TLG 2062 030 :: JOANNES CHRYSOSTOMUS :: De proditione Judae (homiliae 1–2) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De proditione Judae (homiliae 1–2) Citation: Vol — pg — (ln) | ||
49.373(1t) | ΕΙΣ ΤΗΝ ΠΡΟΔΟΣΙΑΝ ΤΟΥ ΙΟΥΔΑ, | |
2t | Καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν. Τῇ ἁγίᾳ | |
---|---|---|
3t | καὶ μεγάλῃ Πέμπτῃ. | |
4t | Ὁμιλία αʹ. | |
5 | αʹ. Ὀλίγα ἀνάγκη σήμερον πρὸς τὴν ὑμετέραν ἀγά‐ πην εἰπεῖν· ὀλίγα δὲ ἀνάγκη εἰπεῖν, οὐκ ἐπειδὴ τῷ πλήθει τῶν λεγομένων ὑμεῖς βαρύνεσθε· οὐδὲ γὰρ ἔστιν ἑτέραν πόλιν εὑρεῖν οὕτως ἐρωτικῶς πρὸς τὴν ἀκρόασιν τῶν πνευματικῶν λογίων διακειμένην. Οὐ | |
10 | τοίνυν διὰ τοῦτο ὀλίγα λέγομεν, ἐπειδὴ ἀποκναίομεν ὑμᾶς τῷ πλήθει, ἀλλ’ ἐπειδὴ ἀναγκαία τῆς βραχυλο‐ γίας σήμερον ἡ αἰτία· καὶ γὰρ ὁρῶ πολλοὺς τῶν πι‐ στῶν ἐπειγομένους πρὸς τὴν τῶν φρικτῶν μυστηρίων κοινωνίαν. Ἵν’ οὖν μήτ’ ἐκείνης τῆς τραπέζης ἀπο‐ | |
15 | τύχωσι, μήτε ταύτης ἐκπέσωσιν, ἀνάγκη σύμμετρον ποιήσασθαι τὴν ἑστίασιν, ἵν’ ἑκατέρωθεν ὑμῖν τὸ κέρδος γένηται, καὶ ἀπὸ ταύτης ἐφοδιασθέν‐ τες καὶ τῶν παρ’ ἡμῶν λόγων, οὕτως ἀπέλθητε, καὶ μετὰ φόβου καὶ τρόμου καὶ τῆς προσηκούσης εὐλα‐ | |
20 | βείας τῇ φοβερᾷ καὶ φρικτῇ προσέλθητε κοινωνίᾳ. Σήμερον, ἀγαπητοὶ, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χρι‐ στὸς παρεδόθη· τῇ γὰρ ἐπιούσῃ ἑσπέρᾳ ταύτῃ, λα‐ βόντες αὐτὸν, ἀπῆλθον οἱ Ἰουδαῖοι. Ἀλλὰ μὴ γένῃ κατηφὴς, ἀκούσας ὅτι Ἰησοῦς παρεδόθη· μᾶλλον δὲ | |
25 | γενοῦ κατηφὴς, καὶ κλαῦσον πικρῶς, ἀλλὰ μὴ ὑπὲρ τοῦ παραδοθέντος Ἰησοῦ, ἀλλ’ ὑπὲρ τοῦ προδότου Ἰούδα. Ὁ μὲν γὰρ παραδοθεὶς τὴν οἰκουμένην ἔσω‐ σεν, ὁ δὲ προδοὺς τὴν ἑαυτοῦ ψυχὴν ἀπώλεσε· καὶ ὁ μὲν προδοθεὶς ἐν δεξιᾷ κάθηται τοῦ Πατρὸς ἐν τοῖς | |
30 | οὐρανοῖς, ὁ δὲ παραδοὺς ἐν ᾅδου νῦν ἐστι, τὴν ἀπαραί‐ τητον ἀναμένων κόλασιν. Διὰ τοῦτον οὖν κλαῦσον καὶ στέναξον, διὰ τοῦτον πένθησον, ἐπειδὴ καὶ ὁ Δεσπό‐ της ἡμῶν διὰ τοῦτον ἐδάκρυσεν. Ἰδὼν γὰρ αὐτὸν, φησὶν, ἐταράχθη καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει | |
35 | με. Ὢ πόση εὐσπλαγχνία τοῦ Δεσπότου! ὁ προδοθεὶς ὑπὲρ τοῦ προδόντος ἀλγεῖ. Ἰδὼν γὰρ αὐτὸν, ἐταρά‐ χθη, φησὶ, καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Τίνος ἕνεκεν ἠθύμησεν; Ὁμοῦ καὶ τὴν φιλοστοργίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος, καὶ διδάσκων ἡμᾶς, ὅτι | |
40 | οὐ τὸν πάσχοντα κακῶς, ἀλλὰ τὸν ποιοῦντα κακῶς, τοῦτον θρηνεῖν πανταχοῦ δίκαιον. Τοῦτο γὰρ ἐκείνου χεῖρον, μᾶλλον δὲ ἐκεῖνο μὲν οὐ κακὸν, τὸ κακῶς πα‐ θεῖν, κακὸν δὲ τὸ ποιῆσαι κακῶς. Τὸ μὲν γὰρ κακῶς παθεῖν, τὴν βασιλείαν τῶν οὐρανῶν προξενεῖ, τὸ δὲ | |
45 | κακῶς ποιῆσαι αἴτιον ἡμῖν τῆς γεέννης καὶ τῆς κολά‐ σεως γίνεται. Μακάριοι γὰρ, φησὶν, οἱ δεδιωγμένοι | |
ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία | Column end | |
49.374(5) | τῶν οὐρανῶν. Ὁρᾷς πῶς τὸ κακῶς παθεῖν ἔχει μι‐ σθὸν καὶ ἔπαθλον τὴν βασιλείαν τῶν οὐρανῶν; Ἄκου‐ σον πῶς τὸ κακῶς ποιῆσαι κόλασιν φέρει καὶ τιμω‐ ρίαν. Εἰπὼν γὰρ ὁ Παῦλος περὶ τῶν Ἰουδαίων, ὅτι Τὸν Κύριον ἀπέκτειναν, καὶ τοὺς προφήτας ἐδίω‐ | |
10 | ξαν, ἐπήγαγεν· Ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν. Εἶδες πῶς οἱ μὲν διωκόμενοι τὴν βασιλείαν λαμβάνουσιν, οἱ δὲ διώκοντες τὴν ὀργὴν κληρονομοῦσι; Ταῦτα δέ μοι οὐχ ἁπλῶς νῦν εἴρηται, ἀλλ’ ἵνα μὴ τοῖς ἐχθροῖς ὀργιζώμεθα, ἀλλ’ ἐλεῶμεν αὐτοὺς καὶ | |
15 | θρηνῶμεν καὶ συναλγῶμεν αὐτοῖς· ἐκεῖνοι γάρ εἰσιν οἱ κακῶς πάσχοντες, οἱ ἐχθραίνοντες ἡμῖν. Ἂν οὕτω παρασκευάσωμεν τὴν ψυχὴν τὴν ἡμετέραν, δυνησό‐ μεθα αὐτῶν καὶ ὑπερεύχεσθαι. Διὰ γὰρ τοῦτο τετάρ‐ την ἡμέραν ταύτην ἔχω διαλεγόμενος ὑμῖν περὶ εὐ‐ | |
20 | χῆς ὑπὲρ τῶν ἐχθρῶν, ἵνα μόνιμος γένηται τῆς δι‐ δασκαλίας ὁ λόγος, τῇ συνεχείᾳ τῆς παραινέσεως ῥι‐ ζωθείς. Διὰ τοῦτο συνεχῶς ἀπαντλοῦμαι τοῖς ῥήμα‐ σιν, ὥστε τὸ οἴδημα τῆς ὀργῆς ὑπονοστῆσαι, καὶ κατασταλῆναι τὴν φλεγμονὴν, ὥστε καθαρὸν ὀργῆς | |
25 | εἶναι τὸν εὐχῇ προσιόντα. Οὐδὲ γὰρ ὁ Χριστὸς ὑπὲρ τῶν ἐχθρῶν ταῦτα παρῄνεσε μόνον, ἀλλὰ καὶ ὑπὲρ ἡμῶν τῶν ἀφιέντων ἐκείνοις τὰ ἁμαρτήματα· μεί‐ ζονα γὰρ λαμβάνεις ἢ δίδως, ἀφιεὶς τὴν ὀργὴν τῷ ἐχθρῷ. Καὶ πῶς μείζονα λαμβάνω; φησίν. Ἐὰν | |
30 | ἀφήσῃς τὰ εἰς τὸν ἐχθρὸν ἁμαρτήματα, συγχωρεῖταί σοι τὰ εἰς τὸν Δεσπότην πλημμελήματα. Ἐκεῖνα ἀνίατά εἰσι καὶ ἀσύγγνωστα· ταῦτα πολλὴν ἔχει παραμυθίαν καὶ συγγνώμην. Ἄκουσον γοῦν τοῦ Ἠλὶ λέγοντος πρὸς τοὺς υἱοὺς αὐτοῦ· Ἐὰν ἁμαρτάνων | |
35 | ἁμάρτῃ ἄνθρωπος εἰς ἄνθρωπον, καὶ προσεύξον‐ ται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς Θεὸν ἁμάρτῃ, τίς προσ‐ εύξεται περὶ αὐτοῦ; Ὥστε ἐκεῖνο τὸ τραῦμα οὔτε εὐχῇ ῥᾳδίως λύεται· εὐχῇ μὲν οὐ λύεται, συγχωρήσει δὲ τῶν ἁμαρτημάτων τῶν εἰς τὸν πλησίον λέλυται. | |
40 | Διὸ ἐκεῖνα μὲν μύρια τάλαντα ἐκάλεσεν ὁ Χριστὸς, τὰ εἰς τὸν Δεσπότην ἁμαρτήματα· ταῦτα δὲ ἑκατὸν δηνάρια. Ἄφες οὖν ἑκατὸν δηνάρια, ἵνα ἀφεθῇ σοι μύρια τάλαντα. βʹ. Ἀλλὰ τὰ μὲν περὶ τῆς εὐχῆς τῆς ὑπὲρ τῶν ἐχθρῶν | |
45 | ἱκανῶς εἴρηται· ἐπὶ δὲ τὸν τῆς προδοσίας, εἰ δοκεῖ, ἐπανέλθωμεν λόγον, καὶ ἴδωμεν πῶς παρεδόθη ἡμῶν ὁ Δεσπότης. Τότε πορευθεὶς εἷς τῶν δώδεκα, Ἰού‐ δας ὁ λεγόμενος Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, | |
εἶπε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω | 373 | |
49.375 | αὐτόν; Καὶ δοκεῖ μὲν σαφὲς εἶναι τὸ λεγόμενον, καὶ μηδὲν πλέον αἰνίττεσθαι· εἰ δέ τις ἀκριβῶς ἐξετάσῃ ἓν ἕκαστον τῶν λεγομένων, πολλὴν ἔχει τὴν θεωρίαν, καὶ πολὺ τὸ βάθος τῶν νοημάτων. Καὶ πρῶτον, ὁ | |
5 | καιρός. Οὐ γὰρ ἁπλῶς αὐτὸν ἐπισημαίνεται ὁ εὐαγ‐ γελιστής· οὐ γὰρ εἶπε πορευθεὶς ἁπλῶς. ἀλλὰ προσ‐ έθηκε τὸ Τότε πορευθείς. Τότε; εἰπέ μοι, πότε; καὶ τίνος ἕνεκεν ἐπισημαίνει τὸν χρόνον; τί με βούλεται διδάξαι; Οὐ γὰρ ἁπλῶς εἴρηται τὸ, Τότε, καὶ γὰρ | |
10 | Πνεύματι φθεγγόμενος οὐδὲ ἁπλῶς οὐδὲ εἰκῆ φθέγγε‐ ται. Τί οὖν ἐστι τὸ, Τότε; Πρὸ αὐτοῦ τοῦ χρόνου, πρὸ αὐτῆς τῆς ὥρας προσῆλθε πόρνη, ἀλάβαστρον μύ‐ ρου ἔχουσα, καὶ κατέχεε τὸ ἔλαιον ἐκεῖνο ἐπὶ τὴν κεφαλὴν τοῦ Κυρίου. Ἐπεδείξατο πολλὴν θεραπείαν, | |
15 | ἐπεδείξατο πολλὴν πίστιν, πολλὴν ὑπακοὴν καὶ εὐ‐ λάβειαν· μετεβλήθη ἀπὸ τοῦ προτέρου βίου, ἐγένετο βελτίων καὶ σωφρονεστέρα. Καὶ ὅτε ἡ πόρνη μετ‐ ενόησεν, ὅτε τὸν Δεσπότην ἐπεσπάσατο, τότε ὁ μα‐ θητὴς τὸν διδάσκαλον προέδωκε. Διὰ τοῦτο εἶπε, | |
20 | Τότε, ἵνα μὴ κατηγορήσῃς τοῦ διδασκάλου ἀσθένειαν, ὅταν ἴδῃς τὸν μαθητὴν προδιδόντα τὸν διδάσκαλον. Τοσαύτη γὰρ ἦν ἡ δύναμις τοῦ διδασκάλου, ὡς καὶ πόρνας ἐπισπᾶσθαι εἰς τὴν οἰκείαν ὑπακοήν. Τί οὖν, φησὶν, ὁ πόρνας ἐπισπώμενος, μαθητὴν οὐκ | |
25 | ἴσχυσεν ἐπισπάσασθαι; Ἴσχυεν ἐπισπάσασθαι τὸν μαθητὴν, ἀλλ’ οὐκ ἠβούλετο ἀνάγκῃ ποιῆσαι καλὸν, οὐδὲ βίᾳ ἑλκύσαι πρὸς ἑαυτόν. Τότε πορευθείς. Ἔχει τι καὶ τοῦτο οὐ μικρὸν θεώρημα, τὸ, Πορευθείς· οὐ γὰρ μετακληθεὶς ὑπὸ τῶν ἀρχιερέων, οὐκ ἀναγκα‐ | |
30 | σθεὶς οὐδὲ βιασθεὶς, ἀλλ’ αὐτὸς ἀφ’ ἑαυτοῦ καὶ οἴκο‐ θεν ἔτεκε τὸν δόλον, καὶ τὴν γνώμην ἐξήγαγε ταύτην, οὐδένα ἔχων σύμβουλον τῆς πονηρίας ταύτης. Τότε πορευθεὶς εἷς τῶν δώδεκα. Τί ἐστιν, Εἷς τῶν δώ‐ δεκα; Καὶ τοῦτο μεγίστην αὐτῷ δείκνυσιν οὖσαν τὴν | |
35 | κατηγορίαν τῷ εἰπεῖν, Εἷς τῶν δώδεκα. Καὶ γὰρ ἦσαν ἕτεροι μαθηταὶ τῷ Ἰησοῦ ἑβδομήκοντα τὸν ἀριθμόν· ἀλλ’ ἐκεῖνοι τὰ δευτερεῖα εἶχον, ἐκεῖνοι οὐ τοσαύτης ἀπέλαυον τῆς τιμῆς, οὐδὲ τοσαύτης μετ‐ εῖχον τῆς παῤῥησίας, οὐκ ἐκοινώνησαν ἀποῤῥήτων | |
40 | τοσοῦτον, ὡς οἱ δώδεκα. Οὗτοι μάλιστα ἦσαν δόκι‐ μοι, καὶ ὁ περὶ τὸν βασιλέα χορὸς οὗτος ἦν· αὕτη ἡ συμμορία ἡ περὶ τὸν διδάσκαλον, καὶ ἀπὸ ταύτης ἐξ‐ επήδησεν ὁ Ἰούδας. Ἵν’ οὖν μάθῃς ὅτι οὐ μαθητὴς ἁπλῶς αὐτὸν προὔδωκεν, ἀλλὰ τῆς δοκιμωτάτης | |
45 | τάξεως εἷς, διὰ τοῦτό φησιν· Εἷς τῶν δώδεκα. Καὶ οὐκ αἰσχύνεται ὁ ταῦτα γράψας Ματθαῖος. Τίνος ἕνεκεν οὐκ αἰσχύνεται; Ἵνα μάθῃς, ὅτι πανταχοῦ μετὰ ἀληθείας πάντα φθέγγονται, καὶ οὐδὲν ἀποκρύπτονται, οὐδὲ τὰ δοκοῦντα εἶναι ἐπονείδιστα. Ταῦτα γὰρ τὰ | |
49.375(50) | δοκοῦντα εἶναι ἐπονείδιστα, ταῦτα δείκνυσι τοῦ Δε‐ σπότου τὴν φιλανθρωπίαν· ὅτι τὸν προδότην, τὸν λῃ‐ στὴν, τὸν κλέπτην, τοσούτων ἠξίωσεν ἀγαθῶν, καὶ μέχρι τῆς ἐσχάτης διαβαστάζων αὐτὸν διετέλει τῆς ὥρας· καὶ γὰρ ἐνουθέτει καὶ παρῄνει καὶ πάντα τρό‐ | |
55 | πον ἐπεμελεῖτο. Εἰ δὲ μὴ προσεῖχεν ἐκεῖνος, οὐχ ὁ Κύριος αἴτιος· καὶ μάρτυς ἡ πόρνη· αὕτη γὰρ προσ‐ έχουσα ἑαυτῇ ἐσώθη. Μὴ τοίνυν ἀπογνῷς σεαυτοῦ, πρὸς τὴν πόρνην ἀπιδών· μηδὲ θαῤῥήσῃς σεαυτῷ, πρὸς τὸν Ἰούδαν ἰδών. Ἀμφότερα γὰρ ταῦτα ὀλέθρια, | |
60 | καὶ τὸ θαῤῥεῖν, καὶ τὸ ἀπογινώσκειν· τὸ μὲν γὰρ θαῤῥεῖν τὸν ἑστηκότα ποιεῖ πεσεῖν, τὸ δὲ ἀπογινώ‐ σκειν τὸν κείμενον οὐκ ἀφίησιν ἀναστῆναι. Διὰ τοῦτο ὁ | |
Παῦλος παρῄνει λέγων· Ὁ δοκῶν ἑστάναι, βλεπέτω | Column end | |
49.376 | μὴ πέσῃ. Ἔχεις ἀμφοτέρων τὰ παραδείγματα, πῶς ὁ μαθητὴς δοκῶν ἑστάναι, ἔπεσε· καὶ πῶς ἡ πόρνη κειμένη, ἀνέστη. Εὐόλισθον ἡμῶν ἡ γνώμη, εὐπερί‐ τρεπτον ἡ προαίρεσις· διὰ τοῦτο ἑαυτοὺς πανταχόθεν | |
5 | ἀσφαλίζεσθαι καὶ τειχίζεσθαι χρή. Τότε πορευθεὶς εἷς τῶν δώδεκα, Ἰούδας Ἰσκαριώτης. Ὁρᾷς ἀπὸ ποίου χοροῦ ἐξέπεσεν; ὁρᾷς ποίας διδασκαλίας κατ‐ εφρόνησεν; ὁρᾷς ὅσον κακόν ἐστιν ἡ ῥᾳθυμία καὶ ἡ ὀλιγωρία; Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης. Τί μοι | |
10 | λέγεις αὐτοῦ τὴν πόλιν; Εἴθε μὴ τοῦτον ἐγίνωσκον! Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης. Τίνος ἕνεκεν τὴν πόλιν αὐτοῦ λέγεις; Ἦν ἕτερος Ἰούδας μαθητὴς, ζηλωτὴς ἐπικαλούμενος. Ἵν’ οὖν διὰ τῆς ὁμωνυμίας μὴ γένηταί τις πλάνη, διεῖλε τοῦτον ἀπ’ ἐκείνου, καὶ | |
15 | ἐκεῖνον μὲν ἀπὸ τῆς ἀρετῆς ὠνόμασεν, Ἰούδας ὁ ζη‐ λωτής· τοῦτον δὲ οὐκ ὠνόμασεν ἀπὸ τῆς κακίας· οὐ γὰρ εἶπεν, Ἰούδας ὁ προδότης. Καίτοι ἐχρῆν, ὥσπερ ἐκεῖνον ἀπὸ τῆς ἀρετῆς ἐκάλεσεν, οὕτω καὶ τοῦτον ἀπὸ τῆς κακίας προσαγορεῦσαι, καὶ εἰπεῖν, Ἰούδας | |
20 | ὁ προδότης· ἀλλ’ ἵνα σε παιδεύσῃ καθαρὰν ἔχειν κατ‐ ηγορίας τὴν γλῶτταν, καὶ αὐτοῦ τοῦ προδότου φεί‐ δεται. Πορευθεὶς γὰρ, φησὶν, εἷς τῶν δώδεκα, Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν αὐτοῖς· Τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν παρα‐ | |
25 | δώσω αὐτόν; Ὢ τῆς μιαρᾶς ἐκείνης φωνῆς! Καὶ πῶς ἐξεπήδησε τοῦ στόματος; πῶς ἐκίνησε τὴν γλῶσσαν; πῶς οὐκ ἐνάρκησεν ἅπαν τὸ σῶμα; πῶς οὐκ ἐξέστη ἡ διάνοια; γʹ. Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω | |
30 | αὐτόν; Ταῦτά σε ἐπαίδευσεν ὁ Χριστὸς, εἰπέ μοι; οὐ διὰ τοῦτο ἔλεγε, Μὴ κτήσασθε χρυσὸν, μηδὲ ἄρ‐ γυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, ἄνωθεν προαναστέλλων σου τῆς φιλαργυρίας τὴν ὑπόθεσιν; οὐ ταῦτα παρῄνει διηνεκῶς καὶ μετὰ τούτων ἔλεγεν, | |
35 | Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέ‐ ψον αὐτῷ καὶ τὴν ἄλλην; Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Ὢ τῆς ἀπονοίας! Ἀντὶ τίνος, εἰπέ μοι; τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχων, παραδίδως τὸν διδάσκαλον; ὅτι σοι παρέδωκε | |
40 | τῶν δαιμόνων τὴν ἐξουσίαν; ὅτι νοσήματα λύειν ἐποίησεν; ὅτι λέπρας καθαίρειν; ὅτι νεκροὺς ἀνιστᾷν; ὅτι τῇ τυραννίδι ἐπέστησε τοῦ θανάτου; ἀντὶ τούτων τῶν εὐεργεσιῶν ταύτας δίδως τὰς ἀμοιβάς; Τί θέ‐ λετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω. αὐτόν; | |
45 | Ὢ τῆς ἀπονοίας! μᾶλλον δὲ, ὢ τῆς φιλαργυρίας! πάντα γὰρ ἐκείνη ἔτεκε τὰ κακά· ἐκείνης αὐτὸς ἐπιθυμήσας, προὔδωκε τὸν διδάσκαλον. Τοιοῦτον γάρ ἐστιν ἡ πονηρὰ ῥίζα ἐκείνη, δαίμονος χαλεπώτερον τὰς ἀλούσας ἐκβακχεύει ψυχὰς, καὶ ποιεῖ πάντας | |
49.376(50) | ἀγνοεῖν, καὶ ἑαυτὸν καὶ τοὺς πλησίον καὶ τοὺς τῆς φύσεως νόμους, καὶ αὐτῶν ἐκβάλλει τῶν φρενῶν καὶ παραπλῆγας ἐργάζεται. Ὅρα γὰρ πόσα ἐξέβαλεν ἐκ τῆς τοῦ Ἰούδα ψυχῆς· τὴν ὁμιλίαν, τὴν συνήθειαν, τὴν κοινωνίαν τὴν ἐν τραπέζῃ, τὰ θαύματα, τὴν διδα‐ | |
55 | σκαλίαν, τὴν παραίνεσιν, τὴν νουθεσίαν· ταῦτα πάντα εἰς λήθην ἐνέβαλεν ἡ φιλαργυρία τότε. Διὰ τοῦτο εἰκότως ὁ Παῦλος ἔλεγεν, ὅτι Ῥίζα πάντων τῶν κα‐ κῶν ἐστιν ἡ φιλαργυρία. —Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν. Πολλὴ ἡ ἀπόνοια τοῦ | |
60 | ῥήματος. Παραδίδως, εἰπέ μοι, τὸν πάντα κρατοῦντα, τὸν δαιμόνων ἐξουσιάζοντα, τῇ θαλάττῃ ἐπιτάττοντα, τὸν τῆς φύσεως ἁπάντων Δεσπότην; Ἵν’ οὖν αὐτοῦ καταστείλῃ τὴν ἀπόνοιαν, καὶ δείξῃ ὅτι εἰ μὴ ἐβού‐ λετο, οὐκ ἂν παρεδόθη, ἄκουσον τί ποιεῖ. Κατ’ αὐτὸν | |
65 | τὸν καιρὸν τῆς προδοσίας, ὅτε ἐπῆλθον αὐτῷ, ξύλα | 375 |
49.377 | ἔχοντες καὶ λαμπάδας καὶ φῶς, λέγει αὐτοῖς· Τίνα ζητεῖτε; καὶ ἠγνόουν ὃν ἤμελλον συλλαμβάνειν. Το‐ σοῦτον ἀπεῖχε τοῦ δυνηθῆναι παραδοῦναι αὐτὸν ὁ Ἰούδας, ὅτι οὐδὲ ἑώρα παρόντα, ὃν ἤμελλε παρα‐ | |
5 | δώσειν, καὶ ταῦτα λαμπάδων οὐσῶν καὶ φωτὸς το‐ σούτου. Ὅτι γὰρ τοῦτο ᾐνίξατο ὁ εὐαγγελιστὴς, φησί· Λαμπάδας εἶχον καὶ φῶς, καὶ οὐχ ἑώρων αὐτόν. Καὶ καθ’ ἑκάστην δὲ αὐτὸν ὑπεμίμνησκεν ἡμέραν, καὶ δι’ ἔργων, καὶ διὰ ῥημάτων, δεικνὺς ὅτι οὐ λή‐ | |
10 | σεται προδιδούς. Καὶ οὔτε φανερῶς αὐτὸν ἤλεγχεν ἐπὶ πάντων, ὥστε μὴ ἀναισχυντότερον αὐτὸν ἐργά‐ σασθαι· οὔτε παρεσιώπα, ἵνα μὴ νομίζων λανθάνειν, ἀδεῶς ἐπιχειρῇ τὴν προδοσίαν, ἀλλὰ συνεχῶς ἔλεγεν, Εἷς ἐξ ὑμῶν παραδώσει με· οὐ μέντοι φανερὸν | |
15 | αὐτὸν καθίστη. Πολλοὺς δὲ καὶ περὶ γεέννης διῆλθε λόγους, πολλοὺς καὶ περὶ βασιλείας, καὶ τὴν ἐφ’ ἑκά‐ τερα δύναμιν ἐπεδείξατο, τὴν ἐν τῷ κολάζειν τοὺς ἁμαρτάνοντας, καὶ τὴν ἐν τῷ τιμᾷν τοὺς κατορ‐ θοῦντας. Ἀλλὰ ταῦτα πάντα ἐκεῖνος παρεκρούσατο, | |
20 | ὁ δὲ Θεὸς βίᾳ οὐχ εἵλκυσεν. Ἐπειδὴ γὰρ κυρίους ἡμᾶς ἐποίησε καὶ τῆς τῶν φαύλων καὶ τῆς τῶν ἀγα‐ θῶν πράξεων αἱρέσεως, καὶ ἑκόντας εἶναι βούλεται καλούς· διὰ τοῦτο, ἂν μὴ βουλοίμεθα, οὐ βιάζεται οὐδ’ ἀναγκάζει· τὸ γὰρ βιασθέντα εἶναι χρηστὸν, οὐκ | |
25 | ἔστιν εἶναι χρηστόν. Ἐπεὶ οὖν κἀκεῖνος γνώμης κύ‐ ριος ἦν, καὶ ἐν ἐξουσίᾳ τοῦ μὴ πεισθῆναι, καὶ πρὸς φιλαργυρίαν μὴ ἀποκλῖναι, διὰ τοῦτο ἀπετυφλώθη τὴν διάνοιαν, καὶ τὴν σωτηρίαν τὴν ἑαυτοῦ προέδωκε· καί φησι, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παρα‐ | |
30 | δώσω αὐτόν; Ἐλέγχων τοίνυν τοῦ νοὸς αὐτοῦ τὴν τύφλωσιν καὶ τὴν ἀπόνοιαν ὁ εὐαγγελιστὴς, φησίν· Ἐν τῷ καιρῷ τῆς ἐφόδου ὁ Ἰούδας εἱστήκει ἐγγὺς αὐ‐ τῶν, ἐκεῖνος ὁ εἰπών· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οὐκ ἐντεῦθεν δὲ μόνον ἔστι | |
35 | θεάσασθαι τὴν δύναμιν τοῦ Χριστοῦ, ἀλλ’ ὅτι καὶ φω‐ νὴν ἀφέντος ψιλὴν, ἀπῆλθον καὶ ἔπεσον χαμαί. Ἐπειδὴ δὲ οὐδὲ οὕτως ἀφίσταντο τῆς ἀναισχυντίας, λοιπὸν ἑαυτὸν παραδίδωσι, μονονουχὶ λέγων· Ἐγὼ τὸ ἐμαυτοῦ ὅλον ἐποίησα, τὴν δύναμιν ἐξεκάλυψα τὴν | |
40 | ἐμαυτοῦ, ἔδειξα ὅτι ἀδυνάτοις ἐπιχειρεῖτε πράγμασιν. Ἠβουλήθην καταστεῖλαι ὑμῶν τὴν πονηρίαν· ἐπειδὴ δὲ ὑμεῖς οὐκ ἠβουλήθητε, ἀλλ’ ἐπιμένετε παραπαίον‐ τες, ἰδοὺ παραδίδωμι ἐμαυτόν. Ταῦτα δέ μοι εἴρηται, ἵνα μὴ κατηγορῶσί τινες τοῦ Χριστοῦ, λέγοντες· Διὰ | |
45 | τί οὐ μετέβαλε τὸν Ἰούδαν; διὰ τί οὐκ ἐποίησεν αὐ‐ τὸν σώφρονα καὶ ἐπιεικῆ; Πῶς ἔδει ἐπιεικῆ ποιῆσαι αὐτόν; ἀνάγκῃ, ἢ γνώμῃ; Εἰ μὲν ἀνάγκῃ, οὐδ’ οὕτως ἔμελλεν ἔσεσθαι βελτίων· οὐδεὶς γὰρ ἀνάγκῃ γένοιτ’ ἂν ἀγαθός· εἰ δὲ γνώμῃ καὶ προαιρέσει, πάντα τὰ | |
49.377(50) | δυνάμενα διορθῶσαι προαίρεσιν καὶ γνώμην εἰσ‐ ήνεγκεν. Εἰ δὲ μὴ ἐβουλήθη δέξασθαι τὸ φάρμακον, οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα, ἀλλὰ τοῦ τὴν θεραπείαν διακρουσαμένου. Ὅρα οὖν ὅσα ἐποίησεν, ὥστε αὐτὸν ἀνακτήσασθαι καὶ διασῶσαι. Ἐδίδασκεν αὐτὸν πᾶσαν | |
55 | φιλοσοφίαν διὰ πραγμάτων, διὰ ῥημάτων, ἀνώτερον αὐτὸν τῶν δαιμόνων ἐποίησε, θαύματα ἐργάζεσθαι πολλὰ παρεσκεύασεν, ἐφόβησε τῇ τῆς γεέννης ἀπειλῇ, προετρέψατο τῇ τῆς βασιλείας ἐπαγγελίᾳ· ἤλεγξε διηνεκῶς τὰ ἀπόῤῥητα αὐτοῦ βουλεύματα, ἐλέγχων | |
60 | δὲ οὐκ ἐδημοσίευε· τοὺς πόδας αὐτοῦ μετὰ τῶν ἄλλων ἔνιψεν, ἁλῶν αὐτῷ καὶ τραπέζης ἐκοινώνησεν· οὐδὲν, οὐ μικρὸν, ἢ μέγα ἐνέλιπεν· ὁ δὲ ἑκὼν ἔμεινεν ἀδιόρ‐ θωτος. Καὶ ἵνα μάθῃς, ὅτι δυνατὸς ὢν μεταβαλέσθαι οὐκ ἠθέλησεν, ἀλλὰ τῆς αὐτοῦ ῥᾳθυμίας τὸ πᾶν ἐγέ‐ | |
65 | νετο, ἄκουσον. Ἐπειδὴ γὰρ παρέδωκεν αὐτὸν, ἔῤῥιψε | Column end |
49.378 | τὰ τριάκοντα ἀργύρια, καί φησιν· Ἥμαρτον παρα‐ δοὺς αἷμα δίκαιον. Τί γέγονεν; Ὅτε θαυματουρ‐ γοῦντα εἶδες, οὐκ ἔλεγες, Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον· ἀλλὰ, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν | |
5 | παραδώσω αὐτόν; Ἐπειδὴ δὲ τὸ κακὸν προεχώρησε, καὶ ἡ προδοσία τέλος ἔσχε, καὶ ἡ ἁμαρτία ἀπήρτιστο, τότε ἐπέγνως τὴν ἁμαρτίαν. Τί οὖν ἐντεῦθεν μαν‐ θάνομεν; Ὅτι ὅταν μὲν ῥᾳθυμῶμεν, οὐδὲ παραίνε‐ σις ἡμᾶς ὠφελεῖ· ὅταν δὲ σπουδάζωμεν, καὶ αὐτοὶ | |
10 | ἀφ’ ἑαυτῶν διαναστῆναι δυνάμεθα. Καὶ γὰρ καὶ οὗ‐ τος, ὅτε παρῄνει μὲν ὁ διδάσκαλος, οὐκ ἤκουεν· ὅτε δὲ οὐδεὶς ἦν ὁ παραινῶν, τὸ οἰκεῖον συνειδὸς ἐπαν‐ έστη, καὶ μηδενὸς ὄντος διδασκάλου μετεβάλετο, καὶ κατέγνω τῶν τετολμημένων, καὶ ἔῤῥιψε τὰ τριάκοντα | |
15 | ἀργύρια. Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παρα‐ δώσω αὐτόν; Καὶ ἔστησαν, φησὶν, αὐτῷ τριά‐ κοντα ἀργύρια. Τιμὴν κατέβαλον αἵματος τιμὴν οὐκ ἔχοντος. Τί λαμβάνεις τριάκοντα ἀργύρια, ὦ Ἰούδα; Δωρεὰν ἦλθεν ὁ Χριστὸς ἐκχέαι τὸ αἷμα | |
20 | τοῦτο ὑπὲρ τῆς οἰκουμένης, ὑπὲρ οὗ σύμφωνα σὺ ποιεῖς καὶ συναλλάγματα ἀναιδῆ. Τί γὰρ ἀναιδέστερον τοῦ συναλλάγματος τούτου; δʹ. Τότε προσῆλθον οἱ μαθηταί. Τότε· πότε; Ὅτε ταῦτα ἐγένετο, ὅτε ἡ προδοσία προεχώρησεν, ὅτε | |
25 | ἑαυτὸν ἀπώλεσεν ὁ Ἰούδας, Προσῆλθον αὐτῷ οἱ μα‐ θηταὶ λέγοντες· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Εἶδες μαθητήν; εἶδες μαθητάς; Ἐκεῖνος προδίδωσι τὸν Δεσπότην, οὗτοι περὶ τὸ Πάσχα μεριμνῶσιν· ἐκεῖνος σύμφωνα ποιεῖ, οὗτοι πρὸς ὑπηρε‐ | |
30 | σίαν παρεσκεύαζον. Τῶν αὐτῶν ἀπέλαυσαν κἀκεῖνος καὶ οὗτοι θαυμάτων, τῶν αὐτῶν διδαγμάτων, τῆς αὐτῆς ἐξουσίας· πόθεν οὖν ἡ μεταβολή; Ἀπὸ τῆς προαιρέσεως· αὕτη πάντων αἰτία πανταχοῦ καὶ τῶν ἀγαθῶν καὶ τῶν κακῶν. Ποῦ θέλεις ἑτοιμάσωμέν | |
35 | σοι φαγεῖν τὸ Πάσχα; Ἡ ἑσπέρα αὕτη ἦν τότε· ἐπεὶ οὖν οἰκίαν οὐκ εἶχεν ὁ Δεσπότης, διὰ τοῦτο αὐτῷ λέγουσι· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Οὐκ ἔχομεν καταγώγιον ὡρισμένον, οὐκ ἔχομεν σκηνὴν, οὐδὲ οἰκίαν. Μανθανέτωσαν οἱ τὰς | |
40 | λαμπρὰς οἰκοδομοῦντες οἰκίας, καὶ τὰς εὐρείας στοὰς, καὶ τοὺς μακροὺς περιβόλους, ὅτι οὐκ εἶχεν ὁ Χρι‐ στὸς ποῦ τὴν κεφαλὴν κατακλῖναι. Διὸ ἐρωτῶσιν οὗ‐ τοι· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πά‐ σχα; Ποῖον Πάσχα; Οὐχὶ τοῦτο τὸ ἡμέτερον, ἀλλὰ | |
45 | τὸ Ἰουδαϊκὸν τέως· ἐκεῖνο μὲν γὰρ οἱ μαθηταὶ παρ‐ εσκεύασαν, τοῦτο δὲ τὸ ἡμέτερον αὐτὸς κατεσκεύα‐ σεν· οὐ μόνον δὲ αὐτὸς αὐτὸ κατεσκεύασεν, ἀλλὰ καὶ αὐτὸς Πάσχα ἐγένετο. Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ἐκεῖνο Ἰουδαϊκὸν ἦν τὸ Πάσχα, | |
49.378(50) | ἐκεῖνο ἐν Αἰγύπτῳ τὴν ἀρχὴν ἔλαβε. Τίνος οὖν ἕνεκεν τρώγει αὐτὸ ὁ Χριστός; Ὅτι πάντα τὰ νομικὰ ἐπλή‐ ρωσε. Καὶ γὰρ ὅτε ἐβαπτίζετο, ἔλεγεν· Οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύ‐ νην. Ἦλθον ἐκ τῆς τοῦ νόμου κατάρας ἐξαγοράσαι | |
55 | τὸν ἄνθρωπον. Ὁ γὰρ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν ἔπεμ‐ ψε γεννώμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νό‐ μον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, καὶ αὐτὸν ἀναπαύσῃ τὸν νόμον. Ἵνα οὖν μή τις λέγῃ, ὅτι διὰ τοῦτο αὐτὸν κατήργησεν, ἐπειδὴ πληρῶσαι αὐτὸν οὐκ | |
60 | ἠδύνατο, ὡς φορτικὸν καὶ ἐπαχθῆ καὶ δυσκατόρθω‐ τον ὄντα, πρῶτον αὐτοῦ πληρώσας ἅπαντα, τότε κατ‐ έλυσε. Διὰ τοῦτο καὶ τὸ Πάσχα ἐποίησε· νόμου γὰρ ἦν ἐπίταγμα τὸ Πάσχα. Καὶ τίνος ἕνεκεν ὁ νόμος ἐπ‐ | |
έταξε τὸ Πάσχα ἐσθίειν; Ἀγνώμονες ἦσαν περὶ τὸν | 377 | |
49.379 | εὐεργέτην οἱ Ἰουδαῖοι, καὶ παρ’ αὐτὰς τὰς εὐεργε‐ σίας ἐπελανθάνοντο τοῦ προστάγματος τοῦ Θεοῦ. Καὶ γὰρ ὅτε ἐξῆλθον ἐξ Αἰγύπτου, ἰδόντες θάλασσαν σχι‐ ζομένην καὶ συνιοῦσαν πάλιν, καὶ ἄλλα μυρία θαύ‐ | |
5 | ματα, ἔλεγον· Ποιήσωμεν ἑαυτοῖς θεοὺς, οἳ προ‐ πορεύσονται ἡμῶν. Τί λέγεις; τὰ θαύματα ἐν χερ‐ σὶν ἔτι, καὶ ἐπελάθου τοῦ εὐεργέτου; Ἐπεὶ οὖν οὕ‐ τως ἦσαν ἀναίσθητοι καὶ ἀγνώμονες, τῇ ὑποθέσει τῶν ἑορτῶν ἐγκατέδησε τῶν δωρεῶν τὰ ὑπομνήματα ὁ | |
10 | Θεὸς, καὶ διὰ τοῦτο καὶ τὸ Πάσχα θύειν ἐκέλευσεν, Ἵνα, ἐάν σε ἐρωτήσῃ, φησὶν, ὁ υἱός σου, Τί ἐστι τὸ Πάσχα τοῦτο; εἴπῃς, ὅτι Τοῦ προβάτου τὸ αἷμα ἐπέχρισαν ταῖς θύραις ποτὲ ἡμῶν οἱ πρόγονοι ἐν Αἰ‐ γύπτῳ, ἵνα μὴ ὁ ὀλοθρεύων ἐλθὼν καὶ ἰδὼν τολμήσῃ | |
15 | εἰσπηδῆσαι, καὶ ἐπαγάγῃ πληγήν. Καὶ ἦν ἡ ἑορτὴ λοιπὸν ὑπόμνησις σωτηρίας διηνεκής. Μᾶλλον δὲ οὐ τοῦτο μόνον ἐκέρδαινον, ὅτι τῶν παλαιῶν αὐτοὺς ἀνεμίμνησκεν εὐεργετημάτων, ἀλλὰ καὶ ἕτερον μεῖ‐ ζον, ὅτι τὰ μέλλοντα προδιετύπου. Καὶ γὰρ τύπος ἦν | |
20 | ἐκεῖνος ὁ ἀμνὸς ἑτέρου ἀμνοῦ πνευματικοῦ, καὶ πρό‐ βατον προβάτου· καὶ τὸ μὲν ἦν σκιὰ, τὸ δὲ ἀλήθεια. Ἐπειδὴ δὲ ἐπέφανεν ὁ τῆς δικαιοσύνης ἥλιος, ἡ σκιὰ λοιπὸν ἐπαύσατο· ἡλίου γὰρ ἀνίσχοντος, κρύπτεται ἡ σκιά. Διὰ τοῦτο γὰρ ἐν αὐτῇ τῇ τραπέζῃ ἑκάτε‐ | |
25 | ρον γίνεται Πάσχα, καὶ τὸ τοῦ τύπου, καὶ τὸ τῆς ἀληθείας. Καθάπερ γὰρ οἱ ζωγράφοι ἐν αὐτῷ τῷ πί‐ νακι καὶ τὰς γραμμὰς περιάγουσι καὶ τὴν σκιὰν γρά‐ φουσι, καὶ τότε τὴν ἀλήθειαν τῶν χρωμάτων αὐτῷ ἐπιτιθέασιν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἐπ’ αὐτῆς | |
30 | τῆς τραπέζης καὶ τὸ τυπικὸν Πάσχα ὑπέγραψε, καὶ τὸ ἀληθινὸν προσέθηκε· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ἦν τὸ Ἰουδαϊκὸν Πάσχα τότε· ἀλλὰ τοῦ ἡλίου ἐλθόντος, μηκέτι λύχνος φαινέ‐ τω, τῆς ἀληθείας παραγενομένης, ἀργείτω λοιπὸν ἡ | |
35 | σκιά. εʹ. Ταῦτα πρὸς Ἰουδαίους λέγω, ἐπειδὴ δοκοῦσι Πάσχα ποιεῖν, ἐπειδὴ γνώμῃ ἀναισχύντῳ τὰ ἄζυμα προβάλ‐ λουσιν οἱ ἀπερίτμητοι ταῖς καρδίαις. Πῶς, εἰπέ μοι, τὸ Πάσχα ἐπιτελεῖς, ὦ Ἰουδαῖε; Ὁ ναὸς κατέσκαπται, | |
40 | ὁ βωμὸς ἀνῄρηται, τὰ Ἅγια τῶν ἁγίων πεπάτηται, πάσης θυσίας εἶδος λέλυται· τίνος οὖν ἕνεκεν ταῦτα τολμᾷς τὰ παράνομα πράττειν πράγματα; Ἀπῆλθες εἰς Βαβυλῶνά ποτε, κἀκεῖ ἔλεγον οἱ αἰχμαλωτεύσαν‐ τές σε· ᾌσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών· καὶ οὐκ | |
45 | ἠνέσχου. Καὶ ταῦτα δεικνὺς ὁ Δαυῒδ, ἔλεγεν· Ἐπὶ τὸν ποταμὸν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν· ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρε‐ μάσαμεν τὰ ὄργανα ἡμῶν, τουτέστι, ψαλτήριον, κι‐ θάραν, λύραν, καὶ τὰ λοιπά· τούτοις γὰρ ἐκέχρηντο | |
49.379(50) | τὸ παλαιὸν, καὶ διὰ τούτων τοὺς ψαλμοὺς ᾖδον. Καὶ ταῦτα ἀπελθόντες εἰς τὴν αἰχμαλωσίαν, ἔλαβον, ἵν’ ἔχωσι τὴν ὑπόμνησιν τῆς πολιτείας τῆς ἐν τῇ πατρίδι, οὐχ ἵνα χρήσωνται. Ἐκεῖ γὰρ, φησὶν, ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν. | |
55 | Καὶ εἴπομεν· Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Τί λέγεις; τὴν ᾠδὴν Κυρίου οὐκ ᾄδεις ἐπὶ γῆς ἀλλοτρίας, καὶ τὸ Πάσχα Κυρίου ἐπι‐ τελεῖς ἐπὶ γῆς ἀλλοτρίας; Εἶδες τὴν ἀγνωμοσύνην· εἶδες τὴν παρανομίαν; Ὅτε πολέμιοι ἦσαν οἱ κατ‐ | |
60 | αναγκάζοντες, οὐδὲ ψαλμὸν εἰπεῖν ἐτόλμων ἐπὶ γῆς ἀλλοτρίας· νῦν δὲ ἀφ’ ἑαυτῶν, μηδενὸς ἀναγκάζοντος μηδὲ βιαζομένου, πόλεμον εἰσάγουσι πρὸς τὸν Θεόν. | |
Ὁρᾷς πῶς ἀκάθαρτα τὰ ἄζυμα; πῶς παράνομος ἡ | Column end | |
49.380 | ἑορτή; πῶς Πάσχα οὐκ ἔστιν Ἰουδαϊκόν, Ἦν Πάσχα Ἰουδαϊκόν ποτε, ἀλλ’ ἐλύθη νῦν, καὶ ἐπῆλθε τὸ πνευ‐ ματικὸν Πάσχα, ὃ παρεδίδου τότε ὁ Χριστός. Ἐσθιόν‐ των γὰρ αὐτῶν καὶ πινόντων, φησὶ, λαβὼν ἄρτον, | |
5 | ἔκλασε καὶ εἶπε· Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἀμαρτιῶν. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα. Καὶ πάλιν τὸ ποτήριον, λέ‐ γων· Τοῦτό ἐστι τὸ αἷμά μου, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ παρῆν ὁ | |
10 | Ἰούδας, τοῦ Χριστοῦ ταῦτα λέγοντος. Τοῦτό ἐστι τὸ σῶμα, ὃ ἐπώλησας, Ἰούδα, τριάκοντα ἀργυρίων· τοῦτό ἐστι τὸ αἷμα, ὑπὲρ οὗ πρὸ μικροῦ τὰ ἀναιδῆ σύμ‐ φωνα ἐποίου πρὸς τοὺς ἀγνώμονας Φαρισαίους. Ὢ τῆς τοῦ Χριστοῦ φιλανθρωπίας! ὢ τῆς τοῦ Ἰούδα | |
15 | παραπληξίας! ὢ τῆς μανίας! ὁ μὲν γὰρ ἐπώλησεν αὐτὸν τριάκοντα δηναρίων· ὁ Χριστὸς δὲ καὶ μετὰ τοῦτο οὐ παρῃτήσατο αὐτὸ τὸ αἷμα τὸ πραθὲν δοῦναι εἰς ἄφεσιν ἁμαρτιῶν τῷ πεπρακότι, εἴ γε ἠθέλησε. Καὶ γὰρ παρῆν Ἰούδας, καὶ μετεῖχε τῆς ἱερᾶς τρα‐ | |
20 | πέζης. Ὥσπερ γὰρ τοὺς πόδας αὐτοῦ μετὰ τῶν ἄλλων ἔνιψε μαθητῶν, οὕτω καὶ τῆς ἱερᾶς μετέσχε τραπέ‐ ζης, ἵνα μηδεμίαν ἀπολογίας ἔχῃ πρόφασιν, ἐὰν ἐπι‐ μείνῃ τῇ πονηρίᾳ. Πάντα γὰρ τὰ παρ’ ἑαυτοῦ ἐπεδείξατο, καὶ εἰσήνεγκεν· ὁ δὲ ἔμεινε τὴν πονηρὰν | |
25 | διατηρῶν γνώμην. ϛʹ. Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ ταύτῃ προσελθεῖν τραπέζῃ. Πάντες τοίνυν προσέλθωμεν μετὰ τῆς προσ‐ ηκούσης σωφροσύνης καὶ νήψεως· καὶ μηδεὶς ἔστω Ἰούδας ἔτι, μηδεὶς ἔστω πονηρὸς, μηδεὶς ἔχων ἰὸν, | |
30 | μὴ ἄλλα μὲν ἐπὶ τοῦ στόματος φέρων, ἄλλα δὲ ἐπὶ τῆς διανοίας. Πάρεστιν ὁ Χριστὸς, καὶ νῦν ἐκεῖνος ὁ τὴν τράπεζαν διακοσμήσας ἐκείνην, οὗτος καὶ ταύτην διακοσμεῖ νῦν. Οὐδὲ γὰρ ἄνθρωπός ἐστιν ὁ ποιῶν τὰ προκείμενα γενέσθαι σῶμα καὶ αἷμα Χριστοῦ, ἀλλ’ | |
35 | αὐτὸς ὁ σταυρωθεὶς ὑπὲρ ἡμῶν Χριστός. Σχῆμα πλη‐ ρῶν ἕστηκεν ὁ ἱερεὺς, τὰ ῥήματα φθεγγόμενος ἐκεῖ‐ να· ἡ δὲ δύναμις καὶ ἡ χάρις τοῦ Θεοῦ ἐστι. Τοῦτό μου ἐστὶ τὸ σῶμα, φησί. Τοῦτο τὸ ῥῆμα μεταῤῥυθμί‐ ζει τὰ προκείμενα· καὶ καθάπερ ἡ φωνὴ ἐκείνη ἡ | |
40 | λέγουσα· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πλη‐ ρώσατε τὴν γῆν, ἐῤῥέθη μὲν ἅπαξ, διὰ παντὸς δὲ τοῦ χρόνου γίνεται ἔργῳ ἐνδυναμοῦσα τὴν φύσιν τὴν ἡμετέραν πρὸς παιδοποιίαν· οὕτω καὶ ἡ φωνὴ αὕτη ἅπαξ λεχθεῖσα καθ’ ἑκάστην τράπεζαν ἐν ταῖς Ἐκ‐ | |
45 | κλησίαις ἐξ ἐκείνου μέχρι σήμερον καὶ μέχρι τῆς αὐτοῦ παρουσίας, τὴν θυσίαν ἀπηρτισμένην ἐργάζε‐ ται. Μηδεὶς τοίνυν ὕπουλος ἔστω, μηδεὶς πονηρίας γέμων, μηδεὶς ἰὸν ἔχων ἐν τῇ διανοίᾳ, ἵνα μὴ εἰς κατάκριμα μεταλαμβάνῃ. Καὶ γὰρ τότε, μετὰ τὸ λα‐ | |
49.380(50) | βεῖν τὴν προσφορὰν, ἐπεπήδησε τῷ Ἰούδᾳ ὁ διάβο‐ λος, οὐ τοῦ σώματος καταφρονήσας τοῦ Δεσποτικοῦ, ἀλλὰ διὰ τὴν ἀναισχυντίαν καταφρονῶν τοῦ Ἰούδα, ἵνα μάθῃς, ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν θείων μυ‐ στηρίων, τούτοις μάλιστα ἐπιπηδᾷ καὶ ἐπιβαίνει συν‐ | |
55 | εχῶς ὁ διάβολος, ὥσπερ καὶ τῷ Ἰούδᾳ τότε. Αἱ γὰρ τιμαὶ τοὺς μὲν ἀξίους ὠφελοῦσι, τοὺς δὲ παρὰ τὴν ἀξίαν ἀπολαύοντας εἰς μείζονα τιμωρίαν ἐμβάλλουσι. Καὶ ταῦτα, οὐχ ἵνα φοβήσω, λέγω, ἀλλ’ ἵνα ἀσφαλί‐ σωμαι. Μηδεὶς τοίνυν ἔστω Ἰούδας, μηδεὶς εἰσιὼν | |
60 | ἰὸν ἐχέτω πονηρίας. Τροφὴ γάρ ἐστι πνευματικὴ ἡ θυσία· καὶ καθάπερ ἡ σωματικὴ τροφὴ, ὅταν εἰς γα‐ στέρα χυμοὺς ἔχουσαν πονηροὺς ἐμπέσῃ, πλέον ἐπι‐ τείνει τὴν ἀῤῥωστίαν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, | |
ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς γαστρός· οὕτω δὴ καὶ | 379 | |
49.381 | ἐπὶ τῶν μυστηρίων τῶν πνευματικῶν συμβαίνειν εἴωθε. Καὶ γὰρ καὶ αὐτὰ, ἐπειδὰν εἰς ψυχὴν ἐμπέσῃ πονηρίας γέμουσαν, μᾶλλον αὐτὴν διαφθείρει καὶ ἀπόλλυσιν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ | |
5 | τὴν ἀσθένειαν τῆς δεξαμένης ψυχῆς. Μηδεὶς τοίνυν ἐχέτω ἔνδον πονηροὺς λογισμοὺς, ἀλλὰ καθάρωμεν τὴν διάνοιαν· καὶ γὰρ καθαρᾷ προσερχόμεθα θυσίᾳ· ἁγίαν ποιήσωμεν τὴν ψυχήν· δυνατὸν γὰρ καὶ ἐν μιᾷ ἡμέρᾳ τοῦτο γενέσθαι. Πῶς καὶ τίνι τρόπῳ; Ἐὰν | |
10 | ἔχῃς τι κατὰ τοῦ ἐχθροῦ, ἔξελε τὴν ὀργὴν, θεράπευ‐ σον τὴν πληγὴν, λῦσον τὴν ἔχθραν, ἵνα λάβῃς θερα‐ πείαν ἀπὸ τῆς τραπέζης· θυσίᾳ γὰρ προσέρχῃ φρικτῇ καὶ ἁγίᾳ. Αἰδέσθητι τὴν ὑπόθεσιν αὐτῆς τῆς προσ‐ φορᾶς· ἐσφαγμένος πρόκειται ὁ Χριστός. Καὶ τίνος | |
15 | ἕνεκεν ἐσφάγη, καὶ διὰ τί; Ἵνα εἰρηνοποιήσῃ τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, ἵνα καὶ ἀγγέλων φί‐ λον σε ποιήσῃ, ἵνα σε τῷ Θεῷ τῶν ὅλων καταλλάξῃ, ἐχθρὸν ὄντα σε καὶ πολέμιον, ἵνα ποιήσῃ φίλον. Ἐκεῖνος τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ τῶν μισούν‐ | |
20 | των· σὺ δὲ τὸν σύνδουλον μένεις ἐχθραίνων; καὶ πῶς δύνῃ βαδίσαι ἐπὶ τὴν τῆς εἰρήνης τράπεζαν; Κἀκεῖ‐ νος μὲν οὐδ’ ἀποθανεῖν ὑπὲρ σοῦ παρῃτήσατο· σὺ δὲ ὀργὴν ἀφεῖναι τῷ συνδούλῳ σου διὰ σαυτὸν οὐκ ἀν‐ έχῃ; καὶ ποίας ταῦτα συγγνώμης ἄξια; Ἐπηρέασε, | |
25 | φησὶ, καὶ τὰ μέγιστα ἐπλεονέκτησε. Καὶ τί τοῦτο; Εἰς χρήματα πάντως ἡ ζημία· οὐδέπω γὰρ ἔτρωσε, καθάπερ τὸν Χριστὸν ὁ Ἰούδας· ἀλλ’ ὅμως καὶ αὐτὸ τὸ αἷμα, ὅπερ ἐξέχεεν, εἰς σωτηρίαν αὐτοῖς τοῖς ἐκ‐ χέασιν ἔδωκε. Τί τούτου ἴσον ἔχεις εἰπεῖν; Ἐὰν μὴ | |
30 | ἀφῇς τῷ ἐχθρῷ, οὐκ ἐκεῖνον ἠδίκησας, ἀλλὰ σαυτόν· ἐκεῖνον μὲν γὰρ πολλάκις εἰς τὸν παρόντα βίον ἔβλα‐ ψας· σαυτὸν δὲ ἀσύγγνωστον ἐποίησας πρὸς τὴν ἀπο‐ λογίαν εἰς τὴν μέλλουσαν ἡμέραν. Οὐδὲν γὰρ οὕτω μισεῖ ὁ Θεὸς, ὡς μνησίκακον ἄνθρωπον, ὡς οἰδαίνου‐ | |
35 | σαν καρδίαν καὶ φλεγμαίνουσαν ψυχήν. Ἄκουσον γοῦν τί φησιν· Ὅταν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ἄνω παρεστὼς ἐπὶ τῷ θυσιαστηρίῳ, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἐπὶ τοῦ θυσιαστηρίου, | |
40 | καὶ ἀπελθὼν διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ | Column end |
49.382 | τότε πρόσφερε τὸ δῶρόν σου. Τί λέγεις, Ἀφήσω, Ναὶ, φησί· διὰ γὰρ τὴν εἰρήνην τὴν εἰς τὸν ἀδελφόν σου καὶ αὕτη ἡ θυσία γέγονεν. Εἰ τοίνυν διὰ τὴν εἰ‐ ρήνην τὴν εἰς τὸν ἀδελφὸν γέγονεν ἡ θυσία, σὺ δὲ οὐ | |
5 | κατορθοῖς τὴν εἰρήνην, εἰκῆ μετέχεις τῆς θυσίας· ἀνόνητον γάρ σοι τὸ κατόρθωμα γέγονε. Ποίησον τοί‐ νυν ἐκεῖνο πρῶτον, δι’ ὅπερ ἡ θυσία προσενήνεκται, καὶ τότε αὐτῆς ἀπολαύσεις καλῶς. Διὰ τοῦτο κατῆλ‐ θεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα καταλλάξῃ ἡμῶν τὴν φύσιν | |
10 | τῷ Δεσπότῃ· διὰ τοῦτο οὐκ αὐτὸς μόνον ἦλθεν, ἀλλ’ ἵνα καὶ ἡμᾶς τοὺς τὰ τοιαῦτα ποιοῦντας ποιήσῃ τῆς ἑαυτοῦ προσηγορίας κοινωνούς. Μακάριοι γὰρ, φη‐ σὶν, οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθή‐ σονται. Ὅπερ γὰρ ἐποίησεν ὁ μονογενὴς Υἱὸς τοῦ | |
15 | Θεοῦ, τοῦτο καὶ σὺ ποίησον κατὰ δύναμιν ἀνθρωπί‐ νην, εἰρήνης γενόμενος πρόξενος καὶ σεαυτῷ καὶ τοῖς ἄλλοις. Διὰ τοῦτό σε καὶ υἱὸν Θεοῦ καλεῖ τὸν εἰρηνο‐ ποιόν· διὰ τοῦτο καὶ ἐν τῷ καιρῷ τῆς θυσίας οὐδε‐ μιᾶς ἄλλης ἐμνημόνευσεν ἐντολῆς, ἀλλ’ ἢ τῆς πρὸς τὸν | |
20 | ἀδελφὸν καταλλαγῆς, δεικνὺς, ὅτι πάντων μεῖζόν ἐστι τοῦτο. Ἐβουλόμην παρεκτεῖναι τὸν λόγον, ἀλλ’ ἀρκεῖ καὶ τὰ εἰρημένα τοῖς προσέχουσιν, ἐὰν μνημονεύωσι. Μνημονεύωμεν οὖν διαπαντὸς τούτων τῶν ῥημάτων, ἀγαπητοὶ, καὶ τῶν ἁγίων φιλημάτων, καὶ τοῦ φρι‐ | |
25 | κωδεστάτου ἀσπασμοῦ τοῦ πρὸς ἀλλήλους. Τοῦτο γὰρ συμπλέκει τὰς διανοίας ἡμῶν, καὶ ποιεῖ σῶμα γενέ‐ σθαι ἓν ἅπαντας, ἐπειδὴ καὶ ἑνὸς σώματος μετέχο‐ μεν οἱ πάντες. Κεράσωμεν οὖν ἑαυτοὺς εἰς σῶμα ἓν, οὐ τὰ σώματα ἀλλήλοις ἀναφύροντες, ἀλλὰ τὰς ψυ‐ | |
30 | χὰς ἀλλήλαις τῷ τῆς ἀγάπης συνδέσμῳ συνάπτοντες· οὕτω δυνησόμεθα μετὰ παῤῥησίας ἀπολαῦσαι τῆς προκειμένης τραπέζης. Κἂν γὰρ μυρία ἔχωμεν δι‐ καιώματα, μνησίκακοι δὲ ὦμεν, πάντα εἰκῆ καὶ μά‐ την, καὶ οὐδὲν ἐξ αὐτῶν εἰς σωτηρίας λόγον καρπώ‐ | |
35 | σασθαι δυνησόμεθα. Ταῦτα οὖν συνειδότες, πᾶσαν καταλύσωμεν ὀργὴν, καὶ καθαίροντες ἑαυτῶν τὸ συν‐ ειδὸς, μετὰ πραΰτητος καὶ ἐπιεικείας πάσης προσέλ‐ θωμεν τῇ τραπέζῃ τοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ πᾶσα δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, | |
40 | νῦν καὶ ἀεὶ, κ.τ.λ. | Column end |
49.381(41t) | Εἰς τὸ θεῖον καὶ μυστικὸν δεῖπνον τοῦ Σωτῆρος, καὶ περὶ τῆς τοῦ Ἰούδα προδοσίας, | |
42t | καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν θείων μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν. | |
43t | Λεχθεὶς τῇ ἁγίᾳ καὶ μεγάλῃ Πεντάδι. | |
44t | Ὁμιλία βʹ. | |
45 | αʹ. Ἐβουλόμην, ἀγαπητοὶ, τῆς κατὰ τὸν πατριάρχην πάλιν ὑποθέσεως ἅψασθαι, καὶ ἐντεῦθεν ὑμῖν τὴν ἑστίασιν παραθεῖναι τὴν πνευματικήν· ἀλλ’ ἡ τοῦ προδότου ἀγνωμοσύνη πρὸς τὴν κατ’ αὐτὸν ὑπόθεσιν τὴν ἡμετέραν ἕλκει γλῶτταν, καὶ τῆς ἡμέρας ὁ και‐ | |
49.381(50) | ρὸς προτρέπεται τῆς τόλμης αὐτοῦ τὴν μανίαν εἰπεῖν. Σήμερον γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρ‐ εδόθη ταῖς τῶν Ἰουδαίων χερσὶν ὑπὸ τοῦ οἰκείου μα‐ θητοῦ. Ἀλλὰ σὺ τοῦτο ἀκούων, ἀγαπητὲ, μὴ γένῃ κατηφὴς, μηδὲ στυγνάσῃς ἀκούων, ὅτι παρεδόθη ὁ | |
55 | Δεσπότης· μᾶλλον δὲ καὶ στέναξον καὶ δάκρυσον, μὴ διὰ τὸν παραδοθέντα Ἰησοῦν, ἀλλὰ διὰ τὸν παρα‐ δόντα αὐτὸν Ἰούδαν. Ὁ μὲν γὰρ προδοθεὶς Ἰησοῦς τὴν οἰκουμένην ἔσωσεν, ὁ δὲ προδοὺς Ἰούδας τὴν ἑαυ‐ τοῦ ψυχὴν ἀπώλεσε· καὶ ὁ μὲν προδοθεὶς Ἰησοῦς ἐν | |
60 | δεξιᾷ τοῦ Πατρὸς ἐν οὐρανοῖς κάθηται, ὁ δὲ προδοὺς Ἰούδας ἐν ᾅδου νῦν ἐστι, τὴν ἀπαραίτητον καὶ αἰώ‐ | |
νιον ἀναμένων κόλασιν. Διὰ τοῦτο στέναξον, διὰ τοῦτο | Column end | |
49.382(45) | δάκρυσον· ἐπεὶ καὶ αὐτὸς ὁ Δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς ἰδὼν τὸν Ἰούδαν ἐταράχθη καὶ ἐδάκρυσεν. Ἰδὼν γὰρ αὐτὸν, φησὶν, ἐταράχθη καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ τίνος ἕνεκεν ἐταράχθη; Ἐννοῶν ὅτι μετὰ τὴν τοσαύτην διδασκαλίαν, μετὰ | |
49.382(50) | τὰς τοσαύτας παραινέσεις, εἰς οἷον κρημνὸν ἑαυτὸν ὠθῶν οὐκ ᾐσθάνετο. Θεωρῶν τοίνυν ὁ Δεσπότης τοῦ μαθητοῦ τὴν μανίαν, καὶ ἐπελεῶν αὐτὸν ἐταράχθη καὶ ἐδάκρυσε. Τοῦτο γὰρ ἄνω καὶ κάτω τιθέασιν οἱ εὐαγγελισταὶ, ἵνα πιστώσωνται τῆς οἰκονομίας τὴν | |
55 | ἀλήθειαν. Ἐταράχθη τοίνυν ὁ Δεσπότης, ἰδὼν τοῦ μαθητοῦ τὴν ὑπερβάλλουσαν ἀγνωμοσύνην, καὶ διδά‐ σκων ἡμᾶς ἐκείνους μάλιστα θρηνεῖν, τοὺς κακῶς ποιοῦντας, οὐ τοὺς κακῶς πάσχοντας· οἱ γὰρ κακῶς καὶ ἀδίκως πάσχοντες, οὗτοι μᾶλλον μακαρισμοῦ | |
60 | ἄξιοί εἰσι. Διὸ καὶ ἔλεγεν ὁ Χριστός· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν | |
ἡ βασιλεία τῶν οὐρανῶν. Εἶδες πόσον τὸ κέρδος | 381 | |
49.383 | ἔδειξε τῶν κακῶς πασχόντων; Βλέπε πάλιν ἀλλαχοῦ τῶν κακῶς ποιούντων τὴν ἀπαραίτητον τιμωρίαν· ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· Ὑμεῖς δὲ, ἀδελφοὶ, μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ | |
5 | Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι τὰ αὐτὰ ἐπά‐ θετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύ‐ ριον ἀποκτεινάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ κωλυόντων ἡμᾶς, φησὶ, τοῖς ἔθνεσι | |
10 | λαλῆσαι, ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐ‐ τῶν τὰς ἁμαρτίας· ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ τοῦ Θεοῦ εἰς τέλος. Εἶδες, ὅτι ἐκείνους μάλιστα δίκαιον θρηνεῖν καὶ κόπτεσθαι τοὺς κακοποιοῦντας; Διὰ τοῦτο καὶ ὁ φιλάνθρωπος Δεσπότης ὁρῶν τοῦ | |
15 | μαθητοῦ τὴν τόλμαν, ἐταράττετο καὶ ἐδάκρυε, τὴν περὶ τὸν μαθητὴν συμπάθειαν ἐπιδεικνύμενος, καὶ δεικνὺς αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος, ὅτι καὶ μέχρις αὐτῆς τῆς προδοσίας οὐκ ἐπαύετο τῆς τοῦ μαθητοῦ διορθώσεως προνοούμενος. Διὰ τοῦτον οὖν | |
20 | δάκρυσον πικρὸν καὶ στέναξον μᾶλλον, ἐπεὶ καὶ ὁ Δεσπότης δι’ ἐκεῖνον ἠθύμησεν· Ἐταράχθη γὰρ, φη‐ σὶν, ὁ Ἰησοῦς καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Ὢ πόση εὐσπλαγχνία, πόση ἀγαθότης Δεσπότου! ὁ προδοθεὶς ὑπὲρ τοῦ προδότου ἀλγεῖ. Ὁρῶν γὰρ αὐ‐ | |
25 | τὸν ἐπιμένοντα τῇ πονηρίᾳ, Ἐταράχθη καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Σκόπει, πόση μακρο‐ θυμία! πόση φιλανθρωπία! πῶς φείδεται τοῦ ἀγνώ‐ μονος, καὶ οὐ βούλεται αὐτὸν ἀναίσχυντον ἐργάσα‐ σθαι, ἀλλὰ πάντας εἰς δειλίαν ἐνάγει τοὺς μαθητὰς | |
30 | καὶ ἐναγωνίους ποιεῖ, πρὸς τὸ ἀφορμήν τινα ἐκείνῳ παρασχεῖν τοῦ μεταγνῶναι τῆς μανίας! Ἀλλ’ ὅταν ἀναίσθητος γένηται ἡ ψυχὴ μὴ δεχομένη τὸν σπόρον τῆς εὐσεβείας, οὐ παραίνεσιν δέχεται, οὐ συμβουλὴν, ἀλλὰ σκοτωθεῖσα ὑπὸ τοῦ πάθους κατὰ κρημνῶν | |
35 | ἄπεισι· διόπερ οὔτε οὗτος ἐκέρδανέ τι ἐκ τῆς τοσαύ‐ της μακροθυμίας. Εἷς ἐξ ὑμῶν παραδώσει με, φησί. Τίνος ἕνεκεν ἐταράχθη καὶ ἠθύμησεν; Ὁμοῦ καὶ τὴν φιλοστοργίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος, καὶ διδάσκων ἡμᾶς, ὅτι ἐκείνους μάλιστα δεῖ θρηνεῖν, | |
40 | τοὺς κακῶς τῷ πλησίον κατεργαζομένους. Καὶ γὰρ ἐκεῖνοι καθ’ ἑαυτῶν τὴν ὀργὴν ἐπιφέρουσιν· οὐχὶ δὲ τὸν πάσχοντα κακῶς, ἀλλὰ τὸν ποιοῦντα κακὰ, τοῦ‐ τον θρηνεῖν πανταχοῦ δίκαιον. Τὸ μὲν γὰρ κακῶς παθεῖν, τὴν βασιλείαν ἡμῖν τῶν οὐρανῶν προξενεῖ· | |
45 | τὸ δὲ κακῶς ποιῆσαί τινι αἴτιον ἡμῖν τῆς γεέννης καὶ τῆς κολάσεως γίνεται. Μακάριοι γὰρ, φησὶν, οἱ δε‐ διωγμένοι ἕνεκεν δικαιοσύνης. Ὁρᾷς, πῶς τὸ κα‐ κῶς παθεῖν ἔχει μισθὸν καὶ ἔπαθλον, τὴν τῶν οὐρα‐ νῶν βασιλείαν; Ἄκουσον πῶς καὶ τὸ κακῶς ποιῆσαι | |
49.383(50) | κόλασιν φέρει καὶ τιμωρίαν. Εἰπὼν γὰρ ὁ Παῦλος περὶ τῶν Ἰουδαίων, ὅτι τὸν Κύριον ἀπέκτειναν, καὶ τοὺς προφήτας ἐδίωξαν, ἐπήγαγεν· Ὧν τὸ τέλος ἐστὶ κατὰ τὰ ἔργα αὐτῶν. Εἶδες πῶς οἱ μὲν διωκό‐ μενοι τὴν βασιλείαν τῶν οὐρανῶν λαμβάνουσιν· οἱ δὲ | |
55 | διώκοντες, τὴν τοῦ Θεοῦ ὀργὴν κληρονομοῦσι; Ταῦτα δὲ οὐχ ἁπλῶς κινοῦμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλ’ ἵνα παιδευώμεθα πρὸς τοὺς ἐχθροὺς ἡμῶν μὴ ὀργίζεσθαι, ἀλλ’ ἵνα μᾶλλον ἐλεῶμεν αὐτοὺς, καὶ δακρύωμεν καὶ ἀλγῶμεν ὑπὲρ αὐτῶν. Ἐκεῖνοι γάρ | |
60 | εἰσιν οἱ κακῶς πάσχοντες, οἱ ἐχθραίνοντες ἡμῖν μά‐ την. Ἂν οὕτω παρασκευάσωμεν ἡμῶν τὴν ψυχὴν, ὡς μὴ ὀργίζεσθαι, ἀλλὰ καὶ ἀλγεῖν ὑπὲρ αὐτῶν, δυνη‐ σόμεθα κατὰ τὴν τοῦ Κυρίου φωνὴν καὶ ὑπερεύχε‐ σθαι αὐτῶν, καὶ πολλὴν διὰ τούτου τὴν ἄνωθεν ἐπι‐ | |
65 | σπάσασθαι ῥοπήν. Διὰ γὰρ τοῦτο τετάρτην ἡμέραν | Column end |
49.384 | ἔχω διαλεγόμενος ὑμῖν περὶ εὐχῆς τῆς ὑπὲρ τῶν ἐχθρῶν, ἵνα μόνιμος γένηται τῆς διδασκαλίας ὁ λόγος τῇ συνεχείᾳ τῆς παραινέσεως, ἵνα ῥιζωθῇ ὑμῶν ταῖς διανοίαις. Διὰ τοῦτο συνεχῶς ἐπαντλοῦμεν ὑμῖν τοῖς | |
5 | ῥήμασιν, ὥστε τὸ οἴδημα τῆς ὀργῆς ὑπονοστῆσαι, καὶ κατασταλῆναι τὴν φλεγμονὴν, καὶ καθαρὸν ὀργῆς εἶναι τὸν εὐχῇ προσιόντα. Οὐδὲ γὰρ ὁ Χριστὸς ὑπὲρ τῶν ἐχθρῶν ταῦτα παραινεῖ μόνον, ἀλλὰ καὶ ὑπὲρ ἡμῶν τῶν ἀφιέντων ἐκείνοις τὰ ἁμαρτήματα. Μείζονα | |
10 | γὰρ λαμβάνεις ἢ δίδως, ἀφιεὶς τὴν ὀργὴν τῷ ἐχθρῷ. Καὶ πῶς μείζονα λαμβάνω, φησί; Πρόσεχε ἀκριβῶς. Ἐὰν ἀφίῃς τοίνυν τὰ εἰς τὸν ἐχθρὸν ἁμαρ‐ τήματα, συγχωρεῖταί σοι τὰ εἰς τὸν Δεσπότην πλημ‐ μελήματα. Ἐκεῖνα ἀνίατά ἐστι καὶ ἀσύγγνωστα, | |
15 | ταῦτα δὲ πολλὴν ἔχει παραμυθίαν καὶ συγγνώμην. Ἄκουσον γοῦν τοῦ Ἠλὶ λέγοντος πρὸς τοὺς υἱοὺς αὐτοῦ· Ἐὰν ἁμαρτὼν ἁμάρτῃ ἄνθρωπος εἰς ἄν‐ θρωπον, ὁ ἱερεὺς προσεύξεται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς τὸν Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ | |
20 | αὐτοῦ; Ὥστε ἐκεῖνο μέγα τραῦμα, οὐδ’ εὐχῇ ῥᾳδίως λύεται. Καὶ εὐχῇ μὲν οὐ λύεται τὸ τοιοῦτον παρά‐ πτωμα, συγχωρήσει δὲ τῶν ἁμαρτημάτων τῶν εἰς τὸν ἐχθρὸν λύεται παραυτίκα. Διὸ ἐκεῖνα μὲν μύρια τάλαντα ἐκάλεσεν ὁ Θεὸς, τὰ εἰς τὸν Δεσπότην ἁμαρ‐ | |
25 | τήματα, ταῦτα δὲ ἑκατὸν δηνάρια· ἃ ἐὰν ἀφῇς, ἀφεθήσεταί σοι τὰ μύρια τάλαντα. βʹ. Ἀλλὰ περὶ μὲν τῆς εὐχῆς ἱκανῶς εἴρηται. Εἰ δὲ δοκεῖ, μικρὸν ἀνωτέρω τὸν λόγον ἀγαγόντες, ἐπὶ τὸν τῆς προδοσίας ἐπανέλθωμεν λόγον, καὶ ἴδωμεν πῶς | |
30 | παρεδόθη ἡμῶν ὁ Δεσπότης. Ἵνα δὲ καὶ τοῦ προδότου τὴν μανίαν ἅπασαν καταμάθωμεν, καὶ τοῦ μαθητοῦ τὴν ἀγνωμοσύνην γνῶμεν, καὶ τοῦ Δεσπότου τὴν ἄφατον φιλανθρωπίαν, ἀκούσωμεν τοῦ εὐαγγελιστοῦ, πῶς ἡμῖν αὐτοῦ διηγεῖται τὴν τόλμαν· Τότε, φησὶ, | |
35 | πορευθεὶς εἷς τῶν δώδεκα, Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν αὐτοῖς· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐ‐ τόν; Δοκεῖ μὲν γὰρ σαφὲς εἶναι τὸ λεγόμενον, καὶ μηδὲν πλέον αἰνίττεσθαι· εἰ δέ τις ἀκριβῶς ἐξετά‐ | |
40 | σειεν ἕκαστον τῶν εἰρημένων, πολλὴν ἔχει θεωρίαν καὶ πολὺ τὸ βάθος τῶν νοημάτων. Καὶ πρῶτον ὁ καιρός. Οὐ γὰρ ἁπλῶς αὐτὸν ἐπισημαίνεται ὁ εὐαγγελιστής· οὐ γὰρ εἶπε, πορευθεὶς, ἁπλῶς· ἀλλὰ προσέθηκε, Τότε πορευθείς. Τότε· πότε; Καὶ τίνος ἕνεκεν | |
45 | ἐπισημαίνει τὸν χρόνον; Οὐχ ἁπλῶς ἡμῖν ἐπισημαί‐ νεται τὸν καιρὸν ὁ εὐαγγελιστὴς Πνεύματι ἁγίῳ φθεγγόμενος· ὁ γὰρ Πνεύματι φθεγγόμενος, οὐδὲν ἁπλῶς οὐδὲ εἰκῆ φθέγγεται. Τί οὖν ἐστι τὸ, τότε; Πρὸ αὐτοῦ τοῦ χρόνου, πρὸ αὐτῆς τῆς ὥρας προσ‐ | |
49.384(50) | ῆλθε κόρη ἀλάβαστρον μύρου ἔχουσα, καὶ κατ‐ έχεε τὸ ἔλαιον ἐκεῖνο ἐπὶ τὴν κεφαλὴν τοῦ Κυρίου. Ἐπεδείξατο πολλὴν πίστιν ἡ γυνὴ, ἐπεδείξατο πολ‐ λὴν θεραπείαν, ἐπεδείξατο πολλὴν ὑπακοὴν καὶ εὐ‐ λάβειαν· μετεβάλλετο ἀπὸ τοῦ βίου τοῦ προτέρου, | |
55 | καὶ ἐγένετο βελτίων καὶ σωφρονεστέρα. Καὶ ὅτε ἡ πόρνη μετενόησεν, ὅτε τὸν Δεσπότην ἐπέγνω, τότε ὁ μαθητὴς τὸν διδάσκαλον παρέδωκε. Τότε· πότε; Ὅτε πόρνη προσελθοῦσα, τὸ ἀλάβαστρον τοῦ μύρου καταχέασα κατὰ τῶν ποδῶν τοῦ Ἰησοῦ, ταῖς οἰκείαις | |
60 | θριξὶν ἐξέμαξε, καὶ πολλὴν τὴν θεραπείαν ἐπεδείκνυτο, τὰ ἐν παντὶ τῷ χρόνῳ ἁμαρτήματα ἐξαλείφουσα διὰ τῆς ἐξομολογήσεως αὐτῆς. Τότε οὖν, ὅτε ἐκείνην ἐθεάσατο τοσαύτην θεραπείαν τῷ διδασκάλῳ ἐπιδει‐ | |
ξαμένην, τότε αὐτὸς ἐπὶ τὴν παράνομον προδοσίαν | 383 | |
49.385 | ἔσπευσε. Κἀκείνη μὲν ἀπ’ αὐτοῦ τοῦ πυθμένος τῆς κακίας εἰς αὐτὸν τὸν οὐρανὸν ἀνῆλθεν· οὗτος δὲ μετὰ μυρία θαύματα καὶ σημεῖα, μετὰ τὴν τοσαύτην δι‐ δασκαλίαν, μετὰ τὴν ἄφατον συγκατάβασιν, εἰς αὐτὸν | |
5 | τὸν πυθμένα τῶν ταρτάρων κατέπεσε. Τοσοῦτόν ἐστι ῥᾳθυμία κακὸν καὶ προαίρεσις διεφθαρμένη. Διὸ καὶ Παῦλος ἔλεγεν· Ὁ δοκῶν ἑστάναι, βλε‐ πέτω μὴ πέσῃ· καὶ ὁ προφήτης πάλαι ἐβόα· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ | |
10 | ἐπιστρέφει; ἵνα μήτε ὁ ἑστὼς θαῤῥῇ, ἀλλ’ ἐναγώ‐ νιος ᾖ διηνεκῶς, μήτε ὁ καταπεσὼν ἀπογνῷ ἑαυτοῦ. Τοσαύτη γὰρ ἡ δύναμις τοῦ διδασκάλου, ὡς καὶ πόρ‐ νας καὶ τελώνας ἐπισπάσασθαι πρὸς τὴν οἰκείαν ὑπο‐ ταγήν. | |
15 | Τί οὖν φησιν; Ὁ πόρνας ἐπισπασάμενος, μαθητὴν οὐκ ἴσχυσεν ἐπισπάσασθαι; Ναὶ, ἴσχυεν ἐπισπάσα‐ σθαι καὶ τὸν μαθητήν· ἀλλ’ οὐκ ἐβούλετο αὐτὸν ἀνάγκῃ ποιῆσαι καλὸν, οὐδὲ βίᾳ ἑλκύσαι αὐτὸν πρὸς ἑαυτόν. Διὰ τοῦτο ὁ εὐαγγελιστὴς διηγούμενος ἡμῖν | |
20 | τὰ κατὰ τὸν μαθητὴν τὸν ἀγνώμονα ἔλεγε· Τότε πορευθεὶς, τουτέστιν, οὐχ ὑφ’ ἑτέρων κληθεὶς, οὔτε βιασθεὶς παρ’ ἄλλου, οὐδὲ παρ’ ἑτέρου δεξάμενος τὴν προτροπὴν, ἀλλ’ οἴκοθεν κινούμενος ἐπὶ τοῦτο ἐτράπη, δεικνὺς ὅτι αὐτομάτως, καὶ ἐξ οἰκείας γνώ‐ | |
25 | μης ἐπὶ τὸ παράνομον τοῦτο τόλμημα ὥρμησεν, ἐξ οὐδεμιᾶς αἰτίας κινούμενος, ἀλλ’ ὑπὸ τῆς πηγαζούσης ἔνδοθεν κακίας ἐπὶ τὴν προδοσίαν τοῦ Δεσπότου ἑαυ‐ τὸν ὠθήσας· Τότε πορευθεὶς εἷς τῶν δώδεκα. Καὶ τοῦτο οὐ μικρὸν ἕγκλημα τὸ εἰπεῖν, Εἷς τῶν δώδεκα. | |
30 | Ἐπειδὴ γὰρ ἦσαν καὶ ἕτεροι ἑβδομήκοντα μαθηταὶ, διὰ τοῦτο εἶπεν, Εἷς τῶν δώδεκα, τουτέστι, τῶν ἐγκρίτων, τῶν καὶ καθ’ ἑκάστην αὐτῷ συναναστρε‐ φομένων, τῶν πολλῆς ἀπολαυόντων τῆς παῤῥησίας. Ἵνα οὖν μάθῃς ὅτι μαθητὴς ἦν τῶν δοκίμων, φησίν· | |
35 | Εἷς τῶν δώδεκα. Καὶ οὐ παρασιωπᾷ ταῦτα γράφων ὁ εὐαγγελιστὴς, ἵνα σὺ πεισθεὶς ὅτι ταῦτα τὰ δοκοῦντα ἐπονείδιστα εἶναι δείκνυσι τοῦ Δεσπότου τὴν πρὸς ἡμᾶς κηδεμονίαν, ὅτι τὸν προδότην, τὸν κλέπτην τοσούτων ἠξίωσεν ἀγαθῶν, καὶ μέχρι τῆς ἐσχάτης | |
40 | ἑσπέρας παρῄνει. Εἶδες πῶς ἡ πόρνη μὲν ἐσώθη, ἐπειδὴ ἔνιψεν· ὁ μαθητὴς δὲ ῥᾳθυμήσας κατέπεσε; Μὴ τοίνυν ἀπογνῷς ἑαυτοῦ πρὸς τὴν πόρνην ἀφορῶν, μηδὲ θαρσήσῃς πάλιν πρὸς τὴν τοῦ μαθητοῦ τόλμαν ἀπιδών· ἀμφότερα γὰρ ὀλέθρια. Εὐόλισθος γὰρ ἡμῶν | |
45 | ἡ γνώμη, εὐπερίτρεπτος ἡ προαίρεσις· διὸ πάντοθεν ἀσφαλίζεσθαι χρή. Τότε πορευθεὶς εἷς τῶν δώδε‐ κα, Ἰούδας ὁ Ἰσκαριώτης. Ὁρᾷς ποίου χοροῦ ἐξ‐ έπεσεν; ὁρᾷς ποίας διδασκαλίας ἑαυτὸν ἐστέρησεν; ὁρᾷς πόσον κακὸν ἡ ῥᾳθυμία; Ἰούδας, φησὶν, ὁ | |
49.385(50) | Ἰσκαριώτης, ἐπειδὴ ἕτερος ἦν τούτῳ ὁμώνυμος ὁ λεγόμενος Ἰακώβου. Ὁρᾷς τοῦ εὐαγγελιστοῦ τὴν σοφίαν, ὅτι οὐκ ἀπὸ τοῦ τολμήματος, ἀλλ’ ἀπὸ τοῦ τόπου, δῆλον ἡμῖν αὐτὸν ποιεῖ, ἐκεῖνον οὐκ ἀπὸ τοῦ τόπου, ἀλλ’ ἀπὸ τῆς πατρωνυμίας γνώριμον ποιῶν; | |
55 | Καίτοι γε ἀκόλουθον ἦν εἰπεῖν, Ἰούδαν τὸν προ‐ δότην· ἀλλ’ ἵνα ἡμᾶς παιδεύσῃ καθαρὰν ἔχειν κατ‐ ηγορίας τὴν γλῶσσαν, καὶ αὐτὸ τὸ εἰπεῖν προ‐ δότου φείδεται. Παιδευώμεθα τοίνυν μηδένα τῶν ἐχθρῶν κακῶς μεμνῆσθαι. Εἰ γὰρ ὁ μακάριος | |
60 | οὗτος τοῦ προδότου οὐκ ἠνέσχετο κατηγορῆσαι, τὸ παράνομον τοῦτο τόλμημα διηγούμενος, τοῦτο μὲν ἀπεσιώπησεν, ἀπὸ δὲ τοῦ τόπου, ὅθεν ὥρμητο, δῆλον αὐτὸν ποιεῖ· ποίας ἂν εἴημεν ἡμεῖς ἄξιοι συγγνώμης | |
τοὺς πλησίον κακηγοροῦντες· Καὶ πολλάκις οὐ μόνον | Column end | |
49.386 | τῶν ἐχθρῶν μεμνήμεθα μεθ’ ὕβρεως, ἀλλὰ καὶ τῶν δοκούντων πρὸς ἡμᾶς ἔχειν διάθεσιν. Μὴ, παρα‐ καλῶ. Τοῦτο καὶ Παῦλος παραινεῖ λέγων· Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. | |
5 | Διὰ τοῦτο παντὸς τοιούτου πάθους καθαρεύων ὁ μακάριος Ματθαῖος ἔλεγε· Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας ὁ Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Ὢ μιαρᾶς φωνῆς! ὢ | |
10 | τόλμης ἄνοια! ἐνθυμούμενος τρέμω, ἀγαπητοὶ, πῶς ἐξεπήδησε τοῦ στόματος ἡ φωνὴ, πῶς τὴν γλῶτταν ἐκίνησε, πῶς οὐκ ἀπέστη τοῦ σώματος ἡ ψυχὴ, πῶς οὐκ ἐνάρκησαν τὰ χείλη, πῶς οὐκ ἐξέστη τῇ δια‐ νοίᾳ. | |
15 | γʹ. Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Εἰπέ μοι, Ἰούδα, ταῦτά σοι ἐπαίδευσεν ὁ δι‐ δάσκαλος ἐν τοσούτῳ χρόνῳ; οὕτω λήθην ἐποιήσω τῶν συνεχῶν παραινέσεων; οὐ διὰ τοῦτο ἔλεγε, Μὴ κτήσησθε χρυσὸν, μήτε ἄργυρον, ἄνωθεν προανα‐ | |
20 | στέλλων σου τῆς περὶ τὰ χρήματα μανίας τὴν ὑπερ‐ βολήν; οὐ παρῄνει λέγων, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην; Τίνος ἕνεκεν, εἰπέ μοι, παραδίδως τὸν δι‐ δάσκαλον; ὅτι τὴν κατὰ τῶν δαιμόνων ἐξουσίαν σοι | |
25 | παρέδωκεν, ὡς καὶ νοσήματα θεραπεύειν, καὶ λεπροὺς καθαίρειν, καὶ ἕτερα πολλὰ τοιαῦτα θαύματα ἐπιδεί‐ κνυσθαι; ἀντὶ οὖν τῶν εὐεργεσιῶν τούτων ταύτας αὐτῷ ἀποδίδως τὰς ἀμοιβάς; Ὢ τῆς μανίας, μᾶλλον δὲ τῆς φιλαργυρίας! Πάντα γὰρ ταῦτα τὰ κακὰ ἡ | |
30 | φιλαργυρία πεποίηκεν, ἡ ῥίζα τῶν κακῶν, ἥτις τὰς ψυχὰς ἡμῶν σκοτοῖ καὶ αὐτοὺς τοὺς τῆς φύσεως νόμους, καὶ αὐτῶν ἡμᾶς ἐκβάλλει τῶν φρενῶν, καὶ οὐκ ἀφίησιν οὔτε φιλίας οὔτε συγγενείας οὔτε ἄλλου τινὸς μεμνῆσθαι· ἀλλὰ καθάπαξ πηρώσασα ἡμῶν τὰ | |
35 | ὄμματα τῆς διανοίας, οὕτως ἐν σκότει ποιεῖ βα‐ δίζειν. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ὅρα τότε πόσα ἐξέβαλεν ἐκ τῆς τοῦ Ἰούδα ψυχῆς. Αὕτη ἐπεισελθοῦσα τὴν ὁμιλίαν, τὴν συνήθειαν, τὴν κοινωνίαν, τὴν θαυ‐ μαστὴν διδασκαλίαν, πάντα ταῦτα εἰς λήθην ἐνέβαλεν | |
40 | ἡ φιλαργυρία. Καλῶς ἔλεγε Παῦλος, ὅτι Ῥίζα πάν‐ των τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. —Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Παραδί‐ δως, Ἰούδα, τὸν τὰ πάντα συνέχοντα λόγῳ; πωλεῖς τὸν ἀκατάληπτον, τὸν κτίστην οὐρανοῦ τε καὶ γῆς, τὸν | |
45 | δημιουργὸν τῆς ἡμετέρας φύσεως, τὸν λόγῳ καὶ νεύ‐ ματι τὰ πάντα συστησάμενον; Ἵνα οὖν δείξῃ ὅτι ἑκὼν παρεδόθη, ἄκουσον τί ποιεῖ. Κατ’ αὐτὸν τὸν καιρὸν τῆς προδοσίας, ὅτε ἐπῆλθον αὐτῷ μετὰ μαχαιρῶν καὶ ξύλων, λαμπάδας καὶ φανοὺς ἔχοντες, λέγει αὐ‐ | |
49.386(50) | τοῖς· Τίνα ζητεῖτε; Καὶ ἠγνόησαν ὃν ἤμελλον συλ‐ λαμβάνειν. Τοσοῦτον ἀπεῖχεν ἐκεῖνος τοῦ δυνηθῆναι παραδοῦναι αὐτὸν, ὅτι οὐδὲ ὁρᾷν αὐτὸν ἠδύνατο παρ‐ όντα, ὃν ἤμελλε παραδιδόναι, καὶ ταῦτα λαμπάδων οὐσῶν καὶ φωτὸς τοσούτου. Ὅτι γὰρ τοῦτο αἰνιτ‐ | |
55 | τόμενος εἶπεν, ὅτι λαμπάδας καὶ φανοὺς εἶχον, καὶ οὐδὲ οὕτως αὐτὸν ηὕρισκον, φησὶ [γὰρ], Καὶ Ἰούδας εἱστήκει μετ’ αὐτῶν, ἐκεῖνος εἰπών· Ἐγὼ ὑμῖν πα‐ ραδώσω αὐτόν. Ἐπήρωσε γὰρ αὐτῶν τὴν διάνοιαν, βουλόμενος δεῖξαι τὴν οἰκείαν δύναμιν, καὶ ἵνα μάθω‐ | |
60 | σιν ὅτι ἀδυνάτοις ἐπιχειροῦσιν. Εἶτα ἀκούσαντες τὴν φωνὴν αὐτοῦ ἀπῆλθον ὕπτιοι, καὶ ἔπεσον χαμαί. Εἶδες πῶς οὔτε τὴν φωνὴν ἐνεγκεῖν ἠδυνήθησαν, ἀλλὰ διὰ τῆς καταπτώσεως τὴν ἑαυτῶν ἀσθένειαν ἐναργῶς | |
ἀπέδειξαν; Ὅρα Δεσπότου φιλανθρωπίαν. Ἐπειδὴ | 385 | |
49.387 | οὐδὲ οὕτω καθίκετο τῆς ἀναισχυντίας τοῦ προδότου, οὕτε τῆς τῶν Ἰουδαίων ἀγνωμοσύνης, ἑαυτὸν ἐκδί‐ δωσι, καί φησιν ὁ Κύριος· Ὅτε ἔδειξα ὡς ἀδυνάτοις ἐπιχειροῦσιν, ἠβουλήθην αὐτῶν ἀναστεῖλαι τὴν μα‐ | |
5 | νίαν· οὐ βούλονται, ἀλλ’ ἔτι ἐπιμένουσι τῇ πονηρίᾳ· ἰδοὺ ἐμαυτὸν παραδίδωμι. Ταῦτα λέγω ὑμῖν, ἵνα μὴ κατηγορήσωσί τινες τοῦ Χριστοῦ, λέγοντες· Διὰ τί οὐ μετέβαλε τὸν Ἰούδαν; διὰ τί οὐκ ἐποίησεν αὐτὸν βελτίονα; Καὶ πῶς ἔδει | |
10 | ποιῆσαι τὸν Ἰούδαν σώφρονα καὶ ἐπιεικῆ; ἀνάγκῃ, ἢ γνώμῃ; Εἰ μὲν γὰρ ἀνάγκῃ, οὐδὲ οὕτως ἔμελλεν ἔσεσθαι βελτίων· οὐδεὶς γὰρ ἀνάγκῃ γίνεται βελτίων· εἰ δὲ γνώμῃ καὶ προαιρέσει, πάντα εἰσήγαγε τὰ δυνάμενα αὐτὸν ἀναγαγεῖν. Εἰ δὲ μὴ ἠβουλήθη | |
15 | δέξασθαι ἐκεῖνος τὰ φάρμακα, οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα, ἀλλὰ τοῦ τὴν θεραπείαν διακρουομένου ἡ κατηγορία. Θέλεις μαθεῖν πόσα ἐποίησεν, ὥστε αὐτὸν ἀνακτήσασθαι; Ἐδωρήσατο αὐτῷ πολλὰ θαύματα, προεῖπεν αὐτῷ περὶ τῆς προδοσίας, οὐδὲν ἐνέλειπεν | |
20 | ὧν ἐχρῆν εἰς μαθητὴν ἐπιδείξασθαι. Καὶ ἵνα μάθῃς, ὅτι δυνατὸς ὢν μεταβαλέσθαι οὐκ ἠθέλησεν, ἀλλὰ τῆς αὐτοῦ ῥᾳθυμίας τὸ πᾶν ἐγένετο· ἐπειδὴ παρέδωκεν αὐτὸν, καὶ τὴν μανίαν αὐτοῦ εἰς τέλος ἤγαγεν, Ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια, λέγων· Ἥμαρτον παρα‐ | |
25 | δοὺς αἷμα ἀθῶον. Πρὸ τούτου ἔλεγες· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Ἐπειδὴ ἐτελέσθη ἡ ἁμαρτία, τότε ἔγνω τὴν ἁμαρτίαν. Ἐν‐ τεῦθεν μανθάνωμεν ὅτι, ὅταν ῥᾳθυμῶμεν, οὔτε παραίνεσις ἡμᾶς ὠφελεῖ, οὔτε νουθεσία· ὅταν δὲ σπου‐ | |
30 | δάζωμεν, καὶ αὐτοὶ ἀφ’ ἑαυτῶν δυνάμεθα διαναστῆ‐ ναι. Ἐννόησον γάρ· Ὅτε παρῄνει αὐτὸν, καὶ ἀνέστελ‐ λεν αὐτὸν τῆς κακῆς ἐπιχειρήσεως, οὐκ ἤκουσεν οὔτε κατεδέξατο τὴν νουθεσίαν· ὅτε δὲ οὐδεὶς ἦν ὁ παραι‐ νῶν, τὸ οἰκεῖον συνειδὸς ἐπανέστη, καὶ οὐδενὸς ὄντος | |
35 | τοῦ διδάσκοντος μετεβάλετο, καὶ ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια. Ἔστησαν γὰρ, αὐτῷ, φησὶ, τριάκοντα ἀργύρια. Τιμὴν κατέβαλον αἵματος τιμὴν οὐκ ἔχον‐ τος. Τί λαμβάνεις τριάκοντα ἀργύρια, ὦ Ἰούδα; Δωρεὰν ἦλθεν ὑπὲρ τῆς οἰκουμένης ὁ Χριστὸς ἐκχέαι | |
40 | τὸ αἷμα, ὑπὲρ οὗ σύμφωνα νῦν ποιεῖς. Τί γὰρ ἂν ἀναισχυντότερον τοῦ συναλλάγματος τούτου; τίς εἶδες τίς ἤκουσέ ποτε; δʹ. Ἀλλ’ ἵνα μάθωμεν τὴν διαφορὰν τοῦ προδότου καὶ τῶν μαθητῶν, ἀκούσωμεν· ἅπαντα γὰρ μετὰ | |
45 | ἀκριβείας ἡμῖν διηγεῖται ὁ εὐαγγελιστής. Ὅτε ταῦτα, φησὶν, ἐγένετο, ὅτε ἡ προδοσία προεχώρησεν, ὅτε ἀπώλεσεν ἑαυτὸν ὁ Ἰούδας, ὅτε τὰς παρανόμους ἐκείνας συνθήκας ἐποιήσατο, καὶ ἐζήτει, φησὶν, εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ· Τότε προσῆλθον αὐτῷ | |
49.387(50) | οἱ μαθηταὶ λέγοντες· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Εἶδες μαθητὰς, εἶδες μαθητήν; Ἐκεῖνος περὶ τὴν προδοσίαν ἠσχολεῖτο, οὗτοι περὶ τὴν διακονίαν· ἐκεῖνος σύμφωνα ἐποίει, καὶ τοῦ αἵματος τοῦ Δεσποτικοῦ τὴν τιμὴν λαμβάνειν ἐπεχεί‐ | |
55 | ρει, οὗτοι περὶ τὴν ὑπηρεσίαν παρασκευάζον‐ ται. Τῶν αὐτῶν θαυμάτων ἀπήλαυσαν καὶ οὗτος κἀκεῖνοι, τῶν αὐτῶν διδαγμάτων· πόθεν οὖν ἡ δια‐ φορά; Ἀπὸ τῆς προαιρέσεως. Αὕτη αἰτία τῶν κακῶν καὶ τῶν ἀγαθῶν γίνεται. Ἡ ἑσπέρα αὕτη ἦν, καθ’ | |
60 | ἣν οἱ μαθηταὶ ταῦτα ἔλεγον. Τί ἐστι, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Διδασκόμεθα ἐντεῦθεν, ὅτι οὐκ εἶχεν οἰκίαν ἀφωρισμένην ὁ Χρι‐ στός. Ἀκουέτωσαν οἱ τὰς λαμπρὰς οἰκίας οἰκοδο‐ μοῦντες καὶ τοὺς μακροὺς περιβόλους, ὅτι ὁ Υἱὸς τοῦ | |
65 | ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Διά τοι | Column end |
49.388 | τοῦτο λέγουσιν αὐτῷ οἱ μαθηταί· Ποῦ θέλεις ἑτοι‐ μάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ποῖον Πάσχα; Τὸ Ἰουδαϊκὸν, τὸ ἀπ’ Αἰγύπτου τὴν ἀρχὴν ἐσχηκός· ἐκεῖ γὰρ τὴν ἀρχὴν ἐπετέλεσαν. Καὶ τίνος ἕνεκεν | |
5 | ἐπιτελεῖ αὐτὸ ὁ Χριστός; Ὥσπερ πάντα τὰ ἄλλα νόμιμα ἐπλήρωσεν, οὕτω καὶ τοῦτο. Διὰ τοῦτο καὶ πρὸς τὸν Ἰωάννην ἔλεγεν· Οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. Οὐ τοίνυν τὸ ἡμέτερον Πάσχα, ἀλλὰ τὸ Ἰουδαϊκὸν ἑτοιμάσαι ἐβού‐ | |
10 | λοντο οἱ μαθηταί. Τοῦτο μὲν γὰρ αὐτοὶ ἡτοίμασαν, τὸ δὲ ἡμέτερον αὐτὸς παρεσκεύασεν, ἀλλὰ καὶ αὐτὸς Πάσχα ἐγένετο διὰ τοῦ τιμίου πάθους. Τίνος οὖν ἕκενεν ἐπὶ τὸ πάθος ἔρχεται; Ἵνα ἡμᾶς λυτρώσηται ἐκ τῆς κατάρας τοῦ νόμου. Διὸ καὶ Παῦλος ἐβόα· | |
15 | Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ. Ἵνα οὖν μή τις λέγῃ, ὅτι διὰ τοῦτο ἔπαυσεν, ἐπειδὴ πληρῶσαι αὐτὸν οὐκ ἠδύνατο, ὡς φορτικὸν καὶ ἐπαχθῆ καὶ δυσκατόρθωτον, διὰ | |
20 | τοῦτο αὐτὸν πληρώσας ἅπαντα, τότε αὐτὸν ἔλυσε. Διὰ τοῦτο καὶ Πάσχα ἐποίησε· νόμου γὰρ ἐπίταγμα αὐ‐ τοῖς ἦν ἡ τοῦ Πάσχα ἑορτή. Ἄκουσον· Ἀγνώμονες ἦσαν περὶ τὸν εὐεργέτην οἱ Ἰουδαῖοι, καὶ παραυτὰ ἐπελανθάνοντο τοῦ εὐεργέτου. Καὶ ἵνα μάθῃς ἀκρι‐ | |
25 | βῶς, ἐξῆλθον ἐξ Αἰγύπτου, διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, εἶδον αὐτὴν διαιρεθεῖσαν, καὶ πάλιν συν‐ απτομένην· καὶ μετ’ οὐ πολὺ λέγουσι τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν. Τί λέγεις, ὦ ἀγνῶμον Ἰουδαῖε; εἶδες τοιαῦτα θαύματα, | |
30 | καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε, καὶ οὔτε μνή‐ μην ποιεῖς τοῦ εὐεργέτου; Ἐπεὶ οὖν ἐπελανθάνοντο τῶν εὐεργεσιῶν αὐτοῦ, τῇ ὑποθέσει τῶν ἑορτῶν ἐγ‐ κατέδησε τῶν δωρεῶν τὰ ὑπομνήματα ὁ Θεὸς, ἵνα καὶ ἑκόντες καὶ ἄκοντες ἔναυλον ἔχωσι τὴν μνήμην. | |
35 | Καὶ ἐκεῖνοι μὲν οὕτω· διὰ τί; Ἵν’, ὅταν ἐπερωτήσῃ σε ὁ υἱός σου, Τί ἐστι τοῦτο, εἴπῃς, ὅτι τοῦτο τοῦ προβάτου τὸ αἷμα ἐπέχρισαν ταῖς φλιαῖς τῶν θυρῶν, καὶ διέφυγον τὸν θάνατον ὃν ὁ ὀλοθρεύων ἐπήγαγε τοῖς κατὰ τὴν Αἴγυπτον ἅπασι· καὶ διὰ τὸ αἷμα τοῦτο | |
40 | οὐκ ἴσχυσεν εἰσπηδῆσαι καὶ τὴν πληγὴν ἐπαγαγεῖν. Ἐκεῖνοι οὖν ἄκοντες, ὧδε δὲ ἑκὼν θύεται Χριστός. Διὰ τί; Ἐπειδὴ τύπος ἦν ἐκεῖνο τοῦ πνευματικοῦ. Καὶ ἵνα μάθῃς, ὅρα ὅση ἡ συγγένεια· Ἀμνὸς καὶ ἀμνὸς, ἀλλ’ ὁ μὲν ἄλογος, ὁ δὲ λογικός· πρόβατον | |
45 | καὶ πρόβατον, σκιὰ καὶ ἀλήθεια· ἀλλ’ ἐπέφανεν ὁ τῆς δικαιοσύνης ἥλιος, καὶ ἡ σκιὰ πέπαυται· ἡλίου γὰρ ὄντος κρύπτεται ἡ σκιά. Διὰ τοῦτο ἀμνὸς καὶ ἐν τῇ τραπέζῃ τῇ μυστικῇ, ἵνα τῷ αἵματι αὐτοῦ ἁγιαζώμεθα. Διὰ τοῦ ἡλίου ἐλθόντος λύχνος μηκέτι | |
49.388(50) | φαινέτω· τύποι γὰρ ἦσαν τῶν μελλόντων τὰ γε‐ γονότα. εʹ. Ταῦτα πρὸς Ἰουδαίους λέγω, ἵνα μὴ ἀπατῶντες ἑαυτοὺς, δοκῶσι Πάσχα ἐπιτελεῖν, ἐπειδὴ γνώμῃ ἀναισχύντῳ τὰ ἄζυμα προλαμβάνουσι, καὶ προβάλ‐ | |
55 | λονται ἑορτὴν, οἱ ἀεὶ ἀπερίτμητοι τῇ καρδίᾳ, καὶ τοῖς ὠσὶ βαρέως ἀκούοντες. Πῶς, εἰπέ μοι, Πάσχα ἐπιτελεῖς, ὦ Ἰουδαῖε; Ὁ ναὸς κατέσκαπται· ὁ βωμὸς ἀνῄρηται, τὰ Ἅγια τῶν ἁγίων πεπάτηται, πᾶσα θυ‐ σία καταλέλυται· τίνος οὖν ἕνεκεν τολμᾷς παρανο‐ | |
60 | μεῖν; Ἀπῆλθές ποτε εἰς Βαβυλῶνα, ἤκουσας τῶν αἰχμαλωτευσάντων ὑμᾶς λεγόντων, ᾌσατε τὴν ᾠδὴν ἡμῖν τοῦ Κυρίου· καὶ οὐκ ἠνέσχου. Καὶ διὰ τί ἔξωθεν Ἱεροσολύμων ποιεῖς τὸ Πάσχα; Σὺ εἶπας· Πῶς ᾄσωμεν | |
τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Καὶ ταῦτα | 387 | |
49.389 | δηλῶν ὁ μακάριος Δαυῒδ ἔλεγεν· Ἐπὶ τὸν ποταμὸν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν· ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν, τουτέστι, τὸ ψαλτήριον, τὴν κιθάραν, τὴν λύ‐ | |
5 | ραν· τούτοις γὰρ τὸ παλαιὸν ἐκέχρηντο, καὶ διὰ τού‐ των τοὺς ψαλμοὺς ᾖδον. Ἐκεῖ γὰρ, φησὶν, ἐπηρώ‐ τησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν· καὶ εἴπαμεν· Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυ‐ ρίου ἐπὶ γῆς ἀλλοτρίας; Τί λέγεις, εἰπέ μοι; τὴν | |
10 | ᾠδὴν Κυρίου οὐκ ᾄδεις ἐπὶ γῆς ἀλλοτρίας, καὶ τὸ Πάσχα ἐπιτελεῖς ἐπὶ γῆς ἀλλοτρίας; Εἶδες ἀναισθη‐ σίαν Ἰουδαίων; Ὅτε πολέμιοι ἦσαν οἱ καταναγκά‐ ζοντες, οὔτε ψαλμὸν εἵλοντο εἰπεῖν ἐπὶ γῆς ἀλλοτρίας· καὶ νῦν ἀφ’ ἑαυτῶν, οὐδενὸς ἀναγκάζοντος, πόλεμον | |
15 | εἰσάγουσι πρὸς τὸν Θεόν. Διὸ καὶ ὁ μακάριος Στέ‐ φανος ἔλεγε πρὸς αὐτούς· Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε. Ὁρᾷς ὡς ἀκάθαρτα τὰ ἄζυμα; πῶς παράνομος ἡ ἑορτὴ ἡ Ἰουδαϊκή; Ἦν Πάσχα Ἰουδαϊκόν ποτε, ἀλλ’ ἐλύθη. Τότε, φησὶν, Ὁ Ἰησοῦς, | |
20 | ἐσθιόντων αὐτῶν καὶ πινόντων, λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίων καὶ ἀχράντων αὐτοῦ χειρῶν, εὐχαρι‐ στήσας καὶ κλάσας εἶπε τοῖς ἑαυτοῦ μαθηταῖς· Λάβετε, φάγετε· τοῦτό μου ἐστὶ τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν κλώμενον εἰς ἄφεσιν ἀμαρτιῶν. | |
25 | Καὶ τὸ ποτήριον πάλιν λαβὼν, ἐδίδου αὐτοῖς λέγων· Τοῦτό ἐστι τὸ αἷμά μου τὸ ὑπὲρ ὑμῶν ἐκχεόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ παρῆν καὶ Ἰούδας τοῦτο λέγοντος τοῦ Κυρίου. Τοῦτό ἐστι τὸ αἷμα, ὦ Ἰούδα, ὅπερ ἐπώλησας τριάκοντα ἀργυρίων· | |
30 | τοῦτό ἐστι τὸ αἷμα, ὑπὲρ οὗ πρὸ μικροῦ τὰ ἀναιδῆ σύμφωνα ἐποίου πρὸς τοὺς ἀγνώμονας Φαρισαίους. Ὢ πόση ἡ τοῦ Χριστοῦ φιλανθρωπία! ὢ τῆς τοῦ Ἰούδα ἀγνωμοσύνης! ὁ Δεσπότης ἔτρεφε, καὶ ὁ δοῦλος ἐπίπρασκεν· ὁ μὲν γὰρ ἐπώλησεν αὐτὸν λαβὼν | |
35 | τριάκοντα ἀργύρια, ὁ δὲ Χριστὸς λυτρὸν ὑπὲρ ἡμῶν τὸ ἴδιον αἷμα ἐξέχεε, καὶ τῷ πεπρακότι δέδωκεν, εἴπερ ἠθέλησε. Καὶ γὰρ παρῆν καὶ Ἰούδας πρὸ τῆς προδοσίας, καὶ τῆς ἱερᾶς τραπέζης μετέσχε, καὶ τοῦ μυστικοῦ δείπνου ἀπήλαυσεν. Ὥσπερ γὰρ τοὺς πόδας | |
40 | τῶν μαθητῶν ἔνιψεν, οὕτω καὶ τῆς ἱερᾶς τραπέζης μετέσχεν Ἰούδας, ἵνα μηδεμίαν ἔχῃ ἀπολογίαν, ἀλλὰ κρῖμα λήψηται. Ἐπέμενε γὰρ τῇ πονηρᾷ γνώμῃ, καὶ ἐξελθὼν ἀντὶ φιλήματος προδοσίαν εἰργάσατο, μὴ μνησθεὶς τῶν εὐεργεσιῶν αὐτοῦ, καὶ μετὰ τὴν προ‐ | |
45 | δοσίαν ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια, λέγων· Ἥμαρ‐ τον παραδοὺς αἷμα ἀθῶον. Ὢ τύφλωσις! τοῦ δείπνου μετέσχες, καὶ τὸν εὐεργέτην παρέδωκας; Καὶ ὁ μὲν Κύριος ἑκὼν τὸ γεγραμμένον ἐπλήρου· Οὐαὶ δὲ δι’ οὗ τὸ σκάνδαλον ἦλθεν. | |
49.389(50) | ϛʹ. Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ ταύτῃ καὶ φοβερᾷ τραπέζῃ προσιέναι. Πάντες τοίνυν μετὰ καθαροῦ συνειδότος προσέλθωμεν· μηδεὶς ἔστω Ἰούδας ἐνταῦθα δολιευόμενος τοὺς πλησίον αὐτοῦ, μηδεὶς πονηρὸς, μηδεὶς ἰὸν ἔχων ἐγκεκρυμμένον ἐν τῇ καρδίᾳ αὐτοῦ. | |
55 | Πάρεστι καὶ νῦν ὁ Χριστὸς τὴν τράπεζαν κοσμῶν· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ ποιῶν τὰ προκείμενα γενέσθαι σῶμα καὶ αἷμα τοῦ Χριστοῦ. Σχῆμα πληρῶν μόνον ἕστηκεν ὁ ἱερεὺς, καὶ δέησιν προσφέρει· ἡ δὲ χάρις καὶ ἡ δύναμίς ἐστιν ἡ τοῦ Θεοῦ ἡ πάντα ἐργαζομένη. | |
60 | Τοῦτό μου ἐστὶ τὸ σῶμα, φησί. Τοῦτο τὸ ῥῆμα τὰ προκείμενα μεταῤῥυθμίζει. Καὶ καθάπερ ἐκείνη ἡ φωνὴ, ἡ λέγουσα, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, ῥῆμα ἦν, καὶ ἐγένετο ἔργον, | |
ἐνδυναμοῦσα τὴν ἀνθρωπίνην φύσιν πρὸς παιδοποιίαν· | Column end | |
49.390 | οὕτω καὶ αὕτη ἡ φωνὴ, ἡ λέγουσα, διαπαντὸς αὔξει τῇ χάριτι τοὺς ἀξίως μετέχοντας. Μηδεὶς τοίνυν ὕπου‐ λος ἔστω, μηδεὶς πονηρὸς, μηδεὶς ἅρπαξ, μηδεὶς λοίδορος, μηδεὶς μισάδελφος, μηδεὶς φιλάργυρος, μη‐ | |
5 | δεὶς μέθυσος, μηδεὶς πλεονέκτης, μηδεὶς ἀρσενοκοί‐ της, μηδεὶς φθονερὸς, μηδεὶς πορνείᾳ δουλευέτω, μηδεὶς κλέπτης, μηδεὶς ἐπίβουλος, ἵνα μὴ κρῖμα ἑαυτῷ λήψηται. Καὶ γὰρ τότε ὁ Ἰούδας ἀναξίως μετ‐ έσχε τοῦ μυστικοῦ δείπνου, καὶ ἐξελθὼν παρέδωκε | |
10 | τὸν Κύριον, ἵνα μάθῃς, ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν μυστηρίων, τούτοις μάλιστα συνεχῶς ἐπιπηδᾷ ὁ διάβολος, καὶ εἰς μείζω τιμωρίαν ἑαυτοὺς ἐμβάλ‐ λουσι. Ταῦτα λέγω οὐχ ἵνα φοβήσω μόνον, ἀλλ’ ἵνα καὶ ἀσφαλεστέρους ποιήσω. Καθάπερ γὰρ σωμα‐ | |
15 | τικὴ τροφὴ, ὅταν εἰς γαστέρα χυμοὺς ἔχουσαν πονη‐ ροὺς ἐμπέσῃ, πλεῖον ἐπιτείνει τὴν νόσον· οὕτω καὶ ἡ πνευματικὴ τροφὴ, ὅταν ἀναξίως μετέχηται, πλέον κρῖμα ἑαυτῷ σωρεύει. Μηδεὶς τοίνυν πονηροὺς ἔνδον ἐχέτω λογισμοὺς, παρακαλῶ, ἀλλ’ ἐκκαθάρωμεν | |
20 | ἡμῖν τὴν καρδίαν· καὶ γὰρ ναοὶ Θεοῦ ἐσμεν, ἐὰν καθαρεύωμεν. Ἁγνὴν ἡμῶν ποιήσωμεν τὴν ψυχήν· καὶ γὰρ δυνατόν ἐστι τοῦτο ποιῆσαι ἐν μιᾷ ἡμέρᾳ. Πῶς καὶ τίνι τρόπῳ; Ἐὰν ἔχῃς τι κατὰ τοῦ ἐχθροῦ, ἔξελε τὴν ὀργὴν, λῦσον τὴν ἔχθραν, ἵνα λάβῃς θερα‐ | |
25 | πείαν ἀφέσεως ἀπὸ τῆς τραπέζης. Θυσίᾳ προσέρχῃ φρικτῇ καὶ ἁγίᾳ· ἐσφαγμένος πρόκειται ὁ Χριστός. Ἀλλ’ ἐννόησον τίνος ἕνεκεν ἐσφάγη. Ὢ ποίων μυστη‐ ρίων ἐστερήθης, Ἰούδα! Χριστὸς ἑκὼν ἔπαθεν, ἵνα λύσῃ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ ἑνώσῃ τὰ | |
30 | κάτω τοῖς ἄνω, ἵνα ἀγγέλων ποιήσῃ κοινωνὸν ἐχθρὸν ὄντα σε καὶ πολέμιον. Καὶ ὁ μὲν Χριστὸς τὴν ψυχὴν αὐτοῦ ἐξέδωκεν ὑπὲρ σοῦ· σὺ δὲ τῷ συνδούλῳ μένεις ἐχθραίνων; καὶ πῶς δυνήσῃ βαδίζειν ἐπὶ τὴν τῆς εἰ‐ ρήνης τράπεζαν; Ὁ Δεσπότης σου οὐ παρῃτήσατο | |
35 | πάντα ὑπομεῖναι διὰ σὲ, σὺ δὲ οὐδὲ ὀργὴν ἀφιέναι ἀνέχῃ; Τίνος ἕνεκεν, εἰπέ μοι; Ἡ ἀγάπη ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶ πάντων τῶν ἀγαθῶν. Ἐπηρέασέ μοι, φησὶ, τὰ μέγιστα, μυρία ἠδίκησέ μοι, τὸν περὶ τοῦ ζῇν ἐπεκρέμασέ μοι κίνδυνον. Καὶ τί τοῦτο; | |
40 | ἀλλ’ οὐδέπω σε ἐσταύρωσε, καθάπερ τὸν Κύριον οἱ Ἰουδαῖοι. Ἐὰν μὴ ἀφῇς τῷ πλησίον σου τὸ ἀδί‐ κημα, οὐδὲ ὁ Πατήρ σου ὁ οὐράνιος ἀφήσει σοι τὰ ἁμαρτήματά σου. Ποίῳ δὲ συνειδότι ἐρεῖς, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά | |
45 | σου, καὶ τὰ ἑξῆς; Ὁμοίως ὁ Χριστὸς καὶ τὸ αἷμα, ὃ ἐξέχεαν ἐκεῖνοι, εἰς σωτηρίαν τῶν ἐκχεόντων δέδωκε. Τί τούτου ἴσον ἔχεις ποιῆσαι; Ἐὰν μὴ ἀφῇς τῷ ἐχθρῷ, οὐκ ἐκεῖνον ἠδίκησας, ἀλλὰ σαυτόν· ἐκεῖνον μὲν γὰρ πολλάκις εἰς τὸν παρόντα βίον ἔβλαψας, | |
49.390(50) | σαυτὸν δὲ ἀσύγγνωστον ἐποιήσω τὴν τιμωρίαν εἰς τὴν μέλλουσαν ἡμέραν. Οὐδένα γὰρ οὕτω μισεῖ καὶ ἀποστρέφεται ὁ Θεὸς, ὡς μνησίκακον ἄνθρωπον, ὡς οἰδαίνουσαν καρδίαν καὶ φλεγμαίνουσαν ψυχήν. Ἄκου‐ σον γοῦν τί φησιν ὁ Κύριος· Ἐὰν προσφέρῃς τὸ | |
55 | δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἄπελθε πρῶτον καὶ διαλλάγηθι τῷ ἀδελφῷ σου· καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Τί λέ‐ | |
60 | γεις, Ἀφήσω ἐκεῖ τὸ δῶρον, ἤγουν τὴν θυσίαν; Ναὶ, φησί· διὰ γὰρ τὴν εἰρήνην τὴν πρὸς τὸν ἀδελφόν σου καὶ αὐτὴ ἡ θυσία ἐγένετο. Εἰ τοίνυν διὰ τὴν εἰρήνην τὴν εἰς τὸν πλησίον ἡ θυσία ἐστὶ, σὺ δὲ οὐ κατορθοῖς τὴν εἰρήνην, εἰ καὶ μετέχεις τῆς θυσίας, ἀνωφελής | |
65 | σοι ἡ μετάληψις γέγονεν ἅνευ τοῦ κατορθώματος τῆς | 389 |
49.391 | εἰρήνης. Ποίησον τοίνυν ἐκεῖνο πρῶτον, λέγω δὴ τὴν εἰρήνην, δι’ ὅπερ καὶ ἡ θυσία προσενήνεκται, καὶ τότε αὐτῆς ἀπολαύσεις καλῶς. Διὰ γὰρ τοῦτο ἦλθεν εἰς τὸν κόσμον ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα καταλλάξῃ ἡμῶν | |
5 | τὴν φύσιν τῷ Πατρὶ, ὥς που καὶ Παῦλός φησι· Νυνὶ δὲ ἀποκατήλλαξεν ἑαυτῷ τὰ πάντα, διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Διὰ τοῦτο οὐχὶ αὐτὸς μόνον ἦλθε ποιῶν εἰρήνην, ἀλλὰ καὶ ἡμᾶς μακαρίζει τοὺς τὰ τοιαῦτα ποιοῦντας, καὶ | |
10 | ποιεῖ τῆς αὑτοῦ προσηγορίας κοινωνούς. Μακάριοι γὰρ οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθή‐ σονται. Ὅπερ οὖν ἐποίησεν ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, τοῦτο καὶ σὺ ποίησον κατὰ δύναμιν ἀνθρωπί‐ νην, εἰρήνης γενόμενος πρόξενος καὶ σαυτῷ καὶ τῷ | |
15 | πλησίον σου. Διὰ τοῦτο καὶ υἱὸν Θεοῦ καλεῖ τὸν εἰ‐ ρηνοποιόν· διὰ τοῦτο ἐν τῷ καιρῷ τῆς θυσίας οὐδε‐ μιᾶς ἑτέρας ἐμνημόνευσε δικαιοσύνης, ἀλλ’ ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς, δεικνὺς, ὅτι πασῶν ἀρετῶν μείζων ἡ ἀγάπη ἐστίν. Ἐβουλόμην μὲν οὖν, | |
20 | ἀγαπητοὶ, ἐπὶ πλεῖστον παρατεῖναι τὸν λόγον· ἀλλ’ ἀρκεῖ καὶ τὰ εἰρημένα τοῖς μετὰ προσοχῆς καὶ συνέσεως δεχομένοις τὸν σπόρον τῆς εὐσεβείας, καὶ προσέχειν ἐθέλουσι τοῖς λεγομένοις. Μνημονεύωμεν τοίνυν, παρακαλῶ, διαπαντὸς τούτων τῶν ῥημάτων, | |
25 | καὶ τοῦ φρικωδεστάτου ἀσπασμοῦ τοῦ πρὸς ἀλλή‐ λους. Οὗτος γὰρ ὁ ἀσπασμὸς συμπλέκει τὰς διανοίας ἡμῶν, καὶ ποιεῖ γενέσθαι σῶμα ἓν ἅπαντας, καὶ μέλη Χριστοῦ, ἐπειδὴ καὶ ἑνὸς σώματος μετέχομεν ἅπαν‐ τες. Γενώμεθα οὖν κατ’ ἀλήθειαν σῶμα ἓν, οὐ τὰ | |
30 | σώματα ἀλλήλοις ἀναφύροντες, ἀλλὰ τὰς ψυχὰς ἀλ‐ λήλαις τῷ τῆς ἀγάπης συνδέσμῳ συνάπτοντες. Οὕτω γὰρ ποιοῦντες, δυνησόμεθα μετὰ παῤῥησίας ἀπολαῦ‐ σαι τῆς προκειμένης τραπέζης, καὶ τῆς ὑπὸ τοῦ Χριστοῦ πρὸς τῷ τέλει βραβευθείσης εἰρήνης δοχεῖα | |
35 | γενέσθαι. Κἂν γὰρ μυρία ἔχωμεν κατορθώματα, μνη‐ | Column end |
49.392 | σίκακοι δὲ ὦμεν, πάντα εἰκῆ καὶ μάτην εἰργα‐ σάμεθα, καὶ οὐδὲν ἐκ τούτων εἰς σωτηρίας λόγον καρπώσασθαι δυνησόμεθα. Μέλλων γὰρ ὁ Σωτὴρ ἀνελθεῖν πρὸς τὸν Πατέρα, ἀντὶ δόξης προσκαίρου καὶ | |
5 | πλούτου μεγάλου ταύτην τοῖς μαθηταῖς κληρονομίαν ἀφίησιν, εἰπών· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Ποῖος γὰρ πλοῦτος, ἢ πόση χρημάτων περιουσία γένοιτ’ ἂν τιμιωτέρα τῆς εἰρήνης τοῦ Χριστοῦ, τῆς πάντα λόγον καὶ νοῦν | |
10 | ὑπερεχούσης; Τοῦτο οὖν καὶ ὁ προφήτης Μαλαχίας εἰδὼς χαλεπὸν εἶναι καὶ ὑπέρογκον τὸ παράπτωμα, ἔλεγεν ὡς ἐκ προσώπου τοῦ Θεοῦ· Λαός μου, λα‐ λεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, καὶ ἕκαστος κακίαν ἐν τῇ καρδίᾳ τῷ πλησίον | |
15 | αὐτοῦ μὴ μνησικακείτω, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· καὶ οὐ μὴ ἀποθανεῖτε, οἶκος τοῦ Ἰσραὴλ, λέγει Κύριος. Ὡς ἂν εἰ μέλλοιτε εἶναι ψεῦσται, μνησίκακοι, ἐπίορκοι, ἐπιλαθόμενοι τῶν ἐντολῶν μου, θανάτῳ ἀποθανεῖσθε. Ταῦτα οὖν ἅπαντα εἰδότες, | |
20 | ἀγαπητοὶ, πᾶσαν καταλύσωμεν ὀργὴν, καὶ πρὸς ἀλλήλους εἰρηνεύσωμεν, καὶ τὴν ῥίζαν τῆς κακίας ἐκτίλαντες, καὶ καθάραντες ἡμῶν τὸ συνειδὸς, μετὰ πραότητος καὶ ἐπιεικείας καὶ πολλῆς τῆς εὐλαβείας προσίωμεν τῇ μεταλήψει τῶν φρικτῶν τούτων καὶ | |
25 | φοβερῶν μυστηρίων, μὴ ὠθοῦντες καὶ λακτίζοντες, μήτε κτύποις καὶ κραυγαῖς ἐκβοῶντες, ἀλλὰ φόβῳ πολλῷ καὶ τρόμῳ μετὰ κατανύξεως καὶ δακρύων προσερχόμενοι, ἵνα καὶ ὁ φιλάνθρωπος Δεσπότης, ἐποπτεύσας ἡμῶν ἄνωθεν τὴν εἰρηνικὴν κατάστασιν, | |
30 | καὶ τὴν ἀνυπόκριτον ἀγάπην, καὶ τὴν φιλάδελφον κοι‐ νωνίαν, καὶ τούτων τῶν ἀγαθῶν καὶ τῶν ἐπηγγελμένων πάντας ἡμᾶς ἀξιώσῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ | |
35 | ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 391 |