ἔλεγχόν τινα καὶ κατ‐ ηγορίαν εἰς μέσον παράγων τὸ βιβλίον. Τάχα κατ‐ έσεισα ὑμῶν τὴν διάνοιαν τῷ φόβῳ· οὐχὶ τὴν ὑμετέ‐ ραν, ἀλλὰ τὴν ἐμαυτοῦ πρότερον. Φέρε οὖν ἐκλύσω τὸν λόγον, μᾶλλον δὲ τὸν φόβον· μᾶλλον δὲ οὐκ ἐκλύ‐
35σω, ἀλλὰ παραμυθήσομαι· μενέτω γὰρ καθαίρων τὴν διάνοιαν ὑμῶν· τὸ δὲ ἀφόρητον αὐτοῦ περιέλω‐ μεν. Πῶς οὖν αὐτὸν δυνησόμεθα περιελεῖν; Ἂν δεί‐ ξωμεν, ὅτι οὐκ ἐγγράφεται μόνον, ἀλλὰ καὶ ἐξαλεί‐ φεται ἁμαρτήματα. Ἐν δικαστηρίῳ γὰρ ἅπερ ἂν ἐπὶ
40ὑπομνημάτων ὁ δικαζόμενος φθέγξηται, πάντως ἐγγράφεται διηνεκῶς, καὶ ἐξαλειφθῆναι οὐκ ἔνι λοι‐ πόν· ἐν ἐκείνῳ δὲ τῷ βιβλίῳ κἂν φθέγξῃ τινὰ πονηρὰ, καὶ βουληθῇς, πάλιν ἐξαλείφεται. Πόθεν δῆλον; Ἀπὸ τῆς Γραφῆς· Ἀπόστρεψον γὰρ, φησὶ, τὸ πρόσ‐
45ωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Οὐδεὶς δὲ ἐξαλείψει τὸ μὴ γεγραμμένον ὥστε ἐπειδὴ ἐγγεγραμμένα ἦσαν, πα‐ ρακαλεῖ ἐξαλειφθῆναι. Διδάσκει δὲ καὶ πῶς ἐξαλεί‐ φονται ἕτερός τις λέγων· Ἐλεημοσύναις καὶ πί‐

50

.

462

(50)

στεσιν ἀποκαθαίρονται αἱ ἁμαρτίαι. Οὐχὶ ἐξαλεί‐ φονται μόνον, ἀλλὰ καὶ ἀποκαθαίρονται, ὥστε μηδὲ λείψανον μένειν τῆς ἀλοιφῆς. Οὐ τὰ μετὰ τὸ βάπτι‐ σμα δὲ ἐξαλείφεται μόνον, ἀλλὰ καὶ ἃ πρὸ τοῦ λου‐ τροῦ ἐγγέγραπτο ἐξηλείφθη πάντα ἐκεῖνα τῷ τοῦ βα‐
55πτίσματος ὕδατι καὶ τῷ σταυρῷ τοῦ Χριστοῦ, καθά‐ περ Παῦλός φησιν, ὅτι Ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον, ὃ ἦν ἐναντίον ἡμῶν, καὶ αὐτὸ ἦρεν ἐκ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ. Εἶδες πῶς ἐξηλείφθη τὸ χειρόγραφον ἐκεῖνο; καὶ οὐκ ἐξ‐
60ηλείφθη μόνον, ἀλλὰ καὶ διεῤῥάγη, τῶν ἥλων τοῦ461

50

.

463

σταυροῦ σχισάντων αὐτὸ, ὥστε γενέσθαι ἄχρηστον. Ἀλλ’ ἐκεῖνα μὲν χάριτι καὶ φιλανθρωπίᾳ τῆς τοῦ σταυρωθέντος Χριστοῦ ἰσχύος πάντα ἐξήλειπται· τὰ δὲ μετὰ τὸ βάπτισμα πολλῆς χρείαν ἔχει σπουδῆς,
5ὥστε ἐξαλειφθῆναι πάλιν. Ἐπειδὴ μηδ’ ἔστι δεύτερον λουτρὸν, ἀλλὰ τῶν δακρύων δεῖται τῶν ἡμετέρων, μετανοίας, ἐξομολογήσεως, ἐλεημοσύνης, εὐχῆς, καὶ τῆς ἄλλης ἁπάσης εὐλαβείας· οὕτω καὶ μετὰ τὸ βά‐ πτισμα ἐκκαθαίρεται ἁμαρτήματα μετὰ πόνου πολ‐
10λοῦ καὶ καμάτου. Πᾶσαν τοίνυν ἐπιδειξώμεθα σπου‐ δὴν, ὥστε αὐτὰ ἐξαλεῖψαι ἐντεῦθεν, καὶ αἰσχύνης καὶ τῆς κολάσεως ἀπαλλαγῆναι τῆς ἐκεῖ. Κἂν γὰρ μυρία ὦμεν ἡμαρτηκότες, ἂν ἐθέλωμεν δυνησόμεθα ἅπαντα ταῦτα ἀποθέσθαι τῶν ἁμαρτημάτων τὰ φορτία. Βου‐
15ληθῶμεν τοίνυν· πολλῷ γὰρ βέλτιον μικρὸν ἐνταῦθα πονήσαντας ἀπαραιτήτου κολάσεως ἀπαλλαγῆναι, ἢ τὸν βραχὺν τοῦτον ῥᾳθυμήσαντας χρόνον εἰς τὰς ἀθανάτους ἐκείνας ἐμπεσεῖν τιμωρίας. Ὥρα δὲ λοιπὸν ἀναλογίσασθαι τὰ εἰρημένα· ἐπετιμήσαμεν
20τοῖς δι’ ἐνιαυτοῦ μόνον παραγινομένοις, ὅτι τὴν μη‐ τέρα περιορῶσι γυμνουμένην· ἀνεμνήσαμεν αὐτοὺς παλαιᾶς ἱστορίας, καὶ κατάρας καὶ εὐλογίας· διελέ‐ χθημεν περὶ ἑορτῶν Ἰουδαϊκῶν, καὶ τίνος ἕνεκεν τρὶς τοῦ ἐνιαυτοῦ κελεύει τοὺς Ἰουδαίους φαίνεσθαι αὐτῷ
25ὁ Θεός· εἴπομεν ὅτι ἑορτὴ διαπαντός ἐστι καὶ Πεντη‐ κοστὴ, καὶ Πάσχα, καὶ Ἐπιφάνεια· εἴπομεν ὅτι ἑορ‐ τὴν συνειδὸς ποιεῖ καθαρὸν, οὐχ ἡμερῶν καὶ χρόνων περίοδος· μετ’ ἐκεῖνο ἐξέβημεν ἐπὶ τὰ δῶρα τὰ ἄνω‐ θεν κατενεχθέντα· εἴπομεν ὅτι καταλλαγῆς ἐστι
30τοῦτο σημεῖον· ἐδείξαμεν ὅτι πάρεστι Πνεῦμα ἅγιονColumn end

50

.

464

διὰ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων, διὰ τῆς ἀποκρί‐ σεως τῆς πρὸς τὸν ποιμένα, διὰ τοῦ λόγου τῆς σοφίας, καὶ τῆς γνώσεως, διὰ τῶν χειροτονιῶν, διὰ τῆς θυ‐ σίας τῆς μυστικῆς· εἴπομεν ὅτι ὅμηρα ἀλλήλων καὶ
5ἐνέχυρα κατέχομεν· προσεθήκαμεν τὴν αἰτίαν, δι’ ἣν τὰ σημεῖα ἀνῄρηται νῦν ἐκ τοῦ μέσου· μετὰ ταῦτα ἀνεμνήσαμεν τοῦ φοβεροῦ δικαστηρίου, καὶ τῶν τότε ἀνοιγομένων βιβλίων, καὶ ὅτι πάντα ἡμῶν ἐγγράφεται τὰ ἁμαρτήματα· ἀπεδείξαμεν ὅτι ἐξαλείφεται πάλιν,
10καὶ ἂν θέλωμεν. Ταῦτα πάντα μέμνησθε· εἰ δὲ μὴ δυνατὸν πάντα, ἀντὶ πάντων τοῦ περὶ τῶν βιβλίων μέμνησθε λόγου· καὶ πάντα ὅσα ἂν ἀποκρίνησθε, ὡς ἔχοντες τὸν παρεστῶτα, καὶ γράφοντα, οὕτω φθέγ‐ γεσθε μετὰ ἀσφαλείας, καὶ κατέχετε διαπαντὸς ἐν‐
15ακμάζοντα τῇ μνήμῃ τὸν λόγον τοῦτον· ἵνα οἱ μὲν ἐν τῇ βίβλῳ τῶν δικαίων ἐγγεγραμμένοι προσθῆτε τοῖς κατορθώμασιν, οἱ δὲ πολλὰ ἔχοντες ἐγγεγραμμένα ἁμαρτήματα, ἀπαλείψαντες αὐτὰ ἐνταῦθα οὐδενὸς εἰ‐ δότος, ἀπαλλαγῶμεν τῆς δημοσιεύσεως ἐκείνης. Καὶ
20γὰρ δυνατὸν, καθὼς ἀπεδείξαμεν, διὰ σπουδῆς καὶ προσευχῆς καὶ εὐλαβείας ἐπιτεταμένης ἀπαλεῖψαι τὰ ἐγγεγραμμένα ἁμαρτήματα ἅπαντα. Τοῦτο τοίνυν διὰ παντὸς σπουδάζωμεν τοῦ χρόνου, ἵνα ἀπελθόντες ἐκεῖ δυνηθῶμέν τινος συγγνώμης τυχεῖν, καὶ πάντες ἀπ‐
25αραιτήτους φυγεῖν κολάσεις· ὧν γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας καταξιωθῆναι τῆς βασιλείας τῶν οὐρα‐ νῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύ‐ ματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς
30αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

50

.

463

(31t)

ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΝΤΗΚΟΣΤΗΝ
32tὉμιλία βʹ.
33 αʹ. Μεγάλα, ἀγαπητοὶ, καὶ πάντα λόγον ἀνθρώπινον ὑπερβαίνοντα τὰ σήμερον ἡμῖν δωρηθέντα παρὰ τοῦ
35φιλανθρώπου Θεοῦ χαρίσματα· διά τοι τοῦτο κοινῇ πάντες χαίρωμεν, καὶ σκιρτῶντες ἀνυμνήσωμεν τὸν ἡμέτερον Δεσπότην. Ἑορτὴ γὰρ ἡμῖν καὶ πανήγυρις ἡ σήμερον ἡμέρα. Ὥσπερ γὰρ ἐπὶ τῆς τῶν ὡρῶν καὶ τῶν τροπῶν ἐναλλαγῆς ἑτέρα τὴν ἑτέραν
40διαδέχεται, οὕτω δὴ καὶ ἐπὶ τῆς Ἐκκλησίας ἑορτὴ ἑορτὴν διαδεχομένη, οὕτως ἡμᾶς εἰς ἀλλήλας παρα‐ πέμπουσι. Πρῴην μὲν οὖν ἑωρτάσαμεν τὸν σταυρὸν, τὸ πάθος, τὴν ἀνάστασιν, μετὰ ταῦτα τὴν εἰς οὐρα‐ νὸν ἄνοδον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· σήμερον
45δὲ λοιπὸν εἰς αὐτὸ τὸ τέλος ὑπηντήσαμεν τῶν ἀγαθῶν, εἰς αὐτὴν τὴν μητρόπολιν ἐφθάσαμεν τῶν ἑορτῶν, εἰς αὐτὸν τὸν καρπὸν παρεγενόμεθα τῆς τοῦ Κυρίου ἐπαγγελίας. Ἐὰν γὰρ ἀπέλθω, φησὶν, ἐγὼ, ἄλλον Παράκλητον πέμψω ὑμῖν, καὶ οὐκ ἀφήσω ὑμᾶς

50

.

463

(50)

ὀρφανούς. Εἴδετε κηδεμονίαν; εἴδετε φιλανθρωπίαν ἄφατον; Πρὸ τούτων τῶν ἡμερῶν ἀνῆλθεν εἰς οὐρα‐ νὸν, τὸν βασιλικὸν ἀνέλαβε θρόνον, τὴν ἐν δεξιᾷ τοῦ Πατρὸς καθέδραν ἀπείληφε, καὶ σήμερον ἡμῖν τὴν ἐπιδημίαν τοῦ Πνεύματος τοῦ ἁγίου χαρίζεται, καὶ δι’
55αὐτοῦ τὰ μυρία ἡμῖν ἀπὸ τῶν οὐρανῶν ἀγαθὰ χορη‐ γεῖ. Τί γὰρ, εἰπέ μοι, τῶν συνεχόντων, τὴν σωτηρίαν τὴν ἡμετέραν οὐχὶ διὰ τοῦ Πνεύματος ἡμῖν ᾠκονό‐
μηται; διὰ τούτου δουλείας ἀπαλλαττόμεθα, εἰς ἐλευ‐Column end

50

.

464

(32)

θερίαν καλούμεθα, εἰς υἱοθεσίαν ἀναγόμεθα, καὶ ἄνω‐ θεν, ὡς εἰπεῖν, ἀναπλαττόμεθα, τὸ βαρὺ καὶ δυσῶδες τῶν ἁμαρτημάτων φορτίον ἀποτιθέμεθα· διὰ τοῦ
35Πνεύματος τοῦ ἁγίου ἱερέων βλέπομεν χοροὺς, δι‐ δασκάλων ἔχομεν τάγματα· ἀπὸ τῆς ἐντεῦθεν πηγῆς καὶ ἀποκαλύψεων δωρεαὶ, καὶ ἰαμάτων χαρίσματα· καὶ τὰ λοιπὰ πάντα, ὅσα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ κοσμεῖν εἴωθεν, ἐντεῦθεν ἔχει τὴν χορηγίαν. Καὶ βοᾶ
40Παῦλος λέγων· Ταῦτα πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βού‐ λεται. Καθὼς βούλεται, φησὶν, οὐ καθὼς προστάττε‐ ται· διαιροῦν, οὐ διαιρούμενον· αὐθεντοῦν, οὐκ αὐ‐ θεντίᾳ ὑποκείμενον. Τὴν γὰρ αὐτὴν ἐξουσίαν, ἥνπερ
45ἐμαρτύρησε τῷ Πατρὶ, ταύτην καὶ τῷ ἁγίῳ Πνεύ‐ ματι ἀνατίθησιν ὁ Παῦλος. Καὶ ὥσπερ ἐπὶ τοῦ Πα‐ τρός φησιν· Ὁ δὲ Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν, οὕτω καὶ ἐπὶ τοῦ ἁγίου Πνεύματος· Ταῦτα δὲ πάντα, φησὶν, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦ‐

50

.

464

(50)

μα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Εἶδες ἀπηρτισμένην ἐξουσίαν; Ὧν γὰρ ἡ οὐσία μία, δῆλον ὅτι καὶ ἡ αὐθεντία μία· καὶ ὧν ἰσότιμος ἡ ἀξία, τού‐ των καὶ ἡ δύναμις καὶ ἡ ἐξουσία μία. Διὰ τούτου τὴν ἀπαλλαγὴν τῶν ἁμαρτημάτων εὑράμεθα· διὰ τούτου
55πᾶσαν κηλῖδα ἀπενιψάμεθα· διὰ τῆς τούτου δωρεᾶς ἐξ ἀνθρώπων ἄγγελοι γεγόναμεν οἱ τῇ χάριτι προσ‐ δραμόντες, οὐ τὴν φύσιν μεταβληθέντες, ἀλλ’ ὃ πολ‐
λῷ θαυμαστότερόν ἐστι, μένοντες ἐν τῇ φύσει τῇ ἀν‐463

50

.

465

θρωπίνῃ τὴν τῶν ἀγγέλων πολιτείαν ἐπιδεικνύμεθα. Τοιαύτη γὰρ ἡ τοῦ ἁγίου Πνεύματος δύναμις· καὶ καθά‐ περ τὸ πῦρ τοῦτο τὸ αἰσθητὸν, ἐπειδὰν λάβῃ τὸν πηλὸν τὸν διαλελυμένον, ὄστρακον ἰσχυρὸν αὐτὸν ἀπο‐
5δείκνυσιν· οὕτω δὴ καὶ τὸ πῦρ τοῦ Πνεύματος, ἐπει‐ δὰν λάβῃ ψυχὴν εὐγνώμονα, κἂν εὕρῃ πηλοῦ μᾶλλον διαλελυμένην, σιδήρου στεῤῥοτέραν αὐτὴν ἀπεργά‐ ζεται· καὶ τὸν πρὸ μικροῦ τῷ βορβόρῳ τῶν ἁμαρτη‐ μάτων μεμολυσμένον, ἀθρόον τοῦ ἡλίου λαμπρότερον
10ἀναδείκνυσι. Καὶ τοῦτο διδάσκων ἡμᾶς ὁ μακάριος Παῦλος ἐβόα λέγων· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὔτε κλέ‐ πται, οὔτε μέθυσοι, οὔτε λοίδοροι, οὔτε ἅρπαγες
15βασιλείαν Θεοῦ κληρονομήσουσιν. Καὶ ἀπαρι‐ θμησάμενος ἅπαντα ὡς εἰπεῖν τῆς κακίας τὰ εἴδη, καὶ διδάξας, ὅτι οἱ τοιούτοις ὑπεύθυνοι ἁμαρτήμασιν ἀλλότριοι τῆς βασιλείας γίνονται, εὐθέως ἐπήγαγε· Καὶ ταῦτά τινες ἦτε, ἀλλ’ ἀπελούσασθε, ἀλλ’
20ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε. Πῶς καὶ τίνι τρόπῳ; εἰπέ· τοῦτο γάρ ἐστι τὸ ζητούμενον. Ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, φησὶ, καὶ ἐν τῷ Πνεύ‐ ματι τοῦ Θεοῦ ἡμῶν. Εἶδες τοῦ ἁγίου Πνεύματος τὴν δύναμιν, ἀγαπητέ; εἶδες ὅτι τὸ Πνεῦμα τὸ ἅγιον
25πᾶσαν τὴν κακίαν ταύτην ἠφάνισε, καὶ τοὺς πρότε‐ ρον παραδεδομένους ὑπὸ τῶν οἰκείων ἁμαρτημάτων, ἀθρόον εἰς τὴν ἀνωτάτω τιμὴν ἀνήγαγε; βʹ. Τίς οὖν ἂν κατ’ ἀξίαν ὀδύραιτο καὶ θρηνήσειε τοὺς βλασφημεῖν ἐπιχειροῦντας τοῦ Πνεύματος τὴν ἀξίαν,
30οἳ καθάπερ τινὲς μεμηνότες οὐδὲ τῷ μεγέθει τῶν εὐεργεσιῶν τῆς οἰκείας ἀγνωμοσύνης ἀποσχέσθαι ἀν‐ έχονται, ἀλλὰ κατὰ τῆς ἑαυτῶν σωτηρίας ἅπαντα πράττειν τολμῶσιν, ἀλλοτριοῦντες αὐτὸ, τό γε εἰς αὐτοὺς ἧκον, τῆς δεσποτικῆς ἀξίας, καὶ εἰς τὴν τῶν
35κτισμάτων τάξιν κατάγειν ἐπιχειροῦσιν; Οὓς ἐβουλό‐ μην ἐρέσθαι, τίνος ἕνεκεν, ὦ οὗτοι, τοσοῦτον πόλε‐ μον κατὰ τῆς τοῦ Πνεύματος ἀξίας ἐπιδείκνυσθε; μᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν σωτηρίας, καὶ οὐδὲ εἰς ἔννοιαν λαβεῖν βούλεσθε τὰ παρὰ τοῦ Σωτῆρος τοῖς
40μαθηταῖς εἰρημένα; Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύμα‐ τος. Εἶδες ὁμότιμον τὴν ἀξίαν; εἶδες συμφωνίαν ἀπηκριβωμένην; εἶδες τῆς Τριάδος τὸ ἀδιαίρετον;
45μή που διαφορὰ, ἢ ἐναλλαγὴ, ἢ ὑφαίρεσις; Τί τοῖς τοῦ Δεσπότου ῥήμασιν ὑμεῖς ἐπιδιατάσσεσθαι τολμᾶ‐ τε; ἢ οὐκ ἴστε, ὅτι καὶ ἐπὶ τῶν ἀνθρωπίνων πραγμά‐ των, εἰ καί τίς ποτε ἐπιχειρήσειεν, ἢ εἰς τοσαύτην ἐξέλθοι τόλμαν, ὥστε προσθεῖναί τι τοῖς παρὰ τοῦ βα‐

50

.

465

(50)

σιλέως γράμμασιν, ἢ ἀφελεῖν, τοῦ ὁμογενοῦς ἡμῖν καὶ τῆς αὐτῆς φύσεως κοινωνοῦντος. τὴν ἐσχάτην ὑφίστα‐ ται δίκην, καὶ οὐδὲν αὐτὸν τῆς τιμωρίας ἐξελέσθαι δυν‐ ήσεται; Εἰ τοίνυν ἐπ’ ἀνθρώπου τοσοῦτος ὁ κίνδυνος, ποία γένοιτο ἄν ποτε συγγνώμη τοῖς τοσαύτην ἀπό‐
55νοιαν ἐπιδεικνυμένοις, καὶ τὰ παρὰ τοῦ κοινοῦ Σω‐ τῆρος ἡμῶν εἰρημένα παραφθείρειν ἐπιχειροῦσι, καὶ οὐδὲ Παύλου τοῦ τὸν Χριστὸν ἔχοντος ἐν ἑαυτῷ λα‐ λοῦντα ἀκούειν βουλομένοις, λαμπρᾷ τῇ φωνῇ βοῶν‐ τος καὶ λέγοντος· Ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ
60ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Εἰ τοίνυν
οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε καρδίαColumn end

50

.

466

δέξασθαι ἠδυνήθη τὴν γνῶσιν τῶν ἡτοιμασμένων τοῖς ἀγαπῶσιν αὐτὸν, πόθεν ἡμεῖς, ὦ μακάριε Παῦλε, τούτων τὴν γνῶσιν σχεῖν δυνάμεθα; Μικρὸν ἀνάμει‐ νον, καὶ ἀκούσῃ αὐτοῦ καὶ τοῦτο δηλοῦντος· ἐπήγαγε
5γοῦν λέγων· Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Καὶ οὐδὲ μέχρι τούτου ἔστη· ἀλλ’ ἵνα δείξῃ καὶ τῆς δυνάμεως τὸ μέγεθος, καὶ ὡς τῆς αὐτῆς ἐστιν οὐσίας τῷ Πατρὶ καὶ τῷ Υἱῷ, φησί· Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ
10Θεοῦ. Εἶτα βουλόμενος ἐξ ἀνθρωπίνων παραδειγμά‐ των ἀκριβεστέραν ἡμῖν ἐνθεῖναι τὴν διδασκαλίαν, ἐπήγαγε· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώ‐ που, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ
15Πνεῦμα τοῦ Θεοῦ. Εἶδες διδασκαλίαν ἀπηρτισμέ‐ νην; Ὥσπερ, φησὶ, τὰ ἐν διανοίᾳ τοῦ ἀνθρώπου οὐχ οἷόν τε ἕτερόν τινα εἰδέναι, ἀλλ’ αὐτὸς μόνος οἶδε τὰ ἑαυτοῦ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· ὃ μέγιστον καὶ σφόδρα ἱκανὸν δεῖ‐
20ξαι τοῦ Πνεύματος τὴν ἀξίαν. Παράδειγμα γὰρ παρ‐ ήγαγε μονονουχὶ λέγων, μὴ οἷόν τέ τινα τῶν ἀνθρώ‐ πων τὰ ἐν διανοίᾳ αὐτοῦ ἀγνοῆσαί ποτε. Ὥσπερ οὖν τοῦτο οὐ δυνατὸν, οὕτω καὶ τὰ τοῦ Θεοῦ μετὰ τοσαύ‐ της ἀκριβείας, φησὶν, ἐπίσταται Πνεῦμα τὸ ἅγιον.
25Ἀλλ’ οὐκ οἶδα πῶς οὐδὲ ταῦτα λέγων ὁ μακάριος οὗτος καθικνεῖται τῶν διὰ τὴν οἰκείαν πρόληψιν κατὰ τῆς ἑαυτῶν σωτηρίας τοσοῦτον ἐπιδεικνυμένων πόλεμον κατὰ τῆς τοῦ Πνεύματος ἀξίας, καὶ τὸ ἧκον εἰς αὐτοὺς ἀλλοτριούντων αὐτὸ τῆς δεσποτικῆς ἀξίας, καὶ
30καταγόντων εἰς τὴν τῶν δημιουργημάτων εὐτέλειαν. Ἀλλ’ εἰ καὶ ἐκεῖνοι φιλονείκως διάκεινται, ἀπεναν‐ τίας ἱστάμενοι τοῖς παρὰ τῆς θείας Γραφῆς εἰρημέ‐ νοις, ἡμεῖς τὰ θεῖα διδάγματα ὡς χρησμοὺς ἄνωθεν κατενεχθέντας δεχόμενοι, τὴν προσήκουσαν δοξολο‐
35γίαν ἀναπέμψωμεν, μετὰ τῆς ὀρθῆς πίστεως καὶ τῆς ἀληθείας τὴν ἀκρίβειαν ἐπιδεικνύμενοι. Πρὸς μὲν οὖν τοὺς ἐπιχειροῦντας ἐναντία τοῖς παρὰ τοῦ Πνεύματος εἰρημένοις διδάσκειν, ἱκανὰ τὰ εἰρημένα· ἀναγκαῖον δὲ εἰπεῖν πρὸς τὴν ὑμετέραν ἀγάπην, τίνος ἕνεκεν
40ἡμῖν τὸ αἴτιον τῶν τοσούτων ἀγαθῶν οὐκ εὐθέως με‐ τὰ τὴν αὐτοῦ ἄνοδον κεχάρισται ὁ Κύριος· ἀλλ’ ἀφῆ‐ κεν ὀλίγας πρότερον ἐνδιατρίψαι ἡμέρας, καὶ καθ’ ἑαυτοὺς γενέσθαι τοὺς μαθητὰς, καὶ τότε τὴν τοῦ Πνεύματος χάριν κατέπεμψεν. Οὐχ ἁπλῶς, οὐδὲ εἰκῇ
45οὐδὲ τοῦτο γεγένηται. Ἐπειδὴ γὰρ ᾔδει τῶν ἀνθρώ‐ πων τὸ γένος οὐχ ὁμοίως τὰ ἐν χερσὶ θαυμάζοντας ἀγαθὰ, οὐδὲ κατ’ ἀξίαν τιμῶντας ἐκεῖνα, ἅπερ ἂν ἡδέα καὶ μεγάλα καταφανῇ, ἂν μὴ καὶ τῶν ἐναντίων ἡ εἴσοδος παρεισέλθῃ· οἷόν τι λέγω· δεῖ γὰρ αὐτὸ σα‐

50

.

466

(50)

φέστερον εἰπεῖν· ὁ ὑγιαίνων καὶ εὐεκτῶν τὸ σῶμα οὐκ αἰσθάνεται, οὐδὲ ἀκριβῶς εἰδέναι δύναται, ὅσα αὐτῷ ἀγαθὰ ἡ ὑγεία ἐχαρίζετο, εἰ μὴ καὶ τῆς νόσου πεῖραν λάβῃ τῆς ἀσθενείας παρεισελθούσης· καὶ ὁ τὴν ἡμέραν πάλιν βλέπων οὐχ ὁμοίως θαυμάζει τὸ φῶς,
55ἐὰν μὴ καὶ τὸ τῆς νυκτὸς σκότος διαδέξηται. Καὶ γὰρ ἡ τῶν ἐναντίων πεῖρα διδάσκαλος ἀεὶ γίνεται σαφὴς ἐκείνων, ὧν πρότερον ἐν ἀπολαύσει τυγχάνοντες ἦμεν. Διά τοι τοῦτο καὶ τότε, ἐπειδὴ μυρίων ἦσαν ἀγαθῶν
οἱ μαθηταὶ κατὰ τὴν αὐτοῦ παρουσίαν ἀπολαύσαντες,465

50

.

467

καὶ ἀπὸ τοῦ συνδιατρίβειν αὐτῷ ἐν πολλῇ ἦσαν εὐ‐ ημερίᾳ· καὶ γὰρ οἱ τὴν Παλαιστίνην ἅπαντες οἰκοῦν‐ τες, ὥσπερ εἰς φωστῆράς τινας οὕτως εἰς τὰ τούτων ἐνέβλεπον πρόσωπα· ἐπειδὴ καὶ νεκροὺς ἀν‐
5ίστων, καὶ λεπροὺς ἐκάθαιρον, δαίμονας ἤλαυνον, καὶ νοσήματα ἐθεράπευον, καὶ ἕτερα πολλὰ ἐπεδείκνυντο θαύματα· ἐπεὶ οὖν οὕτως ἦσαν περίβλεπτοι καὶ περι‐ φανεῖς, διὰ τοῦτο συνεχώρησεν αὐτοὺς πρὸς ὀλίγον χωρισθῆναι τῆς τοῦ συμμαχοῦντος δυνάμεως, ἵνα ὅταν
10ἐν ἐρημίᾳ γένωνται, μάθωσιν ἡλίκον αὐτοῖς ἐχαρίζετο ἡ τῆς αὐτοῦ ἀγαθότητος παρουσία, καὶ εἰς αἴσθησιν ἐλθόντες τῶν παρελθόντων ἀγαθῶν μετὰ μείζονος τῆς προθυμίας ὑποδέξωνται καὶ τὴν τοῦ Παρακλήτου δωρεάν. Καὶ γὰρ ἀθυμοῦντας αὐτοὺς παρεκάλεσε,
15καὶ διὰ τὸν τοῦ διδασκάλου χωρισμὸν στυγνάζοντας καὶ κατηφείας πεπληρωμένους διὰ τοῦ οἰκείου φωτὸς κατηύγασε, καὶ κειμένους σχεδὸν ἀνέστησε, καὶ τῆς ἀθυμίας τὸ νέφος διεσκέδασε, καὶ τὴν ἀπορίαν ἔλυσεν. Ἐπειδὴ γὰρ ἦσαν ἀκούσαντες τῆς Δεσποτικῆς φωνῆς,
20Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· ἠπό‐ ρουν δὲ λοιπὸν καὶ ἠγνόουν, ὅποι δεῖ ἕκαστον τραπῆ‐ ναι, καὶ πρὸς ποῖον δεῖ κλίμα τῆς οἰκουμένης κηρῦ‐ ξαι τὸν λόγον, ἔρχεται τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει γλωσσῶν, ἑκάστῳ μερίζον τῆς κατὰ τὴν οἰκουμένην
25διδασκαλίας τὰ κλίματα, καὶ διὰ τῆς δοθείσης γλώτ‐ της καθάπερ δέλτῳ τινὶ γνωρίζον ἑκάστῳ τῆς ἐμπι‐ στευθείσης ἀρχῆς τε καὶ διδασκαλίας τὸν ὅρον. Διὰ τοῦτο ἐν εἴδει γλωσσῶν τὸ Πνεῦμα παρεγέ‐ νετο· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ’ ἵνα καὶ παλαιᾶς
30ἡμᾶς ὑπομνήσῃ ὑποθέσεως. Ἐπειδὴ γὰρ τὸ παλαιὸν εἰς ἀπόνοιαν ἐξοκείλαντες οἱ ἄνθρωποι πύργον ἠβου‐ λήθησαν κατασκευάσαι ἕως τοῦ οὐρανοῦ φθάνοντα, καὶ διὰ τῆς τῶν γλωσσῶν διαιρέσεως διεῖλεν αὐτῶν τὴν κακὴν συμφωνίαν· διὰ τοῦτο καὶ νῦν ἐν εἴδει
35γλωσσῶν πυρίνων ἐφίπταται αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα διαιρεθεῖσαν τὴν οἰκουμένην διὰ τούτου συνάψῃ. Καὶ ἐγένετο πρᾶγμα καινὸν καὶ παράδοξον· ὥσπερ γὰρ τότε τὸ παλαιὸν γλῶσσαι τὴν οἰκουμένην κατέτεμον, καὶ τὴν κακὴν συμφωνίαν εἰς διαίρεσιν
40ἤγαγον· οὕτω καὶ νῦν γλῶσσαι τὴν οἰκουμένην συν‐ ῆψαν, καὶ τὰ διεστῶτα εἰς ὁμόνοιαν συνήγαγον. Ἐν εἴδει μὲν οὖν γλωσσῶν διὰ τοῦτο, ὡσεὶ πυρὸς δὲ γλῶσσαι διὰ τὴν ἐν ἡμῖν ὑλομανήσασαν τῆς ἁμαρτίας ἄκανθαν. Καθάπερ γὰρ γῆ, ὅταν λιπαρὰ καὶ πίων
45οὖσα τυγχάνῃ, μὴ γεωργῆται δὲ, πολλὴν ἐπιδείκνυ‐ ται τῶν ἀκανθῶν τὴν φοράν· οὕτω δὴ καὶ ἡ φύσις ἡ ἡμετέρα, καλὴ οὖσα διὰ τὸν παραγαγόντα, καὶ πρὸς τὸν τῆς ἀρετῆς καρπὸν ἐπιτηδείως ἔχουσα, διὰ τὸ μὴ δέξασθαι τὸ τῆς εὐσεβείας ἄροτρον, μηδὲ τὸν τῆς

50

.

467

(50)

θεογνωσίας σπόρον, καθάπερ ἀκάνθας τινὰς καὶ ἑτέ‐ ραν ἄχρηστον ὕλην τὴν ἀσέβειαν ἀπεγέννησε. Καὶ ὃν τρόπον τῆς γῆς τὸ πρόσωπον ἀπὸ τοῦ πλήθους τῶν ἀκανθῶν καὶ τῶν πονηρῶν βοτανῶν πολλάκις οὐ φαί‐ νεται· οὕτω καὶ τὸ εὐγενὲς καὶ τὸ καθαρὸν τῆς ψυ‐
55χῆς τῆς ἡμετέρας οὐ διεδείκνυτο, ἕως ὅτε παραγενό‐ μενος ὁ γεωργὸς τῆς φύσεως τῆς ἀνθρωπίνης, καὶ τὸ πῦρ ἐπαφεὶς τοῦ Πνεύματος, ἐκάθηρέ τε αὐτὴν, καὶ πρὸς τὸ δέξασθαι τὸν σπόρον τὸν οὐράνιον ἐπιτη‐ δείαν γενέσθαι παρεσκεύασε.
60γʹ. Τοσαῦτα ἡμῖν καὶ τούτων πλείονα διὰ τὴν παρ‐
οῦσαν ἡμέραν ὑπῆρχε τὰ ἀγαθά. Διὸ παρακαλῶ πρὸςColumn end

50

.

468

ἀξίαν τῶν δεδωρημένων ἡμῖν ἀγαθῶν, καὶ ἡμεῖς ἑορ‐ τάσωμεν, οὐ τὴν πύλην στεφανοῦντες, ἀλλὰ τὰς ψυχὰς καλλωπίζοντες· οὐ κοσμοῦντες τὴν ἀγορὰν παραπετάσμασιν, ἀλλὰ φαιδρύνοντες τὴν ψυχὴν τοῖς
5τῆς ἀρετῆς περιβολαίοις, ἵνα οὕτω δυνηθῶμεν καὶ τοῦ Πνεύματος τὴν χάριν ὑποδέξασθαι, καὶ τοὺς ἐντεῦ‐ θεν καρποὺς ἀποδέξασθαι. Τίς δέ ἐστιν ὁ καρπὸς τοῦ Πνεύματος; Ἀκούσω‐ μεν Παύλου λέγοντος· Ὁ δὲ καρπὸς τοῦ Πνεύμα‐
10τος, φησὶν, ἀγάπη, χαρὰ, εἰρήνη. Ὅρα λέξεως ἀκρίβειαν, διδασκαλίας ἀκολουθίαν· προέταξε τὴν ἀγάπην, καὶ τότε τῶν ἑξῆς ἐμνημόνευσεν· ἔθηκε τὴν ῥίζαν, καὶ τότε τὸν καρπὸν ὑπέδειξε· κατέβαλε τὸν θεμέλιον, καὶ τότε τὴν οἰκοδομὴν ἐπήγαγεν· ἀπὸ τῆς
15πηγῆς ἤρξατο, καὶ τότε ἦλθεν ἐπὶ τοὺς ποταμούς. Οὐδὲ γὰρ πρότερον ἡ τῆς χαρᾶς ἐπεισελθεῖν ὑπόθεσις δύναται, ἂν μὴ πρότερον ἑαυτῶν εἶναι νομίσωμεν τὴν ἑτέρων εὐημερίαν, καὶ οἰκεῖα τὰ τοῦ πλησίον ἀγαθὰ λογισώμεθα· ταῦτα δὲ οὐκ ἄν ποτε ἐξ ἑτέρου
20φανείη τινὸς, ἂν μὴ τῆς ἀγάπης ὑπερβάλῃ ἡ τυραν‐ νίς. Ἡ ἀγάπη ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἁπάν‐ των τῶν ἀγαθῶν. Καὶ γὰρ ὡς ῥίζα μυρίους τοὺς κλάδους τῆς ἀρετῆς ἀναδίδωσι, καὶ ὡς πηγὴ πολλὰ τίκτει τὰ νάματα, καὶ ὡς μήτηρ εἴσω τῶν ἑαυτῆς
25κόλπων περισφίγγει τοὺς εἰς αὐτὴν καταφεύγοντας. Ὃ δὴ καὶ ὁ μακάριος Παῦλος συνιδὼν, καρπὸν αὐτὴν τοῦ Πνεύματος ἐκάλεσεν· ἀλλαχοῦ δὲ τοσοῦτον αὐτῇ τὸ προτέρημα ἐχαρίσατο, ὡς καὶ πλήρωμα αὐτὴν τοῦ νόμου προσειπεῖν· Πλήρωμα γὰρ νόμου, φησὶν,
30ἀγάπη. Ὁ μέντοι τῶν ἁπάντων Δεσπότης καὶ ὅρον ἀρκοῦντα καὶ χαρακτῆρα ἀξιόπιστον, εἰς τὸ φανῆναι τοὺς ἑαυτοῦ μαθητὰς, οὐχ ἕτερόν τινα, ἢ τὸν ἀπὸ τῆς ἀγάπης ἡμῖν προεβάλετο εἰπών· Ἐν τούτῳ γνώ‐ σονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην
35ἔχητε ἐν ἀλλήλοις. Διὸ, παρακαλῶ, ἐπ’ αὐτὴν κατα‐ φύγωμεν ἅπαντες, καὶ ταύτῃ περιπλακῶμεν, καὶ μετ’ αὐτῆς τὴν ἑορτὴν ταύτην ὑποδεξώμεθα· ὅπου γὰρ ἀγάπη, ἀργεῖ τῆς ψυχῆς τὰ ἐλαττώματα· ὅπου ἀγάπη, τὰ ἄλογα τῆς διανοίας σκιρτήματα πέπαυται.
40Ἡ ἀγάπη, φησὶν, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ. Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· ὅπου ἀγάπη πολιτεύεται, οὐδαμοῦ Κάϊν φονεύων τὸν ἀδελφόν. Ἄνελε τοῦ φθόνου τὴν πηγὴν, καὶ ἀνεῖλες τῶν κακῶν ἁπάντων τὸν ποταμόν· ἀπό‐
45τεμε τὴν ῥίζαν, καὶ συνανεῖλες τὸν καρπόν. Ταῦτα δὲ λέγω τῶν φθονούντων κηδόμενος μᾶλλον ἢ τῶν φθονουμένων· καὶ γὰρ ἐκεῖνοι μάλιστά εἰσιν οἱ τὰ μέγιστα ζημιούμενοι, καὶ πολὺν ἑαυτοῖς τὸν ὄλεθρον ἐπάγοντες· ἐπεί γε ὅτι τοῖς φθονουμένοις καὶ στε‐

50

.

468

(50)

φάνων ὑπόθεσίς ἐστιν, εἰ βούλοιντο, τὸ φθονεῖσθαι. Καὶ ὅρα μοι πῶς Ἄβελ ὁ δίκαιος ᾄδεται, καὶ καθ’ ἑκάστην ἀνακηρύττεται τὴν ἡμέραν, καὶ ἡ τῆς σφα‐ γῆς ὑπόθεσις εὐδοξίας αὐτῷ γέγονεν ἀφορμή. Καὶ ὁ μὲν καὶ μετὰ τὴν τελευτὴν διὰ τοῦ αἵματος παῤῥη‐
55σιάζεται, καὶ λαμπρᾷ τῇ φωνῇ κατηγορεῖ τοῦ μιαι‐467

50

.

469

φόνου· ὁ δὲ δῆθεν περιγενόμενος τὸν καρπὸν τῶν ἔργων διὰ τῆς ἀντιδόσεως τῶν ἔργων ἀπέλαβε, καὶ στένων καὶ τρέμων διῆγεν ἐπὶ τῆς γῆς· ὁ δὲ ἀνῃρη‐ μένος καὶ ἐπὶ τῆς γῆς κείμενος μετὰ τὴν τελευτὴν
5πλείονα τὴν παῤῥησίαν ἐπεδείκνυτο. Καὶ καθά‐ περ ἐκεῖνον ἡ ἁμαρτία καὶ ζῶντα τῶν νεκρῶν ἀθλιώ‐ τερον διάγειν παρεσκεύασεν· οὕτω τοῦτον ἡ ἀρετὴ, καὶ μετὰ τὴν τελευτὴν πλέον διαλάμπειν ἐποίησε. Διά τοι τοῦτο καὶ ἡμεῖς, ἵνα μείζονα καὶ ἐνταῦθα
10κἀκεῖ τὴν παῤῥησίαν κτησώμεθα, ἵνα πλείονα τὴν εὐφροσύνην τὴν ἀπὸ τῆς ἑορτῆς καρπωσώμεθα, πάν‐ τα μὲν τὰ ῥυπαρὰ τῆς ψυχῆς περιέλωμεν ἐνδύματα, μάλιστα τοῦ φθόνου τὸ περιβόλαιον ἀποδυσώμεθα. Κἂν γὰρ μυρία κατορθοῦν δόξωμεν, πάντων ἐκπε‐
15σούμεθα, τῆς πικρᾶς ἡμῖν καὶ ὠμῆς ταύτης ἐνοχλού‐
σης λύμης· ἣν πάντας ἡμᾶς διαφυγεῖν γένοιτο, καὶColumn end

50

.

470

μάλιστα τοὺς τήμερον διὰ τῆς τοῦ λουτροῦ χάριτος, τὸ παλαιὸν τῶν ἁμαρτημάτων ἔνδυμα ἀποθεμένους, καὶ πρὸς τὰς ἡλιακὰς ἀκτῖνας ἀντιλάμπειν δυναμέ‐ νους. Ὑμεῖς μὲν οὖν, παρακαλῶ, οἱ σήμερον εἰς τὴν
5υἱοθεσίαν ἐγγραφέντες, οἱ τὸ λαμπρὸν τοῦτο περιβό‐ λαιον ἐνδυσάμενοι, πάσῃ φυλακῇ τὴν φαιδρότητα ἐν ᾗ νῦν ἐστε διατηρήσατε, πανταχόθεν ἀποτειχίσαντες τῷ διαβόλῳ τὴν εἴσοδον, ἵνα δαψιλεστέρας ἀπολαύ‐ σαντες τῆς τοῦ Πνεύματος χάριτος, καρποφορῆσαι
10δυνηθῆτε ἓν τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκα‐ τὸν, καὶ μετὰ παῤῥησίας ἀπαντῆσαι ἀξιωθείητε τῷ βασιλεῖ τῶν οὐρανῶν, ὅταν παραγίνεσθαι μέλλῃ, καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ διανέμειν τοῖς μετ’ ἀρετῆς τὸν παρόντα βίον διανύσασιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ‐
15ρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.469