TLG 2062 020 :: JOANNES CHRYSOSTOMUS :: De Christi divinitate (= Contra Anomoeos, homilia 12) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De Christi divinitate (= Contra Anomoeos, homilia 12) Citation: Vol — pg — (ln) | ||
48.801(56t) | Εἰς τὸν παραλυτικὸν, τὸν τὰ τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἐν τῇ ἀσθενείᾳ αὐτοῦ, καὶ εἰς τὸ | |
57t | ὅτι Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. | |
---|---|---|
58t | Λόγος δωδέκατος. | |
59 | αʹ. Εὐλογητὸς ὁ Θεός· καθ’ ἑκάστην σύναξιν αὐξα‐ | |
60 | νομένην ὁρῶ τὴν ἄρουραν, κομῶντα τὰ λήϊα, πεπλη‐ | |
ρωμένην τὴν ἅλωνα, πληθύνοντα τὰ δράγματα. Καί‐ | Column end | |
48.802(58) | τοι γε οὐ πολλὰς ἡμέρας ἔχομεν, ἐξ οὗ τὸν σπόρον τοῦτον κατεβάλομεν, καὶ ἰδοὺ πλούσιος ἡμῖν εὐθέως | |
60 | ὁ στάχυς τῆς ὑπακοῆς ἐβλάστησεν. Ὅθεν δῆλον, ὅτι οὐκ ἀνθρωπίνη δύναμις, ἀλλὰ θεία χάρις ταύτην | |
γεωργεῖ τὴν Ἐκκλησίαν. Καὶ γὰρ τοιαύτη ἡ φύσις | 801 | |
48.803 | τοῦ σπόρου τοῦ πνευματικοῦ· οὐκ ἀναμένει χρόνον, οὐ περιμένει πλῆθος ἡμερῶν, οὐκ ἐκδέχεται περιόδους μηνῶν, οὐδὲ ὥρας καὶ καιροὺς καὶ ἐνιαυτούς· ἀλλ’ ἔστιν ἐν ἡμέρᾳ μιᾷ καταβαλόντα τὰ σπέρματα μεστῷ | |
5 | καὶ πεπληρωμένῳ τῷ βραχίονι τοῦτον ἀμῆσαι τὸν ἀμητόν. Οἱ μὲν γὰρ τὴν αἰσθητὴν ταύτην ἀνατέμνον‐ τες γῆν, πολλῆς δέονται τῆς πραγματείας, καὶ μα‐ κρᾶς τῆς ἀναβολῆς. Καὶ γὰρ καὶ βοῦς ἀροτῆρας ὑπὸ τὴν ζεύγλην ἄγειν ἀναγκάζονται, καὶ βαθεῖαν αὔλακα | |
10 | τέμνειν, καὶ δαψιλῆ τὰ σπέρματα καταβάλλειν, καὶ τὴν ἐπιφάνειαν ἐξομαλίσαι τῆς γῆς, καὶ τὰ καταβλη‐ θέντα πάντα περιστεῖλαι, καὶ ἀναμεῖναι συμμέτρους ὄμβρων φορὰς, καὶ πολλὰ ἕτερα φιλοπονῆσαι, καὶ πολὺν ἐκδέχεσθαι χρόνον, καὶ τότε τοῦ τέλους ἐπιτυ‐ | |
15 | χεῖν. Ἐνταῦθα δὲ καὶ ἐν θέρει καὶ ἐν χειμῶνι καὶ σπείρειν καὶ ἀμᾶσθαι ἔνι, καὶ ἐν αὐτῇ τῇ ἡμέ‐ ρᾳ πολλάκις ἀμφότερα γέγονε, καὶ μάλιστα ὅταν λι‐ παρὰ καὶ πίων τύχῃ οὖσα ἡ γεωργουμένη ψυχή· ὃ δὴ καὶ ἐφ’ ὑμῶν ἔστιν ἰδεῖν· διὸ καὶ ἡμεῖς πρὸς ὑμᾶς | |
20 | προθυμότερον τρέχομεν· ἐπεὶ καὶ γεωργὸς ἐκείνην ἐργάζεται τὴν ἄρουραν ἐπιτήδειον, ἀφ’ ἧς τὴν ἅλωνα πολλάκις ἐνέπλησεν. Ἐπεὶ οὖν καὶ ὑμεῖς ἐξ ὀλίγου πόνου πολλὴν ἡμῖν παρέχετε τὴν πρόσοδον, μετὰ πολ‐ λῆς τῆς προσοχῆς τῆς γεωργίας ἁπτόμεθα ταύτης, | |
25 | καὶ τῶν πρότερον εἰρημένων τὰ λείψανα ὑμῖν κομί‐ σοντες ἥκομεν. Τότε μὲν οὖν ἀπὸ τῆς Παλαιᾶς τὸν λόγον ὑφήναμεν τὸν περὶ τῆς δόξης τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· νυνὶ δὲ ἀπ’ αὐτῆς τὸ αὐτὸ τοῦτο ποιή‐ σομεν· τότε οὖν ἐλέγομεν, ὅτι ὁ Χριστὸς ἔλεγεν· Εἰ | |
30 | ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί· νυνὶ δὲ λέγομεν, ὅτι εἶπε Μωϋσῆς· Προφήτην ὑμῖν ἀνα‐ στήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε. Ὥσπερ γὰρ ὁ Χριστὸς πρὸς τὸν Μωϋσέα παραπέμπει, ἵνα δι’ ἐκείνου πρὸς ἑαυ‐ | |
35 | τὸν ἐπισπάσηται, οὕτως ὁ Μωϋσῆς τῷ διδασκάλῳ πα‐ ραδίδωσι τοὺς μαθητὰς, κελεύων αὐτῷ κατὰ πάντα πείθεσθαι. Πειθώμεθα τοίνυν οἷς ἂν ποιῇ καὶ λέγῃ, τοῖς τε ἄλλοις ἅπασι, καὶ τούτῳ τῷ σήμερον ἀναγνω‐ σθέντι ἡμῖν σημείῳ. Τί δὲ τοῦτό ἐστιν, Ἦν, φησὶν, | |
40 | ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱερο‐ σόλυμα. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις προβατικὴ κολυμβήθρα, ἡ λεγομένη Ἑβραϊστὶ Βηθεσδᾶ, πέντε στοὰς ἔχουσα· εἰς ἣν λόγος ἔχει παραγινό‐ μενον ἄγγελον κατὰ καιρὸν καταδύεσθαι, καὶ τοῦτο | |
45 | γινώσκεσθαι διὰ τὴν τοῦ ὕδατος κίνησιν· τὸν οὖν πρῶτον ἐμβάντα μετὰ τὸν ἐν τῷ ὕδατι κλύδωνα ὑγιῆ γίνεσθαι, ὁτιδήποτε ἀῤῥώστημα ἔχοντα. Ἐν ταύταις οὖν κατέκειτο ταῖς στοαῖς πλῆθος ἀσθενούντων, τυ‐ φλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κί‐ | |
48.803(50) | νησιν. Τίνος οὖν ἕνεκεν τὰ Ἱεροσόλυμα συνεχῶς ὁ Χρι‐ στὸς καταλαμβάνει, καὶ ἐν ταῖς ἑορταῖς ἐπιχωριάζει τοῖς Ἰουδαίοις; Ἐπειδὴ τότε τὸ πλῆθος συνελέγετο, καὶ τὸν τόπον ἐκεῖνον καὶ τὸν καιρὸν παρετήρει, ὥστε | |
55 | ἐπιλαβέσθαι τῶν ἀσθενούντων. Οὐ γὰρ τοσαύτην οἱ κάμνοντες εἶχον ἐπιθυμίαν ἀπαλλαγῆναι τῶν νοσημά‐ των, ὅσην ὁ ἰατρὸς ἐπεποίητο σπουδὴν ἀπαλλάξαι αὐτοὺς τῆς ἀῤῥωστίας. Ὅτε τοίνυν πλήρης ὁ σύλλο‐ γος αὐτῶν ἦν, καὶ ἀπηρτισμένον τὸ θέατρον, τότε εἰς | |
60 | μέσον ἐρχόμενος τὰ πρὸς τὴν σωτηρίαν τῆς ἐκείνων ψυχῆς ἐπεδείκνυτο. Κατέκειτο τοίνυν πλῆθος ἀσθε‐ νούντων ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν, καὶ ὁ | |
μὲν πρῶτος καταβαίνων ἐθεραπεύετο μετὰ τὴν τοῦ | Column end | |
48.804 | ὕδατος κίνησιν, ὁ δὲ δεύτερος οὐκ ἔτι· ἀλλ’ ἀνηλοῦτο τὸ φάρμακον, ἐδαπανᾶτο ἡ ἰατρεία τῆς χάριτος, λοι‐ πὸν ἔρημα τὰ ὕδατα ἔμενε, τῆς τοῦ πρώτου κατα‐ βαίνοντος ἀῤῥωστίας ἅπαν ἀναμαξαμένης αὐτό. Καὶ | |
5 | μάλα εἰκότως· δουλικὴ γὰρ ἦν ἡ χάρις. Ἀλλ’ οὐχ, ὅτε ὁ Δεσπότης παρεγένετο, οὕτως ἐγί‐ νετο, οὐδὲ ὁ πρῶτος καταβαίνων εἰς τὴν κολυμβή‐ θραν τῶν ὑδάτων τοῦ βαπτίσματος ἐθεραπεύετο μό‐ νος, ἀλλὰ καὶ ὁ πρῶτος, καὶ ὁ δεύτερος, καὶ ὁ | |
10 | τρίτος, καὶ ὁ τέταρτος, καὶ ὁ δέκατος, καὶ ὁ εἰκο‐ στός· κἂν μυρίους εἴπῃς, κἂν δὶς τοσούτους, κἂν τρὶς, κἂν ἀπείρους τῷ πλήθει, κἂν τὴν οἰκουμένην ἅπα‐ σαν ἐμβάλῃς εἰς τὴν κολυμβήθραν τῶν ὑδάτων, οὐδὲ κατὰ μικρὸν ἐλαττοῦται ἡ χάρις, ἀλλ’ ἡ αὐτὴ μένει, | |
15 | πάντας ἐκείνους καθαίρουσα. Τοσοῦτον τὸ μέσον δου‐ λικῆς δυνάμεως, καὶ δεσποτικῆς αὐθεντίας. Ἐκεῖνος ἕνα ἐθεράπευσεν, οὗτος τὴν οἰκουμένην ἅπασαν· ἐκεῖ‐ νος διὰ τοῦ ἐνιαυτοῦ ἕνα, οὗτος καθ’ ἑκάστην ἡμέ‐ ραν, εἰ βούλει μυρίους ἐμβαλεῖν, ἅπαντας ὑγιαίνον‐ | |
20 | τας ἀποδίδωσιν· ἐκεῖνος καταβαίνων καὶ ταράσσων τὸ ὕδωρ, οὗτος οὐχ οὕτως, ἀλλ’ ἀρκεῖ ψιλὴν αὐτοῦ καλέσαι τὴν προσηγορίαν ἐπὶ τῶν ὑδάτων μόνον, καὶ πᾶσαν αὐτοῖς ἐναποθέσθαι θεραπείας ὑπόθεσιν. Κἀ‐ κεῖνος μὲν σωμάτων πήρωσιν ἰᾶτο, οὗτος δὲ ψυχῆς | |
25 | κακίαν διορθοῦται. Ὁρᾷς πῶς διὰ πάντων πολὺ τὸ μέσον καὶ ἄπειρον φαίνεται; βʹ. Κατέκειτο τοίνυν πλῆθος ἀσθενούντων ἀναμένον τὴν τοῦ ὕδατος κίνησιν· καὶ γὰρ ἰατρεῖον ἦν ὁ τόπος πνευματικόν. Καθάπερ οὖν ἐν ἰατρείῳ πολλοὺς ἔστιν | |
30 | ἰδεῖν τὸν ὀφθαλμὸν ἐκκεκομμένους, πεπηρωμένους τὸ σκέλος, ἄλλο μέλος ἀῤῥωστοῦντας, εἶτα κοινῇ πάντας συγκαθημένους, καὶ τὸν ἰατρὸν ἀναμένοντας· οὕτω δὴ καὶ ἐν ἐκείνῳ τῷ χωρίῳ τὸ πλῆθος τῶν συνεληλυ‐ θότων ἦν ἰδεῖν. Ἐν ταύταις ταῖς στοαῖς ἦν τις ἄν‐ | |
35 | θρωπος τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθε‐ νείᾳ αὐτοῦ. Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι ἤδη πολὺν χρόνον ἔχει, λέγει αὐ‐ τῷ· Θέλεις ὑγιὴς γενέσθαι; Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενὴς καὶ εἶπε, Ναὶ, Κύριε· ἄνθρωπον δὲ οὐκ | |
40 | ἔχω, ἵν’, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἐγὼ ἔρχομαι, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Τίνος ἕνεκεν τοὺς ἄλλους πάντας παραδραμὼν ὁ Ἰησοῦς, πρὸς τοῦτον ἦλθεν; Ἵνα καὶ τὴν δύναμιν, καὶ τὴν φιλανθρωπίαν ἐνδείξηται· τὴν | |
45 | δύναμιν μὲν, ὅτι τὸ νόσημα λοιπὸν ἀνίατον ἐγεγόνει, καὶ εἰς ἀμηχανίαν περιειστήκει τὰ τῆς ἀῤῥωστίας αὐτῷ· τὴν δὲ φιλανθρωπίαν, ὅτι τὸν μάλιστα ἄξιον ὄντα ἐλέους καὶ εὐεργεσίας, τοῦτον πρὸ τῶν ἄλλων εἶδεν ὁ κηδεμὼν καὶ φιλάνθρωπος. Μὴ δὴ παραδρά‐ | |
48.804(50) | μωμεν ἁπλῶς τὸ χωρίον, μηδὲ τὸν ἀριθμὸν τῶν τριά‐ κοντα καὶ ὀκτὼ ἐτῶν, ὧν εἶχεν ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. Ἀκουέτωσαν ἅπαντες, ὅσοι πενίᾳ παλαίουσι διηνεκεῖ, ὅσοι καὶ ἀῤῥωστίᾳ συζῶσιν, ὅσοι περιστάσεις ὑπομέ‐ νουσι πραγμάτων βιωτικῶν, ὅσοι χειμῶνα καὶ κλυ‐ | |
55 | δώνιον τῶν ἀδοκήτων ὑπέστησαν κακῶν. Κοινὸς οὗτος ὁ παραλυτικὸς κεῖται λιμὴν τῶν ἀνθρωπίνων συμφο‐ ρῶν. Οὐδεὶς γὰρ οὕτως ἠλίθιος, οὐδεὶς οὕτως ἄθλιος | |
καὶ ταλαίπωρος, ὡς πρὸς τοῦτον ἀφορῶντα, μὴ πάντα | 803 | |
48.805 | τὰ ἐπαγόμενα φέρειν γενναίως καὶ μετὰ προθυμίας ἁπάσης. Εἰ γὰρ εἴκοσιν ἔτη ἦν, εἰ γὰρ δέκα, εἰ γὰρ πέντε μόνον, οὐκ ἦν ἱκανὰ διαλῦσαι αὐτοῦ τὸν τόνον τῆς ψυχῆς; Ὁ δὲ τριάκοντα καὶ ὀκτὼ ἔτη μένει, καὶ | |
5 | οὐκ ἀφίσταται, καὶ πολλὴν ἐπιδείκνυται τὴν ὑπομο‐ νήν. Τάχα ὑμῖν θαυμαστὸν εἶναι δοκεῖ τοῦ χρόνου τὸ μῆκος, ἀλλ’ ἐὰν ἀκούσητε αὐτῶν τῶν ῥημάτων, τότε μάλιστα εἴσεσθε αὐτοῦ τὴν φιλοσοφίαν καὶ τὴν ὑπομονὴν ἅπασαν. | |
10 | Ἐπέστη ὁ Ἰησοῦς, καὶ λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; Καὶ τίς ἂν τοῦτο ἠγνόησεν, ὅτι ἐβούλετο γενέσθαι ὑγιής; Τίνος οὖν ἕνεκεν ἐρωτᾷ; Οὐκ ἀγνοῶν· ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδὼς, πολλῷ μᾶλλον τὰ δῆλα καὶ σαφῆ πᾶσιν ἠπίστατο. Τίνος ἕνεκεν ἠρώ‐ | |
15 | τα; Ὥσπερ τότε τῷ ἑκατοντάρχῃ φησίν· Ἐγὼ ἐλ‐ θὼν θεραπεύσω αὐτὸν, οὐκ ἀγνοῶν ἅπερ ἤμελλεν ἐρεῖν, ἀλλὰ προειδὼς καὶ σφόδρα ἀκριβῶς ἐπιστάμε‐ νος, καὶ βουλόμενος ἀρχὴν αὐτῷ δοῦναι καὶ πρόφα‐ σιν, ὥστε τὴν ἐν σκιᾷ ἐκκαλύψαι πᾶσιν εὐλάβειαν, | |
20 | καὶ εἰπεῖν· Μὴ, Κύριε· οὐ γάρ εἰμι ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· οὕτω καὶ ἐπὶ τοῦ παρα‐ λελυμένου τούτου, εἰδὼς ἅπερ ἤμελλεν ἐρεῖν, ἐρω‐ τᾷ εἰ βούλοιτο θεραπευθῆναι, οὐκ ἐπειδὴ ἠγνόει τοῦτο, ἀλλ’ ἵνα παράσχῃ αὐτῷ τινα πρόφασιν καὶ | |
25 | ἀφορμὴν ἐκτραγῳδῆσαι τὴν οἰκείαν συμφορὰν, καὶ γενέσθαι διδάσκαλον ὑπομονῆς. Εἰ γὰρ σιγῇ τὸν ἄν‐ θρωπον ἐθεράπευσεν, ἐζημιώθημεν ἂν ἡμεῖς ζημίαν τὴν ἐσχάτην, μὴ μαθόντες αὐτοῦ τῆς ψυχῆς τὴν καρ‐ τερίαν. Ὁ δὲ Χριστὸς οὐ τὰ παρόντα διορθοῦται μό‐ | |
30 | νον, ἀλλὰ καὶ τὰ μέλλοντα πολλῆς ἀξιοῖ τῆς ἐπιμε‐ λείας. Διδάσκαλον τοίνυν ὄντα αὐτὸν καρτερίας καὶ ὑπομονῆς ἅπασιν ἐξεκάλυψε τοῖς τὴν οἰκουμένην οἰ‐ κοῦσι, διὰ τῆς ἐρωτήσεως εἰς ἀνάγκην αὐτὸν ἀπο‐ κρίσεως ἐμβαλών· Θέλεις ὑγιὴς γενέσθαι; Τί οὖν | |
35 | ἐκεῖνος; Οὐκ ἐδυσχέρανεν, οὐκ ἠγανάκτησεν, οὐκ εἶπε πρὸς τὸν ἐρωτήσαντα· Ὁρᾷς με παραλελυμένον, τὸν χρόνον ἔγνως τὸν μακρὸν τῆς ἐμῆς ἀῤῥωστίας, καὶ ἐρωτᾷς εἰ βούλομαι γενέσθαι ὑγιής; ταῖς ἐμαῖς ἦλ‐ θες ἐπιγελάσαι συμφοραῖς, καὶ ἀλλότρια κωμῳδῆσαι | |
40 | κακά; Ἴστε γὰρ ὡς μικρόψυχοι οἱ ἄῤῥωστοί εἰσιν, εἰ καὶ ἐνιαυτὸν μόνον ἐπὶ κλίνης κατακλιθεῖεν· ὅπου δὲ τριάκοντα καὶ ὀκτὼ ἔτη τὸ νόσημα παρετάθη, πῶς οὐκ εἰκὸς ἅπασαν ἀνηλῶσθαι φιλοσοφίαν ἐν μακρῷ τῷ χρόνῳ δαπανηθεῖσαν; Ἀλλ’ ὅμως οὐδὲν τοιοῦτον οὔτε | |
45 | εἶπεν, οὔτε ἐνενόησεν ἐκεῖνος, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας ποιεῖται τὴν ἀπόκρισιν, καί φησι· Ναὶ, Κύριε· ἀλλ’ ὅτι ἄνθρωπον οὐκ ἔχω, ἵν’, ὅταν τα‐ ραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν. Ὅρα πόσα συνῆλθεν ὁμοῦ καὶ τὸν ἄνθρωπον ἐπο‐ | |
48.805(50) | λιόρκει· νόσος, καὶ πενία, καὶ ἐρημία τῶν προ‐ στησομένων. Ἐν ᾧ δὲ ἐγὼ ἔρχομαι, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Τοῦτο πάντων ἐλεεινότερον, καὶ λίθον αὐτὸ ἱκανὸν ἐπικάμψαι. Καὶ γὰρ ὁρᾷν μοι δοκῷ τὸν ἄνθρωπον ἕρποντα καθ’ ἕκαστον ἐνιαυτὸν, καὶ | |
55 | πρὸς αὐτὸ τὸ στόμα τῆς κολυμβήθρας γιγνόμενον, καὶ ἐν αὐτῷ τῷ τέλει τῆς χρηστῆς ἐκκρεμάμενον | |
ἐλπίδος καθ’ ἕκαστον ἐνιαυτόν· καὶ τὸ δὴ μεῖζον, | Column end | |
48.806 | ὅτι ταῦτα ὑπέμεινεν οὐκ ἐπὶ δύο καὶ τρισὶ καὶ δέκα ἔτεσιν, ἀλλ’ ἐπὶ ὀκτὼ καὶ τριάκοντα. Καὶ τὴν μὲν σπουδὴν ἐπεδείκνυτο πᾶσαν, τοῦ δὲ καρποῦ ἐξέπιπτε· καὶ ὁ μὲν δρόμος ἐγίνετο, τούτου δὲ τοῦ δρόμου τὸ | |
5 | βραβεῖον ἑτέρου, ἐπὶ τοῖς πολλοῖς ἐκείνοις ἔτεσι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ἄλλους ἀπαλλαττομένους ἑώρα. Ἴστε γὰρ δὴ τοῦτο, ὅτι τῶν οἰκείων κακῶν ἀκριβεστέραν αἴσθησιν λαμβάνομεν, ὅταν ἑτέρους τοῖς αὐτοῖς περιπεσόντας δεινοῖς καὶ ἀπαλλαγέντας | |
10 | ἴδωμεν. Διὰ τοῦτο καὶ ὁ πένης, ὅταν ἴδῃ πλουτοῦντα ἕτερον, τότε μᾶλλον τῆς οἰκείας αἰσθάνεται πενίας· καὶ ὁ νοσῶν πλεῖον ὀδυνᾶται, ὅταν πολλοὺς τῶν καμ‐ νόντων ἴδῃ τὴν ἀῤῥωστίαν ἀποθεμένους, αὐτὸν δὲ οὐδεμίαν ἔχοντα χρηστὴν ἐλπίδα. Ἐν γὰρ ταῖς ἑτέρων | |
15 | εὐπραγίαις τὰς οἰκείας σαφέστερον καθορῶμεν συμ‐ φοράς· ὃ δὴ καὶ τούτῳ τότε συνέβαινεν. Ἀλλ’ ὅμως καὶ νοσήματι καὶ πενίᾳ καὶ ἐρημίᾳ ἐπὶ τοσοῦτον χρό‐ νον παλαίων, καὶ ἑτέρους ὁρῶν ἀπαλλαττομένους, καὶ αὐτὸν ἐπιχειρήσαντα μὲν ἀεὶ, ἰσχύοντα δὲ οὐδέποτε, | |
20 | καὶ οὐδὲ μετὰ ταῦτα πάλιν ἐλπίζων ἀπαλλαγήσεσθαι τοῦ δεινοῦ, οὐδὲ οὕτως ἀφίστατο, ἀλλὰ κατ’ ἐνιαυτὸν ἔτρεχεν. Ἡμεῖς δὲ ἐὰν ἅπαξ πρὸς τὸν Θεὸν εὐξώμεθα περὶ ὁτιοῦν, καὶ μὴ λάβωμεν, εὐθέως ἀλύομεν, καὶ εἰς ἀκηδίαν ἐσχάτην ἐμπίπτομεν· ὡς τῆς αἰτήσεως | |
25 | ἀφιστάμεθα, ἐκλύομεν τὴν σπουδήν. Ἆρα ἔστι κατ’ ἀξίαν ἢ τὸν παραλυτικὸν ἐπαίνε‐ σαι, ἢ τὴν ἡμετέραν κακίσαι ῥᾳθυμίαν; Ποίας γὰρ ἂν εἴημεν ἀπολογίας ἄξιοι, ποίας δὲ συγγνώμης, ὅταν, ἐκείνου τριάκοντα καὶ ὀκτὼ καρτερήσαντος | |
30 | ἔτη, ἡμεῖς οὕτω ταχέως ἀναπίπτωμεν; γʹ. Τί οὖν ὁ Χριστός; Ὅτε ἔδειξεν, ὅτι θεραπείας ἄξιός ἐστι, καὶ δικαίως πρὸ τῶν ἄλλων ἐπ’ αὐτὸν ἦλθε, καὶ λέγει αὐτῷ· Ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Ὁρᾷς πῶς οὐδὲν ἀπὸ τῶν τριά‐ | |
35 | κοντα καὶ ὀκτὼ ἐτῶν παρεβλάβη, ἐπειδὴ μεθ’ ὑπο‐ μονῆς ἤνεγκε τὸ συμβάν; Ἥ τε γὰρ ψυχὴ φιλοσοφω‐ τέρα αὐτῷ ἐν τῷ μακρῷ τούτῳ γέγονε χρόνῳ, ὥσπερ ἐν χωνευτηρίῳ τῇ συμφορᾷ δοκιμαζομένη, τήν τε ἰατρείαν μετὰ πλείονος ἀπελάμβανε δόξης. Οὐ γὰρ | |
40 | ἄγγελος, ἀλλ’ αὐτὸς ὁ τῶν ἀγγέλων ἐθεράπευεν αὐτὸν Δεσπότης. Τίνος δὲ ἕνεκεν καὶ τὴν κλίνην αὐτῷ ἐκέ‐ λευσε λαβεῖν; Ἑνὸς μὲν μάλιστα καὶ πρώτου, ἵνα ἀπαλλάξῃ λοιπὸν τοὺς Ἰουδαίους τῆς τοῦ νόμου παρα‐ τηρήσεως. Τοῦ γὰρ ἡλίου φαίνοντος, οὐκέτι τῷ λύχνῳ | |
45 | προσεδρεύειν ἔδει· τῆς ἀληθείας δειχθείσης, οὐκέτι τὸν τύπον περιέχειν ἐχρῆν. Διὰ τοῦτο, εἴ ποτε τὸ σάββατον ἔλυε, μέγιστον ἐν αὐτῷ σημεῖον εἰργάζετο, ἵνα ἡ τοῦ θαύματος ὑπερβολὴ τοὺς ὁρῶντας ἐκπλήτ‐ τουσα, τὴν τῆς ἀργίας παρατήρησιν κατὰ μικρὸν | |
48.806(50) | ὑποσύρουσα ἐξέλῃ. Δεύτερον δὲ, ἵνα ἐπιστομίσῃ αὐ‐ τῶν τὰ ἀναίσχυντα στόματα. Ἐπειδὴ γὰρ περὶ τὴν κρίσιν τῶν θαυμάτων ἐκακούργουν, καὶ τῇ δόξῃ τῶν γιγνομένων ἐπηρεάζειν ἐπεχείρουν, ὥσπερ τι τρό‐ παιον καὶ ἔλεγχον ἀναμφισβήτητον τῆς ὑγιείας, τὴν | |
55 | φορὰν τῆς κλίνης ἐκέλευεν ἐπιδείκνυσθαι, ἵνα μὴ, ὅπερ ἐπὶ τοῦ τυφλοῦ ἔλεγον, τοῦτο καὶ ἐπὶ τούτου λέ‐ γωσι. Τί δὲ ἔλεγον ἐπὶ ἐκείνου; Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος, αὐτός ἐστιν. Ἵνα μὴ οὖν καὶ ἐπὶ τούτου λέγωσι τὰ τοιαῦτα, ἡ κλίνη κατήγορος αὐτῶν τῆς | |
60 | ἀναισχυντίας γίνεται, ἐφ’ ὕψει φερομένη. Ἔστι τι | 805 |
48.807 | καὶ τρίτον εἰπεῖν, τῶν εἰρημένων οὐκ ἔλαττον. Ἵνα γὰρ μάθῃς, ὅτι οὐκ ἀνθρωπίνη τέχνη, ἀλλὰ θεία δύναμις τὸ πᾶν εἰργάσατο, ἐκέλευσεν αὐτῷ φέρειν τὴν κλίνην, τῆς ἀληθοῦς καὶ εἰλικρινοῦς ὑγιείας με‐ | |
5 | γίστην παρέχων ἀπόδειξιν καὶ σαφῆ, ἵνα μή τις τῶν βλασφήμων ἐκείνων λέγῃ, ὅτι συνυποκρινόμενος ὁ παραλυτικὸς καὶ τῷ Χριστῷ χαριζόμενος, ἐσχημα‐ τίσατο βάδισιν ψιλήν. Διὰ τοῦτο καὶ φορτίον ἐπὶ τῶν ὤμων αὐτοῦ κε‐ | |
10 | λεύει φέρειν. Εἰ γὰρ μὴ ἦν πεπηγότα αὐτῷ καλῶς τὰ μέλη, καὶ τὰ ἄρθρα σφιγέντα, οὐκ ἂν ἠδυνήθη βαστάσαι τοσοῦτον ὄγκον ἐπὶ τῶν ὤμων. Καὶ πρὸς τούτοις δὲ ἅπασι κἀκεῖνο ἐδείκνυτο, ὅτι ὑφ’ ἓν ἅπαντα γίνεται, ὅταν ὁ Χριστὸς προστάττῃ, καὶ ἀπαλλαγὴ | |
15 | νόσου, καὶ ὑγιείας ἐπάνοδος. Οἱ μὲν γὰρ ἰατροὶ κἂν ἀπαλλάξωσι νοσημάτων, ἀλλ’ ὑφ’ ἓν πρὸς ὑγίειαν ἐπαναγαγεῖν τὸν ἀῤῥωστοῦντα οὐκ ἰσχύουσιν, ἀλλ’ ἑτέρου δέονται μακροῦ χρόνου, τοῦ τῆς ἀναλήψεως, ὥστε τὰ λείψανα τῆς ἀῤῥωστίας κατὰ μικρὸν ἀποξύ‐ | |
20 | σαι τοῦ σώματος καὶ ἐκβαλεῖν. Ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ’ ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ τῆς ἀῤῥωστίας ἀπήλλαξε, καὶ τὴν ὑγίειαν ἐπανήγαγε, καὶ μέσος οὐ‐ δεὶς ἐγένετο χρόνος, ἀλλ’ ἅμα τῆς ἁγίας γλώττης ἐξ‐ επήδησεν ἡ ἱερὰ ἐκείνη φωνὴ, καὶ τὸ νόσημα τοῦ σώ‐ | |
25 | ματος ἐδραπέτευε, καὶ ὁ λόγος ἔργον ἐγένετο, καὶ ἡ ἀῤῥωστία πᾶσα πάντοθεν ἐθεραπεύετο. Καὶ καθάπερ θεράπαινά τις στασιάζουσα, ἐπειδὰν ἴδῃ τὸν ἑαυτῆς δεσπότην, συστέλλεται, καὶ πρὸς εὐταξίαν τὴν προσ‐ ήκουσαν ἐπανέρχεται· οὕτω καὶ ἡ φύσις τοῦ σώματος | |
30 | καθάπερ θεράπαινά τις τότε στασιάσασα, καὶ τὴν πάρεσιν ἐργασαμένη, ἐπειδὴ τὸν Δεσπότην εἶδε τὸν ἑαυτῆς παραγενόμενον, πρὸς τὴν οἰκείαν ἐπανῆλθεν εὐταξίαν, καὶ τὸν πρέποντα κόσμον ἀνέλαβε. Καὶ ταῦτα πάντα ἡ φωνὴ εἰργάσατο· οὐ γὰρ ἦν ψιλὰ τὰ | |
35 | ῥήματα, ἀλλὰ ῥήματα Θεοῦ, περὶ ὧν φησιν, ὅτι Ἰσχυρὰ ἔργα λόγων αὐτοῦ. Εἰ γὰρ οὐκ ὄντα ἄν‐ θρωπον ἐποίησε, πολλῷ μᾶλλον σαθρωθέντα καὶ διαλυ‐ θέντα πάλιν ἐπανώρθωσεν. Ἐνταῦθα ἡδέως ἂν ἐροίμην τοὺς πολυπραγμονοῦντας | |
40 | τοῦ Θεοῦ τὴν οὐσίαν, πῶς συνῆλθε τὰ μέλη ἐκεῖνα; πῶς ἐσφίγγετο τὰ ὀστᾶ; πῶς ὁ τόνος τῆς γαστρὸς ὁ διαλελυμένος ἐῤῥώννυτο; πῶς τὰ χαλασθέντα νεῦρα πάλιν ἐτείνοντο, καὶ ἡ καταβληθεῖσα δύναμις ἀνίστατο καὶ ἀνωρθοῦτο; Ἀλλ’ οὐκ ἂν ἔχοιεν τὸ πῶς εἰπεῖν. | |
45 | Οὐκοῦν θαύμαζε τὸ γεγενημένον μόνον, μὴ περιερ‐ γάζου τὸν τρόπον. Ἐπειδὴ τοίνυν ἐποίησε τὸ προσ‐ ταχθὲν, καὶ τὴν κλίνην ἔλαβεν, ἰδόντες αὐτὸν οἱ Ἰου‐ δαῖοι, λέγουσι· Σάββατόν ἐστι, καὶ οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον ἐν σαββάτῳ. Δέον προσκυνῆσαι | |
48.807(50) | τὸν ἐργασάμενον, δέον θαυμάσαι τὸ γεγενημένον, οἱ δὲ περὶ σαββάτου διαλέγονται, ἀληθῶς οἱ τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες. Τί οὖν ἐκεῖνος; Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Ὁρᾷς | |
55 | εὐγνωμοσύνην ἀνθρώπου; ὁμολογεῖ τὸν ἰατρὸν, καὶ ἀξιόπιστόν φησιν εἶναι τοῦ προστάγματος τὸν νομο‐ | |
θέτην· καὶ ὥσπερ αὐτοὺς ὁ τυφλὸς συνελογίσατο, | Column end | |
48.808 | οὕτω καὶ οὗτος. Πῶς δὲ ἐκεῖνος συνελογίσατο; Ἔλε‐ γον αὐτῷ, ὅτι Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Τί οὖν ἐκεῖνος; Οἴδαμεν, φησὶν, ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· | |
5 | οὗτος δὲ ἤνοιξέ μου τοὺς ὀφθαλμούς. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ παρέβη τὸν νόμον, ἥμαρτεν· εἰ δὲ ἥμαρτεν, οὐκ ἂν τοσοῦτον ἴσχυσεν· ἔνθα γὰρ ἁμαρτία, ἐπίδειξις δυνάμεως οὐκ ἔστιν· ἀλλὰ μὲν ἴσχυσεν, οὐκ ἄρα ἥμαρτε παραβὰς τὸν νόμον. Οὕτω καὶ οὗτος | |
10 | συλλογίζεται. Τὸ γὰρ εἰπεῖν, Ὁ ποιήσας με ὑγιῆ. τοῦτο ᾐνίξατο, ὅτι εἰ οὗτός ἐστιν ὁ ἐπιδειξάμενος δύναμιν, ὡς οὐκ ἂν εἴη δίκαιος παρανομίας ἐγκλή‐ μασιν ὑπεύθυνος γίνεσθαι. Τί οὖν οὗτοι; Ποῦ ἔστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, Ἆρον τὸν κράββατόν σου, | |
15 | καὶ περιπάτει; Ὅρα τὴν ἀγνωμοσύνην καὶ τὴν ἀναι‐ σθησίαν, ὅρα ψυχὴν ἀλαζονείας γέμουσαν. Οἱ γὰρ τῶν φθονούντων ὀφθαλμοὶ ὑγιὲς μὲν οὐδὲν βλέπουσιν, ὅθεν δὲ ἔστι λαβὴν εὑρεῖν μόνον. Οὕτω καὶ οὗτοι, τοῦ θεραπευθέντος ἀμφότερα ὁμολογήσαν‐ | |
20 | τος, καὶ ὅτι ἐθεράπευσε, καὶ ὅτι ἐκέλευσεν ἆραι τὴν κλίνην, τὸ μὲν ἀπέκρυψαν, τὸ δὲ εἶπον· ἀπέκρυψαν μὲν τὸ θαῦμα, προβάλλονται δὲ τὴν τοῦ σαββάτου παράλυσιν, Οὐ γὰρ εἶπον· Ποῦ ἔστιν ὁ ποιήσας σε ὑγιῆ; ἀλλὰ σιγήσαντες ἐκεῖνο, εἶπον, Ποῦ ἔστιν ὁ | |
25 | εἰπών σοι, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε; Οὗτος δὲ οὐκ ᾔδει· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ. Τοῦτο ἀπολογία τοῦ ἀν‐ θρώπου μεγίστη, τοῦτο τῆς τοῦ Χριστοῦ κηδεμονίας ἀπόδειξις· ἵν’, ὅταν ἀκούσῃς, ὅτι παραγενόμενον αὐ‐ | |
30 | τὸν οὐχ ὁμοίως ὑπεδέξατο τῷ ἑκατοντάρχῃ, οὐδὲ εἶπεν, ὅτι Εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου, μὴ κατηγορήσῃς αὐτοῦ ἀπιστίαν, εἴπερ οὐκ ᾔδει αὐτόν· οὐδὲ γὰρ ᾔδει ὅστις ποτὲ ἦν. Πῶς γὰρ αὐτὸν οὔποτε πρῶτον ἰδὼν ἠπίστατο; Διὰ τοῦτο ἔλεγεν, Οὐκ ἔχω | |
35 | ἄνθρωπον, ἵνα βάλῃ με εἰς τὴν κολυμβήθραν· ὡς, εἰ ᾔδει αὐτὸν, οὐκ ἂν κολυμβήθρας ἐμνήσθη, οὐδὲ τῆς ἐκεῖ καταβάσεως, ἀλλ’ οὕτως ἂν ἠξίωσε θεραπευθῆναι, ὡς καὶ ἐθεραπεύθη. Ἀλλ’ ἐνόμισεν ἕνα τῶν πολλῶν αὐτὸν εἶναι, καὶ ἄνθρωπον ψιλὸν, καὶ διὰ | |
40 | τοῦτο τῆς προτέρας ἐμνήσθη θεραπείας. Ἀπόδειξις δὲ τῆς τοῦ Χριστοῦ κηδεμονίας, πάλιν καταλιπεῖν τὸν ἰαθέντα, καὶ μὴ καταστῆσαι ἐκείνῳ δῆλον ἑαυτόν. Ἵνα γὰρ μὴ ὑποπτεύσωσιν οἱ Ἰουδαῖοι, ὅτι ὑποβο‐ λιμαῖος ἦν οὗτος ὁ μάρτυς, καὶ τοῦ Χριστοῦ παρόντος | |
45 | καὶ πείθοντος αὐτὸν τοῦτο ἔλεγεν, ἄγνοια καὶ τὸ μὴ παρεῖναι ταύτην ἀνῄρει τὴν ὑποψίαν· εἶπε γὰρ ὁ εὐαγγελιστὴς, ὅτι Οὐκ ᾔδει αὐτὸν τίς ἐστι. δʹ. Διὰ τοῦτο μόνον καὶ καθ’ ἑαυτὸν πέμπει τὸν τεθε‐ ραπευμένον, ἵνα ὡς βούλωνται, καταμόνας λαβόντες, | |
48.808(50) | βασανίσωσι τὸ γεγενημένον, καὶ λαβόντες ἱκανὴν τοῦ πράγματος ἀπόδειξιν, παύσωνται τῆς ἀκαίρου μανίας. Διὰ τοῦτο αὐτὸς μὲν οὐδὲν φθέγγεται, τὴν δὲ διὰ τῶν πραγμάτων αὐτοῖς ἀπόδειξιν παρέχεται, πανταχοῦ φω‐ νὴν σαφεστάτην ἀφεὶς, καὶ σάλπιγγος λαμπροτέραν | |
55 | ἁπάσης. Οὕτω γὰρ καὶ ἀνύποπτος λοιπὸν ἦν ἡ μαρτυ‐ ρία, Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε. Ὁ παραλυτικὸς εὐαγ‐ γελιστὴς γίνεται, διδάσκαλος τῶν ἀπίστων, ἰατρὸς καὶ κήρυξ εἰς ἐκείνων αἰσχύνην καὶ κατάκριμα· ἰατρὸς, | |
60 | οὐχὶ διὰ φωνῆς, ἀλλὰ δι’ ἔργων, οὐχὶ διὰ λόγων, ἀλλὰ | |
διὰ τῶν πραγμάτων αὐτῶν. Σαφῆ γὰρ καὶ ἀναμφι‐ | 807 | |
48.809 | σβήτητον ἐπεφέρετο τὴν ἀπόδειξιν, καὶ ὅπερ ἔλεγεν, ἐδείκνυε διὰ τοῦ σώματος. Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς, καὶ λέγει αὐτῷ· Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι | |
5 | γένηται. Εἶδες ἰατροῦ σοφίαν; εἶδες κηδεμονίαν; οὐκ ἀπήλλαξε τοῦ παρόντος νοσήματος μόνον, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀσφαλίζεται· καὶ μάλα εὐκαίρως. Ὅτε μὲν γὰρ ἦν ἐπὶ τῆς κλίνης, οὐδὲν τοιοῦτον εἶπεν, οὐκ ἀνέμνησεν αὐτὸν ἁμαρτημάτων· δυσάρεστος γάρ | |
10 | πως καὶ ταλαίπωρός ἐστιν ἡ τῶν ἀῤῥωστούντων ψυχή· ὅτε δὲ ἀπήλασε τὴν ἀῤῥωστίαν, ὅτε πρὸς τὴν ὑγίειαν ἐπανήγαγεν, ὅτε τῆς δυνάμεως αὐτοῦ καὶ τῆς κηδεμονίας ἔργῳ τὴν ἀπόδειξιν παρέσχετο, τότε εὔκαιρον ποιεῖται τὴν συμβουλὴν καὶ τὴν παραίνεσιν, | |
15 | ἀξιόπιστος δι’ αὐτῶν λοιπὸν τῶν ἔργων φαινόμενος. Τί οὖν ἐκεῖνος ἀπελθὼν κατάδηλον ἐποίησεν αὐτὸν τοῖς Ἰουδαίοις; Κοινωνοὺς αὐτοὺς βουλόμενος λαβεῖν τῆς ἀληθοῦς διδασκαλίας. Ἀλλ’ ἐκεῖνοι διὰ τοῦτο ἐμίσουν αὐτὸν, φησὶ, καὶ ἐδίωκον. Ἐνταῦθά μοι προσ‐ | |
20 | έχετε· ἐνταῦθα γὰρ ὁ πᾶς ἐστιν ἀγών. Διὰ τοῦτο ἐδίωκον αὐτὸν, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. Ἴδωμεν οὖν πῶς ἀπολογεῖται· ὁ γὰρ τῆς ἀπολογίας τρόπος δείκνυσιν ἡμῖν, εἴτε τῶν ὑποτεταγμένων, εἴτε τῶν ἐλευθέρων ἐστὶν, εἴτε τῶν διακονουμένων, εἴτε | |
25 | τῶν ἐπιταττόντων. Παρανομία μεγίστη ἐδόκει εἶναι τὸ γεγενημένον· καὶ γὰρ ξύλα ποτέ τις ἐν σαββάτῳ συλλέξας ἐλιθάσθη διὰ τοῦτο, ὅτι βαστάγματα ἔφε‐ ρεν ἐν σαββάτῳ. Τοῦτο τὸ μέγα ἁμάρτημα ἐνεκα‐ λεῖτο ὁ Χριστὸς, ὅτι ἔλυσε τὸ σάββατον. Ἴδωμεν οὖν | |
30 | εἰ πρότερον συγγνώμην αἰτεῖ ὡς δοῦλος καὶ ὑποτε‐ ταγμένος, ἢ ὡς ἐξουσίαν ἔχων καὶ αὐθεντίαν ἐπιδεί‐ κνυται, ὡς Δεσπότης, καὶ ἐπικείμενος τῷ νόμῳ, καὶ τὰς ἐντολὰς αὐτὸς δεδωκώς. Πῶς οὖν ἀπολογεῖται; φησίν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ | |
35 | ἐργάζομαι. Εἶδες αὐθεντίαν; Καίτοι εἰ καταδεέστε‐ ρος καὶ ἐλάττων ἦν τοῦ Πατρὸς, οὐκ ἔστι τὸ εἰρημένον ἀπολογία, ἀλλ’ ἔγκλημα μεῖζον καὶ κατηγορία χαλε‐ πωτέρα. Ὅταν γὰρ ποιῇ τις, ὃ τῷ μείζονι μόνῳ ποιεῖν ἔξεστιν, εἶτα ἁλοὺς ἐγκαλεῖται καὶ λέγει, ὅτι | |
40 | Ἐπειδὴ ὁ μείζων ἐποίησε, διὰ τοῦτο κἀγὼ ἐποίησα, οὐ μόνον οὐκ ἀπολύει τῶν ἐγκλημάτων ἑαυτὸν τούτῳ τῆς ἀπολογίας τῷ τρόπῳ, ἀλλὰ καὶ μείζονος μέμψεως καὶ κατηγορίας ὑπεύθυνον ἑαυτὸν καθίστησιν. Ὑπερ‐ ηφανίας γὰρ καὶ ἀλαζονείας ἐστὶ, τὸ τοῖς μείζοσι | |
45 | τῆς ἀξίας ἐπιχειρεῖν πράγμασι. Καὶ ὁ Χριστὸς τοίνυν εἰ καταδεέστερος ἦν, οὐκ ἦν ἀπολογία τὸ λεγόμενον, ἀλλ’ ἔγκλημα μεῖζον· ἐπειδὴ δὲ ἴσος αὐτῷ ἦν, διὰ τοῦτο οὐκ ἔστιν ἔγκλημα. Καὶ εἰ βούλεσθε, ἐπὶ ὑποδείγματος ὃ λέγω ποιήσω | |
48.809(50) | φανερόν. Τῷ βασιλεῖ φέρειν ἁλουργίδα, καὶ διάδημα ἔχειν ἐπὶ τῆς κεφαλῆς μόνῳ ἔξεστιν, ἑτέρῳ δὲ οὐδενί. Ἐὰν τοίνυν φανῇ τις τῶν πολλῶν τοῦτο τὸ σχῆμα πε‐ ρικείμενος, εἶτα καὶ εἰς δικαστήριον ἑλκόμενος λέγῃ, ὅτι Ἐπειδὴ ὁ βασιλεὺς τοῦτο τὸ σχῆμα περίκειται, | |
55 | διὰ τοῦτο κἀγὼ περίκειμαι, οὐ μόνον οὐκ ἀφίησιν ἑαυτὸν τῆς κατηγορίας, ἀλλὰ καὶ μείζονος κολάσεως καὶ τιμωρίας καθίστησιν ὑπεύθυνον τῷ τρόπῳ τῆς | |
ἀπολογίας. Πάλιν τὸ τοὺς αἰσχίστους ἀφεῖναι | Column end | |
48.810 | κολάσεως καὶ τιμωρίας, οἷον ἀνδροφόνους, λῃστὰς, τυμβωρύχους, καὶ τοὺς ἕτερα τοιαῦτα τετολμηκότας, βασιλικῆς ἐστι φιλοτιμίας μόνης. Κἂν τοίνυν τις δι‐ καστὴς, τὸν καταδικασθέντα χωρὶς βασιλικῆς γνώμης | |
5 | ἀφεὶς, ἐγκαλῆται, καὶ λέγει καὶ αὐτὸς, ὅτι Ἐπειδὴ καὶ βασιλεὺς ἀφίησι, κἀγὼ ἀφίημι, οὐ μόνον οὐκ ἀπαλλάττεται τούτῳ τῷ τρόπῳ, ἀλλὰ καὶ μείζονα ἐξάπτει καθ’ ἑαυτοῦ τὴν ὀργήν· καὶ μάλα εἰκότως. Οὐδὲ γὰρ δίκαιον ἐν ταῖς παροινίαις ἐπὶ τὴν τῶν | |
10 | μειζόνων αὐθεντίαν ἀναβαίνοντας τοὺς ὑποδεεστέ‐ ρους, ἐκεῖθεν ἑαυτοῖς πορίζεσθαι τὴν ἀπολογίαν, ἐπειδὴ τοῦτο ὕβρις μείζων ἐστὶν εἰς τοὺς ἐγχειρί‐ σαντας αὐτοῖς τὴν ἀρχήν. Διὰ τοῦτο ἂν μὲν ὑποδεέ‐ στερος ᾖ τις, οὐδέποτε τοῦτον ἀπολογήσεται τὸν τρό‐ | |
15 | πον· ἐὰν δὲ βασιλεὺς καὶ τῆς αὐτῆς ὢν ἀξίας, μετὰ παῤῥησίας τοῦτο ἐρεῖ. Ὡς γὰρ ἡ τῆς ἀρχῆς μία ὑπερ‐ οχὴ, οὕτω καὶ ἡ ἐξουσία μία γένοιτο ἂν εἰκότως. Ὥστε ἂν φανῇ τις οὕτως ἀπολογούμενος, ἀνάγκη πᾶσα τῆς αὐτῆς ἀξίας εἶναι ἐκείνῳ, οὗ τὴν ἐξουσίαν | |
20 | ὑπὲρ ἑαυτοῦ προβάλλεται. Οὐκοῦν ἐπειδὴ καὶ ὁ Χρι‐ στὸς οὕτως ἐδικαιολογήσατο πρὸς Ἰουδαίους, ἀναμ‐ φισβητήτως ἡμῖν ἀπέδειξεν, ὅτι τῆς αὐτῆς ἀξίας ἐστὶ τῷ Πατρί. Καὶ μεταγάγωμεν, εἰ δοκεῖ, τὸ ὑπόδειγμα ἐπὶ τὰ ῥήματα τοῦ Χριστοῦ, καὶ τὸ ἔργον ὅπερ εἰρ‐ | |
25 | γάσατο. Ἔστω τοίνυν τὸ μετ’ ἐξουσίας λῦσαι τὸ σάβ‐ βατον, ὅπερ ἡ ἁλουργὶς καὶ τὸ διάδημα καὶ τὸ ἀφιέ‐ ναι τοὺς ὑπευθύνους. Ὥσπερ οὖν ἐκεῖνα τῷ βασιλεῖ μόνῳ ἔξεστιν, οὐδενὶ δὲ ἄλλῳ τῶν ὑποκειμένων, ἐὰν δὲ φανῇ τις ποιῶν αὐτὰ, | |
30 | καὶ δικαίως ποιῶν, ἀνάγκη κἀκεῖνον βασιλέα εἶναι· οὕτω δὴ καὶ ἐνταῦθα, ἐπειδὴ φαίνεται μετ’ αὐθεντίας ταῦτα ποιῶν ὁ Χριστὸς, εἶτα ἐγκαλούμενος τὸν Πα‐ τέρα προβάλλεται λέγων, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, ἀνάγκη πᾶσα καὶ τοῦτον ἴσον εἶναι ἐκείνῳ | |
35 | τῷ μετὰ αὐθεντίας ποιοῦντι. Οὐ γὰρ ἂν, εἰ μὴ ἴσος ἦν αὐτῷ, τούτῳ τῆς δικαιολογίας ἐχρήσατο τῷ τρόπῳ. Καὶ ἵνα σαφέστερον μάθητε τὸ λεγόμενον, ἔλυσαν τὸ σάββατόν ποτε οἱ μαθηταὶ ἐν τῷ τίλλειν τοὺς στάχυας καὶ ἐσθίειν ἐν σαββάτῳ· ἔλυσε καὶ αὐτὸς νῦν· ἐν‐ | |
40 | εκάλεσαν κἀκείνοις οἱ Ἰουδαῖοι, ἐνεκάλεσαν καὶ τούτῳ. Ἴδωμεν πῶς μὲν ὑπὲρ ἐκείνων ἀπολογεῖται, πῶς δὲ ὑπὲρ ἑαυτοῦ· ἵνα ἐκ τῆς διαφορᾶς τὴν ὑπεροχὴν καὶ τὴν ἀπολογίαν αὐτοῦ μάθῃς. Πῶς οὖν ὑπὲρ ἐκείνων ἀπολογεῖται; Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυῒδ, ὅτε | |
45 | ἐπείνασεν; Ὅταν μὲν γὰρ ὑπὲρ τῶν δούλων ἀπολο‐ γῆται, ἐπὶ τὸν σύνδουλον αὐτῶν καταφεύγει Δαυΐδ· ὅταν δὲ ὑπὲρ ἑαυτοῦ, ἐπὶ τὸν Πατέρα ἀνάγει τὸν λό‐ γον· Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι. Καὶ ποίαν ἐργασίαν λέγει; ἴσως εἴποι τις ἄν· Ἐν | |
48.810(50) | γὰρ ἓξ ἡμέραις κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· τὴν καθημερινὴν πρόνοιαν. Οὐ γὰρ παρήγαγε μόνον τὴν κτίσιν, ἀλλὰ καὶ παραχθεῖ‐ σαν αὐτὴν συγκροτεῖ· κἂν ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν τὰς ἄνω δυνάμεις, κἂν πάντα ἁπλῶς | |
55 | τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, τῆς προνοίας ἀπολαύει τῆς | |
ἐκείνου· κἂν ἔρημα γένηται τῆς ἐνεργείας ἐκείνης, | 809 | |
48.811 | οἴχεται καὶ διαῤῥεῖ καὶ ἀπόλλυται. Βουλόμενος τοίνυν δεῖξαι ὁ Χριστὸς, ὅτι τῶν προνοούντων ἐστὶ, καὶ οὐχὶ τῶν προνοουμένων, τῶν ἐνεργούντων, οὐχὶ τῶν ἐνεργουμένων, εἶπεν, Ὁ Πατήρ μου ἐργάζεται, | |
5 | κἀγὼ ἐργάζομαι· τὸ πρὸς τὸν Πατέρα ἰσοστάσιον ἐπιδεῖξαι βουλόμενος. εʹ. Ταῦτα δὲ μέμνησθε, καὶ φυλάττετε μετὰ ἀκρι‐ βείας ἁπάσης, καὶ τὴν ἀπὸ τῆς πολιτείας φιλοσοφίαν τῇ τῶν δογμάτων ὀρθότητι συνυφαίνετε· ὃ καὶ πρῴην | |
10 | παρεκάλεσα, καὶ νῦν παρακαλῶ, καὶ παρακαλῶν οὐ παύσομαι· πολιτείαν δὲ καὶ φιλοσοφίαν οὐδὲν οὕτως, ὡς ἡ ἐνταῦθα ποιεῖ διατριβή. Καθάπερ γὰρ ἡ χερσου‐ μένη γῆ, μηδένα τὸν ἀρδεύοντα ἔχουσα, γέμει ἀκαν‐ θῶν καὶ τριβόλων, ἡ δὲ γεωργικῶν ἀπολαύουσα χει‐ | |
15 | ρῶν τέθηλε καὶ κομᾷ καὶ πολὺ βρύει τῷ καρπῷ· οὕτω δὴ καὶ ἡ ψυχὴ, ἡ μὲν τῆς ἀρδείας τῶν θείων ἀπολαύουσα λογίων, τέθηλε καὶ κομᾷ καὶ πολὺ βρύει τῷ καρπῷ τοῦ Πνεύματος· ἡ δὲ ἐν αὐχμῷ καὶ ἀμε‐ λείᾳ καὶ σπάνει τῆς τοιαύτης ἀρδείας καθεστῶσα | |
20 | ἐρημοῦται καὶ ὑλομανεῖ καὶ ἀκάνθας ἐκφέρει πολλὰς, τῆς ἁμαρτίας τὴν φύσιν. Ἔνθα δὲ ἄκανθαι, ἐκεῖ δρά‐ κοντες καὶ ὄφεις καὶ σκορπίοι καὶ πᾶσα ἡ δύναμις τοῦ διαβόλου. Καὶ εἰ ἀπιστεῖς τῷ λόγῳ, φέρε, τοὺς ἀπο‐ λειφθέντας καὶ ἡμᾶς παραβάλωμεν, καὶ ὄψεσθε τότε | |
25 | πολὺ τὸ μέσον· μᾶλλον δὲ ἡμεῖς ἡμᾶς αὐτοὺς ἐξετά‐ σωμεν, τίνες μέν ἐσμεν θείας ἀπολαύοντες διδασκα‐ λίας, τίνες δὲ ἐπὶ πλεῖον ταύτης ἀποστερούμενοι τῆς ὠφελείας τυγχάνομεν. Μὴ τοίνυν προδῶμεν κέρδος τοσοῦτον. Ἡ γὰρ ἐνταῦθα διατριβὴ πάντων ὑπόθε‐ | |
30 | σίς ἐστι τῶν ἀγαθῶν· ἐντεῦθεν ἀναχωρῶν καὶ ἀνὴρ γυναικὶ φανεῖται τιμιώτερος, καὶ γυνὴ ἀνδρὶ ποθει‐ | |
νοτέρα. Γυναῖκα γὰρ ἐπέραστον οὐκ εὐμορφία ποιεῖ | Column end | |
48.812 | σώματος, ἀλλὰ ψυχῆς ἀρετὴ, οὐκ ἐπιτρίμματα καὶ ὑπογραφαὶ, οὐδὲ χρυσίον καὶ ἱμάτια πολυτελῆ, ἀλλὰ σωφροσύνη καὶ ἐπιείκεια καὶ φόβος ἐρειδόμενος πρὸς Θεόν. Καὶ τὸ νοητὸν κάλλος οὐκ ἔστιν ἀλλαχοῦ πρὸς | |
5 | ἀκρίβειαν ἀσκηθῆναι, ἀλλ’ ἢ ἐν τῷ. θαυμαστῷ καὶ θείῳ τούτῳ χωρίῳ, τῶν ἀποστόλων, τῶν προφητῶν ἀποσμηχόντων, καλλωπιζόντων, ἀποξυόντων τῆς ἁμαρτίας τὸ γῆρας, ἐπαγόντων τῆς νεότητος τὴν ἀκμὴν, πᾶσαν κηλῖδα, πᾶσαν ῥυτίδα, πᾶν σπῖλον | |
10 | ἐκβαλλόντων τῆς ψυχῆς τῆς ἡμετέρας. Τοῦτο τοίνυν καὶ ἄνδρες καὶ γυναῖκες σπουδάσωμεν ἑαυτοῖς ἐγκατ‐ οικίσαι τὸ κάλλος. Τὸ μὲν γὰρ τοῦ σώματος καὶ νό‐ σος ἐμάρανε, καὶ πλῆθος χρόνου διέφθειρε, καὶ γῆ‐ ρας ἔσβεσε, καὶ θάνατος ἐπελθὼν ἀνεῖλεν ἅπαν· τὸ δὲ | |
15 | τῆς ψυχῆς οὐ χρόνος, οὐ νόσος, οὐ γῆρας, οὐ θάνατος, οὐκ ἄλλο οὐδὲν τῶν τοιούτων λυμήνασθαι δύναται, ἀλλὰ μένει διηνεκῶς ἀνθοῦν. Καὶ τὸ μὲν τοῦ σώματος τοὺς ὁρῶντας εἰς ἀκολασίαν ἐκκαλεῖται πολλάκις, τὸ δὲ τῆς ψυχῆς κάλλος αὐτὸν τὸν Θεὸν πρὸς τὸν ἔρωτα | |
20 | ἐπισπᾶται τὸν οἰκῖον· καθάπερ καὶ ὁ Προφήτης φησὶ, πρὸς τὴν Ἐκκλησίαν διαλεγόμενος· Ἄκουσον, θύ‐ γατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους | |
25 | σου. Ἵνα οὖν, ἀγαπητοὶ, γενώμεθα φίλοι τῷ Θεῷ, τοῦτο καθ’ ἑκάστην ἡμέραν ἐξασκῶμεν τὸ κάλλος, τῇ τῶν Γραφῶν ἀναγνώσει πᾶσαν κηλῖδα ἀποσμήχοντες, ταῖς εὐχαῖς, ταῖς ἐλεημοσύναις, τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ· ἵνα ὁ βασιλεὺς ἐρασθεὶς ἡμῶν τῆς κατὰ τὴν | |
30 | ψυχὴν εὐμορφίας, τῆς βασιλείας τῶν οὐρανῶν ἡμᾶς καταξιώσῃ· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν | |
καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 811 |