TLG 2062 018 :: JOANNES CHRYSOSTOMUS :: De Christi precibus (= Contra Anomoeos, homilia 10)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De Christi precibus (= Contra Anomoeos, homilia 10)

Citation: Vol — pg — (ln)

48

.

783

(40t)

Ὅτι τὸ μὴ λέγειν, ἅπερ ἴσμεν, καὶ εἰς ἑτέρους ἐκφέρειν, πενέστερον ποιεῖ, καὶ τὴν χάριν
41tσβέννυσι· καὶ εἰς τὰς εὐχὰς, ἃς ὁ Χριστὸς ηὔξατο, καὶ τὴν ἐξουσίαν, μεθ’ ἧς ἅπαντα ἐποίει·
42tκαὶ εἰς τὴν τοῦ παλαιοῦ νόμου διόρθωσιν· καὶ ὅτι τὸ σαρκωθῆναι τὴν ἰσότητα αὐτοῦ τὴν πρὸς
43tτὸν Πατέρα οὐκ ἐλαττοῖ, ἀλλὰ καὶ συνίστησι μᾶλλον.
44tΛόγος δέκατος.
45 αʹ. Ἱκανῶς ἐν ταῖς ἔμπροσθεν ἐπανηγυρίσαμεν ἡμέ‐ ραις, τῶν ἄθλων ἐπιλαβόμενοι τῶν ἀποστολικῶν, καὶ τῇ διηγήσει τῶν πνευματικῶν ἐντρυφῶντες κατορ‐ θωμάτων· ὥρα δὴ λοιπὸν ἀποδοῦναι τὸ χρέος ὑμῖν· καὶ γὰρ τὸ κωλύον οὐδέν. Καὶ οἶδα μὲν ὅτι ἐπιλέλη‐

48

.

783

(50)

σθε τῶν ὀφλημάτων ὑμεῖς τῶν ἐμῶν διὰ τὸ τῶν ἡμε‐ ρῶν πλῆθος· οὐ μὴν διὰ τοῦτο αὐτὰ ἐγὼ ἀποκρύψο‐ μαι, ἀλλὰ μετὰ πάσης ὑμῖν ταῦτα ἀποδώσω τῆς προ‐ θυμίας. Ποιῶ δὲ τοῦτο, οὐ δι’ εὐγνωμοσύνην μόνον, ἀλλὰ καὶ δι’ ὠφέλειαν ἐμήν. Ἐπὶ μὲν γὰρ τῶν σω‐
55ματικῶν συναλλαγμάτων κέρδος τῷ δεδανεισμένῳ τὸ
τὸν δεδανεικότα ἐπιλαθέσθαι· ἐπὶ δὲ τῶν πνευματι‐Column end

48

.

784

(44)

κῶν συμβολαίων κέρδος τῷ μέλλοντι καταβάλλειν τὸ
45χρέος μέγιστον, τὸ τοὺς ὑποδέχεσθαι μέλλοντας δι‐ ηνεκῶς μεμνῆσθαι τῶν ὀφλημάτων. Ἐκεῖ μὲν γὰρ τὸ δάνεισμα ἀποδοθὲν τὸν μὲν καταβαλόντα ἀφίησι, μεθ‐ ίσταται δὲ πρὸς τὸν ὑποδεξόμενον, καὶ τοῦ μὲν ἠλάττωσε, τοῦ δὲ ἐπλεόνασε τὴν οὐσίαν· ἐπὶ δὲ τῶν

48

.

784

(50)

πνευματικῶν οὐχ οὕτως, ἀλλὰ δυνατὸν αὐτὸ καὶ καταβαλεῖν, καὶ ἔχειν· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι τότε μάλιστα αὐτὸ ἔχομεν, ὅταν καταβάλωμεν ἑτέροις. Ἂν μὲν γὰρ ἐν τῇ διανοίᾳ κατορύξας φυλάξω δι‐ ηνεκῶς μηδενὶ μεταδιδοὺς, ἐλαττοῦταί μοι τὸ κέρδος,
55μειοῦται τὰ τῆς περιουσίας· ἂν δὲ εἰς ἅπαντας ἐξ‐783

48

.

785

ενέγκω, καὶ ποιήσω μεριστὰς πολλοὺς καὶ κοινωνοὺς, ὧν αὐτὸς ἐπίσταμαι πάντων, αὔξεταί μοι τὰ τοῦ πνευματικοῦ πλούτου. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, καὶ ὁ μὲν ἑτέροις μεταδιδοὺς αὔξει τὴν παρακαταθήκην,
5ὁ δὲ ἀποκρύπτων ἐλαττοῖ τὴν ἐργασίαν ἅπασαν, μάρ‐ τυρες οἱ τὰ τάλαντα ἐγχειρισθέντες ἐκεῖνοι, ὁ τὰ πέντε, καὶ ὁ τὰ δύο, καὶ ὁ τὸ ἕν. Οἱ μὲν γὰρ διπλασίονα τὰ ἐμπιστευθέντα προσήγαγον, καὶ ἐτι‐ μῶντο διὰ τοῦτο· ὁ δὲ ἐπειδὴ ἐφύλαξε παρ’ ἑαυτῷ,
10καὶ οὐδενὶ μετέδωκε, διπλοῦν τε αὐτὸ ποιῆσαι οὐκ ἴσχυσε, διὰ τοῦτο ἐκολάζετο. Ταῦτα οὖν ἀκούοντες ἅπαντες, καὶ τὴν κόλασιν τὴν ἐκεῖθεν δεδοικότες, ὅπερ ἂν ἔχωμεν ἀγαθὸν εἰς τοὺς ἀδελφοὺς ἐκφέρω‐ μεν, καὶ εἰς τὸ μέσον ἅπασι καταβάλλωμεν, ἀλλὰ
15μὴ ἀποκρύπτωμεν. Ὅταν γὰρ ἑτέροις μεταδῶμεν, τότε πλουτοῦμεν αὐτοὶ μειζόνως· ὅταν κοινωνοὺς ποιησώμεθα τῆς ἐμπορίας πολλοὺς, τότε τὴν ἡμετέ‐ ραν αὔξομεν περιουσίαν. Ἀλλ’ ἐλαττοῦσθαί σοι τὰ τῆς δόξης νομίζεις, ὅταν μετὰ πολλῶν ᾖς εἰδὼς, ἃ μόνος
20οἶδας αὐτός. Καὶ μὴν τότε αὔξεται καὶ τὰ τῆς δόξης, καὶ τὰ τῆς ὠφελείας, ὅταν τὸν φθόνον καταπατήσῃς, ὅταν τὴν βασκανίαν σβέσῃς, ὅταν φιλαδελφίαν ἐπιδείξῃ πολλήν· ἂν δὲ μόνος εἰδὼς περιίῃς, ἄνθρωποι μὲν ὡς βάσκανον καὶ μισάδελφον ἀποστραφήσονται καὶ μισή‐
25σουσιν, ὁ δὲ Θεὸς ὡς πονηρὸν τὴν ἐσχάτην ἀπαιτήσει σε δίκην· χωρὶς δὲ τούτων, καὶ αὐτή σε ταχέως ἡ χάρις ἔρημον ἐγκαταλιποῦσα οἰχήσεται. Ἐπεὶ καὶ ὁ σῖτος, ἂν μὲν ἐν ταῖς ἀποθήκαις ᾖ διηνεκῶς κείμε‐ νος, δαπανᾶται, σητὸς αὐτὸν κατεσθίοντος· ἂν δὲ ἐξ‐
30ενεχθεὶς εἰς τὰς ἀρούρας καταβάλληται, πολυπλασιά‐ ζεται καὶ ἀνανεοῦται πάλιν. Οὕτω καὶ λόγος πνευμα‐ τικὸς, ἐὰν ἔνδον διαπαντὸς ἀποκλείηται, φθόνῳ καὶ ὄκνῳ καὶ τηκεδόνι φθειρομένης τῆς ψυχῆς καὶ κατ‐ εσθιομένης, κατασβέννυται ταχέως· ἂν δὲ, ὥσπερ
35εἰς ἄρουραν εὔφορον, εἰς τὰς τῶν ἀδελφῶν ψυχὰς διασπείρηται, πολυπλασίων ὁ θησαυρὸς καὶ τοῖς ὑπο‐ δεχομένοις, καὶ τῷ κεκτημένῳ. Καὶ καθάπερ πηγὴ συνεχῶς μὲν ἐξαντλουμένη καθαίρεται μᾶλλον καὶ ἀναβλύζει πλέον, καταχωννυμένη δὲ ἀποπνίγεται·
40οὕτω καὶ χάρισμα πνευματικὸν καὶ λόγος διδασκαλι‐ κὸς συνεχῶς μὲν ἀντλούμενος καὶ διδοὺς ἀρύεσθαι τοῖς βουλομένοις, ἀναβλύζει πλέον· βασκανίᾳ δὲ καὶ φθόνῳ καταχωσθεὶς, ἐλαττοῦται καὶ σβέννυται τέλεον. Ἐπεὶ οὖν τοσοῦτον τὸ κέρδος ἡμῖν, ὅπερ ἂν ἔχωμεν,
45φέρε εἰς μέσον καταθέντες, πᾶσαν ὑμῖν ἀποδῶμεν τὴν ὀφειλὴν, πρότερον ἀναμνήσαντες τῆς ἀκολουθίας τῶν ὀφλημάτων τούτων ἁπάσης. βʹ. Ἴστε τοίνυν καὶ μέμνησθε πρώην, ὅτι περὶ τῆς τοῦ Μονογενοῦς δόξης διαλεγόμενοι, πολλὰς ἠριθμοῦ‐

48

.

785

(50)

μεν αἰτίας τῆς ἐν τοῖς ῥήμασι συγκαταβάσεως· καὶ ἐλέγομεν, ὅτι οὐ μόνον διὰ τὴν τῆς σαρκὸς περιβολὴν, οὐδὲ διὰ τὴν ἀσθένειαν μόνον τῶν ἀκουόντων ταπεινὰ φθέγγεται πολλάκις ὁ Χριστὸς, ἀλλὰ πολλαχοῦ καὶ ταπεινοφρονεῖν διδάσκων. Κἀκείναις μὲν ἱκανῶς τότε
55ἐπεξήλθομεν ταῖς αἰτίαις, καὶ τῆς ἐπὶ τῷ Λαζάρῳ, καὶ τῆς πρὸς αὐτῷ τῷ σταυρῷ γενομένης εὐχῆς μνη‐ μονεύσαντες, καὶ δείξαντες σαφῶς, ὅτι τὴν μὲν, ἵνα τὴν οἰκονομίαν πιστώσηται, τὴν δὲ, ἵνα τὴν τῶν ἀκουόντων ἀσθένειαν διορθώσηται, πεποίηκεν, οὐδε‐
60μιᾶς αὐτὸς δεόμενος βοηθείας. Ὅτι δὲ πολλὰ καὶ τα‐ πεινοφρονεῖν αὐτοὺς διδάσκων ἐποίει, καὶ τοῦτο ἄκου‐
σον. Ἔβαλεν ὕδωρ εἰς τὸν νιπτῆρα· καὶ ὡς οὐκ ἀρ‐Column end

48

.

786

κοῦν τοῦτο, ἔτι καὶ λεντίῳ διεζώσατο, πρὸς τὴν ἐσχά‐ την εὐτέλειαν κατάγων ἑαυτὸν, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, μετὰ δὲ τῶν μαθητῶν καὶ τοῦ προδότου τοὺς πόδας ἔνιψε. Τίς οὐκ ἂν ἐκπλα‐
5γείη καὶ θαυμάσειε; Τοῦ μέλλοντος αὐτὸν προδιδόναι νίπτει τοὺς πόδας· καὶ τὸν Πέτρον διακρουόμενον καὶ λέγοντα, Κύριε, οὐ μή μου νίψεις τοὺς πόδας, οὐ παρατρέχει, ἀλλά φησι πρὸς αὐτόν· Ἐὰν μὴ νίψω σου τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ· ὁ δὲ,
10Κύριε, μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὰς χεῖ‐ ρας καὶ τὴν κεφαλήν. Εἶδες εὐλάβειαν μαθητοῦ δι’ ἀμφοτέρων, καὶ διὰ τῆς παραιτήσεως, καὶ διὰ τῆς συγκαταθέσεως; Εἰ γὰρ καὶ ἐναντία τὰ ῥήματα, ἀλλ’ ὑπὸ ζεούσης ἀμφότερα γνώμης ἐλέγετο. Ὁρᾷς πῶς
15πανταχοῦ θερμὸς ἦν καὶ διεγηγερμένος; Ἀλλ’ ὅπερ ἔλεγον, ἵνα μὴ διὰ τὴν τοῦ πράγματος εὐτέλειαν τῆς φύσεως καταγνῷς εὐτέλειαν, μετὰ τὸ νίψαι τί φησι πρὸς αὐτοὺς, ἄκουσον· Γινώσκετε τί πεποίηκα ὑμῖν; Ὑμεῖς καλεῖτέ με, ὁ Κύριος, καὶ ὁ διδάσκαλος,
20καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ἔνιψα ὑμῶν τοὺς πόδας, οὕτω καὶ ὑμεῖς ὀφείλετε ἀλλήλοις ποιεῖν. Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα ὡς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ἀλλήλοις ποιῆτε.
25 Ὁρᾷς ὅτι πολλὰ ὑποδείγματος ἕνεκεν ἐποίει; Καθά‐ περ γάρ τις διδάσκαλος σοφίας πεπληρωμένος παι‐ δίοις ψελλίζουσι συμψελλίζει, καὶ ὁ ψελλισμὸς οὐ τῆς ἀμαθίας τοῦ διδασκάλου, ἀλλὰ τῆς κηδεμονίας τῆς πρὸς τοὺς παῖδάς ἐστι τεκμήριον· οὕτω δὴ καὶ ὁ Χρι‐
30στὸς οὐ δι’ εὐτέλειαν τῆς οὐσίας ταῦτα ἐποίει, ἀλλὰ διὰ συγκατάβασιν. Καὶ δεῖ ταῦτα οὐχ ἁπλῶς παρατρέ‐ χειν· καὶ γὰρ αὐτὸ τοῦτο εἰ καθ’ ἑαυτὸ νῦν ἐξετάσω‐ μεν, ὅρα ὅσον ἄτοπον ἕψεται. Εἰ γὰρ ὁ νίπτων τοῦ νιπτομένου εὐτελέστερος εἶναι δοκεῖ (ἔστι δὲ ὁ μὲν
35νίπτων ὁ Χριστὸς, οἱ μαθηταὶ δὲ οἱ νιπτόμενοι), ἄρα εὐτελέστερος ἔσται ὁ Χριστὸς τῶν μαθητῶν. Ἀλλ’ οὐδεὶς ἂν τοῦτο οὐδὲ μαινόμενος εἴποι. Ὁρᾷς ὅσον ἐστὶ κακὸν τὰς αἰτίας ἀγνοεῖν, δι’ ἃς ὁ Χριστὸς ἐποίει πάντα ἅπερ ἐποίει; Μᾶλλον δὲ βλέπεις, ὅσον
40ἐστὶν ἀγαθὸν πάντα μετὰ ἀκριβείας ἐξετάζειν, καὶ μὴ ἁπλῶς, ὅτι εἶπέ τι ταπεινὸν ἢ ἐποίησεν, ἀλλὰ καὶ τίνος ἕνεκεν καὶ διὰ τί προστιθέναι; Οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο ἐποίησεν, ἀλλὰ καὶ ἀλλαχοῦ τὸ αὐτὸ τοῦτο ᾐνίξατο. Εἰπὼν γὰρ, Τίς ἐστι μείζων, ὁ ἀνα‐
45κείμενος, ἢ ὁ διακονῶν; ἐπήγαγεν, Οὐχὶ ὁ ἀνα‐ κείμενος; Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν, ὡς ὁ δια‐ κονῶν. Καὶ τοῦτο δὲ εἶπε, κἀκεῖνο ἐποίησε, δεικνὺς ὅτι πολλαχοῦ τὰ ἐλάττονα ἁρπάζει εἰς διδασκαλίαν τῶν μαθητῶν, μετριάζειν τε ὁμοῦ πείθων αὐτούς. Καὶ

48

.

786

(50)

δῆλον ὅτι οὐ διὰ τὸ τῆς φύσεως καταδεέστερον, ἀλλὰ διὰ τὴν ἐκείνων διδασκαλίαν ταῦτα πάντα ἀνέχεται. Καὶ γὰρ ἀλλαχοῦ φησιν· Οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, παρὰ δὲ ὑμῖν οὐχ οὕ‐ τως· ἀλλ’ ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω
55πάντων διάκονος. Καὶ γὰρ Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι. Εἰ τοί‐ νυν διακονῆσαι ἦλθε καὶ ταπεινοφροσύνην διδάξαι,
μὴ θορυβοῦ, μηδὲ κατάπιπτε, εἰ τὰ τῶν διακόνων785

48

.

787

ἴδοις αὐτὸν ἐπιτελοῦντά που καὶ φθεγγόμενον. Οὕτω καὶ πολλὰς τῶν εὐχῶν ἀπὸ τῆς αὐτῆς ἐπιτελεῖ γνώ‐ μης. Καὶ γὰρ προσῆλθον αὐτῷ λέγοντες, Κύριε, δί‐ δαξον ἡμᾶς προσεύχεσθαι, ὥσπερ Ἰωάννης ἐδί‐
5δαξε τοὺς μαθητὰς αὐτοῦ. Τί οὖν ἐχρῆν ποιεῖν, εἰπέ μοι; μὴ διδάξαι αὐτοὺς προσεύχεσθαι; Ἀλλὰ διὰ τοῦτο ἦλθεν, ἵνα εἰς πᾶσαν αὐτοὺς ἐναγάγῃ φιλοσοφίαν. Ἀλλ’ ἐχρῆν διδάξαι; Οὐκοῦν εὔξασθαι ἔδει.
10 Ἀλλ’ ἔδει ῥήματι τοῦτο μόνον ποιῆσαι, φησίν. Ἀλλ’ οὐχ οὕτως ἡ διὰ τῶν ῥημάτων, ὡς ἡ διὰ τῶν πρα‐ γμάτων διδασκαλία τοὺς μαθητευομένους ἐνάγειν εἴω‐ θε. Διά τοι τοῦτο οὐχὶ διδάσκει αὐτοὺς εὐχὴν μόνον τὴν διὰ τῶν ῥημάτων, ἀλλὰ καὶ αὐτὸς διατελεῖ τοῦτο
15ποιῶν, καὶ εὔχεται διανυκτερεύων ἐν ταῖς ἐρημίαις, ἡμᾶς παιδεύων καὶ νουθετῶν, ἐπειδὰν μέλλωμεν ὁμι‐ λεῖν τῷ Θεῷ, φεύγειν θορύβους καὶ τὰς ἐν μέσῳ τα‐ ραχὰς, καὶ πρὸς ἐρημίαν ἀναχωρεῖν, οὐχὶ τόπων μό‐ νον, ἀλλὰ καὶ καιρῶν. Ἐρημία δὲ οὐχὶ ὄρος μόνον
20ἐστὶν, ἀλλὰ καὶ οἰκίσκος κραυγῆς ἀπηλλαγμέ‐ νος. γʹ. Καὶ ἵνα μάθητε ὅτι συγκαταβάσεώς ἐστιν ἡ εὐχὴ, μάλιστα μὲν καὶ ἤδη διὰ τῶν περὶ τὸν Λάζαρον συμ‐ βάντων ἀπεδείξαμεν· πλὴν ἀλλὰ καὶ ἑτέρωθεν δῆλον.
25Τίνος γὰρ ἕνεκεν ἐπὶ τῶν μειζόνων οὐκ εὔχεται θαυ‐ μάτων, ἀλλ’ ἐπὶ τῶν ἐλαττόνων; Εἰ γὰρ δεόμενος βοηθείας ηὔχετο καὶ οὐκ ἔχων αὐτοτελῆ δύναμιν, ἐπὶ πάντων εὔχεσθαι ἔδει καὶ τὸν Πατέρα καλεῖν· εἰ δὲ μὴ ἐπὶ πάντων, κἂν ἐπὶ τῶν μειζόνων. Νῦν δὲ τὸ
30ἐναντίον ποιεῖ· ἐπὶ τῶν μειζόνων πραγμάτων οὐκ εὔχεται, ἵνα δείξῃ, ὅτι τοὺς ἄλλους παιδεύων τοῦτο ἐποίει, οὐχὶ δυνάμεως δεόμενος. Ὅτε γοῦν τοὺς ἄρ‐ τους εὐλόγησεν, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὔξατο, ἡμᾶς παιδεύων τραπέζης μὴ πρότερον ἀπογεύεσθαι,
35ἕως ἂν εὐχαριστήσωμεν τῷ τοὺς καρποὺς πεποιηκότι Θεῷ· καὶ πολλοὺς νεκροὺς ἀναστήσας, οὐκ ηὔξατο, ἐπὶ δὲ Λαζάρου μόνον. Καὶ τὴν αἰτίαν τότε εἰρήκα‐ μεν, ὅτι τὴν ἀσθένειαν τῶν παρόντων διορθούμενος, ἣν καὶ αὐτὸς εἶπε, σαφῶς οὕτω προσθεὶς, ὅτι διὰ
40τὸν ὄχλον τὸν περιεστῶτα εἶπον. Καὶ ὅτι οὐχ ἡ εὐχὴ, ἀλλ’ ἡ φωνὴ τὸν νεκρὸν ἤγειρεν, ἱκανῶς ἀπ‐ εδείξαμεν τότε· καὶ ἵνα μάθῃς τοῦτο σαφέστερον, ὅρα. Ὅταν γὰρ κολάζειν δέῃ, καὶ ὅταν τιμᾷν, καὶ ὅταν
45ἁμαρτήματα ἀφιέναι, καὶ ὅταν νομοθετεῖν, καὶ ὅταν τι τῶν πολλῷ μειζόνων δέῃ ποιεῖν, οὐδαμοῦ τὸν Πα‐ τέρα καλοῦντα αὐτὸν εὑρήσεις, οὐδὲ εὐχόμενον, ἀλλὰ μετὰ αὐθεντίας ἅπαντα πράττοντα. Καὶ τούτων ἕκα‐ στον ἐγὼ μὲν ἀπαριθμήσομαι· σὺ δὲ σκόπει μετὰ

48

.

787

(50)

ἀκριβείας, πῶς οὐδαμοῦ δεῖται εὐχῆς. Δεῦτε, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Καὶ πάλιν, Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐ‐
55τοῦ. Ἰδοὺ κολάζει καὶ τιμᾷ μετὰ αὐθεντίας ἁπάσης, καὶ εὐχῆς οὐδεμιᾶς δεῖται. Πάλιν, ὅταν διορθῶσαι σῶμα δέῃ διαλελυμένον. Ἐγερθεὶς ἆρον τὸν κράβ‐
βατόν σου, καὶ περιπάτει· ὅταν ἀπαλλάξαι θανά‐Column end

48

.

788

του, Ταλιθὰ κοῦμι, ἀνάστηθι· ὅταν ἐλευθερῶσαι ἁμαρτημάτων, Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· ὅταν ἐπιτιμῆσαι δαίμοσι, Σοὶ λέγω, τὸ πονηρὸν δαιμόνιον, ἔξελθε ἀπ’ αὐτοῦ· ὅταν κα‐
5ταστεῖλαι τὴν θάλασσαν, Σιώπα, πεφίμωσο· ὅταν καθᾶραί τινα λέπρᾳ κατεχόμενον, Θέλω, καθαρί‐ σθητι· ὅταν νομοθετῆσαι, Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, Ὃς ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος
10ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Εἶδες πάντα μετὰ αὐθεντίας ποιοῦντα δεσποτικῆς, καὶ εἰς γέενναν ἐκβάλλοντα, καὶ εἰς βασιλείαν εἰσάγοντα, καὶ παρά‐ λυσιν διορθούμενον, καὶ εἰς θάνατον ἀπελαύνοντα, καὶ ἁμαρτίας ἀφιέντα, καὶ δαίμοσιν ἐπιτιμῶντα, καὶ
15τὴν θάλατταν καταστέλλοντα; Καίτοι τί μεῖζον, εἰπέ μοι, εἰς βασιλείαν εἰσαγαγεῖν, καὶ εἰς γέενναν ἐμβα‐ λεῖν, καὶ ἁμαρτίας ἀφιέναι, καὶ νόμους θεῖναι μετὰ αὐθεντίας, ἢ ἄρτους ποιῆσαι; οὐκ εὔδηλον καὶ ὡμο‐ λογημένον ἅπασιν, ὅτι ταῦτα ἐκείνων μείζω; Ἀλλ’
20ὅμως ἐπὶ τῶν μειζόνων οὐκ εὔχεται, δεικνὺς ὅτι καὶ ἐπὶ τῶν ἐλαττόνων οὐ δι’ ἀσθένειαν δυνάμεως τοῦτο ἐποίει, ἀλλὰ διὰ διδασκαλίαν τῶν τότε παρόντων. Καὶ ἵνα μάθῃς, ὅσον ἐστὶν ἁμαρτίας ἀφιέναι, παράγω σοι μάρτυρα τὸν προφήτην· οὐδενὸς γὰρ ἑτέρου τοῦτο
25δείκνυσιν ὁ προφήτης, ἢ τοῦ Θεοῦ μόνου. Τίς γὰρ Θεὸς, φησὶν, ὥσπερ σὺ, ἐξαίρων ἀνομίας, ὑπερβαί‐ νων ἀδικίας; Καὶ τὸ εἰς βασιλείαν δὲ εἰσαγαγεῖν τοῦ τὸν θάνατον λῦσαι πολλῷ μεῖζόν ἐστι· ἀλλ’ ὅμως κἀκεῖνο μετ’ ἐξουσίας ποιεῖ. Καὶ τὸ νομοθετεῖν δὲ,
30οὐ τῶν ὑποτεταγμένων, ἀλλὰ τῶν βασιλευόντων ἐστί· καὶ τοῦτο βοᾷ μὲν αὐτὴ τῶν πραγμάτων ἡ φύσις· βασιλέων γὰρ μόνον ἐστὶ τιθέναι νόμους· δείκνυσι δὲ καὶ ὁ Ἀπόστολος, οὕτω λέγων· Περὶ δὲ τῶν παρ‐ θένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δί‐
35δωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Ἐπειδὴ γὰρ δοῦλος ἦν καὶ διάκονος, οὐκ ἐτόλμησε προσθεῖναι τοῖς ἐξ ἀρχῆς νομοθετηθεῖσιν. Ὁ δὲ Χρι‐ στὸς οὐχ οὕτως, ἀλλὰ μετὰ πολλῆς τῆς αὐθεντίας τοὺς παλαιοὺς ἀναγινώσκει νόμους, καὶ τοὺς παρ’
40αὑτοῦ πάλιν εἰσάγει. Εἰ δὲ τὸ νόμους ἁπλῶς τιθέναι, βασιλικῆς μόνον ἐστὶν ἐξουσίας. ὅταν εὑρίσκηται μὴ μόνον νόμους τιθεὶς οὗτος, ἀλλὰ καὶ τοὺς παλαιοὺς διορθούμενος, τίς ὑπολείπεται λόγος τοῖς ἀναισχυντεῖν βουλομένοις; Ἀπὸ γὰρ τούτου δῆλον, ὅτι τῆς αὐτῆς
45οὐσίας ἐστὶ τῷ γεγεννηκότι. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ἐπ’ αὐτὸ τῆς Γραφῆς ἔλθωμεν τὸ χωρίον. Ἀνελθὼν εἰς τὸ ὄρος, φησὶν, ἐκάθητο, καὶ περιεστώτων πάντων ἤρξατο λέγειν· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, οἱ πραεῖς,

48

.

788

(50)

οἱ ἐλεήμονες, οἱ καθαροὶ τῇ καρδίᾳ. Εἶτα μετὰ τοὺς μακαρισμοὺς ἐκείνους λέγει· Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Τίς γὰρ τοῦτο ὑπώπτευσεν; ἢ τί τῶν εἰρημένων ἐναντίον ἦν
55τοῖς προτέροις, ἵνα τοῦτο εἴπῃ; Μακάριοι, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι, τουτέστιν, οἱ ταπεινόφρονες. Ἀλλὰ τοῦτο καὶ ἡ Παλαιὰ εἶπε· Θυσία γὰρ τῷ Θεῷ
πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην787

48

.

789

καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Καὶ πάλιν· Μακάριοι οἱ πραεῖς. Καὶ τοῦτο Ἡσαΐας πά‐ λιν βοᾷ ἐκ προσώπου τοῦ Θεοῦ λέγων· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ
5τρέμοντά μου τοὺς λόγους; Μακάριοι οἱ ἐλεήμο‐ νες. Καὶ τοῦτο πάλιν πανταχοῦ διέσπαρται· Μὴ ἀποστερήσῃς γὰρ, φησὶν, τὴν ζωὴν τοῦ πτωχοῦ, ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου· καὶ πολὺς παν‐ ταχοῦ περὶ φιλανθρωπίας ἐστὶν ὁ λόγος. Μα‐
10κάριοι οἱ καθαροὶ τῇ καρδίᾳ. Τοῦτο καὶ ὁ Δαυΐδ φησι· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Καὶ τοὺς λοιποὺς δὲ εἴ τις ἐπέλθοι μακαρι‐ σμοὺς, εὑρήσει πολλὴν οὖσαν τὴν συμφωνίαν. Τίνος
15οὖν ἕνεκεν, μηδὲν ἐναντίον εἰρηκὼς τοῖς προτέροις, ἐπήγαγεν· Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας; Οὐ διὰ τὰ εἰρημένα, ἀλλὰ διὰ τὰ μέλλοντα ῥηθήσεσθαι ταύτην τὴν διόρθωσιν τίθησιν. Ἐπειδὴ γὰρ ἔμελλεν ἐμβαίνειν εἰς ἐπίτασιν
20ἐντολῶν, ἵνα μὴ νομίσωσι τὴν αὔξησιν ἐναντίωσιν εἶναι, μηδὲ τὴν προσθήκην μάχην, διὰ τοῦτο εἶπε· Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· τουτέστι, μέλλω τινὰ λέγειν τελεώ‐ τερα τῶν πρότερον εἰρημένων· οἷον ὅτι Ἠκούσατε,
25Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω, Οὐκ ὀργισθήσῃ. Ἠκούσατε ὅτι Οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὅτι Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσε· καὶ ὅσα τοιαῦτα. Μὴ τοίνυν νομίσητε κατάλυσιν εἶναι τὴν τελείωσιν· οὐ γάρ ἐστι κατάλυ‐
30σις, ἀλλὰ πλήρωσις· καὶ ὅπερ ἐπὶ τῶν σωμάτων ἐποίησε, τοῦτο καὶ ἐπὶ τοῦ νόμου ποιεῖ. Τί δὲ ἐπὶ τῶν σωμάτων εἰργάσατο; Ἐλθὼν καὶ εὑρὼν ἀνάπηρα πολλὰ μέλη, καὶ ἐνδεῶς ἔχοντα πάντα, ἀπήρτισε, καὶ εἰς τὴν προσήκουσαν εὐκοσμίαν ἐπανήγαγε, διὰ τῶν
35πραγμάτων αὐτῶν ἅπασι ποιῶν φανερὸν ὅτι καὶ τοὺς ἀρχαίους αὐτὸς τέθεικε νόμους, καὶ τὴν φύσιν τὴν ἡμετέραν ἐδημιούργησε. Καὶ ὅτι τοῦτο ἐσπούδαζεν ἀποδεῖξαι, δῆλον ἀπὸ τῆς τοῦ τυφλοῦ θεραπείας μάλιστα. Παριὼν γὰρ καὶ
40ἰδών τινα τυφλὸν, ἐποίησε πηλὸν, καὶ τὸν τοιοῦτον πηλὸν τοῖς πεπηρωμένοις ἐπέχρισεν ὄμμασι, καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὸν Σιλωάμ. Τίνος γὰρ ἕνεκεν ὁ νεκροὺς ἐπιτάγματι ψιλῷ συνεχῶς ἐγείρων, καὶ πολλὰ ἕτερα τοιαῦτα θαυματουργῶν, ἐνταῦθα καὶ
45ἔργον τι προστίθησι, πηλὸν ποιῶν, καὶ διαπλάττων αὐτῷ τοὺς ὀφθαλμούς; οὐκ εὔδηλον ἵν’ ὅταν ἀκούσῃς ὅτι ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασεν τὸν ἄνθρωπον, μάθῃς διὰ τοῦ νῦν γινομένου ὅτι οὗτος ἐκεῖνός ἐστιν ὁ παρὰ τὴν ἀρχὴν πλάσας τὸν ἄνθρω‐

48

.

789

(50)

πον; ἐπεὶ εἰ μὴ τοῦτο δεῖξαι ἐβούλετο, περιττὸν ἦν ὅπερ εἰργάζετο. Εἶτα ἵνα μάθῃς ὅτι οὐχ ἡ τοῦ πηλοῦ χρεία συνέπραξεν αὐτῷ πρὸς τὴν ἀνάβλεψιν τοῦ πε‐ πηρωμένου, ἀλλ’ ἤρκει καὶ χωρὶς τῆς ὕλης ἐκείνης προστάγματι μόνῳ διαπλάσαι τοὺς ὀφθαλμοὺς, προσ‐
55τίθησι καὶ λέγει· Ὕπαγε, νίψαι εἰς τὸν Σιλωάμ. Μετὰ γὰρ τὸ δεῖξαι ἡμῖν διὰ τοῦ τρόπου τῆς δημιουρ‐ γίας τίς ἦν ὁ καὶ ἐξ ἀρχῆς τὸν ἄνθρωπον ποιήσας, τότε λέγει αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὸν Σιλωάμ. Καθάπερ οὖν ἀνδριαντοποιὸς ἄριστος βουλόμενος διὰ
60τῶν ἔργων ἐπιδείξασθαι τὴν ἑαυτοῦ τέχνην, ἀφίησι, τὸν ἀνδριάντα διαπλάττων. τὸ μέρος, ἵνα περὶ τῆς τοῦ παντὸς τέχνης ἀπόδειξιν ἐν τῷ λείποντι δῷ· οὕτω καὶ ὁ Χριστὸς, ὅτι τὸν ὅλον ἄνθρωπον αὐτὸς ἐποίησε
δεῖξαι βουλόμενος, ἀφῆκεν ἀτελῆ τοῦτον, ἵν’ ἐλθὼνColumn end

48

.

790

καὶ τοὺς ὀφθαλμοὺς ἀποδοὺς, διὰ τοῦ μέρους τὴν περὶ τοῦ παντὸς ἡμῖν ἐγκαταβάλῃ πίστιν. Καὶ ὅρα ποῦ τοῦτο ἐποίησεν· οὐκ ἐπὶ χειρὸς καὶ ποδὸς, ἀλλ’ ἐπὶ ὀφθαλμῶν, τοῦ καλλίστου καὶ ἀνα‐
5γκαιοτάτου τῶν μελῶν τῶν ἡμετέρων, καὶ οὗ τιμιώ‐ τερον ἡμῖν οὐδέν ἐστι μέλος. Ὁ δὲ τὸ κάλλιστον καὶ ἀναγκαιότατον διαπλάσαι δυνηθεὶς, τοὺς ὀφθαλμοὺς λέγω, εὔδηλον ὅτι καὶ χεῖρα καὶ πόδα καὶ τὰ λοιπὰ δύναται κατασκευάσαι μέλη. Ὢ μακαρίων
10ὀφθαλμῶν ἐκείνων, οἳ θέατρον ἐγένοντο τοῖς παροῦ‐ σιν ἅπασι, καὶ πάντας πρὸς ἑαυτοὺς ἐπεσπάσαντο, καὶ φωνὴν διὰ τοῦ κάλλους ἀφῆκαν, διδάσκοντες τοὺς παρόντας ἅπαντας τὴν τοῦ Χριστοῦ δύναμιν. Καὶ ἦν παράδοξον τὸ γινόμενον· ὁ γὰρ τυφλὸς τοὺς ὁρῶν‐
15τας βλέπειν ἐδίδασκεν. Ὅπερ οὖν καὶ ὁ Χριστὸς δη‐ λῶν ἔλεγεν· Εἰς κρῖμα ἦλθον εἰς τὸν κόσμον τοῦ‐ τον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέ‐ ποντες τυφλοὶ γένωνται. Ὢ πηρώσεως μακαρίας· οὓς γὰρ οὐκ ἔλαβε παρὰ τῆς φύσεως, ἔλαβε παρὰ
20τῆς χάριτος, οὐδὲν ἐκ τῆς ἀναβολῆς ζημιωθεὶς το‐ σοῦτον, ὅσον ἐκέρδανε τοῦ κατὰ τὴν δημιουργίαν τρόπου. Τί γὰρ ἂν γένοιτο τῶν ὀφθαλμῶν θαυμαστό‐ τερον ἐκείνων, οὓς ἄμωμοι καὶ ἅγιαι χεῖρες διαπλά‐ σαι κατηξίωσαν; Καὶ ὅπερ ἐπὶ τῆς στείρας συνέβη,
25τοῦτο καὶ ἐνταῦθα ἐγένετο. Καθάπερ γὰρ ἐκείνη οὐδὲν ἐκ τῆς μελλήσεως παρεβλάπτετο, ἀλλὰ καὶ λαμπροτέρα μᾶλλον ἐγένετο, οὐ νόμοις φύσεως, ἀλλὰ νόμοις χάριτος τὸ παιδίον ἀπολαβοῦσα· οὕτω δὴ καὶ ὁ τυφλὸς οὐδὲν ἐκ τῆς παρελθούσης παρεβλάβη πη‐
30ρώσεως, ἀλλὰ καὶ τὰ μέγιστα ἐντεῦθεν ἐκέρδανε, τὸν τῆς δικαιοσύνης ἥλιον πρότερον ἰδεῖν καταξιωθεὶς, καὶ τότε τοῦτον τὸν αἰσθητόν. εʹ. Ταῦτα λέγω ἵνα μὴ δυσχεραίνωμεν, ἐπειδὰν ἴδω‐ μεν ἢ ἑαυτοὺς, ἢ ἑτέρους τινὰς ἐν συμφοραῖς ὄντας.
35Ἂν γὰρ εὐχαρίστως καὶ γενναίως φέρωμεν τὰ συμπί‐ πτοντα ἅπαντα, πάντως εἰς τέλος χρηστὸν καὶ πολλὰ ἔχον ἀγαθὰ πᾶσα ἡμῖν ἀπαντήσεται ἡ συμφορά. Ἀλλ’ ὅπερ ἠβουλήθην εἰπεῖν, ὅτι ὥσπερ τὰ σώματα ἐνδεῶς ἔχοντα ἀπηρτισμένα κατεσκεύαζεν, οὕτω καὶ τὸν νό‐
40μον ἀτελῆ λαβὼν ἐῤῥύθμιζε καὶ διέπλαττε καὶ πρὸς τὸ βέλτιον ἐξῆγε. Μηδεὶς δὲ ἀκούων ὅτι ὁ νόμος ἀτε‐ λὴς ἦν, τοῦ θέντος αὐτὸν κατηγορεῖν ἡμᾶς νομιζέτω. Ἀτελὴς γὰρ ἐκεῖνος οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὸν χρόνον λοιπὸν ἐγίνετο· ἐπεὶ κατὰ τὸν και‐
45ρὸν, ὃν εἰσηνέχθη, σφόδρα τέλειος ἦν, καὶ τοῖς δεχο‐ μένοις αὐτὸν κατάλληλος· ἐπειδὴ δὲ πρὸς τὸ βέλτιον ὑπ’ ἐκείνου παιδευθεῖσα λοιπὸν ἡ φύσις ἐπιδέδωκεν, ἀτελέστερος, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἐπίδοσιν τῆς ἀρετῆς τῶν ὑπ’ αὐτοῦ διδαχθέντων

48

.

790

(50)

οὗτος ἐγένετο. Καὶ καθάπερ τόξα καὶ βέλη, παιδίῳ κατασκευασθέντα βασιλικῷ πρὸς γυμνασίαν μᾶλλον ἢ πρὸς μάχην καὶ πόλεμον, αὐξηθέντος δὲ τοῦ παι‐ δίου καὶ μαθόντος ἀριστεύειν ἐν πολέμοις, ἄχρηστα γίνεται· οὕτω δὴ καὶ ἐπὶ τῆς φύσεως συνέβη τῆς
55ἡμετέρας· ἡνίκα ἀτελέστερον διεκείμεθα καὶ γυμνά‐ ζεσθαι ἐμανθάνομεν, κατάλληλα ἡμῖν ἔδωκεν ὅπλα, ἅπερ ἠδυνάμεθα φέρειν μετ’ εὐκολίας· ἐπειδὴ δὲ ηὐξήθημεν λοιπὸν κατὰ τὸν τῆς ἀρετῆς λόγον, ἀπὸ τῆς ἡμετέρας τελειότητος ἐκεῖνα λοιπὸν ἀτελῆ γέγονε.
60Διὰ τοῦτο ἦλθεν ὁ Χριστὸς ἕτερα μείζονα ἐγχειρίζων
ἡμῖν. Καὶ σκόπει μεθ’ ὅσης συνέσεως καὶ τοὺς πα‐789

48

.

791

λαιοὺς ἀναγινώσκει νόμους, καὶ τοὺς νέους παρατί‐ θησιν. Ἠκούσατε, φησὶν, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις. Εἰπὲ καὶ παρὰ τίνος ἐῤῥέθη· σὺ εἶ‐ πας τοῦτο, ἢ ὁ Πατὴρ ὁ σός; Ἀλλ’ οὐ λέγει.
5 Τίνος οὖν ἕνεκεν τοῦτο ἐσίγησε, καὶ τὸν εἰπόντα οὐκ ἐποίησε φανερὸν, ἀλλ’ ἀπρόσωπον τὴν νομοθε‐ σίαν εἰσήγαγεν; Ὅτι εἰ μὲν εἶπεν· Οὐ φονεύ‐ σεις, ἐγὼ δὲ λέγω ὑμῖν· Οὐκ ὀργισθήσῃ, ἔδοξεν ἂν βαρὺ τὸ λεγόμενον εἶναι διὰ τὴν ἀπόνοιαν τῶν ἀκου‐
10όντων μηδέπω συνιέναι δυναμένων, ὅτι οὐκ ἀνατρέπων τὰ πρότερα, ἀλλ’ αὔξων ταῦτα ἐνομοθέτει· καὶ εἶ‐ πον ἂν πρὸς αὐτόν· Τί λέγεις; ὁ Πατήρ σου εἶπεν· Οὐ φονεύσεις, σὺ δὲ λέγεις· Οὐκ ὀργισθήσῃ; Ἵν’ οὖν μή τις ἐναντίον αὐτὸν τῷ Πατρὶ νομίσῃ εἶναι, ἢ ὡς
15σοφώτερόν τι πλέον εἰσφέρειν ἐκείνου, οὐκ εἶπεν, ὅτι Ἠκούσατε παρὰ τοῦ Πατρός. Πάλιν εἰ εἶπεν· Ἠκού‐ σατε ὅτι ἐγὼ εἶπον τοῖς ἀρχαίοις, ἀφόρητον ἔδοξεν ἂν εἶναι, καὶ τοῦτο οὐκ ἔλαττον ἢ τὸ πρότερον. Εἰ γὰρ, ἐπειδὴ εἶπε, Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι ἐγώ
20εἰμι, λιθάσαι αὐτὸν ἐπεχείρησαν, εἰ προσέθηκεν ὅτι καὶ Μωϋσῇ αὐτὸς τὸν νόμον ἔδωκε, τί οὐκ ἂν ἐποίη‐ σαν; Διὰ τοῦτο οὔτε περὶ ἑαυτοῦ, οὔτε περὶ τοῦ Πα‐ τρὸς οὐδὲν εἰπὼν, ἀλλὰ μέσον ἀφεὶς, καὶ εἰπών· Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύ‐
25σεις· ὅπερ ἐπὶ τῶν σωμάτων ἐποίησε, διὰ τῆς τοῦ λείποντος ἀναπληρώσεως διδάξας αὐτοὺς καὶ τὸν ἐν ἀρχῇ δημιουργήσαντα τὸν ἄνθρωπον, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, διὰ τῆς τοῦ νόμου διορθώσεως καὶ τῆς τοῦ ἐνδέοντος προσθήκης διδάσκων τίς ἐστιν
30ὃ καὶ παρὰ τὴν ἀρχὴν τὸν νόμον δεδωκώς. Διὰ τοῦτο καὶ περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας διαλεγόμενος, οὔτε ἑαυτοῦ, οὔτε τοῦ Πατρὸς ἐμνή‐ σθη, ἀλλὰ καὶ ἐνταῦθα ἀπρόσωπόν τε καὶ ἀδι‐ όριστον ποιεῖται τὸν λόγον, εἰπών· Ὁ ποιήσας ἐξ
35ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ τῷ μὲν ῥήματι ἐσίγησε τὸν ποιήσαντα, τῷ δὲ ἔργῳ ἐδί‐ δαξε τὰ λείποντα τῶν σωμάτων ἀναπληρῶν. Οὕτω καὶ ἐνταῦθα εἰπὼν, ὅτι Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, παρὰ μὲν τίνος ἐῤῥέθη ἐσίγησε, διὰ δὲ
40τῶν ἔργων αὐτῶν ἐδήλωσεν ἑαυτόν. Ὁ γὰρ τὸ λεῖπον ἀναπληρώσας, οὗτός ἐστιν ὁ καὶ ἐξ ἀρχῆς αὐτὸν εἰσ‐ ενεγκών. Καὶ αὐτοὺς δὲ τοὺς παλαιοὺς ἀναγινώσκει νόμους, ἵνα τῇ παραθέσει μάθωσιν οἱ ἀκούοντες ὅτι οὔτε ἐναντιώσεώς ἐστι τὰ λεγόμενα, καὶ ὅτι τῷ γεγεν‐
45νηκότι τὴν αὐτὴν ἐξουσίαν ἔχει. Ταῦτα καὶ οἱ Ἰουδαῖοι συνῆκαν καὶ ἐθαύμαζον. Καὶ ὅτι ἐθαύμαζον, ἄκουε τοῦ εὐαγγελιστοῦ τοῦτο δηλοῦντος καὶ λέγοντος· Ἐξε‐ πλήσσοντο, φησὶν, οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ

48

.

791

(50)

ὡς οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι. Τί οὖν, εἰ κακῶς τοῦτο ὑπώπτευον ἐκεῖνοι; φησί. Καὶ μὴν οὐκ ἐνεκάλεσεν αὐτοῖς, οὐδὲ ἐπετίμησεν, ἀλλὰ καὶ ἐκύ‐ ρωσεν αὐτῶν τὴν γνώμην. Προσελθόντος γὰρ εὐθέως τοῦ λεπροῦ καὶ λέγοντος· Κύριε, ἐὰν θέλῃς, δύνα‐
55σαί με καθαρίσαι· τί φησι; Θέλω, καθαρίσθητι. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν ἁπλῶς, Καθαρίσθητι; καίτοι ὁ λεπρὸς ἐμαρτύρησεν αὐτῷ ἐξουσίαν ἔχειν, εἰπὼν, Ἐὰν θέλῃς. Ἀλλ’ ἵνα μὴ νομίσῃς τῆς τοῦ λεπροῦ γνώμης εἶναι τὸ Ἐὰν θέλῃς, προσέθηκε καὶ
60αὐτὸς λέγων· Θέλω, καθαρίσθητι. Οὕτως ἐπίτηδες
πανταχοῦ τὴν ἐξουσίαν ἐδείκνυε τὴν ἑαυτοῦ, καὶ ὅτιColumn end

48

.

792

πάντα ἀπὸ αὐθεντίας ποιεῖ· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, περιττὸν ἦν τὸ λεγόμενον. ϛʹ. Μαθόντες τοίνυν διὰ πάντων αὐτοῦ τὴν ἐξουσίαν, ἂν ἴδωμεν ἑτέρωθι ταπεινόν τι ποιοῦντα καὶ λέγοντα,
5διά τε τὰς αἰτίας ἃς ἠριθμήσαμεν πρῴην, καὶ διὰ τὸ βούλεσθαι τοὺς ἀκούοντας εἰς ταπεινοφροσύ‐ νην ἐναγαγεῖν, μὴ διὰ τοῦτο αὐτὸν εἰς εὐτέλειαν οὐ‐ σίας διαβάλλωμεν. Καὶ γὰρ αὐτὸ τὸ σάρκα ἀναλαβεῖν ἀπὸ ταπεινοφροσύνης ὑπέμεινεν, οὐ διὰ τὸ καταδεέ‐
10στερον εἶναι τοῦ Πατρός. Καὶ πόθεν τοῦτο δῆλον; Καὶ γὰρ καὶ τοῦτο περιφέρουσιν οἱ τῆς ἀληθείας ἐχθροὶ, λέγοντες, ὅτι Εἰ ἴσος ἦν τῷ γεγεννηκότι, τίνος ἕνεκεν ὁ Πατὴρ οὐκ ἀνέλαβε σάρκα, ἀλλ’ ὁ Υἱὸς ὑπέδυ τὴν τοῦ δούλου μορφήν; ἆρα οὐκ εὔδηλον ὅτι ἐπειδὴ κα‐
15ταδεέστερος ἦν; Καὶ μὴν, εἰ διὰ τοῦτο τὴν ἡμετέραν ὑπέδυ φύσιν, τὸ Πνεῦμα, ὅ φασιν αὐτοὶ τοῦ Υἱοῦ ἔλαττον εἶναι (οὐ γὰρ ἂν ἡμεῖς εἴποιμεν), ἐκεῖνο σαρ‐ κωθῆναι ἔδει. Εἰ γὰρ διὰ τοῦτο μείζων τοῦ Υἱοῦ ὁ Πατὴρ, ἐπειδὴ ὁ μὲν ἐσαρκώθη, ὁ δὲ οὐκ ἐσαρκώθη,
20ἔσται καὶ τὸ Πνεῦμα αὐτοῦ διὰ τὴν αὐτὴν αἰτίαν μεῖζον· οὐδὲ γὰρ αὐτὸ σάρκα ἀνέλαβεν. Ἀλλ’ ἵνα μὴ ἀπὸ συλλογισμῶν τοῦτο ἀποφαινώ‐ μεθα, φέρε ἀπ’ αὐτῶν τῶν Γραφῶν αὐτὸ παραστή‐ σωμεν, δεικνύοντες ὅτι διὰ ταπεινοφροσύνην σάρκα
25ἀνέλαβεν. Ὁ γὰρ Παῦλος ὁ ταῦτα εἰδὼς ἀκριβῶς, ἐπειδὰν μέλλῃ τι τῶν χρησίμων ἡμῖν παραινεῖν, τὰ ὑποδείγματα ἄνωθεν ἡμῖν κατάγει τῆς ἀρετῆς· οἷον, συμβουλεύει πολλάκις περὶ ἀγάπης, καὶ βουλόμενος ἐναγαγεῖν τοὺς μαθητὰς εἰς τὸ ἀγαπᾷν ἀλλήλους,
30Χριστὸν εἰς μέσον παράγει λέγων· Οἱ ἄνδρες, ἀγα‐ πᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπη‐ σε τὴν Ἐκκλησίαν. Πάλιν, ἐπειδὰν περὶ ἐλεημοσύνης διαλέγηται, τοῦτο αὐτὸ ποιεῖ· διὸ καὶ λέγει· Γινώ‐ σκετε τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐
35στοῦ, ὅτι δι’ ὑμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε. Ὃ δὲ λέ‐ γει τοιοῦτόν ἐστιν· ὥσπερ ὁ Δεσπότης σου ἐπτώχευσε, σάρκα περιβαλόμενος, οὕτω σὺ πτώχευσον ἐν χρή‐ μασι· καὶ γὰρ ὥσπερ ἐκεῖνον οὐδὲν ἔβλαψεν ἡ πτω‐
40χεία τῆς δόξης, οὕτως οὐδὲ σὲ βλάψαι δυνήσεται ἡ τῶν χρημάτων πτωχεία, ἀλλὰ πολὺν ἐργάσεταί σοι τὸν πλοῦτον. Οὕτω καὶ περὶ ταπεινοφροσύνης πάλιν Φιλιππησίοις διαλεγόμενος τὸν Χριστὸν εἰς μέσον ἄγει, καὶ εἰπὼν, Τῇ ταπεινοφροσύνῃ ἀλλήλους
45ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, ἐπήγαγε· Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγή‐ σατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορ‐ φὴν δούλου λαβών. Καίτοι εἰ διὰ τὸ ἐλάττω εἶναι

48

.

792

(50)

κατὰ φύσιν, κατεδέξατο σάρκα φορέσαι, οὐκ ἔτι τα‐ πεινοφροσύνης τὸ γενόμενον, ἀλλὰ περιττῶς αὐτὸ παρήγαγεν ὁ Παῦλος εἰς ταπεινοφροσύνην παρακα‐ λῶν· ταπεινοφροσύνη γάρ ἐστιν ὅταν ἴσος ὑπακούῃ τῷ ἴσῳ. Τοῦτο οὖν καὶ αὐτὸς δεικνὺς λέγει· Ὃς ἐν
55μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δού‐ λου λαβών. Τί ἐστιν, Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών; Ὁ ἁρπάσας τι τῶν μὴ προσηκόντων κατ‐
60έχει τοῦτο διηνεκῶς καὶ ἀποθέσθαι οὐκ ἂν ἕλοιτο, δε‐
δοικὼς καὶ θαῤῥεῖν οὐκ ἔχων ὑπὲρ τῆς κτήσεως· ὁ791

48

.

793

δὲ ἀναφαίρετον ἔχων ἀγαθὸν, κἂν ἀποκρύπτῃ τοῦτο οὐ δέδοικεν. Οἷον, ἵνα καὶ ἐπὶ ὑποδείγματος ποιήσω τὸν λόγον φανερὸν, ἔστω τις τοῦ αὐτοῦ, ὁ μὲν οἰκέτης, ὁ δὲ
5υἱός· ἐὰν οὖν ὁ οἰκέτης ἐλευθερίαν ἀναβοήσῃ μηδα‐ μόθεν αὐτῷ προσήκουσαν, καὶ ἀντικαταστῇ τῷ δεσπότῃ, οὐχ ὑπομένει τι ποιῆσαι δουλικὸν, οὐδὲ ἐπιταττόμενος ὑπακούει, δεδοικὼς μὴ τοῦτο αὐτὸ τῇ ἐλευθερίᾳ λυμήνηται, καὶ πρόσκομμα αὐτῷ τὸ ἐπί‐
10ταγμα ἐργάσηται· ἥρπασε γὰρ τὴν τιμὴν, καὶ παρὰ ἀξίαν ἔχει. Ὁ δὲ υἱὸς οὐ παραιτήσεται ἐπιτελέσαι πᾶν ἔργον δουλικὸν, εἰδὼς ὅτι κἂν ἅπαντα διακονή‐ σηται τὰ τῶν δούλων, οὐδὲν αὐτῷ τὰ τῆς ἐλευθερίας παραβέβλαπται, ἀλλ’ ἀκίνητα μένει, τῆς φυσικῆς
15εὐγενείας ἀναιρεθῆναι μὴ δυναμένης ἀπὸ τῶν δουλι‐ κῶν ἔργων· ἐπειδήπερ οὐκ ἐξ ἁρπαγῆς αὐτὴν ἔχει, καθάπερ ὁ οἰκέτης, ἀλλ’ ἄνωθεν καὶ ἐκ πρώτης αὐτῷ συγκληρωθεῖσαν ἡμέρας. Τοῦτο οὖν καὶ ὁ Παῦλος δηλῶν περὶ τοῦ Χριστοῦ φησιν, ὅτι ἐπειδὴ
20φύσει ἐλεύθερος ἦν καὶ γνήσιος υἱὸς, οὐχ ὡς ἁρπα‐ γὴν λαβὼν τὴν ἰσότητα, ἐδέησεν αὐτὴν ἀποκρύψαι, ἀλλὰ θαῤῥῶν ἀνέλαβε τὴν δούλου μορφήν. ᾜδει γὰρ ᾔδει σαφῶς, ὅτι ἡ συγκατάβασις οὐδὲν αὐτοῦ τὴν δόξαν ἐλαττῶσαι δυνήσεται· οὐ γὰρ ἐπείσακτος ἦν,
25οὐδὲ κατὰ ἁρπαγὴν δοθεῖσα, οὐδὲ ἀλλοτρία καὶ μὴ προσήκουσα, ἀλλὰ φυσικὴ καὶ γνησία. Διὰ τοῦτο δού‐ λου μορφὴν ἔλαβεν, εἰδὼς σαφῶς καὶ πεπεισμένος, ὅτι οὐδὲν αὐτὸν τοῦτο παραβλάψαι δυνήσεται. Οὐκ‐ οῦν οὐδὲ παρέβλαψεν, ἀλλὰ καὶ ἐν τῇ τοῦ δούλου
30μορφῇ τὴν αὐτὴν ἔμεινε δόξαν ἔχων. Ὁρᾷς ὅτι καὶ αὐτὸ τὸ σάρκα ἀναλαβεῖν σημεῖόν ἐστι τοῦ τὸν Υἱὸν ἴσον εἶναι τῷ γεγεννηκότι, καὶ τοῦ τὴν ἰσότητα ταύ‐ την οὐκ ἐπείσακτον εἶναι, οὐδὲ ἐπιγινομένην καὶ ἀπο‐ γινομένην, ἀλλ’ ἀκίνητον καὶ βεβαίαν, καὶ οἵαν εἰκὸς
35ἔχειν υἱὸν πρὸς πατέρα; ζʹ. Ταῦτ’ οὖν ἅπαντα πρὸς ἐκείνους λέγωμεν, καὶ σπουδάζωμεν, τό γε εἰς ἡμᾶς ἧκον, ἀπάγειν αὐτοὺς τῆς πονηρᾶς ἐκείνης αἱρέσεως, καὶ πρὸς τὴν ἀλή‐ θειαν ἐπανάγειν. Καὶ ἡμεῖς δὲ αὐτοὶ μὴ τὴν πίστιν
40μόνην ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν νομίζωμεν, ἀλλὰ καὶ πολιτείας ἐπιμελώμεθα, καὶ βίον ἄριστον ἐπιδει‐ ξώμεθα, ἵν’ ἑκατέρωθεν ἡμῖν ἀπηρτισμένα ᾖ τὰ τῆς ὠφελείας. Καὶ ὃ παρεκάλεσα πρῴην, τοῦτο καὶ νῦν, ὥστε κατορθῶσαι, παρακαλῶ· καὶ τὰς πρὸς ἀλλή‐
45λους ἔχθρας καταλύσωμεν, καὶ μιᾶς ἡμέρας μηδεὶς πλέον ἔστω τοῦ πλησίον ἐχθρὸς, ἀλλὰ πρὸ τῆς νυκτὸς καταλυέτω τὴν ὀργὴν, ἵνα μὴ καθ’ ἑαυτὸν γενόμε‐ νος, καὶ τὰ γεγενημένα καὶ τὰ εἰρημένα παρὰ τῆς ἔχθρας συλλέγων μετὰ ἀκριβείας, χαλεπώτερον τὸ

48

.

793

(50)

τέλος ἐργάσηται, καὶ δυσκολωτέραν ποιήσῃ τὴν κατ‐ αλλαγήν. Καθάπερ γὰρ τὰ τοῦ σώματος ἡμῶν ὀστᾶ ἐξολισθήσαντα τῆς οἰκείας ἕδρας, ἂν μὲν εὐθέως ἐπ‐ ανάγηται, οὐ μετὰ πολλοῦ πόνου τὴν οἰκείαν ἀπολαμ‐ βάνει χώραν· ἂν δὲ πολὺν ἔξω τῆς οἰκείας ἕδρας μεί‐
55νῃ χρόνον, δυσκόλως ἐπανέρχεται πάλιν καὶ πρὸς τὴν οἰκείαν ἐπάνεισι χώραν, καὶ ἐπαναχθέντα δὲ πολλῶν δεῖται τῶν ἡμερῶν, ὥστε ἁρμοσθῆναι μετὰ ἀκριβείας καὶ ἑδρασθῆναι καὶ μεῖναι· οὕτω δὴ καὶ ἡμεῖς, ἂν μὲν εὐθέως τοῖς ἐχθροῖς καταλλαγῶμεν, εὐθέτως τε
60τοῦτο ποιοῦμεν, καὶ οὐ πολλῆς δεόμεθα σπουδῆς, ὥστε εἰς τὴν ἀρχαίαν φιλίαν ἐπανελθεῖν· ἐὰν δὲ πο‐ λὺς μεταξὺ γένηται χρόνος, ὥσπερ τυφλωθέντες ἀπὸ
τῆς ἔχθρας, ἐρυθριῶμεν, αἰσχυνόμεθα, ἑτέρων δεόμε‐Column end

48

.

794

θα, οὐ τῶν συναγόντων δὲ μόνον, ἀλλὰ καὶ τῶν μετὰ τὴν ἐπάνοδον κατεχόντων ἡμᾶς μετὰ ἀκρι‐ βείας, ἕως ἂν τὴν προτέραν ἀναλάβωμεν παῤῥησίαν. Καὶ οὔπω λέγω τὸν γέλωτα καὶ τὴν αἰσχύνην. Πό‐
5σης γὰρ καταγνώσεως ἄξιον οὐκ ἂν εἴη, ἑτέρων δεῖ‐ σθαι τῶν συναγόντων ἡμᾶς πρὸς τὰ ἡμέτερα μέλη; Οὐ τοῦτο δὲ μόνον γίνεται τὸ δεινὸν τῇ μελλήσει καὶ τῇ ἀναβολῇ, ἀλλ’ ὅτι καὶ τὰ οὐκ ὄντα ἁμαρτήματα, ἁμαρτήματα εἶναι δοκεῖ λοιπόν· κἂν ὁτιοῦν ὁ ἐχθρὸς
10φθέγξηται, πάντα μεθ’ ὑποψίας δεχόμεθα, καὶ σχή‐ ματα, καὶ βλέμματα, καὶ φωνὴν, καὶ βάδισιν· καὶ γὰρ ὁρώμενος ἀναφλέγει τὴν πεπωρωμένην ψυχὴν, καὶ οὐχ ὁρώμενος ὁμοίως πάλιν λυπεῖ. Οὐ γὰρ δὴ μόνον ἡ ὄψις τῶν ἠδικηκότων, ἀλλὰ καὶ ἡ μνήμη διηνε‐
15κῶς ἡμᾶς ὀδυνᾷν εἴωθε, κἂν ἑτέρου τι περὶ αὐτοῦ λέγοντος ἀκούσωμεν, ὁμοίως φθεγγόμεθα πάλιν, καὶ πάντα ἁπλῶς τὸν βίον ἐν ἀθυμίᾳ καὶ ὀδύνῃ δι‐ άγομεν, μείζονα ἑαυτοῖς ἢ ἐκείνοις ἐργαζόμενοι τὸ κακὰ, καὶ διηνεκῆ πόλεμον φυλάττοντες ἐπὶ τῆς
20ψυχῆς. Ταῦτ’ οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, μάλιστα μὲν σπουδάζωμεν πρὸς μηδένα ἀπεχθῶς ἔχειν· εἰ δὲ καὶ γένηταί τις ἀπέχθεια, ἐν αὐτῇ καταλλαττώμεθα τῇ ἡμέρᾳ. Ἂν γὰρ ἐπιλάβηται δευτέρας καὶ τρίτης,
25γίνεται ταχέως ἡ τρίτη τετάρτη, κἀκείνη πέμπτη, καὶ αὐτὴ πολλῷ πλείους τέξεται πάλιν ἡμέρας ἀπ‐ εχθείας ἡμῖν· ὅσῳ γὰρ ἀναβαλλόμεθα, τοσούτῳ μᾶλλον ἐρυθριῶμεν. Ἀλλ’ αἰσχύνη προσελθεῖν, καὶ καταφι‐ λῆσαι τὸν ἠδικηκότα;
30 Τοῦτο μὲν οὖν ἔπαινος, τοῦτο στέφανος, τοῦτο ἐγκώμιον, τοῦτο κέρδος καὶ θησαυρὸς μυρία ἔχων ἀγαθά· καὶ αὐτός σε ὁ ἐχθρὸς ἀποδέξεται, καὶ οἱ παρ‐ όντες ἅπαντες ἐπαινέσονται, κἂν ἄνθρωποι δὲ ἐγκα‐ λέσωσιν, ὁ Θεὸς στεφανώσει πάντως. Ἂν δὲ ἐκεῖνον
35πρότερον ἀναμείνῃς ἐλθεῖν καὶ συγγνώμην αἰτῆσαι, οὐ τοσοῦτον ἕξεις τὸ κέρδος· ἐκεῖνος γὰρ προλαβὼν τὸ βραβεῖον ἥρπασε, καὶ τὴν εὐλογίαν εἰς ἑαυτὸν μετέστησεν ἅπασαν· ἂν δὲ αὐτὸς προδράμῃς, οὐκ ἠλαττώθης, ἀλλ’ ἐνίκησας τὸν θυμὸν, περιεγένου τοῦ
40πάθους, φιλοσοφίαν ἐπιδείξω πολλὴν ὑπακούσας τῷ Θεῷ, ποθεινότερον τὸν μετὰ ταῦτα κατέστησας βίον, πραγμάτων ἀπηλλάγης καὶ ταραχῆς. Οὐ παρὰ Θεῷ δὲ μόνον, ἀλλὰ καὶ κατὰ ἄνθρωπον σφαλερὸν καὶ ἐπικίνδυνον ἐχθροὺς ἔχειν πολλούς. Καὶ τί λέγω
45πολλούς; ἕνα καὶ μόνον ἔχειν ἐχθρὸν ἐπικίνδυνον, ὥσπερ οὖν ἀσφαλὲς καὶ σωτήριον τὸ πάντας κεκτῆ‐ σθαι φίλους. Οὐχ οὕτω χρημάτων πρόσοδος, οὐχ οὕτως ὅπλα καὶ τείχη καὶ τάφροι καὶ μυρία ἕτερα μηχανήματα ἡμᾶς ἀσφαλίζεσθαι πέφυκεν, ὡς φιλία

48

.

794

(50)

γνησία. Τοῦτο τεῖχος, τοῦτο ἀσφάλεια, τοῦτο περιου‐ σία, τοῦτο τρυφὴ, τοῦτο καὶ τὸν παρόντα βίον ἡμᾶς μετ’ εὐθυμίας παρασκευάσει διαγαγεῖν, καὶ τὴν μέλλουσαν χαριεῖται ζωήν. Ἅπερ οὖν ἅπαντα ἐννο‐ οῦντες, καὶ τὸ κέρδος ὅσον ἀπὸ τοῦ πράγματος λογι‐
55ζόμενοι, πάντα ποιῶμεν καὶ κατασκευάζωμεν, ὥστε καὶ τοὺς ὄντας ἐχθροὺς ἡμῖν καταλλάττειν, καὶ τοὺς
μέλλοντας γίνεσθαι κωλύειν, καὶ τῶν φίλων τοὺς793

48

.

795

ὄντας ἀσφαλεστέρους ποιεῖν. Καὶ γὰρ ἀρχὴ καὶ τέλος ἀρετῆς ἁπάσης ἡ ἀγάπη· ἧς γένοιτο γνησίως
καὶ διηνεκῶς ἀπολαύοντας ἡμᾶς, τῆς βασιλείας τῶνColumn end

48

.

796

οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end || Page end795