TLG 2062 026 :: JOANNES CHRYSOSTOMUS :: De diabolo tentatore (homiliae 1–3) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De diabolo tentatore (homiliae 1–3) Citation: Vol — pg — (ln) | ||
49241-242(51t) | Πρὸς τοὺς λέγοντας, ὅτι δαίμονες τὰ ἀνθρώπινα διοικοῦσι, καὶ δυσχεραίνοντας ἐπὶ ταῖς τοῦ | |
52t | Θεοῦ κολάσεσι, καὶ σκανδαλιζομένους ἐπὶ ταῖς τῶν φαύλων εὐημερίαις καὶ δυσπραγίαις | |
---|---|---|
53t | τῶν δικαίων. | |
54t | Ὁμιλία αʹ. | |
55 | αʹ. Ἐγὼ μὲν ἤλπιζον τῇ συνεχείᾳ τῆς διαλέξεως κόρον ὑμᾶς λήψεσθαι τῶν ἡμετέρων λόγων· ὁρῶ δὲ τὸ ἐναντίον ἐκβαῖνον, οὐ κόρον ὑμῖν ἀπὸ τῆς συνεχείας γινόμενον, ἀλλὰ πόθον αὐξανόμενον, οὐ πλησμονὴν, ἀλλ’ ἡδονὴν προσγινομένην· καὶ ταυτὸ συμβαῖνον, | |
60 | ὅπερ ἐπὶ τῶν ἔξωθεν συμποσίων οἱ φίλοι‐ | |
νοι πάσχουσι. Καὶ γὰρ ἐκεῖνοι, ὅσῳπερ ἂν πλείω τὸν | Column end | |
49243-244(55) | ἄκρατον ἐγχέωσι, τοσούτῳ μᾶλλον τὸ δίψος ἐξάπτουσι· καὶ ὑμῖν, ὅσῳπερ ἂν τὴν διδασκαλίαν ἐνηχήσωμεν, τοσούτῳ μᾶλλον ἀνάπτομεν τὴν ἐπιθυμίαν, πλείω ποιοῦμεν τὴν ὄρεξιν, σφοδρότερον τὸν ἔρωτα. Διὰ τοῦτο, καίτοι πενίαν ἐσχάτην ἐμαυτῷ συνειδὼς, οὐ | |
60 | παύομαι τοὺς φιλοτίμους τῶν ἑστιατόρων μιμούμε‐ | |
νος, καὶ συνεχῆ παρατιθεὶς ὑμῖν τὴν τράπεζαν καὶ | ||
49.245 | πλήρη τὸν κρατῆρα τῆς διδασκαλίας ἱστάς. Ὁρῶ γὰρ ὅτι μετὰ τὸ πάντα αὐτὸν ἐκπιεῖν, πάλιν διψῶν‐ τες ἀναχωρεῖτε. Καὶ τοῦτο δῆλον μὲν καὶ ἐκ τοῦ παντὸς ἐγένετο χρόνου, μάλιστα δὲ ἐκ τῆς παρελθού‐ | |
5 | σης Κυριακῆς. Ὅτι γὰρ ἀκορέστως ὑμεῖς μετέχετε τῶν θείων λογίων, ἐκείνη μάλιστα ἔδειξεν ἡ ἡμέρα, ἐν ᾗ περὶ τοῦ μὴ δεῖν κακῶς λέγειν ἀλλήλους διελε‐ γόμην, ὅτε καὶ ὑπόθεσιν ὑμῖν κατηγορίας παρεῖχον ἀσφαλεστάτην, παραινῶν τὰ οἰκεῖα ἁμαρτήματα λέ‐ | |
10 | γειν κακῶς, ἀλλὰ μὴ τὰ ἀλλότρια περιεργάζεσθαι· ὅτε τοὺς ἁγίους παρήγαγον ἑαυτῶν μὲν κατηγοροῦν‐ τας, τῶν δὲ ἄλλων φειδομένους· τὸν Παῦλον λέγοντα, ὅτι Ἁμαρτωλῶν πρῶτός εἰμι ἐγὼ, καὶ ὅτι βλάσφη‐ μον ὄντα καὶ διώκτην καὶ ὑβριστὴν ὁ Θεὸς ἠλέησε, | |
15 | καὶ ἔκτρωμα ἑαυτὸν καλοῦντα, καὶ οὐδὲ τῆς τῶν ἀπο‐ στόλων προσηγορίας ἄξιον εἶναι νομίζοντα· τὸν Πέ‐ τρον λέγοντα· Ἔξελθε ἀπ’ ἐμοῦ ὅτι ἀνὴρ ἁμαρτω‐ λός εἰμι· τὸν Ματθαῖον τελώνην ἑαυτὸν προσαγο‐ ρεύοντα καὶ ἐν τῷ καιρῷ τῆς ἀποστολῆς· τὸν Δαυῒδ | |
20 | βοῶντα καὶ λέγοντα, Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ὡσεὶ φορτίον βαρὺ ἐβαρύν‐ θησαν ἐπ’ ἐμέ· καὶ τὸν Ἡσαΐαν ἀποδυρόμενον καὶ θρηνοῦντα, ὅτι Ἀκάθαρτός εἰμι, καὶ ἀκάθαρτα χείλη ἔχω· τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ πυρὸς | |
25 | ἐξομολογουμένους καὶ λέγοντας, ὅτι ἥμαρτον καὶ ἠνόμησαν καὶ τὰ προστάγματα τοῦ Θεοῦ οὐκ ἐφυλά‐ ξαντο· τὸν Δανιὴλ τὸ αὐτὸ τοῦτο πάλιν ἀποδυρόμενον. Ὅτε μετὰ τὸν τῶν ἁγίων κατάλογον τούτων καὶ μυίας ἐκάλεσα τοὺς κατηγόρους, καὶ τοῦ παραδεί‐ | |
30 | γματος δικαίαν ἐπήγαγον τὴν αἰτίαν, λέγων, ὅτι καθάπερ ἐκεῖναι τοῖς τραύμασιν ἐγκαθέζονται ἀλλο‐ τρίοις, οὕτω καὶ οἱ κατήγοροι τὰ ἀλλότρια δάκνουσιν ἁμαρτήματα, νόσον ἐκεῖθεν τοῖς συγγινομένοις συλ‐ λέγοντες· καὶ τοὺς τἀναντία δὲ ποιοῦντας μελίττας | |
35 | προσηγόρευον, οὐχὶ νοσήματα συναγούσας, ἀλλὰ κη‐ ρία πηγνυμένας εὐλαβείας μεγίστης, καὶ οὕτω τῷ λειμῶνι τῆς ἀρετῆς τῶν ἁγίων ἐφιπταμένας· τότε δὴ, τότε τὸν ἀκόρεστον ὑμῶν ἐδείξατε ἔρωτα. Ἐπειδὴ γὰρ εἰς μῆκος ἡμῖν ὁ λόγος ἐξετάθη, καὶ μῆκος ἄπει‐ | |
40 | ρον, καὶ ὅσον οὐδέποτε, πολλοὶ μὲν προσεδόκων τῷ πλήθει τῶν λεγομένων τὴν προθυμίαν ὑμῖν σβεσθή‐ σεσθαι, ἐγίγνετο δὲ τοὐναντίον· μᾶλλον γὰρ ὑμῖν ἡ καρδία διεθερμαίνετο, μᾶλλον ἐξήπτετο ὁ πόθος. Καὶ πόθεν δῆλον; Οἱ γοῦν πρὸς τῷ τέλει γενόμενοι κρότοι | |
45 | μείζους ἦσαν, καὶ λαμπρότεραι αἱ βοαί· καὶ ταυτὸ συνέβαινεν, οἷον ἐπὶ τῶν καμίνων. Καθάπερ γὰρ ἐκεῖ παρὰ μὲν τὴν ἀρχὴν οὐ σφόδρα λαμπρόν ἐστι τοῦ πυρὸς τὸ φῶς, ἐπειδὰν δὲ ἁπάντων ἐπιλάβηται τῶν ἐπικειμένων ξύλων ἡ φλὸξ, εἰς ὕψος αἴρεται | |
49.245(50) | μέγα· οὕτω δὴ καὶ ἐπὶ τῆς ἡμέρας τότε ἐκείνης τοῦ‐ το συνέβη. Παρὰ μὲν τὴν ἀρχὴν οὐ σφόδρα μοι ὁ σύλλογος οὗτος ἐκεκίνητο· ἐπειδὴ δὲ ὁ λόγος εἰς μῆ‐ κος ἐξετάθη καὶ πάντων ἐπελάβετο τῶν ὑποκειμένων, καὶ πλείων ἡ διδασκαλία κατεβλήθη, τότε δὴ, τότε | |
55 | ὑμῖν ἐξεκαίετο τῆς ἀκροάσεως ἡ ἐπιθυμία, καὶ σφο‐ δρότερος ὁ κρότος ἐξεῤῥήγνυτο. Διὰ τοῦτο, καίτοι | |
ἐλάττω τῶν εἰρημένων παρεσκευασμένος εἰπεῖν ὑπερ‐ | Column end | |
49.246 | έβην τότε τὴν συμμετρίαν· μᾶλλον δὲ οὐδέποτε τὴν συμμετρίαν ὑπερέβην ἐγώ· τὴν γὰρ ποσότητα τῆς διδασκαλίας οὐ τῷ πλήθει τῶν λεγομένων, ἀλλὰ τῇ διαθέσει τῶν ἀκροωμένων μετρεῖν ἂν πέφυκα. Ὁ | |
5 | μὲν γὰρ ναυτιῶντας λαβὼν ἀκροατὰς, κἂν συστείλῃ τὴν διδασκαλίαν, παρενοχλεῖν δοκεῖ· ὁ δὲ θερμοὺς καὶ διεγηγερμένους καὶ νήφοντας, κἂν ἐκτείνῃ πρὸς μῆκος, οὐδὲ οὕτω τὴν ἐπιθυμίαν ἐμπίπλησιν. Ἀλλ’ ἐπειδὴ συμβαίνει εἶναί τινας καὶ ἀσθενεῖς ἐν | |
10 | δήμῳ τοσούτῳ, ἀδυνατοῦντας παρακολουθῆσαι τῷ μή‐ κει τοῦ λόγου, ἐκεῖνο αὐτοὺς παραινέσαι βούλομαι, ἀκούσαντας ὅσα δύνανται δέξασθαι, καὶ τὰ ἀρκοῦντα λαβόντας ἀναχωρῆσαι· οὐδεὶς ὁ κωλύων οὐδὲ βιαζό‐ μενος πέρα τῆς οἰκείας μένειν δυνάμεως· τὸν μέντοι | |
15 | λόγον μὴ ἀναγκαζέτωσαν πρὸ τοῦ καιροῦ καὶ τῆς οἰ‐ κείας ὥρας συστέλλεσθαι. Ἐνεπλήσθης γὰρ σὺ, ἀλλ’ ὁ ἀδελφός σου ἔτι πεινᾷ· καὶ σὺ μεθύεις τῷ πλήθει τῶν εἰρημένων, ἀλλ’ ὁ ἀδελφός σου ἔτι διψᾷ. Μήτε ἐκεῖνος συντριβέτω σου τὴν ἀσθένειαν, ἀναγκά‐ | |
20 | ζων πλείω τῆς οἰκείας δέξασθαι δυνάμεως, μήτε σὺ ἐπηρέαζε τῇ ἐκείνου ἐπιθυμίᾳ κωλύων ἅπαν, ὅσον δύ‐ ναται δέξασθαι, λαβεῖν. βʹ. Τοῦτο καὶ ἐπὶ τῶν ἔξωθεν γίνεται τραπεζῶν· οἱ μὲν θᾶττον, οἱ δὲ βραδύτερον ἐμπίπλανται, καὶ οὔτε | |
25 | οὗτοι ἐγκαλοῦσιν ἐκείνοις, οὔτε ἐκεῖνοι τούτων κατα‐ γινώσκουσιν· ἀλλ’ ἐκεῖ μὲν τὸ ταχύτερον ἀποστῆναι, ἐγκώμιον, ἐνταῦθα δὲ τὸ ταχύτερον ἀποστῆναι, οὐχὶ ἐγκώμιον, ἀλλὰ συγγνώμης ἄξιον· ἐκεῖ τὸ βραδύτε‐ ρον παύσασθαι, κατηγορία καὶ μέμψις, ἐνταῦθα τὸ | |
30 | βραδύτερον ἀποστῆναι, ἔπαινος καὶ εὐφημία μεγίστη. Τί δήποτε; Ὅτι ἐκεῖ μὲν ἐξ ἀδδηφαγίας ἡ βραδύτης γίνεται, ἐνταῦθα δὲ ἐξ ἐπιθυμίας πνευματικῆς καὶ θείας ὀρέξεως ἡ παραμονὴ καὶ ἡ καρτερία συνίσταται. Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· ἡμεῖς δὲ λοιπὸν ἐπὶ | |
35 | τὸ χρέος ἐκεῖνο βαδιούμεθα, ὅπερ ἐξ ἐκείνης ἡμῖν ὑπελείφθη τῆς ἡμέρας. Τί οὖν τὸ λεγόμενον τότε ἦν; Ὅτι μία φωνὴ πᾶσιν ἀνθρώποις ἦν, καθάπερ καὶ φύσις μία, καὶ οὐδεὶς ἑτερόφωνος ἢ ἑτερόγλωσσος ἦν. Πόθεν οὖν ἡ τοσαύτη διαφωνία; Ἀπὸ τῆς ῥᾳθυμίας | |
40 | τῶν λαβόντων τὸ δῶρον· ἅπερ ἀμφότερα τότε εἰρήκα‐ μεν, καὶ διὰ τῆς ὁμοφωνίας τὴν τοῦ Δεσπότου φιλαν‐ θρωπίαν δεικνύντες, καὶ διὰ τῆς διαφωνίας τὴν ἀγνω‐ μοσύνην τῶν οἰκετῶν. Ὁ μὲν γὰρ καὶ προειδὼς, ὅτι ἀπολοῦμεν τὸ δῶρον, ὅμως ἔδωκεν· οἱ δὲ ἐμπιστευ‐ | |
45 | θέντες κακοὶ περὶ τὴν παρακαταθήκην ἐγένοντο. Εἷς μὲν οὖν ἀπολογίας οὗτος ὁ τρόπος, ὅτι οὐχ ὁ Θεὸς ἐξέβαλε τῆς δωρεᾶς, ἀλλ’ ἡμεῖς ἀπωλέσαμεν τὰ δο‐ θέντα· δεύτερος δὲ μετ’ ἐκεῖνον, ὅτι μείζονα τῶν ἀπο‐ λωλότων τὰ δοθέντα ὕστερον ἐλάβομεν· ἀντὶ πόνων | |
49.246(50) | προσκαίρων ἐτίμησεν αἰωνίῳ ζωῇ, ἀντὶ ἀκανθῶν καὶ τριβόλων τὸν καρπὸν τοῦ Πνεύματος ἐν ταῖς ψυχαῖς ἡμῶν βλαστῆσαι παρεσκεύασεν. Οὐδὲν ἦν εὐτε‐ λέστερον ἀνθρώπου, καὶ οὐδὲν γέγονε τιμιώτερον ἀνθρώπου. Τὸ ἔσχατον μέρος τῆς λογικῆς κτίσεως | |
55 | οὗτος ἦν· ἀλλ’ οἱ πόδες ἐγένοντο κεφαλὴ, καὶ εἰς τὸν | |
49.247 | θρόνον ἀνηνέχθησαν τὸν βασιλικὸν διὰ τῆς ἀπαρχῆς. Καθάπερ γὰρ ἄνθρωπός τις φιλότιμος καὶ μεγαλόδω‐ ρος ἰδών τινα ἐκ ναυαγίου διαφυγόντα, καὶ τὸ σῶμα γυμνὸν ἀπὸ τῶν κυμάτων διασῶσαι δυνηθέντα μόνον, | |
5 | δεξάμενος ὑπτίαις ταῖς χερσὶ, λαμπρὰν περιβάλοι στολὴν, καὶ πρὸς τιμὴν ἀγάγοι τὴν ἀνωτάτω· οὕτω καὶ ὁ Θεὸς ἐπὶ τῆς φύσεως τῆς ἡμετέρας ἐποίησε· πάντα ἀπέβαλεν, ὅσα εἶχεν, ὁ ἄνθρωπος, τὴν παῤῥη‐ σίαν, τὴν πρὸς Θεὸν ὁμιλίαν, τὴν ἐν τῷ παραδείσῳ | |
10 | διαγωγὴν, τὸν ἀταλαίπωρον βίον, καὶ καθάπερ ἐκ ναυαγίου, γυμνὸς ἐκεῖθεν ἐξῆλθεν· ἀλλ’ ὁ Θεὸς αὐτὸν δεξάμενος περιέστειλεν εὐθέως, καὶ κατὰ μικρὸν χει‐ ραγωγῶν πρὸς τὸν οὐρανὸν ἀνήγαγε· καίτοι οὐκ ἦν συγγνώμης τὸ ναυάγιον ἄξιον. Οὐ γὰρ παρὰ τὴν τῶν | |
15 | πνευμάτων βίαν, ἀλλὰ παρὰ τὴν τοῦ πλέοντος ῥᾳθυ‐ μίαν ἅπαν συνέβη τὸ κλυδώνιον τοῦτο. Ἀλλ’ οὐ πρὸς τοῦτο εἶδεν ὁ Θεὸς, ἀλλὰ τὸ μέγεθος τῆς συμφορᾶς κατηλέησε, καὶ τὸν ἐν λιμένι παθόντα ναυάγιον, καθάπερ ἐν μέσῳ τῷ πελάγει τοῦτο ὑπο‐ | |
20 | μείναντα, οὕτω φιλοφρόνως ἐδέξατο· τὸ γὰρ ἐν πα‐ ραδείσῳ πεσεῖν, ἐν λιμένι ναυάγιόν ἐστιν ὑπομεῖναι. Τί δήποτε; Ὅτι οὐδέπω λύπης, οὐδέπω φροντίδος, οὐδὲ πόνων, οὐδὲ μόχθων, οὐδὲ τῶν μυρίων τῆς ἐπι‐ θυμίας κυμάτων ἐπικωμαζόντων τῇ φύσει τῇ ἡμετέ‐ | |
25 | ρᾳ, ὑπεσκελίσθη καὶ κατέπεσε. Καὶ καθάπερ οἱ τὴν θάλατταν πλέοντες κακοῦργοι, μικρῷ σιδήρῳ πολλά‐ κις τὴν ναῦν διατρήσαντες, ἅπασαν ἐπεισάγουσι κά‐ τωθεν τῷ πλοίῳ τὴν θάλατταν· οὕτω δὴ καὶ τότε ἰδὼν τὸ πλοῖον τοῦ Ἀδὰμ ὁ διάβολος, τουτέστι τὴν | |
30 | ψυχὴν πολλῶν γέμουσαν ἀγαθῶν, ὥσπερ τινὶ σιδήρῳ μικρῷ, τῇ ψιλῇ φωνῇ προσελθὼν καὶ διατρήσας, ἅπαντα ἐκένωσεν ἐκείνου τὸν πλοῦτον, καὶ τὸ σκάφος αὐτὸ κατέδυσεν. Ἀλλ’ ὁ Θεὸς μείζω τῆς ζημίας τὴν ἐμπορίαν ἐποιήσατο, καὶ πρὸς τὸν θρόνον τὸν βασιλι‐ | |
35 | κὸν τὴν φύσιν ἀνήγαγε τὴν ἡμετέραν. Διὸ καὶ Παῦλος βοᾷ, λέγων· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ | |
40 | ἡμᾶς. Τί λέγεις; ἤδη τὸ πρᾶγμα γέγονε καὶ τέλος ἔχει, καὶ λέγεις· Ἵνα ἐν τοῖς αἰῶσι ἐνδείξηται τοῖς ἐπερχομένοις; οὐ γὰρ ἐνεδείξατο; Ἐνεδείξατο μὲν ἤδη, ἀλλ’ οὐχὶ πᾶσιν ἀνθρώποις, ἀλλ’ ἐμοὶ τῷ πιστῷ· ὁ δὲ ἄπιστος οὐδέπω τὸ θαῦμα εἶδε. Τότε δὲ | |
45 | ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις εἰς μέσον ἐλθοῦσα θαυμάσεται τὸ γεγενημένον, ἄλλως τε καὶ ἡμῖν τότε φανερώτερον ἔσται. Πιστεύομεν γὰρ καὶ νῦν, ἀλλ’ οὐχ ὁμοίως τὸ θαῦμα παρίστησιν ἀκοὴ καὶ ὄψις· ἀλλ’ ὥσπερ ἐπὶ τῶν βασιλέων ἀκούον‐ | |
49.247(50) | τες τὴν ἁλουργίδα καὶ τὸ διάδημα καὶ τὰ χρυσᾶ ἱμά‐ τια καὶ τὸν θρόνον τὸν βασιλικὸν, θαυμάζομεν μὲν, μειζόνως δὲ τοῦτο πάσχομεν, ὅταν τῶν παραπετα‐ σμάτων συνελκυσθέντων ἴδωμεν αὐτὸν ἐφ’ ὑψηλοῦ τοῦ βήματος προκαθήμενον· οὕτω καὶ ἐπὶ τοῦ Μο‐ | |
55 | νογενοῦς· ὅταν ἴδωμεν τὰ παραπετάσματα τῶν οὐρα‐ νῶν συνελκυσθέντα, καὶ καταβαίνοντα τὸν βασιλέα τῶν ἀγγέλων ἐκεῖθεν καὶ δορυφορούμενον ὑπὸ τῶν οὐρανίων δήμων, τότε μεῖζον ἀπὸ τῆς ὄψεως τὸ θαῦμα δεχόμεθα. Ἐννόησον γάρ μοι, οἷόν ἐστιν ἰδεῖν τὴν | |
60 | φύσιν τὴν ἡμετέραν ἐπὶ τῶν Χερουβὶμ ὀχουμένην, | Column end |
49.248 | καὶ πᾶσαν αὐτῇ τὴν ἀγγελικὴν περικεχυμένην δύνα‐ μιν. γʹ. Σκόπει δέ μοι καὶ τὴν Παύλου σοφίαν, πόσα ὀνό‐ ματα ἐπιζητεῖ, ὥστε παραστῆσαι τοῦ Θεοῦ τὴν φιλ‐ | |
5 | ανθρωπίαν. Οὐ γὰρ εἶπεν ἁπλῶς τὴν χάριν, οὐδὲ τὸν πλοῦτον ἁπλῶς, ἀλλὰ τί; Τὸν ὑπερβάλλοντα πλοῦ‐ τον τῆς χάριτος ἐν χρηστότητι. Ἀλλ’ ὅμως καὶ οὕ‐ τως ἠτόνησε. Καὶ καθάπερ τὰ ὀλισθηρὰ τῶν σωμά‐ των μυρίαις κατεχόμενα χερσὶ, διαφεύγει τὰς λαβὰς | |
10 | ἡμῶν καὶ διολισθαίνει ῥᾳδίως· οὕτω καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ὅσοις ἂν αὐτὴν κατάσχωμεν ὀνόμασιν, οὐδὲ οὕτω δυνάμεθα περιλαβεῖν, ἀλλὰ νικᾷ τὸ μέγε‐ θος αὐτῆς ἐκ πολλῆς περιουσίας τῶν ἡμετέρων ῥη‐ μάτων τὴν ἀτονίαν. Ὅπερ οὖν καὶ Παῦλος παθὼν, | |
15 | καὶ ἰδὼν ἡττωμένην τῶν ῥημάτων τὴν δύναμιν τοῦ μεγέθους αὐτῆς, ἓν εἰπὼν ῥῆμα ἀπέστη. Ποῖον δὲ τοῦτο; Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐ‐ τοῦ δωρεᾷ. Οὔτε γὰρ λόγος, οὔτε νοῦς οὐδεὶς παρα‐ στῆσαι δυνήσεται τοῦ Θεοῦ τὴν κηδεμονίαν. Διὰ τοῦτο | |
20 | ἐνταῦθα μὲν ἀνεκδιήγητον αὐτὴν εἶναί φησιν, ἀλλαχοῦ δὲ, καὶ τὸν νοῦν ἡμῶν ὑπερβαίνειν, οὑτωσὶ λέγων· Ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν. Ἀλλ’ ὅπερ ἔλεγον, δύο μὲν οὗτοι τέως ἀπολογίας | |
25 | εὕρηνται τρόποι, εἷς μὲν, ὅτι οὐχ ὁ Θεὸς ἐξέβαλεν, ἀλλ’ ἡμεῖς ἀπωλέσαμεν· δεύτερος δὲ, ὅτι πλείω τῶν ἀπολωλότων καὶ μείζονα τὰ δοθέντα ἡμῖν ἀγαθά. Βούλομαι δὲ καὶ τρίτον εἰπεῖν. Τίς οὖν ἐστιν ὁ τρί‐ τος; Ὅτι εἰ καὶ μὴ ἔδωκε μείζω τῶν ἀπολωλότων τὰ | |
30 | μετὰ ταῦτα, ἀλλ’ ἀφείλετο μόνον τὰ δοθέντα ἡμῖν, ἡμῶν παρεχόντων τὴν αἰτίαν (τοῦτο γὰρ προσκείσθω)· καὶ τοῦτο ἱκανὸν καθ’ ἑαυτὸ δεῖξαι τὴν κηδεμονίαν αὐτοῦ τὴν εἰς ἡμᾶς. Οὐ γὰρ τὸ δοῦναι μόνον, ἀλλὰ καὶ τὸ ἀφελέσθαι τὰ δοθέντα, μεγίστης φιλανθρωπίας | |
35 | ἐστί· καὶ, εἰ βούλεσθε, ἐπὶ τοῦ παραδείσου τὸν λόγον γυμνάσωμεν. Ἔδωκε τὸν παράδεισον· τοῦτο τῆς αὐ‐ τοῦ κηδεμονίας· ἀνάξιοι τῆς δωρεᾶς ὤφθημεν· τοῦτο τῆς ἡμετέρας ἀγνωμοσύνης· ἀφείλετο τὴν δωρεὰν ἀναξίοις γενομένοις· τοῦτο τῆς αὐτοῦ γέγονεν ἀγαθό‐ | |
40 | τητος. Καὶ ποία ἀγαθότης, φησὶ, τὸ ἀφελέσθαι τὴν δωρεάν; Ἀνάμεινον, καὶ ἀκούσῃ πάντως. Ἐννόησον γὰρ τίς ἔμελλεν ὁ Κάϊν ἔσεσθαι, ἐν παραδείσῳ δια‐ τρίβων μετὰ τὴν μιαιφονίαν. Εἰ γὰρ καὶ ἐκπεσὼν ἐκείνης τῆς διαίτης, εἰ μόχθῳ καὶ πόνῳ καταδικα‐ | |
45 | σθεὶς καὶ τοῦ θανάτου τὴν ἀπειλὴν ἐπηρτημένην ὁρῶν, εἰ τοῦ πατρὸς πρὸ τῶν ὀφθαλμῶν βλέπων τὴν συμφορὰν καὶ ἐν χερσὶν ἔχων ἔτι τῆς ὀργῆς τοῦ Θεοῦ τὰ ἴχνη, καὶ τοσούτοις περιεστοιχισμένος δει‐ νοῖς, εἰς τοσοῦτον ἐξελάκτισε πονηρίας, ὥστ’ ἀγνοῆ‐ | |
49.248(50) | σαι τὴν φύσιν, καὶ ἐπιλαθέσθαι τῆς κοινωνίας τῶν ὠδίνων, καὶ τὸν οὐδὲν ἠδικηκότα σφάξαι, καὶ ἀδελ‐ φικοῦ σώματος ἅψασθαι καὶ αἱμάξαι τὴν δεξιὰν, καὶ τοῦ Θεοῦ παραινοῦντος ἡσυχάζειν μὴ ἀνέχεσθαι, ἀλλ’ ὑβρίσαι τὸν πεποιηκότα, ἀτιμάσαι τοὺς γεγεννηκό‐ | |
55 | τας, εἰ ἐν παραδείσῳ διέτριβεν οὗτος, σκόπει πρὸς ὅσην ἂν ἤλασε κακίαν. Εἰ γὰρ τοσούτων ἐπικειμένων | |
τῶν χαλινῶν, θανάσιμα ἐσκίρτησε σκιρτήματα, οἱ | ||
49.249 | καὶ τὰ τειχία ταῦτα ἀνῄρητο, ποῦ οὐκ ἂν ἑαυτὸν κατεκρήμνισε; Βούλει καὶ ἀπὸ τῆς τούτου μητρὸς μαθεῖν, ὅσον ἀγαθὸν γέγονε τὸ τῆς τοῦ παραδείσου διαίτης ἐκπε‐ | |
5 | σεῖν; Ἐξέτασον τίς ἦν ἡ Εὔα πρὸ τούτου, καὶ τίς ἐγένετο μετὰ ταῦτα. Πρὸ τούτου μὲν τὸν ἀπατεῶνα διάβολον, τὸν πονηρὸν δαίμονα ἐκεῖνον ἀξιοπιστότερον εἶναι ἐνόμισε τῶν τοῦ Θεοῦ προσταγμάτων, καὶ ἀπὸ ψιλῆς ὄψεως τοῦ δένδρου κατεπάτησε τὸν παρ’ αὐτοῦ | |
10 | τεθέντα νόμον· ἐπειδὴ δὲ ἐξέπεσε τοῦ παραδείσου, σκόπει πῶς βελτίων ἐγένετο καὶ σωφρονεστέρα· τε‐ κοῦσα γὰρ υἱὸν, φησίν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Ἐπὶ τὸν Δεσπότην εὐθέως κατέφυγεν ἡ τοῦ Δεσπότου πρὸ τούτου καταφρονήσασα, καὶ οὐχὶ | |
15 | τῇ φύσει τὸ πρᾶγμα λογίζεται, οὐδὲ νόμῳ γάμου τὸν τόκον ἀνατίθησιν· ἀλλ’ οἶδε τὸν τῆς φύσεως Δεσπό‐ την, κἀκείνῳ χάριτας ὑπὲρ τῆς τοῦ παιδίου γεννή‐ σεως ὁμολογεῖ. Καὶ ἡ πρὸ τούτου τὸν ἄνδρα ἀπατή‐ σασα, ὕστερον καὶ τὸ παιδίον ἐπαίδευσε, καὶ ὄνομα | |
20 | ἐπιτίθησιν αὐτῷ τὸ δυνάμενον αὐτὸ εἰς ὑπόμνησιν ἄγειν τῆς τοῦ Θεοῦ δωρεᾶς· καὶ πάλιν ἕτερον τεκοῦ‐ σα, φησίν· Ἐξανέστησέ μοι ὁ Θεὸς σπέρμα ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Μέμνηται τῆς συμφορᾶς, καὶ οὐκ ἀποδυσπετεῖ τὸ γύναιον, ἀλλ’ εὐχαριστεῖ τῷ | |
25 | Θεῷ πάλιν, καὶ τὸ παιδίον ἀπὸ τῆς δωρεᾶς καλεῖ, δι‐ ηνεκῆ παρέχουσα αὐτῷ διδασκαλίας ὑπόθεσιν. Οὕτω καὶ ἐν αὐτῷ τῷ ἀφελέσθαι μείζονα ἐχαρίσατο ὁ Θεὸς ἀγαθά· ἐξέπεσε τοῦ παραδείσου ἡ γυνὴ, ἀλλὰ πρὸς θεογνωσίαν ἐχειραγωγήθη διὰ τῆς ἐκβολῆς, ὥστε | |
30 | μεῖζον εὗρεν, ἢ ἀπώλεσε. Καὶ εἰ χρήσιμον ἦν, φησὶ, τὸ ἐκπεσεῖν τοῦ παραδείσου, τίνος ἕνεκεν ἐδίδου παρὰ τὴν ἀρχὴν τὸν παράδεισον ὁ Θεός; Χρησίμως τοῦτο διὰ τὴν ῥᾳθυμίαν, ἄνθρωπε, ἐγένετο τὴν ἡμετέραν· ὡς εἴ γε προσεῖχον ἑαυτοῖς ἐκεῖνοι καὶ τὸν Δεσπότην | |
35 | ἐπεγίνωσκον, καὶ σωφρονεῖν ἠπίσταντο καὶ μετριά‐ ζειν, ἔμειναν ἂν ἐπὶ τῆς τιμῆς· ἐπειδὴ δὲ ἐξύβρισαν εἰς τὴν δοθεῖσαν δωρεὰν, τηνικαῦτα χρήσιμον ἐγένετο τὸ ἐκβληθῆναι. Τίνος οὖν ἕνεκεν παρὰ τὴν ἀρχὴν ἔδωκεν ὁ Θεός; Ἵνα τὴν οἰκείαν ἐπιδείξηται φιλαν‐ | |
40 | θρωπίαν, καὶ ὅτι αὐτὸς μὲν παρεσκεύαστο πρὸς μεί‐ ζονα τιμὴν ἄγειν ἡμᾶς ἀεὶ, ἡμεῖς δὲ αἴτιοι πανταχοῦ τῶν κολάσεων καὶ τῶν τιμωριῶν, ἐκβαλόντες ἑαυτοὺς διὰ ῥᾳθυμίας τῶν δεδομένων ἡμῖν ἀγαθῶν. Καθάπερ οὖν πατὴρ φιλόστοργος παρὰ μὲν τὴν ἀρχὴν ἀφίησιν | |
45 | ἐπὶ τῆς οἰκίας τὸν παῖδα τὸν ἑαυτοῦ διατρίβειν, καὶ τῶν πατρῴων ἀπολαύειν ἁπάντων· ἐπειδὰν δὲ ἴδῃ φαῦλον τῇ τιμῇ γεγενημένον, ἀπάγει τῆς τραπέζης καὶ πόῤῥωθεν τῆς οἰκείας ὄψεως καθίστησι, πολλάκις δὲ καὶ αὐτῆς ἐκβάλλει τῆς πατρῴας οἰκίας, ἵνα | |
49.249(50) | ἐκπεσὼν ἐκεῖνος καὶ βελτίων γενόμενος ταῖς ὕβρεσι ταύταις καὶ ταῖς ἀτιμίαις, ἄξιον ἑαυτὸν ἀποφήνῃ τῆς ἐπανόδου πάλιν, καὶ τὸν πατρῷον διαδέξηται κλῆ‐ ρον· οὕτω καὶ ὁ Θεὸς ἐποίησεν. Ἔδωκε τῷ ἀνθρώπῳ τὸν παράδεισον· ἀνάξιον φανέντα ἐξέβαλεν, ἵνα διὰ | |
55 | τῆς ἔξω διατριβῆς καὶ τῆς ἀτιμίας βελτίων γενόμε‐ νος καὶ σωφρονέστερος, ἄξιος φανῇ τῆς ἐπανόδου πά‐ λιν. Ἐπειδὴ τοίνυν μετὰ ταῦτα βελτίων ἐγένετο, ἐπανάγει πάλιν αὐτὸν, καί φησι· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ὁρᾷς ὅτι οὐ τὸ δοῦναι τὸν | |
60 | παράδεισον, ἀλλὰ καὶ τὸ ἐκβαλεῖν τοῦ παραδείσου, | |
τῆς μεγίστης κηδεμονίας ἦν; εἰ μὴ γὰρ ἐξέπεσε τοῦ | Column end | |
49.250 | παραδείσου, οὐκ ἂν ἐφάνη τοῦ παραδείσου πάλιν ἄξιος. δʹ. Τοῦτον τοίνυν διαπαντὸς τηρῶμεν τὸν λόγον, τοῦ‐ τον καὶ ἐπὶ τῆς προκειμένης, εἰ βούλεσθε, γυμνάσω‐ | |
5 | μεν ὑποθέσεως. Ἔδωκε φωνὴν κοινὴν ἅπασι· τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας. Οὐκ ἐχρήσαντο εἰς δέον ἐκεῖνοι τῷ δώρῳ, ἀλλὰ πρὸς ἄνοιαν ἐξέκλιναν ἐσχά‐ την· ἀφείλετο τὸ δοθὲν πάλιν. Εἰ γὰρ ἐπειδὴ γλῶσσαν εἶχον μίαν, εἰς τοσαύτην ἐξέπεσον ἄνοιαν, ὡς βου‐ | |
10 | ληθῆναι πύργον ἕως τοῦ οὐρανοῦ οἰκοδομῆσαι, εἰ μὴ παραχρῆμα ἐκολάσθησαν, ἆρα οὐκ ἂν ἐπεθύμησαν καὶ αὐτῆς τοῦ οὐρανοῦ τῆς κορυφῆς ἐπιλαβέσθαι; Τί γάρ; Εἰ καὶ ἀδύνατον ἦν ἐκείνοις, ἀλλ’ ὅμως ἐκ τῆς προθέσεως τὰ τῆς ἀσεβείας αὐτοῖς ἀπηρτίζετο. Ἅπερ | |
15 | ἅπαντα προορῶν ὁ Θεὸς, ἐπειδὴ εἰς δέον οὐκ ἐχρή‐ σαντο τῇ ὁμοφωνίᾳ, εἰς δέον αὐτοὺς διαιρεῖ τῇ δια‐ φωνίᾳ. Καὶ σκόπει μοι τὴν φιλανθρωπίαν αὐτοῦ. Ἰδοὺ, φησὶ, φωνὴ μία πᾶσι, καὶ τοῦτο ἤρξαντο ποιῆσαι. | |
20 | Τίνος ἕνεκεν οὐκ εὐθέως ἦλθεν ἐπὶ τὸ διατεμεῖν τὴν γλῶτταν, ἀλλὰ πρότερον ἀπολογεῖται, καθάπερ ἐν δικαστηρίῳ κρίνεσθαι μέλλων; καίτοι γε οὐ‐ δεὶς αὐτῷ ἐρεῖ· Τί ἐποίησας; ἀλλὰ κύριός ἐστι πάντα ποιεῖν ὅσα βούλεται. Ἀλλ’ ὅμως καθάπερ μέλλων εὐ‐ | |
25 | θύνας ὑπέχειν, οὕτως ἀπολογίας τίθησιν, ἡμᾶς δι‐ δάσκων ἡμέρους εἶναι καὶ φιλανθρώπους. Εἰ γὰρ ὁ Δεσπότης τοῖς δούλοις ἀπολογεῖται, καὶ ταῦτα ἠδικη‐ κόσι, πολλῷ μᾶλλον ἡμᾶς ἀλλήλοις ἀπολογεῖσθαι χρὴ, κἂν τὰ μέγιστα ὦμεν ἠδικημένοι. Ὅρα γοῦν πῶς | |
30 | ἀπολογεῖται· Ἰδοὺ χεῖλος ἓν καὶ φωνὴ μία πᾶσι, φησὶ, καὶ τοῦτο ἤρξαντο ποιῆσαι. Ὡσανεὶ ἔλεγε· Μηδεὶς ἐγκαλείτω μοι ταῦτα τὴν γλῶτταν διατεμνο‐ μένην ὁρῶν, μηδεὶς ἐξ ἀρχῆς νομιζέτω τὴν διαφω‐ νίαν ταύτην τοῖς ἀνθρώποις συγκαταβεβλῆσθαι. Ἰδοὺ | |
35 | χεῖλος ἓν καὶ μία φωνὴ πᾶσιν· ἀλλ’ οὐκ ἐχρήσαν‐ το εἰς δέον τῇ δωρεᾷ. Καὶ ἵνα μάθῃς ὅτι οὐ τὸ γινό‐ μενον κολάζει τοσοῦτον, ὅσον τὸ μέλλον προδιορθοῦ‐ ται, ἄκουσον τῆς ἐπαγωγῆς· Καὶ νῦν οὐ μὴ ἐκλεί‐ ψῃ ἐξ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιῆσαι. | |
40 | Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐὰν μὴ δῶσι δίκην νῦν, καὶ ἀπὸ τῆς ῥίζης αὐτῆς τῶν ἁμαρτημάτων ἀναχαι‐ τισθῶσιν, οὐ στήσονται τῆς πονηρίας οὐδαμοῦ· τοῦτο γάρ ἐστιν, Οὐ μὴ ἐκλείψῃ ἐξ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιῆσαι· ὡσανεὶ ἔλεγε· Καὶ ἕτερα προσ‐ | |
45 | θήσουσι μείζονα ἀτοπήματα. Τοιοῦτον γὰρ ἡ πονη‐ ρία· ὅταν ἀρχὴν λαβοῦσα μὴ κωλυθῇ, καθάπερ πῦρ ὕλης ἐπιλαβόμενον, οὕτω πρὸς ὕψος ἀνίησιν ἄφατον. Ὁρᾷς ὅτι καὶ τὸ ἀφελέσθαι τὴν ὁμοφωνίαν φιλανθρωπίας ἐγένετο πολλῆς; Ἐνέβαλε γὰρ αὐτοὺς | |
49.250(50) | εἰς διαφωνίαν, ἵνα μὴ ἐκπέσωσιν εἰς πονηρίαν μεί‐ ζονα. Τοῦτον δή μοι διατηρεῖτε τὸν λόγον, καὶ πε‐ πηγὼς ἀεὶ παρ’ ὑμῖν ἔστω καὶ ἀκίνητος, ὅτι οὐκ εὐεργετῶν μόνον, ἀλλὰ καὶ κολάζων ἀγαθός ἐστι καὶ φιλάνθρωπος ὁ Θεός· καὶ γὰρ αἱ κολάσεις αὐτοῦ καὶ | |
55 | αἱ τιμωρίαι μέγιστον εὐεργεσίας μέρος, μέγιστον προνοίας εἶδός εἰσιν. Ὅταν οὖν ἴδῃς λιμοὺς γενομέ‐ νους, καὶ λοιμοὺς, καὶ αὐχμοὺς, καὶ ἐπομβρίας, καὶ ἀέρων ἀνωμαλίας, ἢ ἄλλο τι τῶν τοιούτων τῶν κολα‐ ζόντων τὴν ἀνθρωπίνην φύσιν, μὴ δυσχεράνῃς μηδὲ ἀπο‐ | |
60 | δυσπετήσῃς, ἀλλὰ προσκύνησον τὸν ποιοῦντα, θαύμα‐ | |
σον αὐτὸν τῆς κηδεμονίας. Ἐκεῖνος γάρ ἐστιν ὁ ταῦτα | ||
49.251 | ποιῶν, καὶ τὸ σῶμα κολάζων, ἵνα τὴν ψυχὴν σωφρο‐ νίσῃ. Καὶ ὁ Θεὸς ταῦτα ποιεῖ, φησίν; Ὁ Θεὸς ταῦτα ποιεῖ· κἂν ἡ πόλις παρῇ πᾶσα, κἂν ἡ οἰκουμένη πᾶσα, οὐκ ὀκνήσω τοῦτο εἰπεῖν. Εἴθε μοι καὶ σάλ‐ | |
5 | πιγγος ἦν φωνὴ λαμπροτέρα, καὶ ἐν ὑψηλῷ στῆναι χωρίῳ δυνατὸν ἦν, καὶ πᾶσι βοῆσαι καὶ διαμαρτύ‐ ρασθαι, ὅτι ὁ Θεὸς ταῦτα ποιεῖ. Οὐκ ἐξ ἀπονοίας ταῦτα λέγω, ἀλλ’ ἔχω παρεστῶτα τὸν προφήτην μετ’ ἐμοῦ βοῶντα καὶ λέγοντα, ὅτι Οὐκ ἔστι κακία ἐν | |
10 | πόλει, ἢν Κύριος οὐκ ἐποίησε· κακία δὲ ὁμώνυ‐ μόν ἐστιν ὄνομα· καὶ τῆς προσηγορίας ἑκατέρας βούλομαι τὴν ἀκριβῆ μαθεῖν ὑμᾶς σημασίαν, ἵνα μὴ διὰ τὴν ὁμωνυμίαν τῶν πραγμάτων συγχέοντες τὴν φύσιν, εἰς βλασφημίαν ἐμπέσητε. | |
15 | εʹ. Ἔστι τοίνυν κακία, ἡ ὄντως κακία, πορνεία, μοι‐ χεία, πλεονεξία, καὶ τὰ μυρία δεινὰ τὰ τῶν ἐσχάτων ὄντα ἐγκλημάτων ἄξια καὶ τιμωριῶν. Πάλιν ἐστὶ κακία, μᾶλλον δὲ οὐκ ἔστιν, ἀλλὰ λέγεται, λιμὸς, λοιμὸς, θάνατος, νόσος, καὶ ὅσα τοιαῦτα· ταῦτα γὰρ | |
20 | οὐκ ἂν εἴη κακά· διὰ τοῦτο εἶπον, Λέγεται, μόνον. Τί δήποτε; Ὅτι εἰ κακὰ ἦν, οὐκ ἂν ἀγαθῶν ἡμῖν αἴτια ἐγεγόνει, σωφρονίζοντα τὴν ἀπόνοιαν, ἐγκόπτοντα τὴν ῥᾳθυμίαν καὶ πρὸς σπουδὴν ἐπανάγοντα, προσ‐ εκτικωτέρους ποιοῦντα. Ὅτε γὰρ, φησὶν, ἀπέκτει‐ | |
25 | νεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρε‐ φον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Κακίαν οὖν ταύτην φησὶ τὴν σωφρονίζουσαν, τὴν λαμπροὺς ποιοῦσαν, τὴν σπουδαιοτέρους ἐργαζομένην, τὴν πρὸς φιλοσοφίαν ἐπανάγουσαν, οὐκ ἐκείνην τὴν δια‐ | |
30 | βεβλημένην καὶ ἐγκλημάτων ἀξίαν· ἐκείνη γὰρ οὐ Θεοῦ ἔργον, ἀλλὰ τῆς ἡμετέρας προαιρέσεως εὕρε‐ μα, αὕτη δὲ πρὸς τὴν ἐκείνης ἀναίρεσιν γίνεται. Κα‐ κίαν οὖν ταύτην καλεῖ τὴν κάκωσιν, τὴν ἐκ τῶν τι‐ μωριῶν γινομένην ἡμῖν, οὐ κατὰ τὴν οἰκείαν φύσιν, | |
35 | ἀλλὰ κατὰ τὴν ὑπόνοιαν τῶν ἀνθρώπων, οὕτως αὐ‐ τὴν ὀνομάζων. Ἐπειδὴ γὰρ κακίαν καλεῖν εἰώθαμεν, οὐ τὰς κλοπὰς καὶ τὰς μοιχείας μόνον, ἀλλὰ καὶ τὰς συμφορὰς, ἀπὸ τῆς τῶν ἀνθρώπων ψήφου οὕτω τὸ πρᾶγμα ἐκάλεσε. Τοῦτο οὖν ἐστιν ὅ φησιν ὁ | |
40 | προφήτης, ὅτι Οὐκ ἔστι κακία ἐν πόλει, ἢν Κύ‐ ριος οὐκ ἐποίησε. Τοῦτο καὶ διὰ Ἡσαΐου παρεδή‐ λωσεν ὁ Θεὸς εἰπών· Ἐγὼ Θεὸς ποιῶν εἰρήνην, καὶ κτίζων κακά· κακὰ πάλιν τὰς συμφορὰς ὀνομάζων. Ταύτην καὶ ὁ Χριστὸς τὴν κακίαν ἐν τοῖς Εὐαγγελίοις | |
45 | αἰνίττεται, οὕτω λέγων τοῖς μαθηταῖς· Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς, τουτέστιν, ἡ κάκωσις, ἡ τα‐ λαιπωρία. Πανταχόθεν οὖν δῆλον, ὅτι κακίαν ἐνταῦ‐ θα τὰς τιμωρίας καλεῖ, καὶ ταύτας ἡμῖν αὐτὸς ἐπ‐ άγει, μέγιστον προνοίας εἶδος παρεχόμενος. Καὶ γὰρ | |
49.251(50) | ὁ ἰατρὸς, οὐχ ὅταν εἰς παραδείσους καὶ λειμῶνας ἐξ‐ αγάγῃ τὸν κάμνοντα, θαυμαστός ἐστι μόνον, οὐδ’ ὅταν εἰς βαλανεῖα καὶ κολυμβήθρας ὑδάτων, οὐδ’ ὅταν τράπεζαν παρατιθῇ πλουσίαν, ἀλλὰ καὶ ὅταν ἄσιτον κελεύῃ διαμένειν, καὶ ὅταν ἄγχῃ λιμῷ καὶ δίψῃ κατα‐ | |
55 | τείνῃ, τῇ κλίνῃ προσηλῶν καὶ τὴν οἰκίαν δεσμωτή‐ ριον ποιούμενος, καὶ αὐτοῦ τοῦ φωτὸς ἀποστερῶν καὶ συσκιάζων πανταχόθεν τὸ δωμάτιον παραπετά‐ σμασι, καὶ ὅταν τέμνῃ, καὶ ὅταν καίῃ, καὶ ὅταν πικρὰ προσάγῃ φάρμακα, ἰατρός ἐστιν ὁμοίως. Πῶς οὖν | |
60 | οὐκ ἄτοπον ἐκεῖνον μὲν τοσαῦτα ἐργαζόμενον κακὰ | |
ἰατρὸν καλεῖν, τὸν δὲ Θεὸν, εἴ ποτε ἓν τούτων ποιή‐ | Column end | |
49.252 | σειεν, οἷον ἢ λιμὸν ἢ θάνατον ἐπαγάγοι, βλασφημεῖν καὶ τῆς τοῦ παντὸς ἐκβάλλειν προνοίας; καίτοι γε ὁ ἀληθὴς ἰατρὸς οὗτος μόνος ἐστὶ καὶ ψυχῶν καὶ σω‐ μάτων. Διὰ τοῦτο πολλάκις τὴν φύσιν τὴν ἡμετέραν | |
5 | παραλαβὼν ἐξ εὐθηνίας σκιρτῶσαν, καὶ πυρετὸν ἁμαρτημάτων ὠδίνουσαν, ἐνδείᾳ καὶ λιμῷ καὶ θανά‐ τῳ καὶ συμφοραῖς ἑτέραις, καὶ τοῖς ἄλλοις οἷς αὐτὸς οἶδε φαρμάκοις ἀπαλλάττει τῶν νοσημάτων. Ἀλλ’ οἱ πένητες αἰσθάνονται μόνοι τοῦ λιμοῦ, φησίν. Ἀλλ’ | |
10 | οὐχὶ μόνῳ λιμῷ κολάζει, ἀλλὰ καὶ ἑτέροις μυρίοις· τὸν ἐν πενίᾳ μὲν ὄντα λιμῷ πολλάκις ἐσωφρόνισε, τὸν πλουτοῦντα δὲ καὶ εὐπορίας ἀπολαύοντα κινδύνοις, νοσήμασι, θανάτοις ἀώροις· εὐμήχανος γάρ ἐστι, καὶ ποικίλα ἔχει τῆς σωτηρίας ἡμῶν τὰ φάρμακα. | |
15 | Οὕτω καὶ δικασταὶ ποιοῦσιν· οὐ τιμῶσι μόνον οὐ‐ δὲ στεφανοῦσι τοὺς τὰς πόλεις οἰκοῦντας, οὐδὲ δω‐ ρεὰς παρέχουσι μόνον, ἀλλὰ καὶ κολάζουσι πολλάκις. Διὰ τοῦτο καὶ ξίφος αὐτοῖς ἠκόνηται, καὶ βάραθρα παρεσκεύασται, καὶ τροχὸς, καὶ ξύλα, καὶ δήμιοι, | |
20 | καὶ ἕτερα μυρία κολάσεων εἴδη. Ὅπερ οὖν ἐπὶ τῶν δικαστῶν ὁ δήμιος, τοῦτο ἐπὶ τοῦ Θεοῦ λιμὸς, καθά‐ περ δήμιος, σωφρονίζων ἡμᾶς καὶ τῆς κακίας ἀπ‐ άγων. Οὕτω καὶ ἐπὶ τῶν γεωργῶν ἔστιν ἰδεῖν. Οὐ γὰρ δὴ μόνον περιστέλλουσι τὴν ῥίζαν τῆς ἀμπέλου οὐδὲ | |
25 | περιφράττουσιν, ἀλλὰ καὶ περικόπτουσι καὶ πολλὰ τῶν κλημάτων ἀποτέμνουσι· διὰ τοῦτο οὐχὶ σκαπάνη μόνον ἐκείνοις, ἀλλὰ καὶ δρέπανα πρὸς τομὴν ἐπι‐ τήδεια. Ἀλλ’ ὅμως οὐκ ἐγκαλοῦμεν οὐδὲ τούτοις· ἀλλὰ καὶ τότε μάλιστα αὐτοὺς θαυμάζομεν, ὅταν ἴδω‐ | |
30 | μεν πολλὰ τῶν ἀχρήστων ἐκκόπτοντας, ὥστε τῇ τῶν περιττῶν ἀποβολῇ τοῖς μένουσι πολλὴν παρασκευάσαι τὴν σωτηρίαν. Πῶς οὖν οὐκ ἄτοπον, πατέρα μὲν, καὶ ἰατρὸν, καὶ δικαστὴν, καὶ γεωργὸν οὕτω δοκι‐ μάζειν, καὶ μήτε ἐκεῖνον ἐκβάλλοντα τὸν υἱὸν τῆς | |
35 | οἰκίας, μήτε τὸν ἰατρὸν ἐκτείνοντα τὸν κάμνοντα, μήτε τὸν δικαστὴν κολάζοντα, μήτε τὸν γεωργὸν κόπτοντα μέμφεσθαι καὶ αἰτιᾶσθαι· τὸν δὲ Θεὸν, εἴ ποτε βουληθείη καθάπερ καρηβαροῦντας ἡμᾶς ἀπὸ τῆς πολλῆς ἀναστῆσαι μέθης τῆς κατὰ τὴν πο‐ | |
40 | νηρίαν, μέμφεσθαι καὶ μυρίαις βάλλειν κατηγορίαις; Πόσης οὐκ ἂν οἴη μανίας, μηδὲ τῆς αὐτῆς τῷ Δε‐ σπότῃ μεταδιδόναι δικαιολογίας, ὅσης μεταδίδομεν τοῖς συνδούλοις, ϛʹ. Ταῦτα ὑπὲρ αὐτῶν τῶν ἐγκαλούντων δεδοικὼς | |
45 | λέγω νῦν, ἵνα μὴ πρὸς κέντρα λακτίζοντες, τοὺς πό‐ δας αἱμάσσωσιν, ἵνα μὴ εἰς οὐρανὸν τοὺς λίθους βάλ‐ λοντες, τῇ κεφαλῇ τὰ τραύματα δέξωνται. Ἐγὼ δὲ καὶ ἑτέραν ὑπερβολὴν ἔχω πλείω ταύτης εἰπεῖν. Ἀνελὼν γὰρ τὸ ζητεῖν (κατὰ συγχώρησιν λέγω) εἰ | |
49.252(50) | χρησίμως ἔλαβε παρ’ ἡμῶν ὁ Θεὸς, ἐκεῖνο λέγω μό‐ νον, ὅτι εἰ ἔλαβε τὰ δοθέντα, οὐδὲ οὕτως ἐγκαλεῖν τις εἶχεν αὐτῷ· καὶ γὰρ κύριος ἦν τῶν αὑτοῦ. Ἐν ἀν‐ θρώποις μὲν, ὅταν ἡμῖν παρακαταθῶνται χρήματα καὶ δανείζωσιν ἀργύριον, χάριν ὁμολογοῦμεν τοῦ | |
55 | χρόνου, καθ’ ὃν δὴ ἐδάνεισαν, οὐκ ἀγανακτοῦμεν δὲ ὑπὲρ τοῦ χρόνου, καθ’ ὃν ἀφαιροῦνται τὰ ἴδια· τῷ Θεῷ δὲ τὰ αὑτοῦ βουλομένῳ λαβεῖν ἐγκαλέσομεν, εἰπέ μοι; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα ἀνοίας; Ἀλλ’ οὐχ ὁ μέγας καὶ γενναῖος Ἰὼβ οὕτως ἐποίησεν· οὐδὲ ἡνίκα | |
60 | ἐλάμβανε μόνον, ἀλλὰ καὶ ἡνίκα ἀφῄρητο, χάριν ὡμο‐ | |
49.253 | λόγει μεγίστην, οὑτωσὶ λέγων· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογη‐ μένον εἰς τοὺς αἰῶνας. Εἰ δὲ ὑπὲρ ἀμφοτέρων τού‐ των εὐχαριστεῖν δεῖ καὶ καθ’ ἑαυτὸ, καὶ τῆς δόσεως | |
5 | ἡ ἀφαίρεσις οὐκ ἔλαττον ᾖ χρησιμωτέρα, ποίαν ἂν σχοίημεν συγγνώμην, εἰπέ μοι, τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον καὶ κηδεμόνα, καὶ παντὸς ἰατροῦ σοφώ‐ τερον, καὶ παντὸς πατρὸς φιλοστοργότερον, καὶ παν‐ τὸς δικαστοῦ δικαιότερον, καὶ γεωργοῦ παντὸς ἐπι‐ | |
10 | μελέστερον τὰς ἡμετέρας θεραπεύοντα ψυχὰς τοῖς ἐναντίοις ἀμειβόμενοι, καὶ ὃν προσκυνεῖν δέον, ἀπο‐ δυσπετοῦντες; Ἆρα γένοιτ’ ἄν τι μανικώτερον καὶ ἀναισθητότερον τῶν ἐν εὐταξίᾳ τοσαύτῃ λεγόντων ἀποστερεῖσθαι τῆς τοῦ Θεοῦ προνοίας ἡμᾶς; Ὥσπερ | |
15 | γὰρ εἴ τις φιλονεικοίη τὸν ἥλιον εἶναι ζοφερὸν καὶ ψυχρὸν, ἐσχάτης παραφροσύνης ἐκφέρει δεῖγμα τῇ ψήφῳ· οὕτως εἴ τις ἀμφιβάλλοι περὶ τῆς τοῦ Θεοῦ προνοίας, πολλῷ μᾶλλον μανίας ἐγκλήμασίν ἐστιν ὑπεύθυνος. | |
20 | Οὐχ οὕτως ἥλιος φανὸς, ὡς ἡ τοῦ Θεοῦ πρόνοια σα‐ φής· ἀλλ’ ὅμως τολμῶσί τινες λέγειν, ὅτι δαίμονες τὰ καθ’ ἡμᾶς διοικοῦσι. Τί πάθω; Φιλάνθρωπον ἔχεις Δεσπότην· αἱρεῖται μᾶλλον βλασφημεῖσθαι ὑπὸ σοῦ διὰ τῶν ῥημάτων τούτων, ἢ τοῖς δαίμοσιν ἐπιτρέψας | |
25 | τὰ σὰ πεῖσαί σε διὰ τῶν πραγμάτων πῶς δαίμονες διοικοῦσι. Τότε γὰρ ἂν ἔγνως καλῶς τὴν ἐκείνων πονηρίαν διὰ τῆς πείρας αὐτῆς· μᾶλλον δὲ καὶ νῦν δυνατὸν ὑμῖν παραστῆσαι, ὡς ἐν μικρῷ τινι παρα‐ δείγματι· Ἀπήντησαν τῷ Χριστῷ δαιμονιζόμενοί | |
30 | τινες ἐκ τῶν μνημείων ἐξερχόμενοι, καὶ παρεκά‐ λουν αὐτὸν οἱ δαίμονες ἐπιτρέψαι αὐτοῖς εἰς τὴν ἀγέλην τῶν χοίρων εἰσελθεῖν· καὶ ἐπέτρεψε, καὶ ἀπῆλθον καὶ κατεκρήμνισαν αὐτοὺς εὐθέως ἅπαν‐ τας· οὕτω δαίμονες διοικοῦσι. Καίτοι πρὸς τοὺς | |
35 | χοίρους οὐδεὶς ἦν αὐτοῖς λόγος, πρὸς δὲ σὲ ἀεὶ πόλεμος ἄσπονδος καὶ ἀκήρυκτός ἐστι μάχη, καὶ ἔχθρα ἀθάνατος. Εἰ δὲ ἐκείνων, πρὸς οὓς οὐδὲν ἦν αὐτοῖς κοινὸν, οὐδὲ μικρὰν καιροῦ ῥοπὴν ἀνασχέσθαι ὑπέμειναν· εἰ τοὺς πολεμίους αὐτοῖς καὶ διηνεκῶς | |
40 | αὐτοὺς δάκνοντας ὑποχειρίους ἔλαβον ἡμᾶς, τί οὐκ ἂν εἰργάσαντο; τί δὲ οὐκ ἂν τῶν ἀνηκέστων διέθηκαν; Διὰ γὰρ τοῦτο καὶ ὁ Θεὸς ἀφῆκεν αὐτοὺς ἐμπεσεῖν τῇ τῶν χοίρων ἀγέλῃ, ἵν’ ἐν τοῖς τῶν ἀλόγων σώμασι μάθῃς αὐτῶν καὶ τὴν πονηρίαν. Καὶ ὅτι τοὺς δαιμο‐ | |
45 | νιζομένους ἐκείνους ταῦτα ἂν ἐποίησαν, ἃ καὶ τοὺς χοίρους, εἰ μὴ καὶ ἐν αὐτῇ τῇ μανίᾳ πολλῆς ἀπήλαυον οἱ δαιμονῶντες τῆς τοῦ Θεοῦ προνοίας, δῆλον ἅπασι. Καὶ νῦν οὖν, ὅταν ἴδῃς ἄνθρωπον ὑπὸ δαίμονος κινού‐ μενον, προσκύνησον τὸν Δεσπότην, μάθε τῶν δαιμό‐ | |
49.253(50) | νων τὴν πονηρίαν· ἀμφότερα γὰρ ἔστιν ἰδεῖν ἐπὶ τῶν δαιμονώντων τούτων, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν τῶν δαιμόνων κακίαν· τὴν μὲν τῶν δαιμόνων κακίαν, ὅταν ταράττωσι καὶ θορυβῶσι τὴν ψυχὴν τοῦ παραπαίοντος· τὴν δὲ τοῦ Θεοῦ φιλανθρωπίαν, ὅταν | |
55 | οὕτως ἄγριον δαίμονα, ἔνοικον ὄντα καὶ ἐπιθυμοῦντα κατακρημνίσαι τὸν ἄνθρωπον, κατέχῃ καὶ κωλύῃ, μὴ συγχωρῶν εἰς ἅπαν τῇ οἰκείᾳ χρήσασθαι δυνάμει, ἀλλὰ τοσοῦτον ἐπιτρέπων ἐνδείξασθαι τὴν ἰσχὺν, ὅσον καὶ τὸν ἄνθρωπον σωφρονίσαι, καὶ τὴν οἰκείαν ἐκφανῆ | |
60 | ποιῆσαι πονηρίαν. Βούλει καὶ ἐφ’ ἑτέρου παραδεί‐ γματος πάλιν ἰδεῖν πῶς διοικεῖ δαίμων, ὅταν ὁ Θεὸς | |
αὐτῷ συγχωρεῖ τῇ οἰκείᾳ κεχρῆσθαι δυνάμει; Ἐν‐ | Column end | |
49.254 | νόησον τὰ βουκόλια, τὰ ποίμνια τοῦ Ἰὼβ, πῶς ἐν μιᾷ καιροῦ ῥοπῇ πάντα κατανάλωσε, τὸν ἐλεεινὸν τῶν παίδων αὐτοῦ θάνατον, τὴν κατὰ τοῦ σώματος αὐτοῦ πληγὴν ἐνεχθεῖσαν· καὶ ὄψει τὸ ὠμὸν καὶ ἀπάνθρω‐ | |
5 | πον καὶ ἀφειδὲς τῆς τῶν δαιμόνων πονηρίας, καὶ ἀπὸ τούτων εἴσῃ σαφῶς, ὅτι εἰ καὶ τόδε τὸ πᾶν ἐπέτρε‐ ψεν αὐτῶν τῇ ἐξουσίᾳ ὁ Θεὸς, πάντα ἂν συνέχεαν καὶ συνετάραξαν, καὶ τὰ τῶν χοίρων ἡμᾶς διέθηκαν καὶ τὰ τῶν βουκολίων ἐκείνων, ὡς οὐδὲ μικρὰν και‐ | |
10 | ροῦ ῥοπὴν φείσασθαι τῆς ἡμετέρας ἂν ἠνέσχοντο σω‐ τηρίας. Εἰ δαίμονες διῴκουν, οὐδὲν τῶν δαιμονώντων ἀνθρώπων ἄμεινον διεκείμεθα, μᾶλλον δὲ κἀκείνων χείρους ἂν ἦμεν. Οὔτε γὰρ ἐκείνους καθόλου τῇ τυραννίδι τῶν δαιμόνων ἐξέδωκεν ὁ Θεὸς, ἐπεὶ πολλῷ | |
15 | τούτων χαλεπώτερα ἂν ἔπαθον, ὧν πάσχουσι νῦν. Ἐγὼ δὲ κἀκεῖνο ἂν ἐπυθόμην τῶν ταῦτα λεγόντων, ποίαν δὴ ἀταξίαν ἐν τοῖς παροῦσιν ὁρῶντες, δαιμόνων διοικήσει τὰ καθ’ ἡμᾶς ἀνατιθέασι πάντα; Καίτοι γε ἥλιον ὁρῶμεν ἐπὶ τοσούτοις ἔτεσιν εὔτακτα καθ’ ἑκά‐ | |
20 | στην βαδίζοντα τὴν ἡμέραν, ποικίλον ἀστέρων χορὸν τὴν οἰκείαν διατηροῦντα τάξιν, σελήνης δρόμους ἀπαρεμποδίστους, νυκτὸς καὶ ἡμέρας διαδοχὴν ἀκρι‐ βῆ, πάντα, καὶ τὰ ἄνω καὶ τὰ κάτω ὥσπερ ἐν ἁρμο‐ νίῳ τινὶ χορείᾳ, μᾶλλον δὲ καὶ πολλῷ πλέον καὶ | |
25 | ἀκριβέστερον, τὴν οἰκείαν ἕκαστον χώραν διαφυλάτ‐ τον, καὶ οὐκ ἐξιστάμενον τῆς τάξεως ἧς παρὰ τὴν ἀρχὴν αὐτὰ ποιῶν ἔταξεν ὁ Θεός. ζʹ. Καὶ τί τούτων ὄφελος, φησὶν, ὅταν οὐρανὸς μὲν, καὶ ἥλιος, καὶ σελήνη, καὶ ἀστέρων χορὸς, καὶ τὰ | |
30 | ἄλλα πάντα πολλὴν ἔχῃ τὴν εὐταξίαν, τὰ δὲ ἡμέτερα συγχύσεως ᾖ πεπληρωμένα καὶ ἀταξίας; Ποίας συγχύσεως, ἄνθρωπε, καὶ ἀταξίας; Ὁ δεῖνα πλουτεῖ, φησὶ, καὶ βιάζεται, ἁρπάζει καὶ πλεονεκτεῖ, τὰς τῶν πενήτων οὐσίας καταπίνει καθ’ ἑκάστην | |
35 | ἡμέραν, καὶ οὐδὲν πάσχει δεινόν· ἕτερος ἐν ἐπιεικείᾳ ζῇ, σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς κεκοσμημένος, καὶ πενίᾳ καὶ νόσοις καὶ τοῖς ἐσχάτοις κολάζεται δεινοῖς. Ταῦτ’ οὖν ἐστι τὰ σκαν‐ δαλίζοντά σε; Ταῦτα, φησίν. Ἐὰν οὖν ἴδῃς καὶ τῶν | |
40 | ἁρπαζόντων πολλοὺς κολαζομένους, καὶ τῶν ἐν ἀρετῇ ζώντων ἐνίους, ἢ καὶ μυρίους ἀπολαύοντας ἀγαθῶν, διὰ τί μὴ λύεις ταύτην τὴν ψῆφον, μηδὲ ἀποδέχῃ τὸν Δεσπότην; Ὅτι αὐτὸ τοῦτό ἐστι τὸ σκανδαλίζον με πλέον. Διὰ τί γὰρ δύο ὄντων τῶν πονηρῶν, ὁ μὲν | |
45 | κολάζεται, ὁ δὲ διαφυγὼν ἀπέρχεται, καὶ δύο ὄντων ἀγαθῶν, ὁ μὲν τιμᾶται, ὁ δὲ τιμωρούμενος διατελεῖ; Καὶ τοῦτο αὐτὸ τῆς τοῦ Θεοῦ προνοίας μέγιστον ἔργον ἐστίν. Εἰ γὰρ πάντας ἐνταῦθα ἐκόλαζε τοὺς πο‐ νηροὺς, καὶ πάντας ἐνταῦθα ἐτίμα τοὺς ἀγαθοὺς, | |
49.254(50) | περιττὴ ἡ τῆς κρίσεως ἦν ἡμέρα. Πάλιν εἰ μηδένα ἐκόλαζε πονηρὸν, μηδὲ ἐτίμα τινὰ τῶν ἀγαθῶν, καὶ οἱ φαῦλοι φαυλότεροι καὶ κακίους ἂν ἐγένοντο, ὡς πολλῷ τῶν χρηστῶν ῥᾳθυμότεροι· καὶ μειζόνως οἱ βουλόμενοι βλασφημεῖν, κατηγόρησαν ἂν τοῦ Θεοῦ, | |
55 | καὶ ὁλοσχερῶς ἂν εἶπον ἀποστερεῖσθαι προνοίας τὰ καθ’ ἡμᾶς. Εἰ γὰρ καὶ νῦν κολαζομένων τινῶν πονη‐ | |
ρῶν, καὶ τιμωμένων ἀγαθῶν, ὁμοίως φασὶν ἀπρο‐ | ||
49.255 | νόητα εἶναι τὰ τῶν ἀνθρώπων πράγματα, εἰ μηδὲ τοῦτο ἐγίνετο, τί οὐκ ἂν εἶπον; ποῖα δὲ οὐκ ἂν ἐξέβα‐ λον ῥήματα; Διὰ τοῦτο τοὺς μὲν κολάζει, τοὺς δὲ οὐ κολάζει τῶν πονηρῶν, καὶ τοὺς μὲν τιμᾷ, τοὺς δὲ οὐ | |
5 | τιμᾷ τῶν ἀγαθῶν. Οὐ κολάζει μὲν ἅπαντας, ἵνα σε πείσῃ, ὅτι ἔστιν ἀνάστασις· κολάζει δέ τινας, ἵνα τοὺς ῥᾳθυμοτέρους τῷ φόβῳ διὰ τῆς τῶν ἑτέρων τιμωρίας ποιήσῃ σπουδαιοτέρους. Πάλιν τιμᾷ μέν τινας τῶν ἀγαθῶν, ἵνα ἑτέρους ἐπισπάσηται ταῖς τιμαῖς πρὸς | |
10 | τὸν τῆς ἀρετῆς ζῆλον· οὐ τιμᾷ δὲ πάντας, ἵνα μάθῃς, ὅτι ἔστιν ἕτερος καιρὸς ἀποδιδοὺς ἅπασι τὰς ἀμοιβάς. Εἰ μὲν γὰρ ἅπαντες ἐνταῦθα ἀπελάμβανον τὰ κατ’ ἀξίαν, ἠπίστησαν ἂν τῷ τῆς ἀναστάσεως λόγῳ· εἰ δὲ μηδεὶς ἀπελάμβανε τὰ κατ’ ἀξίαν, οἱ πλείους ἂν ἐγέ‐ | |
15 | νοντο ῥᾳθυμότεροι. Διὰ τοῦτο τοὺς μὲν κολάζει, τοὺς δὲ οὐ κολάζει, καὶ τοὺς κολαζομένους καὶ τοὺς μὴ κολαζομένους ὠφελῶν· ἐκείνων μὲν γὰρ ἐκκόπτει τὴν κακίαν, τοὺς δὲ ἑτέρους τῇ τούτων τιμωρίᾳ σωφρο‐ νεστέρους ποιεῖ. Καὶ τοῦτο ἐξ ὧν αὐτὸς εἶπεν ὁ | |
20 | Χριστὸς δῆλον. Ἐπειδὴ γὰρ ἀπήγγειλαν αὐτῷ, ὅτι πύργος κατενεχθεὶς ἀνθρώπους τινὰς κατέχωσε, φησὶ πρὸς αὐτούς· Τί νομίζετε, ὅτι ἐκεῖνοι ἁμαρτωλοὶ ἦσαν μόνον; Οὒ, λέγω ὑμῖν· ἀλλ’ ἐὰν μὴ μετα‐ νοήσητε, καὶ ὑμεῖς τὰ αὐτὰ πείσεσθε. | |
25 | Εἶδες πῶς κἀκεῖνοι δι’ ἁμαρτίας ἀπώλοντο, καὶ οἱ λοιποὶ οὐ διὰ δικαιοσύνην διέφυγον, ἀλλ’ ἵνα ταῖς ἐκείνων τιμωρίαις βελτίους γένωνται; Οὐκοῦν ἠδίκην‐ ται, φησὶν, οἱ κολαζόμενοι· ἐδύναντο γὰρ μὴ κολα‐ σθέντες ταῖς ἑτέρων τιμωρίαις αὐτοὶ γενέσθαι βελ‐ | |
30 | τίους. Ἀλλ’ εἰ ᾔδει βελτίους ἐσομένους ἐκ μετανοίας, οὐκ ἂν ἐκόλασεν ὁ Θεός. Εἰ γὰρ πολλοὺς προειδὼς οὐδὲν ἀπὸ τῆς μακροθυμίας αὐτοῦ κερδα‐ νοῦντας, ὅμως φέρει μετὰ πολλῆς τῆς ἀνεξικακίας, τὸ αὑτοῦ πληρῶν καὶ παρέχων αὐτοῖς ἀνανῆψαί ποτε | |
35 | ἐκ τῆς οἰκείας ἀνοίας· πῶς ἂν τοὺς μέλλοντας βελ‐ τίους ἀπὸ τῆς ἑτέρων γενέσθαι τιμωρίας, ἀπεστέ‐ ρησεν ἂν τοῦ τῆς μετανοίας κέρδους; Ὥστε οὐδὲν οὗτοι ἠδίκηνται, καὶ τῆς κακίας αὐτοῖς ἐκκοπείσης τῇ τιμωρίᾳ, καὶ τῆς ἐκεῖ κολάσεως κουφοτέρας ἐσομένης, | |
40 | διὰ τὸ προλαβόντας ἐνταῦθα παθεῖν κακῶς. Πάλιν οἱ μὴ κολασθέντες οὐδὲν ἠδίκηνται. Ἐξῆν γὰρ αὐτοῖς, εἴπερ ἐβούλοντο, τῇ μακροθυμίᾳ τοῦ Θεοῦ πρὸς με‐ ταβολὴν ἀρίστην χρήσασθαι, καὶ θαυμάσαντας τὸ ἀνεξίκακον αἰδεσθῆναι τῆς ἀνοχῆς τὴν ὑπερβολὴν, | |
45 | καὶ μεταστῆναί ποτε πρὸς ἀρετὴν, καὶ ταῖς ἑτέρων τιμωρίαις τὴν οἰκείαν κερδᾶναι σωτηρίαν. Εἰ δὲ ἐπι‐ μένουσι τῇ πονηρίᾳ, οὐχ ὁ Θεὸς αἴτιος, ὁ διὰ τοῦτο μακροθυμῶν, ἵνα αὐτοὺς ἀνακτήσηται, ἀλλ’ ἐκεῖνοι συγγνώμης ἀνάξιοι, οἱ μὴ χρησάμενοι εἰς δέον τῇ τοῦ | |
49.255(50) | Θεοῦ μακροθυμίᾳ. Οὐ τοῦτον δὲ τὸν λόγον μόνον ἔστιν εἰπεῖν, δι’ ὃν οὐ κολάζονται πάντες ἐνταῦθα οἱ πονηροὶ, ἀλλὰ καὶ ἕτερον οὐκ ἐλάττονα τούτου. Ποῖον δὴ τοῦτον; Ὅτι εἰ πᾶσι παρ’ αὐτὰ τὰ ἁμαρτήματα τὰς κολάσεις ἐπήγαγεν ὁ Θεὸς, προανηρπάσθη ἂν τὸ | |
55 | γένος ἡμῶν, καὶ οὐκ ἂν ἔφθασεν εἰς διαδοχὴν ἐλθεῖν. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τοῦ προφήτου λέγοντος· Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, τίς ὑποστήσεται; Εἰ δὲ δοκεῖ καὶ βασανίσαι τὴν ῥῆσιν, τὸν ἑκάστου βίον ἀφέντες μετὰ ἀκριβείας | |
60 | ἐξετάζειν (οὐδὲ γὰρ δυνατὸν ἡμῖν εἰδέναι τὰ ἑκάστῳ | |
βεβιωμένα), ἅπερ ἀναντιῤῥήτως ἅπαντες ἁμαρτάνο‐ | Column end | |
49.256 | μεν, ταῦτα εἰς μέσον ἀγάγωμεν, καὶ ἐκ τούτου δῆλον ἡμῖν ἔσται καὶ φανερὸν, ὅτι εἰ καθ’ ἕκαστον ἐκολαζό‐ μεθα τῶν ἁμαρτημάτων, πάλαι ἂν ἀπωλώλειμεν. Ὁ καλέσας τὸν ἀδελφὸν μωρὸν, ἔνοχός ἐστιν εἰς τὴν γέεν‐ | |
5 | ναν τοῦ πυρὸς, φησίν. Ἔστιν οὖν τις ἡμῶν ὃς οὐχ ἥμαρτε τὴν ἁμαρτίαν ταύτην; τί οὖν, εὐθέως ἀναρ‐ πασθῆναι ἔδει; οὐκοῦν πάντες ἀνηρπάσθημέν τε καὶ ἠφανίσθημεν ἂν πάλαι καὶ πρόπαλαι. Πάλιν ὁ ὀμνύων, φησὶ, κἂν εὐορκῇ, τὰ ἐκ τοῦ Πονηροῦ ποιεῖ πράγματα. | |
10 | Τίς οὖν ἐστιν, ὃς οὐκ ὤμοσε; μᾶλλον δὲ τίς ἐστιν, ὃς οὐκ ἐπιώρκησε πώποτε; Ὁ πρὸς γυναῖκα ἰδὼν, φησὶν, ἀκολάστοις ὀφθαλμοῖς, ἀπηρτισμένος ἐστὶ μοιχός. Καὶ ταύτης δὲ τῆς ἁμαρτίας πολλοὺς εὕροι τις ἂν ὑπευθύνους. Ὅταν οὖν τὰ ὡμολογημένα τοιαῦτα | |
15 | ᾖ, οὕτως ἀφόρητα, καὶ τούτων ἕκαστον καθ’ ἑαυτὸ κόλασιν ἀπαραίτητον ἡμῖν ἐπάγῃ, εἰ καὶ τὰ λάθρα ἡμῖν ἡμαρτημένα ἀναλογισαίμεθα, τότε ὀψόμεθα μά‐ λιστα τὴν τοῦ Θεοῦ πρόνοιαν οὐκ ἐπάγουσαν καθ’ ἕκαστον ἁμάρτημα τὴν τιμωρίαν ἡμῖν. Ὥστε ὅταν | |
20 | ἴδῃς τινὰ ἁρπάζοντα, πλεονεκτοῦντα, καὶ μὴ κολα‐ ζόμενον, ἀνάπτυξον καὶ σὺ τὸ σαυτοῦ συνειδὸς, ἀνα‐ λόγισαί σου τὴν ζωὴν, ἔπελθε τὰ ἡμαρτημένα, καὶ μαθήσῃ καλῶς ὅτι σοὶ πρώτῳ οὐ συμφέρει καθ’ ἕκαστον τῶν ἁμαρτημάτων κολάζεσθαι. Διὰ γὰρ τοῦτο | |
25 | ἀφειδῶς οἱ πολλοὶ φθέγγονται, ἐπειδὴ οὐ τὰ ἴδια πρὸ τῶν ἀλλοτρίων σκοποῦσιν, ἀλλὰ τὰ ἡμέτερα ἀφέντες, τὰ τῶν ἄλλων ἐξετάζομεν ἅπαντες. Ἀλλὰ μηκέτι τοῦτο ποιῶμεν, ἀλλὰ τοὐναντίον· κἂν μὲν δίκαιόν τινα κολαζόμενον ἴδῃς, ἀναμνήσθητι τοῦ Ἰώβ· ἄν τε | |
30 | γὰρ δίκαιος ᾖ τις, οὔτε δικαιότερος ἔσται ἐκείνου, οὔτε κατὰ μικρὸν ἐγγύς· ἄν τε μυρία πάσχῃ κακὰ, οὐδὲν οὐδέπω τοσοῦτον ἔπαθεν, ὅσον ἐκεῖνος. ηʹ. Τοῦτο τοίνυν εἰς νοῦν λαβὼν, παῦσαι κατηγορῶν τοῦ Δεσπότου, μαθὼν ὅτι οὐκ ἐγκαταλιμπάνων τὸν | |
35 | τοιοῦτον ὁ Θεὸς ἀφίησι πάσχειν κακῶς, ἀλλὰ στεφα‐ νῶσαι καὶ λαμπρότερον ποιῆσαι βουλόμενος. Ἂν δὲ ἁμαρτωλὸν ἴδῃς τιμωρούμενον, ἀναμνήσθητι τοῦ πα‐ ραλυτικοῦ τοῦ τριάκοντα ὀκτὼ ἔτη ἔχοντος ἐπὶ τῆς κλίνης. Ὅτι γὰρ κἀκεῖνος δι’ ἁμαρτίας τῇ νόσῳ παρ‐ | |
40 | εδόθη τότε ἐκείνῃ, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Ἢ γὰρ ἁμαρτημάτων τίνομεν δίκας κολαζόμενοι, ἢ στεφάνων λαμβάνομεν ὑπόθεσιν, ἂν ἐν κατορθώμασι ζῶντες πάσχωμεν κακῶς. Ὥστε | |
45 | κἂν ἐν δικαιοσύνῃ, κἂν ἐν ἁμαρτίαις ζῶμεν, χρήσι‐ μον ἡμῖν ἡ κόλασις, ὁτὲ μὲν λαμπροτέρους ποιοῦσα, ὁτὲ δὲ σωφρονεστέρους ἐργαζομένη, καὶ τὴν μέλλου‐ σαν ἡμῖν ἐπικουφίζουσα τιμωρίαν. Ὅτι γὰρ ἔστιν ἐνταῦθα κολασθέντα καὶ ἐνεγκόντα εὐχαρίστως, | |
49.256(50) | πραοτέρας ἀπολαῦσαι ἐκεῖ τῆς τιμωρίας, ἄκουσον τοῦ Παύλου λέγοντος· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρι‐ νόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν | |
55 | τῷ κόσμῳ κατακριθῶμεν. Ταῦτα οὖν ἅπαντα εἰδότες, καὶ τὰ τοιαῦτα φιλοσο‐ φῶμεν περὶ τῆς τοῦ Θεοῦ προνοίας, καὶ τοὺς ἀντιλέ‐ γοντας ἐπιστομίζωμεν. Κἂν ᾖ τι τῶν γιγνομένων τὴν | |
διάνοιαν ὑπερβαῖνον τὴν ἡμετέραν, μὴ ἀπὸ τούτου τὰ | ||
49.257 | καθ’ ἡμᾶς ἀπρονόητα εἶναι νομίζωμεν, ἀλλ’ ἐκ μέ‐ ρους καταλαβόντες αὐτοῦ τὴν πρόνοιαν, ἐν τοῖς ἀκα‐ ταλήπτοις παραχωρῶμεν αὐτοῦ τῷ ἀνεξιχνιάστῳ τῆς σοφίας. Εἰ γὰρ ἀνθρώπου τέχνην οὐ δυνατὸν καταλα‐ | |
5 | βεῖν τῷ ἰδιώτῃ, πολλῷ μᾶλλον τῆς τοῦ Θεοῦ προνοίας τὸ ἄπειρον ἀδύνατον συνιδεῖν ἀνθρωπίνῃ διανοίᾳ· Ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξ‐ ιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Ἀλλ’ ὅμως ἀπὸ τῶν ὀλίγων καὶ περὶ τοῦ παντὸς σαφῆ καὶ δήλην λαβόντες πίστιν, | |
10 | ὑπὲρ ἁπάντων τῶν γιγνομένων εὐχαριστῶμεν αὐτῷ. Καὶ γὰρ καὶ ἕτερός ἐστι λόγος ἀναντίῤῥητος τοῖς βουλομένοις περὶ τῆς τοῦ Θεοῦ προνοίας φιλοσοφεῖν. Ἐρώμεθα γὰρ τοὺς ἀντιλέγοντας, Ἆρα ἔστι Θεός; κἂν μὲν εἴπωσιν, ὅτι οὐκ ἔστι, μηδὲ ἀποκρινώμεθα. | |
15 | Ὥσπερ γὰρ τοῖς μαινομένοις οὐκ ἄξιον ἀποκρίνεσθαι, οὕτως οὐδὲ τοῖς λέγουσι μὴ εἶναι Θεόν, Εἰ γὰρ πλοῖον ὀλίγους ναύτας ἔχον καὶ ἐπιβάτας, οὐκ ἂν οὐδὲ ἓν στάδιον διασωθείη χωρὶς τῆς κυβερνώσης αὐτὸ χει‐ ρὸς, πολλῷ μᾶλλον κόσμος τοσοῦτος, τοσαῦτα | |
20 | σώματα ἔχων ἐν ἑαυτῷ ἐκ διαφόρων συγκείμενα στοι‐ χείων, ἐπὶ τοσοῦτον χρόνον οὐκ ἂν διήρκεσεν, εἰ μὴ πρόνοια ἦν τις ἐφεστῶσα, καὶ τόδε τὸ πᾶν συγκρα‐ τοῦσα καὶ συνέχουσα διηνεκῶς. Ἂν δὲ αἰσχυνθέντες | |
τὴν κοινὴν ἁπάντων ψῆφον καὶ τὴν ἀπὸ τῶν πραγμά‐ | Column end | |
49.258 | των πεῖραν, ὁμολογήσωσιν εἶναι Θεὸν, ἐκεῖνο λέγω‐ μεν πρὸς αὐτοὺς, ὅτι εἰ ἔστιν ὁ Θεὸς, ὥσπερ οὖν καὶ ἔστιν, ἀκόλουθον εἶναι καὶ δίκαιον· εἰ γὰρ μή ἐστι δίκαιος, οὔτε Θεός ἐστιν· εἰ δὲ δίκαιός ἐστιν, ἑκάστῳ | |
5 | τὰ κατ’ ἀξίαν ἀποδίδωσιν. Ἀλλ’ ὁρῶμεν οὐ πάντας ἐνταῦθα κατ’ ἀξίαν ἀπολαμβάνοντας· οὐκοῦν ἀνάγκη τινὰ ἐλπίσαι ἑτέραν ἀποκειμένην ἀμοιβὴν, ἷνα ἑκά‐ στου τὰ κατ’ ἀξίαν ἀπολαβόντος, φανῇ τοῦ Θεοῦ τὸ δίκαιον. Οὗτος γὰρ ὁ λόγος, οὐ τὴν περὶ προνοίας | |
10 | μόνον, ἀλλὰ καὶ τὴν περὶ ἀναστάσεως συνεισάγει φι‐ λοσοφίαν ἡμῖν. Ταῦτα τοίνυν εἰδότες, καὶ αὐτοὶ μελε‐ τῶμεν τὰ περὶ προνοίας καὶ ἀναστάσεως, καὶ ἑτέρους διδάσκωμεν, καὶ σπουδὴν ποιησώμεθα ἅπασαν τοὺς κατὰ τοῦ Δεσπότου λυττῶντας ἐπιστομίζειν, καὶ αὐτοὶ | |
15 | δοξάσωμεν αὐτὸν ἐν πᾶσιν. Οὕτω γὰρ πλείω τὴν κη‐ δεμονίαν αὐτοῦ ἐπισπασόμεθα, καὶ πολλῆς ἀπολαύ‐ σομεν ῥοπῆς, καὶ οὕτω δυνησόμεθα τῆς ὄντως ἀπαλ‐ λαγῆναι κακίας, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγα‐ θῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ | |
20 | Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. | Column end | |
49.257(25t) | Πρὸς τοὺς ἐγκαλοῦντας, τίνος ἕνεκεν οὐκ ἐκ μέσου γέγονεν ὁ διάβολος· καὶ ὅτι οὐδὲν ἡμᾶς | |
26t | βλάπτει ἡ τούτου πονηρία ἐὰν προσέχωμεν· καὶ περὶ μετανοίας. | |
27t | Ὁμιλία βʹ. | |
28 | αʹ. Ὁ μὲν Ἰσαὰκ ἐπιθυμήσας ποτὲ ἄριστον ἐκ τῶν χειρῶν τοῦ παιδὸς φαγεῖν, τὸν παῖδα εἰς τὴν θήραν | |
30 | ἐξέπεμψεν ἐκ τῆς οἰκίας· οὗτος δὲ ὁ Ἰσαὰκ ἐπιθυ‐ μήσας ἄριστον ἐκ τῶν ἡμετέρων χειρῶν λαβεῖν, οὐχ ἡμᾶς ἐξέπεμψεν ἐκ τῆς οἰκίας, ἀλλ’ αὐτὸς πρὸς τὴν ἡμετέραν ἔδραμε τράπεζαν. Τί τούτου φιλοστοργότε‐ ρον γένοιτ’ ἄν; τί δὲ ταπεινότερον; ὃς οὕτω θερμὴν | |
35 | ἐπιδείξασθαι τὴν ἀγάπην κατηξίωσε, καὶ τοσοῦτον καταβῆναι ἠνέσχετο. Διά τοι τοῦτο καὶ ἡμεῖς καὶ τὸν τόνον τῆς φωνῆς καὶ τὴν δύναμιν τῶν ποδῶν κατα‐ βαλόντες ἀπὸ τῆς ἑωθινῆς διαλέξεως, ἰδόντες τὴν πα‐ τρικὴν ὄψιν, εὐθέως ἐπελαθόμεθα τῆς ἀσθενείας, | |
40 | ἀπεθέμεθα τὸν ὄκνον, ἀνεπτερώθημεν ὑπὸ τῆς ἡδονῆς, εἴδομεν τὴν λαμπρὰν πολιὰν, καὶ φωτὸς ἐνεπλήσθη ἡμῶν ἡ ψυχή. Διὰ τοῦτο καὶ μετὰ προθυμίας τὴν τράπεζαν παρατιθέμεθα, ἵνα φαγὼν εὐλογήσῃ ἡμᾶς. Οὐκ ἔστιν ἐνταῦθα κλοπὴ καὶ δόλος, καθάπερ | |
45 | ἐκεῖ τότε· ἕτερος μὲν ἐπετάγη εἰσενεγκεῖν, ἕτερος δὲ εἰσήνεγκεν· ἀλλ’ ἐγὼ καὶ ἐπετάγην εἰσενεγκεῖν, καὶ εἰσήνεγκα. Εὐλόγησον δὴ ἡμᾶς, ὦ πάτερ, εὐλογίαν πνευματικὴν, καὶ ἣν πάντες εὐχόμεθα λαβεῖν ἀεὶ, καὶ τὴν οὐ σοὶ μόνον, ἀλλὰ καὶ ἐμοὶ καὶ τούτοις πᾶσι | |
49.257(50) | χρησίμην· παρακάλεσον τὸν κοινὸν ἡμῶν ἁπάντων | |
Δεσπότην, εἰς τὸ μακρὸν γῆρας τοῦ Ἰσαὰκ τὴν ζωὴν | Column end | |
49.258(27) | τὴν σὴν ἐξαγαγεῖν. Τοῦτο γὰρ καὶ ἐμοὶ καὶ τούτοις τῆς δρόσου τοῦ οὐρανοῦ καὶ τῆς πιότητος τῆς γῆς τι‐ μιώτερον καὶ ἀναγκαιότερον. | |
30 | Ἀλλὰ γὰρ ὥρα λοιπὸν παραθεῖναι τὴν τράπεζαν· τίς οὖν ἐστιν αὕτη; Τὰ λείψανα τῶν πρώην εἰρημέ‐ νων πρὸς τὴν ὑμετέραν ἀγάπην· ἔτι γὰρ, ἔτι τὸν περὶ τοῦ διαβόλου λόγον ἀνακινοῦμεν, ὃν πρὸ τούτων τῶν δύο ἡμερῶν ἐκινήσαμεν· ὃν καὶ ἕωθεν πρὸς τοὺς | |
35 | μυσταγωγουμένους εἴπαμεν, ὅτε περὶ ἀποταγῆς καὶ συνταγῆς διελεγόμεθα τούτοις. Ποιοῦμεν δὲ τοῦτο οὐκ ἐπειδὴ ἡδὺς ἡμῖν ὁ περὶ τοῦ διαβόλου λόγος, ἀλλ’ ἐπειδὴ ἀσφαλὴς ὑμῖν ἡ περὶ τούτου διδασκα‐ λία· ἐχθρὸς γάρ ἐστι καὶ πολέμιος· μεγάλη δὲ ἀσφά‐ | |
40 | λεια τὰ τῶν ἐχθρῶν εἰδέναι σαφῶς. Εἰρήκαμεν πρώην, ὅτι βίᾳ οὐ κρατεῖ, οὐδὲ τυραννίδι, οὐδὲ ἀναγκάζων, οὐδὲ βιαζόμενος· ἐπεὶ εἰ τοῦτο ἦν, πάντας ἂν ἀπ‐ ώλεσε. Καὶ τούτου τεκμήριον παρηγάγομεν τοὺς χοί‐ ρους, ὧν οὐκ ἠδυνήθησαν κατατολμῆσαι οἱ δαίμονες | |
45 | πρὸ τῆς ἐπιτροπῆς τοῦ Δεσπότου· τὰ βουκόλια τοῦ Ἰὼβ καὶ τὰ ποίμνια· οὐδὲ γὰρ ταῦτα διαφθεῖραι ἐτόλμησεν ὁ διάβολος, ἕως ἄνωθεν τὴν ἐξουσίαν ἔλα‐ βεν. Ἓν τοίνυν τοῦτο πρῶτον ἐμάθομεν, ὅτι βίᾳ ἡμῶν οὐ κρατεῖ, οὐδὲ ἀνάγκῃ· δεύτερον μετ’ ἐκεῖνο προσ‐ | |
49.258(50) | εθήκαμεν, ὅτι καὶ ἀπάτῃ κρατῶν, οὐδὲ οὕτω πάντων περιγίνεται· καὶ πάλιν αὐτὸν τὸν ἀθλητὴν εἰς μέσον παρηγάγομεν τὸν Ἰὼβ, καθ’ οὗ μυρία κινήσας μη‐ χανήματα, οὐδὲ οὕτω περιεγένετο, ἀλλὰ καὶ ἡττηθεὶς | |
ἀνεχώρησεν. Ἓν ὑπολείπεται ζήτημα λοιπόν. Ποῖον | ||
49.259 | δὴ τοῦτο; Ὅτι εἰ καὶ μὴ βίᾳ, φησὶ, κρατεῖ, ἀλλ’ ἀπάτῃ· καὶ διὰ τοῦτο βέλτιον ἦν αὐτὸν ἀφανισθῆναι. Εἰ γὰρ καὶ περιεγένετο ὁ Ἰὼβ, ἀλλ’ ἠπατήθη ὁ Ἀδὰμ καὶ ὑπεσκελίσθη· εἰ δὲ ἀνῃρέθη ἐκ μέσου καθάπαξ, | |
5 | οὐδὲ ὁ Ἀδὰμ ἂν ὑπεσκελίσθη ποτέ· νῦν δὲ μένων ἡττᾶται μὲν ὑφ’ ἑνὸς, περιγίνεται δὲ πολλῶν· δέκα αὐτοῦ κρατοῦσιν, ἀλλὰ μυρίων αὐτὸς κρατεῖ καὶ κατ‐ αγωνίζεται· εἰ δὲ ἀνεῖλεν αὐτὸν ἐκ τοῦ μέσου, οὐκ ἂν οὐδὲ οἱ μύριοι ἀπώλοντο. Τί οὖν πρὸς τοῦτο ἐροῦ‐ | |
10 | μεν; Ὅτι μάλιστα μὲν πολὺ τιμιώτεροι τῶν ἡττω‐ μένων οἱ κρατοῦντες, κἂν οἱ μὲν πλείους, οἱ δὲ ἐλάτ‐ τους ὦσι. Κρείσσων γὰρ εἷς, φησὶ, ποιῶν θέλημα Θεοῦ, ἢ μύριοι παράνομοι. Δεύτερον δὲ ὅτι ἀναιρε‐ θέντος τοῦ ἀνταγωνιστοῦ, αὐτὸς ὁ κρατῶν ἐπηρεάζε‐ | |
15 | ται δι’ ἐκείνου. Ἂν μὲν γὰρ ἀφῇς μένειν τὸν ἀντίπα‐ λον, οἱ ῥᾳθυμότεροι οὐχὶ διὰ τοὺς σπουδαιοτέρους, ἀλλὰ διὰ τὴν ἑαυτῶν ῥᾳθυμίαν ἐπηρεάζονται· ἂν δὲ ἀνέλῃς τὸν ἀνταγωνιστὴν, οἱ σπουδαιότεροι διὰ τοὺς ῥᾳθύμους ἐπεβουλεύθησαν, καὶ τὴν οἰκείαν οὐκ | |
20 | ἐπεδείξαντο δύναμιν, οὐδὲ τῶν στεφάνων ἐπέτυχον. βʹ. Τάχα οὐδέπω συνήκατε τὸ λεχθέν· οὐκοῦν ἀνάγκη σαφέστερον αὐτὸ πάλιν εἰπεῖν· Ἔστω ἀνταγωνιστὴς εἷς· ἔστωσαν δὲ καὶ ἀθληταὶ δύο πρὸς ἐκεῖνον πα‐ λαίειν μέλλοντες, καὶ τούτων τῶν δύο ἀθλητῶν ὁ μὲν | |
25 | ὑπὸ γαστριμαργίας ἔστω διεφθαρμένος, ἠμελημένος, ἐξῃσθενημένος, ἐκνενευρισμένος, ἕτερος δὲ σπουδά‐ ζων, εὐεκτῶν, ἐν παλαίστρᾳ διατρίβων, ἐν γυμνα‐ σίοις πολλοῖς, πᾶσαν τὴν ἄσκησιν τὴν περὶ τὴν ἄθλη‐ σιν ἐπιδεικνύμενος· ἂν τοίνυν ἀνέλῃς τὸν ἀνταγωνι‐ | |
30 | στὴν, τίνι ἐπηρέασας τούτων; ἆρα τῷ ῥᾳθύμῳ καὶ ἀμελεῖ, ἢ τῷ σπουδαίῳ τῷ τοσαῦτα πεπονηκότι; Εὔδηλον ὅτι τῷ σπουδαίῳ· ὁ μὲν γὰρ διὰ τὸν ῥᾴθυ‐ μον ἠδίκηται ἀναιρεθέντος τοῦ ἀνταγωνιστοῦ· ὁ δὲ ῥᾴθυμος μένοντος τούτου οὐκ ἔτι διὰ τὸν σπουδαῖον | |
35 | ἐπηρέασται· ἀπὸ γὰρ τῆς οἰκείας ῥᾳθυμίας κατέπε‐ σεν. Εἴπω καὶ ἑτέραν λύσιν τοῦ ζητήματος τούτου, ἵνα μάθῃς, ὅτι οὐχ ὁ διάβολος ἐπηρεάζει, ἀλλ’ ἡ οἰκεία ῥᾳθυμία πανταχοῦ ὑποσκελίζει τοὺς μὴ προσέχοντας. | |
40 | Ἀφείσθω ὁ διάβολος ὁ σφόδρα πονηρὸς οὐ φύσει, ἀλλὰ προαιρέσει καὶ γνώμῃ· ὅτι γὰρ οὐκ ἔστι φύσει πο‐ νηρὸς ὁ διάβολος, ἀπ’ αὐτῶν τῶν ὀνομάτων μάνθανε· διάβολος γὰρ ἀπὸ τοῦ διαβάλλειν εἴρηται· διέβαλε γὰρ τὸν ἄνθρωπον πρὸς τὸν Θεόν· Οὐχὶ δωρεὰν σέ‐ | |
45 | βεταί σε Ἰὼβ, λέγων· ἀλλ’ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι ὧν ἔχει· εἰ μὴ εἰς πρόσωπόν σε βλασφημήσει. Διέβαλε πάλιν τὸν Θεὸν πρὸς τὸν ἄνθρωπον· Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, λέγων, καὶ κατέφλεγε τὰ πρόβατα· ἐσπούδαζε γὰρ αὐτὸν | |
49.259(50) | πεῖσαι, ὅτι ἄνωθεν ἐκ τῶν οὐρανῶν ὁ πόλεμος οὗτος ἀνεῤῥιπίσθη, καὶ συνέκρουσε τὸν οἰκέτην πρὸς τὸν δεσπότην, καὶ τὸν δεσπότην πρὸς τὸν δοῦλον· μᾶλλον δὲ οὐ συνέκρουσεν, ἀλλ’ ἐπεχείρησε μὲν, οὐκ ἴσχυσε δὲ ἵν’ ὅταν ἴδῃς ἕτερον συγκρουόμενον οἰκέτην πρὸς | |
55 | τὸν δεσπότην, τὸν Ἀδὰμ πρὸς τὸν Θεὸν, καὶ πιστεύοντα | |
αὐτοῦ τῇ διαβολῇ, μάθῃς ὅτι οὐκ ἀπὸ τῆς οἰκείας | Column end | |
49.260 | δυνάμεως, ἀλλ’ ἀπὸ τῆς ἐκείνου ῥᾳθυμίας τε καὶ ἀμελείας τὴν ἰσχὺν ἔλαβε. Διάβολος τοίνυν διὰ τοῦτο εἴρηται· τὸ διαβάλλειν δὲ καὶ μὴ διαβάλλειν οὐ φύ‐ σις ἐστὶν, ἀλλὰ πρᾶγμα γιγνόμενον καὶ ἀπογιγνόμε‐ | |
5 | νον, συμβαῖνον καὶ ἀποσυμβαῖνον· τὰ δὲ τοιαῦτα οὐ φύσεως ἐπέχει τάξιν οὐδὲ οὐσίας. Οἶδα ὅτι πολλοῖς δυσκατάληπτος ὁ λόγος οὗτος ὁ περὶ τῆς οὐσίας καὶ τῶν συμβεβηκότων· ἀλλ’ εἰσὶν οἱ καὶ λεπτότερον ἀκούειν δυνάμενοι· διόπερ καὶ ἡμεῖς ταῦτα εἰρήκα‐ | |
10 | μεν. Βούλεσθε καὶ ἐφ’ ἕτερον ὄνομα ἔλθω; καὶ ὄψεσθε κἀκεῖνο οὐ τῆς οὐσίας οὐδὲ τῆς φύσεως ὄνομα ὄν. Πονηρὸς καλεῖται, ἡ δὲ πονηρία οὐ φύσεώς ἐστιν, ἀλλὰ προαιρέσεως· καὶ γὰρ καὶ αὕτη ποτὲ μὲν ἐγγί‐ νεται, ποτὲ δὲ ἀπογίνεται. Μὴ γὰρ δὴ τοῦτό μοι εἴ‐ | |
15 | πῃς, ὅτι ἐπ’ ἐκείνου διαπαντὸς μένει· καὶ γὰρ καὶ ἐπ’ ἐκείνου οὐκ ἐξ ἀρχῆς ἦν, ἀλλὰ μετὰ ταῦτα ἐπ‐ εγένετο, διὸ καὶ ἀποστάτης λέγεται· καίτοι πολλῶν ἀνθρώπων ὄντων πονηρῶν, μόνος ἐκεῖνος πονηρὸς κατ’ ἐξοχὴν λέγεται. Τί δήποτε οὖν οὕτω κα‐ | |
20 | λεῖται; Ὅτι οὐδὲν παρ’ ἡμῶν ἠδικημένος, οὐ μικρὸν, οὐ μέγα ἐγκαλεῖν ἔχων, ἰδὼν τιμηθέντα τὸν ἄνθρω‐ πον, εὐθέως ἐβάσκηνεν αὐτοῦ τοῖς ἀγαθοῖς. Ταύτης οὖν τῆς πονηρίας τί γένοιτ’ ἂν χεῖρον, ἀλλ’ ἢ ὅταν ἔχθρα καὶ πολέμος ᾖ μηδεμίαν εὔλογον αἰτίαν ἔχων; | |
25 | Ἀφείσθω τοίνυν ὁ διάβολος, καὶ παραγάγωμεν εἰς μέσον τὴν κτίσιν, ἵνα μάθῃς ὅτι οὐχ ὁ διάβολος ἡμῖν αἴτιος τῶν κακῶν, ἐὰν θέλωμεν προσέχειν· ἵνα μά‐ θῃς, ὅτι ὁ ἀσθενὴς τὴν προαίρεσιν καὶ ἠμελημένος καὶ ῥᾴθυμος, καὶ διαβόλου οὐκ ὄντος καταπίπτει καὶ | |
30 | εἰς βάραθρα πολλὰ κακίας ἑαυτὸν καταβάλλει. Ὁ διά‐ βολος πονηρός ἐστιν· οἶδα κἀγὼ, καὶ ὡμολόγηται τοῦτο παρὰ πᾶσιν, ἀλλὰ μετὰ ἀκριβείας πρόσεχε τοῖς μέλλουσι ῥηθήσεσθαι νῦν. Οὐ γὰρ τὰ τυχόντα ἐστὶν, ἀλλ’ ὑπὲρ ὧν πολλαχοῦ πολλοῖς πολλάκις γίνονται λό‐ | |
35 | γοι, ὑπὲρ ὧν πολλὴ μάχη καὶ πόλεμος οὐχὶ πιστοῖς πρὸς ἀπίστους μόνον, ἀλλὰ καὶ πιστοῖς πρὸς πιστούς· τοῦτο γάρ ἐστι τὸ ὀδύνης γέμον. γʹ. Ὁ μὲν οὖν διάβολος ὡμολόγηται, καθὼς ἔφην, πονηρὸς εἶναι παρὰ πᾶσι· τί περὶ τῆς κτίσεως ἐροῦ‐ | |
40 | μεν τῆς καλῆς ταύτης καὶ θαυμαστῆς; ἢ καὶ ἡ κτί‐ σις πονηρά; Καὶ τίς οὕτω μιαρὸς, τίς οὕτως ἀναί‐ σθητος καὶ παραπλὴξ ὡς κατηγορῆσαι τῆς κτίσεως; Τί οὖν περὶ ταύτης ἐροῦμεν; Οὐ γάρ ἐστι πονηρὰ, ἀλλὰ καὶ καλὴ καὶ δεῖγμα τῆς τοῦ Θεοῦ σοφίας καὶ | |
45 | δυνάμεως καὶ φιλανθρωπίας ἐστίν. Ἄκουσον γοῦν πῶς αὐτὴν ὁ προφήτης θαυμάζει, λέγων· Ὡς ἐμεγαλύν‐ θη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίη‐ σας· οὐ καθέκαστον ἐπεξῆλθεν, ἀλλὰ παρεχώρησε τῷ ἀκαταλήπτῳ τῆς σοφίας τοῦ Θεοῦ. Ὅτι δὲ καὶ χρη‐ | |
49.260(50) | σίμως αὐτὴν οὕτω καλὴν καὶ μεγάλην ἐποίησεν, ἄκουσόν τινος λέγοντος, ὅτι Ἐκ μεγέθους καὶ καλ‐ λονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐ‐ τῶν θεωρεῖται· ἄκουσον καὶ τοῦ Παύλου λέγοντος· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς | |
55 | ποιήμασι νοούμενα καθορᾶται. Τούτων γὰρ ἕκαστος | |
ᾐνίξατο δι’ ὧν εἶπεν, ὅτι αὕτη πρὸς θεογνωσίαν ἡμᾶς | ||
49.261 | χειραγωγεῖ· ὅτι αὕτη ποιεῖ ἐπιγινώσκειν τὸν Δεσπό‐ την. Τί οὖν, ἐὰν ἴδωμεν τὴν καλὴν ταύτην καὶ θαυ‐ μαστὴν, αὐτὴν γενομένην ἀσεβείας αἰτίαν πολλοῖς, αἰτιασόμεθα αὐτήν; Οὐδαμῶς, ἀλλ’ ἐκείνους τοὺς μὴ | |
5 | χρησαμένους εἰς δέον τῷ φαρμάκῳ. Ποῦ οὖν ἀσεβείας αἰτία αὕτη ἡ χειραγωγοῦσα πρὸς θεογνωσίαν; Ἐσκο‐ τίσθησαν, φησὶν, ἐν τοῖς διαλογισμοῖς αὐτῶν οἱ φιλόσοφοι, καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Οὐδαμοῦ διάβολος ἐν‐ | |
10 | ταῦθα, οὐδαμοῦ δαίμων ἐνταῦθα, ἀλλὰ κτίσις εἰς τὸ μέσον πρόκειται μόνη διδάσκαλος τῆς θεογνωσίας. Πῶς γοῦν γέγονεν ἀσεβείας αἰτία; Οὐ παρὰ τὴν ἑαυ‐ τῆς φύσιν, ἀλλὰ παρὰ τὴν ἀμέλειαν τῶν μὴ προσ‐ εχόντων. Τί οὖν; ἀναιρήσομεν καὶ τὴν κτίσιν, εἰπέ | |
15 | μοι; Καὶ τί λέγω περὶ τῆς κτίσεως; Ἐπὶ τὰ μέλη ἔλ‐ θωμεν τὰ ἡμέτερα· καὶ γὰρ καὶ ταῦτα εὑρήσομεν ἀπωλείας αἴτια, ἐὰν μὴ προσέχωμεν, οὐ παρὰ τὴν οἰκείαν δὲ φύσιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳ‐ | |
20 | θυμίαν. Σκόπει δέ· Ὀφθαλμὸς ἐδόθη, ἵνα βλέπων τὴν κτίσιν δοξάζῃς τὸν Δεσπότην· ἀλλ’ ἐὰν μὴ καλῶς χρήσῃ τῷ ὀφθαλμῷ, μοιχείας σοι γίνεται πρόξενος· γλῶττα δὲ ἐδόθη, ἵνα εὐφημῇς, ἵνα ὑμνῇς τὸν Ποιη‐ τήν· ἀλλ’ ἐὰν μὴ καλῶς προσέχῃς, βλασφημίας σοι | |
25 | γίνεται αἰτία· χεῖρες δὲ ἐδόθησαν, ἵνα ἀνατείνῃς αὐ‐ τὰς εἰς εὐχάς· ἀλλ’ ἐὰν μὴ νήφῃς, εἰς πλεονεξίαν αὐτὰς ἐκτείνεις· πόδες ἐδόθησαν, ἵνα τρέχῃς εἰς καλὰ ἔργα· ἀλλ’ ἐὰν ἀμελῇς, τὰς πονηρὰς δι’ αὐτῶν ἕξεις πράξεις. Ὁρᾷς ὅτι τὸν ἀσθενῆ πάντα βλάπτει; ὁρᾷς | |
30 | ὅτι τὸν ἀσθενῆ καὶ τὰ φάρμακα τὰ σωτήρια εἰς θάνα‐ τον ἐμβάλλει, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τὴν ἐκείνου; Ἐποίησεν οὐρανὸν ὁ Θεὸς, ἵνα θαυμάσας τὸ ἔργον προσκυνήσῃς τὸν Δε‐ σπότην· ἀλλ’ ἕτεροι τὸν Ποιητὴν ἀφέντες, αὐτὸν τὸν | |
35 | οὐρανὸν προσεκύνησαν· ταῦτα δὲ ἀπὸ τῆς ἐκείνων ῥᾳθυμίας τε καὶ ἀνοίας. Ἀλλὰ τί λέγω κτίσιν; Καὶ μὴν τί τοῦ σταυροῦ σωτηριωδέστερον γένοιτ’ ἄν; ἀλλ’ ὁ σταυρὸς οὗτος σκάνδαλον τοῖς ἀσθενοῦσι γέγονεν· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυ‐ | |
40 | μένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις δύναμις Θεοῦ· καὶ πάλιν· Κηρύσσομεν Χριστὸν ἐσταυρω‐ μένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μω‐ ρίαν. Τί τοῦ Παύλου διδασκαλικώτερον γένοιτ’ ἂν καὶ τῶν ἀποστόλων; ἀλλ’ οἱ ἀπόστολοι οὗτοι ὀσμὴ | |
45 | θανάτου τοῖς πολλοῖς ἐγένοντο· φησὶ γοῦν· Οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ζωῆς εἰς ζωήν. Ὁρᾷς ὅτι ὁ μὲν ἀσθενὴς καὶ ἀπὸ τοῦ Παύλου βλάπτε‐ ται, ὁ δὲ ἰσχυρὸς οὐδὲ ἀπὸ τοῦ διαβόλου ἀδικεῖται; δʹ. Βούλει καὶ ἐπὶ τοῦ Χριστοῦ τὸν λόγον γυμνάζω‐ | |
49.261(50) | μεν; Τί τῆς σωτηρίας ἐκείνης ἴσον; τί τῆς παρου‐ σίας ἐκείνης χρησιμώτερον; ἀλλ’ αὕτη ἡ παρουσία ἡ σωτηριώδης, ἡ χρησίμη, πολλοῖς προσθήκη κολά‐ σεως γέγονεν· Εἰς κρῖμα γὰρ, φησὶν, ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες | |
55 | βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Τί λέγεις; τὸ φῶς πηρώσεως αἴτιον γέγονεν; Οὐ τὸ φῶς πηρώσεως αἴτιον γέγονεν, ἀλλ’ ἡ ἀσθένεια τῶν ὀφθαλμῶν τῆς ψυχῆς τὸ φῶς ὑποδέξασθαι οὐκ ἴσχυ‐ σεν. Εἶδες ὅτι ἀσθενὴς πάντοθεν βλάπτεται, ὁ δὲ | |
60 | ἰσχυρὸς πάντοθεν ὠφελεῖται; Πανταχοῦ γὰρ ἡ προ‐ αίρεσις αἰτία, πανταχοῦ ἡ γνώμη κυρία· ἐπεὶ ὁ διάβολος, εἰ βούλει μαθεῖν, καὶ χρήσιμος ἡμῖν ἐστιν, ἐὰν εἰς δέον αὐτῷ χρώμεθα, καὶ τὰ μεγάλα ἡμᾶς | |
ὠφελεῖ, καὶ κερδαίνομεν οὐ τὰ τυχόντα Καὶ τοῦτο | Column end | |
49.262 | ἐδείξαμεν πολλοστὸν καὶ ἀπὸ τοῦ Ἰώβ· ἔξεστι δὲ καὶ ἀπὸ τοῦ Παύλου μαθεῖν· περὶ γὰρ τοῦ πεπορ‐ νευκότος γράφων οὕτω λέγει· Παράδοτε τὸν τοιοῦ‐ τον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ | |
5 | πνεῦμα σωθῇ. Ἰδοὺ καὶ σωτηρίας αἴτιος ὁ διά‐ βολος γέγονεν, ἀλλ’ οὐ παρὰ τὴν αὐτοῦ γνώμην, ἀλλὰ παρὰ τὴν τέχνην τοῦ Ἀποστόλου. Καθάπερ γὰρ οἱ ἰατροὶ ἐχίδνας λαμβάνοντες καὶ τὰ ὀλέθρια αὐτῶν ἀποτέμνοντες μέλη, τὰ θηριακὰ κατασκευάζουσι | |
10 | φάρμακα· οὕτω καὶ ὁ Παῦλος ἐποίησεν· ὅσον χρή‐ σιμον ἦν ἀπὸ τῆς κολάσεως τῆς ἐπαγομένης παρὰ τοῦ διαβόλου λαβὼν, τὸ λοιπὸν εἴασεν. Ἵνα γὰρ μά‐ θῃς, ὅτι οὐχ ὁ διάβολος τῆς σωτηρίας αἴτιος, ἀλλ’ ἀπολέσαι τὸν ἄνθρωπον καὶ καταπιεῖν ἠπείγετο, ὁ | |
15 | δὲ Ἀπόστολος διὰ τῆς αὑτοῦ σοφίας τὴν λαίμην ἐνέκοψεν, ἄκουσον ἐν τῇ δευτέρᾳ τῇ πρὸς Κο‐ ρινθίους Ἐπιστολῇ τί φησι περὶ αὐτοῦ τοῦ πεπορ‐ νευκότος· Κυρώσατε εἰς αὐτὸν ἀγάπην, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος, καὶ | |
20 | πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· προεξαρπά‐ σωμεν τῆς φάρυγγος τοῦ θηρίου τὸν ἄνθρωπον, φησίν. Ὡς γὰρ δημίῳ πολλάκις ἐχρήσατο τῷ δια‐ βόλῳ ὁ Ἀπόστολος· οἱ δὲ δήμιοι κολάζουσι μὲν τοὺς ἡμαρτηκότας, οὐ μὴν ὅσον βούλονται, ἀλλ’ ὅσον οἱ | |
25 | δικάζοντες ἐπιτρέπουσιν· οὗτος γὰρ δημίου νόμος, τῷ νεύματι τοῦ δικαστοῦ προσέχοντα τιμωρεῖσθαι. Εἶδες εἰς ὅσον ἀξίωμα ἀνέβη ὁ Ἀπόστολος; Ὁ σῶμα περικείμενος τῷ ἀσωμάτῳ ὡς δημίῳ ἐχρήσατο, καὶ ὅπερ ὁ κοινὸς Δεσπότης λέγει τῷ διαβόλῳ περὶ τοῦ | |
30 | Ἰὼβ, παραγγέλλων οὕτως, Ἅψαι τῆς σαρκὸς αὐ‐ τοῦ, πλὴν τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ, ὅρους αὐτῷ διδοὺς καὶ μέτρα τιμωριῶν, ἵνα μὴ προπετὲς ὂν τὸ θηρίον ἀναισχυντότερον ἐπιπηδήσῃ, τοῦτο καὶ ὁ Ἀπόστολος ποιεῖ· παραδοὺς γὰρ αὐτῷ τὸν πεπορ‐ | |
35 | νευκότα, φησίν· Εἰς ὄλεθρον τῆς σαρκός· τοῦτ’ ἔστι, Τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ. Εἶδες αὐθεντίαν οἰκέτου; Μὴ τοίνυν φοβοῦ τὸν διάβολον, κἂν ἀσώμα‐ τος ᾖ· προσέκρουσε γάρ· οὐδὲν δὲ τοῦ προσκεκρου‐ κότος ἀσθενέστερον, κἂν μὴ σῶμα περικείμενος ᾖ· | |
40 | ὥσπερ οὖν οὐδὲν τοῦ παῤῥησίαν ἔχοντος ἰσχυρότε‐ ρον, κἂν σῶμα περιφέρῃ θνητόν. εʹ. Ταῦτά μοι πάντα εἴρηται νῦν, οὐχ ἵνα τὸν διά‐ βολον ἐγκλημάτων ἀπαλλάξω, ἀλλ’ ἵνα ὑμᾶς ἐλευ‐ θερώσω τῆς ῥᾳθυμίας. Καὶ γὰρ σφόδρα βούλεται | |
45 | ἐκεῖνος τῶν ἡμετέρων ἁμαρτημάτων ἐπ’ αὐτὸν ἄγειν τὴν αἰτίαν, ἵνα ταύταις ταῖς ἐλπίσι τρεφόμενοι, καὶ πᾶν εἶδος κακίας ἐπιόντες, πολλὴν αὐξήσωμεν καθ’ ἑαυτῶν τὴν κόλασιν, οὐδεμιᾶς τυγχάνοντες συγγνώ‐ μης ἀπὸ τοῦ μετατιθέναι ἐπ’ αὐτὸν τὴν αἰτίαν· | |
49.262(50) | ὥσπερ οὖν οὐδὲ ἡ Εὔα ἔτυχεν. Ἀλλ’ ἡμεῖς μὴ τοῦτο ποιῶμεν, ἀλλ’ ἐπιγνῶμεν ἑαυτοὺς, ἐπιγνῶμεν τὰ τραύματα· οὕτω γὰρ καὶ τὰ φάρμακα ἐπιθεῖναι δυνησόμεθα· ὁ γὰρ τὴν νόσον ἀγνοῶν οὐδεμίαν ποιήσεται τῆς ἀῤῥωστίας ἐπιμέλειαν. Ἡμάρτομεν | |
55 | πολλά· οἶδα κἀγώ· πάντες γάρ ἐσμεν ἐν ἐπιτιμίοις· ἀλλ’ οὐκ ἀπεστερήμεθα συγγνώμης, οὐδὲ ἐξεπέσο‐ μεν μετανοίας· ἔτι γὰρ ἐν τῷ σκάμματι ἑστήκαμεν, καὶ ἐν τοῖς ἀγῶσι τῆς μετανοίας ἐσμέν. Γέρων εἶ καὶ πρὸς τὴν ἐσχάτην ἀπήντηκας ἔξοδον; Μὴ νομί‐ | |
60 | σῃς μηδὲ οὕτως ἐκπεπτωκέναι μετανοίας, μηδὲ ἀπο‐ | |
49.263 | γνῷς τῆς σωτηρίας τῆς ἑαυτοῦ, ἀλλ’ ἐννόησον τὸν λῃστὴν τὸν ἐν τῷ σταυρῷ ἐλευθερωθέντα. Τί γὰρ τῆς ὥρας ἐκείνης βραχύτερον, καθ’ ἣν ἐστεφανοῦτο; ἀλλ’ ὅμως ἤρκεσεν αὐτῷ καὶ αὕτη πρὸς σωτηρίαν. | |
5 | Νέος εἶ; μὴ θαρσήσῃς τῇ νεότητι, μηδὲ νομίσῃς ἱκανὴν ἔχειν προθεσμίαν τῆς ζωῆς· Ἡ γὰρ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται. Διὰ τοῦτο ἄδηλον ἡμῶν ἐποίησε τὴν τελευτὴν, ἵνα δήλην ποιησώμεθα τὴν σπουδὴν καὶ τὴν πρόνοιαν. Οὐχ | |
10 | ὁρᾷς ἀώρους καθ’ ἑκάστην ἡμέραν ἀναρπαζομένους; διὰ τοῦτο παραινεῖ τις· Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, μηδὲ ἀναβάλλου ἡμέραν ἐξ ἡμέ‐ ρας, μή ποτε, ὡς μέλλεις, ἐκτριβῇς. Ὁ γέρων ἐκείνην ἐχέτω τὴν παραίνεσιν· ὁ νέος ταύτην ἐχέτω | |
15 | τὴν νουθεσίαν. Ἀλλ’ ἐν ἀσφαλείᾳ εἶ, καὶ πλουτεῖς, καὶ κομᾷς χρήμασι, καὶ οὐδέν σοι γίνεται δεινόν; ἀλλ’ ἄκουσον τί φησιν ὁ Παῦλος· Ὅταν δὲ λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος. Πολλῆς γέμει μεταβολῆς τὰ | |
20 | πράγματα· οὐκ ἐσμὲν κύριοι τῆς τελευτῆς· γενώμεθα κύριοι τῆς ἀρετῆς· φιλάνθρωπός ἐστιν ὁ Δεσπότης ἡμῶν Χριστός. Βούλεσθε εἴπω καὶ μετανοίας ὁδούς; Πολλαί τινές εἰσι καὶ ποικίλαι καὶ διάφοροι, καὶ πᾶσαι πρὸς τὸν | |
25 | οὐρανὸν φέρουσιν. Ἔστι πρώτη μετανοίας ὁδὸς ἁμαρτημάτων κατάγνωσις· Λέγε γὰρ σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς· διὸ καὶ ὁ προφήτης ἔφη· Εἶπα· Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς | |
30 | καρδίας μου. Κατάγνωθι τοίνυν καὶ σὺ τῶν ἡμαρ‐ τημένων· ἀρκεῖ τοῦτο τῷ Δεσπότῃ πρὸς ἀπολογίαν· ὁ γὰρ καταγνοὺς τῶν ἡμαρτημένων, ὀκνηρότερός ἐστι πρὸς τὸ τοῖς αὐτοῖς πάλιν περιπεσεῖν. Κίνησον τὸν κατήγορον ἔνδον τὸ σὸν συνειδὸς, ἵνα μὴ ἐκεῖ | |
35 | κατήγορον ἔχῃς ἐπὶ τοῦ βήματος τοῦ Κυρίου. Μία μὲν οὖν μετανοίας ὁδὸς, ἀρίστη αὕτη· ἔστι δὲ καὶ ἑτέρα ταύτης οὐκ ἐλάττων, τὸ μὴ μνησικακεῖν τοῖς ἐχθροῖς, τὸ κρατεῖν ὀργῆς, τὸ ἀφιέναι τὰ συνδουλικὰ ἁμαρτήματα· οὕτω γὰρ ἡμῖν ἀφεθήσεται καὶ τὰ εἰς | |
40 | τὸν Δεσπότην γεγενημένα· ἰδοὺ καὶ δεύτερον ἁμαρ‐ τημάτων καθάρσιον· Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τοῖς ὀφειλέταις ὑμῶν, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν. Βούλει καὶ τρίτην μαθεῖν μετανοίας ὁδόν; Εὐχὴ ζέουσα καὶ ἀκριβὴς, καὶ ἀπὸ βαθυτάτης | |
45 | καρδίας τοῦτο ποιεῖν. Οὐκ εἶδες ἐκείνην τὴν χήραν, πῶς τὸν ἀναίσχυντον δικαστὴν ἐπεσπάσατο; Σὺ δὲ | |
ἥμερον ἔχεις Δεσπότην καὶ προσηνῆ καὶ φιλάνθρω‐ | Column end | |
49.264 | πον· ἐκείνη κατ’ ἐχθρῶν ᾔτει, σὺ δὲ οὐ κατ’ ἐχθρῶν αἰτεῖς, ἀλλ’ ὑπὲρ τῆς σεαυτοῦ σωτηρίας. Εἰ δὲ καὶ τετάρτην θέλεις μαθεῖν, τὴν ἐλεημοσύνην ἐρῶ· πολ‐ λὴν γὰρ δύναμιν αὕτη ἔχει, καὶ ἄφατον· καὶ γὰρ τῷ | |
5 | Ναβουχοδονόσορ εἰς πᾶν εἶδος κακίας ἐλθόντι, καὶ πᾶσαν ἀσέβειαν ἐπελθόντι, φησὶν ὁ Δανιήλ· Βασι‐ λεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων. Τί γένοιτο ταύτης | |
10 | ἴσον τῆς φιλανθρωπίας; Μετὰ μυρία ἁμαρτήματα, μετὰ τοσαύτας παρανομίας ἐπαγγέλλεται καταλλάτ‐ τεσθαι τῷ προσκεκρουκότι, εἰ τοῖς συνδούλοις φιλαν‐ θρωπεύσεται τοῖς αὐτοῦ. Καὶ τὸ μετριάζειν δὲ καὶ ταπεινοφρονεῖν τῶν εἰρημένων ἁπάντων οὐχ ἧττον | |
15 | δαπανᾷ ἁμαρτημάτων φύσιν· καὶ μάρτυς ὁ τελώ‐ νης, κατορθώματα μὲν οὐκ ἔχων εἰπεῖν, ἀντὶ δὲ πάντων τὴν ταπεινοφροσύνην προσφέρων, καὶ τὸ βαρὺ τῶν ἁμαρτημάτων ἀποτιθέμενος φορτίον. Ἰδοὺ πέντε μετανοίας ὁδοὺς ἐδείξαμεν, πρώτην τὴν κατά‐ | |
20 | γνωσιν τῶν ἡμαρτημένων, δευτέραν τὸ ἀφεῖναι τοῖς πλησίον τὰ ἁμαρτήματα, τρίτην τὴν ἀπὸ τῆς εὐχῆς γιγνομένην, τετάρτην τὴν ἀπὸ τῆς ἐλεημοσύνης, πέμπτην τὴν ἀπὸ τῆς ταπεινοφροσύνης. Μὴ τοίνυν ἄργει, ἀλλὰ πάσας ταύτας καθ’ ἑκάστην ὅδευε | |
25 | τὴν ἡμέραν· καὶ γὰρ εὔκολοι αἱ ὁδοὶ, καὶ οὐκ ἔχεις προβαλέσθαι πενίαν· ἀλλὰ κἂν ἁπάντων πτωχότερον βιοῖς, καὶ ὀργὴν ἀφεῖναι καὶ ταπεινοφρονῆσαι δυ‐ νήσῃ, καὶ εὔξασθαι ἐκτενῶς, καὶ καταγνῶναι τῶν ἡμαρτημένων, καὶ οὐδαμοῦ κώλυμα ἡ πενία γίνε‐ | |
30 | ται. Καὶ τί λέγω ἐνταῦθα, ὅπου οὐδὲ ἐν ἐκείνῃ τῇ ὁδῷ τῆς μετανοίας, ἐν ᾗ χρήματα καταβαλεῖν ἔστι (τὴν ἐλεημοσύνην λέγω), οὐδὲ ἐκεῖ κωλύει τι πρὸς ἐντολὴν ἡμᾶς ἡ πενία; Καὶ ἐδήλωσεν ἡ τὰ δύο λεπτὰ καταβαλοῦσα χήρα. Μαθόντες οὖν τὴν θεραπείαν | |
35 | τῶν ἡμετέρων τραυμάτων, συνεχῆ ταῦτα ἐπιθῶμεν τὰ φάρμακα, ἵνα πρὸς ὑγίειαν ἐπανελθόντες τὴν ἀληθῆ, καὶ τῆς ἱερᾶς τραπέζης μετὰ παῤῥησίας ἀπολαύσωμεν, καὶ μετὰ πολλῆς δόξης ἀπαντήσωμεν τῷ βασιλεῖ τῆς δόξης Χριστῷ, καὶ τῶν αἰωνίων | |
40 | ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλ‐ ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, ἅμα τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ | |
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Column end | |
49.263(48t) | Ὅτι ἐκ ῥᾳθυμίας ἡ κακία, καὶ ἀπὸ σπουδῆς ἡ ἀρετὴ, καὶ οὐδὲν οὔτε οἱ ἄνθρωποι πονηροὶ, | |
49t | οὔτε αὐτὸς ὁ διάβολος τὸν νήφοντα παραβλάψαι δύναται· καὶ ἡ ἀπόδειξις ἄλλοθέν τε πολ‐ | |
50t | λαχόθεν, καὶ ἐκ τῶν κατὰ τὸν Ἀδὰμ καὶ τὸν Ἰώβ. | |
51t | Ὁμιλία γʹ. | |
52 | αʹ. Ἡμεῖς μὲν πρὸ τῆς χθὲς ἡμέρας τοὺς περὶ τοῦ διαβόλου λόγους πρὸς τὴν ἀγάπην ἐκινοῦμεν τὴν ὑμετέραν· ἕτεροι δὲ πρὸ τῆς χθὲς ἡμέρας, λόγων | |
55 | κινουμένων ἐνταῦθα τοιούτων, ἐν τοῖς θεάτροις καθ‐ | |
ήμενοι, τοῦ διαβόλου τὴν πομπὴν ἐθεώρουν· ᾀσμά‐ | Column end | |
49.264(52) | των μετεῖχον ἐκεῖνοι πορνικῶν, ὑμεῖς ἀκροαμάτων ἐκοινωνεῖτε πνευματικῶν· ἤσθιον ἐκεῖνοι τὴν ἀκα‐ θαρσίαν τὴν διαβολικὴν, ἐσιτεῖσθε ὑμεῖς τὸ μύρον | |
55 | τὸ πνευματικόν. Τίς ἄρα αὐτοὺς ἀπεβουκόλησε; τίς | |
ἄρα αὐτοὺς ἀπέσχισε τῆς ποίμνης τῆς ἱερᾶς; Ἆρα | ||
49.265 | κἀκείνους ὁ διάβολος ἠπάτησε; πῶς οὖν ὑμᾶς οὐκ ἠπάτησεν; Οἱ αὐτοὶ ἄνθρωποι ὑμεῖς κἀκεῖνοι, κατὰ τὴν φύσιν λέγω· τὴν αὐτὴν ἔχετε ψυχὴν ὑμεῖς κἀ‐ κεῖνοι, τὰς αὐτὰς ἔχετε ἐπιθυμίας τὰς παρὰ τῆς | |
5 | φύσεως· πῶς οὖν οὐκ ἐν τοῖς αὐτοῖς ὑμεῖς κἀκεῖνοι; Ἐπειδὴ αἱ προαιρέσεις οὐχ αἱ αὐταὶ ὑμῖν κἀκεί‐ νοις· διὰ τοῦτο ἐκεῖνοι μὲν ἐν ἀπάτῃ, ὑμεῖς δὲ ἐκ‐ τὸς τῆς ἀπάτης. Οὐ πάλιν τὸν διάβολον ἀπαλλάττων ἐγκλημάτων ταῦτα λέγω, ἀλλ’ ὑμᾶς ἁμαρτημάτων | |
10 | ἐλευθερῶσαι σπουδάζων. Πονηρὸς ὁ διάβολος, ὁμο‐ λογῶ κἀγὼ, ἀλλ’ ἑαυτῷ πονηρὸς, οὐχ ἡμῖν, ἂν νή‐ φωμεν· τοιαύτη γὰρ τῆς κακίας ἡ φύσις· τοῖς κε‐ κτημένοις ἐστὶν ὀλεθρία μόνοις, ἡ δὲ ἀρετὴ τοὐναν‐ τίον· οὐχὶ τοὺς κεκτημένους μόνον, ἀλλὰ καὶ τοὺς | |
15 | πλησίον ὠφελεῖν δύναται. Καὶ ἵνα μάθῃς, ὅτι ὁ μὲν κακὸς ἑαυτῷ κακὸς, ὁ δὲ ἀγαθὸς, καὶ ἑτέροις ἀγαθὸς, μαρτυρίαν σοι παρέχω παροιμιώδη. Τέκνον, φησὶν, ἐὰν κακὸς γένῃ, μόνος ἀντλήσεις τὰ κακά· ἐὰν δὲ σοφὸς, ἑαυτῷ καὶ τῷ πλησίον. | |
20 | Ἠπατήθησαν ἐν τοῖς θεάτροις, ἀλλ’ ὑμεῖς οὐκ ἠπατήθητε. Μεγίστη αὕτη πραγμάτων ἀπόδειξις, ἔλεγχος σαφὴς καὶ λογισμὸς ἀναμφισβήτητος τοῦ πανταχοῦ τὴν προαίρεσιν εἶναι κυρίαν. Τούτῳ δὴ καὶ αὐτὸς κέχρησο τῷ τρόπῳ τῆς ἀποδείξεως· | |
25 | κἂν ἴδῃς ἄνθρωπον ἐν πονηρίᾳ ζῶντα καὶ πᾶσαν κακίαν ἐπιδεικνύμενον, εἶτα αἰτιώμενον τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ λέγοντα, ὅτι τύχης καὶ εἱμαρ‐ μένης ἀνάγκῃ καὶ δαιμόνων τυραννίδι τὴν ἡμετέραν ἐξέδωκε φύσιν, καὶ πάντοθεν τὴν αἰτίαν ἀφ’ ἑαυτοῦ | |
30 | μὲν ἀπάγοντα, ἐπὶ δὲ τὸν δημιουργὸν καὶ τοῦδε τοῦ παντὸς προνοοῦντα μεταφέροντα, ἀπόφραξον αὐτοῦ τὸ στόμα, μὴ λόγῳ, ἀλλ’ ἔργῳ, ἐπιδείξας σύνδουλον ἕτερον ἐν ἀρετῇ καὶ ἐπιεικείᾳ ζῶντα. Οὐ χρεία λό‐ γων μακρῶν, οὐ χρεία κατασκευῆς συμπεπλεγμέ‐ | |
35 | νης, οὐδὲ συλλογισμῶν· διὰ τῶν ἔργων ἡ ἀπόδειξις γίνεται· εἰπὲ πρὸς αὐτόν· Καὶ σὺ δοῦλος, κἀκεῖνος δοῦλος· καὶ σὺ ἄνθρωπος, κἀκεῖνος ἄνθρωπος· τὸν αὐτὸν κόσμον οἰκεῖς, ὑπὸ τὸν αὐτὸν οὐρανὸν τὰς αὐτὰς τρέφῃ τροφάς· πῶς σὺ μὲν ἐν πονηρίᾳ, ἐκεῖ‐ | |
40 | νος δὲ ἐν ἀρετῇ; Διὰ τοῦτο καὶ ὁ Θεὸς ἀφῆκε τοὺς πονηροὺς τοῖς ἀγαθοῖς ἀναμεμίχθαι, καὶ οὐκ ἄλλην μὲν τοῖς πονηροῖς ἔδωκε γῆν, εἰς ἑτέραν δὲ τοὺς ἀγαθοὺς οἰκουμένην ἀπῴκισεν, ἀλλὰ ἀνέμιξε τούτους ἐκείνοις, πολὺ τὸ χρήσιμον ἐργαζόμενος. Οἱ γὰρ | |
45 | ἀγαθοὶ δοκιμώτεροι φαίνονται, ἐν μέσῳ τῶν κωλυόν‐ των αὐτοὺς ὀρθῶς ζῇν καὶ πρὸς κακίαν ἑλκόντων ὄντες καὶ τῆς ἀρετῆς ἀντιλαμβανόμενοι. Δεῖ γὰρ, φησὶ, καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. | |
49.265(50) | Οὐκοῦν καὶ διὰ τοῦτο τοὺς πονηροὺς ἀφῆκεν εἶναι ἐν τῷ μέσῳ, ἵνα οἱ ἀγαθοὶ διαλάμπωσι μᾶλλον. Ὁρᾷς τὸ κέρδος ὅσον; Ἀλλ’ οὐ παρὰ τῶν πονηρῶν τὸ κέρ‐ δος, ἀλλὰ παρὰ τῆς ἀνδρείας τῶν ἀγαθῶν. Διὰ τοῦτο καὶ τὸν Νῶε θαυμάζομεν, οὐχ ὅτι δίκαιος ἦν, οὐδὲ | |
55 | ὅτι τέλειος ἦν μόνον, ἀλλ’ ὅτι ἐν τῇ γενεᾷ ἐκείνῃ τῇ διεστραμμένῃ καὶ πονηρᾷ διέσωσε τὴν ἀρετὴν, ὅτε οὐκ εἶχε παράδειγμα ἀρετῆς, ὅτε πάντες πρὸς πονη‐ ρίαν αὐτὸν παρεκάλουν· καὶ πᾶσαν ἀπ’ ἐναντίας ἦλθεν ἐκείνοις, καθάπερ τις ὁδίτης πολλῷ πλήθει | |
60 | ῥύμῃ φερομένῳ τὴν ἐναντίαν ὁδεύων ὁδόν. Διὰ τοῦτο οὐχ ἁπλῶς εἶπε, Νῶε δίκαιος, τέλειος, ἀλλὰ προσ‐ έθηκεν, ἐν τῇ γενεᾷ αὐτοῦ, ἐν τῇ διεστραμμένῃ, ἐν τῇ ἀπεγνωσμένῃ, ὅτε οὐδὲν ἐμπόρευμα ἦν ἀρε‐ τῆς. Τοῖς μὲν οὖν ἀγαθοῖς ἀπὸ τῶν πονηρῶν τοῦτο | |
65 | τὸ κέρδος ἦν· οὕτω γοῦν καὶ δένδρα ὑπὸ ἀνέμων | |
ἐναντίων ῥιπιζόμενα ἰσχυρότερα γίνεται. Ἔστι δὲ | Column end | |
49.266 | καὶ τοῖς πονηροῖς κέρδος ἀπὸ τῆς ἐπιμιξίας τῶν ἀγαθῶν· αἰδοῦνται, αἰσχύνονται, ἐρυθριῶσιν ἐκεί‐ νους, κἂν μὴ ἀποστῶσι τῆς κακίας, ἀλλ’ ὅμως μετὰ τοῦ λανθάνειν τολμῶσιν ἅπερ τολμῶσιν. Οὐ μικρὸν | |
5 | δὲ τοῦτο, μὴ ἔχειν πεπαῤῥησιασμένην τὴν παρανο‐ μίαν· ὁ γὰρ τῶν ἄλλων βίος κατήγορος τῆς τούτων κακίας γίνεται. Ἄκουσον γοῦν τί φασι περὶ τοῦ δι‐ καίου· Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος. Οὐ μικρὰ δὲ ἀρχὴ διορθώσεως τὸ δάκνεσθαι αὐτοῦ τῇ | |
10 | παρουσίᾳ· καὶ γὰρ εἰ μὴ ἔδακνεν αὐτοὺς ἡ ὄψις τοῦ δικαίου, οὐκ ἂν τοῦτο ἐφθέγξαντο τὸ ῥῆμα· τὸ δὲ δάκνεσθαι καὶ στύφεσθαι τὸ συνειδὸς ἀπὸ τῆς παρου‐ σίας ἐκείνου, οὐ μικρὸν ἂν εἴη κώλυμα τοῦ μὴ μετὰ ἀδείας τῇ πονηρίᾳ κεχρῆσθαι. Εἶδες πόσον ἐστὶ κέρ‐ | |
15 | δος καὶ τοῖς ἀγαθοῖς ἀπὸ τῶν πονηρῶν, καὶ τοῖς πονηροῖς ἀπὸ τῶν ἀγαθῶν; διὰ τοῦτο οὐ διεῖλεν αὐτοὺς ὁ Θεὸς, ἀλλ’ ἀφῆκεν ἀναμεμίχθαι. βʹ. Ὁ αὐτὸς τοίνυν ἡμῖν λόγος καὶ περὶ τοῦ διαβόλου. Διὰ γὰρ τοῦτο καὶ τοῦτον ἀφῆκεν ἐν‐ | |
20 | ταῦθα εἶναι, ἵνα σὲ ἰσχυρότερον ἐργάσηται, ἵνα λαμ‐ πρότερον ποιήσῃ τὸν ἀθλητὴν, ἵνα μείζονα ᾖ τὰ ἀγωνίσματα. Ὅταν οὖν λέγῃ τις, Διὰ τί τὸν διάβολον ἀφῆκεν ὁ Θεός; ταῦτα λέγε πρὸς ἐκεῖνον τὰ ῥήματα· Ὅτι τοὺς νήφοντας καὶ προσέχοντας οὐ μόνον οὐδὲν | |
25 | παρέβλαψεν, ἀλλὰ καὶ ὠφέλησεν, οὐ παρὰ τὴν ἑαυ‐ τοῦ προαίρεσιν (πονηρὰ γάρ ἐστιν), ἀλλὰ παρὰ τὴν ἐκείνων ἀνδρείαν τῶν τῇ πονηρίᾳ εἰς δέον χρησαμέ‐ νων. Ἐπεὶ καὶ τῷ Ἰὼβ προσεπλάκη μὲν, οὐ διὰ τοῦτο δὲ, ἵνα αὐτὸν λαμπρότερον ποιήσῃ, ἀλλ’ ἵνα | |
30 | ὑποσκελίσῃ· διὰ τοῦτο πονηρὸς, διὰ τὴν τοιαύτην γνώμην καὶ τὴν προαίρεσιν· ἀλλ’ ὅμως οὐδὲν παρ‐ έβλαψε τὸν δίκαιον, ἀλλὰ καὶ ἀπώνατο μᾶλλον ἐκεῖ‐ νος ἀπὸ τῆς μάχης, ὅπερ οὖν καὶ ἀπεδείξαμεν· καὶ ὁ δαίμων τὴν πονηρίαν, καὶ ὁ δίκαιος τὴν ἀνδρείαν | |
35 | ἐπεδείξατο. Ἀλλὰ καὶ ὑποσκελίζει πολλοὺς, φησί· παρὰ τὴν αὐτῶν ἀσθένειαν, οὐ παρὰ τὴν οἰκείαν ἰσχύν· καὶ γὰρ τοῦτο ἀπεδείχθη διὰ πολλῶν ἤδη. Τὴν σαυτοῦ τοίνυν κατόρθωσον γνώμην, καὶ παρ’ οὐδενὸς οὐδέποτε δέξῃ βλάβος, ἀλλὰ καὶ τὰ μέγιστα κερδα‐ | |
40 | νεῖς, οὐχὶ παρὰ τῶν ἀγαθῶν μόνον, ἀλλὰ καὶ παρὰ τῶν πονηρῶν. Διὰ γὰρ τοῦτο, καθάπερ ἔμπροσθεν εἶπον, μετ’ ἀλλήλων ἀφῆκεν εἶναι τοὺς ἀνθρώπους ὁ Θεὸς, καὶ μάλιστα τοὺς ἀγαθοὺς μετὰ τῶν πονηρῶν, ἵνα κἀκείνους πρὸς τὴν οἰκείαν μεταγάγωσιν ἀρετήν. | |
45 | Ἄκουσον γοῦν τί φησι τοῖς μαθηταῖς ὁ Χριστός· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν γυναικὶ, ἥτις λαβοῦσα ζύμην ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία. Ὥστε ζύμης δύναμιν ἔχουσιν οἱ δίκαιοι, ἵνα πρὸς τὴν ἑαυτῶν ποιότητα τοὺς πονηροὺς μεταστήσωσιν. Ἀλλ’ | |
49.266(50) | ὀλίγοι οἱ δίκαιοι, καὶ γὰρ καὶ ἡ ζύμη μικρά· ἀλλ’ οὐδὲν ἡ μικρότης παραβλάπτει τὸ φύραμα, ἀλλ’ ἡ σμικρότης ἐκείνη ἅπαν τὸ ἄλευρον πρὸς ἑαυτὴν μεθ‐ ίστησι διὰ τῆς ἐνούσης αὐτῇ δυνάμεως. Οὕτω δὴ καὶ ἡ δύναμις τῶν δικαίων οὐκ ἐν τῇ ποσότητι τοῦ ἀρι‐ | |
55 | θμοῦ, ἀλλ’ ἐν τῇ τοῦ Πνεύματος χάριτι τὴν ἰσχὺν ἔχει. Δώδεκα ἦσαν οἱ ἀπόστολοι· εἶδες πῶς μικρὰ ἡ ζύμη; ὅλη ἡ οἰκουμένη ἐν ἀπιστίᾳ ἦν· εἶδες πόσον τὸ φύραμα; ἀλλ’ ἐκεῖνοι οἱ δώδεκα πᾶσαν τὴν οἰκου‐ μένην πρὸς ἑαυτοὺς ἐπέστρεψαν. Ἡ ζύμη καὶ τὸ φύ‐ | |
60 | ραμα τῆς αὐτῆς φύσεως, ἀλλ’ οὐ τῆς αὐτῆς ποιότη‐ τος· διὰ τοῦτο ἀφῆκε μεταξὺ τῶν δικαίων τοὺς πο‐ νηροὺς, ἵν’ ὥσπερ τῆς αὐτῆς φύσεώς εἰσι τοῖς δι‐ καίοις, οὕτω καὶ τῆς αὐτῆς προαιρέσεως γένωνται. Τούτων μέμνησθε, τούτοις ἐπιστομίζετε τοὺς ῥᾳ‐ | |
65 | θύμους, τοὺς διακεχυμένους, τοὺς ὀκνηροτέρους, τοὺς ἀναδυομένους πρὸς τοὺς τῆς ἀρετῆς πόνους, τοὺς τοῦ | |
κοινοῦ Δεσπότου κατηγοροῦντας. Ἥμαρτες, φησὶν, | ||
49.267 | ἡσύχασον, μὴ προσθῇς δευτέραν ἁμαρτίαν χαλεπω‐ τέραν· οὐχ οὕτω χαλεπὸν τὸ ἁμαρτεῖν, ὡς μετὰ τὴν ἁμαρτίαν τοῦ Δεσπότου κατηγορεῖν. Ἐπίγνωθι τὸν αἴτιον τῆς ἁμαρτίας, καὶ οὐδένα ἄλλον εὑρήσεις, ἢ | |
5 | τὸν ἡμαρτηκότα σέ. Πανταχοῦ προαιρέσεως χρεία ἀγαθῆς· ἔδειξα ὑμῖν τοῦτο οὐκ ἀπὸ λογισμῶν ψιλῶν, ἀλλ’ ἀπὸ συνδούλων τῶν ἐν αὐτῷ τῷ κόσμῳ ζώντων. Ταύτῃ καὶ αὐτὸς κέχρησο τῇ ἀποδείξει· οὕτω καὶ ὁ κοινὸς ἡμᾶς κρινεῖ Δεσπότης· μάθετε τοῦτον τῆς | |
10 | ἀποδείξεως τὸν τρόπον, καὶ οὐδεὶς ὑμᾶς δυνήσεται συλλογίσασθαι. Πορνεύει τις; δεῖξον αὐτῷ σωφρο‐ νοῦντα ἕτερον· πλεονεκτεῖ τις καὶ ἁρπάζει; δεῖξον αὐτῷ τὸν ἐλεημοσύνην διδόντα· ἐν βασκανίᾳ ζῇ καὶ φθόνῳ; δεῖξον αὐτῷ τὸν καθαρὸν τοῦ πάθους· | |
15 | ὑπ’ ὀργῆς κρατεῖται; τὸν ἐν φιλοσοφίᾳ ζῶντα εἰς μέ‐ σον ἄγαγε. Οὐ γὰρ δεῖ μόνον εἰς τὰ παλαιὰ ἀνατρέ‐ χειν διηγήματα, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων λαμ‐ βάνειν τὰ παραδείγματα· καὶ γὰρ καὶ τήμερον διὰ τὴν τοῦ Θεοῦ χάριν οὐκ ἐλάττονα τῶν προτέρων ἐστὶ | |
20 | τὰ κατορθώματα. Ἄπιστός ἐστι καὶ ψευδεῖς ἡγεῖται τὰς Γραφὰς εἶναι; οὐ πιστεύει, ὅτι ὁ Ἰὼβ τοιοῦτος ἦν; δεῖξον αὐτῷ ἕτερον ἄνθρωπον τὸν ἐκείνου τοῦ δικαίου ζηλοῦντα τὸν βίον. Οὕτω καὶ ὁ Δεσπότης ἡμᾶς κρινεῖ· συνδούλους ἵστησι μετὰ συνδούλων, καὶ οὐκ | |
25 | ἀπὸ τῆς αὑτοῦ κρίσεως φέρει τὴν ψῆφον, ἵνα μὴ ἄρ‐ ξηται λέγειν τις πάλιν, καθάπερ ἐκεῖνος ὁ οἰκέτης ὁ τὸ τάλαντον πιστευθεὶς, καὶ ἀντὶ ταλάντου κατηγο‐ ρίαν προσενεγκὼν, Ὅτι σκληρὸς εἶ, Δέον γὰρ στέ‐ νειν, ὅτι οὐκ ἐδιπλασίασε τὸ τάλαντον, ἀλλὰ καὶ χα‐ | |
30 | λεπωτέραν τὴν ἁμαρτίαν εἰργάσατο, τὴν κατηγορίαν τὴν κατὰ τοῦ δεσπότου προσθεὶς τῇ οἰκείᾳ ἀργίᾳ. Τί γάρ φησιν; Εἶδόν σε ὅτι σκληρὸς εἶ. Ὦ ἄθλιε καὶ ταλαίπωρε, καὶ ἀγνωμονῶν, καὶ ὀκνηρέ· ὀφείλων τῆς σαυτοῦ κατηγορεῖν ἀργίας καὶ ὑφελέσθαι τι τῆς προ‐ | |
35 | τέρας ἁμαρτίας, σὺ δὲ ἐπὶ τὸν δεσπότην τὴν κατηγο‐ ρίαν μετενεγκὼν, ἀντὶ τοῦ ταλάντου τὴν ἁμαρτίαν ἐδιπλασίασας. γʹ. Διὰ τοῦτο ὁ Θεὸς δούλους καὶ δούλους ἵστησιν, ἵνα οὗτοι ἐκείνους κρίνωσι, κἀκεῖνοι διὰ τούτων κρινό‐ | |
40 | μενοι μὴ ἔχωσι λοιπὸν κατηγορεῖν τοῦ Δεσπότου. Διὰ τοῦτό φησιν· Ἔρχεται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς δόξης τοῦ Πατρὸς αὐτοῦ. Ὅρα τῆς δόξης τὸ ἀπαράλλακτον· οὐκ εἶπεν, Ἐπὶ δόξης ὁμοίας τῇ δόξῃ τοῦ Πατρὸς, ἀλλ’ Ἐπὶ τῆς δόξης τοῦ Πατρὸς, | |
45 | καὶ συνάξει τὰ ἔθνη πάντα· φοβερὸν τὸ κριτήριον, φοβερὸν τοῖς ἁμαρτάνουσι καὶ ὑπευθύνοις· ἐπεὶ τοῖς συνειδόσιν ἑαυτοῖς κατορθώματα ποθεινὸν καὶ προσ‐ ηνές· Καὶ στήσει τὰ πρόβατα ἐκ δεξιῶν, καὶ τὰ ἐρίφια ἐξ εὐωνύμων· καὶ οὗτοι κἀκεῖνοι ἄνθρωποι. | |
49.267(50) | Διὰ τί οὖν ἐκεῖνοι μὲν πρόβατα, οὗτοι δὲ ἐρίφια; Οὐχ ἵνα τὴν ἐναλλαγὴν τῆς φύσεως, ἀλλ’ ἵνα τὴν ἐναλλαγὴν τῆς προαιρέσεως μάθῃς. Διὰ τί δὲ οἱ μὴ διδόντες ἐλεημοσύνην ἐρίφια; Ὅτι ἄκαρπόν ἐστι τὸ ζῶον, καὶ οὔτε τὴν ἀπὸ τοῦ γάλακτος λειτουργίαν, | |
55 | οὔτε τὴν ἀπὸ τῶν γεννημάτων, οὔτε τὴν ἀπὸ τῶν τριχῶν εἰσφέρειν δύναται τοῖς κεκτημένοις, παντα‐ χόθεν ἔρημον ὂν τῆς τοιαύτης εἰσφορᾶς διὰ τὸ τῆς ἡλικίας ἄωρον. Διὰ τοῦτο τοὺς οὐδένα καρπὸν ἐλεη‐ μοσύνης φέροντας ἐκάλεσεν ἐρίφια, τοὺς ἐκ δεξιῶν | |
60 | πρόβατα· ἀπὸ γὰρ τούτων πολλὴ ἡ φορὰ, ἐκ τῆς τοῦ ἐρίου φύσεως, ἐκ τῶν γεννημάτων, ἐκ τοῦ γάλακτος. Τί οὖν φησι πρὸς αὐτούς; Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε· γυμνὸν, καὶ περιεβάλετε· ξένον, καὶ συν‐ ηγάγετε. Πάλιν πρὸς ἐκείνους τὰ ἐναντία· καίτοι γε | |
65 | οἱ αὐτοὶ ἄνθρωποι καὶ οὗτοι κἀκεῖνοι, τὰς αὐτὰς ἔλα‐ | Column end |
49.268 | βον ἐπαγγελίας καὶ οὗτοι κἀκεῖνοι, τὰ αὐτὰ ἔπαθλα ἀμφοτέροις προέκειτο κατορθώσασιν, ὁ αὐτὸς καὶ πρὸς τούτους καὶ πρὸς ἐκείνους ἦλθε, μετὰ τῆς αὐ‐ τῆς γυμνότητος καὶ πρὸς τούτους καὶ πρὸς ἐκείνους, | |
5 | μετὰ τῆς αὐτῆς πείνης, καὶ ξένος ὁμοίως· πάντα ἴσα κἀκείνοις καὶ τούτοις. Πῶς οὖν τὸ τέλος οὐκ ἴσον; Ὅτι ἡ προαίρεσις οὐκ ἀφῆκεν· αὕτη γὰρ μόνη τὴν διαίρεσιν ἐποιή‐ σατο. Διὰ τοῦτο ἐκεῖνοι μὲν εἰς γέενναν, οὗτοι δὲ εἰς | |
10 | βασιλείαν· εἰ δὲ ὁ διάβολος ἦν αὐτοῖς τῶν ἁμαρτη‐ μάτων ὁ αἴτιος, οὐκ ἂν, ἄλλου ἁμαρτόντος καὶ ὠθή‐ σαντος, οὗτοι ἔμελλον κολάζεσθαι. Εἶδες ἐνταῦθα καὶ τοὺς ἁμαρτόντας, καὶ τοὺς κατορθώσαντας; εἶδες πῶς ἰδόντες τοὺς συνδούλους ἐπεστομίσθησαν; Φέρε | |
15 | σοι καὶ ἐφ’ ἕτερον παράδειγμα τὸν λόγον ἀγάγωμεν. Παρθένοι, φησὶν, ἦσαν δέκα. Πάλιν ἐνταῦθα αἱ προ‐ αιρέσεις αἱ κατορθώσασαι, πάλιν αἱ διαμαρτοῦσαι, ἵνα ἐκ παραλλήλου καὶ τούτων τὰ ἁμαρτήματα ἴδῃς, κἀκείνων τὰ κατορθώματα· ἡ γὰρ σύγκρισις σαφέ‐ | |
20 | στερα ταῦτα ποιεῖ. Καὶ αὗται παρθένοι κἀκεῖναι, καὶ αὗται πέντε κἀκεῖναι· λαμπάδας εἶχον καὶ αὗται κἀκεῖναι· τὸν νυμφίον ἀνέμενον πᾶσαι. Πῶς οὖν αἱ μὲν εἰσῆλθον, αἱ δὲ οὐκ εἰσῆλθον; Ὅτι αἱ μὲν ἀπάν‐ θρωποι ἦσαν, αἱ δὲ ἥμεροι καὶ φιλάνθρωποι. Ὁρᾷς | |
25 | πάλιν τὴν προαίρεσιν τοῦ τέλους αἰτίαν γινομένην, οὐχὶ τὸν διάβολον; εἶδες ἐκ παραλλήλου τὰς κρίσεις, καὶ ἐκ τῶν ὁμοίων φερομένην τὴν ψῆφον; Σύνδουλοι συνδούλους κρινοῦσι. Βούλει σοι δείξω καὶ ἐξ ἀν‐ ομοίων γινομένην σύγκρισιν; γίνεται γὰρ καὶ ἐξ ἀν‐ | |
30 | ομοίων, ὥστε τὴν κατάκρισιν γενέσθαι σαφεστέραν. Ἄνδρες Νινευῗται, φησὶν, ἀναστήσονται καὶ κα‐ τακρινοῦσι τὴν γενεὰν ταύτην. Οὐκέτι ὅμοιοι οἱ κρινόμενοι· οἱ μὲν γὰρ βάρβαροι, οἱ δὲ Ἰουδαῖοι· οἱ μὲν προφητικῆς ἀπήλαυσαν διδασκαλίας, οἱ δὲ οὐδέ‐ | |
35 | ποτε μετέσχον θείας ἀκροάσεως. Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ διάφορον, ἀλλ’ ὅτι ἐκεῖ μὲν δοῦλος ἀπῆλθεν, ἐνταῦθα δὲ ὁ Δεσπότης· κἀκεῖνος μὲν καταστροφὴν ἐκήρυττε παραγενόμενος, οὗτος δὲ βασιλείαν οὐρανῶν εὐηγγελίζετο. Τίνας οὖν εἰκὸς ἦν πιστεῦσαι μᾶλλον, | |
40 | τοὺς βαρβάρους καὶ ἀνοήτους καὶ μηδέποτε μετασχόν‐ τας θείας διδασκαλίας, ἢ τοὺς ἐκ πρώτης ἡλικίας προ‐ φητικαῖς ἐντραφέντας βίβλοις; Παντὶ δῆλον, ὅτι τοὺς Ἰουδαίους μᾶλλον· ἀλλὰ γέγονε τοὐναντίον. Καὶ οὗ‐ τοι μὲν ἠπίστησαν τῷ Δεσπότῃ βασιλείαν οὐρανῶν | |
45 | κηρύττοντι, ἐκεῖνοι δὲ ἐπίστευσαν τῷ συνδούλῳ κατα‐ στροφὴν ἀπειλοῦντι, ἵνα μειζόνως κἀκείνων ἡ ἐπιεί‐ κεια καὶ τούτων ἡ ἀγνωμοσύνη φανήσηται. Μή τί δαίμων; μή τι διάβολος; μή τι τύχη; μή τι εἱμαρ‐ μένη; οὐχὶ ἕκαστος ἑαυτῷ αἴτιος καὶ τῆς κακίας καὶ | |
49.268(50) | τῆς ἀρετῆς ἐγίνετο; Εἰ γὰρ μὴ αὐτοὶ ἔμελλον ὑπεύ‐ θυνοι ἔσεσθαι, οὐκ ἂν εἶπεν, ὅτι Κατακρινοῦσι τὴν γενεὰν ταύτην· οὐκ ἂν καὶ τὴν βασίλισσαν τοῦ νό‐ του κατακρίνειν τοὺς Ἰουδαίους ἔφη. Οὐ γὰρ δὴ δῆ‐ μοι δήμους μόνον κατακρινοῦσι τότε, ἀλλὰ καὶ εἷς | |
55 | ἄνθρωπος δῆμον ὁλόκληρον πολλάκις, ὅταν οὓς μὲν ἐνεδέχετο μᾶλλον ἀπατηθῆναι, φαίνονται μείναντες ἀνεξαπάτητοι, οἱ δὲ ἐκ παντὸς τρόπου περιγενέσθαι ὀφείλοντες, ἡττηθέντες τύχωσι. Διὰ τοῦτο καὶ τοῦ Ἀδὰμ καὶ τοῦ Ἰὼβ ἐμνήσθημεν· ἀνάγκη γὰρ πάλιν | |
60 | ἐπανελθεῖν ἐπὶ τὴν ὑπόθεσιν ἐκείνην, ὥστε τὰ λεί‐ ψανα ἀποδοῦναι τῷ λόγῳ. Τῷ μὲν οὖν Ἀδὰμ διὰ ῥη‐ μάτων προσέβαλε ψιλῶν, τῷ δὲ Ἰὼβ καὶ διὰ πραγμά‐ των· τὸν μὲν γὰρ τοῦ πλούτου παντὸς ἐγύμνωσε καὶ τῶν παίδων ἀπεστέρησε· τούτου δὲ οὐ μικρὸν, οὐ | |
65 | μέγα τι τῶν ὄντων ἀφείλετο. Μᾶλλον δὲ καὶ αὐτὰ τὰ | |
ῥήματα ἐξετάσωμεν, καὶ τῆς ἐπιβολῆς τὸν | ||
49.269 | τρόπον. Προσῆλθε, φησὶν, ὁ ὄφις, καὶ εἶπε τῇ γυ‐ ναικί· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ; Ἐνταῦθα ὄφις, ἐκεῖ γυνὴ ἐπὶ τοῦ Ἰώβ· τέως πολὺ τῶν συμ‐ | |
5 | βούλων τὸ μέσον. Ὁ μὲν γὰρ δοῦλος, ἡ δὲ κοινωνὸς τοῦ βίου· ἡ μὲν βοηθὸς, ὁ δὲ ὑπετέτακτο. Εἶδες τὸ ἀσύγγνωστον ὅσον; τὴν μὲν γὰρ ὁ ὑποτεταγμένος καὶ δουλεύων ἠπάτησεν, ἐκεῖνον δὲ οὐδὲ ἡ κοινωνὸς καὶ βοηθὸς ὑποσκελίσαι ἴσχυσεν. Ἀλλ’ ἴδωμεν καὶ τί | |
10 | φησι· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου; Καὶ μὴν οὐκ εἶπεν ὁ Θεὸς τοῦτο, ἀλλὰ τὸ ἐναντίον. Ὅρα οὖν κακουργίαν τοῦ διαβόλου· εἶπε τὸ μὴ εἰρημένον, ἵνα μάθῃ τὸ εἰρημένον. Τί οὖν ἡ γυνή; Δέον ἐπιστομίσαι, δέον μὴ μεταδοῦναι λόγου, | |
15 | ὑπὸ ἀνοίας ἐξελάλησε τὴν γνώμην τὴν Δεσποτικήν· διὰ τοῦτο παρέσχεν αὐτῷ λαβὴν ἰσχυράν. δʹ. Ὅρα ὅσον κακόν ἐστι τὸ ἁπλῶς τοῖς ἐχθροῖς καὶ τοῖς ἐπιβούλοις ἑαυτοὺς ἐγχειρίζειν. Διὰ τοῦτο ὁ Χρι‐ στὸς ἔλεγε· Μὴ δότε τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψη‐ | |
20 | τε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε στραφέντες ῥήξωσιν ὑμᾶς. Τοῦτο δὲ ἐγέ‐ νετο ἐπὶ τῆς Εὔας· ἔδωκε τὰ ἅγια τῷ κυνὶ, τῷ χοί‐ ρῳ· κατεπάτησεν ἐκεῖνος τὰ ῥήματα, στραφεὶς ἔῤ‐ ῥηξε τὴν γυναῖκα. Καὶ ὅρα πῶς κακουργεῖ· Οὐ θα‐ | |
25 | νάτῳ ἀποθανεῖσθε, φησί. Ἐνταῦθά μοι προσέχετε, ὅτι δυνατὴ ἦν ἡ γυνὴ συνιδεῖν τὴν ἀπάτην. Εὐθέως γὰρ τὴν ἔχθραν καὶ τὸν πόλεμον προεκήρυττε τὸν πρὸς τὸν Θεὸν, εὐθέως ἀπεναντίας ἐφθέγξατο. Ἔστω· πρὸ τούτου βουλομένῳ μαθεῖν τὴν γνώμην ἔλεγες· | |
30 | μετὰ ταῦτα ἐναντία εἰπόντι τί ἠκολούθεις; Εἶπεν ὁ Θεός· Θανάτῳ ἀποθανεῖσθε· ἀντεφθέγξατο τούτοις ἐκεῖνος, καὶ εἶπεν· Οὐ θανάτῳ ἀποθανεῖσθε. Τί τοῦ πολέμου τούτου σαφέστερον; πόθεν ἄλλοθεν ἔδει μα‐ θεῖν τὸν ἐχθρὸν καὶ πολέμιον, ἀλλ’ ἢ ἐντεῦθεν ἐκ τοῦ | |
35 | ἀντιφθέγξασθαι τῷ Θεῷ; Ἔδει τοίνυν φυγεῖν εὐθέως τὸ δέλεαρ, ἔδει τῆς παγίδος ἀποπηδῆσαι. Οὐ θανάτῳ ἀποθανεῖσθε, φησίν· ᾔδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοί. Ἐλπίδι μείζονος ὑποσχέσεως καὶ | |
40 | τὰ ἐν χερσὶν ἐξέβαλεν ἀγαθά· ἐπηγγείλατο ποιήσειν θεοὺς, καὶ κατέβαλεν εἰς τὴν τοῦ θανάτου τυραννίδα. Πόθεν οὖν ἐπίστευσας, ὦ γύναι, τῷ διαβόλῳ; τί συν‐ εῖδες ἀγαθόν; οὐκ ἤρκει ἡ ἀξιοπιστία τοῦ νομοθέτου, ὅτι ὁ μὲν Θεὸς καὶ δημιουργὸς καὶ ποιητὴς, ὁ δὲ διά‐ | |
45 | βολος καὶ ἐχθρός; Καὶ οὔπω λέγω διάβολον· ὄφιν αὐτὸν ἐνόμιζες εἶναι ψιλόν· ὄφιν οὖν, εἰπέ μοι, τοσ‐ αύτης ἰσηγορίας ἀξιῶσαι ἐχρῆν, ὡς καὶ Δεσποτικὴν γνώμην ἐξαγγεῖλαι αὐτῷ; Ὁρᾷς ὅτι δυνατὸν ἦν συν‐ ιδεῖν τὴν ἀπάτην, ἀλλ’ οὐκ ἠθέλησεν αὕτη. Καίτοι ὁ | |
49.269(50) | μὲν Θεὸς ἱκανὰς ἔδωκε τῆς εὐεργεσίας τῆς ἑαυτοῦ τὰς ἀποδείξεις, καὶ διὰ τῶν ἔργων τὴν κηδεμονίαν ἐπεδείξατο· καὶ γὰρ οὐκ ὄντα τὸν ἄνθρωπον ἔπλασε, καὶ ψυχὴν ἐνέπνευσε, καὶ κατ’ εἰκόνα αὐτὸν ἐποίησεν, ἄρχοντα τῶν ἐπὶ γῆς ποιήσας ἁπάντων, καὶ βοηθὸν | |
55 | ἐχαρίσατο, καὶ παράδεισον ἐφύτευσε, καὶ τὴν χρῆσιν τῶν λοιπῶν ἐπιτρέψας δένδρων, ἑνὸς ἀπηγόρευσε μὴ ἅψασθαι μόνου· καὶ τοῦτο δὲ αὐτὸ χρησίμως ἐκώλυσεν. Ὁ δὲ διάβολος ἔργῳ μὲν οὔτε μικρὸν, οὔτε μέγα ἐπεδείξατο ἀγαθὸν, ῥήμασι δὲ ψιλοῖς ἐπάρας | |
60 | τὴν γυναῖκα, καὶ φυσήσας ταῖς ματαίαις ἐλπίσιν, οὕτως ἠπάτησεν. Ἀλλ’ ὅμως τοῦ Θεοῦ τὸν διάβολον | |
ἀξιοπιστότερον εἶναι ἐνόμισε, καίτοι διὰ τῶν ἔργων | Column end | |
49.270 | ἐπιδειξαμένου τὴν εὔνοιαν· τὰ ῥήματα ψιλὰ προσ‐ ενεγκόντι μόνα. ἄλλο δὲ οὐδὲν, ἐπίστευσεν ἡ γυνή. Ὁρᾷς ὅπως ἐξ ἀνοίας μόνης καὶ ῥᾳθυμίας, οὐκ ἀπὸ βίας ἡ ἀπάτη γέγονε; Καὶ ἵνα μάθῃς αὐτὸ σαφέστε‐ | |
5 | ρον, ἄκουσον, πῶς καὶ ἡ Γραφὴ κατηγορεῖ τῆς γυ‐ ναικός. Οὐ γὰρ εἶπεν, Ἀπατηθεῖσα, ἀλλ’, Ἰδοῦσα τὸ ξύλον, ὅτι ὡραῖόν ἐστιν, ἔφαγεν. Ὥστε τῆς ὄψεως τῆς ἀκρατοῦς τὸ ἔγκλημα, οὐ τῆς ἀπάτης τῆς παρὰ τοῦ διαβόλου μόνης· ὑπὸ γὰρ τῆς ἐπιθυμίας ἡττήθη | |
10 | τῆς οἰκείας, οὐχ ὑπὸ τῆς πονηρίας τοῦ δαίμονος. Διὰ τοῦτο οὐδὲ συγγνώμης ἀπήλαυσεν, ἀλλ’ εἰποῦσα, ὅτι Ὁ ὄφις ἠπάτησέ με. καὶ οὕτω δίκην ἔδωκε τὴν ἐσχάτην· ἐν αὐτῇ γὰρ ἦν τὸ μὴ πεσεῖν. Καὶ ἵνα μά‐ θῃς τοῦτο σαφέστερον, φέρε ἐπὶ τὸν Ἰὼβ τὸν λόγον | |
15 | ἀγάγωμεν, ἀπὸ τῶν ἡττηθέντων ἐπὶ τὸν κρατήσαντα, ἀπὸ τῶν νενικημένων ἐπὶ τὸν νενικηκότα· καὶ γὰρ πλείονα ἡμῖν οὗτος δώσει προθυμίαν, ὥστε ἀντᾶραι χεῖρας κατὰ τοῦ διαβόλου. Ἐκεῖ ὄφις ἦν ὁ ἀπατῶν, καὶ ἐκράτησεν· ἐνταῦθα γυνὴ, καὶ οὐκ ἴσχυσε· καίτοι | |
20 | γε αὕτη πολλῷ πιθανωτέρα ἐκείνου. Καὶ τῷ μὲν Ἰὼβ μετὰ τὴν ἀπώλειαν τῶν χρημάτων, μετὰ τὴν ἀποβο‐ λὴν τῶν παίδων καὶ τὴν γύμνωσιν τῶν ὄντων ἁπάν‐ των ἡ μηχανὴ προσήγετο· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον ἦν· οὐκ ἀπέβαλε παῖδας, οὐκ ἀπώλεσε χρήματα ὁ Ἀδὰμ, | |
25 | οὐκ ἐπὶ κοπρίας ἐκάθητο, ἀλλὰ παράδεισον ᾤκει τρυ‐ φῆς, καὶ δένδρων ἀπήλαυε παντοδαπῶν καὶ πηγῆς καὶ ποταμῶν καὶ τῆς ἄλλης ἀδείας ἁπάσης. Οὐδαμοῦ πόνος οὐδὲ ὀδύνη, οὐδὲ ἀθυμία καὶ φροντίδες, οὐδὲ ὀνείδη καὶ λοιδορίαι, οὐδὲ τὰ μυρία κακὰ, ἅπερ κατ‐ | |
30 | έσκηψεν εἰς τὸν Ἰώβ· ἀλλ’ ὅμως οὐδενὸς ὄντος τοι‐ ούτου, κατέπεσε καὶ ὑπεσκελίσθη. Οὐκ εὔδηλον, ὅτι διὰ ῥᾳθυμίαν; Ὥσπερ οὖν ἐκεῖνος πάντων τούτων ἐπικειμένων καὶ βαρούντων ἔστη γενναίως, καὶ οὐ κατέπεσεν, οὐκ εὔδηλον ὅτι καὶ οὗτος διὰ νῆψιν ψυχῆς; | |
35 | εʹ. Ἑκατέρωθεν οὖν, ἀγαπητὲ, κάρπωσαι μέγιστον κέρδος, καὶ φύγε τὸν τοῦ Ἀδὰμ ζῆλον, εἰδὼς ὅσα ἀπὸ τῆς ῥᾳθυμίας τίκτεται κακά· ζήλωσον δὲ τὴν τοῦ Ἰὼβ εὐλάβειαν, μαθὼν ὅσα ἀπὸ τῆς σπουδῆς βλαστά‐ νει καλά· τοῦτον διαπαντὸς λογίζου τὸν στεφανίτην, | |
40 | καὶ πάσης ὀδύνης καὶ περιστάσεως ἱκανὴν ἕξεις παρα‐ μυθίαν. Καθάπερ γὰρ ἐν κοινῷ θεάτρῳ τῆς οἰκουμένης ἑστὼς ὁ μακάριος καὶ γενναῖος ἐκεῖνος, ἅπασι διὰ τῶν συμβεβηκότων αὐτῷ παθῶν διαλέγεται πάντα φέρειν τὰ συμπίπτοντα γενναίως, καὶ πρὸς μηδὲν ἐνδιδόναι | |
45 | τῶν ἐπιόντων δεινῶν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἀνθρώπινον πάθος, ὃ μὴ δύναται παραμυθίαν ἐκεῖθεν δέξασθαι· ἃ γὰρ ἐν πάσῃ τῇ οἰκουμένῃ διέσπαρται πάθη, ταῦτα ὁμοῦ συνελθόντα εἰς ἓν σῶμα κατέσκηψε τὸ ἐκείνου. Τίς οὖν ἔσται συγγνώμη τῷ μὴ δυναμένῳ | |
49.270(50) | τι μέρος τῶν ἐπαχθέντων ἐκείνῳ δεινῶν μετ’ εὐχαρι‐ στίας ἐνεγκεῖν, ὃς μὴ μέρος μόνον, ἀλλ’ ὁλόκλη‐ ρα φαίνεται τὰ πάντων ἀνθρώπων φέρων κακά; Καὶ ἵνα μὴ καταγνῷς ὑπερβολὴν τοῦ λόγου, φέρε καθ’ ἕκα‐ στον προχειρισάμενοι τῶν ἐπελθόντων αὐτῷ, τὴν | |
55 | ὑπόσχεσιν ταύτην ἐπάγωμεν. Καὶ, εἰ βούλει, τὸ πάν‐ των ἀφορητότερον εἶναι δοκοῦν, πρῶτον εἰς μέσον ἀγάγωμεν, τὴν πενίαν λέγω, καὶ τὴν ἐκ ταύτης ὀδύ‐ νην· τοῦτο γὰρ πανταχοῦ πάντες ἄνθρωποι θρηνοῦσι. Τί οὖν τοῦ Ἰὼβ πενέστερον γέγονεν, ὃς καὶ τῶν ἐν | |
60 | βαλανείοις ἐῤῥιμμένων, καὶ τῶν ἐν τῇ καμιναίᾳ τέ‐ φρᾳ καθευδόντων, καὶ πάντων ἁπλῶς ἀνθρώπων πε‐ | |
νέστερος ἦν; Οὗτοι μὲν γὰρ κἂν ἱμάτιον ἔχουσι διεῤ‐ | ||
49.271 | ῥωγὸς, ἐκεῖνος δὲ γυμνὸς ἐκάθητο, καὶ ὃ μόνον ἱμάτιον εἶχε παρὰ τῆς φύσεως, τῆς σαρκὸς τὴν περιβολὴν, χαλεπῇ σηπεδόνι καὶ τοῦτο πανταχόθεν διέφθειρεν ὁ διάβολος. Πάλιν οὗτοι οἱ πένητες κἂν ὑπὸ στέγην εἰσὶ | |
5 | προπυλαίων τῶν ἐν τοῖς βαλανείοις, κἂν καλύβῃ κα‐ λύπτονται· ἐκεῖνος δὲ αἴθριος διανυκτερεύων ἀεὶ διετέλει, οὐδὲ τὴν ἀπὸ ψιλῆς στέγης παραμυθίαν ἔχων· καὶ τὸ δὴ μεῖζον, ὅτι οὗτοι μὲν πολλὰ ἑαυτοῖς συνίσασι τὰ δεινὰ, ἐκεῖνος δὲ οὐδὲν ἑαυτῷ συνῄδει. | |
10 | Τοῦτο γὰρ καθ’ ἕκαστον τῶν συμβεβηκότων αὐτῷ παρατηρούμενον, ὃ μείζονα αὐτοῦ τὴν ὀδύνην ἐποίει, καὶ πλείονα τὴν ἀπορίαν εἰργάζετο, τὸ μηδὲ τὴν αἰτίαν τῶν γινομένων εἰδέναι. Οὗτοι μὲν οὖν, ὅπερ ἔφην, πολλὰ ἂν ἔχοιεν ἑαυτοὺς αἰτιᾶσθαι· οὐ μικρὸν | |
15 | δὲ τοῦτο εἰς παραμυθίαν συμφορᾶς, τὸ συνειδέναι ἑαυτῷ δικαίως τιμωρουμένῳ· ἐκεῖνος δὲ καὶ ταύτης ἀπεστέρητο τῆς παραμυθίας, καὶ πολιτείαν ἐπιδει‐ ξάμενος ἀρετῆς γέμουσαν, τὰ τῶν ἔσχατα τετολμη‐ κότων ὑπέμεινε. Καὶ οὗτοι μὲν οἱ παρ’ ἡμῖν πένητες | |
20 | ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐνεμελέτησαν τῇ συμφορᾷ· ἐκεῖνος δὲ ἀμελέτητον ὑπέμεινε πενίαν, ἀθρόον δεξά‐ μενος τὴν ἐκ τοῦ πλούτου μεταβολήν. Ὥσπερ οὖν τὸ τὴν αἰτίαν εἰδέναι τῶν γινομένων, μέγιστον εἰς παρα‐ μυθίαν, οὕτως οὐκ ἔλαττον ἐκείνου, τὸ μελετήσαντα | |
25 | πενίαν ἐξ ἀρχῆς, οὕτως ἐν πενίᾳ διάγειν· ὧν ἀμφο‐ τέρων ὁ δίκαιος ἐκεῖνος ἐστέρητο, καὶ οὐδὲ οὕτω κατέπιπτεν. Εἶδες αὐτὸν καὶ πρὸς ἐσχάτην ἐλθόντα πενίαν, καὶ μεθ’ ἣν ἑτέραν οὐκ ἔστιν εὑρεῖν; τί γὰρ ἂν τοῦ γυμνοῦ, καὶ μηδὲ στέγην ἔχοντος πενέστερον | |
30 | γένοιτ’ ἄν; Μᾶλλον δὲ οὐδὲ ἐδάφους πάντως ἀπολαύειν κύριος ἦν· οὐ γὰρ ἐπὶ τῆς γῆς, ἀλλ’ ἐπὶ τῆς κοπρίας ἐκάθητο. Οὐκοῦν ὅταν ἴδῃς σαυτὸν ἐν πενίᾳ γενόμε‐ νον, ἐννόησον τοῦ δικαίου τὸ πάθος, καὶ εὐθέως ἀνα‐ στήσῃ, καὶ πάντα ἀποκρούσῃ λογισμὸν ἀθυμίας. Μία | |
35 | μὲν οὖν αὕτη συμφορὰ πάντων ὁμοῦ τῶν δεινῶν ὑπό‐ θεσις εἶναι δοκεῖ τοῖς ἀνθρώποις· δευτέρα δὲ μετ’ ἐκείνην, μᾶλλον δὲ πρὸ ἐκείνης, ἡ τοῦ σώματος πλη‐ γή. Τίς οὖν οὕτως ἠῤῥώστησέ ποτε; τίς τοιαύτην νόσον ὑπέμεινε; τίς τοσαύτην πληγὴν ἐδέξατο, ἢ | |
40 | ἕτερον δεξάμενον εἶδεν; Οὐκ ἔστιν οὐδείς. Κατὰ μι‐ κρὸν αὐτῷ τὸ σῶμα ἐδαπανᾶτο, καὶ πηγὴ σκωλήκων αὐτῷ πάντοθεν ἔβρυεν ἀπὸ τῶν μελῶν, καὶ διηνεκὴς ἦν αὕτη ἡ ἐπιῤῥοὴ, καὶ πολλὴ πανταχόθεν ἡ δυσωδία, καὶ τὸ σῶμα κατὰ μικρὸν ἀναιρούμενον καὶ τοιαύτῃ | |
45 | σηπεδόνι τηκόμενον ἀηδῆ τὰ σιτία ἐποίει, καὶ λιμὸς ἦν αὐτῷ ξένος καὶ παράδοξος· οὐδὲ γὰρ δεδομένης ἠδύνατο τῆς τροφῆς ἀπολαύειν· Βρόμον γὰρ, φησὶν, ὁρῶ τὰ σιτία μου. Ὅταν οὖν ἀῤῥωστίᾳ περιπέσῃς, ἄνθρωπε, ἀναμνήσθητι τοῦ σώματος ἐκείνου, καὶ τῆς | |
49.271(50) | σαρκὸς τῆς ἁγίας· ἁγία γὰρ ἦν καὶ καθαρὰ, καὶ τοιαῦτα ἔχουσα τραύματα. Κἂν ἐν στρατείᾳ δέ τις τελῇ, εἶτα ἀδίκως καὶ χωρὶς εὐλόγου τινὸς προφάσεως ἀναρτηθεὶς ἐν τῷ ξύλῳ διαξαίνηται τὰς πλευρὰς, μήτε ὄνειδος εἶναι νομιζέτω τὸ πρᾶγμα, μήτε πρὸς | |
55 | τὴν ὀδύνην ἐνδιδότω, τὸν ἅγιον τοῦτον ἐννοῶν. Ἀλλ’ ἱκανὴν εἶχεν οὗτος παράκλησιν καὶ παραμυθίαν, φησὶ, τὸ εἰδέναι τὸν Θεὸν αὐτῷ ταῦτα ἐπάγοντα. Τοῦτο μὲν οὖν αὐτὸν μάλιστα ἐτάραττε καὶ ἐθορύβει, ὅτι τὸν δίκαιον Θεὸν, καὶ παντὶ τρόπῳ παρ’ αὐτοῦ θεραπευ‐ | |
60 | θέντα, τοῦτον ἐνόμιζεν αὐτῷ πολεμεῖν. Καὶ πρόφασίν τινα εὔλογον εὑρεῖν τῶν γινομένων οὐκ εἶχεν· ἐπεὶ, | |
ὅτε γε ἔμαθεν ὕστερον τὴν αἰτίαν, ὅρα πόσην εὐλά‐ | Column end | |
49.272 | βειαν ἐπεδείξατο· ὅτε γὰρ εἶπεν αὐτῷ ὁ Θεός· Ἄλλως με οἴει σοι κεχρηματικέναι, ἣ ἵνα δίκαιος ἀναφα‐ νῇς; καταπλαγεὶς, φησί· Χεῖρα θήσω ἐπὶ στόματί μου· ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσ‐ | |
5 | θήσω. Καὶ πάλιν, Ἕως μὲν ὠτὸς ἀκοῆς ἤκουόν σε τὸ πρότερον· νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε· διὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. ϛʹ. Εἰ δὲ ἀρκεῖν τοῦτο εἰς παράκλησιν νομίζεις, δυ‐ | |
10 | νήσῃ δὲ καὶ αὐτὸς ταύτην τὴν παραμυθίαν ἔχειν. Κἂν γὰρ μὴ διὰ τὸν Θεὸν πάθῃς τι τῶν δεινῶν, ἀλλ’ ἐξ ἀνθρώπων ἐπηρείας, εὐχαριστήσῃς δὲ, καὶ μὴ βλασφημήσῃς τὸν δυνάμενον κωλῦσαι μὲν, ἀφέντα δὲ τῆς σῆς ἕνεκεν δοκιμῆς, ὥσπερ οἱ διὰ τὸν Θεὸν | |
15 | παθόντες στεφανοῦνται, οὕτω καὶ σὺ τῶν αὐτῶν ἐπι‐ τεύξῃ μισθῶν, ὅτι τὰς παρὰ ἀνθρώπων ἐπαχθείσας σοι συμφορὰς γενναίως ἤνεγκας, καὶ τῷ δυναμένῳ αὐτὰς κωλῦσαι μὲν, μὴ βουληθέντι δὲ, ηὐχαρίστη‐ σας. Ἰδοὺ τοίνυν καὶ πενίαν καὶ νόσον, καὶ ἀμφότερα | |
20 | μετὰ τῆς ἐσχάτης ὑπερβολῆς εἶδες ἐπενεχθέντα τῷ δικαίῳ. Βούλει σοι καὶ τὸν παρὰ τῆς φύσεως πόλε‐ μον ἐπιδείξω μετὰ τοσαύτης ὑπερβολῆς τῷ γενναίῳ τότε ἐπιθέμενον ἐκείνῳ; Δέκα τέκνα ἀπώλεσε, τὰ δέκα ἀθρόον, τὰ δέκα ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας, | |
25 | τὰ δέκα πολλὴν ἀρετὴν ἐπιδεδειγμένα, καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ, ἀλλὰ βιαίῳ θανάτῳ καὶ ἐλεεινῷ. Τίς ἂν ἔχοι τοιαύτην συμφορὰν εἰπεῖν; Οὐκ ἔστιν οὐδείς. Ὅταν οὖν ἀποβάλῃς υἱὸν καὶ θυγατέρα ὁμοῦ, ἀνάδραμε πρὸς τὸν δίκαιον ἐκεῖνον, καὶ πάν‐ | |
30 | τως εὑρήσεις πολλὴν σαυτῷ τὴν παραμυθίαν. Ἆρα οὖν ταῦτα μόνα αὐτῷ συνέβη τὰ δεινά; Ἡ δὲ τῶν φίλων ἐγκατάλειψις καὶ προδοσία, τὰ δὲ σκώμματα καὶ αἱ λοιδορίαι, ἡ δὲ χλευασία καὶ ὁ γέλως· τὸ δὲ ὑπὸ πάντων διασύρεσθαί τι ἀφόρητον ἦν. Οὐ γὰρ | |
35 | οὕτως ἡ τῶν συμφορῶν φύσις, ὡς οἱ παρὰ τὰς συμ‐ φορὰς ἡμῖν ὀνειδίζοντες δάκνειν ἡμῶν εἰώθασι τὴν ψυχήν. Οὐ μόνον ὁ παρακαλῶν οὐκ ἦν, ἀλλὰ καὶ πολλοὶ πολλαχόθεν ἐπέκειντο ὀνειδίζοντες. Καὶ ὁρᾷς αὐτὸν τοῦτο ἀποδυρόμενον, καὶ λέγοντα· Ἀτὰρ δὲ | |
40 | καὶ ὑμεῖς ἐπέβητέ μοι· καὶ ἀνελεήμονας αὐτοὺς καλεῖ, καί φησιν· Ὅτι ἀπείπαντό με οἱ πλησίον μου, καὶ οἱ οἰκέται μου κατ’ ἐμοῦ ἐλάλουν, καὶ υἱοὺς παλλακίδων μου ἐκάλουν, αὐτοὶ δὲ ἀπ‐ επήδων. Ἕτεροι δὲ, φησὶν, ἐνέπτυόν μοι, καὶ | |
45 | θρύλλημα πάντων ἐγενόμην, καὶ αὐτὴ, φησὶν, ἡ στολή μου ἐβδελύξατό με. Ταῦτά γε οὐδὲ ἀκοῦσαι φορητὰ, μήτι γε διὰ τῶν πραγμάτων αὐτῶν ὑπο‐ μεῖναι. Πενία ἐσχάτη, καὶ νόσος ἀφόρητος καὶ καινὴ καὶ παράδοξος· παίδων ἀποβολὴ τοσούτων καὶ | |
49.272(50) | τοιούτων καὶ τοιούτῳ τρόπῳ· ὀνείδη καὶ σκώμματα καὶ λοιδορίαι παρὰ ἀνθρώπων· οἱ μὲν ἐχλεύαζον, οἱ δὲ ὠνείδιζον, οἱ δὲ κατεφρόνουν, οὐκ ἐχθροὶ μόνον, ἀλλὰ καὶ φίλοι· οὐ φίλοι μόνον, ἀλλὰ καὶ οἰκέται· οὐκ ἐχλεύαζον δὲ οὐδὲ ὠνείδιζον μόνον, ἀλλὰ καὶ | |
55 | ἐβδελύσσοντο, καὶ ταῦτα οὐκ ἐπὶ δύο καὶ τρισὶ καὶ δέκα ἡμέραις, ἀλλ’ ἐπὶ πολλοῖς τοῖς μησί· καὶ ὅπερ ἐπ’ ἐκείνου συνέβη μόνου, οὐδὲ τὴν ἀπὸ τῆς νυκτὸς εἶχε παραμυθίαν, ἀλλὰ τῶν μεθ’ ἡμέραν δεινῶν προσ‐ θήκη μείζων ἦν ἡ τῶν νυκτερινῶν φόβων φαντασία. | |
60 | Ὅτι γὰρ χαλεπώτερα ἐν τοῖς ὕπνοις ὑπέμενεν, ἄκουσον τί φησι· Διὰ τί με φοβεῖς ἐν ὕπνοις, καὶ ἐν ὁράμασί με καταπλήσσεις; Ποῖος σιδηροῦς ἄνθρωπος, ποῖος ἀδάμας τοσαῦτα ἂν ὑπέμεινε δεινά; Εἰ γὰρ καὶ καθ’ ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον, | |
65 | ἐννόησον ὁμοῦ συνελθόντα πόσον ἤγειρε θόρυβον. | |
49273-274 | Ἀλλ’ ὅμως ἐκεῖνος ἅπαντα ταῦτα ὑπήνεγκε, καὶ ἐν ἅπασι τοῖς συμβεβηκόσιν αὐτῷ οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ ἐγένετο δόλος. ζʹ. Γενέσθω τοίνυν ἐκείνου τὰ πάθη φάρμακα τῶν | |
5 | ἡμετέρων κακῶν, καὶ τὸ χαλεπὸν τούτου κλυδώνιον τῶν ἡμετέρων παθῶν λιμὴν, καὶ ἐφ’ ἑκάστῳ τῶν συμβαινόντων ἡμῖν ἀναλογιζώμεθα τὸν ἅγιον· καὶ ὁρῶντες ἓν σῶμα τὰ τῆς οἰκουμένης ἀντλῆσαν δεινὰ, γενναίως ἡμεῖς ἐπὶ τοῖς κατὰ μέρος διακεισόμεθα· | |
10 | καὶ καθάπερ πρὸς μητέρα τινὰ φιλόστοργον παντα‐ χόθεν τὰς χεῖρας ἐκτείνουσαν, καὶ τὰ παιδία πεφο‐ βημένα δεχομένην καὶ ἀνακτωμένην, οὕτω πρὸς τὴν βίβλον ταύτην ἀεὶ καταφεύγωμεν· κἂν τὰ πάντων οἴκτιστα ἡμῖν ἐπίῃ δεινὰ, ἱκανὴν πάντων λαβόντες | |
15 | τὴν παραμυθίαν, οὕτως ἀπελευσόμεθα. Εἰ δὲ λέγοις ὅτι, Ἐκεῖνος Ἰὼβ ἦν καὶ διὰ τοῦτο ἤνεγκεν, ἐγὼ δὲ οὐκ εἰμὶ κατ’ ἐκεῖνον, μείζονά μοι σαυτοῦ λέγεις κατηγορίαν, καὶ τοῦ δικαίου πάλιν | |
ἔπαινον· μᾶλλον γὰρ σὲ εἰκὸς ἐνεγκεῖν, ἢ ἐκεῖνον. Τί | Column end | |
49275-276 | δήποτε; Ὅτι ἐκεῖνος μὲν πρὸ τῆς χάριτος καὶ πρὸ τοῦ νόμου, ὅτε οὐ πολλὴ τῆς πολιτείας ἦν ἀκρίβεια, ὅτε οὐ τοσαύτη τοῦ Πνεύματος ἡ χάρις, ὅτε δυσκατ‐ αγώνιστος ἡ ἁμαρτία, ὅτε ἡ κατάρα ἐκράτει, ὅτε | |
5 | ὁ θάνατος φοβερὸς ἦν· νυνὶ δὲ εὐκολώτερα τὰ πα‐ λαίσματα γέγονε, μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν πάντων τούτων ἀνῃρημένων. Ὥστε οὐδεμία ἡμῖν ἀπολογία, μετὰ τοσοῦτον χρόνον καὶ τοσαύτην ἐπί‐ δοσιν καὶ τοσαύτας δωρεὰς παρὰ τοῦ Θεοῦ δοθείσας | |
10 | ἡμῖν μὴ δυναμένοις εἰς τὸ αὐτὸ ἐκείνῳ φθάσαι μέ‐ τρον. Ταῦτ’ οὖν ἅπαντα ἐννοοῦντες, ὅτι μείζονα ἐκεί‐ νου ἦν τὰ δεινὰ, καὶ ὅτε χαλεπώτερος ἦν ὁ ἀγὼν, τότε ἀπεδύσατο καὶ ἐπάλαισε, φέρωμεν ἅπαντα τὰ ἐπιόντα γενναίως ἡμῖν, καὶ μετὰ πολλῆς τῆς εὐχα‐ | |
15 | ριστίας, ἵνα δυνηθῶμεν τῶν αὐτῶν ἐκείνῳ στεφάνων τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. |