TLG 2062 036 :: JOANNES CHRYSOSTOMUS :: In ascensionem domini nostri Jesu Christi JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In ascensionem domini nostri Jesu Christi Citation: Vol — pg — (ln) | ||
50.441(18t) | Εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐλέχθη δὲ ἐν τῷ μαρτυρίῳ τῆς | |
19t | Ῥωμανησίας, ἔνθα μαρτύρων σώματα, ὑπὸ τὸ ἔδαφος κείμενα ἐγγὺς λειψάνων αἱρετικῶν, ἀν‐ | |
---|---|---|
20t | ηνέχθησαν, καὶ ἄνω κατ’ ἰδίαν ἐτάφησαν. | |
21 | αʹ. Καὶ ὅτε τοῦ σταυροῦ μνείαν ἐπετελοῦμεν, ἔξω τῆς πόλεως τὴν ἑορτὴν ἐπετελέσαμεν, καὶ νῦν ὅτε τοῦ σταυρωθέντος τὴν ἀνάληψιν ἄγομεν τὴν φαιδρὰν ταύ‐ την καὶ ἐξαστράπτουσαν ἡμέραν, ἔξω τῆς πόλεως | |
25 | πάλιν τὴν ἑορτὴν ἐπιτελοῦμεν. Ποιοῦμεν δὲ τοῦτο, οὐχὶ τὴν πόλιν ἀτιμάσαι βουλόμενοι, ἀλλὰ τιμῆσαι τοὺς μάρτυρας σπεύδοντες. Ἵνα γὰρ μὴ ἐγκαλῶσιν | |
ἡμῖν οἱ ἅγιοι οὗτοι, καὶ λέγωσιν· ἡμεῖς οὐκ ἦμεν | Column end | |
50.442(21) | ἄξιοι μίαν ἡμέραν τοῦ Δεσπότου ἡμῶν ἐν ταῖς ἡμε‐ τέραις σκηναῖς ἐπιτελουμένην ἰδεῖν· ἵνα μὴ ἐγκαλέ‐ σωσιν ἡμῖν οἱ ἅγιοι οὗτοι καὶ λέγωσιν· ὅτι τὸ μὲν αἷμα ἡμῶν ὑπὲρ αὐτοῦ ἐξεχέαμεν, καὶ τὰς κεφαλὰς | |
25 | ἡμῶν ἀποτμηθῆναι κατηξιώθημεν· τὴν δὲ ἡμέραν τῆς ἑορτῆς αὐτοῦ οὐ κατηξιώθημεν ἰδεῖν ἐν τοῖς ἡμε‐ τέροις καταγωγίοις τελουμένην· διὰ ταῦτα τὴν πόλιν ἀφέντες, πρὸς τοὺς πόδας τῶν ἁγίων τούτων ἐδρά‐ μομεν, διὰ τῆς παρούσης ἡμέρας, καὶ ὑπὲρ τοῦ | |
30 | χρόνου τοῦ παρελθόντος ἀπολογούμενοι πρὸς αὐτούς. Εἰ γὰρ καὶ πρὸ τούτου ἔδει πρὸς τοὺς γενναίους τού‐ | |
τους τῆς εὐσεβείας ἀθλητὰς τρέχειν, ὅτε ὑπὸ τὸ | 441 | |
50.443 | ἔδαφος ἔκειντο· πολλῷ μᾶλλον νῦν τοῦτο ποιεῖν χρὴ, ὅτε καθ’ ἑαυτοὺς οἱ μαργαρῖται, ὅτε ἀπηλλάγη τῶν λύκων τὰ πρόβατα, ὅτε ἀπέστησαν τῶν νεκρῶν οἱ ζῶντες. Αὐτοῖς μὲν γὰρ οὐδὲ πρὸ τούτου βλάβη τις | |
5 | ἦν ἀπὸ τῆς κοινωνίας τῆς κατὰ τὴν ταφήν· ὧν γὰρ τὰ πνεύματα ἐν τοῖς οὐρανοῖς, οὐδὲν τὰ σώματα ἐβλάπτετο ἀπὸ τῆς γειτνιάσεως· ὧν ἡ ψυχὴ ἐν τῇ χειρὶ τοῦ Θεοῦ, οὐδὲν τὰ λείψανα ἀπὸ τῆς θέσεως ἔπασχεν. Αὐτοῖς μὲν οὖν οὐδεμία βλάβη ἦν, οὐδὲ | |
10 | πρὸ τούτου· ὁ δὲ λαὸς ἡμῖν οὐ τὴν τυχοῦσαν ζημίαν ὑπέμεινεν ἀπὸ τῶν τόπων, τρέχων μὲν πρὸς τὰ λεί‐ ψανα τῶν μαρτύρων, μετὰ δὲ ἀμφιβολίας καὶ διακρί‐ σεως ποιούμενος τὰς εὐχὰς διὰ τὸ ἀγνοεῖσθαι τὰς θήκας τῶν ἁγίων, καὶ ποῦ κεῖνται οἱ θησαυροὶ οἱ | |
15 | ἀληθινοί. Καὶ ταυτὸν ἐγίνετο, ὥσπερ ἂν εἰ ποίμνια προβάτων καθαρῶν ἀπολαῦσαι ῥείθρων ἐπειγόμενα ἔρχοιτο μὲν ἐπὶ τὰς πηγὰς τὰς καθαρὰς, βρώμου δέ ποθεν ἐγγύθεν καὶ δυσωδίας ἐμπεσούσης ἀναχαιτί‐ ζοιτο πάλιν· οὕτω καὶ ἐπὶ τῆς ποίμνης ταύτης συν‐ | |
20 | έβαινεν. Ἐβάδιζε μὲν ὁ λαὸς πρὸς τὰς καθαρὰς τῶν μαρτύρων πηγάς· αἰσθανόμενος δὲ δυσωδίας αἱρετι‐ κῆς ἐγγύθεν ἀνιούσης, ἀνεχαιτίζετο πάλιν. Ὅπερ οὖν συνειδὼς ὁ σοφὸς οὗτος ποιμὴν καὶ κοινὸς διδά‐ σκαλος, ὁ πάντα πρὸς οἰκοδομὴν τῆς Ἐκκλησίας | |
25 | οἰκονομῶν, οὐκ ἠνέσχετο μέχρι πολλοῦ ταύτην τὴν ζημίαν περιιδεῖν οὗτος ὁ θερμὸς ἐραστὴς καὶ ζη‐ λωτὴς τῶν μαρτύρων. Ἀλλὰ τί ποιεῖ; Θεάσασθε τὴν σοφίαν· τὰ μὲν θολερὰ καὶ δυσώδη ῥεύματα κατ‐ έχωσε καὶ ἀπέφραξε κάτω, τὰς δὲ καθαρὰς τῶν μαρ‐ | |
30 | τύρων πηγὰς ἐν καθαρῷ χωρίῳ κατέστησε. Καὶ σκο‐ πεῖτε ὅσην καὶ περὶ τοὺς κατοιχομένους τὴν φιλαν‐ θρωπίαν ἐπεδείξατο, καὶ περὶ τοὺς μάρτυρας τὴν τιμὴν, καὶ περὶ τὸν λαὸν τὴν κηδεμονίαν. Περὶ μὲν τοὺς κατοιχομένους φιλανθρωπίαν ἐπεδείξατο, μὴ | |
35 | κινήσας αὐτῶν τὰ ὀστᾶ, ἀλλ’ ἀφεὶς ἐπὶ τοῦ τόπου μένειν· περὶ δὲ τοὺς μάρτυρας τιμὴν, ἀπαλλάξας αὐτοὺς τοῦ πονηροῦ γειτονήματος· περὶ δὲ τὸν λαὸν κηδεμονίαν, οὐκ ἀφεὶς αὐτοὺς μετὰ διακρίσεως ποιεῖ‐ σθαι τὰς εὐχάς. | |
40 | Διὰ ταῦτα ὑμᾶς ἐνταῦθα ἠγάγομεν, ἵνα φαιδρότε‐ ρος ὁ σύλλογος γένηται, ἵνα λαμπρότερον τὸ θέατρον, οὐχὶ ἀνθρώπων μόνον, ἀλλὰ καὶ μαρτύρων συλλεγο‐ μένων· οὐχὶ μαρτύρων μόνον, ἀλλὰ καὶ ἀγγέλων. Καὶ γὰρ καὶ ἄγγελοι πάρεισιν, ἀγγέλων καὶ μαρτύ‐ | |
45 | ρων ἡ σύνοδος γέγονε σήμερον. Καὶ εἰ βούλει ἰδεῖν καὶ μάρτυρας καὶ ἀγγέλους, ἄνοιξον τῆς πίστεως τοὺς ὀφθαλμοὺς, καὶ ὄψει τὸ θέατρον ἐκεῖνο· εἰ γάρ πως ὁ ἀὴρ ἀγγέλων ἐμπέπλησται, πολλῷ μᾶλλον ἡ ἐκκλησία· εἰ δὲ ἐκκλησία, πολλῷ μᾶλλον ἡ παροῦσα | |
50.443(50) | ἡμέρα, ὅτε ὁ Δεσπότης αὐτῶν ἀναλαμβάνεται. Ὅτι γὰρ ἅπας ὁ ἀὴρ ἀγγέλων ἐμπέπλησται, ἄκουσον τί φησιν ὁ Ἀπόστολος, ἐντρέπων τὰς γυναῖκας ὥστε ἔχειν κάλυμμα ἐπὶ τῆς κεφαλῆς· Ὀφείλουσιν αἱ γυναῖκες ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ | |
55 | τοὺς ἀγγέλους. Καὶ πάλιν ὁ Ἰακὼβ, Ὁ ἄγγελος, φησὶν, ὁ ῥυόμενός με ἐκ νεότητός μου. Καὶ οἱ ἐν τῇ οἰκίᾳ δὲ μετὰ τῶν ἀποστόλων ὄντες πρὸς τὴν Ῥόδην ἔλεγον· Ὁ ἄγγελος αὐτοῦ ἐστι· καὶ πάλιν ὁ Ἰακὼβ, Εἶδον, φησὶ, παρεμβολὴν ἀγγέλων. Καὶ | |
60 | τίνος ἕνεκεν παρεμβολὴν ἀγγέλων εἶδεν ἐπὶ τῆς γῆς | Column end |
50.444 | καὶ στρατιάν; Καθάπερ βασιλεὺς κελεύει τὰ στρατό‐ πεδα ἐν ἑκάσταις καθέζεσθαι πόλεσι, μήποτε βαρβα‐ ρικὸς πόλεμος ἐπαναστὰς καταδράμῃ τὰς πόλεις· οὕτω δὴ καὶ ὁ Θεὸς, ἐπειδὴ καὶ δαίμονές εἰσιν ἐν τῷ | |
5 | ἀέρι τούτῳ βάρβαροι καὶ ἄγριοι, καὶ πολέμους ἐγεί‐ ροντες ἀεὶ καὶ τῆς εἰρήνης ἐχθροὶ, ἀντικατέστησεν αὐτοῖς τὰ στρατόπεδα τῶν ἀγγέλων, ἵνα φαινόμενοι μόνον αὐτοῖς καταστέλλωσιν, ἵνα τὴν εἰρήνην ἡμῖν ἀεὶ πρυτανεύσωσι. Καὶ ἵνα μάθῃς ὅτι ἄγγελοι εἰρή‐ | |
10 | νης εἰσὶν, ἄκουσον ἐν ταῖς προσευχαῖς ἀεὶ λεγόντων τῶν διακόνων· Τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε. Ὁρᾷς ὅτι καὶ ἄγγελοι πάρεισι καὶ μάρτυρες; Τί οὖν ἀθλιώτερον τῶν ἀπολειφθέντων σήμερον; τί μακα‐ ριώτερον ἡμῶν τῶν παραγενομένων καὶ ἀπολαυόντων | |
15 | τῆς πανηγύρεως ταύτης; Ἀλλ’ οἱ μὲν περὶ τῶν ἀγ‐ γέλων λόγοι ἐν ἑτέροις ἡμᾶς ἀναμεινάτωσαν και‐ ροῖς· ἡμεῖς δὲ ἐπὶ τὴν ὑπόθεσιν τῆς παρούσης ἑορ‐ τῆς τὸν λόγον ἀγάγωμεν. βʹ. Τίς οὖν ἐστιν ἡ παροῦσα ἑορτή; Σεμνὴ καὶ με‐ | |
20 | γάλη, ἀγαπητὲ, καὶ τὸν τῶν ἀνθρώπων ὑπερβαί‐ νουσα νοῦν, καὶ τῆς μεγαλοδωρεᾶς ἀξία τοῦ ποιήσαν‐ τος αὐτὴν Θεοῦ. Σήμερον γὰρ καταλλαγαὶ τῷ Θεῷ πρὸς τὸ τῶν ἀνθρώπων γεγόνασι γένος· σήμερον ἡ χρονία ἔχθρα κατελύθη, καὶ ὁ μακρὸς πόλεμος ἀν‐ | |
25 | ῃρέθη· σήμερον εἰρήνη θαυμασία τις ἐπανῆλθεν, οὐ‐ δέποτε προσδοκηθεῖσα πρότερον. Τίς γὰρ ἂν ἤλπισεν ὅτι Θεὸς ἀνθρώπῳ καταλλάττεσθαι ἔμελλεν; οὐχ ὅτι ἀπάνθρωπος ὁ Δεσπότης, ἀλλ’ ὅτι ῥᾴθυμος ὁ οἰκέτης· οὐχ ὅτι ὠμὸς ὁ Κύριος, ἀλλ’ ὅτι ἀγνώμων | |
30 | ὁ δοῦλος. Βούλει μαθεῖν πῶς παρωξύναμεν τὸν φι‐ λάνθρωπον τοῦτον, τὸν ἥμερον ἡμῶν Δεσπότην; Καὶ γὰρ δίκαιον μαθεῖν τῆς προτέρας ἡμῶν ἔχθρας τὴν ὑπόθεσιν, ἵν’, ὅταν ἴδῃς τιμηθέντας ἡμᾶς, τοὺς ἐχθροὺς καὶ πολεμίους, θαυμάσῃς τοῦ τιμήσαντος | |
35 | τὴν φιλανθρωπίαν, ἵνα μὴ νομίσῃς ἐξ οἰκείων κατορ‐ θωμάτων γεγενῆσθαι τὴν μεταβολὴν, ἵνα μαθὼν αὐ‐ τοῦ τῆς χάριτος τὴν ὑπερβολὴν, μὴ παύσῃ διαπαντὸς εὐχαριστῶν αὐτῷ ὑπὲρ τοῦ μεγέθους τῶν δωρεῶν. Βούλει τοίνυν μαθεῖν, πῶς παρωξύναμεν ἡμῶν τὸν | |
40 | Δεσπότην, τὸν φιλάνθρωπον, τὸν ἥμερον, τὸν ἀγαθὸν, τὸν πάντα ὑπὲρ τῆς ἡμετέρας σωτηρίας οἰκονομοῦν‐ τα; Ἐβουλεύσατό ποτε περὶ παντελοῦς ἀφανισμοῦ τοῦ γένους ἡμῶν, καὶ οὕτως ἡμῖν ὠργίσθη, ὡς ἀπο‐ λέσαι ἡμᾶς μετὰ γυναικῶν καὶ παίδων καὶ θηρίων | |
45 | καὶ κτηνῶν καὶ τῆς γῆς ἁπάσης. Καὶ εἰ βούλει, ἐγώ σε ποιήσω καὶ τῆς ἀποφάσεως αὐτῆς ἀκοῦσαι· Ἐξ‐ αλείψω γὰρ, φησὶ, τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου πάσης τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ κτήνη, ὅτι ἐνεθυμήθην, ὅτι ἐποίησα τὸν ἄνθρω‐ | |
50.444(50) | πον. Καὶ ἵνα μάθῃς ὅτι οὐ τὴν φύσιν ἡμῶν ἐμίσει, ἀλλὰ τὴν κακίαν ἀπεστρέφετο, ὁ εἰπὼν, ὅτι Ἐξ‐ αλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, λέγει τῷ ἀνθρώπῳ· Καιρὸς παντὸς ἀν‐ θρώπου ἥκει πρός με. Εἰ δὲ τὸν ἄνθρωπον ἐμίσει, | |
55 | οὐκ ἂν ἀνθρώπῳ διελέχθη. Νῦν δὲ ὁρᾷς αὐτὸν οὔτε βουλόμενον ποιῆσαι, ὅπερ ἠπείλησε ποιῆσαι, ἀλλὰ καὶ ἀπολογούμενον τῷ δούλῳ τὸν Κύριον, καὶ ὡς ὁμοτί‐ μῳ φίλῳ διαλεγόμενον καὶ λέγοντα τὰς αἰτίας τῆς μελλούσης ἀπωλείας ἔσεσθαι, οὐχ ἵνα μάθῃ τὰς αἰ‐ | |
60 | τίας ὁ ἄνθρωπος, ἀλλ’ ἵνα τοῖς ἄλλοις εἰπὼν, σω‐ φρονεστέρους αὐτοὺς ἐργάσηται. Ἀλλ’ ὅπερ ἔλεγον, οὕτω κακῶς ἡμῶν ἔπραττε τὸ γένος ἔμπροσθεν, ὡς | |
κινδυνεῦσαι καὶ τῆς γῆς αὐτῆς ἐκπεσεῖν. Ἀλλ’ ἡμεῖς | 443 | |
50.445 | οἱ τῆς γῆς ἀνάξιοι φανέντες, τήμερον εἰς οὐρανοὺς ἀνήχθημεν· οἱ μηδὲ τῆς κάτω ἀρχῆς ὄντες ἄξιοι, πρὸς τὴν βασιλείαν ἀνέβημεν τὴν ἄνω, ὑπερέβημεν τοὺς οὐρανοὺς, ἐπελαβόμεθα τοῦ θρόνου τοῦ βασιλικοῦ· | |
5 | καὶ ἡ φύσις, δι’ ἣν ἐφύλαττε τὸν παράδεισον τὰ Χε‐ ρουβὶμ, αὕτη ἐπάνω τῶν Χερουβὶμ κάθηται σήμερον. Ἀλλὰ πῶς τοῦτο γέγονε τὸ θαυμαστὸν καὶ μέγα; πῶς ἡμεῖς οἱ προσκεκρουκότες, οἱ τῆς γῆς ἀνάξιοι φανέντες, καὶ τῆς ἀρχῆς τῆς κάτωθεν ἐκπεσόντες | |
10 | πρὸς τοσοῦτον ὕψος ἀνήχθημεν; πῶς ὁ πόλεμος κατ‐ ελύθη, πῶς ἡ ὀργὴ ἀνῃρέθη; Πῶς; τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι οὐχὶ τῶν ἀδίκως ὀργιζομένων τῷ Θεῷ, ἀλλ’ αὐτοῦ τοῦ δικαίως ἀγανακτοῦντος παρα‐ καλέσαντος ἡμᾶς, οὕτως εἰρήνη γέγονεν. Ὑπὲρ Χρι‐ | |
15 | στοῦ γὰρ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακα‐ λοῦντος δι’ ἡμῶν. Τί τοῦτο; αὐτὸς ὕβρισται, καὶ αὐτὸς παρακαλεῖ; Ναί· Θεὸς γάρ ἐστι, καὶ διὰ τοῦτο ὡς φιλάνθρωπος πατὴρ παρακαλεῖ. Καὶ ὅρα τί γίνεται· Μεσίτης ὁ τοῦ παρακαλοῦντος | |
20 | Υἱὸς, οὐκ ἄνθρωπος, οὐδὲ ἄγγελος, οὐδὲ ἀρχάγγελος, οὐδὲ τῶν οἰκετῶν οὐδείς. Καὶ τί ποιεῖ ὁ μεσίτης; Ἔργον μεσίτου. Καθάπερ γὰρ δύο τινῶν ἀποστρεφο‐ μένων ἀλλήλους καὶ οὐ βουλομένων διαλλαγῆναι, ἕτερός τις ἐλθὼν, καὶ μέσον ἑαυτὸν ἐμβαλὼν ἑκατέ‐ | |
25 | ρων λύει τὴν ἔχθραν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ὠργίζετο ἡμῖν ὁ Θεὸς, ἀπεστρεφόμεθα ἡμεῖς τὸν Θεὸν, τὸν φιλάνθρωπον Δεσπότην· μέσον ἑαυτὸν ἐμ‐ βαλὼν ὁ Χριστὸς ἑκατέραν τὴν φύσιν κατήλλαξε. Καὶ πῶς μέσον ἑαυτὸν ἐνέβαλε; Τὴν τιμωρίαν τὴν ὀφει‐ | |
30 | λομένην ἡμῖν παρὰ τοῦ Πατρὸς αὐτὸς ἐνεδέξατο, καὶ τὴν ἐκεῖθεν τιμωρίαν καὶ τὰ ἐνταῦθα ὀνείδη ὑπ‐ έμεινε. Βούλει μαθεῖν πῶς ἑκάτερα αὐτὸς ἐδέξατο; Χριστὸς ἡμᾶς, φησὶν, ἐξηγόρασεν ἐκ τῆς κατ‐ άρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. | |
35 | Εἶδες πῶς ἄνωθεν τὴν φερομένην τιμωρίαν ἐδέξατο· ὅρα πῶς καὶ τὰ κάτωθεν φερόμενα ὀνείδη ὑπέμεινεν· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε, φησὶν, ἐπέπε‐ σον ἐπ’ ἐμέ. Εἶδες πῶς διέλυσε τὴν ἔχθραν, πῶς οὐ πρότερον ἀπέστη πάντα ποιῶν καὶ πάσχων καὶ πρα‐ | |
40 | γματευόμενος, ἕως τὸν πολέμιον καὶ ἐχθρὸν ἀνήγα‐ γεν αὐτῷ τῷ Θεῷ, καὶ φίλον ἐποίησε; Καὶ τούτων τῶν ἀγαθῶν ὑπόθεσις ἡ σήμερον ἡμέρα· καθάπερ γὰρ ἀπαρχὴν τῆς φύσεως ἡμῶν λαβὼν, οὕτως ἀν‐ ήγαγε τῷ Δεσπότῃ. Καὶ ὅπερ γίνεται ἐπὶ τῶν πεδίων | |
45 | τῶν σταχυηφόρων, ὀλίγους τις στάχυας λαβὼν, καὶ μικρὸν δράγμα ποιήσας, καὶ προσενεγκὼν τῷ Θεῷ, διὰ τοῦ μικροῦ πᾶσαν τὴν ἄρουραν εὐλογεῖ· τοῦτο καὶ ὁ Χριστὸς ἐποίησε, δι’ ἐκείνης τῆς μιᾶς σαρκὸς καὶ τῆς ἀπαρχῆς τὸ γένος τὸ ἡμέτερον εὐλογηθῆναι | |
50.445(50) | ἐποίησεν. Ἀλλὰ διὰ τί οὐ πᾶσαν τὴν φύσιν ἀνήνεγ‐ κεν; Ὅτι οὐκ ἔστι τοῦτο ἀπαρχῆς, ἐὰν τὸ ὅλον τις προσενέγκῃ, ἀλλ’ ἐάν τις μικρὸν προσενεγκὼν, διὰ τοῦ μικροῦ τὸ ὅλον εὐλογηθῆναι παρασκευάσῃ. Καὶ μὴν εἰ ἀπαρχὴ, φησὶν, ἦν, ἐχρῆν τὸν πρῶτον ἄν‐ | |
55 | θρωπον γενόμενον αὐτὸν ἀνενεχθῆναι· ἀπαρχὴ γάρ | Column end |
50.446 | ἐστι τὸ πρῶτον ἐκφερόμενον, τὸ πρῶτον βλαστάνον. Οὐκ ἔστι τοῦτο ἀπαρχὴ, ἀγαπητὲ, ἐὰν τὸν πρῶτον προσενέγκωμεν καρπὸν ἐξίτηλον ὄντα καὶ ἀσθενῆ, ἀλλ’ ἐὰν τὸν δόκιμον προσενέγκωμεν. Ἐπεὶ οὖν ἐκεῖ‐ | |
5 | νος ὁ καρπὸς ὑπεύθυνος ἁμαρτίας ἦν, διὰ τοῦτο οὐκ ἀνηνέχθη, εἰ καὶ πρῶτος ἐγένετο· ἀλλ’ οὗτος ἀπηλ‐ λαγμένος ἁμαρτίας· διὰ τοῦτο καὶ ἀνηνέχθη, εἰ καὶ μετὰ ταῦτα ἐγένετο· τοῦτο γὰρ ἀπαρχή. γʹ. Καὶ ἵνα μάθῃς, ὅτι οὐχὶ ὁ πρῶτος βλαστάνων | |
10 | καρπὸς, τοῦτο ἀπαρχὴ, ἀλλ’ ὁ δόκιμος καὶ γενναῖος καὶ εἰς ἀκμὴν ἥκων τὴν προσήκουσαν, ἀπὸ τῶν Γραφῶν σοι παρέξω τὴν μαρτυρίαν. Ἐὰν εἰσέλθῃς, φησὶν ὁ Μωϋσῆς πρὸς τὸν λαὸν, εἰς τὴν γῆν τῆς ἐπαγγε‐ λίας, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ φυ‐ | |
15 | τεύσῃς ἐν αὐτῇ πᾶν ξύλον ποιοῦν καρπὸν βρώσιμον, τρία ἔτη οὐ περικαθαριεῖς τὸν καρπὸν αὐτοῦ· τῷ δὲ τετάρτῳ ἔτει ὁ καρπὸς αὐτοῦ ἅγιος ἔσται τῷ Κυρίῳ. Καὶ μὴν εἰ ἀπαρχὴ ἦν τὸ πρῶτον ἐκφερόμενον, τὸν ἐν τῷ πρώτῳ ἐνιαυτῷ καρπὸν, αὐ‐ | |
20 | τὸν ἔδει δοῦναι τῷ Κυρίῳ· νυνὶ δέ φησι· Τρία ἔτη οὐ περικαθαριεῖς τὸν καρπὸν αὑτοῦ, ἀλλὰ ἀφήσεις αὐτὸν, διότι ἐξίτηλον τὸ δένδρον ἐστὶ, διότι ἀσθενὴς, διότι ἄωρος ἡ γονή· ὁ δὲ τέταρτος, φησὶν, ἅγιος ἔσται τῷ Κυρίῳ. Καὶ σκόπει σοφίαν νομοθέ‐ | |
25 | του· οὔτε φαγεῖν αὐτὸν εἴασεν, ἵνα μὴ πρὸ τοῦ Θεοῦ αὐτὸς λάβῃ τὸν καρπόν· οὔτε προσενεχθῆναι αὐτὸν ἐπέτρεψεν, ἵνα μὴ ἄωρος προσενεχθῇ τῷ Κυρίῳ. Ἀλλὰ, Ἄφες μὲν, φησὶν, ἐπειδὴ πρῶτόν ἐστι· μὴ προσενέγκῃς δὲ, ἐπειδὴ ἀνάξιόν ἐστι τῆς τιμῆς τοῦ | |
30 | λαμβάνοντος. Ὁρᾷς ὅτι οὐ τὸ πρῶτον ἐκφερόμενον, ἀλλὰ τὸ δόκιμον, τοῦτό ἐστιν ἀπαρχή; Καὶ ταῦτα ἡμῖν διὰ τὴν σάρκα ἣν προσήνεγκεν εἴρηται. Ἀν‐ ήνεγκε τοίνυν τὴν ἀπαρχὴν τῆς φύσεως τῆς ἡμετέρας τῷ Πατρί· καὶ οὕτως ἐθαύμασε τὸ δῶρον ὁ Πατὴρ, | |
35 | καὶ διὰ τὴν ἀξίαν τοῦ προσενέγκαντος, καὶ διὰ τὸ ἄμωμον τοῦ προσενεχθέντος, ὡς οἰκείαις αὐτὸ δέξα‐ σθαι χερσὶ, καὶ θεῖναι πλησίον τὸ δῶρον, καὶ εἰπεῖν· Κάθου ἐκ δεξιῶν μου. Πρὸς ποίαν φύσιν εἶπεν ὁ Θεὸς, Κάθου ἐκ δεξιῶν μου; Πρὸς ἐκείνην τὴν | |
40 | ἀκούσασαν, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Οὐ γὰρ ἤρκει ὑπερβῆναι τοὺς οὐρανούς; οὐ γὰρ ἤρκει μετὰ ἀγγέλων στῆναι; οὐκ ἦν ἄφατος καὶ αὕτη ἡ τιμή; Ἀλλ’ ὑπερέβη ἀγγέλους, παρῆλθεν ἀρχαγγέλους. ὑπερέβη τὰ Χερουβὶμ, ἀνέβη ἀνώτερον τῶν Σερα‐ | |
45 | φεὶμ, παρέδραμε τὰς ἀρχὰς, οὐ πρότερον ἔστη, ἕως οὗ τοῦ θρόνου ἐπελάβετο τοῦ Δεσποτικοῦ. Οὐχ ὁρᾷς τουτὶ τὸ μέσον τοῦ οὐρανοῦ πρὸς τὴν γῆν; μᾶλλον δὲ κάτωθεν ἀρξώμεθα· οὐχ ὁρᾷς, ἀπὸ τοῦ ᾅδου πρὸς τὴν γῆν τὸ διάστημα ὅσον; ἀπὸ τῆς γῆς πάλιν πρὸς | |
50.446(50) | τὸν οὐρανόν; ἀπὸ τοῦ οὐρανοῦ πάλιν πρὸς τὸν οὐρα‐ νὸν τὸν ἀνώτερον; ἀπ’ ἐκείνου πρὸς τοὺς ἀγγέλους, πρὸς τοὺς ἀρχαγγέλους, πρὸς τὰς ἄνω δυνάμεις, πρὸς αὐτὸν τὸν θρόνον τὸν βασιλικόν; Τοῦτο ὅλον τὸ διάστημα καὶ τὸ ὕψος τὴν φύσιν τὴν ἡμετέραν ἀν‐ | |
55 | ήγαγε. Βλέπε ποῦ κάτω ἔκειτο, καὶ ποῦ ἀνέβη· οὔτε | 445 |
50.447 | καταβῆναι ἦν κατώτερον, οὗ κατέβη ὁ ἄνθρωπος, οὔτε ἀναβῆναι ἀνώτερον, οὗ ἀνήγαγεν αὐτὸν πάλιν. Καὶ ταῦτα δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβάς. Καὶ ποῦ κατέβη; Εἰς | |
5 | τὰ κατώτερα μέρη τῆς γῆς, καὶ ἀνέβη ὑπεράνω πάντων τῶν οὐρανῶν. Μάθε τίς ἀνέβη, ἢ ποία φύσις, ἢ πῶς πρὸ τούτου διακειμένη· ἡδέως γὰρ ἐνδιατρίβω τῇ εὐτελείᾳ τοῦ γένους τοῦ ἡμετέρου, ἵνα μεθ’ ὑπερβολῆς μάθω τὴν τιμὴν τὴν ἀπὸ τῆς φιλανθρωπίας τοῦ Δε‐ | |
10 | σπότου. Γῆ καὶ σποδὸς ἦμεν ἡμεῖς· ἀλλ’ οὔπω τοῦτο ἔγ‐ κλημα· τῆς φύσεως γὰρ ἦν ἡ ἀσθένεια. Ἀλόγων δι‐ εκείμεθα ἀνοητότερον· Παρασυνεβλήθη γὰρ ὁ ἄνθρω‐ πος τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐ‐ τοῖς. Τοῦτο δέ ἐστιν, ἀλόγων χείρονα, γενέσθαι | |
15 | ὅμοιον τοῖς ἀλόγοις. Τὸ μὲν γὰρ εἶναι ἄλογον φύσει, καὶ μένειν ἐπὶ τῆς ἀλογίας, τῆς φύσεως ἐστί· τὸ δὲ λόγῳ τιμηθέντας πρὸς ἐκείνην τὴν ἄνοιαν καταπεσεῖν, τῆς προαιρέσεώς ἐστιν ἔγκλημα. Ὥστε ὅταν ἀκούσῃς, ὅτι ὡμοιώθη τοῖς ἀλόγοις, μὴ νομίσῃς, ὅτι τῶν ἀλό‐ | |
20 | γων ἴσους δεῖξαι τοὺς ἀνθρώπους, ἀλλ’ ὅτι κἀκείνων χείρους ἀποφῆναι βουλόμενος, τοῦτο εἴρηκε. Καὶ γὰρ τῶν ἀλόγων ἐγενόμεθα χείρους καὶ ἀναισθητότεροι, οὐχ ὅτι ἄνθρωποι ὄντες ἐκεῖ κατεπέσομεν, ἀλλ’ ὅτι καὶ πρὸς μείζονα ἠλάσαμεν ἀγνωμοσύνην. Καὶ τοῦτο | |
25 | δηλῶν Ἡσαΐας ἔλεγεν· Ἔγνω βοῦς τὸν κτησάμε‐ νον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω. Ἀλλὰ μὴ αἰσχυνώμεθα ἐπὶ τοῖς προτέροις· Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Εἶδες πῶς τῶν κτηνῶν | |
30 | ὀλιγώτεροι ἦμεν· βούλει καὶ τῶν πετεινῶν ἀλογωτέ‐ ρους ἡμᾶς ἰδεῖν; Τρυγὼν καὶ χελιδὼν, στρουθία ἀγροῦ ἔγνωσαν καιροὺς εἰσόδου αὐτῶν· ὁ δὲ λαός μου οὐκ ἔγνωσαν τὰ κρίματά μου. Ἰδοὺ καὶ τῶν ὄνων καὶ τῶν βοῶν, ἰδοὺ καὶ τῶν πετεινῶν, τῆς τρυ‐ | |
35 | γόνος καὶ τῆς χελιδόνος ἡμεῖς ἀλογώτεροι. Βούλει μαθεῖν ἄλλην ἀναισθησίαν ἡμῶν; Τῶν μυρμήκων ἡμᾶς ποιεῖ μαθητάς· οὕτως ἀπωλέσαμεν τὰς κατὰ φύσιν φρένας· Πορεύθητι γὰρ, φησὶ, πρὸς τὸν μύρ‐ μηκα, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ. Μυρμήκων | |
40 | ἐγενόμεθα μαθηταὶ, οἱ κατ’ εἰκόνα Θεοῦ γενόμενοι. Ἀλλ’ οὐχ ὁ ποιήσας αἴτιος, ἀλλ’ ἡμεῖς μὴ μείναντες ἐπὶ τῆς εἰκόνος. Καὶ τί λέγω μυρμήκων; λίθων ἐγε‐ νόμεθα ἀναισθητότεροι. Βούλει καὶ τούτων παράγω τὴν μαρτυρίαν; Ἀκούσατε, φάραγγες καὶ τὰ θεμέ‐ | |
45 | λια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ. Πρὸς ἀνθρώπους δικάζῃ, καὶ τὰ θεμέλια τῆς γῆς καλεῖς; Ναὶ, φησί· τῶν γὰρ θεμελίων τῆς γῆς ἀναισθητότεροί εἰσιν οἱ ἄνθρωποι. Ποίαν οὖν ἔτι ζη‐ τεῖς ὑπερβολὴν κακίας, ὅταν καὶ ὄνων ἀναισθητότε‐ | |
50.447(50) | ροι, καὶ βοῶν ἀλογώτεροι, καὶ χελιδόνος καὶ τρυγόνος ἀγνωμονέστεροι, καὶ μυρμήκων ἀσυνετώτεροι, καὶ λίθων ἀναισθητότεροι, καὶ ὄφεων ἴσοι φαινώμεθα; Θυμὸς γὰρ αὐτοῖς, φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Καὶ τί | |
55 | χρὴ λέγειν τῶν ἀλόγων τὴν ἀναισθησίαν, ὅταν καὶ αὐτοῦ τοῦ διαβόλου φαινώμεθα τέκνα καλούμενοι; | |
Ὑμεῖς γὰρ, φησὶν, υἱοὶ τοῦ διαβόλου ἐστέ. | Column end | |
50.448 | δʹ. Ἀλλ’ ὅμως ἡμεῖς οἱ ἀναίσθητοι καὶ ἀγνώμονες, οἱ ἀνόητοι, οἱ τῶν λίθων ἀναισθητότεροι, οἱ πάντων κατώτεροι, οἱ ἄτιμοι, οἱ εὐτελέστατοι· πῶς εἴπω; τί λαλήσω; πῶς ἐξενέγκω τὸ ῥῆμα τοῦτο; ἡ φύσις ἡ | |
5 | εὐτελὴς, ἡ πάντων ἀσυνετωτέρα, πάντων ἀνωτέρα γέγονε σήμερον. Σήμερον ἀπέλαβον ἄγγελοι, ὃ πάλαι ἐπόθουν· σήμερον εἶδον ἀρχάγγελοι, ὃ πάλαι ἐπεθύ‐ μουν, τὴν φύσιν τὴν ἡμετέραν ἀπὸ τοῦ θρόνου ἀστρά‐ πτουσαν τοῦ βασιλικοῦ, δόξῃ καὶ κάλλει στίλ‐ | |
10 | βουσαν ἀθανάτῳ. Τοῦτο γὰρ πάλαι ἐπόθουν ἄγγελοι, τοῦτο γὰρ πάλαι ἐπεθύμουν ἀρχάγγελοι. Εἰ γὰρ καὶ ὑπερέβαινεν αὐτοὺς ἡ τιμὴ, ἀλλ’ ὅμως ἔχαιρον καὶ ἐπὶ τοῖς ἡμετέροις ἀγαθοῖς· καὶ γὰρ ὅτε ἐκολαζόμε‐ θα, ἤλγουν· εἰ γὰρ καὶ ἐφύλαττε τὰ Χερουβὶμ τὸν | |
15 | παράδεισον, ἀλλ’ ὅμως ἤλγουν. Καὶ καθάπερ οἰκέτης σύνδουλον λαβὼν εἰς φυλακὴν, διὰ τὸ πρόσταγμα τοῦ δεσπότου φυλάττει μὲν τὸν σύνδουλον, ἀλγεῖ δὲ ἐπὶ τῷ γινομένῳ διὰ τὴν συμπάθειαν τὴν περὶ τὸν ὁμό‐ δουλον· οὕτω καὶ τὰ Χερουβὶμ ἔλαβε μὲν φυλάττειν | |
20 | τὸν παράδεισον, ἤλγει δὲ ὅμως ἐπὶ τῇ φυλακῇ. Καὶ ἵνα μάθῃς ὅτι ἤλγει, ἀπὸ τῶν ἀνθρώπων σοι τοῦτο ποιῶ φανερόν. Ὅταν γὰρ ἴδῃς τοὺς ἀνθρώπους συμ‐ παθοῦντας τοῖς συνδούλοις, μηκέτι λοιπὸν ἀμφιβάλλῃς περὶ τῶν Χερουβίμ· πολὺ γὰρ τῶν ἀνθρώπων φιλο‐ | |
25 | στοργότεραι αἱ δυνάμεις ἐκεῖναι. Τίς οὖν δικαίων οὐκ ἤλγησε, κολαζομένων ἀνθρώπων δικαίως, καὶ μεθ’ ἁμαρτήματα μυρία; Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι τὰς ἁμαρτίας αὐτῶν μαθόντες, καὶ ἰδόντες ὅτι προσέκρουσαν τῷ Δεσπότῃ, ἤλγησαν· ὁ μὲν Μωϋσῆς | |
30 | μετὰ τὴν εἰδωλολατρείαν· διὸ καὶ ἔλεγεν· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου, ἧς ἔγραψας. Τί τοῦτο; ὁρᾷς τὴν ἀσέβειαν, καὶ ἀλγεῖς ὑπὲρ τῶν κολαζομέ‐ νων; Διὰ τοῦτο γὰρ, φησὶν, ἀλγῶ, ὅτι καὶ κολάζονται | |
35 | καὶ δικαίας κολάσεως παρέχονται τὰς αἰτίας. Ὁ δὲ Ἰεζεκιὴλ ἰδὼν τὸν ἄγγελον κατακόπτοντα τὸν λαὸν, ἀνεβόησε μέγα καὶ ὠλόλυξε, καί φησιν· Οἴμοι, Κύ‐ ριε, ὅτι ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσ‐ ραήλ. Καὶ ὁ Ἱερεμίας, Παίδευσον ἡμᾶς, Κύριε, | |
40 | φησὶ, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλιγοστοὺς ἡμᾶς ποιήσῃς. Εἶτα Μωϋσῆς μὲν καὶ Ἰεζεκιὴλ καὶ Ἱερεμίας ἀλγοῦσιν, αἱ δὲ δυνάμεις ἐκεῖναι οὐδὲν ἔπασχον ἐπὶ τοῖς ἡμετέροις κακοῖς; Καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Ὅτι γὰρ οἰκειοῦν‐ | |
45 | ται τὰ ἡμετέρα, μάθε ὅσην χαρὰν ἐπεδείξαντο, ὅτε εἶδον ἡμῖν καταλλαγέντα τὸν Δεσπότην. Εἰ δὲ μὴ πρὸ τούτου ἤλγουν, οὐκ ἂν οὐδὲ μετὰ ταῦτα ἥσθησαν. Ὅτι δὲ ἔχαιρον, δῆλον ἐξ ὧν φησιν ὁ Χριστὸς, Ὅτι χαρὰ ἔσται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς | |
50.448(50) | ἐπὶ ἑνὶ ἁμαρτωλῷ ἐπιστρέφοντι. Εἰ δὲ ἕνα ἁμαρ‐ τωλὸν ἐπιστρέφοντα ὁρῶντες ἄγγελοι χαίρουσι, διὰ τῆς ἀπαρχῆς σήμερον ὁρῶντες τὴν φύσιν ἅπασαν εἰσ‐ ενηνεγμένην εἰς οὐρανὸν, πῶς οὐκ ἂν μεγίστην ἐδέ‐ ξαντο ἡδονήν; Ἄκουσον γοῦν καὶ ἑτέρωθεν τῶν ἄνω | |
55 | δήμων τὴν εὐφροσύνην τὴν ἐπὶ τῇ ἡμετέρᾳ καταλ‐ | 447 |
50.449 | λαγῇ· ὅτε γὰρ ἐτέχθη ὁ Κύριος ἡμῶν τὸ κατὰ σάρκα, ἰδόντες ὅτι κατηλλάγη λοιπὸν τοῖς ἀνθρώποις· οὐ γὰρ ἂν, εἰ μὴ κατηλλάγη, τοσοῦτον κατέβη· ἰδόντες οὖν τοῦτο, χορὸν στησάμενοι ἐπὶ τῆς γῆς ἐβόων καὶ ἔλε‐ | |
5 | γον· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Καὶ ἵνα μάθῃς, ὅτι διὰ τοῦτο δοξάζουσι τὸν Θεὸν, ἐπειδὴ ἀπέλαβεν ἡ γῆ τὰ ἀγαθὰ, ἐπήγαγον καὶ τὴν αἰτίαν, Ἐπὶ γῆς εἰρήνη, λέγοντες, ἐν ἀνθρώποις εὐδοκία, τοῖς ἐκπεπολεμω‐ | |
10 | μένοις, τοῖς ἀγνώμοσιν. Εἶδες πῶς δοξάζουσι τὸν Θεὸν ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς, μᾶλλον δὲ ἐπὶ τοῖς ἰδίοις· τὰ γὰρ ἡμέτερα ἀγαθὰ, ἑαυτῶν νομίζουσιν εἶναι· βούλει μαθεῖν, ὅτι καὶ μέλλοντες ὁρᾷν αὐτὸν ἀναβαίνοντα, ἔχαιρον καὶ ἐσκίρτων; Ἄκουσον τοῦ | |
15 | Χριστοῦ λέγοντος, ὅτι ἀνέβαινον καὶ κατέβαινον συν‐ εχῶς. Τοῦτο δὲ ἐπιθυμούντων ἔστιν ἰδεῖν τὸ παράδο‐ ξον θέαμα. Καὶ πόθεν δῆλον, ὅτι ἀνέβαινον, καὶ κατέβαινον; Αὐτοῦ ἄκουσον λέγοντος· Ἀπάρτι ὄψεσθε τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τοὺς | |
20 | ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνον‐ τας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου· τοιοῦτον γὰρ τῶν ἐρώντων τὸ ἔθος· οὐδὲ τὸν καιρὸν ἀναμένουσιν, ἀλλὰ προλαμβάνουσι τὴν προθεσμίαν τῇ ἡδονῇ. Διὰ τοῦτο καταβαίνουσιν, ἐπειγόμενοι τὸ καινὸν καὶ παρά‐ | |
25 | δοξον ἐκεῖνο ἰδεῖν θέαμα, ἄνθρωπον ἐν οὐρανῷ φανέντα· διὰ τοῦτο πανταχοῦ ἄγγελοι, καὶ ὅτε ἐτίκτετο, καὶ ὅτε ἀνίστατο, καὶ σήμερον ὅτε ἀνέβη. Ἰδοὺ γὰρ δύο, φησὶν, ἐν ἐσθῆτι λαμπρᾷ, διὰ τοῦ σχήματος τὴν ἡδονὴν δηλοῦντες· καὶ εἶπον πρὸς τοὺς | |
30 | μαθητάς· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρα‐ νὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐ‐ τὸν πορευόμενον εἰς τὸν οὐρανόν. εʹ. Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε. Τί δή‐ | |
35 | ποτε ταῦτα λέγουσι; μὴ γὰρ οὐκ εἶχον ὀφθαλμοὺς οἱ μαθηταί; μὴ γὰρ οὐχ ἑώρων τὸ γινόμενον; οὐκ εἶπεν ὁ εὐαγγελιστὴς, ὅτι βλεπόντων αὐτῶν ἐπήρθη; Τίνος οὖν ἕνεκεν παρεστήκασιν οἱ ἄγγελοι διδάσκοντες αὐτοὺς, ὅτι εἰς τὸν οὐρανὸν ἀνέβη; Διὰ δύο ταύτας | |
40 | αἰτίας, μίαν μὲν, ἐπειδὴ ἤλγουν ἀεὶ ἐπὶ τῇ ἀνα‐ χωρήσει τοῦ Χριστοῦ· ὅτι γὰρ ἤλγουν, ἄκουσον τί πρὸς αὐτούς φησιν· Οὐδείς με ἐρωτᾷ ἐξ ὑμῶν, Ποῦ ὑπάγεις; ἀλλ’ ὅτι ταῦτα εἶπον, ἡ λύπη πεπλή‐ ρωσεν ὑμῶν τὴν καρδίαν. Εἰ γὰρ φίλους ἔχοντες καὶ | |
45 | συγγενεῖς χωριζόμενοι τούτων οὐ φέρομεν, πῶς οἱ μαθηταὶ τὸν Σωτῆρα, τὸν διδάσκαλον, τὸν κηδεμόνα, τὸν φιλάνθρωπον, τὸν ἥμερον, τὸν ἀγαθὸν ὁρῶντες χωριζόμενον αὐτῶν, πῶς οὐκ ἂν ἤλγησαν; πῶς οὐκ ἂν ὠδυνήθησαν; Διὰ τοῦτο ἕστηκεν ὁ ἄγγελος τὴν | |
50.449(50) | ἀπὸ τῆς ἀνόδου γινομένην λύπην διὰ τῆς ἐπανόδου πάλιν παραμυθούμενος. Οὗτος γὰρ, φησὶν, ὁ Ἰη‐ σοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται. Ἠλγήσατε, φησὶν, ὅτι ἀνελήφθη; Ἀλλὰ μηκέτι ἀλγεῖτε· καὶ γὰρ ἐλεύσεται πάλιν. | |
55 | Ἵνα γὰρ μὴ ποιήσωσιν, ὅπερ ἐποίησεν ὁ Ἑλισσαῖος ἰδὼν τὸν διδάσκαλον ἀναλαμβανόμενον, καὶ διαῤῥήξας τὸν χιτωνίσκον· οὐδὲ γὰρ εἶχέ τινα παρεστῶτα καὶ | |
λέγοντα, ὅτι πάλιν ἥξει Ἠλίας· ἵνα οὖν μὴ τοῦτο | Column end | |
50.450 | ποιήσωσιν οὗτοι, διὰ τοῦτο οἱ ἄγγελοι παρειστήκεισαν παραμυθούμενοι τὴν ἀθυμίαν. Καὶ μία μὲν αὕτη αἰτία τῆς τῶν ἀγγέλων παρουσίας· δευτέρα δὲ ταύ‐ της οὐκ ἐλάττων, δι’ ἣν αἰτίαν καὶ προσέθηκεν, Ὁ | |
5 | ἀναληφθείς. Τίς οὖν ἐστιν αὕτη; Εἰς τὸν οὐρανὸν ἀνελαμβάνετο. Πολὺ δὲ τὸ διάστημα ἦν, καὶ οὐκ ἤρκει ἡ δύναμις τῆς ἡμετέρας ὄψεως σῶμα ἀναλαμ‐ βανόμενον ἰδεῖν μέχρι τῶν οὐρανῶν· ἀλλὰ καθάπερ πετεινὸν εἰς ὕψος ἱπτάμενον, ὅσῳπερ ἂν εἰς ὕψος | |
10 | ἀνέλθῃ, τοσούτῳ μᾶλλον ἀποκρύπτεται ἀπὸ τῆς ἡμετέρας ὄψεως· οὕτω δὴ καὶ τὸ σῶμα ἐκεῖνο ὅσῳπερ ἂν εἰς ὕψος ἀνῄει, τοσούτῳ μᾶλλον ἐκρύπτετο, οὐκ ἀρκούσης τῆς ἀσθενείας τῶν ὀφθαλμῶν παρ‐ ακολουθῆσαι τῷ μήκει τοῦ διαστήματος. Διὰ τοῦτο | |
15 | παρειστήκεισαν οἱ ἄγγελοι, διδάσκοντες τὴν εἰς τὸν οὐρανὸν ἄνοδον, ἵνα μὴ νομίσωσιν ὅτι ὡς εἰς τὸν οὐρανὸν ἀνέβη ὡς Ἠλίας, ἀλλ’ ὅτι εἰς τὸν οὐρανὸν ἀνέβη· διὰ τοῦτό φησιν, Ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανόν. Οὐδὲ γὰρ ἂν ἁπλῶς τοῦτο προσέθη‐ | |
20 | κεν. Ἠλίας μὲν οὖν ὡς εἰς τὸν οὐρανὸν ἀνελήφθη, δοῦλος γὰρ ἦν· ὁ δὲ Ἰησοῦς εἰς τὸν οὐρανὸν, Δεσπό‐ της γὰρ ἦν· ἐκεῖνος ἐν ἅρματι πυρίνῳ, οὗτος ἐν νεφέλῃ. Ὅτε μὲν γὰρ τὸν δοῦλον ἔδει κληθῆναι, ἅρμα ἐπέμπετο· ὅταν δὲ τὸν Υἱὸν, θρόνος βασιλικός· καὶ | |
25 | οὐχὶ ἁπλῶς βασιλικὸς θρόνος, ἀλλ’ αὐτὸς ὁ πατρικός. Καὶ γὰρ περὶ τοῦ Πατρός φησιν ὁ Ἡσαΐας, Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης. Ἐπεὶ οὖν ὁ Πατὴρ ἐπὶ νεφέλης κάθηται, διὰ τοῦτο καὶ τῷ Υἱῷ τὴν νεφέλην ἔπεμψε. Καὶ ὁ μὲν Ἠλίας ἀνελθὼν | |
30 | ἀφῆκε μηλωτὴν ἐπὶ τὸν Ἑλισσαῖον· ὁ δὲ Ἰησοῦς ἀναβὰς ἀφῆκε χαρίσματα ἐπὶ τοὺς μαθητὰς, οὐχ ἕνα προφήτην ποιοῦντα, ἀλλὰ μυρίους Ἑλισσαίους· μᾶλλον δὲ ἐκείνου πολλῷ μείζους καὶ λαμπροτέρους. Διαναστῶμεν τοίνυν, ἀγαπητοὶ, καὶ πρὸς τὴν ἐπάνο‐ | |
35 | δον ἐκείνην βλέψωμεν. Καὶ γὰρ ὁ Παῦλός φησιν, Αὐτὸς καταβήσεται ἀπ’ οὐρανοῦ ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου· καὶ ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, ἀλλ’ | |
40 | οὐ πάντες. Ὅτι γὰρ οὐ πάντες ἁρπαγησόμεθα, ἀλλ’ οἱ μὲν μενοῦσιν, οἱ δὲ ἁρπαγήσονται, ἄκουσον τί φησιν ὁ Χριστός· Πότε εὑρεθήσονται δύο ἐν τῷ μύλωνι ἀλήθουσαι· μία παραλαμβάνεται, καὶ μία ἀφίεται· καὶ δύο ἔσονται ἐπὶ κλίνης μιᾶς· εἷς | |
45 | παραλαμβάνεται, καὶ εἷς ἀφίεται. Τί βούλεται τὸ αἴνιγμα τοῦτο; τί βούλεται τὸ μυστήριον τοῦτο τὸ ἀπόῤῥητον; Διὰ τοῦ μύλου τοὺς ἐν πενίᾳ ζῶντας καὶ ταλαιπωρίᾳ πάντας ἡμῖν ἐδήλωσε· διὰ δὲ τῆς κλίνης καὶ τῆς ἀναπαύσεως τοὺς ἐν πλούτῳ καὶ τιμῇ πάν‐ | |
50.450(50) | τας ᾐνίξατο. Καὶ βουλόμενος δεῖξαι ὅτι καὶ ἀπὸ πενήτων σώζονται καὶ ἀπόλλυνται, εἶπεν, ὅτι καὶ τῶν ἐν τῷ μύλωνι μία παραλαμβάνεται, καὶ μία ἀφίεται· καὶ τῶν ἐν τῇ κλίνῃ εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται· δηλῶν ὅτι οἱ μὲν ἁμαρτωλοὶ ἀφίεν‐ | |
55 | ται ἐνταῦθα καὶ μένουσι τὴν τιμωρίαν· οἱ δὲ δίκαιοι ἁρπάζονται εἰς τὰς νεφέλας. Καθάπερ γὰρ βασιλέως εἰς πόλιν εἰσελαύνοντος, οἱ μὲν ἐν ἀξιώμασι καὶ | |
ἀρχαῖς, καὶ πολλὴν πρὸς αὐτὸν παῤῥησίαν ἔχοντες, | 449 | |
50.451 | πρὸ τῆς πόλεως ἐξελθόντες ἀπαντῶσιν, οἱ δὲ κατάδικοι καὶ οἱ κατακεκριμένοι ἔνδον φυλάττονται τὴν ψῆφον τὴν παρὰ τοῦ βασιλέως ἀναμένοντες· οὕτω καὶ ὅταν ὁ Κύριος παραγίνηται, οἱ μὲν παῤῥησίαν ἔχοντες εἰς | |
5 | μέσον αὐτῷ ἀπαντῶσι τὸν ἀέρα, οἱ δὲ κατάδικοι καὶ πολλὰ ἑαυτοῖς συνειδότες ἁμαρτήματα ἐνταῦθα ἀνα‐ μένουσι τὸν δικαστήν. Τότε καὶ ἡμεῖς ἁρπαγησόμεθα· οὐκ ἐμαυτὸν ἀριθμῶν εἰς τὴν ψῆφον τῶν ἁρπαζομέ‐ νων εἶπον, ἡμεῖς· οὐχ οὕτως ἀναίσθητός εἰμι | |
10 | καὶ ἀγνώμων, ὡς ἀγνοεῖν τὰ οἰκεῖα ἁμαρτήματα. Εἰ γὰρ μὴ συνταράξαι ἐφοβούμην τὴν ἡδονὴν τῆς παρ‐ ούσης ἑορτῆς, κἂν ἐδάκρυσα πικρὸν ταύτης ἀνα‐ μνησθεὶς τῆς φωνῆς, ἐπειδὴ καὶ τῶν οἰκείων ἁμαρ‐ τιῶν ἐμνήσθην. Ἐπειδὴ δὲ οὐ βούλομαι συγχεῖν τῆς | |
15 | παρούσης ἑορτῆς τὴν εὐφροσύνην, ἐνταῦθα καταλύσω τὸν λόγον, ἀκμάζουσαν ὑμῖν τῆς ἡμέρας ἐκείνης τὴν μνήμην ἐπαφεὶς, ἵνα μήτε ὁ πλούσιος ἐπὶ τῷ πλούτῳ χαίρῃ, μήτε ὁ πένης ἐπὶ τῇ πενίᾳ ταλανίζῃ ἑαυτόν· ἀλλ’ ἕκαστος, ἀφ’ ὧν ἑαυτῷ σύνοιδεν, ἢ τοῦτο | |
20 | ἢ ἐκεῖνο ποιῇ. Οὔτε γὰρ ὁ πλούσιος μακάριος, οὔτε ὁ πένης ἐλεεινός· ἀλλ’ ὃς ἐὰν τῆς ἁρπαγῆς ἐκείνης | |
καταξιωθῇ τῆς ἐν νεφέλαις, μακάριος καὶ τρισμα‐ | Column end | |
50.452 | κάριος, κἂν ἁπάντων πενέστατος ᾖ· ὥσπερ οὖν ὁ ἐκπεσὼν, ἐλεεινὸς καὶ τρισάθλιος, κἂν ἁπάντων εὐπορώτατος ᾖ. Διὰ τοῦτο λέγω, ἵνα οἱ μὲν ἐν ἁμαρ‐ τήμασιν ὄντες, θρηνῶμεν ἑαυτούς· οἱ δὲ ἐν κατορ‐ | |
5 | θώμασι ζῶντες, θαῤῥείτωσαν ἅπαντες· μᾶλλον δὲ, μὴ θαῤῥείτωσαν μόνον, ἀλλὰ καὶ ἀσφαλιζέσθωσαν· μήτε ἐκεῖνοι θρηνείτωσαν μόνον, ἀλλὰ καὶ μεταβαλέ‐ σθωσαν. Ἔξεστι γὰρ καὶ τὸν ἐν κακίᾳ, μεταστάντα τῆς πονηρίας, πρὸς ἀρετὴν ἐπανελθεῖν, καὶ δυνηθῆναι | |
10 | γενέσθαι τῶν ἐξ ἀρχῆς εὖ βεβιωκότων ἴσον· ὅπερ καὶ ἡμεῖς σπουδάσωμεν· καὶ οἱ μὲν ἀρετὴν ἑαυτοῖς συνειδότες, μενέτωσαν ἐπὶ τῆς εὐσεβείας, αὔξοντες ἀεὶ τοῦτο τὸ καλὸν κτῆμα, καὶ τῇ παῤῥησίᾳ προστιθέντες τῇ προτέρᾳ· οἱ δὲ ἀπαῤῥησίαστοι, καὶ συνειδότες | |
15 | ἑαυτοῖς ἁμαρτήματα πολλὰ, μεταβαλλώμεθα, ἵνα καὶ πρὸς τὴν ἐκείνων παῤῥησίαν φθάσαντες, κοινῇ πάν‐ τες καὶ ὁμοθυμαδὸν μετὰ τῆς ὀφειλομένης δόξης τὸν τῶν ἀγγέλων ὑποδεξώμεθα βασιλέα, καὶ τῆς μακα‐ ρίας εὐφροσύνης ἀπολαύσωμεν ἐκείνης ἐν Χριστῷ | |
20 | Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, | |
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 451 |