TLG 2062 007 :: JOANNES CHRYSOSTOMUS :: Contra eos qui subintroductas habent virgines

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Contra eos qui subintroductas habent virgines

Source: Dumortier, J. (ed.), Saint Jean Chrysostome. Les cohabitations suspectes. Paris: Les Belles Lettres, 1955: 44–94.

Citation: Sect — (ln)

1

(1t)

ΔΙΔΑΣΚΑΛΙΑ ΚΑΙ ΕΛΕΓΧΟΣ
2tΠΡΟΣ ΤΟΥΣ ΕΧΟΝΤΑΣ
3tΣΥΝΕΙΣΑΚΤΟΥΣ
4Ἐπὶ μὲν τῶν προγόνων τῶν ἡμετέρων δύο τινὲς ἦσαν
5προφάσεις αἱ τὰς γυναῖκας συγκατοικίζουσαι τοῖς ἀνδράσι· μία μὲν ἡ τοῦ γάμου, ἀρχαία τε καὶ δικαία καὶ εὔλογος, ἅτε τὸν Θεὸν ἔχουσα νομοθέτην· «Ἀντὶ γὰρ τούτου καταλείψει, φησὶν, ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα
10αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν·» ἑτέρα δὲ ἡ τῆς πορνείας, καὶ νεωτέρα ταύτης καὶ ἄδικος καὶ παρά‐ νομος, ἅτε παρὰ τῶν πονηρῶν εἰσενεχθεῖσα δαιμόνων. Ἐπὶ δὲ τῆς γενεᾶς τῆς ἡμετέρας καὶ τρίτος τις ἐπενοήθη τρό‐ πος, καινός τις καὶ παράδοξος, καὶ πολλὴν ἔχων ἀπορίαν
15τοῖς βουλομένοις τὴν αἰτίαν εὑρεῖν. Εἰσὶ γάρ τινες οἳ γάμου καὶ συνουσίας χωρὶς κόρας ἀπειρογάμους ἀγόμενοι, καθίζουσιν οἴκοι διὰ παντὸς, καὶ εἰς ἔσχατον γῆρας ἑαυ‐ τοῖς συγκατακλείουσιν, οὔτε ἐπὶ παιδοποιίᾳ (οὐ γάρ φασιν αὐταῖς συγγενέσθαι), οὔτε ἐξ ἀκολασίας (λέγουσι γὰρ
20αὐτὰς ἀκεραίους διατηρεῖν)· ἀλλ’ ἐάν τις ἔρηται τὴν αἰτίαν, ἔχουσι μὲν πολλὰς καὶ μεμελετήκασιν, εὔλογον δὲ, ὡς ἔγωγε οἶμαι, οὐδὲ μίαν, οὐδὲ σεμνήν. Ἀλλὰ μήπω περὶ τούτων, μηδὲ τὰς ἐκείνων τέως λέγωμεν προφάσεις, ἀλλ’ ἣν αὐτοὶ μάλιστα ὑποπτεύομεν εἶναι, ταύτην εἰς μέσον44
25ἀγάγωμεν. Τίς οὖν ἐστιν αὕτη; πάντως δὲ, εἰ διαμάρτοιμι τοῦ σκοποῦ, ἔξεστιν ἐπιλαβέσθαι τοῖς βουλομένοις ὑμῶν. Τίς οὖν ἐστιν ἡ πρόφασις; Δοκεῖ μοί τινα ἡδονὴν ἔχειν τὸ γυναιξὶ συνοικεῖν, οὐ νόμῳ γάμου μόνον, ἀλλὰ καὶ γάμου καὶ συνουσίας χωρίς. Εἰ δὲ οὐκ ὀρθῶς δοκῶ, λέγειν οὐκ ἔχω·
30τὴν γὰρ ἐμαυτοῦ τέως ὑμῖν διηγοῦμαι γνώμην· τάχα δὲ οὐ τὴν ἐμαυτοῦ μόνον, ἀλλὰ καὶ τὴν αὐτῶν ἐκείνων· ὅτι γὰρ καὶ ἐκείνοις οὕτω δοκεῖ, δῆλον ἐκεῖθεν. Οὐ γὰρ ἂν τοσαύ‐ της κατεφρόνησαν δόξης καὶ τοσούτων σκανδάλων, εἰ μὴ σφοδρά τις ἦν καὶ τυραννικὴ τῆς συνοικήσεως ταύτης ἡ
35ἡδονή. Εἰ δέ τινες δυσχεραίνοιεν ταῦτα λεγόντων ἡμῶν, παραιτήσομαι συγγινώσκειν ἡμῖν, καὶ μὴ ἀγανακτεῖν· οὐ γὰρ ἑκὼν οὐδὲ ἁπλῶς τὴν ἀπέχθειαν ἀναδέξασθαι ταύτην εἱλόμην· οὐχ οὕτως ἄθλιος ἐγὼ καὶ ταλαίπωρος, ὡς εἰκῇ βούλεσθαι προσκρούειν ἅπασιν· ἀλλ’ ὀδυνῶμαι σφόδρα καὶ
40ἀλγῶ καὶ τὴν τοῦ Θεοῦ δόξαν ὑβριζομένην ὁρῶν, καὶ τὴν τῶν πολλῶν σωτηρίαν κατὰ μικρὸν ὑπορρέουσαν διὰ τὴν ἡδονὴν ταύτην· Ὅτι γὰρ ἡδὺ τοῦτο καὶ τοῦ νόμῳ γάμου
συνοικεῖν δριμύτερον ἔχει τὸν ἔρωτα, νῦν μὲν ἴσως καὶ θορυβεῖσθε ἀκούοντες, μετὰ δὲ τὴν ἀπόδειξιν καὶ αὐτοὶ45
45συνομολογήσετε. Ἐπὶ μὲν γὰρ τῆς ἐννόμου γυναικὸς ἡ μῖξις ἀκώλυτος οὖσα, τόν τε πόθον παρεμυθήσατο καὶ εἰς κόρον τὸν ἄνδρα πολλάκις ἤγαγε, καὶ τὴν σφοδρὰν κατέ‐ λυσεν ἐπιθυμίαν. Καὶ χωρὶς δὲ τούτων καὶ ὠδῖνες καὶ τόκοι καὶ παιδοποιίαι καὶ παιδοτροφίαι, καὶ τὰ ἐκ τούτων

1

(50)

ἑπόμενα συνεχῆ νοσήματα, πολιορκοῦντα τὸ σῶμα καὶ μαραίνοντα τὸ ἄνθος τῆς ὥρας, ἀσθενέστερον τὸ κέντρον ἐργάζεται τῆς ἡδονῆς. Ἐπὶ δὲ τῆς παρθένου οὐδὲν τού‐ των ἔνι· οὔτε γὰρ μῖξίς ἐστι τὸν οἶστρον τῆς φύσεως δυναμένη χαλάσαι καὶ κατενεγκεῖν, οὔτε ὠδῖνες καὶ παι‐
55δοτροφίαι τὴν σάρκα μαραίνουσαι, ἀλλ’ ἐπὶ πολὺ διασῴ‐ ζουσι τὴν ἀκμὴν, ἅτε ἀνέπαφοι μένουσαι. Ἐντεῦθεν τῶν μὲν γαμουμένων μετὰ τοὺς τόκους καὶ τὰς παιδοτροφίας ἀσθενέστερα τὰ σώματα γίνεται, αἱ δὲ καὶ εἰς τεσσαρα‐ κοστὸν ἔτος μένουσιν ἁμιλλώμεναι τῶν παρθένων ταῖς
60θαλαμευομέναις· ὅθεν διπλᾶ τὰ τῆς ἐπιθυμίας ἐγείρεται τοῖς συνοικοῦσιν αὐταῖς, τῷ τε μὴ συγχωρεῖσθαι τῇ μίξει τὸν πόθον παραμυθεῖσθαι, καὶ τῷ μένειν ἐπὶ πολὺ τοῦ πόθου τὴν ὑπόθεσιν ἰσχυροτέραν. Ταύτην ὑποπτεύω πρό‐ φασιν εἶναι ἐγὼ τῆς ὁμοσκηνίας ταύτης. Ἀλλὰ μὴ ἀγα‐
65νακτῶμεν πρὸς αὐτοὺς μηδὲ δυσχεραίνωμεν· οὐδεὶς γὰρ τὸν κάμνοντα ἀναστῆσαι βουλόμενος μετ’ ὀργῆς καὶ ἐπι‐ πλήξεως τοῦτο ποιεῖ, ἀλλὰ μετὰ θεραπείας καὶ παρακλή‐ σεως προσάγει τὰ φάρμακα. Καὶ γὰρ εἰ μὲν κολάσαι προὔ‐
κειτο, καὶ τὴν τῶν δικαζόντων εἴχομεν τάξιν, ἐχρῆν καὶ46
70ἀγανακτεῖν· εἰ δὲ ἐκείνην ἀφέντες, τὴν τῶν ἰατρῶν καὶ θερα‐ πεῦσαι βουλομένων μεταλαμβάνομεν, παρακαλεῖν χρὴ καὶ δεῖσθαι, καὶ αὐτῶν, εἰ δέοι, τῶν γονάτων αὐτῶν ἅπτεσθαι, ὥστε γενέσθαι τὸ σπουδαζόμενον. Καθάπερ οὖν οἱ ἰατροὶ τῶν βλαπτόντων μὲν, ἡδονὴν δὲ ἐχόντων ἀπάγοντες, εἴτε
75σιτίων, εἴτε ποτῶν, τοῦτο πρὸ τῶν ἄλλων πείθουσι τοὺς ἀρρώστους, ὅτι τὸ τοιοῦτον μετὰ τῆς βλάβης πολλὴν ἔχει καὶ τὴν ἀηδίαν· οὕτω καὶ ἡμεῖς ποιῶμεν, δεικνύντες αὐτοῖς, ὅτι ἡ ἡδίστη αὕτη συνοίκησις πολὺν ἔχει τὸν ὄλεθρον, καὶ τῶν δηλητηρίων οὐδὲν ἄμεινον φαρμάκων
80κατεσκεύασται. Καὶ δοκεῖ μὲν εὐφροσύνην τινὰ ἔχειν, πολλὴν δὲ ἐναποκεκρυμμένην δριμύτητα καὶ πικρίαν κατα‐ χέει τῆς ἡδομένης ψυχῆς. Ἐπεὶ καὶ αὕτη ἡ μετὰ πειθοῦς ἀναχώρησις ἀσφαλής, —ὁ μὲν γὰρ φόβῳ τῆς φιλουμένης διαζευγνύμενος καὶ
85ἀνάγκῃ, σφοδρότερός τε ἐραστὴς γίνεται, καὶ ἴσως καὶ ἐπανήξει πάλιν· ὁ δὲ τοῦ πράγματος καταγνοὺς, καὶ οὕτω φυγὼν ὡς ἐπιβλαβὲς καὶ πικρὸν, οὐδ’ ἂν ὑποστρέψειεν αὖθις, τὴν ἐκ τῆς οἰκείας γνώμης ψῆφον πάσης ἀνάγκης ἔχων ἰσχυροτέραν—

2

πῶς οὖν αὐτοὺς πείσομεν, ὅτι οὐ βλαβερὸν μόνον τοῦτο, ἀλλὰ καὶ πικρόν; πῶς δὲ ἄλλως ἀλλ’
ἢ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως; Ἐρώμεθα οὖν αὐτούς· εἴ τις πολυτελῆ τράπεζαν παραθεὶς, καὶ πολ‐47
5λῶν καὶ ἡδίστων γέμουσαν ἐδεσμάτων, ἀπηγόρευε μετὰ σφοδρᾶς τῆς ἀπειλῆς μὴ ἅπτεσθαί τινος τῶν προκειμένων, ἆρα ἄν τις εἵλετο τοιαύτῃ παρακαθῆσθαι τραπέζῃ, καὶ κολάζειν ἑαυτόν; Οὐκ ἔγωγε οἶμαι· οὐδὲ γὰρ τοσαύτην ἀπὸ τῆς ὄψεως ἐκαρποῦτο τὴν ἡδονὴν, ὅσην ἀπὸ τῆς κωλύσεως
10ὑπέμενε τὴν ἀθυμίαν. Τί δαὶ εἰ διψῶντι καὶ καιομένῳ πηγήν τις ἐπιδείξας καθαράν τε καὶ διαυγῆ, μὴ μόνον αὐτῆς μὴ ἀπογεύσασθαι, ἀλλὰ μηδὲ ἄκροις θιγεῖν τοῖς δακτύλοις ἐπέτρεπεν, ἆρα ἂν ταύτης ἐγένετό τι πικρό‐ τερον τῆς κολάσεως; Οὐδὲ ἐνταῦθα οἶμαί τινα ἀντερεῖν.
15Τοσοῦτον γάρ ἐστι τοῦτο κακὸν, ὅτι καὶ τῶν ἔξωθεν οἱ ταῦτα διασκέπτεσθαι μάλιστα ὄντες δεινοὶ, ἡδονῆς φύσιν λέγω καὶ λύπης, θελήσαντες ποιῆσαι κολαζομένους τινὰς σφοδρῶς, οὐκ ἄλλως ἐποίησαν, ἢ τούτῳ τῷ τρόπῳ· πλά‐ σαντες γάρ τινα μῦθον, ἄγουσιν ἐν τῷ μύθῳ τινὰ, ὃν ἔδει
20δοῦναι δίκην ἐσχάτην, καὶ ἕτερον μὲν οὐδὲν, πανδαισίαν δὲ παραθέντες αὐτῷ, καὶ παραρρέον δείξαντες ὕδωρ, οὐδε‐ νὸς ἀπολαῦσαι τούτων συνεχώρουν, ἀλλ’ ὁμοῦ τε ἐξέτεινε τὴν χεῖρα ἐκεῖνος καὶ τὰ ὁρώμενα ἅπαντα ἀφίπτατο, καὶ τοῦτο ἐγίνετο διὰ παντός. Καὶ οὗτος τῆς κολάσεως ὁ
25τρόπος ἦν κατὰ τὸν μῦθον τὸν ἔξωθεν. Καὶ φιλοσόφων δέ
τις ἰδών τινα τῶν αὐτῷ συνόντων καταφιλήσαντα νέον εὔμορφον, ἐθαύμασεν εἰπὼν ὅτι καὶ εἰς πῦρ οὗτος ῥᾳδίως ἂν κυβιστήσειεν ὁ τοσαύτην τολμήσας διὰ τοῦ φιλήματος ἀνάψαι ἐν ἑαυτῷ κάμινον. Ἐγὼ δὲ τοσοῦτο μὲν οὐκ ἂν48
30εἴποιμι, ὅτι τὰς συνοικούσας φιλοῦσιν ἢ ἐπαφῶνται· εἰ δέ τινες ἕτεροι ταῦτα κατηγοροῖεν, δεῖξαι πειράσομαι ὅτι, κἂν μέχρι τοσούτου προΐωσι, πικροτέραν πάλιν καθ’ ἑαυ‐ τῶν τῆς προτέρας ἐπισπῶνται τὴν βάσανον. Εἰ γὰρ ὄψις μόνη τοσαύτην ἐντίθησιν ὀδύνην, ὅταν καὶ ἁφὴ προσῇ,
35τῆς ὄψεως πολὺ παχυτέρα ἀπόλαυσις, μείζονα αἴρει τὴν φλόγα, καὶ δριμυτέραν ἐργάζεται τὴν ἀλγηδόνα, καὶ χαλε‐ πώτερον ποιεῖ τὸ θηρίον. Ὅσῳ γὰρ ἂν αὔξωμεν τὰ τῆς ἐπιθυμίας, καὶ ἰσχυροτέραν αὐτῇ παρέχωμεν τὴν τροφὴν, τοσούτῳ καὶ τὰ τῆς ὀδύνης ἡμῖν ἐπιτείνεται. Καὶ καθάπερ
40ὁ τῇ τραπέζῃ καὶ τῇ πηγῇ παρακαθήμενος οὐχ οὕτως ὁρῶν ὀδυνᾶται, ὡς ὅταν καὶ τῇ χειρὶ θιγεῖν ἐπιτραπεὶς ἀπογεύσασθαι κωλυθῇ πάλιν· οὕτω δὴ καὶ οἱ τῶν παρθε‐ νικῶν σωμάτων ψαῦσαι ἐπιτρεπόμενοι, χαλεπώτερον τῆς θέας ἀπὸ τῆς ἁφῆς κολάζονται, πικροτέραν ἐφελκόμενοι
45τὴν ἐκ τῆς ἀποτυχίας ὀδύνην. Καὶ τί δεῖ ταῦτα ἀπὸ τῶν ἔξωθεν πραγμάτων φιλοσοφεῖν; ἡ γὰρ τοῦ Θεοῦ ψῆφος ἡ τούτων ἁπάντων ἰσχυροτέρα, αὕτη δείκνυσι τοῦτο τοιοῦτον ὄν. Τὸν γὰρ Ἀδὰμ κολάσαι βουλόμενος, οὐ πόρρω τοῦ παραδείσου κατῴκισεν, ἀλλ’ αὐτοῦ πλησίον ἐκείνου, ἵν’

2

(50)

ἔχῃ διηνεκῆ κόλασιν, τὴν θέαν τοῦ ποθουμένου χωρίου,
θεωρῶν μὲν αὐτὸν διὰ παντὸς, ἀπολαῦσαι δὲ οὐκ ἐπιτρε‐ πόμενος. Ἀλλ’ ἴσως εἴποι τις ἂν, Καὶ πῶς, εἰ πικρὸν τοῦτο οὕτως ἐστὶ τῇ φύσει, μετὰ τοσαύτης αὐτὸ διώκουσιν οἱ πολλοὶ τῆς σπουδῆς; Ἐγὼ δὲ πρὸς τοῦτο ἐκεῖνο ἂν49
55εἴποιμι, ὅτι αὐτὸ μὲν οὖν τοῦτο μέγιστον τεκμήριον τῆς ἐσχάτης αὐτῶν ἀρρωστίας ἐστίν. Τοῦτο γὰρ τῶν νοσούν‐ των τὸ ἔθος, ψυχράν τινα καὶ ὀλιγοχρόνιον ἡδονὴν καρ‐ ποῦσθαι, καὶ μακρὰν ἑαυτοῖς ἐντεῦθεν κατασκευάζειν κόλασιν. Τοῦτο καὶ ἐπὶ τῶν πυρεττόντων ἴδοι τις ἄν. Οἱ
60μὴ βουλόμενοι καρτερῆσαι μικρὸν, δι’ ὀλιγοχρόνιόν τινα ψυχαγωγίαν καὶ ποτῶν καὶ σιτίων κεκωλυμένων ἁπτόμενοι, μακράν τινα καὶ χαλεπωτάτην ἑαυτοῖς ἐργάζονται νόσον. Δεῖ δὲ τοὺς ὑγιαίνοντας οὐκ ἀπὸ τῶν νοσούντων λαμβάνειν τὰς περὶ τῶν πραγμάτων ψήφους· ἐπεὶ, εἰ τούτοις ἑψό‐
65μεθα, καὶ ἰατρικῆς καὶ φιλοσοφίας καταγνωσόμεθα. Οὐδὲ γὰρ οὐδὲ ἐπὶ πυρετῶν, οὐδὲ ἐπὶ γυναικῶν, αὐτὸ πάσχουσι μόνον, ἀλλὰ καὶ ἐπὶ χρημάτων καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων οἱ τὰ τοιαῦτα νοσοῦντες. Καὶ γὰρ οἱ περὶ τὰ χρήματα μεμηνότες, εἰδότες ὅτι τὰ μικρὰ ταῦτα ἐνταῦθα προέμενοι
70τοῖς δεομένοις μυρία ἐκεῖ λήψονται ἀγαθὰ, κατέχουσιν ὅμως αὐτὰ καὶ κατορύττουσι, καὶ πάντων ἐκπεσεῖν αἱροῦν‐ ται τῶν ἀγαθῶν μᾶλλον διὰ τὴν ψυχρὰν ταύτην καὶ βρα‐ χεῖαν ἡδονὴν, ἢ τῆς αἰωνίου κολάσεως ἀπαλλαγῆναι, καὶ τὴν ἀθάνατον καρπώσασθαι ζωὴν, διὰ τῆς προσκαίρου
75τούτων ὑπεροψίας. Τοῦτο δὴ καὶ οὗτοι πάσχουσι, τῆς
μικρᾶς ταύτης ἐπιθυμίας τῆς διὰ τῶν ὀφθαλμῶν οὐκ ἀνε‐ χόμενοι μικρὸν ἑαυτοὺς ἀποστῆσαι, ἀφόρητον ἑαυτοῖς συνάγουσι πῦρ· καὶ ὅσῳπερ ἂν νομίζωσιν ἥδεσθαι, τοσούτῳ μᾶλλον ἐμπλέκονται τῷ κακῷ, τοῦ διαβόλου τοῦτο τεχνη‐50
80σαμένου πρὸς τὴν παραμονὴν τῆς φλογὸς καὶ ἐπίδοσιν, ὅθεν καιόμενοι καὶ ἥδονται καὶ ἀλγοῦσιν, ἄτοπόν τινα κρᾶσιν ἐν ταῖς ἑαυτῶν καταφυτεύοντες ψυχαῖς.

3

Εἰ δέ τις ἡμῶν ἀκρασίαν ἀπὸ τούτων καταγινώσκοι τῶν ῥημάτων (τοὺς γὰρ γενναίους ἄνδρας καὶ γυναιξὶ συνοικοῦντας μηδὲν πάσχειν δεινόν), μακαρίζω μὲν τοὺς τοιούτους, καὶ βουλοίμην ἂν καὶ αὐτὸς τοσαύτην λαβεῖν
5ἰσχύν· καὶ αὐτὸς μὲν ἴσως πείθομαι ὅτι δυνατὸν εἶναι τοιούτους τινάς· ἐβουλόμην δὲ καὶ τοὺς ἐγκαλοῦντας ἡμῖν δυνηθῆναι πεῖσαι τοῦτο, ὅτι νέος σφριγῶν, κόρη συνοικῶν [παρθένῳ] καὶ συγκαθήμενος καὶ συνδειπνῶν καὶ διαλεγό‐ μενος δι’ ἡμέρας—τῶν γὰρ ἄλλων οὐδὲν προστίθημι,
10τοὺς ἀκαίρους γέλωτας καὶ τὰς διαχύσεις καὶ τὰ μαλακὰ ῥήματα, καὶ τὰ ἄλλα, ἃ μηδὲ λέγειν ἴσως καλόν· ἀλλ’ ὅτι τὴν αὐτὴν ἔχων οἰκίαν, καὶ τραπέζης καὶ ἁλῶν κοινωνῶν, καὶ μετὰ παρρησίας πολλῆς καὶ μεταλαμβάνων πολλῶν καὶ μεταδιδοὺς, οὐδενὶ τῶν ἀνθρωπίνων ἁλίσκεται, ἀλλὰ
15καθαρὸς ἐπιθυμίας τε μένει πονηρᾶς καὶ ἡδονῆς, ἐβου‐ λόμην ταῦτα δύνασθαι πείθειν τοὺς ἐγκαλοῦντας ἡμῖν, ἀλλ’ οὐκ ἐθέλουσι πείθεσθαι, ἀλλὰ καὶ ἡμῶν τῶν ταῦτα ἀπολογουμένων καταβοῶσιν ὡς ἀναισχύντων, καὶ τὰ αὐτὰ νοσούντων αὐτοῖς, καὶ τὴν οἰκείαν περιστελλόντων κακίαν.51
20Καὶ τί ταῦτα πρὸς ἡμᾶς; φησίν· οὐδὲ γὰρ τῆς ἑτέρων ἀνοίας ἡμεῖς ὑπεύθυνοι, οὐδὲ εἴ τις ἀλόγως σκανδαλίζοιτο, δοῦναι δίκην ἄξιος ἐγὼ διὰ τὴν ἄνοιαν τὴν ἐκείνου. Ἀλλὰ Παῦλος οὐκ εἶπε τοῦτο, ἀλλὰ κἂν ἀδίκως σκανδαλίζηταί τις, καὶ δι’ ἀσθένειαν, βοηθεῖν ἐκέλευσε. Τότε γὰρ μόνον
25ἀπαλλαττόμεθα τῆς ἐπὶ τοῖς σκανδαλιζομένοις τιμωρίας κειμένης, ὅταν ἐκ τοῦ σκανδάλου κέρδος ἕτερον τίκτηται τῆς ἀπὸ τοῦ σκανδάλου βλάβης μεῖζον· ὡς ἂν τοῦτο μὴ ᾖ, ἀλλ’ ἓν μόνον συμβαίῃ τὸ σκανδαλίζεσθαι ἑτέρους, ἄν τε εὐλόγως ἄν τε ἀλόγως σκανδαλίζωνται ἄν τε ὡς ἀσθε‐
30νεῖς, τὸ αἷμα αὐτῶν ἐπὶ τὴν κεφαλὴν τὴν ἡμετέραν, καὶ ἐκ τῶν χειρῶν τῶν ἡμετέρων ὁ Θεὸς τὰς τοιαύτας ἐκζητεῖ ψυχάς. Διά τοι τοῦτο, ἵνα μὴ πανταχοῦ μήτε φροντί‐ ζωμεν μήτε καταφρονῶμεν τῶν σκανδαλιζομένων, ὅρους τινὰς ἡμῖν καὶ κανόνας τέθεικε τοιούτους ὁ Χριστὸς, καὶ
35τοῦτο κἀκεῖνο ποιήσας μετὰ καιροῦ τοῦ προσήκοντος. Ὅτε μὲν γὰρ περὶ τῆς τῶν ἐδεσμάτων διελέγετο φύσεως,
καὶ ἐδείκνυ καθαρὰν αὐτὴν οὖσαν, καὶ τῆς Ἰουδαϊκῆς ἀπήλλαττε παρατηρήσεως, εἰσελθόντος τοῦ Πέτρου καὶ εἰπόντος ὅτι Ἐσκανδαλίσθησαν, «Ἄφες αὐτοὺς», φησί.52
40καὶ οὐ μόνον κατεφρόνησεν αὐτῶν, ἀλλὰ καὶ κατηγορήσας, «Πᾶσα γὰρ φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται·» οὕτω τὸν νόμον ἠκύρωσε τὸν περὶ τῶν βρωμάτων. Ἐπειδὴ δὲ οἱ τὰ δίδραχμα ἀπαιτοῦντες τῷ Πέτρῳ προσελθόντες ἔλεγον, «Ὁ διδάσκαλός σου οὐ
45τελεῖ τὰ δίδραχμα», οὐκέτι τὸ αὐτὸ πεποίηκεν, ὅπερ ἐπ’ ἐκείνων, ἀλλὰ φροντίζει τοῦ σκανδάλου καὶ φησὶν, «Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ εὑρήσεις ἐν τῷ στόματι αὐτοῦ στατῆρα· τοῦτον λαβὼν δὸς ὑπὲρ ἐμοῦ

3

(50)

καὶ σοῦ.»

3

(50)

Ὁρᾷς καὶ φροντίζοντα καὶ οὐ φροντίζοντα; Ἐνταῦθα μὲν γὰρ οὐκ ἦν κατεπεῖγον ἐκκαλυφθῆναι τοῦ Μονο‐ γενοῦς τὴν δόξαν· πῶς γάρ, ὅπου καὶ ἐπετήδευεν αὐτὴν συσκιάζειν, καὶ ἐκέλευε πολλοῖς μὴ λέγειν, ὅτι αὐτὸς εἴη ὁ Χριστός; Καὶ διὰ τοῦτο ἀπὸ μὲν τοῦ καταθεῖ‐
55ναι τὴν δραχμὴν οὐδὲν ἦν βλάβος, ἀπὸ δὲ τοῦ μὴ κατα‐ θεῖναι μεγάλα ἐτίκτετο κακά· ὡς γὰρ τύραννον, καὶ ἀνταί‐ ροντα, καὶ τῆς πόλεως ἁπάσης ἐχθρὸν, καὶ εἰς τοὺς ἐσχάτους ἐμβάλλοντα κιδύνους, οὕτως ἂν ἀπεστράφησαν.
Διὰ δὴ τοῦτο καὶ βουλομένους αὐτοὺς ἁρπάσαι τε αὐτὸν53
60καὶ βασιλέα ποιῆσαι, ἔφευγεν πόρρωθεν, ἐκ πολλοῦ τοῦ περιόντος ταύτην ἀποκρουόμενος τὴν ὑπόληψιν. Ἐκεῖ δὲ ἀναγκαῖον τὸ κατορθούμενον ἦν· διὸ χρησίμως τε καὶ εὐκαίρως καὶ ἐπὶ κατορθώματι μείζονι κατεφρόνησε τοῦ σκανδάλου. Καὶ γὰρ εὔκαιρον ἦν λοιπὸν τοὺς μέλλοντας
65ἐπὶ τὴν ἀκροτάτην ἀναβαίνειν φιλοσοφίαν μὴ κωλύειν διὰ τὴν εἰς τοὺς Ἰουδαίους φειδὼ, ἀλλ’ ἀφιέναι λοιπὸν τοῦ καιροῦ καλοῦντος ἐπὶ τὴν τῆς ψυχῆς καθαρότητα, καὶ μὴ κατέχειν ἐν τῇ σωματικῇ παρατηρήσει, ἀλλὰ συγχωρεῖν τῆς ταπεινότητος ἀπαλλάττεσθαι ἐκείνης. Οὕτω καὶ Παῦλος
70καὶ καταφρονεῖ τῶν σκανδαλιζομένων, καὶ οὐ καταφρονεῖ, ἀκολουθῶν τῷ διδασκάλῳ, καὶ φησὶ, «Πάντα πᾶσιν ἀρέσκω, οὐ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.» Εἰ δὲ Παῦλος τὸ οἰκεῖον παρορᾷ συμφέρον, ἵνα τὸ τῶν ἀδελφῶν εὕρῃ, πόσης οὐκ ἂν εἴημεν ἄξιοι κολάσεως,
75μηδὲ οἰκείας ἀποστῆναι βλάβης αἱρούμενοι ὑπὲρ τοῦ τὸ ἑτέρων συμφέρον εὑρεῖν, ἀλλ’ ἡδέως μεθ’ ἑαυτῶν καὶ ἑτέρους προσαπολλύντες, παρὸν καὶ ἑαυτοὺς καὶ ἑτέρους διασῶσαι; Διὰ δὴ τοῦτο, ὅταν μὲν ἴδῃ πολὺ τὸ κέρδος, καὶ τῆς τοῦ σκανδάλου βλάβης μεῖζον, καταφρονεῖ τῶν σκαν‐
80δαλιζομένων· ὅταν δὲ κέρδος μὲν ᾖ μηδὲν, τοῦτο δὲ μόνον
τὸ σκανδαλίζεσθαι ἐκβαίνῃ, πάντα καὶ ποιεῖν καὶ πάσχειν αἱρεῖται, ὥστε μὴ τοῦτο γενέσθαι. Καὶ οὐ φιλοσοφεῖ τοιαῦτα, οἷα ὑμεῖς, οὐδὲ λέγει, Διὰ τί γάρ εἰσιν ἀσθενεῖς; διὰ τί γὰρ ἀλόγως πράττουσιν; ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο54
85μάλιστα αὐτῶν φείδεται, ἐπειδὴ ἀλόγως πάσχουσιν, ἐπειδὴ ἀσθενεῖς εἰσιν.

4

Εἰπὲ γάρ μοι, ποίαν 〈ἂν〉 ἔχοι πρόφασιν εὔλογον εἰπεῖν ὁ σκανδαλιζόμενος ἐπὶ τῷ ἐσθίοντι κρέα καὶ οἶνον πίνοντι; τοῦτον γὰρ ἡμῖν ὁ Θεὸς τὸν νόμον ἄνωθεν ἔθηκεν. Ἀλλ’ ὅμως κἂν ἐπὶ τούτοις σκανδαλίζηταί τις, καὶ τούτων ὁ
5Παῦλος ἀπέχεται. «Οὐ γὰρ μὴ φάγω κρέα, φησίν, οὐδὲ μὴ πίω οἶνον, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.» Καὶ οὐκ εἶπε ταῦτα ἅπερ ὑμεῖς, ὅτι Ἐγὼ μέλλω τῆς ἑτέρων ἀλογίας ὑπεύθυνος εἶναι; κἂν τῷ τινι δόξῃ σκανδαλισθῆναι ἁπλῶς, ἐγὼ δίκην ἄξιος δοῦναι; Καίτοι εἰ καὶ εἶπε, δικαιό‐
10τερον ἂν ὑμῶν εἶπε πολλῷ. Ὁ μὲν γὰρ ἐπ’ ἐκείνοις σκαν‐ δαλιζόμενος ἀλόγιστος καὶ σφόδρα ἀνόητος· ὁ δὲ ἐπὶ τούτοις, πολλὰς ἂν σχοίη δικαίας καὶ εὐλόγους αἰτίας εἰπεῖν· ἀλλ’
ὅμως καὶ δικαιότερα ὑμῶν εἰπὼν ἂν ὁ Παῦλος, εἴπερ ἤθελεν εἰπεῖν, ἀλλ’ οὐκ εἶπεν, ἀλλ’ εἰς ἓν μόνον εἶδε, τοῦ55
15πλησίον τὴν σωτηρίαν. Καὶ θέα τὴν ὑπερβολήν· οὐ γὰρ εἶπεν· «Ἅπαξ, ἢ Δὶς, ἢ τόσον καὶ τόσον χρόνον», ἀλλ’ «Εἰς τὸν αἰῶνα, φησίν, οὐ μὴ φάγω», εἰ σκανδαλίζοιτο ὁ ἕτερος. Καὶ ἵνα μὴ νομίσῃς μέχρι τούτων αὐτὸν ἑστάναι, καὶ ἕτερόν τι προσέθηκε τούτου πλέον· εἰπὼν γὰρ «Καλὸν
20τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον», συνῆψε κἀκεῖνο· «Μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ.» Καὶ πάλιν σκόπει μοι τὴν σοφίαν τοῦ διδασκά‐ λου· τὸν γὰρ ἀσθενοῦντα ἀφεὶς, τὸν ἰσχυρὸν διορθοῦται πρὸ ἐκείνου· οὗτος γὰρ αἴτιος τοῦ ἀσθενεῖν ἐκεῖνον, ὁ
25κύριος ὢν διορθῶσαι τὴν ἀρρωστίαν, καὶ μὴ ποιῶν. Καὶ τί λέγω περὶ τῶν ἀσθενῶν ἀδελφῶν; Καὶ γὰρ Ἰουδαίοις καὶ Ἕλλησι κελεύει ταύτην παρέχειν τὴν πρόνοιαν. «Ἀπρόσκοποι γὰρ, φησί, γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ.» Ὥστε ὅσῳ ἂν
30ἰσχυρότερον εἶναι λέγῃς σαυτὸν, καὶ μηδὲν ἀπὸ τῆς ὁμοσκηνίας βλάπτεσθαι ταύτης, τοσούτῳ μᾶλλον ὑπεύθυ‐ νον σαυτὸν καθιστᾷς τοῦ διασπάσαι τὸν δεσμόν. Ὅσῳ γὰρ ἂν ἰσχυρότερος ᾖς, τοσούτῳ δικαιότερος ἂν εἴης τὸν ἀσθενέστερον διαβαστάξαι. Ἂν μὲν οὖν ἀσθενὴς ᾖς, διὰ
35σαυτὸν ἀπόστηθι· ἂν δὲ ἰσχυρότερος, διὰ τὸν ἀσθενοῦντα. Οὐ γὰρ ἑαυτῷ μόνον, ἀλλὰ καὶ ἑτέροις ἰσχυρὸν εἶναι χρὴ τὸν ἰσχύοντα, Εἰ δὲ λέγων ἰσχύειν, τὴν ἀσθένειαν τὴν ἐκείνου περιορᾷς, διπλῆν δώσεις δίκην, ὅτι τε οὐκ ἐφείσω, καὶ ὅτι πολλὴν ἔχων τοῦ φείσασθαι δύναμιν. Ὑπεύθυνος56
40γὰρ ἕκαστος ἡμῶν τῆς τοῦ πλησίον σωτηρίας ἐστίν. Διὰ τοῦτο οὐχὶ τὰ ἑαυτῶν σκοπεῖν, ἀλλὰ τὰ τοῦ πλησίον ἐκελεύσθημεν. Τιμῆς γὰρ ἠγοράσθημεν· ὁ δὲ ἀγοράσας ἡμᾶς τοῦτο προσέταξεν ἐπὶ τῇ κοινῇ πάντων ἡμῶν λυσιτελείᾳ. Οὐδὲ γὰρ τοῦτο μόνον συμβαίνει τὸ κέρδος,
45ὅτι τὰ οἰκεῖα σῴζομεν μέλη, ἀλλ’ ὅτι καὶ ἑαυτοὺς ἐν ἀσφαλείᾳ καθιστῶμεν πλείονι. Κἂν γὰρ μυριάκις φιλοσο‐ φῇς, δι’ αὐτῶν ἐλέγχῃ τῶν πραγμάτων, οὐ τὴν τυχοῦσαν δεχόμενος βλάβην ἀπὸ τῆς συνοικήσεως ταύτης. Ὅταν γὰρ ἴδω σε δυσαποσπάστως ἔχοντα, καὶ μυρίων βλαπτομέ‐

4

(50)

νων καταφρονοῦντα, καὶ πολλῶν γε ἐγκαλούντων οὐδὲ ἐπιστρεφόμενον, ἀλλὰ καὶ τὴν δόξαν ἑαυτοῦ καταπα‐ τοῦντα, καὶ τῷ κοινῷ τῆς Ἐκκλησίας προστριβόμενον κατη‐ γορίαν πολλὴν, καὶ τὰ τῶν ἀπίστων ἀνοίγοντα στόματα, καὶ πάντας πονηρᾷ περιβάλλοντα δόξῃ, καὶ τοσαῦτα μὲν
55ἀπὸ τοῦ συνοικεῖν κακὰ, ἀγαθὸν δὲ μηδὲν ὑμῖν ἐγγινό‐ μενον, ἀπὸ δὲ τοῦ χωρισμοῦ, τούτων μὲν ἁπάντων τὴν ἀναίρεσιν τῶν κακῶν, πολλῶν δὲ ἑτέρων κτῆσιν ἀγαθῶν, εἶτα οὐκ ἀνεχόμενον ἀποπηδῆσαι, πῶς δυνήσομαι πεῖσαι τοὺς ἐγκαλοῦντας, ὅτι πάσης ἀπήλλαξαι συμπαθείας, καὶ
60ἐπιθυμίας εἶ πονηρᾶς καθαρός; Μᾶλλον δὲ οὐδὲν ὑπὲρ τού‐ των φιλονεικῶ· ἀλλ’ ἔστω σε εἶναι καὶ συνοικοῦντα καθαρόν· καίτοι γε ὁ μακάριος Ἰὼβ οὐκ ἐτόλμησεν ἑαυτῷ τοσαύτην μαρτυρῆσαι δύναμιν καὶ φιλοσοφίαν, ἀλλ’ ὁ πᾶσαν ἐπελθὼν ἀρετὴν, καὶ πάντων ὑπερενεχθεὶς τῶν τοῦ διαβόλου57
65δικτύων, καὶ πρῶτος καὶ μόνος τοσαύτην ἐπιδειξάμενος καρτερίαν, καὶ πάντα σίδηρον καὶ ἀδάμαντα τῇ τῆς ψυχῆς παρελθὼν ἐγκρατείᾳ, καὶ κατακόψας τοῦ διαβόλου τὴν ἰσχὺν, οὕτως ἐδεδοίκει τὴν τοιαύτην πάλην, καὶ ἐνόμιζεν ἀδύνατον εἶναι συνοικοῦντα παρθένῳ μένειν ἀσινῆ καὶ
70καθαρὸν, ὡς μὴ μόνον τῆς συνοικήσεως ταύτης πόρρω καὶ μακρὰν ἑαυτὸν καταστῆσαι, ἀλλὰ καὶ τῆς ὄψεως τῆς ἁπλῶς καὶ ἀπὸ συντυχίας γινομένης, καὶ νενομοθέτηκε τοῖς ὀφθαλμοῖς τοῖς ἑαυτοῦ, ἁπλῶς εἰς παρθένον μηδὲ ἰδεῖν. ᾜδει γὰρ, ᾔδει σαφῶς, ὅτι οὐ μόνον τὸν συνοι‐
75κοῦντα, ἀλλὰ καὶ τὸν βλέποντα περιέργως εἰς ὄψιν παρ‐ θενικὴν δύσκολον, τάχα δὲ καὶ ἀδύνατον, τὴν ἐκεῖθεν διαφυγεῖν βλάβην· διὸ καὶ ἔλεγε, «Καὶ οὐ συνήσω ἐπὶ παρθένῳ.»

5

Εἰ δὲ μικρός σοι πρὸς ἅμιλλαν ὁ Ἰὼβ, καίτοι γε οὐδὲ τῆς κοπρίας ἐσμὲν ἄξιοι τῆς ἐκείνου, πλὴν ἀλλ’ εἰ ἔλαττόν σου τῆς μεγαλοψυχίας εἶναι νομίζεις τὸ ὑπό‐ δειγμα, ἐννόησον τὸν μεγαλοφωνότατον κήρυκα τῆς
5ἀληθείας Παῦλον, ὃς ἅπασαν περιελθὼν τὴν οἰκουμένην, καὶ δυνηθεὶς εἰπεῖν ἐκεῖνα τὰ πολλῆς γέμοντα φιλοσο‐ φίας ῥήματα, ὅτι οὐκέτι αὐτὸς εἴη ζῶν, ἀλλ’ ἢ ὁ Χριστὸς ἐν αὐτῷ, καὶ ὅτι ἐσταύρωται τῷ κόσμῳ, καὶ ὁ κόσμος αὐτῷ, καὶ ὅτι καθ’ ἡμέραν ἀποθνῄσκει μετὰ τὴν τοσαύ‐58
10την τοῦ πνεύματος χάριν καὶ τὴν τοσαύτην τῶν ἄθλων ἐπίδειξιν, μετὰ τοὺς ἀφάτους κινδύνους, μετὰ τὴν ἠκριβω‐ μένην φιλοσοφίαν, δεικνὺς ἡμῖν καὶ παραδηλῶν, ὅτι ἕως ἂν ἐμπνέωμεν καὶ τὴν σάρκα ὦμεν περικείμενοι ταύτην, παλαισμάτων ἡμῖν χρεία καὶ πόνων, καὶ οὐκ ἔστιν
15ἀπραγμόνως κατορθῶσαι σωφροσύνην ποτὲ, ἀλλὰ πολλῶν ἱδρώτων ἡμῖν δεῖ καὶ καμάτων πρὸς τουτὶ τὸ τρόπαιον, οὕτως ἔλεγεν· «Ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.» Ταῦτα δὲ ἔλεγε δηλῶν τὴν ἐπανάστασιν τῆς σαρκὸς καὶ τὴν
20ἀπὸ τῆς ἐπιθυμίας λύτταν, καὶ τὸν διηνεκῆ πόλεμον, καὶ τὸν ἐναγώνιον αὐτοῦ βίον. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοῦ πράγματος δηλῶν τὴν δυσκολίαν, οὐδὲ ἐμβλέπειν ἁπλῶς ἠφίει εἰς τὰς τῶν γυναικῶν ὄψεις, ἀλλὰ καὶ τῇ τῶν μοιχῶν κολάσει τοὺς οὕτως ὁρῶντας κολάζειν
25ἠπείλησεν. Καὶ τῷ Πέτρῳ εἰπόντι ὅτι «Οὐ συμφέρει γαμῆσαι», οὐκ ἐνομοθέτησε μὴ γαμεῖν, ἀλλὰ παραδηλῶν τοῦ πράγματος τὸν ὄγκον ἔλεγεν, «Ὁ δυνάμενος χωρεῖν, χωρείτω.» Ἀκούομεν δὲ καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέ‐
ρας, ὅτι πολλοὶ καὶ σιδήρῳ τὸ σῶμα ἅπαν καταδήσαντες,59
30καὶ σάκκῳ περιβαλόντες, καὶ πρὸς τὰς τῶν ὀρῶν ἀναδρα‐ μόντες κορυφὰς, καὶ νηστείᾳ διηνεκεῖ συζῶντες καὶ παννυχίσι καὶ ἀγρυπνίαις, καὶ πᾶσαν ἐπιδεικνύμενοι σκληραγωγίαν, καὶ γυναιξὶν ἁπάσαις ἀπαγορεύσαντες ἐπιβαίνειν τοῦ δωματίου καὶ τῆς καλύβης τῆς ἑαυτῶν
35καὶ τῷ τρόπῳ τούτῳ παιδαγωγοῦντες ἑαυτοὺς, μόγις περιγίνονται τῆς κατὰ τὴν ἐπιθυμίαν μανίας. Σὺ δὲ λέγεις ὅτι, κἂν συνοικοῦντα ἴδῃς παρθένῳ καὶ προσδε‐ δεμένον, καὶ τρυφῶντα, καὶ τὴν ψυχὴν προϊέμενον μᾶλλον ἢ τὴν σύνοικον, καὶ πάντα καὶ παθεῖν καὶ ποιῆσαι αἱρού‐
40μενον ἢ χωρισθῆναι τῆς ποθουμένης, μὴ πιστεύσῃς τι πονηρὸν, μηδὲ ἐπιθυμίας εἶναι νομίσῃς τὸ πρᾶγμα, ἀλλ’ εὐλαβείας. Ἀλλ’ οὐ περὶ τῶν σώματα ἐχόντων, ὦ θαυμάσιε, ἀλλὰ περὶ τῶν λίθοις συνοικούντων οὕτω διακεῖσθαι χρή. Καίτοι γε πολλοὶ, καὶ σὺ μὲν ἴσως ἀπιστεῖς διὰ τὴν
45πολλὴν σωφροσύνην· ἐγὼ δὲ ἤκουσα διηγουμένων τινῶν, ὅτι πολλοὶ καὶ πρὸς ἀγάλματα καὶ λίθους ἔπαθόν τι. Εἰ δὲ ἔνθα σκληρότης καὶ ἀντιτυπία, ἡ διάπλασις μόνη τοσοῦτον ἴσχυσεν, ὅταν μετὰ τῆς διαπλάσεως καὶ σῶμα ἁπαλὸν ὑποκείμενον ᾖ, τίνα οὐκ ἐργάσεται μανίαν; πῶς

5

(50)

δὲ οὐ δόξουσιν εἰκότα λέγειν μᾶλλον οἱ κατηγοροῦντες, ἢ ἡμεῖς οἱ ἀπολογούμενοι; Τί γὰρ εἰκός, εἰπέ μοι, ἐπιθυ‐ μεῖν ἄνδρα γυναικὸς, ἢ μὴ ἐπιθυμεῖν; Πάντως ἂν εἴποι‐
μεν ἐπιθυμεῖν. Πάλιν τὸν μυρίων ὠθουσῶν ἔξω προφά‐ σεων εὐλόγων οὐκ ἀνεχόμενον ἐξελθεῖν, ἀλλ’ εἰσωθοῦντα60
55ἑαυτὸν ἐπ’ οὐδενὶ μὲν κατορθώματι, μυρίοις δὲ ὀνείδεσι καὶ βλάβαις οἰκείων τε καὶ ἀλλοτρίων, τί εἰκός; ἐξ ἀγαθῆς τοῦτο πάσχειν προαιρέσεως, ἢ ἐκ πονηρᾶς; Ἐκ πονηρᾶς, τάχα ἂν εἴποι τις μᾶλλον. Πλὴν ἀλλὰ μηδὲν ὑπὲρ τούτων αὐτῶν ἀκριβολογώμεθα, ἀλλὰ κείσθω
60μηδὲ κατὰ λόγον σκανδαλίζεσθαι τοὺς σκανδαλιζομένους, μήτε δικαίως, ἀλλ’ εἰκῇ καὶ μάτην· τίνος ἕνεκεν συνοι‐ κεῖς, εἰπέ μοι, τῇ παρθένῳ; Δι’ οὐδὲν γὰρ ἡ συνοίκησις αὕτη νενομοθέτηται, ἢ δι’ ἔρωτα καὶ πόθον· ἐπεὶ περίελε τοῦτο, καὶ ἀνῄρηται ἡ τοῦ πράγματος χρεία. Τίς γὰρ ἂν
65ἕλοιτο, ἀνὴρ ὢν, ταύτης χωρὶς τῆς ἀνάγκης γυναικείας ἀνέχεσθαι τρυφῆς καὶ ὕβρεως καὶ τῶν ἄλλων τῶν τοῦ γένους ἐλαττωμάτων ἐκείνου; Διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ὁ Θεὸς τὴν γυναῖκα ταύτῃ καθώπλισε τῇ ἰσχύϊ, εἰδὼς ὅτι σφόδρα εὐκαταφρόνητος ἔσται, μὴ ταύτην ἐπαγομένη
70τὴν ἀρχὴν, καὶ ὅτι οὐδεὶς ἂν ἕλοιτο αὐτῇ συνοικῆσαι καθα‐ ρεύων ἐπιθυμίας. Εἰ γὰρ καὶ τοσαύτης ἐπικειμένης ἀνάγκης νῦν καὶ πολλῆς ἑτέρας χρείας—καὶ γὰρ καὶ παιδοποιοῦσι, καὶ οἰκουροῦσι, καὶ ἕτερα διακονοῦνται
ἄλλα καὶ πλείονα τούτων· εἰ τοίνυν καὶ νῦν τοσαῦτα61
75λειτουργοῦσαι τοῖς ἀνδράσιν εὐκαταφρόνητοι πολλάκις ἐγένοντο, καὶ τῆς οἰκίας ἐξεβλήθησαν, πῶς ἂν ἐπιθυμίας χωρὶς ἦσαν ὑμῖν ποθειναὶ, καὶ ταῦτα τοσούτοις ὑμᾶς ὀνείδεσι περιβάλλουσαι; Ἢ λέγετε τοίνυν τὴν αἰτίαν τῆς συνοικήσεως, ἢ οὐδεμίαν ὑποπτεύειν ἑτέραν ἀνάγκη,
80ἀλλ’ ἢ πονηρὰν ἐπιθυμίαν καὶ ἡδονὴν ἐπονείδιστον.

6

Τί οὖν, ἂν δυνηθῶμεν, φησίν, αἰτίαν εὔλογον καὶ δικαίαν εἰπεῖν, ἔσῃ μάτην ταῦτα περὶ ἡμῶν εἰρηκώς; Μάλιστα μὲν οὖν οὐδεμίαν ἐρεῖτε τοιαύτην· πλὴν ἀλλὰ καὶ οὕτως ἐβουλόμην μαθεῖν, εἴ τινα σκιὰν γοῦν ἔχετε
5εὐλόγου προφάσεως εἰπεῖν. Ἀπροστάτευτόν, φησίν, ἐστιν ἡ παρθένος, οὐκ ἄνδρα ἔχουσα, οὐ κηδεστὴν, πολλάκις δὲ οὐδὲ πατέρα, οὐκ ἀδελφὸν, καὶ δεῖται τοῦ χεῖρα ὀρέξοντος, καὶ τὴν ἐρημίαν παραμυθησομένου, καὶ πανταχοῦ προ‐ βεβλημένου καὶ καταστήσοντος αὐτὴν ἐν ἀσφαλείᾳ πολλῇ
10καὶ λιμένι. Ποίᾳ ἀσφαλείᾳ, εἰπέ μοι; ποίῳ λιμένι; τὸν γὰρ πρόβολον οὐκ εἴργοντα ὁρῶ τὰ κύματα, ἀλλ’ ἐπεγεί‐ ροντα, καὶ τὸν λιμένα οὐκ ἀναστέλλοντα τὸν χειμῶνα, ἀλλὰ καὶ τὰς οὐκ οὔσας τίκτοντα τρικυμίας. Εἶτα οὐκ αἰσχύ‐ νεσθε, οὐκ ἐγκαλύπτεσθε τοιαῦτα ἀπολογούμενοι; Εἰ γὰρ
15μηδεμία ἐκ ταύτης τῆς διακονίας ἐτίκτετο κακηγορία, μηδὲ βλάβη, μηδὲ σκάνδαλον, ἀλλὰ μετ’ εὐφημίας ἐξῆν τὸ αὐτὸ τοῦτο ποιεῖν, τίνος οὐκ ἂν ἦτε ἐλεεινότεροι τὸν πλοῦτον αὐτῆς αὔξοντες, καὶ πρὸς φιλοχρηματίαν γυμνάζοντες, καὶ εἰς πράγματα ἐμβάλλοντες, καὶ πρὸς62
20κοσμικὰς παιδοτριβοῦντες φροντίδας, οἰκονόμων τάξιν καὶ ἐπιτρόπων καὶ ἀγοραίων τινῶν ἀνταλλαττόμενοι; Καὶ σφόδρα γε. Οὐ γὰρ δυνήσεσθε περὶ ἀκτημοσύνης διαλεχθῆναι, καὶ πεῖσαι τῶν ὄντων καταφρονεῖν, οἱ πάντα ποιοῦντες ὅπως μένοι καὶ αὔξοιτο τὰ ὄντα, καὶ πόροι πόροις ἐπιγίγνοιντο,
25κάπηλοί τινες καὶ παλιγκάπηλοι δι’ ἐκείνας γιγνόμενοι. Χρησταί γε, οὐ γάρ; καὶ γενναῖαι ὑμῶν αἱ ἐλπίδες, οἳ τὸν σταυρὸν κελευσθέντες βαστάζειν καὶ ἕπεσθαι τῷ Χριστῷ, ῥίψαντες τὸν σταυρὸν, καθάπερ στρατιῶται μαλακοὶ τὴν ἀσπίδα, ἠλακάτῃ παρακάθησθε καὶ καλαθίσκῳ, δι’ ἑτέρας
30αἰσχροτέρας εἰσόδου τὴν εἰς τὸν παρόντα βίον ἀνοίξαντες θύραν. Οὐ γὰρ οὕτως αἰσχρὸν τοὺς γεγαμηκότας ταῦτα οἰκονομεῖν, ὡς τοὺς προσποιουμένους ὑμᾶς ἀποπεπηδη‐ κέναι μὲν τῶν παρόντων, δι’ ἑτέρου δὲ προσώπου πάλιν αὐτὰ ὑποδυομένους. Διὰ τοῦτο λαιμάργων καὶ παρασίτων καὶ
35κολάκων καὶ γυναικοδούλων πανταχοῦ δόξαν λαμβάνομεν, ὅτι χαμαὶ τὴν εὐγένειαν ἅπασαν ῥίψαντες τὴν ἄνωθεν δοθεῖσαν ἡμῖν, ἀντικαταλλαττόμεθα τὴν ἀπὸ τῆς γῆς δου‐ λοπρέπειάν τε καὶ εὐτέλειαν. Καὶ χήραις μὲν διανεῖμαι
χρήματα οὐχ εἵλοντο οἱ γενναῖοι τότε ἄνδρες ἐκεῖνοι, καὶ63
40ταῦτα τοσαύτης βλασφημίας γινομένης διὰ τὸ μηδένα εἶναι τὸν οἰκονομοῦντα, ἀλλ’ ἔλαττον τῆς αὑτῶν φιλοσο‐ φίας εἶναι τοῦτο νομίσαντες, ἑτέροις ἐπέτρεψαν· ἡμεῖς δὲ οὐκ αἰδούμεθα πλοῦτον ἀλλότριον αὔξοντες ἐπὶ λύμῃ τῶν κεκτημένων, τῶν εὐνούχων τῶν περὶ τὰ τοιαῦτα
45ἐσχολακότων οὐδὲν ἄμεινον διακείμενοι, οἱ καθ’ ἑκάστην ἡμέραν τὸ αἷμα καὶ τὰς ψυχὰς ἐπὶ τῶν χειρῶν προσταττό‐ μενοι φέρειν ἀντὶ μεγάλων ὅπλων. Τί οὖν; ἁρπαζόμενα χρὴ παντὰ τὰ τῆς παρθένου περιιδεῖν ἀγόμενά τε καὶ [περι]φερόμενα ὑπὸ συγγενῶν, ὑπὸ οἰκετῶν, καὶ ἀλλοτρίων

6

(50)

ἢ καὶ οἰκείων; Καλήν γε, οὐ γάρ; ἀποδώσομεν τῇ παρθένῳ τὴν ἀμοιβὴν ἀνθ’ ὧν οὐκ ἔγημεν, οὐδὲ τὸν παρόντα κόσμον ἠγάπησεν, ἀλλ’ ἀντὶ πάντων εἵλετο τὸν Χριστὸν, ἀφέντες αὐτὴν προκεῖσθαι τοῖς βουλομένοις τῶν ὄντων ἀποστερεῖν. Καὶ πόσῳ βέλτιον ἦν ὁμιλῆσαι γάμῳ, καὶ τῷ συνοικοῦντι
55πρὸς τὴν τῶν πραγμάτων τούτων οἰκονομίαν κεχρῆσθαι .... ἢ μένουσαν ἄγαμον πατῆσαι μὲν τὰς πρὸς τὸν Θεὸν συν‐ θήκας, ὑβρίσαι δὲ εἰς πρᾶγμα οὕτω σεμνὸν καὶ φρικῶδες, καθελκύσαι δὲ καὶ ἑτέρους πρὸς τὰ ναυάγια τῶν οἰκείων κακῶν; Πῶς δὲ αὐτὴν ἀντὶ πάντων ἑλέσθαι λέγεις τὸν
60Χριστὸν, τοῦ Χριστοῦ βοῶντος, «Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ»; πῶς δὲ τὸν κόσμον μισῆσαι καὶ τὰ παρόντα, πρὸς τὰς τοῦ κόσμου πείθων ἐπτοῆσθαι ἐπιθυμίας; Τίνι
δέ ποτε τῶν ἄνδρα ἐχουσῶν δυνήσῃ παραινέσαι χρημάτων περιιδεῖν, τῇ παρθένῳ συγκατασκευάζων τὸν πλοῦτον;64
65Αὐτὴν δὲ ταύτην πότε ἀφήσεις εὐπρόσεδρον εἶναι τῷ Κυρίῳ καὶ ἀπερίσπαστον, πάντα τὸν βίον καὶ τὴν σπουδὴν εἰς τὰ ἐκείνης ἀναλίσκων πράγματα; Πότε δὲ δυνήσεται ἡ παρθένος φιλοσοφῆσαι, σὲ τὸν ἄνδρα ὁρῶσα δεινὸν ἡγού‐ μενον εἶναι, εἰ τὰ ἐκείνης διασπασθείη χρήματα; πῶς δὲ
70εἴσεται ζημίας ὑπερορᾶν, πάντα σε καὶ ποιοῦντα καὶ πάσχοντα βλέπουσα, ὥστε ἐπιτείνειν αὐτῇ τὸν παρόντα πλοῦτον; Οὐχ οὕτως ἡμᾶς ἀπηλλάχθαι βούλεται πραγμά‐ των ὁ Θεὸς, ἀλλ’ ἐν τῷ τῶν ὄντων καταφρονεῖν, τῷ πάντων ἀπηρτῆσθαι τῶν βιωτικῶν. Ἀλλ’ οὐκ ἐᾶτε ὑμεῖς,
75οὐδὲ συγχωρεῖτε τοῦ Θεοῦ τὸν νόμον ἰσχύειν.

7

Τί οὖν, ἂν τῆς ἑτέρων δεηθῇ προστασίας, φησί, καὶ πολλὰ ἀνάξια ὑπομείνῃ; νῦν γὰρ οὐκ ἀνάξια τῆς παρθένου ταῦτα; Οὐδὲν οὕτως ἀνάξιον τῆς παρθένου, ὡς τὸ πλου‐ τεῖν καὶ περιβεβλῆσθαι πραγμάτων πλῆθος. Τί δαί; εἰ καὶ
5ἕτερα πρὸς τούτοις κελεύοι, οἷον δανείζειν χρυσίον, εἶτα καλέσασα ἡμᾶς εἰς τὰ συναλλάγματα μὴ πείθοι, καὶ μὴ πείσασα ἑτέρους λάβοι, ἡμεῖς ἐσόμεθα αἴτιοι; Τί δαί; εἰ καπηλείας ἄλλας τινὰς ἀνελευθέρους καὶ ἀπρεπεῖς κατα‐ σκευάζοι, εἶτα, μὴ βουλομένων ἡμῶν συμπράττειν, ἄλλων
10δεηθείη τινῶν, ἐγκαλεῖσθαι ἂν εἴημεν ἄξιοι; Οὐδαμῶς, ἀλλὰ καὶ ἐπαινεῖσθαι· τοὐναντίον γὰρ ἂν ἦν ψόγου καὶ κατηγορίας τὸ πρὸς τὰ τοιαῦτα συμβάλλεσθαι αὐταῖς καὶ συμπράττειν. Βούλει μὴ φέρεσθαι μηδὲ ἄγεσθαι τὰ χρήματα ἐκείνης; παραίνεσον αὐτῇ καταθεῖναι ἔνθα65
15μηδὲ ἀνδρὸς δεήσεται πρὸς φυλακὴν, καὶ ἀνάλωτα μένει διὰ παντός· εἰ δὲ βούλοιτο πράγματα ἔχειν, τίνος ἕνεκεν παίζειν ἐν οὐ παικτοῖς; Τὸ γὰρ παρθένον οὖσαν τοιαῦτα πράττειν, παίζειν ἐστὶ παιδιὰν οὐχὶ τέρψιν, ἀλλὰ θάνατον ἔχουσαν. Ὅταν γὰρ ὑπεύθυνον ἑαυτὴν καταστήσασα τῶν
20τοιούτων παλαισμάτων, ἀνάξια πάντα πράττῃ τῆς τοιαύτης ὑποσχέσεως, μείζων ἡ κόλασις, χαλεπωτέρα ἡ τιμωρία. Οὐκ ἤκουσας οἷον αὐτῇ νόμον ἔθηκεν ὁ Παῦλος, μᾶλλον δὲ ὁ Χριστὸς εἰπὼν δι’ ἐκείνου, ὅτι μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, καὶ «Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ
25Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι»; Ἀλλ’ ὑμεῖς οὐκ ἐᾶτε, πρὸς τὰς ἐπιθυμίας αὐτῶν πάσας ἀνδραπόδων ἀργυρωνήτων εὐκολώτερον ὑπακούοντες. Ναί, φησί· τί οὖν, ἂν ἐσχάτῃ πενίᾳ παλαίῃ; περὶ μὲν γὰρ τῶν εὐπόρων ταῦτα καλῶς εἴρηταί σοι· τὰς δὲ ἐν πτωχείᾳ καὶ ἀμελείᾳ
30πολλῇ κειμένας ποῖον ἔγκλημα ἀνορθοῦν; Εἴθε μὲν οὖν μὴ κατεβάλλετε μηδὲ ὠθεῖτε αὐτὰς πρὸς αὐτὰ τῆς ἀπωλείας τὰ βάραθρα, καὶ ἀγαπητὸν ἦν· καὶ γὰρ εἰ τῷ κελεύσαντι πενήτων προΐστασθαι πειθόμενος ταῦτα ποιεῖς, ἔχεις
ἀδελφοὺς μυρίους· ἐκεῖ τὴν καλὴν ταύτην ἐργασίαν66
35ἐπίδειξαι, ἔνθα μηδὲν ὑφορμεῖ τῶν σκανδαλίσαι δυναμένων, ὡς ἐνταῦθά γε πάσης ὠμότητος καὶ ἀπανθρωπίας χεῖρον ἡ ἐλεημοσύνη. Τί γὰρ ὄφελος, ὅταν τὸ μὲν σῶμα δια‐ τρέφῃς, τὴν δὲ ψυχὴν καταδύῃς; ὅταν ἱμάτιον μὲν δῷς, τὴν δὲ ὑπόληψιν τῶν γυμνῶν αἰσχροτέραν καταστήσῃς;
40ὅταν χρήσιμος ἐν τοῖς σωματικοῖς γενόμενος, πάντα λυμήνῃ τὰ πνευματικά; ὅταν ἐξευμαρίσας αὐτῇ τὰ ἐπὶ τῆς γῆς, ἐκβάλῃς αὐτὴν τῶν οὐρανίων; Ποία δὲ ἐλεη‐ μοσύνη, ὅταν ἡ τοῦ Θεοῦ ὑβρίζηται δόξα; ὅταν ὄνειδος ᾖ καὶ αἰσχύνη καὶ σκώμματα καὶ λοιδορίαι καὶ τῆς ἐλεου‐
45μένης αὐτῆς καὶ ἑτέρων πολλῶν τῶν δι’ ἐκείνης σκανδα‐ λιζομένων; Οὐκ ἀπὸ ἐλέου ἀλλ’ ἀπὸ ἀπανθρώπου ταῦτα γίνεται ψυχῆς καὶ ἀπηνοῦς. Εἰ γὰρ ἐξ ἐλέου καὶ φιλαν‐ θρωπίας ἐγίνετο, περὶ τοὺς ἄνδρας ταῦτα ἐπιδείκνυσθαι ἐχρῆν.

7

(50)

Ἀλλ’ αἱ γυναῖκες πλείονος δέονται προστασίας, φησίν, οἱ δὲ ἄνδρες πολλὰς ἔχουσιν ἀπὸ τῆς φύσεως ἀφορμάς. Καίτοι καὶ ἐν ἀνδράσιν εἰσὶ πολλοὶ γυναικῶν ἀσθενέστερον διακείμενοι καὶ διὰ γῆρας μακρὸν, καὶ δι’ ἀρρωστίαν, καὶ διὰ πήρωσιν σώματος, καὶ διὰ νόσους χαλεπὰς, καὶ δι’
55ἑτέρας τινὰς τοιαύτας προφάσεις· πλὴν ἀλλ’ ἐπειδὴ μάλιστα τοῦ τῶν γυναικῶν κήδεσθε γένους, ἅτε ἀσθενεστέ‐ ρου ὄντος, καὶ σφόδρα ἐλεήμονές ἐστε καὶ συμπαθεῖς πρὸς ἐκείνας, οὐδὲ ἐνταῦθα ταύτης ἀπορήσομεν τῆς προφά‐ σεως, ἀλλὰ δείξομεν ὑποθέσεις ὑμῖν, αἳ καὶ κατηγορίας67
60εἰσὶν ἀπηλλαγμέναι πάσης, καὶ πλείονα παρέξουσιν ὑμῖν τὸν μισθόν. Εἰσὶ γὰρ γυναῖκες, αἳ μὲν ὑπὸ γήρως παρα‐ λελυμέναι, αἳ δὲ τὰς χεῖρας ἐκκεκομμέναι, αἳ δὲ τοὺς ὀφθαλμοὺς πεπηρωμέναι, αἳ δὲ ἄλλα πάθη ποικίλα καὶ παντοδαπὰ πάσχουσαι καὶ τὴν τῶν παθῶν χαλεπωτέραν
65πενίαν. Ἥ τε γὰρ πενία καὶ τὸ μηδὲν ὅλως ἔχειν ἐπιτρί‐ βει τοῦ σώματος αὐταῖς τὰ νοσήματα· αὐτή τε ἡ πενία πάλιν ὑπὸ τούτων χαλεπωτέρα γίνεται καὶ ἀφορητοτέρα. Ἐπὶ τὴν τούτων ἔξελθε θήραν, ταύτας συνάγαγε· μᾶλλον δὲ οὐδὲ πόνου σοι δεῖ πρὸς τὴν συλλογήν· οὕτως πρόκειν‐
70ται πᾶσιν ἕτοιμοι τοῖς βουλομένοις ὀρέξαι χεῖρα. Κἂν χρήματα ἔχῃς, εἰς ταύτας δαπάνησον· κἂν ἰσχυρὸς ᾖς, ἐνταῦθα τὴν ἀπὸ τοῦ σώματος ὑπηρεσίαν εἰσένεγκε· πολλὰ καὶ ἐνταῦθα πράγματα ὄψῃ, καὶ σωματικῆς ὑπηρεσίας δεόμενα καὶ χρημάτων δαπάνης καὶ περιδρομῆς. Καὶ γὰρ
75οἰκήματα περιποιῆσαι ταύταις ἔργον, καὶ φάρμακα κατα‐ σκευάσαι, καὶ κλίνην καὶ ἱμάτια πρίασθαι, καὶ τροφὰς
ἐπιτηδείους, καὶ τὰ ἄλλα ἅπαντα ἐπιμελήσασθαι, κἂν δέκα ὦσι μόναι αἱ τὰ τοιαῦτα νοσοῦσαι· νυνὶ δὲ ἡ πόλις ἡμῖν τούτων ἐμπέπλησται, καὶ χιλίας καὶ δὶς τοσαύτας εὑρή‐68
80σεις. Αὗται αἱ δεόμεναι προστασίας, αὗται αἱ ἔρημοι, αὗται αἱ χαμαὶ κείμεναι· τοῦτο ἐλεημοσύνη, τοῦτο φι‐ λανθρωπία, τοῦτο εἰς δόξαν διαβαίνει Θεοῦ, καὶ τὴν τῶν ὁρώντων καὶ τὴν τῶν πασχόντων καὶ τὴν τῶν ποιούντων ὠφέλειαν κατασκευάζει. Καὶ γὰρ τῶν ἰσχυρῶν αἱ ἀσθε‐
85νέστεραι δικαιότερον ἂν βοηθοῖντο, καὶ τῶν νέων αἱ γεγηρακυῖαι, καὶ τῶν ὅλως μέτρια κεκτημένων αἱ μηδὲ τῆς ἀναγκαίας εὐποροῦσαι τροφῆς, καὶ τῶν παρὰ πολλοῖς ἐπεράστων αἱ βδελυκταὶ παρὰ πολλοῖς διὰ τὸ τῶν παθῶν δυσανάσχετον, καὶ τῶν ὕβριν προστριβομένων αἱ καὶ τὴν
90γεγενημένην ἀποτρῖψαι δυνάμεναι καὶ εὐφημίαν προσθεῖ‐ ναι. Δεῖξον τοίνυν, ὅτι διὰ τὸν Θεὸν τοῦτο ποιεῖς, καὶ τούτων ἀντιλαβοῦ. Ἂν δὲ ταύτας μὲν μηδὲ ὄναρ ἰδεῖν ἐθέλῃς, εὐπροσώπους δὲ καὶ νέας περιίῃς ἀγρεύων, καὶ τῆς ἀνελευθέρου ταύτης ἄγρας αἰτίαν μὲν ἑτέραν ἔχων οὐκ
95ἀνεκτὴν, προβαλλόμενος δὲ ἑτέραν δοκοῦσαν εἶναι εὐ‐ πρόσωπον, τὴν τῆς προστασίας, κἂν ἀνθρώπους παραλο‐ γίσῃ, ἀλλὰ τὸ ἀδέκαστον οὐκ ἀπατήσεις δικαστήριον, δι’ ἑτέραν μὲν ταῦτα ποιῶν πρόφασιν, ἄλλην δὲ προβαλλόμενος.

8

Λέγετε μὲν γὰρ διὰ τὸν Θεὸν ἅπαντα πράττειν, πράτ‐
τετε δὲ ἃ τῶν ἐχθρῶν ἐστι τοῦ Θεοῦ· τὸ γὰρ ποιεῖν τὸ ὄνομα αὐτοῦ βλασφημεῖσθαι καὶ διαβάλλεσθαι τῶν ἐχθρῶν ἐστι τοῦ Θεοῦ. Ἐγὼ δὲ καὶ ἑτέραν ὑπερβολὴν ποιοῦμαι.69
5Θῶμεν γὰρ ἀληθεύειν τὸν ταῦτα λέγοντα, καὶ ἐπιθυμίας καθαρεύειν ἁπάσης, καὶ ἐξ ἑτέρου μὲν οὐδενὸς, ἀπὸ δὲ εὐλαβείας μόνης ταύτην ἀναδέχεσθαι τὴν προστασίαν· οὐδὲ γὰρ οὕτως κολάσεως αὐτὸν ἀπηλλαγμένον εὑρήσομεν. Εἰ μὲν γὰρ ἠπόρει προφάσεων ἑτέρων, ἐν αἷς καὶ τὴν
10εὐλάβειαν ἐπιδείξασθαι ἔδει καὶ χωρὶς τῶν σκανδαλιζομέ‐ νων ψυχῶν τοῦτο ποιῆσαι· μάλιστα μὲν οὖν οὐδὲ οὕτως ταῦτα πραγματεύεσθαι ἔδει ἔνθα μείζων ἡ ζημία τοῦ κέρ‐ δους. Ποῦ γὰρ ἴσον, εἰπέ μοι, παρθένου μιᾶς ἢ δυοῖν προϊ‐ στάμενον σωματικῶν ἕνεκεν πραγμάτων ἄπειρα πλήθη
15σκανδαλίσαι κατὰ ψυχήν; Πλὴν ἀλλ’ οὐχ οὕτως ἡ κατη‐ γορία χαλεπόν· ὅταν δὲ μυρίας εὕρῃς ὁδοὺς καὶ κατηγορίας ἀπηλλαγμένας, καὶ σκανδάλων ἐλευθέρας, καὶ μείζονα ἐχούσας τὴν εὐπορίαν, τίνος ἕνεκεν σαυτῷ πράγματα πλέ‐ κεις εἰκῇ καὶ μάτην, καὶ τὸ κέρδος ὑπορύττεις, καὶ
20ἐπισφαλῶς οἰκοδομεῖς καὶ ἐπονειδίστως, παρὸν μετὰ ἀσφαλείας καὶ δόξης πολλῆς; Οὐκ οἶσθα ὅτι λαμπρὸν ἀποστίλβειν χρὴ πανταχοῦ τοῦ Χριστιανοῦ τὸν βίον, καὶ ὅτι τὴν δόξαν τις τὴν ἑαυτοῦ καταισχύνας πανταχοῦ λοιπὸν ἄχρηστος ἔσται, καὶ οὐδὲν μέγα κερδᾶναι δυνήσεται,
25κἂν μεγάλα τύχῃ κατορθῶν; «Ἂν γὰρ τὸ ἅλας μωρανθῇ,
φησίν, ἐν τίνι ἰσχύσει λοιπόν;» Ἅλας γὰρ ἡμᾶς εἶναι βούλεται καὶ φῶς καὶ ζύμην ὁ Θεὸς, ὡς καὶ ἑτέρους δύνασθαι τῆς ἐξ ἡμῶν μεταλαμβάνειν ὠφελείας. Εἰ γὰρ ἀλήπτως ζῶντες ἄνθρωποι μόλις τοὺς ἠμελημένους ἐπι‐70
30στρέψαι δύναιντ’ ἂν, εἰ καὶ λαβὴν δοίημεν αὐτοῖς, πῶς οὐ πάντοθεν ὑπεύθυνοι τῆς ἀπωλείας ἐσόμεθα τῆς ἐκείνων; Ὥσπερ γὰρ οὐκ ἔνι βίον ἔχοντα διεφθαρμένον σωθῆναί ποτε, οὕτως οὔτε δόξαν ἑαυτῷ περιθέντα πονηρὰν δυνα‐ τὸν διαφυγεῖν τὴν κόλασιν. Ἀλλ’ εἰ δεῖ τι καὶ θαυμαστὸν
35εἰπεῖν, κἂν μεγάλα τις ἁμάρτῃ, λαθὼν δὲ ἐργάσηται τοῦτο καὶ μηδένα σκανδαλίσῃ, ἐλάττονα δώσει δίκην τοῦ κατα‐ δεέστερα μὲν ἡμαρτηκότος, μετὰ παρρησίας δὲ καὶ μετὰ τοῦ πολλοὺς σκανδαλίσαι. Καὶ ἵνα μὴ θαυμάσῃς τὸ λεχθὲν, μηδὲ ὑπερβολὴν κατα‐
40γνῷς τοῦ λόγου, τὴν ψῆφόν σοι ταύτην οἴσομεν ἐκ τοῦ οὐρανοῦ, καὶ τὸν νόμον τοῦτον ἐκεῖθεν ἀναγνωσόμεθα. Τὸν γὰρ μακάριον Μωσέα, καὶ πάντων ἀνθρώπων πραότατον τῶν ἐπὶ τῆς γῆς, καὶ τῷ Θεῷ φίλον, καὶ προφητῶν μεί‐ ζονα—τοῖς μὲν γὰρ ἄλλοις δι’ αἰνιγμάτων διελέχθη,
45τούτῳ δὲ ὡς ἂν εἰ φίλος πρὸς φίλον· τοῦτον τοίνυν τὸν τοιοῦτον, τὸν μυρία κατὰ τὴν ἔρημον ταλαιπωρηθέντα ἐπὶ ἔτεσιν τοσούτοις, τὸν περὶ τῶν ἐσχάτων κινδυνεύσαντα πολλάκις, παρά τε Αἰγυπτίοις ὑπὲρ Ἰουδαίων, καὶ παρὰ
Ἰουδαίοις ὑπὲρ αὐτῶν πάλιν τῶν ἀγνωμόνων ἐκείνων, οὐδὲν71

8

(50)

ἕτερον ἐκώλυσε μετὰ τὰς πολλὰς ταλαιπωρίας ἐκείνας καὶ τὰ μυρία κατορθώματα τῆς ἐπαγγελίας τυχεῖν, ἢ τὸ σκαν‐ δαλίσαι τοὺς συνόντας αὐτῷ ἐπὶ τοῦ ὕδατος. Καὶ τοῦτο αἰνιττόμενος ὁ Θεὸς ἔλεγεν, «Ὅτι οὐκ ἐπιστεύσατέ μοι ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἱσραὴλ, διὰ τοῦτο οὐκ
55εἰσάξετε τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς.» Καίτοι καὶ πρὸ τούτου τινὰ παρήκουσε (καὶ γὰρ ἀντεῖπε τῷ Θεῷ καὶ ἅπαξ καὶ δὶς πεμπόμενος εἰς Αἴγυπτον, καὶ μετὰ ταῦτα ἐπὶ τῆς ἐρήμου διηπίστησε λέγων, «Ἑξα‐ κόσιαι χιλιάδες εἰσὶ πεζῶν, καὶ σὺ εἶπας, Κρέα δώσω
60αὐτοῖς, καὶ φάγονται μῆνα ἡμερῶν. Μὴ πρόβατα καὶ βόες σφαγήσονται, ἢ πᾶν τὸ ὄψον τῆς θαλάσσης συναχθήσεται, καὶ ἀρκέσει αὐτοῖς;» καὶ μετὰ ταῦτα δὲ πάλιν ἀπεδυσπέ‐ τησε, καὶ τοῦ δήμου τὴν προστασίαν παρῃτήσατο)· ἀλλ’ ὅμως οὐδὲν τούτων ἴσχυσεν αὐτὸν ἀποστερῆσαι τῶν ἄθλων
65τῶν προκειμένων, ἀλλ’ ἢ τὸ ἐπὶ τοῦ ὕδατος συμβὰν μόνον· τῇ μὲν γὰρ φύσει ἐκείνων ἔλαττον ἦν, τῷ δὲ μετὰ τῆς ἑτέρων γενέσθαι βλάβης, πολλῷ μεῖζον ἐγένετο. Ἐκεῖνα μὲν γὰρ ἰδίᾳ καὶ λανθανόντως συνέβη, τοῦτο δὲ φανερῶς καὶ ἐπὶ τοῦ δήμου παντὸς ἡμαρτάνετο. Διὰ τοῦτο καὶ
70ἐγκαλῶν ὁ Θεὸς τοῦτο ᾐνίξατο εἰπὼν, «Ὅτι οὐχ ἡγιάσατέ με ἐναντίον τῶν υἱῶν Ἰσραήλ», τῆς ἁμαρτίας αὐτῶν τὴν φύσιν ἐκκαλύπτων, καὶ ὅθεν γέγονεν ἀσύγγνωστος, παρα‐ δηλῶν. Εἰ δὲ τηλικοῦτον ἄνδρα τοῦτο προσκροῦσαι ἐποίη‐
σεν, ἡμᾶς τοὺς σκώληκας καὶ οὐδαμινοὺς πῶς οὐ καταδύσει72
75τοῦτο καὶ ἀπολεῖ; Οὐδὲν γὰρ οὕτως παροξύνει τὸν Θεὸν, ὡς ὅταν τὸ ὄνομα αὐτοῦ βλασφημῆται. Καὶ τοῖς Ἰουδαίοις δὲ τοῦτο ἄνω καὶ κάτω διετέλεσεν ἐγκαλῶν ὅτι, «Τὸ ὄνομά μου βεβηλοῦται·» καὶ πάλιν, «Ὑμεῖς βεβηλοῦτε αὐτό·» καὶ «Δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι·»
80καὶ τοσαύτη αὐτῷ τοῦ μὴ συμβαίνειν τοῦτο γέγονε πρόνοια, ὡς καὶ ἀναξίους σῶσαι πολλάκις, ἵνα μὴ τοῦτο γένηται. «Ἐποίησα γὰρ, φησίν, ἵνα μὴ τὸ ὄνομά μου βεβηλωθῇ·» καὶ «Οὐ δι’ ὑμᾶς ἐγὼ ποιῶ, οἶκος τοῦ Ἰσραὴλ, ἀλλ’ ἵνα τὸ ὄνομά μου μὴ βεβηλωθῇ.» Καὶ ὁ Παῦλος δὲ ἀνάθεμα
85ηὔξατο εἶναι ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης· καὶ αὐτὸς ὁ Μωσῆς ἐξαλειφθῆναι τῆς βίβλου παρεκάλεσεν ὑπὲρ τῆς δόξης τοῦ ὀνόματος τοῦ Θεοῦ· ὑμεῖς δὲ οὐ μόνον οὐδὲν αἱρεῖσθε παθεῖν, ὥστε ταύτην ἀποκρούσασθαι τὴν βλασφη‐ μίαν, ἀλλὰ καὶ πάντα πράττετε, δι’ ὧν αὔξετέ τε αὐτὴν
90καὶ ἐπιτείνετε καθ’ ἑκάστην ἡμέραν. Τίς οὖν ἡμᾶς παραι‐ τήσεται, τίς δὲ συγγνώσεται; Οὐκ ἔστιν οὐδείς. Τοσαύτην δὲ πρόνοιαν καὶ ὁ Θεὸς ποιεῖται καὶ οἱ ἅγιοι τοῦ μὴ βλα‐ σφημεῖσθαι τὸ ὄνομα αὐτοῦ, οὐχ ὡς τοῦ Θεοῦ δεομένου τῆς δόξης τῆς παρ’ ἡμῶν (ἀνενδεὴς γάρ ἐστι καὶ τέλειος), ἀλλ’
95ὡς πολλῆς ἀπὸ τοῦ πράγματος τοῖς ἀνθρώποις γινομένης βλάβης. Ὅταν γὰρ πρὸς αὐτοὺς διαβληθῇ τὸ τοῦ Θεοῦ
ὄνομα καὶ ἡ δόξα, οὐδὲν αὐτοὺς ὠφελεῖ λοιπόν· εἰ δὲ ὁ Θεὸς διαβαλλόμενος οὐδὲν ὠφελεῖ, πολλῷ μᾶλλον ἡμεῖς.73

9

Πάντα οὖν πράττωμεν, ὥστε μηδεμίαν γενέσθαι πρό‐ φασιν σκανδάλου· ἀλλὰ κἂν ἀδίκως ἐγκαλῶσι πείθωμεν, καὶ διαλύωμεν τὰ ἐγκλήματα, καὶ μιμώμεθα τοὺς ἁγίους, οἳ τοσαύτην ἐποιοῦντο σπουδὴν καὶ τῆς τοῦ Θεοῦ δόξης καὶ
5τῆς αὑτῶν, διὰ τὴν τοῦ Θεοῦ. Μὴ δὴ πάντα ῥίψαντες ἁπλῶς καὶ καταπατήσαντες ἀρκεῖν ἡγώμεθα πρὸς ἀπολο‐ γίαν ἡμῖν, ἐὰν εἴπωμεν ὅτι θοἰμάτιον ἐπριάμεθα παρθένῳ καὶ ὑποδήματα, καὶ τὰ ἄλλα τὰ κατὰ τὴν σωματικὴν ἀνάπαυσιν εὖ διεθήκαμεν. Καὶ τίς οἰκονομήσει, φησί, τὰ
10κατὰ τὴν οἰκίαν ἡμῖν; τίς δὲ ἐπόψεται τὰ ὄντα, τίς δὲ προστήσεται, καὶ ἡμῶν ἔξω διατριβόντων καὶ γυναικὸς ἔνδον οὐκ οὔσης; Καὶ γὰρ καὶ ταῦτα λέγουσιν ἐναντία τιθέντες τοῖς προτέροις καὶ αἰσχρότερα, καὶ οὐδενὸς αὐτοῖς μέλει τούτων, οὐδὲ αἰσχύνονται καθάπερ οἱ
15μεθύοντες τὸ ἐπελθὸν ἅπαν φθεγγόμενοι. Διὸ μηδὲ ἡμεῖς ἀποκάμωμεν, κἂν τοιαῦτα ᾖ τὰ λεγόμενα, ὡς μηδὲ ἀποκρί‐ σεως τινὸς ἀξιοῦσθαι· μὴ ἀποκάμωμεν καὶ ἀποκρινόμενοι, καὶ πρᾴως αὐτοῖς διαλεγόμενοι, ἕως ἂν τῆς μέθης αὐτοὺς ἀπαλλάξωμεν ταύτης, τό γε εἰς ἡμᾶς ἧκον. Αἰσχύνομαι
20μὲν γὰρ καὶ ἐρυθριῶ ταῦτα ἐπιχειρῶν ἀνατρέπειν, ἃ ἀντιλέγειν οὐκ ἐρυθριῶσιν ἐκεῖνοι· οἰστέον δὲ ὅμως τὴν
αἰσχύνην διὰ τὸ λυσιτελοῦν τοῖς οὐκ αἰσχυνομένοις. Καὶ γὰρ ἄτοπον ἐγκαλοῦντας αὐτοῖς τὴν τῶν σκανδαλιζο‐ μένων ἀδελφῶν ὑπεροψίαν αὐτοὺς δι’ αἰσχύνην τὴν τού‐74
25των ὑπερορᾶν θεραπείαν. Τίνα γὰρ λέγουσι τὰ ἔνδον, εἰπέ μοι, ὧν εἰς τὴν προστασίαν τῆς παρθένου τὴν χρείαν ἀναγκαίαν εἶναι νομίζουσι; παιδισκῶν σοι πλήθη βαρβά‐ ρων ἐστὶ καὶ νεωνήτων καὶ δεῖ ταύτας ῥυθμίζεσθαι καὶ πρὸς ἐριουργίαν καὶ πρὸς τὴν ἄλλην διακονίαν; ἀλλὰ
30ταμιεῖον χρημάτων πολλῶν καὶ ἱματίων πολυτελῶν, καὶ δεῖ φύλακα ἔνδον καθῆσθαι διὰ παντὸς, καὶ τῇ τῶν οἰκετῶν κακουργίᾳ τοὺς ὀφθαλμοὺς ἐπιτειχίζεσθαι τῆς παρθένου; ἀλλὰ δεῖπνα καὶ συμπόσια συνεχῶς ἐπιτελεῖς, καὶ χρὴ τὴν οἰκίαν καλλωπίζεσθαι, καὶ μαγείρους καὶ
35τραπεζοποιοὺς τῆς προνοίας ἀπολαύειν τῆς παρθένου; ἀλλὰ πολύτροποι δαπάναι καὶ συνεχεῖς, καὶ δεῖ τινα ἐφεστάναι διὰ παντὸς, ὅπως τὰ μὲν φυλάττοιτο μετὰ ἀκριβείας, τὰ δὲ μὴ μάτην ἐκρέοι τῆς οἰκίας; Οὐδὲν τούτων, φησίν· ἀλλ’ ὅπως αὐτὸ τὸ κιβώτιον καὶ τὸ ἱμάτιον
40καὶ τὴν ἄλλην ἐπιβλέποι πενίαν, ὅπως εὐτρεπίζοι τὴν τράπεζαν, καὶ τὴν εὐνὴν στρωννύοι, καὶ πῦρ ἀνακαίοι,
καὶ περιπλύνοι πόδας, καὶ τὴν ἄλλην ἀνάπαυσιν παρέχοι πᾶσαν. Εἶτα ἀντὶ τῆς μικρᾶς καὶ ψυχρᾶς ἀναπαύσεως ταύτης τοσαύτην οἴσομεν κακηγορίαν, τοσαῦτα ὑποστησό‐75
45μεθα ὀνείδη; Καὶ πόσῳ βέλτιον ἀδελφὸς ταῦτα διακονήσεται καὶ εὐκολώτερον; τῇ τε γὰρ φύσει ἰσχυρότερος γυναικὸς ὁ ἀνὴρ, τῇ τε χρείᾳ οἰκειότερος ἡμῖν, καὶ οὐχ οὕτω δαπανη‐ ρός. Ἡ μὲν γὰρ γυνὴ, ἅτε ἁπαλωτέρα οὖσα, καὶ στρωμνῆς

9

(50)

δεῖται μαλακωτέρας, καὶ λεπτοτέρας ἐσθῆτος, καὶ κόρης ἴσως πάλιν διακονησομένης αὐτῇ, καὶ οὐ τοσαύτην ἡμῖν παρέχει διακονίαν, ὅσης αὐτῇ δεῖ παρ’ ἡμῶν· ὁ δὲ ἀδελφὸς πάντων τούτων ἀπήλλακται· εἰ δέ τινος καὶ δεηθείη, τῶν αὐτῶν ἡμῖν δεήσεται. Τοῦτο δὲ οὐ μικρὸν εἰς εὐκολίαν
55ἐστί, τὸ μὴ διαφόρων, ἀλλὰ τῶν αὐτῶν ἐν χρείᾳ καθεστά‐ ναι τοὺς συνοικοῦντας· ὅπερ ἐπὶ τῆς παρθένου οὐκ ἔνι. Πρῶτον μὲν γὰρ ἄν τε λούσασθαι δέῃ, ἄν τε κάμνῃ τὸ σῶμα, οὔτε ὁ ἀδελφὸς αὐτῇ πρὸς ταῦτα διακονήσεται, κἂν σφόδρα ἕληται ἀσχημονεῖν, οὔτε αὐτὴ αὑτῇ ἀρκέσαι δυνή‐
60σεται· ἂν δὲ ἀδελφοὶ οἱ συνοικοῦντες ὦσιν, ἀντιδώσουσιν ἀλλήλοις τὴν ὑπηρεσίαν ταύτην. Πάλιν ὅταν καθεύδειν δέῃ, παρθένου μὲν ἔνδον καθημένης, καὶ κλίνας εἶναι δύο χρὴ, καὶ στρώματα διπλᾶ καὶ ἐπιβλήματα, ἢν δὲ εὖ φρονῶσι, καὶ οἰκήματα· ἀδελφῶν δὲ ὄντων, πάλιν τὰ τῆς
65χρείας συστέλλεται, ἅτε οἰκειοτέρας οὔσης. Καὶ γὰρ οἶκος εἷς, καὶ προσκεφάλαιον ἓν, καὶ κλίνη μία, καὶ ἐπιβλήματα ἀμφοτέροις ἀρκέσει τὰ αὐτά· καὶ ὅλως εἴ τις ἅπασαν ἐπεξίοι τὴν διακονίαν, ἐνταῦθα μὲν πολλὴν τὴν εὐκολίαν εὑρήσει, ἐκεῖ δὲ τὴν δυσκολίαν. Καὶ παρίημι τὴν ἀσχη‐76
70μοσύνην τῆς οἰκίας· οἷον γάρ ἐστιν ἀνελθόντα εἰς ἀνδρὸς μονάζοντος οἰκίαν ὁρᾶν ὑποδήματα γυναικεῖα κρεμάμενα, καὶ διαζώματα, καὶ κεφαλόδεσμα, καὶ καλαθίσκους, καὶ ἠλακάτην, καὶ κερκίδας, καὶ κτένας, καὶ ἱστοπόδην, καὶ τὰ ἄλλα ἅπερ οὐκ ἔνι κατὰ μέρος λέγειν ἅπαντα. Ἢν δὲ καὶ
75ἐπὶ τῆς εὐπόρου ταῦτα ἐξετάζῃς, πλείων ὁ γέλως. Πρῶ‐ τον μὲν γὰρ ἐν ἀγέλῃ θεραπαινίδων τοσούτων μόνος στρέφεται μέσος, καθάπερ ἐπὶ τῆς ὀρχήστρας ἐν τῷ χορῷ τῶν γυναικῶν ὁ τοῖς ὑπορχουμένοις ὑπᾴδων χορευτής· οὗ τί γένοιτ’ ἂν αἰσχρότερον καὶ ἀτιμότερον; Ἔπειτα
80διαρρήγνυται τὴν ἡμέραν ὅλην πρὸς οἰκέτας ἀγανακτῶν ὑπὲρ τῶν τῇ γυναικὶ προσηκόντων πραγμάτων. Ἢ γὰρ ἀνάγκη σιγᾶν, καὶ πάντων παραμελοῦντα παρ’ ἐκείνης ἐπιτιμᾶσθαι, ἢ λέγοντα καὶ ἐπιπλήττοντα ἀσχημονεῖν· καὶ ὅρα τὸ συμβαῖνον. Ὁ γὰρ τῶν βιωτικῶν πραγμάτων μηδὲ
85ἐγγὺς γενέσθαι κελευσθεὶς, οὐχ ἁπλῶς βιωτικῶν, ἀλλὰ καὶ τῶν γυναικείων ἐνδοτέρω γίνεται· καὶ γὰρ σκεύη γυναι‐ κεῖα ἐκδοῦναι οὐ παραιτήσονται, ἀλλ’ ἐπιστήσονται τοῖς ἀργυροκόποις συνεχῶς ἐρωτῶντες, εἰ τὸ κάτοπτρον κατε‐
σκεύασται τῆς κυρίας, εἰ τὸν κάδον ἀπήρτισαν, εἰ τὸ77
90ληκύθιον ἀπέδωκαν. καὶ γὰρ εἰς τοῦτο πάντα ἧκε διαφθο‐ ρᾶς, ὡς τῶν βιωτικωτέρων μᾶλλον τὰς πολλὰς τῶν παρ‐ θένων τούτοις κεχρῆσθαι τοῖς σκεύεσιν.

10

Ἐκεῖθεν πάλιν πρὸς τὸν μυρεψὸν ἔδραμεν ὑπὲρ τῶν τῆς κυρίας δια‐ λεξόμενος ἀρωμάτων· πολλάκις δὲ ὑπὲρ πλείονος σπουδῆς καὶ ὑβρίσαι τὸν πένητα οὐ παραιτήσεται (καὶ γὰρ καὶ
5μύροις χρῶνται παρθένοι ποικίλοις τε καὶ πολυτελέσιν)· εἶτα ἀπὸ τοῦ μυρεψοῦ πρὸς τὸν τὰς ὀθόνας πωλοῦντα, καὶ ἀπ’ ἐκείνου πάλιν πρὸς τὸν σκηνοποιόν. Οὐδὲ γὰρ τὰ μικρὰ ταῦτα αἰσχύνονται ἐπιτάττειν, ἐπειδὴ σφόδρα ὁρῶσιν αὐτοὺς ὑπακούοντας καὶ χάριν ἔχοντας ἐπιτατ‐
10τούσαις αὐταῖς, ἢ ἑτέροις διακονουμένοις. Ἐντεῦθεν πάλιν, ὅταν ἐπισκευάσαι τι δέῃ τῆς περιφορητῆς ἐκείνης σκηνῆς, καὶ μέχρις ἑσπέρας αὐτῆς ἄσιτοι διατελοῦσι, τοῖς ἐργα‐ στηρίοις προσηλωμένοι. Καὶ οὐ τοῦτό που τὸ θαυμαστὸν, ἀλλ’ ὅτι καὶ τοῖς ταλαιπώροις οἰκέταις εἰσὶν ἐπαχθεῖς,
15καὶ πολλὴ κατ’ αὐτῶν ὕβρις καὶ ἀγανάκτησις καὶ κραυγή. Ἐννόησον δὲ ὅσαι ἐκ τούτων αἱ κακηγορίαι· οἰκέτης γὰρ ὑβρισθεὶς, καὶ ὑπὲρ τοιούτων πραγμάτων, ἐπεὶ μηδενὶ τρόπῳ τὸν ὑβρικότα ἀμύνασθαι ἔχει, διὰ τῆς γλώττης τοῦτο ποιεῖ καὶ τῆς λαθραίας κατηγορίας, οὐδενὸς φειδό‐
20μενος τῶν ἐμπλῆσαι δυναμένων αὐτῷ τὸν θυμὸν, ἀλλὰ μετὰ τοσαύτης ὑπερβολῆς τῇ ἀμύνῃ κέχρηται ταύτῃ, μεθ’ ὅσης εἰκὸς οἰκέτην ὄντα, καὶ τοιαῦτα ὑβρισμένον, καὶ ταύτην ἔχοντα μόνην παραμυθίαν τῶν οἰκείων κακῶν κατὰ τοῦ λελυπηκότος. Ὁ δὲ τῇ πενιχρᾷ συζῶν ἀργυροκόποις μὲν78
25οὐ διαλέξεται, οὐ γὰρ ἐᾷ, φησίν, ἡ πενία, οὐδὲ προσεδρεύσει μυροπώλοις, ὑποδηματορράφοις δὲ καὶ ὑφάνταις καὶ ποι‐ κιλταῖς καὶ βαφεῦσιν ἐνοχλήσει πολλάκις. Καὶ τί δεῖ πᾶσαν καταλέγειν τὴν ἀσχημοσύνην, οἷον, ὅταν εἰς οἰκήματα εἰσίωσι στήμονα καὶ κρόκην πωλοῦντες, ὅταν εἰς τὴν
30ἀγορὰν περιίωσιν αὐτὰ ταῦτα πάλιν ζητοῦντες; Καὶ ταῦτα μὲν ἐν ταῖς οἰκίαις καὶ ἐν ταῖς ἀγοραῖς, καὶ τούτων πολὺ καταγελαστότερα ὑπομένουσιν. Ἐπὶ δὲ τῆς ἐκκλησίας οὐδὲ ἔστιν εἰπεῖν τὴν αἰσχύνην. Ὥσπερ γὰρ δέον μηδένα τόπον ἀγνοεῖν αὐτῶν τὴν
35ὕβριν καὶ τὴν ἀνελεύθερον ταύτην δουλείαν, οὕτω καὶ ἐν τῷ ἁγίῳ τούτῳ καὶ φρικωδεστάτῳ χωρίῳ πᾶσιν αὐτῶν τὴν ἀκρασίαν ἀνακηρύττουσι καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ καλλωπίζονται ἐφ’ οἷς ἐπαισχύνεσθαι ἔδει. Ἀπό τε γὰρ τῶν θυρῶν αὐτὰς ἔξωθεν δεχόμενοι, καὶ ἀντὶ
40τῶν εὐνούχων γινόμενοι σοβοῦσιν, καὶ προηγούμενοι μέγα φρονοῦσιν, ὁρώντων ἁπάντων, καὶ οὐ καταδύονται, ἀλλὰ καὶ ἐπαγάλλονται· καὶ ἐν αὐτῷ δὲ τῷ φρικωδεστάτῳ τῶν
μυστηρίων καιρῷ πολλὰ πρὸς τὴν ἐκείνων ἀρεσκείαν διακονοῦνται, πολλοῖς τῶν ὁρώντων λαβὰς παρέχοντες.79
45Αἱ δὲ ἄθλιαι καὶ ταλαίπωροι, δέον ἀπείργειν αὐτοὺς τῆς τοιαύτης χάριτος, καὶ ἐναβρύνονται καὶ μέγα φρο‐ νοῦσι. Καίτοι τίς ἂν ἢ ταύταις ἢ ἐκείνοις, εἴ γε ἤμελλεν ἀράν τινα ἐπαρᾶσθαι, ταύτης ἂν ηὗρε χαλεπωτέραν, ἢ ὥστε μυρίους μάρτυρας ἔχειν τῆς ἀκολασίας αὐτῶν,

10

(50)

καὶ ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς ἀσχημονεῖν; Τί δεῖ λέγειν ὅσα ἐν αὐταῖς ταῖς ἐκκλησίαις ἀνατρέπεται διὰ τὴν τούτων χάριν, ὅσα τῶν τοῦ Θεοῦ προσταγμάτων ἀμε‐ λεῖται παρὰ πολλῶν, ὥστε μὴ παροξυνθῆναι ταύτας; καὶ τί λέγω, μὴ παροξυνθῆναι; μόνον ἄν τις αὐτῶν
55σκυθρωπὸν εἰς αὐτοὺς ἴδῃ καὶ ἀηδὲς, πάντα αἱροῦνται ὑπομένειν, ἢ τοῦτο παθοῦσαν ἐκείνην περιιδεῖν. Ἀλλὰ γὰρ μέχρι τίνος καὶ ἡμεῖς ἀσχημονοῦμεν τὰ ἐκείνων διηγούμενοι πάντα; Οὐ γὰρ δὴ τοῦτο προειλόμεθα, ἐπεὶ πολλῶν ἂν καὶ μακρῶν ἡμῖν ἐδέησε λόγων πάντα
60διεξιοῦσι· μᾶλλον δὲ πάντα μὲν οὐδὲ βουλομένοις δυνατὸν ἦν εἰπεῖν, ὀλίγα δὲ ἐκ πολλῶν συνθέντας, καὶ οὕτως ἱκανὸν ἦν ἐργάσασθαι τὸ μῆκος· ἀλλ’ οὐκ εἰς τοῦτο ἥκομεν, ἀλλὰ καὶ τούτων ἄκοντες ἐμνημονεύσαμεν, ὥστε μικρὸν ἐπιστύψαι τοὺς νοῦν ἔχοντας τῶν ἀκροωμένων·
65λοιπὸν δὲ παρακαλεῖν χρὴ καὶ ἱκετεύειν. Δέομαι δὴ καὶ ἀντιβολῶ, καὶ τῶν γονάτων προκυλινδοῦμαι τῶν ὑμετέρων,
καὶ πᾶσιν ἱκετηρίαν τίθημι, πείσθητε, καὶ ἀνενέγκωμεν ἀπὸ ταύτης τῆς μέθης, καὶ ἑαυτῶν γενώμεθα, καὶ τὴν τιμὴν ἐπιγνῶμεν, ἣν ἔδωκεν ἡμῖν ὁ Θεὸς, καὶ τοῦ Παύλου80
70βοῶντος ἀκούσωμεν, «Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων·» καὶ παυσώμεθα δουλεύοντες γυναιξὶν ἐπὶ τῷ κοινῷ πάντων ἡμῶν ὀλέθρῳ. Στρατιώτας ἡμᾶς ὁ Χριστὸς εἶναι βούλεται γενναίους καὶ ἀθλητάς. Οὐ διὰ τοῦτο ἡμᾶς ὥπλισεν τοῖς ὅπλοις τοῖς πνευματικοῖς, ἵνα κορῶν τριωβολιμαίων
75ἀναδεξώμεθα ὑπηρεσίαν, ἵνα περὶ ἔρια καὶ ἱστοὺς καὶ τὰς τοιαύτας στρεφώμεθα διακονίας, ἵνα νηθούσαις καὶ ὑφαινούσαις παρακαθώμεθα γυναιξὶν, ἵνα διατελῶμεν πᾶσαν ἡμέραν καὶ ἤθη καὶ ῥήματα γυναικεῖα εἰς τὴν ἑαυτῶν ἐναποματτόμενοι ψυχήν· ἀλλ’ ἵνα βάλλωμεν τὰς ἀοράτους
80δυνάμεις τὰς ἀντικειμένας ἡμῖν, ἵνα πλήττωμεν τὸν στρατηγοῦντα αὐταῖς διάβολον, ἵνα ἐλαύνωμεν τὰς ἀγρίας τῶν δαιμόνων φάλαγγας, ἵνα κατασκάπτωμεν αὐτῶν τὰ ὀχυρώματα, ἵνα τὰς ἐξουσίας τοῦ κοσμοκράτορος τοῦ σκότους δήσαντες αἰχμαλώτους ἀγάγωμεν, ἵνα τὰ πνευ‐
85ματικὰ τῆς πονηρίας φυγαδεύσωμεν, ἵνα πῦρ πνέωμεν, ἵνα πρὸς καθημερινοὺς θανάτους ὦμεν ἕτοιμοι καὶ παρε‐ σκευασμένοι. Διὰ τοῦτο ἐνέδυσεν ἡμᾶς τὸν θώρακα τῆς δικαιοσύνης, διὰ τοῦτο ἔζωσε τὴν ζώνην τῆς ἀληθείας,
διὰ τοῦτο περιέθηκε τὴν περικεφαλαίαν τοῦ σωτηρίου, διὰ81
90τοῦτο ὑπέδησεν τῇ ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, καὶ τὴν μάχαιραν ἐνεχείρισεν τοῦ πνεύματος, διὰ τοῦτο πῦρ ἀφῆκεν εἰς τὰς ἡμετέρας ψυχάς.

11

Εἴ τινα οὖν, εἰπέ μοι, τῶν στρατιωτῶν μετὰ τὸ περιθέσθαι τὸ κράνος, τὰς κνημῖδας, τὸν θώρακα, μετὰ τὸ λαβεῖν τὸ ξίφος, τὴν ἀσπίδα, τὸ δόρυ, τὰ τόξα, τὰ βέλη, τὴν φαρέτραν, τῆς τε
5σάλπιγγος λαμπρὸν ἠχούσης καὶ πάντας ἔξω καλούσης, τῶν τε πολεμίων σφοδρὸν πνεόντων καὶ τὴν πόλιν ἐκ βάθρων ἀνασπάσαι παρεσκευασμένων, εἶδες οὐκ ἐπὶ τὴν παράταξιν ἔξω τρέχοντα, ἀλλ’ εἰς οἰκίαν εἰσιόντα, καὶ γυναικὶ παρακαθήμενον μετὰ τῶν ὅπλων ἐκείνων· ἆρ’ οὐκ
10ἂν, εἴ γε ἐξῆν, μέσον τὸ ξίφος διήλασας, μηδὲ λόγου μεταδούς; Εἰ δὲ σὺ τοσαύτης ἂν ἐνεπλήσθης ὀργῆς, πῶς οἴει τὸν Θεὸν ἐπὶ τοῖς πολὺ τούτων ἀτοπωτέροις δια‐ κείσεσθαι; Τοσούτῳ γὰρ αἰσχρότερα ταῦτα ἐκείνων καὶ ἀτοπώτερα, ὅσῳ καὶ ὁ πόλεμος χαλεπώτερος, καὶ οἱ
15πολέμιοι σφοδρότεροι, καὶ τὰ ἆθλα περὶ ὧν ὁ πόλεμος μείζω, καὶ πάντα ἁπλῶς τοσοῦτον ἐξήλλακται, ὅσον ἀληθείας καὶ σκιᾶς τὸ μέσον. Μὴ δὴ καταμαλάττωμεν ἡμῶν τὴν ἰσχὺν, μηδὲ ἐκκόπτωμεν τὰ νεῦρα ταῖς ὁμιλίαις ταύταις· καὶ γὰρ ἄφατος καὶ πολλὴ ταῖς ψυχαῖς ἡμῶν
20ἐντεῦθεν εἰσρεῖ κακία. Τί γὰρ, εἰ καὶ μὴ αἰσθανοίμεθα τῇ φιλίᾳ μεθύοντες; τοῦτο γὰρ αὐτὸ καὶ τὸ πάντων ἐστὶ δεινότατον, ὅτι οὐδὲ ἴσμεν ὅπως ἐκνευριζόμεθα καὶ κηροῦ γινόμεθα παντὸς μαλακώτεροι. Καθάπερ γάρ τις λέοντα γαῦρον καὶ βλοσυρὸν βλέποντα λαβὼν, εἶτα ἀποκείρας μὲν82
25τὴν κόμην, ἀνελὼν δὲ τοὺς ὀδόντας καὶ περιελὼν τοὺς ὄνυχας, αἰσχρὸν ποιεῖ καὶ καταγέλαστον καὶ παιδίοις εὐκαταγώνιστον τὸν φοβερὸν καὶ ἀφόρητον καὶ ἀπὸ μόνου τοῦ βρυχήματος πάντα σείοντα· οὕτω δὴ καὶ αὗται πάντας ὅσους ἐὰν λάβωσιν εὐχειρώτους τῷ διαβόλῳ ποιοῦσι,
30μαλακωτέρους, θερμοτέρους, ἀναισχύντους, ἀνοήτους, ἀκροχόλους, θρασεῖς, ἀκαίρους, ἀγεννεῖς, ἀπηνεῖς, δου‐ λοπρεπεῖς, ἀνελευθέρους, ἰταμοὺς, φλυάρους, καὶ ἁπλῶς πάντα τὰ γυναικεῖα ἤθη τὰ διεφθαρμένα φέρουσαι εἰς τὰς τούτων ἐναπομάττονται ψυχάς.
35 Καὶ γὰρ ἀμήχανον τὸν γυναιξὶ συνοικοῦντα μετὰ συμπα‐ θείας τοσαύτης, καὶ ταῖς ἐκείνων ἐντρεφόμενον ὁμιλίαις, μὴ ἀγύρτην τινὰ εἶναι καὶ ἀγοραῖον καὶ συρφετώδη. Καὶ γὰρ ἂν φθέγγηταί τι, πάντα ἀπὸ τῶν ἱστῶν καὶ τῶν ἐρίων φθέγξεται, τῆς γλώττης αὐτοῦ τῇ ποιότητι τῶν γυναικείων
40ἀναχρωσθείσης ῥημάτων· κἂν ποιῇ τι, μετὰ πολλῆς τοῦτο ἐργάσεται δουλοπρεπείας, πόρρω τῆς Χριστιανοῖς πρεπού‐ σης ἐλευθερίας ἑαυτὸν ἀποικίσας καὶ πρὸς οὐδὲν τῶν
μεγάλων κατορθωμάτων γινόμενος χρήσιμος. Καὶ γὰρ, εἰ πρὸς τὰ βιωτικὰ καὶ πολιτικὰ πράγματα ἄχρηστος ὁ τοιοῦ‐83
45τος, πολλῷ μᾶλλον πρὸς τὸ τῶν πνευματικῶν μέγεθος, ἃ τοσούτῳ δεῖται γενναιοτέρων ἀνδρῶν, ὡς μηδὲ ἅπτεσθαι αὐτῶν δύνασθαι τοὺς μέλλοντας αὐτὰ μετιέναι, εἰ μὴ ἄγγελοι γένοιντο ἐξ ἀνθρώπων. Οὐκ αὐτοὶ δὲ μόνον κακίαν ὑποδέχονται τοσαύτην, ἀλλὰ καὶ ἐκείναις ἠθῶν διε‐

11

(50)

φθαρμένων αἴτιοι γίνονται. Καθάπερ γὰρ οὗτοι σφόδρα αὐταῖς ἀρέσκειν βουλόμενοι τῆς ἁρμοττούσης πολιτείας ἐκβαίνουσιν, οὕτω καὶ αὗται τῆς προσηκούσης αὐταῖς αἰδοῦς δι’ ἐκείνους ἐκπίπτουσιν, τὴν πονηρὰν αὐτοῖς καὶ ὀλέθριον παρέχουσαι ταύτην ἀντίδοσιν. Καὶ γὰρ καὶ καλ‐
55λωπίζονται περιεργότερον, καὶ σχήματος καὶ βαδίσματος τεθρυμμένου πολλὴν ποιοῦνται πρόνοιαν, καὶ τὰ μὴ προσή‐ κοντα διὰ πάσης φλυαροῦσιν τῆς ἡμέρας· ἐπειδὴ γὰρ ὁρῶσι τερπομένους τοῖς ἀκολάστοις τούτοις ἤθεσι καὶ ῥήμασι, πάντα ἐπιτηδεύουσι, δι’ ὧν κατέχειν αὐτοὺς αἰχμαλώτους
60δυνήσονται. Ἀλλ’ ἂν ἐθελήσωμεν μικρὸν ἀνενεγκόντες ἡμῶν αὐτῶν γενέσθαι, καὶ ἐκείνας κερδανοῦμεν καὶ ἡμᾶς αὐτοὺς καὶ τοὺς ἄλλους ἅπαντας· καὶ ὥσπερ νῦν τῆς τῶν πολλῶν ἀπωλείας κατέστημεν ὑπεύθυνοι, οὕτως τότε τῆς πάντων σωτηρίας ἀποληψόμεθα τὸν μισθὸν, καὶ ὧν δὲ
65ἀπολαύομεν νῦν αἰσχρῶς, τότε μετὰ πολλῆς ἀπολαυσόμεθα
τῆς τιμῆς. Τί γὰρ, εἰπέ μοι, βούλει τιμᾶσθαι παρὰ γυναι‐ κῶν; Μάλιστα μὲν οὖν ἀνάξιον τοῦτο ἀνδρὸς πνευματικοῦ, τὸ τιμῆς τοιαύτης ἐρᾶν· πλὴν ἀλλὰ καὶ τοῦτο τότε παρέσται, ὅταν μὴ ζητῶμεν αὐτό. Πέφυκε γὰρ ἄνθρωπος τῶν μὲν84
70θεραπευόντων ὑπερορᾶν, τοὺς δὲ μὴ κολακεύοντας θαυ‐ μάζειν· τὸ δὲ πάθος τοῦτο πλέον ἡ γυναικεία φύσις ὑπο‐ μένειν εἴωθεν. Ἀφόρητός τε γάρ ἐστι κολακευομένη, θαυ‐ μάζει τε μάλιστα πάντων τοὺς οὐκ ἀνεχομένους εἴκειν καὶ ὑποκατακλίνεσθαι ταῖς ἀκαίροις αὐτῆς ἐπιθυμίαις· καὶ
75τοῦτο ὑμεῖς μοι μαρτυρήσετε. Νῦν μὲν γὰρ οὐχ οἱ ἔξωθεν μόνον, ἀλλὰ καὶ αὐταὶ καταγελῶσιν ὑμῶν αἱ συνοικοῦσαι, εἰ καὶ μὴ φανερῶς, ἀλλ’ ἐν τῷ συνειδότι, καὶ ἐγκαλλωπίζονται τῇ χαλεπῇ ταύτῃ τυραννίδι· τότε δὲ θαυμάσονται πάντως ὑμᾶς, καὶ ἐκπλαγήσονται τὴν ἐλευθερίαν ὑμῶν. Εἰ δὲ
80ἀπιστεῖτε τοῖς ἡμετέροις λόγοις, αὐτὰς ἐκείνας ἔρεσθε, τίνας μᾶλλον ἐπαινοῦσι καὶ ἀποδέχονται, τοὺς δουλεύον‐ τας ἢ τοὺς κρατοῦντας αὐτῶν, τοὺς ὑποκειμένους καὶ πάντα ποιοῦντας καὶ πάσχοντας διὰ τὴν εἰς ἐκείνας χάριν, ἢ τοὺς οὐδὲν τούτων ἀνεχομένους, ἀλλὰ καὶ
85ἐπαισχυνομένους αὐτῶν τοῖς πονηροῖς ἐπιτάγμασιν· κἂν ἐθελήσωσιν εἰπεῖν τἀληθὲς, πάντως ἐκείνους ἐροῦσιν· μᾶλλον δὲ οὐδὲ ἀποκρίσεως χρεία, τῶν πραγμάτων τοῦτο βοώντων.

12

Ἀλλ’ ἡδονῆς ἕνεκεν ὁ συνοικῶν πλεονεκτεῖ, τοὺς ὀφθαλμοὺς εὐωχῶν ταῖς τῶν παρθένων ὄψεσιν. Μάλιστα μὲν εἰ καὶ τοῦτο οὕτως εἶχε, δι’ αὐτὸ μὲν οὖν τοῦτο φυγεῖν ἐχρῆν· νῦν δὲ ἡμῖν ἱκανῶς ἀποδέδεικται, ὅτι οὐχ ἡδὺ85
5τὸ τοιοῦτον, ἀλλὰ τοὐναντίον, τὸ μὴ ταύτης ἀπολαύειν τῆς θεωρίας· σὺ δέ μοι προστίθει καὶ τὴν ἀπὸ τοῦ συνει‐ δότος εὐφροσύνην. Οὐδὲν γὰρ οὕτως ἡμᾶς εὐφραίνειν εἴωθεν, ὡς συνειδὸς χρηστὸν, καὶ ἐλπίδες ἀγαθαί. Ἀλλ’ ἀναπαύσεως ἕνεκεν τοῦτο ἐπιζητεῖς; Ἀλλ’ ἀποδέδεικται
10καὶ τοῦτο εὐκολώτερον ὂν, ὅταν ἀδελφὸς συνοικῇ. Νῦν μὲν γὰρ οὐδὲν δούλου διενήνοχας, καὶ ζητῶν ἀνάπαυσιν δουλείαν ηὗρες χαλεπωτάτην· τότε δὲ ταύτης τε ἐκτὸς ἕστηκας τῆς λειτουργίας, καὶ τῶν ἐπιταττόντων, οὐ τῶν ἐπιταττομένων ἔσῃ· Ὅταν οὖν ἐκεῖ μὲν ἀνθ’ ἡδονῆς
15λύπη, καὶ ἀντὶ δόξης αἰσχύνη, καὶ ἀντὶ ἐλευθερίας δουλεία, καὶ πόνος ἀντὶ ἀναπαύσεως, πρόσκειται δὲ καὶ τὸ βλασφημεῖσθαι τὸν Θεὸν, καὶ ἀπώλεια τοσαύτη, καὶ σκάν‐ δαλα, καὶ κόλασις ἀθάνατος, καὶ μυρίων ἔκπτωσις ἀγαθῶν, ἐνταῦθα δὲ τἀναντία ἅπαντα, δόξα, τιμὴ, ἡδονὴ, παρρη‐
20σία, ἐλευθερία, σωτηρία ψυχῶν, βασιλείας κληρονομία, κολάσεως ἀπαλλαγὴ, τίνος ἕνεκεν οὐκ ἀνταλλαξόμεθα ταῦτα ἐκείνων; Ἐγὼ μὲν οὐκ οἶδα, πλὴν εἴ τις ἑαυτὸν ἁπλῶς ἀποπλύναι ἐπιθυμοίη· οὐδὲ γὰρ ἀπολογία λοιπὸν
ἔσται ἡμῖν οὐδὲ συγγνώμη. Εἰ γὰρ καὶ μηδενὸς ὄντος τούτων,86
25πάντα ὑπομένειν ἐχρῆν ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης, ὅταν καὶ τὰ ἐνταῦθα καρποῦσθαι παρῇ, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, ἡμεῖς δὲ πρὸς τῷ τὴν τοῦ Θεοῦ βλα‐ σφημεῖσθαι δόξαν, καὶ ἑαυτοὺς προσαπολλύωμεν, τίς ἡμᾶς ἐξαιρήσεται καὶ ἀπαλλάξει τῆς τιμωρίας τῆς ἐπὶ τούτοις
30κειμένης; Οὐκ ἔστιν οὐδείς. Ταῦτα οὖν ἅπαντα συναγαγόντες, πρὸς ἑαυτοὺς καταλ‐ λαγῶμεν ὀψὲ γοῦν ποτε τῇ σωτηρίᾳ τῶν ἡμετέρων ψυχῶν. Εἰ δὲ δοκεῖ τινα δυσκολίαν ἔχειν τὸ συνήθειαν διασπασθῆ‐ ναι μακρὰν, τῇ δυνάμει τοῦ λογισμοῦ μετὰ τὴν τοῦ Θεοῦ
35χάριν τὸ πᾶν ἐπιτρέψαντες, κἀκεῖνο πείσαντες ἑαυτοὺς, ὅτι, ἂν ἀρχὴν μόνον ἐπιθῶμεν τῷ πράγματι, οὐκέτι ὀψό‐ μεθα δυσχερὲς, οὕτω κατατολμήσωμεν τῆς συνηθείας. Ἂν γὰρ δέκα ἡμέρας ἑαυτὸν ἀποστήσῃς, εὐκολώτερον τὰς εἴκοσιν οἴσεις, καὶ δὶς τοσαύτας πάλιν· εἶτα ὁδῷ προβαί‐
40νων οὐδὲ αἴσθησιν λήψῃ λοιπὸν τῆς ἐν ἀρχῇ δυσκολίας, ἀλλὰ τὸ σφόδρα δυσκαταγώνιστον εὐκολώτατον ὄψει γινό‐ μενον, καὶ εἰς ἑτέραν καταστήσεις πάλιν σαυτὸν συνήθειαν, καὶ ῥᾳδίαν εὑρήσεις τὴν μετάθεσιν οὖσαν οὐ διὰ συνήθειαν μόνον, ἀλλὰ καὶ διὰ τὰς χρηστὰς ἐλπίδας. Οὕτω σε κἀκεῖ‐
45ναι θαυμάσονται μειζόνως, καὶ ὁ Θεὸς ἀποδέξεται πρὸ ἐκείνων, καὶ πάντες ἄνθρωποι στεφανώσουσι, καὶ βίον
βιώσῃ πολλὴν μὲν ἔχοντα ἐλευθερίαν, πολλὴν δὲ τὴν ἡδο‐ νήν. Τί γὰρ ἂν γένοιτο ἥδιον τοῦ πονηροῦ συνειδότος ἀπαλ‐ λαγῆναι, καὶ τὸν διηνεκῆ τῆς ἐπιθυμίας καταλῦσαι πόλε‐87

12

(50)

μον, καὶ μετὰ πολλῆς τῆς εὐκολίας τὸν καλὸν τῆς σωφρο‐ σύνης πλέκειν στέφανον, καὶ ἐλευθέροις μὲν ὀφθαλμοῖς πρὸς τὸν οὐρανὸν βλέπειν, καθαρᾷ δὲ φωνῇ καὶ καρδίᾳ τὸν ἁπάντων Δεσπότην καλεῖν; Οὐδεὶς οὕτω δεσμώτης ἁλύσεως ἀπαλλαγεὶς καὶ αὐχμοῦ καὶ τῆς ἄλλης τῆς ἐν τῷ
55δεσμωτηρίῳ ταλαιπωρίας, μᾶλλον δὲ οὐδεὶς οὕτω πεπηρω‐ μένος ἀναβλέψας καὶ τὸ γλυκὺ τοῦτο φῶς ἰδὼν ἀγάλλε‐ ται καὶ γάνυται καὶ σκιρτᾷ, ὡς ὁ τῆς δουλείας ταύτης ἐλευθερωθῆναι δυνηθείς. Καὶ γὰρ τοῦ φωτὸς τούτου γλυ‐ κυτέρα πολλῷ τῆς τυραννίδος ἐκείνης ἡ ἀπαλλαγὴ, καὶ
60ζόφου παντὸς χαλεπωτέρα τῆς δουλείας ἐκείνης καὶ τῶν δεσμῶν ἡ ταλαιπωρία. Ἀλλὰ γὰρ τί χρὴ ταῦτα μηκύνειν ἑκατέρου τοῦ βίου, τοῦ μὲν τὴν ἀνελευθερίαν καὶ τὴν ἀθυμίαν καὶ τὴν βλάβην καὶ τὴν πολλὴν τηκε‐ δόνα, τοῦ δὲ τὴν ἐλευθερίαν καὶ τὴν ἡδονὴν καὶ τὴν
65ὠφέλειαν καὶ τὴν πολλὴν παραδεικνύντα σωφροσύνην; λόγος γὰρ οὐδεὶς αὐτὰ παραστῆσαι δυνήσεται, μόνη δὲ τῶν πραγμάτων ἡ πεῖρα. Καὶ τότε εἴσεσθε καλῶς τίνων μὲν ἀπηλλάγητε κακῶν, ποίας δὲ ἐπετύχετε ζωῆς, ὅταν ἡμῖν διὰ τῶν πραγμάτων βουληθῆτε πεισθῆναι.
70Πείθεσθε τοίνυν, ἵνα διὰ τῶν ἔργων αὐτῶν τὰ εἰρημένα
μάθητε. Εἰ δὲ ἔτι δυσανασχετεῖτε καὶ τοῖς ἡμετέροις ἀπιστεῖτε λόγοις, ἔρεσθέ τινα τῶν ταύτην ποτὲ δουλευ‐ σάντων τὴν δουλείαν, εἶτα ἁθρόον ἀπαλλαγέντων, καὶ πρὸς τὴν καλὴν ἀναδραμόντων ἐλευθερίαν· καὶ τότε γνώσεσθε88
75τῆς παραινέσεως ταύτης τὸ κέρδος. Ἐπεὶ καὶ ὁ Σολομὼν ἡνίκα μὲν τῇ τῶν βιωτικῶν ἐπιθυμίᾳ πραγμάτων κατεί‐ χετο, μεγάλα τε αὐτὰ ἐνόμιζεν εἶναι καὶ θαυμαστὰ, καὶ πολλὴν περὶ αὐτὰ τὴν φιλοπονίαν ἐπεδείκνυτο, λαμπράς τε οἰκοδομούμενος οἰκίας, καὶ χρυσίον συνάγων ἄπειρον,
80μουσικῶν τε χοροὺς καὶ τραπεζοποιῶν γένη παντοδαπὰ καὶ μαγείρων πάντοθεν ἀγείρων, καὶ τὴν ἀπὸ τῶν κήπων χάριν, καὶ τὴν ἀπὸ τῶν λαμπρῶν σωμάτων ἡδονὴν δαψιλῶς τῇ τῆς ψυχῆς παρασκευάζων ἐπιθυμίᾳ, καὶ πᾶσαν, ὡς εἰπεῖν, ὁδὸν ψυχαγωγίας καὶ τέρψεως ἑαυτῷ τέμνων·
85ἐπειδὴ δὲ μικρὸν ἐκεῖθεν ἀνήνεγκε, καὶ καθάπερ ἐξ ἀβύσ‐ σου τινὸς ζοφερᾶς ἀναβλέψαι πρὸς τὸ τῆς φιλοσοφίας ἴσχυσε φῶς, τὸ τηνικαῦτα τὴν ὑψηλὴν ἐκείνην καὶ τῶν οὐρανῶν ἀξίαν ἀφῆκε φωνὴν, «Ματαιότης ματαιοτήτων, λέγων, τὰ πάντα ματαιότης.»

13

Ταύτην καὶ ὑμεῖς, καὶ ταύτης ὑψηλοτέραν, ἂν ἐθέλητε, ψῆφον οἴσετε περὶ τῆς ἀκαίρου ταύτης ἡδονῆς, ἂν μικρὸν ἑαυτοὺς τῆς πονηρᾶς ἀποστήσητε συνηθείας. Καί‐ τοι γε ὁ Σολομὼν ἐν τοῖς ἄνω γενόμενος χρόνοις οὐδὲ
5πολλὴν ἀπῃτεῖτο φιλοσοφίας ἀκρίβειαν· οὔτε γὰρ τρυφᾶν ὁ παλαιὸς ἐκώλυσε νόμος, οὔτε τῶν ἄλλων ἀπολαύσεων ἀπολαύειν περιττὸν ἔφησεν εἶναι καὶ μάταιον· ἀλλ’ ὅμως καὶ οὕτω τῶν πραγμάτων ἐχόντων, ἠδυνήθη συνιδεῖν τὸ ἐν αὐτοῖς ἀνόνητον, καὶ πολλὴν αὐτῶν καταγνῶναι ματαιό‐89
10τητα. Ἡμεῖς δὲ ἐπὶ μείζονα καλούμεθα πολιτείαν, καὶ πρὸς ὑψηλοτέραν ἀναβαίνομεν κορυφὴν καὶ πρὸς μείζονα ἀπεδυσάμεθα σκάμματα. Καὶ τί γὰρ ἕτερον ἀλλ’ ἢ κατὰ τὰς ἄνω δυνάμεις τὰς νοερὰς καὶ ἀσωμάτους ἐκείνας πολιτεύεσθαι κελευόμεθα; Πῶς οὖν οὐκ αἰσχρὸν καὶ
15πολλῆς ἄξιον κολάσεως ἐλάττους ἐκείνου φανῆναι πολλῷ, καὶ μὴ μόνον τῶν συγκεχωρημένων μὴ γίνεσθαι ὑψηλο‐ τέρους, καθάπερ ἐκεῖνος, ἀλλὰ καὶ τῶν κεκωλυμένων καὶ τιμωρίαν ἐχόντων ἀφόρητον ἅπτεσθαι; Τὸ γὰρ ἔρωτα πονηρὸν ἐν ψυχῇ τρέφειν, καὶ πρὸς ἐπιθυμίαν ὁρᾶν
20γυναῖκα, καὶ καταμανθάνειν κάλλος ἀλλότριον, καὶ καται‐ σχύνειν μὲν ἑαυτὸν, βλάπτειν δὲ τοὺς ἀσθενεστέρους, καὶ πολλὰς μὲν Ἕλλησι παρέχειν λαβὰς, πολλὰς δὲ Ἰουδαίοις, καὶ τούς τε οἰκείους τούς τε ἀλλοτρίους ὑποσκελίζειν, καὶ πολλὴν τῆς τοῦ Θεοῦ δόξης κατασκεδάζειν βλασφη‐
25μίαν, καὶ δουλοπρεπεῖς ἀναδέχεσθαι διακονίας, καὶ πρὸς τὸν τῶν βιωτικῶν πραγμάτων θόρυβον ἑαυτοὺς εἰσωθεῖν, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἐλευθερίαν προπίνειν τῷ δια‐ βόλῳ, καὶ ταύτης χαλεπωτάτην ἀντικαταλλάττεσθαι
τυραννίδα, καὶ καταγέλαστον μὲν φίλοις, ἐπονείδιστον90
30δὲ ἐχθροῖς εἶναι, καὶ πονηρὰν μὲν τῷ κοινῷ τῆς Ἐκκλη‐ σίας προστρίβεσθαι δόξαν, καταισχύνειν δὲ τὸ σεμνὸν τῆς παρθενίας ἀξίωμα, καὶ τοῖς ἀσελγαίνειν βουλομένοις πολλὰς παρέχειν προφάσεις, καὶ ἕτερα τούτων πλείονα κατασκευάζειν δεινά, οὐ γὰρ ἅπαντα οὔτε συνιδεῖν οὔτε
35λόγῳ παραστῆσαι δυνατὸν, ὅσα διὰ τῶν πραγμάτων αὐτῶν ὑπομένουσι, καὶ τῶν σφόδρα κεκωλυμένων ἐστὶ, καὶ τῶν κόλασιν ἐχόντων ἀφόρητον. Ὥστε εἰ καὶ μικρά τίς ἐστιν ἡδονὴ, ταῦτα πάντα ἀντιθέντες ἐκείνῃ, τὸν γέλωτα, τὴν αἰσχύνην, τὴν τῶν πολλῶν ὑποψίαν, τὰς κατηγορίας, τὰ
40σκώμματα, τὰ ὀνείδη, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸ σκότος τὸ ἐξώτερον, τὸ πῦρ τὸ ἄσβεστον, τὴν θλῖψιν, τὴν στενοχωρίαν, τὸν βρυγμὸν τῶν ὀδόντων, τὰ δεσμὰ τὰ ἄλυτα, καὶ καθάπερ ἐν πλάστιγγι καταθέντες καὶ ἀντιστήσαντες, ἀποπηδήσωμεν ὀψὲ γοῦν ποτε τῆς χαλε‐
45πωτάτης καὶ ὀλεθρίας νόσου, ἵνα μετὰ λαμπρῶν ἐκεῖ τε ἀπέλθωμεν στεφάνων, καὶ δυνηθῶμεν ἐλευθέροις στόμασι πρὸς τὸν Χριστὸν εἰπεῖν ὅτι. Διὰ σὲ καὶ τὴν δόξαν τὴν σὴν καὶ συνηθείας κατεφρονήσαμεν, καὶ ἡδονῆς ἐκρατή‐ σαμεν, καὶ τὴν ψυχὴν ἐθλίψαμεν τὴν ἡμετέραν, καὶ

13

(50)

πᾶσαν φιλίαν ἐκβαλόντες καὶ πρόληψιν, σὲ καὶ τὸν εἰς σὲ πόθον ἀντὶ πάντων προτετιμήκαμεν πραγμάτων. Οὕτω γὰρ κερδανοῦμεν μὲν ἡμᾶς αὐτοὺς, κερδανοῦμεν δὲ τὰς ἀθλίας
ἐκείνας, κερδανοῦμεν δὲ τοὺς σκανδαλιζομένους, καὶ παρ’ αὐτοὺς στησόμεθα τοὺς μάρτυρας, καὶ τὴν πρώτην ληψό‐91
55μεθα τάξιν. Τῶν γὰρ τὴν μεγίστην ἄθλησιν ἀθλησάντων ἐκείνην, καὶ τὰς καρτερικὰς ἐνεγκόντων ὀδύνας, οὐκ ἐλάττονα τίθεμαι ἄνθρωπον τὸν ἐπιθυμίᾳ κατεχόμενον παλαιᾷ, καὶ ἐν ἡδίστῃ τινὶ καὶ ἀρχαίᾳ προκατειλημμένον συνηθείᾳ, εἶτα διὰ τὸν τοῦ Θεοῦ φόβον διακόπτοντα τὰ
60δεσμὰ, καὶ πρὸς τὸ τῷ Θεῷ δοκοῦν ἀνατρέχοντα. Καὶ γὰρ τῶν σφόδρα ἐστὶ χαλεπωτάτων, συμπάθειάν τε καὶ φιλο‐ στοργίαν ἐκβαλεῖν ἀρχαίαν, καὶ τὰς πολυπλόκους διακό‐ ψαι λαβὰς, καὶ πτεροφυῆσαι, καὶ πρὸς τὰς οὐρανίους ἁψῖδας ἀναδραμεῖν. Καὶ γὰρ καθάπερ ἐκείνοις δριμὺς ὁ
65πόνος, οὕτω καὶ τούτοις μακροτέρα ἡ ὀδύνη. Διὸ καὶ οἱ στέφανοι πάλιν ἴσοι, ἐπειδὴ καὶ τὰ παλαίσματα αὐτοῖς παράλληλα κεῖται. Εἰ γὰρ ὁ ἕνα ἐξαγαγὼν τίμιον ἐξ ἀναξίου ὡς στόμα τοῦ Θεοῦ ἔσται, ὁ καὶ ἑαυτὸν ἐλευθερώ‐ σας καὶ μυρίους ἑτέρους ἀπαλλάξας κατηγορίας, ἐννόησον
70ὅσον λήψεται τὸν μισθὸν, καὶ τῇ τῶν ἐπάθλων ἐλπίδι κουφιζόμενος καταφρόνησον συνηθείας πονηρᾶς, ἵνα κατὰ τὸ τῷ Θεῷ δοκοῦν τὸν παρόντα διαδραμὼν βίον καὶ μετὰ καθαροῦ συνειδότος αὐτὴν ἴδῃς ἐκεῖ, καὶ τῆς ἁγιω‐ τάτης αὐτῆς ἀπολαύσῃς ὁμιλίας. Τῶν γὰρ σωματικῶν
75λοιπὸν λυθέντων παθῶν, καὶ τῆς τυραννικῆς σβεσθείσης ἐπιθυμίας, οὐδὲν τὸ κώλυμα ἄνδρας τε ὁμοῦ καὶ γυναῖκας εἶναι ἐκεῖ, πάσης μὲν ἐκποδὼν πονηρᾶς οὔσης ὑποψίας, τὴν δὲ τῶν ἀγγέλων πολιτείαν καὶ τὴν τῶν νοερῶν δυνά‐ μεων ἐκείνων δυναμένων διασῴζειν τῶν εἰς τὴν βασιλείαν92
80τῶν οὐρανῶν εἰσαγομένων ἁπάντων. [Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρισ‐ τοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα,
τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.]93