TLG 2062 006 :: JOANNES CHRYSOSTOMUS :: Ad Stagirium a daemone vexatum (lib. 1–3) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Ad Stagirium a daemone vexatum (lib. 1–3) Citation: Vol — pg — (ln) | ||
47.423(30t) | ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ | |
31t | ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΑΣΚΗΤΗΝ ΔΑΙΜΟΝΩΝΤΑ | |
---|---|---|
32t | ΛΟΓΟΣ ΠΡΩΤΟΣ | |
33 | αʹ. Ἔδει μὲν ἡμᾶς, ὦ φίλτατε πάντων ἐμοὶ Σταγείριε, | |
καὶ παρεῖναί σοι νῦν καὶ συνδιαταλαιπωρεῖσθαι, καὶ λό‐ | Column end | |
47.424 | γῳ παρακαλοῦντα, καὶ ἔργῳ διακονούμενον, καὶ τὰ | |
ἄλλα πάντα συλλαμβάνοντα, μέρος τι τῆς ἀθυμίας | ||
47.425 | ἐπικουφίζειν. ὅσον ἡμῖν δυνατὸν ἦν· ἐπειδὴ δὲ ἡ τοῦ σώματος ἀσθένεια, καὶ τὸ κατασκῆψαν τῇ κεφαλῇ κακὸν οἴκοι μένειν καταναγκάσαν, διακονίαν τοσοῦτον ἔχουσαν κέρδος ἡμᾶς ἀφείλετο, ὅπερ ἐστὶν ὑπόλοιπον καὶ | |
5 | πρὸς παραμυθίαν τὴν σὴν, καὶ πρὸς ὠφέλειαν τὴν ἡμετέ‐ ραν, τοῦτο κατὰ δύναμιν εἰσενεγκεῖν οὐκ ὀκνήσομεν. Ἴσως μὲν γὰρ ἔσται τι πλέον, πρὸς τὸ τὰ παρόντα σε φέρειν γενναίως· ἂν δὲ ἄρα μηδέν τί τοιοῦτον ἀνύσωμεν, τὸ γοῦν τῶν εἰς ἡμᾶς ἡκόντων ἐλλειφθῆναι μηδὲν, ῥᾷον | |
10 | ἡμᾶς διακεῖσθαι ποιήσει τοῦ λοιποῦ. Ὁ γὰρ ἅπαντα ἀναπληρώσας, ὅσαπερ ἂν οἴηται πρὸς λύσιν φέρειν τῶν κατεχόντων ἀνιαρῶν, κἂν μηδὲν περάνῃ, τῆς γοῦν ἀπὸ τῶν λογισμῶν αἰτίας ἀφεῖται, καὶ τὸ τῶν ἐγκλημά‐ των ἄχθος ἀποθέμενος, τὸ τῆς ἀθυμίας φέρειν ἀναγκάζε‐ | |
15 | ται μόνον. Εἰ μὲν οὖν τῶν εὐδοκιμούντων παρὰ Θεῷ καὶ μεγάλα δυναμένων ἐτύγχανον ὢν, οὐκ ἂν διέλιπον δεόμε‐ νος καὶ ἱκετεύων ὑπὲρ τῆς τιμίας ἐμοὶ κεφαλῆς· ἐπειδὴ δέ με τὴν παῤῥησίαν ἐκείνην καὶ τὴν ἰσχὺν τὸ τῶν ἁμαρτημάτων πλῆθος παρῄρηται, τὴν διὰ ῥημάτων πα‐ | |
20 | ράκλησιν πειράσομαί σοι προσαγαγεῖν. Καὶ γὰρ ἐπὶ τῶν τὰ σώματα καμνόντων, ἰατρῶν μὲν ἀφανίσαι τὰς ἀλγηδόνας καὶ παῦσαι τὴν νόσον, τὸ δὲ παρακαλεῖν οὐδὲ τῶν οἰκετῶν οἱ περὶ τὴν θεραπείαν ὄντες ἀφῄρηνται, ἀλλ’ οὗτοι μάλιστά εἰσιν οἱ τοὺς πολλοὺς ὑπὲρ τούτων | |
25 | ἀναλίσκοντες λόγους, ὅταν εὔνοι τοῖς κεκτημένοις αὐτοὺς τύχωσιν ὄντες. Ἂν μὲν γάρ τι λεχθῇ παρ’ ἡμῶν τὸ δυνάμενον σβέσαι τὴν ἄμετρον ταύτην ὀδύνην, ἅπερ εὐχόμεθα γέγονεν· ἂν δὲ μηδὲν εὕρωμεν φθέγξασθαι τοι‐ οῦτο, τῆς γοῦν προθυμίας ἡμᾶς ἀποδέξεται πάντως ὁ | |
30 | κελεύσας διὰ τοῦ μακαρίου Παύλου κλαίειν μετὰ κλαιόν‐ των καὶ συναπάγεσθαι τοῖς ταπεινοῖς. Δοκεῖ μὲν οὖν μία σοι τῆς ἀθυμίας ὑπόθεσις εἶναι τοῦ πονηροῦ τούτου δαίμονος ἡ μανία· πολλὰ δὲ ἂν εὕροι τις ἐφεξῆς τὰ ἀπὸ τῆς ῥίζης ταύτης τικτόμενα λυπηρά. Καὶ | |
35 | ταῦτα οὐκ ἀπ’ ἐμαυτοῦ λέγω νῦν, ἀλλ’ ἐξ ὧν ἀποδυρο‐ μένου σου πολλάκις ἤκουσα πρὸς ἡμᾶς, ἡνίκα σὺν ἡμῖν ἦσθα· καὶ πρῶτον μὲν τὸ βιωτικώτερον ζῶντα τὸν ἔμπρο‐ σθεν χρόνον μηδὲν τοιοῦτο παθεῖν, ἀλλ’ ἡνίκα ἐσταύρωσας τῷ κόσμῳ σαυτὸν, τηνικαῦτα αἴσθησιν τῆς νόσου λα‐ | |
40 | βεῖν, ἱκανὸν θορυβῆσαι καὶ εἰς ἀμηχανίαν ἐμβαλεῖν· δεύτερον δὲ τὸ πολλοὺς μὲν καὶ τρυφῶντας τῶν τὰ αὐτὰ σοὶ νενοσηκότων, μικρὸν καρτερήσαντας χρόνον, ταύ‐ της ἀπαλλαγῆναι τῆς ἀῤῥωστίας, καὶ οὕτως εἰς τελείαν ὑγίειαν ἐπανελθεῖν, ὡς καὶ ὁμιλῆσαι γάμοις, καὶ πατέ‐ | |
45 | ρας γενέσθαι παίδων πολλῶν, καὶ τῶν ἡδέων τοῦ παρ‐ όντος ἀπολαῦσαι βίου, καὶ μηδὲν τοιοῦτο πάλιν παθεῖν· σὲ δὲ τοσοῦτον ἕλκοντα χρόνον ἐν νηστείαις καὶ παννυχίσι καὶ τῇ λοιπῇ σκληραγωγίᾳ, μηδεμίαν λύσιν εὑρέσθαι τῶν κατεχόντων δεινῶν· τρίτον πρὸς τούτοις, τὸ τὸν | |
47.425(50) | ἅγιον ἐκεῖνον τοσαύτην ἐν ἄλλοις ἀνδράσι δύναμιν ἐπιδει‐ ξάμενον, μηδὲν ἐπὶ τῆς σῆς ἀγάπης δυνηθῆναι πρᾶξαι τοιοῦτο, μήτε ἐκεῖνον, μήτε τοὺς μετ’ ἐκείνου, καὶ ταῦτα δυνατωτέρους ὄντας αὐτοῦ, ἀλλὰ πάντας ὁμοίως ἐρυθριάσαντας ἀπελθεῖν. Μετὰ δὲ τούτων καὶ | |
55 | ἑτέρως σφόδρα ἔφης ἀλγεῖν, ὅτι οὕτω σου τῆς ψυχῆς ἡ | Column end |
47.426 | τῆς ἀθυμίας περιεγένετο δύναμις, ὡς μικροῦ πολλάκις καὶ ἐπὶ βρόχον ὁρμῆσαι ἐλθεῖν, καὶ ἐπὶ ποταμὸν καὶ ἐπὶ κρημνόν. Ἔστι δέ τι καὶ πέμπτον ἐπὶ τούτοις, τὸ τοὺς μὲν ὁμήλικας καὶ μετὰ σοῦ ταύτης ἠργμένους τῆς πο‐ | |
5 | λιτείας, ὁρᾷν ἐν εὐθυμίᾳ διάγοντας, σαυτὸν δὲ ἐν χαλε‐ πωτάτῳ κλύδωνι κείμενον ἔτι καὶ δεσμωτήριον οἰκοῦντα τὸ πάντων ἐλεεινότερον. Οὐ γὰρ οὕτω τοὺς δεδεμένους σιδήρῳ δακρύειν ἔφης δεῖν, ὡς τοὺς ταύτην περικειμέ‐ νους τὴν ἅλυσιν. Ἔλεγες δέ μοι καὶ ἕτερον εἶναι πρὸς | |
10 | τούτοις τὸ μάλιστά σε θορυβοῦν· δεδοικέναι γὰρ ὑπὲρ τοῦ πατρὸς καὶ τρέμειν, μήποτε αἰσθόμενος, μεγάλα τοὺς ὑποδεξαμένους σε τὴν ἀρχὴν ἁγίους ἐργάσηται δεινά· τῇ τε γὰρ δυνάμει καὶ τῷ πλούτῳ θαῤῥοῦντα, καὶ ὑπὸ τῆς ἀθυμίας κρατούμενον, πάντα τολμήσειν εἰς | |
15 | αὐτοὺς, καὶ οὐδενὸς ἀφέξεσθαι τῶν ἐμπιπτόντων αὐτῷ. Καὶ μέχρι μὲν τοῦ παρόντος δυνηθῆναι τὴν μητέρα καὶ συγκαλύψαι τὸ γεγονὸς, καὶ ἐπιζητοῦντά σε παρα‐ κρούσασθαι πολλάκις αὐτόν· εἰ δὲ χρόνος ἐγγένηται πλείων, φωραθήσεσθαι τῆς μητρὸς τὴν ὑπόκρισιν, καὶ | |
20 | ἀφόρητον αὐτὸν ἐκείνῃ τε ἔσεσθαι καὶ τοῖς μοναχοῖς. Ὁ δὲ τῶν κακῶν κολοφὼν τὸ μηδὲ ὑπὲρ τῶν μελλόντων ἔχειν θαῤῥεῖν, μηδὲ εἰδέναι σαφῶς, εἴ ποτε ἔσται λύσις τῆς νόσου ταύτης καὶ ἀπαλλαγὴ, διὰ τὸ πολλάκις τοῦτο προσδοκήσαντα πάλιν τοῖς αὐτοῖς περιπεσεῖν. Ἱκανὰ | |
25 | γοῦν ταῦτα θορυβῆσαι ψυχὴν, καὶ πολλῆς ἐμπλῆσαι ταραχῆς, ἀλλὰ ψυχὴν τὴν παρειμένην καὶ ἀπαίδευτον καὶ νωθράν· ἡμεῖς δὲ ἢν ἐθελήσωμεν διαβλέψαι μικρὸν, καὶ λογισμοὺς ἀνακινῆσαι τοὺς εὐσεβεῖς, ὥσπερ τινὰ κόνιν λεπτὴν, ταύτας ἀποτιναξόμεθα τῆς ἀθυμίας τὰς | |
30 | ὑποθέσεις. Καίτοι μή με νομίσῃς διὰ τὸ ἔξω τοῦ πόνου καὶ τῆς ζάλης ταύτης ἑστάναι, ταῦτα ἐπαγγέλλεσθαί σοι μετ’ εὐκολίας νῦν. Εἰ γὰρ καὶ ἄπιστα δόξω λέγειν τισὶν, ἀλλ’ ὅμως ἐρῶ· οὐ γὰρ δὴ μετὰ τῶν ἄλλων καὶ αὐτὸς ἀπιστήσεις ἡμῖν. | |
35 | Ἐπειδὴ γὰρ ἐπεπήδησέ σου τῇ ψυχῇ παρὰ τὴν ἀρχὴν ὁ μιαρὸς δαίμων ἐκεῖνος, καὶ μεταξὺ πάντων εὐχόμενον κατέβαλεν, οὐκ ἔτυχον μὲν παρὼν (καὶ χάριν ἔχω τῷ φιλ‐ ανθρώπῳ Θεῷ), ἔμαθον δὲ ἅπαντα μετὰ ἀκριβείας, ὡσπερανεὶ παρών. Ὁ γὰρ ἐμὸς φίλος καὶ σὸς Θεόφιλος | |
40 | ὁ Ἐφέσιος ἐλθὼν, ἅπαντά μοι σαφῶς διηγήσατο, τὴν στρέβλωσιν τῶν χειρῶν, τὴν διαστροφὴν τῶν ὀφθαλμῶν, τὸν ἀπὸ τοῦ στόματος ἀφρὸν, τὴν ἀποτρόπαιον καὶ ἄσημον ἐκείνην φωνὴν, τὸν τοῦ σώματος τρόμον, τὴν ἀναισθησίαν τὴν ἐπὶ πολὺ, τὸ ὄναρ τὸ κατὰ τὴν νύκτα | |
45 | ἐκείνην φανέν· ἄγριον γάρ τινα ὗν βορβόρῳ μολυνθέντα πολλῷ συνεχῶς ἐπιπηδᾷν σοι καὶ προσπαλαίειν ἔφη· εἶτα τὸν παρακαθεύδοντα ὑπὸ τῆς ὄψεως ταραχθέντα, διεγερθῆναί τε, καὶ πάλιν σε κινούμενον ὑπὸ τοῦ δαί‐ μονος εὑρεῖν. | |
47.426(50) | βʹ. Ἐπειδὴ οὖν ταῦτα ἀπήγγειλεν ἐκεῖνος, τοσαύτην ἡμῖν κατέχεε τὴν ἀχλὺν, ὅσην ὁ δαίμων οὗτος τῇ ἀγάπῃ τῇ σῇ. Ὡς δὲ μετὰ πολὺν ἀνήνεγκα χρόνον, οὐδὲν | |
ἐμοὶ λοιπὸν τῶν ἐν τῷ κόσμῳ τούτῳ δεινῶν ἐδόκει εἶναι | ||
47.427 | δεινὸν, οὔτε τῶν ἡδέων ἡδύ· ἀλλὰ πολλὴν καὶ πάλαι τῶν ἐν τῷ βίῳ ματαιότητα κατεγνωκὼς, πολλῷ πλέον τοῦτο ἔπαθον τότε, καὶ μείζων με πόθος εἰσῄει τῆς εὐλαβείας τῆς σῆς. Τοιαύτη γὰρ ἡ φύσις τῶν ἀνιαρῶν· | |
5 | ἐπιτείνειν εἴωθε τὰς φιλίας ἀεὶ, καὶ δῆλον ἐκ τοῦ καὶ τὰς ἔχθρας δύνασθαι διαλύειν εὐκόλως. Οὐδὲ γάρ ἐστί τις οὕτως ἄθλιος οὐδὲ ἠλίθιος, ὃς ὁρῶν ἀλγοῦντα τὸν ἐχθρὸν, δυνήσεται φυλάξαι τὴν ἀπέχθειαν τὴν πρὸς αὐ‐ τόν. Εἰ δὲ ἐχθροὺς ἐλεοῦμεν καὶ φίλους ποιούμεθα, | |
10 | ὅταν τι τῶν ἀβουλήτων ὑπομείναντες ἴδωμεν, ἐννόησον τί πάσχειν εἰκὸς ἦν μὲ, τὸν ἁπάντων μοι φίλτατον, καὶ ὃν ἴσον ἄγω τῆς ἐμαυτοῦ κεφαλῆς, ἐν τοῖς ἀνηκέστοις ὁρῶντα κατὰ τὸν τῆς ἀθυμίας λόγον. Μηδὲ νομίσῃς ἡμᾶς ἔξω τῆς θλίψεως ἑστάναι τῆς σῆς, μηδὲ διὰ τοῦτο | |
15 | τὴν παράκλησιν ὑποπτεύσῃς τὴν ἐμήν. Εἰ γὰρ καὶ τοῦ σπαράττεσθαι καὶ καταβάλλεσθαι παρὰ τοῦ πονηροῦ δαίμονος διὰ τὴν τοῦ Θεοῦ χάριν ἀπήλλαγμαι, τῆς γοῦν ἀθυμίας τῆς διὰ ταῦτα καὶ τῆς ὀδύνης τὸ ἴσον σοι φέρω μέρος, καὶ οὐδεὶς ἂν ἀπιστήσειέ μοι τῶν εἰδότων φιλεῖν | |
20 | ὡς χρὴ φιλεῖν. Φέρε οὖν ἀποτιναξώμεθα τὴν κόνιν· οὕτω γὰρ ἔσται φορητὴ καὶ κούφη τῆς ἀθυμίας ταύτης ἡ φύσις, μόνον ἢν μὴ θελήσωμεν ἁπλῶς ἐκδόντες ἑαυτοὺς τῷ πάθει σύρεσθαι κατὰ κρημνῶν, ἀλλὰ καὶ ἀνανῆψαι καὶ λογίσασθαί τι τῶν δεόντων σπουδάσωμεν. Πολλὰ γὰρ | |
25 | τῶν δοκούντων εἶναι δεινῶν μεγάλα μὲν φαίνεται καὶ ἀφόρητα πρὶν ἐξετασθῆναι καλῶς· εἰ δέ τις αὐτὰ τῷ λογισμῷ διασκέψηται, εὑρήσει πολλῷ τῆς ὑπονοίας κα‐ ταδεέστερα· ὅπερ καὶ νῦν ἐλπίζω γενήσεσθαι. Ἀλλὰ διανάστησον σαυτὸν, καὶ μὴ τῇ ματαίᾳ καὶ ἀλόγῳ τῶν | |
30 | πολλῶν ἑπόμενος δόξῃ, σφοδρότερον ἐργάσῃ καθ’ ἡμῶν τὸν ἐχθρόν. Εἰ μὲν οὖν πρός τινά μοι τῶν ἀπίστων ὁ λόγος ἦν, ἢ τῶν αὐτομάτως ἅπαντα φέρεσθαι νομιζόντων, ἢ τῶν πονηροῖς δαιμονίοις τοῦ κόσμου τὴν πρόνοιαν ἀνα‐ τιθέντων, πολλῆς ἄν μοι πραγματείας ἐδέησεν, ἵνα πρῶ‐ | |
35 | τον τὴν πεπλανημένην δόξαν ἐκβαλὼν, καὶ πείσας εἰδέναι τὴν ἀληθῆ τοῦ παντὸς πρόνοιαν, οὕτως ἐπὶ τὸ παρακαλεῖν τρέψω τὸν λόγον· ἐπειδὴ δὲ τῇ τοῦ Θεοῦ χάριτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, καὶ τὰ ἀληθῆ καὶ σωτήρια δόγματα διαδεξάμενος ἐκ προγόνων πιστεύεις | |
40 | ἀκριβῶς ὅτι μέλει περὶ πάντων τῷ Θεῷ, καὶ μάλιστα τῶν πιστευόντων αὐτῷ, τοῦτο ἀφέντες τὸ μέρος, ἑτέρω‐ θεν ποιησώμεθα τὴν ἀρχήν. Ἐπειδὴ τοὺς ἀγγέλους ἐποίησεν ὁ Θεός· μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν· πρὶν τοὺς ἀγγέλους γενέσθαι, καὶ τὰς ἄλλας δυνάμεις | |
45 | τὰς ἐν τοῖς οὐρανοῖς, ἦν ὁ Θεὸς, ἀρχὴν οὐδέποτε τοῦ εἶναι λαβών. Ἀνενδεὴς δὲ ὢν ἀεὶ, (τοιοῦτον γὰρ τὸ Θεῖον,) ἐποίησεν ἀγγέλους, ἀρχαγγέλους, καὶ τὰς ἄλλας τῶν ἀσωμάτων οὐσίας, ἐποίησε δὲ δι’ ἕτερον μὲν οὐδὲν, δι’ ἀγαθότητα δὲ μόνην. Ὧν γὰρ τῆς θεραπείας οὐκ | |
47.427(50) | ἔχρῃζε, τούτων οὐδ’ ἂν δημιουργὸς ἐγένετο, εἰ μὴ σφό‐ δρα ἦν ἀγαθός. Μετὰ δὲ τὴν τούτων δημιουργίαν ποιεῖ καὶ τὸν ἄνθρωπον διὰ τὴν αὐτὴν ταύτην πάλιν αἰτίαν, καὶ τὸν κόσμον ἅπαντα τοῦτον. Καὶ μυρίων αὐτὸν ἐμ‐ πλήσας ἀγαθῶν τὸν μικρὸν ἐκεῖνον καὶ εὐτελῆ τοῖς | |
55 | τοσούτοις ἔργοις ἐπέστησε, τοῦτο αὐτὸν ἀποφήνας ἐπὶ | |
τῆς γῆς, ὅπερ ἐστὶν αὐτὸς ἐν τοῖς οὐρανοῖς. Τὸ γὰρ, | Column end | |
47.428 | Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ καὶ αὐτὸν τὴν ἀρχὴν ἀνῃρῆσθαι τῶν ἐν τῇ γῇ. Ποιήσας δὲ αὐτὸν καὶ ἐν το‐ σαύτῃ καταστήσας τιμῇ, καθάπερ βασίλεια βασιλεῖ | |
5 | τὸ κάλλιστον τῶν ἐπὶ γῆς ἀπέταξε τὸν παράδεισον. Καὶ πρὸς τούτοις βουλόμενος αὐτῷ δεῖξαι καὶ ἑτέρωθεν ὅσον τῶν λοιπῶν ἀναβέβηκε ζώων, ἄγει πρὸς αὐτὸν ἅπαντα, καὶ ὀνόματα ἐπιθεῖναι κελεύει πᾶσιν αὐτοῖς. Καὶ ὅμως οὐδὲν ἐξ αὐτῶν δίδωσιν αὐτῷ πρὸς βοήθειαν· καὶ τὴν | |
10 | αἰτίαν προστίθησιν· Οὐ γὰρ εὑρέθη, φησὶ, βοηθὸς ὅμοιος αὐτῷ. Διδάξας δὲ αὐτὸν καὶ διὰ τούτων τὸ μέσον ἑκατέρας τῆς φύσεως, καὶ ὅτι πάντων αὐτὸς τι‐ μιώτερος, καὶ οὐδὲν ἐν τοσούτῳ πλήθει ἴσον αὐτῷ, τότε δὴ κτίζει καὶ τὴν γυναῖκα, κἀν τούτῳ πάλιν αὐτὸν τι‐ | |
15 | μῶν καὶ φανερὸν ποιῶν, ὅτι δι’ αὐτὸν γέγονε, καθὼς καὶ ὁ Παῦλός φησιν· Οὐ γὰρ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυ‐ ναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Οὐ τούτοις δὲ μόνον αὐτὸν ἀπεσέμνυνεν, ἀλλὰ καὶ λόγον αὐτῷ μόνῳ τῶν πάν‐ των ἐχαρίσατο, καὶ τῆς αὐτοῦ γνώσεως κατηξίωσε, | |
20 | καὶ τῆς πρὸς αὐτὸν ὁμιλίας ἀπολαύειν ἔδωκεν, ὡς ἀπο‐ λαύειν ἐκείνῳ δυνατὸν ἦν, καὶ ἀθανασίαν παρέξειν ὑπέσχετο, καὶ πολλῆς τῆς σοφίας ἐνέπλησε, καὶ πνευ‐ ματικὴν χάριν ἐνέθηκεν, ὡς καὶ προφητεῦσαί τινα. Καὶ ταῦτα πάντα ἐδωρήσατο οὐδενὸς προϋπηργμένου κατορ‐ | |
25 | θώματος παρ’ αὐτοῦ. Τί οὖν ἐκεῖνος μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθά; Πιστότερον τοῦ ταῦτα δωρησα‐ μένου τὸν ἐχθρὸν ἐνόμισε, καὶ τῆς ἐντολῆς τοῦ ποιήσαν‐ τος ἀλογήσας, προετίμησε τὴν ἀπάτην τοῦ παντελῶς αὐτὸν ἀφανίσαι σπουδάσαντος καὶ πάντων ἀθρόως ἐκβα‐ | |
30 | λεῖν τῶν ἀγαθῶν. Καὶ προετίμησεν, οὐδὲν οὔτε μέγα οὔτε μικρὸν εὐεργεσίας ἕνεκεν ἐπιδειξαμένου πρὸς αὐτὸν ἐκείνου, ἀλλὰ ῥήματα προσενέγκαντος μόνον αὐτῷ. Ἆρ’ οὖν ἐξήλειψεν αὐτὸν ὁ Θεὸς, τοσαύτην ἀγνωμοσύνην ἐξ ἀρχῆς καὶ ἀπ’ αὐτῆς, ὡς εἰπεῖν, γραμμῆς ἐπιδειξά‐ | |
35 | μενον; Τοῦτο μὲν γὰρ κατὰ τὸν τοῦ δικαίου λόγον ἀκόλουθον ἦν, τὸν μυρία μὲν παθόντα καλὰ, ἀντὶ δὲ τούτων ἀπὸ παρακοῆς καὶ ἀχαριστίας εὐθέως τὰ προοίμια τοῦ βίου πεποιημένον, ἀπολέσαι καὶ ἐκ μέσου βαλεῖν. Ὁ δὲ Θεὸς οὐχ ἧττον ἢ πρότερον εὐεργετῶν αὐτὸν | |
40 | διετέλεσε, δεικνὺς ὅτι, κἂν μυριάκις ἁμάρτωμεν καὶ ἀποστραφῶμεν αὐτὸν, τὰ πρὸς σωτηρίαν ἡμῖν αὐτὸς οἰκονομῶν οὐ παύεται, ἵν’ ἂν μὲν ἐπιστρέψωμεν, καὶ σωθῶμεν· ἂν δὲ ἐπιμένωμεν τῇ κακίᾳ, τὸ γοῦν αὐτὸν τὰ αὐτοῦ πράττειν ἐκ τούτου περιγίνεται. Δοκεῖ μὲν | |
45 | οὖν τὸ ἐκβαλεῖν τοῦ παραδείσου, καὶ τὸ κωλῦσαι τοῦ ξύλου τῆς ζωῆς, καὶ τὸ παραδοῦναι τῷ θανάτῳ, κολά‐ ζοντος εἶναι καὶ τιμωρουμένου· τὸ δὲ προνοοῦντός ἐστιν οὐχ ἧττον ἢ καὶ πρότερον. Εἰ γὰρ καὶ παράδοξον εἶναι δοκεῖ τὸ λεγόμενον, ἀλλ’ ὅμως ἀληθές· τὰ μὲν γὰρ γινό‐ | |
47.428(50) | μενα ἐναντία ἀλλήλοις ἦν, τὰ δὲ ἀμφοτέρων τέλη σύμφωνα καὶ ἀκόλουθα. Οἷόν τι λέγω· Τὸ ἀποκλεῖσαι τοῦ παραδείσου, τὸ κατοικίσαι ἐναντίον, τὸ ἀποτρέψαι τοῦ ξύλου τῆς ζωῆς, τὸ κωλῦσαι, τὸ ποιῆσαι θνητὸν, τὸ τέως ἀνώτερον ἀποφῆναι τῆς ἀποφάσεως, πάντα δὴ | |
55 | καὶ τὰ ἐξ ἐκείνων καὶ τὰ ἐκ τούτων ὑπὲρ τῆς τούτου | |
σωτηρίας ἐγένετο καὶ τιμῆς. Καὶ ὑπὲρ μὲν τῶν προτέ‐ | ||
47.429 | ρων οὐδὲν ἂν εἴποιμι (παντὶ γὰρ δῆλόν ἐστι), δεῖ δὲ τὸν ὑπὲρ τῶν μετὰ ταῦτα δοῦναι λόγον. γʹ. Πῶς οὖν εἰσόμεθα ὅτι καὶ τὰ δεύτερα ὑπὲρ τῶν ἐκείνῳ συμφερόντων ἦν; Ἂν ἐννοήσωμεν τί τούτων | |
5 | μὴ γενομένων ἔπαθεν ἄν. Τί οὖν ἂν ἔπαθεν; Εἰ, τοῦ διαβόλου μετὰ τὴν παράβασιν ἐπαγγειλαμένου δείξειν αὐτοὺς ἰσοθέους, ἐπὶ τῆς αὐτῆς ἔμεινε τιμῆς, τρισὶν ἂν περιέπεσε τοῖς ἐσχάτοις κακοῖς. Πρῶτον μὲν γὰρ τὸν Θεὸν ἂν ἐνόμισεν εἶναι βάσκανον, καὶ ἀπατεῶνα, | |
10 | καὶ ψεύστην· δεύτερον δὲ τὸν ἀληθῶς ἀπατεῶνα, καὶ τοῦ ψεύδους καὶ τῆς βασκανίας πατέρα, καὶ εὐεργέτην καὶ φίλον· καὶ πρὸς τούτοις ἀθάνατα ἂν διετέλεσεν ἁμαρτάνων τοῦ λοιποῦ. Τούτων δὲ αὐτὸν ἁπάντων ἀπήλ‐ λαξεν, ἐκβαλὼν τοῦ παραδείσου τότε. Οὕτω που καὶ | |
15 | ἰατρὸς, ἀφεὶς μὲν τὸ ἕλκος μείζονα τὴν σηπεδόνα ἐρ‐ γάζεται, ἐκκόπτων δὲ κωλύει περαιτέρω προελθεῖν τοῦ τραύματος τὴν κακίαν. Τί οὖν; φησίν. Οὐκ ἔστη μέ‐ χρι τούτων, ἀλλὰ καὶ ἱδρῶτας καὶ πόνους προσέθηκεν, ὅτι οὐδὲν οὕτω πρὸς ἄνεσιν ἄχρηστον ὡς ἡ τῶν ἀνθρώ‐ | |
20 | πων φύσις ἐστίν. Εἰ γὰρ καὶ τούτων ἐπικειμένων οὐ διαλιμπάνομεν ἁμαρτάνοντες, τί οὐκ ἂν ἐτολμήσαμεν, εἰ πρὸς τρυφὴν καὶ ἀργίαν ἀνῆκεν ἡμᾶς ὁ Θεός; Πᾶσαν γὰρ κακίαν, φησὶν, ἐδίδαξεν ἡ ἀργία. Καὶ μαρτυρεῖ τῷ λόγῳ τὰ καθ’ ἡμέραν γινόμενα, καὶ τὰ ἐπὶ τῶν προγό‐ | |
25 | νων δὲ συμβάντα τῶν ἡμετέρων. Ἐκάθισε γὰρ ὁ λαὸς, φησὶ, φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν· καὶ πάλιν· Ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἀπ‐ ελάκτισεν ὁ ἠγαπημένος. Συνῳδὰ δὲ τούτοις καὶ ὁ μα‐ κάριος Δαυῒδ φθέγγεται λέγων· Ὅταν ἀπέκτεινεν | |
30 | αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ τῇ Ἱερουσαλὴμ διὰ τοῦ Ἱερεμίου φησὶν ὁ Θεός· Διὰ παντὸς παιδεύθητι, Ἱε‐ ρουσαλὴμ, ὅπως ἂν μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ. Ὅτι δὲ οὐ τοῖς μοχθηροῖς μόνον, ἀλλὰ καὶ τοῖς | |
35 | χρηστοῖς, καὶ ταπεινοῦσθαι καὶ κάμπτεσθαι πρὸς σω‐ τηρίαν ἐστὶ, πάλιν ὁ προφήτης φησίν· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώ‐ ματά σου. Καὶ μετὰ τοῦτον δὲ ὁ Ἱερεμίας τὰ αὐτὰ δὴ ταῦτα ἐκβοᾷ εἰ καὶ μὴ ῥήμασι τοῖς αὐτοῖς· Ἀγαθὸν | |
40 | ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν βαρὺν ἐκ νεότητος αὐτοῦ· καθίσεται κατὰ μόνας, καὶ σιωπήσεται. Καὶ περὶ ἑαυτοῦ δὲ τοῦ Θεοῦ δεῖται λέγων· Μὴ γένῃ φειδόμενός μου εἰς ἀλλοτρίωσιν ἐν ἡμέρᾳ πονηρᾷ. Καὶ ὁ μακά‐ ριος δὲ Παῦλος ὁ τοσοῦτον ἐν τῇ χάριτι διαλάμψας, | |
45 | καὶ τὴν ἀνθρωπίνην φύσιν ὑπερβὰς, ὅμως καὶ αὐτὸς ἐδεῖτο τῆς ὠφελείας τούτου τοῦ καλοῦ· διὸ καὶ ἔλεγεν· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι· Ἀρκεῖ | |
47.429(50) | σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Καίτοι γε ἐνῆν καὶ χωρὶς διωγμῶν καὶ θλίψεων καὶ πόνων καὶ ἱδρώτων κατορθωθῆναι τὸ κή‐ ρυγμα, ἀλλ’ ὅμως οὐκ ἠθέλησεν ὁ Χριστὸς τῶν κη‐ ρυττόντων φειδόμενος. Διὰ τοῦτό φησιν αὐτοῖς· Ἐν | |
55 | τῷ κόσμῳ θλῖψιν ἕξετε. Καὶ τοῖς βουλομένοις δὲ εἰς τὴν βασιλείαν βαδίζειν, διὰ τῆς ἐστενοχωρημένης τοῦτο κελεύει ποιεῖν ὁδοῦ, ὡς οὐκ ἐνὸν ἑτέρωθεν ἐκεῖσε ἐλθεῖν. Οὕτως αἱ θλίψεις καὶ οἱ πειρασμοὶ καὶ τὰ συμβαίνοντα ἡμῖν ἀνιαρὰ τῶν χρηστῶν οὐχ ἧττον τὴν κηδεμονίαν | |
60 | τοῦ Θεοῦ ἡμῖν ἐνδείκνυνται. Καὶ τί λέγω τὰς θλίψεις | Column end |
47.430 | τὰς ἐνθάδε; τῆς γὰρ βασιλείας τῶν οὐρανῶν οὐκ ἔλατ‐ τον ἡ τῆς γεέννης ἀπειλὴ παρίστησι τὴν φιλανθρωπίαν αὐτοῦ. Εἰ γὰρ μὴ γέεννα ἠπείλητο, οὐκ ἄν τις ταχέως ἐπέτυχε τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν. Οὐδὲ γὰρ ἀρκεῖ | |
5 | μόνη ἡ τῶν χρηστῶν ἐπαγγελία προτρέψαι πρὸς ἀρε‐ τὴν, μὴ καὶ τοῦ φόβου τῶν δεινῶν ὠθοῦντος τοὺς ῥᾳθυ‐ μότερον πρὸς ἐκείνην διακειμένους. Διὰ τοῦτο καὶ τοῦ παραδείσου τὴν ἀρχὴν ἐξέβαλε τὸν πρωτόπλαστον, ὅτι ἡ παρασχεθεῖσα αὐτῷ τιμὴ χείρονα αὐτὸν ἀπειργάζετο | |
10 | ἂν, εἴπερ ἔμενεν ἀσάλευτος καὶ βεβαία ἐκείνη τῆς ἐν‐ τολῆς κινηθείσης. Καὶ τί λέγω τὸν Ἀδάμ; Τί γὰρ οὐκ ἂν ἐποίησεν ὁ Κάϊν ἐν παραδείσῳ στρεφόμενος, καὶ τρυφῆς ἀπολαύων τοσαύτης, ὅπου γε καὶ τούτων ἐστε‐ ρημένος, καὶ τοῦ πατρὸς τὴν τιμωρίαν παρὰ πόδας | |
15 | ὁρῶν, οὐδ’ οὕτως ἐσωφρονίζετο, ἀλλ’ εἰς μείζονα κακίαν ἐξέπιπτε, φόνον πρῶτος αὐτὸς καὶ εὑρὼν καὶ τολ‐ μήσας, καὶ φόνον τὸν πάντων ἐναγέστερον; Οὐδὲ γὰρ κατὰ μικρὸν, οὐδ’ ἐν χρόνῳ πολλῷ προσῆλθε τῷ καινῷ τούτῳ μιάσματι, ἀλλ’ ἀθρόως καὶ ἐξαίφνης πρὸς αὐτὴν | |
20 | εὐθέως ἀνεπήδησε τὴν κορυφὴν, τὸν κοινωνήσαντα τῶν αὐτῶν ὠδίνων αὐτῷ, τὸν ἠδικηκότα οὐδὲν, πλὴν εἰ τὸ τιμῆσαι τὸν Θεὸν ἀδίκημα ᾤετο, τοῦτον λοχήσας καὶ ἀνελών. Σὺ δέ μοι κἀνταῦθα πάλιν τοῦ Θεοῦ τὴν φιλαν‐ θρωπίαν κατάμαθε· ὅτε μὲν γὰρ εἰς αὐτὸν ὕβρισε, | |
25 | διὰ τῶν λόγων αὐτὸν νουθετεῖ, καὶ παραμυθεῖται λυ‐ πούμενον· ὅτε δὲ ἐμάνη κατὰ τοῦ ἀδελφοῦ, τότε δὴ ἐπεξέρχεται, καὶ τὴν τιμωρίαν ἐπάγει. Καίτοι καὶ τὰ πρότερα τῆς αὐτῆς κολάσεως, μᾶλλον δὲ καὶ χαλεπω‐ τέρας ἄξια ἦν. Εἰ γὰρ ἐπ’ ἀνθρώπων, ὅταν τις τῶν | |
30 | οἰκετῶν τὰ μὲν ἀμείνω φυλάττῃ ἑαυτῷ, τὰ δὲ φαυλότερα τῷ δεσπότῃ προσάγῃ, δεινὸν τὸ πρᾶγμα καὶ ὕβρις εἶναι δοκεῖ, πόσῳ μᾶλλον ἐπὶ Θεοῦ; Ὁ δὲ Κάϊν οὐ τοῦτο μόνον ἥμαρτεν, ἀλλὰ καὶ ἕτερον οὐχ ἧττον, τὸ δυσχε‐ ρᾶναι τῇ τιμῇ τοῦ ἀδελφοῦ. Εἰ μὲν γὰρ ὡς ἁμαρτὼν | |
35 | μετεγίνωσκεν, ἀποδεκτὸς τῆς καλλίστης ταύτης μετα‐ βολῆς ἦν· νῦν δὲ οὐ μετανοίας, ἀλλὰ καὶ ζήλου καὶ βασκανίας ἡ σύγχυσις ἦν, καὶ τὸ τέλος ἀπέδειξε. Μόνον γὰρ οὐκ ὠργίζετο τῷ Θεῷ, ὅτι μὴ ἐτίμησεν αὐτὸν ὑβρισθεὶς, καὶ προὔθηκε τὸν ἀκόλαστον τοῦ ἐπιεικοῦς· | |
40 | ἀλλ’ ὅμως καὶ οὕτω σφοδρὰν τῶν ἁμαρτημάτων ἀπαι‐ τούντων τὴν τιμωρίαν ἔλαττον πολλῷ τῆς ἀξίας κέχρη‐ ται τῷ πεπλημμεληκότι, καὶ φλεγμαίνουσαν αὐτοῦ καταστέλλειν πειρᾶται τὴν ψυχήν. Ἀπὸ γὰρ θυμοῦ ἡ ἀθυμία ἐκείνη ἦν· διὸ καί φησι πρὸς αὐτόν· Ἡσύ‐ | |
45 | χασον. Ταῦτα δὲ ἔλεγεν, εἰδὼς μὲν οἷ προβήσεται κακοῦ, βουλόμενος δὲ πᾶσαν τοῖς ἀγνωμονοῦσιν ἐκκό‐ ψαι πρόφασιν. Εἰ γὰρ ἐκολάσθη παρὰ τὴν ἀρχὴν, πολλὰ ἂν εἶπον τοιαῦτα πολλοί· οὐ γὰρ ἐνῆν παρακαλέσαι λόγῳ, καὶ νουθετῆσαι, καὶ ἐπιπλῆξαι πρότερον, καὶ τότε | |
47.430(50) | τοῖς αὐτοῖς ἐπιμένοντα μετελθεῖν; Πολλῆς ὠμότητος καὶ ἀπηνείας αὕτη ἡ κόλασις. Διὰ τοῦτο μακροθυμεῖ ταῖς εἰς αὐτὸν ὕβρεσιν ὁ Θεὸς, ἅμα μὲν ἐπιστομίζων ἐκείνους, ἅμα δὲ καὶ δεικνὺς ὅτι καὶ τὸν πατέρα τοῦ Κάϊν δι’ ἀγαθότητα ἐπαίδευσε, πρὸς δὲ καὶ εἰς μετά‐ | |
55 | νοιαν ἄγων τοὺς μετὰ ταῦτα διὰ τῆς τοιαύτης χρηστό‐ | |
τητος αὐτοῦ. Ἐπειδὴ δὲ κατὰ τὴν σκληρότητα αὐτοῦ, | ||
47.431 | καὶ ἀμετανόητον καρδίαν ἐθησαύρισεν ἑαυτῷ τὴν ὀργὴν, τὸ τηνικαῦτα ἐπεξέρχεται· εἰ δὲ καὶ μετὰ τὸν φόνον ἔμεινεν ἀτιμώρητος, καὶ ἐφ’ ἕτερον ἂν προῆλθε μεῖζον κακόν. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν ὅτι παρὰ ἄγνοιαν ἐπλημ‐ | |
5 | μέλησεν· ὃ γὰρ ὁ νεώτερος συνῆκε, πῶς ἂν οὗτος ἠγνόησε; Πλὴν ἀλλ’, εἰ βούλει, κείσθω καὶ ἀγνοίας εἶναι τὸ πρότερον· μετὰ τὸ ἀκοῦσαι τὸ, Ἡσύχασον, μετὰ τὸ συγγνώμης τυχεῖν, ἀπὸ ποίας ἀγνοίας ἐπὶ τὸν φόνον ἤρχετο, καὶ τὴν γῆν ἐμόλυνε, καὶ τοὺς τῆς φύ‐ | |
10 | σεως νόμους ἀνέτρεψεν; Ὁρᾷς ὡς οὐδὲ τὰ πρότερα τοῦ ἀγνοεῖν ἦν, ἀλλὰ κακίας καὶ πονηρίας καὶ μιαρίας τῆς ἐσχάτης; Τίς οὖν ἡ τούτων τιμωρία; Στένων ἔσῃ, φησὶ, καὶ τρέμων ἐπὶ τῆς γῆς. Δοκεῖ μὲν οὖν ἡ κόλασις εἶναι πικρά· ἀλλ’ οὐκ ἐὰν τὸ ἁμάρτημα λο‐ | |
15 | γισώμεθα, καὶ αὐτὴν δὲ τὴν τιμωρίαν διασκεψώμεθα καλῶς. Ὅτε γὰρ προσήνεγκε κακῶς, ἤλγησεν, ὅτι ὑβρίσας οὐκ ἐτιμήθη παρὰ τοῦ ὑβρισθέντος Θεοῦ, νου‐ θετοῦντα αὐτὸν διέπτυσε, φόνον ἐτόλμησε πρῶτος, μᾶλ‐ λον δὲ καὶ φόνου πολλῷ μίασμα ἐναγέστερον, ἐλύπησε | |
20 | τοὺς γεγεννηκότας, ἐψεύσατο τῷ Θεῷ. Μὴ γὰρ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; φησί· καὶ ἀντὶ τούτων ἁπάν‐ των φόβῳ κολάζεται μόνον καὶ τρόμῳ. Ἀλλ’ ὅμως καὶ τὴν χρηστότητα τοῦ Θεοῦ οὐκ ἀπὸ τοῦ πραοτέραν εἶναι μόνον τῆς ἁμαρτίας τὴν τιμωρίαν εἴποιμι ἂν φαίνεσθαι, | |
25 | ἀλλὰ καὶ ἀπὸ τοῦ κέρδος αὐτὴν ἔχειν οὐ τὸ τυχόν. Τὸ δὲ κέρδος ἦν σωφρονίζεσθαι τοὺς ἑξῆς ἅπαντας, καὶ γίνεσθαι βελτίους διὰ τῆς εἰς ἐκεῖνον ἐπιτιμήσεως. Διὰ τοῦτο οὐκ ἀνεῖλεν αὐτόν· οὐδὲ γὰρ ἦν ἴσον ἀκούειν ὅτι Κάϊν τις ἀνελὼν ἀδελφὸν ἀπέθανε, καὶ ὁρᾷν τὸν ἀν‐ | |
30 | ελόντα δίκην τίνοντα. Τότε μὲν γὰρ κἂν ἠπιστήθη τοῦτο λεγόμενον διὰ τὴν τοῦ μύσους ὑπερβολήν· νυνὶ δὲ φαινό‐ μενος καὶ παρὼν, καὶ πολλοὺς καὶ ἐπὶ πολὺν χρόνον μάρτυρας τῆς τιμωρίας ποιούμενος, κατάδηλον καὶ πιστὸν καὶ τοῖς τότε καὶ τοῖς ἐφεξῆς κατέστησε τὸ | |
35 | γεγονός. Τί οὖν τοῦτο πρὸς ἐκεῖνον, φησί; Μάλιστα μὲν, καὶ τῆς αὐτοῦ προενόησε σωτηρίας, ὅτε προανέστελλεν αὐτοῦ τὴν λύσσαν τό γε αὐτοῦ μέρος διὰ τῆς τῶν λό‐ γων παραινέσεως. Εἰ δὲ καὶ τὴν τιμωρίαν αὐτήν τις ἐξετάσειε, καὶ ἐκ ταύτης πολλὴν ὄψεται τὴν ὠφέλειαν | |
40 | οὖσαν. Εἰ μὲν γὰρ αὐτὸν ἀπέκτεινεν εὐθέως ὁ Θεὸς, οὐκ ἄν τινα προθεσμίαν αὐτῷ μετανοίας καὶ βελ‐ τιώσεως ἔδωκε· τότε δὲ τρόμῳ καὶ δέει συζῶν, εἰ μὴ λίαν ἀναίσθητος ἦν, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, πολλὰ ἂν ἀπὸ ταύτης ἐκέρδανε τῆς ζωῆς. Χωρὶς δὲ | |
45 | τούτων ἐλάττονα αὐτῷ τὴν μέλλουσαν κόλασιν διὰ ταύ‐ της τῆς τιμωρίας εἰργάζετο. Τὰ μὲν γὰρ ἐν τῷ παρόντι βίῳ ἐπαγόμενα ἡμῖν παρὰ τοῦ Θεοῦ λυπηρὰ ἢ κολαστή‐ ρια τῶν ἐκεῖ βασάνων ὑποτέμνεται μέρος οὐ μικρόν. Καὶ τούτου τὰς μαρτυρίας ἀπὸ τῶν θείων τις ἂν ἀγάγοι | |
47.431(50) | Γραφῶν. Ὁ μὲν γὰρ Χριστὸς τοῖς μαθηταῖς διαλεγό‐ μενος, καὶ τὰ κατὰ τὸν Λάζαρον διηγούμενος, φησὶ τὸν Ἀβραὰμ ἱκετευόμενον παρὰ τοῦ πλουσίου ἄκρῳ τῷ δακτύλῳ μικρὸν ἐπιστάξαι φλεγομένῃ τῇ γλώσσῃ εἰπεῖν πρὸς αὐτόν· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ | |
55 | ἀγαθὰ ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος τὰ κακά· νῦν δὲ οὗτος ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ὁ δὲ Παῦλος (Παῦλον δὲ ὅταν εἴπω, τὰ τοῦ Χριστοῦ λέγω πάλιν προστάγματα· αὐτὸς γὰρ τὴν μακαρίαν ἐκείνην | |
ἐκίνει ψυχὴν), τοῖς Κορινθίοις ἐπιστέλλων ποτὲ περὶ τοῦ | Column end | |
47.432 | πεπορνευκότος, κελεύει τὸν τοιοῦτον παραδοθῆναι τῷ σα‐ τανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ τοῖς αὐτοῖς πάλιν ὑπὲρ τῶν ἀναξίως τοῖς μυστηρίοις κοινω‐ | |
5 | νούντων διαλεγόμενος, Διὰ τοῦτο, φησὶ, πολλοὶ ἐν ὑμῖν ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρι‐ νόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Εἶδες φιλανθρωπίαν ἄφα‐ | |
10 | τον, καὶ πλοῦτον χρηστότητος ἄπειρον; εἶδες πῶς ἅπαντα πράττει καὶ πραγματεύεται ὁ Θεὸς, ἵνα καὶ ἁμαρτάνοντες δυνηθῶμεν πραοτέραν τῆς ὀφειλομένης ὑποστῆναι τὴν κόλασιν, ἢ καὶ ἀπαλλαγῆναι τέλεον; δʹ. Εἰ δὲ λέγοι τις, τίνος οὖν ἕνεκεν οὐ τὸν ἐξ ἀρχῆς ἀπα‐ | |
15 | τήσαντα ἠφάνισε; καὶ τοῦτο σφόδρα κηδόμενος ἡμῶν. Εἰ μὲν γὰρ πρὸς βίαν ὁ μιαρὸς ἐκεῖνος ἐκράτει, εἶχεν ἄν τινα λόγον τὸ ζητούμενον· εἰ δὲ ταύτης μὲν ἀφῄρηται τῆς δυνάμεως, πείθων δὲ μόνον (τὸ μὴ πεισθῆναι δὲ ἐφ’ ἡμῖν), τίνος ἕνεκεν τῆς εὐδοκιμήσεως τὴν πρόφασιν | |
20 | περιαιρεῖς, καὶ τὴν τῶν στεφάνων ἐκκόπτεις ὑπόθεσιν; Πρὸς δὲ τούτοις εἰ μὲν εἰδὼς αὐτὸν ἀκαταγώνιστον ὄντα, καὶ πάντων μέλλοντα κρατεῖν, εἶτα ἀφῆκεν, ἦν μὲν οὐδὲ οὕτως ἄξιον ὑπὲρ τούτων ἀπορεῖν· καὶ γὰρ καὶ τότε παρ’ ἡμᾶς ἐγίνετο τὸ κρατεῖν ἐκεῖνον καὶ νικᾶν τοὺς οὐ | |
25 | βιαζομένους, ἀλλ’ ἑκόντας ὑποκλινομένους αὐτῷ· πλὴν ἀλλ’ ὅμως οὐδὲ τοῦτο ἤρκεσεν ἂν τοῖς βουλομένοις ἀγνω‐ μονεῖν. Εἰ δὲ πολλοὶ μὲν εἰσὶν οἱ περιγενόμενοι τῆς ἐκεί‐ νου δυνάμεως ἤδη, πολλοὶ δὲ οἱ περιεσόμενοι πάλιν, τί τοὺς μέλλοντας εὐδοκιμεῖν, καὶ λαμπρὰν ἐπιδείκνυσθαι | |
30 | νίκην, τοσαύτης ἀποστερεῖς τιμῆς; Διὰ τοῦτο γὰρ εἴασεν, ἵνα αὐτὸν καταβάλωσιν οἱ πρότερον ἡττηθέντες ὑπ’ αὐτοῦ· ὃ πάσης αὐτῷ κολάσεως μεῖζον, καὶ πρὸς ἐσχάτην κατά‐ κρισιν ἀγαγεῖν ἱκανόν. Ἀλλ’ οὐ πάντες αὐτοῦ περιέσον‐ ται, φησί. | |
35 | Καὶ τί τοῦτο πρὸς τὸ λεγόμενον; Πολλῷ γὰρ δικαιότε‐ ρον τοὺς μὲν γενναίους λαμβάνειν ἀφορμὰς, ἐν αἷς τὴν προαίρεσιν ἐπιδείξονται τὴν αὐτῶν, τοὺς δὲ οὐ τοιού‐ τους ἀπὸ τῆς οἰκείας κολάζεσθαι ῥᾳθυμίας, ἢ διὰ τούτους ἐκείνους ἐπηρεάζεσθαι. Νῦν μὲν γὰρ ὁ φαῦ‐ | |
40 | λος, κἂν ἀδικῆται, οὐ παρὰ τὸν ἀνταγωνιστὴν, ἀλλὰ παρὰ τὴν αὑτοῦ νωθρείαν κρατούμενος· καὶ τοῦτο δηλοῖ τὸ πλῆθος τῶν νικώντων αὐτόν· τότε δὲ ἂν οἱ σπου‐ δαῖοι διὰ τοὺς φαύλους ἐπηρεάσθησαν, οὐκ ἔχοντες ὅπου τῇ ἀνδρείᾳ χρήσονται δι’ ἐκείνους· καὶ ἐγένετο | |
45 | παρόμοιον, ὥσπερ ἂν εἴ τις ἀγωνοθέτης ἀθλητὰς ἔχων δύο, τὸν μὲν καὶ συμπλακῆναι ἕτοιμον τῷ ἀνταγωνι‐ στῇ, καὶ καρτερίαν ἐπιδείξασθαι πολλὴν, καὶ στέφανον ἀναδήσασθαι, τὸν δὲ τῆς ταλαιπωρίας ἐκείνης ἀργίαν προτιμῶντα καὶ τρυφὴν, λαβὼν ἐκ μέσου τὸν ἀνταγω‐ | |
47.432(50) | νιστὴν, ἀμφοτέρους ἀπράκτους ἐκπέμψειε παρ’ αὐτοῦ. | |
47.433 | Οὕτω μὲν γὰρ ὁ σπουδαῖος διὰ τὸν φαῦλον ἐπηρεάσθη, ἐκεῖνος δὲ οὐκέτι διὰ τὸν γενναῖον κακὸς, ἀλλὰ διὰ τὴν κακίαν τὴν αὑτοῦ. Καὶ νῦν μὲν δοκεῖ τὸ ζητούμενον αὐτοῖς εἶναι περὶ τοῦ διαβόλου· κατὰ δὲ τὴν ἀκολουθίαν | |
5 | ὁ λόγος οὗτος προϊὼν τὴν αὐτοῦ πολλοῖς ἐγκαλέσει καὶ μέμψεται τὴν πρόνοιαν, καὶ τὴν δημιουργίαν ἅπασαν διαβαλεῖ τοῦ Θεοῦ. Καὶ γὰρ τῆς τοῦ στόματος καὶ τῆς τῶν ὀφθαλμῶν κατηγορήσει διαπλάσεως· διὰ τούτων μὲν γὰρ ἐπιθυμοῦσιν ὧν οὐ δεῖ, καὶ εἰς μοιχείαν ἐμπί‐ | |
10 | πτουσιν οἱ πολλοί· δι’ ἐκείνου δὲ βλασφημοῦσι, καὶ τὰ ὀλέθρια τῶν δογμάτων προφέρουσιν ἕτεροι. Ἆρ’ οὖν διὰ τοῦτο χωρὶς γλώττης καὶ ὀφθαλμῶν γενέσθαι τοὺς ἀνθρώπους ἐχρῆν; Οὐκοῦν καὶ τοὺς πόδας ἐκκόψομεν, καὶ τὰς χεῖρας ἀποτεμοῦμεν, ἐπειδὴ αὗται μὲν αἱμάτων | |
15 | πλήρεις εἰσὶν, ἐκεῖνοι δὲ εἰς κακίαν τρέχουσι. Ἀλλ’ οὐδὲ τὰ ὦτα τὴν ἀπήνειαν τοῦ λόγου τούτου δυνήσεται ἐκφυ‐ γεῖν· καὶ γὰρ ἀκοὴν ματαίαν παραδέχεται, καὶ τὴν τῶν δογμάτων φθορὰν παραπέμπει τῇ ψυχῇ· ὥστε καὶ ταῦτα ἀφαιρήσομεν. Εἰ δὲ τοῦτο, καὶ σῖτα, καὶ ποτὰ, καὶ οὐ‐ | |
20 | ρανὸν, καὶ γῆν, καὶ θάλατταν, καὶ ἥλιον, καὶ φῶς, καὶ σελήνην, καὶ τὸν τῶν ἄστρων χορὸν, καὶ πάντα τῶν ἀλόγων τὰ γένη· ποῦ γὰρ ἔσται χρήσιμα ταῦτα, τοῦ δι’ ὃν ἐγένετο πάντα κατακοπέντος οὕτως ἐλεεινῶς; Ὁρᾷς τὸν γέλωτα καὶ τὴν ἀτοπίαν εἰς ἢν ὁ λόγος καταστρέφειν | |
25 | ἀναγκάζεται; Ὁ γὰρ διάβολος ἑαυτῷ κακὸς, οὐχ ἡμῖν· ἡμεῖς γὰρ εἰ βουλοίμεθα καὶ πολλὰ καρπωσόμεθα δι’ αὐτοῦ καλὰ, ἄκοντος μὲν καὶ μὴ βουλομένου· τὸ δὲ θαῦμα καὶ ἐν τούτῳ μεῖζον, καὶ τῆς τοῦ Θεοῦ φιλαν‐ θρωπίας ἡ ὑπερβολή. Τὸ γὰρ βελτίους γίνεσθαι τοὺς ἀν‐ | |
30 | θρώπους δάκνει μὲν αὐτὸν καὶ αὐτὸ καθ’ ἑαυτὸ καὶ λυπεῖ· ὅταν δὲ καὶ δι’ αὐτοῦ τοῦτο προξενῆται ἡμῖν, οὐδ’ ἐνεγκεῖν δυνήσεται τὴν ἐπήρειαν. Πῶς οὖν προξενεῖται δι’ αὐτοῦ; Δεδοικότες αὐτοῦ τὴν ὠμότητα καὶ τὰς συν‐ εχεῖς ἐπιβουλὰς, καὶ τὰς ἐπαλλήλους μηχανὰς, τὸν | |
35 | πολὺν ὕπνον ἀποκρουόμεθα, νήφομεν, μεμνήμεθα τοῦ Κυρίου διαπαντός. Καὶ ὅτι οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ τοῦ μακαρίου Παύλου, ἄκουσον πῶς διὰ τῶν αὐτῶν σχε‐ δὸν ῥημάτων διεγείρει τοὺς καθεύδοντας τῶν πιστῶν. Τοῖς γὰρ Ἐφεσίοις ἐπιστέλλων οὕτω πώς φησιν· Οὐκ | |
40 | ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμο‐ κράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ταῦτα δὲ ἔλεγεν, οὐ καταβαλεῖν αὐτοὺς, ἀλλὰ διαναστῆσαι βου‐ | |
45 | λόμενος. Καὶ ὁ Πέτρος δὲ, Νήψατε, φησὶ, γρηγορή‐ σατε, ὅτι ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν τίνα καταπίῃ· ᾧ ἀντί‐ στητε στερεοὶ τῇ πίστει. Τοῦτο δὲ εἶπε σφοδροτέ‐ ρους ἐργάσασθαι θέλων, καὶ πεῖσαι πλείονα πρὸς τὸν | |
47.433(50) | Θεὸν τὴν οἰκειότητα ἔχειν. Ὁ γὰρ ἐφεστῶτα τὸν ἐχθρὸν ὁρῶν, μᾶλλον προστρέχει καὶ συμπλέκεται τῷ δυναμένῳ βοηθεῖν. Οὕτω που καὶ τὰ παιδία τὰ μικρὰ, ὅταν μὲν ἴδῃ τι τῶν φοβερῶν, εἰς τὸν τῆς μητρὸς καταφεύγοντα κόλπον, καὶ ἐκκρεμασθέντα τῶν ἱματίων ἐκείνης, ἔχε‐ | |
55 | ται αὐτῶν ἀσφαλῶς, καὶ πολλῶν ἀνθελκόντων πολλάκις, οὐκ ἀφίσταται· ὅταν δὲ μηδὲν ᾖ τὸ θορυβοῦν, οὐδὲ κα‐ λούσης ἐκείνης καὶ ἐφελκομένης ἀνέχεται, ἀλλὰ καὶ καλοῦσαν διαπτύει, καὶ πολλὰ πρὸς τὸ ἐπισπάσασθαι | |
μηχανωμένην ἀποστρέφεται, καὶ τραπέζης κειμένης | Column end | |
47.434 | καταφρονεῖ. Διὰ τοῦτο πολλαὶ τῶν μητέρων ἐπειδὰν μηδὲν ἰσχύσωσι παρακαλοῦσαι, μορμολύκεια καὶ φό‐ βητρα κατασκευάζουσαι, οὕτως αὐτῶν σοφίζονται τὴν ἐπάνοδον, καὶ πείθουσι προσδραμεῖν πάλιν αὐταῖς. | |
5 | Τοῦτο δὲ οὐκ ἐπὶ τῶν παιδίων γίνεται μόνον, ἀλλὰ καὶ ἐφ’ ἡμῶν. Ὅταν γὰρ ἡμᾶς ὁ Πονηρὸς φοβῇ καὶ ταράττῃ, τότε σωφρονιζόμεθα, τότε ἑαυτοὺς ἐπιγινώσκομεν, τότε μετὰ πολλῆς τῆς σπουδῆς τῷ Θεῷ προστρέχομεν· εἰ δὲ ἠφανίσθη παρὰ τὴν ἀρχὴν οὗτος καὶ γέγονεν ἐκποδὼν, | |
10 | τάχα οὐδὲ ὑπὲρ τῶν παρελθόντων ἂν ἐπίστευσαν οἱ πολλοί· οἷον ὅτι τὸν ἄνθρωπον ἠπάτησε, καὶ τῶν πολλῶν ἐκείνων ἐξέβαλεν ἀγαθῶν· ἀλλὰ τὸν Θεὸν φθόνῳ καὶ βασκα‐ νίᾳ τοῦτο πεποιηκέναι εἶπον ἄν. Ὅπου γὰρ καὶ νῦν εἰσιν οἱ ταῦτα τολμῶντες μετὰ τὴν τοσαύτην ἀπόδειξιν τῆς | |
15 | ἀπάτης αὐτοῦ, εἰ μηδὲ ὅλως πεῖραν ἔλαβον τῆς κα‐ κουργίας ἐκείνου, τί οὐκ ἂν εἶπον, τί οὐκ ἂν ἐφθέγ‐ ξαντο; Ὅλως δὲ εἰ χρὴ μετὰ ἀκριβείας τοῖς γενομένοις προσέχειν, οὐδὲ εἰς ἅπαντα ἡμᾶς ὁ διάβολος ὠθεῖ, ἀλλὰ πολλὰ μὲν καὶ αὐτὸς ἐργάζεται κακὰ, πολλὰ δὲ καὶ | |
20 | ἡμεῖς ἑαυτοῖς ῥᾳθυμίᾳ καὶ καταφρονήσει μόνον. Ποῦ γὰρ, ἵνα πάλιν ἐπὶ τὴν ἀρχὴν ἐπανέλθωμεν, προσ‐ επέλασεν ὁ διάβολος τῷ Κάϊν, καὶ τὸν φόνον πρᾶξαι παρῄνεσε; Τῇ μὲν γὰρ τούτου μητρὶ φαίνεται διαλεγό‐ μενος καὶ τὴν ἀπάτην κατασκευάζων· ἐνταῦθα δὲ οὐκ‐ | |
25 | έτι, πλὴν εἴ τις αὐτὸν τοὺς πονηροὺς λογισμοὺς ὑποβε‐ βληκέναι φαίη, καὶ τοῦτο δὲ παρὰ τὸν καταδεξάμενον καὶ πεισθέντα καὶ τὴν ἀρχὴν αὐτῷ παρεσχηκότα τῆς ἐφόδου. Ἀλλ’ ὅμως οὐδὲ οὕτως αὐτὸν εἴασεν ὁ Θεὸς, ἀλλ’ ἐπέμενε παιδεύων καὶ νουθετῶν, δι’ ὧν ἐδόκει κο‐ | |
30 | λάζειν αὐτόν. Καὶ τί λέγω τοῦ Κάϊν τὴν τιμωρίαν, ἀνδρὸς ἑνὸς, ὅπου γε καὶ ὁ κατακλυσμὸς, ἔνθα τοσούτων ἀνδρῶν ἀπώλεια δύναιτ’ ἂν ἡμῖν ἐμφῆναι τὴν κηδεμονίαν τοῦ Θεοῦ; Πρῶτον μὲν γὰρ οὐχ ἁπλῶς οὐδὲ ἀπροσδοκήτως | |
35 | ἐπήγαγεν ἐκεῖνα τὰ δεινὰ, ἀλλὰ καὶ προεῖπε, καὶ οὐ πρὸ χρόνου βραχέος, ἀλλὰ καὶ πρὸ εἴκοσι ἐτῶν καὶ ἑκατόν. Ἔπειτα, ἵνα μὴ διὰ τὸ μῆκος τῆς προῤῥήσεως εἰς λήθην ἐμπέσωσι καὶ ῥᾳθυμίαν, παρεσκεύασε τὴν κιβωτὸν τεκταίνεσθαι κατ’ ὀφθαλμοὺς ἐκείνων αὐτῶν, πάσης | |
40 | φωνῆς λαμπρότερον βοῶσαν τοῦ Θεοῦ τὴν ἀπειλήν. Ὁ μὲν γὰρ Κάϊν ἐξέπεσεν ἤδη τῆς τῶν ἀνθρώπων διανοίας, ἐκείνη δὲ πρὸ τῶν ὄψεων αὐτῶν κειμένη, συνεχῶς τῶν ἀπειληθέντων τὴν μνήμην διήγειρεν. Ἀλλ’ οὐδὲ οὕτως ἐσωφρονίσθησαν, ἀλλ’ ἐπέμενον προκαλούμενοι καὶ ἕλ‐ | |
45 | κοντες καθ’ ἑαυτῶν τὰ κακά. Ὁ γὰρ Θεὸς οὔτε ἀπει‐ λῆσαι κατακλυσμὸν οὔτε ἐπαγαγεῖν ἠθέλησεν, ὥσπερ οὐδὲ τὴν γέενναν αὐτὴν, ἀλλὰ πάντων ἡμεῖς αἴτιοι τού‐ των· ὅπερ καὶ σοφώτατός τις συνιδὼν ἔλεγεν ὅτι, Ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ’ ἀπω‐ | |
47.434(50) | λείᾳ ζώντων. Καὶ αὐτὸς δὲ διὰ τοῦ προφήτου οὕτω φησί· Μὴ γὰρ θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ὅταν δὲ μὴ ἐπιστρα‐ φῶμεν, τὴν ἀπώλειαν καὶ τὸν θάνατον ἡμεῖς καθ’ ἑαυτῶν ἐπάγομεν, οὐχ ὁ μὴ βουλόμενος ἡμᾶς ἀπολέσθαι Θεὸς, | |
55 | καὶ τὴν τοῦ διαβόλου φυγεῖν ὁδὸν ὑποδεικνύς. Ἆρ’ | |
47.435 | οὖν τοῦτο μόνον ἔχομεν εἰπεῖν ὑπὲρ τοῦ κατακλυσμοῦ, κέρδος δὲ οὐδὲν εὑρήσομεν ἐξ αὐτοῦ γεγονός; Ἀλλ’ οὐδὲ ἔστιν εἰπεῖν ὅσον καὶ τοῖς τετελευτηκόσιν αὐτοῖς καὶ τοῖς μετ’ ἐκείνους γεγενημένοις ὑπῆρξεν. Ἐκεῖνοι μὲν γὰρ | |
5 | περαιτέρω προελθεῖν τῆς κακίας ἐκωλύθησαν· οἱ δὲ μετ’ ἐκείνους ἐκείνων μειζόνως ἐκέρδανον, τῆς ζύμης, ὡς ἄν τις εἴποι, καὶ τῆς ὑποθέσεως τῶν κακῶν. ἀφανι‐ σθείσης ἐκ μέσου μετὰ τῶν τολμησάντων αὐτῶν. Εἰ γὰρ καὶ χωρὶς παραδείγματος εὐκόλως δύναιντ’ ἂν εὑρεῖν | |
10 | οἱ ἄνθρωποι τὰ κακὰ, τί οὐκ ἂν ἔπραξαν πολλῶν ὄντων τῶν παρακαλούντων αὐτοὺς ἐπὶ τὰς πράξεις τὰς πονη‐ ράς; Ὅπερ ἵνα μὴ γένηται, μηδὲ τοσούτους διδασκάλους οἱ μετὰ ταῦτα φαυλότητος ἔχωσι, πάντας αὐτοὺς ἄρδην ἀπ‐ ώλεσεν. | |
15 | εʹ. Ἀλλὰ τίς ὁ σοφὸς λόγος, μᾶλλον δὲ ὁ ἀνόητος, τῶν πράττειν μὲν οὐδὲν βουλομένων ἀγαθὸν, πάντα δὲ ζη‐ τούντων καὶ λεγόντων, ἵνα τῶν οἰκείων ἁμαρτημάτων τὴν αἰτίαν ἐπὶ τὸν Θεὸν ἀγάγωσιν; Εἰ μὴ συνεχώρησε, φησὶν, ὁ Θεὸς, οὐδ’ ἂν προσῆλθεν ὁ διάβολος, οὐδ’ ἂν | |
20 | ἠπάτησε τὴν ἀρχήν. Ἀλλ’ οὐδ’ ἂν ἔμαθεν ὁ Ἀδὰμ ὅσον εἶχεν ἀγαθὸν, οὐδ’ ἂν ἐκ τῆς ἀπονοίας ἐκείνης κατέβη ποτέ. Ὁ γὰρ τοσούτου ἑαυτὸν καταξιῶν, ὡς καὶ θεὸς γε‐ νέσθαι προσδοκᾷν, τί οὐκ ἂν ἐτόλμησεν οὗτος, μὴ σω‐ φρονισθείς; Θῶμεν δὲ μήτε συμβεβουλευκέναι τι τὸν | |
25 | διάβολον, μήτε ὅλως διειλέχθαι τῇ Εὔᾳ περὶ τοῦ ξύλου· ἆρα ἂν ἄπταιστοι διετέλεσαν μὴ γενομένου τούτου; Οὐκ ἔστιν εἰπεῖν. Ὁ γὰρ ὑπὸ τῆς γυναικὸς οὕτως εὐκόλως ἀναπεισθεὶς, οὗτος καὶ διαβόλου οὐκ ὄντος ταχέως ἂν ἀφ’ ἑαυτοῦ πρὸς τὴν ἁμαρτίαν κατέπεσεν· ὃ καὶ μείζω | |
30 | ἂν αὐτῷ τὴν τιμωρίαν ἐποίησε. Χωρὶς δὲ τούτων οὐδὲ νῦν τῆς τοῦ διαβόλου μόνον ἀπάτης τὸ πᾶν ἐστιν, ἀλλὰ καὶ ὑπὸ τῆς οἰκείας ἐπιθυμίας ἁλοῦσα κατέπεσεν ἡ γυνή. Καὶ τοῦτο ἡ Γραφὴ παρεδήλωσεν εἰποῦσα· Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν | |
35 | τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖον τοῦ κατανοῆσαι· καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε. Καὶ οὐ τὸν διάβολον ἀπαλλάττων τῶν τῆς ἐπιβουλῆς ἐγκλημάτων ταῦτα λέγω νῦν, ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι εἰ μὴ ἑκόντες κατέπεσον, οὐδεὶς ἂν αὐτοὺς κατέβαλεν. Ὁ γὰρ | |
40 | τὴν παρ’ ἑτέρου δεξάμενος ἀπάτην οὕτως εὐκόλως, οὗ‐ τος καὶ πρὸ τῆς ἀπάτης ῥᾳθύμως καὶ χαύνως διέκειτο· οὐδὲ γὰρ ἂν ἴσχυσε τοσοῦτον ἐκεῖνος, εἰ νηφούσῃ καὶ ἐγρη‐ γορυίᾳ διελέγετο ψυχῇ. Ἀλλ’ εἰσί τινες οἳ, ἐπειδὰν κατὰ τοῦτο διελεγχθῶσι τὸ μέρος, τὸν διάβολον ἀφέντες ἐπὶ | |
45 | τὴν ἐντολὴν μεταβαίνουσι, καὶ τοῦ μὲν ἡμαρτηκότος ἀπέχονται, ἐγκαλοῦσι δὲ τῷ Θεῷ λέγοντες, Τί γὰρ ἐδί‐ δου πρόσταγμα, ἁμαρτήσοντας αὐτοὺς εἰδώς; Καὶ ταῦτα δέ ἐστι διαβόλου τὰ ῥήματα καὶ ἀσεβοῦς ἐννοίας εὑ‐ ρήματα. Ὅτι γὰρ καὶ τὸ δοῦναι τὴν ἐντολὴν μείζονος | |
47.435(50) | κηδεμονίας ἐστὶν, ἢ τὸ μὴ δοῦναι, δῆλον ἐκεῖθεν. Ἔστω γὰρ ὁ Ἀδὰμ τὴν μὲν προαίρεσιν ἔχων οὕτω ῥᾴθυμον, ὡς τὸ τέλος ἀπέδειξε, δεχέσθω δὲ μηδεμίαν ἐντολὴν, ἀλλὰ μενέτω τρυφῶν· ἆρα ἡ ἀσθένεια καὶ ἡ ῥᾳθυμία ἀπὸ τῆς ἀνέσεως ταύτης ἐπὶ τὸ χεῖρον ἢ ἐπὶ τὸ κρεῖττον | |
55 | ἐπέδωκεν ἄν; Ἀλλὰ παντί που δῆλον, ὅτι πρὸς ἐσχάτην ἂν κατέπεσε κακίαν, ἄφροντις ὤν. Ὁ γὰρ μηδέπω θαῤ‐ ῥεῖν ὑπὲρ τῆς ἀθανασίας ἔχων, ἀλλ’ ἔτι μετέωρον τὴν ἐλπίδα ταύτην οὖσαν εἰδὼς, καὶ πρὸς τοσοῦτον ἀλαζο‐ νείας καὶ ἀνοίας ἀρθεὶς, ὡς καὶ ἐλπίσαι γενέσθαι θεὸς, | |
60 | καὶ ταῦτα οὐδαμόθεν τὸν ταῦτα ἐπαγγειλάμενον πιστὸν | |
ὁρῶν· εἰ βεβαίαν ἔσχε τὴν ἀθανασίαν, ποῦ οὐκ ἂν | Column end | |
47.436 | ἔφθασεν ἀπονοίας; τί δὲ οὐκ ἂν ἐξήμαρτε; πότε δὲ ἂν ὑπήκουσε τοῦ Θεοῦ; Σὺ δὲ παρόμοιον ποιεῖς ἐγκαλῶν, ὥσπερ ἂν εἴ τις καὶ τὸν πορνεύειν ἀπαγορεύοντα μέμ‐ φοιτο, ἐπειδὴ οἱ ταῦτα ἀκουσόμενοι πορνεύειν ἔμελλον. | |
5 | Καὶ πῶς οὐκ ἐσχάτης ταῦτα μανίας τὰ ῥήματα; Εἰ γὰρ μὴ δεξαμένῳ τὴν ἐντολὴν προσελθὼν ὁ διάβολος ἀπο‐ στῆναι τοῦ Θεοῦ συνεβούλευσε, καὶ τοῦτο εὐκόλως ἂν ἔπεισεν· ὁ γὰρ μετὰ τὴν τοῦ προστάγματος δόσιν κατα‐ φρονήσας τοῦ δεδωκότος αὐτὸ, εἰ μηδὲν ὅλως ἠκηκόει | |
10 | παρ’ αὐτοῦ, ταχέως ἂν ὅτι καὶ ὑπὸ δεσπότην ἐστὶν ἠγνόησε. Διὰ τοῦτο προλαβὼν ὁ Θεὸς δι’ ὧν προσέταξεν, ἐδίδαξεν ὅτι καὶ κύριον ἔχει, καὶ πάντα ὑπακούειν αὐτοῦ δεῖ. Καὶ τί πλέον ἀπὸ τούτου γέγονε; φησί. Μάλιστα μὲν, εἰ καὶ μηδὲν ἐγεγόνει, οὐδὲν τοῦτο παρὰ τὸν δι‐ | |
15 | δάξαντα Θεὸν, ἀλλὰ παρὰ τὸν μὴ δεξάμενον τὴν καλλί‐ στην ταύτην παίδευσιν· νῦν δὲ οὐδὲ οὕτως ἀνόνητος γέ‐ γονε καὶ μετὰ τὴν παράβασιν ἡ δόσις τῆς ἐντολῆς. Καὶ γὰρ τὸ κρυβῆναι, καὶ τὸ τὴν ἁμαρτίαν ὁμολογῆσαι, καὶ τὸ σπουδάζειν τὸν μὲν ἄνδρα ἐπὶ τὴν γυναῖκα, ἐκεί‐ | |
20 | νην δὲ ἐπὶ τὸν ὄφιν τὴν αἰτίαν τῶν γεγενημένων μεταγα‐ γεῖν, δεδοικότων ἐστὶ καὶ τρεμόντων καὶ τὸ κῦρος ἐπεγνωκότων τοῦ Θεοῦ. Ὅσον δὲ κέρδος ἦν ἀπὸ τῆς σα‐ τανικῆς ἐκείνης προσδοκίας εἰς τοσοῦτον μετατεθῆναι φόβον, οὐδεὶς ἀγνοεῖ. Ὁ γὰρ ἰσοθεΐαν φαντασθεὶς, αὐτὸς | |
25 | οὕτως ἐταπεινοῦτο καὶ συνεστέλλετο, ὡς ὑπὲρ τιμω‐ ρίας καὶ κολάσεως τρέμειν, καὶ τὴν ἁμαρτίαν ἐξαγ‐ γέλλειν τὴν αὐτοῦ. Τὸ δὲ μὴ ἁμαρτάνειν ἀνεπαισθήτως, ἀλλ’ ἐπιγινώσκειν ταχέως καὶ συνορᾷν τὸ πλημμεληθὲν, οὐκ ἔστι μικρὸν, ἀλλ’ ὁδός τις καὶ ἀρχὴ πρὸς διόρθωσιν | |
30 | ἄγουσα καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν. Πᾶσαν μὲν οὖν τοῦ Κυρίου τὴν εἰς ἡμᾶς ἀγαθότητα οὔτε μα‐ θεῖν οὔτε διηγήσασθαι δυνατόν· ὧν δὲ ἴσμεν τὸ κεφά‐ λαιον ἐρῶ. Μετὰ γὰρ τὴν τοσαύτην παρακοὴν, μετὰ το‐ σαῦτα ἁμαρτήματα, ὅτε πᾶσαν κατέσχε τὴν οἰκουμένην | |
35 | ἡ τῆς ἁμαρτίας τυραννὶς, ὅτε τὴν ἐσχάτην ἔδει δοῦναι δίκην λοιπὸν, καὶ ἀπολέσθαι παντελῶς, καὶ ἀνώνυμον τὸ τῶν ἀνθρώπων γενέσθαι γένος, τότε τὴν μεγίστην περὶ ἡμᾶς εὐεργεσίαν ἐπεδείξατο, ὑπὲρ τῶν ἐχθρῶν καὶ ἀπηλλοτριωμένων καὶ μισούντων αὐτὸν καὶ ἀποστρεφο‐ | |
40 | μένων τὸν Μονογενῆ κατασφάξας τὸν ἑαυτοῦ, καὶ διὰ τούτου τὴν πρὸς αὐτὸν καταλλαγὴν ἐργασάμενος ἡμῖν, καὶ βασιλείαν οὐρανῶν, καὶ ζωὴν αἰώνιον, καὶ τὰ μυρία ἐπαγγειλάμενος δώσειν ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. | |
45 | Τί ταύτης ἂν γένοιτο τῆς κηδεμονίας ἴσον, τῆς φιλαν‐ θρωπίας, τῆς ἀγαθότητος; Διὰ ταῦτα καὶ αὐτός φησι· Καθὼς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπ‐ έχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ δια‐ νοήματά μου ἀπὸ τῆς διανοίας ὑμῶν. Καὶ ὁ πραότα‐ | |
47.436(50) | τος δὲ Δαυῒδ περὶ τῆς φιλανθρωπίας αὐτοῦ διαλεγόμενός φησι· Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκρα‐ ταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμέ‐ νους αὐτόν· καθ’ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν· | |
55 | καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς | |
φοβουμένους αὐτόν· οὐχ ὅτι τοσοῦτον μόνον, ἀλλ’ ὅτι | ||
47.437 | παράδειγμα τῆς ἄκρας φιλοστοργίας ἕτερον μεῖζον οὐκ ἴσμεν. Ἐπεὶ ὅτι καὶ τούτου πλεῖον ὁ Ἡσαΐας ἐδίδαξε· τὴν γὰρ μητέρα εἰς τὸ ὑπόδειγμα παραλαβὼν τὴν πολὺ τοῦ πατρὸς συμπαθεστέραν πρὸς τὰ ἔκγονα οὖσαν, οὑ‐ | |
5 | τωσὶ λέγει· Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ’ ἐγὼ οὐκ ἐπι‐ λήσομαί σου, λέγει Κύριος· δεικνὺς ὅτι καὶ τῆς φυ‐ σικῆς φιλοστοργίας ἀνώτερός ἐστιν ὁ ἔλεος τοῦ Θεοῦ. | |
10 | Καὶ ταῦτα μὲν οἱ προφῆται, τοῖς δὲ Ἰουδαίοις αὐτὸς διαλεγόμενος ἔλεγεν ὁ Χριστός· Εἰ δὲ ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώ‐ σει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; οὐδὲν ἄλλο ἐμφαίνων | |
15 | διὰ τούτων, ἀλλ’ ἢ ὅτι ὅσον τῶν ἀγαθῶν καὶ τῶν πο‐ νηρῶν τὸ μέσον ἐστὶ, τοσοῦτον τῆς τοῦ Θεοῦ κηδεμονίας πρὸς τὴν πατρικὴν τὸ διάφορον. Καὶ μηδὲ μέχρι τού‐ του πάλιν στῇς, ἀλλὰ τῷ νῷ καὶ περαιτέρω πρόϊθι· καὶ γὰρ καὶ τοῦτο, ὅσον ἀκοῦσαί σε δυνατὸν, εἴρηται· οὗ γὰρ | |
20 | ἡ σύνεσις ἄπειρος καὶ ἡ ἀγαθότης, δηλονότι καὶ ἡ φιλ‐ ανθρωπία. Εἰ δὲ μὴ καθ’ ἕκαστον τῶν γινομένων αὐ‐ τὴν ὑποπτεύομεν, καὶ τοῦτο τῆς ἀπειρίας αὐτῆς ση‐ μεῖον. Πολλὰ γὰρ καὶ μεγάλα καθ’ ἑκάστην ἡμέραν ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας οἰκονομεῖται, ἃ αὐ‐ | |
25 | τῷ μόνῳ ἐστὶ φανερά. Ἐπειδὴ γὰρ δι’ ἀγαθότητα τὸ ἡμέτερον γένος εὐεργετεῖ, οὔτε δὲ τῆς παρ’ ἡμῶν δό‐ ξης δεόμενος, οὔτε ἀμοιβῆς χρῄζων τινὸς ἑτέρας, τὰ πλείονα ἀφίησι λανθάνειν ἡμᾶς· εἰ δέ ποτε καὶ ἀπο‐ καλύψειε, καὶ τοῦτο ἡμῶν ἕνεκεν ποιεῖ, ἵνα εὐχαρίστως | |
30 | διατεθέντες πλείονα ἐπισπασώμεθα τὴν βοήθειαν. Μὴ τοίνυν ὑπὲρ τούτων μόνον ὧν ἴσμεν, ἀλλὰ καὶ ὑπὲρ ὧν οὐκ ἴσμεν εὐχαριστῶμεν αὐτῷ· οὐ γὰρ ἑκόντας μό‐ νον, ἀλλὰ καὶ ἄκοντας οἶδεν εὖ ποιεῖν. Ὅπερ οὖν καὶ ὁ Παῦλος εἰδὼς πάντοτε καὶ ἐν πᾶσιν εὐχαριστεῖν παρ‐ | |
35 | ῄνει. Ὅτι δὲ οὐ κοινῇ πάντων μόνον, ἀλλὰ καὶ ἰδίᾳ ἑκά‐ στου κήδεται, καὶ τοῦτο αὐτοῦ πάλιν ἀκούειν λέγοντος ἔστιν· Οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τού‐ των περὶ τῶν πιστευόντων εἰς αὐτὸν λέγων. Βούλεται | |
40 | μὲν γὰρ καὶ τοὺς μὴ πιστεύοντας αὐτῷ σωθῆναι με‐ ταβαλλομένους καὶ πιστεῦσαι πάντας, καθὼς καὶ ὁ Παῦ‐ λός φησιν· Ὃς θέλει πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ αὐτὸς δὲ τοῖς Ἰουδαίοις ἔλεγεν· Οὐκ ἦλθον καλέσαι δικαίους, | |
45 | ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· καὶ, πάλιν διὰ τοῦ προφήτου, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Ὅταν δὲ μηδὲ τοσαύτης ἐπιμελείας ἀπολαύσαντες ἐθελήσωσι γενέσθαι βελτίους, καὶ ἐπιγνῶναι τὴν ἀλήθειαν, οὐδὲ οὕτως αὐ‐ τοὺς ἀφίησιν· ἀλλ’ ἐπειδὴ τῆς οὐρανίου ζωῆς ἑαυτοὺς | |
47.437(50) | ἑκόντες ἀπεστέρησαν, τὰ γοῦν εἰς τὸν παρόντα βίον αὐ‐ τοῖς ἅπαντα χορηγεῖ, τὸν ἥλιον ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ τὰ ἄλλα ἅπαντα τὰ πρὸς τὴν σύστασιν τῆς παρούσης παρέχων ζωῆς. Εἰ δὲ ἐχθρῶν τοσαύτην ποιεῖται πρό‐ | |
55 | νοιαν, τοὺς πιστεύοντας αὐτῷ καὶ θεραπεύοντας αὐτὸν κατὰ δύναμιν τὴν αὐτῶν πῶς περιόψεταί ποτε; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλ’ ἐν πλείονι πάντων τούτους ἔχει σπουδῇ· Ὑμῶν γὰρ, φησὶ, καὶ αἱ τρίχες τῆς κε‐ | |
φαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. | Column end | |
47.438 | ϛʹ. Ὥστε ὅταν ἐννοήσῃς ὅτι πατέρα, καὶ οἰκίαν, καὶ φί‐ λους, καὶ συγγενεῖς, καὶ πλοῦτον ἄφατον, καὶ δόξαν πολ‐ λὴν ῥίψας ἀπὸ τῶν χειρῶν διὰ τὸν Χριστὸν, εἶτα τοσαύ‐ την θλῖψιν ὑπομένεις νῦν, μὴ καταβάλλῃς σαυτόν· ἐξ ὧν | |
5 | γὰρ ἡ ἀπορία τίκτεται λογισμῶν, ἐκ τῶν αὐτῶν καὶ ἡ τῆς ἀπορίας ἡμῖν ἔσται λύσις. Πῶς; Ἀδύνατον ψεύσασθαι τὸν Θεόν· ἐπηγγείλατο δὲ τοῖς ταῦτα καταλιποῦσι ζωὴν αἰώ‐ νιον. Κατέλιπες δὲ σὺ πάντα καὶ διέπτυσας· τί οὖν ἐστι λοιπὸν τὸ κωλύον σε θαῤῥεῖν ὑπὲρ τῆς ὑποσχέσεως; ὁ | |
10 | κατέχων σε πειρασμὸς νῦν; Καὶ τί τοῦτο πρὸς τὴν ὑπό‐ σχεσιν; Οὐ γὰρ ἐνταῦθα τὴν αἰώνιον ἡμῖν ἐπηγγείλατο ζωήν· εἰ δὲ καὶ ἐνταῦθα τὰ τῆς ἐπαγγελίας πληροῦσθαι ἔμελλεν, οὐδὲ οὕτως ἀσχάλλειν ἐχρῆν· τὸν γὰρ εὐλαβῆ καὶ πιστὸν ἄνδρα οὕτω βεβαίως διακεῖσθαι χρὴ πρὸς τὰς ἐπαγ‐ | |
15 | γελίας τοῦ Θεοῦ, ὥστε κἂν ἐναντία αὐταῖς φαίνηται τὰ γινόμενα, μηδὲ οὕτω ταράττεσθαι, μηδὲ ἀπογινώσκειν τὴν ἔκβασιν. Ὅρα γοῦν· ὁ πιστὸς Ἀβραὰμ τίνα μὲν ὑπό‐ σχεσιν ἐδέξατο, τίνα δὲ πράττειν ἠναγκάζετο; Ἡ μὲν ὑπόσχεσις ἦν ἀπὸ τοῦ Ἰσαὰκ πᾶσαν ἐμπλήσειν τὴν οἰ‐ | |
20 | κουμένην, τὸ δὲ πρόσταγμα, αὐτὸν τοῦτον καταθῦσαι τὸν Ἰσαὰκ, ἐξ οὗ ἔμελλε πᾶσα πληροῦσθαι ἡ γῆ. Τί οὖν; ἐθορύβει τοῦτο τὸν δίκαιον; Οὐδαμῶς· ἀλλὰ καὶ τοσαύ‐ της διαφωνίας οὔσης καὶ μάχης τῇ κελεύσει πρὸς τὴν ἐπαγγελίαν, οὐκ ἐταράχθη, οὐδὲ ἰλιγγίασεν, οὐδὲ εἶπέ τι | |
25 | τοιοῦτον ἐκεῖνος· Ἕτερα ἐπηγγείλατο, καὶ ἕτερά με πράτ‐ τειν ἀναγκάζει νῦν ὁ Θεός· ἀπὸ τοῦ παιδὸς τούτου τὸ πολύ μοι τῶν ἐκγόνων ὑπέσχετο πλῆθος, καὶ τοῦτον κατασφάξαι κελεύει νῦν· πῶς οὖν τοῦτο ἔσται, τῆς ῥί‐ ζης ἐκκεκομμένης; Ἠπάτησέ με ἄρα, καὶ διέπαιξεν. | |
30 | Οὐδὲν τούτων εἶπεν, ἀλλ’ οὐδὲ ἐνενόησε· καὶ μάλα γε εἰκότως. Ὅταν γὰρ Θεὸς ὁ ὑπισχνούμενος ᾖ, κἂν μυ‐ ρία δοκῇ τὴν ἐπαγγελίαν ἀναιρεῖν, οὐ χρὴ θορυβεῖσθαι περὶ τοῦ τέλους οὐδὲ ἀμφισβητεῖν. Τοῦτο γὰρ αὐτὸ μά‐ λιστα τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἐστὶ, πόρον ἐκ τῶν | |
35 | ἀπόρων εὑρεῖν, καθάπερ ὁ μακάριος ἐκεῖνος τότε ἐλογί‐ ζετο. Διόπερ αὐτοῦ κατεπλάγη τὴν πίστιν ὁ Παῦλος, οὕ‐ τως εἰπών· Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος· αὐτὰ δὴ ταῦτα ἐμφαίνων | |
40 | καὶ αἰνιττόμενος, ἅπερ εἶπον ἐγὼ νῦν. Οὐκ ἐκεῖνος δὲ μόνος, ἀλλὰ καὶ ὁ τούτου πάλιν ἀπό‐ γονος Ἰωσὴφ διὰ μακροῦ χρόνου καὶ πολλῶν πραγμάτων κινδυνεύουσαν ὁρῶν τὴν ἐπαγγελίαν, ἔμενεν ἀκλινής· πρὸς γὰρ τὸν ἐπαγγειλάμενον ἑώρα μόνον· εἰ δὲ εἰς | |
45 | ἀνθρωπίνους κατέπεσε λογισμοὺς, καὶ ἀπέγνω τοῦ τέ‐ λους. Ἡ μὲν γὰρ δειχθεῖσα ὄψις αὐτῷ καὶ τῶν ἀδελφῶν καὶ τῶν γεννησαμένων τὴν προσκύνησιν προὔλεγε· τὰ δὲ γινόμενα οὐ τοιαῦτα ἦν, ἀλλὰ πολλῷ τούτων ἀπέχον‐ τα. Πρῶτον μὲν γὰρ αὐτοὶ οἱ προσκυνεῖν μέλλοντες εἰς | |
47.438(50) | λάκκον αὐτὸν ἐμβάλλουσι, καὶ ἀνδράσιν ἀποδόμενοι βαρ‐ βάροις εἰς ἀλλοτρίαν καὶ πόῤῥω κειμένην πέμπουσι γῆν· καὶ οὕτως ἐναντία τοῖς δειχθεῖσιν ἐδόκει τὰ γινόμενα εἶναι, ὡς καὶ αὐτοὺς τοὺς ἀθλίους ἐκείνους διαχλευάζειν αὐτὸν καὶ λέγειν· Ἰδοὺ γὰρ, φησὶν, ὁ ἐνυπνιαστὴς | |
55 | ἐκεῖνος ἔρχεται· νῦν οὖν δεῦτε, ἀποκτείνωμεν αὐ‐ τὸν, καὶ ῥίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων, καὶ | |
ἐροῦμεν· Θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ | ||
47.439 | ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Μετὰ δὲ ταῦτα οἱ πριάμενοι οὐδὲ ἐλευθέρῳ τινὶ, ἀλλὰ δούλῳ πάλιν αὐ‐ τὸν ἀποδίδονται βασιλικῷ. Καὶ οὐδὲ μέχρι τούτων ἔστη τὰ δεινά· ἀλλὰ συκοφαντίᾳ δεσποίνης περιπεσὼν καὶ | |
5 | κατακριθεὶς ᾤκει τὸ δεσμωτήριον ἔτη πολλὰ, καὶ διαφυ‐ γόντων ἑτέρων, αὐτὸς πλείονα χρόνον μένει ἐκεῖ. Καὶ τοσούτων ὄντων τῶν δυναμένων τὴν ἐκείνου θορυβῆσαι ψυχὴν, ἔμενε τούτοις ἅπασιν ἀπερίτρεπτος. Τοιαῦτα δὲ καὶ τὰ ἡμέτερα, μᾶλλον δὲ καὶ πολλῷ τούτων ἀπορώτε‐ | |
10 | ρα. Ἃ μὲν γὰρ ἐπηγγείλατο, βασιλεία οὐρανῶν, καὶ αἰώ‐ νιος ζωὴ, καὶ ἀφθαρσία, καὶ τὰ μυρία ἀγαθά· τὰ δὲ γι‐ νόμενα τέως καὶ συμβαίνοντα πολὺ τούτων ἀφέστηκε· θάνατος γάρ ἐστι καὶ φθορὰ καὶ τιμωρία καὶ κόλασις καὶ θλίψεις διάφοροι καὶ συνεχεῖς. Τίνος οὖν ἕνεκεν ὁ | |
15 | Θεὸς τοῦτο ποιεῖ, καὶ τὰ ἐναντία ταῖς ἐπαγγελίαις ἐκ‐ βῆναι συγχωρεῖ; Δύο τὰ μέγιστα κατορθῶν, ἓν μὲν, τῆς αὐτοῦ δυνάμεως τεκμήριον ἀναμφισβήτητον παρ‐ έχων ἡμῖν, ὅτι καὶ ἐξ ἀπεγνωσμένων δύναιτ’ ἂν εἰς πέρας τὰς ὑποσχέσεις ἀγαγεῖν· ἕτερον δὲ, τὴν ἡμετέ‐ | |
20 | ραν παιδεύων ψυχὴν πάντα πιστεύειν αὐτῷ, κἂν ἐναν‐ τία τοῖς εἰρημένοις τὰ γινόμενα φαίνηται. Τοιαύτη γὰρ ἡ τῆς ἐλπίδος ἰσχύς· οὐ καταισχύνει τὸν ἀντεχόμενον αὐτῆς εἰλικρινῶς. Εἰ γὰρ οἱ τὰς ὑποσχέσεις ἐνταῦθα λα‐ βόντες οὕτω διετέθησαν, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο ποιεῖν | |
25 | χρὴ, τοὺς οὐ κατὰ τὸν παρόντα βίον, ἀλλ’ εἰς ἑτέρους αἰῶνας προσδοκῶντας τὴν ἔκβασιν τῶν χρηστῶν. Ἃ γὰρ ἐνταῦθα προεῖπε, θλῖψίς ἐστι καὶ στενοχωρία. Τί οὖν ἐστί σε τὸ θορυβοῦν; πόθεν τὴν ὑπόσχεσιν ὑπ‐ οπτεύεις τοῦ Θεοῦ; Τὸ γὰρ καταφρονῆσαι μὲν δι’ αὐτὸν | |
30 | τοῦ κόσμου παντὸς, λέγειν δὲ πάλιν ἠμελῆσθαι παρ’ αὐτοῦ, οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπιστοῦντος καὶ ὑποπτεύον‐ τος, καὶ ἀπάτην τὴν ἐπαγγελίαν ἐκείνην εἶναι νομίζον‐ τος· ὅπερ ἀληθῶς ἐστι δαιμονᾷν, καὶ τὸ τῆς γεέννης προκαλεῖσθαι πῦρ. Ἀλλ’ εἰσί τινες οἳ βιωτικοῖς ἐνστρεφό‐ | |
35 | μενοι πράγμασι, ἐν ἀνέσει διάγουσι· καὶ γὰρ καὶ τοῦτο προεῖπεν ὁ Χριστός· Ἀμὴν γὰρ, ἀμὴν λέγω ὑμῖν, φη‐ σὶν, ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς· ὁ δὲ κό‐ σμος χαρήσεται. Καὶ ἐπὶ τῶν προτέρων δὲ γενεῶν Βα‐ βυλώνιοι μὲν οἱ μηδὲ τὸν Θεὸν εἰδότες, ἐν πλούτῳ καὶ | |
40 | δυναστείᾳ ἦσαν καὶ τιμῇ, Ἰουδαῖοι δὲ ἐν αἰχμαλωσίᾳ καὶ δουλείᾳ καὶ τοῖς ἐσχάτοις κακοῖς. Καὶ Λάζαρος μὲν ὁ τῶν οὐρανῶν ἄξιος καὶ τῆς βασιλείας τῆς ἐκεῖ, εἱλκω‐ μένος ταῖς τῶν κυνῶν προέκειτο γλώτταις, λιμῷ μαχό‐ μενος διηνεκεῖ· ὁ δὲ πλούσιος ἐν τιμῇ καὶ δορυφορίᾳ | |
45 | καὶ ἀνέσει καὶ τρυφῇ· ἀλλ’ ὅμως οὐδὲν οὔτε οὗτος ἐν τῇ γεέννῃ τούτων ἀπώνατο, οὔτε Λάζαρος ἀπὸ τοῦ λιμοῦ καὶ τῶν τραυμάτων εἰς τὴν ἀκρίβειαν τοῦ παρόντος παρεβλάβη βίου· ἀλλ’ ὥσπερ τις γενναῖος ἀθλητὴς, ἐν αὐχμῷ καὶ πνίγει βαρυτάτῳ παλαίων, καὶ ἐνίκησε καὶ | |
47.439(50) | ἐστεφανώθη. Διὰ τοῦτο καί τις σοφός φησι· Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Καὶ μετ’ ὀλίγα φησὶν ὅτι, Ἐν πυρὶ δοκιμάζεται χρυ‐ | |
55 | σὸς, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Καὶ πάλιν ἀλλαχοῦ λέγει· Τέκνον, μὴ ὀλιγώρει παι‐ δείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος. Ὁ γὰρ τὸ χρυσίον εἰς τὴν κάμινον ἐμβάλλων οἶδε καὶ | |
μέχρι τίνος αὐτὸ πυρωθῆναι δεῖ, καὶ πότε ἀνασπασθῆ‐ | Column end | |
47.440 | ναι. Διὰ τοῦτο οὗτος μέν φησι· Μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Ὁ δὲ Σολομὼν αὐτὸ τοῦτο διδάσκων ἔλεγε· Μὴ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος. Μέγα γὰρ ἡ θλῖ‐ ψις, μέγα πρὸς τὸ δόκιμον ἐργάσασθαι ἄνδρα, καὶ παι‐ | |
5 | δεῦσαι τῆς ὑπομονῆς τὴν ἀρετήν. Τί οὖν, φησὶν, ἂν περιτρέψῃ καὶ καταβάλῃ διὰ τῆς ὑπερβολῆς; Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυ‐ νάμεθα, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν. Εἰ γὰρ ἐξ | |
10 | ἀγάπης μὲν ἡ παιδεία, ἡ δὲ ἐγκατάλειψις ἀπὸ μίσους, οὐκ ἔστι τοῦ αὐτοῦ φιλεῖν ὁμοῦ καὶ μισεῖν τὸν αὐτὸν, οὐδὲ παιδεύειν ὁμοῦ καὶ ἐγκαταλιμπάνειν. Πῶς οὖν πολ‐ λοὶ κατέπεσον; φησίν. Ἑαυτοὺς ἀποστερήσαντες τοῦ Θεοῦ, οὐ καταλειφθέντες ὑπ’ αὐτοῦ. Ἰδοὺ γὰρ οἱ μα‐ | |
15 | κρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. Μακρύ‐ νουσι δὲ μὴ φέροντες τὰς τοῦ Θεοῦ παιδείας, ἀλλ’ ὀργι‐ ζόμενοι καὶ δυσανασχετοῦντες· καὶ καθάπερ οἱ μοχθη‐ ροὶ τῶν παίδων, τῶν πατέρων αὐτοὺς πρὸς διδασκάλους πεμπόντων, ἂν τοὺς ἐκεῖ πόνους καὶ τὰς ὀλίγας φυγόν‐ | |
20 | τες πληγὰς τῆς τῶν γονέων ἀποπηδῶσιν ὄψεως, ἐκέρ‐ δανόν τε οὐδὲν, καὶ χείροσιν ἑαυτοὺς περιέπειραν κα‐ κοῖς, ἐν ἀλλοτρίᾳ λιμώττειν καὶ ἀλᾶσθαι καὶ νοσεῖν καὶ ἀτιμάζεσθαι καὶ δουλεύειν ἀναγκαζόμενοι· οὕτω καὶ οἱ τὴν τοῦ Θεοῦ παιδείαν εὐχαρίστως μὴ φέροντες, ἀλλὰ | |
25 | δυσανασχετοῦντες, πρὸς τῷ μηδὲν ἐξ αὐτῆς καρ‐ πώσασθαι καὶ ταῖς ἐσχάταις ἑαυτοὺς περιβάλλουσι συμ‐ φοραῖς. Διὰ τοῦτο καρτερεῖν παρηγγέλμεθα, καὶ τὴν καρδίαν εὐθύνειν τὴν ἑαυτῶν. Ἀλλὰ πολλῷ χαλεπώτερα πέπονθας. Οὐδὲ γὰρ οἱ παιδοτρίβαι πάντας ὁμοίως καὶ | |
30 | ἑνὶ τρόπῳ γυμνάζουσιν, ἀλλὰ τοῖς μὲν ἀσθενεστέροις ἀσθενεῖς, τοῖς δὲ γενναίοις τοιούτους παρέχουσιν ἀντ‐ αγωνιστάς· ὁ γὰρ ἐλάττω τῆς οἰκείας δυνάμεως λα‐ βὼν τὸν ἀνταγωνιστὴν, κἂν δι’ ὅλης αὐτῷ συμπλέκηται τῆς ἡμέρας, ἐκεῖνος ἀγύμναστος ἔμεινε. Πῶς οὖν, φη‐ | |
35 | σὶ, τοὺς τὸν αὐτὸν ἐπανῃρημένους βίον, οὐ τοῖς αὐτοῖς ἀθλεῖν ἐποίησε πόνοις; Ὅτι οὐ μία παρὰ Θεῷ γυμνα‐ σίας ἰδέα, οὐδὲ τῶν αὐτῶν ἅπαντες δέονται, κἂν ἐν τοῖς αὐτοῖς ὦσι· καὶ γὰρ νοσοῦντες πολλοὶ ταῖς αὐταῖς νόσοις οὐ τῶν αὐτῶν ἐδεήθησαν φαρμάκων, ἀλλ’ ἑτέρων μὲν | |
40 | οὗτοι, ἑτέρων δὲ ἐκεῖνοι. Διὰ τοῦτο ποικίλοι καὶ διάφο‐ ροι τῶν μαστίγων οἱ τρόποι, καὶ ὁ μὲν νόσῳ δοκιμάζε‐ ται μακρᾷ, ὁ δὲ βαρυτάτῃ πενίᾳ, τῷ βιάζεσθαι καὶ ἀδι‐ κεῖσθαι ἕτερος, ἄλλος τῷ συνεχεῖς καὶ ἐπαλλήλους θανάτους καὶ παίδων καὶ τῶν αὐτῷ προσηκόντων ἰδεῖν· | |
45 | καὶ οὗτος μὲν τῷ παρὰ πάντων ἀποῤῥίπτεσθαι καὶ μηδ’ ἑνὸς ἀξιοῦσθαι λόγου, ἐκεῖνος δὲ τῷ διαβάλλεσθαι ἐφ’ οἷς οὐδὲν ἑαυτῷ σύνοιδε, καὶ πονηρᾶς δόξης ἀνέχεσθαι βάρος, καὶ ἄλλος ἄλλως· οὐδὲ γὰρ δυνατὸν ἅπαντα μετὰ ἀκριβείας ἐξαριθμήσασθαι νῦν. Τούτων δὲ ἕκαστον δοκεῖ | |
47.440(50) | μὲν, ὅσον πρὸς τὴν τῶν σῶν παράθεσιν συμφορῶν, κοῦ‐ φον εἶναι καὶ οὐδέν· εἰ δὲ ἐν πείρᾳ κατέστης αὐτῶν ἔμαθες ἂν ὅτι τοῦτο ἐφ’ ᾧ σὺ νῦν ἀλύεις, ἐκείνων πολλῷ φορητότερον. Εἰ δὲ καὶ εἰσί τινες ἔλαττον ἡμῶν παιδευό‐ μενοι, μὴ σκανδαλιζώμεθα ἐπὶ τούτῳ· ἡ γὰρ τῶν πόνων | |
55 | ἐπίτασις μισθῶν ἐπίτασίς ἐστι καὶ ἔρεισμα ἀσφαλὲς πρὸς τὸ μηκέτι ἑκόντας ἢ ἄκοντας ἐκπεσεῖν· καὶ γὰρ | |
τῦφον καταστέλλει, καὶ ῥᾳθυμίαν ἀποστρέφει, καὶ φρο‐ | ||
47.441 | νιμωτέρους ποιεῖ, καὶ εὐλαβεστέρους ἐργάζεται. Καὶ ὅλως εἰ βούλοιτό τις ἐξαριθμεῖν ἅπαντα, πολλὰ ἂν εὕ‐ ροι τὰ κέρδη τῶν πειρασμῶν, καὶ οὐκ ἔστιν οὐδεὶς ὧν πολὺς παρὰ τῷ Θεῷ λόγος θλίψεως ἐκτὸς, κἂν ἡμῖν μὴ | |
5 | οὕτω φαίνηται. ζʹ. Εἰ γὰρ ὁ μακάριος Παῦλος πολὺ τὸ πρᾶγμα ὑπ‐ έμεινεν, οὐδεὶς δὲ ἐκείνου μείζων, ἀλλ’ οὐδὲ ἴσος ἐστὶ, πῶς ἔνι μὴ δεηθῆναι τῆς βοηθείας ταύτης αὐτούς; Εἰ δέ τινες οὐδὲ ταῖς θλίψεσι ταύταις ἐσωφρονίσθη‐ | |
10 | σαν, οὐκέτι τοῦτο παρὰ τὴν αἰτίαν τοῦ τὴν παιδείαν ἐπαγαγόντος, ἀλλὰ παρὰ τὴν ὀλιγωρίαν ἐκείνων. Εἰ δὲ μὴ ἐπετέθη τὸ φάρμακον, παρὰ τὸ ἠμελῆσθαι ἔδοξαν ἂν ἀπολωλέναι· νῦν δὲ οὐ μικρὸν ἤνυσται τὸ μηδὲν αἰτιᾶσθαι τὸν ἰατρὸν, ἀλλὰ τοὺς κάμνοντας καὶ τὴν | |
15 | ἀπροσεξίαν αὐτῶν. Εἰ δέ τινες πρὸ τῶν πειρασμῶν ὀρθὰ βαδίζοντες μετὰ τὴν τούτων ἐπαγωγὴν κατέπε‐ σον, καὶ πάλιν ἕτεροι πᾶσαν ἐπερχόμενοι κακίαν, οὐ‐ δεμιᾶς θλίψεως ἐπειράθησαν, ἄλλοι δὲ ἐκ πρώτης ἡλι‐ κίας εἰς ἐσχάτας ἀναπνοὰς μυρίαις τρυχόμενοι συμ‐ | |
20 | φοραῖς διετέλεσαν, μηδενὶ τούτων θορυβώμεθα μηδὲ καταπίπτωμεν. Εἰ μὲν γὰρ ἅπασαν δυνάμενοι καὶ ὀφείλοντες τῆς προνοίας αὐτοῦ τὴν οἰκονομίαν εἰ‐ δέναι, ταῦτα ἠγνοοῦμεν, ἐχρῆν ἀθυμεῖν καὶ ταράτ‐ τεσθαι· εἰ δὲ καὶ ὁ τοσούτων ἀποῤῥήτων κοινωνήσας, | |
25 | καὶ εἰς τρίτον ἀνελθὼν οὐρανὸν, ἰλιγγίασε πρὸς ταύ‐ την τὴν ἄβυσσον, καὶ διακύψας πρὸς τὸ βάθος τοῦ πλούτου καὶ τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ Θεοῦ κατεπλάγη μόνον, καὶ εὐθὺς ἀνεχώρησε, τί μάτην κόπτομεν ἑαυτοὺς πολυπραγμονοῦντες τὰ ἀνεξερεύνητα | |
30 | καὶ ζητοῦντες τὰ ἀνεξιχνίαστα; Καὶ ἰατρῷ μὲν τοῖς φαινομένοις ἡμῖν συμφέρουσι πολλάκις ἐναντία προσ‐ τάττοντι, καὶ τὸ καταψυχθὲν μέλος ὑποθεῖναι κε‐ λεύοντι κρουνῷ, καὶ ἄλλα πολλὰ τοιαῦτα ἐργαζομένῳ παράδοξα οὐκ ἀντιλέξομεν, ἀλλ’ ἐπειδὴ φθάσαντες | |
35 | ἐπείσαμεν ἑαυτοὺς ὅτι τῷ τῆς τέχνης λόγῳ τοῦτο ποιεῖ, μετὰ προθυμίας εἴξομεν, καίτοι γε διαμαρτόντι πολλάκις· τὸν δὲ Θεὸν τὸν τοσοῦτον ἡμῶν ἀφεστη‐ κότα ἐν ἅπασι, τὸν αὐτοσοφίαν ὄντα, τὸν οὐδέποτε διαμαρτάνοντα, πολυπραγμονήσομεν; Καὶ ὃν μὲν ἔδει | |
40 | λογισμοὺς ἀπαιτεῖν, τούτῳ πιστεύσομεν ἁπλῶς, ᾧ δὲ ἔδει μόνῳ πιστεύειν, τοῦτον εὐθύνας καὶ λόγους τῶν πραττομένων ἀπαιτήσομεν, καὶ δυσχερανοῦμεν τὴν ἄγνοιαν; Καὶ ποῦ ταῦτα ψυχῆς εὐσεβοῦς; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ πρὸς τοσοῦτον μανίας ἔλθωμεν, ἀλλ’ | |
45 | ἐν ἅπασιν οἷς ἂν ἀπορῶμεν, ἐκεῖνο ἐπιλέγωμεν· Τὰ κρίματά σου ἄβυσσος πολλή. Καὶ γὰρ καὶ τοῦτο αὐτὸ τῆς τοῦ Θεοῦ σοφίας ἐστὶ τὸ μὴ πάντα ἡμᾶς εἰ‐ δέναι σαφῶς. Εἰ μὲν γὰρ ἐπιστάμενοι τὰς αἰτίας τῶν γινομένων | |
47.441(50) | οὕτως ἐπειθόμεθα τῷ Θεῷ, οὐκ ἦν ἡμῖν πολὺς ὁ μισθὸς, οὐδὲ πίστεως τὸ πρᾶγμα ὑπῆρξεν ἐπίδειξις· ὅταν δὲ μηδὲν τούτων εἰδότες καὶ οὕτω στέργωμεν εἴκειν ἅπασιν αὐτοῦ τοῖς προστάγμασι, καὶ εἰς ὑπ‐ ακοὴν γνησίαν καὶ εἰς πίστιν εἰλικρινῆ, μέγιστα τὰς | |
55 | ἡμετέρας ὠφελοῦμεν ψυχάς. Καὶ γὰρ ἓν μόνον πε‐ πεῖσθαι χρὴ, ὅτι συμφερόντως ἡμῖν ἅπαντα ἐπάγεται παρὰ τοῦ Θεοῦ· τὸν δὲ τρόπον μηκέτι ζητεῖν, μηδὲ | |
ἀγνοοῦντας ἀσχάλλειν ἢ ἀθυμεῖν. Οὔτε γὰρ δυνατὸν | Column end | |
47.442 | ταῦτα εἰδέναι, οὔτε συμφέρον, τὸ μὲν διὰ τὸ θνητοὺς εἶναι, τὸ δὲ διὰ τὸ ταχέως εἰς ἀπόνοιαν αἴρεσθαι. Πολλὰ ἡμεῖς πράττομεν τῶν τοῖς παισὶ τοῖς ἡμετέροις δοκούντων μὲν εἶναι βλαβερῶν, συμφερόντων δὲ ὅμως· | |
5 | καὶ οὔτε ἐκεῖνοι τὴν αἰτίαν ἀξιοῦσι μαθεῖν, οὔτε ἡμεῖς πρότερον ἑαυτοὺς πείσαντες ὅτι συμφέρει τὸ γινόμενον, οὕτως ἐπὶ τὸ πράττειν ἐρχόμεθα, ἀλλ’ εἰς τοῦτο μόνον αὐτοὺς παιδαγωγοῦμεν εἴκειν οἷς ἂν ἐπιτάξωσιν οἱ πατέρες, καὶ μηδὲν περαιτέρω ζητεῖν. Εἶτα πρὸς | |
10 | μὲν τοὺς γονεῖς καὶ τῆς αὐτῆς φύσεως ἡμῖν ὄντας οὕτω διακεισόμεθα καὶ οὐκ ἀγανακτήσομεν, πρὸς δὲ τὸν Θεὸν, οὗ τὸ μέσον τοσοῦτόν ἐστιν, ὅσον Θεοῦ πρὸς ἀνθρώπους, δυσχερανοῦμεν, ὅτι μὴ πάντα ἴσμεν; Καὶ τί ταύτης τῆς ἀσεβείας ἴσον; | |
15 | Πρὸς γὰρ τοὺς τοιούτους ὁ μακάριος Παῦλος ἀγανα‐ κτῶν ἔλεγε· Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; Καὶ ἐγὼ μὲν τὸ τῶν παίδων ὑπόδειγμα, ἐκεῖνος δὲ τούτου πολλῷ | |
20 | μεῖζον ἔθηκε τὸ τοῦ κεραμέως, καὶ τοῦ παρ’ αὐτοῦ πλαττομένου πηλοῦ. Καθάπερ γὰρ ὁ πηλὸς, ᾗπερ ἂν ἄγωσιν αἱ χεῖρες τοῦ διατυποῦντος αὐτὸν, ἕπεται, οὕτω καὶ τὸν ἄνθρωπον, ᾗπερ ἂν ὁ Θεὸς κελεύῃ, ταύτῃ ἕπεσθαι, καὶ ἅπερ ἂν ἐπάγῃ, ταῦτα μετ’ εὐχαριστίας | |
25 | δέχεσθαι χρὴ, οὐδὲν ἀντιλέγοντα, οὐδὲ περιεργαζό‐ μενον ὑπὲρ τοῦ μαθεῖν. Οὐδὲ γὰρ ἡμῖν ταῦτα μόνοις ἐστὶν ἄπορα, ἀλλὰ καὶ τοῖς πρὸ ἡμῶν ἁγίοις ἀνδράσιν ἐκείνοις καὶ θαυμαστοῖς. Ὁ μὲν γὰρ Ἰὼβ ἔλεγεν· Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ πλούτῳ; καὶ τὰ | |
30 | ἑξῆς. Ὁ δὲ μακάριος Δαβίδ· Παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰ‐ ρήνην ἁμαρτωλῶν θεωρῶν· ὅτι οὐκ ἔστιν ἀνάνευ‐ σις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μά‐ στιγι αὐτῶν· ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ | |
35 | μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Καὶ μετὰ τοῦτον δὲ ὁ Ἱερεμίας ἔλεγε· Δίκαιος εἶ, Κύριε, πλὴν κρίματα λαλήσω πρὸς σέ. Τί ὅτι ὁδὸς ἀσεβῶν εὐ‐ θηνεῖται; Ἠπόρουν μὲν οὖν καὶ οὗτοι καὶ ἐζήτουν, ἀλλ’ οὐκ ἐξ ἴσης τοῖς ἀσεβέσιν, οὐδὲ ἐγκαλοῦντες τῷ | |
40 | Θεῷ, οὐδὲ καταγινώσκοντες ἀδικίαν ἐκ τῶν γινομένων αὐτοῦ. Ὁ μὲν γὰρ ἔλεγεν· Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ· τὰ κρίματά σου ἄβυσσος πολλή. Ὁ δὲ τοσ‐ αῦτα παθὼν, φησὶν, οὐδὲ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ· καὶ μεταξὺ τοῦ βιβλίου ἔλεγε, τὸ ἀκατάληπτον αὐτοῦ | |
45 | τῆς σοφίας καὶ οἰκονομίας ἐξηγούμενος, ἐπειδὴ περὶ τῆς δημιουργίας διελέχθη· Ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ. Ὁ δὲ Ἱερεμίας αὐτὸ τοῦτο προορώμενος, μή τις ὑπ‐ οπτεύσῃ ποτὲ, προτίθησι τῆς ἐρωτήσεως τὴν ἑαυ‐ | |
47.442(50) | τοῦ κρίσιν εἰπών· Δίκαιος εἶ, Κύριε· τοῦτ’ ἔστιν, οἶδα μὲν ὅτι δικαίως ἅπαντα γίνεται παρὰ σοῦ, τὸν δὲ τρόπον οὐκ ἐπίσταμαι καθ’ ὃν γίνεται. Τί οὖν, ἔμαθόν τι πλέον ἐκεῖνοι; Ἀλλ’ οὐδὲ ἀποκρίσεως μὲν οὖν ὑπὲρ τούτων ἔτυχον· ὃ καὶ δηλῶν ὁ μακάριος | |
55 | Δαυῒδ ἔλεγε· Καὶ ὑπέλαβον τοῦ γνῶναι, ὅτι τοῦτο κόπος ἐστὶν ἐναντίον μου. Οὐκ ἔτυχον δὲ ἀποκρί‐ σεως, ἵνα τοὺς μετὰ ταῦτα παιδεύσωσι μηδὲ ἐρωτᾷν. | |
Καὶ ἐκεῖναι μὲν ἓν μόνον ἐζήτουν, διὰ τί οἱ ἀσεβεῖς ἐν | ||
47.443 | εὐθηνίᾳ καὶ πλούτῳ, καὶ οὐδὲ οὕτως ἐμάνθανον· οἱ δὲ νῦν πολλῷ πλείονα ἐκείνων πολυπραγμονοῦσι· ταῦτα γὰρ τὰ νῦν προτιθέμενα πολλῷ πλείονα ἐκείνων ἐστίν. Ὁ μὲν οὖν σαφὴς λόγος τούτων ἐπιτετράφθω τῷ πάντα | |
5 | εἰδότι πρὶν γενέσεως αὐτῶν. ηʹ. Εἰ δὲ χρὴ καὶ αὐτοὺς ἐκ τῶν ἤδη γεγενημένων γνωρίμων ἡμῖν ἐπινοῆσαι λύσιν καὶ παραμυθίαν τοῖς ζητουμένοις τινὰ, διὰ τοὺς σφόδρα ταῦτα περιεργαζο‐ μένους, ἐκεῖνό φημι, ὅτι τὸ μὲν τοὺς δικαίους ἐν θλί‐ | |
10 | ψεσιν εἶναι, ἐν ἀνέσει δὲ τοὺς πονηροὺς, οὐδὲ ζητήσεως ἄξιον λοιπὸν, τῆς βασιλείας ἀποκαλυφθείσης, καὶ τῆς κατὰ τὸν μέλλοντα αἰῶνα ἀντιδόσεως δειχθείσης ἡμῖν. Τοῦ γὰρ κατ’ ἀξίαν ἐκεῖ μένοντος ἕκαστον, τί χρὴ ταράττεσθαι τοῖς γινομένοις ἐνθάδε καλοῖς ἢ κακοῖς; | |
15 | Τοὺς μὲν γὰρ αὐτῷ προσέχοντας ὁ Θεὸς, ἅτε γενναίους ἀθλητὰς, τούτοις γυμνάζει τοῖς πόνοις, τοὺς δὲ ἀσθε‐ νεστέρους καὶ βραδυτέρους καὶ μηδὲν τῶν βαρυτέρων δυναμένους ἐνεγκεῖν πρότερον εἰς τὴν τῶν ἀγα‐ θῶν ἔργων ἐνάγει προτροπήν. Εἰ δὲ καὶ τοὐναντίον | |
20 | συμβαίνει πολλάκις, καὶ πολλοὶ μὲν τῶν δικαίων ἐν ἀνέσει διάγουσι καὶ τιμῇ, τῶν δὲ πονηρῶν ἐν ἀτιμίᾳ καὶ τοῖς ἐσχάτοις κακοῖς, τέως μὲν ἡμῖν ἡ προτέρα ἀντίθεσις, ἡ λέγουσα κακοῦσθαι μὲν τοὺς δικαίους, τοὺς δὲ ἀδίκους τρυφᾷν, ἀνατρέπεται τῷ λόγῳ. Εἰ δὲ | |
25 | καὶ ταύτην ἐπιλύσασθαι δεῖ, ἐκεῖνο ἂν εἴποιμι, ὅτι οὐχ ἑνὶ τρόπῳ τὰ καθ’ ἡμᾶς οἰκονομεῖν ὁ Θεὸς εἴωθεν, ἀλλ’ εὔπορος ὢν πολλὰς ἡμῖν τέμνει τὰς πρὸς σω‐ τηρίαν ὁδούς. Ἐπειδὴ γὰρ πολλοὶ τὸν περὶ τῶν μελ‐ λόντων καὶ τῆς ἀναστάσεως οὐκ ἀνέχονται δέξασθαι | |
30 | λόγον, διὰ τοῦτο ἐν βραχεῖ τῆς κρίσεως τὴν εἰκόνα ἐν‐ θάδε δείκνυσιν, ὅταν κολάζῃ μὲν τοὺς πονηροὺς, εὐερ‐ γετῇ δὲ τοὺς χρηστούς. Τοῦτο γὰρ ὁλοσχερῶς μὲν ἐν τῇ κρίσει γίνεται, ἐκ μέρους δὲ καὶ ἐνταῦθα νῦν, ἵνα οἱ πρὸς τὸν μακρὸν ἐκεῖνον ἀναπεπτωκότες χρόνον τοῖς | |
35 | γοῦν ἐν τῷ παρόντι δρωμένοις ἐπιεικέστεροι γένωνται. Εἴτε γὰρ μηδεὶς ὅλως ἐκολάζετο τῶν πονηρῶν, μηδὲ ἐτιμᾶτο τῶν χρηστῶν, πολλοὶ τῶν διαπιστούντων τῷ τῆς ἀναστάσεως λόγῳ τὴν μὲν ἀρετὴν ὡς κακῶν αἰτίαν ἔφευγον, τὴν δὲ πονηρίαν ὡς ἀγαθῶν πρόξενον ἐδίωκον· | |
40 | εἴτε πάλιν ἐνταῦθα τὸ κατ’ ἀξίαν ἅπαντες ἀπελάμ‐ βανον, περιττὸν ἂν ἡγήσαντο εἶναι καὶ ψευδῆ τὸν τῆς κρίσεως λόγον. Ἵν’ οὖν μήτε οὗτος διαπιστῆται, μήτε ὁ πολὺς καὶ χυδαῖος λαὸς φαυλότερος γίνηται κατα‐ φρονῶν, ἐπεξέρχεται καὶ ἐνταῦθα τῶν ἁμαρτανόντων | |
45 | πολλοὺς, καὶ ἀμείβεται τῶν κατορθούντων ἐνίους, τῷ μὲν μὴ εἰς πάντας τοῦτο ποιεῖν, τὸν τῆς κρίσεως πι‐ στούμενος λόγον, τῷ δὲ καὶ πρὸ τῆς κρίσεως κολάζειν τινὰς, τοὺς πολὺν ὕπνον καθεύδοντας διεγείρων. Ἀπὸ μὲν γὰρ τοῦ τιμωρεῖσθαι τοὺς πονηροὺς διανίστανται | |
47.443(50) | πολλοὶ τῷ φόβῳ τοῦ μὴ τὰ αὐτὰ παθεῖν· ἀπὸ δὲ τοῦ μὴ πάντας ἐνταῦθα τὰ κατ’ ἀξίαν ἀπολαβεῖν ἀναγκάζονται λογίζεσθαι ὅτι εἰς ἕτερόν τινα τοῦτο τεταμίευται και‐ ρόν. Οὐ γὰρ ἂν δήπου δίκαιος ὢν ὁ Θεὸς περιεῖδε τοσ‐ | |
55 | ούτους καὶ τῶν κακῶν ἀτιμωρήτους ἀπελθόντας, καὶ τῶν ἀγαθῶν μυρίοις κολασθέντας δεινοῖς, εἰ μὴ ἄλλην | |
τινὰ αἰῶνος ἑκατέροις παρεσκευάκει κατάστασιν. Διὸ | Column end | |
47.444 | οὐ πάντας, ἀλλ’ ἐνίους κολάζει καὶ τιμᾷ, ὥσπερ ἐπὶ τοῦ Πέρσου, ὥσπερ ἐπὶ τοῦ Ἐζεκίου· καίτοι πολλοὶ καὶ τῷ Ἀσσυρίῳ γεγόνασιν ἐξ ἴσης ἀσεβεῖς, καὶ κατὰ τὸν Ἐζεκίαν ἐνάρετοι, ἀλλ’ οὐκ ἐπὶ πάντων τοῦτο πε‐ | |
5 | ποίηκε· τὸ δὲ αἴτιον, ὅπερ ἔφην, ἐστὶ τὸ μηδέπω παρ‐ εῖναι τῆς κρίσεως τὸν καιρόν. Καὶ ὅτι οὐκ ἐμὸς οὗτος ὁ λόγος, αὐτοῦ τοῦ κρίνειν ἡμᾶς τότε μέλλοντος ἄκου‐ σον. Ἐπειδὴ γὰρ προσῆλθον αὐτῷ οἱ τὴν τελευτὴν τῶν ὑπὸ τοῦ πύργου καταχωσθέντων καὶ τὴν τοῦ Πιλάτου | |
10 | μανίαν ἀπαγγέλλοντες, ἣν εἰς τοὺς τελευτηκότας ἐπ‐ εδείξατο, ταῖς θυσίαις αὐτῶν ἀναμίξας τὸ αἷμα, τί φησι; Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; Οὐχὶ, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετα‐ | |
15 | νοήσητε, πάντες ὁμοίως ἀπολεῖσθε. Ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτὼ, ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτοὺς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς κατοικοῦν‐ τας Ἱερουσαλήμ; Οὐχὶ, λέγω ὑμῖν, ἀλλ’ ἐὰν | |
20 | μὴ μετανοήσητε, πάντες ὡσαύτως ἀπολεῖσθε. Αὕτη τῆς ἀναβολῆς ἡ αἰτία. Διὰ τοῦτο τοὺς τῶν αὐτῶν ἀξίους οὐχ ὁμοῦ πάντας κολάζειν εἴωθεν, ἵνα οἱ λειπόμενοι βελτίους ταῖς ἐκείνων γένωνται συμφοραῖς. Καὶ ταῦτα μὲν ἡμῖν οὕτως ἐπιλελύσθω. Σὺ δὲ ἴσως καὶ τὰ νῦν | |
25 | προτιθέμενα ζητεῖς, ἃ πολλῷ τούτων ἐστὶν ἀπορώτερα. Πλὴν ἀλλὰ τούτων ἡμῖν κατὰ δύναμιν γενομένων φα‐ νερῶν, καὶ τῆς ἐκείνων λύσεως οἶμαί τινα προκαταβε‐ βλῆσθαι διὰ τούτων ἀρχήν. Τί οὖν ἐστιν ὅπερ ἀπορεῖς; Ὅτι πολλοὶ μέχρι τε‐ | |
30 | λευτῆς ἐκ πρώτης ἡλικίας πολλαῖς προσεπάλαισαν συμφοραῖς. Ἐγὼ δὲ καὶ περὶ τούτων εἴποιμι ἂν καὶ περὶ τῶν προτέρων, ὅτι προηγουμένως μὲν διὰ τὴν οἰ‐ κείαν αὐτοὺς κολάζει πονηρίαν· ἔπειτα δὲ ἵνα καὶ ἕτεροι κερδάνωσιν ἐκ τῶν τούτοις συμβαινόντων κακῶν. | |
35 | Εἰ δὲ μὴ ἐπὶ πάντων τοῦτο γίνεται, οὔπω τῆς κρίσεως ὁ καιρός. Τί οὖν, φησὶν, ὅταν πρὶν ἐλθεῖν εἰς τὴν ἡλι‐ κίαν τὴν διαγνωστικὴν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων, ὡς μεγάλα ἠδικηκότες τινὲς κολάζονται; Τούτου μὲν οὐ μία τίς ἐστιν αἰτία, ἀλλὰ πολλαὶ καὶ διάφοροι. Καὶ | |
40 | γὰρ παρὰ τὴν τῶν γεννησαμένων ἀκρασίαν, καὶ παρὰ τὴν τῶν θρεψάντων ῥᾳθυμίαν, καὶ παρὰ τὴν τῶν ἀέρων ἀνωμαλίαν, καὶ παρὰ πολλὰ ἕτερα τοιαῦτα συμπτώ‐ ματα τοῦτο γένοιτ’ ἄν. Πρὸς δὲ τούτοις πολλοὺς αὐτῶν οἶδεν ὁ Θεὸς ἐσομένους πονηρούς· εἶτα ὥσπερ τισὶ πέδαις | |
45 | προκατέχει ταῖς τιμωρίαις ταύταις αὐτούς. Ἢ οὐχ ὁρᾷς καὶ τῶν ἐπαιτῶν πολλοὺς καὶ ἐν αὐτῇ τῇ θλίψει μυρία ἐργαζομένους δεινὰ, οὐ διὰ τὴν θλῖψιν, οὐδὲ διὰ τὸν λι‐ μὸν, ἀλλὰ διὰ τὴν οἰκείαν πονηρίαν μόνον; Ἐγὼ γὰρ ἤκουσά τινων λεγόντων ποτὲ, ὅτι γυναῖκα ἐλευθέραν καὶ | |
47.444(50) | κοσμίαν ἀπολαβόντες ἐπ’ ἐρημίας ἐνύβρισαν. Καίτοι ποίας τοῦτο ἀνάγκης, ποίας θλίψεως ἔργον; Τί δὲ οὐκ ἂν ἔπραξαν οὗτοι δεινὸν, εἰ μὴ τοσούτῳ κατείχοντο δεσμῷ; Τῶν δὲ τὸ δεσμωτήριον οἰκούντων τὴν μανίαν | |
καὶ τὴν λύτταν τίς ἂν ἐνέγκοι ῥᾳδίως; Καὶ οἱ δαιμο‐ | ||
47.445 | νῶντες δὲ οὐκ ἐλάττονα τούτων ἐργάζονται. Οὐ λέγω ταῦτα, ἅπερ κατὰ τὸν καιρὸν τῆς τοῦ δαίμονος πράτ‐ τουσι κατοχῆς, ἀλλὰ τὰ μετὰ ταῦτα τῆς βακχείας παυσαμένης ἐκείνης. Καὶ γὰρ ἀδδηφαγοῦσι, καὶ κλέ‐ | |
5 | πτουσι, καὶ μεθύουσι, καὶ πολλῷ τούτων αἰσχρότερα πράττουσι. Καθάπερ οὖν ἐπὶ τῶν κακούργων τοὺς μὲν πολλοὺς ἀφίησιν ἐπιπολὺ τὸ δεσμωτήριον οἰκεῖν ὁ κρι‐ τὴς, ὡς καὶ ἐκεῖ καταλῦσαι τὸν βίον πολλάκις, ὅταν δέ τινας τῶν πολλῶν νουθετῆσαι βούληται, ἕνα που καὶ δεύ‐ | |
10 | τερον ἐξ ἐκείνων λαβὼν, καὶ ἐφ’ ὑψηλοῦ καθίσας τοῦ βήματος, περιεστώτων ἁπάντων, οὕτως αὐτὸν κελεύει τὴν ἐπὶ θάνατον ἄγεσθαι, καὶ οὐ πάντων αὐτῷ πρὸς τὸν τῶν λοιπῶν φόβον χρεία τῶν πονηρῶν· οὕτω καὶ τῷ Θεῷ οὐ πάντων τῶν μοχθηρῶν, ὅταν ἡμᾶς σωφρονίσαι βού‐ | |
15 | ληται, δεῖ, ἀλλ’ ἐνίους ἐξ αὐτῶν ἀπολαβὼν, οὓς οἶδεν ἀδιορθώτως ἔχοντας, ἐνδείκνυται τὴν δύναμιν καὶ τὴν ὀργὴν, πολλὰ ἐκ τούτου κατορθῶν. Τούς τε γὰρ πονηροὺς οὕτως ἐπὶ τὴν μεταβολὴν τῆς πονηρίας, εἰ βούλοιντο, παρακαλεῖ, τούς τε ἀγαθοὺς προσεκτικωτέρους | |
20 | ἐργάζεται, τὴν δὲ μακροθυμίαν ἐπιδείκνυται τὴν αὑτοῦ, καὶ τὸν περὶ τῆς ἀναστάσεως λόγον, ὅπερ ἔφθην εἰπὼν, ἅπασι καθίστησι φανερόν. Τί οὖν ταῦτα, φησὶ, πρὸς τοὺς ἐν συμφοραῖς ἅπασαν τὴν πρώτην τραφέντας ἡλι‐ κίαν, καὶ πρὶν ἐλθεῖν ἐπὶ τὸ διαγινώσκειν ἀγαθὸν ἢ | |
25 | κακὸν, ἀποπνεύσαντας; Καὶ τί πάσχουσιν οὗτοι δεινὸν, εἰπέ μοι, οὔπω τὴν αἴσθησιν ὧν πάσχουσιν ἔχοντες, οὐδὲ τὸ λυπεῖσθαι καὶ χαίρειν μεμαθηκότες; Ἐγὼ δὲ οὐ τούτῳ μόνον τὸν λόγον ἐπιλύομαι τοῦτον, ἀλλ’ ὅτι καὶ γονεῖς καὶ ἀδελφοὶ καὶ συγγενεῖς ἐκ τῶν τοιούτων ἐσω‐ | |
30 | φρονίσθησαν συμφορῶν· τοῦτο δὲ κέρδος οὐ μικρὸν, ἐξ ὧν ἕτερος ἠδίκηται οὐδὲν, ὠφελεῖσθαι τὰ μέγιστα ἕτερον. Εἰκὸς δὲ καὶ ἄλλην αἰτίαν τινὰ ἄῤῥητον εἶναι, μόνῳ τῷ ποιήσαντι ἡμᾶς φανεράν. θʹ. Εἷς ἔτι λείπεται λόγος, τί δήποτε οἱ τὰ ὀρθὰ βαδί‐ | |
35 | ζοντες πρὸ τῶν πειρασμῶν μετὰ τοὺς πειρασμοὺς κατ‐ έπεσον. Τίς οὖν ὁ καλῶς τοὺς τὰ ὀρθὰ βαδίζοντας ἐπι‐ στάμενος, πλὴν τοῦ πλάσαντος καταμόνας τὰς καρδίας ἡμῶν, καὶ συνιέντος εἰς πάντα τὰ ἔργα ἡμῶν; Πολλοὶ γὰρ πολλάκις τῶν δοκούντων εἶναι χρηστῶν, πάντων | |
40 | εἰσὶ πονηρότεροι. Καὶ τοῦτο ἀπεδείχθη μὲν ἤδη καὶ ἐν τῷ παρόντι βίῳ, ἀλλ’ ἐπ’ ἐνίων, περιστάσεώς τινος γινο‐ μένης καὶ ἀνάγκης. Ὅταν δὲ ὁ δοκιμάζων τὰς καρδίας καὶ τοὺς νεφροὺς, ὁ ζῶν καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὁ διικνούμενος μέχρι | |
45 | μερισμοῦ ψυχῆς καὶ σώματος, ἁρμῶν τε καὶ μυελῶν, ὁ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καθέζηται δικάζων ἡμῖν, τότε δὴ, τότε οὐκ ὀλίγους τινὰς ἐκ πολλῶν, ἀλλὰ πάντας ἐκκαλυπτομένους ὄψει τοὺς τοιούτους· καὶ οὔτε δορὰ προβάτου τὸν λύκον δύναιτ’ ἂν, οὔτε κονίασις τάφου | |
47.445(50) | τὸν ἔνδον ἀποκρύψαι μολυσμόν. Οὐκ ἔστι γὰρ κτίσις ἀφανὴς ἐνώπιον τοῦ τότε κρίνοντος, ἀλλὰ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ· ὅπερ καὶ ὁ Παῦλος δηλῶν Κορινθίοις ἔλεγεν· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ | |
55 | κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Ἵνα δὲ καὶ τοὺς ὑποκριτὰς ἀφέντες ἐπὶ τοὺς ὀρθῶς βιοῦντας ἔλθωμεν τῷ λόγῳ, πόθεν δῆλον, εἰ τὰ μὲν ἄλλα αὐτοῖς κατώρθωται, τὸ δὲ κεφάλαιον ἠμέληται τῶν ἀγαθῶν ἡ ταπεινοφροσύνη; Καὶ διὰ τοῦτο αὐτοὺς | |
60 | ἀφῆκεν ὁ Θεὸς, ἵνα μάθωσιν ὅτι οὐ τῇ οἰκείᾳ δυνάμει | Column end |
47.446 | κατώρθουν ἐκεῖνα, ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ. Εἰ δὲ λέγοι τις βέλτιον εἶναι κατορθοῦντας ἐπαίρεσθαι ἢ τα‐ πεινωθῆναι πεσόντας, πολὺ καὶ τῆς ἀλαζονείας ἀγνοεῖ τὴν ζημίαν καὶ τῆς ταπεινοφροσύνης τὸ κέρδος. Εὖ γὰρ | |
5 | ἴσθι σαφῶς ὅτι ἄνθρωπος μετὰ ἀπονοίας κατορθῶν, εἴ γε ὅλως τοῦτό ἐστι κατορθοῦν, ταχέως ἐμπεσεῖται εἰς τὴν ἐσχάτην ἀπώλειαν. Καὶ ὁ μὲν ὀλισθῆσαι συγχω‐ ρηθεὶς, καὶ μετριάζειν μαθὼν ἀπὸ τοῦ πτώματος, καὶ ἀναστήσεται, καὶ ἀνακτήσεται ἑαυτὸν θᾶττον, εἴ γε | |
10 | βούλοιτο· ὁ δὲ δοκῶν μὲν εὖ πράττειν μετὰ ἀλαζονείας, μηδὲν δὲ πάσχων δεινὸν, οὔτε αἴσθησιν τῆς οἰκείας λήψεται παρανομίας ποτὲ, ἀλλὰ καὶ αὐξήσει τὸ δεινὸν, καὶ λήσεται κενὸς ἐνθένδε ἀπελθών· καθάπερ ἐκεῖνος ὁ Φαρισαῖος, ὃς ἀνῆλθε μὲν δοκῶν τοῖς ἀγαθοῖς | |
15 | ἅπασι πλουτεῖν, κατῆλθε δὲ μαθὼν ὅτι καὶ τοῦ τελώνου πενέστερος ἦν. Ἔστι δὲ καὶ ἕτερον εἶδος πολλὴν ἔχον ἰσχὺν πρὸς τὸ κενῶσαι τὰ μετὰ πολλῶν ἱδρώτων καὶ πό‐ νων συναχθέντα καλὰ, ὁ τῆς κενοδοξίας ἄνεμος. Καθά‐ περ γὰρ ἄνεμος ἀληθῶς εἰσελθὼν ἐκφυσᾷ ἅπαντας τοὺς | |
20 | τῆς ἀρετῆς θησαυρούς. Ἰδοὺ οὖν καὶ δευτέρα πρόφασις ἡμῖν ἀνεφάνη τῶν τὰ ὀρθὰ βαδιζόντων, ὡς ἔφης. Πολλοὶ γὰρ παρ’ ἡμῖν δοκοῦντες ὑπὲρ τῆς ἀρετῆς πολλοὺς ὑπο‐ μεμενηκέναι πόνους, καὶ ὑπομένοντες δὲ, ἐπειδὴ πρὸς τὴν παρὰ ἀνθρώπων ὁρῶντες τιμὴν, καὶ οὐ πρὸς τὸν | |
25 | Θεὸν ἅπαντα ἔπραττον, ἀφείθησαν πειρασμῷ περιπε‐ σεῖν, ἵνα τῆς παρὰ τῶν πολλῶν ἀποστερηθέντες δόξης δι’ ἣν ἅπαντα ἐζημιώθησαν, καὶ μαθόντες τὴν φύσιν αὐτῆς ὡς οὐδὲν ἄμεινον ἄνθους χόρτου διάκειται, τῷ Θεῷ μόνῳ προσέχωσι τοῦ λοιποῦ, καὶ δι’ αὐτὸν ἅπαντα | |
30 | πράττωσι. Καὶ ἕτεροι δὲ πρὸς τούτοις εἰσὶ λόγοι τού‐ των πολλῷ πλείους, ἡμῖν μὲν ἀφανεῖς, ὡς ἔφην, γνώριμοι δὲ τῷ πεποιηκότι αὐτοὺς Θεῷ. Μὴ τοίνυν ἀσχάλλωμεν ἐπὶ τοῖς γινομένοις, ἀλλ’ εὐχαριστῶμεν· τοῦτο γὰρ οἰκετῶν εὐγνωμόνων ἐστί. Σὺ δὲ θαυμάζων | |
35 | ὅτι μὴ πρότερον, ἡνίκα ἐτρύφας καὶ τὴν κοσμικὴν περι‐ έκεισο φαντασίαν, ἀλλὰ νῦν, ὅτε πάντα ἐκεῖνα ἔῤῥιψας, καὶ σαυτὸν ὅλον ἀνέθηκας τῷ Θεῷ, τότε ἐπεπήδησεν οὗτος ὁ μιαρὸς, παραπλήσιον ποιεῖς ὥσπερ ἂν εἰ ἐθαύ‐ μαζες, τί δήποτε τοῖς μὲν θεαταῖς οὐδεὶς ἐνοχλεῖ, τῷ | |
40 | δὲ ἀπογραψαμένῳ πρὸς τὸ πυκτεύειν, καὶ γυμνασθέντι, καὶ εἰς τὸν ἀγῶνα καθέντι, τούτῳ μόνῳ πάντων ἔπεισιν ὁ ἀνταγωνιστὴς, πατάσσων τὴν κεφαλὴν, καὶ κόπτων τὸ πρόσωπον. Οὐ δὴ τοῦ τό ἐστι θαυμαστὸν οὐδὲ ἀθυμίας ἄξιον, εἰ πυκτεύειν ἡμῖν ἑλομένοις, ἐκεῖνος θλίβει καὶ | |
45 | ἀνιᾷ καὶ βαρύνει· οὗτος γὰρ τῶν πυκτευόντων ὁ νόμος· ἀλλ’ εἰ περιτρέπει καὶ καταβάλλει καὶ τὸ βραβεῖον ἀφαιρεῖται, τοῦτό ἐστι τὸ δεινόν. Ἕως δ’ ἂν τοῦτο μὴ δύνηται, οὐ μόνον οὐδὲν ἔβλαψεν, ἀλλὰ καὶ τὰ μέγιστα ὤνησε τῇ σφοδρᾷ συμπλοκῇ σεμνοτέρους ἡμᾶς ποιήσας. | |
47.446(50) | Καὶ γὰρ ἐν τοῖς στρατοπέδοις ἐκεῖνός ἐστιν ὁ πάντων ἀμείνων, ὁ πλείονα τραύματα ἐπιδεῖξαι ἔχων, καὶ τὰ μονομάχια πρὸς τοὺς εὐτονωτέρους τῶν πολεμίων ἀνα‐ δεξάμενος· καὶ τῶν ἀθλητῶν δὲ τοὺς τοῖς ἀκαθαιρέτοις συμπλεκομένους (οὕτω γὰρ τοὺς φιλονεικοτέρους κα‐ | |
55 | λοῦσι τῶν ἀνταγωνιστῶν) θαυμάζομεν· καὶ κυνηγέτης οὗτος μάλιστά ἐστιν ὁ κρατούμενος, ὁ τὰ δυσάλωτα τῶν | |
θηρίων καταδεχόμενος. Ἀναιδής ἐστι καὶ ἀκατάπληκτος | ||
47.447 | οὗτος ὁ δαίμων; διὰ τοῦτό σε ἐκπληττόμενος καὶ θαυ‐ μάζων οὐ παύομαι, ὅτι πρὸς τοιοῦτον κληρωθεὶς ἀντ‐ αγωνιστὴν οὐ κατέπεσες, οὐδὲ ἐξέδωκας σεαυτὸν, ἀλλ’ ἔμεινας ἀκλινὴς μηδαμόθεν περιτρεπόμενος. | |
5 | ιʹ. Καὶ ὅτι σε οὐ κολακεύων ταῦτα λέγω νῦν, ἀλλὰ ἀλη‐ θῶς τὰ μέγιστα ἀπὸ τῆς θλίψεως ταύτης ἐκαρπώσω, ἀνάσχου μετὰ παῤῥησίας λεγόντων ἡμῶν· οὐδὲ γὰρ ἂν ἄλλως δυναίμην τούτου παρασχεῖν τὴν ἀπόδειξιν. Οἶσθά που καὶ μέμνησαι τὴν προτέραν σου διαγωγὴν, τὴν πρὸ | |
10 | τούτου λέγω τοῦ πειρασμοῦ· οὐκοῦν ἐξέτασον ἐκεί‐ νην καλῶς, καὶ ἀντίθες τῇ παρούσῃ τῇ μετὰ τὸν πει‐ ρασμὸν, καὶ τότε ὄψει τὸ κέρδος ὅσον ἀπὸ ταύτης σοι γέγονε τῆς συμπλοκῆς. Νῦν μὲν γὰρ καὶ ἐν νηστείαις καὶ παννυχίσι, καὶ τῇ περὶ τὴν ἀνάγνωσιν σπουδῇ, καὶ | |
15 | τῇ περὶ τὰς εὐχὰς καρτερίᾳ, πολλὴ γέγονεν ἡ ἐπίτασις, καὶ τὸ ἀδιάχυτον δὲ καὶ ταπεινὸν μεθ’ ὑπερβολῆς σοι κατώρθωται· πρότερον δέ σοι βιβλίων λόγος ἦν οὐδεὶς, πᾶσα δέ σοι φροντὶς καὶ πόνος εἰς τὴν ἐπιμέλειαν ἀν‐ ηλίσκετο τῶν ἐν τῷ παραδείσῳ φυτῶν. Πολλῶν δέ σε | |
20 | καὶ εἰς ἀπόνοιαν σκωπτόντων ἤκουον τότε, καὶ ταύτῃ τὴν τοῦ γένους αἰτιωμένων λαμπρότητα, καὶ τὴν τοῦ πατρὸς δόξαν, καὶ τὸ ἐν πλούτῳ τετράφθαι πολλῷ· τὴν δὲ ἐν ταῖς παννυχίσι ῥᾳθυμίαν καὶ αὐτὸς οἶδας σαφῶς. Πολλάκις γὰρ ἄλλων μετὰ τὴν βαθεῖαν ἑσπέραν ἀνιστα‐ | |
25 | μένων εὐθέως, αὐτὸς ἔμενες ὕπνῳ κατεχόμενος βαθεῖ, καὶ πρὸς τοὺς διεγείροντας ἐδυσχέραινες. Ἀλλὰ νῦν πάντα λέλυται ἐκεῖνα, καὶ πρὸς τὸ βέλτιον μεταβέ‐ βληται, ἐξ οὗ τὴν μάχην καὶ τὸν πόλεμον ἀνεδέξω τοῦτον. Εἰ δὲ ἔροιό με, τί δήποτέ σοι τρυφῶντι καὶ | |
30 | πρὸς τὰ τοῦ κόσμου πράγματα ἐπτοημένῳ οὐ συν‐ εχώρησεν ἀντιστῆναι τὸν δαίμονα τοῦτον ὁ Θεὸς, ἐκεῖνο ἂν ἀποκρινοίμην ἐγὼ, ὅτι καὶ τοῦτο τῆς αὐτοῦ κηδε‐ μονίας ἦν· ᾔδει γὰρ ὅτι σε τότε εὐκαταγώνιστον εὑ‐ ρὼν ταχέως ἀπολεῖ. Διὰ τοῦτο οὐδὲ εὐθέως ἐπὶ τὸν τῶν | |
35 | μοναχῶν ἐλθόντα βίον πρὸς τὴν πάλην ταύτην ἐκάλεσεν, ἀλλ’ ἀφῆκεν ἐγγυμνασθῆναι καὶ χρόνον ἀναμεῖναι μα‐ κρὸν, εἶθ’ ὅτε καρτερικώτατος γέγονας, τηνικαῦτα πρὸς τὸ ἐπίπονον τοῦτο στάδιον εἵλκυσεν. Ἔτι οὖν τῶν ἐν τῷ κόσμῳ στρεφομένων μεμνήσῃ, καὶ τὸν οἰκέτην ἄξεις | |
40 | εἰς μέσον τὸν σόν· ἐκεῖνον μὲν γάρ σε οἶμαι αἰνίττε‐ σθαι, ὅταν λέγῃς ὅτι πολλοὶ τῶν βιωτικῶν ἀνδρῶν | |
ταύτῃ περιπεσόντες τῇ νόσῳ ταχίστης καὶ τελείας ἔτυ‐ | Column end | |
47.448 | χον ἀπαλλαγῆς. Ἀλλ’ ὁ οἰκέτης, ὦ φίλτατε, ὁ σὸς καὶ ὅσοι τῶν αὐτῶν ἔτυχον ἐκείνῳ, οὐκ ἐπὶ τοῖς αὐτοῖς αὐτῷ προσεπλάκησαν, οἷσπερ καὶ σὺ νῦν· ἐκείνῳ μὲν γὰρ καὶ τοῖς τοιούτοις ὑπὲρ τοῦ φοβῆσαι μόνον, καὶ τῷ | |
5 | φόβῳ ποιῆσαι βελτίους, τοῦτο ἐπαφῆκε τὸ θηρίον ὁ Θεός· σοὶ δὲ, ὥστε ἀγωνίσασθαι γενναίως, καὶ νικῆσαι λαμπρῶς, καὶ τὸν τῆς ὑπομονῆς ἀναδήσασθαι στέφα‐ νον. Νίκη δέ ἐστιν, οὐχ ὅταν τις, τοῦ θεάτρου ἔτι συν‐ εστῶτος, παλαίοντα αὑτὸν ἑλκύσας ἀπαγάγῃ τοῦ ἀντ‐ | |
10 | αγωνιστοῦ, ἀλλ’ ὅταν ἀφῇ συμπλακῆναι διαπαντὸς, εἶτα παλαίων καὶ διὰ τῆς ἀθυμίας εἰς ἐνθυμήσεις ἀτό‐ πους ἄγων ἰσχύσῃ μηδέν. Καὶ ὅτι οὕτω ταῦτ’ ἔχει, ἐκεῖ‐ θεν συλλογιοῦμαι καλῶς. Παντί που δῆλόν ἐστι, κἂν αὐτὸς μετριάζειν ἐθέλῃς, ὅσον τῆς τοῦ οἰκέτου ζωῆς | |
15 | βελτίων ἡ σὴ διενήνοχεν. Οὐκοῦν καὶ λόγος σοῦ τῷ Θεῷ πλείων καὶ φροντὶς, ἢ ἐκείνου. Τούτου δὲ ὄντος δήλου, κἀκεῖνο ὁμοίως ἔσται φανερὸν, ὅτι εἰ μίσους αὕτη συγ‐ χώρησις ἦν, οὐκ ἂν εἰς ὃν μᾶλλον ἠγάπα ταύτην ἐξ‐ έτεινε, τὸν ἥττονα πολὺ ὄντα τοῦτον ταχέως τοῦ δαίμο‐ | |
20 | νος ἐξαρπάσας. Καὶ οὐκ ἀπὸ τούτου μόνον τοῦτο ἰσχυ‐ ρισαίμην ἂν ἔγωγε, ἀλλὰ καὶ ἐξ αὐτῶν, ὧν ἐγκαταλε‐ λεῖφθαι δοκεῖς, ἐκ τούτων μάλιστα, ὅτι σφόδρα μέλει τῷ Θεῷ τῶν σῶν, ἀποδεῖξαι πειράσομαι. Εἰ μὲν γὰρ μὴ πολλὴν ἐποιήσω σπουδὴν, μηδὲ ἀποδημίας ἐστείλω | |
25 | μακρὰς, ὥστε συγγενέσθαι ἀνδράσιν ἁγίοις καὶ ἱκανοῖς τὰ τοιαῦτα λύειν δεσμὰ, ἴσως ἄν τις ἠπόρησε τῶν πολλῶν, οὐ σφόδρα τῆς αἰτίας οὔσης ἐναργοῦς, δι’ ἣν τοσοῦτον εἴασε χρόνον· ἐπειδὴ δὲ καὶ τόπους μαρτύρων καταλα‐ βὼν, ἔνθα πολλοὶ καὶ τῶν ἀνθρώπους ἐσθιόντων ἰάθη‐ | |
30 | σαν, καὶ τοῖς θαυμαστοῖς καὶ γενναίοις ἐκείνοις καὶ μηδέποτε διημαρτηκόσι πολὺν ὑπὲρ τούτου συνῴκησας χρόνον, καὶ οὐδὲν ὅλως παραλιπὼν τῶν φερόντων εἰς τὴν τοῦ πάθους ἀπαλλαγὴν, ἐπανῆλθες πάλιν τὸν πολέ‐ μιον ἔχων μετὰ σαυτοῦ, φανερὰν καὶ ἐναργῆ καὶ τοῖς | |
35 | σφόδρα ἀνοήτοις τῆς περὶ σὲ Θεοῦ προνοίας ἐκόμισας τὴν ἀπόδειξιν. Οὐδὲ γὰρ ἂν τοσαύτην χάριν ἐνεπόδισεν, οὐδ’ ἂν τοὺς αὐτοῦ δούλους αἰσχυνθῆναι ἠνέσχετο, εἰ μὴ σφόδρα πρὸς τὴν εὐδοκίμησιν καὶ τὴν ὠφέλειαν μᾶλλον ἑώρα τὴν σήν. Ὥσθ’ ὅπερ δοκεῖ σημεῖον εἶναι τῆς | |
40 | ἐγκαταλείψεως τοῦ Θεοῦ, τοῦτο τῆς πολλῆς αὐτοῦ περὶ | |
σὲ φιλοστοργίας καὶ σπουδῆς σημεῖόν ἐστι. | Column end | |
47.447(43t) | ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ | |
44t | ΚΑΙ ΟΤΙ Η ΑΘΥΜΙΑ ΧΑΛΕΠΩΤΕΡΑ ΚΑΙ ΔΑΙΜΟΝΟΣ | |
45t | ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ | |
46 | αʹ. Ταῦτα μὲν ἡμῖν ὑπὲρ τῆς τοῦ Θεοῦ προνοίας εἰρήσθω, καὶ ὅτι οὐκ ἀποστρεφόμενος οὐδὲ μισῶν, ἀλλὰ καὶ λίαν ἀγαπῶν, τούτῳ γυμνάζει τῷ τρόπῳ. Ἐπειδὴ δὲ καὶ ἑτέ‐ ρως σφόδρα ἔφης ἀλγεῖν, ὡς καὶ πολλάκις σε ἀναπείθειν | |
47.447(50) | τὸν δαίμονα εἰς πέλαγος ἢ κατὰ κρημνῶν ἀφανίσαι σαυ‐ τὸν, ἢ ἄλλῳ τινὶ τοιούτῳ τρόπῳ τὴν παροῦσαν κατα‐ λῦσαι ζωὴν, καὶ ὑπὲρ τούτων μικρὰ διαλεχθῆναι βού‐ λομαι τῶν λογισμῶν. Οὐ γὰρ ἐκείνου μόνον ἐστὶν | |
αὕτη ἡ συμβουλὴ, ἀλλὰ καὶ τῆς ἀθυμίας τῆς σῆς, καὶ | Column end | |
47.448(46) | ταύτης μᾶλλον ἢ ἐκείνου, τάχα δὲ καὶ μόνης ταύτης. Καὶ δῆλον ἐξ ὧν πολλοὶ καὶ τῶν μὴ δαιμονώντων ἀπὸ τοῦ λυπεῖσθαι μόνον τοιαῦτα βουλεύονται. Ταύτην οὖν ἔκβαλε καὶ ἀπέλασον τῆς ψυχῆς, καὶ οὐδεμίαν ἕξει λοι‐ | |
47.448(50) | πὸν ἐκεῖνος ἰσχὺν, οὐ μόνον πρὸς τὸ πείθειν τὰ τοιαῦτα, ἀλλ’ οὐδὲ πρὸς τὸ παραινεῖν τὴν ἀρχήν. Νῦν μὲν γὰρ καθάπερ οἱ τοιχωρύχοι καταλαμβανούσης νυκτὸς, τὸ φῶς ἀποσβέσαντες, καὶ ὑφελέσθαι τὰ ὄντα, καὶ τοὺς τούτων | |
κυρίους μετὰ πολλῆς ἀποσφάξαι τῆς εὐκολίας δύναιντ’ ἄν· | ||
47.449 | οὕτω καὶ οὗτος ἀντὶ νυκτὸς καὶ σκότους τὴν ἀθυμίαν κατασκεδάσας, πάντας ὑφελέσθαι πειρᾶται τοὺς πρὸς ἀσφάλειαν λογισμοὺς, ἵνα ἐρήμην καὶ ἀβοήθητον λαβὼν τὴν ψυχὴν μυρίαις κατατρώσῃ πληγαῖς. Ὅταν δέ τις | |
5 | τῇ πρὸς τὸν Θεὸν ἐλπίδι τοῦτο διασκεδάσας τὸ σκότος, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης καταφυγὼν, σπεύσῃ τὰς ἀκτῖνας ἐκείνας εἰς τὴν ἑαυτοῦ καταθεῖναι ψυχὴν, ἀπὸ τῶν οἰκείων λογισμῶν ἐπὶ τὸν λῃστὴν μεταθήσει τὸν θόρυβον· καὶ γὰρ οἱ τὰ τοιαῦτα κακουργοῦντες, | |
10 | ὅταν αὐτοὺς ἐλέγξῃ τις, καὶ δείξῃ τὸ φῶς, τρέμου‐ σιν, ἰλιγγιῶσι, ταράττονται. Καὶ πῶς ἄν τις, φησὶ, ταύτης ἀπαλλαγείη τῆς ὀδύνης, μὴ πρότερον τοῦ κινοῦν‐ τος αὐτὴν δαίμονος ἀπαλλαγείς; Οὐχ ὁ δαίμων ἐστὶν ὁ τὴν ἀθυμίαν κινῶν, ἀλλ’ ἐκείνη ἡ ποιοῦσα τὸν δαίμονα | |
15 | ἰσχυρὸν, καὶ τοὺς λογισμοὺς ὑποβάλλουσα τοὺς πονη‐ ρούς. Καὶ μαρτυρήσειεν ἂν ἡμῖν ἐνταῦθα ὁ μακάριος Παῦλος· οὐ γὰρ δαίμονά τινα, ἀλλὰ τὴν ταύτης ἀμε‐ τρίαν δεδοικὼς ἐπέστελλε Κορινθίοις φείσασθαι λοιπὸν τοῦ πεπλημμεληκότος ἐφ’ οἷς ἐξήμαρτε, Μήπως τῇ | |
20 | περισσοτέρᾳ λύπῃ καταποθῇ, φησὶν, ὁ τοιοῦτος. Εἰ δὲ βούλει, τῷ λόγῳ τέως ὑποθώμεθα τὸν μὲν δαίμονα ἐπικεῖσθαι, τὴν δὲ ἀθυμίαν ἐξηλάσθαι τῆς σῆς ψυχῆς· τίς ἔσται βλάβη λοιπόν; τί καθ’ ἑαυτὸν οὗτος ἢ μικρὸν ἢ μέγα δύναιτ’ ἂν ἀδικῆσαι ἡμᾶς; Ἐκείνη δὲ καὶ τούτου | |
25 | μὴ παρόντος πολλὰ ἂν ἐργάσαιτο δεινά· καὶ τοὺς πλείο‐ νας τῶν βρόχους ἁψάντων, ἢ ξίφει διαφθαρέντων, ἢ πο‐ ταμοῖς ἀποπνιγέντων, ἢ καὶ ἑτέρως πως ἀπολεσάντων ἑαυτοὺς, ἀπὸ τῆς ἀθυμίας ἐπὶ τοὺς βιαίους τούτους θα‐ νάτους ὠσθέντας εὑρήσομεν· εἰ δέ τινες καὶ τῶν δαι‐ | |
30 | μονώντων εἶεν ἐν τούτοις, καὶ τούτων τὴν ἀπώλειαν οὐ τῷ δαίμονι λογιστέον, ἀλλὰ τῇ τῆς ἀθυμίας τυραννίδι καὶ βίᾳ. Καὶ πῶς ἔνεστι, φησὶ, μὴ ἀθυμεῖν; Ἂν τῆς τῶν πολλῶν περὶ τοῦ πράγματος δόξης ἀποστὰς τὰ ἄνω φρονῇς. Νῦν μὲν γὰρ ἐπειδὴ τοῖς πολλοῖς τὸ πρᾶγμα | |
35 | δεινὸν εἶναι νομίζεται, καὶ σοὶ δοκεῖ· εἰ δὲ θελήσαις αὐτὸ καθ’ ἑαυτὸ, τῆς ματαίας καὶ πεπλανημένης προ‐ λήψεως ἀπαλλαγεὶς, μετὰ ἀκριβείας κατιδεῖν, εὑρήσεις οὐδεμίαν ἔχον ἀθυμίας ἀφορμὴν, ὡς καὶ ἤδη πολλάκις ἡμῖν ἀποδέδεικται. Τῶν δὲ ὁμηλίκων ἕνεκεν (καὶ γὰρ τὴν | |
40 | ἐκείνων εὐφροσύνην καὶ τὴν πρὸς τοὺς ἀδελφοὺς παῤ‐ ῥησίαν ὁρῶντά σε ἡγοῦμαι συγχεῖσθαι καὶ καταπίπτειν) ἐκεῖνο ἂν εἴποιμι, ὅτι, εἰ μὲν τούτων ἐν ἐγκρατείᾳ καὶ κοσμιότητι καὶ τῇ λοιπῇ τοῦ βίου φιλοσοφίᾳ διαγόντων, αὐτὸς ἐν χαμαιτυπείοις καὶ κύβοις καὶ κώμοις τὸν | |
45 | ἅπαντα χρόνον ἀνήλισκες, λόγον ἂν εἶχεν ἡ τῆς ἀθυμίας πρόφασις· εἰ δὲ τὴν αὐτὴν αὐτοῖς ἔτι βαδίζεις ὁδὸν, τί ποτέ ἐστί σε τὸ λυποῦν; Ἐγὼ γὰρ, εἰ μὲν πρὸς ἕτερόν μοί τινα τῶν εὐκόλως ἐπαιρομένων ὁ λόγος ἦν, κἂν ἀπ‐ εσιώπησα ταῦτα, ἃ μέλλω. πρὸς σὲ νῦν ἐρεῖν· ἐπειδὴ | |
47.449(50) | δὲ σφόδρα θαῤῥῶ, ὅτι, κἂν μυρία σέ τις ἐπαινῇ καὶ θαυμάζῃ, τοῦ μετριάζειν οὐκ ἀποστήσῃ ποτὲ, ἀλλὰ με‐ νεῖς καὶ οὕτως ἐν τοῖς ἐσχάτοις τάττων σαυτὸν, οὐδὲν ὑποστειλάμενος ἅπαντα ἐρῶ. Τοσαύτην γὰρ ἀκούω τὴν ἐπίδοσιν τῆς εὐλαβείας γε‐ | |
55 | γενῆσθαι τῆς σῆς, ὡς μηκέτι σοι πρὸς ἐκεῖνα τὰ μει‐ ράκια, ἀλλὰ πρὸς τοὺς μεγάλους καὶ θαυμαστοὺς ἄνδρας εἶναι τὴν ἅμιλλαν. Οὐδὲν γὰρ ἐκείνων σε ἀποδέειν λέγου‐ | |
σιν, οὐ κατὰ τὸν τῆς νηστείας λόγον· (πῶς γὰρ, ὕδατι | Column end | |
47.450 | καὶ ἄρτῳ μόνον, καὶ ταῦτα ἡμέραν παρ’ ἡμέραν τρε‐ φόμενον;) οὐ κατὰ τὸν τῶν παννυχίδων καιρὸν, ἀλλ’ ὁμοίως αὐτοῖς ἐφεξῆς πολλὰς νύκτας ἀΰπνους παρ‐ έλκειν. Τῇ δὲ μεθ’ ἡμέραν διαγωγῇ πολλοὺς αὐτῶν | |
5 | ἤδη καὶ ἀποκρύψαι φασί· καὶ γὰρ τῶν ἐκεῖθεν ἐρχομένων ἀκούω διηγουμένων, ὅτι σοι πᾶς ὁ καιρὸς εἰς εὐχὰς καὶ δάκρυα ἀναλίσκεται· καὶ καθάπερ οἱ σιγὴν ἀσκοῦντες, ἢ καὶ μόνους ἐν οἰκίσκῳ κατακλείσαντες ἑαυ‐ τοὺς, πρὸς οὐδένα οὐδὲν φθέγγονται, οὕτω καὶ σὲ λέ‐ | |
10 | γουσιν ἐν πλήθει τοσούτῳ στρεφόμενον διατελεῖν. Τὸν δὲ τῆς καρδίας σου συντριμμὸν, καὶ τὸν αὐχμὸν, καὶ τὴν ἀλγηδόνα καὶ πεφρίκασι διηγούμενοι, καὶ πολλοὺς ἐν‐ ταῦθα τὰ σὰ κατένυξαν ἀπαγγέλλοντες· Οὐκ ἀντιβλέπει, φησὶν, οὐδενὶ τῶν εἰσιόντων ἐκεῖ, οὐδ’ ἀνίησι τῶν συν‐ | |
15 | εχῶν πόνων ἑαυτόν· πολλάκις ἐδείσαμεν μὴ πηρώσῃ τοὺς ὀφθαλμοὺς τοῖς ὀδυρμοῖς, μὴ πλήξῃ τὰς μήνιγγας τῇ σφοδρότητι τῆς ἀγρυπνίας καὶ τῇ ἀνενδότῳ καὶ δι‐ ηνεκεῖ περὶ τὴν ἀνάγνωσιν σπουδῇ. βʹ. Ταῦτα οὖν σε λυπεῖ καὶ θορυβεῖ, ὅτι τοσοῦτον παρ‐ | |
20 | ήλασας τοὺς ὁμήλικας, ὅτι καὶ σφοδρὸν καὶ ἀναίσχυντον ἔχων τὸν ἀνταγωνιστὴν πολλῷ τῷ μέτρῳ τοὺς μετὰ σοῦ τρέχοντας ὑπερηκόντισας. Ἆρ’ οὐκ εἰκότως ἔλεγον ὅτι ἡ ἀθυμία αὕτη προλήψεως μόνον ἐστὶν, ἐρευνωμένη δὲ καὶ εὐθυμίας ἡμῖν ὑποθέσεις παρέχει πολλάς; Τί γὰρ | |
25 | ὄφελος, εἰπέ μοι, τοῦ μὴ δαιμονᾷν, ὅταν ὁ βίος ἠμελη‐ μένος ᾖ; ποῖον δὲ βλάβος ἀπὸ τοῦ δαιμονᾷν, ὅταν τὰ τῆς πολιτείας ἠκριβωμένα τύχῃ καὶ συγκεκροτημένα καλῶς; Ἀλλ’ ἴσως αἰσχύνῃ καὶ ἐρυθριᾷς, ὅταν σε κα‐ ταβάλῃ παρόντων τινῶν; Ἀλλὰ τοῦτό σοι πάλιν ἀπὸ | |
30 | τῆς ὑποθέσεως συμβαίνει τῆς αὐτῆς, ὅτι τῇ τῶν πολ‐ λῶν δόξῃ, λογισμῷ δὲ οὐδέποτε τὸ πρᾶγμα ἐπέτρεψας. Τὸ γὰρ καταπεσεῖν οὐ τοῦτό ἐστιν ὃ σὺ πάσχειν φὴς, ἀλλὰ τὸ ἁμαρτίᾳ περιπεσεῖν· ἐπὶ ταύτῃ τῇ πτώσει κα‐ λὸν αἰσχύνεσθαι καὶ ἀλγεῖν. Νῦν δὲ ἐπὶ μὲν τοῖς οὐδε‐ | |
35 | μίαν ἔχουσιν αἰσχύνην καταδυόμεθα, τὰ δὲ ὄντως αἰσχρὰ καὶ πολλοῦ γέμοντα γέλωτος καὶ κολάσεως ἐσχάτης, ταῦτα δρῶντες οὐδὲν ἡγούμεθα πάσχειν δεινόν· ἀλλὰ τῆς μὲν ψυχῆς καθ’ ἑκάστην ἡμέραν ὑπὸ τῆς τῶν ἁμαρτημάτων ἐνεργείας πιπτούσης οὐδεὶς ὁ πενθῶν· | |
40 | εἰ δέ ποτέ τι τὸ σῶμα τοῦτο πάθοι, δεινὸν καὶ ἀφόρητον εἶναι δοκεῖ. Ἆρα οὐ τοῦτό ἐστι τὸ δαιμονᾷν, τὸ οὕτω διακεῖσθαι τὴν ψυχὴν καὶ περὶ τὴν τῶν πραγμάτων σφάλλεσθαι κρίσιν; Εἰ μὲν γὰρ ὑπὸ μέθης τοῦτο ἔπα‐ σχες, ἐχρῆν καταδύεσθαι καὶ ἀθυμεῖν, προαιρέσεως | |
45 | γὰρ τὸ ἔγκλημα ἦν· εἰ δὲ τῆς ἑτέρου βίας τὸ πρᾶγμά ἐστιν, οὐ τὸν ἐπηρεαζόμενον, οὐδὲ τὸν ὑπομένοντα τὴν βίαν, ἀλλὰ τὸν δρῶντα αἰσχύνεσθαι δεῖ. Καὶ γὰρ ἐν ἀγορᾷ εἴ ποτε γενομένης μάχης ἕτερος τὸν ἕτερον ὤσας κατέβαλε, τὸν καταβαλόντα, οὐ τὸν πεσόντα ἅπαντες | |
47.450(50) | αἰτιώμεθα. Καλὸν τὸ ἐρυθριᾷν, ἀλλ’ ὅταν τι πράτ‐ τωμεν τῶν κόλασιν φερόντων ἡμῖν παρὰ τῷ τότε μέλ‐ λοντι κρίνειν ἡμᾶς· ἕως δ’ ἂν μηδὲν τοιοῦτον ὦμεν συνειδότες ἑαυτοῖς, τίνος ἕνεκεν ἐγκαλυπτόμεθα; Οὐδὲ γὰρ, εἴ τίς σε μόνον ἀπολαβὼν ἔτυπτεν ἁπλῶς καὶ μη‐ | |
55 | δὲν ἔχων ἐγκαλεῖν, ἢ πάλιν κατέῤῥιπτεν εἰς τὴν γῆν, σὺ δὲ πάντα πράως ἐνεγκὼν ἀπηλλάγης, οὐκ αἰσχύνης | |
τὸ πρᾶγμα ἦν, ἀλλὰ φιλοσοφίας καὶ τῶν μεγίστων ἐπαί‐ | ||
47.451 | νων. Εἶτα ἀνθρώπων μὲν ἐπηρεαζόντων, τὸ φέρειν τὴν ἐπήρειαν ἔπαινος· τοῦ δὲ πάντων πονηροτέρου τὸ αὐτὸ τοῦτο ποιοῦντος, ὁ τὴν ἐκείνου μανίαν γενναίως ἐνεγκὼν καταδύσεται ὡς ἐπίψογον πρᾶγμα ποιῶν; Καὶ τί ταύτης | |
5 | τῆς ἐναντιώσεως ἀλογώτερον γένοιτ’ ἄν; Εἰ μὲν γὰρ ἀπὸ τῆς πτώσεως ἀναστὰς ἐκείνης, ἄτοπόν τι πρᾶξαι προήχθης ἢ εἰπεῖν, οὐδὲ αὐτὸς ἂν ἐκώλυσα ὑπὲρ τούτων κατακόπτεσθαι καὶ ἀλγεῖν· εἰ δὲ μετὰ εὐχαριστίας ἅπαντα φέρεις, καὶ εἰς προσευχὰς εὐθέως τρέπεις σαυ‐ | |
10 | τὸν, τί ποτ’ οὖν ἐστι τὸ ποιοῦν τὴν αἰσχύνην; Ἀλλ’ ἴσως ἀλγεινὰ τὰ παρὰ τῶν ἄλλων ὀνείδη. Καὶ τί τούτων ἐπονειδιστότερον γένοιτ’ ἂν, οἳ μηδὲ ἅπερ ὀνειδίζειν χρὴ δύναιντ’ ἂν εἰδέναι καλῶς; Οὗτοι γὰρ ἀληθῶς εἰσιν οἱ μαινόμενοι καὶ δαιμονῶντες, οἱ τὰ πρά‐ | |
15 | γματα ὡς ἔχει φύσεως μὴ μεμαθηκότες ὁρᾷν, ἀλλὰ τὰ μὲν ἐπαίνων ἄξια ψέγοντες, τὰ δὲ ἐπονείδιστα εἰς τὴν τῶν ἐπαινουμένων τάξιν μετατιθέντες. Πολλὰ καὶ οἱ τὴν φρενῖτιν νοσοῦντες λέγουσι τοὺς παρόντας κακὰ, ἀλλ’ οἱ ἀκούοντες οὐχ ἡγοῦνται ὑβρίζεσθαι. Μὴ τοίνυν μηδὲ σὺ | |
20 | τῶν ἐξεστηκότων ἐκείνων ἀκούων, αἰσχύνην καὶ ὕβριν τὸ πρᾶγμα εἶναι νόμιζε, ἵνα μή ποτε ἀληθῶς ἐπονείδι‐ στον καταστήσῃς σαυτὸν παροξύνων τὸν Θεόν. Ὅταν γὰρ τὰ πρὸς παιδείαν καὶ ὠφέλειαν ἐπαγόμενα παρὰ τοῦ Θεοῦ, ταῦτα ὄνειδος εἶναι νομίσῃς, ὅρα ποῦ τελευτᾷ τὸ | |
25 | κακόν. γʹ. Εἰ γὰρ βούλει τοὺς ἀληθῶς αἰσχύνης καὶ ὀνείδους ἀξίους ἰδεῖν, ἐγώ σοι πειράσομαι ἐκ πολλῶν ὀλίγους ὑπο‐ δεῖξαι τῷ λόγῳ. Θέασαι τοὺς περὶ τὰς εὐμορφίας ἐπτοη‐ μένους τῶν γυναικῶν, τοὺς περὶ χρήματα μαινομένους, | |
30 | τοὺς δυναστείας καὶ δόξης ἐρῶντας, καὶ πάντα ὑπὲρ τού‐ των καὶ πρᾶξαι καὶ παθεῖν αἱρουμένους, τοὺς ὑπὸ βα‐ σκανίας τηκομένους, τοὺς ἐπιβουλεύοντας τοῖς ἠδικη‐ κόσιν οὐδὲν, τοὺς μελαγχολῶντας ἁπλῶς, τοὺς περὶ τὰ μάταια τοῦ βίου λυττῶντας ἀεί· ταῦτά ἐστι καὶ τὰ τοι‐ | |
35 | αῦτα μανίας ἔργα καὶ κολάσεως ἄξια, ταῦτα ὀνείδους καὶ αἰσχύνης καὶ γέλωτος. Εἰ δέ τις ὑπὸ δαίμονος ἐν‐ οχλούμενος φιλοσοφίαν καὶ οὕτως ἐν τῷ βίῳ πολλὴν ἐπι‐ δεικνύοιτο, οὐ μόνον οὐκ ὀνειδίζεσθαι, ἀλλὰ καὶ θαυμά‐ ζεσθαι καὶ στεφανοῦσθαι παρὰ πάντων ἂν εἴη δίκαιος, | |
40 | μετὰ τοσούτων δεσμῶν δρόμον οὕτως ἐπίπονον τρέχων, καὶ τὴν ἀνάντη καὶ τραχεῖαν τῆς ἀρετῆς ἀναβαίνων ὁδόν. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς καὶ ἕτερόν με μικροῦ δεῖν παρελήλυθεν, ᾧ πλεονεκτεῖς τῶν ἀδελφῶν· τοῦτο δέ ἐστι τὸ ῥᾳδίως, εἰ καί τί σοι πεπλημμέληται, διὰ τῆς θλίψεως | |
45 | ταύτης καὶ ταῦτα ἀποδύσασθαι τὰ ἁμαρτήματα. Καὶ τοῦτο γέγονε δῆλον ἡμῖν ἐξ ὧν ἔφθην ἤδη διαλεχθεὶς, ὅτε περὶ τοῦ Λαζάρου καὶ τοῦ παρὰ τοῖς Κορινθίοις πεπορ‐ νευκότος ἔλεγον. Ἀλλ’ ὑπὲρ τοῦ πατρὸς δέδοικα, φησί· κἂν γὰρ τὰ ἐμαυτοῦ πράως ἐνεγκεῖν δυνηθῶ, τὰς ἐκεί‐ | |
47.451(50) | νου συμφορὰς καὶ τὴν μανίαν πῶς οἴσομεν ῥᾳδίως, εἴ ποτε αἴσθοιτό τι τούτων; Τέως μὲν οὐκ ᾔσθετο. Πολλῆς δὲ μικροψυχίας ἐστὶν ὑπὲρ τῶν ὕστερόν ποτε συμβησο‐ μένων ἢ μηδὲ ὅλως συμβησομένων τὴν ἀθυμίαν ἤδη καρποῦσθαι καὶ κόπτεσθαι. Πόθεν γὰρ, ὅτι καὶ αἰσθή‐ | |
55 | σεται, δῆλον ἡμῖν; Μᾶλλον δὲ ἔστω δῆλον, καὶ συγκεχω‐ ρήσθω, εἰ βούλει, καὶ αἰσθήσεσθαι αὐτὸν, καὶ | |
μεγάλα ἐργάσεσθαι δεινά· ἐπαινῶ μέν σε ἀλγοῦντα | Column end | |
47.452 | ὑπὲρ τῶν ἐκείνου κακῶν, οὐκ ἀξιῶ δὲ μετὰ τῆς σαυτοῦ ζημίας τοῦτο ποιεῖν· τοὺς γὰρ τὰ ἄνω φρονοῦντας καὶ μὴ τὰ ἐπὶ τῆς γῆς, οὐ θυμοῦ μόνον καὶ ἐπιθυμίας καὶ τῶν ἄλλων παθῶν, ἀλλὰ καὶ ἀθυμίας κρατεῖν δεῖ. Καὶ | |
5 | γὰρ καὶ τοῦτο πλείονα ἡμᾶς ἐκείνων ἐργάσεται δεινὰ, καὶ χρὴ πρὸς αὐτὸ γενναίως ἐνίστασθαι μὴ μέλλοντας ἀπόλλυσθαι παντελῶς. Εἰ μὲν γὰρ αὐτὸς αἴτιος ἔμελλες ἔσεσθαι τῶν τῷ πατρὶ συμβαινόντων ἀνιαρῶν, καλῶς ἂν ἐδεδοίκεις καὶ ἔτρεμες, τοσαύτης ἀπωλείας γενόμενος | |
10 | αἴτιος· εἰ δὲ αὐτὸς ἑαυτὸν περιπείρειν βούλεται τοῖς ἐσχάτοις κακοῖς, οὐδεὶς πρὸς σὲ τούτων λόγος, πλὴν ὅσον πατρὶ συναλγεῖν χρή. Χωρὶς δὲ τούτων οὐδὲ ἴσμεν, ὅπως οἴσει ταύτην τὴν ἀκοήν· πολλὰ γὰρ ἐναντία τοῖς προσ‐ δοκηθεῖσιν ἐξέβη πολλάκις· κἀκεῖνο μὲν τῶν παραδόξως | |
15 | καὶ σπανίως συμβαινόντων ἐστὶ, τοῦτο δὲ καὶ τῶν εἰκό‐ των καὶ τῶν σφόδρα ἐνδεχομένων. Πόθεν δὴ τοῦτο δῆλον; Πολὺν τῶν νόθων ποιεῖται λόγον, καὶ τὸ πρὸς ἐκείνους φίλτρον ἱκανὸν ταύτην αὐτοῦ συσκιάσαι τὴν ἀθυμίαν. Μὴ δὴ μάτην ὀδύνα σαυτὸν ταῖς φροντίσιν. Εἰ δὲ καὶ ἀλ‐ | |
20 | γεῖν ὑπὲρ τοῦ πατρὸς χρὴ, ἐπὶ ταῖς ἀλόγοις δαπάναις, ἐπὶ τοῖς κώμοις, καὶ ἐπὶ τῷ τύφῳ, καὶ ἐπὶ τῇ τυραν‐ νίδι, ἐπὶ τῇ μοιχείᾳ τῇ νῦν. Ἢ μικρὸν οἴει κακὸν τὸ γυναικὸς ἔνδον οὔσης τῆς ὑμετέρας μητρὸς, ἑτέρᾳ προσ‐ φθείρεσθαι κόρῃ, καὶ παιδοποιεῖν ἐκ παρανόμων γάμων; | |
25 | Ταῦτα πένθους ἄξια, ταῦτα δακρύων, τὰ φανερὰ καὶ εἰς τέλος ἐκβάντα κακά· τὰ δὲ ἐπὶ σοὶ συμβησόμενα ἴσως μὲν ἔσται δεινὰ, ἴσως δὲ οὐ δεινὰ, πολλῆς δὲ ἀλο‐ γίας ὑπὲρ τῶν οὕτως ἀδήλων ὡμολογημένην ὑπομένειν ἤδη βάσανον. Θῶμεν δὲ αὐτὰ καὶ μετὰ πολλῆς τῆς σφο‐ | |
30 | δρότητος ἀπαντήσεσθαι, ἀλλὰ τάχιστον ἕξει τέλος, καὶ πρὶν ἢ καλῶς ἐξαφθῆναι σβεσθήσεται. Ἄνθρωπος γὰρ τοσαύτῃ προσέχων τρυφῇ, καὶ πραγμάτων ἐπιμελούμε‐ νος πολλῶν, καὶ παρασίτους τρέφων καὶ κόλακας, καὶ οὕτω τῆς κόρης ἐκείνης περικαιόμενος, ἐξ ἧς ἔχει τοὺς | |
35 | ἐξ ἡμισείας ὑμῖν ἀδελφοὺς, κἂν λάβῃ τῶν σῶν αἴσθησιν, βραχεῖαν λήψεται καὶ οὐδενὸς ἀξίαν. Καὶ τοῦτο οὐχ οἷς εἶπον μόνον, ἀλλὰ καὶ τοῖς ἤδη γεγενημένοις στοχάζομαι· οἶσθα γὰρ, οἶσθα σαφῶς, ὅτι σφόδρα σε πρὸ τούτων φι‐ λῶν, καὶ πάντα τὴν σὴν ἡγούμενος κεφαλὴν, ἐπειδὴ πρὸς | |
40 | τὸν τῶν μοναχῶν μετέστης βίον, πάντα τὸν πόθον ἐκεῖνον ἔσβεσε, καὶ τὸ πρᾶγμα αἰσχρὸν ἡγήσατο, καὶ τῆς τῶν προγόνων λαμπρότητος ἀνάξιον, καὶ τὴν αὐτοῦ δόξαν καταισχύνειν σε ἔλεγε· καὶ εἰ μὴ ἡ τῆς φύσεως αὐτὸν κατεῖχεν ἀνάγκη, τάχα ἄν σε καὶ ἀπεκήρυξεν. Ὥστε, | |
45 | εἰ μὴ σφόδρα ἀναίσθητον τὸ λεγόμενον, οἶμαι αὐτὸν καὶ ἡσθῆναι τῷ γεγονότι, ὡς δίκην σου δεδωκότος ὑπὲρ ὧν πολλάκις παρακαλοῦντος καὶ ἀπαγαγεῖν βουλομένου ταύ‐ της τοῦ βίου τῆς καρτερίας, οὐδὲ μέχρι ῥημάτων ἠνέσχου τὴν συμβουλήν. | |
47.452(50) | δʹ. Καὶ περὶ μὲν τοῦ πατρὸς καὶ τοῦ φόβου οὗ ὑπὲρ ἐκεί‐ νου δέδοικας, ταῦτα ἂν ἔχοιμι λέγειν, ἱκανά γε ὄντα, ὡς οἶμαι, πάντα τὸν ὑπὲρ τούτων σοι γενόμενον λῦσαι φόβον. Ἐπειδὴ δὲ ἔλεγες τὸ κεφάλαιον τῶν κακῶν εἶναι τὸ μηδὲ ὑπὲρ τῶν μελλόντων ἔχειν θαῤῥεῖν, μηδὲ εἰδέναι | |
55 | πότερον ἔσται τις λύσις ποτὲ τούτων, ἢ καὶ μέχρι τελευ‐ | |
47.453 | τῆς βουλήσεταί σοι πυκτεύειν ὁ τὸν ἀγῶνά σοι τοῦτον θεὶς, ἀκριβὲς μὲν οὐδὲν οὐδὲ αὐτὸς ὑπὲρ τούτων ἔχω λέγειν, οὐδὲ ἀποφαίνεσθαι ὑπὲρ τῶν μελλόντων, ἐκεῖνο μέντοι οἶδα σαφῶς, καὶ αὐτὸν δέ σε οὕτω πεπεῖσθαι | |
5 | ἀξιῶ, ὅτι ὁπότερον ἂν γένηται τούτων, συμφερόντως ἔσται καὶ πρὸς ἡμῶν· κἂν οὕτω δὲ διακείμενος ᾖς, τα‐ χέως καὶ τὸν κολοφῶνα τούτων, ὡς λέγεις, ἀποκρούσῃ τῶν κακῶν. Πρὸς δὲ τούτῳ κἀκεῖνο λογίζεσθαι χρὴ, ὅτι ὁ μὲν τῶν | |
10 | ἐπάθλων καὶ τῶν στεφάνων καιρὸς ὁ μέλλων ἐστὶν αἰὼν, τῶν δὲ παλαισμάτων καὶ τῶν ἱδρώτων ὁ παρών. Καὶ τοῦτο ποιῆσαι δῆλον ἡμῖν βουλόμενος ὁ μακάριος Παῦλος ἔλεγεν· Οὕτω τρέχω ὡς οὐκ ἀδήλως, οὕτω πυ‐ κτεύω ὡς οὐκ ἀέρα δέρων, ἀλλ’ ὑπωπιάζω μου τὸ σῶμα | |
15 | καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκι‐ μος γένωμαι. Ἐπειδὴ δὲ πρὸς τὴν τελευτὴν ἔφθασε, τηνικαῦτα τὴν μακαρίαν ἐκείνην ἀφῆκε φωνήν· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, λοιπὸν ἀπόκειταί μοι ὁ τῆς | |
20 | δικαιοσύνης στέφανος· δεικνὺς ὅτι πάντα τὸν βίον ἐναγώνιον ἡμῖν εἶναι δεῖ καὶ ἐπίπονον, εἴ γε μέλλοιμεν τῆς ἀναπαύσεως τῆς αἰωνίου καὶ τῶν μυρίων ἀπολαύσε‐ σθαι ἀγαθῶν. Εἰ δὲ βούλοιτό τις ῥᾳθυμῶν καὶ τῶν ἐν‐ ταῦθα ἀπολαύειν ἡδέων, καὶ τῶν ἐκεῖ τοῖς πονοῦσιν ἀπο‐ | |
25 | κειμένων μισθῶν, ἑαυτὸν παρακρούεται καὶ ἀπατᾷ. Καθάπερ γὰρ ἐπὶ τῶν ἀθλητῶν ὁ μὲν ἐπὶ τοῦ καιροῦ τῶν ἀγώνων ἄνεσιν ἐπιζητῶν αἰσχύνην καὶ ἀδοξίαν διὰ παντὸς τοῦ χρόνου ἑαυτῷ προξενεῖ, ὁ δὲ ἐν τῷ σταδίῳ πάντα πόνον γενναίως ἐνεγκὼν στεφάνους καὶ δόξαν καὶ | |
30 | ἔπαινον, καὶ ἐν αὐτοῖς τοῖς ἀγῶσι, καὶ λυθέντων αὐτῶν καρποῦται παρὰ τῶν θεατῶν· οὕτω καὶ ἐφ’ ἡμῶν. Ὁ μὲν τὸν καιρὸν τῶν πόνων ἀνέσεως ποιούμενος καιρὸν, ὅταν ἀναπαύσασθαι δέῃ τὴν ἀγήρω ἐκείνην ἄνεσιν, τηνι‐ καῦτα οἰμώξεται καὶ βρύξει τοὺς ὀδόντας, καὶ τὰ ἔσχατα | |
35 | πείσεται δεινά· ὁ δὲ ἐνταῦθα τὰς θλίψεις προθύμως ἐνεγ‐ κὼν, καὶ ἐνταῦθα καὶ ἐκεῖ λαμπρὸς ἔσται καὶ ἐπίδοξος δόξαν τὴν ἀθάνατον καὶ ἀληθῆ. Εἰ γὰρ ἐπὶ τῶν βιωτικῶν ὁ τὴν εὐκαιρίαν τῶν πραγμάτων συγχέων πάντων ἐκπε‐ σεῖται τῶν προκειμένων αὐτῷ, καὶ μυρίαις ἑαυτὸν περι‐ | |
40 | βαλεῖ συμφοραῖς, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο πείσεται ὁ τὴν τάξιν τῶν καιρῶν οὐκ εἰδώς. Εἶπεν ὁ Χριστὸς, ὅτι Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ. Εἶπεν ὁ μακάριος Παῦλος· Καὶ πάντες δὲ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· οὐ τὰς | |
45 | παρὰ τῶν ἀνθρώπων διώξεις λέγων μόνον, ἀλλὰ καὶ τὰς παρὰ τῶν δαιμόνων ἐπιβουλάς. Εἶπεν Ἰὼβ, ὅτι Πειρα‐ τήριόν ἐστιν ἀνθρώπου ὁ βίος ἐπὶ τῆς γῆς. Τί τοίνυν ἀσχάλλεις ἐν τῷ τῆς ταλαιπωρίας θλιβόμενος και‐ ρῷ; Τότε γὰρ ἀλγεῖν ἐχρῆν, εἰ ὃν προεῖπεν ὁ Χριστὸς | |
47.453(50) | θλίψεως εἶναι χρόνον, τοῦτον ἐποιούμεθα τρυφῆς καὶ ἀναπαύσεως καιρόν· εἰ καθ’ ὃν ἀγωνίζεσθαι καὶ πονεῖν προσετάχθημεν, κατὰ τοῦτον ἀνεπεπτώκειμεν· εἰ τὴν εὐρύχωρον ἐβαδίζομεν ὁδὸν, αὐτοῦ τὴν τεθλιμμέ‐ νην κελεύσαντος. Οὕτω γὰρ ἂν ἐξ ἀνάγκης ἡμῖν εἵπετο | |
55 | λοιπὸν τὸ ἐν τοῖς αἰῶσιν ἐκείνοις κολάζεσθαι. Τί οὖν ἂν εἴποις, φησὶ, πρὸς τοὺς καὶ ἐνταῦθα μετ’ εὐρυχωρίας βαδίζοντας, καὶ ἐκεῖ μέλλοντας ἀναπαύεσθαι; Καὶ τίς οὗτός ἐστιν; ἐγὼ γὰρ τῷ τοῦ Χριστοῦ πείθομαι λόγῳ | |
μόνον, τῷ λέγοντι ὅτι, Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς | Column end | |
47.454 | ἡ ἀπάγουσα εἰς τὴν ζωήν· ὅτι δὲ οὐκ ἔνι διὰ τῆς στε‐ νῆς ἐν εὐρυχωρίᾳ βαδίσαι ποτὲ, παντί που δῆλόν ἐστιν. Ὅπου γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων οὐδεὶς ἱδρώτων χω‐ ρὶς στέφανον ἀνεδήσατο καὶ ταῦτα τῆς αὐτῆς φύσεως | |
5 | ἔχων κοινωνοῦντας τοὺς ἀνταγωνιστὰς, ἔνθα πονηραὶ δυ‐ νάμεις ἡμῖν ἀνταίρουσι, πῶς ἔνι θλίψεως καὶ στενο‐ χωρίας ἐκτὸς περιγενέσθαι τῆς μανίας ἐκείνων; εʹ. Ἀλλὰ μέχρι τίνος ἀπὸ λογισμῶν ταῦτα ἐξετάζομεν, ἐξὸν ἐπὶ τοὺς μακαρίους καὶ γενναίους ἀθλητὰς καταφυ‐ | |
10 | γεῖν τοὺς ἐπὶ τῶν προτέρων γεγενημένους χρόνων; Ἐξέτασον γὰρ ἅπαντας τοὺς τότε ὀνομαστοὺς, καὶ πάντας, ἀπὸ τῶν θλίψεων ὄψει παῤῥησίαν ἐσχηκότας πρὸς τὸν Θεόν. Καὶ εἰ βούλει γε, ἐπὶ τὸν τοῦ πρωτο‐ πλάστου πρῶτον ἔλθωμεν παῖδα, τὸ ἀρνίον τοῦ Χριστοῦ, | |
15 | τὸν Ἄβελ, τὸν ἠδικηκότα μὲν οὐδὲν, τὰ δὲ τῶν δεινότατα εἰργασμένων ὑπομείναντα. Ἡμεῖς μὲν γὰρ ἁμαρτιῶν τίνομεν δίκας τοὺς πειρασμούς· ὁ δὲ δίκαιος ἐκεῖνος δι’ οὐδὲν ἕτερον ἐκολάζετο, ἀλλ’ ἢ ὅτι δίκαιος ἦν. Καὶ ἕως μὲν οὐδὲν μέγα ἐπεδείκνυτο, ἐπεγίνωσκεν αὐτὸν | |
20 | ὁ ἀδελφός· ἐπειδὴ δὲ ἀπὸ τῆς θυσίας διέλαμψε, καὶ τὴν φύσιν αὐτὴν ἠγνόησεν ὑπὸ τοῦ φθόνου πηρωθείς. Πόθεν οὖν οἶδας εἰ καὶ νῦν ἡ αὐτὴ αἰτία τὸν διάβολον ἤγειρε, καὶ τοῦ βίου σου τὸ λαμπρὸν πρὸς τὴν μάχην αὐτὸν ταύτην ἐξεκαλέσατο; Εἰ δὲ γελᾷς ταῦτά μου τὰ ῥήματα, ἐπαινῶ | |
25 | μέν σε τῆς ταπεινοφροσύνης, οὐ μὴν τοῦ οὕτω διακεῖ‐ σθαι παύσομαι. Εἰ γὰρ στέαρ προσενεγκὼν οὕτως εὐδο‐ κίμησεν ἐκεῖνος, ὁ μηδὲν τῶν ἔξωθεν, ἀλλ’ ὅλον ἑαυτὸν ἀναθεὶς τῷ Θεῷ, πολλῷ μᾶλλον ἂν παρώξυνε καθ’ ἑαυτοῦ τὸν ἐχθρόν. Ὁ δὲ Θεὸς συνεχώρησεν αὐτὸν | |
30 | ἐπελθεῖν· οὐδὲ γὰρ τότε τὸν φόνον γενέσθαι ἐκώλυσεν, ἀλλ’ ἀφῆκεν εἰς τὰς τοῦ μιαιφόνου χεῖρας τὸν δίκαιον ἐμπεσεῖν, καὶ οὐκ ἐξήρπασε τὸν δι’ αὐτὸν καὶ τὴν εἰς αὐτὸν ἀναιρούμενον τιμήν· οὐδὲ γὰρ ἐβούλετο ἐλατ‐ τωθῆναι τοὺς στεφάνους αὐτῷ· διὰ τοῦτο μέχρι τέλους | |
35 | ἀφῆκε δραμεῖν αὐτόν. Καὶ ποία κόλασις ὁ θάνατος; φησίν. Εἴθε μὲν οὖν κἀγὼ ταύτην τὴν τιμωρίαν ὑπέμεινα νῦν. Ταῦτα λέγεις, ἀγαπητὲ, νῦν, πρότερον δὲ πάντων τὸ πρᾶγμα ἐδόκει εἶναι χαλεπώτατον, καὶ πάσης τιμω‐ ρίας ἐλεεινότερον. Διὸ καὶ ἐν τῷ νόμῳ Μωσέως οἱ τὰ μέ‐ | |
40 | γιστα ἠδικηκότες καὶ συγγνώμης μείζονα, ταύτην ὑπεῖ‐ χον τὴν κόλασιν. Καὶ παρὰ τοῖς ἔξωθεν νομοθέταις ἔτι καὶ νῦν οὐδαμῶς ἑτέρως κολάζονται πάντες, ὅσοιπερ ἂν ἐπὶ τοῖς αἰσχίστοις ἁλῶσι κακοῖς· ἀλλ’ ὅμως τὰ αὐτὰ τοῖς παρανόμοις ὁ δίκαιος ἔπασχε, μᾶλλον δὲ καὶ πολλῷ | |
45 | χαλεπώτερα, ὅσῳ καὶ παρὰ ἀδελφικῆς δεξιᾶς ἐδέχετο τὴν πληγήν. Τί δὲ ὁ Νῶε; Καὶ γὰρ καὶ οὗτος δίκαιος καὶ τέλειος ἦν, καὶ πάντων διεφθαρμένων μόνος εὐηρέστησε τῷ Θεῷ, πάντων τῶν ἄλλων προσκεκρου‐ κότων αὐτῷ. Μυρίας μὲν οὖν θλίψεις ὑπέμεινε πολλὰς | |
47.454(50) | καὶ κακάς. Οὐ γὰρ ἀπέθανεν οὗτος εὐθέως καθάπερ ἐκεῖνος, οὐδὲ ἔπαθε τοῦτο, ὃ κοῦφον εἶναί σοι φαίνεται, ἀλλὰ μακρᾶς ἠνείχετο ζωῆς, ἐν τοῖς τοσούτοις ἔτεσι τῶν ἀχθοφορούντων καὶ βαρυτάτῳ φορτίῳ πιεζομένων δια‐ παντὸς οὐδὲν ἄμεινον διακείμενος. Καὶ τοῦτο αὐτίκα | |
55 | μάλα ποιήσω σοι φανερὸν, πρότερον ἐκεῖνο εἰπών. Ἐνιαυτὸν ὅλον οὗτος δεσμωτήριον ᾤκησε, δεσμωτήριον ξένον καὶ φοβερόν. Ἵνα γὰρ τὸ πλῆθος ἀφῶ τῶν θηρίων | |
καὶ τῶν ἑρπετῶν, οἷς τοσοῦτον συνέζησε χρόνον εἰς τοιαύ‐ | ||
47.455 | την ἀπειλημμένος στενοχωρίαν, τί οἴει πάσχειν αὐτὸν ὑπὸ τοῦ πατάγου τῶν βροντῶν, ὑπὸ τοῦ ψόφου τῶν ὑετῶν; Ἄβυσσος ἡ μὲν κάτωθεν ἀνεῤῥήγνυτο, ἡ δὲ ἄνωθεν κατεφέρετο· ὁ δὲ ἔνδον ἐκάθητο μόνος μετὰ | |
5 | τῶν υἱῶν. Εἰ γὰρ καὶ ὑπὲρ τοῦ τέλους εἶχε θαῤῥεῖν, ἀλλὰ τῇ τῶν γινομένων σφοδρότητι προαποτεθνήκει τῷ δέει. Ὅπου γὰρ ἡμεῖς οἰκίας ἔχοντες ἡδρασμένας ἐπὶ τῆς γῆς, καὶ πόλεις οἰκοῦντες, ὅμως ὅταν ἴδωμεν κατ‐ ενεχθέντα σφοδρότερον ὀλίγον τοῦ συνήθους ὑετὸν, κατα‐ | |
10 | πίπτομεν καὶ συστελλόμεθα, τί οὐκ ἂν ἐκεῖνος ἔπαθε μόνος ἔνδον ὢν, καὶ τὴν φρικωδεστάτην ἐκείνην ἄβυσσον ἐννοῶν καὶ τῶν ἀποπνιγέντων τὰ διάφορα γένη; Ἱκανὸν μὲν οὖν ἐκπλῆξαι ψυχὴν καὶ τὸ πόλιν μίαν ἢ καὶ οἰκίαν μόνην ἐπικλυσθεῖσαν καλυφθῆναι τοῖς κύμασι, τὸ δὲ τὴν | |
15 | οἰκουμένην πᾶσαν τοῦτο παθεῖν, οὐδὲ ἔστιν εἰπεῖν, πῶς ἂν διέθηκε τὸν ἐν μέσῳ τῷ κλυδωνίῳ περιφερόμενον. Τὸν μὲν οὖν ἐνιαυτὸν ἐκεῖνον τοσούτῳ συνείχετο δέει. Ἐπειδὴ δέ ποτε ὁ κατακλυσμὸς ἐπαύσατο, ὁ μὲν φόβος ἐνεδίδου λοιπὸν, ἐπετείνετο δὲ τὰ τῆς ἀθυμίας αὐτῷ, | |
20 | καὶ τῆς κιβωτοῦ προκύψαντα χειμὼν ἕτερος διεδέχετο τοῦ προτέρου οὐχ ἥττων. τὴν πολλὴν ἐρημίαν ὁρῶντα, καὶ τὸν βίαιον θάνατον ἐκεῖνον, καὶ τῶν ἀναιρεθέντων τὰ σώματα τῇ ἰλύϊ πεφυρμένα καὶ τῷ πηλῷ, καὶ πάντας ὁμοῦ ἀνθρώπους τε καὶ ὄνους καὶ τὰ τούτων ἀτιμότερα | |
25 | γένη μιᾷ τῇ ἐλεεινοτάτῃ καταχωσθέντα ταφῇ. Εἰ γὰρ καὶ σφόδρα ἁμαρτωλοὶ οἱ ταῦτα πεπονθότες ἦσαν, ἀλλ’ ὅμως ἄνθρωπος ἦν ὁ Νῶε, καὶ ἔπασχέ τι πρὸς τὸ ὁμό‐ φυλον. Καὶ γὰρ ὁ Ἰεζεκιὴλ δίκαιος ὢν, καὶ τοὺς Ἰσραη‐ λίτας μάλιστα πάντων πονηροτάτους εἰδὼς, ὅτε κατα‐ | |
30 | σφαττομένους εἶδε καὶ καταπίπτοντας, τοῦτο τὸ κοινὸν ἔπαθε καὶ ἐδάκρυσε· καίτοι διὰ τοῦτο προλαβὼν ὁ Θεὸς ἅπασαν αὐτῷ τὴν ἀσέβειαν αὐτῶν ἐξεκάλυψε, καὶ αὐτοῖς ὀφθαλμοῖς αὐτὴν ἐποπτεῦσαι παρεσκεύασεν, ἵν’ ὅταν αὐτοὺς κολαζομένους ἴδῃ, γενναίως ἐνέγκῃ τὴν συμ‐ | |
35 | φοράν. Ἀλλ’ ὅμως καὶ τοσαύτης παραμυθίας προπα‐ ρασκευασθείσης αὐτῷ, καὶ οὕτως ἠλέγχετο, καὶ πεσὼν ἐβόα λέγων· Οἴμοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατά‐ λοιπον τοῦ Ἰσραήλ; Οὐχ ἅπαξ δὲ τοῦτο ἔπαθε μόνον, ἀλλὰ καὶ πάλιν ὅτε τὸν Ἰεχονίαν εἶδεν ἀναιρούμενον. | |
40 | Ὥστε καὶ ὁ Νῶε εἰ καὶ μυρία αὐτοῖς συνῄδει κακὰ, οὐκ ἦν οὔτε τούτου, οὔτε τοῦ Μωσέως ἀνδρειότερος. Καὶ γὰρ καὶ ἐκεῖνος τὰ αὐτὰ τῷ προφήτῃ πολλάκις ἔπαθε, καὶ ἁμαρτάνοντας ὁρῶν, ὅτε τιμωρεῖσθαι ἔδει, ἤλγει, καὶ μᾶλλον ὠδυνᾶτο τῶν κολαζομένων αὐτῶν. | |
45 | Ἐπὶ δὲ τοῦ Νῶε καὶ ἡ συμφορὰ χαλεπωτέρα ἦν· μόνος γὰρ ἐκεῖνος τοιοῦτος ἐγένετο θάνατος. Τοσούτοις τοίνυν συνεχομένῳ κακοῖς, τῇ μονώσει, τῇ πρὸς τὸ ὁμόφυλον συμπαθείᾳ, τῷ πλήθει τῶν ἀπολωλότων, τῷ τρόπῳ τῆς τελευτῆς, τῇ τῆς γῆς ἐρημίᾳ, καὶ πάντοθεν αὐτῷ τῆς | |
47.455(50) | ἀθυμίας αἰρομένης καὶ ἀκμαζούσης σφοδρῶς, ἐπιτίθεται εὐθέως καὶ ἡ τοῦ παιδὸς ὕβρις, πρᾶγμα ἀφόρητον, καὶ πολλῆς μὲν αἰσχύνης, πολλῆς δὲ γέμον ὀδύνης. Ὅσῳ γὰρ τῶν ὑπὸ τῶν ἐχθρῶν τὰ παρὰ τῶν φίλων ὀνείδη βα‐ ρύτερα, τοσούτῳ τούτων αὐτῶν τὰ παρὰ τῶν παίδων ἔτι | |
55 | μᾶλλον ἀφορητότερα. Ὅταν γὰρ ὃν ἐγέννησεν, ὃν ἔθρε‐ ψεν, ὃν ἐπαίδευσεν, ὑπὲρ οὗ πολλοὺς μόχθους καὶ πόνους | |
καὶ φροντίδας ἠνέσχετο, τοῦτον ἁπάντων ὑβριστικώτερον | Column end | |
47.456 | αὐτῷ κεχρημένον ἴδῃ, οὐδὲ ἐνεγκεῖν τὸ πολὺ πένθος δυνήσεται τῆς ψυχῆς ὁ τοῦτο παθών. Ἡ γὰρ ὕβρις τοῖς ἐλευθέροις καὶ καθ’ ἑαυτὴν μὲν ἔστιν ἀφόρητος, ὅταν δὲ καὶ παρὰ τῶν παίδων γίνηται, κἂν εἰς ἔκστασιν ἀγάγοι | |
5 | τὸν πάσχοντα· οὕτω βαρυτάτη ἐστίν. Σὺ δέ μοι μὴ μόνον ἐκεῖνο τὸ τόλμημα ἐννόει, ἀλλὰ καὶ ἀπὸ τούτου μάνθανε, πῶς αὐτῷ καὶ τὸν ἔμπροσθεν χρόνον ἅπαντα ἐχρῆτο οὗτος ὁ ὑβριστής. Ὁ γὰρ ἐν χερσὶν ἔτι τὸν φόβον τῶν γεγενημένων ἔχων, καὶ ἄρτι τῆς εἱρκτῆς ἐκείνης | |
10 | ἀπαλλαγεὶς, καὶ τῆς οἰκουμένης τὰς συμφορὰς ἔτι θεωρῶν, καὶ μηδὲ οὕτω σωφρονισθεὶς, ἀλλ’ ὑβρίσας εἰς ὃν ἥκιστα πάντων ἐχρῆν, καὶ μηδὲ τῷ θανάτῳ τῶν πολλῶν, μηδὲ τῇ ἐρημίᾳ, μηδὲ τῇ ὀργῇ τοῦ Θεοῦ, μηδὲ ἄλλῳ τινὶ τῶν τότε συμβεβηκότων βελτίων γενόμενος, | |
15 | τίς ἦν πρὸ τοῦ κατακλυσμοῦ, ὅτε καὶ πολλοὺς εἶχε τοὺς παρακαλοῦντας ἐπὶ τὴν κακίαν αὐτόν; Τότε γὰρ, τότε χαλεπώτερον κλυδώνιον ὑπέμεινεν ὁ δίκαιος ἐκεῖνος τοῦ μετὰ ταῦτα ἐπὶ τοῦ κατακλυσμοῦ γενομένου καὶ διὰ τοῦτον, καὶ διὰ τοὺς ἄλλους ἅπαντας. Ἐπὶ μὲν γὰρ τοῦ | |
20 | κατακλυσμοῦ πλῆθος ὑδάτων αὐτὸν περιεῖχε μόνον, πρὸ δὲ τούτου κακίας ἀβύσσῳ πάντοθεν συνείχετο, καὶ τῶν κυμάτων αὐτῷ σφοδρότερον αἱ τῶν πονηρῶν ἀν‐ δρῶν ἐπιβουλαὶ προσεῤῥήγνυντο. Μόνος γὰρ εἰς τοσοῦ‐ τον πλῆθος ἀπολειφθεὶς ἀνδρῶν παρανόμων καὶ μιαρῶν, | |
25 | εἰ καὶ μηδὲν ἔπασχε δεινὸν, ἀλλ’ ὅμως πολὺν τὸν γέλωτα καὶ πολλὰ τὰ σκώμματα ἔφερεν, εἰ καὶ μὴ πρότερον, ἀλλ’ ὅτε περὶ τῆς κιβωτοῦ καὶ τῶν μελλουσῶν αὐτοῖς διελέγετο συμφορῶν. Τοῦτο δὲ ὅσην ἔχει δύνα‐ μιν πρὸς τὸ ταράξαι ψυχὴν, μαρτυρήσειεν ἂν ἡμῖν ὁ ἐκ | |
30 | κοιλίας ἁγιασθεὶς, ὁ διὰ τοῦτο καὶ τῆς προφητείας μέλλων ἀφίστασθαι. Εἶπον γὰρ, φησὶν, Οὐ μὴ προφητεύσω. Χωρὶς δὲ τούτων αὐτὸ μόνον τὸ μηδένα ὁμόψυχον, μηδὲ ὁμότροπον ἔχειν, πόσην ἀηδίαν, πόσην αὐτῷ κατεσκεύαζε τὴν ἀθυμίαν; Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τῷ συναλ‐ | |
35 | γεῖν αὐτοῖς μυρία ἔπασχε δεινά. Οὐ γὰρ δήπου τελευ‐ τῶντας μόνον ἐνορῶντες οὕτως ἀλγοῦσιν οἱ δίκαιοι τοὺς πονηροὺς, ἁμαρτάνοντας δὲ οὐκ ἔτι, ἀλλὰ πολλῷ μᾶλλον τούτῳ δάκνονται, ἢ ἐκείνῳ· καὶ τοῦτο δὲ ἀπὸ τῶν προφητῶν ἄν τις μάθοι καλῶς. Ὁ μὲν γὰρ ἐβόα | |
40 | πικρόν· Οἴμοι, ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρ‐ χει. Ἕτερος δὲ ἔλεγε πρὸς τὸν Θεόν· Ἱνατί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν; Καὶ ὑπὲρ τῶν ἀδι‐ κουμένων δὲ σφόδρα κοπτόμενος, ἐθρήνει λέγων· Ποιήσεις | |
45 | τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης οὐκ ἔχοντας ἡγούμενον. Εἰ δὲ τότε ταῦτα ἐγίνετο, καὶ νόμων ὄντων, καὶ ἀρχόντων, καὶ δικαστηρίων, καὶ ἱερέων, καὶ προφητῶν, καὶ κολάσεων, ἐννόησον μεθ’ ὅσης ὑπερβολῆς ἅπαντα ἐτολμᾶτο ἐπὶ τοῦ Νῶε, ὅτε τού‐ | |
47.456(50) | των οὐδὲν κατεῖχεν αὐτούς. Καὶ ἐπὶ μὲν τῶν προφητῶν οὐδὲ πολὺς ὁ τῆς ζωῆς χρόνος ἦν, ἀλλ’ ἑβδομήκοντα ἔτη καὶ ὀγδοήκοντα· τότε δὲ καὶ εἰς ἑξακόσια ἔτη καὶ πλείονα | |
ὁ τῶν ἀνθρώπων ἐτείνετο βίος. Ἵν’ οὖν πάντα τὰ εἰρημένα. | ||
47.457 | παρῶ, πόσα πράγματα ἔχειν ἠναγκάζετο, οὕτω μακρὰν ὁδεύων ὁδὸν, καὶ μηδὲ μικρὸν ἐν τοσούτῳ μήκει παρα‐ τραπῆναι σπουδάζων, πολλῶν ἐν τῷ μεταξὺ κωλυμά‐ των ὄντων; Καὶ τί λέγω πολλῶν, πάσης μὲν οὖν διόλου | |
5 | τοιαύτης οὔσης τῆς ὁδοῦ, ἀπὸ τῶν τερμάτων τῆς γῆς ἐπὶ τὰ τέρματα πάσης σκοπέλων καὶ ἀκανθῶν καὶ θηρίων καὶ αὐχμοῦ καὶ λοιμοῦ καὶ κρυμοῦ καὶ κακούργων πεπληρωμένης; Καὶ γὰρ εὐκολώτερον τε‐ τριμμένην ἀτραπὸν ἐν τῷ βαθυτάτῳ τῆς νυκτὸς ὁδεύειν | |
10 | διαπαντὸς, ἢ τὴν τῆς ἀρετῆς ὁδὸν κατ’ ἐκείνους τοὺς καιρούς· τοσοῦτοι οἱ τὰ διαβήματα αὐτοῦ βιαζόμενοι παρατρέπειν ἦσαν. Ὅταν γὰρ ἅπασιν ἅπερ ἂν ἐθέλωσι πράττειν ἐξῇ, εἷς δὲ μόνος ὁ τὴν ἐναντίαν αὐτοῖς βα‐ δίζων ᾖ, πῶς δυνήσεται πρὸς τὸ τέλος ἐλθεῖν πάντων | |
15 | ὠθούντων ὀπίσω καὶ ἀνακρουόντων αὐτόν; Ὅσην γὰρ ἔχει δυσκολίαν τὸ μετὰ πολλῶν ὄντας κατορθοῦν, δη‐ λοῦσιν οἱ τὰς ἐρημίας κατειληφότες νῦν, ὅτε τῇ τοῦ Θεοῦ χάριτι τὴν εὐζωΐαν πανταχοῦ διεσπαρμένην ἔστιν ἰδεῖν, ὅτε καὶ ὁμόνοιαν καὶ φιλοστοργίαν πρὸς ἀλλήλους | |
20 | οὐ μικράν. Ἀλλὰ τότε τούτων οὐδὲν ἦν, ἀλλὰ καὶ θη‐ ρίων ἀγριώτερον πάντες διέκειντο πρὸς αὐτόν. ϛʹ. Τί οὖν τούτου γένοιτ’ ἂν ὀδυνηρότερον τοῦ βίου; τί ταύτης μοχθηρότερον τῆς ζωῆς; Ἐγὼ μὲν οὖν τῶν ἀχθοφορούντων διαπαντὸς καὶ μηδέποτε ἀναπνεόντων | |
25 | ἐπηγγειλάμην δείξειν αὐτὸν οὐδὲν ἄμεινον διακείμενον· ὁ δὲ λόγος πολλῷ πλέον ἐποίησεν, οὐ μόνον οὐδὲν ἄμει‐ νον, ἀλλὰ καὶ πολλῷ φορτικώτερον ἐκείνων ἔχοντα ἀπο‐ φήνας ἡμῖν. Δοκεῖ μὲν οὖν πολλοῖς ὁ Ἀβραὰμ ἐν εὐθυ‐ μίᾳ τὸν ἅπαντα διατετελεκέναι χρόνον, ὅθεν καὶ τοὺς | |
30 | εὐημεροῦντας καὶ πανταχόθεν κομῶντας αὐτῷ παραβάλ‐ λειν εἰώθασι. Φέρε οὖν ἐξετάσωμεν τὰ συμβεβηκότα αὐτῷ. Ἐμοὶ γὰρ οὗτος πολλῷ καὶ τοῦ Νῶε καὶ τοῦ Ἄβελ· μᾶλλον δὲ οὐδὲν ἐρῶ, ἕως ἂν ἡ τῶν πραγμάτων ἐξέτασις θῆται τὴν ψῆφον ἡμῖν. Τὰ μὲν οὖν ἐν Περσίδι, | |
35 | καὶ εἴ τι μέχρι τῶν ἑβδομήκοντα ἐτῶν αὐτῷ συνέβη λυπηρὸν, οὐδεὶς δύναιτ’ ἂν εἰδέναι σαφῶς. Οὐδὲ γὰρ ὁ μακάριος Μωϋσῆς ἐκείνου τοῦ χρόνου τὴν ἱστο‐ ρίαν ἡμῖν ἔγραψεν, ἀλλὰ πᾶσαν τὴν ἡλικίαν ταύτην ἀφεὶς, ἀπὸ τῶν μετὰ ταῦτα πεποίηται τοῦ διηγήματος | |
40 | τὴν ἀρχήν. Ὅτι δὲ καὶ αὐτὸν τὰ αὐτὰ πάσχειν τῷ Νῶε εἰκὸς ἦν, μεταξὺ τοσούτων ἀσεβῶν καὶ βαρβάρων μόνον βουλόμενον εὐσεβεῖν, τοῦτο οὐκ ἔτι τοῖς ἄλλοις ὁμοίως ἄδηλόν ἐστιν, ἀλλὰ καὶ οἱ σφόδρα ἀνόητοι στοχάσαιντο ῥᾳδίως αὐτό. Πλὴν ἀλλὰ καὶ ταῦτα παρείσθω νῦν· ἀπὸ | |
45 | δὲ τῆς ἀποδημίας αὐτοῦ ποιησώμεθα τοῦ λόγου τὴν ἀρχὴν, πρότερον ἐκεῖνο ἐξετάσαντες, πόσον ἡ τῶν Χαλ‐ δαίων γῆ τῆς Παλαιστίνης ἀφέστηκεν, ἢ ποία τις ἦν ἡ τῶν ὁδῶν κατασκευὴ, πῶς τοῖς ἀνθρώποις τὰ τῆς ἐπι‐ μιξίας τῆς πρὸς ἀλλήλους διέκειτο, τίς ὁ τῆς πολιτείας | |
47.457(50) | τρόπος ἦν. Μὴ γὰρ ἐπειδὴ εὐκόλως ὑπήκουσεν ὁ δίκαιος ἐκεῖνος, καὶ τὸ πρᾶγμα εὔκολον εἶναι δοκείτω νῦν, μηδ’ ὅτι συντόμως καὶ ἐν βραχεῖ τὸ γεγονὸς διηγήσατο ὁ Μωσῆς, καὶ τὸ ἔργον τὴν τῶν ῥημάτων βραχύτητα μι‐ μεῖσθαι νόμιζε· εἰπεῖν μὲν γὰρ ταῦτα καὶ διηγήσασθαι | |
55 | ῥᾴδιον, πρᾶξαι δὲ οὐκέτι ὁμοίως εὔπορον, ἀλλὰ καὶ σφόδρα χαλεπόν. Τὸ μὲν οὖν τῆς ὁδοῦ μῆκος καὶ ὅσον τὸ μέσον ἐστὶ τούτων τῶν χωρίων μετὰ ἀκριβείας ἂν | |
εἴποιεν ὅσοι πρὸς ἡμᾶς ἐκεῖθεν διέβησαν, εἰ δή τινές εἰ‐ | Column end | |
47.458 | σιν· ἡμεῖς δὲ ἐκείνων μὲν οὐδενὶ, τῶν δὲ εἰς τὴν ἐξωτέ‐ ραν χώραν ἀφικομένων συγγενόμενοί τινι, καὶ τὸν χρό‐ νον αὐτὸν ἐρωτήσαντες ὅσον ὁδοιπορεῖν ἠναγκάσθη, ἠκούσαμεν ὅτι τριάκοντα πέντε ἡμερῶν ἀριθμόν· καὶ | |
5 | Βαβυλῶνα μὲν οὐκ εἰδέναι ἔφη, τῶν δὲ ἐκεῖ γενομένων ἀκηκοέναι, ὅτι ἑτέρα τοσαύτη πάλιν ἐκεῖθέν ἐστιν ὁδός. Καὶ τὸ μὲν διάστημα τοσοῦτον καὶ τότε ἦν, καὶ νῦν ἐστιν· ἡ δὲ κατασκευὴ τῶν ὁδῶν οὐκ ἔθ’ ὁμοίως ὡς καὶ νῦν καὶ τότε διάκειται. Νῦν μὲν γὰρ καὶ σταθμοῖς διεί‐ | |
10 | ληπται συνεχέσι καὶ πόλεσι καὶ ἀγροῖς, καὶ ὁδοιπόροις δὲ βαδίζων ἄν τις ἐντύχοι πολλοῖς, ὅπερ καὶ σταθμοῦ καὶ πόλεως καὶ ἀγροῦ οὐχ ἧττον εἰς ἀσφαλείας λόγον ἐστί. Πρὸς δὲ τούτοις καὶ ἀπὸ τῆς χώρας οἱ τῶν πόλεων ἄρχοντες ἄνδρας καὶ ῥώμῃ σώματος τῶν ἄλλων διαφέ‐ | |
15 | ροντας καὶ ἀκοντίῳ καὶ σφενδόνῃ τοσοῦτον δυναμένους ἀρκεῖν, ὅσον τοῖς βέλεσι μὲν οἱ τοξόται, οἱ δὲ ὁπλῖται τοῖς δόρασι, τούτους συντάξαντες, καὶ ἄρχοντας αὐτοῖς ἐπιστήσαντες, εἰς οὐδὲν ἕτερον ἀπησχόλησαν, ἀλλὰ μόνον τὴν τῶν ὁδῶν ἐπέτρεψαν φυλακήν. Μετὰ δὲ τού‐ | |
20 | των καὶ ἑτέραν πάλιν τούτων ἀκριβεστέραν ἀσφάλειαν ἐπενόησαν. Οἰκήματα γὰρ κατὰ χιλίων βημάτων διά‐ στημα δειμάμενοι παρὰ τὴν ὁδὸν, νυκτερινοὺς αὐτοῖς ἐγκατέστησαν φύλακας, τὴν ἐκείνων ἀγρυπνίαν καὶ τὴν σχολὴν μέγιστον κώλυμα τοῖς τῶν κακούργων ἐφόδοις | |
25 | ἐπιτειχίσαντες. Τότε δὲ οὐδὲν τούτων ἦν, οὐκ ἀγροὶ συν‐ εχεῖς, οὐ πόλεις, οὐ σταθμοὶ, οὐ καταγώγιον, οὐ τὸ συν‐ οδοιπόρον ταχέως ἰδεῖν, οὐκ ἄλλο τι τούτων οὐδέν· τὴν γὰρ τῆς ἀτραποῦ τραχύτητα καὶ τὴν τῶν ἀέρων ἀν‐ ωμαλίαν παρίημι νῦν, καίτοι γε ἱκανὰ, ἐκείνων μὴ προσ‐ | |
30 | όντων, λυπῆσαι τοὺς ὁδοιποροῦντας ἱκανῶς. Καὶ μαρ‐ τυρήσαιεν ἄν μοι οἱ ζεύγεσι καὶ ὑποζυγίοις χρώμενοι, καὶ μηδὲ οὕτω τῆς συνήθους ἐπιβαίνειν τολμῶντες ὁδοῦ, εἰ μὴ πρότερον αὐτὴν στορέσαιεν λίθοις, καὶ τὰς ἀπὸ τῶν ῥυάκων χαράδρας ἀναπληρώσαντες ἰσόπεδον οὕ‐ | |
35 | τως ἐργάσαιντο. Τότε δὲ ἐρημοτέρα μὲν τῶν ἀοικήτων ἦν, ἀπορωτέρα δὲ τῶν ὀρῶν, σφαλερωτέρα δὲ τῶν βαρά‐ θρων καὶ τῶν κρημνῶν. Καὶ τὸ πάντων δὲ χαλεπώτερον οὐκ εἶπον, πῶς τὰ τῆς ἐπιμιξίας διέκειτο, ὃ καὶ τῆς ὁδοῦ πολλῷ πλείονα καὶ μείζονα παρεῖχε πράγματα | |
40 | αὐτοῖς, κατὰ ἔθνη, μᾶλλον δὲ κατὰ πόλιν ἁπάντων δι‐ ῃρημένων. Οὐ γὰρ ὥσπερ νῦν μία ἀρχὴ κατὰ τὸ πλεῖ‐ στον τῆς οἰκουμένης τέταται μέρος, καὶ ἑνὶ πάντες δου‐ λεύουσιν ἀνθρώπῳ, καὶ τοῖς αὐτοῖς διοικοῦνται νόμοις, οὕτω καὶ τότε ἦν· ἀλλ’ ὥσπερ σῶμα ἓν εἰς πολλὰ μέρη | |
45 | κατατμηθὲν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων διέσπαστο γέ‐ νος, καὶ πολεμίους ἐκ πολεμίων ἀμείβειν ὁ δίκαιος ἠναγκάζετο, πρὶν ἢ τοὺς προτέρους διαφυγεῖν, ἑτέροις ἐμπίπτων ἀεὶ, πὴ μὲν πολυαρχίας, πὴ δὲ ἀναρχίας οὔ‐ σης. Τί οὖν ταύτης χαλεπώτερον τῆς ζωῆς; Οὐδὲ γὰρ | |
47.458(50) | ὑπὲρ ἑαυτοῦ μόνον ἐδεδοίκει καὶ ἔτρεμεν, ἀλλὰ καὶ ὑπὲρ πατρὸς καὶ γυναικὸς καὶ ὑπὲρ ἀδελφιδοῦ. Ἦν δὲ οὐδὲ ἡ τῶν οἰκετῶν φροντὶς μικρὰ, εἰ καὶ ἐπὶ τῆς οἰκείας ἐτύγχανον ὄντες, μὴ ὅτι γε ὅτε ἐπὶ τῆς ἀλλοτρίας, ἠναγκάζοντο εἶναι διαπαντός. Καὶ εἰ μὲν ᾔδει σαφῶς | |
55 | ὅπου στήσεται τὰ τῆς πλάνης αὐτῷ, οὐκ ἦν οὕτω τὸ τῶν φροντίδων ἀφόρητον· νῦν δὲ ἁπλῶς καὶ ἀδιορίστως | |
ἀκούσας Γῆν, οὐ τήνδε ἢ τήνδε, ἀλλ’, Ἣν ἄν σοι δείξω, | ||
47.459 | πανταχοῦ περιῄει τῷ νῷ, καὶ πολὺν ἐδέχετο θόρυβον τῇ ψυχῇ, μηδαμοῦ τῷ λογισμῷ στῆναι δυνάμενος, ἀλλὰ πολλὰ ὑποπτεύειν ἔχων, καὶ μεριμνᾷν ἀναγκαζόμενος. Εἰκὸς γὰρ αὐτὸν καὶ πρὸς αὐτὰ τῆς οἰκουμένης ἀφίξε‐ | |
5 | σθαι τὰ πέρατα προσδοκᾷν, καὶ πρὸς αὐτὸν τὸν ὠκεα‐ νόν· ὥστε εἰ καὶ μὴ πᾶσαν ἐπῆλθε τὴν γῆν, ἀλλὰ τὴν φροντίδα τῆς τοσαύτης ὁδοιπορίας ὑπέμεινεν. Οὐ γὰρ ὡς μέχρι τῆς Παλαιστίνης ἥξων οὕτω παρεσκευάκει τὴν ψυχὴν, ἀλλ’ ὡς ἑψόμενος πανταχοῦ, καὶ τὴν οἰκουμένην | |
10 | ἐκβῆναι κελεύηται, κἂν εἰς τὰς ἐκτὸς ταύτης νήσους ἐλθεῖν. Εἰ δὲ καὶ τἀναντία προσδοκᾷν ἔπειθε τὸ τοῦ προστάγματος ἀδιόριστον, καὶ τοῦτο πάλιν χαλεπόν. Τὸν γὰρ μέλλοντά τι φορτικὸν ὑπομένειν, πολλῷ κουφότερον εἰδέναι σαφῶς ὅπερ ὑποστήσεται, καὶ πρὸς ὃ παρα‐ | |
15 | σκευάσεται, ἢ πανταχοῦ ῥέμβεσθαι τῷ λογισμῷ, καὶ νῦν μὲν τὰ χρηστὰ, νῦν δὲ τἀναντία προσδοκᾷν, καὶ ὑπὲρ μηδενὸς τούτων ἔχειν θαῤῥεῖν, ἀλλ’ ἀμφοτέροις ὁμοίως ἀπιστεῖν. ζʹ. Καὶ ταῦτα μὲν πρὶν ἐλθεῖν εἰς τὴν ἐπαγγελθεῖσαν | |
20 | γῆν· ἐπειδὴ δέ ποτε τῆς Παλαιστίνης ἐπελάβετο, καὶ λοι‐ πὸν ἀναπαύσασθαι προσεδόκησε, τότε δὴ μείζονα ἐν τῷ λιμένι τὸν χειμῶνα εὕρισκεν. Οὐ μικρὸν δὲ τοῦτο εἰς ὀδύνης λόγον, ἀλλὰ καὶ πάντων ἀφορητότερον, ὅταν τις ἀπηλλάχθαι νομίσας καὶ πρὸς τὸ τέλος ἥκειν αὐτὸ, καὶ | |
25 | φροντίδα καὶ μέριμναν ἅπασαν ἀποθέμενος, πάλιν ἄνωθεν ἀρχὴν ἑτέραν εὕρῃ τῶν δυσχερῶν. Ὁ μὲν γὰρ ἔτι παρεσκευασμένος πρὸς τὰ δεινὰ ῥᾷον ἂν ἐνέγκοι τὴν τούτων ἐπαγωγήν· ὁ δὲ ἀναπεσὼν καὶ τῶν φροντίδων ἀπολύσας τοὺς λογισμοὺς, ἂν συμβῇ τι τοι‐ | |
30 | οῦτον πάλιν, οἷον καὶ πρότερον, διπλῇ πως ταράττεται, καὶ εὐχείρωτος γίνεται τῷ τε ἀπροσδοκήτῳ καὶ τῷ δια‐ λελύσθαι τὴν σπουδὴν ἅπασαν αὐτῷ καὶ τὴν παρα‐ σκευήν. Τίς οὖν ὁ χειμὼν ἦν; Λιμὸς οὕτω σφοδρὸς τὴν Παλαιστίνην κατέλαβε τότε, ὡς ἀναστῆσαι εὐθέως αὐ‐ | |
35 | τὸν ἐκεῖθεν, καὶ εἰς τὴν Αἴγυπτον καταγαγεῖν. Ἐλθὼν δὲ ἐκεῖ ὡς λύσιν εὑρήσων τοῦ κακοῦ, τοῦ λιμοῦ πά‐ λιν χαλεπωτέρᾳ περιέπεσε συμφορᾷ περὶ τῶν ἐσχάτων κινδυνεύειν ἀναγκαζόμενος· καὶ εἰς τοσοῦτον τότε κατ‐ έστη φόβον, ὥστε, ὃ πᾶσίν ἐστι πάντων ἀφορητότερον, τὸ | |
40 | τὰς γυναῖκας ὑβρίζεσθαι τὰς αὐτῶν, τοῦτο ἑλέσθαι. Εἰς τοσαύτην γὰρ τότε ἦλθεν ἀνάγκην, ὡς καὶ ὑπηρετήσα‐ σθαι τῇ ὑποκρίσει, οὗ τί γένοιτ’ ἂν ἐλεεινότερον; Ὁποίαν γὰρ αὐτὸν νομίζεις ἔχειν ψυχὴν, ὅτε τῇ γυναικὶ τοιαῦτα συμβουλεύειν ἠναγκάζετο; Γινώσκω ἐγὼ ὅτι γυνὴ | |
45 | εὐπρόσωπος εἶ· ἔσται οὖν ὡς ἂν ἴδωσί σε οἱ Αἰγύ‐ πτιοι, ἐροῦσιν ὅτι, Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτε‐ νοῦσί με, σὲ δὲ περιποιήσονται. Εἰπὲ οὖν ὅτι, Ἀδελ‐ φὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Καὶ ταῦτα ἐφθέγξα‐ | |
47.459(50) | το τὰ ῥήματα ὁ διὰ τὸν Θεὸν, καὶ πατρίδα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ τἄλλα πάντα ἐπὶ τῆς οἰ‐ κίας ἀφεὶς, ὁ τοιαύτην ταλαιπωρίαν καὶ τοσοῦτον πόνον ἐν τῷ μακρῷ τούτῳ καιρῷ κατὰ τὴν ὁδοιπορίαν ὑποστάς· καὶ ὅμως οὐδὲν τούτων εἶπεν, οἷον ὅτι Ἐγκατέλιπέ με ὁ | |
55 | Θεὸς, ἀπεστράφη, καὶ τῆς οἰκείας προνοίας ἐξέβαλεν· ἀλλ’ ἔφερε γενναίως πάντα καὶ πιστῶς, καὶ ὃν ἐχρῆν μάλιστα πάντων ὑβριζομένης ὀργίζεσθαι τῆς γυναικὸς ὑπὸ τῆς πολλῆς βίας, ὅπως μήτε φανερὰ γένηται ἡ ὕβρις, ἅπαντα ἔπραττε. Τοῦτο δὲ ὅσην ἀθυμίαν ἔχει καὶ | |
60 | ὀδύνην, λόγῳ μὲν παραστῆσαι οὐ δυνατὸν, ἴσασι δὲ ὅσοι | Column end |
47.460 | γυναῖκας ἔσχον καὶ εἰς ζηλοτυπίας ὑποψίαν ἐνέπεσον. Μαρτυρεῖ δὲ τῷ πάθει τούτῳ καὶ ὁ Σολομὼν οὕτως εἰ‐ πών· Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐδὲ ἀνταλλάξεται οὐ‐ | |
5 | δενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. Καὶ πάλιν· Κραταιὰ ὡς θάνατος ἡ ἀγάπη, σκληρὸς ὡς ᾅδης ὁ ζῆλος. Εἰ δὲ ὁ ζηλοτυπῶν οὕτως ἐκκαίεται, ὁ τοσούτοις κρατούμενος κακοῖς, ὡς ἀναγκά‐ ζεσθαι καὶ κολακεύειν τὸν ὑβριστὴν, καὶ ὃν ἀμύνασθαι | |
10 | ἔδει πάντα ποιεῖν ὅπως ῥᾳδίως ἀπολαύσηται τῆς αὐ‐ τοῦ γυναικὸς ὁ μοιχὸς, τίνος οὐκ ἐλεεινότερος ἦν; Λα‐ βόντων δὲ καὶ τούτων πέρας τῶν κακῶν, ἕτερα πάλιν ἐτίκτετο δεινὰ, καὶ τὸν λιμὸν ἐκεῖνον διεδέχετο πόλε‐ μος. Τὴν γὰρ τῶν ποιμένων μάχην καὶ τὴν πρὸς τὸν | |
15 | ἀδελφιδοῦν διανομὴν ἀφίημι νῦν, καίτοι γε ἐπ’ ἄλλων ταῦτα ἐξεταζόμενα ἱκανὰ πολλὴν ἀθυμίαν ἐμβαλεῖν. Ὅταν γὰρ ὁ διασωθεὶς ὑπ’ αὐτοῦ καὶ τοσούτων γενόμε‐ νος κύριος ἀγαθῶν, καὶ ὃν ἐχρῆν ἐκστῆναι πάντων αὐτῷ, καὶ τοῖς ποιμέσιν ἐπιτιμῆσαι τοῖς αὐτοῦ, οὗτος | |
20 | προτεινομένης αἱρέσεως ἐπιτρέχει τοῖς εὐφορωτέροις τῶν χωρίων, καὶ τὰ ἐρημότερα ἐκείνῳ καταλιμπάνει μέρη. τίς ἂν ἐνέγκοι ῥᾳδίως, οὐ τὴν ζημίαν λέγω, ἀλλὰ τὸ τιμήσας ἀτιμασθῆναι καὶ τὸ ἔλαττον ἐνεγκεῖν, ὃ πάσης ζημίας χαλεπώτερον εἶναι δοκεῖ; Ἀλλ’ | |
25 | ὅμως ἅπαντα ταῦτα παρίημι νῦν· περὶ γὰρ τοῦ πα‐ τριάρχου, οὐ περί τινος τῶν πολλῶν ὁ λόγος ἐστὶν ἡμῖν. ηʹ. Διαδέχεται δὴ τὸν λιμὸν ἐκεῖνον ὁ πόλεμος τῶν Περσῶν, καὶ ἀναγκάζεται ἐπιστρατεύειν αὐτοῖς, οὐ παρὰ τὴν ἀρχὴν αὐτὴν ἀκεραίων ἑκατέρων ἔτι μενόντων τῶν | |
30 | μερῶν, ἀλλὰ προτροπωθέντων ἁπάντων, καὶ τῆς νίκης παρὰ τοῖς πολεμίοις οὔσης, καὶ οὐδενὸς αὐτοὺς ἔτι ἐνεγ‐ κεῖν δυναμένου, τῶν μὲν ἄρδην κατακοπέντων, τῶν δὲ κρυπτομένων, τῶν δὲ δουλευόντων παρ’ αὐτοῖς. Ἀλλ’ ὅμως οὐδὲν αὐτὸν τούτων οἴκοι μένειν ἔπεισεν, ἀλλ’ | |
35 | ὑπὸ τῆς σφοδρᾶς ἀθυμίας τῶν γενομένων πληγεὶς ἀπῄει κοινωνήσων ἐκείνοις τῶν κακῶν, καὶ εἰς προῦπτον ῥίψων θάνατον ἑαυτόν. Τὸ γὰρ μετὰ τριακοσίων οἰκετῶν καὶ μικρῷ πλειόνων πρὸς τοσαύτην παρατάττεσθαι στρα‐ τιὰν, οὐδὲν ἕτερον ἢ ταῦτα λογιζομένου ἦν, καὶ πρὸς | |
40 | αἰχμαλωσίαν καὶ πρὸς τιμωρίαν, καὶ πρὸς μυρίους παρ‐ εσκευασμένου θανάτους. Ἀπῆλθε μὲν οὖν ὡς καὶ αὐ‐ τὸς τῆς βαρβαρικῆς ἀπολαύσων ὠμότητος· τῇ δὲ τοῦ Θεοῦ φιλανθρωπίᾳ διασωθεὶς, καὶ ἐπανελθὼν μετὰ τῆς λείας καὶ τοῦ συγγενοῦς, ἠναγκάζετο πάλιν τὰ οἰκεῖα | |
45 | θρηνεῖν κακὰ, τὴν ἀπαιδίαν λέγω, καὶ τὸ μηδένα ἔχειν τοῦ κλήρου διάδοχον. Μὴ γὰρ ἐπειδὴ τότε ἤκουσας ἀποδυρομένου πρὸς τὸν Θεὸν καὶ λέγοντος, Τί μοι δώ‐ σεις; ἐγὼ δὲ ἀπόλλυμαι ἄτεκνος· διὰ τοῦτο καὶ πρόσ‐ φατον τὴν λύπην ταύτην εἶναι νόμιζε· ἡ γὰρ μέριμνα | |
47.460(50) | αὕτη καὶ ἡ φροντὶς μετὰ τῆς νύμφης εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ δικαίου, μᾶλλον δὲ καὶ πρὸ τῆς νύμφης αὐ‐ τῆς. Ἔθος γὰρ ἡμῖν ἅπασιν, ὅταν μόνον ἀρξώμεθα βου‐ λεύεσθαι καὶ διαλέγεσθαι περὶ γάμου, πάσαις ταῖς τοῦ πράγματος ὑπονύττεσθαι φροντίσιν, ὧν ἁπασῶν τὸ κε‐ | |
55 | φάλαιον ἡ τῶν παίδων ἐστὶ, καὶ ὁ φόβος οὗτος ἀπὸ τῆς | |
ἡμέρας ἐκείνης τὰς ἡμετέρας κατασείει ψυχάς. Εἰ δὲ | ||
47.461 | συμβαίη, γενομένων τῶν γάμων, πρῶτον ἔτος ἢ δεύτε‐ ρον ἢ καὶ τρίτον παρελθεῖν, ἐπιτείνεται μὲν τὰ τῆς ἀθυ‐ μίας, τὰ δὲ τῶν χρηστοτέρων ἐλπίδων ἀτονώτερα γίνε‐ ται· ἑτέρου δὲ προστεθέντος πλείονος χρόνου, παντελῶς | |
5 | λοιπὸν ἀφίστανται μὲν ἐκεῖναι, κρατεῖ δὲ τῆς ψυχῆς αὕτη πᾶσιν ἐπισκοτοῦσα τοῖς ἡδίστοις, καὶ μηδενὸς αἴ‐ σθησιν συγχωροῦσα λαβεῖν. Ὥστε εἰ καὶ μηδὲν αὐτῷ συνεβεβήκει τῶν τοσούτων ἀνιαρῶν, ἀλλὰ πάντα κατὰ νοῦν ἐγεγόνει, ἱκανὴ ἡ τῆς ἀπαιδίας ἀθυμία πᾶσι παρ‐ | |
10 | ακολουθοῦσα τοῖς γινομένοις συσκιάσαι πᾶσαν εὐθυμίαν καὶ καταβαλεῖν. Ἡ γὰρ ἐπαγγελία τοῦ Θεοῦ πρὸς ἐσχά‐ τῳ γήρᾳ, ὅτε τὰ τῆς φύσεως ἀπέγνωστο, τότε ἐγένετο· τὸν δὲ ἔμπροσθεν πάντα χρόνον τοσοῦτον ὄντα ἀλγῶν καὶ κοπτόμενος διετέλει, καὶ ὅσῳ τὸν πλοῦτον αὐξόμε‐ | |
15 | νον ἑώρα, τοσούτῳ μᾶλλον ἐπένθει, τοῦ διαδεξομένου τοῦτον οὐκ ὄντος. Τί γὰρ οἴει πάσχειν αὐτὸν, ὅτε ἤκουσε· Πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς, καὶ κακώσουσιν καὶ τα‐ πεινώσουσιν ἔτη τετρακόσια; Ἡ δὲ γυνὴ νῦν μὲν | |
20 | κελεύουσα λαβεῖν τὴν ἑαυτῆς παιδίσκην, νῦν δὲ ἐπειδὴ ἔλαβεν ἐγκαλοῦσα καὶ μεμφομένη, καὶ τὸν Θεὸν κα‐ λοῦσα κατ’ αὐτοῦ, καὶ ἀναγκάζουσα τὴν τῆς εὐνῆς κε‐ κοινωνηκυῖαν, καὶ παῖδα αὐτῷ μέλλουσαν τίκτειν λοιπὸν ἐκβάλλειν, τίνα οὐκ ἂν εἰς ἀθυμίαν τὴν ἐσχάτην ἐνέβα‐ | |
25 | λε; Ταῦτα γὰρ εἰ καί τινι μικρὰ εἶναι δοκεῖ νῦν, λογι‐ σάμενος ὅτι ὁλόκληροι οἰκίαι τούτων ἕνεκεν ἀνετράπη‐ σαν, θαυμαζέτω τὸν δίκαιον Εἰ γὰρ καὶ γενναίως ἔφε‐ ρε διὰ τὸν τοῦ Θεοῦ φόβον, ἀλλ’ ὅμως ἄνθρωπος ἦν, καὶ ὑπὸ πάντων τούτων ἐδάκνετο καὶ ὠδυνᾶτο. Ἐπανέρ‐ | |
30 | χεται δὲ πάλιν εἰς τὴν οἰκίαν ἡ θεράπαινα τοῦ δεσπό‐ του, καὶ τίκτει τὸν νόθον αὐτῷ, καὶ γίνεται πατὴρ ὁ Ἀβραὰμ μετὰ τὸν μακρὸν χρόνον ἐκεῖνον· καὶ εἶχε μέν τινα τὸ πρᾶγμα ἡδονὴν, μείζονα δὲ τὴν ἀθυμίαν. Ὁ γὰρ νόθος αὐτὸν ὑπεμίμνησκε τοῦ γνησίου, καὶ μεί‐ | |
35 | ζονα τοῦ πράγματος ἐπιθυμίαν ἐνέβαλε. Τὸ γὰρ, Οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ, περὶ τοῦ Ἰσμαὴλ εἰρῆσθαι ἐνόμισεν· οὐδὲν γὰρ οὐδέπω εἴρητο περὶ τῆς Σάῤῥας. Ἐπειδὴ δὲ λοιπὸν καὶ τρανοτέραν ἔλαβεν ἐπαγγελίαν | |
40 | περὶ τοῦ Ἰσαὰκ, καὶ χρόνος ὡρίζετο τῷ τόκῳ, πρὶν ἢ πάλιν αὐτὸν ἡσθῆναι ταῖς ἐλπίσι ταύταις, τὰ τῶν Σοδο‐ μιτῶν πάθη πολλὴν αὐτοῦ κατέχεεν ἀθυμίας ἀχλύν. Ὅτι γὰρ οὐχ ὡς ἔτυχε τὸ πρᾶγμα τὸν δίκαιον διετάραξεν, ἐκ τῶν ῥημάτων αὐτῶν καὶ τῆς ἱκετηρίας, ἣν ὑπὲρ αὐτῶν | |
45 | ἔθηκε πρὸς τὸν Θεὸν, παντί που δῆλόν ἐστι· ὅτε δὲ καὶ κατενεχθέντα τὸν φρικωδέστατον ἐκεῖνον εἶδεν ὑε‐ τὸν, καὶ πάντα κόνιν καὶ τέφραν ἐξαίφνης γεγενη‐ μένα, οὐδὲ ἐν ἑαυτῷ λοιπὸν ἦν. Εἰ γὰρ οἰκίας ὁρῶντες πόῤῥωθεν καιομένας ἐξιστάμεθα καὶ καταπίπτομεν ὑπὸ | |
47.461(50) | τῆς ἀθυμίας καὶ τοῦ φόβου, τί οὐκ ἂν ἔπαθεν ἐκεῖνος πόλεις ὅλας καὶ χώρας μετὰ τῶν οἰκητόρων οὐκ ἐμπρη‐ σμῷ τῷ συνήθει, ἀλλὰ ξένῳ καὶ φοβερῷ κατακαιομένας ὁρῶν; Ἆρ’ οὐ δοκεῖ σοι τοῦ δικαίου τὰ πάθη τῶν ἐπ‐ αλλήλων ἐν τῇ θαλάσσῃ κυμάτων μιμεῖσθαι τὸ συνεχές; | |
55 | Καθάπερ γὰρ ἐκεῖ, οὔπω τῶν προτέρων ἀφανισθέντων, κορυφοῦται τὰ δεύτερα, οὕτω καὶ ἐπὶ τῆς τοῦ δικαίου τού‐ του ζωῆς διόλου συνέβαινε. Καὶ γὰρ ἔτι τῶν ἐν Σοδόμοις ἀκμαζόντων κακῶν, ὁ τῶν Γεράρων βασιλεὺς τὰ αὐτὰ τῷ Φαραὼ τολμῆσαι κατὰ τῆς Σάῤῥας ἐπεχείρησε· καὶ πά‐ | |
60 | λιν ἡ γυνὴ τὴν ἐλεεινὴν ὑπόκρισιν ὑποκρίνεσθαι ἠναγκά‐ | Column end |
47.462 | ζετο, καὶ ἡ ὕβρις εἰς ἔργον ἐξῆλθεν ἂν, εἰ μὴ πάλιν ὁ Θεὸς διεκώλυσεν. Ὁμοῦ δὲ τοῦ παιδὸς καὶ τῆς γυναικὸς καὶ τῆς οἰκίας ἁπάσης εὐφραινομένης ἐπὶ τῷ τοῦ παιδὸς τόκῳ, μόνος ὁ δίκαιος ἐν ἡδονῇ τοσαύτῃ λυπεῖσθαι ἠναγ‐ | |
5 | κάζετο καὶ ἀθυμεῖν, τὴν παλλακὴν μετὰ τοῦ παιδὸς ἐκβάλλειν ἀναγκαζόμενος. Εἰ γὰρ καὶ νόθος ἦν ὁ Ἰσμαὴλ καὶ ἐκ παιδίσκης, ἀλλ’ ὅμως ἡ τῆς φύσεως τυραννὶς οὐ‐ δὲν ἀπὸ τῆς ἀναξίας ἥττων ἐγίνετο, οὐδὲ ἀσθενεστέ‐ ραν ἐποίει τὴν τῶν πατρικῶν σπλάγχνων ἀνάγκην ἡ δυσ‐ | |
10 | γένεια τῆς μητρός· καὶ τοῦτο ἀπ’ αὐτῆς τῆς Βίβλου ἔστι μαθεῖν. Ὁ γὰρ στεῤῥὸς καὶ ἀνδρεῖος, ὁ τὸν μονογενῆ ταῖς οἰκείαις καταδεξάμενος σφάξαι χερσὶν, οὗτος ἤλγει, ὅτε αὐτῷ ταῦτα ἐπέταττεν ἡ γυνὴ, καὶ οὐδ’ ἂν εἶξεν οὐδ’ ἂν ἐπείσθη τῇ Σάῤῥᾳ, καίτοι πλείονα τότε παῤῥησίαν | |
15 | ἐχούσῃ, καὶ λεγούσῃ πρὸς αὐτὸν, εἰ μὴ σφόδρα αὐτὸν ὁ τοῦ Θεοῦ φόβος κατέκαμψεν. Ὥστε ὅταν ἀκούσῃς, ὅτι τοῦ Θεοῦ κελεύσαντος ἐξέπεμπε, μὴ τὴν ὀδύνην λε‐ λύσθαι νόμιζε (τοῦτο γὰρ ἀδύνατον ἦν), ἀλλὰ τὴν σφοδρὰν ὑπακοὴν θαύμασον, ὅτι καὶ ὑπὸ τῆς συμπαθείας | |
20 | καμπτόμενος οὐκ ἀντέλεγε τῷ Θεῷ, ἀλλ’ ἐξέπεμπε μὲν τὸ παιδίον μετὰ τῆς μητρὸς, οὐδὲ ὅποι πορεύσεται εἰ‐ δὼς, ἐκαρτέρει δὲ καὶ ἠνείχετο ὀδυνώμενος· οὐδὲ γὰρ τῆς φύσεως κρείττων ἦν. θʹ. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ γνησίου παιδὸς ἔπαθε. Μὴ γάρ | |
25 | τις λεγέτω ὅτι οὐκ ἤλγει, οὐδὲ τὰ τῶν πατέρων ὑπέμεινε, μηδὲ πέρα τοῦ μέτρου δεῖξαι βουλόμενος φιλοσοφοῦντα, τὸ κεφάλαιον ἀποστερείτω τῶν ἐγκωμίων αὐτόν. Εἰ γὰρ τοὺς ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας, καὶ πολὺν χρόνον ταύτης ἀπολαύσαντας τῆς ζωῆς, καὶ ἀγνῶτας ὄντας, καὶ οὐδὲ | |
30 | ὀφθέντας ἡμῖν ποτε, τούτους ἐξαίφνης ὁρῶντες ἐπὶ τῆς ἀγορᾶς τὴν ἐπὶ θάνατον ἀπαγομένους συστελλόμεθα καὶ ἀλγοῦμεν, πολλάκις δὲ καὶ δακρύομεν· ὁ τὸν υἱὸν αὑτοῦ τὸν γνήσιον τὸν μονογενῆ, τὸν παρ’ ἐλπίδας τε‐ χθέντα, τὸν μετὰ χρόνον τοσοῦτον, τὸν πρὸς ἐσχάτῳ γήρᾳ | |
35 | (καὶ γὰρ καὶ ταῦτα μείζονα αἴρει τὴν φλόγα), τοῦτον ἔτι νέον ὄντα ταῖς ἑαυτοῦ χερσὶ καταθῦσαι καὶ κατακαῦ‐ σαι κελευόμενος, οὐδὲν ἀνθρώπινον ἔπαθε; καὶ τί τῶν ταῦτα λεγόντων καταγελαστότερον; Εἰ γὰρ λίθος ἦν, εἰ γὰρ σίδηρος, εἰ γὰρ αὐτοαδάμας, οὐκ ἂν ἐκάμφθη | |
40 | καὶ κατεκλάσθη πρὸς τὴν ὥραν τοῦ παιδὸς (καὶ γὰρ ἦν αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος ἄγων), πρὸς τὴν σύνεσιν τῶν ῥημάτων, πρὸς τὴν εὐλάβειαν τῆς ψυχῆς; Ἠρώτησεν οὖν τὸν πατέρα λέγων· Ἰδοὺ τὰ ξύλα καὶ τὸ πῦρ, ποῦ ἔστι τὸ πρόβατον; ἤκουσεν ὅτι, Ὁ Θεὸς ὄψεται | |
45 | ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, ὦ τέκνον· καὶ οὐδὲν περιειργάσατο πλέον. Ἑώρα τὸν πατέρα δεσμεύ‐ οντα αὐτὸν, καὶ οὐκ ἀντέτεινεν· ἐπετέθη τοῖς ξύλοις, καὶ οὐκ ἀπεπήδησεν· εἶδε τὴν μάχαιραν κατ’ αὐτοῦ φερομένην, καὶ οὐκ ἐταράχθη. Τί ταύτης εὐλαβέστερον | |
47.462(50) | γένοιτ’ ἂν τῆς ψυχῆς; Ἔτι οὖν τολμήσει τις εἰπεῖν ὡς οὐδὲν ὑπὸ τούτων ἁπάντων ἔπαθεν ὁ Ἀβραάμ; Εἰ γὰρ ἐχθρὸν καὶ πολέμιον καταθύειν ἔμελλεν, εἰ γὰρ θηρίον ἦν, ἆρα ἂν ἀναλγητὶ ταῦτα ἐποίησεν; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· μὴ τοσαύτην ὠμότητα καταγνῷς τοῦ | |
55 | δικαίου· καὶ γὰρ ἤλγει καὶ διεκόπτετο. Ὁ Θεὸς, φησὶν, | |
47.463 | ὄψεται πρόβατον ἑαυτῷ εἰς ὁλοκάρπωσιν, τέκνον. Πόσης οἴει ταῦτα συμπαθείας εἶναι τὰ ῥήματα; Ἀλλ’ ὅμως κατεῖχε κάτω τὴν ὀδύνην καὶ ἐπίεζε, καὶ μετὰ τοσαύτης ἅπαντα τῆς προθυμίας ἔπραττε, μεθ’ ὅσης | |
5 | οἱ μηδενὶ τούτων κατεχόμενοι τῶν κωλυμάτων. Καταθύ‐ σας τοίνυν αὐτὸν (καὶ γὰρ κατέθυσε τῇ προθυμίᾳ), πα‐ ραδίδωσιν ὑγιῆ καὶ σῶον τῇ μητρί· λαβοῦσα δὲ ἐκείνη, πρὶν ἐμπλησθῆναι καλῶς τοῦ παιδὸς, καταλύει τὸν βίον. Κἀκεῖνο δὲ οὐ μικρῶς ἐλύπει τὸν Ἀβραάμ. Εἰ γὰρ καὶ | |
10 | πολὺν αὐτῷ συνεγεγόνει χρόνον, οὐδὲν ἦν ἱκανὸν πεῖσαι ῥᾷον ἐνεγκεῖν τὴν συμφοράν· αὐτὸ μὲν οὖν τοῦτο πλείο‐ να αὐτῷ παρεῖχε τὴν ἀθυμίαν· τοὺς γὰρ ἐπὶ πολὺ συνοικήσαντας, καὶ πολλὴν τῆς ἑαυτῶν καὶ φιλίας καὶ ἀρετῆς δεδωκότας πεῖραν ἡμῖν, τούτους μάλιστα πάν‐ | |
15 | των ζητοῦμεν. Καὶ ὅτι ταῦθ’ οὕτως ἔχει, αὐτὸς ἐδήλωσεν ὁ πατριάρχης πενθήσας καὶ θρηνήσας αὐτήν. Τί δ’ ἄν τις λέγοι τὰς ὑπὲρ τοῦ παιδὸς φροντίδας, τὰς ὑπὲρ τῆς τούτου γυναικὸς, τὰς ὑπὲρ τῶν ἀδελφῶν τῶν τούτου, τὰ ἄλλα ἅπαντα, ἅπερ εἰ κατ’ ἀκρίβειάν τις ἐξ‐ | |
20 | ετάζειν ἐθέλοι, πολὺ τοῦ νῦν δειχθέντος ὀδυνηρότερον ὄψεται τοῦ δικαίου τὸν βίον καὶ πλειόνων γέμοντα φρον‐ τίδων; Τὰ γὰρ κεφαλαιωδέστερα μόνον εἰποῦσα ἡ Γραφὴ, τὰ ἄλλα πάντα παρῆκεν ἐξετάζειν ἡμῖν, ὅσα καθ’ ἑκά‐ στην ἡμέραν γίνεσθαι εἰκὸς ἐν οἰκίᾳ, ἔνθα οἰκετῶν πλῆθος | |
25 | καὶ ἀνὴρ καὶ γυνὴ καὶ παιδία καὶ πραγμάτων ἐπιμέλεια πολλῶν. Ναὶ, φησίν· ἀλλ’ ἐκείνῳ μεγίστην καθ’ ἕκαστον τούτων παραμυθίαν ἔφερε τῶν λυπηρῶν τὸ διὰ τὸν Θεὸν πάντα ὑπομένειν ἐκεῖνα. Οὐκοῦν καὶ σὲ τοῦτο παραμυ‐ θήσεται νῦν· καὶ γάρ σοι τὸν πειρασμὸν τοῦτον ὁ συγχω‐ | |
30 | ρήσας ἐπελθεῖν οὐδεὶς ἕτερός ἐστιν, ἀλλ’ ἢ ὁ Θεός. Εἰ γὰρ χοίροις ἐπιπηδῆσαι οὐκ ἂν ἐτόλμησαν οἱ πονηροὶ δαίμονες ἐκεῖνοι, μὴ ἐπιτρέψαντος αὐτοῦ τότε, πολλῷ μᾶλλον τῇ σῇ τιμίᾳ ψυχῇ. Ὥσπερ οὖν ἐκείνῳ τὸ γενναίως ἅπαντα φέρειν καὶ εὐχαρίστως πολὺν ἤνεγκε μισθὸν, οὕ‐ | |
35 | τως οἴσει καὶ σοὶ, μόνον ἂν μὴ δυσχεραίνῃς μηδὲ ἀγα‐ νακτῇς, ἀλλ’ ὑπὲρ ἁπάντων εὐχαριστῇς τῷ φιλανθρώπῳ Θεῷ. Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ ἔπαθε μὲν ἅπερ ἔπαθε συγχωρήσαντος τοῦ Θεοῦ, ἔφερε δὲ αὐτῷ τοὺς στεφά‐ νους οὐ τὸ παθεῖν μόνον, ἀλλὰ καὶ τὸ γενναίως πρὸς ἅ‐ | |
40 | παντα στῆναι τὰ δεινά· καὶ θαυμάζομεν αὐτὸν ἅπαντες, οὐκ ἐπειδὴ πάντων αὐτὸν ἀπεστέρησεν ὁ διάβολος, ἀλλ’ ἐπειδὴ ἐν πᾶσι τούτοις οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλε‐ σιν αὐτοῦ. ιʹ. Ἐπειδὴ δὲ ἐμνήσθην τοῦ Ἰὼβ, ἐβουλόμην μὲν | |
45 | καὶ τοὺς θρήνους αὐτοῦ τοὺς μακροὺς, καὶ τῶν παθῶν τὴν σφοδρότητα ἐκθεῖναι τῷ λόγῳ· ὑπὲρ δὲ τοῦ μὴ πολὺ ποιῆσαι τὸ μῆκος ἐπάνειμι πρὸς τὸν Ἰσαάκ. Σὺ δὲ εἰ βούλει μετὰ ἀκριβείας τὰ ἐκείνου μαθεῖν, τὸ βι‐ βλίον αὐτοῦ μετὰ χεῖρας λαβὼν διάκυψον πρὸς τὴν ἄβυσ‐ | |
47.463(50) | σον τῶν συμφορῶν, καὶ πολλὴν ἐν ἐκείνοις παραμυθίαν εὑρήσεις τῶν σῶν. Εἰ γὰρ καὶ πολλῷ βελτίων ἡμῶν ὁ δίκαιος, ἀλλὰ καὶ πρὸς πολλῷ μείζονα τὴν ἐνέργειαν παρ‐ ετάξατο· καὶ γὰρ σφοδρότερον ἔπνευσε κατ’ ἐκείνου ὁ Πονηρὸς τότε. Τὰ δὲ κατορθώματα οὐ τῷ μέτρῳ τῶν | |
55 | πειρασμῶν, ἀλλὰ τῇ τῶν πραττομένων δυνάμει κρίνε‐ ται. Ὥστε κἂν ἐλάττων οὗτος ὁ νῦν ἀγὼν, οὐδέν σε τοῦτο εἰς τοὺς στεφάνους παραβλάψαι δυνήσεται. Ὁ γὰρ τὰ δύο τάλαντα προσενεγκὼν οὐκ ἔλαττον ἤνεγκε τοῦ | |
τὰ πέντε ἐπιδείξαντος. Διὰ τί; Ὅτι εἰ καὶ ἡ πρόσοδος | Column end | |
47.464 | οὐχ ἡ αὐτὴ, ἀλλ’ ἡ προθυμία ἡ αὐτὴ, ὅθεν καὶ τῆς αὐτῆς ἑκάτερος ἔτυχε τιμῆς ἀκούσας, Εἴσελθε εἰς τὴν χα‐ ρὰν τοῦ Κυρίου σου. Τί οὖν ὁ Ἰσαάκ, Ἀποδημίαν μὲν οὐκ ἐστείλατο μακρὰν, καθάπερ ὁ πατὴρ, οὐδὲ τὴν οἰ‐ | |
5 | κείαν ἀφεῖναι ἠναγκάσθη γῆν, καθάπερ ἐκεῖνος, τὸ δὲ κεφάλαιον τῶν κακῶν καὶ αὐτὸς ὑπέμεινε, τῆς ἀπαι‐ δίας τὸν φόβον. Ὡς δὲ ἔλυσε τὸ δεινὸν εὐξάμενος, ἕτε‐ ρος αὐτὸν διεδέξατο φόβος ἐκείνου μείζων· οὐδὲ γὰρ ἦν ἴσον ὑπὲρ ἀπαιδίας τρέμειν, καὶ ὑπὲρ τῆς ῥίζης | |
10 | αὐτῆς. Οὕτω γὰρ αὐτὴ διεκόπτετο ταῖς ὠδῖσιν ὡς πι‐ κροτέραν θανάτου παντὸς ὑπομένειν ζωήν· καὶ τοῦτο αὐτῆς ἄκουσον λεγούσης, Εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἱνατί μοι τὸ ζῇν; Λιμοῦ δὲ πεῖραν ἔλαβε μὲν καὶ αὐ‐ τός· εἰ δὲ μὴ κατῆλθεν εἰς Αἴγυπτον, ἀλλ’ ὅπερ ὁ πα‐ | |
15 | τὴρ μικροῦ δεῖν ἔπαθεν ἐκεῖ, ταῦτα καὶ οὗτος ὑπέμεινε καὶ ἐκινδύνευεν ὑπὲρ τῆς αὐτοῦ γυναικός. Καὶ τὸν πα‐ τέρα μὲν ἐτίμων οἱ πρόσοικοι πάντες, τοῦτον δὲ ὡς ἐχθρὸν καὶ πολέμιον ἤλαυνον καὶ τῶν οἰκείων αὐτὸν οὐκ ἠφίεσαν ἀπολαῦσαι πόνων, ἀλλ’ ἐκεῖνον ἐν στενοχωρίᾳ | |
20 | καθιστῶντες πολλῇ, αὐτοὶ μετ’ ἐξουσίας ἐν τοῖς μόχθοις ἐτρύφων τοῖς ἐκείνου. Ὡς δέ ποτε καὶ τούτους οὗτος φί‐ λους ἐκτήσατο, καὶ ἐν ἡλικίᾳ τοὺς παῖδας εἶδε γενομέ‐ νους τοὺς αὐτοῦ, τότε δὴ, τότε, ὅτε πολλὴν προσεδόκησε παραμυθίαν εὑρήσειν, καὶ γηροκόμους ἕξειν καλοὺς, εἰς | |
25 | τὴν ἐσχάτην ἀθυμίαν ἐνέπεσε. Πρῶτον μὲν γὰρ ἀπὸ τῶν ἀλλοφύλων ὁ πρεσβύτερος γυναῖκα λαβὼν παρὰ τὸ τῷ πατρὶ δοκοῦν, τούτῳ γε αὐτῷ σφόδρα αὐτὸν ἠνίασε, καὶ τῷ μάχην καὶ πόλεμον εἰς τὴν οἰκίαν εἰσαγαγεῖν. Μυρίοις γὰρ αἱ γυναῖκες ἐκεῖναι παρέβαλλον αὐτοὺς | |
30 | κακοῖς, ἅπερ ἅπαντα εἰπεῖν παραιτουμένη ἡ Γραφὴ, δι’ ἑνὸς ῥήματος τὸ πᾶν ᾐνίξατο εἰποῦσα, ὅτι Ἤριζον τῇ Ῥεβέκκᾳ· καὶ τοῖς οἰκίας ἔχουσι καὶ παῖδας ἤδη γε‐ γαμηκότας κατέλιπεν εἰδέναι τὸ λεχθέν. Ἐκεῖνοι γὰρ μά‐ λιστα πάντων ἴσασιν ἀκριβῶς ὅσον ἐστὶ κακὸν ἐμφιλο‐ | |
35 | νείκως διατεθῆναι τὴν τοῦ νυμφίου μητέρα καὶ τὴν νύμφην, καὶ μάλιστα ὅταν οἰκίαν οἰκῶσιν ἀμφότεροι μίαν. Τοῦτο μὲν οὖν διηνεκὲς ἦν τὸ δεινόν. Τὸ δὲ ἐπὶ τούτοις συμβὰν, ἡ τῶν ὀφθαλμῶν πήρωσις, ὅπερ ὅσον ἐστὶ κακὸν οἱ παθόντες ἴσασι μόνον· μετὰ δὲ τοῦτο, | |
40 | ἡ περὶ τὰς εὐλογίας ἀποτυχία τοῦ παιδὸς, ὑφ’ ἧς οὕ‐ τως ἐπλήγη τὴν ψυχὴν, ὡς αὐτοῦ πικρότερον ἀναβοῆ‐ σαι τοῦ τὴν ἀπάτην ὑπομείναντος, καὶ ἀπολογήσασθαι πρὸς αὐτόν· οὐ γὰρ ἑκὼν ἠδικηκέναι ἔλεγεν, ἀλλ’ ἀπα‐ τηθείς. | |
45 | Τὰ δὲ ἐντεῦθεν τὴν ἐπὶ τῆς σκηνῆς ἐδείκνυ τραγῳδίαν, καὶ τὸ δρᾶμα τῶν Θηβαίων ἀνετύπου μειρακίων. Καὶ γὰρ καὶ ἐνταῦθα τῆς τοῦ πατρὸς ἡλικίας καὶ πηρώσεως καταφρονήσας ὁ πρεσβύτερος ἐξέβαλε τῆς οἰκίας τὸν νεώτερον ἀδελφόν. Εἰ δὲ μὴ ἀπέκτεινε καθάπερ ἐκεῖνος, | |
47.464(50) | ἡ τῆς μητρὸς σοφία τοῦτο διεκώλυσεν· ἠπείλησε μὲν γὰρ καὶ οὗτος τὸν φόνον, καὶ τὴν τελευτὴν ἀνέμενε τοῦ πατρός. Μαθοῦσα δὲ ἡ μήτηρ, καὶ τῷ πατρὶ διαλεχθεῖσα, ἐξήρπασεν αὐτὸν τῶν ἐκείνου χειρῶν, καὶ τὸν μὲν θερα‐ | |
πεύοντα αὐτοὺς καὶ εὐνοϊκῶς διακείμενον φυγαδεύειν | ||
47.465 | ἠναγκάζοντο, τὸν δὲ μοχθηρὸν καὶ ἀβίωτον αὐτοῖς καθ‐ ιστῶντα τὸν βίον (τοῦτο γὰρ αὐτή φησιν ἡ Ῥεβέκκα) παρ’ ἑαυτοῖς κατεῖχον διηνεκῶς. Ἀποδράντος τοίνυν ἐκείνου τοῦ διαπαντὸς ἐπὶ τῆς οἰκίας τραφέντος (ἦν γὰρ | |
5 | ἄπλαστος οἰκῶν οἰκίαν) καὶ τὰ πολλὰ μετὰ τῆς μητρὸς οἰκουροῦντος, πόσα μὲν ἦν εἰκὸς τὴν Ῥεβέκκαν ὀδύ‐ ρεσθαι καὶ θρηνεῖν μεμνημένην τοῦ παιδὸς διαπαντὸς, καὶ τὸν ἄνδρα ὁρῶσαν οὐδὲν τῶν νεκρῶν ἄμεινον διακεί‐ μενον καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν νόσον; πόσῳ δὲ | |
10 | τὸν γέροντα πένθει κατέχεσθαι μετὰ τῶν οἰκείων καὶ τὰς τῆς γυναικὸς ἀναγκαζόμενον θρηνεῖν συμφο‐ ράς; Ὅτε δὲ ἔμελλε τελευτᾷν ἐκείνη, τί ἄρα οὐκ εἶπε, τί δὲ οὐκ ἐφθέγξατο, ἃ καὶ λίθον τῆξαι ἱκανὰ, οὐχ ὁρῶσα τὸν παῖδα παρεστῶτα καὶ δακρύοντα, καὶ | |
15 | καθαιροῦντα ὀφθαλμοὺς, καὶ συλλαμβάνοντα στόμα, καὶ περιστέλλοντα, καὶ τὰ ἄλλα πάντα ἐπιμελούμενον, ἅπερ αὐτοῦ τοῦ θανάτου πικρότερα τοῖς γεγεννηκόσιν εἶναι δοκεῖ; Ὁ δὲ Ἰσαὰκ οὕτως αὐτὴν ἀποπνέουσαν ὁρῶν, ὁποίαν ἐκέκτητο ψυχὴν καὶ τότε καὶ μετὰ τὴν ἐκείνης | |
20 | τελευτήν; ιαʹ. Τοιοῦτος ἡμῖν ὁ πολλῶν εὐθυμότερος εἶναι δοκῶν ἀποπέφανται. Τὸν δὲ τοῦ Ἰακὼβ βίον ἀρκεῖ μὲν καὶ χωρὶς ἐξετάσεως δεῖξαι αὐτὴ ἡ τοῦ Ἰακὼβ ἀπόφασις· τῷ γὰρ Φαραὼ τότε διαλεγόμενος ἔλεγε· Μικραὶ καὶ πονηραὶ | |
25 | αἱ ἡμέραι μου, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν πατέρων μου· τοῦτ’ ἔστι, καὶ βραχύτερον καὶ μοχθηρότε‐ ρον ἐβίωσα βίον. Χωρὶς δὲ τῆς ἀποφάσεως οὕτως εἰσὶ περιφανεῖς αἱ συμφοραὶ αὐτοῦ, ὡς μηδὲ τῶν πολλῶν τινας αὐτὰς ἀγνοεῖν. Ὁ μὲν γὰρ πάππος ὁ τούτου, εἰ | |
30 | καὶ μακρὰν ἐστείλατο τὴν ἀποδημίαν, ἀλλὰ τοῦ Θεοῦ κε‐ λεύοντος, ὅπερ παραμυθίαν αὐτῷ τὴν μεγίστην ἔφερεν· οὗτος δὲ ἀδελφὸν φεύγων ἐπιβουλεύοντα καὶ φονῶντα κατ’ αὐτοῦ· κἀκεῖνος μὲν οὐδέποτε ὑπὲρ τῆς τῶν ἀναγ‐ καίων χορηγίας ὠδύρετο· οὗτος δὲ ἀγαπητὸν ἡγεῖτο καὶ | |
35 | εὐκτὸν, τὸ ἱματίου καὶ ἄρτου εὐπορῆσαι μόνον. Διασω‐ θεὶς δὲ, καὶ τῶν τῆς ὁδοιπορίας κακῶν ἀπαλλαγεὶς, καὶ πρὸς τοὺς συγγενεῖς ἐλθὼν τοὺς αὑτοῦ, ἠναγκάζετο δουλεύειν ὁ ἐν ἀφθονίᾳ τοσαύτῃ τραφείς. Οἶσθα δὲ ὅτι πανταχοῦ μὲν ἡ δουλεία πικρόν· ὅταν δέ τις παρὰ τοῖς | |
40 | ὁμοτίμοις τὰ τῶν οἰκετῶν ὑπομένειν ἀναγκάζηται, καὶ ταῦτα μηδέποτε τοῦ πράγματος πεῖραν λαβὼν, ἀλλ’ ἐν ἐλευθερίᾳ καὶ τρυφῇ τὴν πρώτην ἅπασαν ἡλικίαν δια‐ γαγὼν, ἀφόρητον γίνεται τὸ δεινόν· ἀλλ’ ὅμως ἔφερε πάντα γενναίως. Καὶ τὰς ἐν τῇ ποιμαντικῇ αὐτοῦ ταλαι‐ | |
45 | πωρίας ἀκούεις διηγουμένου, καὶ λέγοντος· Ἐγὼ ἀπ‐ ετίννυον παρ’ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμ‐ ματα νυκτός· ἐγενόμην συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου. Ταῦτά μοι εἴκοσι | |
47.465(50) | ἔτη. Ταῦτα ἔπασχεν ὁ τὸν ἄπλαστον βίον βεβιωκὼς, ὁ οἰκίαν οἰκήσας διαπαντὸς, καὶ μετὰ τοὺς τοσούτους μό‐ χθους καὶ τὰς ζημίας καὶ τὸν πολὺν χρόνον ἐκεῖνον, τὴν πικρὰν ἀπάτην ὑπέμεινε τὴν ἐπὶ τῇ γυναικί. Εἰ γὰρ μὴ δεδουλεύκει τὰ ἑπτὰ ἔτη, εἰ γὰρ μηδὲν ὧν ἀπωδύ‐ | |
55 | ρατο πρὸς τὸν κηδεστὴν ἔπαθεν, εἰ γὰρ μὴ ἤρα τῆς παι‐ δὸς, αὐτὸ μόνον τὸ κατεγγυηθῆναι μὲν αὐτῷ τὴν ἀμείνω, δοθῆναι δὲ τὴν φαυλοτέραν ἀντ’ ἐκείνης, πόσην ἀθυμίαν, πόσον θόρυβον, πόσην ἐπήρειαν παρεῖχε τῷ μακαρίῳ | |
τότε ἐκείνῳ! Ἄλλος μὲν οὖν εἴ τις ἦν, οὐκ ἂν ῥᾳδίως τὴν | Column end | |
47.466 | ἐπήρειαν ἤνεγκεν, ἀλλὰ πᾶσαν τῶν κηδεστῶν ἀνέτρεψεν ἂν τὴν οἰκίαν συσφάξας ἑαυτὸν ἐκείνοις, ἢ καὶ ἄλλῳ τινὶ συνδιαφθείρας τρόπῳ· ἐπειδὴ δὲ ἀνεξίκακος καὶ μακρόθυμος ἦν ὁ Ἰακὼβ, τοῦτο μὲν οὐκ ἐποίησεν, ἀλλ’ | |
5 | οὐδὲ ἐβουλεύσατο τὴν ἀρχήν· κελευσθεὶς δὲ ἕτερα ἑπτὰ ἔτη δουλεῦσαι πάλιν, ὑπήκουσεν ἑτοίμως· οὕτως ἦν πρᾶος καὶ ἐπιεικής. Εἰ δὲ ὁ τῆς κόρης ἔρως συν‐ αντελαμβάνετο τῇ τῶν τρόπων ἐπιεικείᾳ, πάλιν μοι τῆς ἀθυμίας λέγεις τὴν ὑπερβολήν. Ἐννόησον γὰρ ὅσην | |
10 | ὀδύνην ὑπέμεινεν, ὅτε τῆς οὕτως ἀγαπωμένης ἀπεστε‐ ρεῖτο, καὶ προσδοκῶν αὐτὴν ἔνδον ἔχειν, εἰς ἑπτὰ ἐτῶν πάλιν ἀναβολὴν ἐξεκρούετο, καὶ τοὺς κρυμοὺς καὶ τὰ θάλπη καὶ τὰς ἀγρυπνίας καὶ τὰς ζημίας τὰς συνεχεῖς. Λαβὼν δὲ καὶ ταύτην ὕστερον, καὶ ζῶν παρὰ τῷ κη‐ | |
15 | δεστῇ βίον ταλαίπωρον καὶ ἐπίμοχθον, ἐφθονεῖτο καὶ οὕτως, καὶ δευτέραν ἀπάτην ὑπέμενεν ἐπὶ τοῖς μισθοῖς, ὡς καὶ αὐτὸς αὐτὸν διήλεγξε λέγων ὅτι, Παρελογίσω με δέκα ἀμνάσιν. Μετὰ δὲ τοῦ κηδεστοῦ καὶ οἱ τῶν γυναικῶν ἀδελφοὶ τοῦ κηδεστοῦ μᾶλλον ἐξεθηριώθησαν | |
20 | πρὸς αὐτόν. Τὸ δὲ πάντων χαλεπώτερον ἦν, ἡ ἐρωμένη, δι’ ἣν ἔτη δὶς ἑπτὰ δουλεύειν εἵλετο, ὑπὸ τῆς ἀθυμίας ἀπεπνίγετο, τὴν μὲν ἀδελφὴν τίκτουσαν ὁρῶσα, ἑαυτὴν δὲ οὐδὲ ἐλπίδα τοῦ πράγματος ἔχουσαν, καὶ εἰς τοσαύτην ἔκστασιν ὑπὸ τῆς ἀθυμίας ἐξηνέχθη τότε, ὡς ἐγκαλεῖν | |
25 | καὶ μέμφεσθαι τῷ ἀνδρὶ, καὶ θάνατον ἀπειλεῖν καθ’ ἑαυτῆς, εἰ μὴ τέκοι· Δὸς γάρ μοι τέκνα, φησίν· εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Τί τοίνυν εὐφρᾶναι αὐτὸν δυνατὸν ἦν, τῆς μὲν οὕτω ποθουμένης τοιαῦτα ὀδυρομένης, τῶν δὲ ταύτης ἀδελφῶν ἐπιβουλευόντων αὐτῷ καὶ πάντα πρατ‐ | |
30 | τόντων, ὅπως εἰς τὴν ἐσχάτην ἔλθῃ πενίαν; Εἰ δὲ τὰ χωρὶς ἱδρώτων ἐπιδιδόμενα ταῖς γυναιξὶν, ὅταν ἀφαιρῆ‐ ται, πολλὴν φέρει τὴν ἀθυμίαν, ὁ κινδυνεύων ὑπὲρ τῶν πόνοις κτηθέντων οἰκείοις πῶς ἂν πράως ταύτην ἤνεγκε τὴν ζημίαν; Αἰσθόμενος τοίνυν ὅτι δι’ ὑποψίας εἶχον αὐ‐ | |
35 | τὸν καὶ ὑπεβλέποντο, λαθὼν ἀνεχώρησεν ὡς φυγάς· οὗ τί γένοιτ’ ἂν ἐλεεινότερον; Καὶ γὰρ ἐκ τῆς οἰκείας καὶ ἐκ τῆς ἀλλοτρίας μετὰ φόβων καὶ κινδύνων ἀποδημήσας εἰς τὰ αὐτὰ πάλιν ἐμπίπτειν βάραθρα ἠναγκάζετο. Τὸν μὲν γὰρ ἀδελφὸν φυγὼν ἦλθε πρὸς τὸν κηδεστὴν, ὑπὸ δὲ | |
40 | τούτου πάλιν ἐλαυνόμενος, εἰς τὸν ἀδελφὸν ἐμπίπτειν ἐβιάζετο· καὶ τὸ προφητικὸν ἐκεῖνο ὑπέμεινεν, ὃ περὶ τῆς ἡμέρας Κυρίου φησὶν ὁ Ἀμώς· Ὃν τρόπον ἐάν τις ἐκφύγῃ ἀπὸ προσώπου λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἄρκτος, καὶ εἰσπηδήσῃ εἰς τὴν οἰκίαν αὐτοῦ, καὶ ἀπ‐ | |
45 | ερείσῃ τὴν χεῖρα αὐτοῦ εἰς τὸν τοῖχον, καὶ δάκῃ αὐ‐ τὸν ὁ ὄφις. Τί δὲ δεῖ λέγειν τὸν τρόμον ὃν ὑπέστη κα‐ ταληφθεὶς ὑπὸ τοῦ Λάβαν, τὰς θλίψεις τὰς κατὰ τὴν ὁδοιπορίαν, θρεμμάτων τοσούτων καὶ παίδων ἀκολου‐ θούντων αὐτῷ; Ἀλλ’ ἐπειδὴ τὴν ἀδελφικὴν ὄψιν ὁρᾷν | |
47.466(50) | ἔμελλεν, οὐ ταυτὸ ἔπασχε τοῖς ὁρῶσι τὴν παρὰ τοῖς ποιη‐ ταῖς πλαττομένην ὑπ’ ἐκείνων Γοργόνος κεφαλήν; οὐχ ὡς τὴν ἐπὶ θάνατον ἀπιὼν, οὕτως ἅπαντα διετάττετος Ἄκου‐ σον τῶν ῥημάτων αὐτοῦ, καὶ μάθε τὴν ἐναποκειμένην αὐτοῦ φλόγα τῇ ψυχῇ· Ἐξελοῦ με, φησὶν, ὁ Θεὸς ἐκ | |
55 | χειρὸς Ἡσαῦ τοῦ ἀδελφοῦ μου, ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μήποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέ‐ κνοις. Σὺ δέ μοι εἶπας, Εὖ σε ποιήσω. Πόσην οὐκ ἂν εὐφροσύνην ἐξέβαλεν οὗτος ὁ φόβος, εἰ καὶ πάντα | |
τὸν ἔμπροσθεν χρόνον ἐν εὐθυμίᾳ διατετελεκὼς ἦν; Νῦν | Column end | |
47.467 | δὲ ἅπας ὁ βίος αὐτῷ καὶ ἐξ ἐκείνης τῆς ἡμέρας, ἐν ᾗ τὰς εὐλογίας μέλλων λαμβάνειν προαποτεθνήκει τῷ δέει, διὰ συμφορῶν ἐπλέκετο καὶ ἐπιβουλῶν. Τοσοῦτον γὰρ αὐτὸν δέος τότε κατεῖχεν, ὡς μηδὲ μετὰ τὴν συντυχίαν, καίτοι | |
5 | γε χρηστῶς καὶ φιλανθρώπως αὐτῷ χρησαμένου τοῦ ἀδελφοῦ, θαῤῥῆσαι καὶ ἀποθέσθαι τὴν ἀγωνίαν. Παρα‐ καλοῦντος γοῦν ἐκείνου συναπελθεῖν, καθάπερ θηρίου τινὸς ἀπαλλάττεσθαι μέλλων, οὕτως ἠξίου καὶ ἐσοφίζετο τὴν ἀναχώρησιν λέγων· Ὁ κύριός μου, γινώσκεις ὅτι | |
10 | τὰ παιδία ἁπαλώτερα, καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ’ ἐμέ· καὶ ἐὰν οὖν καταδιώξω αὐτὰ, ἐν ἡμέρᾳ μιᾷ ἀποθανοῦνται πάντα τὰ κτήνη. Προελ‐ θέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδὸς αὐτοῦ, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ, κατὰ σχολὴν τῆς πορεύ‐ | |
15 | σεως τῆς ἐναντίον μου, καὶ κατὰ πόδας τῶν παιδα‐ ρίων μου, ἕως τοῦ ἐλθεῖν με πρὸς τὸν κύριόν μου εἰς Σηείρ. Καὶ ἀναπνεύσας μικρὸν ἀπὸ τῶν κινδύνων ἐκείνων, εἰς ἕτερον πολλῷ χαλεπώτερον ἐνέπεσε πάλιν φόβον. | |
20 | Τῆς γὰρ θυγατρὸς ἁρπαγείσης, τὸ μὲν πρῶτον ἤλγει τῇ ὕβρει τῆς παιδός· ὡς δὲ παρεμυθεῖτο τὸ γεγονὸς τοῦ βασιλέως ὁ υἱὸς νόμῳ γάμου λήψεσθαι γυναῖκα αὐτὴν ὑποσχόμενος, καὶ ἐπῄνεσε τὴν γνώμην ὁ Ἰακὼβ, συν‐ έχεαν τὰς συνθήκας οἱ περὶ τὸν Λευῒ, καὶ τὴν πόλιν | |
25 | αὔτανδρον ἀνελόντες εἰς τοσοῦτον τὸν γεγεννηκότα κατέστησαν τρόμον, ὡς καὶ μετοικῆσαι ἐκεῖθεν αὐτὸν διὰ τὸ πάντας ἐκπολεμωθῆναι πρὸς αὐτόν. Εἶπε γὰρ, φη‐ σὶν, ὁ Ἰακὼβ τῷ Συμεὼν καὶ τῶν Λευΐ· Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι πᾶσι τοῖς κατ‐ | |
30 | οικοῦσι τὴν γῆν, ἔν τε τοῖς Χαναναίοις καὶ τοῖς Φερεζαίοις, ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ’ ἐμὲ συγκόψουσί με καὶ ἐκτριβήσο‐ μαι ἐγὼ, καὶ ὁ οἶκός μου. Καὶ γὰρ ἂν πάντας αὐτοὺς κατέσφαξαν ἄρδην οἱ πρόσοικοι, εἰ μὴ ἡ τοῦ Θεοῦ φιλ‐ | |
35 | ανθρωπία κατέσχεν ἐκείνων τὸν θυμὸν, καὶ πέρας ἐκείνοις ἐπέθηκε τοῖς κακοῖς· Ἐγένετο γὰρ, φησὶ, φόβος Θεοῦ ἐπὶ πάσας τὰς πόλεις τὰς περικύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ. Τί οὖν μετὰ τὴν τούτων ἀπαλλαγήν; ἆρα ἀνέπνευσε; | |
40 | Τότε μὲν οὖν αὐτῷ τῶν κακῶν ἐπῆλθεν ὁ κολοφὼν, ὁ τῆς ἐρωμένης θάνατος, ἄωρός τε ὁμοῦ καὶ βίαιος ὤν. Ἔτεκε γὰρ, φησὶ, Ῥαχὴλ, καὶ ἐδυστόκησεν ἐν τῷ το‐ κετῷ. Ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα, Θάρσει, καὶ γὰρ οὗτός ἐστί | |
45 | σοι υἱός. Ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχὴν (ἀπέθνησκε γὰρ), ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου. Καὶ τοῦ πένθους ἀκμάζοντος ἔτι, προσέθηκε τῇ ἀθυμίᾳ ὁ Ῥουβὴν εἰς τὴν τοῦ πατρὸς εὐνὴν ἐνυβρίσας· ὅπερ οὕτως ἔφερε χαλεπῶς, ὡς καὶ | |
47.467(50) | τελευτῶν ἐπαράσασθαι τῷ παιδὶ, ὅτε μάλιστα συμ‐ παθέστερον ἔχουσι πρὸς τὰ ἔκγονα οἱ γονεῖς, καὶ ταῦτα πρωτοτόκῳ πάντων ὄντι τῶν ἄλλων· οὐ μικρὸν δὲ τοῦτο πρὸς φιλοστοργίας δύναται λόγον. Ἀλλ’ ὅμως ἅπαντα ταῦτα ἡ τῆς ἀθυμίας παρώσατο βία, καὶ | |
55 | καλέσας αὐτὸν ἔλεγε· Ῥουβὴν πρωτότοκός μου, ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέ‐ ρεσθαι, καὶ σκληρὸς αὐθάδης· ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν | |
60 | οὗ ἀνέβης. Ὡς δὲ ἐν ἡλικίᾳ γέγονεν ὁ τῆς ἀγαπω‐ μένης γυναικὸς υἱὸς, καὶ παραμυθίαν αὐτὸν ἕξειν προσεδόκησε τῆς ἐπ’ ἐκείνῃ λύπης, τότε αὐτῷ πο‐ | |
λύτροποι διὰ τούτου κατεσκευάζοντο συμφοραί· οἱ | Column end | |
47.468 | γὰρ ἀδελφοὶ τὸν χιτωνίσκον τὸν ἐκείνου βάψαντες αἵματι καὶ ἐπιδείξαντες τῷ πατρὶ, ποικίλον αὐτῷ τὸ πένθος εἰργάσαντο. Οὐ γὰρ τὴν τελευτὴν ἐπένθει μόνον, ἀλλὰ καὶ τὸν τρόπον τῆς τελευτῆς, καὶ πολλὰ | |
5 | ἦν τὰ συγχέοντα αὐτοῦ τὴν ψυχήν· ὅτι ὁ τῆς φιλου‐ μένης υἱὸς, ὅτι ὁ τῶν ἄλλων ἁπάντων βελτίων, ὅτι ὁ μάλιστα ἀγαπώμενος, ὅτι ἐν αὐτῷ τῷ τῆς ἡλικίας ἄνθει, ὅτι παρ’ αὐτοῦ πεμφθεὶς, ὅτι μηδὲ ἐπὶ τῆς οἰκίας, μηδὲ ἐπὶ τῆς κλίνης, μηδὲ παρεστῶτος τοῦ | |
10 | πατρὸς, μηδὲ εἰπών τι καὶ ἀκούσας, ὅτι μὴ τῷ κοι‐ νῷ πάντων θανάτῳ, ὅτι ζῶν ὑπὸ τῆς τῶν θηρίων ὠμότητος ἐσπαράττετο, ὅτι μηδὲ τὰ λείψανα συν‐ αγαγεῖν εὕρισκε καὶ παραδοῦναι τῇ γῇ, ὅτι οὐδὲ ἐν νεότητι ταῦτα ὑπέμεινεν, ὅτε ἐνεγκεῖν δυνατὸν ἦν, | |
15 | ἀλλ’ ἐν ἐσχάτῳ γήρᾳ. Καὶ ἦν θέαμα πάντων ἐλεεινό‐ τερον ἰδεῖν, πολιὰν αἰσχυνομένην κόνει, καὶ στῆθος γηραλέον διαῤῥηγνυμένου τοῦ χιτῶνος γυμνούμενον, καὶ θρήνους παρακλήσεως μείζονας· Διέῤῥηξε γὰρ, φησὶν, Ἰακὼβ τὰ ἱμάτια αὐτοῦ, καὶ περιέθετο | |
20 | σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς. Συνήχθησαν δὲ πάν‐ τες οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες, καὶ ἦλθον παρακαλέσαι αὐτὸν, καὶ οὐκ ἤθελε παρακληθῆ‐ ναι λέγων ὅτι, Καταβήσομαι πρὸς τὸν υἱόν μου | |
25 | πενθῶν εἰς ᾅδου. Ὥσπερ δὲ δέον μηδέποτε καθα‐ ρεύειν αὐτοῦ τὴν ψυχὴν ἀθυμίας, οὕτως, ἀρξαμένης ταύτης θεραπεύεσθαι τῆς πληγῆς, λιμὸς ἐπελθὼν καὶ τὴν γῆν ἅπασαν κατασχὼν ἐλύπει μὲν αὐτὸν σφόδρα τὸ πρότερον· ὡς δὲ ἀνελθόντες ἀπὸ τῆς | |
30 | Αἰγύπτου οἱ υἱοὶ παραμυθίαν ἐκομίσαντο τοῦ κακοῦ ἑτέρᾳ λύπῃ ταύτην ἀναμίξαντες ἤγαγον, καὶ τὴν ἀπὸ τῆς τοῦ λιμοῦ λύσεως ἡδονὴν συνέχεεν ἡ τοῦ παι‐ δὸς ἀποδημία. Καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ τὸν Βενιαμὶν ἀπῄτουν αὐτὸν, ὃν μόνον εἶχε παραψυχὴν | |
35 | καὶ τῆς ἀπελθούσης γυναικὸς καὶ τοῦ θηριοβρώτου παιδός. Οὐ ταῦτα δὲ μόνον αὐτὸν ἀντέχεσθαι ἐποίει τοῦ Βενιαμὶν, ἀλλὰ καὶ τὰ τῆς ἡλικίας, καὶ τὰ τῆς ἀνατροφῆς. Οὐ καταβήσεται γὰρ, φησὶν, ὁ υἱός μου μεθ’ ὑμῶν, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε, | |
40 | καὶ αὐτὸς μόνος καταλέλειπται, καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ἐν ᾗ ἂν πο‐ ρεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. Τὸ μὲν οὖν πρῶτον διὰ ταῦτα πάντα παρ‐ ῃτεῖτο, καὶ οὐκ ἔφασκε δώσειν αὐτόν· ἐπειδὴ δὲ σφο‐ | |
45 | δρὸς ἐπέπεσεν ὁ λιμὸς, καὶ μείζονος τῆς ἀνάγκης ᾔσθετο, καίτοι σφόδρα ἀποδυρόμενος, Τί γάρ με ἐκακοποιήσατε, φησὶν, ἀπαγγείλαντες τῷ ἀν‐ θρώπῳ εἰ ἔστιν ὑμῖν ἀδελφός; καὶ τοῦτο πάντων ὀδυνηρότερον ὑπέμενε τὰ ἐλεεινὰ ῥήματα φθεγγό‐ | |
47.468(50) | μενος ὁ Ἰακὼβ, Ἰωσὴφ, φησὶν, οὐκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; ἐπ’ ἐμὲ ἐγέ‐ νετο ταῦτα πάντα· καὶ ὀδυρόμενος ὅτι μετὰ τὸν Ἰωσὴφ καὶ τὸν Συμεῶνα ἐπεχείρουν καὶ τὸν Βενιαμὶν ἀποσπάσαι αὐτοῦ, καὶ ἐνδεικνύμενος ὅτι πάντα πεί‐ | |
55 | σεται μᾶλλον ἢ ἀφέξεται τοῦ παιδὸς, νικηθεὶς ὕστε‐ ρον αὐτὸς αὐτὸν ταῖς ἑαυτοῦ χερσὶν ἐξεδίδου λέγων· Καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε, καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον· ὁ δὲ Θεός μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀπο‐ | |
60 | στείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα, καὶ τὸν Βε‐ | |
νιαμίν· ἐγὼ μὲν γὰρ καθάπερ ἠτέκνωμαι, | Column end | |
47.469 | ἠτέκνωμαι. Οὕτω σφόδρα τοῖς πολλοῖς ἐκρατήθη κα‐ κοῖς, ὡς καὶ τῶν σπλάγχνων σπαραττομένων, καὶ κατὰ μικρὸν ἐλαττουμένων αὐτῷ τῶν παίδων, ἅπαντα ὑπομένειν τῇ τῶν μειζόνων ὑπερβολῇ· καὶ γὰρ μεί‐ | |
5 | ζων αὐτὸν ἀθυμία κατεῖχεν ὑπὲρ τούτων τῆς ὑπὲρ τοῦ Ἰωσήφ. Ἡ μὲν γὰρ οὐκ ἔχουσα προσδοκίαν διορθώσεως συμφορὰ, εἰ καὶ σφοδρὰς φέρει τὰς ἀθυ‐ μίας ἡμῖν, ἀλλ’ ὅμως ταχέως αὐτὰς ἐξωθεῖ, εἰς ἀπόγνωσιν ἐμβαλοῦσα τὸν λογισμόν· ἡ δὲ ἔτι μετέω‐ | |
10 | ρος οὖσα οὐκ ἀφίησιν ἀναπαύσασθαι τὴν ψυχὴν, τῇ τῶν μελλόντων ἀδηλίᾳ ἐπιτείνουσα ἀεὶ καὶ ἀνανεοῦσα τὴν ἀγωνίαν ἡμῖν. Καὶ τοῦτο ἄν τις μάθοι καλῶς ἀπὸ τοῦ μακαρίου Δαβὶδ, ὃς ἔτι ζῶντος μὲν ἐθρήνει τοῦ παιδὸς, τελευτήσαντος δὲ ἀνῆκε τοῦ πένθους ἑαυτόν. | |
15 | Ἀπορούντων δὲ ὑπὲρ τούτου τῶν παίδων, καὶ τὴν αἰτίαν ἐρωτώντων αὐτὸν, τοῦτον εἶπε τὸν λογισμὸν, ὅνπερ ἐγὼ νῦν. Εἰκότως οὖν κἀκεῖνος ὑπὲρ τούτων ἐδεδοίκει μᾶλλον καὶ ἔτρεμεν. Ἀλλ’ ἡ ποθεινὴ θέα καὶ τὸ τὸν Ἰωσὴφ ἰδεῖν εὐθυμίαν αὐτῷ παρέσχεν | |
20 | ὕστερον. Καὶ τί τὸ κέρδος; Καθάπερ γὰρ τὰ σφοδρῷ καταφλεχθέντα μέλη πυρὶ, κἂν μυριάκις καταψύχῃ τις, οὐδὲν ὀνίνησιν· οὕτω καὶ τὴν ψυχὴν κατώδυνον γενομένην ἐκείνῳ, καὶ τῇ τῆς ἀθυμίας σφόδρα κα‐ τακαυθεῖσαν φλογὶ, οὐδὲν ἦν ἀνακτήσασθαι ἱκανὸν, | |
25 | καὶ μάλιστα ὅτε οὐδὲ τὴν αἴσθησιν εἰκὸς εἶναι τρα‐ νήν· ὅπερ καὶ ὁ Βερζελλὶ παραιτούμενος τὸν Δαβὶδ ἔλεγε· Πόσαι αἱ ἡμέραι ἐτῶν ζωῆς μου ἔσονταί μοι ἐκεῖ, ἵνα ἀναβῶ μετὰ τοῦ βασιλέως εἰς Ἱε‐ ρουσαλήμ; Υἱὸς ὀγδοήκοντα ἐτῶν εἰμι σήμερον· | |
30 | εἰ γνώσομαι ἀναμέσον ἀγαθοῦ ἢ ἀναμέσον κακοῦ, εἰ γεύσεται ὁ δοῦλός σου ὅσα ἂν ἐσθίῃ, ἢ ὅσα ἂν πίνῃ, ἢ ἀκούσομαι φωνὴν ᾀδόντων ἢ ᾀδου‐ σῶν; Καὶ ἱνατί γίνεται ὁ δοῦλός σου φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα; Ἀλλὰ τί χρὴ | |
35 | ἀφ’ ἑτέρων ταῦτα στοχάζεσθαι, αὐτοῦ παρὸν ἀκοῦ‐ σαι τοῦ πεπονθότος; Μετὰ γὰρ τὸ τὸν υἱὸν ἰδεῖν, φη‐ σὶν, ἐρωτώμενος ὑπὸ τοῦ Φαραὼ περὶ τῆς ζωῆς αὐ‐ τοῦ· Μικραὶ, φησὶ, καὶ πονηραὶ αἱ ἡμέραι μου, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν πατέρων μου· | |
40 | οὕτως ἐνακμάζουσαν αὐτοῦ τῇ ψυχῇ τὴν μνήμην τῶν γεγενημένων εἶχε διαπαντός. ιβʹ. Ἀλλ’ ὁ λαμπρὸς καὶ ἐπίδοξος οὗτος υἱὸς ὁ Ἰω‐ σὴφ τίνα οὐκ ἀπέκρυψε ταῖς συμφοραῖς; Ὁ μὲν γὰρ πατὴρ ὁ τούτου ἕνα μόνον εἶχεν ἀδελφὸν ἐπιβου‐ | |
45 | λεύοντα, οὗτος δὲ πολλῷ πλείους· καὶ ὁ μὲν τὴν πρώ‐ την ἡλικίαν ἅπασαν ἐν ἀφθονίᾳ ἐτρέφετο καὶ ἀνέσει πολλῇ, ὁ δὲ ἐπὶ τῆς ἀλλοτρίας καὶ ἔτι παιδίον ὢν τὰς τῆς ὁδοιπορίας φέρειν ἠναγκάζετο ταλαιπωρίας. Καὶ τῷ μὲν Ἰακὼβ παρῆν ἡ μήτηρ ἐπικουφίζουσα τὴν | |
47.469(50) | ἐπιβουλήν· οὗτος δὲ ἔτι νέος ὢν, καὶ ὅτε μάλιστα ἔχρῃζε τῆς μητρὸς, τότε ἐν ἐρημίᾳ τῆς βοηθείας ταύτης καθίστατο. Πρὸς τούτοις ὁ μὲν Ἡσαῦ μέχρις ἀπειλῆς μόνης ἐλύπησε τὸν Ἰακώβ· οὗτοι δὲ καὶ εἰς ἔργον ἐξήγαγον τὴν ἐπιβουλὴν, καὶ πρὸ τῆς ἐπιβου‐ | |
55 | λῆς φθονοῦντες καὶ διαβάλλοντες αὐτὸν διετέλουν· οὗ τί γένοιτ’ ἂν χαλεπώτερον, τοὺς συνοικοῦντας πολε‐ μίους ἔχειν ἀεί; Καὶ γὰρ ψόγον κατήνεγκαν κατ’ αὐτοῦ πονηρὸν, καὶ ἰδόντες ὅτι αὐτὸν ὁ πατὴρ αὐτοῦ φιλεῖ ὑπὲρ τοὺς ἄλλους υἱοὺς αὐτοῦ, ἐμί‐ | |
60 | σησαν αὐτὸν, καὶ οὐκ ἠδύναντο αὐτῷ λαλεῖν | |
οὐδὲν εἰρηνικόν. Οὔτε γὰρ τὸ ὑπὸ τοῖς ἐμπόροις | Column end | |
47.470 | γενέσθαι, οὔτε τὸ ὑπὸ τῷ σπάδοντι, τοσοῦτον εἶναι φαίην ἂν κακόν· πολλῷ γὰρ αὐτῷ φιλανθρωπότερον ἐχρήσαντο οὗτοι τῶν ἀδελφῶν. Ἀλλ’ ὅμως οὐδὲ οὕτως ἡμερώτερος γέγονε τῶν | |
5 | συμφορῶν ὁ χειμών· σφοδροτέρα γὰρ ἐμπεσοῦσα καταιγὶς πάλιν αὐτὸν κατέδυσε. Τάχα μέ τις οἴεται τὴν ἐπιβουλὴν τῆς δεσποίνης ἐρεῖν· ἐγὼ δὲ πρὸ ταύ‐ της χαλεπωτέραν ἄλλην ἐρῶ. Δεινὸν μὲν γὰρ, ἀλη‐ θῶς δεινὸν, καὶ τὸ συκοφαντηθῆναι ἐπὶ τοιούτοις, καὶ | |
10 | τὸ κατακριθῆναι, καὶ τὸ δεσμωτήριον οἰκῆσαι χρόνον οὕτω μακρὸν, παῖδα ἐλεύθερον καὶ εὐγενῆ καὶ ταύ‐ της ἄπειρον τῆς ἀνάγκης· πολλῷ δὲ τούτων ἁπάν‐ των βαρύτερον τὸν ἀπὸ τῆς ἡλικίας οἶμαι χειμῶνα γεγενῆσθαι αὐτῷ. Εἰ μὲν γὰρ ὑπὸ μηδεμιᾶς ἐπιθυ‐ | |
15 | μίας ἐνοχλούμενος διέπτυσε τὸν ἐκείνης ἔρωτα, οὐ σφόδρα ἐπαινῶ, οὐδὲ θαυμάζω τὸν ἄνδρα ἐγὼ πειθό‐ μενος τῷ Χριστῷ. Οὐδὲ γὰρ τοὺς ἀπὸ τῆς φύσεως εὐνουχισθέντας, ἀλλὰ τοὺς ἑαυτοὺς εὐνουχίσαντας ἀξιοῦσθαί φησι τῆς βασιλείας τῶν οὐρανῶν· εἰ δὲ | |
20 | μὴ τοῦτο ἦν, ποίαν ἂν ἤρατο νίκην; κατὰ τίνος στέφανον ἀνεδήσατο; τίνα καταγωνισάμενος ἀνεκη‐ ρύττετο, οὐδενὸς ὄντος τοῦ προσπαλαίοντος αὐτῷ, καὶ ἐπιχειροῦντος καταβαλεῖν; Οὐδὲ γὰρ τοὺς τοῖς ἀλόγοις μὴ μιγνυμένους εἰς σωφροσύνης ἐπαινοῦμεν | |
25 | λόγον, διὰ τὸ μηδὲ ἐγκεῖσθαι τῇ φύσει τῆς μίξεως τὴν ἐπιθυμίαν ἐκείνης. Εἰ τοίνυν μηδὲ τῷ μακαρίῳ τότε ἐκείνῳ τοῦτο ἠνώχλει τὸ πῦρ, τίνος ἕνεκεν αὐ‐ τὸν ἐπὶ σωφροσύνῃ θαυμάζομεν; Εἰ δὲ, ὅτε πάντων τῶν καιρῶν σφοδρότερον ἡ φλὸξ αἴρεται (εἰκοστὸν | |
30 | γὰρ λοιπὸν ἦγεν ἔτος), καὶ ὅτε ἀνύποιστός ἐστιν ἡ τυραννὶς καὶ μηδενὸς αὐτὴν αὔξοντος, τότε ἡ ἀκό‐ λαστος ἐπέθετο τῷ μειρακίῳ, τοσαύτην ἀπὸ τῶν αὐ‐ τῆς μαγγανευμάτων καὶ καλλωπισμάτων προσθεῖσα τῇ φλογὶ τὴν ἰσχὺν, ὅσην ἀπὸ τῆς φύσεως εἶχε· πῶς | |
35 | ἄν τις τὸν χειμῶνα διηγήσαιτο τῆς ψυχῆς καὶ τὸν θόρυβον καὶ τὴν ἀγωνίαν, τῆς φύσεως καὶ τῆς ἡλι‐ κίας ἔνδοθεν ταρασσούσης αὐτὸν, καὶ τῶν παρὰ τῆς Αἰγυπτίας μηχανημάτων ἔξωθεν προσβαλλόντων, καὶ ταῦτα οὐ μέχρι μιᾶς ἡμέρας καὶ δευτέρας, ἀλλ’ ἐπὶ | |
40 | χρόνον πολύν; Ἐγὼ γὰρ αὐτὸν οὐχ ὑπὲρ ἑαυτοῦ τρέ‐ μειν οἴομαι τότε μόνον, ἀλλὰ καὶ ὑπὲρ ἐκείνης ἀλγεῖν, πρὸς τοσοῦτον κρημνὸν ἐπειγομένης ἐλθεῖν· καὶ τοῦτο ἐξ ὧν μετὰ πολλῆς ἐπιεικείας ἀποκρίνεται πρὸς αὐτὴν δῆλον ἡμῖν. Καὶ γὰρ ἐνῆν, εἴπερ ἐβού‐ | |
45 | λετο, καὶ ὑβριστικώτερον καὶ θρασύτερον διαλεχθῆναι πρὸς αὐτήν· καὶ γὰρ ἂν εὐκόλως πάντα ἤνεγκεν ἐκείνη διὰ τὸν ἔρωτα· ἀλλ’ οὐδὲν τοιοῦτον οὔτε ἐφθέγξατο οὔτε ἐνενόησεν, ἀλλὰ λογισμοὺς ἀνακινήσας εὐσεβεῖς, καὶ δι’ ὧν ᾤετο μόνον ἐντρέ‐ | |
47.470(50) | ψειν αὐτὴν, οὐδὲν πλέον προσέθηκεν. Ἰδοὺ γὰρ, φησὶν, ὁ κύριός μου οὐ γινώσκει οὐδὲν δι’ ἐμὲ τῶν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ δέδωκεν ἐν τῇ χειρί μου, καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐδὲν ἐμοῦ, οὐδὲ ὑπεξῄρηται ἀπ’ | |
55 | ἐμοῦ οὐδὲν πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι· καὶ πῶς ποιήσω τὸ ῥῆμα τοῦτο τὸ πονηρὸν, καὶ ἁμαρτήσομαι ἐνώπιον τοῦ Θεοῦ; Καὶ μετὰ τὴν τοσαύτην ἐπιείκειαν καὶ τὴν τῆς σωφροσύνης ἐπίδει‐ ξιν ἐσυκοφαντήθη, καὶ συνεχώρησεν ὁ Θεός. Ἐδέθη, | |
60 | καὶ οὐδὲ οὕτως ἤλεγξε τὴν ἐπιβουλὴν, καὶ τὴν ἄδι‐ κον διαβολὴν τῆς γυναικός· ἐβούλετο γὰρ καὶ πολλοὺς αὐτῷ τοὺς μισθοὺς καὶ λαμπροτέρους γενέσθαι τοὺς στεφάνους, καὶ διὰ τοῦτο καὶ τῶν δούλων τοῦ βα‐ σιλέως ἀφεθέντων αὐτὸς ἔμενεν ἔνδον ἔτι. Σὺ δέ μοι | |
65 | μὴ τὴν φιλανθρωπίαν τοῦ δεσμοφύλακος εἴπῃς, ἀλλ’ | |
ἐξέτασον αὐτοῦ τὰ ῥήματα, καὶ ὄψει τὴν ὀδύνην τῆς | ||
47.471 | ψυχῆς. Μετὰ γὰρ τὸ ἐπιλῦσαι τὸ ὄναρ ἔλεγε πρὸς τὸν οἰνοχόον· Ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ, ὅταν εὖ σοι γένηται, καὶ ποιήσεις ἐπ’ ἐμὲ ἔλεος, καὶ μνησθήσῃ περὶ ἐμοῦ πρὸς Φαραὼ, καὶ ἐξάξεις με | |
5 | ἐκ τοῦ ὀχυρώματος τούτου, ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν, ἀλλ’ ἐνέβαλόν με εἰς τὸν οἶκον τοῦ λάκκου τού‐ του. Εἰ γὰρ καὶ τὸ καθεῖρχθαι ἔφερεν εὐκόλως, τὸ γοῦν τοιούτοις συζῇν ἀνδράσι, τυμβωρύχοις, κλέ‐ | |
10 | πταις, πατραλοίαις, μοιχοῖς, ἀνδροφόνοις (τούτων γὰρ ἁπάντων καὶ τῶν τοιούτων τὸ οἴκημα τοῦτο ἐμπέ‐ πληστο), πάντων αὐτῷ βαρύτερον ἦν. Καὶ οὐ τοῦτο μόνον αὐτὸν ἐλύπει καὶ ἔθλιβεν, ἀλλὰ καὶ τὸ πολλοὺς ὁρᾷν εἰκῆ καὶ μάτην ταριχευομένους ἐκεῖ. Ἀλλ’ ὅμως | |
15 | ὁ μὲν οἰκέτης, ὅπερ ἀποδύρῃ καὶ σὺ νῦν, ἀπηλλάτ‐ τετο τῶν δεσμῶν, ὁ δὲ ἐλεύθερος ἔμενε ταλαιπωρού‐ μενος ἔτι. Εἰ δὲ τὴν βασιλείαν λέγοι τις, πάλιν μοι τὸν ἐσμὸν τῶν φροντίδων καὶ τῆς ἀγρυπνίας καὶ τῶν μυρίων πραγμάτων ἐρεῖ, ἅπερ ἅπαντα τοῖς τὸν ἡσύ‐ | |
20 | χιον καὶ ἀπράγμονα βίον ἀσπαζομένοις οὐ σφόδρα | Column end |
47.472 | ἐστὶ καθ’ ἡδονήν. Χωρὶς δὲ τούτων ἐκείνοις μὲν εἰ καί τι χρηστὸν ἐγίνετο, ἀλλ’ οὔπω τῆς βασιλείας τετρανωμένης, οὐδὲ τῆς τῶν μελλόντων ἐπαγγελίας οὔσης φανερᾶς· ἐνταῦθα δὲ ἔνθα τοσαῦτα πρόκειται | |
5 | ἀγαθὰ, καὶ πᾶσι τὸ πρᾶγμα δῆλόν ἐστιν, ἀλγήσει τις, εἰπέ μοι, εἰ καὶ μηδενὸς κατὰ τὸν παρόντα βίον ἀπολαύσεται χρηστοῦ, ὅλως δὲ χρηστὸν ἡγήσεταί τι τῶν ἐνθάδε γινομένων ἐκεῖνα εἰδώς; Καὶ τί ταύτης ταπεινότερον γένοιτ’ ἂν τῆς ψυχῆς, εἰ προσδοκῶσα | |
10 | μικρὸν ὕστερον μεταναστήσεσθαι πρὸς τὸν οὐρα‐ νὸν, τὰς ἐνταῦθα ἀνέσεις ἐπιζητοίη, καὶ τὴν σκιᾶς οὐδὲν διαφέρουσαν εὐθυμίαν; Ματαιότης γὰρ, φησὶ, ματαιοτήτων, τὰ πάντα ματαιότης. Εἰ δὲ ὁ μά‐ λιστα πάντων ἀνθρώπων πεῖραν τῆς τοῦ βίου λαβὼν | |
15 | ἡδονῆς, τοιαύτην ἐξήνεγκε κατ’ αὐτῆς τὴν ἀπόφα‐ σιν, πολλῷ μᾶλλον ἡμᾶς οὕτω διακεῖσθαι καὶ φρο‐ νεῖν χρὴ, τοὺς οὐδὲν μὲν κοινὸν πρὸς τὴν γῆν ἔχον‐ τας, εἰς δὲ τὴν ἄνω πόλιν ἐγγραφέντας, καὶ πάντα | |
μετοικίσαι τὸν νοῦν κελευσθέντας ἐκεῖ. | Column end | |
47.471(21t) | ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ | |
22t | ΠΕΡΙ ΑΘΥΜΙΑΣ | |
23t | ΛΟΓΟΣ ΤΡΙΤΟΣ | |
24 | αʹ. Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα σβέσαι τῆς | |
25 | ἀθυμίας τὴν φλόγα, καὶ πεῖσαι ῥᾷον διακεῖσθαι τὴν ψυχήν· ὥστε δὲ ἐκ περιουσίας γενέσθαι τὴν παραμυ‐ θίαν, καὶ τοῦτον ἔγνωκά σοι προσθεῖναι τὸν λόγον, ἐκεῖνό σε πρῶτον ἐρόμενος· εἰπὲ γάρ μοι, εἴ τίς σε εἰς βασιλείαν ἐκάλει τὴν ἐν τῇ γῇ, εἶτα πρὶν εἰς τὴν | |
30 | πόλιν εἰσελθεῖν, καὶ τὸν στέφανον ἀναδήσασθαι, ἔμελ‐ λες ἐν πανδοχείῳ καταλύειν, ἐν ᾧ καὶ βόρβορος καὶ καπνὸς, καὶ ὁδοιπόρων θόρυβος, καὶ λῃστῶν ταραχὴ, καὶ στενοχωρία καὶ θλῖψις πολλὴ, ἆρα ἂν ἀπεστρά‐ φης πρὸς ἐκεῖνα τὰ λυπηρὰ, ἀλλ’ οὐκ ἂν ἁπάντων | |
35 | αὐτῶν ὡς οὐδὲν ὄντων κατεφρόνησας; Πῶς οὖν οὐκ ἄτοπον τῆς μὲν γῆς μέλλοντα κρατεῖν μηδενὶ τῶν ἐμπιπτόντων συστέλλεσθαι δυσχερῶν ταῖς τῆς βα‐ σιλείας ἐλπίσι γαυρούμενον, πρὸς δὲ τοὺς οὐρανοὺς στελλόμενον καταπίπτειν καὶ θορυβεῖσθαι ἐφ’ ἑκάστῳ | |
40 | τῶν ἐν τῷ καταγωγίῳ τούτῳ συμβαινόντων ἡμῖν λυ‐ πηρῶν; Καταγωγίου γὰρ καὶ τῆς ἐν πανδοχείῳ μονῆς οὐδὲν αὕτη ἡ τοῦ βίου τούτου κατάστασις δι‐ ενήνοχεν· καὶ τοῦτο οἱ ἅγιοι δεῖξαι βουλόμενοι ξένους καὶ παρεπιδήμους ἐκάλουν ἑαυτοὺς, διὰ τούτων παι‐ | |
45 | δεύοντες ἡμᾶς τῶν ῥημάτων καὶ τῶν χρηστῶν καὶ τῶν ἀνιαρῶν τῶν ἐν τῷ παρόντι βίῳ καταγελᾷν, καὶ τῆς γῆς ἀπαλλαγέντας ὅλην προσδῆσαι τῷ οὐρανῷ τὴν ψυχήν. Φέρε οὖν ἐπ’ αὐτοὺς τοὺς ἁγίους ἔλθωμεν, ἀπὸ τοῦ | |
47.471(50) | Ἰωσὴφ ἐπὶ τὸν Μωσέα μεταθέντες τὸν λόγον. Οὗτος γὰρ ὁ πάντων πραότατος τῶν ἐπὶ τῆς γῆς τίκτεται | |
μὲν τῶν οἰκείων πραττόντων κακῶς, ἀλλοτριωθεὶς | Column end | |
47.472(24) | δὲ τῶν τεκόντων αὐτὸν, καὶ τοὺς γεννησαμένους | |
25 | ἀγνοήσας πᾶσαν τὴν πρώτην ἡλικίαν ὑπὸ βαρβάρων ἀνδρῶν ἀνατρέφεται· οὗ τί γένοιτ’ ἂν χαλεπώτερον Ἑβραίῳ μειρακίῳ καὶ νοῦν ἔχοντι, κἂν μυριάκις εἶναι δοκῇ βασιλέως υἱός; Τότε δὲ οὐ τοῦτο μόνον ἦν τὸ δεινὸν, ἀλλ’ ὅτι καὶ τὸ ὁμόφυλον ἅπαν ἐν ταῖς | |
30 | ἐσχάταις ἑώρα συμφοραῖς. Ὁ γὰρ μηδὲ ζῇν ἀνασχό‐ μενος, μηδὲ ἐν τῇ βίβλῳ γεγράφθαι τοῦ Θεοῦ τῆς σωτηρίας τῆς ἐκείνων χωρὶς, πῶς ἂν τῶν ἐν τοῖς βασιλείοις ἀπέλαυσε καλῶν ἐν τοσούτῳ κλύδωνι κει‐ μένους ὁρῶν ἅπαντας; Εἰ γὰρ ἡμᾶς τοὺς μετὰ τοσοῦ‐ | |
35 | τον χρόνον γεγενημένους καὶ οὐδὲν τοιοῦτο δικαίωμα συμπαθείας πρὸς Ἰουδαίους ἔχοντας τοσοῦτος ἔλεος εἰσέρχεται τῆς παιδοκτονίας ἐκείνης, τί οὐκ ἂν ὁ μα‐ κάριος ἐκεῖνος ἔπαθε, πολλῷ μὲν τῷ πόθῳ πρὸς πᾶν τὸ ἔθνος συνδεδεμένος, ὄψεσι δὲ τὰς ἐκείνων παραλαμ‐ | |
40 | βάνων συμφορὰς, καὶ τοὺς ταῦτα ἐργαζομένους τὰ κακὰ γονεῖς ἐπιγράφεσθαι ἀναγκαζόμενος; Ἐγὼ γὰρ αὐτὸν καὶ τῶν τεκόντων μᾶλλον τοὺς ἀθλίους παῖδας ἐκείνους οἶμαι τότε πενθεῖν· καὶ τοῦτο δῆλον ἐξ ὧν μετὰ ταῦτα ἔπραξεν. Ἐπειδὴ γὰρ οὔτε πείθειν εἶ‐ | |
45 | χεν, οὔτε ἀναγκάζειν ἠδύνατο τὸν δοκοῦντα εἶναι πατέρα καταλύειν τὸ θηριῶδες καὶ τυραννικὸν ἐπίταγμα, αὐτὸς ὁμόσε λοιπὸν τοῖς ἐκείνων ἐχώρει κακοῖς. Καὶ οὐ τοῦτο θαυμάζω τοσοῦτον νῦν, ἀλλ’ ἀπὸ τοῦ φόνου στοχαζόμενος ὅσην ἐν τῷ παρελθόντι | |
47.472(50) | χρόνῳ φλόγα ἀθυμίας ἔτρεφε, ταύτην μᾶλλον ἐκπλήτ‐ τομαι. Ὁ γὰρ εἰς φόνον ἀποῤῥήξας τὴν ὠδῖνα ἐκεί‐ νην, ἐδήλωσε διὰ τῶν ἐσχάτων τὰ πρότερα. Οὐ γὰρ ἂν μετὰ τοσαύτης αὐτοῖς σφοδρότητος ἤμυνεν, εἰ μὴ τῶν πατέρων μᾶλλον τοῖς ἐκείνων ἐτήκετο κακοῖς. | |
55 | Τί οὖν ἐπειδὴ ἤμυνε, καὶ τὴν ψυχὴν ἀνέπαυσε μικρὸν | |
ἀπὸ τῆς ἀθυμίας ἐκείνης; ἆρα ἠδυνήθη τέλεον ἀπο‐ | ||
47.473 | λαῦσαι τῆς παραμυθίας ἐκείνης τῆς ἀπὸ τῆς ἐκδική‐ σεως γεγενημένης; Δευτέρα μὲν οὖν οὐκ ἔφθασεν ἡμέρα, καὶ τῆς προτέρας ἑτέρα χαλεπωτέρα διεδέ‐ χετο τὸν μακάριον ἐκεῖνον ὀδύνη, καὶ φόβος τοσοῦ‐ | |
5 | τος, ὡς καὶ ἀπελάσαι τῆς Αἰγύπτου πάσης αὐτόν. Δεινὸν μὲν οὖν καὶ τὸ ὑφ’ ὁτουοῦν ἀκούειν κακῶς, ὅταν δὲ καὶ τῶν εὐεργετηθέντων τις ὁ τοῦτο ποιῶν ᾖ, καὶ τὰς εἰς αὐτὸν εὐεργεσίας ὀνειδίζῃ καὶ προ‐ φέρῃ, Μὴ ἀνελεῖν με γὰρ σὺ, φησὶ, θέλεις, ὃν | |
10 | τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; τότε δὴ, τότε ἡ ὕβρις ἀφόρητος γίνεται, καὶ δύναιτ’ ἂν καὶ ἀπο‐ πνίξαι τὸν ὑβριζόμενον· τοσοῦτον μετὰ τῆς ἀθυμίας ἐπάγει καὶ τὸν θυμόν. Ἐπὶ δὲ τοῦ Μωσέως καὶ τρί‐ τον ἕτερον τούτοις προσῆν, ὁ τοῦ βασιλέως φόβος, | |
15 | ὃς οὕτως ἐκράτησε τῆς τοῦ δικαίου ψυχῆς, ὡς καὶ τῆς χώρας ἁπάσης αὐτὸν ἐκβαλεῖν. Γίνεται δὴ οὖν φυγὰς ὁ τοῦ βασιλέως υἱός· ὥστε εἴ τις αὐτὸν μακα‐ ρίζει διὰ τὴν ἐν τοῖς βασιλείοις ἀνατροφὴν νῦν μνη‐ μονευέτω τῆς ἀφθονίας ἐκείνης, καὶ μυρίας αὐτὴν | |
20 | ὄψεται ἀθυμίας καὶ δυσκολίας ὑπόθεσιν τῷ δικαίῳ γεγενημένην. Οὐ γάρ ἐστιν ἴσον ἐν ἰδιωτικῇ τρα‐ φέντα οἰκίᾳ, καὶ πολλοὺς μὲν μόχθους, πολλὰς δὲ ἀποδημίας καὶ ταλαιπωρίας ὑπομείναντα πλάνας ἀνέχεσθαι μακρὰς, καὶ τὰ τῆς ἀλλοτρίας ὑπομένειν | |
25 | τε κακὰ, καὶ μηδὲ εἰς βραχεῖαν πεῖραν τούτων ἐλθόντα ποτὲ, ἀλλ’ ἐν πολυτελείᾳ διατελέσαντα τὸν ἅπαντα χρόνον τὸ αὐτὸ δὴ τοῦτο παθεῖν· πολλῷ γὰρ οὗτος ἐκείνου χαλεπωτέρας αἰσθήσεται τῆς φυγῆς, εἴ ποτε εἰς ταύτην καταστῆναι συμβαίη τὴν ἀνάγκην | |
30 | αὐτῷ· ὃ δὴ κἀκείνῳ τότε συνέβαινε. Καὶ γενόμενος φυγὰς, κατάγεται μὲν παρὰ ἀνδρὶ εἰδωλολάτρῃ καὶ ἀλλοφύλῳ· καὶ τοῦτο δὲ εἰς ἀθυμίας λόγον οὐ μικρὸν, ξενίζεσθαι παρὰ τῷ δαιμονίοις ἱερωμένῳ χρόνον οὕτω μακρόν. Ἐγχειρισθεὶς δὲ τὴν τῶν ποιμνίων ἐπιμέ‐ | |
35 | λειαν τῶν ἐκείνου, οὕτω τὰ τεσσαράκοντα ἔτη διετέ‐ λεσεν. Εἰ δέ τινι τοῦτο μηδὲν εἶναι δοκεῖ δεινὸν, ἐξετά‐ σωμεν τοὺς μὴ διὰ φόβον καὶ δέος ἀποδημοῦντας καὶ κρυπτομένους, ἀλλὰ τοὺς ἑκοντὶ μικρὸν τῆς οἰκίας διασπωμένους, πῶς ἀλύουσι, πῶς δυσχεραίνουσι, πό‐ | |
40 | σων ἀγαθῶν τὴν ἐπάνοδον τίθενται. Ὅταν δὲ καὶ φόβος προσῇ καὶ βίος ταλαίπωρος, καὶ τὰ φορτικὰ ταῦτα καὶ ἐπαχθῆ τῆς ἡδίστης ἐπανόδου κουφότερα φαίνηται, θέα μοι τὸ ποικίλον τῆς συμφορᾶς. Μὴ γὰρ ἁπλῶς ἀκούσῃς τὸ, ἐποίμαινεν, ἀλλ’ ἀναμνήσθητι | |
45 | νῦν τῶν ῥημάτων τοῦ Ἰακὼβ, ὧν πρὸς τὸν κηδεστὴν ἀπωδύρετο λέγων· Ἐγὼ ἀπετίννυον παρ’ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός· ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος | |
47.473(50) | ἀπὸ τῶν ὀφθαλμῶν μου. Ταῦτα γὰρ ἅπαντα καὶ τούτῳ συμβαίνειν εἰκὸς ἦν, ἐπὶ πλείοσιν ἔτεσι καὶ μετὰ μείζονος τῆς σφοδρότητος, ὅσῳ καὶ ἡ χώρα τῆς χώρας ἐρημοτέρα. Εἰ δὲ μὴ ἀπωδύρατο ταῦτα ὁ Μωϋσῆς, οὐδὲ γὰρ ὁ μακάριος ἐκεῖνος εἶπεν ἂν, εἰ | |
55 | μὴ εἰς πολλὴν τοῦ πράγματος κατέστη τὴν ἀνάγκην, καὶ ὑπὸ τῆς ἀγνωμοσύνης τοῦ κηδεστοῦ εἰς ταῦτα ἐλθεῖν ἐβιάσθη τὰ ῥήματα. Ἱκανὴ μὲν οὖν καὶ αὐτὴ καθ’ ἑαυτὴν ἡ ἀλλοτρία ταπεινῶσαι τὸν ἄνδρα, τὸν καὶ χρείας ἕνεκεν ἀποδημοῦντα μόνον. Ὡς γὰρ ὄρνεον, | |
60 | φησὶν, ὅταν ἐκπετασθῇ ἐκ τῆς νοσσιᾶς αὐτοῦ, οὕτως | |
ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἀπὸ τῶν ἰδίων | Column end | |
47.474 | τόπων. Τότε δὲ πρὸς τούτῳ οὐδὲ ὑπὲρ τῆς ἰδίας σω‐ τηρίας εἶχε θαῤῥεῖν, ἀλλ’ ὥσπερ τις οἰκέτης ὠμὸν δεσπότην ἀποδρὰς τρέμει διαπαντὸς, καὶ δέδοικε μὴ ἁλῷ· οὕτω καὶ ὁ μακάριος Μωσῆς φόβῳ συνέζη δι‐ | |
5 | ηνεκεῖ· καὶ δῆλον ἐξ ὧν καὶ τοῦ Θεοῦ μετὰ τοσοῦτον χρόνον κελεύοντος ἀπελθεῖν, ἀναδύεται καὶ ὀκνεῖ, καὶ ταῦτα ἀκούσας ὅτι. Ὁ ζητῶν τὴν ψυχὴν αὐτοῦ τέ‐ θνηκεν. βʹ. Ἐπειδὴ δέ ποτε ἐπείσθη καὶ ἀπῆλθε, καὶ τὴν | |
10 | γυναῖκα καὶ τοὺς παῖδας ἠναγκάσθη καταλιπεῖν, πάλιν μέμψεις καὶ ὕβρεις καὶ ἀπειλαὶ παρὰ τοῦ κρατοῦντος τῆς Αἰγύπτου τότε, κατηγορίαι δὲ καὶ ἀραὶ παρὰ τῶν εὐεργετουμένων αὐτῶν. Ὁ μὲν οὖν ἔλεγεν· Ἱνατί, Μωσῆ καὶ Ἀαρὼν, διαστρέφετε τὸν λαὸν ἀπὸ τῶν | |
15 | ἔργων αὐτῶν; Ἀπέλθετε ἕκαστος ὑμῶν πρὸς τὰ ἔργα αὐτοῦ· οἱ δὲ Ἰσραηλῖται· Ἴδοι, φασὶν, ὁ Θεὸς ὑμᾶς καὶ κρίναι, ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐνώπιον Φαραὼ, καὶ ἐνώπιον τῶν θεραπόντων αὐ‐ τοῦ, δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτῶν ἀπο‐ | |
20 | κτεῖναι ἡμᾶς. Λυπηρὰ μὲν οὖν ταῦτα καὶ ἐπαχθῆ, τὸ δὲ πάντων φορτικώτερον ἐκεῖνο ἦν, ὅτι εἰσελθὼν καὶ μυρία ἐπαγγειλάμενος ἀγαθὰ, ἐλευθερίαν, ἀπαλ‐ λαγὴν τῶν ἐπικειμένων κακῶν, ἔδοξεν εἶναι ἀπατεών. Οὐ γὰρ μόνον αὐτοῖς οὐκ ἐπεκουφίσθη τὸ τῆς ἐπικει‐ | |
25 | μένης δουλείας βάρος, ἀλλὰ καὶ πρὸς τὸ χαλεπώτερον ἐπετείνετο, καὶ ὁ προσδοκηθεὶς ἐλευθερωτὴς ἔσεσθαι τοῦ παντὸς ἔθνους, καὶ τοῦτο ἐπαγγειλάμενος, τῶν στρεβλώσεων καὶ τῶν μαστίγων αἴτιος ἔδοξεν εἶναι, καὶ ἐπίβουλος καὶ λυμεών. Τίς οὐκ ἂν ὑπὸ τῆς ἀθυ‐ | |
30 | μίας κατεπόθη ῥᾳδίως, ὑποσχόμενος μὲν λύσιν τῶν τοσούτων κακῶν, μετὰ δὲ τὴν ὑπόσχεσιν προσθήκην ἑτέρων χαλεπωτέρων ἰδών; Ἠθύμει μὲν οὖν ὡς ἀθυμεῖν εἰκὸς τὸν ταῦτα ἀκούοντα καὶ ὁρῶντα, οὐ παρετρέπετο δὲ ὑπὸ τοῦ πάθους, ἀλλ’ ἔμενεν ἀκλινὴς, | |
35 | καίτοι ταῖς ἐπαγγελίαις τῶν γινομένων οὐ συμβαι‐ νόντων, ἀλλὰ καὶ μαχομένων. Προσελθὼν δὲ τῷ Θεῷ, καὶ διαλεχθεὶς ὑπὲρ τούτων, καὶ ἀποδυράμενος πολ‐ λά· εἶπε γὰρ, φησὶ, Κύριε, διὰ τί ἐκάκωσας τὸν λαόν σου, καὶ ἱνατί ἀπέστειλάς με; καὶ ἀφ’ οὗ | |
40 | εἰσπεπόρευμαι πρὸς Φαραὼ λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσε τὸν λαὸν τοῦτον, καὶ οὐκ ἐῤ‐ ῥύσω τὸν λαόν σου· ταῦτα δὴ οὖν θρηνήσας, καὶ τὰ αὐτὰ πάλιν ἀκούσας ἅπερ καὶ πρότερον, ἀπαγγέλλει μὲν αὐτὰ τοῖς Ἰσραηλίταις πάλιν, οὐ παραδέχονται | |
45 | δὲ ἐκεῖνοι τῷ κρατεῖσθαι τὰς ψυχὰς ὑπὸ τοῦ καμάτου καὶ τῆς ἀθυμίας. Οὐκ εἰσήκουσαν γὰρ Μωσέως, φη‐ σὶν, ἀπὸ τῆς ἀθυμίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν. Καὶ τοῦτο δὲ οὐχ ὡς ἔτυχεν αὐτὸν ἔθλιβεν. Ὡς δὲ ἐπὶ τῶν σημείων ἐγίνετο, καὶ πολλάκις ὑπὸ | |
47.474(50) | τοῦ Φαραὼ διαπαιχθεὶς ἤνεγκε γενναίως καὶ ταύτην τὴν χλευασίαν, ἀπαλλαγεὶς τῆς Αἰγύπτου, καὶ θαῤ‐ ῥήσας μετὰ τῶν Ἰουδαίων λοιπὸν, πρὶν ἀναπνεῦσαι τέλεον, τῷ προτέρῳ, μᾶλλον δὲ καὶ πολλῷ μείζονι τοῦ προτέρου κατελαμβάνετο φόβῳ. Οὔπω γὰρ ὅλαι τρεῖς | |
55 | ἡμέραι, καὶ τοὺς βαρβάρους ἅπαντας μετὰ τῶν ὅπλων εἶδον πλησίον ἑστῶτας αὐτῶν, καὶ ταυτὸν ἔπασχον, οἷον εἰ δραπέται τινὲς ἐπὶ τῆς ἀλλοτρίας ἄφνω τοῖς τῶν δεσποτῶν ἐμπεσόντες ὀφθαλμοῖς· ἢ εἰ καθάπερ αὐτοὶ δὴ οὗτοι εἴποτε συμβὰν χρηστοῖς ὀνείρασιν ἐν‐ | |
60 | τρυφήσαντες, καὶ ταύτην φαντασθέντες τὴν ἀπαλλα‐ γὴν, εἶτα διεγερθέντες εὗρον ἑαυτοὺς ἐν Αἰγύπτῳ πάλιν, καὶ τοῖς ὁμοίοις κακοῖς. Μᾶλλον δὲ οὐκ οἶδα τί ἄν τις αὐτοὺς φαίη νομίζειν ὄναρ, τὰς τρεῖς ἡμέ‐ ρας τῆς ἀπαλλαγῆς, ἢ τὴν παροῦσαν ὄψιν ἐκείνην | |
65 | τὴν φρικώδη καὶ φοβεράν· τοσαύτη κατεσκεδάσθη | |
τοῖς ἁπάντων ὀφθαλμοῖς ἀθυμίας ἀχλύς. Ὁ δὲ Μωσῆς | ||
47.475 | καὶ μείζονι σκότῳ συνεχόμενος ἦν. Οὐ γὰρ τοὺς Αἰ‐ γυπτίους ἐδεδοίκει μόνον, καθάπερ καὶ οἱ λοιποὶ Ἰσραηλῖται, ἀλλὰ καὶ τούτους μετ’ ἐκείνων. Ἀμφό‐ τεροι γὰρ ὡς ἀπατεῶνι καὶ εἴρωνι προσεῖχον λοιπὸν, | |
5 | οἱ μὲν μετὰ τοῦ καταγελᾷν καὶ ἐπεμβαίνειν, οἱ δὲ μετὰ τοῦ δάκνεσθαι καὶ ἀθυμεῖν. Ἀλλὰ τί χρὴ τού‐ τοις τεκμαίρεσθαι τὴν ἀθυμίαν τοῦ ἀνδρὸς, παρὸν ἐκ τῆς ἄνωθεν ἐνεχθείσης φωνῆς πᾶσαν αὐτοῦ τὴν ὀδύ‐ νης καταμαθεῖν; Σιγῶντι γὰρ καὶ μηδὲ διᾶραι τὰ | |
10 | χείλη τολμῶντι, φησὶν ὁ Θεός· Τί βοᾷς πρὸς μέ; τὸν θόρυβον τῆς ψυχῆς αὐτοῦ δι’ ἑνὸς ῥήματος τού‐ του ἐμφαίνων ἡμῖν. γʹ. Ἐπειδὴ δὲ καὶ τοῦτο ἐλύθη τὸ δέος, καὶ μείζονα πάλιν ᾔρετο τὰ δεινά. Καὶ γὰρ καὶ τῶν Αἰγυπτίων | |
15 | καὶ τοῦ Φαραὼ χαλεπώτερον αὐτῷ δι’ ὅλης ἐκέχρηντο τῆς ὁδοῦ οἱ παρ’ αὐτοῦ δημαγωγούμενοι καὶ δι’ αὐ‐ τοῦ μυρίων ἀπολαύσαντες ἀγαθῶν. Καὶ πρῶτον μὲν ἐπέκειντο σφοδρῶς ἄγχοντες, καὶ κρέα ἀπαιτοῦντες αὐτὸν τὰ ἐν Αἰγύπτῳ, καὶ τοῖς μὲν παροῦσιν ἀχαρι‐ | |
20 | στοῦντες, τὰ δὲ πρότερα ἐπιζητοῦντες, ὃ πάντων βα‐ ρύτερον ἦν. Τί γὰρ χαλεπώτερον ἂν ἔπαθεν, εἰ μαι‐ νομένων καὶ παραπαιόντων ἀνδρῶν ἐπετέτραπτο στρατηγεῖν; Ἀλλ’ ὅμως ταῦτα πάντα γενναίως ἔφε‐ ρεν ὁ μακάριος ἐκεῖνος ἀνήρ· καὶ εἰ μὲν μὴ φιλοστόρ‐ | |
25 | γως εἶχε πρὸς αὐτοὺς, φορητὸν ἂν ἦν τὸ δεινὸν, καὶ ὑπὲρ τῶν εἰς αὐτὸν γινομένων μόνον παρεῖχεν ἀλ‐ γεῖν· νῦν δὲ τῶν γονέων μᾶλλον περὶ αὐτοὺς διατε‐ θεὶς, ἀπὸ τῆς κηδεμονίας ταύτης καὶ ἑτέραν εἶχεν ἀθυμίας ἀνάγκην, τὴν ὑπὲρ τῆς ἐκείνων διαστροφῆς | |
30 | καὶ μιαρίας. Οὐδὲ γὰρ οὕτως αὐτὸν ἔδακνε τὸ ὑβρί‐ ζεσθαι, ὡς τὸ ἐκείνους εἶναι τοὺς ὑβριστάς. Δεινὸν μὲν οὖν καὶ τὸ πρὸ τῆς χορηγίας τῆς παραδόξου τρο‐ φῆς ἐκείνης ἀχαριστεῖν· οἱ δὲ καὶ ἐν μέσοις τοῖς θαύ‐ μασι τὴν κακίαν ἐπεδείκνυον τὴν αὐτῶν, καὶ τὴν | |
35 | παρανομίαν καὶ τὴν πλεονεξίαν τὴν περὶ τὴν συλλο‐ γὴν, καὶ μικρὸν προελθόντες πάλιν ἐγόγγυζον, πάλιν ἐμέμφοντο ταῖς εὐεργεσίαις τοῦ Θεοῦ· καθ’ ἕκαστον δὲ τούτων μᾶλλον τῶν ἁμαρτανόντων ὁ μακάριος ἐκεῖνος ἐκόπτετο καὶ ἠθύμει. Καὶ γὰρ ὅτε τὸν μόσχον | |
40 | εἰργάσαντο, αὐτοὶ μὲν ἔπαιζον καὶ ἐτρύφων· ὁ δὲ πενθῶν καὶ ἀνιώμενος καὶ καταρώμενος ἑαυτῷ τὴν χαλεπὴν ἐκείνην ἀρὰν Μωσῆς ἦν, καὶ οὐδὲν αὐ‐ τὸν ὅλως ἔπειθεν ἀποστῆναι τῆς συμπαθείας τῆς πρὸς αὐτούς. Τοὺς οὖν οὕτως ὑπ’ αὐτοῦ ποθουμένους ἐπὶ | |
45 | τὸ χεῖρον ἀεὶ προβαίνοντας ὁρῶν, πόσῃ λύπῃ, πόσοις δὲ ἄρα συνανεστρέφετο δάκρυσιν! Εἰ γὰρ ἕνα τις υἱὸν ἔχων οὐκ ἂν δύναιτο ζῇν, εἴ ποτε αἴσθοιτο πρὸς κακίαν αὐτὸν ἀποκλίναντα, καὶ εἰ πάντων αὐτὸς πονη‐ ρότερος ὢν τύχοι, τὸν μυριάδας τοσαύτας ἐν τάξει | |
47.475(50) | παίδων κεκτημένον, μᾶλλον δὲ καὶ ὑπὲρ παῖδας φι‐ λοῦντα· οὐδεὶς γὰρ ἂν ηὔξατο πατὴρ συναπολέσθαι παιδὶ μηδὲν ἡμαρτηκὼς, καθάπερ ἐκεῖνος· τὸν δὴ οὕτω παῖδας κεκτημένον τοσούτους, μισοπόνηρόν τε ὄντα καὶ φιλάγαθον, τί οἴει πάσχειν πάντας αὐτοὺς | |
55 | ὥσπερ ἔκ τινος συνθήματος εἰς τὸν τῆς κακίας κρη‐ μνὸν καταδραμόντας ἰδόντα; Οὐ γὰρ ἂν εἰ μὴ σφόδρα αὐτὸν ἐσκότωσε καὶ ἐκ βάθρων αὐτοῦ τὴν ψυχὴν ἀν‐ έτρεψεν ὁ τῆς ἀθυμίας ἐκείνης ἴλιγγος, τὰς πλάκας ἂν ἔῤῥιψεν ἀπὸ τῶν χειρῶν καὶ συνέτριψεν, ἀλλ’ ἰά‐ | |
60 | σατο ταχέως τὴν συμφοράν. Ἀλλὰ τί ποιήσας, εἰπέ; καὶ γὰρ ὁ τῆς ἰατρείας τρόπος, εἰ καὶ παρεμυθήσατο τὸ γεγονὸς, ἀλλ’ ὅμως καὶ αὐτὸς πολλῶν ἔγεμε δα‐ | |
κρύων· καὶ οὐδεὶς οὕτω λίθινος ἦν, ὡς μηδὲν παθεῖν | Column end | |
47.476 | ἀδελφοὺς καὶ συγγενεῖς ὑπὸ τῶν οἰκείων σφαττομέ‐ νους ὁρῶν, καὶ εἰς τρισχιλίων σωμάτων ἀριθμὸν τὴν ἐλεεινὴν ταύτην ἐκτεινομένην σφαγήν. Καὶ γὰρ ἡμεῖς τοὺς παῖδας τοὺς ἑαυτῶν ὅταν ἐπί τινι λαμβάνωμεν | |
5 | δεινῷ, στρεβλοῦμεν μὲν, καὶ μαστιγοῦμεν, οὐκ ἀναλ‐ γητὶ δὲ τοῦτο πράττομεν, ἀλλὰ μετὰ θλίψεως οὐκ ἐλάττονος τῶν πασχόντων αὐτῶν. δʹ. Πολλοῦ δὴ τότε πένθους αὐτὸν καὶ τὸ στρατόπε‐ δον ἔχοντος, ἑτέρα πάλιν ἀγωνία προσετίθετο. Οὐκ ἔτι | |
10 | γὰρ αὐτοῖς στρατηγήσειν, ἀλλ’ ἐγκαταλείψειν αὐτὸν, καὶ ἀγγέλῳ παραδώσειν τὴν προστασίαν αὐτῶν ἠπεί‐ λησεν ὁ Θεὸς, ὃ πάντων ἀφορητότερον ἦν τῷ Μωσῇ. Ἄκουσον γοῦν οἷά φησι πρὸς τὸν Θεόν· Εἰ μὴ σὺ αὐτὸς συμπορεύῃ μοι, μὴ ἀναγάγῃς με ἐντεῦθεν. | |
15 | Ὁρᾷς πῶς φόβοι φόβους, καὶ λῦπαι διεδέχοντο λύπας; Καὶ οὐδὲ μέχρι τούτων ἵστατο τὸ δεινόν· ἀλλ’ ἐπειδὴ καὶ τοῦτο ἔπεισε τὸν Θεὸν, καὶ ἐπένευσεν ὁ φιλάν‐ θρωπος, καὶ τὴν χάριν ἔδωκε, πάλιν ἑτέραις αὐτὸν περιέβαλλον ὀδύναις, τὸν ἵλεων γενόμενον παροξύ‐ | |
20 | νοντες, καὶ ταῖς ἐσχάταις ἑαυτοὺς περιπείροντες συμφοραῖς. Μετὰ γὰρ τὴν σφαγὴν τὴν πολυδάκρυτον οὕτω προσέκρουσαν πάλιν, ὡς ἐκκαλέσασθαι καθ’ ἑαυτῶν τὸν ἐμπρησμὸν ἐκεῖνον, ὃς μικροῦ πάντας ἀνήλωσεν ἂν, εἰ μὴ καὶ οὕτω πολλῇ περὶ αὐτοὺς | |
25 | φιλανθρωπίᾳ ἐχρήσατο. Τῷ δὲ Μωϋσῇ διπλῆν ἐν ἅπασι τὴν ἀθυμίαν εἶναι συνέβαινε, τῷ τε ἐκείνους ἀπόλλυσθαι, καὶ τῷ τοὺς ὑπολειπομένους ἀδιορθώ‐ τους μένειν καὶ μηδὲν ἐκ τῆς ἐκείνων κερδαίνειν συμφορᾶς. Οὔπω γὰρ τέλος εἶχεν ἐκεῖνος ὁ θάνατος, | |
30 | καὶ οἱ περιλειφθέντες τῶν κρομμύων ἐμέμνηντο, καὶ τοῖς παροῦσιν ἐδυσχέραινον λέγοντες· Τίς ἡμᾶς ψω‐ μιεῖ κρέας; Ἐμνήσθημεν γὰρ τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ, καὶ τοὺς σικυοὺς καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ | |
35 | σκόροδα. Νῦν δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐ‐ δὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Ἔνθα μη‐ κέτι φέρων τὴν ἀγνωμοσύνην αὐτῶν ὁ Μωϋσῆς, παρ‐ αιτεῖται τὴν προστασίαν νικηθεὶς ὑπὸ τῆς ἀθυμίας, καὶ θάνατον εὔχεται ἀντὶ τῆς πικρᾶς ἐκείνης ζωῆς. | |
40 | Ἐπάκουσον δὴ καὶ τῶν ῥημάτων αὐτῶν· Καὶ εἶπε Μωϋσῆς, φησὶ, πρὸς τὸν Θεόν· Ἱνατί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σοῦ, ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τού‐ του ἐπ’ ἐμέ; Μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα | |
45 | τὸν λαὸν τοῦτον ἢ ἐγὼ ἔτεκον αὐτὸν, ὅτι λέγεις μοι, Λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν; Πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ, ὅτι κλαίουσιν ἐπ’ ἐμοὶ λέ‐ | |
47.476(50) | γοντες, Δὸς ἡμῖν κρέα, ἵνα φάγωμεν; Οὐ δυνήσο‐ μαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύ‐ τερόν μοι ἐστὶ τὸ ῥῆμα τοῦτο· εἰ δὲ οὕτως οὐ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα χάριν ἐναντίον σου. Ταῦτα ἐκεῖνος ἐφθέγξατο ὁ | |
55 | εἰπὼν, Καὶ νῦν, εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας. Οὕτως αὐτὸν ἡ ἀθυμία περιέτρεψεν. Ὅπερ πάσχουσι καὶ γονεῖς πολλάκις δυσανασχετοῦντες τοῖς | |
γινομένοις ὑπὸ τῶν παιδίων. Ὅτι γὰρ καὶ μετὰ τὰ | ||
47.477 | ῥήματα ταῦτα οὐκ ἐπαύσατο τῆς συμπαθείας τῆς πρὸς αὐτοὺς, ἐξ ὧν μετὰ ταῦτα ἐποίησε, δῆλον ἡμῖν. Ἐπειδὴ γὰρ μετὰ τὸ τοὺς κατασκόπους ἀνελεῖν ἐπεχείρουν, καὶ λίθοις αὐτὸν ἔβαλλον, διαφυγὼν τὰς | |
5 | χεῖρας αὐτῶν ἐπὶ τὴν ὑπὲρ αὐτῶν εὐχὴν πά‐ λιν ἐτρέπετο, καὶ τὸν Θεὸν παρεκάλει ἵλεων γε‐ νέσθαι τοῖς βουλομένοις αὐτὸν ἀνελεῖν· οὕτω καὶ τῆς φυσικῆς φιλοστοργίας σφοδρότερον αὐτῷ τὸ φίλτρον ἐνέκειτο. Τῶν τοίνυν κατασκόπων ἀπο‐ | |
10 | θανόντων, καὶ τοῦ πένθους ἀκμάζοντος, οὐδέπω παρελθόντος χρόνου, πάλιν ἑτέρας ἔπλεκον ἀθυμίας ὑποθέσεις αὐτῷ, πρῶτον μὲν οὐκ ἀνασχόμενοι κω‐ λύοντος πολεμεῖν, δεύτερον δὲ κατακοπέντες ὑπὸ τῶν Ἀμαληκιτῶν· ἦσαν δὲ καὶ πρὸ τοῦ πολέμου | |
15 | τούτου τῇ χολέρᾳ καὶ τῇ γαστριμαργίᾳ δαπανη‐ θέντες ἱκανῶς. Καὶ γὰρ ἀπέκτεινε, φησὶν, ἐν τοῖς πλείοσιν αὐτῶν, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Θεασάμενος δὲ καὶ τὸν θάνατον ἐκεῖ‐ νον τὸν πολὺν, οὔπω τῆς ἀθυμίας τῆς ἐπὶ τούτῳ πε‐ | |
20 | παυμένης, ἑτέρῳ πάλιν ἐβάλλετο πένθει, καὶ εἰς τοιαύτην ἀνάγκην καθίστατο, ὡς τοὺς ἀγαπητοὺς καὶ φιλτάτους τούτους εὔξασθαι ξένῳ τινὶ καὶ παρα‐ δόξῳ θανάτῳ καταλῦσαι τὸν βίον· οὕτως οἱ μὲν πυρὸς ἁφθέντος ἐξαίφνης ἐκαύθησαν, οἱ δὲ γενομένου χά‐ | |
25 | σματος κατεπόθησαν· καὶ οὔτε εὐαρίθμητοί τινες, ἀλλὰ πεντεκαίδεκα χιλιάδων ἀνδρῶν πλείους οἱ ταῦτα παθόντες ἦσαν. Τούτου δὲ γενομένου, πῶς τοὺς ἐκεί‐ νων συγγενεῖς, πῶς τοὺς φίλους πρὸς τὸν Μωσέα διακεῖσθαι εἰκὸς ἦν; πῶς δὲ αὐτὸν τὸν Μωσῆν, ὁρῶντα | |
30 | καὶ παῖδας ὀρφανοὺς καὶ γυναῖκας χήρας ἀπὸ ταύτης γενομένας τῆς συμφορᾶς, καὶ τὴν ἀδελφὴν καὶ τὸν ἀδελφὸν τελευτήσαντας, καὶ τοὺς υἱοὺς τοὺς ἐκείνου καυθέντας ὑπὲρ παρανομίας τινός· Τούτων δὲ ἕκαστον ἱκανὸν καὶ μηδὲν πεπονθυῖαν θλῖψαι ψυχὴν, μήτι γε | |
35 | τοσούτοις ἤδη κατεργασθεῖσαν κακοῖς. Ὡς δὲ τὸν Χαναναῖον εἷλον, καὶ μακρὰν ἐκύκλουν ὁδὸν, πάλιν ἐγόγγυζον οἱ Ἰουδαῖοι, καὶ πάλιν ἀπώλλυντο, νόσῳ μὲν οὐκ ἔτι καθάπερ καὶ πρώην, οὐδὲ πυρὶ καὶ χά‐ σματι καθάπερ καὶ πρότερον, ἰοβόλων δὲ δήγμασιν | |
40 | ὄφεων, οἳ πάντας ἂν αὐτοὺς ἀπώλεσαν, εἰ μὴ πάλιν ὁ Μωσῆς προσελθὼν ἱκέτευσε τὸν Θεόν. Ἐπειδὴ δὲ καὶ ταύτης ἀπηλλάγησαν τῆς φθορᾶς καὶ τὰς ἀρὰς τοῦ μάντεως ἐξέφυγον, πάλιν ἑαυτοὺς ἔῤῥιψαν κατὰ τῶν χαλεπωτάτων κρημνῶν, καὶ μετὰ τὰς εὐλογίας | |
45 | τοῦ Βαλαὰμ, μᾶλλον δὲ τοῦ Θεοῦ (οὐ γὰρ τῆς ἐκείνου προαιρέσεως ἦν τὰ ῥήματα, ἀλλὰ τῆς κινούσης αὐ‐ τὸν δυνάμεως), ἐπόρνευσαν εἰς τὰς τῶν ἀλλοφύλων θυγατέρας, καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ. Ὁ δὲ Μωσῆς τὴν τοσαύτην ὁρῶν αἰσχύνην καὶ τὸν γέλωτα, | |
47.477(50) | πάλιν αὐτοὺς ἀλλήλους κατακόπτειν ἐκέλευσε λέγων· Ἀποκτείνατε ἕκαστος τὸν πλησίον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγώρ· καθάπερ ἐπί τινος τραύματος πολλὰς μὲν λαβόντος τομὰς καὶ καύσεις, οὐδὲν δὲ ἄμεινον ταύτῃ διατεθέντος, κελεύοι τις | |
55 | πάλιν τέμνειν καὶ καίειν τὸ περιλειφθέν. Σὺ δὲ ταύ‐ τας ἀκούων τὰς δυσκολίας, μὴ ταύτας μόνον συμβε‐ βηκέναι νόμιζε, καίτοι καὶ τῶν κειμένων οὐκ ὀλίγας παρέλιπον, τοὺς πολέμους, τὰς τῶν ἐχθρῶν ἐναντιώ‐ σεις, τὰς μακρὰς ὁδοιπορίας, τῆς ἀδελφῆς τὴν ὕβριν, | |
60 | τὴν τιμωρίαν, ἐφ’ ᾗ μᾶλλον ἐκεῖνος ὁ πραότατος ἤλ‐ γησε Μωσῆς. Ἀλλ’ ὅμως κἂν ἅπαντά τις συναγάγῃ μετὰ ἀκριβείας, οὐδὲ μυριοστὸν μέρος τὰ γεγραμ‐ | |
μένα τῶν γεγενημένων ἐστίν. Εἰ γὰρ οἰκετῶν τις | Column end | |
47.478 | ὀλίγων ἐν οἰκίᾳ προεστὼς, καὶ παροξυσμῶν καὶ λύ‐ πης μυρίας ἔχει προφάσεις· ὁ μυριάδων τοσούτων ἐν τεσσαράκοντα ἔτεσιν ἐπιτροπεῦσαι καταναγκασθεὶς, καὶ ἐν ἐρήμῳ, ἔνθα μήτε ἀὴρ μήτε ὕδωρ ἦν, πόσα | |
5 | πράγματα καθ’ ἑκάστην ἡμέραν ἔχειν ἠναγκάζετο, πόσας φροντίδας, πόσας ἀθυμίας καὶ ζώντων καὶ τελευτησάντων! Καὶ γὰρ καὶ τελευτήσαντας ἅπαν‐ τας εἶδεν οὓς ἐξήγαγε, πλὴν ἀνδρῶν δύο μόνων, καὶ τοὺς ἀπ’ ἐκείνων γεγενημένους οὐκ ἠξιώθη εἰς τὴν | |
10 | γῆν τῆς ἐπαγγελίας εἰσαγαγεῖν· ἀλλ’ εἶδε μὲν αὐτὴν ἀπὸ τῆς κορυφῆς τοῦ ὄρους Ναβαῦ, καὶ τὴν φύσιν αὐτῆς ἐδιδάχθη καλῶς, ἀπολαῦσαι δὲ αὐτῆς οὐ συν‐ εχωρήθη μετὰ τῶν λοιπῶν Ἰσραηλιτῶν, ἀλλ’ ἔμενεν ἔξω, καὶ ἀπέθνησκεν· ἐφ’ ᾧ καὶ αὐτὸς ἀπωδύρατο | |
15 | πρὸς τοὺς Ἰσραηλίτας λέγων· Καὶ Κύριος ὁ Θεὸς ἐθυμώθη μοι περὶ τῶν λεγομένων ὑφ’ ὑμῶν, καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν Ἰορδάνην τοῦτον, καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς δί‐ δωσί σοι ἐν κλήρῳ. Ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ | |
20 | γῇ ταύτῃ, καὶ οὐ διαβαίνω τὸν Ἰορδάνην τοῦτον· ὑμεῖς δὲ διαβήσεσθε, καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαθὴν ταύτην. Καὶ τὸ δὴ πάντων δεινότερον, ὅτι μετὰ λύπης αὐτὸν εἰς ᾅδου κατήγαγε· τὰ γὰρ μέλ‐ λοντα τοὺς Ἰουδαίους διαδέξασθαι προέμαθε κακὰ, | |
25 | τὴν εἰδωλολατρείαν, τὴν αἰχμαλωσίαν, τὰς ἀφάτους συμφορὰς, ὡς μηκέτι μόνον αὐτὸν οἷς ἑώρα καὶ τοῖς γεγενημένοις, ἀλλὰ καὶ τοῖς μηδέπω συμβεβηκόσι κατατρύχεσθαι τὴν ψυχήν. Ἀπὸ γὰρ πρώτης ἡλικίας ἀρξάμενος ὀδυνᾶσθαι καὶ ἀδημονεῖν μετὰ τῆς αὐτῆς | |
30 | ἀθυμίας τὸν βίον κατέλυσεν. εʹ. Ὁ δὲ διαδεξάμενος αὐτὸν Ἰησοῦς συναπέλαυσε μὲν αὐτῷ πάντων, ὡς εἰπεῖν, τῶν ἀνιαρῶν· εἰ δέ τι διὰ τὸ νέον τῆς ἡλικίας ἐξέφυγε, τοῦτο μετὰ τὴν ἐκείνου τελευτὴν ἀνεπλήρωσεν. Οὐ γὰρ ὅτε ἔζη μόνον ὁ Μω‐ | |
35 | σῆς τὰ ἱμάτια διέῤῥηξε καὶ σποδὸν κατεπά‐ σατο, ἀλλὰ καὶ τελευτήσαντος πάλιν εἰς τὴν αὐτὴν, μᾶλλον δὲ εἰς μείζονα κατέστη ταύτης ἀνάγκην οὐ χρόνον βραχὺν, ἀλλὰ δι’ ὅλης ἡμέρας πρηνὴς κείμε‐ νος ἐπὶ τῆς γῆς. Ἄκουσον δὴ καὶ τῶν ῥημάτων αὐτοῦ | |
40 | καὶ τῶν ὀδυρμῶν· Καὶ διέῤῥηξε, φησὶν, Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐναντίον Κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραὴλ, καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, καὶ εἶπεν Ἰησοῦς· Δέομαι, | |
45 | Κύριε, ἱνατί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦ‐ τον τὸν Ἰορδάνην παραδοῦναι αὐτὸν τῷ Ἀμοῤ‐ ῥαίῳ ἀπολέσαι ἡμᾶς; Εἰ κατεμείναμεν καὶ κατ‐ ῳκίσθημεν παρὰ τὸν Ἰορδάνην. Καὶ τί ἐρῶ ἐπεὶ μετέβαλεν Ἰσραὴλ τὸν αὐχένα αὐτοῦ ἀπέναντι | |
47.478(50) | τοῦ ἐχθροῦ αὐτοῦ; Καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσου‐ σιν ἡμᾶς, καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς Ταῦτα ἀκούσας ὁ Θεὸς ἐνέφηνεν αὐτῷ τῆς ἥττης τὸ αἴτιον· καὶ μαθὼν πάντας ἄρδην ἀπώλεσεν, οὐ τὸν | |
55 | ἡμαρτηκότα μόνον, ἀλλὰ καὶ συγγενεῖς καὶ οἰκείους, καὶ τῶν θρεμμάτων τὸ πλῆθος, ὅπερ οὐχ ὡς ἔτυχεν αὐτῷ τὴν ψυχὴν διετάραξεν. Εἰ γὰρ ἡμεῖς ἀλλοτρίους ὁρῶντες κολαζομένους οὐδὲ ἰδεῖν ἀνεχόμεθα, τί οὐκ ἂν ἔπαθεν ἐκεῖνος τοὺς ὁμοφύλους καὶ συστρατιώτας | |
60 | τοιούτοις περιβάλλων κακοῖς; τί δὲ ἡ τῶν Γαβαωνι‐ τῶν ἀπάτη καὶ ἡ γενομένη κατὰ τῶν πέραν τοῦ Ἰορ‐ | |
δάνου κατοικησάντων φυλῶν ὑποψία; τί δὲ τὸ πολέ‐ | ||
47.479 | μοις καὶ μάχαις συναναστρέφεσθαι διαπαντός; καὶ ποίαν ἂν ἀφῆκεν ἐν καταστάσει ψυχὴν γενέσθαι; Εἰ γὰρ καὶ νικῶν διετέλει, ἀλλ’ ὅμως τὴν ἀπὸ τῶν τρο‐ παίων ἡδονὴν ἡ τῶν περιλειπομένων φροντὶς συν‐ | |
5 | ετάραττε, καὶ ἡ τῶν κλήρων δὲ διανομὴ πολὺν μὲν πόνον, πολλὰς δὲ παρεῖχεν αὐτῷ τὰς δυσκολίας. Καὶ ἴσασιν ὅσοι καὶ τὴν τυχοῦσαν οὐσίαν διανεῖμαι ἐτά‐ χθησαν ἀδελφοῖς ἢ τοῖς ἑτέρωθεν γινομένοις κληρο‐ νόμοις τινός. Τὰς γὰρ ἑξῆς τοῦ λαοῦ συμφορὰς οὐδὲ | |
10 | οἶμαι δεῖν λέγειν· οὐ γὰρ εἴ τις ὀδυνηρὸν βίον δι‐ ήγαγε, πρόκειται νῦν εἰπεῖν, ἀλλ’ εἴ τις τῶν σφόδρα εὐηρεστηκότων τῷ Θεῷ. ϛʹ. Διόπερ, εἰ δοκεῖ, τὸν Ἠλὶ παρέλθωμεν· καὶ γὰρ οὗτος τῶν προσκεκρουκότων ἐστὶ διὰ τὴν τῶν παίδων | |
15 | κακίαν, μᾶλλον δὲ διὰ τὴν αὐτοῦ ῥᾳθυμίαν. Οὐ γὰρ ὅτι πονηροὺς εἶχε παῖδας ἐκολάζετο, ἀλλ’ ὅτι πέρα τοῦ δέοντος φειδωλὸς ἦν, καὶ τοῖς τοῦ Θεοῦ νόμοις ἐν‐ υβριζομένοις οὐκ ἤμυνεν· ἅπερ καὶ αὐτὸς συνιδὼν μετὰ τὴν σφοδρὰν ἀπειλὴν ἔλεγε· Κύριος αὐτὸς τὸ ἀρε‐ | |
20 | στὸν ἐνώπιον αὐτοῦ ποιήσει. Διὸ δὴ τοῦτον παρελ‐ θόντες ἔλθωμεν ἐπὶ τὸν Σαμουὴλ, ὃς ἐτράφη μὲν ἐκ παιδὸς ἐν τῷ ναῷ, ηὐδοκίμει δὲ διαπαντὸς ἐνώπιον τοῦ Θεοῦ· τοσαύτην δὲ ἐκ πρώτης ἡλικίας ἐπεδείξατο τὴν ἀρετὴν, ὡς πρὶν εἰς ἄνδρας ἐλθεῖν τοῖς θαυμα‐ | |
25 | στοῖς ἐγκριθῆναι προφήταις, καὶ ταῦτα τοῦ πρά‐ γματος ἐπιλελοιπότος τότε. Οὐ γὰρ ἦν, φησὶν, ὅρα‐ σις διαστέλλουσα, καὶ ῥῆμα τίμιον ἦν. Οὗτος δὴ οὖν ὁ Σαμουὴλ, ὁ μετὰ πολλῶν δακρύων τεχθεὶς, πρῶτον μὲν ὁρῶν ἑαυτοῦ τὸν διδάσκαλον ἐκείνῳ τῷ | |
30 | ἐλεεινῷ ἀπενεχθέντα θανάτῳ, οὕτω συνεχύθη καὶ ἐταράχθη, ὡς εἰκὸς εὐγνώμονα μαθητὴν καὶ φιλόστορ‐ γον. Μετὰ δὲ τοῦτο καὶ τὰς Ἰουδαϊκὰς ἠναγκάζετο συνεχῶς θρηνεῖν συμφοράς. Οἱ δὲ παῖδες αὐτοῦ ἄδικοι ὄντες καὶ μοχθηροὶ, καὶ εἰς ἔσχατον πονηρίας | |
35 | ἐλαύνοντες, τούτῳ τε ἐλύπουν αὐτὸν καὶ τῷ μὴ δύ‐ νασθαι κληρονομῆσαι τῆς ἐκείνῳ παρασχεθείσης τι‐ μῆς. Ταύτην διαδέχεται τὴν ἀθυμίαν, μᾶλλον δὲ οὐδὲ διαδέχεται, οὐ γὰρ ἐπαύσατο, ἀλλὰ προστίθεται ταύτῃ ἡ τῆς τῶν Ἰσραηλιτῶν αἰτήσεως παρανομία, ἔνθα | |
40 | οὕτω κατέπεσεν, ὡς καὶ παρακλήσεως δεηθῆναι πολ‐ λῆς. Ἄκουσον οὖν τί φησιν αὐτῷ ὁ Θεός· Οὐ σὲ ἐξου‐ θενήκασιν, ἀλλ’ ἢ ἐμέ. Ἀλλ’ ὅμως καὶ μετὰ ταῦτα οὕτως αὐτῶν ἐκήδετο ὡς εἰπεῖν πρὸς αὐτούς· Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τοῦ διαλιπεῖν εὐχομένῳ | |
45 | ὑπὲρ ὑμῶν. Τούτους δὴ οὖν ὁρῶν τοὺς οὕτως ἀγα‐ πωμένους ὑπ’ αὐτοῦ κακῶς πράττοντας, καὶ πταίον‐ τας ἐν πολέμοις, καὶ παροργίζοντας τὸν Θεὸν, τίνος ἂν ᾔσθετο ἡδονῆς; ποῖον δὲ ἂν καιρὸν ἀθυμίας καὶ δακρύων διήγαγε χωρίς; Ἐπειδὴ δὲ καὶ κατέστησε | |
47.479(50) | βασιλέα τὸν Σαοὺλ, ἐπάλληλοι πάλιν αὐτῷ ὀδύναι καὶ συνεχεῖς προσετίθεντο. Καὶ γὰρ ὅτε τὴν θυσίαν ἀνήνεγκε παρὰ τὸ τῷ Θεῷ δοκοῦν, καὶ ὅτε τοὺς Ἀμαληκίτας κρατήσας ἐφείσατο τοῦ βασιλέως αὐτῶν, καὶ τοῦτο παρὰ τὸ κελευσθὲν, οὕτως ἐπλήγη τὴν ψυ‐ | |
55 | χὴν, ὡς μηκέτι τὸν ἄνδρα ἰδεῖν, ἀλλ’ ἐξ ἐκείνου μέ‐ χρι τῆς ἐσχάτης ἡμέρας πενθεῖν καὶ δακρύειν αὐτὸν, ὅτε καὶ ἐπετιμήθη διὰ τὸ τῆς ἀθυμίας σφοδρόν. Ἕως πότε γὰρ, φησὶ, σὺ πενθεῖς ἐπὶ Σαοὺλ, κἀγὼ ἀπ‐ ῶσμαι αὐτόν; Εἰ δὲ τούτων γεγενημένων ἐπένθει, τίς | |
60 | ἦν ἄρα, ὅτε τοὺς τοσούτους ἔσφαξεν ἱερέας ἐκεῖνος εἰκῆ καὶ μάτην; ὅτε τὸν εὐεργέτην καὶ οὐδὲν ἠδικη‐ | |
κότα, δεύτερον ἦλθεν ἀνελεῖν; ὅτε γυμνὸν αὐτὸν εἶδε | Column end | |
47.480 | προφητεύοντα καὶ καταπίπτοντα; ὅτε τοῦ Δαυῒδ ἤκουσε μυρία πρὸς αὐτὸν ἀποδυρομένου καὶ ἐντυγχά‐ νοντος; ζʹ. Ἐπειδὴ δὲ τοῦ Δαυῒδ ἐμνήσθην, οὐκ οἶδα τί πράξω· | |
5 | πότερον τοὺς θρήνους αὐτοῦ τοὺς μακροὺς καὶ συν‐ εχεῖς τοὺς ἐν τοῖς ψαλμοῖς ἀναγεγραμμένους εἰς μέσον ἀγάγω νῦν, ἢ τούτους ἀφεὶς ἀναλέξασθαί σοι κατὰ σχολὴν, αὐτὸς τὰς ἐκείνου διέλθω συμφοράς. Οὗτος τοίνυν ὁ Δαυῒδ πολλὰ μὲν καὶ ἐν τῷ ποιμαίνειν ὑπ‐ | |
10 | έμεινε δεινὰ, καὶ ταῖς τῶν ἀέρων ἀνωμαλίαις καὶ τῇ τῶν θηρίων ἀγριότητι μαχόμενος· καὶ τὸ μὲν ἐξ ὧν ὁ Ἰακὼβ ἔφησεν ἔστιν ἰδεῖν, τὸ δὲ ἐξ ὧν αὐτὸς πρὸς τὸν Σαοὺλ διελέγετο περὶ τοῦ λέοντος καὶ τῆς ἄρκτου. Ἐπειδὴ δὲ τὸν βίον ἀφεὶς ἐκεῖνον πρὸ ὥρας εἰς τὰ | |
15 | τοῦ πολέμου πράγματα ἔπιπτε, τὴν μὲν τῶν ἀδελφῶν βασκανίαν ἀφίημι, εἰ καὶ σφόδρα τοῦτό ἐστι φορτικόν· ἀλλ’ ἐπειδὴ κατώρθωκε τὴν λαμπρὰν νίκην ἐκείνην καὶ θαυμαστὴν μονομαχίαν ἀναδεξάμενος, εὗρε τοῦ καταβληθέντος Γολιὰθ σφοδρότερον ἐχθρὸν τὸν εὐερ‐ | |
20 | γετηθέντα Σαούλ. Οὐ γὰρ ἐκ τοῦ φανεροῦ πρὸς αὐτὸν παρετάττετο, ἀλλὰ τὸ τῶν φιλούντων προσωπεῖον ὑποδὺς, καὶ τὸν τιμῶντα καὶ κηδόμενον ὑποκρινάμε‐ νος, οὕτως αὐτὸν διετίθει τὰ τῶν ἐχθρῶν. Τοῦτο δὲ ὅσον ἐστὶ κακὸν ἀντὶ ἀγαθῶν ἀπολαμβάνειν κακὰ, | |
25 | ἄκουσον τοῦ μακαρίου προφήτου τοῦτο συνεχῶς θρη‐ νοῦντος καὶ δυσανασχετοῦντος καὶ λέγοντος, Εἰ ἀντ‐ αποδίδοταί μοι κακὰ ἀντὶ ἀγαθῶν. Μάλιστα μὲν οὖν καὶ μηδενὸς προσόντος δεινοῦ τοῦτο αὐτὸ καθ’ ἑαυτὸ πολλῆς ἀθυμίας ἄξιον, δι’ ὑποψίας εἶναι τὸν στρατηγὸν | |
30 | τῷ βασιλεῖ, καὶ ἀηδῶς ὁρᾶσθαι ὑπ’ αὐτοῦ. Καὶ τί λέγω στρατηγὸν βασιλεῖ; Κἂν γὰρ παρὰ τῶν οἰκετῶν ἡμεῖς τοῦτο πάθωμεν, δυσχεραίνομεν· ὅταν δὲ καὶ ἐπιβουλαὶ ῥάπτωνται κατὰ τῆς τοῦ μισουμένου ζωῆς, τίς ἂν γένοιτο βίος τούτου πικρότερος; Ἀλλ’ ὅμως | |
35 | ἅπαντα ἔφερε καὶ ἠνείχετο, καὶ συνῆν τῷ φονῶντι κατ’ αὐτοῦ, καὶ ἐστρατήγει τοὺς ἐκείνου πολέμους. Ἐπειδὴ δέ ποτε καὶ ἀπεδήμησε καὶ πόῤῥω τοῦ πολέ‐ μου κατέστησεν ἑαυτὸν, τοῦτο μὲν αὐτὸ τὸ πόῤῥω εἶναι, καὶ τὴν ἔχθραν ποιῆσαι φανερὰν, εἶχέ τι πλέον | |
40 | εἰς τὸν τοῦ θαῤῥεῖν λόγον· μετὰ δὲ τετρακοσίων ἀν‐ δρῶν πρὸς τοσαύτην ἀναγκαζόμενος παρατάττεσθαι στρατιὰν, ἔτρεμε πλέον ἢ πρότερον. Ὁ γὰρ μήτε πό‐ λιν, μήτε φρούριον, μήτε συμμάχους, μήτε προσ‐ όδους κεκτημένος, ἐννόησον τίς ἦν, πρὸς τὸν ταῦτα | |
45 | ἔχοντα πάντα ἀναγκαζόμενος πολεμεῖν, καὶ πλὴν τῆς ἐρήμου καὶ τῶν ἐκεῖ σπηλαίων, οὐδὲ ὅποι καταφύγοι δυνάμενος εὑρεῖν. Καὶ γὰρ Κεϊλὰ πόλιν οὕτω καλου‐ μένην λαβὼν, εὐθέως αὐτῆς ἀπεπήδησε τοῦ ἱερέως εἰπόντος, ὅτι αὐτὸν ὁ Θεὸς ἐκεῖ μένοντα τῶν τοῦ | |
47.480(50) | Σαοὺλ οὐχ ὑπεξαρπάσει χειρῶν. Ὁ δὲ ἱερεὺς οὗτος ἐκεῖνος ἦν ὁ τὰς τοῦ Σαοὺλ χεῖρας διαδρὰς, καὶ τὴν ἐν Νομβὰ γενομένην τραγῳδίαν ἀπαγγείλας τῷ βασι‐ λεῖ, ὅτε καὶ τὴν πικρὰν ἐκείνην ἔῤῥηξε φωνήν· Ἐγὼ γὰρ, φησὶν, εἰμὶ ὁ αἴτιος τῶν ψυχῶν ὅλου τοῦ οἴκου | |
55 | τοῦ πατρός σου. Ὥστε συνὼν αὐτῷ διαπαντὸς οὐδὲν ἕτερον, ἀλλ’ ἢ τῆς ἀθυμίας ἐκείνης ὑπόμνησις ἦν. Βλέπων γὰρ εἰς αὐτὸν, ἀεὶ τῆς ἀπωλείας ἐμέμνητο | |
τῶν ἱερέων· μνημονεύων δὲ τῆς ἀπωλείας, καὶ τῆς το‐ | ||
47.481 | σαύτης σφαγῆς τὴν αἰτίαν ἀνατιθεὶς ἑαυτῷ, κατα‐ δίκου παντὸς ἀθλιώτερον ἐβίου βίον. Καὶ γὰρ εἰ μηδὲν ἕτερον τὸ ἐνοχλοῦν ἦν, ἱκανὸν τρῶσαι ψυχὴν καὶ ἀν‐ ελεῖν τὸ ἱερέων σφαγέα λογίζεσθαι τοσούτων ἑαυτόν. | |
5 | Πληγεὶς δὲ τούτῳ τῷ λογισμῷ, τῷ καὶ νυκτὸς καὶ μεθ’ ἡμέραν σητὸς μᾶλλον αὐτοῦ διατρώγοντι τὴν ψυχὴν, καὶ ἄλλα ἐφεξῆς ἐδέχετο τραύματα συνεχῆ καὶ ἐπάλ‐ ληλα. Καὶ γὰρ ὅτε αὐτὸν ὁ Νάβαλ διὰ τῶν οἰκετῶν ὕβρισε, καὶ δραπέτην καὶ φυγάδα καὶ ἀγνώμονα δοῦ‐ | |
10 | λον ἐκάλεσεν, οὐκ ἀναλγητὶ τὰ ῥήματα ἤνεγκε· καὶ ὅτε πρὸς τὸν Ἀγχοῦς ἀπελθὼν, τοὺς μαινομένους ὑπ‐ εκρίνετο, καὶ κατέπιπτε, καὶ τὰ ὄμματα διαστρέφων καὶ πολὺν ἐκ τοῦ στόματος αὐτοῦ ἀφρὸν ἀφιεὶς, τῶν ἀληθῶς δαιμονώντων μᾶλλον ἐτήκετο, λογιζόμενος εἰς | |
15 | οἵαν κατέστησεν ἑαυτὸν ἀνάγκην ὁ τοσαῦτα εὐεργετη‐ θείς. Ἐπειδὴ δὲ μικρὸν ἀνέθη, παρὰ τοῖς πολεμίοις γε‐ νόμενος, ἔδει μὲν ἐπιστρατεύειν τοῖς ἐκείνων ἐχθροῖς· διαφθονούμενοι δὲ αὐτῷ οἱ σατράπαι, καὶ διαβαλεῖν πρὸς τὸν βασιλέα βουλόμενοι, ἐξέπεμπον αὐτὸν τῆς | |
20 | στρατιᾶς ὡς ἄχρηστον αὐτοῖς καὶ ἐπίβουλον καὶ προ‐ δότην ἐσόμενον. Ἐθυμώθησαν γὰρ, φησὶν, ἐπ’ αὐτῷ οἱ σατράπαι τῶν ἀλλοφύλων, καὶ λέγουσιν αὐτῷ· Ἀπόστρεψον τὸν ἄνδρα, καὶ ἀποστραφήτω εἰς τὸν τόπον οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω | |
25 | μεθ’ ἡμῶν εἰς πόλεμον, καὶ μὴ γινέσθω ἐπίβουλος τῇ παρεμβολῇ. Καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ, ἢ οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀν‐ δρῶν ἐκείνων; Ὁ δὲ τοῖς ῥήμασι τούτοις πληγεὶς ἀνεχώρησε μετὰ πολλῆς τῆς ὕβρεως καὶ τῆς ἀθυμίας. | |
30 | Ἐλθὼν δὲ οἴκοι τοσαῦτα εὗρε κακὰ, ὡς μικροῦ δεῖν καὶ ἀποπνιγῆναι τῇ λύπῃ. Τὰ γὰρ τότε συμβε‐ βηκότα δεινὰ ἦν μὲν ἱκανὰ καὶ προμελετηθέντα τὴν ἐκείνου σκοτῶσαι ψυχήν· τοῦ δὲ ἀπροσδοκήτου προσ‐ τεθέντος καὶ παρ’ ἐλπίδας, διπλάσια τῶν ὄντων | |
35 | ἐφαίνετο, καὶ οὐκ ἔτι ἦν φορητά. Ἀπῄει μὲν γὰρ ὡς ἀναπαυσόμενος οἴκοι, καὶ τῆς ἀθυμίας ἐκείνης εὑρήσων παραμυθίαν τὰ παιδία καὶ τὰς γυναῖκας· ἐπιστὰς δὲ ἄφνω ἤκουε μὲν ὅτι οὗτοι παρὰ τοῖς πο‐ λεμίοις δουλεύουσιν, ἐθεώρει δὲ πῦρ καὶ καπνὸν καὶ | |
40 | αἷμα καὶ νεκροὺς, καὶ πρὶν ἢ τούτους ἀλγῆσαι καὶ τὴν αἰχμαλωσίαν ὀδύρασθαι, θηρίων χαλεπώτερον ἐπέπε‐ σον οἱ τὴν πόλιν οἰκοῦντες αὐτῷ, ἀπὸ τῆς ἐκείνου κε‐ φαλῆς ἕκαστος τῶν οἰκείων κακῶν εὑρέσθαι παραμυ‐ θίαν ζητῶν. Καὶ καθάπερ ἐναντίων ἀνέμων εἰς τὴν | |
45 | θάλασσαν ἐμπεσόντων πολὺς καὶ ἄγριος ἀπὸ τῆς μά‐ χης ἐκείνης γίνεται ὁ χειμών· οὕτω καὶ τότε, καὶ ἀθυμίας καὶ φόβου τὴν τοῦ δικαίου διακοπτόντων ψυχὴν, πολλὴ ἦν ἡ ζάλη καὶ ὁ θόρυβος, τῶν παθῶν τούτων ἐπαλλήλων κρατούντων καὶ κρατουμένων | |
47.481(50) | συνεχῶς. Δυνηθεὶς δὲ ταῦτα διαδῦναι τὰ κακὰ, καὶ τὰς γυναῖκας ἀπολαβεῖν, καὶ τὴν αἰχμαλωσίαν ἅπα‐ σαν, πρὶν ἢ πάλιν αἰσθέσθαι τῆς νίκης ἐκείνης, πλήτ‐ τεται ἀγγελίᾳ πικρᾷ, τῇ περὶ τοῦ Ἰωνάθαν σφαγῇ, ἣ τὴν ψυχὴν οὕτω κατέβαλε τὴν ἐκείνου, ὡς ἔστιν | |
55 | ἐκ τῶν θρήνων μαθεῖν· Ἐπέπεσε γὰρ, φησὶν, ἐπ’ ἐμὲ ἡ ἀγάπησίς σου, ὡς ἡ ἀγάπησις τῶν γυναικῶν. Καὶ τί λέγω τῶν θρήνων; Ὁ γὰρ τὸν ἐκείνου πατέρα, τὸν ἐχθρὸν τὸν ἑαυτοῦ καὶ ἐπίβουλον καὶ μυριάκις τῆς ἀπωλείας ἐπιθυμήσαντα τῆς αὐτοῦ οὕτω δακρύ‐ | |
60 | σας, τί ἂν ἔπαθε τὸν ἐν ἐκείνοις παραστάντα τοῖς κινδύνοις αὐτῷ καὶ πολλάκις αὐτὸν τῆς τοῦ πατρὸς | |
ἐπιβουλῆς ἐξελόμενον, καὶ ἀποῤῥήτων κοινωνήσαντα, | Column end | |
47.482 | καὶ συνθήκας ὑπὲρ πολλῶν θέμενον πρὸς αὐτὸν, τοῦ‐ τον, ὅτε αὐτῷ τὰς ἀμοιβὰς ἀποδοῦναι τῶν εὐεργεσιῶν κείνων ἠδύνατο, τότε ἐξαρπασθέντα τοῦ βίου μαθών; ηʹ. Ἀκμάζοντος δὴ τούτου τοῦ πάθους, ἑτέρᾳ περι‐ | |
5 | βάλλει πάλιν αὐτὸν ὁ στρατηγὸς ἀθυμίᾳ τὸν ἀπονητὶ καὶ μετὰ πάσης εὐκολίας πᾶσαν αὐτῷ παραδοῦναι τὴν στρατιὰν ἐπαγγειλάμενον, τοῦτον προαναρπάσας τῆς ὑποσχέσεως, καὶ δόλῳ διαχρησάμενος. Τοσοῦτον γὰρ ἤλγησεν ἐκείνῃ τῇ σφαγῇ, ὡς καὶ τότε καταρά‐ | |
10 | σασθαι τὸν Ἰωὰβ, καὶ παρ’ αὐτὸν τῆς τελευτῆς τὸν καιρὸν ἐπισκῆψαι τῷ ἑαυτοῦ παιδὶ δίκην ταύτην εἰσπράξασθαι τῆς μιαιφονίας αὐτόν. Καὶ τὰ ῥήματα δὲ, ἅπερ αὐτὸν ἀνακαλῶν ἐθρήνησεν, ἱκανὰ τὸ πά‐ θος ἡμῖν παραστῆσαι τῆς ψυχῆς· Ἐπῆρε γὰρ, φησὶν, | |
15 | ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ, καὶ ἔκλαυσεν ἐπὶ τῷ τάφῳ Ἀβεννὴρ, καὶ εἶπεν· Εἰ κατὰ τὸν θάνα‐ τον Νάβαλ ἀποθανεῖται Ἀβεννὴρ, αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οὐδὲ οἱ πόδες σου ἐν πέδαις, οὐδὲ προσήγαγες ὡς Νάβαλ· ἐνώπιον υἱοῦ ἀδικίας ἔπε‐ | |
20 | σες. Τί δὲ μετὰ τοῦτο; Δολοφονεῖται μὲν ὁ Μεμφι‐ βοσθὲ, καὶ τῇ διὰ τοῦτον αὐτῷ γενομένῃ λύπῃ (καὶ γὰρ ἐπὶ τούτῳ πάλιν ἤλγησεν, ὡς καὶ ἀνελεῖν τοὺς φονεύσαντας) ἡ τῶν χωλῶν καὶ κυλλῶν ἀντίστα‐ σις προστεθεῖσα σφόδρα αὐτὸν διετάραξε. Κρατήσας | |
25 | δὲ καὶ τούτων καὶ ἑτέρων πολεμίων, ἀνάγει μὲν τὴν κιβωτὸν μετὰ πολλῆς τῆς εὐφροσύνης· ἔτι δὲ αὐτῆς ἀναγομένης, καὶ πάντων χαιρόντων, ἐν μέσῳ τῆς εὐ‐ θυμίας πρᾶγμα συμβὰν πάντων ἠμαύρωσε τὴν ἡδονὴν, καὶ ἀθυμίᾳ καὶ φόβῳ πολλῷ τὴν τοῦ βασιλέως | |
30 | ἔβαλε ψυχήν. Τὸν γὰρ Ὀζᾶν βουληθέντα περιτρεπο‐ μένην ὀρθῶσαι τὴν κιβωτὸν, παραχρῆμα ἐπάταξε καὶ νεκρὸν ἔθηκεν ἡ τοῦ Θεοῦ ὀργὴ, καὶ οὕτως ἐπὶ πολὺ κατέσεισε τοῦ Δαυῒδ τὴν ψυχὴν οὗτος ὁ φόβος, ὡς μὴ πρότερον τολμῆσαι πρὸς ἑαυτὸν ἀνενεγκεῖν τὴν κιβω‐ | |
35 | τὸν, πρὶν ἢ μαθεῖν ὅπως χρήσαιτο τῷ τότε αὐτὴν ὑποδεξαμένῳ Ἀβεδδαρᾶ. Μετὰ δὲ ταῦτα τελευτήσαν‐ τος τοῦ Ἀμμανιτῶν βασιλέως, πρᾶγμα ἀνδρὸς χρη‐ στοῦ καὶ φιλανθρώπου ποιῶν, ἔπεμψε παραμυθησό‐ μενος τὸν υἱὸν τὸν ἐκείνου, καὶ πείθων πράως ἐνεγ‐ | |
40 | κεῖν τὴν τοῦ πατρὸς τελευτήν· ὁ δὲ ἀντὶ τῆς τιμῆς ταύτης ὑβρίσας τοὺς ἀπελθόντας αἰσχρῶς, οὕτως ἀπέπεμψε τῷ βασιλεῖ. Ἆρά σοι μικρὸν εἶναι τοῦτο δοκεῖ πρὸς τὸ πλῆξαι ψυχὴν καὶ καταβαλεῖν; ἆρ’ οὐχ ὁ πόλεμος ἐκεῖνος τοῦτο δείκνυσιν, ὁ μηδαμόθεν ἑτέ‐ | |
45 | ρωθεν τὴν ὑπόθεσιν ἐσχηκὼς, καὶ πρὸς τοσαύτην σφοδρότητα ἐκταθεὶς, ὡς μυρίοις αὐτὸν περιβαλεῖν κακοῖς; Ἱκανὰ μὲν οὖν καὶ ταῦτα, κἂν μυρίας τις αὐτοῖς ἀναμιγνύῃ τὰς ἡδονὰς, εἰς τὸν τῶν ὀδυνηρῶν βίον καταλέξαι τὴν ἐκείνου ζωήν· νῦν δὲ τοιαῦτα τὸ | |
47.482(50) | μετὰ ταῦτά ἐστιν, ὡς μηδὲ ἦρχθαι τῶν ἀληθῶς λυπη‐ ρῶν. Πάντα γὰρ μῦθον καὶ πᾶσαν τραγῳδίαν ἐνίκησε τὰ τοῦ βασιλέως τούτου πάθη· οὕτως ἀλλόκοτα καὶ ἐπάλληλα προσέπεσεν αὐτοῦ τῇ οἰκίᾳ τὰ δεινὰ, κακῷ τὸ κακὸν ἀεὶ ἰάσασθαι σπουδαζόντων αὐτῷ. | |
55 | Ὅρα γάρ· ἠράσθη τῆς ἀδελφῆς ὁ Ἀμνὼν τῆς αὑ‐ τοῦ· ἐρασθεὶς ὕβρισεν εἰς αὐτὴν, ὑβρίσας ἐμίσησε, καὶ τὴν ὕβριν ἐξεπόμπευσε καὶ τὴν μίξιν, εὐθέως | |
προστάξας τινὶ τῶν οἰκετῶν ἐκβαλεῖν ἄκουσαν τῆς | ||
47.483 | οἰκίας, καὶ παραπέμψαι διὰ τῆς ἀγορᾶς βοῶσαν καὶ ὀδυρομένην. Ταῦτα μαθὼν ὁ Ἀβεσσαλὼμ, καὶ καλέ‐ σας ἐπ’ ἄριστον τοὺς ἀδελφοὺς ἅπαντας, ἐν οἷς ἦν κἀ‐ κεῖνος ὁ ὑβριστὴς, ἑστιώμενον αὐτὸν μεταξὺ καὶ πί‐ | |
5 | νοντα κατασφάττει διὰ τῶν οἰκετῶν. Εἶτα ἐξαναστάς τις ἐκεῖθεν, καὶ τὸ σαφὲς οὐ μαθὼν διὰ τὸν θόρυβον, ἀπήγγειλε τῷ βασιλεῖ, ὅτι τεθνήκασι πάντες οἱ παῖδες αὐτῷ. Καὶ ἐκάθητο θρηνῶν τὸν ἁπάντων φόνον τὸν οὐ γεγενημένον· ὡς δὲ ἔγνω τὸ σαφὲς, ἠπείλει μὲν τῷ | |
10 | παιδὶ, καὶ ἀναιρήσειν ἔλεγεν, ἀποδράντι δὲ καὶ ἐπὶ τῆς ἀλλοτρίας τριῶν διατρίψαντι περίοδον ἐτῶν πάντα τὸν χρόνον ἐκεῖνον ἔμενεν ὀργιζόμενος· καὶ οὐδ’ ἂν τότε αὐτὸν ἐκάλεσεν, εἰ μὴ ἡ τοῦ στρατηγοῦ σοφία καὶ ἄκοντα αὐτὸν εἰς ταύτην ἐνέβαλε τὴν ὑπόσχεσιν. | |
15 | Καλέσας δὲ, οὐδὲ οὕτως ἔσβεσε τῆς καρδίας τὴν πλη‐ γὴν, ἀλλ’ ἕτερα πάλιν δύο αὐτὸν ἔτη τῆς ὄψεως ἀπο‐ στήσας τῆς αὑτοῦ, μόλις μετὰ τὸν μακρὸν χρόνον τοῦτον πάλιν ἀξιωθεὶς ὑπὸ τοῦ στρατηγοῦ, παῤῥησίας μετέδωκεν. Ὁ δὲ ὑπὲρ τούτων μνησικακῶν, ἢ καὶ | |
20 | ἄλλως τυραννίδος ἐρῶν, ἐπανίσταται τῷ πατρὶ, καὶ πάλιν αὐτὸν εἰς τοὺς πλάνους καὶ τὰς φυγὰς, ἃς ὑπ‐ έμεινεν ὑπὸ τοῦ Σαοὺλ, ἐπανήγαγε, μᾶλλον δὲ καὶ πολλῷ τοῦτον ἐκείνου χαλεπώτερον ἀπέδειξε τὸν και‐ ρόν. Τότε μὲν γὰρ στρατηγὸς ὢν τοιαῦτα ἔπασχε, νῦν | |
25 | δὲ μετὰ τὸ χρόνους ἐν τῇ βασιλείᾳ ποιῆσαι πολλοὺς, καὶ κρατῆσαι τῶν πολεμίων ἁπάντων ὡς εἰπεῖν, μετ‐ αναστεύειν ἠναγκάζετο. Ὁ δὲ ἀναγκάζων οὐκ ἀλλό‐ τριός τις ἦν, οὐδὲ πολέμιος, ἀλλ’ ὁ ἐκ τῆς κοιλίας, ὡς αὐτὸς ἀπωδύρετο λέγων, ἐξελθὼν τῆς αὐτοῦ. Καὶ | |
30 | τότε μὲν ἐν ἀκμῇ τῆς ἡλικίας ἦν, καὶ φέρειν ἠδύνατο πάντα γενναίως· νυνὶ δὲ παρὰ τὸν καιρὸν, ὃν γηρο‐ τροφεῖσθαι αὐτὸν ἐχρῆν ὑπ’ ἐκείνου τοῦ μιαροῦ, τότε ἐπεβουλεύετο καὶ ἐπολεμεῖτο, καὶ ἐξῄει μετὰ ὀλίγων τινῶν ἀνυπόδετος ὁ βασιλεὺς, ἐγκαλυπτόμενος καὶ | |
35 | δακρύων. Οὐ γὰρ συμφορᾶς αὐτῷ μόνον, ἀλλὰ καὶ αἰ‐ σχύνης ὑπόθεσιν εἶχεν ὁ πόλεμος. Τοσούτῳ γὰρ τοῦ Σαοὺλ ὑβριστικώτερον ὁ υἱὸς ἐχρήσατο τῷ μακαρίῳ τότε ἐκείνῳ, ὡς καὶ εἰς τὰς παλλακὰς ἐνυβρίσαι τοῦ πατρὸς, καὶ ταῦτα οὐ λάθρα, ἀλλ’ ἐπὶ τοῦ δώματος, | |
40 | ὁρώντων ἁπάντων, καὶ τοὺς τῆς φύσεως θεσμοὺς καὶ τοὺς τῆς μίξεως νόμους διὰ τὴν κατὰ τοῦ πατρὸς ὕβριζε μανίαν, καὶ ὑπὸ τῆς ἀνοίας μεθύων, ἔτι τοῦ πολέμου συνεστῶτος, τὰ τῶν ἤδη νενικηκότων καὶ λαβόντων αἰχμαλώτους τοὺς ἐναντίους ἐτόλμα καὶ ἐπ‐ | |
45 | εδείκνυτο. Οὕτω τοίνυν ὄντα κατώδυνον καὶ φοβούμε‐ νον εὑρὼν ὁ Σιβὰ συνετάραξε πλέον καταψευσάμενος τοῦ δεσπότου, καὶ εἰπὼν, ὅτι τὰ τοῦ τυράννου φρονεῖ. θʹ. Τοῦτον διαδέχεται ὁ Σεμεεὶ, μιαρός τις ἀνὴρ καὶ ἀχάριστος, καὶ μυρίοις ὀνείδεσιν ἔβαλλε καὶ λίθοις | |
47.483(50) | μετὰ τῶν ῥημάτων ἐκείνων· Ἔξελθε, φησὶν, ἀνὴρ αἱμάτων, καὶ ἀνὴρ ὁ παράνομος. Ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαοὺλ, ἀνθ’ ὧν ἐβασίλευσας ἀντ’ αὐτοῦ, καὶ ἔδωκε Κύ‐ ριος τὴν βασιλείαν εἰς χεῖρας Ἀβεσσαλὼμ τοῦ | |
55 | υἱοῦ σου, καὶ ἔδειξέ σοι τὴν κακίαν σου, ὅτι ἀνὴρ αἱμάτων σὺ εἶ. Ὁ δὲ ἐτήκετο μὲν ταῦτα ἀκούων καὶ πάσχων, ὡς καὶ ἀπ’ αὐτῶν τῶν θρήνων τοῦτο ἐδήλου, οὐδὲν δὲ ἐτόλμα περαιτέρω ποιεῖν· ἀλλ’ εἰπὼν, Ἄφες αὐτὸν καταρᾶσθαι, ὅτι Κύριος εἴρηκεν αὐτῷ, ὅπως | |
60 | ἴδῃ τὴν ταπείνωσίν μου, καὶ ἀποδώῃ μοι Κύριος ἀγαθὰ ἀντὶ κατάρας τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀφῆκε ζῶντα ἀπελθεῖν· αὐτὸς δὲ περιέμενε τὰ περὶ | |
τοῦ Χουσὶ μεριμνῶν καὶ τρέμων τί ποτε ἄρα ἔσται | Column end | |
47.484 | τὸ τέλος. Ὡς δὲ ἀπηγγέλθη καὶ ταῦτα, συνεκροτεῖτο ὁ πόλεμος πάντων πολέμων τῶν πώποτε γενομένων καινότατος ὢν, καὶ αἰνίγματι μᾶλλον ἐοικώς. Τὸν γὰρ αἴτιον τῶν τοσούτων κακῶν, καὶ ἐκείνῃ τῇ μάχῃ | |
5 | παρασχόντα τὴν ὑπόθεσιν ἅπασαν, καὶ οὗ πεσόντος ἅπαντα λέλυτο τὰ δεινὰ, τοῦτον ἔχειν ἐν πολλῇ προ‐ νοίᾳ καὶ φειδοῖ τοὺς στρατηγοὺς παρεκάλει τοὺς αὐ‐ τοῦ, συνεχῶς ἐπιλέγων· Φείσασθέ μου τοῦ παιδα‐ ρίου Ἀβεσσαλώμ. Τί ταύτης ἂν γένοιτο τῆς ἀπο‐ | |
10 | ρίας χεῖρον; τί τῆς ἀμηχανίας ἐλεεινότερον; Πόλε‐ μον ἀναδέξασθαι ἠναγκάζετο, ἐν ᾧ καὶ τὸ νικῆσαι καὶ τὸ κρατηθῆναι ὁμοίως ἀπευκτὸν ἦν αὐτῷ. Οὔτε γὰρ ἔλαττον ἔχειν ἤθελεν, οὐδὲ γὰρ ἂν τοσοῦτον ἐξ‐ έπεμψε στρατὸν, οὔτε περιγενέσθαι, οὐδὲ γὰρ ἂν τὸν | |
15 | συνέχοντα καὶ συγκροτοῦντα τὴν τῆς μάχης παράτα‐ ξιν ἐκώλυσεν ἀνελεῖν. Κριθέντος δὲ τοῦ πολέμου καὶ τέλος λαβόντος ὅπερ ἤθελεν ὁ Θεὸς, καὶ τοῦ πατρα‐ λοίου πεσόντος ἐκείνου, οἱ μὲν λοιποὶ πάντες ἦσαν ἐν εὐφροσύνῃ καὶ χαρᾷ, μόνος δὲ ἐκεῖνος ἐπένθει καὶ | |
20 | ἐδάκρυε, καὶ καθείρξας ἑαυτὸν ἀνεκαλεῖτο τὸν τεθνη‐ κότα, καὶ ἐδυσχέραινεν ὅτι μὴ ἀντ’ ἐκείνου τὴν τε‐ λευτὴν ἐδέξατο. Τίς δώσει γάρ μοι, φησὶ, θάνατον, ἀντὶ σοῦ, Ἀβεσσαλὼμ, υἱέ μου; Τί ταύτης ἠκούσθη πολυπλοκώτερον τῆς συμφορᾶς; Ὅτε μὲν τὸν ἀδελ‐ | |
25 | φὸν ἀνεῖλεν, ἀνελεῖν αὐτὸν ἐσπούδαζεν, ὅτε δὲ ἐμάνη κατ’ αὐτοῦ, τότε φείδεται τοῦ παιδός. Καὶ οὐκ ἂν ἐπαύσατο θρηνῶν ἐπὶ πολὺ τὸν νεκρὸν, εἰ μὴ εἰσῆλ‐ θεν ὁ Ἰωὰβ, καὶ τὴν ἀτοπίαν τοῦ πράγματος ἔδειξε, καὶ σφοδρότερον διαλεχθεὶς ἀνέστησέ τε αὐτὸν, καὶ | |
30 | ἐν σχήματι τῷ προσήκοντι δέξασθαι τὴν στρατιὰν παρεσκεύασε. Καὶ οὐδὲ τότε αὐτῷ τὰ τῶν δεινῶν τέλος ἐλάμβανεν, ἀλλὰ πρῶτον μὲν ἐστασίασαν πρὸς ἀλλήλους οἱ στρατιῶται καὶ διῃρέθησαν· ὡς δὲ μόλις καὶ μετὰ πολλῆς τῆς κολακείας εἶξαν τῷ βασιλεῖ, | |
35 | πάλιν ἀποπηδήσαντες προσετέθησαν τῷ Σαβεὲ, καὶ πάλιν ἐξ ἀρχῆς ἕτερος ἐτίκτετο πόλεμος τῶν τοῦ προ‐ τέρου λειψάνων μενόντων ἔτι. Ὑπὲρ ὧν θορυβηθεὶς ὁ Δαυῒδ, καὶ συγκροτήσας τοὺς στρατιώτας, ἐξέπεμψε μετὰ τῶν στρατηγῶν· ὁ δὲ Ἰωὰβ τροπωσάμενος καὶ | |
40 | τοῦτον τὸν πόλεμον, οὐκ ἀφῆκε καθαρὰν ἀθυμίας γε‐ νέσθαι τὴν ἀπὸ τῆς νίκης ἡδονήν. Τὸν γὰρ συστρά‐ τηγον τὸν αὐτοῦ καὶ πάντα τὸν λαὸν ὑποτάξαντα τῷ Δαυῒδ, τοῦτον ἁπλῶς καὶ οὐδὲν ἔχων ἐγκαλεῖν, ὑπὸ βασκανίας μανεὶς ἀνεῖλε καὶ διεχρήσατο· ὅπερ οὕτω | |
45 | διετάραξε τὸν βασιλέα καὶ συνέχεεν, ὡς καὶ περὶ τούτου τελευτῶντα ἐπισκῆψαι τῷ παιδὶ, καὶ δεηθῆναι μὴ περιιδεῖν ἀτιμώρητον ἀπελθόντα τὸν Ἀμισσᾶ. Καὶ τὸ δὴ χαλεπώτερον, οὕτω διακείμενος οὐδὲ ἐξειπεῖν ἐτόλμα τῆς ἀθυμίας τὴν ὑπόθεσιν, διὰ | |
47.484(50) | τὸ μυρίοις ἤδη προστεταλαιπωρηκέναι κακοῖς. Καὶ γὰρ μετὰ τοὺς πολέμους τούτους διεδέξατο λι‐ μὸς τὴν χώραν πᾶσαν, καὶ τοῦ κακοῦ ζητῶν λύ‐ σιν εὑρεῖν, ἠναγκάζετο τοὺς τοῦ Σαοὺλ ἐκδοῦναι παῖδας εἰς σφαγήν. Τοῦτο γὰρ ἔλεγεν ὁ χρησμός· | |
55 | Ἐπὶ Σαοὺλ, φησὶ, καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἡ ἀδικία αὕτη διὰ τὸ θανατῶσαι αὐτὸν τοὺς Γα‐ βαωνίτας. Εἰ δέ τις μέμνηται πῶς τὸν Σαοὺλ ἐθρή‐ νησεν, οἶδε τί καὶ τότε ἔπασχε παραδιδοὺς τοῖς Γα‐ βαωνίταις αὐτούς· ἀλλ’ ὅμως καὶ ταῦτα ἔφερε, καὶ | |
60 | περαιτέρω πάλιν προῄει τὰ τῶν συμφορῶν. Μετὰ γὰρ τὸν λιμὸν ἐπέστη λοιμὸς, καὶ πίπτουσιν ἑβδομήκοντα χιλιάδες ἀνδρῶν ἐν τῷ τῆς ἡμέρας ἡμίσει καιρῷ, | |
ὅτε καὶ τὰ ἐλεεινὰ ἐκεῖνα ῥήματα φθέγγεται ὁ βασι‐ | ||
47.485 | λεύς. Ἰδὼν γὰρ τὸν ἄγγελον ἐσπασμένον τὴν ῥομ‐ φαίαν ἔλεγεν· Ἰδοὺ ἐγὼ ὁ ποιμὴν ἥμαρτον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι, τὸ ποί‐ μνιον, τί ἐποίησαν; Γενέσθω ἐν ἐμοὶ ἡ χείρ σου, | |
5 | καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Πάσας μὲν οὖν αὐτοῦ τὰς ἀθυμίας πρὸς ἀκρίβειαν οὐ δυνατὸν ἡμῖν ἐξειπεῖν· οὐδὲ γάρ εἰσιν ἀνάγραπτοι πᾶσαι· ἀπὸ δὲ τῶν θρήνων αὐτοῦ καὶ τῶν ὀδυρμῶν δυνατὸν στοχά‐ σασθαι καὶ τῶν παραλειφθεισῶν τὸ μέγεθος, καὶ ὡς | |
10 | οὐδέποτε διελίμπανε κοπτόμενος καὶ ἀλγῶν ὁ δίκαιος. Τί γάρ φησιν; Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη· ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοή‐ κοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Εἰ δὲ λέγοις ὅτι τῆς κοινῆς τοῦτο κατέγνω ζωῆς, οὐ | |
15 | τῆς αὐτοῦ μόνον, μεῖζόν τι ἢ ἐγὼ αὐτὸς βούλομαι λέγεις, καὶ λόγων ἡμᾶς ἀπαλλάττεις πολλῶν, αὐτὸς ὁμολογῶν, ὅτι οὐ μόνον ἐκείνου, ἀλλ’ οὐδ’ ἑτέρου τι‐ νὸς βίον ἔστιν εὑρεῖν μὴ πολλῷ πλείονα τῶν χρηστῶν ἔχοντα τὰ δυσχερῆ. Καὶ γὰρ, ὥσπερ οὖν καὶ αὐτὸς | |
20 | ἔφης καλῶς, οὐ τὰ αὐτοῦ μόνον ἐκεῖνος, ἀλλὰ καὶ τὰ τῶν ἄλλων διασκεψάμενος, οὕτω ταύτην ἐξήνεγκε τὴν ἀπόφασιν, τὰ μὲν αὐτὰ τῷ πατριάρχῃ φθεγγό‐ μενος, μετὰ δὲ μείζονος τῆς σφοδρότητος· ὃ γὰρ ἐκεῖνος ἐπὶ μέρους, τοῦτο καθόλου οὗτος ὕστερον ἀπ‐ | |
25 | εφήνατο. Ὁ μὲν γὰρ ἔλεγε, Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου· οὗτος δὲ, Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, τουτέστι πάντων ἀνθρώ‐ πων, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. ιʹ. Ἀλλὰ ταῦτα μὲν, ὅπερ ἔφην, ἀφίημί σοι μετὰ | |
30 | ἀκριβείας ἁπάσης κατὰ σχολὴν ἐπελθεῖν· ἐγὼ δὲ ἐπὶ τοὺς λοιποὺς ἥξω προφήτας, καίτοι γε οὐδαμοῦ τὸν βίον αὐτῶν ἀνάγραπτον ἀφῆκαν ἡμῖν, ἀλλ’ ὅμως καὶ εἰς τοσαύτην στενοχωρίαν ἐμπεσόντες, διὰ τὴν ὑπερβο‐ λὴν τῶν κατασχόντων αὐτοὺς κακῶν, καὶ ἀπὸ ῥήμα‐ | |
35 | τος ἑνὸς οἶμαι δυνήσεσθαι δεῖξαι πάντα τὸν βίον αὐ‐ τῶν ὄντα κατώδυνον. Καὶ πρῶτον μὲν, ὃ κοινὸν πᾶσιν ὑπῆρχεν αὐτοῖς, στρεβλούμενοι, μαστιζόμενοι, πριζό‐ μενοι, λιθαζόμενοι, φυλακιζόμενοι, ἐν φόνῳ μαχαίρας ἀποθνήσκοντες, περιερχόμενοι ἐν μηλωταῖς, ἐν αἰγείοις | |
40 | δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι τὸν ἅπαντα βίον διετέλουν. Μετὰ δὲ τοῦτο καὶ ἑτέραν εἶχον ἀθυμίας προσθήκην ταύτης χαλεπωτέραν, τὸ τὴν κακίαν ὁρᾷν προβαίνουσαν τῶν ταῦτα διατιθέν‐ των αὐτοὺς, ἐφ’ ᾧ μᾶλλον τῶν οἰκείων ἐδάκνοντο | |
45 | θλίψεων. Καὶ ὁ μὲν ἔλεγεν· Ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ καὶ μοιχεία καὶ φόνος κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ’ αἵμασι μίσγουσι· τὸ ἀδεὲς καὶ πο‐ λύπλοκον καὶ δαψιλὲς τῆς κακίας ἐμφαίνων ἡμῖν. Ἕτερος δὲ ἐβόα πάλιν· Οἴμοι! ὅτι ἐγενόμην ὡς συν‐ | |
47.485(50) | άγων καλάμην ἐν ἀμήτῳ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτῳ οὐχ ὑπάρχοντος βότρυος· τὸ σπάνιον τῶν ἀγαθῶν ἀνδρῶν διὰ τούτων θρηνῶν. Ἄλλος πάλιν ἕτερα τοιαῦτα ἀπωδύρετο. Ὁ δὲ αἰπόλος οὐ τὰς κακίας αὐτῶν ἐπένθει μόνον, ἀλλὰ καὶ τὰς συμ‐ | |
55 | φορὰς μᾶλλον τῶν οἰκείων ἐθρήνει πειρασμῶν, καὶ τοῦ Θεοῦ ἐδεῖτο λέγων· Ἵλεως γενοῦ, Κύριε· τίς ἀναστήσει τὸν Ἰακὼβ, ὅτι ὀλιγοστός ἐστι; Με‐ τανόησον, Κύριε, ἐπὶ τούτῳ. Καὶ οὐδὲ οὕτω τυγ‐ χάνει τῆς ἱκετηρίας· εἶπε γάρ· Καὶ οὐ μὴ γένη‐ | |
60 | ται, λέγει Κύριος. Ὁ δὲ Ἡσαΐας ἀκούσας ὅτι ἔρη‐ | |
μος ἔσται πᾶσα ἡ γῆ, οὐδὲ παρακαλεῖσθαι ἤθελεν, | Column end | |
47.486 | ἀλλ’ ἐπένθει διηνεκῶς καὶ ἔλεγεν· Ἄφετέ με, πι‐ κρῶς κλαύσομαι, μὴ κατισχύσητε παρακαλεῖν με· ὁ γὰρ τοῦ θανάτου τρόπος πᾶσαν ὑπερβαίνει συμφο‐ ράν. Τοῦ δὲ Ἱερεμίου τοὺς θρήνους, καὶ τοὺς ἰδίᾳ | |
5 | συντεταγμένους, καὶ τοὺς πανταχοῦ τῆς προφητείας διεσπαρμένους, τούς τε ὑπὲρ τῆς πόλεως, τούς τε ὑπὲρ αὐτοῦ, τίς ἀδακρυτὶ δυνήσεται ἐπελθεῖν; Νῦν μὲν γὰρ ἔλεγε· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; καὶ | |
10 | κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός· νῦν δέ· Τίς δώσει μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχα‐ τον, καὶ καταλείψω τὸν λαὸν τοῦτον, καὶ ἀπ‐ ελεύσομαι ἀπ’ αὐτῶν; ὅτι πάντες μοιχῶνται. Καὶ ποτὲ μὲν σχετλιάζων ἐβόα· Οἴμοι ἐγὼ, μήτηρ! ὡς | |
15 | τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινό‐ μενον πάσῃ τῇ γῇ; ποτὲ δὲ καὶ τὴν ἡμέραν τῆς γενέσεως αὐτοῦ κατηρᾶτο λέγων, Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ. Ὁ δὲ τοῦ βορβό‐ ρου λάκκος, καὶ αἱ τῶν δεσμῶν θλίψεις, καὶ αἱ μά‐ | |
20 | στιγες, καὶ αἱ ἐπιβουλαὶ, καὶ ὁ γέλως ὁ διηνεκὴς οὕτως αὐτὸν διέθηκαν, ὡς καὶ ἀπαγορεῦσαι λοιπόν. Τί δὲ ἡνίκα τῆς πόλεως ἁλούσης προνοίας ἔτυχε παρὰ τῶν βαρβάρων καὶ τιμῆς; ἆρα ᾔσθετο τούτων; Τότε μὲν οὖν καὶ τοὺς πικροὺς θρήνους ἔγραψε τοὺς ἀπελ‐ | |
25 | θόντας πενθῶν, καὶ τῶν παρελθόντων δὲ οὐκ ἐλάτ‐ τονα εἶδε δεινὰ, αὐτῶν τῶν ἀπὸ τοῦ πολέμου ὑπο‐ λειφθέντων παροξυνάντων τὸν Θεόν. Ἐπαγγειλάμενοι γὰρ πάντα αὐτῷ πεισθήσεσθαι καὶ μηδὲν ἀντερεῖν, εἰς Αἴγυπτον πάλιν κατῄεσαν, τοῦ χρησμοῦ τἀναντία | |
30 | λέγοντος, καὶ τὸν προφήτην κατῆγον μεθ’ ἑαυτῶν, καὶ χαλεπώτερα τῶν προτέρων αὐτοῖς ἠνάγκαζον προαναφωνεῖν διὰ τῆς ἀγνωμοσύνης τῆς ἑαυτῶν. Τί δὲ ὁ Ἰεζεκιήλ; τί δὲ ὁ Δανιήλ; οὐκ ἐν αἰχμαλωσίᾳ τὸν ἅπαντα χρόνον διήγαγον; Καὶ ὁ μὲν λιμῷ καὶ | |
35 | δίψει ὑπὲρ τῶν ἀλλοτρίων ἐκολάζετο κακῶν, καὶ τῆς γυναικὸς ἀπελθούσης τοσαύτην συμφορὰν ἀδακρυτὶ προσετάττετο φέρειν, οὗ τί βαρύτερον γένοιτ’ ἂν τοῦ μηδὲ θρηνεῖν συγχωρεῖσθαι τὰ οἰκεῖα κακά; Τὸ γὰρ ἐπὶ βολβίτων ἀναγκάζεσθαι τὸν ἄρτον ἐσθίειν τὸν αὐ‐ | |
40 | τοῦ, καὶ ἐπὶ τῆς μιᾶς πλευρᾶς κατακλίνεσθαι ἐπὶ ἐνενήκοντα ἡμέρας καὶ ἑκατὸν, καὶ ὅσα ἕτερα τοιαῦτα ἐκελεύετο ὑπομένειν, παρίημι νῦν. Εἰ γὰρ καὶ μηδὲν αὐτῷ συμβεβήκει τῶν ἀνιαρῶν τῶν τε παραλειφθέν‐ των ὑφ’ ἡμῶν, τῶν τε λεχθέντων νῦν, αὐτὸ μόνον τὸ | |
45 | μεταξὺ τῶν πολεμίων εἶναι καὶ βαρβάρων καὶ ἀνδρῶν ἀκαθάρτων τὸν δίκαιον καὶ καθαρὸν, πάσης τιμωρίας χαλεπώτερον ἦν. Ὁ δὲ Δανιὴλ ἐδόκει μὲν τιμῆς ἀπολαύειν πολλῆς, καὶ οὐχ ὡς ἐν αἰχμαλωσίᾳ ζῇν ἐν τοῖς βασιλείοις | |
47.486(50) | ἀναστρεφόμενος, καὶ ἐν δυναστείαις ὤν· εἰ δέ τις αὐτοῦ τῆς εὐχῆς ἐπακούσειε καὶ τὴν νηστείαν κατα‐ μάθοι, καὶ τοῦ προσώπου τὴν ἀλλοίωσιν καὶ τὰς ἱκε‐ τηρίας τὰς συνεχεῖς, καὶ ὑπὲρ ὧν ταῦτα ἔπραττε γνοίη καλῶς, εἴσεται πάντων μάλιστα τοῦτον ἐν ὀδύ‐ | |
55 | ναις ὄντα καὶ ἀθυμίαις. Οὐ γὰρ τὰ παρόντα μόνον αὐτὸν ἠνία κακὰ, ἀλλὰ καὶ τὰ μέλλοντα συνετάρατ‐ τεν, ἅπερ καὶ μηδέπω γεγενημένα κατηξιώθη μαθεῖν προφητικοῖς ὀφθαλμοῖς· καὶ τῆς προτέρας οὐδέπω δουλείας ἀπαλλαγέντας ἰδὼν τοὺς Ἰουδαίους, ἑτέραν | |
60 | αὐτοῖς αἰχμαλωσίαν ἠναγκάζετο προορᾷν, καὶ τὴν | |
οὔπω κατασκευασθεῖσαν πόλιν, ταύτην ἁλισκομένην | ||
47.487 | ἔβλεπε, καὶ ταῖς θυσίαις μολυνόμενον τὸν ναὸν καὶ ἐρημούμενον, καὶ τὴν ἁγιαστίαν ἀνατρεπομένην ἅπα‐ σαν. Διόπερ ἐπένθει καὶ ἐδάκρυε λέγων· Ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου καὶ τοῖς βασιλεῦσιν ἡμῶν, | |
5 | καὶ τοῖς ἄρχουσι, καὶ τοῖς πατράσιν ἡμῶν, οἵτι‐ νες ἡμάρτομέν σοι τῷ Κυρίῳ. ιαʹ. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς μεταξὺ τῶν προφητῶν παρέδραμον τὴν οὐρανομήκη ψυχὴν, τὸν οὕτως οἰκή‐ σαντα τὴν γῆν, ὡς τὸν οὐρανόν· οὐδὲν γὰρ αὐτῷ τῆς | |
10 | μηλωτῆς πλέον ἦν. Τί οὖν οὗτος ὁ μέγας καὶ θαυ‐ μαστὸς ἀνὴρ, εἴ γε ἄνδρα αὐτὸν δεῖ καλεῖν; Μετὰ τὴν παῤῥησίαν τὴν πρὸς τὸν Ἀχαὰβ, μετὰ τὴν τοῦ πυρὸς καταπομπὴν, μετὰ τὴν τῶν ἱερέων σφαγὴν, μετὰ τὸ κλεῖσαι καὶ ἀνοῖξαι τὸν οὐρανὸν, καθ’ ὃν ἐβούλετο | |
15 | ἀμφότερα χρόνον, μετὰ τοσαῦτα καὶ τηλικαῦτα κατ‐ ορθώματα, οὕτως ἐκρατεῖτο τῷ φόβῳ καὶ τῇ τῆς ἀθυμίας ὑπερβολῇ, ὡς ταῦτα τὰ ῥήματα φθέγγεσθαι· Λάβε τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ὅτι οὐ κρείττων εἰμὶ ἐγὼ ὑπὲρ τοὺς πατέρας μου. Ταῦτα | |
20 | ἐκεῖνος ὁ μηδέπω καὶ νῦν τετελευτηκώς. Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἀπελθὼν εἰς τὴν ἔρημον ἐκάθευδεν ὑπὸ τῆς βαρυθυμίας κατακαμφθείς. Ὁ δὲ μα‐ θητὴς ὁ τούτου οὐ τὸ πνεῦμα δισσὸν ἔλαβε τοῦ διδα‐ σκάλου μόνον, ἀλλὰ καὶ τὰς θλίψεις πολλῷ μείζονας. | |
25 | Τούτους γοῦν ἡμῖν πρὸ μικροῦ ὁ μακάριος Παῦλος παραδεικνὺς καὶ τὰς ταλαιπωρίας αὐτῶν ἀπαριθμού‐ μενος ἔλεγεν· Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Εὐκαί‐ ρως δὲ ἡμῖν ὁ μακάριος ἐπεισῆλθεν οὗτος· ὁ γὰρ καὶ μόνος ὀφθεὶς καὶ ἀρκέσας πρὸς παράκλησιν, οὗτος | |
30 | μετὰ τοὺς ἄλλους εἰσελθὼν, τίνα οὐκ ἂν ἀφανίσειεν ἀθυμίαν καὶ λύπην; Τὸν μὲν οὖν λιμὸν, καὶ τὸ δίψος, καὶ τὴν γύμνωσιν, καὶ τὰ ναυάγια, καὶ τὰς ἐν ταῖς ἐρήμοις διατριβὰς, καὶ τοὺς φόβους, καὶ τοὺς κινδύ‐ νους, καὶ τὰς ἐπιβουλὰς, καὶ τὰ δεσμωτήρια, καὶ τὰς | |
35 | πληγὰς, καὶ τὰς ἀγρυπνίας, καὶ τοὺς μυρίους θανά‐ τους, καὶ τἄλλα ὅσα τοῦ κηρύγματος ἕνεκεν ὑπέμει‐ νεν, οὐδὲν οἶμαι δεῖν λέγειν. Ταῦτα γὰρ εἰ καὶ θλίψεις τινὰς, ἀλλ’ ὅμως καὶ ἡδονὰς παρεῖχεν αὐτῷ· ἀλλ’ ὅτε ἀπεστράφησαν αὐτὸν πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὅτε Γα‐ | |
40 | λάται ἐξετράπησαν, ἔθνος ὁλόκληρον καὶ εὐδοκιμηκὸς, ὅτε Κορίνθιοι τὴν παρ’ αὐτοῖς Ἐκκλησίαν εἰς πολλὰ διέτεμον μέρη, καὶ τὸν πορνεύσαντα κολακεύσαντες εἰς ἀναισθησίαν ἤγαγον, τί αὐτὸν οἴει παθεῖν; πόσῳ κατασχεθῆναι σκότῳ τὴν ψυχήν; Ἀλλὰ γὰρ τί δεῖ | |
45 | λογισμῶν ἡμῖν, παρὸν ἀκοῦσαι τῶν ῥημάτων αὐτῶν; Κορινθίοις μὲν γὰρ ἐπιστέλλων ἔλεγεν, ὅτι Ἐκ πολ‐ λῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων· καὶ πάλιν, Μήπως ἐλθόντα με ταπεινώσῃ ὁ Θεὸς, καὶ πενθήσω πολλοὺς τῶν | |
47.487(50) | προημαρτηκότων καὶ μὴ μετανοησάντων. Γαλά‐ ταις δὲ, Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Περὶ δὲ τῶν Ἀσιανῶν πρὸς τὸν μαθητὴν ἀποδύρεται. Οὐ ταῦτα δὲ μόνον αὐτὸν ἠνία, ἀλλὰ καὶ ὁ σκόλοψ ὁ δοθεὶς αὐτῷ οὕτως | |
55 | αὐτὸν ἔθλιβε καὶ ἐστενοχώρει, ὡς πολλάκις ὑπὲρ τῆς τούτου λύσεως δεῖσθαι τοῦ Θεοῦ· τὸ γὰρ τρὶς ἐνταῦθα τὸ πολλάκις ἐστίν. Ὅλως δὲ πότε ἀναπνεῦσαι ἴσχυ‐ σεν ὁ καὶ ἐπὶ ἀπουσίᾳ ἀδελφοῦ κοπτόμενος; Τῷ μή με εὑρεῖν, φησὶν, Τίτον τὸν ἀδελφόν μου, οὐκ | |
60 | ἔσχηκα ἄνεσιν. Καὶ ἐπὶ νόσῳ πάλιν τὸ αὐτὸ τοῦτο | |
ἔπασχεν. Ὁ Θεὸς γὰρ ἠλέησεν αὐτὸν, φησὶ (περὶ | Column end | |
47.488 | τοῦ Ἐπαφρᾶ Φιλιππησίοις ἔλεγεν), οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ. Καὶ ἐπὶ τοῖς ἀπατεῶσι καὶ ἀντιλέγουσιν αὐτῷ σφόδρα βαρυθυμῶν, Τιμοθέῳ ἐπιστέλλων ἔλεγεν· | |
5 | Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδεί‐ ξατο· ἀποδῴη αὐτῷ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. Τίνα οὖν ἀθυμίας καὶ ὀδύνης μικρὰν γοῦν ἔχειν ἀνακωχὴν ἠδύνατο, Οὐδὲ γὰρ τὰ εἰρημένα μόνον ἦν τὰ πολιορκοῦντα τὴν ἐκείνου ψυχὴν, ἀλλὰ καὶ ἕτερα | |
10 | πρὸς τούτοις, ἃ διηνεκῆ παρεῖχε τὴν ἀθυμίαν αὐτῷ· καὶ ταῦτα πόλιν αὐτὸς ἐξεκάλυψεν εἰπών· Χωρὶς τῶν παρεκτὸς ἡ ἐπισύστασίς μου ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ | |
15 | οὐκ ἐγὼ πυροῦμαι, Εἰ τοίνυν καθ’ ἕκαστον τῶν σκανδαλιζομένων αὐτὸς ἐπυροῦτο, οὐκ ἐνῆν σβεσθῆ‐ ναι τὴν πύρωσιν ταύτην ἀπὸ τῆς ἐκείνου ψυχῆς. Οὐ γὰρ διελίμπανον οἱ σκανδαλιζόμενοι, καὶ τὴν ὑπόθε‐ σιν παρέχοντες τῷ πυρί. Ὅπου γὰρ πόλεις καὶ ἔθνη | |
20 | δὲ πολλάκις ὁλόκληρα διέπεσε, πολλῷ μᾶλλον ἕνα καὶ δεύτερον εἶναι διαπαντὸς τοὺς τοῦτο πάσχοντας εἰκὸς ἦν, τοσούτων Ἐκκλησιῶν κατὰ τὴν οἰκουμένην οὐ‐ σῶν. Θῶμεν δὲ, εἰ βούλει, τῷ λόγῳ, μηδὲ σκανδαλι‐ σθῆναί τινα, μηδὲ διαζευχθῆναι αὐτοῦ ποτε, μηδὲ ἄλλο | |
25 | τι τούτων αὐτῷ συμβεβηκέναι τῶν λυπηρῶν· οὐδὲ γὰρ οὕτως αὐτὸν δύναμαι καθαρὸν ἀθυμίας εὑρεῖν· κἀν τούτῳ πάλιν οὐδένα δέομαι ἕτερον μάρτυρα λα‐ βεῖν, ἀλλὰ τὸν πεπονθότα αὐτόν. Τί γάρ φησιν; Ηὐχό‐ μην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν | |
30 | ἀδελφῶν μου τῶν συγγενῶν μου, τῶν κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Ποθεινότερον ἦν μοι εἰς γέενναν ἐμ‐ πεσεῖν, ἢ τοὺς Ἰσραηλίτας ἀπιστοῦντας ὁρᾷν. Τὸ γὰρ, Ηὐχόμην ἀνάθεμα εἶναι, τοῦτό ἐστιν· ὁ δὲ τὴν ἐν | |
35 | τῇ γεέννῃ κόλασιν ἑλόμενος ὑπὲρ τοῦ δυνηθῆναι προσαγαγέσθαι τοὺς Ἰουδαίους ἅπαντας, εὔδηλον ὅτι τούτου μὴ τυχὼν, τῶν ἐν τῇ γεέννῃ κολαζομένων διῆγε βαρύτερον, ἐπείπερ ἐκεῖνο μᾶλλον αὐτῷ κατὰ γνώμην ἢ τοῦτο ἦν. | |
40 | ιβʹ. Σὺ δέ μοι καθ’ ἕκαστον τῶν εἰρημένων μὴ τὴν ὑπόθεσιν λογίζου μόνον, ἐξ ἧς ἡ ἀθυμία τοῖς ἀνδρά‐ σιν ἐκείνοις ἐτίκτετο, ἀλλὰ καὶ τὸ μέτρον τῆς λύπης, καὶ πολλῷ ταῦτα μείζονα ὄψει τῆς ὀδύνης τῆς σῆς. Τὸ γὰρ ἐξεταζόμενον νῦν τοῦτό ἐστιν, εἰ χαλεπώτε‐ | |
45 | ρον ἤλγουν ἐκεῖνοι· μέτρον δὲ ἀθυμίας οὐκ ἀπὸ τῆς τικτούσης αὐτὴν προφάσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ῥημάτων καὶ ἀπὸ τῶν πραγμάτων δοκιμάζεσθαι πέφυκεν. Πολλοὶ μὲν οὖν χρήματα ἀπολέσαντες μόνον μειζόνως ἤλγησαν τῆς ἀγάπης τῆς σῆς, καὶ οἱ μὲν | |
47.488(50) | εἰς πέλαγος ἔῤῥιψαν ἑαυτοὺς, οἱ δὲ καὶ βρόχων ἥψαντο, οὐκ ἐνεγκόντες τὴν ζημίαν· ἑτέρων δὲ καὶ τοὺς ὀφθαλμοὺς ἔσβεσεν ἡ τῆς ἀθυμίας ταύτης ὑπερβολή· καίτοι δοκεῖ τὸ χρήματα ἀπολέσαι τοῦ παρὰ δαίμονος ἐνοχληθῆναι ἔλαττον εἶναι καὶ κουφό‐ | |
55 | τερον, ἀλλ’ ὅμως πολλοὶ τοῦτο μὲν ἤνεγκαν, ὑπ’ ἐκεί‐ νου δὲ ἡττήθησαν. Μὴ γὰρ ἀπὸ τῆς σεαυτοῦ ψυχῆς | |
ταῦτα δοκίμαζε νῦν, μηδ’ ὅτι σὺ καταγελᾷς τῆς τῶν | ||
47.489 | χρημάτων ζημίας, ἤδη καὶ τοὺς ἄλλους οὕτω δια‐ κεῖσθαι νόμιζε· πολλοὺς γὰρ καὶ εἰς παραπληξίαν καὶ εἰς τὴν ἐσχάτην ζημίαν ἡ τούτων ἀφαίρεσις ἤγαγε. Γενναίαν μὲν γὰρ ψυχὴν οὐδέτερον δύναται | |
5 | τούτων καταβαλεῖν· ἡ δὲ ἀσθενὴς καὶ βιωτικώτερον διακειμένη ἐκείνῳ μᾶλλον ἢ τούτῳ δάκνεται. Τί δή‐ ποτε; Ὅτι οὐκ ἔστιν ἴσον λιμὸν δεδοικέναι διαπαντὸς καὶ δι’ ἡμερῶν τινων διενοχλεῖσθαι παρὰ τοῦ νοσή‐ ματος τούτου. Ἐνταῦθα μὲν γὰρ ἐν βραχεῖ καιροῦ | |
10 | μέρει πᾶσά ἐστιν ἡ βία, καθάπερ πυρετοῦ τινος, ἢ φρίκης, ἢ καὶ ἑτέρας προσβαλούσης τινὸς περιόδου, μᾶλλον δὲ καὶ τούτων ἐλάττονα πολλῷ κατέχει και‐ ρόν· εἰ δὲ τῇ σφοδρότητι νικᾷ, πολλοὺς τῶν πυρετ‐ τόντων ἔχοιμ’ ἂν δεῖξαι ἐγὼ πολλῷ τῶν δαιμονώντων | |
15 | μᾶλλον ἐξισταμένους, ὅταν ἐκείνῳ κατασχεθῶσι τῷ πυρί. Ἐπεὶ δὲ τῆς ἐνδείας ὁ φόβος τῆς τῶν ἀναγ‐ καίων ἀπορίας, καθάπερ σὴς διηνεκὴς, οὕτω δια‐ παντὸς προσεδρεύων κατεσθίει τὴν τῶν πενομένων ψυχήν. Καὶ τί λέγω πενίαν; Εἰ γὰρ βουλοίμεθα πάσας | |
20 | τὰς τῶν ἀνθρώπων ἀπαριθμεῖν συμφορὰς, οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ αὐτὸς τάχα γελάσεις τοὺς σαυτοῦ θρήνους καὶ τὰς οἰμωγάς. Πάσας μὲν οὖν, μᾶλλον δὲ οὐδὲ τὸ πολλοστὸν μέρος αὐτῶν εἰπεῖν ἡμῖν δυνατόν· οὔτε γὰρ ἴσμεν αὐτὰς, οὔτε, εἰ καὶ ᾔδειμεν, ὅλος ὁ | |
25 | χρόνος ἂν ἡμῖν πρὸς τὴν διήγησιν ἤρκεσεν. Ὀλίγας δὲ ἐκ πολλῶν ἀναλεξάμενος, ἐκ τούτων σοι παρέξω κατὰ δύναμιν καὶ τὰς οὐκ εἰρημένας στοχάσασθαι. Ἀναμνήσθητι γὰρ τὸν φίλτατον γέροντα ἐκεῖνον, Δημόφιλον λέγω, τὸν ἐκ τῆς μεγάλης καὶ λαμπρᾶς | |
30 | οἰκίας. Οὗτος πέμπτον καὶ δέκατον ἔτος ἔχει λοιπὸν, ἐξ οὗ τῶν μὲν νεκρῶν οὐδὲν ἄμεινον διάκειται πρὸς τὸ ἐνεργεῖν, πλὴν ὅσον τρέμει διηνεκῶς, καὶ φθέγ‐ γεται, καὶ τὴν αἴσθησιν τρανὴν τῶν οἰκείων ἔχει κα‐ κῶν· πενίᾳ δὲ ἐσχάτῃ συζῇ, καὶ τὸν διακονούμενον | |
35 | ἔχει νεανίσκον ἕνα, χρηστὸν μὲν καὶ φιλοδέσποτον, οὐ μὴν ἱκανὸν παραμυθήσασθαι τὴν συμφορὰν ἐκεί‐ νην· οὔτε γὰρ τῇ πενίᾳ ἀμῦναι ἔχει, οὔτε τὸν τῆς παρέσεως καταπαῦσαι τρόμον, ἀλλὰ ψωμὸν ἐνθεῖναι μόνον τῷ στόματι τοῦ δεσπότου (οὐδὲ γὰρ πρὸς τοῦτο | |
40 | ἀρκοῦσι βοηθῆσαι αἱ χεῖρες αὐτῷ), καὶ κύλικα προσ‐ αγαγεῖν, καὶ κορυζῶντα ἀπομύξαι δύναιτ’ ἂν, ἕτερον δὲ τούτων εἰσενεγκεῖν πλέον οὐδέν. Ἀλλ’ οὗτος μὲν πεντεκαίδεκα ἔτη ἔχει λοιπὸν ταλαιπωρούμενος οὕ‐ τως, ὡς ἔφην· ἐγὼ δὲ ἐννοῶ τὸν ὀκτὼ καὶ τριάκοντα | |
45 | ἔτη εἰς τοῦτο καταναλώσαντα τὸ πάθος. Σὺ δέ μοι πρὸς τούτοις καὶ Ἀριστόξενον λόγισαι τὸν Βιθυνόν· τούτῳ γὰρ τὸ μὲν σῶμα οὐ διαλέλυται καθάπερ ἐκείνῳ τῷ γέροντι, νόσος δὲ ἐπίκειται πολλῷ τῆς παραλύσεως ἐκείνης χαλεπωτέρα. Διὰ | |
47.489(50) | γὰρ τοῦ ἤτρου σπασμοί τινες καὶ πάσης ἀλγηδόνος πικρότεροι πόνοι ποτὲ μὲν ὀβελίσκων χεῖρον διαπεί‐ ροντες, ποτὲ δὲ πυρὸς σφοδρότερον διατρώγοντες, καὶ καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα διενοχλοῦντες, παρὰ τοῖς οὐκ εἰδόσι τὸ πάθος μαινομένου περιτιθέασι | |
55 | δόξαν αὐτῷ· οὕτω διαστρέφοντες τὰς κόρας, οὕτω στραγγαλοῦντες τὰς χεῖρας μετὰ τῶν ποδῶν, τιθέασιν ἄφωνον. Αἱ δὲ κραυγαὶ καὶ οἱ κωκυτοὶ (καὶ γὰρ καὶ ἀνακράζει πολλάκις μετὰ τὴν ἀφωνίαν ἐκείνην) τὰς τῶν ὠδινουσῶν νικῶσιν ὀλολυγὰς, καὶ πολλάκις | |
60 | τῶν πόῤῥωθεν οἰκούντων ἀῤῥώστους ἔχοντες, καὶ ὑπὸ πολλῆς ἀγρυπνίας ἐνοχλουμένους, ἔπεμψαν ἐγκα‐ | |
λοῦντες ὑπὲρ τῶν καμνόντων, ὡς χεῖρον ὑπὸ τῆς | Column end | |
47.490 | τούτου διατεθέντων φωνῆς. Γίνεται δὲ αὐτῷ οὐκ ἐκ διαλειμμάτων μακρῶν, ἀλλὰ πολλάκις μὲν τῆς ἡμέ‐ ρας, πολλάκις δὲ τῆς νυκτὸς, καὶ λοιπὸν ἕκτος οὗτός ἐστιν ἐνιαυτὸς, ἐξ οὗ τῇ πονηρᾷ ταύτῃ παραδέδοται | |
5 | μάστιγι, καὶ οὔτε οἰκέτης πάρεστιν ὁ θεραπεύσων αὐτὸν, οὔτε ἰατρὸς παραμυθησόμενος, τοῦτο μὲν διὰ τὴν πενίαν, τοῦτο δὲ διὰ τὸ τὴν τέχνην αὐτοῖς ἐλεγχθῆναι τῷ πάθει· πολλὰ γὰρ πολλοὶ καμόντες (καὶ γὰρ ἔτυχε πρὸ τούτου πολλὰ χρήματα ἔχων ἐκεῖ‐ | |
10 | νος) ὤνησαν οὐδέν. Καὶ τὸ δὴ δεινότερον, οὐδὲ τῶν φίλων τις αὐτὸν ὁρᾷν ἐθέλει λοιπὸν, ἀλλὰ πάντες αὐτὸν ἐγκατέλιπον καὶ τῶν πολλὰ πρότερον εὐεργετηθέντων παρ’ αὐτοῦ. Εἰ δέ τις καὶ εἰσέλθοι ποτὲ, εὐθέως ἀπεπήδησε· τοσαύτης δυσωδίας τὸ δω‐ | |
15 | μάτιον ἐμπέπλησται, τῷ μηδένα τὸν ἐπιμελούμενον εἶναι. Μία γὰρ αὐτῷ παιδίσκη παρακάθηται μόνη τοσαῦτα διακονοῦσα, ὅσα εἰκὸς δύνασθαι γυναῖκά τε οὖσαν, καὶ μόνην, καὶ ἐκ τῆς ἐργασίας διατρεφομέ‐ νην τῶν χειρῶν. Πόσων οὖν δαιμόνων χαλεπώτερα τὰ | |
20 | ἐκείνου κακά! Εἰ γὰρ καὶ μηδὲν αὐτῷ ἠνώχλει τούτων, τί οὐκ ἂν ἔπαθεν ἐννοῶν τὸν χρόνον τὸν μακρὸν, ὃν ἐπὶ τῆς κλίνης κατάκειται, τὴν δαπάνην τὴν πολλὴν καὶ εἰς ἐσχάτην αὐτὸν ἐμβαλοῦσαν πενίαν, τῶν φίλων τὴν καταφρόνησιν, τῶν θεραπευσόντων τὴν ἐρημίαν, τὸ | |
25 | μηδὲ εἰ στήσεταί ποτε τὰ δεινὰ ταῦτα εἰδέναι, ὅπερ ἀεὶ σὺ πενθεῖς, μᾶλλον δὲ τὸ πεπεῖσθαι ἀκριβῶς, ὅτι οὐδὲ στήσεταί ποτε, ζῶντος αὐτοῦ καὶ ἐμπνέοντος ἔτι; Ἡ γὰρ ἐπίτασις τοῦ νοσήματος καὶ τὸ καθ’ ἑκάστην ἡμέραν ἐπὶ τὸ χεῖρον αὐτῷ προβαίνειν τὸ | |
30 | δεινὸν, τοῦτό φησιν. ιγʹ. Ἵνα δὲ μὴ καθ’ ἕκαστον τοὺς τὰ τοιαῦτα δεδυστυχηκότας ἀπαριθμῶν δόξω τοὺς ἀκούοντας ἀποκναίειν, ἄπιθι πρὸς τὸν ἐπιτραπέντα τὴν τοῦ ξενῶνος ἐπιστασίαν, καὶ κέλευσον εἰσαγαγεῖν σε πρὸς | |
35 | τοὺς κατακειμένους ἐκεῖ, ἵνα πᾶσαν ῥίζαν ἴδῃς παθῶν, καὶ ξένους νοσημάτων τρόπους, καὶ παντοδα‐ πὰς ἀθυμίας ὑποθέσεις. Ἐκεῖθεν εἰς τὸ δεσμωτήριον ἐλθὼν, καὶ πάντα τὰ ἐν τῷ οἰκήματι τούτῳ καταμα‐ θὼν, βάδισον ἐπὶ τὰ προπύλαια τῶν βαλανείων, ἔνθα | |
40 | καὶ κόπρῳ καὶ καλάμῃ ἀντὶ ἱματίων καὶ οἴκων κε‐ χρημένοι τινὲς κατάκεινται γυμνοὶ, κρυμῷ καὶ νόσῳ καὶ λιμῷ πολιορκούμενοι διηνεκεῖ, τῇ ὄψει μόνῃ καὶ τῷ τρόμῳ τοῦ σώματος καὶ τῷ ψόφῳ τῶν συγκρουόν‐ των ὀδόντων παρακαλοῦντες τοὺς παριόντας, καὶ | |
45 | οὔτε φωνὴν ἀφεῖναι, οὔτε χεῖρας ἐκτεῖναι δυνάμενοι τῷ σφόδρα ἤδη τοῖς τοσούτοις ἐκτετῆχθαι κακοῖς. Ἀλλὰ μηδὲ μέχρι τούτων στῇς, ἀλλὰ καὶ πρὸς τὸ τῶν πτωχῶν καταγώγιον τὸ πρὸ τῆς πόλεως ἔξιθι, καὶ τότε ὄψει καλῶς, ὅτι ἡ δοκοῦσά σε συνέχειν ἀθυ‐ | |
47.490(50) | μία νῦν λιμήν ἐστιν εὔδιος. Τί γὰρ ἄν τις εἴποι τοὺς ἐλεφαντίᾳ κατὰ μικρὸν ἀναλισκομένους ἄνδρας, τὰς καρκίνῳ κατεσθιομένας γυναῖκας; Ταῦτα γὰρ ἀμφότερα τὰ νοσήματα μακρά τέ ἐστι καὶ ἀνίατα· θάτερον δὲ αὐτῶν καὶ τῆς πόλεως ἀπελαύνει τοὺς | |
55 | ἔχοντας, καὶ οὔτε λουτροῦ, οὔτε ἀγορᾶς, οὔτε ἄλλου τινὸς τῶν ἔνδον αὐτοῖς μετασχεῖν θέμις ἐστίν. Καὶ οὐ τοῦτο μόνον τὸ δεινὸν, ἀλλ’ ὅτι οὐδὲ ὑπὲρ τῆς τῶν ἀναγκαίων ἔχουσιν ἀφθονίας θαῤῥεῖν. Τί δὲ οἱ τὰ μέταλλα πολλάκις εἰκῆ καὶ μάτην καταδικασθέντες | |
60 | οἰκεῖν; Οὗτοι γὰρ ἅπαντες πολλῷ μείζονα τῶν δαιμο‐ | |
47.491 | νώντων τὴν ὀδύνην ἔχουσιν. Εἰ δὲ ἀπιστεῖς, οὐδὲν θαυμαστόν. Οὐ γὰρ τῇ αὐτῇ γνώμῃ τά τε οἰκεῖα καὶ τὰ ἀλλότρια κρίνειν εἰώθαμεν κακὰ, ἀλλ’ ἐκεῖνα μὲν λόγῳ καὶ ὄψει μόνον μαθόντες, ταῦτα δὲ τῇ πείρᾳ | |
5 | καὶ τῇ αἰσθήσει καὶ μετὰ τῆς συμπαθείας τῆς ἑαυ‐ τῶν· διόπερ αὐτὰ ἀφορητότερα εἶναι ἐκείνων νομίζο‐ μεν, κἂν λίαν ᾖ κοῦφα καὶ φορητά. Εἰ δέ τις τούτων πάντων ἀπαλλαγεὶς τήν τε φύσιν αὐτῶν κα‐ ταμάθοι, τούς τε ἐμπεσόντας αὐτοῖς διασκέψαιτο, | |
10 | οὗτος ἀδέκαστον ὑπὲρ τούτων οἴσει τὴν ψῆφον ἡμῖν. Ἀλλ’ ἴσως ἐκεῖνο ἐρεῖς, ὅτι πάντα μὲν ἐκεῖνα τὰ πάθη περὶ τὸ σῶμα στρέφεται μόνον, αὕτη δὲ τῆς ψυχῆς ἅπτεται ἡ νόσος, καὶ τούτων πάντων ἐστὶ χαλεπωτέρα. Αὐτῷ μὲν οὖν τούτῳ μάλιστα αὐτὴν εὑρήσομεν ἐκείνων | |
15 | κουφοτέραν τυγχάνουσαν. Αὕτη μὲν γὰρ οὐδὲ τὸ σῶμα διαφθείρει, καθάπερ ἐκεῖναι, καὶ τῇ ψυχῇ πρὸς βρα‐ χὺν ἐνοχλεῖ χρόνον· ἃς δὲ ἀπηριθμησάμεθα νῦν, φύονται μὲν ἐν τῇ σαρκὶ, τὴν δὲ λύμην ἅπασαν οὐ μέχρις ἐκείνης ἱστῶσιν, ἀλλὰ καὶ ἐπὶ τὴν ψυχὴν | |
20 | παραπέμπουσι, στρεβλοῦσαι αὐτὴν συνεχῶς καὶ δια‐ φθείρουσαι διὰ τῆς ὀδύνης καὶ τῆς ἀθυμίας τῆς πολ‐ λῆς. Ὥσπερ γὰρ, φησὶν, ὄξος ἕλκει ἀσύμφορον, οὕτω προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ. Μὴ τοίνυν ὅτι ἀπὸ τοῦ σώματος τοῦτο τίκτεται λέγε | |
25 | μόνον, ἀλλ’ εἰ μὴ παραπέμπει τὴν λύμην ἅπασαν καὶ τὴν φθορὰν τῇ ψυχῇ, τοῦτο ἐπίδειξον. Ἐπεὶ καὶ ὁ λοιμὸς οὐκ ἀπὸ τῶν σωμάτων τικτόμενος φθείρει τὰ σώματα, καὶ ὁ τῶν ἑρπετῶν ἰὸς πρόεισι μὲν ἐξ ἐκεί‐ νων, λυμαίνεται δὲ ἡμᾶς· οὕτω καὶ ἐπὶ τούτων τῶν | |
30 | παθῶν· τίκτεται μὲν ἀπὸ τοῦ σώματος, τὸν δὲ ἰὸν τῆς οἰκείας κακίας εἰς τὴν ψυχὴν τὴν ἡμετέραν ἐκχεῖ. Πάσης γὰρ δαιμονικῆς ἐνεργείας βλαβερώτερον ἡ τῆς ἀθυμίας ὑπερβολή· ἐπεὶ καὶ ὁ δαίμων ἐν οἷς ἂν κρατῇ, διὰ ταύτης κρατεῖ· κἂν ταύτην ἀφέλῃς, οὐδὲν παρ’ | |
35 | ἐκείνου πείσεταί τις δεινόν, Καὶ πῶς ἔνι μὴ ἀθυμεῖν, φησίν; Ἐγὼ δέ σε ἐρήσομαι, πῶς οὐκ ἔνι μὴ ἀθυ‐ μεῖν; Εἰ μὲν γὰρ μοιχεία καὶ φόνος, ἢ ἄλλο τί σοι τοιοῦτον τετόλμηται τῶν ἐκκλειόντων τῆς βασιλείας τῶν οὐρανῶν, ἀθύμει καὶ πένθει, ὁ κωλύσων οὐδείς· | |
40 | εἰ δὲ τούτων τῇ τοῦ Θεοῦ χάριτι πάντων πόῤῥωθεν ἕστηκας, τί μάτην κόπτεις σαυτόν; ιδʹ. Τὴν γὰρ ἀθυμίαν ἐνέθηκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει, οὐχ ἵνα ἁπλῶς καὶ ἀκαίρως καὶ ἐν τοῖς ἐναντίοις αὐτῇ χρώμεθα πράγμασιν, οὐδ’ ἵνα φθείρωμεν ἑαυ‐ | |
45 | τοὺς, ἀλλ’ ἵνα τὰ μέγιστα κερδάνωμεν ἐξ αὐτῆς. Πῶς δὲ κερδᾶναι ἔστιν; Ὅταν εἰς καιρὸν αὐτὴν παραλαμ‐ βάνωμεν· καιρὸς δ’ ἀθυμίας οὐχ ὅταν πάσχωμεν κα‐ κῶς, ἀλλ’ ὅταν δρῶμεν κακῶς· ἡμεῖς δὲ τὴν τάξιν ἀνεστρέψαμεν, καὶ τοὺς καιροὺς ἀντηλλαξάμεθα, καὶ | |
47.491(50) | ποιοῦντες μὲν μυρία κακὰ, οὐδὲ πρὸς βραχὺ συστελ‐ λόμεθα· ἢν δὲ μικρόν τι παρ’ ὁτουοῦν πάθωμεν, κατα‐ πίπτομεν, ἰλιγγιῶμεν, ἀπαλλαγῆναι καὶ ἀποστῆναι τοῦ βίου σπεύδομεν. Τοιγάρτοι διὰ τοῦτο φορτικὸν καὶ βαρὺ τὸ πρᾶγμα | |
55 | εἶναι ἡμῖν δοκεῖ, ὥσπερ οὖν καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυ‐ μία. Καὶ γὰρ καὶ ταῦτα οἱ μὴ χρησάμενοι καλῶς μηδὲ εἰς δέον διέβαλον· καὶ συμβαίνει ταυτὸ, οἷον ἐπὶ | |
τῶν φαρμάκων τῶν παρὰ τῶν ἰατρῶν διδομένων· καὶ | Column end | |
47.492 | γὰρ ἐκεῖνα ὅταν μὴ τοῖς καταλλήλοις, καὶ ὑπὲρ ὧν κατεσκεύασται, ἀλλ’ ἑτέροις ἀνθ’ ἑτέρων ἐπιτεθῇ πάθεσιν, οὐ μόνον οὐκ ἀπήλλαξε τοῦ λυποῦντος τὸν κάμνοντα, ἀλλὰ καὶ μᾶλλον ἐπέτριψε τὸ νόσημα· | |
5 | ὅπερ οὖν καὶ ἡ ἀθυμία ποιεῖ, καὶ εἰκότως. Αὐστηρὸν γὰρ οὖσα καὶ διαβρωτικὸν φάρμακον, καὶ ὡς ἂν εἴποι τις καθαρτήριον τῆς πονηρίας τῆς ἐν ἡμῖν, ὅταν μὲν ἀργούσῃ ψυχῇ καὶ τρυφώσῃ καὶ πολὺν ἐχούσῃ τὸν τῶν ἁμαρτημάτων φορυτὸν παρέχηται, μέγιστα τὸν | |
10 | δεξάμενον ὤνησεν· ὅταν δὲ ἀθλούσῃ καὶ ἀγωνιζο‐ μένῃ καὶ πονούσῃ καὶ μεμεριμνημένῃ καὶ πασχούσῃ κακῶς, πρὸς τῷ μηδὲν ὠφελῆσαι, καὶ μεγάλα ἔβλα‐ ψεν, ἀσθενεστέραν ἐργασαμένη καὶ εὐκαταγώνιστον. Διὰ τοῦτο τοῖς μὲν ἑστηκόσι καὶ ἀγωνιζομένοις γρά‐ | |
15 | φων ὁ Παῦλος ἔλεγε, Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε· τοῖς δὲ διαχυθεῖσι καὶ πολλὴν ἔχουσι τὴν φλεγμονὴν, Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Ὁ μὲν γὰρ λιπαινόμενος τῷ τῶν ἁμαρτημάτων λιπασμῷ, ἰσχνού‐ | |
20 | σθω καὶ καταξαινέσθω τῷ φαρμάκῳ τούτῳ· ὁ δὲ εὐεκτῶν καὶ ἐν τῇ προσηκούσῃ καταστάσει διατη‐ ρῶν ἑαυτὸν, τίνος ἕνεκεν φθείροι τὴν εὐεξίαν διὰ τῆς ἀθυμίας; Οὕτω γάρ ἐστιν αὕτη δραστήριος, ὡς καὶ τοῖς δεομένοις αὐτῆς πλείονα τοῦ δέοντος ἐπιτεθεῖσα | |
25 | χρόνον μεγάλα ἐργάσασθαι κακά. Ὅπερ καὶ ὁ μα‐ κάριος Παῦλος δεδοικὼς, ταχέως αὐτὴν ἐκέλευσεν ἀφελεῖν μετὰ τὸ πρᾶξαι τὸ ἑαυτῆς, καὶ τὴν αἰτίαν προσετίθει ταύτην, ἣν ἐγὼ λέγω νῦν· Μήπως γὰρ, φησὶ, τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. | |
30 | Εἰ δὲ τοὺς ἐν χρείᾳ καθεστῶτας οἶδεν ἀπολλύναι προσπεσοῦσα μεθ’ ὑπερβολῆς, τί ποτε ἐργάσεται τοὺς οὐδὲ ὅλως δεομένους αὐτῆς, ὅταν αὐτὴν πολλὴν ἐπισπάσωνται; Ναὶ, φησὶν, οἶδα τοῦτο καὶ αὐτὸς, ἀλλὰ πῶς αὐτὴν ἀποκρούσομαι, καὶ ἀποστήσω τῆς | |
35 | ἐμαυτοῦ ψυχῆς, οὐκ οἶδα. Καὶ ποίας τοῦτο δυσκολίας, ὦ φίλε; Εἰ μὲν γὰρ ἐπιθυμία τις ἦν, καὶ σωμάτων ἔρως ἄτοπος, ἢ κενοδοξίας τυραννὶς, τὸ δυσκαταγώ‐ νιστον κακὸν, ἢ ἄλλο τι τῶν τοιούτων παθῶν, καλῶς ἂν ἠπόρεις ὑπὲρ τῆς ἀπαλλαγῆς· τοὺς γὰρ τοιούτοις | |
40 | ἁλόντας ἀδύνατον μὲν οὐδαμῶς, δύσκολον δὲ ὅμως ἀποδρᾶναι τὰ δίκτυα. Τί δήποτε; Ὅτι τὴν ἡδονὴν ἔχουσι συμπράττουσαν καὶ βοηθοῦσαν αὐτοῖς· καὶ αὕ‐ τη ἐστὶν ἡ τὰ πολλὰ πανταχόθεν περιβάλλουσα τοῖς ἑαλωκόσι σχοινία· καὶ τοῦτο πρῶτον ἔχει πρὸς τὸ | |
45 | κατορθωθῆναι χαλεπὸν, πεῖσαι τὴν ψυχὴν ὅλως θελῆ‐ σαι καὶ βουληθῆναι τὴν ἀπαλλαγήν· καὶ γίνεται παρόμοιον, ὥσπερ ἂν εἴ τις ψώραν ἢ κνησμονὴν ἀπο‐ θέσθαι ὀφείλων ἐνηδύνοιτο τῷ νοσήματι, καὶ εἴσω τοῦ πάθους ἑαυτὸν εἰσωθοῖ. Πρὸς δὲ τὴν τῆς λύπης | |
47.492(50) | ἀναχώρησιν οὐ μικρὸν ἡμῖν τοῦτο ἤνυσται, τὸ τέως ἀηδῶς ἔχειν πρὸς αὐτήν. Ὁ γάρ τινι βαρυνόμε‐ νος, καὶ ἀποῤῥῖψαι σπουδάσει ταχέως αὐτό. Τί οὖν, ἂν σπεύδῃ μὲν, μὴ δύνηται δέ; Μὴ παυέσθω σπου‐ δάζων, καὶ ταχέως δυνήσεται. Ἐννόησον γὰρ ὅτι τὸν | |
55 | Χριστιανὸν, εἴ ποτε λυποῖτο, δύο μόνον ὑποθέσεις ἀθυμίας ἔχειν δεῖ, ἢ ὅταν αὐτὸς, ἢ ὅταν ὁ πλησίον προσ‐ κρούσῃ Θεῷ· τῆς δὲ παρούσης λύπης οὐδεμίαν τῶν | |
προφάσεων τούτων ῥίζαν ἐχούσης, εἰκῆ σαυτὸν | ||
47.493 | ὀδυνᾷς. Καὶ πόθεν τοῦτο δῆλον, φησὶν, ὅτι οὐ προσ‐ κρουσμάτων ταύτην τίνομεν δίκην; Μάλιστα μὲν δῆλόν ἐστι, πλὴν τέως οὐκ ἰσχυρίζομαι τοῦτο. Ἀλλ’ ἔστω, εἰ βούλει, μηδὲ ἄδηλον, ὡς ἔφης, ἀλλὰ καὶ σφόδρα | |
5 | δῆλον, ὅτι τῶν ἁμαρτημάτων ἐστὶ τοῦτο ἀνταπόδοσις· διὰ τοῦτο οὖν ἀλγεῖς, εἰπέ μοι; Καὶ μὴν εὐθυμίας ἄξιον τὸ ἐνταῦθα διαλύσασθαι τὰ ἁμαρτήματα, καὶ μὴ σὺν τῷ κόσμῳ κατακρίνεσθαι. Τὸν γὰρ ἀλγοῦντα οὐχ ὑπὲρ ὧν κολάζεται, ἀλλ’ ὑπὲρ ὧν ἁμαρτάνων παρ‐ | |
10 | οξύνει τὸν Θεὸν, ἀλγεῖν δεῖ· τὰ μὲν γὰρ ἁμαρτήματα ἀφίστησιν ἡμῶν τὸν Θεὸν καὶ ἐχθρὸν ποιεῖ, τὰ δὲ τῶν κολάσεων καταλλάττει τε αὐτὸν ἡμῖν καὶ παρα‐ σκευάζει ἵλεων εἶναι καὶ ἐγγύς. Ὅτι δὲ οὔτε ἁμαρ‐ τημάτων ἐστὶν ἀντίδοσις, ἀλλὰ στεφάνων καὶ βρα‐ | |
15 | βείων ὑπόθεσις οὗτος ὁ ἱδρὼς καὶ ὁ πόνος, δῆλον ἐκεῖθεν. Εἰ μὲν γὰρ αἰσχρῶς καὶ ἀσώτως τὸν πρό‐ τερον βίον βιοὺς, οὕτως ἐπὶ τὴν τῶν μοναχῶν πολι‐ τείαν μετέθηκας σεαυτὸν, ἦν μὲν οὐδὲ οὕτω ταύτην ὑποπτεῦσαι τὴν ὑποψίαν. Εἰ γὰρ διὰ τοῦτο ἐπάγει | |
20 | τὰς τιμωρίας ὁ Θεὸς, ἵνα τρέψῃ πρὸς μετάνοιαν τοὺς ἀνενδότως ἔχοντας, τῆς μετανοίας ἐπιδειχθείσης, πε‐ ριττὰ λοιπὸν τὰ τῆς τιμωρίας τούτου γε ἕνεκέν ἐστι. Τοσοῦτον γὰρ ἀπέχει τοῦ βούλεσθαι κολάζειν ἡμᾶς ὁ Θεὸς, ὡς καὶ πολλάκις τιμωρίας ἄξια πράττοντας, | |
25 | καὶ πολλῆς δεομένους ἐπιστροφῆς, δι’ ἀπειλῆς μόνον καὶ ῥημάτων φοβερῶν σωφρονίζειν ἡμᾶς. Καὶ τοῦτο ἴδοις ἂν ἐπί τε τοῦ Ἰσραὴλ, ἐπί τε τῆς πόλεως τῶν Νινευϊτῶν. Οὐ γὰρ μόνον τὴν τιμωρίαν οὐκ ἐπήγαγε, τὴν μετάνοιαν ἐπιδειξαμένων ἐκείνων, ἀλλὰ καὶ τὴν | |
30 | ἀπειλὴν εὐθέως ἔλυσε. Πολλῷ γὰρ ἡμῶν αὐτῶν αὐ‐ τὸς βούλεται μᾶλλον μηδὲν ἡμᾶς πάσχειν κακὸν, καὶ οὐδεὶς οὕτως ἑαυτοῦ φείσαιτ’ ἂν, ὡς πάντων ἡμῶν ὁ Θεός. Εἶτα ὁ τοὺς πολλάκις μὲν ἡμαρτηκότας ῥήμασι φοβῶν, οὐ κολάζων, μετανοήσαντας δὲ καὶ | |
35 | ταύτης ἀπαλλάττων τῆς ἀγωνίας, σὲ τὸν τοσαύτην ἐπιδειξάμενον εὐλάβειάν τε καὶ ἀρετὴν οὐ μόνον τῆς ἀπειλῆς οὐκ ἀπήλλαξεν, ἀλλὰ καὶ τῇ διὰ τῶν ἔργων παρεδίδου κολάσει; καὶ πῶς ἄν τις τοῦτο πιστεύσειε; Πλὴν ἀλλ’ εἰ μὲν διέφθαρτό σοι καὶ πονηρὸς, ὅπερ | |
40 | ἔφην, ὁ πρὸ τούτου βίος ἦν, κἂν εἰς ἔννοιαν τοῦτο ἐλθεῖν τινι δυνατὸν ἦν· νῦν δὲ τοῦ μὲν παρόντος ἐλάτ‐ | |
των ἐκεῖνος, κόσμιος δὲ καὶ αὐτὸς καὶ πολλῆς γέμων | Column end | |
47.494 | σεμνότητος ἦν, ὥστε τοῦτο πάντοθεν ἡμῖν εἶναι φα‐ νερὸν, ὅτι στεφάνων καὶ μείζονος ὑποθέσεώς ἐστι ταυτὶ τὰ παλαίσματα. Δεῖ μὲν οὖν, ὅπερ ἔφην, καὶ τούτους καὶ τοὺς τοιούτους ἀνακινεῖν λογισμοὺς, δεῖ | |
5 | δὲ μετὰ τούτων, μᾶλλον δὲ καὶ πρὸ τούτων, εὐχαῖς καὶ ἱκετηρίαις τοῦτο διασκεδάζειν τὸ σκότος. Καὶ γὰρ ὁ μακάριος Δαυῒδ, ὁ θαυμαστὸς ἐκεῖνος καὶ μέγας ἀνὴρ, τούτοις ἐχρήσατο τοῖς φαρμάκοις συνεχῶς, καὶ οὕτω τὰς πολλὰς τῶν θλίψεων ἀπεκρούετο ὀδύνας, νῦν | |
10 | μὲν εὐχόμενος καὶ λέγων· Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· νῦν δὲ λογισμοὺς ἀνακινῶν εὐσεβεῖς· Ἱνατί πε‐ ρίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράττεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι | |
15 | αὐτῷ. Καὶ πάλιν, ἀπὸ τῶν λογισμῶν τρεπόμενος ἐπὶ τὰς εὐχάς· Ἄνες μοι, φησὶν, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι οὐ μὴ ὑπάρξω· καὶ ἀπὸ τῶν εὐχῶν ἐπὶ τοὺς λογισμούς· Τί γάρ μοι ὑπ‐ άρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα | |
20 | ἐπὶ τῆς γῆς; Οὕτω καὶ ὁ Ἰὼβ πρὸς μὲν τὴν γυ‐ ναῖκα παραινοῦσαν τὰ σατανικὰ ῥήματα λογισμοῖς ἀπεμάχετο καὶ ἐπετίμα λέγων· Ἱνατί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν, οὕτως ἐλάλησας; Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ | |
25 | ὑποίσομεν; Πρὸς δὲ τὸν Θεὸν ἱκετηρίαις ἐκέχρητο. Καὶ ὁ μακάριος δὲ Παῦλος ἀμφοτέροις τούτοις ἐβοή‐ θει τοῖς ἐν θλίψεσιν οὖσι καὶ πειρασμοῖς, νῦν μὲν λέγων· Εἰ δὲ ἐκτός ἐστε παιδείας, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί· τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει | |
30 | πατήρ; νῦν δὲ εὐχόμενος, Πιστὸς γὰρ, φησὶν, ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύ‐ νασθε· καὶ πάλιν, Εἴπερ δίκαιον παρὰ Θεῷ ἀντ‐ αποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν. Ἂν οὖν τούτοις καὶ αὐτὸς | |
35 | θέλῃς χρῆσθαι τοῖς ὅπλοις, καὶ περιφράξῃς σεαυτὸν πανταχόθεν καλῶς, τοῖς μὲν λογισμοῖς ἀποτειχίζων τῆς ἀθυμίας τὴν ἔφοδον, ταῖς δὲ εὐχαῖς καὶ ταῖς σαυ‐ τοῦ καὶ ταῖς ἑτέρων τοῦτο ἰσχυρὸν τὸ τεῖχος ποιῶν, ταχέως αἰσθήσῃ τῶν καρπῶν τῆς παιδείας. Οὐ γὰρ | |
40 | τοῦτο μόνον κερδανεῖς τὸ τὰ παρόντα γενναίως ἐνεγ‐ κεῖν, ἀλλ’ ἐγγυμνασάμενος αὐτοῖς καλῶς, καὶ πρὸς | |
ἅπαντα λοιπὸν ἀνάλωτος ἔσῃ τὰ τοῦ βίου λυπηρά. |