TLG 2062 010 :: JOANNES CHRYSOSTOMUS :: Ad viduam juniorem JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Ad viduam juniorem Citation: (Line) | ||
t | ΛΟΓΟΣ ΕΙΣ ΝΕΩΤΕΡΑΝ ΧΗΡΕΥΣΑΣΑΝ | |
---|---|---|
1 | Ὅτι μὲν χαλεπὴν ἔλαβες τὴν πληγὴν καὶ ἐν καιρίῳ τὸ πεμφθὲν καὶ ἄνωθεν ἐδέξω βέλος, ἅπαντες ἄν σοι συνομολο‐ γήσαιεν καὶ οὐδὲ τῶν σφόδρα φιλοσοφούντων οὐδεὶς ἀντερεῖ· ἐπειδὴ δὲ τοὺς πληττομένους οὐκ εἰς πένθος καὶ δάκρυα τὸν | |
5 | ἅπαντα χρόνον ἀναλίσκειν δεῖ, ἀλλὰ καὶ τῆς θεραπείας τῶν τραυμάτων πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν, ὥστε μὴ παρο‐ φθέντα μείζονα τοῖς δάκρυσι παρασχεῖν τὴν πληγὴν καὶ τῆς ὀδύνης σφοδροτέραν τὴν φλόγα ἐργάσασθαι, καλὸν καὶ τῆς διὰ τῶν λόγων ἀνασχέσθαι παρακλήσεως καὶ τοὺς κρουνοὺς | |
10 | μικρὸν ἀνασχοῦσαν τῶν δακρύων χρόνον γοῦν βραχὺν καὶ τοῖς παραμυθεῖσθαί σε ἐπιχειροῦσι παρασχεῖν σεαυτήν. Διὰ γάρ τοι τοῦτο καὶ ἡμεῖς οὐ παρ’ αὐτὴν τοῦ πένθους τὴν ἀκμήν, οὐδ’ ἅμα τῷ κατενεχθῆναι τὸν σκηπτὸν ἠνωχλήσαμεν· ἀλλ’ ἀναμείναντες τὸν ἐν μέσῳ τουτονὶ χρόνον καὶ συγχωρήσαντες | |
15 | ἐμπλησθῆναί σε τῶν ὀδυρμῶν, ὅτε λοιπὸν καὶ διαβλέψαι μικρὸν ἀπὸ τῆς ἀχλύος ἐκείνης καὶ τὰς ἀκοὰς παρανοῖξαι δεδύνησαι τοῖς πειρωμένοις, τότε καὶ αὐτοὶ μετὰ τοὺς τῶν θεραπαινίδων λόγους καὶ τὰ παρ’ ἑαυτῶν προστεθείκαμεν. Ἔτι μὲν γὰρ τοῦ χειμῶνος ὄντος σφοδροῦ καὶ πολλοῦ τοῦ | 112 |
20 | πένθους πνέοντος, ὁ παρακαλῶν ἀποσχέσθαι τῆς λύπης πλέον ἂν παρώξυνε πρὸς τὰς οἰμωγὰς καὶ τὸ μισηθῆναι κερδάνας μόνον ὕλην ἂν πολλὴν τοῖς τοιούτοις λόγοις παρέσχε τῷ πυρὶ μετὰ τοῦ καὶ ἐχθροῦ καὶ ἀνοήτου δόξαν λαβεῖν· ἐπειδὴ δὲ λοιπὸν ἤρξατο λήγειν ἡ ζάλη καὶ τὸ τῶν κυμάτων ἄγριον | |
25 | κατεστόρεσεν ὁ Θεός, εὐκόλως τοῦ λόγου τὰ ἱστία ἀναπετά‐ σομεν. Ἐν συμμέτρῳ μὲν γὰρ χειμῶνι δυνήσεται ἴσως ἡ τέχνη ποιῆσαι τὸ ἑαυτῆς· ὅταν δὲ ἄμαχος ᾖ τῶν πνευμάτων ἡ προσβολή, τῆς ἐμπειρίας ὄφελος οὐδέν. Διὰ ταῦτα πάντα τὸν ἔμπροσθεν χρόνον σιγήσαντες μόλις | |
30 | καὶ νῦν ἐπεχειρήσαμεν ῥῆξαι φωνήν, ἐπειδὴ παρὰ τοῦ θείου ἠκούσαμεν τοῦ σοῦ ὅτι λοιπὸν χρὴ θαρρεῖν· καὶ γὰρ καὶ τῶν θεραπαινίδων τὰς ἐν τιμῇ κατατολμᾶν ὑπὲρ τούτων μακροὺς ἀποτείνειν λόγους, τάς τε ἔξωθεν γυναῖκας, καὶ τὰς γένει προσηκούσας καὶ τὰς ἄλλως πως ἐπιτηδείως ἐχούσας. Ὅτι | |
35 | δὲ τοὺς παρ’ ἐκείνων δεχομένη λόγους οὐκ ἀτιμάσεις τοὺς παρ’ ἡμῶν, ἀλλὰ καὶ ἡσυχίαν καὶ ἀταραξίαν παρέξεις αὐτοῖς κατὰ δύναμιν, σφόδρα θαρροῦμεν καὶ πεπιστεύκαμεν. Καὶ ἄλλως μὲν οὖν τὸ γυναικεῖον γένος ἐπιρρεπέστερόν πώς ἐστι πρὸς συμπάθειαν· ὅταν δὲ καὶ νεότης προσῇ, καὶ χηρεία ἄωρος καὶ | |
40 | πραγμάτων ἀπειρία, καὶ φροντίδων ὄχλος πολύς, καὶ τὸ ἐν τρυφῇ καὶ εὐθυμίᾳ καὶ πλούτῳ τὸν ἔμπροσθεν ἅπαντα τετρά‐ φθαι χρόνον, πολλαπλασίονα γίνεται τὰ δεινά, κἂν ἡ τοῦτο παθοῦσα μὴ τῆς ἄνωθεν τύχῃ ῥοπῆς, καὶ ὁ τυχὼν αὐτὴν λογισμὸς καταλῦσαι δυνήσεται, ὅπερ πρῶτον καὶ μέγιστον | 114 |
45 | τῆς πολλῆς περὶ σὲ τοῦ Θεοῦ κηδεμονίας τίθεμαι εἶναι τεκμή‐ ριον. Τὸ γὰρ τοσούτων συνδραμόντων ἐξαίφνης κακῶν μὴ ἀποπνιγῆναι τῇ λύπῃ μηδὲ τῶν κατὰ φύσιν ἐκστῆναι φρενῶν οὐκ ἀνθρωπίνης τινὸς βοηθείας ἦν, ἀλλὰ τῆς πάντα δυναμένης χειρός, τῆς συνέσεως ἧς οὐκ ἔστιν ἀριθμός, τῆς φρονήσεως ἧς | |
(50) | οὐκ ἔστιν ἐξεύρεσις, τοῦ Πατρὸς τῶν οἰκτιρμῶν καὶ Θεοῦ πάσης παρακλήσεως. «Αὐτὸς γὰρ πέπαικεν ἡμᾶς, φησί, καὶ ἰάσεται ἡμᾶς· πατάξει καὶ μοτώσει ἡμᾶς καὶ ὑγιάσει ἡμᾶς.» Ἕως μὲν γάρ σοι συνῆν ὁ μακάριος ἐκεῖνος ἀνήρ, ἀπέλαυες μὲν τιμῆς καὶ φροντίδος καὶ σπουδῆς, ἀπέλαυες δὲ οἷα παρὰ | |
55 | ἀνθρώπου ἀπολαύειν εἰκὸς ἦν· ἐπειδὴ δὲ ἐκεῖνον ἔλαβε πρὸς ἑαυτὸν ὁ Θεός, ἀντ’ ἐκείνου σοι γέγονεν αὐτός. Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ τοῦ μακαρίου προφήτου Δαυΐδ· φησὶ γάρ· «Ὀρφανὸν καὶ χήραν ἀναλήψεται.» Καὶ πάλιν αὐτὸν πατέρα καλεῖ τῶν ὀρφανῶν καὶ κριτὴν τῶν χηρῶν· καὶ πολλὴν ὑπὲρ | |
60 | τούτου τοῦ γένους πολλαχοῦ ποιούμενον αὐτὸν ὄψει τὴν σπουδήν. Ἵνα δὲ μὴ συνεχῶς τοῦτο λεγόμενον τὸ ὄνομα στρέφῃ σου τὴν ψυχὴν καὶ συγχέῃ τὸν λογισμὸν ἐν αὐτῷ τῆς ἡλικίας | |
τῷ ἄνθει ἐπελθόν, ὑπὲρ τούτου διαλεχθῆναι βούλομαι πρῶτον | 116 | |
65 | καὶ δεῖξαι ὅτι οὐ συμφορᾶς, ἀλλὰ τιμῆς ἐστιν ὄνομα, τὸ τῆς χηρείας ὄνομα, καὶ τιμῆς τῆς μεγίστης. Μὴ γάρ μοι τὴν τῶν πολλῶν δόξαν τὴν πεπλανημένην εἰς μαρτυρίαν ἀγάγῃς, ἀλλὰ τοῦ μακαρίου Παύλου, μᾶλλον δὲ τοῦ Χριστοῦ τὴν νομοθε‐ σίαν. Ἃ γὰρ ἐκεῖνος ἐφθέγγετο, ταῦτα ὁ Χριστὸς ἐλάλει δι’ | |
70 | αὐτοῦ, καθὼς καὶ αὐτὸς ἔλεγεν· «Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;» Τί οὖν φησι; «Χήρα καταλε‐ γέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα»· καὶ πάλιν· «Νεωτέρας δὲ χήρας παραιτοῦ»· δι’ ἀμφοτέρων τοῦ πράγ‐ ματος ἡμῖν τὸ μέγεθος παραστῆσαι βουλόμενος. Καὶ περὶ μὲν | |
75 | ἐπισκόπων διαταττόμενος οὐδαμοῦ τίθησιν ἐτῶν ἀριθμόν, ἐνταῦθα δὲ πολλὴν ποιεῖται τὴν ἀκρίβειαν. Τί δήποτε; Οὐχ ὅτι ἡ χηρεία μείζων ἱερωσύνης ἐστίν, ἀλλ’ ὅτι μείζονα αὗται πόνον ἐκείνων ἔχουσι, πραγμάτων αὐτὰς πολλῶν πολλαχόθεν περιρρεόντων δημοσίων καὶ ἰδιωτικῶν. Καθάπερ γὰρ πόλις | |
80 | ἀτείχιστος εἰς μέσον ἅπασι τοῖς βουλομένοις ἁρπάζειν πρόκει‐ ται, οὕτω καὶ κόρη χηρείᾳ συζῶσα πολλοὺς ἔχει πανταχόθεν | |
τοὺς ἐπιβουλεύοντας, οὐ τοὺς τῶν χρημάτων αὐτῆς ἐφιεμένους μόνον, ἀλλὰ καὶ τοὺς τὴν σωφροσύνην αὐτῆς διαφθεῖραι σπεύ‐ δοντας. Καὶ οὐ ταύτας μόνον, ἀλλὰ καὶ ἑτέρας πρὸς τὸ πεσεῖν | 118 | |
85 | αὐτὴν ἀφορμὰς προσγινομένας εὑρήσομεν. Καὶ γὰρ οἰκέται καταφρονοῦντες, καὶ πράγματα ἀμελούμενα, καὶ τὸ μηκέτι ἐν τῇ προτέρᾳ εἶναι τιμῇ, καὶ τὸ τὰς ὁμήλικας εὖ πραττούσας ὁρᾶν, πολλάκις δὲ καὶ τὸ τρυφῆς ἐπιθυμεῖν, δευτέροις αὐτὰς ἔπεισεν ὁμιλῆσαι γάμοις. | |
90 | Εἰσὶ δὲ αἳ νόμῳ μὲν γάμου οὐκ ἐθέλουσι συγγενέσθαι τοῖς ἀνδράσι, λάθρα δὲ καὶ μετὰ τοῦ κρύπτεσθαι. Τοῦτο δὲ ποιοῦσιν ἵνα τὰ ἐγκώμια τῆς χηρείας καρπώσωνται· οὕτως οὐκ ἐπονεί‐ διστον, ἀλλὰ θαυμαστὸν καὶ τιμῆς ἄξιον τὸ πρᾶγμα παρὰ ἀνθρώποις εἶναι δοκεῖ, οὐ παρ’ ἡμῖν μόνον τοῖς πιστοῖς ἀλλὰ | |
95 | καὶ τοῖς ἀπίστοις αὐτοῖς. Καὶ γὰρ ἐγώ ποτε νέος ἔτι ὤν, τὸν σοφιστὴν τὸν ἐμὸν—πάντων δὲ ἀνδρῶν δεισιδαιμονέστερος ἐκεῖνος ἦν—οἶδα ἐπὶ πολλῶν τὴν μητέρα τὴν ἐμὴν θαυμάζοντα. Τῶν γὰρ παρακαθημένων αὐτῷ πυνθανόμενος, οἷα εἴωθε, τίνος εἴην ἐγώ, καί τινος εἰπόντος ὅτι χήρας γυναικός, | |
(100) | ἐμάνθανε παρ’ ἐμοῦ τήν τε ἡλικίαν τῆς μητρὸς καὶ τῆς χηρείας τὸν χρόνον. Ὡς δὲ εἶπον, ὅτι ἐτῶν τεσσαράκοντα γεγονυῖα εἴκοσιν ἔχει λοιπὸν ἐξ οὗ τὸν πατέρα ἀπέβαλε τὸν ἐμόν, ἐξεπλάγη καὶ ἀνεβόησε μέγα, καὶ πρὸς τοὺς παρόντας ἰδών· | |
«Βαβαί, ἔφη, οἷαι παρὰ Χριστιανοῖς γυναῖκές εἰσι.» | 120 | |
105 | Τοσούτου οὐ παρ’ ἡμῖν μόνον ἀλλὰ καὶ παρὰ τοῖς ἔξωθεν τὸ πρᾶγμα ἀπολαύει τοῦ θαύματος καὶ ἐπαίνου. Ἅπερ ἅπαντα συνιδὼν ὁ μακάριος Παῦλος ἔλεγε· «Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα.» Καὶ οὐδὲ μετὰ τὴν τοσαύτην τῶν χρόνων μαρτυρίαν ἀφίησιν αὐτὴν | |
110 | εἰς τὸν ἅγιον τοῦτον ταγῆναι χορόν, ἀλλὰ καὶ ἕτερα προστί‐ θησι λέγων· «Ἐν ἔργοις ἀγαθοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρό‐ φησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε.» Βαβαὶ τῆς δοκιμασίας καὶ τῆς βασάνου, ὅσην παρὰ τῆς χήρας ἀπαιτεῖ | |
115 | τὴν ἀρετὴν καὶ πῶς ἀκριβολογεῖται. Οὐκ ἂν τοῦτο ποιήσας εἰ μὴ πρᾶγμα τίμιον καὶ σεμνὸν ἔμελλεν ἐμπιστεύειν αὐτῇ. Καί· «Νεωτέρας δέ, φησί, χήρας παραιτοῦ.» Εἶτα καὶ τὴν αἰτίαν προστίθησιν· «Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι.» Διὰ τούτου γὰρ ἡμῖν τοῦ ῥήματος | |
120 | αἰνίττεται, ὅτι αἱ τοὺς ἄνδρας ἀποβαλοῦσαι ἀντ’ ἐκείνων ἁρμόττονται τῷ Χριστῷ. Εἶτα δεικνὺς τὴν ἁρμονίαν ταύτην πρᾶον οὖσαν καὶ ἐπιεικῆ, τοῦτο τίθησιν εἰπών· «Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι», καθάπερ τινὸς ἀνδρὸς ἐπιεικοῦς καὶ οὐ μετ’ ἐξουσίας αὐταῖς κεχρη‐ | |
125 | μένου, ἀλλ’ ἐῶντος ἐν ἐλευθερίᾳ ζῆν. Καὶ οὐδὲ μέχρι τούτων τὸν λόγον ἔστησεν, ἀλλὰ καὶ ἑτέρωθι πάλιν πολλὴν ὑπὲρ αὐτῆς τὴν φροντίδα πεποίηται λέγων· «Ἡ δὲ σπαταλῶσα ζῶσα | |
τέθνηκεν· ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπισεν ἐπὶ τὸν Θεόν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς | 122 | |
130 | ἡμέρας καὶ νυκτός.» Καὶ Κορινθίοις ἐπιστέλλων φησί· «Μακαριωτέρα δ’ ἐστὶν ἐὰν οὕτως μείνῃ.» Εἶδες ὅσα τῆς χηρείας τὰ ἐγκώμια, καὶ ταῦτα ἐν τῇ Καινῇ, ὅτε καὶ τὸ τῆς παρθενίας διέλαμψε καλόν; ἀλλ’ ὅμως οὐδὲ τότε τὰς μαρμαρυγὰς αὐτῆς ἀποκρύψαι ἴσχυσεν ἡ ταύτης | |
135 | φαιδρότης, ἀλλὰ διαλάμπει καὶ οὕτως τὴν οἰκείαν ἔχουσα ἀρετήν. Ὅταν οὖν μνημονεύωμεν μεταξὺ χηρείας, μὴ κατα‐ πέσῃς, μηδὲ ὄνειδος τὸ πρᾶγμα νόμιζε· εἰ γὰρ τοῦτο ἐπονεί‐ διστον, πολλῷ μᾶλλον ἡ παρθενία. Ἀλλ’ οὐκ ἔστιν, οὐκ ἔστι, μὴ γένοιτο. Ὅπου γὰρ τὰς ἔτι περιόντων ἀπεχομένας τῶν | |
140 | ἀνδρῶν θαυμάζομεν ἅπαντες καὶ ἀποδεχόμεθα, τὰς καὶ ἀπελ‐ θόντων αὐτῶν τὴν αὐτὴν περὶ αὐτοὺς ἐπιδεικνυμένας εὔνοιαν, πῶς οὐκ ἐκπλήττεσθαι δεῖ καὶ ἐπαινεῖν; Ἕως μὲν οὖν, ὅπερ ἔφην, συνῆς τῷ μακαρίῳ Θηρασίῳ, καὶ τιμῆς καὶ προνοίας ἀπέλαυες οἵας παρὰ ἀνθρώπου χρηστοῦ ἀπολαύειν εἰκός· νῦν | |
145 | δὲ εἰς τὴν ἐκείνου τάξιν ἔχεις τὸν ἁπάντων Δεσπότην Θεόν, ὃς καὶ πάλαι σου προεστὼς μειζόνως καὶ μετὰ πλείονος τοῦτο ποιήσει τῆς σπουδῆς νῦν· καὶ τῆς πολλῆς αὐτοῦ προνοίας οὐ μικρόν, ὥσπερ ἔφθην εἰπών, τεκμήριον ἔδειξεν ἡμῖν ἤδη, ἐν τοσαύτῃ καμίνῳ φροντίδων καὶ λύπης ὑγιῆ καὶ ἀνέπαφόν σε | |
(150) | διαφυλάξας καὶ μηδὲν ἀφεὶς τῶν ἀβουλήτων παθεῖν. Ὁ δὲ | |
ἐν τοσούτῳ σάλῳ μὴ συγχωρήσας γενέσθαι ναυάγιον, πολλῷ μᾶλλον ἐν γαλήνῃ διατηρήσει τὴν σὴν ψυχὴν καὶ κούφην ποιήσει τὴν χηρείαν καὶ τὰ ἐκ ταύτης δοκοῦντα εἶναι δεινά. Εἰ δέ σε τὸ τῆς χηρείας ὄνομα οὐ θορυβεῖ, ἀλλὰ τὸ | 124 | |
155 | ἄνδρα τοιοῦτον ἀποβαλεῖν, συνομολογῶ σοι κἀγὼ πανταχοῦ γῆς ὀλίγους γεγενῆσθαι τοιούτους ἐν ἀνδράσι βιωτικοῖς φιλο‐ στόργους, ἐπιεικεῖς, ταπεινούς, ἀπλάστους, συνετούς, εὐλα‐ βεῖς. Ἀλλ’ εἰ μὲν διελύετο παντελῶς καὶ εἰς τὸ μηδὲν ἔληγεν, ἔδει θορυβεῖσθαι καὶ ἀλγεῖν· εἰ δὲ εἰς τὸν εὔδιον κατέπλευσε | |
160 | λιμένα καὶ πρὸς τὸν ὄντως αὐτοῦ βασιλέα ἀποδεδήμηκεν, οὐ πενθεῖν ὑπὲρ τούτων, ἀλλὰ καὶ χαίρειν δεῖ. Οὐ γὰρ θάνατος ὁ θάνατος οὗτος, ἀλλ’ ἀποδημία καὶ μετάστασίς τις ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω, ἀπὸ τῆς γῆς πρὸς τὸν οὐρανόν, ἀπὸ τῶν ἀνθρώπων πρὸς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ τὸν τῶν | |
165 | ἀγγέλων καὶ ἀρχαγγέλων Δεσπότην. Ἐνταῦθα μὲν γὰρ ἐπὶ τῆς γῆς στρατευόμενον βασιλεῖ καὶ κινδύνους ἦν προσδοκᾶν καὶ πολλὰς παρὰ τῶν φθονούντων τὰς ἐπιβουλάς· ὅσῳ γὰρ αὐτῷ τὰ τῆς εὐδοκιμήσεως ηὔξανε, τοσούτῳ καὶ τὰ παρὰ τῶν ἐχθρῶν ἐπλεόναζεν· ἐκεῖ δὲ ἀπελθόντα οὐκ ἔστιν ὑποπτεῦσαι | |
170 | τούτων οὐδέν. Ὥστε ὅσῳπερ ἂν πενθῇς ὅτι χρηστὸν ὄντα καὶ ἐνάρετον ἔλαβεν ὁ Θεός, τοσούτῳ χαίρειν δεῖ ὅτι μετὰ πολλῆς τῆς ἀσφαλείας καὶ τῆς δόξης ἀποδεδήμηκε, καὶ τῆς ἐν τῷ | |
παρόντι κινδύνῳ ταραχῆς ἀπαλλαγείς ἐστιν ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ πολλῇ. Πῶς γὰρ οὐκ ἄτοπον τὸν μὲν οὐρανὸν πολλῷ | 126 | |
175 | βελτίω τῆς γῆς εἶναι ὁμολογεῖν, τοὺς δὲ ἀπὸ ταύτης ἐκεῖ μεταστάντας πενθεῖν; Εἰ μὲν γὰρ τῶν αἰσχρῶς βεβιωκότων καὶ παρὰ τὸ τῷ θεῷ δοκοῦν ὁ μακάριος ἐκεῖνος ἦν, ἔδει κόπτε‐ σθαι καὶ θρηνεῖν, οὐκ ἀπελθόντα μόνον, ἀλλὰ καὶ ζῶντα ἐκεῖνον· ἐπειδὴ δὲ τῶν αὐτῷ φίλων καὶ οὗτος εἷς ἐτύγχανεν | |
180 | ὤν, οὐ ζῶντι μόνον, ἀλλὰ καὶ κοιμηθέντι συνήδεσθαι χρή. Τοῦ μακαρίου Παύλου πάντως ἤκουσας λέγοντος· «Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον.» Ἀλλὰ ῥημάτων ἴσως ποθεῖς ἀκοῦσαι τῶν ἐκείνου καὶ φιλίας ἀπολαῦσαι τῆς πρὸς αὐτόν, καὶ συνήθειαν ἐπιζητεῖς καὶ δόξαν | |
185 | τὴν δι’ αὐτὸν καὶ λαμπρότητα καὶ τιμὴν καὶ ἀσφάλειαν, καὶ ταῦτά σε πάντα φροῦδα γενόμενα θορυβεῖ καὶ σκοτοῖ. Τὴν μὲν οὖν φιλίαν τὴν πρὸς ἐκεῖνον ἔξεστί σοι φυλάττειν καὶ νῦν ὁμοίως ὥσπερ καὶ πρότερον. Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις· οὐ τοὺς παρόντας μόνον καὶ πλησίον ὄντας ἡμῶν καὶ | |
190 | ὁρωμένους, ἀλλὰ καὶ τοὺς μακρὰν ἀφεστῶτας περιλαμβάνει καὶ συγκολλᾷ καὶ συνδεῖ· καὶ οὔτε χρόνων πλῆθος, οὔτε ὁδῶν διάστημα, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν ψυχῆς φιλίαν δια‐ κόψαι δύναιτ’ ἂν καὶ διατεμεῖν. Εἰ δὲ καὶ πρόσωπον αὐτὸν βούλει πρὸς πρόσωπον ἰδεῖν | |
195 | —τοῦτο γὰρ οἶδα ὅτι μάλιστα ποθεῖς—, διαφύλαξον αὐτῷ τὴν εὐνὴν ἀνέπαφον ἀνδρὸς ἑτέρου καὶ βίον ἐπιδείξασθαι σπούδασον ἴσον ἐκείνῳ, καὶ πάντως εἰς τὸν αὐτὸν ἀπελεύσῃ | |
χῶρον αὐτῷ, οὐ πέντε ἔτη καθάπερ ἐνθάδε, οὐδὲ εἴκοσι καὶ ἑκατόν, οὐδὲ χίλια καὶ δὶς τοσαῦτα, οὐδὲ μύρια καὶ πολλάκις | 128 | |
(200) | τοσαῦτα, ἀλλὰ τοὺς ἀπείρους καὶ ἀτελευτήτους αἰῶνας αὐτῷ συνοικήσουσα. Τοὺς γὰρ τῆς ἀναπαύσεως τόπους ἐκείνης οὐχ αἱ συγγένειαι αἱ σωματικαί, ἀλλ’ ἡ τῶν βίων ἰσότης κληρονο‐ μεῖν πέφυκεν. Εἰ γὰρ τὸν Λάζαρον ἀγνῶτα ὄντα τῷ Ἀβραὰμ εἰς τοὺς αὐτοὺς αὐτῷ κόλπους ἤγαγε, καὶ πολλοὺς ἀπὸ ἀνα‐ | |
205 | τολῶν καὶ δυσμῶν μετ’ ἐκείνου ἀνακλιθῆναι παρασκευάζει τὸ τῆς πολιτείας ἀπαράλλακτον, καί σε μετὰ τοῦ καλοῦ Θηρασίου ὁ τῆς ἀνέσεως ἐκδέξεται τόπος, ἂν ἐκείνῳ τὸν βίον θέλῃς ἐπιδείξασθαι τὸν αὐτόν· τότε αὐτὸν οὐκ ἐν τούτῳ τῷ κάλλει τοῦ σώματος, ὅπερ ἔχων ἀπῆλθεν, ἀπολήψῃ πάλιν, ἀλλ’ ἐν | |
210 | ἑτέρᾳ τινὶ μαρμαρυγῇ καὶ φαιδρότητι μᾶλλον τῶν ἡλιακῶν ἀκτίνων ἀπολαμπούσῃ. Τοῦτο γὰρ τὸ σῶμα, κἂν ἐν ὕψει τρέχῃ πολλῷ, φθαρτὸν ὅμως ἐστί· τὰ δὲ σώματα τῶν εὐηρε‐ στηκότων τῷ Θεῷ τοσαύτην ἐνδύσεται δόξαν, ὅσην οὐδὲ ἰδεῖν ἔνι τούτοις τοῖς ὀφθαλμοῖς. Καὶ τούτων ἡμῖν σημεῖά τινα καὶ | |
215 | ἴχνη ἀμυδρὰ καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ δοθῆναι παρεσκεύασεν ὁ Θεός. Ἐκεῖ μὲν γὰρ τὸ πρόσωπον τοῦ Μωϋσέως τοσαύτῃ κατελάμπετο δόξῃ τότε, ὡς ἀπρόσιτον εἶναι τοῖς τῶν Ἰσραηλιτῶν ὀφθαλμοῖς· ἐν δὲ τῇ Καινῇ τούτου πολλῷ πλέον ἐξέλαμψε τὸ τοῦ Χριστοῦ. | |
220 | Εἰπὲ γάρ μοι, εἰ βασιλέα τις αὐτὸν ἐπηγγέλλετο πάσης ποιῆσαι τῆς γῆς, εἶτα ἐτῶν εἴκοσι χρόνον ἀποστῆναί σε ἐκέλευσεν ὑπὲρ τούτου, καὶ μετὰ ταῦτά σοι μετὰ τοῦ διαδή‐ ματος καὶ τῆς ἀλουργίδος ἀποδώσειν αὐτὸν ἐπηγγέλλετο καὶ πάλιν εἰς τὴν αὐτὴν τάξειν ἐκείνῳ τιμήν, ἂν τὸν χωρισμὸν | 130 |
225 | πράως ἐνέγκῃς καὶ μετὰ σωφροσύνης τῆς προσηκούσης; ἆρα οὐκ ἂν ἠσμένισας τῷ δώρῳ καὶ πρᾶγμα εὐχῆς ἄξιον εἶναι ἐνόμισας; Τοῦτο τοίνυν ἀνάσχου καὶ νῦν, οὐχ ὑπὲρ βασιλείας τῆς ἐν τῇ γῇ, ἀλλ’ ὑπὲρ τῆς ἐν τοῖς οὐρανοῖς, οὐχ ἵνα ἱμάτιον χρυσοῦν φοροῦντα ἀπολάβῃς ἀλλ’ ἵνα ἀφθαρσίαν καὶ ἀθανα‐ | |
230 | σίαν καὶ δόξαν, ὅσην τοὺς ἐν οὐρανοῖς διάγοντας ἔχειν εἰκός. Εἰ δὲ σφόδρα ἀφορήτως ἔχεις πρὸς τὸ τοῦ χρόνου μακρόν, εἰκὸς αὐτὸν καὶ δι’ ὀνειράτων ἐπιστῆναί σοί ποτε, καὶ διαλέ‐ γεσθαι τὰ ἐν συνηθείᾳ, καὶ δείξειν ὄψιν τὴν ποθουμένην· τοῦτό σοι ἀντὶ τῶν ἐπιστολῶν ἔστω παραμύθιον, μᾶλλον δὲ τοῦτο | |
235 | καὶ ἐπιστολῶν τρανότερον. Ἐκεῖ μὲν γὰρ γράμματα μόνον ἔστιν ἰδεῖν, ἐνταῦθα δὲ καὶ τύπον ὄψεως καὶ γέλωτα προσηνῆ καὶ σχῆμα καὶ βάδισιν, καὶ ἠχῆς ἀκοῦσαι, καὶ φωνὴν ἐπιγνῶ‐ ναι τὴν φιλτάτην. Ἐπειδὴ δὲ καὶ ὑπὲρ ἀσφαλείας θρηνεῖς, ἣν δι’ ἐκεῖνον | |
240 | πάλαι ἐκέκτησο, ἴσως δὲ καὶ διὰ τὸ μείζους ἐμφαίνειν ἐλπίδας εὐδοκιμήσεως—καὶ γὰρ ἤκουον εὐθέως ἐπὶ τὸν τῶν ὑπάρχων θρόνον ἥξειν αὐτόν, ὃ μάλιστα πάντων, οἶμαι, συστρέφει σου τὴν ψυχὴν καὶ συγχεῖ—, ἐννόησον τοὺς ἐπὶ μείζονος ἀξιώ‐ ματος ὄντας ἐκείνου καὶ τὸν βίον σφόδρα ἐλεεινῶς καταστρέ‐ | |
245 | ψαντας. Ἀναμνήσω δέ σε· Θεόδωρον ἴσως ἀκούεις τὸν ἀπὸ | |
Σικελίας· καὶ γὰρ τῶν σφόδρα ἐπισήμων ἐτύγχανεν ὤν· οὗτος καὶ κάλλει καὶ μεγέθει σώματος καὶ παρρησίᾳ τῇ πρὸς τὸν βασιλέα πάντων κρατῶν, καὶ δυνάμενος ὅσα τῶν ἔνδον στρεφο‐ μένων οὐδείς, οὐκ ἤνεγκε τὴν εὐπραγίαν πράως ἐκείνην, ἀλλ’ | 132 | |
(250) | ἐπιβουλεύσας βασιλεῖ καὶ ἁλοὺς αὐτὸς μὲν ἀπετμήθη σφόδρα ἐλεεινῶς, ἡ δὲ τούτου γυνή, καὶ ἀνατροφῆς καὶ γένους καὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἔλαττον ἔχουσα τῆς εὐγενείας τῆς σῆς, πάντων ἄφνω γυμνωθεῖσα τῶν αὑτῆς καὶ τῆς ἐλευθερίας ἐκπεσοῦσα ταῖς ταμιακαῖς ἐρίθοις ἐγκατελέγετο, καὶ πάσης | |
255 | θεραπαινίδος οἰκτρότερον ζῆν ἠναγκάζετο βίον, τοσοῦτον ἔχουσα τῶν ἄλλων πλέον, ὅσον διὰ τὴν ὑπερβολὴν τῆς συμφορᾶς ἐδακρύετο παρὰ τῶν ὁρώντων ἁπάντων αὐτήν. Λέγεται δὲ καὶ Ἀρτεμισία ἀνδρὸς σφόδρα εὐδοκίμου γενο‐ μένη γυνή, ἐπειδὴ κἀκεῖνος τυραννίδος ἐπεθύμησεν, οὕτως εἰς | |
260 | ταύτην τὴν πενίαν ἐλθεῖν καὶ τὴν πήρωσιν. Τό τε γὰρ μέγεθος τῆς ἀθυμίας, τό τε πλῆθος τῶν δακρύων ἔσβεσεν αὐτῇ τοὺς ὀφθαλμούς· καὶ νῦν τῶν χειραγωγησόντων δεῖται καὶ πρὸς τὰς ἑτέρων ἀξόντων θύρας, ἵνα τῆς ἀναγκαίας οὕτως εὐπορεῖν ἔχῃ τροφῆς. Καὶ πολλὰς ἂν ἑτέρας εἶχον οἰκίας εἰπεῖν οὕτω | |
265 | κατενεχθείσας, εἰ μὴ τήν τε εὐλάβειαν καὶ τὴν σύνεσιν τῆς σῆς ἠπιστάμην ψυχῆς, οὐκ ἐκ τῶν ἀλλοτρίων κακῶν τῆς οἰκείας συμφορᾶς παραμυθίαν βουλομένην εὑρεῖν. Καὶ τούτων δὲ ὧν ἐμνήσθην δι’ οὐδὲν ἕτερον ἐμνήσθην νῦν, ἀλλ’ ἵνα μάθῃς ὅτι τὰ | |
ἀνθρώπινα οὐδέν ἐστι πράγματα, ἀλλ’ ἀληθῶς, ὡς ὁ προφήτης | 134 | |
270 | φησί· «Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.» Ὅσῳ γὰρ ἂν ἐπαρθῇ καὶ λάμψῃ, τοσούτῳ μείζονα τὴν πτῶσιν ἐργά‐ ζεται, οὐ τὰ τῶν ἀρχομένων μόνον, ἀλλὰ καὶ τὰ τῶν βασι‐ λευόντων αὐτῶν. Οὐδὲ γὰρ ἂν εὕροι τις οἰκίαν ἰδιωτικὴν τοσούτων ἐμπεπλησμένην συμφορῶν ὅσων τὰ βασίλεια γέμει | |
275 | τῶν κακῶν. Καὶ γὰρ ὀρφανίαι ἄωροι καὶ χηρεῖαι καὶ θάνατοι βίαιοι καὶ τῶν ἐν ταῖς τραγῳδίαις παρανομώτεροι πολλῷ καὶ πικρότεροι μάλιστα εἰς ταύτην κατασκήπτουσι τὴν ἀρχήν. Καὶ ἵνα τὰ παλαιὰ ἀφῶμεν, τῶν βασιλευσάντων ἐπὶ τῆς | |
γενεᾶς τῆς ἡμετέρας, ἐννέα γεγενημένων ἁπάντων, δύο μόνοι | 136 | |
280 | κοινῷ θανάτῳ τὸν βίον κατέλυσαν· τῶν δὲ ἄλλων ὁ μὲν ὑπὸ τυράννου, ὁ δὲ ἐν πολέμῳ, ὁ δὲ ὑπὸ τῶν ἔνδον φυλαττόντων αὐτὸν ἐπιβουλευθείς, ὁ δὲ ὑπ’ αὐτοῦ τοῦ χειροτονήσαντος, καὶ τὴν ἀλουργίδα περιθέντος αὐτῷ. Αἱ δὲ τούτοις συνοικήσασαι γυναῖκες, αἱ μέν, ὥς φασι, φαρμάκοις ἀπέθανον, αἱ δὲ ὑπὸ τῆς | |
285 | ἀθυμίας αὐτῆς. Τῶν δὲ ἔτι περιουσῶν ἡ μὲν παῖδα ἔχουσα ὀρφανὸν τρέμει καὶ δέδοικε μή τις αὐτὸν τῶν κρατούντων φόβῳ τῶν μελλόντων ἀνέλῃ. Ἡ δὲ μόλις πολλῶν δεηθέντων ἀπὸ τῆς ὑπερορίας ἐπανῆλθεν εἰς ἣν αὐτὴν ὁ κρατῶν ἐξέβαλε πρότερον. Τῶν δὲ τοῖς νῦν βασιλεύουσι συνοικουσῶν ἡ μὲν | |
290 | ὑπὸ τῶν προτέρων ἀναπνεύσασα συμφορῶν ἀναμεμιγμένην ἔχει πολλὴν τῇ ἡδονῇ τὴν ὀδύνην διὰ τὸ σφόδρα ἔτι νέον εἶναι καὶ ἄπειρον τὸν κρατοῦντα καὶ πολλοὺς πολλαχόθεν ἔχειν τοὺς ἐπιβουλεύοντας· ἡ δὲ ἀποτέθνηκε τῷ δέει καὶ τῶν καταδίκων ἀθλιώτερον ζῇ διὰ τὸ τὸν ἄνδρα αὐτῆς, ἐξ οὗ τὸ διάδημα | |
295 | ἀνεδήσατο μέχρι τῆς σήμερον, ἐν πολέμοις διατρίβειν καὶ | |
μάχαις καὶ τῶν συμφορῶν πλέον ὑπὸ τῆς αἰσχύνης ἀναλίσκε‐ σθαι καὶ τοῖς παρὰ πάντων ὀνείδεσιν. Ὃ γὰρ μηδέποτε γέγονε, συνέβη νῦν, καὶ τὴν αὑτῶν ἀφέντες οἱ βάρβαροι χώραν μυρίους σταδίους τῆς ἡμετέρας καὶ πολλάκις τοσούτους ἐπέδραμον, | 138 | |
(300) | καὶ τὰς χώρας κατακαύσαντες, καὶ τὰς πόλεις ἑλόντες, οὐκ ἐθέλουσιν ὑποστρέφειν οἴκαδε πάλιν, ἀλλ’ ὥσπερ χορεύοντες μᾶλλον ἢ πολεμοῦντες οὕτω καταγελῶσι τοὺς ἡμετέρους ἅπαντας· καί τινα τῶν παρ’ ἐκείνοις βασιλέων εἰπεῖν φασιν ὅτι τῆς ἀναισχυντίας ἐκπλήττοιτο τοὺς ἡμετέρους στρατιώτας, οἳ | |
305 | μᾶλλον προβάτων κατασφαττόμενοι προσδοκῶσιν ἔτι νικᾶν καὶ οὐκ ἐθέλουσιν ἐκστῆναι τῆς ἑαυτῶν πατρίδος· αὐτὸς μὲν γὰρ ἔφασκε καὶ κόρον εἰληφέναι πολλάκις κατακόπτων αὐτούς. Ποίαν οὖν οἴει καὶ τὸν βασιλέα καὶ τὴν τούτου γυναῖκα ταῦτα ἀκούουσαν τὰ ῥήματα ἔχειν ψυχήν; | |
310 | Ἐπειδὴ δὲ ἐμνήσθην τοῦ πολέμου τούτου, ἑσμός μοι πολὺς χηρῶν ἐπέδραμεν, αἳ πολλαὶ μὲν σφόδρα ἔλαμπον ἀπὸ τῆς τῶν ἀνδρῶν τιμῆς, νῦν δὲ ἀθρόως ἅπασαι πενθήρη καὶ μέλαιναν περιθέμεναι στολὴν θρηνοῦσι τὸν ἅπαντα χρόνον. Οὐδὲ γὰρ τοῦτο αὐταῖς ὑπῆρξεν ὅπερ τῇ τιμίᾳ σου κεφαλῇ. Σὺ | |
315 | μὲν γάρ, ὦ θαυμασία, καὶ κείμενον ἐπὶ τῆς κλίνης εἶδες τὸν καλὸν ἐκεῖνον, καὶ ἐσχάτης ἤκουσας φωνῆς, καὶ τίνα χρὴ πρᾶξαι ὑπὲρ τῶν πραγμάτων τῆς οἰκίας ἔμαθες ἐπισκήπτον‐ τος, καὶ διὰ τῶν διαθηκῶν ἅπασαν τοῖς πλεονέκταις καὶ συκο‐ φάνταις ἀποτειχίζοντος ἔφοδον. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ | |
320 | νεκρῷ ἔτι κειμένῳ πολλάκις ἐπέπεσες, καὶ κατεφίλησας ὀφθαλμούς, καὶ περιεχύθης, καὶ ἐκώκυσας, καὶ προπεμφθέντα | |
εἶδες μετὰ πολλῆς τῆς τιμῆς, καὶ τὰ πρὸς τὴν ταφὴν πάντα ἔπραξας, ὡς προσῆκον ἦν, καὶ πρὸς τὸν τάφον πολλάκις ἐρχομένη τὸν ἐκείνου παραμυθίαν ἔχεις τῆς ὀδύνης οὐ μικράν. | 140 | |
325 | Αὗται δὲ τούτων ἁπάντων ἐστέρηνται ἐκπέμψασαι μὲν εἰς πόλεμον ἅπασαι τοὺς αὐτῶν, ὡς πάλιν αὐτοὺς ἀποληψόμεναι, ἀντὶ δὲ ἐκείνων τὴν πικρὰν τῆς τελευτῆς αὐτῶν ἀγγελίαν δεξάμεναι. Οὐδὲ γὰρ τὰ σώματά τις αὐτῶν κομίζων ἐπανῆλθεν αὐταῖς, ἀλλὰ ῥήματα μόνον τὸν τρόπον διηγούμενος τῆς τελευ‐ | |
330 | τῆς. Εἰσὶ δὲ αἳ οὐδὲ ταύτης ἠξιώθησαν τῆς διηγήσεως οὐδὲ ὅπως κατέπεσον μαθεῖν ἠδυνήθησαν, ἐν πολλῷ τῷ πλήθει τῆς συμβολῆς καταχωσθέντων αὐτῶν. Καὶ τί θαυμαστὸν εἰ τῶν στρατηγῶν οὕτως ἀπέθανον οἱ πολλοί, ὅπου γε καὶ αὐτὸς ὁ βασιλεὺς εἰς κώμην τινὰ ἀπολειφθεὶς μετ’ ὀλίγων στρα‐ | |
335 | τιωτῶν ἐξελθεῖν μὲν καὶ ἀντιστῆναι τοῖς ἐπελθοῦσιν οὐκ ἐτόλμησε, μένων δὲ ἔνδον πῦρ ἐξαψάντων ἐκείνων συγκα‐ τεφλέχθη τοῖς ἔνδον ἅπασιν οὐκ ἀνδράσι μόνον ἀλλὰ καὶ ἵπποις καὶ τοίχοις καὶ δοκοῖς, καὶ πάντα μία γέγονε κόνις; Καὶ ταύτην οἱ μετὰ τοῦ βασιλέως ἀπελθόντες εἰς πόλεμον ἀντὶ | |
340 | τοῦ βασιλέως ἐπανῆλθον τῇ γυναικὶ φέροντες τὴν ἀγγελίαν. Οὐδὲν γάρ, οὐδὲν τῶν ἐν τῇ σκηνῇ γινομένων καὶ τῆς τῶν ἐαρινῶν ἀνθέων ὥρας τὰ τοῦ κόσμου λαμπρὰ διενήνοχε. Πρῶ‐ τον μὲν γὰρ πρὶν ἢ φανῆναι ἀφίπταται· ἔπειτα δὲ κἂν μικρὸν ἀναμεῖναι ἀνάσχηται χρόνον, εὐθέως εὔφθαρτα γίνεται. Τί γὰρ | 142 |
345 | τῆς παρὰ τῶν πολλῶν τιμῆς καὶ δόξης οὐδαμινέστερον; Τίνα ἔχει τὸν καρπόν, ποίαν τὴν ὄνησιν; Εἰς ποῖον τέλος χρήσιμον ἀπαντᾷ; Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινόν· νυνὶ δὲ πρὸς τῷ μηδὲν ἔχειν ἀπὸ τούτου κερδαίνειν καλόν, πολλὰ λυπηρὰ καὶ ἐπιβλαβῆ φέρειν ἀναγκάζεται συνεχῶς ὁ τὴν χαλεπωτάτην | |
(350) | ταύτην δέσποιναν ἔχων. Δέσποινα γάρ ἐστι τῶν ἐχόντων αὐτὴν καὶ ὅσῳπερ ἂν κολακεύηται παρὰ τῶν δούλων, τοσούτῳ πλέον αἴρεται κατ’ αὐτῶν καὶ σκληροτέροις αὐτοὺς κατα‐ τείνει τοῖς ἐπιτάγμασι· τοὺς δὲ διαπτύοντας αὐτὴν καὶ παρο‐ ρῶντας οὐδὲ αὐτὴ λοιπὸν ἀμύνασθαι δύναιτ’ ἄν· οὕτω καὶ | |
355 | τυράννου καὶ θηρίου παντός ἐστι χαλεπωτέρα. Ὁ μὲν γὰρ τύραννος καὶ τὸ θηρίον τιθασσεύονται διὰ θεραπείας πολλάκις, αὕτη δὲ τότε μάλιστα ἀγριαίνει ὅταν αὐτῇ πειθώμεθα, κἂν εὕρῃ τὸν ἀκουσόμενον καὶ εἰς πάντα εἴξοντα, οὐδέν ἐστιν ὃ παραιτεῖται ἐπιτάξαι λοιπόν. Ἔχει δὲ καὶ σύμμαχον ἑτέραν | |
360 | ἣν οὐκ ἄν τις ἁμάρτοι θυγατέρα αὐτῆς προσειπών. Ὅταν γὰρ καὶ αὕτη τραφεῖσα καὶ αὐξηθεῖσα καλῶς ῥιζωθῇ παρ’ ἡμῖν, τότε τίκτει τὴν ἀπόνοιαν, πρᾶγμα οὐχ ἧττον αὐτῆς δυνάμενον κατακρημνίσαι τὴν τῶν ἐχόντων ψυχήν. Ταῦτα οὖν θρηνεῖς, εἰπέ μοι, ὅτι σε ὁ Θεὸς τῆς οὕτω | |
365 | χαλεπωτάτης δουλείας ἀπήλλαξεν, ὅτι ταῖς λοιμικαῖς ταύταις | |
νόσοις πᾶσαν ἀπετείχισεν ἔφοδον; Ζῶντος μὲν γάρ σοι τοῦ ἀνδρὸς οὔπω ἐπαύσαντο συνεχῶς ἐπιπηδῶσαι τοῖς τῆς ψυχῆς λογισμοῖς, τελευτήσαντος δὲ οὐκ ἔχουσι πόθεν ἐπιλάβωνται τῆς διανοίας τῆς σῆς. Τοῦτο οὖν κατορθωθῆναι δεῖ λοιπόν, τὸ | 144 | |
370 | μὴ θρηνεῖν αὐτῶν τὴν ἀναχώρησιν μηδὲ τὴν δεσποτείαν ἐπιζητεῖν τὴν πικράν. Ὅπου γὰρ ἂν αὗται πνεύσωσι σφοδρόν, πάντα ἐκ βάθρων ἀνέτρεψαν καὶ κατέσπασαν· καὶ καθάπερ πολλαὶ τῶν πορνευομένων γυναικῶν, δυσειδεῖς οὖσαι κατὰ φύσιν καὶ εἰδεχθεῖς, τοῖς ἐπιτρίμμασι καὶ ταῖς ὑπογραφαῖς | |
375 | ἁπαλὰς οὔσας ἔτι τὰς τῶν νέων ἀναπτεροῦσι ψυχάς, ἐπειδὰν δὲ ὑπὸ τὴν ἀρχὴν λάβωσι τὴν ἑαυτῶν, παντὸς ἀνδραπόδου τούτοις ὑβριστικώτερον κέχρηνται· οὕτω καὶ ταῦτα τὰ πάθη ἥ τε κενοδοξία καὶ ἡ ἀπόνοια παντὸς ἄγους μᾶλλον τὰς τῶν ἀνθρώπων μολύνουσι ψυχάς. | |
380 | Διὰ τοῦτο καὶ ὁ πλοῦτος τοῖς πολλοῖς ἔδοξεν εἶναι καλόν· ταύτης γοῦν γυμνωθεὶς οὐδὲ αὐτὸς ἔσται λοιπὸν ἐπέραστος. Οἷς γοῦν ἐξῆν διὰ πενίας ἐπιτυχεῖν τῆς δόξης τῆς παρὰ τῶν πολλῶν, οὐκ ἔτι εἵλοντο πλουτεῖν, ἀλλὰ πολὺ διδόμενον χρυ‐ σίον διέπτυσαν. Καὶ τούτους οὐ παρ’ ἐμοῦ δεήσῃ μαθεῖν, ἀλλ’ | |
385 | ἀκριβέστερον ἡμῶν οἶδας αὐτὴ τὸν Ἐπαμεινώνδαν, τὸν | |
Σωκράτην, τὸν Ἀριστείδην, τὸν Διογένην, τὸν Κράτητα, τὸν μηλόβοτον ἀνέντα τὴν χώραν τὴν αὑτοῦ. Οἱ μὲν γὰρ ἄλλοι παρ’ ὧν πλουτῆσαι οὐκ ἦν, διὰ τῆς πενίας εἶδον τὴν δόξαν παρα‐ γινομένην αὐτοῖς, καὶ ἐπὶ τοῦτο ἦλθον εὐθέως· οὗτος δὲ καὶ | 146 | |
390 | ἅπερ εἶχεν ἔρριψεν· οὕτως ἅπαντες ἦσαν ἐμμανεῖς πρὸς τὴν τοῦ χαλεποῦ τούτου κτῆσιν θηρίου. Μὴ δὴ δακρύωμεν ὅτι ἡμᾶς ὁ Θεὸς ταύτης τῆς τυραννίδος ἀπήλλαξε τῆς αἰσχρᾶς καὶ καταγελάστου καὶ πολλὰ ἐχούσης ὀνείδη· ὄνομα γὰρ ἔχει μόνον λαμπρόν, ἐν δὲ τοῖς ἔργοις τἀναντία τῇ προσηγορίᾳ | |
395 | τοὺς ἔχοντας αὐτὴν διατίθησι, καὶ οὐκ ἔστιν οὐδεὶς ὁ μὴ κατα‐ γελῶν τοῦ πρὸς δόξαν τι πράττοντος. Μόνος γὰρ ἐκεῖνος περίβλεπτος καὶ ἐπίδοξος γενέσθαι δυνήσεται ὁ μὴ πρὸς τοῦτο ὁρῶν· ὁ δὲ μεγάλην δόξαν τιθέμενος τὴν παρὰ τῶν πολλῶν καὶ πάντα ὑπὲρ τοῦ ταύτης τυχεῖν ὑπομένων καὶ ποιῶν, οὗτος | |
(400) | μάλιστα αὐτῆς ἀποτεύξεται καὶ ἀποπεσεῖται καὶ τῶν ἐναντίων ἀπολαύσεται πάντων, γέλωτος καὶ κατηγορίας, σκωμμάτων καὶ ἀπεχθείας καὶ μίσους. Οὐκ ἐπὶ τῶν ἀνδρῶν δὲ μόνον τοῦτο συμβαίνειν εἴωθεν, ἀλλὰ καὶ ἐπὶ ὑμῶν τῶν γυναικῶν, καὶ μάλιστά γε ἐφ’ ὑμῶν. Τὴν | |
405 | μὲν γὰρ ἄπλαστον καὶ ἐν σχήματι καὶ ἐν βαδίσει καὶ ἐν ἱμα‐ τίοις καὶ παρὰ μηδενὸς ἐπιζητοῦσαν τιμὴν θαυμάζουσιν ἅπα‐ σαι καὶ ἐκπλήττονται καὶ μακαρίζουσι καὶ πάντα αὐτῇ συνεύχονται τὰ καλά· τὴν δὲ κενόδοξον ἀποστρέφονται καὶ μισοῦσι, καὶ ὥσπερ τι θηρίον ἄγριον φεύγουσι καὶ μυρίαις | 148 |
410 | ἀραῖς τε καὶ λοιδορίαις βάλλουσιν. Οὐ ταῦτα δὲ μόνον ἀπὸ τοῦ μὴ προσίεσθαι τὴν παρὰ τῶν πολλῶν δόξαν διαφεύγομεν τὰ κακά, ἀλλὰ καὶ τὰ μέγιστα πάντων κερδανοῦμεν πρὸς τοῖς εἰρημένοις, παιδευόμενοι κατὰ μικρὸν ἀνιέναι καὶ πέτασθαι πρὸς τὸν οὐρανὸν καὶ πάντων καταφρονεῖν τῶν ἐπὶ τῆς γῆς. | |
415 | Ὁ γὰρ μὴ δεόμενος τῆς παρὰ τῶν ἀνθρώπων τιμῆς, ἅπερ ἂν πράττῃ καλά, ταῦτα μετὰ ἀσφαλείας ἅπαντα πράξει, καὶ οὔτε ἐπὶ τῶν λυπηρῶν, οὔτε ἐπὶ τῶν χρηστῶν τοῦ βίου τούτου πείσεταί τι δεινόν. Οὔτε γὰρ ταῦτα αὐτὸν βαπτίσαι καὶ καθε‐ λεῖν, οὔτε ἐκεῖνα ἐξογκῶσαι καὶ φυσῆσαι δύναται, ἀλλ’ ἐν | |
420 | πράγμασιν εὐμεταπτώτοις καὶ τεταραγμένοις αὐτὸς μένει πάσης ἐκτὸς ὢν μεταβολῆς· ὅπερ ταχέως καὶ ἐπὶ τῆς σῆς ἔσεσθαι προσδοκῶ ψυχῆς, καὶ ἀθρόως ἁπάντων ἀποσπασθεῖ‐ σαν τῶν βιωτικῶν, τὴν ἐν τοῖς οὐρανοῖς ἡμῖν ἐπιδείξεσθαι πολιτείαν, καὶ τῆς δόξης ἣν θρηνεῖς νῦν μικρὸν ὕστερον κατα‐ | |
425 | γελάσεσθαι, καὶ τὸ διάκενον καὶ μάταιον κατοπτεύσειν προσω‐ πεῖον αὐτῆς. Εἰ δὲ ἀσφάλειαν ποθεῖς τὴν δι’ ἐκεῖνόν σοι γεγενημένην καὶ τὴν τῶν πραγμάτων φυλακήν, καὶ τὸ παρὰ μηδενὸς ἐπιβου‐ λεύεσθαι τῶν ταῖς ἀλλοτρίαις ἐπιπηδώντων συμφοραῖς, | |
430 | «Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε | |
διαθρέψει.» «Ἐμβλέψατε γάρ, φησίν, εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε τίς ἤλπισεν ἐπὶ Κύριον καὶ κατῃσχύνθη, ἢ τίς ἐπεκαλέ‐ σατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν, ἢ τίς ἐνέμεινε ταῖς ἐντολαῖς αὐτοῦ καὶ ἐγκατέλιπεν αὐτόν.» Ὁ γὰρ τὴν συμφορὰν τὴν | 150 | |
435 | οὕτως ἀφόρητον παρενεγκὼν καὶ ποιήσας εἶναι ἐν γαλήνῃ νῦν, οὗτος καὶ τὰ ἐπερχόμενα ἀποκρούσεται· ὅτι γὰρ ταύτης τῆς πληγῆς οὐδεμίαν ἑτέραν χαλεπωτέραν λήψῃ λοιπόν, καὶ αὐτὴ συνομολογήσαις ἡμῖν. Ἡ τοίνυν οὕτω γενναίως ἐνεγκοῦσα τὰ ἐν χερσὶ καὶ ταῦτα ἄπειρος οὖσα, πολλῷ μᾶλλον τὰ ἐπερχό‐ | |
440 | μενα, εἴποτε, ὃ μὴ γένοιτο, συμβῇ τι τῶν ἀβουλήτων ἡμῖν, οἴσεις εὐκόλως. Τὸν γὰρ οὐρανὸν ζήτει καὶ πάντα τὰ πρὸς τὴν ἐκεῖ φέροντα ζωήν, καὶ οὐδὲν τῶν ἐνταῦθα βλάψαι δυνή‐ σεταί σε, οὐδὲ ὁ τοῦ σκότους κοσμοκράτωρ αὐτός, μόνον μὴ ἑαυτοὺς καταβλάψωμεν ἡμεῖς. Κἂν γὰρ τὴν οὐσίαν τις ἀφέλη‐ | |
445 | ται, κἂν κατατέμῃ τὸ σῶμα, τούτων οὐδὲν πρὸς ἡμᾶς ὑγιοῦς μενούσης ἡμῖν τῆς ψυχῆς. Ὅλως δὲ εἰ βούλει καὶ τὰ χρήματά σοι μένειν ἐν ἀσφα‐ λείᾳ καὶ αὔξεσθαι πάλιν, ἐγώ σοι καὶ τὸν τρόπον ὑποδείξω καὶ τὸν τόπον, ἔνθα οὐδενὶ τῶν ἐπιβουλευόντων θέμις εἰσελθεῖν. | |
(450) | Τίς οὖν ἐστιν ὁ τόπος; Ὁ οὐρανός. Ἀπόστειλον αὐτὰ πρὸς τὸν καλὸν ἐκεῖνον ἄνδρα, καὶ οὔτε κλέπτης, οὔτε ἐπίβουλος, οὔτε ἄλλο τι τῶν λυμαινομένων αὐτοῖς ἐπιπηδῆσαι δυνήσεται. Ἂν | |
ἐκεῖ κατορύξῃς ταῦτα τὰ χρήματα, πολὺν εὑρήσεις τὸν ἀπὸ τούτων καρπόν. Τὰ γὰρ ἐν τοῖς οὐρανοῖς φυτευόμενα πάντα | 152 | |
455 | παρ’ ἡμῶν καὶ πλείονα καὶ κρείττονα ἔχει τὴν φορὰν καὶ τοιαύτην οἵαν εἰκὸς ἐν οὐρανοῖς ἐρριζωμένων αὐτῶν. Κἂν τοῦτο πράξῃς, ὅρα ποίων ἀπολαύσῃ καλῶν· πρῶτον μὲν τῆς αἰωνίου ζωῆς καὶ τῶν ἐπηγγελμένων τοῖς ἀγαπῶσι τὸν Θεὸν ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν | |
460 | ἀνθρώπου ἀνέβη, ἔπειτα τοῦ πάντα συνοικῆσαι τῷ καλῷ τούτῳ τὸν αἰῶνα, καὶ ἐνταῦθα δὲ φροντίδων καὶ φόβων καὶ κινδύνων καὶ ἐπιβουλῶν καὶ ἔχθρας καὶ μίσους ἀπαλλάξεις σαυτήν. Ἕως μὲν γὰρ αὐτὰ περικειμένη ᾖς, ἴσως ἔσονταί τινες οἱ ἐπιτεθησόμενοι· ἂν δὲ πρὸς τὸν οὐρανὸν αὐτὰ μεταθῇς, | |
465 | ἀκίνδυνον καὶ ἀσφαλῆ καὶ πολλῆς ἡσυχίας γέμοντα βιώσῃ βίον αὐταρκείας μετὰ εὐσεβείας ἀπολαύουσα. Καὶ γὰρ πολλῆς ἀλογίας ἀγρὸν μὲν βουλόμενον ὠνήσασθαι τὴν εὐφοροῦσαν γῆν ἐπιζητεῖν, οὐρανοῦ δὲ ἀντὶ γῆς προκει‐ μένου, παρὸν ἐκεῖ κτήσασθαι χωρίον, μένειν ἐπὶ τῆς γῆς καὶ | |
470 | τῶν ἐκ ταύτης ἀνέχεσθαι πόνων καὶ τῶν δι’ ἁμαρτιῶν· πολλά‐ κις γὰρ σφάλλει τῆς ἐλπίδος ἡμᾶς. Ἐπειδὴ δέ σου δεινῶς στρέφει τὴν ψυχὴν καὶ θορυβεῖ τὸ προσδοκηθὲν πολλάκις αὐτὸν ἐπὶ τὸ τῶν ὑπάρχων ἥξειν ἀξίωμα, καὶ προανηρπάσθαι τῆς ἀρχῆς, πρῶτον μὲν ἐκεῖνο σκόπει, ὅτι εἰ καὶ σφόδρα δήλη | |
475 | ἦν αὕτη ἡ ἐλπίς, ἀλλ’ ὅμως ἀνθρώπων ἐλπὶς ἦν, πολλάκις δια‐ πίπτουσα· καὶ πολλὰ ἐν τῷ βίῳ τοιαῦτα ὁρῶμεν γινόμενα, καὶ τῶν σφόδρα προσδοκηθέντων ἀτελέστων μεινάντων, τὰ δὲ μηδ’ εἰς νοῦν ἐλθόντα ἡμῖν εἰς τέλος ἐξῆλθε πολλάκις, καὶ τοῦτο κἀν ταῖς ἀρχαῖς, κἀν ταῖς βασιλείαις, κἀν ταῖς κληρονομίαις, | |
480 | καὶ τοῖς γάμοις, καὶ πανταχοῦ συμβαῖνον ὁρῶμεν ἀεί. Ὥστε εἰ καὶ σφόδρα ἐγγὺς ἦν ὁ καιρός, ἀλλὰ πολλά, κατὰ τὴν παροι‐ μίαν, μεταξὺ κύλικος καὶ χείλεος ἄκρου. Καὶ ἡ Γραφὴ δέ φησιν· «Ἀπὸ πρωΐθεν ἕως ἑσπέρας μεταβάλλει καιρός.» Οὕτω καί· «Ὁ βασιλεὺς ὁ σήμερον ὢν αὔριον τελευτᾷ.» Καὶ | 154 |
485 | πάλιν τὸ παρ’ ἐλπίδας ἐμφαίνων ἡμῖν αὐτὸς οὗτος ὁ σοφός φησι· «Πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, ὁ δὲ ἀνυπο‐ νόητος ἐφόρεσε διάδημα.» Καὶ οὐ πάντως δῆλον ἦν ὅτι ζήσας ἐπ’ ἐκείνην ἥξει τὴν ἀρχήν· τὸ γὰρ τοῦ μέλλοντος ἄδηλον καὶ ἕτερα ὑποπτεύειν | |
490 | παρεῖχεν ἡμῖν. Πόθεν γὰρ δῆλον ὅτι ζήσας ἐπ’ ἐκείνην ἥξει τὴν ἀρχήν; ὅτι οὐχὶ καὶ τὰ ἐναντία ἐξέβαινε, καὶ τῆς οὔσης ἐξέπιπτε τιμῆς νόσῳ παραδοθείς, καὶ φθόνῳ καὶ βασκανίᾳ τῶν βουλομένων αὐτὸν παρευημερῆσαι βληθείς, ἢ καὶ ἕτερόν τι παθὼν χαλεπόν; θῶμεν δέ, εἰ βούλει, καὶ δῆλον εἶναι | |
495 | σαφῶς ὅτι πάντως ἐπιβιώσας ταύτης ἔμελλεν ἐπιτυγχάνειν τῆς κορυφῆς· ὅσῳ γὰρ ἡ ἀξία μείζων, τοσούτῳ καὶ μείζονας ἔχειν ἀνάγκη τοὺς κινδύνους ἦν καὶ φροντίδας καὶ ἐπιβουλάς. Μηδὲ ταῦτα ἔστω, ἀλλ’ ἀκινδύνως καὶ μετὰ πολλῆς τῆς ἡσυχίας ἐκεῖνο διαπλείτω τὸ πέλαγος· καὶ τί τὸ πέρας, εἰπέ | |
(500) | μοι; οὐ τοῦτο ὅπερ νῦν, μᾶλλον δὲ οὐ τοῦτο, ἀλλ’ ἕτερον ἴσως ἀηδὲς καὶ ἀπευκτόν. Πρῶτον μὲν τὸ βραδύτερον ἰδεῖν τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς, ὅπερ οὐ μικρὰ ζημία τοῖς ὑπὲρ τῶν μελλόντων πεπιστευκόσιν ἐστίν· ἔπειτα δὲ εἰ καὶ σφόδρα ἐβίου καθαρῶς, ἀλλ’ ὅμως τὸ μῆκος τοῦ βίου καὶ ἡ τῆς | |
505 | ἀρχῆς ἐκείνης ἀνάγκη οὐκ ἂν ἀφῆκεν οὕτως ἀπελθεῖν καθαρὸν ὥσπερ νῦν. Ἄδηλον δὲ εἰ καὶ πολλὰς δεξάμενος μεταβολὰς καὶ πρὸς ῥαθυμίαν ἀποκλίνας ἐσχάτως ἀπένευσε. Νῦν μὲν γὰρ θαρροῦμεν ὅτι τῇ τοῦ Θεοῦ χάριτι πρὸς τὸ τῆς ἀναπαύ‐ σεως ἀπέπτη χωρίον, διὰ τὸ μηδὲν αὐτῷ τετολμῆσθαι τῶν | 156 |
510 | ἀποκλειόντων τῆς βασιλείας τῶν οὐρανῶν· τότε δὲ πολὺν χρόνον δημοσίοις πράγμασιν ἐνδιατρίψας, ἴσως ἂν καὶ ῥύπον πολὺν προσετρίψατο. Τὸ γὰρ ἐν μέσῳ στρεφόμενον τοσούτων κακῶν κατορθῶσαι μὲν τῶν σφόδρα σπανίων ἐστίν, ἁμαρτεῖν δὲ καὶ ἄκοντα καὶ ἑκόντα, τῶν εἰκότων καὶ συμβαινόντων ἀεί. | |
515 | Ἀλλὰ νῦν τούτου τοῦ δέους ἀπηλλάγμεθα καὶ σφόδρα πεπεί‐ σμεθα ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ πολλῆς ἥξει τῆς φαιδρό‐ τητος, ἐγγὺς τοῦ βασιλέως ἀπολάμπων καὶ μετ’ ἀγγέλων προηγούμενος τοῦ Χριστοῦ, καὶ τὴν ἄρρητον δόξαν ἠμφιε‐ σμένος, καὶ κρίνοντι παρεστὼς τῷ βασιλεῖ, καὶ τὰ πρῶτα | |
520 | διακονούμενος αὐτῷ. Διὸ τοὺς θρήνους ἀφεῖσα καὶ τὰς οἰμωγὰς ἔχου τῆς αὐτῆς πολιτείας, μᾶλλον δὲ καὶ ἀκριβεστέρας, ἵνα πρὸς τὴν ἴσην αὐτῷ φθάσασα ἀρετήν, τὴν αὐτὴν ἐκείνῳ κατοικήσῃς σκηνὴν καὶ συναφθῆναι πάλιν αὐτῷ δυνηθῇς εἰς τοὺς ἀθανάτους αἰῶνας | |
525 | ἐκείνους, οὐ ταύτην τὴν τοῦ γάμου συνάφειαν, ἀλλ’ ἑτέραν πολλῷ βελτίονα. Αὕτη μὲν γὰρ σωμάτων ἐστὶ συμπλοκὴ μόνον· τότε δὲ ψυχῆς ἔσται πρὸς ψυχὴν ἕνωσις ἀκριβεστέρα | |
καὶ ἡδίων πολλῷ καὶ βελτίων. | 158 |