TLG 2062 014 :: JOANNES CHRYSOSTOMUS :: De beato Philogonio (= Contra Anomoeos, homilia 6) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De beato Philogonio (= Contra Anomoeos, homilia 6) Citation: Vol — pg — (ln) | ||
48.747(33t) | Εἰς τὸν μακάριον Φιλογόνιον γενόμενον ἀπὸ δικολόγου ἐπίσκοπον, καὶ ὅτι τοῦ προνοεῖν τῶν | |
34t | κοινῇ συμφερόντων οὐδὲν ἴσον εἰς εὐδοκίμησιν παρὰ τῷ Θεῷ, καὶ ὅτι τὸ ῥᾳθύμως προσιέναι τοῖς | |
---|---|---|
35t | θείοις μυστηρίοις κόλασιν ἀφόρητον ἔχει, κἂν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο τολμήσωμεν. Ἐλέχθη δὲ | |
36t | πρὸ πέντε ἡμερῶν τῆς Χριστοῦ γεννήσεως. | |
37t | Λόγος ἕκτος. | |
38 | αʹ. Ἐγὼ μὲν καὶ τήμερον παρεσκευαζόμην πρὸς τὰ τῶν αἱρετικῶν παλαίσματα ἀποδύσασθαι, καὶ τὸ λει‐ | |
40 | πόμενον ὑμῖν ἀποδοῦναι τοῦ χρέους· ἀλλ’, ἡ τοῦ μακαρίου Φιλογονίου ἡμέρα, οὗ τὴν ἑορτὴν ἄγομεν νῦν, πρὸς τὴν τῶν ἐκείνου κατορθωμάτων διήγησιν τὴν γλῶτταν ἡμῶν ἐκάλεσε. Καὶ δεῖ πείθεσθαι | |
πάντως. Εἰ γὰρ ὁ κακολογῶν πατέρα ἢ μητέρα θα‐ | Column end | |
48.748(37) | νάτῳ τελευτᾷ, εὔδηλον ὅτι ὁ εὐλογῶν ζωῆς ἀπολαύ‐ σεται πάντως, καὶ εἰ τοὺς φυσικοὺς γονεῖς τοσαύτης παρ’ ἡμῶν ἀπολαύειν εὐνοίας χρὴ, πολλῷ μᾶλλον | |
40 | τοὺς πνευματικοὺς, καὶ μάλιστα ὅταν τοὺς μὲν κατοιχομένους ὁ ἔπαινος μηδὲν ποιῇ λαμπροτέρους, τοὺς δὲ συνιόντας ἡμᾶς καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκούοντας βελτίους ἐργάζηται. Ὁ μὲν γὰρ εἰς τὸν | |
οὐρανὸν ἀναβὰς, οὐδὲν ἂν δέοιτο τῆς ἀνθρωπίνης | 747 | |
48.749 | εὐφημίας πρὸς μείζονα καὶ μακαριωτέραν λῆξιν ἀπελθών· ἡμεῖς δὲ οἱ τέως ἐνταῦθα στρεφόμενοι, καὶ πολλῆς πανταχόθεν παρακλήσεως χρῄζοντες, τῶν ἐγκωμίων δεόμεθα τῶν ἐκείνου, ἵνα εἰς τὸν αὐτὸν | |
5 | ζῆλον διαναστῶμεν. Διὰ τοῦτο καί τις σοφὸς παραι‐ νεῖ λέγων· Μνήμη δικαίου μετ’ ἐγκωμίων· οὐχ ὡς τῶν ἀπελθόντων, ἀλλ’ ὡς τῶν ἐγκωμιαζόντων ταύτῃ τὰ μέγιστα ὠφελουμένων. Ἐπεὶ οὖν τοσοῦτον τὸ κέρδος ἡμῖν ἐκ τοῦ πράγματος, πειθώμεθα καὶ | |
10 | μὴ ἀντιλέγωμεν· καὶ γὰρ ὁ καιρὸς πρὸς τὴν τοιαύ‐ την διήγησιν ἐπιτήδειος. Σήμερον γὰρ ὁ μακάριος πρὸς τὴν ἀτάραχον μετετάξατο ζωὴν, καὶ τὸ σκάφος ὥρμισεν ἔνθα ναυάγιον ὑποπτεῦσαι οὐκ ἔνι λοιπὸν, οὐδὲ ἀθυμίαν τινὰ καὶ ὀδύνην. Καὶ τί θαυμαστὸν εἰ | |
15 | καθαρὸν ἐκεῖνο τὸ χωρίον ἀθυμίας ἐστὶν, ὅπου γε ἀν‐ θρώποις τοῖς ἔτι ζῶσι διαλεγόμενος ὁ Παῦλός φησι· Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε; Εἰ δὲ ἐνταῦθα ὅπου νόσοι, καὶ ἐπήρειαι, καὶ ἄωροι θάνατοι, καὶ συκοφαντίαι, καὶ φθόνοι, καὶ | |
20 | ἀθυμίαι, καὶ ὀργαὶ, καὶ ἐπιθυμίαι πονηραὶ, καὶ μυ‐ ρίαι ἐπιβουλαὶ, καὶ καθημεριναὶ φροντίδες, καὶ συνεχῆ καὶ ἐπάλληλα τὰ κακὰ μυρίας πάντοθεν ἐπ‐ άγοντα λύπας, ἔφησεν ὁ Παῦλος δυνατὸν εἶναι πάν‐ τοτε χαίρειν, εἴ τις μικρὸν ἐκ τοῦ κλυδωνίου τῶν | |
25 | βιωτικῶν πραγμάτων ἀνακύψας, τὸν ἑαυτοῦ καλῶς ῥυθμίσειε βίον, πολλῷ μᾶλλον μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν τούτου ῥᾴδιον ἐπιτυχεῖν τοῦ καλοῦ, ὅτε ταῦτα πάντα ἀνῄρηται, καὶ ἀῤῥωστίαι καὶ πάθη καὶ ἁμαρτημάτων ὑπόθεσις, ὅτε τὸ ἐμὸν καὶ τὸ σὸν οὐκ | |
30 | ἔστι, τὸ ψυχρὸν τοῦτο ῥῆμα, καὶ πάντα εἰς τὴν ζωὴν ἡμῶν εἰσάγον τὰ δεινὰ, καὶ τοὺς μυρίους γεννῆσαν πολέμους. Διὸ μάλιστα μακαρίζω τὸν ἅγιον τοῦτον, ὅτι εἰ καὶ μετετάξατο καὶ πόλιν ἀφῆκε τὴν παρ’ ἡμῖν, ἀλλ’ εἰς ἑτέραν ἀνέβη πόλιν τὴν τοῦ Θεοῦ, καὶ | |
35 | καταλιπὼν τὴν Ἐκκλησίαν ταύτην, εἰς ἐκείνην τελεῖ τὴν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρα‐ νοῖς, καὶ τὰς ἑορτὰς ταύτας ἀφεὶς, πρὸς τὴν τῶν ἀγγέλων μετέστη πανήγυριν. Ὅτι γὰρ καὶ πόλις ἄνω καὶ Ἐκκλησία καὶ πανήγυρίς ἐστιν, ἄκουσον | |
40 | τοῦ Παύλου λέγοντος· Προσεληλύθατε πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ μυριάσιν ἀγγέλων πανηγύρει. Οὐ διὰ τὸ πλῆ‐ θος δὲ τῶν ἄνω δυνάμεων μόνον, ἀλλὰ καὶ διὰ τὴν | |
45 | τῶν ἀγαθῶν ἀφθονίαν, καὶ τὴν διηνεκῆ χαρὰν καὶ εὐφροσύνην, πανήγυριν τὰ ἐκεῖ πάντα καλεῖ· Παν‐ ήγυριν γὰρ οὐδὲν ἕτερον ποιεῖν εἴωθεν, ἀλλ’ ἢ τὸ πλῆ‐ θος τῶν συνειλεγμένων, καὶ ἡ δαψίλεια τῶν ὠνίων, ὅταν πυροὶ καὶ κριθαὶ καὶ παντοδαπὰ γεννη‐ | |
48.749(50) | μάτων εἴδη, καὶ προβάτων ποίμνια, καὶ βοῶν ἀγέ‐ λαι. καὶ ἱμάτια, καὶ ἕτερα τοιαῦτα εἰσάγηται, τῶν μὲν πωλούντων, τῶν δὲ ἀγοραζόντων. Καὶ τί τούτων ἐστὶν ἐν τοῖς οὐρανοῖς, φησί; Τού‐ των μὲν οὐδὲν, τὰ δὲ τούτων πολλῷ σεμνότερα. | |
55 | Οὐ γὰρ πυροὶ καὶ κριθαὶ καὶ γεννημάτων εἴδη, ἀλλ’ ὁ καρπὸς ἐκεῖ πανταχοῦ τοῦ πνεύματος, ἀγάπη καὶ χαρὰ καὶ εὐφροσύνη καὶ εἰρήνη καὶ ἀγαθωσύνη καὶ πραότης μετὰ πολλῆς τῆς δαψιλείας· οὐ προ‐ | |
βάτων ποίμνια καὶ βοῶν ἀγέλαι, ἀλλὰ πνεύματα | Column end | |
48.750 | δικαίων τετελειωμένων, καὶ ψυχῶν ἀρεταὶ, καὶ τρόπων κατορθώματα πανταχοῦ τῶν οὐρανῶν ἐστιν ἰδεῖν· οὐχ ἱμάτια καὶ ἐπιβλήματα, ἀλλὰ στε‐ φάνους χρυσοῦ παντὸς τιμιωτέρους καὶ βραβεῖα | |
5 | καὶ ἔπαθλα καὶ τὰ μυρία τοῖς κατορθοῦσιν ἀπο‐ κείμενα ἀγαθά. Καὶ τὸ πλῆθος τῶν συνιόντων πολλῷ σεμνότερόν τε καὶ πλέον· οὐ γὰρ ἐξ ἀστι‐ κῶν τε καὶ ἐπιχωρίων ἐστὶν ἀνδρῶν, ἀλλ’ ἔνθα μυριάδες ἀγγέλων, ἐκεῖ χιλιάδες ἀρχαγγέλων, ἀλ‐ | |
10 | λαχοῦ συμμορία προφητῶν, ἑτέρωθι μαρτύρων χο‐ ροὶ, ἀποστόλων τάγματα, σύλλογοι δικαίων, τῶν εὐηρεστηκότων ἁπάντων δῆμοι διάφοροι. Ὄντως θαυ‐ μαστή τίς ἐστιν ἡ πανήγυρις, καὶ τὸ δὴ πάντων μεῖ‐ ζον, ὅτι ἐν μέσῃ τῇ πανηγύρει στρέφεται τούτων | |
15 | ἁπάντων ὁ βασιλεύς· εἰπὼν γὰρ, Μυριάσιν ἀγγέλων πανηγύρει, ἐπήγαγε, Καὶ κριτῇ Θεῷ πάντων. Τίς ποτε εἶδε ἐν πανηγύρει βασιλέα παραγινόμενον; Ἐν‐ ταῦθα μὲν οὐδεὶς εἶδέ ποτε, ἐκεῖ δὲ διηνεκῶς οἱ παρ‐ όντες ὁρῶσιν ὡς αὐτοῖς ἰδεῖν δυνατὸν, καὶ παρόντα | |
20 | καὶ τῇ τῆς ἰδίας δόξης λαμπρότητι κοσμοῦντα τοὺς συνιόντας ἅπαντας. Καὶ αὗται μὲν αἱ πανηγύρεις τῆς ἡμέρας μεσούσης πολλάκις καταλύονται, ἐκείνη δὲ οὐχ οὕτως. Οὐ γὰρ περιόδους μηνῶν, οὐδὲ κύκλους ἐνιαυτῶν, οὐδὲ ἡμερῶν ἀριθμὸν ἀναμένει, ἀλλ’ ἕστη‐ | |
25 | κε διηνεκῶς, καὶ τὰ ἐν αὐτῇ πάντα ἀγαθὰ πέρας οὐκ ἔχει, τέλος οὐκ οἶδεν, οὐ γηρᾷν οὐδὲ μαραίνεσθαι δύ‐ ναται· ἀλλ’ ἔστιν ἀγήρω καὶ ἀθάνατα. Οὐδεὶς ἐκεῖ θόρυβος καθάπερ ἐνταῦθα, οὐδεμία ταραχὴ, ἀλλὰ πολὺς ὁ κόσμος πάντων μετὰ τῆς προσηκούσης εὐτα‐ | |
30 | ξίας, ὥσπερ ἐν κιθάρᾳ τινὶ, μετὰ ῥυθμοῦ τὴν παν‐ αρμόνιον μελῳδίαν καὶ πάσης ἡδίω μουσικῆς τῷ Δεσπότῃ τῆς κτίσεως ἑκατέρας ἀναπεμπόντων, καὶ τῆς ψυχῆς ἐκεῖ καθάπερ ἐν ἱεροῖς ἀδύτοις καὶ θείοις τισὶ μυστηρίοις τὴν θείαν τελουμένης μυστα‐ | |
35 | γωγίαν. βʹ. Πρὸς ταύτην οὖν τὴν μακαρίαν καὶ ἀγήρω λῆξιν μετέστη σήμερον ὁ μακάριος Φιλογόνιος. Τίς οὖν ἂν γένοιτο λόγος ἐφάμιλλος ἀνθρώπῳ τῷ τοσαύτης εὐ‐ κληρίας ἀξιωθέντι; Οὐκ ἔστιν οὐδείς. Τί οὖν, εἰπέ | |
40 | μοι, σιγήσομεν διὰ τοῦτο; καὶ τίνος ἕνεκεν συνεληλύθαμεν; Ἀλλ’ ἐροῦμεν ὅτι οὐ δυνησόμεθα τοῦ μεγέθους ἐφικέσθαι τῶν ἔργων; Δι’ αὐτὸ μὲν οὖν τοῦτο ἀναγκαῖον εἰπεῖν, ἐπεὶ καὶ τοῦτο μέγιστον ἐγκωμίου μέρος, ὅταν μὴ δυνηθῇ τοῖς ἔργοις παρ‐ | |
45 | ισωθῆναι τὰ ῥήματα· ὧν γὰρ ὑπὲρ φύσιν θνητὴν τὰ κατορθώματα, εὔδηλον ὅτι καὶ ὑπὲρ ἀνθρωπίνην γλῶτταν τὰ ἐγκώμια. Οὐ μὴν διὰ τοῦτο διακρούσε‐ ται τὰ ἡμέτερα, ἀλλὰ τὸν αὐτὸν μιμήσεται Δε‐ σπότην· καὶ γὰρ ἐκεῖνος τῇ χήρᾳ δύο μόνους ὀβο‐ | |
48.750(50) | λοὺς καταβαλούσῃ, οὐ δύο μόνων ὀβολῶν μισθὸν ἔδωκεν. Τί δήποτε; Ὅτι οὐ τῇ ποσότητι τῶν χρημά‐ των, ἀλλὰ τῷ πλούτῳ τῆς διανοίας προσεῖχεν. Ἂν μὲν γὰρ τὰ χρήματα ἐξετάσῃς, πολλὴ ἡ πενία· ἂν δὲ τὴν προαίρεσιν ἀναπτύξῃς, ἄφατον τῆς μεγα‐ | |
55 | λοψυχίας ὄψει τὸν θησαυρόν. Ὥστε εἰ καὶ μικρὰ τὰ ἡμέτερα καὶ εὐτελῆ, ἀλλ’ ἅπερ ἔχομεν· καὶ εἰ μεγα‐ λοψυχίας ἀποδέει τοῦ γενναίου καὶ δικαίου Φιλογονίου, ἀλλ’ ὅμως καὶ τοῦτο τῆς μεγαλοψυχίας αὐτοῦ μέγι‐ | |
στον δεῖγμα ἂν εἴη, τὸ μηδὲ τὰ μικρὰ διωθεῖσθαι, ἀλλὰ | 749 | |
48.751 | ταυτὸ τοῖς πλουτοῦσι ποιεῖν. Καὶ γὰρ ἐκεῖνοι παρὰ τῶν πενήτων μικρὰ λαβόντες ὧν οὐδὲν δέονται, τὰ παρ’ ἑαυτῶν προστιθέασιν, ἀντιδωρούμενοι τοὺς ἅπερ εἶχον εἰσενεγκόντας. Οὕτω δὴ καὶ οὗτος λαβὼν παρ’ | |
5 | ἡμῶν εὐφημίαν ῥημάτων, ἧς οὐδὲν δεῖται, ἀντιδώσει τὴν διὰ τῶν ἔργων εὐλογίαν ἡμῖν, ἧς ἀεὶ χρῄζομεν. Πόθεν οὖν ἡμῖν ἀρκτέον τῶν ἐγκωμίων; Πόθεν ἄλλο‐ θεν ἢ ἀπὸ τῆς ἀρχῆς, ἣν ἡ τοῦ Πνεύματος ἐνεχείρισεν αὐτῷ χάρις. Αἱ μὲν γὰρ ἔξωθεν ἀρχαὶ οὐκ ἂν γένοιντο | |
10 | πάντως τῆς τῶν πιστευομένων αὐτὰς ἀρετῆς ἀπό‐ δειξις, ἀλλὰ πολλάκις καὶ κακίας εἰσὶ κατήγοροι. Τί‐ νος ἕνεκεν; Ὅτι καὶ προστασίαι φίλων καὶ περιδρομαὶ καὶ κολακεῖαι, καὶ πολλὰ ἕτερα τούτων αἰσχρότερα τὰς τοιαύτας ἀρχὰς προξενεῖν εἴωθεν· ὅταν δὲ ὁ Θεὸς | |
15 | χειροτονῇ καὶ ψηφίζηται, καὶ ἡ χεὶρ ἐκείνη τῆς ἁγίας ἅπτηται κεφαλῆς, ἀδέκαστος ἡ ψῆφος, ἀνύποπτος ἡ κρίσις, ἀναμφισβήτητος τοῦ χειροτονουμένου γένοιτ’ ἂν ἀπόδειξις τὸ τοῦ χειροτονοῦντος ἀξίωμα. Ὅτι δὲ ἐκεῖνον ὁ Θεὸς ἐχειροτόνησε, καὶ ἀπ’ αὐτοῦ | |
20 | τοῦ τρόπου δῆλον. Ἐκ μέσης γὰρ τῆς ἀγορᾶς ἁρπα‐ σθεὶς, ἐπὶ τὸν θρόνον ἤγετο τοῦτον· οὕτω σεμνὸν καὶ λαμπρὸν τὸν πρότερον ἐπεδείξατο βίον, καὶ γυναῖκα ἔχων καὶ θυγατέρα, καὶ ἐν δικαστηρίῳ στρεφόμενος· οὕτως ὑπὲρ τὸν ἥλιον ἔλαμψεν, ὡς εὐθέως ἐκεῖθεν ταύτης | |
25 | ἄξιος φανῆναι τῆς ἀρχῆς, καὶ ἀπὸ βήματος δικαστικοῦ ἐπὶ βῆμα ἤγετο ἱερόν. Καὶ τότε μὲν ἀνθρώποις συνη‐ γόρει κατὰ ἀνθρώπων ἐπιβουλευόντων, τοὺς ἀδικου‐ μένους τῶν ἀδικούντων ἰσχυροτέρους ποιῶν· ἐνταῦθα δὲ ἐλθὼν, ἀνθρώποις συνηγόρει κατὰ δαιμόνων τῶν ἐπη‐ | |
30 | ρεαζόντων. Ἡλίκον δέ ἐστι δεῖγμα ἀρετῆς τὸ παρὰ τῆς τοῦ Θεοῦ χάριτος τοσαύτης ἀξιωθῆναι τῆς ἀρχῆς, ἄκου‐ σον ἀναστὰς ὁ Χριστὸς τῷ Πέτρῳ τί φησιν; Ἐπειδὴ γὰρ αὐτὸν ἠρώτησε· Πέτρε, φιλεῖς με; εἰπόν‐ τος δὲ ἐκείνου, Σὺ, Κύριε, οἶδας ὅτι φιλῶ σε, οὐκ εἶπεν | |
35 | ὁ Χριστός· ῥῖψον τὰ χρήματα, νηστείαν ἄσκησον, σκλη‐ ραγωγίαν, νεκροὺς ἀνάστησον, δαίμονας ἀπέλασον, οὐδὲν οὔτε τούτων, οὔτε τῶν σημείων τῶν ἄλλων, οὔτε τῶν κατορθωμάτων εἰς μέσον ἤγαγεν· ἀλλὰ πάντα ἐκεῖνα παραδραμὼν, Εἰ φιλεῖς με, φησὶ, ποίμαινε τὰ πρό‐ | |
40 | βατά μου. Τοῦτο δὲ ἔλεγεν, οὐ μόνον τῆς εἰς αὐτὸν ἀγάπης τὸ μέγιστον ἡμῖν σημεῖον ἐπιδεῖξαι βουλό‐ μενος, ἀλλὰ καὶ τῆς φιλίας, ἣν περὶ τὰ πρόβατα ἐπι‐ δείκνυται, ἤδη τοῦτο τῆς εἰς αὐτὸν εὐνοίας μέγιστον δεῖγμα πεποίηται, μονονουχὶ λέγων, ὁ τὰ πρόβατά | |
45 | μου φιλῶν, ἐμὲ φιλεῖ. Ἴδε γοῦν ὅσα ὑπέμεινε διὰ τὴν ποίμνην ταύτην ὁ Χριστός· ἄνθρωπος ἐγένετο, δούλου μορφὴν ἀνέλαβεν, ἐνεπτύσθη, ἐῤῥαπίσθη· τελευταῖον οὐδὲ θάνατον παρῃτήσατο, καὶ θάνατον τὸν ἐπονείδιστον· ἐν σταυρῷ γὰρ τὸ αἷμα ἐξέχεεν. | |
48.751(50) | Ὥστε εἴ τις εὐδοκιμεῖν βούλοιτο παρ’ αὐτῷ, τούτων ἐπιμελείσθω τῶν προβάτων, τὸ κοινῆ συμφέρον ζη‐ τείτω, τῶν ἀδελφῶν κηδέσθω τῶν ἑαυτοῦ· οὐδὲν γὰρ τούτου τῷ Θεῷ προτιμότερον κατόρθωμα· διὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· Σίμων, Σίμων, ᾔτησεν ὁ | |
55 | Σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον· κἀγὼ ἐδεή‐ θην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου. Τίνα οὖν ταύτης τῆς κηδεμονίας καὶ τῆς προνοίας ἀποδίδως μοι τὴν ἀμοιβήν; ἄρα ποίαν ἀμοιβὴν ζη‐ τεῖ; Τὴν αὐτὴν ταύτην πάλιν· Καὶ σὺ γὰρ, φησὶ, | |
60 | ποτὲ ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου. | |
Οὕτω καὶ ὁ Παῦλός φησι· Μιμηταί μου γίνεσθε, | Column end | |
48.752 | καθὼς κἀγὼ Χριστοῦ. Πῶς ἐγένου Χριστοῦ μιμη‐ τής; Πάντα πᾶσιν ἀρέσκων, καὶ μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Καὶ ἀλλαχοῦ φησι· Καὶ γὰρ ὁ Χριστὸς | |
5 | οὐχ ἑαυτῷ ἤρεσκεν, ἀλλὰ τοῖς πολλοῖς. Καὶ οὐδὲν οὕτω γνώρισμα καὶ χαρακτὴρ γένοιτ’ ἂν τοῦ πιστοῦ καὶ τὸν Χριστὸν φιλοῦντος, ὡς τὸ τῶν ἀδελφῶν κή‐ δεσθαι, καὶ τῆς σωτηρίας ἐπιμελεῖσθαι τῆς ἐκείνων. γʹ. Ταῦτα καὶ μοναχοὶ πάντες ἀκουέτωσαν, καὶ οἱ | |
10 | τὰς τῶν ὀρῶν κατειληφότες κορυφὰς, καὶ οἱ διὰ πάντων σταυρώσαντες ἑαυτοὺς τῷ κόσμῳ, ἵνα κατὰ δύναμιν τὴν ἑαυτῶν τοὺς τῶν Ἐκκλησιῶν προεστῶτας συγ‐ κροτῶσιν, ἀλείφωσιν εὐχαῖς, ὁμονοίᾳ, ἀγάπῃ· εἰδότες ὡς εἰ μὴ τοὺς προβεβλημένους παρὰ τῆς τοῦ Θεοῦ | |
15 | χάριτος, καὶ τοσούτων φροντίδας ἀναδεδεγμένους συγκροτοῖεν παντὶ τρόπῳ καὶ πόῤῥωθεν καθήμενοι, τὸ κεφάλαιον αὐτοῖς ἀπόλωλε τοῦ βίου, καὶ ἡ πᾶσα ἠκρωτηριάσθη σοφία. Ἀλλ’ ὅτι μὲν τῆς περὶ τὸν Χριστὸν φιλίας μέγιστον τοῦτο δεῖγμα, ἐντεῦθεν δῆ‐ | |
20 | λον· ἴδωμεν δὲ καὶ πῶς τὴν ἐπισκοπὴν ταύτην δι‐ ῴκησε· μᾶλλον δὲ οὐ δεῖ λόγου λοιπὸν ἐνταῦθα, οὐδὲ τῆς ἡμετέρας φωνῆς, τῆς ὑμετέρας σπουδῆς αὐτὸ τοῦτο δηλούσης. Ὥσπερ γὰρ εἰς ἀμπελῶνά τις εἰσ‐ ελθὼν, καὶ τὰς ἀμπέλους ἰδὼν κομώσας τοῖς φύλ‐ | |
25 | λοις, τῷ καρπῷ βριθομένας, θριγκοῖς καὶ φραγμοῖς πάντοθεν τετειχισμένας, οὐδὲν δεήσεται λόγου τινὸς καὶ ἀποδείξεως ἑτέρας, ὥστε μαθεῖν τοῦ ἀμπελουρ‐ γοῦ καὶ τοῦ γηπόνου τὴν ἀρετήν· οὕτω δὴ καὶ ἐνταῦθα, εἰσελθών τις καὶ τὰς πνευματικὰς ταύτας | |
30 | ἀμπέλους ἰδὼν, καὶ τὸν καρπὸν τὸν ὑμέτερον, οὐ‐ δενὸς δεήσεται λόγου καὶ διδασκαλίας, ὥστε μαθεῖν τὸν ὑμῶν προεστῶτα· καθάπερ οὖν καὶ ὁ Παῦλός φησιν· Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμ‐ μένη καὶ ἀναγινωσκομένη. Δείκνυσι γὰρ τὴν | |
35 | πηγὴν ὁ ποταμὸς, καὶ ὁ καρπὸς τὴν ῥίζαν. Ἐχρῆν μὲν οὖν εἰπεῖν καὶ τὸν καιρὸν, καθ’ ὅνπερ τὴν ἀρχὴν ἐνεχειρίσθη ταύτην· οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς ἐγκω‐ μίου μέρος, ἀλλὰ καὶ σφόδρα ἱκανὸν δεῖξαι τοῦ ἀν‐ δρὸς τὴν ἀρετήν. Πολλὴ γὰρ ἡ δυσκολία τότε ἦν, | |
40 | ἄρτι τοῦ διωγμοῦ παυσαμένου, καὶ τῶν λειψάνων ἔτι μενόντων τῆς χαλεπωτάτης ζάλης ἐκείνης, καὶ πολ‐ λῆς τῶν πραγμάτων διορθώσεως δεομένων. Καὶ τούτοις ἐχρῆν προσθεῖναι πάλιν, ὡς ἡ τῶν αἱρετικῶν αἵρεσις ἐπ’ αὐτοῦ τὴν ἀρχὴν λαβοῦσα ἐνεκόπτετο, | |
45 | τῆς ἐκείνου σοφίας πάντα προορώσης· ἀλλ’ ὅμως ἐφ’ ἑτέραν ἀναγκαίαν ὑπόθεσιν ὁ λόγος ἡμῖν ἐπείγε‐ ται. Διὰ τοῦτο τῷ κοινῷ πατρὶ καὶ ζηλωτῇ τοῦ μα‐ καρίου Φιλογονίου ταῦτα καταλιπόντες εἰπεῖν, ἅτε ἀκριβέστερον ἡμῶν εἰδότι τὰ ἀρχαῖα πάντα, πρὸς | |
48.752(50) | ἑτέραν δημηγορίας ὁδὸν βαδιούμεθα. Καὶ γὰρ ἑορτὴ μέλλει προσελαύνειν, ἡ πασῶν τῶν ἑορτῶν σεμνο‐ τάτη καὶ φρικωδεστάτη, ἣν οὐκ ἄν τις ἁμάρτοι μη‐ τρόπολιν πασῶν τῶν ἑορτῶν προσειπών. Τίς δέ ἐστιν αὕτη; Ἡ κατὰ σάρκα τοῦ Χριστοῦ γέννησις. | |
55 | δʹ. Ἀπὸ γὰρ ταύτης τὰ Θεοφάνια, καὶ τὸ Πάσχα τὸ ἱερὸν, καὶ ἡ Ἀνάληψις, καὶ ἡ Πεντηκοστὴ τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν ἔλαβον. Εἰ γὰρ μὴ ἐτέχθη κατὰ σάρκα ὁ Χριστὸς, οὐκ ἂν ἐβαπτίσθη, ὅπερ ἐστὶ τὰ Θεο‐ | |
φάνια· οὐκ ἂν ἐσταυρώθη, ὅπερ ἐστὶ τὸ Πάσχα· οὐκ | 751 | |
48.753 | ἂν τὸ Πνεῦμα κατέπεμψεν, ὅπερ ἐστὶν ἡ Πεντηκοστή. Ὥστε ἐντεῦθεν, ὥσπερ ἀπό τινος πηγῆς, ποταμοὶ διάφοροι ῥυέντες, αὗται ἐτέχθησαν ἡμῖν αἱ ἑορταί. Οὐ κατὰ τοῦτο δὲ μόνον δικαία ταύτης ἂν εἴη τῆς προ‐ | |
5 | εδρίας ἀπολαύειν ἡ ἡμέρα, ἀλλ’ ὅτι καὶ τὸ ἐν αὐτῇ γε‐ νόμενον τῶν ἄλλων ἁπάντων πολὺ φρικωδέστερόν ἐστι. Τὸ μὲν γὰρ ἄνθρωπον γενόμενον τὸν Χριστὸν ἀποθα‐ νεῖν, τῆς ἀκολουθίας λοιπὸν ἦν· εἰ γὰρ καὶ ἁμαρτίαν οὐκ ἐποίησεν, ἀλλὰ θνητὸν σῶμα ἀνέλαβε· καὶ ἦν μὲν | |
10 | καὶ τοῦτο θαυμαστόν· τὸ δὲ Θεὸν ὄντα, ἄνθρωπον θε‐ λῆσαι γενέσθαι καὶ ἀνασχέσθαι καταβῆναι τοσοῦτον, ὅσον οὐδὲ διάνοια δέξασθαι δύναται, τοῦτό ἐστι τὸ φρι‐ κωδέστατον καὶ ἐκπλήξεως γέμον. Ὃ δὴ καὶ Παῦλος θαυμάζων ἔλεγεν· Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ | |
15 | τῆς εὐσεβείας μυστήριον. Ποῖον μέγα; Θεὸς ἐφα‐ νερώθη ἐν σαρκί. Καὶ πάλιν ἀλλαχοῦ· Οὐ γὰρ ἀγ‐ γέλων ἐπιλαμβάνεται ὁ Θεὸς, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Διὰ τοῦτο μάλιστα ἀσ‐ | |
20 | πάζομαι τὴν ἡμέραν ταύτην καὶ φιλῶ, καὶ τὸν ἔρωτα εἰς μέσον προτίθημι, ἵνα κοινωνοὺς ὑμᾶς ποιήσω τοῦ φίλτρου· διὰ τοῦτο δέομαι πάντων ὑμῶν καὶ ἀντι‐ βολῶ μετὰ πάσης σπουδῆς καὶ προθυμίας παραγε‐ νέσθαι, τὴν οἰκίαν ἕκαστον κενώσαντα τὴν ἑαυτοῦ, | |
25 | ἵνα ἴδωμεν τὸν Δεσπότην ἡμῶν ἐπὶ τῆς φάτνης κεί‐ μενον, ἐσπαργανωμένον, τὸ φρικτὸν ἐκεῖνο καὶ πα‐ ράδοξον θέαμα. Ποία γὰρ ἡμῖν ἀπολογία, ποία δὲ συγγνώμη, ὅταν αὐτὸς μὲν ἐκ τῶν οὐρανῶν δι’ ἡμᾶς καταβαίνῃ, ἡμεῖς δὲ μηδὲ ἐκ τῆς οἰκίας πρὸς αὐτὸν | |
30 | ἐρχώμεθα; ὅταν μάγοι μὲν, ἄνθρωποι βάρβαροι καὶ ἀλλόφυλοι, ἐκ Περσίδος τρέχωσιν, ὥστε αὐτὸν ἰδεῖν ἐπὶ τῆς φάτνης κείμενον· σὺ δὲ ὁ Χριστιανὸς μηδὲ μικρὸν διάστημα ὑπομένῃς, ὥστε τῆς μακαρίας ταύ‐ της ἀπολαῦσαι θεωρίας; Καὶ γὰρ, ἂν μετὰ πίστεως | |
35 | παραγενώμεθα, πάντως αὐτὸν ὀψόμεθα ἐπὶ τῆς φά‐ τνης κείμενον· ἡ γὰρ τράπεζα αὕτη τάξιν τῆς φάτνης πληροῖ. Καὶ γὰρ καὶ ἐνταῦθα κείσεται τὸ σῶμα τὸ δεσπο‐ τικὸν, οὐχὶ ἐσπαργανωμένον, καθάπερ τότε, ἀλλὰ | |
40 | Πνεύματι πανταχόθεν ἁγίῳ περιστελλόμενον. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα. Οἱ μὲν οὖν μάγοι προσ‐ εκύνησαν μόνον· σὺ δὲ, ἂν μετὰ καθαροῦ προσέλθῃς συνειδότος, καὶ λαβεῖν σοι αὐτὸ συγχωρήσομεν καὶ ἀπελθεῖν οἴκαδε. Πρόσιθι τοίνυν καὶ σὺ δῶρα προσ‐ | |
45 | άγων, μὴ τοιαῦτα οἷα ἐκεῖνοι, ἀλλὰ πολλῷ σεμνό‐ τερα. Προσήνεγκαν ἐκεῖνοι χρυσόν· προσένεγκε σὺ σωφροσύνην καὶ ἀρετήν· προσήνεγκαν ἐκεῖνοι λιβα‐ νωτόν· προσένεγκε σὺ εὐχὰς καθαρὰς, τὰ θυμιάματα τὰ πνευματικά· προσήνεγκαν ἐκεῖνοι σμύρναν· προσ‐ | |
48.753(50) | ένεγκε σὺ ταπεινοφροσύνην καὶ τεταπεινωμένην καρδίαν καὶ ἐλεημοσύνην. Ἂν μετὰ τούτων προσέλ‐ θῃς τῶν δώρων, μετὰ ἀδείας ἀπολαύσῃ πολλῆς τῆς ἱερᾶς ταύτης τραπέζης. Καὶ γὰρ ἐγὼ διὰ τοῦτο τού‐ τους κινῶ τοὺς λόγους νῦν, ἐπειδὴ οἶδα ὅτι πάντως | |
55 | πολλοὶ κατ’ ἐκείνην προσελεύσονται τὴν ἡμέραν, καὶ ἐπιπεσοῦνται τῇ πνευματικῇ ταύτῃ θυσίᾳ. Ἵνα οὖν μηδὲ ἐπὶ κακῷ, μηδὲ ἐπὶ κρίματι τῆς ἡμετέρας ψυ‐ χῆς τοῦτο ποιῶμεν, ἀλλὰ ἐπὶ σωτηρίᾳ, ἐντεῦθεν ἤδη προδιαμαρτύρομαι καὶ παρακαλῶ, παντὶ τρόπῳ κα‐ | |
60 | θάραντας ἑαυτοὺς οὕτω προσιέναι τοῖς ἱεροῖς μυστη‐ ρίοις. | |
δʹ. Καὶ μή μοι λεγέτω τις, αἰσχύνης γέμω, ἁμαρτη‐ | Column end | |
48.754 | μάτων ἔχω τὸ συνειδὸς πεπληρωμένον, φορτίον ἐπι‐ φέρομαι βαρύτατον· ἱκανὴ γὰρ τῶν πέντε ἡμερῶν τούτων ἡ προθεσμία, ἐὰν νήφῃς καὶ προσεύχῃ καὶ ἀγρυπνῇς, τὸ πολὺ τῶν ἁμαρτημάτων ὑποτέμνεσθαι. | |
5 | Μὴ γὰρ ὅτι βραχὺς ὁ χρόνος ἴδῃς, ἀλλ’ ἐκεῖνο σκό‐ πησον, ὅτι φιλάνθρωπος ὁ Δεσπότης· ἐπειδὴ καὶ Νι‐ νευῗται ἐν τρισὶν ἡμέραις τοσαύτην ὀργὴν ἀπεκρού‐ σαντο, καὶ οὐδὲν ἐνεπόδισεν ἡ τοῦ καιροῦ στενοχω‐ ρία, ἀλλ’ ἴσχυσεν ἡ τῆς ψυχῆς προθυμία τῆς φιλαν‐ | |
10 | θρωπίας ἐπιλαβομένης τοῦ Δεσπότου τὸ πᾶν ἐργάσα‐ σθαι. Καὶ ἡ πόρνη δὲ ἐν βραχείᾳ καιροῦ ῥοπῇ προσ‐ ελθοῦσα τῷ Χριστῷ, τὰ ὀνείδη πάντα ἀπενίψατο, καὶ τῶν Ἰουδαίων ἐγκαλούντων, ὅτι προσήκατο καὶ μετ‐ έδωκεν αὐτῇ παῤῥησίας τοσαύτης ὁ Χριστὸς, τοὺς | |
15 | μὲν ἐπεστόμισεν, ἐκείνην δὲ πάντων ἀπαλλάξας τῶν κακῶν, καὶ τῆς σπουδῆς ἀποδεξάμενος, οὕτως ἀπ‐ έπεμψε. Τί δήποτε; Ὅτι μετὰ θερμῆς διανοίας καὶ πεπυρωμένης ψυχῆς καὶ ζεούσης προσῆλθε πίστεως, καὶ τῶν ἁγίων καὶ ἱερῶν ἐκείνων ἥψατο ποδῶν, τοὺς | |
20 | βοστρύχους λύσασα, πηγὰς δακρύων ἐκ τῶν ὀφθαλ‐ μῶν ἀφεῖσα, τὸ μύρον κενώσασα. Δι’ ὧν γὰρ ἐγοήτευσε τοὺς ἀνθρώπους, διὰ τούτων τὰ φάρμακα τῆς μετανοίας κατεσκεύασε· δι’ ὧν ἀνεπτέ‐ ρωσε τὰς τῶν ἀκολάστων ὄψεις, διὰ τούτων ἐδάκρυσε· | |
25 | διὰ τῶν πλοκάμων, δι’ ὧν ὑπεσκέλισεν εἰς ἁμαρ‐ τίαν πολλοὺς, διὰ τούτων τοὺς πόδας ἀπέμαξε τοῦ Χριστοῦ· διὰ τοῦ μύρου, δι’ οὗ πολλοὺς ἐδελέασε, διὰ τούτου τοὺς πόδας ἐκείνου ἤλειψε. Καὶ σὺ τοίνυν δι’ ὧν παρώξυνας τὸν Θεὸν, διὰ τούτων ἵλεων ποίησον πά‐ | |
30 | λιν. Παρώξυνας αὐτὸν διὰ χρημάτων ἁρπαγῆς; διὰ τούτων αὐτὸν κατάλλαξον, καὶ τὰ ἁρπαγέντα ἀποδοὺς τοῖς ἠδικημένοις, καὶ ἕτερα τούτοις προσεπιδοὺς, εἰπὲ κατὰ τὸν Ζακχαῖον· ἀποδίδωμι τετραπλασίονα ὧν ἥρπασα πάντων. Παρώξυνας διὰ γλώττης καὶ λοι‐ | |
35 | δορίας ὑβρίσας πολλούς; ἐξιλέωσαι διὰ γλώττης πάλιν, εὐχὰς καθαρὰς ἀναπέμπων, εὐλογῶν τοὺς λοιδοροῦντας, ἐγκωμιάζων τοὺς κακῶς λέγοντας, χά‐ ριν ὁμολογῶν τοῖς ἀδικοῦσι. Ταῦτα οὐχ ἡμερῶν δεῖ‐ ται, οὐδὲ ἐνιαυτῶν πολλῶν, ἀλλὰ προαιρέσεως μό‐ | |
40 | νης, καὶ ἐν μιᾷ κατορθοῦται ἡμέρᾳ. Ἀπόστηθι τῆς πονηρίας, ἐπιλαβοῦ τῆς ἀρετῆς, παῦσαι τῆς κακίας, καὶ ὑπόσχου μηκέτι ταῦτα ποιεῖν, καὶ ἀρκεῖ σοι τοῦτο εἰς ἀπολογίαν. Ἐγὼ διαμαρτύρομαι καὶ ἐγγυῶμαι, ὅτι τῶν ἁμαρτανόντων ἡμῶν ἕκαστος, ἂν ἀποστὰς τῶν | |
45 | προτέρων κακῶν ὑπόσχηται τῷ Θεῷ μετὰ ἀληθείας μηκέτι αὐτῶν ἅψασθαι, οὐδὲν ἕτερον ὁ Θεὸς ζητήσει πρὸς ἀπολογίαν μείζονα. Φιλάνθρωπος γάρ ἐστι καὶ ἐλεήμων, καὶ καθάπερ ἡ ὠδίνουσα ἐπιθυμεῖ τεκεῖν, οὕτω καὶ αὐτὸς ἐπιθυμεῖ τὸν ἔλεον ἐκχεῖν τὸν ἑαυ‐ | |
48.754(50) | τοῦ· ἀλλ’ αἱ ἁμαρτίαι αἱ ἡμέτεραι τοῦτο διακόπτου‐ σιν. Ἀνέλωμεν τοίνυν τὸ τειχίον, καὶ ἐντεῦθεν ἤδη τῆς ἑορτῆς ἀρξώμεθα, τὰς πέντε ἡμέρας ταύτας πᾶ‐ σιν ἀποταξάμενοι· ἐῤῥέτω δικαστήρια, ἐῤῥέτω βου‐ λευτήρια, οἰμωζέτω βιωτικὰ πράγματα καὶ συμβό‐ | |
55 | λαια καὶ συναλλάγματα· τὴν ψυχήν μου βούλομαι σῶσαι. Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ· Ἐξ‐ ῆλθον ἀπὸ Περσίδος οἱ μάγοι· ἔξελθε σὺ τῶν βιωτι‐ | |
κῶν πραγμάτων, καὶ πρὸς τὸν Ἰησοῦν ὅδευσον· οὐκ | 753 | |
48.755 | ἔστι πολὺ τὸ μέσον, ἂν ἐθέλωμεν. Οὐ γὰρ πέλαγος ἀνάγκη διαπερᾶσαι, οὐδὲ ὀρῶν ὑπερβῆναι κορυφὰς, ἀλλ’ οἴκοι καθήμενον, εὐλάβειαν ἐπιδεικνύμενον καὶ πολλὴν τὴν κατάνυξιν, ἔστιν ἰδεῖν ἅπαν καταλῦσαι | |
5 | τὸ τειχίον, ἀνελεῖν τὸ κώλυμα, συστεῖλαι τῆς ὁδοῦ τὸ μῆκος· Θεὸς γὰρ ἐγγίζων ἐγώ εἰμι, φησὶ, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ, Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Νῦν δὲ εἰς τοσοῦτο ἀνοίας καὶ καταφρονήσεως πολλοὶ τῶν πι‐ | |
10 | στῶν ἐληλάκασιν, ὡς καὶ μυρίων γέμοντες κακῶν, καὶ μηδεμίαν ὅλως ἑαυτῶν ἐπιμέλειαν ποιούμενοι, ἁπλῶς καὶ ὡς ἔτυχεν ἐν ταῖς ἑορταῖς τῇ τραπέζῃ ταύτῃ προσέρχονται, οὐκ εἰδότες ὅτι καιρὸς κοινω‐ νίας οὐχ ἑορτὴ καὶ πανήγυρις, ἀλλὰ συνειδὸς καθα‐ | |
15 | ρὸν καὶ βίος ἐγκλημάτων ἀπηλλαγμένος. Καὶ καθά‐ περ τὸν οὐδὲν ἑαυτῷ συνειδότα φαῦλον καθ’ ἑκάστην δεῖ προσιέναι τὴν ἡμέραν, οὕτω τὸν ἐν ἁμαρτήμασι προκατειλημμένον, καὶ μὴ μετανοοῦντα οὐδὲ ἐν ἑορτῇ προσιέναι ἀσφαλές. Οὐ γὰρ δὴ τὸ ἅπαξ τοῦ ἐνιαυτοῦ | |
20 | προσελθεῖν ἀπαλλάττει τῶν ἐγκλημάτων ἡμᾶς, ἂν ἀναξίως προσίωμεν, ἀλλ’ αὐτὸ δὴ τοῦτο μειζόνως καταδικάζει, ὅτι ἅπαξ προσιόντες, οὐδὲ τότε καθαρῶς προσίεμεν. Διὰ τοῦτο παρακαλῶ πάντας ὑμᾶς μὴ ἁπλῶς διὰ τὴν τῆς ἑορτῆς ἀνάγκην τῶν θείων | |
25 | ἅπτεσθαι μυστηρίων· ἀλλ’ εἴ ποτε μέλλοιτε τῆς ἁγίας ταύτης μεθέξειν προσφορᾶς, πρὸ πολλῶν ἡμε‐ ρῶν ἑαυτοὺς διακαθαίρειν διὰ μετανοίας καὶ εὐχῆς καὶ ἐλεημοσύνης καὶ τῆς περὶ τὰ πνευματικὰ σχο‐ λῆς, καὶ μὴ πάλιν ἐπιστρέφεσθαι καθάπερ κύων ἐπὶ | |
30 | τὸν ἴδιον ἔμετον. Πῶς γὰρ οὐκ ἄτοπον τῶν μὲν σω‐ ματικῶν τοσαύτην ποιεῖσθαι τὴν ἐπιμέλειαν, ὥστε ἑορτῆς παραγούσης, πρὸ πολλῶν ἡμερῶν καὶ ἱμάτιον ἐκ τῶν κιβωτίων τὸ κάλλιστον ἀνελομένους προευτρε‐ πίζειν, καὶ ὑποδήματα ὠνεῖσθαι, καὶ τραπέζῃ δαψι‐ | |
35 | λεστέρᾳ κεχρῆσθαι, καὶ πολλοὺς πάντοθεν προσεπι‐ νοεῖν πόρους, καὶ παντὶ τρόπῳ φαιδρύνειν ἑαυτὸν καὶ καλλωπίζειν· τῆς δὲ ψυχῆς ἠμελημένης, ῥυπώ‐ σης, αὐχμώσης, λιμῷ διαφθειρομένης, ἀκαθάρτου μενούσης μηδένα ποιεῖσθαι λόγον, ἀλλὰ τὸ μὲν σῶμα | |
40 | καλλωπίζοντα εἰσάγειν ἐνταῦθα, ἐκείνην δὲ γυμνὴν καὶ ἀσχημονοῦσαν περιορᾷν; Καίτοι τοῦτο μὲν ὁ | |
σύνδουλος ὁρᾷ, καὶ βλάβος οὐδὲν κἂν ὁπωσοῦν δια‐ | Column end | |
48.756 | κείμενον ᾖ, ἐκείνην δὲ ὁ Δεσπότης, καὶ μεγίστην ἐπ‐ άγει κόλασιν τῆς ἀμελείας. Οὐκ ἴστε ὅτι πυρὸς αὕτη γέμει ἡ τράπεζα πνευματικοῦ, καὶ καθάπερ αἱ πηγαὶ φύσιν ὕδατος ἀναβλύζουσιν, οὕτω καὶ αὕτη φλόγα | |
5 | τινὰ ἔχει ἄῤῥητον; Μὴ τοίνυν προσέλθῃς καλάμην ἔχων, μὴ ξύλα καὶ χόρτον, ἵνα μὴ πλείονα τὸν ἐμ‐ πρησμὸν ἐργάσῃ, καὶ κατακαύσῃς τὴν μεταλαμβά‐ νουσαν ψυχήν· ἀλλ’ ἔχων λίθους τιμίους, χρυσὸν, ἄρ‐ γυρον, ἵνα καθαρωτέραν ποιήσῃς τὴν ὕλην, ἵνα πολ‐ | |
10 | λὴν λαβὼν τὴν ἐμπορίαν, ἀπέλθῃς. Εἴ τι πονηρὸν, ἐξόρισον, φυγάδευσον ἀπὸ τῆς ψυχῆς σου. Ἔχει τις ἐχθρὸν, καὶ τὰ μεγάλα ἠδίκηται; καταλυέτω τὴν ἔχθραν, καταστελλέτω τὴν διάνοιαν φλεγμαίνουσαν, οἰδοῦσαν, ἵνα μηδεὶς ἔνδον θόρυβος ᾖ μηδὲ ταραχή. | |
15 | Βασιλέα γὰρ ὑποδέχεσθαι μέλλεις διὰ τῆς κοινωνίας· βασιλέως δὲ ἐπιβαίνοντος τῇ ψυχῇ, πολλὴν εἶναι δεῖ τὴν γαλήνην, πολλὴν τὴν ἡσυχίαν, βαθεῖαν τῶν λογι‐ σμῶν τὴν εἰρήνην. Ἀλλὰ μεγάλα ἠδίκησαι. καὶ οὐ φέρεις ἀφεῖναι τὴν ὀργήν; τί τοίνυν σαυτὸν πολλῷ | |
20 | μείζονα ἀδικεῖς καὶ χαλεπώτερα; Οὐ γὰρ τοιαῦτά σε διαθήσεται ὁ ἐχθρὸς ὅσαπερ ἂν ποιῇ, οἷα σὺ σαυτὸν μὴ καταλλαττόμενος πρὸς ἐκεῖνον, ἀλλὰ τοὺς τοῦ Θεοῦ καταπατῶν νόμους. Ὕβρισέ σε ἐκεῖνος; διὰ τοῦτο οὖν σὺ τὸν Θεὸν ὑβρίζεις, εἰπέ μοι; Τὸ γὰρ | |
25 | μὴ καταλλάττεσθαι τῷ λελυπηκότι, οὐκ ἐκεῖνόν ἐστιν ἀμυνομένου τοσοῦτον, ὅσον τὸν Θεὸν ὑβρίζοντος τὸν ταῦτα νομοθετήσαντα. Μὴ τοίνυν πρὸς τὸν σύνδουλον ἴδῃς, μηδὲ πρὸς τὸ μέγεθος τῶν ἀδικημάτων ἐκεί‐ νου· ἀλλὰ τὸν Θεὸν καὶ τὸν ἐκείνου φόβον εἰς νοῦν | |
30 | βαλλόμενος, ἐκεῖνο σκόπησον, ὅτι ὅσῳ ἂν μείζονα πάσχῃς βίαν κατὰ ψυχὴν, μετὰ μυρία κακὰ ἀναγκα‐ ζόμενος καταλλάττεσθαι τῷ λελυπηκότι, τοσούτῳ πλείονος ἀπολαύσῃ τῆς τιμῆς παρὰ τοῦ ταῦτα κελεύ‐ σαντος Θεοῦ· καὶ καθάπερ αὐτὸν μετὰ πολλῆς ὑποδέ‐ | |
35 | χῃ τῆς τιμῆς ἐνταῦθα, οὕτω καὶ αὐτὸς μετὰ πολλῆς ὑποδέξεταί σε τῆς δόξης ἐκεῖ, μυριοπλασίους ἀποδιδούς σοι τῆς ὑποκοῆς ταύτης τὰς ἀμοιβάς· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλ‐ ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ | |
40 | οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος καὶ προσκύνησις, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ | |
νων. Ἀμήν. | Column end || Page end755 |