TLG 2062 022 :: JOANNES CHRYSOSTOMUS :: In Kalendas

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In Kalendas

Citation: Vol — pg — (ln)

48

.

953

(1t)

Τοῦ αὐτοῦ λόγος ἐν ταῖς καλάνδαις, μὴ προελθόντος τοῦ ἐπισκόπου Ἀντιοχείας Φλα‐
2tβιανοῦ. Ἐλέχθη δὲ κατὰ τῶν παρατηρούντων τὰς νεομηνίας, καὶ κατὰ τὴν πόλιν χορείας
3tτελούντων, καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· Τὰ πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.
4αʹ. Καθάπερ χορὸς τὸν κορυφαῖον ἐπιζητεῖ, καὶ
5ναυτῶν πλήρωμα τὸν κυβερνήτην, οὕτω καὶ ὁ τῶν ἱε‐ ρέων τούτων σύλλογος τὸν ἀρχιερέα καὶ κοινὸν πατέρα τήμερον. Ἀλλ’ ἐπὶ μὲν τοῦ χοροῦ καὶ τοῦ πλοίου πολὺ καὶ τοῦ κόσμου καὶ τῆς ἀσφαλείας ἡ τῶν προεστώτων ἀπουσία παρασπᾶται πολλάκις· ἐνταῦθα δὲ οὐχ οὕτως.
10Εἰ γὰρ καὶ μὴ τῇ σαρκὶ πάρεστιν, ἀλλὰ τῷ πνεύματι πάρεστι, καὶ νῦν μεθ’ ἡμῶν ἐστιν οἴκοι καθήμενος, ὥσπερ καὶ ἡμεῖς μετ’ ἐκείνου ἑστῶτες ἐνταῦθα. Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις, τοὺς ἐκ πολλοῦ διαστήματος ὄντας συναγαγεῖν εἴωθε καὶ συνδεῖν.
15Τὸν γοῦν ἐν ἀλλοτρίᾳ διατρίβοντα καὶ μακροῖς διειρ‐ γόμενον ἡμῶν πελάγεσιν ἂν φιλῶμεν, καθ’ ἑκάστην φανταζόμεθα τὴν ἡμέραν, ὥσπερ οὖν ὅταν πρός τινα ἀηδῶς ἔχωμεν, οὐδ’ ἐγγὺς ἑστῶτα βλέπειν δοκοῦμεν πολλάκις. Οὕτω παρούσης μὲν ἀγάπης οὐδὲν
20βλάβος ἐκ τοῦ κατὰ τὸν τόπον διαστήματος, ἀπούσης δὲ οὐδὲν ὄφελος ἐκ τῆς τῶν τόπων ἐγγύτητος. Πρῴην γοῦν ἡμῶν ἐγκωμιαζόντων τὸν μακάριον Παῦλον, οὕ‐ τως ἐσκιρτήσατε, ὡς αὐτὸν ὁρῶντες παρόντα· καίτοι τὸ μὲν σῶμα ἐν τῇ βασιλίδι κεῖται Ῥώμῃ, ἡ δὲ ψυχὴ
25ἐν ταῖς χερσὶ τοῦ Θεοῦ· Δικαίων γὰρ ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος· ἀλλ’ ὅμως ἡ τῆς ἀγάπης δύναμις πρὸ τῶν ὀφθαλμῶν αὐ‐ τὸν ἔστησε τῶν ὑμετέρων. Καὶ ἐβουλόμην μὲν εἰς τὴν αὐτὴν ὑπόθεσιν καταβῆναι καὶ τήμερον, ἀλλὰ
30πρὸς ἕτερα κατεπείγοντα ἡμῖν ὁ λόγος ὥρμηται, τὰ σήμερον ὑπὸ τῆς πόλεως ἁπάσης ἁμαρτηθέντα. Τοὺς γὰρ ἀκούοντας τῶν ἐγκωμίων Παύλου πρότε‐ ρον τῆς ἀρετῆς τοῦ Παύλου ζηλωτὰς εἶναι χρὴ, καὶ τῆς τοιαύτης ἀκροάσεως ἀξίους. Ἐπεὶ οὖν
35οὐ πάρεστιν ἡμῖν ὁ πατὴρ, φέρε, ταῖς εὐχαῖς ταῖς ἐκείνου θαῤῥήσαντες τῆς πρὸς ὑμᾶς διδασκαλίας ἁψώμεθα. Καὶ γὰρ Μωϋσῆς οὐ παρὼν τῷ σώματι τοῖς πολεμοῦσιν, οὐδὲν ἔλαττον τῶν πολεμούντων, ἀλλὰ καὶ πολλῷ πλέον, εἰς τὴν μάχην συνετέλεσεν
40ἐκείνην, τῇ τῶν χειρῶν ἐκτάσει τὰ πράγματα τῶν οἰκείων ἐπαίρων, καὶ φοβερὰ τοῖς ἐναντίοις ποιῶν. Ὥσπερ γὰρ ἡ τῆς ἀγάπης δύναμις οὐ διείργεται δια‐ στήματι τόπου, οὕτως οὐδὲ ἡ τῆς εὐχῆς ἐνέργεια, ἀλλ’ ὥσπερ ἐκείνη τοὺς ἀλλήλων ἀφεστῶτας συνδεῖ,
45οὕτω καὶ αὕτη τοὺς πόῤῥωθεν ὄντας τὰ μέγιστα ὠφε‐Column end

48

.

954

(4)

λεῖν δύναται. Θαῤῥοῦντες τοίνυν ἐπὶ τὴν μάχην
5χωρῶμεν. Καὶ γὰρ καὶ ἡμῖν πόλεμος συνέστηκε νῦν, οὐκ Ἀμαληκιτῶν ἐπελθόντων, καθάπερ τότε, οὐδ’ ἑτέρων τινῶν βαρβάρων καταδραμόντων, ἀλλὰ δαιμό‐ νων πομπευσάντων ἐπὶ τῆς ἀγορᾶς. Αἱ γὰρ διαβολικαὶ παννυχίδες αἱ γινόμεναι τήμε‐
10ρον, καὶ τὰ σκώμματα, καὶ αἱ λοιδορίαι, καὶ αἱ χο‐ ρεῖαι αἱ νυκτεριναὶ, καὶ ἡ καταγέλαστος αὕτη κω‐ μῳδία, παντὸς πολεμίου χαλεπώτερον τὴν πόλιν ἡμῶν ἐξῃχμαλώτισαν, καὶ δέον ἐπὶ τούτοις κατ‐ εστάλθαι, πενθεῖν, καταδύεσθαι, καὶ τοὺς ἡμαρτηκό‐
15τας, καὶ τοὺς οὐχ ἡμαρτηκότας, τοὺς μὲν ὑπὲρ ὧν ἐπλημμέλησαν, τοὺς δὲ ὑπὲρ ὧν τοὺς ἀδελφοὺς εἶδον ἀσχημονήσαντας· περιχαρὴς ἡμῖν ἡ πόλις γέγονε καὶ φαιδρὰ, καὶ ἐστεφάνωται, καὶ καθάπερ γυνὴ φιλό‐ κοσμος καὶ πολυτελὴς, οὕτως ἡ ἀγορὰ φιλοτίμως
20ἐκαλλωπίσατο σήμερον, χρυσία περιθεμένη, καὶ ἱμάτια πολυτελῆ, καὶ ὑποδήματα, καὶ ἕτερά τινα τοιαῦτα, τῶν ἐν τοῖς ἐργαστηρίοις ἑκάστου τῇ τῶν οἰκείων ἔργων ἐπιδείξει τὸν ὁμότεχνον παραδραμεῖν φιλονεικοῦντος. Ἀλλ’ αὕτη μὲν ἡ φιλοτιμία, εἰ καὶ
25παιδικῆς ἐστι διανοίας, καὶ ψυχῆς οὐδὲν μέγα οὐδὲ ὑψηλὸν φανταζομένης, ἀλλ’ ὅμως οὐ τοσαύτην ἐπισύ‐ ρεται βλάβην, ἀλλ’ ἀνόητός τίς ἐστι μόνον σπου‐ δὴ, γέλωτα καταχέουσα τῶν περὶ ταῦτα ἐσπουδακό‐ των. Εἰ γὰρ καλλωπίζειν βούλει, μὴ τὸ ἐργαστή‐
30ριον, ἀλλὰ τὴν σαυτοῦ ψυχήν· μὴ τὴν ἀγορὰν, ἀλλὰ τὴν διάνοιαν· ἵνα ἄγγελοι θαυμάσωσι, καὶ ἀρχάγγε‐ λοι τὸ γινόμενον ἀποδέξωνται, καὶ ὁ τῶν ἀγγέλων Δεσπότης ἀμείψηταί σε ταῖς παρ’ ἑαυτοῦ δωρεαῖς· ὡς αὕτη γε ἡ ἐπίδειξις, ἡ νῦν γινομένη, καὶ γέλωτα
35καὶ βασκανίαν φέρει, παρὰ μὲν τῶν ὑψηλοτέρων τὴν διάνοιαν γέλωτα, παρὰ δὲ τῶν τὰ αὐτὰ νοσούν‐ των βασκανίαν καὶ φθόνον πολύν. βʹ. Ἀλλ’, ὅπερ ἔφην, οὐ τοσούτων ἐγκλημάτων ἀξία αὕτη ἡ φιλοτιμία· οἱ δὲ ἐν τοῖς καπηλείοις ἀγῶνες
40γινόμενοι τήμερον, οὗτοι μὲν μάλιστα ὀδυνῶσι, καὶ ἀσωτίας καὶ ἀσεβείας ἐμπεπλησμένοι πολλῆς· ἀσε‐ βείας μὲν, ὅτι παρατηροῦσιν ἡμέρας οἱ ταῦτα ποιοῦν‐ τες, καὶ οἰωνίζονται, καὶ νομίζουσιν, εἰ τὴν νουμη‐ νίαν τοῦ μηνὸς τούτου μεθ’ ἡδονῆς καὶ εὐφροσύνης
45ἐπιτελέσαιεν, καὶ τὸν ἅπαντα τοιοῦτον ἕξειν ἐνιαυτόν· ἀσωτίας δὲ, ὅτι ὑπὸ τὴν ἕω γυναῖκες καὶ ἄνδρες φιά‐ λας καὶ ποτήρια πληρώσαντες μετὰ πολλῆς τῆς ἀσω‐
τίας τὸν ἄκρατον πίνουσι. Ταῦτα ἀνάξια τῆς ἡμε‐953

48

.

955

τέρας φιλοσοφίας, κἂν ὑμεῖς ποιῆτε, κἂν ἑτέρους ποιοῦντας περιίδητε, κἂν οἰκέτας, κἂν φίλους, κἂν γείτονας. Οὐκ ἤκουσας Παύλου λέγοντος· Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυ‐
5τούς· φοβοῦμαι μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Ἄλλως δὲ καὶ τῆς ἐσχάτης ἀνοίας ἂν εἴη ἀπὸ τῆς μιᾶς ἡμέρας, εἰ δεξιὰ γένοιτο, καὶ τοῦ παντὸς τοῦτο προσδοκᾷν ἐνιαυτοῦ· οὐκ ἀνοίας δὲ μόνον, ἀλλὰ καὶ διαβολικῆς ἐνεργείας ἡ κρίσις αὕτη, μὴ τῇ οἰκείᾳ
10σπουδῇ καὶ προθυμίᾳ, ἀλλὰ ταῖς τῶν ἡμερῶν περιό‐ δοις τὰ κατὰ τὸν βίον ἐπιτρέπειν τὸν ἡμέτερον. Δε‐ ξιὸς ὁ ἐνιαυτὸς ἔσται σοι δι’ ὅλου, οὐκ ἐὰν ἐν νουμη‐ νίᾳ μεθύῃς, ἀλλ’ ἐὰν καὶ ἐν νουμηνίᾳ, καὶ καθ’ ἑκά‐ στην ἡμέραν τὰ τῷ Θεῷ δοκοῦντα ποιῇς. Πονηρὰ γὰρ
15ἡμέρα καὶ ἀγαθὴ γίνεται, οὐ παρὰ τὴν οἰκείαν φύ‐ σιν, οὐδὲν γὰρ ἡμέρα διενήνοχεν ἡμέρας, ἀλλὰ παρὰ τὴν ἡμετέραν σπουδὴν καὶ ῥᾳθυμίαν. Ἂν δικαιοσύ‐ νην ἐργάσῃ, χρηστή σοι γέγονεν ἡ ἡμέρα· ἂν ἁμαρ‐ τίαν ἐργάσῃ, πονηρὰ καὶ κολάσεως γέμουσα. Ἂν ταῦ‐
20τα φιλοσοφῇς, καὶ οὕτω διακείμενος ᾖς, ἅπαντα δε‐ ξιὸν ἕξεις τὸν ἐνιαυτὸν, εὐχὰς, ἐλεημοσύνας καθ’ ἑκάστην ἐργαζόμενος τὴν ἡμέραν· ἂν δὲ τῆς μὲν κατὰ σαυτὸν ἀρετῆς ἀμελῇς, ἀρχαῖς δὲ μηνῶν καὶ ἀριθμοῖς ἡμερῶν ἐμπιστεύσῃς σου τῆς ψυχῆς τὴν
25εὐφροσύνην, πάντων ἔρημος ἔσῃ τῶν κατὰ σαυτὸν ἀγαθῶν. Ὅπερ οὖν καὶ ὁ διάβολος συνιδὼν, καὶ σπου‐ δάζων ἡμῶν ἐκλῦσαι τοὺς περὶ τὴν ἀρετὴν πόνους, καὶ τῆς ψυχῆς σβέσαι τὴν προθυμίαν, ταῖς ἡμέραις ἐπιγράφειν ἐπαίδευσεν τὰς εὐπραγίας καὶ τὰς κακο‐
30πραγίας. Ὁ γὰρ πείσας ἑαυτὸν ὅτι ἡμέρα ἐστὶ κακὴ καὶ ἀγαθὴ, οὔτε ἐν τῇ κακῇ τῶν ἀγαθῶν ἔργων ἐπι‐ μελήσεται, ὡς εἰκῆ πάντα ποιῶν, καὶ οὐδὲν ὠφελῶν διὰ τὴν τῆς ἡμέρας ἀνάγκην· οὔτε ἐν τῇ ἀγαθῇ πά‐ λιν τοῦτο ἐργάσεται, ὡς οὐδὲν ἐκ τῆς οἰκείας παρα‐
35βλαπτόμενος ῥᾳθυμίας, διὰ τὴν τῆς πάλιν ἡμέρας εὐκληρίαν· καὶ οὕτως ἑκατέρωθεν τὴν ἑαυτοῦ προδώ‐ σει σωτηρίαν· καὶ ποτὲ μὲν ὡς ἀνόνητα πονῶν, ποτὲ δὲ ὡς περιττὰ, ἐν ἀργίᾳ καὶ πονηρίᾳ βιώσεται. Ὅπερ οὖν εἰδότας φεύγειν δεῖ τοῦ διαβόλου τὰς μεθοδείας,
40καὶ ταύτην ἐκβαλεῖν τῆς διανοίας τὴν ψῆφον, καὶ μὴ παρατηρεῖν ἡμέρας, μηδὲ τὴν μὲν μισεῖν, τὴν δὲ φι‐ λεῖν. Οὐ γὰρ ἵνα ἡμᾶς εἰς ῥᾳθυμίαν ἐμβάλῃ μόνον, ἀλλ’ ἵνα καὶ τοῦ Θεοῦ τὰ δημιουργήματα διαβάλῃ, ταῦτα ὁ πονηρὸς δαίμων ἐκεῖνος σκευωρεῖ, καὶ εἰς
45ἀσέβειαν ὁμοῦ καὶ εἰς ῥᾳθυμίαν τὰς ἡμετέρας καθελ‐ κύσαι βουλόμενος ψυχάς. Ἀλλ’ ἡμᾶς ἀποπηδᾷν χρὴ, καὶ σαφῶς εἰδέναι ὅτι οὐδὲν κακὸν, ἀλλ’ ἁμαρτία μόνον, καὶ οὐδὲν ἀγαθὸν, ἀλλ’ ἀρετὴ μόνον, καὶ τὸ διὰ πάντων ἀρέ‐

48

.

955

(50)

σκειν Θεῷ. Οὐ ποιεῖ μέθη εὐφροσύνην, ἀλλ’ εὐχὴ πνευ‐ ματική· οὐκ οἶνος, ἀλλὰ λόγος διδασκαλικός. Ὁ οἶνος χειμῶνα, ὁ δὲ λόγος γαλήνην ἐργάζεται· ἐκεῖνος θό‐ ρυβον ἐπεισάγει, οὗτος ταραχὴν ἐκβάλλει· ἐκεῖνος σκοτοῖ τὴν διάνοιαν, οὗτος ἐσκοτισμένην φωτίζει·
55ἐκεῖνος ἀθυμίας τὰς οὐκ οὔσας ἐμβάλλει, οὗτος τὰς οὔσας ἀπελαύνει. Οὐδὲν γὰρ οὕτως εὐθυμίαν καὶ εὐφροσύνην ποιεῖν εἴωθεν, ὡς τὰ περὶ φιλοσοφίας δόγματα, τὸ τῶν παρόντων ὑπερορᾷν πραγμάτων, τὸ πρὸς τὰ μέλλοντα κεχηνέναι, τὸ μηδὲν τῶν ἀνθρω‐
60πίνων βέβαιον εἶναι νομίζειν, μὴ πλοῦτον, μὴ δυνα‐ στείαν, μὴ τιμὰς, μὴ θεραπείας. Ἂν ταῦτα εἰδῇς φιλοσοφεῖν, κἂν πλουτοῦντα θεάσῃ τινὰ, οὐ δηχθήσῃ
φθόνῳ, κἂν εἰς πενίαν καταπέσῃς, οὐ ταπεινωθήσῃColumn end

48

.

956

τῇ πτωχείᾳ· οὕτω διαπαντὸς ἑορτάζειν δύνασαι. Τὸν γὰρ Χριστιανὸν οὐχὶ μῆνας, οὐδὲ νουμηνίας, οὐδὲ κυριακὰς ἑορτάζειν χρὴ, ἀλλὰ διὰ παντὸς τοῦ βίου τὴν αὐτῷ πρέπουσαν ἑορτὴν ἄγειν. Τίς δ’ αὐτῷ πρέ‐
5πουσα ἑορτή; Ἀκούσωμεν Παύλου λέγοντος· Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κα‐ κίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ἂν τοίνυν καθαρὸν ἔχῃς τὸ συνειδὸς, ἑορτὴν ἔχεις διαπαντὸς, χρησταῖς συντρεφόμενος ἐλ‐
10πίσι, καὶ ἐντρυφῶν τῇ τῶν μελλόντων ἀγαθῶν προσ‐ δοκίᾳ· ὥσπερ οὖν ἂν ἀπαῤῥησίαστον ἔχῃς, καὶ ἁμαρ‐ τημάτων πολλῶν ὑπεύθυνος ᾖς, κἂν μυρίαι ὦσιν ἑορταὶ καὶ πανηγύρεις, τῶν πενθούντων οὐδὲν ἄμει‐ νον διακείσῃ. Τί γὰρ ὄφελός μοι λαμπρᾶς ἡμέρας,
15τῆς ψυχῆς ἐσκοτισμένης μοι τῷ συνειδότι; Εἰ δὲ ἄρα τι καὶ καρπώσασθαι ἀπὸ νουμηνίας βούλει, ἐκεῖνο ποίησον. Ὅταν ἴδῃς ἐνιαυτὸν πληρωθέντα, εὐχαρί‐ στησον τῷ Δεσπότῃ, ὅτι σε εἰσήγαγεν εἰς τὴν περί‐ οδον ταύτην τῶν ἐνιαυτῶν· κατάνυξόν σου τὴν καρ‐
20δίαν, ἀναρίθμησαί σου τὸν χρόνον τῆς ζωῆς, εἰπὲ πρὸς ἑαυτόν· Αἱ ἡμέραι τρέχουσι καὶ παρέρχονται, οἱ ἐνιαυτοὶ πληροῦνται, πολὺ τῆς ὁδοῦ προεκόψαμεν· ἆρα τί ἡμῖν εἴργασται καλόν; ἆρα μὴ κενοὶ καὶ ἔρη‐ μοι δικαιοσύνης ἁπάσης ἐντεῦθεν ἀπελευσόμεθα, τὸ
25δικαστήριον ἐπὶ θύραις, πρὸς γῆρας ἡμῶν ἐπείγεται λοιπὸν ἡ ζωή. γʹ. Ταῦτα ἀπὸ νουμηνίας φιλοσόφει, ταῦτα ἀπὸ τῆς περιόδου τῶν ἐνιαυτῶν ἀναμιμνήσκου· τῆς μελλού‐ σης ἡμέρας ἀναλογιζώμεθα, μήποτε καὶ πρὸς ἡμᾶς
30εἴπῃ τις ἐκεῖνο, τὸ πρὸς τοὺς Ἰουδαίους εἰρημένον τῷ προφήτῃ· Ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐ‐ τῶν, καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς. Ταύτην τὴν ἑορτὴν ἣν εἶπον ἐγὼ, τὴν διηνεκῆ, καὶ περιόδους ἐτῶν οὐκ ἀναμένουσαν, οὐδὲ περιγραφομένην ἡμέ‐
35ραις, καὶ πλούσιος καὶ πένης ἄγειν δυνήσεται ὁμοίως· οὐ γὰρ χρημάτων ἐνταῦθα χρεία, οὐδ’ εὐπορίας, ἀλλ’ ἀρετῆς μόνης. Οὐκ ἔχεις χρήματα; ἀλλ’ ἔχεις τοῦ Θεοῦ τὸν φόβον, πάντων χρημάτων εὐπορώτερον θησαυρὸν, οὐκ ἀναλισκόμενον, οὐ μεταβαλλόμενον,
40οὐ δαπανώμενον. Ἴδε εἰς τὸν οὐρανὸν, καὶ τὸν οὐρα‐ νὸν τοῦ οὐρανοῦ, τὴν γῆν, τὴν θάλασσαν, τὸν ἀέρα, τὰ γένη τῶν ζώων, τὰ παντοδαπὰ φυτὰ, τὴν φύσιν τῶν ἀνθρώπων ἅπασαν· ἐννόησον ἀγγέλους, ἀρχαγ‐ γέλους, τὰς ἀνωτέρας δυνάμεις· ἀναμνήσθητι
45ὅτι ταῦτα πάντα τοῦ Δεσπότου σου ἐστὶ κτήματα. Οὐκ ἔστι δὲ οὕτως εὐπόρου Δεσπότου δοῦλον πένητα εἶναι, ἐὰν ἵλεω τὸν ἑαυτοῦ Κύριον ἔχῃ. Τὸ παρατη‐ ρεῖν ἡμέρας οὐ Χριστιανικῆς φιλοσοφίας, ἀλλ’ Ἑλ‐ ληνικῆς πλάνης ἐστίν. Εἰς τὴν ἄνω πόλιν ἀπεγράψω,

48

.

956

(50)

εἰς τὴν ἐκεῖ πολιτείαν τελεῖς, ἀγγέλοις σαυτὸν ἀνα‐ μίξας· οὗ οὐκ ἔστι φῶς εἰς σκότος λῆγον, οὐθ’ ἡμέρα εἰς νύκτα τελευτῶσα, ἀλλὰ διαπαντὸς ἡμέρα, διαπον‐ τὸς φῶς. Πρὸς ἐκεῖνα τοίνυν βλέπωμεν διαπαντός. Τὰ ἄνω γὰρ, φησὶ, ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν
55δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Οὐδὲν ἔχεις κοινὸν πρὸς τὴν γῆν, ἔνθα ἡλίου δρόμοι, καὶ περίοδοι, καὶ ἡμέ‐ ραι· ἀλλ’ ἐὰν ὀρθῶς ζῇς, ἡ νὺξ ἡμέρα σοι γίνεται· ὥσπερ οὖν τοῖς ἐν ἀσελγείᾳ καὶ μέθῃ καὶ ἀκολασίᾳ βιοῦσιν ἡ ἡμέρα αὐτῶν πρὸς τὸ τῆς νυκτὸς μεταφέ‐
60ρεται σκότος, οὐ τοῦ ἡλίου σβεννυμένου, ἀλλὰ τῆς
ἐκείνων διανοίας τῇ μέθῃ σκοτιζομένης. Τὸ πρὸς955

48

.

957

ἡμέρας ἐπτοῆσθαι τοιαύτας, καὶ πλείονα ἐν αὐταῖς δέχεσθαι ἡδονὴν, καὶ λύχνους ἅπτειν ἐπὶ τῆς ἀγορᾶς, καὶ στεφανώματα πλέκειν, παιδικῆς ἀνοίας ἐστίν. Σὺ δὲ ταύτης ἀπήλλαξαι τῆς ἀσθενείας, καὶ εἰς ἄνδρας
5τελεῖς, καὶ εἰς τὴν τῶν οὐρανῶν ἐνεγράφης πολιτείαν. Μὴ τοίνυν ἐπὶ τῆς ἀγορᾶς ἀνακαύσῃς πῦρ αἰσθητὸν, ἀλλ’ ἐπὶ τῆς διανοίας ἄναψον φῶς πνευματικόν. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ
10δοξάσωσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Τοῦτο τὸ φῶς πολλήν σοι φέρει τὴν ἀμοιβήν. Μὴ τὴν θύραν τῆς οἰκίας στεφανώσῃς, ἀλλὰ τοιαύτην ἐπί‐ δειξαι πολιτείαν, ὥστε τὸν τῆς δικαιοσύνης στέφανον σῇ κεφαλῇ παρὰ τῆς τοῦ Χριστοῦ δέξασθαι χειρός,
15Μηδὲν εἰκῆ, μηδὲ ἁπλῶς γενέσθω· οὕτω Παῦλος ἐπέταξε πάντα εἰς δόξαν Θεοῦ ποιεῖν. Εἴτε γὰρ ἐσθίετε, φησὶν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καὶ πῶς ἔστι, φησὶ, φα‐ γεῖν καὶ ποιεῖν εἰς δόξαν Θεοῦ; Κάλεσον πένητα,
20κοινωνὸν ποίησον τῆς τραπέζης τὸν Χριστὸν, καὶ εἰς δόξαν Θεοῦ ἔφαγες καὶ ἔπιες. Ἀλλ’ οὐ τοῦτο μόνον ἐπέταξεν εἰς δόξαν Θεοῦ ποιεῖν, ἀλλὰ καὶ τὰ λοιπὰ ἅπαντα, οἷόν ἐστιν ἐμβαλεῖν εἰς τὴν ἀγορὰν, καὶ οἴ‐ κοι μεῖναι· ἀμφότερα ταῦτα διὰ τὸν Θεὸν γενέσθω.
25Καὶ πῶς ἔστιν ἀμφότερα ταῦτα γίνεσθαι διὰ τὸν Θεόν; Ὅταν εἰς ἐκκλησίαν βαδίζῃς, ὅταν εὐχῆς μετ‐ έχῃς, ὅταν διδασκαλίας πνευματικῆς, ἡ πρόοδος εἰς δόξαν Θεοῦ γέγονε. Πάλιν ἐστὶν οἴκοι διὰ τὸν Θεὸν μεῖναι. Πῶς καὶ τίνι τρόπῳ; Ὅταν ἀκούσῃς θορύ‐
30βους, ἀταξίας καὶ πομπὰς διαβολικὰς, πονηρῶν ἀν‐ θρώπων καὶ ἀκολάστων τὴν ἀγορὰν πεπληρωμένην, οἴκοι μένε, καὶ τῆς ταραχῆς ἀπαλλάττου ταύτης, καὶ ἔμεινας εἰς δόξαν Θεοῦ. Ὥσπερ δὲ τὰς οἴκοι διατρι‐ βὰς καὶ τὰς ἐξόδους ἔξεστι ποιεῖσθαι διὰ τὸν Θεὸν,
35οὕτω καὶ ἐπαίνους καὶ ψόγους. Καὶ πῶς ἔστιν εἰς δόξαν Θεοῦ τινα ἐπαινέσαι, φησὶ, καὶ αἰτιάσασθαι; Καθίζεσθε πολλάκις ἐν τοῖς ἐρ‐ γαστηρίοις, ὁρᾶτε παριόντας πονηροὺς καὶ φαύλους ἀνθρώπους, τὰς ὀφρῦς ἀνασπῶντας, πεφυσιωμένους,
40παρασίτους καὶ κόλακας πολλοὺς ἐπισυρομένους, πο‐ λυτελῆ φοροῦντας ἱμάτια, πολλὴν περιβεβλημένους τὴν φαντασίαν, τὰ πάντων ἁρπάζοντας, πλεον‐ εκτοῦντας. Ἂν ἀκούσῃς τινὸς λέγοντος, Οὐχὶ ζηλωτὸς οὗτος, οὐχὶ μακάριος; ἐπιτίμησον, ἐγκάλεσον, ἐπι‐
45στόμισον, ταλάνισον, δάκρυσον· τοῦτό ἐστι ψέξαι διὰ τὸν Θεόν. Ὁ ψόγος διδασκαλία τοῖς συγκαθημένοις φιλοσοφίας καὶ ἀρετῆς ὁ τοιοῦτος, μηκέτι περὶ τὰ βιωτικὰ κεχηνέναι. Εἰπὲ πρὸς τὸν ταῦτα εἰρηκότα· Διὰ τί μακάριος οὗτος; ἐπειδὴ θαυμαστὸν ἵππον ἔχει

48

.

957

(50)

καὶ χρυσοχάλινον, καὶ οἰκέτας πολλοὺς κέκτηται, καὶ φαιδρὰν περιβέβληται στολὴν, καὶ μέθῃ καὶ τρυφῇ διαῤῥήγνυται καθ’ ἑκάστην ἡμέραν; Ἀλλὰ διὰ τοῦτο ἄθλιος ἂν εἴη καὶ ταλαίπωρος, καὶ μυρίων δακρύων ἄξιος. Ὁρῶ γοῦν ὑμᾶς οὐδὲν δυναμένους ἐπαινέσαι
55τῶν αὐτοῦ, ἀλλὰ τὰ ἐκτὸς αὐτοῦ πάντα, τὸν ἵππον, τὸν χαλινὸν, τὰ ἱμάτια, ὧν οὐδέν ἐστι πρὸς αὐτόν. Τί γένοιτ’ ἂν οὖν ἀθλιώτερον, εἰπέ μοι, τούτου, ὅταν ὁ
μὲν ἵππος αὐτοῦ, καὶ ὁ χαλινὸς τοῦ ἵππου, καὶ τῶνColumn end

48

.

958

ἱματίων τὸ κάλλος, καὶ ἡ σωματικὴ τῶν οἰκετῶν εὐεξία θαυμάζηται, αὐτὸς δὲ ἀνεγκωμίαστος παρα‐ τρέχῃ; Τί τοίνυν γένοιτ’ ἂν πενέστερον τούτου, τοῦ μηδὲν ἔχοντος καλὸν οἰκεῖον μήθ’ ὃ δυνήσεται ἐντεῦ‐
5θεν ἀπενεγκεῖν, ἀλλὰ τοῖς ἀλλοτρίοις καλλωπιζομένου πᾶσιν; Οἰκεῖος γὰρ ἡμῶν κόσμος καὶ πλοῦτος οὐκ οἰκέται καὶ ἱμάτια καὶ ἵπποι, ἀλλὰ ψυχῆς ἀρετὴ, καὶ πλοῦτος ἀγαθῶν ἔργων, καὶ ἡ πρὸς τὸν Θεὸν παῤῥη‐ σία.
10 δʹ. Πάλιν ἕτερον ἂν ἴδῃς πτωχὸν, ἀπεῤῥιμμένον, κα‐ ταφρονούμενον πτωχείᾳ καὶ ἀρετῇ συζῶντα, καὶ τα‐ λανιζόμενον παρὰ τῶν συγκαθημένων, ἐπαίνεσον τοῦ‐ τον, καὶ γέγονεν ὁ ἔπαινος τοῦ παρελθόντος παραί‐ νεσις καὶ συμβουλὴ χρηστῆς καὶ ἀγαθῆς πολιτείας.
15Εἰ λέγουσιν, ἄθλιος καὶ ταλαίπωρος, εἰπὲ ὅτι πάντων μὲν οὖν οὗτος μακαριώτατος, τὸν Θεὸν ἔχων φίλον, ἀρετῇ συζῶν, πλοῦτον κεκτημένος οὐδέποτ’ ἐπιλεί‐ ποντα, συνειδὸς ἔχων καθαρόν. Τί γὰρ αὐτῷ βλάβος ἐκ τῆς ἐνδείας τῶν χρημάτων, ὅταν τὸν οὐρανὸν
20καὶ τὰ ἐν τῷ οὐρανῷ μέλλῃ κληρονομεῖν ἀγαθά; Ἂν οὕτω καὶ αὐτὸς φιλοσοφῇς, καὶ ἄλλους παιδεύῃς, πολλὴν λήψῃ καὶ τοῦ ψόγου καὶ τῶν ἐπαίνων τὴν μι‐ σθαποδοσίαν, ἀμφότερα εἰς δόξαν Θεοῦ ποιήσας. Καὶ ὅτι οὐ μάτην σε ψυχαγωγῶ ταῦτα λέγων, ἀλλὰ μεγάλη
25τις τοῖς οὕτω τὴν γνώμην διακειμένοις κεῖται παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀμοιβὴ, καὶ ἀρετή τις νενόμισται τὸ πρᾶγμα, τὸ τὰ τοιαῦτα ψηφίζεσθαι, περὶ τῶν οὕτω ζώντων, ἄκουσον τί φησιν ὁ προφήτης, καὶ πῶς ἐν τάξει κατορθωμάτων τίθησι τὸ τοὺς πονηρευομένους
30ἐξουθενεῖν, καὶ τοὺς φοβουμένους τὸν Θεὸν δοξάζειν. Μετὰ γὰρ τὸ καταλέξαι τὴν ἄλλην ἀρετὴν τοῦ μέλ‐ λοντος παρὰ τοῦ Θεοῦ τιμᾶσθαι, καὶ εἰπεῖν, οἷον εἶ‐ ναι χρὴ τὸν ἐν τῷ ἁγίῳ κατοικοῦντα σκηνώματι, ὅτι ἄμωμον, καὶ ἐργαζόμενον δικαιοσύνην, καὶ ἀπόνη‐
35ρον, καὶ τοῦτο προσέθηκεν· εἰπὼν γάρ· Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν· ἐπήγαγεν· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμέ‐ νους τὸν Κύριον δοξάζει· δεικνὺς ὅτι καὶ
40τοῦτο ἕν τι τῶν κατορθωμάτων ἐστὶ, [τουτέστι], τὸ καταφρονεῖν τῶν πονηρῶν, καὶ ἐπαινεῖν καὶ μακαρί‐ ζειν τοὺς ἀγαθούς. Καὶ πάλιν ἀλλαχοῦ τὸ αὐτὸ τοῦτο δηλῶν ἔλεγεν· Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐ‐
45τῶν. Ὃν ὁ Θεὸς ἐπαινεῖ, μὴ μέμψῃ· ἐπαινεῖ δὲ τὸν ἐν δικαιοσύνῃ ζῶντα, κἂν πτωχὸς ᾖ. Ὃν ὁ Θεὸς ἀπο‐ στρέφεται, μὴ ἐπαινέσῃς· ἀποστρέφεται δὲ τὸν ἐν πονηρίᾳ ζῶντα, κἂν πολὺν ᾗ περιβεβλημένος πλοῦ‐ τον. Ἀλλ’ ἄν τ’ ἐπαινῇς, ἄν τε ψέγῃς, ἀμφότερα ὡς ὁ

48

.

958

(50)

Θεὸς βούλεται ποίει. Ἔστι καὶ ἐγκαλέσαι εἰς δόξαν Θεοῦ, Πῶς; Ἐπὶ τῶν οἰκετῶν ἀγανακτοῦμεν πολλά‐ κις. Πῶς οὖν ἔστιν ἐγκαλέσαι διὰ τὸν Θεόν; Ἂν με‐ θύοντα ἴδῃς, ἂν κλέπτοντα, ἢ τὸν οἰκέτην, ἢ τὸν φί‐ λον, ἢ ἕτερόν τινα τῶν σοι προσηκόντων, ἂν εἰς θέα‐
55τρα τρέχοντα, ἂν τῆς ψυχῆς ἀμελοῦντα τῆς ἑαυτοῦ, ἂν ὀμνύοντα, ἂν ἐπιορκοῦντα, ἂν ψευδόμενον, ἀγανά‐ κτησον, κόλασον, ἐπίστρεψον, διόρθωσαι· καὶ ταῦτα πάντα ἐποίησας διὰ τὸν Θεόν. Ἂν εἰς σὲ ἁμαρτάνοντα
ἴδῃς, καὶ τῆς εἰς σὲ θεραπείας ἐλλείποντα, συγγνῶ‐957

48

.

959

θι, καὶ συνέγνως διὰ τὸν Θεόν. Νυνὶ δὲ πολλοὶ τοὐ‐ ναντίον ποιοῦσι, καὶ ἐπὶ τῶν φίλων, καὶ ἐπὶ τῶν οἰκετῶν. Ὅταν μὲν γὰρ εἰς αὐτοὺς ἁμάρτωσιν, πικροὶ καὶ ἀσύγγνωστοι γίνονται δικασταί· ὅταν δὲ εἰς τὸν
5Θεὸν ἐνυβρίζωσι, καὶ τὰς ἑαυτῶν ἀπόλωσι ψυχὰς, οὐδένα ποιοῦνται λόγον. Πάλιν, φίλους ποιῆσαι χρή; Διὰ τὸν Θεὸν ποίησον. Ἐχθροὺς ποιῆσαι χρή; Διὰ τὸν Θεὸν ποίησον. Καὶ πῶς ἔστι φίλους ποιῆσαι διὰ τὸν Θεὸν καὶ ἐχθρούς; Ἂν μὴ τὰς φιλίας ἐκείνας ἐφελ‐
10κώμεθα, ὅθεν ἐστὶ χρήματα λαβεῖν, ὅθεν κοινωνῆσαι τραπέζης, ὅθεν προστασίας ἀνθρωπίνης τυχεῖν, ἀλλ’ ἐκείνους θηρεύωμεν καὶ ποιῶμεν φίλους, τοὺς δυνα‐ μένους ἡμῶν ἀεὶ ῥυθμίσαι τὴν ψυχὴν, συμβουλεῦσαι τὰ δέοντα, ἁμαρτάνουσιν ἐπιτιμῆσαι, πλημμελοῦντας
15ἐλέγξαι, ὑποσκελιζομένους ἀνορθῶσαι, καὶ συμβουλῇ καὶ εὐχαῖς βοηθοῦντας προσαγαγεῖν τῷ Θεῷ. Πάλιν ἐχθροὺς ἔξεστι ποιῆσαι διὰ τὸν Θεόν. Ἐὰν ἴδῃς τινὰ ἀκόλαστον, μιαρὸν, πονηρίας γέμοντα, δογμάτων ἀκαθάρτων πεπληρωμένον, ὑποσκελίζοντά σε καὶ
20παραβλάπτοντά σε, ἀπόστηθι καὶ ἀποπήδησον, καθά‐ περ καὶ ὁ Χριστὸς ἐκέλευσεν εἰπών· Ἐὰν ὁ ὀφθαλ‐ μός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ, κελεύων τοὺς φίλους ἐκείνους, τοὺς ἐν ὀφθαλμῶν τάξει ποθεινοὺς ὄντας, καὶ ἀναγκαίους
25ἐν τοῖς βιωτικοῖς πράγμασιν, ἀποκόπτειν, καὶ ἐκ‐ βάλλειν, ἂν παραβλάπτωσιν εἰς τὴν τῆς ψυχῆς σω‐ τηρίαν ἡμᾶς. Ἂν συλλόγων κοινωνῇς, καὶ λόγον ἀπο‐ τείνῃς μακρὸν, διὰ τὸν Θεὸν καὶ τοῦτο ποίησον, κἂν σιγᾷς, διὰ τὸν Θεὸν σίγησον. Καὶ πῶς ἔστι συλλόγου
30κοινωνεῖν διὰ τὸν Θεόν; Ἂν συγκαθήμενός τισι, μη‐ δὲν περὶ βιωτικῶν διαλέγῃ πραγμάτων, μηδὲ τῶν ἁπλῶν καὶ εἰκῆ καὶ οὐδὲν ἡμῖν προσηκόντων, ἀλλὰ περὶ φιλοσοφίας τῆς ἡμετέρας, περὶ γεέννης, περὶ βασιλείας οὐρανῶν, ἀλλὰ μὴ τὰ περιττὰ καὶ ἀνόνητα,
35οἷον· τίς ἀρχῆς ἐπέβη; τίς παρελύθη τῆς ἀρχῆς; τί‐ νος οὖν ἕνεκεν ὁ δεῖνα ἐζημίωται; πόθεν ὁ δεῖνα ἐκέρ‐ δανε καὶ εὐπορώτερος γέγονε; τί κατέλι‐ πεν ὁ δεῖνα τῷ δεῖνι τελευτῶν; πῶς δὲ ὁ δεῖνα ἀπ‐ έτυχεν, εἰς τοὺς πρώτους τῶν κληρονόμων ἐγγραφή‐
40σεσθαι προσδοκήσας; καὶ πολλὰ ἕτερα τοιαῦτα. Μὴ δὴ τὰ τοιαῦτα διαλεγώμεθα, μηδὲ ἑτέρων διαλεγόν‐ των ἀνεχώμεθα· ἀλλὰ σκοπῶμεν τί ποιοῦντας, ἢ τί λέγοντας ἔστιν ἀρέσαι Θεῷ. Πάλιν ἔστι σιγῆσαι διὰ τὸν Θεὸν, ὑβριζόμενος, λοιδορούμενος, μυρία πάσχων
45κακὰ, ἂν φέρῃς γενναίως, καὶ μηδὲν ῥῆμα βλάσφη‐ μον ἐξενέγκῃς εἰς τὸν ταῦτα ποιοῦντα. Οὐκ ἐπαινέσαι δὲ καὶ ψέξαι μόνον, οὐδὲ ἔνδον μεῖναι καὶ ἐξελθεῖν, οὐδὲ φθέγξασθαι καὶ σιγῆσαι, ἀλλὰ καὶ κλαῦσαι καὶ λυπηθῆναι, καὶ ἡσθῆναι καὶ εὐφρανθῆναι ἔστιν εἰς

48

.

959

(50)

δόξαν Θεοῦ. Ὅταν γὰρ ἴδῃς ἢ ἀδελφὸν ἁμαρτάνοντα, ἢ σαυτὸν παραπτώματι περιπεσόντα, εἶτα στενάξῃς καὶ λυπηθῇς, ἐκέρδανας ἀπὸ τῆς λύπης σωτηρίαν ἀμεταμέλητον, καθάπερ ὁ Παῦλός φησιν· Ἡ γὰρ κατὰ Θεὸν λύπη σωτηρίαν ἀμεταμέλητον κατερ‐
55γάζεται. Ἂν ἴδῃς εὐδοκιμοῦντα ἕτερον, εἶτα μὴ βα‐ σκήνῃς, ἀλλ’ ὡς ἐπὶ οἰκείοις ἀγαθοῖς εὐχαριστήσῃς τῷ Θεῷ, τῷ ποιήσαντι λαμπρόν σου τὸν ἀδελφὸν, καὶ
τῆς χαρᾶς ταύτης πολὺν ἔλαβες τὸν μισθόν.Column end

48

.

960

εʹ. Τί γένοιτ’ ἂν οὖν, εἰπέ μοι, τῶν βασκάνων ἐλεει‐ νότερον, ὅταν ἐξὸν καὶ χαίρειν καὶ κερδαίνειν διὰ τὴν χαρὰν, αὐτοὶ καὶ λυπεῖσθαι αἱρῶνται μᾶλλον ἐπὶ ταῖς τῶν ἑτέρων εὐδοκιμήσεσι, καὶ μετὰ τῆς λύπης ἔτι
5καὶ κόλασιν ἐπισπᾶσθαι παρὰ τοῦ Θεοῦ, καὶ τιμω‐ ρίαν ἀφόρητον; Καὶ τί χρὴ λέγειν ἐπαίνους, καὶ ψό‐ γους, καὶ λύπας, καὶ χαρὰς, ὅπου γε καὶ ἀπὸ τῶν μικροτάτων αὐτῶν καὶ εὐτελεστάτων πραγμάτων τὰ μέγιστ’ ἔστι καρπώσασθαι, ἂν διὰ τὸν Θεὸν αὐτὰ
10ποιῶμεν; Τί γὰρ τοῦ κείρασθαι εὐτελέστερον; Ἀλλ’ ἔστι καὶ τοῦτο ποιῆσαι διὰ τὸν Θεόν. Ὅταν γὰρ μὴ τὴν κόμην διαθῇς, μηδὲ καλλωπίσῃς τὴν ὄψιν, μηδὲ πρὸς δέλεαρ καὶ ἀπάτην τῶν ὁρώντων σαυτὸν κατα‐ κοσμήσῃς, ἀλλ’ ἁπλῶς καὶ ὡς ἔτυχε καὶ ὅσον ἡ
15χρεία ἀπαιτεῖ μόνον, διὰ τὸν Θεὸν τοῦτο ἐποίησας, καὶ πάντως ἕξεις τὸν μισθὸν, ὅτι ἐπιθυμίαν ἐκόλα‐ σας πονηρὰν, καὶ φιλοτιμίαν ἄκαιρον ἐνέκοψας. Εἰ γὰρ ὁ ποτήριον μόνον ψυχροῦ δοὺς διὰ τὸν Θεὸν, βασιλείαν οὐρανῶν κληρονομήσει, ὁ πάντα ποιῶν
20διὰ τὸν Θεὸν ἐννόησον πόσης ἀπολαύσεται τῆς ἀμοι‐ βῆς. Ἔστι καὶ βαδίζειν διὰ τὸν Θεὸν, καὶ βλέπειν διὰ τὸν Θεόν. Πῶς ἔστι βλέπειν διὰ τὸν Θεὸν, καὶ βαδίζειν; Ὅταν μὴ πρὸς πονηρίαν τρέχῃς, ὅταν μὴ περιεργάζῃ τὰ ἀλλότρια κάλλη, ὅταν ἰδὼν
25γυναῖκα ἀπαντῶσαν, χαλινώσῃς τὸν ὀφθαλμὸν, τειχί‐ σῃς τὴν ὄψιν τῷ τοῦ Θεοῦ φόβῳ, διὰ τὸν Θεὸν τοῦτ’ ἐποίησας· ὅταν τὰ μὴ πολυτελῆ, καὶ μαλακωτέρους ἡμᾶς ποιοῦντα, ἀλλὰ τὰ δυνάμενα ἡμᾶς σκέπειν, ταῦτα περιβαλλώμεθα μόνον. Ἔστι καὶ μέχρις ὑπο‐
30δημάτων τοῦτον ἐξαγαγεῖν τὸν νόμον. Καὶ γὰρ πολλοὶ πρὸς τοῦτο βλακείας καὶ ἀσωτίας ἐξώλισθον, ὡς καὶ τὰ ὑποδήματα καλλωπίζειν, καὶ πάντοθεν αὐτὰ ποι‐ κίλλειν, οὐχ ἧττον ἢ τὰς ὄψεις ἕτεροι· ὅπερ ψυχῆς ἐστιν ἀκαθάρτου καὶ διεφθαρμένης. Εἰ γὰρ καὶ αὐτὸ
35μικρὸν εἶναι δοκεῖ, ἀλλὰ μεγάλης ἐξωλείας δεῖγμα καὶ ἔλεγχος ἂν εἴη τοῦτο, καὶ ἐπ’ ἀνδρῶν καὶ ἐπὶ γυναικῶν. Ἔξεστι τοίνυν καὶ ὑποδήμασι χρῆσθαι διὰ τὸν Θεὸν, ὅταν πανταχοῦ τὴν χρείαν ἐπιζητῶμεν, καὶ τοῦτο μέτρον τῆς ἀπολαύσεως ποιώμεθα. Καὶ ὅτι καὶ
40διὰ βαδίσεως καὶ διὰ στολῆς ἔστι τὸν Θεὸν δοξάσαι, ἄκουσον τί φησι σοφός τις ἀνήρ· Στολισμὸς ἀνδρὸς, καὶ γέλως ὀδόντων, καὶ βῆμα ποδὸς ἀναγγέλλει τὰ περὶ αὐτοῦ. Ὅταν γὰρ κατεσταλμένοι [καὶ σεμνοὶ], καὶ σεμνότητος γέμοντες, καὶ πολλὴν παν‐
45ταχόθεν ἐπιδεικνύμενοι τὴν σωφροσύνην φαινώμεθα· καὶ ἀπὸ ψιλῆς τῆς συντυχίας καὶ ὁ ἄπιστος, καὶ ὁ ἀκόλαστος, καὶ ὁ θορυβώδης τὸν τοιοῦτον ἰδὼν θαυ‐ μάσεται, κἂν ἁπάντων ἀναισθητότερος ᾖ. Κἂν γυναῖκα ἀγώμεθα, διὰ τὸν Θεὸν τοῦτο ποιῶμεν, ἵνα σωφρο‐

48

.

960

(50)

νῶμεν, οὐχ ἵνα τὴν οὐσίαν εὐπορωτέραν ἐργαζώμεθα, ἵνα ψυχῆς εὐγένειαν ἐπιζητῶμεν, μὴ χρημάτων πε‐ ριουσίαν, μηδὲ προγόνων περιφάνειαν, ἀλλὰ τρόπων ἀρετὴν καὶ ἐπιείκειαν· συνέμπορον τοῦ βίου λαμβά‐ νωμεν, οὐχὶ καπηλείας κοινωνόν. Καὶ τί δεῖ πάντα
55καταλέγειν; Ἔξεστι γὰρ λοιπὸν ἡμῖν ἐκ τῶν εἰ‐ ρημένων ἕκαστον ἐφοδεύειν τῶν γινομένων καὶ πρατ‐ τομένων, καὶ πάντα διὰ τὸν Θεὸν ποιεῖν. Καὶ καθάπερ οἱ ἔμποροι περιπλέοντες τὸ πέλαγος, καὶ εἰς πόλεις ὁρμίζοντες, οὐ πρότερον ἀποβαίνουσι τοῦ λιμένος,
60οὐδὲ εἰς τὴν ἀγορὰν ἀναβαίνουσιν, ἕως ἂν πύθωνται, ὅτι κέρδος ἔχει τι τῶν ἐκεῖ ἀποτεθειμένων· οὕτω καὶ σὺ μηδὲν μήτε πράξῃς, μήτ’ εἴπῃς, ἂν μὴ κέρδος ἔχῃ τὸ κατὰ Θεόν. Καὶ μή μοι λέγε ὅτι οὐ δυνατὸν διὰ τὸν Θεὸν πάντα ποιεῖν. Ὅταν γὰρ ὑπόδεσις, καὶ κουρὰ,
65καὶ ἱματίων στολὴ, καὶ βάδισις, καὶ ὄψις, καὶ ῥήματα,959

48

.

961

καὶ συνέδρια, καὶ εἴσοδοι καὶ ἔξοδοι, καὶ σκώμματα καὶ ἔπαινοι, καὶ ψόγοι καὶ ἐγκώμια, καὶ φιλίαι καὶ ἔχθραι δύνωνται διὰ τὸν Θεὸν γίνεσθαι, τί ἔστι λοιπὸν ὃ μὴ δυνατὸν γενέσθαι διὰ τὸν Θεὸν, ἂν θέλωμεν; Τί
5δεσμοφύλακος χεῖρον; οὐ πάντων βίος ὁ πονηρότατος εἶναι δοκεῖ, Ἀλλ’ ἔξεστι τῷ βουλομένῳ κἀκεῖθεν κερδᾶναι, ὅταν τῶν δεδεμένων φείδηται, ὅταν τοὺς ἀδίκως ἐμβεβλημένους θεραπεύῃ, ὅταν μὴ πραγμα‐ τεύηται ἀπ’ ἀλλοτρίας συμφορᾶς, ὅταν κοινὸς προ‐
10κέηται λιμὴν τοῖς δεομένοις ἅπασι. Οὕτως ὁ δεσμο‐ φύλαξ ἐκεῖνος ἐσώθη ὁ ἐπὶ Παύλου· ὅθεν δῆλον ὅτι πάντοθεν, ἂν θέλωμεν, δυνάμεθα πραγματεύεσθαι. ϛʹ. Τί φόνου χαλεπώτερον, εἰπέ μοι; Ἀλλ’ ἠδυνήθη ποτὲ δικαιοσύνην τεκεῖν τῷ ποιήσαντι τοῦτο τὸ τόλμη‐
15μα· τοσοῦτόν ἐστι τὸ διὰ τὸν Θεόν τι ποιεῖν. Καὶ πῶς ἠδυνήθη δικαιοσύνην ἐργάσασθαι φόνος; Οἱ Μαδιη‐ ναῖοι ποτὲ βουλόμενοι τὸν Θεὸν ἐκπολεμῶσαι τοῖς Ἰουδαίοις, καὶ ταύτῃ προσδοκῶντες αὐτῶν περιέσε‐ σθαι, εἰ τῆς εὐνοίας αὐτοὺς ἀποστερήσαιεν τοῦ Δεσπό‐
20του, κόρας καλλωπίσαντες, καὶ τοῦ στρατοπέδου προστήσαντες, ἐδελέασαν αὐτοὺς, καὶ εἰς πορνείαν ἤγαγον, εἶτα ἐκεῖθεν εἰς ἀσέβειαν. Τοῦτο ἰδὼν Φινεὲς, μεταχειρισάμενος ξίφος, καὶ πορνεύοντας δύο κατα‐ λαβὼν, ἐν αὐτῇ τῇ ἁμαρτίᾳ ἀμφοτέρους ἐξεκέντησε,
25καὶ ἔστησε τοῦ Θεοῦ τὴν ὀργὴν ἀπὸ τῆς γνώμης. Καὶ τὸ μὲν γενόμενον φόνος ἦν, τὸ δὲ κατορθούμενον ἐξ ἐκείνου σωτηρία τῶν ἀπολλυμένων ἁπάντων, ὅθεν καὶ δικαιοσύνην ἤνεγκε τῷ ποιήσαντι. Καὶ οὐ μόνον οὐκ ἐμίανε τὰς χεῖρας, ἀλλὰ καὶ καθαρωτέρας εἰργά‐
30σατο ὁ φόνος ἐκεῖνος, καὶ μάλα εἰκότως· οὐ γὰρ τοὺς ἀναιρεθέντας μισῶν, ἀλλὰ τῶν λοιπῶν φειδόμενος τοῦτ’ εἰργάσατο· ἀπέκτεινε δύο, καὶ ἔσωσε μυριάδας ἀπείρους. Καθάπερ γὰρ ἰατροὶ ποιοῦσι τὰ σεσηπότα τῶν μελῶν ἐκτέμνοντες, ὁλόκληρον σώζουσι τὸ σῶμα
35[καὶ ὑγιές]· οὕτω κἀκεῖνος ἐποίησε. Διὰ τοῦτό φησιν ὁ ψαλμῳδός· Ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις, καὶ ἐλογίσθη αὐτῷ εἰς δι‐ καιοσύνην εἰς γενεὰν καὶ γενεὰν, ἕως τοῦ αἰῶνος. Ἀθάνατος γοῦν ἡ μνήμη τοῦ κατορθώματος μένει.
40Πάλιν ἕτερος ηὔξατο, καὶ προσέκρουσε τῷ Θεῷ· τοσοῦτόν ἐστι τὸ μὴ ποιεῖν τι διὰ τὸν Θεόν· ὁ Φαρι‐
σαῖος λέγω. Ἀλλ’ ὥσπερ Φινεὲς φόνον ποιήσας εὐ‐Column end

48

.

962

δοκίμησεν, οὕτω καὶ οὗτος οὐ παρὰ τὴν εὐχὴν, ἀλλὰ παρὰ τὴν γνώμην, μεθ’ ἧς ηὔξατο, κατέπεσε προσ‐ κρούσας. Οὕτως ὅταν μὴ διὰ τὸν Θεὸν γίνηταί τι, κἂν πνευματικὸν ᾖ τὸ γινόμενον, τὰ μέγιστα βλά‐
5ψειεν· ὥσπερ οὖν ὅταν διὰ τὸν Θεὸν γίνηται, κἂν βιωτικὸν ᾖ τὸ γινόμενον, τὰ μέγιστα ὠφελεῖ τὸν μετὰ φιλοθέου γνώμης ποιοῦντα. Τί γὰρ φόνου χεῖρον καὶ χαλεπώτερον; ἀλλ’ ὅμως δίκαιον εἰργάσατο τὸν τολμήσαντα. Ποίαν οὖν ἕξομεν ἀπολογίαν ἡμεῖς οἱ
10λέγοντες, ὅτι οὐ δυνατὸν πάντοθεν κερδαίνειν, καὶ πάντα διὰ τὸν Θεὸν ἐργάζεσθαι, ὅταν εὑρεθῇ τις καὶ ἀπὸ φόνου κερδάνας; Ἂν ἐθέλωμεν προσέχειν, διὰ παντὸς τοῦ βίου τὴν πνευματικὴν ταύτην ἐμπο‐ ρευσόμεθα πραγματείαν, κἂν πρίασθαί τι, κἂν ἀπο‐
15δόσθαι δέῃ· οἷον ὅταν μὴ πλέον τῆς νενομισμένης ἀπαιτῶμεν τιμῆς, ὅταν μὴ τοὺς καιροὺς τῆς στενο‐ χωρίας παρατηρῶμεν, καὶ τότε τοῖς δεομένοις μετα‐ διδῶμεν· Ὁ γὰρ τιμιουλκῶν σῖτον δημοκατάρατος. φησί. Καὶ τί χρὴ καθ’ ἕκαστον λέγειν, δέον δι’ ἑνὸς
20ὑποδείγματος τὸ πᾶν συλλαβεῖν; Καθάπερ γὰρ οἱ οἰκοδόμοι, ἐπειδὰν μέλλωσι τοῖχον ἐγείρειν, σπαρτίον τείναντες ἀπὸ γωνίας εἰς γωνίαν, οὕτως ὑφαίνουσι τὴν οἰκοδομὴν, ὥστε μὴ ἀνώμαλον αὐτῆς γενέσθαι τὴν ἐπιφάνειαν· οὕτω δὴ καὶ ἡμεῖς ἀντὶ σπαρτίου τὸ
25ῥῆμα τοῦτο τείναντες τὸ λέγον· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ἕτερον ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Ἄν τε εὐχώμεθα, ἄν τε νηστεύωμεν, ἄν τε ἐγκαλῶμεν, ἄν τε συγγινώσκωμεν, ἄν τε ἐπαινῶμεν, ἄν τε ψέγωμεν, ἄν τε εἰσίωμεν, ἄν τε
30ἐξίωμεν, ἄν τε πωλῶμεν, ἄν τε ἀγοράζωμεν, ἄν τε σιγῶμεν, ἄν τε διαλεγώμεθα, ἄν τε ἄλλο ὁτιοῦν πράτ‐ τωμεν, εἰς δόξαν Θεοῦ πάντα ποιῶμεν, κἂν μή τι εἰς δόξαν Θεοῦ γίνηται, μηδὲ γινέσθω, μηδὲ λεγέσθω παρ’ ἡμῶν· ἀλλ’ ἀντὶ βακτηρίας μεγάλης, ἀνθ’ ὅπλου
35καὶ ἀσφαλείας, ἀντὶ θησαυρῶν ἀφάτων, ὅπουπερ ἂν ὦμεν, τὸ ῥῆμα τοῦτο μεθ’ ἑαυτῶν περιφέρωμεν, ἐγγράψαντες τῇ διανοίᾳ, ἵνα πάντα εἰς δόξαν Θεοῦ καὶ ποιήσαντες καὶ εἰπόντες καὶ πραγματευσάμενοι, τῆς παρ’ αὐτοῦ τύχωμεν δόξης καὶ ἐνταῦθα καὶ μετὰ
40τὴν ἐντεῦθεν ἀποδημίαν. Τοὺς γὰρ δοξάζοντάς με, φησὶ, δοξάσω. Μὴ τοίνυν ῥήμασιν, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων αὐτὸν δοξάζωμεν συνεχῶς σὺν Χριστῷ τῷ Θεῷ ἡμῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
45τῶν αἰώνων. Ἀμήν.961