TLG 2062 016 :: JOANNES CHRYSOSTOMUS :: De petitione matris filiorum Zebedaei (= Contra Anomoeos, homilia 8)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De petitione matris filiorum Zebedaei (= Contra Anomoeos, homilia 8)

Citation: Vol — pg — (ln)

48

.

767

(42t)

Εἰς τὰ ὑπόλοιπα κατὰ αἱρετικῶν, καὶ περὶ κρίσεως καὶ ἐλεημοσύνης, καὶ εἰς τὴν αἴτησιν τῆς
43tμητρὸς τῶν υἱῶν Ζεβεδαίου.
44tΛόγος ὄγδοος.
45 αʹ. Ἐκ πολέμου χθὲς ἐπανήλθομεν, ἐκ πολέμου καὶ μάχης αἱρετικῆς, ᾑμαγμένα τὰ ὅπλα ἔχοντες, τὸ ξίφος τοῦ λόγου πεφοινιγμένον, οὐ σώματα καταβα‐ λόντες, ἀλλὰ λογισμοὺς ἀνελόντες καὶ Πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, Τοι‐

48

.

767

(50)

οῦτον γὰρ τῆς μάχης ταύτης τὸ εἶδος· διὸ καὶ τοιαύτη τῶν ὅπλων ἡ φύσις· ἅπερ ἀμφότερα διδά‐ σκων ὁ μακάριος Παῦλος ἔλεγε· Τὰ γὰρ ὅπλα τῆς
στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷColumn end

48

.

768

(44)

Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς
45καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ἔδει μὲν οὖν τοῖς ἀπο‐ λειφθεῖσιν εἰπεῖν τὰ πτώματα τὰ χθὲς γενόμενα, καὶ διηγήσασθαι τὴν παράταξιν, τὴν συμβολὴν, τὴν νίκην, τὰ τρόπαια· ἀλλ’ ἵνα μὴ ῥᾳθυμοτέρους

48

.

768

(50)

ὑμᾶς ποιήσωμεν, ταῦτα παραδραμόντες, ὥστε τῇ ζημίᾳ τοὺς ἀπολειφθέντας ὑμᾶς δηχθέντας σπουδαιοτέρους γενέσθαι, πάλιν τῶν ἑξῆς ἁψό‐ μεθα σήμερον· εἰ δέ τις σπουδαῖος καὶ διεγηγερ‐ μένος ᾖ, παρὰ τῶν παραγενομένων εἴσεται τὰ λε‐
55χθέντα ἡμῖν τῇ χθὲς ἡμέρᾳ. Καὶ γὰρ τοσαύτην ἡμῖν οἱ ἀκροαταὶ τὴν προθυμίαν ἐπεδείξαντο, ὡς πάντα
λαβόντες οἴκαδε ἀναχωρῆσαι, καὶ μηδὲν ἀφεῖναι767

48

.

769

διαῤῥυῆναι τῶν εἰρημένων. Ἐκεῖνα μὲν οὖν παρ’ ἐκείνων εἴσεσθε· ἃ δὲ σήμερον ἀναγκαῖον εἰπεῖν, ταῦτα ἡμεῖς ἐροῦμεν ὑμῖν, τὴν ἀντίθεσιν, ἣν οἱ τῶν αἱρετικῶν παῖδες ἀντεπήγαγον, εἰς μέσον προθέν‐
5τες. Τίς οὖν ἐστιν αὕτη; Ἐπειδὴ πρώην περὶ τῆς τοῦ Μονογενοῦς ἐξουσίας διελεγόμεθα, δεικνύντες ἴσην οὖσαν τὴν ἐξουσίαν τοῦ γεγεννηκότος αὐτὸν Πατρὸς, καὶ πολὺν ὑπὲρ τούτων ἀναλώσαμεν λόγον, πληγέν‐ τες τοῖς εἰρημένοις ἐκεῖνοι, φωνήν τινα εὐαγγελικὴν,
10ἑτέρως μὲν εἰρημένην, ἑτέρως δὲ παρ’ αὐτῶν ὑπο‐ πτευθεῖσαν εἰρῆσθαι, ταύτην ἀντεπήγαγον λέγοντες· καὶ μὴν γέγραπται· Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου.
15 Ἐγὼ δὲ ὅπερ ἀεὶ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, τοῦτο καὶ σήμερον παραινῶ καὶ συμβουλεύω, μὴ ἁπλῶς ἐπιέναι τὰ γράμματα, ἀλλὰ διερευνᾶσθαι τὰ νοήματα· εἰ γάρ τις ἁπλῶς ταῖς λέξεσι παρακάθοιτο, καὶ μηδὲν πλέον τῶν γεγραμμένων ἐπιζητοίη, πολλὰ ἁμαρτήσε‐
20ται. Καὶ γὰρ καὶ πτέρυγας τὰ γράμματα ἔχειν φησὶ τὸν Θεὸν, τοῦ προφήτου λέγοντος, ὅτι Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με, ἀλλ’ οὐ παρὰ τοῦτο πτερωτὴν φήσομεν εἶναι τὴν νοερὰν ἐκείνην καὶ ἀνώλεθρον οὐσίαν. Εἰ γὰρ ἐπ’ ἀνθρώπων οὐκ ἔνι
25τοῦτο εἰπεῖν, πολλῷ μᾶλλον ἐπὶ τῆς ἀκηράτου καὶ ἀοράτου καὶ ἀκαταλήπτου φύσεως ἐκείνης. Τί οὖν ἐστιν ἀπὸ τῶν πτερύγων νοητέον ἡμῖν; Τὴν βοήθειαν, τὴν ἀσφάλειαν, τὴν σκέπην, τὴν συμμαχίαν, τὸ ἀχεί‐ ρωτον τῆς βοηθείας. Πάλιν ὑπνοῦν αὐτόν φασιν αἱ
30Γραφαὶ οὕτω λέγουσαι· Ἀνάστηθι, ἱνατί ὑπνοῖς, Κύριε; οὐχ ἵνα τὸν Θεὸν καθεύδειν ὑποπτεύωμεν· τοῦτο γὰρ ἐσχάτης ἀνοίας· ἀλλὰ τῷ ὀνόματι τοῦ ὕπνου τὴν μακροθυμίαν καὶ τὴν ἀνεξικακίαν ἡμῖν ἐμφαίνουσαι. Ἕτερος δὲ προφήτης φησί· Μὴ ἔσῃ ὡς
35ἄνθρωπος ὑπνῶν; Ὁρᾷς ὅτι πολλῆς ἡμῖν τῆς συν‐ έσεως χρεία τὸν θησαυρὸν διερευνωμένοις τῶν θείων Γραφῶν; ὡς ἐὰν ἁπλῶς καὶ εἰκῆ καὶ ὡς ἔτυχεν ἀκούωμεν τῶν λεγομένων, οὐ μόνον τὰ ἄτοπα ἐκεῖνα ἕψεται, ἀλλὰ καὶ πολλὴ μάχη ἐν τοῖς εἰρημένοις φα‐
40νεῖται. Ὁ μὲν γὰρ ὑπνοῦν αὐτόν φησιν, ὁ δὲ μὴ ὑπνοῦν· ἀλλ’ ἀμφότερα ἀληθῆ, ἂν τὴν προσήκουσαν ἔννοιαν ἐκλάβῃς. Ὁ μὲν γὰρ λέγων αὐτὸν ὑπνοῦν τὴν ἐπίτασιν τῆς μακροθυμίας ἐνδείκνυται, ὁ δὲ λέγων μὴ ὑπνοῦν, τὸ ἀκήρατον τῆς φύσεως ἡμῖν ἐμφαίνει. Ἐπεὶ
45οὖν πολλῆς συνέσεως ἡμῖν χρεία, μηδὲ τοῦτο ἁπλῶς ἐκλάβωμεν τὸ εἰρημένον, τὸ Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου. Οὐ γὰρ ἐξουσίας ἀναίρεσις τοῦτο, οὐδὲ αὐθεντίας ἀκρωτη‐ ριασμὸς, ἀλλὰ κηδεμονίας πολλῆς ἀπόδειξις καὶ σο‐

48

.

769

(50)

φίας καὶ προνοίας τῆς ὑπὲρ τοῦ γένους τοῦ ἡμετέρου. Ὅτι γὰρ κύριός ἐστι καὶ κολάζειν καὶ τιμᾷν, ἄκου‐ σον τί φησιν αὐτὸς ὁ ταῦτα λέγων· Ὅταν ἔλθῃ, φη‐ σὶν, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, στήσει τὰ πρόβατα ἐκ δεξιῶν, καὶ τὰ ἐρί‐
55φια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονο‐ μήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με. Τοῖς δὲ
60ἐξ εὐωνύμων ἐρεῖ· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηρα‐ μένοι, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ
τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γὰρ, καὶ οὐκColumn end

48

.

770

ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με. Εἶδες κρίσιν ἀπηρτισμένην, καὶ πῶς καὶ τιμᾷ καὶ κολάζει, καὶ στεφανοῖ καὶ τιμωρεῖται, καὶ τοὺς μὲν εἰς τὴν
5βασιλείαν εἰσάγει, τοὺς δὲ εἰς τὴν γέενναν ἀποπέμπει; βʹ. Σκόπει δὲ καὶ ἐνταῦθα τὴν πολλὴν περὶ ἡμᾶς αὐ‐ τοῦ κηδεμονίαν. Τοῖς μὲν γὰρ στεφανουμένοις ὅτε διελέγετο, Δεῦτε, φησὶν, οἱ εὐλογημένοι τοῦ Πα‐ τρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην
10ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου· τοῖς δὲ κολαζομένοις οὐκ εἶπε· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατ‐ ηραμένοι, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον ὑμῖν, ἀλλὰ Τὸ ἡτοιμασμένον τῷ διαβόλῳ. Τὴν μὲν γὰρ βασι‐ λείαν ἀνθρώποις ἡτοίμασα, τὴν δὲ γέενναν οὐκ
15ἀνθρώποις, φησὶν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις τοῖς ἐκείνου παρεσκεύασα. Εἰ δὲ ὑμεῖς τοιοῦτον ἐπ‐ εδείξασθε βίον, ὡς ἄξιοι γενέσθαι τῆς κολάσεως καὶ τῆς τιμωρίας, ἑαυτοῖς ἂν εἴητε τοῦτο λογίζεσθαι δί‐ καιοι. Καὶ σκόπει τὸ πρὸς φιλανθρωπίαν ἐπιῤῥεπές·
20οὔπω γὰρ τῶν ἀγωνιστῶν γενομένων, οἱ στέφανοι προητοιμάσθησαν, καὶ τὰ βραβεῖα προπαρεσκευά‐ σθησαν. Κληρονομήσατε γὰρ, φησὶ, τὴν βασι‐ λείαν τὴν ἡτοιμασμένην ὑμῖν πρὸ καταβολῆς κόσμου. Καὶ ἐπὶ τῆς παραβολῆς δὲ τῶν δέκα παρ‐
25θένων τὸ τοιοῦτον ἴδοι τις ἄν· ἐπειδὴ γὰρ ἔμελλε παραγίνεσθαι ὁ νυμφίος, λέγουσιν αἱ μωραὶ ταῖς φρονίμοις· Δότε ἡμῖν ἀπὸ τοῦ ἐλαίου ὑμῶν. Αἱ δὲ πρὸς αὐτάς· Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· οὐ περὶ ἐλαίου ἐνταῦθα καὶ πυρὸς διαλεγομένη
30ἡ Γραφὴ, ἀλλὰ περὶ παρθενίας καὶ φιλανθρωπίας, καὶ τὴν μὲν παρθενίαν ἐν τάξει πυρὸς, τὴν δὲ ἐλεημο‐ σύνην ἐν τάξει ἐλαίου τίθησι, δεικνῦσα ὅτι σφόδρα δεῖται φιλανθρωπίας ἡ παρθενία, καὶ ἄνευ ταύτης σωθῆναι οὐκ ἔνι. Τίνες δὲ οἱ τὸ ἔλαιον τοῦτο πω‐
35λοῦντες; Τίνες ἄλλοι ἀλλ’ ἢ οἱ πένητες; οὐ γὰρ λαμβάνουσι μᾶλλον ἢ διδόασι. Μὴ δὴ νόμιζε τὴν ἐλεημοσύνην ἀνάλωμα εἶναι, ἀλλὰ πρόσοδον, μηδὲ δαπάνην, ἀλλὰ πραγματείαν· μείζονα γὰρ λαμβάνεις ἢ δίδως. Δίδως ἄρτον, καὶ λαμβάνεις ζωὴν
40αἰώνιον· δίδως ἱμάτιον, καὶ λαμβάνεις ἀφθαρσίας περιβόλαιον· δίδως κοινωνίαν στέγης, καὶ λαμβάνεις βασιλείαν οὐρανῶν· παρέχεις τὰ ἀπολλύμενα, καὶ δέχῃ τὰ διηνεκῶς μένοντα. Καὶ πῶς ἂν δύναμαι ἐλεεῖν, πένης, φησὶν, ὤν;
45 Μάλιστα ὅταν πένης ᾖς, τότε δύνασαι ἐλεεῖν. Ὁ μὲν γὰρ πλουτῶν μεθύων τῇ περιουσίᾳ τῶν χρημάτων, καὶ πυρετὸν χαλεπώτατον πυρέττων, καὶ ἀκόρεστον ἔχων ἔρωτα, πλείονα ποιεῖν τὰ ὄντα βούλεται· ὁ δὲ πένης ταύτης ἀπηλλαγμένος

48

.

770

(50)

τῆς νόσου, καὶ τῆς ἀῤῥωστίας καθαρεύων, εὐκολώτε‐ ρον ἐκ τῶν ὄντων προήσεται. Οὐ γὰρ τὰ μέτρα τῆς οὐσίας, ἀλλὰ τὰ μέτρα τῆς γνώμης τὴν ἐλεημοσύνην ἐργάζεσθαι πέφυκεν· ἐπεὶ καὶ ἡ χήρα ἐκείνη τότε δύο κατέβαλεν ὀβολοὺς, καὶ τοὺς τῷ πλούτῳ κομῶν‐
55τας ὑπερηκόντισε, καὶ ἡ ἑτέρα χήρα ἐν δρακὶ ἀλεύρου καὶ ὀλίγῳ ἐλαίῳ τὴν οὐρανομήκη ψυχὴν ἐκείνην ἐξενο‐ δόχησε, καὶ οὐδεμιᾷ τούτων γέγονεν ἡ πενία κώ‐ λυμα. Μὴ δὴ προφασίζου περιττὰ καὶ ἀνόνητα· οὐ γὰρ περιουσίαν εἰσφορᾶς ἀπαιτεῖ, ἀλλὰ πλοῦτον
60προαιρέσεως· ὃς οὐκ ἀπὸ τοῦ μέτρου τῶν δεδομένων,
ἀλλ’ ἀπὸ τῆς προθυμίας τῶν παρεχόντων δείκνυται.769

48

.

771

Πένης εἶ, καὶ πάντων ἀνθρώπων πενέστερος; ἀλλ’ οὐκ εἶ τῆς χήρας ἐκείνης πτωχότερος, ἣ τοὺς πλου‐ τοῦντας ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισεν. Ἀλλὰ καὶ αὐτῆς ἀπορεῖς τῆς ἀναγκαίας τροφῆς;
5ἀλλ’ οὐκ εἶ τῆς Σιδωνίας ἀπορώτερος, ἣ πρὸς αὐτὸν ἐλθοῦσα τοῦ λιμοῦ τὸν πυθμένα, τοῦ θανάτου προσδο‐ κωμένου λοιπὸν, καὶ χοροῦ παίδων περιεστῶτος, οὐδὲ οὕτως ἐφείσατο τῶν ὄντων, ἀλλὰ διὰ τῆς ἐπιτεταμέ‐ νης πενίας πλοῦτον ἄφατον ἐπρίατο, ἅλωνα τὴν
10χεῖρα καὶ ληνὸν τὴν ὑδρίαν ἐργασαμένη, ἐξ ὀλίγων πολλὰ πηγάζειν παρασκευάσασα. Ἀλλ’ ἐπὶ τὸ προ‐ κείμενον ἴωμεν, ἵνα μὴ συνεχεῖς τὰς παρεκτροπὰς ποιώμεθα. Ἐπειδὴ οὖν ἔμελλεν ὁ νυμφίος ἔρχεσθαι, ταῦτα πρὸς ἀλλήλας αἱ παρθένοι διελέγοντο. Ἐκεῖναι
15δὲ πρὸς τοὺς πωλοῦντας ἔπεμπον αὐτάς· ἀλλ’ οὐκ ἦν καιρὸς οὐκέτι λοιπὸν ἀγοράζειν ἔλαιον· εἰκότως. Οἱ γὰρ πωλοῦντες ἐν τῷ παρόντι βίῳ μόνον εἰσί· μετὰ δὲ τὴν ἐντεῦθεν ἀποδημίαν καὶ τὸ λυθῆναι τὸ θέατρον οὐκ ἔστι λοιπὸν φάρμακον τοῖς γεγενημένοις εὑρεῖν,
20οὐδὲ συγγνώμην καὶ ἀπολογίαν, ἀλλ’ ἀνάγκη λοιπὸν κολάζεσθαι· ὅπερ καὶ τότε γέγονεν. Ἐπειδὴ γὰρ ἦλθεν ὁ νυμφίος, αἱ μὲν εἰσῆλθον λαμπρὰς ἔχουσαι τὰς λαμπάδας, αἱ δὲ, ὑστερήσασαι τῆς εἰσόδου, τὰς θύρας ἐπάτασσον τοῦ νυμφῶνος, καὶ τὸ φοβερὸν ῥῆμα
25ἐκεῖνο ἤκουον· Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς. Εἶδες αὐτὸν πάλιν καὶ τιμῶντα καὶ κολάζοντα, καὶ στεφανοῦντα καὶ τιμωροῦντα, καὶ δεχόμενον καὶ ἀποπέμποντα, καὶ ἑκατέρου τοῦ μέρους τῆς κρίσεως ὄντα κύριον; Τοῦτο καὶ ἐπὶ τοῦ ἀμπελῶνος, τοῦτο καὶ ἐπὶ τῶν
30πέντε καὶ δύο ταλάντων, καὶ τοῦ ἑνὸς ἴδοι τις ἄν· τοὺς μὲν γὰρ ἀπεδέξατο, καὶ εἰσήγαγεν ἐπὶ πλείοσι, τὸν δὲ ἐκέλευσε δεθέντα ἔξω βάλλεσθαι εἰς τὸ σκότος τὸ ἐξώτερον. γʹ. Ἀλλὰ τίς αὐτῶν ὁ δριμὺς λόγος, μᾶλλον δὲ πολ‐
35λῆς ἀνοίας γέμων; ἔχειν μὲν ἐξουσίαν καὶ κολάζειν καὶ στεφανοῦν, καὶ τιμωρεῖσθαι καὶ ἀμοιβὰς διδόναι, ἀλλὰ τὴν ἀνωτάτω προεδρίαν, φησὶ, καὶ τὴν ὑψηλο‐ τάτην τιμὴν, ταύτην ἔφησεν οὐκ εἶναι αὐτοῦ δοῦναι· Τί οὖν ἐὰν μάθῃς ὅτι οὐδέν ἐστιν ὑπεξῃρημένον αὐ‐
40τοῦ τῆς ψήφου, ἀποθήσῃ ποτὲ τὴν ἄκαιρον ταύτην φι‐ λονεικίαν; Οὐκοῦν αὐτοῦ πάλιν ἄκουε λέγοντος· Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ. Εἰ τοίνυν πᾶσαν ἔχει τὴν κρίσιν, οὐδὲν ὑπεξῄρηται τῆς ψήφου· ὁ γὰρ πᾶσαν ἔχων τὴν
45κρίσιν, κύριός ἐστι πάντας καὶ τιμωρεῖσθαι καὶ στε‐ φανοῦν. Τὸ δὲ, ἔδωκεν, ἐνταῦθα μὴ ἀνθρωπίνως ἀκού‐ σῃς, ἀγαπητέ· οὐ γὰρ οὐκ ἔχοντι ἔδωκεν, οὐδὲ ἀτελῆ ἐγέννησεν, οὐδὲ ὕστερον αὐτῷ προσεγένετο, ἀλλὰ τὸ, ἔδωκε, τοιοῦτόν ἐστι, τοιοῦτον αὐτὸν ἐγέννησε, τέ‐

48

.

771

(50)

λειον, ἀπηρτισμένον. Ταύτῃ δὲ κέχρηται τῇ λέξει, ἵνα μὴ δύο γεννητοὺς νομίσῃς θεοὺς, ἀλλ’ ἵνα εἰδῇς καὶ τὴν ῥίζαν καὶ τὸν καρπόν· οὐχ ἵνα ὕστερον αὐτῷ προσγεγενῆσθαι νομίσῃς τοῦτο. Καὶ γὰρ ἐρωτώμενος ἀλλαχοῦ, Οὐκοῦν βασιλεὺς εἶ σύ; οὐκ εἶπεν, ὅτι
55Ἔλαβον τὴν βασιλείαν· οὐκ εἶπεν, ὅτι προσεγένετο αὐτῷ ὕστερον ἡ βασιλεία· ἀλλ’, ὅτι Ἐγὼ εἰς τοῦτο γεγέννημαι. Εἰ βασιλεὺς ἀπηρτισμένος ἐγεννήθη,
εὔδηλον ὅτι καὶ κριτὴς καὶ δικαστής· βασιλέως γὰρColumn end

48

.

772

μάλιστα τὸ κρίνειν, καὶ δικάζειν, καὶ τιμᾷν, καὶ τι‐ μωρεῖσθαι. Καὶ ἑτέρωθεν δὲ τοῦτο ἴδοι τις ἂν, ὅτι καὶ τὰς ἄνω τιμὰς κύριος αὐτός ἐστι διδόναι. Ὅταν γὰρ παραγάγωμεν εἰς τὸ μέσον τὸν πάντων ἀνθρώπων
5ἀμείνω, καὶ δείξωμεν τοῦτον ὑπ’ αὐτοῦ στεφανούμε‐ νον, ποία λοιπὸν ὑπολειφθήσεται πρόφασις ὑμῖν; Τίς οὖν ἁπάντων ἀνθρώπων ἀμείνων; Τίς δὲ ἕτερος ἀλλ’ ἢ ὁ σκηνοποιὸς ἐκεῖνος, ὁ τῆς οἰκουμένης διδάσκα‐ λος, ὁ γῆν καὶ θάλασσαν καθάπερ ὑπόπτερος περιδρα‐
10μὼν, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ νυμφαγωγὸς τοῦ Χρι‐ στοῦ, ὁ τῆς Ἐκκλησίας φυτουργὸς, ὁ σοφὸς ἀρχιτέ‐ κτων, ὁ κῆρυξ, ὁ δρομεὺς, ὁ ἀγωνιστὴς, ὁ στρα‐ τιώτης, ὁ παιδοτρίβης, ὁ πανταχοῦ τῆς οἰκουμένης ὑπομνήματα τῆς οἰκείας ἀρετῆς καταλιπὼν, ὁ πρὸ
15τῆς ἀναστάσεως εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ εἰς παράδεισον ἀπενεχθεὶς, ὁ ἀποῤῥήτων κοινωνήσας τῷ Θεῷ μυστηρίων, ὁ τοιαῦτα ἀκούσας καὶ λαλήσας, ἃ ἀνθρωπίνῃ φύσει λαλῆσαι οὐκ ἔνι, ὁ καὶ χάριτος πλείονος ἀπολαύσας, καὶ μείζονα κόπον ἐπιδειξάμε‐
20νος; Ὅτι δὲ πλεῖον ἁπάντων ἔκαμεν, ἄκουσον αὐτοῦ λέγοντος, ὅτι Περισσότερον αὐτῶν πάντων ἐκο‐ πίασα. Εἰ δὲ περισσότερον πάντων ἔκαμε, περισ‐ σότερον καὶ στεφανοῦται· Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Εἰ τοίνυν
25μείζονα τῶν ἀποστόλων λαμβάνει στέφανον (τῶν δὲ ἀποστόλων ἴσος οὐδεὶς γέγονεν, οὗτος δὲ κἀκείνων μείζων), εὔδηλον ὅτι τῆς ἀνωτάτω ἀπολαύσεται τι‐ μῆς καὶ προεδρίας. Τίς οὖν ἐστιν ὁ αὐτὸν στεφανῶν; Ἄκουσον αὐτοῦ λέγοντος· Τὸν ἀγῶνα
30τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δι‐ καιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής. Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε
35τῷ Υἱῷ. Οὐκ ἐντεῦθεν δὲ τοῦτο μόνον δῆλον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς· Οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Τίνος δέ ἐστιν ἡ ἐπιφάνεια; ἄκουσον αὐτοῦ λέγοντος, Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις,
40παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δι‐ καίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφά‐ νειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος
45ἡμῶν Ἰησοῦ Χριστοῦ. δʹ. Ἀλλ’ ἡ μὲν πρὸς τοὺς αἱρετικοὺς ἡμῖν μάχη τέ‐ λος ἔχει, καὶ τὸ τρόπαιον ἐστήσαμεν, καὶ τὴν νίκην λαμπρὰν ἠράμεθα, ἐκ τῶν εἰρημένων ἁπάντων ἀπο‐ δείξαντες, ὅτι κύριος καὶ τιμᾷν καὶ κολάζειν ἐστὶ,

48

.

772

(50)

πᾶσάν τε τὴν κρίσιν ἔχων, καὶ τὸν ἁπάντων ἀμείνω στεφανῶν καὶ ἀνακηρύττων, καὶ ἐν ταῖς παραβολαῖς ἐκείναις ἑκάτερα αὐτὸς ἐργαζόμενος. Δεῖ δὲ λοιπὸν καὶ τὸν θόρυβον τῶν ἀδελφῶν ἐκβαλεῖν, καὶ διδάξαι τίνος ἕνεκεν οὕτως εἴρηκεν, ὅτι Οὐκ ἔστιν ἐμὸν τοῦτο
55δοῦναι· καὶ γὰρ οἶμαι πολλοὺς ἐπαπορεῖν τοῖς εἰρη‐ μένοις. Ἵν’ οὖν καὶ τὴν ἀπορίαν λύσωμεν, καὶ τὸν θόρυβον τῆς ψυχῆς κατευνάσωμεν, συντείνατέ μοι τὴν διάνοιαν, παρασκευάσατέ μοι τὴν γνώμην· καὶ γὰρ πλείονός μοι πόνου δεῖ νῦν. Οὐ γάρ ἐστιν ἴσον
60πολεμεῖν καὶ διδάσκειν, βάλλειν τὸν ἐχθρὸν, καὶ διορ‐
θοῦσθαι τὸν οἰκεῖον, ἀλλὰ πλείονός μοι χρεία ἐνταῦθα771

48

.

773

τῆς σπουδῆς, ὥστε μὴ παριδεῖν τὸ μέρος χωλεῦον, μηδέ τινα θορυβούμενον παραδραμεῖν. Λέγω γὰρ, ἀλλὰ μὴ θορυβεῖσθε πρὸς τὰ λεγόμενα, μηδὲ ταράτ‐ τεσθε· οὐ μόνον γὰρ τοῦ Υἱοῦ φημι μὴ εἶναι, ἀλλ’
5οὐδὲ τοῦ Πατρός· καὶ μεγάλῃ ταῦτα βοῶ τῇ φωνῇ, καὶ σάλπιγγος λαμπρότερον, ὅτι οὐκ ἔστιν αὐτοῦ δοῦ‐ ναι, οὔτε αὐτοῦ, οὔτε τοῦ Πατρός. Εἰ γὰρ αὐτοῦ ἦν, καὶ τοῦ Πατρὸς ἦν· εἰ τοῦ Πατρὸς ἦν, καὶ αὐτοῦ ἦν. Διὰ τοῦτο καὶ αὐτὸς οὐκ εἶπεν ἁπλῶς, οὐκ ἔστιν ἐμὸν
10δοῦναι, ἀλλὰ τί; Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται. Δείκνυσιν ὅτι οὔτε αὐτοῦ, οὔτε τοῦ Πα‐ τρὸς, ἀλλ’ ἑτέρων τινῶν. Τί οὖν ἐστι τὸ εἰρημένον; Οἶμαι γὰρ ὑμῖν ηὐξῆσθαι τὸν θόρυβον, καὶ πλείονα γενέσθαι τὴν ἀπορίαν, καὶ ἐναγωνίους εἶναι· ἀλλὰ μὴ
15δείσητε· οὐ γὰρ ἀποστήσομαι, ἕως ἂν ἐπαγάγω τὴν λύσιν. Μικρὸν δὲ ἀνάσχεσθε ἀνωτέρω τὸν λόγον ἀν‐ άγοντος· οὐ γὰρ ἑτέρως μετὰ σαφηνείας ἅπαντα ὑμῶν παρακαταθέσθαι τῇ γνώμῃ δυνατόν. Τί ποτ’ οὖν ἐστι τὸ εἰρημένον; Ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου, Ἰακώβου
20καὶ Ἰωάννου, ἀναχωροῦντι πρὸς τὰ Ἱεροσόλυμα τῷ Ἰησοῦ προσῆλθε μετὰ τῶν παίδων λέγουσα, Εἰπὲ ἵνα οἱ δύο υἱοί μου καθίσωσιν εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου. Ἕτερος δὲ εὐαγγελιστής φησιν, ὅτι οἱ παῖδες ταῦτα ᾐτοῦντο παρὰ τοῦ Χριστοῦ.
25Ἀλλ’ οὐκ ἔστι διαφωνία (οὐδὲ γὰρ ταῦτα δεῖ τὰ μικρὰ παρατρέχειν)· ἀλλὰ τὴν μητέρα προβαλλόμενοι, ἐπειδὴ εἶπεν ἐκείνη καὶ θύραν ἤνοιξε, καὶ αὐτοὶ τὴν ἱκετηρίαν προσήγαγον, οὐκ εἰδότες μὲν ἅπερ ἔλεγον, λέγοντες δὲ ὅμως. Εἰ γὰρ καὶ ἀπόστολοι ἦσαν, ἀλλ’
30ἀτελέστερον ἔτι διέκειντο, καθάπερ νεοττοὶ ὡς ἐν κα‐ λιᾷ πλανώμενοι, οὐδέπω τοῦ πτεροῦ παγέντος αὐ‐ τοῖς. Καὶ τοῦτο μάλιστα ὑμᾶς ἀναγκαῖον εἰδέναι, ὅτι πρὸ τοῦ σταυροῦ ἐν πολλῇ ἦσαν ἀγνοίᾳ· διὸ καὶ ἐπιτιμῶν αὐτοῖς ἔλεγεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύν‐
35ετοί ἐστε; οὔπω νοεῖτε οὐδὲ συνίετε, ὅτι οὐ περὶ τῶν ἄρτων εἶπον ὑμῖν προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων; Καὶ πάλιν, Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι. Οὐ μόνον δὲ ἠγνόουν τὰ ὑψηλότερα, ἀλλὰ καὶ ἃ ἤκουον ἀπ‐
40έβαλλον ἀπὸ φόβου καὶ δειλίας πολλάκις· ὅπερ ὀνει‐ δίζων αὐτοῖς ἔλεγεν· Οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; ἀλλ’ ὅτι ταῦτα εἶπον ὑμῖν, ἡ λύπη πε‐ πλήρωκεν ὑμῶν τὴν καρδίαν. Καὶ πάλιν, Ἐκεῖνος ὑμᾶς ἀναμνήσει πάντα, καὶ διδάξει ὑμᾶς, περὶ τοῦ
45Παρακλήτου λέγων. Οὐκ ἂν δὲ εἶπεν, ἀναμνήσει, εἰ μὴ πολλὰ τῶν εἰρημένων ἐξέβαλον. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ἐπειδὴ φαίνεται Πέτρος, νῦν μὲν ἀπηρτισμένην ὁμολογίαν ὁμολογῶν, νῦν δὲ πάντων ἐπιλελησμένος. Ὁ γὰρ εἰπὼν, Σὺ εἶ ὁ Χριστὸς ὁ

48

.

773

(50)

Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ μακαρισθεὶς ἐπὶ τούτοις, τοιοῦτον ἥμαρτε μετὰ μικρὸν, ὡς Σατανᾶς προσαγορευθῆναι· λέγει γὰρ, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Τί γένοιτ’ ἂν ἀτε‐
55λέστερον τοῦ τὰ αὐτοῦ μὴ φρονοῦντος, ἀλλὰ τὰ τῶν ἀνθρώπων; Ἐπειδὴ γὰρ περὶ σταυροῦ αὐτῷ δι‐ ελέγετο καὶ ἀναστάσεως, οὐκ εἰδὼς τῶν λεγομένων τὸ βάθος, οὐδὲ τῶν δογμάτων τὸ ἀπόῤῥητον, οὐδὲ τὴν
μέλλουσαν τῇ οἰκουμένῃ σωτηρίαν καταλαμβάνειν,Column end

48

.

774

λαβὼν αὐτὸν κατ’ ἰδίαν ἔλεγεν· Ἵλεώς σοι γίνου, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. Ὁρᾷς πῶς οὐδὲ περὶ ἀναστάσεως οὐδὲν ᾔδεισαν σαφές; Καὶ τοῦτο αὐτὸ ὁ Εὐαγγελιστὴς ἐπισημαινόμενος ἔλεγεν· Οὐδέπω γὰρ
5ᾔδεισαν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Οἱ δὲ, ταῦτα οὐκ ἐπιστάμενοι, πολλῷ μᾶλλον τὰ ἄλλα ἠγνόουν· οἷον τὰ περὶ βασιλείας τῆς ἄνω, καὶ τῆς ἀπαρχῆς τῆς ἡμετέρας, καὶ τῆς ἀναλήψεως τῆς εἰς τὸν οὐρανὸν, καὶ χθαμαλοί τινες ἦσαν ἔτι, οὐδέπω
10δυνάμενοι ὑψηλὰ πέτεσθαι. εʹ. Ἅτε οὖν τοιαύτην ἔχοντες ἔννοιαν, καὶ προσδο‐ κῶντες ὅτι εὐθέως ἀπαντήσει αὐτῷ ἡ βασιλεία ἐν Ἱε‐ ροσολύμοις (ταύτης γὰρ οὐδὲν πλέον ᾔδεισαν· ὅπερ οὖν καὶ ἕτερος ἐπισημαίνεται Εὐαγγελιστὴς λέγων,
15ὅτι ἐνόμιζον ἤδη παραγίνεσθαι αὐτοῦ τὴν βασι‐ λείαν, ἀνθρωπίνην τινὰ αὐτὴν ὑποπτεύοντες, καὶ προσδοκῶντες ἐπὶ τοῦτο αὐτὸν χωρεῖν, ἀλλ’ οὐκ ἐπὶ σταυρὸν καὶ θάνατον· καὶ γὰρ μυριάκις ἀκούοντες, σαφῶς εἰδέναι οὐκ εἶχον)· ἐπεὶ οὖν τετρανωμένην μὲν
20τῶν δογμάτων οὐδέπω ἀκρίβειαν ἐκέκτηντο, ἐνόμιζον δὲ αὐτὸν ἐπὶ βασιλείαν χωρεῖν τὴν αἰσθητὴν ταύτην, καὶ βασιλεύειν ἐν Ἱεροσολύμοις, ἀπολαβόντες αὐτὸν ἐπὶ τῆς ὁδοῦ, ὡς καιρὸν ἐπιτήδειον ἔχειν νομίσαντες, ταύτην αἰτοῦσι τὴν αἴτησιν. Ἀποῤῥήξαντες γὰρ
25ἑαυτοὺς τοῦ χοροῦ τῶν μαθητῶν, καὶ εἰς ἑαυτοὺς τὸ πᾶν περιστήσαντες, ἀξιοῦσιν ὑπὲρ προεδρίας καὶ τοῦ πρῶτοι γενέσθαι τῶν ἄλλων, νομίζοντες ἤδη τὰ πρά‐ γματα εἰληφέναι τέλος, καὶ τὸ πᾶν κατωρθῶσθαι, καὶ στεφάνων εἶναι λοιπὸν καὶ ἀμοιβῶν καιρόν· ὅπερ
30καὶ αὐτὸ τῆς ἐσχάτης ἀγνοίας ἦν. Καὶ ὅτι οὐ στοχα‐ σμὸς ταῦτά ἐστιν, οὐδὲ λόγων πιθανότητες, παρ’ αὐτοῦ τοῦ Ἰησοῦ, τοῦ τὰ ἀπόῤῥητα ἐπισταμένου, τὴν ἀπόδειξιν ὑμῖν ἐπαγάγω. Ἐπειδὴ γὰρ ταῦτα ᾔτησαν, ἄκουσον τί φησι πρὸς αὐτούς· Οὐκ οἴδατε τί αἰτεῖ‐
35σθε. Τί ταύτης σαφέστερον τῆς ἀποδείξεως; Ὁρᾷς ὅτι οὐκ ᾔδεισαν ὅπερ ᾐτοῦντο, περὶ στεφάνων καὶ ἀμοιβῶν καὶ προεδρίας καὶ τιμῆς αὐτῷ διαλεγόμενοι, οὐδέπω τῶν ἀγώνων οὐδὲ ἀρχὴν εἰληφότων; Δύο τοί‐ νυν αἰνίττεται διὰ τοῦ λέγειν· Οὐκ οἴδατε τί αἰτεῖ‐
40σθε, ἓν μὲν ὅτι περὶ βασιλείας διαλέγονται, ἧς οὐ‐ δεὶς ἦν τῷ Χριστῷ λόγος· οὐ γὰρ δὴ περὶ ταύτης ἐπήγγελτο τῆς κάτω καὶ τῆς αἰσθητῆς· ἕτερον δὲ ὅτι προεδρίαν ζητοῦντες ἤδη καὶ τιμὰς τὰς ἀνωτάτω, καὶ τῶν ἑτέρων βουλόμενοι λαμπρότεροι φανῆναι καὶ
45περιφανέστεροι, οὐδὲ ἐν καιρῷ ταῦτα ζητοῦσιν, ἀλλὰ καὶ σφόδρα ἀκαίρως. Ὁ γὰρ καιρὸς ἐκεῖνος οὐχὶ στεφάνων, οὐδὲ ἐπάθλων, ἀλλ’ ἀγωνισμάτων καὶ πα‐ λαισμάτων καὶ πόνων καὶ ἱδρώτων καὶ σκαμμάτων καὶ πολέμων. Ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν· Οὐκ οἴ‐

48

.

774

(50)

δατε τί αἰτεῖσθε, περὶ τούτων μοι διαλεγόμενοι, οὐδέπω καμόντες, οὐδὲ ἀποδυσάμενοι πρὸς τοὺς ἀγῶ‐ νας, ἔτι τῆς οἰκουμένης ἀδιορθώτου μενούσης, τῆς
ἀσεβείας ἐπικρατούσης, τῶν ἀνθρώπων ἁπάντων773

48

.

775

ἀπολωλότων· οὐδέπω τῆς βαλβῖδος ἐξεπηδήσατε· οὐ‐ δέπω πρὸς τὰ παλαίσματα ἀπεδύσασθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; ποτή‐
5ριον ἐνταῦθα καὶ βάπτισμα καλῶν τὸν σταυρὸν τὸν ἑαυτοῦ καὶ τὸν θάνατον· ποτήριον μὲν, ἐπειδὴ μεθ’ ἡδονῆς αὐτὸν ἐπῄει, βάπτισμα δὲ, ὅτι δι’ αὐτοῦ τὴν οἰκουμένην ἐκάθηρεν· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὴν εὐκολίαν τῆς ἀναστάσεως. Ὥσπερ γὰρ
10ὁ βαπτιζόμενος ὕδατι, μετὰ πολλῆς ἀνίσταται τῆς εὐκολίας, οὐδὲν ὑπὸ τῆς φύσεως τῶν ὑδάτων κωλυό‐ μενος· οὕτω καὶ αὐτὸς εἰς θάνατον καταβὰς, μετὰ πλείονος ἀνέβη τῆς εὐκολίας· διὰ τοῦτο βάπτισμα αὐτὸ καλεῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· δύνασθε σφα‐
15γῆναι καὶ ἀποθανεῖν; τούτων γὰρ ὁ καιρὸς νῦν, θα‐ νάτων καὶ κινδύνων καὶ πόνων. Λέγουσιν ἐκεῖ‐ νοι, Δυνάμεθα, οὐδὲ εἰδότες τί ποτε ἦν τὸ λεγόμενον, ἀλλὰ τῇ ἐλπίδι τῆς ἀπολήψεως ὑπισχνούμενοι. Λέ‐ γει πρὸς αὐτούς· Τὸ μὲν ποτήριον πίεσθε, καὶ τὸ
20βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε· τὸν θάνατον οὕτω λέγων· καὶ γὰρ Ἰάκωβος ἀπ‐ ετμήθη μαχαίρᾳ, καὶ Ἰωάννης πολλάκις ἀπέθανε. Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου, καὶ ἐξ εὐωνύμων μου, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.
25Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀποθανεῖσθε μὲν, καὶ σφαγήσεσθε, καὶ μαρ‐ τυρίῳ τιμηθήσεσθε· τὸ μέντοι πρώτους γενέσθαι, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλὰ τῶν ἀγωνιζομένων λα‐ βεῖν, διὰ πλείονος τῆς σπουδῆς, διὰ μείζονος τῆς
30προθυμίας. Ἵνα δὲ ὃ λέγω γένηται σαφέστερον, ὑποθώμεθα εἶναί τινα ἀγωνοθέτην· εἶτα μητέρα ἀθλητὰς ἔχουσαν δύο παῖδας, προσελθεῖν μετὰ τῶν παίδων αὐτῆς τῷ ἀγωνοθέτῃ, καὶ λέγειν· εἰπὲ ἵνα οὗτοι οἱ δύο υἱοί μου τὸν στέφανον λάβωσι· τί τοί‐
35νυν αὐτὸς ἀποκρινεῖται; Τὸ αὐτὸ δὴ τοῦτο, ὅτι οὐκ ἔστιν ἐμὸν δοῦναι· ἀγωνοθέτης εἰμὶ, οὐ χάριτι βρα‐ βεύων, οὐδὲ ἱκετηρίᾳ καὶ δεήσει τῶν προσιόντων, ἀλλὰ τῷ τέλει τῶν πραγμάτων. Τοῦτο γὰρ μάλιστα ἀγωνοθέτου, τὸ μὴ ἁπλῶς καὶ ὡς ἔτυχε διδόναι τὰ
40βραβεῖα, ἀλλ’ ἀνδρείαν τιμῶντα. Τοῦτο δὴ καὶ ὁ Χριστὸς ποιεῖ· οὐκ ἐξαίρων τὰ τῆς οὐσίας, οὕτως εἶπεν, ἀλλὰ τοῦτο δηλῶν, ὅτι οὐκ αὐτοῦ μόνου ἐστὶ δοῦναι, ἀλλὰ καὶ τῶν ἀγωνιζομένων λαβεῖν. Εἰ γὰρ αὐτοῦ μόνου ἦν, πάντες ἄνθρωποι ἂν ἐσώθησαν, καὶ
45εἰς ἐπίγνωσιν ἀληθείας ἦλθον· εἰ αὐτοῦ μόνου ἦν, οὐκ ἂν ἐγένοντο διάφοροι τιμαί· πάντας γὰρ αὐτὸς ἐποίησε, καὶ πάντων ὁμοίως κήδεται. Ὅτι δέ εἰσι διάφοροι τιμαὶ, ἄκουε Παύλου τοῦτο δηλοῦντος καὶ λέγοντος· Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σε‐

48

.

775

(50)

λήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. Καὶ πάλιν, Εἴ τις ἐποι‐ κοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσὸν, ἄργυ‐ ρον, λίθους τιμίους. Τὸ ποικίλον γὰρ τῆς ἀρετῆς ἐμφαίνων ὁ Παῦλος, οὕτω τὸν λόγον διεσκεύασε. Ταῦτα
55δὲ ἔλεγε, δεικνὺς ὅτι οὐκ ἔστι καθεύδοντας καὶ ῥέγ‐ χοντας εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλὰ διὰ πολλῶν θλίψεων δεῖ λαβεῖν τὰ βραβεῖα ἐκεῖνα. Ἐπειδὴ γὰρ διὰ τὸ πολλῆς ἀπολαύειν φιλίας
καὶ παῤῥησίας ἐνόμιζον ὅτι καὶ τῶν ἑτέρων προτι‐Column end

48

.

776

μηθήσονται, ἵνα μὴ ταῦτα ὑποπτεύοντες ῥᾳθυμότεροι γένωνται, ταύτης ἀπάγων αὐτοὺς τῆς ὑπονοίας, φη‐ σίν· Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ ὑμῶν, εἰ βουλη‐ θείητε, λαβεῖν· ἵνα πλείονα ἐπιδείξησθε προθυμίαν,
5ἵνα μείζονα πόνον, ἵνα πολλὴν τὴν σπουδήν· τοῖς γὰρ ἔργοις τίθημι τοὺς στεφάνους, καὶ τοῖς πόνοις τὰς τιμὰς, καὶ τῷ ἱδρῶτι τὰ βραβεῖα· αὕτη παρ’ ἐμοὶ σύστασις ἀρίστη, ἡ ἀπὸ τῶν ἔργων ἀπόδειξις. ϛʹ. Ὁρᾷς, πῶς οὐ μάτην ἔλεγον, ὅτι οὔτε αὐτοῦ
10ἐστιν, οὔτε τοῦ Πατρὸς, ἀλλὰ τῶν ἀγωνιζομένων καὶ πονούντων καὶ ταλαιπωρουμένων; Διὰ δὴ τοῦτο καὶ τῇ Ἱερουσαλὴμ ἔλεγε· Ποσάκις ἠθέλησα ἐπισυναγα‐ γεῖν τὰ τέκνα ὑμῶν, ὃν τρόπον ὄρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε; ἰδοὺ ἀφίεται
15ὁ οἶκος ὑμῶν ἔρημος. Ὁρᾷς ὅτι τῶν ῥᾳθυμούντων καὶ ἀναπεπτωκότων καὶ ὑπτίων κειμένων οὐκ ἔνι τινὰ σωθῆναί ποτε; Ἐκ τούτου καὶ ἕτερόν τι μαν‐ θάνομεν ἀπόῤῥητον, ὅτι οὐκ ἀρκεῖ οὐδὲ μαρτύριον τὴν ἀνωτάτω δοῦναι τιμὴν καὶ τὴν ὑψηλοτάτην προ‐
20εδρίαν. Ἰδοὺ γοῦν τούτοις προεῖπεν, ὅτι μαρτυρήσουσι μὲν, οὐ πάντως δὲ τῶν πρωτείων τεύξονται· εἰσὶ γάρ τινες οἱ καὶ μείζονα δυνάμενοι ἐπιδείξασθαι. Καὶ τοῦτο δηλῶν ἔλεγε· Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσε‐
25σθε· τὸ δὲ ἐκ δεξιῶν καθίσαι, καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι· οὐχ ὅτι καθίζει, ἀλλὰ τὸ μείζονος ἀπολαῦσαι τιμῆς, τὸ τῶν πρωτείων ἐπιτυ‐ χεῖν, τὸ ἀνωτέρω πάντων γενέσθαι, τοῦτό ἐστι, φη‐ σίν· τὸ τοίνυν καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων,
30συγκαταβαίνων αὐτοῖς ἐπὶ τῇ ὑπονοίᾳ φησίν. Ἐκεῖ‐ νοι γὰρ τὰ πρῶτα ἐζήτουν, καὶ τὸ τῶν ἄλλων ἁπάν‐ των μείζους φανῆναι. Τοῦτο οὖν αὐτὸ, φησὶ, τὸ τῶν ἄλλων ὑμᾶς μείζους φανῆναι, καὶ πάντων ἀνωτέρους, οὐκ ἔστιν ἀπὸ τούτου μόνου λαβεῖν· ἀποθανεῖσθε μὲν
35γάρ· τὸ δὲ τῆς ἀνωτάτω τιμῆς ἀπολαῦσαι οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ ἐκείνοις οἷς ἡτοίμασται. Καὶ τίσιν ἡτοίμασται; εἰπέ μοι. Ἴδωμεν τίνες οὗτοι οἱ μακάριοι, καὶ τρισμακάριοι, καὶ τῶν λαμπρῶν ἐκείνων ἀπο‐ λαύοντες στεφάνων. Τίνες οὖν εἰσιν οὗτοι, καὶ τί ποιή‐
40σαντες οὕτω φανοῦνται λαμπροί; Ἄκουσον αὐτοῦ λέ‐ γοντος· ἐπειδὴ γὰρ ἠγανάκτησαν οἱ δέκα περὶ τῶν δύο, ὅτι δὴ ἀποῤῥαγέντες τοῦ χοροῦ, τὴν ἀνωτάτω τιμὴν εἰς ἑαυτοὺς περιστῆσαι ἐβούλοντο, ὅρα πῶς καὶ ἐκείνων διορθοῦται τὸ πάθος καὶ τούτων. Καλέσας γὰρ αὐτούς
45φησιν· Οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν· παρὰ δὲ ὑμῖν οὐκ ἔσται οὕτως, ἀλλ’ ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, γενέσθω πάντων ἔσχατος. Ὁρᾷς ὅτι τοῦτο ἐβούλοντο, τὸ πρῶτοι γε‐

48

.

776

(50)

νέσθαι καὶ μείζους καὶ ἀνώτεροι, καὶ, ὡς ἂν εἴποι τις, ἄρχοντες αὐτῶν; Διὰ δὴ τοῦτο πρὸς τοῦτο ἱστά‐ μενος, καὶ τὰ ἀπόῤῥητα αὐτῶν εἰς μέσον ἐξάγων ἔλεγεν· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάν‐ των διάκονος. Εἰ προεδρίας ἐρᾶτε, φησὶ, καὶ τῆς
55ἀνωτάτω τιμῆς, τὰ ἔσχατα διώκετε, τὸ πάντων εὐ‐ τελέστεροι εἶναι, τὸ πάντων ταπεινότεροι, τὸ πάντων μικρότεροι, τὸ μετὰ τοὺς ἄλλους ἑαυτοὺς τάττειν. Αὕτη γὰρ ἡ ἀρετὴ ἐκείνην δίδωσι τὴν τιμήν. Καὶ τὸ παράδειγμα ἐγγύθεν, καὶ μετὰ πολλῆς τῆς περιου‐
60σίας. Οὐ γὰρ ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου διακο‐775

48

.

777

νηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Ὅτι γὰρ τοῦτο ποιεῖ λαμπροὺς καὶ ἐπισήμους, ὁρᾶτε ἐπ’ ἐμοῦ, φησὶ, τὸ πρᾶγμα συμβαῖνον, τῷ μὴ δεομένῳ τιμῆς μηδὲ δόξης·
5ἀλλ’ ὅμως καὶ ἐγὼ τὰ μυρία ἀγαθὰ διὰ τούτου κατ‐ ορθῶ. Πρὶν ἢ μὲν γὰρ λαβεῖν αὐτὸν τὴν σάρκα, καὶ ταπεινῶσαι ἑαυτὸν, πάντα ἀπολώλει καὶ διέφθαρτο· ἐπειδὴ δὲ καὶ ἐταπείνωσεν ἑαυτὸν, πάντα εἰς ὕψος ἀνήγαγε, κατάραν ἠφάνισε, θάνατον ἔσβεσε, παράδει‐
10σον ἤνοιξεν, ἁμαρτίαν ἐνέκρωσεν, οὐρανοῦ ἁψῖδας ἀνεπέτασε, τὴν ἀπαρχὴν ἡμῶν εἰς οὐρανὸν ἀνήγαγε, τὴν οἰκουμένην εὐσεβείας ἐπλήρωσε, τὴν πλάνην ἀπ‐ ήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν ἀπαρχὴν ἡμῶν εἰς θρόνον ἀνεβίβασε βασιλικὸν, τὰ μυρία ἀγαθὰ εἰρ‐
15γάσατο, ἃ μήτε ἐγὼ, μήτε πάντες ἄνθρωποι δύναιντ’ ἂν τῷ λόγῳ παραστῆσαι. Καὶ πρὶν ἢ μὲν ταπεινῶσαι ἑαυτὸν, ἄγγελοι μόνον αὐτὸν ἐγίνωσκον· ἐπειδὴ δὲ ἐταπείνωσεν ἑαυτὸν, ἅπασα ἡ τῶν ἀνθρώπων φύσις ἐπέγνω αὐτόν. Ὅρα πῶς ἡ ταπείνωσις οὐκ ἐλάττωσιν
20εἰργάσατο, ἀλλὰ μυρία κέρδη, μυρία κατορθώματα, καὶ μεῖζον αὐτοῦ τὴν δόξαν διαλάμψαι ἐποίησεν. Εἰ
δ’ ἐπὶ τοῦ Θεοῦ τοῦ ἀνενδεοῦς καὶ μηδενὸς προσδεο‐Column end

48

.

778

μένου τὸ ταπεινωθῆναι τοσοῦτον ἀγαθὸν, καὶ πλείους αὐτῷ τοὺς οἰκέτας προσήγαγε, καὶ τὴν βασιλείαν ἐπ‐ έτεινε, τί δέδοικας αὐτὸς, μὴ ἀπὸ τοῦ ταπεινωθῆναι ἐλαττωθῇς; Τότε ὑψηλότερος ἔσῃ, τότε μέγας, τότε
5λαμπρὸς, τότε περιφανὴς, ὅταν σεαυτὸν ἐξευτελίσῃς ὅταν μὴ τῶν πρωτείων ἐρᾷς, ὅταν ἐλαττωθῆναι κατα‐ δέξῃ καὶ σφαγῆναι καὶ κινδυνεῦσαι· ὅταν τὴν διακο‐ νίαν τῶν πολλῶν μεταδιώξῃς καὶ τὴν θεραπείαν καὶ τὴν κηδεμονίαν, καὶ ὑπὲρ τούτου πάντα καὶ ποιῆσαι
10καὶ παθεῖν ᾖς παρεσκευασμένος. Ταῦτα οὖν ἐννοοῦντες, ἀγαπητοὶ, διώκωμεν ταπεινοφροσύνην μετὰ πολλῆς τῆς προθυμίας, καὶ ὅταν ὑβριζώμεθα καὶ καταπτυώ‐ μεθα, καὶ τὰ ἔσχατα πάντα ὑπομένωμεν, καὶ ἀτιμα‐ ζώμεθα καὶ καταφρονώμεθα, πάντα μεθ’ ἡδονῆς φέ‐
15ρωμεν. Οὐδὲν γὰρ οὕτω ποιεῖν ὕψος εἴωθε καὶ δόξαν καὶ τιμὴν, καὶ μέγαν δεικνύναι, ὡς ἡ τῆς ταπεινο‐ φροσύνης ἀρετή· ἣν γένοιτο μετὰ ἀκριβείας κατορ‐ θοῦντας ἡμᾶς τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
20Χριστοῦ, μεθ’ οὗ δόξα καὶ τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.777