TLG 2062 034 :: JOANNES CHRYSOSTOMUS :: De resurrectione mortuorum JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De resurrectione mortuorum Citation: Vol — pg — (ln) | ||
50417ter(1t) | ΠΕΡΙ | |
2t | ΤΗΣ ΤΩΝ ΝΕΚΡΩΝ ΑΝΑΣΤΑΣΕΩΣ | |
---|---|---|
3t | ΟΜΙΛΙΑ | |
4 | αʹ. Περὶ δογμάτων ὑμῖν ἔμπροσθεν διελέχθημεν καὶ | |
5 | τῆς τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ δόξης, ἐπιστομί‐ ζοντες τοὺς καθαιροῦντας αὐτοῦ τὴν ἀξίαν, καὶ τοῦ γεγεννηκότος αὐτὸν ἀλλοτριοῦντας· σήμερον τὸν ἠθι‐ κώτερον βούλομαι γυμνάσαι λόγον, καὶ περὶ βίου καὶ πολιτείας ἅπασαν ποιήσασθαι τὴν παραίνεσιν· | |
10 | μᾶλλον δὲ οὐκ ἠθικὸς ἔσται μόνον, ἀλλὰ καὶ δογμα‐ τικὸς οὗτος ὁ λόγος· εἰς γὰρ τὴν περὶ τῆς ἀναστά‐ σεως ὑπόθεσιν καθεῖναι παρασκευάζομαι. Αὕτη δὲ ἡ ὑπόθεσις ποικίλη τίς ἐστιν, ὁμοῦ καὶ εἰς δόγματα ἡμᾶς διορθοῦσα, καὶ τὸν βίον ἡμῶν ῥυθμίζουσα, καὶ | |
15 | τὴν τοῦ Θεοῦ πρόνοιαν ἁπάσης ἀπαλλάττουσα κατ‐ ηγορίας. Καὶ ὥσπερ ἀπιστουμένη, τὴν ζωὴν ἀνατρέ‐ πει τὴν ἡμετέραν, καὶ μυρίων κακῶν ἐμπίπλησι, καὶ τὰ ἄνω κάτω ποιεῖ· οὕτω πιστευομένη, τοὺς περὶ | |
τῆς Προνοίας ἡμῖν συνεισάγει λόγους, καὶ πολλὴν τῆς | Column end | |
50418ter(4) | ἀρετῆς παρασκευάζει ποιεῖσθαι τὴν ἐπιμέλειαν, καὶ | |
5 | μετὰ πολλῆς τῆς σπουδῆς τὴν κακίαν φεύγειν, καὶ γαλήνης ἅπαντα καὶ εἰρήνης πληροῖ. Ὁ μὲν γὰρ μὴ προσδοκῶν ἀναστήσεσθαι, μηδὲ εὐθύνας δώσειν τῶν ἐνταῦθα πεπραγμένων αὐτῷ, ἀλλὰ μέχρι τοῦ παρόν‐ τος βίου τὰ ἡμέτερα στήσεσθαι νομίζων, καὶ περαι‐ | |
10 | τέρω μηδὲν εἶναι πλέον, οὔτε ἀρετῆς ἐπιμελήσεται· πῶς γὰρ, μηδεμίαν προσδοκῶν ἀμοιβὴν αὐτῷ κεῖσθαι τῶν πόνων; οὔτε κακίας ἀφέξεται, μηδεμίαν προσ‐ δοκῶν ὑποστήσεσθαι κόλασιν τῶν κακῶς αὐτῷ πε‐ πραγμένων· ἀλλ’ ἐπιδοὺς ἑαυτὸν ταῖς ἀτόποις ἐπιθυ‐ | |
15 | μίαις, πᾶν εἶδος ἐπελεύσεται πονηρίας. Ὁ δὲ περὶ τῆς μελλούσης πεπεικὼς ἑαυτὸν κρίσεως, καὶ τὸ φοβερὸν δικαστήριον ἐκεῖνο πρὸ τῶν ὀφθαλμῶν ἔχων, καὶ τὰς ἀπαραιτήτους εὐθύνας καὶ τὴν ἀπαραλό‐ | |
γιστον ψῆφον, παντὶ τρόπῳ πειράσεται σωφροσύνης | ||
50.419 | μὲν καὶ ἐπιεικείας ἀντέχεσθαι καὶ τῆς ἄλλης ἀρετῆς, ἀκολασίαν δὲ καὶ θρασύτητα καὶ τὴν ἄλλην ἅπασαν πονηρίαν φεύγειν· καὶ τοὺς κατηγοροῦντας δὲ τῆς τοῦ Θεοῦ προνοίας μετὰ πολλῆς τῆς περιουσίας ἐν‐ | |
5 | τεῦθεν ἐπιστομίσαι οὗτος δυνήσεται. Ὅταν γὰρ ὁρῶντές τινες τοὺς μὲν ἐπιεικεῖς καὶ σώφρονας καὶ ἐν δικαιοσύνῃ ζῶντας, ἀγχο‐ μένους ὑπὸ πενίας, ἐπηρεαζομένους, συκοφαντουμέ‐ νους, μόλις τῆς ἀναγκαίας εὐποροῦντας τροφῆς, πολ‐ | |
10 | λάκις δὲ καὶ νόσῳ μακρᾷ καὶ χαλεποῖς νοσήμασι ταριχευομένους, καὶ οὐδεμιᾶς τυγχάνοντας προστα‐ σίας, ἀνθρώπους δὲ γόητας καὶ μιαροὺς καὶ πολλῶν γέμοντας κακῶν πλοῦτον περιβεβλημένους, τρυφῶν‐ τας, λαμπρὰ περικειμένους ἱμάτια, ἐσμὸν οἰκετῶν | |
15 | ἐπισυρομένους πολὺν, θαυμαζομένους, δυναστείας ἀπο‐ λαύοντας, παρὰ βασιλεῖ πολλὴν κεκτημένους παῤῥη‐ σίαν· εἶτά τινες ὑπὲρ τούτων κατηγορῶσι τῆς τοῦ Θεοῦ προνοίας, καὶ λέγωσι· Ποῦ ταῦτα προνοίας; ποῦ δὲ δικαίας κρίσεως; ὁ σώφρων καὶ ἐπιεικὴς ἐν κακοῖς, | |
20 | ὁ ἀκόλαστος καὶ διεφθαρμένος ἐν ἀγαθοῖς· καὶ οὗτος μὲν θαυμάζεται, ἐκεῖνος δὲ καταφρονεῖται· οὗτος ἀπολαύει τρυφῆς πολλῆς, ἐκεῖνος ἐν πενίᾳ καὶ τοῖς ἐσχάτοις ἐστὶ κακοῖς· ὁ μὲν περὶ τῶν μελλόντων ἀμφιβάλλων σιωπηθήσεται, καὶ οὐδὲν ὅλως ἐρεῖ· ὁ | |
25 | δὲ περὶ ἀναστάσεως φιλοσοφεῖν εἰδὼς, ῥᾳδίως τὴν βλασφημίαν ἐφέξει, καὶ πρὸς τοὺς τὰ τοιαῦτα ἀπο‐ δυσπετοῦντας ἐρεῖ· Παύσασθε κατὰ τοῦ πεποιηκότος ὑμᾶς Θεοῦ τὴν γλῶτταν ἀκονῶντες τὴν ἑαυτῶν. Οὐ γὰρ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα ἕστηκε πρά‐ | |
30 | γματα, ἀλλὰ πρὸς ἑτέραν ζωὴν ἐπειγόμεθα πολλῷ μακροτέραν, μᾶλλον δὲ πέρας οὐκ ἔχουσαν· κἀκεῖ πάντως ὁ μὲν πένης οὗτος καὶ μετὰ δικαιοσύνης ζῶν, τῶν πόνων τούτων λήψεται τὰς ἀμοιβὰς, ὁ δὲ ἀκόλα‐ στος καὶ γόης, τῆς πονηρίας ταύτης καὶ τῆς ἀδίκου | |
35 | τρυφῆς δώσει τὴν δίκην. Μὴ τοίνυν ἀπὸ τῶν παρόν‐ των μόνον περὶ τῆς τοῦ Θεοῦ ψηφισώμεθα προνοίας, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων. Τὰ γὰρ παρόντα ἀγών ἐστι καὶ σκάμματα καὶ στάδιον, τὰ δὲ μέλλοντα ἔπαθλα καὶ στέφανοι καὶ βραβεῖα. Ὥσπερ οὖν τὸν | |
40 | ἀθλητὴν, ἐν τῷ σκάμματι καὶ ἱδρῶτι καὶ κόνει καὶ θέρμῃ πολλῇ καὶ πόνοις καὶ ταλαιπωρίαις μάχεσθαι δεῖ, οὕτω καὶ τὸν δίκαιον ἐνταῦθα πολλὰ ὑπομένειν χρὴ καὶ φέρειν ἅπαντα γενναίως, εἴ γε μέλλοι λαμ‐ προὺς ἀπολήψεσθαι τοὺς στεφάνους ἐκεῖ. Εἰ δὲ αἱ | |
45 | τῶν πονηρῶν εὐημερίαι θορυβοῦσί τινας, καὶ ἐπὶ τούτων ἐκεῖνο λογιζέσθωσαν πάλιν, ὅτι, καθάπερ λῃσταὶ καὶ τυμβωρύχοι καὶ ἀνδροφόνοι καὶ οἱ τὴν θάλασσαν πλέοντες πειραταὶ, πρὶν ἢ εἰς τὸ δικαστή‐ ριον εἰσελθεῖν, πολλῆς ἀπολαύουσι τρυφῆς, οἰκείαν | |
50.419(50) | εὐπορίαν τὰς ἀλλοτρίας ποιούμενοι συμφορὰς, καὶ τὸν ἄδικον κτώμενοι πλοῦτον, καὶ καθ’ ἑκάστην με‐ θύοντες τὴν ἡμέραν· ἐπειδὰν δὲ ὑπὸ ταῖς τοῦ δικα‐ στοῦ γένωνται ψήφοις, πάντων ἐκείνων διδόασι δί‐ κην· οὕτω καὶ οὗτοι οἱ πόρνας ἀγοράζοντες, καὶ | |
55 | τὰς Συβαριτικὰς παρατιθέμενοι τραπέζας, καὶ τὰς ὀφρῦς ἀνασπῶντες, καὶ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, καὶ τοὺς πένητας σπαράττοντες, ὅταν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ παραγένηται μετὰ τῶν ἀγγέλων τῶν ἑαυτοῦ, καὶ ἐπὶ τοῦ βήματος ἐκείνου καθίσῃ, καὶ | |
60 | τὴν οἰκουμένην εἰς μέσον παραγάγῃ, γυμνοὶ καὶ πά‐ σης ἔρημοι τῆς φαντασίας εἰσενεχθέντες, καὶ οὐδένα συνήγορον οὐδὲ προστάτην ἔχοντες, χωρὶς συγγνώμης ἁπάσης εἰς τοὺς τοῦ πυρὸς ἀπενεχθήσονται ποτα‐ | |
μούς. Μὴ τοίνυν μήτε τούτους μακαρίσῃς διὰ τὴν | Column end | |
50.420 | ἐνταῦθα τρυφὴν, ἀλλὰ δάκρυσον διὰ τὴν μέλλουσαν τιμωρίαν· μηδὲ τὸν δίκαιον ταλανίσῃς διὰ τὴν ἐν‐ ταῦθα πενίαν, ἀλλὰ μακάρισον διὰ τὸν μέλ‐ λοντα τῶν ἀγαθῶν πλοῦτον, καὶ τὸν περὶ τῆς ἀναστά‐ | |
5 | σεως λόγον ἐν τῇ σαυτοῦ διανοίᾳ ῥίζωσον, ἵνα, κἂν ἀγαθὸς ᾖς καὶ πειράζῃ, δοκιμώτερος γίνῃ, ταῖς μελ‐ λούσαις ἐλπίσι προθυμίαν μείζονα προσλαμβάνων· κἂν κακὸς ᾖς, ἀποστῇς τῆς πονηρίας, τῷ φόβῳ τῆς μελλούσης κολάσεως σωφρονέστερον σεαυτὸν κατα‐ | |
10 | σκευάζων. βʹ. Διὰ τοῦτο καὶ ὁ Παῦλος συνεχῶς ἡμῖν τὸν περὶ ἀναστάσεως κινεῖ λόγον, καθάπερ οὖν καὶ σήμερον ἠκούσατε αὐτοῦ βοῶντος καὶ λέγοντος· Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους κα‐ | |
15 | ταλυθῇ, οἰκίαν ἐκ Θεοῦ ἔχομεν ἀχειροποίητον, αἰώνιον, ἐν τοῖς οὐρανοῖς. Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν, καὶ ἴδωμεν πόθεν ἐνέπεσεν εἰς τὸν περὶ ἀναστάσεως λόγον. Οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε, ταύτην συνεχῶς κινεῖ τὴν διδασκαλίαν· ἀλλ’ | |
20 | ὁμοῦ τε διδάξαι βουλόμενος τὰ μέλλοντα, καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας ἐπιῤῥῶσαι θέλων. Νῦν μὲν γὰρ διὰ τὴν τοῦ Θεοῦ χάριν πολλῆς ἀπολαύομεν τῆς εἰρήνης· καὶ γὰρ βασιλεῖς ἐν εὐσεβείᾳ ζῶσι, καὶ ἄρχοντες τὴν ἀλήθειαν ἐπέγνωσαν, καὶ δῆμοι καὶ | |
25 | πόλεις καὶ ἔθνη τῆς πλάνης ἀπαλλαγέντες, τὸν Χρι‐ στὸν ἅπαντες προσκυνοῦσι· τότε δὲ ἐν ἀρχῇ τοῦ κη‐ ρύγματος, ἄρτι τῶν σπερμάτων τῆς εὐσεβείας κατα‐ βαλλομένων, πολὺς ὁ πόλεμος καὶ διάφορος καὶ ποι‐ κίλος. Καὶ γὰρ ἄρχοντες καὶ βασιλεῖς καὶ οἰκεῖοι | |
30 | καὶ συγγενεῖς καὶ πάντες τοῖς πιστοῖς ἐπολέμουν, καὶ διὰ τῆς φύσεως αὐτῆς ὁ πόλεμος ᾔρετο. Καὶ γὰρ πατὴρ τέκνον παρέδωκε πολλάκις, καὶ θυγατέρα μήτηρ, καὶ οἰκέτην δεσπότης. Οὐδὲ γὰρ αἱ πόλεις μόνον, οὐδὲ αἱ χῶραι, ἀλλὰ καὶ οἰκίαι πολλάκις καθ’ | |
35 | ἑαυτὰς ἐμάχοντο· καὶ παντὸς ἐμφυλίου πολέμου χαλεπώτερος ἦν ὁ τότε κατέχων θόρυβος. Καὶ γὰρ καὶ χρήματα ἀνηρπάζετο, καὶ ἐλευθερία προεδίδοτο, καὶ περὶ αὐτῆς τῆς ζωῆς ὁ κίνδυνος ἐπεκρέματο, οὐχὶ βαρβάρων ἐπιτρεχόντων καὶ ἐπηρεαζόντων, | |
40 | ἀλλ’ αὐτῶν τῶν δοκούντων προεστάναι καὶ ἄρχειν, πολεμίων ἁπάντων χαλεπώτερον τοὺς ἀρχομένους διατιθέντων. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν, ὅτι Πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μὲν, ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, | |
45 | τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπα‐ θήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῖν μετὰ χαρᾶς προσεδέξασθε. Καὶ Γαλάταις δέ φησι· Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Καὶ Θεσ‐ | |
50.420(50) | σαλονικεῦσι δὲ, καὶ Φιλιππησίοις, καὶ πᾶσιν ἁπλῶς οἷς ἐπιστέλλει, πολλὰ τοιαῦτα μαρτυρεῖ. Καὶ οὐ τοῦτο μόνον ἦν τὸ χαλεπὸν, ὅτι πολὺς ὁ πόλεμος ἔξωθεν κεκίνητο καὶ διηνεκὴς, ἀλλ’ ὅτι καὶ ἐν αὐ‐ τοῖς τοῖς πιστοῖς συνέβαινε γίνεσθαί τινα σκάνδαλα | |
55 | καὶ ἔρεις καὶ φιλονεικίας καὶ ζηλοτυπίας· καὶ ταῦτα αὐτὰ δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἔξωθεν μάχαι, ἔσω‐ θεν φόβοι. Καὶ οὗτος ἐκείνου χαλεπώτερος ὁ πό‐ λεμος ἦν, καὶ τοῖς ἀρχομένοις καὶ τοῖς διδασκάλοις. Οὐχ οὕτω γοῦν τῶν ἐχθρῶν ἐδεδοίκει τὰς ἐπιβουλὰς | |
60 | ὁ Παῦλος, ὡς τὰ ἔνδον πτώματα, καὶ τὰς τῶν οἰκείων παρανομίας. Ὅτε γοῦν ἐπόρνευσέ τις παρὰ Κορινθίοις, ἅπαντα τὸν χρόνον ἐκεῖνον πενθῶν δι‐ ετέλεσε, τὰ σπλάγχνα σπαράττων τὰ ἑαυτοῦ, καὶ πικρὸν ὀλολύζων. | |
65 | Ἦν τι καὶ τρίτον οὐκ ἔλαττον τῶν εἰρημένων, | |
πολὺν ἐπάγον τοῖς πιστεύουσι πόνον, αὐτὴ τῶν πρα‐ | ||
50.421 | γμάτων ἡ φύσις πολλῶν ἱδρώτων γέμουσα καὶ πό‐ νων. Οὐ γὰρ εὔκολος καὶ ῥᾳδία τις ἦν ἡ ὁδὸς, ἐφ’ ἣν ἦγον αὐτοὺς οἱ ἀπόστολοι, ἀλλὰ τραχεῖα καὶ δυσκατόρθωτος καὶ φιλοσόφου τινὸς καὶ ἀγρύπνου | |
5 | δεομένη ψυχῆς καὶ ἠκριβωμένης πανταχόθεν. Διὰ τοῦτο καὶ ὁ Χριστὸς στενὴν καὶ τεθλιμμένην αὐτὴν ἐκάλεσεν. Οὐ γὰρ ἐξῆν ἀδεῶς ζῇν, καθάπερ παρὰ τοῖς Ἕλλησιν, ἐν αἰσχρότητι καὶ μέθῃ καὶ ἀδδηφαγίᾳ καὶ τρυφῇ καὶ πολυτελείᾳ· ἀλλ’ ἔδει καὶ θυμὸν χα‐ | |
10 | λινοῦν, καὶ ἐπιθυμίας ἀτόπου κρατεῖν, καὶ χρημά‐ των ὑπερορᾷν, καὶ δόξαν καταπατεῖν, καὶ φθόνου καὶ βασκανίας ἀνώτερον εἶναι. Ταῦτα δὲ ἡλίκον πόνον παρέχει, ἴσασιν οἱ καθ’ ἡμέραν αὐτοῖς πυ‐ κτεύοντες. Τί γὰρ ἐπιθυμίας ἀτόπου χαλεπώτερον | |
15 | εἰπέ μοι, ἣ, καθάπερ κύων λυττῶν, συνεχῶς ἡμῖν ἐπιπηδᾷ, καὶ καθ’ ἡμέραν ἡμῖν διενοχλεῖ, καὶ δεῖται διηνεκῶς ἐγρηγορυίας ψυχῆς; Τί δὲ καὶ ὀργῆς πι‐ κρότερον; Γλυκὺ μὲν γὰρ τὸ τὸν ἠδικηκότα ἀμύνα‐ σθαι, ἀλλὰ τοῦτο οὐκ ἐξῆν. Καὶ τί λέγω, τὸν ἠδικη‐ | |
20 | κότα οὐκ ἐξῆν ἀμύνασθαι; Εὐεργετεῖν ἔδει τοὺς λυποῦντας, καὶ εὐλογεῖν τοὺς λοιδορουμένους, καὶ μηδὲ ῥῆμα πικρὸν ἐκβάλλειν ποτέ· καὶ σωφροσύνην δὲ, οὐ τὴν μέχρι τῶν ἔργων μόνον, ἀλλὰ καὶ τὴν μέχρι τῆς ἐννοίας ἐπιδείκνυσθαι ἔδει. Οὐ γὰρ μόνον | |
25 | αὐτῆς τῆς ἀκολάστου πράξεως, ἀλλὰ καὶ ὄψεως τῆς τοιαύτης ἀπέχεσθαι δεῖ, καὶ μηδὲ ἐντρυφᾷν ταῖς ὄψεσι τῶν εὐμόρφων γυναικῶν, ὡς καὶ ὑπὲρ τῆς θεωρίας ταύτης τὴν ἐσχάτην μέλλοντας ὑποστήσε‐ σθαι δίκην. Ἐπεὶ οὖν πολὺς ὁ πόλεμος ἦν παρὰ τῶν | |
30 | ἔξωθεν, πολὺς ὁ φόβος παρὰ τῶν ἔνδοθεν, πολὺς ὁ πόνος ὁ πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν. Προσῆν δέ τι καὶ τέταρτον, ἡ ἀπειρία τῶν μελλόντων ἀγωνίζεσθαι τὸν μέγαν τοῦτον ἀγῶνα. Οὐ γὰρ ἐκ προγόνων τὴν εὐσέβειαν διαδεξαμένους τοὺς ἀνθρώπους ἔλαβον οἱ | |
35 | ἀπόστολοι, ἀλλ’ ἐν βλακείᾳ καὶ τρυφῇ καὶ μέθῃ καὶ αἰσχρότητι καὶ ἀκολασίᾳ τραφέντας. Οὐ μικρὸν δὲ τοῦτο εἰς δυσκολίαν τῶν ἀγώνων ἦν, τὸ μὴ ἄνωθεν, μηδὲ ἐκ προγόνων ταύτην πεπαιδεῦσθαι τὴν φιλοσο‐ φίαν, ἀλλὰ νῦν πρῶτον πρὸς τοὺς ἀγῶνας ἀποδύε‐ | |
40 | σθαι τούτους. γʹ. Ἐπεὶ οὖν τοσαύτη ἦν ἡ δυσκολία τοῖς ἀγωνιζο‐ μένοις τότε, παραμυθούμενος αὐτῶν τὸν πόνον συν‐ εχῶς τὸν περὶ ἀναστάσεως ἐκίνει λόγον. Καὶ οὐ ταύτῃ προτρέπει μόνον καὶ ἀλείφει τοὺς ἀθλητὰς, | |
45 | ἀλλὰ καὶ τῇ διηγήσει τῶν οἰκείων παθῶν. Διόπερ πρὶν ἐμπεσεῖν εἰς τοὺς περὶ ἀναστάσεως λόγους, τὰ αὑτοῦ πάθη διηγεῖται, λέγων οὕτως· Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· ἀπορού‐ μενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ’ | |
50.421(50) | οὐκ ἐγκαταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι· διὰ τούτων τοὺς καθημερινοὺς θανάτους δηλῶν, ὅτι καθάπερ ἔμψυχοι νεκροὶ περι‐ ῄεσαν εἰς θάνατον παραδιδόμενοι καθ’ ἡμέραν. Ὅτε τοίνυν ἃ πρὸς αὐτοὺς ἐπήγοντο, τότε τὸν περὶ | |
55 | τῆς ἀναστάσεως κινεῖ λόγον· Πιστεύομεν γὰρ, φη‐ σὶν, ὅτι ὁ ἐγείρας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χρι‐ στὸν, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Διὸ οὐκ ἐκκακοῦμεν, μεγίστην παρά‐ κλησιν ἔχοντες ἐν τοῖς ἀγῶσι, τὴν τῶν μελλόν‐ | |
60 | των ἐλπίδα. Καὶ οὐκ εἶπε πρὸς αὐτούς· Διὸ μὴ ἐκκακεῖτε· ἀλλὰ τί; Διὸ οὐκ ἐκκακοῦμεν, δεικνὺς καὶ αὑτὸν ἐν τοῖς ἀγῶσιν ὄντα διηνεκῶς. Ἐπὶ μὲν | |
γὰρ τῶν Ὀλυμπιακῶν ἀγώνων, ὁ μὲν ἀθλητὴς ἔνδον | Column end | |
50.422 | ἀγωνίζεται, ὁ δὲ παιδοτρίβης πόῤῥω καθήμενος, τὴν ἀπὸ τῶν λόγων εἰσάγει βοήθειαν, τοσοῦτον συντελῶν τῷ παλαίοντι μόνον, ὅσον βοῆσαι καὶ φθέγξασθαι· παραστῆναι δὲ ἐγγὺς, καὶ τὴν ἀπὸ τῶν χειρῶν συμ‐ | |
5 | μαχίαν εἰσενεγκεῖν οὐδεὶς ἐπιτρέπει νόμος αὐτῷ. Ἐπὶ δὲ τῶν τῆς εὐσεβείας ἀγώνων οὐχ οὕτως, ἀλλ’ ὁμοῦ καὶ παιδοτρίβης ἐστὶ καὶ ἀθλητὴς ὁ αὐτός. Διὰ τοῦτο οὐκ ἔξω τοῦ σκάμματος καθήμενος, ἀλλ’ εἰς αὐτοὺς ἐμβεβληκὼς τοὺς ἀγῶνας, ἀλείφει τοὺς | |
10 | μετ’ αὐτοῦ πυκτεύοντας, λέγων· Διὸ οὐκ ἐκκακοῦ‐ μεν. Καὶ οὐκ εἶπε, Διὸ οὐκ ἐκκακῶ, ἀλλὰ, Διὸ οὐκ ἐκκακοῦμεν, τοῖς ἐγκωμίοις αὐτοὺς ἀναστῆσαι βου‐ λόμενος. Ἀλλ’ εἰ καὶ ὁ ἔξω ἄνθρωπος ἡμῶν δια‐ φθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ | |
15 | ἡμέρᾳ. Ὅρα σύνεσιν ἀποστολικήν. Προέτρεψεν αὐ‐ τοὺς ἀφ’ ὧν ἔπασχον, ὅτι Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· προέτρεψεν ἀπὸ τῆς ἀναστάσεως τοῦ Ἰησοῦ, εἰπὼν, Ὅτι ὁ ἐγείρας τὸν Ἰησοῦν καὶ ἡμᾶς ἐγερεῖ. | |
20 | Εἶτα καὶ ἕτερόν τινα κινεῖ παρακλήσεως τρόπον. Ἐπειδὴ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων μικρόψυχοί τινες ὄντες καὶ ἀσθενεῖς καὶ ταλαίπωροι, κἂν πε‐ πεισμένοι περὶ τῆς ἀναστάσεως ὦσιν, ὀλιγωροῦσι πρὸς τὸ μῆκος τοῦ χρόνου καὶ ἰλιγγιῶσι καὶ ἀνα‐ | |
25 | πίπτουσι, καὶ ἕτερον αὐτοῖς πρὸ τῆς ἀναστάσεως δίδωσι μισθὸν καὶ ἀμοιβήν. Ποίαν δὴ ταύτην; Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· ἔξω ἄνθρω‐ πον τὸ σῶμα καλῶν, ἔσω ἄνθρωπον τὴν ψυχὴν λέ‐ | |
30 | γων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Καὶ πρὶν ἀναστῆ‐ ναι, καὶ πρὶν ἀπολαῦσαι τῆς δόξης τῆς μελλούσης, ἐντεῦθεν ἤδη τῶν πόνων οὐ μικρὰν ἀπείληφας τὴν ἀμοιβὴν, ἐν αὐτῷ τῷ θλίβεσθαι τῆς ψυχῆς ἡμῖν ἀνανεουμένης, σοφωτέρας γινομένης καὶ εὐλαβεστέ‐ | |
35 | ρας, πλείονα κτωμένης ὑπομονὴν, εὐτονωτέρας καθ‐ ισταμένης καὶ δυνατωτέρας. Καθάπερ γὰρ οἱ τὴν σωματικὴν ἀθλοῦντες ἄθλησιν, καὶ πρὸ τῶν στεφά‐ νων, καὶ πρὸ τῶν βραβείων ἀπ’ αὐτῆς τῆς γυμνασίας καὶ τοῦ παλαίειν μέγαν λαμβάνουσι τὸν μισθὸν, | |
40 | ὑγιεινότερα καὶ δυνατώτερα αὑτῶν τὰ σώματα διὰ τῆς γυμνασίας κατασκευάζοντες, καὶ πᾶσαν διαφεύ‐ γοντες ἀῤῥωστίαν· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀγώ‐ νων τῆς ἀρετῆς, καὶ πρὶν ἢ τὸν οὐρανὸν ἀνοιγῆναι, καὶ πρὶν ἢ τὸν Υἱὸν τοῦ Θεοῦ παραγενέσθαι, καὶ | |
45 | πρὶν ἢ τὰς ἀμοιβὰς ἡμᾶς ἀπολαβεῖν, μέγαν ἐν‐ τεῦθεν καρπούμεθα τὸν μισθὸν, τῆς ψυχῆς ἡμῖν φιλοσοφωτέρας καθισταμένης. Καὶ γὰρ οἱ πολ‐ λὴν πλεύσαντες θάλασσαν, καὶ μυρίων ἀνασχό‐ μενοι κυμάτων, καὶ πολλοῖς θηρίοις πυκτεύσαν‐ | |
50.422(50) | τες, καὶ πολλοὺς χειμῶνας ἐνεγκόντες, καὶ πρὸ τῆς ἐμπορίας αὐτῆς οὐ μικρὸν ἀπὸ τῆς μακρᾶς ἀποδη‐ μίας ταύτης καρποῦνται τὸ κέρδος τῷ θαῤῥεῖν καὶ κατατολμᾷν τοῦ πελάγους, καὶ ἀδεῶς καὶ μεθ’ ἡδονῆς τὰς διαποντίους ταύτας ποιεῖσθαι ἀποδημίας· | |
55 | οὕτω δὴ καὶ ἐπὶ τοῦ παρόντος βίου, ὁ πολλὰς ἐνεγκὼν θλίψεις διὰ τὸν Χριστὸν, ὁ πολλὰ δεινὰ παθὼν, καὶ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν μεγάλην ἔλαβεν ἀμοι‐ | |
βὴν, παῤῥησίαν κτησάμενος πρὸς τὸν Θεὸν ἐντεῦθεν | ||
50.423 | ἤδη, καὶ ὑψηλοτέραν τὴν ἑαυτοῦ κατασκευάσας ψυ‐ χὴν, ὡς ἁπάντων λοιπὸν καταγελᾷν τῶν δεινῶν. Ἵνα δὲ καὶ σαφέστερον γένηται τὸ λεγόμενον, ἐπὶ παραδείγματος αὐτὸ βούλομαι ποιῆσαι φανερόν. Αὐ‐ | |
5 | τὸς γὰρ οὗτος ὁ Παῦλος μυρίων ἀνασχόμενος δεινῶν, οὐ μικρὰς καὶ ἐντεῦθεν ἔλαβε τὰς ἀμοιβὰς, καταγε‐ λῶν τυράννων, κατεξανιστάμενος μαινομένων δήμων, πάσης ὑπερορῶν τιμωρίας, καὶ πρὸς θηρία, καὶ πρὸς σίδηρον, καὶ πρὸς πελάγη, καὶ πρὸς κρημνοὺς, καὶ | |
10 | πρὸς ἐπαναστάσεις, καὶ πρὸς ἐπιβουλὰς, καὶ πρὸς ἅπαντα τὰ δεινὰ ἀκατάπληκτος μένων, οὗ τί γένοιτ’ ἂν ἴσον; Τὸν μὲν γὰρ ἀγύμναστον καὶ μηδὲν παθόν‐ τα δεινὸν καὶ τὰ τυχόντα θορυβεῖν εἴωθε· μᾶλλον δὲ οὐκ αὐτὰ τὰ πράγματα μόνον, ἀλλὰ καὶ προσδοκίαι | |
15 | ψιλαί· καὶ τί λέγω προσδοκίαι ψιλαί; αἱ σκιαὶ φο‐ βοῦσι καὶ δεδίττουσι τὸν τοιοῦτον· ὁ δὲ ἀποδυσάμε‐ νος πάντα, καὶ εἰς τοὺς ἀγῶνας ἐμβὰς, καὶ μυρία δεινὰ παθὼν, ἁπάντων λοιπόν ἐστιν ἀνώτερος, ὥσπερ κολοιῶν κραζόντων, οὕτω τῶν ἀπειλούντων καταγε‐ | |
20 | λῶν. Οὐ μικρὸς δὲ οὗτος ὁ στέφανος, οὐδὲ ὁ τυχὼν μισθὸς, ὅταν μηδὲν αὐτὸν τῶν ἀνθρωπίνων δυνήση‐ ται λυπεῖν, ὅταν τὰ τοῖς ἄλλοις φοβερὰ τούτῳ εὐκα‐ ταφρόνητα γίνηται, ὅταν ὑπὲρ ὧν ἄλλοι φρίττουσι καὶ ἐξίστανται, ὑπὲρ τούτων μέλλῃ γελᾷν αὐτὸς, τῇ | |
25 | τῆς ὑπομονῆς ὑπερβολῇ εἰς τὴν τῶν ἀγγελικῶν δυνά‐ μεων φιλοσοφίαν ἑαυτὸν μεταστήσας. Εἰ γὰρ δὴ σῶ‐ μα μακαρίζομεν τὸ δυνάμενον καὶ ψῦχος καὶ καῦμα ἀλύπως φέρειν, καὶ λιμὸν, καὶ ἔνδειαν, καὶ ὁδοιπο‐ ρίαν, καὶ ταλαιπωρίας ἑτέρας· πολλῷ μᾶλλον ψυχὴν | |
30 | μακαρίζειν δεῖ τὴν δυναμένην καρτερῶς καὶ γενναίως ἁπάσας τῶν δεινῶν φέρειν τὰς προσβολὰς, καὶ διατη‐ ρεῖν ἀδούλωτον αὑτῆς διὰ πάντων τὸ φρόνημα. Ὁ τοιοῦτος τῶν βασιλέων αὐτῶν ἐστι βασιλικώτερος. Ἐκεῖνον μὲν γὰρ καὶ δορυφόροι καὶ φίλοι καὶ ἐχθροὶ | |
35 | πολλὰ δύναιντ’ ἂν ἀδικῆσαι ἐπιβουλεύοντες καὶ κακ‐ ουργοῦντες τὸν δὲ τοιαύτην ἔχοντα ψυχὴν, οἵαν εἶπον νῦν, οὐ βασιλεὺς, οὐ δορυφόρος, οὐκ οἰκέτης, οὐ φίλος, οὐκ ἐχθρὸς, οὐκ αὐτὸς ὁ διάβολος παρα‐ βλάψαι δυνήσεται. Πῶς γὰρ, τὸν μελετήσαντα μηδὲν | |
40 | τῶν νομιζομένων εἶναι δεινῶν ἡγεῖσθαι δεινόν; δʹ. Τοιοῦτος ἦν ὁ μακάριος Παῦλος· διὰ τοῦτο ἔλεγε· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυ‐ μνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καθὼς γέγραπται, | |
45 | ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἀλλ’ ἐν τού‐ τοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Τοῦτο δὴ καὶ ἐνταῦθα αἰνιττόμενος ἔλεγεν, ὅτι Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, | |
50.423(50) | ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· ἀσθενέστερον τὸ σῶμα γίνεται, φησὶν, ἀλλὰ δυνατωτέ‐ ρα ἡ ψυχὴ καὶ ἰσχυροτέρα, καὶ πτεροῦται μᾶλλον. Καὶ καθάπερ στρατιώτης βαρύνοντα μὲν ἔχων ὅπλα, κἂν σφόδρα γενναῖος ᾖ καὶ πολεμικὸς, οὐκ ἂν γένοιτο | |
55 | τοῖς πολεμίοις φοβερὸς, τῆς τῶν ὅπλων βαρύτητος τῇ τῶν ποδῶν ταχύτητι καὶ τῇ τῶν πολεμικῶν ἐμ‐ πειρίᾳ λυμαινομένης· εἰ δὲ κοῦφα λάβοι καὶ εὐμετα‐ χείριστα, πτηνοῦ παντὸς δίκην ἐπέρχεται τοῖς ἐναν‐ τίοις· οὕτω καὶ ὁ τὴν σάρκα τὴν ἑαυτοῦ μὴ μέθῃ, | |
60 | μηδὲ ἀνέσει καὶ τρυφῇ καταλιπαίνων, ἀλλὰ νηστείαις καὶ εὐχαῖς, καὶ τῇ πολλῇ τῶν θλίψεων ὑπομονῇ κου‐ | |
φοτέραν καὶ λεπτοτέραν κατασκευάζων, καθάπερ | Column end | |
50.424 | τις ὑπόπτερος ἄνωθεν καταβαίνων, οὕτω μετὰ πολλῆς τῆς ῥύμης εἰς τὰς τῶν δαιμόνων ἐμπίπτων φάλαγγας, καταφέρει ῥᾳδίως τὰς ἀντικειμένας δυνάμεις, καὶ ὑποχειρίους ποιεῖ. Οὕτω καὶ ὁ Παῦλος λαβὼν πολλὰς | |
5 | πληγὰς, καὶ εἰς τὸ δεσμωτήριον ἐμπεσὼν, καὶ ἐν τῷ ξύλῳ δεθεὶς, τὸ μὲν σῶμα ἀσθενέστερον εἶχε πόνοις κατατεινόμενον, τὴν δὲ ψυχὴν ἰσχυρὰν καὶ εὔτονον· καὶ οὕτως ἦν ἰσχυρὸς ὁ δεδεμένος, ὡς διὰ φωνῆς μό‐ νης σαλεῦσαι τὰ θεμέλια τοῦ δεσμωτηρίου, καὶ τὸν | |
10 | λελυμένον δεσμοφύλακα δέσμιον εἰς τοὺς πόδας ἀγα‐ γεῖν τοὺς ἑαυτοῦ, καὶ τὰς θύρας ἀποκεκλεισμένας ἀνοῖξαι. Οὐ μικρὰν οὖν ἡμῖν παραμυθίαν ἔδωκεν ὁ Παῦλος ταύτην καὶ πρὸ τῆς ἀναστάσεως, τὸ βελτίους ἡμᾶς γίνεσθαι καὶ φιλοσοφωτέρους τοῖς πειρασμοῖς. | |
15 | Διὰ τοῦτό φησιν· Ἡ θλῖψις ὑπομονὴν κατεργάζε‐ ται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει Καὶ πάλιν ἄλλος τίς φησιν· Ἀνὴρ ἀπείραστος ἀδόκιμος, ὁ δὲ ἀδόκιμος οὐδενὸς ἄξιος λόγου. Ὥστε οὐ μικρὰ ἀπὸ τῆς θλί‐ | |
20 | ψεως καρπούμεθα καὶ πρὸ τῆς ἀναστάσεως, τὸ τὴν ψυχὴν ἔχειν δοκιμωτέραν καὶ σοφωτέραν καὶ συν‐ ετωτέραν, καὶ πάσης ἀπηλλάχθαι δειλίας. Διὰ τοῦτό φησιν· Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Πῶς | |
25 | ἀνακαινοῦται, εἰπέ; Ἀνανδρίας ἐξελαυνομένης ἁπά‐ σης, ἐπιθυμίας σβεννυμένης ἀτόπου, φιλοχρηματίας, κενοδοξίας, τῶν ἄλλων ἁπλῶς τῶν διεφθαρμένων λογισμῶν ἀναιρουμένων ἁπάντων. Ὥσπερ οὖν ἡ ἀρ‐ γίας καὶ ἀδείας ἀπολαύουσα ψυχὴ εὐκόλως ὑπὸ τῶν | |
30 | παθῶν ἁλίσκεται τούτων· οὕτως ἡ διηνεκῶς τοῖς ἀγῶσι τοῖς ὑπὲρ τῆς εὐσεβείας ἐσχολακυῖα, οὐδὲ σχολὴν ἄγει ταῦτα ἐννοῆσαί ποτε, τῆς περὶ τὰ πα‐ λαίσματα μερίμνης πάντων αὐτὴν ἀπαγούσης ἐκεί‐ νων. Διὰ τοῦτο ἔλεγεν· Ἀνακαινοῦται ἡμέρᾳ καὶ | |
35 | ἡμέρᾳ. Εἶτα πάλιν παραμυθούμενος τὰς ψυχὰς τὰς ὀδυνωμένας ἐπὶ τοῖς δεινοῖς τοῖς ἐπαγομένοις, καὶ οὐκ εἰδυίας φιλοσοφεῖν, διὰ τῆς ἐλπίδος τῶν μελλόν‐ των αὐτὰς ἀνίστησιν, οὕτω λέγων· Τὸ γὰρ παραυ‐ τίκα ἐλαφρὸν τῆς θλίψεως, καθ’ ὑπερβολὴν εἰς | |
40 | ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Μάλιστα μὲν οὖν καὶ ἐνταῦθα ἡμᾶς ὀνίνησιν ἡ | |
45 | θλῖψις, σοφωτέραν ἡμῶν ποιοῦσα τὴν ψυχὴν καὶ φι‐ λοσοφωτέραν· μετὰ δὲ τοῦτο καὶ μυρία ἡμῖν προξε‐ νεῖ κατὰ τὸ μέλλον ἀγαθὰ, οὐκ ἀντίῤῥοπα τῶν πό‐ νων, ἀλλὰ πολλῷ μείζονα τῶν παλαισμάτων καὶ κατὰ τὴν ποσότητα καὶ κατὰ τὴν ποιότητα. Ταῦτα | |
50.424(50) | ἀμφότερα, λέγω, δηλῶν ὁ Παῦλος, καὶ τὴν ὑπεροχὴν τῶν κινδύνων, καὶ τῶν ἄθλων ποιεῖται τὴν σύγκρι‐ σιν, καὶ ἀντιτίθησι τῷ παραυτίκα τὸ αἰώνιον, τῷ ἐλαφρῷ τὸ βάρος, τῇ θλίψει τὴν δόξαν. Ἡ μὲν γὰρ θλῖψις πρόσκαιρος, φησὶ, καὶ κούφη, ἡ δὲ ἄνεσις | |
55 | (μᾶλλον δὲ οὐκ εἶπεν, ἄνεσις, ἀλλὰ, δόξα, ὃ πολλῷ μεῖζον τῆς ἀνέσεως) αἰώνιος καὶ διηνεκὴς καὶ μεγά‐ λη. Βάρος δὲ ἐνταῦθα, οὐ τὸ ἐπίπονον καὶ φορτικὸν εἶπεν, ἀλλὰ τὸ πολυτελὲς καὶ ἔντιμον, κατὰ τὸ τῶν | |
πολλῶν ἔθος, οἳ τὰ πολύτιμα οὕτω καὶ βαρύτιμα κα‐ | ||
50.425 | λεῖν εἰώθασιν. Ὅταν οὖν εἴπῃ βάρος δόξης, μέγεθος δόξης λέγει. Μὴ τοίνυν τοῦτο μόνον λογίζου, φησὶν, ὅτι μαστίζῃ καὶ ἐλαύνῃ, ἀλλὰ καὶ τοὺς στεφάνους καὶ τὰς ἀμοιβὰς, ὅτι πολλῷ μείζους καὶ λαμπρότε‐ | |
5 | ραι τῶν παρόντων ἐκεῖναι, καὶ τέλος οὐκ ἔχουσιν, οὐδὲ πέρας. Ἀλλὰ ταῦτα, φησὶν, ἐν πείρᾳ, ἐκεῖνα δὲ ἐν ἐλπίσι· καὶ ταῦτα μὲν φανερὰ, ἐκεῖνα δὲ οὐ φαίνε‐ ται, ἀλλ’ ἐκκρεμῆ καὶ μετέωρά εἰσιν· ἀλλ’ εἰ καὶ ἀφανῆ, ἀλλὰ τῶν φαινομένων ἐστὶ φανερώτερα. Τί λέγω φα‐ | |
10 | νερώτερα; Ἐκεῖνα δύνασαι μᾶλλον ὁρᾷν, ἢ ταῦτα. Ταῦ‐ τα μὲν γὰρ παρέρχεται, ἐκεῖνα δὲ μένει. Διὸ ἐπήγαγε, λέγων· Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. | |
15 | εʹ. Εἰ δὲ λέγοις· Καὶ πῶς δυνήσομαι τὰ ἀφανῆ βλέ‐ πειν, τὰ δὲ παρόντα μὴ βλέπειν; ἀπὸ τῶν βιωτικῶν σε εἰς ταύτην ἐναγαγεῖν πειράσομαι τὴν πίστιν. Οὐδὲ γὰρ τῶν ἐν τῷ κόσμῳ πραγμάτων τῶν ἐπικήρων τούτων ἅψαιτό τις ἂν ῥᾳδίως, μὴ τὰ ἀφανῆ πρὸ τῶν | |
20 | φανερῶν ἰδών. Οἷόν τι λέγω· Ὁ ἔμπορος ὑπομένει μὲν χειμῶνας πολλοὺς καὶ κυμάτων ἐπαναστάσεις καὶ ναυάγια καὶ μυρίας δυσκολίας, ἀπολαύει δὲ καὶ πλού‐ του μετὰ τοὺς χειμῶνας, τὰ φορτία διατιθέμενος, καὶ πολλὴν ἐργαζόμενος πραγματείαν. Ἀλλ’ οἱ μὲν | |
25 | χειμῶνες πρότεροι, τὰ δὲ φορτία ὕστερα· καὶ τὰ μὲν πελάγη καὶ τὰ κύματα φαίνεται ἐξελθόντι τοῦ λιμέ‐ νος, ἡ ἐμπορία δὲ οὐ φαίνεται· ἐν ἐλπίσι γάρ ἐστιν ἔτι. Ἀλλ’ ὅμως ἂν μὴ πρὸς ἐκείνην ἴδῃ πρῶτον τὴν ἀφανῆ καὶ μὴ παροῦσαν, μηδὲ ἐν χερσὶν οὖσαν, ἀλλ’ | |
30 | ἐν ἐλπίσιν, οὐκ ἂν ἅψαιτο τούτων τῶν παρόντων καὶ φαινομένων. Οὕτω καὶ γεωργὸς ζεύγνυσι βόας, καὶ ἄροτρον ἕλκει, καὶ βαθεῖαν αὔλακα ἀνατέμνει, καὶ σπέρματα καταβάλλει, καὶ τὰ ὄντα ἅπαντα δαπανᾷ, καὶ κρυμὸν καὶ πάγον καὶ ὄμβρους καὶ ἑτέρας ἀνέχε‐ | |
35 | ται ταλαιπωρίας πολλὰς, καὶ μετὰ τὸν πόνον τοῦτον προσδοκᾷ κομῶντα ὄψεσθαι τὰ λήϊα, καὶ πεπληρω‐ μένην τὴν ἅλωνα. Ὁρᾷς πῶς καὶ ἐνταῦθα πρότερος ὁ πόνος, καὶ μετὰ ταῦτα ὁ μισθός· καὶ ὁ μὲν μισθὸς ἄδηλος, ὁ δὲ πόνος δῆλος καὶ φανερός· κἀκεῖνος μὲν | |
40 | ἐν ἐλπίσιν, οὗτος δὲ ἐν χερσίν; Ἀλλ’ ὅμως καὶ οὗτος ἂν μὴ πρότερον πρὸς ἐκεῖνον ἴδῃ τὸν ἄδηλον καὶ ἀφα‐ νῆ καὶ μὴ βλεπόμενον τοῖς ὀφθαλμοῖς τοῦ σώματος μισθὸν, οὐ μόνον οὐ ζεύξει βόας, οὐδὲ ἄροτρον ἕλξει, οὐδὲ σπέρματα καταβαλεῖ, ἀλλ’ οὐδὲ κινηθήσεται | |
45 | οἴκοθεν πρὸς τὴν ἐργασίαν ταύτην ποτέ. Πῶς οὖν ἄτοπον ἐπὶ μὲν τῶν βιωτικῶν πραγμάτων πρὸ τῶν φανερῶν τὰ ἀφανῆ βλέπειν, καὶ πρὸ τῶν μι‐ σθῶν ὑπομένειν τοὺς πόνους, καὶ πρότερον τὰ δυσχε‐ ρῆ πάντα φέροντας, τότε τὰ ἐξ αὐτῶν ἀναμένειν χρη‐ | |
50.425(50) | στὰ, καὶ ταῖς τῶν ἀφανῶν ἐλπίσι προτρεπομένους οὕ‐ τως ἅπτεσθαι τῶν φανερῶν· ἐπὶ δὲ τοῦ Θεοῦ διστάζειν καὶ ἀμφιβάλλειν, καὶ πρὸ τῶν πόνων ἀπαιτεῖν τὰς ἀμοιβὰς, καὶ γεωργῶν καὶ ναυτῶν μικροψυχοτέρους φαίνεσθαι; Οὐ γὰρ δὴ μόνον κατὰ τοῦτο αὐτῶν φα‐ | |
55 | νούμεθα χείρους, ἀσχάλλοντες πρὸς τὸ μέλλον, ἀλλὰ καὶ καθ’ ἕτερον οὐκ ἔλαττον τούτου. Ποῖον δὴ τοῦτο; Ὅτι ἐκεῖνοι μὲν οὐδὲ περὶ τοῦ τέλους θαῤῥεῖν ἔχον‐ τες πάντως, οὐδὲ οὕτω τῶν πόνων ἀφίστανται· σὺ δὲ ἀξιόπιστον τῶν στεφάνων ἔχων ἐγγυητὴν, οὐδὲ οὕτω | |
60 | μιμῇ τὴν ἐκείνων καρτερίαν. Ὁ μὲν γὰρ γεωργὸς πολλάκις μετὰ τὸ τὰ σπέρματα καταβαλεῖν, καὶ θε‐ ραπεῦσαι τὴν γῆν, καὶ κομῶντα τὰ λήϊα ἰδεῖν, ἢ χαλάζης, ἢ ἐρυσίβης, ἢ ἀκρίδος. ἢ ἄλλης τινὸς τοι‐ | |
αύτης ἐπενεχθείσης πληγῆς, ἐξέπεσε τῆς τῶν πόνων | Column end | |
50.426 | ἀμοιβῆς, καὶ μετὰ τοὺς πολλοὺς ἱδρῶτας κεναῖς οἴκαδε ὑποστρέφει χερσί. Καὶ ὁ ἔμπορος δὲ πάλιν, μετὰ τὸ διαδραμεῖν πολὺ πέλαγος πεπληρωμένην ἄγων τὴν ὁλκάδα, πρὸς αὐτὸ πολλάκις τὸ στόμα τοῦ | |
5 | λιμένος ἐμπεσόντων ἀνέμων σκοπέλῳ τινὶ προσαρά‐ ξας, μόλις ἐξῆλθε τὸ σῶμα διασώσας γυμνός. Καὶ ἐπὶ πάντων ἁπλῶς τῶν βιωτικῶν πολλὰς πολλάκις πρὸς τῷ τέλει συμφορὰς τοιαύτας συμβαίνειν εἰκός. Ἐπὶ δὲ τῶν ἀγώνων τῶν σῶν οὐκ ἔστι τοῦτο· ἀλλὰ | |
10 | ἀνάγκη πάντως τὸν ἀγωνισάμενον, τὸν σπείραντα τὴν εὐσέβειαν, καὶ πολλοὺς ἐνεγκόντα πόνους, ἐπιτυχεῖν τοῦ τέλους. Οὐ γὰρ ἀέρων ἀνωμαλίαις, οὐδὲ πνευμά‐ των ῥύμαις τῶν πόνων τούτων τὰς ἀμοιβὰς ἐπέτρε‐ ψεν ὁ Θεός· ἀλλ’ ἐν τοῖς οὐρανοῖς ἀπόκεινται, ἐν τοῖς | |
15 | ἀσύλοις θησαυροῖς. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν· Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Μὴ τοίνυν εἴπῃς ὅτι ἀφανῆ τὰ μέλ‐ λοντα· εἰ γὰρ βουληθείης μετὰ ἀκριβείας ἐξετάσαι, | |
20 | τῶν ἐν χερσίν ἐστι πολὺ φανερώτερα. Καὶ τοῦτο αὐτὸ πάλιν ἐνδεικνύμενος ἡμῖν ὁ Παῦλος, Τὰ μὲν αἰώνια καλεῖ, τὰ δὲ πρόσκαιρα, τῷ προσκαίρῳ τὸ φθαρτὸν αὐτῶν δηλῶν. Πρὶν ἢ γὰρ φανῆναι ἀφίπτα‐ ται, καὶ ἀποτρέχει πρὶν ἐπιστῆναι, καὶ ὀξύῤῥοποι | |
25 | μὲν αὐτῶν αἱ μεταβολαὶ, ἄπιστος δὲ ἡ κτῆσις. Τοῦτο καὶ ἐπὶ πλούτου καὶ δόξης καὶ δυναστείας, καὶ ἐπὶ τῆς τῶν σωμάτων εὐμορφίας, τοῦτο καὶ ἐπὶ ῥώμης καὶ ἐπὶ τῶν ἄλλων ἁπλῶς τῶν βιωτικῶν συμ‐ βαῖνον ἴδοι τις ἄν. Διὰ τοῦτο καὶ ὁ προφήτης κωμ‐ | |
30 | ῳδῶν τοὺς τρυφῶντας καὶ περὶ χρήματα μαινομένους καὶ τὴν ἄλλην ἅπασαν φαντασίαν, Ὡς ἑστῶτα, φη‐ σὶν, ἐλογίσαντο ταῦτα, καὶ οὐχ ὡς φεύγοντα. Ὥσπερ γὰρ σκιᾶς οὐκ ἔστιν ἐπιλαβέσθαι, οὕτως οὐδὲ τῶν βιωτικῶν πραγμάτων· ἀλλὰ τὰ μὲν τῇ | |
35 | τελευτῇ καταλύεται, τὰ δὲ καὶ πρὸ τῆς τελευτῆς χειμάῤῥου παντὸς ὀξυῤῥεπέστερον παραῤῥεῖ. Τὰ δὲ μέλλοντα οὐ τοιαῦτα· οὐκ οἶδε γὰρ μεταβολὴν, οὐ δέχεται τροπὴν, οὐκ ἐπίσταται γῆρας, οὐκ ἔχει τινὰ ἀλλοίωσιν, ἀλλ’ ἀκμάζει διηνεκῶς. καὶ ἐπὶ τῆς αὐτῆς | |
40 | εὐπρεπείας μένει. Ὥστε εἰ δεῖ ἀφανῆ καὶ ἄδηλα εἰπεῖν καὶ ἄπιστα, τὰ παρόντα δεῖ λέγειν πράγματα, καὶ μὴ παραμένοντα τοῖς κεκτημένοις, ἀλλ’ ἀμείβοντα τοὺς δεσπότας, καὶ καθ’ ἑκάστην ἡμέραν ἀπὸ τούτου πρὸς ἕτερον μεταπηδῶντα, καὶ πάλιν | |
45 | ἀπ’ ἐκείνου πρὸς ἄλλον. Ταῦτα δὴ πάντα δηλώσας ἡμῖν ὁ Παῦλος, καὶ διὰ τοῦτο τὰ μὲν παρόντα πρόσκαιρα, τὰ δὲ μέλλοντα αἰώνια καλέσας, τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον, οὕτω λέγων· Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους | |
50.426(50) | καταλυθῇ, οἰκίαν ἐκ Θεοῦ ἔχομεν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. ϛʹ. Ὅρα πάλιν καὶ ἐνταῦθα πῶς ταῖς λέξεσιν κέχρη‐ ται κυρίως, δι’ αὐτῶν τῶν ὀνομάτων τὴν δύναμιν ἐμ‐ φαίνων τῶν νοημάτων. Οὐ γὰρ ἁπλῶς σκῆνος τὸ σῶμα | |
55 | ἐκάλεσεν, ἀλλὰ τὸ πρόσκαιρον τῆς παρούσης ζωῆς ἡμῖν ἐνδεικνύμενος, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβο‐ λὴν δηλῶν, μονονουχὶ λέγων· Τί στενάζεις καὶ δα‐ κρύεις, ἀγαπητὲ, ὅτι τύπτῃ καὶ ἐλαύνῃ καὶ εἰς δεσμωτήριον ἐμπίπτεις; τί θρηνεῖς τὰς κατὰ μέρος | |
60 | ταύτας κακώσεις, ὀφείλων τὴν ὁλόκληρον δέξασθαι | |
κατάλυσιν τοῦ σώματος· μᾶλλον δὲ οὐχ ἁπλῶς τοῦ | ||
50.427 | σώματος, ἀλλὰ τῆς ἐν τῷ σώματι φθορᾶς; Ἵνα γὰρ δείξῃ, ὅτι αἱ κατὰ μέρος αὗται κακώσεις οὐ μόνον ἡμᾶς λυπεῖν οὐκ ὀφείλουσιν, ἀλλὰ καὶ εὐφραίνειν, δείκνυσιν ὅτι ἡ καθολικὴ καὶ τελευταία καθαίρεσις, | |
5 | εὐχῆς ἔργον ἐστὶν ἡμῖν, τὴν διὰ τοῦ θανάτου κατά‐ λυσιν οὕτω λέγων. Καὶ πάλιν· Καὶ γὰρ ἐν τούτῳ στενάζομεν τῷ σκήνει, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες. Οἰκίαν δὲ σκήνους ἤτοι τὸ σῶμα δι’ ἀμφοτέρων καλεῖ τῶν | |
10 | ὀνομάτων· ἢ οἰκίαν σκήνους τὰς οἰκίας ἐν αἷς κατοι‐ κοῦμεν, τὰς πόλεις, τὸ σχῆμα τοῦ παρόντος βίου. Καὶ οὐχ ἁπλῶς εἶπεν, Οἶδα, ἀλλ’, Οἴδαμεν, καὶ τὴν τῶν ἀκουόντων προσλαμβάνων γνώμην. Οὐ περὶ πραγμάτων ἀμφιβαλλομένων διαλέγομαι, φησὶν, οὐδὲ | |
15 | περὶ τῶν ἀγνοουμένων, ἀλλ’ ὑπὲρ ὧν ἤδη τὴν πίστιν ἐδέξασθε, εἰς τὴν τοῦ Κυρίου πιστεύσαντες ἀνάστα‐ σιν. Διὰ τοῦτο καὶ σκηνώματα καλοῦμεν τῶν ἀπελθόν‐ των τὰ σώματα. Καὶ ὅρα πῶς καὶ τῇ λέξει κυρίως κέ‐ χρηται. Οὐκ εἶπεν, Ἀνῃρέθη καὶ ἠφανίσθη, ἀλλὰ, Κατ‐ | |
20 | ελύθη, δεικνὺς ὅτι καταλύεται, ἵνα φαιδρότερον, ἵνα λαμπρότερον ἀναστῇ. Εἶτα ὥσπερ ἐπὶ τῶν πόνων καὶ τῶν ἐπάθλων ἐποιήσατο σύγκρισιν, ἀπὸ τῆς ποιότητος, ἀπὸ τοῦ χρόνου καὶ τῆς ποσότητος· οὕτω δὴ καὶ ἐνταῦθα ποιεῖ, τὸ μὲν πῖπτον σῶμα σκῆνος καλῶν, τὸ δὲ ἀν‐ | |
25 | ιστάμενον οἰκίαν· καὶ οὐχ ἁπλῶς, οἰκίαν, ἀλλ’ αἰώ‐ νιον· καὶ οὐχ ἁπλῶς, αἰώνιον, ἀλλ’ οὐράνιον, καὶ ἀπὸ τοῦ χρόνου, καὶ ἀπὸ τοῦ τόπου δεικνὺς τὴν ὑπεροχήν. Αὕτη μὲν γὰρ ἐπίγειος, ἐκείνη δὲ οὐρά‐ νιος· αὕτη πρόσκαιρος, ἐκείνη αἰώνιος. Καὶ νῦν μὲν | |
30 | καὶ σώματος δεῖ καὶ οἰκημάτων ἡμῖν διὰ τὴν ἀσθέ‐ νειαν τῆς σαρκός· τότε δὲ τὸ αὐτὸ καὶ σῶμα ἔσται καὶ οἴκημα, οὐ δεόμενον στέγης, οὐδὲ καλυμμάτων τινῶν, ἀντὶ πάντων ἀρκούσης αὐτῷ τῆς ἀφθαρσίας. Εἶτα δεικνὺς τὴν ὑπεροχὴν τῶν ἐναποκειμένων αὐτῷ | |
35 | ἀγαθῶν, φησί· Καὶ γὰρ ἐν τούτῳ στενάζομεν τῷ σκήνει. Οὐκ εἶπε, Στενάζω, ἀλλὰ κοινὴν ποιεῖται τὴν γνώμην. Καὶ γὰρ ἐν τούτῳ, φησὶ, στενάζομεν, βουλόμενος αὐτοὺς εἰς τὴν οἰκείαν ἑλκύσαι φιλοσο‐ φίαν, καὶ τῆς αὑτοῦ κρίσεως ποιῆσαι κοινωνούς. | |
40 | Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανῶν ἐπενδύσασθαι ἐπιπο‐ θοῦντες. Οὐκ εἶπεν ἁπλῶς, Ἐνδύσασθαι, ἀλλ’ Ἐπεν‐ δύσασθαι· καὶ ἐπάγει· Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Καὶ δοκεῖ μὲν ἀσαφὲς | |
45 | εἶναι τὸ εἰρημένον, γίνεται δὲ σαφέστερον διὰ τῶν ἑξῆς ἐπαγομένων· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύ‐ σασθαι, ἀλλ’ ἐπενδύσασθαι. Ὁρᾷς πῶς ἑαυτοῦ οὐκ ἐπιλανθάνεται, οὐδὲ καλεῖ | |
50.427(50) | οἰκίαν τὸ σῶμα τοῦτο, ἀλλὰ σκῆνος πάλιν· Ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ’ ἐπενδύσασθαι; Ἐνταῦθα τοῖς τοῦ σώματος διαβάλλουσι τὴν φύσιν, καὶ τῆς σαρκὸς τῆς ἡμετέρας κατηγοροῦσι καιρίαν ἔδωκε πληγήν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι στενάζομεν | |
55 | καὶ ἐκδύσασθαι οὐ βουλόμεθα, ἵνα μὴ νομίσῃς, ὅτι ὡς κακὸν φεύγει τὸ σῶμα καὶ πονηρίας αἴτιον καὶ ἐχθρὸν καὶ πολέμιον, ἄκουσον πῶς διορθοῦται τὴν ὑπόνοιαν· πρῶτον μὲν τῷ εἰπεῖν, ὅτι Στενάζομεν τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι | |
60 | ἐπιποθοῦντες· ὁ γὰρ ἐπενδυόμενος τῷ ὄντι ἕτερον ἐπενδύεται· ἔπειτα τῷ εἰπεῖν, Στενάζομεν βαρού‐ μενοι, ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ’ ἐπεν‐ δύσασθαι ἐπιποθοῦντες. Ὃ δὲ λέγει τοιοῦτόν | |
ἐστιν· Οὐ τὴν σάρκα ἀποθέσθαι βουλόμεθα, φησὶν, | Column end | |
50.428 | ἀλλὰ τὴν φθοράν· οὐ τὸ σῶμα, ἀλλὰ τὸν θάνατον. Ἄλλο σῶμα, καὶ ἄλλο θάνατος· ἄλλο σῶμα, καὶ ἄλλο φθορά· οὔτε τὸ σῶμα φθορὰ, οὔτε ἡ φθορὰ σῶμα. Καὶ φθαρτὸν μὲν τὸ σῶμα, οὐ φθορὰ δὲ τὸ σῶμα· καὶ θνητὸν | |
5 | μὲν τὸ σῶμα, οὐ θάνατος δὲ τὸ σῶμα· ἀλλὰ τὸ μὲν σῶμα ἔργον ἐγένετο τοῦ Θεοῦ, ἡ δὲ φθορὰ καὶ ὁ θάνατος ὑπὸ τῆς ἁμαρτίας εἰσήχθη. Τὸ γοῦν ἀλλότριον ἀποδύσασθαι βούλομαι, φησὶν, οὐ τὸ οἰκεῖον· ἀλλότριον δὲ, οὐ τὸ σῶμα, ἀλλ’ ἡ φθορά. Διὰ τοῦτό φησιν· Ἐφ’ ᾧ οὐ | |
10 | θέλομεν ἐκδύσασθαι, τουτέστι, τὸ σῶμα, ἀλλ’ ἐπεν‐ δύσασθαι τῷ σώματι τὴν ἀφθαρσίαν. Μέσον ἐστὶ τὸ σῶμα φθορᾶς καὶ ἀφθαρσίας. Ἀποδύεται τοίνυν φθορὰν, καὶ ἐπενδύεται ἀφθαρσίαν· ἀποβάλλει ὅπερ ἔλαβεν ἀπὸ τῆς ἁμαρτίας, καὶ κτᾶται ὅπερ ἔδωκεν | |
15 | ἡ τοῦ Θεοῦ χάρις. Καὶ ἵνα μάθῃς, ὅτι τὸ ἐκδύσασθαι οὐ περὶ τοῦ σώματός φησιν, ἀλλὰ περὶ τῆς φθορᾶς καὶ τοῦ θανάτου, ἄκουσον τῶν ἐπαγομένων εὐθέως. Εἰπὼν γὰρ, Οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ’ ἐπεν‐ δύσασθαι, οὐκ εἶπεν· Ἵνα καταποθῇ τὸ σῶμα ὑπὸ | |
20 | τῆς ἀσωματότητος· ἀλλὰ τί; Ἵνα καταποθῇ τὸ θνη‐ τὸν ὑπὸ τῆς ζωῆς, τουτέστιν, ἵνα ἀφανισθῆ, ἵνα ἀπόληται· ὥστε ἀπώλειαν οὐχὶ τοῦ σώματος λέγει, ἀλλὰ θανάτου καὶ φθορᾶς. Ἐπερχομένη γὰρ ἡ ζωὴ οὐχὶ τὸ σῶμα ἀφανίζει καὶ δαπανᾷ, ἀλλὰ τὴν ἐπιγι‐ | |
25 | νομένην αὐτῷ φθορὰν καὶ τὸν θάνατον. Ὃ τοίνυν στεναγμὸς οὐ διὰ τὸ σῶμα, ἀλλὰ διὰ τὴν ἐπικειμένην φθοράν· καὶ γὰρ τὸ σῶμα βαρύ ἐστι καὶ φορτικὸν καὶ ἐπαχθὲς, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ὕστερον αὐτῷ προσγενομένην θνητότητα. Ἀλλ’ οὐχὶ | |
30 | σῶμα φθαρτὸν, ἀλλ’ ἄφθαρτόν ἐστι. Τοσαύτη γὰρ αὐτοῦ ἐστιν ἡ εὐγένεια, ὡς καὶ ἐν αὐτῇ τῇ φθορᾷ τὴν ἀξίαν ἐπιδείκνυσθαι τὴν αὑτοῦ. Αἱ γοῦν σκιαὶ τῶν ἀποστόλων τὰς ἀσωμάτους ἀπήλασαν δυνάμεις, καὶ ἡ κόνις καὶ ἡ τέφρα δαιμόνων περιεγένετο, καὶ | |
35 | τὰ ἱμάτια τὰ ὁμιλήσαντα τοῖς σώμασιν αὐτῶν νόσους ἀνεῖλον, καὶ ὑγίειαν ἐπανήγαγον. ζʹ. Μὴ γάρ μοι φλέγμα καὶ χολὴν εἴπῃς, καὶ ἱδρῶ‐ τα, καὶ ῥύπον, καὶ τὰ ἄλλα, ἅπερ οἱ κατηγοροῦντες τοῦ σώματος λέγουσιν· οὐ γὰρ τῆς τοῦ σώματος | |
40 | φύσεως ταῦτα ἦν, ἀλλὰ τῆς ὕστερον ἐπιγενομένης φθορᾶς. Εἰ δὲ θέλεις αὐτοῦ καταμαθεῖν τὴν ἀρετὴν, ἔπελθε τῶν μελῶν ἁπάντων τὴν διάπλασιν, τὸ σχῆμα, τὰς ἐνεργείας, τὴν πρὸς ἄλληλα συμφωνίαν· καὶ πάσης πόλεως εὐνομουμένης καὶ φιλοσόφους ἅπαντας | |
45 | τοὺς πολίτας ἐχούσης ἀκριβεστέραν ὄψει τὴν τῶν μελῶν τούτων πρὸς ἄλληλα πολιτείαν. Εἰ δὲ ἄνω καὶ κάτω ταῦτα παρατρέχων, τὸ φθαρτὸν αὐτοῦ καὶ τὸ θνητὸν μόνον προτείνοις, οὐδὲ ἐντεῦθεν ἀπορήσο‐ μεν ἀπολογίας. Ὅτι γὰρ οὐ μόνον οὐδεμία γέγονεν | |
50.428(50) | ἐντεῦθεν ἡ βλάβη, ἀλλὰ καὶ πολὺ τὸ κέρδος τῷ γένει τῶν ἀνθρώπων, δῆλον ἐκεῖθεν. Οἵ τε γὰρ ἅγιοι πάν‐ τες μετὰ τούτου ζῶντες, τὴν ἀγγελικὴν ἐκείνην ἐπ‐ εδείξαντο πολιτείαν, καὶ οὐδεμία τις αὐτοῖς ἐντεῦθεν ἐγίνετο βλάβη πρὸς τὸν τῆς ἀρετῆς δρόμον· οἵ τε | |
55 | πρὸς ἀσέβειαν βλέποντες οὐ μικρὸν ἔσχον κώλυμα, τοῦ σώματος τὴν φθορὰν, πρὸς τὸ μὴ ποῤῥωτέρω προελθεῖν τῆς οἰκείας παρανομίας. Εἰ γὰρ τὸ φθαρ‐ | |
τὸν τοῦτο καὶ παθητὸν σῶμα περικείμενοι πολλοὶ | ||
50.429 | τῶν ἀνθρώπων ἰσοθεΐαν ἐφαντάσθησαν, καὶ ὑπὲρ τοῦ τοιαύτην ἑαυτοῖς περιθεῖναι δόξαν πολλὰ ἐπραγμα‐ τεύσαντο· εἰ μὴ παθητὸν εἶχον τὸ σῶμα καὶ φθαρ‐ τὸν, ἐλέγχον αὐτῶν τὴν ἀσθένειαν, τίνας οὐκ ἂν | |
5 | ἠπάτησαν τῶν ἀνοητοτέρων; Ὅταν οὖν καὶ ἀσεβείας, ὅπερ ἐστὶν ἔσχατος ὅρος κακίας, κώλυμα φαίνηται γινόμενον, καὶ τοῖς ἁγίοις παρέχῃ τῆς ψυχῆς τὴν ἀνδρείαν ἐπιδείκνυσθαι, τίνος ἂν τύχοιεν συγγνώμης οἱ διαβάλλοντες αὐτὸ καὶ κακίζοντες; Οὐ γὰρ δὴ | |
10 | ταῦτα ἂν ἔχοιμεν περὶ αὐτοῦ μόνα εἰπεῖν, ἀλλ’ ὅτι καὶ θεογνωσίας ἡμῖν αἴτιον γέγονεν αὐτό. Εἰ γὰρ τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, καὶ ἡ πίστις ἐξ ἀκοῆς, εὔδηλον ὅτι δι’ ὀφθαλμῶν καὶ ὤτων χειραγωγηθεῖσα ἡ ψυχὴ | |
15 | τὸν ποιήσαντα αὐτὴν ἐπέγνω Θεόν. Διὰ τοῦτο αὐτὸ φιλεῖ Παῦλος, καὶ βοᾷ λέγων, ὅτι Οὐ θέλομεν αὐτὸ ἐκδύσασθαι, ἀλλ’ ἐπενδύσασθαι αὐτῷ τὴν ἀθα‐ νασίαν. Καὶ μή μοι λέγε· Πῶς δύναται ἀναστῆναι τὸ σῶμα | |
20 | πάλιν καὶ γενέσθαι ἄφθαρτον; Ὅταν γὰρ ἡ τοῦ Θεοῦ δύναμις ἐργάζηται, τὸ πῶς μὴ προσκείσθω. Καὶ τί λέγω ἐπὶ Θεοῦ; Σὲ δημιουργὸν αὐτὸν ἐποίησεν ἀνα‐ στάσεως γενέσθαι, τοῦτο μὲν ἐπὶ τῶν σπερμάτων, τοῦτο δὲ ἐπὶ τῶν τεχνῶν, τοῦτο δὲ ἐπὶ τῶν ὑλῶν τῶν | |
25 | μεταλλικῶν. Καὶ γὰρ τὰ σπέρματα ἂν μὴ πρότερον ἀποθάνῃ καὶ σαπῇ καὶ διαφθαρῇ, οὐ τίκτει τὸν ἄσταχυν. Ὥσπερ οὖν ὁρῶν ἐκεῖ τὸν κόκκον σηπόμε‐ νον καὶ διαλυόμενον, οὐκ ἀμφιβάλλεις περὶ τῆς ἀναστάσεως, ἀλλ’ ἀπόδειξιν σαυτοῦ ποιεῖσαι σαφε‐ | |
30 | στάτην· ἂν γὰρ μὴ μείνῃ σηπόμενος μηδὲ φθειρό‐ μενος, οὐκ ἂν ἀνασταίη ποτέ· οὕτω καὶ ἐπὶ τοῦ σώματος λογίζου τοῦ σοῦ· ὅταν ἴδῃς τὴν φθορὰν, τότε μάλιστα περὶ τῆς ἀναστάσεως φιλοσόφει. Ὁ γὰρ θάνατος οὐδὲν ἕτερόν ἐστιν, ἢ τῆς φθορᾶς λοιπὸν ἀναί‐ | |
35 | ρεσις· οὐ γὰρ δὴ τὸ σῶμα ἁπλῶς, ἀλλὰ τὴν φθορὰν αὐτοῦ δαπανᾷ ὁ θάνατος. Τοῦτο καὶ ἐπὶ τῶν μεταλλι‐ κῶν ἔστιν ἰδεῖν ὑλῶν συμβαῖνον. Τὴν γοῦν χρυσῖτιν γῆν λαμβάνουσιν οἱ περὶ ταῦτα ἔμπειροι, καὶ τῷ χωνευτηρίῳ παραδιδόντες χρυσίον ἐργάζονται, καὶ | |
40 | ἄμμον καὶ ἑτέραν ὕλην ἀναμιγνύντες, ὕελον καθαρὸν ἐποίησαν. Εἶτα ὅπερ ἡ τοῦ πυρὸς δύναμις, τοῦτο ἡ τοῦ Θεοῦ οὐ δυνήσεται χάρις, εἰπέ μοι; καὶ τίς ἂν ταῦτα εἴποι τῶν ὁπωσοῦν νοῦν ἐχόντων; Πῶς σε παρὰ τὴν ἀρχὴν ἐποίησεν, ἐννόησον, καὶ μηκέτι ἀμφίβαλλε | |
45 | περὶ τῆς ἀναστάσεως. Οὐχὶ γῆν ἔλαβε καὶ ἔπλασε; καίτοι τί δυσκολώτερον, ἀπὸ γῆς ποιῆσαι σάρκας καὶ φλέβας καὶ δέρμα καὶ ὀστᾶ καὶ ἶνας καὶ νεῦρα καὶ ἀρτηρίας, καὶ τὰ ὀργανικὰ, καὶ τὰ ἁπλᾶ σώματα, ὀφθαλμοὺς, ὦτα, ῥῖνας, πόδας καὶ χεῖρας, καὶ ἑκάστῳ | |
50.429(50) | τούτων καὶ ἰδίαν καὶ κοινὴν ἐνθεῖναι τὴν ἐνέργειαν, ἢ φθαρτὰ γενόμενα ἀθάνατα ἐργάσασθαι; Οὐχ ὁρᾷς πῶς μονοειδὴς μὲν ἡ γῆ, ποικίλον δὲ καὶ πολυειδὲς τὸ σῶμα, καὶ κατὰ τὰς ἐνεργείας, καὶ κατὰ τὰ χρώματα, καὶ κατὰ τὴν διάπλασιν, καὶ κατὰ τὰς οὐσίας, καὶ | |
55 | κατὰ τὰ ἄλλα πάντα; Πῶς οὖν ὑπὲρ τῶν μελλόντων ἀμφιβάλλεις, εἰπέ μοι; καὶ τί χρὴ λέγειν περὶ σωμά‐ των; Τὰς γὰρ ἀπείρους δυνάμεις, καὶ τοὺς δήμους τῶν ἀγγέλων, τοὺς ἀρχαγγέλους, τὰ ἀνώτερα τάγματα τούτων, πῶς ἐποίησεν, εἰπέ μοι; Ἐγὼ μὲν γὰρ τὸν | |
60 | τρόπον οὐκ ἂν ἔχοιμι λέγειν, ὅτι δὲ ἤρκεσεν αὐτῷ τὸ θελῆσαι μόνον. Εἶτα ὁ τοσαύτας στρατιὰς ἀσωμάτους ἐργασάμενος, ἀνθρώπου σῶμα διαφθαρὲν ἀνανεῶσαι πάλιν οὐ δύναται, καὶ εἰς μείζονα ἀγαγεῖν ἀξίαν; Καὶ | |
τίς οὕτως ἀναίσθητος, ὡς ὑπὲρ τούτων ἀμφιβάλλειν, | Column end | |
50.430 | καὶ τὴν ἀνάστασιν ἀναιρεῖν; Εἰ γὰρ μὴ ἀνίσταται σῶμα, οὐκ ἀνίσταται ἄνθρωπος· ὁ γὰρ ἄνθρωπος οὐκ ἔστι ψυχὴ μόνον, ἀλλὰ ψυχὴ καὶ σῶμα. Εἰ τοίνυν ψυχὴ μόνον ἀνίσταται, ἐξ ἡμισείας τὸ ζῶον ἀνίστα‐ | |
5 | ται, ἀλλ’ οὐχ ὁλόκληρον· ἄλλως δὲ ἐπὶ ψυχῆς οὐκ ἂν λεχθείη κυρίως ἀνάστασις. Ἀνάστασις γάρ ἐστι τοῦ πεσόντος καὶ διαλυθέντος, ψυχὴ δὲ οὐ διαλύεται, ἀλλὰ σῶμα. Τί δέ ἐστι τὸ, Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα; Μυστήριον μέγα καὶ | |
10 | ἀπόῤῥητον ἡμῖν ἐνταῦθα αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὃ καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ φησιν· ὅτι Πάντες ἀναστησόμεθα, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Τί δέ ἐστι τὸ λεγόμενον; ὅτι καὶ Ἕλλην καὶ Ἰουδαῖος καὶ αἱρετικὸς καὶ πᾶς ἄνθρωπος εἰς | |
15 | τὸν κόσμον τοῦτον παρελθὼν, κατ’ ἐκείνην ἀναστή‐ σεται τὴν ἡμέραν. Καὶ τοῦτο αὐτὸ δηλῶν ἔλεγε· Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλα‐ γησόμεθα ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι. | |
20 | ηʹ. Ἐπεὶ οὖν καθολικὴ πᾶσίν ἐστιν ἡ ἀνάστασις, καὶ κοινὴ καὶ εὐσεβῶν καὶ ἀσεβῶν, καὶ πονηρῶν καὶ χρη‐ στῶν ἀνθρώπων, ἵνα μὴ ἀπὸ τούτου νομίσῃς ἄδικόν τινα γίνεσθαι κρίσιν, μηδὲ λέγῃς πρὸς σεαυτόν· Τί ποτε τοῦτό ἐστιν; ἐγὼ ὁ σπουδαῖος καὶ τοσαῦτα | |
25 | πονέσας καὶ ταλαιπωρηθεὶς ἀνίσταμαι, καὶ ὁ Ἕλλην, καὶ ὁ ἀσεβήσας, καὶ προσκυνήσας εἰδώλοις, καὶ τὸν Χριστὸν ἀγνοήσας, καὶ αὐτὸς ἀνίσταται ὁμοίως, καὶ τῆς αὐτῆς ἀπολαύει τιμῆς; ἵνα μὴ ταῦτα λέγων θορυβηθῇς, ἄκουσον τί φησιν· Εἴ γε καὶ ἐνδυσά‐ | |
30 | μενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Καὶ πῶς ἐστι, φησὶν, ἐνδυσάμενον ἀφθαρσίαν καὶ ἀθανασίαν γυμνὸν εὑρεθῆναι; πῶς; Ὅταν δόξης ὦμεν ἔρημοι, καὶ τῆς πρὸς τὸν Θεὸν παῤῥησίας ἀπεστερημένοι. Καὶ γὰρ τὰ σώματα τῶν ἁμαρτωλῶν ἄφθαρτα | |
35 | ἀνίστανται καὶ ἀθάνατα· ἀλλ’ ἡ τιμὴ αὕτη ἐφόδιον αὐτοῖς κολάσεως γίνεται καὶ τιμωρίας· ἄφθαρτα γὰρ ἀνίσταται, ἵνα διαπαντὸς καίηται. Ἐπειδὴ γὰρ τὸ πῦρ ἄσβεστόν ἐστιν ἐκεῖνο, τοιούτων αὐτῷ δεῖ καὶ σωμάτων μηδέποτε δαπανωμένων. Διὰ τοῦτό | |
40 | φησιν· Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησό‐ μεθα. Οὐ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον μόνον, ἵνα ἀναστῶμεν καὶ ἐνδυσώμεθα ἀθανασίαν, ἀλλ’ ἵνα ἀνα‐ στάντες καὶ ἐνδυσάμενοι τὴν ἀθανασίαν, μὴ γυμνοὶ δόξης εὑρεθῶμεν, καὶ τῆς πρὸς τὸν Θεὸν παῤῥησίας· | |
45 | ἵνα μὴ τῷ πυρὶ παραδοθῶμεν. Διὰ τοῦτό φησιν· Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Εἶτα πάλιν ἀξιοπιστότερον ποιῶν τὸν περὶ τῆς ἀνα‐ στάσεως λόγον, εἰπὼν, ὅτι μέλλει καταπίνεσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, ἐπήγαγεν· Ὁ δὲ κατεργα‐ | |
50.430(50) | σάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Ἐξ ἀρχῆς διὰ τοῦτο τὸν ἄνθρωπον ἔπλα‐ σεν, οὐχ ἵνα ἀπόληται, ἀλλ’ ἵνα πρὸς ἀφθαρσίαν ὁδεύῃ. Ὥστε καὶ ἡνίκα τὸν θάνατον συνεχώρησε, μετὰ τοιαύτης αὐτὸν συνεχώρησε γνώμης, ἵνα σωφρονι‐ | |
55 | σθῇς ἀπὸ τῆς κολάσεως, καὶ βελτίων γενόμενος, δυνηθῇς πρὸς τὴν ἀθανασίαν ἀχθῆναι πάλιν. Καὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς αὕτη παρὰ τῷ Θεῷ ἐκράτει ἡ βουλὴ καὶ ἡ γνώμη, καὶ μετὰ ταύτης τῆς ψήφου τὸν πρῶτον διέπλασεν ἄνθρωπον· τοῦτο εὐθέως καὶ ἐξ | |
60 | αὐτῶν ἡμῖν ᾐνίξατο τῶν προοιμίων. Εἰ γὰρ μὴ ἐβούλετο τὰς θύρας ἡμῖν ἐξ ἀρχῆς τῆς ἀναστάσεως ἀνοῖξαι, οὐκ ἂν ἀφῆκε τὸν Ἄβελ πᾶσαν ἀρετὴν | |
ἐπιδειξάμενον, καὶ φίλον αὐτῷ γεγενημένον, παθεῖν | ||
50.431 | ἅπερ ἔπαθε. Νυνὶ δὲ ἡμῖν ἐνδεικνύμενος, ὅτι πρὸς ἑτέραν ζωὴν ὁδεύομεν, καί τις αἰὼν ἕτερος ὑπο‐ λέλειπται τῶν δικαίων, ἔχων τὰς ἀμοιβὰς καὶ τοὺς στεφάνους ἀποκειμένους, τὸν πρῶτον γενόμενον δί‐ | |
5 | καιον μὴ λαβόντα ἐνταῦθα τοὺς μισθοὺς, ὧν ἐπόνεσεν, ἀφῆκεν ἀπελθεῖν βοῶντα, δι’ ὧν ἔπαθε, πᾶσι καὶ λέγοντα, ὅτι μετὰ τὴν ἐντεῦθεν ζωὴν ἔστιν ἀνταπόδοσίς τις καὶ μισθὸς καὶ ἀμοιβή. Διὰ τοῦτο καὶ τὸν Ἐνὼχ μετέθηκε, καὶ τὸν Ἠλίαν ἀνήρπασεν, αἰνιττόμενος | |
10 | ἡμῖν τὸ περὶ τῆς ἀναστάσεως δόγμα. Ἀρκεῖ μὲν οὖν εἰς πληροφορίαν ἡ τοῦ ποιοῦντος δύναμις· εἰ δὲ ἀσθενέστερός τίς ἐστι, καὶ βούλεται ἀπόδειξιν ἑτέραν λαβεῖν καὶ ἐνέχυρον τῆς μελλούσης ἀναστάσεως, καὶ τοῦτο μετὰ πολλῆς τῆς δαψιλείας ἔδωκεν ὁ Θεὸς, τὴν | |
15 | τοῦ Πνεύματος χάριν μετὰ πολλῆς ἐπαφεὶς τῆς ἀφθο‐ νίας. Διὰ τοῦτο καὶ ὁ Παῦλος ποιήσας ἀξιόπιστον τὸν περὶ τῆς ἀναστάσεως λόγον ἀπὸ τῆς τοῦ Χριστοῦ ἀναστάσεως, ἀπὸ τοῦ Θεὸν εἶναι τὸν δημιουργοῦντα, ἐπάγει καὶ τοῦτο τὸ ῥητὸν, λέγων, ὅτι καὶ ἀῤῥα‐ | |
20 | βῶνα ἡμῖν ἔδωκεν, οὐ χρημάτων οὐδὲ χρυσοῦ καὶ ἀργύρου, ἀλλ’ ἀῤῥαβῶνα Πνεύματος· ὁ δὲ ἀῤῥαβὼν μέρος ἐστὶ τοῦ παντὸς, καὶ ὑπὲρ τοῦ παντὸς πιστός. Καθάπερ γὰρ ἐπὶ τῶν συμβολαίων ὁ τὸν ἀῤῥαβῶνα δεξάμενος ὑπὲρ τοῦ παντὸς θαῤῥεῖ λοιπὸν καὶ πεπί‐ | |
25 | στευκεν, οὕτω καὶ σὺ λαβὼν ἀῤῥαβῶνα, τοῦ Πνεύμα‐ τος τὰ χαρίσματα λέγω, μηκέτι ἀμφίβαλε περὶ τῶν ἀποκειμένων ἀγαθῶν. Ὁ γὰρ νεκροὺς ἀνιστὰς, ὁ τυφλοὺς θεραπεύων, ὁ δαίμονας ἀπελαύνων, ὁ λεπροὺς καθαίρων, ὁ νοσήματα διορθούμενος, ὁ θάνατον | |
30 | λύων, ὁ τοσαῦτα καὶ τηλικαῦτα δυνάμενος ἐν ἐπικήρῳ καὶ θνητῷ σώματι, ποίας τεύξῃ συγγνώμης ἀμφι‐ βάλλων περὶ τῆς ἀναστάσεως; Εἰ γὰρ μηδέπω τοῦ καιροῦ τῆς ἀντιδόσεως παραγενομένου, ἀλλ’ ἔτι τῶν παλαισμάτων ἑστώτων, τοσούτοις ἡμᾶς ἠμείψατο | |
35 | στεφάνοις ὁ Θεὸς, ἐννόησον ὅσα σοι κατὰ τὸν καιρὸν τὸν τῶν βραβείων δώσει τὰ ἀγαθά. Εἰ δὲ λέγοι τις· Ἀλλ’ οὐχ ὁρῶμεν ταῦτα νῦν γινόμενα τὰ σημεῖα, οὐδὲ ἡμεῖς τοσαύτην ἔχομεν δύναμιν· ἐκεῖνο ἂν | |
εἴποιμι, ὅτι οὐδὲν διαφέρει, εἴτε νῦν, εἴτε πρότερον | Column end | |
50.432 | ταῦτα γεγένηται. Ὅτι γὰρ ἔμπροσθεν ἐγένετο παρὰ τῶν ἀποστόλων, μαρτυροῦσιν αἱ πανταχοῦ τῆς οἰκου‐ μένης Ἐκκλησίαι, καὶ δῆμοι, καὶ πόλεις, καὶ ἔθνη προσδραμόντα τοῖς ἰδιώταις καὶ ἁλιεῦσιν. Οὐ γὰρ ἂν | |
5 | τῆς οἰκουμένης ἐκράτησαν οἱ ἀγράμματοι καὶ πτωχοὶ καὶ πένητες καὶ εὐτελεῖς, εἰ μὴ τὴν τῶν σημείων εἶχον βοήθειαν. Πλὴν ἀλλ’ οὔτε σὺ τῆς τοῦ Πνεύματος ἔρημος γέγονας χάριτος, ἀλλὰ πολλὰ ἔτι καὶ νῦν μένει τῆς δωρεᾶς ἐκείνης σύμβολα, αὐτῶν τούτων | |
10 | τῶν ἀπηριθμημένων πολλῷ μείζονα καὶ θαυμαστό‐ τερα· οὐ γάρ ἐστιν ἴσον σῶμα τελευτῆσαν ἀναστῆσαι, καὶ ψυχὴν νεκρωθεῖσαν ὑπὸ τῶν ἁμαρτημάτων ἀπαλλάξαι τῆς ἀπωλείας ἐκείνης, ὃ διὰ τοῦ βαπτί‐ σματος γίνεται· οὐκ ἔστιν ἴσον νοσήματα ἀπελάσαι | |
15 | σαρκὸς, καὶ ἁμαρτιῶν φορτίον ἀποθέσθαι· οὐκ ἔστιν ἴσον ὄμμα πεπηρωμένον διορθῶσαι, καὶ ψυχὴν ἐσκοτισμένην φωτὶ καταλάμψαι. Εἰ γὰρ μὴ ἦν ἀῤῥαβὼν τοῦ Πνεύματος καὶ νῦν, οὐκ ἂν συνέστη τὸ βάπτισμα, οὐκ ἂν ἁμαρτημάτων ἄφεσις ἐγένετο. | |
20 | οὐκ ἂν δικαιοσύνη καὶ ἁγιασμὸς, οὐκ ἂν υἱοθεσίαν ἐλάβομεν, οὐκ ἂν μυστηρίων ἀπελαύσαμεν· σῶμα γὰρ καὶ αἷμα μυστικὸν οὐκ ἄν ποτε γένοιτο τῆς τοῦ Πνεύματος χάριτος χωρίς· οὐκ ἂν ἱερέας ἐσχήκαμεν· οὐδὲ γὰρ ταύτας δυνατὸν τὰς χειροτονίας ἄνευ ἐκεί‐ | |
25 | νης τῆς ἐπιφοιτήσεως γίνεσθαι. Καὶ ἄλλα δὲ πολλὰ ἔχοι τις ἂν εἰπεῖν τῆς τοῦ Πνεύματος χάριτος σύμβολα. Ὥστε καὶ σὺ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἔχεις, καὶ νέκρωσιν ἀπέθου ψυχῆς, καὶ πήρωσιν λογισμῶν, καὶ τὸν ἀκάθαρτον ἀπεδύσω βίον. Μὴ | |
30 | τοίνυν ἀσχάλλωμεν περὶ τῶν μελλόντων, τοιαῦτα λαβόντες ἐνέχυρα· ἀλλὰ πανταχόθεν τὸν περὶ τῆς ἀναστάσεως συλλέξαντες λόγον, καὶ βίον ἄξιον τῶν δογμάτων ἐπιδειξώμεθα τούτων, ἵνα καὶ τῶν ἀκινήτων ἀγαθῶν ἐπιτύχωμεν, τῶν πάντα λόγον ὑπερβαινόντων | |
35 | καὶ νοῦν ἀνθρώπινον· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυ‐ χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ ἡ δόξα τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. |