TLG 2062 019 :: JOANNES CHRYSOSTOMUS :: Contra Anomoeos (homilia 11)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Contra Anomoeos (homilia 11)

Citation: Vol — pg — (ln)

48

.

795

(22t)

ΟΜΙΛΙΑ ῥηθεῖσα ἐν Κωνσταντινουπόλει πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου, καὶ ὅτι
23tσύμφωνος ἡ Νέα τῇ Παλαιᾷ, καὶ πρὸς τοὺς ἀπολιμπανομένους τῶν θείων συνάξεων.
24tΛόγος ἑνδέκατος.
25 αʹ. Μίαν ὑμῖν διελέχθην ἡμέραν, καὶ ἀπὸ τῆς ἡμέ‐ ρας ἐκείνης οὕτως ὑμᾶς ἐφίλησα, ὡς ἐξ ἀρχῆς καὶ ἐκ πρώτης ὑμῖν συντραφεὶς, οὕτως ὑμῖν συνεδέθην τοῖς τῆς ἀγάπης δεσμοῖς, ὡς χρόνον ἄφατον τῆς ἡδίστης ὑμῶν ἀπολαύσας συνουσίας. Τοῦτο δὲ γέγονεν, οὐκ
30ἐπειδὴ φιλικός τις ἐγὼ καὶ ἀγαπητικὸς, ἀλλ’ ἐπει‐ δὴ ποθεινοὶ καὶ ἐπέραστοι μάλιστα πάντων ὑμεῖς. Τίς γὰρ ὑμῶν οὐκ ἂν ἀγάσαιτο καὶ θαυμάσειε τὸν
πεπυρωμένον ζῆλον, τὴν ἀνυπόκριτον ἀγάπην,Column end

48

.

796

(24)

τὴν περὶ τοὺς διδασκάλους εὔνοιαν, τὴν πρὸς ἀλ‐
25λήλους ὁμόνοιαν, ἅπερ ἅπαντα ἱκανὰ καὶ λιθί‐ νην ἐπισπάσασθαι ψυχήν; Διὰ τοῦτο καὶ ἡμεῖς τῆς Ἐκκλησίας ἐκείνης, ἐν ᾗ καὶ ἐτέχθημεν καὶ ἐτράφημεν καὶ ἐπαιδεύθημεν, οὐκ ἔλαττον ὑμᾶς φιλοῦμεν· ἀδελφὴ γὰρ ἐκείνης αὕτη, καὶ διὰ τῶν
30ἔργων τὴν συγγένειαν ἐπεδείξασθε. Εἰ δὲ πρεσβυτέρα κατὰ τὸν χρόνον ἐκείνη, ἀλλὰ θερμοτέρα κατὰ τὴν πίστιν αὕτη· πλείων ὁ σύλλογος ἐκεῖ, καὶ λαμπρότε‐ ρον τὸ θέατρον, ἀλλὰ μείζων ἐνταῦθα ἡ ὑπομονὴ, καὶ πλείων τῆς ἀνδρείας ἡ ἐπίδειξις, Λύκοι πανταχόθεν
35τὰ πρόβατα περιστοιχίζονται, καὶ τὸ ποίμνιον οὐκ795

48

.

797

ἀναλίσκεται· ζάλη καὶ χειμὼν καὶ κλυδώνιον πε‐ ριέστηκε τὴν ἱερὰν ταύτην ναῦν διηνεκῶς, καὶ οἱ ἐμπλέοντες οὐ καταποντίζονται· φλογὸς αἱρετικῆς ἐπήρεια πάντοθεν κυκλοῦσα, καὶ οἱ ἐν μέσῳ τῆς
5καμίνου δρόσου πνευματικῆς ἀπολαύουσιν. Ὁμοίως ἐστὶ παράδοξον ἐν τῷ μέρει τῆς πόλεως ταύτης τὴν Ἐκκλησίαν ταύτην πεφυτευμένην ἰδεῖν, ὥσπερ ἂν εἴ τις ἐν μέσῃ καμίνῳ θάλλουσαν ἐλαίαν, καὶ τοῖς φύλ‐ λοις κομῶσαν, καὶ τῷ καρπῷ βριθομένην ἴδοι. Ἐπεὶ
10οὖν οὕτως εὐγνώμονες ὑμεῖς καὶ μυρίων ἀγαθῶν ἄξιοι, φέρε τὴν ὑπόσχεσιν μετὰ πάσης χάριτος κα‐ ταβάλωμεν, ἣν πρῴην ὑμῖν ὑπεσχόμεθα, ἡνίκα περὶ τῶν τοῦ Δαβὶδ καὶ τοῦ Γολιὰθ ὅπλων ἐφιλοσοφοῦμεν παρ’ ὑμῖν, δεικνύντες τῷ λόγῳ, ὡς ὁ μὲν παντευχίᾳ
15τινὶ πολλῇ καὶ μεγάλῃ πανταχόθεν ἐπέφρακτο, ὁ δὲ γυμνὸς τῶν ὅπλων ἐκείνων τῇ πίστει τετείχιστο· καὶ ὁ μὲν ἀπὸ τοῦ θώρακος καὶ τῆς ἀσπίδος ἔξωθεν, ὁ δὲ ἔσωθεν ἀπὸ τοῦ πνεύματος καὶ τῆς χάριτος ἔστιλβε. Διὰ τοῦτο γοῦν ὁ παῖς τὸν νεανίσκον κατηγωνίσατο,
20ὁ γυμνὸς τοῦ ὡπλισμένου ἐκράτησεν, ὁ ποιμὴν τὸν στρατιώτην κατέβαλε· λίθου φύσις ποιμενικοῦ χαλκοῦ φύσιν πολεμικοῦ συνέτριψε καὶ διέφθειρεν. Οὐκοῦν καὶ ἡμεῖς τὸν λίθον ἐκεῖνον μεταχειρισώμεθα, τὸν ἀκρο‐ γωνιαῖον λέγω, τὸν νοητόν. Εἰ γὰρ τῷ Παύλῳ φιλο‐
25σοφεῖν ἔξεστι περὶ τῆς κατὰ τὴν ἔρημον πέτρας, πάντως οὐδὲ ἡμῖν νεμεσήσει τις τὸν λίθον τοῦτον κατὰ τὸν αὐτὸν ἐκλαμβάνουσι τρόπον. Καθάπερ γὰρ ἐπὶ τῶν Ἰουδαίων οὐχ ἡ φύσις τῆς ὁρωμένης πέτρας, ἀλλ’ ἡ δύναμις τῆς νοουμένης τοὺς ποτα‐
30μοὺς ἠφίει τῶν ὑδάτων ἐκείνους· οὕτω δὴ καὶ ἐπὶ τοῦ Δαυῒδ οὐχ ὁ αἰσθητὸς, ἀλλ’ ὁ νοητὸς λίθος τὴν βαρβαρικὴν ἐκείνην κατήνεγκε κεφαλήν· οὕτως ὑμῖν καὶ τότε ὑπεσχόμεθα μηδὲν ἀπὸ λογισμῶν ἐρεῖν. Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ πνευματικὰ,
35λογισμοὺς καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαιρό‐ μενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καθαιρεῖν τοίνυν αὐτοὺς, οὐκ ἐπαίρειν κελευόμεθα· καταλύειν, οὐχ ὁπλίζεσθαι τούτοις προσετάγημεν· Λογισμοὶ γὰρ θνητῶν δειλοὶ, φησί. Τί ἐστι δειλοί; Ὁ δειλὸς
40κἂν ἐπ’ ἀσφαλοῦς βαίνῃ χωρίου, οὐδέπω θαῤῥεῖ, ἀλλὰ δέδοικε καὶ τρέμει· οὕτω καὶ τὸ λογισμοῖς ἀποδεχθὲν, κἂν ἀληθὲς ᾖ, οὐδέπω πληροφορίαν τῇ ψυχῇ παρέχει καὶ πίστιν ἱκανήν. Ἐπεὶ οὖν τοσαύτη τῶν λογισμῶν ἡ ἀσθένεια, φέρε ἀπὸ τῶν Γραφῶν τῆς πρὸς τοὺς
45ἐναντίους ἁψώμεθα μάχης. Πόθεν οὖν ἡμῖν ἀρκτέον τοῦ λόγου; Ὅθεν ἂν βού‐ λησθε, εἴτε ἀπὸ Καινῆς, εἴτε ἀπὸ Παλαιᾶς· οὐ γὰρ δὴ μόνον ἐν τοῖς εὐαγγελικοῖς καὶ τοῖς ἀποστολικοῖς ῥή‐ μασιν, ἀλλὰ καὶ ἐν τοῖς προφητικοῖς καὶ πάσῃ τῇ Παλαιᾷ

48

.

797

(50)

μετὰ πολλῆς τῆς περιουσίας διαλάμπουσαν ἔστιν ἰδεῖν τὴν τοῦ Μονογενοῦς δόξαν· διὸ καὶ ἐντεῦθέν μοι δοκεῖ πρὸς ἐκείνους ἀκροβολίσασθαι. Οὐ γὰρ δὴ μόνους τούτους ἐντεῦθεν ποιούμενοι τοὺς λόγους, ἀλλὰ καὶ ἑτέρους πλείονας αἱρετικοὺς δυνησόμεθα καταβαλεῖν, Μαρ‐
55κίωνα, Μανιχαῖον, Οὐαλεντῖνον, τῶν Ἰουδαίων ἅπαν‐ τα τὰ συστήματα. Καθάπερ γὰρ ἐπὶ τοῦ Δαυῒδ ὁ μὲν Γολιὰθ κατέπεσε, τὸ δὲ στρατόπεδον ἅπαν ἐδραπέ‐ τευσε, καὶ ὁ μὲν θάνατος ἑνὸς γέγονε σώματος, καὶ μιᾶς ἡ πληγὴ κεφαλῆς, ἡ δὲ φυγὴ καὶ ἡ δειλία κοινὴ
60τοῦ στρατοπέδου παντός· οὕτω δὴ καὶ ἐφ’ ἡμῶν νῦν μιᾶς αἱρέσεως πληγείσης καὶ καταπεσούσης, κοινὴ
τῶν ἀπηριθμημένων ἁπάντων ἔσται φυγή.Column end

48

.

798

Μανιχαῖοι μὲν γὰρ καὶ οἱ τὰ αὐτὰ νοσοῦντες ἐκεί‐ νοις τὸν μὲν κηρυττόμενον δοκοῦσι δέχεσθαι Χριστὸν, τοὺς δὲ κηρύττοντας αὐτὸν ἀτιμάζουσι προφήτας καὶ πατριάρχας· Ἰουδαῖοι δὲ πάλιν ἀπεναντίας τοὺς μὲν
5κηρύττοντας αὐτὸν δοκοῦσι δέχεσθαι καὶ θεραπεύειν, προφήτας λέγω καὶ τὸν νομοθέτην αὐτῶν, τὸν δὲ κηρυττόμενον ὑπ’ αὐτῶν ἀτιμάζουσιν. Ὅταν οὖν τῇ τοῦ Θεοῦ χάριτι δείξωμεν πολλὴν ἐν τῇ Παλαιᾷ προαναφωνουμένην τοῦ Μονογενοῦς τὴν δόξαν, πάντα
10ταῦτα δυνησόμεθα τὰ θεομάχα καταισχῦναι στόματα, καὶ τὰς βλασφήμους ἐπιστομίσαι γλώττας. Ὅταν γὰρ φαίνηται κηρύττουσα τὸν Χριστὸν ἡ Παλαιὰ Διαθήκη, τίς ἔσται Μανιχαίοις καὶ τοῖς κατ’ ἐκείνους ἀπο‐ λογία ἀτιμάζουσι τὴν προαναφωνοῦσαν τὸν κοινὸν
15πάντων Δεσπότην; τίς δὲ συγγνώμη καὶ παραίτησις τοῖς Ἰουδαίοις τὸν ὑπὸ τῶν προφητῶν καταγγελλόμε‐ νον μὴ δεχομένοις; βʹ. Ἐπεὶ οὖν τοσαύτη τῆς νίκης ἡ περιουσία, ἐπὶ τὰ παλαιότερα βιβλία τὸν λόγον ἀγάγωμεν, καὶ τῶν
20παλαιῶν αὐτῶν τὸ ἀρχαιότερον πάντων, ἐπὶ τὴν Γένεσιν λέγω, καὶ τῆς Γενέσεως αὐτῆς ἐπὶ τὴν κο‐ ρυφὴν ἀναβῶμεν. Ὅτι γὰρ περὶ τοῦ Χριστοῦ πολλά φησιν ὁ Μωϋσῆς; ἄκουσον αὐτοῦ Χριστοῦ λέγοντος· Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ
25γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε. Ποῦ δὲ ἔγραψεν ἐκεῖνος περὶ αὐτοῦ; Τοῦτο ἤδη δεῖξαι πειράσομαι. Ἐπειδὴ γὰρ ἡ κτίσις ἀπήρτιστο πᾶσα, καὶ ποικίλῳ μὲν ὁ οὐρανὸς ἐστεφάνωτο ἄστρων χορῷ, παντοδαποῖς δὲ ἄνθεσιν ἀντέλαμπεν αὐτῷ κάτωθεν ἡ γῆ, καὶ
30πλήρεις μὲν ὀρέων κορυφαὶ, πλήρη δὲ καὶ πεδία καὶ φάραγγες, καὶ ἁπλῶς πᾶσα ἡ τῆς γῆς ἐπιφάνεια φυτῶν καὶ δένδρων καὶ βοτανῶν ἦν, καὶ ἐσκίρτα μὲν ποίμνια, ἐσκίρτα δὲ βουκόλια, τῶν δὲ ᾠδικῶν ὀρνίθων ὁ χορὸς, τὴν ἰδίαν φύσιν ἐπιδεικνύμενος,
35μουσικῆς τὸν ἀέρα πάντα ἐπλήρου, καὶ μεστὰ πελάγη τῶν ἐναλίων ζώων ἦν, πλήρεις δὲ λίμναι καὶ πηγαὶ καὶ ποταμοὶ τῶν ἐν αὐτοῖς τικτομένων ἁπάντων, καὶ οὐδὲν ἦν ἀτέλεστον, ἀλλὰ πάντα ἀπήρτιστο, ἐζήτει τὸ σῶμα τὴν κεφαλὴν, ἡ πόλις τὸν ἄρχοντα, ἡ κτίσις
40τὸν βασιλέα, λέγω δὴ τὸν ἄνθρωπον. Μέλλων οὖν αὐτὸν διαπλάττειν ὁ Θεός φησιν· Ποιήσωμεν ἄν‐ θρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. Πρὸς τίνα διαλέγεται; Εὔδηλον ὅτι πρὸς τὸν Μονογενῆ τὸν ἑαυτοῦ. Καὶ οὐκ εἶπε, Ποίησον, ἵνα μὴ νομίσῃς δου‐
45λικὸν εἶναι ἐπίταγμα τὸ λεγόμενον, ἀλλὰ, Ποιήσω‐ μεν, ἵνα διὰ τοῦ σχήματος τῆς συμβουλῆς τῶν ῥημάτων τὸ ὁμότιμον ἐκκαλύψῃ. Ποτὲ μὲν γὰρ λέ‐ γεται σύμβουλον ἔχειν ὁ Θεὸς, ποτὲ δὲ μὴ ἔχειν, οὐ τῆς Γραφῆς ἑαυτῇ μαχομένης, ἀλλ’ ἀπόῤῥητα δό‐

48

.

798

(50)

γματα ἐκκαλυπτούσης ἡμῖν δι’ ἀμφοτέρων τούτων. Ὅταν μὲν γὰρ τὸ ἀνενδεὲς αὐτοῦ παραστῆσαι βού‐ ληται, φησὶν οὐκ ἔχειν αὐτὸν σύμβουλον· ὅταν δὲ τὸ ὁμότιμον τοῦ Μονογενοῦς, σύμβουλον καλεῖ τὸν Υἱὸν τοῦ Θεοῦ.
55 Καὶ ἵνα μάθῃς ταῦτα ἀμφότερα, ὅτι τε σύμβουλον τὸν Υἱὸν καλοῦσιν οἱ προφῆται, οὐχ ὡς τοῦ Πατρὸς δεομένου συμβουλῆς, ἀλλ’ ἵνα τοῦ Μονογενοῦς τὴν τιμὴν μάθωμεν, καὶ ὅτι πάλιν οὐ δεῖται συμβούλου, ἄκουσον τοῦ Παύλου λέγοντος· Ὢ βάθος πλούτου
60καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐ‐
τοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος797

48

.

799

αὐτοῦ ἐγένετο; Οὗτος μὲν οὖν τὸ ἀνενδεὲς αὐτοῦ παρέστησεν, ὁ δὲ Ἡσαΐας πάλιν περὶ τοῦ Μονογενοῦς τοῦ Θεοῦ λέγων οὕτω πώς φησι· Καὶ θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παιδίον ἐγεννήθη
5ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος. Καὶ εἰ θαυμαστὸς σύμβουλος, πῶς ὁ Παῦλός φησι· Τίς γὰρ ἔγνω νοῦν Κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; Ὅτι ὁ μὲν Παῦλος,
10καθὼς ἔφθην εἰπὼν, τὸ ἀνενδεὲς τοῦ Πατρὸς παρα‐ στῆσαι βούλεται, ὁ δὲ προφήτης τὸ ὁμότιμον τοῦ Μονογενοῦς. Διὰ τοῦτο καὶ ἐνταῦθα οὐκ εἶπε, Ποίησον, ἀλλὰ, Ποιήσωμεν· τὸ γὰρ, Ποίησον, ἐπιταγῆς ἐστι πρὸς δοῦλον γινομένης, καὶ δῆλον ἐντεῦθεν. Προσ‐
15ῆλθέ ποτε ἑκατοντάρχης τῷ Ἰησοῦ, καί φησι· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικὸς δει‐ νῶς βασανιζόμενος. Τί οὖν ὁ Χριστός; Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Ὁ μὲν οὖν ἑκατοντάρχης οὐκ ἐτόλμησεν ἑλκύσαι τὸν ἰατρὸν εἰς τὴν οἰκίαν, ὁ δὲ
20κηδεμὼν καὶ φιλάνθρωπος αὐτεπάγγελτος ὑπέσχετο βαδιεῖσθαι ἐκεῖσε, ἵνα ἀφορμὴν δῷ καὶ πρόφασιν ἐκείνῳ τὴν ἀρετὴν ἡμῖν ἐπιδεῖξαι τὴν ἑαυτοῦ. Εἰδὼς γὰρ ἅπερ ἔμελλεν ἐκεῖνος ἐρεῖν, ὑπέσχετο παραγε‐ νέσθαι, ἵνα μάθῃς τὴν εὐλάβειαν τοῦ ἀνδρός.
25Τί γάρ φησιν ὁ ἑκατοντάρχης; Κύριε, οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Οὐδὲ ἡ τῆς νόσου καὶ τῆς ἀῤῥωστίας ἀνάγκη τῆς οἰκείας αὐτὸν ἔπεισεν ἐπιλαθέσθαι εὐλαβείας, ἀλλὰ καὶ ἐν τῇ συμφορᾷ τὴν ὑπεροχὴν ἐπεγίνωσκε τοῦ Δεσπό‐
30του. Διό φησιν, Εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ἔχων ὑπ’ ἐμαυ‐ τὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύου, καὶ πορεύεται, καὶ τῷ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ.
35 Ὁρᾷς, ὅτι τὸ, Ποίησον, δεσπότου πρὸς δοῦλόν ἐστι διαλεγομένου; Οὐκοῦν τὸ, Ποιήσωμεν, ὁμοτί‐ μου τινός. Ὅταν οὖν δεσπότης δούλῳ λέγῃ, Ποίησον λέγει· ὅταν δὲ Πατὴρ Υἱῷ διαλέγηται, Ποιή‐ σωμεν. Τί οὖν, φησὶν, εἰ ὁ μὲν ἑκατοντάρχης οὕτως
40ὑπώπτευε, τὸ δὲ πρᾶγμα οὐχ οὕτως εἶχε; μὴ γὰρ ἀπόστολός ἐστιν ὁ ἑκατοντάρχης; μὴ γὰρ μαθητής ἐστιν, ἵνα αὐτοῦ δέξωμαι τὰ ῥήματα; Εἰκὸς αὐτὸν ἐσφάλθαι, φησί. Καλῶς· τί οὖν; Ἴδωμεν οὖν τὸ ἑξῆς. Ἆρα διώρθωσεν αὐτὸν ὁ Χριστός; ἆρα ἐπετίμησεν
45ὡς σφαλλομένῳ καὶ διεφθαρμένα εἰσάγοντι δόγματα; ἆρα εἶπε πρὸς αὐτόν· Τί τοῦτο ποιεῖς, ἄνθρωπε; μείζονα περὶ ἐμοῦ δόξαν ἔχεις, ἢ προσῆκε· πλείονά μοι χαρίζῃ τῶν ὀφειλομένων ἐμοί· ἐξ αὐθεντίας με νομίζεις ἐπιτάττειν οὐκ ἔχοντα αὐθεντίαν. Ἆρα εἶπέ

48

.

799

(50)

τι τοιοῦτον; Οὐδαμῶς· ἀλλὰ καὶ ἐκύρωσεν αὐτοῦ τὴν γνώμην, καὶ πρὸς τοὺς ἀκολουθοῦντας εἶπε, Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Ὁ τοίνυν ἔπαινος τοῦ Δεσπότου κύ‐ ρωσις γίνεται τῶν ῥημάτων τοῦ ἑκατοντάρχου. Οὐκ
55ἔτι γὰρ τοῦ ἑκατοντάρχου ἐστὶ τὰ ῥήματα τὰ εἰρη‐ μένα, ἀλλ’ ἀπόφασίς ἐστι δεσποτική· ὅταν γὰρ αὐτὸς ἐπαινέσῃ τὰ λεχθέντα, καὶ ψηφίσηται αὐτοῖς ὡς κα‐ λῶς εἰρημένοις, ὡς θεῖον αὐτὰ δέχομαι χρησμόν. Τὸ γὰρ κῦρος ἄνωθεν ἔλαβεν ἐκ τῆς τοῦ Χριστοῦ ἀπο‐
60κρίσεως. γʹ. Ὁρᾷς πῶς σύμφωνος ἡ Καινὴ τῇ Παλαιᾷ; πῶς ἑκατέρα τὴν αὐθεντίαν ἐπιδείκνυται τοῦ Χριστοῦ; Τί
οὖν, εἰ ἐποίει μὲν τὸν ἄνθρωπον, ὡς ὑπουργὸς δὲColumn end

48

.

800

ἐποίει; Οὐκοῦν ἀκαίρου φιλονεικίας. Εἰπὼν γὰρ, Ποιήσωμεν τὸν ἄνθρωπον, οὐκ ἐπήγαγε, κατὰ τὴν εἰκόνα τὴν σὴν τὴν ἐλάττω, οὐδὲ, κατὰ τὴν εἰκόνα τὴν ἐμὴν τὴν μείζω, ἀλλὰ τί; Κατ’ εἰκόνα ἡμετέ‐
5ραν, καὶ καθ’ ὁμοίωσιν, τῷ οὕτως εἰπεῖν δεικνὺς Πατρὸς καὶ Υἱοῦ μίαν οὖσαν εἰκόνα· οὐ γὰρ εἶπεν εἰκόνας, ἀλλ’ Εἰκόνα ἡμετέραν· οὐ γὰρ δύο τινὲς ἀνώμαλοι, ἀλλὰ μία καὶ αὕτη ἴση Υἱοῦ καὶ Πατρὸς ἡ εἰκών. Διὰ τοῦτο καὶ ἐκ δεξιῶν λέγεται καθῆσθαι,
10ἵνα τὸ ὁμότιμον καὶ τῆς ἐξουσίας τὸ ἀπαράλλακτον μάθῃς· ὑπουργὸς γὰρ οὐ συγκάθηται, ἀλλὰ παρ‐ έστηκε. Καὶ ὅτι τὸ μὲν καθῆσθαι τὸ ὁμότιμον καὶ ἀπαράλλακτον τῆς δεσποτικῆς ἐστιν ἐξουσίας, τὸ δὲ παρεστάναι δουλικῆς καὶ ὑποτεταγμένης, ἄκουσον τί
15φησιν ὁ Δανιήλ· Ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθη‐ σαν, καὶ ὁ Παλαιὸς τῶν ἡμερῶν ἐκάθητο. Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ. Καὶ πάλιν ὁ Ἡσαΐας· Εἶ‐ δον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ
20καὶ ἐπηρμένου, καὶ τὰ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. Καὶ ὁ Μιχαίας δὲ, Εἶδον τὸν Κύριον τὸν Θεὸν τοῦ Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐ‐ τοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ. Ὁρᾷς παν‐
25ταχοῦ τὰς μὲν ἄνω δυνάμεις παρεστηκυίας, αὐτὸν δὲ καθήμενον. Ὅταν οὖν ἴδῃς καὶ τὸν Υἱὸν τὴν ἐκ δεξιῶν ἔχοντα καθέδραν, μὴ τῆς λειτουργικῆς καὶ ὑπουργικῆς αὐτὸν εἶναι νομίσῃς ἀξίας, ἀλλὰ τῆς δεσποτικῆς καὶ αὐθεντίαν ἐχούσης. Διὰ τοῦτο καὶ
30Παῦλος ἀμφότερα ταῦτα εἰδὼς, ὅτι τὸ μὲν παρεστά‐ ναι λειτουργούντων ἐστὶ, τὸ δὲ καθῆσθαι τῶν ἐπι‐ ταττόντων καὶ προσταττόντων, ὅρα πῶς ἀμφότερα ταῦτα διαιρεῖ λέγων οὕτω· Πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ
35πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· διὰ τοῦ θρόνου τὴν βασιλικὴν ἡμῖν ἐξουσίαν δηλῶν. Ἐπεὶ οὖν διὰ πάντων ὁ λόγος ἡμῖν τούτων ἀπέδειξεν οὐχὶ λειτουργικῆς
40ὄντα ἀξίας τὸν Υἱὸν, ἀλλὰ τῆς δεσποτικῆς, ὡς Δεσπό‐ την, αὐτὸν προσκυνῶμεν καὶ ὁμότιμον τῷ Πατρί· οὕτω γὰρ καὶ αὐτὸς ἐκέλευσεν εἰπὼν, Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· καὶ τὴν διὰ τῆς πολιτείας καὶ τῶν ἔργων ἀκρίβειαν τῇ
45τῶν δογμάτων ὀρθότητι συνάπτωμεν, ἵνα μὴ ἐξ ἡμισείας ἡμῖν τὰ τῆς σωτηρίας ᾖ. Πολιτείας δὲ ἀκρίβειαν καὶ βίου καθαρότητα οὐδὲν οὕτω δύναται κατορθοῦν, ὡς ἡ συνεχὴς ἐνταῦθα δια‐ τριβὴ καὶ ἡ μετὰ προθυμίας ἀκρόασις. Ὅπερ γάρ

48

.

800

(50)

ἐστιν ἐπὶ τοῦ σώματος ἡ τροφὴ, τοῦτο ἐπὶ τῆς ψυ‐ χῆς ἡ τῶν θείων λογίων διδασκαλία. Οὐ γὰρ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, φησὶν, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Διὰ τοῦτο καὶ λιμὸν οἶδεν ἐργάζεσθαι τὸ μὴ μετέχειν
55τοιαύτης τραπέζης. Ἄκουσον γοῦν τοῦ Θεοῦ τοῦτο ἀπειλοῦντος, καὶ ἐν τάξει κολάσεως καὶ τιμωρίας ἐπανατεινομένου· Δώσω γὰρ αὐτοῖς, φησὶν, οὐ λι‐ μὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Πῶς οὖν οὐκ ἄτοπον ὑπὲρ
60μὲν τοῦ τὸν σωματικὸν λιμὸν ἀποκρούσασθαι πάντα ποιεῖν καὶ πραγματεύεσθαι, τὸν δὲ τῆς ψυχῆς ἑκόν‐ τας ἐπισπᾶσθαι, καίτοι πολλῷ χαλεπώτερον ὄντα, ὅσῳ καὶ περὶ μειζόνων ἡ ζημία; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ κακῶς οὕτω περὶ ἑαυτῶν βουλευσώ‐
65μεθα, ἀλλὰ πάσης ἀσχολίας καὶ φροντίδος ἡ ἐνταῦθα799

48

.

801

προτιμάσθω διατριβή. Τί γὰρ τοσοῦτον κερδαίνεις, εἰπέ μοι, τῆς συνάξεως ἀπολιμπανόμενος, ὅσον ζη‐ μιοῖς καὶ σαυτὸν καὶ τὴν οἰκίαν πᾶσαν; Κἂν γὰρ θησαυρὸν εὕρῃς ὁλόκληρον χρυσίου γέμοντα, καὶ διὰ
5τοῦτον ἀπολειφθῇς, μείζονα ἐζημιώθης, καὶ τοσούτῳ μείζονα, ὅσῳ τῶν αἰσθητῶν τὰ πνευματικὰ ἀμείνω. Ἐκεῖνα μὲν γὰρ κἂν πολλὰ ᾖ, κἂν πάντοθεν ἐπιῤ‐ ῥέῃ, ἀλλ’ οὐ συναποδημεῖ πρὸς τὴν ἐκεῖ ζωὴν, οὐδὲ συμμεθίσταται ἡμῖν πρὸς τὸν οὐρανὸν, οὐδὲ ἐπὶ
10τοῦ βήματος παρίσταται τοῦ φοβεροῦ, ἀλλὰ πολλάκις καὶ πρὸ τῆς τελευτῆς ἡμᾶς καταλιπόντα οἴχεται· εἰ δὲ καὶ παραμείνειεν μέχρι τέλους, ἀλλ’ ὑπὸ τῆς τε‐ λευτῆς διακόπτεται πάντως. Ὁ δὲ πνευματικὸς θη‐ σαυρὸς ἀναφαίρετόν ἐστι κτῆμα, καὶ πανταχοῦ βα‐
15δίζουσιν ἡμῖν καὶ ἀποδημοῦσιν ἕπεται, καὶ πολλὴν ἐπὶ τοῦ βήματος ἐκείνου δίδωσιν ἡμῖν τὴν παῤ‐ ῥησίαν. δʹ. Εἰ δὲ ἀπὸ τῶν ἄλλων συνάξεων τοσοῦτον τὸ κέρδος, ἀπὸ τῶν ἐνταῦθα συνάξεων διπλοῦν τοῦτο
20γίνεται. Οὐ γὰρ δὴ τοῦτο καρπούμεθα μόνον, ὅτι τὴν ψυχὴν τοῖς θείοις λόγοις ἄρδομεν, ἀλλ’ ὅτι πολλὴν μὲν τῶν ἐχθρῶν κατασκεδάννυμεν τὴν αἰσχύ‐ νην, πολλὴν δὲ τοῖς ἀδελφοῖς τοῖς ἡμετέροις παρ‐ έχομεν τὴν παράκλησιν, Τοῦτο γὰρ τῆς παρατάξεως
25τὸ κέρδος ἐστὶ, τὸ σπεύδειν ἐπὶ τὸ πονοῦν τοῦ πο‐ λέμου μέρος, τὸ κινδύνου γέμον. Διόπερ ἅπαντας ἐνταῦθα συντρέχειν δεῖ, καὶ τοὺς πολεμίους ἐπιόντας ἀποκρούεσθαι. Οὐ δύνασαι κατατεῖναι λόγον μακρὸν, οὐδὲ ἔχεις διδασκαλίαν; παραγίνου μόνον, καὶ τὸ πᾶν
30ἀπετέλεσας. Τοῦ γὰρ σώματος ἡ παρουσία προσθήκη τῆς ποίμνης γίνεται, καὶ πολλὴν τοῖς ἀδελφοῖς σου δί‐ δωσι τὴν προθυμίαν, καὶ τοῖς ἐχθροῖς σου περιβάλλει τὴν αἰσχύνην. Ἂν μὲν γὰρ ἐπιβάς τις τῶν ἱερῶν τούτων προθύρων ὀλίγους ἴδῃ τοὺς συνειλεγμένους,
35καὶ αὐτὴν τὴν οὖσαν κατασβέννυσι προθυμίαν, καὶ ναρκᾷ καὶ ἀναδύεται καὶ ὀκνηρότερος γίνεται καὶ ἀναχωρεῖ· εἶθ’ οὕτω κατὰ μικρὸν ἅπαν ἡμῖν τὸ πλῆθος χαυνότερόν ἐστι καὶ ῥᾳθυμότερον. Ἂν δὲ ἴδῃ συντρέχοντας, σπουδάζοντας, πανταχόθεν συῤ‐
40ῥέοντας, ἡ τῶν ἄλλων σπουδὴ καὶ τῷ σφόδρα νωθρῷ καὶ παρειμένῳ προθυμίας ὑπόθεσις γίνεται. Εἰ γὰρ λίθος πρὸς λίθον τριβόμενος πολλάκις σπιν‐ θῆρας ἐκπηδῆσαι παρεσκεύασε, καίτοι τί λίθου ψυ‐ χρότερον, τί δὲ πυρὸς θερμότερον; ἀλλ’ ὅμως τὴν
45φύσιν ἐνίκησεν ἡ συνέχεια· εἰ δὲ ἐπὶ λίθου τοῦτο συμβαίνει, πολλῷ μᾶλλον ἐπὶ ψυχῶν ἀλλήλαις συν‐ τριβομένων καὶ τῷ πυρὶ τοῦ πνεύματος διαθερμαι‐ νομένων. Οὐκ ἠκούσατε ὅτι ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων εἴκοσι καὶ ἑκατὸν ἦσαν οἱ πιστοὶ πάντες,

48

.

801

(50)

μᾶλλον δὲ πρὸ τῶν εἴκοσι καὶ ἑκατὸν δώδεκα μόνοι, καὶ οὐδὲ οὗτοι διέμειναν ἅπαντες, ἀλλ’ εἷς ἐξ αὐτῶν ἀπώλετο Ἰούδας, καὶ ἦσαν ἕνδεκα πάντες; Ἀλλ’
ὅμως ἀπὸ τῶν ἕνδεκα ἐκείνων εἴκοσι καὶ ἑκατὸν ἐγέ‐Column end

48

.

802

νοντο, καὶ ἀπὸ τῶν εἴκοσι καὶ ἑκατὸν τρισχίλιοι, εἶτα πεντακισχίλιοι, εἶτα τὴν οἰκουμένην ἅπασαν ἐν‐ έπλησαν τῆς τοῦ Θεοῦ γνώσεως. Τὸ δὲ αἴτιον οὐδέποτε τὴν ἐπισυναγωγὴν ἑαυτῶν κατελίμπανον,
5ἀλλ’ ἀεὶ μετ’ ἀλλήλων ἦσαν ἐν τῷ ἱερῷ διημερεύον‐ τες, καὶ εὐχαῖς καὶ ἀναγνώσεσι προσέχοντες· διὰ τοῦτο πολλὴν ἐξῆψαν τὴν πυρὰν, διὰ τοῦτο οὐδέποτε διεῤῥύησαν, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν ἐπεσπά‐ σαντο. Τούτους δὲ καὶ ἡμεῖς μιμησώμεθα. Πῶς γὰρ
10οὐκ ἄτοπον, μηδὲ τοσαύτην ἐπιδείκνυσθαι περὶ τὴν Ἐκκλησίαν ταύτην πρόνοιαν, ὅσην αἱ γυναῖκες περὶ τὰς γείτονας τὰς ἑαυτῶν; Καὶ γὰρ ἐκεῖναι ἐπειδὰν ἴδωσί τινα παρθένον πενιχρὰν καὶ ἔρημον προστασίας ἁπάσης οὖσαν, τὰ παρ’ ἑαυτῶν πᾶσαι εἰσφέρουσιν ἐν
15τάξει τῶν προσηκόντων γινόμεναι, καὶ πολὺν ἴδοι τις ἂν ἐκεῖ θόρυβόν τε καὶ ὄχλον τῆς παρθένου νυμ‐ φευομένης· καὶ αἱ μὲν χρήματα πολλάκις εἰσήνεγκαν, αἱ δὲ τὴν παρουσίαν τοῦ σώματος· οὐ μικρὸν δὲ καὶ τοῦτο· γίνεται γὰρ παρακάλυμμα τῆς εὐτελείας
20τούτων ἡ σπουδὴ, καὶ τὴν πενίαν ἀποκρύπτουσιν οὕτω διὰ τῆς αὐτῶν προθυμίας. Τοῦτο δὴ καὶ ἐπὶ ταύτης ποιήσατε τῆς Ἐκκλησίας. Πάντες πανταχό‐ θεν συντρέχωμεν καὶ συγκαλύψωμεν αὐτῆς τὴν πε‐ νίαν, μᾶλλον δὲ λύσωμεν αὐτῆς τὴν πενίαν συνεχῶς
25ἐνταῦθα παραγινόμενοι. Κεφαλὴ τῆς γυναικός ἐστιν ὁ ἀνήρ· βοηθός ἐστιν ἡ γυνὴ τοῦ ἀνδρός. Μὴ τοίνυν μήτε ἡ κεφαλὴ χωρὶς τοῦ σώματος ἀνεχέσθω τῶν οὐδῶν ἐπιβαίνειν τῶν ἁγίων τούτων, μήτε τὸ σῶμα χωρὶς τῆς κεφαλῆς φαινέσθω, ἀλλ’ ὁλόκληρος
30ἐνταῦθα εἰσίτω ὁ ἄνθρωπος, ἔχοντες καὶ τὰ παιδία μεθ’ ἑαυτῶν. Εἰ γὰρ δένδρον τερπνὸν ἰδεῖν ἀπὸ τῆς ῥίζης αὐτῆς νεόφυτον ἔχον ἀνεστηκὸς, πολλῷ μᾶλλον ἄνθρωπον τερπνὸν ἰδεῖν, καὶ ἐλαίας ἁπάσης τερπνότερον, ἀπὸ
35τῆς ῥίζης αὐτῆς τὸ παιδίον ὥσπερ νεόφυτον ἔχοντα πλησίον ἑστώς· οὐ τερπνὸν δὲ μόνον, ἀλλὰ καὶ ἐπι‐ κερδές. Καὶ γὰρ, ὅπερ ἔφθην εἰπὼν, πλείων ἐνταῦθα μισθὸς τοῖς συλλεγομένοις· ἐπεὶ καὶ γεωργὸν τότε μάλιστα θαυμάζομεν, οὐχ ὅταν τὴν πολλάκις γεωρ‐
40γηθεῖσαν γῆν θεραπεύῃ, ἀλλ’ ὅταν τὰ ἄσπαρτα καὶ ἀνήροτα χωρία λαβὼν, πολλῆς ἀξιώσῃ προνοίας. Οὕτω δὴ καὶ Παῦλος ἐποίει, φιλοτιμούμενος εὐαγγε‐ λίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστὸς, ἀλλ’ ὅπου οὐκ ὠνομάζετο. Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα, καὶ εἰς
45πρόσοδον τῆς Ἐκκλησίας, καὶ εἰς ὠφέλειαν τὴν ἡμε‐ τέραν· καθ’ ἑκάστην οὖν τρέχωμεν ἐνταῦθα σύναξιν. Κἂν ἐπιθυμία φλέγῃ, κατασβέσαι ῥᾳδίως αὐτὴν δυ‐ νήσῃ, τὸν οἶκον τοῦτον μόνον ἰδών· κἂν ὀργίζῃ, μετ’ εὐκολίας κοιμίσεις τὸ θηρίον· κἂν ἄλλο τι πάθος πο‐

48

.

802

(50)

λιορκῇ, πάντα δυνήσῃ καταλῦσαι τὸν χειμῶνα, καὶ γαλήνην ἐργάσασθαι, καὶ εἰρήνην πολλὴν τῇ ψυχῇ· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαύειν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι ἡ δόξα, νῦν καὶ ἀεὶ,
55καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end || Page end801