TLG 2062 017 :: JOANNES CHRYSOSTOMUS :: In quatriduanum Lazarum (= Contra Anomoeos, homilia 9) [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In quatriduanum Lazarum (= Contra Anomoeos, homilia 9) [Sp.]

Citation: Vol — pg — (ln)

48

.

779

(1t)

ΕΙΣ ΤΟΝ ΤΕΤΡΑΗΜΕΡΟΝ
2tΛΑΖΑΡΟΝ
3tΛόγος ἔνατος.
4αʹ. Σήμερον ἐκ νεκρῶν ἐγειρόμενος ὁ Λάζαρος πολ‐
5λῶν καὶ διαφόρων σκανδάλων τὴν λύσιν ἡμῖν χαρίζεται. Καὶ γὰρ οὐκ οἶδ’ ὅπως τὸ ἀνάγνωσμα τοῦτο καὶ τοῖς αἱρετικοῖς δέδωκε λαβὴν, καὶ τοῖς Ἰουδαίοις ἀντι‐ λογίας ἀφορμὴν, οὐκ ἐξ ἀληθείας, μὴ γένοιτο, ἀλλ’ ἐκ τῆς ἐκείνων κακοτέχνου ψυχῆς. Πολλοὶ μὲν γὰρ
10τῶν αἱρετικῶν λέγουσιν, ὅτι οὐχ ὅμοιος ὁ Υἱὸς τῷ Πατρί. Διὰ τί; Ὅτι ἐδεήθη, φησὶ, προσευχῆς ὁ Χρι‐ στὸς εἰς τὸ ἐγεῖραι τὸν Λάζαρον· εἰ μὴ γὰρ προσ‐ ηύξατο, οὐκ ἂν ἤγειρε τὸν Λάζαρον. Καὶ πῶς ἔσται, φησὶν, ὅμοιος ὁ προσευξάμενος τῷ δεξαμένῳ τὴν
15ἱκεσίαν; ὁ μὲν γὰρ προσεύχεται, ὁ δὲ τὴν προσευχὴν παρὰ τοῦ ἱκετεύοντος ἐδέξατο. Βλασφημοῦσι δὲ μὴ νοοῦντες ὅπως συγκαταβάσεως ἦν καὶ τῆς τῶν παρόν‐ των ἕνεκα ἀσθενείας ἡ προσευχή. Ἐπεὶ, εἰπέ μοι, τίς μείζων, ὁ νίπτων τοὺς πόδας, ἢ ἐκεῖνος, οὗ νίπτει
20τοὺς πόδας; Πάντως ὅτι ἐκεῖνος μείζων οὗ ἔνιψε τοὺς πόδας ὁ νίπτων. Ἀλλ’ ὁ Σωτὴρ ἔνιψε τοὺς πόδας τοῦ προδότου Ἰούδα· μετὰ γὰρ τῶν μαθητῶν ἦν. Τίς ἄρα μείζων, ὁ προ‐ δότης Ἰούδας τοῦ Δεσπότου Χριστοῦ, ἐπείπερ ὁ Χρι‐
25στὸς ἔνιψε τοὺς πόδας αὐτοῦ; Μὴ γένοιτο. Τί δὲ τα‐ πεινότερόν ἐστι, τὸ νίψαι τοὺς πόδας, ἢ τὸ προσεύ‐ ξασθαι; πάντως ὅτι τὸ νίψαι τοὺς πόδας. Ὁ οὖν τὸ ταπεινότερον μὴ παραιτησάμενος ποιῆσαι, πῶς τὸ
ὑψηλότερον παρῃτήσατο ἂν ποιῆσαι; Ἀλλὰ πᾶν διὰColumn end

48

.

780

(4)

τὴν τῶν παρόντων ἀσθένειαν ἐγένετο Ἰουδαίων, ὡς
5προϊὼν ὁ λόγος ἀποδείξει. Ἀλλὰ καὶ Ἰουδαῖοι λα‐ βόντες ἐντεῦθεν ἀντιλογίας ἀφορμὴν, λέγουσι· πῶς τοῦτον οἱ Χριστιανοὶ Θεὸν ἔχουσι, τὸν καὶ τὸν τόπον ἀγνοήσαντα, ἔνθα τεθνηκὼς κατέκειτο Λάζαρος; ἐπει‐ δήπερ ἔλεγεν ὁ Σωτὴρ ταῖς περὶ Μάρθαν καὶ Μαρίαν
10ἀδελφαῖς Λαζάρου, Ποῦ τεθείκατε αὐτόν; Εἶδες, φησὶν, ἄγνοιαν; εἶδες ἀσθένειαν; ὁ καὶ τὸν τόπον ἀγνοήσας, οὗτος Θεός; Ἀλλ’ ἐρῶ πρὸς αὐτοὺς, οὐχ οὕτως ἔχων, ἀλλὰ τὴν ἀντίθεσιν αὐτῶν καταισχῦναι βουλόμενος.
15 Ἠγνόησε, λέγεις, ὁ Χριστὸς, ὦ Ἰουδαῖε, διὰ τὸ εἰ‐ πεῖν, Ποῦ τεθείκατε αὐτόν; Οὐκοῦν καὶ ὁ Πατὴρ ἠγνόησεν ἐν τῷ παραδείσῳ, ποῦ κέκρυπτο ὁ Ἀδάμ· περιήρχετο γὰρ ὡς ἐπιζητῶν αὐτὸν ἐν τῷ παραδείσῳ, λέγων· Ἀδὰμ, ποῦ εἶ; ἀντὶ τοῦ, ποῦ ἐκρύβης; Διὰ τί
20τὸ πρότερον οὐκ εἶπε τὸν τόπον, ὅθεν μετὰ παῤῥησίας ὡμίλει τῷ Θεῷ ὁ Ἀδάμ; Ἀδὰμ, ποῦ εἶ; Κἀκεῖνος τί; Τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Εἰ ταύτην, ὦ Ἰουδαῖε, ἄγνοιαν καλεῖς, κἀ‐
25κείνην κάλεσον ἄγνοιαν· ἔλεγε γὰρ ὁ Χριστὸς ταῖς περὶ Μάρθαν καὶ Μαρίαν, Ποῦ τεθείκατε αὐτόν; Ταύτην οὖν ἄγνοιαν καλεῖς; Τί οὖν λέγεις, ὅταν ἀκούσῃς τοῦ Θεοῦ λέγοντος τῷ Κάϊν, Ποῦ Ἄβελ ὁ
ἀδελφός σου; Τί λέγεις; εἰ ταύτην ἄγνοιαν καλεῖς,779

48

.

781

κἀκείνην ἄγνοιαν κάλεσον. Λάβε καὶ ἑτέραν ἀπό‐ δειξιν ἀπὸ τῆς θείας Γραφῆς. Εἶπεν ὁ Θεὸς τῷ Ἀβραὰμ, Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας ἥκει πρός με. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυ‐
5γὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεὸς, ὁ εἰδὼς τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων μονώτατος, ἔλεγε· Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν
10τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Εἰ ἐκεῖνο ἀγνοίας, καὶ τοῦτο ἀγνοῆσαί ἐστιν. Ἀλλ’ οὔτε ὁ Πατὴρ κατὰ τὴν παλαιὰν Διαθήκην ἠγνόησεν, οὔτε ὁ Υἱὸς κατὰ τὴν καινὴν Διαθήκην. Τί οὖν ἐστι, Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυ‐
15γὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ; Ἀκοὴ, φησὶν, ἦλθε πρός με. Ἀλλὰ θέλω πάλιν ἀκριβέστερον δι’ αὐτῶν τῶν πραγμάτων τὴν πεῖραν λαβεῖν, οὐχ ὅτι ἐγὼ ἀγνοῶ, ἀλλ’ ὅτι διδάξαι βούλομαι
20τοὺς ἀνθρώπους, μὴ ἁπλῶς τοῖς λόγοις προσέχειν, μηδὲ, ἐὰν εἴπῃ τίς τι κατὰ τοῦ ἑτέρου, πιστεύειν εὐχερῶς· ἀλλὰ πρότερον αὐτοὺς ψηλαφήσαντας ἀκρι‐ βῶς καὶ δι’ αὐτῶν τῶν πραγμάτων τὴν πεῖραν κατα‐ μαθόντας, οὕτω πιστεύειν χρή. Καὶ διὰ τοῦτο ἐν
25Γραφῇ ἑτέρᾳ ἔλεγε· Μὴ πιστεύετε παντὶ λόγῳ. Οὐδὲν γὰρ οὕτως ἀνατρέπει τὴν ζωὴν τῶν ἀνθρώπων, ὡς τὸ ταχέως πιστεύειν τινὰ τοῖς λογισμοῖς. Τοῦτο καὶ ὁ προφήτης Δαυῒδ προφητεύων ἔλεγε, Τὸν κατα‐ λαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξ‐
30εδίωκον. βʹ. Εἶδες πῶς οὐκ ἐγένετο ἄγνοια τῷ Σωτῆρι ἐν τῷ εἰπεῖν, Ποῦ τεθείκατε αὐτὸν, ὡς οὐδὲ τῷ Πατρὶ ἐν τῷ εἰπεῖν τῷ Ἀδὰμ, Ποῦ εἶ, ἢ τῷ Κάϊν, Ποῦ ὁ ἀδελφός σου Ἄβελ, ἢ, Καταβὰς ὄψομαι εἰ κατὰ
35τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συν‐ τελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Οὐκοῦν ὥρα δὴ λοι‐ πὸν πρὸς ἐκείνους παρατάξασθαι τοὺς λέγοντας, ὅτι δι’ ἀσθένειαν ὁ Χριστὸς προσευξάμενος ἤγειρε τὸν Λάζαρον. Προσέχετε δὴ, ἀγαπητοὶ, μετὰ πάσης ἀκρι‐
40βείας, παρακαλῶ. Ἐτελεύτησε τοίνυν ὁ Λάζαρος, καὶ οὐκ ἦν ἐν τοῖς τόποις ἐκείνοις ὁ Ἰησοῦς, ἀλλ’ ἐν τῇ Γαλιλαίᾳ, καὶ ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται. Ἐκεῖνοι δὲ νομίζοντες ὅτι περὶ τοῦ ὕπνου τούτου διαλέγεται, λέγουσιν αὐτῷ·
45Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Λέγει αὐτοῖς φανερῶς ὁ Ἰησοῦς, Λάζαρος ἀπέθανεν. Ἔρχεται λοιπὸν ὁ Σωτὴρ ἐν τοῖς Ἱεροσολύμοις εἰς τὸν τόπον ὅπου ὁ Λάζαρος ἔκειτο, καὶ ἀπαντᾷ αὐτῷ ἡ ἀδελφὴ τοῦ Λαζάρου, καὶ λέγει αὐτῷ· Κύριε, εἰ ἦς ὧδε,

48

.

781

(50)

οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. Εἰ ἦς ὧδε. Ἀσθε‐ νεῖς, ὦ γύναι. Οὐκ ἐπίσταται νῦν ἡ γυνὴ ὅτι καὶ μὴ παρὼν ὁ Χριστὸς σωματικῶς, παρῆν τῇ τῆς θεότητος ἐξουσίᾳ· ἀλλὰ τῇ τοῦ σώματος παρουσίᾳ ἐπιμετρεῖ‐ ται τοῦ διδασκάλου τὴν δύναμιν.
55 Λέγει αὐτῷ ἡ Μάρθα, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. Καὶ νῦν, φησὶν, οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δίδωσί σοι. Ὁ Σωτὴρ οὖν πρὸς τὴν αἴτησιν αὐτῆς ποιεῖ τὴν προσευχήν. Οὐ γὰρ προσευχῆς ἐδέετο ὁ Θεὸς, ἵνα τὸν νεκρὸν
60ἐγείρῃ. Μὴ γὰρ καὶ ἄλλους νεκροὺς οὐκ ἤγειρεν; Ὅτε ὑπήντησέ τινα ἐκφερόμενον ἐν τῇ πύλῃ νεκρὸν, μόνον ἥψατο τῆς σοροῦ, καὶ ἀνέστησε τὸν νεκρόν. Μὴ προσευχῆς ἐδεήθη τότε εἰς τὸ ἐγεῖραι
τὸν τεθνεῶτα; Καὶ πάλιν ἄλλοτε μόνον λόγῳ εἶπενColumn end

48

.

782

ἐπὶ τῆς κόρης, Ταλιθὰ κοῦμι, καὶ εὐθέως παρέδω‐ κεν αὐτὴν τοῖς γονεῦσιν αὐτῆς ὑγιῆ. Μὴ προσευχῆς ἐδεήθη τότε; Καὶ τί λέγω περὶ τοῦ διδασκάλου; οἱ μαθηταὶ αὐτοῦ λόγῳ μόνῳ τοὺς νεκροὺς ἤγειραν.
5Πέτρος τὴν Ταβιθὰν οὐ λόγῳ διήγειρε; Παῦλος οὐ διὰ τῶν ἱματίων αὐτοῦ πολλὰ σημεῖα πεποίηκε; Μάθε δὲ καὶ τὸ παραδοξότερον τούτων. Ἡ σκιὰ τῶν ἀπο‐ στόλων νεκροὺς ἤγειρεν. Ἔφερον γὰρ, φησὶν, ἐπὶ κραββάτων τοὺς κακῶς ἔχοντας, ἵνα κἂν ἡ σκιὰ
10Πέτρου ἐπισκιάζῃ τινὶ αὐτῶν, καὶ εὐθέως διηγεί‐ ροντο. Τί οὖν; ἡ σκιὰ τῶν μαθητῶν διήγειρε τοὺς νεκροὺς, καὶ ὁ διδάσκαλος προσευχῆς ἐδέετο, ἵνα τὸν νεκρὸν ἐγείρῃ; Ἀλλὰ διὰ τὴν ἀσθένειαν τῆς γυναικὸς ποιεῖ τὴν προσευχὴν ὁ Σωτήρ· λέγει γὰρ αὐτῷ,
15Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός· καὶ νῦν οἶδα, ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δίδωσί σοι ὁ Θεός. Προσευχὴν ᾔτησας, προσευ‐ χὴν δίδωμι. Κεῖται ἡ πηγή· οἷον, ἐάν τις προσ‐ ενέγκῃ ἀγγεῖον, γεμίζει αὐτό· ἐὰν ᾖ μέγα, μέγα
20λαμβάνει· ἐὰν ᾖ μικρὸν, μικρὸν λαμβάνει. Αὕτη τοίνυν προσευχὴν ᾔτησε, καὶ δίδωσι προσευχὴν ὁ Σωτήρ. Ἄλλος εἶπεν, Οὐκ εἰμὶ ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον, γενηθήτω σοι, εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ
25εἶπεν αὐτῷ ὁ Σωτήρ· Κατὰ τὴν πίστιν σου γενη‐ θήτω σοι. Ἄλλος εἶπε, Δεῦρο, θεράπευσόν μου τὴν θυγατέρα· καὶ εἶπεν αὐτῷ, Ἀκολουθήσω σοι. Πρὸς τὰς προαιρέσεις τοίνυν τῶν ἀνθρώπων καὶ ἡ θερα‐ πεία τοῦ ἰατροῦ προσάγεται. Ἄλλη πάλιν ἥψατο τοῦ
30κρασπέδου τοῦ ἱματίου αὐτοῦ λάθρα, καὶ λάθρα τὴν θεραπείαν ἐκαρπώσατο· ἕκαστος ὡς ἐπίστευε καὶ τὴν θεραπείαν ἐλάμβανε. Αὕτη λέγει, Οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Πατέρα, δίδωσί σοι ὁ Πατήρ· καὶ ἐπειδὴ προσευχὴν ᾔτησεν ἡ Μάρθα, προσευχὴν δί‐
35δωσιν ὁ Σωτὴρ, οὐκ αὐτὸς τῆς προσευχῆς ἐπιδεόμε‐ νος, ἀλλὰ τὴν τῆς γυναικὸς ἀσθένειαν συμπεριφερό‐ μενος, καὶ ἵνα δείξῃ, ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλ’ ὅτι καὶ ὃ ἂν αὐτὸς ποιῇ, τοῦτο καὶ ὁ Πατὴρ ποιεῖ. Ἔπλασεν ὁ Θεὸς ἐξ ἀρχῆς τὸν ἄνθρωπον· ἀμφο‐
40τέρων ἐγένετο τὸ πλάσμα· Ποιήσωμεν γὰρ, φησὶν, ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίω‐ σιν. Πάλιν ἠθέλησε τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσενεγκεῖν, καὶ εὐθέως λόγον εἶπε, καὶ τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε, καὶ οὐκ ἐδεήθη προσ‐
45ευχῆς, καίτοι γε πάντας τοὺς μετὰ τὸν Ἀδὰμ κω‐ λύσας ἦν ὁ Χριστὸς ἐξ ἐκείνης τῆς εἰσόδου· ἔθηκε γὰρ τὴν φλογίνην ῥομφαίαν φυλάττειν τὸν παρά‐ δεισον. Ἀλλ’ αὐθεντίᾳ Χριστὸς τὸν παράδεισον ἠνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγε. Λῃστὴν, Δέ‐

48

.

782

(50)

σποτα, εἰσάγεις εἰς τὸν παράδεισον; Ὁ Πατὴρ ὁ σὸς διὰ μόνην ἁμαρτίαν τὸν Ἀδὰμ ἐξήγαγεν ἐκ τοῦ παραδείσου, καὶ σὺ τὸν λῃστὴν εἰσάγεις, τὸν μυρίοις κακοῖς καὶ μυρίαις παρανομίαις ὑπεύθυνον; καὶ ἁπλῶς οὕτω διὰ μίαν φωνὴν εἰς τὸν παράδεισον αὐτὸν
55εἰσάγεις; Ναί· οὔτε γὰρ ἐκεῖνο χωρὶς ἐμοῦ γέγονεν,
οὔτε τοῦτο χωρὶς τοῦ Πατρός μου· ἀλλὰ καὶ τοῦτο781

48

.

783

ἐμὸν, κἀκεῖνο τοῦ Πατρός μου. Ἐγὼ γὰρ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. γʹ. Καὶ ἵνα ἴδῃς, ὅτι οὐκ ἐγένετο προσευχῆς ἔργον τὸ ἀναστῆναι τὸν νεκρὸν, ἄκουσον τῆς προσ‐
5ευχῆς. Τί γάρ φησιν; Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου. Τί οὖν; τοῦτο προσευχῆς εἶδός ἐστι, τοῦτο τύπος ἱκεσίας; Εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ, φησὶν, ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις. Εἰ οὖν οἶδας, ὦ Κύριε, ὅτι πάντοτέ σου
10ἀκούει ὁ Πατὴρ, τί λοιπὸν περὶ ὧν οἶδας παρενοχλεῖς; Ἐγὼ μὲν, φησὶν, οἶδα ὅτι πάντοτέ μου ἀκούει ὁ Πα‐ τὴρ, Ἀλλὰ διὰ τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα γνῶσι πάντες, ὅτι σύ με ἀπέστειλας. Μή τι διὰ τὸν νεκρὸν προσηύξατο; μὴ ἱκέτευσεν ἵνα ἀναστῇ ὁ
15Λάζαρος; μὴ εἶπε· Πάτερ, κέλευσον τὸν θάνατον ὑπακοῦσαι; μὴ εἶπε, Πάτερ, κέλευσον τῷ ᾅδῃ, μὴ τὰς πύλας ἀποκλείσῃ, ἀλλὰ προθύμως τὸν νεκρὸν ἀποδοῦναι; Ἀλλὰ διὰ τὸν περιεστῶτα τοῦτον ὄχλον εἶπον, φησὶν, ἵνα γνῶσι πάντες, ὅτι σύ με ἀπ‐
20έστειλας. Οὐκοῦν οὐκ ἔστι τὸ γινόμενον σημεῖον, ἀλλὰ κατήχησις τῶν παρόντων. Εἶδες πῶς οὐκ ἐγένετο ἡ προσευχὴ διὰ τὸν νεκρὸν, ἀλλὰ διὰ τοὺς παρόντας ἀπίστους, ἵνα γνῶσι, φησὶν, ὅτι σύ με ἀπέστειλας. Καὶ πῶς ἔχομεν γνῶναι,
25φησὶν, ὅτι αὐτός σε ἀπέστειλε; Πρόσεχε, παρακαλῶ, μετὰ πάσης ἀκριβείας. Ἰδοὺ, φησὶ, μετὰ τῆς ἐμῆς αὐθεντίας καλῶ τὸν νεκρόν· ἰδοὺ τῇ οἰκείᾳ ἐξουσίᾳ ἐπιτάττω τῷ θανάτῳ· καλῶ τὸν Πατέρα πατέρα· καλῶ καὶ τὸν Λάζαρον ἐκ τοῦ τάφου. Εἰ οὐκ ἔστι τὸ
30πρῶτον ἀληθὲς, μηδὲ τοῦτο γενέσθω· εἰ δὲ ἀληθῶς ὁ Πατὴρ πατὴρ, ὑπακουέτω καὶ ὁ νεκρὸς πρὸς διδα‐ σκαλίαν τῶν παρόντων. Τί γὰρ ὁ Χριστὸς ἔλεγε; Λάζαρε, δεῦρο ἔξω. Ὅτε γέγονεν ἡ προσευχὴ, οὐκ ἀνέστη ὁ νεκρός· ἀλλ’ ὅτε εἶπε, Λάζαρε, δεῦρο ἔξω,
35τότε ἀνέστη ὁ νεκρός. Ὢ τυραννὶς τοῦ θανάτου· ὢ τυραννὶς τῆς δυνάμεως ἐκείνης τῆς κατεχούσης τὴν ψυχήν· ὢ ᾅδη, προσευχὴ γέγονε, καὶ οὐκ ἀπολύεις τὸν νεκρόν; Οὐχὶ, φησί. Διὰ τί; Ὅτι οὐ προσετά‐
χθην. Δέσμιός εἰμι αὐτόθι κατέχων τὸν ὑπεύθυνον·Column end

48

.

784

ἐὰν μὴ προσταχθῶ, φησὶν, οὐκ ἀπολύω· ἡ γὰρ προσ‐ ευχὴ, φησὶν, οὐ δι’ ἐμὲ γέγονεν, ἀλλὰ διὰ τοὺς παρ‐ όντας ἀπίστους. Ἐγὼ γὰρ, ἐὰν μὴ προσταχθῶ, οὐκ ἀπολύω τὸν ὑπεύθυνον· ἀναμένω τὴν φωνὴν, ἵνα
5ἀπολύσω τὴν ψυχήν. Λάζαρε, δεῦρο ἔξω. Ἤκουσε τοῦ δεσποτικοῦ προστάγματος ὁ νεκρὸς, καὶ εὐθέως τοῦ θανάτου τοὺς νόμους παρέλυσεν. Αἰσχυνέσθωσαν οἱ αἱρετικοὶ, καὶ ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς. Καὶ γὰρ ἀπέδειξεν ὁ λόγος, ὅτι οὐ διὰ τὴν τοῦ
10νεκροῦ ἀνάστασιν γέγονεν ἡ προσευχὴ, ἀλλὰ διὰ τὴν τῶν τότε παρόντων ἀπίστων ἀσθένειαν. Λάζαρε, δεῦρο ἔξω. Καὶ διὰ τί ὀνομαστὶ τὸν νεκρὸν ἐκάλεσε; Διὰ τί; Ἵνα μὴ τὴν φωνὴν ἀπολελυμένην εἰς τοὺς νεκροὺς ἀποτείνας, πάντας τοὺς ἐν τοῖς τάφοις ἐγεί‐
15ρῃ, διὰ τοῦτό φησι, Λάζαρε, δεῦρο ἔξω. Σὲ μόνον ἐπὶ τοῦ παρόντος τέως ἀνακαλοῦμαι ὄχλου, ἵνα διὰ τοῦ μέρους καὶ τὴν τῶν μελλόντων ἐπιδείξω δύναμιν· ὁ γὰρ ἕνα ἐγείρας ἐγὼ, τὴν οἰκουμένην ἀνιστῶ· Ἐγὼ γάρ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Λάζαρε,
20δεῦρο ἔξω. Καὶ ἐξῆλθεν ὁ νεκρὸς δεδεμένος κειρίαις. Ὢ τῶν παραδόξων πραγμάτων· ὁ τὴν ψυχὴν ἐκ τῶν δεσμῶν τοῦ θανάτου λύσας, ὁ τὰς πύλας τοῦ ᾅδου διαῤῥήξας, ὁ πύλας χαλκᾶς καὶ μοχλοὺς σιδη‐ ροῦς συντρίψας, καὶ τὴν ψυχὴν ἐκ τῶν δεσμῶν τοῦ
25θανάτου ἐλευθερώσας, οὐκ ἠδύνατο καὶ τὰς κειρίας λῦσαι τοῦ νεκροῦ; Ναὶ, ἠδύνατο· ἀλλὰ κελεύει τοῖς Ἰουδαίοις λῦσαι τὰς κειρίας, ἃς αὐτοὶ πρότερον ἐν‐ ταφιάζοντες ἔσφιγξαν, ἵνα τῶν οἰκείων δεσμῶν ἐπι‐ γνώσωσι τὰ γνωρίσματα, ἵνα τῇ πείρᾳ μάθωσιν, ἐξ
30ὧν ἔπραξαν, ὅτι Λάζαρός ἐστιν ὁ παρ’ αὐτῶν ἐντα‐ φιασθεὶς, καὶ Χριστός ἐστιν ὁ κατ’ εὐδοκίαν τοῦ Πατρὸς παραγενόμενος εἰς τὸν κόσμον, ὁ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχων. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ
35καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end || Page end783