TLG 2062 024 :: JOANNES CHRYSOSTOMUS :: Ad populum Antiochenum (homiliae 1–21)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Ad populum Antiochenum (homiliae 1–21)

Citation: Vol — pg — (ln)

49

.

15

(20t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
21tΙΩΑΝΝΟΥ
22tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
23tΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
24tΤΑ ΣΩΖΟΜΕΝΑ ΠΑΝΤΑ
25tΕΙΣ ΤΟΥΣ ΑΝΔΡΙΑΝΤΑΣ ΟΜΙΛΙΑΙ ΚΑʹ
26tΕΝ ΑΝΤΙΟΧΕΙᾼ ΛΕΧΘΕΙΣΑΙ.
27tὉμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν
28tτοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.
29αʹ. Ἠκούσατε τῆς ἀποστολικῆς φωνῆς, τῆς σάλπιγ‐
30γος τῆς ἐκ τῶν οὐρανῶν, τῆς λύρας τῆς πνευματικῆς; ΚαὶColumn end

49

.

16

(29)

γὰρ ὡς σάλπιγξ φοβερὸν ἠχοῦσα καὶ πολεμικὸν, καταπλήτ‐
30τει τε τοὺς ἐχθροὺς, καὶ διανίστησι τῶν οἰκείων τὰ πεπτω‐15

49

.

17

κότα φρονήματα, καὶ πολλοῦ θάρσους ἐμπλήσασα ἀκατ‐ αγωνίστους ποιεῖ τῷ διαβόλῳ τοὺς προσέχοντας· καὶ ὡς λύρα πάλιν μετὰ πολλῆς τῆς ψυχαγωγίας τέρπουσα, κοιμίζει τῶν ἀτόπων λογισμῶν τὰ πάθη, καὶ πολλὴν
5ἡμῖν μεθ’ ἡδονῆς ἐνίησι τὴν ὠφέλειαν. Ἠκούσατε τοίνυν σήμερον περὶ πολλῶν καὶ ἀναγκαίων πραγμάτων διαλε‐ γομένου τῷ Τιμοθέῳ; Καὶ γὰρ περὶ χειροτονιῶν πρὸς αὐτὸν ἐπέστελλεν εἰπών· Χεῖρας ταχέως μηδενὶ ἐπι‐ τίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· καὶ τὸν
10ἀφόρητον τῆς τοιαύτης παρανομίας παρέστησε κίνδυ‐ νον, δείξας ὅτι τῶν ἑτέροις πεπλημμελημένων ἕτεροι τὴν τιμωρίαν ὑποστήσονται μετ’ αὐτῶν ἐκείνων, ὅτι τὴν ἐξου‐ σίαν διὰ τῆς χειροτονίας τῇ πονηρίᾳ παρέχονται. Εἶτα πάλιν φησίν· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου
15καὶ τὰς πυκνάς σου ἀσθενείας. Καὶ περὶ τῆς τῶν οἰ‐ κετῶν ὑποταγῆς, καὶ περὶ τῆς τῶν φιλαργύρων μανίας, καὶ περὶ τῆς τῶν πλουτούντων ἀπονοίας, καὶ περὶ πολ‐ λῶν ἡμῖν ἑτέρων διελέχθη τήμερον. Ἐπεὶ οὖν ἅπαντα ἐπελθεῖν ἀδύνατον, τί βούλεσθε τῶν εἰρημένων προχειρι‐
20σάμενοι πρὸς τὴν ὑμετέραν ἀγάπην εἴπωμεν; Καθάπερ γὰρ ἐν λειμῶνι πολλὰ καὶ ποικίλα ὁρῶ τῆς ἀναγνώσεως τὰ ἄνθη, καὶ πολλὴν μὲν τὴν ῥοδωνιὰν, πολλὰ δὲ τὰ ἴα, καὶ οὐκ ἐλάττω τὰ κρίνα, ἀλλὰ ποικίλον πανταχοῦ καὶ δαψιλῆ τοῦ πνεύματος διεσπαρμένον τὸν καρπὸν, καὶ
25πολλὴν τὴν εὐωδίαν· μᾶλλον δὲ οὐχὶ λειμὼν μόνον, ἀλλὰ καὶ παράδεισός ἐστι τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις· οὐ γὰρ εὐωδίαν ψιλὴν ἔχει ταῦτα τὰ ἄνθη μόνον, ἀλλὰ καὶ καρπὸν ψυχὴν τρέφειν δυνάμενον. Τί τοίνυν βούλεσθε τῶν εἰρημένων εἰς μέσον ἀγάγωμεν τήμερον; βούλεσθε ὃ δο‐
30κεῖ πάντων εὐτελέστερον εἶναι, καὶ τοῖς τυχοῦσιν εὐσύν‐ οπτον, τοῦτο μεταχειρισώμεθα νῦν; Ἔμοιγε δοκεῖ, καὶ ὑμῖν εὖ οἶδ’ ὅτι συνδόξει. Τί ποτ’ οὖν ἐστι τὸ τῶν ἄλλων εὐκολώτερον; τί δὲ ἕτερον, ἀλλ’ ἢ ὃ καὶ τῷ τυχόντι δοκεῖ ῥᾴδιον εἶναι, καὶ εὐσύνοπτον εἰπεῖν; Ποῖον δὴ
35τοῦτο; Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Φέρε οὖν πᾶσαν τὴν διάλεξιν εἰς ταύτην τὴν ῥῆσιν καταναλώσωμεν. Ποιοῦμεν δὲ τοῦτο οὐ φιλοτιμίας ἕνεκεν, οὐδὲ τῆς ἐν τῷ λέγειν δυνάμεως παρασχεῖν ἐπίδειξιν σπουδάζον‐
40τες (οὐ γὰρ ἡμέτερα τὰ λεγόμενα, ἀλλ’ ἅπερ ἂν ἡ τοῦ Πνεύματος ἐμπνεύσῃ χάρις), ἀλλ’ ἵνα τοὺς ῥᾳθυμοτέρους τῶν ἀκροατῶν διεγείρωμεν, καὶ πείσωμεν πόσος τῶν Γραφῶν ὁ θησαυρὸς, καὶ ὡς οὐκ ἀσφαλὲς τὸ παρατρέ‐ χειν οὐδὲ ἀκίνδυνον. Εἰ γὰρ ἡ ψιλὴ ῥῆσις αὕτη καὶ εὐ‐
45σύνοπτος, καὶ μηδὲν ἔχειν ἀναγκαῖον δοκοῦσα τοῖς πολ‐ λοῖς, φανείη πολλοῦ πλούτου παρέχουσα προφάσεις ἡμῖν καὶ ἀφορμὰς φιλοσοφίας τῆς ἀνωτάτω, πολλῷ μᾶλλον ἐκεῖνα, τὰ καὶ αὐτόθεν τὴν οἰκείαν εὐπορίαν ἐπιδεικνύ‐ μενα, μυρίων ἐμπλήσει θησαυρῶν τοὺς προσέχοντας. Μὴ

49

.

17

(50)

τοίνυν μηδὲ τὰ νομιζόμενα εἶναι ψιλὰ τῶν Γραφῶν νοή‐ ματα παρατρέχωμεν· τῆς γὰρ ἀπὸ τοῦ Πνεύματος χάρι‐ τός ἐστι καὶ ταῦτα· Πνεύματος δὲ χάρις οὐδέποτέ ἐστι μικρὰ καὶ εὐτελὴς, ἀλλὰ μεγάλη καὶ θαυμασία καὶ τῆς τοῦ δεδωκότος ἀξία μεγαλοδωρίας. Μὴ τοίνυν παρέργως
55ἀκούσωμεν, ἐπεὶ καὶ οἱ τὴν μεταλλικὴν ἕψοντες γῆν, ἐπειδὰν εἰς τὸ χωνευτήριον αὐτὴν ἐμβάλωσιν, οὐχὶ τὰς μάζας τοῦ χρυσοῦ μόνον ἀναιροῦνται, ἀλλὰ καὶ τὰ μικρὰ
ψήγματα μετὰ πολλῆς συλλέγουσι τῆς ἀκριβείας. ἘπεὶColumn end

49

.

18

οὖν καὶ ἡμεῖς χρυσίον ἕψομεν ἀπὸ τῶν μετάλλων ἀνελό‐ μενοι τῶν ἀποστολικῶν, οὐκ εἰς χωνευτήριον ἐμβάλλον‐ τες, ἀλλ’ εἰς τὴν διάνοιαν τῆς ὑμετέρας ψυχῆς καθιέν‐ τες, οὐχὶ φλόγα ἀνακαίοντες, ἀλλὰ τὸ πῦρ τοῦ πνεύ‐
5ματος ἀνάπτοντες, μετὰ ἀκριβείας μεγάλης καὶ τὰ μι‐ κρὰ ψήγματα ἀναλεγώμεθα. Εἰ γὰρ καὶ βραχεῖα ἡ ῥῆ‐ σις, ἀλλὰ πολλὴ ἡ δύναμις· ἐπεὶ καὶ οἱ μαργαρῖται οὐκ ἐν τῷ τοῦ σώματος ὄγκῳ, ἀλλ’ ἐν τῷ κάλλει τῆς φύσεως τὴν οἰκείαν εὐπορίαν ἔχουσιν· οὕτω καὶ τῶν θείων Γρα‐
10φῶν ἡ ἀνάγνωσις. Ἡ μὲν γὰρ ἔξωθεν παίδευσις πολὺν ἀνελίττουσα λῆρον καὶ πολλὴν καταχέουσα τῶν ἀκροατῶν φλυαρίαν, κεναῖς τοὺς ἀκροατὰς ἀποπέμπει χερσὶ, καὶ οὐδὲν οὔτε μέγα οὔτε μικρὸν καρπωσαμένους καλόν· ἡ δὲ τοῦ Πνεύματος χάρις οὐχ οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν
15διὰ μικρῶν ῥημάτων πᾶσι τοῖς προσέχουσι φιλοσοφίαν ἐντίθησι· καὶ ἀρκεῖ ῥῆμα πολλάκις ἓν λαβόντας ἐντεῦθεν, πάσης τῆς ζωῆς ἔχειν ἐφόδιον. βʹ. Ἐπεὶ οὖν τοσοῦτος ὁ πλοῦτος, διεγείρωμεν ἑαυτοὺς, καὶ νηφούσῃ τῇ διανοίᾳ τὰ λεγόμενα ὑποδεξώμεθα· καὶ
20γὰρ πρὸς πολὺ βάθος τὸν λόγον καθεῖναι παρασκευάζο‐ μαι. Πολλοῖς γὰρ καὶ παρέλκειν ἔδοξεν ἡ παραίνεσις αὕτη, καὶ περιττή τις εἶναι· καὶ τοιαῦτα λέγουσι ῥήματα· Οὐκ ἠδύνατο ἀφ’ ἑαυτοῦ συνιδεῖν ὁ Τιμόθεος ᾧτινι κεχρῆσθαι ἔδει, ἀλλ’ ἀνέμεινε παρὰ τοῦ διδασκάλου μαθεῖν; Εἶτα
25ὁ διδάσκαλος οὐ μόνον ἐπέταξεν, ἀλλὰ καὶ γράμμασιν ἐναπέθετο, καθάπερ ἐν στήλῃ χαλκῇ, τῇ πρὸς αὐτὸν ἐγκολάψας ἐπιστολῇ· καὶ οὐκ ἠρυθρίασεν ὑπὲρ τοιούτων ἐπιστεῖλαι δημοσίᾳ γράφων τῷ μαθητῇ; Ἵνα οὖν μά‐ θῃς, ὅτι οὐ μόνον οὐ παρέλκει ἡ παραίνεσις, ἀλλὰ καὶ
30ἀναγκαία καὶ χρησιμωτάτη γέγονε, καὶ οὐχὶ Παύλου ἐστὶ τοῦτο, ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος, οὐ τὸ λε‐ χθῆναι μόνον λέγω, ἀλλὰ καὶ τὸ γράμμασιν ἐντεθῆναι, καὶ πᾶσι τοῖς γίνεσθαι μέλλουσι διὰ τῆς ἐπιστολῆς παρα‐ δοθῆναι ταύτης, ἐπ’ αὐτὴν βαδιοῦμαι λοιπὸν τὴν ἀπό‐
35δειξιν. Μετὰ γὰρ τῶν εἰρημένων καὶ ἕτερον τοῦτο οὐκ ἔλαττον διαποροῦσί τινες, ζητοῦντες πρὸς ἑαυτοὺς τίνος ἕνεκεν συνεχώρησεν ὁ Θεὸς ἄνδρα τοσαύτην ἔχοντα παῤ‐ ῥησίαν, οὗ τὰ ὀστᾶ καὶ τὰ λείψανα δαίμονας ἀπήλαυνεν, ἀῤῥωστίᾳ τοσαύτῃ περιπεσεῖν· οὐ γὰρ ἁπλῶς ἐνόσει,
40ἀλλ’ ἀεὶ, καὶ διηνεκῶς, καὶ ἐπαλλήλοις καὶ συνεχέσιν ἀῤῥωστίαις, καὶ οὐδὲ μικρὸν αὐτῷ παρεχούσαις ἀνα‐ πνεῖν. Πόθεν τοῦτο δῆλον; Ἐξ αὐτῶν τῶν τοῦ Παύλου ῥημάτων· οὐ γὰρ εἶπε, Διὰ τὴν ἀσθένειαν, ἀλλὰ Διὰ τὰς ἀσθενείας, καὶ οὐδὲ ἁπλῶς ἀσθενείας, ἀλλὰ τὸ
45συνεχὲς αὐτῶν δηλῶν ἔλεγε, Τὰς πυκνάς σου ἀσθε‐ νείας. Ἀκουέτωσαν ὅσοι μακρᾷ παραδοθέντες νόσῳ δυσ‐ ανασχετοῦσι καὶ ἀπαγορεύουσιν. Οὐ τοῦτο δέ ἐστι τὸ ζητούμενον μόνον, ὅτι ἅγιος ὢν ἐνόσει, καὶ οὕτως ἐνόσει συνεχῶς, ἀλλ’ ὅτι καὶ τὰ κοινὰ τῆς οἰκουμένης ἦν ἐμπε‐

49

.

18

(50)

πιστευμένος πράγματα. Εἰ μὲν γὰρ εἷς ἐκείνων ἦν τῶν εἰς τὰς κορυφὰς τῶν ὀρέων ἀνακεχωρηκότων, καὶ τῶν ἐπὶ τῆς ἐρημίας καλύβην πηξαμένων, καὶ τῶν ἀπράγμονα τοῦτον ἀνῃρημένων βίον, οὐκ ἦν οὕτως ἄπορον τὸ ζητού‐ μενον· τὸ δὲ εἰς μέσον προβεβλημένον, καὶ τοσούτων
55Ἐκκλησιῶν ἐγκεχειρισμένον φροντίδας, καὶ πόλεις ὁλο‐ κλήρους καὶ ἔθνη καὶ τὴν οἰκουμένην ἅπασαν μετὰ το‐ σαύτης διέποντα προθυμίας τε καὶ σπουδῆς, τῇ τῆς ἀῤ‐
ῥωστίας ἀνάγκῃ παραδοθῆναι, τοῦτό ἐστι τὸ μάλιστα17

49

.

19

πάντων ἱκανὸν θορυβῆσαι τὸν μὴ προσέχοντα. Εἰ γὰρ καὶ μὴ δι’ ἑαυτὸν, διὰ γοῦν τοὺς ἄλλους ὑγιαίνειν αὐτὸν ἐχρῆν Στρατηγὸς ἦν ἄριστος· πόλεμος αὐτῷ συγκεκρό‐ τητο, φησὶν, οὐχὶ πρὸς τοὺς ἀπίστους μόνον, ἀλλὰ καὶ
5πρὸς τοὺς δαίμονας, καὶ πρὸς αὐτὸν τὸν διάβολον· μετὰ πολλῆς τῆς σφοδρότητος οἱ πολέμιοι πάντες ἐπέκειντο, δια‐ σπῶντες τὸ στρατόπεδον, καὶ αἰχμαλωτίζοντες· οὗτος δ’ ἠδύνατο μυρίους ἐπὶ τὴν ἀλήθειαν ἐπαναγαγεῖν, καὶ ἠσθένει. Εἰ γὰρ καὶ μηδεμία, φησὶν, ἑτέρα βλάβη τοῖς
10πράγμασιν ἀπὸ τῆς ἀῤῥωστίας ἐγίνετο, τοῦτο μόνον ἱκανὸν ἦν τοὺς πιστοὺς ὀκνηροτέρους καὶ ῥᾳθυμοτέρους ποιῆσαι. Εἰ γὰρ στρατιῶται τὸν στρατηγὸν τὸν ἑαυτῶν ὁρῶντες τῇ κλίνῃ προσδεδεμένον, ὀκνηρότεροι γίνονται καὶ πρὸς τὴν μάχην ῥᾳθυμότεροι· πολλῷ μᾶλλον εἰκὸς
15ἦν, καὶ τοὺς πιστοὺς τότε τὸν διδάσκαλον ὁρῶντας τὸν τοσαῦτα σημεῖα ἐργασάμενον συνεχῶς ἀῤῥωστοῦντα, καὶ τὸ σῶμα κάμνοντα, ἀνθρώπινόν τι παθεῖν. Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ ἕτερόν τι οἱ διαποροῦντες ζητοῦσι· τίνος γὰρ ἕνεκεν πάλιν οὔτε αὐτὸς ἑαυτὸν, οὔτε ὁ διδά‐
20σκαλος αὐτοῦ οὕτω διακείμενον ἐθεράπευσεν; ἀλλὰ νε‐ κροὺς μὲν ἤγειρον, καὶ δαίμονας ἀπήλαυνον, καὶ θανά‐ του μετὰ περιουσίας ἐκράτουν, σῶμα δὲ ἓν ἠσθενηκὸς οὐ διώρθωσαν, ἀλλ’ ἐν ἀλλοτρίοις σώμασι καὶ ζῶντες καὶ τετελευτηκότες τοσαύτην ἐπιδεδειγμένοι δύναμιν, στό‐
25μαχον καταπεσόντα οὐκ ἀνέστησαν· καὶ τὸ δὴ μεῖζον, ὅτι οὐκ αἰσχύνεται Παῦλος οὐδὲ ἐρυθριᾷ μετὰ τοσαῦτα καὶ τηλικαῦτα σημεῖα, ἃ καὶ διὰ ψιλοῦ ῥήματος ἐπεδείκνυτο, Τιμοθέῳ γράφων ἐπὶ τὴν ἀπὸ τῆς οἰνοποσίας καταφυ‐ γεῖν θεραπείαν. Οὐχ ὅτι τὸ πίνειν οἶνον αἰσχρὸν, μὴ γέ‐
30νοιτο· αἱρετικῶν γὰρ ταῦτα παραγγέλματα· ἀλλ’ ὅτι οὐκ ἐνόμιζεν αἰσχύνην εἶναι τὸ μὴ δύνασθαι χωρὶς τῆς ἐκείνου βοηθείας διορθώσασθαι νενοσηκὸς ἓν μέλος. Ἀλλ’ ὅμως τοσοῦτον ἀπέσχεν αἰσχυνθῆναι ἐπὶ τούτῳ, ὅτι καὶ τοῖς μετὰ ταῦτα πᾶσι δῆλον αὐτὸ ἐποίησεν. Ἴδετε πρὸς
35πόσον βάθος κατηγάγομεν τὸν λόγον; πῶς τὸ δοκοῦν μικρὸν εἶναι, μυρίων γέμει ζητημάτων; Φέρε οὖν καὶ τὴν λύσιν ἐπαγάγωμεν. Διὰ γὰρ τοῦτο πρὸς πολὺ βάθος κατ‐ έβημεν, ἵνα διεγείραντες ὑμῶν τὴν διάνοιαν, ἐν ἀσφα‐ λεῖ τὰ νοήματα ἀποθώμεθα.
40 γʹ. Συγχωρήσατε δέ μοι, πρὶν ἢ τὴν λύσιν τοῖς ζητήμασι τούτοις ἐπαγαγεῖν, εἰπεῖν τι περὶ τῆς ἀρετῆς τοῦ Τιμο‐ θέου, καὶ τῆς τοῦ Παύλου κηδεμονίας. Τί γὰρ ἐκείνου φιλοστοργότερον γέγονεν, ὃς ἐκ τοσούτου διαστήματος ὢν καὶ τοσούτοις κυκλούμενος πράγμασιν, ὑπὲρ τῆς
45ὑγείας τοῦ στομάχου τοῦ μαθητοῦ τοσαύτην ἐποιεῖτο πρόνοιαν, καὶ μετὰ ἀκριβείας ἐπέστελλεν ὑπὲρ τῆς τοῦ νοσήματος διορθώσεως; Τί δὲ τῆς ἀρετῆς ἴσον τῆς Τιμοθέου; Οὕτως ὑπερεώρα τρυφῆς, καὶ κατεγέλα πολυτελοῦς τραπέζης, ὡς καὶ εἰς ἀσθένειαν ἐμπεσεῖν ἐκ

49

.

19

(50)

τῆς ἄγαν σκληραγωγίας καὶ ἐπιτεταμένης νηστείας. Ὅτι γὰρ οὐ φύσει τοιοῦτος ἦν, ἀλλ’ ὑπὸ νηστείας καὶ ὑδροποσίας τοῦ στομάχου κατέβαλε τὴν ἰσχὺν, αὐτοῦ τοῦ Παύλου μετ’ ἀκριβείας τοῦτο δηλοῦντος ἀκούσατε. Οὐ γὰρ ἁπλῶς εἶπεν, Οἴνῳ ὀλίγῳ χρῶ· ἀλλὰ πρότερον εἰ‐
55πὼν, Μηκέτι ὑδροπότει, τότε τὴν τῆς οἰνοποσίας προσ‐Column end

49

.

20

έθηκε συμβουλήν. Τὸ δὲ, μηκέτι, δηλοῦντος ἦν, ὅτι μέχρι τότε ὑδροπότει, καὶ διὰ τοῦτο γέγονεν ἀσθενής. Τίς οὖν οὐκ ἂν ἐκπλαγείη τὴν φιλοσοφίαν αὐτοῦ καὶ τὴν ἀκρίβειαν; Αὐτῶν ἐπελάβετο τῶν οὐρανῶν, καὶ πρὸς τὸ
5τῆς ἀρετῆς ἄκρον ἤλασε· καὶ ταῦτα ὁ διδάσκαλος αὐτῷ μαρτυρεῖ οὕτω λέγων· Ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ. Ὅταν δὲ Παῦλος αὐτὸν καλεῖ τέκνον καὶ τέκνον πιστὸν καὶ ἀγαπητὸν, ἀρκεῖ τὰ ῥήματα ταῦτα ἅπασαν αὐτοῦ
10δεῖξαι τὴν ἀρετήν. Αἱ γὰρ τῶν ἁγίων κρίσεις οὐ πρὸς χάριν, οὐδὲ πρὸς ἀπέχθειαν γίνονται, ἀλλὰ πάσης εἰσὶν ἀπηλλαγμέναι προλήψεως. Οὐκ ἦν οὕτω ζηλωτὸς ὁ Τιμόθεος, εἰ Παύλου τέκνον ἦν φύσει, ὥς ἐστι θαυμα‐ στὸς νῦν, ὅτι κατὰ σάρκα μηδὲν αὐτῷ προσήκων, διὰ τῆς
15κατὰ τὴν εὐλάβειαν συγγενείας εἰς τὴν υἱοθεσίαν εἰσ‐ ήγαγεν ἑαυτὸν τὴν ἐκείνου, μετὰ ἀκριβείας τοὺς χαρακτῆ‐ ρας τῆς ἐκείνου φιλοσοφίας διασώζων ἐν ἅπασι. Καθ‐ άπερ γὰρ μόσχος ταύρῳ συμβεβλημένος, οὕτω τὸν ζυ‐ γὸν εἷλκε μετ’ αὐτοῦ πανταχοῦ τῆς οἰκουμένης, καὶ οὐ‐
20δὲν ἠλαττοῦτο διὰ τὴν ἡλικίαν, ἀλλ’ ἡ προθυμία ἁμιλ‐ λᾶσθαι τοῖς τοῦ διδασκάλου πόνοις αὐτὸν παρεσκεύαζε. Καὶ τούτων πάλιν μάρτυς αὐτὸς ὁ Παῦλος, οὕτω λέγων· Μηδεὶς οὖν αὐτὸν ἐξουθενήσῃ· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς κἀγώ. Εἶδες πῶς ἀπαράλλακτον αὐτῷ
25μαρτυρεῖ σπουδήν; Εἶτα ἵνα μὴ νομισθῇ χάριτι ταῦτα λέ‐ γειν, αὐτοὺς τοὺς ἀκροατὰς ποιεῖται μάρτυρας τῆς τοῦ παιδὸς ἀρετῆς, οὕτω λέγων· Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατέρα τέκνον, οὕτω σὺν ἐμοὶ ἐδούλευσεν ἐν τῷ Εὐαγγελίῳ· πεῖραν ὑμεῖς εἰλή‐
30φατε τῆς ἀρετῆς αὐτοῦ, καὶ τῆς δοκίμου ψυχῆς. Ἀλλ’ ὅμως πρὸς τοσοῦτον ὕψος κατορθωμάτων ἀνελθὼν, οὐδὲ οὕτως ἐθάῤῥει, ἀλλ’ ἐναγώνιος ἦν καὶ περιδεής· διὸ καὶ μετ’ ἀκριβείας ἐνήστευε, καὶ οὐκ ἔπαθε τοῦτο τὸ τῶν πολλῶν, οἳ δέκα μόνον, ἢ καὶ εἴκοσι μῆνας νη‐
35στείᾳ παρεσχηκότες ἑαυτοὺς, εὐθέως ἅπαντα καταλύου‐ σιν. Ἀλλ’ ἐκεῖνος οὐδὲν τοιοῦτον ἔπαθεν, οὐδὲ εἶπέ τι τοιοῦτον πρὸς ἑαυτόν· Τί μοι νηστείας χρεία λοιπόν; πε‐ ριεγενόμην, ἐκράτησα τῶν ἐπιθυμιῶν, ἐνέκρωσά μου τὸ σῶμα, δαίμονας ἐφόβησα, τὸν διάβολον ἀπήλασα, νεκροὺς
40ἀνέστησα, λεπροὺς ἐκάθηρα, ταῖς ἀντικειμέναις δυνάμε‐ σίν εἰμι φοβερός· τί μοι νηστείας δεῖ λειπὸν, καὶ τῆς ἐν‐ τεῦθεν ἀσφαλείας; Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ’ ὅσῳ μυ‐ ρίων ἔγεμε κατορθωμάτων, τοσούτῳ μᾶλλον ἐδεδίει καὶ
45ἔτρεμε· καὶ ταύτην παρὰ τοῦ διδασκάλου τὴν φιλοσο‐ φίαν ἐμάνθανε. Καὶ γὰρ ἐκεῖνος εἰς τρίτον ἁρπαγεὶς οὐ‐ ρανὸν, καὶ εἰς παράδεισον ἀπενεχθεὶς, καὶ ἀκούσας ῥή‐ ματα ἄῤῥητα, καὶ μυστηρίων κοινωνήσας τοιούτων, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπιδραμὼν καθάπερ τις ὑπόπτε‐

49

.

20

(50)

ρος, Κορινθίοις ἐπιστέλλων ἔλεγε· Φοβοῦμαι μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. Εἰ δὲ Παῦ‐ λος φοβεῖται μετὰ τοιαῦτα καὶ τοσαῦτα κατορθώματα, ὁ δυνηθεὶς εἰπεῖν, ὅτι Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ, πολλῷ μᾶλλον ἡμᾶς δεδοικέναι χρὴ, καὶ το‐
55σούτῳ μᾶλλον, ὅσῳπερ ἂν ὦμεν πολλὰ συνειληχότες κατ‐ ορθώματα. Καὶ γὰρ ὁ διάβολος ἀγριώτερος τότε γίνεται, τότε ἐκθηριοῦται πλέον, ὅταν ἴδῃ μετ’ ἐπιμελείας ἡμᾶς τὸν ἑαυτῶν οἰκονομοῦντας βίον· ὅταν ἴδῃ τὰ φορτία τῆς ἀρετῆς συγκείμενα, καὶ πολὺν ὄντα τὸν ὄγκον, τότε σπου‐
60δάζει χαλεπώτερον ἐργάσασθαι τὸ ναυάγιον. Ὁ μὲν γὰρ19

49

.

21

εὐτελὴς καὶ ἀπεῤῥιμμένος, κἂν ὑποσκελισθῇ καὶ κατα‐ πέσῃ, οὐ τοσαύτην τῷ κοινῷ φέρει τὴν βλάβην· ὁ δὲ ὥσπερ ἐν ὕψει τινὶ τῇ τῆς ἀρετῆς κορυφῇ μετὰ πολλῆς τῆς περιφανείας ἑστὼς, καὶ πᾶσι δῆλος καὶ γνώριμος ὢν,
5καὶ παρὰ πάντων θαυμαζόμενος, ὅταν ἐπηρεασθεὶς κα‐ ταπέσῃ, μεγάλην τὴν πτῶσιν καὶ τὴν ζημίαν ἐργάζεται· οὐχ ὅτι μόνον ἐξ ὕψους κατέπεσεν, ἀλλ’ ὅτι καὶ πολλοὺς ῥᾳθυμοτέρους ἐποίησε τῶν πρὸς αὐτὸν βλεπόντων. Καὶ καθάπερ ἐν σώματι. μέλους μὲν ἑτέρου διαφθαρέντος, οὐ
10πολλὴ ἡ βλάβη, τῶν δὲ ὀφθαλμῶν πηρωθέντων ἢ τῆς κεφαλῆς παραβλαβείσης, ὅλον τὸ σῶμα ἄχρηστον γίνε‐ ται· οὕτω δὴ καὶ ἐπὶ τῶν ἁγίων καὶ μεγάλα κατορ‐ θωκότων ἔστιν εἰπεῖν· ὅταν ἐκεῖνοι σβεσθῶσιν, ὅταν κηλῖδά τινα προστρίψωνται, ὁλόκληρον καὶ ἀφόρητον τῷ
15λοιπῷ σώματι τὴν βλάβην φέρουσι. δʹ. Ταῦτα οὖν ἅπαντα ὁ Τιμόθεος εἰδὼς, πανταχόθεν ἑαυ‐ τὸν ἠσφαλίζετο· ᾔδει γὰρ ὅτι χαλεπὸν ἡ νεότης, ὅτι εὐ‐ ρίπιστον, εὐεξαπάτητον, εὐόλισθον, καὶ σφοδροτέρου δεῖ‐ ται τοῦ χαλινοῦ· πυρὰ γάρ τίς ἐστι τῶν ἔξωθεν ἐπιλαμ‐
20βανομένη ἁπάντων, ῥᾳδίως ἐκκαιομένη καὶ ταχέως. Διὰ τοῦτο πανταχόθεν αὐτὴν ἔφραττεν ὥστε συνεστάλθαι, καὶ τὴν φλόγα ταύτην παντὶ τρόπῳ μαραίνειν ἐσπούδαζε, καὶ τὸν ἵππον δυσχάλινον ὄντα καὶ δυσήνιον μετὰ πολλῆς ἦγχε τῆς σφοδρότητος, ἕως ὅτε αὐτοῦ τὰ σκιρτήματα
25περιέκοψεν, ἕως εὐήνιον ἐποίησε, καὶ μετὰ πολλῆς τῆς ἐξουσίας ταῖς χερσὶ τοῦ ἡνιοχοῦντος αὐτὸν παρέδωκε λο‐ γισμοῦ. Ἀσθενείτω, φησὶ, τὸ σῶμα, καὶ μὴ ἀσθενείτω ἡ ψυχὴ, χαλινούσθω ἡ σὰρξ, καὶ μὴ ἐμποδιζέσθω ὁ πρὸς τὸν οὐρανὸν τῆς ψυχῆς δρόμος. Μετὰ δὲ τούτων κἀκεῖνο
30μάλιστα ἄν τις αὐτὸν ἀγάσαιτο, ὅτι καὶ ἐξησθενηκὼς οὕτως, καὶ τοσαύτῃ παλαίων ἀῤῥωστίᾳ, τῶν κατὰ Θεὸν οὐκ ἠμέλει πραγμάτων, ἀλλὰ τῶν ὑγιαινόντων καὶ σφρι‐ γώντων τὰ σώματα μᾶλλον πανταχοῦ περιίπτατο, νῦν μὲν εἰς Ἔφεσον, νῦν δὲ εἰς Κόρινθον, ἐν Μακεδονίᾳ πολλά‐
35κις, ἐν Ἰταλίᾳ, πανταχοῦ τῆς γῆς, πανταχοῦ τῆς θαλάτ‐ της μετὰ τοῦ διδασκάλου φαινόμενος, καὶ κοινωνῶν ἐν πᾶσι τῶν ἀγώνων αὐτῷ, καὶ τῶν ἐπαλλήλων κινδύνων καὶ τὴν φιλοσοφίαν τῆς ψυχῆς οὐκ ἤλεγξεν ἡ τοῦ σώματος ἀῤῥω‐ στία· τοσοῦτός ἐστιν ὁ κατὰ Θεὸν ζῆλος, οὕτω κοῦφον
40ἐργάζεται τὸ πτερόν. Ὥσπερ γὰρ τοῖς τὰ σώματα ἔχου‐ σιν εὐεκτοῦντα καὶ ὑγιῆ, κέρδος οὐδὲν ἔσται τῆς εὐεξίας, ἐὰν ἡ ψυχὴ καταβεβλημένη ᾖ καὶ ῥᾴθυμος καὶ νωθὴς, οὕτω τοῖς ἐξησθενημένοις οὐδὲν ἔσται βλάβος ἀπὸ τῆς ἀῤῥωστίας, ἐὰν ἡ ψυχὴ γενναία ᾖ καὶ διεγηγερμένη. Δο‐
45κεῖ μὲν οὖν τισιν ἡ παραίνεσις αὕτη καὶ συμβουλὴ ἐξου‐ σίαν διδόναι πρὸς ἀδεεστέραν οἰνοποσίαν· τὸ δὲ οὐ τοιοῦ‐ τόν ἐστιν· ἀλλ’ εἴ τις μετ’ ἀκριβείας ἐξετάσειε τὴν ῥῆσιν αὐτὴν, νηστείας μᾶλλόν ἐστι τὸ πρᾶγμα παραίνεσις. Ἐν‐ νόησον γὰρ πῶς οὐκ ἐξ ἀρχῆς, οὐδὲ ἐκ προοιμίων τοῦτο

49

.

21

(50)

συνεβούλευσεν ὁ Παῦλος, ἀλλ’ ὅτε εἶδεν καταβεβλημένην τὴν ἰσχὺν ἅπασαν, τότε συνεβούλευσε· καὶ οὐδὲ τότε ἁπλῶς, ἀλλὰ καὶ μετὰ προδιορισμοῦ τινος. Οὐ γὰρ εἶπεν ἁπλῶς, Οἴνῳ χρῶ, ἀλλ’, Οἴνῳ ὀλίγῳ· οὐκ ἐπειδὴ Τιμό‐ θεος ταύτης ἐδεῖτο τῆς παραινέσεως καὶ τῆς συμβουλῆς,
55ἀλλ’ ἐπειδὴ ἡμεῖς δεόμεθα. Διὰ τοῦτο ἐπιστέλλων ἐκείνῳ, μέτρα καὶ ὅρους ἡμῖν τίθησι τῆς οἰνοποσίας, τοσοῦτον κελεύων πίνειν, ὅσον διορθοῦν ἀσθένειαν, ὅσον ὑγείαν
παρέχειν τῷ σώματι, ἀλλὰ μὴ νόσον ἑτέραν. Τῆς γὰρColumn end

49

.

22

ὑδροποσίας τῆς ἀφάτου οὐκ ἐλάττονα, ἀλλὰ καὶ πολλῷ πλείονα καὶ χαλεπώτερα ἡ ἄμετρος οἰνοποσία τίκτει νο‐ σήματα καὶ τῷ σώματι καὶ τῇ ψυχῇ, τὸν πόλεμον τῶν παθῶν, καὶ τὸν χειμῶνα τῶν ἀτόπων λογισμῶν ἐπεισ‐
5άγουσα τῇ διανοίᾳ, καὶ τοῦ σώματος τὴν ἰσχὺν χαυνοτέ‐ ραν καὶ πλαδαρωτέραν ἐργαζομένη. Οὐ γὰρ οὕτως ἡ τῆς γῆς φύσις ἐνοχληθεῖσα τῇ τῶν ὑδάτων πλεονεξίᾳ συνεχῶς διαλύεται, ὡς ἡ τοῦ σώματος δύναμις χαυνοῦται καὶ διαῤῥεῖ καὶ ἐξίτηλος γίνεται συνεχῶς οἰνοποσίαις
10ἐπαντλουμένη. Φεύγωμεν τοίνυν τὰς ἀμετρίας ἑκατέ‐ ρωθεν, καὶ τῆς ὑγείας ἐπιμελώμεθα τοῦ σώματος, καὶ τὰ σκιρτήματα αὐτοῦ περικόπτωμεν. Οἶνος γὰρ ἐδόθη παρὰ Θεοῦ, οὐχ ἵνα μεθύωμεν, ἀλλ’ ἵνα νήφωμεν, ἵνα εὐφραινώμεθα, οὐχ ἵνα ἀλγῶμεν. Οἶνος γὰρ εὐφραίνει,
15φησὶ, καρδίαν ἀνθρώπου· σὺ δὲ αὐτὸν ἀθυμίας ὑπόθεσιν ποιεῖς· καὶ γὰρ βαρύθυμοι οἱ μεθύοντες μεθ’ ὑπερβολῆς, σκότου πολλοῦ κατασκεδαννυμένου τῶν λογισμῶν. Φάρ‐ μακόν ἐστιν ἄριστον, ὅταν τὴν συμμετρίαν ἔχῃ ἀρίστην. Τοῦτο καὶ πρὸς τοὺς αἱρετικοὺς ἡμῖν χρήσιμον τὸ χω‐
20ρίον, τοὺς διαβάλλοντας τοῦ Θεοῦ τὴν κτίσιν· εἰ γὰρ ἦν τῶν κεκωλυμένων, οὐκ ἂν ἐπέτρεψεν ὁ Παῦλος, οὐκ ἂν εἶπεν οἴνῳ κεχρῆσθαι. Οὐ πρὸς αἱρετικοὺς δὲ μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀφελεστέρους τῶν ἡμετέρων ἀδελφῶν, οἳ ἐπὰν ἴδωσί τινας ὑπὸ μέθης ἀσχημονοῦντας, ἀφέντες
25κακίζειν ἐκείνους, τὸν παρὰ τοῦ Θεοῦ δοθέντα καρπὸν διαβάλλουσι, λέγοντες, Μὴ ἔστω οἶνος. Λέγωμεν τοίνυν πρὸς αὐτοὺς, Μὴ ἔστω μέθη· οἶνος γὰρ ἔργον Θεοῦ, μέθη δὲ ἔργον διαβόλου· οὐχ ὁ οἶνος ποιεῖ τὴν μέθην, ἀλλ’ ἡ ἀσωτία ποιεῖ τὴν μέθην· μὴ διάβαλλε τοῦ Θεοῦ τὸ δη‐
30μιούργημα, ἀλλὰ κατηγόρει τῆς τοῦ συνδούλου μανίας. Σὺ δὲ ἀφεὶς τὸν ἁμαρτάνοντα κολάζειν καὶ διορθοῦσθαι, τὸν εὐεργετοῦντα ὑβρίζεις; εʹ. Ὅταν τοίνυν ἀκούσωμέν τινων ταῦτα λεγόντων, ἐπι‐ στομίζωμεν αὐτούς· οὐ γὰρ ἡ χρῆσις, ἀλλ’ ἡ ἀμετρία
35τὴν μέθην ποιεῖ, μέθην, τὴν κακῶν ῥίζαν ἁπάντων. Οἶνος ἐδόθη, ἵνα σώματος ἀσθένειαν διορθώσηται, οὐχ ἵνα ψυχῆς ἰσχὺν καταβάλῃ, ἵνα σαρκὸς ἀῤῥωστίαν ἀνέλῃ, οὐχ ἵνα ψυχῆς ὑγείαν λυμαίνηται. Μὴ τοίνυν ἀμέτρως κεχρημένος τῇ τοῦ Θεοῦ δωρεᾷ πάρεχε λαβὰς τοῖς ἀνοή‐
40τοις καὶ ἀναιδεστέροις τῶν ἀνθρώπων. Τί γὰρ ἐλεεινότε‐ ρον μέθης; νεκρός ἐστιν ἔμψυχος ὁ μεθύων· δαίμων ἐστὶν αὐθαίρετος, νόσημα συγγνώμην οὐκ ἔχον, πτῶμα ἀπολογίας ἐστερημένον, κοινὴ τοῦ γένους ἡμῶν ἀσχημο‐ σύνη. Οὐ γὰρ ἐν συνουσίαις μόνον ἄχρηστος ὁ μεθύων,
45οὐδ’ ἐν ἰδιωτικοῖς καὶ δημοσίοις πράγμασιν, ἀλλὰ καὶ ἐν ψιλῇ θεωρίᾳ πάντων ἐστὶν ἀηδέστερος, δυσωδίας πνέων· ἐρυγαὶ καὶ χασμήσεις, καὶ αἱ φωναὶ τῶν με‐ θυόντων ἀτερπεῖς καὶ ἀηδεῖς, βδελυγμίας ἐσχάτης πλη‐ ροῦσαι τοὺς ὁρῶντας καὶ συγγινομένους· καὶ τὸ κεφά‐

49

.

22

(50)

λαιον τῶν κακῶν, ὅτι τὸν οὐρανὸν ἄβατον ποιεῖ τοῖς με‐ θύουσι τοῦτο τὸ νόσημα, καὶ τῶν αἰωνίων ἀγαθῶν οὐκ ἀφίησιν ἐπιτυχεῖν, ἀλλὰ μετὰ τῆς ἐνταῦθα ἀσχημοσύνης καὶ ἐκεῖ κόλασις ἀφόρητος τοὺς τὰ τοιαῦτα νοσοῦντας ἀναμένει. Περικόψωμεν τοίνυν τὴν πονηρὰν ταύτην συν‐
55ήθειαν, καὶ ἀκούσωμεν Παύλου λέγοντος, Οἴνῳ ὀλίγῳ χρῶ· καὶ γὰρ αὐτὸν τὸν ὀλίγον διὰ τὴν ἀσθένειαν
ἐπέτρεψεν· ὡς εἰ μὴ ἦν ἀσθένεια διενοχλοῦσα, οὐκ ἂν21

49

.

23

ἠνάγκασε τὸν μαθητὴν οὐδὲ τὸν ὀλίγον προσίεσθαι. Καὶ γὰρ καὶ τὰ ἀναγκαίως ἡμῖν παραδοθέντα σῖτα καὶ ποτὰ τοῖς καιροῖς καὶ ταῖς χρείαις ἀεὶ μετρεῖν δεῖ, καὶ μηδαμοῦ τὴν χρείαν ὑπερβαίνειν, μηδὲ ἁπλῶς καὶ εἰκῆ τι ποιεῖν.
5Ἀλλ’ ἐπειδὴ τὴν τοῦ Παύλου κηδεμονίαν καὶ τὴν ἀρετὴν ἐμάθομεν τὴν Τιμοθέου, φέρε λοιπὸν ἐπ’ αὐτὴν τὴν λύ‐ σιν τῶν ζητημάτων τὸν λόγον ἀγάγωμεν. Τίνα οὖν εἰσι τὰ ζητούμενα; ἀναγκαῖον γὰρ πάλιν εἰπεῖν ἵνα σαφε‐ στέρα ἡ λύσις γένηται· τίνος οὖν ἕνεκεν ἅγιον τοιοῦτον
10καὶ τοσαῦτα οἰκονομοῦντα πράγματα, εἰς ἀῤῥωστίαν συν‐ εχώρησεν ὁ Θεὸς ἐμπεσεῖν, καὶ οὔτε αὐτὸς, οὔτε ὁ δι‐ δάσκαλος ἴσχυσε τὸ νόσημα διορθώσασθαι, ἀλλὰ τῆς κατὰ τὴν οἰνοποσίαν ἐδεήθησαν βοηθείας; Καὶ τὰ μὲν ζητού‐ μενα ταῦτα ἦν. Δεῖ δὲ αὐτὴν ἐπαγαγεῖν τὴν λύσιν, ὡς
15μὴ μόνον εἴ τινες νόσῳ καὶ ἀῤῥωστίᾳ τοιαύτῃ περιπέ‐ σοιεν, ἀλλὰ καὶ εἴ τινες πενίᾳ, καὶ λιμῷ, καὶ δεσμοῖς, καὶ βασάνοις, καὶ ἐπηρείαις, καὶ συκοφαντίαις, καὶ πᾶσι τοῖς κατὰ τὸν παρόντα βίον δεινοῖς, ἅγιοι καὶ μεγάλοι καὶ θαυμαστοὶ, καὶ ἐπ’ ἐκείνων ἀπὸ τῶν σήμερον ῥηθη‐
20σομένων ἀκριβῆ καὶ σαφεστάτην δυνηθῆναι εὑρέσθαι τὴν ἀπολογίαν πρὸς τοὺς ἐγκαλεῖν βουλομένους. Καὶ γὰρ ἠκούσατε πολλῶν τοιαῦτα ζητούντων· Τί δήποτε ὁ δεῖνα μέτριος ὢν καὶ ἐπιεικὴς ἄνθρωπος ὑφ’ ἑτέρου παρανό‐ μου τινὸς καὶ πονηροῦ καθ’ ἑκάστην ἡμέραν εἰς δικα‐
25στήριον ἕλκεται, καὶ μυρία πάσχει δεινὰ, καὶ ὁ Θεὸς συγχωρεῖ; τίνος οὖν ἕνεκεν ἕτερος συκοφαντηθεὶς ἀπ‐ έθανεν ἀδίκως; Ὁ δεῖνα κατεποντίσθη, φησὶν, ἄλλος κατ‐ εκρημνίσθη· καὶ πολλοὺς ἂν ἔχοιμεν ἁγίους εἰπεῖν, καὶ ἐφ’ ἡμῶν καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων πολλὰς
30ὑπομείναντας θλίψεις διαφόρους καὶ ποικίλας. Ἵνα οὖν ἁπάντων τούτων τὸν λόγον ἴδωμεν, καὶ μήτε αὐτοὶ θορυ‐ βώμεθα, μήτε ἑτέρους σκανδαλιζομένους περιορῶμεν, μετ’ ἀκριβείας ἁπάσης τοῖς λεχθήσεσθαι μέλλουσι νῦν προσέχωμεν.
35 ϛʹ. Τῆς γὰρ τῶν ἁγίων κακώσεως τῆς ποικίλης καὶ παντοδαπῆς ὀκτὼ τὸν ἀριθμὸν αἰτίας ἔχω πρὸς τὴν ὑμετέ‐ ραν ἀγάπην εἰπεῖν. Διὸ συντείνατέ μοι ἑαυτοὺς μετὰ ἀκρι‐ βείας ἅπαντες, εἰδότες ὡς οὐδεμία λοιπὸν ἔσται ἡμῖν συγγνώμη καὶ ἀπολογία σκανδαλιζομένοις ἐπὶ τοῖς συμ‐
40βαίνουσιν, εἴ γε τοσούτων προφάσεων οὐσῶν, ὡς μηδε‐ μιᾶς οὔσης οὕτω μέλλοιμεν θορυβεῖσθαι καὶ ταράττε‐ σθαι. Πρώτη μὲν οὖν, διὰ τὸ μὴ ταχέως αἴρεσθαι εἰς ἀπόνοιαν τῷ μεγέθει τῶν κατορθωμάτων καὶ τῶν θαυ‐ μάτων, ἀφίησιν αὐτοὺς ὁ Θεὸς κακοῦσθαι. Δευτέρα, ἵνα
45μὴ μείζονα τῆς ἀνθρωπίνης φύσεως περὶ αὐτῶν ὑπόνοιαν ἔχωσιν ἕτεροι, καὶ θεοὺς, ἀλλ’ οὐκ ἀνθρώπους νομίσωσιν αὐτοὺς εἶναι. Τρίτη, ἵνα ἡ τοῦ Θεοῦ φαίνηται δύναμις διὰ τῶν ἐξασθενούντων καὶ διὰ τῶν δεσμουμένων κρατοῦσα καὶ περιγινομένη, καὶ τὸ κήρυγμα αὔξουσα. Τετάρτη, ἵνα

49

.

23

(50)

αὐτῶν ἐκείνων ἡ ὑπομονὴ φανερωτέρα γένηται, οὐκ ἐπὶ μισθῷ τῷ Θεῷ δουλευόντων, ἀλλὰ καὶ τοσαύτην ἐπι‐ δεικνυμένων εὐγνωμοσύνην, ὡς καὶ μετὰ τοσαῦτα κακὰ τὴν ἀκεραίαν περὶ αὐτὸν ἐπιδείκνυσθαι εὔνοιαν. Πέμπτη, ἵνα περὶ ἀναστάσεως φιλοσοφῶμεν· ὅταν γὰρ ἴδῃς ἄνδρα
55δίκαιον καὶ πολλῆς γέμοντα ἀρετῆς μυρία παθόντα δεινὰ, καὶ οὕτως ἀπελθόντα ἐντεῦθεν, καὶ ἄκων ἀναγκασθήσῃ πάντως ἐννοῆσαί τι περὶ τῆς ἐκεῖ κρίσεως. Εἰ γὰρ ἄν‐
θρωποι τοὺς ὑπὲρ αὐτῶν κάμνοντας οὐκ ἀφιᾶσι χωρὶςColumn end

49

.

24

μισθῶν καὶ ἀμοιβῆς ἀπελθεῖν, πολλῷ μᾶλλον ὁ Θεὸς τοὺς τοσαῦτα πεπονηκότας οὐκ ἂν ἕλοιτό ποτε ἀστεφανώτους ἀφεῖναι· εἰ δὲ οὐκ ἂν ἕλοιτο τῆς τῶν πόνων αὐτῶν ἀμοι‐ βῆς αὐτοὺς ἀποστερῆσαί ποτε, ἀνάγκη καιρὸν εἶναί τινα
5μετὰ τὴν ἐντεῦθεν τελευτὴν, καθ’ ὃν ἀπολήψονται τὰς ἀμοιβὰς τῶν ἐντεῦθεν πόνων. Ἕκτη, ἵνα πάντες οἱ πε‐ ριπίπτοντες τοῖς δεινοῖς ἱκανὴν ἔχωσι παράκλησιν καὶ παραμυθίαν, εἰς ἐκείνους ἀφορῶντες, καὶ τῶν συμβε‐ βηκότων αὐτοῖς μεμνημένοι κακῶν. Ἑβδόμη, ἵνα ὅταν
10παρακαλῶμεν ὑμᾶς πρὸς τὴν ἐκείνων ἀρετὴν, καὶ πρὸς ἕκαστον ὑμῶν λέγωμεν, ὅτι μίμησαι Παῦλον, καὶ ζή‐ λωσον Πέτρον, μὴ νομίζοντες διὰ τὴν τῶν κατορθω‐ μάτων ὑπερβολὴν ἑτέρας αὐτοὺς μετεσχηκέναι φύσεως, ἀποκνήσητε πρὸς τὴν μίμησιν. Ὀγδόη, ἵνα ὅταν δέῃ μα‐
15καρίζειν καὶ ταλανίζειν, μάθωμεν τίνας μὲν χρὴ μακα‐ ρίους ἡγεῖσθαι, τίνας δὲ ἀθλίους καὶ ταλαιπώρους. Καὶ αἱ μὲν αἰτίαι αὗται· δεῖ δὲ αὐτὰς ἀπὸ τῶν Γραφῶν πι‐ στώσασθαι πάσας, καὶ δεῖξαι μετὰ ἀκριβείας, ὡς οὐκ ἀνθρωπίνων λογισμῶν ἐπίνοια, ἀλλὰ τῶν Γραφῶν ἐστιν
20ἀπόφασις τὰ εἰρημένα ἅπαντα. Οὕτω γὰρ καὶ ὁ λόγος ἡμῖν ἀξιοπιστότερος ἔσται, καὶ μᾶλλον ἐγκαθεδεῖται ταῖς ὑμετέραις ψυχαῖς. Ὅτι μὲν οὖν εἰς τὸ μετριάζειν καὶ ταπεινοφρονεῖν, καὶ τὸ μὴ φυσᾶσθαι ἐκ τῶν ση‐ μείων καὶ τῶν κατορθωμάτων, συμβάλλεται τοῖς ἁγίοις
25ἡ κάκωσις, καὶ διὰ τοῦτο συνεχώρησεν αὐτὴν ὁ Θεὸς γε‐ νέσθαι, καὶ τοῦ προφήτου Δαυῒδ, καὶ τοῦ Παύλου τὰ αὐτὰ λεγόντων ἀκούσωμεν. Ἐκεῖνος μὲν γάρ φησιν· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου· οὗτος δὲ εἰπὼν, ὅτι Ἡρπάγην εἰς
30τρίτον οὐρανὸν, καὶ εἰς τὸν παράδεισον ἀπηνέχθην, ἐπήγαγε λέγων, Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος σατᾶν ἵνα με κολαφίζῃ. Τί τούτου σαφέστε‐ ρον; Ἵνα μὴ ὑπεραίρωμαι, φησὶ, διὰ τοῦτο συνεχώρη‐
35σεν ὁ Θεὸς τοὺς ἀγγέλους τοῦ σατανᾶ κολαφίζειν με· ἀγ‐ γέλους δὲ τοῦ σατανᾶ οὐχὶ δαίμονας λέγει τινὰς, ἀλλὰ ἀνθρώπους τοὺς ὑπηρετουμένους τῷ διαβόλῳ, τοὺς ἀπί‐ στους, τοὺς τυράννους, τοὺς Ἕλληνας, οἳ συνεχῶς αὐ‐ τὸν ἔθλιβον, καὶ συνεχῶς ἤλαυνον· ὃ δὲ λέγει, τοιοῦτόν
40ἐστιν· ἠδύνατο, φησὶν, ὁ Θεὸς καταστεῖλαι τοὺς διωγμοὺς, καὶ τὰς θλίψεις τὰς ἐπαλλήλους· ἀλλ’ ἐπειδὴ ἡρπάγην εἰς τρίτον οὐρανὸν καὶ ἀπηνέχθην εἰς τὸν παράδεισον, ἵνα μὴ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων τούτων ἐπαρθῶ καὶ μέγα φρονήσω, συνεχώρησε τοὺς διωγμοὺς τούτους, καὶ
45τοὺς ἀγγέλους τοῦ σατανᾶ ἀφῆκε κολαφίζειν με διὰ τῶν διωγμῶν καὶ τῶν θλίψεων, ἵνα μὴ ὑπεραίρωμαι. Εἰ γὰρ καὶ ἅγιοι καὶ θαυμαστοὶ οἱ περὶ Παῦλον καὶ Πέτρον, καὶ πάντες ὅσοι τοιοῦτοι, ὥσπερ οὖν καὶ εἰσὶν, ἀλλ’ ἄνθρω‐ ποί εἰσι, καὶ δέονται πολλῆς γε τῆς ἀσφαλείας, εἰς τὸ μὴ

49

.

24

(50)

ῥᾳδίως ἐπαίρεσθαι· καὶ μάλιστα πάντων οἱ ἅγιοι. Οὐδὲν γὰρ οὕτως εἰς ἀπόνοιαν αἴρειν εἴωθεν, ὡς συνει‐ δὸς γέμον κατορθωμάτων, καὶ ψυχὴ μετὰ παῤῥησίας ζῶσα. Ἵνα οὖν μηδὲν τοιοῦτον πάσχωσιν ἐκεῖνοι, τοὺς πει‐ ρασμοὺς καὶ τὰς θλίψεις συνεχώρησεν εἶναι, δυναμένας
55αὐτοὺς καταστέλλειν καὶ πείθειν μετριάζειν ἐν ἅπασιν. ζʹ. Ὅτι δὲ καὶ εἰς τὸ δειχθῆναι τοῦ Θεοῦ τὴν ἰσχὺν τὰ μεγάλα τοῦτο αὐτὸ συντελεῖ, καὶ τοῦτο ἄκουσον παρὰ τοῦ αὐτοῦ ἀποστόλου, τοῦτο πρότερον εἰρηκότος. Ἵνα γὰρ μὴ λέγῃς, ὅ τι οἱ ἄπιστοι νομίζουσι, τὸν Θεὸν τὸν ταῦτα
60συγχωροῦντα ἀσθενῆ τινα εἶναι, καὶ μὴ δυνάμενον ἐξαρ‐ πάσαι τῶν κινδύνων τοὺς ἑαυτοῦ, συγχωρεῖν αὐτοὺς κα‐
κοῦσθαι συνεχῶς. Καὶ τοῦτο σκόπει, πῶς διὰ τούτων23

49

.

25

ἀπέδειξεν ὁ Παῦλος, δεικνὺς, ὅτι οὐ μόνον ἀσθένειαν αὐτοῦ οὐ κατηγορεῖ τὰ γινόμενα, ἀλλὰ καὶ μειζόνως αὐτοῦ τὴν δύναμιν ἐπιδείκνυται πᾶσιν· εἰπὼν γὰρ, ὅτι Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος σατᾶν, ἵνα με κολα‐
5φίζῃ· καὶ τοὺς ἐπαλλήλους πειρασμοὺς διὰ τούτου δηλώ‐ σας, ἐπήγαγεν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρ‐ εκάλεσα, ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ· καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελει‐ οῦται. Τότε μου δείκνυται ἡ δύναμις, φησὶν, ὅταν ὑμεῖς
10ἐν ἀσθενείᾳ ἦτε· καὶ δι’ ὑμῶν τῶν δοκούντων ἀσθενεῖν ὁ τοῦ κηρύγματος αὔξεται λόγος, καὶ πανταχοῦ κατασπεί‐ ρεται. Ὅτε γοῦν εἰς τὸ δεσμωτήριον μυρίας λαβὼν πληγὰς εἰσηνέχθη, τὸν δεσμοφύλακα ἔδησεν· ἐν τῷ ξύλῳ ἦσαν οἱ πόδες, ἐν τῇ ἁλύσει αἱ χεῖρες, καὶ τὸ δεσμωτήριον
15ἐσείετο κατὰ μέσην τὴν νύκτα, ὑμνούντων αὐτῶν. Ὁρᾷς πῶς ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ ἐτελειοῦτο; Εἰ ἦν λελυμένος ὁ Παῦλος, καὶ ἔσεισεν ἐκεῖνο τὸ οἴκημα, οὐκ ἦν οὕτω θαυμαστὸν τὸ γινόμενον. Διὰ τοῦτο, φησὶ, μένε δεδεμένος, καὶ σαλευέσθωσαν οἱ τοῖχοι πάντοθεν,
20καὶ λυέσθωσαν οἱ δεσμῶται, ἵνα μειζόνως ἡ δύναμίς μου φαίνηται διὰ σοῦ τοῦ κατεχομένου καὶ συμπεποδισμένου, τῶν δεδεμένων λυομένων ἁπάντων. Τοῦτο οὖν αὐτὸ καὶ τὸν δεσμοφύλακα ἐξέπληξε τότε, ὅτι μετὰ τοσαύτης κατ‐ εχόμενος ἀνάγκης, δι’ εὐχῆς μόνης ἴσχυσε μὲν τινάξαι
25τὰ θεμέλια, ἀναπετάσαι δὲ τὰς θύρας τοῦ δεσμωτηρίου, καὶ λῦσαι τοὺς δεδεμένους ἅπαντας. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ Πέτρου, καὶ ἐπ’ αὐτοῦ τοῦ Παύλου, καὶ ἐπὶ τῶν ἄλλων δὲ ἀποστόλων ἴδοι τις ἂν συμβαῖνον τοῦτο συνεχῶς, καὶ τοῖς διωγμοῖς τὴν χάριν τοῦ Θεοῦ ἀεὶ ἐπαν‐
30θοῦσαν, καὶ ταῖς θλίψεσι παραφαινομένην, καὶ οὕτω τὴν δύναμιν αὐτοῦ κηρύττουσαν. Διόπερ ἔλεγεν, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦ‐ ται. Ὅτι δὲ καὶ μείζονα τῆς ἀνθρωπίνης φύσεως πολλοὶ πολλάκις ἔμελλον ὑποπτεύειν περὶ αὐτῶν, εἰ μὴ τοσαῦτα
35πάσχοντας ἑώρων, ἄκουσον πῶς αὐτὸ δέδοικεν ὁ Παῦλος. Ἐὰν γὰρ καὶ θελήσω, φησὶ, καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· φείδομαι δὲ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Τί δέ ἐστιν ὃ λέγει; Ἠδυνάμην, φησὶ, πολλῷ μείζονα θαύματα εἰπεῖν, ἀλλ’
40οὐ βούλομαι, μήποτε τὸ μέγεθος τῶν σημείων μείζονα περὶ ἐμοῦ τοῖς ἀνθρώποις ὑπόνοιαν παραστήσῃ. Διὰ τοῦτο καὶ οἱ περὶ τὸν Πέτρον, ἐπειδὴ τὸν χωλὸν ὤρθωσαν, καὶ πάντες ἦσαν κεχηνότες πρὸς αὐτοὺς, καταστέλλοντες αὐ‐ τοὺς, καὶ πείθοντες ὡς οὐδὲν παρ’ ἑαυτῶν, οὐδὲ οἴκοθεν
45ἐπεδείξαντο, λέγουσι· Τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνά‐ μει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Καὶ πάλιν ἐν Λύστροις οὐ μόνον ἦσαν ἐκπεπληγμένοι, ἀλλὰ καὶ ταύρους στεφανώσαντες ἤνεγκαν, καὶ θῦσαι ἐπεχείρουν τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ. Ὅρα διαβόλου

49

.

25

(50)

κακουργίαν· δι’ ὧν ὁ Κύριος ἐσπούδαζε τὴν ἀσέβειαν ἐκκαθάραι τῆς οἰκουμένης, διὰ τούτων αὐτὴν ἐκεῖνος εἰσαγαγεῖν ἐσπούδαζε, πάλιν πείθων ἀνθρώπους θεοὺς νομίζειν, ὃ καὶ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐποίησε. Καὶ τοῦτο μάλιστά ἐστιν, ὃ τῆς εἰδωλολατρείας τὴν ἀρχὴν
55καὶ τὴν ῥίζαν εἰσήγαγε. Πολλοὶ γὰρ καὶ πολέμους κατορ‐ θώσαντες, καὶ τρόπαια στήσαντες, καὶ πόλεις οἰκοδομή‐ σαντες, καὶ ἕτερά τινα τοιαῦτα τοῖς τότε εὐεργετήσαν‐ τες, θεοὶ παρὰ τοῖς πολλοῖς ἐνομίσθησαν, καὶ ναοῖς ἐτι‐ μήθησαν καὶ βωμοῖς, καὶ πᾶς ὁ τῶν Ἑλληνικῶν θεῶν
60κατάλογος ἀπὸ τούτων σύγκειται τῶν ἀνθρώπων. Ἵνα οὖν μὴ καὶ ἐπὶ τῶν ἁγίων τοῦτο γένηται, συνεχώ‐
ρησεν αὐτοὺς ἐλαύνεσθαι συνεχῶς, μαστίζεσθαι, ἀῤῥω‐Column end

49

.

26

στίαις περιπίπτειν, ἵνα ἡ τῆς σωματικῆς ἀῤῥωστίας ὑπερβολὴ καὶ τῶν πειρασμῶν τὸ πλῆθος πείσῃ τοὺς παρόντας τότε, ὅτι καὶ ἄνθρωποι ἦσαν οἱ τὰ τοιαῦτα θαυματουργοῦντες, καὶ οὐδὲν παρ’ ἑαυτῶν εἰσέφερον,
5ἀλλὰ γυμνὴ ἡ χάρις δι’ ἐκείνων πάντα εἰργάζετο. Εἰ γὰρ τοὺς μικρὰ καὶ εὐτελῆ πεποιηκότας θεοὺς ἐνόμισαν, πολλῷ μᾶλλον, εἰ μηδὲν ἔπασχον ἀνθρώπινον, τούτους ὑπώπτευσαν ἂν, τοιαῦτα ἐργασαμένους, οἷα οὐδεὶς οὐδέ‐ ποτε οὐκ εἶδεν, οὐδὲ ἤκουσεν. Ὅπου γὰρ μαστιζομένων
10αὐτῶν, κρημνιζομένων, δεσμουμένων, ἐλαυνομένων, καθ’ ἑκάστην κινδυνευόντων ἡμέραν, ὅμως κατέπεσόν τινες εἰς τὴν ἀσεβῆ ταύτην ὑπόνοιαν, πολλῷ μᾶλλον, εἰ μηδὲν ἔπασχον ἀνθρώπινον, τοῦτο ἂν ὑπωπτεύθησαν. ηʹ. Τρίτη μὲν οὖν ἐστιν αὕτη ἡ τῆς κακώσεως αἰτία· τε‐
15τάρτη δὲ, τὸ μὴ νομίζεσθαι τοὺς ἁγίους ἐπ’ ἐλπίδι τῆς παρούσης εὐπραγίας τὸν Θεὸν θεραπεύειν. Καὶ γὰρ πολλοὶ τῶν ἐν ἀσελγείᾳ ζώντων παρὰ πολλῶν ἐγκαλούμενοι πολλάκις, καὶ πρὸς τοὺς τῆς ἀρετῆς καλούμενοι πόνους, καὶ τῶν ἁγίων ἐγκωμιαζομένων ἀκούοντες ἐπὶ τῇ τῶν
20δεινῶν εὐψυχίᾳ, ἀπὸ τούτων διαβάλλειν αὐτοὺς ἐπιχει‐ ροῦσι· καὶ οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ διά‐ βολος αὐτὸ τοῦτο ὑπώπτευσεν. Ἐπειδὴ γὰρ ὁ Ἰὼβ πολὺν περιεβέβλητο πλοῦτον, καὶ πολλῆς ἀπήλαυεν εὐπορίας, ὀνειδιζόμενος ὑπὸ τοῦ Θεοῦ δι’ αὐτὸν ὁ πονηρὸς δαίμων
25ἐκεῖνος, οὐδὲν ἔχων εἰπεῖν, οὐδὲ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπολογήσασθαι ἐγκλημάτων, οὐδὲ ταῖς ἀρεταῖς ἐπισκῆ‐ ψαι τοῦ δικαίου, πρὸς ταύτην εὐθέως καταφεύγει τὴν ἀπο‐ λογίαν, οὕτω λέγων· Μὴ δωρεὰν Ἰὼβ σέβεταί σε; πε‐ ριέφραξας τὰ ἔσω αὐτοῦ καὶ τὰ ἔξω. Ἐπὶ μισθῷ, φησὶν,
30ἐστὶν ἐκεῖνος ἐνάρετος, τοσαύτης εὐπορίας ἀπολαύων. Τί οὖν ὁ Θεός, Βουλόμενος δεῖξαι, ὅτι οὐκ ἐπὶ μισθῷ θεραπεύουσιν αὐτὸν οἱ ἅγιοι, περιεῖλεν αὐτοῦ τὴν εὐ‐ πορίαν ἅπασαν, καὶ πενίᾳ παρέδωκε, καὶ νοσήματι χαλεπῷ περιπεσεῖν συνεχώρησεν. Εἶτα ἐλέγχων αὐτὸν ὡς
35εἰκῆ ταῦτα ὑποπτεύσαντα, φησὶν, ὅτι Ἔτι ἔχεται ἀκα‐ κίας· σὺ δὲ εἶπας διακενῆς τὰ ὑπάρχοντα αὐτοῦ ἀπολέσαι. Τοῖς γὰρ ἁγίοις ἀρκεῖ τοῦτο εἰς ἀμοιβὴν καὶ ἀντίδοσιν, τὸ θεραπεύειν τὸν Θεόν· ἐπεὶ καὶ τῷ φιλοῦντι τοῦτο ἀρκεῖ εἰς ἀμοιβὴν τὸ φιλεῖν τὸν ἐρώμενον τὸν
40ἑαυτοῦ, καὶ πλέον οὐδὲν ἐπιζητεῖ, οὐδὲ ἡγεῖταί τι μεῖζον εἶναι τούτου. Εἰ δὲ ἐπ’ ἀνθρώπου τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ· ὅπερ οὖν καὶ ὁ Θεὸς δεῖξαι βουλόμενος, πλέον ὧν ᾔτησεν ὁ διάβολος ἔδωκεν. Ἐκεῖνος μὲν γάρ φησιν· Ἐξαπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι αὐ‐
45τοῦ· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ, Σοὶ αὐτὸν παραδίδωμι, φησίν. Καθάπερ γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων οἱ σφριγῶν‐ τες τὰ σώματα καὶ εὐεκτοῦντες τῶν ἀθλητῶν οὐχ οὕτω φαίνονται, ἐπειδὰν τὸ διάβροχον ἐλαίῳ πάντοθεν ἱμάτιον ὦσι περιβεβλημένοι, ἀλλ’ ὅταν αὐτὸ ῥίψαντες γυμνοὶ

49

.

26

(50)

πρὸς τὰ σκάμματα ἕλκωνται, τότε μάλιστα τοὺς θεατὰς τῇ τῶν μελῶν ἀναλογίᾳ πάντοθεν ἐκπλήττουσιν, οὐδενὸς αὐτὴν ἐπισκιάσαι δυναμένου λοιπόν· οὕτω καὶ ὁ Ἰὼβ, ἡνίκα μὲν ἦν τὸν πλοῦτον ἅπαντα περιβεβλημένος ἐκεῖ‐ νον, οὐκ ἦν κατάδηλος τοῖς πολλοῖς ὅστις ἦν· ἐπειδὴ δὲ
55αὐτὸν, καθάπερ ἱμάτιον ἀποδυσάμενος ὁ ἀθλητὴς, ἔῤῥι‐ ψε, καὶ πρὸς τοὺς τῆς εὐσεβείας ἀγῶνας γυμνὸς εἰσῆλ‐ θεν, οὕτω γυμνωθεὶς τοὺς θεατὰς ἐξέπληξεν ἅπαντας, ὡς καὶ αὐτὸ τὸ τῶν ἀγγέλων θέατρον ἐπὶ τῇ τῆς ψυχῆς
αὐτοῦ καρτερίᾳ μέγα ἀνακεκραγέναι, καὶ κροτῆσαι τὸν25

49

.

27

στεφανίτην ἐκεῖνον. Ὥσπερ γὰρ ἕφθην εἰπὼν, οὐχ οὕτως ἐφαίνετο τοῖς ἀνθρώποις πάντα τὸν πλοῦτον περιβεβλη‐ μένος ἐκεῖνον, ὡς ὅτε καθάπερ ἱμάτιον ῥίψας αὐτὸν, γυμνὸς ἐδείχθη, ὥσπερ ἐν θεάτρῳ, μέσῃ τῇ οἰκουμένῃ,
5καὶ πάντες αὐτοῦ τὴν εὐεξίαν τῆς ψυχῆς ἐξεπλάγησαν· οὐκ ἀπὸ τῆς γυμνώσεως δὲ μόνον ἐδείκνυτο, ἀλλὰ καὶ ἀπὸ τῆς πάλης καὶ τῆς κατὰ τὴν ἀῤῥωστίαν ὑπομονῆς. Ὥσπερ γὰρ ἕφθην εἰπὼν, οὐκ αὐτὸς αὐτὸν ἐπάταξεν ὁ Θεὸς, ἵνα μὴ πάλιν ὁ διάβολος λέγῃ, ὅτι ἐφείσω, καὶ οὐχ
10ὅσον ἔδει, τοσοῦτον ἐπήγαγες πειρασμόν· ἀλλ’ αὐτῷ παρ‐ έδωκε τῷ διαβόλῳ καὶ τὴν τῶν θρεμμάτων ἀπώλειαν, καὶ τὴν τῆς σαρκὸς ἐξουσίαν. Θαῤῥῶ τῷ ἀθλητῇ, φησί· διὰ τοῦτο οὐ κωλύω προσαγαγεῖν αὐτῷ ὅσα ἂν θέλῃς πα‐ λαίσματα. Ἀλλὰ καθάπερ οἱ δόκιμοι τῶν παλαιστῶν καὶ
15τῇ τέχνῃ καὶ τῇ ῥώμῃ τοῦ σώματος θαῤῥεῖν ἔχοντες, οὐκ ὀρθοὶ συμπλέκονται τοῖς ἀνταγωνισταῖς πολλάκις, οὐδὲ ἐξ ἴσης, ἀλλὰ μέσους ἑαυτοὺς παρέχουσι κατα‐ σχεῖν ἐκείνοις, ὥστε λαμπροτέραν ποιήσασθαι τὴν νίκην· οὕτω καὶ ὁ Θεὸς μέσον ἔδωκε τῷ διαβόλῳ κατασχεῖν τὸν
20ἅγιον, ἵνα ὅταν αὐτοῦ μετὰ τὴν τοσαύτην τῆς συμβολῆς πλεονεξίαν κρατήσῃ, καὶ ἐπὶ τῆς γῆς ἐκτείνῃ, λαμπρό‐ τερος ὁ στέφανος γένηται. Χρυσίον ἐστὶ δόκιμον· ὡς βού‐ λει δοκίμασον, ὡς βούλει βασάνισον, οὐχ εὑρήσεις ἐν αὐτῷ κηλῖδα. Οὐ τὴν ἑτέρων δὲ ἡμῖν ἀνδρείαν δείκνυσι
25μόνον, ἀλλὰ καὶ ἑτέραν παραμυθίαν κομίζει πολλήν. Τί γάρ φησιν ὁ Χριστός; Μακάριοί ἐστε, ὅταν ὀνει‐ δίσωσιν ὑμᾶς ἄνθρωποι, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν
30πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐποίουν καὶ τοῖς προφήταις οἱ πατέρες αὐτῶν. Καὶ πάλιν ὁ Παῦλος βου‐ λόμενος παραμυθήσασθαι τοὺς Μακεδόνας, Ὑμεῖς γὰρ, φησὶ, μιμηταὶ ἐγενήθητε ἀδελφοὶ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι τὰ αὐτὰ
35ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθά‐ περ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Καὶ Ἑβραίους πά‐ λιν οὕτω παρακαλεῖ, καταλέγων τοὺς δικαίους ἅπαντας τοὺς ἐν καμίνοις, τοὺς ἐν λάκκοις, τοὺς ἐν ἐρήμοις, τοὺς ἐν ὄρεσι, τοὺς ἐν σπηλαίοις, τοὺς ἐν λιμῷ, τοὺς ἐν στε‐
40νοχωρίᾳ διάγοντας· ἡ γὰρ κοινωνία τῶν παθῶν φέρει τινὰ παραμυθίαν τοῖς ἐκπεπτωκόσιν. Ὅτι δὲ καὶ τοὺς περὶ ἀναστάσεως πάλιν τοῦτο εἰσάγει λόγους, ἄκουσον αὐτοῦ τοῦ Παύλου λέγοντος· Εἰ κατὰ ἄνθρωπον ἐθη‐ ριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ
45οὐκ ἐγείρονται; Καὶ πάλιν, Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπι‐ κότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. Μυρία πάσχομεν δεινὰ κατὰ τὸν παρ‐ όντα βίον, φησίν· εἰ τοίνυν οὐκ ἔστιν ἐλπίσαι ἑτέραν ζωὴν, τί γένοιτ’ ἂν ἡμῶν ἀθλιώτερον;

49

.

27

(50)

θʹ. Ὅθεν δῆλον, ὅτι οὐ μέχρι τοῦ παρόντος ἕστηκε τὰ ἡμέτερα· καὶ τοῦτο δῆλον ἀπὸ τῶν πειρασμῶν γίνεται, Οὐ γὰρ ἄν ποτε ἀνάσχοιτο ὁ Θεὸς τοὺς τοσαῦτα καὶ τηλι‐ καῦτα πεπονθότας κακὰ, καὶ τὸν παρόντα βίον ἅπαντα ἐν πειρασμοῖς καὶ μυρίοις διάγοντας κινδύνοις, μὴ πολλῷ
55μείζοσιν ἀμείψασθαι δωρεαῖς· εἰ δὲ οὐκ ἀνάσχοιτο, εὔδη‐ λον ὅτι βελτίω τινὰ καὶ λαμπροτέραν ἡτοίμασεν ἑτέραν ζωὴν, καθ’ ἣν μέλλει τοὺς τῆς εὐσεβείας ἀθλητὰς στε‐
φανοῦν καὶ ἀνακηρύττειν, τῆς οἰκουμένης ὁρώσης ἁπά‐Column end

49

.

28

σης. Ὥστε ὅταν ἴδῃς δίκαιον στενοχωρούμενον, κακούμε‐ νον, ἐν ἀῤῥωστίᾳ καὶ πενίᾳ καὶ μυρίοις ἑτέροις δεινοῖς τὸν παρόντα βίον καταλύσαντα, εἰπὲ πρὸς ἑαυτὸν, ὅτι εἰ μὴ ἀνάστασις ἦν καὶ κρίσις, οὐκ ἂν ὁ Θεὸς τὸν τοσαῦτα
5δι’ αὐτὸν πεπονθότα κακὰ ἀφῆκε μηδενὸς ἀπολαύσαντα ἀγαθοῦ ἀπελθεῖν ἐντεῦθεν· ὅθεν δῆλον, ὅτι ἑτέραν αὐτοῖς ἡτοίμασε ζωὴν ἡδίω τῆς παρούσης καὶ ἀνεκτοτέραν πολλῷ. Οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, τῶν μὲν πονηρῶν εἴασε πολλοὺς τρυφᾷν κατὰ τὸν παρόντα βίον, τῶν δὲ δι‐
10καίων πολλοὺς ἐν μυρίοις ἠφίει κακοῖς· ἀλλ’ ἐπειδὴ παρ‐ εσκεύασται αἰὼν ἕτερος, ἐν ᾧ κατ’ ἀξίαν ἑκάστῳ, τῷ μὲν τῆς πονηρίας, τῷ δὲ τῆς ἀρετῆς ἀποδιδόναι μέλλει, διὰ τοῦτο ἀνέχεται τὸν μὲν κακούμενον, τὸν δὲ τρυφῶντα ὁρῶν. Καὶ τὴν ἑτέραν δὲ αἰτίαν ἀπὸ τῶν Γραφῶν παρα‐
15στῆσαι πειράσομαι. Ποία δὲ ἦν αὕτη; Τὸ μὴ λέγειν ἡμᾶς εἰς τὴν αὐτὴν ἀρετὴν παρακαλουμένους, ὅτι ἐκεῖνοι φύ‐ σεως ἑτέρας μετεῖχον, ἢ οὐκ ἦσαν ἄνθρωποι. Διὰ τοῦτό τις περὶ τοῦ μεγάλου διαλεγόμενος Ἠλίου, οὕτω πώς φησιν, Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν. Ὁρᾷς ὅτι
20ἀπὸ τῆς τῶν παθῶν κοινωνίας δείκνυσιν αὐτὸν ἄνθρω‐ πον ὄντα καθ’ ἡμᾶς. Καὶ πάλιν· Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὁμοιοπαθὴς ὑμῖν· καὶ τοῦτο τὴν κοινωνίαν ἐγγυᾶ‐ ται τῆς φύσεως. Ἵνα δὲ μάθῃς, ὅτι καὶ μακαρίζειν ἡμᾶς, οὓς χρὴ μακαρίζειν, τοῦτο παιδεύει, δῆλον
25ἐκεῖθεν. Ὅταν γὰρ ἀκούσῃς Παύλου λέγοντος, ὅτι Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνη‐ τεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κο‐ πιῶμεν· καὶ ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστι‐ γοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται, εὔδηλον ὅτι οὐχὶ
30τοὺς ἀνέσεως ἀπολαύοντας, ἀλλὰ τοὺς στενοχωρουμένους διὰ τὸν Θεὸν, τοὺς θλιβομένους, τούτους ἐπαινεσόμεθα, καὶ ζηλώσομεν τοὺς ἐν ἀρετῇ ζῶντας, τοὺς εὐσεβείας ἐπιμελουμένους. Οὕτω καὶ ὁ προφήτης φησίν· Ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας, αἱ θυγατέρες αὐτῶν κεκαλλω‐
35πισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Τὰ ταμεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο· τὰ πρόβατα αὐτῶν πολύτοκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν, οἱ βόες αὐτῶν παχεῖς. Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν
40ταῖς πλατείαις αὐτῶν. Ἐμακάρισαν τὸν λαὸν, ᾧ ταῦτά ἐστιν. Σὺ δὲ τί φὴς, ὦ προφῆτα; Μακάριος, φησὶν, ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ· οὐ τὸν ἐν χρήμασι πλουτοῦντα, ἀλλὰ τὸν εὐσεβείᾳ κομῶντα, τοῦτον ἐγὼ μακαρίζω, φησὶ, κἂν μυρία πάσχῃ δεινά. Εἰ δὲ χρὴ
45καὶ ἐννάτην αἰτίαν εἰπεῖν, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι δοκι‐ μωτέρους ποιεῖ τοὺς θλιβομένους ἡ θλῖψις· Ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὁρᾷς ὅτι ἡ ἐκ τῆς θλίψεως δοκιμὴ τὴν περὶ τῶν μελλόντων ἡμῖν

49

.

28

(50)

ἐλπίδα ἐντίθησι, καὶ τὸ μένειν ἐν πειρασμοῖς εὐέλπιδας ποιεῖ περὶ τῶν μελλόντων εἶναι; Ὥστε οὐ μάτην ἔλε‐ γον, ὅτι αἱ θλίψεις αὗται τὰς περὶ τῆς ἀναστάσεως ἡμῖν ἐλπίδας ὑπογράφουσι, καὶ βελτίους ἐργάζονται τοὺς βα‐ σανιζομένους· ὥσπερ γὰρ, φησὶν, ἐν καμίνῳ δοκιμάζεται
55χρυσὸς, οὕτως ἄνθρωπος δεκτὸς ἐν καμίνῳ ταπεινώσεως. Ἔστι δὲ καὶ δεκάτην αἰτίαν εἰπεῖν. Ποίαν δὴ ταύτην; Ἣν καὶ πολλάκις εἶπον ἤδη πρότερον, ὅτι εἴ τινας κη‐ λῖδας ἔχομεν, καὶ ταύτας ἐνταῦθα ἀποτιθέμεθα. Καὶ τοῦτο πρὸς τὸν πλούσιον ὁ πατριάρχης δηλῶν ἔλεγεν, ὅτι Λά‐
60ζαρος ἀπέλαβεν αὐτοῦ τὰ κακὰ, ὅθεν παρακαλεῖ‐27

49

.

29

ται. Καὶ πρὸς ταύτῃ πάλιν ἑτέραν εὑρήσομεν. Ποίαν δὴ ταύτην; Τὸ τοὺς στεφάνους ἡμῖν καὶ τὰ βραβεῖα πλεο‐ νάζειν· ὅσῳ γὰρ αἱ θλίψεις ἐπιτείνονται, τοσούτῳ καὶ αἱ ἀμοιβαὶ αὔξονται, μᾶλλον δὲ καὶ πολλῷ πλέον· Οὐ γὰρ
5ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, φησὶ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Τοσαύ‐ τας τοίνυν αἰτίας ἔχοντες εἰπεῖν τῆς τῶν ἁγίων κακώ‐ σεως, μὴ δυσχεραίνωμεν ἐν τοῖς πειρασμοῖς, μηδὲ ἀπο‐ ρῶμεν, μηδὲ θορυβώμεθα, ἀλλὰ καὶ αὐτοὶ τὰς ἑαυτῶν
10παιδαγωγῶμεν ψυχὰς, καὶ ἑτέρους ταῦτα διδάσκωμεν· κἂν ἴδῃς ἄνθρωπον ἐν ἀρετῇ ζῶντα, φιλοσοφίας ἐπειλημ‐ μένον, ἀρέσκοντα Θεῷ, εἶτα μυρία πάσχοντα δεινὰ, μὴ σκανδαλισθῇς, ἀγαπητέ· κἂν ἴδῃς τινὰ πνευματικοῖς ἐπιτιθέμενον πράγμασι, καὶ μέλλοντά τι χρήσιμον ἀνύειν,
15εἶτα ὑποσκελιζόμενον, μὴ θορυβηθῇς. Καὶ γὰρ οἶδα πολ‐ λοὺς πολλάκις τοῦτο ζητοῦντας· Ὁ δεῖνα, φησὶν, εἰς μαρ‐ τύριον ἀπεδήμησε πένησι χρήματα διακομίζων, καὶ ναυαγίῳ περιέπεσε, καὶ πάντα ἀπώλεσεν· ἕτερος πάλιν αὐτὸ τοῦτο ποιῶν λῃσταῖς περιέτυχε, καὶ μόλις τὴν
20ἑαυτοῦ ψυχὴν διέσωσε, γυμνὸς ἀναχωρήσας ἐκεῖθεν. Τί οὖν ἂν εἴποιμεν; Ὅτι ἐπ’ οὐδενὶ τούτων ἀσχάλλειν χρή. Εἰ γὰρ καὶ ναυαγίῳ περιέπεσεν, ἀλλ’ ἔχει τὸν καρπὸν τῆς δικαιοσύνης ἀπηρτισμένον· τὰ γὰρ ἑαυτοῦ πάντα ἐπλή‐ ρωσε, συνέλεξε τὰ χρήματα, ἀπέθετο, λαβὼν ἀπῄει, τῆς
25ἀποδημίας ἥψατο, τὸ δὲ ναυάγιον λοιπὸν οὐ τῆς αὐτοῦ γνώμης γέγονεν. Ἀλλὰ τίνος ἕνεκεν ὁ Θεὸς τοῦτο συν‐ εχώρησεν; Ἵνα τοῦτον ἐργάσηται δόκιμον. Ἀλλ’ οἱ πέ‐ νητες, φησὶν, ἀπεστερήθησαν τῶν χρημάτων. Οὐχ οὕτω σὺ προνοεῖς τῶν πενήτων, ὡς ὁ ποιήσας αὐτοὺς Θεός· εἰ
30γὰρ καὶ τούτων ἀπεστερήθησαν, ἀλλ’ ἑτέρωθεν δύναται πλείονα παρασχεῖν αὐτοῖς εὐπορίας ἀφορμήν. ιʹ. Μὴ τοίνυν ἀπαιτῶμεν αὐτὸν εὐθύνας τῶν γινομένων, ἀλλὰ δοξάσωμεν ἐν ἅπασιν. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ συγχωρεῖ τὰ τοιαῦτα γίνεσθαι πολλάκις, ἀλλὰ μετὰ τοῦ
35μὴ περιιδεῖν τοὺς μέλλοντας ἀπολαύειν τῆς ἐκ τῶν χρη‐ μάτων τούτων παραμυθίας, ἀλλ’ ἑτέραν αὐτοῖς ἀντὶ τούτων παρασχεῖν ἀφορμὴν διατροφῆς, καὶ τὸν ὑπομεί‐ ναντα τὸ ναυάγιον δοκιμώτερον ποιεῖ, καὶ πλείονα αὐτῷ προξενεῖ τὸν μισθόν· τοῦ γὰρ ἐλεημοσύνην δοῦναι τὸ
40τοιούτοις περιπεσόντα πράγμασιν εὐχαριστῆσαι τῷ Θεῷ, πολλῷ μεῖζόν ἐστιν. Οὐ γὰρ ἅπερ ἂν δι’ ἐλεημοσύνην δῶμεν, ἀλλὰ καὶ ἅπερ ἂν παρ’ ἑτέρων ἀφαιρεθέντες ἐνέγκωμεν γενναίως, καὶ ταῦτα πολὺν ἡμῖν φέρει τὸν καρπόν. Καὶ ἵνα μάθῃς, ὅτι
45τοῦτο ἐκείνου μεῖζόν ἐστιν, ἀπὸ τῶν συμβεβηκότων τῷ Ἰὼβ τοῦτο ποιήσω φανερόν. Ἐκεῖνος ἡνίκα τὰ χρή‐ ματα ἐκέκτητο, τὴν οἰκίαν ἠνέῳξε τοῖς πένησι, τὰ ὄντα πάντα ἐξεδίδου· ἀλλ’ οὐκ ἦν οὕτω λαμπρὸς, ἡνίκα τὴν οἰκίαν ἠνέῳξε τὴν ἑαυτοῦ τοῖς πένησιν, ὡς ὅτε αὐτὴν

49

.

29

(50)

ἀκούσας καταπεσοῦσαν, οὐκ ἀπεδυσπέτησεν· οὐκ ἦν οὕτω λαμπρὸς, ὅτε ἀπὸ τῆς κουρᾶς τῶν προβάτων τοὺς γυμνοὺς περιέβαλεν, ὡς ἦν λαμπρὸς καὶ εὐδόκι‐ μος, ὅτε ἀκούσας ὅτι πῦρ κατέπεσε, καὶ τὰ θρέμματα πάντα ἀνήλωσεν, εὐχαρίστησε. Τότε φιλάνθρωπος ἦν, νῦν
55ἐγένετο φιλόσοφος· τότε ἠλέει τοὺς πένητας, νῦν δὲ
εὐχαρίστει τῷ Δεσπότῃ, καὶ οὐκ εἶπε πρὸς ἑαυτόν· ΤίColumn end

49

.

30

ποτε τοῦτό ἐστι; τὰ ποίμνια ἀνήλωται, ἀφ’ ὧν ἐτρέ‐ φοντο μυρίοι πένητες· καὶ εἰ ἀνάξιος ἤμην ἐγὼ ἀπο‐ λαύειν εὐπορίας ταύτης, διὰ γοῦν τοὺς μετέχοντας ἔδει φείσασθαι. Ἀλλ’ οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν,
5ἀλλ’ ᾔδει τὸν Θεὸν πρὸς τὸ συμφέρον ἅπαντα οἰκονο‐ μοῦντα. Καὶ ἵνα μάθῃς, ὅτι μείζονα ὕστερον ἔδωκε τὴν πληγὴν τῷ διαβόλῳ, ὅτε ἀφαιρεθεὶς ηὐχαρίστησεν, ἢ ὅτε κεκτημένος ἠλέει, κατανόησον, ὅτι ὅτε ἐκέκτητο, κἂν ὑποψίαν τινὰ ἔσχεν εἰπεῖν ὁ διάβολος, εἰ καὶ ψευδῆ,
10ἀλλ’ ὅμως ἔσχεν εἰπεῖν, ὅτι Μὴ δωρεὰν Ἰὼβ σέβεταί σε; Ἐπειδὴ δὲ πάντα ἔλαβε, καὶ πάντων αὐτὸν ἐγύμνω‐ σεν. ὁ δὲ τὴν αὐτὴν εὔνοιαν πρὸς τὸν Θεὸν διετήρησε, τότε λοιπὸν ἐνεφράγη τὸ ἀναίσχυντον στόμα, καὶ οὐδὲν οὐκέτι ἔσχεν εἰπεῖν· λαμπρότερος γὰρ ἀπὸ τῶν προτέ‐
15ρων ὁ δίκαιος ἦν. Τοῦ γὰρ ἐν πλούτῳ ζῶντα ποιεῖν ἐλεημοσύνην, τὸ πάντα ἀφαρπαγέντα γενναίως ἐνεγ‐ κεῖν καὶ μετ’ εὐχαριστίας πολλῷ μεῖζόν ἐστιν, καθάπερ οὖν ἐπὶ τούτου δέδεικται τοῦ δικαίου· τότε πολλὴ ἡ φι‐ λοφροσύνη πρὸς τοὺς συνδούλους ἦν, νῦν μέγα τὸ φίλτρον
20πρὸς τὸν Δεσπότην ἐδείκνυτο. Τοῦτον δὲ οὐχ ἁπλῶς ἐκ‐ τείνω τὸν λόγον, ἀλλ’ ἐπειδὴ πολλοὶ πολλάκις ἐλεημο‐ σύνας ποιοῦντες, χήρας διατρέφοντες, τὴν οὐσίαν διηρ‐ πάσθησαν ἅπασαν, ἕτεροι γινομένου τινὸς ἐμπρησμοῦ πάντα ἀπώλεσαν, ἄλλοι ναυαγίοις περιέπεσον, ἄλλοι
25συκοφαντίαις καὶ τοιαύταις τισὶν ἐπηρείαις μετὰ πολλὰς ἐλεημοσύνας εἰς πενίαν κατηνέχθησαν ἐσχάτην, καὶ ἀῤ‐ ῥωστίαν καὶ νόσον, καὶ παρ’ οὐδενὸς οὐδεμιᾶς ἀπήλαυ‐ σαν βοηθείας. Ἵνα οὖν μὴ λέγωμεν, ὃ πολλοὶ πολλάκις λέγουσιν, Οὐδεὶς οὐδὲν οἶδεν, ἱκανὰ τὰ εἰρημένα ἅπαντα
30τὸν τοιοῦτον θόρυβον ἐκβαλεῖν. Ὁ δεῖνα τοσαύτας ποιῶν ἐλεημοσύνας, φησὶ, πάντα ἀπώλεσε. Καὶ τί τοῦτο ὅτι πάντα ἀπώλεσεν; Ἂν γὰρ ὑπὲρ τῆς ἀπωλείας εὐχαρι‐ στήσῃ ταύτης, πολλῷ μείζονα παρὰ Θεοῦ ἐπισπάσεται τὴν εὔνοιαν, καὶ οὐ διπλασίονα, καθάπερ ὁ Ἰὼβ, ἀλλ’
35ἑκατονταπλασίονα ἀπολήψεται κατὰ τὴν μέλλουσαν ζωήν. Εἰ δὲ ἐνταῦθα πάσχει κακῶς, αὐτὸ δὴ τοῦτο μείζονα αὐτῷ προξενεῖ τὸν ἐκεῖ θησαυρὸν τὸ φέρειν γενναίως ἅπαντα· ἐπὶ γὰρ πλείονα αὐτὸν καλῶν σκάμματα καὶ παλαίσματα μείζονα, ἀπὸ τῆς εὐπορίας εἰς πενίαν ἀφ‐
40ῆκεν ἐμπεσεῖν ὁ Θεός. Πῦρ ἐπελθὸν πολλάκις κατηνάλωσέ σου τὴν οἰκίαν, καὶ τὴν οὐσίαν ἐδαπάνησεν ἅπασαν; Ἀναμνήσθητι τῶν τῷ Ἰὼβ συμβεβηκότων, εὐχαρίστησον τῷ Δεσπότῃ τῷ δυναμένῳ κωλῦσαι, καὶ μὴ κωλύσαντι, καὶ τοσοῦτον λήψῃ μισθὸν, ὅσον εἰ πάντα ἐκεῖνα εἰς τὰς
45τῶν πενήτων ἀπέθου χεῖρας. Ἀλλ’ ἐν πενίᾳ διάγεις καὶ λιμῷ, καὶ μυρίοις κινδύνοις. Ἀναμνήσθητι τοῦ Λαζάρου τοῦ καὶ νόσῳ καὶ πενίᾳ καὶ ἐρημίᾳ καὶ μυρίοις τοιού‐ τοις ἑτέροις πυκτεύοντος, καὶ ταῦτα μετὰ ἀρετὴν τοσαύ‐ την· ἀναμνήσθητι τῶν ἀποστόλων, οἳ ἐν λιμῷ καὶ δίψει

49

.

30

(50)

καὶ γυμνότητι διῆγον, τῶν προφητῶν, τῶν πατριαρχῶν, τῶν δικαίων, καὶ πάντας αὐτοὺς εὑρήσεις ἐκείνους οὐ
τῶν πλουτούντων, οὐδὲ τῶν τρυφώντων, ἀλλὰ τῶν πενο‐29

49

.

31

μένων, τῶν θλιβομένων καὶ στενοχωρουμένων ὄντας. ιαʹ. Ταῦτα παρὰ σεαυτῷ λέγων, εὐχαρίστησον τῷ Δεσπό‐ τῃ, ὅτι σε τῆς μοίρας ταύτης ἐποίησεν, οὐχὶ μισῶν, ἀλλὰ καὶ σφόδρα φιλῶν, ἐπεὶ κἀκείνους οὐκ ἠφίει τοσαῦτα
5πάσχειν δεινὰ, εἰ μὴ ἂν καὶ σφόδρα ἐφίλει, ὅτι λαμπρο‐ τέρους αὐτοὺς διὰ τῶν κακῶν τούτων εἰργάζετο. Οὐδὲν εὐχαριστίας ἴσον ἀγαθὸν, ὥσπερ βλασφημίας χεῖρον οὐ‐ δέν· μὴ θαυμάσωμεν, ὅτι πνευματικοῖς ἐπιτιθέμενοι πράγμασι πολλὰ πάσχομεν δεινά. Ὥσπερ γὰρ οἱ λῃσταὶ
10οὐκ ἔνθα χόρτος καὶ ἄχυρα καὶ καλάμη, ἀλλ’ ἔνθα χρυ‐ σίον καὶ ἀργύριον, ἐκεῖ διορύττουσι, καὶ συνεχῶς ἀγρυ‐ πνοῦσιν· οὕτω καὶ ὁ διάβολος τούτοις μάλιστα ἐπιτί‐ θεται τοῖς πνευματικῶν ἁπτομένοις πραγμάτων. Ἐκεῖ πολλαὶ αἱ ἐπιβουλαὶ, ἔνθα ἀρετή· ἐκεῖ φθόνος ἔνθα
15ἐλεημοσύνη. Ἀλλ’ ἔστιν ἡμῖν ἓν ὅπλον μέγιστον ὃ πάσας ἱκανὸν τὰς τοιαύτας μηχανὰς ἀποκρούσασθαι, τὸ διὰ πάντων τούτων εὐχαριστεῖν τῷ Θεῷ. Ὁ Ἄβελ, εἰπέ μοι, οὐχὶ τῶν πρωτείων τῷ Θεῷ ἀπαρξάμενος, ὑπὸ ἀδελφικῆς ἔπεσε χειρός; ἀλλ’ ὅμως ὁ Θεὸς συνεχώρησεν, οὐχὶ μισῶν
20τὸν τιμήσαντα, ἀλλὰ καὶ σφόδρα φιλῶν, καὶ πρὸς τῷ τῆς καλλίστης ἐκείνης θυσίας στεφάνῳ καὶ ἕτερον αὐτῷ τὸν ἀπὸ τοῦ μαρτυρίου παρέχων στέφανον. Ὁ Μωϋσῆς ἠθέλησεν ἀδικουμένῳ βοηθῆσαί τινι καὶ περὶ τῶν ἐσχά‐ των ἐκινδύνευσε καὶ τῆς πατρίδος ἐξέπεσε· καὶ ὁ Θεὸς
25συνεχώρησεν, ἵνα μάθῃς τῶν ἁγίων τὴν ὑπομονήν. Εἰ γὰρ προειδότες ὡς οὐδὲν πεισόμεθα δεινὸν, οὕτως ἡπτό‐ μεθα τῶν πνευματικῶν πραγμάτων, οὐδὲν μέγα ἂν ἐδό‐ ξαμεν ποιεῖν, ἐνέχυρον τῆς ἀσφαλείας ἔχοντες τοιοῦτον· νυνὶ δὲ ἐντεῦθεν μάλιστα ἂν εἶεν θαυμαστοὶ οἱ τὰ
30τοιαῦτα πράττοντες, ὅτι καὶ κινδύνους καὶ ζημίας καὶ θανάτους καὶ μυρία κακὰ προορώμενοι, ὅμως τῶν τοιού‐ των οὐκ ἀφίσταντο κατορθωμάτων, οὐδὲ ὀκνηρότεροι ἐγίνοντο ταῖς τῶν φόβων προσδοκίαις. Καθάπερ οὖν οἱ τρεῖς παῖδες ἔλεγον· Ἔστι Θεὸς ἐν οὐρανῷ δυνατὸς
35ἐξελέσθαι ἡμᾶς· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν· καὶ σὺ τοίνυν, ὅταν μέλλῃς τί ποτε ἐργάζεσθαι τῶν κατὰ Θεὸν, πολλοὺς προόρα κινδύνους, πολλὰς ζημίας, πολ‐
40λοὺς θανάτους· καὶ μὴ ξενίζου, μηδὲ θορυβοῦ συμβαινόν‐ των τούτων. Τέκνον γὰρ, φησὶν, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Οὐδεὶς τοίνυν πυκτεύειν αἱρούμενος χωρὶς τραυμάτων προσδοκᾷ στέφανον ἀναδήσασθαι. Καὶ σὺ τοίνυν, ἀγα‐
45πητὲ, πρὸς τὸν διάβολον παγκρατιάζειν καταδεξάμενος, μὴ τὸν ἀκίνδυνον καὶ τρυφῆς γέμοντα δίωκε βίον· οὐ γὰρ ἐνταῦθά σοι τὰς ἀμοιβὰς καὶ τὰς ὑποσχέσεις, ἀλλ’ εἰς τὸν μέλλοντα αἰῶνα ἅπαντα ὑπέσχετο ὁ Θεὸς τὰ λαμπρά. Ὅταν οὖν ἢ αὐτός τι ποιήσας ἀγαθὸν, τὰ ἐναν‐

49

.

31

(50)

τία ἀπολάβῃς, ἢ ἕτερον τοῦτο πάσχοντα ἴδῃς, εὐφραίνου καὶ χαῖρε· μείζονος γὰρ ἀμοιβῆς ὑπόθεσις τὸ πρᾶγμά σοι γίνεται· οὐ μὴ καταπέσῃς, μηδὲ καταλύσῃς τὴν προθυμίαν, μηδὲ ὀκνηρότερος γένῃ, ἀλλὰ μᾶλλον ἐπιτί‐ θεσο μετὰ πλείονος τῆς προθυμίας. Ἐπεὶ καὶ οἱ ἀπόστο‐
55λοι ἡνίκα ἐκήρυττον, μαστιζόμενοι, λιθαζόμενοι, δεσμω‐ τήρια συνεχῶς οἰκοῦντες, οὐ μόνον μετὰ τὴν τῶν κιν‐ δύνων ἀπαλλαγὴν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις
μετὰ μείζονος τῆς προθυμίας τὸ τῆς ἀληθείας κατήγ‐Column end

49

.

32

γελλον κήρυγμα. Καὶ ἔστιν ἰδεῖν Παῦλον ἐν αὐτῷ τῷ δεσμωτηρίῳ, ἐν αὐταῖς ταῖς ἁλύσεσι κατηχοῦντα, μυστ‐ αγωγοῦντα, καὶ ἐν δικαστηρίῳ πάλιν τὸ αὐτὸ τοῦτο ποιοῦντα, καὶ ἐν ναυαγίῳ, καὶ ἐν χειμῶνι, καὶ ἐν μυ‐
5ρίοις κινδύνοις. Καὶ σὺ τούτους ζήλωσιν τοὺς ἁγίους, καὶ τῶν ἀγαθῶν ἔργων, ἕως ἂν δύναιο, μὴ ἐκπέσῃς· κἂν μυ‐ ριάκις ἴδῃς διακόπτοντά σε τὸν διάβολον, μηδέποτε ἀπο‐ στῇς. Σὺ μὲν γὰρ χρήματα διακομίζων, ἴσως ναυαγίῳ περιέπεσες· ὁ δὲ Παῦλος, ὃ πάντων χρημάτων τιμιώ‐
10τερον ἦν, τὸν λόγον βαστάζων εἰς τὴν Ῥώμην ἀπῄει, καὶ ναυαγίῳ περιέπεσε, καὶ μυρία ὑπέστη δεινά. Καὶ τοῦτο αὐτὸς ἐδήλωσεν εἰπὼν, ὅτι Πολλάκις ἠθελήσαμεν ἐλ‐ θεῖν πρὸς ὑμᾶς. καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. Καὶ ὁ Θεὸς συνεχώρησεν, ἐκ περιουσίας τὴν ἑαυτοῦ δύναμιν
15δηλῶν, καὶ δεικνὺς ὅτι καὶ μυρία ποιοῦντος τοῦ διαβόλου καὶ κωλύοντος, οὐδὲν ταύτῃ τὰ τοῦ κηρύγματος ἠλατ‐ τοῦτο καὶ διεκόπτετο. Διὰ τοῦτο ἐν ἅπασιν ὁ Παῦλος ηὐχαρίστει τῷ Θεῷ, εἰδὼς ὅτι εὐδοκιμώτερον αὐτὸν διὰ τούτων εἰργάζετο, καὶ τῆς προθυμίας αὐτοῦ τὸ σφοδρὸν
20ἐν ἅπασιν ἐδείκνυεν, οὐδενὶ τούτων τῶν κωλυμάτων ἐγ‐ κοπτόμενος. Ὁσάκις οὖν ἂν ἀποτύχωμεν, τοσαυτάκις ἁπτώμεθα τῶν πνευματικῶν ἔργων, καὶ μὴ λέγωμεν, τίνος ἕνεκεν συνεχώρησεν ὁ Θεὸς τὰ κωλύματα; διὰ τοῦτο γὰρ συνεχώρησεν, ἵνα σου τὴν προθυμίαν τοῖς
25πολλοῖς δείξῃ μᾶλλον καὶ τὸ πολὺ φίλτρον· φιλοῦντος γὰρ μάλιστα τοῦτό ἐστι, τὸ μηδέποτε ἀφίστασθαι τῶν τῷ φιλουμένῳ δοκούντων. Ὁ μὲν γὰρ χαῦνος καὶ ῥᾴθυ‐ μος ἐκ πρώτης εὐθέως ἀναπεσεῖται τῆς προσβολῆς· ὁ δὲ σφοδρὸς καὶ διεγηγερμένος, κἂν μυριάκις ἐγκόπτηται.
30τοσούτῳ μειζόνως ἐπιθήσεται τοῖς κατὰ Θεὸν πράγμασι, τὰ παρ’ ἑαυτοῦ πάντα πληρῶν, καὶ ἐν ἅπασιν εὐχα‐ ριστῶν. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν. Μέγας θησαυρὸς ἡ εὐχαριστία, μέγας πλοῦτος, ἀνάλωτον ἀγαθὸν, ὅπλον ἰσχυρόν· ὥσπερ οὖν ἡ βλασφημία τὴν οὖσαν ἐπιτείνει
35ζημίαν, καὶ ὧν ἀπωλέσαμεν πλείονα προσαπολέσαι ποιεῖ. Ἀπώλεσας χρήματα; ἂν μὲν εὐχαριστήσῃς, ἐκέρδανας τὴν ψυχὴν καὶ μείζονα ἐκτήσω τὸν πλοῦτον, τοῦ Θεοῦ πλείω τὴν εὔνοιαν ἐπισπασάμενος· ἂν βλασφημήσῃς, προσαπώλεσας καὶ τὴν σωτηρίαν τὴν σαυτοῦ, καὶ οὐδὲ
40ἐκεῖνα ἀνεκτήσω, καὶ ἣν εἶχες ψυχὴν, καὶ ταύτην κατ‐ έθυσας. ιβʹ. Ἀλλ’ ἐπειδὴ περὶ βλασφημίας ἡμῖν ὁ λόγος ἐγένετο νῦν, μίαν ὑμᾶς ἅπαντας αἰτῆσαι βούλομαι χάριν ἀντὶ τῆς δημηγορίας ταύτης, καὶ τῆς διαλέξεως, ἵνα μοι τοὺς
45ἐν τῇ πόλει βλασφημοῦντας σωφρονίσητε. Κἂν ἀκούσῃς τινὸς ἐν ἀμφόδῳ, ἢ ἐν ἀγορᾷ μέσῃ βλασφημοῦντος τὸν Θεὸν, πρόσελθε, ἐπιτίμησον, κἂν πληγὰς ἐπιθεῖναι δέῃ, μὴ παραιτήσῃ· ῥάπισον αὐτοῦ τὴν ὄψιν, σύντριψον τὸ στόμα, ἁγίασόν σου τὴν χεῖρα διὰ τῆς πληγῆς, κἂν ἐγ‐

49

.

32

(50)

καλῶσί τινες, κἂν εἰς δικαστήριον ἕλκωσιν, ἀκολούθη‐ σον· κἂν ἐπὶ τοῦ βήματος εὐθύνας ὁ δικαστὴς ἀπαιτήσῃ, εἰπὲ μετὰ παῤῥησίας, ὅτι τὸν βασιλέα τῶν ἀγγέλων ἐβλασ‐ φήμησεν. Εἰ γὰρ τὸν ἐπὶ γῆς βασιλέα τοὺς βλασφημοῦν‐ τας κολάζεσθαι χρὴ, πολλῷ μᾶλλον τοὺς ἐκεῖνον ὑβρίζον‐
55τας. Κοινόν ἐστι τὸ ἔγκλημα, δημόσιον τὸ ἀδίκημα, ἔξ‐ εστιν ἑκάστῳ τῶν βουλομένων κατηγορεῖν· μανθανέτω‐ σαν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, ὅτι σωτῆρές εἰσι τῆς πόλεως οἱ Χριστιανοὶ, καὶ κηδεμόνες καὶ προστάται καὶ
διδάσκαλοι, καὶ μανθανέτωσαν αὐτὸ τοῦτο οἱ ἀκόλαστοι31

49

.

33

καὶ διεστραμμένοι, ὅτι καὶ τοὺς τοῦ Θεοῦ δούλους φο‐ βεῖσθαι αὐτοὺς χρὴ, ἵνα κἂν ἕλωνταί ποτε φθέγξασθαί τι τοιοῦτον, ἀλλήλους πανταχοῦ περιβλέπωνται, καὶ τὰς σκιὰς τρέμωσιν, ἀγωνιῶντες μήπου ὁ Χριστιανὸς ἀκού‐
5σας ἐπιπηδήσῃ, καὶ κολάσῃ σφοδρότερον. Οὐκ ἤκουσας τί Ἰωάννης ἐποίησε; Τύραννον εἶδεν ἄνθρωπον γάμων ἀνατρέποντα νόμους, καὶ μετὰ παῤῥησίας ἐν μέσῳ τῆς ἀγορᾶς φησιν· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Ἐγὼ δέ σε οὐκ ἐπὶ τύραν‐
10νον ἤγαγον, οὐδὲ δικαστὴν, οὐδὲ ὑπὲρ γάμων παρανο‐ μουμένων, οὐδὲ ὑπὲρ συνδούλων ὑβριζομένων, ἀλλ’ ὑπὲρ τῆς εἰς τὸν Δεσπότην παροινίας, τὸν ὁμότιμον ἀξιῶ σω‐ φρονίζειν. Ἆρά γε εἰ ἔλεγόν σοι, ὅτι τοὺς βασιλεῖς ἢ τοὺς δικαστὰς παρανομοῦντας κόλαζε καὶ διόρθου, οὐκ ἄν
15με μαίνεσθαι ἔφης; Καίτοι γε Ἰωάννης τοῦτο ἐποίησεν· οὕτως οὐδὲ τοῦτο μεῖζον ἡμῶν. Νῦν δὲ κἂν τὸν ὁμόδουλον, κἂν τὸν ὁμότιμον διόρθωσον, κἂν ἀποθανεῖν δέῃ, σωφρονί‐ ζειν τὸν ἀδελφὸν μὴ ἀποκνήσῃς, μαρτύριόν σοι τοῦτό ἐστιν· ἐπεὶ καὶ Ἰωάννης μάρτυς ἦν. Καίτοι γε οὐ θῦσαι ἐκελεύ‐
20σθη, οὐδὲ προσκυνῆσαι εἴδωλον, ἀλλ’ ὑπὲρ τῶν ἱερῶν νόμων ὑβριζομένων τὴν κεφαλὴν ἀπέθετο· καὶ σὺ τοίνυν ἀγώ‐ νισαι μέχρι θανάτου ὑπὲρ τῆς ἀληθείας, καὶ Κύριος πολεμήσει ὑπὲρ σοῦ. Καὶ μή μοι λέγε τὸ ψυχρὸν τοῦτο ῥῆμα, Τί δέ μοι μέλει; οὐδὲν κοινὸν ἔχω πρὸς αὐτόν.
25Πρὸς τὸν διάβολον οὐδὲν ἔχομεν κοινὸν μόνον, πρὸς δὲ τοὺς ἀνθρώπους ἅπαντας πολλὰ ἔχομεν κοινά. Τῆς γὰρ φύσεως ἡμῖν τῆς αὐτῆς μετέχουσι, τὴν αὐτὴν γῆν οἰ‐ κοῦσι, καὶ ταῖς αὐταῖς τρέφονται τροφαῖς, τὸν αὐτὸν ἔχουσι Δεσπότην, τοὺς αὐτοὺς ἐδέξαντο νόμους, ἐπὶ τὰ
30αὐτὰ ἡμῖν παρακαλοῦνται ἀγαθά. Μὴ τοίνυν λέγωμεν ὡς οὐδὲν ἡμῖν κοινὸν πρὸς αὐτούς· σατανικὴ γὰρ αὕτη
ἡ φωνὴ, διαβολικὴ ἡ ἀπανθρωπία· μὴ τοίνυν ταῦταColumn end

49

.

34

λέγωμεν, ἀλλὰ τὴν πρέπουσαν ἀδελφοῖς κηδεμονίαν ἐπιδειξώμεθα. Ἐγὼ δὲ τοῦτο μετὰ πάσης ὑπισχνοῦμαι ἀκριβείας, καὶ ἐγγυῶμαι πᾶσιν ὑμῖν, ὅτι εἰ ὑμεῖς βου‐ ληθείητε πάντες οἱ παρόντες ἐνταῦθα διανείμασθαι τὴν
5σωτηρίαν τῶν τὴν πόλιν οἰκούντων, ταχέως ἡμῖν ἅπασα διορθοῦται. Καίτοι γε τὸ ἐλάχιστον μέρος τῆς πόλεως ἐνταῦθά ἐστιν, ἐλάχιστον κατὰ τὸ πλῆθος, τὸ δὲ κεφά‐ λαιον κατὰ τὴν εὐσέβειαν. Διανειμώμεθα τοίνυν τὴν τῶν ἀδελφῶν ἡμῶν σωτηρίαν· ἀρκεῖ εἷς ἄνθρωπος ζήλῳ
10πεπυρωμένος ὁλόκληρον διορθώσασθαι δῆμον. Ὅταν δὲ μὴ εἷς, μηδὲ δύο καὶ τρεῖς, ἀλλὰ τοσοῦτον ᾖ τὸ πλῆθος τὸ δυνάμενον τῆς τῶν ἠμελημένων ἐπιμελείας ἅψασθαι, οὐδαμόθεν ἑτέρωθεν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν, καὶ οὐ παρὰ τὴν ἀσθένειαν οἱ πλείους ἀπόλλυνται καὶ
15καταπίπτουσι. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν μάχην ἴδοι‐ μεν ἐπὶ τῆς ἀγορᾶς, προσιέναι, καὶ καταλλάττειν τοὺς μαχομένους· τί δὲ λέγω μάχην; εἰ καταπεσόντα ἴδωμεν ὄνον, πάντες χεῖρα ὀρέγειν καὶ συνδιανιστᾷν σπεύδομεν· τῶν δὲ ἀδελφῶν ἀπολλυμένων ἀμελεῖν; Ὄνος ἐστὶν ὁ βλάσ‐
20φημος, καὶ θυμοῦ φορτίον οὐκ ἐνεγκὼν, κατέπεσε· πρόσ‐ ελθε, καὶ διανάστησον καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμά‐ των, καὶ δι’ ἐπιεικείας καὶ σφοδρότητος ποικίλον ἔστω τὸ φάρμακον. Ἂν οὕτω τὰ καθ’ ἑαυτοὺς οἰκονομῶμεν, καὶ τῆς τῶν πλησίον ἀντιλαμβανώμεθα σωτηρίας, ταχέως κἀ‐
25κείνοις αὐτοῖς τοῖς τῆς διορθώσεως ἀπολαύουσι ποθεινοὶ ἐσόμεθα καὶ ἐπέραστοι· καὶ ὃ πάντων ἐστὶ μεῖζον, τῶν ἀποκειμένων ἀπολαύσομεν ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ
30ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

49

.

33

(33t)

ΟΜΙΛΙΑ ΔΕΥΤΕΡΑ,
34tΛεχθεῖσα ἐν Ἀντιοχείᾳ ἐν τῇ παλαιᾷ λεγομένῃ ἐκκλησίᾳ, ὄντος αὐτοῦ πρεσβυτέρου, περὶ τῆς συμβάσης
35tσυμφορᾶς ἐν τῇ πόλει, ἐπὶ τῇ ἀταξίᾳ τῆς καταστροφῆς τῶν ἀνδριάντων τοῦ Θεοδοσίου τοῦ εὐσεβοῦς
36tβασιλέως τοῦ μεγάλου· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Τοῖς πλουσίοις παράγγελλε ἐν τῷ νῦν αἰῶνι
37tμὴ ὑψηλοφρονεῖν· καὶ κατὰ πλεονεξίας.
38 αʹ. Τί εἴπω καὶ τί λαλήσω; δακρύων ὁ παρὼν καιρὸς, οὐχὶ ῥημάτων· θρήνων, οὐχὶ λόγων· εὐχῆς, οὐ δημηγο‐
40ρίας· τοιοῦτον τῶν τετολμημένων τὸ μέγεθος, οὕτως ἀνίατον τὸ ἕλκος, οὕτω μέγα τὸ τραῦμα, καὶ πάσης ἰα‐ τρείας μεῖζον, καὶ τῆς ἄνωθεν δεόμενον βοηθείας. Οὕτω μὲν ὁ Ἰὼβ ἅπαντα ἀποβαλὼν, ἐπὶ τῆς κοπρίας ἐκάθητο, καὶ ἀκούσαντες οἱ φίλοι παρεγένοντο, καὶ ἰδόντες αὐ‐
45τὸν πόῤῥωθεν, τὰ ἱμάτια διέῤῥηξαν, καὶ σποδὸν κατεπά‐ σαντο, καὶ μέγα ἀνῴμωξαν. Νῦν τοῦτο τὰς πόλεις ἁπάσας τὰς κύκλῳ ποιῆσαι ἐχρῆν, καὶ πρὸς τὴν πόλιν τὴν ἡμετέραν ἐλθεῖν, καὶ θρηνῆσαι τὰ γεγενημένα μετὰ συμπαθείας ἁπάσης. Ἐκεῖνος ἐπὶ τῆς κοπρίας ἐκάθητο

49

.

33

(50)

τότε, αὕτη ἐν μεγάλῃ παγίδι κάθηται νῦν. Καθάπερ γὰρ τότε ὁ διάβολος εἰς τὰ ποίμνια καὶ τὰ βουκόλια, καὶ πᾶ‐ σαν ὠρχήσατο τοῦ δικαίου τὴν οὐσίαν· οὕτω νῦν εἰς τὴν πόλιν ἅπασαν ἐβάκχευσεν. Ἀλλ’ ὁ Θεὸς καὶ τότε καὶ νῦν συνεχώρησε· τότε μὲν, ἵνα τὸν δίκαιον λαμπρότερον
55ποιήσῃ τῷ μεγέθει τῶν πειρασμῶν, νῦν δὲ, ἵνα ἡμᾶς
σωφρονεστέρους ἐργάσηται τῇ τῆς θλίψεως ταύτηςColumn end

49

.

34

(38)

ὑπερβολῇ. Δότε μοι θρηνῆσαι τὰ παρόντα. Ἐσιγήσαμεν ἡμέρας ἑπτὰ, καθάπερ οἱ φίλοι τοῦ Ἰώβ· δότε μοι
40στόμα διᾶραι σήμερον, καὶ τὴν κοινὴν ταύτην ὀδύρασθαι συμφοράν. Τίς ἡμῖν ἐβάσκηνεν, ἀγαπητοί; τίς ἡμῖν ἐφθόνησε; πόθεν ἡ τοσαύτη γέγονε μεταβολή; Οὐδὲν τῆς πόλεως τῆς ἡμετέρας σεμνότερον ἦν· οὐδὲν γέγονε ἐλεεινότερον νῦν. Δῆμος εὔτακτος οὕτω καὶ ἥμερος, καὶ
45καθάπερ ἵππος χειροήθης καὶ τιθασσὸς, ἀεὶ ταῖς τῶν ἀρ‐ χόντων εἴκων χερσὶν, ἐξαίφνης τοσοῦτον ἡμῖν ἀπεσκίρ‐ τησε νῦν, ὡς τοσαῦτα ἐργάσασθαι κακὰ, ἃ μηδὲ εἰπεῖν θέμις. Ὀδύρομαι καὶ θρηνῶ νῦν, οὐ διὰ τὸ μέγεθος τῆς προσδοκωμένης ἀπειλῆς, ἀλλὰ διὰ τὴν ὑπερβολὴν τῆς

49

.

34

(50)

γεγενημένης μανίας. Εἰ γὰρ μὴ παροξυνθείη βασιλεὺς, μηδὲ ὀργισθείη, μηδὲ κολάσειε καὶ τιμωρήσαιτο πῶς οἴσομεν, εἰπέ μοι, τὴν αἰσχύνην τὴν ἀπὸ τῶν γεγενη‐ μένων; Διακόπτεταί μοι τῆς διδασκαλίας ὁ λόγος τῷ θρήνῳ· μόλις ἰσχύω διᾶραι στόμα, καὶ ἀνοῖξαι χείλη,
55καὶ κινῆσαι γλῶτταν, καὶ ῥήματα προέσθαι· οὕτω καθ‐ άπερ χαλινὸς ὁ τῆς ἀθυμίας ὄγκος ἀποστρέφει μου τὴν γλῶτταν, καὶ τῶν ῥημάτων ἐπιλαμβάνεται. Οὐδὲν τῆς
πόλεως τῆς ἡμετέρας πρότερον μακαριώτερον ἦν, οὐδὲν33

49

.

35

ἀτερπέστερον γέγονε νῦν. Καθάπερ μέλιτται κηρίον βομ‐ βοῦσαι, οὕτω τὴν ἀγορὰν περιίπταντο καθ’ ἑκάστην ἡμέ‐ ραν οἱ τὴν πόλιν οἰκοῦντες, καὶ πάντες ἡμᾶς ἐπὶ τῷ πλήθει τούτῳ πρότερον ἐμακάριζον.
5 Ἀλλ’ ἰδοὺ νῦν τὸ κηρίον τοῦτο γέγονεν ἔρημον· καθ‐ άπερ γὰρ τὰς μελίττας ἐκείνας καπνὸς, οὕτω τὰς με‐ λίττας ταύτας φόβος ἀπήλασε· μᾶλλον δὲ καὶ ὃ περὶ τῆς Ἱερουσαλὴμ θρηνῶν ὁ προφήτης ἔλεγε, τοῦτο καὶ ἡμεῖς εἰς καιρὸν ἐροῦμεν νῦν· Ἐγενήθη ἡμῖν ἡ πόλις, ὡς
10τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παρά‐ δεισος ὕδωρ μὴ ἔχων. Καθάπερ γὰρ παράδεισος τῆς ἀρδείας ἐπιλιπούσης, ἔρημα τῶν φύλλων καὶ γυμνὰ τῶν καρπῶν τὰ δένδρα δείκνυσιν, οὕτω δὴ καὶ ἡ πόλις ἡμῶν γέγονε νῦν· τῆς γὰρ ἄνωθεν βοηθείας ἐγκαταλιπούσης
15αὐτὴν, ἕστηκεν ἔρημος, γυμνὴ τῶν οἰκητόρων γενομένη σχεδὸν ἁπάντων. Οὐδὲν πατρίδος γλυκύτερον, ἀλλ’ οὐδὲν πικρότερον νῦν γέγονε· πάντες τὴν ἐνεγκοῦσαν ὥσπερ παγίδα φεύγουσιν, ὥσπερ βάραθρον ἐγκαταλιμπάνου‐ σιν, ὥσπερ πυρᾶς ἀποπηδῶσι· καὶ καθάπερ οἰκίας
20ἁπτομένης οὐχ οἱ τὴν οἰκίαν οἰκοῦντες μόνον, ἀλλὰ καὶ πάντες οἱ πλησίον μετὰ πολλῆς ἀποπηδῶσι τῆς σπου‐ δῆς, γυμνὸν τὸ σῶμα διασῶσαι σπουδάζοντες· οὕτω δὴ καὶ νῦν τῆς βασιλικῆς ὀργῆς καθάπερ πυρᾶς τινος ἄνω‐ θεν ἥξειν προσδοκωμένης, πρὶν ἐπ’ αὐτοὺς ὁδῷ βαδίζον
25ἔλθῃ τὸ πῦρ, ἕκαστος ἐπείγεται προεξελθεῖν, καὶ γυ‐ μνὸν διασῶσαι τὸ σῶμα· καὶ γέγονεν ἡμῶν αἴνιγμα νῦν ἡ συμφορά. Χωρὶς πολεμίων φυγὴ, χωρὶς μάχης μετ‐ ανάστασις, χωρὶς ἁλώσεως αἰχμαλωσία· οὐκ εἴδομεν βαρβαρικὸν πῦρ, οὐδὲ πολεμίων ὄψιν ἐθεασάμεθα, καὶ
30τὰ τῶν ἑαλωκότων πάσχομεν. Πάντες νῦν τὰς ἡμετέρας μανθάνουσι συμφοράς· τοὺς γὰρ ἡμετέρους ὑποδεχόμενοι φυγάδας παρ’ ἐκείνων τὴν τῆς πόλεως μανθάνουσι πληγήν. βʹ. Ἀλλ’ οὐκ αἰσχύνομαι ἐπὶ τούτῳ, οὐδὲ ἐρυθριῶ. Μαν‐ θανέτωσαν ἅπαντες τὰ τῆς πόλεως πάθη, ἵνα συναλγή‐
35σαντες τῇ μητέρι, κοινὴν ἀπὸ τῆς γῆς ἁπάσης ἀνενέγκωσι τῷ Θεῷ φωνὴν, καὶ ὁμοθυμαδὸν τὴν κοινὴν ἁπάντων μητέρα καὶ τροφὸν παρὰ τοῦ τῶν οὐρανῶν ἐξαιτήσων‐ ται βασιλέως. Ἐσείσθη πρῴην ἡμῖν ἡ πόλις, ἀλλὰ νῦν αὐταὶ σαλεύονται τῶν οἰκητόρων αἱ ψυχαί· τότε
40ἐσείετο τὰ θεμέλια τῶν οἰκημάτων, νῦν δὲ αὐτὰ δονεῖ‐ ται τὰ θεμέλια τῆς ἑκάστου καρδίας, καὶ καθ’ ἑκάστην ἡμέραν πρὸ τῶν ὀφθαλμῶν τὸν θάνατον πάντες βλέπο‐ μεν, καὶ φόβῳ συζῶμεν διηνεκεῖ, καὶ τὴν τοῦ Κάϊν ὑπο‐ μένομεν τιμωρίαν ἐλεεινότερον τῶν ποτὲ τὸ δεσμωτή‐
45ριον οἰκούντων διακείμενοι, καὶ πολιορκίαν πολιορκού‐ μενοι ξένην τινὰ καὶ καινὴν, καὶ τῆς νενομισμένης δει‐ νοτέραν. Οἱ μὲν γὰρ ὑπὸ τῶν πολεμίων τοῦτο πάσχον‐ τες, ἔσω τειχῶν ἀποκλείονται μόνον, ἡμῖν δὲ καὶ ἡ ἀγορὰ ἄβατος γέγονε, καὶ τοῖς τοίχοις ἕκαστος τῆς οἰκίας ἐν‐

49

.

35

(50)

αποκέκλεισται τῆς ἑαυτοῦ. Καὶ καθάπερ τοὺς πολιορκου‐ μένους οὐκ ἀσφαλὲς ὑπερβῆναι τὸ τεῖχος, τῶν πολεμίων ἔξω περικαθημένων· οὕτως οὐδὲ πολλοῖς τῶν τὴν πόλιν οἰκούντων ἀσφαλὲς ἐξελθεῖν, οὐδὲ ἐν τῷ μέσῳ φανῆναι, διὰ τοὺς πάντοθεν θηρεύοντας ἀναιτίους καὶ αἰτίους, καὶ
55ἐκ μέσης ἁρπάζοντας τῆς ἀγορᾶς, καὶ πρὸς τὸ δικαστή‐ ριον ἁπλῶς καὶ ὡς ἔτυχεν ἕλκοντας. Διὰ τοῦτο ἐλεύθεροι μετὰ τῶν οἰκετῶν τῶν ἑαυτῶν ἔνδον συμπεποδισμένοι κάθηνται, τίς συνελήφθη, τίς ἀπήχθη, τίς ἐκολάσθη σή‐
μερον; πῶς καὶ τίνι τρόπῳ; μεριμνῶντες καὶ περιεργα‐Column end

49

.

36

ζόμενοι παρ’ ὧν τὰ τοιαῦτα δυνατὸν μανθάνειν ἀσφαλῶς, καὶ θανάτου παντὸς ἐλεεινότερον ζῶσι βίον, τάς τε ἀλ‐ λοτρίας ὀδύρεσθαι συμφορὰς ἀναγκαζόμενοι καθ’ ἡμέ‐ ραν, καὶ ὑπὲρ τῆς ἑαυτῶν τρέμοντες σωτηρίας, καὶ νεκρῶν
5οὐδὲν ἄμεινον διακείμενοι τῷ πάλαι τεθνάναι τῷ δέει. Εἰ δέ τις καὶ τοῦ φόβου τούτου καὶ τῆς ἀγωνίας ἐκτὸς ὢν ἐθελήσειεν εἰς ἀγορὰν ἐμβαλεῖν, ὑπὸ τῆς ὄψεως τῆς ἀτερποῦς εὐθέως εἰς τὴν οἰκίαν εἰσελαύνεται τὴν ἑαυ‐ τοῦ, ἕνα που καὶ δύο μόλις ὁρῶν συγκεκυφότας, καὶ
10μετὰ πολλῆς βαδίζοντας τῆς κατηφείας, ἔνθα πρὸ ὀλίγων ἡμερῶν ποταμῶν ῥεύματα τὸ πλῆθος ἀπέκρυπτεν, ἀλλὰ νῦν ἀπηλάθησαν ἡμῖν πάντες ἐκεῖνοι. Καὶ καθάπερ δρυ‐ μοῦ συμφύτου πολλῶν πανταχόθεν ἐκκοπέντων δένδρων, ἀτερπὴς ἡ ὄψις γίνεται, ἢ καθάπερ κεφαλῆς φαλακρώ‐
15ματα ἐχούσης πολλὰ, οὕτω δὴ καὶ τὸ τῆς πόλεως ἔδαφος, τῶν ἀνθρώπων ἐλαττωθέντων, καὶ ὀλίγων σποράδην φαι‐ νομένων, ἀτερπὲς γέγονε νῦν, καὶ πολλὴν τῶν ὁρώντων καταχέει τῆς ἀθυμίας τὴν ἀχλύν. Οὐ τὸ ἔδαφος δὲ μόνον, ἀλλὰ καὶ αὐτὴ τοῦ ἀέρος ἡ φύσις, καὶ αὐτὸς τῶν ἡλια‐
20κῶν ἀκτίνων ὁ κύκλος στυγνάζειν μοι δοκεῖ νῦν, καὶ ἀμαυρότερος φαίνεσθαι, οὐ τῶν στοιχείων τὴν φύσιν με‐ ταβαλλόντων, ἀλλὰ τῶν ἡμετέρων ὀφθαλμῶν τῷ τεθο‐ λῶσθαι τῆς ἀθυμίας τῷ νέφει, μὴ δυναμένων καθαρῶς μηδὲ μετὰ τῆς αὐτῆς διαθέσεως τὸ παρὰ τῶν ἀκτίνων
25δέχεσθαι φῶς. Τοῦτό ἐστιν ὃ πάλαι ὁ προφήτης ἐθρήνει λέγων· Δύσεται αὐτοῖς ὁ ἥλιος μεσημβρίας, καὶ συ‐ σκοτάσει ἡ ἡμέρα. Τοῦτο δὲ ἔλεγεν, οὐχ ὡς τοῦ ἄστρου κρυπτομένου, οὐδὲ ὡς τῆς ἡμέρας ἀφανιζομένης, ἀλλ’ ὡς τῶν ἀθυμούντων οὐδὲ ἐν μεσημβρίᾳ δυναμένων ὁρᾷν
30τὸ φῶς διὰ τὸν ἀπὸ τῆς ὀδύνης ζόφον· ὃ δὴ καὶ νῦν γέγονε· καὶ ὅπουπερ ἂν ἴδῃ τις, κἂν εἰς τὸ ἔδαφος, κἂν εἰς τοὺς τοίχους, κἂν εἰς τοὺς κίονας τῆς πόλεως, κἂν εἰς τοὺς πλησίον, νύκτα ὁρᾷν δοκεῖ καὶ ζόφον βαθύν· οὕτω πάντα πολλῆς γέμει τῆς κατηφείας. Σιγὴ πανταχοῦ φρί‐
35κης γέμουσα καὶ ἐρημία, καὶ ὁ ποθεινὸς ἐκεῖνος τοῦ πλήθους ἔσβεσται θόρυβος, καὶ καθάπερ ἁπάντων εἰς τὴν γῆν καταδυόντων, οὕτως ἀφωνία τὴν πόλιν κατέχει νῦν, καὶ τοῖς λίθοις ἐοίκασιν ἅπαντες, καὶ ὥσπερ τινὶ γλωττοπέδῃ τῇ συμφορᾷ κατεχόμενοι βαρυτάτην κατ‐
40έχουσιν ἡσυχίαν, καὶ τοσαύτην, ὅσηπερ ἂν εἰ πολεμίων ἐπελθόντων καὶ πάντας ὁμοῦ πυρὶ καὶ σιδήρῳ δαπανη‐ σάντων ἐγένετο. Εὔκαιρον νῦν εἰπεῖν· Ἀποστείλατε πρὸς τὰς θρηνούσας, καὶ ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς, καὶ φθεγξάσθωσαν. Ῥεέτωσαν οἱ ὀφθαλμοὶ
45ὑμῶν ὕδωρ, καὶ τὰ βλέφαρα ὑμῶν καταγέτω δάκρυα· οἱ βουνοὶ, λάβετε κοπετὸν, καὶ τὰ ὄρη, θρῆνον. Καλέσωμεν τὴν κτίσιν ἅπασαν εἰς συμπάθειαν τῶν ἡμετέρων κα‐ κῶν. Πόλις οὕτω μεγάλη καὶ τῶν ὑπὸ τὴν ἕω κειμένων ἡ κεφαλὴ, ἐκ μέσης ἀναρπασθῆναι κινδυνεύει τῆς οἰκου‐

49

.

36

(50)

μένης· νῦν ἡ πολύπαις ἄπαις ἐξαίφνης γεγένηται, καὶ ὁ βοηθήσων οὐδείς. Οὐ γάρ ἐστιν ὁ ὑβρισθεὶς ὁμότιμόν τινα ἔχων ἐπὶ τῆς γῆς· βασιλεὺς γάρ ἐστι κορυφὴ καὶ κεφαλὴ τῶν ἐπὶ τῆς γῆς ἀνθρώπων ἁπάντων. Διὰ τοῦτο δὴ πρὸς τὸν ἄνω καταφεύγωμεν βασιλέα· ἐκεῖνον καλέ‐
55σωμεν εἰς βοήθειαν· εἰ μὴ τῆς ἄνωθεν ἀπολαύσοιμεν εὐνοίας, οὐδεμία λείπεται τοῖς γεγενημένοις παραμυθία. γʹ. Ἐβουλόμην ἐνταῦθα καταλῦσαι τὸν λόγον· οὐ γὰρ ἐθέλουσι τῶν ὀδυνωμένων αἱ ψυχαὶ μακροὺς ἀποτεί‐ νειν λόγους· ἀλλ’ ὥσπερ νεφέλη τις πυκνὴ γενομένη,
60καὶ τὴν ἡλιακὴν ἀκτῖνα ὑπεκδραμοῦσα, ἀποστρέφει35

49

.

37

τὴν αὐγὴν πᾶσαν εἰς τοὐπίσω· οὕτω δὴ καὶ ἀθυμίας νέ‐ φος, ἐπειδὰν στῇ πρὸ τῆς ψυχῆς τῆς ἡμετέρας, οὐκ ἀφίησιν εὔκολον γενέσθαι τὴν τοῦ λόγου διάβασιν, ἀλλ’ ἀποπνίγει καὶ συνέχει μετὰ πολλῆς τῆς ἀνάγκης ἔνδον
5αὐτόν. Καὶ τοῦτο οὐκ ἐπὶ τῶν λεγόντων, ἀλλὰ καὶ ἐπὶ τῶν ἀκουόντων γίνεται. Ὥσπερ γὰρ ἀπὸ τῆς τοῦ λέγον‐ τος ψυχῆς οὐκ ἀφίησιν αὐτὸν ἐκπηδῆσαι μετ’ εὐκολίας, οὕτως οὐδὲ εἰς τὴν τῶν ἀκουόντων διάνοιαν ἐμπεσεῖν συγχωρεῖ μετὰ τῆς οἰκείας δυνάμεως. Διὰ τοῦτο καὶ
10Ἰουδαῖοί ποτε τῷ πηλῷ καὶ τῇ πλινθείᾳ δουλεύοντες, τοῦ Μωσέως πολλάκις μεγάλα περὶ τῆς αὐτῶν λέγοντος σωτηρίας ἀκούειν οὐκ ἠνείχοντο, τῆς ἀθυμίας ἄβατον ποιούσης τῷ λόγῳ τὴν διάνοιαν, καὶ τὴν ἀκοὴν ἐμφρατ‐ τούσης. Ἠβουλόμην μὲν οὖν καὶ αὐτὸς ἐνταῦθα καταλῦ‐
15σαι τὰ εἰρημένα· ἀλλ’ ἐννοήσας ὅτι οὐκ ἀντιφράττει μό‐ νον νεφέλης φύσις τὴν εἰς τὸ πρόσω φορὰν τῆς ἀκτῖνος, ἀλλὰ καὶ τοὐναντίον αὐτὴ πάσχει πολλάκις· ἐπειδὰν γὰρ ὁ ἥλιος θερμότερος προσπεσὼν διηνεκῶς τρίβῃ τὸ νέφος, μέσον τε αὐτὸ διέῤῥηξε πολλάκις, καὶ ἀθρόον ἐκλάμψας
20φαιδρὸς ταῖς τῶν ὁρώντων προσέπεσεν ὄψεσι· τοῦτο καὶ αὐτὸς προσδοκῶ ποιήσειν σήμερον, καὶ τοῦ λόγου συν‐ εχῶς ὁμιλοῦντος ὑμῶν ταῖς ψυχαῖς, καὶ ἐπὶ πλεῖον ἐν‐ διατρίβοντος, ῥαγήσεσθαι ἐλπίζω τῆς ἀθυμίας τὸ νέφος, καὶ καταλάμψειν ὑμῶν τὴν διάνοιαν τῇ εἰωθυίᾳ πάλιν
25διδασκαλίᾳ. Ἀλλ’ ἐπίδοτέ μοι τὴν ψυχὴν τὴν ὑμετέραν, ἐπίδοτέ μοι τὴν ἀκοὴν μικρόν· ἀποτινάξασθε τὴν ἀθυ‐ μίαν· ἐπὶ τὸ πρότερον ἔθος ἐπανέλθωμεν, καὶ ὥσπερ εἰώθαμεν ἀεὶ μετ’ εὐθυμίας ἐνταῦθα παραγίνεσθαι, οὕτω καὶ νῦν ποιῶμεν, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψαντες. Τοῦτο
30καὶ πρὸς αὐτὴν ἡμῖν τῆς συμφορᾶς συμβαλεῖται τὴν λύ‐ σιν. Ἂν γὰρ ἴδῃ μετὰ ἀκριβείας ἀκροωμένους τῶν αὐτοῦ λόγων, καὶ τὴν φιλοσοφίαν ἡμῖν οὐκ ἐλεγχομένην τῇ τοῦ καιροῦ δυσκολίᾳ, ταχέως ἀντιλήψεται, καὶ ποιήσει τὴν γαλήνην καὶ μεταβολὴν ἀγαθὴν ἀπὸ τοῦ παρόντος χειμῶνος.
35 Τὸν γὰρ Χριστιανὸν καὶ ἐν τούτῳ τῶν ἀπίστων διαφέ‐ ρειν χρὴ, ἐν τῷ φέρειν γενναίως ἅπαντα, καὶ τῇ τῶν μελλόντων ἐλπίδι πτερούμενον ἀνώτερον εἶναι τῆς τῶν ἀνθρωπίνων κακῶν προσβολῆς. Ἐπὶ τῆς πέτρας ἕστηκεν ὁ πιστὸς, διὰ τοῦτο ταῖς τῶν κυμάτων ἀχείρωτός ἐστι
40προσβολαῖς. Ἂν γὰρ ἐπαρθῇ τὰ κύματα τῶν πειρα‐ σμῶν, οὐκ ἐφικνεῖται τῶν ἐκείνου ποδῶν· οὗτος ὑψηλό‐ τερος τῆς ἁπάσης τοιαύτης ἕστηκεν ἐπιβουλῆς. Μὴ τοίνυν καταπέσωμεν, ἀγαπητοί. Οὐχ οὕτως ἡμεῖς φροντίζομεν τῆς ἡμετέρας σωτηρίας, ὡς ὁ ποιήσας ἡμᾶς Θεός· οὐχ οὕ‐
45τως ἡμῖν μέλει τοῦ μηδὲν παθεῖν δεινὸν, ὡς τῷ τὴν ψυχὴν ἡμῖν χαρισαμένῳ, καὶ τοσαῦτα δόντι μετὰ ταῦτα ἀγαθά. Ταύταις ἑαυτοὺς πτερώσωμεν ταῖς ἐλπίσι, καὶ τῶν μελ‐ λόντων ῥηθήσεσθαι μετὰ τῆς εἰωθυίας ἀκούσωμεν προ‐ θυμίας. Μακρὰν πρῴην ἀπέτεινα πρὸς τὴν ὑμετέραν

49

.

37

(50)

ἀγάπην δημηγορίαν, καὶ πάντας εἶδον παρακολουθοῦν‐ τας, καὶ οὐδένα ἐκ μέσης ὑποστρέψαντα τῆς ὁδοῦ. Χά‐ ριν ὑμῖν ἀντὶ τῆς προθυμίας ἔχω ἐκείνης, καὶ τῶν πό‐ νων τὸν μισθὸν ἀπείληφα· ἀλλὰ καὶ ἕτερον μετ’ ἐκείνου μισθὸν ὑμᾶς ᾔτησα τότε· τάχα ἴστε καὶ μέμνησθε. Τίς
55δὲ ἦν ὁ μισθός; Τοὺς βλασφήμους τοὺς κατὰ τὴν πόλιν κολάζειν καὶ σωφρονίζειν, τοὺς εἰς τὸν Θεὸν ὑβρίζοντας καὶ παροινοῦντας κατέχειν· οὐκ οἶμαι ταῦτα ἀπ’ ἐμαυ‐ τοῦ τότε εἰρηκέναι, ἀλλὰ τοῦ Θεοῦ τὰ μέλλοντα προειδό‐ τος εἰς τὴν διάνοιαν τὴν ἡμετέραν ἐμβεβληκέναι τὰ ῥήμα‐
60τα· εἰ γὰρ τοὺς τὰ τοιαῦτα τολμῶντας ἐκολάζομεν, οὐκ
ἂν ταῦτα ἐξέβη νῦν, ἅπερ ἐξέβη. Πόσῳ βέλτιον ἦν, εἰ καὶColumn end

49

.

38

κινδυνεύειν ἔδει, σωφρονίζοντα αὐτοὺς καὶ παιδεύοντα παθεῖν τι, ὃ καὶ μαρτυρίου στέφανον ἡμῖν ἐκόμιζεν, ἢ νῦν δεδοικέναι, καὶ τρέμειν, καὶ θάνατον προσδοκᾷν ἐκ τῆς ἐκείνων ἀταξίας; Ἰδοὺ τὸ ἁμάρτημα γέγονεν ὀλίγων,
5καὶ τὸ ἔγκλημα γίνεται κοινόν· ἰδοὺ δι’ ἐκείνους ἅπαντες δεδοίκαμεν νῦν, καὶ τῶν ἐκείνοις τετολμημένων αὐτοὶ τὰς τιμωρίας ὑπομένομεν. Εἰ δὲ προλαβόντες αὐτοὺς ἐξεβάλομεν τῆς πόλεως, καὶ ἐσωφρονίσαμεν, καὶ τὸ νενο‐ σηκὸς διωρθώσαμεν μέλος, οὐκ ἂν τὸν παρόντα ἐφοβού‐
10μεθα φόβον. Οἶδα ὅτι τῆς πόλεως τὸ ἦθος ἄνωθεν ἐλεύθε‐ ρον, ξένοι δέ τινες καὶ μιγάδες ἄνθρωποι, μιαροὶ καὶ ὀλέθριοι, καὶ τῆς ἑαυτῶν ἀπεγνωκότες σωτηρίας ἐτόλμη‐ σαν, ἅπερ ἐτόλμησαν. Διὰ ταῦτα βοῶν ἀεὶ καὶ διαμαρ‐ τυρόμενος οὐ διέλειπον· κολάσωμεν τῶν βλασφημούντων
15τὴν μανίαν, σωφρονίσωμεν αὐτῶν τὴν διάνοιαν, προνοή‐ σωμεν αὐτῶν τῆς σωτηρίας· κἂν ἀποθανεῖν δέῃ τοῦτο ποιοῦντας, μέγα ἡμῖν οἴσει τὸ πρᾶγμα κέρδος· μὴ παρ‐ ίδωμεν τὸν κοινὸν ὑβριζόμενον Δεσπότην· μέγα τι τέ‐ ξεται τῇ πόλει κακὸν τὸ τὰ τοιαῦτα περιορᾷν.
20 δʹ. Ταῦτα προὔλεγον, ταῦτα ἐξέβη νῦν, καὶ τῆς ῥᾳθυμίας ἐκείνης τίνομεν δίκας. Τὸν Θεὸν ὑβριζόμενον περιεῖδες· ἰδοὺ συνεχώρησεν ὑβρισθῆναι βασιλέα· καὶ τὸν περὶ τῶν ἐσχάτων ἐπικρεμασθῆναι πᾶσι κίνδυνον, ἵνα ἐν τῷ φόβῳ τούτῳ τῆς ῥᾳθυμίας ἐκείνης δῶμεν δίκην. Ἆρα μὴ μά‐
25την, μηδὲ εἰκῆ ταῦτα προὔλεγον, καὶ συνεχῶς ἠνώχλουν τῇ ὑμετέρᾳ ἀγάπῃ; Ἀλλ’ ὅμως οὐδὲν γέγονε πλέον, ἀλλὰ γενέσθω νῦν, καὶ ἀπὸ τῆς παρούσης σωφρονισθέντες συμφορᾶς, ἐπίσχωμεν τὴν ἄτακτον ἐκείνων μανίαν. Ἐμφράξωμεν αὐτῶν τὰ στόματα, καθάπερ πηγὰς θανα‐
30τηφόρους ἀποκλείσωμεν, καὶ πρὸς τὸ ἐναντίον μεταβάλω‐ μεν, καὶ πάντως στήσεται τὰ κατειληφότα τὴν πόλιν κακά. Οὐκ ἔστι θέατρον ἡ ἐκκλησία, ἵνα πρὸς τέρψιν ἀκούωμεν· ὠφεληθέντας ἐντεῦθεν ἀπιέναι χρὴ, κερδά‐ ναντάς τι πλέον καὶ μέγα, οὕτως ἀναχωρεῖν δεῖ· ἐπεὶ
35μάτην καὶ εἰκῆ παραγινόμεθα, εἰ πρὸς καιρὸν ψυχαγω‐ γηθέντες οὕτως ἀναχωροίημεν, ἔρημοι καὶ κενοὶ τῆς ἀπὸ τῶν λεγομένων ὠφελείας γενόμενοι. Τί μοι τῶν κρότων ὄφελος τούτων; τί δὲ τῶν ἐπαίνων καὶ τῶν θορύβων; Ἔπαινος ἐμὸς τὸ διὰ τῶν ἔργων ὑμᾶς ἐπιδεῖξαι τὰ λε‐
40γόμενα ἅπαντα· τότε ἐγὼ ζηλωτὸς καὶ μακάριος, οὐχ ὅταν ἀποδέχησθε, ἀλλ’ ὅταν ποιῆτε μετὰ προθυμίας ἁπά‐ σης, ἅπερ ἂν ἀκούσητε παρ’ ἡμῶν. Ἕκαστος τὸν πλη‐ σίον διορθούσθω· Οἰκοδομεῖτε γὰρ εἷς τὸν ἕνα, φησίν· ἂν γὰρ μὴ τοῦτο ποιῶμεν, ἡ παρ’ ἑκάστου γινομένη
45πλημμέλεια κοινήν τινα καὶ ἀφόρητον οἴσει τὴν βλάβην τῇ πόλει. Ἰδοὺ, μηδὲν συνειδότες τοῖς γεγενημένοις τῶν τετολμηκότων οὐκ ἔλαττον δεδοίκαμεν, καὶ φρίττομεν, μὴ πάντας ὁ τοῦ βασιλέως θυμὸς καταλάβῃ· καὶ οὐκ ἀρ‐ κεῖ εἰς ἀπολογίαν ἡμῖν τὸ λέγειν· Οὐ παρήμην, οὐ συν‐

49

.

38

(50)

ῄδειν, οὐκ ἐκοινώνησα τῶν γεγενημένων. Δι’ αὐτὸ μὲν οὖν τοῦτο κολάζου, φησὶ, καὶ δίδου δίκην τὴν ἐσχάτην, ὅτι μὴ παρῆς, μηδὲ ἐκώλυες, μηδὲ τοὺς ἀκοσμοῦντας κατεῖχες, μηδὲ ἐκινδύνευες ὑπὲρ τῆς εἰς τὸν βασιλέα τιμῆς. Οὐ μετέσχες τῶν τετολμημένων; ἐπαινῶ τοῦτο καὶ ἀποδέχο‐
55μαι· ἀλλ’ οὐδὲ ἐπέσχες τὰ γινόμενα· τοῦτο κατηγορίας ἄξιον. Ταῦτα καὶ παρὰ τοῦ Θεοῦ τὰ ῥήματα ἀκουσόμεθα, ὅταν σιγῇ φέρωμεν τὰς εἰς αὐτὸν ὕβρεις καὶ παροινίας γενομένας· ἐπεὶ καὶ ὁ τὸ τάλαντον ἐκεῖνο καταχώσας οὐχ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἐνεκαλεῖτο τότε (ὁλόκληρον γὰρ
60τὴν παρακαταθήκην ἀπέδωκεν), ἀλλ’ ὅτι αὐτὴν οὐκ
ἐπλεόνασεν, ὅτι ἑτέρους οὐκ ἐπαίδευσεν, ὅτι τὸ ἀργύριον37

49

.

39

τοῖς τραπεζίταις οὐ κατέβαλε, τουτέστιν, οὐ παρ‐ ῄνεσεν, οὐ συνεβούλευσεν, οὐκ ἐπετίμησεν, οὐ διώρθωσε τοὺς πλησίον ἀκοσμοῦντας τῶν πονηρῶν· διὰ τοῦτο χω‐ ρὶς συγγνώμης ἁπάσης εἰς τὰς ἀφορήτους ἐπέμπετο κο‐
5λάσεις ἐκείνας. Ἀλλ’ ὅτι μὲν, εἰ καὶ μὴ πρότερον, νῦν γοῦν ταύτην ἐργάσεσθε τὴν διόρθωσιν, καὶ τὸν Θεὸν ὑβριζόμενον οὐ περιόψεσθε, σφόδρα πεπίστευκα. Ἱκανὰ γὰρ τὰ συμβεβηκότα, εἰ καὶ μηδεὶς ὁ παραινῶν ἦν, καὶ τοὺς σφόδρα ἀναισθήτως διακειμένους πεῖσαι λοιπὸν τῆς
10οἰκείας ἐπιλαβέσθαι σωτηρίας. Ἡμῖν δὲ ὥρα λοιπὸν τὴν εἰωθυῖαν ὑμῖν ἀπὸ τοῦ Παύλου παραθεῖναι τράπεζαν, τὴν σήμερον ἀναγνωσθεῖσαν ῥῆσιν προχειρισαμένους, καὶ εἰς μέσον καταθεμένους ἅπασι. Τί ποτ’ οὖν ἐστι τὸ σήμερον ἀναγνωσθέν; Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι
15παράγγελλε μὴ ὑψηλοφρονεῖν. Εἰπὼν, Τοῖς πλου‐ σίοις ἐν τῷ νῦν αἰῶνι, ἔδειξε καὶ ἑτέρους ὄντας πλου‐ σίους τοὺς τοῦ μέλλοντος αἰῶνος· οἷος ἐκεῖνος ὁ Λάζαρος ἦν, κατὰ μὲν τὸν παρόντα βίον πένης, κατὰ δὲ τὸν μέλ‐ λοντα πλούσιος, οὐ χρυσοῦ καὶ ἀργύρου καὶ τοιαύτῃ τινὶ
20φθαρτῇ καὶ ἐπικήρῳ πλουτῶν ὕλῃ, ἀλλὰ τοῖς ἀποῤ‐ ῥήτοις ἐκείνοις ἀγαθοῖς, ἃ Μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Τοῦτο γὰρ ἀληθῶς πλοῦτος καὶ εὐπορία, ὅταν καὶ ἀκήρατα ᾖ τὰ καλὰ, καὶ μηδεμίαν δέχηται μεταβολήν.
25Ἀλλ’ οὐχ ὁ παριδὼν αὐτὸν πλούσιος τοιοῦτος, ἀλλὰ πάντων πενέστερος ἐγένετο. Μετὰ ταῦτα γοῦν σταγόνος ἀξιώσας ἐπιτυχεῖν, οὔτε αὐτῆς ἐγένετο κύριος· οὕτω πρὸς ἐσχάτην ἐληλάκει πενίαν. Διὰ τοῦτο πλουσίους τοῦ παρόντος αἰῶνος ἐκάλεσεν, ἵνα μάθῃς, ὅτι μετὰ τῆς παρ‐
30ούσης ζωῆς καὶ ἡ εὐπορία συγκαταλύεται· οὐ πρόεισι περαιτέρω, οὐδὲ συμμεθίσταται ἀποδημοῦσι τοῖς ἔχουσιν, ἀλλὰ πολλάκις αὐτοὺς καὶ πρὸ τῆς τελευτῆς ἀφίησιν· ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ἔλεγε, Μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι. Οὐδὲν γὰρ οὕτως ἄπιστον, ὡς ὁ πλοῦ‐
35τος, ὃ πολλάκις εἶπον, καὶ λέγων οὐ παύσομαι, ὅτι δρα‐ πέτης ἐστὶν ἀγνώμων, οἰκέτης πίστιν οὐκ ἔχων, κἂν μυ‐ ρίας αὐτῷ περιβάλῃς πέδας, οὗτος καὶ τὰς πέδας αὐτὰς ἐπισυρόμενος ἄπεισι. Πολλάκις γοῦν μοχλοῖς καὶ θύραις ἀπέκλεισαν αὐτὸν οἱ κεκτημένοι, οἰκέτας περιστήσαντες
40φύλακας· ὁ δὲ τοὺς οἰκέτας αὐτοὺς ἀναπείσας, μετ’ αὐ‐ τῶν ἀπέδρα τῶν φυλαττόντων, καθάπερ ἅλυσιν τοὺς τη‐ ροῦντας ἐπισυρόμενος, καὶ πλέον οὐδὲν ἀπὸ τῆς φυλα‐ κῆς ἐγένετο ταύτης. Τί τούτου γένοιτ’ ἂν ἀπιστότερον; τί δὲ τῶν περὶ αὐτὸν ἐσπουδακότων ἐλεεινότερον; ὅταν
45πρᾶγμα οὕτω σαθρὸν καὶ εὐμετάπτωτον πάσῃ σπουδῇ συλλέγειν ἐπιχειρῶσι, καὶ μὴ ἀκούωσι τοῦ προφήτου λέ‐ γοντος· Οὐαὶ οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι. Εἰπὲ, τίνος ἕνεκεν οὐαί; Θησαυρίζει, φησὶ, καὶ οὐ γι‐

49

.

39

(50)

νώσκει τίνι συνάξει αὐτά· ὅτι ὁ μὲν πόνος δῆλος, ἡ δὲ ἀπόλαυσις ἄδηλος. Πολλάκις ἐχθροῖς κάμνεις, καὶ ταλαι‐ πωρεῖς· πολλάκις μετὰ τὴν σὴν τελευτὴν εἰς τοὺς ἠδι‐ κηκότας καὶ μυρία σοι ἐπιβουλεύσαντας, ὁ κλῆρος ἐλθὼν, σοὶ μὲν τὰ ἁμαρτήματα, τὴν δὲ ἀπόλαυσιν παρέσχεν ἑτέ‐
55ροις. εʹ. Ἀλλ’ ἄξιον ἐκεῖνο ἐξετάσαι, τίνος ἕνεκεν οὐκ εἶπε, Τοῖς δὲ πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ πλουτεῖν, παράγγελλε πένεσθαι, παράγγελλε τὰ ὄντα κενοῦν, ἀλλὰ
Παράγγελλε μὴ ὑψηλοφρονεῖν. Οἶδεν ὅτι τοῦ πλού‐Column end

49

.

40

του ῥίζα καὶ ὑπόθεσίς ἐστιν ἡ ἀπόνοια, κἂν εἰδῇ τις με‐ τριάζειν, οὐ πολλὴν περὶ τὸ πρᾶγμα ποιήσεται σπου‐ δήν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τοὺς πολλοὺς οἰκέτας περιάγεις, τοὺς παρασίτους, τοὺς κόλακας, τὴν ἄλλην
5ἅπασαν φαντασίαν; Οὐ χρείας ἕνεκεν, ἀλλ’ ἀπονοίας μό‐ νης, ἵνα ἀπὸ τούτων σεμνότερος τῶν ἄλλων ἀνθρώπων εἶναι δοκῇς. Ἄλλως δὲ οἶδεν οὐ κεκωλυμένον τὸν πλοῦ‐ τον, ἐάν τις αὐτῷ εἰς δέον κεχρημένος ᾖ. Ὥσπερ γὰρ εἶπον, οὐ κακὸν ὁ οἶνος, ἀλλὰ κακὸν ἡ μέθη· οὕτως οὐ
10κακὸν ὁ πλοῦτος, ἀλλὰ κακὸν ἡ πλεονεξία, κακὸν ἡ φιλ‐ αργυρία. Ἕτερον φιλάργυρος, καὶ ἕτερον πλούσιος· ὁ φιλάργυρος οὐκ ἔστι πλούσιος, ὁ φιλάργυρος πολλῶν δεῖται· ὁ δὲ πολλῶν δεόμενος οὐκ ἂν εὐπορήσειέ ποτε. Ὁ φιλάργυρος φύλαξ, οὐ δεσπότης ἐστὶ τῶν χρημάτων,
15δοῦλος, οὐ κύριος εὐκολώτερον γὰρ τῶν αὐτοῦ σαρ‐ κῶν μεταδοίη τινὶ ἢ τοῦ κατωρυγμένου χρυσίου. Καὶ καθ‐ άπερ τινὸς ἐπιτάττοντος καὶ κελεύοντος μηδενὸς ἅψασθαι τῶν ἀποκειμένων· οὕτω μετὰ πάσης ἀκριβείας αὐτὰ τηρεῖ καὶ κατέχει καθάπερ ἀλλοτρίων ἀπεχόμενος τῶν
20οἰκείων. Καὶ γάρ ἐστιν ὄντως ἀλλότρια· ἃ γὰρ εἰς ἑτέρους ἐκβάλλειν οὐκ ἂν ἕλοιτο, οὐδὲ τοῖς δεομένοις δια‐ νεῖμαι, κἂν μυρίας ὑποσταίη τιμωρίας, πῶς ἂν δύναιτο ταῦτα ἴδια νομίζειν εἶναι; Πῶς δὲ ἔχει τὴν κτῆσιν, ὧν τὴν χρῆσιν οὐκ ἔχει μετὰ ἀδείας, οὐδὲ τὴν ἀπόλαυσιν;
25Πρὸς δὲ τούτοις οὐ πᾶσι πάντα ἐπιτάττειν ὁ Παῦλος εἴωθεν, ἀλλὰ καὶ τῇ τῶν ἀκουόντων ἀσθενείᾳ συγκατα‐ βαίνει, καθάπερ οὖν καὶ ὁ Χριστὸς ἐποίησε. Καὶ γὰρ ἐκείνῳ τῷ πλουσίῳ προσελθόντι, καὶ περὶ τῆς ζωῆς αὐτῷ διαλεγομένῳ οὐκ εἶπεν. Ὕπαγε, πώλησόν σου τὰ
30ὑπάρχοντα, ἀλλ’ ἀφεὶς τοῦτο, περὶ ἑτέρων αὐτῷ ἐντολῶν διελέγετο· εἶτα ἐπειδὴ ἐκεῖνος αὐτὸν προεκαλέσατο, καί φησιν· Τί ἔτι μοι λείπει; οὐδὲ τότε ἁπλῶς εἶπεν, Πώ‐ λησόν σου τὰ ὑπάρχοντα, ἀλλ’, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα· ἐπὶ τῇ σῇ τί‐
35θημι γνώμῃ, σὲ κύριον ποιῶ τῆς προαιρέσεως, οὐκ εἰς ἀνάγκην ἄγω. Διὰ τοῦτο καὶ Παῦλος οὐδὲν περὶ πε‐ νίας τοῖς πλουτοῦσι διελέγετο, ἀλλὰ περὶ ταπεινοφρο‐ σύνης, διά τε τὴν ἀσθένειαν τῶν ἀκουόντων, καὶ τὸ σφό‐ δρα εἰδέναι, ὅτι τὸ μετριάζειν καὶ ἀπονοίας ἀπηλλάχθαι
40ποιήσει ταχέως αὐτοὺς καὶ τῆς περὶ τοῦ πλουτεῖν ἀπαλ‐ λαγῆναι σπουδῆς. Εἶτα παραινέσας μὴ ὑψηλοφρονεῖν, ἐδίδαξε καὶ τὸν τρόπον, καθ’ ὃν δυνήσονται μὴ ὑψη‐ λοφρονεῖν. Τίς δὲ οὗτός ἐστιν; Εἰ τοῦ πλούτου τὴν φύ‐ σιν καταμάθοιεν, ὡς ἄδηλός τίς ἐστι καὶ ἄπιστος, διὰ
45τοῦτο ἐπήγαγε· Μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδη‐ λότητι. Πλούσιός ἐστιν οὐχ ὁ πολλὰ κεκτημένος, ἀλλ’ ὁ πολλὰ διδούς· πλούσιος ἦν ὁ Ἀβραὰμ, ἀλλ’ οὐ φιλάρ‐ γυρος· οὐ γὰρ περιεσκόπει τὴν τοῦ δεῖνος οἰκίαν, οὐδὲ περιειργάζετο τὴν τοῦ δεῖνος οὐσίαν· ἀλλ’ ἐξιὼν περι‐

49

.

40

(50)

εσκόπει μή που ξένος, μή που πένης, ὥστε διορθῶσαι τὴν πενίαν, ὥστε ὑποδέξασθαι τὸν ὁδίτην. Οὐ χρυσῷ τὸν ὄροφον ἤλειφεν, ἀλλὰ παρὰ τὴν δρῦν ἐκείνην τὴν καλύβην πηξάμενος, τῇ τῶν φύλλων ἠρκεῖτο σκιᾷ· καὶ οὕτω λαμπρὸν ἦν αὐτῷ τὸ καταγώγιον, ὡς μηδὲ ἀγγέ‐
55λους ἐπαισχυνθῆναι τὴν παρ’ ἐκείνῳ μονήν· οὐ γὰρ λαμπρότητα οἰκίας ἐπεζήτουν, ἀλλὰ ψυχῆς ἀρετήν. Τοῦτον δὴ καὶ ἡμεῖς μιμησώμεθα, ἀγαπητοὶ, καὶ τὰ ὄντα εἰς τοὺς δεομένους ἀναλίσκωμεν. Ἐσχεδιασμένον ἦν ἐκεῖνο τὸ καταγώγιον, ἀλλὰ τῶν βασιλικῶν αὐλῶν λαμ‐
60πρότερον ἦν.
Βασιλεὺς οὐδεὶς οὐδέποτε ἀγγέλους ὑπεδέξατο, ὁ δὲ ὑπὸ39

49

.

41

τὴν δρῦν καθήμενος ἐκείνην καὶ καλύβην πηξάμενος ἠξιώθη τῆς τιμῆς ταύτης, οὐ διὰ τὴν εὐτέλειαν τῆς οἰκίας τιμηθεὶς, ἀλλὰ διὰ τὴν πολυτέλειαν τῆς ψυχῆς καὶ τὸν ἐναποκείμενον πλοῦτον αὐτῇ ταύτης ἀπολαύσας
5τῆς δωρεᾶς. Καὶ ἡμεῖς τοίνυν μὴ τὰς οἰκίας καλλωπί‐ ζωμεν, ἀλλὰ πρὸ τῆς οἰκίας τὴν ψυχὴν τὴν ἡμετέραν. Πῶς γὰρ οὐκ αἰσχρὸν μαρμάροις μὲν περιβάλλειν τοὺς τοίχους εἰκῆ καὶ μάτην, τὸν δὲ Χριστὸν γυμνὸν περιερ‐ χόμενον περιορᾷν; Τί σοι τῆς οἰκίας ὄφελος, ἄνθρωπε;
10μὴ γὰρ λαβὼν αὐτὴν ἀπελεύσῃ; Οὐ ταύτην λαβὼν ἀπελεύσῃ, τὴν δὲ ψυχὴν ἀπελεύσῃ πάντως λαβών. Ἰδοὺ τοιοῦτος κίνδυνος κατέλαβε νῦν· παραστήτωσαν ἡμῖν αἱ οἰκίαι, λυσάτωσαν ἡμῖν τὸν ἐπηρτημένον κίνδυνον· ἀλλ’ οὐ δυνήσονται. Καὶ μάρτυρες ὑμεῖς οἱ καταλιμπά‐
15νοντες αὐτὰς ἐρήμους, καὶ πρὸς τὴν ἐρημίαν ἀποτη‐ δῶντες, καθάπερ παγίδας καὶ δίκτυα δεδοικότες. Βοη‐ θείτω τὰ χρήματα νῦν· ἀλλ’ οὐκ ἔχει καιρόν. Εἰ δὲ ἔνθα ἀνθρώπου ὀργὴ, χρημάτων ἐλέγχεται δύναμις, πολλῷ μᾶλλον ἐπὶ τοῦ θείου καὶ ἀδεκάστου δικαστηρίου τοῦτο
20γενήσεται. Εἰ ἄνθρωπός ἐστιν ὁ παροξυνόμενος καὶ ἀγαν‐ ακτῶν, καὶ οὐδὲν ἡμᾶς τὸ χρυσίον ὠφελεῖ νῦν, πολλῷ μᾶλλον ὀργιζομένου τοῦ Θεοῦ τοῦ μὴ δεομένου χρημά‐ των, ἀσθενήσει πάντως τοῦ χρυσίου ἡ δύναμις. Οἰκίας οἰκοδομούμεθα, ἵνα οἰκῶμεν, οὐχ ἵνα φιλοτιμώμεθα Τὸ
25μεῖζον τῆς χρείας, περιττὸν τῆς χρείας ἐστὶ καὶ ἄχρη‐ στον. Ὑπόδησαι ὑπόδημα τοῦ ποδὸς μεῖζον· ἀλλ’ οὐκ ἀνέξῃ· ἐμποδίζει γάρ σοι πρὸς τὴν βάδισιν· οὕτω καὶ οἰκία μείζων τῆς χρείας ἐμποδίζει πρὸς τὴν εἰς οὐρα‐ νοὺς ἀποδημίαν. Βούλει λαμπρὰς καὶ μεγάλας οἰκοδο‐
30μεῖν οἰκίας; οὐ κωλύω, ἀλλὰ μὴ ἐπὶ γῆς· οἰκοδόμησον σκηνὰς ἐν οὐρανοῖς, ἵνα καὶ ἑτέρους ὑποδέξασθαι δυ‐ νηθῇς, σκηνὰς οὐδέποτε καταλυομένας. Τί μέμηνας περὶ τὰ φεύγοντα, καὶ τὰ ἐνθάδε μένοντα; Οὐδὲν σφα‐ λερώτερον πλούτου, σήμερον μετὰ σοῦ, καὶ αὔριον κατὰ
35σοῦ, τοὺς τῶν βασκάνων ὀφθαλμοὺς ὁπλίζει πάντοθεν· πολέμιός ἐστιν ὁμόσκηνος, ἐχθρὸς σύνοικος· καὶ μάρ‐ τυρες ὑμεῖς οἱ κεκτημένοι, οἱ παντὶ τρόπῳ κατορύττον‐ τες αὐτὸν καὶ ἀποκρύπτοντες· ἐπεὶ καὶ νῦν τὸν κίνδυ‐ νον ἀφορητότερον ἡμῖν ὁ πλοῦτος ποιεῖ. Ὁρᾷς γοῦν τοὺς
40μὲν πένητας εὐζώνους καὶ ἀπολελυμένους, καὶ πρὸς ἅπαντα παρεσκευασμένους· τοὺς δὲ πλουσίους πολλὴν ἔχοντας δυσκολίαν, καὶ περιιόντας, καὶ ζητοῦντας ποῦ τὸ χρυσίον κατορύξωσι, ζητοῦντας τίνι κατάθοιντο. Τί ζητεῖς, ἄνθρωπε, τοὺς ὁμοδούλους; ἕστηκεν ὁ Χριστὸς
45ἕτοιμος ὑποδέξασθαι, καὶ τηρῆσαί σοι τὰς παρακαταθή‐ κας, οὐχὶ τηρῆσαι δὲ μόνον, ἀλλὰ καὶ πλεονάσαι, καὶ μετὰ πολλῆς ἀποδοῦναι τῆς προσθήκης· ἐκ τῆς ἐκείνου χειρὸς οὐδεὶς ἁρπάζει. Οὐ τηρεῖ δὲ μόνον τὰς παρακατα‐ θήκας, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ τούτου λύει σοι τοὺς κιν‐

49

.

41

(50)

δύνους. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων οἱ δεξάμενοι τὰς παρακαταθήκας χάριν ἡμῖν δεδωκέναι νομίζουσι, φυλάτ‐ τοντες ἅπερ ἔλαβον· ἐπὶ δὲ τοῦ Χριστοῦ τοὐναντίον· οὐ γὰρ δεδωκέναι χάριν, ἀλλ’ εἰληφέναι χάριν, ὅταν δέξηταί σου τὰς παρακαταθήκας, φησὶν, καὶ ὑπὲρ τῆς
55φυλακῆς αὐτῆς, ἣν περὶ τὰ χρήματα ἐπιδείκνυται τὰ σὰ, οὐκ ἀπαιτεῖ σε μισθὸν, ἀλλὰ δίδωσί σοι μισθόν. ϛʹ. Ἄρα τίνος ἂν εἴημεν ἀπολογίας ἄξιοι, τίνος δὲ συγ‐ γνώμης, ὅταν παρατρέχοντες τὸν καὶ φυλάξαι δυνά‐ μενον, καὶ χάριν ὑπὲρ τῆς φυλακῆς εἰδότα, καὶ μισθοὺς
60ἀποῤῥήτους καὶ μεγάλους ἀποδιδόντα ἀντὶ τῆς φυλακῆς
ταύτης τοῖς κατὰ τὴν φυλακὴν ταύτην ἀσθενοῦσιν ἀν‐Column end

49

.

42

θρώποις, καὶ χάριν ἡμῖν διδόναι νομίζουσι, καὶ μόνα αὐτὰ τὰ διδόμενα ἀποδιδοῦσιν ὕστερον, ἐκείνοις τὰ ἡμέ‐ τερα ἐγχειρίζωμεν; Ξένος εἶ καὶ παρεπίδημος τῶν ἐνταῦθα; πατρίδα ἔχεις ἐν οὐρανοῖς, πάντα ἐκεῖ μετάθες,
5ἵνα καὶ πρὸ τῆς ἀπολαύσεως ἐνταῦθα ἀπολαύσῃς τῆς ἀμοιβῆς. Ὁ γὰρ χρησταῖς συντρεφόμενος ἐλπίσι καὶ περὶ τῶν μελλόντων θαῤῥῶν, ἐντεῦθεν ἤδη τῆς βασι‐ λείας ἐγεύσατο. Οὐδὲν γὰρ οὕτω ψυχὴν εἴωθεν ἀνακτᾶ‐ σθαι καὶ ἀμείνω ποιεῖν, ὡς ἡ χρηστὴ τῶν μελλόντων
10ἐλπὶς, ἐὰν ἐκεῖ μεταθῇς τὸν πλοῦτον, καὶ τῆς ψυχῆς ἐπι‐ μελήσῃ τῆς σεαυτοῦ μετὰ σχολῆς τῆς προσηκούσης. Οἱ μὲν γὰρ ἅπασαν τὴν σπουδὴν εἰς τὸν καλλωπισμὸν κε‐ νοῦντες τῆς ἑαυτῶν οἰκίας, ἐν τοῖς ἔξω πλουτοῦντες, ἀμελοῦσι τῶν ἔνδον, ἔρημον καὶ αὐχμῶσαν καὶ ἀραχνίων
15γέμουσαν περιορῶντες τὴν ἑαυτῶν ψυχήν· ἂν δὲ τῶν ἔξωθεν ἀμελήσαντες, εἰς τὴν ἑαυτῶν διάνοιαν τὴν προ‐ θυμίαν καταναλώσωσιν ἅπασαν, πανταχόθεν αὐτὴν καλ‐ λωπίζοντες, καταγώγιον ἔσται τῷ Χριστῷ τῶν τοιού‐ των ἀνθρώπων ἡ ψυχή· τοῦ δὲ τὸν Χριστὸν ἔχοντος
20ἔνοικον, τί γένοιτ’ ἂν μακαριώτερον πώποτε; Βούλει πλουτεῖν; ἔχε φίλον τὸν Θεὸν, καὶ πάντων εὐπορώτερος ἔσῃ. Βούλει πλουτεῖν; μὴ μέγα φρόνει· τοῦτο οὐ πρὸς τὰ μέλλοντα, ἀλλὰ καὶ πρὸς τὰ παρόντα ἐπιτήδειον· οὐδὲν γὰρ οὕτως ἐπίφθονον, ὡς ἄνθρωπος πλουτῶν·
25ὅταν δὲ καὶ ἀπόνοια προσῇ, διπλοῦς ὁ κρημνὸς γίνεται, χαλεπώτερος παρὰ πάντων ὁ πόλεμος. Ἂν δὲ μετριάζειν εἰδῇς, ὑποτέμνῃ τῇ ταπεινοφροσύνῃ τῆς βασκανίας τὴν τυραννίδα, καὶ μετὰ ἀσφαλείας ἔχεις ἅπερ ἂν ἔχῃς. Τοιαύτη γὰρ τῆς ἀρετῆς ἡ φύσις, οὐ πρὸς τὰ μέλλοντα
30ἡμᾶς ὠφελεῖ μόνον, ἀλλὰ καὶ ἐντεῦθεν ἤδη δίδωσι τὰς ἀμοιβάς. Μὴ τοίνυν μέγα φρονῶμεν ἐπὶ τῷ πλούτῳ, ἀλλὰ μηδὲ ἐφ’ ἑτέρῳ μηδενί. Εἰ γὰρ ἐπὶ τοῖς πνευματι‐ κοῖς ὁ μέγα φρονῶν οἴχεται καὶ ἀπόλωλε, πολλῷ μᾶλ‐ λον ἐπὶ τοῖς σαρκικοῖς. Ἐννοήσωμεν ἡμῶν τὴν φύσιν,
35ἀναλογισώμεθα ἡμῶν τὰ ἁμαρτήματα, μάθωμεν τίνες ἐσμὲν, καὶ ἀρκεῖ τοῦτο εἰς πάσης ταπεινοφροσύνης ἡμῖν ὑπόθεσιν. Μή μοι λέγε, ὅτι Τόσων καὶ τόσων ἐτῶν προσόδους ἀποκειμένας ἔχω, χρυσίου τάλαντα μυρία, κέρδη καθ’ ἑκάστην προσγινόμενα τὴν ἡμέραν.
40 Ὅσα ἂν εἴπῃς, πάντα εἰκῆ καὶ μάτην ἐρεῖς· πολλάκις ἐν ὥρᾳ μιᾷ, καὶ βραχείᾳ καιροῦ ῥοπῇ, καθάπερ ἀνέμου προσπεσόντος ἄνωθεν κόνις εὐρίπιστος, οὕτω ταῦτα πάντα ἐκφυσᾶται τῆς οἰκίας. Καὶ τούτων πλήρης μὲν ὁ βίος ἡμῖν τῶν παραδειγμάτων, πλήρεις δὲ αἱ Γραφαὶ
45τῶν διδαγμάτων· ὁ σήμερον πλούσιος, αὔριον πένης. Διὸ καὶ πολλάκις ἐγέλασα διαθήκας ἀναγινώσκων λεγούσας· Ὁ δεῖνα μὲν ἐχέτω τὴν δεσποτείαν τῶν ἀγρῶν, ἢ τῆς οἰκίας, τὴν δὲ χρῆσιν ἄλλος· πάντες γὰρ τὴν χρῆσιν ἔχομεν, τὴν δεσποτείαν δὲ οὐδείς. Κἂν γὰρ παρὰ πᾶσαν

49

.

42

(50)

ἡμῖν τὴν ζωὴν παραμένῃ μηδεμίαν μεταβολὴν ὁ πλοῦτος δεχόμενος, καὶ ἑκόντες καὶ ἄκοντες ἐν τῇ τελευτῇ πα‐ ραχωρήσομεν ἑτέροις, τὴν χρῆσιν αὐτοῦ καρπωσάμενοι μόνον, τῆς δεσποτείας δὲ γυμνοὶ καὶ ἔρημοι πρὸς ἐκεί‐ νην ἀποδημοῦντες τὴν ζωήν. Ὅθεν δῆλον, ὅτι ἐκεῖνοι
55μόνοι τὴν δεσποτείαν ἔχουσιν, οἱ καὶ τῆς χρήσεως αὐτοῦ καταφρονήσαντες, καὶ τῆς ἀπολαύσεως καταγελάσαν‐ τες. Ὁ γὰρ τὰ ὄντα ῥίψας, καὶ τοῖς πένησιν αὐτὰ διδοὺς, ἐχρήσατό τε εἰς δέον τοῖς οὖσι, καὶ τὴν δε‐ σποτείαν αὐτῶν ἔχων ἀπῆλθεν, οὐδὲ ἐν αὐτῷ τῷ θανάτῳ
60τῆς κτήσεως ἐκπίπτων ἐκείνης, ἀλλ’ ἐν ἐκείνῳ πάντα ἀπολαμβάνων τῷ καιρῷ, καὶ πολλῷ πλείονα ἐκείνων,
ὅταν αὐτῶν μάλιστα δέηται τῆς προστασίας ἐν τῇ τῆς41

49

.

43

κρίσεως ἡμέρᾳ, καὶ ὅταν τῶν πεπραγμένων τὰς εὐθύ‐ νας ἀπαιτώμεθα πάντες. Ὥστε εἴ τις ἐθέλοι καὶ τὴν κτῆσιν αὐτῶν καὶ τὴν χρῆσιν ἔχειν καὶ τὴν δεσποτείαν, ἀπαλλαττέσθω τῶν ὄντων ἁπάντων· ὡς ὅ γε μὴ τοῦτο
5ποιῶν, τῇ τελευτῇ μὲν αὐτῶν ἀποστήσεται πάντως, πολ‐ λάκις δὲ καὶ πρὸ τῆς τελευτῆς μετὰ κινδύνων καὶ μυ‐ ρίων αὐτὰ ἀποβαλεῖται κακῶν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι μεταβολὴ γίνεται ἀθρόως, ἀλλ’ ὅτι καὶ ἀμελέτητος πρὸς τὴν τῆς πενίας ὑπομονὴν ὁ πλούσιος
10ἔρχεται· ἀλλ’ οὐχ ὁ πένης τοιοῦτος· οὐ γὰρ χρυσίῳ καὶ ἀργυρίῳ τεθάῤῥηκεν ἀψύχοις ὕλαις, ἀλλὰ τῷ Θεῷ τῷ παρέχοντι πάντα πλουσίως· ὥστε ὁ πλούσιος ἐν ἀδήλῳ μᾶλλον ἕστηκεν ἢ ὁ πένης. πυκνὰς καὶ ἐπαλλήλους δε‐ χόμενος τὰς μεταβολάς. Τί δέ ἐστι, Τῷ παρέχοντι ἡμῖν
15τὰ πάντα πλουσίως εἰς ἀπόλαυσιν; Πάντα μετὰ δαψιλείας δίδωσιν ὁ Θεὸς, τὰ πολλῷ τῶν χρημάτων ἀναγκαιότερα, οἷον τὸν ἀέρα, τὸ ὕδωρ, τὸ πῦρ, τὸν ἥλιον, ἅπαντα τὰ τοιαῦτα. Οὐκ ἔστιν εἰπεῖν ὅτι πλείο‐ νος ἀπολαύει τῆς ἀκτῖνος ὁ πλούσιος, ἐλάττονος δὲ ὁ
20πένης· οὐκ ἔστιν εἰπεῖν, ὅτι δαψιλέστερον ἀέρα ἀνα‐ πνέει τοῦ πένητος ὁ πλουτῶν· ἀλλὰ πάντα ἴσα καὶ κοινὰ πρόκειται. Τίνος οὖν ἕνεκεν τὰ μὲν μείζονα καὶ ἀναγ‐ καιότερα καὶ τὴν ζωὴν ἡμῶν συνέχοντα κοινὰ πεποίη‐ κεν ὁ Θεὸς, τὰ δὲ ἐλάττονα καὶ εὐτελέστερα οὐκ ἔστι
25κοινὰ, τὰ χρήματα λέγω; τίνος οὖν ἕνεκεν; Ἵνα συγκροτῆται ἡμῶν ἡ ζωὴ, καὶ ἀρετῆς ἔχωμεν σκάμμα‐ τα. Εἰ μὲν γὰρ μὴ ἦν τὰ ἀναγκαῖα ταῦτα κοινὰ, ἴσως ἂν οἱ πλουτοῦντες, τῇ εἰωθυίᾳ κεχρημένοι πλεονεξίᾳ, τοὺς πενομένους ἀπέπνιξαν ἄν· εἰ γὰρ ἐπὶ τῶν χρημάτων
30τοῦτο ποιοῦσι, πολλῷ μᾶλλον ἐπ’ ἐκείνων τοῦτο ἂν ἐποίησαν· πάλιν εἰ καὶ τὰ χρήματα ἦν κοινὰ, καὶ πᾶ‐ σιν ὁμοίως προύκειτο, ἐλεημοσύνης ἀνῄρητο πρόφασις, καὶ φιλοφροσύνης ἀφορμή. ξʹ. Ἵνα οὖν ἀδεῶς ζῶμεν, κοινὰ γέγονεν ἡμῖν τὰ τῆς
35ζωῆς αἴτια· πάλιν, ἵνα ἔχωμεν στεφάνων καὶ εὐδοκι‐ μήσεων ἀφορμὴν, οὐ κοινὰ γέγονε τὰ χρήματα, ἵνα πλεονεξίαν μισοῦντες, καὶ δικαιοσύνην διώκοντες, καὶ τὰ ὄντα τοῖς δεομένοις προϊέμενοι, παραμυθίαν τινὰ διὰ τῆς μεθόδου ταύτης τῶν οἰκείων λαμβάνωμεν ἁμαρτη‐
40μάτων. Πλούσιόν σε ἐποίησεν ὁ Θεὸς, τί σαυτὸν ποιεῖς πένητα; Πλούσιόν σε ἐποίησεν, ἵνα τοῖς δεομένοις βοη‐ θῇς, ἵνα τὰ ἁμαρτήματα λύσῃς τὰ σαυτοῦ διὰ τῆς εἰς ἑτέρους δαψιλείας· δέδωκέ σοι χρήματα, οὐχ ἵνα κατα‐ κλείσῃς ἐπ’ ὀλέθρῳ τῷ σῷ, ἀλλ’ ἵνα ἐκχέῃς ἐπὶ σωτηρίᾳ
45τῇ σῇ. Διὰ τοῦτο καὶ τὴν κτῆσιν αὐτῶν ἄδηλον ἐποίησε καὶ οὐ μόνιμον, ἵνα καὶ ἐν τούτῳ τῆς περὶ αὐτὰ μα‐ νίας καταλύσῃ τὸν τόνον. Εἰ γὰρ νῦν οὐκ ἔχοντες θαῤῥεῖν οἱ κεκτημένοι περὶ αὐτῶν, ἀλλὰ καὶ πολλὰς ὁρῶντες ἐκ τοῦ πράγματος τικτομένας ἐπιβουλὰς, οὕτως ἐκκαίονται

49

.

43

(50)

περὶ τὸν ἐκείνων πόθον, εἰ καὶ τοῦτο προσῆν τῷ πλούτῳ τὸ βέβαιον καὶ ἀδιάπτωτον, τίνος ἂν ἐφείσαντο; τίνος ἂν ἀπ‐ έσχοντο; ποίας χήρας, ποίων ὀρφανῶν, ποίων πενήτων; Μὴ τοίνυν μέγα νομίζωμεν ἀγαθὸν εἶναι πλοῦτον· μέγα γὰρ ἀγαθὸν, οὐ τὸ κεκτῆσθαι χρήματα, ἀλλὰ τὸ κεκτῆ‐
55σθαι φόβον Θεοῦ καὶ πᾶσαν εὐλάβειαν. Ἰδοὺ νῦν εἴ τις δίκαιος ἦν καὶ παῤῥησίαν πολλὴν ἔχων πρὸς τὸν Θεὸν, κἂν εἰ πάντων ἀνθρώπων πενέστερος ἦν, ἤρκει λῦσαι τὰ παρόντα δεινά· ἤρκει γὰρ μόνον τὰς χεῖρας ἐκτεῖναι εἰς τὸν οὐρανὸν καὶ καλέσαι τὸν Θεὸν, καὶ τὸ νέφος τοῦτο
60παρῆλθεν ἄν. Χρυσίον δὲ τοσοῦτον ἀπόκειται, καὶ πηλοῦ παντός ἐστιν ἀχρηστότερον πρὸς τὴν λύσιν τῶν ἐπικει‐ μένων κακῶν· οὐκ ἐν τούτῳ δὲ τῷ κινδύνῳ μόνον, ἀλλὰ κἂν νόσος καταλάβῃ, κἂν θάνατος, κἂν ἄλλο τι τῶν τοιού‐
των, ἐλέγχεται τῶν χρημάτων ἡ δύναμις ἀπορουμένη,Column end

49

.

44

καὶ μηδεμίαν ἔχουσα παραμυθίαν τοῖς συμβαίνουσιν οἴ‐ κοθεν ἐπιδείξασθαι. Ἕν ἐστιν ὃ δοκεῖ τῆς πενίας πλεον‐ εκτεῖν ὁ πλοῦτος, τὸ τρυφᾷν καθ’ ἡμέραν, καὶ πολλῆς ἐμφορεῖσθαι ἐν τοῖς συμποσίοις τῆς ἡδονῆς. Τοῦτο μέντοι
5καὶ ἐπὶ τῆς τῶν πενήτων τραπέζης συμβαῖνον ἔστιν ἰδεῖν, καὶ μείζονος τούτους ἀπολαύοντας ἡδονῆς τῶν πλουτούντων ἁπάντων. Καὶ μὴ θαυμάσητε, μηδὲ πα‐ ράδοξον εἶναι νομίσητε τὸ λεγόμενον· ἐγὼ γὰρ ἐξ αὐτῆς ὑμῖν τοῦτο τῆς τῶν πραγμάτων ἀποδείξεως ποιήσω δῆ‐
10λον. Ἴστε γὰρ δήπου τοῦτο καὶ συνομολογεῖτε πάντες, ὅτι τὴν ἡδονὴν ἐν ταῖς ἑστιάσεσιν οὐχ ἡ φύσις τῶν ἐδε‐ σμάτων, ἀλλ’ ἡ διάθεσις τῶν ἑστιωμένων ποιεῖν εἴωθεν· οἷόν τι λέγω· μετὰ τοῦ πεινῇν τις ἁπτόμενος τραπέ‐ ζης, παντὸς ὄψου καὶ ἡδύσματος καὶ μυρίων καρυκευ‐
15μάτων ἥδιον ἅψεται τῆς τροφῆς, κἂν ἁπάντων εὐτελε‐ στέρα ᾖ· ὁ δὲ μὴ τὴν χρείαν ἀναμένων, μηδὲ ὑπομένων πεινῆσαι πρῶτον, ὅπερ οἱ πλουτοῦντες ποιοῦσι, καὶ τότε ἐπὶ τὴν τράπεζαν ἐλθεῖν, κἂν πλακοῦντας εὕρῃ κειμέ‐ νους, οὐκ αἰσθήσεται τῆς ἡδονῆς, τῆς ὀρέξεως αὐτῷ μὴ
20διεγηγερμένης. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο τοῦτον ἔχει τὸν τρόπον, μάρτυρες μὲν καὶ ὑμεῖς πάντες· ἀκούσω‐ μεν δὲ καὶ τῆς Γραφῆς αὐτὸ τοῦτο λεγούσης· Ψυχὴ γὰρ ἐμπεπλησμένη, φησὶ, κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκερὰ φαίνεται. Καίτοι τί κη‐
25ρίου καὶ μέλιτος γλυκύτερον γένοιτ’ ἄν; ἀλλ’ οὐκ ἔστιν ἡδὺ τῷ μὴ πεινῶντι, φησί· τί δὲ τῶν πικρῶν ἀηδέστε‐ ρον; ἀλλ’ ἔστι γλυκέα τοῖς ἐν ἐνδείᾳ καθεστηκόσιν. Ὅτι δὲ οἱ πένητες μετὰ τῆς χρείας καὶ τοῦ πεινῇν ἐπὶ τὸ πρᾶγμα ἔρχονται, οἱ δὲ πλουτοῦντες οὐκ ἀναμένουσι
30τοῦτο, παντί που δῆλόν ἐστιν· ὅθεν οὐδὲ γνησίαν καὶ εἰ‐ λικρινῆ καρποῦνται τὴν ἡδονήν. Οὐκ ἐπὶ τῶν ἐδεσμάτων δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ποτῶν τοῦτο αὐτὸ συμβαῖνον ἴδοι τις ἄν· καὶ ὥσπερ ἐκεῖ τὸ πεινῇν πρὸ τῆς τῶν ἐδε‐ σμάτων φύσεως ἡδονὴν ἐργάζεται· οὕτω καὶ ἐνταῦθα
35τὸ διψῇν ἥδιστον ποιεῖν εἴωθε τὸ ποτὸν, κἂν ὕδωρ ᾖ τὸ πινόμενον μόνον. Καὶ τοῦτο αὐτὸ ὁ προφήτης ἐμφαίνων ἔλεγεν· Ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. Καίτοι τοῦτ’ οὐδαμοῦ τῆς Γραφῆς ἀνέγνωμεν, ὅτι μέλι ἐκ πέτρας ἐξήγαγεν ὁ Μωσῆς, ἀλλὰ πανταχοῦ ποταμοὺς καὶ ὕδατα
40καὶ ψυχρὰ νάματα. Τί ποτ’ οὖν ἐστι τὸ λεγόμενον; οὐδὲ γὰρ ψεύδεται ἡ Γραφή· ἐπειδὴ γὰρ διψῶντες καὶ κατα‐ πονούμενοι τῇ ἐνδείᾳ, ψυχροτέροις προσέπιπτον τοῖς νάμασι, τὴν ἡδονὴν τὴν ἐκ τοῦ ποτοῦ παραστῆσαι βου‐ λόμενος, μέλι τὸ ὕδωρ ἐκάλεσεν, οὐχ ὡς τῆς φύσεως με‐
45ταβληθείσης εἰς μέλι, ἀλλ’ ὡς τῆς διαθέσεως μέλι‐ τος ἡδίω ποιούσης ἐκεῖνα τὰ νάματα. Ἔμαθες πῶς καὶ ποτὸν ἡδὺ ποιεῖν εἴωθεν ἡ τῶν διψώντων διάθεσις; Πολ‐ λοὶ γοῦν πολλάκις πένητες κάμνοντες, καὶ ταλαιπωρη‐ θέντες, καὶ τῷ δίψει καταφλεγέντες, μετὰ τῆς εἰρημέ‐

49

.

44

(50)

νης ἡδονῆς τῶν τοιούτων μετέσχον ναμάτων· οἱ δὲ πλου‐ τοῦντες οἶνον ἡδὺν, καὶ ἀνθοσμίαν, καὶ πᾶσαν ἀρετὴν ἔχοντα τὴν ἐν οἴνῳ λαβόντες, οὐκ ᾔσθοντο τῆς αὐτῆς εὐφροσύνης. ηʹ. Τοῦτο καὶ ἐπὶ τοῦ ὕπνου γινόμενον ἴδοι τις ἄν. Οὐ
55γὰρ ἁπαλὴ στρωμνὴ, οὐδὲ ἀργυρένδετος κλίνη, οὐδὲ ἡσυχία κατὰ τὸ δωμάτιον γινομένη, οὐδὲ ἄλλο τῶν τοιού‐ των οὐδὲν τὸν ὕπνον γλυκὺν καὶ προσηνῆ ποιεῖν εἴωθεν, ὡς τὸ πονεῖσθαι καὶ κάμνειν καὶ δεομένους ὕπνου σφό‐ δρα καὶ νυστάζοντας κατακλίνεσθαι· καὶ τοῦτο αὐτὸ
60μαρτυρεῖ μὲν καὶ ἡ τῶν πραγμάτων πεῖρα, μαρτυρεῖ δὲ καὶ πρὸ τῆς τῶν πραγμάτων πείρας καὶ ἡ τῶν Γραφῶν ἀπόφασις. Ὁ γὰρ τῇ τρυφῇ συναναστραφεὶς Σολομὼν αὐ‐ τὸ τοῦτο δηλῶσαι βουλόμενος ἔλεγεν· Ἡδὺς ὕπνος τῷ δού‐ λῳ, ἄν τε ὀλίγον ἄν τε πολὺ φάγῃ. Τίνος ἕνεκεν προσ‐
65έθηκεν, Ἄν τε ὀλίγον, ἄν τε πολὺ φάγῃ; Ἀμφότερα43

49

.

45

ταῦτα ἀγρυπνίαν ἐμποιεῖν εἴωθεν, ἔνδεια καὶ ἀδηφα‐ γία· ἡ μὲν τὸ σῶμα ξηραίνουσα, καὶ κερατοποιοῦσα τὰ βλέφαρα, καὶ οὐκ ἀφιεῖσα καταστέλλεσθαι· ἡ δὲ τὸ πνεῦμα στενοχωροῦσα, καὶ ἀποθλίβουσα, καὶ πολλὰς
5παρέχουσα τὰς ὀδύνας. Ἀλλ’ ὅμως τοσαύτη ἐστὶν ἡ τῶν πόνων παραμυθία, ὡς εἰ καὶ ταῦτα ἀμφότερα προσγέ‐ νοιτο, δύνασθαι τὸν οἰκέτην καθεύδειν. Ἐπειδὴ γὰρ κατὰ τὴν ἡμέραν ἅπασαν πανταχοῦ περιτρέχουσι διακονούμε‐ νοι τοῖς αὐτῶν δεσπόταις, κοπτόμενοι, ταλαιπωρούμενοι,
10καὶ οὐδὲ μικρὸν ἀναπνέοντες, τῶν καμάτων ἐκείνων καὶ τῶν πόνων ἱκανὴν ἀπολαμβάνουσιν ἀμοιβὴν τὴν ἐν τῷ καθεύδειν ἡδονήν. Καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον ἐγένετο, τὸ μὴ χρυσῷ καὶ ἀργύρῳ ὠνητὰς εἶναι τὰς ἡδονὰς, ἀλλὰ πόνῳ καὶ μόχθῳ καὶ χρείᾳ καὶ φι‐
15λοσοφίᾳ πάσῃ. Ἀλλ’ οὐχ οἱ πλουτοῦντες οὕτως· ἀλλ’ ἐπὶ τῶν στρωμάτων κείμενοι πολλάκις δι’ ὅλης νυκτὸς ἀγρυπνοῦσι καὶ πολλὰ μηχανώμενοι τοιαύτης οὐκ ἀπο‐ λαύουσιν ἡδονῆς. Ὁ δὲ πένης ἐκ τῶν μεθημερινῶν ἀναστὰς πόνων κεκμηκότα ἔχων τὰ μέλη, πρὶν ἢ κατα‐
20πεσεῖν, ἀθρόον καὶ ἡδὺν καὶ γνήσιον τὸν ὕπνον ἐδέξατο, οὐ μικρὸν καὶ τοῦτο τῶν δικαίων πόνων λαμβάνων μισθόν. Ὅταν οὖν μετὰ πλείονος ἡδονῆς ὁ πένης καὶ καθεύδῃ, καὶ πίνῃ, καὶ ἐσθίῃ, τίνος ἔσται λοιπὸν ὁ πλοῦτος ἄξιος, ὃ δοκεῖ κατὰ τῆς πενίας προτέρημα ἔχειν, καὶ
25τοῦτο ἀφῃρημένος; Διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ὁ Θεὸς πό‐ νον τῷ ἀνθρώπῳ συνέζευξεν, οὐχὶ τιμωρούμενος αὐτὸν, οὐδὲ κολάζων, ἀλλὰ σωφρονίζων καὶ παιδεύων. Ὅτε ἄπονον βίον ἔζη ὁ Ἀδὰμ, ἐξέπεσε τοῦ παραδείσου· ὅτε δὲ ἐπίπονον καὶ ἐπίμοχθον ὁ Ἀπόστολος, καὶ ἔλεγεν, Ἐν
30κόπῳ καὶ μόχθῳ νύκτα καὶ ἡμέραν ἐργαζόμενος, τότε ἀπῆλθεν εἰς τὸν παράδεισον, καὶ εἰς τρίτον ἀνῆλθεν οὐ‐ ρανόν. Μὴ τοίνυν κακίζωμεν πόνον, μηδὲ διαπτύωμεν ἐργασίαν· καὶ γὰρ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν ἐντεῦθεν μεγίστην λαμβάνομεν ἀμοιβὴν, τὴν ἐκ τοῦ
35πράγματος ἡδονὴν καρπούμενοι· οὐχ ἡδονὴν δὲ μό‐ νον, ἀλλὰ καὶ, ὃ πολλῷ μεῖζόν ἐστιν ἡδονῆς, ὑγείαν καθα‐ ρωτάτην. Τοῖς μὲν γὰρ πλουτοῦσι μετὰ τῆς ἀηδίας πολλὰ καὶ τὰ νοσήματα ἐπιῤῥεῖ· οἱ δὲ πένητες τῶν ἰατρικῶν εἰσιν ἀπηλλαγμένοι χειρῶν· εἰ δέ που καὶ πε‐
40ριπέσοιεν ἀῤῥωστήματι, ταχέως ἑαυτοὺς ἀνεκτήσαντο, βλακείας ἁπάσης ἀπηλλαγμένοι, καὶ τὰ σώματα εὔρωστα ἔχοντες. Μέγα κτῆμα πενία τοῖς φιλοσόφως αὐτὴν φέρουσι, θη‐ σαυρὸς ἄσυλος, βακτηρία ἰσχυροτάτη, κτῆσις ἀνεπηρέα‐
45στος, καταγώγιον ἀνεπιβούλευτον. Ἀλλὰ πλεονεκτεῖται, φησὶν, ὁ πένης· ἀλλ’ ἐπιβουλεύεται μειζόνως ὁ πλού‐ σιος· καταφρονεῖται ὁ πένης καὶ ὑβρίζεται· ἀλλὰ φθονεῖται ὁ εὔπορος. Οὐχ οὕτως ἐστὶν εὐκαταγώνιστος ὁ πένης, ὥς ἐστιν εὐκαταγώνιστος ὁ πλούσιος, μυρίας

49

.

45

(50)

πάντοθεν καὶ τῷ διαβόλῳ καὶ τοῖς ἐπιβούλοις παρέχων λαβὰς, καὶ πάντων ὢν δοῦλος διὰ τὴν πολλὴν τῶν πρα‐ γμάτων περιβολήν· ὁ πολλῶν ἐν χρείᾳ καθεστὼς πολ‐ λοὺς ἀναγκάζεται κολακεύειν, καὶ μετὰ πολλῆς θερα‐ πεύειν δουλοπρεπείας· ὁ δὲ πένης ἂν εἰδῇ φιλοσοφεῖν,
55οὐδὲ ὑπ’ αὐτοῦ τοῦ διαβόλου καταγωνισθῆναι δύναται. Ὁ οὖν Ἰὼβ ἰσχυρὸς ὢν καὶ πρὸ τούτου, ἡνίκα τὰ πάντα ἀπέβαλε, τότε γέγονεν ἰσχυρότερος, καὶ λαμ‐ πρὰν ἤρατο κατὰ τοῦ διαβόλου τὴν νίκην. Ἄλλως δὲ οὐδὲ ὑβρίζεσθαι δύναται ὁ πένης, ἂν εἰδῇ φιλοσοφεῖν. Ὅπερ
60γὰρ ἔφην περὶ τῆς ἡδονῆς, ὅτι ἡ ἡδονὴ οὐκ ἐν τῇ πο‐
λυτελείᾳ τῶν σιτίων, ἀλλ’ ἐν τῇ διαθέσει τῶν ἑστιωμένωνColumn end

49

.

46

κεῖται, τοῦτο καὶ περὶ τῆς ὕβρεως λέγω· ὅτι ἡ ὕβρις οὐκ ἀπὸ τῆς γνώμης τῶν ὑβριζόντων, ἀλλ’ ἀπὸ τῆς διαθέσεως τῶν πασχόντων ἢ συνίσταται ἢ ἀπόλλυται· οἷόν τι λέγω· ὕβρισέ τις πολλὰ ῥητὰ καὶ ἄῤῥητα; ἂν
5καταγελάσῃς τῶν ὕβρεων, ἂν μὴ παραδέξῃ τὰ ῥήματα, καὶ ἀνώτερος γένῃ τῆς πληγῆς, οὐχ ὑβρίσθης. Καὶ καθ‐ άπερ εἰ σῶμα ἀδαμάντινον εἴχομεν, εἰ καὶ μυρίοις πανταχόθεν ἐβαλλόμεθα βέλεσιν, οὐκ ἂν ἐδεξάμεθα τὰς πληγάς· οὐ γὰρ ἀπὸ τῆς ἀφιείσης τὰ βέλη χειρὸς, ἀλλ’
10ἀπὸ τῶν πασχόντων σωμάτων τὰ τραύματα γίνεται· οὕτω δὴ καὶ ἐνταῦθα οὐκ ἀπὸ τῆς μανίας τῶν ὑβριζόν‐ των, ἀλλ’ ἀπὸ τῆς ἀσθενείας τῶν ὑβριζομένων αἱ ὕβρεις, καὶ αἱ τῶν ὕβρεων ἀτιμίαι συνίστανται. Ἂν γὰρ εἰδῶ‐ μεν φιλοσοφεῖν, οὐδὲ ὑβρίζεσθαι δυνάμεθα, οὐδὲ πά‐
15σχειν τι τῶν δεινῶν. Ὕβρισεν ὁ δεῖνα, ἀλλ’ οὐκ ᾐσθάν‐ θης, οὐκ ἤλγησας; οὐχ ὑβρίσθης, ἀλλὰ καὶ μᾶλλον ἔπληξας ἢ ἐπλήγης. Ὅταν γὰρ ὁ ὑβρίσας ἴδῃ μὴ καθ‐ ικνουμένην αὐτοῦ τὴν πληγὴν τῆς τῶν λοιδορηθέντων ψυχῆς, αὐτὸς δάκνεται μειζόνως, καὶ τῶν ὑβριζομένων
20σιγώντων, αὐτόματος ἡ πληγὴ τῶν ὕβρεων κατὰ τοῦ πέμψαντος ὑποστρέψασα φέρεται. θʹ. Φιλοσοφῶμεν τοίνυν ἐν ἅπασιν, ἀγαπητοὶ, καὶ οὐδὲν ἡμᾶς πενία παραβλάψαι δυνήσεται, ἀλλὰ καὶ ὠφελή‐ σει τὰ μέγιστα, καὶ λαμπροτέρους ἐργάσεται, καὶ πάν‐
25των τῶν πλουτούντων εὐπορωτέρους. Τί γὰρ, εἰπέ μοι, τοῦ Ἠλία πενέστερον ἦν; Ἀλλὰ διὰ τοῦτο πάντας ἐνίκα τοὺς πλουτοῦντας, ἐπειδὴ οὕτω πένης ἦν, καὶ αὐτὴν δὲ τὴν πενίαν ἀπὸ πλουσίας εἵλετο διανοίας. Ἐπειδὴ γὰρ ἅπαντα τῶν χρημάτων τὸν πλοῦτον ἐλάττονα τῆς ἑαυ‐
30τοῦ μεγαλοψυχίας ἐνόμιζεν εἶναι, καὶ οὐκ ἄξιον αὐτοῦ τῆς φιλοσοφίας, διὰ τοῦτο πενίαν τοσαύτην ἠσπάσατο· ὡς εἰ μεγάλα τὰ παρόντα ἐνόμισεν εἶναι, οὐκ ἂν μη‐ λωτὴν ἐκτήσατο μόνον, ἀλλ’ οὕτω κατέγνω τῆς παρού‐ σης ματαιότητος ἁπάσης, καὶ ὡς πηλὸν ἐῤῥιμμένον τὸ
35χρυσίον ἅπαν ἑώρα, ὡς τῆς περιβολῆς ἐκείνης μηδὲν κτήσασθαι πλέον. Διὰ τοῦτο ὁ βασιλεὺς τοῦ πένητος ἐδεῖτο, καὶ πρὸς τὸ στόμα ἐκεχήνει τοῦ μηδὲν πλέον μηλωτῆς ἔχοντος, ὁ τοσοῦτον χρυσίον ἔχων· οὕτω λαμ‐ προτέρα τῆς πορφυρίδος ἡ μηλωτὴ ἦν, καὶ τῶν βασι‐
40λικῶν αὐλῶν τὸ σπήλαιον τοῦ δικαίου. Διὰ τοῦτο καὶ εἰς τὸν οὐρανὸν ἀνιὼν, οὐδὲν ἕτερον, ἀλλ’ ἢ τὴν μηλω‐ τὴν τῷ μαθητῇ κατέλιπε. Μετὰ ταύτης, φησὶ, τῷ δια‐ βόλῳ ἐπάλαισα, ταύτην καὶ σὺ λαβὼν ὁπλίζου κατ’ ἐκεί‐ νου· ἰσχυρὸν γὰρ ὅπλον ἀκτημοσύνη, καὶ ἀκαταγώνιστον
45καταγώγιον, καὶ πύργος ἀσάλευτος. Ἐδέξατο καθάπερ μεγίστην κληρονομίαν τὴν μηλωτὴν ὁ Ἑλισσαῖος· καὶ γὰρ ἦν ἀληθῶς μεγίστη κληρονομία, παντὸς χρυσίου τι‐ μιωτέρα. Καὶ ἦν ἐκ τότε διπλοῦς Ἠλίας ἐκεῖνος, καὶ ἦν ἄνω Ἠλίας, καὶ κάτω Ἠλίας. Οἶδα ὅτι μακαρίζετε

49

.

46

(50)

τὸν δίκαιον ἐκεῖνον, καὶ ἐβούλεσθε αὐτὸς ἕκαστος ἐκεῖ‐ νος εἶναι. Τί οὖν ἂν ὑμῖν ὑποδείξω, ὅτι ἕτερόν τι πολλῷ μεῖζον ἐκείνου πάντες ἐλάβομεν οἱ μεμυσταγωγημένοι; Ὁ μὲν γὰρ Ἠλίας μηλωτὴν ἀφῆκε τῷ μαθητῇ· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ἀναβαίνων τὴν σάρκα ἡμῖν κατέλιπε τὴν
55ἑαυτοῦ· ἀλλ’ ὁ μὲν Ἠλίας ἀποδυσάμενος, ὁ δὲ Χριστὸς καὶ ἡμῖν κατέλιπε, καὶ ἔχων αὐτὴν ἀνῆλθε. Μὴ τοίνυν καταπίπτωμεν, μηδὲ ὀδυρώμεθα, μηδὲ δυσκολίαν φο‐ βώμεθα καιρῶν· ὁ γὰρ τὸ αἷμα αὐτοῦ μὴ παραιτησά‐ μενος ὑπὲρ ἁπάντων ἐκχέαι, καὶ τῆς σαρκὸς ἡμῖν με‐
60ταδοὺς καὶ αὐτοῦ τοῦ αἵματος πάλιν, τί παραιτήσεται
ποιῆσαι τῆς ἡμετέρας ἕνεκεν σωτηρίας; Ταύταις τοίνυν45

49

.

47

θαῤῥοῦντες ταῖς ἐλπίσι, παρακαλῶμεν αὐτὸν διηνεκῶς, καὶ εὐχαῖς καὶ ἱκετηρίαις προσανέχωμεν, καὶ τῆς λοιπῆς ἀρετῆς ἐπιμελώμεθα μετὰ ἀκριβείας ἁπάσης, ἵνα καὶ
τὸν ἐπικείμενον διαφύγωμεν κίνδυνον, καὶ τῶν μελλόν‐Column end

49

.

48

των ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιω‐ θῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ
ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

49

.

47

(5t)

Εἰς τὴν ἀποδημίαν τοῦ ἐπισκόπου Φλαβιανοῦ, ὑπὲρ τῆς πόλεως πρὸς τὸν βασιλέα πρεσβευομένου·
6tκαὶ τίς ἐστιν ἡ ἀληθὴς νηστεία, καὶ ὅτι τοῦ φαγεῖν ἀνθρώπινον σῶμα τὸ κατηγορῆσαι χεῖρον, καὶ περὶ
7tτῶν διὰ τὴν στάσιν σφαγέντων, καὶ πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι πολλοὶ τῶν ἀναιτίων ἑάλωσαν.
8tὉμιλία γʹ.
9Ὅταν εἰς τὸν θρόνον ἀπίδω τοῦτον ἔρημον ὄντα καὶ κε‐
10νὸν τοῦ διδασκάλου, χαίρω τε ὁμοῦ καὶ δακρύω· δακρύω μὲν, ὅτι παρόντα οὐχ ὁρῶ τὸν πατέρα· χαίρω δὲ, ὅτι ὑπὲρ τῆς ἡμετέρας ἀπεδήμησε σωτηρίας, καὶ δῆμον τοσοῦτον ἀπῆλθεν ὀργῆς ἐξαρπάσαι βασιλικῆς. Τοῦτο καὶ ὑμῖν κόσμος, κἀκείνῳ στέφανος· κόσμος ὑμῖν, ὅτι τοιοῦτον
15ἐκληρώθητε πατέρα· στέφανος ἐκείνῳ, ὅτι περὶ τὰ ἔκ‐ γονα οὕτως ἐστὶ φιλόστοργος, καὶ τὸ παρὰ τοῦ Χρι‐ στοῦ λεχθὲν δι’ αὐτῶν ἐβεβαίωσε τῶν πραγμάτων. Ἀκού‐ σας γὰρ, ὅτι Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, ἀπῆλθε τὴν ψυχὴν αὐ‐
20τοῦ θήσων ὑπὲρ ἡμῶν ἁπάντων, καίτοι πολλὰ ἦν αὐτὸν τὰ κωλύοντα ἀπιέναι καὶ καταναγκάζοντα μένειν· καὶ πρῶτον ἡ ἡλικία πρὸς ἔσχατον ἐλάσασα γῆρας, εἶτα ἡ τοῦ σώματος ἀσθένεια, καὶ τοῦ ἔτους ἡ ὥρα, καὶ τῆς ἁγίας ἑορτῆς ἡ ἀνάγκη· πρὸς τούτοις ἡ ἀδελφὴ μόνη
25οὖσα αὐτῷ καὶ πρὸς ἐσχάτας ἑστῶσα ἀναπνοάς. Ἀλλ’ ὅμως καὶ συγγένειαν παρεῖδε, καὶ γῆρας, καὶ ἀσθένειαν, καὶ καιροῦ δυσκολίαν, καὶ ὁδοιπορίας ταλαιπωρίαν, καὶ πάντων ὑμᾶς καὶ τὴν ὑμετέραν σωτηρίαν προθεὶς, ταῦτα πάντα διέῤῥηξε τὰ δεσμά· καὶ καθάπερ νέος ὁ γέρων
30ἐλαύνει νῦν, ὑπόπτερος τῇ προθυμίᾳ γενόμενος. Εἰ γὰρ ὁ Χριστὸς, φησὶν, ὑπὲρ ἡμῶν ἑαυτὸν ἐπέδωκε, τίνος ἂν εἴημεν ἡμεῖς ἀπολογίας καὶ συγγνώμης ἄξιοι, τοσούτου λαοῦ προστασίαν ἐγκεχειρισμένοι, καὶ μὴ πάντα αἱρού‐ μενοι καὶ ποιῆσαι καὶ παθεῖν ὑπὲρ τῆς τῶν ἐγχειρισθέν‐
35των ἡμῖν ἀσφαλείας; Εἰ γὰρ ὁ πατριάρχης, φησὶν, Ἰα‐ κὼβ θρεμμάτων προεστὼς καὶ πρόβατα ἄλογα βόσκων, καὶ ἀνθρώπῳ μέλλων εὐθύνας διδόναι, καὶ νύκτας ἀΰ‐ πνους διῆγε, καὶ καῦμα καὶ κρύος καὶ πᾶσαν ἀέρων ἀνωμαλίαν ἔφερεν, ὥστε μηδὲν παραπολέσθαι τῶν θρεμ‐
40μάτων ἐκείνων· πολλῷ μᾶλλον ἡμᾶς, τοὺς οὐκ ἀλόγοις ἐφεστῶτας, ἀλλὰ πνευματικοῖς προβάτοις, καὶ οὐκ ἀν‐ θρώπῳ, ἀλλὰ τῷ Θεῷ τῆς ἐπιστασίας ταύτης διδόναι μέλλοντας τὰς εὐθύνας, πρὸς οὐδὲν ὀκνεῖν καὶ ἀναδύε‐ σθαι χρὴ τῶν δυναμένων ὠφελῆσαι τὸ ποίμνιον. Ἀλλ’
45ὅσῳ βελτίων ἡ ποίμνη αὕτη τῆς ποίμνης ἐκείνης, καὶ ἀλόγων μὲν ἄνθρωποι, ἀνθρώπων δὲ ὁ Θεός· τοσούτῳ καὶ ἡμᾶς πλείω καὶ σφοδρὰν τὴν σπουδὴν καὶ τὴν προθυμίαν ἐπιδείκνυσθαι χρή. Ἔγνω καλῶς ἐκεῖνος, ὅτι οὐχ ὑπὲρ μιᾶς πόλεως αὐτῷ νῦν ὁ λόγος, ἀλλ’ ὑπὲρ τῆς Ἀνα‐

49

.

47

(50)

τολῆς ἁπάσης· τῶν γὰρ πόλεων τῶν ὑπὸ τὴν ἕω κειμέ‐ νων κεφαλὴ καὶ μήτηρ ἐστὶν ἡ πόλις ἡ ἡμετέρα. Διὰ
τοῦτο πάντα ὑπέμεινε κίνδυνον, καὶ οὐδὲν αὐτὸν ἐνταῦθαColumn end

49

.

48

(8)

κατασχεῖν ἴσχυσε. Διὰ τοῦτο ἐλπίζω χρηστὰς ἔσεσθαι τὰς ἐλπίδας· οὐ γὰρ παρόψεται τοσαύτην προθυμίαν καὶ
10σπουδὴν ὁ Θεὸς, οὐδὲ ἐάσει τὸν ἑαυτοῦ θεράποντα ἄπρα‐ κτον ἐπανελθεῖν. Οἶδα ὅτι καὶ μόνον ὀφθεὶς ἐκεῖνος, καὶ τὸν εὐσεβῆ βασιλέα θεασάμενος, ἀπὸ τῆς ὄψεως αὐτῆς εὐθέως καταστεῖλαι δυνήσεται τὸν θυμόν. Τῶν γὰρ ἁγίων οὐχὶ τὰ ῥήματα μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ πρόσωπα πνευ‐
15ματικῆς γέμει χάριτος. Οὗτος δὲ καὶ πολλῆς σοφίας ἐμ‐ πέπλησται, καὶ τῶν θείων νόμων ἔμπειρος ὢν, ἐρεῖ πρὸς αὐτὸν ὅπερ καὶ πρὸς τὸν Θεὸν ὁ Μωϋσῆς· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἀπόκτει‐ νον μετ’ αὐτῶν. Τοιαῦτα γὰρ τῶν ἁγίων τὰ σπλάγχνα,
20τὸν μετὰ τῶν τέκνων θάνατον τῆς χωρὶς αὐτῶν ζωῆς γλυκύτερον εἶναι νομίζουσι. Προσθήσει δὲ καὶ τὴν ἀπὸ τοῦ καιροῦ συνηγορίαν, καὶ τὸ Πάσχα τὸ ἱερὸν προβα‐ λεῖται, καὶ ἀναμνήσει τὸν καιρὸν, καθ’ ὃν τῇ οἰκουμένῃ πάσῃ τὰ ἁμαρτήματα ἀφῆκεν ὁ Χριστός· παρακαλέσει
25μιμήσασθαι τὸν Δεσπότην, ἀναμνήσει καὶ τῆς παραβο‐ λῆς αὐτὸν ἐκείνης τῆς τῶν μυρίων ταλάντων καὶ τῶν ἑκατὸν δηναρίων. Οἶδα τοῦ πατρὸς ἡμῶν τὴν παῤῥησίαν, οὐ παραιτήσεται αὐτὸν ἀπὸ τῆς παραβολῆς ταύτης φο‐ βῆσαι, καὶ εἰπεῖν, Ὅρα μήποτε καὶ σὺ κατ’ ἐκείνην ἀκού‐
30σῃς τὴν ἡμέραν· Πονηρὲ δοῦλε, πᾶσαν τὴν ὀφειλὴν ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· ἔδει καὶ σὲ ἀφεῖναι τοῖς συνδούλοις σου. Σαυτὸν ὠφελεῖς μειζό‐ νως ἢ ἐκείνους, ἐν τῇ τῶν ὀλίγων ἁμαρτημάτων συγχω‐ ρήσει τῶν μειζόνων τὴν ἀμνηστίαν λαμβάνων. Προσθή‐
35σει τοῖς εἰρημένοις καὶ τὴν εὐχὴν ἐκείνην, ἣν οἱ μυστα‐ γωγήσαντες αὐτὸν τὴν ἱερὰν μυσταγωγίαν, ἐπαίδευσαν εὔχεσθαι καὶ λέγειν· Ἄφες ἡμῖν τὰ ἁμαρτήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Διδάξει μετὰ τούτων ὅτι οὐ κοινὸν τῆς πόλεως γέγονε τὸ ἁμάρ‐
40τημα, ἀλλ’ ἀνθρώπων τινῶν ξένων καὶ ἐπηλύδων, οὐδὲν λογισμῷ ποιούντων, ἢ τόλμῃ καὶ παρανομίᾳ πάσῃ· καὶ οὐκ ἂν εἴη δίκαιον, ὑπὲρ τῆς ὀλίγων ἀπαιδευσίας πόλιν τοσαύτην ἀναρπάζεσθαι, καὶ τοὺς οὐδὲν ἠδικηκότας διδόναι δίκην. Καίτοι εἰ καὶ πάντες ἡμαρτηκότες ἦσαν,
45ἱκανὴν ἔδωκαν δίκην ἐπὶ τοσαύταις ἡμέραις φόβῳ δαπα‐ νώμενοι, καὶ καθ’ ἑκάστην ἀποθανεῖσθαι προσδοκῶντες τὴν ἡμέραν, ἐλαυνόμενοι, φυγαδευόμενοι, τῶν καταδί‐ κων ἐλεεινότερον ζῶντες, τὸ αἷμα ἐν ταῖς χερσὶ βαστά‐ ζοντες, καὶ οὐ θαῤῥοῦντες αὐτῶν τῇ ζωῇ. Ἀρκέσθητι

49

.

48

(50)

τῇ τιμωρίᾳ ταύτῃ, μὴ προέλθῃς περαιτέρω τῆς ὀργῆς, ἥμερον σεαυτῷ ποίησον τὸν ἄνω δικαστὴν διὰ τῆς εἰς τοὺς συνδούλους φιλανθρωπίας· ἐννόησον τὸ τῆς πόλεως μέγεθος, καὶ ὅτι οὐ περὶ μιᾶς καὶ δύο καὶ τριῶν καὶ δέκα ψυχῶν ἐστιν ἡμῖν ἡ σκέψις νῦν, ἀλλὰ περὶ μυριάδων
55ἀπείρων, περὶ τοῦ κεφαλαίου τῆς οἰκουμένης ἁπάσης.
Αὕτη ἡ πόλις ἐστὶν, ἐν ᾗ πρῶτον ἐχρημάτισαν Χρι‐47

49

.

49

στιανοί· τίμησον τὸν Χριστὸν, αἰδέσθητι τὴν πρώτην ἀνακηρύξασαν τὸ ποθεινὸν τοῦτο καὶ γλυκὺ πᾶσιν ὄνομα· ἀποστόλων ἐκείνη γέγονε καταγώγιον, δικαίων ἐνδιαί‐ τημα. Νῦν τοῦτο πρῶτον καὶ μόνον τὸ τόλμημα γέγονε
5εἰς τοὺς κρατοῦντας, καὶ μαρτυρεῖ τῷ τῆς πόλεως ἤθει πᾶς ὁ παρελθὼν χρόνος. Εἰ μὲν γὰρ συνεχῶς ἐστασία‐ ζον, ἔδει καταγινώσκειν τῆς πονηρίας· εἰ δὲ ἅπαξ τοῦ παντὸς τοῦτο συνέβη χρόνου, εὔδηλον ὅτι οὐ τοῦ τῆς πό‐ λεως ἤθους τὸ ἁμάρτημα, ἀλλὰ τῶν ἁπλῶς καὶ εἰκῆ προσ‐
10φθαρέντων αὐτῇ τὸ παρανόμημα γέγονε τοῦτο. Ταῦτα ὁ ἱερεὺς ἐρεῖ, καὶ πλείονα τούτων μετὰ πλείο‐ νος τῆς παῤῥησίας· ταῦτα ὁ βασιλεὺς ἀκούσεται· κἀκεῖ‐ νος φιλάνθρωπος, καὶ οὗτος πιστὸς, ὥστε ἀμφοτέρωθεν χρηστὰς ἔχομεν τὰς ἐλπίδας. Μᾶλλον δὲ καὶ πρὸ τῆς
15πίστεως τοῦ διδασκάλου, καὶ πρὸ τῆς φιλανθρωπίας τοῦ βασιλέως, τῷ ἐλέει θαῤῥοῦμεν τοῦ Θεοῦ· καὶ γὰρ ἱκε‐ τευομένου τοῦ βασιλέως, καὶ ἱκετεύοντος τοῦ ἱερέως, αὐ‐ τὸς παραστήσεται μέσος, τοῦ βασιλέως μαλάσσων τὴν καρδίαν, τοῦ ἱερέως διεγείρων τὴν γλῶσσαν, εὐοδῶν
20τούτου τὰ ῥήματα, παρασκευάζων ἐκείνου τὴν διάνοιαν ὑποδέξασθαι τὰ λεγόμενα, καὶ μετὰ πολλῆς τῆς συγγνώ‐ μης ἐπινεῦσαι ταῖς δεήσεσι. Καὶ γὰρ τῷ Χριστῷ ποθει‐ νοτέρα πασῶν ἡ πόλις ἡ ἡμετέρα, καὶ διὰ τὴν τῶν προ‐ γόνων καὶ διὰ τὴν ὑμῶν αὐτῶν ἀρετήν. Καὶ καθάπερ ὁ
25Πέτρος ἐν τοῖς ἀποστόλοις πρῶτος ἐκήρυξε τὸν Χριστόν· οὕτως ἐν ταῖς πόλεσι, καθάπερ ἔφθην εἰπὼν, αὕτη πρώ‐ τη, ὥσπερ στέφανόν τινα θαυμαστὸν, τὴν τῶν Χριστια‐ νῶν ἀνεδήσατο προσηγορίαν. Εἰ δὲ ἔνθα δίκαιοι δέκα μόνον ἦσαν, ὑπέσχετο ὁ Θεὸς σώζειν τοὺς ἐνοικοῦντας
30ἅπαντας· ἔνθα οὐ δέκα καὶ εἴκοσιν, οὐδὲ δὶς τοσοῦτοι μόνον, ἀλλὰ πολλῷ πλείους οἱ τὸν Θεόν εἰσι θεραπεύοντες μετὰ ἀκριβείας ἁπάσης, πῶς οὐ χρὴ τὰ χρηστὰ προσ‐ δοκᾷν, καὶ θαῤῥεῖν ὑπὲρ τῆς κοινῆς ἡμῶν ἁπάντων ζωῆς; Ἤκουσα λεγόντων πολλῶν, ὅτι Ἀπειλὴ βασιλέως ὁμοία
35θυμῷ λέοντος, καὶ καταπιπτόντων καὶ ὀδυνωμένων. Τί οὖν ἂν εἴποιμεν πρὸς ἐκείνους; Ὅτι ὁ εἰπὼν, Λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται, καὶ πάρδαλις συν‐ αναπαύσεται ἐρίφῳ, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, δυνήσεται καὶ τὸν λέοντα τοῦτον ποιῆσαι πρόβατον ἥμε‐
40ρον. Παρακαλῶμεν τοίνυν αὐτὸν, καὶ διαπρεσβευώμεθα πρὸς αὐτὸν, καὶ καταστελεῖ πάντως τὸν θυμὸν τοῦ βασι‐ λέως, καὶ τῆς ἐπικειμένης ἡμᾶς ἀγωνίας ἀπαλλάξει πάσης. Ὁ πατὴρ ἐκεῖ πρεσβεύεται, ἡμεῖς ἐντεῦθεν πρε‐ σβευσώμεθα πρὸς τὸν τῶν οὐρανῶν βασιλέα, βοηθήσωμεν
45αὐτῷ ταῖς εὐχαῖς. Μέγα τὸ κοινὸν τῆς Ἐκκλησίας δύνα‐ ται, ἂν μετ’ ὀδυνωμένης ψυχῆς, ἂν μετὰ συντετριμμένης καρδίας τὰς εὐχὰς ἀνενέγκωμεν. Οὐκ ἔστι διαβῆναι πέ‐ λαγος, οὐκ ἔστι μακρὰν ἀποδημίαν στείλασθαι· ἕκαστος καὶ ἑκάστη, καὶ εἰς Ἐκκλησίαν ἀπαντῶντες, καὶ οἴκοι

49

.

49

(50)

μένοντες, καλῶμεν μετὰ πολλῆς σπουδῆς τὸν Θεὸν, καὶ πάντως ἐπινεύσει ταῖς δεήσεσι. Πόθεν τοῦτο δῆλον; Ὅτι σφόδρα βούλεται ἡμᾶς ἀεὶ πρὸς αὐτὸν καταφεύγειν, καὶ ἐν ἅπασιν αὐτοῦ δεῖσθαι, καὶ μηδὲν χωρὶς αὐτοῦ ποιεῖν ἢ λέγειν. Ἄνθρωποι
55μὲν γὰρ, ὅταν συνεχῶς αὐτοὺς ἐνοχλῶμεν ὑπὲρ τῶν ἡμε‐ τέρων πραγμάτων, ναρκῶσι καὶ ἀναδύονται, καὶ ἀηδῶς πρὸς ἡμᾶς ἔχουσιν· ὁ δὲ Θεὸς τοὐναντίον ἅπαν, οὐχ ὅταν αὐτῷ συνεχῶς ἐντυγχάνωμεν ὑπὲρ τῶν ἡμετέρων πρα‐ γμάτων, ἀλλ’ ὅταν μὴ τοῦτο ποιῶμεν, τότε μάλιστα ἀγαν‐
60ακτεῖ. Ἄκουσον γοῦν τί τοῖς Ἰουδαίοις ἐγκαλεῖ, λέγων· Ἐποιήσατε βουλὴν, καὶ οὐ δι’ ἐμοῦ, καὶ συνθήκας, καὶ οὐ διὰ τοῦ Πνεύματός μου. Τοιοῦτο γὰρ τῶν φι‐ λούντων τὸ ἔθος· πάντα τὰ τῶν φιλουμένων πράγματα δι’ αὐτῶν ἀνύεσθαι βούλονται, καὶ μηδὲν χωρὶς αὐτῶν
65ἐκείνους ἢ ποιεῖν, ἢ λέγειν. Διὰ τοῦτο καὶ ὁ Θεὸς, οὐκColumn end

49

.

50

ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀλλαχοῦ αὐτὸ τοῦτο πάλιν ἐγ‐ καλῶν ἔλεγεν· Ἐβασίλευσαν, καὶ οὐ δι’ ἐμοῦ· ἦρξαν, καὶ οὐκ ἐγνώρισάν μοι. Μὴ τοίνυν ὀκνῶμεν συνεχῶς πρὸς αὐτὸν καταφεύγειν, καὶ ὅπερ ἂν ᾖ δεινὸν, πάντως
5λήψεται τὴν προσήκουσαν λύσιν. Ἐφόβησεν ἄνθρωπος; δράμε πρὸς τὸν ἄνω Δεσπότην, καὶ οὐδὲν πείσῃ δεινόν. Οὕτως οἱ παλαιοὶ τὰς συμφορὰς ἔλυον, οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ γυναῖκες. Ἐγένετό τις Ἑβραία γυνὴ, Ἐσθὴρ ἦν τὸ ὄνομα αὐτῆς· αὕτη ἡ Ἐσθὴρ ὅλον τῶν
10Ἰουδαίων τὸν δῆμον πανωλεθρίᾳ παραδίδοσθαι μέλλοντα, τούτῳ τῷ τρόπῳ ἐξήρπασεν. Ἐπειδὴ γὰρ ὁ τῶν Περσῶν βασιλεὺς πάντας ἄρδην ἀναιρεῖσθαι τοὺς Ἰουδαίους ἐκέ‐ λευσε, καὶ οὐδεὶς ἦν ὁ πρὸς τὴν ὀργὴν ἐκείνην στῆναι δυνάμενος, ἀποδυσαμένη τὴν φαιδροτέραν στολὴν ἡ γυνὴ,
15καὶ σάκκον περιβαλλομένη, καὶ σποδὸν ὑποστρωσαμέ‐ νη, παρεκάλει τὸν φιλάνθρωπον Θεὸν συνεισελθεῖν αὐτῇ πρὸς τὸν βασιλέα, καὶ τοιαῦτα προσευχομένη πρὸς αὐ‐ τὸν ῥήματα ἔλεγε· Χαρίτωσον, Κύριε, τὰ ῥήματά μου, δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου. Ταῦτα καὶ
20περὶ τοῦ διδασκάλου παρακαλῶμεν νῦν ἡμεῖς τὸν Θεόν. Εἰ γὰρ γυνὴ ὑπὲρ Ἰουδαίων παρακαλοῦσα, βαρβαρικὸν ἴσχυσε καταστεῖλαι θυμὸν, πολλῷ μᾶλλον ὁ διδάσκαλος ὁ ἡμέτερος ὑπὲρ τοιαύτης πόλεως καὶ μετὰ τοσαύτης Ἐκ‐ κλησίας δεόμενος, τὸν πραότατον καὶ ἡμερώτατον βασι‐
25λέα τοῦτον πεῖσαι δυνήσεται. Εἰ γὰρ τὰς εἰς Θεὸν ἁμαρ‐ τίας λύειν ἔλαβεν ἐξουσίαν, πολλῷ μᾶλλον τὰς εἰς ἄν‐ θρωπον γενομένας ἀνελεῖν καὶ ἀφανίσαι δυνήσεται. Ἄρ‐ χων ἐστὶ καὶ οὗτος, καὶ ἄρχων ἐκείνου σεμνότερος. Καὶ γὰρ αὐτὴν τὴν βασιλικὴν κεφαλὴν οἱ ἱεροὶ νόμοι ταῖς
30τούτου φέροντες χερσὶν ὑπέταξαν· καὶ ὅταν τι δέοι γε‐ νέσθαι χρηστὸν ἄνωθεν, ὁ βασιλεὺς πρὸς τὸν ἱερέα, οὐχ ὁ ἱερεὺς πρὸς τὸν βασιλέα καταφεύγειν εἴωθεν. Ἔχει καὶ οὗτος θώρακα τὸν τῆς δικαιοσύνης, ἔχει καὶ ζώνην τὴν ἀπὸ τῆς ἀληθείας, ἔχει καὶ ὑποδήματα πολλῷ σεμνότερα
35τὰ ἀπὸ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἔχει καὶ μάχαιραν, οὐ τὴν ἀπὸ σιδήρου, ἀλλὰ τὴν ἀπὸ τοῦ πνεύματος· ἔχει καὶ στέφανον ἐπὶ τῆς κεφαλῆς κείμενον. Λαμπροτέρα αὕτη ἡ παντευχία, σεμνότερα τὰ ὅπλα, μείζων ἡ παῤῥη‐ σία, πλείων ἡ ἰσχύς. Ὥστε καὶ ἀπὸ τοῦ τῆς ἀρχῆς ὄγκου,
40καὶ ἀπὸ τῆς οἰκείας μεγαλοψυχίας, καὶ πρὸ τῶν ἄλλων ἁπάντων, ἀπὸ τῆς εἰς Θεὸν ἐλπίδος, μετὰ πολλῆς τῆς παῤ‐ ῥησίας, μετὰ πολλῆς τῆς συνέσεως διαλέξεται τῷ βασιλεῖ. Μὴ τοίνυν ἀπογινώσκωμεν ὑπὲρ τῆς ἡμῶν αὐτῶν σω‐ τηρίας, ἀλλὰ δεώμεθα, παρακαλῶμεν, ἱκετεύωμεν, πρε‐
45σβευώμεθα πρὸς τὸν ἄνω βασιλέα μετὰ πολλῶν δα‐ κρύων· ἔχομεν καὶ τὴν νηστείαν ταύτην σύμμαχον καὶ τῆς καλῆς ταύτης συνεφαπτομένην ἡμῖν πρεσβείας. Καθάπερ οὖν χειμῶνος παρελθόντος, καὶ θέρους φανέν‐ τος, ἕλκει μὲν πρὸς τὸ πέλαγος τὸ πλοῖον ὁ ναύτης, ἀπο‐

49

.

50

(50)

σμήχει δὲ ὁ στρατιώτης τὰ ὅπλα, καὶ παρασκευάζει τὸν ἵππον εἰς πόλεμον, καὶ γεωργὸς ἀκονᾷ δρέπανον, καὶ ὁδοιπόρος θαῤῥῶν ἀποδημίας ἅπτεται μακρᾶς, καὶ πρὸς τοὺς ἀγῶνας ἀθλητὴς ἀποδύεται καὶ γυμνοῦται· οὕτω δὴ καὶ ἡμεῖς, καθάπερ θέρους πνευματικοῦ τινος τῆς νη‐
55στείας φανείσης, καὶ ὡς στρατιῶται τὰ ὅπλα ἀποσμήξω‐ μεν, καὶ ὡς γεωργοὶ τὴν δρεπάνην ἀκονήσωμεν, καὶ ὡς κυβερνῆται πρὸς τὰ κύματα τῶν ἀτόπων ἐπιθυμιῶν τοὺς λογισμοὺς ἀντιτάξωμεν, καὶ ὡς ὁδῖται τῆς εἰς τὸν
οὐρανὸν ἀποδημίας ἁψώμεθα, καὶ ὡς ἀθληταὶ πρὸς τοὺς49

49

.

51

ἀγῶνας ἀποδυσώμεθα. Ὁ γὰρ πιστὸς καὶ γεωργὸς, καὶ κυβερνήτης, καὶ στρατιώτης, καὶ ἀθλητὴς, καὶ ὁδοιπό‐ ρος ἐστίν. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς
5ἀρχὰς, πρὸς τὰς ἐξουσίας· ἐνδύσασθε οὖν τὴν παν‐ οπλίαν τοῦ Θεοῦ. Εἶδες τὸν ἀθλητήν; Εἶδες τὸν στρα‐ τιώτην; Εἰ ἀθλητὴς εἶ, γυμνὸν εἰς τὸν ἀγῶνα εἰσελθεῖν σε δεῖ· εἰ στρατιώτης εἶ, καθωπλισμένον σε ἐπὶ τῆς παρατάξεως ἑστάναι χρή. Πῶς οὖν ἀμφότερα ταῦτα εἶναι
10δυνατὸν, καὶ γυμνὸν εἶναι καὶ οὐ γυμνὸν, καὶ ἐνδεδυ‐ μένον καὶ οὐκ ἐνδεδυμένον; Πῶς; ἐγὼ λέγω. Ἀπόδυσαι τὰ βιωτικὰ πράγματα, καὶ γέγονας ἀθλητής· ἔνδυσαι τὰ ὅπλα τὰ πνευματικὰ, καὶ γέγονας στρατιώτης· γύμνω‐ σον σαυτὸν τῶν βιωτικῶν φροντίδων· πάλης γάρ ἐστιν
15ὁ καιρός· ἔνδυσαι τὰ πνευματικὰ ὅπλα· πόλεμος γὰρ ἡμῖν πρὸς δαίμονας συγκεκρότηται χαλεπός. Διὰ τοῦτο καὶ γυμνὸν εἶναι χρὴ, ὥστε μηδεμίαν λαβὴν τῷ διαβόλῳ παρασχεῖν παλαίοντι πρὸς ἡμᾶς, καὶ καθοπλίζεσθαι πάντοθεν, ὥστε μηδαμόθεν καιρίαν δέξασθαι πληγήν.
20Γεώργησόν σου τὴν ψυχὴν, καὶ τὰς ἀκάνθας ἔκτεμε, σπεῖρον τὸν λόγον τῆς εὐσεβείας, τὰ καλὰ τῆς φιλοσο‐ φίας φύτευσον φυτὰ, καὶ μετὰ πολλῆς θεράπευε τῆς ἐπι‐ μελείας, καὶ γέγονας γεωργὸς, καὶ ἐρεῖ πρὸς σὲ ὁ Παῦ‐ λος· Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν
25μεταλαμβάνειν. Ταύτην καὶ αὐτὸς μετῄει τὴν τέχνην· διὰ τοῦτο Κορινθίοις ἐπιστέλλων ἔλεγεν· Ἐγὼ ἐφύτευ‐ σα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξησεν. Ἀκόνησόν σου τὴν δρεπάνην, ἣν ἤμβλυνας διὰ τῆς ἀδηφαγίας, ἀκό‐ νησον δὲ διὰ τῆς νηστείας· ἅψαι τῆς ὁδοιπορίας τῆς εἰς
30τὸν οὐρανὸν φερούσης, τῆς τεθλιμμένης καὶ στενῆς ἅψαι, καὶ ὅδευσον. Πῶς δὲ δυνήσῃ καὶ ἅψασθαι, καὶ ὁδεῦσαι; Ὑπωπιάζων σου τὸ σῶμα, καὶ δουλαγωγῶν· ἔνθα γὰρ ὁδοῦ στενοχωρία, μέγα κώλυμα ἡ ἐκ τῆς ἀδη‐ φαγίας πολυσαρκία. Κατάστειλον τὰ κύματα τῶν ἀτό‐
35πων ἐπιθυμιῶν, ἀπόκρουσαι τὸν χειμῶνα τῶν πονηρῶν λογισμῶν, διάσωσον τὸ σκάφος, πολλὴν ἐπίδειξαι τὴν ἐμπειρίαν, καὶ γέγονας κυβερνήτης. Πάντων δὲ τούτων ὑπόθεσις ἡμῖν ἡ νηστεία καὶ διδάσκαλος ἔσται· νηστείαν δὲ οὐ ταύτην λέγω τὴν τῶν πολλῶν, ἀλλὰ τὴν ἀκριβῆ
40νηστείαν, οὐ τὴν τῶν βρωμάτων ἀποχὴν μόνον, ἀλλὰ καὶ τὴν τῶν ἁμαρτημάτων· οὐ γὰρ ἀρκεῖ τῆς νηστείας ἡ φύσις ἐξελέσθαι τοὺς μετιόντας, ἐὰν μὴ μετὰ τοῦ προσήκοντος γένηται νόμου. Καὶ γὰρ ἀθλητὴς, φησὶν, Οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ἵνα οὖν μὴ
45πόνον ὑπομείναντες νηστείας ἐκπέσωμεν τοῦ στεφάνου τῆς νηστείας, μάθωμεν πῶς καὶ τίνα τρόπον τὸ πρᾶγμα μετιέναι χρή. Ἐπεὶ καὶ ὁ Φαρισαῖος ἐκεῖνος ἐνήστευσεν, ἀλλὰ μετὰ τὴν νηστείαν ἐκείνην κατῆλθεν ἔρημος καὶ κενὸς τῶν ἀπὸ τῆς νηστείας καρπῶν· ὁ τελώνης οὐκ

49

.

51

(50)

ἐνήστευσε, καὶ ἔμπροσθεν γέγονεν ἐκείνου τοῦ νηστεύ‐ σαντος ὁ μὴ νηστεύσας, ἵνα μάθῃς ὅτι νηστείας ὄφελος οὐδὲν, ἂν μὴ καὶ τὰ λοιπὰ ἕπηται πάντα. Ἐνήστευσαν οἱ Νινευῖται, καὶ ἐπεσπάσαντο τὴν τοῦ Θεοῦ εὔνοιαν· ἐνήστευσαν καὶ οἱ Ἰουδαῖοι, καὶ πλέον οὐ‐
55δὲν ἔπραξαν, ἀλλὰ καὶ κατηγορηθέντες ἀπῆλθον. Ἐπεὶ οὖν τοσοῦτος ὁ κίνδυνος τῆς νηστείας τοῖς οὐκ εἰδόσιν ὅπως χρὴ νηστεύειν, μάθωμεν τῆς νηστείας τοὺς νόμους, ἵνα μὴ τρέχωμεν ἀδήλως, μηδὲ ἀέρα δέρωμεν, μηδὲ σκιαμαχῶμεν πυκτεύοντες. Φάρμακόν ἐστιν ἡ νηστεία,
60ἀλλὰ τὸ φάρμακον, κἂν μυριάκις ὠφέλιμον ᾖ, πολλάκις
ἄχρηστον γίνεται διὰ τὴν ἀπειρίαν τοῦ χρωμένου. ΚαὶColumn end

49

.

52

γὰρ καὶ καιρὸν εἰδέναι χρὴ καθ’ ὃν δεῖ τοῦτο ἐπιτιθέναι, καὶ ποσότητα αὐτοῦ τοῦ φαρμάκου, καὶ σώματος κρᾶσιν τὴν δεχομένην, καὶ χώρας φύσιν, καὶ ὥραν ἔτους, καὶ δίαιταν κατάλληλον, καὶ πολλὰ ἕτερα· ὧν ὅπερ ἂν παρ‐
5οφθείη, τοῖς ἄλλοις λυμανεῖται πᾶσι τοῖς εἰρημένοις. Εἰ δὲ ἔνθα σῶμα θεραπεύειν δεῖ, τοσαύτης ἡμῖν ἀκριβείας χρεία, πολλῷ μᾶλλον ὅταν ψυχῆς ἐπιμελώμεθα καὶ λογι‐ σμοὺς θεραπεύωμεν, πάντα διερευνᾶσθαι καὶ σκοπεῖν ἀναγκαῖον μετὰ ἀκριβείας ἁπάσης.
10 Ἴδωμεν τοίνυν πῶς ἐνήστευσαν οἱ Νινευῗται, καὶ πῶς τῆς ὀργῆς ἀπηλλάγησαν ἐκείνης. Οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ τὰ πρόβατα, καὶ οἱ βόες μὴ νεμέσθωσαν, φησί. Τί λέγεις, εἰπέ μοι; καὶ τὰ ἄλογα νηστεύει; καὶ ἵπποι, καὶ ἡμίονοι σάκκῳ περιβάλλονται; Ναὶ, φησί.
15Καθάπερ γὰρ εὐπόρου τινὸς τελευτήσαντος, οὐκ οἰκέτας μόνον, οὐδὲ θεραπαινίδας, ἀλλὰ καὶ ἵππους οἱ προσήκον‐ τες σάκκῳ περιβάλλοντες, καὶ τοῖς ἱπποκόμοις αὐτοὺς ἐγχειρίσαντες, ἀκολουθεῖν ἐπὶ τὸ μνῆμα κελεύουσι, τὸ μέγεθος τῆς συμφορᾶς ἐπιδεικνύμενοι, καὶ πρὸς ἔλεον
20ἅπαντας ἐπισπώμενοι· οὕτω δὴ καὶ τῆς πόλεως ἐκείνης ἀπόλλυσθαι μελλούσης, καὶ τὴν ἄλογον φύσιν σάκκῳ πε‐ ριέβαλον, καὶ ζυγῷ νηστείας ὑπέβαλον. Οὐκ ἔστι τὰ ἄλογα, φησὶ, λόγῳ μαθεῖν τοῦ Θεοῦ τὴν ὀργὴν, μανθα‐ νέτωσαν λιμῷ, ὅτι θεήλατος ἡ πληγή· καὶ γὰρ εἰ κατ‐
25ενεχθείη, φησὶν, ἡ πόλις, οὐχ ἡμῶν μόνον τῶν ἐνοικούν‐ των, ἀλλὰ καὶ τούτων εἷς ἔσται τάφος κοινός. Τὰ τοίνυν μέλλοντα κοινωνεῖν τῆς κολάσεως κοινωνείτω καὶ τῆς νηστείας. Καὶ ἕτερον δέ τι κατεσκεύαζον ἐντεῦθεν, ὃ καὶ οἱ προφῆται ποιοῦσι· καὶ γὰρ ἐκεῖνοι ἐπειδὰν ἴδωσι πλη‐
30γήν τινα ἀφόρητον ἐκ τῶν οὐρανῶν φερομένην, εἶτα τοὺς κολάζεσθαι μέλλοντας ἀπαῤῥησιάστους ὄντας, αἰσχύνης γέμοντας, οὐδεμιᾶς συγγνώμης οὐδὲ ἀπολογίας ὄντας ἀξίους, οὐκ ἔχοντες ὅ τι πράξουσιν, οὐδὲ ὅθεν πορίσονται τοῖς κατακριθεῖσιν ἀπολογίαν, ἐπὶ τὰ ἄλογα καταφεύ‐
35γουσι, καὶ τὸν ἐκείνων ἐκτραγῳδοῦντες θάνατον, ἀπὸ τούτων ποιοῦνται τὴν ἱκετηρίαν, τὴν ἐλεεινὴν αὐτῶν καὶ πολυθρήνητον ἀπώλειαν προβαλλόμενοι. Λιμοῦ τοί‐ νυν ποτὲ καταλαβόντος τοὺς Ἰουδαίους, καὶ πολλοῦ τὴν χώραν αὐχμοῦ κατέχοντος, καὶ πάντων δαπανωμένων, ὁ
40μὲν τῶν προφητῶν ἔλεγεν· Ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομή· πάντα τὰ κτήνη τοῦ πεδίου ἀν‐ έβλεψαν πρὸς σὲ, ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων· ὁ δὲ τὰ ἐκ τῆς ἀβροχίας θρηνῶν κακὰ, πάλιν οὑτωσί πως
45ἔλεγεν· Ἔλαφοι ἐν ἀγρῷ ἔτεκον, καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη· ὄναγροι ἔστησαν ἐπὶ νάπαις, εἵλκυσαν ἄνεμον ὡς δράκων· ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος. Διὰ τοῦτο καὶ σήμερον ἠκού‐ σατε τοῦ Ἰωὴλ λέγοντος· Ἐξελθέτω νυμφίος ἐκ τοῦ

49

.

52

(50)

κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς, συναγάγετε νήπια θηλάζοντα μαστούς. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τὴν ἄωρον ἡλικίαν καλεῖ πρὸς ἱκετη‐ ρίαν; οὐκ εὔδηλον, ὅτι διὰ τὴν αὐτὴν ταύτην αἰτίαν; Ἐπειδὴ γὰρ οἱ εἰς ἄνδρας τελοῦντες ἅπαντες παρώξυναν
55καὶ παρώργισαν τὸν Θεὸν, Ἡ τῶν ἁμαρτημάτων ἄπειρος ἡλικία, φησὶ, παρακαλείτω τὸν ὀργιζόμενον. Ἀλλ’ ὅπερ ἔλεγον, ἴδωμεν τί ποτέ ἐστι τὸ λῦσαν τὴν ἀπαραίτητον ἐκείνην ὀργήν. Ἆρα ἡ νηστεία μόνον, καὶ ὁ σάκκος; Οὐκ ἔστιν εἰπεῖν, ἀλλ’ ἡ παντὸς τοῦ βίου μεταβολή. Πό‐
60θεν τοῦτο δῆλον; Ἀπ’ αὐτῶν τῶν προφητικῶν ῥημάτων. Ὁ γὰρ περὶ τῆς ὀργῆς τοῦ Θεοῦ διαλεχθεὶς καὶ τῆς ἐκεί‐ νων νηστείας, αὐτὸς οὗτος τήν τε καταλλαγὴν λέγων, καὶ
τῆς καταλλαγῆς τὴν αἰτίαν διδάσκων, οὑτωσί πώς φησι·51

49

.

53

Καὶ εἶδε τὰ ἔργα αὐτῶν ὁ Θεός. Ἔργα ποῖα; ὅτι ἐνή‐ στευσαν; ὅτι σάκκον περιεβάλοντο; Οὐδὲν τούτων, ἀλλὰ πάντα ταῦτα σιγήσας ἐπήγαγεν· Ὅτι ἀπέστρεψεν ἕκαστος ἀπὸ τῶν ὁδῶν αὐτοῦ τῶν πονηρῶν, καὶ
5μετενόησεν ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησε ποιῆσαι αὐτοῖς ὁ Κύριος. Ὁρᾷς ὅτι οὐχ ἡ νηστεία ἐξήρπασε τοῦ κινδύ‐ νου, ἀλλ’ ἡ μεταβολὴ τοῦ βίου τὸν Θεὸν κατέστησεν ἵλεω τοῖς βαρβάροις καὶ εὐμενῆ; Ταῦτα εἶπον. οὐχ ἵνα νηστείαν ἀτιμάζωμεν, ἀλλ’ ἵνα
10νηστείαν τιμῶμεν· τιμὴ γὰρ νηστείας, οὐχὶ σιτίων ἀπο‐ χὴ, ἀλλ’ ἁμαρτημάτων ἀναχώρησις, ὡς ὅ γε τῇ τῶν βρω‐ μάτων ἀποχῇ μόνον ὁρίζων τὴν νηστείαν, οὗτός ἐστιν ὁ μάλιστα ἀτιμάζων αὐτήν. Νηστεύεις; δεῖξόν μοι διὰ τῶν ἔργων αὐτῶν. Ποίων ἔργων, φησίν; Ἐὰν ἴδῃς πένητα,
15ἐλέησον· ἐὰν ἴδῃς ἐχθρὸν, καταλλάγηθι· ἐὰν ἴδῃς φίλον. εὐδοκιμοῦντα, μὴ βασκήνῃς· ἐὰν ἴδῃς γυναῖκα εὔμορφον, ὑπέρβηθι· Μὴ γὰρ δὴ στόμα νηστευέτω μό‐ νον, ἀλλὰ καὶ ὀφθαλμὸς, καὶ ἀκοὴ, καὶ πόδες, καὶ χεῖρες, καὶ πάντα τὰ τοῦ σώματος ἡμῶν μέλη· νηστευέ‐
20τωσαν χεῖρες, ἁρπαγῆς καὶ πλεονεξίας καθαρεύουσαι· νηστευέτωσαν πόδες, δρόμων τῶν ἐπὶ τὰ παράνομα θέατρα ἀφιστάμενοι· νηστευέτωσαν ὀφθαλμοὶ, παιδευό‐ μενοι μηδέποτε ὄψεσιν εὐμόρφοις ἐπιπηδᾷν, μηδὲ ἀλλό‐ τρια περιεργάζεσθαι κάλλη. Τροφὴ γὰρ ὀφθαλμῶν, θεω‐
25ρία; ἀλλὰ ἂν μὲν παράνομος ᾖ καὶ κεκωλυμένη, λυμαί‐ νεται τῇ νηστείᾳ, καὶ πᾶσαν ἀνατρέπει τῆς ψυχῆς τὴν σωτηρίαν· ἂν δὲ ἔννομος καὶ ἀσφαλὴς, κοσμεῖ τὴν νηστείαν. Καὶ γὰρ τῶν ἀτοπωτάτων ἂν εἴη, ἐπὶ μὲν βρω‐ μάτων καὶ τῆς συγκεχωρημένης ἀφίστασθαι τροφῆς διὰ
30τὴν νηστείαν, ἐπὶ δὲ τῶν ὀφθαλμῶν καὶ τῆς κεκωλυμένης ἅπτεσθαι. Οὐκ ἐσθίεις κρέα; μὴ φάγῃς ἀκολασίαν διὰ τῶν ὀφθαλμῶν. Νηστευέτω καὶ ἀκοή· νηστεία δὲ ἀκοῆς μὴ δέχεσθαι κακηγορίας καὶ διαβολάς· Ἀκοὴν γὰρ ματαίαν μὴ παραδέξῃ, φησί.
35 Νηστευέτω καὶ στόμα ἀπὸ ῥημάτων αἰσχρῶν καὶ λοι‐ δορίας. Τί γὰρ ὄφελος ὅταν μὲν ὀρνίθων καὶ ἰχθύων ἀπ‐ εχώμεθα, τοὺς δὲ ἀδελφοὺς δάκνωμεν καὶ κατεσθίωμεν; Ὁ κακηγορῶν ἀδελφικὰ κρέα ἔφαγεν, τὴν σάρκα τοῦ πλησίον ἔδακε. Διὰ τοῦτο καὶ Παῦλος ἐφόβησεν εἰπών· Εἰ
40δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. Οὐκ ἐνέπηξας τῇ σαρκὶ τοὺς ὀδόντας, ἀλλ’ ἐνέπηξας τῇ ψυχῇ τὴν κακηγορίαν, τὴν πονηρὰν ὑπόληψιν ἔτρωσας, μυρία εἰργάσω κακὰ καὶ σαυτὸν καὶ ἐκεῖνον καὶ ἑτέρους πλείονας· καὶ γὰρ τὸν
45ἀκούσαντα χείρονα εἰργάσω, διαβάλλων τὸν πλησίον. Ἄν τε γὰρ ἁμαρτωλὸς ᾖ, ῥᾴθυμος γίνεται, κοινωνὸν εὑρὼν τῆς ἁμαρτίας· ἄν τε δίκαιος ᾖ, εἰς ἀπόνοιαν αἴρεται, καὶ φυσᾶται ἐκ τῆς ἑτέρων ἁμαρτίας, μεγάλα περὶ ἑαυτοῦ φαντάζεσθαι προαγόμενος. Μετὰ τούτων τὸ κοινὸν τῆς

49

.

53

(50)

Ἐκκλησίας ἔβλαψας· οὐ γὰρ δὴ τὸν ἡμαρτηκότα δια‐ βάλλουσιν ἅπαντες οἱ ἀκούοντες, ἀλλὰ τὰ ὀνείδη τῷ Χριστιανῶν ἔθνει προστρίβεται· οὐδὲ ἔστιν ἀκοῦσαι ἀπίστων λεγόντων, ὅτι ὁ δεῖνα πόρνος ἐστὶ καὶ ἀκόλα‐ στος, ἀλλ’ ἀντὶ τοῦ πεπλημμεληκότος, τοὺς Χριστιανοὺς
55ἅπαντας διαβάλλουσι. Πρὸς τούτοις τοῦ Θεοῦ τὴν δόξαν βλασφημεῖσθαι παρεσκεύασας· ὥσπερ γὰρ εὐδοκιμούν‐ των ἡμῶν τὸ ὄνομα τοῦ Θεοῦ δοξάζεται, οὕτως ἁμαρ‐ τανόντων βλασφημεῖται καὶ ὑβρίζεται. Τέταρτον, τὸν κακῶς ἀκούσαντα κατῄσχυνας, καὶ ἀναισχυντότερον
60ταύτῃ πεποίηκας, ἐχθρὸν καὶ πολέμιον καταστήσας. Πέμ‐Column end

49

.

54

πτον, ἑαυτὸν ὑπεύθυνον κολάσει καὶ τιμωρίᾳ πεποίηκας, πράγματα τὰ μηδὲν σαυτῷ προσήκοντα πλέξας. Μὴ γάρ μοι τοῦτο λεγέτω τις, ὅτι τότε κακηγορῶ, ἐπειδὰν ψευδῆ εἴπω· ἐὰν δὲ ἀληθεύω, οὐκέτι. Κἂν ἀληθεύων εἴπῃς
5κακῶς, καὶ τοῦτο ἔγκλημα· καὶ γὰρ ὁ Φαρισαῖος ἐκεῖνος τὸν τελώνην εἶπε κακῶς ἀληθεύων, ἀλλ’ ὅμως οὐδὲν αὐ‐ τοῦ τοῦτο προέστη. Εἰπὲ γάρ μοι, τελώνης ἦν ὁ τελώνης καὶ ἁμαρτωλός; Παντί που δῆλον ὅτι τελώνης· ἀλλ’ ὅμως ἐπειδὴ αὐτὸν ἐκάκισεν ὁ Φαρισαῖος, ἀπῆλθεν ἅπαντα
10ἀπολέσας. Βούλει διορθῶσαι τὸν ἀδελφόν; δάκρυσον, εὖξαι τῷ Θεῷ, κατ’ ἰδίαν λαβὼν παραίνεσον, συμβού‐ λευσον, παρακάλεσον. Οὕτω καὶ ὁ Παῦλος ἐποίει· Μήπως ἐλθόντα με, φησὶ, ταπεινώσῃ ὁ Θεὸς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάν‐
15των ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ, καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν. Δεῖξον ἀγάπην περὶ τὸν ἡμαρτηκότα· πεῖσον αὐτὸν ὅτι κηδόμενος καὶ φροντίζων, οὐκ ἐκπομπεῦσαι βουλόμενος, περὶ τῆς ἁμαρτίας αὐτὸν ὑπομιμνήσκεις· κάτασχε πόδας, καταφίλησον, μὴ ἐπαισχυνθῇς, εἴ γε ἀλη‐
20θῶς ἰατρεῦσαι βούλει. Ταῦτα καὶ ἰατροὶ ποιοῦσι πολλά‐ κις· δυσαρέστως γὰρ ἔχοντας τοὺς κάμνοντας καταφιλοῦν‐ τες, παρακαλοῦντες ἀναπείθουσι σωτήριον δέξασθαι φάρμακον· οὕτω καὶ σὺ ποίησον· τῷ ἱερεῖ δεῖξον τὸ ἕλκος, τοῦτό ἐστι κηδομένου, τοῦτο προνοοῦντος, τοῦτο φροντίζον‐
25τος. Οὐ τοῖς κακῶς δὲ μόνον λέγουσιν, ἀλλὰ καὶ τοῖς ἀκού‐ ουσι κακῶς λεγομένους ἑτέρους παραινῶ τὰς ἀκοὰς ἀπο‐ φράττειν, καὶ τὸν προφήτην μιμεῖσθαι τὸν λέγοντα· Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξ‐ εδίωκον. Εἰπὲ πρὸς τὸν πλησίον· Ἔχεις ἐπαινέσαι τινὰ
30καὶ ἐγκωμιάσαι; ἀνοίγω τὰς ἀκοὰς, ἵνα δέξωμαι τὰ μύρα· ἂν δὲ κακῶς ἐθέλῃς εἰπεῖν, ἀποφράττω τὴν εἴσ‐ οδον τοῖς ῥήμασιν· οὐ γὰρ ἀνέχομαι κόπρον καὶ βόρ‐ βορον δέχεσθαι. Τί μοι τὸ κέρδος ἐκ τοῦ μαθεῖν ὅτι πο‐ νηρὸς ὁ δεῖνα; μέγιστον μὲν οὖν ἀπὸ τούτου βλάβος καὶ
35ἐσχάτη ζημία. Εἰπὲ πρὸς αὐτόν· Μεριμνήσωμεν τὰ ἡμέ‐ τερα, πῶς τῶν πεπλημμελημένων ἡμῖν εὐθύνας δῶμεν, καὶ τὴν περιεργίαν ταύτην καὶ τὴν πολυπραγμοσύνην εἰς τὴν ζωὴν τὴν ἡμετέραν ἐπιδειξώμεθα. Ποίαν ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, ὅταν τὰ ἡμέτερα μὲν μηδὲ
40εἰς νοῦν λαμβάνωμεν, τὰ δὲ ἀλλότρια οὕτω πολυπραγμο‐ νῶμεν; Καὶ ὥσπερ εἰς οἰκίαν παρακύψαι, καὶ τὰ ἔνδον κατασκοπῆσαι παριόντα, αἰσχρὸν καὶ πολλῆς αἰσχύνης γέμον· οὕτω καὶ βίον ἀλλότριον περιεργάζεσθαι, ἀνελευ‐ θερίας ἐσχάτης. Τὸ δὲ τούτου καταγελαστότερον, ὅτι
45τοιοῦτον ἔχοντες βίον, καὶ τῶν οἰκείων ἀμελοῦντες, ἐπει‐ δὰν εἴπωσί τι τῶν ἀποῤῥήτων, παρακαλοῦσι τὸν ἀκού‐ σαντα, καὶ ὁρκοῦσι μηδενὶ λοιπὸν εἰπεῖν ἑτέρῳ, αὐτόθεν δηλοῦντες ὅτι πρᾶγμα ἄξιον κατηγορίας ἐποίησαν. Εἰ γὰρ ἐκεῖνον μηδενὶ εἰπεῖν ἑτέρῳ παρακαλεῖς, πολλῷ

49

.

54

(50)

μᾶλλον σὲ πρότερον τούτῳ ταῦτα εἰπεῖν οὐκ ἐχρῆν. Κατ‐ εῖχες ἐν ἀσφαλείᾳ τὸν λόγον· ὅτε αὐτὸν προέδωκας, τότε τῆς σωτηρίας αὐτοῦ φροντίζεις; εἰ βούλῃ μὴ ἐξ‐ ενεχθῆναι εἰς ἕτερον, μηδὲ αὐτὸς εἴπῃς· ὅτε δὲ ἑτέρῳ προέδωκας τοῦ λόγου τὴν φυλακὴν, περιττὰ ποιεῖς καὶ
55ἀνόνητα παραγγέλλων, καὶ ὁρκῶν ὑπὲρ τῆς τῶν εἰρη‐ μένων φυλακῆς. Ἀλλ’ ἡδὺ τὸ κακηγορεῖν; ἡδὺ μὲν οὖν τὸ μὴ λέγειν κακῶς. Ὁ μὲν γὰρ εἰπὼν κακῶς, ἐναγώ‐ νιος λοιπόν ἐστιν, ὑποπτεύει τε καὶ δέδοικε, καὶ μετα‐ νοεῖ, καὶ κατεσθίει τὴν ἑαυτοῦ γλῶτταν. δεδοικὼς καὶ
60τρέμων, μή ποτε εἰς ἑτέρους ἐξενεχθὲν τὸ ῥῆμα μέγαν ἐπαγάγῃ τὸν κίνδυνον, καὶ περιττὴν ἔχθραν καὶ ἀν‐
όνητον ἐργάσηται τοῖς εἰρηκόσιν· ὁ δὲ παρ’ ἑαυτῷ κατ‐53

49

.

55

έχων, ἐν ἀσφαλείᾳ πολλῇ μετὰ πολλῆς βιώσεται τῆς ἡδονῆς. Ἤκουσας λόγον, φησίν; ἐναποθανέτω σοι· θάρσει, οὐ μή σε ῥήξει. Τί ἐστιν, Ἐναποθανέτω σοι; Σβέσον
5αὐτὸν, κατάχωσον, μὴ συγχωρήσῃς ἐξελθεῖν, μηδὲ κινη‐ θῆναι τὸ παράπαν· ἀλλὰ μάλιστα μὲν οὖν σπούδαζε μηδὲ ἀνέχεσθαι τῶν λεγόντων ἑτέρους κακῶς. Ἂν δ’ ἄρα ποτε καὶ δέξῃ, κατάχωσον, ἀπόκτεινον τὸ λεχθὲν, λήθῃ παράδος, ἵνα τοῖς μὴ ἀκηκοόσιν ὅμοιος γένῃ, καὶ μετὰ
10πολλῆς τῆς εἰρήνης καὶ τῆς ἀσφαλείας τὸν παρόντα δι‐ άγῃς βίον. Ἂν μάθωσιν οἱ κακήγοροι, ὅτι τῶν διαβαλλο‐ μένων μᾶλλον ἡμεῖς αὐτοὺς ἀποστρεφόμεθα, παύσονται καὶ αὐτοί ποτε τῆς πονηρᾶς συνηθείας ταύτης, καὶ διορ‐ θώσονται τὸ ἁμάρτημα, καὶ ἐπαινέσονται μετὰ ταῦτα, καὶ
15ἡμᾶς αὐτοὺς ὡς σωτῆρας αὐτῶν γενομένους καὶ εὐεργέ‐ τας ἀνακηρύξουσιν. Ὥσπερ γὰρ τὸ καλῶς λέγειν καὶ ἐγκωμιάζειν ἀρχὴ φιλίας ἐστὶν, οὕτω τὸ κακῶς λέγειν καὶ διαβάλλειν ἔχθρας, καὶ ἀπεχθείας, καὶ τῶν μυρίων πολέμων ἀρχὴ καὶ ὑπόθεσις γέγονεν. Οὐδαμόθεν γὰρ
20ἑτέρωθεν ἠμέληται τὰ ἡμέτερα, ἀλλ’ ἢ ἐκ τοῦ τὰ ἀλλό‐ τρια πολυπραγμονεῖν καὶ περιεργάζεσθαι· οὐ γὰρ ἔστιν ἄνθρωπον κακηγοροῦντα, καὶ τοὺς ἀλλοτρίους πολυπρα‐ γμονοῦντα βίους, τῆς ἰδίας ἐπιμεληθῆναί ποτε ζωῆς. Τῆς γὰρ σπουδῆς ἁπάσης αὐτῷ εἰς τὴν ἑτέρων πολυπραγμο‐
25σύνην ἀναλισκομένης, ἀνάγκη τὰ αὐτοῦ πάντα ἁπλῶς κεῖσθαι καὶ ἠμελημένως. Καὶ γὰρ ἀγαπητὸν τὴν πᾶσαν σχολὴν εἰς τὴν ἐπιμέλειαν τῶν οἰκείων ἁμαρτημάτων καὶ τὴν κρίσιν ἀναλίσκοντα, δυνηθῆναί τι ποιῆσαι πλέον· ὅταν δὲ διαπαντὸς τὰ ἀλλότρια φροντίζῃς, πότε τῶν σῶν
30ἐπιμελήσῃ κακῶν; Φύγωμεν τοίνυν, ἀγαπητοὶ, φύγωμεν τὰς κακηγορίας, μαθόντες ὡς διαβολικόν ἐστιν ὅλον τὸ βάραθρον, καὶ τῆς ἐπιβουλῆς τῆς ἐκείνου αὕτη ἡ ἐνέδρα. Ἵνα γὰρ καὶ τῶν ἡμετέρων ἀμελήσωμεν, καὶ χαλεπωτέρας ἑαυτοῖς κατα‐
35στήσωμεν τὰς εὐθύνας, εἰς ταύτην ἡμᾶς τὴν συνήθειαν ὁ διάβολος ἤγαγε· μᾶλλον δὲ, οὐ τοῦτο μόνον ἐστὶ τὸ χα‐ λεπὸν, ὅτι λόγον δώσομεν, ὧν εἰρήκαμεν τότε, ἀλλ’ ὅτι καὶ τὰ ἡμέτερα ἁμαρτήματα χαλεπώτερα ταύτῃ ποιή‐ σομεν, πάσης ἑαυτοὺς ἀποστεροῦντες ἀπολογίας. Ὁ γὰρ
40πικρῶς τὰ ἀλλότρια ἐξετάζων, ἐν τοῖς καθ’ ἑαυτὸν πλημ‐ μελήμασιν οὐδεμιᾶς ἀπολαύσεται συγγνώμης ποτέ. Οὐδὲ γὰρ ἀπὸ τῆς φύσεως τῶν πεπλημμελημένων ἡμῖν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κρίσεως τῆς σῆς περὶ ἑτέρων οἴσει τὴν ψῆφον ὁ Θεός. Διὰ τοῦτο παρῄνεσε λέγων· Μὴ κρίνετε,
45ἵνα μὴ κριθῆτε· οὐ γὰρ οἷον γέγονε τὸ ἁμάρτημα, τοιοῦ‐ τον ἐκεῖ φανεῖται λοιπὸν, ἀλλὰ πολλήν τινα καὶ ἀπαραί‐ τητον προσθήκην λήψεται ἀπὸ τῆς εἰς τὸν σύνδουλόν σου παρὰ σοῦ γεγενημένης κρίσεως. Ὥσπερ γὰρ ὁ φιλάν‐ θρωπος, καὶ ἥμερος, καὶ συγγνωμονικὸς ὑποτέμνεται τὸν

49

.

55

(50)

πλείονα τῶν ἁμαρτημάτων ὄγκον· οὕτως ὁ πικρὸς, καὶ ὠμὸς, καὶ ἀπαραίτητος πολὺ τοῖς οἰκείοις ἁμαρτήμασι προστίθησι μέγεθος. Ἐξορίσωμεν τοίνυν ἀπὸ τοῦ στόμα‐ τος ἡμῶν κακηγορίαν ἅπασαν, εἰδότες ὅτι κἂν τέφραν ἐσθίωμεν, οὐδὲν ὄφελος ἡμῖν τῆς σκληραγωγίας ταύτης,
55ἂν κακηγορίας μὴ ἀποσχώμεθα. Οὐ γὰρ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα ἀπὸ τοῦ στό‐ ματος. Εἴ τις ἀνακινήσειε βόρβορον σοῦ παριόντος, εἰπέ μοι, οὐ λοιδορεῖς, καὶ ὑβρίζεις τὸν τοῦτο ποιοῦντα; Τοῦτο καὶ ἐπὶ τῶν κακηγόρων ποίησον. Οὐ γὰρ οὕτως ἀνα‐
60κινούμενος βόρβορος πλήττει τὴν μήνιγγα τῶν τὴν δυσ‐
ωδίαν δεχομένων ἐκείνην, ὡς ἁμαρτήματα ἀλλότρια ἀνα‐Column end

49

.

56

κινούμενα, καὶ βίος ἀκάθαρτος ἐκκαλυπτόμενος λυπεῖ τῶν ἀκουόντων τὴν ψυχὴν καὶ ἐξίστησιν. Ἀπεχώμεθα τοίνυν κακηγορίας, αἰσχρολογίας, βλασφημίας. καὶ μήτε τὸν πλησίον, μήτε τὸν Θεὸν λέγωμεν κακῶς. Πολλοὶ γὰρ
5εἰς τοῦτο μανίας ἐξώκειλαν τῶν κακηγόρων, ὡς ἀπὸ τῶν συνδούλων ἐπὶ τὸν Δεσπότην ἀναστῆσαι τὴν γλῶτταν τὴν ἑαυτῶν. Ὅσον δὲ τοῦτό ἐστι κακὸν, ἀπὸ τῶν κατεχόντων νῦν ἡμᾶς μάνθανε πραγμάτων. Ἰδοὺ γοῦν ἄνθρωπος ὑβρί‐ σθη, καὶ πάντες δεδοίκαμεν καὶ τρέμομεν, οἵ τε ὑβρικότες
10οἵ τε μηδὲν ἑαυτοῖς συνειδότες τοιοῦτον· ὁ δὲ Θεὸς καθ’ ἑκάστην ἡμέραν ὑβρίζεται· τί λέγω καθ’ ἑκάστην ἡμέραν; καθ’ ἑκάστην μὲν οὖν ὥραν, παρὰ πλουτούντων, παρὰ πενήτων, παρὰ τῶν ἐν ἀνέσει, παρὰ τῶν ἐν θλί‐ ψει, παρὰ τῶν ἐπηρεαζόντων, παρὰ τῶν ἐπηρεαζομένων,
15καὶ οὐδεὶς οὐδαμοῦ λόγος. Διὰ τοῦτο συνεχώρησεν ὑβρι‐ σθῆναι τὸν ὁμόδουλον, ἵνα ἀπὸ τοῦ κινδύνου τοῦ διὰ τὴν ὕβριν γενομένου ταύτην τοῦ Δεσπότου τὴν φιλανθρωπίαν μάθῃς. Καίτοι τοῦτο νῦν πρῶτον καὶ μόνον γέγονεν. ἀλλ’ ὅμως οὐδὲ διὰ τοῦτο προσδοκῶμεν ἀπολαύσεσθαι συγ‐
20γνώμης τινὸς οὐδὲ ἀπολογίας· τὸν δὲ Θεὸν καθ’ ἑκάστην παροργίζομεν τὴν ἡμέραν, καὶ οὐδεμίαν ποιούμεθα τὴν ἐπιστροφὴν, καὶ ἔτι φέρει μετὰ μακροθυμίας ἁπάσης. Εἶδες πόση ἡ φιλανθρωπία τοῦ Δεσπότου; Καίτοι γε ἐπὶ τῆς παρανομίας ταύτης οἱ πεπλημμεληκότες ἑάλωσαν,
25καὶ εἰς δεσμωτήριον ἐνέπεσον, καὶ δίκην ἔδοσαν, ἀλλ’ ὅμως ἔτι δεδοίκαμεν· καὶ γὰρ οὔπω ἤκουσε τὰ γεγε‐ νημένα ὁ ὑβρισθεὶς, οὐδὲ ψῆφον ἐξήνεγκε, καὶ πάντες τρέμομεν· ὁ δὲ Θεὸς καθ’ ἑκάστην ἀκούει τὴν ἡμέραν τὰς εἰς αὐτὸν γινομένας ὕβρεις, καὶ οὐδεὶς ἐπιστρέφε‐
30ται, καὶ ταῦτα οὕτως ὄντος ἡμέρου καὶ φιλανθρώπου τοῦ Θεοῦ. Ἐκεῖ μὲν γὰρ ἀρκεῖ τὸ ἁμάρτημα μόνον εἰ‐ πεῖν, καὶ λῦσαι τὸ ἔγκλημα· ἐπὶ δὲ τῶν ἀνθρώπων τοὐ‐ ναντίον ἅπαν· ὅταν ὁμολογήσωσιν οἱ ἡμαρτηκότες, τότε μειζόνως κολάζονται· ὃ δὴ καὶ νῦν γέγονε.
35 Καὶ οἱ μὲν σιδήρῳ, οἱ δὲ πυρὶ, οἱ δὲ θηρίοις παρα‐ δοθέντες ἀπώλοντο, οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ παῖ‐ δες. Καὶ οὐ τὸ τῆς ἡλικίας ἄωρον, οὐχ ἡ τοῦ δήμου ῥύμη, οὐ τὸ μανίᾳ δαιμόνων ἐμπλησθέντας ταῦτα ποιῆσαι, οὐχ ἡ δοκοῦσα ἀπαίτησις ἀφόρητος εἶναι, οὐ πενία, οὐ
40τὸ κοινῇ μετὰ πάντων ἁμαρτεῖν, οὐ τὸ ὑποσχέσθαι μη‐ δέποτε τοιαῦτα τολμήσειν λοιπὸν, οὐκ ἄλλο οὐδὲν αὐτοὺς ὅλως ἐξείλετο· ἀλλὰ συγγνώμης χωρὶς ἁπάσης ἐπὶ τὸ βάραθρον ἀπήγοντο, στρατιωτῶν ἐνόπλων ἑκατέρωθεν αὐτοὺς περιαγόντων καὶ παρατηρούντων, μή τις ἐξαρ‐
45πάσῃ τοὺς καταδίκους· καὶ παρηκολούθουν μητέρες πόῤῥωθεν μὲν ὁρῶσαι τοὺς παῖδας ἀποτεμνομένους, ὀδύ‐ ρεσθαι δὲ τὴν συμφορὰν οὐ τολμῶσαι· ἐνίκα γὰρ τὸ πά‐ θος ὁ φόβος, καὶ τῆς φύσεως ἐκράτει τὸ δέος. Καὶ καθά‐ περ οἱ τοὺς ναυαγοῦντας ἀπὸ γῆς ὁρῶντες ἄνθρωποι,

49

.

56

(50)

ὀδυνῶνται μὲν, προσελθεῖν δὲ καὶ ἐξελέσθαι τοὺς κατα‐ ποντιζομένους οὐκ ἔχουσιν· οὕτω δὴ καὶ ἐνταῦθα, καθάπερ ὑπὸ κυμάτων τινῶν τῷ φόβῳ τῶν στρα‐ τιωτῶν ἀνειργόμεναι αἱ μητέρες, οὐ μόνον προσελθεῖν καὶ ἐξελέσθαι τῆς καταδίκης αὐτοὺς οὐκ ἐτόλμησαν,
55ἀλλὰ καὶ δακρῦσαι ἔδεισαν. Ἆρα στοχάζεσθε ἐντεῦθεν τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, πῶς ἄφατος, πῶς ἄπειρος, πῶς ἅπαντα ὑπερβαίνει λόγον; Ἐνταῦθα μὲν γὰρ καὶ τῆς αὐτῆς οὐσίας ὁ ὑβρισθεὶς, καὶ ἅπαξ τοῦ παντὸς χρό‐ νου τοῦτο πέπονθε, καὶ οὐ κατ’ ὄψιν οὐδὲ παρὼν καὶ
60ὁρῶν καὶ ἀκούων, καὶ ὅμως οὐδεὶς ἔτυχε συγγνώμης τῶν τετολμηκότων· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν τούτων ἔστιν
εἰπεῖν. Καὶ γὰρ τοσοῦτόν ἐστι τὸ μέσον ἀνθρώπου καὶ55

49

.

57

Θεοῦ, ὅσον οὐδὲ λόγος παραστῆσαι δυνήσεται, καὶ καθ’ ἑκάστην ὑβρίζεται τὴν ἡμέραν παρὼν, καὶ ὁρῶν, καὶ ἀκούων, καὶ οὔτε σκηπτὸν ἀφῆκεν, οὔτε τὴν θάλατταν τῇ γῇ ἐπιδραμεῖν ἐκέλευσε καὶ καταποντίσαι πάντας,
5οὔτε τῇ γῇ διαστῆναι, καὶ δέξασθαι πάντας τοὺς ὑβρι‐ κότας προσέταξεν, ἀλλ’ ἀνέχεται, καὶ μακροθυμεῖ, καὶ συγγνώσεσθαι ἐπαγγέλλεται τοῖς ὑβρικόσιν, ἂν με‐ τανοήσωσι μόνον καὶ ὑπόσχωνται μηκέτι ταῦτα ποιεῖν. Ἀληθῶς εὔκαιρον νῦν ἀνακηρύττειν· Τίς λαλήσει
10τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει πά‐ σας τὰς αἰνέσεις αὐτοῦ; Πόσοι τοῦ Θεοῦ τὰς εἰκόνας οὐχὶ κατήνεγκαν μόνον, ἀλλὰ καὶ κατεπάτησαν; ὅταν γὰρ ἄγχῃς τὸν ὑπεύθυνον, ὅταν ἀποδύῃς, ὅταν ἕλκῃς, τοῦ Θεοῦ τὴν εἰκόνα καταπατεῖς. Ἄκουσον γοῦν τοῦ Παύ‐
15λου λέγοντος, ὅτι ἄνθρωπος οὐκ ὀφείλει κατακαλύπτε‐ σθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· καὶ πάλιν αὐτοῦ τοῦ Θεοῦ λέγοντος· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. Ἂν δὲ λέγῃς, ὅτι οὐχὶ τῆς αὐτῆς οὐσίας ὁ ἄνθρωπός ἐστι τῷ Θεῷ, καὶ τί
20τοῦτο; Οὐδὲ γὰρ ὁ χαλκὸς τοῦ ἀνδριάντος τῆς αὐτῆς οὐ‐ σίας ἦν τῷ βασιλεῖ, ἀλλ’ ὅμως δίκην ἔδοσαν οἱ τολμή‐ σαντες· ὥστε καὶ ἐπὶ τῶν ἀνθρώπων, εἰ καὶ μὴ τῆς αὐτῆς οὐσίας εἰσὶ τῷ Θεῷ οἱ ἄνθρωποι, ὥσπερ οὖν οὐδέ εἰσιν, ἀλλ’ ὅμως εἰκὼν ἐκλήθησαν, καὶ διὰ τὴν προσ‐
25ηγορίαν ἔδει τιμῆς ἀπολαύειν αὐτούς· σὺ δὲ ὑπὲρ ὀλίγου χρυσίου καταπατεῖς, ἄγχεις, σύρεις, καὶ οὐδεμίαν οὐ‐ δέπω δίκην ἔδωκας τήμερον. Γένοιτο μὲν οὖν τινα χρηστὴν καὶ δεξιὰν γενέσθαι με‐ ταβολήν. Ἐκεῖνο μέντοι προλέγω καὶ διαμαρτύρομαι,
30ὅτι κἂν τοῦτο παρέλθῃ τὸ νέφος, ἡμεῖς δὲ ἐπὶ τῆς αὐ‐ τῆς μένωμεν ῥᾳθυμίας, πάλιν πολλῷ χαλεπώτερα πει‐ σόμεθα τῶν νῦν προσδοκωμένων· ἐπεὶ καὶ νῦν οὐχ οὕτω δέδοικα τοῦ βασιλέως τὴν ὀργὴν, ὡς τὴν ὑμετέραν δέδοικα ῥᾳθυμίαν. Οὐ γὰρ δὴ τὸ λιτανεῦσαι δύο καὶ τρεῖς ἡμέρας
35ἀρκεῖ εἰς ἀπολογίαν ἡμῖν, ἀλλ’ ὁλοκλήρου δεῖ τοῦ βίου ποιήσασθαι τὴν μεταβολὴν, καὶ τῆς πονηρίας ἀποστάν‐ τας μένειν ἐπὶ τῆς ἀρετῆς διηνεκῶς. Καθάπερ γὰρ οἱ νοσοῦντες, ἂν μὴ διαπαντὸς εὐτακτῶσιν, οὐδὲν αὐτοῖς ὄφελος τῆς μέχρι τριῶν ἢ τεσσάρων ἡμερῶν φιλοσοφίας·
40οὕτω καὶ οἱ ἁμαρτάνοντες, ἂν μὴ διαπαντὸς σωφρονῶ‐ σιν, οὐδὲν αὐτοῖς ἔσται πλέον ἀπὸ τῆς διορθώσεως τῶν δύο καὶ τριῶν ἡμερῶν. Ὥσπερ γὰρ, φησὶν, ὁ βαπτιζό‐ μενος, εἶτα ἐν τῷ βορβόρῳ μολυνόμενος πάλιν, οὐδὲν ὠφέλησεν· οὕτως ὁ τρεῖς ἡμέρας μετανοήσας, καὶ πάλιν
45ἐπὶ τὰ πρότερα ἐπανελθὼν, οὐδὲν εἰργάσατο πλέον. Μὴ τοίνυν ὅπερ ἀεὶ ποιοῦμεν, τοῦτο καὶ νῦν ποιήσω‐ μεν· καὶ γὰρ σεισμῶν πολλάκις καταλαβόντων καὶ λιμοῦ καὶ αὐχμοῦ, τρεῖς καὶ τέσσαρας ἡμέρας σωφρο‐ νισθέντες καὶ ἐπιεικέστεροι γενόμενοι, πάλιν ἐπὶ τὰ

49

.

57

(50)

πρότερα ἐπανήλθομεν· διὰ τοῦτο καὶ ταῦτα γεγένηται. Ἀλλ’ εἰ καὶ μὴ πρότερον, νῦν γοῦν ἐπὶ τῆς αὐτῆς μείνω‐ μεν εὐλαβείας, καὶ τὴν αὐτὴν ἐπιείκειαν διατηρήσωμεν, ἵνα μὴ πάλιν ἑτέρας δεηθῶμεν πληγῆς. Μὴ γὰρ οὐκ ἠδύνατο κωλῦσαι τὰ γεγενημένα ὁ Θεός; Ἀλλ’ ἀφῆκεν,
55ἵνα τοὺς καταφρονοῦντας αὐτοῦ ἐν τῷ τοῦ συνδούλου φόβῳ σωφρονεστέρους ἐργάσηται. Καὶ μή μοι λεγέτω τις, ὅτι πολλοὶ τῶν αἰτίων διέφυγον, πολλοὶ δὲ τῶν ἀναιτίων ἐνέπεσον· καὶ γὰρ τοῦτο πολλῶν πολλάκις ἀκούω λεγόντων, οὐκ ἐπὶ τῆς παρούσης στάσεως μόνον,
60ἀλλὰ καὶ ἐν ἑτέραις πολλαῖς τοιαύταις περιστάσεσι.
Τί οὖν ἂν εἴποιμι πρὸς τοὺς τὰ τοιαῦτα λέγοντας; ὍτιColumn end

49

.

58

εἰ καὶ τῆς παρούσης στάσεως ἀναίτιος ἦν ὁ ἁλοὺς, ἀλλ’ ἑτέραν ἁμαρτίαν εἰργάσατό ποτε χαλεπωτέραν, εἶτα μὴ μεταβαλλόμενος, ἐν τῇ παρούσῃ δίκην ἔδωκε. Καὶ γὰρ ἔθος τῷ Θεῷ τοῦτο ποιεῖν· ὅταν ἁμάρτωμεν, οὐκ εὐ‐
5θέως ἐπεξέρχεται τοῖς πλημμελήμασιν, ἀλλ’ ἀνίησι, διδοὺς ἡμῖν προθεσμίαν μετανοίας, ὥστε διορθώσασθαι καὶ μεταβαλέσθαι· ἂν δὲ διὰ τὸ μὴ δοῦναι δίκην, νο‐ μίσαντες καὶ τὸ ἁμάρτημα ἐξηλεῖφθαι, καταφρονήσω‐ μεν, ἔνθα οὐχ ὑπονοοῦμεν, ἐκεῖ μετὰ ταῦτα ἁλωσόμεθα
10πάντως. Τοῦτο δὲ γίνεται, ἵνα ὅταν ἁμάρτωμεν, καὶ μὴ κολασθῶμεν, μὴ θαρσήσωμεν, ἂν μὴ μεταβαλώμεθα, εἰδότες ὅτι ἔνθα οὐ προσδοκῶμεν, ἐμπεσούμεθα πάν‐ τως. Ὥστε, ἂν ἁμαρτήσῃς, καὶ μὴ κολασθῇς, μὴ καταφρονήσῃς, ἀγαπητέ· ἀλλὰ δι’ αὐτὸ τοῦτο μειζόνως
15φοβήθητι, εἰδὼς ὅτι κοῦφον τῷ Θεῷ, ὅταν θέλῃ, ἀνταπο‐ δοῦναι πάλιν. Διὰ τοῦτο γὰρ τότε σε οὐκ ἐκόλασεν, ἵνα λάβῃς προθεσμίαν μετανοίας. Μὴ τοίνυν λέγωμεν, ὅτι ἀναίτιος ὢν ἐνέπεσεν ὁ δεῖνα, ἕτερος δὲ αἴτιος ὢν διέφυγεν· ὅ τε γὰρ ἀναίτιος ἐμπεσὼν, ὥσπερ ἔφην, ἑτέ‐
20ρων ἁμαρτημάτων ἔδωκε δίκην, ὅ τε νῦν διαφυγὼν, ἐὰν μὴ μεταβάληται, εἰς ἑτέραν ἁλώσεται παγίδα. Ἂν οὕτω διακεισώμεθα, οὐδέποτε τῶν οἰκείων ἁμαρτημά‐ των ἐπιλησόμεθα, ἀλλ’ ἀεὶ δεδοικότες, τρέμοντες, μή ποτε ὑπόσχωμεν δίκην, ἀναμνησθησώμεθα ταχέως αὐτῶν.
25Οὐδὲν γὰρ οὕτως ἁμαρτίας ἀναμιμνήσκειν εἴωθεν, ὡς τιμωρία καὶ κόλασις· καὶ τοῦτο δῆλον ἀπὸ τῶν τοῦ Ἰωσὴφ ἀδελφῶν. Ἐπειδὴ γὰρ ἀπέδοντο ἐκεῖνοι τὸν δίκαιον, καὶ ἔτη τρία καὶ δέκα παρῆλθεν, ὑποπτεύοντες κολάζεσθαι, καὶ περὶ τῶν ἐσχάτων δεδοικότες, ἀνεμνήσθησαν τῆς
30ἁμαρτίας, καὶ πρὸς ἀλλήλους ἔλεγον· Ναὶ, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Ἰωσήφ. Ὁρᾷς πῶς ὁ φόβος ἀνέμνησεν αὐτοὺς τῆς πλημμελείας ἐκεί‐ νης; Καὶ ὅτε μὲν ἡμάρτανον, οὐκ ᾐσθάνοντο· ὅτε δὲ κολάζεσθαι προσεδόκησαν, τότε ἀνεμνήσθησαν.
35 Ταῦτ’ οὖν εἰδότες ἅπαντα, ποιησώμεθα τοῦ βίου με‐ ταβολὴν καὶ διόρθωσιν, καὶ πρὸ τῆς ἀπαλλαγῆς τῆς ἐπι‐ κειμένης ἀγωνίας ὑπὲρ εὐλαβείας καὶ ἀρετῆς φρον‐ τίσωμεν. Καὶ τέως τρεῖς ἐντολὰς ὑμῖν παρακαταθέσθαι βούλομαι, ἵνα μοι ταύτας ἐπὶ τῆς νηστείας κατορθώ‐
40σητε· τὸ μηδένα κακῶς λέγειν, τὸ μηδένα ἐχθρὸν ἔχειν, τὸ καθόλου πᾶσαν ἐκ τοῦ στόματος ἀπελάσαι τὴν πονη‐ ρὰν τῶν ὅρκων συνήθειαν. Καὶ καθάπερ ἐπειδὰν χρυ‐ σίον ἐπιβληθὲν ἀκούσωμεν, ἀπιὼν οἴκαδε ἕκαστος, καὶ τὴν γυναῖκα καλέσας καὶ τὰ τέκνα καὶ τοὺς οἰκέτας,
45σκοπεῖ μετ’ ἐκείνων καὶ βουλεύεται, πόθεν τὴν εἰσφορὰν καταβάλῃ ταύτην· οὕτω καὶ ἐπὶ τῶν ἐντολῶν ποιήσωμεν τούτων τῶν πνευματικῶν. Ἀναχωρήσας οἴκαδε ἕκαστος καλείτω τὴν γυναῖκα καὶ τὰ παιδία, καὶ λεγέτω ὅτι εἰσφορὰ ἐπεβλήθη πνευματικὴ τήμερον, εἰσφορὰ δι’ ἧς

49

.

58

(50)

ἔσται τις λύσις τῶν δεινῶν τούτων καὶ ἀπαλλαγὴ, εἰσφορὰ οὐχὶ πένητας τοὺς καταβάλλοντας, ἀλλὰ πλουσιωτέρους ποιοῦσα, ὥστε μηδένα ἐχθρὸν ἔχειν, μηδένα κακῶς λέγειν, μηδὲ ὀμνύναι καθόλου. Σκοπήσωμεν, φροντίσω‐ μεν, βουλευσώμεθα, ὅπως ἐκπληρώσωμεν τὰς ἐντολὰς
55ταύτας· πᾶσαν εἰσενεγκώμεθα σπουδὴν, ἀλλήλους ὑπο‐ μνήσωμεν, ἀλλήλους διορθωσώμεθα, ἵνα μὴ ὀφείλοντες ἀπέλθωμεν ἐκεῖ, εἶτα δεόμενοι δανείσασθαι παρ’ ἑτέ‐ ρων, μὴ τὸ τῶν παρθένων πάθωμεν τῶν μωρῶν, καὶ τῆς ἀθανάτου σωτηρίας ἐκπέσωμεν. Ἂν οὕτω τὸν ἑαυτῶν ῥυ‐
60θμίζωμεν βίον, ἐντεῦθεν ὑμῖν ἐγγυῶμαι καὶ ὑπισχνοῦ‐
μαι, ὅτι καὶ τῆς παρούσης συμφορᾶς ἔσται τις λύσις,57

49

.

59

καὶ τῶν δεινῶν τούτων ἀπαλλαγή· καὶ τὸ δὴ πάντων μεῖ‐ ζον, τῶν μελλόντων ἀγαθῶν ἡ ἀπόλαυσις. Ἔδει μὲν γὰρ ὑμῖν ὁλόκληρον ἐγχειρίζειν τὴν ἀρετὴν, ἀλλὰ τοῦτον ἄρι‐ στον ἡγοῦμαι τρόπον διορθώσεως, τὸ κατὰ μέρος λαμ‐
5βάνοντας τοὺς νόμους κατορθοῦν, καὶ τότε ἐπὶ τοὺς ἄλ‐ λους ἰέναι. Καθάπερ γὰρ ἀρούρας προκειμένης, ὁ γη‐ πόνος κατὰ μέρος διασκάπτων ἅπασαν, οὕτως ἐπὶ τὸ τέλος ἔρχεται· οὕτω καὶ ἡμεῖς ἐὰν νόμον ἑαυτοῖς τοῦτον θῶμεν, ὥστε κατὰ τὴν παροῦσαν Τεσσαρακοστὴν ταύτας
10μετὰ ἀκριβείας κατορθῶσαι τὰς τρεῖς ἐντολὰς, πάντως
πρὸς τῷ σὺν ἀσφαλείᾳ τῆς καλῆς συνηθείας παραδοῦ‐Column end

49

.

60

ναι τὴν φυλακὴν, μετὰ πλείονος τῆς εὐκολίας καὶ ἐπὶ τὰς λοιπὰς ἥξομεν, καὶ πρὸς αὐτὴν ἐλθόντες τῆς φιλο‐ σοφίας τὴν κορυφὴν, καὶ τὸν παρόντα βίον μετὰ χρη‐ στῆς τῆς ἐλπίδος καρπωσόμεθα, καὶ ἐν τῷ μέλλοντι
5μετὰ πολλῆς παραστησόμεθα παῤῥησίας τῷ Χριστῷ, καὶ τῶν ἀποῤῥήτων ἀπολαύσομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα
τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

49

.

59

(12t)

Παράκλησις πρὸς τὸν λαὸν περὶ καρτερίας καὶ ὑπομονῆς ἐκ παραδειγμάτων τοῦ τε Ἰὼβ καὶ τῶν τριῶν
13tπαίδων· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.
14tὉμιλία δʹ.
15 Εὐλογητὸς ὁ Θεὸς, ὁ παρακαλέσας τὰς ὀδυνωμένας ὑμῶν ψυχὰς, ὁ στηρίξας δονουμένας ὑμῶν τὰς διανοίας· ὅτι γὰρ ἱκανὴν ἐδέξασθε παράκλησιν, διὰ τῆς σπουδῆς ταύτης ἐδείξατε, καὶ διὰ τῆς περὶ τὴν ἀκρόασιν προθυ‐ μίας. Οὐ γὰρ ἔστι ψυχὴν ὀδυνωμένην καὶ νέφει κατεχο‐
20μένην ἀθυμίας δυνηθῆναι μετὰ προθυμίας ἀκοῦσαί τι τῶν λεγομένων· ὑμᾶς δὲ ὁρῶ μετὰ πολλῆς τῆς εὐνοίας καὶ σφοδρᾶς τῆς σπουδῆς ἡμῖν προσέχοντας, καὶ πάντα ἀποτιναξαμένους τὰ λυπηρὰ, καὶ τῷ τῆς ἀκροάσεως ἔρωτι παρωσαμένους τὴν ἐπικειμένην ὀδύνην. Διὰ τοῦτο
25εὐχαριστῶ τῷ Θεῷ μεθ’ ὑμῶν, ὅτι οὐκ ἤλεγξεν ὑμῶν τὴν φιλοσοφίαν ἡ συμφορὰ, οὐδὲ ἐξέλυσεν ὑμῶν τὸν τόνον ὁ φόβος, οὐδὲ ἔσβεσεν ὑμῶν τὴν προθυμίαν ἡ θλῖψις, οὐδὲ ἐμάρανεν ὑμῶν τὸν ζῆλον ὁ κίνδυνος, οὐδὲ ἐνίκησε τὸν περὶ Θεὸν πόθον ὁ τῶν ἀνθρώπων φόβος, οὐδὲ κατ‐
30έβαλεν ὑμῶν τὴν σπουδὴν ἡ τοῦ καιροῦ δυσκολία· καὶ οὐ μόνον οὐ κατέβαλεν, ἀλλὰ καὶ ἐπέῤῥωσεν· οὐ μόνον οὐκ ἐξέλυσεν, ἀλλὰ καὶ ἐπέτεινεν· οὐ μόνον οὐκ ἔσβεσεν, ἀλλὰ καὶ ἀνῆψε πλέον. Κεκένωται μὲν ἡ ἀγορὰ, ἡ δὲ ἐκ‐ κλησία πεπλήρωται· ἐκείνη τραγῳδίας ὑπόθεσις, αὕτη
35χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς ἀφορμή. Ὅταν οὖν ἐμβάλῃς εἰς τὴν ἀγορὰν, ἀγαπητὲ, καὶ τὴν ἐρημίαν θεα‐ σάμενος στενάξῃς, κατάφυγε πρὸς τὴν μητέρα, καὶ παραμυθήσεταί σε εὐθέως τῷ πλήθει τῶν οἰκείων τέκνων, καὶ δείξει σοι τῶν ἀδελφῶν ἀπηρτισμένον τὸν χορὸν, καὶ
40πᾶσαν ἀποκρούσεταί σου τὴν ἀθυμίαν. Ἐπὶ μὲν γὰρ τῆς πόλεως ἐπιθυμοῦμεν ἄνδρας ἰδεῖν, καθάπερ οἱ τὰς ἐρή‐ μους οἰκοῦντες· εἰς δὲ τὴν ἐκκλησίαν καταφεύγοντες, ὑπὸ τοῦ πλήθους στενοχωρούμεθα· καὶ καθάπερ τῆς θα‐ λάττης στασιαζούσης καὶ πολλῷ τῷ χειμῶνι μαινομένης,
45εἰς τὸν λιμένα καταφεύγειν ἀναγκάζει ὁ φόβος ἔξωθεν ἅπαντας· οὕτω καὶ νῦν τὰ τῆς ἀγορᾶς κύματα, καὶ ὁ τῆς πόλεως χειμὼν, πάντας εἰς τὴν ἐκκλησίαν συνελαύ‐ νει πάντοθεν, καὶ τῷ συνδέσμῳ τῆς ἀγάπης σφίγγει μετ’ ἀλλήλων τὰ μέλη. Εὐχαριστῶμεν τοίνυν καὶ διὰ ταῦτα

49

.

59

(50)

τῷ Θεῷ, ὅτι τοσοῦτον ἀπὸ τῆς θλίψεως ἐκαρπωσάμεθα κέρδος, ὅτι τοσαύτην ἀπὸ τοῦ πειρασμοῦ τὴν ὠφέλειαν ἐλάβομεν. Ἐὰν μὴ πειρασμὸς, οὐδὲ στέφανος· ἐὰν μὴ παλαίσματα, οὐδὲ βραβεῖα· ἐὰν μὴ σκάμματα, οὐδὲ τι‐ μαί· ἐὰν μὴ θλῖψις, οὐδὲ ἄνεσις· ἐὰν μὴ χειμὼν, οὐδὲ
55θέρος· καὶ τοῦτο οὐκ ἐπ’ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπ’ αὐτῶν τῶν σπερμάτων ἔστιν ἰδεῖν. Καὶ γὰρ ἐκεῖ πολὺν μὲν τὸν ὑετὸν, πολλὴν δὲ τῶν νεφῶν τὴν συνδρομὴν, πο‐ λὺν δὲ γενέσθαι δεῖ τὸν κρυμὸν, εἰ μέλλοι κομῶν ὁ στάχυς
ἀνίστασθαι· ὅπου δὲ σπόρου καιρὸς, καὶ ὑετοῦ καιρός.Column end

49

.

60

(14)

Ἐπεὶ οὖν καὶ νῦν ἐφέστηκε χειμὼν, χειμὼν ψυχῶν,
15οὐκ ἀέρος, σπείρωμεν καὶ ἡμεῖς ἐν τῷ χειμῶνι τούτῳ ἵνα ἐν τῷ θέρει θερίσωμεν· σπείρωμεν δάκρυα, ἵνα θε‐ ρίσωμεν ἀγαλλίασιν. Οὐκ ἐμὸς οὗτος ὁ λόγος· προφητι‐ κόν ἐστι τὸ παράγγελμα· Οἱ σπείροντες ἐν δάκρυσι, φησὶ, ἐν ἀγαλλιάσει θεριοῦσιν. Οὐχ οὕτω τὰ σπέρματα
20καταφερόμενος ὑετὸς θάλλειν ποιεῖ καὶ αὔξεσθαι, ὡς τὸν τῆς εὐσεβείας σπόρον ἀνίστησι καὶ παρασκευάζει κομᾷν ὁ ἐκ τῶν δακρύων καταφερόμενος ὑετός· οὗτος ἀποσμή‐ χει ψυχὴν, ἄρδει διάνοιαν, προκόψαι ταχέως ποιεῖ τῆς δι‐ δασκαλίας τὴν βλάστησιν· διὰ τοῦτο καὶ αὔλακα βαθεῖαν
25ἀνατεμεῖν ἀναγκαῖον· καὶ γὰρ καὶ τοῦτο ὁ προφήτης παρ‐ ῄνεσεν, οὕτως εἰπών· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ’ ἀκάνθαις. Καθάπερ οὖν ὁ τὸ ἄροτρον ἐμβαλὼν, κάτωθεν τὴν γῆν ἀναῤῥήγνυσιν, ἀσφαλῆ τοῖς σπέρμασι προπαρασκευάζων τὴν φυλακὴν, ὥστε μὴ κατ‐
30ενεχθέντα ἄνω κεῖσθαι ἐπὶ τῆς ἐπιφανείας, ἀλλ’ εἰς αὐτὰς τῆς γῆς παραπεμφθῆναι τὰς λαγόνας, καὶ ἐν ἀσφαλεῖ καταθέσθαι τὰς ῥίζας· οὕτω καὶ ἡμᾶς ἀναγκαῖον ποιεῖν, καὶ καθάπερ ἀρότρῳ τῇ θλίψει καταχρησαμένους ἀναῤ‐ ῥῆξαι τῆς καρδίας τὸ βάθος. Τοῦτο γὰρ καὶ ἕτερος προ‐
35φήτης παραινεῖ λέγων, Διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν. Διαῤῥήξωμεν τοίνυν τὰς καρ‐ δίας, ἵνα εἴ τις πονηρὰ βοτάνη καὶ λογισμὸς δολερός ἐστιν ἐν ἡμῖν, πρόῤῥιζον αὐτὸν ἀνασπάσωμεν, καὶ καθα‐ ρὰς τοῖς τῆς εὐσεβείας σπέρμασι παράσχωμεν τὰς
40ἀρούρας Ἐὰν γὰρ μὴ νῦν νεώσωμεν, ἐὰν μὴ νῦν σπεί‐ ρωμεν, ἐὰν μὴ νῦν δακρύσωμεν, ὅτε θλῖψις καὶ νηστεία, πότε ἄλλοτε ἥξομεν εἰς κατάνυξιν; ὅταν ἄνεσις ᾖ καὶ τρυφή; Ἀλλὰ τοῦτο ἀδύνατον· ἡ γὰρ ἄνεσις καὶ ἡ τρυφὴ εἰς ῥᾳθυμίαν ἐνάγειν εἴωθεν, ὥσπερ ἡ θλῖψις
45πρὸς σπουδὴν ἐπανάγει, καὶ πεπλανημένην ἔξω καὶ περὶ πολλὰ τὴν διάνοιαν κεχηνυῖαν πρὸς ἑαυτὴν ἐπι‐ στρέφει. Μὴ τοίνυν ἀλγῶμεν ὑπὲρ τῆς ἀθυμίας ταύτης, ἀλλὰ καὶ εὐχαριστῶμεν τῷ Θεῷ· πολὺ γὰρ ἀπὸ τῆς θλί‐ ψεως τὸ κέρδος. Καὶ γὰρ ὁ γεωργὸς ἐπειδὰν σπείρῃ τὰ

49

.

60

(50)

μετὰ πολλοῦ τοῦ πόνου συλλεγέντα σπέρματα, χειμῶνα γενέσθαι εὔχεται· καὶ ὁ μὲν ἰδιώτης θεωρῶν τὰ γινόμενα ἅπαντα θαυμάσεται, καὶ πρὸς ἑαυτὸν ἴσως ἐρεῖ· Τί ποτε ὁ ἄνθρωπος οὗτος ποιεῖ; τὰ συλλεγέντα σκορπίζει καὶ οὐχὶ σκορπίζει μόνον, ἀλλὰ καὶ ἀναμίγνυσι μετὰ πολλῆς
55τῆς ἀκριβείας τῇ γῇ, ὥστε αὐτὰ μηδὲ συλλέξαι δυνηθῆ‐ ναι ῥᾳδίως· καὶ οὐκ ἀναμίγνυσι μόνον τῇ γῇ, ἀλλὰ καὶ εὔχεται γενέσθαι σφοδρὸν τὸν ὑετὸν, ὥστε κατασαπῆ‐
ναι τὰ καταβληθέντα ἅπαντα, καὶ γενέσθαι πηλόν. Καὶ59

49

.

61

θορυβεῖται βλέπων βροντὰς καταῤῥηγνυμένας, καὶ ἀστρα‐ πὰς καταφερομένας· ὁ δὲ γηπόνος οὐχ οὕτως, ἀλλὰ χαίρει καὶ ἀγάλλεται χειμῶνα ὁρῶν· οὐ γὰρ τὰ παρόντα βλέπει, ἀλλὰ τὰ μέλλοντα ἀναμένει· οὐ πρὸς τὰς βροντὰς ὁρᾷ,
5ἀλλὰ τὰ δράγματα ἀναλογίζεται· οὐ τὰ σηπόμενα σπέρ‐ ματα, ἀλλὰ τοὺς κομῶντας στάχυας· οὐ τὸν φορτικὸν ὑε‐ τὸν, ἀλλὰ τὸν ἥδιστον τῆς ἅλω κονιορτόν. Οὕτω δὴ καὶ ἡμεῖς μὴ τὴν θλῖψιν ὁρῶμεν τὴν παροῦσαν, μηδὲ τὴν ὀδύ‐ νην, ἀλλὰ τὴν ἐξ αὐτῆς γινομένην ὠφέλειαν, τὸν ἐξ αὐ‐
10τῆς τικτόμενον καρπόν· ἀναμείνωμεν τῆς ἅλω τὰ δρά‐ γματα· καὶ γὰρ ἐὰν νήφωμεν, πολὺν ἀπὸ τοῦ καιροῦ τούτου δυνησόμεθα συναγαγεῖν τὸν καρπὸν, καὶ πληρῶ‐ σαι τὰ ταμιεῖα τῆς διανοίας τῆς ἡμετέρας· ἂν νήφωμεν, οὐ μόνον οὐδὲν πεισόμεθα ἀπὸ τῆς θλίψεως ταύτης δει‐
15νὸν, ἀλλὰ καὶ μυρία καρπωσόμεθα ἀγαθά· ἂν δὲ ῥᾳθυ‐ μῶμεν, καὶ ἡ ἄνεσις ἡμᾶς ἀπολεῖ· τὸν μὲν γὰρ μὴ προσ‐ έχοντα ἑκάτερα βλάπτει, τὸν δὲ μετὰ ἀκριβείας ζῶντα ἀμφότερα ὠφελεῖ. Καὶ καθάπερ τὸ χρυσίον, κἂν ὕδασιν ὁμιλήσῃ, τὴν οἰκείαν εὐπρέπειαν ἐπιδείκνυται, κἂν εἰς
20χωνευτήριον ἐμπέσῃ, φαιδρότερον γίνεται πάλιν· ὁ δὲ πη‐ λὸς καὶ ὁ χόρτος, κἂν ὕδασιν ἀναμιχθεὶς τύχῃ, ὁ μὲν δια‐ λύεται, ὁ δὲ σήπεται· κἂν εἰς πῦρ ἐμπέσῃ, ὁ μὲν φρύ‐ γεται, ὁ δὲ κατακαίεται· οὕτω δὴ καὶ ὁ δίκαιος, καὶ ὁ ἁμαρτωλός· ὁ μὲν γὰρ, κἂν ἀνέσεως ἀπολαύῃ, μένει λαμ‐
25πρὸς, καθάπερ τὸ χρυσίον περικλυζόμενον ὕδατι· κἂν εἰς πειρασμὸν ἐμπέσῃ, φαιδρότερος γίνεται, καθάπερ τὸ χρυσίον βασανιζόμενον ὑπὸ τοῦ πυρός· ὁ δὲ ἁμαρτωλὸς, κἂν ἀνέσεως τύχῃ, διαλύεται καὶ κατασήπεται, καθά‐ περ ὁ χόρτος καὶ ὁ πηλὸς ὁμιλῶν ὕδατι· κἂν πειρασμὸν
30ὑπομείνῃ, κατακαίεται καὶ ἀπόλλυται, καθάπερ ὁ χόρτος καὶ πηλὸς ὑπὸ τοῦ πυρός. Μὴ τοίνυν ἀλύωμεν ἐπὶ τοῖς παροῦσι δεινοῖς· ἐὰν γὰρ ἁμαρτίας ἔχῃς, ἀφανίζονται καὶ κατακαίονται ῥᾳδίω; ὑπὸ τῆς θλίψεως· ἐὰν δὲ ἀρετὴν ἔχῃς, λαμπρύνῃ καὶ φαι‐
35δρύνῃ ὑπ’ αὐτῆς· ἐὰν γὰρ ἀγρυπνῇς διηνεκῶς καὶ νήφῃς, ἀνώτερος ἔσῃ βλάβης ἁπάσης. Οὐ γὰρ ἡ τῶν πειρασμῶν φύσις, ἀλλ’ ἡ τῶν πειραζομένων ῥᾳθυμία τὰ πτώματα ἐργάζεσθαι πέφυκεν. Ὥστε εἰ βούλει τρυφᾷν καὶ ἀνέσεως ἀπολαύειν καὶ ἡδονῆς, μὴ ζήτει ἡδονὴν
40μήτε ἄνεσιν, ἀλλὰ ζήτει ψυχὴν ὑπομονῆς γέμουσαν καὶ καρτερίαν ἐπιδείξασθαι δυναμένην· ὡς ἐὰν μὴ τοῦτο ἔχῃς, οὐχὶ πειρασμός σε ἐλέγξει μόνον, ἀλλὰ καὶ ἄνεσίς σε ἀπολεῖ καὶ καταβαλεῖ μειζόνως. Ὅτι γὰρ οὐχ ἡ τῶν δεινῶν προσβολὴ, ἀλλ’ ἦ τῆς ἡμετέρας διανοίας ῥᾳθυμία
45ἀνατρέπει τὴν σωτηρίαν ἡμῶν, ἄκουσον τί φησιν ὁ Χρι‐ στός· Πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν

49

.

61

(50)

οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν· καὶ πάλιν· Ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ οὐ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὑτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ψάμμον, καὶ κατέβη ἡ βροχὴ,
55καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ κατέπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. Ὁρᾷς ὅτι οὐχ αἱ τῶν πειρα‐ σμῶν προσβολαὶ, ἀλλ’ ἡ τῶν οἰκοδομούντων ἄνοια τὴν πτῶσιν ἐποίησεν; Καὶ γὰρ ἐκεῖ βροχὴ, καὶ ἐνταῦθα βροχή·
60κἀκεῖ ποταμοὶ, καὶ ἐνταῦθα ποταμοί· κἀκεῖ πνευμάτων
προσβολαὶ, καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο· κἀκεῖνος ᾠκο‐Column end

49

.

62

δόμησε, καὶ οὗτος ᾠκοδόμησε· καὶ ἡ αὐτὴ οἰκοδομὴ, καὶ οἱ αὐτοὶ πειρασμοί· ἀλλ’ οὐ τὸ αὐτὸ τέλος, ἐπειδὴ οὐχ ὁ αὐτὸς θεμέλιος. Οὐ γὰρ τῶν πειρασμῶν ἡ φύσις, ἀλλὰ τοῦ οἰκοδομήσαντος ἡ ἄνοια τὴν πτῶσιν ἐποίησεν· ἐπεὶ
5ἔδει καὶ τὴν ἐπὶ τῆς πέτρας οἰκοδομηθεῖσαν καταπεσεῖν οἰκίαν, νῦν δὲ οὐδὲν τοιοῦτον ἔπαθεν. Ἀλλὰ μὴ περὶ οἰ‐ κίας εἰρῆσθαι ταῦτα νομίζετε· περὶ γὰρ ψυχῆς ἐστιν ὁ λόγος, τὴν τῶν θείων λόγων ἀκρόασιν διὰ τῶν ἔργων ἐπι‐ δεικνυμένης ἢ διακρουομένης. Οὕτως ᾠκοδόμησεν ἑαυτοῦ
10τὴν ψυχὴν ὁ Ἰώβ· κατέβη ἡ βροχὴ, πῦρ γὰρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε πάντα τὰ ποίμνια· ἦλθον οἱ ποταμοὶ, οἱ πυκνοὶ καὶ συνεχεῖς καὶ ἐπάλληλοι τῶν συμ‐ φορῶν ἄγγελοι, ὁ μὲν τῶν αἰπολίων, ὁ δὲ τῶν καμήλων, ὁ δὲ τῶν παίδων λέγων τὴν ἀπώλειαν· ἔπνευσαν οἱ ἄνε‐
15μοι, τὰ πικρὰ τῆς γυναικὸς ῥήματα· Εἰπὸν γάρ τι, φησὶ, ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα· καὶ οὐκ ἔπεσεν ἡ οἰκία, οὐχ ὑπεσκελίσθη ἡ ψυχὴ, οὐκ ἐβλασφήμησεν ὁ δίκαιος, ἀλλὰ καὶ ηὐχαρίστησεν οὕτως εἰπών· Ὁ Κύριος ἔδω‐ κεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω
20καὶ ἐγένετο. Ὁρᾷς ὅτι οὐχὶ τῶν πειρασμῶν ἡ φύσις, ἀλλ’ ἡ τῶν ῥᾳθυμούντων ὀλιγωρία τὴν πτῶσιν ποιεῖν εἴωθεν; ὡς τόν γε ἰσχυρὸν καὶ ἰσχυρότερον ἡ θλῖψις ἐρ‐ γάζεται. Τίς ταῦτά φησιν; Ὁ ἐν τῇ θλίψει τραφεὶς, ὁ μακάριος Παῦλος, οὕτω λέγων· Ἡ θλῖψις ὑπομονὴν
25κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα. Καὶ καθάπερ τὰ ἰσχυρὰ τῶν δένδρων ἡ τῶν ἀνέ‐ μων ῥύμη προσπίπτουσα καὶ πάντοθεν ῥιπίζουσα οὐκ ἀνασπᾷ, ἀλλὰ στεῤῥότερα καὶ ἰσχυρότερα ταῖς προσβο‐ λαῖς ταύταις κατασκευάζει· οὕτω καὶ ψυχὴν ἁγίαν, καὶ
30εὐλαβείᾳ συζῶσαν, αἱ τῶν πειρασμῶν ἐπαγωγαὶ καὶ τῶν θλίψεων οὐχ ὑποσκελίζουσιν, ἀλλὰ πρὸς πλείονα ὑπομονὴν ἀλείφουσι, καθάπερ καὶ τὸν μακάριον Ἰὼβ λαμ‐ πρότερον ἐποίησαν καὶ σεμνότερον. Νῦν μὲν οὖν ἅν‐ θρωπος ἡμῖν ὀργίζεται, ἄνθρωπος ὁμοιοπαθὴς καὶ ὁμό‐
35ψυχος, καὶ δεδοίκαμεν· τότε δὲ ἐκείνῳ δαίμων πονηρὸς καὶ ἄγριος ἦν ὁ ὀργιζόμενος, καὶ οὐχ ἁπλῶς ὠργίζετο, ἀλλὰ πάντα ἐκίνει τὰ μηχανήματα, καὶ πᾶσαν προσῆγεν μαγγανείαν, καὶ οὐδὲ οὕτως ἤλεγξε τοῦ δικαίου τὴν ἀν‐ δρείαν. Καὶ οὗτος μὲν ἄνθρωπος ὢν, νῦν μὲν ὀργίζεται,
40νῦν δὲ καταλλάττεται, καὶ ὅμως ἀποτεθνήκαμεν τῷ δέει· τότε δὲ διάβολος ἦν ὁ πολεμῶν ὁ μηδέποτε καταλλατ‐ τόμενος τῇ τῶν ἀνθρώπων φύσει, ἀλλὰ πόλεμον ἄσπον‐ δον καὶ μάχην ἀκήρυκτον πρὸς τὸ γένος ἡμῶν ἀράμενος· ἀλλ’ ὅμως κατεγέλασεν αὐτοῦ τῶν βελῶν ὁ δίκαιος. Τίνα
45οὖν ἂν ἔχοιμεν ἀπολογίαν, ἢ ποίαν συγγνώμην, οὕτως ἀνθρώπινον πειρασμὸν οὐ φέροντες οἱ τοσαῦτα φιλοσο‐ φοῦντες ἐν τῇ χάριτι, τοῦ πρὸ τῆς χάριτος καὶ τῆς Πα‐ λαιᾶς Διαθήκης οὕτω τὸν ἀφόρητον πόλεμον ἐκεῖνον ἐνεγκόντος γενναίως;

49

.

62

(50)

Ταῦτα οὖν ἀεὶ διαλεγώμεθα, ἀγαπητοὶ, πρὸς ἀλλήλους, καὶ διὰ τούτων ἑαυτοὺς παρακαλῶμεν τῶν λόγων· Καὶ γὰρ ὑμεῖς μάρτυρες, καὶ τὸ συνειδὸς τὸ ὑμέτερον, ὅσον ἀπὸ τοῦ πειρασμοῦ τούτου τὸ κέρδος ἐσχήκαμεν· ὁ ἀκό‐ λαστος σώφρων ἐγένετο νῦν, ὁ θρασὺς ἐπιεικέστερος, ὁ
55ῥᾴθυμος σπουδαῖος, οἱ μηδέποτε ἐκκλησίαν ἰδόντες, ἀλλ’ ἐν θεάτροις προσεδρεύοντες, ἐν ἐκκλησίᾳ διημε‐ ρεύουσι νῦν. Διὰ ταῦτα οὖν ἀλγεῖς, εἰπέ μοι, ὅτι σε σπου‐ δαῖον τῷ φόβῳ ἐποίησεν ὁ Θεός; ὅτι σε τῇ θλίψει πρὸς
αἴσθησιν τῆς σεαυτοῦ σωτηρίας ἤγαγεν; Ἀλλ’ ὀδυνᾶταί61

49

.

63

σου τὸ συνειδός; ἀλλὰ τιτρώσκεταί σου καθ’ ἑκάστην ἡμέραν ἡ διάνοια θάνατον προσδοκῶσα, καὶ ἀπειλὴν με‐ γίστην; Ἀλλὰ καὶ ἐντεῦθεν ἡμῖν πολλὴ πρὸς ἀρετὴν ἐπίδοσις ἔσται, ἐπιτεινομένης ἡμῖν τῆς εὐλαβείας διὰ τῆς
5ἀγωνίας. Δυνατὸς μὲν γὰρ ὁ Θεὸς ἅπαντα λῦσαι σήμερον τὰ δεινά· ἀλλ’ ἕως ἂν ἴδῃ καθαρθέντας ἡμᾶς, ἕως ἂν ἴδῃ γενομένην ἐπιστροφὴν, καὶ μετάνοιαν παγίαν καὶ ἄσει‐ στον, οὐ καταλύει τὴν θλῖψιν. Καὶ γὰρ ὁ χρυσοχόος, ἕως ἂν ἴδῃ τὸ χρυσίον καλῶς ἐκκαθαρθὲν, οὐκ ἀνασπᾷ τοῦ
10χωνευτηρίου· οὕτω καὶ ὁ Θεὸς οὐ παράγει τοῦτο τὸ νέ‐ φος, ἕως ἂν ἡμᾶς σωφρονίσῃ καλῶς. Ὁ γὰρ συγχωρή‐ σας τὸν πειρασμὸν, αὐτὸς οἶδε καὶ τὸν καιρὸν τῆς λύσεως τοῦ πειρασμοῦ. Οὕτω καὶ ὁ κιθαρῳδὸς οὔτε ἐπιτείνει τὴν νευρὰν, ἵνα μὴ διαῤῥήξῃ, οὔτε χαλᾷ πέρα τοῦ μέ‐
15τρου, ἵνα μὴ λυμήνηται τὴν συμφωνίαν τῆς ἁρμονίας· οὕτω καὶ ὁ Θεὸς ποιεῖ, οὔτε ἐν ἀνέσει διηνεκεῖ, οὔτε ἐν θλίψει μακρᾷ τὴν ἡμετέραν καθίστησι ψυχὴν, κατὰ τὴν αὐτοῦ σύνεσιν ἀμφότερα ταῦτα ποιῶν. Οὐκ ἀφίησι μὲν γὰρ διηνεκοῦς ἀνέσεως ἀπολαύειν, ἵνα μὴ γενώμεθα ῥᾳ‐
20θυμότεροι· οὐκ ἀφίησι δὲ ἐν θλίψει συνεχεῖ εἶναι πάλιν, ἵνα μὴ καταπέσωμεν μηδὲ ἀπαγορεύσωμεν. γʹ. Αὐτῷ τοίνυν παραχωρῶμεν τὸν καιρὸν τῆς ἀπαλλα‐ γῆς τῶν δεινῶν, ἡμεῖς δὲ εὐχώμεθα μόνον, ἡμεῖς ἐν εὐ‐ λαβείᾳ ζήσωμεν. Ἡμῶν μὲν γὰρ ἔργον τὸ μεταβα‐
25λέσθαι πρὸς ἀρετὴν, τοῦ Θεοῦ δὲ ἔργον τὸ λῦσαι τὰ δεινά· καὶ γὰρ σοῦ τοῦ πειραζομένου μᾶλλον αὐτὸς βούλεται σβέσαι τὴν πυρὰν ταύτην, ἀλλ’ ἀναμένει σου τὴν σωτη‐ ρίαν Ὥσπερ οὖν ἐξ ἀνέσεως ἐγένετο θλῖψις, οὕτω καὶ ἀπὸ θλίψεως ἄνεσιν χρὴ προσδοκᾷν. Οὐδὲ γὰρ ἀεὶ χει‐
30μὼν οὐδὲ ἀεὶ θέρος, οὐκ ἀεὶ κύματα οὐδὲ ἀεὶ γαλήνη, οὐκ ἀεὶ νὺξ οὐδὲ ἀεὶ ἡμέρα· οὕτως οὐδὲ ἀεὶ θλῖψις, ἀλλ’ ἔσται καὶ ἄνεσις, μόνον ἐὰν ἐν τῇ θλίψει διαπαντὸς εὐ‐ χαριστῶμεν τῷ Θεῷ Καὶ γὰρ οἱ τρεῖς παῖδες εἰς κάμι‐ νον ἐνεβλήθησαν, καὶ οὐδὲ οὕτως ἐπελάθοντο τῆς εὐλα‐
35βείας, οὐδὲ ἐφόβησεν αὐτοὺς ἡ φλὸξ, ἀλλὰ τῶν ἐν θαλά‐ μῳ καθημένων, καὶ μηδὲν πασχόντων δεινὸν, σπουδαιό‐ τερον τῷ πυρὶ κυκλούμενοι, τὰς ἱερὰς ἐκείνας ἀνέπεμπον εὐχάς. Διὰ τοῦτο τεῖχος αὐτοῖς ἐγένετο τὸ πῦρ, καὶ στολὴ ἡ φλὸξ, καὶ πηγὴ ἡ κάμινος, καὶ δεδεμένους λα‐
40βοῦσα λελυμένους ἀπέδωκεν· ἔλαβε θνητὰ σώματα, καὶ ὡς ἀθανάτων ἀπέσχετο· οὐκ ἔγνω τὴν φύσιν, ἀλλ’ ᾐδέ‐ σθη τὴν εὐλάβειαν· ἔδησε τοὺς πόδας ὁ τύραννος, καὶ ἔδησαν οἱ πόδες τοῦ πυρὸς τὴν ἐνέργειαν. Ὢ παραδόξου πράγματος! τοὺς δεδεμένους ἔλυσεν ἡ φλὸξ, καὶ αὐτὴ
45λοιπὸν ὑπὸ τῶν δεδεμένων ἐδέδετο· μετέβαλε γὰρ τῶν πραγμάτων τὴν φύσιν τῶν νεανίσκων ἡ εὐλάβεια, μᾶλ‐ λον δὲ οὐ τὴν φύσιν μετέβαλεν, ἀλλ’ ὃ πολλῷ θαυμαστό‐ τερον ἦν, μενούσης τῆς φύσεως τὴν ἐνέργειαν ἔστησεν. Οὐ γὰρ ἔσβεσε τὸ πῦρ, ἀλλὰ καιόμενον ἀργὸν ἐποίησε·

49

.

63

(50)

καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, οὐκ ἐπὶ τῶν σω‐ μάτων τοῦτο τῶν ἁγίων ἐγένετο μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἱματίων αὐτῶν, καὶ ἐπὶ τῶν ὑποδημάτων· καὶ καθάπερ ἐπὶ τῶν ἀποστόλων, τὰ ἱμάτια Παύλου νοσήματα καὶ δαίμονας ἤλαυνε, καὶ αἱ σκιαὶ Πέτρου θάνατον ἐφυγά‐
55δευον· οὕτω δὴ καὶ ἐνταῦθα τῶν παίδων τούτων τὰ ὑποδήματα τὴν τοῦ πυρὸς δύναμιν ἔσβεσεν. Οὐκ οἶδα πῶς εἴπω· τὸ γὰρ θαῦμα πᾶσαν ὑπερβαίνει λόγου δι‐ ήγησιν. Καὶ γὰρ ἔσβεστο ἡ ἐνέργεια, καὶ οὐκ ἔσβεστο· ὅτε μὲν γὰρ τοῖς σώμασιν ὡμίλει τῶν ἁγίων ἐκείνων,
60ἔσβεστο· ὅτε δὲ τὰ δεσμὰ διαῤῥῆξαι ἔδει, οὐκ ἔσβεστο·
τὰ γοῦν δεσμὰ διέῤῥηξε, καὶ τῶν ἀστραγάλων οὐχ ἥψατο.Column end

49

.

64

Εἶδες πόση ἡ ἐγγύτης; Καὶ οὐκ ἠπατήθη τὸ πῦρ. οὐδὲ ἐνδοτέρω τῶν δεσμῶν προελθεῖν ἐτόλμησεν. Ἔδησεν ὁ τύραννος, καὶ ἔλυσεν ἡ φλὸξ, ἵνα μάθῃς καὶ τοῦ βαρβά‐ ρου τὴν ὠμότητα καὶ τοῦ στοιχείου τὴν ὑπακοήν. Τίνος
5δὲ ἕνεκεν ἔδησεν, εἰς πῦρ ἐμβαλεῖν μέλλων; Ἵνα τὸ θαῦμα μεῖζον γένηται, ἵνα παραδοξότερον τὸ σημεῖον, ἵνα μὴ νο‐ μίσῃς ὀφθαλμῶν ἀπάτην εἶναι τὰ ὁρώμενα. Εἰ γὰρ μὴ πῦρ ἦν ἐκεῖνο τὸ πῦρ, οὐκ ἂν τὰ δεσμὰ κατέφαγεν· καὶ ὃ πολλῷ μεῖζον ἦν, οὐκ ἂν τοὺς ἔξωθεν στρατιώτας
10καθημένους ἥρπασεν· νῦν δὲ, ἐν μὲν τοῖς ἔξω τὴν δύνα‐ μιν ἐπεδείξατο, ἐν δὲ τοῖς ἔνδον τὴν ὑπακοὴν ἔδειξε. Σὺ δέ μοι σκόπει πανταχοῦ, πῶς ὁ διάβολος δι’ ὧν πολεμεῖ τοῖς τοῦ Θεοῦ δούλοις, διὰ τούτων τὴν οἰκείαν δύναμιν καθαιρεῖ, οὐχ ἑκὼν, ἀλλὰ τοῦ Θεοῦ τοῦ σοφοῦ καὶ εὐμη‐
15χάνου τοῖς ὅπλοις τοῖς ἐκείνου καὶ ταῖς μεθοδείαις κατὰ τῆς ἐκείνου κεχρημένου κεφαλῆς. Ὃ δὴ καὶ ἐνταῦθα γέγονεν. Ὁ μὲν γὰρ διάβολος ἐμπνεύσας τῷ τυράννῳ τότε ἐκείνῳ, οὔτε σιδήρῳ τὰς τῶν ἁγίων ἀποτμηθῆναι κεφα‐ λὰς ἀφῆκεν, οὔτε θηρίοις παραδοθῆναι, οὔτε ἄλλῳ τινὶ
20τοιούτῳ τρόπῳ κολασθῆναι· ἀλλ’ εἰς τὸ πῦρ ἐμβληθῆναι, ἵνα μηδὲ τὰ λείψανα μείνῃ τῶν ἁγίων ἐκείνων, τῶν σω‐ μάτων αὐτοῖς ἀφανισθέντων, καὶ τῆς τέφρας αὐτῶν τῇ τέφρᾳ τῶν κληματίδων ἀναμιγείσης. Ὁ δὲ Θεὸς αὐτῷ δὴ τούτῳ πρὸς ἀναίρεσιν τῆς ἀσεβείας ἐχρήσατο, καὶ πῶς,
25ἐγὼ λέγω. Θεὸς παρὰ τοῖς Πέρσαις εἶναι νομίζεται τὸ πῦρ. καὶ τιμῶσιν αὐτὸ μετὰ πολλῆς τῆς θεραπείας οἱ βάρβαροι οἱ τὴν χώραν ἐκείνην οἰκοῦντες ἔτι καὶ νῦν. Βουλόμενος τοίνυν ὁ Θεὸς πρόῤῥιζον ἀνελεῖν τῆς ἀσεβείας τὴν ὑπό‐
30θεσιν, συνεχώρησεν αὐτῷ τῷ τρόπῳ τῆς κολάσεως ταύ‐ της, ἵνα κατ’ ὀφθαλμοὺς τῶν θεραπευόντων αὐτὸ πάντων τοῖς αὐτοῦ δούλοις τὰ νικητήρια δῷ, διὰ τῶν ἔργων αὐ‐ τῶν πείσας αὐτοὺς, ὅτι οἱ τῶν Ἑλλήνων θεοὶ οὐχὶ τὸν Θεὸν μόνον, ἀλλὰ καὶ τοὺς τοῦ Θεοῦ δούλους δεδοίκασι.
35 δʹ. Καὶ σκόπει διὰ τῶν ἐναντίων πλεκόμενον τῆς νίκης τὸν στέφανον, καὶ μάρτυρας τοῦ τροπαίου γενομένους αὐ‐ τοὺς τοὺς ἐχθρούς. Ἀπέστειλε γὰρ, φησὶ, Ναβουχοδονό‐ σορ ὁ βασιλεὺς συναγαγεῖν πάντας τοὺς ὑπάτους, καὶ στρατηγοὺς, καὶ τοπάρχας, ἡγουμένους, καὶ τυράν‐
40νους, καὶ τοὺς ἐπ’ ἐξουσιῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰ‐ κόνος· καὶ συνήχθησαν πάντες. Ὁ ἐχθρὸς συνάγει τὸ θέατρον, καὶ αὐτὸς συγκροτεῖ τοὺς θεατάς· αὐτὸς τὰ σκάμματα τίθησι, καὶ θέατρον οὐ τῶν τυχόντων ἀνθρώ‐
45πων, οὐκ ἰδιωτῶν τινων, ἀλλὰ τῶν ἐντίμων καὶ πάντων τῶν ἐν ἀρχαῖς, ἵνα καὶ ἡ μαρτυρία ἀξιόπιστος γένηται παρὰ τοῖς πολλοῖς. Ἦλθον ἐφ’ ἑτέρᾳ κληθέντες ὑποθέ‐ σει, καὶ ἕτερα θεασάμενοι πάντες ἀπῆλθον. Ἦλθον προσ‐ κυνήσοντες τὴν εἰκόνα, καὶ τῆς μὲν εἰκόνος καταγελά‐

49

.

64

(50)

σαντες, ἐκπλαγέντες δὲ τοῦ Θεοῦ τὴν δύναμιν, διὰ τῶν εἰς τοὺς παῖδας τούτους γενομένων σημείων, ἀπῆλθον. Καὶ ὅρα ποῦ τὸ στάδιον ἀνεῴγει τοῦτο· οὐκ ἐν πόλει, οὐδὲ ἐν χώρᾳ τινὶ, ἀλλ’ ὕπτια καὶ ψιλὰ πεδία δέχεται τοῦτο τῆς οἰκουμένης τὸ θέατρον. Ἐν γὰρ πεδίῳ Δεηρᾷ.
55τῆς πόλεως ἔξω, τὴν εἰκόνα ἔστησε, καὶ ὁ κήρυξ παρελ‐ θὼν ἐβόα· Ὑμῖν λέγεται, ἔθνη, φυλαὶ, λαοὶ, γλῶσσαι, ἐν ᾗ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτη‐ ρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν,
60πεσόντες προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ (ὄντως γὰρ πεσεῖν ἦν τὸ προσκυνῆσαι τὸ εἴδωλον)· καὶ ὃς ἐὰν μὴ προσκυνήσῃ πεσὼν, ἐν αὐτῇ τῇ ὥρᾳ ἐμβληθή‐
σεται εἰς τὴν κάμινον τοῦ πορὸς τὴν καιομένην.63

49

.

65

Εἶδες πῶς χαλεπὰ τὰ παλαίσματα γίνεται, καὶ ὅσαι τῆς ἐπιβουλῆς αἱ ἀνάγκαι, καὶ πῶς βαθὺ τὸ βάραθρον, καὶ κρημνὸς ἑκατέρωθεν; Ἀλλὰ μὴ δείσῃς· ὅσῳπερ ἂν αὐ‐ ξήσῃ τὰ μηχανήματα ὁ ἐχθρὸς, τοσούτῳ μᾶλλον δείκνυσι
5τῶν παίδων τὴν ἀνδρείαν. Διὰ γὰρ τοῦτο συμφωνία μου‐ σικῶν τοσούτων, διὰ τοῦτο ἡ κάμινος ἡ καιομένη, ἵνα καὶ ἡδονὴ καὶ φόβος πολιορκῇ τὰς τῶν παρόντων ψυχάς. Πικρός τίς ἐστι τῶν παρόντων καὶ δυσένδοτος; μαλαττέτω, φησὶν, αὐτὸν γοητεύουσα τῆς παναρμονίου
10μουσικῆς ἡ μελῳδία. Ἀλλ’ ἀνώτερος ταύτης γίνεται τῆς ἐπιβουλῆς; φοβείτω καὶ καταπληττέτω τῆς φλογὸς ἡ ὄψις. Καὶ ἦν φόβος καὶ ἡδονὴ, ἡ μὲν διὰ τῶν ὤτων, ὁ δὲ διὰ τῶν ὀφθαλμῶν ἐπεισιὼν τῇ ψυχῇ· ἀλλὰ τὸ γενναῖον τῶν νεανίσκων ἐκείνων οὐδὲν τούτων ἤλεγξεν· ἀλλ’
15ὥσπερ εἰς τὸ πῦρ ἐμπεσόντες ἐκράτησαν τῆς φλογὸς, οὕτω πάσης ἐπιθυμίας καὶ ἀγωνίας κατεγέλασαν. Πάντα γὰρ ταῦτα δι’ ἐκείνους ὁ διάβολος προπαρεσκεύασαν· οὐ γὰρ περὶ τῶν ὑπηκόων ἠμφισβήτει, ἀλλὰ καὶ σφόδρα ἐθάῤῥει, ὅτι οὐδεὶς ἀντιπεσεῖται τῷ νόμῳ τοῦ βασι‐
20λέως· ἐπειδὴ δὲ ἅπαντες ἔπεσον καὶ ἡττήθησαν, τότε εἰς μέσον οἱ παῖδες ἄγονται μόνοι, ἵνα καὶ ταύτῃ ἡ νίκη λαμπροτέρα γένηται, ἐν τοσούτῳ πλήθει νικώντων καὶ ἀνακηρυττομένων αὐτῶν, Οὐδὲ γὰρ ἦν οὕτω θαυμαστὸν, εἰ μηδενὸς ὑποσκελισθέντος οὗτοι παρελθόντες ἠνδρί‐
25σαντο πρῶτοι. Τὸ δὲ μέγιστον καὶ παράδοξον, ὅτι τῶν πεπτωκότων τὸ πλῆθος οὐκ ἐφόβησεν αὐτοὺς, οὐδὲ ἐξ‐ έλυσεν, οὐδὲ εἶπον πρὸς ἑαυτούς τι τοιοῦτον, ὃ πολλοὶ πολλάκις λέγειν εἰώθασιν· Εἰ μὲν γὰρ πρῶτοι καὶ μό‐ νοι προσκυνεῖν ἡμεῖς ἐμέλλομεν τὴν εἰκόνα, ἔγκλημα
30τὸ γινόμενον ἦν· εἰ δὲ μετὰ τοσούτων μυριάδων τοῦτο ποιοῦμεν, τίς οὐ δώσει συγγνώμην; τίς ἀπολογίας οὐκ ἀξιώσει; Ἀλλ’ οὐδὲν οὔτε εἶπον, οὔτε ἐνενόησάν τι τοιοῦτον ἐκεῖνοι, τὰ πτώματα τῶν τοσούτων ἰδόντες τυ‐ ράννων. Σὺ δέ μοι σκόπει καὶ τῶν διαβαλλόντων αὐτοὺς
35τὴν κακουργίαν, πῶς καὶ κακοήθως αὐτῶν καὶ πικρῶς κατηγόρησαν ἐκεῖνοι. Εἰσὶ γὰρ, φησὶν, ἄνδρες Ἰου‐ δαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βα‐ βυλῶνος· οὐ γὰρ ἁπλῶς ἐμνημόνευσαν τοῦ ἔθνους, ἀλλὰ καὶ τῆς τιμῆς ἀνέμνησαν, ἵνα ἐκκαύσωσι τὴν τοῦ βασι‐
40λέως ὀργὴν, μονονουχὶ λέγοντες, ὅτι τοὺς δούλους, τοὺς αἰχμαλώτους, τοὺς ἀπόλιδας, ἄρχοντας ἡμῶν ἐποίησας· οἱ δὲ καὶ τὴν τοσαύτην τιμὴν ὑβρίζουσι, καὶ παροινοῦ‐ σιν εἰς τὸν τετιμηκότα. Διὰ τοῦτο λέγουσιν· Οἱ Ἰου‐ δαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βα‐
45βυλῶνος, οὐχ ὑπήκουσαν τῷ δόγματί σου, καὶ τοῖς θεοῖς σου οὐ λατρεύουσι. Μέγιστος ἔπαινος ἡ κατηγορία, καὶ τὰ ἐγκλήματα ἐγκώμια γίνεται, καὶ ἡ μαρτυρία ἀνύποπτος, τῶν ἐχθρῶν αὐτὴν παρεχομένων. Τί οὖν ὁ βασιλεύς; Ἐκέλευσεν εἰς μέσον ἀχθῆναι αὐτοὺς

49

.

65

(50)

ὥστε πάντοθεν αὐτοὺς φοβῆσαι. Ἀλλ’ οὐδὲν ἐκείνους ἐξ‐ έπληξεν, οὐχ ὁ θυμὸς τοῦ βασιλέως, οὐ τὸ μόνους ἐν μέσῳ τοσούτων ἀπειλῆφθαι, οὐ τὸ πῦρ ὁρώμενον, οὐχ αἱ σάλπιγγες ἠχοῦσαι, οὐ πάντες εἰς αὐτοὺς πῦρ βλέ‐ ποντες, ἀλλὰ πάντων τούτων καταγελάσαντες, ὡς εἰς
55ψυχρὰν πηγὴν ὑδάτων ἐμπίπτειν μέλλοντες, ἐπὶ τὴν κάμινον εἰσῄεσαν, τὴν μακαρίαν ἐκείνην ἀφιέντες φωνὴν, ὅτι Τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰ‐ κόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν. Καὶ ταύτην οὐχ ἁπλῶς ἐκίνησα τὴν ἱστορίαν, ἀλλ’ ἵνα μά‐
60θητε, ὅτι κἂν θυμὸς ᾖ βασιλικὸς, κἂν ἐπιβουλὴ στρατιω‐
τῶν, κἂν φθόνος ἐχθρῶν, κἂν αἰχμαλωσία, κἂν ἐρημία,Column end

49

.

66

κἂν πῦρ, κἂν κάμινος, κἂν μυρία δεινὰ, τὸν δίκαιον οὐδὲν ἐλέγξαι οὐδὲ φοβῆσαι δυνήσεται. Εἰ γὰρ, ἔνθα ἀσεβὴς ἦν ὁ βασιλεὺς, οὐκ ἐξεπλάγησαν οἱ νεανίσκοι τὸν τοῦ. τυράννου θυμὸν, πολλῷ μᾶλλον ἡμᾶς θαῤῥεῖν
5χρὴ, φιλάνθρωπον καὶ ἥμερον ἔχοντας βασιλέα, καὶ χά‐ ριν εἰδέναι τῷ Θεῷ τῆς θλίψεως ταύτης, ἀπὸ τῶν εἰρη‐ μένων μαθόντας, ὅτι αἱ θλίψεις λαμπροτέρους ποιοῦσι, καὶ παρὰ Θεῷ, καὶ παρὰ ἀνθρώποις, τοὺς εἰδότας αὐ‐ τὰς φέρειν γενναίως. Καὶ γὰρ, εἰ μὴ ἐγένοντο οὗτοι
10δοῦλοι, οὐκ ἂν ἔγνωμεν αὐτῶν τὴν ἐλευθερίαν· εἰ μὴ αἰχμάλωτοι ἐγένοντο, οὐκ ἂν αὐτῶν ἐμάθομεν τὴν εὐ‐ γένειαν τῆς ψυχῆς· εἰ μὴ τῆς κάτω πατρίδος ἐξέπεσον, οὐκ ἂν ἔγνωμεν τῆς ἄνω πολιτείας αὐτῶν τὴν ἀρετήν· εἰ μὴ ὠργίσθη αὐτοῖς ὁ ἐν τῇ γῇ βασιλεὺς, οὐκ ἂν
15ἐμάθομεν τὴν εὔνοιαν, ἣν εἶχε περὶ αὐτοὺς ὁ ἐπουρά‐ νιος βασιλεύς. εʹ. Καὶ σὺ τοίνυν ἐὰν ἔχῃς ἐκεῖνον εὐμενῆ, κἂν εἰς κά‐ μινον ἐμπέσῃς, μὴ ἀπογνῷς· ὥσπερ ἂν ὀργίζηται, κἂν ἐν παραδείσῳ ᾖς, μὴ θαῤῥήσῃς. Καὶ γὰρ ἐν παραδείσῳ
20ἦν ὁ. Ἀδὰμ, καὶ ἐπειδὴ Θεὸν παρώργισεν, οὐδὲν ὠφέ‐ λησεν ὁ παράδεισος· ἐν καμίνῳ ἦσαν οὗτοι, καὶ ἐπειδὴ εὐδοκίμησαν, οὐδὲν ἔβλαψεν ἡ κάμινος· ἐν παραδείσῳ ἦν ὁ Ἀδὰμ, καὶ ἐπειδὴ ῥᾴθυμος ἦν, ὑπεσκελίσθη· ἐν κο‐ πρίᾳ ἐκάθητο ὁ Ἰὼβ, καὶ ἐπειδὴ ἔνηφεν, ἐκράτει. Καί‐
25τοι πόσῳ βελτίων παράδεισος κοπρίας! ἀλλ’ οὐδὲν ὠφέ‐ λησεν ἡ ἀρετὴ τοῦ χωρίου τὸν ἐνοικοῦντα. ἐπειδὴ προὔ‐ δωκεν ἑαυτὸν ἐκεῖνος· ὥσπερ οὖν οὐδὲν ἔβλαψεν ἡ εὐτέ‐ λεια τοῦ τόπου τὸν ἀρετῇ πάντοθεν τετειχισμένον. Καὶ ἡμεῖς τοίνυν τὴν ψυχὴν ἀσφαλισώμεθα τὴν ἡμετέραν·
30κἂν γὰρ ζημία χρημάτων ἐπίῃ, κἂν θάνατος, τὴν δὲ εὐ‐ σέβειαν μηδεὶς ἡμᾶς ἀφέληται, μακαριώτεροι πάντων ἐσμέν. Τοῦτο καὶ ὁ Χριστὸς ἐπέταξεν εἰπών· Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις. Καθάπερ γὰρ ἐκεῖνος τὸ λοιπὸν προΐεται ἅπαν σῶμα, ὥστε διασῶσαι τὴν κεφα‐
35λήν· οὕτω καὶ σὺ, κἂν χρήματα, κἂν σῶμα, κἂν τὴν παροῦσαν ζωὴν, κἂν πάντα προέσθαι δέῃ, ὥστε διατη‐ ρῆσαι τὴν εὐσέβειαν, μὴ ἀθύμει. Ἂν γὰρ ἐκείνην ἔχων ἀπέλθῃς, πάντα σοι μετὰ πλείονος ἀποδώσει τῆς λαμ‐ πρότητος ὁ Θεὸς, καὶ τὸ σῶμα μετὰ μείζονος δόξης ἀνα‐
40στήσει πάλιν, καὶ ἀντὶ χρημάτων τὰ ἀγαθὰ τὰ πᾶσαν ὑπερβαίνοντα λόγου δύναμιν. Οὐχὶ γυμνὸς ἐπὶ τῆς κο‐ πρίας ἐκάθητο ὁ Ἰὼβ, μυρίων θανάτων χαλεπωτέραν ὑπομένων ζωήν; Ἀλλ’ ἐπειδὴ τὴν εὐσέβειαν οὐκ ἀπ‐ έβαλε, πάντα μετὰ πλείονος αὐτῷ ἐπανῆλθε τῆς περι‐
45ουσίας τὰ πρότερα, σώματος ὑγεία καὶ κάλλος, τῶν παί‐ δων ὁ χορὸς ἅπας, τὰ κτήματα, καὶ τὸ δὴ μεῖζον ἁπάν‐ των, ὁ λαμπρὸς τῆς ὑπομονῆς στέφανος. Καθάπερ γὰρ ἐπὶ τῶν δένδρων γίνεται, κἂν τὸν καρπόν τις ἀφέληται μετὰ τῶν φύλλων, κἂν τοὺς κλάδους πάντας ἐκκόψῃ,

49

.

66

(50)

τῆς ῥίζης μενούσης, ὁλόκληρον καὶ μετὰ πλείονος ἀν‐ ίσταται τῆς εὐπρεπείας τὸ δένδρον· οὕτω δὴ καὶ ἐφ’ ἡμῶν, ἐὰν ἡ ῥίζα μένῃ τῆς εὐσεβείας, κἂν ὁ πλοῦτος ἀφαιρεθῇ, κἂν τὸ σῶμα διαφθαρῇ, πάντα πάλιν μετὰ μείζονος ἡμῖν ἐπάνεισι τῆς δόξης. Πᾶσαν τοίνυν μέρι‐
55μναν τῆς ψυχῆς ἐκβαλόντες καὶ φροντίδα περιττὴν, πρὸς ἑαυτοὺς ἐπανέλθωμεν, καὶ τὸ σῶμα, καὶ τὴν ψυχὴν καλ‐ λωπίσωμεν τῷ κόσμῳ τῆς ἀρετῆς, ὅπλα δικαιοσύνης, ἀλλὰ μὴ ὅπλα ἁμαρτίας τὰ μέλη τοῦ σώματος ἡμῶν κα‐ τασκευάζοντες· καὶ πρῶτον ἁπάντων τὴν γλῶτταν
60παιδεύσωμεν εἶναι διάκονον τῆς τοῦ πνεύματος χάριτος, πάντα ἰὸν καὶ πονηρίαν ἐκ τοῦ στόματος ἐκβάλλοντες,
καὶ ῥημάτων αἰσχρῶν μελέτην. Καὶ γὰρ ἡμεῖς ἐσμεν65

49

.

67

κύριοι καὶ πονηρίας καὶ δικαιοσύνης ὄργανον ἕκαστον τῶν ἡμετέρων ποιῆσαι μελῶν. Ἄκουσον γοῦν πῶς τὴν γλῶτταν οἱ μὲν ἁμαρτίας, οἱ δὲ δικαιοσύνης ἐποίησαν ὅπλον. Ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. Ἕτερος δέ
5τίς φησι, περὶ τῆς ἑαυτοῦ γλώσσης· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ἐκείνη φόνον εἰρ‐ γάσατο, αὕτη νόμον ἔγραφε θεῖον· διὰ τοῦτο μάχαιρα μὲν ἐκείνη, κάλαμος δὲ ἦν αὕτη, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν χρωμένων. Ἡ
10μὲν γὰρ φύσις τῆς γλώττης καὶ ταύτης κἀκείνης ἦν μία, ἡ δὲ ἐργασία οὐ μία. Καὶ περὶ τοῦ στόματος δὲ πάλιν ὁμοίως τὸ αὐτὸ τοῦτο ἔστιν ἰδεῖν· οἱ μὲν γὰρ εἶ‐ χον τὸ στόμα σηπεδόνος γέμον καὶ πονηρίας· διὰ τοῦτο ὁ κατηγορῶν ἔλεγε· Τὸ στόμα αὐτῶν ἀρᾶς καὶ πικρίας
15γέμει· τὸ δὲ αὐτοῦ οὐ τοιοῦτον, ἀλλὰ, Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύν‐ εσιν. Ἕτεροι δὲ πάλιν χεῖρας εἶχον ἀνομίας ἐμπεπλη‐ σμένας, καὶ τούτων κατηγορῶν πάλιν ἔλεγεν· Ἐν ταῖς χερσὶν αὐτῶν αἱ ἀνομίαι, καὶ ἡ δεξιὰ αὐτῶν ἐπλή‐
20σθη δώρων· αὐτὸς δὲ χεῖρας εἶχεν οὐδὲν ἕτερον ἢ πρὸς τὸν οὐρανὸν ἀνατείνεσθαι μεμελετηκυίας· διὸ καὶ περὶ τούτων ἔλεγεν· Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Καὶ ἐπὶ τῆς καρδίας τὸ αὐτὸ τοῦτο πάλιν ἔστιν ἰδεῖν· τῶν μὲν γὰρ ἡ καρδία ματαία ἦν, τούτου δὲ
25ἀληθής· διὸ καὶ περὶ ἐκείνων φησίν· Ἡ καρδία αὐ‐ τῶν ματαία· περὶ δὲ τῆς ἑαυτοῦ· Ἐξηρεύξατο ἡ καρ‐ δία μου λόγον ἀγαθόν. Καὶ ἐπὶ ἀκοῆς δὲ τὸ αὐτὸ τοῦτο ἴδοι τις ἄν· οἱ μὲν γὰρ εἶχον θηρίων ἀκοὴν ἀμείλικτον καὶ ἀσύγγνωστον, καὶ κακίζων αὐτοὺς οὕτως ἔλεγεν·
30Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς· ἡ δὲ αὐτοῦ ἀκοὴ δοχεῖον τῶν θείων ῥημάτων ἦν. Καὶ τοῦτο αὐτὸ πάλιν ἐδήλωσεν εἰπών· Κλινῶ εἰς παραβο‐ λὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.
35 ϛʹ. Ταῦτ’ οὖν εἰδότες, πάντοθεν ἑαυτοὺς ἀρετῇ τειχίσω‐ μεν, καὶ οὕτως ἀποκρουσόμεθα τοῦ Θεοῦ τὴν ὀργήν· καὶ τὰ μέλη τοῦ σώματος ἡμῶν ὅπλα δικαιοσύνης ποιήσω‐ μεν, καὶ ὀφθαλμοὺς, καὶ στόμα, καὶ χεῖρας, καὶ πόδας, καὶ καρδίαν, καὶ γλῶτταν, καὶ πᾶν τὸ σῶμα ἡμῶν παι‐
40δεύσωμεν ἀρετῇ χρήσιμον εἶναι μόνῃ. Καὶ τῶν τριῶν δὲ ἐκείνων μνημονεύσωμεν, περὶ ὧν πρὸς τὴν ὑμετέραν διελέχθην ἀγάπην, παρακαλῶν μηδένα ἔχειν ἐχθρὸν, μηδὲ κακῶς λέγειν τινὰ τῶν λελυπηκότων ὑμᾶς, καὶ τὴν πονηρὰν τῶν ὅρκων ἐκβαλεῖν ἀπὸ τοῦ στόματος
45ὑμῶν συνήθειαν. Καὶ περὶ μὲν τῶν δυοῖν ἐντολῶν ἐν ἑτέρῳ καιρῷ διαλεξόμεθα, τὴν δὲ παροῦσαν ἑβδομάδα ἅπασαν περὶ τῶν ὅρκων ὑμῖν ἐροῦμεν, ἀπὸ τῆς εὐκολω‐ τέρας ἐντολῆς ποιούμενοι τὴν ἀρχήν. Οὐδὲ γὰρ πόνος τις
περιγενέσθαι τῆς τῶν ὅρκων συνηθείας, ἐὰν θελήσωμενColumn end

49

.

68

μικρὰν γοῦν εἰσενεγκεῖν σπουδὴν, ἀλλήλους ὑπομιμνή‐ σκοντες, νουθετοῦντες, τηροῦντες, δίκην ἀπαιτοῦντες καὶ εὐθύνας τοὺς ἐπιλανθανομένους. Τί γὰρ ὄφελος ἡμῖν τῆς τῶν βρωμάτων ἀποχῆς, ἐὰν μὴ τὰς πονηρὰς τῆς
5ψυχῆς συνηθείας ἐξελάσωμεν; Ἰδοὺ, τὴν ἡμέραν ἄσιτοι διετελέσαμεν σήμερον ἅπασαν, καὶ τράπεζαν ἐν ἑσπέρᾳ παραστησόμεθα οὐχ ὁμοίαν τῇ χθεσινῇ τραπέζῃ, ἀλλ’ ἐνηλλαγμένην καὶ σεμνοτέραν. Ἆρ’ οὖν ἔχει τις εἰπεῖν ἡμῶν, ὅτι καὶ τὸν βίον αὐτοῦ τὸν σήμερον ἐνήλλαξε, καθ‐
10άπερ καὶ τὴν τράπεζαν; ὅτι καὶ τὴν πονηρὰν μετέβαλε συνήθειαν, καθάπερ καὶ τὴν τροφήν; Οὐκ ἔγωγε, οἶμαι. Τί οὖν ὄφελος ἡμῖν τῆς νηστείας; Διὰ τοῦτο παρακαλῶ, καὶ παρακαλῶν οὐ παύσομαι, ὥστε ἑκάστην ἐντολὴν ἀπο‐ λαβόντας καθ’ ἑαυτὴν, δύο καὶ τρεῖς ἡμέρας εἰς τὴν
15κατόρθωσιν αὐτῆς ἀναλίσκειν· καὶ καθάπερ εἰσί τινες οἱ πρὸς ἀλλήλους φιλοτιμούμενοι τῇ τῶν σιτίων ἀποχῇ, καὶ θαυμαστὴν ἅμιλλαν ποιούμενοι· καὶ οἱ μὲν ὁλοκλή‐ ρους ἡμέρας δύο διατελοῦσιν ἄσιτοι, οἱ δὲ οὐκ οἴνου μό‐ νον, οὐδὲ ἐλαίου, ἀλλὰ παντὸς ἐδέσματος χρῆσιν τῆς
20ἑαυτῶν ἐκβάλλοντες τραπέζης, ἄρτῳ καὶ ὕδατι χρώμε‐ νοι μόνον, τὴν Τεσσαρακοστὴν διανύουσιν ἅπασαν· οὕτω δὴ καὶ ἡμεῖς ἁμιλλώμεθα πρὸς ἀλλήλους, ὥστε τῶν ὅρ‐ κων τὰς νιφάδας ἀνελεῖν. Τοῦτο γὰρ πάσης νηστείας χρησιμώτερον, τοῦτο πάσης σκληραγωγίας ἐπικερδέ‐
25στερον, καὶ τὴν σπουδὴν, ἣν περὶ τὴν ἀποχὴν τῶν σιτίων ποιούμεθα, ταύτην περὶ τὴν ἀποχὴν τῶν ὅρκων ἐπιδει‐ ξώμεθα, ἐπεὶ τῆς ἐσχάτης ἀνοίας ὑποστησόμεθα ἔγκλη‐ μα, τῶν μὲν κεκωλυμένων καταφρονοῦντες, περὶ δὲ τὰ ἀδιάφορα πᾶσαν κινοῦντες σπουδήν. Τὸ μὲν γὰρ φαγεῖν
30οὐ κεκώλυται, τὸ δὲ ὀμόσαι κεκώλυται· ἡμεῖς δὲ τῶν συγκεχωρημένων ἀποστάντες, τῶν κεκωλυμένων κατα‐ τολμῶμεν. Διὰ τοῦτο παρακαλῶ τὴν ὑμετέραν ἀγάπην ποιήσασθαί τινα μεταβολὴν, καὶ τὴν ἀρχὴν ἐντεῦθεν ἡμῖν ἐπιδείξασθαι. Ἂν γὰρ μετὰ τοσαύτης σπουδῆς τὴν
35παροῦσαν διανύσωμεν νηστείαν, τῇ μὲν ἑβδομάδι ταύτῃ τὸ μηδ’ ὅλως ὀμνύναι κατορθώσαντες, τῇ δὲ ἐπιούσῃ τὴν ὀργὴν σβέσαντες, τῇ δὲ μετ’ ἐκείνην τὴν κατηγο‐ ρίαν πρόῤῥιζον ἀνελόντες, καὶ τῇ μετὰ ταύτην ἕτερα πάλιν πλείονα διορθώσαντες· οὕτως ὁδῷ προβαίνοντες
40κατὰ μικρὸν ἐπ’ αὐτὴν ἥξομεν τῆς ἀρετῆς τὴν κορυ‐ φὴν, καὶ τὸν παρόντα διαφευξόμεθα κίνδυνον, καὶ τὸν Θεὸν ἵλεω καταστήσομεν, καὶ τὸ πλῆθος ἐπὶ τὴν πόλιν ἡμῖν ἐπανήξει πάλιν, καὶ τοὺς δραπετεύσαντας νῦν παιδεύσομεν, μὴ τόπων ἀσφαλείᾳ, μηδὲ ἀποφυγῇ καὶ
45ἀναχωρήσει, ἀλλ’ εὐλαβείᾳ ψυχῆς, καὶ τρόπων ἀρετῇ τὰς ἐλπίδας τῆς σωτηρίας ἐγχειρίζειν τῆς ἡμετέρας. Καὶ οὕτω καὶ τῶν ἐνταῦθα, καὶ τῶν ἐκεῖ ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’

49

.

68

(50)

οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύ‐ ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

49

.

67

(53t)

Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλὴν, ἔχοντα παραδεί‐
54tγματα ἐκ τῶν συμβάντων τῷ τε Ἰὼβ καὶ τοῖς Νινευΐταις· καὶ ὅτι οὐ χρὴ δεδιέναι τὸν θάνατον, ἀλλὰ τὴν
55tἁμαρτίαν· καὶ τί τὸ κακῶς ἀποθανεῖν· καὶ περὶ τοῦ μετὰ πάσης σπουδῆς φεύγειν τοὺς ὅρκους· καὶ εἰς
56tτὸν σεισμόν.
57tὉμιλία εʹ.
58 αʹ. Τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου ἡ διήγησις οὐ μετρίως ὡς ἔοικε παρεκάλεσεν ὑμῶν τὴν
60ἀγάπην χθές· ἔτι δὲ καὶ τὸ παράδειγμα τὸ κατὰ τὸνColumn end

49

.

68

(57)

Ἰὼβ, καὶ ἡ κοπρία ἡ παντὸς θρόνου βασιλικοῦ σεμνο‐ τέρα. Ἀπὸ μὲν γὰρ τοῦ θρόνον ἰδεῖν βασιλικὸν οὐδὲν ἔσται τοῖς θεωμένοις τὸ κέρδος, ἀλλὰ πρόσκαιρος μό‐
60νον τέρψις, ὄνησιν οὐδεμίαν ἔχουσα· ἀπὸ δὲ τοῦ τὴν67

49

.

69

κοπρίαν ἰδεῖν τοῦ Ἰὼβ πᾶσάν τις δέξεται ὠφέλειαν, καὶ φιλοσοφίαν πολλὴν, καὶ παράκλησιν εἰς ὑπομονῆς λόγον. Διὰ τοῦτο πολλοὶ νῦν μακράν τινα καὶ διαπόν‐ τιον ἀποδημίαν στέλλονται ἀπὸ τῶν περάτων τῆς γῆς
5εἰς τὴν Ἀραβίαν τρέχοντες, ἵνα τὴν κοπρίαν ἐκείνην ἴδωσι, καὶ θεασάμενοι καταφιλήσωσι τὴν γῆν τὴν τὰ σκάμματα τοῦ στεφανίτου δεξαμένην ἐκείνου, καὶ τὸ χρυσίου παντὸς τιμιώτερον αἷμα. Οὐδὲ γὰρ οὕτως ἐστὶν ἁλουργὶς λαμπρὰ, ὡς τὸ σῶμα ἐκεῖνο τότε ἀπέστιλβεν,
10οὐκ ἀλλοτρίῳ, ἀλλ’ οἰκείῳ βαπτιζόμενον αἵματι. Καὶ τὰ τραύματα δὲ ἐκεῖνα ἁπάντων λίθων ἦν τιμιώτερα. Μαργαριτῶν μὲν γὰρ φύσις οὐδὲν τὸν βίον ὠφελεῖ τὸν ἡμέτερον, οὐδὲ χρείαν τινὰ πληροῖ τοῖς ἔχουσιν ἀναγ‐ καίαν· τὰ δὲ τραύματα ἐκεῖνα πάσης ἀθυμίας ἐστὶ
15παράκλησις. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἐὰν ἀποβάλῃ τις υἱὸν γνήσιον καὶ μονογενῆ, δεῖξον αὐτῷ μυρίους μαργαρίτας, καὶ οὐ παραμυθήσῃ τὸ πάθος, οὐδὲ θεραπεύσεις τὴν ὀδύνην· ἀναμνήσας δὲ αὐτὸν τῶν τραυμάτων τοῦ Ἰὼβ, ῥᾳδίως δυνήσῃ θεραπεῦσαι, οὕτω
20λέγων· Τί πενθεῖς, ἄνθρωπε; σὺ μὲν τέκνον ἀπέβα‐ λες ἓν, ὁ δὲ μακάριος ἐκεῖνος μετὰ τὸ τῶν παίδων ὁλό‐ κληρον ἀφαιρεθῆναι τὸν χορὸν καὶ αὐτῇ τῇ σαρκὶ τὴν πληγὴν ἐδέξατο, καὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο ἰχῶρι πάντοθεν καταῤῥεόμενος, κατὰ μικρὸν αὐτῷ τῆς
25σαρκὸς δαπανωμένης, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσε‐ βὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ὁ καὶ Θεὸν μάρτυρα τῆς ἀρετῆς ἔχων. Ἂν γὰρ ταῦτα εἴπῃς τὰ ῥήματα, πᾶσαν ἔσβεσας τοῦ πενθοῦντος τὴν ἀθυμίαν, καὶ πᾶσαν ἀνεῖλες τὴν ὀδύνην, καὶ γίνεται
30οὕτω χρησιμώτερα μαργαριτῶν τὰ τραύματα τοῦ δι‐ καίου. Ὑπογράψατε τοίνυν ἑαυτοῖς τὸν ἀθλητὴν καὶ ὑμεῖς, καὶ νομίζετε βλέπειν τὴν κοπρίαν ἐκείνην, καὶ αὐτὸν ἐν μέσῳ καθήμενον τῆς κοπρίας, τὸν ἀνδριάντα τὸν χρυσοῦν, τὸν διάλιθον, τὸν πῶς εἴπω οὐκ οἶδα· οὐδὲ
35γὰρ ἔχω τιμίαν οὕτως ὕλην εὑρεῖν, ὡς δυνηθῆναι τὸ ᾑμαγμένον ἐκεῖνο σῶμα παραβαλεῖν· οὕτω καὶ πάσης ὕλης τιμαλφεστάτης ἐκ πολλοῦ τοῦ περιόντος τῆς σαρκὸς ἐκείνης ἡ φύσις ἦν τιμιωτέρα, καὶ τὰ τραύ‐ ματα τῶν ἡλιακῶν ἀκτίνων φαιδρότερα· αὗται μὲν γὰρ
40τὰς τοῦ σώματος καταυγάζουσιν ὄψεις, ἐκεῖνα δὲ τῆς διανοίας ἡμῶν φωτίζει τὰ ὄμματα, ἐκεῖνα καθάπαξ τὸν διάβολον ἀπετύφλωσε. Διὰ γοῦν τοῦτο, μετὰ τὴν πληγὴν ἐκείνην ἀπεπήδησε, καὶ οὐκ ἐφάνη λοιπόν. Σὺ δέ μοι κἀντεῦθεν, ἀγαπητὲ, μάνθανε τὸ τῆς θλίψεως κέρδος
45πόσον ἐστίν. Ἡνίκα μὲν γὰρ ἐπλούτει καὶ ἀνέσεως ἀπήλαυεν ὁ δίκαιος, διαβάλλειν ἔσχεν αὐτὸν, ψευδῶς μὲν, ἔσχε δ’ οὖν ὅμως εἰπεῖν· Μὴ δωρεὰν σέβεταί σε ὁ Ἰώβ; Ἐπειδὴ δὲ αὐτὸν ἐγύμνωσε καὶ ἐποίησε πένη‐ τα, οὐδὲ γρῦξαι λοιπὸν ἐτόλμησε· καὶ ὅτε μὲν πλούσιος

49

.

69

(50)

ἦν, ὑπισχνεῖτο παλαίειν αὐτῷ, καὶ ὑποσκελίζειν ἠπεί‐ λει· ἐπειδὴ δὲ πένητα εἰργάσατο, καὶ πάντων ἀπεστέ‐ ρησε, καὶ εἰς ἐσχάτην ὀδύνην ἐνέβαλε, τότε ἀπ‐ επήδησε· καὶ ὅτε μὲν ὑγιὲς αὐτοῦ τὸ σῶμα ἦν, τὰς χεῖρας ἀντῆρεν, ὅτε δὲ αὐτοῦ κατέκοψε τὴν σάρκα, τότε
55ἔφυγεν ἡττηθείς. Εἶδες πόσον πενία πλούτου, καὶ ἀῤῥωστία καὶ νόσος ὑγείας, καὶ πειρασμὸς ἀνέσεως βέλτιον τοῖς νήφουσίν ἐστι καὶ χρησιμώτερον, καὶ λαμπροτέρους καὶ εὐτονωτέ‐ ρους τοὺς ἀθλοῦντας ποιεῖ; Τίς εἶδε, τίς ἤκουσεν οὕτω
60θαυμαστὰ παλαίσματα; Οἱ τῶν ἔξωθεν ἀγώνων πύκται,Column end

49

.

70

ἐπειδὰν κατακόψωσι τὰς κεφαλὰς τῶν ἀντιπάλων, τότε νικῶσι καὶ στεφανοῦνται· οὗτος δὲ, ὅτε κατέκοψε τὸ σῶμα τοῦ δικαίου, παντοδαποῖς ἕλκεσιν αὐτὸ διατρήσας, καὶ ἀσθενέστερον ἐποίησε, τότε ἐνικήθη καὶ ἀνεχώ‐
5ρησε· καὶ ἐπειδὴ διώρυξεν αὐτοῦ πάντοθεν τὰς πλευ‐ ρὰς, αὐτῷ μὲν πλέον οὐδὲν ἐγένετο, τὸν γὰρ ἐναποκεί‐ μενον θησαυρὸν οὐκ ἀπεσύλησεν, ἡμῖν δὲ φανερώτερον αὐτὸν ἐποίησε, καὶ διὰ τῆς διωρυγῆς ἐκείνης ἔδωκεν ἅπασιν εἰς τὸ ἔνδον βλέπειν, καὶ καταμανθάνειν αὐτοῦ
10τὸν πλοῦτον ἅπαντα· καὶ ὅτε κρατεῖν προσεδόκησε, τότε μετ’ αἰσχύνης πολλῆς ἀνεχώρησε, καὶ οὐδεμίαν οὐκέτι φωνὴν ἀφῆκε. Τί γέγονεν, ὦ διάβολε; τίνος ἕνεκεν ἀναχωρεῖς; οὐκ ἐγένετο πάντα ὅσα ἠθέλησας; οὐκ ἀνεῖλες αὐτοῦ τὰ ποίμνια, τὰ βουκόλια, τὰς ἀγέλας
15τῶν ἵππων, τῶν ἡμιόνων; οὐχὶ καὶ τὸν χορὸν τῶν παί‐ δων ἀπώλεσας, καὶ τὴν σάρκα κατέκοψας ἅπασαν; τίνος ἕνεκεν ἀνεχώρησας; Ὅτι ἐγένετο μὲν πάντα, ὅσα ἠθέ‐ λησα, φησίν· ὃ δὲ γενέσθαι μάλιστα ἐβουλόμην, καὶ δι’ ὃ πάντα ἐκεῖνα ἐποίησα, τοῦτο οὐκ ἐγένετο· οὐδὲ γὰρ
20ἐβλασφήμησε· διὰ γὰρ τοῦτο πάντα ἐκεῖνα ἐποίουν, φησὶν, ἵνα τοῦτο ἐξέλθῃ. Τούτου δὲ μὴ γενομένου, οὐδέν μοι πλέον ἀπὸ τῆς ζημίας τῶν χρημάτων ἐγένετο, καὶ τῆς τῶν παίδων ἀπωλείας, καὶ τῆς τοῦ σώματος πλη‐ γῆς, ἀλλὰ τοὐναντίον ἤπερ ἐβουλόμην ἐξέβη, λαμπρό‐
25τερον ἐποίησα τὸν ἐχθρὸν, καὶ φαιδρότερον εἰργασάμην. Ἔγνως ὅσον τῆς θλίψεως τὸ κέρδος, ἀγαπητέ; Καλὸν μὲν γὰρ τὸ σῶμα καὶ ὑγιαῖνον ἦν, πολλῷ δὲ σεμνό‐ τερον γέγονε κατατμηθὲν ὑπὸ τῶν τραυμάτων ἐκείνων· ἐπεὶ καὶ ἔρια καλὰ μὲν καὶ πρὸ τῆς βαφῆς, ἐπειδὰν δὲ
30ἁλουργὰ γένηται, ἄφατον προσλαμβάνει τὸ κάλλος, καὶ πολλὴν τὴν εὐπρέπειαν. Εἰ δὲ μὴ ἀπέδυσεν αὐτὸν, οὐκ ἂν ἔγνωμεν τοῦ στεφανίτου τὴν εὐεξίαν· εἰ μὴ διέτρη‐ σεν αὐτοῦ τὸ σῶμα ταῖς ὠτειλαῖς, οὐκ ἂν ἀντ‐ έλαμψαν ἔνδοθεν αἱ ἀκτῖνες· εἰ μὴ ἐκάθισεν αὐτὸν ἐπὶ
35τῆς κοπρίας, οὐκ ἂν ἔγνωμεν αὐτοῦ τὸν πλοῦτον. Οὐδὲ γὰρ οὕτω λαμπρὸς ἐπὶ θρόνου καθήμενος βασι‐ λεὺς, ὡς ἐκεῖνος ἐπὶ τῆς κοπρίας τότε καθήμενος ἐπίσημος ἦν καὶ περιφανής· μετὰ μὲν γὰρ τὸν βασι‐ λικὸν θρόνον θάνατος, μετὰ δὲ τὴν κοπρίαν ἐκείνην
40οὐρανῶν βασιλεία. βʹ. Ταῦτα οὖν ἅπαντα ἀναλογιζόμενοι ἀνενέγκωμεν ἐκ τῆς κατεχούσης ἀθυμίας ἡμᾶς. Καὶ γὰρ ταύτας ὑμῖν παρατίθημι τὰς ἱστορίας, οὐχ ἵνα ἐπαινῆτε τὰ λεγό‐ μενα, ἀλλ’ ἵνα μιμήσησθε τὴν ἀρετὴν καὶ τὴν ὑπομο‐
45νὴν τῶν γενναίων ἐκείνων ἀνδρῶν, ἵνα διὰ τῶν ἔργων αὐτῶν μάθητε, ὅτι οὐδὲν δεινὸν τῶν ἀνθρωπίνων δει‐ νῶν, ἀλλ’ ἢ ἁμαρτία μόνον, οὐ πενία, οὐ νόσος, οὐχ ὕβρις, οὐκ ἐπήρεια, οὐκ ἀτιμία, οὐ τὸ πάντων δοκοῦν ἔσχατον εἶναι τῶν κακῶν ὁ θάνατος. Ὀνόματα γὰρ

49

.

70

(50)

ταῦτά ἐστι μόνον τοῖς φιλοσοφοῦσι, συμφορῶν ὀνόμα‐ τα, πραγμάτων ἔρημα· ἡ δ’ ἀληθὴς συμφορὰ τὸ προσκροῦσαι Θεῷ, καὶ ποιῆσαί τι τῶν μὴ δοκούντων αὐτῷ. Τί γὰρ ἔχει δεινὸν ὁ θάνατος, εἰπέ μοι; ὅτι σε ταχύτερον ἐπὶ τὸν εὔδιον λιμένα παραπέμπει καὶ
55τὴν ἀτάραχον ἐκείνην ζωήν; κἂν γὰρ ἄνθρωπος μὴ ἀποκτείνῃ, αὐτὸς τῆς φύσεως ὁ νόμος ἐπελθὼν, οὐ διαλύσει τὸ σῶμα ἀπὸ τῆς ψυχῆς; κἂν γὰρ μὴ νῦν γένη‐ ται τοῦτο, ἔσται μικρὸν ὕστερον, ὃ νῦν δεδοίκαμεν. Καὶ ταῦτα λέγω οὐ προσδοκῶν τι δεινὸν, οὐδὲ λυπηρόν·
60μὴ γένοιτο· ἀλλὰ ὑπὲρ τῶν δεδοικότων τὸν θάνατον αἰσχυνόμενος. Τοσαῦτα προσδοκῶν, εἰπέ μοι, ἀγαθὰ, ἃ
μήτε ὀφθαλμὸς εἶδεν, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν69

49

.

71

ἀνθρώπου ἀνέβη, ἀναδύῃ πρὸς τὴν ἀπόλαυσιν, καὶ ἀμελεῖς καὶ ὀκνεῖς; καὶ οὐκ ὀκνεῖς μόνον, ἀλλὰ καὶ δέδοικας καὶ φρίττεις; Καὶ πῶς οὐκ αἰσχρὸν, ὅτι σὺ διὰ θάνατον ὀδυνᾶσαι, Παῦλος δὲ διὰ τὴν παροῦσαν ἔστενε
5ζωήν; καὶ Ῥωμαίοις γράφων ἔλεγεν, ὅτι Καὶ ἡ κτίσις συστενάζει, καὶ ἡμεῖς αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύ‐ ματος ἔχοντες στενάζομεν. Καὶ ταῦτα ἔλεγεν οὐχὶ τῶν παρόντων καταγινώσκων, ἀλλὰ τὰ μέλλοντα ποθῶν. Ἐγευσάμην, φησὶ, τῆς χάριτος, καὶ οὐ στέγω τὴν
10ἀναβολήν· τὴν ἀπαρχὴν ἔχω τοῦ πνεύματος, καὶ πρὸς τὸ πᾶν ἐπείγομαι· ἀνέβην εἰς τρίτον οὐρανὸν, εἶδον τὴν δόξαν ἐκείνην τὴν ἄῤῥητον, εἶδον τὰ βασίλεια τὰ λαμπρὰ, ἔμαθον τίνων ἀπεστέρημαι διατρίβων ἐνταῦθα, καὶ διὰ ταῦτα στενάζω. Εἰπὲ γάρ μοι, εἴ τίς σε εἰς βα‐
15σιλικὰς εἰσήγαγεν αὐλὰς, καὶ χρυσὸν ἔδειξε, πάντοθεν ἀπὸ τῶν τοίχων ἀστράπτοντα, καὶ τὴν ἄλλην εὐπρέ‐ πειαν ἅπασαν, εἶτά σε ἐκεῖθεν εἰς καλύβην πένητος εἰσήγαγε, καὶ μετὰ χρόνον βραχὺν ὑπέσχετο εἰς τὰ βα‐ σίλεια ἐπανάξειν ἐκεῖνα, καὶ διηνεκῆ δώσειν ἐκεῖ
20μονήν· ἆρα οὐκ ἔμελλες ἀλύειν, καὶ δυσανασχετεῖν, καὶ πρὸς αὐτὰς τὰς ὀλίγας ἡμέρας; Τοῦτο δὴ καὶ ἐπὶ τῶν οὐρανῶν λογίζου, καὶ ἐπὶ τῆς γῆς, καὶ στένε μετὰ Παύλου. μὴ διὰ τὸν θάνατον, ἀλλὰ διὰ τὴν παροῦσαν ζωήν. Καὶ δός μοι κατὰ Παῦλον γενέσθαι, φησὶ, καὶ
25οὐδέποτε φοβηθήσομαι θάνατον. Καὶ τί τὸ κωλύον κατὰ Παῦλον γενέσθαι σε, ἄνθρωπε; οὐχὶ πένης ἦν ἐκεῖνος; οὐχὶ σκηνοποιός; οὐκ ἰδιώτης; Εἰ μὲν γὰρ πλούσιος ἦν καὶ εὐγενὴς, εἶχον ἴσως οἱ πένητες πρὸς τὸν αὐ‐ τὸν καλούμενοι ζῆλον, τὴν ἑαυτῶν προβάλλεσθαι πενίαν·
30νυνὶ δὲ οὐδὲν τούτων ἔχεις εἰπεῖν· καὶ γὰρ χειροτέχνης ὁ ἄνθρωπος ἦν, καὶ ἐκ τῶν καθημερινῶν ἀπετρέφετο πόνων· καὶ σὺ μὲν ἐξ ἀρχῆς τὴν εὐσέβειαν διεδέξω παρὰ πατέρων, καὶ ἐκ πρώτης ἡλικίας τοῖς ἱεροῖς γράμμασιν ἐνετράφης· ἐκεῖνος δὲ καὶ βλάσφημος γέγονε,
35καὶ διώκτης, καὶ ὑβριστὴς, καὶ τὴν Ἐκκλησίαν ἐπόρ‐ θησεν, ἀλλ’ ὅμως οὕτως ἀθρόον μετεβάλετο, ὡς ἅπαν‐ τας ὑπερβαλέσθαι τῇ τῆς προθυμίας σφοδρότητι, καὶ βοᾷ λέγων· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Ἐκεῖνος τὸν Δεσπότην ἐμιμήσατο, σὺ δὲ τὸν σύνδουλον
40οὐ μιμῇ, ὁ ἐξ ἀρχῆς ἐν εὐσεβείᾳ τραφεὶς τὸν ὕστερον ἐκ μεταβολῆς προσελθόντα τῇ πίστει; Οὐκ οἶσθα, ὅτι οἱ ἐν ἁμαρτίαις ὄντες, κἂν ζῶσιν, ἀπέθανον· οἱ δὲ ἐν δικαιοσύνῃ ζῶντες, κἂν ἀποθάνωσι, ζῶσι; Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος· ἀπόφασίς ἐστι τοῦ Χριστοῦ πρὸς τὴν
45Μάρθαν λέγοντος· Πᾶς ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀπο‐ θάνῃ, ζήσεται. Μὴ γὰρ μῦθός ἐστι τὰ ἡμέτερα; Εἰ Χριστιανὸς εἶ, πίστευε τῷ Χριστῷ· εἰ πιστεύεις τῷ Χριστῷ, διὰ τῶν ἔργων ἐπίδειξόν μοι τὴν πίστιν. Πῶς δὲ ἐπιδείξῃ διὰ τῶν ἔργων τὴν πίστιν; Ἐὰν κα‐

49

.

71

(50)

ταφρονῇς θανάτου. Καὶ γὰρ καὶ ταύτῃ διεστήκαμεν τῶν ἀπίστων. Ἐκεῖνοι μὲν γὰρ καλῶς φοβοῦνται τὸν θάνατον, ἀνα‐ στάσεως γὰρ ἐλπίδα οὐκ ἔχουσι· σὺ δὲ ὁ πρὸς βελτίονα ὁδεύων ὁδὸν, καὶ περὶ τῆς ἐλπίδος τῆς ἐκεῖ φιλοσοφεῖν
55ἔχων, ποίαν ἂν ἔχοις συγγνώμην, περὶ ἀναστάσεως μὲν θαῤῥῶν, ὁμοίως δὲ τοῖς ἀπιστοῦσι τῇ ἀναστάσει τὸν θάνατον δεδοικώς; Ἀλλ’ οὐ τὸν θάνατον δέδοικα, φησὶν, οὐδὲ τὸ ἀποθανεῖν, ἀλλὰ τὸ κακῶς ἀποθανεῖν, τὸ ἀπο‐ τμηθῆναι τὴν κεφαλήν. Οὐκοῦν ὁ Ἰωάννης κακῶς ἀπ‐
60έθανεν; ἀπετμήθη γάρ· οὐκοῦν ὁ Στέφανος κακῶς ἀπ‐Column end

49

.

72

έθανε; κατελεύσθη γάρ· καὶ μάρτυρες οἱ δὲ πάντες ἀθλίως τὸ καθ’ ὑμᾶς ἐτελεύτησαν· ἐπειδὴ οἱ μὲν ἐν πυρὶ, οἱ δὲ σιδήρῳ τὸν βίον κατέλυσαν· καὶ οἱ μὲν εἰς πέλαγος, οἱ δὲ εἰς κρημνὸν, οἱ δὲ εἰς ὀδόντας ἐμπε‐
5σόντες θηρίων, οὕτως ἀπέθανον. Οὐ τοῦτό ἐστι τὸ κα‐ κῶς ἀποθανεῖν, ἄνθρωπε, τὸ βιαίῳ τελευτῆσαι θανάτῳ, ἀλλὰ τὸ ἐν ἁμαρτίαις ἀποθανεῖν. Ἄκουσον γοῦν τοῦ προφήτου περὶ αὐτῶν τούτων φιλοσοφοῦντος καὶ λέγον‐ τος· Θάνατος ἁμαρτωλῶν πονηρός· οὐκ εἶπε· Θά‐
10νατος βίαιος πονηρός· ἀλλὰ τί; Θάνατος ἁμαρτωλῶν πονηρός. Δικαίως· μετὰ γὰρ τὴν ἐντεῦθεν ἀποδημίαν κόλασις ἀφόρητος, τιμωρίαι ἀθάνατοι, ὁ σκώληξ ὁ ἰοβόλος, τὸ πῦρ τὸ ἄσβεστον, τὸ σκότος τὸ ἐξώτερον, τὰ δεσμὰ τὰ ἄλυτα, ὁ τῶν ὀδόντων βρυγμὸς, ἡ θλῖψις, ἡ
15στενοχωρία, καὶ ἡ αἰώνιος δίκη. γʹ. Ὅταν οὖν τοιαῦτα τοὺς ἁμαρτωλοὺς ἀναμένῃ κακὰ, τί γένοιτ’ ἂν αὐτοῖς ὄφελος, κἂν οἴκοι, κἂν ἐπὶ τῆς ἑαυτῶν κλίνης καταλύσωσι τὴν ζωήν; ὥσπερ οὖν τοῖς δικαίοις οὐδὲν ἂν γένοιτο βλάβος ἐκ τοῦ ξίφει καὶ σιδήρῳ καὶ
20πυρὶ τὴν παροῦσαν ἀποθέσθαι ζωὴν, ὅταν πρὸς τὰ ἀθά‐ νατα μέλλωσιν ἀποδημεῖν ἀγαθά. Ἀληθῶς Θάνατος ἁμαρτωλῶν πονηρός. Τοιοῦτος ἦν ὁ τοῦ πλουσίου θά‐ νατος ἐκείνου τοῦ τὸν Λάζαρον ὑπεριδόντος, ὃς οἴκοι καὶ ἐπὶ τῆς κλίνης καὶ τῶν ἐπιτηδείων παρόντων οἰκείᾳ
25τελευτῇ καταλύσας τὸν βίον, ἀπελθὼν ἐκεῖ ἀπετη‐ γανίζετο, οὐδὲ μικρὰν παραμυθίαν ἐκ τῆς κατὰ τὸν παρ‐ όντα βίον εὐημερίας εὑρεῖν δυνηθεὶς ἐκεῖ. Ἀλλ’ οὐχ ὁ Λάζαρος οὕτως· ἀλλ’ ἐπ’ αὐτοῦ τοῦ ἐδάφους τῶν κυνῶν παρόντων καὶ λειχομένων τὰ τραύματα, βίαιον θάνατον
30ὑποστὰς, (τί γὰρ λιμοῦ γένοιτ’ ἂν ὀδυνηρότερον;) ἀπελ‐ θὼν ἐκεῖ τῶν αἰωνίων ἀπήλαυσεν ἀγαθῶν, ἐντρυφῶν τοῖς κόλποις τοῦ Ἀβραάμ. Τί τοίνυν παρέβλαψεν αὐτὸν τὸ βιαίως ἀποθανεῖν; τί δὲ τὸν πλούσιον ὤνησε τὸ μὴ βιαίως ἀποθανεῖν;
35 Ἀλλ’ οὐ τὸ βιαίως, φησὶν, ἀλλὰ τὸ ἀδίκως ἀποθανεῖν δεδοίκαμεν, καὶ τὸ μηδὲν τετολμηκότες, ὧν ὑποπτευό‐ μεθα, τοῖς ἑαλωκόσι κολασθῆναι παραπλησίως. Τί λέ‐ γεις, εἰπέ μοι; τὸ ἀδίκως ἀποθανεῖν δέδοικας; ἀλλὰ δι‐ καίως ἐβούλου; Καὶ τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος,
40ὡς παρὸν ἀδίκως ἀποθανεῖν, δικαίως ἑλέσθαι μᾶλλον; Εἰ γὰρ θάνατον δεδοικέναι χρὴ, τὸν δικαίως ἡμῖν ἐπιόντα δεδοικέναι χρὴ, ὡς ὅ γε ἀδίκως ἀποθανὼν κατ’ αὐτὸ τοῦτο κοινωνεῖ τοῖς ἁγίοις ἅπασιν. Οἱ γὰρ πλείους τῶν εὐδοκιμηκότων παρὰ τῷ Θεῷ καὶ λαμψάντων, ἄδι‐
45κον ὑπέστησαν τελευτὴν, καὶ πρῶτος ὁ Ἄβελ· οὐ γὰρ δὴ πλημμελήσας εἰς τὸν ἀδελφὸν, οὐδὲ λυπήσας τι τὸν Κάϊν, ἀλλ’ ἐπειδὴ τὸν Θεὸν ἐτίμησε, διὰ τοῦτο ἐσφάγη· ὁ δὲ Θεὸς συνεχώρησεν, ἆρα φιλῶν αὐτὸν ἢ μισῶν; εὔ‐ δηλον ὅτι φιλῶν, καὶ λαμπρότερον αὐτῷ τὸν στέφανον

49

.

72

(50)

ποιῆσαι βουλόμενος ἀπὸ τῆς ἀδικωτάτης σφαγῆς. Ὁρᾷς ὅτι οὐ τὸ βιαίως ἀποθανεῖν, οὔτε τὸ ἀδίκως ἀποθανεῖν δεδοικέναι χρὴ, ἀλλὰ τὸ ἐν ἁμαρτίαις ἀποθανεῖν; Ὁ Ἄβελ ἀπέθανεν ἀδίκως, ὁ Κάϊν ἔζη στένων καὶ τρέμων· τίς οὖν, εἰπέ μοι, μακαριώτερος ἦν, ὁ μετὰ δικαιοσύνης
55ἀναπαυσάμενος, ἢ ὁ ἐν ἁμαρτίαις ζῶν; ὁ ἀδίκως ἀπο‐ θανὼν, ἢ ὁ δικαίως κολαζόμενος; Βούλεσθε εἴπω πρὸς τὴν ὑμετέραν ἀγάπην, πόθεν δεδοίκαμεν θάνατον; Οὐκ ἔτρωσεν ἡμᾶς βασιλείας ἔρως, οὐδὲ ἀνῆψεν ἡμᾶς ὁ τῶν μελλόντων πόθος, ἐπεὶ πάντων ἂν ὑπερείδομεν τῶν παρ‐
60όντων, καθάπερ ὁ μακάριος Παῦλος. Καὶ πρὸς τούτοις πάλιν οὐ φοβούμεθα γέενναν, διὰ τοῦτο φοβούμεθα θά‐ νατον· οὐκ ἴσμεν τῆς ἐκεῖ κολάσεως τὸ ἀφόρητον, διὰ τοῦτο τελευτὴν ἀντὶ ἁμαρτίας δεδοίκαμεν· ὡς εἰ ἐκεῖνος
κατεῖχε τὴν ψυχὴν ἡμῶν ὁ φόβος, οὐδὲ ἐπεισελθεῖν οὗτος71

49

.

73

ἠδύνατο. Καὶ τοῦτο οὐ πόῤῥωθέν ποθεν, ἀλλ’ οἴκοθεν καὶ ἐξ αὐτῶν τῶν συμβεβηκότων ἡμῖν ἐν ταῖς ἡμέραις ταύταις πειράσομαι ποιῆσαι φανερόν. Ἐπειδὴ γὰρ ἦλθε παρὰ βασιλέως τὰ γράμματα τὴν εἰσφορὰν ταύτην τὴν
5ἀφόρητον εἶναι δοκοῦσαν κελεύοντα καταθεῖναι, πάντες ἐστασίαζον, πάντες ἐφιλονείκουν, ἐδυσχέραινον, ἠγανά‐ κτουν, πρὸς ἀλλήλους ἀπαντῶντες ἔλεγον· Ἀβίωτος ἡμῖν ὁ βίος, ἀνετράπη ἡ πόλις, οὐδεὶς ὑποστῆναι δυ‐ νήσεται τῆς εἰσφορᾶς ταύτης τὸ μέγεθος· καὶ ἤσχαλλον
10πάντες ὡς περὶ τῶν ἐσχάτων αὐτῶν κινδυνεύοντες. Μετὰ ταῦτα, ἐπειδὴ συνέβη τὰ τολμηθέντα, καί τινες μιαροὶ καὶ παμμίαροι τοὺς νόμους καταπατήσαντες, τοὺς ἀνδριάντας καθεῖλον, καὶ τὸν περὶ τῶν ἐσχάτων πᾶσιν ἐπεκρέμασαν κίνδυνον, καὶ νῦν περὶ τῆς ζωῆς
15αὐτῆς δεδοίκαμεν παροξύναντες τὸν βασιλέα· οὐκ ἔτι λοιπὸν ἡμᾶς ἡ τῶν χρημάτων δάκνει ζημία, ἀλλ’ ἕτερα ἀντ’ ἐκείνων πάντων ἀκούω λεγόντων· Λαβέτω τὴν οὐσίαν ὁ βασιλεὺς, ἀποστησόμεθα καὶ τῶν ἀγρῶν καὶ τῶν οὐσιῶν ἀγαπητῶς, μόνον ἂν τὸ σῶμα γυμνόν τις
20ἡμῖν ὑπόσχηται διασώζειν. Ὥσπερ οὖν πρὶν ἢ τὸν τοῦ θανάτου φόβον ἡμῖν ἐπιστῆναι, ἔδακνεν ἡμᾶς ἡ ζη‐ μία τῶν χρημάτων, ἐπειδὴ δὲ ἐτολμήθη τὰ παράνομα ταῦτα τολμήματα, ὁ τοῦ θανάτου φόβος ἐπεισελθὼν τὴν ὀδύνην τῆς ζημίας ἀπώθησεν· οὕτως εἰ ὁ τῆς γεέννης
25φόβος κατεῖχεν ἡμῶν τὰς ψυχὰς, οὐκ ἂν ὁ τοῦ θανάτου φόβος κατέσχεν· ἀλλ’ ὥσπερ ἐπὶ τῶν σωμάτων, ὅταν δύο ἡμᾶς κατάσχωσιν ὀδύναι, ἡ δυνατωτέρα τὴν κατα‐ δεεστέραν ἀποκρύπτειν εἴωθεν· οὕτω καὶ νῦν ἐγένετο ἄν· εἰ τὸ τῆς μελλούσης κολάσεως δέος ἔμενεν ἐπὶ τῆς
30ψυχῆς, πάντα ἀνθρώπινον ἀπέκρυψε φόβον. Ὥστε εἴ τις σπουδάζει διὰ παντὸς μεμνῆσθαι γεέννης, πάσης κατα‐ γελάσεται τελευτῆς· καὶ τοῦτο οὐ τῆς παρούσης αὐτὸν ἀπαλλάξει μόνον ἀγωνίας, ἀλλὰ κἀκείνης ἐξαιρήσεται τῆς φλογός. Ὁ γὰρ διὰ παντὸς γέενναν δεδοικὼς, οὐδέ‐
35ποτ’ εἰς τὸ τῆς γεέννης ἐμπεσεῖται πῦρ, τῷ διηνεκεῖ τούτῳ σωφρονιζόμενος φόβῳ. Δότε μοι πρὸς ὑμᾶς εὐκαί‐ ρως εἰπεῖν νῦν· Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Καὶ γὰρ παιδικὸν φοβούμεθα φόβον θάνατον δεδοι‐
40κότες, ἁμαρτίαν δὲ μὴ δεδοικότες. Καὶ γὰρ τὰ παιδία τὰ μικρὰ προσωπεῖα μὲν δέδοικε, πῦρ δ’ οὐ δέδοικεν· ἀλλ’ ἐὰν βασταζόμενα τύχῃ παρὰ λυχνίαν λύχνον ἔχουσαν, ἀπερισκέπτως τὴν χεῖρα ἐπαφίησι τῇ λυχνίᾳ καὶ τῇ φλογί· καὶ τὸ μὲν εὐκαταφρόνητον φρίττει προσ‐
45ωπεῖον, τὸ δ’ ἀληθῶς φοβερὸν οὐ δέδοικε πῦρ· οὕτω δὴ καὶ ἡμεῖς θάνατον μὲν δεδοίκαμεν, ὅπερ ἐστὶν εὐκα‐ ταφρόνητον προσωπεῖον, ἁμαρτίαν δ’ οὐ δεδοίκαμεν, ὅπερ ἐστὶν ἀληθῶς φοβερὸν, καὶ πυρὸς δίκην κατεσθίει τὸ συνειδός. Καὶ ταῦτα οὐκ ἀπὸ τῆς τῶν πραγμάτων

49

.

73

(50)

φύσεως, ἀλλ’ ἐξ ἀνοίας ἡμῖν συμβαίνειν εἴωθεν· ὡς ἐὰν λογιζώμεθα, τί ποτ’ ἔστι θάνατος, οὐδέποτ’ αὐτὸν δείσομεν. Τί ποτ’ οὖν ἐστι θάνατος; Ὅπερ ἐστὶν ἱμάτιον ἀποδύσασθαι· καθάπερ γὰρ ἱμάτιον, τὸ σῶμα τῇ ψυχῇ περίκειται, καὶ τοῦτο πρὸς βραχὺ διὰ τῆς τε‐
55λευτῆς ἀποθέμενοι λαμπρότερον ἀποληψόμεθα πάλιν. Τί ποτέ ἐστι θάνατος; Ἀποδημία πρόσκαιρος, ὕπνος μα‐ κρότερος τοῦ συνήθους· ὥστε εἰ δέδοικας θάνατον, φο‐ βοῦ καὶ ὕπνον· εἰ διὰ τοὺς τελευτῶντας ἀλγεῖς, ἄλ‐ γησον καὶ διὰ τοὺς ἐσθίοντας καὶ διὰ τοὺς πίνοντας·
60ὥσπερ γὰρ τοῦτο φυσικὸν, οὕτω κἀκεῖνο. Μὴ λυπείτωColumn end

49

.

74

σε τὰ τῆς φύσεως, λυπείτω σε μᾶλλον τὰ τῆς πο‐ νηρᾶς προαιρέσεως, μηδὲ τὸν τελευτῶντα πενθήσῃς, ἀλλὰ πένθησον τὸν ἐν ἁμαρτίαις ζῶντα. δʹ. Βούλει εἴπω καὶ ἑτέραν αἰτίαν, δι’ ἢν τὸν θάνατον
5δεδοίκαμεν; Οὐ ζῶμεν μετ’ ἀκριβείας, οὐκ ἔχομεν συν‐ ειδὸς ἀγαθόν· ὡς εἰ τοῦτο ἦν, οὐδὲν ἡμᾶς ἂν ἐφόβησεν, οὐ θάνατος, οὐ λιμὸς, οὐ ζημία χρημάτων, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδέν. Τὸν γὰρ ἐν ἀρετῇ ζῶντα οὐδὲν τού‐ των παραβλάψαι δυνήσεται, οὐδ’ ἀφελέσθαι τὴν ἔνδον
10ἡδονήν· τὸν γὰρ χρησταῖς συντρεφόμενον ἐλπίσιν οὐδὲν εἰς ἀθυμίαν ἐμβαλεῖν δυνήσεται. Τί γὰρ ἐργάσαιτό τις τοιοῦτο, δι’ οὗ τὸν γενναῖον ἄνδρα παρασκευάσει λυπεῖσθαι; Χρήματ’ ἀφαιρήσεται; ἀλλ’ ἔχει πλοῦτον τὸν ἐν τοῖς οὐρανοῖς. Ἀλλὰ τῆς πατρίδος ἐκβαλεῖ; ἀλλ’
15εἰς τὴν ἄνω πόλιν στελεῖ. Ἀλλὰ δεσμὰ περιθήσει; ἀλλ’ ἔχει τὸ συνειδὸς λελυμένον, καὶ τῆς ἔξωθεν ἁλύ‐ σεως οὐκ αἰσθάνεται. Ἀλλ’ ἀναιρήσει τὸ σῶμα; ἀλλ’ ἀναστήσεται πάλιν· καὶ καθάπερ ὁ σκιᾷ πυκτεύων καὶ τὸν ἀέρα δέρων οὐδένα πλῆξαι δυνήσεται, οὕτως ὁ τῷ
20δικαίῳ πολεμῶν σκιαμαχεῖ μόνον, καὶ τὴν αὑτοῦ κατα‐ λύει δύναμιν, εἰς ἐκεῖνον δὲ οὐδεμίαν πληγὴν ἐναπερεῖσαι δυνήσεται. Δός μοι τοίνυν θαῤῥῆσαι περὶ τῆς βασιλείας τῶν οὐρανῶν, καὶ εἰ βούλει, σήμερόν με κατάσφαξον, καὶ χάριν εἴσομαί σοι τῆς σφαγῆς, ὅτι με ταχέως εἰς ἐκεῖνα
25πέμπεις τὰ ἀγαθά. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα καὶ ἡμεῖς θρηνοῦμεν, φησὶν, ὅτι τῷ πλήθει τῶν ἁμαρτιῶν κω‐ λυόμενοι, τῆς ἐκεῖ βασιλείας οὐκ ἐπιτευξόμεθα. Οὐκ‐ οῦν ἀφεὶς τὸ θρηνεῖν τὸν θάνατον, θρήνει τὰς ἁμαρ‐ τίας σου, ἵνα αὐτὰς καταλύσῃς. Καὶ γὰρ διὰ τοῦτο ἡ
30λύπη γεγένηται, οὐχ ἵνα ἐπὶ ζημίᾳ χρημάτων, οὐχ ἵνα ἐπὶ θανάτῳ, οὐδ’ ἵνα ἐπ’ ἄλλῳ τινὶ τῶν τοιούτων ἀλγῶ‐ μεν, ἀλλ’ ἵνα εἰς τὴν τῶν ἁμαρτημάτων ἀναίρεσιν αὐτῇ καταχρώμεθα. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἐκ παρα‐ δείγματος ὑμῖν αὐτὸ ποιήσω φανερόν. Τὰ φάρμακα τὰ
35ἰατρικὰ δι’ ἐκεῖνα γεγένηται τὰ πάθη μόνον ἅπερ ἀν‐ ελεῖν δύναται, οὐ δι’ ἐκεῖνα τὰ μηδὲν ὠφελούμενα παρ’ αὐτῶν. Οἷόν τι λέγω· ἔτι γὰρ σαφέστερον ποιῆσαι βού‐ λομαι τὸν λόγον· τὸ φάρμακον τὸ δυνάμενον ὀφθαλμοὺς νοσοῦντας ὠφελεῖν μόνον, ἕτερον δὲ πάθος μηδὲν, διὰ
40τὴν τῶν ὀφθαλμῶν νόσον δικαίως ἄν τις εἴποι γεγενῆ‐ σθαι μόνον, οὐ διὰ στόμαχον, οὐ διὰ χεῖρας, οὐδὲ δι’ ἕτερόν τι μέλος. Μεταγάγωμεν τοίνυν τὸν λόγον ἐπὶ τὴν λύπην, καὶ εὑρήσομεν, ὅτι τῶν ἄλλων μὲν οὐδὲν τῶν συμβαινόντων ἡμῖν ὠφελεῖ, ἁμαρτίαν δὲ διορθοῦ‐
45ται μόνην, εὔδηλον ὅτι διὰ τὴν ταύτης ἀναίρεσιν γεγένη‐ ται μόνον. Ἐπέλθωμεν τοίνυν ἕκαστον τῶν συμπιπτόντων ἡμῖν δεινῶν, καὶ ἐπαγάγωμεν τὴν ἀθυμίαν, καὶ ἴδωμεν τί κέρδος ἀπὸ ταύτης γίνεται. Ἐζημιώθη τις χρήματα; ἐλυπήθη, οὐ διώρθωσε τὴν ζημίαν. Ἀπέβαλέ τις υἱόν;

49

.

74

(50)

ἤλγησεν, οὐκ ἀνέστησε τὸν νεκρὸν, οὐδὲ τὸν ἀπελθόντα ὠφέλησεν. Ἐμαστιγώθη τις, ἐῤῥαπίσθη, ὑβρίσθη; ἐλυ‐ πήθη, τὴν ὕβριν οὐκ ἀνεκαλέσατο. Ἀῤῥωστίᾳ τις περι‐ έπεσε, καὶ νόσῳ χαλεπωτάτῃ; ἠθύμησε, τὴν νόσον οὐκ ἀνεῖλεν, ἀλλὰ καὶ χαλεπωτέραν ἐποίησεν. Ὁρᾷς ἐπ’ οὐ‐
55δενὶ τούτων ὠφελοῦσάν τι τὴν λύπην; Ἥμαρτέ τις, ἐλυ‐ πήθη; τὴν ἁμαρτίαν ἐξηφάνισεν, ἔλυσε τὸ πλημμέλημα. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τῆς ἀποφάσεως τοῦ Κυρίου· περὶ γάρ τινος ἡμαρτηκότος διαλεγόμενος ἔλεγε· Δι’ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ εἶδον ὅτι
60ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς73

49

.

75

ὀδοὺς αὐτοῦ. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔφη· Ἡ δὲ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Οὐκοῦν ἐπειδὴ σαφῶς ὁ λόγος ἀπέδειξεν, ὅτι οὔτε ζημίαν χρημάτων, οὔθ’ ὕβριν, οὔτ’ ἐπήρειαν,
5οὔτε μάστιγας, οὔτ’ ἀῤῥωστίαν, οὔτε θάνατον, οὔτ’ ἄλλο τι τῶν τοιούτων ἐπενεχθεῖσα λύπη διορθῶσαι δύναιτ’ ἂν, ἀλλ’ ἁμαρτίαν ἀφανίσαι μόνην, καὶ ταύτης ἐστὶν ἀναιρετικὴ, εὔδηλον ὅτι διὰ ταύτην ἐγένετο μόνην Μηκέτι οὖν ἐπὶ ζημίᾳ χρημάτων ἀλγῶμεν, ἀλλ’ ὅταν
10ἁμαρτάνωμεν, ἀλγῶμεν μόνον. Πολὺ γὰρ τὸ κέρδος ἐν‐ ταῦθα ἀπὸ τῆς λύπης. Ἐζημιώθης; μὴ ἀθυμήσῃς· οὐδὲ γὰρ ὠφελήσεις. Ἥμαρτες; λυπήθητι, ὄφελος γάρ· καὶ σκόπει σύνεσιν Θεοῦ καὶ σοφίαν. Δύο ταῦτα ἔτεκεν ἡμῖν ἡ ἁμαρτία, λύπην καὶ θάνατον· ᾟ γὰρ ἂν ἡμέρᾳ φάγῃ,
15φησὶ, θανάτῳ ἀποθανῇ· καὶ πρὸς τὴν γυναῖκα, Ἐν λύπαις τέξῃ τέκνα. Καὶ δι’ ἀμφοτέρων τούτων τὴν ἁμαρτίαν ἀνεῖλε, καὶ ὑπὸ τῶν τέκνων τὴν μητέρα ἀπ‐ ολέσθαι παρεσκεύασεν. Ὅτι γὰρ μετὰ τῆς λύπης καὶ θά‐ νατος ἁμαρτίαν ἀναιρεῖ, δῆλον μὲν καὶ ἀπὸ τῶν μαρ‐
20τύρων, δῆλον δὲ καὶ ἐξ ὧν ὁ Παῦλος εἶπε πρὸς ἁμαρ‐ τάνοντας, οὕτω λέγων· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ καὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί· ἐπειδὴ ἁμαρτάνετε, φησὶ, τελευτᾶτε, ὥστε τῇ τελευτῇ τὰ ἁμαρ‐ τήματα διαλύσασθαι. Ἐπήγαγε γοῦν λέγων· Εἰ γὰρ
25ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα, κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ καθάπερ ὁ σκώληξ ἀπὸ τοῦ ξύλου τίκτεται, καὶ κατεσθίει τὸ ξύλον, καὶ σὴς κατ‐ εσθίει τὸ ἔριον, παρ’ αὐτοῦ τὴν ἀρχὴν ἔχων· οὕτω λύπη
30καὶ θάνατος ἐτέχθησαν ἀπὸ τῆς ἁμαρτίας. καὶ κατέφα‐ γον τὴν ἁμαρτίαν. Μὴ τοίνυν φοβώμεθα θάνατον, ἀλλὰ φοβώμεθα ἁμαρτίαν μόνον, καὶ δι’ ἐκείνην ἀλγῶμεν. Καὶ ταῦτα λέγω οὐ δεινόν τι προσδοκῶν, μὴ γένοιτο, ἀλλὰ φοβουμένους ὑμᾶς οὕτως ἀεὶ διακεῖσθαι θέλων, καὶ τὸν
35τοῦ Χριστοῦ νόμον ἐπὶ τῶν ἔργων πληροῦν· Ἐὰν γάρ τις μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, φησὶν, οὐκ ἔστιν ἐμοῦ ἄξιος. Τοῦτο δ’ ἔλεγεν οὐχ ἵνα ξύλον βαστάζωμεν ἐπὶ τῶν ὤμων, ἀλλ’ ἵνα τὸν θάνα‐ τον ἀεὶ πρὸ τῶν ὀφθαλμῶν ἔχωμεν, καθάπερ οὖν καὶ ὁ
40Παῦλος καθ’ ἡμέραν ἀπέθνησκε, καὶ κατεγέλα τῆς τε‐ λευτῆς, καὶ τοῦ παρόντος ὑπερεώρα βίου. Καὶ γὰρ στρα‐ τιώτης εἶ, καὶ διηνεκῶς ἐπὶ τῆς παρατάξεως ἕστηκας· στρατιώτης δὲ θάνατον δεδοικὼς, οὐδὲν οὐδέποτ’ ἐργάσε‐ ται γενναῖον· ὥσπερ οὖν οὐδὲ Χριστιανὸς ἄνθρωπος
45κινδύνους φοβούμενος ἐργάσεταί τι μέγα καὶ θαυμαστὸν, ἀλλὰ πρὸς τούτοις καὶ εὐχείρωτος ἔσται· ἀλλ’ οὐχ ὁ τολμητὴς καὶ μεγαλόφρων, ἀλλ’ ἀνάλωτος μένει καὶ ἀκατ‐ αγώνιστος. Καθάπερ οὖν οἱ παῖδες οἱ τρεῖς μὴ φοβη‐ θέντες τὸ πῦρ, ἔφυγον τὸ πῦρ· οὕτω καὶ ἡμεῖς, ἂν μὴ

49

.

75

(50)

φοβηθῶμεν θάνατον, διαφευξόμεθα θάνατον. Οὐκ ἐφοβή‐ θησαν δὲ τὸ πῦρ, οὐ γὰρ ἔγκλημα τὸ καῆναι· ἀλλὰ ἐφοβήθησαν τὴν ἁμαρτίαν, ἔγκλημα γὰρ τὸ ἀσεβῆσαι. Τούτους καὶ ἡμεῖς ζηλώσωμεν καὶ τοὺς κατ’ ἐκείνους ἅπαντας, καὶ μὴ φοβώμεθα κινδύνους, καὶ διαφευξό‐
55μεθα κινδύνους. εʹ. Οὐκ εἰμὶ μὲν γὰρ προφήτης, οὔθ’ υἱὸς προφήτου, τὸ μέντοι μέλλον μετ’ ἀκριβείας ἐπίσταμαι, καὶ μεγάλῃ καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ, ὅτι εἰ μεταβαλλοίμεθα, καί τινα ἐπιμέλειαν τῆς ἡμετέρας ψυχῆς ποιησώμεθα, καὶ
60τῆς πονηρίας ἀποστῶμεν, οὐδὲν ἀηδὲς ἔσται καὶ λυπη‐
ρόν. Καὶ τοῦτο οἶδα σαφῶς ἀπὸ τῆς τοῦ Θεοῦ φιλ‐Column end

49

.

76

ανθρωπίας καὶ ἀφ’ ὧν καὶ εἰς ἄνδρας καὶ πόλεις καὶ ἔθνη καὶ δήμους ὁλοκλήρους ἐποίησε. Καὶ γὰρ καὶ τῇ Νινευϊ‐ τῶν ἠπείλησε πόλει, καὶ εἶπεν· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Τί οὖν, εἰπέ μοι; κατεστράφη
5ἡ Νινευῒ, καὶ ἀνετράπη ἡ πόλις; Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἀνέστη, καὶ λαμπροτέρα γέγονε, καὶ χρόνος τοσοῦτος διελθὼν τὴν δόξαν αὐτῆς οὐκ ἠφάνισεν, ἀλλὰ πάντες αὐ‐ τὴν ᾄδομεν ἔτι, καὶ νῦν θαυμάζομεν, ὅτι λιμήν τις ἄρι‐ στος ἐξ ἐκείνου τοῦ χρόνου τοῖς ἁμαρτάνουσιν ἅπασι
10γέγονεν, οὐκ ἀφιεῖσα εἰς ἀπόγνωσιν ἐμπεσεῖν, ἀλλὰ κα‐ λοῦσα ἅπαντας εἰς μετάνοιαν, καὶ δι’ ὧν ἔπραξε, καὶ δι’ ὧν ἀπήλαυσε τῆς τοῦ Θεοῦ προνοίας, πείθουσα μηδέποτε τῆς οἰκείας ἀπογινώσκειν σωτηρίας, ἀλλὰ βίον ἄριστον ἐπιδεικνυμένους, καὶ τὴν ἀγαθὴν ἐλπίδα προβαλλομέ‐
15νους θαῤῥεῖν περὶ τοῦ τέλους ὡς ἐσομένου πάντως χρηστοῦ. Τίς γὰρ οὐκ ἂν ἀνασταίη, τὸ κατ’ ἐκεί‐ νους παράδειγμα ἀκούων, κἂν πάντων νωθρότατος εἴη; Εἵλετο γοῦν τὴν ἑαυτοῦ πρόῤῥησιν διαπεσεῖν ὁ Θεὸς, καὶ μὴ διαπεσεῖν τὴν πόλιν· μᾶλλον δὲ οὐδὲ προφητεία δι‐
20έπεσεν. Εἰ μὲν γὰρ ἐπὶ τῆς αὐτῆς πονηρίας τῶν ἀνθρώ‐ πων μενόντων οὐκ ἐξέβη εἰς ἔργον τὰ τῆς ἀποφάσεως, εἶχεν ἴσως ἄν τις ἐγκαλεῖν τοῖς εἰρημένοις· εἰ δὲ μετα‐ βαλομένων αὐτῶν, καὶ τῆς αἰτίας ἀποστάντων, ἀπέστη καὶ τῆς ὀργῆς ὁ Θεὸς, τίς δυνήσεται λοιπὸν ἐπιλαβέσθαι
25τῆς προφητείας, καὶ καταγνῶναι ψεῦδος τῶν εἰρημένων; Καὶ γὰρ τὸν νόμον, ὃν ἐξ ἀρχῆς ἔθηκεν ὁ Θεὸς διὰ τοῦ προφήτου πᾶσιν ἀνθρώποις διαλεγόμενος, τοῦτον καὶ τότε διετήρησε. Τίς οὖν ἐστιν ὁ νόμος; Πέρας λαλήσω. φησὶ, ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν τοῦ ἐκριζοῦν αὐ‐
30τοὺς, καὶ κατασκάπτειν καὶ ἀπολλύειν· καὶ ἔσται, ἐὰν μετανοήσωσιν ἀπὸ τῆς κακίας, μετανοήσω κἀγὼ ἀπὸ τῆς ὀργῆς, ἧς ἐλάλησα ποιῆσαι αὐτοῖς. Τοῦτον τοίνυν φυλάττων τὸν νόμον, μεταβαλομένους ἔσωσε, καὶ ἀποστάντας τῆς κακίας ἀπήλλαξε τῆς ὀργῆς. ᾜδει τῶν
35βαρβάρων τὴν ἀρετὴν, διὰ τοῦτο τὸν προφήτην κατήπει‐ γεν· οὕτω καὶ τότε ἐδονεῖτο ἡ πόλις, τῆς προφητικῆς ἀκούουσα φωνῆς, ἀλλ’ οὐδὲν παρεβλάβη, ἀλλὰ καὶ ὠφελήθη παρὰ τοῦ φόβου. Ὁ γὰρ φόβος ἐκεῖνος τὴν σωτηρίαν ἔτε‐ κεν· ἡ ἀπειλὴ τὸν κίνδυνον ἔλυσεν· ἡ τῆς καταστροφῆς
40ἀπόφασις τὴν καταστροφὴν ἔστησεν. Ὢ καινοῦ καὶ παρα‐ δόξου πράγματος· ἀπόφασις θάνατον ἀπειλοῦσα, ζωὴν ἔτεκεν. Ἀπόφασις μετὰ τὸ ἐξενεχθῆναι, τότε ἄκυρος γέγο‐ νεν ἀπεναντίας τοῖς ἔξωθεν δικάζουσιν· ἐπὶ μὲν γὰρ τού‐ των τὸ προενεχθῆναι τὴν ψῆφον εἰς μέσον κυρίαν ποιεῖ
45τὴν ψῆφον γενέσθαι, ἐπὶ δὲ τοῦ Θεοῦ τοὐναντίον τὸ προ‐ ενεχθῆναι τὴν ψῆφον, τοῦτό ἐστι τὸ ποιῆσαν αὐτὴν ἄκυρον. Εἰ γὰρ μὴ προηνέχθη, οὐκ ἂν ἤκουσαν οἱ ἡμαρτηκότες· εἰ δὲ μὴ ἤκουσαν, οὐκ ἂν ἀπεκρούσαντο τὴν τιμωρίαν, οὐκ ἂν ἀπήλαυσαν τῆς παραδόξου σωτηρίας ἐκείνης. Πῶς γὰρ

49

.

76

(50)

οὐ παράδοξος, ὅταν ὁ μὲν δικαστὴς ἀποφαίνηται, οἱ δὲ κατάδικοι τὴν ἀπόφασιν λύωσι διὰ τῆς μετανοίας; οὐ γὰρ ἔφυγον τὴν πόλιν καθάπερ καὶ ἡμεῖς νῦν, ἀλλὰ μένοντες ἔστησαν. Παγὶς ἦν, καὶ τεῖχος αὐτὴν ἐποίησαν· βάραθρον ἦν καὶ κρημνὸς, καὶ πύργον αὐτὴν ἀσφαλείας κατ‐
55εσκεύασαν. Ἤκουσαν ὅτι πεσεῖται τὰ οἰκοδομήματα, καὶ οὐκ ἔφυγον τὰ οἰκοδομήματα, ἀλλ’ ἔφυγον τὰ ἁμαρ‐ τήματα· οὐκ ἀπέστησαν ἕκαστος ἀπὸ τῆς οἰκίας αὐτοῦ καθάπερ ἡμεῖς νῦν, ἀλλ’ ἀπέστησαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. Μὴ γὰρ οἱ τοῖχοι, φησὶ, τὴν
60ὀργὴν ἔτεκον; ἡμεῖς αἴτιοι τοῦ τραύματος, ἡμεῖς
τὸ φάρμακον κατασκευάσωμεν. Διὰ τοῦτο οὐ τόπων75

49

.

77

ἐναλλαγαῖς, ἀλλὰ τρόπων μεταβολῇ τὴν σωτηρίαν ἐπί‐ στευσαν. ϛʹ. Ταῦτα οἱ βάρβαροι, καὶ οὐκ αἰσχυνόμεθα οὐδὲ ἐγκα‐ λυπτόμεθα, ἐκείνων τρόπους μεταβαλόντων, ἡμεῖς τό‐
5πους ἀμείβοντες, καὶ μεθυόντων ἀνθρώπων ἔργα ποιοῦν‐ τες, καὶ τὰς οὐσίας ὑπεκτιθέντες; Ὁ Δεσπότης ἡμῖν ὀργίζεται, καὶ ἡμεῖς· ἀφέντες καταλῦσαι τὴν ὀργὴν, τὰ τῆς οἰκίας περιστρέφομεν καὶ περιερχόμεθα, ζητοῦντες ποῦ καταθώμεθα τὴν οὐσίαν, δέον ζητεῖν ποῦ τὴν ψυχὴν
10παρακαταθώμεθα· μᾶλλον δὲ οὐδὲ χρὴ ζητεῖν, ἀλλ’ ἀρε‐ τῇ καὶ ὀρθότητι βίου τὴν ἀσφάλειαν αὐτῆς ἐγχειρίζειν. Οὐδὲ γὰρ εἰ πρὸς οἰκέτην ὀργιζομένων καὶ ἀγανακτούν‐ των ἡμῶν, τὸ πρὸς τὴν ὀργὴν ἀπολογήσασθαι ἀφεὶς ἐκεῖνος εἰς τὸν οἰκίσκον τὸν ἑαυτοῦ κατελθὼν, τὰ ἱμάτια
15καὶ τὰ ἔπιπλα πάντα συναγαγὼν καὶ καταδήσας, περὶ φυγῆς ἐβουλεύετο, πράως ἂν ἠνέγκαμεν τὴν καταφρό‐ νησιν ταύτην. Παυσώμεθα τοίνυν τῆς ἀκαίρου ταύτης σπουδῆς, καὶ εἴπωμεν ἕκαστος πρὸς τὸν Θεόν· Ποῦ πο‐ ρευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσ‐
20ώπου σου ποῦ φύγω; Μιμησώμεθα τὴν τῶν βαρβάρων φιλοσοφίαν· ἐκεῖνοι ἐπ’ ἀδήλοις μετενόησαν· οὐ γὰρ εἶχεν ἡ ἀπόφασις τοῦτο, ὅτι Ἐὰν ἐπιστρέψητε, καὶ μετα‐ νοήσητε, στήσω τὴν πόλιν, ἀλλ’ ἁπλῶς· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Τί οὖν ἐκεῖνοι;
25Τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς ἀπὸ τῆς κακίας ἧς ἐλάλησε ποιῆσαι ἡμῖν; Τίς οἶδεν; Οὐκ ἴσασι τὸ τέλος τοῦ πράγματος, καὶ οὐκ ἀμελοῦσι τῆς μετανοίας· οὐκ ἐπίστανται τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸν τρόπον, καὶ ἐπ’ ἀδήλοις μεταβάλλονται· οὐδὲ γὰρ εἶχον πρὸς ἑτέρους
30Νινευΐτας ἰδεῖν μετανοήσαντας καὶ σωθέντας, οὐδὲ ἀν‐ έγνωσαν προφήτας, οὐδὲ ἤκουσαν πατριαρχῶν, οὐκ ἀπ‐ ήλαυσαν συμβουλῆς, οὐ μετέσχον παραινέσεως, οὐδὲ ἦσαν πεπεικότες ἑαυτοὺς, ὅτι πάντως ἐξιλεώσονται τὸν Θεὸν τῇ μετανοίᾳ· οὐδὲ γὰρ εἶχε τοῦτο ἡ ἀπειλή, ἀλλ’ ἀμφ‐
35έβαλλον καὶ ἠμφισβήτουν περὶ τούτου, καὶ ὅμως μετ‐ ενόησαν μετ’ ἀκριβείας ἁπάσης. Τίς οὖν ἔσται λόγος ἡμῖν, ὅταν οἱ μὲν περὶ τοῦ τέλους θαῤῥεῖν οὐκ ἔχοντες, τοσαύ‐ την ἐπιδεδειγμένοι φαίνωνται τὴν μεταβολὴν, σὺ δὲ ὁ θαῤῥεῖν ἔχων περὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ καὶ πολλὰ
40πολλάκις ἐνέχυρα λαβὼν αὐτοῦ τῆς κηδεμονίας. καὶ προ‐ φητῶν καὶ ἀποστόλων ἀκούσας, καὶ δι’ αὐτῶν παιδευθεὶς τῶν πραγμάτων, μηδὲ πρὸς τὸ αὐτὸ τῆς ἀρετῆς ἐκείνοις μέτρον φθάσαι φιλονεικήσῃς; Μεγάλη μὲν οὖν καὶ ἡ τῶν ἀνθρώπων τούτων ἀρετὴ, πολλῷ δὲ μείζων ἡ τοῦ Θεοῦ φιλ‐
45ανθρωπία, καὶ ταύτην ἀπ’ αὐτοῦ τοῦ μεγέθους τῆς ἀπει‐ λῆς ἔστιν ἰδεῖν. Διὰ γὰρ τοῦτο οὐ προσέθηκε τῇ ἀπο‐ φάσει, ὅτι Ἐὰν δὲ μετανοήσητε. φείσομαι, ἵνα ἀδιόριστον ἐμβαλὼν τὴν ψῆφον, αὐξήσῃ τὸν φόβον, καὶ τὸν φόβον αὐ‐ ξήσας, ταχύτερον πρὸς τὴν μετάνοιαν συνωθήσῃ. Καὶ ὁ μὲν

49

.

77

(50)

προφήτης αἰσχύνεται, τὸ μέλλον προειδὼς, καὶ στοχαζό‐ μενος ὡς ἀτέλεστα μενεῖ τὰ εἰρημένα· ὁ δὲ Θεὸς οὐκ αἰσχύνεται, ἀλλ’ ἓν μόνον ζητεῖ, τὴν τῶν ἀνθρώπων σω‐ τηρίαν, καὶ τὸν οἰκέτην τὸν ἑαυτοῦ διορθοῦται. Ἐπει‐ δὴ γὰρ εἰς τὸ πλοῖον εἰσῆλθεν ἐκεῖνος, διήγειρεν εὐθέως
55τὴν θάλατταν, ἵνα μάθῃς, ὅτι ὅπου ἁμαρτία, ἐκεῖ χει‐ μὼν, ὅπου παρακοὴ, ἐκεῖ κλυδώνιον· καὶ ἐσαλεύετο μὲν ἡ πόλις διὰ τὰ ἁμαρτήματα τῶν Νινευϊτῶν, ἐσαλεύετο δὲ τὸ πλοῖον διὰ τὴν παρακοὴν τοῦ προφήτου. Ἐκεῖνοι μὲν οὖν τὸν Ἰωνᾶν εἰς τὸ πέλαγος ἔῤῥιψαν, καὶ ἔστη
60τὸ πλοῖον· ἡμεῖς δὲ τὴν ἁμαρτίαν καταποντίσωμεν, καὶColumn end

49

.

78

στήσεται πάντως ἡ πόλις. Ὥστε τῆς φυγῆς οὐδὲν ὄφελος ἡμῖν· οὐδὲ γὰρ ἐκεῖνον ὠφέλησεν ἡ φυγή· τοὐναντίον μὲν οὖν καὶ κατέβλαψεν. Ἔφυγε γοῦν τὴν γῆν, καὶ οὐκ ἔφυγε τὴν ὀργὴν τοῦ Θεοῦ· ἔφυγε τὴν γῆν, καὶ τὸν χει‐
5μῶνα εἰσήγαγεν εἰς τὴν θάλασσαν· καὶ οὐ μόνον αὐτὸς οὐδὲν ἀπώνατο τῆς φυγῆς ἀγαθὸν, ἀλλὰ καὶ τοὺς ὑπο‐ δεξαμένους αὐτὸν εἰς ἔσχατον ἐνέβαλε κίνδυνον· καὶ ὅτε μὲν ἐπὶ τοῦ πλοίου καθήμενος ἔπλει, καὶ ναῦται καὶ κυβερνῆται παρῆσαν, καὶ ἅπασα τῆς νηὸς ἡ κατασκευὴ
10περὶ τῶν ἐσχάτων ἐκινδύνευσεν· ἐπειδὴ δὲ εἰς τὸ πέλα‐ γος καταποντισθεὶς, καὶ τὴν ἁμαρτίαν διὰ τῆς τιμωρίας ἀποθέμενος, εἰς τὸ ἀτερμάτιστον κατηνέχθη πλοῖον, τὴν γαστέρα φημὶ τοῦ κήτους, πολλῆς ἀπήλαυσε τῆς ἀδείας· ἵνα μάθῃς, ὅτι ὥσπερ τὸν ἐν ἁμαρτίᾳ ζῶντα οὐδὲ πλοῖον
15ὠφελεῖ, οὕτω τὸν τὴν ἁμαρτίαν ἀποθέμενον οὐδὲ θά‐ λαττα ἀπόλλυσιν, οὐδὲ θηρία διαφθείρει. Ἔλαβε γοῦν αὐτὸν τὰ κύματα, καὶ οὐκ ἀπέπνιξεν· ἔλαβε τὸ κῆτος, καὶ οὐκ ἀνεῖλεν· ἀλλὰ καὶ τὸ ζῶον, καὶ τὸ στοιχεῖον σώαν τῷ Θεῷ τὴν παρακαταθήκην ἀπέδωκε, καὶ διὰ πάντων
20ἐμάνθανε φιλάνθρωπος καὶ ἥμερος εἶναι ὁ προφήτης, καὶ μήτε ναυτῶν ἀνοήτων, μήτε κυμάτων ἀγρίων, μήτε θηρίων ὠμότερος εἶναι. Καὶ γὰρ οἱ ναῦται οὐκ ἐκ πρώ‐ της εὐθέως, ἀλλὰ μετὰ πολλὴν αὐτὸν ἀνάγκην προὔδω‐ καν, καὶ ἡ θάλαττα δὲ καὶ τὸ θηρίον μετὰ πολλῆς τῆς
25εὐνοίας ἐφύλαξαν, τοῦ Θεοῦ πάντα ταῦτα οἰκονομοῦν‐ τος. Ἐπανῆλθε τοίνυν, ἐκήρυξεν, ἠπείλησεν, ἔπεισεν, ἔσωσεν, ἐφόβησε, διώρθωσεν, ἔστησεν ἐξ ἑνὸς καὶ πρώ‐ του κηρύγματος. Οὐ γὰρ ἐδεήθη πολλῶν ἡμερῶν οὐδὲ συνεχοῦς συμβουλῆς, ἀλλὰ τὰ ψιλὰ ἐκεῖνα εἰπὼν ῥήματα
30πάντας εἰς μετάνοιαν ἤγαγε. Διὰ τοῦτο αὐτὸν οὐκ εὐ‐ θέως ἐκ τοῦ πλοίου εἰς τὴν πόλιν ἐχειραγώγησεν ὁ Θεὸς, ἀλλὰ παρέδωκαν οἱ ναῦται τῇ θαλάττῃ, ἡ θάλαττα τῷ κήτει, τὸ κῆτος τῷ Θεῷ, ὁ Θεὸς τοῖς Νινευΐταις, καὶ διὰ μακρᾶς τῆς περιόδου τὸν φυγάδα ἐπανήγαγεν, ἵνα πάν‐
35τας παιδεύσῃ, ὅτι Θεοῦ χεῖρας φυγεῖν ἀμήχανον, ὅτι ὅπουπερ ἄν τις ἀφίκηται, τὴν ἁμαρτίαν ἐπισυρόμενος, μυρία ὑποστήσεται τὰ δεινὰ, κἂν τῶν ἀνθρώπων μηδεὶς παρῇ, αὐτὴ πανταχόθεν ἡ κτίσις ἀντιστήσεται μετὰ πολ‐ λῆς αὐτῷ τῆς σφοδρότητος. Μὴ τοίνυν τῇ φυγῇ τὴν σω‐
40τηρίαν ἡμῶν ἐγχειρίσωμεν, ἀλλὰ τῇ τοῦ τρόπου μεταβο‐ λῇ. Μὴ γὰρ, ἐπειδὴ μένεις ἐν τῇ πόλει, διὰ τοῦτο παρ‐ οξύνεται ὁ Θεὸς, ἵνα φύγῃς; Ἐπειδὴ ἥμαρτες, διὰ τοῦτο ἀγανακτεῖ. Οὐκοῦν τὴν ἁμαρτίαν ἀπόθου, καὶ ὅθεν ἡ αἰ‐ τία τῷ τραύματι, ἐκεῖθεν ἀνάστειλον τοῦ κακοῦ τὴν πη‐
45γήν· τὰ γὰρ ἐναντία τοῖς ἐναντίοις θεραπεύειν καὶ ἰατρῶν παῖδες κελεύουσιν. Ἐξ ἀδηφαγίας οὖν ἐτέχθη πυρετός; ἀσιτίᾳ μεθοδεύουσι τὸ νόσημα. Ἐξ ἀθυμίας ἠῤῥώστησέ τις; εὐθυμίαν τούτῳ φάρμακον ἐπιτήδειον εἶναί φασιν. Οὕτω καὶ ἐπὶ τῶν τῆς ψυχῆς νοσημάτων ποιεῖν χρή.

49

.

78

(50)

Ῥᾳθυμία τὴν ὀργὴν ἤγειρε; σπουδῇ ταύτην ἀποκρου‐ σώμεθα, καὶ πολλὴν ἐπιδειξώμεθα τὴν μεταβολήν. Ἔχο‐ μεν βοηθὸν μεγίστην καὶ σύμμαχον τὴν νηστείαν, καὶ μετὰ τῆς νηστείας τὴν ἐπικειμένην ἀγωνίαν καὶ τὸν τοῦ κινδύνου φόβον. Ἐπιθώμεθα τοίνυν τῇ ψυχῇ νῦν εἰς και‐
55ρόν· καὶ γὰρ εὐκόλως αὐτὴν δυνησόμεθα πεῖσαι πάντα ὅσα ἂν θέλωμεν. Ὁ γὰρ περιδεὴς καὶ τρέμων καὶ τρυ‐ φῆς ἁπάσης ἀπηλλαγμένος, καὶ φόβῳ συζῶν, εὐκόλως δύναται φιλοσοφεῖν, καὶ μετὰ πολλῆς τῆς προθυμίας τὰ τῆς ἀρετῆς ὑποδέχεσθαι σπέρματα.
60 ζʹ. Πείσωμεν τοίνυν αὐτὴν ἀπὸ τῆς τῶν ὅρκων φυγῆς πρώτην τὴν ἐπὶ τὸ βέλτιον ποιήσασθαι μεταβολήν· εἰ γὰρ
καὶ χθὲς καὶ πρὸ ἐκείνης περὶ ταύτης ὑμῖν διελέχθην77

49

.

79

τῆς ὑποθέσεως, ἀλλ’ οὐδὲ σήμερον ἀποστήσομαι, οὐδὲ τὴν ἐπιοῦσαν, οὐδὲ τὴν μετ’ ἐκείνην τὰ αὐτὰ συμβου‐ λεύων. Καὶ τί λέγω τὴν αὔριον, καὶ τὴν μετ’ ἐκείνην; Ἕως ἂν ὑμᾶς ἴδω κατορθοῦντας, οὐκ ἀφέξομαι. Εἰ γὰρ
5οἱ παραβαίνοντες τὸν νόμον οὐκ αἰσχύνονται, πολλῷ μᾶλλον ἡμᾶς τοὺς κελεύοντας μὴ παραβαίνειν, οὐκ ἄξιον αἰσχύνεσθαι τῇ συνεχείᾳ τῆς παραινέσεως. Τὸ γὰρ συν‐ εχῶς περὶ τῶν αὐτῶν ὑπομιμνήσκειν, οὐ τοῦ λέγον‐ τος, ἀλλὰ τῶν ἀκουόντων ἐστὶν ἔγκλημα διηνεκοῦς δεο‐
10μένων διδασκαλίας ὑπὲρ ψιλῶν καὶ εὐκατορθώτων πρα‐ γμάτων. Τί γὰρ εὐκολώτερον τοῦ μὴ ὀμνύναι; Συνηθείας ἐστὶ τὸ κατόρθωμα μόνον, οὐκ ἔστι πόνος σώματος, οὐκ ἔστι δαπάνη χρημάτων. Βούλει μαθεῖν πῶς δυνατὸν περιγενέσθαι τοῦ νοσήματος; πῶς δυνατὸν ἀπαλλαγῆ‐
15ναι τῆς πονηρᾶς συνηθείας; Ἐγώ σε διδάξω τρόπον τινὰ, ὃν ἂν ποιήσῃς, περιέσῃ πάντως. Ὅταν ἴδῃς ἢ σαυτὸν ἢ ἕτερόν τινα ἢ τῶν οἰκετῶν ἢ τῶν παίδων ἢ τὴν γυναῖκα ἁλόντας τῷ κακῷ τούτῳ, καὶ συνεχῶς ὑπο‐ μνησθέντας καὶ οὐ διορθωθέντας, κέλευσον μὴ δειπνήσαν‐
20τας καθευδῆσαι, καὶ ταύτην καὶ σαυτῷ κἀκείνοις τὴν καταδίκην ἐπίθες, καταδίκην οὐχὶ ζημίαν, ἀλλὰ κέρδος φέρουσαν. Τοιαῦτα γὰρ τὰ πνευματικά· καὶ κέρδος φέ‐ ρει, καὶ ταχίστην τὴν διόρθωσιν. Ἡ γὰρ γλῶσσα βασα‐ νιζομένη διηνεκῶς, καὶ μηδενὸς ὑπομιμνήσκοντος ἱκα‐
25νὴν λαμβάνει παράκλησιν, ὑπὸ τοῦ δίψους κατατεινομένη, ὑπὸ τῆς πείνης ἀγχομένη· κἂν ἁπάντων ὦμεν ἀναισθη‐ τότεροι, διὰ πάσης ἡμέρας τῷ μεγέθει τῆς βασάνου ταύτης ὑπομιμνησκόμενοι, οὐ δεησόμεθα συμβουλῆς ἑτέρας καὶ παραινέσεως. Ἐπῃνέσατε τὸ εἰρημένον, ἀλλ’
30ὅμως καὶ ἐπὶ τῶν ἔργων δείξατε τὸν ἔπαινον. Ἐπεὶ τί τὸ κέρδος τῆς ἐνταῦθα συλλογῆς; Εἰ καθ’ ἑκάστην ἡμέ‐ ραν τὸ παιδίον εἰς διδασκαλεῖον βαδίζοι, εἶτα μηδὲν μανθάνοι πλέον, ἆρα ἀρκέσει εἰς ἀπολογίαν ἡμῖν τὸ καθ’ ἑκάστην ἡμέραν ἐκεῖ βαδίζειν αὐτό; οὐκ αὐτὸ μὲν
35οὖν τοῦτο μέγιστον ποιησόμεθα ἔγκλημα, ὅτι καθ’ ἑκάστην ἡμέραν ἐκεῖ βαδίζον, μάτην τοῦτο ποιεῖ; Τοῦτο δὴ καὶ ἐφ’ ἡμῶν αὐτῶν λογιζώμεθα, καὶ πρὸς ἑαυτοὺς λέγωμεν· Χρόνον τοσοῦτον εἰς ἐκκλησίαν ἀπαντῶντες, συνάξεως ἀπολαύοντες φρικωδεστάτης καὶ πολὺ τὸ κέρ‐
40δος ἐχούσης, ἂν τοιοῦτοι πάλιν ἀπέλθωμεν, οἷοι παρ‐ εγενόμεθα, μηδὲν τῶν ἡμετέρων κατορθώσαντες ἐλαττω‐ μάτων, τί τὸ ὄφελος ἔσται ἡμῖν τῆς ἐνταῦθα ἀφίξεως; Καὶ γὰρ τὰ πολλὰ τῶν πραγμάτων οὐ δι’ αὐτὰ γίνεται, ἀλλὰ διὰ τὰ συμβαίνοντα ἐξ αὐτῶν. Οἷόν τι λέγω· Ὁ
45σπείρων οὐ διὰ τοῦτο σπείρει, ἵνα σπείρῃ μόνον, ἀλλ’ ἵνα καὶ θερίζῃ, ὡς εἰ μὴ τοῦτο γένοιτο, καὶ ζημίαν ὁ σπόρος οἴσει, τῶν σπερμάτων κατασαπέντων εἰκῆ καὶ μάτην. Ὁ ἔμπορος οὐ διὰ τοῦτο πλεῖ, ἵνα πλῇ μό‐ νον, ἀλλ’ ἵνα διὰ τῆς ἀποδημίας πλείω ποιήσῃ τὴν

49

.

79

(50)

οὐσίαν, ὡς εἰ μὴ τοῦτο προσγένοιτο, καὶ ζημία συμ‐ βήσεται ἐσχάτη, καὶ ἐπιβλαβὴς ἡ τῶν ἐμπόρων ἀποδη‐ μία. Τοῦτο δὴ καὶ ἐφ’ ἡμῶν αὐτῶν λογιζώμεθα· καὶ γὰρ ἡμεῖς εἰς ἐκκλησίαν ἀπαντῶμεν, οὐ δι’ αὐτὸ τοῦτο μόνον ἵνα ἐνταῦθα διατρίβωμεν, ἀλλ’ ἵνα τι κερδάναντες μέγα
55καὶ πνευματικὸν κέρδος ἀπέλθωμεν. Ἂν τοίνυν κενοὶ καὶ μηδὲν λαβόντες ἀπίωμεν, καὶ κατάκρισις ἡ σπουδὴ γίνεται. Ὅπως ἂν τοῦτο μὴ γένηται καὶ ζημία ἐσχάτη, ἀπιόντες ἐντεῦθεν, μετ’ ἀλλήλων οἱ φίλοι, μετὰ τῶν τέκνων οἱ πατέρες, μετὰ τῶν οἰκετῶν οἱ δεσπόται, με‐
60λετᾶτε καὶ γυμνάζεσθε ὅπως τὸ ἐπιταχθὲν ἀνύσητε, ἵναColumn end

49

.

80

ἐπειδὴ ἐπανέλθητε πάλιν, καὶ περὶ τῶν αὐτῶν ἀκούσητε συμβουλευόντων ἡμῶν, μὴ καταισχύνησθε τοῦ συνειδό‐ τος ὑμῶν ἐπιλαμβανομένου, ἀλλὰ χαίρητε καὶ εὐφραί‐ νησθε συνορῶντες τὸ πλέον τῆς παραινέσεως ὑμῖν κατ‐
5ορθωθέν. Ταῦτα μὴ μόνον ἐνταῦθα φιλοσοφῶμεν· οὐ γὰρ ἀρκεῖ τὸ πᾶν ἡ πρόσκαιρος αὕτη παραίνεσις ἐξ‐ ελεῖν, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκίας ἀνὴρ παρὰ γυναικὸς ταῦτα ἀκουέτω, καὶ γυνὴ παρ’ ἀνδρὸς, καὶ ἅμιλλά τις γινέσθω σπουδαζόντων ἁπάντων προλαβεῖν εἰς τὴν τοῦ νόμου
10τούτου συμπλήρωσιν, καὶ ὁ προλαβὼν καὶ κατορθώ‐ σας ὀνειδιζέτω τῷ λειπομένῳ, ἵνα αὐτὸν τοῖς σκώμ‐ μασι διεγείρῃ πλέον· ὁ ὑστερήσας καὶ μηδέπω κατ‐ ωρθωκὼς βλεπέτω τὸν προλαβόντα, καὶ φιλονεικείτω φθάσαι πρὸς ἐκεῖνον ταχέως. Ἐὰν ταῦτα βουλευώμεθα,
15ἐὰν ταῦτα μεριμνῶμεν, ταχέως ἂν ἡμῖν καὶ τὰ ἄλλα κατευοδωθήσεται πράγματα. Σὺ μερίμνησον τὰ τοῦ Θεοῦ, καὶ αὐτὸς προνοήσεται τῶν σῶν. Καὶ μή μοι λέγε· Τί δὲ, ἐὰν ἀνάγκην ὅρκων τις ἡμῖν ἐπιθῇ; τί δὲ, ἐὰν μὴ πιστεύῃ; Μάλιστα μὲν γὰρ, ὅπου παραβαίνεται νόμος,
20ἀνάγκης μεμνῆσθαι οὐ χρή. Μία γάρ ἐστιν ἀνάγκη ἀπαρ‐ αίτητος, τὸ μὴ προσκροῦσαι Θεῷ. Πλὴν ἀλλὰ ἐκεῖνο λέγω, τέως τοὺς περιττοὺς περίκοψον ὅρκους, τοὺς ἁπλῶς καὶ χωρὶς ἀνάγκης, τοὺς ἐπὶ τῆς οἰκίας, τοὺς ἐπὶ τῶν φίλων, τοὺς ἐπὶ τῶν οἰκετῶν· ἂν τούτους ἀν‐
25έλῃς, ἐν ἐκείνοις οὐδὲν ἐμοῦ δεήσῃ λοιπόν· αὐτὸ γὰρ τὸ στόμα μελετῆσαν δεδοικέναι καὶ φεύγειν τὰς πολυορκίας, οὐδ’ ἂν μυριάκις τις ἀναγκάσῃ, καταδέξεται λοιπὸν εἰς ἐκείνην ἐμπεσεῖν τὴν συνήθειαν. Ἀλλ’ ὥσπερ νῦν μετὰ πολλοῦ τοῦ πόνου καὶ μυρίας τῆς ἐνοχλήσεως φοβοῦν‐
30τες, ἀπειλοῦντες, παραινοῦντες, συμβουλεύοντες, μόλις ἰσχύσαμεν εἰς ἑτέραν αὐτὸ μεταθεῖναι συνήθειαν· οὕτω δὴ καὶ τότε, κἂν μυρίαν ἀνάγκην ἐπιθῇ τις, οὐ δυνήσεται πεῖσαι τοῦτον παρασαλεῦσαι τὸν νόμον· ἀλλ’ ὥσπερ δηλητηρίου τινὸς οὐκ ἂν ἕλοιτό ποτε οὐδὲ ἀνάγ‐
35κης ἐπικειμένης ἀπογεύσασθαί τις, οὕτως οὐδὲ ὅρκον προέσθαι. Τοῦτο δὲ ὑμῖν κατορθωθὲν παράκλησις ἔσται καὶ προτροπὴ, πρὸς τὸ καὶ τῶν λοιπῶν τῆς ἀρετῆς ἐφάψασθαι μερῶν. Ὁ μὲν γὰρ μηδὲν κατωρθωκὼς ὅλως, ῥᾳθυμεῖ καὶ ἀναπίπτει ταχέως· ὁ δὲ συνειδὼς
40ἑαυτῷ ὅτι μίαν γοῦν τινα ἐντολὴν ἐπλήρωσεν, εὔελ‐ πις ἀπὸ ταύτης γενόμενος, μετὰ πλείονος σπουδῆς ἐπὶ τὰς λοιπὰς βαδιεῖται πάλιν, εἶτα ἑτέραν προσλαβὼν, ἐφ’ ἑτέραν ἥξει ταχέως, καὶ οὐ πρότερον ἀποστήσεται, ἕως ἂν ἐπ’ αὐτὴν ἔλθῃ τὴν κεφαλήν. Εἰ γὰρ ἐπὶ τῶν
45χρημάτων, ὅσῳπερ ἄν τις πλείονα περιβάληται, τοσούτῳ πλειόνων ἐφίεται, πολλῷ μᾶλλον ἐπὶ τῶν κατορθωμά‐ των τῶν πνευματικῶν τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Διὰ τοῦτο σπεύδω καὶ ἐπείγομαι ἀρχὴν τὸ πρᾶγμα λαβεῖν, καὶ προοίμιον τῆς ἀρετῆς καταβαλεῖν ἐν ταῖς ὑμετέραις

49

.

80

(50)

ψυχαῖς, καὶ δεόμεθα καὶ ἀντιβολοῦμεν τούτων τῶν ῥη‐ μάτων μὴ κατὰ τὴν παροῦσαν ὥραν μεμνῆσθαι μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκίας, καὶ ἐπὶ τῆς ἀγορᾶς, καὶ ὅπου‐ περ ἂν διατρίβητε Εἴθε μοι δυνατὸν ἦν ὑμῖν συγγενέ‐ σθαι, καὶ οὐκ ἄν μοι τῆς μακρᾶς ταύτης ἐδέησε μα‐
55κρηγορίας· νῦν δ’ ἐπειδὴ τοῦτο οὐκ ἔνι, ἀντ’ ἐμοῦ τῶν ἐμῶν μέμνησθε ῥημάτων, καὶ ἐπὶ τραπέζης καθήμενοι ἐπεισιέναι με νομίζετε καὶ παρεστάναι, καὶ ταῦτα ἐνηχεῖν ἅπερ ὑμῖν ἐνταῦθα λέγω νῦν. Καὶ ὅπουπερ ἂν περὶ ἐμοῦ λόγος ὑμῖν γίνηται, ἀντὶ πάντων ταύτης μέ‐
60μνησθε τῆς ἐντολῆς, καὶ ταύτην μοι τῆς περὶ ὑμᾶς ἀγάπης ἀπόδοτε τὴν ἀμοιβήν. Ἐὰν ἴδω κατορθώσαντας ὑμᾶς, τὸ πᾶν ἀπείληφα, ἱκανὴν τῶν πόνων ἀπεδεξάμην τὴν ἀν‐ τίδοσιν. Ἵνα οὖν καὶ ἡμᾶς προθυμοτέρους ποιήσητε, καὶ ὑμεῖς εὐέλπιδες γίνησθε, καὶ πλείονα ταῖς λοιπαῖς ἐντο‐
65λαῖς πρὸς τὸ κατορθοῦσθαι παρασκευάσητε τὴν εὐκολίαν, μετὰ πολλῆς τοῦτον τὸν νόμον τῆς σπουδῆς ἐν ταῖς ὑμε‐
τέραις ἐναπόθεσθε ψυχαῖς, καὶ τότε εἴσεσθε τῆς παραι‐79

49

.

81

νέσεως τὴν ὠφέλειαν. Ἐπεὶ καὶ ἱμάτιον χρυσοῦν καλὸν μὲν ἔστι καὶ ὁρώμενον, πολλῷ δὲ πλέον ἡμῖν φανεῖται περικείμενον ἡμῶν τῷ σώματι· οὕτω καὶ αἱ τοῦ Θεοῦ ἐν‐ τολαὶ καλαὶ μὲν εἰσὶ καὶ ἐπαινούμεναι, πολλῷ δὲ καλ‐
5λίους φαίνονται κατορθούμεναι. Νῦν μὲν γὰρ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὰ λεγόμενα ἐπαινεῖτε, ἐὰν δὲ κατορθώσητε, διὰ πάσης τῆς ἡμέρας, καὶ διὰ παντὸς τοῦ χρόνου, καὶ
ἡμᾶς καὶ ὑμᾶς αὐτοὺς ἐπαινέσεσθε· καὶ οὐ τοῦτό ἐστι τὸColumn end

49

.

82

μέγα, ὅτι ἀλλήλους ἐπαινεσόμεθα, ἀλλ’ ὅτι καὶ ὁ Θεὸς ἡμᾶς ἀποδέξεται, καὶ οὐκ ἀποδέξεται μόνον, ἀλλὰ καὶ ἀμείψεται ταῖς μεγάλαις ἐκείναις καὶ ἀποῤῥήτοις δω‐ ρεαῖς, ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ
5φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

49

.

81

(9t)

Ὅτι χρήσιμος ὁ τῶν ἀρχόντων φόβος, καὶ διήγησις τῶν κατὰ τὴν ὁδὸν συμβάντων τοῖς τὴν ἀγγελίαν
10tτῆς στάσεως τῷ βασιλεῖ ἀναφέρουσι, καὶ ὅτι ὁ ἀδίκως τι πάσχων καὶ εὐχαριστῶν τῷ συγχωροῦντι
11tΘεῷ, ἴσος ἐστὶ τοῦ διὰ τὸν Θεὸν τὰ αὐτὰ πάσχοντος· καὶ τὰ παραδείγματα πάλιν ἐκ τῶν τριῶν παίδων
12tκαὶ τῆς Βαβυλωνίας καμίνου, καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.
13tὉμιλία ϛʹ.
14αʹ. Πολλὰς μὲν ἀνηλώσαμεν ἡμέρας παρακαλοῦντες
15ὑμῶν τὴν ἀγάπην· οὐ μὴν διὰ τοῦτο ἀποστησόμεθα τῆς ὑποθέσεως ταύτης, ἀλλ’ ἕως ἂν μένῃ τὸ ἕλκος τῆς ἀθυμίας, καὶ τὸ φάρμακον τῆς παραμυθίας ἐπιθήσομεν. Εἰ γὰρ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων οὐ παύονται ἐπαντλοῦντες ἰατρῶν παῖδες, ἕως ἂν ἴδωσι λῆξαν τὸ πάθος, πολλῷ μᾶλ‐
20λον ἐπὶ τῆς ψυχῆς τοῦτο ποιεῖν χρή. Καὶ γὰρ ἕλκος ψυ‐ χῆς ἡ ἀθυμία, καὶ δεῖ συνεχῶς αὐτὴν ἐπαντλεῖν προσ‐ ηνέσι ῥήμασιν. Οὐδὲ γὰρ οὕτως οἴδημα σαρκὸς χαλᾷν εἴωθε θερμῶν ὑδάτων φύσις, ὡς ψυχῆς πάθος καταστέλ‐ λειν πέφυκε παρακλητικῶν λόγων δύναμις· οὐ χρεία
25σπογγιᾶς ἐνταῦθα, καθάπερ ἐπὶ τῶν ἰατρῶν, ἀλλ’ ἀντὶ σπόγγου τὴν γλῶτταν μεταχειρισόμεθα· οὐ χρεία πυρὸς ἐνταῦθα, ἵνα θερμαίνωμεν ὕδατα, ἀλλ’ ἀντὶ πυρὸς τῇ τοῦ Πνεύματος χρησόμεθα χάριτι. Φέρε οὖν καὶ τήμερον τὸ αὐτὸ τοῦτο πράξωμεν. Εἰ γὰρ μὴ ἡμεῖς ὑμᾶς παρα‐
30καλέσωμεν, πόθεν ἑτέρωθεν παράκλησιν δέξεσθε; Δικα‐ σταὶ φοβοῦσιν· οὐκοῦν ἱερεῖς παρακαλείτωσαν· ἄρχοντες ἀπειλοῦσιν· οὐκοῦν ἡ Ἐκκλησία παραμυθείσθω. Καὶ γὰρ ἐπὶ τῶν παιδίων τῶν μικρῶν οὕτω γίνεται· διδάσκαλοι τὰ παιδία φοβοῦσι καὶ τύπτουσι, καὶ δεδακρυμένα πρὸς
35τὰς μητέρας παραπέμπουσιν· αἱ δὲ μητέρες ὑποδεξά‐ μεναι τοῖς κόλποις τοῖς ἑαυτῶν κατέχουσι καὶ περισφίγ‐ γουσι, καὶ τὰ δάκρυα καταψήσασαι καταφιλοῦσι, καὶ τὴν ὀδυνωμένην αὐτῶν ἀνακτῶνται ψυχὴν, πείθουσαι δι’ ὧν λέγουσιν, ὅτι χρήσιμος ὁ τῶν διδασκάλων αὐτοῖς
40φόβος. Ἐπεὶ οὖν καὶ ὑμᾶς ἐφόβησαν ἄρχοντες, καὶ ἐναγω‐ νίους ἐποίησαν, ἡ Ἐκκλησία, ἡ κοινὴ πάντων ἡμῶν μή‐ τηρ, τοὺς κόλπους ἁπλώσασα, καὶ ὑπτίαις ὑποδεξαμένη χερσὶ, καθ’ ἑκάστην παρακαλεῖ τὴν ἡμέραν, λέγουσα, ὅτι
45χρήσιμος καὶ ὁ τῶν ἀρχόντων φόβος ἐστὶ, καὶ ὅτι χρη‐ σίμη καὶ ἡ ἐντεῦθεν παράκλησις. Ἐκείνων μὲν γὰρ ὁ φόβος οὐκ ἀφίησιν ὑπὸ τῆς ῥᾳθυμίας ἐκλύεσθαι· ταύτης δὲ ἡ παράκλησις οὐκ ἀφίησιν ὑπὸ τῆς ἀθυμίας κατα‐ πίπτειν· καὶ δι’ ἀμφοτέρων ὁ Θεὸς τὴν ἡμετέραν σω‐

49

.

81

(50)

τηρίαν οἰκονομεῖ. Καὶ γὰρ τοὺς ἄρχοντας αὐτὸς ὥπλισεν, ἵνα φοβῶσι τοὺς ἀσελγαίνοντας· καὶ τοὺς ἱερέας αὐτὸς ἐχειροτόνησεν, ἵνα παρακαλῶσι τοὺς ὀδυνωμένους· καὶ ταῦτα ἀμφότερα, μετὰ τῶν Γραφῶν, καὶ αὐτὴ τῶν πρα‐ γμάτων ἡ πεῖρα διδάσκει. Εἰ γὰρ ἀρχόντων ὄντων, καὶ
55στρατιωτῶν ζώντων ἐν ὅπλοις, μανία ἀνθρώπων εὐαρι‐ θμήτων, μιγάδων καὶ ἐπηλύδων, ἐν βραχείᾳ καιροῦ ῥοπῇ τοσαύτην ἡμῖν ἀνῆψε πυρὰν, καὶ χειμῶνα τοσοῦτον ἤγειρε, καὶ περὶ ναυαγίας δεδοικέναι ἐποίησεν ἅπαντας·
εἰ καθόλου τῶν ἀρχόντων ὁ φόβος ἀνῄρητο, ποῦ οὐκ ἂνColumn end

49

.

82

(13)

ἦλθον οὗτοι μανίας; ἆρα οὐκ ἂν ἐκ βάθρων ἡμῖν τὴν πό‐ λιν ἀνέτρεψαν, καὶ πάντα ἄνω καὶ κάτω ποιήσαντες,
15αὐτὰς ἂν ἡμῶν ἀφείλοντο τὰς ψυχάς; Ἐὰν γὰρ τὰ δικα‐ στήρια ἀνέλῃς, πᾶσαν τῆς ζωῆς ἡμῶν ἀνεῖλες τὴν εὐτα‐ ξίαν· καὶ ὥσπερ νηὸς τὸν κυβερνήτην ἐὰν ἀποστήσῃς, κατεπόντισας τὸ σκάφος, καὶ τὸν στρατηγὸν ἂν ἀπαγάγῃς τοῦ στρατοπέδου, δεδεμένους τοῖς πολεμίοις παρέδωκας
20τοὺς στρατιώτας· οὕτω τῶν πόλεων τοὺς ἄρχοντας ἂν ἀνέλῃς, θηρίων ἀλόγων ἀλογώτερον βιωσόμεθα βίον, δά‐ κνοντες ἀλλήλους καὶ κατεσθίοντες, τὸν πενέστερον ὁ πλούσιος, τὸν ἀσθενέστερον ὁ δυνατώτερος, τὸν ἐπιεικέ‐ στερον ὁ θρασύτερος. Ἀλλὰ νῦν τούτων οὐδέν ἐστι διὰ
25τὴν χάριν τοῦ Θεοῦ· οἱ μὲν γὰρ εὐλαβείᾳ συζῶντες οὐδὲν δέονται τῆς τούτων παιδαγωγίας· Δικαίῳ γὰρ νόμος οὐ κεῖται, φησίν. Οἱ δὲ πολλοὶ πρὸς κακίαν βλέποντες, εἰ μὴ τὸν ἀπὸ τούτων φόβον εἶχον αὐτοῖς ἐπικείμενον, μυ‐ ρίων ἂν κακῶν τὰς πόλεις ἐνέπλησαν, ἅπερ οὖν καὶ ὁ
30Παῦλος συνιδὼν ἔλεγεν· Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ, καὶ αἱ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τε‐ ταγμέναι εἰσίν. Ὅπερ γάρ εἰσιν ἐν ταῖς οἰκίαις τῶν ξύλων αἱ ἱμαντώσεις, τοῦτο καὶ οἱ ἄρχοντες ἐν ταῖς πό‐ λεσιν· καὶ καθάπερ ἂν ἐκείνας ἀνέλῃς, διαλυθέντες οἱ
35τοῖχοι συμπίπτουσιν ἀλλήλοις αὐτόματοι· οὕτω τῆς οἰ‐ κουμένης ἂν ἀφέλῃς τοὺς ἄρχοντας καὶ τὸν ἐκ τούτων φόβον, καὶ οἰκίαι καὶ πόλεις καὶ ἔθνη μετὰ πολλῆς ἀλ‐ λήλοις συμπεσοῦνται τῆς ἀδείας, οὐδενὸς ὄντος τοῦ κατ‐ έχοντος καὶ ἀνακρουομένου, καὶ τῷ φόβῳ τῆς κολάσεως
40ἀναπείθοντος ἡσυχάζειν. Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοὶ, διὰ τὸν ἀπὸ τῶν ἀρ‐ χόντων φόβον, ἀλλὰ καὶ εὐχαριστῶμεν τῷ Θεῷ, ὅτι τὴν ῥᾳθυμίαν ἡμῶν ἀνέστειλε, καὶ σπουδαιοτέρους εἰργά‐ σατο. Τί γὰρ, εἰπέ μοι, γέγονε βλάβος ἀπὸ τῆς φροντίδος
45ταύτης, καὶ τῆς μερίμνης; ὅτι σεμνότεροι γεγόναμεν καὶ ἐπιεικέστεροι; ὅτι σπουδαιότεροι καὶ προσεκτικώτε‐ ροι; ὅτι μεθύοντα καὶ ᾄδοντα πορνικὰ ᾄσματα οὐδένα βλέπομεν; ἀλλ’ ὅτι λιταὶ διηνεκεῖς, καὶ δάκρυα, καὶ εὐ‐ χαί; ὅτι γέλως ἄκαιρος καὶ αἰσχρὰ ῥήματα, καὶ διάχυσις

49

.

82

(50)

ἅπασα ἀπελήλαται, καὶ γυναῖκα εὐσχήμονα καὶ ἐλευθέραν ἡ πόλις ἡμῖν ἅπασα μιμεῖται νῦν; διὰ ταῦτα ἀλγεῖς, εἰπέ μοι; Διὰ ταῦτα μὲν οὖν χαίρειν δίκαιον καὶ εὐχαρι‐ στεῖν τῷ Θεῷ, ὅτι τοσαύτην βλακείαν ὀλίγων ἡμερῶν φόβῳ κατέλυσε. Ναὶ, φησὶν, ἀλλ’ εἰ μὲν μέχρι φόβου
55μόνον ἐκινδυνεύομεν, ἱκανὴν ἂν ἐκαρπωσάμεθα τὴν ὠφέ‐ λειαν· νυνὶ δὲ δεδοίκαμεν μὴ περαιτέρω προέλθῃ τὸ δει‐ νὸν, καὶ περὶ τῶν ἐσχάτων κινδυνεύσωμεν ἅπαντες. Ἀλλὰ μὴ δείσητε, Παῦλος ὑμᾶς παραμυθεῖται λέγων. ὅτι Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ
60ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν81

49

.

83

ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Αὐτὸς γὰρ εἶπεν· Οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω. Εἰ γὰρ δι’ ἔργων ἐβούλετο κολάσαι καὶ διὰ τῆς πείρας αὐ‐ τῆς, οὐκ ἂν τοσούτων ἡμερῶν παρέδωκεν ἡμᾶς φόβῳ·
5ὅταν γὰρ μὴ βούληται κολάζειν, φοβεῖ· ἐπεὶ εἰ μέλλοι κολάζειν, περιττὸς ὁ φόβος, περιττὴ ἡ ἀπειλή· νῦν δὲ μυ‐ ρίων χαλεπωτέραν θανάτων ὑπέστημεν ζωὴν, ἐν τοσαύ‐ ταις ἡμέραις δεδοικότες καὶ τρέμοντες, καὶ τὰς σκιὰς αὐ‐ τὰς ὑποπτεύοντες, καὶ τὴν τοῦ Κάϊν τίνοντες δίκην, καὶ
10ἐκ μέσου τῶν ὕπνων ἀναπηδῶντες ἀπὸ τῆς διηνεκοῦς ἀγωνίας· ὥστε εἰ καὶ παρωργίσαμεν τὸν Θεὸν, ἐξιλεωσά‐ μεθα νῦν τοσαύτην ὑπομείναντες τὴν τιμωρίαν. Καὶ γὰρ εἰ καὶ μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐδώκαμεν δίκην, ἀλλ’ ἀρκοῦσαν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ.
15 βʹ. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν πολλαχόθεν θαῤῥεῖν χρή· οὐδὲ γὰρ ὀλίγα ἡμῖν ἐνέχυρα τῶν χρηστῶν ἐλπίδων ἔδωκεν ὁ Θεὸς ἤδη. Καὶ πρῶτον μὲν ἁπάντων οἱ τὴν πονηρὰν κομίζοντες ἀγγελίαν, ἐξελθόντες ἐντεῦθεν καθάπερ τινὲς ὑπόπτεροι καὶ πάλαι καταλήψεσθαι προσδο‐
20κήσαντες τὸ στρατόπεδον, κατὰ μέσην ἔτι διατρίβουσι τὴν ὁδόν· τοσαῦτα αὐτοῖς κωλύματα καὶ ἐμπόδια γέγονε, καὶ τοὺς ἵππους ἀφέντες ὀχήματα ἐλαύνουσι νῦν, ὅθεν ἀνάγκη πᾶσα βραδυτέραν αὐτοῖς γενέσθαι τὴν ἐκεῖσε ἄφιξιν. Ἐπειδὴ γὰρ τὸν ἱερέα τὸν ἡμέτερον καὶ κοινὸν πατέρα
25ἀνέστησεν ὁ Θεὸς ἐντεῦθεν, καὶ ἔπεισεν ἀπελθεῖν, καὶ τῆς πρεσβείας συνεφάψασθαι ταύτης, κατέσχε λοιπὸν ἐκεί‐ νους κατὰ μέσην τὴν ὁδὸν, ἵνα μὴ φθάσαντες τὸ πῦρ ἀνάψωσι, καὶ τῷ διδασκάλῳ λοιπὸν ἀνόνητον ποιήσωσι τὴν διόρθωσιν, τὰς βασιλικὰς ἐμπρήσαντες ἀκοάς. Ὅτι
30γὰρ οὐκ ἄνευ Θεοῦ τὸ κώλυμα γέγονε, δῆλον ἐκεῖθεν· Ἄνθρωποι τὸν ἅπαντα χρόνον τοιαύταις συντραφέντες ἀποδημίαις, καὶ τοῦτο ἔργον ἔχοντες ἵππους ἐλαύνειν διηνεκῶς, νῦν ὑπ’ αὐτῆς τῆς ἱππασίας συντριβέντες ὑστέρησαν, καὶ γέγονεν ἀπ’ ἐναντίας τοῖς τοῦ Ἰωνᾶ
35πράγμασι τὰ συμβάντα νῦν. Ἐκεῖνον μὲν γὰρ μὴ βουλό‐ μενον ἀπελθεῖν ἤπειγε· τούτους δὲ βουλομένους ἀπελθεῖν ἐκώλυσεν. Ὢ καινοῦ καὶ παραδόξου πράγματος! ἐκεῖνος οὐκ ἐβούλετο κηρῦξαι καταστροφὴν, καὶ ἄκοντα αὐτὸν ἀνέστησεν· οὗτοι μετὰ πολλοῦ τοῦ τάχους σπεύδουσιν
40ἀπαγγεῖλαι καταστροφὴν, καὶ ἄκοντας αὐτοὺς πάλιν ἐκώλυσε. Τί δήποτε; Ὅτι ἐνταῦθα μὲν τὸ τάχος βλάβος, ἐκεῖ δὲ τὸ τάχος κέρδος ἔφερε· διὰ τοῦτο κἀκεῖνον ἤπειξε διὰ τοῦ κήτους, καὶ διὰ τῶν ἵππων τούτους συνεπόδισεν. Ὁρᾷς Θεοῦ σοφίαν; διὰ τῶν πραγμάτων αὐτῶν, ὧν
45ἕκαστος ἤλπισεν ἀνύειν τὸ προκείμενον, διὰ τούτων συνεποδίσθησαν ἕκαστος. Ἐκεῖνος διὰ τοῦ πλοίου προσ‐ εδόκησε πτήσεσθαι, καὶ τὸ πλοῖον αὐτῷ δεσμὸς ἐγένετο· διὰ τῶν ἵππων οὗτοι προσεδόκησαν ταχύτερον ὄψεσθαι τὸν βασιλέα, καὶ οἱ ἵπποι γεγόνασιν κώλυμα· μᾶλλον δὲ

49

.

83

(50)

οὐχ οἱ ἵπποι, ὥσπερ οὖν οὐδ’ ἐκείνῳ τὸ πλοῖον, ἀλλ’ ἡ πρόνοια τοῦ Θεοῦ πανταχοῦ πάντα μετὰ τῆς οἰκείας οἰ‐ κονομοῦσα σοφίας. Καὶ σκόπει κηδεμονίαν, πῶς καὶ ἐφό‐ βησε καὶ παρεκάλεσε. Παρὰ μὲν γὰρ αὐτὴν τὴν ἡμέραν, ὅτε τὰ παράνομα ἐτολμήθη πάντα ἐκεῖνα, ἀφεὶς αὐτοὺς
55ἐξελθεῖν ὡς ἀπαγγελοῦντας τῷ βασιλεῖ τὰ συμβεβηκότα ἅπαντα, τῷ τάχει τῆς ἐξόδου πάντας ἐφόβησεν· ἐπειδὴ δὲ ἀπῆλθον, καὶ δύο καὶ τρεῖς ἀνήλωσαν ἡμέρας, καὶ λοι‐ πὸν ματαίαν εἶναι ἐνομίζομεν τοῦ ἱερέως τοῦ ἡμετέρου
τὴν ἀποδημίαν, ὡς ὑστερίζειν μέλλοντος, τότε τὸνColumn end

49

.

84

φόβον ἐξέλυσε καὶ παρεμυθήσατο, ἐκείνους τε, ὥσπερ ἔφην, κατὰ μέσην κατασχὼν τὴν ὁδὸν, καὶ τοὺς ἐκεῖθεν ἀφικνουμένους πρὸς ἡμᾶς διὰ τῆς αὐτῆς ὁδοῦ τὰ ἐκείνων πάθη πᾶσιν ἡμῖν ἀναγγεῖλαι παρασκευάσας, ἵνα μικρὸν
5ἀναπνεύσωμεν· ὅπερ οὖν καὶ ἐγένετο, καὶ πολὺ τῆς ἀγω‐ νίας ἀπεθέμεθα μέρος. Ταῦτα ἀκούσαντες, τὸν ταῦτα ποιήσαντα προσεκυνήσαμεν Θεὸν ὡς πατέρων πάντων φιλοστοργότερον· καὶ νῦν τὰ καθ’ ἡμᾶς διέθηκεν ἅπαντα, ἀοράτῳ τινὶ δυνάμει τοὺς πονηροὺς τούτους κατασχὼν
10ἀγγέλους, καὶ μονονουχὶ λέγων· Τί σπεύδετε; τί δὲ ἐπεί‐ γεσθε πόλιν τοιαύτην καταποντίζειν μέλλοντες; μὴ γὰρ εὐαγγέλια κομίζετε τῷ βασιλεῖ; Μένετε αὐτοῦ, ἕως οὗ τὸν θεράποντα τὸν ἐμὸν, καθάπερ ἰατρὸν ἄριστον, πα‐ ρασκευάσω φθάσαι καὶ τὸν ὑμέτερον προκαταλαβεῖν δρό‐
15μον. Εἰ δὲ ἐν ἀρχῇ τοῦ τῆς παρανομίας ἕλκους τοσαύτη πρόνοια γέγονε, πολλῷ μᾶλλον μετὰ τὴν ἐπιστροφὴν, μετὰ τὴν μετάνοιαν, μετὰ τὸν τοσοῦτον φόβον, μετὰ τὰ δάκρυα καὶ τὰς εὐχὰς πλείονος ἀπολαυσόμεθα τῆς ἀδείας. Ὁ μὲν γὰρ Ἰωνᾶς εἰκότως συνηλαύνετο, ἵνα εἰς μετά‐
20νοιαν ἐμβάλῃ, ὑμεῖς δὲ ἤδη τὴν μετάνοιαν ἐπεδείξασθε καὶ πολλὴν τὴν ἐπιστροφήν· διὸ καὶ παρακλήσεως δεῖ λοιπὸν, οὐκ ἀγγελίας ἀπειλὴν ἐχούσης. Διὰ τοῦτο καὶ τὸν κοινὸν ἐντεῦθεν ἀνέστησε πατέρα, καίτοι πολλῶν ὄντων τῶν κωλυόντων· εἰ δὲ μὴ ἐφείδετο τῆς σωτηρίας τῆς
25ἡμετέρας, οὐκ ἂν ἐκεῖνον ἔπεισεν, ἀλλὰ καὶ βουλόμενον ἐξελθεῖν ἐκώλυσεν ἄν. γʹ. Ἔχω τι καὶ τρίτον εἰπεῖν δυνάμενον ὑμᾶς πεῖσαι θαῤῥεῖν, τὴν παροῦσαν ἑορτὴν, ἣν καὶ ἄπιστοι αἰδοῦνται σχεδὸν πάντες, ἣν καὶ αὐτὸς ὁ θεοφιλὴς βασιλεὺς οὕτω;
30ᾐδέσθη καὶ ἐτίμησεν, ὡς ἅπαντας τοὺς πρὸ αὐτοῦ μετ’ εὐσεβείας κρατήσαντας ὑπερβαλέσθαι βασιλέας. Ἐν ταύταις γοῦν ταῖς ἡμέραις πέμψας ἐπιστολὴν εἰς τιμὴν τῆς ἑορτῆς, τοὺς τὸ δεσμωτήριον οἰκοῦντας σχεδὸν ἀφῆκεν ἅπαντας· καὶ ταύτην ὁ ἱερεὺς ὁ ἡμέτερος
35εἰσελθὼν ἀναγνώσεται τὴν ἐπιστολὴν πρὸς τὸν βασιλέα, καὶ τῶν οἰκείων αὐτὸν ἀναμνήσει νόμων, καὶ ἐρεῖ πρὸς αὐτὸν, ὅτι Σὺ σαυτὸν παρακάλεσον, καὶ τὰ σαυτοῦ μέμνησο· οἴκοθεν ἔχεις τὸ παράδειγμα τῆς φιλανθρω‐ πίας· δίκαιον οὐχ εἵλου ποιῆσαι φόνον, καὶ ἄδικον ὑπο‐
40μενεῖς ἐργάσασθαι; τοὺς ἐληλεγμένους καὶ καταδι‐ κασθέντας τὴν ἑορτὴν αἰδεσθεὶς ἀφῆκας, καὶ τοὺς ἀνευθύνους καὶ μηδὲν τετολμηκότας κατακρινεῖς, εἰπέ μοι, καὶ ταῦτα τῆς ἑορτῆς παρούσης; Μηδαμῶς, βασι‐ λεῦ. Σὺ διὰ τῆς ἐπιστολῆς ταύτης διαλεγόμενος ταῖς
45πόλεσι πάσαις ἔλεγες· Εἴθε μοι δυνατὸν ἦν καὶ τοὺς νεκροὺς ἀναστῆσαι. Ταύτης δεόμεθα τῆς φιλανθρω‐ πίας, τούτων δεόμεθα τῶν ῥημάτων νῦν. Οὐχ οὕτω τὸ κρατῆσαι πολεμίων λαμπροὺς ποιεῖ τοὺς βασιλεύοντας, ὡς τὸ κρατῆσαι θυμοῦ καὶ ὀργῆς· ἐκεῖ μὲν γὰρ τῶν

49

.

84

(50)

ὅπλων καὶ τῶν στρατιωτῶν τὸ κατόρθωμα γίνεται, ἐν‐ ταῦθα δὲ γυμνὸν σόν ἐστι τὸ τρόπαιον, καὶ οὐδένα ἔχεις τὸν μεριζόμενον μετὰ σοῦ τὴν τῆς φιλοσοφίας δόξαν. Ἐκράτησας πολέμου βαρβαρικοῦ, κράτησον καὶ θυμοῦ βασιλικοῦ· μαθέτωσαν οἱ ἄπιστοι πάντες ὅτι ὁ τοῦ Χρι‐
55στοῦ φόβος πᾶσαν ἐξουσίαν δύναται χαλινοῦν· δόξα‐ σόν σου τὸν Δεσπότην, τοῖς συνδούλοις ἀφεὶς τὰ ἁμαρτή‐ ματα, ἵνα καὶ αὐτός σε δοξάσῃ μειζόνως, ἵνα ἥμερόν σοι κατὰ τὴν τῆς κρίσεως ἡμέραν δείξῃ τὸ ὄμμα καὶ γαλη‐ νὸν, ταύτης μεμνημένος σου τῆς φιλανθρωπίας. Ταῦτα
60καὶ πλείονα τούτων ἐρεῖ, καὶ πάντως ἡμᾶς ἐξαιρήσεται83

49

.

85

τῆς ὀργῆς. Οὐκ εἰς τὸ πεῖσαι δὲ μόνον τὸν βασιλέα με‐ γίστη παρὰ τῆς νηστείας ταύτης ἡμῖν ἡ συμμαχία, ἀλλὰ καὶ εἰς τὸ γενναίως ἐνεγκεῖν τὰ συμβαίνοντα· καὶ γὰρ παράκλησιν οὐ τὴν τυχοῦσαν ἀπὸ τοῦ καιροῦ τούτου καρ‐
5πούμεθα. Αὐτὸ γὰρ τὸ καθ’ ἑκάστην ἡμέραν συλλέγε‐ σθαι, καὶ τῆς τῶν θείων Γραφῶν ἀκροάσεως ἀπολαύειν, καὶ ἀλλήλους βλέπειν, καὶ πρὸς ἀλλήλους ὀδύρεσθαι, καὶ εὐχομένους καὶ εὐλογίας δεχομένους, οὕτως οἴκαδε ἀπιέναι, τὸ πλέον ἡμῖν ὑποτέμνεται τῆς ὀδύνης. Μὴ
10τοίνυν καταπέσωμεν, μηδὲ προδῶμεν ἑαυτοὺς ὑπὸ τῆς ἀγωνίας, ἀλλὰ μένωμεν τὰ χρηστὰ προσδοκῶντες, καὶ προσέχωμεν τοῖς ῥηθήσεσθαι μέλλουσι. Καὶ γὰρ βούλο‐ μαι σήμερον περὶ ὑπεροψίας θανάτου διαλεχθῆναι πά‐ λιν. Εἶπον χθὲς ὑμῖν ὅτι τὸν θάνατον δεδοίκαμεν, οὐκ
15ἐπειδὴ φοβερός ἐστιν ἐκεῖνος, ἀλλ’ ἐπειδὴ οὔθ’ ὁ τῆς βα‐ σιλείας ἡμᾶς ἔρως ἀνῆψεν, οὔτε ὁ τῆς γεέννης φόβος κατ‐ έσχεν, καὶ πρὸς τούτοις, ὅτι τὸ συνειδὸς οὐκ ἔχομεν ἀγαθόν. Βούλεσθε καὶ τετάρτην εἴπω αἰτίαν τῆς ἀκαίρου ταύτης ἀγωνίας οὐκ ἐλάττονα, τῶν προτέρων ἀληθεστέ‐
20ραν; Οὐ ζῶμεν μετὰ τῆς προσηκούσης τοῖς Χριστιανοῖς σκληραγωγίας, ἀλλὰ τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον καὶ χαῦνον ἐζηλώσαμεν βίον· διὸ καὶ εἰκότως τοῖς παρ‐ οῦσιν ἐμφιλοχωροῦμεν πράγμασιν. Ὡς εἴ γε ἐν νηστείαις καὶ παννυχίσι καὶ εὐτελείᾳ
25διαίτης τὴν ζωὴν διηνύομεν ταύτην, τὰς ἐπιθυμίας ἡμῶν ἐκκόπτοντες τὰς ἀτόπους, τὰς ἡδονὰς κωλύοντες, τοὺς ἱδρῶτας τῆς ἀρετῆς ὑπομένοντες, κατὰ τὸν Παύλου λό‐ γον ὑποπιέζοντες τὸ σῶμα καὶ δουλαγωγοῦντες, τῆς σαρκὸς πρόνοιαν μὴ ποιούμενοι εἰς ἐπιθυμίας, τὴν στε‐
30νὴν καὶ τεθλιμμένην ὁδὸν ὁδεύοντες, ταχέως ἂν τῶν μελλόντων ἐπεθυμήσαμεν, τῶν παρόντων πόνων ἀπαλ‐ λαγῆναι σπεύδοντες. Καὶ ὅτι οὐ ψευδὴς ὁ λόγος ὁ ἡμέτε‐ ρος, ἀνάβηθι πρὸς τὰς κορυφὰς τῶν ὀρέων, καὶ κατά‐ μαθε τοὺς ἐκεῖ μοναχοὺς, τοὺς ἐν σάκκῳ, τοὺς ἐν
35δεσμοῖς, τοὺς ἐν νηστείαις, τοὺς ἐν σκότῳ κατακε‐ κλεισμένους, καὶ ὄψει πάντας αὐτοὺς τῆς τελευτῆς ἐπι‐ θυμοῦντας, καὶ ἀνάπαυσιν τὸ πρᾶγμα καλοῦντας. Καθά‐ περ γὰρ ὁ πυκτεύων ἐπείγεται τοῦ σταδίου ἐξελθεῖν, ἵνα ἀπαλλαγῇ τῶν τραυμάτων· καὶ ὁ ἀθλητὴς ἀναστῆναι
40τὸ θέατρον ἐπιθυμεῖ, ἵνα ἐλευθερωθῇ τῶν πόνων· οὕτω καὶ ὁ ἐν σκληρῷ καὶ τραχυτάτῳ βίῳ ζῶν μετ’ ἀρετῆς, ἐπιθυμεῖ τῆς τελευτῆς, ἵνα καὶ τῶν πόνων ἀπαλλαγῇ τῶν παρόντων, καὶ ὑπὲρ τῶν ἀποκειμένων ἔχῃ στεφά‐ νων θαῤῥεῖν πρὸς τὸν εὔδιον καταπλεύσας λιμένα, καὶ
45ἐκεῖ μεταστὰς, ἔνθα λοιπὸν οὐκ ἔστιν ὑποπτεῦσαι ναυ‐ άγιον. Διὰ τοῦτο καὶ ὁ Θεὸς ἐπίπονον φύσει καὶ μοχθη‐ ρὸν τὸν βίον ἡμῶν κατεσκεύασεν, ἵνα ὑπὸ τῆς ἐνταῦθα συνωθούμενοι θλίψεως, ἐπιθυμίαν τῶν μελλόντων λάβω‐ μεν. Εἰ γὰρ νῦν τοσούτων ὄντων τῶν λυπηρῶν, καὶ κιν‐

49

.

85

(50)

δύνων, καὶ φόβων καὶ φροντίδων πάντοθεν ἡμᾶς περι‐ στοιχιζομένων, οὕτως ἐμφιλοχωροῦμεν τῇ παρούσῃ ζωῇ, εἰ μηδὲν τούτων ἦν, ἀλλ’ ἄλυπός τις καὶ ἀτα‐ λαίπωρος ὁ βίος ἡμῖν ἅπας ἐγίνετο, πότε ἂν ἐπεθυμή‐ σαμεν τῶν μελλόντων;
55 δʹ. Οὕτω καὶ Ἰουδαίοις ἐποίησεν ὁ Θεός· καὶ γὰρ ἐκεί‐ νους βουλόμενος εἰς ἐπιθυμίαν ἐμβαλεῖν τῆς ἐπανόδου, καὶ πεῖσαι μισῆσαι τὴν Αἴγυπτον, συνεχώρησε τῷ πηλῷ καὶ τῇ πλινθείᾳ ταλαιπωρεῖσθαι, ἵνα τῷ μεγέθει τῶν πόνων καὶ τῆς ταλαιπωρίας ἐκείνης ἀγχόμενοι βοήσωσι
60πρὸς τὸν Θεὸν περὶ τῆς ἐπανόδου. Εἰ γὰρ δὴ τούτων
γενομένων ἐξελθόντες πάλιν ἐμέμνηντο τῆς Αἰγύπτου,Column end

49

.

86

καὶ τῆς χαλεπῆς δουλείας καὶ πρὸς τὴν προτέραν τυραν‐ νίδα ὑποστρέφειν ἠπείγοντο, εἰ μὴ τοιούτων ἐπειράθη‐ σαν τῶν βαρβάρων, πότε ἂν ἀφεῖναι τὴν ἀλλοτρίαν ἠθέλησαν; Ἵνα οὖν καὶ ἡμεῖς μὴ τῇ γῇ προσηλωμένοι
5καὶ πρὸς τὰ παρόντα κεχηνότες ἀλγῶμεν, καὶ ἐπιλαν‐ θανώμεθα τῶν μελλόντων, μοχθηρὸν ἡμῖν τὸν βίον ἐποίησεν ὁ Θεός. Μὴ τοίνυν περιεχώμεθα πέρα τοῦ δέοντος τῆς παρούσης ζωῆς. Τί γὰρ ὄφελος ἡμῖν; ποῖον δὲ κέρδος ἐκ τοῦ προσηλῶσθαι μεθ’ ὑπερβολῆς τῇ τοῦ
10παρόντος βίου ἐπιθυμίᾳ; Βούλει μαθεῖν διὰ τί καλὸν ἡ παροῦσα ζωή; Ὅτι τῆς μελλούσης ζωῆς ἡμῖν ὑπόθεσις γίνεται καὶ ἀφορμὴ, καὶ σκάμμα καὶ στάδιον τῶν ἐκεῖ στεφάνων ἐστίν· ὡς εἰ μὴ τοῦτο παράσχοι ἡμῖν, μυ‐ ρίων θανάτων ἐστὶν ἐλεεινοτέρα. Εἰ γὰρ μὴ μέλλομεν
15ζῶντες ἀρέσκειν Θεῷ, βέλτιον ἀποθανεῖν. Τί γὰρ τὸ πλέον; τί τὸ περιττόν; Οὐχὶ τὸν αὐτὸν ἥλιον καὶ τὴν αὐτὴν σελήνην καθ’ ἑκάστην ἡμέραν ὁρῶμεν; οὐχὶ τὸν αὐτὸν χειμῶνα; οὐχὶ τὸ αὐτὸ θέρος; οὐχὶ τὰ αὐτὰ πρά‐ γματα; Τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον. Τί
20τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον. Μὴ τοίνυν μήτε τοὺς ζῶντας ἁπλῶς μακαρίζωμεν, μήτε τοὺς ἀποθνήσκοντας θρηνῶμεν· ἀλλὰ τοὺς μὲν ἐν ἁμαρτίαις ὄντας, κἂν ζῶσι, κἂν τετελευτηκότες ὦσιν, ὀδυρώ‐ μεθα· τοὺς δὲ ἐν δικαιοσύνῃ μακαρίζωμεν πάλιν, ὅπου‐
25περ ἂν τύχωσιν ὄντες. Σὺ μὲν οὖν ἕνα δέδοικας θάνατον, καὶ θρηνεῖς· ὁ Παῦλος δὲ καθ’ ἑκάστην ἡμέραν ἀποθνή‐ σκων οὐ μόνον οὐκ ἐδάκρυε διὰ τοῦτο, ἀλλὰ καὶ ἔχαιρε καὶ ἠγάλλετο. Εἴθε κἀγὼ διὰ τὸν Θεὸν ἐκινδύνευον, φησὶ, καὶ οὐκ ἂν ἐφρόντισα. Ἀλλὰ μηδὲ νῦν καταπέσῃς· οὐδὲ
30γὰρ μόνον ὁ διὰ τὸν Θεόν τι πάσχων εὐδοκιμεῖ, ἀλλὰ καὶ ὁ ἀδίκως τι πάσχων, καὶ φέρων γενναίως, καὶ εὐ‐ χαριστῶν τῷ συγχωροῦντι Θεῷ, οὐκ ἐλάττων τοῦ διὰ τὸν Θεὸν ταῦτα πάσχοντός ἐστιν. Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ τὰς πολλὰς καὶ ἀφορήτους ἐκείνας πληγὰς ἐδέξατο, τοῦ
35διαβόλου μάτην καὶ εἰκῆ καὶ ἁπλῶς ἐπιβουλεύοντος, ἀλλ’ ὅμως ἐπειδὴ γενναίως ἤνεγκε, καὶ ηὐχαρίστησε τῷ ταῦτα συγχωροῦντι Θεῷ, ὁλόκληρον τὸν στέφανον ἀνεδήσατο. Μὴ τοίνυν λυποῦ διὰ τὸν θάνατον· φύσεως γάρ ἐστι· λυποῦ δι’ ἁμαρτίαν· προαιρέσεως γὰρ τὸ ἔγκλημα. Εἰ
40δὲ λυπῇ διὰ τοὺς ἀποθανόντας, ἄλγει καὶ διὰ τοὺς γεν‐ νωμένους· ὥσπερ γὰρ τοῦτο φύσεως, οὕτω κἀκεῖνο φύ‐ σεως. Ἂν τοίνυν ἀπειλήσῃ τις θάνατον, εἰπὲ πρὸς αὐ‐ τόν· Ἐπαιδεύθην παρὰ τοῦ Χριστοῦ μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων
45ἀποκτεῖναι. Ἂν ἀπειλῇ δήμευσιν οὐσίας, εἰπὲ πρὸς αὐτόν· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι· Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνησόμεθα· κἂν μὴ σὺ λάβῃς, θάνατος ἐπελθὼν

49

.

86

(50)

λήψεται· κἂν μὴ σὺ σφάξῃς, ὁ τῆς φύσεως ἐπελ‐ θὼν νόμος οἴσει τὴν τελευτήν. Μηδὲν τοίνυν φοβώμεθα τῶν ἀπὸ τῆς φύσεως ἡμῖν ἐπαγομένων, ἀλλ’ ἐκεῖνα τὰ ἐκ πονηρᾶς ἡμῖν ἐγγινόμενα προαιρέσεως· ἐκεῖνα γὰρ ἡμῖν τίκτει τὴν κόλασιν. Τοῦτο δὲ λογιζώμεθα διηνεκῶς
55ἐπὶ τῶν συμβαινόντων ἡμῖν ἀδοκήτως, ὅτι οὐ διορθώ‐ σομεν αὐτὰ ἀλγοῦντες, καὶ παυσόμεθα ἀλγοῦντες· κἀ‐ κεῖνο μετὰ τούτου πάλιν, ὅτι ἐὰν πάθωμέν τι δεινὸν κατὰ τὸν παρόντα βίον ἀδίκως, διαλύομεν πολλὰ τῶν ἁμαρτημάτων. Διὸ μέγα ἀγαθὸν ἐνταῦθα ἀπολαβεῖν
60ἁμαρτήματα, καὶ μὴ ἐκεῖ· καὶ γὰρ ὁ πλούσιος οὐδὲν ἐν‐
ταῦθα δεινὸν ἀπέλαβε, καὶ διὰ τοῦτο ἐκεῖ ἀπετηγανίζετο.85

49

.

87

Καὶ ὅτι τοῦτο ἦν αἴτιον τοῦ μηδεμιᾶς αὐτὸν ἀπολαῦσαι παραμυθίας, ἄκουσον τί φησιν ὁ Ἀβραάμ· Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου, διὰ τοῦτο ὀδυνᾶσαι· ὅτι δὲ καὶ τῷ Λαζάρῳ τὰ ἀγαθὰ μετὰ τῆς ἀρετῆς καὶ τὸ μυρία
5ἐνταῦθα παθεῖν δεινὰ προεξένησε, τοῦ πατριάρχου καὶ ταῦτα λέγοντος ἄκουσον. Εἰπὼν γὰρ τῷ πλουσίῳ, Ἀπ‐ έλαβες τὰ ἀγαθά σου, ἐπήγαγεν, ὅτι Καὶ ὁ Λάζαρος τὰ κακά· καὶ διὰ τοῦτο παρακαλεῖται. Ὥσπερ γὰρ οἱ ἐν ἀρετῇ ζῶντες καὶ θλιβόμενοι διπλοῦν τὸ κέρδος
10παρὰ τοῦ Θεοῦ λαμβάνουσιν, οὕτως ὁ ἐν κακίᾳ ζῶν καὶ τρυφῶν διπλῆν ἕξει τὴν κόλασιν. Πάλιν λέγω οὐχὶ τῶν φευγόντων κατηγορῶν (Ψυχὴν γὰρ τεταπεινωμένην μὴ προσταράξῃς, φησὶν), οὐδὲ ἐπιτιμῆσαι βουλόμενος (ὁ γὰρ νοσῶν παρακλήσεως δεῖται), ἀλλὰ διορθῶσαι
15σπουδάζων, μὴ τῇ φυγῇ τὴν σωτηρίαν ἡμῶν ἐγχειρί‐ ζωμεν, ἀλλὰ φύγωμεν ἁμαρτίας, ἀποστῶμεν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς. Ἐὰν ταύτας φύγωμεν, κἂν μεταξὺ μυρίων ὦμεν στρατιωτῶν, οὐδεὶς ἡμᾶς πλῆξαι δυνήσε‐ ται· ἐὰν ταύτας μὴ φύγωμεν, κἂν εἰς αὐτὴν τῶν ὀρέων
20τὴν κορυφὴν ἀναβῶμεν, πολεμίους ἐκεῖ εὑρήσομεν μυ‐ ρίους. Ἀναμνήσθητι γοῦν τῶν τριῶν παίδων ἐκείνων πάλιν, οἳ ἔνδον ἦσαν ἐν τῇ καμίνῳ, καὶ οὐδὲν ἔπαθον δεινόν· καὶ τῶν ἐμβαλόντων αὐτοὺς ἔξωθεν τῆς καμί‐ νου, ὅσοι περιεκάθηντο, πάντες ἐδαπανήθησαν. Τί τού‐
25του παραδοξότερον; Οὓς κατεῖχεν ἔλυσε τὸ πῦρ, καὶ οὓς οὐ κατεῖχεν ἥρπασεν· ἵνα μάθῃς, ὅτι οὐχὶ τόπος, ἀλλὰ τρόπος σωτηρίαν φέρει καὶ κόλασιν, οἱ ἔνδον δι‐ έφυγον, οἱ ἔξω διεφθάρησαν. Τὰ αὐτὰ σώματα κἀκεί‐ νοις καὶ τούτοις, ἀλλ’ οὐ τὰ αὐτὰ φρονήματα· διὰ τοῦτο
30οὐδὲ τὰ αὐτὰ πάθη. Καὶ γὰρ ὁ χόρτος κἂν ἔξω περι‐ κέηται, ταχέως ἀνάπτεται· ὥσπερ οὖν τὸ χρυσίον κἂν ἔνδον μένῃ, μειζόνως φαιδρύνεται. εʹ. Ποῦ νῦν εἰσιν οἱ λέγοντες· Πάντα λαβέτω ὁ βασιλεὺς, καὶ τὸ σῶμα ἡμῖν ἐλεύθερον δότω; Τί ποτέ ἐστι, σῶμα
35ἐλεύθερον εἶναι, μανθανέτωσαν. Οὐ γὰρ τὸ μὴ κολάζε‐ σθαι τοῦτο ἐλεύθερον ποιεῖ σῶμα, ἀλλὰ τὸ ζῇν ἐν δικαιο‐ σύνῃ διηνεκῶς. Τούτων γοῦν τῶν παίδων τὰ σώματα ἐλεύθερα ἦν καὶ καμίνῳ παραδοθέντα· τὴν γὰρ τῆς ἁμαρτίας δουλείαν ἀπέθεντο πάλαι· καὶ γὰρ τοῦτό ἐστιν
40ἐλευθερία μόνον, οὐ τὸ μὴ κολάζεσθαι, μηδὲ πάσχειν τι δεινόν. Σὺ δὲ εἰδὼς τὴν κάμινον, ἀναμνήσθητι τῶν τοῦ πυρὸς ποταμῶν, τῶν κατὰ τὴν ἡμέραν τὴν φοβερὰν ἐκείνην. Καθάπερ γὰρ ἐνταῦθα τοὺς μὲν ἥρπασε, τοὺς δὲ ᾐδέσθη τὸ πῦρ, οὕτω καὶ ἐπὶ τῶν ποταμῶν ἐκείνων
45ἔσται· κἂν μέν τις ἔχῃ χόρτον, ξύλα, καλάμην, ἀνάπτει τὸ πῦρ· ἂν δέ τις ἔχῃ χρυσὸν, ἄργυρον, φαιδρότερος γί‐ νεται. Ταύτην τοίνυν τὴν ὕλην συναγάγωμεν, καὶ τὰ παρ‐ όντα φέρωμεν γενναίως, εἰδότες ὅτι καὶ ἐκείνης ἡμᾶς τῆς κολάσεως ἡ παροῦσα ἀπαλλάξει θλῖψις, ἐὰν εἰδῶμεν

49

.

87

(50)

φιλοσοφεῖν, καὶ ἐνταῦθα βελτίους ἐργάσεται, οὐχ ἡμᾶς δὲ μόνον, ἀλλὰ καὶ τοὺς ἐμβαλόντας ἡμᾶς πολλάκις, ἐὰν νήφωμεν· τοσαύτη τῆς φιλοσοφίας ἡ περιουσία· ὃ δὴ καὶ ἐπὶ τοῦ τυράννου τότε γέγονεν. Ἐπειδὴ γὰρ εἶδε μηδὲν παθόντας δεινὸν, ἄκουσον πῶς μετεβάλετο· Οἱ
55δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε, φη‐ σίν. Οὐ πρὸ μικροῦ ἔλεγες, Καὶ τίς ἐστι θεὸς, ὃς δυνή‐ σεται ἐξελέσθαι ὑμᾶς ἐκ τῶν χειρῶν μου; Τί γέγονε; πόθεν ἡ μεταβολή; τοὺς ἔξω διαφθαρέντας εἶδες, καὶ τοὺς ἔνδον καλεῖς; πόθεν ἐπῆλθέ σοι τοιαῦτα φιλοσοφεῖν;
60Εἶδες πόση μεταβολὴ τῷ βασιλεῖ γέγονεν; ὅτε οὔπωColumn end

49

.

88

αὐτῶν ἐκράτησεν, ἐβλασφήμει· ἐπειδὴ δὲ αὐτοὺς ἐνέβα‐ λεν εἰς τὸ πῦρ, ἐφιλοσόφει. Διὰ τοῦτο καὶ ὁ Θεὸς συν‐ εχώρησε πάντα γενέσθαι, ὅσα ὁ τύραννος ἠθέλησεν, ἵνα δείξῃ, ὅτι τοὺς ὑπ’ αὐτοῦ φυλαττομένους οὐδεὶς παρα‐
5βλάψαι δυνήσεται· καὶ ὅπερ ἐπὶ τοῦ Ἰὼβ ἐποίησε, τοῦτο καὶ ἐνταῦθα εἰργάσατο. Καὶ γὰρ ἐκεῖ ἀφῆκε τὸν διάβο‐ λον πᾶσαν αὐτοῦ τὴν δύναμιν ἐπιδείξασθαι, καὶ ὅτε ἐκέ‐ νωσε τὰ βέλη πάντα, καὶ οὐδεὶς ἐπιβουλῆς ὑπελέ‐ λειπτο τρόπος, τότε ἀνεβίβασεν ἐκ τοῦ σκάμματος
10τὸν ἀθλητὴν, ἵνα λαμπρὰ καὶ ἀναμφισβήτητος ἡ νίκη γένηται· οὕτω δὴ καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο ἐποίησεν. Ἐβουλήθη τὴν πόλιν αὐτῶν κατασκάψαι, καὶ οὐκ ἐκώλυσεν· ἐβουλήθη λαβεῖν αἰχμαλώτους, καὶ οὐκ ἐνεπόδισεν· ἐβουλήθη δῆσαι, συνεχώρησεν· εἰς τὴν
15κάμινον ἐμβαλεῖν, ἐπέτρεψεν· ἀνάψαι τὴν φλόγα πέρα τοῦ μέτρου, καὶ τοῦτο ἀφῆκε· καὶ ὅτε οὐδὲν ὑπ‐ ελέλειπτο λοιπὸν, ἀλλὰ πᾶσαν ἐκένωσεν αὐτοῦ τὴν ἰσχὺν ὁ τύραννος, τότε ἔδειξε τὴν αὐτοῦ δύναμιν ὁ Θεὸς, καὶ τὴν τῶν παίδων ὑπομονήν. Ὁρᾷς ὅτι διὰ τοῦτο συνεχώ‐
20ρησεν ὁ Θεὸς μέχρι τέλους τὰς θλίψεις, ἵνα δείξῃ τοῖς ἐπιβουλεύουσι καὶ τὴν τῶν ἐπιβουλευομένων φιλοσοφίαν, καὶ τὴν αὐτοῦ πρόνοιαν; Ἅπερ ἀμφότερα κἀκεῖνος τότε μαθὼν ἐβόα· Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. Σὺ δέ μοι σκόπει τῶν παίδων με‐
25γαλοψυχίαν· οὔτε γὰρ πρὸ τῆς φωνῆς ἐξεπήδησαν, ἵνα μὴ νομίσῃ τις αὐτοὺς πεφοβῆσθαι τὸ πῦρ, οὔτε κλη‐ θέντες ἔνδον ἔμειναν, ἵνα μὴ φιλότιμοί τινες εἶναι καὶ φιλόνεικοι δόξωσιν. Ὅτε ἔμαθες, φασὶ, τίνος ἐσμὲν δοῦλοι, ὅτε τὸν Δεσπότην ἡμῶν ἐπέγνως, τότε ἐξερχόμεθα, κήρυ‐
30κες ἐσόμενοι τοῖς παροῦσιν ἅπασι τῆς τοῦ Θεοῦ δυνάμεως. Μᾶλλον δὲ οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ ὁ πολέμιος οἰκείᾳ φωνῇ καὶ διὰ τῆς γλώττης, καὶ διὰ τῆς ἐπιστολῆς πᾶσιν ἀνεκήρυττε, καὶ τὴν τῶν ἀθλητῶν ἔνστασιν, καὶ τὴν τοῦ ἀγωνοθέτου ἰσχύν. Καὶ καθάπερ οἱ κήρυκες τοὺς ἀθλητὰς
35νικῶντας ἀναγορεύουσιν ἐν μέσῳ τῷ θεάτρῳ, καὶ τὰς πόλεις αὐτῶν λέγουσιν· Ὁ δεῖνα τῆσδε τῆς πόλεως· οὕτω καὶ οὗτος ἀντὶ τῆς πόλεως τὸν Δεσπότην αὐτῶν ἀνεκήρυττε, Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. Τί γέγο‐
40νεν, ὅτι δούλους αὐτοὺς καλεῖς τοῦ Θεοῦ; οὐχὶ σοὶ ἦσαν δοῦλοι; Ἀλλὰ κατέλυσάν μου τὴν βασιλείαν, φησὶ, κατ‐ επάτησάν μου τὸν τῦφον, ἔδειξαν διὰ τῶν ἔργων τὸν ἀληθῆ Δεσπότην αὐτῶν. Εἰ ἀνθρώπων ἦσαν δοῦλοι, οὐκ ἂν αὐ‐ τοὺς ἐφοβήθη τὸ πῦρ, οὐκ ἂν παρεχώρησεν ἡ φλόξ· ἀν‐
45θρώπων γὰρ δούλους ἡ κτίσις οὐκ οἶδεν αἰδεῖσθαι καὶ τιμᾷν. Διὰ τοῦτο πάλιν, φησὶν, Εὐλογητὸς ὁ Θεὸς τοῦ Σεδρὰχ, Μισὰχ, Ἀβδεναγώ. Σὺ δέ μοι σκόπει πῶς πρῶτον ἀνακηρύττει τὸν ἀγωνοθέτην· Εὐλογητὸς ὁ Θεὸς ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετο

49

.

88

(50)

τοὺς παῖδας αὐτοῦ. Τοῦτο τῆς δυνάμεως τοῦ Θεοῦ· εἰπὲ καὶ τὴν ἀρετὴν τῶν ἀθλητῶν· Ὅτι ἐπεποίθεισαν ἐπ’ αὐτῷ, καὶ ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως, καὶ παρέδωκαν τὰ σώματα αὐτῶν, ὅπως μὴ λατρεύσωσι θεοῖς ἀλλοτρίοις. Ἆρα τί γένοιτ’ ἂν ἀρετῆς ἴσον; Πρὸ
55τούτου, ὅτε εἶπον, Τοῖς θεοῖς σου οὐ λατρεύομεν, τῆς καμίνου χαλεπώτερον ἐξεκάη· νῦν δὲ ἐπειδὴ διὰ τῶν ἔργων αὐτῶν τοῦτο ἐπαίδευσαν, οὐ μόνον οὐκ ἠγανάκτη‐ σεν, ἀλλὰ καὶ ἐπῄνεσε καὶ ἐθαύμασεν, ὅτι αὐτοῦ παρ‐ ήκουσαν. Τοσοῦτον ἀρετὴ καλὸν, ὅτι καὶ αὐτοὺς τοὺς πο‐
60λεμίους ἔχει θαυμαστὰς καὶ ἐπαινέτας. Ἐκεῖνοι ἠγωνί‐87

49

.

89

σαντο καὶ ἐνίκησαν, καὶ ὁ ἡττηθεὶς εὐχαρίστησεν, ὅτι οὐκ ἐφόβησεν αὐτοὺς ἡ τῆς φλογὸς ὄψις, ἀλλὰ παρεκά‐ λεσεν αὐτοὺς ἡ εἰς τὸν Δεσπότην ἐλπὶς, καὶ τὸν τῆς οἰκουμένης Θεὸν ἀπὸ τῶν τριῶν παίδων καλεῖ, οὐχὶ περι‐
5κλείων αὐτοῦ τὴν δεσποτείαν, ἀλλ’ ἐπειδὴ τῆς οἰκουμέ‐ νης ἀντάξιοι ἦσαν οἱ παῖδες οἱ τρεῖς, διὰ τοῦτο καὶ ἐπαι‐ νεῖ τοὺς καταφρονήσαντας αὐτοῦ, καὶ τυράννους τοσ‐ ούτους καὶ βασιλεῖς καὶ ὑπάρχους παραδραμὼν τοὺς πεισθέντας αὐτῷ, τρεῖς αἰχμαλώτους καὶ δούλους τοὺς
10καταγελάσαντας αὐτοῦ τῆς τυραννίδος ἐθαύμασεν. Οὐ γὰρ φιλονεικοῦντες, ἀλλὰ φιλοσοφοῦντες ταῦτα ἔπρα‐ ξαν, οὐδὲ δι’ ἀπόνοιαν, ἀλλὰ δι’ εὐσέβειαν· οὐκ ἀλα‐ ζονείᾳ φυσηθέντες, ἀλλὰ ζήλῳ πυρωθέντες. Καὶ γὰρ μέγα ἀγαθὸν ἐλπίσαι εἰς Θεόν· ὅπερ οὖν καὶ ὁ βάρβα‐
15ρος ἔγνω, καὶ δῆλον ὅτι ἐντεῦθεν διέφυγον τὸν ἐπικείμε‐ νον κίνδυνον ἀνεβόησεν· Ὅτι ἐπεποίθεισαν ἐπ’ αὐτῷ. ϛʹ. Ταῦτα δὲ λέγω νῦν, καὶ τὰς ἱστορίας ἐκλέγω πάσας, ἐν αἷς πειρασμοὶ καὶ θλίψεις, καὶ βασιλέων ὀργαὶ, καὶ ἐπιβουλαὶ, ἵνα μηδὲν φοβώμεθα, ἀλλ’ ἢ τὸ προσκροῦσαι
20Θεῷ μόνον. Καὶ γὰρ καὶ τότε ἡ κάμινος ἐκαίετο, ἐκεῖνοι δὲ ταύτης μὲν κατεγέλασαν, τὴν δὲ ἁμαρτίαν ἔδεισαν. ᾜδεισαν γὰρ ὅτι καέντες μὲν οὐδὲν πείσονται δεινὸν, ἀσεβήσαντες δὲ τὰ ἔσχατα ὑποστήσονται. Ἡ γὰρ μεγίστη κόλασις τὸ ἁμαρτάνειν, κἂν μὴ κο‐
25λαζώμεθα· ὥσπερ οὖν ἡ μεγίστη τιμὴ καὶ ἄνεσις τὸ μετὰ ἀρετῆς ζῇν, κἂν κολαζώμεθα· αἱ μὲν γὰρ ἁμαρτίαι δι‐ ιστῶσιν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, καθὼς καὶ αὐτός φησιν· Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἐμοῦ; αἱ κολάσεις δὲ συνάγουσιν ἡμᾶς πρὸς τὸν Θεόν·
30Δὸς γὰρ ἡμῖν, φησὶν, εἰρήνην, ὅτι πάντα ἀπέδω‐ κας ἡμῖν. Ἐὰν τραῦμά τις ἔχῃ, τί δεδοικέναι ἄξιον, τὴν σηπεδόνα, ἢ τὴν τομὴν τοῦ ἰατροῦ; τὸ σιδήριον, ἢ τὴν νομὴν τοῦ ἕλκους; Ἡ ἁμαρτία σηπεδών ἐστιν, ἡ κόλασις σιδήριον ἰατρικόν· ὥσπερ οὖν ὁ σηπεδόνα ἔχων, κἂν μὴ
35τέμνηται, ἀῤῥωστεῖ, καὶ τότε μᾶλλόν ἐστιν ἐν κακοῖς, ὅταν μὴ τέμνηται· οὕτω καὶ ὁ ἁμαρτάνων, κἂν μὴ κο‐ λάζηται, πάντων ἐστὶν ἀθλιώτερος, καὶ τότε μάλιστα ἄθλιος, ὅταν μὴ κολάζηται, μηδὲ πάσχῃ μηδὲν δεινόν. Καὶ καθάπερ οἱ σπλῆνα καὶ ὕδερον ἔχοντες, ὅταν τρα‐
40πέζης ἀπολαύσωσι δαψιλοῦς, καὶ ψυχροποσίας, καὶ πο‐ λυτελῶν ἐδεσμάτων, καὶ καρυκευμάτων, τότε μάλιστα πάντων εἰσὶν ἐλεεινότεροι, τῇ τρυφῇ τὸ νόσημα αὔξοντες· ἂν δ’ ἄγχωνται λιμῷ καὶ δίψει κατὰ τοὺς ἰατρικοὺς νό‐ μους, ἐλπίδα τινὰ σωτηρίας ἔχουσιν· οὕτω καὶ οἱ ζῶν‐
45τες ἐν πονηρίᾳ, ἂν μὲν κολάζωνται, χρηστὰς ἔχουσιν ἐλ‐ πίδας, ἂν δὲ μετὰ τῆς πονηρίας, ἀδείας καὶ τρυφῆς ἀπο‐ λαύωσι, τῶν ἐν ὑδέρῳ γαστριζομένων σφόδρα ἐλεεινό‐ τεροι ἂν εἶεν, καὶ τοσούτῳ πλέον, ὅσῳ ψυχὴ σώματός ἐστι βελτίων. Ἐὰν τοίνυν ἴδῃς τινὰς ἐν τοιαύταις ὄντας

49

.

89

(50)

ἁμαρτίαις, καὶ τοὺς μὲν λιμῷ παλαίοντας διηνεκεῖ καὶ μυρίοις κακοῖς, τοὺς δὲ μεθύοντας καὶ γαστριζομένους καὶ τρυφῶντας, τοὺς τὰ δεινὰ πάσχοντας μακάριζε μᾶλ‐ λον. Καὶ γὰρ τῆς ἡδυπαθείας ἡ φλὸξ ταῖς συμφοραῖς ὑποτέμνεται ταύταις, καὶ πρὸς τὴν μέλλουσαν ψῆφον
55καὶ τὸ φοβερὸν ἐκεῖνο δικαστήριον οὐ μικρὰν λαβόντες ἀπέρχονται παραμυθίαν, καὶ τὰ πολλὰ τῶν ἁμαρτημά‐ των δι’ ὧν ἔπαθον δεινῶν ἐνταῦθα διαλύσαντες ἄπεισιν. Ἀλλὰ τῆς μὲν παρακλήσεως ἅλις· ὥρα δὴ λοιπὸν ἡμῖν διαβῆναι ἐπὶ τὴν παραίνεσιν τῆς τῶν ὅρκων φυγῆς, καὶ
60τὴν δοκοῦσαν εἶναι παραμυθίαν τοῖς ὀμνύουσιν ἀνελεῖνColumn end

49

.

90

τὴν ψυχρὰν καὶ ἀνόνητον. Καὶ γὰρ ἐπειδὰν αὐτοῖς ἐγκα‐ λῶμεν, ἑτέρους ἡμῖν προβάλλονται αὐτὸ τοῦτο ποιοῦν‐ τας, καὶ λέγουσιν· Ὁ δεῖνα καὶ ὁ δεῖνα ὀμνύουσιν. Εἴπω‐ μεν τοίνυν πρὸς αὐτούς· Ἀλλ’ ὁ δεῖνα οὐκ ὄμνυσιν· ὁ δὲ
5Θεὸς ἀπὸ τῶν κατωρθωκότων σοι φέρει τὴν ψῆφον. Οἱ μὲν γὰρ ἁμαρτάνοντες τοὺς ἁμαρτάνοντας οὐκ ὠφε‐ λοῦσι τῇ κοινωνίᾳ τῶν παραπτωμάτων· οἱ δὲ κατορ‐ θοῦντες τοὺς ἁμαρτάνοντας καταδικάζουσι. Καὶ γὰρ οἱ μὴ θρέψαντες τὸν Χριστὸν μηδὲ ποτίσαντες ἦσαν πολλοὶ,
10ἀλλ’ οὐδὲν ἀλλήλους ὠφέλησαν· ὥσπερ οὖν οὐδὲ αἱ παρ‐ θένοι αἱ πέντε οὐκ ἔσχον τινὰ συγγνώμην παρ’ ἀλλήλων, ἀλλ’ ὑπὸ τῶν κατωρθωκότων καὶ οὗτοι κἀκεῖναι κατα‐ δικασθέντες ἐκολάζοντο. Ἀπαλλαγέντες τοίνυν τῆς ψυ‐ χρᾶς ταύτης ψυχαγωγίας, μὴ τοὺς πίπτοντας βλέπωμεν,
15ἀλλὰ τοὺς κατορθοῦντας, καὶ σπουδάσωμεν μνημόσυνον τῆς παρούσης νηστείας λαβόντες ἀπελθεῖν. Καὶ καθάπερ ἱμάτιον πολλάκις κεκτημένοι, ἢ οἰκέτην ἢ σκεῦος τί‐ μιον, ἀναμιμνησκόμεθα τῶν καιρῶν, καὶ πρὸς ἀλλήλους λέγομεν· Τὸν οἰκέτην τὸν δεῖνα τῇδε ἐκτησάμην τῇ ἑορ‐
20τῇ, τὸ ἱμάτιον τόδε ἐπριάμην τῷδε τῷ καιρῷ· οὕτω δὴ καὶ τὸν νόμον τοῦτον ἂν κατορθώσωμεν, ἐροῦμεν ὅτι Τὸν ὅρκον τῇδε κατώρθωσα τῇ Τεσσαρακοστῇ· ἕως γὰρ τότε ὤμνυον, καὶ ψιλῆς ἀκούσας παραινέσεως ἀπεσχόμην τῆς ἁμαρτίας. Ἀλλὰ δυσκατόρθωτον ἡ συνήθεια. Οἶδα
25κἀγὼ, καὶ διὰ τοῦτο ἐπείγομαι εἰς ἑτέραν ὑμᾶς συν‐ ήθειαν ἐμβαλεῖν, χρηστὴν καὶ κέρδος ἔχουσαν. Ὅταν γὰρ εἴπῃς, ὅτι Δυσκόλως ἀφίσταμαι τῆς συνηθείας, δι’ αὐτὸ τοῦτο σπούδασον ἀποστῆναι, σαφῶς εἰδὼς, ὅτι ἐὰν ἑτέ‐ ραν σαυτῷ ποιήσῃς συνήθειαν τὴν τοῦ μὴ ὀμνύειν, οὐ‐
30δενὸς δεήσῃ πόνου λοιπόν. Τί δυσκολώτερον, μὴ ὀμνύ‐ ναι, ἢ δι’ ὅλης τῆς ἡμέρας ἄσιτον εἶναι, καὶ ὑδροποσίᾳ καὶ εὐτελεῖ ταριχεύεσθαι διαίτῃ; Εὔδηλον ὅτι τοῦτο ἐκεί‐ νου· ἀλλ’ ὅμως οὕτως ἐστὶν ἡ συνήθεια δυνατὸν πρᾶγμα καὶ εὔκολον, ὥστε παραγενομένης τῆς νηστείας, κἂν
35μυρία τις παρακαλῇ, κἂν μυρία τις ἄγχῃ καὶ βιάζηται, ὥστε μετασχεῖν οἰνοποσίας ἢ ἑτέρου τινὸς τῶν μὴ νενο‐ μισμένων ἐν νηστείαις ἀπογεύεσθαι, πάντα ἂν ἕλοιτο παθεῖν τις, ἢ τῆς κεκωλυμένης ἅψασθαι τροφῆς· καὶ ταῦτα ἡδέως πρὸς τὴν τράπεζαν ἔχοντες, ἀλλ’ ὅμως διὰ
40τὴν ἀπὸ τοῦ συνειδότος συνήθειαν φέρομεν πάντα γεν‐ ναίως ταλαιπωρούμενοι. Τοῦτο δὴ καὶ ἐπὶ τῶν ὅρκων ἔσται· καὶ καθάπερ νῦν, κἂν μυρίαν ἀνάγκην τις ἐπιθῇ, μένεις κατέχων τὴν συνήθειαν· οὕτω καὶ τότε, κἂν μυ‐ ρία τις παρακαλῇ, οὐκ ἀποστήσῃ τῆς συνηθείας.
45 ζʹ. Ἀπιὼν τοίνυν οἴκοι, διαλέγου ταῦτα τοῖς κατὰ τὴν οἰκίαν ἅπασι· καὶ καθάπερ πολλοὶ πολλάκις ἐκ λειμῶ‐ νος ἀναχωροῦντες, ῥόδον ἢ ἴον ἤ τι τῶν τοιούτων ἀνθῶν λαβόντες, καὶ τοῖς δακτύλοις περιφέροντες ἀναχωροῦ‐ σιν· ἕτεροι δὲ πάλιν ἐκ παραδείσων οἴκαδε ἀπιόντες,

49

.

90

(50)

κλάδους δένδρων καρποὺς ἔχοντας ἐπικομίζονται· ἄλλοι πάλιν ἀπὸ δείπνων πολυτελῶν λείψανα τῆς τραπέζης τοῖς ἑαυτῶν ἐπιτηδείοις φέρουσιν· οὕτω δὴ καὶ σὺ ἐν‐ τεῦθεν ἀπιὼν, ἀπένεγκε παραίνεσιν τῇ γυναικὶ, τοῖς παιδίοις, τοῖς ἐπιτηδείοις ἅπασιν. Αὕτη γὰρ καὶ λειμῶ‐
55νος, καὶ παραδείσου, καὶ τραπέζης χρησιμωτέρα ἐστὶν ἡ συμβουλή· ταῦτα οὐδέποτε τὰ ῥόδα μαραίνονται, οὗτοι οὐδέποτε καταῤῥέουσιν οἱ καρποὶ, ταῦτα οὐδέποτε τὰ ἐδέσματα σήπεται· ἀπ’ ἐκείνων πρόσκαιρος ἡ τέρψις, ἀπὸ δὲ τούτων διηνεκὴς ἡ ὠφέλεια· οὐ μετὰ τὸ κατορ‐
60θωθῆναι μόνον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ κατορθοῦσθαι. Ἐννόησον γὰρ οἷόν ἐστι πάντα τὰ ἄλλα ἀφέντας, τὰ δη‐ μόσια, τὰ ἰδιωτικὰ, περὶ τῶν θείων διαλέγεσθαι νόμων διαπαντὸς, καὶ ἐπὶ τραπέζης, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ταῖς
ἄλλαις συνουσίαις. Ἂν τούτοις σχολάζωμεν, οὐδὲν ἐροῦ‐89

49

.

91

μεν ἐπικίνδυνον, οὐδὲ σφαλερὸν, οὐδ’ ἄκοντες ἁμαρτη‐ σόμεθα, ἀλλὰ καὶ τῆς ἐπικειμένης ἀθυμίας ἐν τῇ περὶ τούτων διαλέξει σχολάζοντες, τὴν ψυχὴν ὑπεξαγαγεῖν δυνησόμεθα, ἀντὶ τῆς φροντίδος ἧς φροντίζομεν πρὸς
5ἀλλήλους ἀεὶ λέγοντες· Ἆρα ἤκουσεν ὁ βασιλεὺς τὰ γε‐ γενημένα; ἆρα παρωξύνθη; τί δὲ ἐψηφίσατο; ἆρα παρ‐ εκάλεσέ τις αὐτόν; τί δὲ, αὐτὸς ἀνέξεται πόλιν οὕτω καὶ μεγάλην καὶ πολυάνθρωπον ἀφανίσαι τέλεον; Ταῦτα μὲν καὶ τὰ τοιαῦτα πάντα ἐπὶ τὸν Θεὸν ῥίψαντες, τὰ παρ’
10αὐτοῦ προστεταγμένα μεριμνῶμεν μόνον· οὕτω γὰρ κἀ‐ κεῖνα διαλυσόμεθα πάντα, κἂν δέκα ἐν ἡμῖν κατ‐ ορθώσωσι μόνον, ταχέως εἴκοσιν οἱ δέκα γενήσονται, οἱ εἴκοσι πεντήκοντα, οἱ πεντήκοντα ἑκατὸν, οἱ ἑκατὸν χί‐ λιοι, οἱ χίλιοι πᾶσα ἡ πόλις. Καὶ καθάπερ δέκα ἁφθέν‐
15των λύχνων, ῥᾳδίως τὴν οἰκίαν ἅπασαν ἐμπλῆσαι δυνή‐ σεταί τις τοῦ φωτός· οὕτω δὴ καὶ ἐπὶ τῶν κατορθωμά‐ των τῶν πνευματικῶν, ἂν δέκα κατορθώσωσι μόνοι, πυρὰν ὁλόκληρον εἰς τὴν πόλιν ἀνάψομεν φῶς ἔχουσαν, καὶ ἀσφάλειαν ἡμῖν κομίζουσαν. Οὐ γὰρ οὕτω τῆς φλο‐
20γὸς ἡ φύσις εἰς ὕλην ἐμπεσοῦσα, τῶν ἐγγιζόντων ἀεὶ ξύ‐ λων ἅπτεται, ὡς ἀρετῆς ζῆλος, εἰς ψυχὰς ὀλίγας ἐμπε‐ σὼν, ὁδῷ προβαίνων πᾶσαν ἐμπλῆσαι τὴν πόλιν δυνή‐ σεται. Δότε τοίνυν ἐμοὶ καυχήσασθαι ἐφ’ ὑμῖν, καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν, ὅταν
25οἱ τὰ τάλαντα ἐμπιστευθέντες εἰσάγωνται· ἀρκῶν ἐμοὶColumn end

49

.

92

μισθὸς τῶν πόνων ἡ ὑμετέρα εὐδοκίμησις, κἂν ἴδω ὑμᾶς μετ’ εὐσεβείας ζῶντας, τὸ πᾶν ἀπείληφα. Ποιήσατε τοίνυν, ὃ καὶ χθὲς παρῄνεσά τε καὶ σήμερον ἐρῶ, καὶ λέγων οὐ παύσομαι· καταδίκην κατὰ τῶν ὀμνυόντων ὁρί‐
5σαντες, καταδίκην κέρδος ἔχουσαν, οὐ ζημίαν, παρα‐ σκευάσασθε λοιπὸν ὡς δοκιμὴν ἡμῖν δώσοντες τοῦ κατ‐ ορθώματος. Καὶ γὰρ πειράσομαι πρὸς ἕκαστον ὑμῶν μακρὸν ἀποτεῖναι λόγον τοῦ συλλόγου τούτου διαλυθέν‐ τος, ἵνα ἐν τῷ μήκει τῶν λεγομένων εὕρω τοὺς κατωρθω‐
10κότας· κἂν ἴδω τινὰ ὀμνύοντα, ἅπασιν αὐτὸν τοῖς κατ‐ ωρθωκόσι ποιήσω φανερὸν, ἵνα ἐπιτιμῶντες, ἐλέγχοντες, διορθοῦντες, ταχέως αὐτὸν τῆς πονηρᾶς ἀπαλλάξωμεν συνηθείας. Καὶ γὰρ βέλτιον ἐνταῦθα ὀνειδισθέντα διορ‐ θώσασθαι, ἢ κατὰ τὴν ἡμέραν ἐκείνην κοινῇ τῆς οἰκου‐
15μένης ἁπάσης παρούσης ἀσχημονεῖν καὶ κολάζεσθαι, τῶν ἁμαρτημάτων ἡμῖν ὑπὸ τοῖς ἁπάντων ἐκκαλυπτο‐ μένων ὀφθαλμοῖς. Ἀλλὰ μὴ γένοιτο τοῦ καλοῦ τούτου συλλόγου φανῆναί τινα ἐκεῖ ταῦτα πάσχοντα, ἀλλ’ εὐ‐ χαῖς τῶν ἁγίων πατέρων ἅπαντα τὰ ἁμαρτήματα διορ‐
20θωσάμενοι, καὶ τὸν τῆς ἀρετῆς καρπὸν πολὺν ἐπιδειξά‐ μενοι, μετὰ πολλῆς ἐντεῦθεν ἀπέλθοιμεν παῤῥησίας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ
Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

49

.

91

(26t)

Ὅτι τὸ τῆς λύπης πάθος εἰς ἁμαρτίας ἀναίρεσιν μόνον χρήσιμον· καὶ εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς
27tτὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ὅτι μεγίστης παρακλήσεως ὑπόθεσις ἡ τῆς δημιουργίας κατασκευή· ἐν
28tᾧ καὶ περὶ τοῦ, Ἀδὰμ, ποῦ εἶ; καὶ περὶ τοῦ μὴ ὀμνύειν.
29tὉμιλία ζʹ.
30 αʹ. Πολλὰ μὲν καὶ περὶ πολλῶν χθὲς πρὸς τὴν ὑμετέραν διελέχθην ἀγάπην, ἀπὸ δὲ τῶν πολλῶν εἰ μὴ πάντα κατ‐ έχειν ὑμῖν δυνατὸν, ἐκεῖνο μάλιστα πάντων ὑμᾶς διαμνη‐ μονεῦσαι δέομαι, ὅτι τὴν λύπην ἡμῖν ὁ Θεὸς δι’ οὐδὲν ἕτερον ἐνέθηκεν, ἀλλ’ ἢ δι’ ἁμαρτίαν μόνην, καὶ τοῦτο
35ἐδήλωσε δι’ αὐτῆς τῶν πραγμάτων τῆς πείρας. Ἐπὶ μὲν γὰρ ζημίᾳ χρημάτων, καὶ ἀῤῥωστίᾳ, καὶ θανάτῳ, καὶ τοῖς ἄλλοις τοῖς συμπίπτουσιν ἡμῖν δεινοῖς ἀλγοῦν‐ τες καὶ ἀθυμοῦντες, οὐ μόνον οὐδεμίαν ἀπὸ τῆς λύπης καρπούμεθα παραμυθίαν, ἀλλὰ καὶ ἐπιτείνομεν τὰ δεινά·
40ἐπὶ δὲ τῶν ἁμαρτημάτων ἂν ἀλγήσωμεν καὶ λυπηθῶμεν, ὑποτεμνόμεθα τῆς ἁμαρτίας τὸν ὄγκον, καὶ μικρὰν τὴν μεγάλην ποιοῦμεν, πολλάκις δὲ καὶ τέλεον αὐτὴν ἐξαλεί‐ φομεν ἅπασαν. Τοῦτο δή μοι μέμνησθε διηνεκῶς, ἵνα ἐφ’ ἁμαρτίᾳ μόνον ἀλγῆτε, ἐφ’ ἑτέρῳ δὲ μηδενί· καὶ μετὰ
45τούτων κἀκεῖνο πάλιν, ὅτι θάνατον καὶ λύπην ἡ ἁμαρτία εἰς τὸν βίον ἡμῶν εἰσενεγκοῦσα, ὑπ’ ἀμφοτέρων τούτων ἀναιρεῖται πάλιν. ὅπερ οὖν καὶ αὐτὸ σαφέστερον πρώην ἀπεδείξαμεν. Μηδὲν οὖν οὕτω φοβώμεθα ὡς τὸ ἁμαρ‐ τάνειν καὶ πλημμελεῖν· μὴ φοβώμεθα κόλασιν, καὶ δια‐

49

.

91

(50)

φευξόμεθα κόλασιν· καθάπερ οὖν καὶ οἱ τρεῖς παῖδες οὐκ ἐφοβήθησαν τὴν κάμινον, καὶ διέφυγον τὴν κάμινον· τοιούτους εἶναι χρὴ τοὺς τοῦ Θεοῦ δούλους. Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ τραφέντες, ὅτε οὔπω ἐνενέκρωτο θάνατος, οὔτε αἱ χαλκαῖ πύλαι συνεκλάσθησαν, οὔτε οἱ μο‐
55χλοὶ οἱ σιδηροῖ συνετρίβησαν, οὕτω γενναίως κατ‐Column end

49

.

92

(29)

ετόλμησαν τῆς τελευτῆς, τίνα ἕξομεν ἀπολογίαν ἡμεῖς,
30ἢ ποίαν συγγνώμην, τοσαύτης ἀπολαύσαντες τῆς χάρι‐ τος, καὶ μηδὲ πρὸς τὰ αὐτὰ φθάνοντες ἐκείνοις μέ‐ τρα τῆς ἀρετῆς νῦν, ὅτε ὄνομα μόνον ἐστὶν ὁ θάνατος πράγματος ἔρημον; Οὐδὲν γὰρ ἕτερόν ἐστιν ὁ θάνατος, ἀλλ’ ἢ ὕπνος, καὶ ἀποδημία, καὶ μετάστασις, καὶ ἀνά‐
35παυσις, καὶ λιμὴν εὔδιος, καὶ ταραχῆς ἀπαλλαγὴ, καὶ βιωτικῶν ἐλευθερία φροντίδων. Ἀλλὰ τῆς μὲν παρα‐ κλήσεως ἐνταῦθα καταλύσωμεν τὸν λόγον· καὶ γὰρ πέμ‐ πτην ἡμέραν ἔχομεν παρακαλοῦντες ὑμῶν τὴν ἀγάπην. καὶ λοιπὸν καὶ ἐνοχλεῖν δοκοῦμεν. Τοῖς μὲν γὰρ προσ‐
40έχουσιν ἀρκεῖ καὶ τὰ εἰρημένα, τοῖς δὲ μικροψύχοις, κἂν πλείονα τῶν εἰρημένων προσθῶμεν, οὐδὲν ἔσται πλέον. Ὥρα δὲ λοιπὸν ἡμῖν ἐπὶ τὴν τῶν Γραφῶν ἐξήγησιν τρέψαι τὴν διδασκαλίαν. Ὥσπερ γὰρ, εἰ μηδὲν περὶ τῆς συμφορᾶς ταύτης διελέχθημεν, ὠμότητα ἄν τις ἡμῶν
45κατέγνω καὶ ἀπανθρωπίαν· οὕτως ἂν διαπαντὸς περὶ αὐτῆς διαλεγώμεθα, μικροψυχίαν ἄν τις ἡμῶν κατα‐ γνοίη δικαίως. Παραθέμενοι τοίνυν ὑμῶν τὰς καρδίας τῷ Θεῷ τῷ δυναμένῳ λαλῆσαι εἰς τὴν διάνοιαν ὑμῶν, καὶ πᾶσαν ἔνδοθεν ἀπελάσαι λύπην, τῆς εἰωθυίας αὐτοὶ

49

.

92

(50)

διδασκαλίας ἁψώμεθα νῦν, καὶ μάλιστα ὁπότε καὶ πᾶσα Γραφῆς ἐξήγησις παράκλησίς ἐστι καὶ παραμυθία. Ὥστε κἂν δοκῶμεν ἀφίστασθαι τοῦ παρακαλεῖν, πάλιν εἰς τὴν αὐτὴν ἐμπίπτομεν ὑπόθεσιν διὰ τῆς τῶν Γραφῶν ἐξ‐ ηγήσεως· ὅτι γὰρ πᾶσα Γραφὴ παράκλησίς ἐστι τοῖς
55προσέχουσιν, αὐτόθεν ὑμῖν τοῦτο ποιήσω φανερόν. Οὐ γὰρ δὴ περιελθὼν τῶν Γραφῶν τὰς ἱστορίας πειράσομαι ζητῆσαι παραμυθητικούς τινας λόγους· ἀλλ’ ὥστε σα‐ φεστέραν τῆς ὑποσχέσεως ἀπόδειξιν παρασχεῖν, τὸ σήμερον ἡμῖν ἀναγνωσθὲν μεταχειριοῦμαι βιβλίον, καὶ
60εἰ δοκεῖ τὴν ἀρχὴν αὐτοῦ καὶ τὸ προοίμιον, ὃ δοκεῖ μά‐
λιστα μηδὲ ἴχνος ἐμφαίνειν παραμυθίας, ἀλλὰ καὶ91

49

.

93

καθόλου παρακλητικῶν ἀλλοτριοῦσθαι λόγων, εἰς μέσον προθεὶς, ὃ λέγω ποιήσω φανερόν. Τί ποτ’ οὖν ἐστι τὸ προοίμιον; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύα‐
5στος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. Ἆρα μὴ δοκεῖ τισιν ὑμῶν παράκλησιν ἔχειν ἀθυμίας τὰ εἰρημένα; οὐχ ἱστορίας διήγησίς ἐστι καὶ δημιουργίας διδασκαλία; βʹ. Βούλεσθε οὖν ἐπιδείξω τὴν ἐγκεκρυμμένην τῇ ῥήσει ταύτῃ παράκλησιν; Διανάστητε τοίνυν, καὶ μετὰ ἀκρι‐
10βείας προσέχετε τοῖς ῥηθήσεσθαι μέλλουσιν. Ὅταν γὰρ ἀκούσῃς, ὅτι τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὸν ἀέρα, τὰ ὕδατα, τοὺς ἀστέρας τοὺς πολλοὺς, τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὰ φυτὰ, τὰ τετράποδα, τὰ νηκτὰ, τὰ πετόμενα ζῶα, πάντα ἁπλῶς τὰ ὁρώμενα διὰ
15σὲ καὶ τὴν σὴν σωτηρίαν καὶ τιμὴν ἐποίησεν ὁ Θεὸς, οὐχ ἱκανὴν εὐθέως λαμβάνεις παράκλησιν, καὶ τῆς ἀγά‐ πης τοῦ Θεοῦ μεγίστην δέχῃ ταύτην ἀπόδειξιν, ὅταν ἐννοήσῃς, ὅτι τοσοῦτον καὶ τηλικοῦτον κόσμον, οὕτω καλὸν, καὶ μέγαν, καὶ θαυμαστὸν διὰ σὲ τὸν βραχὺν εἰς
20μέσον παρήγαγεν; Ὅταν οὖν ἀκούσῃς, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, μὴ ἁπλῶς παραδράμῃς τὸ εἰρημένον, ἀλλ’ ἔπελθε τῇ διανοίᾳ τὸ εὖρος τῆς γῆς, καὶ ἀναλόγισαι πῶς ἡμῖν πολυτελῆ καὶ δαψιλῆ τράπεζαν ἀνῆκε, καὶ πολλὴν πολλαχόθεν παρ‐
25έσχεν ἡμῖν εὐφροσύνην· καὶ τὸ δὴ μέγιστον, ὅτι οὐ πόνων ἀμοιβὴν ἔδωκεν, οὐδὲ κατορθωμάτων ἀντίδοσιν τὸν τοσοῦτον καὶ τηλικοῦτον κόσμον, ἀλλ’ ὁμοῦ τε ἡμᾶς ἔπλασε, καὶ τῇ βασιλείᾳ ταύτῃ τὸ γένος ἡμῶν ἐτίμησε. Ποιήσωμεν γὰρ ἄνθρωπον, φησὶ, κατ’ εἰκόνα ἡμετέραν
30καὶ καθ’ ὁμοίωσιν. Τί ἐστι, Κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν; Τῆς ἀρχῆς εἰκόνα φησὶ, καὶ ὥσπερ οὐδεὶς ἀνώτερος Θεοῦ ἐν οὐρανῷ, οὕτω μηδεὶς ἔστω ἀνώ‐ τερος ἀνθρώπου ἐπὶ τῆς γῆς. Ἑνὶ μὲν οὖν τούτῳ καὶ πρώτῳ τετίμηκε, τῷ κατ’ εἰκόνα αὐτὸν ποιῆσαι· δευ‐
35τέρῳ δὲ τῷ μὴ πόνων ἀμοιβὴν ἡμῖν παρασχεῖν τὴν ἀρχὴν, ἀλλὰ γυμνὴν τῆς αὐτοῦ φιλανθρωπίας ποιῆσαι τὴν χάριν· τρίτῳ τῷ φυσικὴν ἡμῖν χαρίσασθαι αὐτήν. Τῶν γὰρ ἀρχῶν αἱ μὲν εἰσὶ φυσικαὶ, αἱ δὲ χειροτονηταί· φυσικαὶ μὲν, ὡς ἡ τοῦ λέοντος ἐπὶ τῶν τετραπόδων, ὡς
40ἐπὶ τῶν ὀρνίθων ἡ τοῦ ἀετοῦ· χειροτονηταὶ δὲ ὡς ἡ τοῦ βασιλέως τοῦ καθ’ ἡμᾶς· οὗτος γὰρ οὐχὶ φύσει κρατεῖ τῶν ὁμοδούλων· διὸ καὶ ἀποβάλλει πολλάκις τὴν ἀρχήν. Τοιαῦτα γὰρ τὰ μὴ φύσει προσόντα· ῥᾳδίαν δέχεται τὴν μεταβολὴν καὶ τὴν μετάπτωσιν· ὁ δὲ λέων οὐχ
45οὕτως, ἀλλὰ φύσει κρατεῖ τῶν τετραπόδων, ὥσπερ οὖν καὶ τῶν ὀρνίθων ὁ ἀετός. Ἀεὶ γοῦν τῷ γένει συγκεκλή‐ ρωται τὸ τῆς βασιλείας εἶδος, καὶ οὐδένα ἄν τις ἴδοι λέοντά ποτε τὴν ἀρχὴν ἀποβαλόντα ταύτην. Τοιαύτην καὶ ἡμῖν τὴν βασιλείαν ἐξ ἀρχῆς ὁ Θεὸς ἐχαρίσατο, καὶ

49

.

93

(50)

πᾶσιν ἡμᾶς ἐπέστησε· καὶ οὐ τούτῳ μόνον ἐτίμησεν ἡμῶν τὴν φύσιν, ἀλλὰ καὶ αὐτῇ τοῦ χωρίου τῇ προεδρίᾳ ἐξαίρετον οἰκητήριον ἀποτάξας ἡμῖν τὸν παράδεισον, καὶ λόγον δοὺς καὶ ψυχὴν ἀθάνατον χαρισάμενος. Ἀλλὰ μὴ εἴπω ταῦτα· ἐγὼ γὰρ τοσαύτην περιου‐
55σίαν εἶναί φημι τῆς τοῦ Θεοῦ κηδεμονίας, ὡς μὴ μόνον ἀφ’ ὧν ἐτίμησεν, ἀλλὰ καὶ ἀφ’ ὧν ἐκόλασεν, ὁμοίως ἡμᾶς δύνασθαι τὴν ἀγαθότητα αὐτοῦ δεικνύναι καὶ τὴν φιλαν‐ θρωπίαν. Καὶ τοῦτο μάλιστα πάντων ὑμᾶς παρακαλῶ μετὰ ἀκριβείας εἰδέναι, ὅτι ὁ Θεὸς οὐχὶ τιμῶν μόνον,
60οὐδὲ εὐεργετῶν, ἀλλὰ καὶ κολάζων, καὶ τιμωρούμενος ὁμοίως ἐστὶν ἀγαθός· κἂν πρὸς Ἕλληνας, κἂν πρὸς αἱρετικοὺς ἀγῶνες ἡμῖν καὶ μάχαι κινῶνται περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ ἀγαθότητος, μὴ μόνον ἀφ’
ὧν ἐτίμησεν, ἀλλὰ καὶ ἀφ’ ὧν ἐτιμωρήσατο, ἐπιδείκνυ‐Column end

49

.

94

μεν αὐτοῦ τὴν ἀγαθότητα. Εἰ γὰρ τιμῶν μόνον ἐστὶν ἀγαθὸς, κολάζων δὲ οὐκ ἔστιν ἀγαθὸς, ἐξ ἡμισείας ἀγαθὸς ἂν εἴη· ἀλλ’ οὐκ ἔστι τοῦτο· μὴ γένοιτο. Ἐπὶ ἀνθρώπων μὲν γὰρ εἰκὸς τοῦτο συμβαίνειν, ἐπειδὴ θυμῷ
5καὶ πάθει τὰς τιμωρίας ἐπάγουσιν· ὁ δὲ Θεὸς ἀπαθὴς ὢν, κἂν εὐεργετῇ, κἂν κολάζῃ, ὁμοίως ἐστὶν ἀγαθὸς, καὶ τῆς βασιλείας οὐκ ἔλαττον ἡ τῆς γεέννης ἀπειλὴ δείκνυσιν αὐτοῦ τὴν ἀγαθότητα· καὶ πῶς; ἐγὼ λέγω. Εἰ μὴ γέενναν ἠπείλησεν, εἰ μὴ κόλασιν ἡτοίμασεν, οὐκ
10ἂν πολλοὶ τῆς βασιλείας ἐπέτυχον. Οὐ γὰρ οὕτως ἡ τῶν ἀγαθῶν ὑπόσχεσις πρὸς ἀρετὴν ἐκκαλεῖται τοὺς πολ‐ λοὺς, ὡς ἡ τῶν κακῶν ἀπειλὴ τῷ φόβῳ συνωθεῖ, καὶ διανίστησι πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν. Ὥστε εἰ καὶ ἐναντίον γέεννα τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλὰ πρὸς
15ἓν ἑκάτερον βλέπει τέλος, τὴν τῶν ἀνθρώπων σωτηρίαν· ἐκείνη μὲν ἐπισπωμένη πρὸς ἑαυτὴν, αὕτη δὲ συνωθοῦσα πρὸς ἐκείνην, καὶ τῷ φόβῳ διορθουμένη τοὺς ἀμελέ‐ στερον διακειμένους. γʹ. Τοῦτον δὲ οὐχ ἁπλῶς μηκύνω τὸν λόγον, ἀλλ’ ἐπειδὴ
20πολλάκις λιμῶν καὶ αὐχμῶν γιγνομένων, καὶ πολέμων, καὶ ὀργῆς βασιλικῆς ἐμπιπτούσης, καὶ ἑτέρων τινῶν τοιούτων ἀδοκήτων πραγμάτων, πολλοὶ τοὺς ἀφελεστέ‐ ρους ἀπατῶντες λέγουσιν, ὅτι οὐκ ἄξια ταῦτα τῆς τοῦ Θεοῦ προνοίας. Ἵν’ οὖν μὴ παραλογιζώμεθα, ἀλλ’ ἴδω‐
25μεν ἀκριβῶς, ὅτι κἂν λιμὸν, κἂν πόλεμον, κἂν ἄλλο ὁτιοῦν ἐπαγάγῃ δεινὸν, ἀπὸ φιλανθρωπίας τοῦτο ποιεῖ καὶ πολλῆς τῆς κηδεμονίας, ἠναγκάσθην ἐνδιατρίψαι τούτῳ τῷ λόγῳ. Ἐπεὶ καὶ οἱ πατέρες, οἱ μάλιστα πάν‐ των τὰ ἔκγονα φιλοῦντες, καὶ τραπέζης εἴργουσι, καὶ
30πληγὰς ἐπάγουσι, καὶ ἀτιμίᾳ κολάζουσι, καὶ ἑτέροις μυρίοις τοιούτοις ἀσελγαίνοντας διορθοῦνται τοὺς παῖ‐ δας· ἀλλ’ ὅμως πατέρες εἰσὶν, οὐχὶ τιμῶντες μόνον, ἀλλὰ καὶ ταῦτα ποιοῦντες, καὶ τότε μάλιστα πατέρες, ὅταν τοιαῦτα ποιῶσιν. Εἰ δὲ ἄνθρωποι, θυμῷ καὶ ὀργῇ
35πολλάκις τοῦ συμφέροντος ἐκφερόμενοι, οὐκ ὠμότητι καὶ ἀπανθρωπίᾳ, ἀλλὰ κηδεμονίᾳ καὶ φιλοστοργίᾳ νο‐ μίζονται κολάζειν οὓς φιλοῦσι, πολλῷ μᾶλλον περὶ τοῦ Θεοῦ οὕτω διακεῖσθαι χρὴ, τοῦ πᾶσαν πατρικὴν φιλο‐ στοργίαν ὑπερβαίνοντος τῇ τῆς οἰκείας ἀγαθότητος ὑπερ‐
40βολῇ. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι στοχασμός ἐστι τὰ εἰρη‐ μένα, φέρε ἐπ’ αὐτὴν τὴν Γραφὴν τὸν λόγον ἀγάγωμεν. Ἐπειδὴ γὰρ ἠπατήθη καὶ παρελογίσθη παρὰ τοῦ πονη‐ ροῦ δαίμονος ὁ ἄνθρωπος, ἴδωμεν πῶς ἁμαρτίαν αὐτῷ τοιαύτην ἁμαρτόντι τότε ἐχρήσατο ὁ Θεός. Ἆρα ἠφά‐
45νισεν αὐτὸν παντελῶς; καίτοι γε ὁ τοῦ δικαίου λόγος τοῦτο ἀπῄτει, τὸν οὐδὲν μὲν ἀγαθὸν ἐπιδειξάμε‐ νον, τοσαύτης δὲ ἀπολαύσαντα τῆς εὐνοίας, εἶτα ἐκ προοιμίων ἀποσκιρτήσαντα, ἀρθῆναι ἐκ τοῦ μέσου καὶ ἀφανισθῆναι τέλεον. Ἀλλ’ οὐκ ἐποίησε τοῦτο ὁ Θεὸς,

49

.

94

(50)

οὐδὲ ἐβδελύξατο καὶ ἀπεστράφη τὸν οὕτως ἀγνώμονα περὶ τὸν εὐεργέτην γενόμενον, ἀλλ’ ἔρχεται πρὸς αὐτὸν, καθάπερ πρὸς ἄῤῥωστον ἰατρός. Καὶ μὴ παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀγαπητὲ, ἀλλ’ ἐννόησον ἡλίκον τὸ μήτε ἄγγελον πέμψαι, μήτε ἀρχάγγελον, μήτε ἄλλον
55τινὰ τῶν συνδούλων τῶν ἐκείνου, ἀλλ’ αὐτὸν τὸν Δεσπό‐ την καταβῆναι πρὸς τὸν παραπεπτωκότα, καὶ κείμενον ἀναστῆσαι, καὶ μόνον πρὸς μόνον, καθάπερ φίλον πρὸς φίλον κακῶς πράττοντα, καὶ ἐν πολλῇ καταστάντα δυσ‐ ημερίᾳ παραγενέσθαι. Ὅτι γὰρ τοῦτο ἐκ πολλῆς κηδε‐
60μονίας ἐποίησε, καὶ αὐτὰ τὰ ῥήματα, ἃ πρὸς αὐτὸν εἶπε,
δείκνυσιν αὐτοῦ τὴν ἄφατον φιλοστοργίαν. Καὶ τί λέγω93

49

.

95

τὰ ῥήματα ἅπαντα; ἡ πρώτη μὲν οὖν ῥῆσις εὐθέως αὐ‐ τοῦ τὸ φίλτρον ἐνέφηνεν. Οὐ γὰρ εἶπε, καθάπερ εἰκὸς ἦν ὑβρισμένον εἰπεῖν· Ὦ μιαρὲ, καὶ παμμίαρε, τοιαύ‐ της ἀπολαύσας εὐνοίας παρ’ ἐμοῦ, τοσαύτῃ τιμηθεὶς βα‐
5σιλείᾳ, καὶ τῶν ἐπὶ τῆς γῆς προτιμηθεὶς ἁπάντων ἀντ’ οὐδενὸς κατορθώματος, καὶ διὰ τῶν ἔργων αὐτῶν ἐν‐ έχυρα λαβὼν τῆς ἐμῆς κηδεμονίας, καὶ τῆς προνοίας ἀπόδειξιν ἀληθῆ, πονηρὸν δαίμονα καὶ λυμεῶνα καὶ τῆς σῆς ἐχθρὸν σωτηρίας ἀξιοπιστότερον ἐποίησας τοῦ
10Δεσπότου καὶ κηδεμόνος; τί σοι τοιοῦτον ἐκεῖνος ἔδειξεν οἷον ἐγώ; οὐχὶ τὸν οὐρανὸν ἐποίησα διὰ σέ; τὴν γῆν, τὴν θάλατταν, τὸν ἥλιον, τὴν σελήνην, τὰ ἄστρα πάντα; οὐ γὰρ δήπου τῶν ἀγγέλων τινὲς ταύτης ἐδέοντο τῆς δημιουργίας, ἀλλὰ διὰ σὲ καὶ τὴν ἀνάπαυσιν τὴν σὴν
15τὸν τοσοῦτον καὶ τηλικοῦτον ἐποίησα κόσμον· καὶ ψιλὰ ῥήματα, καὶ ὑπόσχεσιν ψευδῆ, καὶ ἐπαγγελίαν ἀπάτης γέμουσαν, τῆς διὰ τῶν ἔργων εὐεργεσίας τε καὶ προ‐ νοίας ἀξιοπιστοτέραν νομίσας εἶναι, ἐκείνῳ σαυτὸν ἔδω‐ κας, καὶ τοὺς ἐμοὺς κατεπάτησας νόμους;
20 Ταῦτα γὰρ καὶ πλείονα τούτων τὸν ὑβρισμένον εἰκὸς ἦν εἰπεῖν· ἀλλ’ οὐχ ὁ Θεὸς οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν. Ἀπὸ γὰρ τῆς πρώτης φωνῆς εὐθέως αὐτὸν ἀνέστησε κείμενον, καὶ δεδοικότα καὶ τρέμοντα θαῤῥεῖν παρ‐ εσκεύασε πρῶτος αὐτὸν καλέσας αὐτός· μᾶλλον δὲ οὐ
25τῷ καλέσαι πρῶτος, ἀλλὰ καὶ τῷ προσειπεῖν αὐτὸν ἀπὸ τῆς αὐτοῦ προσηγορίας καὶ εἰπεῖν· Ἀδὰμ, ποῦ εἶ; ἔδει‐ ξεν αὐτοῦ τὸ φίλτρον, καὶ τὴν πολλὴν περὶ αὐτὸν κη‐ δεμονίαν. Ἴστε γὰρ δήπου πάντες, ὅτι φιλίας γνησίας ἐστὶ τοῦτο τεκμήριον· οὕτω καὶ οἱ ἀνακαλοῦντες τοὺς
30τετελευτηκότας εἰώθασι ποιεῖν, συνεχῶς τὰ ὀνόματα αὐτῶν περιστρέφοντες, ὡς οἵ γε μισοῦντες καὶ ἀπεχθῶς πρός τινας ἔχοντες, οὐδὲ τὰ ὀνόματα ἀναμνησθῆναι τῶν λελυπηκότων ἀνέχονται. Ὁ γοῦν Σαοὺλ ἀδικηθεὶς μὲν οὐδὲν, πολλὰ δὲ καὶ μεγάλα τὸν Δαυῒδ ἀδικήσας, ἐπειδὴ
35αὐτὸν ἀπεστρέφετο καὶ ἐμίσει, οὐδὲ τῆς προσηγορίας αὐτοῦ ἀναμνησθῆναι ἀνείχετο, ἀλλὰ συγκαθημένων ἁπάντων, ἐπειδὴ παραγενόμενον οὐκ εἶδεν, τί φησιν; Οὐκ εἶπε, Ποῦ ἔστι Δαβίδ; ἀλλὰ, Ποῦ ἔστιν ὁ υἱὸς Ἰεσσαί; ἀπὸ τοῦ πατρὸς αὐτὸν καλέσας. Καὶ πά‐
40λιν οἱ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ τὸ αὐτὸ ποιοῦσιν· ἐπειδὴ γὰρ αὐτὸν ἀπεστρέφοντο καὶ ἐμίσουν, οὐκ εἶπον, Ποῦ ἔστιν ὁ Χριστός; ἀλλὰ, Ποῦ ἔστιν ἐκεῖνος; δʹ. Ἀλλ’ ὁ Θεὸς κἀν τούτῳ βουλόμενος δεῖξαι, ὅτι τὸ φίλ‐ τρον οὐκ ἔσβεσεν ἡ ἁμαρτία, οὐδὲ τὴν πρὸς αὐτὸν εὔ‐
45νοιαν ἀνεῖλεν ἡ παρακοὴ, ἀλλ’ ἔτι προνοεῖ καὶ κήδεται τοῦ περιπεπτωκότος, φησίν· Ἀδὰμ, ποῦ εἶ; οὐκ ἀγνοῶν ὅπου διέτριβεν, ἀλλ’ ἐπειδὴ τοῖς ἡμαρτηκόσιν ἔῤῥαπται τὸ στόμα, τῆς ἁμαρτίας ἀποστρεφούσης τὴν γλῶσσαν, καὶ τοῦ συνειδότος αὐτῆς ἐπιλαμβανομένου, καὶ μένου‐

49

.

95

(50)

σιν ἀχανεῖς οἱ τοιοῦτοι, ὥσπερ τινὶ δεσμῷ τῇ σιγῇ κατ‐ εχόμενοι. Βουλόμενος ὁ Θεὸς εἰς παῤῥησίαν αὐτὸν ἐκ‐ καλέσασθαι διαλέξεως, καὶ δοῦναι θαῤῥεῖν, καὶ εἰς ἀπολογίαν ὧν ἥμαρτεν ἐμβαλεῖν, ἵνα τινὸς ἀπολαύσῃ συγγνώμης, πρότερος αὐτὸς αὐτὸν ἐκάλεσε, τὸ πολὺ
55τῆς ἀγωνίας ὑποτεμνόμενος τῇ προσηγορίᾳ, καὶ τὸν φόβον ἀπελαύνων, καὶ τὸ στόμα διὰ ταύτης ἀνοίγων τῆς κλήσεως. Διὸ καὶ ἔλεγεν· Ἀδὰμ, ποῦ εἶ; Ἑτέρωθι κατ‐ έλιπόν σε, φησὶ, καὶ ἑτέρωθι νῦν εὑρίσκω· κατέλιπόν σε ἐν παῤῥησίᾳ καὶ δόξῃ, καὶ εὑρίσκω νῦν ἐν ἀτιμίᾳ
60καὶ σιγῇ. Καὶ σκόπει Θεοῦ κηδεμονίαν· οὐκ ἐκάλεσεColumn end

49

.

96

τὴν Εὔαν, οὐκ ἐκάλεσε τὸν ὄφιν, ἀλλὰ τὸν ἁπάντων κου‐ φότερον ἡμαρτηκότα, τοῦτον εἰς τὸ δικαστήριον εἰσάγει πρότερον, ἵνα ἀπὸ τοῦ δυναμένου συγγνώμης ἀπολαῦ‐ σαί τινος ἀρξάμενος, ἡμερωτέραν ἐνέγκῃ τὴν ψῆφον
5καὶ πρὸς τὴν μεγάλα ἐξαμαρτοῦσαν. Καὶ δικασταὶ μὲν οὖν τοὺς συνδούλους τοὺς ἑαυτῶν καὶ τῆς αὐτῆς αὐτοῖς κοινωνοῦντας φύσεως οὐκ ἀνέχονται δι’ ἑαυτῶν ἐξετά‐ ζειν, ἀλλὰ μέσον τινὰ τῶν διακονουμένων αὐτοῖς προ‐ βαλλόμενοι, τὰς ἑαυτῶν ἐρωτήσεις ἐκεῖνον παρασκευά‐
10ζουσι διαβιβάζειν πρὸς τὸν κατάδικον, καὶ δι’ αὐτοῦ λέ‐ γουσι καὶ ἀκούουσιν ἅπερ ἂν ἐθέλωσιν, ἐπειδὰν τοὺς ἡμαρτηκότας ἐξετάζωσιν· ὁ δὲ Θεὸς οὐκ ἐδεήθη μεσίτου τινὸς πρὸς τὸν ἄνθρωπον, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ δικάζει καὶ παραμυθεῖται. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμα‐
15στὸν, ἀλλ’ ὅτι καὶ διορθοῦται τὰ πλημμελήματα. Δικα‐ σταὶ μὲν γὰρ ἐπειδὰν λάβωσι λῃστὰς καὶ τυμβωρύχους, οὐχ ὅπως αὐτοὺς ἐργάσωνται βελτίους σκοποῦσιν, ἀλλ’ ὅπως αὐτοὺς ἀπαιτήσωσι τῶν ἡμαρτημένων δίκην· ὁ δὲ Θεὸς τοὐναντίον ἅπαν· ἐπειδάν τινα λάβῃ ἡμαρτη‐
20κότα, οὐχ ὅπως ἀπαιτήσῃ δίκην σκοπεῖ, ἀλλ’ ὅπως αὐ‐ τὸν διορθώσηται, καὶ βελτίω ποιήσῃ, καὶ πρὸς τὸ μέλ‐ λον ἀχείρωτον. Ὥστε ὁμοῦ καὶ δικαστὴς, καὶ ἰατρὸς, καὶ διδάσκαλός ἐστιν ὁ Θεός· καὶ γὰρ ὡς δικαστὴς ἐξ‐ ετάζει, καὶ ὡς ἰατρὸς διορθοῦται, καὶ ὡς διδάσκαλος παι‐
25δεύει τοὺς ἡμαρτηκότας εἰς πᾶσαν ἐνάγων φιλοσοφίαν. Εἰ δὲ ἓν ῥῆμα ψιλὸν καὶ βραχὺ τοσαύτην ἐνεδείξατο τοῦ Θεοῦ τὴν κηδεμονίαν, τί εἰ πᾶσαν ταύτην ἀναγνῶμεν ὑμῖν τὴν δίκην, καὶ ὁλόκληρα ἀναπτύξωμεν τὰ ὑπομνή‐ ματα; Ὁρᾷς πῶς πᾶσα Γραφὴ παράκλησίς ἐστι καὶ
30παραμυθία; Ἀλλὰ ταῦτα μὲν κατὰ τὸν προσήκοντα καιρὸν ἐροῦμεν· πρὸ δὲ τούτων ἀναγκαῖον εἰπεῖν, πότε τὸ βιβλίον ἐδόθη τοῦτο· οὐ γὰρ δὴ ἐν ἀρχῇ, οὐδὲ εὐ‐ θέως τοῦ Ἀδὰμ γενομένου ταῦτα ἐγράφετο, ἀλλὰ μετὰ πολλὰς ὕστερον γενεάς· καὶ ἄξιον ζητῆσαι τίνος ἕνεκεν
35μετὰ πολλὰς ὕστερον γενεὰς, καὶ τί δήποτε Ἰουδαίοις μόνον, καὶ οὐχὶ πᾶσιν ἀνθρώποις, καὶ τί δήποτε τῇ Ἑβραΐδι γλώσσῃ, καὶ τίνος ἕνεκεν ἐπὶ τῆς ἐρήμου Σινᾶ; Οὐδὲ γὰρ τὸν τόπον ἁπλῶς ὁ Ἀπόστολος παρατρέ‐ χει· ἀλλὰ κἀντεῦθεν μεγάλην ἡμῖν παραδείκνυσι θεω‐
40ρίαν, οὕτω λέγων· Αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα. εʹ. Καὶ ἕτερα δὲ πλείω τούτων ἀναγκαῖον ζητῆσαι· ἀλλ’ ὁρῶ τὸν καιρὸν ἡμῖν οὐκ ἐπιτρέποντα πρὸς τοιοῦτον ἀφεῖναι τὸν λόγον πέλαγος· διόπερ ταῦτα τῷ προσήκοντι
45καιρῷ ταμιευσάμενοι, πάλιν περὶ τῆς τῶν ὅρκων ἀπαλ‐ λαγῆς ὑμῖν διαλεξόμεθα, καὶ παρακαλέσομεν ὑμῶν τὴν ἀγάπην πολλῇ περὶ τὸ πρᾶγμα τοῦτο χρήσασθαι τῇ σπουδῇ. Πῶς γὰρ οὐκ ἄτοπον οἰκέτην μὲν μὴ τολμᾷν ἐξ ὀνόματος τὸν δεσπότην τὸν ἑαυτοῦ καλεῖν, μηδὲ

49

.

96

(50)

ἁπλῶς καὶ ὡς ἔτυχε· τὸν δὲ τῶν ἀγγέλων Δεσπότην ἁπλῶς καὶ μετὰ πολλῆς τῆς καταφρονήσεως πανταχοῦ περιφέρειν; κἂν μὲν Εὐαγγέλιον κατασχεῖν δέῃ, τὰς χεῖρας ἀπονιψάμενος, μετὰ πολλῆς τῆς αἰδοῦς καὶ τῆς εὐλαβείας φρίττων καὶ δεδοικὼς κατέχεις· τὸν δὲ τοῦ
55Εὐαγγελίου Δεσπότην ἁπλῶς ἐπὶ τῆς γλώττης παντα‐ χοῦ περιφέρεις; Βούλει μαθεῖν πῶς αὐτὸν καλοῦσιν αἱ ἄνω δυνάμεις, μεθ’ ὅσης φρίκης, μεθ’ ὅσης ἐκπλήξεως, μεθ’ ὅσου θαύματος; Εἶδον τὸν Κύριον καθήμενον, φησὶν, ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ
60Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, καὶ ἐκέκραγον95

49

.

97

ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ· πλήρης πᾶσα ἡ γῆ τῆς δό‐ ξης αὐτοῦ. Εἶδες μεθ’ ὅσου φόβου, μεθ’ ὅσης φρίκης καλοῦσι δοξολογοῦσαι καὶ ὑμνοῦσαι; Σὺ δὲ ἐν εὐχαῖς
5μὲν καὶ ἱκετηρίαις μετὰ πολλῆς αὐτὸν καλεῖς τῆς ῥᾳ‐ θυμίας, ὅτε φρίττειν ἔδει, καὶ ἐγρηγορέναι, καὶ νήφειν· ἐν ὅρκοις δὲ ὅτε οὐδ’ ὅλως τὸ θαυμαστὸν τοῦτο ὄνομα παράγειν ἐχρῆν, ποικίλους τινὰς καὶ ἐπαλλήλους ὅρκους συνείρεις. Καὶ ποία συγγνώμη, τίς δὲ ἡμῖν ἔσται ἀπο‐
10λογία, κἂν μυριάκις συνήθειαν προβαλλώμεθα; Λέγε‐ ταί τις τῶν ἔξωθεν ῥητόρων ὑπό τινος συνηθείας ἀλό‐ γου τὸν δεξιὸν συνεχῶς ὦμον κινεῖν βαδίζων, ἀλλ’ ὅμως περιεγένετο τῆς συνηθείας, καὶ μαχαίρας ἀκονήσας ἑκα‐ τέρωθεν ἐπέθηκε τοῖς ὤμοις, ὥστε τῷ φόβῳ τῆς τομῆς
15σωφρονίσαι τὸ μέλος ἀκαίρως κινούμενον· τοῦτο καὶ σὺ ποίησον ἐπὶ τῆς γλώττης, καὶ ἀντὶ μαχαίρας ἐπίθες αὐτῇ τὸν φόβον τῆς τοῦ Θεοῦ κολάσεως, καὶ περιέσῃ πάντως. Ἀμήχανον γὰρ, ἀμήχανον μεριμνῶντας καὶ σπουδάζοντας καὶ ἔργον τοῦτο ποιουμένους ἡττηθῆναί
20ποτε. Ἐπαινεῖτε νῦν τὰ εἰρημένα, ἀλλ’ ὅταν κατορθώ‐ σητε, μειζόνως ἐπαινέσεσθε, οὐχ ἡμᾶς μόνον, ἀλλὰ καὶ
ὑμᾶς αὐτοὺς, καὶ μετὰ πλείονος τῆς ἡδονῆς ἀκούσεσθεColumn end

49

.

98

τῶν λεγομένων, καὶ μετὰ καθαροῦ τοῦ συνειδότος καλέ‐ σετε τὸν Θεὸν, ὃς οὕτω σου φείδεται, ὡς εἰπεῖν· Μηδὲ κατὰ τῆς κεφαλῆς σου ὀμόσῃς· σὺ δὲ οὕτως αὐτοῦ καταφρονεῖς, ὡς καὶ κατὰ τῆς αὐτοῦ δόξης ὀμνύναι.
5Καὶ τί πάθω, φησὶ, πρὸς τοὺς ἀνάγκην ἐπάγοντας; Ποίαν ἀνάγκην, ἄνθρωπε; Μαθέτωσαν ἅπαντες, ὅτι πάντα αἱρέσῃ παθεῖν, ἢ τὸν τοῦ Θεοῦ παραβῆναι νόμον, καὶ ἀποστήσονται τῆς ἀνάγκης. Ὅτι γὰρ οὐχ ὅρκον ἀξιόπιστον ποιεῖ, ἀλλὰ βίου μαρτυρία καὶ πολιτείας
10ἀκρίβεια, καὶ ὑπόληψις ἀγαθὴ, πολλοὶ πολλάκις διεῤ‐ ῥάγησαν ὀμνύντες, καὶ οὐδένα ἔπεισαν, ἕτεροι δὲ ἐπι‐ νεύσαντες μόνον, ἀξιοπιστότεροι τῶν τοσαῦτα ὀμωμο‐ κότων ἐφάνησαν. Ταῦτ’ οὖν εἰδότες ἅπαντα, καὶ τὴν κειμένην τοῖς τε ὀμνύουσι τοῖς τε ἐπιορκοῦσι κόλασιν
15πρὸ τῶν ὀφθαλμῶν βλέποντες, ἀποστῶμεν τῆς πονηρᾶς συνηθείας, ἵν’ ἐντεῦθεν καὶ πρὸς τὰ λοιπὰ βαδίζοντες κατορθώματα, τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρω‐ πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’
20οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

49

.

97

(23t)

Προτροπὴ εἰς ἀρετήν· καὶ εἰς τὸ, Περιεπάτει ὁ Θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ· καὶ περὶ τοῦ φεύγειν
24tτοὺς ὅρκους.
25tὉμιλία ηʹ.
26 αʹ. Ἔγνωτε πρώην πῶς πᾶσα Γραφὴ παράκλησιν φέρει καὶ παραμυθίαν, κἂν ἱστορίας διήγησις ᾖ· καὶ γὰρ τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἱστορίας ἐξήγησις ἦν, ἀλλ’ ἔδειξεν ὁ λόγος πολλῆς γέ‐
30μουσαν παραμυθίας τὴν ῥῆσιν· οἷον, ὅτι διπλῆν τράπε‐ ζαν ὁ Θεὸς ἐποίησε, γῆν καὶ θάλατταν ὁμοῦ προθεὶς, καὶ φωστῆρας διπλοῦς, ἥλιον καὶ σελήνην, ἀνάψας ἄνωθεν, καὶ διπλοῦ δρόμου καιρὸν, ἡμέραν καὶ νύκτα ἐργασάμε‐ νος, καὶ τὴν μὲν εἰς ἐργασίαν, τὴν δὲ εἰς ἀνάπαυσιν.
35 Οὐ γὰρ ἐλάττονα τῆς ἡμέρας ἡμῖν εἰσφέρει λειτουρ‐ γίαν ἡ νύξ· ἀλλ’ ὥσπερ ἐπὶ τῶν δένδρων εἶπον, ὅτι τῶν ἐγκάρπων τὰ ἄκαρπα ἐφάμιλλον παρέχεται χρείαν, οὐκ ἀναγκάζοντα ἡμᾶς τῶν ἡμέρων ἅπτεσθαι δένδρων εἰς τὰς οἰκοδομάς· καὶ τῶν ἡμέρων ζώων οὐκ ἐλάττονα παρ‐
40έχεται χρείαν ἡμῖν τὰ ἄγρια καὶ ἀνήμερα, καὶ τῷ φόβῳ πρὸς τὰς πόλεις ἡμᾶς συνελαύνοντα, καὶ προσεκτι‐ κωτέρους ποιοῦντα, καὶ συσφίγγοντα πρὸς ἀλλήλους, καὶ τῶν μὲν τὴν δύναμιν ἐγγυμνάζοντα, τῶν δὲ τὰ νοσή‐ ματα λύοντα (πολλὰ γὰρ ἐξ ἐκείνων τὰ φάρμακα κατα‐
45σκευάζουσιν ἰατρῶν παῖδες), καὶ τῆς παλαιᾶς ἡμᾶς ἁμαρτίας ἀναμιμνήσκοντα. Ὅταν γὰρ ἀκούσω, ὅτι Ἔσται ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ἐπὶ πάντα τὰ θηρία τῆς γῆς, εἶτα τὴν τιμὴν ἀκρωτηριασθεῖσαν ἴδω ταύτην, ἀνα‐ μιμνήσκομαι τῆς ἁμαρτίας, ἣ καὶ τὸν φόβον ἡμῶν ἐξ‐

49

.

97

(50)

έλυσε, καὶ τὴν ἀρχὴν ὑπετέμετο, καὶ γίνομαι βελτίων καὶ σωφρονέστερος, μαθὼν τὴν ἐκ τῆς ἁμαρτίας ἡμῖν γεγενημένην ζημίαν. Ὥσπερ οὖν, ὅπερ ἔφην, οὐ τὸ τυχὸν εἰς τὸν βίον ἡμῖν συντελεῖ ταῦτά τε τὰ εἰρημένα καὶ ἕτερα πλείω τούτων, ἅπερ ὁ ποιήσας οἶδε Θεός· οὕτω
55δὴ καὶ ἡ νὺξ οὐκ ἐλάττονα τῆς ἡμέρας εἰσφέρει χρῆσιν,
ἀνάπαυσις οὖσα πόνων, καὶ φάρμακον οὖσα νοσημάτων.Column end

49

.

98

(25)

Πολλάκις γοῦν ἰατροὶ πολλὰ πραγματευσάμενοι, καὶ μυ‐ ρία κατασκευάσαντες φάρμακα, οὐκ ἴσχυσαν ἀπαλλάξαι τῆς ἀῤῥωστίας τὸν κάμνοντα· ὕπνος δὲ αὐτόματος ἐπελθὼν, τὸ πᾶν ἔλυσε νόσημα, καὶ τῶν μυρίων ἐκεί‐ νους ἀπήλλαξε πόνων· οὐ παθῶν δὲ σωματικῶν μόνον,
30ἀλλὰ καὶ ψυχικῶν νοσημάτων ἐστὶ φάρμακον ἡ νὺξ ἀνα‐ παύουσα τὰς ὀδυνωμένας ψυχάς. Πολλάκις γοῦν τις ἀπ‐ έβαλεν υἱὸν, καὶ μυρίων μυρία παρακαλούντων οὐκ ἠν‐ έσχετο τῶν θρήνων ἀποστῆναι καὶ τῆς οἰμωγῆς· νυκτὸς δὲ ἐπελθούσης, εἶξε τῇ τυραννίδι τοῦ ὕπνου ἡττηθεὶς,
35καὶ τὰ βλέφαρα κατεκοίμισε, καὶ μικράν τινα τῶν καθ‐ ημερινῶν κακῶν παραμυθίαν ἔλαβε. Φέρε δὴ λοιπὸν πρὸς τὴν ὑπόθεσιν ἴωμεν, ἀφ’ ἧς καὶ ταῦτα εἰρήκαμεν. Καὶ γὰρ εὖ οἶδα ὅτι πρὸς ταύτην κεχήνατε πάντες, καὶ ἕκαστος ὑμῶν ὠδίνει μαθεῖν τίνος ἕνεκεν οὐκ ἐξ ἀρχῆς
40τὸ βιβλίον τοῦτο ἐδόθη, ἀλλ’ οὐδὲ νῦν ὁρῶ τὸν καιρὸν ὄντα τῆς ἐξηγήσεως ταύτης. Τί δήποτε; Πρὸς τὸ τέλος ἡμῖν ἡ ἑβδομὰς ἀπήντησε, καὶ δέδοικα τῆς ὑποθέσεως ἅψασθαι, εἶτα εὐθέως ἐγκόψαι τὴν διδασκαλίαν. Πολλῶν γὰρ ἐφεξῆς ἡμερῶν ἡμῖν ἡ ὑπόθεσις δεῖται καὶ συνεχοῦς
45τῆς μνήμης· διὸ πάλιν αὐτὴν ἀναβαλώμεθα. Ἀλλὰ μὴ δυσχεράνητε, μετὰ τόκου πάντως ὑμῖν ἀποδώσομεν τὸ χρέος· οὕτω γὰρ καὶ ἡμῖν τοῖς καταβάλλουσι συμφέ‐ ρει· τέως δὲ τὸ χθὲς παραλειφθὲν ἐροῦμεν νῦν. Τί δὲ τὸ χθὲς παραλειφθὲν ἦν; Περιεπάτει, φησὶν, ὁ Θεὸς ἐν

49

.

98

(50)

τῷ παραδείσῳ τὸ δειλινόν. Τί λέγεις, εἰπέ μοι, Πε‐ ριεπάτει ὁ Θεός; Οὐ περιεπάτει ὁ Θεός· πῶς γὰρ ὁ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν; ἀλλὰ τοιαύτην αἴσθησιν ἐνέθηκε τῷ Ἀδὰμ, ἵν’ ἑαυτὸν συστείλῃ, ἵνα μὴ διακεχυμένος ᾖ, ἵνα τὸ φυγεῖν καὶ κρυβῆναι μέρος τι
55τῆς ἀπολογίας προβάληται καὶ πρὸ τῶν ῥημάτων αὐ‐97

49

.

99

τῶν. Καθάπερ γὰρ οἱ μέλλοντες εἰς δικαστήριον εἰσ‐ άγεσθαι, καὶ εὐθύνας τῶν πεπλημμελημένων ὑπέχειν, αὐ‐ χμῶντες, ῥυπῶντες, στυγνοὶ, κατεσταλμένοι τοῖς δικά‐ ζουσι φαίνονται, ὥστε καὶ ἀπὸ τοῦ σχήματος αὐτοὺς εἰς
5φιλανθρωπίαν ἐπισπάσασθαι καὶ ἔλεον καὶ συγγνώμην· οὕτω καὶ ἐπὶ τοῦ Ἀδὰμ γέγονε. Καὶ γὰρ ἔδει κατεσταλ‐ μένον εἰς τὸ δικαστήριον εἰσαχθῆναι τοῦτο· διὰ τοῦτο προλαβὼν ὁ Θεὸς, αὐτὸν συνέστειλεν. Ἀλλ’ ὅτι μέν τις περιεπάτει ᾔσθετο· πόθεν δὲ ἐνόμισεν ὅτι ὁ Θεὸς πε‐
10ριεπάτει; Τοιοῦτον τῶν ἁμαρτανόντων τὸ ἔθος ἐστί· πάντα ὑποπτεύουσι, τὰς σκιὰς τρέμουσι, πάντα ψόφον δεδοίκασι, καὶ ἕκαστον ἐπ’ αὐτοὺς βαδίζειν νομίζουσι. Πολλοὺς γοῦν πολλάκις ἰδόντες ἐφ’ ἑτέραν τρέχοντας διακονίαν, ἐνόμισαν ἐπ’ αὐτοὺς ἥκειν οἱ ἁμαρτάνοντες,
15καὶ ἄλλων ἄλλα πρὸς ἀλλήλους διαλεγομένων, οἱ συνει‐ δότες ἑαυτοῖς ἁμαρτίαν, περὶ αὐτῶν ἐκείνους διαλέγε‐ σθαι νομίζουσι. βʹ. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· οὐδενὸς ἐλέγχοντος προδί‐ δωσιν, οὐδενὸς κατηγοροῦντος καταδικάζει, καὶ ψοφοδεῆ
20ποιεῖ καὶ δειλὸν τὸν ἡμαρτηκότα· ὥσπερ οὖν ἡ δικαιοσύνη τὸ ἐναντίον. Ἄκουσον γοῦν πῶς καὶ τούτου τὴν δειλίαν, κἀκείνου τὴν παῤῥησίαν ὑπέγραψεν ἡ Γραφή· Φεύγει ὁ ἀσεβὴς, φησὶν, οὐδενὸς διώκοντος. Πῶς οὐδενὸς διώκον‐ τος φεύγει; Ἔνδον ἔχει τὸν ἐλαύνοντα, τὸν τοῦ συνειδότος
25κατήγορον, καὶ τοῦτον πανταχοῦ περιφέρει· καὶ καθάπερ ἑαυτὸν οὐκ ἂν δυνηθείη φεύγειν, οὕτως οὐδὲ τὸν ἔνδοθεν αὐτὸν ἐλαύνοντα, ἀλλ’ ὅπουπερ ἂν ἀπῄει, μαστίζεται καὶ τραῦμα ἀνίατον ἔχει· ἀλλ’ οὐχ ὁ δίκαιος τοιοῦ‐ τος, ἀλλ’ ὁποῖος, ἄκουε· Δίκαιος ὡς λέων πέποιθε.
30Τοιοῦτος ἦν ὁ Ἠλίας· εἶδε γοῦν τὸν βασιλέα πρὸς αὐτὸν ἐρχόμενον, καὶ εἰπόντος ἐκείνου, Ἵνα τί διαστρέφεις τὸν Ἰσραήλ; Οὐκ ἐγὼ διαστρέφω, φησὶν, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Ἀληθῶς δίκαιος ὡς λέων πέποιθε. Καθάπερ γὰρ λέων κυνιδίου τινὸς εὐτελοῦς κατ‐
35εξανέστη τοῦ βασιλέως· καίτοι πορφυρίδα εἶχεν ἐκεῖ‐ νος, ἀλλ’ εἶχε μηλωτὴν οὗτος, ἱμάτιον τῆς πορφυρίδος ἐκείνης σεμνότερον. Ἡ μὲν γὰρ πορφυρὶς ἐκείνη τὸν λιμὸν ἔτεκε τὸν χα‐ λεπὸν, ἡ μηλωτὴ δὲ αὕτη τὰ δεινὰ ἔλυσεν· αὕτη τὸν
40Ἰορδάνην ἔσχισεν, αὕτη τὸν Ἑλισσαῖον διπλοῦν Ἠλίαν ἐποίησεν. Ὢ πόση τῶν ἁγίων ἡ ἀρετή! οὐχὶ τὰ ῥήματα αὐτῶν μόνα, οὐδὲ τὰ σώματα, ἀλλὰ καὶ αὐτὰ τὰ ἱμάτια τῇ κτίσει πάσῃ πάντοτέ ἐστιν αἰδέσιμα. Ἡ μηλωτὴ τού‐ του τὸν Ἰορδάνην ἔσχισε, τὰ ὑποδήματα τῶν τριῶν παί‐
45δων τὸ πῦρ κατεπάτησαν, τὸ ξύλον τοῦ Ἑλισσαίου τὰ ὕδατα μετέβαλε, καὶ σιδήριον ὑπὲρ τὴν ἐπιφάνειαν βα‐ στάζειν ἐποίησεν· ἡ ῥάβδος Μωϋσέως τὴν Ἐρυθρὰν ἔσχισε θάλασσαν, τὴν πέτραν ἔῤῥηξε, τὰ ἱμάτια Παύλου νοσήματα ἤλασεν, ἡ σκιὰ Πέτρου θάνατον ἐφυγάδευσεν.

49

.

99

(50)

Ἡ τέφρα τῶν ἁγίων μαρτύρων πονηροὺς ἀπελαύνει δαίμονας. Διὰ τοῦτο μετ’ ἐξουσίας ἅπαντα πράττουσι, καθάπερ καὶ ὁ Ἠλίας· οὐ γὰρ δὴ ἑώρα τὸ διάδημα καὶ τὴν ἔξωθεν φαντασίαν τοῦ βασιλέως, ἀλλ’ ἑώρα τὴν ψυ‐ χὴν ῥάκια περιβεβλημένην, αὐχμῶσαν, ῥυπῶσαν, καὶ
55καταδίκου παντὸς ἀθλιώτερον διακειμένην· καὶ ἰδὼν αὐτὸν αἰχμάλωτον καὶ δοῦλον ὄντα τῶν παθῶν, κατεφρό‐ νησεν αὐτοῦ τῆς ἀρχῆς. Καθάπερ γὰρ ἐπὶ τῆς σκηνῆς,
ἀλλ’ οὐκ ἐπὶ τῆς ἀληθείας ἐδόκει βασιλέα βλέπειν. ΤίColumn end

49

.

100

γὰρ ὄφελος τῆς ἔξωθεν εὐπορίας, ὅταν ἔνδον πενία το‐ σαύτη ᾖ; τί δὲ βλάβος τῆς ἔξωθεν πενίας, ὅταν ἔνδον τοσοῦτος ἀποκέηται πλοῦτος; Τοιοῦτος ἦν λέων καὶ ὁ μακάριος Παῦλος· εἰσελθὼν γὰρ εἰς τὸ δεσμωτήριον καὶ
5βοήσας μόνον, τὰ θεμέλια πάντα ἔσεισε, τὰ δεσμὰ κατ‐ έφαγεν, οὐκ ὀδοῦσι χρησάμενος, ἀλλὰ ῥήμασι· διόπερ οὐχὶ λέοντας αὐτοὺς μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον λεόντων χρὴ καλεῖν. Ὁ μὲν γὰρ λέων εἰς δίκτυα πολ‐ λάκις ἐμπεσὼν ἁλίσκεται· οἱ δὲ ἅγιοι δεθέντες, τότε
10ἰσχυρότεροι γίνονται· καθάπερ καὶ ὁ μακάριος οὗτος ἐπὶ τοῦ δεσμωτηρίου τότε ἐποίησε, τοὺς δεσμώτας λύσας, τοὺς τοίχους σαλεύσας, τὸν δεσμοφύλακα δήσας, καὶ τῷ τῆς εὐσεβείας χειρωσάμενος λόγῳ. Ὁ λέων φθέγγεται, καὶ τὰ θηρία φυγαδεύει πάντα· ὁ ἅγιος φθέγγεται, καὶ
15τοὺς δαίμονας ἀπελαύνει πάντοθεν· ὅπλα τοῦ λέοντος κόμη τριχῶν, ὀνύχων ἀκμὴ, καὶ ὀδόντες ἠκονημένοι· ὅπλα δικαίου φιλοσοφία, καρτερία, ὑπομονὴ, ὑπεροψία τῶν παρόντων ἁπάντων. Ταῦτα τὰ ὅπλα τις ἔχων, οὐκ ἀνθρώπων μόνον πονηρῶν, ἀλλὰ καὶ αὐτῶν καταγελάσε‐
20ται τῶν ἀντικειμένων δυνάμεων. Φρόντισον τοίνυν τῆς κατὰ Θεὸν ζωῆς, ἄνθρωπε, καὶ οὐδεὶς περιέσεται σοῦ ποτε, ἀλλὰ κἂν ἁπάντων εὐτελέστερος εἶναι δοκῇς, πάν‐ των δυνατώτερος ἔσῃ· ὥσπερ ἂν ἀμελήσῃς τῆς κατὰ ψυχὴν ἀρετῆς, κἂν ἁπάντων δυνατώτερος ᾖς, εὐχείρω‐
25τος ἔσῃ τοῖς ἐπιβουλεύουσιν ἅπασι. Καὶ τοῦτο ἔδειξε μὲν τὰ εἰρημένα παραδείγματα· εἰ δὲ βούλει καὶ δι’ ἔργων σε διδάξαι πειράσομαι τῶν δικαίων τὸ ἀκαταγώ‐ νιστον καὶ τῶν ἁμαρτωλῶν τὸ εὐχείρωτον. Ἄκουσον γοῦν πῶς ἀμφότερα ταῦτα ὁ προφήτης ᾐνίξατο· Οὐχ οὕτως
30οἱ ἀσεβεῖς, οὐχ οὕτω, φησὶν, ἀλλ’ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. Καθάπερ γὰρ ἐκεῖνος ταῖς τῶν ἀνέμων ἐμβολαῖς πρόκειται ῥᾳδίως ἀναῤῥιπιζόμενος, οὕτω δὴ καὶ ὁ ἁμαρτωλὸς ὑπὸ παντὸς πειρασμοῦ περιτρέπεται. Ὅταν γὰρ αὐτὸς ἑαυτῷ πο‐
35λεμῇ, καὶ τὴν μάχην πανταχοῦ περιφέρῃ, ποία αὐτῷ σωτηρίας ἐλπὶς οἴκοθεν προδεδομένῳ, καὶ διηνεκῆ πολέ‐ μιον περιάγοντι τὸ συνειδός; Ἀλλ’ οὐχ ὁ δίκαιος τοιοῦ‐ τος, ἀλλὰ ποταπός; Ἄκουσον τοῦ αὐτοῦ προφήτου λέ‐ γοντος· Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών. Τί
40ποτ’ οὖν ἐστιν, Ὡς ὄρος Σιών; Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα, φησί. Καὶ γὰρ ὅσα ἂν προσενέγκῃς μηχα‐ νήματα, ὅσα ἂν ἀκοντίσῃς βέλη, ὄρος καταστρέψαι βου‐ λόμενος, ἐκείνου μὲν οὐδέποτε περιέσῃ (πῶς γάρ;), τὰ δὲ μηχανήματα διαλύσεις ἅπαντα, καὶ τὴν σεαυτοῦ κα‐
45ταλύσεις ἰσχύν. Τοιοῦτός ἐστι καὶ ὁ δίκαιος· ὅσας ἂν δέξηται πληγὰς, αὐτὸς μὲν οὐδὲν ἔπαθε δεινὸν, τῶν δὲ ἐπι‐ βουλευόντων καταλύει τὴν δύναμιν, οὐκ ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ δαιμόνων αὐτῶν. Ἤκουσας γοῦν πολ‐ λάκις πόσα προσήγαγε μηχανήματα τῷ Ἰὼβ ὁ διάβολος,

49

.

100

(50)

καὶ οὐ μόνον οὐ κατέσεισεν ἐκεῖνο τὸ ὄρος, ἀλλὰ καὶ ἐκλυθεὶς ἀνεχώρησε, τῶν βελῶν αὐτοῦ κατακλασθέντων, καὶ τῶν μηχανημάτων γενομένων ἀχρήστων ἀπὸ τῆς προσβολῆς ἐκείνης. γʹ. Ταῦτα οὖν ἐπιστάμενοι, τῆς ζωῆς ἐπιμελώμεθα τῆς
55ἡμετέρας, καὶ μήτε περὶ χρήματα σπουδάσωμεν τὰ ἀπολλύμενα, μήτε περὶ δόξαν τὴν σβεννυμένην, μήτε περὶ τὸ σῶμα τὸ γηράσκον, μήτε περὶ κάλλος τὸ μαραι‐ νόμενον, μήτε περὶ τρυφὴν τὴν διαῤῥέουσαν, ἀλλὰ περὶ
ψυχὴν ἅπασαν ἀναλώσωμεν τὴν ἐπιμέλειαν, καὶ ταύ‐99

49

.

101

την παντὶ θεραπεύσωμεν τρόπῳ. Σώματα μὲν γὰρ θε‐ ραπεῦσαι νενοσηκότα οὐ παντὶ ῥᾴδιον, ψυχὴν δὲ ἀῤῥω‐ στοῦσαν ἰάσασθαι ῥᾴδιον πᾶσι· καὶ ἡ μὲν τοῦ σώματος ἀῤῥωστία καὶ φαρμάκων δεῖται, καὶ ἀργυρίου πρὸς θε‐
5ραπείαν· ἡ δὲ τῆς ψυχῆς θεραπεία εὔωνος καὶ ἀδάπανος· καὶ τῆς μὲν σαρκὸς ἡ φύσις μετὰ πολλοῦ τοῦ πόνου τῶν ἐνοχλούντων ἀπαλλάττεται τραυμάτων· καὶ γὰρ σιδήριον ἐπαγαγεῖν ἀναγκαῖον πολλάκις, καὶ πικρὰ φάρμακα· ἐπὶ δὲ τῆς ψυχῆς οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλ’ ἀρκεῖ θελῆσαι
10καὶ βουληθῆναι μόνον, καὶ πάντα κατώρθωται. Καὶ τοῦτο τῆς τοῦ Θεοῦ προνοίας ἔργον γέγονεν· ἐπειδὴ γὰρ ἀπὸ μὲν τῆς τοῦ σώματος ἀῤῥωστίας οὐ πολλὴ γένοιτ’ ἂν ἡ βλάβη (κἂν γὰρ μὴ νοσήσωμεν, ἐπελθὼν ὁ θάνατος αὐτὸ φθερεῖ καὶ καταλύσει πάντως), τὸ δὲ πᾶν ἐν τῇ τῆς ψυ‐
15χῆς ἡμῶν ὑγείᾳ κεῖται, τοῦ πολλῷ χρησιμωτέρου καὶ ἀναγκαιοτέρου ῥᾳδίαν ἐποίησε καὶ ἀδάπανον καὶ ἀνώδυ‐ νον τὴν θεραπείαν. Τίνα οὖν ἕξομεν ἀπολογίαν, ποίαν δὲ συγγνώμην, ὅταν σώματος μὲν νοσοῦντος, ἔνθα καὶ ἀρ‐ γύριόν ἐστι καταβαλεῖν, καὶ ἰατροὺς παρακαλέσαι, καὶ
20ὀδύνην ὑπομεῖναι πολλὴν, τοσαύτην ποιώμεθα πρό‐ νοιαν, καὶ ταῦτα οὐ πολλῆς ἡμῖν τῆς βλάβης ἀπὸ τῆς ἀῤ‐ ῥωστίας γινομένης ἐκείνης· ψυχῆς δὲ καταφρονῶμεν, καὶ ταῦτα μήτε ἀργύριον καταβάλλειν μέλλοντες, μήτε ἑτέρους διενοχλεῖν, μήτε ὀδύνας ὑφίστασθαι, ἀλλὰ χωρὶς
25τούτων ἁπάντων διὰ τοῦ προελέσθαι καὶ βουληθῆναι μό‐ νον, πᾶσαν αὐτῆς δυνάμενοι ποιήσασθαι τὴν διόρθωσιν, καὶ ἀκριβῶς εἰδότες, ὡς εἰ μὴ τοῦτο ποιήσαιμεν, τὴν ἐσχάτην ὑποστησόμεθα δίκην, καὶ τὰς ἀπαραιτήτους κο‐ λάσεις καὶ τιμωρίας; Εἰπὲ γάρ μοι, εἴ τις ὑπέσχετο παι‐
30δεῦσαί σε τέχνην ἰατρικὴν ἐν βραχείᾳ καιροῦ ῥοπῇ χω‐ ρὶς ἀργυρίου καὶ πόνου, οὐκ ἂν εὐεργέτην ἐνόμισας; οὐκ ἂν κατεδέξω καὶ ποιῆσαι καὶ παθεῖν ἅπαντα ἅπερ ἐκέ‐ λευσεν ὁ ταῦτα ἐπαγγειλάμενος; Ἰδοὺ νῦν ἔξεστι χωρὶς πόνων οὐχὶ σωμάτων, ἀλλὰ τῶν τῆς ψυχῆς τραυμάτων
35τὰ φάρμακα εὑρεῖν, καὶ χωρὶς ὀδύνης τινὸς εἰς ὑγείαν αὐτὴν ἐπαναγαγεῖν. Μὴ τοίνυν ἀμελῶμεν. Ποία γὰρ ὀδύ‐ νη, εἰπέ μοι, ὀργὴν ἀφεῖναι τῷ λελυπηκότι; Ὀδύνη μὲν οὖν ἐστι τὸ μνησικακεῖν, καὶ μὴ καταλλάττεσθαι. Ποῖος πόνος εὔξασθαι καὶ αἰτῆσαι μυρία ἀγαθὰ παρὰ τοῦ προ‐
40θύμως διδόντος Θεοῦ; ποῖος πόνος μὴ κακῶς εἰπεῖν μη‐ δένα; ποία δυσκολία ἀπαλλαγῆναι φθόνου καὶ βασκανίας; ποῖος μόχθος ἀγαπᾷν τὸν πλησίον; ποία ταλαιπωρία μὴ φθέγγεσθαι αἰσχρὰ ῥήματα, μηδὲ λοιδορεῖσθαι, μηδὲ ὑβρίζειν; ποῖος κάματος μὴ ὀμνύναι; πάλιν γὰρ ἐπὶ τὴν
45αὐτὴν ἥξω παραίνεσιν. Πόνος μὲν οὖν μέγιστος τὸ ὀμό‐ σαι· πολλάκις γοῦν ὑπὸ θυμοῦ καὶ ὀργῆς κατεχόμενοι διωμοσάμεθα μηδέποτε διαλλάττεσθαι τοῖς λελυπηκόσιν, εἶτα τῆς ὀργῆς σβεσθείσης, καὶ τοῦ θυμοῦ χαλασθέντος, βουληθέντες καταλλαγῆναι, καὶ ὑπὸ τῆς ἀνάγκης κατ‐

49

.

101

(50)

εχόμενοι τῶν ὅρκων, ἠλγήσαμεν ὥσπερ τινὶ παγίδι κατ‐ εχόμενοι, καὶ δεσμοῖς ἀλύτοις συνδεδεμένοι. Ὅπερ καὶ ὁ διάβολος εἰδὼς, καὶ ἀκριβῶς ἐπιστάμενος ὅτι πῦρ ἐστιν ὁ θυμὸς, καὶ ῥᾳδίως σβέννυται, καὶ τοῦ θυμοῦ σβεσθέν‐ τος, καταλλαγὴ γίνεται καὶ φιλία, βουλόμενος τὸ πῦρ
55τοῦτο μένειν ἄσβεστον, ὅρκῳ πολλάκις ἡμᾶς κατέδησεν,
ἵνα, κἂν ἡ ὀργὴ λήξῃ, ἡ ἀνάγκη τοῦ ὅρκου μένουσα δια‐Column end

49

.

102

τηρῇ τὴν πυρὰν ἐν ἡμῖν, καὶ δυοῖν θάτερον γένηται, ἡ καταλλαγέντες ἐπιορκήσωμεν, ἢ μὴ καταλλαγέντες τοῖς τῆς μνησικακίας ἐπιτιμίοις ὑπευθύνους ἑαυτοὺς κατα‐ στήσωμεν.
5 δʹ. Ταῦτα οὖν εἰδότες φεύγωμεν τοὺς ὅρκους, καὶ μελε‐ τάτω τὸ στόμα ἡμῶν λέγειν συνεχῶς· Πίστευσον· καὶ ἔσται τοῦτο πάσης εὐλαβείας ὑπόθεσις ἡμῖν. Γλῶττα γὰρ παιδευθεῖσα τοῦτο λέγειν τὸ ἓν ῥῆμα, αἰσχύνεται καὶ ἐρυθριᾷ ῥήματα ἐξενεγκεῖν αἰσχρὰ καὶ ἄτοπα· κἂν ἀπὸ
10συνηθείας προαχθῇ ποτε, πολλοὺς ἔχουσα τοὺς κατηγό‐ ρους ἀνασταλήσεται. Ὅταν γάρ τις ἴδῃ τὸν μὴ ὀμνύντα αἰσχρὰ φθεγγόμενον, ἐπεμβήσεται ῥᾳδίως αὐτῷ καὶ κα‐ ταγελάσεται, καὶ κωμῳδῶν ἐρεῖ· Σὺ ὁ τὸ, Πίστευσον, ἐπὶ πᾶσι λέγων, οὐκ ἀνέχῃ ὅρκον προέσθαι, καὶ ῥήμα‐
15σιν αἰσχροῖς καταισχύνεις σου τὴν γλῶτταν; Ὥστε καὶ ἄκοντες, ὑπὸ τῶν παρόντων συνελαυνόμενοι, πρὸς εὐλά‐ βειαν ἐπανήξομεν. Τί οὖν, ἐὰν ἀνάγκη, φησὶν, ὀμόσαι· Ὅπου νόμου παράβασίς ἐστιν, οὐκ ἔστιν ἀνάγκη. Καὶ δυνατὸν, φησὶ, καθόλου μὴ ὀμνύναι; Τί λέγεις; ὁ
20Θεὸς ἐκέλευσε, καὶ τολμᾷς ἐρωτῆσαι εἰ δυνατὸν φυλάξαι τὸν νόμον; Ἀδύνατον μὲν οὖν τὸ μὴ φυλάξαι· καὶ τοῦτο ἀπὸ τῶν παρόντων ὑμᾶς πεῖσαι βούλομαι, ὅτι οὐ τὸ μὴ ὀμνύναι, ἀλλὰ τὸ ὀμνύναι ἀδύνατον. Ἰδοὺ γοῦν χρυσίον ἐκελεύσθησαν εἰσενεγκεῖν οἱ τὴν πόλιν οἰκοῦντες δοκοῦν
25τὴν τῶν πολλῶν ὑπερβαίνειν δύναμιν, καὶ, τὸ πλέον εἰσεν‐ ήνεκται, καὶ τῶν ἀπαιτούντων ἔστιν ἀκοῦσαι λεγόντων· Τί μέλλεις, ἄνθρωπε; τί δὲ ἡμέραν ἐξ ἡμέρας ἀναβάλλῃ ἡμᾶς; μὴ γὰρ δυνατὸν ἐκφυγεῖν; βασιλέως νόμος ἐστὶ μελλήσεως οὐκ ἀνεχόμενος. Τί λέγεις, εἰπέ μοι; βασι‐
30λεὺς ἐκέλευσε χρήματα εἰσενεγκεῖν, καὶ ἀδύνατον μὴ εἰσενεγκεῖν· ὁ Θεὸς ἐκέλευσε φεύγειν τοὺς ὅρκους, καὶ λέγεις ὅτι ἀδύνατον φεύγειν τοὺς ὅρκους; Ἕκτην ἔχω ταύτην ἡμέραν περὶ ταύτης ὑμῖν παραινῶν τῆς ἐντολῆς· λοιπὸν ὑμῖν συντάξασθαι βούλομαι ὡς ἀφιστάμενος, ἵνα
35ἀσφαλίζησθε. Οὐκ ἔτι ἀπολογία τις ὑμῖν ἔσται, οὐδὲ συγγνώμη· μάλιστα μὲν γὰρ εἰ καὶ μηδὲν εἴρητο, παρ’ ὑμῶν αὐτῶν ἔδει διορθωθῆναι τοῦτο· οὐδὲ γὰρ ποικίλον ἐστὶν, οὐδὲ πολλῆς δεόμενον κατασκευῆς. Ὅταν δὲ καὶ τοσαύτης ἦτε παραινέσεως καὶ συμβουλῆς ἀπολελαυκό‐
40τες, τίνα ἀπολογίαν εἰπεῖν ἕξετε ἐγκαλούμενοι, καὶ ἐπὶ τοῦ βήματος ἑστῶτες τοῦ φοβεροῦ, καὶ εὐθύνας ἀπαιτού‐ μενοι τῆς παρανομίας ταύτης; Οὐκ ἔστιν οὐδεμίαν εἰ‐ πεῖν ἀπολογίαν, ἀλλ’ ἀνάγκη, ἢ κατορθώσαντας ἀπελθεῖν, ἢ μὴ κατορθώσαντας κολάζεσθαι, καὶ τὴν ἐσχάτην ὑπο‐
45μένειν δίκην. Ταῦτα οὖν ἐννοήσαντες ἅπαντα, καὶ μετὰ πολλῆς ἐντεῦθεν ἀναχωρήσαντες τῆς φροντίδος, ἀλλή‐ λους παρακελεύεσθε τὰ ἐν τοσαύταις ἡμέραις εἰρημένα μετὰ πάσης τηρῆσαι τῆς φυλακῆς ἐπὶ τῆς διανοίας τῆς ὑμετέρας, ἵνα καὶ ἡμῶν σιγώντων ἀλλήλους παιδεύοντες,

49

.

102

(50)

οἰκοδομοῦντες, παρακαλοῦντες, πολλὴν ἐπιδείξησθε τὴν ἐπίδοσιν, καὶ τοὺς λοιποὺς ἅπαντας ἐκπληρώσαντες νό‐ μους, ἀπολαύσητε τῶν αἰωνίων στεφάνων, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πα‐
55τρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.101

49

.

103

(1t)

Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν· καὶ ὅτι οὐκ ὀφείλει τις διακρίνεσθαι μετὰ ἑστίασιν ἀκροᾶ‐
2tσθαι θείων λογίων ἐν ἐκκλησίᾳ· καὶ διὰ τί μετὰ χρόνον πολὺν ἐδόθησαν αἱ ἅγιαι Γραφαί· καὶ εἰς
3tτὸ, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ φυσιολογία κόσμου, καὶ πρὸς τῷ τέλει, περὶ τοῦ μὴ ὀμνύειν.
4tὉμιλία θʹ.
5 αʹ. Καὶ πρώην πρὸς ὑμᾶς, καὶ νῦν πρὸς ὑμᾶς λέγω· εἴθε δὲ καὶ ἀεὶ μεθ’ ὑμῶν, μᾶλλον δὲ καὶ ἀεὶ μεθ’ ὑμῶν, εἰ καὶ μὴ σώματος παρουσίᾳ, ἀλλ’ ἀγάπης δυνάμει· οὐδὲ γὰρ ἕτερός μοι βίος τίς ἐστιν, ἀλλ’ ἢ ὑμεῖς καὶ τῆς ὑμε‐ τέρας σωτηρίας ἡ φροντίς. Ὥσπερ γὰρ ὁ γεωργὸς
10οὐδὲν ἕτερον μεριμνᾷ, ἀλλ’ ἢ τὰ σπέρματα καὶ τὰ λήϊα, καὶ ὁ κυβερνήτης τὰ κύματα καὶ τοὺς λιμένας· οὕτω καὶ ὁ λέγων τοὺς ἀκούοντας καὶ τὴν ἐκείνων προκοπὴν, καθάπερ καὶ ἐγὼ νῦν. Διὸ καὶ πάντας ὑμᾶς ἐπὶ τῆς διανοίας περιφέρω τῆς ἐμαυτοῦ, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ
15καὶ οἴκοι. Εἰ γὰρ καὶ πολὺς ὁ δῆμος, καὶ βραχὺ τῆς ἐμῆς καρδίας τὸ μέτρον, ἀλλ’ εὐρεῖα ἡ ἀγάπη, καὶ Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν· τὸ δὲ ἑξῆς οὐκ ἔτι λοιπὸν ἐρῶ· οὐδὲ γὰρ ἡμεῖς στενοχωρούμεθα παρ’ ὑμῖν. Πόθεν τοῦτο δῆλον; Ἔγνων πολλῶν ἀπαγγειλάντων, ὅτι Τὸ ἐπιταχθὲν
20ἐποιήσαμεν, νόμους ἀλλήλοις θέντες, καὶ καταδίκας ὁρί‐ σαντες τοῖς ὀμνύουσι, καὶ τιμωρίας ἐπαγαγόντες τοῖς τὸν νόμον παραβαίνουσι, τιμωρίαν τὴν ὑμῖν πρέπουσαν, ὅπερ μεγίστης ἀγάπης τεκμήριον. Οὐδὲ γὰρ αἰσχύνομαι πολυπραγμονῶν ταῦτα, ἐπειδὴ μὴ περιεργίας ἐστὶν,
25ἀλλὰ κηδεμονίας αὕτη ἡ φιλοπραγμοσύνη. Εἰ γὰρ οὐκ ἔστιν ὄνειδος τῷ ἰατρῷ πυνθάνεσθαι περὶ τοῦ κάμνοντος, οὐδὲ ἡμῖν ἔγκλημα περὶ τῆς ὑμετέρας ἐξετάζειν σωτη‐ ρίας ἀεί· οὕτω γὰρ μαθόντες τί μὲν ὑμῖν ἀπήρτισται, τί δὲ ἐλλέλειπται, μετὰ τῆς προσηκούσης ἐπιστήμης τὰ
30λοιπὰ ἐπιθήσομεν φάρμακα. Ἔγνωμεν τοίνυν ταῦτα περιεργασάμενοι, καὶ ηὐχα‐ ριστήσαμεν τῷ Θεῷ, ὅτι οὐκ εἰς πέτρας ἐσπείραμεν, οὐδὲ εἰς ἀκάνθας κατεβάλομεν τὰ σπέρματα, οὐδὲ πολλοῦ χρόνου καὶ πολλῆς ἐδεήθημεν ἀναβολῆς, ὥστε θερίσαι τὰ
35λήϊα. Διὰ ταῦτα ὑμᾶς ἐπὶ τῆς καρδίας ἔχω συνεχῶς τῆς ἐμαυτοῦ, διὰ ταῦτα οὐκ αἰσθάνομαι τοῦ πόνου τῆς δι‐ δασκαλίας, τῷ τῆς ἀκροάσεως κουφιζόμενος κέρδει. Ἱκανὸς γὰρ ἡμᾶς οὗτος ὁ μισθὸς ἀνακτήσασθαι καὶ πτε‐ ρῶσαι καὶ μεταρσίους ποιῆσαι, καὶ πεῖσαι πάντα ὑπὲρ
40ὑμῶν ὑπομένειν πόνον. Ἐπεὶ οὖν πολλὴν τὴν εὐγνωμο‐ σύνην ὑμεῖς ἐπεδείξασθε, φέρε δὴ καὶ ἡμεῖς τὸ χρέος κα‐ ταβάλωμεν τὸ λοιπὸν, ὅπερ ὑπεσχόμεθα πρώην· καίτοι γε οὐχ ὁρῶ παρόντας ἅπαντας τοὺς ἡνίκα ἐποιούμην τὴν ὑπόσχεσιν παραγενομένους ἐνταῦθα. Τί ποτε ἄρα τὸ αἴ‐
45τιον; τί τῆς ἡμετέρας τραπέζης αὐτοὺς ἀπεσόβησεν; Ὁ τραπέζης, ὡς ἔοικε, μετασχὼν αἰσθητῆς, ἐνόμισεν ἀν‐ άξιον εἶναι μετὰ τροφὴν αἰσθητὴν ἐπὶ θείων λογίων ἀκρόασιν ἐλθεῖν· ἀλλ’ οὐ δικαίως τοῦτο νομίζουσιν· οὐδὲ γὰρ ἂν, εἰ τοῦτο ἦν ἄτοπον, τοὺς μακροὺς καὶ πολλοὺς

49

.

103

(50)

ἀνήλωσεν ὁ Χριστὸς λόγους μετὰ τὸ δεῖπνον ἐκεῖνο τὸ μυστικόν· οὐκ ἂν, εἰ τοῦτο ἀπρεπὲς ἦν, ἑστιάσας πολλά‐ κις τὸ πλῆθος ἐπὶ τῆς ἐρήμου, καὶ λόγων αὐτοῖς μετ‐ έδωκεν ἂν μετὰ τὴν τράπεζαν. Εἰ γὰρ χρή τι καὶ θαυ‐ μαστὸν εἰπεῖν, τότε μὲν οὖν χρησιμωτάτη ἡ τῶν θείων
55λογίων ἀκρόασις. Ὅταν γὰρ ᾖς σαυτὸν πεπεικὼς, ὅτιColumn end

49

.

104

(4)

μετὰ τὸ φαγεῖν καὶ πιεῖν ἀνάγκη καὶ πρὸς σύναξιν
5ἀπαντῆσαι, πάντως καὶ ἄκων πολλάκις ἐπιμελήσῃ τῆς σωφροσύνης, καὶ οὔτε εἰς μέθην, οὔτε εἰς ἀδηφαγίαν κατενεχθήσῃ ποτέ· ἡ γὰρ φροντὶς καὶ ἡ προσδοκία τῆς εἰς τὴν ἐκκλησίαν ἀφίξεως παιδεύει μετὰ τῆς προσηκού‐ σης εὐκοσμίας, καὶ τροφῆς καὶ ποτοῦ μεταλαμβάνειν,
10ἵνα μὴ εἰσελθὼν καὶ τοῖς ἀδελφοῖς ἀναμιχθεὶς, εἶτα ἀποπνέων οἴνου καὶ ἐρευγόμενος ἀτάκτως, καταγελα‐ σθῇς παρὰ τῶν παρόντων ἁπάντων. Ταῦτα οὐ πρὸς ὑμᾶς λέγω νῦν, ἀλλὰ πρὸς τοὺς ἀπολειφθέντας ὑμῶν, ἵνα δι’ ὑμῶν ταῦτα μάθωσιν. Οὐ γὰρ τὸ φαγεῖν κώλυμα
15ἀκροάσεως, ἀλλὰ τὸ ῥᾳθυμεῖν· σὺ δὲ κατάγνωσιν εἶναι νομίζων τὸ μὴ νηστεῦσαι, καὶ ἕτερον προστίθης ἔγκλη‐ μα πολλῷ μεῖζον καὶ χαλεπώτερον, τὸ μὴ τῆς ἱερᾶς ταύ‐ της μετασχεῖν τραπέζης, καὶ θρέψας σου τὸ σῶμα, κατα‐ τήκεις λιμῷ τὴν ψυχήν· καὶ ποίαν ἕξεις ἀπολογίαν; Ἐπὶ
20μὲν γὰρ τῆς νηστείας ἴσως ἔχεις σώματος ἀσθένειαν προβαλέσθαι· ἐπὶ δὲ ἀκροάσεως τί ἂν ἔχοις εἰπεῖν; οὐ γὰρ δὴ σώματος ἀσθένεια κωλύει τῶν θείων λογίων με‐ τασχεῖν. Εἰ μὲν γὰρ ἔλεγον· Μηδεὶς ἠριστηκὼς συμμι‐ γέσθω, μηδεὶς φαγὼν ἀκροάσθω, εἶχές τινα συγγνώμην·
25νυνὶ δὲ ὅταν ἡμεῖς ἕλκωμεν, καὶ ἐπισπώμεθα, καὶ πρὸς ἑαυτοὺς καλῶμεν, ποίαν ἕξετε ἀπολογίαν ἀποπηδῶντες; Καὶ γὰρ ἀνεπιτήδειος ὁ ἀκροατὴς ἐκεῖνος ἂν γένοιτο, οὐχ ὁ φαγὼν καὶ πιὼν, ἀλλ’ ὁ μὴ προσέχων τοῖς λεγομέ‐ νοις, ὁ χασμώμενος καὶ ἐκλελυμένος, καὶ τὸ μὲν σῶμα
30ἐνταῦθα ἔχων, τὴν δὲ διάνοιαν ἀλλαχοῦ πλανωμένην· οὗ‐ τος κἂν νηστεύῃ, πρὸς ἀκρόασίν ἐστιν ἄχρηστος· ὁ μέν‐ τοι διεγηγερμένος καὶ νήφων καὶ συντείνων ἑαυτοῦ τὴν διάνοιαν, κἂν φαγὼν καὶ πεπωκὼς ᾖ, πάντων ἐπιτη‐ δειότατος ἀκροατὴς ἂν ἡμῖν γένοιτο. Ἐπὶ μὲν γὰρ
35τῶν ἔξωθεν δικαστηρίων καὶ βουλευτηρίων εἰκότως ὁ νόμος οὗτος ἐκράτησεν· οὐδὲ γὰρ ἴσασι φιλοσοφεῖν· διὸ οὐδὲ ἐσθίουσιν ὥστε τραφῆναι, ἀλλ’ ὥστε διαῤῥαγῆναι· πίνουσι γὰρ ὑπὲρ κόρον πολλάκις· διὰ τοῦτο ἑαυτοὺς ἀχρήστους πρὸς τὴν τῶν πραγμάτων οἰκονομίαν καθ‐
40ιστῶντες, καὶ δικαστήρια καὶ βουλευτήρια ἀποκλείουσι δείλης καὶ μεσημβρίας. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· μὴ γένοιτο· ἀλλ’ ὁ φαγὼν τῷ νηστεύοντι κατὰ τὴν τῆς ψυ‐ χῆς σωφροσύνην ἐφάμιλλος ἔσται· οὐ γὰρ ὥστε διαῤῥῆ‐ ξαι τὴν γαστέρα, οὐδὲ ὥστε σκοτῶσαι τὸν λογισμὸν
45ἐσθίει καὶ πίνει, ἀλλ’ ὥστε τὸ σῶμα ἠσθενηκὸς ἀνακτή‐ σασθαι. βʹ. Ἀλλὰ τῆς μὲν παραινέσεως ταύτης ἅλις, ὥρα δὲ λοι‐ πὸν τῆς ὑποθέσεως ἅψασθαι· καίτοι γε ἀναδύεται καὶ ὀκνεῖ πρὸς τὴν διδασκαλίαν ταύτην ἡμῖν ὁ λογισμὸς διὰ

49

.

104

(50)

τοὺς μὴ παραγενομένους. Καὶ καθάπερ μήτηρ φιλόστορ‐ γος τράπεζαν ἔχουσα παραθεῖναι, τῶν παίδων μὴ παρ‐ όντων ἁπάντων ἀλγεῖ καὶ ὀδυνᾶται· τοῦτο δὴ κἀγὼ πά‐ σχω νῦν, καὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων ἐννοῶν τὴν ἀπουσίαν, ἀναδύομαι πρὸς τὴν ἔκτισιν· ἀλλ’ ὑμεῖς κύ‐
55ριοι τὸν ὄκνον τοῦτον ἐκβαλεῖν. Εἰ γὰρ ὑπόσχοισθέ μοι
μετὰ ἀκριβείας ἅπαντα πρὸς ἐκείνους διαπορθμεύσειν,103

49

.

105

μετὰ προθυμίας ἡμεῖς ἅπαντα καταβαλοῦμεν ὑμῖν· οὕτω γὰρ ἐκείνοις τε ἔσται τῆς ἀπουσίας παραμυθία τῆς ὑμε‐ τέρας ἀγάπης ἡ διδασκαλία, ὑμεῖς τε προσεκτικώτερον ἡμῶν ἀκούσεσθε, εἰδότες ὅτι καὶ πρὸς ἑτέρους ὑμῖν ἀπαγ‐
5γεῖλαι ταῦτα ἀνάγκη. Ἵνα οὖν σαφέστερος ἡμῖν ὁ λόγος γένηται, ἄνωθεν ἀναλαβόντες αὐτὸν εἴπωμεν. Ἐζητοῦμεν τοίνυν πρώην τίνος ἕνεκεν μετὰ ἔτη τοσ‐ αῦτα ἐδόθησαν αἱ Γραφαί· οὐ γὰρ ἐπὶ τοῦ Ἀδὰμ, οὐδὲ ἐπὶ τοῦ Νῶε, καὶ τοῦ Ἀβραὰμ, ἀλλὰ ἐπὶ τοῦ Μωϋσέως
10ἐδόθη τοῦτο τὸ βιβλίον· καὶ πολλῶν ἀκούω λεγόντων, ὅτι, εἰ χρήσιμον ἦν, ἐξ ἀρχῆς ἔδει δοθῆναι· εἰ δὲ ἄχρη‐ στον ἦν, οὐδὲ μετὰ ταῦτα δοθῆναι ἐχρῆν. Ἀλλ’ ἕωλος οὗτος ὁ λογισμός· οὐ γὰρ δὴ πάντως, εἴ τι χρήσιμον μετὰ ταῦτα, ἐξ ἀρχῆς ὀφείλει δίδοσθαι· οὐδὲ εἴ τι παρὰ
15τὴν ἀρχὴν ἐδόθη, τοῦτο πάντως ὀφείλει καὶ μετὰ ταῦτα μένειν. Ἐπεὶ καὶ τὸ γάλα χρήσιμον, ἀλλ’ οὐ δι‐ ηνεκῶς δίδοται, ἀλλὰ παισὶν οὖσιν ἡμῖν δίδοται μόνον· καὶ ἡ στερεὰ τροφὴ χρήσιμος, ἀλλ’ οὐδεὶς ἡμῖν ἐν ἀρχῇ μεταδίδωσιν αὐτῆς, ἀλλ’ ἐπειδὰν τὴν παιδικὴν ἐξέλθωμεν
20ἡλικίαν· πάλιν τὸ θέρος χρήσιμον, ἀλλ’ οὐ διαπαντὸς φαίνεται· καὶ ὁ χειμὼν ἐπιτήδειος, ἀλλὰ καὶ οὗτος ὑπ‐ εξίσταται. Τί οὖν; αἱ Γραφαὶ, φησὶν, οὐκ εἰσὶ χρήσιμοι; Χρησιμώταται μὲν οὖν καὶ ἀναγκαιόταται. Τίνος οὖν ἕνεκεν, φησὶν, ἐξ ἀρχῆς ἡμῖν οὐκ ἐδόθησαν; Ὅτι οὐ
25διὰ γραμμάτων, ἀλλὰ διὰ πραγμάτων, ἠβούλετο παι‐ δεύειν τῶν ἀνθρώπων τὴν φύσιν ὁ Θεός. Τί ποτέ ἐστι διὰ πραγμάτων; Διὰ τῆς κτίσεως αὐτῆς. Εἰς τοῦτο γοῦν τὸ κεφάλαιον ἐμπεσὼν ὁ Ἀπόστολος, καὶ πρὸς Ἕλληνας ἀπο‐ τεινόμενος τοὺς λέγοντας, ὅτι Οὐκ ἐμάθομεν ἐξ ἀρχῆς
30παρὰ τῶν Γραφῶν θεογνωσίαν, ὅρα πῶς ἀπελογήσατο. Εἰπὼν γὰρ, ὅτι Ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ’ οὐ‐ ρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, ἐπειδὴ εἶ‐ δεν ἀντίθεσιν ἀντιπίπτουσαν αὐτῷ, καὶ πολλοὺς ἀντ‐
35ερωτῶντας, ὅτι Καὶ πόθεν ᾔδεσαν Ἕλληνες τὴν ἀλή‐ θειαν τοῦ Θεοῦ; ἐπήγαγε λέγων· Διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Καὶ πῶς φανερόν ἐστιν ἐν αὐτοῖς; πῶς δὲ ἠδύναντο εἰδέναι Θεὸν, καὶ τίς ἔδει‐ ξεν; εἰπέ. Ὁ γὰρ Θεὸς ἐφανέρωσεν αὐτοῖς, φησί.
40Ποίῳ τρόπῳ; ποῖον προφήτην πέμψας; τίνα εὐαγγελι‐ στήν; ποῖον διδάσκαλον, εἰ αἱ Γραφαὶ μηδέπω ἦσαν; Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τὴν
45κτίσιν εἰς μέσον προέθηκε πρὸ τῶν ὀφθαλμῶν πάντων, ἵνα ἀπὸ τῶν ἔργων τὸν δημιουργὸν στοχάζωνται· ὅπερ οὖν καὶ ἕτερος ἔλεγεν· Ἐκ γὰρ μεγέθους καὶ καλλο‐ νῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν καθορᾶται. Εἶδες τὸ μέγεθος; θαύμασον τὴν δύναμιν

49

.

105

(50)

τοῦ ποιήσαντος. Εἶδες τὸ κάλλος; ἐκπλάγηθι τὴν σοφίαν τοῦ κοσμήσαντος· ὅπερ οὖν καὶ ὁ προφήτης ἐμφαίνων ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν τοῦ Θεοῦ. Πῶς, εἰπέ μοι, διηγοῦνται; φωνὴν οὐκ ἔχουσι, στόμα οὐ κέκτηνται, γλῶττα παρ’ αὐτοῖς οὐκ ἔστι, πῶς οὖν δι‐
55ηγοῦνται; Διὰ τῆς ὄψεως αὐτῆς· ὅταν γὰρ ἴδῃς τὸ κάλ‐ λος, τὸ μέγεθος, τὸ ὕψος, τὴν θέσιν, τὸ σχῆμα, τὸ πρὸς τοσοῦτον χρόνον διαρκὲς, ὥσπερ φωνῆς ἀκούων, καὶ δι‐ δασκόμενος διὰ τῆς ὄψεως, προσκυνεῖς τὸν ποιήσαντα σῶμα καλὸν οὕτω καὶ παράδοξον. Σιγᾷ ὁ οὐρανὸς, ἀλλ’ ἡ
60ὄψις αὐτοῦ φωνὴν σάλπιγγος λαμπροτέραν ἀφίησι, δι’ ὀφθαλμῶν ἡμᾶς, οὐ δι’ ἀκοῆς παιδεύουσα· καὶ γὰρ πέ‐
φυκεν αὕτη ἐκείνης ἡ αἴσθησις καὶ πιστοτέρα εἶναι καὶColumn end

49

.

106

σαφεστέρα. Εἰ μὲν γὰρ διὰ βιβλίων ἐπαίδευσε καὶ διὰ γραμμάτων, ὁ μὲν εἰδὼς γράμματα ἔμαθεν ἂν τὰ ἐγγε‐ γραμμένα, ὁ δὲ οὐκ εἰδὼς ἀπῆλθεν ἂν μηδὲν ἐκεῖθεν ὠφεληθεὶς, εἰ μή τις ἐνήγαγεν ἕτερος· καὶ ὁ μὲν εὔπο‐
5ρος ἐπρίατο ἂν τὸ βιβλίον, ὁ δὲ πένης οὐκ ἂν ἴσχυσε κτήσασθαι· πάλιν ὁ μὲν τὴν φωνὴν ἐκείνην εἰδὼς τὴν διὰ τῶν γραμμάτων σημαινομένην ἔγνω ἂν τὰ ἐγ‐ κείμενα, ὁ δὲ Σκύθης, καὶ ὁ βάρβαρος, καὶ ὁ Ἰνδὸς, καὶ ὁ Αἰγύπτιος, καὶ πάντες οἱ τῆς γλώττης ἐκείνης ἀπεστε‐
10ρημένοι ἀπῆλθον ἂν μηδὲν μαθόντες· ἐπὶ δὲ τοῦ οὐ‐ ρανοῦ οὐκ ἔστι τοῦτο εἰπεῖν, ἀλλὰ καὶ Σκύθης, καὶ βάρ‐ βαρος, καὶ Ἰνδὸς, καὶ Αἰγύπτιος, καὶ πᾶς ἄνθρωπος ἐπὶ τῆς γῆς βαδίζων ταύτης ἀκούσεται τῆς φωνῆς· οὐ γὰρ δι’ ὤτων, ἀλλὰ καὶ δι’ ὄψεως εἰς τὴν διάνοιαν ἐμπί‐
15πτει τὴν ἡμετέραν. Ἡ δὲ τῶν ὁρωμένων ἀντίληψις μία τίς ἐστι, καὶ οὐ διάφορος, καθάπερ ἡ τῶν γλωσσῶν· εἰς τοῦτο καὶ ἰδιώτης καὶ σοφὸς δυνήσεται τὸ βιβλίον ὁμοίως ἰδεῖν, καὶ πένης καὶ πλούσιος, καὶ ὅπουπερ ἄν τις ἀφ‐ ίκηται, ἀναβλέψαι εἰς τὸν οὐρανὸν ἀρκοῦσαν λήψεται δι‐
20δασκαλίαν ἀπὸ τῆς θεωρίας· ὅπερ καὶ αὐτὸς ὁ προφή‐ της αἰνιττόμενος καὶ δεικνὺς, ὅτι φωνὴν ἡ κτίσις ἀφίησι καὶ βαρβάροις καὶ Ἕλλησι καὶ πᾶσιν ἁπλῶς ἀνθρώποις εὐσύνοπτον, οὕτως ἔλεγεν· Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λό‐ γοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Ὃ δὲ λέγει
25τοιοῦτόν ἐστιν· Οὐκ ἔστιν ἔθνος, οὐδὲ γλῶττα, φησὶν, ἡ μὴ δυναμένη συνιέναι τῆς φωνῆς ταύτης· ἀλλὰ τοι‐ οῦτος αὐτῶν ἐστιν ὁ φθόγγος, ὥστε δύνασθαι ὑπὸ πάν‐ των ἀνθρώπων ἀκούεσθαι, καὶ οὐχὶ τοῦ οὐρανοῦ μόνον, ἀλλὰ καὶ τῆς ἡμέρας καὶ τῆς νυκτός. Καὶ πῶς τῆς
30ἡμέρας καὶ τῆς νυκτός; οὗτος μὲν γὰρ καὶ διὰ τοῦ κάλ‐ λους, καὶ διὰ τοῦ μεγέθους, καὶ διὰ τῶν ἄλλων ἁπάντων ἐκπλήττει τοὺς θεατὰς, καὶ πρὸς τὸ θαῦμα τοῦ δη‐ μιουργήσαντος αὐτὸν παραπέμπει, ἡ δὲ ἡμέρα καὶ ἡ νὺξ τί τοιοῦτον ἂν ἔχοιεν ἡμῖν ἐπιδείξασθαι; Τοιοῦτον
35μὲν οὐδὲν, ἕτερα δὲ οὐκ ἐλάττονα τούτων, τὸν ῥυθμὸν, τὴν τάξιν τὴν μετ’ ἀκριβείας ἁπάσης. Ὅταν γὰρ ἐννοή‐ σῃς πῶς τὸν ἐνιαυτὸν ἅπαντα διενείμαντο, καὶ καθά‐ περ ἐν ζυγῷ καὶ πλάστιγγι τοῦ παντὸς διαστήματος τὸ μῆκος διείλαντο, ἐκπλαγήσῃ τὸν τάξαντα. Καθάπερ γάρ
40τινες ἀδελφαὶ τὸν πατρῷον διανειμάμεναι κλῆρον μετὰ πολλῆς τῆς ἀγάπης, οὐδὲ τὸ τυχὸν ἀλλήλαις ἐπηρεάζου‐ σαι· οὕτω δὴ καὶ ἡ ἡμέρα καὶ ἡ νὺξ μετὰ ἀκριβείας πάσης τὸν ἐνιαυτὸν ἐν ἰσομοιρίᾳ τοσαύτῃ διενείμαντο, καὶ τοὺς οἰκείους διατηροῦσιν ὅρους, καὶ οὐδέποτε ἑτέρα
45τὴν ἑτέραν ἐξώθησεν· οὐδέποτε οὖν ἐν χειμῶνι μακρὰ γέγονεν ἡ ἡμέρα, ὥσπερ οὐδέποτε ἐν θέρει μακρὰ γέγο‐ νεν ἡ νὺξ, τοσούτων παρελθουσῶν γενεῶν· ἀλλ’ ἐν τοσ‐ ούτῳ διαστήματι καὶ μήκει, οὐδὲ ἀκαριαῖον, οὐχ ἡμι‐ ώριον, οὐ ῥιπὴν ὀφθαλμοῦ ἡ ἑτέρα τὴν ἑτέραν ἐπλεονέκτησε.

49

.

106

(50)

γʹ. Διὰ ταῦτα καὶ ὁ ψαλμῳδὸς ἐκπλαγεὶς αὐτῶν τὴν ἰσό‐ τητα, ἐβόα λέγων· Νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Ἂν ταῦτα εἰδῇς φιλοσοφεῖν, θαυμάσεις τὸν οὕτω παρὰ τὴν ἀρχὴν τάξαντα τοὺς ἀκινήτους τούτους ὅρους. Ἀκουέ‐ τωσαν τούτων οἱ πλεονέκται καὶ τῶν ἀλλοτρίων ἐφιέμε‐
55νοι χρημάτων, καὶ μιμείσθωσαν ἡμέρας καὶ νυκτὸς τὴν ἰσότητα· ἀκουέτωσαν οἱ πεφυσιωμένοι καὶ μεγαλοφρο‐ νοῦντες, καὶ μὴ βουλόμενοι τῶν πρωτείων ἑτέροις παρα‐ χωρεῖν. Ἡ ἡμέρα τῇ νυκτὶ παραχωρεῖ, καὶ οὐκ ἐπιβαί‐ νει τοῖς ἀλλοτρίοις ὅροις· σὺ δὲ ἀεὶ τιμῆς ἀπολαύων
60οὐκ ἀνέχῃ τοῖς ἀδελφοῖς μεταδοῦναι ταύτης; Καὶ σκόπει105

49

.

107

μοι νομοθέτου σοφίαν. Ἐν χειμῶνι μακρὰν ἔταξεν εἶναι τὴν νύκτα, ὅτε ἁπαλώτερα τὰ σπέρματα καὶ καταψύχε‐ σθαι δεόμενα μᾶλλον, καὶ θερμοτέρας οὐκ ἀνέχε‐ ται τῆς ἀκτῖνος· ἐπειδὰν δὲ αὐξηθῇ, συναύξεται πάλιν
5αὐτοῖς ἡ ἡμέρα, καὶ τότε γίνεται μακροτέρα, ὅταν ὁ καρπὸς ἀκμάζῃ λοιπόν. Οὐ τοῖς σπέρμασι δὲ τοῦτο, ἀλλὰ καὶ τοῖς σώμασιν ἐπιτήδειον. Ἐπειδὰν γὰρ τοῦ χειμῶνος καὶ ναύτης, καὶ κυβερνήτης, καὶ ὁδοιπόρος, καὶ στρατιώτης, καὶ γεωργὸς τὰ πολλὰ οἴκοι κάθηνται
10τῷ κρυμῷ συνδεδεμένοι, καὶ ἀργίας καιρὸς ὁ τοῦ χει‐ μῶνός ἐστι, τὸ πλέον τοῦ χρόνου εἰς νύκτα ἀναλίσκεσθαι ἐποίησεν ὁ Θεὸς, ἵνα μὴ περιττὸν ᾖ τῆς ἡμέρας τὸ μῆ‐ κος, οὐδὲν δυναμένων ποιεῖν τῶν ἀνθρώπων. Τί ἄν τις εἴποι τῶν ὡρῶν τὴν εὐταξίαν; πῶς καὶ αὗται καθάπερ
15παρθένοι τινὲς χορεύουσαι ἐν κύκλῳ μετὰ πολλῆς τῆς εὐταξίας ἀλλήλας διαδέχονται, καὶ κατὰ μικρὸν καὶ ἀψο‐ φητὶ πρὸς τὰς ἐναντίας αἱ μέσαι διαβιβάζουσαι οὐ παύον‐ ται; Διὰ τοῦτο οὔτε ἀπὸ χειμῶνος ἡμᾶς διαδέχεται θέρος, οὔτε ἐκεῖθεν χειμὼν εὐθέως, ἀλλὰ μέσον παρεμβέβληται
20τὸ ἔαρ, ὥστε ἠρέμα καὶ κατὰ μικρὸν διαδεχομένων ἡμῶν, πεπυκνωμένα τὰ σώματα ἀλύπως προσάγειν τῷ θέρει. Ἐπειδὴ γὰρ αἱ ἀθρόαι πρὸς τὸ ἐναντίον μεταβολαὶ νόσον καὶ βλάβην τίκτουσι τὴν ἐσχάτην, ᾠκοδόμησεν ὁ Θεὸς ἀπὸ μὲν τοῦ χειμῶνος ἡμᾶς τὸ ἔαρ διαδέχεσθαι, ἀπὸ δὲ τοῦ
25ἔαρος τὸ θέρος, ἀπὸ δὲ τοῦ θέρους τὸ μετόπωρον, καὶ οὕτω τῷ χειμῶνι παραπέμπειν, ὥστε ἀβλαβεῖς καὶ κατὰ μικρὸν τὰς μεταβολὰς τὰς ἐκ τῶν ἐναντίων ὡρῶν διὰ τῶν μέσων ἡμῖν ἐγγίνεσθαι. Τίς οὖν οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὃς ὁρῶν μὲν οὐρανὸν, ὁρῶν δὲ θάλατταν καὶ
30γῆν, ὁρῶν δὲ τοσαύτην ὡρῶν εὐκρασίαν οὕτως ἀκριβῆ, καὶ ἡμέρας καὶ νυκτὸς ἀδιάπτωτον τάξιν, νομίζειν αὐ‐ τομάτως ταῦτα γενέσθαι, ἀλλὰ μὴ προσκυνεῖν τὸν ἅπαντα ταῦτα μετὰ σοφίας τῆς προσηκούσης διαταξάμενον; Ἔχω τι καὶ πλέον τούτων εἰπεῖν· οὐ γὰρ δὴ μόνον τὸ μέγεθος
35καὶ κάλλος, ἀλλὰ καὶ αὐτὸς ὁ τρόπος τῆς δημιουργίας ἐμφαίνει τὸν συγκροτοῦντα τὰ πάντα Θεόν. Ἐπειδὴ γὰρ κτίζοντι καὶ δημιουργοῦντι πάντα παρὰ τὴν ἀρχὴν οὐ παρῆμεν, οὐδὲ εἰ παρῆμεν, εἴδομεν ἂν πῶς ἐγένετο, τῆς ἀοράτου δυνάμεως αὐτὰ κατασκευαζούσης, αὐτὸν τὸν
40τρόπον τῆς δημιουργίας ἡμῖν ἄριστον ἐποίησεν ἐγγενέ‐ σθαι διδάσκαλον, ὑπὲρ φύσεως ἀκολουθίαν συνθεὶς ἅπαντα τὰ γενόμενα. Τάχα ἀσαφέστερόν ἐστιν ὅπερ εἶπον· οὐκ‐ οῦν ἀνάγκη σαφέστερον τοῦτο πάλιν εἰπεῖν· Πάντες ἂν ὁμολογήσαιεν, ὅτι φύσεώς ἐστιν ἀκολουθία τὸ ὕδωρ ὑπὲρ
45τὴν γῆν φέρεσθαι, ἀλλ’ οὐχὶ τὴν γῆν ἐπὶ τῶν ὑδάτων· ἡ μὲν γὰρ γῆ πυκνή τις οὖσα καὶ σκληρὰ καὶ ἀντίτυπος καὶ συνεχὴς, ῥᾳδίως δύναται στέγειν τῶν ὑδάτων τὴν φύσιν· τὸ δὲ ὕδωρ ῥυτὸν ὂν καὶ χαῦνον, μαλακόν τε καὶ διαῤῥέον, καὶ τοῖς ἐμπίπτουσιν εἶκον ἅπασιν, οὐδὲν ἂν

49

.

107

(50)

δυνηθείη σῶμα στέγειν, κἂν σφόδρα κουφότατον ᾖ· πολ‐ λάκις γοῦν ψηφῖδος μικρᾶς ἐμπεσούσης εἶξε, καὶ παρ‐ εχώρησε, καὶ πρὸς τὸ βάθος αὐτὴν παρέπεμψεν. Ὅταν οὖν ἴδῃς οὐχὶ ψηφῖδα μικρὰν, ἀλλὰ τὴν γῆν ἅπασαν ὑπερ‐ άνω τῶν ὑδάτων φερομένην καὶ μὴ καταποντιζομένην,
55θαύμασον τὴν δύναμιν τὴν ὑπὲρ φύσιν ταῦτα θαυματουρ‐ γοῦσαν. Καὶ πόθεν τοῦτο δῆλον, ὅτι ἡ γῆ ὑπεράνω τῶν ὑδάτων φέρεται; Ὁ προφήτης τοῦτό φησιν, οὕτω λέγων· Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Καὶ πάλιν, Τῷ θε‐
60μελιώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Τί λέγεις; ψη‐ φῖδα μικρὰν ὕδωρ ἐπὶ τῶν νώτων οὐκ ἂν δυνηθείη βαστά‐ σαι, καὶ γῆν τοσαύτην φέρει, καὶ ὄρη, καὶ βουνοὺς, καὶ πόλεις, καὶ φυτὰ, καὶ ἀνθρώπους. καὶ ἄλογα, καὶ οὐ
καταποντίζεται; τί λέγω, οὐ καταποντίζεται; πῶς κάτω‐Column end

49

.

108

θεν ὁμιλοῦντος αὐτῇ τοῦ ὕδατος τοσοῦτον χρόνον οὐ δι‐ ελύθη καὶ πηλὸς γέγονε τὸ πᾶν; Εἰ γὰρ ξύλων φύσις ὕδασι βραχὺν ἐνδιατρίψασα χρόνον σήπεται καὶ διαλύεται· καὶ τί λέγω ξύλων φύσις, τί σιδήρου γένοιτ’ ἂν εὐτονώ‐
5τερον; ἀλλὰ καὶ οὗτος χαυνοῦται πολλάκις, ὅταν διαπαντὸς ἐν ὕδατι μένῃ· καὶ μάλα εἰκότως· καὶ γὰρ καὶ αὐτὸς ἀπὸ γῆς ἔχει τὴν ὕπαρξιν. Διὰ τοῦτο πολλοὶ τῶν δρα‐ πετευόντων οἰκετῶν, ἐπειδὰν τὰς πέδας καὶ τὰς ἁλύσεις ἐπισυρόμενοι φύγωσι, παρὰ ῥύακας ὑδάτων ἐλθόντες, καὶ
10δεδεμένους ἐναποθέμενοι τοὺς πόδας τοῖς ὕδασι, καὶ χαυ‐ νότερον ταύτῃ ποιήσαντες τὸν σίδηρον, ῥᾳδίως λίθῳ παίοντες διακλῶσιν. Εἶτα σίδηρος μὲν χαυνοῦται, καὶ ξύλα σήπεται, καὶ λίθοι φθείρονται ὑπὸ τῆς τῶν ὑδά‐ των φύσεως, γῆς δὲ ὄγκος τοσοῦτος ἐπὶ τοσοῦτον χρόνον
15ἐπικείμενος τοῖς ὕδασιν, οὔτε κατεποντίσθη, οὔτε διελύθη καὶ ἀπώλετο. δʹ. Καὶ τίς οὐκ ἂν ἐκπλαγείη ταῦτα καὶ θαυμάσειε, καὶ θαῤῥῶν ἂν εἴποι, οὐχὶ φύσεως εἶναι ἔργα, ἀλλὰ τῆς ὑπὲρ φύσιν Προνοίας; Διὰ ταῦτά τίς φησιν· Ὁ κρεμάσας τὴν
20γῆν ἐπ’ οὐδενός· ἄλλος δέ τις, Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς· καὶ, ὅτι Ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν. Καὶ δοκεῖ μὲν ἐναντία ταῦτα εἶναι, πολλὴν δὲ ἔχει τὴν συμφωνίαν. Ὁ γὰρ εἰπὼν, ὅτι Ἐπὶ τῶν ὑδά‐ των ἐθεμελίωσεν αὐτὴν, ταυτὸν εἶπε τῷ εἰρηκότι, ὅτι
25ἐπ’ οὐδενὸς αὐτὴν ἐκρέμασε· τὸ γὰρ ἐπὶ ὑδάτων ἑστάναι ἴσον ἐστὶ τοῦ κρέμασθαι ἐπ’ οὐδενός. Ποῦ οὖν κρέμαται καὶ ἕστηκεν; Ἄκουσον τοῦ αὐτοῦ λέγοντος· Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς· οὐχ ὅτι χεῖρας ἔχει ὁ Θεὸς, ἀλλ’ ἵνα μάθῃς ὅτι ἡ δύναμις αὐτοῦ ἡ προνοοῦσα πάντων,
30αὕτη ἐστὶν ἡ συγκρατοῦσα καὶ διαβαστάζουσα τὸ σῶμα τῆς γῆς. Ἀλλ’ οὐ πείθῃ τοῖς εἰρημένοις; Πίστευσον τοῖς ὁρωμένοις· καὶ γὰρ καὶ ἐφ’ ἑτέρου στοιχείου τὴν θαυμα‐ τουργίαν ταύτην ἔστιν εὑρεῖν. Τοῦ γὰρ πυρὸς ἡ φύσις ἀνωφερής τίς ἐστι καὶ πρὸς τὸ ὕψος ἀεὶ πηδᾷν καὶ ἅλλε‐
35σθαι πέφυκε, κἂν μυρία βιάσῃ καὶ καταναγκάσῃς, οὐκ ἂν ἀνάσχοιτο τῆς κάτω φορᾶς. Πολλάκις γοῦν δᾷδα καιο‐ μένην λαβόντες, καὶ κατὰ κεφαλῆς κλίναντες τοῦ πυρὸς τὴν ὁρμὴν οὐκ ἠναγκάσαμεν κάτω νεῦσαι, ἀλλὰ καὶ οὕ‐ τως ἄνω τρέχει, καὶ πρὸς τὸ ὕψος ἐπείγεται κάτωθεν·
40ἐπὶ δὲ τοῦ ἡλίου τοὐναντίον ἅπαν ἐποίησεν ὁ Θεός· τὰς γὰρ ἀκτῖνας αὐτοῦ πρὸς τὴν γῆν ἔτρεψε, καὶ τὸ φῶς κάτω νεύειν ἐποίησε, μονονουχὶ λέγων αὐτῷ διὰ τοῦ σχήματος· Κάτω βλέπε, φησὶ, καὶ τοῖς ἀνθρώποις φαῖνε· διὰ γὰρ ἐκείνους ἐγένου. Καὶ λύχνου μὲν φλὸξ οὐκ ἂν ἀνάσχοιτο
45τοῦτο παθεῖν, ἄστρον δὲ οὕτω μέγα καὶ θαυμαστὸν κάτω νεύει, καὶ πρὸς τὴν γῆν βλέπει ἀπεναντίας τῷ πυρὶ, διὰ τὴν τοῦ κελεύσαντος δύναμιν. Βούλει καὶ ἕτε‐ ρον εἴπω τοιοῦτον; Τὰ νῶτα τοῦ οὐρανοῦ τοῦ φαινομέ‐ νου ὕδατα περιλαμβάνει πάντοθεν, καὶ οὐ καταῤῥεῖ, οὐδὲ

49

.

108

(50)

ἐξίσταται, καίτοι γε οὐκ ἔστι τοιαύτη τῶν ὑδάτων ἡ φύ‐ σις· ἀλλ’ εἰς μὲν τὰ κοῖλα συντρέχει ῥᾳδίως· ἐπειδὰν δὲ κεκυρτωμένον ᾖ σῶμα, διολισθαίνει πάντοθεν, καὶ οὐκ ἂν αὐτοῦ οὐδὲ μικρὸν σταίη μέρος ἐπὶ τοῦ τοιούτου σχή‐ ματος. Ἀλλ’ ἰδοὺ τὸ παράδοξον τοῦτο γέγονεν ἐπὶ τῶν
55οὐρανῶν· καὶ τοῦτο αὐτὸ πάλιν ὁ προφήτης αἰνιττόμενος λέγει· Αἰνεῖτε τὸν Κύριον, τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν. Καὶ οὔτε τὸ ὕδωρ τὸν ἥλιον ἔσβεσεν, οὔτε ὁ
ἥλιος ἐπὶ τοσοῦτον χρόνον βαδίζων κάτωθεν τὸ ἐπικεί‐107

49

.

109

μενον ἀνεξήρανεν ὕδωρ. Βούλει σε πάλιν εἰς τὴν γῆν καταγάγωμεν, καὶ τὸ θαῦμα ἐπιδείξωμεν; Οὐχ ὁρᾷς ταυτηνὶ τὴν θάλατταν, τὴν κυμάτων γέμουσαν καὶ πνευ‐ μάτων βιαίων; ἀλλ’ αὕτη ἡ θάλαττα ἡ εὐρύχωρος καὶ
5μεγάλη καὶ μαινομένη ἀσθενεῖ ψάμμῳ τειχίζεται. Καὶ σκόπει Θεοῦ σοφίαν· οὐκ ἀφῆκεν αὐτὴν ἡσυχάζειν οὐδὲ ἠρεμεῖν, ἵνα μὴ τῆς φύσεως αὐτῆς εἶναι νομίσῃς τὴν εὐταξίαν, ἀλλ’ ἔνδον μένουσα βοᾷ, καὶ ταράττεται, καὶ μεγάλα ἠχεῖ, καὶ τὰ κύματα πρὸς ὕψος διανίστησιν ἄφα‐
10τον· ἐπειδὰν δὲ ἔλθῃ πρὸς τοὺς αἰγιαλοὺς, καὶ τὴν ψάμ‐ μον ἴδῃ, διαλυθεῖσα πρὸς ἑαυτὴν πάλιν ἐπάνεισι, δι’ ἀμ‐ φοτέρων σε τούτων διδάσκουσα, ὅτι οὐχὶ φύσεως ἔργον ἐστὶ τὸ μένειν αὐτὴν εἴσω τῶν οἰκείων ὅρων, ἀλλὰ τῆς τοῦ κατέχοντος αὐτὴν δυνάμεως. Διὰ τοῦτο γοῦν καὶ
15ἀσθενὲς τὸ τειχίον ἐποίησε, καὶ οὐ ξύλα καὶ λίθους οὐδὲ ὄρη τοῖς αἰγιαλοῖς περιέβαλε τούτοις, ἵνα μὴ τούτοις λογίσῃ τοῦ στοιχείου τὴν εὐταξίαν. Τοῦτο γοῦν καὶ αὐτός ποτε τοῖς Ἰουδαίοις ὀνειδίζων ἔλεγεν· Ἐμὲ οὐ φοβηθή‐ σεσθε τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, καὶ οὐχ
20ὑπερβήσεται; Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι μέγαν καὶ θαυμαστὸν τὸν κόσμον ἐποίησεν, οὐδ’ ὅτι ὑπὲρ φύσεως ἀκολουθίαν αὐτὸν συνέπηξεν, ἀλλ’ ὅτι καὶ ἐξ ἐναντίων αὐτὸν συνέστησε, θερμοῦ καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, πυρὸς καὶ ὕδατος, γῆς καὶ ἀέρος· καὶ τὰ ἐναν‐
25τία ταῦτα στοιχεῖα, ἀφ’ ὧν τόδε τὸ πᾶν συνέστηκεν, ἀλ‐ λήλοις μαχόμενα ὑπ’ ἀλλήλων οὐκ ἀνηλώθη, οὐ τὸ πῦρ ἐπέδραμε καὶ ἀνῆψεν ἅπαντα, οὐ τὸ ὕδωρ ἐπελθὸν ἐπ‐ έκλυσε τὴν οἰκουμένην. Ἀλλ’ ἐπὶ μὲν τῶν σωμάτων τῶν ἡμετέρων ταῦτα γίνεται, καὶ χολῆς αὐξανομένης τίκτεται
30πυρετὸς, καὶ τῷ παντὶ ζώῳ λυμαίνεται· καὶ φλέγματος πλεονάζοντος πολλὰ νοσήματα φύεται, καὶ διαφθείρει τὸ ζῶον. Ἐπὶ δὲ τοῦδε τοῦ παντὸς οὐδὲν τούτων συνέβη, ἀλλ’ ἕκαστον μένει καθάπερ τινὶ χαλινῷ καὶ δεσμῷ τῷ βουλήματι τοῦ ποιήσαντος τοὺς οἰκείους διαφυλάττον
35ὅρους, καὶ ἡ μάχη τούτων εἰρήνης αἰτία γίνεται τῷ παντί. Ταῦτα οὐχὶ καὶ τυφλῷ δῆλα, καὶ τοῖς σφόδρα ἀνοήτοις εὐσύνοπτα, ὅτι ἐκ προνοίας τινὸς γέγονε καὶ συγκρατεῖται; Τίς γὰρ οὕτως ἄφρων καὶ ἀναίσθητος, ὃς ὁρῶν τοσοῦτον σωμάτων ὄγκον, τοσοῦτον κάλλος,
40τοσαύτην σύνθεσιν, τοιούτων στοιχείων μάχην δι‐ ηνεκῆ καὶ ἐναντίωσιν, καὶ διαμονὴν, μὴ λογίσασθαι πρὸς ἑαυτὸν καὶ εἰπεῖν, ὅτι εἰ μὴ πρόνοιά τις ἦν ἡ τὸν ὄγκον τῶν σωμάτων διακρατοῦσα, καὶ μὴ συγχωροῦσα τὸ πᾶν διαπεσεῖν, οὐκ ἂν ἔμεινεν, οὐκ ἂν διήρκεσε; Τοσαύτη μὲν
45ὡρῶν εὐταξία, τοσαύτη δὲ ἡμέρας καὶ νυκτὸς συμφωνία, τοσούτων δὲ ἀλόγων ζώων γένη, καὶ φυτῶν, καὶ σπερμά‐ των, καὶ βοτανῶν ὁδῷ βαδίζει, καὶ οὐδὲν εἰς τὴν παροῦ‐ σαν ἡμέραν οὔτε διέπεσεν, οὔτε ἀνηλώθη καθάπαξ. εʹ. Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ πολλὰ ἕτερα τούτων

49

.

109

(50)

πλείονα καὶ βαθύτερα ἦν εἰπεῖν, καὶ περὶ αὐτῆς φιλοσο‐ φῆσαι τῆς κτίσεως· ἀλλ’ εἰς τὴν ἐπιοῦσαν ἐκεῖνα ταμιευσά‐ μενοι, σπουδάσωμεν τὰ εἰρημένα μετὰ ἀκριβείας κατα‐ σχεῖν, καὶ εἰς ἑτέρους ἐξενεγκεῖν. Καὶ οἶδα μὲν ὅτι τὴν ἀκοὴν ὑμῶν ἐξένισε τῶν νοημάτων τὸ βάθος, ἀλλ’ ἐὰν
55ὀλίγον νήψωμεν, καὶ ἐν τούτοις ἐθίσωμεν ἑαυτοὺς, καὶ ἑτέροις ῥᾳδίως ἐσόμεθα διδάσκαλοι. Τέως δὲ ἐκεῖνο πρὸς τὴν ὑμετέραν ἀγάπην ἀναγκαῖον εἰπεῖν· Ὥσπερ ἐδόξασεν ἡμᾶς ὁ Θεὸς διὰ τῆς τοσαύτης δημιουργίας, οὕτω δοξά‐ σωμεν αὐτὸν καὶ ἡμεῖς διὰ τῆς πολιτείας τῆς καθαρᾶς.
60Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, φαινόμενοι μόνον·
καὶ ἡμεῖς τοίνυν διηγησώμεθα δόξαν Θεοῦ, μὴ λέγοντεςColumn end

49

.

110

μόνον, ἀλλὰ καὶ σιγῶντες, καὶ τῇ τοῦ βίου λαμπρότητι πάντας ἐκπλήττοντες. Λαμψάτω γὰρ, φησὶν, ὑμῶν τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν
5τοῖς οὐρανοῖς. Ὅταν γὰρ ὁ ἄπιστος ἴδῃ σὲ τὸν πιστὸν κατεσταλμένον, σωφρονοῦντα, κόσμιον ὄντα, ἐκπλαγήσε‐ ται καὶ ἐρεῖ· Ἀληθῶς μέγας ὁ τῶν Χριστιανῶν Θεὸς, οἵους κατέστησεν ἀνθρώπους, οἵους ἐξ οἵων ἐποίησεν, ἀγ‐ γέλους αὐτοὺς ἐξ ἀνθρώπων εἰργάσατο. Ἂν ὑβρίσῃ τις,
10οὐ λοιδοροῦνται· ἂν τυπτήσῃ τις, οὐκ ἀγανακτοῦσιν· ἂν ἀδικήσῃ τις, ὑπερεύχονται τοῦ λελυπηκότος· ἐχθρὸν οὐκ ἔχουσι, μνησικακεῖν οὐκ ἐπίστανται, φλυαρεῖν οὐκ ἴσα‐ σιν, οὐκ ἔμαθον ψεύδεσθαι, ἐπιορκεῖν οὐκ ἀνέχονται, μᾶλλον δὲ οὐδὲ ὀμνύειν· ἀλλὰ τὴν γλῶτταν ἐκτμηθῆναι
15ἂν ἕλοιντο πρότερον, ἢ ὅρκον τινὰ ἀπὸ τοῦ στόματος προέσθαι. Ταῦτα δῶμεν αὐτοῖς περὶ ἡμῶν λέγειν, καὶ τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν ἀπελάσωμεν, καὶ τοσαύτην δῶμεν τῷ Θεῷ τιμὴν, ὅσην τοῖς ἱματίοις ἡμῶν τοῖς πολυτελεστέροις. Πῶς γὰρ οὐκ ἄτοπον ἱμάτιον μὲν
20ἔχοντας τῶν λοιπῶν βέλτιον μὴ ἀνέχεσθαι συνεχῶς αὐτῷ καταχρᾶσθαι, τὸ δὲ τοῦ Θεοῦ ὄνομα πανταχοῦ περισύρειν ἁπλῶς καὶ ὡς ἔτυχε; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ οὕτω καταφρονῶμεν ἡμῶν τῆς σωτηρίας ἀλλὰ τὴν σπουδὴν ἣν ἐξ ἀρχῆς ἐποιησάμεθα περὶ τὴν ἐντολὴν ταύτην, εἰς
25τέλος ἀγάγωμεν. Καὶ γὰρ ἐγὼ διὰ τοῦτο συνεχῆ ποιοῦμαι τὴν παράκλησιν τὴν περὶ τῶν ὅρκων, οὐκ ἐπειδὴ κατ‐ έγνων ὑμῶν ῥᾳθυμίαν, ἀλλ’ ἐπειδὴ τὸ πλέον κατορθωθὲν ὑμῖν εἶδον, καὶ σπεύδω καὶ ἐπείγομαι τὸ πᾶν ἀπαρτι‐ σθῆναι καὶ τέλος λαβεῖν. Οὕτω καὶ οἱ θεαταὶ ποιοῦσι,
30τοὺς ἐγγὺς ὄντας τῶν βραβείων διεγείρουσι μᾶλλον. Μὴ τοίνυν ἀποκάμωμεν μηδὲ ἡμεῖς, καὶ γὰρ ἐγγὺς ἑστή‐ καμεν τοῦ παντὸς κατορθώματος, καὶ ἡ δυσκολία παρὰ τὴν ἀρχὴν ἦν. Ὅτε δὲ τὸ πλέον τῆς συνηθείας ὑπετμήθη νῦν, καὶ μικρὸν ὑπολέλειπται λοιπὸν, οὐδὲ
35πόνου χρεία τινὸς, ἀλλὰ μικρᾶς παρατηρήσεως, καὶ βραχείας τινὸς ἀκριβείας δεόμεθα, ἵνα αὐτοὶ κατορθώ‐ σαντες καὶ ἑτέροις γενώμεθα διδάσκαλοι, καὶ μετὰ παῤ‐ ῥησίας τὸ ἱερὸν ἴδωμεν Πάσχα, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς διπλασίονα καὶ τριπλασίονα τῆς εἰωθυίας καρ‐
40πωσώμεθα τὴν εὐφροσύνην. Οὐ γὰρ οὕτω τὸ τῶν πόνων ἡμᾶς ἀπαλλαγῆναι καὶ τῶν ἱδρώτων τῆς νηστείας εὐ‐ φραίνει, ὡς τὸ μετὰ κατορθώματος καὶ στεφάνου λαμ‐ προῦ εἰς τὴν ἱερὰν ἐκείνην ἑορτὴν ἀπαντῆσαι, στεφάνου μηδέποτε μαραινομένου. Ὥστε δὲ ταχυτέραν γενέσθαι
45τὴν διόρθωσιν, τοῦτο ποίησον ὃ λέγω· Γράψον ἐπὶ τὸν τοῖχον τῆς οἰκίας σου, καὶ ἐπὶ τὸν τοῖχον τῆς καρδίας σου τὴν δρεπάνην τὴν πετομένην ἐκείνην, καὶ ταύτην ἐπὶ τῆς ἀρᾶς πέτεσθαι νόμιζε, καὶ συνεχῶς αὐτὴν ἀνα‐ λογίζου· κἂν ἕτερον ὀμνύοντα ἴδῃς, ἐπίσχες, κώλυσον,

49

.

110

(50)

καὶ τῶν οἰκετῶν ἐπιμελήθητι τῶν σῶν. Ἂν γὰρ τοῦτο σκοπήσωμεν, ὅπως μὴ μόνον αὐτοὶ κατορθώσαιμεν, ἀλλὰ καὶ ἑτέρους εἰς τοῦτο ἐναγάγοιμεν, ταχέως αὐτοὶ πρὸς τὸ πέρας ἥξομεν. Οἱ γὰρ ἑτέρους παιδεύειν κατα‐ δεξάμενοι, ἐρυθριάσομεν καὶ αἰσχυνούμεθα, ἃ τοῖς ἄλλοις
55ἐπιτάττομεν, ταῦτα ἐλλιμπάνοντες αὐτοὶ φανῆναι. Οὐδὲ χρεία πλειόνων λόγων· πολλὰ γὰρ καὶ τὰ πρώην εἰρη‐ μένα, καὶ ταῦτα δὲ ὑπομνήσεως χάριν μόνης εἴρηται. Ὁ δὲ Θεὸς, ὁ μᾶλλον ἡμῶν τῶν ἡμετέρων φειδόμενος ψυχῶν, καὶ ἐν τούτῳ καὶ ἐν παντὶ καταρτίσειεν ἡμᾶς
60ἀγαθῷ, ἵνα πληρώσαντες πάντα καρπὸν δικαιοσύνης,109

49

.

111

καταξιωθῶμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ
φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗColumn end

49

.

112

καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι,
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

49

.

111

(3t)

Ἔπαινος τῶν μετὰ τὴν ἑστίασιν ἀπηντηκότων εἰς τὴν ἀκρόασιν· καὶ φυσιολογία κόσμου· καὶ κατὰ τῶν
4tθεοποιούντων τὴν κτίσιν· καὶ περὶ τοῦ μὴ ὀμνύειν.
5tὉμιλία ιʹ.
6 αʹ. Χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν, ὅτι τὴν παραίνεσιν ἡμῶν, ἣν ὑπὲρ τῶν μὴ νηστευόντων καὶ διὰ τοῦτο ἀπο‐ λιμπανομένων ἐποιησάμεθα πρώην, εἰς ἔργον ὑμεῖς ἐξ‐ ηνέγκατε. Καὶ γὰρ πολλοὺς οἶμαι τῶν ἠριστηκότων
10παρεῖναι τήμερον, καὶ τὸν καλὸν ἡμῖν σύλλογον τοῦτον πληροῦν· καὶ τοῦτο στοχάζομαι ἐκ τοῦ λαμπρότερον ἡμῖν τὸ θέατρον γενέσθαι καὶ πλείω τῶν ἀκροωμένων τὴν σύνοδον. Οὐ μάτην, ὡς ἔοικε, τοὺς πολλοὺς περὶ αὐτῶν πρώην ἀνηλώσαμεν λόγους, τὴν ὑμετέραν ἀγά‐
15πην παρακαλοῦντες ἕλκειν πρὸς τὴν μητέρα αὐτοὺς, καὶ πείθειν, ὡς ἔξεστι καὶ μετὰ τροφὴν σωματικὴν καὶ τροφῆς μετασχεῖν πνευματικῆς. Πότε γὰρ, εἰπέ μοι, βέλτιον πεποιήκατε, ἀγαπητοί; τῇ παρελθούσῃ συνάξει, ὅτε μετὰ τὴν τράπεζαν ἐπὶ ὕπνον ἐτρέπεσθε, ἢ νῦν, ὅτε
20μετὰ τὴν τράπεζαν πρὸς τὴν ἀκρόασιν τῶν θείων ἀπηντήκατε νόμων; ὅτε ἐπὶ τῆς ἀγορᾶς διετρί‐ βετε, καὶ συνεδρίων μετείχετε οὐδὲν ἐχόντων χρηστὸν, ἢ νῦν, ὅτε μετὰ τῶν ἀδελφῶν ἑστήκατε τῶν ὑμετέρων, καὶ προφητικῶν ἀκούετε λόγων; Οὐκ ἔστιν αἰσχύνη τὸ
25φαγεῖν, ἀγαπητοὶ, ἀλλὰ τί; Τὸ φαγόντα μένειν οἴκοι καὶ ὑστερεῖν τῆς ἱερᾶς ταύτης ἑορτῆς. Οἴκοι μὲν γὰρ μένων ἀργότερος ἔσῃ καὶ νωθέστερος, ἐνταῦθα δὲ ἐλθὼν πάντα ὕπνον καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτινάξεις· οὐ ῥᾳθυμίαν δὲ μόνον, ἀλλὰ καὶ ἀθυμίαν ἅπασαν ἀποθέ‐
30μενος, ῥᾴων καὶ εὐθυμότερος ἐν ἅπασιν ἔσῃ τοῖς συμ‐ πίπτουσι πράγμασι. Καὶ τί χρὴ τὰ ἄλλα λέγειν; Στῆθι μόνον ἐγγὺς τοῦ νηστεύοντος, καὶ μετέλαβες αὐτοῦ εὐ‐ θέως τῆς εὐωδίας· μύρον γάρ ἐστιν ὁ νηστεύων πνευ‐ ματικὸν, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς γλώττης
35καὶ διὰ πάντων ἐμφαίνων τὴν τῆς ψυχῆς εὐταξίαν. Ταῦτα οὐχὶ κατηγορῶν τῶν ἠριστηκότων εἶπον, ἀλλ’ ἵνα δείξω τῆς νηστείας τὸ κέρδος. Νηστείαν δὲ οὐ τὴν ἀποχὴν λέγω τῶν βρωμάτων μό‐ νον, ἀλλὰ καὶ πρὸ ταύτης τὴν τῶν ἁμαρτημάτων ἀπ‐
40οχήν· ἐπεὶ καὶ ὁ ἑστιαθεὶς, καὶ ἐνταῦθα μετὰ τῆς προσ‐ ηκούσης παραγενόμενος σωφροσύνης, οὐ πολὺ τοῦ νη‐ στεύοντος ἀπολιμπάνεται, ὥσπερ οὖν ὁ νηστεύσας καὶ μὴ μετὰ σπουδῆς καὶ ἀκριβείας τοῖς λεγομένοις προσ‐ έχων, οὐδὲν ἀπὸ τῆς νηστείας καρπώσεται μέγα. Ὁ γὰρ
45ἐσθίων καὶ συνάξεως ἁγίας κοινωνῶν μετὰ τῆς προσ‐ ηκούσης σπουδῆς, τοῦ μηδὲν ἐσθίοντος καὶ ἀπολιμπανο‐ μένου πολὺ βελτίων ἐστίν· οὐδὲν γὰρ τοιοῦτο τὸ μὴ φαγεῖν ἡμᾶς ὠφελῆσαι δυνήσεται, ὅσα ὠφελεῖ καὶ δίδωσιν ἀγαθὰ τὸ πνευματικῆς μετασχεῖν διδασκα‐

49

.

111

(50)

λίας. Ποῦ γὰρ ἑτέρωθι ταῦτα ἀκούσῃ ἅπερ ἐνταῦθα φιλοσοφεῖς; Ἂν εἰς δικαστήριον ἀπέλθῃς, ἀμφισβητή‐ σεις ἐκεῖ καὶ μάχαι· ἂν εἰς βουλευτήριον, ἡ τῶν πολι‐ τικῶν πραγμάτων φροντίς· ἂν εἰς οἰκίαν, τῶν ἰδιωτικῶν ἡ μέριμνα κατατρύχει πάντοθεν· ἂν εἰς συλλόγους καὶ
55συνέδρια τῆς ἀγορᾶς, πάντα κἀκεῖ γήινα καὶ φθαρτά·Column end

49

.

112

(5)

ἢ γὰρ περὶ τῶν ὠνίων, ἢ περὶ τῶν εἰσφορῶν, ἢ περὶ τραπέζης πολυτελοῦς, ἢ περὶ χωρίων πράσεως, ἢ περὶ συμβολαίων ἑτέρων, ἢ περὶ διαθηκῶν, ἢ περὶ κληρονο‐ μιῶν, ἢ περὶ ἑτέρων τινῶν τοιούτων ἅπαντες τοῖς ἐκεῖ συλλεγομέγοις οἱ λόγοι γίνονται. Κἂν εἰς αὐτὰς δὲ εἰσ‐
10έλθῃς τὰς βασιλικὰς αὐλὰς, καὶ ἐκεῖ πάλιν τὰ αὐτὰ ἀκούσῃ διαλεγομένων ἁπάντων περὶ χρημάτων, περὶ δυναστείας, περὶ δόξης τῆς ἐνταῦθα τιμωμένης, πνευ‐ ματικὸν δὲ οὐδέν· ἐνταῦθα δὲ τοὐναντίον ἅπαν, περὶ τοῦ οὐρανοῦ καὶ τῶν ἐν οὐρανῷ πραγμάτων, περὶ ψυχῆς,
15περὶ ζωῆς τῆς ἡμετέρας, καὶ τίνος ἕνεκεν γεγόναμεν, καὶ διὰ τί τοσοῦτον διατρίβομεν ἐνταῦθα χρόνον, καὶ ἐπὶ τίσιν ἀποδημοῦμεν ἐντεῦθεν, καὶ τί μετὰ ταῦτα ἡμᾶς διαδέ‐ ξεται, καὶ τίνος ἕνεκεν τὸ σῶμα ἡμῖν πήλινον, καὶ τίς ἡ τοῦ θανάτου φύσις, καὶ τί ποτέ ἐστιν ἡ παροῦσα ζωὴ,
20καὶ τίς ἡ μέλλουσα, καὶ οὐδὲν ἁπλῶς γήινον, ἀλλὰ πάν‐ τες περὶ πνευματικῶν ἡμῖν οἱ λόγοι γίνονται· καὶ με‐ γάλα τῆς σωτηρίας ἡμῶν λαβόντες ἐφόδια, οὕτως ἐντεῦ‐ θεν ἀπελευσόμεθα μετὰ χρηστῆς τῆς ἐλπίδος. βʹ. Ἐπεὶ οὖν οὐκ εἰκῆ τὰ σπέρματα κατεβάλομεν, ἀλλ’
25ὥσπερ ὑμᾶς παρεκάλεσα πάντας ἐθηρεύσατε τοὺς ἀπολειφθέντας ὑμῶν, φέρε καὶ ἡμεῖς ὑμᾶς ἀμειψώμεθα, καὶ μικρὰ τῶν πρότερον εἰρημένων ὑμᾶς ἀναμνήσαντες, τὰ λειπόμενα ἀποδῶμεν πάλιν. Τίνα οὖν ἦν τὰ πρώην εἰρημένα; Ἐζητοῦμεν πῶς καὶ τίνι τρόπῳ πρὸ τῆς τῶν
30Γραφῶν δόσεως τὰ καθ’ ἡμᾶς ᾠκονόμησεν ὁ Θεὸς, καὶ ἐλέγομεν, ὅτι διὰ τῆς κτίσεως ἐπαίδευσεν ἡμῶν τὸ γένος, οὐρανὸν ἐκτείνας καὶ εἰς τὸ μέσον προθεὶς, βιβλίον μέ‐ γιστον, καὶ ἰδιώταις καὶ σοφοῖς, καὶ πένησι καὶ πλουσίοις, καὶ Σκύθαις καὶ βαρβάροις, καὶ πᾶσιν ἁπλῶς τοῖς τὴν
35γῆν οἰκοῦσι χρήσιμον, βιβλίον πολὺ μεῖζον τοῦ πλή‐ θους τῶν διδασκομένων ὄν. Πολλὰ καὶ περὶ νυκτὸς καὶ ἡμέρας, καὶ τῆς τούτων εὐταξίας, καὶ τοῦ ῥυθμοῦ τοῦ μετὰ ἀκριβείας ὑπ’ αὐτῶν φυλαττομένου διελέχθημεν· πολλὰ καὶ περὶ τοῦ χοροῦ τῶν ὡρῶν τοῦ ἔτους, καὶ τῆς
40τούτων ἰσότητος. Καθάπερ γὰρ ἡ ἡμέρα τῆς νυκτὸς οὐδὲ ἡμιώριον πλεονεκτεῖ κατὰ πάντα τὸν ἐνιαυτόν· οὕτω καὶ αὗται πρὸς ἀλλήλας ἐξ ἴσης τὰς ἡμέρας διενείμαντο πάσας. Ἀλλ’ ὅπερ καὶ ἔμπροσθεν ἔλεγον, ὅτι οὐ τὸ μέγεθος καὶ τὸ κάλλος τῆς κτίσεως δείκνυσι
45τὸν Δημιουργὸν μόνον, ἀλλὰ καὶ ὁ τρόπος αὐτὸς τῆς συμπήξεως, καὶ τὸ ὑπὲρ φύσεως ἀκολουθίαν εἶναι τῆς δημιουργίας τὸν τρόπον. Φύσεως μὲν γὰρ ἀκολουθία ἦν, τὸ ὕδωρ ὑπὲρ τὴν γῆν φέρεσθαι· νῦν δὲ τοὐναντίον ὁρῶμεν, τὴν γῆν ὑπὸ τῶν ὑδάτων βασταζομένην. Φύσεως

49

.

112

(50)

ἦν ἀκολουθία, τὸ πῦρ ἄνω τρέχειν· νῦν δὲ τὸ ἐναντίον βλέ‐ πομεν κάτω πρὸς τὴν γῆν τετραμμένας τοῦ ἡλίου τὰς ἀκτῖνας, καὶ τὰ ὕδατα ὑπεράνω τῶν οὐρανῶν ὄντα, καὶ οὐ διολισθαίνοντα, καὶ τὸν ἥλιον κάτωθεν τρέχοντα, καὶ οὐδὲ σβεννύμενον ὑπὸ τῶν ὑδάτων, οὕτε ἀφανίζοντα τὴν
55νοτίδα ἐκείνην. Πρὸς τούτοις εἰρήκαμεν, ὅτι ἐκ τεττάρων στοιχείων τόδε τὸ πᾶν συνέστηκεν ἐναντίων ἀλλήλοις
καὶ μαχομένων, καὶ θάτερον τὸ ἕτερον οὐ κατηνάλωσε.111

49

.

113

καίτοιγε ἀλλήλων ὄντα ἀναλωτικά. Ὅθεν δῆλον, ὅτι δήναμίς τις ἀόρατος αὐτὰ χαλινοῖ, καὶ δεσμὸς γίνεται ἡ τοῦ Θεοῦ βούλησις. Τούτῳ πλέον ἐνδιατρίψαι σήμερον βούλομαι τῷ λόγῳ· ἀλλὰ διανάστητε, καὶ προσέχετε
5μετ’ ἀκριβείας ἡμῖν. Ὥστε δὲ σαφέστερον γενέσθαι τὸ θαῦμα, ἀπὸ τοῦ σώματος τοῦ ἡμετέρου τὴν διδασκαλίαν τὴν περὶ τούτων ποιήσομαι. Καὶ γὰρ τὸ σῶμα τὸ ἡμέ‐ τερον τὸ βραχὺ τοῦτο καὶ μικρὸν ἐκ τεττάρων συν‐ έστηκε στοιχείων, θερμοῦ μὲν τοῦ αἵματος, ξηροῦ δὲ
10τῆς χολῆς τῆς ξανθῆς· καὶ ὑγροῦ μὲν τοῦ φλέγματος, ψυ‐ χροῦ δὲ τῆς μελαίνης χολῆς. Καὶ μή τις ἀλλότριον ἡμῶν εἶναι νομιζέτω τοῦτον τὸν λόγον· Ὁ γὰρ πνευματικὸς ἀνακρίνει μὲν τὰ πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνα‐ πρίνεται. Οὕτω καὶ Παῦλος γεωργικῶν ἥψατο θεωρη‐
15μάτων, περὶ ἀναστάσεως ἡμῖν διαλεγόμενος, καί φησιν· Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. Εἰ δὲ ὁ μακάριος ἐκεῖνος τοὺς τῆς γεωργίας ἐκίνει λόγους, οὐδὲ ἡμῖν μέμψοιτό τις ἰατρικῶν ἁπτο‐ μένοις νοημάτων· περὶ γὰρ δημιουργίας Θεοῦ νῦν ἡμῖν
20ὁ λόγος· καὶ ἀναγκαία γένοιτ’ ἂν ἡμῖν αὕτη τῶν νοημά‐ των ἡ ὑπόθεσις. Ὅπερ οὖν ἔφθην εἰπὼν, ἐκ τεττάρων ἡμῖν στοιχείων τοῦτο τὸ σῶμα συνέστηκε, κἂν τὸ ἕτερον στασιάσῃ μέχρι παντὸς, θάνατος ἀπὸ τῆς στάσεως γί‐ νεται ταύτης· οἷον τῆς χολῆς πλεοναζούσης, τίκτε‐
25ται πυρετὸς, κἂν ἐπικρατήσῃ πέρα τοῦ μέτρου, ταχίστην ἐπάγει τὴν τελευτήν· πάλιν τοῦ ψυχροῦ πλεονάζοντος, παρέσεις καὶ τρόμοι καὶ ἀποπληξίαι καὶ μυρία ἕτερα νο‐ σήματα τίκτεται· καὶ ὅλως ἑκάστη νοσημάτων ἰδέα ἀπὸ τῆς πλεονεξίας τῶν στοιχείων γίνεται τούτων, ὅταν τὸ
30ἕτερον τοὺς οἰκείους ὑπερβὰν ὄρους κατὰ τῶν λοιπῶν τυραννῇ, καὶ τὴν συμμετρίαν λυμήνηται πᾶσαν. Ἐρώτησον τοίνυν τὸν λέγοντα αὐτόματα εἶναι τὰ πάντα, καὶ ἀφ’ ἑαυτῶν συνεστάναι. Εἰ τὸ βραχὺ τοῦτο σῶμα καὶ μικρὸν, καὶ φαρμάκων ἀπολαῦον καὶ ἰατρικῆς ἐπι‐
35στήμης, καὶ τῆς διοικούσης αὐτὸ ψυχῆς ἔνδον, καὶ φιλο‐ σοφίας πολλῆς, καὶ μυρίων ἑτέρων βοηθημάτων, οὐκ ἰσχύει διαπαντὸς ἐν εὐταξίᾳ μένειν, ἀλλ’ ἀπόλλυται καὶ διαφθείρεται πολλάκις, ἐν αὐτῷ ταραχῆς γενομένης· πῶς ἂν ὁ τοσοῦτος κόσμος τοσούτους ὄγκους σωμάτων
40ἔχων, καὶ ἐκ τῶν αὐτῶν συγκείμενος στοιχείων, εἰ μὴ πολλῆς ἀπήλαυσε προνοίας, ἔμεινεν ἂν ἐπὶ τοσοῦτον χρό‐ νον ἀτάραχος; Οὐδὲ γὰρ ἂν ἔχοι λόγον, τὸ μὲν προνοίας ἀπολαῦον ἡμῶν σῶμα καὶ τῆς ἔξωθεν καὶ τῆς ἔνδοθεν, μόλις διαρκεῖν πρὸς τὴν ἑαυτοῦ σύστασιν· τὸν δὲ τοσοῦ‐
45τον κόσμον, μηδεμιᾶς ἀπολαύοντα προνοίας, ἐπὶ τοσαῦτα ἔτη μηδὲν τοιοῦτον παθεῖν, οἷον τὸ σῶμα τὸ ἡμέτερον. Πῶς γὰρ οὐδὲ ἓν τῶν στοιχείων τούτων, εἰπέ μοι, τοὺς οἰ‐ κείους ὑπερέβη ὅρους, καὶ τὰ λοιπὰ κατηνάλωσεν ἅπαντα; τίς δὲ αὐτὰ συνήγαγεν ἀπ’ ἀρχῆς; τίς ἔδησε, τίς ἐχαλί‐

49

.

113

(50)

νωσε, τίς ἐπὶ τοσοῦτον διακρατεῖ χρόνον; Καὶ γὰρ εἰ μὲν ἁπλοῦν καὶ μονοειδὲς ἦν τοῦ κόσμου τὸ σῶμα, οὐχ οὕτως ἀδύνατον ἦν τὸ λεγόμενον· ὅταν δὲ μάχη τοσαύτη τῶν στοιχείων ἐξ ἀρχῆς ᾖ, τίς οὕτως ἀνόητος ὡς ἐν‐ νοῆσαι, ὅτι χωρὶς τοῦ συνάγοντος συνῆλθε ταῦτα αὐτό‐
55ματα, καὶ συνελθόντα ἔμεινεν; Εἰ γὰρ ἡμεῖς οὐχὶ φύσει, ἀλλὰ προαιρέσει πρὸς ἀλλήλους ἐχθρωδῶς ἔχοντες οὐκ ἂν αὐτόματοι συμβαίημεν, ἕως ἂν ἐχθροὶ μένωμεν καὶ πρὸς ἀλλήλους ἔχωμεν ἀηδῶς, ἀλλ’ ἑτέρου δεόμεθα τοῦ συνάγοντος ἡμᾶς, καὶ μετὰ τὸ συναγαγεῖν ἐπισφίγγοντος,
60καὶ πείθοντος μένειν ἐπὶ τῆς καταλλαγῆς, καὶ μὴ πά‐Column end

49

.

114

λιν ἀποπηδᾷν· πῶς ἂν τὰ μήτε λογισμοῦ μήτε αἰσθή‐ σεώς τινος μετέχοντα στοιχεῖα, καὶ φύσει πολέμια ἀλ‐ λήλοις ὄντα καὶ ἐχθρὰ συνῆλθε καὶ συνέβη, καὶ μετ’ ἀλλήλων ἔμεινεν, εἰ μὴ δύναμίς τις ἦν ἄῤῥητος, ἡ καὶ
5συνάγουσα, καὶ μετὰ τὸ συναγαγεῖν διαπαντὸς μετὰ τοῦ δεσμοῦ τούτου κατέχουσα; γʹ. Οὐχ ὁρᾷς πῶς τοῦτο τὸ σῶμα τῆς ψυχῆς ἀποστάσης διαῤῥεῖ, καὶ μαραίνεται, καὶ ἀπόλλυται, καὶ πρὸς τὴν οἰκείαν ἕκαστον τῶν στοιχείων ἐπανέρχεται λῆξιν; Τὸ
10αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ τοῦδε ἐγένετο ἂν τοῦ κόσμου, εἰ κατέλιπεν αὐτὸν ἔρημον τῆς οἰκείας προνοίας ἡ διαπαν‐ τὸς αὐτὸν κοβερνῶσα δύναμις. Εἰ γὰρ πλοῖον ἄνευ κυ‐ βερνήτου οὐ συνίσταται, ἀλλὰ καταποντίζεται εὐκόλως, ὁ κόσμος πῶς ἂν συνέστη ἐπὶ τοσοῦτον χρόνον μηδενὸς
15αὐτὸν κυβερνῶντος; Καὶ ἵνα μηδὲν εἴπω πλέον, νόμισον εἶναι πλοῖον τὸν κόσμον, τρόπιν ὑποκεῖσθαι τὴν γῆν, ἱστία τὸν οὐρανὸν, ἐπιβάτας τοὺς ἀνθρώπους, πέ‐ λαγος τὴν ὑποκειμένην ἄβυσσον· πῶς οὖν ἐπὶ τοσούτου χρόνου ναυάγιον οὐκ ἐγένετο; ἔασον γοῦν πλοῖον μίαν
20ἡμέραν χωρὶς κυβερνήτου καὶ ναυτῶν, καὶ ὄψει κατα‐ ποντιζόμενον εὐθέως· ἀλλ’ ὁ κόσμος οὐδὲν τοιοῦτον ἔπαθε πεντακισχίλια καὶ πολλῷ πλείονα λοιπὸν ἔτη ἔχων. Καὶ τί λέγω πλοῖον; καλύβην μικρὰν ἐπήξατό τις ἐν ταῖς ἀμπέλοις, καὶ τοῦ καρποῦ συναιρεθέντος ἀφῆκεν ἔρη‐
25μον, καὶ οὐδὲ δύο πολλάκις ἡμέρας διαμένει, ἀλλὰ δια‐ λύεται καὶ καταπίπτει ταχέως. Εἶτα καλύβη μὲν οὐκ ἂν σταίη χωρὶς τοῦ προνοοῦντος, δημιούργημα δὲ τοσοῦτον οὕτω καλὸν καὶ θαυμαστὸν, καὶ νόμοι νυκτὸς καὶ ἡμέ‐ ρας, καὶ ὡρῶν ἐνηλλαγμέναι χορεῖαι, καὶ φύσεως δρόμος
30ποικίλος τις καὶ παντοδαπὸς ἐν γῇ καὶ θαλάττῃ, καὶ ἀέρι, καὶ οὐρανῷ, καὶ φυτοῖς, καὶ ζώοις πετομένοις, νηχομένοις, βαδίζουσιν, ἕρπουσι, καὶ ἐν τῷ πάντων ἐκείνων κυριωτέρῳ τῶν ἀνθρώπων γένει, πῶς ἂν διέμει‐ νεν ἐπὶ τοσοῦτον ἀδιάπτωτος χρόνον χωρὶς προνοίας
35τινός; Μετὰ γὰρ τῶν εἰρημένων ἔπελθέ μοι τοὺς λειμῶ‐ νας τῷ λόγῳ, τοὺς παραδείσους, τὰ γένη τῶν ἀνθῶν, τὰς βοτάνας ἁπάσας, τὰς χρείας αὐτῶν, τὴν εὐωδίαν, τὰ σχήματα, τὴν θέσιν, τὰ ὀνόματα μόνον· τὰ δένδρα τὰ ἔγκαρπα, τὰ ἄκαρπα· τῶν μετάλλων τὴν φύσιν· τῶν
40ζώων τῶν ἐν θαλάττῃ, τῶν ἐν τῇ γῇ, τῶν νηκτῶν, τῶν ἀεροπόρων· τὰ ὄρη, τὰς νάπας, τοὺς δρυμοὺς, τὸν κάτω λειμῶνα, τὸν ἄνω λειμῶνα (καὶ γὰρ ἐν τῇ γῇ λειμὼν καὶ ἐν τῷ οὐρανῷ λειμὼν), τὰ ποικίλα τῶν ἄστρων ἄνθη, κάτω ῥόδα, ἄνω ἶρις. Βούλει καὶ ἐπὶ τῶν ὀρνίθων σοι
45δείξω λειμῶνα; κατάμαθε τοῦ ταὼ τὸ σῶμα τὸ ποικίλον καὶ πᾶσαν ὑπερβαῖνον βαφὴν, τοὺς πορφυρίζοντας στρου‐ θούς. Ἐννόησόν μοι τὸ κάλλος τοῦ οὐρανοῦ πόσον ἔχει χρό‐ νον καὶ οὐκ ἠμαυρώθη, ἀλλ’ ὥσπερ σήμερον κατασκευα‐ σθεὶς, οὕτως ἐστὶν ἀποστίλβων καὶ λαμπρός· τῆς γῆς

49

.

114

(50)

τὴν δύναμιν, πῶς οὐκ ἠτόνησεν αὐτῆς ἡ γαστὴρ τοσοῦ‐ τον τίκτουσα χρόνον. Ἐννόησόν μοι τὰς πηγὰς πῶς ἀνα‐ βλύζουσι, καὶ οὐκ ἐπέλιπον ἐξ οὗ γεγόνασι διηνεκῶς βρύουσαι καὶ ἡμέραν καὶ νύκτα πᾶσαν· ἐννόησόν μοι τὴν θάλατταν, πόσους δεχομένη ποταμοὺς οὐχ ὑπερέβη
55τὸ μέτρον. Ἀλλὰ μέχρι τίνος διώκομεν ἀκίχητα; Ἄξιον ἐφ’ ἑκάστῳ τῶν εἰρημένων λέγειν· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Ἀλλὰ τίς ὁ σοφὸς τῶν ἀπίστων λόγος, ὅταν ἅπαντα ταῦτα διέλθωμεν πρὸς αὐτοὺς, τὸ μέγεθος, τὸ κάλλος τῆς κτί‐
60σεως, τὴν δαψίλειαν, τὴν ἀφθονίαν τὴν ἐν ἅπασιν; Αὐτὸ
μὲν οὖν τοῦτο μάλιστά ἐστιν ἔγκλημα, φησὶν, ὅτι οὔτω113

49

.

115

καλὸν καὶ μέγαν τὸν κόσμον ἐποίησεν ὁ Θεός· εἰ μὴ γὰρ αὐτὸν καλὸν καὶ μέγαν ἐποίησεν ὁ Θεὸς, οὐκ ἂν αὐτὸν ἐθεοποιήσαμεν· νῦν δὲ ἐκπλαγέντες αὐτοῦ τὸ μέγεθος, καὶ θαυμάσαντες αὐτοῦ τὸ κάλλος, ἐνομίσαμεν αὐτὸν
5εἶναι θεόν. Ἀλλ’ ἕωλος οὗτος ὁ λόγος ἐστίν. Ὅτι γὰρ οὔτε τὸ μέγεθος οὔτε τὸ κάλλος τῆς ἀσεβείας αἴτιον, ἀλλ’ ἡ ἐκείνων ἄνοια, δείκνυμεν ἡμεῖς οἱ μηδὲν τοιοῦτον πα‐ θόντες ποτέ. Τίνος γὰρ ἕνεκεν αὐτὸν οὐκ ἐθεοποιήσαμεν; οὐ τοῖς αὐτοῖς ὀφθαλμοῖς αὐτὸν βλέπομεν; οὐ τὰ
10αὐτὰ τῆς κτίσεως ἀπολαύομεν ἅπερ καὶ ἐκεῖνοι; οὐ τὴν αὐτὴν ψυχὴν κεκτήμεθα; οὐ τὸ αὐτὸ σῶμα ἔχομεν, οὐ τὴν αὐτὴν πατοῦμεν γῆν; πῶς ἡμᾶς οὐκ ἔπεισε τὸ κάλ‐ λος καὶ τὸ μέγεθος τὰ αὐτὰ νοῆσαι ἐκείνοις; Οὐκ ἐν‐ τεῦθεν δὲ τοῦτο ἔσται δῆλον μόνον, ἀλλὰ καὶ ἑτέρωθεν.
15Ὅτι γὰρ οὐ διὰ τὸ κάλλος αὐτὸν ἐθεοποίησαν, ἀλλὰ διὰ τὴν οἰκείαν ἄνοιαν, τὸν πίθηκον τίνος ἕνεκεν προσεκύνη‐ σαν, τὸν κροκόδειλον, τὸν κύνα, τὰ εὐτελέστατα τῶν ζώων; Ὄντως Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκον‐
20τες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν. Πλὴν ἀλλ’ οὐκ ἀπὸ τούτων ἀπολογησόμεθα μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐροῦμεν. δʹ. Ταῦτα γὰρ ἄνωθεν ὁ Θεὸς προειδὼς, καὶ ταύτην αὐ‐ τῶν ἀνεῖλε τὴν πρόφασιν κατὰ τὴν αὐτοῦ σοφίαν· διὰ
25τοῦτο οὐ μόνον θαυμαστὸν καὶ μέγαν τὸν κόσμον ἐποίη‐ σεν, ἀλλὰ καὶ φθαρτὸν καὶ ἐπίκηρον, καὶ τῆς ἀσθενείας αὐτοῦ πολλὰ δείγματα ἐγκατέθετο, καὶ ὅπερ ἐπὶ τῶν ἀποστόλων ἐποίησε, τοῦτο καὶ ἐπὶ τοῦ κόσμου παντός. Τί δὲ ἐπὶ τῶν ἀποστόλων ἐποίησεν; Ἐπειδὴ πολλὰ ση‐
30μεῖα καὶ θαύματα ἐποίουν καὶ μεγάλα καὶ παράδοξα, εἴασεν αὐτοὺς συνεχῶς μαστίζεσθαι, ἐλαύνεσθαι, δεσμω‐ τήριον οἰκεῖν, ἀσθενείαις περιπίπτειν σωματικαῖς, ἐν διηνεκέσιν εἶναι θλίψεσιν, ἵνα μὴ τῶν σημείων τὸ μέγε‐ θος θεοὺς αὐτοὺς παρὰ τοῖς ἀνθρώποις νομίζεσθαι ποιή‐
35σῃ· διὰ τοῦτο, τοσαύτην δοὺς χάριν, τὸ σῶμα ἀφῆκεν εἶναι θνητὸν, πολλοῖς δὲ καὶ ἐπίνοσον, καὶ οὐ μετέβαλεν αὐτῶν τὴν ἀσθένειαν, ἵνα ἐγγυήσηται τὴν φύσιν. Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ’ αὐτοῦ τοῦ Παύλου οὕτω λέγοντος· Ἐὰν γὰρ καὶ θελήσω καυχήσασθαι, οὐκ
40ἔσομαι ἄφρων· φείδομαι δὲ, μή τις εἰς ἐμὲ λογίση‐ ται ὑπὲρ ὃ βλέπει, ἢ ἀκούει τι ἐξ ἐμοῦ· καὶ πάλιν· Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι. Τί δέ ἐστιν, Ἐν ὀστρακίνοις σκεύεσιν; Ἐν τῷ σώματι τούτῳ, φησὶ, τῷ θνητῷ καὶ ἐπικήρῳ.
45Καθάπερ γὰρ τὸ ὄστρακον ἐκ πηλοῦ καὶ πυρὸς γίνεται, οὕτω δὴ καὶ τὸ σῶμα τῶν ἁγίων ἐκείνων πήλινον ὂν, καὶ τοῦ πνευματικοῦ πυρὸς δεξάμενον τὴν ἐνέργειαν, γέγονεν ὄστρακον. Καὶ τίνος ἕνεκεν τοῦτο γεγένηται, καὶ θησαυρὸν τοσοῦτον καὶ χαρισμάτων δα‐

49

.

115

(50)

ψίλειαν θνητῷ καὶ φθαρτῷ σώματι ἐναπέθετο; Ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν. Ὅταν γὰρ ἴδῃς τοὺς ἀποστόλους νεκροὺς μὲν ἀνιστῶντας, αὐτοὺς δὲ ἀσθενοῦντας καὶ μὴ δυναμένους ἀπαλλαγῆναι τῆς ἀῤῥωστίας, εἴσῃ σαφῶς ὅτι ἡ τοῦ νεκροῦ ἀνάστασις
55οὐ τῆς δυνάμεως τοῦ ἀναστήσαντος, ἀλλὰ τῆς ἐνεργείας τῆς τοῦ Πνεύματος γέγονεν. Ὅτι γὰρ ἠῤῥώστουν συν‐ εχῶς, ἄκουσον τί φησιν ὁ Παῦλος περὶ Τιμοθέου· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας· καὶ πάλιν περὶ ἑτέρου· Τρόφιμον δὲ
60ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα· καὶ Φιλιππησίοις
ἐπιστέλλων ἔλεγεν, ὅτι Ἐπαφρόδιτος ἠσθένησε πα‐Column end

49

.

116

ραπλήσιον θανάτῳ. Εἰ γὰρ καὶ τούτων ὄντων θεοὺς αὐ‐ τοὺς εἶναι ἐνόμισαν, καὶ θύειν ἐπεχείρησαν, λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς, εἰ μὴ ταῦτα ἐγένετο, ποῦ οὐκ ἂν ἐξέβησαν ἀσε‐
5βείας, τὰ θαύματα τότε ὁρῶντες; Ὥσπερ οὖν ἐνταῦθα διὰ τὸ μέγεθος τῶν σημείων καὶ τὴν φύσιν ἀφῆκεν ἐν ἀσθενείᾳ μένειν, καὶ τοὺς ἐπαλλήλους συνεχώρησε πει‐ ρασμοὺς, ἵνα μὴ νομισθῶσιν εἶναι θεοὶ, οὕτω καὶ ἐπὶ τῆς κτίσεως παραπλήσιόν τι τούτοις ἐποίησε. Καὶ γὰρ
10καλὴν αὐτὴν καὶ μεγάλην, καὶ φθαρτὴν πάλιν κατ‐ εσκεύασε. Καὶ ἀμφότερα ταῦτα αἱ Γραφαὶ φιλοσοφοῦσιν· ὁ μὲν γὰρ τὸ κάλλος τῶν οὐρανῶν διηγούμενος, οὕτω φη‐ σίν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ πάλιν Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας
15αὐτὸν ὡς σκηνὴν ἐπὶ τῆς γῆς· καὶ πάλιν· Ὁ κατ‐ έχων τὸν γῦρον τοῦ οὐρανοῦ. Ἕτερος δὲ δεικνὺς ὅτι εἰ καὶ καλὸς καὶ μέγας, ἀλλὰ φθαρτός ἐστιν, οὕτω φησί· Κατ’ ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπ‐
20ολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐ‐ τοὺς, καὶ ἀλλαγήσονται. Καὶ πάλιν περὶ τοῦ ἡλίου φησὶν ὁ Δαυῒδ, ὅτι Ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὑτοῦ· ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν.
25Εἶδες τὸ κάλλος τοῦ ἄστρου καὶ τὸ μέγεθος πῶς σοι παρέστησε; Καθάπερ γὰρ ἐκ παστάδος τινὸς νυμφίος φανεὶς, οὕτως ὁ ἥλιος ὑπὸ τὴν ἕω τὰς ἀκτῖνας ἀφίησι, καὶ ὥσπερ τινὶ κροκωτῷ παραπετάσματι τὸν οὐρανὸν καλλωπίζων, καὶ ῥοδοειδεῖς ποιῶν τὰς νεφέλας, καὶ
30ἀνεμποδίστως τρέχων πᾶσαν τὴν ἡμέραν, οὐδενὶ διακό‐ πτεται πρὸς τὸν δρόμον κωλύματι. Εἶδες τοίνυν τὸ κάλ‐ λος αὐτοῦ, εἶδες αὐτοῦ τὸ μέγεθος; βλέπε καὶ τῆς ἀσθε‐ νείας αὐτοῦ τὸ δεῖγμα. Καὶ γὰρ καὶ τοῦτο δηλῶν σοφός τις ἔλεγε· Τί φωτεινότερον ἡλίου; φησὶ, καὶ τοῦτο
35ἐκλείπει. Οὐκ ἀπὸ τούτου δὲ μόνον αὐτοῦ τὴν ἀσθένειαν ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐν ταῖς τῶν νεφελῶν συνδρομαῖς. Νέφους γοῦν ὑποδραμόντος πολλάκις τὰς ἀκτῖνας ἀφεὶς, καὶ φιλονεικήσας διαῤῥῆξαι τὸ νέφος οὐκ ἴσχυσε, παχυ‐ τέρας τῆς νεφέλης οὔσης καὶ οὐκ ἀνασχομένης αὐτῷ
40διασχεῖν. Ἀλλὰ τὰ σπέρματα τρέφει, φησί· καὶ μὴν οὐκ αὐτὸς τρέφει μόνος, ἀλλὰ καὶ γῆς δεῖται, καὶ δρό‐ σου, καὶ ὑετῶν, καὶ ἀνέμων, καὶ τῆς τῶν ὡρῶν εὐμοι‐ ρίας· κἂν μὴ ταῦτα ἅπαντα συνδράμῃ, περιττὴ ἡ τοῦ ἡλίου γίνεται χρεία.
45 Τοῦτο δὲ οὐκ ἂν εἴη Θεοῦ, τὸ δεῖσθαι ἑτέρων πρὸς ἅπερ ἂν βούληται ποιεῖν· Θεοῦ γὰρ ἴδιον μάλιστα τὸ ἀνενδεές. Αὐτὸς γοῦν οὐχ οὕτω τὰ σπέρματα ἐξήγαγεν ἀπὸ τῆς γῆς, ἀλλ’ ἐκέλευσε μόνον, καὶ πάντα ἐβλάστησε. Καὶ πάλιν, ἵνα μάθῃς ὅτι οὐχ ἡ τῶν στοιχείων φύσις,

49

.

116

(50)

ἀλλὰ τὸ πρόσταγμα αὐτοῦ πάντα ποιεῖ, αὐτά τε τὰ στοι‐ χεῖα οὐκ ὄντα παρήγαγε, καὶ ἐπὶ τῶν Ἰουδαίων, οὐδενὸς δεηθεὶς, τὸ μάννα κατήγαγεν· Ἄρτον γὰρ, φησὶν, οὐ‐ ρανοῦ ἔδωκεν αὐτοῖς. Καὶ τί λέγω, πρὸς τὴν τῶν καρ‐ πῶν ἀκμὴν ὅτι ἑτέρων δεῖται στοιχείων πρὸς τὴν αὐτῶν
55σύστασιν, ὅπου γε καὶ αὐτὸς πολλῶν χρῄζει πρὸς σύστα‐ σιν, καὶ οὐκ ἂν αὐτὸς ἀρκέσειεν ἑαυτῷ; Καὶ γὰρ ἵνα βαδίζῃ, τοῦ οὐρανοῦ δεῖται καθάπερ ἐδάφους τινὸς ὑπο‐ κειμένου, καὶ ἵνα φαίνηται, τῆς τοῦ ἀέρος καθαρότητος καὶ λεπτότητος, ὥστε ἂν πυκνωθῇ πέρα τοῦ μέτρου καὶ
60οὗτος, οὐκ ἰσχύει δεῖξαι τὸ ἑαυτοῦ φῶς ἐκεῖνος,115

49

.

117

καὶ ἵνα μὴ πᾶσιν ἀφόρητος ᾖ, μηδὲ κατακαύσῃ πάντα, ψυχρότητος δεῖται πάλιν καὶ δρόσου. Ὅταν οὖν καὶ πε‐ ριγίνηται αὐτοῦ στοιχεῖα ἕτερα, καὶ τὴν ἀσθένειαν αὐτοῦ διορθῶται (περιγίνεται μὲν ὡς νεφέλαι καὶ τοῖχοι, καὶ
5ἄλλα τινὰ σώματα ἀποκρύπτοντα αὐτοῦ τὸ φῶς· διορ‐ θοῦται δὲ αὐτοῦ τὴν ἀμετρίαν ὡς δρόσοι, καὶ πηγαὶ, καὶ ψυχρότης ἀέρος), πῶς ἂν οὗτος εἴη Θεός; Τὸν γὰρ Θεὸν ἀνενδεῆ εἶναι χρὴ, καὶ μηδενὸς δεῖσθαι, καὶ πᾶσιν ἁπάν‐ των αἴτιον εἶναι τῶν καλῶν, καὶ παρὰ μηδενὸς κωλύε‐
10σθαι· καθάπερ οὖν καὶ περὶ τοῦ Θεοῦ φησιν ὁ Παῦλος καὶ ὁ προφήτης Ἡσαΐας, ὁ μὲν οὕτω λέγων ἐκ προσ‐ ώπου αὐτοῦ· Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος· καὶ πάλιν· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ πάλιν ὁ Δαυΐδ· Εἶπα τῷ Κυ‐
15ρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Ὁ δὲ Παῦλος τὸ ἀνενδεὲς αὐτοῦ δηλῶν, καὶ δει‐ κνὺς ὅτι ἀμφότερα ταῦτα μάλιστά ἐστι Θεοῦ, τὸ μηδενὸς δεῖσθαι, καὶ πᾶσιν αὐτὸν ἅπαντα χορηγεῖν, οὕτω πώς φησιν· Ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν
20καὶ τὴν θάλασσαν, οὐ προσδεόμενός τινος αὐτὸς, διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν, καὶ τὰ πάντα. εʹ. Ἐνῆν μὲν οὖν καὶ τὰ λοιπὰ στοιχεῖα ἐπελθεῖν, τὸν οὐρανὸν, τὸν ἀέρα, τὴν γῆν, τὴν θάλατταν, καὶ δεῖξαι αὐτῶν τὴν ἀσθένειαν, καὶ πῶς ἕκαστον τοῦ πλησίον δεῖ‐
25ται, καὶ τούτου χωρὶς ἀπόλλυται καὶ διαφθείρεται. Καὶ γὰρ καὶ ἡ γῆ, ἐὰν ἀπολίπωσιν αὐτὴν αἱ πηγαὶ καὶ ἡ παρὰ τῆς θαλάττης καὶ τῶν ποταμῶν ἐνσπειρομένη νο‐ τὶς, καταφρυγεῖσα ταχέως ἀπόλλυται· καὶ τὰ λοιπὰ δὲ στοιχεῖα ἄλλων δεῖται, καὶ ἀὴρ ἡλίου, ὥσπερ ἥλιος
30ἀέρος· ἀλλ’ ἵνα μὴ μακρότερον ποιῶμεν τὸν λόγον, ἐκ τῶν εἰρημένων ἱκανὰς τοῖς βουλομένοις ἀφορμὰς δόντες ἀρκεσθησόμεθα. Εἰ γὰρ ὁ πάσης τῆς κτίσεως θαυμαστό‐ τερος ἥλιος οὕτως ἀσθενὴς ὢν καὶ ἐνδεὴς ὤφθη, πολλῷ μᾶλλον τὰ λοιπὰ τοῦ κόσμου μέρη· ὅπερ οὖν εἶπον τοῖς
35φιλοπόνοις ἐκεῖνα δοὺς ἀναλέγεσθαι, αὐτὸς ἀπὸ τῶν Γραφῶν ὑμῖν διαλέξομαι πάλιν, δεικνὺς ὅτι οὐχ ὁ ἥλιος μόνος, ἀλλὰ καὶ ἅπας φθαρτός ἐστιν οὗτος ὁ κόσμος. Ὅταν γὰρ ἀλλήλων ἀναλωτικὰ τὰ στοιχεῖα ᾖ, καὶ κολά‐ ζῃ μὲν τοῦ ἡλίου τὴν δύναμιν ψυχρότης ἐπιγινομένη
40πλέον, ἀναλίσκῃ δὲ ταύτην τὸ θερμὸν πάλιν ἐπικρατῆ‐ σαν, καὶ τὰς ἐναντίας ποιότητάς τε καὶ διαθέσεις ἐν ἀλλήλοις ποιῇ καὶ πάσχῃ τὰ στοιχεῖα, εὔδηλον ὅτι μεγά‐ λης φθορᾶς ταῦτα ἀπόδειξις, καὶ τοῦ σῶμα εἶναι πάντα τὰ ὁρώμενα. Ἀλλ’ ἐπειδὴ τῆς ἀφελείας τῆς ἡμετέρας
45ὑψηλότερος ὁ λόγος οὗτος, φέρε ἐπὶ τὴν γλυκεῖαν ὑμᾶς τῶν Γραφῶν ἀγαγόντες πηγὴν, τὴν ἀκοὴν ὑμῶν ἀναπαύ‐ σωμεν. Οὐ γὰρ δὴ περὶ οὐρανοῦ καὶ γῆς κατὰ μέρος ὑμῖν ἐροῦμεν, ἀλλὰ περὶ πάσης ὁμοῦ τῆς κτίσεως τοῦτο αὐτὸ τὸν Ἀπόστολον ἡμῖν ἀποφαινόμενον δείξομεν, καὶ

49

.

117

(50)

λέγοντα σαφῶς οὕτως, ὅτι πᾶσα ἡ κτίσις φθορᾷ δουλεύει νῦν, καὶ διὰ τί δουλεύει, καὶ πότε αὐτῆς ἀπαλλαγήσε‐ ται, καὶ εἰς ποίαν μεταβήσεται λῆξιν. Εἰπὼν γὰρ, ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν κμιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς, ἐπήγα‐
55γεν· Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκά‐ λυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ μα‐ ταιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Φθαρ‐ τὴ, φησὶν, ἡ κτίσις ἐγένετο· τοῦτο γάρ ἐστι τὸ, Τῇ μα‐
60ταιότητι ὑπετάγη· φθαρτὴ δὲ ἐγένετο τοῦ Θεοῦ κελεύ‐Column end

49

.

118

σαντος οὕτως. Ἐκέλευσε δὲ ὁ Θεὸς οὕτω διὰ τὸ γένος τὸ ἡμέτερον· ἐπειδὴ γὰρ φθαρτὸν ἤμελλε τρέφειν ἄνθρω‐ πον, καὶ αὐτὴν τοιαύτην εἶναι ἐχρῆν· οὐ γὰρ δὴ φθαρτὰ σώματα ἤμελλεν ἀφθάρτῳ ἐνδιαιτᾶσθαι κτίσει. Ἀλλ’
5ὅμως οὐ μένει τοιαύτη, φησὶν, ἀλλὰ Καὶ αὐτὴ ἡ κτί‐ σις ἑλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς· εἶτα δηλῶν πότε τοῦτο ἔσται καὶ διὰ τίνας, ἐπήγαγεν· Εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ὅταν γὰρ ἀναστῶμεν, φησὶ, καὶ ἄφθαρτα λάβωμεν σώ‐
10ματα, τότε καὶ τοῦ οὐρανοῦ τὸ σῶμα καὶ τῆς γῆς καὶ τῆς κτίσεως ἁπάσης ἄφθαρτον ἔσται καὶ ἀκήρατον. Ὅταν οὖν ἴδῃς ἥλιον ἀνίσχοντα, θαύμασον τὸν Δημιουργόν· ὅταν ἴδῃς αὐτὸν κρυπτόμενον καὶ ἀφανιζόμενον, κατά‐ μαθε τῆς φύσεως τὴν ἀσθένειαν, καὶ μὴ προσκυνήσῃς
15αὐτὸν ὡς Θεόν. Διὰ γὰρ τοῦτο οὐ μόνον τῇ φύσει τῶν στοιχείων δεῖγμα τῆς ἀσθενείας αὐτῶν ἐγκατέθετο ὁ Θεὸς, ἀλλὰ καὶ τοῖς αὐτοῦ δούλοις ἀνθρώποις οὖσιν ἐπι‐ τάξαι αὐτοῖς ἐκέλευσεν, ἵνα κἂν ἀπὸ τῆς ὄψεως μὴ γνω‐ ρίσῃς αὐτῶν τὴν δουλείαν, ἀπὸ τῶν ἐπιταττόντων μά‐
20θῃς, ὅτι σύνδουλά σοί ἐστι ταῦτα ἅπαντα. Ὁ γοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ φησι· Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλών. Καὶ πάλιν ὁ προφή‐ της Ἡσαΐας ἀναποδίσαι αὐτὸν ἐπὶ τοῦ βασιλέως Ἐζε‐ κίου πεποίηκε, καὶ Μωσῆς ἀέρι καὶ θαλάττῃ καὶ γῇ καὶ
25πέτραις ἐπέταξεν· Ἑλισσαῖος ὑδάτων φύσιν μετέβαλεν, οἱ τρεῖς παῖδες πυρὸς περιεγένοντο. Ὁρᾷς πῶς ἑκατέρω‐ θεν ἡμῶν προενόησεν ὁ Θεὸς, διὰ μὲν τοῦ κάλλους τῶν στοιχείων εἰς τὴν αὐτοῦ θεογνωσίαν ἡμᾶς ἄγων, διὰ δὲ τῆς ἀσθενείας οὐκ ἀφιεὶς εἰς τὴν ἐκείνων καταπεσεῖν λα‐
30τρείαν; ϛʹ. Ὑπὲρ δὴ τούτων ἁπάντων δοξάσωμεν αὐτὸν τὸν κη‐ δεμόνα ἡμῶν, μὴ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πρα‐ γμάτων, καὶ πολιτείαν ἀρίστην ἐπιδειξώμεθα, τήν τ’ ἄλ‐ λην καὶ τὴν περὶ τοὺς ὅρκους ἐγκράτειαν λέγω. Οὐ γὰρ
35δὴ πᾶν ἁμάρτημα τὴν αὐτὴν φέρει κόλασιν, ἀλλὰ τὰ εὐ‐ κατόρθωτα μείζονα ἡμῖν ἐπάγει τὴν τιμωρίαν· ὅπερ οὖν καὶ ὁ Σολομὼν αἰνιττόμενος ἔλεγεν· Οὐ θαυμαστὸν, ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει γὰρ ἵνα τὴν ψυχὴν αὐ‐ τοῦ ἐμπλήσῃ πεινῶσαν· ὁ δὲ μοιχὸς δι’ ἔνδειαν
40φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Δεινὸν μὲν καὶ ὁ κλέπτης, ἀλλ’ οὐχ οὕτω δεινὸν ὡς ὁ μοιχός· ἐκεῖνος μὲν γὰρ εἰ καὶ ψυχρὰν αἰτίαν, ἀλλ’ ὅμως ἔχει προβαλέσθαι τὴν ἀπὸ τῆς πενίας ἀνάγκην· οὗτος δὲ, οὐδεμιᾶς ἀνάγκης αὐτὸν βια‐
45ζομένης, ὑπὸ ἀνοίας μόνης εἰς τὸ βάραθρον καταπίπτει τῆς ἁμαρτίας. Τοῦτο καὶ ἐπὶ τῶν ὀμνυόντων ἔστιν εἰ‐ πεῖν· οὐδὲ γὰρ οὗτοί τινα πρόφασιν ἔχουσι προβαλέσθαι, ἀλλὰ καταφρόνησιν μόνον. Καὶ οἶδα μὲν ὅτι ἐπ‐ αχθὴς εἶναι δοκῶ λοιπὸν καὶ φορτικὸς, τῇ συνεχείᾳ τῆς

49

.

118

(50)

παραινέσεως δοκῶν ἐνοχλεῖν, ἀλλ’ ὅμως οὐκ ἀφίσταμαι, ἵνα κἂν τὴν ἀναισχυντίαν αἰδεσθέντες τὴν ἐμὴν, ἀπο‐ στῆτε τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας. Εἰ γὰρ ὁ δικα‐ στὴς ἐκεῖνος ὁ ἀπηνὴς καὶ ὠμὸς, χήρας ἐνόχλησιν αἰδε‐ σθεὶς τὸν τρόπον μετέβαλε, πολλῷ μᾶλλον ὑμεῖς τοῦτο
55ἐργάσασθε, καὶ μάλιστα ὅταν ὁ παρακαλῶν ὑμᾶς μὴ ὑπὲρ ἑαυτοῦ, ἀλλ’ ὑπὲρ τῆς ὑμετέρας τοῦτο ποιῇ σω‐ τηρίας· μᾶλλον δὲ καὶ ὑπὲρ ἐμαυτοῦ οὐκ ἂν ἀρνησαί‐ μην τοῦτο ποιεῖν· τὰ γὰρ ὑμέτερα ἀγαθὰ ἐμαυτοῦ νομί‐ ζω εἶναι κατορθώματα. Ἐβουλόμην δὲ ὑμᾶς, ὥσπερ ἐγὼ
60νῦν πονῶ καὶ κόπτομαι περὶ τῆς ὑμετέρας σωτηρίας,117

49

.

119

οὕτω καὶ ὑμᾶς φροντίζειν τῆς ὑμετέρας ψυχῆς, καὶ πάν‐ τως ἂν τέλος ἔλαβε τουτὶ τὸ κατόρθωμα. Καὶ τί χρὴ τὰ πολλὰ λέγειν; εἰ γὰρ μηδὲ γέεννα ἦν μηδὲ κόλασις παρ‐ ακούουσι, μηδὲ μισθὸς ὑπακούουσιν, ἐγὼ δὲ προσελθὼν
5ὁμῖν τοῦτο ἐν χάριτος ᾔτησα μέρει, ἆρα οὐκ ἂν ἐπενεύ‐ σατε; οὐκ ἂν ἐδώκατε τὴν αἴτησιν, κούφην οὕτως αἰ‐ τοῦντι χάριν; Ὅταν δὲ ὁ Θεὸς αὐτὴν αἰτῶν ᾖ δι’ ὑμᾷς τοὺς διδόντας, οὐ δι’ ἑαυτὸν τὸν λαμβάνοντα, τίς οὕτως
ἀγνώμων, τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς ΘεῷColumn end

49

.

120

χάριν αἰτοῦντι μὴ δοῦναι, καὶ μάλιστα ὅταν αὐτὸς ἀπο‐ λαύειν μέλλῃ τῆς χάριτος ὁ διδούς; Ταῦτ’ οὖν ἐννοήσαν‐ τες, καὶ πρὸς ἑαυτοὺς ἀναχωρήσαντες ἐντεῦθεν, λέγετε τὰ εἰρημένα ἅπαντα, καὶ τοὺς μὴ προσέχοντας παντὶ
5διορθοῦτε τρόπῳ, ἵνα καὶ τῶν οἰκείων καὶ τῶν ἀλλο‐ τρίων κατορθωμάτων τὴν ἀμοιβὴν ἀπολάβωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι,
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

49

.

119

(10t)

Εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ τῆς στάσεως προσδοκηθέντων κακῶν, καὶ ἀνά‐
11tμνησις τῶν τότε συμβάντων· ἔτι δὲ καὶ κατὰ τῶν τὸ σῶμα ἡμῶν διαβαλλόντων, καὶ δι’ ὅλου περὶ τῆς
12tτοῦ ἀνθρώπου κατασκευῆς· καὶ πρὸς τῷ τέλει περὶ τοῦ κατορθῶσαι τὸ μὴ ὀμνύειν.
13tὉμιλία ιαʹ.
14αʹ. Ἐπειδὰν ἐννοήσω τὸν παρελθόντα χειμῶνα καὶ τὴν
15παροῦσαν γαλήνην, οὐ παύομαι λέγων· Εὐλογητὸς ὁ Θεὸς ὁ ποιῶν πάντα, καὶ μετασκευάζων αὐτά· ὁ ποιήσας φῶς ἐκ σκότους, ὁ κατάγων εἰς πύλας ᾅδου καὶ ἀνάγων, ὁ παιδεύων καὶ μὴ θανατῶν, καὶ τοῦτο καὶ ὑμᾶς λέγειν βούλομαι διηνεκῶς, καὶ μὴ διαλιμπάνειν· εἰ γὰρ αὐτὸς
20τοῖς ἔργοις ἡμᾶς εὐηργέτησε, τίνος ἂν εἴημεν ἄξιοι συγ‐ γνώμης ἡμεῖς, μηδὲ λόγοις αὐτὸν ἀμειβόμενοι; Διὸ πα‐ ρακαλῶ μηδέποτε διαλιμπάνειν εὐχαριστοῦντας αὐτῷ· ἂν γὰρ περὶ τὰ πρῶτα γενώμεθα εὐγνώμονες, εὔδηλον ὅτι καὶ ἑτέρων μειζόνων ἀπολαύσομεν. Λέγωμεν τοίνυν
25διηνεκῶς· Εὐλογητὸς ὁ Θεὸς, ὁ καὶ ἡμῖν δοὺς μετὰ ἀδείας τὴν εἰωθυῖαν ὑμῖν παραθεῖναι τράπεζαν, καὶ ὑμῖν παρασχὼν μετὰ τοῦ θαῤῥεῖν τῶν ἡμετέρων ἀκροᾶσθαι λό‐ γων· εὐλογητὸς ὁ Θεὸς, ὅτι οὐκέτι τὸν ἔξωθεν φεύγοντες κίνδυνον, ἀλλ’ ἀκροάσεως ἐπιθυμοῦντες, ἐνταῦθα
30συντρέχομεν, οὐκέτι μετὰ ἀγωνίας καὶ τρόμου καὶ φρον‐ τίδος ἀλλήλοις συγγινόμεθα, ἀλλὰ μετὰ ἀδείας πολλῆς ἅπαν ἀποτιναξάμενοι τὸ δέος· ὡς τάς γε ἔμπροσθεν ἡμέ‐ ρας τῶν κλυδωνιζομένων ἐν μέσῳ πελάγει, καὶ ναυάγιον καθ’ ἑκάστην προσδοκώντων τὴν ὥραν, οὐδὲν ἄμεινον
35διεκείμεθα, μυρίαις δι’ ὅλης ἡμέρας σοβούμενοι φήμαις, ταραττόμενοι καὶ δονούμενοι πάντοθεν, καὶ καθ’ ἑκάστην ἡμέραν περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες, τίς ἀφῖκται ἐκ τοῦ στρατοπέδου; τί δὲ ἐλθὼν ἀπήγγειλε, καὶ πότερον ἀληθὲς ἢ ψευδὲς τὸ λεγόμενον; καὶ νύκτας
40ἀΰπνους διατελοῦντες, καὶ τὴν πόλιν ὁρῶντες καὶ δα‐ κρύοντες ὡς αὐτίκα ἀπολουμένην. Διὰ τοῦτο καὶ ἡμεῖς τὰς ἔμπροσθεν ταύτας ἐσιγήσαμεν ἡμέρας, διὰ τὸ κεκενῶσθαι τὴν πόλιν ἡμῶν ἅπασαν, καὶ πρὸς τὰς ἐρημίας μετ‐ ῳκίσθαι πάντας, καὶ διὰ τὸ τοὺς ὑπολειφθέντας ἐσκο‐
45τῶσθαι τῷ νέφει τῆς ἀθυμίας. Ψυχὴ γὰρ ἅπαξ ἀθυμίας πλησθεῖσα, πρὸς πᾶσαν ἀκρόασίν ἐστιν ἀνεπιτήδειος. Διὰ τοῦτο καὶ οἱ τοῦ Ἰὼβ φίλοι παραγενόμενοι. καὶ τὴν τραγῳδίαν τῆς οἰκίας ἐκείνης ἰδόντες, καὶ τὸν δίκαιον ἐπὶ τῆς κοπρίας καθήμενον καὶ ἡλκωμένον, διέῤῥηξάν

49

.

119

(50)

τε τὰ ἱμάτια αὐτῶν, καὶ ἀνῴμωξαν, καὶ σιγῇ παρ‐ εκάθηντο, δηλοῦντες ὅτι οὐδὲν οὕτως ἐπιτήδειον παρὰ τὴν ἀρχὴν τοῖς ὀδυνωμένοις ὡς ἡσυχία καὶ σιγή· καὶ γὰρ ἦν
μεῖζον παραμυθίας τὸ πάθος. Διὰ τοῦτο καὶ οἱ ἸουδαῖοιColumn end

49

.

120

(13)

τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσδεδεμένοι, Μωσέα παρα‐ γενόμενον ἰδόντες, οὐκ ἐδύναντο τοῖς λεγομένοις προσ‐
15έχειν ἀπὸ τῆς ὀλιγοψυχίας καὶ τῆς θλίψεως αὐτῶν. Καὶ τί θαυμαστὸν εἰ μικρόψυχοί τινες ἄνθρωποι τοῦτο ἔπαθον, ὅπου καὶ τοὺς μαθητὰς εὑρίσκομεν τούτῳ περιπεσόντας τῷ πάθει; Μετὰ γὰρ τὸ μυστικὸν ἐκεῖνο δεῖπνον, ἐπειδὴ λαβὼν αὐτοὺς ὁ Χριστὸς κατ’ ἰδίαν διελέγετο, παρὰ μὲν
20τὴν ἀρχὴν συνεχῶς αὐτὸν ἠρώτων οἱ μαθηταί· Ποῦ ὑπ‐ άγεις; ἐπειδὴ δὲ εἶπεν αὐτοῖς τὰ μικρὸν ὕστερον αὐτοὺς διαδεξόμενα κακὰ, τοὺς πολέμους, τὰς ἐπαναστάσεις, τὰς ἀπεχθείας τὰς παρὰ πάντων, τὰς μάστιγας, τὰ δεσμωτή‐ ρια, τὰ δικαστήρια, τὰς ἀπαγωγὰς, ὥσπερ τινὶ φορτίῳ
25βαρυτάτῳ τῷ φόβῳ τῶν εἰρημένων καὶ τῇ τῶν μελλόντων ἀθυμίᾳ πιεζομένη τότε αὐτῶν ἡ ψυχὴ, ἀχανὴς λοιπὸν ἔμεινε. Διὸ συγχυθέντας αὐτοὺς ἰδὼν ὁ Χριστὸς, αὐτὸ τοῦτο ὀνειδίζων ἔλεγε· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; ἀλλ’
30ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Διὰ τοῦτο καὶ ἡμεῖς ἐσιγήσαμεν τὸν παρ‐ ελθόντα χρόνον, τὸν παρόντα καιρὸν ἀναμένοντες. Εἰ γὰρ ὁ μέλλων δεῖσθαί τινος, κἂν εὔλογα μέλλῃ προτείνειν, ἐπιτηδειότητα ἀναμένει καιροῦ, ὅπως ἡμέρῳ καὶ εὖ δια‐
35κειμένῳ τῷ μέλλοντι διδόναι τὴν αἴτησιν προσέλθοι, καὶ τὴν ἀπὸ τοῦ καιροῦ λαβὼν συμμαχίαν ἐπιτύχοι τῆς χά‐ ριτος, πολλῷ μᾶλλον τὸν λέγοντα καιρὸν ἐπιτήδειον ζη‐ τεῖν χρὴ, ὅπως εὖ διακειμένῳ τῷ ἀκροατῇ καὶ πάσης ἀπηλλαγμένῳ φροντίδος καὶ ἀθυμίας προσαγάγῃ τοὺς
40λόγους· ὃ δὴ καὶ ἡμεῖς πεποιήκαμεν. βʹ. Νῦν γοῦν ἐπειδὴ τὴν ἀθυμίαν ἀπετινάξασθε, καὶ τῶν προτέρων ὑμᾶς ἀναμνῆσαι βουλόμεθα, ὥστε σαφέ‐ στερον ὑμῖν γενέσθαι τὸν λόγον· ὃ γὰρ περὶ τῆς κτίσεως εἰρήκαμεν, ὅτι οὐχὶ καλὴν μόνον καὶ θαυμαστὴν καὶ με‐
45γάλην αὐτὴν ἐποίησεν ὁ Θεὸς, ἀλλὰ καὶ ἀσθενῆ καὶ φθαρτὴν, καὶ τούτων αὐτῶν πάλιν πολλὰ ἐγκατέθηκε δείγματα, ἀμφότερα πρὸς τὸ χρήσιμον ἡμῖν οἰκονομῶν, καὶ διὰ μὲν τοῦ κάλλους εἰς τὸ θαῦμα τοῦ πεποιηκότος ἐνάγων, διὰ δὲ τῆς ἀσθενείας τοῦ σέβεσθαι τὴν κτίσιν

49

.

120

(50)

ἡμᾶς ἀπάγων· τοῦτο καὶ ἐπὶ τοῦ σώματος τοῦ ἡμετέρου ἔστιν ἰδεῖν γεγενημένον. Καὶ γὰρ καὶ περὶ τούτου πολλοὶ ζητοῦσι τῶν τε τῆς ἀληθείας ἐχθρῶν τῶν τε σὺν ἡμῖν τεταγμένων, τίνος ἕνεκεν φθαρτὸν καὶ ἐπίκηρον γέ‐
γονεν.119

49

.

121

Ἑλλήνων δὲ πολλοὶ καὶ αἱρετικῶν οὐδὲ γεγενῆσθαι αὐτὸ παρὰ τοῦ Θεοῦ φασιν· ἀνάξιον γὰρ αὐτὸ τῆς τοῦ Θεοῦ δημιουργίας εἶναι λέγουσι, ῥύπους καὶ ἱδρῶτας καὶ δάκρυα καὶ πόνους καὶ ταλαιπωρίας καὶ τὰ ἄλλα τοῦ
5σώματος ἐπιόντες ἅπαντα. Ἐγὼ δὲ, ἐπειδὰν περὶ τούτων γένηται λόγος, πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμι· Μή μοι τὸν ἄνθρωπον λέγε τοῦτον τὸν προσκεκρουκότα, τὸν ἠτιμω‐ μένον, τὸν καταδικασθέντα· ἀλλ’ εἰ βούλει μαθεῖν ὁποῖον ἐξ ἀρχῆς ἡμῖν τὸ σῶμα ἔπλασεν ὁ Θεὸς, ἐπὶ τὸν πα‐
10ράδεισον ἔλθωμεν, καὶ τὸν ἐξ ἀρχῆς γενόμενον ἄνθρωπον ἴδωμεν. Οὐ γὰρ οὕτω τὸ σῶμα ἐκεῖνο φθαρτὸν καὶ ἐπί‐ κηρον ἦν, ἀλλ’ ὥσπερ τις χρυσοῦς ἀνδριὰς ἀπὸ χωνευ‐ τηρίου προελθὼν ἄρτι καὶ λαμπρὸν ἀποστίλβων, οὕτω πάσης φθορᾶς ἐκεῖνο τὸ σῶμα ἀπήλλακτο, καὶ οὔτε πό‐
15νος ἠνώχλει, οὔτε ἱδρὼς ἐλυμαίνετο, οὐ φροντίδες ἐπεβού‐ λευον, οὐκ ἀθυμίαι ἐπολιόρκουν, οὐκ ἄλλο τι τῶν τοιού‐ των ἐλύπει παθῶν· ἐπειδὴ δὲ σωφρόνως τὴν εὐημερίαν οὐκ ἤνεγκεν, ἀλλ’ ἐξύβρισεν εἰς τὸν εὐεργέτην, καὶ τὸν ἀπατεῶνα δαίμονα τοῦ κηδεμόνος Θεοῦ καὶ τιμήσαντος
20αὐτὸν ἐνόμισεν ἀξιοπιστότερον εἶναι, καὶ θεὸς γενέσθαι προσεδόκησε, καὶ μείζονα τῆς οἰκείας ἀξίας ἔλαβεν ἔν‐ νοιαν, τότε δὴ, τότε καὶ διὰ τῶν πραγμάτων αὐτῶν σω‐ φρονίζων αὐτὸν ὁ Θεὸς, φθαρτόν τε ἐποίησε καὶ θνητὸν, καὶ ταῖς πολλαῖς ταύταις κατέδησεν ἀνάγκαις, οὐχὶ μι‐
25σῶν, οὐδὲ ἀποστρεφόμενος, ἀλλὰ κηδόμενος, καὶ τὴν πο‐ νηρὰν καὶ ὀλέθριον ἐκείνην ἀπόνοιαν ἐκ προοιμίων κω‐ λύων, καὶ περαιτέρω προελθεῖν οὐκ ἐῶν, ἀλλὰ δι’ αὐτῆς τῶν πραγμάτων τῆς πείρας διδάσκων αὐτὸν, ὅτι θνητός τέ ἐστι καὶ ἐπίκηρος, καὶ ταύτῃ πείθων μηδέποτε τοι‐
30αῦτα φαντάζεσθαι καὶ ὀνειροπολεῖν· καὶ γὰρ εἶπεν ὁ διάβολος· Ἔσεσθε ὡς θεοί. Πρόῤῥιζον οὖν ταύτην ἀνασπά‐ σαι βουλόμενος τὴν ἔννοιαν, πολυπαθὲς αὐτοῦ καὶ ταλαί‐ πωρον τὸ σῶμα πεποίηκε, δι’ αὐτῆς τῆς φύσεως παι‐ δεύων αὐτὸν, μηδέποτε τοιαύτην λαβεῖν ἔννοιαν. Καὶ ὅτι
35τοῦτό ἐστιν ἀληθὲς, μάλιστα μὲν καὶ ἐκ τῶν ἐπ’ ἐκείνου γεγενημένων δῆλον· μετὰ γὰρ τὴν προσδοκίαν ἐκείνην ταύτῃ κατεδικάσθη τῇ τιμωρίᾳ. Καὶ σκόπει μοι Θεοῦ σύνεσιν· οὐκ ἀφῆκεν αὐτὸν πρῶτον ἀποθανεῖν, ἀλλὰ τὸν υἱὸν τὸν ἐκείνου συνεχώρησε τοῦτο παθεῖν, ἵνα πρὸ τῶν
40ὀφθαλμῶν ἰδὼν τὸ σῶμα σηπόμενον καὶ φθειρόμενον, με‐ γάλην ἀπὸ τῆς ὄψεως ταύτης δέξηται φιλοσοφίας διδασκαλίαν, καὶ μάθῃ τί γέγονε, καὶ σωφρονισθεὶς κα‐ λῶς, οὕτως ἐντεῦθεν ἀπέλθῃ. Μάλιστα μὲν οὖν, ὅπερ ἔφην, καὶ ἐκ τῶν ἤδη γεγενη‐
45μένων τοῦτο δῆλον, οὐκ ἔλαττον δὲ καὶ ἐκ τῶν μετὰ ταῦτα ῥηθησομένων ἔσται φανερόν. Εἰ γὰρ ἀνάγκῃ τοιαύτῃ τοῦ σώματος ἐνδεδεμένου, καὶ πάντων ἀποθνησκόντων καὶ φθειρομένων καὶ σηπομένων ἐν ταῖς ἁπάντων ὄψεσι καὶ διαλελυμένων εἰς κόνιν, καὶ τῶν ἔξωθεν φιλο‐

49

.

121

(50)

σόφων ἕνα καὶ τοῦτον ποιησαμένων συμπληρωτικὸν ὅρον τοῦ τῶν ἀνθρώπων γένους (ἐρωτηθέντες γὰρ, τί ποτε ἄνθρωπός ἐστι, ζῶον λογικὸν θνητὸν εἶπον)· εἰ τοίνυν πάντων ταῦτα ὁμολογούντων ἐτόλμησαν ἑαυτοὺς ἀπαθα‐ νατίσαι τινὲς ἐν ταῖς τῶν πολλῶν ὑπολήψεσι, καὶ τῆς
55ὅψεως μαρτυρούσης τὸν θάνατον, ἐφιλονείκησαν ἀναῤ‐ ῥηθῆναι θεοὶ, καὶ ἐτιμήθησαν οὕτως· εἰ μὴ προὐχώρησεν ὁ θάνατος διδάσκων ἅπαντας τὸ τῆς φύσεως ἐπίκηρον καὶ φθαρτὸν, ποῦ οὐκ ἂν ἐξέβησαν ἀσεβείας πολλοὶ τῶν ἀνθρώπων; Ἄκουσον τοίνυν τί φησιν ὁ προφήτης περί
60τινος βαρβάρου βασιλέως τοιαύτην μανέντος μανίαν·Column end

49

.

122

Ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω, φησὶ, τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Εἶτα κα‐ ταγελῶν αὐτοῦ, καὶ τὴν τελευτὴν αὐτοῦ δηλῶν, φησίν· Ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακά‐
5λυμμά σου σκώληξ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἄν‐ θρωπος τοιαύτην ἀναμένων τελευτὴν, τοιαῦτα φαντά‐ ζεσθαι ἐτόλμησας; Καὶ περὶ ἑτέρου πάλιν τοῦ βασιλέως, λέγω τῶν Τυρίων, τοιαῦτα κατασκευάζοντος καὶ βουλο‐ μένου νομίζεσθαι θεοῦ, φησί· Σὺ δὲ οὐκ εἶ θεὸς, ἀλλ’
10ἄνθρωπος, καὶ οἱ κατακεντοῦντές σε τοῦτο ἐροῦσιν. Ὥστε ἄνωθεν καὶ μεθ’ ὑπερβολῆς ἀναιρῶν τῆς εἰδωλο‐ λατρείας τὴν ὑπόθεσιν, τοιοῦτον ἡμῖν τὸ σῶμα ἐποίησεν ὁ Θεός. Καὶ τί θαυμάζεις εἰ ἐπὶ τοῦ σώματος τοῦτο γέ‐ γονεν, ὅπου γε καὶ ἐπὶ τῆς ψυχῆς ἔστιν ἰδεῖν τοιοῦτόν τι
15γεγενημένον; Θνητὴν μὲν γὰρ οὐκ ἐποίησεν, ἀλλ’ ἀφ‐ ῆκεν ἀθάνατον εἶναι· λήθῃ δὲ καὶ ἀγνοίᾳ καὶ ἀθυμίᾳ καὶ φροντίσιν ὑπεύθυνον αὐτὴν κατεσκεύασε· καὶ τοῦτο ἐποίησεν, ἵνα μὴ πρὸς τὴν οἰκείαν εὐγένειαν ἰδοῦσα, μείζονα τῆς οἰκείας ἀξίας ἔννοιαν λάβῃ. Εἰ γὰρ καὶ τού‐
20των ὄντων ἐτόλμησάν τινες εἰπεῖν, ὅτι τῆς οὐσίας ἐστὶ τοῦ Θεοῦ· εἰ καὶ τούτων ἀπήλλακτο τῶν παθῶν, ποῦ οὐκ ἂν ἦλθον οὗτοι μανίας; Πλὴν ἀλλ’ ὅπερ ἐπὶ τῆς κτίσεως ἕλεγον, τοῦτο καὶ ἐπὶ τοῦ σώματος λέγω, ὅτι ὁμοίως δι’ ἀμφότερα ταῦτα θαυμάζω τὸν Θεὸν, καὶ ὅτι φθαρτὸν
25αὐτὸ ἐποίησε, καὶ ὅτι ἐν τῇ φθορᾷ τὴν οἰκείαν ἰσχὺν ἐπεδείξατο καὶ σοφίαν. Ὅτι μὲν γὰρ βελτίονος αὐτὸ ἴσχυε ποιῆσαι ὕλης, ἔδειξεν ἐκ τοῦ οὐρανίου τε σώματος καὶ τοῦ ἡλιακοῦ. Ὁ γὰρ ἐκεῖνα τοιαῦτα ποιήσας, καὶ τοῦτο τοιοῦτον ποιῆσαι, εἴπερ ἐθέλησεν, ἴσχυσεν ἄν·
30ἀλλ’ ἡ αἰτία τῆς ἀσθενείας ἐστὶν ἡ προειρημένη πρόφασις. Οὐ μὴν τοῦτο ὑποτέμνεται τοῦ Δημιουργοῦ τὸ θαῦμα, ἀλλὰ καὶ ἐπιτείνει πλέον. Τὸ γὰρ εὐτελὲς τῆς οὐσίας τοῦτο μά‐ λιστα δείκνυσι τῆς τέχνης τὸ εὔπορον καὶ εὐμήχανον, ὅτι ἐν πηλῷ καὶ τέφρᾳ τοσαύτην ἐνέθηκεν ἁρμονίαν, καὶ
35τοιαύτας αἰσθήσεις οὕτω ποικίλας καὶ παντοδαπὰς καὶ τοιαῦτα δυναμένας φιλοσοφεῖν. γʹ. Ὥστε ὅσῳπερ ἂν κατηγορῇς τοῦ τῆς οὐσίας εὐ‐ τελοῦς, τοσούτῳ μᾶλλον θαύμασον τὸ μεγαλεῖον τῆς τέχνης. Ἐπεὶ καὶ ἀνδριαντοποιὸν οὐχ οὕτω θαυμάζω τὸν
40ἀπὸ χρυσοῦ καλὸν ἀνδριάντα ποιοῦντα, ὡς τὸν ἀπὸ πη‐ λοῦ τοῦ διαπίπτοντος τῇ τῆς τέχνης εὐπορίᾳ δυνάμενον κάλλος ἐπιδεῖξαι πλάσεως θαυμαστὸν καὶ ἀμήχανον. Ἐκεῖ μὲν γὰρ καὶ συντελεῖ τι ἡ ὕλη τῷ πλάττοντι, ἐν‐ ταῦθα δὲ, γυμνὴ τῆς τέχνης ἐστὶν ἡ ἐπίδειξις.
45 Σὺ δὲ εἰ βούλει μαθεῖν πόση τοῦ δημιουργήσαντος ἡμᾶς ἐστιν ἡ σοφία, ἐννόησον τί γίνεται ἀπὸ πηλοῦ· τί δὲ ἕτερον ἀλλ’ ἢ πλίνθος καὶ κέραμος; Ἀλλ’ ὅμως ἴσχυσεν ὁ ἀριστοτέχνης Θεὸς ἀπὸ τῆς ὕλης ἐξ ἧς γίνεται κέραμος καὶ πλίνθος μόνον, ὀφθαλμὸν οὕτω

49

.

122

(50)

ποιῆσαι καλὸν, ὡς ἅπαντας ἐκπλήττειν τοὺς ὁρῶν‐ τας, καὶ τοσαύτην ἐνθεῖναι τούτῳ δύναμιν, ὡς ἀέρος τοσοῦτον ὕψος καθορᾷν, καὶ μικρᾶς κόρης ἀντιλήψει τοσαῦτα περιλαμβάνειν σώματα, καὶ ὄρη, καὶ νάπας, καὶ βουνοὺς, καὶ πελάγη, καὶ οὐρανὸν δι’ ἐκείνης τῆς
55μικρᾶς. Μὴ τοίνυν εἴπῃς μοι τὰ δάκρυα καὶ τὰς λήμας· τοῦτο γὰρ διὰ τὴν σὴν ἁμαρτίαν γέγονεν· ἀλλ’ ἐννόησον αὐτοῦ τὸ κάλλος, καὶ τὴν δύναμιν τὴν ὀπτικὴν, καὶ πῶς τοσοῦτον ἐπιὼν ἀέρος μῆκος οὐ κάμνει καὶ ταλαι‐ πωρεῖ, ἀλλὰ πόδες μὲν ὀλίγον προελθόντες πονοῦσι καὶ
60ἐκλύονται, ὀφθαλμὸς δὲ ὁδεύων τοσοῦτο μὲν ὕψος,121

49

.

123

τοσοῦτο δὲ εὖρος, οὐδεμιᾶς αἰσθάνεται ἀῤῥωστίας. Ἐπειδὴ γὰρ τῶν ἁπάντων μελῶν ἡμῖν ἀναγκαιότερόν ἐστι τοῦτο, οὐκ ἀφῆκεν αὐτὸ πιέζεσθαι καμάτῳ, ὥστε ἀνεμ‐ πόδιστον ἡμῖν αὐτοῦ τὴν διακονίαν εἶναι καὶ ἀκώλυτον.
5Μᾶλλον δὲ ποῖος λόγος παραστῆσαι δυνήσεται τοῦ μέ‐ λους τούτου τὴν ἀρετὴν ἅπασαν; καὶ τί λέγω περὶ κόρης καὶ τῆς ὀπτικῆς δυνάμεως; Ἐὰν γὰρ, ὃ πάν‐ των εὐτελέστερον εἶναι δοκεῖ τῶν μελῶν, τοῦ ὀφθαλμοῦ τὰς βλεφαρίδας ἐξετάσῃς μόνον, καὶ ἐν ταύταις πολλὴν
10ὄψει τοῦ δημιουργοῦ Θεοῦ τὴν σοφίαν. Καθάπερ γὰρ ἐπὶ τῶν ἀσταχύων οἱ ἀνθέρικες ὥσπερ τινὰ δόρατα προβε‐ βλημένοι τοὺς ὄρνιθας ἀποσοβοῦσιν, οὐκ ἐπιτρέποντες ἐγκαθέζεσθαι τῷ καρπῷ καὶ διακλᾷν τὴν καλάμην ἀσθε‐ νεστέραν οὖσαν· οὕτω δὴ καὶ ἐπὶ τῶν ὀφθαλμῶν, ὥσπερ
15τινὲς ἀνθέρικες καὶ δόρατα προβέβληνται αἱ τῶν βλε‐ φάρων τρίχες, κόνιν καὶ κάρφη καὶ πάντα τὰ διεν‐ οχλοῦντα ἔξωθεν ἀποκρουόμεναι τῶν ὀφθαλμῶν, καὶ οὐκ ἐῶσαι ἐνοχλεῖσθαι τὰ βλέφαρα. Ἴδοις ἂν καὶ ἐπὶ τῶν ὀφρύων ἑτέραν σοφίαν οὐκ ἐλάττονα ταύτης. Τίς
20γὰρ οὐκ ἂν ἐκπλαγείη τὴν θέσιν αὐτῶν; ὅτι οὔτε πέρα τοῦ μέτρου προβέβληνται, ὥστε ἐπισκοτεῖν τοῖς ὀφθαλμοῖς, οὔτε ἐνδοτέρω τοῦ δέοντος ὑφιζάνουσιν· ἀλλ’ ὥσπερ οἰκίας γεῖσος, οὕτως ἐξέχουσιν ἄνωθεν, τὸν ἐκ τῆς κεφαλῆς κατιόντα ἱδρῶτα δεχόμεναι, καὶ τοὺς
25ὀφθαλμοὺς λυπεῖν οὐκ ἐῶσαι. Διὰ δὴ τοῦτο καὶ τρίχες αὐταῖς εἰσιν ἐμπεφυκυῖαι, τῇ δασύτητι τὰ καταῤῥέοντα ἐπέχουσαι, καὶ μετὰ πολλῆς στέγουσαι τῆς ἀκριβείας, καὶ πολλὴν ταῖς ὄψεσι τὴν εὐμορφίαν παρέχουσαι. Οὐ τοῦτο δὲ μόνον ἄν τις θαυμάσειεν, ἀλλὰ καὶ ἕτερον οὐκ
30ἔλαττον τούτου. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, αἱ μὲν τῆς κεφαλῆς αὔξονται τρίχες καὶ ἀποκείρονται, αἱ δὲ τῶν ὀφρύων οὐκ ἔτι; οὐδὲ γὰρ τοῦτο ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν ἡμῖν γέγονεν, ἀλλ’ ὥστε μὴ χαλωμένας ἐπισκο‐ τεῖν τοῖς ὀφθαλμοῖς, ὅπερ οἱ πρὸς βαθὺ γῆρας ἐλθόντες
35πάσχουσι. Τίς δ’ ἂν δυνηθείη τὴν διὰ τοῦ ἐγκεφάλου δεικνυμένην σοφίαν ἅπασαν διελθεῖν; Πρῶτον μὲν γὰρ αὐτὸν ἁπαλὸν ἐποίησεν, ἐπειδὴ ταῖς αἰσθήσεσιν ἁπάσαις αὐτὸς χορηγεῖ τὰς πηγάς· εἶτα ἵνα μὴ παρὰ τὴν οἰκείαν παραβλάπτηται φύσιν, ὀστοῖς αὐτὸν πάντοθεν ἐπετεί‐
40χισε· πάλιν ἵνα μὴ τῇ σκληρότητι τῶν ὀστῶν παρατρι‐ βόμενος ἐνοχλῆται, ὑμένα μέσον ἐπέτεινεν, οὐχ ἕνα μόνον, ἀλλὰ καὶ δεύτερον, τὸν μὲν ὑποτείνας τῷ βρέγματι κάτωθεν, τὸν δὲ ἄνωθεν περιβαλὼν τῇ τοῦ ἐγκεφάλου σαρκί· καὶ ἔστιν ἐκεῖνος τούτου σκληρότερος. Τοῦτο δὲ
45ἐποίησε διά τε τὴν εἰρημένην αἰτίαν, καὶ ἵνα τὰς φερο‐ μένας ἐπὶ τῆς κεφαλῆς πληγὰς μὴ πρῶτος ὁ ἐγκέφαλος δέχηται, ἀλλὰ προαπαντῶσαι αἱ μήνιγγες αὗται ταῖς βολαῖς τὴν βλάβην διαλύωσιν ἅπασαν, καὶ ἀνεπηρέαστον αὐτὸν διατηρῶσι. Καὶ τὸ μὴ συνεχές τε καὶ ἓν εἶναι τὸ

49

.

123

(50)

καλύπτον αὐτὸν ὀστοῦν, ἀλλὰ πολλὰς πανταχόθεν ἔχειν ῥαφὰς, πολλῆς ἀσφαλείας αὐτῷ πάλιν ὑπόθεσις γίνεται. Τῶν τε γὰρ συνεχόντων αὐτὸν ἀτμῶν εἰς τὸ ἔξω ῥᾳδία γένοιτ’ ἂν ἀναπνοὴ διὰ τῶν ῥαφῶν ἐκείνων, ὥστε αὐτὸν μὴ συμπνίγεσθαι· πληγή τε εἵ τις ἐπενεχθείη ποθὲν,
55οὐχ ὁλοσχερὴς γίνεται ἡ βλάβη. Εἰ μὲν γὰρ ἓν καὶ συν‐ εχὲς ἦν τὸ ὀστοῦν, καὶ εἰς ἓν μέρος κατενεχθεῖσα ἡ πληγὴ τὸ πᾶν ἐλυμήνατο ἄν· τῷ δὲ εἰς πολλὰ διαιρεῖσθαι νῦν, οὐκ ἂν γένοιτο τοῦτο. Εἰ γὰρ καὶ συμβαίη τρωθῆναι μέρος ἓν, τὸ κατ’ ἐκεῖνο τὸ μέρος ὀστοῦν κείμενον πα‐
60ραβλάπτεται μόνον, τὰ δὲ λοιπὰ ἀσινῆ μένει πάντα, τοῦ
συνεχοῦς τῆς πληγῆς διακοπτομένου τῇ τῶν ὀστῶν διαι‐Column end

49

.

124

ρέσει, καὶ οὐκ ἰσχύοντος εἰς τὰ παρακείμενα ἐκταθῆναι. Διὰ τοῦτο ἐκ πολλῶν αὐτοῦ τὴν σκέπην ὀστῶν συνέθηκεν ὁ Θεὸς, καὶ καθάπερ οἰκίαν τις οἰκοδομῶν, στέγην καὶ κε‐ ραμῖδας ἄνωθεν ἐπιτίθησιν· οὕτω καὶ τὰ ὀστᾶ ταῦτα ἐπ‐
5έθηκεν ἄνωθεν ἐπὶ τῆς κεφαλῆς ὁ Θεὸς, καὶ τρίχας βλαστά‐ νειν παρεσκεύασεν, ὥστε ἀντὶ πιλημάτων τινῶν εἶναι τῇ κεφαλῇ. Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῆς καρδίας ἐποίησεν. Ἐπειδὴ γὰρ τὸ κυριώτατόν ἐστι τῶν ἐν ἡμῖν μελῶν ἡ καρδία, καὶ τῆς ζωῆς ἡμῶν ἁπάσης αὕτη τὸ κῦρος ἐγκε‐
10χείρισται, καὶ τὸ τυχὸν πληγείσης αὐτῆς θάνατος γίνε‐ ται, στεγανοῖς καὶ σκληροῖς ὀστοῖς καὶ ταύτην πανταχό‐ θεν περιέφραξε, ταῖς τοῦ θώρακος προβολαῖς καὶ ταῖς ὠμοπλάταις ὄπισθεν τειχίσας αὐτήν· καὶ ὅπερ ἐπὶ τῶν μηνίγγων ἐποίησε, τοῦτο καὶ ἐπὶ ταύτης εἰργάσατο.
15Ὥστε γὰρ μὴ συνεχῶς ἁλλομένην αὐτὴν καὶ πηδῶσαν ἐν τοῖς θυμοῖς καὶ ταῖς τοιαύταις ὁρμαῖς καὶ τῇ σκλη‐ ρότητι τῶν ὀστῶν ἐγκρούουσαν τῶν περιφραττόντων αὐτὴν παρατρίβεσθαι καὶ ὀδυνᾶσθαι, ὑμένας τε ὑπέτει‐ νεν ἐκεῖ πολλοὺς, καὶ τὸν πνεύμονα ὑπέθηκεν ὥσπερ
20ἁπαλὸν στρῶμα τοῖς ἅλμασιν αὐτῆς παραθεὶς, ἵνα ἀλύ‐ πως ἐῤῥηγνυμένη τούτῳ, μηδὲν ἀηδὲς πάσχῃ. Καὶ τί λέγω περὶ ἐγκεφάλου καὶ καρδίας, ὅπου γε εἴ τις καὶ περὶ τῶν ὀνύχων αὐτῶν ζητήσειε, πολλὴν καὶ ἐν τούτοις ὄψεται τὴν σοφίαν τοῦ Θεοῦ διαδεικνυμένην, καὶ ἀπὸ
25τοῦ σχήματος αὐτῶν, καὶ ἀπὸ τῆς οὐσίας, καὶ ἀπὸ τῆς θέσεως. Ἐνῆν δὲ εἰπεῖν καὶ τίνος ἕνεκεν οὐκ ἰσόμετροι πάντες ἡμῖν εἰσιν οἱ δάκτυλοι, καὶ πολλὰ ἕτερα τούτων πλείονα· ἀλλ’ ἀρκούντως καὶ ἐκ τῶν εἰρημένων τοῖς ἐθέλουσι προσέχειν ἡ σοφία τοῦ δημιουργήσαντος
30ἡμᾶς διαλάμπει Θεοῦ· διόπερ ἀφεὶς τοῦτο τὸ μέρος τοῖς φιλοπόνοις ἐξεργάσασθαι μετὰ ἀκριβείας, ἐφ’ ἑτέραν ἀντίθεσιν τρέψομαι. δʹ. Καὶ γὰρ πολλοὶ μετὰ τῶν εἰρημένων κἀκεῖνο ἀντιλέ‐ γουσι· Τί δήποτε, εἰ βασιλεὺς τῶν ἀλόγων ἐστὶν ὁ ἄν‐
35θρωπος, καὶ ῥώμῃ καὶ ὀξύτητι καὶ τάχει πολλὰ τῶν ζώων αὐτοῦ πλεονεκτεῖ; καὶ γὰρ ταχύτερον ἵππος ἀν‐ θρώπου, καὶ τλητικώτερον βοῦς, καὶ κουφότερον ἀετὸς, καὶ ἰοχυρότερον λέων. Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; Ὅτι καὶ ἐντεῦθεν μάλιστα εἰσόμεθα τοῦ Θεοῦ τὴν σο‐
40φίαν, καὶ τὴν τιμὴν ἣν ἡμᾶς ἐτίμησε. Ταχύτερον μὲν γὰρ ἵππος ἀνθρώπου, ἀλλ’ εἰς ἀποδημίας τάχος ἐπιτη‐ δειότερον ἄνθρωπος ἵππου· ἵππος μὲν γὰρ, κἂν πάντων ὀξύτατος καὶ ἀλκιμώτατος ᾖ, μόλις διακοσίους δραμεῖ‐ ται τῆς ἡμέρας σταδίους· ἄνθρωπος δὲ ὑποζεύξας ἵπ‐
45πους ἐκ διαδοχῆς πολλοὺς, καὶ δισχιλίους δυνήσεται στα‐ δίους διανύσαι. Ὥστε ὅπερ ἐκείνῳ τὸ τάχος, τούτῳ ὁ λογισμὸς καὶ ἡ τέχνη παρέσχε μετὰ πλείονος τῆς ὑπερ‐ βολῆς· οὐκ ἔχει μὲν γὰρ πόδας ἰσχυροὺς ὁ ἄνθρωπος, ὥσπερ ἐκεῖνος, ἔχει δὲ τοὺς ἐκείνου τῶν ἑαυτοῦ οὐκ

49

.

124

(50)

ἔλαττον αὐτῷ διακονουμένους. Τῶν μὲν γὰρ ἀλόγων οὐδὲ ἓν ζώων ἕτερον πρὸς τὴν ἑαυτοῦ χρείαν ὑποζεῦξαι δύ‐ ναται, ὁ δὲ ἄνθρωπος πάντα ἔπεισι, καὶ διὰ τῆς ποικίλης τέχνης τῆς παρὰ τοῦ Θεοῦ δοθείσης αὐτῷ, πρὸς τὴν μάλιστα προσήκουσαν αὐτῷ οἰκονομίαν ἕκαστον ὑπάγει
55τῶν ζώων. Εἰ δὲ ἦσαν οὕτως ἰσχυροὶ οἱ πόδες τῶν ἀν‐ θρώπων ὡς οἱ τῶν ἵππων, πρὸς ἕτερα ἂν ἐγένοντο ἄχρη‐ στοι, πρὸς δυσχωρίας, πρὸς ἀκρωρείας, πρὸς ἀναβά‐ σεις δένδρων· ἡ γὰρ ὁπλὴ ταῖς πρὸς τὰ τοιαῦτα βαδί‐ σεσιν ἐμποδίζειν εἴωθεν. Ὥστε εἰ καὶ ἁπαλώτεροι αἱ
60πόδες αὐτῶν, ἀλλὰ πρὸς πλείους ἐπιτηδειότεροι χρείας,
καὶ οὔτε διὰ τὴν ἀσθένειάν τι βλάπτονται, τῆς τοῦ ἵπ‐123

49

.

125

που δυνάμεως διακονουμένης, καὶ παρὰ τὴν ποικιλίαν τῆς βαδίσεως πλεονεκτοῦσι. Πάλιν ἐστὶ πτερὸν τῷ ἀετῷ κοῦφον, ἀλλ’ ἔστιν ἐμοὶ λογισμὸς καὶ τέχνη δι’ ἧς δύ‐ ναμαι πάντα τὰ ἱπτάμενα ζῶα κατενεγκεῖν καὶ χειρώ‐
5σασθαι. Εἰ δὲ βούλει καὶ τὸ ἐμὸν πτερὸν ἰδεῖν, ἔχω πολλῷ κουφότερον ἐκείνου, οὐ μέχρι δέκα σταδίων καὶ εἴκοσι, οὐδὲ μέχρι τοῦ οὐρανοῦ, ἀλλὰ καὶ ὑπὲρ αὐτὸν ἀνιπτά‐ μενον τὸν οὐρανὸν, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦ οὐρανοῦ ἄνω, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.
10Τὰ ἄλογα πάλιν ἐν τῷ σώματι τὰ ὅπλα ἔχει, οἷον ὁ βοῦς τὰ κέρατα, τοὺς ὀδόντας ὁ ὗς ὁ ἄγριος, τοὺς ὄνυχας ὁ λέων· ἐμοὶ δὲ οὐκ ἐν τῇ φύσει τοῦ σώματος τὰ ὅπλα κατέθετο ὁ Θεὸς, ἀλλ’ ἔξω τοῦ σώματος, δεικνὺς ὅτι ἥμερον ζῶον ὁ ἄνθρωπος, καὶ ὅτι οὐκ ἀεί μοι τούτων
15τῶν ὅπλων καιρός· καὶ γὰρ πολλάκις μὲν αὐτὰ ἀποτίθημι, πολλάκις δὲ μεταχειρίζομαι. Ἵν’ οὖν ἐλεύθερος ὦ καὶ ἀπολελυμένος, καὶ μὴ διηνεκῶς ἀναγκάζωμαι βαστάζειν τὰ ὅπλα, ἐποίησεν αὐτὰ κεχωρισμένα τῆς φύσεως εἶναι τῆς ἐμῆς. Οὐ γὰρ μόνον τῷ ψυχὴν ἔχειν λογικὴν κρατοῦ‐
20μεν τῶν ἀλόγων, ἀλλὰ καὶ τῷ σώματι πλεονεκτοῦμεν αὐτῶν· καὶ γὰρ καὶ τοῦτο τῇ τῆς ψυχῆς εὐγενείᾳ συμβαῖ‐ νον κατεσκεύασεν ὁ Θεὸς, καὶ τοῖς ἐπιτάγμασιν αὐ‐ τῆς ἐπιτήδειον· καὶ γὰρ τὸ σῶμα τοιοῦτον οὐχ ἁπλῶς ἐποίησον, ἀλλ’ οἷον εἰκὸς εἶναι λογικῇ ψυχῇ διακονούμενον·
25ὡς εἰ μὴ τοιοῦτον ἦν, σφόδρα ἂν ἐνεποδίσθησαν αἱ τῆς ψυ‐ χῆς ἐνέργειαι· καὶ τοῦτο δῆλον ἐκ τῶν νοσημάτων. Εἰ γὰρ μικρόν τι παρατραπείη τῆς οἰκείας καταστάσεως αὐτὴ τῆς σαρκὸς ἡ διακόσμησις, πολλαὶ τῶν ἐνεργειῶν τῆς ψυχῆς ἐμποδίζονται· οἷόν τι λέγω, εἰ θερμότερος ἢ
30ψυχρότερος ὁ ἐγκέφαλος γένοιτο. Ὥστε πολλὴν καὶ ἀπὸ τοῦ σώματος ἔστιν ἰδεῖν τὴν κηδεμονίαν τοῦ Θεοῦ, οὐχ ὅτι μόνον ἐξ ἀρχῆς αὐτὸ βέλτιον ἐποίησε τοῦ νῦν ὄντος, οὐδ’ ὅτι καὶ νῦν πρὸς τὸ χρήσιμον αὐτὸ μετεσκεύασεν, ἀλλ’ ὅτι καὶ πρὸς πολλῷ μείζονα ἀναστήσει δόξαν πάλιν.
35Εἰ δὲ καὶ ἑτέρωθεν θέλεις μαθεῖν ὅσην περὶ τὸ σῶμα ὁ Θεὸς ἐπεδείξατο σοφίαν, ἐρῶ τοῦτο ὃ μάλιστα πάντων ὁ Παῦλος ἐκπληττόμενος φαίνεται συνεχῶς. Τί δὲ τοῦτό ἐστιν; Τὰ μέλη πλεονεκτεῖν ἀλλήλων πεποίηκεν, οὐκ ἐν τοῖς αὐτοῖς, ἀλλὰ τὰ μὲν ἐν κάλλει, τὰ δὲ ἰσχύϊ κρατεῖν
40παρεσκεύασεν· οἷον καλὸς ὁ ὀφθαλμὸς, ἀλλ’ ἰσχυρότεροι οἱ πόδες· τιμία ἡ κεφαλὴ, ἀλλ’ οὐ δύναται εἰπεῖν τοῖς ποσίν· Χρείαν ὑμῶν οὐκ ἔχω. Καὶ τοῦτο καὶ ἐπὶ τῶν ἀλόγων ἔστιν ἰδεῖν, τοῦτο καὶ ἐπὶ τοῦ βίου παντός. Ὁ γοῦν βασιλεὺς τῶν ὑπηκόων δεῖται, οἱ ὑπήκοοι τοῦ βα‐
45σιλέως, ὥσπερ ἡ κεφαλὴ τῶν ποδῶν. Καὶ πάλιν ἐπὶ τῶν ἀλόγων τὰ μὲν ἔστιν ἰσχυρότερα, τὰ δὲ εὐπρεπέστερα, καὶ τὰ μὲν ἡμᾶς τέρπει, τὰ δὲ τρέφει, τὰ δὲ περιβάλ‐ λει· οἷον τέρπει μὲν ὁ ταὼς, τρέφουσι δὲ ὄρνιθες καὶ ὕες, περιβάλλουσι δὲ πρόβατα καὶ αἶγες, συμπονεῖ δὲ

49

.

125

(50)

βοῦς καὶ ὄνος. Ἔστι δὲ καὶ ἄλλα ἃ τούτων μὲν οὐδὲν παρέχει, γυμνάζει δὲ ἡμῶν τὴν δύναμιν, ὡς τὰ ἄγρια θηρία τῶν κυνηγετῶν αὔξει τὴν ἰσχὺν, καὶ τῷ φόβῳ παιδεύει τὸ γένος ἡμῶν, καὶ προσεκτικώτερον ποιεῖ, καὶ πρὸς θεραπείαν δὲ ἡμῖν οὐκ ὀλίγην φορὰν ἀπὸ τῶν οἰ‐
55κείων εἰσάγει σωμάτων. Ὥστε ὅταν εἴπῃ σοί τις· Πῶς ἄρχουν εἶ τῶν ἀλόγων φοβούμενος λέοντα; εἰπὲ πρὸς αὐτὸν, ὅτι Παρὰ τὴν ἀρχὴν οὐχ οὕτω τὰ πράγματα δι‐ έκειτο, ὅτε εὐδοκίμουν παρὰ τῷ Θεῷ, ὅτε ἐν παραδείσῳ διέτριβον· ἀλλ’ ἐπειδὴ προσέκρουσα τῷ Δεσπότῃ, ὑπεύ‐
60θυνος ἐγενόμην τοῖς δούλοις· καὶ οὐδὲ νῦν ὀλοσχερῶς, ἀλλ’ ἔχω τινὰ τέχνην δι’ ἧς κρατῶ τῶν θηρίων. Οὕτω καὶ ἐπὶ τῶν οἰκιῶν γίνεται τῶν μεγάλων, ὅτε οἱ υἱοὶ,
κἂν εὐγενεῖς ὦσιν, ὦσι δὲ ἀτελεῖς, πολλοὺς τῶν δούλωνColumn end

49

.

126

δεδοίκασιν· ὅταν δὲ καὶ προσκεκρουκότες ὦσιν, ἐπιτεί‐ νεται μᾶλλον ἡ ἀγωνία. Ταῦτα καὶ περὶ ὄφεων καὶ σκορπίων καὶ ἐχιδνῶν ἔστιν εἰπεῖν, ὅτι διὰ τὴν ἁμαρ‐ τίαν ἡμῖν ἐστι φοβερά.
5 εʹ. Οὐκ ἐπὶ τοῦ σώματος δὲ τοῦ ἡμετέρου μόνον, οὐδὲ ἐπὶ τῶν βίων τῶν διαφόρων, οὐδὲ ἐπὶ τῶν ἀλόγων, ἀλλὰ καὶ ἐπὶ δένδρων ἔστιν ἰδεῖν τὴν ποικιλίαν ταύτην· καὶ τὸ πάντων εὐτελέστερον ἴδοι τις ἂν κατὰ τοῦ μείζονος ἔχον ὑπεροχὴν, καὶ οὐ πάντα ἐν ἅπασιν ὄντα, ἵνα πάντα
10ἡμῖν ἀναγκαῖα ᾖ, καὶ τοῦ Δεσπότου τὴν ποικίλην σοφίαν ἴδωμεν. Μὴ τοίνυν κατηγόρει τοῦ Θεοῦ διὰ τὴν φθορὰν τοῦ σώματος, ἀλλὰ διὰ τοῦτο μᾶλλον αὐτὸν προσ‐ κύνει, καὶ τῆς σοφίας καὶ τῆς κηδεμονίας αὐτὸν θαύ‐ μαζε· τῆς σοφίας μὲν, ὅτι ἴσχυσεν ἐν οὕτω φθαρτῷ σώ‐
15ματι τοσαύτην ἐπιδείξασθαι ἁρμονίαν· τῆς κηδεμονίας δὲ, ὅτι διὰ τὴν τῆς ψυχῆς ὠφέλειαν φθαρτὸν αὐτὸ ἐποίησεν, ἵνα αὐτῆς καταστείλῃ τὸ φύσημα, καὶ τὴν ἀπόνοιαν καθέλῃ. Τί οὖν οὐκ ἐξ ἀρχῆς αὐτὸ τοιοῦτον ἐποίησεν ὁ Θεὸς, φησίν; Ἀπολογούμενός σοι διὰ τῶν
20πραγμάτων αὐτῶν, καὶ μονονουχὶ λέγων διὰ τῆς ἐκβά‐ σεως αὐτῆς, ὅτι Ἐγὼ μέν σε ἐπὶ μείζονα ἐκάλουν τιμὴν, σὺ δὲ σαυτὸν ἀνάξιον κατέστησας τῆς δωρεᾶς, ἐκπεσὼν τοῦ παραδείσου· πλὴν ἀλλ’ οὐδὲ οὕτω περιόψομαί σε, ἀλλὰ διορθώσομαί σου τὸ ἁμάρτημα, καὶ εἰς τὸν οὐρανόν
25σε ἀνάξω. Καὶ γὰρ διὰ τοῦτό σε ἐπὶ τοσοῦτον χρόνον ἀφῆκα σήπεσθαι καὶ διαφθείρεσθαι, ἵνα ἐν τῷ πλή‐ θει τοῦ χρόνου μόνιμός σοι γένηται τῆς ταπεινοφροσύνης ἡ διδασκαλία, καὶ μηδέποτε τὴν προτέραν ἔννοιαν ἀνα‐ λάβῃς. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ
30φιλανθρώπῳ Θεῷ, καὶ τῆς κηδεμονίας αὐτὸν ἀμειψώ‐ μεθα ἀμοιβὴν ἡμᾶς ὠφελοῦσαν πάλιν, καὶ τῆς ἑντολῆς, ὑπὲρ ἧς συχνῶς ὑμῖν διαλέγομαι, πολλὴν ποιησώμεθα τὴν σπουδήν. Οὐδὲ γὰρ ἀποστήσομαι ἕως ἂν κατορθώ‐ σητε, ἐπειδὴ τὸ ζητούμενον ἡμῖν οὐ τοῦτό ἐστιν, ἢ ὀλι‐
35γάκις εἰπεῖν, ἢ πολλάκις, ἀλλὰ μέχρι τότε λέγειν, ἕως ἂν ὑμᾶς πείσωμεν. Πρὸς μὲν οὖν Ἰουδαίους ὁ Θεὸς ἔλεγε διὰ τοῦ προφήτου· Εἰ εἰς κρίσεις καὶ μάχας νη‐ στεύετε, ἵνα τί μοι νηστεύετε; πρὸς ὑμᾶς δὲ ἐρεῖ δι’ ἡμῶν· Εἰ εἰς ὅρκους καὶ ἐπιορκίας νηστεύετε, ἵνα τί
40νηστεύετε; Πῶς γὰρ τὸ Πάσχα ὀψόμεθα τὸ ἱερόν; πῶς τὴν θυσίαν δεξόμεθα τὴν ἁγίαν; πῶς τῶν θαυμαστῶν κοινωνήσομεν μυστηρίων διὰ τῆς γλώττης, δι’ ἧς τὸν νόμον τοῦ Θεοῦ κατεπατήσαμεν, διὰ τῆς γλώττης, δι’ ἧς τὴν ψυχὴν ἐμολύναμεν; Εἰ γὰρ πορφυρίδα τις βασιλικὴν
45οὐκ ἂν ἀνάσχοιτο χερσὶ δέξασθαι μεμιασμέναις, πῶς σῶμα Δεσποτικὸν δεξόμεθα ἀκαθάρτῳ γενομένῃ γλώτ‐ τῃ; Ὁ μὲν γὰρ ὅρκος τοῦ Πονηροῦ, ἡ δὲ θυσία τοῦ Δεσπότου. Τίς οὖν κοινωνία φωτὶ πρὸς σκότος, ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; Ὅτι μὲν οὖν

49

.

126

(50)

ἐσπουδάκατε ταύτης ἀπαλλαγῆναι τῆς παρανομίας, οἶδα σαφῶς, ἀλλ’ ἐπειδὴ καθ’ αὑτὸν ἕκαστος οὐκ ἂν εὐκόλως αὐτὸ κατορθώσειε, ποιησώμεθα φρατρίας καὶ συμμο‐ ρίας, καὶ ὅπερ ἐπὶ τῶν συμποσίων οἱ πένητες ποιοῦσιν, ἐπειδὰν αὐτῶν ἕκαστος ἑστιάτωρ ὁλόκληρος γενέσθαι μὴ
55δύνηται, συνελθόντες ἅπαντες ἐξ ἐράνου τὴν εὐωχίαν εἰσφέρουσι, τοῦτο καὶ ἡμεῖς ποιήσωμεν· ἐπειδὴ καθ’ ἑαυτούς ἐσμεν ῥᾴθυμοι, συμμορίας ποιήσαντες ἀλλήλοις παρεγγυῶμεν εἰσφέρειν συμβουλὴν, καὶ παραγγελίαν, καὶ παράκλησιν, καὶ ἐπιτίμησιν, καὶ ὑπόμνησιν, καὶ
60ἀπειλὴν, ἵνα ἐκ τῆς ἑκάστου σπουδῆς ἅπαντες κατορθώ‐125

49

.

127

σωμεν. Ἐπειδὴ γὰρ τὰ τῶν πλησίον ὀξύτερον βλέπομεν ἢ τὰ ἡμέτερα, ἡμεῖς ἑτέρους φυλάττωμεν, καὶ τὴν ἡμε‐ τέραν φυλακὴν ἐπιτρέψωμεν ἐκείνοις, καὶ τὴν καλὴν ἅμιλλαν ταύτην ποιησώμεθα, ἵνα οὕτω περιγενόμενοι
5τῆς πονηρᾶς ταύτης συνηθείας, μετὰ παῤῥησίας ἐπὶColumn end

49

.

128

τὴν ἁγίαν ταύτην ἔλθωμεν ἑορτὴν, καὶ τῆς ἁγίας μετά‐ σχωμεν θυσίας μετὰ χρηστῆς ἐλπίδος, καὶ συνειδότος ἀγαθοῦ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα
5τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

49

.

127

(6t)

Ἔτι εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς συγχωρήσεως τῶν ἡμαρτηκότων εἰς τὸν βασιλέα· καὶ φυσιο‐
7tλογία περὶ τῆς κτίσεως· καὶ ὅτι ποιήσας ὁ Θεὸς τὸν ἄνθρωπον νόμον φυσικὸν ἐγκατέθηκεν αὐτῷ· καὶ
8tπερὶ τοῦ πάσῃ σπουδῇ ἀπέχεσθαι τῶν ὅρκων.
9tὉμιλία ιβʹ.
10 αʹ. Καὶ χθὲς εἶπον, Εὐλογητὸς ὁ Θεὸς, καὶ σήμερον τὸ αὐτὸ τοῦτο πάλιν ἐρῶ. Εἰ γὰρ καὶ τὰ δεινὰ παρῆλθεν, ἀλλ’ ἡ μνήμη τῶν δεινῶν μὴ παρερχέσθω, οὐχ ἵνα ἀλ‐ γῶμεν, ἀλλ’ ἵνα εὐχαριστῶμεν. Ἐὰν γὰρ ἡ μνήμη τῶν δεινῶν μένῃ, ἡ πεῖρα τῶν δεινῶν οὐδέποτ’ ἐπιστήσεται.
15Τί γὰρ δεῖ τῆς πείρας, τῆς μνήμης ἡμᾶς σωφρονιζού‐ σης; Ὥσπερ οὖν οὐκ ἀφῆκεν ἡμᾶς ὁ Θεὸς καταποντι‐ σθῆναι παρόντων τῶν λυπηρῶν, οὕτω μὴ ἀφῶμεν ἑαυ‐ τοὺς ἐκλυθῆναι παρελθόντων ἐκείνων. Παρεκάλεσεν ἡμᾶς ἀθυμοῦντας τότε, εὐχαριστήσωμεν αὐτῷ χαίροντες
20νῦν· παρεμυθήσατο ὀδυνωμένους καὶ οὐ προέδωκε, μὴ τοίνυν μηδὲ ἡμεῖς ἑαυτοὺς εὐθηνουμένους προδῶμεν, εἰς ῥᾳθυμίαν ἐκκλίνοντες· Μνήσθητι γὰρ καιρὸν λιμοῦ, φησὶν, ἐν ἡμέρᾳ πλησμονῆς. Μνησθῶμεν οὖν καιρὸν πειρασμοῦ καὶ ἡμεῖς ἐν ἡμέρᾳ ἀνέσεως· καὶ ἐπὶ τῶν
25ἁμαρτημάτων δὲ τὸ αὐτὸ τοῦτο ποιῶμεν. Κἂν ἁμάρτῃς καὶ συγχωρήσῃ σοι τὴν ἁμαρτίαν ὁ Θεὸς, τὴν μὲν συγχώρησιν δέξαι καὶ εὐχαρίστησον, τῆς δὲ ἁμαρτίας μὴ ἐπιλάθῃ, οὐχ ἵνα σαυτὸν κατατρύχῃς τῷ λογισμῷ, ἀλλ’ ἵνα τὴν ψυχὴν παιδεύσῃς μὴ σκιρτᾷν μηδὲ περι‐
30πίπτειν πάλιν τοῖς αὐτοῖς. Οὕτω καὶ ὁ Παῦλος ἐποίησεν· εἰπὼν γὰρ ὅτι, Πιστόν με ἡγήσατο θέμενος εἰς δια‐ κονίαν, ἐπήγαγε, Τὸν πρότερον ὄντα βλάσφημον παὶ διώκτην καὶ ὑβριστήν. Ἐκπομπευέσθω, φησὶν, ὁ βίος τοῦ οἰκέτου, ἵνα φανῇ ἡ φιλανθρωπία τοῦ Δεσπότου.
35Εἰ γὰρ καὶ συγχώρησιν ἔλαβον τῶν ἁμαρτημάτων, ἀλλὰ τὴν μνήμην οὐκ ἐκβάλλω τῶν ἁμαρτημάτων. Οὐ τοῦ Δεσπότου δὲ τὴν φιλανθρωπίαν ἐδείκνυ τοῦτο μόνον, ἀλλὰ κἀκεῖνον λαμπρότερον ἐποίει. Ὅταν γὰρ μάθῃς τίς ἦν ἔμπροσθεν, τότε αὐτὸν θαυμάσεις πλέον· καὶ ὅταν
40ἴδῃς ἐκ τίνος τίς ἐγένετο, τότε αὐτὸν ἀποδέξῃ μειζόνως· κἂν μεγάλα ᾖς ἡμαρτηκὼς, χρηστὰς ἕξεις ἐντεῦθεν τὰς ἐλπίδας μεταβαλλόμενος· πρὸς γὰρ τοῖς εἰρημένοις, καὶ τοὺς ἐν ἀπογνώσει τὸ ὑπόδειγμα τοῦτο παρακαλεῖ καὶ ἀνίστασθαι ποιεῖ. Ὅπερ οὖν καὶ ἐπὶ τῆς πόλεως ἔσται
45τῆς ἡμετέρας· τὰ γὰρ συμβάντα ἅπαντα τήν τε ἀρετὴν ὑμῶν δείκνυσι, δυνηθέντων διὰ τῆς μετανοίας τοσαύτην ὀργὴν ἀποκρούσασθαι, τήν τε τοῦ Θεοῦ φιλανθρωπίαν κηρύττει, ἐξ ὀλίγης τῆς ἐπιστροφῆς τοσοῦτον παρ‐ ενέγκαντος νέφος, τούς τε ἐν ἀπογνώσει πάντας ἀνίστησι

49

.

127

(50)

μαθόντας ἐκ τῶν ἡμετέρων, ὅτι τὸν ἄνω καὶ πρὸς τὴν τοῦ Θεοῦ βλέποντα ῥοπὴν, κἂν μυρία περιστῇ παν‐ ταχόθεν κύματα, καταποντισθῆναι οὐκ ἔνι. Τίς γὰρ εἶδε, τίς ἤκουσέ ποτε τὰ ἡμέτερα πάθη; ἐκ βάθρων αὐτῶν καθ’ ἑκάστην προσεδοκῶμεν ἡμέραν ἀνασπασθήσεσθαι
55τὴν πόλιν ἡμῖν μετὰ τῶν ἐνοικούντων· ἀλλ’ ὅτε ἤλπιζε καταποντίζειν τὸ σκάφος ὁ διάβολος, τότε καθαρὰν γαλήνην ἐποίησεν ὁ Θεός. Μὴ τοίνυν ἐπιλανθανώμεθα τοῦ μεγέθους τῶν δεινῶν, ἵνα μνημονεύωμεν τοῦ μεγέ‐ θους τῶν εὐεργεσιῶν τῶν παρὰ τοῦ Θεοῦ γενομένων· καὶ
60γὰρ ὁ μὴ εἰδὼς τοῦ νοσήματος τὴν φύσιν, οὐκ εἴσεταιColumn end

49

.

128

(9)

τοῦ ἰατροῦ τὴν τέχνην. Ταῦτα καὶ πρὸς τοὺς παῖδας λέ‐
10γωμεν τοὺς ἡμετέρους, καὶ εἰς μυρίας παραπέμπωμεν γενεὰς, ἵνα μάθωσιν ἅπαντες πῶς ἐσπούδασεν ὁ διάβο‐ λος καὶ τὸ ἔδαφος ἀφανίσαι τῆς πόλεως, καὶ πῶς ἴσχυ‐ σεν ὁ Θεὸς πεπτωκυῖαν αὐτὴν καὶ κειμένην ἐπ’ ὄψεσι στῆσαι πάλιν, καὶ μηδὲ τὴν τυχοῦσαν συγχωρῆσαι γε‐
15νέσθαι βλάβην, ἀλλὰ καὶ τὸν φόβον ἀνεῖλε, καὶ τὸν κίν‐ δυνον ἀπεκρούσατο μετὰ πολλοῦ τοῦ τάχους. Καὶ γὰρ τῇ παρελθούσῃ ἑβδομάδι τὰς οὐσίας δημεύεσθαι προσεδο‐ κῶμεν ἅπαντες, καὶ στρατιώτας ἡμῖν ἐπαφίεσθαι, καὶ μυρία ἕτερα ὠνειροπολοῦμεν δεινά· ἀλλ’ ἰδοὺ πάντα
20ἐκεῖνα παρῆλθεν, ὥσπερ νέφος καὶ ὥσπερ σκιὰ παρα‐ τρέχουσα, καὶ τῇ προσδοκίᾳ τῶν δεινῶν ἐκολάσθημεν μόνον· μᾶλλον δὲ οὐκ ἐκολάσθημεν, ἀλλὰ καὶ ἐπαιδεύ‐ θημεν καὶ βελτίους γεγόναμεν, τοῦ Θεοῦ τὴν καρδίαν τοῦ βασιλέως μαλάξαντος. Λέγωμεν τοίνυν διαπαντὸς
25καὶ καθ’ ἡμέραν, Εὐλογητὸς ὁ Θεὸς, καὶ μετὰ πλείονος σπουδῆς τῇ συνάξει προσέχωμεν, καὶ πρὸς τὴν Ἐκκλη‐ σίαν τρέχωμεν, ὅθεν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν. Ἴστε γὰρ ἐν ἀρχῇ ποῦ κατεφύγετε, ποῦ συνεδράμετε, πόθεν ἡμῖν ἡ σωτηρία γέγονεν. Ἐχώμεθα τοίνυν τῆς ἱερᾶς
30ἀγκύρας, καὶ καθάπερ ἐν τῷ καιρῷ τῶν κινδύνων ἡμᾶς οὐ προέδωκεν, οὕτω μηδὲ ἡμεῖς αὐτὴν ἐν τῷ καιρῷ τῆς ἀνέσεως καταλίπωμεν, ἀλλὰ μείνωμεν μετὰ ἀκρι‐ βείας, καὶ τὰς συνάξεις καὶ τὰς εὐχὰς καὶ τὴν τῶν θείων λογίων ἀκρόασιν ποιώμεθα καθ’ ἡμέραν,
35καὶ τὴν σχολὴν ἣν ἀνηλίσκομεν περιεργαζόμενοι, πολυ‐ πραγμονοῦντες, τοὺς ἀπὸ τοῦ στρατοπέδου περιτρέχον‐ τες, σπουδάζοντες ὑπὲρ τῶν ἐπικειμένων κακῶν, ταύτην ἀναλώσωμεν ἅπασαν εἰς τὴν τῶν θείων νόμων ἀκρόασιν, ἀλλὰ μὴ εἰς ἀκαίρους καὶ ἀνονήτους διατριβὰς, ἵνα μὴ
40πάλιν εἰς τὴν ἀνάγκην τῆς ἀσχολίας ἐκείνης ἑαυτοὺς καταστήσωμεν. βʹ. Ἐν μὲν οὖν ταῖς παρελθούσαις τρισὶν ἡμέραις ἕνα θεογνωσίας ἐξητάσαμεν τρόπον, καὶ πρὸς τὸ τέλος αὐτὸν ἠγάγομεν, ἑρμηνεύοντες πῶς Οἱ οὐρανοὶ διηγοῦνται
45τὴν δόξαν Θεοῦ, καὶ τί ποτέ ἐστι τὸ παρὰ τοῦ Παύλου λεγόμενον, ὅτι Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, καὶ ἐδείκνυμεν πῶς ἀπὸ κτίσεως κόσμου, καὶ πῶς δι’ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης ὁ Δημιουργὸς δοξάζεται. Τήμερον δὲ ὀλίγα

49

.

128

(50)

πάλιν εἰς αὐτὴν ταύτην φιλοσοφήσαντες τὴν ὑπόθεσιν, ἐφ’ ἕτερον βαδιούμεθα λόγον· οὐ γὰρ μόνον ἐποίησεν αὐτὴν, ἀλλὰ καὶ γενομένην ἐργάζεσθαι παρεσκεύασεν, οὔτε πᾶσαν ἀκίνητον ἀφεὶς, οὔτε πᾶσαν κινεῖσθαι κε‐ λεύσας· ἀλλ’ οὐρανὸς μὲν ἀκίνητος ἕστηκε, καθάπερ ὁ
55προφήτης φησὶν, Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡσεὶ σκηνὴν ἐπὶ τῆς γῆς· ὁ δὲ ἥλιος μετὰ τῶν ἄστρων τῶν λοιπῶν καθ’ ἑκά‐ στην τρέχει τὴν ἡμέραν· καὶ γῆ πάλιν πέπηγε, τὰ δὲ ὕδατα βαδίζει διαπαντός· οὐχ ὕδατα δὲ μόνον, ἀλλὰ καὶ
60νεφέλαι καὶ ὄμβροι συνεχεῖς καὶ ἐπάλληλοι κατὰ τὸν
οἰκεῖον ἀποδιδόμενοι καιρόν· καὶ μία μὲν ἡ τῶν ὄμβρων127

49

.

129

φύσις. διάφορα δὲ τὰ ἐξ αὐτῶν γινόμενα· καὶ γὰρ ἐν ἁμπέλῳ γίνεται οἶνος ὁ ὑετὸς, καὶ ἔλαιον ἐν ἐλαίᾳ, καὶ ἐν τοῖς ἄλλοις δὲ φυτοῖς πρὸς τοὺς αὐτῶν μεθίσταται χυμούς. Καὶ μία δὲ τῆς γῆν ἡ γαστὴρ καὶ διαφόρους
5φέρει καρπούς· καὶ μία μὲν ἡ τῆς ἡλιακῆς ἀκτῖνος θέρμη καὶ διαφόρως ἅπαντα πεπαίνει, τὰ μὲν βραδύ‐ τερον, τὰ δὲ ταχύτερον πρὸς ἀκμὴν ἄγουσα. Τίς οὐκ ἂν ταῦτα ἐκπλαγείη καὶ θαυμάσειε; μᾶλλον δὲ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι ποικίλην αὐτὴν καὶ διά‐
10φορον κατεσκεύασεν, ἀλλ’ ὅτι καὶ κοινὴν αὐτὴν προσέθη‐ κεν ἅπασι, καὶ πλουσίοις καὶ πένησι, καὶ ἁμαρτωλοῖς καὶ δικαίοις. Ὅπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγεν, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· καὶ μυρίων αὐ‐
15τὴν ζώων ἐμπλήσας, καὶ φυσικὰ τοῖς ζώοις ἐνθεὶς ἤθη, τὰ μὲν μιμεῖσθαι, τὰ δὲ φεύγειν ἐκέλευσεν. Οἷόν τι λέγω· φιλόπονόν ἐστιν ὁ μύρμηξ, καὶ ἐπίπονον ποιεῖται τὴν ἐργασίαν· ἂν τοίνυν προσέχῃς, μεγίστην παρὰ τοῦ ζώου δέξῃ παραίνεσιν, ὥστε μὴ καταμαλακίζεσθαι μηδὲ
20φεύγειν ἱδρῶτας καὶ πόνους. Διὰ τοῦτο καὶ ἡ Γραφὴ τὸν ὀκνηρὸν πρὸς ἐκεῖνον ἔπεμψε λέγουσα· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος. Οὐ βούλει, φησὶ, παρὰ τῶν Γραφῶν μαθεῖν ὅτι καλὸν τὸ ἐργάζεσθαι, καὶ ὅτι ὁ
25μὴ ἐργαζόμενος οὐδὲ ἐσθίειν ὀφείλει; οὐ βούλει παρὰ τῶν διδασκάλων ἀκοῦσαι τοῦτο; παιδεύθητι παρὰ τῶν ἀλόγων. Οὕτω καὶ ἐν ταῖς οἰκίαις ποιοῦμεν, πολλάκις τοὺς μείζονας καὶ ἐντιμοτέρους εἶναι δοκοῦντας, ἐπειδὰν ἁμάρτωσι, παιδίοις νήφουσι προσέχειν παρακελευόμεθα
30λέγοντες· Βλέπε τὸν μικρότερόν σου πῶς ἐστι σπου‐ δαῖος καὶ διεγηγερμένος. Καὶ σὺ τοίνυν παρὰ τοῦ ζώου τούτου μεγίστην λάβε φιλοπονίας παραίνεσιν, καὶ θαύμασόν σου τὸν Δεσπότην, μὴ ἐπειδὴ ἥλιον ἐποίησε μόνον καὶ οὐρανὸν, ἀλλ’ ἐπειδὴ
35καὶ μύρμηκα ἐποίησεν· εἰ γὰρ καὶ βραχὺ τὸ ζῶον, ἀλλὰ τοῦ μεγέθους τῆς σοφίας τοῦ Θεοῦ πολλὴν ἔχει τὴν ἀπό‐ δειξιν. Ἐννόησον γοῦν πῶς ἐστι συνετὸν, καὶ θαύμασον, πῶς ἴσχυσεν ὁ Θεὸς ἐν οὕτω βραχεῖ σώματι τοσαύτην ἐγκαταθεῖναι ἐργασίας ἐπιθυμίαν ἀδιάπτωτον. Καὶ ἀπὸ
40τούτου μὲν τὸ φιλόπονον, ἀπὸ δὲ τῆς μελίττης καὶ τὸ φιλόκαλον καὶ τὸ φιλόπονον μάνθανε καὶ τὸ φιλάλληλον. Καὶ γὰρ ἐκείνη οὐχ ἑαυτῇ μᾶλλον ἢ ἡμῖν πονεῖ καὶ τα‐ λαιπωρεῖται καθ’ ἑκάστην ἡμέραν· ὃ μάλιστα ἴδιον Χρι‐ στιανῷ, τὸ μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τὰ τῶν ἑτέρων.
45Ὥσπερ οὖν ἐκείνη πάντας περιίπταται τοὺς λειμῶνας, ἵνα ἑτοίμην ἑτέρῳ παρασκευάσῃ τράπεζαν· οὕτω καὶ σὺ ποίησον, ἄνθρωπε, κἂν χρήματα συλλέγῃς, εἰς ἑτέρους βαπάνησον, κἂν λόγους διδασκαλίας ἔχῃς, μὴ κατορύξῃς, ἀλλὰ πρόθες εἰς μέσον τοῖς δεομένοις, κἂν ἕτερον

49

.

129

(50)

ἔχῃς πλεονέκτημα, γενοῦ χρήσιμος τοῖς δεομένοις τῶν σῶν ἀπολαύειν πόνων. Οὐχ ὁρᾷς ὅτι διὰ τοῦτο μάλιστα τῶν ἄλλων ἐστὶν ἐντιμοτέρα ζώων ἡ μέλιττα, οὐκ ἐπειδὴ πονεῖ, ἀλλ’ ἐπειδὴ ἑτέροις πονεῖ; ἐπεὶ καὶ ὁ ἀράχνης πονεῖ καὶ ταλαιπωρεῖται καὶ λεπτὰ διατείνει κατὰ
55τοὺς τοίχους ὑφάσματα πᾶσαν γυναικὸς σοφίαν ὑπερ‐ βάλλοντα, ἀλλ’ ἔστιν ἄτιμον τὸ ζῶον, ἐπειδὴ τὸ ἔργον ἡμῖν οὐδαμοῦ χρήσιμον. Τοιοῦτοί εἰσιν οἱ ἑαυτοῖς κά‐ μνοντες καὶ ταλαιπωρούμενοι. Μίμησαι τῆς περιστερᾶς τὸ ἀκέραιον, μίμησαι τοῦ ὄνου τὸ φιλοδέσποτον καὶ
60τοῦ βοὸς, μίμησαι τῶν ὀρνίθων τὸ ἀμέριμνον· ἔστιColumn end

49

.

130

γὰρ, ἔστι μεγάλα ἀπὸ τῶν ἀλόγων καρπώσασθαι εἰς ἠθῶν διόρθωσιν. Ἀπὸ τούτων καὶ ὁ Χριστὸς ἡμῖν διαλέ‐ γεται τῶν ζώων· Γίνεσθε γὰρ φρόνιμοι, φησὶν, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Καὶ πάλιν·
5Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπεί‐ ρει οὐδὲ θερίζει, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Καὶ ὁ προφήτης δὲ ἐντρέπων τοὺς ἀγνώμονας Ἰουδαίους, οὕτω πώς φησιν· Ἔγνω βοῦς τὸν κτησά‐ μενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ
10δέ με οὐκ ἔγνω. Καὶ πάλιν, Τρυγὼν καὶ χελιδὼν ἀγροῦ, στρουθία, ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα Κυρίου τοῦ Θεοῦ αὐτοῦ. Ἀπὸ μὲν τούτων καὶ τῶν τοιούτων ζώων μάνθανε κατορθοῦν ἀρετὴν, ἀπὸ δὲ τῶν ἐναντίων παιδεύου φεύ‐
15γειν κακίαν. Ὥσπερ γὰρ φιλόκαλον ἡ μέλιττα, οὕτως ὀλέθριον ἡ ἀσπίς· ἀποστράφηθι τοίνυν τὴν κακίαν, ἵνα μὴ ἀκούσῃς· Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Ἀναί‐ σχυντον πάλιν ὁ κύων· μίσησον καὶ ταύτην τὴν πονη‐ ρίαν. Δολερὸν καὶ πανοῦργον ἡ ἀλώπηξ· μὴ ζηλώσῃς
20τὸ νόσημα· ἀλλὰ καθάπερ ἡ μέλιττα τοῖς λειμῶσιν ἐφ‐ ιπταμένη οὐ πάντα ἐκλέγει, ἀλλὰ τὰ χρήσιμα λαβοῦσα, τὰ λοιπὰ ἀφίησιν, οὕτω καὶ σὺ ποίησον· τῶν ἀλόγων ἐπελθὼν τὸ γένος, εἴ τι χρήσιμον, παρ’ ἐκείνων λάμβανε· καὶ ἅπερ ἔχουσιν ἐν τῇ φύσει πλεονεκτήματα, ταῦτα σὺ
25διὰ τῆς προαιρέσεως κατόρθωσον· καὶ γὰρ καὶ ταύτῃ παρὰ τοῦ Θεοῦ τετίμησαι, ὅτι τὰ φυσικὰ αὐτῶν πλεον‐ εκτήματα ἐκ προαιρέσεώς σοι παρέσχε κατορθοῦν, ἵνα καὶ βραβεῖα λάβῃς. Ἐκείνοις γὰρ οὐκ ἐκ προαιρέσεως καὶ λόγου τὰ κατορθώματα, ἀλλ’ ἀπὸ φύσεως μόνης. Οἷόν
30τι λέγω· ἡ μέλιττα μελιτουργεῖ οὐ λόγῳ μαθοῦσα τοῦτο καὶ λογισμῷ, ἀλλ’ ἀπὸ τῆς φύσεως παιδευθεῖσα· ἐπεὶ εἰ μὴ φυσικὸν ἦν τὸ ἔργον, μηδὲ τῷ γένει συγκεκλήρωτο, ἔδει πάντως τινὰς ἐξ αὐτῶν ἀπείρους εἶναι τῆς τέχνης· νῦν δὲ ἐξ οὗ γέγονεν ὁ κόσμος μέχρι τῆς παρούσης ἡμέ‐
35ρας, οὐδεὶς εἶδε μελίττας ἡσυχαζούσας καὶ μὴ μελιτουρ‐ γούσας. Τοιαῦτα γὰρ τὰ φυσικὰ κοινὰ τοῦ παντὸς γέ‐ νους ἐστί· τὰ δὲ ἐκ προαιρέσεως οὐκ ἔστι κοινά· πόνου γὰρ δεῖται πρὸς τὸ κατορθωθῆναι. γʹ. Πάντα τοίνυν τὰ κάλλιστα λαβὼν περιβαλοῦ· καὶ γὰρ
40βασιλεὺς εἶ τῶν ἀλόγων· οἱ δὲ βασιλεῖς, εἴ τι κάλλιστόν ἐστιν ἐν τοῖς ὑπηκόοις, εἴτε χρυσὸς, εἴτε ἄργυρος, εἴτε λίθοι τίμιοι, εἴτε ἱμάτια πολυτελῆ, ταῦτα μεθ’ ὑπερβολῆς αὐτοὶ κέκτηνται· καὶ θαύμαζέ σου τὸν Δεσπότην ἀπὸ τῆς κτίσεως. Εἰ δέ τί σε ὑπερβαίνει τῶν ὁρωμένων, καὶ
45τὸν λόγον οὐ δύνασαι εὑρεῖν, καὶ διὰ τοῦτο δόξασον τὸν ποιήσαντα, ὅτι ὑπερβαίνει σου τὴν κατάληψιν ἡ σοφία τῶν γινομένων. Μὴ λέγε· Διὰ τί τοῦτο; εἰς τί τοῦτο; ἕκαστον γὰρ χρήσιμόν ἐστιν, εἰ καὶ τὸν λόγον ἀγνοοῦμεν ἡμεῖς. Ὥσπερ οὖν ἐὰν εἰς ἰατρεῖον εἰσέλθῃς, καὶ ἴδῃς

49

.

130

(50)

ἐργαλεῖα πολλὰ προκείμενα, θαυμάζεις τὴν ποικιλίαν τῶν ὀργάνων, καίτοι γε τὰς χρείας αὐτῶν οὐκ εἰδώς· οὕτω καὶ ἐπὶ τῆς κτίσεως ποίησον, κἂν ἴδῃς πολλὰ τῶν ζώων καὶ τῶν βοτανῶν καὶ τῶν φυτῶν καὶ τῶν ἄλλων πραγμάτων ὧν τὰς χρείας οὐκ οἶδας, θαύμασον αὐτῶν
55τὴν ποικιλίαν, καὶ ἐκπλάγηθι καὶ διὰ τοῦτο τὸν ἀριστο‐ τέχνην Θεὸν, ὅτι οὔτε σοι πάντα δῆλα ἐποίησεν, οὕτε πάντα ἀφῆκεν ἄδηλα. Οὐκ ἀφῆκε μὲν γὰρ πάντα ἄδηλα, ἵνα μὴ ἀπρονόητα εἶναι λέγῃς τὰ ὄντα· οὐκ ἀφῆκε δέ σοι πάντα γνώριμα εἶναι, ἵνα μὴ τὸ μέγεθος τῆς γνώσεως
60εἰς ἀπόνοιάν σε ἐπάρῃ. Οὕτω γοῦν καὶ τὸν πρῶτον ἄν‐129

49

.

131

θρωπον ὁ πονηρὸς δαίμων ἐκεῖνος ἐξετραχήλισεν, ἐλπίδι μείζονος γνώσεως καὶ τῆς οὔσης ἀποστερήσας. Διὰ τοῦτο καὶ σοφός τις παραινεῖ λέγων· Ἰσχυρότερά σου μὴ ζήτει, καὶ βαθύτερά σου μὴ ἐρεύνα· ἃ προσετάγη σοι,
5ταῦτα διανοοῦ· τὰ γὰρ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις· καὶ πάλιν, Πλείονα συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι. Τοῦτο δὲ εἶπε παραμυθούμενος τὸν ἀσχάλλοντα καὶ ἀλύοντα, ἐπειδὴ μὴ πάντα οἶδεν. Καὶ γὰρ αὐτὰ, φησὶν, ἅπερ ἐπετράπης εἰδέναι, σφόδρα ὑπερ‐
10βαίνει σου τὴν σύνεσιν· οὐδὲ γὰρ οἵκοθεν εὗρες, ἀλλὰ παρὰ τοῦ Θεοῦ διδαχθείς. Ἀρκοῦ τοίνυν τῷ δοθέντι πλούτῳ, καὶ μὴ πλέον ἐπιζήτει, ἀλλ’ ὑπὲρ ὧν ἔλαβες εὐχαρίστει, μὴ ἀγανάκτει ὑπὲρ ὧν οὐκ ἔλαβες, καὶ ὑπὲρ ὧν οἶδας δόξαζε, μὴ σκανδαλίζου δι’ ἃ οὐκ οἶδας· ἀμφότερα γὰρ
15χρησίμως ὁ Θεὸς ἐποίησε, καὶ τὰ μὲν ἀπεκάλυψε, τὰ δὲ ἀπέκλεισε, τῆς σῆς προνοῶν σωτηρίας. Εἷς μὲν οὖν, ὅπερ ἔφην, τρόπος θεογνωσίας ὁ διὰ τῆς κτίσεως, πολλὰς δυνάμενος ἡμέρας ἀναλῶσαι. Ἵνα γὰρ μὴ μόνου τοῦ ἀνθρώπου κατ’ ἀκρίβειαν τὴν διατύπωσιν ἐπέλθωμεν,
20κατ’ ἀκρίβειαν δὲ λέγω τὴν ἡμῖν δυνατὴν, οὐ τὴν ὄντως ἀκρίβειαν· εἰ γὰρ καὶ πολλοὺς εἰρήκαμεν τῶν γενομένων λόγους, ἀλλ’ εἰσὶ καὶ ἕτεροι πλείους ἀπόῤῥητοι, οὓς ὁ ποιήσας οἶδε Θεός· οὐ γὰρ δὴ πάντας ἴσμεν αὐτοί· ἵν’ οὖν ἅπασαν τοῦ ἀνθρώπου κατὰ ἀκρίβειαν τὴν διάπλασιν
25ἐπέλθωμεν καὶ τὴν ἐν ἑκάστῳ μέλει σοφίαν εὕρωμεν, τῶν νεύρων, τῶν φλεβῶν, τῶν ἀρτηριῶν τὴν διανομὴν, τὴν θέσιν, τὴν διάπλασιν τῶν ἄλλων ἁπάντων, οὐδὲ ἐνιαυ‐ τὸς ὁλόκληρος ἡμῖν ἀρκέσειεν ἂν πρὸς τὴν ἐξήγησιν ταύ‐ την. Διόπερ τοῦτον ἐνταῦθα καταλύσαντες τὸν λόγον, καὶ
30τοῖς φιλοπόνοις καὶ φιλομαθέσι παρασχόντες ἐκ τῶν εἰρη‐ μένων καὶ τὰ λοιπὰ τῆς κτίσεως ἐπελθεῖν μέρη, ἐφ’ ἑτέ‐ ραν ὑπόθεσιν τὸν λόγον τρέψωμεν, ἐνδεικτικὴν καὶ αὐτὴν οὖσαν τῆς τοῦ Θεοῦ προνοίας. Τίς οὖν ἐστιν ἡ δευτέρα ὑπόθεσις; Ἐξ ἀρχῆς πλάττων ὁ Θεὸς τὸν ἄνθρωπον, νό‐
35μον αὐτῷ φυσικὸν ἐγκατέθηκε. Καὶ τί ποτέ ἐστιν νό‐ μος φυσικός; Τὸ συνειδὸς ἡμῖν διήρθρωσε, καὶ αὐτοδί‐ δακτον ἐποίησε τὴν γνῶσιν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων· οὐ γὰρ δεόμεθα μαθεῖν ὅτι κακὸν ἡ πορνεία, καὶ καλὸν ἡ σωφροσύνη, ἀλλ’ ἴσμεν ἐξ ἀρχῆς τοῦτο. Καὶ
40ἵνα μάθῃς ὅτι τοῦτο ἐξ ἀρχῆς ἴσμεν, ὁ νομοθέτης νόμους διδοὺς ὕστερον, καὶ εἰπὼν, Οὐ φονεύσεις, οὐκ ἐπήγαγε, Κακὸν γὰρ ὁ φόνος, ἀλλ’ ἁπλῶς, Οὐ φονεύσεις, εἶπεν· ἁπηγόρευσε γὰρ τὴν ἁμαρτίαν μόνον, οὐκ ἐδίδαξε. Τίνος οὖν ἕνεκεν εἰπὼν, Οὐ φονεύσεις, οὐ προσέθηκεν, Ὅτι κα‐
45κὸν ὁ φόνος; Ἐπειδὴ προλαβὼν τὸ συνειδὸς ἡμᾶς ἐπαί‐ δευσε τοῦτο, καὶ ὡς εἰδόσι καὶ ἐπισταμένοις οὕτω διαλέ‐ γεται. Ὅταν γοῦν περὶ ἑτέρας ἐντολῆς λέγῃ τῆς οὐ γνω‐ ρίμης ἡμῖν ἀπὸ τοῦ συνειδότος γενομένης, οὐκ ἀπαγο‐ ρεύει μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν προστίθησι. Περὶ σαβ‐

49

.

131

(50)

βάτου γοῦν νομοθετῶν καὶ λέγων, Τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ οὐ ποιήσεις ἔργον, καὶ τὴν αἰτίαν ἐπήγαγε τῆς ἀργίας· ποίαν δὴ ταύτην; Ὅτι ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιῆσαι· καὶ πάλιν, Ὅτι οἰκέτης ἦσθα ἐν γῇ
55Αἰγύπτῳ. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ἐπὶ μὲν τοῦ σαβ‐ βάτου τὴν αἰτίαν προσέθηκεν, ἐπὶ δὲ τοῦ φόνου οὐδὲν τοιοῦτον ἐποίησεν; Ἐπειδὴ αὕτη μὲν ἡ ἐντολὴ οὐ τῶν προηγουμένων ἦν, οὐδὲ τῶν ἐκ τοῦ συνειδότος ἡμῖν ἠκρι‐ βωμένων, ἀλλὰ μερική τις καὶ πρόσκαιρος, διὰ τοῦτο καὶ
60κατελύθη μετὰ ταῦτα· αἱ δὲ ἀναγκαῖαι καὶ συνέχουσαιColumn end

49

.

132

τὴν ζωὴν τὴν ἡμετέραν, ἐκεῖναί εἰσιν· Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις. Διόπερ οὐδαμοῦ αἰτίαν ἐν‐ ταῦθα τίθησιν, οὐδὲ διδασκαλίαν εἰσάγει, ἀλλ’ ἀρκεῖται ψιλῇ τῇ ἀπαγορεύσει.
5 δʹ. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ὑμῖν δεῖξαι πειράσομαι πῶς αὐτοδίδακτος ἦν ὁ ἄνθρωπος πρὸς τὴν τῆς ἀρετῆς γνῶσιν. Ἥμαρτεν ὁ Ἀδὰμ τὴν ἁμαρτίαν τὴν πρώτην, καὶ μετὰ τὴν ἁμαρτίαν εὐθέως ἐκρύπτετο· εἰ δὲ μὴ ᾔδει κακόν τι ἐργασάμενος, τίνος ἕνεκεν ἐκρύ‐
10πτετο; Οὐδὲ γὰρ γράμματα ἦν, οὐ νόμος, οὐ Μωσῆς· πόθεν οὖν ἔγνω τὴν ἁμαρτίαν καὶ κρύπτεται; Καὶ οὐ κρύπτεται μόνον, ἀλλὰ καὶ ἐγκαλούμενος, ἐφ’ ἕτερον πειρᾶται μετατιθέναι τὴν αἰτίαν, λέγων· Ἡ γυνὴ ἣν ἔδωκάς μοι, αὕτη ἔδωκέ μοι ἐκ τοῦ ξύλου, καὶ ἔφα‐
15γον· κἀκείνη πάλιν ἐφ’ ἕτερον μετάγει τὸ ἔγκλημα, τὸν ὄφιν. Καὶ ὅρα Θεοῦ σοφίαν· εἰπόντος γὰρ τοῦ Ἀδὰμ, ὅτι Ἤκουσα τῆς φωνῆς σου καὶ ἐφοβήθην, ὅτι γυ‐ μνός εἰμι καὶ ἐκρύβην, οὐκ ἤλεγξεν εὐθέως ὁ Θεὸς τὸ γεγονὸς, οὐδὲ εἶπε· Διὰ τί γὰρ ἔφαγες ἀπὸ τοῦ ξύλου;
20ἀλλὰ πῶς; Τίς σοι ἀνήγγειλε, φησὶν, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες; Οὔτε ἐσίγησεν, οὔτε φανερῶς αὐτὸν ἤλεγξεν· οὐκ ἐσίγησε μὲν, ἵνα αὐτὸν ἐκ‐ καλέσηται πρὸς ὁμολογίαν τῆς ἁμαρτίας· οὐκ ἤλεγξε δὲ
25φανερῶς, ἵνα μὴ αὐτοῦ τὸ πᾶν γένηται, κἀκεῖνος ἔρη‐ μος εἴη τῆς ἀπὸ τῆς ἐξομολογήσεως γινομένης συγγνώ‐ μης ἡμῖν. Διὰ τοῦτο οὐκ εἶπε φανερῶς τὴν αἰτίαν ἀφ’ ἧς γνῶσις γέγονεν, ἀλλ’ ἐν ἐρωτήσεως τάξει προάγει τὸν λόγον, ἐκείνῳ καταλιμπάνων εἰς ἐξομολόγησιν ἐλ‐
30θεῖν. Πάλιν ἐπὶ τοῦ Κάϊν καὶ τοῦ Ἄβελ τὸ αὐτὸ τοῦτο ἔστιν ἰδεῖν. Πρῶτον μὲν γὰρ ἀπήρξαντο τῷ Θεῷ τῶν οἰκείων πόνων. Μὴ γὰρ δὴ ἀπὸ τῆς ἁμαρτίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἀρετῆς δείξωμεν, ὅτι ἀμφοτέρων ἦν ἐπιστημονικὸς ὁ ἄνθρωπος. Ὅτι μὲν οὖν ᾔδει τὴν ἁμαρ‐
35τίαν κακὸν ὃν ὁ ἄνθρωπος, ἔδειξεν ὁ Ἀδάμ· ὅτι δὲ καὶ τὴν ἀρετὴν ἠπίστατο καλὸν ὂν, ἐδήλωσε πάλιν ὁ Ἄβελ. Οὐ γὰρ παρά τινος μαθὼν, οὐδὲ νόμου περὶ ἀπαρχῶν διαλεγομένου τότε ἀκούσας, ἀλλ’ οἴκοθεν καὶ παρὰ τοῦ συνειδότος διδαχθεὶς τὴν θυσίαν ἐκείνην ἀνήνεγκε. Διὰ
40τοῦτο οὐ καταφέρω κάτω τὸν λόγον, ἀλλ’ ἐπὶ τῶν προ‐ τέρων αὐτὸν ἀνθρώπων γυμνάζω, ὅτε οὔπω γράμματα, οὔτε νόμος, οὔτε προφῆται καὶ δικασταὶ, ἀλλὰ μόνος ὁ Ἀδὰμ μετὰ τῶν παίδων ἦν, ἵνα μάθῃς ὅτι ἐν τῇ φύσει προαπέκειτο τῶν καλῶν καὶ τῶν οὐ τοιούτων ἡ γνῶσις.
45Πόθεν γὰρ ἔμαθεν ὅτι καλὸν τὸ προσφέρειν ὁ Ἄβελ, ὅτι καλὸν τὸ τιμᾷν τὸν Θεὸν καὶ εὐχαριστεῖν ἐν ἅπασι; Τί οὖν; ὁ Κάϊν, φησὶν, οὐ προσήνεγκε; Προσήνεγκε μὲν καὶ οὗτος, ἀλλ’ οὐχ ὁμοίως. Κἀντεῦθεν δὲ πάλιν ἡ τοῦ συνειδότος φαίνεται γνῶσις· ἐπειδὴ γὰρ τῷ τιμηθέντι

49

.

132

(50)

βασκήνας περὶ σφαγῆς ἐβουλεύετο, κρύπτει τὴν δολερὰν γνώμην. Καὶ τί φησι; Δεῦρο, ἐξέλθωμεν εἰς τὸ πε‐ δίον. Ἕτερον τὸ σχῆμα, φιλοφροσύνης γὰρ ἡ ὑπόκρι‐ σις· καὶ τὸ φρόνημα ἕτερον, ἀδελφοκτονίας γὰρ ἡ γνώ‐
μη. Καίτοι εἰ μὴ κακὸν ᾔδει τὸ βούλημα, τίνος ἕνεκεν131

49

.

133

αὐτὸ συνεσκίαζε; Καὶ μετὰ τὸ γενέσθαι τὸν φόνον, πά‐ λιν ἐρωτώμενος ὑπὸ τοῦ Θεοῦ, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; φησίν· Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; Τίνος γὰρ ἕνεκεν ἀρνεῖται; οὐκ εὔδηλον ὅτι
5καταγινώσκων σφόδρα ἑαυτοῦ; Ὥσπερ γὰρ ὁ πατὴρ αὐτοῦ ἐκρύβη, οὕτω καὶ οὗτος ἀρνεῖται· καὶ μετὰ τὸν ἔλεγχον πάλιν φησί· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆ‐ ναί με. Ἀλλ’ ὁ Ἕλλην οὐκ ἀνέχεται τούτων. Φέρε οὖν καὶ πρὸς ἐκεῖνον διαλεχθῶμεν, καὶ ὅπερ ἐπὶ τῆς κτίσεως
10ἐποιήσαμεν, οὐκ ἀπὸ τῶν Γραφῶν μόνον, ἀλλὰ καὶ ἀπὸ λογισμῶν τοὺς πρὸς ἐκείνους κινήσαντες ἀγῶνας, τοῦτο καὶ ἐπὶ τοῦ συνειδότος ποιῶμεν νῦν· καὶ γὰρ καὶ τοῦτο τὸ κεφάλαιον ὁ Παῦλος ἐκίνησε πρὸς ἐκείνους ἀγωνιζόμε‐ νος. Τί ποτ’ οὖν ἐστιν ὃ λέγουσιν; Οὐκ ἔστιν ἡμῖν αὐτοδίδα‐
15κτος νόμος ἐν τῷ συνειδότι, φησὶ, κείμενος, οὐδὲ τῇ φύσει τοῦτο ἐγκατέθηκεν ὁ Θεός. Πόθεν οὖν, εἰπέ μοι, πόθεν περὶ γάμων, περὶ φόνων, περὶ διαθηκῶν, περὶ παρακα‐ ταθηκῶν, περὶ τοῦ μὴ πλεονεκτεῖν ἀλλήλους, περὶ μυ‐ ρίων ἑτέρων νόμους ἔγραψαν οἱ παρ’ αὐτοῖς νομοθέται;
20Οὗτοι μὲν γὰρ οἱ νῦν ἴσως παρὰ τῶν πρώτων ἔμαθον, καὶ ἐκεῖνοι παρὰ τῶν προτέρων, καὶ παρὰ τῶν ἄνω πάλιν οὗτοι· οἱ δὲ ἐξ ἀρχῆς καὶ πρῶτοι παρ’ αὐτοῖς νόμους θέντες, παρὰ τίνος ἔμαθον; οὐκ εὔδηλον ὅτι παρὰ τοῦ συνειδότος; οὐ γὰρ ἂν ἕχοιεν εἰπεῖν ὅτι Μωϋσεῖ συν‐
25εγένοντο, ὅτι προφητῶν ἤκουσαν· πῶς γὰρ Ἕλληνες ὅντες; Ἀλλ’ εὔδηλον ὅτι ἀπὸ τοῦ νόμου ὃν ἔθηκεν ὁ Θεὸς τῷ ἀνθρώπῳ, ἐξ ἀρχῆς αὐτὸν πλάττων, ἀπὸ τού‐ του καὶ νόμους ἔθηκαν, καὶ τέχνας εὕροντο, καὶ τὰ ἄλλα πάντα Καὶ γὰρ καὶ αἱ τέχναι οὕτω συνέστησαν τῶν ἐξ
30ἀρχῆς αὐτοδιδάκτως ἐπ’ αὐτὰς ἐλθόντων· οὕτω καὶ δι‐ καστήρια γέγονε, οὕτω καὶ κολάσεις ὡρίσθησαν, ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν Ἑλλήνων ἀντιλέγειν ἔμελλον, καὶ λέγειν ὅτι, Πῶς κρι‐ νεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους τοὺς πρὸ Μωϋσέως; οὐ νο‐
35μοθέτην ἔπεμψεν, οὐ νόμον εἰσήνεγκεν, οὐ προφήτην ἀπέστειλεν, οὐκ ἀπόστολον, οὐκ εὐαγγελιστήν· πῶς οὖν εὐθύνας ἀπαιτεῖ; βουλόμενος ὁ Παῦλος δεῖξαι, ὅτι αὐτο‐ δίδακτον εἶχον νόμον, καὶ τὰ πρακτέα σαφῶς ᾔδεσαν, ἅκουσον πῶς φησιν· Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον
40ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν. Πῶς χωρὶς γραμμάτων; Συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν
45κατηγορούντων, ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦν‐ ται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθή‐

49

.

133

(50)

σονται. Τί ἐστιν, Ἀνόμως ἀπολοῦνται; Οὐχὶ τοῦ νό‐ μου κατηγοροῦντος, ἀλλὰ τῶν λογισμῶν καὶ τοῦ συν‐ ειδότος. Εἰ δὲ μὴ εἶχον νόμον τὸν τοῦ συνειδότος, οὐδὲ ἀπολέσθαι αὐτοὺς ἁμαρτάνοντας ἔδει· πῶς γὰρ, εἰ ἀνό‐ μως ἥμαρτον; Ἀλλ’ ἀνόμως ὅταν εἴπῃ, οὐ τοῦτο λέγει,
55ὅτι οὐκ εἶχον νόμον, ἀλλ’ ὅτι οὐκ εἶχον νόμον γραπτὸν, τὸν δὲ τῆς φύσεως νόμον εἶχον. Καὶ πάλιν· Δόξα δὲ, καὶ τιμὴ, καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγα‐ θὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Ταῦτα δὲ ἔλεγε περὶ τῶν ἄνω χρόνων διαλεγόμενος
60τῶν πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ. Καὶ Ἕλληνα ἐν‐ ταῦθα καλεῖ οὐ τὸν εἰδωλολάτρην, ἀλλὰ τὸν προσκυ‐ νοῦντα μὲν τὸν Θεὸν μόνον, οὐκ ἐνδεδεμένον δὲ τῇ τῶν
Ἱουδαϊκῶν παρατηρήσεων ἀνάγκῃ, σαββατισμοῖς λέγωColumn end

49

.

134

καὶ περιτομῇ καὶ καθαρισμοῖς διαφόροις, ἀλλὰ φιλοσο‐ φίαν καὶ εὐσέβειαν ἅπασαν ἐπιδεικνύμενον. Καὶ πάλιν περὶ τοῦ αὐτοῦ διαλεγόμενός φησι· Θυμὸς καὶ ὀργὴ, θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου
5κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον, καὶ Ἕλληνος Πάλιν ἐνταῦθα Ἕλληνα καλεῖ τὸν ἀπηλλα‐ γμένον τῆς παρατηρήσεως τῆς Ἰουδαϊκῆς. Εἰ τοίνυν μήτε νόμου ἤκουσε, μήτε μετὰ Ἰουδαίων ἀνεστράφη, πῶς ἔσται αὐτῷ θυμὸς καὶ ὀργὴ καὶ θλῖψις ἐργαζομένῳ
10τὸ κακόν; Ἐπειδὴ συνειδὸς εἶχεν ἔνδον ἐνηχοῦν αὐτῷ, καὶ διδάσκον καὶ παιδεῦον ἅπαντα. Πόθεν δῆλον τοῦτο; Ἀφ’ ὧν ἑτέρους ἁμαρτάνοντας ἐκόλασεν, ἀφ’ ὧν νόμους ἔθηκεν, ἀφ’ ὧν τὰ δικαστήρια ἐκάθισε. Τοῦτο γὰρ αὐτὸ δηλῶν ὁ Παῦλος ἔλεγε περὶ τῶν ἐν κακίᾳ ζώντων· Οἵ‐
15τινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνδοκοῦσι τοῖς πράσ‐ σουσι. Καὶ πόθεν ᾔδεισαν, φησὶν, ὅτι θέλημα Θεοῦ ἐστι τοὺς ἐν πονηρίᾳ ζῶντας θανάτῳ κολάζεσθαι; πόθεν;
20Ἐξ ὧν ἑτέρους ἐδίκαζον ἁμαρτάνοντας. Εἰ γὰρ μὴ νο‐ μίζεις κακὸν εἶναι τὸν φόνον, ἐπειδὰν λάβῃς ἀνδροφό‐ νον, ὑπὸ τῇ σῇ ψήφῳ μὴ κολάσῃς· εἰ μὴ νομίζεις κα‐ κὸν εἶναι τὸ μοιχεύειν, ἐπειδὰν ἐμπέσῃ μοιχὸς, ἄφες αὐτὸν τῆς τιμωρίας. Εἰ δὲ ἐν τοῖς ἑτέρων ἁμαρ‐
25τήμασι καὶ νόμους γράφεις, καὶ τιμωρίας ὁρίζεις, καὶ ἀκριβὴς εἶ δικαστὴς, ποίαν ἂν σχοίης ἀπολογίαν ἐν οἷς αὐτὸς ἁμαρτάνεις, λέγων ἀγνοεῖν τὰ πρακτέα; Ἐμοί‐ χευσας, καὶ οὐ κἀκεῖνος. Τίνος οὖν ἕνεκεν ἐκεῖνον μὲν κολάζεις, σαυτὸν δὲ συγγνώμης ἀξιοῖς; Εἰ γὰρ μὴ ᾔδεις
30κακὸν εἶναι τὴν μοιχείαν, οὐδὲ ἕτερον τιμωρεῖσθαι ἔδει· εἰ δὲ ἕτερον μὲν κολάζεις, σὺ δὲ νομίζεις δια‐ φεύγειν τὴν κόλασιν, πῶς ἂν ἔχοι λόγον τῶν αὐτῶν ἁμαρτημάτων μὴ τὰς αὐτὰς διδόναι δίκας; Τοῦτο γοῦν αὐτὸ ἐγκαλῶν ὁ Παῦλος ἔλεγε· Λογίζῃ δὲ τοῦτο, ὦ
35ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀπὸ γὰρ τῆς ψήφου, φησὶν, ἧς ἤνεγκας καθ’ ἑτέρου, ἀπὸ ταύτης σοι κρινεῖ ὁ Θεὸς τότε· οὐ γὰρ δήπου σὺ μὲν δίκαιος, ὁ δὲ Θεὸς ἄδικος.
40Εἰ γὰρ σὺ οὐ περιορᾷς ἕτερον ἀδικούμενον, πῶς ὁ Θεὸς περιόψεται; εἰ σὺ διορθοῖς τὰ ἑτέρων ἁμαρτήματα, πῶς ὁ Θεὸς οὐ διορθώσεταί σε; Εἰ δὲ οὐ παρὰ πόδας ἐπάγει σοι τὴν τιμωρίαν, μὴ θάῤῥει διὰ τοῦτο, ἀλλὰ φοβοῦ μειζό‐ νως. Οὕτω καὶ Παῦλος ἐκέλευσε λέγων· Ἢ τοῦ πλούτου
45τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μα‐ κροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Διὰ γὰρ τοῦτο ἀνέχεται, φησὶν, οὐχ ἵνα χείρων γένῃ, ἀλλ’ ἵνα μετανοήσῃς· εἰ δὲ μὴ βούλει, κολάσεως μείζονος ἐφόδιον ἡ μακροθυμία σοι

49

.

134

(50)

γίνεται ἀμετανοήτῳ μένοντι. Καὶ τοῦτο γοῦν αὐτὸ δη‐ λῶν ἔλεγε· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετα‐ νόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
55Ἐπεὶ οὖν ἑκάστῳ κατὰ τὰ ἔργα ἀποδίδωσι, καὶ νόμον διὰ τοῦτο φυσικὸν ἡμῖν ἐνέθηκε, καὶ γραπτὸν ὕστερον ἔδωκεν, ἵνα εὐθύνας ἀπαιτήσῃ τῶν ἁμαρτημάτων, καὶ ἵνα κατορθοῦντας στεφανώσῃ· μετὰ πολλῆς οὖν τῆς σπουδῆς, καὶ ὥσπερ εἰς δικαστήριον ἀπαντήσεσθαι μέλ‐
60λοντες φοβερὸν, τὰ καθ’ ἑαυτοὺς οἰκονομήσωμεν, εἰδό‐133

49

.

135

τες ὡς μηδεμιᾶς ἀπολαύσομεν συγγνώμης, εἰ μετὰ φυ‐ σικὸν καὶ γραπτὸν νόμον, καὶ διδασκαλίαν τοσαύτην, καὶ συνεχῆ παραίνεσιν, τῆς ἡμετέρας ἀμελήσαιμεν σωτη‐ ρίας.
5 ϛʹ. Βούλομαι οὖν πάλιν περὶ τῶν ὅρκων ὑμῖν διαλεχθῆναι, αἰσχύνομαι δέ. Ἐμοὶ μὲν γὰρ οὐκ ἔστιν ἐπαχθὲς καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ τὰ αὐτὰ πρὸς ὑμᾶς λέγειν, δέδοικα δὲ μὴ τὰς πολλὰς ταύτας ἡμέρας ὑμῖν παρακολουθήσας, πολλὴν ὑμῶν καταγνῶ ῥᾳθυμίαν περὶ πράγματος οὕ‐
10τως εὐκόλου διηνεκοῦς δεομένων ὑπομνήσεως. Οὐκ αἰσχύ‐ νομαι δὲ μόνον, ἀλλὰ καὶ δέδοικα περὶ ὑμῶν· ἡ γὰρ συν‐ εχὴς διδασκαλία τοῖς μὲν προσέχουσι σωτήριον καὶ χρή‐ σιμον, τοῖς δὲ ῥᾳθυμοῦσι βλαβερὸν καὶ ἐπικίνδυνον. Καὶ γὰρ ὅσῳπερ ἄν τις πλεονάκις ἀκούσῃ, τοσούτῳ μᾶλλον
15ἐπισπᾶται τὴν κόλασιν μὴ ποιῶν τὰ λεγόμενα. Τοῦτο γοῦν καὶ Ἰουδαίοις ὀνειδίζων ἕλεγεν ὁ Θεός· Ἀπέστειλα τοὺς προφήτας μου ὀρθρίζων, καὶ ἀποστέλλων, καὶ οὐδὲ οὕτως εἰσηκούσατε. Ἡμεῖς μὲν οὖν ἀπὸ πολλῆς κηδεμονίας τοῦτο ποιοῦμεν, δεδοίκαμεν δὲ μὴ κατὰ τὴν
20ἡμέραν ἐκείνην τὴν φοβερὰν ἀντικαταστῇ πᾶσιν ὑμῖν ἡ παραίνεσις αὕτη καὶ ἡ συμβουλή. Ὅταν γὰρ καὶ τὸ κατόρθωμα εὔκολον ᾖ, καὶ ὁ συνεχῶς ὑπομιμνήσκων μὴ διαλιμπάνῃ, ποίαν ἕξομεν ἀπολογίαν εἰπεῖν; ἢ τίς ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως λόγος; Εἰπὲ γάρ μοι, ἂν ἀρ‐
25γύριόν σοι χρεωστούμενον τύχῃ, οὐκ ἀεὶ συντυγχάνων τῷ ὀφείλοντι ἀναμιμνήσκεις αὐτὸν τοῦ δανείσματος; Τοῦτο καὶ σὺ ποίησον, καὶ ἕκαστος νομιζέτω τὸν πλησίον ἀργύριον ὀφείλειν αὐτῷ, τὴν ἐκπλήρωσιν τῆς ἐντολῆς ταύτης, καὶ ἀπαντῶν ὑπὲρ τῆς ἐκτίσεως αὐτὸν ἀναμι‐
30μνησκέτω, εἰδὼς ὡς οὐ μικρὸς ἡμῖν ἀπόκειται κίνδυνος τῶν ἀδελφῶν οὐκ ἐπιμελουμένοις. Διὰ τοῦτο καὶ ἐγὼ τὰ αὐτὰ λέγων οὐ παύομαι· δέδοικα γὰρ μήποτε κατ’ ἐκεί‐ νην ἀκούσω τὴν ἡμέραν· Πονηρὲ δοῦλε καὶ ὀκνηρὲ, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τρα‐
35πεζίτας. Ἰδοὺ γοῦν κατέβαλον οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ πολλάκις· ὑμῶν ἐστι λοιπὸν τὸν τόκον ἐπιδείξασθαι· τό‐
κος δὲ ἀκροάσεως, ἡ διὰ τῶν ἔργων ἐπίδειξις· καὶ γὰρColumn end

49

.

136

Δεσποτικὰ τὰ καταβαλλόμενα. Μὴ τοίνυν παρέργως ὑπο‐ δεξώμεθα, ἀλλὰ μετὰ ἀκριβείας κατέχωμεν τὴν παρα‐ καταθήκην, ἵνα μετὰ πολλῆς τῆς ἐργασίας αὐτὴν ἀπο‐ δῶμεν κατὰ τὴν ἡμέραν ἐκείνην. Ἐὰν γὰρ μὴ καὶ ἑτέ‐
5ρους εἰς τὸ αὐτὸ ἐναγάγῃς κατόρθωμα, ἀκούσῃ τῆς φω‐ νῆς ἐκείνης ἧς ἤκουσεν ὁ τὸ τάλαντον κατορύξας. Ἀλλὰ μὴ γένοιτο ταύτης, ἀλλὰ τῆς ἄλλης ὑμᾶς ἀκοῦσαι φω‐ νῆς ἣν πρὸς τὸν ἐργασάμενον ἀφῆκε λέγων ὁ Χριστός· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς,
10ἐπὶ πολλῶν σε καταστήσω. Ταύτης δὲ ἀκουσόμεθα τῆς φωνῆς, ἂν τὴν αὐτὴν ἐκείνῳ σπουδὴν ἐπιδειξώμεθα· τὴν αὐτὴν δὲ ἐπιδειξόμεθα σπουδὴν, ἐὰν τοῦτο ὃ λέγω ποιήσωμεν. Ἔτι θερμῆς οὔσης τῆς ἀκροάσεως ἐν ὑμῖν, ἐξελθόντες παρακελεύεσθε ἀλλήλοις, καὶ καθάπερ ἕκα‐
15στος μετὰ προσηγορίας διαλύεσθε, οὕτω μετὰ παραγγε‐ λίας ἕκαστος οἴκαδε ἀναχωρείτω, καὶ τῷ πλησίον λεγέ‐ τω· Σκόπει καὶ μέμνησο ὅπως φυλάξῃς τὴν ἐντολὴν, καὶ πάντως περιεσόμεθα. Ὅταν γὰρ φίλοι παραπέμπωσι μετὰ τοιαύτης συμβουλῆς, καὶ οἴκοι γενόμενον ἡ γυνὴ
20πάλιν τὰ αὐτὰ ἀναμιμνήσκῃ, καὶ μόνους ὄντας ὁ λόγος ὁ ἡμέτερος κατέχῃ, ταχέως ἀποκρουσόμεθα τὴν πονηρὰν συνήθειαν ταύτην. Οἶδα μὲν ὅτι θαυμάζετε τίνος ἕνεκεν τοσαύτην ὑπὲρ τῆς ἐντολῆς ταύτης ποιοῦμαι σπουδήν· κατορθώσατε δὲ τὸ ἐπιταχθὲν, καὶ τότε ἐρῶ. Τέως μὲν
25γὰρ ἐκεῖνο λέγω, ὅτι νόμος ἐστὶ θεῖος τὸ ἐπίταγμα τοῦ‐ το, καὶ παραβῆναι αὐτὸν οὐκ ἀσφαλές· ἐὰν δὲ ἴδω κατ‐ ορθωθὲν, καὶ ἑτέραν ὑμῖν αἰτίαν ἐρῶ οὐκ ἐλάττονα ταύ‐ της, ἵνα μάθητε ὅτι δικαίως τοσαύτην ὑπὲρ τοῦ νόμου τούτου ποιοῦμαι σπουδήν· ὥρα δὲ λοιπὸν εἰς εὐχὴν κα‐
30ταλῦσαι τὸν λόγον. Κοινῇ τοίνυν πάντες εἴπωμεν· Ὁ Θεὸς ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέ‐ ψαι αὐτὸν καὶ ζῇν, καὶ τοῦτον καὶ τοὺς λοιποὺς νόμους ἅπαντας καταξίωσον ἡμᾶς ἐξανύσαντας, οὕτω παραστῆ‐ ναι τῷ βήματι τοῦ Χριστοῦ σου, ἵνα παῤῥησίας πολλῆς
35ἀπολαύσαντες, τῆς βασιλείας ἐπιτύχωμεν εἰς δόξαν σὴν, ὅτι σοὶ πρέπει δόξα, ἅμα τῷ μονογενεῖ σου Παιδὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.Column end

49

.

135

(38t)

Εὐχαριστία ἔτι πρὸς τὸν Θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν· καὶ ἀνάμνησις τῶν διὰ τὴν
39tστάσιν διασυρέντων καὶ τιμωρηθέντων· ὁμοίως δὲ πάλιν ἐξήγησις περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας,
40tκαὶ ὅτι φυσικὸν νόμον ἐδέξατο· καὶ περὶ τοῦ τελείως κατορθῶσαι τὸ μὴ ὀμνύειν.
41tὉμιλία ιγʹ.
42 αʹ. Ἀπὸ τῆς αὐτῆς ἀρχῆς καὶ τῶν αὐτῶν προοιμίων, ὧν χθὲς καὶ πρὸ ἐκείνης ἠρξάμην, καὶ σήμερον ἄρξομαι· ἐρῶ καὶ νῦν· Εὐλογητὸς ὁ Θεός. Οἵαν τὴν παρελθοῦσαν
45εἴδομεν τετράδα, καὶ οἵαν τὴν παροῦσαν ὁρῶμεν νῦν; πόσος ἐν ἐκείνῃ ζόφος τότε ἦν; πόση κατὰ τὴν παροῦ‐ σαν γαλήνη νῦν; Κατὰ τὴν ἡμέραν ταύτην τὸ φοβερὸν ἐκεῖνο γέγονεν ἐν τῇ πόλει δικαστήριον, καὶ τὰς καρδίας ἁπάντων διέσεισε, καὶ νυκτὸς οὐδὲν ἅμεινον διακεῖσθαι

49

.

135

(50)

ἐποίησε τὴν ἡμέραν, οὐ τῆς ἀκτῖνος σβεσθείσης, ἀλλὰ τῆς ἀθυμίας καὶ τοῦ φόβου πηρωσάντων ὑμῶν τοὺς ὀφθαλμούς. Ἵν’ οὖν καὶ ἡμεῖς πλείονα καρπωσώμεθα τὴν ἡδονὴν, μικρὰ τῶν τότε συμβάντων διηγήσασθαι βούλο‐ μαι. Καὶ γὰρ καὶ ὑμῖν καὶ τοῖς γενησομένοις ἅπασι
55χρησίμην ὀρῶ τὴν τούτων διήγησιν οὖσαν· ἐπεὶ καὶ τοῖςColumn end

49

.

136

(41)

ἐκ ναυαγίου διασωθεῖσιν ἡδὺ τῶν κυμάτων μεμνῆσθαι καὶ τῆς ζάλης καὶ τῶν ἀνέμων, ἐπειδὰν εἰς λιμένα κα‐ ταπλεύσωσι· καὶ τοῖς ἀῤῥωστίᾳ περιπεσοῦσι ποθεινὸν μετὰ τὴν ἀῤῥωστίαν τοὺς πυρετοὺς, δι’ οὓς παρὰ μικρὸν
45ἦλθον ἀποθανεῖν, διηγεῖσθαι πρὸς ἑτέρους. Ὅταν γὰρ παρέλθῃ τὰ δεινὰ, ἡδονὴν ἔχει τῶν δεινῶν ἡ διήγησις, τῆς ψυχῆς οὐκ ἔτι δεδοικυίας, ἀλλὰ καὶ μείζονα καρ‐ πουμένης τὴν εὐφροσύνην. Ἡ γὰρ τῶν παρελθόντων κα‐ κῶν μνήμη ἀεὶ τὴν ἐνεστῶσαν εὐημερίαν ἀκριβέστερον

49

.

136

(50)

ὁρᾶσθαι ποιεῖ. Ἐπειδὴ γὰρ τὸ μὲν πλέον τῆς πόλεως ἀπὸ τοῦ φόβου καὶ τῆς ἀπειλῆς ἐκείνης πρὸς τὰς ἐρήμους καὶ τὰς φάραγγας καὶ τοὺς λανθάνοντας μετῴκιστο τό‐ πους, τοῦ φόβου πάντοθεν αὐτοὺς συνελαύνοντος, καὶ κε‐
55ναὶ μὲν ἦσαν γυναικῶν αἱ οἰκίαι, κενὴ δὲ ἀνδρῶν ἡ ἀγο‐ ρὰ, μόλις δὲ δύο ἢ τρεῖς βαδίζοντες ἐν τῷ μέσῳ μετ’ ἀλ‐
λήλων ἐφαίνοντο, καὶ αὐτοὶ οὗτοι καθάπερ ἔμψυχοι νε‐135

49

.

137

κροὶ περιιόντες· ἀπῄειμεν εἰς τὸ δικαστήριον τὸ τέλος ὀψόμενοι τῶν γινομένων, καὶ ἰδόντες ἐκεῖ τῆς πόλεως τὰ λείψανα συνειλεγμένα, μάλιστα πάντων ἐθαυμάσαμεν ἐκεῖνο, ὅτι πλήθους ὄντος περὶ τὰς θύρας, ὡς οὐδενὸς
5παρόντος, βαθυτάτη ἦν ἡ σιγὴ, πάντων εἰς ἀλλήλους βλεπόντων, καὶ μήτε ἐρέσθαι τὸν παρεστῶτα, μήτε ἀκοῦ‐ σαί τι παρ’ ἐκείνου τολμῶντός τινος. Τὸν γὰρ πλησίον ὑπώπτευεν ἕκαστος, διὰ τὸ πολλοὺς ἤδη παρ’ ἐλπίδα πᾶ‐ σαν ἐκ μέσης ἀναρπασθέντας τῆς ἀγορᾶς, ἔνδον κατ‐
10έχεσθαι· καὶ πάντες κοινῇ πρὸς τὸν οὐρανὸν ἐβλέπομεν, καὶ τὰς χεῖρας ἀνετείνομεν σιγῇ τὴν ἄνωθεν ἐκδεχόμε‐ νοι ῥοπὴν, καὶ Θεὸν παρακαλοῦντες παραστῆναί τε τοῖς δικαζομένοις, καὶ μαλάξαι τὰς τῶν δικαζόντων καρδίας, καὶ ποιῆσαι ἥμερον γενέσθαι τὴν ψῆφον. Καὶ καθάπερ
15οἱ τοὺς ναυαγοῦντας ἀπὸ τῆς γῆς βλέποντες, προσελθεῖν μὲν καὶ χεῖρα ὀρέξαι καὶ διορθῶσαι τὴν συμφο‐ ρὰν οὐκ ἔχουσι, τοῖς κύμασι διειργόμενοι, ἔξωθεν δὲ ἀπὸ τῶν αἰγιαλῶν τὰς χεῖρας ἀνατείνοντες, καὶ δακρύοντες, τὸν Θεὸν παρακαλοῦσι παραστῆναι τοῖς κλυδωνιζομένοις·
20οὕτω καὶ ἐνταῦθα πάντες σιγῇ καὶ κατὰ διάνοιαν ἐκά‐ λουν τὸν Θεὸν, ἀξιοῦντες τοῖς ἐν τῷ δικαστηρίῳ, καθά‐ περ ἐν κύμασιν ἀνειλημμένοις, χεῖρα ὀρέξαι, καὶ μὴ συγχωρῆσαι καταποντισθῆναι τὸ σκάφος, μηδὲ εἰς ναυά‐ γιον παντελὲς καταλῦσαι τῶν δικαζόντων τὴν κρίσιν. Καὶ
25ταῦτα μὲν ἦν πρὸ τῶν θυρῶν· ἐπειδὴ δὲ ἐνδοτέρω τῆς αὐλῆς εἰσέβημεν, πάλιν εἴδομεν ἕτερα φοβερώτερα τού‐ των, στρατιώτας καθωπλισμένους ξίφεσι καὶ ῥοπάλοις, καὶ πολλὴν τοῖς ἔνδον δικάζουσι τὴν ἡσυχίαν παρέχον‐ τας. Ἐπειδὴ γὰρ οἱ προσήκοντες ἅπαντες ἐκείνοις, καὶ
30γυναῖκες, καὶ μητέρες, καὶ θυγατέρες, καὶ πατέρες εἱ‐ στήκεισαν πρὸ τῶν τοῦ δικαστηρίου θυρῶν, ὥστε, εἴ τινα συμβαίη τὴν ἐπὶ θάνατον ἀπενεχθῆναι, μηδένα τῇ θέᾳ τῆς συμφορᾶς ἐμπρησθέντα θόρυβόν τινα ποιῆσαι καὶ ταραχὴν, πόῤῥωθεν ἐφόβουν οἱ στρατιῶται πάντας,
35προκαταλαμβάνοντες αὐτῶν τῷ δέει τὴν διάνοιαν. Τὸ δὲ πάντων ἐλεεινότερον, μήτηρ μία καὶ ἀδελφὴ τῶν ἔνδον κρινομένων τινὸς, πρὸς αὐτὰ τῶν δικαζόντων ἐκά‐ θηντο τὰ πρόθυρα, κυλινδούμεναι περὶ τὸ ἔδαφος, καὶ κοινὸν οὖσαι θέατρον τοῖς περιεστῶσιν ἅπασι, συγκαλυ‐
40πτόμεναι τὰς ὄψεις, καὶ τοσοῦτον αἰσχυνόμεναι μόνον, ὅσον ἐπέτρεπεν ἡ τῆς συμφορᾶς ἀνάγκη· καὶ οὔτε θερα‐ παινὶς αὐταῖς παρῆν, οὔτε γείτων, οὔτε φίλη, οὐκ ἄλλη τις τῶν ἐπιτηδείων, ἀλλὰ μόναι μετὰ εὐτελῶν ἱματίων ἐν μέσῳ τοσούτων ἀπειλημμέναι στρατιωτῶν, χαμαὶ
45συρόμεναι περὶ τὰς θύρας αὐτὰς, τῶν ἔνδον δικαζομέ‐ νων ἐλεεινότερα ἔπασχον, τῆς τῶν δημίων ἀκούουσαι φω‐ νῆς, τοῦ κτύπου τῶν μαστίγων, τοῦ θρήνου τῶν μαστι‐ ζομένων, τῆς φοβερᾶς τῶν δικαζόντων ἀπειλῆς, καὶ καθ’ ἕκαστον τῶν παιομένων χαλεπωτέρας ἐκείνων ὑπέμε‐

49

.

137

(50)

νον ὀδύνας αὗται. Ἐπειδὴ γὰρ ἐν ταῖς ἑτέρων μαρτυ‐ ρίαις ἐκινδυνεύετο ἡ τῶν ἐγκλημάτων ἀπόδειξις, εἴ ποτέ τινος ᾔσθοντο μαστιζομένου, ὥστε εἰπεῖν τοὺς ὑπευθύ‐ νους, καὶ ὀλολύζοντος, εἰς τὸν οὐρανὸν βλέπουσαι τὸν Θεὸν παρεκάλουν δοῦναί τινα ἰσχὺν καὶ ὑπομονὴν ἐκεί‐
55νῳ, ὥστε μὴ τῶν αὐτοῖς προσηκόντων τὴν σωτηρίαν ἐν ταῖς ἑτέρων ἀσθενείαις προδοθῆναι, τὴν δριμεῖαν ἀπὸ τῶν πληγῶν ὀδύνην μὴ δυναμένων ἐνεγκεῖν· καὶ ταυτὸν
πάλιν οἷον ἐπὶ τῶν χειμαζομένων συνέβαινε. ΚαθάπερColumn end

49

.

138

γὰρ ἐκεῖνοι, εἴ ποτε κύματος ἴδοιεν ἐμβολὴν πόῤῥωθεν κορυφουμένην καὶ κατὰ μικρὸν αὐξομένην καὶ μέλλουσαν βαπτίζειν τὸ σκάφος, καὶ πρὶν ἢ πλησίον γενέσθαι τοῦ πλοίου προαποτεθνήκασι τῷ δέει· οὕτω δὴ κἀκεῖναι, εἴ
5ποτε φωνῶν καὶ ὀλολυγμῶν ᾔσθοντο φερομένων, δεδοι‐ κυῖαι μὴ πρὸς τὰς βασάνους ἀπαγορεύσαντες οἱ κατα‐ μαρτυρεῖν ἀναγκαζόμενοι, κατείπωσί τινος τῶν αὐτοῖς ἐπιτηδείων, μυρίους πρὸ τῶν ὀφθαλμῶν ἑώρων θανά‐ τους. Καὶ ἦν ἰδεῖν ἕνδον βασάνους, ἔξω βασάνους· ἐκεί‐
10νους μὲν γὰρ οἱ δήμιοι, ταύτας δὲ ἐβασάνιζεν ἡ τῆς φύ‐ σεως τυραννὶς καὶ ἡ τῶν σπλάγχνων συμπάθεια· καὶ ἦν ἔνδον θρῆνος, ἔξω θρῆνος· ἔνδον τῶν ὑπευθύνων, ἔξω τῶν αὐτοῖς προσηκόντων. Μᾶλλον δὲ οὐχ οὗτοι μό‐ νον, ἀλλὰ καὶ αὐτοὶ οἱ δικάζοντες ἐθρήνουν κατὰ διά‐
15νοιαν, καὶ χαλεπώτερα πάντων ἔπασχον, οὕτω πικρᾷ τραγῳδίᾳ ἀναγκαζόμενοι τότε ὑπηρετεῖν. βʹ. Ἐγὼ δὲ παρακαθήμενος καὶ ταῦτα βλέπων, ὅτι γυ‐ ναῖκες καὶ παρθένοι θαλαμευόμεναι νῦν κοινὸν ἐγένοντο θέατρον ἅπασι, καὶ αἱ ἐπὶ στρωμνῆς ἁπαλῆς κατακλι‐
20νόμεναι, τὸ ἔδαφος ἀντὶ στρωμνῆς ἔχουσι, καὶ αἱ τοσαύ‐ της ἀπολαύουσαι θεραπείας θεραπαινίδων, εὐνούχων, τῆς ἄλλης ἁπάσης φαντασίας, νῦν ἁπάντων ἐκείνων ἔρημοι πρὸς τοὺς ἁπάντων σύρονται πόδας, ἕκαστον παρακαλοῦσαι συνεισενεγκεῖν τι τῶν εἰς αὐτὸν ἡκόντων τοῖς κρινομένοις,
25καὶ κοινὸν παρὰ πάντων ἐλέου τινὰ ἔρανον γενέσθαι, ἐφθεγ‐ ξάμην ἐκεῖνο τὸ τοῦ Σολομῶντος, Ματαιότης ματαιο‐ τήτων, τὰ πάντα ματαιότης. Εἶδον γὰρ τοῦτό τε αὐτὸ, καὶ ἕτερον λόγιον δι’ αὐτῶν τῶν ἔργων ἐκβαῖνον, τὸ λέγον, ὅτι, Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξη‐
30ράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Καὶ γὰρ πλοῦτος τότε, καὶ εὐγένεια, καὶ περιφάνεια, καὶ φίλων προστασία, καὶ συγγένεια, καὶ πάντα ἠλέγχετο τὰ βιω‐ τικὰ, τῆς ἁμαρτίας καὶ τῆς παρανομίας τῆς γεγενημένης τὴν συμμαχίαν ἅπασαν τρεψαμένης ταύτην, Καὶ καθά‐
35περ μήτηρ στρουθῶν, τῶν νεοττῶν ἀφαιρεθέντων, ἐλθοῦ‐ σα καὶ τὴν καλιὰν εὑροῦσα κενὴν, ἐξελέσθαι μὲν οὐ δύναται τοὺς ἁλόντας αὐτῆς νεοττοὺς, περιιπταμένη δὲ τοῦ θηρατοῦ τὰς χεῖρας, αὐτῷ τούτῳ τὴν ὀδύνην ἐνδεί‐ κνυται· οὕτω δὴ καὶ αἱ γυναῖκες ἐποίουν τότε ἐκεῖναι,
40ἀναρπασθέντων αὐταῖς ἐκ τῆς οἰκίας τῶν παίδων, καὶ ἔνδον ἀπειλημμένων, ὥσπερ ἐν δικτύῳ τινὶ καὶ παγίδι, προσελθεῖν μὲν καὶ ἐξελέσθαι τοὺς ἁλόντας οὐκ ἴσχυον, τῷ δὲ περὶ τὰς θύρας αὐτὰς καλινδεῖσθαι, καὶ θρηνεῖν, καὶ ὀλοφύρεσθαι, καὶ τῶν θηρευσάντων πειρᾶσθαι γενέ‐
45σθαι ἐγγὺς, τὴν ὀδύνην ἐδείκνυον. Ταῦτα δὴ τότε ὁρῶν, εἰς νοῦν ἐβαλόμην τὸ φοβερὸν ἐκεῖνο δικαστήριον, καὶ πρὸς ἐμαυτὸν εἶπον· Εἰ νῦν ἀνθρώπων δικαζόντων, οὐ μήτηρ, οὐκ ἀδελφὴ, οὐ πατὴρ, οὐκ ἄλλος οὐδεὶς, καίτοι γε ἀνεύ‐ θυνοι τῶν τολμηθέντων ὄντες, οὐκ ἰσχύουσιν ἐξελέσθαι

49

.

138

(50)

τοὺς κρινομένους, τίς ἐν τῷ φοβερῷ τοῦ Χριστοῦ δικα‐ στηρίῳ παραστήσεται κρινομένοις ἡμῖν; τίς τολμήσει ῥῆξαι φωνήν; τίς ἐξελέσθαι τοὺς ἀπαγομένους ἐπὶ τὰς ἀφορήτους ἐκείνας κολάσεις; Καίτοι πρῶτοι τῆς πόλεως ἦσαν οἱ τότε δικαζόμενοι, καὶ αὐτὸ τῆς εὐγενείας τὸ
55κεφάλαιον. Ἀλλ’ ὅμως ἠγάπων, εἴ τις δῴη πάντα ἀπο‐ βαλοῦσιν, εἰ δέοι, καὶ τὴν ἐλευθερίαν αὐτὴν τῆς παρού‐ σης ἀπολαύειν ζωῆς. Τῆς ἡμέρας δὲ λοιπὸν πρὸς τὸ τέλος ἐπειγομένης, καὶ βαθυτάτης γενομένης ἑσπέρας, καὶ τοῦ τέλους τῆς ψήφου προσδοκωμένου ἐν μείζονι
60πάντες ἦσαν ἀγωνίᾳ, καὶ τὸν Θεὸν ἠξίουν μέλλησίν τινα καὶ ἀναβολὴν γενέσθαι, καὶ τῇ ψυχῇ τῶν δικαζόντων
ἐμβαλεῖν εἰς τὴν τοῦ βασιλέως γνώμην ἀνενεγκεῖν τῶν137

49

.

139

ἐξητασμένων τὴν γνῶσιν· ἔσεσθαι γάρ τι ἴσως χρηστὸν ἀπὸ τῆς ὑπερθέσεως ταύτης. Καὶ κοιναὶ παρὰ τοῦ δήμου λιταὶ πρὸς τὸν φιλάνθρωπον Θεὸν ἀνεπέμποντο, τὰ λεί‐ ψανα σῶσαι τῆς πόλεως, καὶ μὴ περιιδεῖν τέλεον ἐκ
5βάθρων ἀνασπωμένην αὐτήν. Καὶ οὐκ ἦν ἰδεῖν οὐδένα ἀδακρυτὶ ταῦτα βοῶντα· ἀλλ’ ὅμως οὐδὲν τούτων τοὺς δικάζοντας ἔνδον ἀκούοντας ἐπέκαμπτε τότε, ἀλλ’ ἓν μόνον ἐσκόπουν, ὅπως ἀκριβὴς γένηται ἡ τῶν τολμη‐ θέντων ἐξέτασις· καὶ τέλος ἁλύσεις αὐτοῖς περιθέντες,
10καὶ σιδήρῳ δήσαντες, ἐπὶ τὸ δεσμωτήριον ἔπεμπον διὰ μέσης τῆς ἀγορᾶς, ἀνθρώπους ἱπποτρόφους, ἀγωνοθέτας, ἐτέρας μυρίας λαμπροτέρας ἔχοντας ἀριθμεῖν λειτουρ‐ γίας, καὶ τὰς οὐσίας ἐδήμευον, καὶ σήμαντρα ἐν ταῖς θύραις ἁπάντων ἦν ἰδεῖν. Καὶ αἱ γυναῖκες αἱ τούτων
15τῆς πατρῴας ἐκβαλλόμεναι οἰκίας, ἑκάστη ἐκεῖνο τὸ τῆς γυναικὸς τοῦ Ἰὼβ διὰ τῶν ἔργων ἐπλήρουν· οἰκίαν γὰρ ἐξ οἰκίας καὶ τόπον ἐκ τόπου περιήρχοντο καταγωγίου δεόμεναι. Καὶ γὰρ οὐδὲ τοῦτο αὐτὸ αὐταῖς εὔκολον ἦν, ἑκάστου δεδοικότος καὶ τρέμοντος τῶν προσηκόντων τινὰ
20τῶν ὑπευθύνων ὑποδέξασθαι καὶ θεραπεῦσαι. γʹ. Ἀλλ’ ὅμως τοσούτων γενομένων, ἔστεργον πᾶσι τού‐ τοις οἱ παθόντες, ἐπειδὴ τῆς παρούσης οὐκ ἐξέπεσαν ζωῆς· καὶ οὔτε ζημία χρημάτων, οὔτε ἀτιμία, οὔτε ἡ τοσαύτη πομπὴ, οὔτε ἄλλο τι τῶν τοιούτων οὐδὲν αὐτοὺς
25ἕδακνε. Τὸ γὰρ τῆς συμφορᾶς μέγεθος, καὶ τὸ, μείζονα προσδοκήσαντας τούτων, ταῦτα ὑπομεῖναι, φιλοσοφεῖν παρεσκεύαζε τὴν ψυχήν. Καὶ τότε ἐμάνθανον πῶς εὔ‐ κολον ἡμῖν ἡ ἀρετὴ, ῥᾴδιόν τε καὶ εὐκατόρθωτον, καὶ ὅτι παρὰ τὴν ἡμετέραν ὀλιγωρίαν μόνον ἐπίπονος εἶναι
30δοκεῖ. Οὗτοι γὰρ οἱ πρὸ τούτου χρημάτων ὀλίγων ζημίαν οὐκ ἐνεγκόντες πράως, ἐπειδὴ φόβῳ κατεσχέθησαν μεί‐ ζονι, πάντα τὰ ὄντα ἀποβαλόντες, ὡς θησαυρὸν εὑρη‐ κότες διέκειντο, ὅτι τὴν ψυχὴν οὐκ ἀπέβαλον. Ὥστε εἰ καὶ τῆς μελλούσης γεέννης εἶχεν ἡμᾶς αἴσθησις, καὶ τὰς
35ἀφορήτους ἐκείνας ἐνενοοῦμεν κολάσεις, εἰ καὶ τὴν οὐσίαν καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἐπεδώκαμεν ὑπὲρ τῶν τοῦ Θεοῦ νόμων, οὐκ ἂν ἠλγήσαμεν, εἰδότες ὅτι μείζονα κερ‐ δανοῦμεν τὴν τῶν μελλόντων δεινῶν ἀπαλλαγήν. Τάχα ἱκανῶς ὑμῶν κατεμάλαξε τὴν καρδίαν ἡ τραγῳδία τῶν
40εἰρημένων, ἀλλὰ μὴ δυσχεράνητε. Καὶ γὰρ ἐπειδὴ μέλλω λεπτοτέρων κατατολμᾷν νοημάτων, καὶ ἁπαλωτέρας δέομαι διανοίας, ἐπίτηδες τοῦτο ἐποίησα, ὥστε τῷ φόβῳ τοῦ διηγήματος τὴν διάνοιαν ὑμῶν πᾶσαν ἀποτιναξαμέ‐ νην ῥᾳθυμίαν, καὶ τῶν βιωτικῶν ἀπαναστᾶσαν ἁπάν‐
45των, μετὰ πολλῆς τῆς εὐκολίας πρὸς τὸ βάθος τῆς ψυχῆς παραπέμψαι τῶν λεγομένων τὴν δύναμιν. γʹ. Ἱκανῶς μὲν οὖν καὶ πρώην ἡμῖν ὁ λόγος ἀπέδειξεν, ὅτι φυσικὸς ἡμῖν ἔγκειται νόμος τῶν καλῶν καὶ τῶν οὐ τοιούτων· ἵνα δὲ ἐκ περιουσίας ἡμῖν ἡ ἀπόδειξις γένη‐

49

.

139

(50)

ται, τῇ αὐτῇ καὶ σήμερον ἐπαγωνιούμεθα πάλιν ὑπο‐ θέσει τῶν λόγων. Ὅτι γὰρ ἐξ ἀρχῆς τὸν ἄνθρωπον πλάττων ὁ Θεὸς ἀμφοτέρων αὐτὸν ἐπιστημονικὸν ἐποίησε, δηλοῦσι πάντες ἄνθρωποι· τοὺς γοῦν ὑπευθύνους ἡμῖν αἰσχυνόμεθα ἁμαρτάνοντες ἅπαντες, καὶ πολλάκις δε‐
55σπότης πρὸς πόρνην γυναῖκα βαδίζων, εἶτα τῶν ἐπιει‐ κεστέρων τινὰ οἰκετῶν ἰδὼν, ἐρυθριάσας ἀνεχώρησε τῆς ἀτόπου ταύτης ὁδοῦ. Πάλιν λοιδορούμενοι παρ’ ἑτέρων τὰ τῆς πονηρίας ὀνόματα, ὕβριν τὸ πρᾶγμα εἶναί φαμεν·
κἂν κακῶς πάσχωμεν, εἰς δικαστήριον ἕλκομεν τοὺςColumn end

49

.

140

ποιήσαντας. Οὕτως ἵσμεν τί μὲν κακία, τί δὲ ἀρετή. Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Χριστὸς ἐμφαίνων καὶ δεικνὺς, ὅτι οὐδὲν ξένον οὐδὲ ὑπερβαῖνον ἡμῶν τὴν φύσιν νομοθετεῖ, ἀλλ’ ὃ πάλαι προλαβὼν ἐγκατέθηκεν ἡμῶν
5τῷ συνειδότι, μετὰ τοὺς πολλοὺς ἐκείνους μακαρισμοὺς οὕτως ἔλεγεν· Ἃ θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρω‐ ποι, ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὐ χρεία πολλῶν λόγων, φησὶν, οὐδὲ μακροτέρων νόμων, οὐδὲ διδασκαλίας ποικίλης· τὸ θέλημά σου γενέσθω νόμος. Θέλεις εὐεργετεῖ‐
10σθαι; εὐεργέτησον ἕτερον. Θέλεις ἐλεεῖσθαι; ἐλέησον τὸν πλησίον. Θέλεις ἐπαινεῖσθαι; ἐπαίνεσον ἕτερον. Θέλεις ἀγαπᾶσθαι; φίλησον. Θέλεις τῶν πρωτείων ἀπολαύειν, παραχώρησον ἑτέρῳ πρότερον τούτων. Σὺ γενοῦ δικαστὴς, σὺ γενοῦ νομοθέτης τῆς σαυτοῦ ζωῆς. Καὶ πάλιν·
15μισεῖς, ἄλλῳ μὴ ποιήσῃς. Διὰ μὲν τούτου τῆς κακίας εἰσάγει τὴν ἀπαλλαγὴν, διὰ δὲ τοῦ προτέρου τῆς ἀρετῆς τὴν ἐργασίαν. Ὃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς. Μισεῖς ὑβρίζεσθαι; μὴ ὑβρίσῃς ἕτερον. Μισεῖς βασκαίνεσθαι; μηδὲ σὺ φθονήσῃς ἑτέρῳ. Μισεῖς ἀπατᾶσθαι; μηδὲ σὺ
20ἀπατήσῃς ἄλλον. Καὶ ἐπὶ πάντων δὲ ἁπλῶς, ἂν τὰ δύο ῥήματα ταῦτα κατέχωμεν, οὐ δεησόμεθα διδασκαλίας ἑτέρας. Τῆς γὰρ ἀρετῆς τὴν μὲν γνῶσιν ἐνέθηκεν ἡμῶν τῇ φύσει, τὴν δὲ πρᾶξιν καὶ τὴν διόρθωσιν ἐπέτρεψεν ἡμῶν τῇ προαιρέσει. Τάχα ἀσαφὲς τὸ λεγόμενον· οὐκοῦν
25πειράσομαι σαφέστερον αὐτὸ ποιῆσαι πάλιν. Ὥστε εἰδέ‐ ναι ὅτι καλὸν τὸ σωφρονεῖν, οὐ δεόμεθα λόγων, οὐδὲ διδασκαλίας· ἔχομεν γὰρ ἐν τῇ φύσει τὴν γνῶσιν αὐτοὶ, καὶ οὐ χρεία πόνων οὐδὲ καμάτων, ὥστε περιελθεῖν καὶ ζητῆσαι εἰ καλὸν ἡ σωφροσύνη καὶ χρήσιμον, ἀλλὰ
30κοινῇ γνώμῃ πάντες ὁμολογοῦμεν τοῦτο, καὶ οὐδεὶς ἀμφιβάλλει περὶ τῆς ἀρετῆς. Οὕτω καὶ τὴν μοιχείαν κακὸν εἶναι νομίζομεν, καὶ οὐδὲ ἐνταῦθα πόνων ἡμῖν δεῖ καὶ μαθήσεως, ὥστε γνῶναι τὴν τῆς ἁμαρτίας ταύ‐ της κακίαν· ἀλλὰ πάντες ἐν ταῖς τοιαύταις ψήφοις ἐσμὲν
35αὐτοδίδακτοι, καὶ τὴν ἀρετὴν, κἂν μὴ μετίωμεν αὐτὴν, ἐπαινοῦμεν, ὥσπερ οὖν τὴν κακίαν, κἂν ἐργαζώμεθα, μισοῦμεν. Καὶ τοῦτο Θεοῦ κατόρθωμα γέγονε μέγιστον, ὥστε τὸ συνειδὸς ἡμῶν καὶ τὴν προαίρεσιν τέως καὶ πρὸ τῆς πράξεως οἰκειῶσαι μὲν τῇ ἀρετῇ, ἐκπολεμῶ‐
40σαι δὲ τῇ πονηρίᾳ. Ὥσπερ οὖν ἔφην, ἡ μὲν γνῶσις ἑκατέρων τούτων ἔγκειται τῷ συνειδότι πάντων ἀνθρώ‐ πων, καὶ οὐ δεόμεθα διδασκάλου τινὸς πρὸς τὸ ταῦτα μαθεῖν· ἡ δὲ διόρθωσις λοιπὸν προαιρέσει καὶ σπουδῇ καὶ πόνοις ἐγκεχείρισται. Τί δήποτε; Ὅτι εἰ τὸ πᾶν τῆς
45φύσεως ἐποίησεν, ἀστεφάνωτοι καὶ χωρὶς βραβείων ἀπήλθομεν ἄν· καὶ ὥσπερ τὰ ἄλογα τῶν πλεονεκτημά‐ των ὧν ἔχει κατὰ φύσιν, οὐκ ἂν λάβοι μισθὸν οὐδὲ ἔπαινον· οὕτως οὐδὲ ἡμεῖς ἀπελαύσαμεν ἄν τινος τού‐ των. Τὰ γὰρ τῆς φύσεως πλεονεκτήματα οὐ τῶν ἐχόν‐

49

.

140

(50)

των, ἀλλὰ τοῦ δεδωκότος ἐστὶν ἔπαινος καὶ ἐγκώμιον. Τῇ μὲν οὖν φύσει τὸ πᾶν οὐκ ἐπέτρεψε διὰ τοῦτο· πάλιν τὴν προαίρεσιν ὁλόκληρον ἀναδέξασθαι τὸ φορτίον οὐκ εἴασε, καὶ τὸ τῆς γνώσεως, καὶ τὸ τῆς διορθώσεως, ἵνα μὴ πρὸς τὸν πόνον ἀπαγορεύσῃ τῆς ἀρετῆς· ἀλλ’ ὑπ‐
55αγορεύει μὲν αὐτῇ τὸ συνειδὸς τὰ πρακτέα, πρὸς δὲ τὴν ἐργασίαν αὐτὴ τοὺς παρ’ ἑαυτῆς εἰσφέρει πόνους. Καὶ ὅτι μὲν καλὸν τὸ σωφρονεῖν μηδὲν καμόντες ἐπι‐ στάμεθα· τῆς φύσεως γὰρ ἡ γνῶσις· σωφροσύνην δὲ οὐκ ἂν δυνηθείημεν κατορθῶσαι μὴ καμόντες μηδὲ τὴν
60ἐπιθυμίαν χαλινώσαντες καὶ πολὺν ὑποστάντες πόνον.
Τοῦτο γὰρ οὐκ ἔτι ἐκ φύσεως ἡμῖν πρόσεστι, καθάπερ139

49

.

141

ἡ γνῶσις, ἀλλὰ δεῖται προθυμίας καὶ σπουδῆς. Οὐ ταύτῃ δὲ μόνον ἐπεκούφισεν ἡμῖν τὸ βάρος, ἀλλὰ καὶ ἐτέρῳ τρόπῳ πάλιν, καὶ αὐτῶν τῶν κατορθωμάτων ἔνια φυ‐ σικὰ ἀφεὶς εἶναι ἐν ἡμῖν. Καὶ γὰρ τὸ συναγανακτεῖν
5τοῖς ὑβριζομένοις φυσικὸν ἅπαντες ἔχομεν (εὐθέως οὖν τοῖς ἐπηρεάζουσιν ἐχθροὶ γινόμεθα, κἂν μηδὲν ὦμεν αὐτοὶ πεπονθότες), καὶ τὸ συνήδεσθαι τοῖς ἀντιλήψεως καὶ βοηθείας ἀπολαύουσι, καὶ τὸ κατακλᾶσθαι ἐπὶ ταῖς ἑτέρων συμφοραῖς καὶ τῇ φιλοστοργίᾳ τῇ πρὸς ἀλλήλους.
10Κἂν γὰρ πραγμάτων περιστάσεις δοκῶσι μικροψυχίαν τινὰ εἰσάγειν, ἀλλ’ ὅμως ἔχομεν κοινὸν πρὸς ἀλλήλους φίλτρον. Καὶ τοῦτό τις σοφὸς αἰνιττόμενος ἔλεγε· Πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ ἄνθρωπος τὸν πλη‐ σίον αὐτοῦ.
15 δʹ. Πολλοὺς δὲ καὶ ἑτέρους μετὰ τοῦ συνειδότος ἐπέστη‐ σεν ἡμῖν διδασκάλους ὁ Θεός· καὶ γὰρ πατέρας τοῖς υἱοῖς, καὶ δεσπότας τοῖς δούλοις, καὶ ἄνδρας ταῖς γυ‐ ναιξὶ, καὶ διδασκάλους τοῖς μαθηταῖς, καὶ νομοθέτας καὶ δικαστὰς τοῖς ἀρχομένοις, καὶ φίλους τοῖς φίλοις. Πολ‐
20λάκις δὲ καὶ παρ’ ἐχθρῶν ἐκερδάναμεν οὐκ ἔλαττον ἢ παρὰ φίλων· ὅταν γὰρ ἡμῖν ὀνειδίζωσι τὰ ἁμαρτήματα, καὶ ἄκοντας εἰς διόρθωσιν αὐτῶν διεγείρουσι. Τοσούτους δὲ ἡμῖν διδασκάλους ἐπέστησεν, ἵνα εὔκολος ἡμῖν ἡ τοῦ λυσιτελοῦντος εὕρεσίς τε καὶ διόρθωσις γένηται, τοῦ
25πλήθους τῶν πρὸς αὐτὸ συνελαυνόντων ἡμᾶς οὐκ ἀφιέν‐ τος ἐκπεσεῖν τῶν συμφερόντων ἡμῖν. Κἂν γὰρ τῶν γε‐ γεννηκότων καταφρονήσωμεν, τοὺς ἄρχοντας δεδοικότες ἐπιεικέστεροι πάντως ἐσόμεθα· κἂν ἐκείνους διαπτύσω‐ μεν ἁμαρτάνοντες, τὴν τοῦ συνειδότος οὐδέποτε δυνη‐
30σόμεθα διαφυγεῖν ἐπιτίμησιν· κἂν ταύτην ἀτιμάσωμεν καὶ διακρουσώμεθα, τὴν παρὰ τῶν πολλῶν ὑπόληψιν δεδοικότες ἀμείνους ἐσόμεθα· κἂν πρὸς ταύτην ἀναι‐ σχυντήσωμεν, ὁ τῶν νόμων ἐγκείμενος φόβος καὶ ἄκον‐ τας ἡμᾶς σωφρονίσαι δυνήσεται, καὶ νέους μὲν ὄντας
35διδάσκαλοι καὶ πατέρες, αὐξηθέντας δὲ οἱ νομοθέται καὶ ἄρχοντες παραλαβόντες ῥυθμίζουσιν· οἵ τε οἰκέται, ἅτε ῥᾳθυμότερον διακείμενοι μετὰ τῶν εἰρημένων καὶ τὴν παρὰ τῶν δεσποτῶν ἀνάγκην εἰς σωφροσύνην ἔχουσι, καὶ αἱ γυναῖκες τοὺς ἄνδρας· καὶ πολλὰ πανταχόθεν
40ἡμῶν τῷ γένει τὰ τειχία πρὸς τὸ μὴ ῥᾳδίως εἰς κακίαν ἐξολισθῆσαι καὶ καταπεσεῖν. Πρὸς δὲ τούτοις ἅπασι, καὶ νόσοι καὶ περιστάσεις πραγμάτων ἡμᾶς παιδεύουσι· καὶ γὰρ καὶ πενία κατέχει, καὶ ζημία σωφρονίζει, καὶ κίνδυνος καταστέλλει, καὶ πολλὰ ἕτερα τοιαῦτα. Οὐ φο‐
45βεῖ σε πατήρ; οὐδὲ διδάσκαλος; οὐκ ἄρχων; οὐ νομο‐ θέτης; οὐ δικαστής; οὐκ ἐντρέπει σε φίλος; οὐ δάκνει σε ἐχθρός; οὐ σωφρονίζει δεσπότης; οὐ διδάσκει ἀνήρ; οὐ διορθοῦταί σε τὸ συνειδός; Ἀλλ’ ἀῤῥωστία πολλάκις ἐπελθοῦσα σωματικὴ τὸ πᾶν κατώρθωσε, καὶ ζημία δὲ

49

.

141

(50)

τὸν θρασύτερον ἐποίησεν ἐπιεικέστερον· καὶ τὸ δὴ μεῖζον, ὅτι οὐχ ἡμῖν μόνον, ἀλλὰ καὶ ἑτέροις συμπί‐ πτοντα τὰ δεινὰ μεγάλα ἡμᾶς ὠφελεῖν εἴωθε· καὶ αὐτοὶ μὲν μηδέν τι παθόντες, ἑτέρους δὲ κολαζομένους ἰδόντες οὐκ ἔλαττον ἐκείνων ἐσωφρονίσθημεν.
55 Τοῦτο καὶ ἐπὶ τῶν κατορθωμάτων συμβαῖνον ἵδοι τις ἄν· ὥσπερ γὰρ κολαζομένων τῶν κακῶν ἕτεροι βελ‐ τίους γίνονται· οὕτω τῶν ἀγαθῶν τι κατορθούντων, πολλοὶ εἰς τὸν ἴσον ἐνάγονται ζῆλον· ὃ δὴ καὶ ἐπὶ τῆς τῶν ὅρκων συνέβη φυγῆς. Πολλοὶ γὰρ ἑτέρους ἰδόντες
60τὴν πονηρὰν ἀποθεμένους τῶν ὅρκων συνήθειαν, ἐμιμή‐ σαντο τὴν σπουδὴν, καὶ περιεγένοντο τῆς ἁμαρτίας· διὸ
καὶ ἡμεῖς προθυμότερον τῆς αὐτῆς ἁπτόμεθα πάλιν παρ‐Column end

49

.

142

αινέσεως. Μὴ γάρ μοι λεγέτω τις, ὅτι πολλοὶ κατώρ‐ θωσαν· οὐ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλ’ ἵνα πάντες. Ἔως δ’ ἂν μὴ τοῦτο ἴδω, οὐ δύναμαι ἀναπνεῦσαι. Ὁ ποιμὴν ἐκεῖνος ἑκατὸν πρόβατα εἶχε, καὶ ἑνὸς πλανηθέν‐
5τος, οὐκ ἐλάμβανεν αἴσθησιν τῆς σωτηρίας τῶν ἐνενή‐ κοντα ἐννέα, ἕως ἂν τὸ ἀπολωλὸς εὗρε καὶ τῇ ποίμνῃ πάλιν ἀπέδωκεν. Οὐχ ὁρᾷς καὶ ἐπὶ τοῦ σώματος τοῦτο γινόμενον; ἐὰν γὰρ τὸν ὄνυχα μόνον προσπταίσαντες ἀναστρέψωμεν, ὅλον τῷ μέλει συναλγεῖ τὸ σῶμα. Μὴ
10τοίνυν τοῦτο εἴπῃς, ὡς ὀλίγοι τινὲς ὑπελείφθησαν οἱ μὴ κατωρθωκότες, ἀλλ’ ἐκεῖνο σκόπει ὅτι οὗτοι οἱ ὀλίγοι μὴ διορθωθέντες πολλοὺς διαφθείρουσιν ἑτέρους. Καὶ γὰρ εἷς ἦν ὁ πεπορνευκὼς παρὰ Κορινθίοις, καὶ ὅμως οὕτως ἔστενεν ὁ Παῦλος ὡς ὅλης τῆς πόλεως ἀπολω‐
15λυίας. Καὶ μάλα εἰκότως· ᾔδει γὰρ ὅτι μὴ σωφρονισθέν‐ τος ἐκείνου ταχέως τὸ νόσημα βαδίζον ὁδῷ καὶ τοὺς ἄλλους ἐπιδραμεῖται πάντας. Εἶδον πρώην ἐν τῷ δικα‐ στηρίῳ δεδεμένους καὶ ἀπαγομένους διὰ μέσης τῆς ἀγο‐ ρᾶς τοὺς περιφανεῖς ἐκείνους ἄνδρας, καί τινων θαυμα‐
20ζόντων διὰ τὴν ὑπερβολὴν τῆς ὕβρεως, Οὐδὲν χρὴ θαυμάζειν, ἕτεροι ἔλεγον· ἔνθα γὰρ ἂν ᾖ καθοσίωσις, ἀξίωμα οὐδὲν ὠφελεῖ. Οὐκοῦν πολλῷ μᾶλλον ἔνθα ἂν ἀσέβεια ᾖ, ἀξίωμα οὐδὲν ὠφελεῖ. εʹ. Ταῦτα οὖν ἐννοοῦντες διαναστήσωμεν ἑαυτούς· ἐὰν γὰρ
25μὴ τὴν παρ’ ὑμῶν σπουδὴν ὑμεῖς εἰσενέγκητε, περιττὰ τὰ παρ’ ἡμῶν ἅπαντα. Τί δήποτε; Ὅτι οὐχ ὥσπερ αἱ λοιπαὶ τέχναι, οὕτω καὶ ἡ διδασκαλική ἐστι δύναμις. Ὁ μὲν γὰρ ἀργυροκόπος οἷον ἂν χαλκεύσῃ τὸ σκεῦος καὶ ἀπόθηται, τοιοῦτον ἐλθὼν τῇ ἐπιούσῃ πάλιν εὐρή‐
30σει· καὶ ὁ χαλκοτύπος, καὶ ὁ λιθοξόος, καὶ τῶν δη‐ μιουργῶν ἕκαστος οἷον ἂν ἀφῇ τὸ οἰκεῖον ἔργον, τοιοῦ‐ τον ἀπολήψεται πάλιν· ἐπὶ δὲ ἡμῶν οὐχ οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν· οὐ γὰρ ἄψυχα σκεύη, ἀλλὰ ψυχὰς χαλκεύομεν λογικάς. Διὰ τοῦτο οὐ τοιούτους ὑμᾶς εὑρί‐
35σκομεν οἵους καταλιμπάνομεν, ἀλλ’ ἐπειδὰν λαβόντες μετὰ πολλοῦ καμάτου διαπλάσωμεν, διορθώσωμεν, θερ‐ μοτέρους ἐργασώμεθα, ἐξελθόντας ὑμᾶς ἡ τῶν πραγμά‐ των περίστασις πανταχόθεν περιστοιχιζομένη διαστρέφει πάλιν, καὶ πλείονα παρέχει τὴν δυσκολίαν ἡμῖν. Διὰ
40τοῦτο δέομαι καὶ ἀντιβολῶ χεῖρα ὀρέξαι, καὶ ὅσην ἐν‐ ταῦθα ποιοῦμαι τὴν σπουδὴν πρὸς τὴν διόρθωσιν τὴν ὑμετέραν, τοσαύτην ἀπελθόντες ἐντεῦθεν ἐπιδείκνυσθε περὶ τὴν σωτηρίαν τὴν ὑμετέραν φροντίδα. Εἴθε μὲν γὰρ δυνατὸν ἦν ὑπὲρ ὑμῶν ἐμὲ κατορθοῦν, καὶ τὰ
45ἔπαθλα ὑμᾶς λαμβάνειν τῶν κατορθωμάτων, καὶ οὐκ ἂν τοσοῦτον ἠνώχλησα. Ἀλλὰ τί πάθω; τοῦτο ἀμή‐ χανον· ἑκάστῳ γὰρ κατὰ τὰ ἔργα αὐτοῦ ἀποδώσει. Ὥσπερ οὖν μήτηρ ὁρῶσα τὸ παιδίον πυρέττον, παρ‐ εστῶσα ἀγχομένῳ καὶ καιομένῳ, θρηνοῦσα πολλάκις

49

.

142

(50)

εἶπε πρὸς τὸ νοσοῦν παιδίον, Εἴθε μοι δυνατὸν ἦν, τέκνον, τὸν πυρετὸν ἀναδέξασθαι τὸν σὸν, καὶ ἐπ’ ἐμαυ‐ τὴν ἑλκύσαι τὴν φλόγα· οὕτω δὴ καὶ ἐγὼ λέγω νῦν· Εἴθε δυνατὸν ἦν ἐμὲ πονήσαντα ὑπὲρ ὑμῶν κατορθῶσαι πάν‐ των· ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ἀλλὰ τῶν αὐτῷ
55πραττομένων ἕκαστον ἀνάγκη δοῦναι τὰς εὐθύνας, καὶ οὐκ ἂν ἴδοι τις ἕτερον ὑπὲρ ἑτέρου κολαζόμενον. Διὰ τοῦτο ὀδυνῶμαι καὶ θρηνῶ, ὅτι κατὰ τὴν ἡμέραν ὑμῖν ἐκείνην ἐγκαλουμένοις οὐ δυνήσομαι παραστῆναι· μά‐ λιστα μὲν γὰρ οὐδὲ παῤῥησία μοι πρὸς τὸν Θεόν ἐστι
60τοσαύτη. Εἰ δὲ καὶ παῤῥησίαν εἶχον, οὐκ εἰμὶ Μωσέως
ἁγιώτερος, οὐδὲ Σαμουὴλ δικαιότερος, οὓς ἐπὶ τοσοῦ‐141

49

.

143

τον ἀρετῆς ἥκοντας οὐκ ἔφη δύνασθαί τι τοὺς Ἰου‐ δαίους ὠφελήσειν, διὰ τὸ πολλῇ ῥᾳθυμίᾳ αὐτοὺς ἐκείνους ἐκδοθῆναι. Ἐπεὶ οὖν ἀπὸ τῶν οἰκείων ἔργων κολαζό‐
μεθα καὶ σωζόμεθα, σπουδάσωμεν, παρακαλῶ, μετὰColumn end

49

.

144

τῶν ἄλλων ἁπάντων καὶ ταύτην ἐκπληρῶσαι τὴν ἐντο‐ λὴν, ἵνα μετὰ χρηστῆς ἐλπίδος ἐντεῦθεν ἀπελθόντες, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ
5μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

49

.

143

(7t)

Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβε‐
8tρὰς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων
9tπαραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδεί‐
10tχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι.
11tὉμιλία ιδʹ.
12 αʹ. Οὐχ ὡς ἔτυχε τὴν πόλιν ἡμῖν ὁ διάβολος χθὲς ἐθορύ‐ βησεν, ἀλλὰ καὶ ὁ Θεὸς ἡμᾶς οὐχ ὡς ἔτυχε παρεκάλεσε πάλιν, ὥστε καὶ ἡμῶν ἕκαστον εὐκαίρως εἰπεῖν ἐκεῖνο
15τὸ προφητικόν· Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Οὐ τῷ παρακαλέσαι δὲ μόνον, ἀλλὰ καὶ τῷ συγχωρῆσαι θορυβηθῆναι, τὴν κηδεμονίαν ὁ Θεὸς ἡμῖν ἐπεδείξατο τὴν ἑαυτοῦ. Ὅπερ γὰρ λέγων οὐδέποτε
20ἐπαυσάμην, τοῦτο καὶ τήμερον ἐρῶ, ὅτι οὐχ ἡ ἀπαλλαγὴ τῶν δεινῶν, ἀλλὰ καὶ ἡ συγχώρησις τούτων ἀπὸ τῆς εὐνοίας γίνεται τοῦ Θεοῦ. Ὅταν γὰρ ἴδῃ πρὸς ῥᾳθυμίαν ἡμᾶς ἐκκλίνοντας, καὶ τῆς πρὸς αὐτὸν οἰκειώσεως ἀπο‐ πηδῶντας, καὶ τῶν πνευματικῶν οὐδένα ποιουμένους
25λόγον, ἐγκαταλιμπάνει μικρὸν, ἵνα ταύτῃ σωφρονισθέν‐ τες σπουδαιότερον πρὸς αὐτὸν ἐπανέλθωμεν. Καὶ τί θαυμάζεις, εἰ ἐφ’ ἡμῶν τῶν ῥᾳθύμων τοῦτο ποιεῖ, ὅπου γε καὶ Παῦλος καὶ ἐπ’ αὐτοῦ καὶ τῶν αὐτοῦ μαθητῶν ταύτην ἔλεγεν αἰτίαν εἶναι τῶν πειρασμῶν; Κο‐
30ρινθίοις γὰρ ἐπιστέλλων τὴν δευτέραν ἐπιστολὴν οὕτω πώς φησιν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν· ἀλλ’ αὐτοὶ ἐν ἑαυ‐
35τοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ὃ δὲ λέ‐ γει τοιοῦτόν ἐστιν· οὕτω μεγάλοι, φησὶν, ἡμῖν ἐπῃωρή‐ θησαν κίνδυνοι, ὡς ἀπαγορεῦσαι τοῦ ζῇν, καὶ μηκέτι λοιπὸν ἐλπίσαι χρηστήν τινα ἔσεσθαι μεταβολὴν, ἀλλ’ ἢ θάνατον ἀναμένειν πάντως· τοῦτο γάρ ἐστι τὸ, Αὐτοὶ
40ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ἀλλ’ ὅμως μετὰ τὴν τοσαύτην ἀπόγνωσιν ἔλυσεν ὁ Θεὸς τὸν χειμῶνα, καὶ τὸ νέφος παρήνεγκε, καὶ ἐξ αὐτῶν τοῦ θανάτου τῶν πυλῶν ἡμᾶς ἥρπασεν, Εἶτα δεικνὺς ὅτι καὶ τὸ συγχωρῆσαι μέχρι τοσούτου κατενεχθῆναι,
45κηδεμονίας ἦν πολλῆς, τὸ γινόμενον ἀπὸ τῶν πειρασμῶν διηγεῖται κέρδος· τοῦτο δὲ ἦν τὸ συνεχῶς πρὸς αὐτὸν βλέπειν, ἀλλὰ μὴ μέγα φρονεῖν μηδὲ ἐπαίρεσθαι. Διὰ τοῦτο εἰπὼν ὅτι, Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, καὶ τὴν αἰτίαν ἐπήγαγε. Τίς δέ

49

.

143

(50)

ἐστιν ἡ αἰτία αὕτη; Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυ‐ τοῖς, φησὶν, ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ζωοποιοῦντι τοὺς νεκρούς. Νυστάζοντας γὰρ ἡμᾶς καὶ καταπίπτοντας ἀφυπνίζειν εἴωθε τῶν πειρασμῶν ἡ φύσις, καὶ διεγεί‐ ρειν καὶ εὐλαβεστέρους ποιεῖν. Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ,
55πειρασμὸν νῦν μὲν σβεσθέντα, νῦν δὲ ἐγερθέντα πάλιν,
μὴ καταπέσῃς μηδὲ ἀπαγορεύσῃς, ἀλλὰ χρηστὰς ἔχεColumn end

49

.

144

(11)

τὰς ἐλπίδας, ἐκεῖνο πρὸς ἑαυτὸν λογιζόμενος, ὅτι οὐχὶ μισῶν οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ὁ Θεὸς παραδίδωσι ταῖς χερσὶ τῶν ἐχθρῶν, ἀλλὰ σπουδαιοτέρους καὶ οἰκειο‐ τέρους αὐτῷ κατασκευάσαι βουλόμενος Μὴ τοίνυν ἀπ‐
15αγορεύσωμεν μηδὲ τὴν ἐπὶ τὸ βέλτιον ἀπογνῶμεν μετα‐ βολὴν, ἀλλὰ ταχίστην προσδοκῶμεν ἔσεσθαι γαλῄνην, καὶ τὸ τέλος ἁπάντων τῶν κατεχόντων ἡμᾶς θορύβων ῥίψαντες ἐπὶ τὸν Θεὸν, αὐτοὶ τῶν συνήθων ἁπτώμεθα πάλιν, καὶ τὴν εἰωθυῖαν διδασκαλίαν εἰς μέσον ἀγάγω‐
20μεν. Πάλιν γὰρ ὑμῖν περὶ τῆς αὐτῆς ὑποθέσεως δια‐ λεχθῆναι βούλομαι, ὥστε πρόῤῥιζον ἀπὸ τῆς διανοίας ὑμῶν ἀνασπάσαι τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν. Διόπερ ἀνάγκη πάλιν ἐπὶ τὴν αὐτὴν καταφυγεῖν ἱκετη‐ ρίαν. Καὶ γὰρ παρεκάλεσα πρώην ὑμᾶς τὴν κεφαλὴν
25Ἰωάννου λαβόντας ἀποτετμημένην, καὶ θερμοῦ τοῦ αἵ‐ ματος ἔτι ἀποστάζουσαν, οὕτως ἀπελθεῖν οἴκαδε ἕκαστον, καὶ νομίζειν πρὸ τῶν ὀφθαλμῶν ὁρᾷν αὐτὴν φωνὴν ἀφιεῖ‐ σαν καὶ λέγουσαν· Μισήσατέ μου τὸν σφαγέα τὸν ὅρκον. Ὅπερ ἔλεγχος οὐκ ἐποίησε, τοῦτο ὅρκος ἐποίησεν· ὅπερ
30θυμὸς τυραννικὸς οὐκ ἴσχυσε, τοῦτο εὐορκίας ἀνάγκη παρεσκεύασε. Καὶ ὅτε μὲν ἠλέγχετο δημοσίᾳ πάντων ἀκουόντων, ἤνεγκε γενναίως τὴν ἐπιτίμησιν ὁ τύραννος, ὅτε δὲ εἰς ὅρκων ἀνάγκην ἑαυτὸν ἐνέβαλε, τότε τὴν μα‐ καρίαν ἐκείνην ἀπέτεμε κεφαλήν. Τὸ αὐτὸ δὴ τοῦτο καὶ
35νῦν παρακαλῶ, καὶ παρακαλῶν οὐ παύομαι, ὥστε ὅπου‐ περ ἂν ἀπίωμεν, ταύτην βαστάζοντας τὴν κεφαλὴν ἀπιέναι, καὶ πᾶσιν αὐτὴν ἐπιδεικνύναι βοῶσαν καὶ τῶν ὅρκων κατηγοροῦσαν. Κἂν γὰρ σφόδρα ὦμεν ῥᾴθυμοι καὶ ὀλίγωροι, τοὺς ὀφθαλμοὺς τῆς κεφαλῆς ἐκείνης
40ὁρῶντες φοβερὸν εἰς ἡμᾶς βλέποντας καὶ ἀπειλοῦντας ὀμνύουσι, χαλινοῦ παντὸς εὐτονώτερον τῷ φόβῳ τούτῳ σωφρονισθέντες, ἅγχειν καὶ ἀποστρέφειν δυνησόμεθα ῥᾳδίως τὴν γλῶτταν ἀπὸ τῆς ἐπὶ τοὺς ὅρκους ὁρμῆς. Οὐδὲ γὰρ τοῦτο μόνον τὸ δεινὸν ἔχει ὁ ὅρκος, ὅτι καὶ
45παραβαινόμενος καὶ φυλαττόμενος κολάζει τοὺς ἁλισκο‐ μένους, ὅπερ ἐν οὐδενὶ τῶν ἄλλων ἁμαρτημάτων συμ‐ βαῖνον ἴδοι τις ἄν· ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου κακόν. Τί δὲ τοῦτό ἐστι; Τὸ μηδὲ βουλομένοις μηδὲ σπου‐ δάζουσι δυνατὸν εἶναι εὐορκῆσαι πολλάκις. Πρῶτον μὲν

49

.

144

(50)

γὰρ ὁ διηνεκῶς ὀμνὺς, καὶ ἑκὼν καὶ ἄκων, καὶ ἀγνοῶν καὶ εἰδὼς, καὶ σπουδάζων καὶ παίζων, καὶ ὑπὸ θυμοῦ πολλάκις ἐκφερόμενος καὶ ὑπὸ ἑτέρων πολλῶν, ἐπιορκή‐ σει πάντως. Καὶ πρὸς ταῦτα οὐδεὶς ἀντερεῖ· οὕτως ἐστὶν ὡμολογημένον καὶ δῆλον, ὅτι τὸν πολύορκον ἀνάγκη καὶ
55ἐπίορκον εἶναι. Δεύτερον δὲ, ὅτι κἂν μὴ συναρπασθεὶς
μηδὲ ἄκων μηδὲ ἀγνοῶν τοῦτο πάθῃ, ὑπ’ αὐτῆς τοῦ πρά‐143

49

.

145

γματος τῆς φύσεως, καὶ εἰδὼς καὶ ἑκὼν, ἀναγκασθήσεται ἐπιορκῆσαι πάντως. Πολλάκις γοῦν ἐπὶ τῆς οἰκίας ἀρι‐ στοποιουμένων ἡμῶν, καὶ τῶν οἰκετῶν τινος διαμαρτόν‐ τος, ὤμοσε μαστιγώσειν ἡ γυνή· εἶτα ἀντώμοσεν ὁ ἀνὴρ,
5τὰ ἐναντία ἐπιφιλονεικῶν καὶ οὐκ ἐκτρέπων. Ἐνταῦθα κἂν ὅ τι ἂν ποιήσωσιν, ἀνάγκη πάντως ἐπιορκίαν συστῆ‐ ναι· οὐδὲ γὰρ βουλομένοις αὐτοῖς οὐδὲ σπουδάζουσι φυ‐ λάξαι δυνατὸν τὸν ὅρκον λοιπόν· ἀλλ’ ὅπερ ἂν γένηται, θάτερος αὐτῶν ἐπιορκίᾳ ἁλώσεται· μᾶλλον δὲ ἀμφότεροι
10πάντως· καὶ πῶς, ἐγὼ λέγω· τοῦτο γάρ ἐστι τὸ παράδοξον. Ὁ ὀμόσας μαστιγώσειν τὸν οἰκέτην ἢ τὴν θεραπαινίδα, εἶτα κωλυθεὶς, αὐτός τε ἐπιώρκησε μὴ ποιήσας ὅπερ ὤμοσε, καὶ τῷ κωλύσαντι πάλιν καὶ δια‐ κόψαντι τὴν εὐορκίαν τὸ ἕγκλημα τῆς ἐπιορκίας περι‐
15έστησεν. Οὐ γὰρ οἱ ἐπιορκοῦντες μόνον, ἀλλὰ καὶ οἱ ἑτέ‐ ροις τὴν ἀνάγκην ταύτην ἐφιστῶντες ὑπεύθυνοι τῶν αὐ‐ τῶν ἐγκλημάτων εἰσίν. Οὐκ ἐν οἰκίαις δὲ μόνον, ἀλλὰ καὶ ἐν ταῖς ἀγοραῖς ἴδοι τις ἂν τοῦτο γινόμενον, καὶ ἐν ταῖς μάχαις μάλιστα, ὅταν πρὸς ἀλλήλους πυκτεύοντες
20ἀντομνύωσιν, ὁ μὲν τυπτήσειν, ὁ δὲ μὴ τυπτήσεσθαι· ὁ μὲν ἀφαιρήσειν τὸ ἱμάτιον, ὁ δὲ οὐκ ἐπιτρέψειν· ὁ μὲν ἀπαιτήσειν τὸ ἀργύριον, ὁ δὲ οὐκ ἀποδώσειν· καὶ πολλὰ δὲ ἕτερα ἐναντία τοιαῦτα φιλονεικοῦντες ὀμνύουσι. Καὶ ἐν ἐργαστηρίοις δὲ καὶ διδασκαλείοις ἴδοι τις ἂν τοῦτο
25συμβαῖνον. Πολλάκις γοῦν τεχνίτης διωμόσατο τῷ μα‐ θητῇ μὴ πρότερον αὐτὸν ἀφήσειν φαγεῖν καὶ πιεῖν, ἕως ἂν τὸ δοθὲν ἔργον ἅπαν ἀνύσῃ. Τοῦτο δὲ καὶ παιδαγω‐ γὸς πολλάκις πρὸς νέον, καὶ πρὸς θεράπαιναν ἐποίησε δέσποινα, καὶ ἀνάγκη τῆς, ἑσπέρας καταλαβούσης, καὶ
30τοῦ ἔργου μὴ πληρωθέντος, ἢ λιμῷ διαφθαρῆναι τοὺς οὐκ ἀνύσαντας, ἢ ἐπιορκῆσαι τοὺς ὀμόσαντας πάντως. Ὁ γὰρ πονηρὸς δαίμων ἐκεῖνος, ὁ τοῖς ἀγαθοῖς ἐφεδρεύων ἀεὶ τοῖς ἡμετέροις, παρεστὼς καὶ ἀκούων τῆς ἀνάγκης τῶν ὅρκων, εἰς ῥᾳθυμίαν τοὺς ὑπευθύνους ἐμβάλλει, ἢ
35ἑτέραν δυσκολίαν ἐργάζεται, ὥστε μὴ πληρωθέντος τοῦ ἔργου, καὶ πληγὰς καὶ ὕβρεις καὶ ἐπιορκίας καὶ μυρία ἕτερα γενέσθαι δεινά. Καθάπερ γὰρ παῖδες σχοι‐ νίον μακρὸν καὶ διεφθαρμένον ἕλκοντες ἀπεναντίας ἀλ‐ λήλων μετὰ πολλῆς τῆς ῥύμης, ὕπτιοι πάντες πίπτουσι
40τοῦ σχοινίου μέσου διαῤῥαγέντος, καὶ οἱ μὲν τὰς κεφα‐ λὰς, οἱ δὲ ἕτερόν τι τοῦ σώματος τιτρώσκονται μέρος· οὕτω δὴ καὶ οἱ ἀντομνύοντες ἀλλήλοις ἀπεναντίας, τοῦ ὅρκου διαῤῥαγέντος ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης, εἰς τὸ τῆς ἐπιορκίας ἀμφότεροι καταπίπτουσι βάραθρον,
45οἱ μὲν αὐτῷ τῷ ἐπιορκεῖν, οἱ δὲ τῷ τὴν αἰτίαν τῆς ἐπιορ‐ κίας παρασχεῖν ἑτέροις. βʹ. Καὶ ἵνα μὴ τοῦτο ἀπὸ τῶν ἐν ταῖς οἰκίαις καὶ τῶν ἐν ταῖς ἀγοραῖς καθ’ ἑκάστην ἡμέραν γινομένων μόνον, ἀλλὰ καὶ ἀπ’ αὐτῶν τῶν Γραφῶν γένηται δῆλον, ἱστο‐

49

.

145

(50)

ρίαν ὑμῖν παλαιάν τινα διηγήσομαι τοῖς εἰρημένοις συμ‐ βαίνουσαν. Ἐπελθόντων ποτὲ τῶν πολεμίων τοῖς Ἰου‐ δαίοις, καὶ τοῦ Ἰωνάθαν (υἱὸς δὲ οὗτος ἦν τοῦ Σαοὺλ) τοὺς μὲν κατακόψαντος, τοὺς δὲ εἰς φυγὴν ἐμβαλόντος, βουλόμενος ὁ Σαοὺλ ὁ τούτου πατὴρ μειζόνως κατὰ τῶν
55ὑπολειφθέντων τὸ στρατόπεδον διεγεῖραι, καὶ ποιῆσαι μὴ πρότερον ἀποστῆναι, ἕως ἂν πάντας χειρώσηται, τοὐναντίον ἤπερ ἠθέλησεν ἔπραξεν, ὀμόσας ἕως ἑσπέρας μηδένα φαγεῖν ἄρτον, ἕως ἐκδικήσεως τῶν ἐχθρῶν αὐ‐ τοῦ. Ἆρα τί τούτου γένοιτ’ ἂν ἀνοητότερον; Πεπονηκό‐
60τας γὰρ καὶ κατακοπέντας στρατιώτας ὀφείλων διανα‐Column end

49

.

146

παῦσαι καὶ νεαρωτέρους ἐπαφεῖναι τοῖς πολεμίοις, τῶν πολεμίων αὐτῶν χαλεπώτερον κατειργάσατο διὰ τῆς ἀνάγκης τοῦ ὅρκου, λιμῷ παραδοὺς αὐτοὺς χαλεπωτάτῳ. Σφαλερὸν μὲν οὖν τὸ καὶ περὶ ἑαυτοῦ τινα ὀμνύναι· πολ‐
5λὰ γὰρ ὑπὸ τῆς τῶν πραγμάτων περιστάσεως βιαζόμε‐ θα· τὸ δὲ καὶ τὴν ἑτέρων γνώμην τῇ τῶν οἰκείων ὅρκων ἀνάγκῃ καταδῆσαι πολλῷ σφαλερώτερον, καὶ μάλιστα ὅταν μὴ περὶ ἑνὸς καὶ δύο καὶ τριῶν, ἀλλὰ περὶ πλήθους ἀπείρου τις ὀμνύῃ· ὅπερ ὁ Σαοὺλ τότε ἐποίησεν ἀπερι‐
10σκέπτως, καὶ οὔτε ὅτι εἰκὸς ἦν ἐν οὕτως ἀπείρῳ δήμῳ ἕνα γοῦν τινα παραβῆναι τὸν ὅρκον ἐνενόησεν, οὔτε ὅτι στρατιῶται καὶ στρατιῶται πολεμοῦντες πολὺ φιλοσοφίας ἀφεστήκασι, καὶ γαστρὸς κρατεῖν οὐκ ἐπίστανται, καὶ μάλιστα ὅταν πολὺς ὁ κάματος ᾖ. Ἀλλὰ ταῦτα πάντα
15παριδὼν ἐκεῖνος, ὡς περὶ ἑνὸς οἰκέτου μόνον ὀμνὺς, ὃν εὐκόλως ἠδύνατο κατασχεῖν, οὕτω περὶ παντὸς ἐλογίσατο τοῦ στρατοπέδου. Διά τοι τοῦτο τοσαύτην ἤνοιξε τῷ δια‐ βόλῳ θύραν, ὡς μὴ μόνον δύο καὶ τρεῖς καὶ τέτταρας, ἀλλὰ πολλῷ πλείους ἀπὸ τοῦ ὅρκου τούτου ἐν βραχεῖ και‐
20ρῷ πλέξαι ἐπιορκίας. Ὥσπερ γὰρ ὅταν μηδ’ ὅλως ὀμό‐ σωμεν, ἅπασαν αὐτῷ τὴν εἴσοδον ἀποφράττομεν· οὕτως ἐὰν ἕνα ὅρκον προώμεθα μόνον, πολλὴν αὐτῷ παρέχομεν ἐξουσίαν συνθεῖναι μυρίας ἐπιορκίας. Καὶ καθάπερ οἱ τὰς σειρὰς πλέκοντες, ἂν μὲν ἔχωσι τὸν κατέχοντα αὐ‐
25τοῖς τὴν ἀρχὴν, μετὰ ἀκριβείας ἅπασαν ἐργάζονται τὴν πλοκήν· ἂν δὲ μηδεὶς ὁ τοῦτο ποιῶν ᾖ, οὐδ’ ἐπιχειρῆσαι δύναιντ’ ἂν τὴν ἀρχήν· τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ διάβολος τὰς σειρὰς τῶν ἁμαρτημάτων ἡμῶν πλέκων, ἂν μὴ λάβῃ τὴν ἀρχὴν ἀπὸ τῆς γλώττης τῆς ἡμετέρας οὐδὲ
30ἐπιχειρῆσαι δύναιτ’ ἄν· ἂν δὲ ἀρχὴν ποιησώμεθα μόνον, ὥσπερ χειρὶ τῇ γλώττῃ τὸν ὅρκον ἡμῶν κατεχόντων, μετὰ πολλῆς λοιπὸν τῆς ἀδείας τὴν πονηρὰν αὐτοῦ τέ‐ χνην ἐπιδείκνυται, ἐξ ἑνὸς ὅρκου μυρίας συντιθεὶς καὶ πλέκων ἐπιορκίας· ὃ δὴ καὶ νῦν ἐπὶ τοῦ Σαοὺλ ἐποίη‐
35σεν οὗτος. Ὅρα γοῦν εὐθέως οἵα γίνεται τῷ ὅρκῳ τούτῳ παγίς. Δρυμῶνα παρῄει τὸ στρατόπεδον μελισσῶνα ἔχοντα, καὶ ὁ μελισσὼν κατὰ πρόσωπον τοῦ ἀγροῦ, καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελλισσῶνα, καὶ διεπορεύετο λαλῶν. Εἶδες οἷον τὸ βάραθρον; τράπεζα ἐσχεδιασμένη,
40ἵνα καὶ τὸ εὔκολον τῆς ἐπιχειρήσεως, καὶ τὸ ἡδὺ τῆς τροφῆς, καὶ ἡ τοῦ λήσεσθαι ἐλπὶς εἰς τὴν παράβασιν αὐτοὺς προκαλέσηται τῶν ὅρκων. Ὅ τε γὰρ λιμὸς, ὅ τε κάματος καὶ ὁ καιρὸς (Πᾶσα γὰρ ἡ γῆ, φησὶν, ἠρίστα) τότε ὤθουν ἐπὶ τὴν παρανομίαν. Καὶ ἡ τῶν κηρίων δὲ
45ὄψις ἔξωθεν αὐτοὺς προεκαλεῖτο ἐκλύουσα τὴν εὐτονίαν· τό τε γὰρ ἡδὺ καὶ εὐπαράσκευον τῆς τραπέζης, καὶ τὸ δυσφώρατον τῆς κλοπῆς, ἱκανὰ πᾶσαν ἦν δελεάσαι τὴν φιλοσοφίαν. Εἰ γὰρ κρέα ἦν, ἅπερ ἕψειν καὶ ὀπτᾷν ἔδει, οὐκ ἂν οὕτως αὐτῶν ἐγοήτευσε τὴν ψυχὴν, ἐν τῷ μα‐

49

.

146

(50)

γειρεύειν αὐτὰ καὶ πρὸς τροφὴν παρασκευάζειν μελλόν‐ των, καὶ βραδυνόντων, καὶ καραδοκούντων ἁλώσεσθαι· νυνὶ δὲ οὐδὲν τοιοῦτον ἦν, ἀλλὰ μέλι μόνον, ἔνθα πρα‐ γματείας μὲν οὐδεμιᾶς ἔδει τοιαύτης, ἤρκει δὲ ἄκρῳ τῷ δακτύλῳ βάψαντα μετασχεῖν τῆς τραπέζης καὶ λαθεῖν.
55Ἀλλ’ ὅμως ἐκεῖνοι κατεῖχον τῆς ἐπιθυμίας, καὶ οὐκ εἶ‐ πον πρὸς ἑαυτούς· Τί δὲ ἡμῖν μέλει; μὴ γὰρ δὴ ἡμῶν τις ὠμόσατο τοῦτο; ἐκεῖνος δώσει δίκην τῶν ἀπερισκέ‐
πτων ὅρκων. Τίνος γὰρ ἕνεκεν ὤμνυ; Ἀλλ’ οὐδὲν τού‐145

49

.

147

των ἐνενόησαν, ἀλλὰ μετὰ πολλῆς τῆς εὐλαβείας παρῄε‐ σαν, καὶ τοσούτων ὄντων τῶν δελεαζόντων αὐτοὺς, ἐφι‐ λοσόφουν, Καὶ διεπορεύετο ὁ λαὸς λαλῶν. Τί ἐστι, Λαλῶν; Τὴν ὀδύνην διὰ τῶν ῥημάτων παραμυθούμε‐
5νοι διελέγοντο πρὸς ἀλλήλους. γʹ. Τί οὖν, ἐπειδὴ ὁ λαὸς ἐφιλοσόφησεν ἅπας, ἆρα οὐδὲν ἐγένετο πλέον, ἀλλὰ ἐφυλάχθη ὁ ὅρκος; Οὐδὲ οὕτω μὲν οὖν ἐφυλάχθη, ἀλλὰ παρεβάθη. Πῶς καὶ τίνι τρόπῳ; Αὐτίκα ἀκούσεσθε, ἵνα καὶ τὴν τοῦ διαβόλου τέχνην κα‐
10ταμάθητε πᾶσαν. Ὁ γὰρ Ἰωνάθαν οὐκ ἀκούσας ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ, ἐξέτεινε τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐβάπτι‐ σεν εἰς τὸ κηρίον τοῦ μέλιτος, καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ
15ὀφθαλμοὶ αὐτοῦ. Ὅρα τίνα πρὸς τὴν ἐπιορκίαν ὤθησεν, οὐχ ἕνα τῶν στρατιωτῶν, ἀλλ’ αὐτὸν τὸν υἱὸν τοῦ ὀμω‐ μοκότος· οὐ γὰρ ἐπιορκίαν ἐργάσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ παιδοκτονίαν συνετίθει, καὶ τοῦτο κατεσκεύαζε πόῤῥωθεν, καὶ τὴν φύσιν αὐτὴν καθ’ ἑαυτῆς σχίσαι ἠπεί‐
20γετο, καὶ ὅπερ ἐπὶ τοῦ Ἰεφθάε ποτὲ ἐποίησε, τοῦτο καὶ μετὰ ταῦτα ποιήσειν ἤλπισε. Καὶ γὰρ ἐκεῖνος ὑποσχό‐ μενος τῷ Θεῷ τὸν πρῶτον ἀπαντήσοντα αὐτῷ μετὰ τὴν ἀπὸ τοῦ πολέμου νίκην κατασφάξειν, εἰς παιδοκτονίαν ἐνέπεσε· τὸ θυγάτριον γὰρ πρῶτον ἀπαντῆσαν αὐτῷ κατ‐
25έθυσε, καὶ ὁ Θεὸς οὐκ ἐκώλυσε. Καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν ἀπίστων ὠμότητα ἐγκα‐ λοῦσιν ἡμῖν καὶ ἀπανθρωπίαν διὰ τὴν θυσίαν ταύ‐ την· ἐγὼ δὲ πολλῆς κηδεμονίας καὶ φιλανθρωπίας δεῖγμα τὴν συγχώρησιν τὴν ἐπὶ τῇ θυσίᾳ ταύτῃ γεγενημένην
30εἴποιμι ἂν εἶναι, καὶ ὅτι τοῦ γένους ἡμῶν κηδόμενος οὐκ ἐκώλυσεν ἐκείνην τὴν σφαγήν. Εἰ γὰρ μετὰ τὴν εὐ‐ χὴν ἐκείνην καὶ τὴν ὑπόσχεσιν τὴν θυσίαν ἐκώλυσε, πολ‐ λοὶ καὶ μετὰ τὸν Ἰεφθάε προσδοκῶντες μὴ δέξασθαι τὸν Θεὸν, πολλὰς ἂν τοιαύτας ηὔξαντο εὐχὰς, καὶ ὁδῷ προ‐
35βαίνοντες εἰς παιδοκτονίαν ἐξέβησαν ἄν· νυνὶ δὲ ἀφεὶς αὐτὴν πληρωθῆναι ἔργῳ, τοὺς μετὰ ταῦτα πάντας ἐκώ‐ λυσε Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, μετὰ τὸ σφαγῆναι τὸ θυγάτριον τοῦ Ἰεφθάε, ὥστε ἀείμνηστον εἶναι τὴν συμ‐ φορὰν, καὶ μὴ λήθῃ παραδοθῆναι τὸ πάθος, ἐγένετο νό‐
40μος παρὰ τοῖς Ἰουδαίοις, συνερχομένας τὰς παρθένους κατὰ τὸν καιρὸν ἐκεῖνον ἡμέρας τεσσαράκοντα. πενθεῖν τὴν γεγενημένην σφαγὴν, ἵνα τῷ θρήνῳ τῆς θυσίας τὴν μνήμην ἀνανεούμενοι, τοὺς μετὰ ταῦτα σωφρονεστέρους ποιῶσιν ἅπαντας, καὶ μάθωσιν ὡς οὐ κατὰ γνώμην Θεοῦ
45ἐγένετο τοῦτο· οὐδὲ γὰρ ἂν θρηνεῖν καὶ ὀδύρεσθαι τὰς παρθένους ἀφῆκε. Καὶ ὅτι οὐ στοχασμὸς τὸ λεγόμενον, τὸ τέλος ἔδειξε. Μετὰ γὰρ τὴν θυσίαν ἐκείνην οὐδεὶς τοιαύτην εὐχὴν ηὔξατο τῷ Θεῷ· διὰ τοῦτο ταύτην μὲν οὐκ ἐκώλυσεν, ἣν δὲ αὐτὸς ἐπέταξε διεκώλυσε, τὴν ἐπὶ

49

.

147

(50)

τοῦ Ἰσαὰκ, δι’ ἀμφοτέρων δεικνὺς ὡς οὐ χαίρει ταῖς τοιαύταις θυσίαις, Ἀλλ’ ὁ πονηρὸς δαίμων ἐφιλονείκει καὶ νῦν τοιαύτην τραγῳδίαν ἐργάσασθα, διὰ τοῦτο τὸν Ἰωνάθαν ἐπὶ τὴν παράβασιν ὤθησεν. Εἰ μὲν γάρ τις τῶν στρατιωτῶν παρέβη τὸν νόμον, οὐδὲν αὐτῷ μέγα ἐδόκει
55εἶναι κακὸν τὸ γινόμενον, νυνὶ δὲ ἀκόρεστος ὢν τῶν ἀν‐ θρωπίνων κακῶν, καὶ οὐδέποτε ἐκ τῶν ἡμετέρων ἐμπι‐ πλάμενος συμφορῶν, οὐδὲν νεανικὸν ἡγεῖτο ποιεῖν, εἰ φόνον ἐργάσαιτο ψιλόν· ἀλλ’ εἰ μὴ καὶ παιδοκτονίᾳ τὴν δεξιὰν τοῦ βασιλέως μολύνειεν, οὐδὲν μέγα πεποιηκέναι
60ἐνόμιζε. Καὶ τί λέγω παιδοκτονίαν; ἐπενόησε γὰρ ὁColumn end

49

.

148

μιαρὸς ἐκεῖνος καὶ τούτου πάλιν ἐναγέστερον φόνον εὑ‐ ρεῖν. Εἰ μὲν γὰρ εἰδὼς ἥμαρτε καὶ ἐσφάγη, παιδοκτονία μόνον τὸ γινόμενον ἦν· νυνὶ δὲ ἐξ ἀγνοίας ἁμαρτὼν (οὐδὲ γὰρ ἤκουσε τῶν ὅρκων), εἶτα ἀναιρεθεὶς, διπλοῦν ἂν
5ἐποίησε τῷ πατρὶ τὸ ἄλγος· καὶ γὰρ παῖδα, καὶ παῖδα οὐδὲν ἁμαρτόντα, καταθύειν ἔμελλεν. Ἀλλ’ ἐπὶ τὰ ἐχό‐ μενα τῆς ἱστορίας πορευτέον λοιπόν. Ἐπειδὴ γὰρ ἔφαγεν, Ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ, φησί. Πολλὴν καὶ ἐν‐ ταῦθα τοῦ βασιλέως κατηγορεῖ τὴν ἅνοιαν, δεικνὺς ὅτι
10σχεδὸν ὁ λιμὸς ἐπήρωσε τοὺς στρατιώτας ἅπαντας, καὶ πολλὴν τῶν ὀφθαλμῶν αὐτῶν κατέχεε τὴν ἀχλύν. Εἶτα ἰδών τις, φησὶ, τῶν στρατιωτῶν λέγει· Ὁρκίσας ὥρκι‐ σεν ὁ πατήρ σου τὸν λαὸν λέγων· Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον σήμερον· καὶ ἐξελύθη
15ὁ λαός. Καὶ εἶπεν Ἰωνάθαν· Ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν. Τί ἐστιν, Ἀπήλλαχεν; Ἀπώλεσε, δι‐ έφθειρεν ἅπαντας. Παραβαθέντος τοίνυν τοῦ ὅρκου πάν‐ τες ἐσίγων, καὶ οὐδεὶς τὸν ὑπεύθυνον εἰς μέσον ἀγαγεῖν ἐτόλμα· οὐ μικρὸν δὲ καὶ τοῦτο ἔγκλημα λοιπὸν ἐγίνετο·
20οὐ γὰρ οἱ ἐπιορκοῦντες μόνον, ἀλλὰ καὶ οἱ συνειδότες μὲν, περιστέλλοντες δὲ, κοινωνοῦσι τῶν ἐγκλημάτων. δʹ. Πλὴν ἀλλ’ ἵδωμεν τὰ ἑξῆς. Καὶ εἶπε Σαούλ· Καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων καὶ διαρπάσωμεν αὐτούς. Καὶ εἶπεν ὁ ἱερεύς· Προσέλθωμεν ἐνταῦθα
25πρὸς τὸν Θεόν. Τὸ γὰρ παλαιὸν ὁ Θεὸς ἐστρατήγει τῶν πολέμων, καὶ χωρὶς τῆς ἐκείνου γνώμης οὐδέποτε ἐτόλμων ἅπτεσθαι μάχης, καὶ ὁ πόλεμος αὐτοῖς εὐσε‐ βείας ὑπόθεσις ἐγίνετο. Οὔτε γὰρ ἐξ ἀσθενείας σώμα‐ τος, ἀλλ’ ἀπὸ ἁμαρτιῶν ἡττῶντο, εἴ ποτε καὶ ἡττήθη‐
30σαν, οὔτε ἀπὸ δυνάμεως καὶ ἀνδρείας, ἀλλ’ ἀπὸ εὐνοίας τῆς ἄνωθεν ἐκράτουν, ὁπότε καὶ ἐκράτουν. Καὶ ἡ νίκη καὶ ἡ ἧττα γυμνάσιον αὐτοῖς καὶ διδασκάλιον ἀρετῆς ἦν, οὐκ αὐτοῖς δὲ μόνον, ἀλλὰ καὶ τοῖς πολεμοῦσιν αὐ‐ τοῖς· καὶ γὰρ καὶ ἐκείνοις τοῦτο κατάδηλον ἦν, ὅτι οὐ
35τῇ φύσει τῶν ὅπλων ὁ πρὸς Ἰουδαίους ἐκρίνετο πόλεμος, ἀλλὰ τῷ βίῳ τῶν πολεμούντων καὶ τοῖς κατορθώμασι. Τοῦτο γοῦν ποτε συνιδόντες οἱ Μαδιηναῖοι, καὶ γνόντες ὡς ἀκαταμάχητόν ἐστι τὸ ἔθνος ἐκεῖνο, καὶ μηχανήμασι μὲν καὶ ὅπλοις ἀμήχανον αὐτὸ καταγωνίσασθαι, ἁμαρ‐
40τίᾳ δὲ μόνον δυνατὸν αὐτοὺς ἑλεῖν, παρθένους καλλωπί‐ σαντες εὐμόρφους καὶ στήσαντες ἐπὶ τῆς παρατάξεως, εἰς ἀσέλγειαν ἐξεκαλοῦντο τοὺς στρατιώτας, διὰ τῆς πορνείας ἀποστῆσαι τοῦ Θεοῦ τὴν συμμαχίαν σπουδά‐ ζοντες· ὅπερ δὴ καὶ συνέβη. Ἐπειδὴ γὰρ ἐνέπεσον
45εἰς τὴν ἁμαρτίαν, εὐχείρωτοι πᾶσιν ἐγένοντο, καὶ οὓς ὅπλα καὶ ἵπποι καὶ στρατιῶται καὶ τοσαῦτα μηχανή‐ ματα ἑλεῖν οὐκ ἴσχυσαν, τούτους ἁμαρτίας φύσις δεδε‐ μένους τοῖς πολεμίοις παρέδωκε· καὶ ἀσπίδες μὲν καὶ δόρατα καὶ βέλη πάντα ἠλέγχετο, ὄψεως δὲ εὐμορφία

49

.

148

(50)

καὶ ψυχῆς ἀκολασία τοὺς γενναίους ἐχειρώσατο τούτους. Διὰ τοῦτο παραινεῖ τις λέγων· Μὴ καταμάνθανε κάλλος ἀλλότριον, καὶ μὴ ὑπάντα γυναικὶ ἑταιρι‐ ζομένῃ. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ὃ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστε‐
55ρον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον
μᾶλλον μαχαίρας διστόμου.147

49

.

149

Πόρνη γὰρ φιλεῖν οὐκ ἐπίσταται, ἀλλ’ ἐπιβουλεύει μόνον· ἰὸν ἔχει αὐτῆς τὸ φίλημα, καὶ φάρμακον δηλη‐ τήριον τὸ στόμα. Εἰ δὲ οὐ φαίνεται εὐθέως, διὰ τοῦτο μᾶλλον ἀποφεύγειν αὐτὴν δεῖ, ὅτι περιέστειλε τὸν ὄλε‐
5θρον, καὶ τὸν θάνατον ἐγκεκρυμμένον ἔχει, καὶ οὐδὲ ἀφίησιν ἐκ προοιμίων γενέσθαι κατάδηλον. Ὥστε εἴ τις ἡδονὴν διώκει, καὶ εὐθυμίας γέμοντα βίον, τὰς τῶν πορνευομένων γυναικῶν φευγέτω συνουσίας· πολέμων γὰρ μυρίων καὶ θορύβων τὰς τῶν ἐραστῶν πληροῦσι
10ψυχὰς, μάχας αὐτοῖς καὶ φιλονεικίας κινοῦσαι διηνεκεῖς διὰ ῥημάτων, διὰ πραγμάτων ἁπάντων. Καὶ καθάπερ οἱ τῶν ἐχθρῶν πολεμιώτατοι, οὕτω δὴ καὶ αὗται πάντα ποιοῦσι καὶ πραγματεύονται, ὥστε καὶ αἰσχύνῃ καὶ πε‐ νίᾳ καὶ τοῖς ἐσχάτοις αὐτοὺς περιβαλεῖν κακοῖς. Καὶ ὃν
15τρόπον οἱ θηραταὶ τὰ δίκτυα ἀναπετάσαντες, τὰ ἄγρια τῶν ζώων ἐμβάλλειν ἐπιχειροῦσιν, ὥστε αὐτὰ κατα‐ σφάξαι· οὕτω δὴ καὶ αὗται, ἐπειδὰν τὰ πτερὰ τῆς ἀσελ‐ γείας πάντοθεν ἀναπετάσωσι δι’ ὀφθαλμῶν καὶ σχημά‐ των καὶ ῥημάτων, εἶτα τοὺς ἑαυτῶν ἐραστὰς ἐμβάλωσι
20καὶ καταδήσωσιν, οὐ πρότερον ἀφίστανται, ἕως ἂν αὐ‐ τῶν καὶ αὐτὸ τὸ αἷμα ἐκπίωσιν, ἐπεμβαίνουσαι μετὰ ταῦτα καὶ κωμῳδοῦσαι αὐτῶν τὴν ἄνοιαν, καὶ πολὺν αὐ‐ τῶν καταχέουσαι τὸν γέλωτα. Οὐδὲ γὰρ ἐλεεῖσθαι λοιπὸν ὁ τοιοῦτος ἄξιος, ἀλλὰ γελᾶσθαι καὶ σκώπτεσθαι,
25ὅταν γυναικὸς, καὶ γυναικὸς πόρνης ἀλογώτερος φαίνηται. Διὰ τοῦτο παραινεῖ πάλιν ὁ σοφὸς ἐκεῖνος λέγων· Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πη‐ γῆς· καὶ πάλιν· Ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· περὶ γυναικὸς τῆς νόμῳ γάμου
30συνοικούσης τοιαῦτα λέγων· Τί καταλιμπάνεις τὴν βοη‐ θὸν, καὶ πρὸς τὴν ἐπίβουλον τρέχεις; τί τὴν κοινωνὸν ἀποστρέφῃ τοῦ βίου, καὶ τὴν ἀνατρέπουσάν σου τὴν ζωὴν θεραπεύεις; Αὕτη σοῦ μέλος ἐστὶ καὶ σῶμα, ἐκείνη δὲ ξίφος ἐστὶν ἠκονημένον. Διὸ, ἀγαπητοὶ, φεύγετε τὴν
35πορνείαν, καὶ διὰ τὰ παρόντα κακὰ, καὶ διὰ τὴν μέλ‐ λουσαν κόλασιν. Τάχα δοκοῦμεν τῆς ὑποθέσεως ἐκπεπτω‐ κέναι, ἀλλ’ οὐκ ἔστι τοῦτο ἐκπεσεῖν· οὐ γὰρ ἁπλῶς ὑμῖν ἱστορίας ἀναγνῶναι βουλόμεθα, ἀλλ’ ὥστε ἕκαστον τῶν ἐνοχλούντων ὑμῖν διορθώσασθαι παθῶν· διὰ τοῦτο
40καὶ συνεχεῖς ποιούμεθα τὰς ἐντροπὰς, παντοδαπὸν κα‐ τασκευάζοντες ὑμῖν τὸν λόγον, ἐπειδὴ καὶ παντοδαπὰ νοσήματα ἐν δήμῳ τοσούτῳ εἶναι εἰκὸς, καὶ οὐχ ἓν ἕλ‐ κος θεραπεύειν πρόκειται μόνον, ἀλλὰ πολλὰ καὶ διά‐ φορα, διὰ τοῦτο καὶ ποικίλον εἶναι χρὴ τῆς διδασκαλίας
45τὸ φάρμακον. Ἐπανίωμεν τοίνυν ὅθεν ἐξέβημεν ταῦτα εἰπεῖν. Καὶ εἶπεν ὁ ἱερεύς· Προσέλθωμεν πρὸς τὸν Θεόν. Καὶ ἐπηρώτησε Σαοὺλ τὸν Θεόν· Εἰ κα‐ ταβῶ ὀπίσω τῶν ἀλλοφύλων, καὶ εἰ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; Καὶ οὐκ ἀπεκρίθη αὐτῷ

49

.

149

(50)

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὁ Κύριος. Ὅρα πραότητα καὶ ἐπιείκειαν τοῦ φιλανθρώπου Θεοῦ· οὐ γὰρ σκηπτὸν ἀφῆκεν, οὐδὲ τὴν γῆν ἔσεισεν, ἀλλ’ ὃ φίλοι πρὸς φίλους ποιοῦσιν, ἐπειδὰν ὑβρισθῶσι, τοῦτο πρὸς τὸν δοῦλον ὁ Δεσπότης ἐποίησε· παρεσιώπησε μόνον, διὰ τῆς σιγῆς
55φθεγγόμενος καὶ πᾶσαν ἐνδεικνύμενος αὐτῷ τὴν ὀργήν. Συνεῖδε τοῦτο ὁ Σαοὺλ, Καὶ εἶπε, φησί· Προσαγάγετε τὰς φυλὰς τοῦ λαοῦ, καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέ‐ γονεν ἡ ἁμαρτία αὕτη σήμερον, ὅτι ζῇ Κύριος ὁ σώσας τὸν Ἰσραὴλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωνά‐
60θαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. Εἶδες προ‐
πέτειαν; ἰδὼν τὸν πρότερον ὅρκον παραβαθέντα, οὐδὲColumn end

49

.

150

οὕτω σωφρονίζεται, ἀλλὰ καὶ δεύτερον προστίθησι πά‐ λιν. Καὶ σκόπει διαβόλου κακουργίαν. Ἐπειδὴ γὰρ συνεῖδεν ὅτι πολλάκις ὁ παῖς φωραθεὶς καὶ εἰς μέσον ἐνεχθεὶς, ἀπὸ τῆς ὄψεως αὐτῆς εὐθέως τὸν πατέρα
5πραῧναι δύναται καὶ μαλάξαι τὸν τοῦ βασιλέως θυμὸν, δευτέρων πάλιν ὅρκων ἀνάγκῃ προκατέλαβεν αὐτοῦ τὴν γνώμην, διπλῷ τινι δεσμῷ κατέχων αὐτὸν, καὶ οὐκ ἀφιεὶς τῆς οἰκείας γενέσθαι γνώμης κύριον, ἀλλὰ παν‐ ταχόθεν αὐτὸν ὠθῶν εἰς τὴν παράνομον ἐκείνην σφαγήν.
10Καὶ οὔπω τοῦ ἡμαρτηκότος φανέντος τὴν κρίσιν πε‐ ποίηται, καὶ τὸν ἁλόντα οὐκ εἰδὼς ἀπεφήνατο, καὶ ὁ πα‐ τὴρ ἐγένετο δήμιος, καὶ πρὸ τῆς ἐξετάσεως τὴν καταδικά‐ ζουσαν ψῆφον ἐξήνεγκε. Τί τούτου γένοιτ’ ἃν ἀλογώτερον; εʹ. Ταῦτα τοίνυν εἰπόντος τοῦ Σαοὺλ, μᾶλλον ἔδεισεν ὁ
15δῆμος, καὶ πάντες ἦσαν ἐν τρόμῳ καὶ φόβῳ πολλῷ· ὁ δὲ διάβολος ἔχαιρε πάντας ἐν ἀγωνίᾳ καταστήσας. Οὐ γὰρ ἦν ὁ ἀποκρινόμενος, φησὶν, ἐκ παντὸς τοῦ λαοῦ. Καὶ εἶπε Σαούλ· Ὑμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ἰωνάθαν ὁ υἱός μου εἰς δουλείαν.
20δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδὲν ἕτερον σπουδάζετε, φησὶν, ἀλλ’ ἢ τοῖς πολεμίοις ὑμᾶς παραδοῦναι καὶ δούλους ἀντ’ ἐλευθέρων ποιῆσαι, τὸν Θεὸν καθ’ ὑμῶν παροξύναντες, τῷ μὴ διδόναι τὸν ὑπεύθυνον. Ὅρα δὲ καὶ ἄλλην ἀπὸ τοῦ ὅρκου γινομένην ἐναντίωσιν. Δέον γὰρ, εἴπερ ἐβού‐
25λετο τὸν αἴτιον εὑρεῖν, μηδὲν ἀπειλῆσαι τοιοῦτο, μηδὲ ὅρκῳ καταδῆσαι τὴν τιμωρίαν, ἵν’ ἀδεέστεροι γενόμενοι προχειρότερον εἰς μέσον ἀγάγωσι τὸν ὑπεύθυνον· ὁ δὲ ὑπὸ θυμοῦ καὶ μανίας πολλῆς καὶ τῆς προτέρας ἀλογίας, πάλιν τοὐναντίον ἤπερ βούλεται ποιεῖ. Τί δεῖ τὰ πολλὰ
30λέγειν; Κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψε, καὶ κατακληροῦν‐ ται Σαοὺλ καὶ Ἰωνάθαν. Καὶ εἶπε Σαούλ· Βάλετε κλῆρον ἀνὰ μέσον ἐμοῦ καὶ Ἰωνάθαν· καὶ βάλ‐ λουσι κλῆρον, καὶ κατακληροῦται Ἰωνάθαν. Καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν· Ἀπάγγειλόν μοι τί
35ἐποίησας. Καὶ ἀπήγγειλεν αὐτῷ Ἰωνάθαν λέγων· Γευσάμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ ἐν τῇ χειρί μου μικρὸν ἐκ τοῦ μέλιτος· καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω. Τίνα οὐκ ἂν ἐπέκαμψε, τίνα οὐκ ἂν εἰς οἶκτον ἤνεγκε ταῦτα τὰ ῥήματα; Ἐννόησον ὅσον χει‐
40μῶνα λοιπὸν ὁ Σαοὺλ ὑπέμεινε, τῶν σπλάγχνων αὐτοῦ διακοπτομένων, καὶ ἑκατέρωθεν βαθυτάτου κρημνοῦ φαινομένου· ἀλλ’ ὅμως οὐδὲ οὕτως ἐσωφρονίζετο, ἀλλὰ τί φησι; Τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσ‐ θείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον. Ἰδοὺ τρίτος
45ὅρκος πάλιν, καὶ οὐδὲ ἁπλῶς τρίτος, ἀλλὰ μετὰ πολλῆς τῆς τοῦ καιροῦ στενοχωρίας· οὐ γὰρ εἶπεν ἁπλῶς, ὅτι Ἀποθανῇ, ἀλλὰ, Σήμερον. Ἤπειγε γὰρ, ἤπειγεν ὁ διάβολος συνωθῶν καὶ συνελαύνων αὐτὸν εἰς τὴν παρά‐ νομον ταύτην σφαγήν. Διόπερ οὐκ ἀφίησιν οὐδὲ προ‐

49

.

150

(50)

θεσμίαν δοῦναι τῇ ψήφῳ, ἵνα μηδεμία ἀπὸ τῆς μελλή‐ σεως διόρθωσις γένηται τοῦ κακοῦ. Καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· Τάδε ποιήσαι ἡμῖν ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ θανάτῳ θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην τῷ Ἰσραήλ. Ζῇ Κύριος, εἰ
55πεσεῖται τῆς τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν, ὅτι ἔλεον Θεοῦ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ. Ἰδοὺ καὶ ὁ δῆμος δεύτερον ὤμοσε, καὶ ἀντώμοσε τῷ βα‐ σιλεῖ. Νῦν ἀναμνήσθητέ μοι τοῦ καλωδίου τοῦ παρὰ τῶν παίδων ἑλκομένου, καὶ διαῤῥηγνυμένου καὶ τοὺς ἕλκον‐
60τας ῥίπτοντος ὑπτίους. Ὤμοσεν ὁ Σαοὺλ, οὐχ ἅπαξ, οὐδὲ149

49

.

151

δὶς, ἀλλὰ καὶ πολλάκις· ἀντώμοσεν ὁ λαὸς, καὶ ἀντ‐ έτεινεν. Ἀνάγκη λοιπὸν διαῤῥαγῆναι πάντως τὸν ὅρκον· πάντας γὰρ εὐορκῆσαι τούτους ἀδύνατον. Καὶ μή μοι τὴν ἔκβασιν τοῦ πράγματος εἴπῃς, ἀλλ’
5ἐννόησον ὅσα ἐτίκτετο κακὰ, καὶ πῶς τὴν τοῦ Ἀβεσσα‐ λὼμ τραγῳδίαν καὶ τυραννίδα ἐντεῦθεν κατεσκεύαζεν ὁ διάβολος. Εἰ γὰρ ἐθέλησεν ὁ βασιλεὺς ἀντιτεῖναι καὶ ἐπεξελθεῖν τῷ ὅρκῳ, πᾶς ὁ δῆμος ἂν ἀντέστη, καὶ τυραν‐ νὶς ἂν ἐγένετο χαλεπωτάτη· πάλιν εἰ ἐθέλησεν ὁ παῖς
10τῆς οἰκείας φειδόμενος σωτηρίας δοῦναι ἑαυτὸν τῷ στρα‐ τοπέδῳ, πατροκτόνος ἂν εὐθέως ἐγένετο. Ὁρᾷς καὶ τυ‐ ραννίδα καὶ παιδοκτονίαν, καὶ πατροκτονίαν, καὶ πόλε‐ μον ἐμφύλιον, καὶ μάχην, καὶ σφαγὰς, καὶ αἵματα, καὶ μυρίους νεκροὺς ἀφ’ ἑνὸς ὅρκου γενομένους; Εἰ
15γὰρ συνέβη γενέσθαι πόλεμον, καὶ ὁ Σαοὺλ ἂν ἐσφάγη καὶ Ἰωνάθαν, ἴσως καὶ πολλοὶ τῶν στρατιωτῶν κατεκό‐ πησαν ἂν, καὶ οὐδ’ ἂν οὕτω τὰ τῆς εὐορκίας προεχώρη‐ σεν. Ὥστε μὴ τοῦτο ἴδῃς, ὅτι οὐ γέγονεν, ἀλλ’ ἐκεῖνο σκόπει, ὅτι ἡ τοῦ πράγματος φύσις ταῦτα ἠνάγκαζε γε‐
20νέσθαι· ὁ δὲ λαὸς ἐκράτησε. Φέρε τοίνυν ἀριθμήσωμεν τὰς γεγενημένας ἐπιορκίας. Παρεβάθη πρότερον ὁ ὅρκος τοῦ Σαοὺλ ὑπὸ τοῦ παιδὸς, δεύτερος καὶ τρίτος πάλιν ὁ αὐτοῦ τοῦ Σαοὺλ ὁ περὶ τῆς σφαγῆς τοῦ παιδός· καὶ ἔδοξεν ὁ λαὸς εὐορκεῖν· ἀλλ’ ἐάν τις ἀκριβῶς ἐξετάσῃ τὸ
25πρᾶγμα, καὶ οὗτοι πάλιν τοῖς τῆς ἐπιορκίας ἐγκλήμασιν ὑπεύθυνοι πάντες ἐγένοντο. Τὸν γὰρ πατέρα αὐτοῦ τοῦ Ἰωνάθαν ἐπιορκῆσαι ἠνάγκασαν, οὐκ ἐκδόντες τῷ πατρὶ τὸν υἱόν. Ὁρᾷς εἷς ὅρκος ὅσους ἀνθρώπους ὑπέβαλεν ἐπιορκίᾳ, καὶ ἑκόντας καὶ ἄκοντας; ὅσα κακὰ εἰργά‐
30σατο; ὅσας σφαγὰς ἐποίησεν; ϛʹ. Ἐγὼ μὲν οὖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου δείξειν ἐν ταῖς ἀντωμοσίαις πάντως ἐπιορκίαν γινομένην, ἡ δὲ ἱστορία προϊοῦσα πολλῷ πλέον ἤπερ παρεσκευαζόμην ἀπέδειξεν· οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς ἀνθρώπους,
35ἀλλὰ δῆμον, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς ὅρκους, ἀλλὰ πολλῷ πλείους παραβαθέντας ἀπέφηνεν. Ἐνῆν καὶ ἑτέ‐ ραν ἱστορίαν εἰπεῖν καὶ δεῖξαι καὶ ἐξ ἐκείνης χαλεπω‐ τέραν ταύτης καὶ μείζονα συμφορὰν ἐργασάμενον ὅρκον ἕνα. Καὶ γὰρ πόλεων καὶ γυναικῶν καὶ παιδίων αἰχμα‐
40λωσίαν, καὶ πυρπόλησιν, καὶ βαρβάρων ἔφοδον, καὶ ἁγίων μολυσμὸν, καὶ μυρία ἕτερα χαλεπώτερα τοὺς Ἰου‐ δαίους ἅπαντας εἷς ὅρκος διέθηκεν. Ἀλλ’ ὁρῶ πρὸς μῆ‐ κος τὸν λόγον ἐκτεινόμενον· διὰ τοῦτο ἐνταῦθα τῆς ἱστο‐ ρίας ταύτης τὴν διήγησιν καταλύσας, μετὰ τῆς Ἰωάννου
45κεφαλῆς καὶ τὴν τοῦ Ἰωνάθαν σφαγὴν, καὶ τὴν παν‐ ωλεθρίαν τοῦ δήμου παντὸς, τὴν οὐ γενομένην μὲν, συμ‐ βᾶσαν δὲ ὅμως ἀπὸ τῆς ἀνάγκης τῶν ὅρκων, πρὸς ἀλ‐ λήλους λέγειν παρακαλῶ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ πρὸς γυναῖκας, καὶ πρὸς φίλους, καὶ πρὸς γείτονας,

49

.

151

(50)

καὶ πρὸς πάντας ἀνθρώπους ἁπλῶς ὑπὲρ τοῦ πράγμα‐ τος τούτου ποιεῖσθαι σπουδὴν, καὶ μὴ νομίζειν ἀρκοῦσαν ἡμῖν ἀπολογίαν εἶναι, εἰ συνήθειαν προβαλοίμεθα. Ὅτι γὰρ σκῆψις ταῦτα καὶ πρόφασις, καὶ οὐ συνηθείας, ἀλλὰ ῥᾳθυμίας ἐστὶν ἡ παρανομία, ἀπὸ τῶν ἤδη συμβάντων
55ὑμῖν πεῖσαι πειράσομαι. Ἀπέκλεισε τὰ βαλανεῖα τῆς πόλεως ὁ βασιλεὺς, καὶ μηδένα λούσασθαι ἐκέλευσε, καὶ οὐδεὶς ἐτόλμησε παρα‐
βῆναι τὸν νόμον, οὐδὲ αἰτιάσασθαι τὸ γεγενημένον, οὐδὲColumn end

49

.

152

συνήθειαν προβαλέσθαι· ἀλλὰ καὶ ἐν ἀῤῥωστίᾳ ὄντες πολλάκις, καὶ ἄνδρες καὶ γυναῖκες, καὶ παῖδες καὶ γέ‐ ροντες, καὶ ὠδίνων ἄρτι παυσάμεναι πολλαὶ γυναῖκες, καὶ ἀναγκαίως ἅπαντες τὸ φάρμακον τοῦτο ἐπιζητοῦν‐
5τες, φέρουσι καὶ ἑκόντες καὶ ἄκοντες τὸ ἐπίταγμα, καὶ οὔτε ἀσθένειαν σώματος προβάλλονται, οὔτε συνηθείας τυραννίδα, οὔτε τὸ ἑτέρων ἁμαρτανόντων αὐτοὶ κολάζε‐ σθαι, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλὰ στέργουσι τὴν τιμωρίαν ταύτην διὰ τὸ μείζονα προσδοκῆσαι κακὰ, καὶ
10καθ’ ἑκάστην εὔχονται τὴν ἡμέραν μέχρι τούτου στῆναι τὴν βασιλικὴν ὀργήν. Ὁρᾷς ὅτι ἔνθα φόβος, εὐ‐ κόλως λύεται συνήθεια, κἂν σφόδρα χρονία τις ᾖ καὶ ἀναγκαία; Καίτοι τὸ μὴ λούσασθαι χαλεπόν. Κἂν γὰρ μυριάκις φιλοσοφῶμεν, ἡ τοῦ σώματος φύσις ἐλέγχε‐
15ται οὐδὲν ἀπὸ τῆς κατὰ τὴν ψυχὴν φιλοσοφίας εἰς τὴν οἰκείαν ὑγίειαν ὠφελουμένη· τὸ δὲ μὴ ὀμνύειν σφόδρα ῥᾴδιον, καὶ οὐδεμίαν οἴσει βλάβην, οὐ τοῖς σώμασιν, οὐ ταῖς ψυχαῖς, ἀλλὰ καὶ πολὺ τὸ κέρδος, μεγάλην τὴν ἀσφάλειαν, πολλὴν τὴν εὐπορίαν. Πῶς οὖν οὐκ ἄτοπον,
20βασιλέως μὲν ἐπιτάττοντος καὶ τὰ χαλεπώτατα φέρειν, Θεοῦ δὲ νομοθετοῦντος οὐδὲν χαλεπὸν οὐδὲ δύσκολον, ἀλλὰ ῥᾴδιον σφόδρα καὶ εὔκολον, καταφρονεῖν καὶ καταγελᾷν, καὶ συνήθειαν προβάλλεσθαι; Μὴ, παρακαλῶ, μὴ μέχρι τοσούτου τῆς ἑαυτῶν καταφρονῶμεν σωτηρίας, ἀλλὰ
25φοβηθῶμεν τὸν Θεὸν, ὡς φοβούμεθα ἄνθρωπον. Οἶδα ὅτι ἐφρίξατε τοῦτο ἀκούοντες, ἀλλὰ φρίκης ἄξιον τὸ μηδὲ τοσαύτην ἀπονέμειν τῷ Θεῷ τιμὴν, ἀλλὰ τοὺς βασιλι‐ κοὺς νόμους μετὰ ἀκριβείας φυλάττοντας, τοὺς θείους καὶ ἐκ τῶν οὐρανῶν καταβάντας καταπατεῖν, καὶ πάρερ‐
30γον εἶναι νομίζειν τὴν περὶ ταῦτα σπουδήν. Ποία γὰρ ἡμῖν ἀπολογία λοιπὸν ἔσται; τίς δὲ συγγνώμη, ὅταν μετὰ τοσαύτην παραίνεσιν τοῖς αὐτοῖς ἐπιμένωμεν; Καὶ γὰρ ἀρξαμένης τῆς συμφορᾶς ταύτης τῆς τὴν πόλιν κατεχούσης ἠρξάμην τῆς παραινέσεως ταύτης· καὶ ἡ
35μὲν μέλλει λύεσθαι λοιπὸν, ἡμεῖς δὲ οὐδέπω μίαν ἐντο‐ λὴν κατωρθώσαμεν. Πῶς οὖν αἰτήσομεν ἀπαλλαγὴν τῶν κατεχόντων ἡμᾶς δεινῶν, μίαν ἐντολὴν ἀνύσαι μὴ δυνη‐ θέντες; πῶς δὲ προσδοκήσομεν τὴν χρηστὴν μεταβολήν; πῶς δὲ εὐξόμεθα; ποίᾳ δὲ γλώττῃ τὸν Θεὸν καλέσομεν;
40Ἂν μὲν γὰρ ἀνύσωμεν τὸν νόμον, πολλὴν καρπωσόμεθα τὴν ἡδονὴν, τοῦ βασιλέως τῇ πόλει καταλλαγέντος· ἂν δὲ μείνωμεν ἐπὶ τῆς παρανομίας, αἰσχύνη καὶ ὄνειδος ἡμῖν ἔσται πάντοθεν, ὅτι, τοῦ Θεοῦ λύσαντος τὸν κίνδυνον, ἡμεῖς ἐπὶ τῆς αὐτῆς ἐμείναμεν ῥᾳθυμίας. Εἴθε μοι δυ‐
45νατὸν ἦν τὰς ψυχὰς ἀποδῦσαι τῶν πολυόρκων, καὶ ὄψε‐ σιν ὑποβαλεῖν αὐτῶν τὰ τραύματα καὶ τοὺς μώλωπας, οὓς ἀπὸ τῶν ὅρκων καθ’ ἑκάστην λαμβάνουσι τὴν ἡμέ‐ ραν· καὶ οὐκ ἂν ἐδεήθημεν παραινέσεως ἢ συμβουλῆς, τῆς τῶν τραυμάτων ὄψεως ἀρκούσης λόγου παντὸς δυνα‐

49

.

152

(50)

τώτερον καὶ τοὺς σφόδρα ἐπικειμένους τῇ πονηρᾷ ταύτῃ συνηθείᾳ τῆς πονηρίας ἀπαγαγεῖν. Πλὴν ἀλλ’ εἰ καὶ μὴ ταῖς ὄψεσι δυνατὸν, τῷ λογισμῷ δυνατὸν αὐτῶν ὑπο‐ βαλεῖν τῆς ψυχῆς τὸ αἶσχος, καὶ δεῖξαι σεσηπυῖαν αὐ‐ τὴν καὶ διεφθαρμένην. Ὥσπερ γὰρ, φησὶν, οἰκέτης
55ἐταζόμενος ἐνδελεχῶς ἀπὸ μώλωπος οὐ καθαρισθή‐ σεται, οὕτως ὁ ὀμνύων καὶ ὀνομάζων τὸν Θεὸν δια‐ παντὸς, ἀπὸ ἁμαρτίας οὐ καθαρισθήσεται. Ἀμήχα‐ νον γὰρ, ἀμήχανον, στόμα μεμελετηκὸς ὀμνύναι, μὴ
συνεχῶς ἐπιορκεῖν. Διὸ δὴ παρακαλῶ πάντας τὴν ὀλέθριον151

49

.

153

ταύτην καὶ πονηρὰν συνήθειαν ἀποθεμένους τῆς ψυχῆς, ἕτερον στέφανον ἀναδήσασθαι. Καὶ ὥσπερ πανταχοῦ περὶ τῆς πόλεως ᾄδουσι τῆς ἡμετέρας, ὅτι πρώτη τῶν κατὰ τὴν οἰκουμένην ἁπασῶν τὸ Χριστιανῶν ὄνομα ἀν‐
5εδύσατο, οὕτω δότε πᾶσι λέγειν, ὅτι μόνη τῶν κατὰ τὴν οἰκουμένην ἁπασῶν Ἀντιόχεια τοὺς ὅρκους τῶν οἰκείων ὅρων ἀπήλασε. Μᾶλλον δὲ, ἂν τοῦτο γένηται, οὐκ αὐτὴ στεφανωθήσεται μόνη, ἀλλὰ καὶ ἑτέρας εἰς τὸν αὐτὸν ἐνάξει ζῆλον· καὶ καθάπερ τὸ ὄνομα τῶν Χριστιανῶν
10ὥσπερ ἔκ τινος πηγῆς ἐντεῦθεν ἀρξάμενον πᾶσαν τὴν οἰκουμένην ἐπέκλυσεν, οὕτω δὴ καὶ τὸ κατόρθωμα
τοῦτο τὴν ῥίζαν καὶ τὴν ἀφορμὴν ἐντεῦθεν λαβὸν,Column end

49

.

154

πάντας τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους μαθητὰς ὑμετέρους ἐργάσεται, ὥστε διπλοῦν ὑμῖν καὶ τρι‐ πλοῦν γενέσθαι τὸν μισθὸν, καὶ ὑπὲρ τῶν οἰκείων κατορ‐ θωμάτων, καὶ ὑπὲρ τῆς τῶν ἄλλων διδασκαλίας. Τοῦτο
5διαδήματος ὑμῖν παντὸς ἔσται λαμπρότερον, τοῦτο μη‐ τρόπολιν ὑμῖν ποιήσει τὴν πόλιν, οὐκ ἐν τῇ γῇ, ἀλλὰ καὶ ἐπὶ τῶν οὐρανῶν· τοῦτο καὶ κατ’ ἐκείνην ἡμῶν προστήσεται τὴν ἡμέραν, καὶ τὸν τῆς δικαιοσύνης ἡμῖν οἴσει στέφανον· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χά‐
10ριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

49

.

153

(13t)

Ἔτι εἰς τὴν συμφορὰν τῆς πόλεως Ἀντιοχείας, καὶ ὅτι χρήσιμον πανταχοῦ φόβος, καὶ ὅτι πένθος γέλω‐
14tτος λυσιτελέστερον, καὶ εἰς τὴν ῥῆσιν τὴν λέγουσαν· Ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις· καὶ
15tὅτι τοῦ φονεύειν τὸ ὁρκίζειν χεῖρον.
16tὉμιλία ιεʹ.
17 αʹ. Ἔδει καὶ τήμερον καὶ τῷ προτέρῳ σαββάτῳ τὸν περὶ νηστείας κινῆσαι λόγον, καὶ μηδεὶς ἄκαιρον εἶναι νομιζέ‐ τω τὸ λεχθέν. Ἐν μὲν γὰρ ταῖς ἡμέραις τῆς νηστείας οὐδὲν
20δεῖ συμβουλῆς καὶ παραινέσεως εἰς τοῦτο, αὐτῆς τῶν ἡμερῶν τῆς παρουσίας καὶ τοὺς σφόδρα ἀναπεπτωκότας διεγειρούσης πρὸς τὸν τῆς νηστείας ἀγῶνα. Ἐπειδὴ δὲ πολλοὶ τῶν ἀνθρώπων εἰσιέναι τε εἰς νηστείαν μέλλον‐ τες, καθάπερ πολιορκίᾳ τινὶ μακρᾷ παραδίδοσθαι μελ‐
25λούσης τῆς γαστρὸς, ἀδηφαγίαν καὶ μέθην προλαβόντες ἀποτίθενται, ἐξιόντες τε πάλιν, ὥσπερ ἔκ τινος μακροῦ λιμοῦ καὶ χαλεποῦ δεσμωτηρίου τῆς νηστείας ἀπαλλα‐ γέντες, μετὰ πολλῆς τῆς ἀπειροκαλίας ἐπὶ τὰς τραπέ‐ ζας τρέχουσι, καθάπερ σπουδάζοντες τὴν ἐκ τῆς νηστείας
30γενομένην αὐτοῖς ὠφέλειαν τῇ τῆς ἀδηφαγίας ἀμετρίᾳ καταλῦσαι πάλιν, ἀναγκαῖον ἦν καὶ τότε καὶ νῦν τοὺς περὶ ἐγκρατείας κινῆσαι λόγους. Ἀλλ’ ὅμως οὔτε πρώην εἰρήκαμέν τι τοιοῦτον, οὔτε νῦν ἐροῦμεν· ὁ γὰρ τῆς ἐπικειμένης συμφορᾶς φόβος
35ἀντὶ πάσης παραινέσεως καὶ συμβουλῆς ἀρκεῖ τὰς ἁπάν‐ των σωφρονίσαι ψυχάς. Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαί‐ πωρος, ὡς ἐν τοσούτῳ χειμῶνι μεθύειν; τίς οὕτως ἀναί‐ σθητος, ὡς τῆς πόλεως οὕτω σαλευομένης, καὶ ναυαγίας τοιαύτης ἀπειλουμένης, μὴ νήφειν καὶ ἐγρηγορέναι, καὶ
40πάσης συμβουλῆς καὶ παραινέσεως ἀκριβέστερον ἀπὸ τῆς ἀγωνίας διορθοῦσθαι ταύτης; Οὐ γὰρ τοσοῦτον ἐργά‐ σασθαι δυνήσεται λόγος, ὅσον ἐργάζεται φόβος· καὶ τοῦτο αὐτὸ ἀπὸ τῶν συμβεβηκότων νῦν δυνατὸν ἀποδεῖξαι. Πόσους γοῦν ἀνηλώσαμεν λόγους, πολλοὺς τῶν ῥᾳθύμων
45παραινοῦντες, καὶ συμβουλεύοντες τὰ θέατρα ἀφεῖναι, καὶ τὰς ἐκεῖθεν ἀκολασίας; καὶ οὐκ ἠνέσχοντο, ἀλλ’ ἀεὶ κατὰ τὴν ἡμέραν ταύτην ἐπὶ τὰς παρανόμους τῶν ὀρχουμένων συνέτρεχον θεωρίας, καὶ σύλλογον διαβολικὸν ἀντικαθ‐ ίστασαν τῷ πληρώματι τῆς Ἐκκλησίας τοῦ Θεοῦ, καὶ ταῖς

49

.

153

(50)

ἐνταῦθα ψαλμῳδίαις ἀντήχουν αἱ ἐκεῖθεν κραυγαὶ μετὰ πολλῆς φερόμεναι τῆς σφοδρότητος· ἀλλ’ ἰδοὺ νῦν σιγών‐ των ἡμῶν, καὶ οὐδὲν περὶ τούτου λεγόντων, αὐτόματοι τὴν ὀρχήστραν ἔφραξαν, καὶ ὁ ἱππόδρομος ἄβατος γέ‐ γονε· καὶ πρὸ τούτου μὲν πολλοὶ τῶν ἡμετέρων πρὸς ἐκεί‐
55νους ἔτρεχον, νυνὶ δὲ πάντες ἐκεῖθεν εἰς τὴν ἐκκλησίανColumn end

49

.

154

(16)

κατέφυγον, καὶ τὸν ἡμέτερον ἅπαντες ἐνυμνοῦσι Θεόν. Ὁρᾷς πόσον ἀπὸ τοῦ φόβου τὸ κέρδος ἐγένετο; Εἰ μὴ καλὸν ἦν ὁ φόβος, οὐκ ἂν πατέρες παιδαγωγοὺς τοῖς παισὶν ἐπέστησαν, οὐκ ἂν οἱ νομοθέται ταῖς πόλεσιν ἄρ‐
20χοντας. Τί γεέννης χαλεπώτερον; ἀλλ’ οὐδὲν τοῦ ταύτης χρησιμώτερον φόβου· ὁ γὰρ τῆς γεέννης φόβος τὸν τῆς βασιλείας ἡμῖν κομίζει στέφανον. Ἔνθα φόβος ἐστὶν, οὐκ ἔστι φθόνος· ἔνθα φόβος ἐστὶ, χρημάτων ἔρως οὐκ ἐνοχλεῖ· ἔνθα φόβος ἐστὶν, ἔσβεσται θυμὸς, ἐπιθυμία
25κατέσταλται πονηρὰ, ἅπαν ἀλόγιστον ἐξώρισται πάθος· καὶ καθάπερ ἐν οἰκίᾳ στρατιώτου διηνεκῶς ὡπλισμένου οὐ λῃστὴς, οὐ τοιχωρύχος, οὐκ ἄλλος τις τῶν τὰ τοιαῦτα κακουργούντων τολμήσει φανῆναι πλησίον, οὕτω καὶ φό‐ βου τὰς ἡμετέρας κατέχοντος ψυχὰς, οὐδὲν τῶν ἀνελευ‐
30θέρων παθῶν ἐπεισέρχεται ῥᾳδίως ἡμῖν· ἀλλὰ πάντα δραπετεύει καὶ φυγαδεύεται τῇ τυραννίδι τοῦ φόβου πάν‐ τοθεν ἐξελαυνόμενα. Καὶ οὐ τοῦτο μόνον ἐστὶν ὃ καρπού‐ μεθα ἀπὸ τοῦ φόβου, ἀλλὰ καὶ ἕτερον πολλῷ τούτου μεῖζον. Οὐ γὰρ δὴ τὰ πονηρὰ ἡμῶν ἀπελαύνει πάθη μό‐
35νον, ἀλλὰ καὶ πᾶσαν εἰσάγει μετὰ πολλῆς εὐκολίας τὴν ἀρετήν. Ἔνθα φόβος ἐστὶν, ἐκεῖ καὶ ἐλεημοσύνης σπουδὴ, καὶ εὐχῆς ἐπίτασις, καὶ δάκρυα θερμὰ καὶ ἐπάλληλα, καὶ στεναγμοὶ πολλὴν ἔχοντες τὴν κατάνυξιν. Οὐδὲν γὰρ οὕτω κατεσθίει μὲν ἁμαρτήματα, ἀρετὴν δὲ αὔξεσθαι
40ποιεῖ καὶ θάλλειν, ὡς διηνεκὴς φόβου φύσις· διὰ τοῦτο τὸν μὴ συζῶντα φόβῳ ἀδύνατον κατορθοῦσθαι· ὥσπερ οὖν τὸν ἐν φόβῳ ζῶντα ἀδύνατον διαμαρτεῖν. Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοὶ, μηδὲ καταπίπτωμεν ἐπὶ τῇ παρούσῃ θλίψει, ἀλλὰ θαυμάσωμεν τὸ εὐμήχανον τῆς τοῦ Θεοῦ
45σοφίας. Δι’ ὧν γὰρ προσεδόκησεν ὁ διάβολος τὴν πόλιν ἡμῶν καταβαλεῖν, διὰ τούτων αὐτὴν ὁ Θεὸς ἀνέστησέ τε καὶ ἀνώρθωσεν· ὁ μὲν γὰρ διάβολος ἐνέπνευσέ τισι παρανόμοις ἀνθρώποις, καὶ εἰς τοὺς τῶν βασιλέων ὕβρι‐ σαν ἀνδριάντας, ἵνα καὶ αὐτὸ τῆς πόλεως ἀφανισθῇ τὸ

49

.

154

(50)

ἔδαφος· ὁ δὲ Θεὸς αὐτῷ δὴ τούτῳ τῷ γεγενημένῳ πρὸς σωφρονισμὸν ἡμῶν πλείονα ἀπεχρήσατο, τῷ φόβῳ τῆς προσδοκωμένης ἀπειλῆς πᾶσαν ἐκβαλὼν ῥᾳθυμίαν· καὶ γέγονε τοὐναντίον, ἤπερ ὁ δαίμων ἠθέλησε, δι’ ὧν αὐτὸς κατεσκεύασεν. Ἡ γὰρ πόλις ἡμῖν καθ’ ἑκάστην ἐκκα‐
55θαίρεται τὴν ἡμέραν, καὶ στενωποὶ καὶ ἄμφοδα καὶ153

49

.

155

ἀγοραὶ τῶν πορνικῶν καὶ διακεκλασμένων ἀπηλλάγησαν ᾀσμάτων, καὶ ὅπουπερ ἄν τις ἴδῃ, λιταὶ καὶ εὐφημίαι καὶ δάκρυα ἀντὶ γέλωτος ἀτάκτου, καὶ ῥήματα φιλοσο‐ φία, ἔχοντα ἀντὶ ῥημάτων αἰσχρῶν, καὶ ἐκκλησία γέγο‐
5νεν ἡμῖν ἡ πόλις ἅπασα, τῶν ἐργαστηρίων ἀποκεκλεισμέ‐ νων, καὶ πάντων ἐν ταῖς πανδήμοις ταύταις διημερευόν‐ των λιταῖς, καὶ τὸν Θεὸν μιᾷ καὶ κοινῇ φωνῇ μετὰ πολλῆς καλούντων τῆς προθυμίας. Ποῖος ταῦτα λόγος ἀνύσαι ποτὲ ἴσχυσε; ποία παραίνεσις; τίς συμβουλή;
10πόσον χρόνου μῆκος; βʹ. Διὰ ταῦτα εὐχαριστῶμεν, καὶ μὴ ἀποδυσπετῶμεν μηδὲ δυσχεραίνωμεν. Ὅτι γὰρ καλὸν ὁ φόβος, ἐδίδαξε μὲν καὶ τὰ εἰρημένα· ἄκουσον δὲ καὶ Σολομῶντος περὶ αὐτοῦ φι‐ λοσοφοῦντος οὕτως, Σολομῶντος τοῦ πάσῃ συντραφέντος
15τρυφῇ καὶ πολλῆς ἀπολαύσαντος ἀδείας. Τί οὖν ἐκεῖνός φησιν; Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πο‐ ρευθῆναι εἰς οἶκον γέλωτος. Τί λέγεις, εἰπέ μοι; Ὅπου θρῆνος, καὶ δάκρυα, καὶ οἰμωγαὶ, καὶ ὀδύνη, καὶ ἀθυμία τοσαύτη, βέλτιον ἀπελθεῖν μᾶλλον, ἢ ὅπου χορεῖαι, καὶ
20κύμβαλα, καὶ γέλως, καὶ τρυφὴ, καὶ ἀδηφαγία, καὶ μέθη; Ναὶ, φησί. Τίνος ἕνεκεν, εἰπέ μοι, καὶ διὰ τί; Ὅτι ἐκεῖθεν μὲν παροινία, ἐντεῦθεν δὲ σωφροσύνη τίκτεται· κἂν ἀπέλθῃ τις εἰς εὐπορωτέρου συμπόσιον, οὐκέτι μετὰ τῆς αὐτῆς ἡδονῆς ὄψεται τὴν οἰκίαν, ἀλλ’ ἀηδῶς μὲν πρὸς
25τὴν γυναῖκα ἐπανήξει, ἀηδῶς δὲ τῆς ἑαυτοῦ μεθέξει τραπέζης, καὶ δυσάρεστος καὶ τοῖς οἰκέταις καὶ τοῖς παιδίοις καὶ πᾶσιν ἔσται τοῖς κατὰ τὴν οἰκίαν, ἀπὸ τῆς ἑτέρων εὐπορίας ἀκριβέστερον κατιδὼν τὴν ἑαυτοῦ πε‐ νίαν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ’ ὅτι καὶ
30βασκαίνει πολλάκις τῷ καλέσαντι αὐτὸν πρὸς τὴν εὐ‐ ωχίαν· καὶ ὅλως οὐδὲν ἀγαθὸν λαβὼν οἴκαδε ἐπανήξει. Ἐπὶ δὲ τῶν πενθούντων οὐδὲν τοιοῦτον ἔστιν εἰπεῖν, ἀλλὰ πολλὴ μὲν ἡ φιλοσοφία, πολλὴ δὲ ἡ σωφροσύνη. Ἅμα γὰρ ἄν τις ἐπιβῇ τῶν προθύρων τῆς οἰκίας τῆς νε‐
35κρὸν ἐχούσης, καὶ τὸν τετελευτηκότα ἴδῃ ἄφωνον κείμε‐ νον, καὶ τὴν γυναῖκα τὰς τρίχας τίλλουσαν, τὰς παρειὰς καταξαίνουσαν, τοὺς βραχίονας κατατέμνουσαν, κατα‐ στέλλεται, σκυθρωπάζει, καὶ τῶν συγκαθημένων ἕκαστος πρὸς τὸν πλησίον οὐδὲν ἕτερον φθέγγεται ἀλλ’ ἢ, ὅτι Οὐ‐
40δέν ἐσμεν, καὶ ἡ κακία ἡμῶν ἄφατος. Τί τούτων φιλοσο‐ φώτερον τῶν ῥημάτων γένοιτ’ ἂν, ὅταν καὶ τῆς φύσεως τὴν εὐτέλειαν ἐπιγινώσκωμεν, καὶ τὴν πονηρίαν διαβάλ‐ λωμεν, καὶ μηδὲν εἶναι τὰ παρόντα νομίζωμεν, ἑτέροις μὲν ῥήμασι, γνώμῃ δὲ τῇ αὐτῇ τὰ τοῦ Σολομῶντος
45φθεγγόμενοι ἐκεῖνα τὰ θαυμαστὰ καὶ πολλῆς φιλοσοφίας γέμοντα, ὅτι Ματαιότης ματαιοτήτων, καὶ τὰ πάντα ματαιότης; Ὁ εἰς οἶκον πενθούντων εἰσελθὼν, εὐθέως δακρύει τὸν ἀπελθόντα, κἂν ἐχθρὸς ᾖ. Εἶδες πόσον βελ‐ τίων αὕτη ἐκείνης ἡ οἰκία; Ἐκεῖ μὲν γὰρ, κἂν φίλος ᾖ,

49

.

155

(50)

φθονεῖ· ἐνταῦθα δὲ, κἂν ἐχθρὸς ᾖ, δακρύει· τοῦτο, ὃ μά‐ λιστα πάντων ὁ Θεὸς ἐπιζητεῖ, τὸ μὴ ἐφήδεσθαι τοῖς λε‐ λυπηκόσιν. Οὐ ταῦτα δὲ μόνον ἔστιν ἐκεῖθεν καρπώσασθαι τὰ καλὰ, ἀλλὰ καὶ ἕτερα τούτων οὐκ ἐλάττω. Καὶ γὰρ ἀναμιμνήσκεται τῶν ἁμαρτημάτων ἕκαστος τῶν
55ἑαυτοῦ, καὶ τοῦ δικαστηρίου τοῦ φοβεροῦ, καὶ τῶν εὐθυ‐ νῶν ἐκείνων, καὶ τῆς κρίσεως, κἂν ᾖ μυρία κακὰ πεπον‐ θὼς παρ’ ἑτέρων, καὶ λύπας κατὰ τὴν οἰκίαν ἔχων,
πάντων αὐτῶν λαβὼν τὸ φάρμακον οὕτως ἐπάνεισιν. Ἐν‐Column end

49

.

156

νοήσας γὰρ, ὅτι μικρὸν ὕστερον καὶ αὐτὸς πείσεται τοῦτο, καὶ πάντες δὲ οἱ μεγάλα φυσῶντες, καὶ ὅτι πρόσκαιρα τὰ παρόντα ἅπαντα, κἂν χρηστὰ ᾖ, κἂν λυπηρὰ, ἀθυμίαν καὶ βασκανίαν ἅπασαν ἀποθέμενος, καὶ κούφην ποιήσας
5τὴν ψυχὴν, καὶ πτερωθεὶς, οὕτως οἴκαδε ἀναστρέψει· καὶ ἐντεῦθεν ἡμερώτερος ἔσται πᾶσι λοιπὸν, ἐπιεικέστε‐ ρος καὶ προσηνέστερος καὶ φιλοσοφώτερος, τοῦ φόβου τῶν μελλόντων ἐπεισελθόντος αὐτοῦ τῇ ψυχῇ, καὶ τὰς ἀκάνθας δαπανήσαντος ἁπάσας. Καὶ ταῦτα πάντα ἐκεῖ‐
10νος συνιδὼν ἔλεγεν ὅτι, Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον πότου· ἐκεῖθεν ῥᾳ‐ θυμία, ἐντεῦθεν ἀγωνία γίνεται· ἐκεῖθεν καταφρόνησις, ἐντεῦθεν φόβος, ὁ πρὸς ἅπασαν ἡμᾶς παιδαγωγῶν ἀρετήν. Εἰ μὴ καλὸν ἦν ὁ φόβος, οὐκ ἂν τοὺς πολλοὺς καὶ
15μακροὺς ἀνήλωσε λόγους ὁ Χριστὸς περὶ τῆς ἐκεῖ κολά‐ σεως καὶ τιμωρίας διαλεγόμενος. Ὁ φόβος οὐδὲν ἕτερόν ἐστιν, ἢ τεῖχος καὶ ἀσφάλεια, καὶ πύργος ἀκαταγώνιστος· καὶ γὰρ πολλῆς ἡμῖν ἀσφαλείας δεῖ, διὰ τὸ πολλὰς εἶναι πανταχοῦ τὰς ἐνέδρας· καθάπερ αὐτὸς οὗτος πάλιν παρ‐
20αινῶν ὁ Σολομὼν ἔλεγεν· Ἐπίγνωθι, ὅτι ἐν μέσῳ πα‐ γίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπα‐ τεῖς. Βαβαὶ πόσων γέμει τοῦτο τὸ ῥῆμα ἀγαθῶν, καὶ οὐκ ἔλαττον ἢ τὸ πρότερον! Ἐγγράψωμεν τοίνυν ἕκαστος ἐπὶ τῆς διανοίας αὐτὸ τῆς
25ἡμετέρας, καὶ περιφέρωμεν ἐπὶ τῆς μνήμης ἀεὶ, καὶ οὐχ ἁμαρτησόμεθα ταχέως. Ἐγγράψωμεν πρότερον αὐτὸ μετὰ ἀκριβείας ἁπάσης μαθόντες· οὐ γὰρ εἶπε, Βλέπε, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, ἀλλ’, Ἐπίγνωθι. Καὶ τίνος ἕνεκεν εἶπεν, Ἐπίγνωθι; Συνεσκίασται, φησὶν, ἡ
30παγίς· τοῦτο γάρ ἐστιν ἡ παγὶς, ὅταν μὴ φανερὸς ὁ ὄλε‐ θρος φαίνηται, μηδὲ δήλη ἡ βλάβη, ἀλλὰ πανταχόθεν περιεσταλμένη παρακέηται· διὰ τοῦτό φησιν, Ἐπίγνωθι· πολλῆς σοι δεῖ τῆς κατανοήσεως καὶ ἀκριβοῦς τῆς ἐρεύ‐ νης. Ὥσπερ γὰρ τὰ παιδία τῇ γῇ τὴν παγίδα, οὕτως ὁ
35διάβολος τὰς ἁμαρτίας ταῖς βιωτικαῖς περιέστειλεν ἡδο‐ ναῖς· ἀλλ’ ἐπίγνωθι διερευνώμενος ἀκριβῶς, καὶ ἐὰν ἐμ‐ πέσῃ κέρδος, μὴ τὸ κέρδος ἴδῃς μόνον, ἀλλ’ ἐρεύνησον ἀκριβῶς, μή που θάνατος καὶ ἁμαρτία εἰς τὸ κέρδος ἔν‐ δον ἐγκέκρυπται· κἂν ἴδῃς, ἀπόφυγε. Πάλιν, ὅταν τέρψις
40καὶ ἡδονὴ παρεμπέσῃ, μὴ τὴν ἡδονὴν ἴδῃς μόνον, ἀλλὰ μή που παρανομία τις ἐν τῷ βάθει τῆς ἡδονῆς συν‐ εσκίασται, μετὰ ἀκριβείας ἐξέτασον, κἂν εὕρῃς, ἀπο‐ πήδησον· κἂν συμβουλεύῃ τις, κἂν κολακεύῃ, κἂν θερα‐ πεύῃ, κἂν τιμὰς ἐπαγγέλληται, κἂν ὁτιοῦν ἕτερον, πάντα
45ἐξετάζωμεν μετὰ ἀκριβείας, καὶ περισκοπῶμεν πάντο‐ θεν μή πού τις βλάβη, μή πού τις κίνδυνος ἀπὸ τῆς συμ‐ βουλῆς, ἢ τῆς τιμῆς, ἢ τῆς θεραπείας ἡμῖν ἐγγίνηται, καὶ μὴ ταχέως καὶ ἀπερισκέπτως ἐπιτρέχωμεν. Εἰ μὲν γὰρ μία καὶ δύο μόνον ἦσαν αἱ παγίδες, εὔκολος ἦν ἡ

49

.

156

(50)

φυλακή· νῦν δὲ τὸ πλῆθος αὐτῶν ἐνδείξασθαι βουλόμενος ὁ Σολομὼν, ἄκουσον πῶς φησιν· Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις· οὐκ εἶπεν, ὅτι Παρὰ πα‐ γίδας διαβαίνεις, ἀλλ’ Ἐν μέσῳ παγίδων. Ἑκατέρωθεν ἡμῖν τὰ βάραθρα, ἑκατέρωθεν οἱ δόλοι. Ἐνέβαλέ τις εἰς
55ἀγορὰν, εἶδεν ἐχθρὸν, ἐφλέγμανεν ἀπὸ τῆς ὄψεως μόνης· εἶδε φίλον εὐδοκιμοῦντα, ἐβάσκηνεν· εἶδε πένητα, κατ‐ εφρόνησε καὶ ὑπερεῖδεν· εἶδε πλούσιον, καὶ ἐφθόνησεν· εἶδέ τινα ἐπηρεαζόμενον, ἀπεδυσπέτησεν· εἶδέ τινα ἐπηρεάζοντα, ἐδυσχέρανεν· εἶδε γυναῖκα εὔμορφον, ἑάλω.
60Εἶδες πόσαι αἱ παγίδες, ἀγαπητέ; Διὰ τοῦτό φησιν·155

49

.

157

Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις. Καὶ ἐν οἰκίᾳ παγίδες, καὶ ἐπὶ τραπέζης παγίδες, καὶ ἐπὶ συλλό‐ γων παγίδες. Πολλάκις ἀπερισκέπτως τις μεταξὺ φίλων θαῤῥῶν ἐφθέγξατό τι τῶν οὐκ ὀφειλόντων ἐξενεχθῆναι
5ῥημάτων, καὶ κίνδυνον ἤνεγκε τοσοῦτον, ὥστε ὁλόκληρον ἀνατρέψαι τὴν οἰκίαν. γʹ. Πανταχόθεν τοίνυν διερευνώμεθα τὰ πράγματα μετὰ ἀκριβείας. Πολλάκις καὶ γυνὴ γέγονε παγὶς τοῖς μὴ προσέχουσι, πολλάκις παιδία, πολλάκις φίλοι, πολλάκις
10γείτονες. Καὶ τίνος ἕνεκεν τοσαῦται παγίδες, φησίν; Ἵνα μὴ κάτωθεν πετώμεθα, ἀλλὰ τὰ ἄνω ζητῶμεν. Καὶ γὰρ τὰ πετεινὰ, ἕως ἂν τὸν ὑψηλὸν ἀέρα τέμνῃ, οὐ ταχέως ἁλίσκεται· οὕτω καὶ σὺ, ἕως ἂν πρὸς τὰ ἄνω βλέπῃς, οὔτε ὑπὸ παγίδος, οὔτε ὑφ’ ἑτέρας τινὸς ἁλώσῃ ῥᾳδίως
15ἐπιβουλῆς. Ἰξευτής ἐστιν ὁ διάβολος· γενοῦ τοίνυν τῶν ἐκείνου καλάμων ὑψηλότερος. Ὁ πρὸς τὸ ὕψος ἀναβὰς οὐκέτι οὐδὲν θαυμάσεται τῶν βιωτικῶν πραγμάτων· ἀλλ’ ὥσπερ, ἐπειδὰν εἰς τὴν κορυφὴν ἀναδράμωμεν τῶν ὀρῶν, μικρὰ καὶ ἡ πόλις ἡμῖν εἶναι δοκεῖ καὶ τὰ τείχη, καὶ
20μυρμήκων δίκην ἐπὶ τῆς γῆς οἱ ἄνδρες ἡμῖν βαδίζοντες φαίνονται· οὕτως ἐπειδὰν ἐπὶ τὴν ὑψηλὴν ἔννοιαν τῆς φιλοσοφίας ἀνέλθῃς, οὐδέν σε τῶν ἐπὶ τῆς γῆς ἐκπλῆξαι δυνήσεται, ἀλλὰ μικρὰ πάντα φανεῖται, καὶ πλοῦτος, καὶ δόξα, καὶ δυναστεία, καὶ τιμὴ καὶ εἴ τι τοιοῦτον
25ἕτερον, ὅταν τὰ ἐν οὐρανοῖς βλέπῃς· καθάπερ οὖν καὶ Παύλῳ μικρὰ πάντα ἐφαίνετο, καὶ νεκρῶν ἀχρηστότερα τὰ λαμπρὰ τοῦ παρόντος βίου. Διὰ τοῦτο καὶ ἐβόα λέγων· Ἐμοὶ κόσμος ἐσταύρωται· διὰ τοῦτο καὶ ἡμῖν παρῄνει λέγων· Τὰ ἄνω φρονεῖτε. Ἄνω; ποῖα λέγεις, εἰπέ μοι;
30ὅπου ἥλιος, ὅπου σελήνη; Οὐχὶ, φησίν. Ἀλλὰ ποῦ; ὅπου ἄγγελοι, ὅπου ἀρχάγγελοι, ὅπου τὰ χερουβὶμ καὶ τὰ σε‐ ραφίμ; Οὐχὶ, φησίν. Ἀλλὰ ποῦ; Ὅπου ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Πειθώμεθα τοίνυν, κἀκεῖνο διηνεκῶς λογιζώμεθα, ὅτι καθάπερ τῷ στρουθίῳ
35ὄφελος οὐδὲν τῶν πτερῶν ὑπὸ τῆς παγίδος ἁλόντι, ἀλλ’ εἰκῆ καὶ μάτην πτερύσσεται· οὕτω καὶ σοὶ τῶν λογισμῶν οὐδὲν ὄφελος, ἐὰν κατὰ κράτος ὑπὸ τῆς πονηρᾶς ἐπιθυ‐ μίας ἁλῷς, ἀλλ’ ὅσα ἂν σκιρτήσῃς, ἑάλως. Διὰ τοῦτο πτερὰ τοῖς στρουθίοις, ἵνα ἐκφύγῃ τὰς παγίδας· διὰ τοῦτο
40λογισμοὶ τοῖς ἀνθρώποις, ἵνα ἐκφύγωσι τὰ ἁμαρτήματα. Τίνα οὖν ἕξομεν συγγνώμην, τίνα δὲ ἀπολογίαν, ὅταν τῶν ἀλόγων ὦμεν ἀνοητότεροι; Ὁ μὲν γὰρ στρουθὸς ἅπαξ ἁλοὺς ὑπὸ παγίδος, εἶτα διαφυγὼν, καὶ ἔλαφος δὲ εἰς δίκτυον ἐμπεσοῦσα καὶ
45διαδρᾶσα, δυσκόλως ἁλώσονται πάλιν τοῖς αὐτοῖς· ἑκάστῳ γὰρ ἡ πεῖρα διδάσκαλος ἀσφαλείας γίνε‐ ται. Ἡμεῖς δὲ πολλάκις τοῖς αὐτοῖς ἁλόντες, τοῖς αὐ‐ τοῖς περιπίπτομεν, καὶ οὐδὲ τῶν ἀλόγων τὸ προνοητικὸν καὶ μεμεριμνημένον οἱ λόγῳ τιμηθέντες μιμούμεθα.

49

.

157

(50)

Ποσάκις οὖν ἰδόντες γυναῖκα, μυρία ἐπάθομεν δεινὰ οἴκαδε ἀναχωρήσαντες, καὶ τὴν ἐπιθυμίαν δεξάμενοι, καὶ ἐπὶ πολλαῖς ὀδυνηθέντες ἡμέραις, ἀλλ’ ὅμως οὐ σω‐ φρονιζόμεθα, ἀλλὰ μόλις τὸ πρότερον θεραπεύσαντες ἕλκος, πάλιν τοῖς αὐτοῖς περιπίπτομεν, καὶ ὑπὸ τῶν αὐ‐
55τῶν ἁλισκόμεθα, καὶ διὰ βραχεῖαν ἡδονὴν ὄψεως, διηνεκῆ
τινα καὶ χρόνιον ὑπομένομεν ὀδύνην. Ἀλλ’ ἐὰν μάθωμενColumn end

49

.

158

συνεχῶς ταύτην ἐπιλέγειν ἑαυτοῖς τὴν ῥῆσιν, πάντων ἀποστησόμεθα τῶν δεινῶν· παγὶς μεγίστη κάλλος γυ‐ ναικός· μᾶλλον δὲ οὐχὶ κάλλος γυναικὸς, ἀλλ’ ἡ ἀκόλα‐ στος ὄψις· μὴ γὰρ δὴ τὰ πράγματα διαβάλλωμεν, ἀλλ’
5ἡμᾶς καὶ τὴν ἡμετέραν ῥᾳθυμίαν· μηδὲ λέγωμεν, Μὴ ἔστωσαν γυναῖκες, ἀλλὰ Μὴ ἔστωσαν μοιχεῖα· μηδὲ λέ‐ γωμεν, Μὴ ἔστω κάλλος, ἀλλὰ Μὴ ἔστω πορνεία· μηδὲ λέγωμεν, Μὴ ἔστω κοιλία, ἀλλὰ Μὴ ἔστω ἀδηφαγία· οὐ γὰρ ἡ κοιλία τὴν ἀδηφαγίαν ποιεῖ, ἀλλ’ ἡ ἡμετέρα ῥᾳθυ‐
10μία. Μὴ λέγωμεν διὰ τὸ φαγεῖν καὶ πιεῖν πάντα τὰ κακά· οὐ γὰρ διὰ τοῦτο, ἀλλὰ διὰ τὴν ῥᾳθυμίαν καὶ τὴν ἀπληστίαν τὴν ἡμετέραν. Οὐκ ἔφαγε γοῦν οὐδὲ ἔπιεν ὁ διάβολος, καὶ κατέπεσεν· ἔφαγε καὶ ἔπιεν ὁ Παῦλος, καὶ εἰς τὸν οὐρανὸν ἀνῆλθε. Πόσων ἀκούω λεγόντων, Μὴ
15ἔστω πενία! Ἐπιστομίζωμεν τοίνυν τοὺς τὰ τοιαῦτα δυσχεραίνοντας· βλασφημία γὰρ τὸ τὰ τοιαῦτα λέγειν ἐστί. Λέγωμεν τοίνυν πρὸς αὐτούς· Μὴ ἔστω μικρο‐ ψυχία· πενία γὰρ μυρία εἰς τὸν βίον ἡμῶν εἰσήγαγεν ἀγαθὰ, καὶ χωρὶς πενίας ὁ πλοῦτος ἄχρηστος. Μὴ
20τοίνυν μήτε τοῦτον μήτε ἐκείνην διαβάλλωμεν· πενία γὰρ καὶ πλοῦτος ὅπλα ἐστὶ πρὸς ἀρετὴν ἑκάτερα φέ‐ ροντα, ἂν ἐθέλωμεν. Ὥσπερ οὖν ὁ γενναῖος στρατιώτης, οἷον ἂν ὅπλον λάβῃ, τὴν οἰκείαν ἀρετὴν ἐπιδείκνυται· οὕτως ὁ ἄνανδρος καὶ δειλὸς ὑφ’ ἑκατέρων ἐμποδίζεται.
25Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀναμνήσθητί μοι τοῦ Ἰὼβ, ὃς ὁμοῦ καὶ πλούσιος καὶ πένης γέγονε, καὶ ἑκάτερα τὰ ὅπλα μετεχειρίσατο, καὶ ἐν ἑκατέροις ἐκράτησε. Καὶ ὅτε μὲν πλούσιος ἦν, ἔλεγεν· Ἡ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο· ὅτε δὲ πένης γέγονεν,
30ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Ὅτε πλούσιος ἦν, πολλὴν τὴν φιλοξενίαν, ὅτε πένης γέγονε, πολλὴν τὴν ὑπομονὴν ἐπεδείξατο. Καὶ σὺ τοίνυν πλούσιος εἶ; πολ‐ λὴν ἐπιδείκνυσο τὴν ἐλεημοσύνην. Πένης γέγονας; πολ‐
35λὴν τὴν καρτερίαν καὶ τὴν ὑπομονήν. Οὔτε γὰρ πλοῦ‐ τος κακὸν, οὔτε πενία ἁπλῶς· ἀλλὰ παρὰ τὴν προαίρε‐ σιν τῶν χρωμένων ἑκάτερα ταῦτα γίνεται. δʹ. Παιδεύσωμεν τοίνυν ἑαυτοὺς μὴ τοιαύτας περὶ τῶν πραγμάτων ἔχειν τὰς κρίσεις, μηδὲ τὰ ἔργα τοῦ Θεοῦ,
40ἀλλὰ τὴν προαίρεσιν τὴν πονηρὰν τῶν ἀνθρώπων δια‐ βάλλειν. Τὸν μικρόψυχον οὐδὲ ὁ πλοῦτος ὠφελῆσαι δύναται· τὸν μεγαλόψυχον οὐδὲ ἡ πενία καταβλάπτει ποτέ. Ἐπιγνῶμεν τοίνυν τὰς παγίδας, καὶ πόῤῥωθεν αὐτῶν
45βαδίζωμεν· ἐπιγνῶμεν τοὺς κρημνοὺς, καὶ μηδὲ ἐγγὺς γινώμεθα. Τοῦτο ἀσφαλείας ἡμῖν ἔσται μεγίστης ὑπόθεσις, τὸ μὴ τὰ ἁμαρτήματα φεύγειν μόνον, ἀλλὰ καὶ τὰ ἀδιάφορα μὲν εἶναι δοκοῦντα, πρὸς δὲ τὰς ἁμαρτίας ἡμᾶς ὑποσκελίζοντα. Οἷόν τι λέγω· Τὸ γελᾷν καὶ ἀστεῖα

49

.

158

(50)

λέγειν οὐ δοκεῖ μὲν ὡμολογημένον ἁμάρτημα εἶναι, ἄγει δὲ εἰς ὡμολογημένον ἁμάρτημα· πολλάκις γοῦν ἀπὸ γέλωτος αἰσχρὰ ῥήματα τίκτεται, ἀπὸ ῥημάτων αἰσχρῶν πράξεις αἰσχρότεραι· πολλάκις ἀπὸ ῥημάτων καὶ γέ‐ λωτος λοιδορία καὶ ὕβρις, ἀπὸ λοιδορίας καὶ ὕβρεως
55πληγαὶ καὶ τραύματα, ἀπὸ τραυμάτων καὶ πληγῶν σφαγαὶ καὶ φόνοι. Ἂν τοίνυν μέλλῃς περὶ σεαυτοῦ κα‐ λῶς βουλεύεσθαι, οὐχὶ τὰ αἰσχρὰ ῥήματα μόνον, οὐδὲ τὰ αἰσχρὰ πράγματα, οὐδὲ τὰς πληγὰς καὶ τὰ τραύματα
καὶ τοὺς φόνους, ἀλλὰ καὶ αὐτὸν τὸν ἄκαιρον γέλωτα157

49

.

159

καὶ αὐτὰ τὰ ἀστεῖα ἀποφεύξῃ ῥήματα, ἐπειδὴ τῶν μετὰ ταῦτα κακῶν ῥίζα ταῦτα ἐγένετο. Διὰ τοῦτο ὁ Παῦλός φησι· Μωρολογία καὶ εὐτραπελία μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. Εἰ γὰρ καὶ αὐτὸ καθ’ ἑαυτὸ μι‐
5κρὸν εἶναι δοκεῖ, ἀλλὰ μεγάλων ἡμῖν κακῶν αἴτιον γί‐ νεται. Πάλιν τὸ τρυφᾷν οὐ δοκεῖ μὲν ἔγκλημα εἶναι φανερὸν καὶ ὡμολογημένον, μεγάλα δὲ ἡμῖν τίκτει κακὰ, μέθην, παροινίαν, πλεονεξίαν, ἁρπαγάς. Ὁ γὰρ δαπα‐ νηρὸς καὶ πολυτελὴς, καὶ λειτουργίας τῇ γαστρὶ λει‐
10τουργῶν ἀφορήτους, καὶ κλέπτειν ἀναγκάζεται πολλάκις, καὶ τὰ ἑτέρων ἁρπάζειν, καὶ πλεονεκτεῖν, καὶ βιάζεσθαι. Ἂν τοίνυν φύγῃς τὸ τρυφᾷν, καὶ πλεονεξίας καὶ ἁρπα‐ γῆς καὶ μέθης καὶ μυρίων κακῶν τὴν ὑπόθεσιν ἀνεῖλες, πόῤῥωθεν τὴν ῥίζαν ἐκτεμὼν τῆς πονηρίας. Διὰ τοῦτο
15καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ἡ σπαταλῶσα χήρα ζῶσα τέθνηκε. Τὸ εἰς τὰ θέατρα ἀναβαίνειν πάλιν, καὶ ἵπ‐ πων ἁμίλλας θεωρεῖν, καὶ κυβεύειν, οὐ δοκεῖ πλημμέ‐ λημα τοῖς πολλοῖς ὡμολογημένον εἶναι, μυρία δὲ εἰς τὸν βίον εἰσάγει κακά. Καὶ γὰρ ἡ ἐν τοῖς θεάτροις διατριβὴ
20πορνείαν, ἀκολασίαν, καὶ πᾶσαν ἀσέλγειαν ἔτεκε, καὶ ἡ τῆς ἁμίλλης τῶν ἵππων θεωρία μάχας, λοιδορίας, πληγὰς, ὕβρεις, ἀπεχθείας διηνεκεῖς ἐπήγαγε· καὶ ἡ περὶ τὸ κυβεύειν σπουδὴ βλασφημίας, ζημίας, ὀργὰς, λοιδορίας, καὶ μυρία ἕτερα τούτων δεινότερα πολλάκις
25εἰργάσατο. Μὴ τοίνυν τὰ ἁμαρτήματα φεύγωμεν μόνον, ἀλλὰ καὶ τὰ δοκοῦντα μὲν ἀδιάφορα εἶναι, κατὰ μικρὸν δὲ ἡμᾶς εἰς τὰς πλημμελείας ἄγοντα ταύτας. Καὶ γὰρ ὁ παρὰ κρημνὸν βαδίζων, κἂν μὴ καταπέσῃ, τρέμει, καὶ πολλάκις ὑπ’ αὐτοῦ τοῦ τρόμου περιτραπεὶς κατ‐
30έπεσεν· οὕτω καὶ ὁ μὴ πόῤῥωθεν φεύγων τὰς ἁμαρτίας, ἀλλ’ ἐγγὺς αὐτῶν βαδίζων, μετὰ φόβου βιώσεται, καὶ πολλάκις εἰς αὐτὰς ἐμπεσεῖται. Καὶ γὰρ ὁ τὰ ἀλλότρια περιεργαζόμενος κάλλη, κἂν μὴ μοιχεύσῃ, τέως ἐπεθύ‐ μησε, καὶ γέγονε κατὰ τὴν ἀπόφασιν τοῦ Χριστοῦ μοι‐
35χός· πολλάκις δὲ ὑπ’ αὐτῆς τῆς ἐπιθυμίας καὶ εἰς τὴν διὰ τῆς πείρας ἁμαρτίαν καταφέρεται. Πόῤῥωθεν τοί‐ νυν ἑαυτοὺς ἀναστείλωμεν τῶν ἁμαρτημάτων. Βούλει σωφρονεῖν; μὴ φύγῃς μοιχείαν μόνον, ἀλλὰ καὶ ἀκόλα‐ στον ὄψιν. Βούλει ῥημάτων αἰσχρῶν εἶναι μακράν; μὴ
40τὰ αἰσχρὰ ῥήματα φύγῃς μόνον, ἀλλὰ καὶ γέλωτα ἄτα‐ κτον, καὶ ἐπιθυμίαν ἅπασαν. Βούλει φόνων εἶναι πόῤῥω; φεῦγε λοιδορίας. Βούλει μέθης ἀφίστασθαι; φεῦγε τρυφὰς καὶ τὰς πολυτελεῖς τραπέζας, καὶ πρόῤῥιζον τὴν κακίαν ἀνάσπασον. Μεγάλη παγὶς γλώσσης ἀκολασία
45καὶ πολλοῦ δεομένη τοῦ χαλινοῦ. Διὰ τοῦτο καί τίς φησι· Παγὶς ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκε‐ ται ῥήμασιν ἰδίου στόματος. εʹ. Πρὸ τῶν ἄλλων τοίνυν ἁπάντων μελῶν ταύτην σω‐ φρονίσωμεν, ταύτην χαλινώσωμεν, καὶ λοιδορίας καὶ

49

.

159

(50)

ὕβρεις καὶ αἰσχρολογίας καὶ κακηγορίας ἀπὸ τοῦ στό‐ ματος ἐξελάσωμεν, καὶ τὴν πονηρὰν τῶν ὅρκων συν‐ ήθειαν· πάλιν γὰρ ἡμᾶς ἐπὶ τὴν αὐτὴν παραίνεσιν ὁ λό‐ γος ἤγαγε. Καίτοι γε ἑσπέρας συνεταξάμην ὑμῶν τῇ ἀγάπῃ, ὡς οὐκέτι περὶ τῆς ἐντολῆς ταύτης ἐρῶ, διὰ τὸ
55πάσας τὰς ἔμπροσθεν ἡμέρας ἀρκούντως περὶ αὐτῆς διειλέχθαι· ἀλλὰ τί πάθω; Ἕως ἂν ἴδω κατορθώσαντας, οὐ στέγω τῆς συμβουλῆς ἀποσχέσθαι· ἐπεὶ καὶ Παῦλος Γαλάταις λέγων, Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρ‐ εχέτω, πάλιν αὐτοῖς φαίνεται συγγενόμενος καὶ δια‐
60λεχθείς. Τοιαῦτα τὰ σπλάγχνα τὰ πατρικὰ, κἂν εἴπω‐
σιν ἀφίστασθαι, οὐκ ἀφίστανται, ἕως ἂν ἴδωσι σωφρο‐Column end

49

.

160

νισθέντας αὐτῶν τοὺς παῖδας. Ἠκούσατε τοῦ προφήτου σήμερον περὶ τῶν ὅρκων ἡμῖν διαλεγομένου; Ἐπέβλεψα τοῖς ὀφθαλμοῖς μου, καὶ εἶδον, φησὶ, καὶ ἰδοὺ δρέπα‐ νον πετόμενον μήκους πηχῶν εἴκοσι, καὶ πλάτους
5πηχῶν δέκα, καὶ εἶπε πρός με· Τί σὺ βλέπεις; Καὶ εἶπον· Ὁρῶ δρέπανον πετόμενον μήκους πηχῶν εἴκοσι, καὶ πλάτους δέκα πηχῶν· καὶ εἰσελεύσεται εἰς τὸν οἶκον, φησὶ, τοῦ ὀμνύοντος τῷ ὀνόματί μου, καὶ καταλύσει ἐν τῷ μέσῳ, καὶ κατασκάψει τοὺς λί‐
10θους καὶ τὰ ξύλα. Τί ποτέ ἐστι τὸ εἰρημένον, καὶ τίνος ἕνεκεν ἐν τάξει δρεπάνης ἡ τοῖς ὀμνύουσιν ἑπομένη τιμωρία φαίνεται, καὶ δρεπάνης πετομένης; Ἵνα τὸ ἄφυκτον τῆς δίκης καὶ τὸ ἀδιεξόδευτον τῆς κολάσεως ἴδῃς. Ξίφος μὲν γὰρ πετόμενον ἴσως τις διαδρᾶναι δυ‐
15νήσεται, δρεπάνην δὲ εἰς τὸν τράχηλον ἐμπεσοῦσαν καὶ ἀντὶ σχοινίου γενομένην, οὐδεὶς ἂν διαφύγοι· ὅταν δὲ καὶ πτερὰ προσῇ, ποία λοιπὸν σωτηρίας ἐλπίς; Τίνος δὲ ἕνε‐ κεν τοὺς λίθους καὶ τὰ ξύλα καταλύει τοῦ ὀμνύοντος; Ἵνα τοῖς ἄλλοις σωφρονισμὸς τὸ πάθος γένηται. Ἐπειδὴ
20γὰρ τὸν ὀμνύοντα ἀποθανόντα ἀνάγκη τῇ γῇ κρύπτεσθαι, ἡ οἰκία καταλυθεῖσα καὶ χῶμα γενομένη τοῖς παριοῦσιν ἅπασι καὶ βλέπουσι παραινέσεται διὰ τῆς ὄψεως, μὴ τὰ αὐτὰ τολμᾷν, ἵνα μὴ τὰ αὐτὰ πάθωσι, καὶ κατήγορος ἔσται τῆς τοῦ τετελευτηκότος ἁμαρτίας διηνεκής. Οὐχ
25οὕτω κεντεῖ ξίφος, ὡς ὅρκου φύσις· οὐχ οὕτως ἀναιρεῖ μάχαιρα, ὡς ὅρκου πληγή. Ὁ ὀμόσας, κἂν δοκῇ ζῇν, ἤδη τετελεύτηκε, καὶ τὴν πληγὴν ἐδέξατο· καὶ καθάπερ ὁ τὸ σπαρτίον λαβὼν, καὶ πρὶν ἢ τὴν πόλιν ἐξελθεῖν, καὶ ἐπὶ τὸ βάραθρον ἐλθεῖν, καὶ δήμιον ἰδεῖν ἐφιστάμενον,
30τέθνηκεν ἅμα τῷ τὰς θύρας ἐξελθεῖν τοῦ δικαστηρίου, οὕτω καὶ ὁ ὀμόσας. Ταῦτα λογιζώμεθα, καὶ μὴ ὁρκί‐ ζωμεν τοὺς ἀδελφούς. Τί ποιεῖς, ἄνθρωπε; ἐπὶ τραπέ‐ ζης ὁρκίζεις ἱερᾶς, καὶ ἔνθα ὁ Χριστὸς κεῖται τεθυμέ‐ νος, ἐκεῖ τὸν ἀδελφὸν καταθύεις τὸν σόν; Καὶ οἱ μὲν
35λῃσταὶ ἐπὶ τῶν ὁδῶν θύουσι, σὺ δὲ ἔμπροσθεν τῆς μητέρος τὸν υἱὸν καταθύεις ἐναγέστερον τοῦ Κάϊν ἐργα‐ ζόμενος φόνον; Ἐκεῖνος μὲν γὰρ ἔθυσε τὸν ἀδελφὸν αὐ‐ τοῦ ἐπὶ τῆς ἐρημίας, καὶ τὸν παρόντα θάνατον· σὺ δὲ θύεις τὸν ἀδελφὸν ἐν μέσῳ τῆς ἐκκλησίας, καὶ τὸν μέλ‐
40λοντα θάνατον τὸν ἀθάνατον. Μὴ γὰρ ἐκκλησία διὰ τοῦτο γέγονεν, ἵνα ὀμνύωμεν; Διὰ τοῦτο γέγονεν, ἵνα εὐχώ‐ μεθα. Μὴ γὰρ τράπεζα διὰ τοῦτο ἕστηκεν, ἵνα ὁρκίζω‐ μεν; Διὰ τοῦτο ἕστηκεν, ἵνα τὰ ἁμαρτήματα λύωμεν, οὐχ ἵνα δεσμῶμεν.
45 Σὺ δὲ εἰ μηδὲν ἕτερον, αὐτὸ γοῦν τὸ βιβλίον αἰδέσθητι ὃ προτείνεις εἰς ὅρκον, καὶ τὸ Εὐαγγέλιον, ὃ μετὰ χεῖρας λαμβάνων κελεύεις ὀμνύναι, ἀνάπτυξον, καὶ ἀκούσας τί περὶ ὅρκων ὁ Χριστὸς ἐκεῖ διαλέγεται, φρίξον, καὶ ἀπό‐ στηθι. Τί οὖν ἐκεῖ περὶ ὅρκων φησίν; Ἐγὼ δὲ λέγω

49

.

160

(50)

ὑμῖν, μὴ ὀμόσαι ὅλως· σὺ δὲ τὸν νόμον τὸν κωλύοντα ὀμνύναι, τοῦτον ὅρκον ποιεῖς; Ὢ τῆς ὕβρεως! ὢ τῆς παροινίας! ταυτὸν γὰρ ποιεῖς, ὥσπερ ἂν εἴ τις τὸν νομο‐ θέτην τὸν κωλύοντα φονεύειν, αὐτὸν σύμμαχον κελεύοι γενέσθαι πρὸς τὴν σφαγήν. Οὐχ οὕτω στένω καὶ δακρύω
55σφαζομένους ἀκούων τινὰς ἐν ταῖς ὁδοῖς, ὡς στένω καὶ δακρύω καὶ φρίττω, ἐπειδὰν ἴδω τινὰ πλησίον τῆς τρα‐ πέζης ταύτης ἐλθόντα, καὶ τὰς χεῖρας θέντα, καὶ τῶν Εὐαγγελίων ἁψάμενον καὶ ὀμνύοντα. Περὶ χρημάτων ἀμφιβάλλεις, εἰπέ μοι, καὶ ψυχὴν ἀναιρεῖς; τί τοσοῦτον
60κερδαίνεις, ὅσον ζημιοῖς καὶ τὴν ψυχήν σου, καὶ τὸν πλη‐159

49

.

161

σίον; Εἰ μὲν πιστεύεις, ὅτι ἀληθής ἐστιν ὁ ἀνὴρ, μὴ ἐπαγάγῃς τοῦ ὅρκου τὴν ἀνάγκην· εἰ δὲ οἶδας, ὅτι ψεύ‐ δεται, μὴ ἀναγκάσῃς ἐπιορκεῖν. Ἀλλ’ ἵνα πληροφορηθῶ, φησίν. Ὅταν μὲν οὖν μὴ ὁρκίσῃς, τότε ἱκανὴν δέξῃ πλη‐
5ροφορίαν. Νῦν μὲν γὰρ ἀναχωρήσας οἴκαδε κατεσθίῃ δι‐ ηνεκῶς ὑπὸ τοῦ συνειδότος ταῦτα λογιζόμενος, ἆρα μὴ μάτην ὥρκωσα; ἆρα μὴ ἐπιώρκησεν; ἆρα μὴ ἐγὼ τῆς ἁμαρτίας ἐγενόμην αἴτιος; Ἂν δὲ μὴ ὁρκώσῃς, ἀναχω‐ ρήσας οἴκαδε πολλὴν δέξῃ παραμυθίαν εὐχαριστῶν τῷ
10Θεῷ, καὶ λέγων· Εὐλογητὸς ὁ Θεὸς, ὅτι κατέσχον ἐμαυ‐ τὸν, καὶ οὐχ ὥρκωσα εἰκῆ οὐδὲ μάτην. Οἰμωζέτω τὸ χρυσίον, ἀπολλύσθω τὰ χρήματα, ὥστε πληροφορίαν ἡμῖν τοῦτο ἐντίθησι μάλιστα, τὸ μὴ παραβῆναι τὸν νό‐ μον, μηδὲ ἕτερον ἀναγκάσαι τοῦτο ποιῆσαι. Ἐννόησαι
15διὰ τίνα οὐχ ὥρκωσας, καὶ ἀρκέσει σοι τοῦτο εἰς παρα‐ μυθίαν καὶ παράκλησιν. Πολλάκις γοῦν μάχης γινομέ‐ νης ὑβριζόμενοι φέρομεν γενναίως, καὶ πρὸς τὸν ὑβρί‐ ζοντα λέγομεν· Τί σοι ποιήσω; ὁ δεῖνά με κωλύει, ὁ προστάτης ὁ σὸς, ἐκεῖνός μου κατέχει τὰς χεῖρας· καὶ
20ἀρκεῖ τοῦτο ἡμῖν εἰς παραμυθίαν. Οὕτω καὶ σὺ, ἐπειδὰν μέλλῃς τινὰ ὁρκίζειν, ἐπίσχες σαυτὸν καὶ κώλυσον, καὶ εἰπὲ πρὸς τὸν μέλλοντα ὀμνύναι· Τί σοι ποιήσω; ὁ Θεὸς ἐκέλευσε μὴ ὁρκίζειν· ἐκεῖνός με κατέχει νῦν. Ἀρκεῖ τοῦτο καὶ εἰς τιμὴν τοῦ νομοθετήσαντος, καὶ εἰς ἀσφά‐
25λειαν σὴν, καὶ εἰς φόβον τοῦ μέλλοντος ὀμνύναι. Ὅταν γὰρ ἐκεῖνος ἴδῃ, ὅτι ὁρκῶσαι ἑτέρους οὕτω δεδοίκαμεν,
πολλῷ μᾶλλον αὐτὸς ὀμόσαι προπετῶς φοβηθήσεται· ἂνColumn end

49

.

162

τοῦτο τὸ ῥῆμα φθέγξῃ, μετὰ πολλῆς οἴκαδε ἀναχωρήσεις τῆς πληροφορίας. Ἄκουσον γοῦν τοῦ Θεοῦ ἐν ταῖς ἐντολαῖς, ἵνα καὶ αὐτὸς ἀκούσῃ σοῦ ἐν ταῖς προσευχαῖς. Τοῦτο τὸ ῥῆμα ἐγγραφήσεται ἄνω, καὶ παραστήσεταί
5σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καὶ πολλὰς ἁμαρτίας δια‐ λύσεται. Καὶ τοῦτο μὴ ἐπὶ τοῦ ὅρκου μόνον, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν πραγμάτων λογιζώμεθα, καὶ ὅταν μέλ‐ λωμέν τι διὰ Θεὸν ποιεῖν ἀγαθὸν, εἶτα φέρῃ ζημίαν τινὰ, μὴ τὴν ζημίαν τὴν ἐκ τοῦ πράγματος βλέπωμεν μόνον,
10ἀλλὰ καὶ τὸ κέρδος, ὃ καρπωσόμεθα ἐκ τοῦ διὰ τὸν Θεὸν ποιῆσαι. Οἷόν τι λέγω· Ὕβρισέ σέ τις; φέρε γενναίως· οἴσεις δὲ γενναίως, ἂν μὴ τὴν ὕβριν ἐννοήσῃς μόνον, ἀλλὰ καὶ τὸ ἀξίωμα τοῦ κελεύοντος φέρειν, καὶ οἴσῃ πράως. Ἔδωκας ἐλεημοσύνην; μὴ τὴν δαπάνην ἐννόει,
15ἀλλὰ καὶ τὴν πρόσοδον τὴν ἀπὸ τῆς δαπάνης. Ἐζημιώ‐ θης χρήματα; εὐχαρίστησον, καὶ μὴ τὴν ὀδύνην τὴν ἀπὸ τῆς ζημίας ἴδῃς μόνον, ἀλλὰ καὶ τὸ κέρδος τὸ ἀπὸ τῆς εὐχαριστίας. Ἂν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν, οὐδὲν ἡμᾶς λυπήσει τῶν ἐμπιπτόντων δεινῶν, ἀλλὰ καὶ κερ‐
20δανοῦμεν ἀπὸ τῶν δοκούντων εἶναι λυπηρῶν, καὶ ζημία πλούτου, καὶ λύπη ἡδονῆς καὶ εὐφροσύνης, καὶ ὕβρις τιμῆς ἡδίων ἔσται καὶ ποθεινοτέρα, καὶ τὰ ἐναντία πάντα εἰς κέρδος ἡμῖν ἀποβήσεται· καὶ ἐνταῦθα πολλῆς ἀπο‐ λαυσόμεθα τῆς γαλήνης, κἀκεῖ τῆς βασιλείας τῶν οὐ‐
25ρανῶν ἐπιτευξόμεθα· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆ‐ ναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύ‐ ματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶ‐
νας τῶν αἰώνων. Ἀμήν.Column end

49

.

161

(30t)

Φημισθείσης εἰς τὸν ἄρχοντα πραίδας, καὶ πάντων περὶ φυγῆς βουλευομένων, τοῦ ἄρχοντος εἰσελ‐
31tθόντος εἰς τὴν ἐκκλησίαν καὶ παρακαλέσαντος, ἐλέχθη ἡ παροῦσα ὁμιλία· καὶ περὶ τοῦ μὴ ὀμνύναι·
32tκαὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ.
33tὉμιλία ιϛʹ.
32 αʹ. Τὸν ἄρχοντα μὲν ἐπῄνεσα τῆς κηδεμονίας, ὅτι τε‐ θορυβημένην τὴν πόλιν ἰδὼν καὶ πάντας περὶ φυγῆς βου‐ λευομένους, εἰσελθὼν παρεκάλεσέ τε ὑμᾶς καὶ εἰς χρηστὰς
35ἤγαγεν ἐλπίδας· ὑπὲρ ὑμῶν δὲ ᾐσχύνθην καὶ ἠρυθρίασα, ὅτι τῆς ἔξωθεν ἐδεήθητε παρακλήσεως μετὰ τοὺς πολ‐ λοὺς καὶ μακροὺς λόγους ἐκείνους. Ηὐξάμην διαστῆναί μοι τὴν γῆν καὶ καταδῦναι, ὅτε ἤκουον αὐτοῦ πρὸς ὑμᾶς διαλεγομένου, καὶ νῦν μὲν παραμυθουμένου, νῦν δὲ
40αἰτιωμένου τὴν ἄκαιρον ταύτην καὶ ἄλογον δειλίαν. Οὐ γὰρ ὑμᾶς παρ’ ἐκείνου διδάσκεσθαι ἔδει, ἀλλ’ ὑμᾶς τοῖς ἀπίστοις ἅπασι γίνεσθαι διδασκάλους. Οὐ γὰρ δικάζεσθαι παρὰ τοῖς ἀπίστοις ὁ Παῦλος ἐπέτρεψε· σὺ δὲ διδασκά‐ λων τῶν ἔξωθεν ἐδεήθης μετὰ τὴν τοσαύτην τῶν πατέ‐
45ρων παραίνεσιν, καὶ δραπέται καὶ μαστιγίαι τινὲς πό‐ λιν τοσαύτην ἀνεπτέρωσαν καὶ εἰς φυγὴν ἐνέβαλον. Ποίοις ὀφθαλμοῖς ἀντιβλέψομεν λοιπὸν τοὺς ἀπί‐ στους, οὕτω ψοφοδεεῖς ὄντες καὶ δειλοί; ποίᾳ γλώττῃ
πρὸς αὐτοὺς διαλεξόμεθα, καὶ πείσομεν θαῤῥεῖν ὑπὲρColumn end

49

.

162

(33)

τῶν ἐπιόντων δεινῶν, λαγωοῦ παντὸς δειλότεροι διὰ τῆς ἀγωνίας γενόμενοι ταύτης; Καὶ τί πάθωμεν, φησίν;
35Ἄνθρωποι γάρ ἐσμεν. Δι’ αὐτὸ μὲν οὖν τοῦτο οὐ χρὴ θορυβεῖσθαι, ἐπειδὴ ἄνθρωποί ἐσμεν, καὶ οὐκ ἄλογα. Ἐκεῖνα ἀπὸ ψόφων καὶ κτύπων ἅπαντα σοβεῖται· οὐ γὰρ ἔχει λογισμὸν τὸν δυνάμενον ἀποκρούσασθαι τὸ δέος· σὺ δὲ λόγῳ καὶ λογισμῷ τετιμημένος, πῶς εἰς τὴν ἐκείνων
40καταπίπτεις δυσγένειαν; Εἰσῆλθέ τις, ἀπήγγειλεν ἔφ‐ οδον στρατιωτῶν; μὴ θορυβηθῇς, ἀλλ’ ἀφεὶς αὐτὸν, κλῖ‐ νον τὰ γόνατα, τὸν Δεσπότην σου παρακάλεσον, στένα‐ ξον πικρὸν, καὶ ἀποκρούσεται τὸ δεινόν. Σὺ μὲν στρατιω‐ τῶν ἔφοδον ἀκούσας οὐκ ἀληθῆ, καὶ τῆς ζωῆς ἐκινδύ‐
45νευσας ἀποῤῥαγῆναι τῆς παρούσης· ὁ δὲ μακάριος Ἰὼβ ἐκεῖνος ἐπαλλήλων ἀγγέλων ἐρχομένων, καὶ τὰ δεινὰ ἀπαγγελλόντων ἀκούων, καὶ προσθέντων τὴν ἀφόρητον τῶν παίδων ἀπώλειαν, οὐκ ἀνῴμωξεν, οὐκ ἐστέναξεν, ἀλλ’ ἐπὶ προσευχὴν ἐτρέπετο, καὶ ηὐχαρίστει τῷ Δεσπό‐

49

.

162

(50)

τῃ. Τοῦτον καὶ σὺ μίμησαι· καὶ ὅταν ἐλθών τις ἀπαγ‐ γείλῃ ὅτι στρατιῶται τὴν πόλιν ἐκύκλωσαν καὶ τὰς οὐ‐ σίας διαρπάζειν μέλλουσι, πρὸς τὸν Δεσπότην σου κα‐ τάφυγε, καὶ εἰπέ· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφεί‐ λατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη
55τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.161

49

.

163

Ἐκεῖνον οὐκ ἐφόβησεν ἡ πεῖρα τῶν πραγμάτων, σὲ καὶ ἡ ἀκοὴ μόνη πτοεῖ; Καὶ τίνος ἂν εἴημεν ἄξιοι λόγου, οἱ καὶ θανάτου κατατολμᾷν κελευσθέντες, καὶ ὑπὸ φήμης ψευ‐ δοῦς οὕτω πτοούμενοι; Ὁ θορυβούμενος καὶ τὸν οὐκ ὄντα
5φόβον συνίστησι καὶ ταραχὴν τὴν μὴ φαινομένην· ὁ δὲ ἐν καταστάσει καὶ γαλήνῃ ψυχῆς ὢν καὶ τὸν ὄντα δια‐ λύει. Οὐχ ὁρᾷς τοὺς κυβερνήτας, ὅτι τῆς θαλάσσης μαι‐ νομένης, νεφῶν συντρεχόντων, βροντῶν καταῤῥηγνυ‐ μένων, πάντων τῶν ἐπὶ τοῦ πλοίου θορυβουμένων, ἐπὶ
10τῶν οἰάκων αὐτοὶ κάθηνται, χωρὶς θορύβου καὶ ταραχῆς τῇ τέχνῃ τῇ ἑαυτῶν προσέχοντες, καὶ σκοποῦντες, ὅπως τὸν ἐπιόντα διακρούσωνται χειμῶνα; Τούτους καὶ σὺ μίμησαι, καὶ τῆς ἱερᾶς ἀγκύρας ἐπιλαβόμενος, τῆς εἰς τὸν Θεὸν ἐλπίδος, ἄσειστος μένε καὶ ἀπερίτρεπτος. Πᾶς
15ὅστις ἀκούει μου τοὺς λόγους τούτους, φησὶ, καὶ οὐ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκο‐ δόμησεν αὑτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ
20κατέπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. Ὁρᾷς ὅτι ἀνοίας ἐστὶ τὸ προκαταπίπτειν καὶ περιτρέπεσθαι; Μᾶλ‐ λον δὲ ἡμεῖς οὐδὲ κατὰ τὸν μωρὸν ἐκεῖνον ἐγενόμεθα, ἀλλὰ καὶ ἐκείνου ἀθλιώτερον κατεπέσομεν. Ἐκείνου μὲν γὰρ ἡ οἰκία μετὰ ποταμοὺς, μετὰ τὸ κατενεχθῆναι τὸν
25ὑετὸν, μετὰ τὸ προσπεσεῖν τοὺς ἀνέμους κατέπεσεν· ἡμεῖς δὲ οὐκ ἀνέμων ἐνεχθέντων, οὐ ποταμῶν προσρη‐ ξάντων, οὐ πνευμάτων προσβαλόντων, πρὸ τῆς πείρας τῶν δεινῶν ἀπὸ τῆς ἀκοῆς μόνης περιετράπημεν, καὶ πάντα, ἅπερ ἐφιλοσοφοῦμεν, ἐξεχέαμεν. Ποίαν οἴεσθέ
30μοι τὴν διάνοιαν εἶναι νῦν; πῶς ἐγκαλύπτεσθαι; πῶς καταδύεσθαι; πῶς ἐρυθριᾷν; Εἰ μὴ πολλὴν παρὰ τῶν πατέρων ὑπέστην ἀνάγκην, οὐδ’ ἂν ἀνέστην, οὐδ’ ἂν διελέχθην ὑπὸ τῆς ἀθυμίας σκοτωθεὶς τῆς ἐπὶ τῇ μικροψυχίᾳ τῇ ὑμετέρᾳ· ἀλλ’ οὐδὲ νῦν δεδύνημαι εἰς
35ἐμαυτὸν ἐπανελθεῖν· οὕτω μοι θυμὸς καὶ ἀθυμία πολιορ‐ κεῖ τὴν ψυχήν. Τίς γὰρ οὐκ ἂν ἀγανακτήσειε, τίς οὐκ ἂν δυσχεράνειεν, ὅταν μετὰ τοσαύτην διδασκαλίαν, Ἑλ‐ λήνων δέησθε διδασκάλων εἰς τὸ παρακληθῆναι καὶ πει‐ σθῆναι γενναίως ἐνεγκεῖν τὸν παρόντα φόβον; Εὔξασθε
40τοίνυν δοθῆναι λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, δυνηθῆναί τε τὴν ἀθυμίαν ἡμᾶς ἀποτινάξασθαι ταύτην καὶ μικρὸν ἀναστῆναι. Καὶ γὰρ σφόδρα κατέβαλεν ἡμῶν τὴν ψυχὴν ἡ ὑπὲρ τῆς ὑμετέρας μικροψυχίας αἰσχύνη. βʹ. Πολλὰ πρώην διελέχθην πρὸς τὴν ὑμετέραν ἀγάπην
45καὶ περὶ παγίδων τῶν πανταχόθεν ἡμῖν κειμένων, καὶ περὶ φόβου καὶ ἀθυμίας, καὶ περὶ πένθους καὶ ἡδονῆς, καὶ περὶ τῆς δρεπάνης τῆς ἐπὶ τὰς οἰκίας τῶν ὀμνυόν‐ των πετομένης· ἀπὸ τῶν πολλῶν δὴ μάλιστα τούτων ἁπάντων ἐκεῖνα διαμνημονεύσατέ μοι τὰ περὶ τῆς δρε‐

49

.

163

(50)

πάνης εἰρημένα τῆς πετομένης, καὶ εἰς τὴν οἰκίαν τοῦ ὀμνύοντος καταλυούσης, καὶ τοὺς λίθους καὶ τὰ ξύλα κατασκαπτούσης καὶ δαπανώσης ἅπαντα. Καὶ μετὰ τού‐ του κἀκεῖνο φυλάττετε, ὅτι τῆς ἐσχάτης ἀνοίας ἐστὶν, Εὐαγγέλιον λαμβάνοντας ὀμνύναι, καὶ τὸν νόμον τὸν κω‐
55λύοντα ὀμνύναι, τοῦτον ὅρκον ποιεῖσθαι· καὶ ὅτι βέλτιον ζημιοῦσθαι χρήματα, ἢ τοῖς πλησίον ὅρκον ἐπαγαγεῖν· ὅτι ἱκανὴ τοῦτο εἰς τὸν Θεὸν γίνεται τιμή. Ὅταν γὰρ εἴπῃς τῷ Θεῷ, ὅτι Διὰ σὲ οὐχ ὥρκωσα τὸν δεῖνα τὸν κε‐ κλοφότα καὶ κακουργήσαντα, ἀντὶ ταύτης σοι τῆς τιμῆς
60πολλὴν καὶ κατὰ παρὸν καὶ μετὰ ταῦτα ἀποδώσει τὴνColumn end

49

.

164

ἀμοιβήν. Ταῦτα καὶ πρὸς ἑτέρους λέγετε, καὶ αὐτοὶ δια‐ φυλάττετε. Οἶδα ὅτι ἐνταῦθα εὐλαβέστεροι γινόμεθα, καὶ πᾶσαν πονηρὰν συνήθειαν ἀποτιθέμεθα· ἀλλὰ τὸ ζητού‐ μενον τοῦτό ἐστιν, ἵνα μὴ ἐνταῦθα φιλοσοφῶμεν μόνον,
5ἀλλ’ ἵνα καὶ ἔξω τὴν εὐλάβειαν ταύτην λαβόντες ἀπέλ‐ θωμεν, ὅπου μάλιστα αὐτῆς δεόμεθα. Καὶ γὰρ οἱ ὑδρευό‐ μενοι οὐ παρὰ τὴν κρήνην μόνον ἔχουσι πεπληρωμένα τὰ ἀγγεῖα, οἴκοι δὲ ἀπελθόντες κενοῦσιν, ἀλλ’ ἐκεῖ μά‐ λιστα αὐτὰ μετὰ ἀσφαλείας ἀποτίθενται, ὥστε μὴ περι‐
10τραπῆναι καὶ μάταιον γενέσθαι τὸν πόνον. Τούτους καὶ ἡμεῖς μιμησώμεθα, καὶ οἴκοι γενόμενοι τηρῶμεν μετὰ ἀκριβείας τὰ εἰρημένα· ὡς ἐὰν ἐνταῦθα μὲν ἦτε πεπληρωμένοι, οἴκοι δὲ ἀναχωρῆτε κενοὶ, τὰ ἀγγεῖα τῆς διανοίας ὑμῶν ἔρημα τῆς ἀκροάσεως ἔχοντες, οὐδὲν ἔσται
15ἐκ τῆς ἐνταῦθα πληρώσεως ὑμῖν ὄφελος. Μή μοι δείξῃς ἐν τῇ παλαίστρᾳ τὸν ἀθλητὴν, ἀλλ’ ἐν τῷ σκάμματι· μή μοι τὴν εὐλάβειαν κατὰ τὸν καιρὸν τῆς ἀκροάσεως, ἀλλὰ κατὰ τὸν καιρὸν τῆς πράξεως. Ἐπαινεῖς τὰ λεγόμενα νῦν· ὅταν σε δέῃ ὀμόσαι, πάντων αὐτῶν ἀναμνήσθητι
20τότε. Ἂν ταχέως τοῦτον κατορθώσητε τὸν νόμον, καὶ ἐφ’ ἕτερα μείζονα τὴν διδασκαλίαν προάξομαι. Ἰδοὺ δεύτε‐ ρον ἔτος ἔχω τοῦτο πρὸς τὴν ὑμετέραν διαλεγόμενος ἀγά‐ πην, καὶ οὐδὲ ἑκατὸν στίχους τῶν Γραφῶν ὑμῖν ἴσχυσα ἐξηγήσασθαι· τὸ δὲ αἴτιον, ὅτι παρ’ ἡμῶν δέεσθε μαν‐
25θάνειν, ἅπερ οἴκοθεν καὶ παρ’ ἑαυτῶν δύνασθε κατορθοῦν· καὶ τὸ πλέον ἡμῖν τῆς παραινέσεως εἰς τὸν ἠθικώτερον ἀναλίσκεται λόγον. Ταῦτα δὲ οὐκ ἐχρῆν οὕτω γίνεσθαι· ἀλλὰ τὴν μὲν τῶν τρόπων ἐπιμέλειαν οἴκοθεν ὑμᾶς καὶ παρ’ ἑαυτῶν παιδεύεσθαι, τῶν Γραφῶν δὲ τὰ
30νοήματα καὶ τὰς θεωρίας ἡμῖν ἐπιτρέπειν. Εἰ δὲ καὶ ἐχρῆν καὶ παρ’ ἡμῶν ὑμᾶς ἀκοῦσαι, πλέον μιᾶς ἡμέ‐ ρας οὐκ ἔδει· οὐδὲ γὰρ ποικίλον τι καὶ δυσεύρετόν ἐστι τὸ λεγόμενον, οὐδὲ κατασκευῆς δεόμενόν τινος. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, σοφισμῶν οὐκ ἔστι καιρός. Ὁ
35Θεὸς εἶπε· Μὴ ὀμόσῃς· μὴ ἀπαίτει με λοιπὸν εὐθύνας. Νόμος ἐστὶ βασιλικός· ὁ θεὶς αὐτὸν οἶδε τὸν λόγον τοῦ νόμου· εἰ μὴ συμφέρον ἦν, οὐκ ἂν ἐκώλυσε, οὐκ ἂν ἀπ‐ ηγόρευσε. Βασιλεῖς εἰσφέρουσι νόμους, καὶ οὐχ ἅπαντας συμφερόντως πολλάκις· ἄνθρωποι γάρ εἰσι καὶ οὐκ ἂν
40δύναιντο τὸ χρήσιμον οὕτως εὑρεῖν, ὥσπερ ὁ Θεὸς, ἀλλ’ ὅμως οὕτω πειθόμεθα· κἂν γυναῖκας ἀγώμεθα, κἂν διαθήκας ποιῶμεν, κἂν οἰκέτας ὠνεῖσθαι μέλλωμεν, κἂν οἰκίας, κἂν ἀγροὺς, κἂν ὁτιοῦν ἕτερον ποιεῖν, οὐκ οἰκείᾳ γνώμῃ ταῦτα πράττομεν, ἀλλ’ ὅπως ἂν ἐκεῖνοι
45διατάξωσι, καὶ τὰ ἡμῶν αὐτῶν διαθέσθαι κατὰ γνώμην τὴν ἡμετέραν οὐκ ἐσμὲν κύριοι καθόλου· ἀλλὰ πολλαχοῦ ταῖς ἐκείνων δουλεύομεν γνώμαις, κἂν ποιήσωμέν τι παρὰ τὸ δοκοῦν ἐκείνοις, ἄκυρον καὶ ἄχρηστον γίνεται. Εἶτα τοῖς μὲν τῶν ἀνθρώπων νόμοις τοσαύτην ἀπονέ‐

49

.

164

(50)

μομεν τιμὴν, τοὺς δὲ τοῦ Θεοῦ νόμους οὕτω καταπατή‐ σομεν, εἰπέ μοι; καὶ ποίας ταῦτα ἀπολογίας ἄξια; ποίας συγγνώμης; Εἶπε· Μὴ ὀμόσῃς· μὴ ἀντινομοθετή‐ σῃς αὐτῷ διὰ τῶν πραγμάτων, ἵνα μετὰ ἀσφαλείας ἅπαν‐ τα καὶ ποιῇς καὶ λέγῃς.
55 γʹ. Ἀλλὰ περὶ μὲν τούτων ἅλις· φέρε δὲ μίαν ῥῆσιν ἐκ τῶν σήμερον ἀναγνωσθέντων παραθέντες ὑμῖν, κατα‐ παύσωμεν τὸν λόγον· Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ, φησὶ, καὶ Τιμόθεος ὁ ἀδελφός. Μέγας ὁ τοῦ Παύλου χρηματισμὸς, οὐκ ἀρχῆς καὶ τιμῆς ὄνομα, ἀλλὰ δεσμὰ
60καὶ ἁλύσεις· ἀληθῶς μέγας· καίτοι πολλὰ αὐτὸν ἕτερα λαμπρὸν ποιεῖ, τὸ εἰς οὐρανὸν ἁρπαγῆναι τρίτον, τὸ εἰς παράδεισον ἀπενεχθῆναι, τὸ ἀκοῦσαι ἄῤῥητα ῥήματα·
ἀλλ’ οὐδὲν τούτων ἔθηκεν, ἀλλ’ ἀντὶ πάντων τὴν ἅλυ‐163

49

.

165

σιν· αὕτη γὰρ αὐτὸν ἐκείνων ἐπιφανέστερον ἐποίει καὶ λαμπρότερον. Τί δήποτε; Ὅτι ἐκεῖνα μὲν τῆς τοῦ Δε‐ σπότου φιλανθρωπίας ἐστὶ χαρίσματα, ταῦτα δὲ τῆς καρ‐ τερίας τοῦ δούλου, καὶ τῆς ὑπομονῆς δείγματα· ἔθος δὲ
5τοῖς φιλοῦσιν ἐπ’ ἐκείνοις μᾶλλον φρονεῖν, ἐφ’ οἷς ἂν πάσχωσιν ὑπὲρ τῶν φιλουμένων, ἢ ἐφ’ οἷς ἂν εὐεργετῶνται παρ’ αὐτῶν. Οὐχ οὕτω βασιλεὺς ἐπὶ τῷ διαδήματι ἐναβρύνεται, ὡς ἐκεῖνος ἐπὶ τοῖς δεσμοῖς ἐκαλλωπίζετο· καὶ μάλα εἰκότως. Διάδημα μὲν γὰρ
10κόσμον μόνον φέρει τῇ στεφανουμένῃ κεφαλῇ, ἡ δὲ ἅλυ‐ σις καὶ κόσμον πολλῷ μείζονα καὶ ἀσφάλειαν. Ὁ στέ‐ φανος ὁ βασιλικὸς πολλάκις προὔδωκε τὴν περικειμένην αὐτὸν κεφαλὴν, καὶ μυρίους ἐπιβούλους ἐπεσπάσατο, καὶ εἰς τυραννίδος ἐπιθυμίαν ἐκάλεσε· καὶ ἐν πολέμοις
15δὲ οὕτως ἐστὶν ἐπισφαλὴς ὁ κόσμος οὗτος, ὡς κρύπτε‐ σθαι αὐτὸν καὶ ἀποτίθεσθαι. Οἱ γοῦν βασιλεῖς ἐν πολέ‐ μοις τὸ σχῆμα ἀμείβοντες, οὕτως ἑαυτοὺς τοῖς πολεμοῦ‐ σιν ἀναμιγνύουσι· τοσαύτη ἡ προδοσία ἀπὸ τοῦ στεφάνου γίνεται. Ἡ δὲ ἅλυσις οὐδὲν τοιοῦτον προξενεῖ τοῖς ἔχου‐
20σιν, ἀλλὰ τοὐναντίον ἅπαν· ὅταν πόλεμος ᾖ καὶ παράταξις πρὸς τοὺς δαίμονας καὶ τὰς ἀντικειμένας δυ‐ νάμεις, προβαλλόμενος αὐτὴν ὁ περικείμενος ἀποκρούε‐ ται τὰς ἐκείνων ἐφόδους. Καὶ τῶν μὲν ἀρχόντων τῶν ἔξωθεν πολλοὶ οὐχ ἡνίκα ἂν ἄρχωσιν, ἀλλὰ καὶ ἡνίκα ἂν
25παραλυθῶσι τῆς ἀρχῆς, περιφέρουσιν αὐτῆς τὸ ὄνομα. Ὁ δεῖνα ἐξ ὑπάτων λέγοντες, ὁ δεῖνα ἐξ ὑπάρχων· οὗτος δὲ ἀντὶ πάντων τούτων, Παῦλος δέσμιος, φησί· καὶ μάλα εἰκότως. Ἐκεῖναι μὲν γὰρ αἱ ἀρχαὶ οὐ πάν‐ τως εἰσὶ τῆς κατὰ ψυχὴν ἀρετῆς ἀποδείξεις· χρημάτων
30γάρ εἰσιν ὠνηταὶ, καὶ φίλων κολακείας δέονται· αὕτη δὲ ἡ ἀρχὴ ἡ ἀπὸ τῶν δεσμῶν τῆς κατὰ ψυχὴν φιλοσοφίας ἐστὶν ἔνδειγμα, καὶ τοῦ περὶ τὸν Χριστὸν πόθου τεκμή‐ ριον μέγιστον· κἀκεῖναι μὲν ἀποπηδῶσι ταχέως, αὕτη δὲ οὐκ ἔχει τὸν διαδεξόμενον ἡ ἀρχή. Ἰδοὺ γοῦν ἐξ ἐκεί‐
35νου μέχρι νῦν πόσος διαγέγονε χρόνος, καὶ λαμπρότε‐ ρον τὸ ὄνομα τοῦ δεσμίου γέγονε τούτου· καὶ ὕπατοι μὲν ἅπαντες, ὅσοι γεγόνασιν ἐν τοῖς ἔμπροσθεν χρόνοις, σε‐ σίγηνται καὶ οὐδὲ ἐκ προσηγορίας εἰσὶ γνώριμοι τοῖς πολλοῖς· τὸ δὲ τοῦ δεσμίου τούτου ὄνομα τοῦ μακαρίου
40Παύλου πολὺ μὲν ἐνταῦθα, πολὺ δὲ ἐν τῇ βαρβάρων χώ‐ ρᾳ, πολὺ δὲ παρὰ Σκύθαις καὶ Ἰνδοῖς, κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης ἔλθῃς τὰ πέρατα, ταύτης ἀκούσῃ τῆς προσηγορίας, καὶ ὅπουπερ ἄν τις ἀφίκηται, Παῦλον παν‐ ταχοῦ ἐν τοῖς ἁπάντων στόμασι περιφερόμενον εἴσεται.
45Καὶ τί θαυμαστὸν, εἰ ἐν γῇ καὶ θαλάττῃ, ὅπου γε καὶ ἐν τοῖς οὐρανοῖς πολὺ τὸ ὄνομα Παύλου παρὰ τοῖς ἀγγέλοις, παρὰ τοῖς ἀρχαγγέλοις καὶ ταῖς ἄνω δυνάμεσι καὶ τῷ τού‐ των βασιλεῖ Θεῷ; Καὶ ποταπὰ ἦν ἐκεῖνα, φησὶ, τὰ δεσμὰ, ὅτι τοσαύτην ἤνεγκε τῷ δεδεμένῳ τὴν δόξαν; οὐκ ἀπὸ σιδή‐

49

.

165

(50)

ρου κατεσκεύαστο; Ἀπὸ σιδήρου μὲν κατεσκεύαστο, ἀλλὰ πολλὴν εἶχεν ἐπανθοῦσαν τοῦ Πνεύματος τὴν χά‐ ριν, ἐπειδὴ διὰ τὸν Χριστὸν αὐτὰ περιέκειτο. Ὢ τοῦ θαύ‐ ματος! οἱ δοῦλοι ἐδέθησαν, ὁ Δεσπότης ἐσταυρώθη, καὶ τὸ κήρυγμα καθ’ ἑκάστην αὔξεται τὴν ἡμέραν, καὶ διὰ
55πραγμάτων, δι’ ὧν ἐνομίζετο κωλύεσθαι, διὰ τούτων ἀνήφθη· καὶ σταυρὸς, καὶ δεσμὰ, ἅπερ ἐδόκει βδέλυγμα εἶναι, ταῦτα νῦν σωτηρίας σύμβολα γέγονε, καὶ παντὸς χρυσίου τὸ σιδήριον ἐκεῖνο ἡμῖν τιμιώτερον ἦν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν αἰτίαν ταύτην καὶ
60τὴν ὑπόθεσιν. Ἀλλ’ ὁρῶ τι καὶ ζήτημα τικτόμενονColumn end

49

.

166

ἡμῖν ἐντεῦθεν· κἂν προσέχητε μετὰ ἀκριβείας, καὶ τὸ ζητούμενον ἐρῶ, καὶ τὴν λύσιν προσθήσω. Τί ποτ’ οὖν ἐστι τὸ ζητούμενον; Εἰσελθὼν οὗτος ὁ Παῦλός ποτε πρὸς τὸν Φῆστον, καὶ διαλεγόμενος αὐτῷ, καὶ ἀπολογούμενος
5περὶ τῶν ἐγκλημάτων ὧν ἐπήγαγον οἱ Ἰουδαῖοι, καὶ λέγων πῶς εἶδε τὸν Ἰησοῦν, πῶς ἤκουσε τῆς μακαρίας ἐκείνης φωνῆς, πῶς διὰ πηρώσεως ἀνέβλεψε, πῶς ἔπεσε καὶ ἀνέστη, πῶς εἰσῆλθεν αἰχμάλωτος εἰς Δαμασκὸν χω‐ ρὶς δεσμῶν δεδεμένος, καὶ περὶ προφητῶν καὶ νόμου
10διαλεχθεὶς, καὶ δείξας ὅτι κἀκεῖνοι προεῖπον ταῦτα ἅπαν‐ τα, εἷλε τὸν δικάζοντα, καὶ σχεδὸν ἔπεισε πρὸς ἑαυτὸν μεταστῆναι. δʹ. Τοιαῦται γὰρ τῶν ἁγίων αἱ ψυχαί· ἐπειδὰν εἰς κινδύνους ἐμπέσωσιν, οὐχ ὅπως ἀπαλλαγῶσι τῶν κιν‐
15δύνων σκοποῦσιν, ἀλλ’ ὅπως τοὺς ἐμβαλόντας θηρεύ‐ σαιεν, ἅπαντα πράττουσι· καθάπερ οὖν καὶ τότε ἐγένετο· εἰσῆλθεν ἀπολογησόμενος, καὶ τὸν δικαστὴν λαβὼν ἀπῄει. Καὶ ταῦτα αὐτὸς ὁ δικαστὴς ἐμαρτύρησε λέγων· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Τοῦτο καὶ σή‐
20μερον γενέσθαι ἐχρῆν, καὶ τὸν ἄρχοντα τοῦτον θαυμάσαι ὑμῶν τὴν μεγαλοψυχίαν, τὴν φιλοσοφίαν, τὴν ἡσυχίαν ἅπασαν, καὶ ἐκ τῆς καταστάσεως ὑμῶν διδασκαλίαν λαβόντα ἀπελθεῖν, θαυμάσαι τὸν σύλλογον, ἐπαινέσαι τὸ συνέδριον, μαθεῖν καὶ ἀπ’ αὐτῶν τῶν πραγμάτων,
25ὅσον τὸ μέσον Ἑλλήνων τε καὶ Χριστιανῶν. Ἀλλ’, ὅπερ ἔλεγον, ἐπειδὴ αὐτὸν εἷλεν ὁ Παῦλος, κἀκεῖνος εἶπεν, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι, ἀπεκρίνατο ὁ Παῦλος οὕτως· Εὐξαίμην ἂν ἔγωγε, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούον‐
30τάς μου γενέσθαι Χριστιανοὺς ἄνευ τῶν δεσμῶν τούτων. Τί λέγεις, ὦ Παῦλε; Ὅταν μὲν Ἐφεσίοις γρά‐ φῃς, λέγεις· Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλή‐ θητε· καὶ ὅταν πρὸς Τιμόθεον διαλέγῃ· Ἐν ᾧ κακο‐
35παθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος· καὶ ὅταν πρὸς Φιλήμονα πάλιν· Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ· καὶ ὅταν Ἰουδαίοις συνδικάζῃ, λέγεις· Ἕνεκα τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι· καὶ Φι‐ λιππησίοις γράφων ἔλεγες· Ὥστε τοὺς πλείονας τῶν
40ἀδελφῶν, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέ‐ ρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν· πανταχοῦ τὴν ἅλυσιν περιφέρεις, πανταχοῦ τὰ δεσμὰ προβάλλῃ, καὶ καυχᾶσαι ἐπὶ τῷ πράγματι· εἰς δικαστήριον δὲ ἐλθὼν προέδωκας τὴν φιλοσοφίαν, ὅτε μάλιστα παῤῥησιάσα‐
45σθαι ἔδει, καὶ τῷ δικαστῇ λέγεις· Εὐξαίμην ἄν σε γε‐ νέσθαι Χριστιανὸν ἄνευ τῶν δεσμῶν τούτων; Καὶ μὴν εἰ καλὰ τὰ δεσμὰ, καὶ οὕτω καλὰ, ὥστε παρέχειν καὶ ἑτέροις θαῤῥεῖν εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας λόγον (σὺ γὰρ αὐτὸ τοῦτο ἔφθης εἰπὼν, ὅτι οἱ πλείονες τῶν

49

.

166

(50)

ἀδελφῶν πεποιθότες τοῖς δεσμοῖς μου τὸν λόγον ἐλάλουν ἀφόβως), τίνος ἕνεκεν ἐπὶ τοῦ δικαστοῦ οὐκ ἐγκαλλωπίζῃ τῷ πράγματι, ἀλλὰ καὶ τοὐναντίον ποιεῖς; Ἆρα οὐ δο‐ κεῖ ζήτημα εἶναι τὸ λεγόμενον; Ἀλλὰ ταχίστην ἐπάγω τὴν λύσιν. Οὐ γὰρ ἐξ ἀγωνίας οὐδὲ δειλίας ὁ Παῦλος
55τοῦτο ἐποίησεν, ἀλλ’ ἀπὸ σοφίας πολλῆς καὶ συνέσεως πνευματικῆς· καὶ πῶς, ἐγὼ λέγω. Πρὸς Ἕλληνα διελέ‐ γετο καὶ ἄπιστον, καὶ οὐκ εἰδότα τὰ ἡμέτερα. Οὐκ ἐβού‐
λετο τοίνυν αὐτὸν ἀπὸ τῶν φορτικῶν ἐναγαγεῖν, ἀλλ’165

49

.

167

ὥσπερ ἔλεγεν, Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος, τοῦτο καὶ ἐνταῦθα ἔπραττεν. Ἂν ἀκούσῃ δεσμὰ, φησὶ, καὶ θλίψεις, εὐθέως ἀποπηδᾷ· οὐκ οἶδε τῶν δεσμῶν τὴν δύναμιν· γενέσθω πρότερον πιστὸς, γευσάσθω τοῦ κη‐
5ρύγματος, καὶ τότε καὶ αὐτὸς ἐπιδραμεῖται τοῖς δεσμοῖς τούτοις. Ἤκουσα τοῦ Δεσπότου μου λέγοντος, ὅτι Οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ πα‐ λαιῷ, ἐπεὶ αἴρει τὸ πλήρωμα αὐτοῦ, καὶ χεῖρον τὸ σχίσμα γίνεται· οὐδὲ βάλλουσιν οἶνον νέον εἰς
10ἀσκοὺς παλαιοὺς, ἐπεὶ ῥήγνυνται οἱ ἀσκοί. Ἡ ψυ‐ χὴ ἡ τούτου ἱμάτιόν ἐστι παλαιὸν, καὶ ἀσκὸς παλαιός· οὐκ ἀνενεώθη τῇ πίστει, οὐκ ἀνεκαινίσθη τῇ τοῦ Πνεύ‐ ματος χάριτι, ἀσθενής ἐστιν ἔτι καὶ γήϊνος, βιω‐ τικὰ φρονεῖ, καὶ πρὸς τὴν κοσμικὴν φαντασίαν ἐπτόηται,
15δόξης ἐρᾷ τῆς παρούσης. Ἂν ἐκ προοιμίων εὐθέως ἀκούσῃ, ὅτι γενόμενος Χριστιανὸς δεσμώτης εὐθέως γε‐ νήσεται καὶ ἅλυσιν περικείσεται, αἰσχυνθεὶς καὶ ἐρυ‐ θριάσας ἀποπηδήσεται τοῦ κηρύγματος· διὰ τοῦτό φησιν, Ἄνευ τῶν δεσμῶν τούτων, οὐκ αὐτὰ τὰ δεσμὰ παραι‐
20τούμενος, μὴ γένοιτο! ἀλλ’ ἐκείνου τῇ ἀσθενείᾳ συγκα‐ ταβαίνων, ἐπεὶ αὐτὸς οὕτως αὐτὰ φιλεῖ καὶ ἀσπάζεται, ὡς γυνὴ φιλόκοσμος τὰ χρυσία τὰ ἑαυτῆς. Πόθεν τοῦτο δῆλον; Χαίρω ἐν τοῖς παθήμασί μου, φησὶ, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων
25τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Καὶ πάλιν· Ὅτι ὑμῖν ἐχαρίσθη ἀπὸ τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Καὶ πάλιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Εἰ τοίνυν χαίρει καὶ καυχᾶται, καὶ χάρισμα
30τὸ πρᾶγμα καλεῖ, εὔδηλον ὅτι διὰ τὴν αἰτίαν ταύτην πρὸς τὸν δικαστὴν διαλεγόμενος ταῦτα ἔλεγεν· ἐπεὶ καὶ εἰς ἀνάγκην ἀλλαχοῦ πάλιν ἐμπεσὼν τοῦ καυχήσα‐ σθαι, τοῦτο αὐτὸ ἐνδείκνυται λέγων· Ἥδιστα οὖν καυ‐ χήσομαι, φησὶν, ἐν ταῖς ἀσθενείαις μου, ἐν ἀνάγ‐
35καις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ· καὶ πάλιν· Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυ‐ χήσομαι. Καὶ ἀλλαχοῦ συγκρίνων ἑαυτὸν ἑτέροις, καὶ τὴν κατὰ σύγκρισιν ὑπεροχὴν ἡμῖν ἐνδεικνύμενος, οὑτω‐
40σί πώς φησι· Διάκονοι Χριστοῦ εἰσι· παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Καὶ δεῖξαι βουλόμενος τὴν ὑπεροχὴν, οὐχ ὅτι νεκροὺς ἀνέστησεν, οὐδ’ ὅτι δαίμονας ἀπήλασεν, οὐδ’ ὅτι λεπροὺς ἐκαθάρισεν, οὐδ’ ὅτι ἄλλο τι τῶν τοιού‐ των ἐποίησεν, εἶπεν, ἀλλὰ τί; Ὅτι τὰ μυρία ἔπαθε δει‐
45νά. Εἰπὼν γοῦν, ὅτι Ὑπὲρ ἐγὼ, ἐπήγαγε τῶν πειρα‐ σμῶν τὸ πλῆθος οὕτω λέγων· Ἐν πληγαῖς ὑπερβαλ‐ λόντως, ἐν θανάτοις πολλάκις, ἐν φυλακαῖς περισ‐ σοτέρως· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθά‐

49

.

167

(50)

σθην· τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πε‐ ποίηκα, καὶ τὰ λοιπὰ ἅπαντα. Οὕτω πανταχοῦ καυχᾶ‐ ται ἐν ταῖς θλίψεσιν ὁ Παῦλος, καὶ ἐγκαλλωπίζεται τῷ πράγματι μεθ’ ὑπερβολῆς· καὶ μάλα εἰκότως. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα τὴν δύναμιν ἐνδείκνυται τοῦ Χριστοῦ,
55ὅτι διὰ τοιούτων ἐκράτησαν οἱ ἀπόστολοι, διὰ δεσμῶν καὶ θλίψεων καὶ μαστίγων καὶ τῶν ἐσχάτων κακῶν. Δύο γὰρ ταῦτα ὁ Χριστὸς ἐπηγγείλατο, θλῖψιν καὶ ἄνεσιν, πόνους καὶ στεφάνους, ἱδρῶτας καὶ ἀμοιβὰς, χρηστὰ καὶ λυπηρά· ἀλλὰ τὰ μὲν λυπηρὰ κατὰ τὸν παρόντα βίον δέδωκε, τὰ δὲ
60χρηστὰ εἰς τὸν μέλλοντα αἰῶνα ἐταμιεύσατο, ὁμοῦ τε δει‐
κνὺς, ὅτι οὐκ ἀπατᾷ τοὺς ἀνθρώπους, καὶ αὐτὸ τῶν δεινῶνColumn end

49

.

168

τὸ φορτικὸν ὑποτέμνεσθαι τῇ τάξει βουλόμενος. Ὁ μὲν γὰρ ἀπατῶν τὰ χρηστὰ προτείνεται πρότερον, καὶ ὕστερον ἐπάγει τὰ λυπηρά. Οἷόν τι λέγω· Ἀνδραποδισταὶ πολλάκις παιδία μικρὰ συλῶντες καὶ κλέπτοντες, οὐ
5πληγὰς καὶ μάστιγας, οὐδ’ ἄλλο τι τῶν τοιούτων ὑπισ‐ χνοῦνται, ἀλλὰ πλακοῦντας καὶ τραγήματα καὶ ἕτερα τοιαῦτα, οἷς ἡ παιδικὴ χαίρειν εἴωθεν ἡλικία, προτεί‐ νουσιν, ἵνα τούτοις ἐκεῖνα δελεασθέντα, καὶ τὴν ἐλευ‐ θερίαν αὐτῶν ἀποδόμενα εἰς κίνδυνον ἐμπέσῃ τὸν ἔσχα‐
10τον. Καὶ ὀρνίθων δὲ καὶ ἰχθύων οἱ θηρευταὶ οὕτω τὰ θηρευόμενα δελεάζουσι, τὴν συνήθη τροφὴν καὶ καθ’ ἡδονὴν τοῖς ἀγρευομένοις οὖσαν πρότερον προτείνοντες, καὶ τὴν παγίδα ταύτῃ περιστέλλοντες. Ὥστε ἀπατών‐ των μάλιστα τοῦτο ἔργον ἐστὶ, πρότερον τὰ χρηστὰ προ‐
15τείνεσθαι, εἶτα ὕστερον ἐπάγειν τὰ λυπηρὰ, κηδομένων δὲ καὶ φροντιζόντων τοὐναντίον ἅπαν. Οἱ γοῦν πατέρες ἀπεναντίας τοῖς ἀνδραποδισταῖς ποιοῦσιν· ὅταν εἰς διδα‐ σκαλεῖον πέμπωσι τὰ παιδία, παιδαγωγοὺς ἐφιστῶσι, πληγὰς ἀπειλοῦσι, φόβον ἐπιτειχίζουσι, καὶ ἐπειδὰν
20τὴν προτέραν ἡλικίαν οὕτως ἀγάγωσι, τότε ἐν ἕξει γε‐ νομένοις αὐτοῖς τιμὰς καὶ δυναστείας καὶ τρυφὴν καὶ τὸν αὐτῶν πλοῦτον ἅπαντα ἐγχειρίζουσιν. εʹ. Οὕτω καὶ ὁ Θεὸς ἐποίησεν, οὐ κατὰ τοὺς ἀνδραποδι‐ στὰς, ἀλλὰ κατὰ τοὺς πατέρας τοὺς κηδομένους· πρότε‐
25ρον εἰς τὰ λυπηρὰ ἐνέβαλε, καθάπερ παιδαγωγοῖς καὶ διδασκάλοις τῇ παρούσῃ θλίψει παραδιδοὺς, ἵνα διὰ τού‐ των παιδευθέντες, σωφρονισθέντες, ὑπομονὴν ἅπασαν ἐπιδειξάμενοι, φιλοσοφίαν ἅπασαν μαθόντες, εἶτα ἐν ἕξει γενόμενοι τὴν βασιλείαν τῶν οὐρανῶν κληρονομήσωμεν·
30πρότερον ἐπιτηδείους κατεσκεύασε πρὸς τὴν οἰκονομίαν τοῦ διδομένου πλούτου, καὶ τότε αὐτὸν ἐγχειρίζει τὸν πλοῦτον. Εἰ γὰρ μὴ τοῦτο ἐποίησεν, ἡ τοῦ πλούτου δό‐ σις, οὐ δωρεὰ, ἀλλὰ κόλασις ἦν καὶ τιμωρία. Καθάπερ γὰρ παῖς ἀνόητος καὶ ἄσωτος τὸν πατρῷον κλῆρον διαδε‐
35ξάμενος ὑπ’ αὐτοῦ τούτου κατακρημνίζεται, φρόνησιν οὐκ ἔχων ἀρκοῦσαν πρὸς τὴν τῶν χρημάτων οἰκονομίαν· εἰ δὲ συνετὸς γένοιτο, καὶ ἐπιεικὴς, καὶ σώφρων, καὶ μέτριος, εἰς δέον οἰκονομῶν τὰ πατρῷα, λαμπρότερος ταύτῃ καὶ περιφανέστερος γίνεται· οὕτω καὶ ἐφ’ ἡμῶν
40ἀνάγκη συμβαίνειν. Ἐπειδὰν σύνεσιν πνευματικὴν δε‐ ξώμεθα, ἐπειδὰν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας καταντήσωμεν οἱ πάντες, τότε ἡμῖν ἐγχειρίζει πάντα, ἅπερ ὑπέσχετο· νυνὶ δὲ καθάπερ παιδία μικρὰ παιδεύει μετὰ παρακλήσεως καὶ παραμυθίας. Καὶ οὐ τοῦτο μό‐
45νον ἐστὶ τὸ κέρδος ἀπὸ τοῦ τὰς θλίψεις προλαβεῖν, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Ὁ μὲν γὰρ πρότερον τρυφῶν, εἶτα μετὰ τὴν τρυφὴν κόλασιν προσδοκῶν, οὐδὲ τῆς παρούσης τρυφῆς αἰσθάνεται, διὰ τὴν προσδοκίαν τῶν ἐπαγομένων δεινῶν· ὁ δὲ πρότερον ὢν ἐν λυπηροῖς,

49

.

168

(50)

εἶτα μετὰ ταῦτα μέλλων ἀπολαύσεσθαι χρηστῶν, καὶ τῶν παρόντων ὑπερορᾷ δυσχερῶν, διὰ τὴν ἐλπίδα τῶν μελ‐ λόντων χρηστῶν. Οὐ τοίνυν ἀσφαλείας ἕνεκεν μόνον τῆς ἡμετέρας, ἀλλὰ καὶ ἡδονῆς καὶ παραμυθίας πρότερα ἔταξεν εἶναι τὰ δεινὰ, ἵνα ταῖς ἐλπίσι τῶν μελλόντων
55κουφιζόμενοι, μηδεμίαν τῶν παρόντων λάβωμεν αἴσθησιν. Καὶ τοῦτο αὐτὸ ὁ Παῦλος δεικνὺς καὶ ἐμφαίνων, ἔλεγεν, ὅτι Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατ‐ εργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα,
60ἀλλὰ τὰ μὴ βλεπόμενα. Ἐλαφρὰν τὴν θλῖψιν ἐκάλε‐ σεν, οὐ παρὰ τὴν οἰκείαν φύσιν τῶν δεινῶν, ἀλλὰ παρὰ
τὴν προσδοκίαν τῶν μελλόντων ἀγαθῶν. Καθάπερ γὰρ ὁ167

49

.

169

ἔμπορος οὐκ αἰσθάνεται τῆς κατὰ τὴν ναυτιλίαν ταλαι‐ πωρίας, τῇ τῶν φορτίων ἐλπίδι κουφιζόμενος, καὶ ὁ πυκτεύων γενναίως φέρει τὰ τραύματα τῆς κεφαλῆς, πρὸς τὸν στέφανον ἀποβλέπων· οὕτω δὴ καὶ ἡμεῖς
5πρὸς τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀτενίζοντες ἀγαθὰ, ὅσα ἂν ἐπιφέρηται δεινὰ, πάντα γενναίως οἴσο‐ μεν τῇ χρηστῇ τῶν μελλόντων ἐλπίδι νευρούμενοι. Ταύ‐ την τοίνυν λαβόντες τὴν ῥῆσιν ἀπέλθωμεν· εἰ γὰρ καὶ ψιλὴ καὶ βραχεῖα, ἀλλὰ πολλὴν ἔχει φιλοσοφίας διδασκα‐
10λίαν. Ὁ ἐν ὀδύνῃ καὶ θλίψει, ἀρκοῦσαν ἔχει παράκλη‐ σιν· ὁ ἐν τρυφῇ καὶ πολυτελείᾳ, μέγαν σωφρονισμόν. Ὅταν γὰρ ἐπὶ τῆς τραπέζης κατακείμενος ἀναμνησθῇς τῆς ῥήσεως ταύτης, ἀποπηδήσεις ταχέως τῆς μέθης καὶ τῆς ἀδηφαγίας, μαθὼν διὰ τῆς λέξεως ταύτης, ὅτι ἐν‐
15αγωνίους ἡμᾶς εἶναι χρή· καὶ πρὸς ἑαυτὸν ἐρεῖς· Παῦλος ἐν δεσμοῖς καὶ δεσμωτηρίοις, ἐγὼ δὲ ἐν μέθῃ καὶ πολυ‐ τελεῖ τραπέζῃ· καὶ ποίας τεύξομαι συγγνώμης; Τοῦτο καὶ γυναιξὶν ἐπιτήδειον τὸ ῥῆμα· αἱ γὰρ φιλόκοσμοι καὶ πολυτελεῖς, καὶ χρυσῷ πάντοθεν ἑαυτὰς καταδεσμοῦ‐
20σαι, τῆς ἁλύσεως ταύτης ἀναμνησθεῖσαι, μισήσουσιν, εὖ οἶδ’ ὅτι, καὶ βδελύξονται τὸν κόσμον ἐκεῖνον, καὶ πρὸς ταῦτα δραμοῦνται τὰ δεσμά. Ἐκεῖνα μὲν γὰρ πολλῶν κακῶν αἴτια γέγονε πολλάκις, καὶ μυρίους πολέμους εἰς τὴν οἰκίαν συνήγαγε, καὶ φθόνους καὶ βασκανίας καὶ
25μῖσος ἔτεκε· ταῦτα δὲ τῆς οἰκουμένης τὰς ἁμαρτίας ἔλυσε, καὶ δαίμονας ἐφόβησε, καὶ διάβολον ἐφυγάδευσε. Μετὰ τούτων ἐν τῷ δεσμωτηρίῳ διατρίβων τὸν δεσμοφύ‐ λακα ἔπεισε, μετὰ τούτων τὸν Ἀγρίππαν ἐπεσπάσατο, μετὰ τούτων πολλοὺς μαθητὰς κατεσκεύασεν ὁ Παῦλος,
30Διὰ τοῦτο καὶ ἔλεγεν· Ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος, ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Καθάπερ γὰρ ἀκτῖνα δῆσαι οὐ δυνατὸν οὐδὲ συγκλεῖσαι ἐν οἰκίᾳ, οὕτως οὐδὲ τοῦ κηρύγματος τὸν λόγον. Καὶ πολλῷ πλέον ὁ διδάσκαλος ἐδέδετο, καὶ ὁ λόγος ἐπέτετο·
35ἐκεῖνος τὸ δεσμωτήριον ᾤκει, καὶ ἡ διδασκαλία πτερω‐ θεῖσα πανταχόσε τῆς οἰκουμένης ἔτρεχε. ϛʹ. Ταῦτ’ οὖν εἰδότες μὴ προκαταπίπτωμεν ἐπὶ τοῖς δεινοῖς, ἀλλὰ μᾶλλον τότε δυνατώτεροι γινώμεθα, τότε ἰσχυρότεροι· Ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται.
40Μὴ ἀλγῶμεν ἐπὶ ταῖς ἐπαγομέναις συμφοραῖς, ἀλλ’ ἐν ἅπασιν εὐχαριστῶμεν τῷ Θεῷ. Δευτέραν ἑβδομάδα τῆς νηστείας παρήλθομεν, ἀλλὰ μὴ τοῦτο σκοπῶμεν· οὐ γὰρ τοῦτό ἐστι παρελθεῖν νηστείαν, ἐὰν τὸν χρόνον παρέλ‐ θωμεν. Τοῦτο λογισώμεθα, εἰ σπουδαιότεροι γεγόναμεν,
45εἰ διωρθώσαμέν τι τῶν ἡμετέρων ἐλαττωμάτων, εἰ τὰ ἁμαρτήματα ἀπενιψάμεθα. Ἔθος ἅπασιν ἐρωτᾷν κατὰ τὴν Τεσσαρακοστὴν, πόσας ἕκαστος ἑβδομάδας ἐνήστευσε· καὶ ἔστιν ἀκοῦσαι λεγόντων τῶν μὲν, ὅτι δύο, τῶν δὲ, ὅτι τρεῖς, τῶν δὲ, ὅτι πάσας ἐνήστευσαν τὰς ἑβδομάδας.

49

.

169

(50)

Καὶ τί τὸ κέρδος, ἐὰν ἔρημοι κατορθωμάτων παρέλθω‐ μεν τὴν νηστείαν; Ἐὰν ἕτερος λέγῃ, ὅτι Πᾶσαν ἐνή‐ στευσα τὴν τεσσαρακοστὴν, σὺ εἰπὲ, ὅτι Ἐχθρὸν εἶχον, καὶ κατηλλάγην· ἔθος εἶχον κακηγορεῖν, καὶ ἐπαυσάμην· ἔθος εἶχον ὀμνύναι, καὶ ἔλυσα τὸ πονηρὸν ἔθος. Οὐδὲν
55ὄφελος τοῖς ἐμπόροις, ἂν πολὺ μῆκος πελάγους παραδράμωσιν, ἀλλ’ ἐὰν μετὰ φορτίων πλέωσι καὶ πολ‐ λῆς τῆς ἐμπορίας· οὐδὲν ὄφελος τῆς νηστείας ἡμῖν, ἂν παρέλθωμεν αὐτὴν ἁπλῶς καὶ εἰκῆ καὶ μάτην. Ἂν τὴν τῶν βρωμάτων νηστεύωμεν νηστείαν, παρελθουσῶν τῶν
60τεσσαράκοντα ἡμερῶν παρέρχεται καὶ ἡ νηστεία· ἐὰνColumn end

49

.

170

δὲ ἁμαρτημάτων ἀπεχώμεθα, καὶ τῆς νηστείας παρελ‐ θούσης ταύτης, ἐκείνη πάλιν μένει, καὶ διηνεκὴς ἔσται ἐντεῦθεν ἡμῖν ἡ ὠφέλεια, καὶ πρὸ τῆς βασιλείας τῶν οὐ‐ ρανῶν οὐ μικρὰς ἡμῖν ἐνταῦθα ἀποδώσει τὰς ἀμοιβάς·
5ὥσπερ γὰρ ὁ ζῶν ἐν πονηρίᾳ, καὶ πρὸ τῆς γεέννης κο‐ λάζεται τῷ συνειδότι κεντούμενος· οὕτως ὁ πλουτῶν ἐν κατορθώμασι, καὶ πρὸ τῆς βασιλείας χαρᾶς μεγίστης ἀπολαύσεται, χρησταῖς ἐντρεφόμενος ἐλπίσι. Διὰ τοῦτο ὁ Χριστός φησι· Πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεσθε,
10καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς λαμβάνει. Βραχὺ τὸ ῥῆ‐ μα, ἀλλὰ πολλὴν ἔχει παραμυθίαν. Τί ποτ’ οὖν ἐστι, Τὴν χαρὰν ὑμῶν οὐδεὶς λαμβάνει; Χρήματα ἂν ἔχῃς, πολλοὶ δύνανταί σου τὴν χαρὰν τὴν ἀπὸ τοῦ πλούτου λαβεῖν, καὶ κλέπτης διορύττων τοῖχον, καὶ οἰκέτης ἀφαι‐
15ρούμενος τὰ ἐμπιστευθέντα, καὶ βασιλεὺς δημεύων, καὶ βάσκανος ἄνθρωπος ἐπηρεάζων. Δυναστείαν ἂν ἔχῃς, πολλοὶ δύνανταί σου λαβεῖν τὴν ἀπὸ ταύτης χαράν· ὅταν γὰρ παραλυθῇ τὰ τῆς ἀρχῆς, παραλυθήσεται καὶ τὰ τῆς ἡδονῆς· καὶ ἐν αὐτῇ δὲ τῇ ἀρχῇ πολλὰ συμπίπτοντα
20πράγματα, δυσκολίαν ἔχοντα καὶ φροντίδας, ὑποτέμνε‐ ταί σου τὴν εὐθυμίαν. Ἰσχὺν σώματος ἐὰν ἔχῃς, νόσος ἐπελθοῦσα κατέλυσε τὴν ἀπὸ ταύτης χαράν· κάλλος ἐὰν ἔχῃς καὶ ὥραν, γῆρας ἐπελθὸν ἐμάρανε καὶ ἀφείλετο τὴν χαράν· τραπέζης ἐὰν ἀπολαύσῃς πολυτελοῦς, ἑσπέ‐
25ρας καταλαβούσης, κατελύθη καὶ ἡ τῆς εὐωχίας χαρά· ἕκαστον γὰρ τῶν βιωτικῶν πραγμάτων εὐεπηρέαστόν ἐστι, καὶ μόνιμον ἡμῖν οὐκ ἰσχύει παρασχεῖν τὴν ἡδονήν· ἡ δὲ εὐσέβεια καὶ ἡ κατὰ ψυχὴν ἀρετὴ τοὐναντίον ἅπαν. Ἐλεημοσύνην ἐὰν ποιήσῃς, οὐδεὶς ἀφελεῖν δύναται τὸ
30κατόρθωμα, κἂν στρατόπεδα, κἂν βασιλεῖς, κἂν μυρίοι συκοφάνται, κἂν ἐπίβουλοι πάντοθεν ἐπιθῶνται, τὸ εἰς τὸν οὐρανὸν ἀποτεθὲν κτῆμα ἀφελέσθαι οὐ δύνανται· ἀλλὰ μένει διηνεκὴς ἡ χαρά. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶ‐
35να· καὶ μάλα εἰκότως. Ἐν γὰρ τοῖς τῶν οὐρανῶν ἀπό‐ κειται ταμιείοις, ὅπου οὐ κλέπτης διορύττει, οὐ λῃστὴς λαμβάνει, οὐ σὴς κατεσθίει. Εὐχὰς ἐὰν εὔξῃ συνεχεῖς καὶ ἐκτενεῖς, τὸν καρπὸν τὸν ἀπὸ τούτων οὐδεὶς συλῆσα. δυνήσεται· καὶ γὰρ οὗτος ὁ καρπὸς ἐν τοῖς οὐρανοῖς ἐῤ‐
40ῥίζωται, πάσης ἐπηρείας ἀπηλλαγμένος, καὶ μένων ἀχείρωτος. Ἐὰν κακῶς παθὼν εὐεργετήσῃς, ἐὰν κακῶς ἀκούσας φιλοσοφήσῃς, ἐὰν λοιδορηθεὶς εὐλογήσῃς, ταῦτα τὰ κατορθώματα μένει διηνεκῶς, καὶ τὴν ἐκ τούτων χαρὰν οὐδεὶς λαμβάνει· ἀλλ’ ὁσάκις ἂν αὐτῶν ὑπομνη‐
45σθῇς, χαίρεις καὶ εὐφραίνῃ, καὶ πολλὴν καρποῦσαι τὴν ἡδονήν. Οὕτω δὴ καὶ τὸ φεύγειν ὅρκον ἐὰν κατορ‐ θώσωμεν, καὶ πείσωμεν τὴν γλῶτταν τὴν ἡμετέραν ἀπέχεσθαι τῆς ὀλεθρίου συνηθείας ταύτης, τὸ μὲν κατ‐ όρθωμα ἔσται ἐν βραχεῖ καιρῷ, ἡ δὲ εὐφροσύνη τοῦ

49

.

170

(50)

κατορθώματος διηνεκῶς καὶ ἀδιαλείπτως. Λοιπὸν ὑμᾶς καὶ ἑτέρων διδασκάλους εἶναι χρὴ καὶ καθηγητὰς, καὶ φίλους τοὺς πλησίον, καὶ τοὺς οἰκέτας δὲ τοὺς συν‐ δούλους, καὶ νέους τοὺς ὁμήλικας λαμβάνειν καὶ παι‐ δεύειν καὶ ἐνάγειν. Ἆρα εἴ τίς σοι χρύσινον ἕνα καθ’
55ἕκαστον διορθούμενον ἄνθρωπον ἐπηγγείλατο, οὐ πᾶσαν ἂν ἐποιήσω σπουδὴν, καὶ διημέρευες προσεδρεύων, πεί‐ θων, παρακαλῶν; Νῦν δὲ οὐχ ἕνα χρύσινον, οὐδὲ δέκα, οὐδὲ εἴκοσι, καὶ ἑκατὸν, καὶ χιλίους, οὐδὲ γῆν ὁλόκληρον
ὑπισχνεῖταί σοι τῶν πόνων τούτων ἀμοιβὴν ὁ Θεός· ἀλλ’169

49

.

171

ὃ τοῦ κόσμου παντὸς μεῖζόν ἐστι, τοῦτό σοι δίδωσι, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον πρὸς τούτῳ. Ποῖον δὴ τοῦτο; Ὁ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται, φησί· τί τούτου γέ‐
5νοιτ’ ἂν ἴσον εἰς τιμῆς λόγον καὶ ἀσφαλείας; Ποία δὲ ἡμῖν ἀπολογία καὶ συγγνώμη μετὰ τὴν τοσαύτην ὑπό‐ σχεσιν τῆς τῶν πλησίον ἀμελοῦσι σωτηρίας; Σὺ δ’ ἂν μὲν εἰς βάραθρον ἴδῃς καταπίπτοντα τυφλὸν, χεῖρα ὀρέ‐ γεις, καὶ νομίζεις ἀνάξιον εἶναι τὸ περιιδεῖν ἀπολλύμε‐
10νον· ὁρῶν δὲ καθ’ ἑκάστην ἡμέραν κατακρημνιζομένους πάντας τοὺς ἀδελφοὺς εἰς τὴν πονηρὰν τῶν ὅρκων συν‐ ήθειαν, οὐδὲ ῥῆμα προέσθαι τολμᾷς; Ἀλλ’ εἶπας ἅπαξ, καὶ οὐκ ἤκουσεν· οὐκοῦν εἰπὲ καὶ δὶς, καὶ τρὶς, καὶ τοσαυτάκις, ἕως ἂν πείσῃς. Καθ’ ἑκάστην ἡμέραν ὁ Θεὸς
15ἡμῖν διαλέγεται, καὶ οὐκ ἀκούομεν, καὶ οὐκ ἀφίσταται
διαλεγόμενος· ταύτην καὶ σὺ μίμησαι τὴν κηδεμονίανColumn end

49

.

172

περὶ τὸν πλησίον. Διὰ τοῦτο μετ’ ἀλλήλων ἐσμὲν, καὶ πόλεις οἰκοῦμεν, καὶ ἐν ἐκκλησίαις συναγόμεθα, ἵνα τὰ ἀλλήλων βάρη βαστάζωμεν, ἵνα τὰ ἀλλήλων ἁμαρτήματα διορθώμεθα. Καὶ καθάπερ ἐργαστήριον ἓν οἰκοῦντες ἄν‐
5θρωποι διαφόρως μὲν ἐμπορεύονται, πάντα δὲ εἰς τὸ κοι‐ νὸν ἀποτίθενται· οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν. Ἅπερ ἂν ἕκαστος ἀγαθὰ δύναται εἰσφέρειν τῷ πλησίον, μὴ ὀκνεί‐ τω, μηδὲ ἀναδυέσθω, ἀλλὰ γινέσθω πραγματεία τις καὶ ἀντίδοσις τοιαύτη πνευματικὴ, ἵνα εἰς τὸ κοινὸν ἅπαν‐
10τα καταθέμενοι, καὶ πολὺν κτησάμενοι πλοῦτον, καὶ μέγαν ποιήσαντες τὸν θησαυρὸν, κοινῇ πάντες τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
15εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

49

.

171

(17t)

Εἰς τοὺς ἄρχοντας τοὺς παρὰ τοῦ βασιλέως Θεοδοσίου ἀποσταλέντας, Ἐλλέβιχον στρατηλάτην καὶ
18tΚαισάριον μάγιστρον, εἰς τὴν τῶν πεπλημμεληκότων ἐξέτασιν διὰ τὴν τῶν ἀνδριάντων κατα‐
19tστροφήν.
20tὉμιλία ιζʹ.
21 αʹ. Εἰς καιρὸν ὑπεψήλαμεν ἅπαντες κοινῇ τήμερον· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὁ ποιῶν θαυ‐ μάσια μόνος. Καὶ γὰρ θαυμαστὰ καὶ παράδοξα γέγονε πράγματα· πόλιν ὁλόκληρον καὶ δῆμον τοσοῦτον κατα‐
25ποντίζεσθαι μέλλοντα καὶ ὑποβρύχιον γίνεσθαι καὶ ἀπόλλυσθαι τέλεον ἀθρόον, ἐν μιᾷ καιροῦ ῥοπῇ τῆς ναυαγίας ἁπάσης ἀπήλλαξεν. Εὐχαριστήσωμεν τοίνυν, μὴ μόνον, ὅτι τὸν χειμῶνα ἔλυσεν, ἀλλ’ ὅτι καὶ γενέ‐ σθαι αὐτὸν συνεχώρησε· μὴ μόνον ὅτι τῆς ναυαγίας ἡμᾶς
30ἀπήλλαξεν, ἀλλ’ ὅτι καὶ πρὸς τοσαύτην ἀγωνίαν κατα‐ πεσεῖν ἀφῆκε, καὶ τὸν περὶ τῶν ἐσχάτων ἡμῖν ἐπικρε‐ μασθῆναι κίνδυνον. Οὕτω καὶ Παῦλος ἐκέλευσεν ἐν παντὶ εὐχαριστεῖν. Ὅταν δὲ εἴπῃ, Ἐν παντὶ εὐχαριστεῖτε, τοῦτο λέγει, μὴ μόνον ἐν τῇ λύσει τῶν δεινῶν, ἀλλὰ
35καὶ ἐν τῷ καιρῷ τῶν δεινῶν· Τοῖς γὰρ ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Εὐχαριστήσωμεν αὐτῷ διὰ τὴν λύσιν τῶν πειρασμῶν, καὶ μὴ ἐπιλαθώμεθα τούτων ποτέ· εὐχαῖς προσέχωμεν, ἱκετηρίαις συνεχέσιν, εὐλαβείᾳ πολλῇ. Ὅτε παρὰ τὴν ἀρχὴν ἡ χαλεπὴ τῶν
40κακῶν τούτων ἀνήφθη πυρὰ, ἔλεγον, ὅτι οὐκ ἔστι καιρὸς διδασκαλίας, ἀλλὰ καιρὸς εὐχῶν· τοῦτο δὴ καὶ νῦν, ἐπει‐ δὴ ἐσβέσθη, λέγω, ὅτι νῦν μάλιστα καιρὸς εὐχῶν ἢ πρό‐ τερον, νῦν μάλιστα καιρὸς δακρύων καὶ κατανύξεως καὶ ψυχῆς πεπονημένης καὶ πολλῆς σπουδῆς καὶ πολλῆς
45ἀσφαλείας. Τότε μὲν γὰρ αὐτὴ τῶν θλίψεων ἡ φύσις καὶ ἄκοντας ἡμᾶς συνέστελλε καὶ σωφρονεῖν παρεσκεύαζε, καὶ πρὸς πλείονα ἤγαγεν εὐλάβειαν· νυνὶ δὲ ἀφαι‐ ρεθέντος τοῦ χαλινοῦ, καὶ τοῦ νέφους παρελθόντος, δέος, μὴ πρὸς ῥᾳθυμίαν ἀποκλίνωμεν, μὴ χαυνότεροι γενώ‐

49

.

171

(50)

μεθα πάλιν ὑπὸ τῆς ἀνέσεως, μὴ καὶ περὶ ἡμῶν εἴπῃ τις· Ὅτε ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Διὰ τοῦτο καὶ Μωϋσῆς Ἰουδαίοις παρῄνει λέγων· Φαγὼν καὶ
πιὼν καὶ ἐμπλησθεὶς μνήσθητι Κυρίου τοῦ Θεοῦ σου.Column end

49

.

172

(20)

Νῦν ὑμῶν ἡ εὐγνωμοσύνη φανεῖται, ἂν ἐπὶ τῆς εὐλα‐ βείας μένητε τῆς αὐτῆς· τότε μὲν γὰρ πολλοὶ τῷ φόβῳ καὶ τῇ τῶν δεινῶν ἐπαγωγῇ τὴν σπουδὴν ὑμῶν ἐλογίζον‐ το· νῦν δὲ καθαρὸν ὑμῶν ἔσται τὸ κατόρθωμα, ἂν μεί‐ νητε τὴν αὐτὴν διατηροῦντες σπουδήν. Ἐπεὶ καὶ παι‐
25δίον, ἕως μὲν ἂν ὑπὸ παιδαγωγοῦ τινος ἄγηται φοβεροῦ, καὶ μετὰ σωφροσύνης καὶ ἐπιεικείας ζῇ, θαυμαστὸν οὐδὲν, ἀλλὰ τῷ τοῦ παιδαγωγοῦ φόβῳ τὴν σωφροσύνην τοῦ νέου λογίζονται πάντες· ὅταν δὲ ἀποθέμενος τὴν ἐκεῖθεν ἀνάγκην, ἐπὶ τῆς αὐτῆς μένῃ σεμνότητος, τότε
30καὶ τὴν ἐπὶ τῆς προτέρας ἡλικίας σωφροσύνην αὐτῷ πάντες λογίζονται. Τοῦτο δὴ καὶ ἡμεῖς ποιήσωμεν· ἐπὶ τῆς αὐτῆς μένωμεν εὐλαβείας, ἵνα καὶ τῆς προτέρας σπουδῆς πολὺν τὸν ἔπαινον παρὰ τοῦ Θεοῦ καρπωσώ‐ μεθα. Μυρία προσεδοκήσαμεν δεινὰ, τὰς οὐσίας δι‐
35αρπαγήσεσθαι πάντων, τὰ οἰκήματα ἐμπρησθήσεσθαι μετὰ τῶν οἰκούντων, τὴν πόλιν ἐκ μέσης ἀναρπασθή‐ σεσθαι τῆς οἰκουμένης, καὶ τὰ λείψανα αὐτῆς ἀπολεῖ‐ σθαι ἅπαντα, ἄροτρον αὐτῆς τὸ ἔδαφος δέξεσθαι· ἀλλ’ ἰδοὺ ταῦτα πάντα ἐπὶ τῆς προσδοκίας ἔστη μόνον καὶ
40εἰς ἔργον οὐκ ἐξῆλθε. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυ‐ μαστὸν, ὅτι τοσοῦτον κίνδυνον ἔλυσεν ὁ Θεὸς, ἀλλ’ ὅτι καὶ μεγάλα ἡμᾶς εὐηργέτησε, καὶ τὴν πόλιν ἡμῶν ἐκό‐ σμησε, καὶ διὰ τοῦ πειρασμοῦ τούτου καὶ τῆς συμφορᾶς δοκιμωτέρους εἰργάσατο· καὶ πῶς, ἐγὼ λέγω.
45 Ὅτε οἱ παρὰ τοῦ βασιλέως ἀποσταλέντες ἐπὶ τὴν τῶν γεγενημένων ἐξέτασιν, τὸ φοβερὸν ἐκεῖνο συνεκρότησαν δικαστήριον, καὶ πάντας ἐπὶ τὰς εὐθύνας τῶν τετολμη‐ μένων ἐκάλουν, καὶ θανάτων διαφόρων προσδοκία πᾶσιν ἦν, τότε οἱ τὰς ἀκρωρείας τῶν ὀρῶν κατοικοῦντες μονα‐

49

.

172

(50)

χοὶ τὴν οἰκείαν ἐπεδείξαντο φιλοσοφίαν. Ἔτεσι γὰρ τοσούτοις ἐν ταῖς αὐτῶν καλύβαις συγκεκλεισμένοι, οὐδε‐ νὸς παρακαλέσαντος, οὐδενὸς συμβουλεύσαντος, ἐπειδὴ τοσοῦτον νέφος εἶδον τὴν πόλιν περιιστάμενον, καταλι‐
πόντες αὐτῶν τὰς σκηνὰς καὶ τὰ σπήλαια, πάντοθεν συν‐171

49

.

173

έῤῥευσαν, καθάπερ ἐξ οὐρανοῦ τινες ἄγγελοι παραγενό‐ μενοι· καὶ ἦν ἰδεῖν τὴν πόλιν ἐοικυῖαν οὐρανῷ τότε, παν‐ ταχοῦ τῶν ἁγίων ἐκείνων φαινομένων, καὶ ἀπὸ τῆς ὄψεως μόνον παρακαλούντων τοὺς ὀδυνωμένους, καὶ πρὸς πᾶσαν
5ὑπεροψίαν συμφορᾶς ἀγόντων. Τίς γὰρ ἰδὼν ἐκείνους οὐκ ἂν κατεγέλασε θανάτου; οὐκ ἂν ὑπερεῖδε ζωῆς; Οὐ τοῦτο δὲ μόνον ἦν τὸ θαυμαστὸν, ἀλλ’ ὅτι καὶ τοῖς ἄρ‐ χουσιν αὐτοῖς προσελθόντες μετὰ παῤῥησίας διελέχθη‐ σαν ὑπὲρ τῶν ὑπευθύνων, καὶ τὸ αἷμα παρεσκευάσαντο
10πάντες ἐκχεῖν, καὶ τὰς κεφαλὰς ἀποθέσθαι, ὥστε τοὺς ἁλόντας τῶν προσδοκωμένων ἐξαρπάσαι δεινῶν, καὶ οὐκ ἔφησαν ἀποστήσεσθαι πρότερον, ἕως ἂν ἢ φείσωνται τοῦ δήμου τῆς πόλεως οἱ δικάζοντες, ἢ κοινῇ μετὰ τῶν ὑπευ‐ θύνων αὐτοὺς πρὸς βασιλέα πέμψωσι. Θεοφιλὴς γάρ
15ἐστι, φησὶν, ὁ κρατῶν τῆς καθ’ ἡμᾶς οἰκουμένης, πι‐ στὸς, ἐν εὐσεβείᾳ ζῶν· ἡμεῖς οὖν αὐτὸν καταλλάξομεν πάντως· οὐκ ἐπιτρέψομεν ὑμῖν οὐδὲ συγχωρήσομεν αἱ‐ μάξαι ξίφος, οὐδὲ ἀποτεμεῖν κεφαλήν. Εἰ δὲ μὴ ἀνά‐ σχοισθε, καὶ ἡμεῖς μετ’ αὐτῶν ἀποθανούμεθα πάντως.
20Δεινὰ μὲν τὰ τετολμημένα καὶ ἡμεῖς ὁμολογοῦμεν, ἀλλ’ οὐχ ὑπερβαίνει τὴν τοῦ βασιλέως φιλανθρωπίαν ἡ τῶν γεγενημένων παρανομία. Λέγεταί τις ἐξ αὐτῶν καὶ ἕτε‐ ρον ῥῆμα γέμον φιλοσοφίας εἰπεῖν, ὅτι οἱ μὲν ἀνδριάν‐ τες οἱ κατενεχθέντες ἀνέστησαν πάλιν, καὶ τὸ οἰκεῖον
25ἀπέλαβον σχῆμα, καὶ τὸ γεγενημένον διόρθωσιν ἔσχε τα‐ χίστην· ὑμεῖς δὲ ἂν τοῦ Θεοῦ τὴν εἰκόνα ἀποκτείνητε, πῶς δυνήσεσθε πάλιν ἀνακαλέσασθαι τὸ πεπλημμελημέ‐ νον; πῶς ἀναστῆσαι τοὺς ἀπολλυμένους, καὶ τὰς ψυχὰς τοῖς σώμασιν ἀποδοῦναι; Πολλὰ καὶ περὶ κρίσεως αὐτοῖς
30διελέχθησαν. βʹ. Τίς οὐκ ἂν ἐκπλαγείη, τίς οὐκ ἂν θαυμάσειε τὴν φιλοσοφίαν τῶν ἀνδρῶν; Εἰ γὰρ μία τῶν ὑπευθύνων μή‐ τηρ γυμνώσασα τὴν κεφαλὴν καὶ τὰς πολιὰς δείξασα, τοῦ μέλλοντος δικάζειν κατασχοῦσα τὸν ἵππον ἀπὸ τοῦ
35χαλινοῦ, καὶ παρατρέχουσα διὰ τῆς ἀγορᾶς οὕτως εἰς τὸ δικαστήριον συνεισῆλθε, πάντες ἐξεπλάγημεν, πάντες ἐθαυμάσαμεν τὴν φιλοστοργίαν, τὴν μεγαλοψυχίαν· πῶς οὐχὶ μᾶλλον τούτους ἐκπλήττεσθαι χρή; Ἐκείνη μὲν γὰρ εἰ καὶ ἀπέθανεν ὑπὲρ τοῦ παιδὸς, οὐδὲν θαυμαστόν·
40μεγάλη γὰρ ἡ τῆς φύσεως τυραννὶς, καὶ ἄμαχος ἡ τῶν ὠδίνων ἀνάγκη· οὗτοι δὲ οὓς οὐκ ἐγέννησαν οὐδὲ ἔθρε‐ ψαν, μᾶλλον δὲ οὓς οὐκ εἶδον, ὧν οὐκ ἤκουσαν, οἷς οὐδέ‐ ποτε συνεγένοντο, οὓς ἀπὸ τῆς συμφορᾶς ἐγνώρισαν μόνης, οὕτως ἐφίλησαν ὡς, εἰ καὶ μυρίας εἶχον
45ψυχὰς, ἑλέσθαι πάσας ὑπὲρ τῆς τούτων ἐπιδοῦναι σωτη‐ ρίας. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι οὐκ ἐσφάγησαν οὐδὲ ἐξέχεαν τὸ αἷμα, ἀλλ’ ὅτι τοσαύτῃ πρὸς τοὺς δικάζοντας ἐχρήσαντο παῤῥησίᾳ, ὅσῃ μόνους τοὺς ἀπεγνωκότας τῆς ἑαυτῶν ψυχῆς χρήσασθαι εἰκὸς ἦν, καὶ μετὰ τοιαύτης

49

.

173

(50)

γνώμης ἀπὸ τῶν ὀρῶν ἐπὶ τὸ δικαστήριον ἔδραμον. Οὐδὲ γὰρ, εἰ μὴ πρότερον ἑαυτοὺς πρὸς πᾶσαν παρεσκεύασαν σφαγὴν, οὐκ ἂν οὕτως ἴσχυσαν πρὸς τοὺς δικάζοντας ἐλευθεροστομῆσαι τότε καὶ τοσαύτην ἐπιδείξασθαι με γαλοψυχίαν. Καὶ γὰρ διημέρευον πρὸ τῶν θυρῶν τοῦ
55δικαστηρίου καθήμενοι, τοὺς ἀπάγεσθαι μέλλοντας ἐξαρ‐ πάσαι τῶν δημίων παρεσκευασμένοι. Ποῦ νῦν εἰσιν οἱ τοὺς τρίβωνας ἀναβεβλημένοι, καὶ βαθὺ γένειον δεικνύντες, καὶ ῥόπαλα τῇ δεξιᾷ φέροντες, οἱ τῶν ἔξωθεν φιλόσοφοι, τὰ κυνικὰ καθάρματα, οἱ τῶν
60ἐπιτραπεζίων κυνῶν ἀθλιώτερον διακείμενοι, καὶ γαστρὸςColumn end

49

.

174

ἕνεκεν πάντα ποιοῦντες; Πάντες κατέλιπον τότε τὴν πόλιν, πάντες ἀπεπήδησαν, εἰς τὰ σπήλαια κατεκρύβησαν, μό‐ νοι δὲ οἱ διὰ τῶν ἔργων ἀληθῶς τὴν φιλοσοφίαν ἐπιδεικνύ‐ μενοι, καθάπερ οὐδενὸς δεινοῦ τὴν πόλιν κατειληφότος,
5οὕτως ἀδεῶς ἐπὶ τῆς ἀγορᾶς ἐφάνησαν. Καὶ οἱ μὲν τὰς πόλεις οἰκοῦντες πρὸς τὰ ὄρη καὶ τὰς ἐρημίας ἀπέπτησαν, οἱ δὲ τῆς ἐρήμου πολῖται εἰς τὴν πόλιν εἰσήλασαν, δεικνύν‐ τες διὰ τῶν ἔργων αὐτῶν, ὅπερ ἐν ταῖς ἔμπροσθεν ἡμέ‐ ραις οὐ διέλιπον λέγων, ὅτι τὸν μετὰ τῆς ἀρετῆς ζῶντα
10οὐδὲ κάμινός τι βλάψαι δυνήσεται. Τοσοῦτόν ἐστι φιλοσο‐ φία ψυχῆς πάντων ὑψηλοτέρα γινομένη, καὶ τῶν χρηστῶν καὶ τῶν λυπηρῶν ἁπάντων· οὔτε γὰρ ἐν ἐκείνοις χαυνοῦ‐ ται, οὔτε ὑπὸ τούτων καταστέλλεται καὶ ταπεινοῦται, ἀλλὰ μένει διὰ πάντων ἴση, τὴν οἰκείαν ἰσχὺν καὶ δύναμιν ἐπι‐
15δεικνυμένη. Τίνα γὰρ οὐκ ἤλεγξεν ἡ τοῦ παρόντος και‐ ροῦ δυσκολία; Οἱ τὰ πρῶτα πολιτευσάμενοι παρ’ ἡμῖν, οἱ ἐν δυναστείαις ὄντες, οἱ πλοῦτον ἄφατον περιβεβλη‐ μένοι, οἱ πολλὴν πρὸς βασιλέα παῤῥησίαν ἔχοντες, τὰς οἰκίας ἀφέντες ἐρήμους ἅπαντες, ὑπὲρ τῆς ἑαυτῶν
20ἐβουλεύοντο σωτηρίας, καὶ φιλία πᾶσα καὶ συγγένεια τότε ἠλέγχετο, καὶ οὓς πάλαι ᾔδεσαν, κατὰ τὸν καιρὸν τῆς συμφορᾶς τούτους ἀγνοεῖν ἐβούλοντο, καὶ ἀγνοεῖσθαι παρ’ ἐκείνων ηὔχοντο· οἱ δὲ μοναχοὶ, ἄνθρωποι πένη‐ τες, ἱματίου πλέον οὐδὲν ἔχοντες εὐτελοῦς, ἐν ἀγροικίᾳ
25βεβιωκότες, οὐδένες εἶναι δοκοῦντες ἔμπροσθεν, ὄρεσι καὶ νάπαις ὁμιλοῦντες, καθάπερ τινὲς λέοντες, μετὰ μεγάλου καὶ ὑψηλοῦ φρονήματος, πάντων δεδοικότων καὶ κατεπτηχότων, εἰς τὸ μέσον στάντες τὸ δεινὸν ἔλυ‐ σαν, οὐκ ἐν πολλαῖς ἡμέραις, ἀλλ’ ἐν βραχείᾳ καιροῦ
30ῥοπῇ. Καὶ καθάπερ οἱ γενναῖοι τῶν ἀριστέων οὐ συμ‐ πλακέντες τοῖς ἐναντίοις, ἀλλὰ καὶ φανέντες ἐπὶ τῆς παρατάξεως μόνον, καὶ βοήσαντες τρέπονται τοὺς ἀν‐ τιπάλους· οὕτω δὴ καὶ οὗτοι ἐν ἡμέρᾳ μιᾷ καὶ κατέβη‐ σαν, καὶ διελέχθησαν, καὶ τὴν συμφορὰν ἔλυσαν, καὶ
35πρὸς τὰ οἰκεῖα ἀνέβησαν καταγώγια. Τοσοῦτόν ἐστιν ἡ παρὰ τοῦ Χριστοῦ τοῖς ἀνθρώποις εἰσενεχθεῖσα φιλοσο‐ φία. Καὶ τί λέγω περὶ τῶν πλουτούντων καὶ τῶν ἐν δυναστείαις ὄντων; ὅπου καὶ αὐτοὶ οἱ δικάζειν λαβόντες ἐξουσίαν, οἱ τὰς ἀνωτάτω διέποντες ἀρχὰς, παρ’
40αὐτῶν τούτων παρακαλούμενοι τῶν μοναχῶν μετὰ συγ‐ γνώμης ποιήσασθαι τὴν ψῆφον, οὐκ ἔφησαν εἶναι κύριοι τοῦ τέλους· σφαλερὸν γὰρ εἶναι καὶ ἐπικίνδυνον οὐχ ὑβρίζειν μόνον εἰς τὸν βασιλέα, ἀλλὰ καὶ τοὺς ὑβρικό‐ τας λαβόντας τιμωρίας ἀφεῖναι χωρίς. Ἀλλ’ οὗτοι πάν‐
45των ἐγένοντο κυριώτεροι, καὶ τῇ μεγαλοψυχίᾳ καὶ τῇ καρτερίᾳ προσεδρεύοντες ἐδυσώπησαν, ἣν οὐκ ἔλαβον παρὰ τοῦ βασιλέως ἐξουσίαν, ταύτην ἐπιδείξασθαι· καὶ ἴσχυσαν, τῶν ὑπευθύνων γενομένων φανερῶν, πεῖσαι τοὺς δικάζοντας μὴ τὴν καταδικάζουσαν ἐξενεγκεῖν ψῆ‐

49

.

174

(50)

φον, ἀλλ’ εἰς τὴν βασιλέως γνώμην ἀναβαλέσθαι τὸ τέ‐ λος, καὶ ὑπέσχοντο πείσειν ἐκεῖνον πάντως δοῦναι συγ‐ γνώμην τοῖς εἰς αὐτὸν ἡμαρτηκόσι, καὶ τῆς ἀποδημίας ἥπτοντο. Ἀλλ’ οἱ δικάζοντες αἰδεσθέντες αὐτῶν τὴν φιλοσοφίαν, καὶ τὸ ὑψηλὸν καταπλαγέντες φρόνημα, οὐ
55συνεχώρησαν στείλασθαι ταύτην τὴν μακρὰν ὁδὸν, ἀλλ’ εἰ φωνὰς αὐτῶν λάβοιεν μόνον ἐν τοῖς γράμμασιν, ἀπελεύσεσθαι καὶ βασιλέα δυσωπήσειν ἀφεῖναι τὴν ὀρ‐ γὴν ἅπασαν, ὃ δὴ καὶ προσδοκῶμεν ἔσεσθαι. Καὶ γὰρ τῆς δίκης λεγομένης, εἰσελθόντες πολλῆς ἐφθέγξαντο
60φιλοσοφίας ῥήματα, καὶ διὰ τῶν γραμμάτων παρεκά‐173

49

.

175

λεσαν τὸν βασιλέα, καὶ τῆς κρίσεως ἀνέμνησαν, καὶ τὰς ἑαυτῶν ἔφασαν ὑποθήσειν κεφαλὰς, εἰ μὴ τοῦτο γένοιτο. Καὶ ταύτας οἱ δικάζοντες διὰ γραμμάτων λαβόντες τὰς φωνὰς, ἀπῆλθον, ὃ παντὸς στεφάνου λαμπρότερον τὴν
5ἡμετέραν κοσμήσει πόλιν. Καὶ νῦν τὰ ἐνταῦθα γεγενη‐ μένα ἀκούσεται μὲν βασιλεὺς, ἀκούσεται δὲ καὶ ἡ με‐ γάλη πόλις, ἀκούσεται δὲ πᾶσα ἡ οἰκουμένη, ὅτι τοιοῦ‐ τοι τὴν Ἀντιοχέων πόλιν οἰκοῦσι μοναχοὶ, ὡς ἀποστο‐ λικὴν ἐπιδείξασθαι παῤῥησίαν· καὶ τῶν γραμμάτων νῦν
10ἀναγιγνωσκομένων ἐν τῷ στρατοπέδῳ, πάντες αὐτῶν θαυμάσονται τὴν μεγαλοψυχίαν, πάντες τὴν πόλιν ἡμῶν μακαριοῦσι, καὶ τὴν πονηρὰν ἀποκρουσόμεθα δόξαν· καὶ εἴσονται πάντες, ὡς τὰ γεγενημένα οὐ τῶν ἐνοικούντων τὴν πόλιν ἦν, ἀλλ’ ἀνθρώπων ξένων καὶ διεφθαρμένων,
15καὶ ὅτι ἱκανὴ τοῦ τῆς πόλεως ἤθους ἀπόδειξις ἡ τῶν μοναχῶν ἔσται μαρτυρία. Μὴ τοίνυν ἀλύωμεν, ἀγαπη‐ τοὶ, ἀλλὰ χρηστὰς προσδοκῶμεν ἐλπίδας. Εἰ γὰρ ἡ πρὸς ἀνθρώπους παῤῥησία τοσοῦτον ἴσχυσε κωλῦσαι δεινὸν, ἡ πρὸς τὸν Θεὸν αὐτῶν παῤῥησία τί οὐκ ἐργάσεται;
20Ταῦτα καὶ πρὸς Ἕλληνας λέγωμεν, ὅταν τολμῶσιν ὑπὲρ φιλοσόφων ἡμῖν διαλέγεσθαι. Ἀπὸ τῶν νῦν εὔδηλον, ὅτι καὶ τὰ πρότερα ἦν ψευδῆ τὰ παρ’ ἐκείνοις· ἀπὸ τούτων δῆλον, ὅτι καὶ τὰ πρότερα ἦν ἀληθῆ τὰ παρ’ ἡμῖν, τὰ περὶ Ἰωάννου καὶ Παύλου καὶ Πέτρου καὶ τῶν ἄλλων
25ἁπάντων. Ἐπειδὴ γὰρ τὴν ἐκείνων εὐσέβειαν διεδέξαντο, διὰ τοῦτο καὶ τὴν αὐτῶν παῤῥησίαν ἐπεδείξαντο· ἐπειδὴ τοῖς αὐτοῖς νόμοις ἐτράφησαν, διὰ τοῦτο καὶ τὴν αὐτῶν ἀρετὴν ἐζήλωσαν. Ὥστε οὐ χρεία γραμμάτων ἡμῖν ὑπὲρ τοῦ δεῖξαι τὴν ἀποστολικὴν ἀρετὴν, τῶν πραγμάτων αὐ‐
30τῶν βοώντων, καὶ τῶν μαθητῶν τοὺς διδασκάλους ἐν‐ δεικνύντων· οὐ χρεία λόγων ἡμῖν, ὥστε τὸν τῶν Ἑλλή‐ νων δεῖξαι λῆρον καὶ τὴν τῶν παρ’ αὐτοῖς φιλοσόφων μικροψυχίαν, τῶν πραγμάτων αὐτῶν βοώντων τῶν νῦν καὶ τῶν προτέρων, ὡς ἅπαντα τὰ παρ’ αὐτοῖς μῦ‐
35θος καὶ σκηνὴ καὶ ὑπόκρισις. Οὐχ οἱ μοναχοὶ δὲ μόνον ἀλλὰ καὶ οἱ ἱερεῖς τὴν αὐτὴν ἐπεδείξαντο μεγαλοψυχίαν, καὶ τὴν ἡμετέραν διενείμαντο σωτηρίαν. Καὶ ὁ μὲν εἰς τὸ στρατόπεδον ἀπῆρε, πάντα δεύτερα θέμενος τῆς ὑμε‐ τέρας ἀγάπης, καὶ αὐτὸς ἕτοιμος ὢν, εἰ μὴ πείσειε τὸν
40βασιλέα, ἀποθανεῖν· οὗτοι δὲ ἐνταῦθα μείναντες, καὶ τὰ αὐτὰ τοῖς μοναχοῖς ἐπιδειξάμενοι, ταῖς οἰκείαις χερσὶ τοὺς δικάζοντας κατέχοντες οὐκ ἐπέτρεπον εἰσελθεῖν, πρὶν ἢ περὶ τοῦ τέλους ὑποσχέσθαι τῆς δίκης· καὶ ἡνίκα μὲν ἑώρων ἀνανεύοντας, πολλῇ τῇ παῤῥησίᾳ καὶ αὐτοὶ
45πάλιν ἐκέχρηντο· ἐπειδὴ δὲ εἶδον ἐπινεύσαντας, ποδῶν ἁψάμενοι καὶ γονάτων, καὶ χεῖρας καταφιλήσαντες, ἑκατέραν τὴν ἀρετὴν μεθ’ ὑπερβολῆς ἐπεδείξαντο, τήν τε ἐλευθερίαν, τήν τε ἐπιείκειαν. Ὅτι μὲν γὰρ οὐκ ἦν θρασύτητος ἡ παῤῥησία, τῷ καταφιλῆσαι γόνατα καὶ

49

.

175

(50)

ποδῶν ἅψασθαι μάλιστα ἔδειξαν· πάλιν ὅτι ταῦτα κολα‐ κεία οὐκ ἦν, οὐδὲ δουλοπρέπειά τις, οὐδὲ ἐξ ἀνελευθέ‐ ρου γνώμης ἐγίνετο, τὰ φθάσαντα ἐμαρτύρησεν αὐτῶν τὴν παῤῥησίαν. Οὐ ταῦτα δὲ μόνον ἀπὸ τοῦ πειρασμοῦ τὰ καλὰ ἐκαρπωσάμεθα, ἀλλὰ καὶ πολλὴν σωφροσύνην,
55πολλὴν ἐπιείκειαν· καὶ μοναστήριον ἡμῖν ἡ πόλις ἐξ‐ αίφνης ἐγένετο. Οὐκ ἄν τις αὐτὴν οὕτως ἐκόσμησεν, εἰ χρυσοῦς ἀνδριάντας ἀνέστησεν ἐπὶ τῆς ἀγορᾶς, ὡς νῦν ἐστι λαμπρὰ καὶ περιφανὴς τοὺς καλοὺς τῆς ἀρετῆς ἀνδριάντας παρασχομένη, καὶ τὸν οἰκεῖον ἐπιδείξασα
60πλοῦτον.Column end

49

.

176

μὲν οὖν φορτικὰ, ἀλλὰ καὶ αὐτὰ πολὺ τὸ κέρδος ἤνεγκε. Τί γὰρ ἐπαχθὲς, εἰπέ μοι, τῶν γενομένων; ὅτι τὴν ὀρ‐ χήστραν ἀνέφραξεν, ὅτι τὸν ἰππόδρομον ἄβατον ἐποίη‐ σεν, ὅτι τὰς τῆς πονηρίας πηγὰς ἀπέκλεισε καὶ κατ‐
5έχωσε; Μηδὲ ἀνοιχθῆναι μὲν οὖν εἴη ταῦτά ποτε. Ἐν‐ τεῦθεν αἱ ῥίζαι τῆς πονηρίας ἐβλάστησαν τῇ πόλει, ἐν‐ τεῦθεν οἱ τὸ ἦθος αὐτῆς διαβάλλοντές εἰσιν, οἱ τὰς αὐτῶν φωνὰς τοῖς ὀρχουμένοις πωλοῦντες, καὶ τριῶν ὀβολῶν τὴν ἑαυτῶν προπίνοντες ἐκείνοις σωτηρίαν, οἱ πάντα
10ἄνω καὶ κάτω κινοῦντες. Διὰ ταῦτα ἀσχάλλεις, ἀγαπη‐ τέ; Διὰ ταῦτα μὲν οὖν καὶ χαίρειν χρὴ, καὶ εὐφραίνε‐ σθαι, καὶ χάριτας ὁμολογεῖν τῷ βασιλεῖ, ὅτι ἡ κόλασις αὐτοῦ διόρθωσις γέγονε, καὶ ἡ τιμωρία παιδαγωγία, καὶ ἡ ὀργὴ διδασκαλία. Ἀλλ’ ὅτι τὰ βαλανεῖα ἡμῖν ἀπο‐
15κέκλεισται; Ἀλλ’ οὐδὲ τοῦτο ἀφόρητον, καὶ ἄκοντας τοὺς τὸν ἁβρὸν καὶ χαῦνον καὶ διαλελυμένον βίον ζῶν‐ τας πρὸς τὴν φιλοσοφίαν ἐπαναγαγεῖν. Ἀλλ’ ὅτι τὸ τῆς πόλεως ἀφεῖλε ἀξίωμα, καὶ οὐκέτι καλεῖσθαι αὐτὴν μη‐ τρόπολιν εἴασεν; Ἀλλὰ τί ποιῆσαι ἐχρῆν; ἐπαινέσαι τὰ
20γεγενημένα, καὶ χάριν ὁμολογῆσαι; Καὶ τίς οὐκ ἂν αὐ‐ τὸν ἐμέμψατο, ὅτι οὐδὲ μέχρι σχήματος ἐπεδείξατο τὴν ἀγανάκτησιν; Οὐχ ὁρᾷς τοὺς πατέρας, ὅτι πολλὰ τοι‐ αῦτα ποιοῦσιν εἰς τοὺς υἱοὺς τοὺς ἑαυτῶν; ἀποστρέφον‐ ται, καὶ τραπέζης εἴργουσι. Τοῦτο καὶ ὁ βασιλεὺς
25ἐποίησε τοιαύτας ἐπιθεὶς τιμωρίας, βλάβην μὲν οὐδε‐ μίαν ἐχούσας, πολλὴν δὲ φερούσας τὴν διόρθωσιν. Ἐννόησον τίνα προσεδοκήσαμεν, καὶ τίνα γέγονε, καὶ τότε μάλιστα εἰσόμεθα τοῦ Θεοῦ τὴν χάριν. Ἀλγεῖς ὅτι τὸ τῆς πόλεως ἀξίωμα ἀφῄρηται; μάθε
30τί ποτέ ἐστι τῆς πόλεως ἀξίωμα, καὶ τότε εἴσῃ σαφῶς, ὅτι ἐὰν οἱ οἰκοῦντες αὐτὸ μὴ προδῶσιν, οὐδεὶς ἕτερος ἀφελέσθαι δυνήσεται ἀξίωμα πόλεως. Οὐ τὸ μητρόπο‐ λιν εἶναι, οὐδὲ τὸ μέγεθος ἔχειν καὶ κάλλος οἰκοδομημά‐ των, οὐδὲ τὸ πολλοὺς κίονας, καὶ στοὰς εὐρείας καὶ πε‐
35ριπάτους, οὐδὲ τὸ πρὸ τῶν ἄλλων ἀναγορεύεσθαι πό‐ λεων, ἀλλ’ ἡ τῶν ἐνοικούντων ἀρετὴ καὶ εὐσέβεια, τοῦτο καὶ ἀξίωμα καὶ κόσμος καὶ ἀσφάλεια πόλεως, ὡς ἂν μὴ τοῦτο ᾖ, πάντων ἐστὶν εὐτελεστέρα, κἂν μυρίας παρὰ βασιλέων ἀπολαύῃ τιμῆς. Βούλει μαθεῖν σου τῆς πό‐
40λεως τὸ ἀξίωμα; βούλει τὰ πάτρια αὐτῆς εἰδέναι; Ἐγὼ ταῦτα μετὰ ἀκριβείας ἐρῶ, οὐχ ἵνα μάθῃς μόνον, ἀλλ’ ἵνα καὶ ζηλώσῃς. Τί ποτ’ οὖν ἐστι τῆς παρ’ ἡμῖν πόλεως τὸ ἀξίωμα; Ἐγένετο πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μα‐ θητὰς χρηματίσαι Χριστιανούς. Τοῦτο δὲ οὐδεμία τῶν
45κατὰ τὴν οἰκουμένην ἔχει πόλεων, οὐδ’ αὐτὴ ἡ Ῥωμύ‐ λου πόλις· διὰ τοῦτο πρὸς ἅπασαν τὴν οἰκουμένην ἀν‐ τιβλέψαι δύναται, διὰ τὸ φίλτρον τὸ περὶ τὸν Χριστὸν, διὰ τὴν παῤῥησίαν, διὰ τὴν ἀνδρείαν ἐκείνην. Βούλει καὶ ἕτερον ἀκοῦσαι τῆς πόλεως ἀξίωμα καὶ ἐγκώμιον;

49

.

176

(50)

Λιμός ποτε χαλεπώτατος ἔμελλεν ἔσεσθαι, καὶ οἱ κατοι‐ κοῦντες ἐν Ἀντιοχείᾳ ὥρισαν, καθὼς ηὐπορεῖτό τις, πέμψαι πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας ἐν Ἱεροσο‐ λύμοις. Ἰδοὺ καὶ δεύτερον ἀξίωμα, ἡ ἐν λιμῷ φιλοφρο‐ σύνη. Οὐ συνέστειλεν αὐτοὺς ὁ καιρὸς, οὐδὲ ὀκνηροτέ‐
55ρους ἐποίησεν ἡ τῆς συμφορᾶς προσδοκία· ἀλλ’ ὅτε πάν‐
τες τὰ ἑτέρων συλλέγουσι, τότε αὐτοὶ τὰ ἑαυτῶν175

49

.

177

προΐεντο, οὐχὶ τοῖς παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς πόῤῥω καθημένοις. Εἶδες πίστιν περὶ τὸν Θεὸν, καὶ ἀγάπην τὴν περὶ τὸν πλησίον; Βούλει καὶ ἕτερον μαθεῖν τῆς πόλεως ταύτης ἀξίωμα; Κατῆλθόν τινες ἀπὸ τῆς Ἰουδαίας εἰς
5Ἀντιόχειαν ἐπιθολοῦντες τὸ κήρυγμα, καὶ Ἰουδαϊκὰς παρεισάγοντες παρατηρήσεις· οὐκ ἤνεγκαν σιγῇ τὴν καινοτομίαν ἐκεῖνοι, οὐδὲ ἡσύχασαν· ἀλλὰ συνελθόντες καὶ ἐκκλησίαν ποιήσαντες, εἰς Ἱεροσόλυμα ἔπεμψαν Παῦλον καὶ Βαρνάβαν, καὶ παρεσκεύασαν τοὺς ἀποστό‐
10λους καθαρὰ δόγματα, πάσης Ἰουδαϊκῆς ἀπηλλαγμένα ἀσθενείας, πανταχοῦ διαπέμψασθαι τῆς οἰκουμένης. Τοῦτο πόλεως ἀξίωμα, τοῦτο προεδρία, τοῦτο μητρόπο‐ λιν αὐτὴν ποιεῖ, οὐκ ἐν τῇ γῇ, ἀλλ’ ἐν τῷ οὐρανῷ· ὡς αἵ γε ἄλλαι πᾶσαι τιμαὶ φθαρταὶ καὶ ἐπίκηροι, καὶ τῷ
15παρόντι συγκαταλύονται βίω, πολλάκις δὲ καὶ πρὸ τοῦ παρόντος βίου τέλος λαμβάνουσι, καθάπερ οὖν καὶ νῦν ἔλαβον. Ἐμοὶ πόλις μὴ ἔχουσα πολίτας θεοφιλεῖς πάσης κώμης ἐστὶν εὐτελεστέρα, καὶ σπηλαίου παντὸς ἀτιμο‐ τέρα. Καὶ τί λέγω περὶ πόλεως; Ἵνα γὰρ μάθῃς ἀκρι‐
20βῶς, ὅτι ἀρετὴ μόνη κοσμεῖ τοὺς ἐνοικοῦντας, οὐδέν σοι λέγω περὶ πόλεως, ἀλλ’ ὃ πάσης πόλεώς ἐστι σεμνότερον, τὸν τοῦ Θεοῦ ναὸν τὸν ἐν Ἱεροσολύμοις εἰς μέσον ἐνεγ‐ κὼν τοῦτο ἀποδεῖξαι πειράσομαι. Οὗτος γὰρ ὁ ναὸς, ἐν ᾧ θυσίαι καὶ εὐχαὶ καὶ λατρεῖαι, ἔνθα τὰ Ἅγια τῶν
25ἁγίων, καὶ τὰ χερουβὶμ, καὶ ἡ διαθήκη, καὶ ἡ στάμνος ἡ χρυσῆ, τὰ μεγάλα σύμβολα τῆς τοῦ Θεοῦ προνοίας τῆς περὶ τὸ γένος ἐκεῖνο, ἔνθα χρησμοὶ ἄνωθεν συνεχεῖς ἐφέροντο, ἔνθα προφῆται ἔνθεοι ἐγένοντο, ἔνθα οὐκ ἀνθρωπίνης τέχνης, ἀλλὰ τῆς τοῦ Θεοῦ σοφίας ἡ
30διατύπωσις ἔργον ἐγίνετο, ἔνθα πολλῷ πάντοθεν οἱ τοῖ‐ χοι κατελάμποντο χρυσίῳ, καὶ πρὸς πᾶσαν ὑπερβολὴν καὶ ὕλης πολυτέλεια καὶ τέχνης ἀκρίβεια συνελθοῦσαι μόνον τοιοῦτον ἐπὶ τῆς γῆς ἔδειξαν ναὸν τότε· μᾶλλον δὲ οὐ τέχνης ἀκρίβεια μόνον, ἀλλὰ καὶ Θεοῦ σοφία τῆς οἰ‐
35κοδομῆς συνεφήψατο ἐκείνης. Οὐ γὰρ οἴκοθεν, οὐδὲ παρ’ ἑαυτοῦ, ἀλλὰ παρὰ τοῦ Θεοῦ πάντα μαθὼν ὁ Σολομὼν, καὶ τὴν ὑπογραφὴν ἐκ τῶν οὐρανῶν κατενεγκὼν, οὕτως αὐτὸν διεχάραξε καὶ ἀνέστησεν. Ἀλλ’ ὅμως ὁ καλὸς οὗτος καὶ θαυμαστὸς ναὸς καὶ ἅγιος, τῶν χρωμένων αὐτῷ
40διαφθαρέντων, οὕτως ἠτιμώθη καὶ κατεφρονήθη, καὶ γέγονε βέβηλος, ὡς πρό γε τῆς ἁλώσεως σπήλαιον αὐτὸν καλεῖσθαι λῃστῶν, καὶ σπήλαιον ὑαίνης· μετὰ δὲ ταῦτα βαρβαρικαῖς καὶ ἀκαθάρτοις καὶ βεβήλοις παραδοθῆναι χερσί. Βούλει καὶ περὶ πόλεων τὸ αὐτὸ τοῦτο μαθεῖν;
45Τί τῶν ἐν Σοδόμοις πόλεων λαμπρότερον ἦν; καὶ γὰρ οἰκίαι καὶ οἰκοδομήματα λαμπρὰ, καὶ τείχη παρ’ αὐτοῖς ἦν, καὶ χώρα λιπαρὰ καὶ εὔγειος, καὶ τῷ παραδείσῳ τοῦ Θεοῦ προσεοικυῖα· ἡ δὲ καλύβη τοῦ Ἀβραὰμ εὐτε‐ λὴς καὶ μικρὰ, καὶ οὐδεμίαν ἔχουσα ἀσφάλειαν· ἀλλὰ

49

.

177

(50)

πολέμου ποτὲ γενομένου βαρβαρικοῦ, τὰς μὲν πόλεις τὰς τειχήρεις κατέσκαψάν τε καὶ εἷλον οἱ βάρβαροι, καὶ τοὺς ἐνοικοῦντας λαβόντες αἰχμαλώτους ἀπῆλθον, τὸν δὲ τῆς ἐρήμου πολίτην Ἀβραὰμ οὐκ ἤνεγκαν ἐπελθόντα· καὶ μάλα εἰκότως· τῆς γὰρ ἀπὸ τοῦ πλήθους καὶ τῶν τειχῶν
55ἀσφαλείας πολλῷ μείζονα εἶχε δύναμιν, τὴν εὐσέβειαν. Εἰ Χριστιανὸς εἶ, πόλιν οὐκ ἔχεις ἐπὶ τῆς γῆς· τῆς πόλεως ἡμῶν τεχνίτης καὶ δημιουργός ἐστιν ὁ Θεός· κἂν
ἅπασαν λάβωμεν τὴν οἰκουμένην, ξένοι καὶ παρεπίδη‐Column end

49

.

178

μοι πάσης ἐσμέν. Εἰς τὸν οὐρανὸν ἐνεγράφημεν, ἐκεῖ πολιτευόμεθα· μὴ κατὰ τὰ παιδία τὰ μικρὰ τῶν μεγά‐ λων ὑπερορῶντες, τὰ μικρὰ θαυμάζωμεν. Οὐ μέγεθος πόλεως, ἀλλὰ ψυχῆς ἀρετὴ κόσμος ἐστὶ
5καὶ ἀσφάλεια. Εἰ δὲ ἀξίωμα εἶναι νομίζεις πόλεως, ἐν‐ νόησον πόσοι πορνοκόποι, πόσοι μαλακοὶ καὶ διεφθαρμέ‐ νοι καὶ μυρίων γέμοντες κακῶν κοινωνοῦσί σοι τῆς ἀξίας ταύτης, καὶ καταφρόνησόν ποτε τῆς τιμῆς ταύτης. Ἀλλ’ οὐκ ἐκείνη τοιαύτη· καὶ γὰρ ἀδύνατόν ἐστιν αὐτῆς με‐
10τασχεῖν τὸν μὴ πᾶσαν ἐπιδειξάμενον ἀρετήν. Μὴ τοίνυν ἀνόητοι γινώμεθα, ἀλλὰ τότε ἀλγῶμεν, ὅταν τὸ ἀξίωμα ἡμῶν τῆς ψυχῆς ἀφέληταί τις, ὅταν ἁμαρτίαν ἐργασώ‐ μεθα, ὅταν τῷ κοινῷ πάντων Δεσπότῃ προσκρούσωμεν· ὡς τά γε νῦν γεγενημένα οὐ μόνον οὐδὲν παραβλάψει
15τὴν πόλιν, ἀλλ’ ἐὰν νήφωμεν, καὶ ὠφελήσει τὰ μέγιστα. Καὶ γὰρ γυναικὶ νῦν ἔοικεν ἡμῖν ἡ πόλις εὐσχήμονι καὶ ἐλευθέρᾳ καὶ σώφρονι· ὁ φόβος ἐπιεικεστέραν αὐτὴν καὶ σεμνοτέραν ἐποίησε, καὶ τῶν μιαρῶν ἐκείνων τῶν τὰ γεγενημένα τολμησάντων ἀπήλλαξε. Μὴ τοίνυν
20γυναικώδεις θρηνῶμεν θρήνους· καὶ γὰρ ἤκουσα πολλῶν κατὰ τὴν ἀγορὰν λεγόντων· Οὐαί σοι, Ἀντιόχεια! τί σοι γέγονε; πῶς ἠτιμώθης; καὶ ἀκούσας κατεγέλασα τῆς παιδικῆς τῶν ταῦτα λεγόντων διανοίας. Οὐ γὰρ νῦν ταῦτα λέγειν χρή· ἀλλ’ ὅταν ἴδῃς ὀρχουμένους, μεθύον‐
25τας, ᾄδοντας, βλασφημοῦντας, ὀμνύοντας, ἐπιορκοῦντας, ψευδομένους, τότε ταύτην ἐπίλεγε τὴν ῥῆσιν· Οὐαί σοι πόλις! τί σοι γέγονεν; ἐὰν δὲ ἴδῃς τὴν ἀγορὰν ὀλίγους ἔχουσαν ἄνδρας ἐπιεικεῖς καὶ σώφρονας καὶ μετρίους, μακάριζε τὴν πόλιν ἐκείνην. Οὐδὲν γὰρ ἡ ὀλιγότης αὐ‐
30τὴν παραβλάψαι ποτὲ δυνήσεται, τῆς ἀρετῆς προσούσης, ὥσπερ οὖν τὸ πλῆθος οὐδὲν ὠφελήσει ποτὲ, κακίας οὔ‐ σης. Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, φησὶν, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Οὐδέν με τὸ πλῆθος δυσωπῆσαι δυνήσεται, φησίν· οὕτω
35καὶ ὁ Χριστὸς ἐποίησεν· ἐταλάνισε πόλεις οὐ δι’ ὀλιγό‐ τητα, οὐ διὰ τὸ μὴ εἶναι μητροπόλεις· καὶ τὴν Ἱερου‐ σαλὴμ πάλιν δι’ αὐτὸ τοῦτο ἐταλάνισεν οὕτω λέγων· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους
40πρὸς αὐτήν. Τί γάρ μοι τὸ πλῆθος ὄφελος φέρει, εἰπέ μοι, ἂν μετὰ κακίας ᾖ πολιτευόμενον; Τοὐναντίον μὲν οὖν καὶ βλάβος ἀπὸ τούτου γίνεται. Νῦν οὖν τὰ γεγενη‐ μένα κακὰ τί ἄλλο εἰργάσατο; οὐχ ἡ ῥᾳθυμία, καὶ ἡ ὀλιγωρία, καὶ ἡ μοχθηρία τῶν ἐνοικούντων; μή τι τὸ
45ἀξίωμα τὴν πόλιν ὠφέλησε, μή τι τὸ μέγεθος τῆς οἰκο‐ δομῆς, μή τι τὸ μητρόπολιν αὐτὴν εἶναι; Εἰ δὲ παρὰ βασιλεῖ τῷ ἐπὶ τῆς γῆς οὐδὲν αὐτῆς τοῦτο ἁμαρτούσης προέστη, ἀλλὰ πάντα ἐκεῖνα ἀφῄρηται, πολλῷ μᾶλλον παρὰ τῷ Δεσπότῃ τῶν ἀγγέλων οὐδὲν αὐτῆς τὸ ἀξίωμα

49

.

178

(50)

προστήσεται τοῦτο· οὐδὲν γὰρ ἡμᾶς ὠφελῆσαι δυνήσε‐ ται κατὰ τὴν ἡμέραν ἐκείνην, τὸ μητρόπολιν οἰκεῖν, καὶ στοὰς ἔχουσαν εὐρείας καὶ τὰ ἄλλα ἀξιώματα τὰ τοιαῦ‐ τα. Καὶ τί λέγω κατὰ τὴν ἡμέραν ἐκείνην; εἰς γὰρ τὸν παρόντα βίον τί σε ὠφελῆσαι δυνήσεται τὸ μητρόπολιν
55εἶναί σου τὴν πόλιν; ἆρα οἰκίαν τις κακῶς διακειμένην ἀπὸ τούτου διώρθωσεν, ἢ πρόσοδόν τινα ἔσχεν, ἢ ἀπὸ τῆς ἀξίας ταύτης ἀθυμίαν ἀπεκρούσατο, ἢ σώματος ἀῤ‐ ῥωστίαν ἔλυσεν, ἢ κακίαν ψυχῆς ἀπέθετο; Μὴ παίζω‐
μεν, ἀγαπητοὶ, μηδὲ πρὸς τὰς τῶν πολλῶν ὑπολήψεις177

49

.

179

βλέπωμεν, ἀλλὰ μάθωμεν, τί ποτέ ἐστι πόλεως ἀξίωμα, τί ποτέ ἐστι τὸ ποιοῦν πόλιν μητρόπολιν. Ταῦτα λέγω προσδοκῶν μὲν πάλιν ἀπολήψεσθαι καὶ τοῦτο τὴν πόλιν τὸ σχῆμα, καὶ ἐπὶ τῆς οἰκείας φανήσεσθαι προεδρίας·
5καὶ γὰρ φιλάνθρωπος ὁ βασιλεὺς καὶ θεοφιλής· βούλο‐ μαι δὲ ὑμᾶς, εἰ καὶ ἀποδοθείη, μὴ μέγα ἐπὶ τούτῳ φρο‐ νεῖν μηδὲ ἐγκαλλωπίζεσθαι, μηδὲ ἐκ τούτων τὴν πόλιν ἡμῖν σεμνύνειν. Ὅταν ἐθέλῃς τῆς πόλεως εἰπεῖν ἐγκώ‐ μιον, μή μοι τὴν Δάφνην εἴπῃς τὸ προάστειον, μηδὲ τὸ
10πλῆθος καὶ μῆκος τῶν κυπαρίσσων, μηδὲ τὰς πηγὰς τῶν ὑδάτων, μηδὲ τὸ πολλοὺς τὴν πόλιν οἰκεῖν ἀνθρώπους, μηδὲ τὸ μέχρι βαθυτάτης ἑσπέρας ἐπὶ τῆς ἀγορᾶς δια‐ τρίβειν μετὰ ἀδείας πολλῆς, μηδὲ τῶν ὠνίων τὴν ἀφθονίαν· αἰσθητὰ ἅπαντα ταῦτα, καὶ μέχρι τοῦ παρ‐
15όντος μένοντα βίου· ἀλλ’ ἐὰν ἔχῃς εἰπεῖν ἀρετὴν, ἐπιεί‐ κειαν, ἐλεημοσύνην, παννυχίδας, εὐχὰς, σωφροσύνην, φιλοσοφίαν ψυχῆς, ἀπὸ τούτων κόσμει τὴν πόλιν. Ταῦτα καὶ τοῖς τὴν ἔρημον οἰκοῦσι προσόντα πάσης πόλεως λαμπροτέραν αὐτὴν ποιεῖ· καὶ πάλιν πάντων εὐτελεστέ‐
20ραν, ἂν μὴ παρῇ ταῦτα τοῖς ἐκείνης πολίταις. Τοῦτο μὴ ἐπὶ πόλεως μόνον, ἀλλὰ καὶ ἐπ’ ἀνθρώπων ποιήσωμεν. Ἐὰν ἴδῃς ἄνθρωπον πολυσαρκοῦντα, εἰς εὐεξίαν πολλὴν ἐκβεβηκότα, ὑψηλὸν καὶ τοὺς ἄλλους ὑπερβαίνοντα τῷ μήκει τοῦ σώματος, μὴ θαυμάσῃς, ἕως ἂν αὐτοῦ τὴν
25ψυχὴν καταμάθῃς. Μὴ ἀπὸ τῆς ἔξωθεν εὐμορφίας, ἀλλὰ καὶ ἀπὸ τοῦ κατὰ τὴν διάνοιαν κάλλους μακα‐ ρίζωμεν ἅπαντας. Μικρὸς ἦν ὁ Δαυῒδ καὶ βραχὺς τῷ σώματι, ἀλλ’ ὅμως ὁ βραχὺς ἐκεῖνος καὶ μικρὸς, καὶ τῶν ὅπλων γεγυμνωμένος ἁπάντων, στρατόπεδον τοσοῦ‐
30τον καὶ τὸν σαρκικὸν ἐκεῖνον πύργον ἀπὸ μιᾶς κατήνεγκε πληγῆς, οὐκ ἀκοντίσας δόρυ, οὐδὲ βέλος ἀφεὶς, οὐδὲ ξίφος γυμνώσας, ἀλλὰ μικρᾷ βολῇ τὸ πᾶν ἐργασάμενος. Διὰ τοῦτο καί τις παραινεῖ λέγων· Μὴ ἐπαινέσῃς ἄνθρωπον ἐν κάλλει αὐτοῦ, μηδὲ βδελύξῃ ἄνδρα ἐν ὁράσει
35αὐτοῦ· μικρὰ ἐν πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ
γλυκασμῶν ὁ καρπὸς αὐτῆς. Τοῦτο καὶ ἐπὶ πόλεωςColumn end

49

.

180

καὶ ἀνδρῶν λέγωμεν, καὶ πρὸς ἀλλήλους φιλοσοφῶμεν, καὶ τῷ Θεῷ χάριν ἔχωμεν διηνεκῶς καὶ ὑπὲρ τῶν παρ‐ όντων καὶ ὑπὲρ τῶν παρελθόντων, καὶ παρακαλῶμεν αὐτὸν κοινῇ μετὰ ἐκτενείας πάσης, ὥστε καὶ τοὺς τὸ
5δεσμωτήριον οἰκοῦντας, καὶ τοὺς εἰς τὴν ἀλλοτρίαν μετοικίζεσθαι μέλλοντας, τοὺς μὲν ἀφεθῆναι, τοὺς δὲ ἐπανελθεῖν. Μέλη ἡμῶν εἰσι κἀκεῖνοι, μεθ’ ἡμῶν ἐκλυ‐ δωνίσθησαν, μεθ’ ἡμῶν τὸν χειμῶνα ὑπέστησαν· πα‐ ρακαλῶμεν τοίνυν τὸν φιλάνθρωπον Θεὸν μεθ’ ἡμῶν
10αὐτοὺς ἀπολαῦσαι τῆς γαλήνης. Μὴ λεγέτω τις· Τί δέ μοι μέλει λοιπόν; ἀπηλλάγην τοῦ κινδύνου, ἀπολλύσθω ὁ δεῖνα, διαφθειρέσθω ἕτερος. Μὴ παροξύνωμεν τὸν Θεὸν διὰ τῆς ὑπεροψίας ταύτης, ἀλλ’ ὡς αὐτοὶ ὄντες ἐν τοῖς δεινοῖς, οὕτως ὀδυνώμεθα, οὕτω τὸν Θεὸν μετὰ
15ἐκτενείας παρακαλῶμεν, ἐκεῖνο τὸ Παύλου πληροῦντες ῥητόν· Τοῖς δεσμίοις ὡς συνδεδεμένοι, τοῖς κακου‐ χουμένοις ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι, καὶ κλαίον‐ τες μετὰ κλαιόντων, τοῖς ταπεινοῖς συναπαγόμενοι. Τοῦτο καὶ ἡμᾶς αὐτοὺς ὠφελήσει τὰ μέγιστα· οὐδὲν
20γὰρ οὕτω τὸν Θεὸν εὐφραίνειν εἴωθεν, ὡς τὸ μετὰ πολλῆς προθυμίας ἀλγεῖν ὑπὲρ τῶν μελῶν τῶν ἡμετέ‐ ρων. Παρακαλῶμεν τοίνυν αὐτὸν κοινῇ καὶ ὑπὲρ τῶν παρ‐ όντων καὶ ὑπὲρ τῶν μελλόντων, ὥστε κἀκείνης ἡμᾶς ἐξαρπάσαι τῆς κολάσεως. Τὰ μὲν γὰρ παρόντα οἷα ἂν ᾖ,
25φορητά τέ ἐστι καὶ τέλος ἔχει· τὰ δὲ ἐκεῖ βασανιστήρια ἀθάνατά τε καὶ ἄφυκτα. Μετὰ δὲ τῆς παρακλήσεως καὶ αὐτοὶ σπουδάζωμεν, μηκέτι τοιούτοις περιπίπτειν ἁμαρ‐ τήμασιν, εἰδότες ὅτι λοιπὸν οὐδὲ συγγνώμης ἀπολαῦσαι δυνησόμεθα. Κοινῇ τοίνυν τῷ Θεῷ προσπίπτωμεν
30ἅπαντες, καὶ ἐνταῦθα ὄντες, καὶ κατὰ τοὺς οἴκους γινό‐ μενοι, λέγωμεν· Δίκαιος εἶ, Κύριε, ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν, ὅτι ἐν ἀληθινῇ κρίσει ἐπήγαγες, ὅσα ἐπήγαγες. Εἰ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν, ποίησον ἡμῖν ἕνεκεν τοῦ ὀνόματός σου, καὶ μὴ συγχω‐
35ρήσῃς μηκέτι τοιούτων δεινῶν πεῖραν λαβεῖν, Μηδὲ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις, καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

49

.

179

(40t)

Εἰς τὴν προειρημένην ὑπόθεσιν τῆς στάσεως, περὶ νηστείας, καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Χαίρετε
41tἐν Κυρίῳ πάντοτε.
42tὉμιλία ιηʹ.
43 αʹ. Πολλοὺς εἶδον χαίροντας, καὶ πρὸς ἀλλήλους λέγον‐ τας Ἐνικήσαμεν, ἐκρατήσαμεν, ἐδαπανήθη τῆς νηστείας
45τὸ ἥμισυ. Τοὺς δὲ τοιούτους παρακαλῶ, μὴ διὰ τοῦτο χαίρειν, ὅτι ἐδαπανήθη τῆς νηστείας τὸ ἥμισυ, ἀλλ’ ἐκεῖνο σκοπεῖν, εἰ τῶν ἁμαρτημάτων ἐδαπανήθη τὸ ἥμισυ, καὶ τότε ἀγάλλεσθαι· τοῦτο γὰρ ἡδονῆς ἄξιον, τοῦτό ἐστι τὸ ζητούμενον καὶ δι’ ὃ πάντα γίνεται, ἵνα

49

.

179

(50)

τὰ ἐλαττώματα ἡμῶν διορθώσωμεν, ἵνα μὴ τοιοῦτοι ἐξέλθωμεν ἀπὸ νηστείας, οἷοι εἰσήλθομεν εἰς νηστείαν, ἀλλ’ ἀπονιψάμενοι καὶ πάντα ἀποθέμενοι τὰ τῆς πονηρᾶς συνηθείας, οὕτω τὴν ἱερὰν ἀγάγωμεν ἑορτήν· ὡς ἂν μὴ τοῦτο ᾖ, οὐ μόνον οὐδὲν ἡμῖν ἔσται κέρδος, ἀλλὰ καὶ
55βλάβος μέγιστον τῆς νηστείας δαπανηθείσης. Μὴ τοίνυν
χαίρωμεν, ὅτι διηνύσαμεν τῆς νηστείας τὸ μῆκος (τοῦτοColumn end

49

.

180

(42)

γὰρ οὐδὲν μέγα ἐστὶν), ἀλλὰ χαίρωμεν, ὅταν μετὰ κατ‐ ορθωμάτων αὐτὸ διανύσωμεν, ἵνα καὶ ἀπελθούσης ταύ‐ της, ὁ ταύτης διαλάμπῃ καρπός. Καὶ γὰρ τοῦ χειμῶνος
45τὸ κέρδος τότε μάλιστα δείκνυται, ὅταν ἐκεῖνος παρ‐ έλθῃ· καὶ γὰρ κομῶντα τὰ λήϊα, καὶ φύλλοις καὶ καρπῷ τὰ δένδρα βρύοντα διὰ τῆς ὄψεως βοᾷ τὴν ἐκ τοῦ χειμῶνος γενομένην ὠφέλειαν αὐτοῖς. Τοῦτο δὴ καὶ ἐφ’ ἡμῶν γενέσθω. Καὶ γὰρ ὑετῶν συνεχῶν καὶ ἐπαλλήλων

49

.

180

(50)

ἀπελαύσαμεν ἐν τῷ χειμῶνι κατὰ τὸν τῆς νηστείας και‐ ρὸν διηνεκοῦς μετασχόντες διδασκαλίας, καὶ σπέρματα ἐδεξάμεθα πνευματικὰ, καὶ τὰς ἀκάνθας τῆς τρυφῆς ἀπετέμομεν. Μένωμεν τοίνυν ἅπερ ὑπεδεξάμεθα τηροῦν‐ τες μετὰ ἀκριβείας, ἵνα καὶ τῆς νηστείας ἀπελθούσης ὁ
55τῆς νηστείας βρύῃ καρπὸς, καὶ διὰ τῶν ἀγαθῶν ὧν ἐκαρπωσάμεθα ἀπὸ τῆς νηστείας, καὶ αὐτῆς μνημο‐
νεύωμεν τῆς νηστείας. Ἐὰν οὕτως ἑαυτοὺς παρασκευά‐179

49

.

181

σωμεν, προσιοῦσαν αὐτὴν μεθ’ ἡδονῆς δεξόμεθα πάλιν. Καὶ γὰρ οὕτως ὁρῶ πολλοὺς μικροψύχως ἔχοντας, ὡς ἐν τῷ παρόντι περὶ τῆς μελλούσης μεριμνᾷν τεσσαρα‐ κοστῆς, καὶ πολλῶν ἤκουσα λεγόντων, ὅτι μετὰ τὴν τῆς
5νηστείας ἀπαλλαγὴν οὐκ αἰσθάνονται τῆς ἡδονῆς τῆς ἐκ τῆς ἀνέσεως διὰ τὴν φροντίδα τοῦ μέλλοντος ἐνιαυτοῦ. Τί ἂν γένοιτο τούτου μικροψυχότερον, εἰπέ μοι; Τί δὲ τὸ αἴτιον τούτου ἐστίν; Ὅτι νηστείας παραγενομένης οὐχ ὅπως τὰ κατὰ ψυχὴν εὖ διατεθείη σπουδάζομεν,
10ἀλλ’ ἐν τῇ τῶν σιτίων ἀποχῇ μόνον αὐτὴν ὁριζόμεθα. Ὡς εἰ μέγα τι εἰς τὴν τῶν τρόπων διόρθωσιν ἀπ’ αὐτῆς ἐκαρπωσάμεθα, κἂν ηὐξάμεθα καθ’ ἑκάστην ἡμέραν παραγίνεσθαι τὴν νηστείαν, δι’ αὐτῶν τῶν ἔργων αἴσθησιν λαμβάνοντες τῶν κατορθωμάτων αὐτῆς,
15καὶ οὐκ ἄν ποτε τὴν ἐπιθυμίαν αὐτῆς ἐξεβάλομεν, οὐκ ἂν προσδοκωμένης αὐτῆς ἐγενόμεθα κατηφεῖς καὶ ἐναγώνιοι. Τὸν γὰρ κατὰ διάνοιαν εὖ διακείμενον καὶ τῆς ψυχῆς ἐπιμελούμενον τῆς ἑαυτοῦ, οὐδὲν ὅλως τῶν ὄντων θλῖψαι δυνήσεται, ἀλλ’ ἀπολαύσεται καθαρᾶς
20ἡδονῆς καὶ διηνεκοῦς· καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἠκού‐ σατε τοῦ Παύλου σήμερον παραινοῦντος ἡμῖν καὶ λέγον‐ τος· Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε. Καὶ οἶδα μὲν, ὅτι πολλοῖς ἀδύνατον εἶναι δοκεῖ τὸ λεγό‐ μενον· πῶς γὰρ οἷόν τε, φησὶν, ἄνθρωπον ὄντα χαίρειν
25διηνεκῶς; τὸ μὲν γὰρ χαίρειν οὐ δύσκολον, τὸ δὲ διηνεκῶς χαίρειν, τοῦτο καὶ ἀδύνατον εἶναί μοι δοκεῖ, ἴσως εἴποι ἄν τις· πολλαὶ γὰρ ἀθυμίας ἡμᾶς ἀνάγκαι περιστοιχί‐ ζονται. Ἢ γὰρ παῖδά τις ἀπέβαλεν, ἢ γυναῖκα, ἢ φίλον γνήσιον, παντὸς συγγενοῦς ἀναγκαιότερον, ἢ ζημίαν
30ὑπέστη χρημάτων, ἢ νόσῳ περιέπεσεν, ἢ περίστασιν πραγμάτων ὑπέμεινεν ἑτέραν, ἢ παρ’ ἀξίαν ὑβρισθεὶς ἤλγησεν, ἢ λιμὸς, ἢ λοιμὸς, ἢ εἴσπραξις ἀφόρητος, ἢ τὰ κατὰ τὴν οἰκίαν πράγματα· μᾶλλον δὲ οὐκ ἂν φθάνοιμεν ἅπαντα καταλέγοντες, ὅσα καὶ ἰδίᾳ καὶ δημοσίᾳ λυπεῖν
35ἡμᾶς εἴωθεν. Πῶς οὖν δυνατὸν, φησὶ, πάντοτε χαίρειν; Δυνατὸν μὲν οὖν, ἄνθρωπε· καὶ εἰ μὴ δυνατὸν ἦν, οὐκ ἂν ὁ Παῦλος παρῄνεσεν, οὐδ’ ἂν συνεβούλευσεν ἄνθρω‐ πος πνευματικῆς ἀπολαύων σοφίας. Καὶ διὰ τοῦτο συνεχῶς ὑμῖν ἔλεγον, καὶ λέγων οὐ παύσομαι, ὅτι ἃ
40μηδαμοῦ μηδὲ παρ’ ἑτέρῳ τινὶ ἔστι μαθεῖν, ταῦτα ἐν‐ ταῦθα ὑμῖν ἔξεστι φιλοσοφεῖν. Ἡδονῆς μὲν γὰρ καὶ τοῦ χαίρειν ἐπιθυμοῦσιν ἅπαντες, καὶ διὰ τοῦτο πάντα ποιοῦσι καὶ λέγουσι καὶ πραγματεύονται. Καὶ γὰρ ἔμ‐ πορος διὰ τοῦτο πλεῖ, ἵνα χρήματα συναγάγῃ· χρήματα
45δὲ συνάγει, ἵνα ἔχων ἀποκείμενα χαίρῃ· καὶ ὁ στρα‐ τευόμενος διὰ τοῦτο στρατεύεται, καὶ ὁ γεωργὸς διὰ τοῦτο γεωργεῖ, καὶ τέχνην ἕκαστος διὰ τοῦτο μέτεισι, καὶ ἀρχῆς οἱ ἐρῶντες διὰ τοῦτο ἐρῶσιν, ἵνα δόξης ἀπο‐ λαύσωσι, δόξης δὲ ἀπολαύειν βούλονται, ἵνα χαίρωσι·

49

.

181

(50)

καὶ πρᾶγμα ἕκαστον πρὸς τοῦτο ἴδοι τις ἂν ἐπιγινόμενον ἡμῖν τὸ τέλος, καὶ πρὸς τοῦτο ἕκαστος βλέπων διὰ πολλῶν τῶν μέσων ἐπ’ αὐτὸ σπεύδει βαδίζειν. Εὐθυμίας μὲν, ὅπερ ἔφην, ἐρῶσι πάντες, ἐπιτυχεῖν δὲ οὐχ ἅπαντες δύνανται· οὐ γὰρ ἴσασι τὴν ἐκεῖ φέρου‐
55σαν ὁδόν· ἀλλὰ πολλοὶ νομίζουσιν, ὅτι τὸ πλουτεῖν αἴτιον τούτου γίνεται. Εἰ δὲ τοῦτο αἴτιον ἦν, οὐδεὶς ἂν τῶν χρήματα κεκτημένων ἠθύμησέ ποτε· νῦν δὲ πολλοὶ τῶν πλουτούντων ἀβίωτον εἶναι τὸν βίον νομίζουσι, καὶ θανάτους μυρίους εὔχονται, ἐπειδὰν δυσημερίας τινὸς
60αἴσθωνται, καὶ οἱ σφόδρα ἀθυμοῦντες, οὗτοι μάλισταColumn end

49

.

182

πάντων εἰσί. Μὴ γάρ μοι τὰς τραπέζας αὐτῶν ἴδῃς, μηδὲ τοὺς κόλακας αὐτῶν καὶ τοὺς παρασίτους, ἀλλὰ τὰ ἐξ αὐτῶν γινόμενα πράγματα, τὰς ἐπηρείας, τὰς συκοφαντίας, τοὺς κινδύνους, τὰς ἀγωνίας, καὶ ὃ τούτου
5πολλῷ χαλεπώτερον, ὅτι καὶ ἀμελέτητοι πρὸς ταύτας ἐρχόμενοι τὰς μεταβολὰς, φιλοσοφεῖν οὐκ ἐπίσταν‐ ται, οὐδὲ γενναίως τὰ συμπίπτοντα φέρειν. Διόπερ οὐδὲ τοιαῦτα αὐτοῖς φαίνεται τὰ δεινὰ, οἷάπερ ἐστὶ τῇ φύσει, ἀλλὰ καὶ τὰ κοῦφα ἀφόρητα λοιπὸν εἶναι δοκεῖ. Ὥσπερ
10οὖν ἐπὶ τῶν πενήτων τοὐναντίον γίνεται, καὶ τὰ ἀν‐ ήκεστα φορητὰ φαίνεται, ὡς τὰ πολλὰ τοιαῦτα αὐτοῖς μεμελετηκόσιν· οὐδὲ γὰρ οὕτως ἡ τῶν πραγμάτων φύσις, ὡς ἡ τῶν πασχόντων διάθεσις, καὶ μεγάλα καὶ μικρὰ ποιεῖ φαίνεσθαι τὰ ἐπιόντα ἡμῖν κακά. Καὶ ἵνα
15μὴ πόῤῥωθεν ἀγάγω τὰ παραδείγματα ἑκατέρων τού‐ των, ἀπὸ τῶν συμβάντων ἡμῖν διαλέξομαι. Ἰδοὺ γοῦν οἱ μὲν πένητες διέφυγον ἅπαντες, καὶ ὁ δῆμος ἀπήλ‐ λακται τοῦ κινδύνου, καὶ ἀδείας ἀπολαύουσι καθαρᾶς· οἱ δὲ τὰ τῆς πόλεως πράττοντες πράγματα, ἱπποτρόφοι
20καὶ ἀγωνοθέται, καὶ τὰ ἄλλα λειτουργήσαντες, οὗτοι τὸ δεσμωτήριον οἰκοῦσι νῦν καὶ περὶ τῶν ἐσχάτων δεδοί‐ κασι, καὶ τῶν ἅπασι τετολμημένων αὐτοὶ τὰς εὐθύνας ὑπέχουσι, καὶ φόβῳ συζῶσι διηνεκεῖ, καὶ πάντων ἀθλιώτερον ἐκεῖνοι διάκεινται νῦν, οὐ διὰ τὸ μέγεθος τῶν
25κινδύνων, ἀλλὰ διὰ τὸ τρυφῇ τὸν ἔμπροσθεν χρόνον συνεζηκέναι. βʹ. Πολλοὶ γοῦν παρ’ ἡμῶν παρακαλούμενοι, καὶ γεν‐ ναίως φέρειν συμβουλευόμενοι τὰ δεινὰ, τοῦτο ἔλεγον, ὅτι οὐδὲν οὐδέποτε τοιοῦτον ἐμελετήσαμεν, οὐδὲ ἐπιστάμεθα
30τοιαῦτα φιλοσοφεῖν· διὰ τοῦτο πολλῆς δεόμεθα τῆς παρακλήσεως. Ἕτεροι πάλιν νομίζουσιν, ὅτι τὸ ὑγιαί‐ νειν, τοῦτό ἐστιν αἴτιον ἡδονῆς· οὐκ ἔστι δέ. Πολλοὶ γοῦν τῶν ὑγιαινόντων καὶ αὐτοὶ μυριάκις ηὔξαντο ἀπο‐ θανεῖν, τὰς ἐπαγομένας αὐτοῖς οὐκ ἐνεγκόντες ἐπηρείας.
35Ἄλλοι πάλιν τὸ δόξης ἀπολαύειν, καὶ δυναστείας ἐπειλῆφθαι, καὶ διέπειν ἀρχὰς καὶ παρὰ πολλῶν κολα‐ κεύεσθαι, διηνεκοῦς χαρᾶς ποιητικὸν εἶναί φασιν· οὐκ ἔστι δὲ οὐδὲ τοῦτο. Καὶ τί λέγω τὰς ἄλλας ἀρχάς; Κἂν γὰρ ἐπ’ αὐτὴν ἀναβῶμεν τῷ λόγῳ τὴν βασιλείαν, καὶ τὸν
40ἐν ἐκείνῃ ζῶντα, πολλαῖς εὑρήσομεν περιεστοιχισμένον ἀθυμίαις, καὶ τοσούτῳ πλείους ἔχοντα λύπης ἀνάγκας, ὅσῳ καὶ μείζονα περιβέβληται πραγμάτων ὄγκον. Καὶ τί χρὴ λέγειν πολέμους καὶ μάχας καὶ τὰς παρὰ τῶν βαρβάρων ἐπαναστάσεις; πολλάκις αὐτοὺς τοὺς ἔνδον
45στρεφομένους δέδοικε. Καὶ γὰρ πολλοὶ τῶν βασιλευσάν‐ των τὰς πολεμικὰς διαφυγόντες χεῖρας, τὰς τῶν σωμα‐ τοφυλάκων οὐ διέφυγον ἐπιβουλάς. Τοσαῦται δὲ τοῖς βασιλεύουσιν ἀθυμίας ἀνάγκαι, ὅσα τῇ θαλάττῃ τὰ κύματα. Εἰ δὲ βασιλεία οὐκ ἂν ἄλυπον ἐργάσαιτο βίον,

49

.

182

(50)

τί ἕτερον δυνήσεται κατορθῶσαι τοῦτο; Τῶν μὲν βιωτι‐ κῶν οὐδέν· τὸ δὲ Παύλου ῥῆμα μόνον, τὸ βραχὺ τοῦτο καὶ ψιλὸν, αὐτὸ ἡμῖν τοῦτον ἀνοίξει τὸν θησαυρόν. Οὐ γὰρ πολλῶν δεῖ λόγων, οὐδὲ μακρᾶς τῆς περιόδου, ἀλλ’ ἐὰν ἐννοήσωμεν μόνον τὸ εἰρημένον, εὑρήσομεν τὴν ὁδὸν
55τὴν ἐπὶ τοῦτο φέρουσαν. Οὐδὲ γὰρ εἶπεν ἁπλῶς, Χαίρετε πάντοτε, ἀλλὰ προσέθηκε τὴν αἰτίαν τῆς διηνεκοῦς ἡδονῆς, Χαίρετε ἐν Κυρίῳ πάντοτε, εἰπών· ὁ ἐν Κυρίῳ χαίρων, οὐδενὶ τῶν συμπιπτόντων τῆς ἡδονῆς ταύτης ἐκπεσεῖν δύναται. Τὰ μὲν γὰρ ἄλλα πάντα, ἐφ’ οἷς
60χαίρομεν, τρεπτά τέ ἐστι καὶ εὐμετάπτωτα, καὶ181

49

.

183

ἀλλοιοῦται ῥᾳδίως· καὶ οὐ τοῦτο μόνον ἔχει τὸ δεινὸν, ἀλλ’ ὅτι καὶ μένοντα οὐ παρέχει τοσαύτην ἡμῖν τὴν ἡδονὴν, ὡς τὴν ἐκ τῶν ἄλλων ἡμῖν ἐπιγινομένην ἀθυμίαν διακρούεσθαι καὶ συσκιάζειν· ὁ δὲ τοῦ Θεοῦ φόβος
5ἀμφότερα ταῦτα ἔχει, βέβαιός τέ ἐστι καὶ ἀκίνητος, καὶ τοσαύτην βρύει χαρὰν, ὡς μηδεμίαν ἡμᾶς αἴσθησιν τῶν ἄλλων λαμβάνειν δεινῶν. Ὁ γὰρ τὸν Θεὸν, ὡς χρὴ, φοβούμενος, καὶ ἐπ’ αὐτῷ θαῤῥῶν, τὴν ῥίζαν ἐκαρπώ‐ σατο τῆς ἡδονῆς, καὶ πᾶσαν τῆς εὐθυμίας ἔχει τὴν
10πηγήν. Καὶ καθάπερ εἰς πέλαγος ἄπειρον σπινθὴρ μικρὸς ἐμπεσὼν ἀφανίζεται ῥᾳδίως, οὕτως ὅσαπερ ἂν προσπέσῃ τῷ φοβουμένῳ τὸν Θεὸν, καθάπερ εἰς πέλαγος ἀχανὲς εὐθυμίας ἐμπίπτοντα κατασβέννυται καὶ ἀπόλ‐ λυται. Καὶ τὸ δὴ θαυμαστὸν μάλιστα τοῦτό ἐστιν, ὅτι
15τῶν λυπούντων παρόντων μένει χαίρων αὐτός. Εἰ μὲν γὰρ μηδὲν ἦν τὸ λυποῦν, οὐκ ἦν αὐτῷ μέγα τὸ δύνασθαι διηνεκῶς χαίρειν· τὸ δὲ πολλῶν ἐπικειμένων τῶν εἰς ἀθυμίαν ἐμβιβαζόντων ἀνώτερον εἶναι ἁπάντων, καὶ ἐν μέσοις τοῖς λυπηροῖς εὐφραίνεσθαι, τοῦτό ἐστι τὸ
20παράδοξον. Καὶ καθάπερ τοὺς παῖδας τοὺς τρεῖς οὐδεὶς ἂν ἐθαύμασε μὴ κατακαέντας, εἰ πόῤῥω τῆς Βαβυλωνίας ἦσαν καμίνου (τὸ γὰρ ἐκπλῆξαν ἅπαντας τοῦτό ἐστιν, ὅτι τῷ πυρὶ τοσοῦτον ὁμιλήσαντες χρόνον, τῶν οὐχ ὡμιληκότων ἐξέβησαν ἀλυπότεροι)· οὕτω καὶ ἐπὶ τῶν
25ἁγίων ἔστιν εἰπεῖν, ὅτι εἰ μηδεὶς αὐτοῖς ἐπήγετο πει‐ ρασμὸς, οὐκ ἂν αὐτοὺς ἐθαυμάσαμεν διηνεκῶς χαίροντας· τὸ δὲ ἐκπλήξεως ἄξιον καὶ φύσιν ἀνθρωπίνην ὑπερβαῖ‐ νον τοῦτό ἐστιν, ὅτι μυρίοις κυκλούμενοι κύμασι πάντο‐ θεν, τῶν γαλήνης καθαρᾶς ἀπολαυόντων ῥᾷον διάκειν‐
30ται. Ὅτι μὲν οὖν οὐδένα βίον τῶν ἔξωθεν εὑρεῖν δυνατὸν εὐθυμίᾳ συγκεκληρωμένον διηνεκῶς, δῆλον ἐκ τῶν εἰρημένων· ὅτι δὲ τὸν πιστὸν ἀμήχανον μὴ διηνεκοῦς ἀπολαύειν ἡδονῆς, καὶ τοῦτο αὐτὸ πάλιν ἀποδεῖξαι πει‐
35ράσομαι, οὐχ ἵνα μάθητε μόνον, ἀλλ’ ἵνα καὶ ζηλώσητε τὸν ἄλυπον τοῦτον βίον. Ἔστω γάρ τις μηδὲν ἑαυτοῦ κατεγνωκὼς, ἀλλ’ ἀγαθῷ συνειδότι συντρεφόμενος, καὶ πρὸς τὰ μέλλοντα κεχηνὼς, καὶ τὰς ἀγαθὰς ἐκείνας ἀναμένων ἐλπίδας, τί τοῦτον, εἰπέ μοι, εἰς ἀθυμίαν
40ἐμβαλεῖν δυνήσεται; Οὐ πάντων ἀφορητότατον ὁ θάνατος εἶναι δοκεῖ; ἀλλ’ ἡ τούτου προσδοκία οὐ μόνον αὐτὸν οὐ λυπεῖ, ἀλλὰ καὶ εὐφραίνει μειζόνως· οἶδε γὰρ ὅτι ἡ τοῦ θανάτου παρουσία πόνων ἐστὶν ἀπαλλαγὴ, καὶ δρόμος ἐπὶ τοὺς στεφάνους καὶ τὰ βραβεῖα τὰ ἀποκείμενα τοῖς
45ὑπὲρ εὐσεβείας καὶ ἀρετῆς ἀγωνισαμένοις. Ἀλλὰ παίδων ἄωρος τελευτή; ἀλλὰ καὶ τοῦτο φέρει γενναίως, καὶ ἐρεῖ τὰ τοῦ Ἰὼβ ῥήματα· Ὁ Κύριος ἔδωκεν, ὁ Κύ‐ ριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγέ‐ νετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς

49

.

183

(50)

αἰῶνας. Εἰ δὲ θάνατος καὶ παίδων ἀποβολὴ λυπεῖν οὐ δύνανται, πολλῷ μᾶλλον ζημία χρημάτων, καὶ ἀτιμίαι, καὶ κατηγορίαι, καὶ διαβολαὶ τῆς οὕτω μεγάλης καὶ γενναίας ψυχῆς οὐκ ἄν ποτε ἅψαιντο, οὐδὲ ὀδύνη σώ‐ ματος· ἐπεὶ καὶ οἱ ἀπόστολοι ἐμαστιγοῦντο μὲν, οὐκ
55ἠθύμουν δέ. Μέγα μὲν οὖν καὶ τοῦτο· τὸ δὲ πολλῷ μεῖζον, ὅτι οὐ μόνον οὐκ ἠθύμουν, ἀλλὰ καὶ αὐτὰς τὰς μάστιγας ὑπόθεσιν ἐποιοῦντο μείζονος ἡδονῆς, καὶ ὑπ‐ έστρεφον ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμα‐
60σθῆναι. Ὕβρισέ τις καὶ ἐλοιδόρησε τὸν τοιοῦτον; ἀλλ’
ἐπαιδεύθη παρὰ τοῦ Χριστοῦ χαίρειν ἐπὶ ταῖς ὕβρεσι.Column end

49

.

184

Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἀλλὰ νόσῳ περιέπεσεν; ἀλλ’ ἤκουσεν ἑτέρου παραινοῦντος καὶ
5λέγοντος· Ἐν νόσῳ καὶ πενίᾳ ἐπ’ αὐτῷ πεποιθὼς γίνου, ὅτι ὥσπερ ἐν πυρὶ δοκιμάζεται χρυσὸς, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Ὅταν οὖν μήτε θάνατος, μήτε ζημία χρημάτων, μήτε νόσος σώ‐ ματος, μήτε ἀτιμία, μήτε λοιδορία, μήτε ἄλλο τι τῶν
10τοιούτων μηδὲν λυπῆσαι αὐτὸν δύνηται, ἀλλὰ καὶ εὐ‐ φραίνῃ μᾶλλον, ποίαν ἀθυμίας ὑπόθεσιν ἕξει ποτέ; Τί οὖν, οὐκ ἠθύμουν οἱ ἅγιοι, φησίν; οὐκ ἀκούεις Παύλου λέγοντος, Λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου; Αὐτὸ μὲν οὖν τοῦτό ἐστι τὸ
15θαυμαστὸν, ὅτι ἡ λύπη κέρδος καὶ ἡδονὴν τὴν ἐκ τοῦ πένθους ἔφερεν. Ὥσπερ γὰρ αἱ μάστιγες οὐκ ὀδύνας, ἀλλὰ χαρὰν, οὕτω καὶ ἡ λύπη πάλιν τοὺς μεγάλους ἐκείνους προεξένει στεφάνους. Καὶ τὸ παράδοξον τοῦτό ἐστιν, ὅτι τοῦ κόσμου μὲν οὐχ ἡ ἀθυμία μόνον, ἀλλὰ καὶ
20ἡ χαρὰ ζημίαν ἔχει τὴν ἐσχάτην· ἐπὶ δὲ τῶν πνευματικῶν τοὐναντίον ἅπαν, οὐχ ἡ χαρὰ μόνον, ἀλλὰ καὶ ἡ ἀθυμία πολὺν ἔχει τῶν ἀγαθῶν τὸν θησαυρόν· καὶ πῶς, ἐγὼ λέγω. Χαίρει τις ἐν τῷ κόσμῳ πολλάκις ἐχθρὸν δυσ‐ ημεροῦντα ἰδὼν, καὶ διὰ τῆς χαρᾶς ταύτης πολλὴν
25ἐπισπᾶται ἑαυτῷ τὴν κόλασιν· ἀλγεῖ τις πάλιν ἕτερος τὸν ἀδελφὸν πεσόντα ἰδὼν, καὶ διὰ τῆς ἀθυμίας ταύτης πολλὴν ἑαυτῷ παρὰ τῷ Θεῷ προξενεῖ τὴν εὔνοιαν. Ὁρᾷς πῶς ἡ κατὰ Θεὸν λύπη τῆς τοῦ κόσμου χαρᾶς βελτίων καὶ χρησιμωτέρα; Οὕτω καὶ Παῦλος ἐλυπεῖτο
30διὰ τοὺς ἁμαρτάνοντας, διὰ τοὺς ἀπιστοῦντας τῷ Θεῷ, καὶ τῆς λύπης ταύτης πολὺν εἶχεν ἀποκείμενον αὐτῷ τὸν μισθόν. Ἵνα δὲ σαφέστερον ὃ λέγω ποιήσω, καὶ μάθητε, ὡς, εἰ καὶ παράδοξον τὸ εἰρημένον, ἀλλ’ ὅμως ἐστὶν ἀληθὲς, καὶ οἶδεν ὁ θρῆνος πολλάκις ἀνακτᾶσθαι
35τὰς ὀδυνωμένας ψυχὰς, καὶ κουφίζειν συνειδὸς βεβαρη‐ μένον, πολλαὶ πολλάκις γυναῖκες ἀποβαλοῦσαι παῖδας ποθεινοτάτους, ἂν μὲν κωλυθῶσι δακρῦσαι καὶ θρη‐ νῆσαι καὶ ὀλοφύρασθαι, διαῤῥήγνυνται καὶ ἀπόλλυν‐ ται· ἂν δὲ τὰ τῶν ἀθυμούντων ποιήσωσιν ἅπαντα,
40κουφίζονται καὶ παραμυθίαν λαμβάνουσι. Καὶ τί θαυ‐ μαστὸν, εἰ ἐπὶ γυναικῶν τοῦτο συμβαίνει, ὅπου γε καὶ αὐτὸν τὸν προφήτην ἴδοι τις ἂν τοῦτο πάσχοντα; Διὰ τοῦτο συνεχῶς ἔλεγεν· Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλοῦντες ἐπὶ τὸ σύντριμμα
45τῆς θυγατρὸς τοῦ γένους μου. Ὥστε ἐστὶ πολλάκις λύπη παραμυθίαν φέρουσα· εἰ δὲ ἐπὶ τοῦ κόσμου τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν πραγμάτων. Διὰ τοῦτό φησιν· Ἡ δὲ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμετάβλητον κατεργάζεται. Καὶ δοκεῖ

49

.

184

(50)

μὲν τοῦτο ἀσαφὲς εἶναι· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἂν λυπηθῇς ἐπὶ χρήμασιν, οὐδὲν ὠφέλησας· ἂν λυπηθῇς ἐπὶ νοσήματι, οὐδὲν ἐκέρδανας, ἀλλὰ καὶ ἐπέτριψας σαυτὸν μᾶλλον. γʹ. Καὶ πολλῶν ἔγωγε ἤκουσα μετὰ τὴν τοιαύτην
55πεῖραν αἰτιωμένων καὶ πρὸς ἑαυτοὺς λεγόντων· Τί τὸ ὄφελος, ὅτι ἤλγησα; οὔτε χρήματα ἀνεκτησάμην, καὶ ἐμαυτὸν ἔβλαψα. Ἂν δὲ λυπηθῇς ἐφ’ ἁμαρτίᾳ, ταύτην τε ἐξήλειψας καὶ ἐκαρπώσω μεγίστην ἡδονήν· ἂν λυ‐ πηθῇς ἐπὶ τοῖς ἀδελφοῖς τοῖς πεπτωκόσι, σαυτόν τε
60παρεκάλεσας καὶ παρεμυθήσω, κἀκείνους ἀνεκτήσω183

49

.

185

πάλιν· κἂν μηδὲν ὠφελήσῃς αὐτοὺς, μεγίστην ἔχεις ἀντίδοσιν. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο τὸ λυπεῖσθαι ἐπὶ τοῖς πεπτωκόσι, κἂν μηδὲν ὠφελῶμεν, μεγίστην ἡμῖν τὴν ἀμοιβὴν φέρει, ἄκουσον τοῦ Ἰεζεκιὴλ λέγοντος,
5μᾶλλον δὲ τοῦ Θεοῦ δι’ ἐκείνου λαλοῦντος· ἐπειδὴ γὰρ ἔπεμψέ τινας κατασκάψαι τὴν πόλιν, καὶ σιδήρῳ καὶ πυρὶ δαπανῆσαι τὰ οἰκοδομήματα ἅπαντα μετὰ τῶν ἐνοικούντων αὐτῶν, κελεύει τινὶ λέγων οὕτως· Δὸς τὸ σημεῖον ἐπὶ τὸ πρόσωπον τῶν ἀνδρῶν τῶν στενα‐
10ζόντων καὶ κατοδυνωμένων. Καὶ τοῖς ἑτέροις κελεύ‐ σας, καὶ εἰπὼν, ὅτι Ἀπὸ τῶν ἁγίων μου ἄρξασθε, ἐπήγαγε λέγων, Ἐπὶ δὲ οὕς ἐστι τὸ σημεῖον, μὴ ἅψησθε αὐτῶν. Τίνος ἕνεκεν, εἰπέ μοι; Ὅτι εἰ καὶ μηδὲν ὠφελοῦσιν, ἀλλ’ ὅμως στένουσι τὰ γινόμενα καὶ
15ὀλοφύρονται. Καὶ ἑτέροις δὲ ἐγκαλεῖ λέγων πάλιν, ὅτι τρυφῶντες καὶ γαστριζόμενοι, καὶ πολλῆς ἀπολαύοντες ἀδείας, ἰδόντες τοὺς Ἰουδαίους εἰς αἰχμαλωσίαν ἀπαγο‐ μένους, οὐκ ἤλγησαν, οὐκ ἐκοινώνησαν τῆς ἀθυμίας· καὶ ἐγκαλῶν αὐτοῖς φησιν, Οὐκ ἔπασχον οὐδὲν ἐπὶ
20τῇ συντριβῇ τοῦ Ἰωσὴφ, Ἰωσὴφ τὸν λαὸν καλῶν ἅπαντα· καὶ πάλιν, Οὐκ ἐξῆλθε κατοικοῦσα Αἰνὰν, κόψασθαι οἶκον ἐχόμενον αὐτῆς. Κἂν γὰρ δικαίως κολάζωνται, βούλεται συναλγεῖν ἡμᾶς, ἀλλὰ μὴ χαίρειν μηδὲ ἐφήδεσθαι. Εἰ γὰρ ἐγὼ, φησὶν, ὁ κολάζων οὐ
25χαίρων τοῦτο ποιῶ, οὐδὲ ἥδομαι αὐτῶν ἐπὶ τῇ τιμωρίᾳ (Οὐ γὰρ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτω‐ λοῦ), δεῖ καὶ σὲ τὸν Δεσπότην μιμεῖσθαι, καὶ δι’ αὐτὸ μὲν οὖν τοῦτο ἀλγεῖν, ὅτι δικαίας κολάσεως ὑπόθεσιν παρέσχε καὶ πρόφασιν. Ὥστε κἂν λυπῆταί τις κατὰ
30Θεὸν, μεγάλην ἐντεῦθεν καρποῦται ὠφέλειαν. Ὅταν οὖν οἱ μαστιζόμενοι τῶν μαστιζόντων εἰσὶ μακαριώτε‐ ροι, καὶ οἱ θλιβόμενοι παρ’ ἡμῖν τῶν ἐν ἀνέσει παρὰ τοῖς ἔξωθεν, καὶ οἱ ἀθυμοῦντες τῶν ἡδομένων, τίς ἔσται λοιπὸν θλίψεως ἡμῖν ἀφορμή; Διὰ τοῦτο οὐδένα
35χρὴ μακαρίζειν, ἀλλ’ ἢ τὸν κατὰ Θεὸν ζῶντα μόνον. Τούτους καὶ ἡ Γραφὴ μακαρίζει μόνους· Μακάριος γὰρ, φησὶν, ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν· Μακάριος ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ·
40Μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ· Μακάριος ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ· Μακάριος, οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ· Μακάριος ἀνὴρ, ὁ φοβού‐ μενος τὸν Κύριον. Καὶ ὁ Χριστὸς πάλιν οὕτως· Μακά‐ ριοι οἱ πενθοῦντες, μακάριοι οἱ ταπεινοὶ, μακάριοι
45οἱ πραεῖς, μακάριοι οἱ εἰρηνοποιοὶ, μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης. Ὁρᾷς πῶς παντα‐ χοῦ οὐδένα τῶν πλουτούντων, οὐ τῶν ἐν εὐγενείᾳ, οὐ τῶν δόξης ἀπολαυόντων μακαρίζουσιν οἱ θεῖοι νόμοι, ἀλλὰ τὸν ἀρετῆς ἐπειλημμένον; Τὸ γὰρ ζητούμενον,

49

.

185

(50)

πάντων ὧν ἂν ποιῶμεν ἢ πάσχωμεν, ὑπόθεσιν εἶναι τὸν τοῦ Θεοῦ φόβον, κἂν ταύτην προκαταβάλῃς τὴν ῥίζαν, οὐκ ἄνεσις μόνον, οὐδὲ τιμαὶ, καὶ δόξαι, καὶ θερα‐ πεῖαι, ἀλλὰ καὶ ἐπήρειαι, καὶ συκοφαντίαι, καὶ ὕβρεις, καὶ ἀτιμίαι, καὶ βάσανοι, καὶ πάντα ἁπλῶς ἡδονῆς
55σοι βλαστήσει καρπούς. Καὶ καθάπερ τῶν δένδρων αἱ ῥίζαι αὐταὶ μέν εἰσι πικραὶ, ἡδίστους δὲ ἡμῖν τοὺς καρποὺς φέρουσιν, οὕτω δὴ καὶ ἡ κατὰ Θεὸν λύπη πολλὴν ἡμῖν οἴσει τὴν ἡδονήν. Ἴσασιν, ὅσοι πολλάκις
μετ’ ὀδύνης ηὔξαντο καὶ δάκρυα ἐξέχεαν, πόσην ἐκαρ‐Column end

49

.

186

πώσαντο τὴν εὐφροσύνην, πῶς ἐξεκάθηραν τὸ συνει‐ δὸς, πῶς μετὰ χρηστῆς ἀνέστησαν ἐλπίδος. Ὅπερ γὰρ ἀεὶ λέγω, οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ’ ἡ διάνοια ἡ ἡμετέρα λυπεῖν ἡμᾶς εἴωθε καὶ εὐφραίνειν. Ἂν
5τοίνυν ταύτην κατασκευάσωμεν, οἵαν εἶναι χρὴ, πάσης εὐθυμίας ἐνέχυρον ἕξομεν· καὶ καθάπερ τὸ σῶμα οὐχ οὕτως ἡ τῶν ἀέρων φύσις οὐδὲ αἱ ἔξωθεν προσβολαὶ, ὡς ἡ οἰκεία κατασκευὴ καὶ βλάπτει καὶ ὠφελεῖ, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς· καὶ πολλῷ πλέον. Ἐνταῦθα μὲν
10γὰρ φύσεώς ἐστιν ἀνάγκη, ἐκεῖ δὲ τὸ πᾶν ἐπὶ τῇ προ‐ αιρέσει κεῖται. Διὰ τοῦτο ὁ Παῦλος μυρία ὑπομείνας δεινὰ, ναυάγια, πολέμους, ἐπαναστάσεις, ἐπιβουλὰς, λῃστῶν ἐφόδους, καὶ ὅσα οὐδὲ ἀπαριθμήσασθαι ἔνι τῷ λόγῳ, καὶ καθημερινοὺς θανάτους ἀποθνήσκων, οὐ
15μόνον οὐκ ἤλγει οὐδὲ ἐδυσχέραινεν, ἀλλὰ καὶ ἐκαυχᾶτο καὶ ἔχαιρε, καὶ λέγει· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλί‐ ψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου· καὶ πάλιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν·
20ἡ δὲ καύχησις ἡδονῆς ἐστιν ἐπίτασις. δʹ. Ἂν τοίνυν εὐθυμίας ἐπιθυμῇς, μὴ χρήματα, μὴ σώματος ὑγίειαν, μὴ δόξαν, μὴ δυναστείαν, μὴ τρυ‐ φὴν, μὴ τραπέζας πολυτελεῖς, μὴ σηρικῶν ἱματίων περιβολὰς, μὴ πολυτελεῖς ἀγροὺς, μὴ οἰκίας λαμπρὰς
25καὶ περιφανεῖς, μηδὲ ἄλλο τι τῶν τοιούτων δίωκε μηδέν· ἀλλὰ φιλοσοφίαν μέτελθε τὴν κατὰ Θεὸν, καὶ ἀρετῆς ἐπιλαβοῦ· καὶ οὐδέν σε οὐ τῶν ὄντων, οὐ τῶν ἐλπιζομένων λυπῆσαι δυνήσεται· τί λέγω λυπῆσαι; προσθήκη μὲν οὖν ἡδονῆς σοι γενήσεται τὰ τοὺς ἄλ‐
30λους λυποῦντα· καὶ γὰρ μάστιγες, καὶ θάνατος, καὶ ζημίαι, καὶ κακηγορίαι, καὶ τὸ κακῶς πάσχειν, καὶ πάντα τὰ τοιαῦτα, ὅταν διὰ τὸν Θεὸν ἡμῖν ἐπάγηται, καὶ ταύτην ἔχῃ τὴν ῥίζαν, πολλὴν ἡμῖν εἰς τὴν ψυχὴν εἰσάγει τὴν ἡδονήν.
35 Οὐδεὶς γὰρ ἡμᾶς ἀθλίους ποιῆσαι δυνήσεται, ἐὰν μὴ ἑαυτοὺς ποιήσωμεν· ὥσπερ οὖν οὐδὲ μακαρίους, ἐὰν μὴ ἑαυτοὺς ἐργασώμεθα, μετὰ τὴν τοῦ Θεοῦ χάριν. Καὶ ἵνα μάθητε, ὅτι οὗτος μόνος ἐστὶ μακά‐ ριος, ὁ φοβούμενος τὸν Κύριον, οὐκ ἀπὸ τῶν παρελ‐
40θόντων, ἀλλ’ ἀπὸ τῶν ἡμῖν συμβάντων τοῦτο ὑμῖν ἀποδείξω νῦν. Ἐκινδύνευσεν ἡμῖν ἡ πόλις ἀφανισθῆναι πᾶσα, καὶ τῶν μὲν πλουτούντων καὶ περιφανῶν καὶ ἐπισήμων ἀνδρῶν οὐδεὶς ἐτόλμησεν ἐν τῷ μέσῳ φανῆ‐ ναι, ἀλλὰ πάντες ἔφυγον καὶ ἀπεπήδων· οἱ δὲ τὸν Θεὸν
45φοβούμενοι, οἱ ἐν μοναστηρίοις διατρίβοντες, οὗτοι μετὰ πολλῆς τῆς παῤῥησίας καταδραμόντες πάντα ἔλυσαν, καὶ τοσοῦτον ἀπέσχον αὐτοὺς φοβῆσαι καὶ εἰς ἀγωνίαν ἐμβαλεῖν τὰ συμβάντα δεινὰ καὶ αἱ προσδο‐ κώμεναι ἀπειλαὶ, ὅτι πόῤῥω καθήμενοι τῆς συμφορᾶς

49

.

186

(50)

καὶ οὐδὲν κοινὸν ἔχοντες, ἑκόντες ἑαυτοὺς ἔῤῥιψαν εἰς μέσην τὴν πυρὰν, καὶ πάντας ἐξείλοντο, καὶ ὃ πᾶσι δοκεῖ φοβερὸν εἶναι καὶ φρικῶδες, ὁ θάνατος, τοῦτο οὗτοι μετὰ πάσης ἀνεδέξαντο τῆς προθυμίας· καὶ μετὰ πλείονος ἔτρεχον ἐπὶ τὸ πρᾶγμα ἡδονῆς, ἢ ἐπ’ ἀρχὰς
55ἕτεροι καὶ τιμάς· ᾔδεσαν γὰρ ὅτι μεγίστη τοῦτο ἀρχὴ καὶ τιμὴ, καὶ δι’ αὐτῶν τῶν ἔργων ἔδειξαν, ὅτι οὗτος μόνος μακάριός ἐστιν ὁ φιλοσοφίας ἐπειλημμένος τῆς ἄνω, καὶ μεταβολὴν οὐδεμίαν δέχεται, οὐδὲ δυσημε‐ ρίαν ὑπομένει τινὰ, ἀλλὰ διηνεκοῦς εὐημερίας ἀπο‐
60λαύει, καὶ πάντων καταγελᾷ τῶν δοκούντων εἶναι λυ‐
πηρῶν. Νῦν γοῦν οἱ μὲν ἐν δυναστείαις ἀθυμίᾳ πολλῇ185

49

.

187

κατέχονται, τὸ δεσμωτήριον οἰκοῦντες, ἁλύσεις περι‐ βεβλημένοι, καὶ καθ’ ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκῶντες· οὗτοι δὲ καθαρωτάτης ἀπολαύουσιν ἡδονῆς, κἂν συμβαίη τι παθεῖν δεινὸν, καὶ ἃ τοῖς ἄλλοις
5εἶναι δοκεῖ φοβερὰ, ταῦτα τούτοις ἐστὶ ποθεινά· ἴσασι γὰρ ἐπὶ τί τρέχουσι, καὶ ποία λῆξις μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν διαδέξεται. Καὶ τοσαύτῃ συζῶντες ἀκρι‐ βείᾳ, καὶ θανάτου καταγελῶντες, ὅμως ὑπὲρ τῶν ἄλ‐ λων ἀλγοῦσι, καὶ ἀπὸ τούτου μεγίστην πάλιν ὠφέλειαν
10καρποῦνται. Σπουδάσωμεν τοίνυν τῆς ψυχῆς ἐπιμε‐ λεῖσθαι τῆς ἡμετέρας, καὶ οὐδὲν ἡμᾶς τῶν ἀδοκήτων λυπῆσαι δύναται· καὶ ὑπὲρ τῶν ἐμβεβλημένων τὸν Θεὸν παρακαλῶμεν, ὥστε αὐτοὺς ἀπαλλάξαι τῆς ἐπι‐ κειμένης αὐτοῖς συμφορᾶς. Ἠδύνατο μὲν γὰρ ὁ Θεὸς
15ἀθρόον λῦσαι τὸ δεινὸν, καὶ μηδὲ μικρὰ ἀφεῖναι λεί‐ ψανα· ἀλλ’ ἵνα μὴ πάλιν ἐπὶ τὴν προτέραν ἐπανέλ‐ θωμεν ῥᾳθυμίαν, ἠρέμα καὶ κατὰ μικρὸν τὸν χείμαῤ‐ ῥον τῶν κακῶν τούτων χαλᾷν παρεσκεύασε, κατέχων ἡμᾶς ἐπὶ τῆς αὐτῆς εὐλαβείας. Καὶ ὅτι τοῦτό ἐστιν
20ἀληθὲς, καὶ πολλοὶ πρὸς τὴν προτέραν ἐπανῆλθον ἂν ῥᾳθυμίαν, εἰ συντόμως ἐλύθη τὸ πᾶν, δῆλον ἐκεῖθεν· Ἔτι τὰ λείψανα μένει τῆς συμφορᾶς, καὶ ἔτι τοῦ βασι‐ λέως ἄδηλός ἐστιν ἡ γνώμη, καὶ οἱ τὰ τῆς πόλεως ἄγοντες πράγματα ἅπαντές εἰσιν ἐν δεσμοῖς, καὶ πολ‐
25λοὶ τῶν τὴν πόλιν ἡμῖν οἰκούντων τῇ τοῦ λούεσθαι ἐπιθυμίᾳ ἐπὶ τὸν ποταμὸν τρέχουσι, μυρία κωμῳ‐ δοῦντες ἐκεῖ, ἀσελγαίνοντες, σκιρτῶντες, χορεύοντες, γυναῖκας ἐπισυρόμενοι. Ἆρα τίνος ἂν εἶεν ἐκεῖνοι συγγνώμης ἄξιοι, ποίας ἀπολογίας; μᾶλλον δὲ ποίας
30οὐκ ἂν εἶεν ἄξιοι κολάσεως καὶ τιμωρίας; Ἡ κεφαλὴ τῆς πόλεως ἐν τῷ δεσμωτηρίῳ, τὰ μέλη ἡμῶν ἐν ἐξορίᾳ, ἄδηλος ἡ περὶ τούτων ψῆφος, καὶ σὺ χορεύεις, εἰπέ μοι, καὶ παίζεις καὶ γελᾷς; Οὐ γὰρ φέρομεν τὴν ἀλουσίαν, φησίν. Ὢ τῆς ἀναισχύντου γνώμης! ὢ τῆς
35βαναύσου καὶ διεφθαρμένης! πόσοι γεγόνασιν, εἰπέ μοι, μῆνες; πόσοι ἐνιαυτοί; οὔπω εἴκοσιν ἡμέρας ἔχεις τῶν βαλανείων ἀποκλεισθεὶς, καὶ ὡς ἐνιαυτὸν
ἔχων ὁλόκληρον ἐν ἀλουσίᾳ, οὕτως ἀλύεις καὶColumn end

49

.

188

δυσχεραίνεις; Οὕτως ἦσθα, εἰπέ μοι, ὅτε στρατιωτῶν προσεδόκησας ἔφοδον, ὅτε καθ’ ἑκάστην ἤλπιζες τὴν ἡμέραν ἀποθανεῖσθαι, ὅτε εἰς τὰς ἐρήμους ἔφευγες, καὶ τὰς κορυφὰς τῶν ὀρέων ἔτρεχες; Εἴ τίς σοι τότε
5προέτεινεν ἐνιαυτὸν ὁλόκληρον ἐν ἀλουσίᾳ μεῖναι, ὥστε ἀπαλλαγῆναι τῆς ἐπικειμένης ἀγωνίας, οὐκ ἂν ἑτοί‐ μως κατεδέξω καὶ ὑπέμεινας; Δέον οὖν εὐχαριστεῖν τῷ χωρὶς πάσης ζημίας λύσαντι ταῦτα Θεῷ, σκιρτᾷς πάλιν καὶ ἐξυβρίζεις, καὶ ἐπειδὴ παρῆλθεν ὁ φόβος,
10πρὸς μείζονα πάλιν ἐπανῆλθες ῥᾳθυμίαν; Οὕτω σου καθήψατο τὰ δεινὰ, ὡς καὶ βαλανείων ἐπιθυμῆσαι; εἰ γὰρ ἀνεῖτο τὰ βαλανεῖα, οὐκ ἦν ἱκανὴ τῶν ἔτι κατ‐ εχομένων ἡ συμφορὰ, καὶ τοὺς οὐκ ὄντας ἐν τοῖς δεινοῖς τούτοις πεῖσαι πάσης ἐπιλαθέσθαι τρυφῆς; Περὶ ψυχῆς
15ὁ κίνδυνός ἐστι, καὶ σὺ βαλανείων μέμνησαι, καὶ τρυ‐ φᾷν βούλει; Καταφρονεῖς ὅτι διέφυγες νῦν; ὅρα μὴ μείζονος κολάσεως σαυτῷ περιστήσῃς ἀνάγκην, καὶ πάλιν ἀπελθοῦσαν καλέσῃς μετὰ πλείονος τῆς περιου‐ σίας τὴν ἀπειλὴν, καὶ πάθῃς ταυτὸν, ὃ περὶ τῶν δαι‐
20μόνων φησὶν ὁ Χριστός· ἐπειδὰν γὰρ ἐξέλθῃ τὸ πνεῦμα τὸ ἀκάθαρτον, φησὶν, εἶτα εὕρῃ τὸν οἶκον σχολάζοντα καὶ σεσαρωμένον, ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ πάλιν λαβὸν ἐπεισέρχεται τῇ ψυχῇ, καὶ γίνεται τὰ ἔσχατα αὐτοῦ χείρονα τῶν πρώτων.
25Φοβηθῶμεν οὖν καὶ ἡμεῖς, μὴ τῶν προτέρων ἀπαλλα‐ γέντες, μείζονα τῶν προτέρων ἐπισπασώμεθα διὰ τῆς μετὰ ταῦτα ῥᾳθυμίας. Οἶδα, ὅτι ὑμεῖς ταύτης καθαροί ἐστε τῆς ἀτοπίας· ἀλλὰ καὶ τοὺς ἀκοσμοῦντας κατ‐ έχετε, κολάζετε, σωφρονίζετε, ἵνα πάντοτε χαίρωμεν,
30καθὼς ὁ Παῦλος προσέταξεν, ὅπως καὶ τῶν οἰκείων κατορθωμάτων καὶ τῆς ἑτέρων προνοίας πολλὴν καὶ ἐνταῦθα, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν καρπωσώμεθα τὴν ἀμοιβὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἅμα
35τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ καὶ προσκύνησις, νῦν
καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

49

.

187

(39t)

Τῇ Κυριακῇ τῆς ἐπισωζομένης πρὸς τοὺς ἀπὸ τῆς χώρας· καὶ περὶ τοῦ μὴ ὀμνύειν.
40tὉμιλία ιθʹ.
41 αʹ. Κατετρυφήσατε τῶν ἁγίων μαρτύρων ἐν ταῖς ἔμ‐ προσθεν ταύταις ἡμέραις· ἐνεφορήθητε τῆς πνευματικῆς ἑορτῆς· ἐσκιρτήσατε τὰ καλὰ σκιρτήματα· εἴδετε πλευρὰς ἠνεῳγμένας, καὶ λαγόνας κατατμηθείσας,
45αἷμα καταῤῥέον πάντοθεν, μυρία βασανιστηρίων εἴδη· εἴδετε φύσιν ἀνθρωπίνην τὰ ὑπὲρ φύσιν ἐπιδεικνυμέ‐ νην, καὶ στεφάνους ἐξ αἵματος πλεκομένους· ἐχορεύ‐ σατε χορείαν καλὴν, πανταχοῦ τῆς πόλεως τοῦ καλοῦ τούτου περιάγοντος ὑμᾶς στρατηγοῦ· ἀλλ’ ἡμᾶς

49

.

187

(50)

ἡ ἀσθένεια καὶ ἄκοντας οἴκοι μένειν κατηνάγκαζε. Πλὴν εἰ καὶ μὴ μετέσχομεν τῆς ἑορτῆς, μετέσχομεν τῆς ἡδονῆς· εἰ καὶ μὴ τῆς πανηγύρεως ἀπηλαύσαμεν, ἀλλ’ ἐκοινωνήσαμεν τῆς εὐφροσύνης ὑμῖν. Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις· τοὺς οὐκ ἀπολαύοντας τῶν ἀπο‐
55λαυόντων ἐξ ἴσης ποιεῖ χαίρειν, κοινὰ τὰ τῶν πλησίονColumn end

49

.

188

(40)

ἀγαθὰ πείθουσα νομίζειν. Διὰ τοῦτο καὶ οἴκοι καθ‐ ήμενος ἔχαιρον μεθ’ ὑμῶν, καὶ τῆς ἀῤῥωστίας μοι μη‐ δέπω λυθείσης ἁπάσης, ἀνέστην καὶ ἔδραμον πρὸς ὑμᾶς, ὥστε τὰ ποθεινὰ πρόσωπα ὑμῶν ἰδεῖν καὶ τῆς παρού‐ σης ἑορτῆς μετασχεῖν. Ἑορτὴν γὰρ μεγίστην εἶναι νο‐
45μίζω τὴν παροῦσαν ἡμέραν, διὰ τὴν τῶν ἀδελφῶν παρ‐ ουσίαν τῶν ἡμετέρων, οἳ τὴν πόλιν ἡμῖν ἐκαλλώπι‐ σαν τήμερον καὶ τὴν ἐκκλησίαν ἐκόσμησαν. Λαὸς κατὰ μὲν τὴν γλῶτταν ἡμῖν ἐνηλλαγμένος, κατὰ δὲ τὴν πίστιν ἡμῖν συμφωνῶν, λαὸς ἀπραγμοσύνῃ συζῶν,

49

.

188

(50)

βίον σώφρονα καὶ σεμνὸν ἔχων. Παρὰ γὰρ τοῖς ἀν‐ δράσι τούτοις οὐκ ἔστι θέατρα παρανομίας, οὐδὲ ἵπ‐ πων ἅμιλλαι, οὐδὲ πόρναι γυναῖκες, οὐδὲ ἡ λοιπὴ τῆς πόλεως ταραχή· ἀλλ’ ἅπαν μὲν ἀσελγείας εἶδος ἐξελή‐ λαται, πολλὴ δὲ πανταχοῦ ἀνθεῖ ἡ σωφροσύνη. Τὸ δὲ
55αἴτιον, ἐπίπονος αὐτοῖς ἐστιν ὁ βίος, καὶ διδασκαλεῖον187

49

.

189

τῆς ἀρετῆς καὶ τῆς σωφροσύνης ἔχουσι τὴν τῆς γῆς ἐργασίαν, καὶ τέχνην μετιόντες ἢν πρὸ τῶν ἄλλων ἁπασῶν ὁ Θεὸς εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον. Καὶ γὰρ πρὸ τῆς ἁμαρτίας ὁ Ἀδὰμ, ἡνίκα πολλῆς
5ἀπήλαυε παῤῥησίας, γεωργίαν τινὰ ἐπετάγη μετιέναι, οὐκ ἐπίπονον μὲν οὐδὲ ταλαιπωρίαν ἔχουσαν, πολλὴν δὲ αὐτῷ παρέχουσαν τὴν φιλοσοφίαν. Ἔθηκε γὰρ αὐτὸν, φησὶν, ἐργάζεσθαι καὶ φυλάσσειν τὸν παρά‐ δεισον. Τούτων ἕκαστον ἴδοις ἂν, νῦν μὲν ζευγνύντα
10βόας ἀροτῆρας καὶ ἄροτρον ἕλκοντα καὶ βαθεῖαν αὔλακα κατατέμνοντα, νῦν δὲ ἐπὶ τὸ ἱερὸν ἀναβαίνοντα βῆμα καὶ τὰς ψυχὰς ἀροτριῶντα τῶν ὑπηκόων, νῦν μὲν δρε‐ πάνῃ τὰς ἀκάνθας ἐκτέμνοντα τῆς γῆς, νῦν δὲ λόγῳ τὰς ἁμαρτίας ἐκκαθαίροντα τῶν ψυχῶν. Οὐ γὰρ ἐπαισχύ‐
15νονται τὴν ἐργασίαν, καθάπερ οἱ τὴν πόλιν ἡμῖν οἰκοῦν‐ τες, ἀλλ’ ἐπαισχύνονται τὴν ἀργίαν, μαθόντες ὅτι πᾶ‐ σαν ἐκείνη τὴν κακίαν ἐδίδαξε, καὶ διδάσκαλος πονη‐ ρίας ἐγένετο ἐξ ἀρχῆς τοῖς ἀγαπῶσιν αὐτήν. Οὗτοι μά‐ λιστά εἰσιν οἱ τὴν ἀρίστην ἡμῖν φιλοσοφοῦντες φιλοσο‐
20φίαν, οὐκ ἀπὸ τοῦ σχήματος, ἀλλ’ ἀπὸ τῆς γνώμης τὴν ἀρετὴν ἐνδεικνύμενοι τὴν ἑαυτῶν. Ὡς οἵ γε τῶν ἔξωθεν φιλόσοφοι τῶν ἐν τῇ σκηνῇ καὶ ταῖς τῶν μίμων παιδιαῖς οὐδὲν ἄμεινον διάκεινται, τοῦ τρίβωνος καὶ τοῦ πώγωνος καὶ τῆς στολῆς οὐδὲν πλέον ἔχοντες ἐπιδείξασθαι· οὗτοι
25δὲ τοὐναντίον ἅπαν, βακτηρίᾳ καὶ πώγωνι καὶ τῇ ἄλλῃ σκευῇ πολλὰ χαίρειν εἰπόντες, τὴν ψυχὴν ἑαυτῶν κατ‐ εκόσμησαν τοῖς τῆς ἀληθοῦς φιλοσοφίας δόγμασιν, οὐχὶ τοῖς δόγμασι δὲ μόνοις, ἀλλὰ καὶ τοῖς ἔργοις αὐτοῖς. Κἂν ἔρῃ τινὰ τούτων τῶν ἐν ἀγροικίᾳ ζώντων, καὶ ἐν
30σκαπάνῃ καὶ ἐν ἀρότρῳ δαπανηθέντων, ὑπὲρ τῶν δο‐ γμάτων, ὑπὲρ ὧν μυρία περιελθόντες οἱ τῶν ἔξωθεν φιλόσοφοι καὶ πολλοὺς ἀναλώσαντες λόγους οὐδὲν ἠδυ‐ νήθησαν ὑγιὲς εἰπεῖν, μετὰ ἀκριβείας ἀποκρινεῖταί σοι πάντα ἐκ πολλῆς τῆς σοφίας. Καὶ οὐ τοῦτό ἐστι τὸ θαυ‐
35μαστὸν μόνον, ἀλλ’ ὅτι καὶ διὰ τῶν ἔργων βεβαιοῦν‐ ται τὴν διὰ τῶν δογμάτων πίστιν. Καὶ γὰρ ὅτι ψυχὴν ἀθάνατον ἔχομεν, καὶ μέλλομεν τῶν ἐνταῦθα πεπραγμέ‐ νων εὐθύνας διδόναι καὶ βήματι παρίστασθαι φοβερῷ, καὶ τὴν διάνοιαν ἔπεισαν, καὶ τὸν βίον ἅπαντα πρὸς ταύ‐
40τας κατεστήσαντο τὰς ἐλπίδας, καὶ πάσης ἀνώτεροι βιωτικῆς ἐγένοντο φαντασίας, παιδευθέντες παρὰ τῆς θείας Γραφῆς, ὅτι Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης, καὶ πρὸς οὐδὲν τῶν δοκούντων εἶναι λαμ‐ πρῶν κεχήνασιν.
45 Οὗτοι καὶ περὶ Θεοῦ φιλοσοφεῖν ἴσασι ταῦτα, ἅπερ ἐπέταξεν ὁ Θεός· κἂν ἕνα αὐτῶν λαβὼν φιλόσοφόν τινα τῶν ἔξωθεν ἀγάγῃς εἰς μέσον νῦν· μᾶλλον δὲ νῦν μὲν οὐδένα ἔστιν εὑρεῖν· ἂν δέ τινα τούτων λαβὼν, καὶ τὰ βιβλία τῶν πάλαι παρ’ αὐτοῖς φιλοσοφησάντων ἀναπτύ‐

49

.

189

(50)

ξας ἐπέλθῃς, καὶ τί μὲν οὗτοι ἀποκρίνονται νῦν, τί δὲ ἐκεῖνοι τότε ἐφιλοσόφησαν παράλληλα θεὶς ἐξετάσῃς, ὄψει πόση μὲν ἡ τούτων σοφία, πόση δὲ ἡ ἐκείνων ἄνοια. Ὅταν γὰρ οἱ μὲν αὐτῶν μηδὲ προνοίας λέγωσιν ἀπο‐ λαύειν τὰ ὄντα, μηδὲ ὑπὸ Θεοῦ γεγενῆσθαι τὴν κτίσιν,
55μήτε τὴν ἀρετὴν αὐτὴν ἑαυτῇ αὐτάρκη εἶναι, ἀλλὰ δεῖ‐ σθαι χρημάτων καὶ εὐγενείας καὶ τῆς ἔξωθεν περιφα‐ νείας, καὶ ἕτερα πολλῷ τούτων καταγελαστότερα· οὗτοι δὲ καὶ περὶ προνοίας, καὶ περὶ δικαστηρίων τῶν μετὰ ταῦτα, καὶ περὶ τῆς τοῦ Θεοῦ δημιουργίας τῆς ἐξ οὐκ
60ὄντων τὰ πάντα παραγαγούσης, καὶ περὶ τῶν ἄλλων
ἁπάντων φιλοσοφῶσι, τῆς ἔξωθεν ὅλως μὴ μετασχόντεςColumn end

49

.

190

παιδεύσεως· τίς οὐκ ἂν αὐτόθεν μάθοι τὴν τοῦ Χριστοῦ δύναμιν, ἢ τοὺς ἀγραμμάτους καὶ ἰδιώτας τῶν μέγα ἐπὶ σοφίᾳ κομπαζόντων τοσούτῳ σοφωτέρους ἀπέδειξεν, ὅσῳ τῶν μικρῶν παιδίων τοὺς ἔμφρονας ἄνδρας
5ὑπερέχοντας ἔστιν ἰδεῖν; Τί γὰρ αὐτοῖς βλάβος ἀπὸ τῆς κατὰ τὸν λόγον ἰδιωτείας γένοιτ’ ἂν, ὅταν τὰ νοήματα αὐτοῖς πολλῆς γέμῃ σοφίας; τί δὲ ὄφελος τοῖς ἔξωθεν ἀπὸ τῆς τῶν λόγων διδασκαλίας, ὅταν ἐρήμη νοημάτων ἡ διάνοια ᾖ; Ὥσπερ ἂν εἴ τις μάχαιραν ἔχοι τὴν μὲν
10λαβὴν ἔχουσαν ἀργυρᾶν, τὸ δὲ σιδήριον μολύβδου παν‐ τὸς ἀσθενέστερον· καὶ γὰρ καὶ τούτοις ἡ μὲν γλῶττα διὰ ῥημάτων καὶ ὀνομάτων ἐστὶ κεκαλλωπισμένη, ἡ διάνοια δὲ πολλῆς γέμει τῆς ἀσθενείας, καὶ πρὸς ἅπαντα αὐτοῖς, ἐστιν ἄχρηστος· ἀλλὰ οὐχὶ τῶν φιλοσόφων τούτων, ἀλλὰ
15τοὐναντίον ἅπαν, πολλῆς αὐτοῖς ἡ διάνοια γέμει φιλο‐ σοφίας πνευματικῆς, καὶ ὁ βίος τὰ δόγματα μιμεῖται. Παρὰ τούτοις οὐκ εἰσὶ γυναῖκες θρυπτόμεναι, οὐδὲ ἱματίων καλλωπισμὸς, οὐδὲ ἐπιτρίμματα καὶ ὑπογραφαὶ, ἀλλὰ πᾶσα τοιαύτη διαφθορὰ τρόπων ἀπελήλαται· ὅθεν καὶ
20εὐκολώτερον τὸν ὑποτεταγμένον αὐτοῖς δῆμον εἰς σωφρο‐ σύνην ἄγουσι, καὶ τὸν τοῦ Παύλου νόμον, τὸν κελεύοντα σκεπάσματα ἔχειν καὶ διατροφὰς, καὶ μηδὲν πλέον ἐπι‐ ζητεῖν, μετὰ πολλῆς φυλάττουσι τῆς ἀκριβείας. Παρὰ τούτοις οὐκ ἔστιν ἀλοιφὴ μύρων καταγοητεύουσα τὴν
25διάνοιαν, ἀλλ’ ἡ γῆ βοτάνας ἐκφέρουσα παντὸς μυρεψοῦ σοφώτερον αὐτοῖς κατασκευάζει τὴν ποικίλην τῶν ἀνθῶν εὐωδίαν. Διὰ τοῦτο αὐτοῖς καὶ τὰ σώματα ὑγιείας ἀπο‐ λαύει καθαρᾶς μετὰ τῆς ψυχῆς, ἐπειδὴ πᾶσαν τρυφὴν ἀπήλασαν καὶ τὰ πονηρὰ τῆς μέθης ἐξέβαλον ῥεύματα.
30καὶ τοσοῦτον ἐσθίουσιν, ὅσον ἀποζῇν. Μὴ τοίνυν ἀπὸ τοῦ σχήματος αὐτῶν καταφρονῶμεν, ἀλλὰ τὴν διά‐ νοιαν αὐτῶν θαυμάζωμεν. Τί γὰρ ὄφελος τῆς ἔξωθεν περιβολῆς, ὅταν ἡ ψυχὴ προσαίτου παντὸς ἀθλιώτερον ἐσταλμένη ᾖ; Τὸν ἄνδρα οὐκ ἀπὸ τῶν ἱματίων, μᾶλλον
35δὲ οὐδὲ ἀπὸ τοῦ σώματος, ἀλλ’ ἀπὸ τῆς ψυχῆς ἐπαινεῖν χρὴ καὶ θαυμάζειν. Ἀπόδυσον τούτων τὴν ψυχὴν, καὶ ὄψει τὸ κάλλος αὐτῆς καὶ τὸν πλοῦτον διὰ τῶν ῥημάτων, διὰ τῶν δογμάτων, διὰ τῆς ὅλης τῶν τρόπων καταστάσεως. βʹ. Αἰσχυνέσθωσαν τοίνυν οἱ Ἕλληνες, ἐγκαλυπτέσθωσαν
40καὶ καταδυέσθωσαν ἐπὶ τοῖς αὐτῶν φιλοσόφοις, καὶ τῇ πάσης μωρίας ἀθλιωτέρᾳ αὐτῶν σοφίᾳ. Οἱ μὲν γὰρ παρ’ αὐτοῖς φιλόσοφοι κατὰ τὸν καιρὸν, ὃν ἔζων, ὀλίγους μό‐ λις καὶ σφόδρα εὐαριθμήτους ἴσχυσαν τὰ αὐτῶν διδάξαι δόγματα, καὶ κινδύνου μικροῦ καταλαβόντος καὶ τού‐
45τους ἀπώλεσαν· οἱ δὲ τοῦ Χριστοῦ μαθηταὶ, οἱ ἁλιεῖς, καὶ τελῶναι, καὶ σκηνοποιοὶ, ἐν ὀλίγοις ἔτεσι τὴν οἰ‐ κουμένην ἅπασαν πρὸς τὴν ἀλήθειαν ἐπανήγαγον, καὶ μυρίων ἐξ ἐκείνου γινομένων κινδύνων, οὐ μόνον οὐκ ἐσβέσθη τὸ κήρυγμα, ἀλλὰ καὶ ἀνθεῖ καὶ πρὸς τὸ μεῖζον

49

.

190

(50)

ἐπιδίδωσι· καὶ φιλοσοφεῖν ἐδίδαξαν ἀνθρώπους ἰδιώτας καὶ γηπόνους καὶ θρέμμασιν ὁμιλοῦντας. Οὗτοι μετὰ τῶν ἄλλων ἁπάντων καὶ τὴν πάντων τῶν ἀγαθῶν αἰτίαν ἀγάπην ἐῤῥιζωμένην ἔχοντες, ἔσπευσαν πρὸς ἡμᾶς το‐ σαύτην δραμόντες ἐλθεῖν ὁδὸν, καὶ τὰ οἰκεῖα περιπτύ‐
55ξασθαι μέλη. Φέρε οὖν καὶ ἡμεῖς ἀντὶ τῶν δώρων τούτων, τῆς ἀγά‐ πης λέγω καὶ τῆς διαθέσεως, ἐφόδια δόντες αὐτοῖς, οὕ‐ τως αὐτοὺς ἀποπέμψωμεν, καὶ τὸν περὶ τῶν ὅρκων πά‐ λιν κινήσωμεν λόγον, ὥστε πρόῤῥιζον ἐκ τῆς διανοίας
60ἁπάντων ἀνασπασθῆναι τὴν πονηρὰν ταύτην συνήθειαν.189

49

.

191

Βούλομαι δὲ πρότερον μικρὰ τῶν πρώην ἡμῖν εἰρημέ‐ νων ἀναμνῆσαι τήμερον. Ἐπειδὴ γὰρ τῆς Περσίδος ἀπαλλαγέντες οἱ Ἰουδαῖοι καὶ τῆς τυραννίδος ἐλευθερω‐ θέντες ἐκείνης, πρὸς τὴν οἰκείαν ἐπανῆλθον πατρίδα,
5Εἶδον δρέπανον, φησὶ, πετόμενον μήκους πηχῶν εἴκοσι, καὶ πλάτους πηχῶν δέκα· καὶ τοῦ προφήτου παιδεύοντος αὐτοὺς ἤκουον, ὅτι Αὕτη ἐστὶν ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον τῆς γῆς, καὶ εἰσερχο‐ μένη εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐπὶ ψεύδει, καὶ
10καταλύσει εἰς τὸ μέσον, καὶ τὰ ξύλα καὶ τοὺς λί‐ θους καθελεῖ πάντας. Καὶ τούτων ἀναγνωσθέντων τότε, ἐζητοῦμεν τίνος ἕνεκεν οὐχὶ τὸν ὀμόσαντα μόνον, ἀλλὰ καὶ τὴν οἰκίαν αὐτοῦ καταλύει· καὶ ταύτην ἐλέγο‐ μεν αἰτίαν εἶναι, ὅτι τῶν χαλεπωτάτων ἁμαρτημάτων
15τὰς τιμωρίας βούλεται μένειν διηνεκεῖς ὁ Θεὸς, ὥστε τοὺς μετὰ ταῦτα σωφρονίζεσθαι πάντας. Ἐπεὶ οὖν τὸν ἐπίορκον ἀποθανόντα ἀνάγκη ταφῆναι καὶ τοῖς κόλποις παραδοθῆναι τῆς γῆς, ὥστε μὴ καὶ τῷ σώματι τὴν πο‐ νηρίαν αὐτοῦ συνταφῆναι, τὴν οἰκίαν ἐποίησε χῶμα,
20ὑπὲρ τοῦ τοὺς παριόντας ἅπαντας ὁρῶντας αὐτὴν καὶ τὴν αἰτίαν μανθάνοντας τῆς κατασκαφῆς φυγεῖν τὴν τῆς ἁμαρτίας μίμησιν. Τοῦτο καὶ ἐπὶ Σοδόμων ἐγένετο· ἐπειδὴ γὰρ ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλή‐ λους, ἐξεκαύθη καὶ τῆς γῆς ἡ φύσις ὑπὸ τοῦ κατενε‐
25χθέντος ἄνωθεν πυρός· ἐβούλετο γὰρ καὶ ταύτης τῆς ἁμαρτίας τὴν τιμωρίαν μένειν διηνεκῆ. Καὶ σκόπει τοῦ Θεοῦ τὴν φιλανθρωπίαν· οὐχὶ τοὺς ἁμαρτάνοντας αὐτοὺς ἐποίησε διηνεκῶς καίεσθαι μέχρι τῆς παρούσης ἡμέρας, ἀλλ’ ἐκείνους μὲν ἅπαξ ἐμπρησθέντας ἀπέκρυψε,
30τὸ δὲ πρόσωπον τῆς γῆς κατακαύσας, εἰς τὸ μέσον ἅπασι προὔθηκε τοῖς μετὰ ταῦτα βουλομένοις ὁρᾷν, καὶ νῦν φωνῆς ἁπάσης λαμπρότερον πάσαις ταῖς μετὰ ταῦτα παραινεῖ γενεαῖς ἡ τῆς γῆς ὄψις, μονονουχὶ βοῶσα καὶ λέγουσα· Μὴ τολμήσητε τὰ Σοδόμων, ἵνα μὴ πάθητε τὰ
35Σοδόμων. Οὐδὲ γὰρ οὕτω λόγος καθικέσθαι διανοίας εἴωθεν, ὡς ὄψις φοβερὰ καὶ τὰ ἴχνη τῆς συμφορᾶς φέ‐ ρουσα διὰ παντὸς τοῦ χρόνου. Καὶ μαρτυροῦσιν οἱ ἐν τοῖς χωρίοις ἐκείνοις παραγενόμενοι, οἳ πολλάκις τῆς Γραφῆς ὑπὲρ τούτων διαλεγομένης ἀκούοντες, οὐ σφόδρα
40ἔδεισαν· ἐπειδὴ δὲ ἦλθον, καὶ τῆς χώρας ἐπέβησαν, καὶ τὴν ὄψιν αὐτῆς ἠφανισμένην εἶδον ἅπασαν, καὶ τὸν ἐμ‐ πρησμὸν ἐθεάσαντο, καὶ γῆν μὲν οὐδαμοῦ φαινομένην, κόνιν δὲ πάντα καὶ τέφραν, καταπλαγέντες καὶ πολλὴν ἀπὸ τῆς θεωρίας ἐκείνης δεξάμενοι διδασκαλίαν σωφρο‐
45σύνης, οὕτως ἀπῆλθον. Καὶ γὰρ αὐτὸς ὁ τῆς κολάσεως τρόπος τῆς ἁμαρτίας τὸν τρόπον μεμίμηται. Καθάπερ γὰρ ἐκεῖνοι μίξιν ἐπεισήγαγον ἄγονον, οὐκ εἰς παιδο‐ ποιΐαν τελευτῶσαν, οὕτω δὴ καὶ ὁ Θεὸς τιμωρίαν ἐπ‐ ήγαγεν, ἣ τὴν γαστέρα τῆς γῆς ἐποίησεν ἄγονον καθ‐

49

.

191

(50)

άπαξ, καὶ καρπῶν ἔρημον ἁπάντων. Διὰ τοῦτο καὶ τῶν ὀμνυόντων τὰς οἰκίας καθαιρεῖν ἠπείλησεν, ἵνα ἑτέρους ταῖς ἐκείνων τιμωρίαις σωφρονεστέρους ποιήσῃ. γʹ. Ἐγὼ δὲ δείκνυμι σήμερον οὐχὶ μίαν καὶ δύο καὶ τρεῖς καθαιρεθείσας οἰκίας ἀπὸ τῶν ὅρκων, ἀλλὰ πόλιν ὁλό‐
55κληρον, καὶ δῆμον θεοφιλῆ, καὶ ἔθνος πολλῆς ἀπολαῦσαν προνοίας ἀεὶ, καὶ φυλὴν πολλοὺς διαφυγοῦσαν κινδύ‐ νους. Καὶ γὰρ Ἱερουσαλὴμ, ἡ πόλις τοῦ Θεοῦ, ἡ τὴν κιβωτὸν τὴν ἁγίαν ἔχουσα καὶ τὴν λατρείαν ἅπασαν ἐκεί‐ νην, ἔνθα προφῆται ἦσαν καὶ Πνεύματος χάρις, καὶ
60κιβωτὸς, καὶ πλάκες διαθήκης, καὶ στάμνος ἡ χρυσῆ,
ἔνθα ἄγγελοι πολλάκις ἐφοίτων, αὕτη ἡ πόλις, μυρίωνColumn end

49

.

192

γενομένων πολέμων καὶ πολλῶν αὐτὴν ἐπιδραμόντων βαρβάρων, καθάπερ τεῖχος ἐξ ἀδάμαντος περιβεβλημένη, οὕτω πάντων ἀεὶ κατεγέλασεν ἐκείνων, καὶ τῆς χώ‐ ρας ἀφανισθείσης ἁπάσης οὐδὲν ἔπασχε δεινόν. Καὶ οὐ
5τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ’ ὅτι καὶ χαλεπὴν πολλάκις δοῦσα πληγὴν τοῖς πολεμίοις, οὕτως αὐτοὺς ἐξέπεμψε, καὶ τοσαύτης ἀπήλαυσε παρὰ τοῦ Θεοῦ τῆς προνοίας, ὡς αὐτὸν τὸν Θεὸν λέγειν· Ὡς σταφυ‐ λὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς σκοπὸν ἐν
10τῇ συκῇ πρώϊμον εἶδον πατέρας αὐτῶν. Καὶ περὶ τῆς πόλεως αὐτῆς πάλιν, Ὡς ῥῶγες ἐλαίας ἐπ’ ἄκρῳ τοῦ μετεώρου, καὶ ἐροῦσι, Μὴ λυμήνῃ αὐτούς. Ἀλλ’ ὅμως ἡ τοῦ Θεοῦ φίλη πόλις, καὶ τοσούτους διαφυγοῦσα κινδύνους, καὶ ἐν πολλαῖς ἁμαρτίαις συγγνώμης τυχοῦσα,
15καὶ δυνηθεῖσα ἁπάντων ἀπαχθέντων τῶν ἄλλων μόνη τὴν αἰχμαλωσίαν διαφυγεῖν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, ἀπὸ ὅρκου μόνου κατηνέχθη· καὶ πῶς, ἐγὼ λέγω. Ἐγένετό τις Σεδεκίας παρ’ αὐτοῖς βασιλεύς· οὗ‐ τος ὁ Σεδεκίας τῷ βασιλεῖ τῶν βαρβάρων τῷ Ναβουχο‐
20δονόσορ ὅρκον ἔδωκεν, ὥστε μένειν ἐπὶ τῆς ἐκείνου συμμαχίας· μετὰ ταῦτα ἀπέστη καὶ πρὸς τὸν Αἰγύπτιον ηὐτομόλησε βασιλέα, τῶν ὅρκων καταπτύσας, καὶ το‐ σαῦτα ἔπαθεν, ὅσα αὐτίκα ἀκούσεσθε. Πρότερον δὲ ἀναγκαῖον εἰπεῖν τὴν παραβολὴν τοῦ προφήτου, δι’ ἧς
25ἅπαντα ταῦτα ᾐνίξατο. Ἐγένετο λόγος Κυρίου, φησὶ, πρός με λέγων· Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα, καὶ εἰπὲ παραβολὴν, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῖ Κύριος· Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, ὁ πλήρης ὀνύχων. Ἀετὸν ἐνταῦθα
30τὸν βασιλέα τῶν Βαβυλωνίων ἐκάλεσε, μέγαν δὲ αὐτὸν καὶ μεγαλοπτέρυγον εἶπε, καὶ μακρὸν τῇ ἐκτάσει καὶ πλήρη ὀνύχων ὠνόμασε, διὰ τὸ τῆς στρατιᾶς πλῆθος καὶ τὸ τῆς δυνάμεως μέγεθος καὶ τὸ τάχος τῆς ἐφόδου· καθάπερ γὰρ τῷ ἀετῷ πτέρυγες καὶ ὄνυχες ὅπλα, οὕτω
35τοῖς βασιλεῦσι στρατιῶται καὶ ἵπποι. Οὗτος τοίνυν ὁ ἀετὸς, φησὶν, Ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβα‐ νον. Τί ἐστι τὸ ἥγημα; Βουλὴν, γνώμην. Λίβανον δὲ τὴν Ἰουδαίαν ἐκάλεσε, διὰ τὸ πλησίον ἐκείνου κεῖσθαι τοῦ ὄρους. Εἶτα βουλόμενος εἰπεῖν τοὺς ὅρκους καὶ τὰς
40συνθήκας, Ἔλαβε, φησὶν, ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν εἰς τὸ πεδίον τὸ σπόριμον λαβεῖν ῥίζωσιν ἐν ὕδατι πολλῷ· ἐπιβλεπόμενον ἔταξεν αὐτό· καὶ ἀνέτειλε, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθε‐ νοῦσαν καὶ μικρὰν τῷ μεγέθει, καὶ ἐξέτεινε τὰ κλή‐
45ματα αὐτῆς ἐπ’ αὐτὸν, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτοῦ ἦσαν. Ἄμπελον δὲ ἐνταῦθα τὴν πόλιν ἐκάλεσε τὴν Ἱερουσαλήμ· τὸ δὲ εἰπεῖν, ὅτι τὰ κλήματα αὐτῆς ἐπ’ αὐτὸν ἔβαλε τὸν ἀετὸν, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτοῦ ἦσαν, τὰς συνθήκας ἐδήλωσε καὶ τὴν πρὸς αὐτὸν

49

.

192

(50)

συμμαχίαν, καὶ ὅτι ἐπέῤῥιψεν ἑαυτὴν ἐπ’ ἐκεῖνον. Εἶτα βουλόμενος δεῖξαι τὴν παρανομίαν, φησί· Καὶ ἐγένετο ἀετὸς ἕτερος, περὶ τοῦ Αἰγυπτίου βασιλέως λέγων, μέγας καὶ μεγαλοπτέρυγος καὶ πολὺς τοῖς ὄνυξι, καὶ ἡ ἄμπελος αὕτη περιπλεκομένη ἐπ’ αὐτὸν, καὶ
55ὁ ἕλιξ αὐτῆς ἐπ’ αὐτὸν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλε τοῦ ποτίσαι αὐτήν. Διὰ τοῦτο εἶπον· Τάδε λέγει Ἀδωναῒ Κύριος· Εἰ κατευθυνεῖ, τουτέστι παρα‐ βᾶσα τὸν ὅρκον καὶ τὰς συνθήκας, εἰ δυνήσεται μεῖναι καὶ σωθῆναι, καὶ μὴ διαπεσεῖν. Εἶτα δεικνὺς, ὡς οὐκ
60ἔστι τοῦτο, ἀλλ’ ἀπολεῖται πάντως διὰ τὸν ὅρκον, περὶ τῆς κολάσεως αὐτῆς διαλέγεται, καὶ τὴν αἰτίαν τίθησιν· Αἱ ῥίζαι γὰρ αὐτῆς, φησὶ, τῆς ἁπαλότητος, καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσονται πάντα τὰ προσανατέλλοντα αὐτῇ. Καὶ δεῖξαι βουλόμενος, ὅτι
65οὐκ ἀνθρωπίνῃ δυνάμει καθαιρεθήσεται, ἀλλ’ ἐπειδὴ τὸν191

49

.

193

Θεὸν ἐξεπολέμωσεν ἑαυτῇ διὰ τοὺς ὅρκους ἐκείνους, ἐπήγαγεν· Οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς. Καὶ ἡ μὲν παραβολὴ αὕτη, πάλιν δὲ αὐτὴν σαφηνίζει οὕτως
5εἰπών· Ἰδοὺ ἔρχεται βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερου‐ σαλήμ. Εἶτα εἰπὼν ἕτερά τινα μεταξὺ, λέγει τοὺς ὅρ‐ κους καὶ τὰς συμμαχίας· Διαθήσεται γὰρ, φησὶ, πρὸς αὐτὸν διαθήκην. Εἶτα καὶ τὴν ἀποστασίαν δηλῶν, Καὶ ἀποστήσεται, φησὶν, ἀπ’ αὐτοῦ τοῦ ἐξαποστέλλειν
10ἀγγέλους εἰς Αἴγυπτον τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. Καὶ μετὰ ταῦτα ἐπάγει, δεικνὺς ὅτι διὰ τὸν ὅρκον ταῦτα πάντα γίνεται τὰ τῆς ἀπωλείας· Εἰ μὴ ἐν τῷ τόπῳ τοῦ βασιλέως τοῦ βασιλεύσαντος αὐτὸν, ὃς ἠτίμωσε τὴν ἀράν μου, καὶ παρέβη τὴν
15διαθήκην μου, ἐν μέσῳ Βαβυλῶνος τελευτήσει, καὶ οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ὄχλῳ πολλῷ, ὅτι ἠτίμωσε τὴν ὁρκωμοσίαν, τοῦ παραβῆναι τὴν δια‐ θήκην μου, ἦ μὴν τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσε, καὶ τὴν διαθήκην μου, ἣν παρέβη, δώσω αὐτὴν εἰς
20κεφαλὴν αὐτοῦ, καὶ ἐκπετάσω ἐπ’ αὐτὸν τὸ δίκτυόν μου. Ὁρᾷς πῶς οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πλεονάκις εἶπεν, ὅτι διὰ τὸν ὅρκον ταῦτα πάντα ἔπασχεν ἐκεῖνος; καὶ γὰρ ἀπαραίτητός ἐστιν ὁ Θεὸς, ὑβριζομένων ὅρκων. Οὐκ ἐκ τῆς κολάσεως δὲ μόνης τῆς ἐπαχθείσης τῇ πό‐
25λει διὰ τὸν ὅρκον τοῦτον, τοῦτο ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐκ τῆς μελλήσεως καὶ τῆς ἀναβολῆς, ὅσην ποιεῖται ὁ Θεὸς τὴν σπουδὴν ὑπὲρ τοῦ μὴ καταπατεῖσθαι τοὺς ὅρκους. Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ ἐννάτῳ ἔτει τῆς βασιλείας Σεδεκίου, ἐν τῷ μηνὶ τῷ δευτέρῳ, ἐν τῇ
30δεκάτῃ τοῦ μηνὸς, ἦλθεν Ναβουχοδονόσορ ὁ βασι‐ λεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱε‐ ρουσαλήμ· καὶ περιεκάθισεν αὐτὴν, καὶ περιῳκοδό‐ μησεν αὐτῇ τεῖχος κυκλόθεν· καὶ ἦλθεν ἡ πόλις εἰς συνοχὴν ἕως τοῦ ἑνδεκάτου ἔτους Σεδεκίου τοῦ βα‐
35σιλέως, ἐννάτῃ τοῦ μηνὸς, καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν αὐτῇ τῇ πόλει, καὶ οὐκ ἦν ἄρτος τοῦ φαγεῖν τῷ λαῷ, καὶ ἐῤῥάγη ἡ πόλις. Ἠδύνατο μὲν γὰρ ἐκ πρώτης εὐθέως αὐτοὺς παραδοῦναι τῆς ἡμέρας καὶ ποιῆσαι τοῖς πολεμίοις ὑποχειρίους, ἀλλὰ διὰ τοῦτο χρόνον ἐν μέσῳ
40τριῶν ἐτῶν τριβῆναι συνεχώρησε, καὶ πολιορκίας αὐτοὺς αἰσθέσθαι χαλεπωτάτης ἐποίησεν, ἵνα καὶ τῷ τῶν στρα‐ τιωτῶν ἔξωθεν φόβῳ καὶ τῷ συνέχοντι τὴν πόλιν ἔνδον λιμῷ σωφρονιζόμενοι, καὶ ἄκοντα τὸν βασιλέα κατ‐ αναγκάσωσιν ὑποταγῆναι τῷ βαρβάρῳ, καὶ γενέσθαι τινὰ
45τῷ ἁμαρτήματι παραμυθίαν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς καὶ οὐκ ἐμὸς ὁ στοχασμὸς, ἄκουσον τί διὰ τοῦ προφήτου φησὶ πρὸς αὐτόν· Ἐὰν ἐξέλθῃς πρὸς ἡγεμόνας βα‐ σιλέως Βαβυλῶνος, ζήσεται ἡ ψυχή σου, καὶ ἡ πό‐ λις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρὶ, καὶ ζήσῃ σὺ καὶ

49

.

193

(50)

ἡ οἰκία σου. Ἐὰν δὲ μὴ ἐξέλθῃς σὺ πρὸς τοὺς ἄρ‐ χοντας βασιλέως Βαβυλῶνος, παραδοθήσεται ἡ πό‐ λις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ κατακαύ‐ σουσιν αὐτὴν, καὶ σὺ οὐ μὴ σωθήσῃ ἐκ χειρὸς αὐ‐ τῶν. Καὶ εἶπεν ὁ βασιλεύς· Λόγον ἔχω τῶν Ἰουδαίων
55τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ παραδῶσί με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσωνταί μου. Καὶ εἶπεν Ἱερεμίας· Οὐ μὴ παραδώσουσί σε· ἄκου‐ σον τὸν λόγον Κυρίου, ὃν ἐγὼ λαλῶ πρὸς σέ· καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου· καὶ εἰ
60μὴ θελήσεις ἐξελθεῖν, οὗτος ὁ λόγος, ὃν ἔδειξέ μοι ὁ Κύριος· Πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἴκῳ βασιλέως Ἰούδα ἐξάγονται πρὸς τοὺς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται λέγουσιν· Ἠπάτησάν σε, καὶ ἠδυνήθησάν σοι ἄνδρες εἰρηνικοί σου· κατ‐
65ισχύσουσιν ἐν ὀλισθήμασι πόδας σου· ἀπέστρεψαν
ἀπὸ σοῦ, καὶ πάσας τὰς γυναῖκάς σου ἐξάξουσιColumn end

49

.

194

πρὸς τοὺς Χαλδαίους, καὶ οὐ μὴ σωθήσῃ ἐκ χειρὸς αὐτῶν, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλληφθή‐ σῃ, καὶ ἡ πόλις αὕτη κατακαήσεται πυρί. Ἀλλ’ ἐπειδὴ οὐκ ἔπεισε ταῦτα λέγων, ἀλλ’ ἔμεινεν ἐπὶ τῆς
5ἁμαρτίας καὶ τῆς παρανομίας, μετὰ τρία ἔτη τὴν πόλιν παρέδωκεν ὁ Θεὸς, καὶ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπιδείξας καὶ τὴν ἀγνωμοσύνην τὴν ἐκείνου. Καὶ εἰσ‐ ελθόντες μετ’ εὐκολίας πολλῆς ἐνέπρησαν τὸν οἶκον τοῦ Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τοὺς οἴκους Ἱε‐
10ρουσαλὴμ, καὶ πάντα οἶκον μέγαν ἐνέπρησεν ὁ ἀρχιμά‐ γειρος, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ καθεῖλε, καὶ πανταχοῦ πῦρ ἦν βαρβαρικὸν, τοῦ ὅρκου τῶν ἐμπρησμῶν στρατη‐ γοῦντος καὶ τὴν φλόγα πανταχοῦ περιάγοντος· καὶ τὸ καταλειφθὲν τοῦ λαοῦ ἐν τῇ πόλει καὶ τοὺς προσκεχω‐
15ρηκότας τῷ βασιλεῖ μετῴκισεν ὁ ἀρχιμάγειρος· Καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου κατέκοψαν οἱ Χαλδαῖοι, καὶ τὰς βάσεις, καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέκο‐ ψαν οἱ Χαλδαῖοι, καὶ τοὺς λέβητας, καὶ τὰς κρεάγρας,
20καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας, καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς ἐλειτούργουν ἐν αὐτοῖς, ἔλαβον, καὶ τὰ πυρεῖα, καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ ἀργυρᾶς ἔλαβον, καὶ τῶν στύλων τῶν δύο, καὶ τῶν βάσεων, καὶ τῆς θαλάσσης, ἣν ἐποίησεν ὁ
25Σολομὼν ἐν οἴκῳ Κυρίου, ἔλαβε Ναβουζαρδὰν ὁ ἀρ‐ χιμάγειρος· καὶ ἔλαβεν τὸν Σαρέα τὸν ἱερέα τὸν πρῶτον, καὶ τὸν Σαφὰν τὸν ἱερέα τὸν δεύτερον, καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμὸν, καὶ ἐκ τῆς πόλεως εὐνοῦχον ἕνα τὸν καθεσταμένον ἐπὶ τοὺς
30ἄνδρας τοὺς πολεμοῦντας, καὶ πέντε ἄνδρας τοὺς ὁρῶντας τὸ πρόσωπον τοῦ βασιλέως, καὶ τὸν Σαφὰν τὸν ἀρχιστράτηγον, καὶ τὸν γραμματέα, καὶ ἑξήκοντα ἄνδρας· καὶ ἔλαβεν αὐτοὺς, καὶ ἀπήγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐπάταξεν αὐτοὺς
35ὁ βασιλεὺς, καὶ ἐθανάτωσεν αὐτούς. Ἀναμνήσθητί μοι οὖν τῆς δρεπάνης νῦν τῆς πετομένης καὶ κατα‐ λυούσης ἐν τῷ οἴκῳ τοῦ ὀμνύοντος, καὶ καθαιρούσης τοὺς τοίχους καὶ τὰ ξύλα καὶ τοὺς λίθους· ἀναμνήσθητί μοι, πῶς ὁ ὅρκος οὗτος εἰσελθὼν ἐν τῇ πόλει καὶ οἰκίας
40καὶ ναὸν καὶ τείχη καὶ οἰκοδομήματα λαμπρὰ καθεῖλε, καὶ χῶμα τὴν πόλιν ἐποίησε, καὶ οὔτε τὰ Ἅγια τῶν ἁγίων, οὔτε τὰ σκεύη τὰ ἱερὰ, οὔτε ἄλλο οὐδὲν ἀπέστρεψε τὴν κόλασιν καὶ τὴν τιμωρίαν ἐκείνην διὰ τὸ παραβαθῆ‐ ναι τὸν ὅρκον. Καὶ ἡ μὲν πόλις οὕτως ἐλεεινῶς κατ‐
45ελύετο· ὁ δὲ βασιλεὺς ἐλεεινότερα καὶ ὀδυνηρότερα τού‐ των ἔπασχε· καὶ καθάπερ τὰ οἰκοδομήματα καθεῖλεν αὕτη ἡ δρεπάνη ἡ πετομένη, οὕτω καὶ τοῦτον φεύγοντα καθεῖλεν· Ἐξῆλθε γὰρ ὁ βασιλεὺς, φησὶ, νυκτὸς ὁδὸν πύλης, καὶ οἱ Χαλδαῖοι ἐκύκλουν τὴν πόλιν,

49

.

194

(50)

καὶ κατεδίωξε δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτὸν, καὶ συνέλαβον τὸν βασιλέα, καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυ‐ λῶνος, καὶ ἐλάλησεν ὁ βασιλεὺς Βαβυλῶνος μετὰ Σεδεκίου κρίσιν, καὶ ἔσφαξε τοὺς υἱοὺς αὐτοῦ ἐν‐
55ώπιον αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύ‐ φλωσε· καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα. Τί ἐστιν, Ἐλάλησε μετ’ αὐτοῦ κρίσιν; Ἀπῄτησεν αὐτὸν εὐθύνας, ἐδικάσατο μετ’ αὐ‐ τοῦ, καὶ πρῶτον τοὺς υἱοὺς αὐτοῦ κατέσφαξεν, ἵνα θεω‐
60ρὸς γένηται τῆς οἰκείας συμφορᾶς, καὶ τὴν τραγῳδίαν ἐκείνην ἴδῃ τὴν ἐλεεινὴν, καὶ τότε αὐτὸν ἐξετύφλωσε. Τίνος ἕνεκεν τοῦτο πάλιν γίνεται; Ἵνα διδάσκαλος τοῖς βαρβάροις ἀπέλθῃ καὶ τοῖς ἐκεῖ κατοικοῦσιν Ἰουδαίοις, καὶ ἵνα μάθωσιν οἱ βλέποντες διὰ τοῦ πεπηρωμένου,
65πόσον κακὸν ὁ ὅρκος· οὐκ ἐκεῖνοι δὲ μόνον, ἀλλὰ καὶ οἱ παρὰ τὴν ὁδὸν πάντες οἰκοῦντες δεδεμένον καὶ
πεπηρωμένον ὁρῶντες μανθάνωσι διὰ τῆς συμφορᾶς τῆς193

49

.

195

ἁμαρτίας τὸ μέγεθος. Διὰ τοῦτο ὁ μὲν τῶν προφητῶν φησιν, Οὐκ ὄψεται Βαβυλῶνα· ὁ δὲ λέγει, ὅτι Εἰς Βα‐ βυλῶνα ἀπαχθήσεται. Καὶ δοκεῖ μὲν ἐναντία εἶναι ἡ προφητεία· οὐκ ἔστι δὲ, ἀλλ’ ἀμφότερα ταῦτα ἀληθῆ.
5Καὶ γὰρ Βαβυλῶνα οὐκ εἶδε, καὶ εἰς Βαβυλῶνα ἀπήχθη. Πῶς οὖν Βαβυλῶνα οὐκ εἶδεν; Ὅτι ἐν τῇ Ἰουδαίᾳ τὴν πήρωσιν ὑπέστη· ἔνθα γὰρ ὁ ὅρκος ἠθετήθη, ἐκεῖ καὶ ἐξεδικεῖτο καὶ τὴν τιμωρίαν αὐτὸς ὑπέμεινε. Πῶς δὲ ἀπήχθη εἰς Βαβυλῶνα; Αἰχμάλωτος γενόμενος. Ἐπειδὴ
10γὰρ δύο ἦσαν αἱ τιμωρίαι, πήρωσις καὶ αἰχμαλωσία, διενείμαντο αὐτὰς οἱ προφῆται, καὶ ὁ μὲν, Οὐκ ὄψεται, φησὶ, Βαβυλῶνα; τὴν πήρωσιν αὐτοῦ λέγων· ὁ δέ φησιν· Εἰς Βαβυλῶνα ἀπαχθήσεται· τὴν αἰχμαλωσίαν αὐτοῦ αἰνιττόμενος.
15 δʹ. Ταῦτα οὖν εἰδότες, ἀδελφοὶ, καὶ τὰ εἰρημένα καὶ τὰ πρὸ τούτων λεχθέντα συλλέγοντες, παυσώμεθά ποτε τῆς πονηρᾶς ταύτης συνηθείας, ναὶ δέομαι καὶ ἀντιβολῶ πάντων ὑμῶν. Εἰ γὰρ ἐν τῇ Παλαιᾷ, ὅτε οὐ τὴν ἀκριβῆ φιλοσοφίαν ἀπῃτοῦντο οἱ Ἰουδαῖοι, ἀλλὰ πολλὴ συγκατά‐
20βασις ἦν, τοσαύτη ὀργὴ γέγονε δι’ ὅρκον ἕνα, τοσαύτη ἅλωσις καὶ αἰχμαλωσία· τί εἰκὸς ὑποστήσεσθαι νῦν τοὺς ὀμνύοντας μετὰ νόμον κωλύοντα τοῦτο ποιεῖν καὶ τοσαύτην ἐντολῶν προσθήκην; Μὴ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ὅπως εἰς σύναξιν ἔλθωμεν καὶ ἀκούσωμεν τῶν λεγομένων;
25Τοῦτο μὲν οὖν καὶ κρῖμα μεῖζόν ἐστι καὶ κόλασις ἀπαρ‐ αίτητος, ὅταν συνεχῶς ἀκούοντες μὴ ποιῶμεν τὰ λεγό‐ μενα. Τίνα γὰρ ἕξομεν ἀπολογίαν, τίνα δὲ συγγνώμην, ὅταν ἐκ πρώτης ἡλικίας ἡμεῖς ἄχρις ἐσχάτης πολιᾶς ἐν‐ ταῦθα συναγόμενοι καὶ τοσαύτης ἀπολαύοντες διδασκα‐
30λίας, ὅμοιοι μένωμεν ἐκείνοις, καὶ μηδὲ ἓν ἐλάττωμα διορθώσασθαι σπουδάζωμεν; Μή μοί τις λοιπὸν συν‐ ήθειαν προβαλλέσθω· διὰ γὰρ τοῦτο ἀγανακτῶ καὶ ὀργί‐ ζομαι, ὅτι συνηθείας περιγενέσθαι οὐ δυνάμεθα, καὶ εἰ συνηθείας μὴ περιγενώμεθα, πῶς περιεσόμεθα ἐπιθυ‐
35μίας; Ἐκείνης ἡ ῥίζα ἀπὸ τῆς φύσεως ἔχει τὴν ἀρχήν· τὸ μὲν γὰρ ἐπιθυμεῖν, φυσικόν· τὸ δὲ κακῶς ἐπιθυμεῖν, τῆς προαιρέσεως λοιπόν· τὸ μέντοι ὀμνύναι οὐδὲ τὴν ἀρ‐ χὴν ἐκ τῆς προαιρέσεως ἔλαβεν, ἀλλ’ ἐκ ῥᾳθυμίας μόνης. Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἐκ τῆς δυσκολίας τοῦ πράγμα‐
40τος, ἀλλὰ παρὰ τὴν ὀλιγωρίαν τὴν ἡμετέραν μέχρι το‐ σούτου τὸ ἁμάρτημα προὔβη τοῦτο, ἐννοήσωμεν πόσα πολλῷ τούτων δυσκολώτερα κατορθοῦσιν ἄνθρωποι, καὶ ταῦτα μηδεμίαν ἀμοιβὴν προσδοκῶντες ἐκεῖθεν· ἐν‐ νοήσωμεν τίνα ὁ διάβολος ἐπέταξε, πῶς ἐπίπονα, πῶς
45ἐπίμοχθα, καὶ οὐκ ἐγένετο κώλυμα ἡ δυσκολία τοῖς ἐπι‐ τάγμασι. Τί γὰρ ἂν γένοιτο δυσκολώτερον, εἰπέ μοι, ἀλλ’ ἢ ὅταν τις νέος τοῖς βουλομένοις καταμαλάττειν αὐτὸν καὶ λυγίζειν αὐτοῦ τὰ μέλη παραδοὺς ἑαυτὸν, φι‐ λονεικοίη πρὸς ἀκρίβειαν τροχοῦ δίκην τὸ σῶμα ἅπαν

49

.

195

(50)

κάμπτειν καὶ στρέφεσθαι ἐπὶ τοῦ ἐδάφους, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς τῶν χειρῶν περιαγωγῆς καὶ τῆς ἄλλης δινήσεως εἰς τὸ θῆλυ γένος ἐκβῆναι βιάζηται, καὶ μήτε τὴν δυσκολίαν τῶν γινομένων, μήτε τὴν αἰσχύνην τὴν ἀπὸ τούτων λογίζηται; τοὺς δὲ ἐπὶ τῆς
55ὀρχήστρας πάλιν ἐπισυρομένους, καὶ καθάπερ πτεροῖς τᾶς κώλοις κεχρημένους τοῦ σώματος, τίς οὐκ ἂν ὁρῶν ἐκπλαγείη; οἱ δὲ μαχαίρας ἐναλλὰξ εἰς τὸν ἀέρα ἀκοντί‐ ζοντες, καὶ πάσας ἀπὸ τῆς λαβῆς δεχόμενοι πάλιν, τίνα οὐκ ἂν καταισχύνοιεν τῶν ὑπὲρ τῆς ἀρετῆς οὐδένα βου‐
60λομένων ἀναδέξασθαι πόνον; ἢ τί ἄν τις εἴποι περὶ ἐκεί‐Column end

49

.

196

νων τῶν ἀνδρῶν, οἳ κοντὸν ἐπὶ τοῦ μετώπου βαστάζον‐ τες, καθάπερ δένδρον ἐῤῥιζωμένον ἐπὶ τῆς γῆς, οὕτως ἀκίνητον διατηροῦσι; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμα‐ στὸν, ἀλλ’ ὅτι καὶ παιδία μικρὰ ἐπ’ ἄκρου τοῦ ξύλου
5παλαίειν ἀλλήλοις παρασκευάζουσι, καὶ οὔτε χεῖρες οὔτε ἄλλο τι τοῦ σώματος μέρος, ἀλλὰ τὸ μέτωπον μόνον δεσμοῦ παντὸς ἀσφαλέστερον φέρει τὸν κοντὸν ἐκεῖνον ἄσειστον. Ἕτερος πάλιν ἐπὶ σχοίνου στενωτάτης μετὰ τοσαύτης ἀδείας βαδίζει, μεθ’ ὅσης οἱ τὰ ὕπτια πεδία
10κατατρέχοντες. Ἀλλ’ ὅμως ταῦτα τὰ καὶ ταῖς ἐννοίαις ἀφόρητα εἶναι δοκοῦντα, τῇ τέχνῃ γέγονε δυνατά. Τί τούτων ἔχομεν εἰπεῖν ἐπὶ τῶν ὅρκων, εἰπέ μοι; ποίαν δυσκολίαν; ποῖον ἱδρῶτα; ποίαν τέχνην; ποῖον κίνδυνον; Ὀλίγης χρεία σπουδῆς μόνον ἡμῖν, καὶ ταχέως τὸ πᾶν
15ἡμῖν ἀνυσθήσεται. Καὶ μή μοι λέγε, ὅτι τὸ πλέον κατ‐ ώρθωσα, ἀλλ’ εἰ μὴ τὸ πᾶν κατώρθωσας, μηδὲν μηδέπω πεποιηκέναι νόμιζε· τὸ γὰρ ὀλίγον τοῦτο ἀμεληθὲν καὶ τὸ λοιπὸν ἅπαν καθαιρεῖ. Πολλάκις γοῦν οἰκίας οἰκοδο‐ μήσαντες ἄνθρωποι, καὶ τὸν ὄροφον ἐπιθέντες, μιᾶς
20κεραμίδος ἀποτιναχθείσης, μὴ ποιησάμενοι σπουδὴν, ὁλόκληρον τὸν οἶκον ἀπώλεσαν. Καὶ ἐπὶ ἱματίων δὲ τὸ αὐτὸ τοῦτο συμβαῖνον ἴδοι τις ἄν· καὶ γὰρ καὶ ἐκεῖ μι‐ κρὸν ῥῆγμα γενόμενον καὶ μὴ ῥαφὲν, πολὺ τὸ σχίσμα ἐποίησε. Τοῦτο καὶ ἐπὶ τῶν χειμάῤῥων συμβαίνει πολ‐
25λάκις· καὶ γὰρ ἐκεῖνοι μικρᾶς ἂν ἐπιλάβωνται μόνον εἰσόδου, ὁλόκληρον τὸ ῥεῦμα εἰσάγουσι. Καὶ σὺ τοίνυν εἰ καὶ πάντοθεν σαυτὸν ἐτείχισας, μικρὸν δὲ ὑπολείπεται μέρος λοιπὸν, καὶ τοῦτο ἀπόφραξον τῷ διαβόλῳ, ἵνα ἐστη‐ ριγμένος ᾖς πάντοθεν. Εἶδες τὴν δρεπάνην; εἶδες τὴν
30κεφαλὴν Ἰωάννου; ἤκουσας τῆς ἱστορίας τῆς κατὰ τὸν Σαούλ; ἤκουσας τῆς αἰχμαλωσίας τῆς Ἰουδαϊκῆς τὸν τρόπον; μετὰ δὲ τούτων πάντων ἤκουσας τῆς ἀποφάσεως τοῦ Χριστοῦ λεγούσης, ὅτι οὐ τὸ ἐπιορκεῖν μόνον, ἀλλὰ καὶ τὸ ὀμνύειν ὁπωσοῦν διαβολικόν ἐστι, καὶ ὅλον τοῦ
35πονηροῦ τὸ κατασκεύασμα; ἔμαθες ὅτι πανταχοῦ τοῖς ὅρκοις ἕπονται ἐπιορκίαι; Ταῦτα δὴ πάντα συναγαγὼν ἔγγραψον τῇ διανοίᾳ σου. Οὐχ ὁρᾷς, πῶς αἱ γυναῖκες καὶ τὰ μικρὰ παιδία ἀντὶ φυλακῆς μεγάλης Εὐαγ‐ γέλια ἐξαρτῶσι τοῦ τραχήλου, καὶ πανταχοῦ περιφέ‐
40ρουσιν, ὅπουπερ ἂν ἀπίωσιν; Σὺ τὰ παραγγέλματα τοῦ Εὐαγγελίου καὶ τοὺς νόμους ἔγγραψόν σου τῇ διανοίᾳ. Οὐ χρεία χρυσίου καὶ κτημάτων ἐνταῦθα, οὔτε βιβλίον πρίασθαι, προαιρέσεως δὲ μόνης καὶ διαθέσεως ψυχῆς διεγηγερμένης, καὶ ἀσφαλέστερον ἕξεις τὸ Εὐαγ‐
45γέλιον, οὐκ ἔξωθεν περιφέρων, ἀλλ’ ἔνδον αὐτὸ τοῖς τῆς ψυχῆς ἀποτιθέμενος ταμείοις. Ἀνιστάμενος τοίνυν ἀπὸ τῆς κλίνης, καὶ τὴν οἰκίαν ἐκβαίνων τὴν σεαυτοῦ, τὸν νόμον ἐπίλεγε τοῦτον, Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως, καὶ ἔσται σοι διδασκαλία τὸ ῥῆμα·

49

.

196

(50)

οὐδὲ γὰρ πολλοῦ δεῖ πόνου, ἀλλὰ μικρᾶς προσοχῆς μό‐ νον. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, εὔδηλον ἐκεῖθεν· Τὸν υἱόν σου καλέσας φόβησον, καὶ ἀπείλησον αὐτῷ ἐπιθή‐ σειν πληγὰς ὀλίγας, εἰ μὴ κατορθώσειε τὸν νόμον τοῦ‐ τον, καὶ ὄψει ὡς εὐθέως ἀποστήσεται τῆς συνηθείας.
55Πῶς οὖν οὐκ ἄτοπον, εἰ τὰ μὲν μικρὰ παιδία τὸν παρ’ ἡμῶν δεδοικότα φόβον περιγένοιτο τῆς ἐντολῆς, ἡμεῖς δὲ μηδὲ οὕτω φοβούμεθα τὸν Θεὸν, ὡς ἡμᾶς οἱ υἱοὶ δε‐ δοίκασιν; Ὅπερ οὖν καὶ πρώην εἶπον, τοῦτο καὶ νῦν λέγω. Νόμον ἑαυτοῖς θῶμεν, μὴ πρότερον μὴ δημοσίων,
60μὴ ἰδιωτικῶν ἅψασθαι πραγμάτων, ἕως ἂν τοῦτον ἐκ‐195

49

.

197

πληρώσωμεν τὸν νόμον, καὶ πάντως ὑπὸ τῆς ἀνάγκης συνωθούμενοι περιεσόμεθα ῥᾳδίως, καὶ κοσμήσομεν μὲν ἑαυτοὺς, κοσμήσομεν δὲ καὶ τὴν πόλιν ἅπασαν. Ἐννόη‐ σον γὰρ ἡλίκον ἐστὶ πανταχοῦ τῆς οἰκουμένης ταῦτα
5ἀκούειν, ὡς ἐν Ἀντιοχείᾳ κεκράτηκεν ἔθος Χριστια‐ νοῖς πρέπον, καὶ οὐδενὸς ἀκούσῃ, κἂν μεγίστη ἀνάγκη ἐπικέηται, ὅρκον προϊεμένου. Πάντως ἀκούσονται ταῦτα αἱ γείτονες πόλεις· μᾶλλον δὲ οὐχ αἱ γείτονες μόνον, ἀλλὰ καὶ πρὸς αὐτὰ τὰ πέρατα τῆς γῆς ὁ λόγος ἀφίξε‐
10ται· καὶ γὰρ εἰκὸς, καὶ ὑμῖν ἐπιμιγνυμένους ἐμπόρους, καὶ ἐντεῦθεν ἑτέρους ἀφικνουμένους ταῦτα ἀπαγγέλλειν ἅπαντα. Ὅταν οὖν ἄλλας πόλεις ἐγκωμιάζοντες πολλοὶ λιμένας λέγωσι, καὶ ἀγορὰν, καὶ ἀφθονίαν ὠνίων, δότε τοῖς ἐντεῦθεν ἀφικνουμένοις λέγειν, ὅτι ὅπερ ἐστὶν
15ἐν Ἀντιοχείᾳ, τοῦτο οὐδαμοῦ τῶν ἄλλων πόλεων ἔστινColumn end

49

.

198

ἰδεῖν· ἕλοιντο γὰρ ἂν οἱ ἄνθρωποι οἱ τὴν πόλιν ἐκείνην οἰκοῦντες τὴν γλῶτταν ἐκκοπῆναι πρότερον, ἢ ὅρκον ἀπὸ τοῦ στόματος προέσθαι. Τοῦτο ὑμῖν κόσμος ἔσται καὶ ἀσφάλεια· οὐ μόνον δὲ, ἀλλὰ καὶ μισθὸν οἴσει πολύν.
5Καὶ γὰρ πάντως ζηλώσουσιν ὑμᾶς ἕτεροι καὶ μιμήσον‐ ται· εἰ γὰρ ἕνα τις καὶ δύο κερδάνας τοσοῦτον λήψεται μισθὸν παρὰ τοῦ Θεοῦ, οἱ τὴν οἰκουμένην ἅπασαν παι‐ δεύοντες πόσας οὐ λήψεσθε τὰς ἀμοιβάς; Χρὴ τοίνυν σπουδάζειν καὶ ἐγρηγορέναι καὶ νήφειν, εἰδότας ὡς
10οὐχὶ τῶν οἰκείων κατορθωμάτων μόνον, ἀλλὰ καὶ τῶν ἑτέροις κατορθουμένων ἀντίδοσιν ληψόμεθα μεγίστην, καὶ πολλῆς παρὰ τοῦ Θεοῦ τῆς εὐνοίας ἀπολαύσομεν· ἧς γένοιτο διηνεκῶς πάντας ἡμᾶς ἀπολαύσαντας τυχεῖν τῆς βασιλείας τῶν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ‐
15ρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.Column end

49

.

197

(18t)

Ὅτι οὐκ ἀρκεῖ ἡ νηστεία τῆς Τεσσαρακοστῆς πρὸς τὸ δύνασθαι κοινωνεῖν, ἀλλὰ καὶ δεῖ τῆς
19tκατὰ ψυχὴν ἀρετῆς πρώτης· καὶ πῶς δυνατὸν μὴ μνησικακεῖν, καὶ ὅτι πολὺς τῷ Θεῷ τοῦ νόμου
20tτούτου λόγος, καὶ ὅτι πρὸ τῆς γεέννης τὸ μνησικακεῖν κολάζει τοὺς ἁλόντας· καὶ περὶ τῆς τῶν
21tὅρκων ἀποχῆς, καὶ περὶ τῶν μὴ κατωρθωκότων τὸ μὴ ὀμνύειν.
22tὉμιλία κʹ.
23 αʹ. Πρὸς τὸ τέλος ἡμῖν τῆς νηστείας λοιπὸν ὁ καιρὸς ἐπεί‐ γεται· οὐκοῦν καὶ ἡμεῖς πρὸς πλείονα ἑαυτοὺς ἐπιδῶ‐
25μεν ἀρετήν. Ὥσπερ γὰρ οὐδὲν ὄφελος τῶν πολλῶν διαύ‐ λων τοῖς τρέχουσιν, ἂν τῶν βραβείων ἐκπέσωσιν· οὕτως οὐδὲ ἡμῖν ἔσται τι κέρδος ἀπὸ τῶν πολλῶν πόνων καὶ ἱδρώ‐ των τῶν περὶ τὴν νηστείαν, ἐὰν μὴ μετὰ καθαροῦ συνειδό‐ τος δυνηθῶμεν τῆς ἱερᾶς ἀπολαῦσαι τραπέζης. Διὰ τοῦτο
30νηστεία καὶ τεσσαρακοστὴ, καὶ τοσούτων ἡμερῶν συνάξεις καὶ ἀκροάσεις καὶ εὐχαὶ καὶ διδασκαλίαι, ἵνα παντὶ τρόπῳ τὰ παρὰ πάντα τὸν ἐνιαυτὸν ἡμῖν ἁμαρτήματα προστρι‐ βέντα διὰ τῆς σπουδῆς ταύτης τῶν θεϊκῶν ἐνταλμάτων ἀποσμηξάμενοι, μετὰ παῤῥησίας πνευματικῆς μετά‐
35σχωμεν εὐλαβῶς τῆς ἀναιμάκτου ἐκείνης θυσίας, ὡς, ἂν μὴ τοῦτο ᾖ, μάτην καὶ εἰκῆ καὶ ἐπ’ οὐδενὶ χρησίμῳ τὸν τοσοῦτον ὑπέστημεν πόνον. Ἕκαστος τοίνυν ἀναλογιζέ‐ σθω παρ’ ἑαυτῷ, ποῖον ἐλάττωμα διώρθωσε, ποῖον κατ‐ όρθωμα προσεκτήσατο, ποίαν ἁμαρτίαν ἀπεβάλετο,
40ποίαν κηλῖδα ἀπενίψατο, κατὰ τί βελτίων ἐγένετο· κἂν μὲν εὕρῃ πλέον τι γενόμενον ἀπὸ τῆς νηστείας ἑαυτῷ πρὸς τὴν καλὴν ταύτην ἐμπορίαν, καὶ συνίδῃ πολλὴν ἑαυτῷ πεποιημένῳ τῶν τραυμάτων τὴν ἐπιμέλειαν, προσερχέσθω· εἰ δὲ ἠμελημένος ἔμεινε, νηστείαν μόνον
45ἔχων ἐπιδείξασθαι, τῶν δὲ ἄλλων οὐδὲν κατωρθωκὼς, ἔξω μενέτω, καὶ τότε εἰσίτω, ὅταν ἅπαντα ἐκκαθάρῃ τὰ ἁμαρτήματα. Μηδεὶς μόνῃ τῇ νηστείᾳ ἐπιστηριζέσθω,
ἐὰν τοῖς κακοῖς ἔμεινεν ἀδιόρθωτος. Τὸν μὲν γὰρ μὴColumn end

49

.

198

(22)

νηστεύοντα εἰκὸς καὶ συγγνώμης τυχεῖν, σώματος ἀσθέ‐ νειαν προβαλλόμενον· τὸν δὲ μὴ διορθώσαντα ἑαυτοῦ τὰ πλημμελήματα, ἀμήχανον ἀπολογίας τυχεῖν.
25 Οὐκ ἐνήστευσας διὰ τὴν τῆς σαρκὸς ἀσθένειαν· τοῖς ἐχθροῖς σου τίνος ἕνεκεν οὐ κατηλλάγης, εἰπέ μοι; Μὴ καὶ ἐνταῦθα ἀσθένειαν σώματος προβαλέσθαι ἔχεις; Πά‐ λιν ἂν βασκανίαν καὶ φθόνον μένῃς ἔχων, ποίαν ἕξεις ἀπολογίαν, εἰπέ μοι; Οὐδαμοῦ γὰρ ἐν τούτοις τοῖς ἐλατ‐
30τώμασιν ἐπὶ σώματος ἀσθένειαν ἔστι καταφυγεῖν. Καὶ τοῦτο τῆς τοῦ Χριστοῦ φιλανθρωπίας ἔργον ἐγένετο, τὸ τὰς κυριωτάτας τῶν ἐντολῶν καὶ συνεχούσας ἡμῶν τὴν ζωὴν μηδὲν ἀπὸ τῆς τοῦ σώματος ἀσθενείας παραβλά‐ πτεσθαι. Ἐπεὶ οὖν πάντων μὲν ὁμοίως δεόμεθα τῶν ἱερῶν
35νόμων, μάλιστα δὲ πάντων τοῦ κελεύοντος μηδένα ἔχειν ἐχθρὸν, μηδὲ μένειν ὀργιζόμενον διηνεκῶς, ἀλλὰ καταλλάττεσθαι εὐθέως, φέρε περὶ ταύτης ὑμῖν διαλε‐ χθῶμεν σήμερον τῆς ἐντολῆς. Ὡς γὰρ τὸν πορνεύοντα καὶ τὸν βλασφημοῦντα ἀμήχανον μετασχεῖν τῆς ἱερᾶς
40τραπέζης· οὕτω τὸν ἐχθρὸν ἔχοντα καὶ μνησικακοῦντα, ἀδύνατον ἀπολαῦσαι κοινωνίας ἁγίας· καὶ μάλα εἰκό‐ τως. Ὁ μὲν γὰρ πορνεύσας καὶ μοιχεύσας ὁμοῦ τε ἐπλήρωσε τὴν ἐπιθυμίαν, καὶ τέλος ἔδωκε τῇ ἁμαρτίᾳ, κἂν θελήσῃ νήψας ἀνενεγκεῖν ἀπὸ τοῦ πτώματος πολ‐
45λὴν μετὰ ταῦτα ἐπιδειξάμενος τὴν μετάνοιαν, ἔχει τινὰ παραμυθίαν· ὁ δὲ μνησικακῶν καθ’ ἑκάστην ἡμέραν ἐργάζεται τὴν ἁμαρτίαν, καὶ οὐδέποτε αὐτὴν ἀπαρτίζει. Ἐκεῖ γέγονε τὸ πλημμέλημα, καὶ ἐπληρώθη ἡ ἁμαρ‐ τία· ἐνταῦθα δὲ καθ’ ἑκάστην ἡμέραν τολμᾶται ἡ ἁμαρ‐

49

.

198

(50)

τία· τίνα οὖν ἕξομεν, εἰπέ μοι, συγγνώμην τοιούτῳ πο‐
νηρῷ θηρίῳ παραδιδόντες ἑαυτοὺς ἑκόντες; Πῶς δὲ βού‐197

49

.

199

λει τὸν Δεσπότην ἥμερόν σοι γενέσθαι καὶ πρᾶον, τῷ συνδούλῳ γενόμενος αὐτὸς χαλεπὸς καὶ ἀσύγγνωστος; Ἀλλ’ ὕβρισέ σε ὁ σύνδουλος; καὶ σὺ τὸν Θεὸν ὑβρίζεις πολλάκις. Ποῦ δὲ ἴσον σύνδουλος καὶ δεσπότης; Καὶ αὐ‐
5τὸς μὲν ἔνια μέν που ἠδικημένος ἴσως ὕβρισε, καὶ παρωξύνθης· σὺ δὲ τὸν Δεσπότην ὑβρίζεις, οὐκ ἠδικη‐ μένος οὐδὲ ἐπηρεαζόμενος, ἀλλ’ εὐεργετούμενος καθ’ ἑκάστην ὑπ’ αὐτοῦ τὴν ἡμέραν. Ἐννόησον τοίνυν, ὅτι εἰ βουληθείη μετὰ ἀκριβείας τὰ εἰς αὐτὸν γινόμενα ὁ
10Θεὸς ἐξετάζειν, οὐδὲ μίαν βιωσόμεθα τὴν ἡμέραν. Ἁμαρ‐ τίας γὰρ, φησὶν ὁ προφήτης, ἐὰν παρατηρήσῃς, Κύ‐ ριε, τίς ὑποστήσεται; Καὶ ἵνα παρῶ τὰ ἄλλα πάντα, ἃ τὸ συνειδὸς ἑκάστου τῶν ἁμαρτανόντων ἐπίσταται, καὶ ὧν οὐκ ἔχει μάρτυρας ἀνθρώπους, ἀλλὰ τὸν Θεὸν
15μόνον, τῶν φανερῶν τούτων καὶ ὡμολογημένων ἂν ἀπαιτηθῶμεν λόγον, ποίαν ἐν τούτοις ἕξομεν συγγνώ‐ μην; Ἂν ἐξετάσῃ τὴν ῥᾳθυμίαν ἡμῶν τὴν ἐν ταῖς εὐ‐ χαῖς, καὶ τὴν ὀλιγωρίαν, καὶ ὅτι ἔμπροσθεν Θεοῦ ἑστῶ‐ τες καὶ παρακαλοῦντες αὐτὸν, οὐδὲ τοσαύτην αὐτῷ παρ‐
20έχομεν αἰδῶ καὶ τιμὴν, ὅσην τοῖς δεσπόταις οἱ δοῦλοι, ὅσην τοῖς ἄρχουσιν οἱ στρατιῶται, ὅσην τοῖς φίλοις οἱ φίλοι; Φίλῳ μὲν γὰρ διαλεγόμενος μετὰ τοῦ προσέχειν τοῦτο ποιεῖς, Θεῷ δὲ ἐντυγχάνων ὑπὲρ ἁμαρτημάτων, ὑπὲρ πλημμελημάτων τοσούτων συγχώρησιν αἰτῶν, καὶ
25συγγνώμην ἀξιῶν σοι γενέσθαι, ῥᾳθυμεῖς πολλάκις, καὶ τῶν γονάτων σου χαμαὶ κειμένων, πολλαχοῦ τῆς ἀγορᾶς καὶ τῆς οἰκίας πλανᾶσθαί σου τὴν διάνοιαν ἐᾷς, τοῦ στό‐ ματός σου ληροῦντος εἰκῆ καὶ μάτην· καὶ τοῦτο οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις πάσχομεν. Ἂν τοίνυν
30τοῦτο μόνον ἐξετάσαι θελήσῃ ὁ Θεὸς, ἆρα ἕξομεν συγγνώ‐ μην; ἆρα δυνησόμεθα ἀπολογίας τυχεῖν; Οὐκ ἔγωγε οἶμαι. βʹ. Τί δὲ, ἂν τὰς κακηγορίας, ἃς καθ’ ἑκάστην ἡμέραν ἀλλήλους λέγομεν κακῶς, εἰς μέσον παραγάγῃ, καὶ τὰς κρίσεις τὰς ἀκαίρους, ἐν αἷς κατακρίνομεν τὸν πλησίον
35οὐδὲν ἔχοντες πρᾶγμα, ἀλλὰ φιλαίτιοί τινες ὄντες καὶ μεμψίμοιροι, τί δυνησόμεθα ἀπολογήσασθαι καὶ εἰπεῖν; Ἂν δὲ τὰς περιέργους ἡμῶν ὄψεις ἐξετάσῃ, καὶ τὰς πονηρὰς ἐπιθυμίας, ἃς ἔχομεν ἐν διανοίᾳ, πολλάκις αἰσχροὺς καὶ ἀκαθάρτους ἀναδεχόμενοι λογισμοὺς ἀπὸ
40τῆς ἀνεξετάστου τῶν ὀφθαλμῶν πλάνης, πόσην ὑποστη‐ σόμεθα δίκην; Τῆς δὲ λοιδορίας ἡμᾶς ἂν ἀπαιτήσῃ λό‐ γον (Ὃς γὰρ ἂν εἴπῃ, φησὶ, τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρὸς), ἆρα δυνη‐ σόμεθα διᾶραι τὸ στόμα; ἢ χᾶναι μὲν ὅλως, ἢ μικρὸν ἣ
45μέγα τι πρὸς τοῦτο εἰπεῖν; Τὰς δὲ κενοδοξίας, ἃς ὑπομέ‐ νομεν καὶ εὐχόμενοι καὶ νηστεύοντες καὶ ἐλεημοσύνην ποιοῦντες, ἂν ἐξετάσωμεν, οὐ λέγω ὁ Θεὸς, ἀλλ’ ἡμεῖς αὐτοὶ οἱ ἡμαρτηκότες, ἆρα δυνησόμεθα εἰς τὸν οὐρανὸν ἀναβλέψαι; Τοὺς δὲ δόλους, οὓς κατ’ ἀλλήλων ῥάπτομεν,

49

.

199

(50)

νῦν μὲν παρόντα ἐπαινοῦντες τὸν ἀδελφὸν, καὶ ὡς φίλῳ διαλεγόμενοι, ἀπόντα δὲ κατηγοροῦντες, ἆρα ὑποστη‐ σόμεθα τὰς ὑπὲρ τούτων κολάσεις; Τί δὲ τοὺς ὅρκους; τί δὲ τὸ ψεῦδος; τί δὲ τὰς ἐπιορκίας, τοὺς ἀδίκους θυ‐ μοὺς, τὴν βασκανίαν, ἣν βασκαίνομεν πολλάκις εὐδοκι‐
55μοῦσιν, οὐκ ἐχθροῖς μόνον, ἀλλὰ καὶ φίλοις; καὶ ὅτι ἡδό‐ μεθα πασχόντων ἑτέρων κακῶς, καὶ νομίζομεν παραμυ‐ θίαν τῆς οἰκείας συμφορᾶς τὰς ἀλλοτρίας δυσημερίας; Τῆς δὲ ἐν ταῖς συνάξεσι ῥᾳθυμίας ἂν ἀπαιτήσῃ τὰς εὐθύνας, τί ἂν πάθοιμεν; Ἴστε γὰρ δήπου τοῦτο, ὅτι πολ‐
60λάκις αὐτοῦ τοῦ Θεοῦ διαλεγομένου πρὸς πάντας ἡμᾶςColumn end

49

.

200

διὰ τοῦ προφήτου, πολλοὺς καὶ μακροὺς πρὸς τὸν πλη‐ σίον ποιούμεθα λόγους περὶ τῶν οὐδὲν ἡμῖν προσηκόν‐ των. Ἂν τοίνυν πάντα παρεὶς τὰ ἄλλα ταύτης τῆς ἁμαρ‐ τίας θελήσῃ δίκην ἀπαιτῆσαι ἡμᾶς, ποία σωτηρίας ἔσται
5ἡμῖν ἐλπίς; Μὴ γὰρ δὴ μικρὸν εἶναι νομίσῃς τὸ πλημ‐ μέλημα· ἀλλ’ εἰ βούλει τὸ μέγεθος αὐτοῦ κατιδεῖν, ἐπ’ ἀνθρώπων αὐτὸ τοῦτο ἐξέτασον, καὶ τότε ὄψει τῆς ἁμαρτίας τὸ μέγεθος. Τόλμησον ἄρχοντος πρὸς σὲ φθεγ‐ γομένου, μᾶλλον δὲ φίλου τινὸς τῶν ὀλίγῳ σεμνοτέρων,
10ἀφεὶς αὐτὸν πρὸς τὸν οἰκέτην διαλέγεσθαι τὸν σαυτοῦ, καὶ τότε ὄψει ἡλίκον τολμᾷς ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιῶν. Ἐὰν γὰρ ᾖ τις τῶν περιφανεστέρων ἐκεῖνος, καὶ δίκην σε ἀπαιτήσῃ τῆς ὕβρεως· ἀλλ’ ὁ Θεὸς τοσαῦτα καὶ πλείονα τούτων καθ’ ἑκάστην ὑβριζόμενος τὴν ἡμέραν,
15οὐ παρ’ ἑνὸς, καὶ δύο, καὶ τριῶν ἀνθρώπων, ἀλλὰ παρὰ πάντων σχεδὸν ἡμῶν, ἀνέχεται καὶ μακροθυμεῖ καὶ οὐκ ἐπὶ τούτοις μόνον, ἀλλὰ καὶ ἐφ’ ἑτέροις πολλῷ χαλεπω‐ τέροις. Ταῦτα μὲν γάρ ἐστι τὰ ὡμολογημένα καὶ πᾶσι δῆλα, καὶ ὑπὸ πάντων σχεδὸν τολμώμενα· ἔστι δὲ καὶ
20ἕτερα, ἅπερ τὸ τῶν ἁμαρτανόντων συνειδὸς οἶδεν· ἐὰν ἅπαντα ταῦτα ἐννοήσωμεν καὶ πρὸς ἑαυτοὺς ἀναλογι‐ σώμεθα, κἂν ἁπάντων ὦμεν ὠμότεροι καὶ ἀπηνέστεροι, τὸ πλῆθος τῶν ἁμαρτιῶν ἡμῶν σκοπήσαντες, ἀπὸ τοῦ φόβου καὶ τῆς ἀγωνίας οὐδὲ μνησθῆναι τῆς παρ’ ἑτέρων εἰς
25ἡμᾶς γεγενημένης ὕβρεως δυνησόμεθα. Ἀναμνήσθητι τοῦ ποταμοῦ τοῦ πυρὸς, τοῦ σκώληκος τοῦ ἰοβόλου, τῆς φοβερᾶς κρίσεως, καθ’ ἣν ἅπαντα γυμνὰ καὶ τετραχη‐ λισμένα· ἐννόησον, ὅτι τὰ κρυπτόμενα νῦν ἐκκαλύπτε‐ ται τότε. Ἂν τοίνυν ἀφῇς τῷ πλησίον τὰ ἁμαρτήματα,
30ἅπερ ἐκκαλύπτεσθαι μέλλει τότε, ταῦτα ἐνταῦθα ἀφανίζεται πάντα, καὶ ἀπελεύσῃ μηδὲν ἐπισυρόμενος ὧν ἐπλημμέλησας, ὥστε μείζονα λαμβάνεις, ἢ δίδως. Καὶ γὰρ πολλὰ πολλάκις ἡμαρτήκαμεν τοιαῦτα, ἃ μη‐ δεὶς ἕτερος οἶδεν· εἶτα ἐννοοῦντες ὅτι κατὰ τὴν ἡμέραν
35ἐκείνην πρὸ τῶν ὀφθαλμῶν ἁπάντων κείσεται ἡμῶν τὰ ἁμαρτήματα ἐν τῷ κοινῷ τῆς οἰκουμένης θεάτρῳ, τῆς κολάσεως χαλεπώτερον ἀλγοῦμεν, πνιγόμενοι καὶ ἀγχό‐ μενοι τῷ συνειδότι. Ἀλλὰ τὴν τοσαύτην αἰσχύνην, τὰ τοσαῦτα ἁμαρτήματα, τὴν τοσαύτην κόλασιν ἔστιν ἀπο‐
40νίψασθαι διὰ τῆς εἰς τὸν πλησίον συγχωρήσεως· καὶ γὰρ οὐδὲν ταύτης ἴσον ἐστὶ τῆς ἀρετῆς. Βούλει μαθεῖν ταύτης τῆς ἀρετῆς τὴν δύναμιν; Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, φησὶ, πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς. Ἀλλ’ ὅμως οὓς οὐκ ἠδύνατο
45Μωϋσῆς καὶ Σαμουὴλ ἐξαρπάσαι τῆς ὀργῆς τοῦ Θεοῦ, αὕτη ἠδύνατο ἐξαρπάσαι ἡ ἐντολή· διὰ τοῦτο ἐκείνοις, οἷς ταῦτα εἶπε, συνεχῶς παρεκελεύετο λέγων· Κακίαν ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν· καὶ, Τὴν κακίαν τοῦ πλησίον αὐτοῦ

49

.

200

(50)

ἕκαστος μὴ λογιζέσθω. Οὐκ εἶπεν, Ἄφες, μόνον, ἀλλὰ, Μηδὲ ἔχε ἐν διανοίᾳ, μηδὲ λογίζου· ἄφες τὴν ὀργὴν ἅπα‐ σαν, ἀφάνισον τὸ ἕλκος. Δοκεῖς μὲν γὰρ ἐκεῖνον ἀμύ‐ νεσθαι, πρότερον δὲ σεαυτὸν βασανίζεις, καθάπερ δή‐ μιον ἔνδοθεν περιστήσας σου πανταχόθεν τὸν θυμὸν, καὶ
55καταξαίνων σαυτοῦ τὰ σπλάγχνα. Τί γὰρ γένοιτ’ ἂν ἀθλιώτερον ἀνθρώπου διηνεκῶς ὀργιζομένου; Καὶ καθάπερ οἱ μεμηνότες οὐδέποτε ἀπο‐ λαύουσι γαλήνης, οὕτως ὁ μνησικακῶν καὶ ἐχθρὸν ἔχων, οὐδέποτε ἀπολαύσεταί τινος εἰρήνης, διηνεκῶς φλεγμαί‐
60νων, καὶ τὸν χειμῶνα τῶν λογισμῶν καθ’ ἑκάστην199

49

.

201

αὔξων τὴν ἡμέραν, τὰ ῥήματα ἀναμιμνησκόμενος καὶ τὰ πράγματα, καὶ πρὸς αὐτὴν τὴν προσηγορίαν τοῦ λε‐ λυπηκότος ἀπεχθῶς ἔχων. Κἂν τὸ ὄνομα μόνον εἴπῃς τοῦ ἐχθροῦ, ἐκθηριοῦται καὶ πολλὴν ἔνδον ὑπομένει τὴν
5ὀδύνην· κἂν ψιλὴν ἴδῃ τὴν ὄψιν μόνον, δέδοικε καὶ τρέ‐ μει, καθάπερ τὰ ἔσχατα πάσχων κακά· κἄν τινας τῶν ἐκείνῳ προσηκόντων, κἂν ἱμάτιον, κἂν οἰκίαν, κἂν στε‐ νωπὸν θεάσηται, ὑπὸ πάντων βασανίζεται τῶν ὁρωμέ‐ νων. Καθάπερ γὰρ τῶν φιλουμένων καὶ τὰ ἱμάτια, καὶ
10τὰ πρόσωπα, καὶ τὰ ὑποδήματα, καὶ αἱ οἰκίαι, καὶ οἱ στενωποὶ πτεροῦσιν ἡμᾶς εὐθέως ὀφθέντες· οὕτω τῶν ἐχθρῶν καὶ μισουμένων κἂν οἰκέτην, κἂν φίλον, κἂν οἰκίαν, κἂν στενωπὸν ἴδωμεν, κἂν ὁτιοῦν ἕτερον, ὑπὸ πάντων δακνόμεθα, καὶ πυκναὶ καὶ συνεχεῖς ἡμῖν ἀφ’
15ἑκάστου τῶν ὁρωμένων πληγαὶ γίνονται. γʹ. Τίς οὖν χρεία τῆς τοιαύτης πολιορκίας, τοσαύτης βα‐ σάνου καὶ κολάσεως; Εἰ γὰρ καὶ μὴ γέεννα προηπεί‐ λητο τοῖς μνησικάκοις, διὰ τὴν ἐκ τοῦ πράγματος ἡμῖν γινομένην βάσανον ἀφεῖναι τὰ ἁμαρτήματα τοῖς λελυ‐
20πηκόσιν ἐχρῆν· ὅταν δὲ καὶ ἀθάνατοι μένωσιν αἱ τιμω‐ ρίαι, τί γένοιτ’ ἂν ἀνοητότερον τοῦ καὶ ἐνταῦθα καὶ ἐκεῖ κολάζοντος μὲν ἑαυτὸν, νομίζοντος δὲ τὸν ἐχθρὸν τιμω‐ ρεῖσθαι; Ἄν τε γὰρ εὐδοκιμοῦντα ἴδωμεν, ἀπολλύμεθα ὑπὸ τῆς ἀθυμίας· κἂν δυσπραγοῦντα, δεδοίκαμεν μή
25τις γένηται δεξιὰ πάλιν μεταβολή· ἀμφοτέρων δὲ τούτων ἡμῖν κεῖται κόλασις ἀπαραίτητος. Ἐπὶ γὰρ τῷ ὑποσκελίσματι τοῦ ἐχθροῦ σου, φησὶ, μὴ ἐπαίρου. Καὶ μή μοι λέγε τῶν ἀδικημάτων τὸ μέγεθος· οὐ γὰρ τοῦτό ἐστι τὸ ποιοῦν μένειν παρὰ σοὶ τὴν ὀργὴν, ἀλλὰ τὸ μὴ με‐
30μνῆσθαί σε τῶν οἰκείων πλημμελημάτων, μηδὲ τὴν γέενναν ἔχειν πρὸ ὀφθαλμῶν καὶ τὸν τοῦ Θεοῦ φόβον. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀπὸ τῶν συμ‐ βάντων τῇ πόλει τοῦτο ἀποδεῖξαι πειράσομαι. Ὅτε γὰρ οἱ τῶν παρανόμων τολμημάτων ἐκείνων ὄντες ὑπεύθυ‐
35νοι πρὸς τὸ δικαστήριον ἤχθησαν, ὅτε πῦρ ἔνδον ἐκαίετο, καὶ δήμιοι παρειστήκεισαν καὶ τὰς πλευρὰς κατέξαινον, εἴ τις αὐτοῖς παραστὰς ἐκ πλαγίων εἶπεν, ὅτι Εἴ τινας ἐχθροὺς ἔχετε, λύσατε τὴν ὀργὴν, καὶ δυνησόμεθα ταύ‐ της ὑμᾶς ἀπαλλάξαι τῆς κολάσεως· ἆρα οὐκ ἂν καὶ τοὺς
40πόδας αὐτῶν κατεφίλησαν; Καὶ τί λέγω τοὺς πόδας; εἰ καὶ δεσπότας τις αὐτοὺς ἑλέσθαι ἐκέλευσεν, οὐκ ἂν παρ‐ ῃτήσαντο τότε. Εἰ δὲ ἀνθρωπίνη κόλασις καὶ τέλος ἔχου‐ σα πάσης ἂν ἐκράτησεν ὀργῆς, πολλῷ μᾶλλον ἡ μέλ‐ λουσα τιμωρία, εἰ συνεχῶς ἡμῶν τὴν διάνοιαν κατεῖχεν,
45οὐχὶ μνησικακίαν μόνον, ἀλλὰ καὶ πάντα ἂν ἀπὸ τῆς ψυχῆς ἐξήλασε πονηρὸν λογισμόν. Τί γὰρ εὐκολώτερον, εἰπέ μοι, τοῦ τὴν ὀργὴν ἀφεῖναι τῷ λελυπηκότι; Μὴ γὰρ μακρὰν ἀποδημίαν ἔστι στείλασθαι; μὴ γὰρ χρή‐ ματα δαπανῆσαι, μὴ γὰρ ἑτέρους παρακαλέσαι; Ἀρκεῖ

49

.

201

(50)

θελῆσαι μόνον, καὶ τὸ κατόρθωμα τέλος ἔλαβε. Τίνος οὖν οὐκ ἂν εἴημεν ἄξιοι κολάσεως, εἰ βιωτικῶν μὲν ἕνε‐ κεν πραγμάτων καὶ δουλοπρεπεῖς ὑπομένομεν διακονίας, καὶ ἀναξίους ἡμῶν ἐπιδεικνύμεθα θεραπείας, καὶ χρή‐ ματα ἀναλίσκομεν, καὶ πυλωροῖς διαλεγόμεθα, ἵνα μια‐
55ροὺς ἀνθρώπους κολακεύσωμεν, καὶ πάντα ποιοῦμεν καὶ
λέγομεν ὥστε κατορθωθῆναι ἡμῖν τὸ προκείμενον, ὑπὲρColumn end

49

.

202

δὲ τῶν τοῦ Θεοῦ νόμων τὸν λελυπηκότα ἀδελφὸν οὐχ ὑπομένομεν παρακαλέσαι, ἀλλὰ καὶ αἰσχύνην εἶναι νομί‐ ζομεν τὸ πρότεροι προσδραμεῖν; Αἰσχύνῃ, εἰπέ μοι, μέλλων πρότερος κερδαίνειν; Τοὐναντίον μὲν οὖν αἰσχύ‐
5νεσθαι χρὴ τὸ μένειν ἐπὶ τοῦ πάθους, καὶ τὸν λελυπη‐ κότα ἐκδέχεσθαι πρὸς τὰς καταλλαγὰς ἐλθεῖν· τοῦτο γὰρ καὶ αἰσχύνη καὶ ὄνειδος καὶ ζημία μεγίστη. Ὁ γὰρ πρό‐ τερος ἐλθὼν, ἐκεῖνος καρποῦται τὸ πᾶν. Ἂν μὲν γὰρ παρ’ ἑτέρου παρακληθεὶς ἀφῇς τὴν ὀργὴν, ἐκείνῳ λογί‐
10ζεται τὸ κατόρθωμα (οὐ γὰρ δὴ τῷ Θεῷ πειθόμενος, ἀλλ’ ἐκείνῳ χαριζόμενος τὸν νόμον ἐπλήρωσας)· ἂν δὲ μηδενὸς παρακαλοῦντος, μήτε αὐτοῦ τοῦ λελυπηκότος πρὸς σὲ παραγενομένου καὶ δεηθέντος, αὐτὸς πᾶσαν αἰσχύνην καὶ πάντα ὄκνον ῥίψας ἀπὸ τῆς διανοίας, προσ‐
15δράμῃς τῷ ἠδικηκότι καὶ καταλύσῃς τὴν ὀργὴν, ὁλόκλη‐ ρόν σου γίνεται τὸ κατόρθωμα, καὶ τὸν πάντα λήψῃ μισθόν. Ἂν εἴπω, Νήστευσον, ἀσθένειάν μοι προβάλλῃ σώματος πολλάκις· ἂν εἴπω, Δὸς πένησι, παιδοτροφίαν καὶ πενίαν· ἂν εἴπω, Σχόλαζε εἰς συνάξεις, φροντίδας
20βιωτικάς· ἂν εἴπω, Πρόσεχε τοῖς λεγομένοις, καὶ νόει τῆς διδασκαλίας τὴν δύναμιν, ἰδιωτείαν· ἂν εἴπω, Κατόρθωσον ἕτερον, λέγεις, ὅτι Οὐχ ὑπακούσεται συμ‐ βουλευόμενος· πολλάκις γὰρ εἰπὼν κατεφρονήθην. Ψυ‐ χραὶ μὲν οὖν αἱ προφάσεις, ἀλλ’ ὅμως κἂν πρόφασιν
25ἔχῃς εἰπεῖν· ἂν εἴπω, Τὴν ὀργὴν ἄφες, τί τούτων εἰπεῖν δυνήσῃ; Οὔτε γὰρ ἀσθένειαν σώματος, οὔτε πενίαν, οὐκ ἰδιωτείαν, οὐκ ἀσχολίαν, οὐκ ἄλλο οὐδὲν ἔχεις εἰπεῖν, ἀλλ’ ἀσύγγνωστος αὕτη μάλιστα πάντων ἐστὶν ἡ ἁμαρτία. Πῶς δυνήσῃ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεῖναι;
30Πῶς τὴν γλῶτταν κινῆσαι; Πῶς αἰτῆσαι συγγνώμην; Κἂν γὰρ βούληται ὁ Θεὸς ἀφεῖναι τὰς ἁμαρτίας σου. οὐκ ἀφίης αὐτὸς, τὰ τοῦ συνδούλου κατέχων. Ἀλλ’ ὠμός ἐστι, καὶ ἄγριος, καὶ θηριώδης, καὶ κολάσεως ἐπιθυμεῖ καὶ ἀντιδόσεως. Καὶ διὰ τοῦτο μάλιστα ἄφες. Ἠδίκησαι
35πολλὰ, καὶ ἀπεστέρησαι, καὶ κακῶς ἤκουσας, καὶ ἐν τοῖς μεγίστοις ἐβλάβης πράγμασι, καὶ βούλει κολαζόμε‐ νον ἰδεῖν τὸν ἐχθρόν. Καὶ εἰς τοῦτό σοι πάλιν χρήσιμον τὸ ἀφιέναι. Ἂν μὲν γὰρ αὐτὸς ἐκδικήσῃς καὶ ἐπεξέλθῃς, εἴτε διὰ ῥημάτων, εἴτε διὰ πραγμάτων, εἴτε διὰ τῆς
40εὐχῆς τῆς κατ’ αὐτοῦ, ὁ Θεὸς οὐκ ἐπεξελεύσεται λοιπὸν, ἅτε σοῦ τὴν τιμωρίαν λαβόντος· καὶ οὐ μόνον οὐκ ἐπ‐ εξελεύσεται, ἀλλὰ καὶ σὲ ἀπαιτήσει δίκην ὡς ὑβρισμένος. δʹ. Εἰ γὰρ ἐπ’ ἀνθρώπων τοῦτο γίνεται, κἂν τυπτήσωμεν ἀλλότριον οἰκέτην, ὁ δεσπότης ἀγανακτεῖ, καὶ ὕβριν εἶναί
45φησι τὸ πρᾶγμα· κἂν γὰρ ἠδικημένοι τύχωμεν εἴτε ὑπὸ δούλων, εἴτε ὑπὸ ἐλευθέρων, τὰς παρὰ τῶν ἀρχόν‐ των καὶ τὰς παρὰ τῶν δεσποτῶν ἀναμένειν χρὴ ψήφους· εἰ τοίνυν ἐπ’ ἀνθρώπων οὐκ ἀσφαλὲς ἑαυτοὺς ἐκδικεῖν, πολλῷ μᾶλλον, ὅταν ὁ Θεὸς δικάζῃ. Ἀλλ’ ἠδίκησέ σε

49

.

202

(50)

καὶ λελύπηκε, καὶ μυρία διέθηκεν ὁ πλησίον κακά. Μηδὲ οὕτως αὐτὸς αὐτῷ ἐπεξέλθῃς, ἵνα μὴ ὑβρίσῃς σαυτοῦ τὸν Δεσπότην· παραχώρησον τῷ Θεῷ, καὶ αὐτὸς διαθήσει τὸ πρᾶγμα πολλῷ βέλτιον οὗ σὺ βούλει. Σοὶ μόνον εὔχεσθαι ὑπὲρ τοῦ λελυπηκότος ἐκέλευσε· τὸ δὲ
55πῶς ἐκείνῳ δεῖ χρήσασθαι, αὐτῷ καταλιπεῖν προσέτα‐201

49

.

203

ξεν. Οὐχ οὕτως σὺ σαυτὸν ἐκδικεῖς, ὡς ἐκεῖνός σε ἐκδι‐ κῆσαι παρεσκεύασται, ἂν αὐτῷ παραχωρήσῃς μόνον, καὶ μὴ κατεύξῃ τοῦ λελυπηκότος, ἀλλ’ αὐτὸν ἀφῇς κύ‐ ριον γενέσθαι τῆς ψήφου· κἂν γὰρ ἡμεῖς ἀφῶμεν τοῖς
5ἠδικηκόσι, κἂν καταλλαγῶμεν, κἂν ὑπὲρ αὐτῶν δεηθῶ‐ μεν, ὁ Θεὸς οὐκ ἀφίησιν, ἐὰν μὴ μεταβάλλωνται καὶ αὐτοὶ, καὶ βελτίους γένωνται· οὐκ ἀφίησι δὲ πρὸς τὸ χρήσιμον ἐκείνων βλέπων. Σὲ μὲν γὰρ ἐπαινεῖ καὶ ἀπο‐ δέχεται τῆς φιλοσοφίας, ἐκεῖνον δὲ ἐπεξέρχεται, ἵνα
10μὴ τῇ σῇ φιλοσοφίᾳ χείρων γένηται. Ὥστε περιττὸς ὁ τῶν πολλῶν λόγος. Πολλοὶ γὰρ πολλάκις ἐγκαλούμενοι παρ’ ἡμῶν, ἐπειδὴ παρακαλούμενοι καταλλαγῆναι τοῖς ἐχθροῖς οὐκ ἐπείθοντο, ταύτην ἐδόκουν τὴν ἀπολογίαν προβαλέσθαι παραπέτασμα τῆς ἑαυτῶν οὖσαν πονηρίας·
15Οὐ βούλομαι καταλλαγῆναι, φησὶν, ἵνα μὴ χείρονα αὐ‐ τὸν ἐργάσωμαι, ἵνα μὴ τραχύτερον, ἵνα μὴ μειζόνως μου καταφρονήσῃ μετὰ ταῦτα. Καὶ πρὸς τούτοις κἀ‐ κεῖνο λέγουσιν, ὅτι Πολλοὶ τῶν ἀνθρώπων ἐξ ἀσθενείας με νομίζουσι πρότερον ἐπὶ τὰς καταλλαγὰς ἔρχεσθαι
20καὶ τὸν ἐχθρὸν παρακαλεῖν. Ταῦτα πάντα μάταια· ὁ γὰρ ἀκοίμητος ὀφθαλμὸς εἶδε τὴν γνώμην τὴν σήν· διόπερ οὐδένα χρὴ ποιεῖσθαι τῶν συνδούλων λόγον, ὅταν τὸν κριτὴν πείσῃς καὶ τὸν μέλλοντά σοι δικάζειν. Εἰ δὲ τοῦ μὴ γενέσθαι σοι χείρονα διὰ τῆς σῆς ἐπιεικείας τὸν
25ἐχθρὸν φροντίζεις, ἐκεῖνο μάνθανε, ὅτι οὐχ οὕτω γίνε‐ ται χείρων, ἀλλ’ ἂν μὴ καταλλαγῇς μᾶλλον· κἂν γὰρ ἁπάντων μιαρώτερος ᾖ, κἂν μὴ λέγῃ, κἂν μὴ κηρύττῃ, καὶ σιγῶν πάντως ἀποδέξεταί σου τὴν φιλοσοφίαν, αἰ‐ δεσθήσεταί σου τὴν πραότητα κατὰ τὸ συνειδὸς τὸ ἑαυ‐
30τοῦ· ἐὰν δὲ ἐπὶ τῆς αὐτῆς μένῃ πονηρίας κολακευόμε‐ νος καὶ θεραπευόμενος, ἕξει τιμωρὸν μέγιστον τὸν Θεόν. Καὶ ἵνα μάθητε, ὅτι, κἂν ἡμεῖς παρακαλέσωμεν ὑπὲρ τῶν ἐχθρῶν καὶ ὑπὲρ τῶν ἠδικηκότων, ὁ Θεὸς οὐκ ἀφ‐ ίησιν, ἂν μέλλωσι γίνεσθαι χείρους διὰ τῆς ἡμετέρας
35ἀνεξικακίας, ἱστορίαν ὑμῖν ἐρῶ παλαιάν. Κατελάλησέ ποτε τοῦ Μωϋσέως ἡ Μαρία· τί οὖν ὁ Θεός; Λέπραν ἐπαφῆκεν αὐτῇ, καὶ ἀκάθαρτον αὐτὴν ἐποίησε, καίτοι γε τὰ ἄλλα οὖσαν ἐπιεικῆ καὶ σώφρονα· εἶτα τοῦ Μωϋ‐ σέως αὐτοῦ τοῦ ὑβρισμένου παρακαλοῦντος ἀφεῖναι τὴν
40ὀργὴν, οὐκ ἠνέσχετο ὁ Θεός· ἀλλὰ τί φησιν; Εἰ ἐμπτύων ἐνέπτυσεν ὁ πατὴρ αὐτῆς εἰς τὸ πρόσωπον, οὐκ ἂν ἐνετράπη; Μεινάτω, φησὶν, ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ πατέρα, φησὶν, εἶχε καὶ ἐξ ὄψεως αὐτὴν ἐποίησεν, οὐκ ἂν ἤνεγκε
45τὴν ἐπιτίμησιν; Σὲ μὲν ἀποδέχομαι τῆς φιλαδελφίας καὶ τῆς πραότητος καὶ τῆς ἐπιεικείας· ἐγὼ δὲ οἶδα πότε αὐτὴν ἀφεῖναι δεῖ τῆς κολάσεως. Σὺ μὲν πᾶσαν φιλο‐ φροσύνην ἐπίδειξαι περὶ τὸν ἀδελφὸν, καὶ μὴ κολάσεως ἐπιθυμίᾳ μείζονος ἀφῇς τὰ πλημμελήματα, ἀλλὰ φιλο‐

49

.

203

(50)

στοργίᾳ καὶ γνώμῃ χρηστῇ. Ἐκεῖνο μὲν γάρ τοι σαφῶς ἴσθι, ὅτι ὅσῳ ἂν θεραπεύοντα ὑπερίδῃ σε, τοσούτῳ μεί‐ ζονα ἐπισπάσεται καθ’ ἑαυτοῦ τὴν κόλασιν ἐκεῖνος. Τί λέγεις, εἰπέ μοι; Φαυλότερος γίνεται θεραπευόμενος; Τοῦτο ἐκείνου μὲν κατηγορία, σὸν δὲ ἐγκώμιον· σὸν μὲν
55ἐγκώμιον, ὅτι καὶ ὁρῶν τοιοῦτον γινόμενον, διὰ τὸ τῷ Θεῷ δοκοῦν οὐκ ἀπέστης θεραπεύων αὐτόν· ἐκείνῳ δὲ
ἔγκλημα, ὅτι οὐδὲ ἀπὸ τῆς σῆς ἐπιεικείας βελτίων γέ‐Column end

49

.

204

γονε. Παῦλος δέ φησιν, αἱρετώτερον ἑτέρους ἐγκαλεῖ‐ σθαι δι’ ἡμᾶς, ἢ ἡμᾶς δι’ ἑτέρους. Μηδὲ λέγε τὰ ψυχρὰ ταῦτα ῥήματα· Μὴ νομίσῃ, φησὶν, ὅτι φοβηθεὶς αὐτὸν προσέδραμον, ἵνα μᾶλλόν μου καταφρονήσῃ· παιδικῆς
5ταῦτα ψυχῆς καὶ ἀνοήτου καὶ πρὸς δόξαν ἐπτοημένης ἀνθρωπίνην. Νομιζέτω, ὅτι φοβηθεὶς προσῆλθες, καὶ οὕτω μείζων ὁ μισθὸς ἔσται σοι, ὅταν καὶ ταῦτα προει‐ δὼς διὰ τὸν τοῦ Θεοῦ φόβον ὑπομένῃς πάντα. Ὁ μὲν γὰρ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν θηρώμενος, καὶ διὰ τοῦτο
10καταλλαττόμενος, ὑποτέμνεται τῆς ἀντιδόσεως τὸ κέρ‐ δος· ὁ δὲ ἀκριβῶς ἐπιστάμενος, ὅτι πολλοὶ κατα‐ γνώσονται καὶ καταγελάσονται, καὶ οὐδὲ οὕτως ἀφιστά‐ μενος τῆς καταλλαγῆς, διπλασίονα καὶ τριπλασίονα ἕξει τὸν στέφανον· καὶ οὗτος μάλιστά ἐστιν, ὁ διὰ τὸν
15Θεὸν τοῦτο ποιῶν. Μή μοι λέγε, ὅτι Τὰ καὶ τὰ ἠδίκησε· καὶ γὰρ εἰ πᾶσαν πονηρίαν τὴν ἐν ἀνθρώποις ἐπεδείξατο περὶ σὲ, καὶ οὕτω σοι πάντα ἀφεῖναι ἐκέλευσεν ὁ Θεός. εʹ. Ἰδοὺ προλέγω, καὶ διαμαρτύρομαι, καὶ λαμπρᾷ βοῶ
20τῇ φωνῇ, μηδεὶς τῶν ἐχόντων ἐχθρὸν προσίτω τῇ ἱερᾷ τραπέζῃ καὶ δεχέσθω τὸ σῶμα τοῦ Κυρίου· μηδεὶς προσιὼν ἐχθρὸν ἐχέτω. Ἐχθρὸν ἔχεις; μὴ προσέλθῃς· βούλει προσελθεῖν; καταλλάγηθι, καὶ τότε προσελθὼν ἅψαι τοῦ ἱεροῦ. Μᾶλλον δὲ οὐκ ἐγὼ ταῦτα λέγω, ἀλλ’ ὁ
25δι’ ἡμᾶς σταυρωθεὶς Δεσπότης αὐτός· ἵνα σε καταλλάξῃ τῷ Πατρὶ, οὐδὲ σφαγῆναι παρῃτήσατο, οὐδὲ τὸ αἷμα ἐκ‐ χεῖν· καὶ σὺ ἵνα καταλλαγῇς τῷ συνδούλῳ, οὐδὲ ῥῆμα προέσθαι βούλει, οὐδὲ πρότερος προσδραμεῖν; Ἄκουσον τί φησι περὶ τῶν οὕτω διακειμένων· Ἐὰν προσφέρῃς
30τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ· οὐκ εἶπεν, Ἀνά‐ μεινον ἐκεῖνον ἐλθεῖν πρὸς σὲ, οὐδὲ, Ἑτέρῳ τινὶ μεσί‐ τῃ διαλέχθητι, οὐδὲ, Ἄλλον τινὰ παρακάλεσον, ἀλλ’, Αὐτὸς σὺ πρὸς ἐκεῖνον δράμε· Ὕπαγε γὰρ, φησὶ, πρῶ‐
35τον διαλλάγηθι τῷ ἀδελφῷ σου. Ὢ τῆς ὑπερβολῆς! αὐτὸς οὐχ ἡγεῖται ἀτιμίαν εἶναι, τοῦ δώρου καταλιμπα‐ νομένου, καὶ σὺ νομίζεις ὕβριν εἶναι τὸ πρότερος ἐπελ‐ θεῖν καὶ καταλλαγῆναι; Καὶ ποῦ ταῦτα ἄξια συγγνώ‐ μης, εἰπέ μοι; Ἐὰν ἴδῃς σου μέλος ἐκτετμημένον, οὐ
40πάντα ποιεῖς, ὥστε αὐτὸ ἑνῶσαι τῷ σώματι; Τοῦτο καὶ ἐπὶ τῶν ἀδελφῶν ποίησον· ὅταν ἴδῃς αὐτοὺς ἐκτμηθέν‐ τας σου τῆς φιλίας, περιστεῖλαι σπεῦσον ταχέως, μὴ προτέρους ἀναμείνῃς ἐκείνους ἐλθεῖν, ἀλλ’ αὐτὸς πρό‐ τερος ἐπείχθητι λαβεῖν τὰ βραβεῖα.
45 Ἕνα μόνον ἐχθρὸν ἐκελεύσθημεν ἔχειν τὸν διάβολον· πρὸς αὐτὸν μηδέποτε καταλλάττου, πρὸς δὲ τὸν ἀδελφὸν μηδέποτε κατὰ καρδίας ἀπεχθῶς ἔχε, ἀλλὰ κἂν γένη‐ ταί τις μικροψυχία, ἐφήμερος αὕτη μόνον ἔστω, καὶ μὴ ὑπερβαινέτω τὸ διάστημα τῆς ἡμέρας· Ὁ ἥλιος γὰρ,

49

.

204

(50)

φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Ἂν μὲν γὰρ πρὸ τῆς ἑσπέρας καταλλαγῇς, ἔχεις ἀπὸ τοῦ Θεοῦ τινα συγγνώμην· ἂν δὲ περαιτέρω μένῃς ἐχθρὸς ὢν, οὐκέτι θυμοῦ καὶ ὀργῆς συναρπαζούσης, ἀλλὰ πονη‐
ρίας ἐστὶν ἡ ἀπέχθεια καὶ ψυχῆς μιαρᾶς καὶ κακίαν203

49

.

205

μελετώσης. Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ δεινὸν, ὅτι συγ‐ γνώμης ἑαυτὸν ἀποστερεῖς, ἀλλ’ ὅτι καὶ τὸ κατόρθωμα δυσκολώτερον γίνεται· μιᾶς γὰρ παρελθούσης ἡμέρας πλείων ἡ αἰσχύνη, καὶ δευτέρας προσγινομένης αὔξεται
5πάλιν· κἂν ἐπιλάβῃ τρίτην καὶ τετάρτην, προσθήσει καὶ πέμπτην· οὕτως αἱ πέντε γίνονται δέκα, αἱ δέκα εἴκο‐ σιν, αἱ εἴκοσιν ἑκατὸν, καὶ λοιπὸν ἀνίατον ἔσται τὸ ἕλ‐ κος· ὅσῳ γὰρ πρόεισιν ὁ χρόνος, τοσούτῳ μᾶλλον διιστά‐ μεθα. Ἀλλὰ μηδὲν τούτων πάθῃς, ὦ ἄνθρωπε, τῶν πα‐
10ραλόγων παθῶν, μηδὲ αἰσχυνθῇς καὶ ἐρυθριάσῃς, μηδὲ εἴπῃς πρὸς σεαυτὸν, Πρὸ μικροῦ τοσαῦτα ἀλλήλους ἐλοιδορήσαμεν, μυρία ῥητὰ καὶ ἄῤῥητα εἴπομεν, καὶ νῦν δραμοῦμαι ἐπὶ τὰς καταλλαγάς; καὶ τίς οὐ καταγνώ‐ σεταί μου τὴν πολλὴν εὐκολίαν; Οὐδεὶς νοῦν ἔχων εὐκο‐
15λίαν σου καταγνώσεται, ἀλλ’ ὅταν μένῃς ἀκατάλλακτος, τότε σε πάντες γελάσονται, τότε πολὺ δώσεις τῷ διαβόλῳ τὸ διάστημα. Οὐ γὰρ ἀπὸ τοῦ χρόνου λοιπὸν δυσδιάλυ‐ τος ἡ ἔχθρα γίνεται, ἀλλὰ καὶ ἀπὸ τῶν μεταξὺ γενο‐ μένων πραγμάτων. Ὥσπερ γὰρ Ἀγάπη καλύπτει πλῆ‐
20θος ἁμαρτιῶν, οὕτως ἔχθρα καὶ τὰ οὐκ ὄντα ἁμαρτή‐ ματα συνίστησι, καὶ πάντες ἀξιόπιστοι οἱ κατηγοροῦν‐ τες λοιπὸν, οἱ τοῖς ἀλλοτρίοις χαίροντες κακοῖς, καὶ τὰς ἑτέρων ἐκπομπεύοντες ἀσχημοσύνας. Ταῦτα οὖν ἅπαντα εἰδὼς, πρόλαβε καὶ κάτασχε τὸν ἀδελφὸν, πρὶν τέλεον
25ἀποπηδήσῃ, κἂν δέῃ πᾶσαν τὴν πόλιν περιδραμεῖν κατὰ τὴν ἡμέραν ἐκείνην, κἂν ἔξω τῶν τειχῶν ἀπελθεῖν, κἂν ὁδὸν βαδίσαι μακρὰν, πάντα τὰ ἐν χερσὶν ἀφεὶς, ἑνὸς τούτου μόνου γενοῦ τοῦ καταλλάξαι τὸν ἀδελφόν. Εἰ γὰρ ἐργῶδες τὸ πρᾶγμα, ἐννόησον ὅτι διὰ τὸν Θεὸν ταῦτα
30πάσχεις ἅπαντα, καὶ ἱκανὴν λήψῃ παράκλησιν· καὶ τὴν ψυχὴν ἀναδυομένην καὶ ὀκνοῦσαν, καὶ ἐρυθριῶσαν, καὶ αἰσχυνομένην διέγειρον, ταύτας αὐτῇ συνεχῶς ἐπᾴδων τὰς ἐπῳδάς· Τί μέλλεις, τί δὲ ἀναδύῃ καὶ ὀκνεῖς; οὐχ ὑπὲρ χρημάτων, οὐδ’ ὑπὲρ ἄλλου τινὸς τῶν ἐπικήρων,
35ἀλλ’ ὑπὲρ σωτηρίας ἡμῖν ὁ λόγος. Ὁ Θεὸς ταῦτα ποιεῖν ἐκέλευσε, καὶ πάντα δεύτερα ἔστω τῶν ἐκείνου προστα‐ γμάτων. Ἐμπορία τίς ἐστι πνευματικὴ τὸ πρᾶγμα· μὴ ἀμελῶμεν, μήτε ῥᾳθυμῶμεν· μανθανέτω ὁ ἐχθρὸς, ὅτι πολλὴν ἐποιησάμεθα σπουδὴν, διὰ τὸ τῷ Θεῷ δοκοῦν·
40κἂν ὑβρίζῃ πάλιν, κἂν τύπτῃ, κἂν ὁτιοῦν ἕτερον χαλε‐ πώτερον ποιῇ, φέρωμεν ἅπαντα γενναίως, ὡς οὐδὲν ἐκείνῳ τοσοῦτον, ὅσον ἡμῖν αὐτοῖς χαριζόμεθα· πάντων τῶν κατορθωμάτων τοῦτο μειζόνως ἡμῶν κατ’ ἐκείνην προστήσεται τὴν ἡμέραν. Ἡμάρτομεν πολλὰ καὶ μεγά‐
45λα, καὶ προσεκρούσαμεν, καὶ τὸν Δεσπότην ἡμῶν παρ‐ ωξύναμεν· ἔδωκε διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ταύτην ὁδὸν καταλλαγῆς· μὴ τοίνυν προδῶμεν τὸν καλὸν τοῦτον θησαυρόν. Μὴ γὰρ οὐκ ἦν κύριος κελεῦσαι μόνον καταλ‐ λάττεσθαι, καὶ μηδένα ἡμῖν εἶναι μισθόν; μὴ γὰρ ἔχει

49

.

205

(50)

τινὰ τὸν ἀντιλέγοντα καὶ διορθούμενον αὐτοῦ τὰ προσ‐ τάγματα; Ἀλλ’ ὅμως διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρω‐ πίαν καὶ μισθὸν ἡμῖν ὑπέσχετο μέγαν καὶ ἄφατον, καὶ οὗ μάλιστα ἐπιθυμοῦμεν τυχεῖν, τὴν τῶν ἁμαρτιῶν ἡμῶν συγχώρησιν, καὶ ταύτην τὴν ὑπακοὴν ἡμῖν εὐκολω‐
55τέραν ποιῶν. Τίνα οὖν ἕξομεν συγγνώμην, ὅταν καὶ μισθὸν τοσ‐ οῦτον μέλλοντες λαμβάνειν, μηδὲ οὕτως ὑπακούωμεν τῷ νομοθέτῃ, ἀλλὰ μένωμεν καταφρονοῦντες; Ὅτι γὰρ καταφρόνησις τοῦτό ἐστι, δῆλον ἐκεῖθεν· Εἰ νόμον ἔθη‐
60κεν ὁ βασιλεὺς, τοὺς ἐχθροὺς ἅπαντας ἀλλήλοις καταλ‐Column end

49

.

206

λάττεσθαι, ἢ τὰς κεφαλὰς ἀποτέμνεσθαι, ἆρα οὐκ ἂν πάντες ἐσπεύσαμεν ἐπὶ τὰς τῶν πλησίον καταλλαγάς; Ἔγωγε οἶμαι. Τίνα οὖν ἕξομεν συγγνώμην, μηδὲ τοσ‐ αύτην ἀπονέμοντες τῷ Δεσπότῃ τιμὴν, ὅσην τοῖς ὁμο‐
5δούλοις τοῖς ἡμετέροις; Διὰ τοῦτο ἐκελεύσθημεν λέγειν, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Τί τούτου πραότερον; τί δὲ ἡμερώτερον τοῦ προστά‐ γματος; Σὲ κριτὴν ἐποίησε τῆς συγχωρήσεως τῶν σῶν
10ἁμαρτημάτων· ἂν ὀλίγα ἀφῇς, ὀλίγα ἀφίεται· ἂν πολλὰ ἀφῇς, πολλὰ ἀφίεται· ἂν ἀπὸ καρδίας ἀφῇς καὶ κα‐ θαρῶς, οὕτω σοι καὶ ὁ Θεὸς ἀφίησιν· ἂν μετὰ τοῦ συγ‐ χωρῆσαι καὶ φίλον αὐτὸν ἔχῃς, οὕτω καὶ ὁ Θεὸς πρὸς σὲ διακείσεται. Ὥστε ὅσῳ μείζονα ἥμαρτε, τοσούτῳ μᾶλλον
15ἡμᾶς σπεύδειν ἐπὶ τὰς καταλλαγὰς χρὴ, ἐπειδὴ καὶ μει‐ ζόνων ἁμαρτημάτων συγχωρήσεως ἡμῖν αἴτιος γίνεται. Βούλει μαθεῖν, ὡς οὐδεμία συγγνώμη μνησικακοῦσιν ἡμῖν, οὐδέ ἐστί τις ἡμᾶς ὁ ἐξαιρούμενος; Ἐπὶ παρα‐ δείγματος, ὃ λέγω, ποιήσω φανερόν· Τί σε ἠδίκησεν ὁ
20πλησίον; τὰ χρήματα ἥρπασεν, ἐδήμευσεν, ἐπλεονέκτη‐ σεν; οὐ λέγω τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα προστίθημι πλείονα τούτων, καὶ ὅσαπερ ἂν ἐθέλῃς· ἀνελεῖν σε ἐπ‐ εθύμησε, μυρίους σοι παρέστησε κινδύνους, πᾶσάν σοι ἐπεδείξατο μιαρίαν, καὶ οὐδὲν ἀπέλιπεν ὅλως τῆς ἀν‐
25θρωπίνης πονηρίας· ἵνα γὰρ μὴ πάντα καθ’ ἕκαστον ἐπεξίωμεν, θὲς τοσαύτην αὐτὸν ἠδικηκέναι σε ἀδικίαν, ὅσην οὐδεὶς οὐδέποτέ τινα ἠδίκησεν· οὐδὲ γὰρ οὕτω μνη‐ σικακῶν ἄξιος ἔσῃ συγγνώμης. Καὶ πῶς ἐγὼ λέγω. Εἴ τις οἰκέτης σὸς ὤφειλέ σοι χρυσίνους ἑκατὸν, εἶτα ἐκεί‐
30νῳ ἕτερός τις ὤφειλε ἀργύρια ὀλίγα, καὶ προσελθὼν ὁ τοῦ δούλου χρεώστης παρεκάλεσέ σε καὶ ἱκέτευσεν ἀξιῶν συγγνώμης τυχεῖν, καὶ σὺ τὸν οἰκέτην καλέσας τὸν σαυτοῦ προσέταξας εἰπὼν ἀφεῖναι τὸ ὀφείλημα τούτῳ, καὶ Ἀπὸ τοῦ λόγου οὗ ὀφείλεις μοι, λογίζομαί σοι τὸ
35ὀφείλημα· εἶτα ἐκεῖνος ἀναισχυντῶν καὶ πονηρευόμενος πάλιν ἦγχε τὸν ὀφείλοντα· ἆρα ἂν ἐξείλετό τις αὐτὸν τῶν σῶν χειρῶν; ἆρα οὐκ ἂν αὐτῷ μυρίας ἐπέθηκας πληγὰς, ὡς ὑβρισθεὶς τὴν ἐσχάτην ὕβριν; καὶ μάλα εἰ‐ κότως.
40 Τοῦτο καὶ ὁ Θεὸς ποιήσει· ἐρεῖ γάρ σοι κατ’ ἐκείνην τὴν ἡμέραν, Ὦ πονηρὲ δοῦλε καὶ παμμίαρε, μὴ γὰρ ἐκ τῶν σῶν αὐτῷ συνεχώρησας; ἐξ ὧν ἐμοὶ ὤφειλες, ἐκε‐ λεύσθης αὐτῷ λογίσασθαι· Ἄφες γὰρ, φησὶ, καὶ ἀφίη‐ μί σοι. Εἰ καὶ τὰ μάλιστα, καὶ εἰ μὴ τοῦτο προσέθηκα,
45καὶ οὕτως ἀφιέναι ἐχρῆν δεσπότῃ πειθόμενον· νυνὶ δὲ οὐχ ὡς δεσπότης ἐπέταξα, ἀλλ’ ὡς φίλῳ χάριν ᾔτησα, καὶ ταύτην ἐκ τῶν ἐμῶν, καὶ μείζονα δώσειν ὑπεσχόμην πάλιν· καὶ οὐδὲ οὕτω βελτίων ἐγένου. Καὶ ἄνθρωποι μὲν ὅταν τοῦτο ποιῶσι, τοσοῦτον λογίζονται τοῖς αὐτῶν

49

.

206

(50)

οἰκέταις, ὅσον ἐστὶ τὸ μέτρον τοῦ ὀφειλήματος· οἷον ὀφείλει τῷ δεσπότῃ χρυσίνους ἑκατὸν ὁ οἰκέτης, ὁ τοῦ οἰκέτου χρεώστης χρυσίνους δέκα· ἂν αὐτῷ συγχωρήσῃ τὸ ὀφείλημα, οὐχὶ τοὺς ἑκατὸν αὐτῷ ἀφίησιν ὁ δεσπό‐ της, ἀλλὰ τοὺς δέκα μόνους, τοὺς δὲ ἑτέρους ἅπαντας
55ἀπαιτεῖ· ὁ δὲ Θεὸς οὐχ οὕτως. ἀλλ’ ἂν ἀφῇς ὀλίγα τῷ συνδούλῳ, πάντα σοι ἀφίησιν αὐτός. Πόθεν τοῦτο δῆλον·
Ἀπ’ αὐτῆς τῆς εὐχῆς· Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τοῖς205

49

.

207

ἀνθρώποις τὰ ὀφειλήματα αὐτῶν, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ ὀφειλήματα ὑμῶν. Ὅσον δὲ ἑκατὸν δηναρίων καὶ μυρίων ταλάντων τὸ μέ‐ σον, τοσοῦτον ἐκείνων καὶ τούτων τῶν ὀφειλημάτων.
5Ποίας οὖν οὐκ ἂν εἴης κολάσεως ἄξιος ὁ τὰ μύρια τά‐ λαντα ἀντὶ ἑκατὸν δηναρίων λαμβάνειν μέλλων, καὶ οὐδὲ οὕτω τὰ μικρὰ ταῦτα ἀφεὶς, ἀλλὰ καθ’ ἑαυτοῦ τὴν εὐχὴν ταύτην ποιούμενος; Ὅταν γὰρ εἴπῃς, Ἄφες ἡμῖν, ὡς καὶ ἡμεῖς ἀφίεμεν, εἶτα σὺ μὴ ἀφῇς, οὐδὲν
10ἕτερον τὸν Θεὸν παρακαλεῖς, ἀλλ’ ἢ πάσης ἀπολογίας ἀποστερεῖν σε καὶ συγγνώμης. Ἀλλ’ οὐ τολμῶ, φησὶν, εἰπεῖν, Ἄφες μοι, καθὼς ἀφίημι, ἀλλ’, Ἄφες μοι, μόνον. Καὶ τί τοῦτο; κἂν γὰρ αὐτὸς μὴ εἴπῃς, ὁ Θεὸς οὕτω ποιεῖ· καθὼς ἀφίης, οὕτως ἀφίησι. Καὶ τοῦτο ἐκ τῆς
15ἐπαγωγῆς εὔδηλον ἐποίησεν. Ἐὰν γὰρ μὴ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφίησιν ὑμῖν. Μὴ τοίνυν εὐλάβειαν εἶναι νομίσῃς τὸ μὴ λέγειν ὁλόκληρον τὴν ῥῆσιν, μηδὲ ἐξ ἡμισείας ποιοῦ τὴν εὐχὴν, ἀλλ’ ὡς ἔταξεν, οὕτως εὔχου, ἵνα κἂν ἡ
20ἀνάγκη τῆς λέξεως φοβοῦσα καθ’ ἡμέραν συνωθήσῃ σε πρὸς τὴν τῶν πλησίον συγχώρησιν. Μή μοι λέγε· Παρ‐ εκάλεσα πολλὰ, ἱκέτευσα, ἐδεήθην, καὶ οὐ κατηλλάγη· πρότερον μὴ ἀποστῇς, ἕως ἂν καταλλάξῃς. Οὐ γὰρ εἶ‐ πεν, Ἄφες τὸ δῶρόν σου, καὶ ὕπαγε, ἱκέτευσον τὸν ἀδελ‐
25φόν σου, ἀλλ’, Ὕπαγε, διαλλάγηθι· ὥστε κἂν πολλὰ ἱκετεύσῃς, μὴ πρότερον ἀποστῇς, ἕως ἂν πείσῃς. Ὁ Θεὸς καθ’ ἑκάστην ἡμέραν ἡμᾶς παρακαλεῖ, καὶ οὐκ ἀκούομεν, καὶ ὅμως οὐ παύεται παρακαλῶν· σὺ δὲ τὸν σύνδουλόν σου ἀπαξιοῖς παρακαλέσαι; Καὶ πότε δυνήσῃ
30σωθῆναι; Ἀλλὰ πολλάκις παρεκάλεσας, καὶ πολλάκις ἀπεκρούσθης· ἀλλὰ πλείονα διὰ τοῦτο λήψῃ μισθόν. Ὅσῳ γὰρ ἂν ἐκεῖνος φιλονεικῇ, καὶ σὺ μένῃς παρακα‐ λῶν, τοσούτῳ σοι τὰ τῆς ἀμοιβῆς αὔξεται· ὅσῳ μετὰ πλείονος δυσκολίας τὸ κατόρθωμα γίνεται, καὶ πολλοῦ
35τοῦ πόνου ἡ καταλλαγὴ, τοσούτῳ κἀκείνῳ μεῖζον ἔσται τὸ κρῖμα, καὶ σοὶ λαμπρότεροι τῆς καρτερίας οἱ στέφα‐ νοι. Ταῦτα μὴ μόνον ἐπαινῶμεν, ἀλλὰ καὶ διὰ τῶν ἔρ‐ γων ἐπιδειξώμεθα, καὶ μὴ πρότερον ἀναχωρήσωμεν, ἕως ἂν εἰς τὴν προτέραν ἐπανέλθωμεν φιλίαν. Οὐ γὰρ
40ἀρκεῖ τὸ μὴ λυπεῖν μηδὲ ἀδικεῖν τὸν ἐχθρὸν, μηδὲ ἀηδῶς ἔχειν πρὸς αὐτὸν κατὰ διάνοιαν, ἀλλὰ χρὴ κἀκεῖνον πα‐ ρασκευάζειν ἡδέως πρὸς ἡμᾶς ἔχειν. ζʹ. Καὶ γὰρ ἀκούω πολλῶν λεγόντων· Ἐγὼ οὐκ ἐχθραίνω, οὐδὲ λυποῦμαι, οὐδὲ ἔχω τι κοινὸν πρὸς αὐτόν.
45Ἀλλ’ οὐ τοῦτο ἐκέλευσεν ὁ Θεὸς, ἵνα μηδὲν κοινὸν ἔχῃς πρὸς αὐτὸν, ἀλλ’ ἵνα πρὸς αὐτὸν κοινὰ ἔχῃς πολλά. Διὰ τοῦτο γάρ σού ἐστιν ἀδελφὸς, διὰ τοῦτο οὐκ εἶπεν· Ἄφες τῷ ἀδελφῷ σου, ἃ ἔχεις κατ’ αὐτοῦ· ἀλλὰ τί; Ὕπαγε, πρῶτον διαλλάγηθι αὐτῷ, κἂν ἐκεῖνος ἔχῃ τι κατὰ

49

.

207

(50)

σοῦ, καὶ μὴ πρότερον ἀποστῇς, ἕως ἂν ἑνώσῃς τὸ μέλος εἰς ὁμόνοιαν. Σὺ δὲ, ἵνα οἰκέτην κτήσῃ χρήσιμον, καὶ χρυσίον καταβάλλεις, καὶ ἐμπόροις διαλέγῃ πολλοῖς, καὶ ἀποδημίαν πολλάκις ἀποδημεῖς μακράν· ἵνα δὲ τὸν ἐχθρὸν ποιήσῃς φίλον, οὐ πάντα κινεῖς καὶ πράτ‐
55τεις, εἰπέ μοι; Καὶ πῶς δυνήσῃ τὸν Θεὸν παρακαλέσαι, τῶν νόμων αὐτοῦ οὕτω καταμελῶν; Καίτοι οἰκέτου μὲν ἡ κτῆσις οὐδὲν μέγα ἡμᾶς ὀνῆσαι δυνήσεται, ὁ δὲ ἐχθρὸς
γινόμενος φίλος, καὶ τὸν Θεὸν ἡμῖν ἵλεω ποιήσει καὶ εὐ‐Column end

49

.

208

μενῆ, καὶ τὰ ἁμαρτήματα ἡμῖν διαλύσει ῥᾳδίως, καὶ παρὰ ἀνθρώποις ἔπαινον καὶ πολλὴν ἡμῖν κατὰ τὸν βίον προξενήσει τὴν ἀσφάλειαν· οὐδὲν γὰρ ἐπισφαλέστερον τοῦ καὶ ἕνα μόνον ἐχθρὸν κεκτημένου. Καὶ γὰρ ἡ δόξα
5τῆς ζωῆς ἡμῶν καταβλάπτεται, μυρία κακῶς ἐκείνου λέγοντος πρὸς πάντας ἡμᾶς, καὶ ἡ διάνοια ἡμῶν θολοῦ‐ ται, καὶ τὸ συνειδὸς θορυβεῖται, καὶ χειμῶνα διηνεκῆ λογισμῶν ὑφιστάμεθα. Ἅπερ ἅπαντα συνειδότες ἀπαλλά‐ ξωμεν ἑαυτοὺς κολάσεως καὶ τιμωρίας, καὶ τὴν παροῦ‐
10σαν ἑορτὴν μετὰ τῶν εἰρημένων αἰδεσθῶμεν πάντων, καὶ ὧν παρὰ τοῦ βασιλέως δι’ ἐκείνην ἀξιοῦμεν τυχεῖν, τούτων καὶ ἡμεῖς ἀπολαῦσαι δῶμεν ἑτέροις. Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων, ὅτι πάντως ὁ βασιλεὺς τὸ Πά‐ σχα τὸ ἱερὸν αἰδεσθεὶς τῇ πόλει καταλλαγήσεται καὶ τὰ
15ἁμαρτήματα ἀφήσει πάντα. Πῶς οὖν οὐκ ἄτοπον, ἡνίκα μὲν παρ’ ἑτέρων σώζεσθαι δέῃ, τὴν ἑορτὴν καὶ τὴν ταύ‐ της ἀξίαν προβάλλεσθαι· ἡνίκα δὲ ἂν ἑτέροις καταλλάτ‐ τεσθαι κελευώμεθα, ἀτιμάζειν ταύτην καὶ μηδὲν εἶναι νομίζειν; Οὐδεὶς γὰρ οὕτως, οὐδεὶς τὴν ἱερὰν ταύτην
20καταισχύνει πανήγυριν, ὡς ὁ μετὰ τοῦ μνησικακεῖν αὑ‐ τὴν ἐπιτελῶν· μᾶλλον δὲ οὐδὲ ἐπιτελεῖν αὐτὴν δύναται ὁ τοιοῦτος, κἂν δέκα ἡμέρας ἐφεξῆς ἄσιτος μένῃ· ὅπου γὰρ ἔχθρα καὶ ἀπέχθεια, οὐδὲ νηστεία οὐδὲ ἑορτὴ γέ‐ νοιτ’ ἄν. Μὴ τολμᾷς ἀνίπτοις χερσὶ τῆς ἱερᾶς ἅψασθαι
25θυσίας, κἂν πολλὴ ἀνάγκη ἐπικέηται; Μὴ τοίνυν ἀνίπτῳ προσέρχου ψυχῇ· πολλῷ γὰρ ἐκείνου τοῦτο χαλεπώτε‐ ρον, καὶ μείζονα φέρει τὴν κόλασιν. Οὐδὲν γὰρ οὕτως ἀκαθαρσίας πληροῖ τὴν διάνοιαν, ὡς ὀργὴ διηνεκῶς ἔν‐ δον μένουσα. Ἔνθα γάρ ἐστι θυμὸς ἢ ὀργὴ, πνεῦμα
30πραότητος οὐκ ἐφίπταται· Πνεύματος δὲ ἁγίου ἄνθρω‐ πος ἔρημος ὢν ποίαν ἕξει σωτηρίας ἐλπίδα; πότε δὲ ὀρθὰ βαδιεῖται; Μὴ τοίνυν, ἀγαπητὲ, τὸν ἐχθρὸν ἀμύνασθαι βουλόμενος, σαυτὸν κατακρήμνιζε, μηδὲ ἔρημον ποίει τῆς τοῦ Θεοῦ προστασίας. Μάλιστα μὲν γὰρ, εἰ καὶ δύσ‐
35κολον ἦν τὸ πρᾶγμα, ἱκανὸν τῆς τιμωρίας τὸ μέγε‐ θος, ὅπερ ἐκ τοῦ μὴ πείθεσθαι γίνεται, καὶ τὸν σφόδρα ὕπτιον καὶ νωθέστατον ἔστιν ἀναστῆσαι, καὶ πάντα πεῖ‐ σαι πόνον ὑπενεγκεῖν· νυνὶ δὲ καὶ πολλὴν ἔδειξεν ὁ λό‐ γος τὴν εὐκολίαν οὖσαν, ἂν ἐθέλωμεν. Μὴ τοίνυν κατα‐
40μελήσωμεν τῆς ἑαυτῶν ζωῆς, ἀλλὰ σπουδάσωμεν καὶ πάντα ποιῶμεν, ὥστε χωρὶς ἐχθρῶν παραστῆναι τῇ ἱερᾷ τραπέζῃ. Οὐδὲν γὰρ, οὐδὲν τῶν τοῦ Θεοῦ προσταγμά‐ των ἔσται δύσκολον, ἐὰν προσέχωμεν· καὶ τοῦτο ἐκ τῶν ἤδη κατωρθωκότων δῆλον. Πόσοι ὑπὸ τῆς τῶν ὅρκων
45ἐκλέπτοντο συνηθείας, καὶ τὸ πρᾶγμα δυσκατόρθωτον εἶναι ἐνόμιζον! ἀλλ’ ὅμως διὰ τὴν τοῦ Θεοῦ χάριν, ἐπειδὴ μικρὰν ἐπεδείξασθε σπουδὴν, τὸ πλέον ἀπενίψα‐ σθε. Διὰ τοῦτο δὴ παρακαλῶ καὶ τὸ λεῖπον ἀπο‐ θέσθαι, καὶ ἑτέροις γενέσθαι διδασκάλους. Τοὺς δὲ μήπω

49

.

208

(50)

κατορθώσαντας, ἀλλὰ τὸν μακρὸν χρόνον ἡμῖν προβαλ‐ λομένους, καθ’ ὃν ὤμνυον ἔμπροσθεν, καὶ λέγοντας, ὡς ἀδύνατον ἐν βραχεῖ καιρῷ τὸ πολλοῖς ἔτεσι ῥιζωθὲν ἀνα‐ σπάσαι, ἐκεῖνο ἂν εἴποιμι, εἴ τι ἔνθα ἂν δέοι κατορθῶ‐
σαι τῶν ὑπὸ Θεοῦ κελευομένων, οὐ χρόνου χρεία, οὐδὲ207

49

.

209

πλήθους ἡμερῶν, οὐδὲ διαστήματος ἐνιαυτῶν, ἀλλὰ φό‐ βου μόνον καὶ ψυχῆς εὐλάβειαν ἐχούσης, καὶ πάντως περιεσόμεθα, καὶ ἐν βραχεῖ καιρῷ. ηʹ. Καὶ ἵνα μὴ νομίσητε, ὅτι ἁπλῶς ταῦτα λέγω, ὃν νο‐
5μίζετε εἶναι πολύορκον ἄνθρωπον καὶ πλείονα ὀμνύοντα μᾶλλον ἢ φθεγγόμενον, τοῦτον ἐμοὶ παράδοτε δέκα μό‐ νον ἡμέρας, κἂν μὴ πᾶσαν ἐξέλω τὴν συνήθειαν ἐν ταῖς ὀλίγαις ταύταις ἡμέραις, κατάγνωτέ μου τὴν ἐσχάτην ταύτην κατάγνωσιν· καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα
10ταῦτα, ἀπὸ τῶν ἤδη γεγενημένων τοῦτο ἔσται δῆλον ὑμῖν. Τί τῶν Νινευϊτῶν ἀλογώτερον; τί δὲ ἀνοητότερον; ἀλλ’ ὅμως οὗτοι οἱ βάρβαροι καὶ ἀνόητοι, οἱ μηδενὸς μηδέ‐ ποτε ἀκούσαντες φιλοσοφοῦντος, οἱ μηδέποτε παραγγέλ‐ ματα τοιαῦτα λαβόντες, ἀκούσαντες τοῦ προφήτου λέ‐
15γοντος, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφή‐ σεται, ἐν τρισὶν ἡμέραις πᾶσαν ἀπέθεντο πονηρὰν συν‐ ήθειαν· ὁ πόρνος σώφρων ἐγένετο, ὁ θρασὺς ἐπιεικὴς, ὁ πλεονέκτης καὶ ἅρπαξ μέτριος καὶ φιλόφρων, ὁ ῥᾴθυ‐ μος σπουδαῖος. Οὐ γὰρ δὴ ἓν, οὐδὲ δύο, καὶ τρία, καὶ
20τέσσαρα τῶν παθῶν ἦσαν τὰ ἰάματα, ἀλλὰ πᾶσαν αὐ‐ τῶν διώρθωσαν τὴν πονηρίαν. Καὶ πόθεν τοῦτο δῆλον, φησίν; Ἀπὸ τῶν τοῦ προφήτου ῥημάτων· αὐτὸς γὰρ ὁ κατηγορήσας αὐτῶν, καὶ εἰπὼν, ὅτι Ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν ἕως τῶν οὐρανῶν, αὐτὸς αὐτοῖς τὸ
25ἐναντίον ἐμαρτύρησε πάλιν εἰπὼν, ὅτι Εἶδεν ὁ Θεὸς, ὅτι ἀπέστησαν ἕκαστος ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, οὐκ εἶπεν, ὅτι Ἀπὸ πορνείας ἢ μοιχείας ἢ κλοπῆς, ἀλλ’, ὅτι Ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν. Καὶ πῶς ἀπέστησαν; Ὡς ὁ Θεὸς οἶδεν, οὐκ ὡς ἄνθρω‐
30πος ἐδοκίμασεν. Εἶτα οὐκ αἰσχυνόμεθα οὐδὲ ἐρυθριῶμεν, εἰ βαρβάρων ἀνθρώπων ἐν τρισὶν ἡμέραις μόνον πᾶσαν ἀποθεμένων κακίαν, ἡμεῖς ἐν τοσαύταις ἡμέραις ἐν‐ ηχούμενοι, διδασκόμενοι, μιᾶς μὴ περιγενοίμεθα πονη‐ ρᾶς συνηθείας; Καίτοι γε εἰς ἔσχατον ἦσαν κἀκεῖνοι
35πρότερον κακίας ἐληλακότες· ὅταν γὰρ ἀκούσῃς, ὅτι Ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρὸς μὲ, μηδὲν ἄλλο νόμιζε, ἢ τὴν ὑπερβολὴν τῆς πονηρίας αὐτῶν· ἀλλ’ ὅμως ἴσχυσαν ἐν τρισὶν ἡμέραις πρὸς ὁλόκληρον ἀρετὴν μετατάξασθαι. Ὅπου γὰρ φόβος Θεοῦ, οὐ χρεία ἡμερῶν
40οὐδὲ διαστήματος χρόνου, ὥσπερ ὅπου ἀφοβία, οὐδὲν ὄφελος ἡμερῶν. Καθάπερ γὰρ τὰ ἰωθέντα τῶν σκευῶν ὁ μὲν ὕδατι μόνον ἀποτρίβων, κἂν πολὺν ἀναλώσῃ χρό‐ νον, πάσης οὐκ ἀπαλλάξει τῆς κακίας ἐκείνης, ὁ δὲ εἰς χωνευτήριον ἐμβαλὼν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ φαιδρό‐
45τερα τῶν νεοτεύκτων εὐθέως ἐργάσεται· οὕτω δὴ καὶ ψυχὴ, τῷ τῆς ἁμαρτίας ἰῷ βαφεῖσα, ἂν μὲν ἁπλῶς καὶ ὡς ἔτυχεν ἑαυτὴν ἀποσμήξῃ, καὶ καθ’ ἑκάστην ἡμέραν μετανοῇ, οὐδὲν πλέον κερδανεῖ· ἂν δὲ ὥσπερ εἰς χωνευτήριον τοῦ Θεοῦ τὸν φόβον ἑαυτὴν ἐμβάλῃ, ἐν

49

.

209

(50)

βραχείᾳ καιροῦ ῥοπῇ τὸ πᾶν ἀπονίψεται. Μὴ τοίνυν εἰς τὴν αὔριον ἀναβαλλώμεθα· Οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα· μηδὲ λέγωμεν· Περιεσόμεθα τῆς συνηθείας κατὰ μικρόν· τοῦτο γὰρ τὸ, κατὰ μικρὸν, οὐδέποτε ἐπι‐ λείψει. Διόπερ, τοῦτο ἀφέντες, ἐκεῖνο λέγωμεν, ὅτι Ἐὰν
55μὴ σήμερον κατορθώσωμεν τὸν ὅρκον, οὐκ ἀποστησό‐ μεθα πρότερον, κἂν μυρία ἄγχῃ πράγματα, κἂν ἀποθα‐
νεῖν δέῃ, κἂν κολασθῆναι, κἂν πάντα ἀπολέσαι· οὐ δώ‐Column end

49

.

210

σομεν τῷ διαβόλῳ ῥᾳθυμίας ἐξουσίαν, οὐδὲ ἀναβολῆς πρόφασιν. Ἂν ὁ Θεὸς ἴδῃ σου τὴν πεπυρωμένην ψυχὴν, τὴν διεγηγερμένην προθυμίαν, καὶ αὐτὸς συνεφάψεταί σου τῆς διορθώσεως. Ναὶ, δέομαι καὶ ἀντιβολῶ, σπου‐
5δάσωμεν, ἵνα μὴ καὶ ἡμεῖς ἀκούσωμεν, ὅτι Ἄνδρες Νι‐ νευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην, ὅτι ἐκεῖνοι μὲν ἅπαξ ἀκούσαντες κατώρθωσαν, ἡμεῖς δὲ οὐδὲ πολλάκις ἀκούσαντες ἐπεστράφημεν· ἐκεῖ‐ νοι ὁλόκληρον ἀρετὴν, ἡμεῖς δὲ οὐδὲ μέρος ἀρετῆς· ἐκεῖ‐
10νοι κατασκαφῆναι ἀκούσαντες ἐφοβήθησαν, ἡμεῖς δὲ οὐδὲ γέενναν ἀκούοντες φοβούμεθα· ἐκεῖνοι προφητειῶν οὐ μετασχόντες, ἡμεῖς δὲ συνεχοῦς ἀπολαύοντες διδα‐ σκαλίας καὶ πολλῆς τῆς χάριτος. Ταῦτα λέγω νῦν οὐχ ὑπὲρ τῶν οἰκείων, ἀλλ’ ὑπὲρ τῶν ἀλλοτρίων ὑμῖν ἐγκα‐
15λῶν ἁμαρτημάτων. Ὑμῖν μὲν γὰρ, εὖ οἶδ’ ὅτι, καθάπερ ἔφθην εἰπὼν, ὁ νόμος οὗτος ὁ περὶ τοῦ ὀμνύειν κατώρ‐ θωται· ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο εἰς σωτηρίαν ἡμῖν, εἰ μὴ καὶ ἑτέρους διδάξαντες διορθώσομεν, ἐπεὶ καὶ ὁ τὸ τά‐ λαντον ἐκεῖνο προσενεγκὼν, τὴν παρακαταθήκην ὁλό‐
20κληρον ἀποδοὺς, ἐπειδὴ τὸ δοθὲν οὐκ ἐπλεόνασεν, ἐκολά‐ ζετο. Μὴ τοίνυν μηδὲ ἡμεῖς τοῦτο σκοπήσωμεν, εἰ αὐ‐ τοὶ τῆς ἁμαρτίας ἀπηλλάγημεν, ἀλλ’ ἕως ἂν ἑτέρους ἀπαλλάξωμεν, μὴ ἀποστῶμεν· καὶ ἕκαστος δέκα φίλους ῥυθμίσας τῷ Θεῷ προσαγαγέτω, κἂν οἰκέτας ἔχῃς, κἂν
25μαθητάς. Ἀλλ’ οὐδὲ μαθητὰς, οὐδὲ οἰκέτας ἔχεις; ἀλλὰ φίλους ἔχεις· τούτους κατόρθωσον. Καὶ μή μοι λέγε, ὅτι Τοὺς πλείονας τῶν ὅρκων ἀπηλάσαμεν, ὀλιγάκις δὲ ἁλι‐ σκόμεθα· ἀλλὰ καὶ τὸ ὀλιγάκις τοῦτο ἄνελε. Εἰ χρύσι‐ νον ἕνα ἀπολέσεις, οὐκ ἂν ἅπαντας περιῆλθες ἐρευνῶν
30καὶ ζητῶν, ὥστε αὐτὸν εὑρεῖν; Τοῦτο καὶ ἐπὶ τῶν ὅρ‐ κων ποίησον. Ἐὰν ἴδῃς, ὅτι ἕνα ὅρκον ἐκλάπης, θρήνη‐ σον, στέναξον, ὡς τῆς οὐσίας σου πάσης ἀπολωλυίας. Πάλιν λέγω, ὃ καὶ πρότερον· σύγκλεισον σαυτὸν ἐπὶ τῆς οἰκίας, μελέτην ποίησον καὶ γυμνάσιον μετὰ τῆς γυναι‐
35κὸς, μετὰ τῶν παιδίων καὶ συνοικούντων· εἰπὲ πρὸς ἑαυτὸν σὺ πρότερον· Οὐκ ἰδιωτικῶν, οὐ δημοσίων ἅψο‐ μαι πραγμάτων, ἕως ἂν τὴν ψυχὴν διορθώσωμαι τὴν ἐμαυτοῦ. Ἂν ὑμεῖς τοὺς υἱοὺς τοὺς ἑαυτῶν παιδεύσητε, κἀκεῖνοι τοὺς ἑαυτῶν διδάξουσι, καὶ οὕτω μέχρι τῆς
40συντελείας καὶ παρουσίας τοῦ Χριστοῦ τὸ πρόσταγμα βαῖνον, τοῖς τὴν ῥίζαν παρασχοῦσιν ἅπαντα οἴσει τοῦ‐ τον τὸν μισθόν. Ἂν μάθῃ λέγειν ὁ υἱός σου, Πίστευσον, οὐ δυνήσεται εἰς θέατρον ἀναβῆναι, οὐδὲ εἰς κα‐ πηλεῖον εἰσελθεῖν, οὐδὲ ἐν κύβοις διατρίψαι· τὸ γὰρ ῥῆ‐
45μα τοῦτο ἀντὶ χαλινοῦ τὸ στόμα περικείμενον, καὶ ἄκοντα ἐρυθριᾷν παρασκευάσει καὶ αἰσχύνεσθαι· εἴ ποτε ἐν ἐκείνοις φανείη, καὶ ἀποπηδᾷν ἀναγκάσει ταχέως. Ἀλλὰ καταγελῶσιν ἐκεῖνοι· ἀλλὰ σὺ δάκρυσον αὐτῶν τὴν παρανομίαν. Πολλοὶ καὶ τοῦ Νῶε κατεγέλασάν πο‐

49

.

210

(50)

τε, ὅτε τὴν κιβωτὸν κατεσκεύαζεν· ἀλλ’ ὅτε ἦλθεν ὁ κα‐ τακλυσμὸς, ἐκεῖνος αὐτῶν κατεγέλασε· μᾶλλον δὲ οὐδέ‐ ποτε αὐτῶν κατεγέλασεν ὁ δίκαιος, ἀλλ’ ἐθρήνησε καὶ ἐστέναξεν. Ὅταν οὖν ἴδῃς γελῶντας, ἐννόησον, ὅτι οἱ γε‐ λῶντες νῦν ὀδόντες τότε κλαυθμὸν καὶ βρυγμὸν ὑποστή‐
55σονται χαλεπώτατον, καὶ τοῦ γέλωτος τούτου μνησθή‐ σονται τρίζοντες κατ’ ἐκείνην τὴν ἡμέραν καὶ βρυχόμε‐ νοι· τότε ἀναμνησθήσῃ τοῦ γέλωτος τούτου. Πόσα κατ‐
εγέλασε τοῦ Λαζάρου ὁ πλούσιος! ἀλλ’ ὕστερον ἰδὼν209

49

.

211

αὐτὸν ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ, ἑαυτὸν ἐθρήνει λοι‐ πόν. θʹ. Ταῦτα οὖν ἅπαντα ἐννοῶν συνώθει πάντας ταχέως εἰς τὴν τῆς ἐντολῆς ἐκπλήρωσιν. Καὶ μή μοι λέγε, ὅτι
5Κατὰ μικρὸν, μηδὲ εἰς τὴν αὔριον ἀναβάλλου· ἡ γὰρ αὔριον οὐδέποτε λαμβάνει τέλος. Τεσσαράκοντα λοιπὸν ἡμέραι παρῆλθον· ἂν τοίνυν τὸ Πάσχα παρέλθῃ τὸ ἱερὸν, οὐδενὶ συγγνώσομαι λοιπὸν, οὐδὲ παραίνεσιν προσάξω, ἀλλ’ ἐπιταγὴν καὶ ἀποτομίαν ἀκαταφρόνητον·
10οὐδὲ γὰρ ἰσχυρὰ αὕτη ἡ ἀπολογία ἡ διὰ τῆς συνηθείας. Διὰ τί ὁ κλέπτων οὐ προβάλλεται συνήθειαν, καὶ ἀπαλ‐ λάττεται κολάσεως; διὰ τί ὁ φονεύων καὶ μοιχεύων;
Πᾶσι τοίνυν προλέγω καὶ διαμαρτύρομαι, ὅτι ἂν συγ‐Column end

49

.

212

γενόμενος ὑμῖν κατ’ ἰδίαν καὶ λαβὼν ἀπόπειραν (λήψομαι δὲ πάντως), εὕρω τινὰς μὴ διορθώσαντας τὸ ἐλάττωμα, ἀπαιτήσω δίκην, κελεύσας ἔξω μένειν τῶν μυστηρίων τῶν ἱερῶν, οὐχ ἵνα μένωσιν ἔξω, ἀλλὰ ἵνα διορθώσαντες
5ἑαυτοὺς οὕτως εἰσέλθωσι, καὶ μετὰ καθαροῦ συνειδότος ἀπολαύσωσι τῆς ἱερᾶς τραπέζης· τοῦτο γάρ ἐστι μετα‐ σχεῖν κοινωνίας. Γένοιτο δὲ εὐχαῖς τῶν προέδρων καὶ τῶν ἁγίων πάντων καὶ ταῦτα καὶ τὰ ἄλλα πάντα διορ‐ θώσαντας ἐλαττώματα, τυχεῖν τῆς βασιλείας τῶν οὐρανῶν,
10χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.Column end

49

.

211

(14t)

Εἰς τὴν ἐπάνοδον τοῦ ἐπισκόπου Φλαβιανοῦ, καὶ εἰς τὴν τοῦ βασιλέως διαλλαγὴν πρὸς τὴν πόλιν·
15tκαὶ πρὸς τοὺς πλημμελήσαντας εἰς τὴν τῶν ἀνδριάντων καταστροφήν.
16Ὁμιλία καʹ. αʹ. Ἀπὸ τῆς ῥήσεως, ἀφ’ ἧς ἀεὶ παρὰ τὸν καιρὸν τῶν κινδύνων πρὸς τὴν ὑμετέραν εἰώθειν ἀγάπην προοιμιά‐ ζεσθαι, ἀπὸ τῆς αὐτῆς ταύτης καὶ σήμερον ἄρξομαι τοῦ
20πρὸς ὑμᾶς λόγου, καὶ ἐρῶ μεθ’ ὑμῶν· Εὐλογητὸς ὁ Θεὸς, ὁ τὴν ἱερὰν ταύτην ἑορτὴν μετὰ χαρᾶς καὶ εὐφρο‐ σύνης πολλῆς καταξιώσας ἡμᾶς ἐπιτελέσαι σήμε‐ ρον, καὶ τὴν κεφαλὴν ἀποδοὺς τῷ σώματι, καὶ τὸν ποιμένα τοῖς προβάτοις, καὶ τὸν διδάσκαλον τοῖς μαθη‐
25ταῖς, τὸν στρατηγὸν τοῖς στρατιώταις, τὸν ἀρχιερέα τοῖς ἱερεῦσιν· εὐλογητὸς ὁ Θεὸς ὁ ποιῶν ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν. Ἡμῖν μὲν γὰρ ἀρκοῦν εἶναι ἐδόκει τὸ τῶν ἐπικειμένων τέως ἀπαλλαγῆναι κακῶν, καὶ ὑπὲρ τούτου πᾶσαν ἐποιούμεθα τὴν ἱκετηρίαν· ὁ δὲ φιλάν‐
30θρωπος Θεὸς, καὶ τῇ δόσει τὰς αἰτήσεις ἡμῶν ἀεὶ νικῶν μετὰ πολλῆς τῆς ὑπερβολῆς, καὶ τὸν πατέρα ἡμῖν θᾶττον ἐλπίδος ἁπάσης ἀπέδωκε. Τίς γὰρ ἂν προσεδόκησεν, ὅτι ἐν οὕτως ὀλίγαις ἡμέραις καὶ ἀπελεύσεται, καὶ δια‐ λέξεται τῷ βασιλεῖ, καὶ λύσει τὰ δεινὰ, καὶ πάλιν
35ἐπανήξει πρὸς ἡμᾶς οὕτω ταχέως, ὡς καὶ τὸ Πάσχα τὸ ἱερὸν δυνηθῆναι φθάσαι καὶ μεθ’ ἡμῶν ἐπιτελέσαι; Ἀλλ’ ἰδοὺ, γέγονε τὸ ἀπροσδόκητον τοῦτο, καὶ τὸν πατέρα ἀπ‐ ειλήφαμεν, καὶ μείζονα καρπούμεθα τὴν ἡδονὴν, τῷ παρ’ ἐλπίδα αὐτὸν ἀπολαβεῖν νῦν. Ὑπὲρ δὴ τούτων ἁπάντων
40εὐχαριστῶμεν τῷ φιλανθρώπῳ Θεῷ, καὶ θαυμάζωμεν αὐτοῦ τὴν δύναμιν καὶ τὴν φιλανθρωπίαν, καὶ τὴν σοφίαν καὶ τὴν κηδεμονίαν τὴν ὑπὲρ τῆς πόλεως γεγε‐ νημένην. Ὁ μὲν γὰρ διάβολος, καταδῦσαι πᾶσαν αὐτὴν ἐπεχείρησε διὰ τῶν τολμηθέντων· ὁ δὲ Θεὸς καὶ τὴν
45πόλιν καὶ τὸν ἱερέα καὶ τὸν βασιλέα διὰ ταύτης ἐκόσμησε τῆς συμφορᾶς, καὶ λαμπροτέρους πάντας ἀπέφηνεν. Ἡ πόλις μὲν γὰρ ηὐδοκίμησεν, ὅτι κινδύνου τοιούτου καταλαβόντος, παραδραμοῦσα πάντας τοὺς ἐν δυνα‐ στείαις, τοὺς πλοῦτον πολὺν περιβεβλημένους, τοὺς

49

.

211

(50)

μεγάλην παρὰ βασιλεῖ δύναμιν ἔχοντας, ἐπὶ τὴν Ἐκ‐ κλησίαν καὶ τὸν ἱερέα τοῦ Θεοῦ κατέφυγε, καὶ μετὰ πολλῆς τῆς πίστεως τῆς ἄνωθεν ἑαυτὴν ἐξεκρέμασεν ἐλπίδος. Πολλῶν γοῦν μετὰ τὴν ἀποδημίαν τοῦ κοινοῦ πατέρος τοὺς τὸ δεσμωτήριον οἰκοῦντας θορυβούντων,
55καὶ λεγόντων, ὡς Οὐ καθυφίησι τῆς ὀργῆς ὁ βασιλεὺς,Column end

49

.

212

(16)

ἀλλὰ παροξύνεται μειζόνως, καὶ περὶ κατασκαφῆς ὁλοκλήρου τῆς πόλεως βουλεύεται, καὶ ἕτερα πολλῷ πλείονα τούτων θρυλλούντων, οἱ δεδεμένοι τότε οὐδὲν ἐγίνοντο ἐκ τῆς φήμης ταύτης δειλότεροι, ἀλλ’ ἡμῶν
20λεγόντων, ὡς Ψευδῆ ταῦτα καὶ διαβόλου μαγγανείας ἐστὶν ἔργα, βουλομένου καταβαλεῖν ὑμῶν τὰ φρονήματα, Οὐδὲν δεόμεθα τῆς διὰ λόγων παρακλήσεως, πρὸς ἡμᾶς ἔλεγον· ἴσμεν γὰρ οὗ τὴν ἀρχὴν κατεφύγομεν, καὶ ποίας ἐλπίδος ἑαυτοὺς ἐξεκρεμάσαμεν· τῆς ἱερᾶς
25ἀγκύρας τὴν σωτηρίαν ἡμῶν ἐξηρτήσαμεν· οὐκ ἀνθρώπῳ ταύτην ἐνεπιστεύσαμεν, ἀλλὰ τῷ παντοδυνάμῳ Θεῷ. Διὸ δὴ καὶ θαῤῥοῦμεν χρηστὸν ἔσεσθαι τὸ τέλος πάν‐ τως· οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὴν ἐλπίδα ταύτην κατ‐ αισχυνθῆναί ποτε. Τοῦτο ἀντὶ πόσων στεφάνων, ἀντὶ
30πόσων ἐγκωμίων ἀρκέσει τῇ πόλει; πόσην ἐπισπάσεται τοῦ Θεοῦ τὴν εὔνοιαν, καὶ ἐν τοῖς λοιποῖς πράγμασιν; Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τῆς τυχούσης ψυχῆς, ἐν τῇ τῶν πειρασμῶν ἐπαγωγῇ νήφειν, καὶ πρὸς τὸν Θεὸν βλέπειν, καὶ πάντων καταγελάσασαν τῶν ἀνθρωπίνων, πρὸς
35ἐκείνην κεχηνέναι τὴν συμμαχίαν. Ἡ μὲν οὖν πόλις οὕτως εὐδοκίμησεν· ὁ δὲ ἱερεὺς πάλιν οὐχ ἧττον ἤπερ ἡ πόλις· τὴν γὰρ ἑαυτοῦ ψυχὴν ὑπὲρ πάντων ἔδωκε, καὶ πολλῶν ὄντων τῶν κω‐ λυόντων, τοῦ χειμῶνος, τῆς ἡλικίας, τῆς ἑορτῆς, καὶ
40οὐκ ἔλαττον τῆς ἀδελφῆς πρὸς ἐσχάτας οὔσης ἀναπνοὰς, ἁπάντων ὑψηλότερος ἐγένετο τῶν κωλυμάτων, καὶ οὐκ εἶπε πρὸς ἑαυτόν· Τί τοῦτο; ἡ μόνη περιλειφθεῖσα ἡμῖν ἀδελφὴ, καὶ μετ’ ἐμοῦ τὸν ζυγὸν ἕλκουσα τοῦ Χριστοῦ, καὶ τοσοῦτόν μοι συνοικήσασα χρόνον, πρὸς ἐσχάτας ἐστὶ
45νῦν ἀναπνοάς· ἡμεῖς δὲ αὐτὴν καταλείψαντες ἀπελευσό‐ μεθα, καὶ οὐκ ὀψόμεθα ἐκπνέουσαν καὶ τὰς τελευταίας ἀφεῖσαν φωνάς; Ἀλλ’ αὐτὴ μὲν καθ’ ἑκάστην ηὔχετο τὴν ἡμέραν ἡμᾶς καὶ ὀφθαλμοὺς καθελεῖν καὶ στόμα συνελεῖν καὶ περιστεῖλαι, καὶ τὰ ἄλλα πάντα τὰ πρὸς τὸν τάφον

49

.

212

(50)

ἐπιμελήσασθαι· νυνὶ δὲ καθάπερ ἔρημός τις καὶ ἀπροστά‐ τευτος οὐδενὸς ἐπιτεύξεται τούτων παρὰ τοῦ ἀδελφοῦ, παρ’ οὗ μάλιστα ἐπεθύμει τυχεῖν, ἀλλ’ ἀφιεῖσα τὴν ψυχὴν, οὐκ ὄψεται τὸν πάντων αὐτῇ ποθεινότερον; καὶ πόσων οὐκ ἔσται θανάτων αὐτῇ τοῦτο βαρύτερον; Εἰ γὰρ
55καὶ πόῤῥωθεν ἀφεστήκει, οὐκ ἔδει δραμεῖν καὶ πάντα ποιῆσαι καὶ παθεῖν, ὥστε ταύτην αὐτῇ παρασχεῖν τὴν χάριν; νῦν δὲ πλησίον ὢν ἐγκαταλείψω, καὶ ἀφεὶς ἀπελεύσομαι; καὶ πῶς οἴσει τὰς μετὰ ταῦτα ἡμέρας;
Ἀλλ’ οὐδὲν τούτων οὐ μόνον οὐκ εἶπεν, ἀλλ’ οὐδὲ ἐν‐211

49

.

213

ενόησεν, ἀλλὰ καὶ πάσης συγγενείας τὸν τοῦ Θεοῦ προ‐ τιμήσας φόβον, ἔγνω τοῦτο καλῶς, ὅτι καθάπερ τὸν κυβερνήτην οἱ χειμῶνες, καὶ τὸν στρατηγὸν οἱ κίνδυνοι, οὕτω καὶ τὸν ἱερέα ὁ πειρασμὸς ποιεῖ φαίνεσθαι. Πάν‐
5τες, φησὶ, πρὸς ἡμᾶς κεχήνασι καὶ Ἰουδαῖοι καὶ Ἕλληνες· μὴ καταισχύνωμεν αὐτῶν τὰς περὶ ἡμῶν ἐλπίδας, μηδὲ τοσοῦτον περιίδωμεν ναυάγιον, ἀλλὰ τὰ καθ’ ἡμᾶς ἐπιτρέψαντες τῷ Θεῷ πάντα, καὶ τὴν ψυχὴν αὐτὴν ἐκδῶμεν. Καὶ σκόπει ἱερέως μεγαλοψυχίαν, καὶ
10Θεοῦ φιλανθρωπίαν· ὧν ὑπερεῖδεν ἁπάντων, τούτων ἀπήλαυσεν ἁπάντων, ἵνα καὶ τῆς προθυμίας τὸν μισθὸν λάβῃ, καὶ διὰ τῆς ἀπολαύσεως τῆς παρὰ προσδοκίαν μείζονος ἐπιτύχῃ τῆς ἡδονῆς. Εἵλετο τὴν ἑορτὴν ἐπὶ τῆς ἀλλοτρίας καὶ πόῤῥω τῶν οἰκείων ἐπιτελέσαι διὰ τὴν
15τῆς πόλεως σωτηρίαν· ὁ δὲ Θεὸς πρὸ τοῦ Πάσχα ἡμῖν αὐτὸν ἀπέδωκεν, ὥστε κοινὴν μεθ’ ὑμῶν τὴν ἑορτὴν ἀγαγεῖν, ἵνα καὶ τῆς προαιρέσεως ἔχῃ τὸν μισθὸν, καὶ τῆς εὐφροσύνης ἀπολαύσῃ μείζονος. Οὐκ ἔδεισε τὴν ὥραν τοῦ ἔτους, καὶ θέρος παρὰ πάντα γέγονε τῆς ἀπο‐
20δημίας τὸν καιρόν· οὐχ ὑπελογίσατο τὴν ἡλικίαν, καὶ καθάπερ νέος καὶ σφριγῶν, οὕτω μετ’ εὐκολίας διέδραμε τὴν μακρὰν ταύτην ὁδόν· οὐκ ἐνενόησε τὴν τελευτὴν τῆς ἀδελφῆς, οὐδὲ κατεμαλάχθη· καὶ ἐπανελθὼν ζῶσαν αὐτὴν κατείληφε, καὶ πάντων, ὧν ὑπερεῖδε, πάντων
25ἐπέτυχε. βʹ. Καὶ ὁ μὲν ἱερεὺς οὕτως εὐδόκιμος γέγονε παρὰ Θεῷ καὶ ἀνθρώποις· τὸν βασιλέα δὲ τοῦ διαδήματος λαμ‐ πρότερον τοῦτο τὸ πρᾶγμα ἐκόσμησε. Πρῶτον μὲν ὅτι δῆλον ἐγένετο τότε, ὅτι ἅπερ οὐδενὶ ἑτέρῳ, ταῦτα χα‐
30ριεῖται τοῖς ἱερεῦσιν· ἔπειτα, ὅτι καὶ μετὰ πολλοῦ τοῦ τάχους τὴν χάριν ἔδωκε, καὶ τὴν ὀργὴν ἔλυσεν. Ἀλλ’ ἵνα σαφέστερον καὶ τοῦ βασιλέως τὴν μεγαλοψυχίαν, καὶ τοῦ ἱερέως τὴν σοφίαν, καὶ πρὸ τούτων ἀμφοτέρων τοῦ Θεοῦ μάθητε τὴν φιλανθρωπίαν, δότε μοι μικρὰ τῆς
35ἐκεῖ γεγενημένης δημηγορίας διηγήσασθαι πρὸς ὑμᾶς. Ἐρῶ δὲ ἃ παρά τινος τῶν ἔνδον ἑστώτων ἔμαθον· ὁ μὲν γὰρ πατὴρ οὔτε μικρὸν οὔτε μέγα εἶπε πρὸς ἡμᾶς, ἀλλὰ τὴν Παύλου μεγαλοψυχίαν μιμούμενος, ἀεὶ τὰ οἰκεῖα κρύπτει κατορθώματα, καὶ πρὸς τοὺς ἐρωτῶντας
40πανταχοῦ, τί πρὸς τὸν βασιλέα εἶπε, καὶ πῶς ἔπεισε, καὶ πῶς αὐτοῦ τὴν ὀργὴν ἐξέβαλεν ἅπασαν, ταῦτα ἔλεγε τὰ ῥήματα· Οὐδὲν ἡμεῖς εἰς τὸ πρᾶγμα εἰσηνέγκαμεν, ἀλλ’ αὐτὸς ὁ βασιλεὺς, τοῦ Θεοῦ μαλάξαντος αὐτοῦ τὴν καρδίαν, καὶ πρὸ τῶν ἡμετέρων ῥημάτων πᾶσαν ἀφῆκε
45τὴν ὀργὴν, καὶ τὸν θυμὸν ἔλυσε, καὶ περὶ τῶν γεγενη‐ μένων διαλεγόμενος, ὡς ἑτέρου τινὸς ὑβρισθέντος, οὕτω τὰ συμβάντα ἅπαντα χωρὶς ὀργῆς διηγεῖτο. Ἀλλ’ ἅπερ οὗτος ἀπέκρυψεν ἀπὸ ταπεινοφροσύνης, ταῦτα ὁ Θεὸς εἰς μέσον ἐξήνεγκε. Τίνα δέ ἐστι ταῦτα; Μικρὸν

49

.

213

(50)

ἀνωτέρω τὸν λόγον ἀγαγὼν ὑμῖν διηγήσομαι. Ἐπειδὴ γὰρ ἐξῆλθε τῆς πόλεως πάντας ἐν τοσαύτῃ καταλιπὼν ἀθυμίᾳ, πολλῷ δεινότερα ἡμῶν ἔπασχε τῶν ἐν αὐτοῖς ὄντων τοῖς δεινοῖς. Πρῶτον μὲν γὰρ συγγενόμενος κατὰ μέσην τὴν ὁδὸν τοῖς ἐπὶ τὴν ἐξέτασιν τῶν γεγενημένων
55παρὰ τοῦ βασιλέως πεμφθεῖσι, καὶ μαθὼν παρ’ ἐκεί‐ νων, ἐφ’ οἷς ἦσαν ἀπεσταλμένοι, καὶ τὰ καταληψόμενα τὴν πόλιν ἀναλογιζόμενος δεινὰ, τοὺς θορύβους, τὰς ταραχὰς, τὴν φυγὴν, τὸν φόβον, τὴν ἀγωνίαν, τοὺς κινδύνους, πηγὰς ἠφίει δακρύων, τῶν σπλάγχνων αὐτῷ
60διακοπτομένων· τοῖς γὰρ πατράσιν ἔθος πολλῷ μεῖζονColumn end

49

.

214

ἀλγεῖν, ὅταν μηδὲ παρεῖναι δύνωνται κακουμένοις τοῖς ἑαυτῶν παισίν. Ὃ δὴ καὶ ὁ φιλοστοργότατος οὗτος ἔπασχεν, οὐ τὰ καταληψόμενα ἡμᾶς δεινὰ θρηνῶν μόνον, ἀλλὰ καὶ τὸ πόῤῥω ταῦτα πασχόντων ἡμῶν εἶναι· πλὴν
5ἀλλὰ καὶ τοῦτο ὑπὲρ τῆς ἡμετέρας ἐγίνετο σωτηρίας. Ἐπειδὴ γὰρ ἔμαθε ταῦτα παρ’ ἐκείνων, θερμοτέρας ἠφίει πηγὰς δακρύων, καὶ μετὰ πλείονος δεήσεως πρὸς Θεὸν κατέφευγε, καὶ τὰς νύκτας ἄϋπνος διῆγε παρα‐ καλῶν, καὶ τῇ πόλει παραγενέσθαι ταῦτα πασχούσῃ,
10καὶ τοῦ βασιλέως πραοτέραν ποιῆσαι τὴν διάνοιαν. Ὡς δὲ ἐπέβη τῆς μεγάλης πόλεως ἐκείνης, καὶ εἰς τὰς βασιλικὰς εἰσῆλθεν αὐλὰς, εἱστήκει τοῦ βασιλέως πόῤ‐ ῥωθεν, ἄφωνος, δακρύων, κάτω κύπτων, ἐγκαλυπτό‐ μενος, ὥσπερ αὐτὸς ὢν ὁ πάντα ἐργασάμενος ἐκεῖνα.
15Ἐποίει δὲ τοῦτο, τῷ σχήματι, τῷ βλέμματι, τοῖς θρή‐ νοις πρότερον ἐπισπάσασθαι βουλόμενος αὐτὸν εἰς ἔλεον, καὶ τότε ἄρξασθαι τῆς ὑπὲρ ἡμῶν ἀπολογίας· μία γὰρ τοῖς ἁμαρτάνουσιν ἀπολείπεται συγγνώμη, τὸ σιγᾷν καὶ μηδὲν ὑπὲρ τῶν γεγενημένων φθέγγεσθαι. Ἐβούλετο
20γὰρ δὴ πάθος τὸ μὲν ἐξενεγκεῖν, τὸ δὲ εἰσενεγκεῖν, ἐκβαλεῖν μὲν τὸν θυμὸν, εἰσαγαγεῖν δὲ ἀθυμίαν, ἵνα οὕτω προοδοποιήσῃ τοῖς τῆς ἀπολογίας ῥήμασιν· ὅπερ οὖν καὶ ἐγένετο. Καὶ καθάπερ Μωϋσῆς εἰς τὸ ὄρος ἀναβὰς, τοῦ λαοῦ προσκεκρουκότος, ἄφωνος εἱστήκει
25αὐτὸς, ἕως ὁ Θεὸς αὐτὸν ἐξεκαλέσατο εἰπὼν, Ἄφες με, καὶ ἐξαλείψω τὸν λαὸν τοῦτον· οὕτω καὶ οὗτος ἐποίησεν. Ἰδὼν τοίνυν αὐτὸν ὁ βασιλεὺς δακρύοντα καὶ κάτω κύπτοντα, προσῆλθεν αὐτὸς, καὶ ὅπερ ἔπαθε διὰ τῶν
30δακρύων τοῦ ἱερέως, τοῦτο ἐδείκνυ διὰ τῶν ῥημάτων τῶν πρὸς αὐτόν· οὐ γὰρ θυμουμένου οὐδὲ ἀγανακτοῦντος ἦσαν οἱ λόγοι, ἀλλ’ ἀλγοῦντος· οὐκ ὀργιζομένου, ἀλλ’ ἀθυμοῦντος καὶ περιοδυνίᾳ κατεχομένου μᾶλλον· καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτὰ τὰ ῥήματα ἀκούσαντες
35εἴσεσθε. Οὐ γὰρ εἶπε· Τί ποτε τοῦτό ἐστιν; ὑπὲρ ἀνθρώ‐ πων μιαρῶν καὶ παμμιάρων, καὶ οὓς οὔτε ζῇν ἔδει, πρεσβείαν ἥκεις κομίζων, τῶν τυράννων, τῶν νεωτερο‐ ποιῶν τῶν πάσης ἀξίων κολάσεως; Ἀλλὰ πάντα ταῦτα ἀφεὶς τὰ ῥήματα, ἀπολογίαν συνέθηκεν ἐντροπῆς γέμου‐
40σαν καὶ βαρύτητος, καὶ τὰς ἑαυτοῦ κατέλεγεν εὐεργε‐ σίας, ὅσας παρὰ πάντα τὸν καιρὸν τῆς βασιλείας τὴν πόλιν ἡμῶν εὐηργέτησε, καὶ ἐφ’ ἑκάστῳ ἔλεγεν· Ταῦτά με ἀντ’ ἐκείνων παθεῖν ἔδει; ποίων ἀδικημάτων με ταύτην ἐπράξαντο δίκην; Τί μικρὸν ἢ μέγα ἐγκαλεῖν
45ἔχοντες, οὐκ εἰς ἐμὲ μόνον, ἀλλὰ καὶ εἰς τοὺς ἀπελθόν‐ τας ἐνύβρισαν; οὐκ ἤρκει τὸν θυμὸν στῆναι μέχρι τῶν ζώντων; ἀλλ’ εἰ μὴ καὶ τοὺς ταφέντας καθυβρίσαιεν, οὐδὲν ἐνόμισαν νεανικὸν ποιεῖν. Ἠδικήκαμεν ἡμεῖς, ὡς αὐτοὶ νομίζουσι· οὐκοῦν τῶν νεκρῶν φείσασθαι ἔδει τῶν

49

.

214

(50)

οὐδὲν ἠδικηκότων· οὐ γὰρ δὴ κἀκείνοις ταῦτα ἐγκαλεῖν εἶχον. Οὐχὶ ταύτην πάντων προὔθηκα τὴν πόλιν ἀεὶ, καὶ τῆς ἐνεγκούσης ποθεινοτέραν εἶναι ἐνόμιζον, καὶ εὐχῆς μοι διηνεκοῦς ἔργον ἦν, τὴν πόλιν ἐκείνην ἰδεῖν, καὶ τοῦτον ἐποιούμην ὅρκον πρὸς πάντας;
55 γʹ. Ἐνταῦθα πικρὸν ἀνοιμώξας ὁ ἱερεὺς, καὶ θερμότερα ἀφεὶς δάκρυα, οὐκέτι λοιπὸν ἐσίγα· ἑώρα γὰρ τὴν τοῦ βασιλέως ἀπολογίαν μείζονα ποιοῦσαν τὴν κατηγορίαν ἡμῶν· ἀλλὰ στενάξας κάτωθεν βαρὺ καὶ πικρὸν, Ὁμο‐ λογοῦμεν, φησὶν, ὦ βασιλεῦ, καὶ οὐκ ἂν ἀρνηθείημεν
60τὸν ἔρωτα τοῦτον, ὃν περὶ τὴν πατρίδα ἐπεδείξω τὴν ἡμετέραν, καὶ διὰ τοῦτο μάλιστα θρηνοῦμεν, ὅτι τὴν
οὕτω φιλουμένην ἐβάσκηναν δαίμονες, καὶ περὶ τὸν213

49

.

215

εὐεργέτην ἀγνώμονες ἐφάνημεν, καὶ τὸν σφοδρὸν ἡμῶν παρωξύναμεν ἐραστήν. Κἂν κατασκάψῃς, κἂν ἐμπρήσῃς, κἂν ἀποκτείνῃς, κἂν ὁτιοῦν ἕτερον πράξῃς, οὐδέπω τὴν ἀξίαν ἡμᾶς ἀπῄτησας δίκην· φθάσαντες γὰρ ἡμεῖς ἑαυ‐
5τοὺς μυρίων θανάτων χαλεπώτερα διεθήκαμεν. Τί γὰρ ἂν γένοιτο πικρότερον, ἀλλ’ ἢ ὅταν τὸν εὐεργέτην καὶ οὕτω φιλοῦντα φανῶμεν ἀδίκως παροξύναντες, καὶ τοῦτο πᾶσα ἡ οἰκουμένη μανθάνῃ, καὶ τὴν ἐσχάτην ἡμῶν ἀγνωμοσύνην καταγινώσκῃ; Εἰ βάρβαροι τὴν πόλιν
10ἡμῶν καταδραμόντες κατέσκαψαν τὰ τείχη, καὶ τὰς οἰκίας ἐνέπρησαν, καὶ λαβόντες αἰχμαλώτους ἀπῆλθον, ἔλαττον ἦν τὸ δεινόν. Τί δήποτε; Ὅτι σοῦ ζῶντος, καὶ τοσαύτην ἐπιδεικνυμένου περὶ ἡμᾶς εὔνοιαν, ἐλπὶς ἦν ἐκεῖνα πάντα λυθήσεσθαι τὰ δεινὰ, καὶ πάλιν ἡμᾶς ἐπὶ
15τὸ πρότερον ἐπανήξειν σχῆμα, καὶ λαμπροτέραν ἀπο‐ λήψεσθαι τὴν ἐλευθερίαν· νῦν δὲ, τῆς σῆς εὐνοίας ἀφῃρημένης καὶ τοῦ φίλτρου σβεσθέντος, ὃ παντὸς τείχους ἦν ἡμῖν ἀσφαλέστερον, πρὸς τίνα λοιπὸν κα‐ ταφευξόμεθα; ποῦ δυνησόμεθα ἰδεῖν ἑτέρωσε, τὸν γλυκὺν
20οὕτω δεσπότην καὶ πατέρα προσηνῆ παροργίσαντες; Ὥστε δοκοῦσι μὲν ἀφόρητα πεποιηκέναι· ἔπαθον δὲ πάντων δεινότερα, πρὸς οὐδένα ἀνθρώπων ἀντιβλέψαι τολμῶντες, οὐδὲ αὐτὸν ἰδεῖν δυνάμενοι τὸν ἥλιον ἐλευ‐ θέροις ὀφθαλμοῖς, τῆς αἰσχύνης πανταχοῦ κα‐
25ταστελλούσης τὰ βλέφαρα καὶ ἐγκαλύπτεσθαι κατ‐ αναγκαζούσης· τῆς παῤῥησίας οὖν αὐτοῖς ἀνῃρημένης, πάντων αἰχμαλώτων ἀθλιώτερον διάκεινται νῦν, καὶ τὴν ἐσχάτην ὑπομένουσιν ἀτιμίαν, καὶ τὸ μέγεθος τῶν κακῶν ἐννοοῦντες, καὶ εἰς ὅσον ἀπεσκίρτησαν ὕβρεως,
30οὐδὲ ἀναπνεῖν δύνανται τοῦ δοκοῦντος ὑβρίσθαι σφοδρο‐ τέρους τοὺς τὴν οἰκουμένην οἰκοῦντας ἅπαντας ἀνθρώ‐ πους ἐπισπασάμενοι κατηγόρους. Ἀλλ’ ἐὰν θέλῃς, ὦ βασιλεῦ, ἔστιν ἴασις τῷ τραύματι, καὶ φάρμακον τοῖς τοσούτοις κακοῖς. Πολλάκις καὶ ἐπὶ ἰδιωτῶν τοῦτο γέ‐
35γονε· τὰ μεγάλα καὶ ἀφόρητα προσκρούσματα μεγάλης διαθέσεως γέγονεν ὑπόθεσις· οὕτω καὶ ἐπὶ τῆς φύσεως συνέβη τῆς ἡμετέρας. Ὅτε γὰρ τὸν ἄνθρωπον ἐποίησεν ὁ Θεὸς καὶ εἰς τὸν παράδεισον εἰσήγαγε καὶ πολλῆς ἠξίωσε τιμῆς, οὐ φέρων τὴν τοσαύτην εὐημερίαν ὁ
40διάβολος ἐβάσκηνέν τε αὐτῷ καὶ τῆς δοθείσης ἐξ‐ έβαλε προεδρίας. Ἀλλ’ ὁ Θεὸς οὐ μόνον αὐτὸν οὐ κατέλι‐ πεν, ἀλλὰ καὶ ἀντὶ παραδείσου τὸν οὐρανὸν ἡμῖν ἀνέῳξε, τούτῳ τε αὐτῷ τήν τε οἰκείαν φιλανθρωπίαν ἐπιδεικνύ‐ μενος, καὶ τὸν διάβολον μειζόνως κολάζων. Τοῦτο καὶ σὺ
45ποίησον· πάντα ἐκίνησαν οἱ δαίμονες νῦν, ὥστε τὴν πα‐ σῶν σοι φιλτάτην πόλιν ἀποῤῥῆξαί σου τῆς εὐνοίας· τοῦ‐ το τοίνυν εἰδὼς, δίκην μὲν ἣν θέλεις ἀπαίτησον, τῆς δὲ φιλίας μὴ ἐκβάλῃς ἡμᾶς τῆς προτέρας. Ἀλλ’ εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, μείζονα ἡμῖν ἐπίδειξαι τὴν εὔ‐

49

.

215

(50)

νοιαν νῦν, καὶ πάλιν εἰς τὰς πρώτας τῶν φιλουμένων αὐ‐ τὴν ἔγγραψον, εἴ γε βούλει τοὺς ταῦτα κατασκευάσαντας ἀμύνασθαι δαίμονας. Ἂν μὲν γὰρ καθέλῃς καὶ κατασκά‐ ψῃς καὶ ἀφανίσῃς, ἅπερ ἐκεῖνοι πάλαι ἐβούλοντο, ταῦτα ἐργάσῃ· ἂν δὲ ἀφῇς τὴν ὀργὴν καὶ πάλιν ὁμολογήσῃς φι‐
55λεῖν αὐτὴν ὥσπερ πρότερον ἐφίλεις. καιρίαν αὐτοῖς ἔδω‐ κας τὴν πληγὴν, καὶ τὴν ἐσχάτην αὐτοὺς ἀπῄτησας δί‐ κην, δείξας ὡς οὐ μόνον αὐτοῖς οὐδὲν πλέον γέγονεν ἀπὸ τῆς ἐπιβουλῆς, ἀλλὰ καὶ τὰ ἐναντία αὐτοῖς ἅπαντα ἀπέβη, ἤπερ ἐβούλοντο. Δίκαιος δ’ ἂν εἴης ταῦτα ποιῆ‐
60σαι καὶ ἐλεῆσαι πόλιν, ᾗ διὰ τὴν σὴν ἐφθόνησαν φιλίαν οἱ δαίμονες· εἰ γὰρ μὴ σφόδρα αὐτὴν οὕτως ἠγάπησας,
οὐκ ἂν αὐτὴν οὐδὲ ἐκεῖνοι τοσοῦτον ἐβάσκηναν ἄν. ὭστεColumn end

49

.

216

εἰ καὶ θαυμαστὸν τὸ λεγόμενον, ἀλλ’ ὅμως ἐστὶν ἀληθὲς, ὅτι διὰ σὲ καὶ τὴν σὴν φιλίαν ταῦτα ἔπαθε. Πόσων ἐμ‐ πρησμῶν, πόσης καταστροφῆς τὰ ῥήματα ταῦτα πι‐ κρότερα, ἅπερ ἀπολογούμενος ἔλεγες; Νῦν ὑβρίσθαι φὴς,
5καὶ πεπονθέναι οἷα μηδεὶς πώποτε τῶν προτέρων βασι‐ λέων· ἀλλ’ ἐὰν θέλῃς, ὦ φιλανθρωπότατε καὶ φιλοσοφώ‐ τατε καὶ πολλῆς εὐσεβείας γέμων, τοῦ διαδήματος τούτου μείζονά σοι καὶ λαμπρότερον ἡ ὕβρις αὕτη περιθήσει στέφανον. Τοῦτο μὲν γὰρ τὸ διάδημά ἐστι καὶ μὲν τῆς
10σῆς ἀρετῆς ἀπόδειξις· ἔστι δὲ καὶ τῆς τοῦ δεδωκότος φι‐ λοτιμίας τεκμήριον· ὁ δὲ ἀπὸ τῆς φιλανθρωπίας σοι ταύ‐ της πλεκόμενος στέφανος σὸν μόνον ἔσται κατόρθωμα καὶ τῆς φιλοσοφίας τῆς σῆς· καὶ οὐχ οὕτω σε θαυμάσον‐ ται πάντες διὰ τοὺς λίθους τοὺς τιμίους τούτους, ὡς
15ἐπαινέσονται διὰ τὴν ὑπεροψίαν τὴν κατὰ τῆς ὀργῆς. Καθεῖλόν σου τοὺς ἀνδριάντας; ἀλλ’ ἔξεστί σοι λαμπρο‐ τέρους ἀναστῆσαι ἐκείνων. Ἂν γὰρ ἀφῇς τοῖς ἠδικηκόσι τὰ ἐγκλήματα, καὶ μηδεμίαν ἀπαιτήσῃς δί‐ κην αὐτοὺς, οὐ χαλκοῦν σε ἐπὶ τῆς ἀγορᾶς ἀναστήσου‐
20σιν, οὐδὲ χρυσοῦν, οὐδὲ λιθοκόλλητον, ἀλλὰ τὴν πάσης ὕλης τιμιωτέραν στήλην, φιλανθρωπίαν καὶ ἐλεημοσύνην ἀναβεβλημένον. Οὕτως ἐπὶ τῆς διανοίας ἕκαστος ἀνα‐ στήσουσί σε τῆς ἑαυτῶν, καὶ τοσούτους ἕξεις ἀνδριάντας, ὅσοι τὴν οἰκουμένην οἰκοῦσιν ἄνθρωποι, καὶ οἰκήσουσιν.
25Οὐ γὰρ ἡμεῖς μόνον, ἀλλὰ καὶ οἱ μεθ’ ἡμᾶς, καὶ οἱ μετ’ ἐκεί‐ νους ἅπαντες ταῦτα ἀκούσονται· καὶ καθάπερ εὖ παθόν‐ τες αὐτοὶ, οὕτω σε θαυμάσονται καὶ φιλήσουσι. Καὶ ὅτι ταῦτα οὐ κολακεύων λέγω, ἀλλ’ οὕτως ἔσται πάντως, ἐρῶ σοι παλαιόν τινα λόγον, ἵνα μάθῃς, ὅτι οὐχ οὕτω στρα‐
30τόπεδα καὶ ὅπλα καὶ χρήματα καὶ ὑπηκόων πλῆθος καὶ τὰ ἄλλα δὴ τὰ τοιαῦτα λαμπροὺς ποιεῖν τοὺς βασιλεῖς εἴωθεν, ὡς φιλοσοφία ψυχῆς καὶ ἡμερότης. Ὁ μακάριος λέγεται Κωνσταντῖνος, τῆς εἰκόνος αὐτοῦ καταλευσθείσης ποτὲ, παροξυνόντων αὐτὸν πολλῶν ἐπ‐
35εξελθεῖν τοῖς ὑβρικόσι καὶ δίκην ἀπαιτῆσαι, καὶ λεγόν‐ των, ὅτι πᾶσαν αὐτοῦ τὴν ὄψιν ἔτρωσαν τοὺς λίθους ἐξ‐ ακοντίζοντες, ψηλαφήσας τῇ χειρὶ τὸ πρόσωπον, καὶ ἠρέμα μειδιάσας, εἶπεν, ὅτι Οὐδαμοῦ πληγὴν ἐπὶ τοῦ μετώπου γεγενημένην ὁρῶ, ἀλλ’ ὑγιὴς μὲν ἡ κεφαλὴ,
40ὑγιὴς δὲ ἡ ὄψις ἅπασα, κἀκείνους ἐρυθριάσαντας καὶ αἰ‐ σχυνθέντας ἀποστῆναι τῆς ἀδίκου ταύτης συμβουλῆς. Καὶ τὸ ῥῆμα τοῦτο μέχρι νῦν ᾄδουσιν ἅπαντες, καὶ το‐ σοῦτος χρόνος οὐκ ἐμάρανεν, οὐκ ἔσβεσε τῆς φιλοσοφίας ταύτης τὴν μνήμην. Πόσων οὐκ ἂν εἴη τοῦτο τροπαίων
45λαμπρότερον; Πολλὰς καὶ μεγάλας πόλεις ἐκεῖνος ἀν‐ έστησε, καὶ πολλοὺς βαρβάρους ἐνίκησεν, ἀλλ’ οὐδενὸς ἐκείνων μεμνήμεθα· τὸ δὲ ῥῆμα τοῦτο μέχρι τῆς σήμε‐ ρον ᾄδεται, καὶ οἱ μεθ’ ἡμᾶς αὐτὸ καὶ οἱ μετ’ ἐκείνους ἀκούσονται πάντες. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμα‐

49

.

216

(50)

στὸν, ὅτι ἀκούσονται, ἀλλ’ ὅτι καὶ μετ’ ἐπαίνων καὶ εὐ‐ φημίας οἵ τε λέγοντες λέγουσιν, οἵ τε ἀκούοντες δέχον‐ ται· καὶ οὐκ ἔστιν οὐδεὶς, ὃς ἀνέξεται σιγῆσαι τοῦτο ἀκούσας, ἀλλ’ ὁμοῦ τε ἀνέκραξε, καὶ τὸν εἰρηκότα ἐπ‐ ῄνεσε, καὶ μυρία αὐτῷ καὶ ἀπελθόντι γίνεσθαι ηὔξατο
55ἀγαθά. Εἰ δὲ παρὰ ἀνθρώποις τοσαύτης ἀπήλαυσε δόξης δι’ ἐκεῖνο τὸ ῥῆμα, πόσων ἀπολαύσεται παρὰ τῷ φιλαν‐ θρώπῳ Θεῷ στεφάνων; Καὶ τί χρὴ λέγειν Κωνσταντῖνον καὶ τὰ ἀλλότρια
παραδείγματα, δέον οἴκοθέν σε καὶ ἐκ τῶν σῶν παρακα‐215

49

.

217

λεῖν κατορθωμάτων; Μέμνησαι πρώην, ὅτε τῆς ἑορτῆς ταύτης καταλαβούσης ἐπιστολὴν ἔπεμψας πανταχοῦ τῆς οἰκουμένης κελεύουσαν τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἀφεῖναι, καὶ συγχωρεῖν αὐτοῖς τὰ ἐγκλήματα, καὶ ὡς
5οὐκ ἀρκούντων ἐκείνων δεῖξαί σου τὴν φιλανθρωπίαν, ἔλεγες διὰ τῶν γραμμάτων, ὅτι Εἴθε μοι δυνατὸν ἦν καὶ τοὺς ἀπελθόντας καλέσαι καὶ ἀναστῆσαι καὶ πρὸς τὴν προτέραν ἀναγαγεῖν ζωήν! Τούτων ἀναμνήσθητι τῶν ῥημάτων νῦν· ἰδοὺ καιρὸς τοὺς ἀπελθόντας καλέσαι καὶ
10ἀναστῆσαι, καὶ πρὸς τὴν προτέραν ἐπαναγαγεῖν ζωήν. Καὶ οὗτοι γὰρ ἤδη τεθνήκασι, καὶ πρὶν ἢ τὴν ψῆφον ἐξενεχθῆναι, καὶ παρ’ αὐτὰς ἡ πόλις ἐσκήνωται τὰς τοῦ ᾅδου πύλας νῦν. Ἀνάστησον οὖν αὐτὴν ἐκεῖθεν χωρὶς χρημάτων, χωρὶς δαπάνης. χωρὶς χρόνου καὶ πό‐
15νου τινός. Ἀρκεῖ γάρ σοι φθέγξασθαι μόνον, καὶ ἀνα‐ στῆσαι τὴν πόλιν τὴν ἐν σκότῳ κειμένην. Νῦν δὸς αὐ‐ τὴν καλεῖσθαι λοιπὸν ἀπὸ τῆς σῆς φιλανθρωπίας· οὐδὲ γὰρ τοσαύτην εἴσεται χάριν τῷ παρὰ τὴν ἀρχὴν αὐτὴν οἰκίσαντι, ὅσην τῇ ψήφῳ τῇ σῇ· καὶ μάλα εἰκότως.
20Ἐκεῖνος μὲν γὰρ ἀρχὴν αὐτῇ δοὺς ἀπῆλθε, σὺ δὲ αὐξη‐ θεῖσαν καὶ γενομένην μεγάλην, καὶ μετὰ τὴν πολλὴν ταύτην εὐημερίαν κατενεχθεῖσαν ἀναστήσεις. Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ πολεμίων αὐτὴν ἑλόντων, καὶ βαρ‐ βάρων καταδραμόντων, ἀπήλλαξας τοῦ κινδύνου, ὡς ἔστι
25θαυμαστὸν τὸ φείσασθαι νῦν· ἐκεῖνο μὲν γὰρ πολλοὶ πολ‐ λάκις βασιλέων ἐποίησαν· τοῦτο δὲ σὺ μόνος ἐργάσῃ, καὶ πρῶτος παρὰ προσδοκίαν ἅπασαν. Κἀκεῖνο μὲν οὖν οὐ‐ δὲν θαυμαστὸν οὐδὲ παράδοξον, ἀλλὰ τῶν ἀεὶ συμβαι‐ νόντων ἐστὶ, τὸ τῶν ὑπηκόων προΐστασθαι, τὸ δὲ τοσαῦ‐
30τα παθόντα καὶ τοιαῦτα ἀφεῖναι τὴν ὀργὴν, τοῦτο πᾶ‐ σαν ἀνθρωπίνην ὑπερβαίνει φύσιν. Ἐννόησον ὅτι νῦν οὐ περὶ τῆς πόλεώς σοι βουλευτέον μόνον ἐστὶν ἐκείνης, ἀλλὰ καὶ περὶ τῆς δόξης τῆς σῆς· μᾶλλον δὲ καὶ περὶ τοῦ Χριστιανισμοῦ παντός. Νῦν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες,
35καὶ πᾶσα ἡ οἰκουμένη, καὶ βάρβαροι (καὶ γὰρ κἀκεῖνοι ταῦτα ἤκουσαν) πρὸς σὲ κεχήνασιν ἀναμένοντες ἰδεῖν, οἵαν οἴσεις κατὰ τῶν γεγενημένων τὴν ψῆφον· κἂν μὲν φιλάνθρωπον ἐξενέγκῃς καὶ ἥμερον, ἐπαινέσονται τὸ δόγμα πάντες, καὶ δοξάσουσι τὸν Θεὸν, καὶ πρὸς ἀλλή‐
40λους ἐροῦσι· Βαβαὶ, πόση τοῦ Χριστιανισμοῦ ἡ δύναμις! ἄνθρωπον οὐδένα ἔχοντα ὁμότιμον ἐπὶ τῆς γῆς, κύριον ὄντα ἀπολέσαι πάντα καὶ διαφθεῖραι, κατέσχε καὶ ἐχα‐ λίνωσε, καὶ φιλοσοφεῖν ἐπαίδευσε φιλοσοφίαν, ἣν οὐδ’ ἂν ἰδιώτης ἄνθρωπος ἐπεδείξατο· ὄντως μέγας ὁ τῶν Χρι‐
45στιανῶν Θεὸς, ὃς ἐξ ἀνθρώπων ἀγγέλους ποιεῖ καὶ πά‐ σης ἀνάγκης φυσικῆς ἀνωτέρους καθίστησιν. Μὴ γὰρ δὴ τὸν περιττὸν ἐκεῖνον δείσῃς φόβον, μηδὲ ἀνάσχῃ λεγόν‐ των τινῶν, ὡς αἱ λοιπαὶ χείρους ἔσονται πόλεις καὶ κα‐ ταφρονήσουσι μᾶλλον, ταύτης μὴ κολασθείσης. Εἰ μὲν

49

.

217

(50)

γὰρ ἀδυνάτως εἶχες ἐπεξελθεῖν, καὶ βίᾳ σου περιεγένοντο ταῦτα ποιήσαντες, καὶ ἰσοστάσιος ἦν ἡ δύναμις, εἰκότως ταῦτα ὑποπτεύειν ἐχρῆν· εἰ δὲ κατεπτήχασι καὶ προ‐ απέθανον τῷ δέει, καὶ πρὸς τοὺς πόδας ἔδραμον τοὺς σοὺς δι’ ἐμοῦ, καὶ οὐδὲν ἕτερον καθ’ ἑκάστην προσδοκῶσι τὴν
55ἡμέραν, ἢ τὸ βάραθρον, καὶ λιτὰς ποιοῦνται κοινὰς, εἰς τὸν οὐρανὸν βλέποντες, καὶ τὸν Θεὸν παρακαλοῦντες ἐλθεῖν καὶ συνεφάψασθαι τῆς αὐτῆς ἡμῖν πρεσβείας, καὶ καθάπερ οἱ πρὸς τὰς ἐσχάτας ὄντες ἀναπνοὰς, περὶ τῶν οἰκείων ἕκαστος ἐπέσκηψε τῶν ἑαυτοῦ, πῶς οὐ περιττὸν
60τοῦτο τὸ δέος; Οὐκ ἂν, εἰ σφαγῆναι ἐκελεύσθησαν, το‐ σαῦτα ἂν ἔπαθον, ὅσα πάσχουσι νῦν ἡμέραις τοσαύταις φόβῳ καὶ τρόμῳ συζῶντες, καὶ ἑσπέρας καταλαβούσης
οὐ προσδοκῶντες ὄψεσθαι τὴν ἕω, καὶ ἡμέρας γενομένηςColumn end

49

.

218

οὐκ ἐλπίζουσιν εἰς ἑσπέραν ἀφίξεσθαι. Πολλοὶ καὶ θηρίοις ἐνέπεσον τὰς ἐρήμους διώκοντες, καὶ πρὸς τὰς ἀβάτους μετοικισθέντες, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ παιδία μι‐ κρὰ, καὶ γυναῖκες ἐλεύθεραι καὶ εὐσχήμονες πολλὰς
5νύκτας καὶ ἡμέρας ἐν σπηλαίοις καὶ φάραγξι καὶ ταῖς ὀπαῖς κατακρυπτόμεναι τῆς ἐρήμου. Καὶ καινὸς αἰχμαλωσίας κατέχει τὴν πόλιν τρόπος· τῶν γὰρ οἰκο‐ δομημάτων καὶ τῶν τοιχῶν ἑστηκότων χαλεπώτερα τῶν ἐμπρησθεισῶν πάσχουσι πόλεων· οὐδενὸς βαρβάρου παρ‐
10όντος, οὐδὲ πολεμίου φαινομένου ἀθλιώτερον τῶν ἁλόν‐ των διάκεινται, καὶ φύλλον κινούμενον μόνον πάντας αὐ‐ τοὺς ἀποσοβεῖ καθ’ ἑκάστην ἡμέραν. Καὶ ταῦτα ἴσασιν ἅπαντες· καὶ εἰ κατασκαφεῖσαν αὐτὴν εἶδον, οὐκ ἂν οὕ‐ τως ἐσωφρονίσθησαν, ὡς νῦν ταύτας αὐτῆς ἀκούοντες
15τὰς συμφοράς. Μὴ τοίνυν τοῦτο νομίσῃς, ὡς χείρους ἔσονται αἱ λοιπαὶ πόλεις. Οὐκ ἂν, εἰ κατέσκαψας τὰς ἄλ‐ λας πόλεις, οὕτως αὐτὰς ἐσωφρόνισας, ὡς νῦν διὰ τῆς ἀδήλου τῶν ἐσομένων προσδοκίας σφοδρότερον πάσης κο‐ λάσεως παιδεύσας αὐτούς. Καὶ μὴ περαιτέρω προενέγ‐
20κῃς αὐτοῖς τὰς συμφορὰς, ἀλλ’ ἄφες ἀναπνεῦσαι λοιπόν. Τὸ μὲν γὰρ κολάσαι τοὺς ὑπευθύνους καὶ δίκην ἀπαι‐ τῆσαι τῶν πεπραγμένων, ῥᾴδιον πάντως καὶ εὔκολον· τὸ δὲ φείσασθαι τῶν ὑβρικότων, καὶ συγγνώμην δοῦναι τοῖς ἀσύγγνωστα ἡμαρτηκόσιν, ἑνός που καὶ δευτέρου
25μόλις ἐστὶ, καὶ μάλιστα ὅταν βασιλεὺς ὁ ὑβρισμένος ᾖ· καὶ τὸ φόβῳ δὲ ὑποτάξαι πόλιν εὔκολον, τὸ δὲ πάντας ἐραστὰς καταστῆσαι καὶ μετ’ εὐνοίας πεῖσαι διακεῖσθαι περὶ τὴν βασιλείαν τὴν σὴν, καὶ μὴ μόνον κοινὰς, ἀλλὰ καὶ ἰδίας ὑπὲρ τῆς σῆς ἀρχῆς ποιεῖσθαι εὐχὰς, δυσκατόρ‐
30θωτον· κἂν μυρία τις ἀναλώσῃ χρήματα, κἂν μυρία κι‐ νήσῃ στρατόπεδα, κἂν ὁτιοῦν ἐργάσηται, οὐκ εὐκό‐ λως τοσούτων ἀνθρώπων διάθεσιν πρὸς ἑαυτὸν ἐπισπά‐ σασθαι δυνήσεται, ὃ νῦν ῥᾴδιον ἔσται καὶ εὔκολον. Οἵ τε γὰρ εὐεργετηθέντες, οἵ τε ἀκούσαντες ὁμοίως τοῖς εὐερ‐
35γετηθεῖσι περὶ σὲ διακείσονται. Πόσων ἂν ἐπρίω χρημά‐ των, πόσων ἂν ἐπρίω πόνων ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὴν οἰκουμένην ἅπασαν ἀνακτήσασθαι, καὶ πεῖσαι τούς τε νῦν ὄντας ἀνθρώπους τούς τε ἐσομένους ἅπαντας ὅσα τοῖς αὐτῶν εὔχονται παισὶ, τοσαῦτα καὶ τῇ σῇ κεφαλῇ! Εἰ
40δὲ παρὰ ἀνθρώπων ταῦτα, ἐννόησον ὅσον παρὰ τοῦ Θεοῦ λήψῃ τὸν μισθὸν, οὐχὶ τῶν νῦν γινομένων μόνον, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα παρ’ ἑτέρων κατορθουμένων. Εἰ γάρ ποτε συμβαίη γενέσθαι τοιοῦτον, οἷον δὴ γέγονε νῦν, ὃ μὴ γένοιτο, καί τινες τῶν ὑβρισμένων βουλεύ‐
45σωνται ἐπεξελθεῖν τοῖς ὑβρικόσιν, ἡ πραότης ἡ σὴ καὶ ἡ φιλοσοφία ἀντὶ πάσης ἔσται διδασκαλίας αὐτοῖς καὶ παραινέσεως, καὶ ἐρυθριάσουσι καὶ καταισχυνθήσονται τοιοῦτον ἔχοντες φιλοσοφίας παράδειγμα, ἐλάττους φα‐ νῆναι. Ὥστε τῶν μετὰ ταῦτα πάντων ἔσῃ διδάσκαλος,

49

.

218

(50)

καὶ τὰ νικητήρια κατ’ αὐτῶν ἕξεις, κἂν εἰς αὐτὴν τὴν κορυφὴν τῆς φιλοσοφίας φθάσωσιν. Οὐ γάρ ἐστιν ἴσον αὐτὸν κατάρξαι τοσαύτης πραότητος πρῶτον, καὶ πρὸς ἑτέρους βλέποντα μιμήσασθαι τὰ παρ’ ἐκείνων κατορ‐ θωθέντα. Διὰ τοῦτο ὅσην ἂν οἱ μετὰ σὲ φιλανθρωπίαν
55καὶ ἡμερότητα ἐπιδείξωνται, σὺ λήψῃ τὸν μισθὸν μετ’ ἐκείνων· ὁ γὰρ τὴν ῥίζαν παρασχὼν, οὗτος ἂν εἴη καὶ τῶν καρπῶν αἴτιος. Διὰ τοῦτο μετὰ σοῦ μὲν οὐδεὶς δύ‐ ναται μερίζεσθαι νῦν τὸν ἐπὶ τῇ φιλανθρωπίᾳ μισθόν· σὸν γὰρ τὸ κατόρθωμα γέγονε μόνον· σὺ δὲ μετὰ πάν‐
60των τῶν μετὰ ταῦτα, εἴ τινές ποτε τοιοῦτοι φα‐ νεῖεν, ἐξ ἴσης δυνήσῃ μετ’ αὐτῶν διανείμασθαι τὸ κατόρ‐ θωμα, καὶ τοσαύτην ἀπενέγκασθαι μοῖραν, ὅσην ἐπὶ
τοῖς μαθηταῖς οἱ διδάσκαλοι· κἂν μηδεὶς γένηται τοιοῦ‐217

49

.

219

τος, πάλιν σοι τὰ τῶν ἐγκωμίων καὶ τῶν ἐπαίνων καθ’ ἑκάστην ἐπιδίδωσι τὴν γενεάν. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ τοὺς μετὰ ταῦτα πάντας ἀκούειν, ὅτι πόλεως οὕτω μεγάλης καὶ ὑπευθύνου κολάσει καὶ τιμωρίᾳ γενομένης,
5πεφρικότων ἁπάντων, καὶ δεδοικότων στρατηγῶν καὶ ὑπάρχων καὶ δικαστῶν, καὶ οὐδὲ φωνὴν ῥῆξαι τολμών‐ των ὑπὲρ τῶν ἀθλίων ἐκείνων, εἷς παρελθὼν πρεσβύτης τοῦ Θεοῦ τὴν ἱερωσύνην ἐγκεχειρισμένος ἀπὸ τῆς ὄψεως μόνης αὐτῆς, καὶ ψιλῆς τῆς συντυχίας ἐνέτρεψε τὸν κρα‐
10τοῦντα· καὶ ὃ μηδενὶ τῶν ὑπ’ αὐτὸν ἐχαρίσατο, ἑνὶ γέ‐ ροντι τοῦτο ἔδωκε τοὺς τοῦ Θεοῦ νόμους αἰδεσθείς. Καὶ γὰρ καὶ τούτῳ αὐτῷ οὐ μικρῶς σε, ὦ βασιλεῦ, τετίμηκεν ἡ πόλις, ἐμὲ πρὸς τὴν πρεσβείαν ταύτην ἀποστείλασα· ψῆφον γὰρ ἀρίστην ἐξήνεγκαν περὶ σοῦ καὶ καλλίστην,
15ὅτι τῆς ἀρχῆς ἁπάσης τῆς ὑπὸ σὲ κειμένης, τοῦ Θεοῦ τοὺς ἱερέας προτιμᾷς, κἂν εὐτελεῖς ὄντες τύχωσιν. Οὐ παρ’ ἐκείνων δὲ ἥκω νῦν μόνον, ἀλλὰ καὶ πρὸ ἐκεί‐ νων παρὰ τοῦ κοινοῦ τῶν ἀγγέλων ἀπέσταλμαι Δεσπό‐ του, ταῦτα εἰπεῖν πρὸς τὴν ἡμερωτάτην σου καὶ πραο‐
20τάτην ψυχὴν, ὅτι Ἂν ἀφῆτε τοῖς ἀνθρώποις τὰ ὀφειλήματα αὐτῶν, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ πα‐ ραπτώματα ὑμῶν. Ἀναμνήσθητι τοίνυν τῆς ἡμέρας ἐκείνης, καθ’ ἣν ἅπαντες δίκην δώσομεν περὶ τῶν πεπρα‐ γμένων· ἐννόησον, ὅτι εἰ καί τί σοι ἡμάρτηται, πάντα
25ἀπονίψασθαι δυνήσῃ τὰ πλημμελήματα διὰ τῆς ψήφου καὶ τῆς γνώμης ταύτης, χωρὶς πόνων, χωρὶς ἱδρώτων. Ἄλλοι μὲν οὖν πρεσβευόμενοι χρυσίον καὶ ἀργύριον καὶ ἕτερα τοιαῦτα δῶρα κομίζουσιν· ἐγὼ δὲ μετὰ τῶν ἱερῶν πρὸς τὴν σὴν βασιλείαν ἀφῖγμαι νόμων, καὶ ἀντὶ δώρων
30ἁπάντων τούτους προτείνω· καὶ παρακαλῶ σε μιμήσα‐ σθαί σου τὸν Δεσπότην, ὃς καθ’ ἡμέραν παρ’ ἡμῶν ὑβρι‐ ζόμενος, οὐ διαλιμπάνει τὰ παρ’ ἑαυτοῦ χορηγῶν ἅπασι· καὶ μὴ καταισχύνῃς ἡμῶν τὰς ἐλπίδας, μηδὲ ἐλέγξῃς τὰς ὑποσχέσεις. Καὶ γὰρ καὶ τοῦτό σε μετὰ τῶν ἄλλων εἰδέ‐
35ναι βούλομαι, ὅτι εἰ μὲν βουληθείης καταλλαγῆναι καὶ τῆς προτέρας εὐνοίας μεταδοῦναι τῇ πόλει, καὶ τὴν ὀρ‐ γὴν ἀφεῖναι τὴν δικαίαν ταύτην, μετὰ πολλῆς ἀπελεύ‐ σομαι τῆς παῤῥησίας· εἰ δὲ ἐκβάλοις τὴν πόλιν τῆς δια‐ νοίας τῆς σῆς, οὐ μόνον οὐκ ἐπιβήσομαι, οὐδὲ ὄψομαι
40αὐτῆς τὸ ἔδαφος, ἀλλὰ καὶ ἀρνήσομαι αὐτὴν καθάπαξ λοιπὸν, καὶ εἰς ἑτέραν ἐμαυτὸν ἐγγράψω πόλιν. Μὴ γάρ μοι γένοιτο πατρίδα ἐπιγράψασθαί ποτε ἐκείνην, πρὸς ἢν ὁ φιλανθρωπότατος σὺ καὶ πάντων ἀνθρώπων ἡμε‐ ρώτατος οὐκ ἂν ἕλοιο σπείσασθαι καὶ καταλλαγῆναι.
45 δʹ. Ταῦτα καὶ πλείονα τούτων εἰπὼν, οὕτω τὸν βασιλέα συνέχεεν, ὡς ταυτὸ γενέσθαι, ὅπερ ἐπὶ τοῦ Ἰωσὴφ συν‐ έβη γενέσθαι ποτέ. Καθάπερ γὰρ ἐκεῖνος τότε τοὺς ἀδελφοὺς ἰδὼν ἐβούλετο μὲν δακρύειν, ἔστεγε δὲ τὸ πά‐ θος, ὥστε μὴ διαφθεῖραι τὴν ὑπόκρισιν· οὕτω δὴ καὶ ὁ

49

.

219

(50)

βασιλεὺς ἐδάκρυε μὲν κατὰ διάνοιαν, οὐκ ἐδείκνυτο δὲ διὰ τοὺς παρόντας ἅπαντας· οὐ μὴν ἴσχυσεν εἰς τέ‐ λος κρύψαι τὸ πάθος, ἀλλὰ καὶ ἄκων ἠλέγχετο. Μετὰ γὰρ τὴν δημηγορίαν ταύτην οὐκ ἐδεήθη ῥημάτων δευτέρων, ἀλλ’ ἓν μόνον ἐφθέγξατο ῥῆμα, ὃ τοῦ διαδήματος αὐτὸν
55πολλῷ μειζόνως ἐκόσμησε. Τί δὲ τοῦτό ἐστιν; Καὶ τί θαυμαστὸν καὶ μέγα φησὶν, εἰ τοῖς ὑβρικόσιν ἀφήσομεν τὴν ὀργὴν ἀνθρώποις οὖσιν ἄνθρωποι καὶ αὐτοὶ τυγχά‐ νοντες, ὅπου γε ὁ τῆς οἰκουμένης Δεσπότης ἐπὶ γῆς ἐλ‐ θὼν καὶ δι’ ἡμᾶς γενόμενος δοῦλος, καὶ παρὰ τῶν εὐερ‐
60γετηθέντων σταυρωθεὶς ὑπὲρ τῶν σταυρωσάντων αὐτὸν
παρεκάλει τὸν Πατέρα, λέγων, Ἄφες αὐτοῖς· οὐ γὰρColumn end

49

.

220

οἴδασι τί ποιοῦσι; τί τοίνυν θαυμαστὸν, εἰ τοῖς ὁμο‐ δούλοις καὶ ἡμεῖς ἀφήσομεν; Καὶ ὅτι ταῦτα τὰ ῥήματα οὐχ ὑπόκρισις ἦν, ἔδειξε μὲν καὶ τὰ γεγενημένα ἅπαν‐ τα, οὐκ ἔλαττον δὲ τούτων καὶ τοῦτο, ὃ μέλλω νῦν ἐρεῖν
5αὐτὸν γὰρ τὸν ἱερέα τοῦτον βουλόμενον ἐκεῖ κοινῇ μετ’ αὐτοῦ τὴν ἑορτὴν ἐπιτελέσαι ταύτην, ἄκοντα κατηνάγ‐ κασε κατεπειχθῆναι καὶ σπεῦσαι, καὶ τοῖς πολίταις φα‐ νῆναι. Οἶδα, φησὶν, ὅτι νῦν αὐτῶν εἰσιν αἱ ψυχαὶ δεδο‐ νημέναι, καὶ πολλὰ τῆς συμφορᾶς τὰ λείψανα· ἄπελθε,
10παρακάλεσον· ἂν ἴδωσι τὸν κυβερνήτην, οὐδὲ τοῦ παρ‐ ελθόντος μεμνήσονται χειμῶνος, ἀλλὰ καὶ τὴν μνήμην αὐτὴν ἐξαλείψουσι τῶν λυπηρῶν ἅπασαν. Ὡς δὲ ἐπ‐ έκειτο ὁ ἱερεὺς, ἀξιῶν τὸν υἱὸν πέμψαι τὸν ἑαυτοῦ, βουλό‐ μενος ἐκεῖνος δεῖξαι σαφῶς, ὡς πᾶσαν καθόλου τῆς δια‐
15νοίας ἐξήλειψε τὴν ὀργὴν, Εὔξασθε, φησὶ, ταῦτα ἀναι‐ ρεθῆναι τὰ κωλύματα, σβεσθῆναι τοὺς πολέμους τούτους, καὶ αὐτὸς ἀφίξομαι πάντως. Τί τῆς ψυχῆς ἐκείνης ἡμε‐ ρώτερον γένοιτ’ ἄν; Αἰσχυνέσθωσαν Ἕλληνες λοιπόν· μᾶλλον δὲ μὴ αἰσχυνέσθωσαν, ἀλλὰ παιδευέσθωσαν, καὶ
20τὴν οἰκείαν ἀφέντες πλάνην ἐπανίτωσαν ἐπὶ τὴν τοῦ Χριστιανισμοῦ δύναμιν, ἀπὸ τοῦ βασιλέως, ἀπὸ τοῦ ἱερέως μαθόντες τὴν παρ’ ἡμῖν φιλοσοφίαν. Οὐδὲ γὰρ μέχρι τούτων ἔστη τότε ὁ θεοφιλέστατος βασιλεὺς, ἀλλ’ ἐπειδὴ καὶ τῆς πόλεως ἐξήλασεν ὁ ἱερεὺς καὶ διέβη τὴν
25θάλασσαν, ἔπεμψε καὶ ἐκεῖ τινας περιεργαζόμενος καὶ πολυπραγμονῶν, μή ποτε τρίβῃ τὸν χρόνον, καὶ τῇ πό‐ λει τὴν ἡδονὴν ἐξ ἡμισείας ποιῇ, ἔξω τὴν ἑορτὴν ἐπιτε‐ λῶν. Ποῖος πατὴρ ἥμερος τοσαύτην ἂν ὑπὲρ τῶν ὑβρι‐ κότων ἐποιήσατο σπουδήν; Εἴπω τι καὶ ἕτερον τοῦ δι‐
30καίου ἐγκώμιον. Ταῦτα γὰρ ἀνύσας, οὐκ ἔσπευσεν, ὡς ἂν εἴ τις ἕτερος δόξης ἐρῶν, αὐτὸς τὰ γράμματα τὶ λύοντα τὴν κατήφειαν ἡμῖν ἐκείνην κομίσαι· ἀλλ’ ἐπειδὴ σχολαιότερον ἐβάδιζεν, ἕτερόν τινα τῶν ἵππους ἐλαύνειν εἰδότων ἠξίωσε προλαβεῖν, καὶ κομίσαι τῇ πόλει τὰ
35εὐαγγέλια ὥστε μὴ τῇ μελλήσει τῆς ἐπανόδου τῆς ἑαυ‐ τοῦ τὴν ἀθυμίαν ἐπιταθῆναι. Τὸ γὰρ σπουδαζόμενον αὐτῷ μόνον ἦν, οὐχ ὅπως αὐτὸς ἔλθοι φέρων τὰ χρηστὰ ταῦτα καὶ πολλῆς ἡδονῆς γέμοντα, ἀλλ’ ὅπως ταχέως ἡ πατρὶς ἡμῖν ἀναπνεύσειεν.
40 Ὅπερ οὖν τότε ἐποιήσατε στεφανώσαντες τὴν ἀγορὰν, καὶ λύχνους ἅψαντες, καὶ στιβάδας πρὸ τῶν ἐργαστη‐ ρίων συνθέντες, καὶ ὥσπερ ἄρτι τῆς πόλεως τεχθείσης, οὕτω πανηγυρίσαντες· τοῦτο ἑτέρως διὰ παντὸς ποιεῖτε τοῦ χρόνου, μὴ τοῖς ἄνθεσιν, ἀλλ’ ἀρετῇ στεφανούμενοι,
45τὸ φῶς τὸ ἀπὸ τῶν ἔργων ἅπτοντες κατὰ τὴν ψυχὴν τὴν ὑμετέραν, εὐφροσύνην εὐφραινόμενοι πνευματικὴν, καὶ τῷ Θεῷ διηνεκῶς ὑπὲρ τούτων ἁπάντων εὐχαρι‐ στοῦντες μὴ διαλείπωμεν, μηδ’ ὅτι μόνον ἔλυσε τὰ δεινὰ, ἀλλ’ ὅτι καὶ συνεχώρησεν αὐτὰ γενέσθαι, καὶ πολλὴν αὐ‐

49

.

220

(50)

τῷ χάριν ὁμολογῶμεν· δι’ ἀμφοτέρων γὰρ ἡμῖν τὴν πό‐ λιν ἐκόσμησε. Ταῦτα δὲ πάντα κατὰ τὸ προφητικὸν λό‐ γιον ἀναγγείλατε τοῖς τέκνοις ὑμῶν, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, κἀκεῖνοι πάλιν εἰς γενεὰν ἑτέραν, ἵνα ἅπαντες οἱ μέχρι τῆς συντελείας γινόμενοι τὴν τοῦ
55Θεοῦ φιλανθρωπίαν τὴν ἐπὶ τῇ πόλει γεγενημένην μα‐ θόντες, μακαρίζωσι μὲν ἡμᾶς τοὺς τοσαύτης ἀπολαύ‐ σαντας εὐνοίας, θαυμάζωσι δὲ ἡμῶν τὸν δεσπότην τὸν οὕτω καταπίπτουσαν τὴν πόλιν ἀναστήσαντα, κερδάνωσι δὲ καὶ αὐτοὶ, διὰ πάντων τῶν γεγενημένων πρὸς εὐλά‐
60βειαν συνωθούμενοι. Οὐ γὰρ δὴ μόνον ἡμᾶς, εἰ μνημο‐ νεύοιμεν αὐτῶν διηνεκῶς, ἀλλὰ καὶ τοὺς μεθ’ ἡμᾶς γι‐
νομένους, τὰ μέγιστα τῶν συμβάντων ἡμῖν ἡ ἱστορία219

49

.

221

ὠφελῆσαι δυνήσεται. Ἅπερ οὖν ἅπαντα λογιζόμενοι, μὴ μόνον ἐν τῇ λύσει τῶν δεινῶν, ἀλλὰ καὶ ἐν τῇ συγχωρή‐ σει τῶν δεινῶν εὐχαριστῶμεν ἀεὶ τῷ φιλανθρώπῳ Θεῷ, ἀπό τε τῶν θείων Γραφῶν, ἀπό τε τῶν ἡμῖν συμβάντων
5αὐτὸ δὴ τοῦτο μαθόντες, ὡς ἅπαντα ἀεὶ πρὸς τὸ δέονColumn end

49

.

222

ἡμῖν οἰκονομεῖ μετὰ τῆς αὐτῷ πρεπούσης φιλανθρωπίας· ἧς γένοιτο διηνεκῶς ἡμᾶς ἀπολαύοντας, καὶ τῆς βασι‐ λείας τῶν οὐρανῶν ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ‐ ρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν
5αἰώνων. Ἀμήν.221