TLG 2062 005 :: JOANNES CHRYSOSTOMUS :: Ad Stelechium de compunctione (lib. 2)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Ad Stelechium de compunctione (lib. 2)

Citation: Vol — pg — (ln)

47

.

411

(1t)

ΠΡΟΣ ΣΤΕΛΕΧΙΟΝ,
2tΚΑΙ ΠΕΡΙ ΚΑΤΑΝΥΞΕΩΣ
3tΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
4αʹ. Καὶ πῶς ἔνι γενέσθαι τοῦτο ὅπερ ἐπέταξας, ἅγιε τοῦ
5Θεοῦ ἄνθρωπε, Στελέχιε, καὶ παρὰ ψυχῆς οὕτως ἀσθε‐ νοῦς καὶ ψυχρᾶς τοὺς περὶ κατανύξεως ἀποτεχθῆναι λό‐ γους; Δεῖ γὰρ, οἶμαι, τὸν μέλλοντά τι γενναῖον εἰς τὴν ὑπόθεσιν ταύτην ἐρεῖν, αὐτὸν πρὸ τῶν ἄλλων ἁπάντων μά‐ λιστα πεπυρῶσθαι τῷ ζήλῳ τούτῳ καὶ ἀναζεῖν, ὥστε τοὺς
10περὶ τούτων προφερομένους λόγους παντὸς πεπυρακτω‐ μένου σιδήρου σφοδρότερον εἰς τὰς τῶν ἀκουόντων ἐμπί‐ πτειν ψυχάς. Ἡμῖν δὲ τοῦτο οὐ πάρεστι τὸ πῦρ, ἀλ‐ λὰ πάντα τὰ ἔνδον τέφρα καὶ κόνις. Πόθεν οὖν, εἰπέ μοι, πόθεν τὴν φλόγα ταύτην ἀνακαύσομεν, μήτε σπινθῆ‐
15ρος ὄντος ἡμῖν, μήτε ὕλης ὑποκειμένης, μήτε πνεύματος τοῦ ταύτην ἀναῤῥιπίζοντος παραγινομένου, διὰ τὴν πολ‐ λὴν ἀχλὺν ἢν τὸ τῶν ἁμαρτημάτων πλῆθος κατεσκέδα‐ σεν ἡμῶν τῆς ψυχῆς; Ἐγὼ μὲν οὐκ οἶδα· σὸν δ’ ἂν εἴη λοιπὸν τοῦ προστάττοντος εἰπεῖν ὅπως εἰς ἔργον ἔλθοι τὸ
20ἐπίταγμα, καὶ τὸ προσῆκον ἀπολάβοι τέλος· ἡμεῖς μὲν γὰρ τὴν ἀπὸ τῆς γλώττης παρεξόμεθα διακονίαν. Σὺ δὲ παρακάλει τὸν ἰώμενον τοὺς συντετριμμένους τὴν καρ‐ δίαν, τὸν διδόντα τοῖς ὀλιγοψύχοις μακροθυμίαν, τὸν ἐγεί‐ ροντα ἀπὸ τῆς γῆς πτωχὸν, ἀνάψαι τὸ πῦρ ἐκεῖνο παρ’
25ἡμῖν, ὃ πᾶσαν μὲν ἀνθρωπίνην ἀσθένειαν ἀναλίσκειν εἴω‐ θε, πάντα δὲ ὕπνον καὶ ἀκηδίαν καὶ βαρύτητα σαρκικὴν περικόψαι, μετεωρίζει μὲν τῆς ψυχῆς τὸ πτερὸν πρὸς οὐ‐ ρανὸν, δείκνυσι δὲ ἀπὸ τῆς ἁψῖδος ἐκείνης, καθάπερ ἔκ τινος ἀπόπτου κορυφῆς, ἅπασαν τοῦ παρόντος βίου τὴν
30φαντασίαν καὶ τὴν ὑπόκρισιν. Τὸν γὰρ μὴ δυνηθέντα ἀνα‐ πτῆναι ἐκεῖ, μηδὲ ἐν ταύτῃ καθίσαι τῇ περιωπῇ, οὐκ ἔνι τὴν γῆν ἰδεῖν, οὐδὲ τὰ ἐν τῇ γῇ πράγματα, οὕτως ὡς ἰδεῖν ἄξιον. Ἐπεὶ γὰρ πολλὰ μὲν τὰ ἐπισκοτοῦντα τῇ ὄψει, πολλὰ δὲ τὰ θορυβοῦντα τὴν ἀκοὴν, καὶ τὴν γλῶτταν
35ὑποσκελίζοντα, δεῖ πάσης ἑαυτὸν ὑπεξαγαγόντα τῆς τα‐ ραχῆς καὶ τοῦ καπνοῦ, πρὸς ἐκείνην ἀναχωρῆσαι τὴν ἐρημίαν, ἔνθα πολλὴ μὲν ἡ γαλήνη, λαμπρὰ δὲ ἡ αἰθρία, θόρυβος δὲ οὐδεὶς, ἀλλὰ πεπήγασι μὲν ἀκλινεῖς οἱ ὀφθαλ‐ μοὶ πρὸς τὸν τοῦ Θεοῦ πόθον ἐνορῶντες ἀτενὲς, ἑστή‐
40κασι δὲ ἀτρεμεῖς αἱ ἀκοαὶ, πρὸς ἓν μόνον ἠσχολημέναι, τὴν τῶν θείων λογίων ἀκρόασιν, καὶ τῆς παναρμονίου καὶ πνευματικῆς ἐπακούουσαι συμφωνίας, ἧς ἡ τυραν‐ νὶς οὕτω κρατεῖ τῆς ἅπαξ ἁλούσης ψυχῆς, ὡς μήτε σῖτα, μήτε ποτὸν, μήτε ὕπνον αἱρεῖσθαι μεθ’ ἡδονῆς τὸν ὑπ’
45ἐκείνης ἐφελκυσθέντα τῆς μελῳδίας. Οὐκοῦν οὔτε πρα‐ γμάτων θόρυβος βιωτικῶν, οὔτε σωματικῶν ὄχλος πολ‐ λῶν, χαλάσαι τὸν τόνον ἐκεῖνον ἰσχύσειεν ἄν. Οὐδὲ γὰρ ἐξικνεῖται πρὸς τοῦτο τῆς ψυχῆς τὸ ὕψος ἡ ἐκ τῆς κάτω γινομένης ζάλης ἀνιοῦσα κραυγή· ἀλλ’ ὥσπερ οἱ πρὸς τὰ

47

.

411

(50)

ὑψηλότατα τῶν ὀρῶν μεταναστάντες, οὐδὲν ἂν ἔτι ἀκού‐
σαιεν, οὐδὲ θεάσαιντο τῶν ἐν τῇ πόλει γινομένων ἢ λεγο‐Column end

47

.

412

(4)

μένων, ἀλλ’ ἀσήμου τινὸς μόνον καὶ ἀτερποῦς ὑπακού‐
5σαιεν κραυγῆς, καὶ σφηκῶν βομβούντων οὐδὲν ἥδιον· οὕτως οἱ τῶν βιωτικῶν ἑαυτοὺς ἐξαγαγόντες, καὶ πρὸς τὸ ὕψος τῆς πνευματικῆς ἀναπτάντες φιλοσοφίας, οὐδενὸς ἐπαισθάνονται τῶν παρ’ ἡμῖν. Τὸ γὰρ σῶμα, καὶ αἱ τοῦ σώματος αἰσθήσεις, ἕως μὲν ἂν περὶ γῆν ἡ ψυχὴ στρέ‐
10φηται, μυρίοις αὐτὴν περιβάλλουσι τοῖς δεσμοῖς, πάν‐ τοθεν τὸν χαλεπὸν τῶν ἐπικήρων τέρψεων χειμῶνα συν‐ άγουσαι· καὶ γὰρ ἀκοὴ καὶ ὄψις καὶ ἁφὴ καὶ ὄσφρησις καὶ γλῶττα πολλὰ τῶν ἔξωθεν εἰς αὐτὴν ἐναποτίθενται κα‐ κῶν. Ὅταν δὲ μετέωρος γένηται, καὶ πρὸς τὰ πνευμα‐
15τικὰ τὴν ἑαυτῆς μεταγάγῃ σχολὴν, ἀπετείχισε ταῖς πονηραῖς φαντασίαις τὴν εἴσοδον, οὐκ ἐμφράξασα τὰς αἰσθήσεις, ἀλλὰ τὴν ἀκολούθησιν αὐτῶν πρὸς ἐκεῖνο με‐ ταγαγοῦσα τὸ ὕψος. Καθάπερ γὰρ δέσποινα φοβερά τε καὶ ἐμβριθὴς, μύρον ἐργαζομένη ποικίλον, βαρύτιμον
20καὶ πολυτελὲς, καὶ πολλῶν εἰς τοῦτο δεομένη τῶν διακο‐ νησομένων χειρῶν, τὰς θεραπαίνας αὐτῆς ἀναστήσασα, καὶ πρὸς ἑαυτὴν ἀγαγοῦσα, τὴν μὲν κοσκίνῳ τὸ μηδέπω κατειργασμένον τῶν ἀρωμάτων ἀποκρίνειν ἐκέλευσε, τὴν δ’ αὖ ζυγὰ καὶ σταθμὰ λαβοῦσαν σκοπεῖν ἀκριβῶς, ὅπως
25μήτε ἔλαττον, μῆτε πλέον τοῦ δέοντος ἐπεισελθὸν τῆς τοῦ παντὸς κατασκευῆς τὴν συμμετρίαν λυμήνηται, καὶ τὴν μὲν ἕψειν τὰ τούτου δεόμενα, τὴν δὲ τρίβειν ὅσα μὴ κα‐ λῶς ἔχει, τὴν δὲ ἕτερα φύρειν καὶ ἀναμιγνύναι τοῖς ἄλ‐ λοις, τὴν δὲ ἀλάβαστρον ἔχουσαν ἑστάναι· τὴν δὲ ἄγγος
30ἕτερον, καὶ ἄλλην ἄλλο τι μεταχειρίζειν, καὶ οὕτως αὐ‐ τῶν τήν τε διάνοιαν καὶ τὰς χεῖρας ἐκείνῳ προσηλώσασα τῷ ἔργῳ, οὐκ ἐᾷ διαφθαρῆναί τι τῇ σπουδῇ, ἐφεστῶσα διόλου, καὶ μὴ συγχωροῦσα πλανᾶσθαι ἔξω καὶ κεχηνέ‐ ναι τὰς ὄψεις· οὕτω καὶ ἡ ψυχὴ τὸ πολυτελὲς τοῦτο μύ‐
35ρον κατασκευάζουσα, τὴν κατάνυξιν λέγω, τὰς αἰσθήσεις ἄγει πρὸς ἑαυτὴν, τὴν ῥᾳθυμίαν αὐτῶν περικόπτουσα. Αὐτίκα γοῦν εἴ ποτε συμβαίη συστρέψασαν ἑαυτὴν λογί‐ ζεσθαί τι τῶν δεόντων καὶ θεοφιλῶν, ἐρήμους τῶν ἐνεργειῶν τὰς αἰσθήσεις καθίστησιν, ὥστε μηδὲν τῶν
40περιττῶν ἐπεισαγούσας ἀκαίρως διαταράξαι τὴν ἔνδον γινομένην ἡσυχίαν αὐτῇ. Διὸ καὶ προσπίπτουσι μὲν φωναὶ ταῖς ἀκοαῖς, καὶ θεωρίαι ταῖς ὄψεσι· παραπέμπεται δὲ ἔνδον οὐδὲν, τῆς ἑκάστου τούτων ἐνεργείας τῶν μελῶν ἐστραμμένης πρὸς τὴν ψυχήν. Καὶ τί λέγω φωνὰς καὶ
45θεωρίας, ὅπου γε πολλοὶ τῶν ἐν ταύτῃ γενομένων τῇ κα‐ ταστάσει, οὐ μόνον τοὺς παριόντας πρὸ τῶν ὀφθαλμῶν, ἀλλὰ καὶ τοὺς ἐνωθοῦντας αὐτοῖς ἀπῆλθον μὴ αἰσθόμε‐ νοι; Τοσαύτη γὰρ τῆς ψυχῆς ἡ ἀρετὴ, ὡς εἶναι ῥᾴδιον τῷ βουλομένῳ διατρίβειν μὲν ἐπὶ τῆς γῆς, ὥσπερ δὲ ἐν οὐ‐

47

.

412

(50)

ρανῷ καθημένῳ μηδενὸς ἐπαισθάνεσθαι τῶν γινομένων ἐπὶ τῆς γῆς. βʹ. Τοιοῦτος ὁ μακάριος Παῦλος ἦν, ὃς τοσοῦτον ἀφ‐ ειστήκει τῶν παρόντων ἁπάντων ἐν μέσαις στρεφόμενος
πόλεσιν, ὅσον τῶν νεκρῶν ἀφεστήκαμεν σωμάτων ἡμεῖς.411

47

.

413

Ὅταν γὰρ λέγῃ, Ἐμοὶ κόσμος ἐσταύρωται, ταύτην λέ‐ γει τὴν ἀναισθησίαν· μᾶλλον δὲ οὐ ταύτην μόνην, ἀλλὰ καὶ ἑτέραν τοιαύτην, ὡς εἶναι τὴν προειρημένην διπλῆν. Οὐ γὰρ εἶπε μόνον, Ἐμοὶ κόσμος ἐσταύρωται, καὶ
5ἐσιώπησεν, ἀλλὰ διὰ τῆς ἐπαγωγῆς καὶ ἑτέραν ἐδήλωσεν εἰπὼν, ὅτι Κἀγὼ τῷ κόσμῳ. Μεγάλη μὲν οὖν φιλοσοφία καὶ τὸ νομίζειν νεκρὸν εἶναι τὸν κόσμον, πλείων δὲ ταύ‐ της καὶ πολλῷ μείζων τὸ καὶ αὐτὸν ὡς τεθνηκότα δια‐ κεῖσθαι πρὸς ἐκεῖνον. Ὅπερ οὖν ὁ Παῦλος ἐνέφηνε, τοιοῦ‐
10τον δή τί ἐστι· λέγει γὰρ οὐ τοσοῦτον ἀπέχειν τῶν παρ‐ όντων, ὅσον οἱ ζῶντες τῶν νεκρωθέντων, ἀλλ’ ὅσον οἱ νεκροὶ τῶν νεκρῶν. Διότι ὁ μὲν ζῶν, εἰ καὶ μὴ ἐπιθυμεῖ τοῦ τετελευτηκότος, ἀλλ’ ἑτέρως αἰσθάνεται, ἢ καὶ θαυ‐ μάζων ἔτι τὸ κάλλος τοῦ κειμένου, ἢ καὶ ἐλεῶν αὐτὸν
15καὶ δακρύων· ὁ δὲ νεκρὸς πρὸς τὸν ἀπελθόντα οὐδὲ ταύ‐ την ἔχει τὴν σχέσιν καὶ τὴν διάθεσιν. Τοῦτο τοίνυν ἐμ‐ φῆναι βουλόμενος, εἰπὼν, Ἐμοὶ κόσμος ἐσταύρωται, ἐπήγαγε, κἀγὼ τῷ κόσμῳ. Ὁρᾷς πόσον ἀφειστήκει τῆς οἰκουμένης, πῶς ἐν τῇ γῇ βαδίζων πρὸς αὐτὴν ἀν‐
20επεπηδήκει τοῦ οὐρανοῦ τὴν κορυφήν; Μὴ γάρ μοι τὰς ἀκρωρείας εἴπῃς τῶν ὀρῶν, μηδὲ νάπας καὶ φάραγγας καὶ ἐρημίαν ἄβατον· οὐδὲ γὰρ ἱκανὰ ταῦτα μόνα ψυχῆς θόρυβον ἐξελεῖν· ἀλλὰ δεῖ τῆς φλογὸς ἐκείνης, ἣν ἀνῆψε μὲν ὁ Χριστὸς ἐν τῇ τοῦ Παύλου ψυχῇ, ἔτρεφε δὲ ὁ
25μακάριος ἐκεῖνος διὰ τούτου τοῦ πνευματικοῦ λογισμοῦ, καὶ πρὸς τοσοῦτον ὕψος ἐπῆρεν, ὡς κάτωθεν ἀρξαμένην ἀπὸ τῆς γῆς, πρὸς αὐτὸν φθάσαι τὸν οὐρανὸν, καὶ τὸν ὑπὲρ τοῦτον οὐρανὸν, καὶ τὸν μετ’ ἐκεῖνον πάλιν. Αὐτὸς μὲν γὰρ ἕως τρίτου ἡρπάγη οὐρανοῦ· ὁ δὲ πόθος αὐτοῦ
30καὶ ἡ πρὸς τὸν Χριστὸν ἀγάπη οὐ τρεῖς μόνον, ἀλλὰ καὶ πάντας τοὺς οὐρανοὺς ὑπερηκόντισε. Τὸ μὲν γὰρ σῶμα βραχὺς ἦν, καὶ πλέον ἡμῶν κατὰ τοῦτο εἶχεν οὐδέν· τῇ δὲ πνευματικῇ διαθέσει πάντας τοὺς ὄντας ἀνθρώπους ἐπὶ τῆς γῆς ἐκ πολλοῦ τοῦ περιόντος παρήλασεν. Καὶ οὐκ
35ἄν τις ἁμάρτοι τούτου γε ἕνεκα τοιαύτῃ τινὶ τὸν ἅγιον ἐκεῖνον εἰκόνι παραβαλὼν, ὥσπερ ἂν εἴ τις φλὸξ τὰ νῶτα πάσης ἐπισχοῦσα τῆς γῆς, καὶ πρὸς ὕψος ἀρθεῖσα πάν‐ τοθεν παρέλθοι τὴν οὐράνιον ἁψῖδα, καὶ τὸν ὑπὲρ ταύτης ἀέρα διαδραμοῦσα, εἴτε ἀήρ ἐστι, εἴθ’ ὅ τί ποτε, πλη‐
40ρώσαι τοῦ πυρὸς τὸ μέσον τῶν δύο τούτων οὐρανῶν, καὶ μηδὲ ἐνταῦθα σταίη τοῦ δρόμου, ἀλλὰ καὶ πρὸς τὸν τρί‐ τον ἀθρόως ἐκπηδήσασα ἀναβαίη, καὶ πάντα ἐργάσαιτο μίαν πυρὰν, τοσοῦτον μὲν ἔχουσαν πλάτος, ὅσον τὸ εὖρος πάσης τῆς γῆς, τοσοῦτον δὲ ὕψος, ὅσον ἀπὸ τοῦ
45τρίτου οὐρανοῦ πρὸς ἡμᾶς. Μᾶλλον δὲ οὐδὲ τὸ πολλοστὸν τῆς ἀγάπης αὐτοῦ μέρος εἰρηκέναι μοι δοκῶ. Καὶ ὅτι οὐχ ὑπερβολή ἐστι τὰ ῥήματα, εἴσεταί τις ἀκριβῶς τὰ πρὸς Δημήτριον ἡμῖν ταύτης ἕνεκεν γραφέντα τῆς ὑποθέσεως ἐπελθών. Οὕτω δεῖ φιλεῖν τὸν Χριστὸν, οὕτω τῶν παρόν‐

47

.

413

(50)

των ἀφεστάναι πραγμάτων. Τοιαύτας εἶχον καὶ οἱ ἅγιοι προφῆται ψυχάς· διὰ τοῦτο καὶ ἑτέρους ἔλαβον ὀφθαλ‐ μούς. Τὸ μὲν οὖν ἀποστῆσαι τῶν παρόντων ἑαυτοὺς, τῆς ἐκείνων σπουδῆς ἦν· τὸ δὲ μετὰ ταῦτα ἑτέρας ἀνοι‐ γῆναι πρὸς τὴν τῶν μελλόντων θεωρίαν ὄψεις αὐτοῖς, τῆς
55τοῦ Θεοῦ λοιπὸν ἐγίνετο χάριτος. Τοιοῦτος Ἑλισσαῖος ἦν, ὃς ἐπειδὴ πάντων ἀπέστη τῶν βιωτικῶν, καὶ τῆς βασιλείας ἠράσθη τῆς ἐν τῷ οὐρανῷ, καὶ τὰ παρόντα
διέπτυσεν ἅπαντα, βασιλείαν καὶ δυναστείαν καὶ δόξανColumn end

47

.

414

λέγω, καὶ τὴν παρὰ πάντων τιμὴν, εἶδεν ἃ μηδεὶς ἕτερος εἶδέ ποτε, ὄρος ὁλόκληρον ἵππων πυρίνων καὶ ἁρμάτων καὶ στρατιωτῶν τοιούτων παρατάξει κρυπτόμενον. Ὁ μὲν γὰρ τὰ παρόντα θαυμάζων, οὐκ ἂν ἀξιωθείη τῆς τῶν
5μελλόντων θεωρίας ποτέ· ὁ δὲ τούτων ὑπερορῶν, καὶ οὐδὲν ἄμεινον σκιᾶς καὶ ὀνείρατος αὐτὰ διακεῖσθαι νο‐ μίζων, ταχέως ἐπιτεύξεται τῶν μεγάλων ἐκείνων καὶ πνευματικῶν. Ἐπεὶ καὶ ἡμεῖς τότε τὸν πλοῦτον τὸν ἀν‐ δράσι προσήκοντα τοῖς παισὶν ἐπιδείκνυμεν τοῖς ἡμετέ‐
10ροις, ὅταν ἄνδρας αὐτοὺς γενομένους ἴδωμεν, καὶ τῶν παιδικῶν ὑπερορῶντας ἁπάντων· ἕως δ’ ἂν ἐκεῖνα θαυ‐ μάζωσιν, ἀναξίους τούτων εἶναι νομίζομεν. Ψυχὴ γὰρ μὴ μελετήσασα τῶν μικρῶν καὶ βιωτικῶν καταφρονεῖν, οὐ δυνήσεται θαυμάσαι τὰ ἐν τοῖς οὐρανοῖς· ὥσπερ
15ἐκεῖνα θαυμάζουσα, οὐ δυνήσεται τούτων μὴ καταγελᾷν. Τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγεν· εἰ γὰρ καὶ περὶ δογμάτων εἴρηται τὸ λεχθὲν, ἔχοι ἂν καιρὸν καὶ περὶ τρόπων εἰρῆσθαι καὶ δωρεῶν, ὅτι Ὁ ψυχικὸς ἄνθρω‐ πος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ.
20 γʹ. Ὅπερ οὖν ἔφην, ἐρημίας ἐπιζητῶμεν, μὴ τὰς ἐκ τόπων μόνον, ἀλλὰ καὶ τὰς ἀπὸ τῆς προαιρέσεως, καὶ πρὸ τῶν ἄλλων ἁπάντων τὴν ψυχὴν εἰς αὐτὴν ἄγωμεν τὴν ἀοίκητον. Μετὰ γὰρ τῆς τοιαύτης κατα‐ στάσεως καὶ ὁ μακάριος Δαυῒδ πόλιν οἰκῶν, καὶ βασι‐
25λείαν οἰκονομῶν, καὶ μυρίαις περιβεβλημένος φρον‐ τίσι, τῶν τὰς ἐρημίας κατειληφότων θερμότερον συν‐ είχετο τῷ τοῦ Χριστοῦ πόθῳ. Τὰ γὰρ δάκρυα καὶ τὰς οἰμωγὰς καὶ τοὺς ὀλοφυρμοὺς ἐκείνους, τοὺς ἐν ἡμέρᾳ, τοὺς ἐν νυκτὶ, μόλις ἕνα που καὶ δεύτερον τῶν νῦν
30ἐσταυρωμένων ἐπιδεικνύμενον ἴδοι τις ἂν, εἴ γέ τις ὅλως ἐστί. Μὴ γὰρ τοὺς θρήνους ἐξετάσωμεν μόνον, ἀλλὰ καὶ τίς ὢν ἐποιεῖτο τούτους ἴδωμεν ἀκριβῶς. Οὐ γάρ ἐστιν ἴσον, ἐν ἀξιώματι τοσούτῳ τυγχάνοντα, καὶ παρὰ πάντων θεραπευόμενον, καὶ μηδένα τὸν ἐπιτιμῶντα
35ἔχοντα ταπεινοῦσθαι καὶ κάμπτεσθαι καὶ κατεσθίειν ἑαυ‐ τὸν, καὶ πάντων τούτων ἀπεστερημένον τὸ αὐτὸ δὴ τοῦτο ποιεῖν. Ὁ μὲν γὰρ βασιλεὺς πολλὰ ἔχει τὰ πρὸς διάχυσιν αὐτὸν ἐξάγοντα, καὶ συστεῖλαι κωλύοντα τὴν ψυχήν. Καὶ γὰρ ὑπὸ τῆς καθημερινῆς τρυφῆς διαλύεται
40καὶ χαῦνος γίνεται, καὶ ὑπὸ τῆς ἐξουσίας φυσᾶται καὶ πρὸς ἀπόνοιαν αἴρεται· ἐκκαίει δὲ καὶ ὁ τῆς δόξης ἔρως αὐτὸν, καὶ ὁ τῶν σωμάτων οὐχ ἧττον, ὑπὸ μὲν τῆς ἐξουσίας τικτόμενος, τρεφόμενος δὲ ὑπὸ τῆς τρυφῆς. Πρὸς τούτοις αἱ τῶν φροντίδων νιφάδες πάντοθεν αὐτὸν βάλ‐
45λουσαι τῶν παθῶν ἐκείνων οὐκ ἔλαττον θορυβοῦσιν αὐ‐ τοῦ τὴν ψυχήν· ὅθεν οὐδὲ μικρὰν παρείσδυσιν ἡ κατά‐ νυξις εὑρεῖν δυνήσεται, τοσούτοις εἰργομένη τειχίσμασιν· ἀγαπητὸν γὰρ καὶ πάντων τούτων ἀπηλλαγμένην δυνη‐ θῆναι ἐν αὐτῇ τοῦτο φυτεῦσαι τὸ καλόν. Ὁ δὲ ἰδιώτης

47

.

414

(50)

πάσης ταύτης ἔξω τῆς ταραχῆς ἕστηκεν, ἂν μὴ λίαν ᾗ διεστραμμένος· διὸ καὶ μετ’ ἐλάττονος δυσκολίας ἐπὶ τὸ πρᾶγμα δυνήσεται ἐλθεῖν· ἀλλ’ οὐχ ὁ ἐν δυναστείᾳ καὶ ἀρχῇ καὶ θεραπείᾳ τοσαύτῃ. Καὶ ὥσπερ χαλεπὸν, μᾶλλον δὲ ἀδύνατον ἀναμίξαι ὕδατι πῦρ, οὕτως, οἶμαι,
55τρυφὴν καὶ κατάνυξιν εἰς ταυτὸ συναγαγεῖν· ἐναντία γὰρ ταῦτα, καὶ ἀλλήλων ἐστὶν ἀναιρετικά. Ἡ μὲν γὰρ δακρύων ἐστὶ μήτηρ καὶ νήψεως, ἡ δὲ γέλωτος καὶ παρα‐ φορᾶς· καὶ ἡ μὲν κούφην καὶ ὑπόπτερον ἐργάζεται τὴν ψυχὴν, ἡ δὲ αὐτὴν παντὸς μολύβδου βαρυτέραν καθ‐
60ίστησι. Καὶ οὔπω δὴ τὸ πάντων μεῖζον εἶπον, ὅτι ὁ μὲν ἐν χρόνοις ἐπολιτεύετο οὐδὲν μέγα ἀπαιτοῦσιν εἰς πολι‐ τείας ἀκρίβειαν· ἡμεῖς δὲ τότε εἰς τὸν ἀγῶνα καθήκαμεν,
ὅτε οὐ μόνον τὰ ἄλλα, ἀλλὰ καὶ αὐτὸ τὸ γελᾷν πολλὴν413

47

.

415

ἔχει τὴν κόλασιν, ἐπαινεῖται δὲ πανταχοῦ τὸ πενθεῖν καὶ τὸ θλίβεσθαι. Ἀλλ’ ὅμως ὁ μακάριος ἐκεῖνος πάντα ταῦτα διακόψας τὰ κωλύματα, οὕτως αὐτῆς ἐπελάβετο σφο‐ δρῶς, ὡς τῶν πολλῶν εἷς ὢν, καὶ μηδὲ ὄναρ ποτὲ βασι‐
5λείαν, μηδὲ τὴν ἐν βασιλείοις πολυτέλειαν θεασάμενος, καὶ τοσαύτην ἐν ἁλουργίδι καὶ διαδήματι καὶ θρόνῳ βασι‐ λικῷ τὴν κατάνυξιν ἐπεδείξατο, ὅσην ὁ ἐν σάκκῳ καὶ σποδῷ καὶ ἐν ἐρημίᾳ καθήμενος. Καὶ γὰρ οἷς ἂν γνη‐ σίως τοῦτο παραγένηται τὸ καλὸν, τοσαύτην ἐπιδείκνυ‐
10ται τὴν ἰσχὺν, ὅσην ἐν ταῖς ἀκάνθαις τὸ πῦρ. Τοῦτο κἂν ὑπὸ μυρίων ἀγχόμενον εὕρῃ κακῶν, κἂν πολλὰ τὰ σχοι‐ νία τῶν ἁμαρτημάτων περικείμενον, κἂν σφοδρὰν τῶν ἐπιθυμιῶν τὴν φλόγα καίουσαν, κἂν πολὺν τῶν βιωτικῶν πραγμάτων περιεστῶτα θόρυβον, πάντα ἐκεῖνα εὐθέως
15σφοδρᾷ τινι μάστιγι κατ’ ἄκρας ἐλαύνουσα πόῤῥω καθ‐ ίστησι τῆς ψυχῆς. Καὶ καθάπερ πρὸς ἀνέμου βίαν ῥα‐ γδαίου οὐκ ἄν ποτε σταίη κόνις λεπτὴ, οὕτως οὐδὲ τὸ τῶν ἐπιθυμιῶν πλῆθος κατανύξεως ῥύμην ἐμπεσοῦσαν δυνήσεται ἐνεγκεῖν, ἀλλ’ ἀφανίζεται καὶ διαχεῖται καὶ
20κόνεως καὶ καπνοῦ θᾶττον παντός. Εἰ γὰρ ὁ τῶν σωμά‐ των ἔρως οὕτω δουλοῦται τὴν ψυχὴν, ὡς πάντων αὐτὴν ἀπαγαγεῖν, καὶ τῇ τῆς ἐρωμένης προσηλῶσαι τυραννίδι μόνῃ, τί οὐκ ἂν ὁ τοῦ Χριστοῦ πόθος ἐργάσαιτο, καὶ τὸ δέος τῆς ἐκείνου ἀλλοτριώσεως; Ἅπερ ἀμφότερα ταῦτα
25οὕτως ἔστρεφε τοῦ προφήτου τὴν ψυχὴν, ὡς ποτὲ μὲν λέγειν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πη‐ γὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· καὶ πάλιν, Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι· καὶ, Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ποτὲ
30δὲ, Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. δʹ. Καὶ μή μοι λεγέτω τις, ὅτι τὴν ἁμαρτίαν αὐτοῦ πενθῶν τοῦτον ἔγραψε τὸν ψαλμόν· οὐ γὰρ ἀληθὲς τοῦτο, οὐδὲ ἀφίησιν ὑποπτεῦσαί τι τοιοῦτον τὰ ἐπιγεγραμ‐
35μένα ἄνωθεν γράμματα. Εἰ μὲν γὰρ μηδεὶς εἶχε τὴν ὑπό‐ θεσιν δεῖξαι προγεγραμμένην, ἐνῆν τῷ βουλομένῳ τοῦ‐ τον ἐκείνοις ἁρμόσαι τοῖς πράγμασι τὸν ψαλμόν· εἰ δὲ ὁ ἐπ’ ἐκείνοις λεχθεὶς δῆλός ἐστιν, οὗτος δὲ ἑτέραν ἔχει τὴν ὑπόθεσιν, μὴ, παρακαλῶ, μὴ συγχέωμεν τὰ θεῖα,
40μηδὲ τῶν ὑπὸ Πνεύματος εἰρημένων δογμάτων κυριω‐ τέρους εἶναι τοὺς ἡμετέρους ψηφιζώμεθα λογισμούς. Τίς οὖν ἐστιν ἡ ἐπιγραφή; Ὑπὲρ τῆς ὀγδόης, φησί. Τίς δέ ἐστιν ἡ ὀγδόη, ἀλλ’ ἢ ἡ ἡμέρα τοῦ Κυρίου ἡ μεγάλη καὶ ἐπιφανὴς, ἡ ὡς κλίβανος καιομένη, ἡ καὶ τὰς ἄνω
45δυνάμεις τρέμειν παρασκευάζουσα (Σεισθήσονται γὰρ, φησὶ, καὶ δυνάμεις τῶν οὐρανῶν), ἡ πῦρ δεικνύουσα προτρέχον τοῦ βασιλέως τότε ἐκείνου; Ὀγδόην δὲ αὐτὴν ἐκάλεσε, τὸ τῆς καταστάσεως ἐνηλλαγμένον ἐμφαίνων, καὶ τῆς μελλούσης ζωῆς τὴν ἀνανέωσιν. Ὁ μὲν γὰρ

47

.

415

(50)

παρὼν βίος οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ ἑβδομὰς μία, ἀρχόμενος μὲν ἀπὸ τῆς πρώτης ἡμέρας, τελευτῶν δὲ εἰς τὴν ἑβδόμην, καὶ πάλιν τοῖς αὐτοῖς ἀνακυκλούμενος διαστήμασι, καὶ εἰς τὴν αὐτὴν ἀνιὼν ἀρχὴν, καὶ κατα‐ βαίνων εἰς τὴν τελευτήν. Διόπερ ὀγδόην ἡμέραν οὐκ ἄν
55τις εἴποι ποτὲ τὴν Κυριακὴν, ἀλλὰ πρώτην· οὐ γὰρ
ἐκτείνεται εἰς ὄγδοον ἀριθμὸν ὁ τῆς ἑβδομάδος κύκλος.Column end

47

.

416

Ὅταν δὲ ταῦτα πάντα παύσηται καὶ καταλυθῇ, τότε ὁ τῆς ὀγδοάδος δρόμος εἰς μέσον ἄγεται· οὐ γὰρ ἀνατρέ‐ χει πάλιν ἐπὶ τὴν ἀρχὴν, ἀλλὰ τῶν ἑξῆς ἔχεται διαστη‐ μάτων. Ὁ τοίνυν προφήτης ὑπὸ πολλῆς κατανύξεως ἐγ‐
5γεγραμμένην τῆς κρίσεως τὴν μνήμην εἶχε διαπαν‐ τὸς, καὶ τὴν ἡμέραν ἐκείνην ἐν τοσαύτῃ θεραπείᾳ καὶ τρυφῇ διηνεκῶς ἔστρεφε παρ’ ἑαυτῷ, ἣν ἐν ταῖς θλίψεσι μόλις ἡμεῖς εἰς μνήμην λαμβάνομεν· καὶ τὰ κρίματα αὐ‐ τοῦ συνεχῶς ἀναλογιζόμενος τοῦτον ἔγραψε τὸν ψαλμόν.
10Καὶ τί φησι; Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· θυμὸν καὶ ὀργὴν λέγων τὴν ἐπίτασιν τῆς τιμωρίας (οἶδε γὰρ παντὸς πά‐ θους τὸ Θεῖον ἀπηλλαγμένον), καίτοι γε ἑαυτῷ συνειδὼς οὐ κολάσεως οὐδὲ τιμωρίας, ἀλλὰ τιμῆς ἄξια καὶ στεφά‐
15νων. Ἥ τε γὰρ πίστις, δι’ ἧς κατήνεγκε τὸν τῶν ἀλλο‐ φύλων πύργον, καὶ τὸ πᾶν τῶν Ἰουδαίων ἔθνος ἐξ αὐ‐ τῶν ἥρπασε τῶν τοῦ θανάτου πυλῶν, ἥ τε εἰς τὸν ἠδι‐ κηκότα εὐεργεσία γενομένη καὶ ἅπαξ καὶ δὶς καὶ πολ‐ λάκις, καὶ πρὸ τούτων ἡ τοῦ Θεοῦ περὶ αὐτοῦ ψῆφος
20ἐξενεχθεῖσα, πᾶσαν ἱκανὴ δεῖξαι τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ τῶν κατορθωμάτων μᾶλλον αὐτῶν. Τὰ μὲν γὰρ ἔρ‐ γα, κἂν ᾖ μεγάλα καὶ θαυμαστὰ, ὅμως πονηρὰ ὑποπτευ‐ θῆναι δύναιτ’ ἂν, εἰ καὶ τὰ μάλιστα πάσης ὑποψίας ἀπ‐ ήλλακτο τοῦ δικαίου τὰ κατορθώματα· ὅταν δὲ ὁ Θεὸς
25ὁ μαρτυρῶν ᾖ, πάσης ἐκτὸς ὑποψίας ἡ ψῆφός ἐστιν· οὐ γὰρ, εἰ μὴ τὴν ἀκριβεστάτην βάσανον τῆς ἀρετῆς ἐπ‐ εδείξατο, τῆς ἐν τοῖς οὐρανοῖς ἀνακηρύξεως ἔτυχεν ἄν. Τί οὖν ὁ Θεός φησι περὶ αὐτοῦ; Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Ἀλλ’ ὅμως
30μετὰ τὴν τοιαύτην κρίσιν καὶ τὰς τοσαύτας ἀνδραγαθίας, τὰ τῶν κατεγνωσμένων ἐφθέγγετο ῥήματα, καὶ οὐδε‐ μίαν ἐχόντων παῤῥησίαν πρὸς τὸν Θεὸν, πληρῶν ἐκεῖνο τὸ εὐαγγελικὸν, τὸ, Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Τί τούτων πλέον ἐφθέγ‐
35ξατο ὁ ὄντως μυρίων γέμων κακῶν ὁ τελώνης ἐκεῖνος, ὁ μηδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν ὑπομένων, μηδὲ μακρὸν κατατεῖναι λόγον, μηδὲ πλησίον στῆναι τοῦ Φαρισαίου τολμῶν; Ὁ μὲν γὰρ ὠνείδιζεν αὐτὸν λέγων, ὅτι Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι,
40μοιχοὶ, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· ὁ δὲ ὡς μηδὲν ἀκούσας δυσχερὲς καὶ κατεδέξατο τὸ λεχθὲν, καὶ οὐ μό‐ νον οὐκ ἠγανάκτησεν, ἀλλὰ καὶ τὸν ὑβριστὴν ἐκεῖνον καὶ ἀλαζόνα τοσαύτῃ τετίμηκε τιμῇ, ὡς μηδὲ τῆς πατουμέ‐ νης ὑπ’ ἐκείνου γῆς ἄξιον εἶναι νομίζειν ἑαυτόν· καὶ
45ῥῆμα μὲν εἶπεν οὐδὲν, πλὴν ὅσον τὰς ἁμαρτίας ὁμο‐ λογῆσαι τὰς ἑαυτοῦ· τὰ δὲ στέρνα τύπτων σφοδρῶς, οὕτω παρεκάλει ἵλεων γενέσθαι τὸν Θεόν. Ἀλλὰ τὸ μὲν ἐκεῖνον ταῦτα ποιεῖν οὐδὲν θαυμαστόν· τὸ γὰρ τῶν ἁμαρτημάτων πλῆθος καὶ ἑκόντα αὐτὸν καὶ ἄκοντα

47

.

416

(50)

κάτω κύπτειν ἠνάγκαζε· τὸ δὲ τὸν δίκαιον καὶ μηδὲν ἑαυτῷ συνειδότα τοιοῦτον μετὰ τῆς αὐτῆς τῷ τελώνῃ προσιέναι καταγνώσεως, τοῦτό ἐστι τὸ παράδοξον, καὶ ψυχῆς ὄντως συντετριμμένης σημεῖον. Τοῦ γὰρ, Ἱλά‐ σθητί μοι τῷ ἁμαρτωλῷ, τί διενήνοχε τὸ, Κύριε, μὴ
55τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύ‐ σῃς με; Μᾶλλον δὲ τοῦτο ἐκείνου καὶ πολλῷ πλέον ἐστίν. Ὁ μὲν γὰρ τελώνης οὐδὲ ἀναβλέψαι εἰς τὸν οὐ‐ ρανὸν οὐκ ἐτόλμησεν, ὁ δὲ δίκαιος τούτου μεῖζον ἐποίη‐ σεν. Ἐκεῖνος μὲν γὰρ ἔλεγεν, Ἱλάσθητί μοι, οὗτος δὲ
60οὐδὲ τοῦτο ἐθάῤῥησεν εἰπεῖν· οὐ γὰρ εἶπε, Μὴ ἐλέγξῃς με, ἀλλὰ, Μὴ τῷ θυμῷ σου, οὐδὲ, Μὴ παιδεύ‐ σῃς με, ἀλλὰ, Μὴ τῇ ὀργῇ σου, οὐ τὸ μὴ κολασθῆναι,
ἀλλὰ τὸ μὴ σφόδρα τοῦτο παθεῖν αἰτῶν. Ὥστε πάντοθεν415

47

.

417

αὐτοῦ τὸ ταπεινὸν τῆς ψυχῆς ἔστιν ἰδεῖν, ἀπό τε τοῦ τοσ‐ αύτης ἑαυτὸν κολάσεως ἄξιον εἶναι νομίζειν, ἀπό τε τοῦ μὴ τολμᾷν ὑπὲρ παντελοῦς συγχωρήσεως ἀξιοῦν τὸν Θεόν· ὃ τῶν σφόδρα κατεγνωσμένων ἐστὶ, καὶ πεπει‐
5κότων ἑαυτοὺς ὅτι πάντων εἰσὶ τῶν ἀνθρώπων ἁμαρτω‐ λότεροι. Καὶ τὸ δὴ τούτου μεῖζον, ὅτι καὶ αὐτὸ τὸ μὴ σφόδρα κολασθῆναι ἀπὸ τοῦ ἐλέους καὶ τῆς φιλαν‐ θρωπίας τοῦ Θεοῦ λαβεῖν, ὡς ἐξησθενηκὼς, ἀξιοῖ· Ἐλέη‐ σον γάρ με, φησὶν, ὅτι ἀσθενής εἰμι. Τί τοῦτο; ὁ τοιαύ‐
10της μαρτυρίας ἀπολαύσας, καὶ τὰ κρίματα τοῦ Θεοῦ μὴ ἐπιλανθανόμενος (Τὰ κρίματά σου γὰρ, φησὶν, οὐκ ἐπ‐ ελαθόμην), ὁ τοῦ ἡλίου φαιδρότερον λάμπων, οὗτος τοιαῦτα φθέγγεται ῥήματα; Ναί· τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι οὕτω μεγάλα κατορθῶν οὐδὲν οὐδέποτε
15μέγα οὔτε εἶπέ τι, οὔτε ἐνόμισε περὶ ἑαυτοῦ, ἀλλὰ πάν‐ των ἔσχατον ἑαυτὸν εἶναι ἐδόκει, καὶ ἀπὸ μόνης ἠξίου τῆς τοῦ Θεοῦ σώζεσθαι φιλανθρωπίας, ὡσανεὶ ἔλεγεν· Ἄξιος μὲν εἰμὶ τιμωρίας ἀπαραιτήτου, καὶ τοῦ κολα‐ σθῆναι ἀθάνατα· διὰ δὲ τὸ μηκέτι δύνασθαι φέρειν ἀξιῶ
20μοι λύσιν γενέσθαι τῶν παρόντων κακῶν· καθάπερ τῶν οἰκετῶν οἱ μυρία ἐργασάμενοι δεινὰ, ὅτι μὲν οὐχ ἥμαρ‐ τον οὐκ ἂν ἔχοιεν εἰπεῖν, διὰ δὲ τὸ τὴν ὀδύνην ἀφό‐ ρητον εἶναι τὴν ἀπὸ τῶν μαστίγων, ἀξιοῦσιν ἀνεθῆναι λοι‐ πὸν τῶν πληγῶν. Ἐγὼ δὲ αὐτὸν καὶ ἄλλην ἀσθένειαν
25οἶμαι αἰνίττεσθαι νῦν. Τίνα δὴ ταύτην; τὴν ἀπὸ τῆς ἀθυμίας καὶ τῶν ὀδυρμῶν ἐγγινομένην αὐτῷ. Εἴωθε γὰρ ἡ τῆς λύπης ὑπερβολὴ, ὅταν ἡμῖν ἐπισκήψῃ σφοδρότε‐ ρον, ἅπασαν περιτρώγειν τῆς ψυχῆς τὴν ἰσχύν. Ὅπερ οἶμαι καὶ τὸν δίκαιον πεπονθέναι ἐκ τοῦ σφόδρα κατα‐
30γινώσκειν ἑαυτοῦ, καὶ μηδέποτε χρηστὰς ἑαυτῷ ὑποτεί‐ νειν ἐλπίδας, ἀλλὰ τὰς ἐναντίας ἀεί. Τοῦτο γοῦν καὶ ἐκ τῶν ἑξῆς δῆλον ποιεῖ· Ἐλέησον γάρ με, ἐπήγαγεν, ὅτι ἀσθενής εἰμι· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα, πρότερον
35εἰπών· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. Εἰ δὲ ὁ συνειδὸς ἔχων οὕτω καθαρὸν ἀξιοῖ μὴ γενέσθαι τῶν πε‐ πραγμένων ἐξέτασιν ἀκριβῆ, τί ποιήσομεν ἡμεῖς οἱ τοσ‐ ούτοις ἐναπειλημμένοι κακοῖς, καὶ τοσοῦτον ἀπᾴδον‐ τες τῆς παῤῥησίας ἐκείνου, καὶ μηδὲ τὸ πολλοστὸν
40τῆς ἐξομολογήσεως ἐκείνης ἐπιδειξάμενοι μέρος; Πόθεν οὖν ὁ μακάριος οὕτως ἐξωμολογεῖτο; Πεπαίδευτο ὅτι οὐ‐ δεὶς δικαιωθήσεται ἐνώπιον τοῦ Θεοῦ, καὶ ὅτι καὶ ὁ δίκαιος μόλις σώζεται. Διὰ τοῦτο ποτὲ μὲν παρακαλεῖ λέγων, Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου
45σου· ποτὲ δὲ, Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. εʹ. Τοῦτο γὰρ ἄξιον πανταχοῦ σκοπεῖν, πῶς οὐδαμοῦ μέ‐ μνηται τῶν οἰκείων κατορθωμάτων, ἀλλ’ ἐπὶ τὴν φιλαν‐ θρωπίαν τοῦ Θεοῦ ῥίπτει τὴν σωτηρίαν τὴν ἑαυτοῦ. Τοῦτο γὰρ συντετριμμένης ψυχῆς, τοῦτο τεταπεινωμένου

47

.

417

(50)

πνεύματος, τοῦτο ποιεῖ μεγάλα κατορθοῦντα τῶν ἁμαρ‐ τωλῶν μᾶλλον δεδοικέναι καὶ τρέμειν. Ὅτι γὰρ ἔτρεμε μὲν οὕτω καὶ ἐδεδοίκει, ἄκουσον αὐτοῦ λέγοντος· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; ᾜδει γὰρ, ᾔδει σαφῶς, ὅτι πολλῶν ἐσμεν
55ὀφλημάτων ὑπεύθυνοι τῷ Θεῷ, καὶ ὅτι τὰ μικρότατα τῶν ἁμαρτημάτων μεγάλης ἀξιοῦται τιμωρίας· ἔγνω προορῶν ἄνωθεν ἅπερ ἔμελλε νομοθετεῖν ὁ Χριστὸς ἐλθών· οὐ φόνων μόνον, ἀλλὰ καὶ ὕβρεων καὶ λοιδοριῶν καὶ ἐννοιῶν πονηρῶν καὶ γέλωτος καὶ ἀκαίρου λόγου
60καὶ εὐτραπελίας καὶ τῶν ἔτι μικροτέρων χαλεπὴν κεῖσθαιColumn end

47

.

418

τὴν δίκην ἐπίστευε. Διὰ τοῦτο καὶ ὁ Παῦλος, καίτοι μη‐ δὲν ἑαυτῷ συνειδὼς, ἔλεγεν· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι. Τί δήποτε; Ὅτι καὶ εἰ μηδὲν κακὸν αὐτῷ εἴργαστο, ὥσπερ οὖν οὐδὲ εἴργαστο,
5τῆς γοῦν εἰς τὸν Θεὸν ὀφειλομένης τιμῆς οὐχ ἡγεῖτο πε‐ πληρωκέναι τὸ μέτρον. Κἂν γὰρ μυριάκις ἀποθάνωμεν, κἂν πᾶσαν ἀρετὴν ἐπιδειξώμεθα, οὐδὲ τὴν ἀξίαν ἀποδεδώ‐ καμεν τῶν εἰς ἡμᾶς ὑπηργμένων παρὰ τοῦ Θεοῦ τιμῶν. Ὅρα γάρ· Οὐδενὸς τῶν παρ’ ἡμῶν δεόμενος, ἀλλ’
10αὐτὸς ἀρκῶν ἑαυτῷ, οὐκ ὄντας ἡμᾶς εἰς τὸ εἶναι παρήγαγε, ψυχὴν ἐνέπνευσεν, οἵαν οὐδενὶ τῶν ἐπὶ τῆς γῆς, παράδεισον ἐφύτευσεν, οὐρανὸν ἔτεινε, γῆν ὑπεστόρεσε, φωστῆρας ἀνῆψε λαμπροὺς, καὶ τὴν μὲν γῆν λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς καὶ ἄνθεσι
15κατεκόσμησε καὶ φυτοῖς, τὸν δὲ οὐρανὸν τῷ ποικίλῳ τῶν ἄστρων καταστίξας χορῷ, τῆς ἡμέρας ἡμῖν οὐχ ἧττον τὴν νύκτα χρησιμωτέραν εἰργάσατο διὰ τὴν ἐκ τοῦ ὕπνου ἐγγινομένην ἀνάπαυσιν καὶ ἰσχύν. Τῶν γὰρ σιτίων οὐχ ἧττον ἡμῖν οὗτος τρέφει τὰ σώματα· καὶ δῆ‐
20λον ἐκεῖθεν· λιμοῦ μὲν γὰρ πολλάκις ἴδοι τις ἂν πολλὰς κατατολμῶντας ἡμέρας, ὕπνου δὲ οὐδὲ ὀλίγας δυνατόν. Καὶ τὴν ἐν ἡμέρᾳ δὲ γενομένην φλόγα, τήν τε ἀπὸ τῆς ἀκτῖνος, τήν τε ἀπὸ τῶν μόχθων τῶν καθημερινῶν καταψύχων καὶ διαλύων, οὕτως ἀκμάζοντας πάλιν ἡμᾶς πρὸς τοὺς πό‐
25νους ἀνίστησι· χειμῶνος δὲ ὥρᾳ, τῷ μήκει τοῦ δρόμου καὶ ἐπιπλέον ἡμῖν παρέχει τὴν ἀνάπαυσιν καὶ τὸ θάλπος, ὑπωροφίους εἶναι καταναγκάζων. Καὶ τὸ σκό‐ τος δὲ οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τούτῳ συγκεκλήρωται τῷ καιρῷ, ἀλλ’ ὑπὲρ ἀναπαύσεως πλείονος. Ὥσπερ οὖν
30αἱ φιλόστοργοι τῶν μητέρων, ὅταν κατευνάσαι τὰ παιδία βουληθῶσιν ἀλύοντα, ὑπὸ τὰς ἀγκάλας θεῖσαι τὰς ἑαυτῶν, καὶ τῷ χιτωνίσκῳ τὰς ὄψεις περιβαλοῦσαι, κατακοιμίζουσιν· οὕτω καὶ ὁ Θεὸς, καθάπερ τι καταπέ‐ τασμα τὸ σκότος κατὰ τῆς οἰκουμένης ἁπλώσας, παύει
35τοὺς ἀνθρώπους τῶν πόνων. Εἰ γὰρ μὴ τοῦτο ἦν, ὑπὸ τῆς φιλοπραγμοσύνης ἢ φιλαργυρίας τῆς ἄγαν καὶ ὑπὸ τῶν πόνων ἅπαντες ἂν διεσπάσθημεν· νυνὶ δὲ καὶ ἄκοντας ἡμᾶς τῶν ἱδρώτων ἀνίησιν. Οὐ τὰ σώ‐ ματα δὲ ἡμῖν ἀνίησι μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν οὗτος
40ὁ νόμος τῶν σωμάτων οὐχ ἧττον. Τί γὰρ ἄν τις λέγοι τὴν ἐν τῷ καιρῷ τούτῳ γαλήνην, τὴν ἡσυχίαν, καὶ πῶς ἅπαντα γέμει σιγῆς, καὶ θορύβων ἐστὶ καθαρὰ, καὶ οὐκ ἔστιν ἀκοῦσαι κραυγῆς τινος καθάπερ ἐν ἡμέρᾳ, τῶν μὲν πενίαν ὀδυρομένων, τῶν δὲ ἐπήρειαν κατα‐
45βοώντων, τῶν δὲ ἀῤῥωστίαν σώματος καὶ πηρώ‐ σεις θρηνούντων, καὶ τῶν μὲν θάνατον τῶν οἰκείων, τῶν δὲ ζημίαν χρημάτων, τῶν δὲ ἄλλο τι τῶν ἀνθρω‐ πίνων· πολλὰ δὲ ταῦτά ἐστιν· ὧν τούτων ἁπάντων καθάπερ τρικυμιῶν ἐξαρπάσασα πρὸς τὸν αὑτῆς ἀνα‐

47

.

418

(50)

παύει λιμένα τὸ τῶν ἀνθρώπων γένος ἡ νύξ. Καὶ διὰ μὲν τῆς νυκτὸς τοσαῦτα ἡμῖν τὰ ἀγαθά· διὰ δὲ τῆς ἡμέρας ταῦτα, ἅπερ ἅπαντες ἴσμεν. Τί ἄν τις εἴποι τὴν πρὸς τὰς ἐπιμιξίας εὐκολίαν γινομένην ἡμῖν; Ἵνα γὰρ μὴ τῆς ὁδοιπορίας τὸ μῆκος ἀποτροπὴ γίγνοιτο τῆς
55συνουσίας τῆς πρὸς ἀλλήλους, ἐπιτομωτέραν ἡμῖν ὁδὸν τὴν θάλασσαν ἀνῆκε πανταχοῦ τῆς γῆς ὁ Θεὸς, ἵνα ὥσπερ οἶκον ἕνα τὴν οἰκουμένην οἰκοῦντες, οὕτω θαμινὰ παρ’ ἀλλήλους βαδίζωμεν, καὶ τῶν παρ’ ἑαυτῷ ἕκαστος τῷ πλησίον μεταδιδοὺς εὐκόλως, ἀντιλαμβάνῃ τὰ παρ’
60ἐκείνου, καὶ μικρὸν τῆς γῆς μέρος κατέχων, ὥσπερ417

47

.

419

ἁπάσης κύριος ὢν, τῶν πανταχοῦ γινομένων ἀπολαύῃ καλῶν· καθάπερ ἐπὶ τραπέζης πλουσίας ἑκάστῳ τῶν δαιτυμόνων τὸ παρατεθειμένον αὐτῷ δόντι τῷ πόῤῥωθεν κατακειμένῳ, τὸ παρ’ ἐκείνῳ κείμενον ἀντιλαβεῖν ἔξ‐
5εστι τὴν χεῖρα μόνον ἐκτείναντα. Εἰ δέ τις καὶ τὰ ἄλλα πάντα ἐπελθεῖν ἐπιχειρήσειε τῷ λόγῳ, εἰς ἄφατον ἐκπε‐ σεῖται μῆκος, καὶ οὐδὲ μικρὸν ἐπελεύσεται μέρος· πῶς γὰρ ἄνθρωπος ὢν καὶ τὴν ἄπειρον τοῦ Θεοῦ σοφίαν ἀνα‐ μετρεῖν ἐπιχειρῶν; Ἐννόησον γὰρ τέως τὰς τῶν φυτῶν
10διαφορὰς, τῶν καρποφόρων, τῶν ἀκάρπων, τῶν ἐν ἐρήμοις, τῶν κατὰ τὴν οἰκουμένην, τῶν ἐν ὄρεσι, τῶν ἐν πεδίοις· ἴδε τὴν ἐν τοῖς σπέρμασι ποικιλίαν, τὴν ἐν ταῖς βοτάναις, τὴν ἐν τοῖς ἄνθεσι, τὴν ἐν τοῖς ζώοις τοῖς χερσαίοις, τοῖς ἀμφιβίοις, τοῖς νηκτοῖς· ἐννόησον
15ὅτι τὰ ὁρώμενα ἅπαντα δι’ ἡμᾶς, οὐρανὸς, γῆ, θάλασσα, τὰ ἐν τούτοις ἅπαντα. Καθάπερ γάρ τις βασίλεια ἑαυτῷ λαμπρὰ κατασκευάσας, πολλῷ μὲν ἀποστίλβοντα τῷ χρυσῷ, πολλῇ δὲ λάμποντα τῇ τῶν λίθων αἴγλῃ, οὕτω τὸν κόσμον τεκτηνάμενος ὁ Θεὸς ἤγαγε τὸν ἄνθρωπον
20βασιλεύοντα πάντων τῶν ἐν αὐτῷ. Καὶ τὸ πολλῷ θαυ‐ μασιώτερον, τούτου τοῦ οἴκου οὐκ ἀπὸ λίθων κατασκευά‐ σας τὸν ὄροφον, ἀλλ’ ἐξ ἑτέρας ὕλης τιμιωτέρας αὐτὸν συμπηξάμενος, οὐδὲ λυχνίας χρυσῆς φλόγα ἀνάψας, ἀλλ’ ἄνωθεν τὰς λαμπάδας ἀφεὶς διατρέχειν τούτου τοῦ
25οἴκου τὴν στέγην ἐκέλευσεν, ὡς μὴ χρήσιμον μόνον, ἀλλὰ καὶ πολλὴν ἡμῖν εἶναι τὴν ἡδονήν· τὸ δὲ ἔδαφος ἀντὶ τραπέζης ἀνῆκε πολυτελοῦς. Καὶ ταῦτα παρέσχε τῷ μηδὲν οὐδέπω ἐπιδειξαμένῳ καλόν. Ἀλλ’ ὅμως μετὰ τὴν τοσαύτην δωρεὰν ἀγνώμονα περὶ τὸν εὐεργέτην
30γενόμενον, οὐδὲ οὕτως ἐστέρησε τῆς τιμῆς, ἀλλ’ ἐκβαλὼν μόνον τοῦ παραδείσου, τούτῳ κολάζει, περαιτέρω προ‐ βῆναι τὴν ἀγνωμοσύνην κωλύων, καὶ τὴν ἐπὶ τὸ χεῖρον ἀναστέλλων ῥοπήν. Ταῦτα δὴ πάντα ἀναλογιζόμενος ὁ Ἀπόστολος, καὶ τούτων πλείονα, ἅτε Πνεύματι θείῳ
35κινούμενος, τά τε ἐξ ἀρχῆς, τά τε καθ’ ἑκάστην ἡμέ‐ ραν, τά τε εἰς ἕνα ἕκαστον, τά τε εἰς ἅπαντα κοινῇ γινόμενα, καὶ τὰ φανερῶς. καὶ τὰ λάθρα πολλῷ πλείονα ὄντα τῶν φανερῶν, καὶ ἔτι τὰ κατὰ τὴν οἰκονομίαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ τὰ μέλλοντα ἀγαθὰ,
40καὶ πάντα ἁπλῶς περισκοπῶν, καὶ πανταχόθεν συλ‐ λέγων τοῦ Θεοῦ τὴν ἄφραστον ἀγάπην, καὶ ἐννοήσας, ὥσπερ εἰς πέλαγος ἐμπεσὼν ἀχανὲς, οὕτως ἐμάνθανεν ὅσων καὶ ἡλίκων ὑπεύθυνος ἦν, οὐδὲ τὸ πολλοστὸν ἀπο‐ δεδώκει μέρος. Διὸ δὴ ταῦτα ἐφθέγγετο, καὶ τὰ μὲν
45μικρὰ τῶν ἁμαρτημάτων μετὰ πολλῆς ἐξήταζε τῆς ἀκριβείας, τὰ δὲ κατορθώματα λήθῃ παρέπεμπεν. Ἀλλ’ οὐχ ἡμεῖς, οἳ τῶν μὲν πλημμελημάτων, καὶ πολλῶν ὄντων καὶ μεγάλων, οὔτε λόγον, οὔτε μνήμην ποιούμεθα· ἂν δέ τι μικρὸν κατορθώσωμεν, τοῦτο ἄνω καὶ κάτω

47

.

419

(50)

στρέφομεν, καὶ οὐ πρότερον ἀφιστάμεθα γαυρούμενοιColumn end

47

.

420

καὶ φυσώμενοι, ἕως ἂν καὶ αὐτὸ τὸ μικρὸν διὰ τῆς ἀλαζονείας κενώσωμεν. Ταῦτα καὶ ὁ Δαυῒδ σκοπῶν ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; Οὐ μόνον δὲ, ἀλλὰ καὶ τῆς ἀγνωμοσύνης αὐτοῦ κατηγορῶν, Ἄν‐
5θρωπος, φησὶν, ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλή‐ θη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. ϛʹ. Τοῦτο οἰκέτου εὐγνώμονος, τὰς εἰς τὸ κοινὸν εὐερ‐ γεσίας ἰδιοποιεῖσθαι, καὶ ὡς τοῦ παντὸς ὀφειλέτην ὄντα, φροντίζειν καὶ μεριμνᾷν. Ὅπερ καὶ ὁ Παῦλος ἐποίησε
10(καλὸν γὰρ πάλιν αὐτοῦ μνημονεῦσαι), δι’ αὐτὸν λέγων τεθνηκέναι τὸν Κύριον· γὰρ νῦν ζῶ, φησὶν, ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαν‐ τός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Ταῦτα δὲ ἔλεγεν, οὐ συστεῖλαι βουλόμενος τοῦ Χριστοῦ τὴν δω‐
15ρεὰν, ἀλλὰ τοῦ παντὸς ἑαυτὸν ὑπεύθυνον καταστῆσαι σπεύδων, καὶ ἕκαστον οὕτω διακεῖσθαι πείθων. Εἰ γὰρ καὶ δι’ ἕνα παρεγένετο ἄνθρωπον ὁ Χριστὸς, οὐ μόνον οὐκ ἐλαττοῦται τούτῳ ἡ δωρεὰ, ἀλλὰ καὶ μείζων δείκνυται. Πῶς; Ὅτι καὶ ὑπὲρ ἑνὸς τοσαύτην φαίνεται
20τὴν σπουδὴν ἐπιδεικνύμενος, ὅσην ὁ τὸ ἓν πρόβατον ἐπιζητῶν, διὰ ταῦτα ἐταράττετο, διὰ ταῦτα ἐθρήνει. Εἰ γὰρ οἱ χρήματα δανεισάμενοι, καὶ οὐκ ἔχοντες ἀποτῖσαι, ἀλλὰ πολλῷ καταβαπτιζόμενοι τῷ τῶν ὀφλημάτων βυθῷ, οὔτε ἐσθίουσιν, οὔτε καθεύδουσιν ὑπὸ τῆς φροντίδος δα‐
25κνόμενοι· ὁ δίκαιος ὁρῶν οὐκ ἐν χρήμασιν, ἀλλ’ ἐν πρά‐ ξεσιν οὖσαν τὴν ὀφειλὴν, τί οὐκ ἂν ἔπαθεν; Ἀλλ’ οὐχ ἡμεῖς οὕτως, ἀλλὰ κἂν μικρὸν ἐκτίσωμεν, ὡς τὸ πᾶν ἐκτετικότες διακείμεθα, μᾶλλον δὲ καὶ ὑπερβαλλόμενοι· καὶ οὐδὲ τὸ μικρὸν τοῦτο μετὰ προθυμίας τῆς προσ‐
30ηκούσης ἐλευθέροις πράττομεν, ἀλλὰ πρότερον ἐξετάζο‐ μεν εἰ μισθὸν ἔχει, καὶ εἰ πολὺν τὸν μισθὸν, καὶ εἰ ἡμῖν αὐτοῖς λογίζεται, ἀνελευθέρων τινῶν καὶ μισθωτῶν φθεγγόμενοι ῥήματα. Τί λέγεις, ἄνθρωπε μικρόψυχε καὶ ταλαίπωρε; πρόκειταί τι πρᾶξαι τῶν ἀρεσκόντων Θεῷ,
35καὶ σὺ περὶ μισθοῦ φροντίζων ἕστηκας; Εἰ γὰρ πρά‐ ξαντά σε εἰς γέενναν ἐμπεσεῖν προὔκειτο, ἀναδύσασθαι ἐχρῆν, ἀλλ’ οὐχὶ μετὰ πολλῆς καὶ οὕτω τῆς προθυμίας ἅπτεσθαι τῆς τῶν καλῶν ἐργασίας; Πράττεις τι τῶν τῷ Θεῷ φίλων, καὶ μισθὸν ἕτερον ἐπιζητεῖς; Ὄντως ἀγνοεῖς
40ὅσον ἐστὶν ἀγαθὸν ἀρέσαι Θεῷ· εἰ γὰρ ᾔδεις, οὐ‐ δεμίαν ἂν ἑτέραν ἐνόμισας εἶναι ἴσην ἀμοιβήν. Οὐκ οἶδας ὅτι σοι ὁ μισθὸς αὔξεται, ὅταν μὴ ἐπ’ ἐλπίδι τῶν μισθῶν πράττῃ τὰ δέοντα; Οὐχ ὁρᾷς ὅτι καὶ ἐπὶ τῶν ἀνθρώπων τούτους μάλιστα τιμῶσιν ἅπαντες, οὓς ἂν ἴδωσι πρὸ
45τῶν μισθῶν εἰς τὸ ἐκείνοις ἀρέσκον ὁρῶντας, καὶ ὑπὲρ τούτου μᾶλλον σπουδάζοντας, ἢ τῆς παρ’ αὐτῶν τιμῆς; Εἶτα, ἄνθρωποι μὲν οὕτως εὐγενῶς πρὸς τοὺς ὁμοδούλους διάκεινται, σὺ δὲ ὁ τοσαῦτα εὐεργετηθεὶς παρὰ τοῦ Δεσπότου, καὶ τοσαῦτα προσδοκῶν ἀγαθὰ,

47

.

420

(50)

ἡνίκα ἄν τι δέῃ πρᾶξαι τῶν εἰς σωτηρίαν ἡκόντων τὴν σὴν, πρὸ τῆς πράξεως τὸν μισθὸν περιεργάζῃ. Διὰ ταῦτα πανταχοῦ ψυχροὶ καὶ ταλαίπωροι καὶ πρὸς οὐδεμίαν τῶν γενναίων ἐσμὲν παρεσκευασμένοι πράξεων· διὰ τοῦτο οὔτε ἐν κατανύξει γενέσθαι δεδυνήμεθά ποτε, οὔτε
55μικρόν τι συστεῖλαι τὴν ψυχὴν τὴν ἡμετέραν. Οὔτε γὰρ τὰ ἁμαρτήματα ἡμῶν ἀναλογιζόμεθα μετὰ ἀκριβείας, οὔτε τὰς τοῦ Θεοῦ εὐεργεσίας ἐξετάζομεν, οὔτε πρὸς τοὺς τὰ μέγιστα κατωρθωκότας ὁρῶμεν. Διὰ τοῦτο τῶν ἀγαθῶν ἔργων ἐπιλανθανόμεθα, ὅτι οὔτε μετρίως τὰς
60εὐπραγίας φέρομεν, οὔτε ὃ συνεχῶς λέγομεν, ἁμαρτω‐
λοὺς ἑαυτοὺς καλοῦντες, μετὰ ἀληθείας φθεγγόμεθα.419

47

.

421

Καὶ δῆλον ἐκεῖθεν· ὅταν γὰρ παρ’ ἑτέρων ταῦτα ἀκού‐ σωμεν, ἀγριαίνομεν, ἐκθηριούμεθα, ὕβριν τὸ πρᾶγμα εἶναί φαμεν. Οὕτω πάντα ὑπόκρισις τὰ παρ’ ἡμῶν, καὶ οὐδὲ τὸν τελώνην μιμούμεθα, ὃς, ἑτέρου τὸ τῶν ἁμαρτη‐
5μάτων ὀνειδίζοντος αὐτῷ πλῆθος, καταδεξάμενος τὰ ὀνείδη, διὰ τῶν ἔργων τὸ κέρδος ἐκαρπώσατο· κατῆλθε γὰρ δεδικαιωμένος μᾶλλον ὑπὲρ τὸν Φαρισαῖον· ἡμεῖς δὲ οὐδὲ ὅ τί ποτέ ἐστιν ἐξομολόγησις ἴσμεν, καὶ ταῦτα μυρίων γέμοντες κακῶν. Ἔδει δὲ μὴ μόνον πεπεῖσθαι
10ὅτι μυρία ἡμῖν πεπλημμέληται, ἀλλὰ καὶ πάντα ἡμῶν τὰ ἁμαρτήματα, τά τε μικρὰ, τά τε μεγάλα, ὥσπερ ἐν βίβλῳ τῇ καρδίᾳ γράφοντας ἔχειν, καὶ ὡς νεωστὶ γεγε‐ νημένα πενθεῖν. Οὕτω γὰρ ἂν καὶ τὸ φρόνημα τῆς ψυ‐ χῆς κατεστείλαμεν, συνεχῶς αὐτῇ τῶν οἰκείων ἀναμι‐
15μνήσκοντες κακῶν. Τοσοῦτόν ἐστιν ἀγαθὸν μνημονεύειν ἁμαρτημάτων οἰκείων, ὡς καὶ τὰ ἀφανισθέντα ἐγκλήματα συνεχῶς φέρειν εἰς μέσον τὸν μακάριον Παῦλον. Ἐπειδὴ γὰρ τὰ πρότερα ἀπενίψατο πάντα διὰ τοῦ βαπτίσματος, καὶ μετὰ ταῦτα ἐβίου καθαρῶς, οὕτως ὡς μηδὲν ἑαυτῷ
20συνειδέναι, καὶ οὐκ εἶχεν ὑπὲρ ὧν στενάξειεν ἁμαρτημά‐ των, τῶν πρὸ τοῦ βαπτίσματος ἐξηλειμμένων ἐμέμνητο λέγων, ὅτι Ὁ Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· καὶ πάλιν, Πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρό‐
25τερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· καθ’ ὑπερβολὴν γὰρ ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν· καὶ πάλιν, Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος. Εἰ γὰρ καὶ ἀνευθύνους ἡμᾶς ἀφίησιν ἐκεῖνα τὰ ἁμαρτήματα· ἀλλ’ ὅμως ἐστὶν ἱκανὰ
30ψυχὴν ἐντρέψαι, καὶ πεῖσαι σφοδρῶς ἀγαπᾷν τὸν Θεόν. Καὶ γὰρ ἐρωτηθεὶς ὁ Σίμων ὑπὸ τοῦ Κυρίου, τίς τῶν δύο χρεωφειλετῶν τὸν δεδανεικότα ἀγαπήσει πλέον, καὶ εἰπὼν, ὅτι Νομίζω, ᾧ τὸ πλέον ἐχαρίσατο, ἤκουσεν· Ὀρθῶς ἔκρινας.
35 ζʹ. Ὅταν γὰρ ἐννοήσωμεν τὸ πλῆθος τῶν παρελθόντων ἁμαρτημάτων, τότε εἰσόμεθα τῆς τοῦ Θεοῦ χάριτος τὴν ὑπερβολὴν, τότε κάτω νεύσομεν, τότε συσταλησόμεθα. Ὅσῳ γὰρ μειζόνων ἐσμὲν ὑπεύθυνοι πλημμελημάτων, τοσούτῳ μᾶλλον ἐντραπησόμεθα. Παῦλος μὲν οὖν κἀκεί‐
40νων ἐμέμνητο· ἡμεῖς δὲ οὐδὲ τὰ μετὰ τὸ βάπτισμα ἀναμνησθῆναι βουλόμεθα, τὰ κίνδυνον ἔχοντα, καὶ τῆς ἐπ’ αὐτοῖς ἐξετάσεως ὑπευθύνους ἡμᾶς καθιστῶντα, ἀλλὰ κἂν εἰς ἔννοιαν τοιούτου τινός ποτε ἐμπέσωμεν, εὐθέως ἀπεπηδήσαμεν, οὐδὲ τὸ πρὸς βραχὺ τῇ μνήμῃ
45λυπῆσαι βουλόμενοι τὴν ψυχήν. Τοιγάρτοι μυρία ἀπὸ ταύτης τῆς ἀνωφελοῦς χάριτος ἡμῖν τίκτεται τὰ κακά. Οὕτω γὰρ ἀναλγήτως ἔχοντες καὶ μαλακῶς, οὔτε ὑπὲρ τῶν πρότερον ἐξομολογήσασθαι δυνάμεθα, (πῶς γὰρ, ὧν οὐδὲ τὴν μνήμην ἀνέχεσθαι ἐθίζομεν ἑαυτούς;) καὶ

47

.

421

(50)

πρὸς τὰ μέλλοντα προχείρως καταφερόμεθα. Ἀγαπητὸν γὰρ τῆς μνήμης ἐκείνης ἐνακμαζούσης ἡμῖν ἀεὶ, καὶ τοῦ φόβου κατασείοντος τὴν διάνοιαν, δυνηθῆναι τὸ χαῦνον αὐτῆς καὶ διακεχυμένον ἐξελεῖν· εἰ δὲ καὶ τοῦτον ἀφ‐
έλοις τὸν χαλινὸν, τίς αὐτὴν καθέξει λοιπὸν ἀδεῶς κατὰColumn end

47

.

422

κρημνῶν φερομένην, καὶ εἰς τὰ τῆς ἀπωλείας ἐμπί‐ πτουσαν βάραθρα; Διὰ ταῦτα ὁ δίκαιος ἐκεῖνος τὴν μέλ‐ λουσαν ὑπέγραφε κόλασιν· διὰ ταῦτα ἐθρήνει, διὰ ταῦτα ἔστενε, ταῦτα ἐκ περιουσίας ποιῶν. Τοῖς μὲν μεγάλοις
5ὑμῖν ἀρκεῖ πρὸς τὸ κατανυγῆναι τὸ τῶν εὐεργεσιῶν ἀναμνησθῆναι τοῦ Θεοῦ, τὸ μὴ μεμνῆσθαι τῶν οἰκείων κατορθωμάτων, τὸ μετὰ πολλῆς ἀκριβείας ἐξετάζειν εἴ πού τι καὶ μικρὸν ὑμῖν τύχοι πλημμεληθὲν, τὸ πρὸς τοὺς μεγάλους ἄνδρας ὁρᾷν καὶ σφόδρα εὐηρεστηκότας
10Θεῷ, τὸ μετὰ ταῦτα ἅπαντα ἐννοεῖν τὸ τοῦ μέλλοντος ἄδηλον, τὸ πρὸς τὴν κατάπτωσιν καὶ τὴν ἁμαρτίαν ὀξύῤ‐ ῥοπον, ὅπερ καὶ ὁ Παῦλος ἐδεδοίκει· διὸ καὶ ἔλεγε· Φο‐ βοῦμαι μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γέ‐ νωμαι· καὶ τὸ, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέ‐
15σῃ. Οὕτω καὶ ὁ Δαυῒδ ταῦτα πάντα ἔστρεφε παρ’ ἑαυ‐ τῷ· τὰς μὲν γὰρ εὐεργεσίας τοῦ Θεοῦ λογιζόμενος, ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ· ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστε‐
20φάνωσας αὐτόν. Τῶν δὲ κατορθωμάτων οὕτως ἐπελέ‐ ληστο τῶν αὑτοῦ, ὡς μετὰ τὴν μυρίαν φιλοσοφίαν ἐκείνην εἰπεῖν· Τίς εἰμι ἐγὼ, Κύριέ μου, Κύριε, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου, ὅτι ἠγάπησάς με ἕως τούτων; καὶ κατεσμίκρυνται ταῦτα ἐνώπιόν σου,
25Κύριέ μου, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν. Οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, Κύριέ μου, Κύριε, πρὸς σέ. Καὶ τί προσθήσει Δαυῒδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ; Καὶ τῶν προγόνων συνεχῶς τὴν ἀρετὴν ἐννοῶν, τὸ μηδὲν πρὸς ἐκείνους ἑαυτὸν ἐξ‐
30ετάζων εἶναι ἐνόμιζε. Μετὰ γὰρ τὸ εἰπεῖν, Ἐπὶ σοὶ ἤλ‐ πισαν οἱ πατέρες ἡμῶν, περὶ ἑαυτοῦ λέγων ἐπήγαγεν, Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος. Τὸ δὲ τοῦ μέλ‐ λοντος ἄδηλον οὕτως εἶχε πρὸ τῶν ὀφθαλμῶν, ὡς λέγειν· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς
35θάνατον. Καὶ ἁμαρτημάτων δὲ οὕτω πολλῶν ὑπεύθυνον ἑαυτὸν εἶναι ἐνόμιζεν, ὡς λέγειν· Ἱλάσθητι τῇ ἁμαρτίᾳ μου, πολλὴ γάρ ἐστιν. Ὑμῖν μὲν οὖν τοῖς μεγάλοις ἀρκεῖ καὶ ταῦτα· ἡμῖν δὲ καὶ μετὰ τούτων τῶν φαρμάκων ἐστὶν ἀνάγκη ἰσχυρὰ καὶ ἱκανὴ καθελεῖν
40τὸ φρόνημα καὶ τὴν ἀλαζονείαν ἅπασαν. Τί δὴ τοῦτό ἐστι; Τὸ τῶν ἁμαρτημάτων πλῆθος, τὸ συνειδὸς τὸ πονηρόν· ὅπερ ἐπειδὰν ἡμῶν ἐπιλάβηται, οὐδὲ ἑκόν‐ τας ἀφίησιν ἀρθῆναι πρὸς τὸ ὕψος. Διὸ δὴ δέομαι καὶ ἀντιβολῶ πρὸς τῆς παῤῥησίας αὐτῆς, ἧς διὰ τῶν κατορ‐
45θωμάτων ἐκτήσω πρὸς τὸν Θεὸν, χεῖρα ἡμῖν ὀρέξαι συν‐ εχῶς δεομένοις, ὥστε δυνηθῆναι καὶ πενθῆσαι τὸν φόρ‐ τον τῶν τοσούτων κακῶν κατ’ ἀξίαν, καὶ πενθήσαντας ἐπιλαβέσθαι τινὸς ὁδοῦ φίλης, καὶ πρὸς τὸν οὐρανὸν φερούσης ἡμᾶς, ἵνα μὴ ἀπελθόντες εἰς τὸν ᾅδην, ἔνθα

47

.

422

(50)

οὐδεὶς ἐξομολογεῖσθαι δύναται, τὰ τῶν ἠτιμωμένων πάθωμεν, οὐδενὸς ἡμᾶς ἐξαιρουμένου λοιπόν. Ἕως μὲν γὰρ ἂν ἐνθάδε ὦμεν, καὶ ἡμεῖς παρ’ ὑμῶν μεγάλα καρ‐ πώσασθαι δυνησόμεθα, καὶ ὑμεῖς ἡμᾶς εὐεργετῆσαι τὰ μέγιστα· ἐπειδὰν δὲ ἀπέλθωμεν ἐκεῖ, ἔνθα μήτε φί‐
55λος, μήτε ἀδελφὸς, μήτε πατὴρ ἐπαρκέσαι δυνήσεται, μήτε παραστῆναι κολαζομένοις ἡμῖν, ἀνάγκη λοιπὸν ἐν ἀπορίᾳ καὶ σκότῳ βαθεῖ καὶ πολλῇ τῶν παραμυθησομέ‐ νων ἐρημίᾳ τὴν ἀθάνατον τίνειν δίκην, ἀνάλωτον τροφὴν
τῇ παμφάγῳ γινομένους φλογί.421