TLG 2062 025 :: JOANNES CHRYSOSTOMUS :: Ad illuminandos catecheses 1–2 (series prima et secunda) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Ad illuminandos catecheses 1–2 (series prima et secunda) Citation: Vol — pg — (ln) | ||
49.223(1t) | ΚΑΤΗΧΗΣΙΣ ΠΡΩΤΗ. | |
2t | Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι, καὶ διὰ τί λουτρὸν παλιγγενεσίας καὶ οὐκ ἀφέσεως ἁμαρτημάτων λέγε‐ | |
---|---|---|
3t | ται, καὶ ὅτι ἐπικίνδυνον οὐ τὸ ἐπιορκεῖν μόνον, ἀλλὰ καὶ τὸ ὀμνύειν, κἂν εὐορκῶμεν. | |
4 | αʹ. Ὡς ποθεινὸς καὶ ἐπέραστος τῶν νέων ἡμῖν ἀδελφῶν | |
5 | ὁ χορός· ἀδελφοὺς γὰρ ὑμᾶς ἐγὼ καὶ πρὸ τῶν ὠδίνων ἤδη καλῶ, καὶ πρὸ τοῦ τόκου τὴν συγγένειαν τὴν πρὸς ὑμᾶς ἀσπάζομαι. Οἶδα γὰρ, οἶδα σαφῶς εἰς ὅσην μὲν ἄγεσθαι μέλλετε τιμὴν, εἰς ὅσην δὲ ἀρχήν· τοὺς δὲ ἀρχὴν μέλ‐ λοντας λαμβάνειν, καὶ πρὸ τῆς ἀρχῆς εἰώθασι | |
10 | τιμᾷν ἅπαντες, διὰ τῆς θεραπείας εὔνοιαν ἑαυτοῖς προ‐ αποτιθέμενοι πρὸς τὸ μέλλον. Τοῦτο δὲ καὶ αὐτὸς ποιῶ νῦν· οὐ γὰρ εἰς ἀρχὴν ἄγεσθαι μέλλετε ψιλὴν, ἀλλ’ εἰς βασιλείαν αὐτήν· μᾶλλον δὲ οὐκ εἰς βασιλείαν ἁπλῶς, ἀλλ’ εἰς αὐτὴν τῶν οὐρανῶν τὴν βασιλείαν. Διὰ τοῦτο | |
15 | ὑμῶν δέομαι καὶ ἀντιβολῶ, ἵνα μνησθῆτέ μου, ὅταν ἔλ‐ θητε εἰς βασιλείαν ἐκείνην, καὶ ὅπερ ὁ Ἰωσὴφ ἔλεγε πρὸς τὸν ἀρχιοινοχόον· Μνήσθητί μου, ὅταν εὖ σοι γένηται· τοῦτο κἀγὼ λέγω πρὸς ὑμᾶς ἄρτι· Μνήσθητέ μου ὅταν εὖ ὑμῖν γένηται. Οὐκ ἐνυπνίων ταύτην ἀπαιτῶ | |
20 | τὴν ἀμοιβὴν καθάπερ ἐκεῖνος· οὐ γὰρ ὀνείρατα ἦλθον διαλῦσαι ὑμῖν, ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς διηγησόμενος πράγματα, καὶ εὐαγγέλια κομίζων ἀγαθῶν τοιούτων, Οἷα οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· τοιαῦτά ἐστιν Ἃ ἡτοί‐ | |
25 | μασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὁ μὲν οὖν Ἰω‐ σὴφ ἔλεγε πρὸς τὸν οἰνοχόον ἐκεῖνον· Ἔτι τρεῖς ἡμέ‐ ραι, καὶ ἀποκαταστήσει σε Φαραὼ εἰς τὴν ἀρχιοινο‐ χοΐαν σου· ἐγὼ δὲ οὐ λέγω, Ἔτι τρεῖς ἡμέραι, καὶ εἰς οἰνοχοΐαν ἐνεχθήσεσθε τυράννου· ἀλλ’ ἔτι τριάκοντα | |
30 | ἡμέραι, καὶ ἀποκαταστήσει ὑμᾶς οὐχὶ Φαραὼ, ἀλλ’ ὁ τῶν οὐρανῶν βασιλεὺς εἰς τὴν ἄνω πατρίδα, εἰς τὴν ἐλευθέραν Ἱερουσαλὴμ, εἰς τὴν πόλιν τὴν ἐν τοῖς οὐρα‐ νοῖς. Κἀκεῖνος μὲν ἔλεγεν, ὅτι Δώσεις τὸ ποτήριον εἰς χεῖρας τοῦ Φαραώ· ἐγὼ δὲ οὐ λέγω, ὅτι δώσετε τὸ πο‐ | |
35 | τήριον εἰς τὰς χεῖρας τοῦ βασιλέως, ἀλλ’ ὅτι αὐτὸς ὁ βασιλεὺς εἰς χεῖρα τὴν ὑμετέραν δώσει τὸ ποτήριον τὸ φρικτὸν καὶ πολλῆς γέμον δυνάμεως, καὶ τῆς κτίσεως τιμιώτερον ἑκατέρας. Ἴσασιν οἱ μεμυημένοι τοῦ ποτη‐ ρίου τούτου τὴν ἰσχύν· εἴσεσθε δὲ καὶ ὑμεῖς μικρὸν | |
40 | ὕστερον. Μνήσθητε οὖν, ὅταν ἔλθητε εἰς τὴν βασιλείαν ἐκείνην, ὅταν τὸ ἱμάτιον τὸ βασιλικὸν ἀπολάβητε, ὅταν τὴν πορφύραν περιβάλησθε τὴν αἵματι βαφεῖσαν Δεσπο‐ τικῷ, ὅταν διάδημα ἀναδήσησθε τῶν ἡλιακῶν ἀκτίνων φαιδροτέρας ἔχον πανταχόθεν ἐκπηδώσας λαμπηδόνας. | |
45 | Τοιαῦτα γὰρ τοῦ νυμφίου τὰ ἕδνα, μείζονα μὲν τῆς ἡμε‐ τέρας ἀξίας, ἄξια δὲ τῆς αὐτοῦ φιλανθρωπίας. Διὰ ταῦτα ὑμᾶς ἐντεῦθεν ἤδη καὶ πρὸ τῶν ἱερῶν ἐκεί‐ | |
νων μακαρίζω παστάδων· οὐ μακαρίζω δὲ μόνον, ἀλλὰ | Column end | |
49.224(4) | καὶ ἐπαινῶ τὴν εὐγνωμοσύνην, ὅτι μὴ καθάπερ οἱ ῥᾳθυ‐ | |
5 | μότεροι τῶν ἀνθρώπων, ἐν ἐσχάταις ἀναπνοαῖς τῷ φω‐ τίσματι προσήλθετε, ἀλλ’ ἐντεῦθεν ἤδη καθάπερ οἰκέται εὐγνώμονες, μετὰ πολλῆς εὐνοίας ὑπακοῦσαι Δεσπότῃ παρεσκευασμένοι, τὸν αὐχένα τῆς ψυχῆς μετὰ πολλῆς ἐπιεικείας τε καὶ προθυμίας ὑπὸ τὴν ζεύγλην ἠγάγετε | |
10 | τοῦ Χριστοῦ, καὶ τὸν ζυγὸν ἐδέξασθε τὸν χρηστὸν, καὶ τὸ φορτίον ἐλάβετε τὸ ἐλαφρόν. Εἰ γὰρ καὶ τὰ τῆς χά‐ ριτος ἴσα ὑμῖν καὶ τοῖς ἐν τῇ τελευτῇ μυσταγωγουμέ‐ νοις, ἀλλὰ τὰ τῆς προαιρέσεως οὐκ ἴσα, οὐδὲ τὰ τῆς παρασκευῆς τῶν πραγμάτων. Ἐκεῖνοι μὲν γὰρ ἐν τῇ | |
15 | κλίνῃ λαμβάνουσιν, ὑμεῖς δὲ ἐν τοῖς κόλποις τῆς Ἐκκλη‐ σίας τῆς κοινῆς ἁπάντων ἡμῶν μητρός· κἀκεῖνοι μὲν ὀδυρόμενοι καὶ δακρύοντες, ὑμεῖς δὲ χαίροντες καὶ εὐ‐ φραινόμενοι· ἐκεῖνοι στένοντες, ὑμεῖς δὲ εὐχαριστοῦν‐ τες· κἀκεῖνοι μὲν πολλῷ κεκαρωμένοι τῷ πυρετῷ, ὑμεῖς | |
20 | δὲ πολλῆς ἐμπεπλησμένοι τῆς πνευματικῆς ἡδονῆς. Ὅθεν ἐνταῦθα μὲν ἅπαντα σύμφωνα τῇ δωρεᾷ, ἐκεῖ δὲ πάντα ἐναντία τῇ δωρεᾷ· καὶ γὰρ θρῆνος καὶ ὀδυρμὸς πολὺς μυσταγωγουμένων, καὶ παιδία περιίστα‐ ται κλαίοντα, καὶ γυνὴ τὰς παρειὰς καταξαίνουσα, καὶ | |
25 | φίλοι κατηφεῖς, καὶ οἰκέται δακρύων γέμοντες, ὅλον τὸ τῆς οἰκίας σχῆμα χειμερινήν τινα καὶ ζοφώδη μιμεῖται ἡμέραν· ἐὰν δὲ αὐτὴν τοῦ κατακειμένου τὴν καρδίαν ἀναπτύξῃς, σκυθρωποτέραν τούτων εὑρήσεις. Καθάπερ γὰρ ἄνεμοι μετὰ πολλῆς τῆς ῥύμης ἐξεναντίας ἀλλήλοις | |
30 | ἐμβάλλοντες εἰς πολλὰ τὸ πέλαγος διατέμνουσι μέρη· οὕτω καὶ οἱ λογισμοὶ τῶν τότε κατεχόντων δεινῶν εἰς τὴν τοῦ κάμνοντος ἐμπίπτοντες ψυχὴν, εἰς πολλὰς τὴν ἐκείνου διάνοιαν σχίζουσι φροντίδας. Ὅταν εἰς τὰ παι‐ δία ἀπίδῃ, τὴν ὀρφανίαν αὐτῶν ἐννοεῖ· ὅταν πρὸς τὴν | |
35 | γυναῖκα ἀποβλέψῃ, τὴν χηρείαν λογίζεται· ὅταν ἴδῃ τοὺς οἰκέτας, τὴν ἐρημίαν ἁπάσης σκοπεῖ τῆς οἰκίας· ὅταν πρὸς ἑαυτὸν ἐπανέλθῃ, τῆς παρούσης ἑαυτὸν ἀναμιμνή‐ σκει ζωῆς, καὶ ἀποῤῥήγνυσθαι μέλλων, πολὺ δέχεται τῆς ἀθυμίας τὸ νέφος. Τοιαύτη ἡ τοῦ μέλλοντος μυστ‐ | |
40 | αγωγεῖσθαι ψυχή. Εἶτα μεταξὺ τῶν θορύβων καὶ τῆς τα‐ ραχῆς αὐτῆς, ἐπεισέρχεται ὁ ἱερεὺς αὐτοῦ τοῦ πυρετοῦ φοβερώτερος ὢν, καὶ τοῦ θανάτου τοῖς τοῦ κάμνοντος προσήκουσιν ἀπηνέστερος· τῆς γὰρ τοῦ ἰατροῦ φωνῆς τῆς ἀπογινωσκούσης τὴν ζωὴν τὴν ἐκείνου μείζων ἀπό‐ | |
45 | γνωσις εἶναι νομίζεται ἡ τοῦ πρεσβυτέρου εἴσοδος, καὶ θανάτου σύμβολον εἶναι δοκεῖ τῆς αἰωνίου ζωῆς ἡ ὑπό‐ θεσις. Ἀλλ’ οὔπω τὸν κολοφῶνα ἐπέθηκα τῶν κακῶν· | |
μεταξὺ γὰρ θορυβούντων τῶν ἐπιτηδείων καὶ παρασκευα‐ | 223 | |
49.225 | ζομένων, παλλάκις ἔρημον ἀφεῖσα τὸ σῶμα ἀπεπήδησεν ἡ ψυχὴ, πολλοὺς δὲ καὶ παροῦσα οὐδὲν ὤνησεν. Ὅταν γὰρ μήτε τοὺς παρόντας ἐπιγινώσκῃ, μήτε φωνῆς ἀκούῃ, μήτε ἀποκρίνασθαι δύνηται τὰ ῥήματα ἐκεῖνα, δι’ ὧν | |
5 | τὴν μακαρίαν συνθήκην πρὸς τὸν κοινὸν ἡμῶν ἁπάντων καταθήσεται Δεσπότην, ἀλλ’ ὥσπερ ξύλον ἀργὸν ἢ λίθος, ὁ φωτίζεσθαι μέλλων πρόκειται νεκροῦ μηδὲν διαφέρων, τί τῆς μυσταγωγίας ὄφελος ἐν ἀναισθησίᾳ τοσαύτῃ; βʹ. Τὸν γὰρ τοῖς ἱεροῖς τούτοις καὶ φρικτοῖς μέλλοντα | |
10 | προσιέναι μυστηρίοις ἐγρηγορέναι χρὴ καὶ διεγηγέρθαι, πάσης βιωτικῆς φροντίδος εἶναι καθαρὸν, πολλῆς γέμειν σωφροσύνης, πολλῆς προθυμίας, πάντα τὸν μυστηρίων ἀλλότριον λογισμὸν ἐξορίζειν τῆς διανοίας, καὶ πάντοθεν καθαρὸν παρασκευάζειν τὸν οἶκον, ὥσπερ αὐτὸν ὑποδέ‐ | |
15 | χεσθαι μέλλοντα τὸν βασιλέα. Τοιαύτη τῆς ὑμετέρας διανοίας ἡ παρασκευὴ, τοιοῦτοι παρ’ ὑμῖν οἱ λογισμοὶ, τοιαύτη τῆς ψυχῆς ἡ προαίρεσις. Τὴν μὲν οὖν ἀξίαν ἀμοιβὴν τῆς ἀρίστης ταύτης γνώμης ἀναμένετε παρὰ τοῦ Θεοῦ, τοῦ ταῖς ἀντιδόσεσι νικῶντος τοὺς τὴν ὑπ‐ | |
20 | ακοὴν ἐπιδεικνυμένους τὴν πρὸς αὐτόν. Ἐπειδὴ δὲ χρὴ καὶ τοῖς συνδούλοις τὰ παρ’ ἑαυτῶν εἰσενεγκεῖν, καὶ τὰ παρ’ ἡμῶν εἰσοίσομεν, μᾶλλον δὲ οὐδὲ ταῦτα ἡμέτερα, ἀλλὰ καὶ ταῦτα Δεσποτικά. Τί γὰρ ἔχεις, φησὶν, ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; | |
25 | Ἐβουλόμην μὲν πρῶτον ἁπάντων εἰπεῖν· Τί δήποτε παραδραμόντες ἡμῶν οἱ πατέρες ἅπαντα τὸν ἐνιαυτὸν, ἐν τούτῳ τῷ καιρῷ μυσταγωγεῖσθαι τὰ τέκνα τῆς Ἐκ‐ κλησίας ἐνομοθέτησαν; καὶ τίνος ἕνεκεν μετὰ τὴν παρ’ ἡμῶν διδασκαλίαν ὑπολύσαντες ὑμᾶς καὶ ἀποδύσαντες, | |
30 | γυμνοὺς καὶ ἀνυποδέτους μετὰ τοῦ χιτωνίσκου μόνου πρὸς τὰς τῶν ἐξορκιζόντων παραπέμπουσι φω‐ νάς. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ καὶ τὸ σχῆμα καὶ τὸν και‐ ρὸν ἐκεῖνοι τοῦτον ἡμῖν διετύπωσαν· ἀλλ’ ἔχει ταῦτα ἀμφότερα μυστικόν τινα λόγον καὶ ἀπόῤῥητον. Καὶ τοῦ‐ | |
35 | τον ὑμῖν ἐβουλόμην εἰπεῖν· ὁρῶ δὲ ὅτι πρὸς ἕτερον ἀναγ‐ καιότερον ἡμᾶς κατεπείγει νῦν ὁ λόγος. Ἀνάγκη γὰρ εἰπεῖν τί ποτέ ἐστι τὸ βάπτισμα, καὶ τίνος ἕνεκεν εἰς τὸν βίον εἰσῆλθε τὸν ἡμέτερον, καὶ πόσα κομίζει ἡμῖν τὰ ἀγαθά. | |
40 | Ἀλλ’, εἰ βούλεσθε, πρότερον περὶ τῆς προσηγορίας τοῦ μυστικοῦ τούτου καθαρμοῦ διαλεχθῶμεν. Οὐ γάρ ἐστιν ἓν αὐτῷ ὄνομα, ἀλλὰ πολλὰ καὶ παντοδαπά· τὸ γὰρ καθάρσιον τοῦτο καλεῖται λουτρὸν παλιγγενεσίας· Ἔσωσε γὰρ ἡμᾶς, φησὶ, διὰ λουτροῦ παλιγγενεσίας | |
45 | καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου. Καλεῖται καὶ φώτισμα, καὶ τοῦτο Παῦλος αὐτὸ πάλιν ἐκάλεσεν· Ἀνα‐ μιμνήσκεσθε γὰρ τὰς πρότερον ἡμέρας, ἐν αἷς φω‐ τισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· καὶ πάλιν, Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας | |
49.225(50) | καὶ γευσαμένους τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν. Καλεῖται καὶ βάπτισμα· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβα‐ πτίσθητε, Χριστὸν ἐνεδύσασθε. Καλεῖται ταφή· Συν‐ ετάφητε γὰρ αὐτῷ, φησὶ, διὰ τοῦ βαπτίσματος εἰς | |
55 | τὸν θάνατον. Καλεῖται περιτομή· Ἐν ᾧ καὶ περιετμή‐ θητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός. Καλεῖται σταυ‐ ρός· Ὁ παλαιὸς γὰρ ἄνθρωπος ἡμῶν συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας. Ἔστι καὶ | |
60 | ἕτερα πλείονα τούτων εἰπεῖν ὀνόματα, ἀλλ’ ἵνα μὴ τὸν | |
καιρὸν ἅπαντα εἰς τὰς προσηγορίας τοῦ χαρίσματος ἀνα‐ | Column end | |
49.226 | λώσωμεν, φέρε ἐπὶ τὴν προτέραν προσηγορίαν ἐλθόντες, καὶ ταύτης τὴν σημασίαν εἰπόντες καταπαύσωμεν τὸν λόγον· τέως δὲ ἀνωτέρω μικρὸν τὴν διδασκαλίαν ἑλ‐ κύσωμεν. Ἔστι τὸ κοινὸν ἁπάντων ἀνθρώπων λου‐ | |
5 | τρὸν τὸ διὰ τῶν βαλανείων, ὃ τὸν τοῦ σώματος ἀποσμή‐ χειν εἴωθε ῥύπον· ἔστι δὲ καὶ λουτρὸν Ἰουδαϊκὸν, ἐκείνου μὲν σεμνότερον, τοῦ δὲ τῆς χάριτος πολὺ κατώτερον· καὶ αὐτὸ μὲν γὰρ σωματικὸν ἀποσμήχει ῥύπον, ἀλλ’ οὐχ ἁπλῶς σωματικὸν, ἀλλὰ καὶ συνειδότος ἁπτόμενον ἀσθε‐ | |
10 | νοῦς. Ἔστι γὰρ πολλὰ τῶν πραγμάτων, ἃ φύσει μὲν οὐκ ἔστιν ἀκάθαρτα, ἀπὸ δὲ τῆς ἀσθενείας τοῦ συνειδό‐ τος ἀκάθαρτα γίνεται. Καὶ καθάπερ ἐπὶ τῶν παιδίων τὰ προσωπεῖα καὶ τὰ λοιπὰ μορμολύκεια φύσει μὲν οὐκ ἔστι φοβερὰ, φοβερὰ δὲ εἶναι τοῖς παιδίοις δοκεῖ διὰ τὴν τῆς | |
15 | φύσεως ἀσθένειαν, οὕτω καὶ ἐπὶ τούτων ὧν εἶπον· οἷον τὸ νεκρῶν ἅψασθαι σωμάτων, φύσει μὲν οὐκ ἔστιν ἀκάθαρ‐ τον, ὅταν δὲ ἀσθενοῦς ἐπιλάβηται συνειδότος, ἀκάθαρ‐ τον ποιεῖ τὸν ἁψάμενον. Ὅτι γὰρ οὐκ ἔστιν ἀκάθαρ‐ τον φύσει τὸ πρᾶγμα, αὐτὸς ὁ ταῦτα διαταξάμενος | |
20 | Μωϋσῆς ἐδήλωσεν, ὁλόκληρον ἐπιφερόμενος μεθ’ ἑαυτοῦ νεκρὸν τὸν Ἰωσὴφ, καὶ μένων καθαρός. Διὰ τοῦτο καὶ Παῦλος ἡμῖν περὶ τῆς ἀκαθαρσίας ταύτης διαλεγόμενος τῆς οὐ φύσει γινομένης, ἀλλὰ δι’ ἀσθένειαν τοῦ συνειδό‐ τος, οὑτωσί πώς φησιν· Οὐδὲν κοινὸν δι’ ἑαυτοῦ, εἰ μὴ | |
25 | τῷ λογιζομένῳ τι κοινὸν εἶναι. Ὁρᾷς τὴν ἀκαθαρσίαν οὐκ ἀπὸ τῆς τοῦ πράγματος φύσεως, ἀλλ’ ἀπὸ τῆς ἀσθε‐ νείας τοῦ λογισμοῦ γινομένην; Καὶ πάλιν, Πάντα μὲν καθαρὰ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμ‐ ματος ἐσθίοντι. [Ὁρᾷς ὅτι οὐ τὸ ἐσθίειν, ἀλλὰ τὸ διὰ | |
30 | προσκόμματος ἐσθίειν.] τοῦτο αἴτιον ἀκαθαρσίας; γʹ. Τὴν τοιαύτην κηλῖδα τὸ Ἰουδαϊκὸν ἐξεκάθαρε λουτρόν· τὸ δὲ τῆς χάριτος οὐ τοιαύτην, ἀλλὰ τὴν ὄντως ἀκαθαρσίαν τὴν μετὰ τοῦ σώματος καὶ τῇ ψυχῇ πολλὴν ἐντεθεῖσαν τὴν κηλῖδα· οὐ γὰρ τοὺς νεκρῶν ἁψαμένους | |
35 | σωμάτων, ἀλλὰ τοὺς νεκρῶν πράξεων ἁψαμένους τούτους ποιεῖ καθαρούς. Κἂν μαλακὸς, κἂν πόρνος ᾖ τις, κἂν εἰδωλολάτρης, κἂν ὁτιοῦν εἰργασμένος δεινὸν, κἂν ἅπα‐ σαν τὴν ἐν ἀνθρώποις πονηρίαν ἔχων ᾖ, ἐμπεσὼν εἰς τὴν τῶν ὑδάτων κολυμβήθραν, τῶν ἡλιακῶν καθαρώτερος | |
40 | ἀκτίνων ἄνεισιν ἀπὸ τῶν θείων ναμάτων. Καὶ ἵνα μὴ νομίσῃς κόμπον εἶναι τὰ λεγόμενα, ἄκουσον Παύλου λέ‐ γοντος περὶ τῆς τοῦ λουτροῦ δυνάμεως· Μὴ πλανᾶσθε· οὔτε εἰδωλολάτραι, οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὐ | |
45 | μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Καὶ τί τοῦτο πρὸς τὰ εἰρημένα, φησί; τὸ γὰρ ζητούμενον δεῖξαι, εἰ πάντα ἐκκαθαίρει ταῦτα ἡ τοῦ λουτροῦ δύναμις. Οὐκοῦν ἄκουσον τῶν ἑξῆς· Καὶ ταῦτά τινες ἦτε, ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιά‐ | |
49.226(50) | σθητε, ἀλλ’ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ἡμεῖς μὲν ὑπισχνούμεθα δεῖξαι ὑμῖν, καθαροὺς πορνείας γινομένους ἁπάσης τοὺς τῷ λουτρῷ προσιόν‐ τας· ὁ δὲ λόγος πλέον ἀπέδειξεν, οὐ καθαροὺς μόνον, ἀλλὰ | |
55 | καὶ ἁγίους καὶ δικαίους γενομένους· οὐ γὰρ εἶπεν, Ἀπ‐ ελούσασθε, μόνον, ἀλλὰ καὶ, Ἡγιάσθητε καὶ ἐδικαιώθη‐ τε. Τί τούτου γένοιτ’ ἂν παραδοξότερον, ὅταν πόνων καὶ ἱδρώτων χωρὶς καὶ κατορθωμάτων δικαιοσύνη τικτομένη | |
ᾖ; τοιαύτη γὰρ τῆς θείας δωρεᾶς ἡ φιλανθρωπία χωρὶς | 225 | |
49.227 | ἱδρώτων ποιεῖ δικαίους. Εἰ γὰρ βασιλέως ἐπιστολὴ, γράμματα προτεθέντα ὀλίγα, μυρίων ὑπευθύνους ἐγκλη‐ μάτων ἀφίησιν ἐλευθέρους, ἑτέρους δὲ καὶ πρὸς τιμὴν ἄγει μεγίστην, πολλῷ μᾶλλον τὸ ἅγιον τοῦ Θεοῦ Πνεῦμα | |
5 | καὶ πάντα δυνάμενον, πάσης μὲν ἡμᾶς ἀπαλλάξει κακίας, πολλὴν δὲ ἡμῖν χαριεῖται δικαιοσύνην, καὶ πολλῆς ἐμ‐ πλήσει τῆς παῤῥησίας. Καὶ καθάπερ σπινθὴρ μέσον εἰς πέλαγος ἀχανὲς ἐμπεσὼν εὐθέως ἂν ἀποσβεσθείη, ἢ καὶ ἀφανὴς γένοιτο, τῷ πλήθει τῶν ὑδάτων καταποντισθείς· | |
10 | οὕτω καὶ πᾶσα πονηρία ἀνθρωπίνη, ὅταν εἰς τὴν κολυμ‐ βήθραν ἐμπέσῃ τῶν θείων ναμάτων, ἐκείνου ταχύτερον καὶ εὐκολώτερον τοῦ σπινθῆρος καταποντίζεται καὶ ἀφα‐ νίζεται. Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τὰ ἁμαρτήματα ἡμῖν ἅπαντα ἀφίησι τὸ λουτρὸν, οὐχὶ λουτρὸν ἀφέσεως ἁμαρ‐ | |
15 | τημάτων καλεῖται, οὔτε λουτρὸν καθάρσεως, ἀλλὰ λου‐ τρὸν παλιγγενεσίας; Ὅτι οὐχ ἁπλῶς ἡμῖν ἀφίησι τὰ ἁμαρτήματα, οὐδὲ ἁπλῶς ἡμᾶς καθαίρει τῶν πλημμελη‐ μάτων, ἀλλ’ οὕτως ὡς ἂν εἰ ἄνωθεν ἐγεννήθημεν. Καὶ γὰρ ἄνωθεν ἡμᾶς δημιουργεῖ καὶ κατασκευάζει, οὐκ ἀπὸ | |
20 | γῆς διαπλάττον πάλιν, ἀλλ’ ἐξ ἑτέρου στοιχείου τῆς τῶν ὑδάτων φύσεως δημιουργοῦν. Οὐ γὰρ ἁπλῶς ἀποσμήχει τὸ σκεῦος, ἀλλ’ ὁλόκληρον αὐτὸ ἀναχωνεύει πάλιν. Τὰ μὲν γὰρ ἀποσμηχόμενα, κἂν μετὰ ἀκριβείας ἐκκαθαίρηται, ἔχει τῆς ποιότητος ἴχνη καὶ τῆς κηλῖδος φέρει τὰ | |
25 | λείψανα· τὰ δὲ εἰς χωνευτήριον ἐμπεσόντα καὶ διὰ τῆς φλογὸς ἀνανεωθέντα, πᾶσαν ἀποθέμενα ῥυπαρίαν, τὴν αὐτὴν τοῖς νεοπαγέσιν ἀπὸ τῆς καμίνου προελθόντα τὴν λαμπηδόνα ἀφίησιν. Ὥσπερ οὖν ἀνδριάντα χρυσοῦν πολλῷ τῷ χρόνῳ καὶ τῷ καπνῷ καὶ τῇ κόνει καὶ ἰῷ ῥυπωθέντα | |
30 | λαβών τις καὶ χωνεύσας, καθαρώτατον ἡμῖν καὶ ἀστρά‐ πτοντα ἀποδίδωσιν, οὕτω καὶ τὴν φύσιν τὴν ἡμετέραν ὁ Θεὸς ἰωθεῖσαν τῷ τῆς ἁμαρτίας ἰῷ, καὶ πολὺν δεξαμέ‐ νην τὸν καπνὸν τὸν ἀπὸ τῶν πλημμελημάτων, καὶ τὸ κάλ‐ λος ἀπολέσασαν, ὅπερ παρ’ αὐτοῦ παρὰ τὴν ἀρχὴν | |
35 | ἐγκατέθηκε, λαβὼν ἄνωθεν ἐχώνευσε, καὶ καθάπερ εἰς χωνευτήριον ἐμβαλὼν τὰ ὕδατα, καὶ τὴν τοῦ Πνεύματος ἐπαφεὶς χάριν ἀντὶ φλογὸς, εἶτα νεοπαγεῖς ἐκεῖθεν καὶ καινοὺς γενομένους ἀντιβλέψαι λοιπὸν ταῖς ἡλιακαῖς ἀκτῖσι μετὰ πολλῆς ἀνάγει τῆς λαμπρότητος, τὸν μὲν | |
40 | παλαιὸν συντρίψας ἄνθρωπον, νέον δὲ κατασκευάσας τοῦ προτέρου λαμπρότερον. δʹ. Καὶ ταύτην ἡμῖν τὴν συντριβὴν καὶ τὸν μυστικὸν τοῦτον καθαρμὸν αἰνιττόμενος ὁ προφήτης ἄνωθεν ἔλεγεν· Ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς. Ὅτι γὰρ | |
45 | περὶ τῶν πιστῶν ὁ λόγος, ἡμῖν τὰ ἀνωτέρω δείκνυσι σαφῶς· Υἱὸς γάρ μου εἶ σὺ, φησίν· ἐγὼ σήμερον γε‐ γέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι τὰ ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Εἶδες πῶς τῆς ἐκ τῶν ἐθνῶν | |
49.227(50) | Ἐκκλησίας ἐμνημόνευσε, καὶ τὴν πανταχοῦ τοῦ Χριστοῦ τεταμένην βασιλείαν εἶπεν; Εἶτά φησι πάλιν· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· οὐ φορτικῇ, ἀλλ’ ἰσχυρᾷ· ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς. Ἰδοὺ καὶ τὸ λουτρὸν μυστικώτερον παρελήφθη· οὐ γὰρ εἶπεν ἁπλῶς | |
55 | σκεύη ὀστράκινα, ἀλλὰ σκεύη κεραμέως. Ἀλλὰ προσ‐ έχετε. Τὰ μὲν γὰρ ὀστράκινα σκεύη συντριβέντα οὐκ ἂν λάβοι διόρθωσιν, διὰ τὴν ἐκ τοῦ πυρὸς ἐγγενομένην αὐ‐ τοῖς ἅπαξ ἀντιτυπίαν· ὅτι δὲ τὰ σκεύη τοῦ κεραμέως οὐκ ἔστιν ὀστράκινα, ἀλλὰ πήλινα· ὅθεν καὶ διαστραφέντα | |
60 | ῥᾳδίως ἂν πρὸς τὸ δεύτερον ἐπανέλθῃ σχῆμα τῇ τοῦ | |
τεχνίτου σοφίᾳ. Ὅταν μὲν οὖν συμφορὰν ἀνίατον λέγῃ, | Column end | |
49.228 | οὐ σκεύη κεραμέως φησὶν, ἀλλὰ σκεῦος ὀστράκινον. Ὅτε γοῦν ἐβούλετο διδάξαι τὸν προφήτην καὶ τοὺς Ἰουδαίους, ὅτι συμφορᾷ ἀνιάτῳ παρέδωκε τὴν πόλιν, ἐκέλευσε λα‐ βεῖν βίκον ὀστράκινον, καὶ συντρίψαι ἔμπροσθεν παντὸς | |
5 | τοῦ δήμου, καὶ εἰπεῖν· Οὕτως ἀπολεῖται καὶ ἡ πόλις, καὶ συντριβήσεται. Ἐπειδὰν δὲ βούληται χρηστὰς αὐ‐ τοῖς ὑποτείνειν ἐλπίδας, εἰς κεραμεῖον κατάγει τὸν προ‐ φήτην, καὶ οὐ δείκνυσιν αὐτῷ σκεῦος ὀστράκινον, ἀλλὰ δείκνυσιν αὐτῷ σκεῦος πήλινον ἐν ταῖς χερσὶ τοῦ κερα‐ | |
10 | μέως γινόμενον, διαπίπτον, καὶ ἐπάγει λέγων· Εἰ ὁ κε‐ ραμεὺς οὗτος τὸ σκεῦος τὸ διαπεσὸν ἀναλαβὼν ἐῤ‐ ῥύθμισε πάλιν, οὐ πολλῷ μᾶλλον ἐγὼ δυνήσομαι διαπεσόντας ὑμᾶς ἐπανορθῶσαι; Δυνατὸν μὲν οὖν τῷ Θεῷ οὐχὶ πηλίνους ὄντας μόνον διορθῶσαι διὰ λουτροῦ | |
15 | παλιγγενεσίας, ἀλλὰ καὶ τὴν τοῦ Πνεύματος δεξαμένους ἐνέργειαν, καὶ διολισθήσαντας διὰ μετανοίας ἠκριβωμέ‐ νης πρὸς τὸ ἀρχαῖον ἐπαναγαγεῖν. Ἀλλ’ οὐ καιρὸς ὑμῖν τοὺς περὶ μετανοίας ἀκοῦσαι λόγους· μᾶλλον δὲ μηδέποτε γένοιτο καιρὸς εἰς χρείαν ὑμᾶς ἐκείνων ἐμπεσεῖν τῶν | |
20 | φαρμάκων, ἀλλ’ ἀεὶ μένοιτε τὸ κάλλος καὶ τὴν λαμπρό‐ τητα, ἣν μέλλετε λαμβάνειν νῦν, ἀκέραιον διατη‐ ροῦντες. Ἵνα οὖν ἀεὶ μένοιτε, φέρε καὶ περὶ πολιτείας ὑμῖν διαλεχθῶμεν ὀλίγα· ἐν γὰρ τῇ παλαίστρᾳ ταύτῃ ἀκίνδυνα τοῖς ἀθληταῖς τὰ πτώματα· πρὸς γὰρ τοὺς | |
25 | οἰκείους ἡ πάλη, καὶ τοῖς σώμασι τῶν διδασκάλων ἐμ‐ μελετῶσιν ἅπαντα. Ὅταν δὲ ὁ τῶν ἀγώνων παραγένηται καιρὸς, ὅταν ἀνοιγῇ τὸ στάδιον, ὅταν τὸ θέατρον ἄνω καθήμενον ᾖ, ὅταν ὁ ἀγωνοθέτης παρῇ, ἀνάγκη λοιπὸν ἢ ῥᾳθυμήσαντας πεσεῖν καὶ μετὰ αἰσχύνης ἀναχωρῆσαι | |
30 | πολλῆς, ἢ σπουδάσαντας τῶν στεφάνων καὶ τῶν βραβείων ἐπιτυχεῖν. Οὕτω δὴ καὶ ἐφ’ ὑμῶν, αἱ τριάκοντα ἡμέραι αὗται παλαίστρᾳ τινὶ προσεοίκασι καὶ γυμνασίοις καὶ μελέτῃ. Μάθωμεν ἐντεῦθεν ἤδη περιγενέσθαι τοῦ πονη‐ ροῦ δαίμονος ἐκείνου· πρὸς γὰρ ἐκεῖνον ἀποδύεσθαι μέλ‐ | |
35 | λομεν μετὰ τὸ βάπτισμα, πρὸς ἐκεῖνον πυκτεύειν καὶ μάχεσθαι. Μάθωμεν τοίνυν ἐντεῦθεν ἤδη τὰς λαβὰς ἐκείνου, πόθεν ἐστὶ πονηρὸς, πόθεν ἡμῖν εὐκόλως ἐπη‐ ρεάσαι δύναται, ἵνα τῶν ἀγώνων παραγενομένων μὴ ξενοπαθῶμεν μηδὲ θορυβώμεθα, καινὰ τὰ παλαίσματα | |
40 | ὁρῶντες, ἀλλ’ ἤδη μεταξὺ ἡμῶν αὐτῶν μελετήσαντες, καὶ τὰς μεθοδείας αὐτοῦ μαθόντες ἁπάσας, μετὰ τοῦ θαῤῥεῖν ἁψώμεθα τῶν παλαισμάτων πρὸς ἐκεῖνον. Πάντοθεν μὲν οὖν ἐπηρεάζειν ἡμῖν εἴωθεν, μάλιστα δὲ διὰ τῆς γλώττης καὶ διὰ τοῦ στόματος. Οὐδὲν γὰρ | |
45 | οὕτως ἐπιτήδειον ὄργανον ἐκείνῳ πρὸς ἀπάτην καὶ ἀπώλειαν ἡμετέραν, ὡς γλῶττα ἀκόλαστος καὶ στόμα ἀθύρωτον. Ἐντεῦθεν ἡμῖν τὰ πολλὰ πτώματα, ἐντεῦθεν ἡμῖν τὰ χαλεπὰ ἐγκλήματα. Καὶ τὴν μὲν εὐκολίαν τῶν ὀλισθημάτων διὰ τῆς γλώττης τις δηλῶν ἔλεγε· Πολλοὶ | |
49.228(50) | ἔπεσον διὰ μαχαίρας, ἀλλ’ οὐ τοσοῦτοι ὅσοι διὰ γλώττης. Τὸ δὲ χαλεπὸν τοῦ πτώματος ἐμφαίνων πάλιν ὁ αὐτὸς εἶπεν· Ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον, ἢ ὀλίσθημα ἀπὸ γλώσσης. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Βέλτιόν ἐστι, φησὶ, πεσεῖν καὶ συντριβῆναι τὸ σῶμα, | |
55 | ἢ ῥῆμα προέσθαι τοιοῦτον, ὃ τὴν ψυχὴν ἡμῶν ἀπόλλυσιν. Οὐ λέγει δὲ τὰ πτώματα μόνον, ἀλλὰ καὶ παραινεῖ πολ‐ λὴν ποιεῖσθαι πρόνοιαν, ὥστε μὴ ὑποσκελισθῆναι, οὕτως εἰπών· Ποίησον τῷ στόματί σου θύραν καὶ μοχλούς· οὐχ ἵνα θύρας καὶ μοχλοὺς κατασκευάσωμεν, ἀλλ’ ἵνα | |
60 | μετὰ πολλῆς τῆς ἀσφαλείας πρὸς τὰ ἄτοπα τῶν ῥημά‐ των τὴν γλῶτταν ἀποκλείσωμεν. Καὶ πάλιν ἀλλαχοῦ δεικνὺς, ὅτι μετὰ τῆς ἡμετέρας σπουδῆς, καὶ πρὸ τῆς ἡμετέρας τῆς ἄνωθεν δεόμεθα ῥοπῆς, ὥστε τὸ θηρίον τοῦτο κατασχεῖν ἔνδον, πρὸς τὸν Θεὸν τὰς χεῖρας ἀνα‐ | |
65 | τείνας ὁ προφήτης ἔλεγεν· Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς ἐπὶ τὰ χείλη μου. Ὁ δὲ τὰ πρότερον παραινέσας, πάλιν καὶ αὐτός φησι· Τίς δώσει | |
ἐπὶ τῷ στόματί μου φυλακὴν, καὶ ἐπὶ τῶν χειλέων | 227 | |
49.229 | μου σφραγῖδα πανοῦργον; Ὁρᾷς ἕκαστον δεδοικότα τὰ πτώματα ταῦτα, καὶ θρηνοῦντα καὶ συμβουλεύοντα, καὶ εὐχόμενον πολλῆς ἀπολαῦσαι τὴν γλῶτταν φυλακῆς; Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τοσοῦτον ἡμῖν φέρει τὸν ὄλεθρον | |
5 | τοῦτο τὸ ὄργανον, ἐνέθηκεν ἡμῖν αὐτὸ παρὰ τὴν ἀρχὴν ὁ Θεός; Ὅτι καὶ πολλὴν ἔχει τὴν ὠφέλειαν· κἂν σπουδά‐ ζωμεν, ὠφέλειαν ἔχει μόνον, ὄλεθρον δὲ οὐδένα. Ἄκουσον γοῦν τί φησιν ὁ τὰ πρότερα ἐκεῖνα εἰπών· Ἐν χειρὶ γλώττης ζωὴ καὶ θάνατος. Καὶ ὁ Χριστὸς δὲ τὰ | |
10 | αὐτὰ δηλοῖ λέγων· Ἀπὸ τῶν λόγων σου κατακριθήσῃ, καὶ ἀπὸ τῶν λόγων σου δικαιωθήσῃ. Μέσῃ γὰρ ἕστη‐ κεν ἡ γλῶσσα τῆς πρὸς ἑκάτερα χρήσεως· σὺ κύριος εἶ. Οὕτω καὶ τὸ ξίφος κεῖται μέσον· κἂν μὲν κατὰ τῶν πολεμίων χρήσῃ σωτήριόν σοι τὸ ὄργανον γέγονεν· ἂν | |
15 | δὲ κατὰ σαυτοῦ τὴν πληγὴν ὠθήσῃς, οὐχ ἡ σιδήρου φύσις, ἀλλ’ ἡ σὴ παρανομία γίνεται τῆς σφαγῆς αἰτία. Οὕτω καὶ περὶ τῆς γλώττης λογισώμεθα· ξίφος ἐστὶν ἐν μέσῳ κείμενον· ἀκόνησον οὖν αὐτὴν κατὰ τῆς τῶν ἁμαρ‐ τημάτων τῶν σῶν κατηγορίας· μὴ κατὰ ἀδελφοῦ τὴν | |
20 | πληγὴν ὠθήσῃς. Διὰ τοῦτο διπλῷ τειχίῳ περιέβαλεν αὐ‐ τὴν ὁ Θεὸς, τῷ τῶν ὀδόντων διαφράγματι καὶ τῇ τῶν χειλέων περιβολῇ, ἵνα μὴ ῥᾳδίως καὶ ἀπερισκέπτως ἐκφέρῃ τὰ ῥήματα τὰ μὴ προσήκοντα. Χαλίνωσον αὐτὴν ἔνδον. Ἀλλ’ οὐκ ἀνέχεται; καὶ σωφρόνισον αὐτὴν διὰ | |
25 | τῶν ὀδόντων, ὥσπερ δημίοις τούτοις ἐκδοὺς αὐτῆς τὸ σῶμα, καὶ ποιήσας δακεῖν· καὶ γὰρ βέλτιον αὐτὴν δηχθῆ‐ ναι τοῖς ὀδοῦσι νῦν ἁμαρτάνουσαν, ἢ τότε ζητοῦσαν σταγόνα ὕδατος καὶ τηγανιζομένην μὴ τυχεῖν τῆς παρα‐ μυθίας. Πολλὰ μὲν οὖν καὶ ἄλλα ἁμαρτάνειν εἴωθε λοι‐ | |
30 | δοροῦσα, βλασφημοῦσα, αἰσχρὰ προϊεμένη ῥήματα, συκοφαντοῦσα, ὀμνύουσα, ἐπιορκοῦσα. εʹ. Ἀλλ’ ἵνα μὴ πάντα ἀθρόον τήμερον ὑμῖν λέγοντες καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, ἕνα τέως τίθεμεν ὑμῖν νόμον τὸν περὶ τῆς τῶν ὅρκων φυλακῆς, ἐκεῖνο προλέ‐ | |
35 | γοντες καὶ διαγορεύοντες, ὅτι εἰ μὴ φύγητε τοὺς ὅρκους, οὐ λέγω τὰς ἐπιορκίας μόνον, ἀλλὰ καὶ τοὺς ἐπὶ τῷ δι‐ καίῳ γινομένους εἰ μὴ φύγητε, οὐκ ἔτι περὶ ἑτέρας ὑποθέσεως ὑμῖν διαλεξόμεθα. Καὶ γὰρ ἄτοπον τοὺς μὲν τῶν γραμμάτων διδασκάλους μὴ δεύτερον τοῖς παιδίοις | |
40 | διδόναι μάθημα, ἕως ἂν τὸ πρότερον ἴδωσι καλῶς ἐμπα‐ γὲν αὐτῶν τῇ μνήμῃ· ἡμᾶς δὲ τὰ πρότερον μαθήματα μὴ δυναμένους ἀπαγγεῖλαι μετὰ ἀκριβείας, ἕτερα προεμβαλεῖν πάλιν· οὐδὲν γὰρ ἕτερον τοῦτο, ἀλλ’ ἢ εἰς πίθον τετρημένον ἀντλεῖν. Ἵνα οὖν ἡμᾶς μὴ ἐπιστομί‐ | |
45 | σητε, πολλὴν τοῦ πράγματος ποιήσασθε τὴν σπουδήν. Καὶ γὰρ χαλεπὸν τοῦτό ἐστι τὸ ἁμάρτημα, καὶ σφόδρα χαλεπόν· σφόδρα δέ ἐστι χαλεπὸν, ὅτι οὐ δοκεῖ χαλεπὸν εἶναι, καὶ διὰ τοῦτο αὐτὸ δέδοικα, ἐπειδὴ οὐδεὶς αὐτὸ δέδοικε· διὰ τοῦτο ἀνίατόν ἐστι τὸ νόσημα, ἐπειδὴ οὐδὲ | |
49.229(50) | νόσημα εἶναι δοκεῖ· ἀλλ’ ὥσπερ τὸ διαλέγεσθαι ἁπλῶς οὐκ ἔστιν ἔγκλημα, οὕτως οὐδὲ τοῦτο ἔγκλημα εἶναι δοκεῖ, ἀλλὰ μετὰ πολλῆς παῤῥησίας ἡ παρανομία αὕτη τολμᾶ‐ ται· κἂν ἐγκαλέσῃ τις, εὐθέως γέλως ἕπεται καὶ χλευασία πολλὴ, οὐχὶ τοῖς ἐγκαλουμένοις ὑπὲρ τῶν ὅρκων, ἀλλὰ | |
55 | τοῖς διορθῶσαι τὸ νόσημα βουλομένοις. Διὰ τοῦτο μακρὸν ὑπὲρ τούτων ἀποτείνω τὸν λόγον· βαθεῖαν γὰρ ῥίζαν ἀνασπάσαι βούλομαι, καὶ χρόνιον ἀπαλεῖψαι κακόν· οὐ λέγω τὰς ἐπιορκίας μόνον, ἀλλὰ καὶ τὰς εὐορκίας αὐ‐ τάς. Ἀλλ’ ὁ δεῖνα, φησὶν, ἄνθρωπος ἐπιεικὴς, εἰς ἱερω‐ | |
60 | σύνην τελῶν, πολλῇ σωφροσύνῃ καὶ εὐλαβείᾳ συζῶν. Μή μοι τὸν ἐπιεικῆ τοῦτον εἴπῃς, τὸν σώφρονα, τὸν εὐ‐ | |
λαβῆ, τὸν εἰς ἱερωσύνην τελοῦντα· ἀλλ’, εἰ βούλει, θὲς | Column end | |
49.230 | Πέτρον εἶναι τοῦτον ἢ Παῦλον, ἢ καὶ ἄγγελον ἐξ οὐρα‐ νοῦ καταβάντα· οὐδὲ γὰρ οὕτως ἐπιστρέφομαι πρὸς τὴν ἀξίαν τῶν προσώπων. Νόμον γὰρ οὐχὶ δουλικὸν, ἀλλὰ βασιλικὸν ἀναγινώσκω ἐγὼ τὸν περὶ τῶν ὅρκων· | |
5 | ὅταν δὲ βασιλέως ἀναγινώσκηται γράμματα, ἅπαν τὸ τῶν δούλων ἀξίωμα ἡσυχαζέτω. Ἂν μὲν γὰρ ἔχῃς εἰπεῖν, ὅτι ὁ Χριστὸς ὀμνύναι ἐκέλευσεν, ἢ ὅτι ὁ Χριστὸς οὐ κολάζει τοῦτο γινόμενον, δεῖξον καὶ πείθομαι· εἰ δὲ μετὰ τοσαύτης ἀπείργει σπουδῆς, καὶ τοσαύτην ὑπὲρ τοῦ | |
10 | πράγματος ποιεῖται πρόνοιαν, ὡς μετὰ τοῦ Πονηροῦ στῆσαι τὸν ὀμνύοντα (Τὸ γὰρ περισσὸν τούτων, τοῦ ναὶ, καὶ τοῦ οὒ, φησὶν, ἐκ τοῦ διαβόλου ἐστὶ), τί μοι τὸν δεῖνα καὶ τὸν δεῖνα προσάγεις εἰς μέσον; Οὐ γὰρ ἀπὸ τῆς ῥᾳθυμίας τῶν συνδούλων οἴσει σοι τὴν ψῆφον ὁ | |
15 | Θεὸς ταύτην, ἀλλ’ ἀπὸ τῆς ἐπιταγῆς τῶν αὑτοῦ νόμων. Ἐπέταξε, φησὶν, ἔδει πεισθῆναι, καὶ μὴ τὸν δεῖνα προβάλ‐ λεσθαι, μηδὲ ἀλλότρια περιεργάζεσθαι κακά. Ἐπεὶ ὁ μέ‐ γας Δαυῒδ ἥμαρτεν ἁμαρτίαν χαλεπήν· ἆρα οὖν ἀκίνδυνον ἡμῖν διὰ τοῦτο τὸ ἁμαρτάνειν, εἰπέ μοι; Διὰ τοῦτο μὲν | |
20 | οὖν τοῦτο ἀσφαλίζεσθαι χρὴ, καὶ τὰ κατορθώματα τῶν ἁγίων μόνον ζηλοῦν· εἰ δέ που ῥᾳθυμία καὶ νόμου παρά‐ βασις, μετὰ πολλῆς ἀποφεύγειν χρὴ τῆς σπουδῆς. Οὐ γὰρ πρὸς τοὺς συνδούλους ἡμῖν, ἀλλὰ πρὸς τὸν Δεσπότην ὁ λόγος ἐστὶ, καὶ τούτῳ τὰς εὐθύνας δώσομεν τῶν βεβιω‐ | |
25 | μένων ἁπάντων. Πρὸς ἐκεῖνο τοίνυν παρασκευαζώμεθα τὸ δικαστήριον· κἂν γὰρ μυριάκις θαυμαστὸς ᾖ καὶ μέ‐ γας ὁ τὸν νόμον παραβαίνων τοῦτον, δώσει πάντως τὴν ἐπὶ τῇ παραβάσει κειμένην τιμωρίαν· οὐ γάρ ἐστι προσ‐ ωπολήπτης ὁ Θεός. Πῶς οὖν ἔστι καὶ τίνι τρόπῳ φυγεῖν | |
30 | τὸ ἁμάρτημα; οὐ γὰρ δὴ μόνον τὸ ἔγκλημα χαλεπὸν χρὴ δεῖξαι, ἀλλὰ καὶ ὅπως ἂν ἀπαλλαγείημεν συμβου‐ λεῦσαι. Ἔχεις γυναῖκα, ἔχεις οἰκέτην, ἔχεις παιδία, καὶ φίλον, καὶ συγγενῆ, καὶ γείτονα; πᾶσι τούτοις τὴν ἐπὶ τούτων ἐπίτρεψον φυλακήν. Χαλεπὸν ἡ συνήθεια, | |
35 | καὶ δεινὸν ὑποσκελίσαι, καὶ δυσφύλακτον, καὶ ἄκοντας ἡμᾶς πολλάκις καὶ οὐκ εἰδότας ἐμβάλλει; Οὐκοῦν ὅσῳ τῆς συνηθείας οἶδας τὴν δύναμιν, τοσούτῳ τῆς μὲν πονηρᾶς συνηθείας ἀπαλλαγῆναι σπούδασον, πρὸς δὲ τὴν ἑτέραν τὴν χρησιμωτάτην σεαυτὸν μετάστη‐ | |
40 | σον. Ὥσπερ γὰρ νῦν σπουδάζοντά σε καὶ φυλαττόμενον καὶ μεριμνῶντα καὶ φροντίζοντα ἴσχυσε πολλάκις ὑποσκελίσαι ἐκείνη, οὕτως ἂν εἰς τὴν ἀγαθὴν σαυτὸν συνήθειαν μεταστήσῃς τὴν τοῦ μὴ ὀμνύναι, οὐδὲ ἄκων, οὐδὲ ῥᾳθυμῶν ἐμπεσεῖν δυνήσῃ ποτὲ πρὸς τὰ τῶν ὅρ‐ | |
45 | κων πτώματα· μέγα γὰρ ὄντως συνήθεια, καὶ φύσεως ἔχει δύναμιν. Ἵν’ οὖν μὴ πονῶμεν συνεχῶς, ἑαυτοὺς εἰς συνήθειαν μεταστήσωμεν ἑτέραν, καὶ ἕκαστον τῶν σοι συγγινομένων καὶ συνόντων ταύτην αἴτησαι τὴν χάριν, ἵνα συμβουλεύῃ καὶ παραινῇ φεύγειν τοὺς ὅρ‐ | |
49.230(50) | κους, καὶ ἁλισκόμενον ἐλέγχῃ. Ἡ γὰρ παρ’ αὐτῶν εἰς σὲ γινομένη φυλακὴ καὶ αὐτοῖς ἐστι συμβουλὴ καὶ πα‐ ραίνεσις τοῦ κατορθώματος. Ὁ γὰρ ἐγκαλῶν ἑτέρῳ περὶ ὅρκων, οὐ ῥᾳδίως αὐτὸς εἰς τὸ βάραθρον ἐμπε‐ σεῖται τοῦτο· βάραθρον γὰρ οὐ τὸ τυχὸν ἡ πολυορκία, | |
55 | οὐχ ὅταν περὶ τῶν ἐλαχίστων μόνον, ἀλλὰ καὶ ὅταν περὶ μεγίστων γίνηται πραγμάτων. Ἡμεῖς δὲ καὶ λά‐ χανα ὠνούμενοι καὶ ὑπὲρ ὀβολῶν δύο φιλονεικοῦντες, καὶ πρὸς οἰκέτας ὀργιζόμενοι καὶ ἀπειλοῦντες, τὸν Θεὸν πανταχοῦ καλοῦμεν μάρτυρα· καὶ ἄνθρωπον μὲν | |
60 | ἐλεύθερον, ἀξίας τινὸς μετασχόντα ψιλῆς οὐκ ἂν ἐτόλμησας ὑπὲρ τοιούτων καλέσαι μάρτυρα ἐπ’ ἀγορᾶς, ἀλλὰ κἂν ἐπιχειρήσῃς, δίκην δώσεις τῆς ὕβρεως· τὸν δὲ τῶν οὐρανῶν βασιλέα, τὸν τῶν ἀγγέλων Δεσπότην. | |
καὶ περὶ ὠνίων, καὶ περὶ χρημάτων, καὶ περὶ τῶν | 229 | |
49.231 | τυχόντων διαλεγόμενος, ἕλκεις εἰς μαρτυρίαν· καὶ πῶς ταῦτα ἀνεκτά; Πόθεν οὖν ἀπαλλαγείημεν ἐκ τῆς πο‐ νηρᾶς ταύτης συνηθείας; Τοὺς φύλακας οὓς εἶπον πε‐ ριστήσαντες, χρόνον ῥητὸν ὁρίσαντες ἑαυτοῖς πρὸς διόρ‐ | |
5 | θωσιν, καὶ καταδίκην ἐπιθέντες, εἰ τοῦ χρόνου παρελ‐ θόντος μὴ κατορθώσαιμεν τοῦτο. Πόσος οὖν ἡμῖν χρόνος ἀρκέσει πρὸς τοῦτο; Οὐκ οἶμαι τοὺς σφόδρα νήφοντας καὶ διεγηγερμένους καὶ ὑπὲρ τῆς ἑαυτῶν ἀγρυπνοῦντας σωτηρίας πλέον ἡμερῶν δέκα δεηθήσεσθαι, ὥστε παν‐ | |
10 | τελῶς ἀπαλλαγῆναι τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας. Εἰ δὲ μετὰ τὰς δέκα ἡμέρας ὀφθείημεν ὀμνύντες, δίκην ἑαυτοῖς ἐπιθῶμεν, καὶ τιμωρίαν μεγίστην καὶ κατα‐ | |
δίκην ὁρίσωμεν τῆς παραβάσεως. Τίς οὖν ἐστιν ἡ κα‐ | Column end | |
49.232 | ταδίκη; Οὐκ ἔτι τοῦτο ὁρίζω ἐγὼ, ἀλλ’ ὑμᾶς αὐτοὺς ἀφίημι κυρίους τῆς ψήφου εἶναι. Οὕτω τὰ καθ’ ἑαυ‐ τοὺς οἰκονομῶμεν, μὴ μόνον ἐπὶ τῶν ὅρκων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἐλαττωμάτων, καὶ χρόνον ὁρίζοντες | |
5 | ἑαυτοῖς τιμωρίαις χαλεπωτάταις, εἴ ποτε περιπέσω‐ μεν τούτοις, καθαροὶ πρὸς τὸν ἡμέτερον ἀπελευσό‐ μεθα Δεσπότην, καὶ τῆς τοῦ πυρὸς γεέννης ἀπαλλαγη‐ σόμεθα, καὶ μετὰ παῤῥησίας στησόμεθα ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ἧς γένοιτο πάντας ἡμᾶς | |
10 | ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ | |
Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Column end | |
49.231(14t) | ΚΑΤΗΧΗΣΙΣ ΔΕΥΤΕΡΑ. | |
15t | Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι· καὶ περὶ γυναικῶν τῶν ἐν πλέγμασι καὶ χρυσῷ κατακοσμουσῶν | |
16t | ἑαυτάς· καὶ περὶ τῶν κληδονισμοῖς, ἢ περιάπτοις, ἢ ἐπῳδαῖς κεχρημένων, ἅπερ ἅπαντα ἀλλότρια | |
17t | Χριστιανισμοῦ. | |
18 | αʹ. Τῶν πρώην εἰρημένων πρὸς τὴν ὑμετέραν ἀγάπην πρότερον τοὺς καρποὺς παρεγενόμην ἀπαιτήσων ὑμᾶς· | |
20 | οὐδὲ γὰρ διὰ τοῦτο λέγομεν, ἵνα ἀκούσητε μόνον, ἀλλ’ ἵνα καὶ μνημονεύητε τῶν εἰρημένων καὶ τὴν διὰ τῶν ἔργων ἐπίδειξιν ἡμῖν παράσχητε· μᾶλλον δὲ οὐχ ἡμῖν, ἀλλὰ τῷ Θεῷ τῷ τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδότι. Διὰ τοῦτο καὶ κατήχησις λέγεται, ἵνα καὶ ἀπόντων ἡμῶν | |
25 | ὁ λόγος ὑμῶν ἐνηχῇ ταῖς διανοίαις. Καὶ μὴ θαυμά‐ σητε, εἰ δέκα ἡμερῶν διαγενομένων μόνον τοὺς καρ‐ ποὺς ἤλθομεν ἀπαιτήσοντες τῶν σπερμάτων· καὶ γὰρ ἐν ἡμέρᾳ μιᾷ δυνατὸν ὁμοῦ καὶ σπέρματα καταβαλεῖν καὶ ἀμητὸν ποιήσασθαι· οὐ γὰρ οἰκείᾳ δυνάμει μόνον, | |
30 | ἀλλὰ καὶ τῇ παρὰ τοῦ Θεοῦ ῥοπῇ δυναμούμενοι, οὕτω πρὸς τοὺς ἀγῶνας καλούμεθα. Ὅσοι μὲν οὖν κατεδέ‐ ξαντο τὰ εἰρημένα, καὶ διὰ τῶν ἔργων ἐπλήρωσαν, μενέτωσαν ἐπεκτεινόμενοι πρὸς τὰ ἔμπροσθεν· ὅσοι δὲ οὐδέπω τῆς ἀγαθῆς ταύτης ἐργασίας ἥψαντο, ἐν‐ | |
35 | τεῦθεν ἁψάσθωσαν, ἵνα καὶ τὴν ἐκ τῆς ῥᾳθυμίας κα‐ ταδίκην τῇ μετὰ ταῦτα προθυμίᾳ ἀποκρούσωνται. Ἔνι γὰρ, ἔνι καὶ τὸν ἐῤῥᾳθυμηκότα σφόδρα μετὰ ταῦτα χρησάμενον τῇ προθυμίᾳ τοῦ παρελθόντος χρόνου πᾶσαν ἀνασῶσαι τὴν ζημίαν. Διό φησι, Σήμερον ἐὰν | |
40 | τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. Τοῦτο δὲ λέγει παραινῶν καὶ συμβουλεύων, μηδέποτε ἀπογι‐ νώσκειν, ἀλλ’ ἕως ἂν ἐνταῦθα ὦμεν, χρηστὰς ἔχειν τὰς ἐλπίδας, καὶ τῶν ἔμπροσθεν ἐπιλαμβάνεσθαι, καὶ | |
45 | πρὸς τὸ βραβεῖον διώκειν τῆς ἄνω κλήσεως τοῦ Θεοῦ. Τοῦτο τοίνυν ποιήσωμεν, καὶ τὰ ὀνόματα τῆς μεγάλης ταύτης ἐξετάσωμεν δωρεᾶς. Ὥσπερ γὰρ ἀγνοούμενον ἀξιώματος μέγεθος ῥᾳθυμοτέρους ποιεῖ τοὺς τιμωμέ‐ νους, οὕτω γνωριζόμενον εὐχαρίστους καθίστησι καὶ | |
49.231(50) | σπουδαιοτέρους ἐργάζεται. Καὶ ἄλλως δὲ αἰσχρὸν ἂν εἴη καὶ καταγέλαστον τοσαύτης ἀπολαύοντας δόξης παρὰ τοῦ Θεοῦ καὶ τιμῆς, μηδὲ τὰ ὀνόματα αὐτῆς εἰ‐ δέναι τί ποτε ἐνδείξασθαι βούλεται. Καὶ τί λέγω περὶ τῆς δωρεᾶς ταύτης; ἂν γὰρ τὸ κοινὸν τοῦ γένους ἡμῶν | |
55 | ἐννοήσῃς ὄνομα, μεγίστην πρὸς ἀρετὴν λήψῃ διδασκα‐ | |
λίαν καὶ παράκλησιν. Τὸ γὰρ ἄνθρωπος τοῦτο ὄνομα | Column end | |
49.232(18) | οὐ κατὰ τοὺς ἔξωθεν ἡμεῖς ὁριζόμεθα, ἀλλ’ ὡς ἡ θεία Γραφὴ ἐκέλευσεν. Ἄνθρωπος γάρ ἐστιν, οὐχ ὅστις | |
20 | ἁπλῶς χεῖρας καὶ πόδας ἔχει ἀνθρώπου, οὐδ’ ὅστις ἐστὶ λογικὸς μόνον, ἀλλ’ ὅστις εὐσέβειαν καὶ ἀρετὴν μετὰ παῤῥησίας ἀσκεῖ. Ἄκουσον γοῦν περὶ τοῦ Ἰὼβ τί φησιν· εἰπὼν γὰρ, ὅτι Ἐν χώρᾳ τῇ Αὐσίτιδι ἄν‐ θρωπος ἦν, οὐκ ἀπὸ τούτων αὐτὸν ὑπογράφει τῶν | |
25 | ὅρων, ἀφ’ ὧν οἱ ἔξωθεν, οὐδὲ τοῦτο λέγει, ὅτι πόδας δύο εἶχε καὶ ὄνυχας πλατεῖς, ἀλλὰ τὰ γνωριστικὰ τῆς εὐ‐ σεβείας ἐκείνης συντιθεὶς ἔλεγε, Δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πρά‐ γματος, δεικνὺς ὅτι τοῦτό ἐστιν ἄνθρωπος. Καθάπερ | |
30 | οὖν καὶ ἕτερός φησι· Τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐν‐ τολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος. Εἰ δὲ τὸ ἄνθρωπος ὄνομα τοσαύτην εἰς ἀρετὴν παρά‐ κλησιν παρέχει, πολλῷ μᾶλλον τὸ πιστός; Πιστὸς γὰρ διὰ τοῦτο καλῇ, ὅτι καὶ πιστεύεις τῷ Θεῷ, καὶ πιστεύῃ | |
35 | παρ’ αὐτοῦ αὐτὸς δικαιοσύνην. ἁγιωσύνην, καθαρότητα ψυχῆς, υἱοθεσίαν, βασιλείαν οὐρανῶν· ἐνεπίστευσε καὶ ταῦτά σοι παρακατέθετο· σὺ πάλιν ἕτερα αὐτῷ ἐν‐ επίστευσας καὶ παρακατέθου, ἐλεημοσύνην, εὐχὰς, σω‐ φροσύνην, τὴν ἄλλην ἅπασαν ἀρετήν. Καὶ τί λέγω | |
40 | ἐλεημοσύνην; κἂν ψυχροῦ αὐτῷ ποτήριον δῷς, οὐδὲ τοῦτο ἀπολέσεις, ἀλλὰ καὶ τοῦτο μετ’ ἀκριβείας φυ‐ λάσσει εἰς ἐκείνην τὴν ἡμέραν, καὶ μετὰ πολλῆς ἀπο‐ δώσει τῆς περιουσίας· τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ φυλάττει τὰς παρακαταθήκας μόνον, ἀλλὰ | |
45 | καὶ πλεονάζει ταύτας ταῖς ἀντιδόσεσι. Τοῦτο καὶ σοὶ ποιεῖν ἐκέλευσε κατὰ δύναμιν τὴν σὴν, ἐν οἷς ἐνεπιστεύθης, τὴν ἁγιωσύνην ἣν ἔλαβες ἐπιτείνειν, καὶ τὴν δικαιοσύνην τὴν ἀπὸ τοῦ λουτροῦ λαμπροτέραν ἐργάζεσθαι, καὶ τὸ χάρισμα φαιδρότερον | |
49.232(50) | ποιεῖν· καθάπερ οὖν καὶ Παῦλος ἐποίησε, τοῖς μετὰ ταῦτα πόνοις καὶ τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ αὐξήσας ἅπαντα, ἅπερ ἔλαβεν, ἀγαθά. Καὶ σκόπει Θεοῦ κηδε‐ μονίαν· οὔτε σοι τὸ πᾶν ἔδωκεν ἐνταῦθα, οὔτε τοῦ παντὸς ἀπεστέρησεν, ἀλλὰ τὰ μὲν ἔδωκε, τὰ δὲ ὑπ‐ | |
55 | έσχετο. Καὶ τίνος ἕνεκεν οὐ τὸ πᾶν ἐνταῦθα ἔδωκεν; Ἵνα σὺ τὴν πίστιν ἐπιδείξῃ τὴν περὶ αὐτὸν, τοῖς μη‐ δέπω δοθεῖσιν ἀπὸ τῆς ὑποσχέσεως αὐτοῦ μόνης πι‐ στεύων. Τίνος δὲ ἕνεκεν πάλιν οὐ τὸ πᾶν ἐκεῖ | |
ἐταμιεύσατο, ἀλλ’ ἔδωκε καὶ Πνεύματος χάριν καὶ | 231 | |
49.233 | δικαιοσύνην καὶ ἁγιασμόν; Ἵνα σοι κουφίσῃ τοὺς πό‐ νους, καὶ ἐκ τῶν ἤδη δοθέντων καὶ ἐκ τῶν μελλόντων εὐέλπιδα καταστήσῃ. Διὰ τοῦτο καὶ νεοφώτιστος μέλ‐ λεις καλεῖσθαι, ὅτι νέον σοι τὸ φῶς ἀεὶ, ἂν ἐθέλῃς, καὶ | |
5 | οὐδέποτε σβέννυται. Τοῦτο μὲν γὰρ, καὶ βουλομένων ἡμῶν, καὶ μὴ βουλομένων, διαδέχεται νὺξ, ἐκείνην δὲ τὴν ἀκτῖνα σκότος οὐκ οἶδε· Τὸ γὰρ φῶς ἐν τῇ σκο‐ τίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Οὐχ οὕτω γοῦν ὁ κόσμος ἐστὶ λαμπρὸς, ἀνισχούσης τῆς | |
10 | ἀκτῖνος, ὡς ψυχὴ καταυγάζεται καὶ λαμπροτέρα γί‐ νεται, τὴν ἀπὸ τοῦ Πνεύματος δεξαμένη χάριν. Καὶ μάνθανε τῶν πραγμάτων ἀκριβέστερον τὴν φύσιν· νυκτὸς μὲν γὰρ κατεχούσης καὶ σκότους ὄντος, πολ‐ λάκις καὶ σχοινίον ἰδών τις, ἐνόμισεν ὄφιν εἶναι, καὶ | |
15 | φίλον προσιόντα ὡς ἐχθρὸν ἔφυγε, καὶ ψόφου τινὸς αἰσθόμενος περιδεὴς γέγονεν· ἡμέρας δὲ γενομένης οὐδὲν τοιοῦτον γένοιτ’ ἂν, ἀλλὰ πάντα οἷάπερ ἐστὶ φαίνεται. Ὃ καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνει τῆς ἡμετέ‐ ρας. Ἐπειδὰν γὰρ ἡ χάρις ἐλθοῦσα τὸ σκότος ἀπελάσῃ | |
20 | τῆς διανοίας, μανθάνομεν τὴν τῶν πραγμάτων ἀκρί‐ βειαν, καὶ γίνεται ἡμῖν εὐκαταφρόνητα τὰ πρότερον φοβερά. Οὔτε γὰρ θάνατον ἔτι δεδοίκαμεν, μαθόντες ἀκριβῶς παρὰ τῆς ἱερᾶς ταύτης μυσταγωγίας, ὅτι οὐκ ἔστι θάνατος ὁ θάνατος, ἀλλ’ ὕπνος καὶ κοίμησις | |
25 | πρόσκαιρος· οὐ πενίαν, οὐ νόσον, οὐκ ἄλλο τι τῶν τοι‐ ούτων οὐδὲν, εἰδότες ὅτι πρὸς βελτίονα ζωὴν ὁδεύομεν, ἀκήρατόν τε καὶ ἄφθαρτον, καὶ πάσης τοιαύτης ἀπηλ‐ λαγμένην ἀνωμαλίας. βʹ. Μὴ τοίνυν ἔτι πρὸς τὰ βιωτικὰ μείνωμεν κεχηνό‐ | |
30 | τες, μὴ περὶ τρυφὴν τραπέζης, μηδὲ περὶ πολυτέλειαν ἱματίων· καὶ γὰρ ἔχεις ἱμάτιον μέγιστον, ἔχεις τρά‐ πεζαν πνευματικὴν, ἔχεις τὴν δόξαν τὴν ἄνω, καὶ πάντα σοι ὁ Χριστὸς γίνεται, καὶ τράπεζα, καὶ ἱμά‐ τιον, καὶ οἶκος, καὶ κεφαλὴ, καὶ ῥίζα. Ὅσοι γὰρ εἰς | |
35 | Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· ἰδοὺ πῶς ἱμάτιόν σοι γέγονε. Βούλει μαθεῖν, πῶς καὶ τρά‐ πεζά σοι γίνεται; Ὁ τρώγων με, φησὶν, ὥσπερ ἐγὼ ζῶ διὰ τὸν Πατέρα, κἀκεῖνος ζήσεται δι’ ἐμέ. Ὅτι δὲ καὶ οἶκός σοι γίνεται· Ὁ τρώγων μου τὴν σάρκα | |
40 | ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ· καὶ ὅτι ῥίζα, πάλιν φησίν· Ἐγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· καὶ ὅτι ἀδελφὸς, καὶ φίλος, καὶ νυμφίος· Οὐκέτι ὑμᾶς λέγω δούλους· ὑμεῖς γὰρ φίλοι μου ἐστέ. Καὶ ὁ Παῦλος πάλιν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν | |
45 | παραστῆσαι τῷ Χριστῷ· καὶ πάλιν· Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὐκ ἀδελ‐ φοὶ δὲ αὐτοῦ μόνον, ἀλλὰ καὶ παιδία γινόμεθα· Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ, καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ μέλη αὐτοῦ, καὶ | |
49.233(50) | σῶμα αὐτοῦ. Ὥσπερ γὰρ οὐκ ἀρκούντων τῶν εἰρημέ‐ νων ἐπιδεῖξαι τὴν ἀγάπην καὶ τὴν εὔνοιαν, ἣν πρὸς ἡμᾶς ἐπιδείκνυται, καὶ ἕτερον τούτων μεῖζον καὶ ἐγγύτερον ἔθηκεν, κεφαλὴν ἑαυτὸν ἡμῶν προσειπών. Ταῦτα δὴ πάντα εἰδὼς, ἀγαπητὲ, ἄμειψαί σου τὸν εὐεργέτην | |
55 | ἀρίστῃ πολιτείᾳ, καὶ ἐννοήσας τῆς θυσίας τὸ μέ‐ γεθος, καλλώπισόν σου τὰ μέλη τοῦ σώματος. Ἐννόησον τί δέχῃ τῇ χειρὶ, καὶ μηδέποτε ἀνάσχῃ τυπτῆσαί τινα, μηδὲ τὴν τοσούτῳ τιμηθεῖσαν δώρῳ καταισχύνῃς τῇ τῆς πληγῆς ἁμαρτίᾳ· ἐννόησον τί δέχῃ τῇ χειρὶ, καὶ | |
60 | καθαρὰν αὐτὴν πλεονεξίας καὶ ἁρπαγῆς πάσης διατή‐ ρησον. Λόγισαι, ὅτι οὐ τῇ χειρὶ δέχῃ μόνον, ἀλλὰ καὶ | |
τῷ στόματι προσάγεις καὶ καθαρὰν φύλαττε τὴν γλῶτ‐ | Column end | |
49.234 | ταν αἰσχρῶν καὶ ὑβριστικῶν ῥημάτων, βλασφημίας, ἐπιορκίας, καὶ τῶν ἄλλων τῶν τοιούτων ἁπάντων. Καὶ γὰρ ὀλέθριον τὴν διακονουμένην μυστηρίοις οὕτω φρι‐ κωδεστάτοις, καὶ αἵματι φοινιχθεῖσαν τοιούτῳ, καὶ | |
5 | χρυσῆν γενομένην μάχαιραν, ἐπὶ λοιδορίας καὶ ὕβρεις καὶ εὐτραπελίας μετάγειν. Αἰδέσθητι τὴν τιμὴν, ἢν ἐτίμησεν αὐτὴν ὁ Θεὸς, καὶ μὴ καταγάγῃς εἰς τὴν τῆς ἁμαρτίας εὐτέλειαν· ἀλλ’ ἐνθυμηθεὶς πάλιν, ὅτι μετὰ τὴν χεῖρα καὶ τὴν γλῶσσαν ἡ καρδία δέχεται τὸ | |
10 | φρικτὸν ἐκεῖνο μυστήριον, μὴ ῥάψῃς ποτὲ κατὰ τοῦ πλησίον δόλον, ἀλλὰ κακουργίας πάσης καθαρὰν δια‐ τήρει σου τὴν διάνοιαν· οὕτω καὶ ὀφθαλμοὺς καὶ ἀκοὴν ἀσφαλίσασθαι δυνήσῃ. Πῶς γὰρ οὐκ ἄτοπον, μετὰ τὴν μυστικὴν ἐκείνην φωνὴν καὶ ἐκ τῶν οὐρανῶν | |
15 | φερομένην, τὴν ἐκ τῶν Χερουβὶμ λέγω, πορνικοῖς ᾄσμασι καὶ κατακεκλασμένοις μέλεσι τὴν ἀκοὴν μολύ‐ νειν; πῶς δὲ οὐκ ἐσχάτης κολάσεως ἄξιον, τοῖς ὀφθαλ‐ μοῖς, οἷς ὁρᾷς τὰ ἀπόῤῥητα καὶ φρικτὰ μυστήρια, τούτοις πόρνας ὁρᾷν, καὶ μοιχείαν ἐργάζεσθαι τὴν κατὰ | |
20 | διάνοιαν; Εἰς γάμον ἐκλήθης, ἀγαπητέ· μὴ εἰσέλθῃς ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, ἀλλὰ τῷ γάμῳ κατάλλη‐ λον λαβὲ στολήν. Εἰ γὰρ εἰς γάμους αἰσθητοὺς ἄν‐ θρωποι καλούμενοι, κἂν ἁπάντων ὦσι πενέστεροι, χρη‐ σάμενοι πολλάκις ἢ πριάμενοι ἱμάτιον καθαρὸν, οὕτω | |
25 | πρὸς τοὺς καλέσαντας αὐτοὺς ἀπαντῶσι· σὺ δὲ ὁ πρὸς γάμον κληθεὶς πνευματικὸν καὶ δεῖπνα βασιλικὰ, ἐννόησον, ἡλίκον ἂν εἴη δίκαιόν σε ἱμάτιον πρίασθαι· μᾶλλον δὲ οὐδὲ ἀγοράσαι χρεία, ἀλλ’ αὐτός σοι δίδωσιν ὁ καλῶν δωρεὰν, ἵνα μηδὲ πενίαν προβαλέσθαι ἔχῃς. | |
30 | Τήρει τοίνυν ὅπερ ἔλαβες ἱμάτιον· ἂν γὰρ ἀπολέσῃς, χρήσασθαι οὐ δυνήσῃ λοιπὸν, οὐδὲ πρίασθαι· οὐδαμοῦ γὰρ πωλεῖται τοιοῦτον ἱμάτιον. Ἤκουσας, πῶς ἐστέ‐ ναξαν οἱ πάλαι μυσταγωγηθέντες, καὶ τὸ στῆθος ἐπά‐ ταξαν τοῦ συνειδότος ἐνταῦθα διαναστήσαντος; Σκόπει | |
35 | τοίνυν, ἀγαπητὲ, μὴ καὶ σύ ποτε τοῦτο πάθῃ· πῶς δὲ οὐ πείσῃ, τὴν πονηρὰν συνήθειαν μὴ ἐκβαλὼν τῶν κακῶν; Διὰ τοῦτο καὶ πρώην εἶπον καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, εἴ τις τὰ ἐλαττώματα τῶν τρόπων μὴ διώρθωσε μηδὲ παρεσκεύασεν ἑαυτῷ τὴν ἀρετὴν | |
40 | εὔκολον, μὴ βαπτιζέσθω. Τὰ μὲν γὰρ πρότερα ἁμαρ‐ τήματα ἀφεῖναι δύναται τὸ λουτρόν· δέος δὲ οὐ μικρὸν καὶ κίνδυνος οὐχ ὁ τυχὼν, μήποτε πάλιν ἐπ’ αὐτὰ ἐπανέλθωμεν, καὶ γένηται ἡμῖν ἕλκος τὸ φάρμακον. Ὅσῳ γὰρ μείζων γέγονεν ἡ χάρις, τοσούτῳ πλείων ἡ | |
45 | κόλασις τοῖς μετὰ ταῦτα ἁμαρτάνουσιν. γʹ. Ἵνα οὖν μὴ πρὸς τὸν πρότερον ἐπανίωμεν ἐμετὸν, παιδεύσωμεν ἑαυτοὺς ἐντεῦθεν ἤδη. Ὅτι γὰρ δεῖ πρό‐ τερον μετανοήσαντας καὶ τῶν προτέρων ἀποστάντας κακῶν, οὕτω τῇ χάριτι προσιέναι, ἄκουσον τί | |
49.234(50) | μὲν Ἰωάννης φησὶ, τί δὲ ὁ τῶν ἀποστόλων κορυφαῖος τοῖς βαπτίζεσθαι μέλλουσιν· ἐκεῖνος μὲν γάρ φησι· Ποιήσατε καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ ἄρ‐ ξησθε λέγειν ἐν ἑαυτοῖς, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ· οὗτος δὲ τοῖς ἐρωτῶσι πάλιν ἔλεγε· Μετα‐ | |
55 | νοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Ὁ δὲ μετανοῶν οὐκέτι τῶν αὐτῶν ἅπτεται πραγμάτων, ἐφ’ οἷς μετ‐ ενόησε· διὰ τοῦτο καὶ κελευόμεθα λέγειν· Ἀποτάσσο‐ | |
μαί σοι, Σατανᾶ, ἵνα μηκέτι πρὸς αὐτὸν ἐπανέλθωμεν. | 233 | |
49.235 | Καθάπερ οὖν ἐπὶ τῶν ζωγράφων γίνεται, οὕτω καὶ νῦν γινέσθω· καὶ γὰρ ἐκεῖνοι τὰς σανίδας προθέντες, καὶ λευκὰς περιάγοντες γραμμὰς, καὶ τὰς βασιλικὰς ὑπο‐ γράφοντες εἰκόνας, πρὶν ἢ τῶν χρωμάτων ἐπαγαγεῖν | |
5 | τὴν ἀλήθειαν, μετ’ ἐξουσίας ἁπάσης τὰ μὲν ἐξαλεί‐ φουσι, τὰ δὲ ἀντεγγράφουσι, καὶ διορθοῦντες τὰ ἡμαρ‐ τημένα καὶ μετατιθέντες τὰ κακῶς ἔχοντα· ἐπειδὰν δὲ τὴν βαφὴν λοιπὸν ἐπαγάγωσιν, οὐκέτι εἰσὶ κύριοι πάλιν ἐξαλεῖψαι καὶ ἀντεγγράψαι, ἐπεὶ τῷ κάλλει τῆς | |
10 | εἰκόνος λυμαίνονται, καὶ ἔγκλημα τὸ πρᾶγμα γίνεται· τοῦτο δὴ καὶ σὺ ποίησον· νόμισον εἰκόνα σοι τὴν ψυχὴν εἶναι. Πρὶν ἢ τοίνυν ἐπελθεῖν τὴν ἀληθῆ τοῦ Πνεύ‐ ματος βαφὴν, ἐξάλειψον τὰς κακῶς ἐντεθείσας σοι συν‐ ηθείας· εἴτε ὀμνύναι, εἴτε ψεύδεσθαι, εἴτε ὑβρίζειν, | |
15 | εἴτε αἰσχρολογεῖν, εἴτε γελωτοποιεῖν, εἴτε ἄλλο τι τῶν τοιούτων τῶν μὴ νενομισμένων συνήθειαν ἔχεις ποιεῖν, ἔξελε τὴν συνήθειαν, ἵνα μὴ πάλιν πρὸς αὐτὴν ἐπαν‐ έλθῃς μετὰ τὸ βάπτισμα. Τὰ ἁμαρτήματα ἀφανίζει τὸ λουτρὸν, τὴν συνήθειαν διόρθωσον σὺ, ἵνα τῶν χρω‐ | |
20 | μάτων ἐπενεχθέντων καὶ λαμψάσης τῆς βασιλικῆς εἰ‐ κόνος, μηκέτι λοιπὸν ἐξαλείφῃς, καὶ τραύματα καὶ οὐλὰς ἐμποιῇς τῷ παρὰ τοῦ Θεοῦ δοθέντι σοι κάλλει. Κατάστειλον τοίνυν ὀργὴν, σβέσον θυμόν· κἂν ἀδικήσῃ τις, κἂν ὑβρίσῃ, δάκρυσον ἐκεῖνον· μὴ ἀγανακτήσῃς | |
25 | σὺ, συνάλγησον, μὴ παροξυνθῇς, μηδὲ εἴπῃς, ὅτι Εἰς τὴν ψυχὴν ἠδίκημαι· οὐκ ἔστιν οὐδεὶς εἰς ψυχὴν ἀδι‐ κούμενος, ἐὰν μὴ ἡμεῖς ἑαυτοὺς εἰς ψυχὴν ἀδικήσωμεν· καὶ πῶς, ἐγὼ λέγω· Ἀφείλετό σού τις τὴν οὐσίαν; οὐκ ἠδίκησεν εἰς ψυχὴν, ἀλλ’ εἰς χρήματα· ἂν δὲ σὺ μνη‐ | |
30 | σικακήσῃς, εἰς ψυχὴν σαυτὸν ἠδίκησας. Τὰ μὲν γὰρ χρήματα ἀφαιρεθέντα οὐδὲν ἐζημίωσεν, ἀλλὰ καὶ ὠφέ‐ λησε, σὺ δὲ τὴν ὀργὴν οὐκ ἀφεὶς, εὐθύνας ἐκεῖ δώσεις τῆς μνησικακίας ταύτης. Ἐλοιδορήσατό τις καὶ ὕβρισεν; οὐδὲν εἰς ψυχὴν ἠδίκησεν, ἀλλ’ οὐδὲ εἰς σῶμα. Ἀντελοι‐ | |
35 | δόρησας σὺ καὶ ὕβρισας; σὺ σαυτὸν εἰς ψυχὴν ἠδίκησας, τῶν ῥημάτων, ὧν εἶπας, ἐκεῖ μέλλων εὐθύνας ὑφέξειν. Καὶ τοῦτο δὴ μάλιστα πάντων ὑμᾶς εἰδέναι βούλομαι, ὅτι τὸν Χριστιανὸν καὶ πιστὸν οὐδεὶς εἰς ψυχὴν ἀδικῆ‐ σαι δύναται, οὐδὲ αὐτὸς ὁ διάβολος. Οὐ τοῦτο δὲ μόνον | |
40 | ἐστὶ τὸ θαυμαστὸν, ὅτι ἀχειρώτους ἡμᾶς ὁ Θεὸς πάσαις ἐποίησε ταῖς ἐπιβουλαῖς, ἀλλ’ ὅτι καὶ πρὸς τὴν τῆς ἀρε‐ τῆς ἐργασίαν ἐπιτηδείους ἡμᾶς κατεσκεύασε, καὶ κώ‐ λυμα οὐδέν ἐστιν, ἐὰν θέλωμεν, κἂν πένητες ὦμεν, κἂν ἀσθενεῖς τῷ σώματι, κἂν ἀπεῤῥιμμένοι, κἂν ἀνώνυμοι, | |
45 | κἂν οἰκέται. Οὔτε γὰρ πενία, οὔτε ἀῤῥωστία, οὔτε σώ‐ ματος πήρωσις, οὐ δουλεία, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν ἐμπόδιον πρὸς ἀρετὴν γένοιτ’ ἄν ποτε. Καὶ τί λέγω πένητα καὶ οἰκέτην καὶ ἀνώνυμον; κἂν δεσμώ‐ της ᾖς, οὐδὲ τοῦτό σοι γίνεται ἐμπόδιον πρὸς ἀρετήν· | |
49.235(50) | καὶ πῶς, ἐγὼ λέγω· Ἐλύπησέ σέ τις τῶν ἔνδον καὶ παρ‐ ώξυνεν; ἄφες αὐτῷ τὴν ὀργήν· μήτι σοι πρὸς τοῦτο τὰ δεσμὰ καὶ ἡ πενία καὶ τὸ ἄτιμον εἶναι ἐμπόδιον γέγονε; Καὶ τί λέγω ἐμπόδιον; καὶ ἐβοήθησε μὲν οὖν, καὶ συν‐ έπραξε πρὸς τὸ καταστεῖλαι τὸν τῦφον. Εἶδες ἕτερον | |
55 | εὐπραγοῦντα; μὴ βασκήνῃς· οὐδὲ γὰρ ἐνταῦθα ἡ πενία | |
κώλυμα γίνεται. Πάλιν, ὅταν εὔξασθαι δέῃ, νηφούσῃ καὶ | Column end | |
49.236 | ἀγρυπνούσῃ διανοίᾳ τοῦτο ποίησον, καὶ οὐδὲν ἔσται τὸ κωλύον οὐδὲ ἐνταῦθα. Πραότητα, ἐπιείκειαν ἐπιδείκνυσο πᾶσαν, σωφροσύνην, σεμνότητα· οὐδὲ γὰρ ταῦτα τῶν ἔξωθεν δεῖται βοηθημάτων. Καὶ τοῦτο μάλιστα τὸ μέ‐ | |
5 | γιστόν ἐστι τῆς ἀρετῆς, ὅτι οὐ πλούτου, οὐ δυναστείας, οὐ δόξης, οὐκ ἄλλου τινὸς τῶν τοιούτων ἔχει χρείαν, ἀλλὰ ψυχῆς μόνης ἡγιασμένης, καὶ πλέον οὐδὲν ἐπιζητεῖ. Ὅρα δὲ καὶ ἐπὶ τῆς χάριτος αὐτὸ τοῦτο γινόμενον· κἂν γὰρ χωλεύῃ τις, κἂν τοὺς ὀφθαλμοὺς ἐκκεκομμένος ᾖ, | |
10 | κἂν τὸ σῶμα πεπηρωμένος, κἂν εἰς ἐσχάτην καταπε‐ πτωκὼς ἀῤῥωστίαν, οὐδενὶ τούτων ἐπελθεῖν ἡ χάρις κω‐ λύεται· ψυχὴν γὰρ ἐπιζητεῖ μόνην μετὰ προθυμίας αὐ‐ τὴν δεχομένην, καὶ ταῦτα ἅπαντα παρατρέχει τὰ ἔξω‐ θεν. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν στρατιωτῶν καὶ σώματος | |
15 | μέτρον καὶ σαρκὸς εὐεξίαν ἐπιζητοῦσιν οἱ μέλλοντες αὐ‐ τοὺς καταλέγειν εἰς τὸ στρατόπεδον· οὐ ταῦτα δὲ μόνον ἔχειν χρὴ τὸν μέλλοντα στρατεύεσθαι, ἀλλὰ καὶ ἐλεύθε‐ ρον εἶναι· ἂν γὰρ δοῦλός τις ᾖ, ἐκβάλλεται· ὁ δὲ τῶν οὐ‐ ρανῶν βασιλεὺς οὐδὲν τοιοῦτον ἐπιζητεῖ, ἀλλὰ καὶ δού‐ | |
20 | λους δέχεται εἰς τὸ αὑτοῦ στρατόπεδον, καὶ γεγηρακό‐ τας καὶ παρειμένους τὰ μέλη, καὶ οὐκ ἐπαισχύνεται. Τί τούτου φιλανθρωπότερον; τί χρηστότερον γένοιτ’ ἄν; Οὗτος μὲν γὰρ τὰ ἐφ’ ἡμῖν ζητεῖ μόνον, ἐκεῖνοι δὲ τὰ οὐκ ἐφ’ ἡμῖν. Τὸ γὰρ δοῦλον εἶναι ἢ ἐλεύθερον, οὐχ ἡμέ‐ | |
25 | τερον· τὸ ὑψηλὸν πάλιν εἶναι καὶ βραχὺν, οὐκ ἐφ’ ἡμῖν, τὸ γεγηρακότα καὶ ἄρτιον, καὶ ὅσα τοιαῦτα· τὸ δὲ ἐπι‐ εικῆ ἢ χρηστὸν εἶναι καὶ τὰ παραπλήσια τούτοις, τῆς ἡμετέρας γνώμης. Καὶ ταῦτα ἡμᾶς ὁ Θεὸς ἀπαιτεῖ μόνα, ὧν ἡμεῖς ἐσμεν κύριοι· καὶ μάλα εἰκότως· οὐ γὰρ δι’ | |
30 | οἰκείαν χρείαν, ἀλλὰ δι’ εὐεργεσίαν ἡμᾶς ἐπὶ τὴν αὑτοῦ χάριν καλεῖ, οἱ δὲ βασιλεῖς διὰ τὴν ἑαυτῶν διακονίαν· κἀκεῖνοι μὲν ἐπὶ πόλεμον ἕλκουσιν αἰσθητὸν, οὗτος δὲ ἐπὶ μάχην πνευματικήν. Οὐκ ἐπὶ τῶν πολέμων δὲ μόνον τῶν ἔξωθεν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀγώνων τὴν αὐτὴν ἀνα‐ | |
35 | λογίαν ἴδοι τις ἄν· οἱ γὰρ μέλλοντες εἰς τὸ θέατρον ἕλ‐ κεσθαι ἐκεῖνο, οὐ πρότερον καθιᾶσιν εἰς τοὺς ἀγῶνας, ἕως ἂν αὐτοὺς ὁ κῆρυξ λαβὼν ὑπὸ τοῖς ἁπάντων ὀφθαλ‐ μοῖς περιαγάγῃ βοῶν καὶ λέγων· Μή τις τούτου κατηγο‐ ρεῖ; Καίτοι γε οὐκ ἔστιν ἐκεῖ ψυχῆς, ἀλλὰ σωμάτων τὰ | |
40 | παλαίσματα· τίνος οὖν ἕνεκεν εὐθύνας ἀπαιτεῖς εὐγε‐ νείας; Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ’ ἅπαν τοὐναν‐ τίον, οὐκ ἐν χειρῶν συμπλοκαῖς ὄντων ἡμῖν τῶν παλαι‐ σμάτων, ἀλλ’ ἐν φιλοσοφίᾳ ψυχῆς καὶ ἀρετῇ διανοίας· τοὐναντίον ὁ ἀγωνοθέτης ποιεῖ· οὐ γὰρ λαβὼν αὐ‐ | |
45 | τὸν περιάγει καὶ λέγει· Μή τις τούτου κατηγορεῖ; ἀλλὰ βοᾷ· Κἂν ἄνθρωποι πάντες, κἂν δαίμονες μετὰ τοῦ δια‐ βόλου συστάντες αὐτοῦ κατηγορῶσι τὰ ἔσχατα καὶ ἀπόῤ‐ ῥητα δεινὰ, οὐκ ἐκβάλλω οὐδὲ βδελύσσομαι, ἀλλὰ τῶν κατηγόρων αὐτὸν ἀπαλλάξας, καὶ τῆς πονηρίας ἐλευθε‐ | |
49.236(50) | ρώσας, οὕτως ἐπὶ τοὺς ἀγῶνας ἄγω· καὶ μάλα εἰκότως. Ἐκεῖ μὲν γὰρ ὁ ἀγωνοθέτης οὐδὲν συντελεῖ τοῖς ἀγωνι‐ ζομένοις πρὸς τὴν νίκην, ἀλλ’ ἕστηκε μέσος· ἐνταῦθα δὲ ἀγωνοθέτης τῶν ἄθλων τῆς εὐσεβείας σύμμαχος γίνεται καὶ βοηθὸς, συνεφαπτόμενος αὐτοῖς τῆς πρὸς τὸν διάβο‐ | |
55 | λον μάχης. | |
δʹ. Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι ἀφίησιν | 235 | |
49.237 | ἡμῖν τὰ ἁμαρτήματα, ἀλλ’ ὅτι αὐτὰ οὐδὲ ἐκκαλύπτει, οὐδὲ ποιεῖ φανερὰ καὶ δῆλα, οὐδὲ ἀναγκάζει παρελθόντας εἰς μέσον ἐξειπεῖν τὰ πεπλημμελημένα, ἀλλ’ αὐτῷ μόνῳ ἀπολογήσασθαι κελεύει καὶ πρὸς αὐτὸν ἐξομολογήσασθαι. | |
5 | Καίτοι γε ἐκ τῶν ἔξωθεν δικαστῶν εἴ τις εἶπέ τινι τῶν ἁλόντων λῃστῶν ἢ τυμβωρύχων, εἰπεῖν τὰ πεπλημμελη‐ μένα, καὶ ἀφεθῆναι τῆς κολάσεως, πάσῃ προθυμίᾳ ἂν κατεδέξαντο τοῦτο, τῇ τῆς σωτηρίας ἐπιθυμίᾳ τῆς αἰ‐ σχύνης καταφρονοῦντες. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν | |
10 | ἐστιν, ἀλλὰ καὶ ἀφίησι τὰ ἁμαρτήματα, καὶ οὐκ ἀναγκά‐ ζει παρόντων τινῶν αὐτὰ ἐκπομπεύειν, ἀλλ’ ἓν μόνον ζητεῖ, ὅπως αὐτὸς ὁ τῆς ἀφέσεως ἀπολαύων μάθοι τῆς δωρεᾶς τὸ μέγεθος. Πῶς οὖν οὐκ ἄτοπον ἐν οἷς αὐτὸς ἡμᾶς εὐεργετεῖ εἰ ἀρκοῖτο τῇ παρ’ ἡμῶν μαρτυρίᾳ μόνῃ, | |
15 | ἡμεῖς δὲ ἐν οἷς αὐτὸν θεραπεύομεν, ἑτέρους ἐπιζητοῦμεν μάρτυρας καὶ πρὸς ἐπίδειξίν τι ποιοῦμεν; Θαυμάσαντες τοίνυν τὴν αὐτοῦ φιλοφροσύνην ἐπιδειξώμεθα τὰ παρ’ ἡμῶν, καὶ πρὸ τῶν ἄλλων ἁπάντων τὴν τῆς γλώττης χαλινώσωμεν ῥύμην, καὶ μὴ ἀεὶ φθεγγώμεθα· Ἐκ γὰρ | |
20 | πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν. Ἂν μὲν οὖν ἔχῃς τι χρήσιμον εἰπεῖν, ἄνοιξον τὰ χείλη, ἂν δὲ μηδὲν ἀναγκαῖον ᾖ, σίγα· βέλτιον γάρ. Χειροτέχνης εἶ; καθεζόμενος ψάλλε· ἀλλ’ οὐ βούλει τῷ στόματι ψάλλειν; τῇ διανοίᾳ τοῦτο ποίει· μέγας συν‐ | |
25 | όμιλος ὁ ψαλμός. Οὐδὲν ἐντεῦθεν ὑποστήσῃ δεινὸν, ἀλλ’ ὡς ἐν μοναστηρίῳ ἐν τῷ ἐργαστηρίῳ δυνήσῃ καθέζεσθαι· οὐ γὰρ τόπων ἐπιτηδειότης, ἀλλὰ τρόπων ἀκρίβεια τὴν ἡσυχίαν ἡμῖν παρέξεται. Παῦλος γοῦν ἐν ἐργαστηρίῳ τῇ τέχνῃ κεχρημένος, οὐδὲν εἰς τὴν οἰκείαν ἀρετὴν | |
30 | παρεβλάβη. Μὴ τοίνυν λέγε σύ· Πῶς δυνήσομαι χειρο‐ τέχνης ὢν καὶ πένης φιλοσοφεῖν; Διὰ τοῦτο μὲν οὖν μά‐ λιστα δυνήσῃ φιλοσοφεῖν. Καὶ γὰρ πενία πλούτου, καὶ ἐργασία ἀργίας πρὸς εὐλάβειαν ἡμῖν ἐπιτηδειότερον, ὡς ὅ γε πλοῦτος τοῖς μὴ προσέχουσι καὶ ἐμπόδιον γίνεται. | |
35 | Ὅταν γὰρ ὀργὴν δέῃ ἀφεῖναι, ὅταν σβέσαι φθόνον, ὅταν χαλᾶσαι θυμὸν, ὅταν εὐχὴν ἐπιδείξασθαι, ὅταν ἐπιεί‐ κειαν καὶ πραότητα, ὅταν φιλοφροσύνην καὶ ἀγάπην, ποῦ γένοιτ’ ἂν κώλυμα ἡ πενία; Οὐ γὰρ ἀργύριον κατα‐ βαλόντας ταῦτα ἀνύσαι ἔστιν, ἀλλὰ προαίρεσιν ὀρθὴν | |
40 | ἐπιδειξαμένους. Ἐλεημοσύνη μάλιστά ἐστιν ἡ χρημάτων δεομένη, ἀλλὰ καὶ αὐτὴ διὰ τῆς πενίας μειζόνως ἐξέλαμ‐ ψε· καὶ γὰρ ἡ τοὺς δύο ὀβολοὺς καταβαλοῦσα, ἁπάντων ἀνθρώπων ἦν πενεστέρα, καὶ πάντας ὑπερ‐ ηκόντισε. Μὴ τοίνυν μέγα τι νομίζωμεν εἶναι πλοῦτον, | |
45 | μηδὲ πηλοῦ βελτίονα εἶναι τὸν χρυσὸν λογιζώμεθα· ἡ γὰρ τιμὴ τῆς ὕλης οὐκ ἀπὸ τῆς φύσεως, ἀλλ’ ἀπὸ τῆς ἡμετέρας διανοίας ἐστίν. Εἰ γάρ τις ἀκριβῶς ἐξετάσειε, πολὺ τοῦ χρυσοῦ σίδηρος ἀναγκαιότερος· ὁ μὲν γὰρ εἰς τὸν βίον οὐδεμίαν εἰσάγει χρείαν, οὗτος δὲ τὸ πλέον | |
49.237(50) | ἡμῖν κατεσκεύασε τῆς χρείας μυρίαις τέχναις ὑπηρετού‐ μενος. Καὶ τί λέγω χρυσοῦ καὶ σιδήρου σύγκρισιν; τῶν γὰρ πολυτελῶν λίθων ἀναγκαιότεροι οἱ λίθοι οὗτοι· ἐξ ἐκείνων μὲν γὰρ οὐδὲν ἂν γένοιτο χρηστὸν, ἀπὸ δὲ τού‐ των οἰκίαι τε καὶ τείχη καὶ πόλεις ἔστησαν. Σὺ δέ μοι | |
55 | δεῖξον, τί τὸ κέρδος ἀπὸ τῶν μαργαριτῶν γένοιτ’ ἂν τούτων, μᾶλλον δὲ ποῖον οὐκ ἂν γένοιτο βλάβος; Καὶ γὰρ ἵνα σὺ κόκκον ἕνα φορέσῃς, μυρίοι τῷ λιμῷ πένητες ἄγχονται· ποίας οὖν ἀπολογίας τεύξῃ; τίνος συγγνώ‐ μης; | |
60 | Βούλει κοσμῆσαι τὸ πρόσωπον; μὴ μαργαρίταις, ἀλλὰ | |
σωφροσύνῃ καὶ σεμνότητι· οὕτω χαριεστέραν ὄψεται | Column end | |
49.238 | τὴν ὄψιν ὁ ἀνήρ. Ἐκεῖνος μὲν γὰρ ὁ κόσμος καὶ εἰς ζη‐ λοτυπίας ὑποψίαν ἐμβάλλειν εἴωθεν καὶ εἰς ἔχθρας καὶ φιλονεικίας καὶ μάχας· οὐδὲν γὰρ ὄψεως, ὑποπτευομέ‐ νης ἀηδέστερον· ὁ δὲ τῆς ἐλεημοσύνης καὶ σωφροσύνης | |
5 | κόσμος πᾶσαν μὲν ἐκβάλλει πονηρὰν ὑπόνοιαν, παντὸς δὲ δεσμοῦ σφοδρότερον ἐπισπάσεται τὸν σύνοικον. Οὐ γὰρ οὕτω κάλλους φύσις εὔμορφον ποιεῖ γίνεσθαι τὴν ὄψιν, ὡς ἡ τοῦ θεωροῦντος αὐτὴν διάθεσις· διάθεσιν δὲ οὐδὲν οὕτως, ὡς σωφροσύνη καὶ σεμνότης ποιεῖν εἴωθεν. Ὥστε | |
10 | κἂν εὔμορφος ᾖ τις, ἀπεχθῶς δὲ πρὸς αὐτὴν ὁ ἀνὴρ ἔχῃ, πάντων αἰσχροτέρα αὐτῷ φανεῖται· κἂν μὴ τύχῃ τις εὐ‐ πρεπὴς οὖσα, ἡδέως δὲ πρὸς αὐτὴν ὁ ἀνὴρ ἔχῃ, πάντων εὐμορφοτέρα αὐτῷ φανεῖται· οὐ γὰρ ἐν τῇ φύσει τῶν ὁρωμένων, ἀλλ’ ἐν τῇ διαθέσει τῶν ὁρώντων αἱ ψῆφοι | |
15 | γίνονται. Καλλώπισον τοίνυν τὴν ὄψιν σωφροσύνῃ, σεμ‐ νότητι, ἐλεημοσύνῃ, φιλανθρωπίᾳ, ἀγάπῃ, τῇ περὶ τὸν ἄνδρα φιλοφροσύνῃ, ἐπιεικείᾳ, πραότητι, ἀνεξικακίᾳ· ταῦτα τῆς ἀρετῆς τὰ χρώματα· διὰ τούτων ἀγγέλους, οὐκ ἀνθρώπους ἐραστὰς ἐπισπάσῃ, διὰ τούτων αὐτὸν | |
20 | ἔχεις τὸν Θεὸν ἐπαινέτην· ὅταν δὲ ὁ Θεὸς ἀποδέξηται, καὶ τὸν ἄνδρα σοι ὑποτάξει πάντως. Εἰ γὰρ σοφία ἀν‐ θρώπου φωτίζει τὸ πρόσωπον, πολλῷ μᾶλλον ἀρετὴ γυναικὸς φωτίζει τὴν ὄψιν. Εἰ δὲ μέγαν νομίζεις εἶναι τοῦτον τὸν κόσμον, εἰπέ μοι, τί σοι τὸ ὄφελος ἀπὸ τῶν | |
25 | μαργαριτῶν τούτων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γενήσεται; Καὶ τί χρὴ λέγειν τὴν ἡμέραν ἐκείνην, ἐξὸν καὶ ἀπὸ τῶν παρόντων ταῦτα ἀποδεῖξαι πάντα; Ὅτε γοῦν οἱ δόξαν‐ τες εἰς τὸν βασιλέα ὑβρικέναι, εἰς τὸ δικαστήριον εἵλ‐ κοντο καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευον, τότε αἱ μητέ‐ | |
30 | ρες καὶ αἱ γυναῖκες τὰ περιδέῤῥαια καὶ τὰ χρυσία καὶ τοὺς μαργαρίτας ἀποθέμεναι καὶ τὸν κόσμον ἅπαντα καὶ τὰ ἱμάτια τὰ χρυσᾶ, λιτὴν καὶ εὐτελῆ λαβοῦσαι ἐσθῆτα, καὶ σποδὸν καταπασάμεναι, καὶ πρὸ τῶν θυρῶν τοῦ δικαστηρίου κυλινδούμεναι, οὕτω τοὺς δικάζοντας | |
35 | ἐπέκαμπτον. Εἰ δὲ ἐπὶ τῶν ἐνταῦθα δικαστηρίων τὰ μὲν χρυσία καὶ οἱ μαργαρῖται καὶ ἡ ποικίλη ἐσθὴς ἐπιβουλὴ καὶ προδοσία γένοιτ’ ἂν, ἡ δὲ ἐπιείκεια καὶ ἡ πραότης καὶ ἡ τέφρα καὶ τὰ δάκρυα καὶ τὰ εὐτελῆ ἱμά‐ τια μᾶλλον ἐπισπᾶται τὸν δικαστὴν, πολλῷ μᾶλλον ἐπὶ | |
40 | τῆς ἀδεκάστου ψήφου καὶ φοβερᾶς ἐκείνης γένοιτ’ ἂν τοῦτο. Τίνα γὰρ ἕξεις, εἰπέ μοι, λόγον εἰπεῖν, ποίαν ἀπολογίαν, ὅταν ὁ Δεσπότης ἐγκαλῇ σοι περὶ τῶν μαρ‐ γαριτῶν τούτων, καὶ τοὺς πένητας εἰς μέσον ἀγάγῃ τῷ λιμῷ διαφθαρέντας; Διὰ τοῦτο ὁ Παῦλος ἔλεγε· Μὴ ἐν | |
45 | πλέγμασιν, ἢ χρυσίῳ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πο‐ λυτελεῖ. Ἐντεῦθεν μὲν γὰρ ἡ ἐπιβουλὴ γένοιτ’ ἄν· εἰ δὲ καὶ διηνεκῶς αὐτῶν ἀπολαύσαιμεν, ἀλλὰ τῷ θανάτῳ πάν‐ τως ἀποστησόμεθα. Ἀπὸ δὲ ἀρετῆς ἀσφάλεια πᾶσα, καὶ μεταβολὴ καὶ μετάπτωσις οὐδεμία, ἀλλὰ καὶ ἐνταῦθα ἡμᾶς | |
49.238(50) | ἀσφαλεστέρους ποιεῖ, καὶ ἐκεῖ συμμεθίσταται. Βούλει κτήσασθαι μαργαρίτας, καὶ τὸν πλοῦτον τοῦτον μηδέ‐ ποτε ἀποθέσθαι; περιελομένη τὸν κόσμον ἅπαντα εἰς τὰς τοῦ Χριστοῦ χεῖρας ἀπόθου διὰ τῶν πενήτων· ἐκεῖνός σοι φυλάξει τὸν πλοῦτον ἅπαντα, ἐπειδὰν ἀναστήσῃ σου | |
55 | τὸ σῶμα μετὰ πολλῆς τῆς λαμπρότητος· τότε σοι βελ‐ τίονα περιθήσει πλοῦτον καὶ κόσμον μείζονα, ὡς ὅ γε παρὼν οὗτος εὐτελὴς καὶ καταγέλαστος. Ἐννόησον οὖν τίσιν ἀρέσκειν βούλει, καὶ διὰ τίνας περίκεισαι τὸν κό‐ σμον τοῦτον, ἵνα ὁ σχοινοστρόφος, καὶ ὁ χαλκοτύπος. καὶ | |
60 | ὁ ἀγοραῖος ἰδόντες θαυμάσωσιν· εἶτα οὐκ αἰσχύνῃ οὐδὲ | 237 |
49.239 | ἐρυθριᾷς ἐκείνοις ἐπιδεικνυμένη, καὶ οὓς οὐδὲ ἀξίους εἶναι νομίζεις τῆς σῆς προσρήσεως, διὰ τούτους ἅπαντα ποιοῦσα, Πῶς οὖν καταγελάσεις τῆς φαντασίας ταύτης; Ἂν | |
5 | ἀναμνησθῇς τῆς φωνῆς ἐκείνης, ἣν ἀφῆκας μυσταγωγου‐ μένη· Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ τῇ πομπῇ σου καὶ τῇ λατρείᾳ σου· ἡ γὰρ περὶ τὸν κόσμον τῶν μαργαρι‐ τῶν μανία πομπὴ σατανική ἐστι. Χρυσίον γὰρ ἔλαβες, οὐχ ἵνα τὸ σῶμα καταδήσῃς, ἀλλ’ ἵνα τοὺς πένητας | |
10 | λύσῃς καὶ διαθρέψῃς. Λέγε τοίνυν συνεχῶς· Ἀποτάσσο‐ μαί σοι, Σατανᾶ· οὐδὲν ταύτης ἀσφαλέστερον τῆς φω‐ νῆς, εἰ διὰ τῶν ἔργων αὐτὴν ἐπιδειξόμεθα. εʹ. Ταύτην καὶ ὑμᾶς τοὺς μυσταγωγεῖσθαι μέλλοντας μαθεῖν ἀξιῶ· αὕτη γὰρ ἡ φωνὴ συνθήκη πρὸς τὸν | |
15 | Δεσπότην ἐστί. Καὶ καθάπερ ἡμεῖς οἰκέτας ἀγοράζον‐ τες, αὐτοὺς τοὺς πωλουμένους πρότερον ἐρωτῶμεν, εἰ βούλονται ἡμῖν δουλεῦσαι, οὕτω καὶ ὁ Χριστὸς ποιεῖ· ἐπειδὴ μέλλει σε εἰς δουλείαν λαμβάνειν, πρότερον ἐρωτᾷ, εἰ βούλει τὸν τύραννον ἐκεῖνον ἀφεῖναι τὸν ὠμὸν | |
20 | καὶ ἀπηνῆ, καὶ συνθήκας δέχεται παρὰ σοῦ· οὐ γὰρ κατηναγκασμένη αὐτοῦ ἡ δεσποτεία ἐστί. Καὶ σκόπει Θεοῦ φιλανθρωπίαν. Ἡμεῖς μὲν γὰρ πρὶν ἢ τὴν τιμὴν καταβαλεῖν, ἐρωτῶμεν τοὺς πωλουμένους, καὶ ἐπειδὰν μάθωμεν, ὅτι βούλονται, τότε τὴν τιμὴν καταβάλλομεν· | |
25 | ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλὰ καὶ τὴν τιμὴν κατέβα‐ λεν ὑπὲρ ἁπάντων ἡμῶν, τὸ τίμιον αὐτοῦ αἷμα· Τιμῆς γὰρ, φησὶν, ἠγοράσθητε· καὶ ὅμως οὐδὲ οὕτως ἀναγ‐ κάζει μὴ βουλομένους αὐτῷ δουλεῦσαι, ἀλλ’ εἰ μὴ χάριν ἔχεις, φησὶ, καὶ παρὰ σαυτοῦ καὶ ἑκὼν θέλεις ἐπιγρά‐ | |
30 | ψασθαι τὴν δεσποτείαν, οὐκ ἀναγκάζω οὐδὲ βιάζομαι. Καὶ ἡμεῖς μὲν οὐκ ἂν ἑλοίμεθα πονηροὺς οἰκέτας πρία‐ σθαι· εἰ δὲ καὶ ἑλοίμεθά ποτε, αἱρέσει κακῇ τούτους ἀγοράζομεν, καὶ τοιαύτην καταβάλλομεν τιμήν· ὁ δὲ Χριστὸς ἀγνώμονας οἰκέτας ἀγοράζων καὶ παρανό‐ | |
35 | μους, πρωτείου δούλου τιμὴν κατέβαλε, μᾶλλον δὲ πολ‐ λῷ μείζονα, καὶ τοσούτῳ μείζονα, ὡς μηδὲ λόγον μηδὲ ἔννοιαν αὐτῆς παραστῆσαι τὸ μέγεθος· οὐ γὰρ οὐρανὸν καὶ γῆν καὶ θάλασσαν δοὺς, ἀλλὰ τὸ πάντων τούτων τιμιώτερον, τὸ ἑαυτοῦ αἷμα καταθεὶς, οὕτως ἡμᾶς | |
40 | ἐξηγόρασε· καὶ μετὰ ταῦτα πάντα οὐ μάρτυρας ἡμᾶς, οὐκ ἔγγραφα ἀπαιτεῖ, ἀλλ’ ἀρκεῖται ψιλῇ τῇ φωνῇ, κἂν εἴπῃς ἀπὸ διανοίας· Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ τῇ πομπῇ σου, τὸ πᾶν ἀπείληφε. Τοῦτο τοίνυν λέγωμεν. Ἀποτάσσομαί σοι, Σατανᾶ, ὡς ἐκεῖ μέλλοντες, κατὰ τὴν | |
45 | ἡμέραν ἐκείνην, ταύτην ἀπαιτεῖσθαι τὴν φωνὴν, καὶ φυλάξωμεν αὐτὴν, ἵνα σώαν τὴν παρακαταθήκην ταύ‐ την ἀποδῶμεν τότε· πομπὴ δὲ σατανική ἐστι θέατρα καὶ ἱπποδρομίαι, καὶ πᾶσα ἁμαρτία καὶ παρατήρησις ἡμερῶν, καὶ κληδόνες καὶ σύμβολα. | |
49.239(50) | Καὶ τί ποτέ ἐστι σύμβολα; φησί. Πολλάκις ἐξελθών τις τὴν οἰκίαν τὴν ἑαυτοῦ, εἶδεν ἄνθρωπον ἑτερόφθαλ‐ μον ἢ χωλεύοντα, καὶ οἰωνίσατο. Τοῦτο πομπὴ σατανική· οὐ γὰρ ἡ ἀπάντησις τοῦ ἀνθρώπου πονηρὰν ποιεῖ τὴν ἡμέραν γενέσθαι, ἀλλὰ τὸ ἐν ἁμαρτίαις ζῇν. Ὅταν τοί‐ | |
55 | νυν ἐξέλθῃς, ἓν μόνον φύλαξαι, μὴ ἁμαρτία σοι ἀπαν‐ τήσῃ· αὕτη γάρ ἐστιν ἡ ἡμᾶς ὑποσκελίζουσα, χωρὶς δὲ ταύτης οὐδὲν ὁ διάβολος ἡμᾶς βλάψαι δυνήσεται. Τί λέ‐ γεις; ἄνθρωπον ὁρᾷς, καὶ οἰωνίζῃ, καὶ οὐχ ὁρᾷς τὴν | |
πάγην τὴν διαβολικὴν, πῶς ἐκπολεμοῖ σε τῷ μηδὲν | Column end | |
49.240 | ἠδικηκότι; πῶς ἐχθρός σε καθίστησι τῷ ἀδελφῷ ἐξ οὐ‐ δεμιᾶς δικαίας προφάσεως; Καὶ ὁ μὲν Θεὸς καὶ τοὺς ἐχθροὺς φιλεῖν ἐκέλευσε, σὺ δὲ καὶ τὸν οὐδὲν ἠδικηκότα ἀποστρέφῃ μηδὲν ἔχων ἐγκαλεῖν, καὶ οὐκ ἐννοεῖς πόσος | |
5 | ὁ γέλως, πόση ἡ αἰσχύνη, μᾶλλον δὲ πόσος ὁ κίνδυνος; Εἴπω καὶ ἕτερον καταγελαστότερον; Αἰσχύνομαι μὲν καὶ ἐρυθριῶ, ἀναγκάζομαι δὲ ὅμως διὰ τὴν ὑμετέραν σωτηρίαν εἰπεῖν· Ἐὰν ἀπαντήσῃ παρθένος, φησὶν, ἄπρακτος ἡ ἡμέρα γίνεται· ἐὰν δὲ ἀπαντήσῃ πόρνη, δε‐ | |
10 | ξιὰ καὶ χρηστὴ καὶ πολλῆς ἐμπορίας γέμουσα. Ἐγκα‐ λύπτεσθε, καὶ τὸ μέτωπον ἐκρούσατε, καὶ πρὸς τὴν γῆν κατεκύψατε; ἀλλὰ μὴ νῦν τῶν ῥημάτων λεγομένων, ἀλλὰ τῶν πραγμάτων γινομένων. Ὅρα γοῦν καὶ ἐνταῦθα, πῶς τὸν δόλον ἔκρυψεν ὁ διάβολος, ἵνα τὴν μὲν σώφρο‐ | |
15 | να ἀποστρεφώμεθα, τὴν δὲ ἀκόλαστον ἀσπαζώμεθα καὶ φιλῶμεν. Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγον‐ τος, ὅτι Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν, καὶ εἶδε πολλοὺς περιγενομέ‐ νους ἀκολασίας, βουλόμενος δι’ ἑτέρας ὁδοῦ πάλιν ἐμβα‐ | |
20 | λεῖν αὐτοὺς εἰς τὴν ἁμαρτίαν, διὰ ταύτης τῆς παρατη‐ ρήσεως, ἑταιρίσι γυναιξὶν ἡδέως προσέχειν ἀνέπεισε. Τί ἄν τις εἴποι περὶ τῶν ἐπῳδαῖς καὶ περιάπτοις κεχρημένων, καὶ νομίσματα χαλκᾶ Ἀλεξάνδρου τοῦ Μακεδόνος ταῖς κεφαλαῖς καὶ τοῖς ποσὶ περιδεσμούντων; | |
25 | Αὗται αἱ ἐλπίδες ἡμῶν, εἰπέ μοι, ἵνα μετὰ σταυρὸν καὶ θάνατον Δεσποτικὸν εἰς Ἕλληνος βασιλέως εἰκόνα τὰς ἐλπίδας τῆς σωτηρίας ἔχωμεν; Οὐκ οἶδας πόσα κατώρ‐ θωσεν ὁ σταυρός; τὸν θάνατον κατέλυσε, τὴν ἁμαρτίαν ἔσβεσε, τὸν ᾅδην ἄχρηστον ἐποίησε, τοῦ διαβόλου τὴν | |
30 | δύναμιν ἐξέλυσε, καὶ εἰς σώματος ὑγίειαν οὐκ ἔστιν ἀξιόπιστος; τὴν οἰκουμένην ἀνέστησεν ἅπασαν, καὶ σὺ αὐτῷ οὐ θαῤῥεῖς; καὶ τίνος ἂν ἄξιος εἴης, εἰπέ μοι; Οὐ περίαπτα δὲ μόνον, ἀλλὰ καὶ ἐπῳδὰς σαυτῷ περιάγεις, γραΐδια μεθύοντα καὶ παραπαίοντα εἰς τὴν | |
35 | οἰκίαν σου εἰσάγων· καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς μετὰ τοσαύτην φιλοσοφίαν πρὸς ταῦτα ἐπτοημένος; Καὶ τὸ χαλεπώτερον τῆς ἀπάτης· ὅταν γὰρ παραινῶμεν ταῦτα καὶ ἀπάγωμεν, δοκοῦντες ἀπολογεῖσθαί φασιν, ὅτι Χρι‐ στιανή ἐστιν ἡ γυνὴ ἡ ταῦτα ἐπᾴδουσα, καὶ οὐδὲν ἕτερον | |
40 | φθέγγεται, ἢ τὸ τοῦ Θεοῦ ὄνομα. Διὰ τοῦτο μὲν οὖν αὐτὴν μάλιστα μισῶ καὶ ἀποστρέφομαι, ὅτι τῷ ὀνόματι τοῦ Θεοῦ πρὸς ὕβριν κατακέχρηται, ὅτι λέγουσα Χριστιανὴ εἶναι, τὰ τῶν Ἑλλήνων ἐπιδείκνυται. Καὶ γὰρ καὶ οἱ δαίμονες τὸ τοῦ Θεοῦ ὄνομα ἐφθέγγοντο, ἀλλ’ ἦσαν δαί‐ | |
45 | μονες, καὶ οὕτως ἔλεγον πρὸς τὸν Χριστόν· Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ· καὶ ὅμως ἐπετίμησεν αὐτοῖς καὶ ἀπήλασε. Διὰ δὴ ταῦτα παρακαλῶ τῆς ἀπάτης κα‐ θαρεύειν ταύτης, καὶ καθάπερ βακτηρίαν ἔχειν τὸ ῥῆμα τοῦτο. Καὶ ὥσπερ χωρὶς ὑποδημάτων ἢ ἱματίων οὐκ ἂν | |
49.240(50) | ἕλοιτό τις ὑμῶν εἰς τὴν ἀγορὰν καθεῖναι· οὕτω χωρὶς τοῦ ῥήματος τούτου μηδέποτε εἰς τὴν ἀγορὰν ἐμβάλῃς, ἀλλ’ ὅταν μέλλῃς ὑπερβαίνειν τὰ πρόθυρα τοῦ πυλῶνος, τοῦτο φθέγξαι τὸ ῥῆμα πρότερον· Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ τῇ πομπῇ σου καὶ τῇ λατρείᾳ σου, καὶ συν‐ | |
55 | τάσσομαί σοι, Χριστέ· καὶ μηδέποτε χωρὶς τῆς φωνῆς ταύτης ἐξέλθῃς· τοῦτό σοι βακτηρία ἔσται, τοῦτο ὅπλον, τοῦτο πύργος ἄμαχος. Καὶ μετὰ τοῦ ῥήματος τούτου καὶ τὸν σταυρὸν ἐπὶ τοῦ μετώπου διατύπωσον· οὕτω γὰρ οὐ μόνον ἄνθρωπος ἀπαντῶν, ἀλλ’ οὐδὲ αὐτὸς ὁ διά‐ | |
60 | βολος βλάψαι τι δυνήσεται, μετὰ τούτων σε ὁρῶν τῶν ὅπλων πανταχοῦ φαινόμενον. Καὶ ταῦτα σαυτὸν ἐντεῦ‐ θεν ἤδη παίδευσον, ἵνα ὅταν τὴν σφραγῖδα λάβῃς, ἐμπα‐ ράσκευος ᾖς στρατιώτης, καὶ τὸ κατὰ τοῦ διαβόλου τρό‐ παιον στήσας, δέξῃ τὸν τῆς δικαιοσύνης στέφανον· οὗ | |
65 | γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρω‐ πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πα‐ τρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων. Ἀμήν. | 239 |