TLG 2062 003 :: JOANNES CHRYSOSTOMUS :: Adversus oppugnatores vitae monasticae (lib. 1–3)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Adversus oppugnatores vitae monasticae (lib. 1–3)

Citation: Vol — pg — (ln)

47

.

319

(1t)

ΠΡΟΣ ΤΟΥΣ ΠΟΛΕΜΟΥΝΤΑΣ
2tΤΟΙΣ ΕΠΙ ΤΟ ΜΟΝΑΖΕΙΝ ΕΝΑΓΟΥΣΙΝ
3 αʹ. Ὅτε τὸν ἐν Ἱεροσολύμοις νεὼν πολλῶν ἐτῶν χαμαὶ κείμενον ἀπὸ τῆς μακρᾶς ἐπανελθόντες αἰχμαλωσίας
5ἐγείρειν ἤθελον τῶν Ἑβραίων οἱ παῖδες, τότε δὴ βάρβα‐ ροί τινες καὶ ἀνήμεροι ἄνθρωποι, μήτε τὸν Θεὸν αἰδε‐ σθέντες, ᾧ τὸν νεὼν ἤγειραν ἐκεῖνοι, μήτε πρὸς τὴν τῶν ἀνθρώπων κατακλασθέντες συμφορὰν, ἀφ’ ἧς ὀψέ ποτε καὶ μόλις ἀνήνεγκαν, μήτε τὴν παρὰ Θεοῦ τοῖς τὰ
10τοιαῦτα τολμῶσιν ἑπομένην φοβηθέντες δίκην, τὸ μὲν πρῶτον δι’ ἑαυτῶν ἐπεχείρουν κωλύειν οἰκοδομοῦντας αὐτούς· ὡς δὲ οὐδὲν ἤνυον, γράμματα πέμψαντες ὡς βασιλέα τὸν αὐτῶν, ἐν οἷς ἀποστάτην καὶ νεωτεροποιὸν καὶ φιλοπόλεμον τὴν πόλιν ἐκάλουν ἐκείνην, ἔπεισαν
15ἐπιτρέψαι κωλῦσαι σφίσι τὴν οἰκοδομήν. Καὶ λαβόντες ταύτην παρ’ ἐκείνου τὴν ἐξουσίαν, καὶ μετὰ πολλῶν αὐτοῖς ἐπιθέμενοι τῶν ἱππέων, διέκοψάν τε τὸ ἔργον τέως, καὶ ἐφρόνουν ἐπὶ τῇ νίκῃ μέγα, ἐφ’ ἧς κατακόπτεσθαι ἔδει, καὶ πέρας αὐτοῖς ἔχειν ᾤοντο τὴν ἐπιβουλήν. Τόδε
20ἦν ἄρα προοίμιον καὶ ἀρχὴ τῶν αὐτίκα δὴ μάλα αὐτοὺς καταληψομένων κακῶν. Τό τε γὰρ ἔργον ἠνύετο, καὶ λαμπρὸν ἀπελάμβανε τέλος· ἐκεῖνοί τε ἐμάνθανον, καὶ δι’ ἐκείνων ἅπαντες, ὅτι οὐκ ἄρα ἀνθρώποις ἐπολέ‐ μουν, οὔτε Μιθριδάτης τότε, οὐδὲ ἄλλος οὐδεὶς, ὃς ἂν
25ἀνθρώποις ἕληται πολεμεῖν ἀγαθόν τι προαιρουμένοις ποιεῖν, ἀλλ’ αὐτῷ πρὸ ἐκείνων τῷ δι’ ἐκείνων τιμωμέ‐ νῳ Θεῷ. Τὸν δὲ Θεῷ πολεμοῦντα οὐκ ἔνι ποτὲ εἰς χρηστὸν καταστρέψαι τέλος· ἀλλ’ ὁ τοιοῦτος ἐν ἀρχῇ μὲν τῆς τόλ‐ μης οὐδὲν ἴσως πείσεται δεινὸν, ἂν δ’ ἄρα μὴ πάθοι, τοῦ
30Θεοῦ καλοῦντος αὐτὸν εἰς μετάνοιαν, καὶ διδόντος ὥσπερ ἔκ τινος μέθης ἀνενεγκεῖν· ἂν δὲ ἐπιμένῃ τῇ παροι‐ νίᾳ, μηδὲν ἀπὸ τῆς τοσαύτης ἀνεξικακίας κερδαίνων, ἑτέ‐ ρους γοῦν ὀνήσει τὰ μέγιστα, διὰ τῆς εἰς αὐτὸν τιμωρίας παιδεύων μηδέποτε τῆς πρὸς τὸν Θεὸν ἅπτεσθαι μάχης,
35ὡς οὐκ ἐνὸν τὴν ἀήττητον ἐκείνην χεῖρα διαφυγεῖν. Τοιαῦται γοῦν εὐθέως αὐτοὺς κατελάμβανον συμφο‐ ραὶ, ὡς ἀποκρύψαι τῷ μεγέθει τῆς τραγῳδίας πάσας τὰς
ἄλλας συμφοράς. Μετὰ γὰρ τοὺς φόνους καὶ τὰς μυρίας

47

.

320

(3)

σφαγὰς ἃς αἱ τῶν τότε κωλυομένων Ἰουδαίων εἰς αὐτοὺς εἰρ‐ γάσαντο χεῖρες, ἐβρέχετο μὲν τῷ τῶν ἀνῃρημένων αἵματι
5διὰ πολλοῦ τοῦ βάθους ἡ γῆ, καὶ πολὺς ἀπὸ τούτου τοῦ αἵματος ἐγίνετο πηλός· τῶν δὲ σωμάτων τῶν τε ἱππείων τῶν τε ἀνθρωπίνων ὁμοῦ πεφυρμένων, ἐκ τούτων καὶ τῶν ἐν τούτοις προστριβομένων ὠτειλῶν τοσοῦτον σκω‐ λήκων ἐτίκτετο πλῆθος, ὡς τὴν μὲν γῆν τῷ πλήθει κρύ‐
10πτεσθαι τῶν νεκρῶν, τούτους δὲ αὐτοὺς πάλιν τῷ τῶν σκωλήκων. Εἶπεν ἄν τις, ἐκεῖνο τὸ πεδίον ἰδὼν, οὐ σώ‐ ματα κάτωθεν ὑποκεῖσθαι νεκρῶν, ἀλλὰ πηγὰς εἶναι πολ‐ λὰς, καὶ πολλαχόθεν ἐκεῖνο φερούσας τῶν ζώων τὸ γένος· οὕτω πάσης ἐπιῤῥοπῆς σφοδρότερον ἀπὸ τῆς σηπεδόνος
15ἐκείνης ἀνέβλυζεν ἡ τῶν σκωλήκων φορά. Τοῦτο δὲ οὐκ ἐπὶ δέκα καὶ εἴκοσιν ἡμέραις ἐγίνετο μόνον, ἀλλ’ ἐπὶ πολ‐ λῷ τῷ χρόνῳ. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ διαδεξόμενα αὐτοὺς, πολλῷ τούτων ἐστὶ χαλεπώτερα. Οὐ γὰρ εἰς χίλια ἔτη, οὐδὲ εἰς μύρια μόνον, οὐδὲ εἰς δὶς το‐
20σαῦτα, καὶ τρὶς, ἀλλ’ εἰς ἀπείρους αἰῶνας ψυχωθέντα τὰ σώματα, τότε δέχεται τὰς βασάνους καὶ τὰς ἀῤῥήτους ἀλ‐ γηδόνας ἐκείνας. Καὶ ταῦτα ἀμφότερα οἶδε μὲν ὁ μακά‐ ριος Ἡσαΐας, οἶδε δὲ ὁ τῶν παραδόξων ὄψεων θεωρὸς Ἰεζεκιὴλ, οἳ καὶ τῶν ἀνθρώπων τούτων διανειμάμενοι τὴν
25κόλασιν, ὁ μὲν τὴν ἐνταῦθα, ὁ δὲ τὴν ἐκεῖ διηγήσατο. βʹ. Ἐγὼ δὲ αὐτῶν οὐχ ἁπλῶς ἐμνημόνευσα νῦν, ἀλλ’ ἐπειδή τις ἐλθὼν ἡμῖν ἀπήγγειλεν ἀγγελίαν πικράν τινα καὶ χαλεπὴν, καὶ πολλὴν εἰς τὸν Θεὸν τὴν ὕβριν ἔχουσαν. Εἶναι γάρ τινας ἀνθρώπους καὶ νῦν τὰ αὐτὰ τοῖς βαρ‐
30βάροις τολμῶντας ἐκείνοις, μᾶλλον δὲ καὶ παρανομώτερα ἐκείνων πολλῷ· τοὺς γὰρ εἰς τὴν καθ’ ἡμᾶς φιλοσοφίαν ἄγοντας πάντοθεν ἐλαύνειν, καὶ μετὰ πολλῆς τῆς ἀπει‐ λῆς ἀπαγορεύειν καθόλου μὴ φθέγγεσθαι, μηδὲ διδάσκειν μηδένα ποτὲ ἀνθρώπων τοιοῦτον μηδέν. Ἐγὼ μὲν οὖν
35ἀνέκραξά τε εὐθέως ἀκούσας, καὶ τὸν εἰπόντα συνεχῶς ἀνηρώτων, εἰ μὴ παίζοι ταῦτα λέγων. Ὁ δὲ, Ἄπαγε, ἔφη· μὴ γὰρ ἄν ποτε παίζοιμι ταῦτα, μηδ’ ἂν εἰπεῖν, καὶ πλάσαι τοιαῦτα τῷ λόγῳ, ἃ πολλοῦ ἂν ἐτιμησάμην, καὶ πολλάκις ηὐξάμην μηδὲ νῦν, ὅτε γέγονεν, ἐν ἀκοῇ γοῦν
40δέξασθαι μόνῃ. Τότε δὴ καὶ πικρότερον ἀνοιμώξας, Ὄντως, ἔφην, τῶν τῷ Μιθριδάτῃ καὶ πᾶσιν ἐκείνοις τολμηθέντων τοσούτῳ ταῦτα ἀνοσιώτερα, ὅσῳ καὶ σεμνότερος πολλῷ καὶ ἁγιώτερος ὁ ναὸς οὗτος ἐκείνου. Ἀλλὰ τίνες, εἰπέ μοι,
καὶ πόθεν οἱ ταῦτα τολμήσαντες; καὶ διὰ τί, καὶ ἐκ

47

.

321

ποίας αἰτίας, καὶ πρὸς τί βλέποντες τοὺς λίθους εἰς τὸ ὕψος βάλλουσι, καὶ πρὸς τὸν οὐρανὸν ἀκοντίζουσι τὰ βέλη, καὶ τῷ τῆς εἰρήνης πολεμοῦσι Θεῷ; Σαμέας μὲν γὰρ καὶ οἱ Φαραθαῖοι καὶ οἱ ἄρχοντες Ἀσσυρίων καὶ πάντες ἐκεῖ‐
5νοι βάρβαροί τε ἦσαν, ὡς καὶ ἀπ’ αὐτῶν τῶν ὀνομάτων ἔστιν ἰδεῖν, καὶ τῆς Ἰουδαϊκῆς μακρὰν ἤσκηντο πολιτείας, καὶ οὐκ ἐβούλοντο προσοικοῦντες αὐτοῖς ἀνθρώπους αὐξομένους ὁρᾷν· τὴν γὰρ δύναμιν τὴν ἐκείνων τῇ σφῶν αὐτῶν ἐξουσίᾳ λοιπὸν ἐπισκοτεῖν ᾤοντο· οὗτοι δὲ ποίας
10αὐτοῖς ἐλευθερίας ἐλαττουμένης, ποίας ἐκκοπτομένης ἀδείας, τίνας τῶν κρατούντων συμπράττοντας ἔχοντες, ταῦτα ἐτόλμησαν; Ἐκεῖνοι μὲν γὰρ εἶχον τοὺς Περσῶν βασιλεῖς ταυτὰ βουλομένους αὐτοῖς· οἱ δὲ ἡμέτεροι τἀναντία τούτων, ὡς ἐμαυτὸν πείθω, καὶ ἐπιθυμοῦσι καὶ
15εὔχονται. Ὅθεν καὶ πολλῆς ἐμπέπλησμαι τῆς ἀπορίας, ὅτι τῶν βασιλέων ἐν εὐσεβείᾳ ζώντων, τοιαῦτα σὺ λέγεις ἐν μέσαις τολμᾶσθαι ταῖς πόλεσιν. Ὁ δέ φησιν· Ἂν καὶ τὸ τούτου παραδοξότερον μάθῃς, ὅτι καὶ οἱ ταῦτα δρῶντες εὐσεβεῖς τε εἶναι βούλονται, καὶ Χριστιανοὺς καλοῦσιν
20αὑτοὺς, πολλοὶ δὲ αὐτῶν καὶ τῶν ἤδη μεμυημένων εἰσί· καί τις αὐτῶν δὴ τούτων πολλοῦ τοῦ διαβόλου πνεύσαν‐ τος εἰς αὐτὸν, διὰ τῆς μιαρᾶς γλώσσης ἐκείνης ἐτόλ‐ μησεν εἰπεῖν, ὅτι καὶ τῆς πίστεως ἀποστήσεται, καὶ θύσεται δαίμοσιν· ἀποπνίγεσθαι γὰρ ὁρῶν ἀνθρώπους
25ἐλευθέρους καὶ εὐγενεῖς καὶ δυναμένους ἐν τρυφῇ ζῇν, ἐπὶ τὸν σκληρὸν τοῦτον ἀγομένους βίον. Ταῦτα ἀκούσας ἐγὼ ἐπλήγην τε πληγὴν χαλεπωτέραν, καὶ ὅσα ἀπὸ τού‐ του κακὰ στοχαζόμενος, τήν τε οἰκουμένην ἐθρήνουν ἅπασαν, καὶ πρὸς τὸν Θεὸν ἔλεγον· Ἆρον τὴν ψυχήν μου
30ἀπ’ ἐμοῦ, καὶ ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με, καὶ ἀπάλ‐ λαξον τῆς ἐπικήρου ταύτης ζωῆς, καὶ πρὸς τὸν χῶρον μετάστησον ἐκεῖνον, ἔνθα τοιοῦτον οὐδὲν οὔτε ἕτερος ἐρεῖ τις, οὔτε ἀκούσομαι ἐγώ. Οἶδα μὲν γὰρ, ὅτι ἀπελθόντα ἐντεῦθεν τὸ σκότος διαδέξεται τὸ ἐξώτερον, ἔνθα πολὺς
35ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· ἀλλ’ ἥδιον ἐμοὶ βρυχόντων ἀκούειν ὀδόντων, ἢ τοιαῦτα ἠχούντων ῥήματα. Ἰδὼν δέ με πενθοῦντα ἐκεῖνος σφοδρῶς, Ἀλλ’ οὐ τούτων, φησὶν, ὁ καιρὸς νῦν· οὐδὲ γὰρ δὴ τοὺς ἀπολωλότας καὶ ἀπολλυμένους τοῖς δάκρυσι τούτοις ἀνακτήσασθαι δυνήσῃ
40ποτέ· καὶ γὰρ οἶμαι μὴ στήσεσθαι τὸ δεινόν. Χρὴ δὲ ὁρᾷν ὅπως σβέσωμεν τὴν πυρὰν, καὶ στήσωμεν τὸν λοιμὸν, τό γε ἡμέτερον μέρος· καὶ εἴ γέ μοί τι πείθοιο, τῶν ὀδυρμῶν τούτων ἀφέμενος, ἔργασαι λόγον παραίνεσιν ἔχοντα τοῖς νοσοῦσι καὶ στασιάζουσι, πρός τε τὴν ἑαυτῶν, πρός τε
45τὴν κοινὴν ἁπάντων σωτηρίαν ἀνθρώπων. Καὶ τὸ βιβλίον ἐγὼ τοῦτο λαβὼν, ἀντ’ ἄλλου τινὸς φαρμάκου ταῖς τῶν καμνόντων ἐνθήσω χερσί· καὶ γάρ εἰσί μοι τῶν τὰ τοιαῦτα νοσούντων φίλοι πολλοὶ, καὶ ἀνέξονται ἐπελθεῖν καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, καὶ οἶδα ὅτι ταχέως ἀπαλλάξονται

47

.

321

(50)

τοῦ λοιμοῦ. Σὺ μὲν, ἔφην, πρὸς τὸ μέτρον τῆς ἀγάπης καὶ τὰ τῆς δυνάμεως τῆς ἡμετέρας μετρεῖς· ἐμοὶ δὲ οὔτε πάρεστί τις λόγων ἰσχὺς, τῇ τε εἶναι δοκούσῃ χρήσασθαι εἰς ὑπόθεσιν τοιαύτην αἰσχύνομαι, ἄλλον μὲν οὐδένα το‐ σοῦτον, Ἕλληνας δὲ ἅπαντας, τούς τε ὄντας τούς τε
55ἐπιγινομένους, οὓς ἀεὶ τῶν δογμάτων οὐχ ἧττον ἐπὶ

47

.

322

τῇ τοῦ βίου διασύρων ῥᾳθυμίᾳ, νῦν τὰ ἡμέτερα ἀναγ‐ κάζομαι διδάξαι κακά. Εἰ γὰρ αἴσθωνταί τινες ἐκείνων ὅτι παρὰ Χριστιανοῖς εἰσί τινες ἄνθρωποι οὕτω πρὸς ἀρε‐ τὴν καὶ φιλοσοφίαν ἐκπεπολεμωμένοι, ὡς μὴ μόνον τῶν
5ὑπὲρ ταύτης ἀφίστασθαι πόνων, ἀλλὰ μηδὲ τοὺς ὑπὲρ τούτων ἀνέχεσθαι λόγους, καὶ οὐδὲ ἐνταῦθα στῆ‐ ναι τῆς μανίας ἀνέχονται, ἀλλὰ κἂν ἕτερός τις ταῦτα συμβουλεύῃ καὶ διαλέγηται, καὶ τοῦτον πάντοθεν ἐλαύ‐ νουσιν· ἂν ταῦτα αἴσθωνται, δέδοικα μή ποτε οὔτε ἀν‐
10θρώπους ἡμᾶς εἶναι νομίσωσιν, ἀλλὰ θηρία καὶ τέρατα ἀνθρωπόμορφα, καὶ δαίμονάς τινας ἀλάστορας, καὶ τῆς κοινῆς φύσεως ἐχθροὺς, καὶ ταύτην οὐ περὶ τῶν ὑπευ‐ θύνων μόνον, ἀλλὰ καὶ περὶ παντὸς ἡμῶν τοῦ ἔθνους τὴν ψῆφον ἐνέγκωσι. Καὶ γελάσας ἐκεῖνος, Παίζεις, ἔφη,
15ταῦτα λέγων· ἐγὼ γὰρ νῦν τούτου σοι εὐκαιρότερον ἐρῶ, εἴ γε δέδοικας μὴ παρὰ τῶν σῶν λόγων μάθωσιν ἃ διὰ τῶν ἔργων ἔμαθον ἅπαντες πάλαι. Ὥσπερ γάρ τινος πο‐ νηροῦ πνεύματος τὰς ἁπάντων πεπληρωκότος ψυχὰς, οὕτω τὰ πάντων στόματα τούτων γέμει τῶν λόγων·
20κἂν εἰς ἀγορὰν ἐμβάλῃς, ὄψει, καὶ ἐν τοῖς ἰατρείοις, κἂν ἐν παντὶ μέρει τῆς πόλεως, ἔνθα συνεδρεύειν εἰώθασιν οἱ πράττειν οὐδὲν ἐθέλοντες, πολὺν γέλωτα παρὰ πάν‐ των κινούμενον. Ἡ δὲ τοῦ γέλωτος τούτου καὶ τῆς κωμ‐ ῳδίας ὑπόθεσις, τῶν εἰς τοὺς ἁγίους ἄνδρας εἰργασμέ‐
25νων ἐστὶ τὰ διηγήματα. Καθάπερ γάρ τινες πολεμισταὶ πολλὰς ἠνυκότες μάχας, καὶ τρόπαια στήσαντες, τὰς ἑαυτῶν ἀριστείας διηγούμενοι χαίρουσιν, οὕτω δὴ καὶ οὗτοι γάννυνται ἐπὶ τοῖς τολμήμασι τοῖς ἑαυτῶν· καὶ ἀκούσῃ τοῦ μὲν λέγοντος ὅτι, Ἐγὼ πρῶτος καὶ χεῖρας
30ἐπέβαλον ἐπὶ τὸν δεῖνα τὸν μοναχὸν, καὶ πληγὰς ἐν‐ έτεινα· ἑτέρου δὲ ὅτι, Τὸ καταγώγιον πρὸ τῶν ἄλλων εὗρον αὐτός· Ἀλλὰ τὸν δικαστὴν ἐγὼ μᾶλλον τῶν ἄλλων παρώξυνα, φησὶν ἕτερος· ἄλλος τὸ δεσμωτήριον καὶ τὰ ἐν τῷ δεσμωτηρίῳ δεινὰ, καὶ τὸ διὰ τῆς ἀγορᾶς ἑλκύσαι
35τοὺς ἁγίους ἐκείνους ἐν ἐγκωμίου τίθεται μέρει· καὶ ἄλλος ἄλλο. Εἶτα πάντες ἀνακαγχάζουσιν ἐπὶ τούτοις. Καὶ ταῦτα μὲν ἐν τοῖς τῶν Χριστιανῶν συνεδρίοις· οἱ δὲ Ἕλ‐ ληνες καὶ τούτους γελῶσι, καὶ τοὺς ὑπ’ αὐτῶν γελωμέ‐ νους· τοὺς μὲν, ἐφ’ οἷς ἔδρασαν, τοὺς δὲ ἐφ’ οἷς ἔπαθον·
40καὶ πολέμου τινὸς ἐμφυλίου τὰ πάντα ἐμπέπλησται, μᾶλλον δὲ ταῦτα ἐκείνου πολλῷ χαλεπώτερα. Ἐκεῖνον μὲν γὰρ οἱ πολεμήσαντες τὸν πόλεμον, ὅταν ποτὲ ὕστερον ἀναμνησθῶσιν αὐτοῦ, τοῖς τε κεκινηκόσιν αὐτὸν ἐπαρῶν‐ ται πολλὰ, καὶ δαίμονί τινι πονηρῷ τὰ ἐν αὐτῷ γενόμενα
45ἅπαντα ἀνατιθέασι· κἀκεῖνοι μὲν πλέον τι τῶν ἄλλων αἰσχύνονται, ὅσῳπερ ἂν ἐν αὐτῷ πλέον τι τῶν ἄλλων ἐργάσωνται· οὗτοι δὲ καὶ ἐγκαλλωπίζονται τοῖς τολμή‐ μασι. Καὶ οὐ τοῦτο μόνον, ὅτι ἐναγέστερος οὗτος ἐκείνου ὁ πόλεμος, οὐδὲ ὅτι πρὸς ἁγίους καὶ οὐδὲν ἠδικηκότας γί‐

47

.

322

(50)

νεται μόνον, ἀλλ’ ὅτι καὶ πρὸς ἀνθρώπους ποιεῖν μὲν οὐ‐ δένα εἰδότας κακῶς, πάσχειν δὲ παρεσκευασμένους μό‐ νον. γʹ. Ἐπίσχες, ἔφην, ἐπίσχες· καὶ γὰρ καὶ τούτων ἡμῖν ἅλις τῶν διηγημάτων, εἴ γε μὴ παντελῶς με ἐκπνεῦσα.
55δέοι· ἀλλὰ μικρὰν γοῦν τινα ἔχοντα ἰσχὺν, ἀπελθεῖν ποίη‐ σον. Σὺ μὲν γὰρ πάντως ὅπερ ἐπέταξας γενήσεται· μόνον μηδὲν ἕτερον ἡμῖν προσθῇς διήγημα, ἀλλ’ ἀπελ‐
θὼν εὔχου σκεδασθῆναί μοι τῆς ἀθυμίας τὸ νέφος, καὶ

47

.

323

λαβεῖν τινα παρὰ τοῦ πολεμουμένου Θεοῦ ῥοπὴν εἰς τὴν ἰατρείαν τῶν πολεμούντων αὐτόν· δώσει δὲ πάντως φιλάνθρωπός τε ὢν, καὶ τὸν θάνατον μὴ βουλόμενος τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν. Οὕτως
5ἀποπέμψας ἐκεῖνον, τῶν λόγων ἡπτόμην τούτων. Καὶ γὰρ εἰ μὲν τοῦτο μόνον ἦν τὸ δεινὸν, τὸ τοὺς ἁγίους τοῦ Θεοῦ καὶ θαυμαστοὺς ἄνδρας ἐκείνους ἕλκεσθαι καὶ σπα‐ ράσσεσθαι συρομένους εἰς δικαστήρια, καὶ τυπτομένους, καὶ τὰ ἄλλα πάσχοντας, ἅπερ διηγησάμην ἄρτι, μηδεμία
10δὲ ἀπὸ τούτων εἰς τὴν τῶν ταῦτα τολμώντων κεφαλὴν ἐτρέπετο βλάβη, τοσοῦτον ἀπέσχον ἀλγῆσαι τοῖς γινομέ‐ νοις, ὅτι κἂν ἐγέλασα σφόδρα ἡδὺ, καὶ δαψιλὲς ἐπ’ αὐτοῖς· ἐπεὶ καὶ τὰ παιδία τὰ μικρὰ, ὅταν μὲν ἀκινδύνως πλήττῃ τὰς μητέρας, πολὺν κινεῖ τὸν γέλωτα ταῖς πληττομέναις
15αὐταῖς, καὶ ὅσῳπερ ἂν ἐκ πλείονος τοῦτο ἐργάζηται τοῦ θυμοῦ, τοσοῦτον μᾶλλον αὐταῖς ἐπιτείνει τὴν ἡδονὴν, ὡς καὶ διαχεῖσθαι καὶ ἀνακλᾶσθαι τῷ γέλωτι· εἰ δὲ τῷ συν‐ εχῶς καὶ ῥαγδαίως τοῦτο ποιεῖν τρωθείη ποτὲ, ἢ βελόνης τῷ χιτωνίσκῳ τῆς μητρὸς περὶ τὴν ζώνην ἐμπεπερονημένης,
20ἢ τῆς κερκίδος πρὸ τῶν στέρνων τῶν μητρικῶν τὴν χεῖρα τοῦ παιδὸς δεξαμένης, τότε δὴ, τότε, τὸν γέλωτα ἀφεῖσα ἡ μήτηρ, μείζονι τοῦ πληγέντος περιωδυνίᾳ κατέχεται· καὶ τέως μὲν θεραπεύει τὸ τραῦμα, τοῦ λοιποῦ δὲ μετὰ σφοδρᾶς ἀπαγορεύει τῆς ἀπειλῆς τὰ τοιαῦτα μὴ ποιεῖν,
25ὡς μηκέτι παθεῖν τὰ αὐτά. Καὶ ἡμεῖς τοίνυν τὰ αὐτὰ ἂν ἐδράσαμεν, εἰ τὸν παιδικὸν τοῦτον ἑωρῶμεν θυμὸν, καὶ τὴν τῶν νηπίων πληγὴν, μὴ μέγαν αὐτοῖς τὸν ὄλεθρον φέρουσαν· ἐπειδὴ δὲ μικρὸν ὕστερον, κἂν μὴ νῦν αἴσθωνται τῷ θυμῷ κατεχόμενοι, κλαύσουσι καὶ οἰμώξουσι καὶ ὀδυ‐
30ροῦνται, οὐ τοιοῦτον ὀδυρμὸν, οἷον τὰ παιδία τὰ μικρὰ, ἀλλὰ τὸν ἐν τῷ σκότει τῷ ἐξωτέρῳ, τὸν ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ· τὸ αὐτὸ πάλιν ταῖς μητράσι ποιήσωμεν, τοσοῦ‐ τον αὐτῶν διαλλάττοντες, ὅσον οὐ μετ’ ἀπειλῆς καὶ ὕβρεως καθάπερ ἐκεῖναι, ἀλλὰ μετὰ κολακείας καὶ προσηνείας
35πολλῆς πρὸς τὰ παιδία ταῦτα διαλεξόμεθα· ἐπεὶ ὅτι γε τοῖς ἁγίοις οὐδεμία ἀπὸ τούτων ἡ βλάβη, ἀλλὰ καὶ μεί‐ ζων ὁ μισθὸς καὶ πλείων ἡ παῤῥησία. Ἂν μὲν τὰ μέλλοντα εἴπωμεν ἀγαθὰ, τάχα καὶ γελάσεσθε μέγα, ἅτε τοιοῦτον ἀεὶ γέλωτα μελετῶντες γελᾷν· τοῖς δὲ παροῦσι, κἂν μυ‐
40ριάκις ἦτε φιλογέλωτες, οὐκ ἀπιστήσετε· οὐδὲ γὰρ, ἂν ἐθέλητε, δυνήσεσθε, τῶν πραγμάτων ὑμῖν οὕτως ἀντι‐ φθεγγομένων αὐτῶν. Τὸν Νέρωνα πάντως ἀκούετε (καὶ γὰρ ἐπίσημος ὁ ἀνὴρ ἀπὸ τῆς ἀσελγείας ἐγένετο, πρῶτος καὶ μόνος
45εὑρὼν ἐν ἀρχῇ τοιαύτῃ καινούς τινας ἀκολασίας καὶ ἀσχημοσύνης τρόπους·) οὗτος ὁ Νέρων τὸν μακάριον Παῦ‐ λον (καὶ γὰρ ἔτυχε κατὰ τοὺς αὐτοὺς ἐκείνῳ γενόμενος χρό‐ νους) τοιαῦτα ἐγκαλῶν, οἷάπερ ὑμεῖς τοῖς ἁγίοις τούτοις ἀνδράσι (παλλακίδα γὰρ αὐτοῦ σφόδρα ἐπέραστον πείσας

47

.

323

(50)

τὸν περὶ τῆς πίστεως δέξασθαι λόγον, ἔπειθεν ὁμοῦ καὶ τῆς ἀκαθάρτου συνουσίας ἀπαλλαγῆναι ἐκείνης)· τοιαῦτα γοῦν ἐγκαλῶν ἐκεῖνος, καὶ λυμεῶνα καὶ πλάνον καὶ τὰ αὐτὰ, ἅπερ ὑμεῖς φθέγγεσθε, τὸν Παῦλον ἀποκαλῶν, τὸ μὲν πρῶτον ἔδησεν, ὡς δὲ οὐκ ἔπειθε τῆς πρὸς τὴν κόρην
55ἀποσχέσθαι συμβουλῆς, τέλος ἀπέκτεινε. Τί οὖν ἀπὸ τούτου γέγονε βλάβος τῷ παθόντι κακῶς; τί δὲ ὄφελος
τῷ δράσαντι κακῶς; τί μὲν οὐκ ὄφελος τῷ τότε ἀναιρε‐

47

.

324

θέντι Παύλῳ; τί δὲ οὐ βλάβος τῷ ἀνελόντι Νέρωνι; οὐχ ὁ μὲν ὥσπερ ἄγγελος πανταχοῦ τῆς οἰκουμένης ᾄδεται (τὰ γὰρ παρόντα τέως ἐρῶ)· ὁ δὲ, ὥσπερ ὄντως λυμεὼν καὶ δαίμων ἄγριος πρὸς πάντας διαβέβληται;
5 δʹ. Τὰ δὲ ἐκεῖ, κἂν ὑμεῖς ἀπιστήσητε, διὰ τοὺς πιστεύ‐ οντας ἀναγκαῖον εἰπεῖν· καίτοι ὑμᾶς ἀπὸ τῶν παρόντων κἀκείνοις πιστεύειν ἐχρῆν· πλὴν ἀλλ’ ὅπως ἂν πρὸς αὐτὰ διάκεισθε, εἰρήσεται παρ’ ἡμῶν, καὶ οὐ κεκρύψεται. Τίνα οὖν ἔσται τὰ ἐκεῖ; Ὁ μὲν ἄθλιος καὶ ταλαίπωρος ἐκεῖνος,
10αὐχμῶν καὶ κατηφὴς, αἰσχύνης γέμων καὶ ζόφου, καὶ κά‐ τω νεύων, ἀπαχθήσεται ἔνθα ὁ σκώληξ ὁ ἀτελεύτητος καὶ τὸ πῦρ τὸ ἄσβεστον· ὁ δὲ μακάριος Παῦλος μετὰ πολλῆς στήσεται τῆς παῤῥησίας παρ’ αὐτὸν τοῦ βασιλέως τὸν θρόνον λαμπρῶς ἀποστίλβων, καὶ δόξαν ἠμφιεσμένος το‐
15σαύτην, ὡς μηδὲν τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων ἀποδεῖν, καὶ τοσοῦτον λήψεται τὸν μισθὸν, ὅσον εἰκὸς ἄν‐ θρωπον σῶμα καὶ τὴν ψυχὴν τῶν τῷ Θεῷ δοκούντων ἕνεκεν ἐπιδόντα. Καὶ γὰρ οὕτως ἔχει· Κεῖται μὲν πολλὴ τοῖς τὰ ἀγαθὰ ἐργαζομένοις ἀντίδοσις, μείζων δὲ αὕτη
20καὶ πλείων γίνεται, ὅταν καὶ διὰ κινδύνων ἴωσι καὶ ἀτι‐ μίας πολλῆς οἱ ταῦτα ἐργαζόμενοι τὰ ἀγαθά· κἂν τὸ κατόρθωμα ἴσον ᾖ τῷ τε ἀπονητὶ, καὶ τῷ μετὰ πόνων αὐ‐ τὸ κατωρθωκότι, τὰ τῆς τιμῆς οὐκ ἔσται ἴσα καὶ τὰ τῶν στεφάνων. Ἐπεὶ καὶ ἐν τοῖς πολέμοις στεφανοῦται μὲν ὁ
25τρόπαιον στήσας, πολλῷ δὲ ἔτι μειζόνως ὁ καὶ τὰ τραύ‐ ματα ἐπιδεῖξαι ἔχων, δι’ ὧν τὸ τρόπαιον ἔστησε. Καὶ τί λέγω περὶ τῶν ζώντων, ὅπου γε καὶ οἱ τοῦτο μόνον ἐπι‐ δειξάμενοι τὸ καλῶς ἀποθανεῖν ἐν πολέμῳ, μηδὲν δὲ πλεῖον τοὺς αὐτῶν ὠφελήσαντες, καθάπερ σωτῆρες καὶ προ‐
30στάται πανταχοῦ τῆς Ἑλλάδος ᾄδονται; εἰ καὶ ταῦτα ὑμεῖς ἀγνοεῖτε, τῷ γέλωτι καὶ τῇ τρυφῇ διαπαντὸς προσαν‐ έχοντες; Εἰ δὲ Ἕλληνες ἄνθρωποι, καὶ μηδὲν ὅλως ὑγιὲς ἐννοοῦντες, τοῦτο ἠδυνήθησαν συνιδεῖν, καὶ πολλῇ τετιμή‐ κασι τῇ τιμῇ τοὺς ἀποθανόντας μόνον ὑπὲρ αὐτῶν, μηδὲν
35δὲ ἐργασαμένους πλέον, πόσῳ μᾶλλον ὁ Χριστὸς τοῦτο ἐργάσεται, ὁ πανταχοῦ τοὺς δι’ αὐτὸν κινδυνεύοντας ἐκ πολλοῦ τοῦ περιόντος ταῖς τῶν δωρεῶν νικῶν ἀντιδόσεσι; Οὐ γὰρ διωγμῶν μόνον, οὐδὲ πληγῶν, οὐδὲ δεσμωτηρίων καὶ φόνων καὶ σφαγῆς, ἀλλὰ καὶ ὕβρεως μόνης καὶ ῥημά‐
40των ὀνειδιστικῶν πολὺν ἔθηκε τὸν μισθόν. Μακάριοι γὰρ, φησὶν, ἐστὲ, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκεν τοῦ Υἱοῦ τοῦ ἀν‐ θρώπου· χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε·
45ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ. Εἰ τοί‐ νυν τὸ κακῶς παθεῖν καὶ τὸ κακῶς ἀκοῦσαι ἐπιτείνει τὸν μισθὸν καὶ τοῖς πάσχουσι καὶ τοῖς ἀκούουσι κακῶς, ὁ κω‐ λύων αὐτοὺς παθεῖν καὶ ἀκοῦσαι κακῶς, οὐχὶ τούτους, ἀλλὰ τοὺς λέγοντας καὶ τοὺς ποιοῦντας ὠφέλησε. Τούτους

47

.

324

(50)

γὰρ ἔβλαψε, τοῦ μισθοῦ τὸ πλέον ἐκκόπτων αὐτοῖς, καὶ τῆς χαρᾶς καὶ τῶν πολλῶν σκιρτημάτων ἀναιρῶν τὴν ὑπόθεσιν. Ὥστε τούτων μὲν ἕνεκεν καὶ σιγῆσαι ἐχρῆν, καὶ ἀφεῖναι γενέσθαι ταῦτα τὰ πολὺν αὐτοῖς τὸν πλοῦτον ποιοῦντα τῶν ἀγαθῶν, καὶ μείζω τὴν παῤῥησίαν κατα‐
55σκευάζοντα· ἐπειδὴ δὲ ἀλλήλων ἐσμὲν μέλη, κἂν αὐτοὶ πάλιν ἀρνῶνται τὴν χάριν, οὐ χρὴ τοὺς οὕτω διακειμέ‐ νους, ἑνὸς μὲν προνοεῖν μέρους, ἑτέρου δὲ περιορᾷν.
Ἐκείνοις μὲν γὰρ ἔσται καὶ ἑτέρας εὐδοκιμήσεως ὑπό‐

47

.

325

θεσις, κἂν μὴ νῦν πάθωσι κακῶς· οὗτοι δὲ, ἂν μὴ μάχης ἀπόσχωνται ταύτης, οὐκέτι σωθῆναι δυνήσονται. Τούτου δὴ χάριν παριδὼν τὸ ἐκείνων, πρὸς τὸ ὑμέτερον ἵσταμαι, καὶ δέομαι καὶ ἀντιβολῶ πεισθῆναί τε ἡμῖν παρακα‐
5λοῦσι, καὶ μηκέτι καθ’ ἑαυτῶν τὸ ξίφος ὠθεῖν, μηδὲ πρὸς κέντρα λακτίζειν, μηδὲ νομίζοντας ἀνθρώπους ἀνιᾷν, λυ‐ πεῖν τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. Ὅτι μὲν γὰρ ἐπαινέ‐ σεσθε ταύτην ἡμῶν τὴν γνώμην, κἂν μὴ νῦν, ἀλλ’ αὖθις, οἶδα καὶ πέπεισμαι· βούλομαι δὲ ὑμᾶς τοῦτο ποιῆσαι νῦν,
10ἵνα μὴ μάτην αὐτὸ μετὰ ταῦτα ποιῆτε. Ἐπεὶ καὶ ὁ πλού‐ σιος ἐκεῖνος, ὅτε μὲν ἦν ἐνταῦθα, τοὺς προφήτας καὶ τὸν νόμον καὶ τὴν ἐκ τούτων παράκλησιν μῦθόν τινα ἡγεῖτο καὶ λῆρον· ἐπειδὴ δὲ ἀπῆλθεν ἐκεῖ, οὕτως ἐθαύμασεν αὐτῶν τὴν παραίνεσιν, ὡς, ἐπειδὴ συνεῖδε μηδὲν αὐτὸν
15ἀπὸ τῶν ἐπαίνων ὠφεληθῆναι δυνάμενον, παρακαλέσαι τὸν πατριάρχην πέμψαι τινὰ τῶν ἐν ᾅδου τοῖς ὑπὲρ γῆς ἀπαγγέλλοντα, ἐκεῖνο δεδοικὼς, μή ποτε καὶ αὐτοὶ τὸ αὐτὸ πάθωσι, καὶ καταγελάσαντες τῶν θείων Γραφῶν, τότε αὐτὰς θαυμάσωσι, ὅταν αὐτοῖς ὄφελος οὐδὲν ἀπὸ τοῦ θαύ‐
20ματος. Καίτοι γε οὐδὲν ἐκεῖνος τοσοῦτον εἰργάσατο οἷον ὑμεῖς. Ἐκεῖνος γὰρ τῶν μὲν ἑαυτοῦ οὐ μετέδωκε τῷ Λα‐ ζάρῳ, οὐ μὴν καὶ ἑτέρους βουληθέντας μεταδοῦναι ἐκώ‐ λυσεν, ἢ ἀπήλασε καθάπερ ὑμεῖς νῦν. Καὶ οὐ ταύτῃ μό‐ νον αὐτὸν ἀπεκρύψατε τῇ ὠμότητι, ἀλλὰ καὶ ἑτέρῳ.
25Ὥσπερ γὰρ οὐκ ἔστιν ἴσον αὐτὸν μηδὲν ποιεῖν ἀγαθὸν, καὶ ἑτέρους βουλομένους κωλύειν ποιεῖν, οὕτως οὐκ ἔστιν ἴσον τροφῆς τε ἀπορεῖν σωματικῆς, καὶ ἐν πολλῷ τῷ τῆς φιλοσοφίας λιμῷ κείμενον κωλύειν τρέφεσθαι παρ’ ἑτέ‐ ρων. Ὥστε διπλῇ παρηλάσατε τὸν ὠμὸν πλούσιον ἐκεῖνον,
30τῷ τε ἑτέρους κωλῦσαι σβέσαι τὸν λιμὸν, καὶ τῆς ψυχῆς ἀγχομένης τὴν ἀπανθρωπίαν ἐπιδείκνυσθαι ταύτην. Τοῦτο καὶ Ἰουδαῖοι ποτὲ ἐποίησαν, καὶ ἐκώλυον τοὺς ἀποστό‐ λους τοῖς ἀνθρώποις τὰ πρὸς σωτηρίαν λαλεῖν. Πλὴν ἀλλὰ καὶ τούτων χείρονες ὑμεῖς. Οἱ μὲν γὰρ δὴ τὴν τῶν ἐχθρῶν
35ἀναδεξάμενοι τάξιν, οὕτως ἅπαντα ἔπραττον ἐκεῖνα· ὑμεῖς δὲ τὸ τῶν φίλων ὑποδύντες προσωπεῖον, τὰ τῶν ἐχθρῶν ἐπιδείκνυσθε· ἐμάστιξαν καὶ ὕβρισαν καὶ πονηρᾷ περιέβαλον δόξῃ τοὺς ἁγίους ἀποστόλους τότε ἐκεῖνοι γόη‐ τας καὶ πλάνους καλοῦντες αὐτούς. Ἀλλὰ τοιαύτη κατέ‐
40λαβε αὐτοὺς δίκη, ὡς μηδεμίαν λοιπὸν δυνηθῆναι τοῖς ἐκείνων δεινοῖς παρισωθῆναι συμφοράν. Πρῶτοι γὰρ οὗτοι καὶ μόνοι τῶν ὑφ’ ἡλίῳ πάντων ἀνθρώπων τοιαῦτα ἔπαθον, οἷα οὐδεὶς ἕτερος. Καὶ τούτων μάρτυς ἀξιό‐ πιστος ὁ Χριστὸς, οὕτω λέγων· Ἔσται θλῖψις μεγάλη,
45οἴα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδὲ μὴ γένηται. Πάντα μὲν οὖν αὐτῶν τὰ πάθη διελθεῖν οὐ τοῦ παρόντος καιροῦ, ὀλίγα δὲ ἐκ πολλῶν ἀναγκαῖον εἰ‐ πεῖν. Ἐρῶ δὲ οὐκ ἐμὸν λόγον, ἀλλ’ ἀνδρὸς Ἰουδαίου τοῦ τὰ ἐκείνων ἱστορηκότος ἀκριβῶς. Τί ποτε οὖν οὗτος φησίν;

47

.

325

(50)

Ἐπειδὴ τὸν ἐμπρησμὸν διηγήσατο τοῦ ἱεροῦ, καὶ τὰς καινὰς ἐκείνας ἀπήγγειλε συμφοράς. εʹ. Τὰ μὲν περὶ τὸ ἱερὸν, φησὶν, ἐν τούτοις ἦν· τῶν δ’ ὑπὸ τοῦ λιμοῦ φθειρομένων κατὰ τὴν πόλιν ἄπει‐ ρον μὲν ἔπιπτε τὸ πλῆθος, ἀδιήγητα δὲ συνέβαινε
55τὰ πάθη. Καθ’ ἑκάστην γὰρ οἰκίαν, εἴ που τροφῆς παραφανείη σκιὰ, πόλεμος ἦν, καὶ διὰ χειρῶν ἐχώ‐ ρουν οἱ φίλτατοι πρὸς ἀλλήλους, ἐξαρπάζοντες τὰ ταλαίπωρα τῆς ψυχῆς ἐφόδια. Πίστις δ’ ἀπορίας οὐδὲ
τοῖς θνήσκουσιν ἦν, ἀλλὰ καὶ τοὺς ἐκπνέοντας οἱ

47

.

326

λῃσταὶ διηρεύνων, μή τις ὑπὸ τὸν κόλπον ἔχων τρο‐ φὴν, σκήπτοιτο τὸν θάνατον ἑαυτῷ. Οἱ δὲ ὑπ’ ἐν‐ δείας κεχηνότες ὥσπερ λυσσῶντες κύνες ἐσφάλ‐ λοντο καὶ παρεφέροντο, ταῖς τε θύραις ἐνσειόμενοι
5μεθυόντων τρόπον, ὑπὸ ἀμηχανίας δὲ εἰς τοὺς αὐ‐ τοὺς οἴκους εἰσεπήδων δὶς ἢ τρὶς ὥρᾳ μιᾷ. Πάντα δὲ ὑπ’ ὀδόντας ἦγεν ἡ ἀνάγκη, καὶ τὰ μηδὲ τοῖς ῥυπα‐ ρωτάτοις τῶν ἀλόγων ζώων πρόσφορα συλλέγοντες, ἐσθίειν ὑπέφερον· ζωστήρων γοῦν καὶ ὑποδημάτων
10τὸ τελευταῖον οὐκ ἀπέσχοντο, καὶ τὰ δέρματα τῶν θυρεῶν ἀποδέροντες ἐμασσῶντο. Τροφὴ δὲ ἦν καὶ χόρτου τισὶ παλαιοῦ σπαράγματα· τὰς γὰρ ἶνας ἔνιοι συλλέγοντες, ἐλάχιστον σταθμὸν ἐπώλουν ἀτ‐ τικῶν τεσσάρων. Καὶ τί δεῖ τὴν ἐπ’ ἀψύχοις ἀναί‐
15δειαν τοῦ λιμοῦ λέγειν; Εἶμι γὰρ αὐτοῦ δηλώσων ἔργον, οἷον μήτε παρ’ Ἕλλησι, μήτε παρὰ βαρβά‐ ροις ἱστόρηται, φρικτὸν μὲν εἰπεῖν, ἄπιστον δ’ ἀκοῦ‐ σαι. Καὶ ἔγωγε, μὴ δόξαιμι τερατεύεσθαι τοῖς αὖθις ἀνθρώποις, κἂν παρέλιπον τὴν συμφορὰν ἡδέως, εἰ
20μὴ τῶν κατ’ ἐμαυτὸν εἶχον ἀπείρους μάρτυρας· ἄλ‐ λως τε καὶ ψυχρὰν ἂν καταθείμην τῇ πατρίδι χά‐ ριν καθυφέμενος τῶν λόγων ὧν πέπονθε τὰ ἔργα. Γυνή τις τῶν ὑπὲρ τὸν Ἰορδάνην κατοικούντων, Μαρία τοὔνομα, πατρὸς Ἐλεαζάρου, κώμης Βηθεζὼ,
25σημαίνει δὲ τοῦτο οἶκος ὑσσώπου, διὰ γένος καὶ πλοῦτον ἐπίσημος, μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὰ Ἱεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο. Ταύτης τὴν μὲν ἄλλην κτῆσιν οἱ τύραννοι διήρπασαν, ὅσην ἐκ τῆς Περαίας ἀνασκευασαμένη μετήνεγκεν εἰς
30τὴν πόλιν· τὰ δὲ λείψανα τῶν κειμηλίων, κἂν εἴ τι τροφῆς ἐπινοηθείη, καθ’ ἡμέρας εἰσπηδῶντες ἥρ‐ παζον οἱ δορυφόροι. Δεινὴ δὲ τὸ γύναιον ἀγανάκτη‐ σις εἰσῄει, καὶ πολλάκις λοιδοροῦσα καὶ καταρωμένη τοὺς ἅρπαγας ἐφ’ ἑαυτὴν ἠρέθιζεν. Ὡς δ’ οὔτε παρ‐
35οξυνόμενός τις, οὔτ’ ἐλεῶν αὐτὴν ἀνῄρει, καὶ τὸ μὲν εὑρεῖν τι σιτίου ἄλλως ἐκοπία, πανταχόθεν δ’ ἄπο‐ ρον ἦν ἤδη καὶ τὸ εὑρεῖν, ὁ λιμὸς δὲ διὰ σπλάγχνων καὶ μυελῶν ἐχώρει, καὶ τοῦ λιμοῦ μᾶλλον ἐξέκαιον οἱ θυμοὶ, σύμβουλον λαβοῦσα τὴν ὀργὴν μετὰ τῆς
40ἀνάγκης, ἐπὶ τὴν φύσιν ἐχώρει, καὶ τὸ τέκνον (ἦν δ’ αὐτῇ παῖς ὑπομάζιος) ἁρπασαμένη, Βρέφος, εἶπεν, ἄθλιον, ἐν πολέμῳ καὶ λιμῷ καὶ στάσει, τίνι σε τηρήσω; τὰ μὲν παρὰ Ῥωμαίοις δουλεία, κἂν ζήσωμεν ἐπ’ αὐτοῖς· φθάνει δὲ καὶ δουλείαν ὁ λιμὸς,
45οἱ στασιασταὶ δ’ ἀμφοτέρων χαλεπώτεροι· ἴθι, γενοῦ μοι τροφὴ, καὶ τοῖς στασιασταῖς ἐριννὺς, καὶ τῷ βίῳ μῦθος, ὁ μόνος ἐλλείπων ταῖς Ἰουδαίων συμφοραῖς. Καὶ ταῦθ’ ἅμα λέγουσα κτείνει τὸν υἱὸν, ἔπειτ’ ὀπτή‐ σασα, τὸ μὲν ἥμισυ κατεσθίει, τὸ δὲ λοιπὸν κατακα‐

47

.

326

(50)

λύψασα ἐφύλαττεν. Εὐθέως δ’ οἱ στασιασταὶ παρ‐ ῆσαν, καὶ τῆς ἀθεμίτου κνίσσης σπάσαντες, ἠπεί‐ λουν, εἰ μὴ δείξειε τὸ παρασκευασθὲν, ἀποσφάξειν αὐτὴν εὐθέως. Ἡ δὲ καὶ μοῖραν αὐτοῖς εἰποῦσα κα‐ λὴν τετηρηκέναι, τὰ λείψανα τοῦ τέκνου διεκάλυψε.
55Τοὺς δ’ εὐθέως φρίκη τε καὶ φρενῶν ἔκστασις ᾕρει,

47

.

327

καὶ πρὸς τὴν ὄψιν ἐπεπήγεσαν. Ἡ δὲ, Ἐμὸν, ἔφη, τοῦτο τὸ τέκνον γνήσιον, καὶ τὸ ἔργον ἐμόν· φάγετε, καὶ γὰρ ἐγὼ βέβρωκα· μὴ γένησθε μήτε μαλακώτεροι γυναικὸς, μήτε συμπαθέστεροι μητρός. Εἰ δ’ ὑμεῖς
5εὐσεβεῖς, καὶ τὴν ἐμὴν ἀποστρέφεσθε θυσίαν, ἐγὼ μὲν ἥμισυ βέβρωκα, καὶ τὸ λοιπὸν δ’ ἐμοὶ μεινάτω. Μετὰ ταῦτα οἱ μὲν τρέμοντες ἐξῄεσαν πρὸς ἓν τοῦτο δειλοὶ, καὶ μόνης ταύτης τῆς τροφῆς τῇ μητρὶ παραχωρήσαντες. Ἀνεπλήσθη δ’ εὐθέως ὅλη τοῦ μύ‐
10σους ἡ πόλις, καὶ πρὸ ὀμμάτων ἕκαστος τὸ πάθος λαμβάνων, ὥσπερ αὐτῷ τολμηθὲν ἔφριττεν· σπου‐ δὴ δὲ τῶν λιμωττόντων ἐπὶ τὸν θάνατον ἦν, καὶ μα‐ καρισμὸς τῶν φθασάντων, πρὶν ἀκοῦσαι καὶ θεάσα‐ σθαι τηλικαῦτα κακά. Ταχέως δὲ καὶ Ῥωμαίοις διηγ‐
15γέλθη τὸ πάθος. Τῶν δὲ οἱ μὲν ἠπίστουν, οἱ δὲ ᾤκτειρον, τοὺς δὲ πολλοὺς εἰς μῖσος τοῦ ἔθνους σφο‐ δρότερον συνέβη προελθεῖν. ϛʹ. Ταῦτα δὲ ἔπασχον, καὶ πολλῷ τούτων χαλεπώτερα, οὐκ ἐπειδὴ τὸν Χριστὸν ἐσταύρωσαν μόνον, ἀλλ’ ἐπει‐
20δὴ καὶ μετὰ ταῦτα τοὺς ἀποστόλους ἐκώλυον τὰ πρὸς σωτηρίαν λαλεῖν τὴν ἡμετέραν. Ὅπερ οὖν καὶ ὁ μακά‐ ριος Παῦλος αὐτῶν κατηγορήσας, ταῦτα αὐτοῖς προ‐ εφήτευσε τὰ κακὰ, εἰπὼν, ὅτι Ἔφθασεν ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Καὶ τί ταῦτα πρὸς ἡμᾶς; φησίν· οὐ γὰρ
25δὴ τῆς πίστεως ἀπάγομεν, οὐδὲ τοῦ κηρύγματος. Καὶ τί τῆς πίστεως ὄφελος, εἰπέ μοι, βίου μὴ ὄντος καθαροῦ; Ἀλλ’ ὑμεῖς μὲν ἴσως ἀγνοεῖτε καὶ ταῦτα, ἅτε καὶ τῶν ἡμετέρων ὄντες ἀνήκοοι πάντων· ἐγὼ δὲ ὑμῖν ἀπαριθμή‐ σομαι τοῦ Χριστοῦ τὰς ἀποφάσεις. Καὶ παρατηρεῖτε
30ὑμεῖς, εἰ μηδαμοῦ βίος ἐγκαλεῖται τότε, ἀλλ’ ὑπὲρ πί‐ στεως μόνης καὶ δογμάτων τὰ τῶν κολάσεων ὥρισται. Ἐπειδὴ γὰρ εἰς τὸ ὄρος ἀνῆλθε, πολὺν ἰδὼν ὅχλον περιῤ‐ ῥοῦντα αὐτὸν, μετὰ τὰς ἄλλας παραινέσεις ἔλεγεν· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν
35βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου· καὶ, Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνό‐ ματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Καὶ τότε ὁμο‐
40λογήσω αὐτοῖς· Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οὐκ οἶδα ὑμᾶς. Καὶ τὸν ἀκούοντα μὲν, οὐ ποιοῦντα δὲ τοὺς λόγους αὐτοῦ, ὅμοιον ἔφησεν ἀνδρὶ μωρῷ εἶναι τὴν οἰκίαν ἐπὶ τὴν ψάμμον οἰκοδο‐ μοῦντι, καὶ ποταμοῖς καὶ ὑετοῖς καὶ ἀνέμοις εὐχείρω‐
45τον αὐτὴν κατασκευάζοντι. Καὶ ἐν ἄλλῳ δὲ τόπῳ δη‐ μηγορῶν, Καθάπερ οἱ ἁλιεῖς, φησὶν, ὅταν τὴν σαγήνην ἑλκύσωσι, τοὺς φαύλους ἀποκρίνουσι τῶν ἰχθύων, οὕτω κατ’ ἐκείνην ἔσται τὴν ἡμέραν, τῶν ἀγγέλων εἰς τὴν κάμινον ἐμβαλλόντων τοὺς ἡμαρτηκότας ἅπαντας. Καὶ

47

.

327

(50)

περὶ τῶν ἀσελγῶν δὲ καὶ ἀκαθάρτων ἀνθρώπων διαλε‐ γόμενος ἔλεγεν, ὅτι Ἀπελεύσονται, ὅπου ὁ σκώληξ ὁ ἀτελεύτητος, καὶ τὸ πῦρ τὸ ἄσβεστον. Καὶ πάλιν, Βασιλεὺς, φησὶν, ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ, καὶ ἰδὼν ἄνθρωπον ἐνδεδυμένον ἱμάτια ῥυπαρὰ, πρὸς
55αὐτὸν εἶπεν· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔν‐
δυμα γάμου; Ὁ δὲ ἐφιμώθη. Τότε λέγει τοῖς διακό‐

47

.

328

νοις αὐτοῦ· Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, βά‐ λετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· τοῖς ἀκολά‐ στοις καὶ ἀσελγέσι ταῦτα ἀπειλῶν. Καὶ παρθένοι δὲ αἱ τοῦ νυμφῶνος ἀποκλεισθεῖσαι, δι’ ὠμότητα καὶ ἀπαν‐
5θρωπίαν τοῦτο ἔπαθον. Καὶ ἕτεροι δὲ πάλιν διὰ τὴν αὐτὴν αἰτίαν πορεύονται εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ οἱ ἁπλῶς καὶ εἰκῆ φθεγγόμενοι καταδικάζονται· Ἐκ γὰρ τῶν λόγων σου, φησὶ, δικαιωθήσῃ, καὶ ἐκ τῶν
10λόγων σου καταδικασθήσῃ. Ἆρά σοι δοκοῦμεν μάτην ὑπὲρ βίου πεφοβῆσθαι, καὶ πολλὴν τοῦ ἠθικωτέρου μέ‐ ρους τῆς φιλοσοφίας ποιεῖσθαι σπουδήν; Οὐκ ἔγωγε οἶ‐ μαι, πλὴν εἰ καὶ τὸν Χριστὸν ταῦτα πάντα εἰκῆ εἰρηκέναι φαίης, καὶ τὰ τούτων πλείονα· οὐδὲ γὰρ ἅπαντα εἴρηται.
15Εἰ δὲ μὴ ὤκνουν μακρὸν ποιῆσαι τὸν λόγον, καὶ ἀπὸ τῶν προφητῶν καὶ ἀπὸ τοῦ μακαρίου Παύλου καὶ ἐκ τῶν ἄλλων ἀποστόλων ἐδίδαξα ἂν, ὅσην ὑπὲρ τούτου τοῦ μέρους πε‐ ποίηται σπουδὴν ὁ Θεός. Πλὴν ἀλλὰ καὶ ταῦτα ἀποχρῆν οἶμαι· μᾶλλον δὲ οὐδὲ ταῦτα μόνον, ἀλλὰ καὶ μικρὸν τῶν
20εἰρημένων μέρος. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, κἂν ἅπαξ εἴπῃ, ὡς πολλάκις εἰρημένον, οὕτω δέχεσθαι χρὴ τὸ λεχθέν. ζʹ. Τί οὖν, οἱ οἴκοι μένοντες, φησὶν, οὐ δυνήσονται ταῦτα κατορθοῦν, ἃ μὴ κατορθούμενα τοσαύτην φέρει τὴν κό‐ λασιν; Ἐβουλόμην καὶ αὐτὸς οὐχ ἧττον ὑμῶν, ἀλλὰ καὶ
25πολὺ πλέον, καὶ πολλάκις ηὐξάμην τῶν μοναστηρίων ἀναιρεθῆναι τὴν χρείαν, καὶ τοσαύτην ἐν ταῖς πόλεσι γε‐ νέσθαι τὴν εὐνομίαν, ὡς μηδένα δεηθῆναί ποτε τῆς εἰς τὴν ἕρημον καταφυγῆς· ἐπειδὴ δὲ τὰ ἄνω κάτω γέγονε, καὶ αἱ μὲν πόλεις, ἕνθα δικαστήρια καὶ νόμοι, πολλῆς
30γέμουσι παρανομίας καὶ ἀδικίας, ἡ δὲ ἐρημία πολλῷ βρύει τῷ τῆς φιλοσοφίας καρπῷ, οὐχ οἱ τῆς ζάλης ταύ‐ της καὶ τῆς ταραχῆς τοὺς σωθῆναι βουλομένους ἐξάγον‐ τες, καὶ πρὸς τὸν τῆς ἡσυχίας ὁδηγοῦντες λιμένα, δι‐ καίως ἂν ἐγκαλοῖντο παρ’ ὑμῶν, ἀλλ’ οἱ πόλιν ἑκάστην
35οὕτως ἄβατον ἐργαζόμενοι καὶ πρὸς φιλοσοφίαν ἀνεπι‐ τήδειον, ὡς ἀναγκάζεσθαι τοὺς σωθῆναι βουλομένους τὰς ἐρημίας μεταδιώκειν. Εἰπὲ γάρ μοι, εἴ τις με‐ σονύκτιον λαμπάδα λαβὼν οἰκίαν ἐνέπρησε μεγάλην καὶ πολυάνθρωπον, τοῖς ἔνδον καθεύδουσιν ἐπιβουλεύων,
40τίνα ἂν ἔφαμεν εἶναι κακὸν, τὸν διεγείροντα τοὺς καθεύδοντας, καὶ τῆς οἰκίας ἐξάγοντα ἐκείνης, ἢ τὸν ἀνάψαντα τὸ πῦρ ἐξ ἀρχῆς, καὶ τοσαύτην ἀνάγκην αὐ‐ τοῖς τε ἐκείνοις καὶ τῷ τούτους ἐξαγαγόντι περιστήσαν‐ τα; Τί δαὶ, εἴ τις τυραννουμένην πόλιν ἰδὼν καὶ νοσοῦ‐
45σαν καὶ στασιάζουσαν, ἔπεισεν οὓς ἠδύνατο τῶν τὴν πόλιν ταύτην οἰκούντων ἀναδραμεῖν πρὸς τὰς τῶν ὀρῶν κορυφὰς, καὶ πείσας ὁμοῦ, καὶ συνέπραξε πρὸς ταύτην αὐτοῖς τὴν ἀναχώρησιν, τίνος ἂν κατηγόρησας; τοῦ με‐ ταθέντος ἀπὸ ταύτης τῆς ταραχῆς πρὸς τὴν γαλήνην

47

.

328

(50)

ἐκείνην τοὺς ἐν μέσῳ χειμαζομένους ἀνθρώπους, ἢ τὸν ταῦτα ἐργασάμενον τὰ ναυάγια; Μὴ γάρ τοι νομίσῃς ἄμεινον τυραννουμένης πόλεως τὰ τῶν ἀνθρώπων πρά‐ γματα διακεῖσθαι νῦν, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον. Οὐ γὰρ ἄνθρωπος, ἀλλά τις πονηρὸς δαίμων καθάπερ
55τύραννος ἄγριος τὴν οἰκουμένην ἅπασαν καταλαβὼν, μετὰ πάσης αὐτοῦ τῆς φάλαγγος εἰς τὰς τῶν ἀνθρώπων εἰσεκώμασε ψυχάς· εἶτα ἐκεῖθεν, ὥσπερ ἔκ τινος ἀκρο‐ πόλεως, τὰ μιαρὰ καὶ ἐναγῆ καθ’ ἑκάστην ἡμέραν ἐπι‐ τάγματα καταπέμπει πᾶσιν, οὐ γάμους διασπῶν, οὐδὲ
60χρήματα πέμπων καὶ φέρων μόνον, οὐδὲ σφαγὰς ἐργα‐
ζόμενος ἀδίκους, ἀλλὰ τὰ πολλῷ τούτων χαλεπώτερα, τὴν

47

.

329

ἅπαξ ἁρμοσθεῖσαν. τῷ Θεῷ ψυχὴν τῆς μὲν πρὸς ἐκεῖνον ὁμιλίας ἀπάγων, ἐκδιδοὺς δὲ τοῖς ἀκαθάρτοις αὐτοῦ δο‐ ρυφόροις, καὶ συγκατακλίνεσθαι καταναγκάζων αὐτοῖς· οἵπερ ἐπειδὰν ἅπαξ αὐτὴν παραλάβωσιν, οὕτως αὐτῇ
5συγγίνονται αἰσχρῶς καὶ ὑβριστικῶς, ὡς εἰκὸς δαίμονας πονηροὺς σφοδρῶς καὶ μανικῶς τῆς τε ἀπωλείας καὶ τῆς ἀσχημοσύνης ἐρῶντας τῆς ἡμετέρας. Ἀποδύσαντες γὰρ αὐτὴν πάντων τῶν τῆς ἀρετῆς ἱματίων, καὶ τὰ τῆς κακίας ῥάκια πάθη περιθέντες τὰ ῥυπῶντα καὶ διεῤ‐
10ῥηγμένα καὶ δυσώδη, καὶ τῆς γυμνότητος αἰσχρο‐ τέραν αὐτὴν ἀποφαίνοντα, καὶ πάσης τῆς οἰκείας προσαναπλήσαντες ἀκαθαρσίας, οὐ παύονται ταῖς εἰς αὐτὴν ἐμπομπεύοντες ὕβρεσιν. Οὐδὲ γὰρ ἴσασί τινα κόρον τῆς μιαρᾶς ταύτης καὶ παρανόμου μίξεως· ἀλλ’
15ὥσπερ οἱ μεθύοντες, ὅταν ἐμφορηθῶσι πολλοῦ τοῦ πό‐ ματος, τότε μᾶλλον ἐκκαίονται· οὕτω καὶ οὗτοι τότε μάλιστα μαίνονται, σφοδρότερόν τε αὐτῇ καὶ ἀγριώτε‐ ρον ἐναλλόμενοι, ὅταν μάλιστα αὐτῇ παραχρήσωνται κα‐ τακεντοῦντες πάντοθεν καὶ δάκνοντες, καὶ τὸν οἰκεῖον εἰς
20αὐτὴν ἐκχέοντες ἰὸν, καὶ οὐ πρότερον διαλιμπάνοντες, ἕως ἂν εἰς τὴν οἰκείαν μεταστήσωσιν ἕξιν, ἢ τοῦ σώματος ἴδωσιν ἀποδυθεῖσαν αὐτήν. Ποίας οὖν τυραννίδος, ποίας αἰχμαλωσίας, ποίας ἀναστατώσεως, τίνος ἀνδραποδι‐ σμοῦ, ποίου πολέμου, τίνος ναυαγίου, ποίου λιμοῦ ταῦτα
25οὐ χαλεπώτερα; Τίς οὕτως ὠμὸς καὶ ἀνήμερος, τίς οὕ‐ τως ἠλίθιος καὶ ἀπάνθρωπος καὶ ἀσυμπαθὴς καὶ ἀνάλγη‐ τος, ὡς τὴν τὰ τοιαῦτα ὑβριζομένην καὶ ἐπηρεαζομένην ψυχὴν μὴ θελῆσαι, τό γε εἰς αὐτὸν ἧκον, τῆς ἐναγοῦς ἐκείνης ἀπαλλάξαι μανίας καὶ ὕβρεως, ἀλλὰ τοιαῦτα
30πάσχουσαν περιορᾷν; Εἰ δὲ τοῦτο ἀπηνοῦς καὶ λιθίνης ψυχῆς, ποῦ θήσομεν, εἰπέ μοι, τούτους, οἳ πρὸς τῷ περι‐ ορᾷν καὶ ἕτερον πολλῷ μεῖζον τούτου ἐργάζονται κακὸν, τοὺς προθυμουμένους εἰς μέσους πηδῆσαι τοὺς κιν‐ δύνους, καὶ μὴ παραιτουμένους εἰς αὐτὸν τοῦ θηρίου τὸν
35λαιμὸν καθεῖναι τὰς χεῖρας, ἀλλὰ καὶ δυσωδίας καὶ κιν‐ δύνων ἀνεχομένους, ἵνα τὰς ἤδη καταποθείσας ψυχὰς ἐξ αὐτῆς τοῦ δαίμονος τῆς φάρυγγος ἀνασπάσωσιν, οὐ μό‐ νον οὐκ ἐπαινοῦντες, οὐδὲ ἀποδεχόμενοι, ἀλλὰ καὶ ἐλαύ‐ νοντες πάντοθεν καὶ πολεμοῦντες;
40 ηʹ. Τί οὖν, φησί; πάντες οἱ τὰς πόλεις οἰκοῦντες ἀπολώ‐ λασι καὶ χειμάζονται, καὶ δεῖ τὰς πόλεις ἀφέντας, καὶ ἐρημώσαντας πρὸς τὴν ἔρημον μεταστῆναι, καὶ τῶν ὀρῶν τὰς κορυφὰς οἰκίζειν; Καὶ σὺ ταῦτα κελεύεις, καὶ νο‐ μοθετεῖς; Ἄπαγε· τοὐναντίον γὰρ, καθάπερ καὶ ἔφθην
45εἰπὼν, καὶ ἐβουλόμην καὶ εὔχομαι τοσαύτης ἡμᾶς ἀπο‐ λαύειν εἰρήνης, καὶ τὴν τυραννίδα τῶν κακῶν τούτων εἰς τοσοῦτον καταλυθῆναι, ὡς μὴ μόνον τοῖς ἐν ταῖς πόλεσιν ἀνάγκην μὴ γίνεσθαι τὰ ὄρη καταλαβεῖν, ἀλλὰ καὶ τοὺς τὰς ἐρημίας οἰκοῦντας καθάπερ τινὰς φυγάδας διὰ μα‐

47

.

329

(50)

κροῦ τοῦ χρόνου πρὸς τὴν αὐτῶν πόλιν καταγαγεῖν. Ἀλλὰ τί πάθω; δέδοικα μὴ τῇ πατρίδι σπουδάζων αὐτοὺς ἀπο‐ δοῦναι, ἀντὶ ταύτης ταῖς τῶν πονηρῶν δαιμόνων χερσὶ παραδῶ, καὶ βουλόμενος ἀπαλλάξαι ἐρημίας καὶ φυγῆς, φιλοσοφίας καὶ ἡσυχίας παρασκευάσω πάσης ἐκπεσεῖν.
55Εἰ δέ με, τὸ πλῆθος τῶν ἐν τῇ πόλει προφέρων, ταύτῃ δυσωπήσειν οἴει καὶ δεδίξεσθαι, ὡς οὐκ ἀνεξόμενον κα‐ ταδικάσαι τὴν οἰκουμένην ἅπασαν, τοῦ Χριστοῦ τὴν ἀπό‐ φασιν λαβὼν, μετ’ αὐτῆς στήσομαι πρὸς ταύτην σου τὴν ἀντίθεσιν. Οὐδὲ γὰρ ἀνέξῃ πρᾶγμα τοσαύτης γέμον τόλ‐
60μης, ὡς πρὸς τὴν ψῆφον ἀντιβλέψαι τοῦ τότε μέλλον‐

47

.

330

τος κρίνειν ἡμᾶς. Τί οὖν οὗτός φησι; τὸ, Στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Εἰ δὲ οἱ εὑρίσκοντες ὀλίγοι, πολλῷ μᾶλλον οἱ πρὸς τὸ τέλος
5αὐτῆς φθάσαι δυνάμενοι. Οὐ γὰρ δὴ πάντες ὅσοι τῆς ἀρ‐ χῆς ἐπέβησαν, καὶ πρὸς τὸ πέρας αὐτῆς ἴσχυσαν στῆ‐ ναι, ἀλλ’ οἱ μὲν ἐν τοῖς προοιμίοις, οἱ δὲ ἐν τῷ μέσῳ, πολλοὶ δὲ καὶ πρὸς αὐτῷ τῷ λιμένι κατεποντίσθησαν. Καὶ πάλιν πολλοὺς μὲν εἶναί φησι τοὺς κλητοὺς, ὀλίγους δὲ
10τοὺς ἐκλεκτούς. Ὅταν οὖν ὁ Χριστὸς τὸ μὲν πλέον εἶναι τῆς ἀπωλείας, ἐν δὲ τοῖς ὀλίγοις περιωρίσθαι τὴν σωτη‐ ρίαν ἀποφαίνηται, τί πρὸς ἐμὲ μάχῃ; Ταυτὸν γὰρ ποιεῖς, ὥσπερ ἂν εἰ καὶ περὶ τῶν κατὰ τὸν Νῶε συμβεβηκότων λόγων γινομένων ἡμῖν ἐθαύμαζες, εἰ πάντες μὲν ἀπολώ‐
15λασι, δύο δὲ καὶ τρεῖς ἄνθρωποι μόνοι τὴν τοσαύτην διέ‐ φυγον κόλασιν, ταύτῃ προσδοκῶν ἐμφράξαι ἡμῶν τὸ στόμα, ὡς οὐ τολμώντων καταδικάσαι τὸ πλῆθος. Ἀλλ’ οὐ πεισόμεθα τοῦτο, οὐδὲ τῆς ἀληθείας τοὺς πολλοὺς προτιμήσομεν. Οὐδὲ γὰρ τῶν τότε συμβεβηκότων ἐλάττω
20τὰ νῦν, ἀλλὰ καὶ πολλῷ μιαρώτερα, ὅσῳ καὶ γέεννα τού‐ τοις ἠπείληται, καὶ τὰ τῆς κακίας οὐδὲ οὕτως ἐκκόπτε‐ ται. Τίς γὰρ, εἰπέ μοι, μωρὸν οὐ καλεῖ τὸν ἀδελφόν; τοῦτο δὲ ὑπεύθυνον ποιεῖ τῷ τῆς γεέννης πυρί. Τίς οὐκ εἶδεν ἀκολάστοις ὀφθαλμοῖς εἰς γυναῖκα; καὶ τοῦτο δὲ
25μοιχεία ἀπηρτισμένη· τὸν δὲ μοιχὸν πάλιν εἰς τὴν αὐτὴν ἀνάγκη ἐμπίπτειν γέενναν. Τίς οὐκ ὤμοσε; τοῦτο δὲ ἐκ τοῦ πονηροῦ πάντως· τὸ δὲ ἐκ τοῦ πονηροῦ, καὶ αὐτὸ κολάσεως πάντως. Τίς οὐκ ἐβάσκηνε φίλῳ ποτέ; τοῦτο δὲ καὶ ἐθνικῶν καὶ τελωνῶν χείρους ποιεῖ· τοὺς δὲ
30ἐκείνων χείρους, ὅτι οὐκ ἔνι κόλασιν διαφυγεῖν, παντί που δῆλόν ἐστι. Τίς ἐκ καρδίας ἅπασαν μῆνιν ἐξήλα‐ σε, καὶ τὰ πάντων εἰς αὐτὸν πεπλημμεληκότων εἴασεν ἁμαρτήματα; τὸν δὲ οὐκ ἀφέντα, ὅτι τοῖς βασανιστη‐ ρίοις ἀνάγκη παραδοθῆναι, τῶν ἀκηκοότων τοῦ Χρι‐
35στοῦ οὐδεὶς ἀντερεῖ. Τίς δὲ οὐκ ἐδούλευσε τῷ μαμω‐ νᾷ; τὸν δὲ ἐκείνῳ δουλεύσαντα ἀνάγκη παραιτήσα‐ σθαι τοῦ Χριστοῦ τὴν δουλείαν· ἐκείνην δὲ ἀρνησά‐ μενον, καὶ τὴν οἰκείαν ἀνάγκη σωτηρίαν ἀρνήσασθαι. Τίς οὐ κακηγόρησε λάθρα; τούτους δὲ καὶ ἡ Παλαιὰ ἀπο‐
40κτίννυσθαι κελεύει, καὶ κατασφάττεσθαι. Ἀλλὰ τίς ἡ παραμυθία τῶν οἰκείων κακῶν; Τὸ πάντας ὥσπερ ἔκ τινος συνθήματος πρὸς τὸ τῆς κακίας ὀλισθῆσαι βάρα‐ θρον, ὃ καὶ αὐτὸ τῆς κατεχούσης νόσου τεκμήριόν ἐστι μέγιστον, ὅταν τοῦτο παραμυθίαν φέρῃ τῶν κακῶν
45ἡμῖν, ὃ μείζονος ὀδύνης ὑπόθεσιν εἶναι ἐχρῆν. Οὐ γὰρ δὴ τὸ πολλοὺς ἔχειν κοινωνοὺς τῶν ἁμαρτημάτων ἀπαλ‐ λάττει τῶν ἐγκλημάτων ἡμᾶς, καὶ τῶν τιμωριῶν. Εἰ δέ τις ἐπὶ τοῖς εἰρημένοις ἀπέγνω, μικρὸν ἀναμεινάτω, καὶ τότε ἀπογνώσεται πλέον, ὅταν τὰ πολλῷ τούτων

47

.

330

(50)

εἴπωμεν χαλεπώτερα, οἷον τὰς ἐπιορκίας. Εἰ γὰρ τὸ ὀμόσαι διαβολικὸν, τὸ καὶ τοὺς ὅρκους πατῆσαι ποίαν οἴσει τιμωρίαν ἡμῖν; Εἰ τὸ μωρὸν καλέσαι γέενναν ἐφέλκεται, τὸ καὶ μυρίοις ὀνείδεσιν αἰσχῦναι τὸν ἀδελ‐ φὸν, τὸν οὐδὲν ἠδικηκότα πολλάκις, τί οὐκ ἂν ἐργάση‐
55ται; Εἰ τὸ μνησικακεῖν μόνον τιμωρίας ἄξιον, τὸ καὶ ἐπεξιέναι πόσην ἔχει τὴν βάσανον; Ἀλλὰ μήπω περὶ
τούτων, ἀλλ’ ἐν τῷ οἰκείῳ ταῦτα φυλαττέσθω τόπῳ. Ἵνα

47

.

331

γὰρ τὰ ἄλλα παρῶ, αὐτὸ δὴ τοῦτο τὸ καταναγκάσαν ἡμᾶς εἰς τοῦτον καθεῖναι τὸν λόγον, οὐχ ἱκανὸν καὶ μόνον τῆς κατεχούσης νόσου τὴν κακίαν ἐνδείξασθαι; Εἰ γὰρ τὸ τῶν οἰκείων ἁμαρτημάτων μὴ ἐπαισθάνεσθαι, ἀλλ’ ἀναλ‐
5γήτως πλημμελεῖν, ἔσχατος ὅρος κακίας ἐστὶ, ποῦ τά‐ ξομεν τοὺς νέους τούτους νομοθέτας τῆς καινῆς ταύτης καὶ ἀτοπωτάτης νομοθεσίας, οἳ μετὰ πλείονος τῆς παῤ‐
ῥησίας τοὺς τῆς ἀρετῆς ἀπελαύνουσι διδασκάλους, ἢ

47

.

332

τοὺς τῆς κακίας ἕτεροι, καὶ τῶν πλημμελησάντων πλέον τοῖς διορθοῦν βουλομένοις ἐκπεπολέμωνται; μᾶλλον δὲ πρὸς ἐκείνους μὲν οὔτε ἀηδῶς ἔχουσιν, οὔτε ἐγκαλοῦσί ποτε, τούτων δὲ κἂν ἀπογεύσαιντο ἡδέως μονονουχὶ
5βοῶντες καὶ δι’ ὧν λέγουσι καὶ δι’ ὧν ποιοῦσιν, ὅτι δεῖ τῆς κακίας ἀπρὶξ ἔχεσθαι, καὶ μηδέποτε ἐπανελθεῖν πρὸς ἀρετὴν, ὡς οὐ μόνον τοὺς μετιόντας αὐτὴν, ἀλλὰ καὶ
τοὺς φωνὴν ὑπὲρ ταύτης ῥῆξαι τολμῶντας ἀμύνεσθαι δέον.

47

.

331

(9t)

ΠΡΟΣ ΑΠΙΣΤΟΝ ΠΑΤΕΡΑ,
10tΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
11 αʹ. Ἱκανὰ μὲν οὖν καὶ ταῦτα ἔκστασιν ἐργάσασθαι καὶ φρίκην· κἂν τὸ προφητικόν τις ἐκεῖνο ἐπὶ τούτοις φθέγ‐ γηται νῦν, ὅτι Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφρι‐ ξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα· καὶ, ὅτι Ἔκστασις καὶ
15φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς, εὐκαίρως πάντα τὰ τοιαῦτα ἐρεῖ. Τὸ δὲ τούτων χαλεπώτερον, ὅτι οὐ μόνον ἀλλότριοί τινες, καὶ οὐδὲν τοῖς συμβουλευομένοις προσ‐ ήκοντες τοιαῦτα ἀγανακτοῦσι καὶ δυσχεραίνουσιν, ἀλλὰ συγγενεῖς καὶ πατέρες ἔμαθον ὑπὲρ τούτων ὀργίζεσθαι.
20Καίτοι γε οὐκ ἀγνοῶ ὅτι πολλοὶ πρὸς μὲν τοὺς πατέρας τοῦτο ποιοῦντας οὐ σφόδρα ἐκπλήττονται· ἀποπνίγεσθαι δέ φασι τῷ θυμῷ, ὅταν ἴδωσι τοὺς μήτε πατέρας, μήτε φίλους, μήτε συγγενεῖς, μήτε ἄλλοθέν ποθεν ἐπιτηδείους, πολλάκις δὲ καὶ ἀγνῶτας ὄντας τοῖς φιλοσοφεῖν αἱρου‐
25μένοις τὸ αὐτὸ τοῦτο πάσχοντας, καὶ μᾶλλον τῶν πατέ‐ ρων δακνομένους, καὶ πολεμοῦντας, καὶ κατηγοροῦντας τῶν ἀναπεισάντων αὐτούς. Ἐμοὶ δὲ τοὐναντίον εἶναι δοκεῖ θαυμαστόν. Τοὺς μὲν γὰρ μήτε κηδεμονίας, μήτε φιλίας ἔχοντάς τι δικαίωμα, οὐδὲν ἀπεικός ἐστιν ἐπὶ τοῖς
30ἀλλοτρίοις ἀλγεῖν ἀγαθοῖς, πὴ μὲν ὑπὸ βασκανίας ἁλι‐ σκομένους, πὴ δὲ τῆς οἰκείας κακίας τὴν τῶν ἄλλων ἀπώλειαν εὐτυχίαν εἶναι νομίζοντας, ἀθλίως μὲν καὶ τα‐ λαιπώρως, νομίζοντας δ’ οὖν ὅμως· τὸ δὲ τοὺς γεννη‐ σαμένους, τοὺς ἀναθρεψαμένους, τοὺς καθ’ ἑκάστην
35εὐχομένους ἡμέραν εὐδοκιμωτέρους σφῶν αὐτῶν τοὺς παῖδας ἰδεῖν, τοὺς πάντα διὰ τοῦτο καὶ ποιοῦντας καὶ πάσχοντας· τούτους δὲ ὥσπερ ἔκ τινος μέθης ἐξαίφνης μεταβαλλομένους ἀλγεῖν, ἐπὶ φιλοσοφίᾳ τῶν παίδων ἀγο‐ μένων αὐτοῖς· τοῦτό ἐστιν ὃ μάλιστα πάντων ἐγὼ θαυ‐
40μάζω, καὶ τοῦ πάντα διεφθάρθαι τεκμήριον εἶναί φημι ἱκανόν. Τοῦτο γὰρ οὐδ’ ἐπὶ τῶν ἔμπροσθεν χρόνων ἔχοι τις ἂν γεγενημένον εἰπεῖν, ὅτε καὶ τῆς πλάνης ἐκράτει λαμπρῶς· ἀλλ’ ἐγένετο μὲν ἅπαξ ἐν Ἑλληνίδι πόλει, τυραννουμένῃ δέ. Οὐδὲ γὰρ δὴ τότε τῶν γονέων τις καθά‐
45περ νῦν, ἀλλ’ οἱ τὴν ἀκρόπολιν καταλαβόντες, μᾶλλον δὲ οὐδὲ οὗτοι πάντες, ἀλλὰ καὶ τούτων αὐτῶν ὁ μιαρώ‐ τατος τὸν Σωκράτην καλέσας, ἐκέλευε τῶν ὑπὲρ φιλοσο‐ φίας ἀποστῆναι λόγων. Ἀλλ’ ἐκεῖνος μὲν καὶ τύραννος καὶ ἄπιστος καὶ ὠμὸς καὶ ἐπ’ ἀνατροπῇ τῆς πολιτείας

47

.

331

(50)

ἅπαντα πράττων, καὶ τοῖς ἀλλοτρίοις ἐντρυφῶν κακοῖς, καὶ εἰδὼς ὅτι πολιτείαν ἀρίστην οὐδὲν ἕτερον ἀνατρέψαι δύναται, ὡς τὸ τοιοῦτον ἐπίταγμα, ταῦτα ἐτόλμησεν· οὗτοι δὲ πιστοὶ, καὶ ἐν εὐνομουμέναις δῆθεν πόλεσι ζῶν‐ τες, καὶ περὶ παίδων τῶν αὐτῶν βουλευόμενοι, ταῦτα
55φθέγγεσθαι τολμῶσιν, ἃ περὶ τῶν τυραννουμένων ὁ τύ‐

47

.

332

(11)

ραννος, καὶ οὐκ αἰσχύνονται· ὥστε ὑπὲρ τούτων μᾶλλον δυσχεραινόντων, ἢ τῶν ἄλλων θαυμάζειν χρή. Καὶ διὰ τοῦτο καὶ αὐτὸς ἐκείνων ἀφέμενος, τούτοις οἷς μάλιστα μέλει τῶν παίδων, μᾶλλον δὲ οἷς μέλειν μὲν ἔδει, μέλει
15δὲ οὐδαμῶς, διαλέξομαι προσηνῶς καὶ μετ’ ἐπιεικείας πολλῆς, τοσοῦτον αὐτοὺς παραιτησάμενος μὴ δυσχε‐ ραίνειν, μηδὲ ἀγανακτεῖν, εἴ τις τὸ λυσιτελὲς τοῖς ἐκείνων παισὶ μᾶλλον αὐτῶν ἐκείνων εἰδέναι λέγοι. Οὐ γὰρ ἀρ‐ κεῖ τὸ σπεῖραι παῖδα πρὸς τὸ συμφέρον τὸν γεννη‐
20θέντα διδάξαι τὸν γεννησάμενον, ἀλλὰ πρὸς μὲν τὴν φιλο‐ στοργίαν τοῦ τεχθέντος μεγάλα ἂν τοῦτο συμβάλοιτο, πρὸς δὲ τὸ μαθεῖν αὐτοῦ τὸ λυσιτελὲς ἀκριβῶς, οὔτε τὸ σπείρειν οὔτε τὸ φιλεῖν ἀρκέσειεν ἄν. Ἐπεὶ εἰ τοῦτο ἦν, οὐδένα ἀνθρώπων πατρὸς μᾶλλον τὸ χρήσιμον ἐχρῆν ὁρᾷν
25τῷ παιδὶ, ἐπειδὴ μήτε φιλεῖν μᾶλλον αὐτοῦ τῶν ἄλλων δύναιτό τις τοῦτον· νῦν δὲ καὶ αὐτοὶ οἱ πατέρες δι’ ὧν ποιοῦσιν ὁμολογοῦσι τοῦτο ἀγνοεῖν, ὅταν πρὸς διδασκά‐ λους ἄγωσιν, ὅταν παιδαγωγοῖς ἐγχειρίζωσιν, ὅταν μυρίους παραλαμβάνωσι συμβούλους, περὶ τῆς τοῦ βίου
30προαιρέσεως, ἐφ’ ἣν τὸν παῖδα ἄγειν δεῖ, βουλευόμενοι. Καὶ οὐ τοῦτό πω θαυμαστὸν, ἀλλ’ ὅτι πολλάκις βουλῆς γινομένης, τὴν αὐτῶν ἀκυρώσαντες, τὴν ἑτέρων ἔστησαν ὑπὲρ τῶν οἰκείων βουλευόμενοι παίδων. Μὴ τοίνυν μηδὲ πρὸς ἡμᾶς δυσχερῶς ἐχέτωσαν, εἰ λέγοιμεν τὸ συμφέρον
35αὐτοῖς εἰδέναι μᾶλλον· ἀλλ’ εἰ μὴ διὰ τῶν λόγων ἀποδεί‐ ξαιμεν, τότε κατηγορεῖν, τότε διαβάλλειν ὡς ἀλαζόνας ὄντας καὶ λυμεῶνας καὶ τῆς φύσεως ἁπάσης ἐχθρούς. βʹ. Πῶς οὖν τοῦτο ἔσται δῆλον καὶ πόθεν εἰσόμεθα τίς μὲν ὁ τὸ συμφέρον ὄντως ὁρῶν, τίς δὲ ὁ δοκῶν μὲν ὁρᾷν, ὁρῶν
40δὲ οὐδαμῶς; Ἂν τοὺς παρ’ ἐμοῦ λόγους καθάπερ τινὰς ἀνταγωνιστὰς εἰς ἐξέτασιν κατιέναι καταναγκάσαντες καὶ συμπλακῆναι, περὶ τούτων ἀδεκάστοις κριταῖς ἐπι‐ τρέψωμεν τὴν ἐξέτασιν. Ὁ μὲν οὖν τοῦ ἀγῶνος νόμος πρὸς τὸν Χριστιανὸν ἀποδύεσθαι κελεύει, καὶ πρὸς ἐκεῖ‐
45νον ἀγωνίζεσθαι μόνον, καὶ πλεῖον οὐδὲν ἀπαιτεῖ παρ’ ἡμῶν. Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; ὁ μακάριος Παῦλός φησιν. Ἀλλ’ ἐπειδὴ συμβαίνει πολλοὺς καὶ ἀπί‐ στους εἶναι τῶν πρὸς τὸν οὐρανὸν ἑλκομένων παίδων πα‐ τέρας· καίτοι γε τοῦ νόμου τῶν ἀγώνων ἀφιέντος ἡμᾶς

47

.

332

(50)

τῆς πρὸς τούτους μάχης, ἑκόντες αὐτοὶ καὶ μετὰ προ‐
θυμίας καὶ πρὸς τούτους ἀποδυσόμεθα πρώτους. Καὶ εἴθε

47

.

333

πρὸς τούτους μόνον ἦν ἡμῶν ὁ ἀγὼν, καίτοι γε δυσχε‐ ρέστερός τέ ἐστι, καὶ πλείονας ἔχει λαβάς· Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστι· καὶ συμβαίνει ταυτὸν, οἷον ἂν εἴ τις βασι‐
5λείας ἐρᾷν πείθῃ τὸν οὐκ ἐθέλοντα πεισθῆναι πρότερον, ὅτι τὸ πρᾶγμα ὑφέστηκεν. Ἀλλ’ ὅμως καὶ οὕτως εἰς στενὸν ἡμῖν κατακεκλεισμένων τῶν λόγων, πρὸς τούτους ἠθέλησα ἂν μόνους τὸν ἀγῶνά μοι γενέσθαι τοῦτον. Ἐπὶ μὲν γὰρ τοῦ πιστοῦ πολλὰ μὲν ἡμῖν τὰ δικαιώματα, ἀλλ’
10ὅμως τὴν ἐκ τῆς τῶν δικαίων περιουσίας ἡδονὴν συσκιά‐ ζει τῆς αἰσχύνης ἡ ὑπερβολή. Αἰσχύνομαι γὰρ ὅταν καὶ πρὸς ἐκεῖνον ὑπὲρ τούτων ἀποτείνεσθαι ἀναγκάζωμαι, καὶ δέδοικα μὴ τοῦτό μοι μόνον ὁ Ἕλλην ἔγκλημα δί‐ καιον ἔχοι προβάλλεσθαι· ἐπεὶ τοῖς γε ἄλλοις αὐτὸν τῇ
15τοῦ Θεοῦ χάριτι ῥᾳδίως αἱρήσομεν, κἂν εὐγνώμων εἶναι ἐθέλοι, ταχέως αὐτὸν οὐ πρὸς τὸν ἔρωτα τοῦ βίου τούτου μεταστήσομεν μόνον, ἀλλὰ καὶ πρὸς αὐτὴν τῶν δογμάτων τὴν ἐπιθυμίαν, ἀφ’ ἧς ὁ βίος ἔχει τὴν ὑπόθεσιν οὗτος. Τοσοῦτον γὰρ ἀπέχω φοβηθῆναι τὸν πρὸς αὐτὸν
20ἀγῶνα, ὅτι καὶ χαλεπώτερον αὐτὸν πρότερον καταστήσας τῷ λόγῳ, οὕτως ἅψομαι τῶν παλαισμάτων. Κείσθω γὰρ μὴ μόνον Ἕλληνα εἶναι τοῦτον τὸν πατέρα, ἀλλὰ καὶ πλούσιον ὑπὲρ πάντας ἀνθρώπους καὶ ἀπόβλεπτον, καὶ ἐν δυναστείᾳ καθεστάναι μεγάλῃ, καὶ πολλοὺς μὲν ἀγροὺς
25ἐχέτω, πολλὰς δὲ οἰκίας, μυρία δὲ χρυσίου τάλαντα· ἔστω δὲ καὶ πατρίδος τῆς βασιλικωτάτης, καὶ γένους τοῦ περιφανεστάτου, καὶ μήτε ἐχέτω παῖδας ἑτέρους, μήτε ἕξειν ἐλπιζέτω τοῦ λοιποῦ, ἀλλ’ ἐν τούτῳ σαλευέτω μόνον· ἔστω δὲ καὶ αὐτὸς οὗτος ἐν ἐλπίσι χρησταῖς, καὶ ταχέως
30ἐπὶ τὴν αὐτὴν ἀρχὴν ἀναβήσεσθαι προσδοκάσθω, καὶ λαμπρότερον αὐτοῦ φανήσεσθαι, καὶ πᾶσιν αὐτὸν ἀπο‐ κρύψειν τοῖς βιωτικοῖς· εἶτα ἐν μέσῳ τῶν ἐλπίδων τού‐ των προσερχέσθω τις, καὶ διαλεγέσθω περὶ ταύτης αὐτῷ τῆς φιλοσοφίας, καὶ πειθέτω πάντων ἐκείνων καταγε‐
35λάσαντα περιβαλέσθαι ἱμάτιον ἁδρὸν, καὶ τὴν πόλιν ἀφέντα πρὸς τὸ ὄρος φυγεῖν, καὶ φυτεύειν ἐκεῖ καὶ ἄρδειν καὶ ὑδροφορεῖν, καὶ τὰ ἄλλα δὴ πάντα τὰ τῶν μοναχῶν ποιεῖν, τὰ δοκοῦντα εἶναι καὶ εὐτελῆ καὶ ἐπονείδιστα· ἔστω δὲ καὶ ἀνυπόδετος, καὶ χαμαὶ καθευδέτω, γενέσθω
40δὲ καὶ λεπτὸς καὶ ὠχρὸς ὁ καλὸς νεανίας οὗτος, ὁ ἐν τοσαύτῃ τρυφῇ καὶ τιμῇ διατελῶν, καὶ τοιαύτας ἔχων ἐλπίδας, καὶ τῶν οἰκετῶν τῶν ἑαυτοῦ εὐτελεστέραν περι‐ κείσθω στολήν· ἆρα ἱκανὰς ἐδώκαμεν τῷ κατηγόρῳ τὰς λαβὰς, καὶ ἀρκούντως συνεπλάσαμεν τὸν ἀνταγωνιστήν;
45Εἰ δὲ μὴ ἀρκούντως, καὶ ἑτέρας αὐτῷ παρέξομεν προ‐ φάσεις. Μετὰ γὰρ τούτων καὶ πάντα κινείτω τὰ μηχανή‐ ματα πρὸς τὸ μεταπεῖσαι τὸν υἱὸν, καὶ πάντα εἰκῆ, καθάπερ ἐπὶ πέτρας ἑστῶτος αὐτοῦ τοῦ παιδὸς, καὶ τῶν ποταμῶν καὶ τοῦ ὑετοῦ καὶ τῶν πνευμάτων ἀνωτέρου

47

.

333

(50)

γινομένου· θρηνείτω δὲ ὁ τοιοῦτος, καὶ προβαλέτω δά‐ κρυα, ὥστε μᾶλλον ἐμπρῆσαι τὸν καθ’ ἡμῶν θυμὸν, καὶ πρὸς πάντας τοιαῦτα κατηγορείτω συνεχῶς ἐντυγχάνων. Ἐφύτευσα, ἔθρεψα, ἐταλαιπωρήθην διὰ πάσης τῆς ἡλι‐ κίας, πάντα ποιῶν καὶ πάσχων, ἅπερ ἐκ τῆς παιδοποιίας
55ταύτης συμβαίνειν εἰκός· χρηστὰς εἶχον ἐλπίδας, διελέ‐ χθην παιδαγωγοῖς, παρεκάλεσα διδασκάλους, ἀνήλωσα χρήματα, ἠγρύπνησα πολλάκις ὑπὲρ εὐκοσμίας φροντί‐ ζων, ὑπὲρ παιδεύσεως, ὅπως μηδενὸς οὕτω τῶν προγό‐ νων λείποιτο τῶν αὐτοῦ, ὅπως ἁπάντων φανείη λαμπρό‐
60τερος· συνδιοίσειν μοι τοῦτον τὸ γῆρας προσεδόκησα, προϊόντος τοῦ χρόνου περὶ γυναικὸς ἐβουλευόμην καὶ γάμου, περὶ ἀρχῆς, καὶ δυναστείας. Ἀλλ’ ἐξαίφνης,
ὥσπερ τις σκηπτὸς ἢ καταιγίς ποθεν ἐπιπεσοῦσα, μυ‐

47

.

334

ριαγωγὸν ὁλκάδα καὶ πολλῶν γέμουσαν φορτίων, καὶ μακρὸν διανύσασαν πέλαγος, καὶ ἐξ οὐρίας πλέουσαν, καὶ πρὸς αὐτῷ λοιπὸν οὖσαν τῷ λιμένι, μικρὸν πρὸ τοῦ στόματος αὐτοῦ κατέκλυσε, καὶ μὴ μόνον πενίας τῆς
5ἐσχάτης, ἀλλὰ καὶ θανάτου τοῦ ἐλεεινοῦ καὶ ἀπωλείας δέος, μὴ τῇ τοῦ τὰ τοιαῦτα πεπλουτηκότος κεφαλῇ περι‐ στήσειεν ὁ χειμών· οὕτω δή μοι συμβέβηκε νῦν. Οἱ γὰρ ἐπάρατοι καὶ λυμεῶνες καὶ πλάνοι (λεγέτω γὰρ δὴ καὶ ταῦτα, οὐ διοισόμεθα) ἐκ τῶν τοσούτων ἐλπίδων
10ἀναρπάσαντές μοι τὸν γηροτρόφον, καθάπερ τινὲς λῄσταρ‐ χοι πρὸς τὰς αὐτῶν καταλύσεις ἀπήγαγον, καὶ οὕτω ταῖς αὐτῶν κατεγοήτευσαν ἐπῳδαῖς, ὡς ἑλέσθαι καὶ πρὸς σίδηρον καὶ πρὸς πῦρ καὶ πρὸς θηρία καὶ πρὸς πᾶν ὁτιοῦν στῆναι γενναίως, ἢ πρὸς τὴν προτέραν εὐπρα‐
15γίαν ἐπανελθεῖν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ταῦτα πείσαντες μᾶλλον ἡμῶν προσποιοῦνται τὸ συμφέρον ὁρᾷν. Ἔρημοι μὲν οἰκίαι, ἔρημοι δὲ ἀγροί· κατηφείας δὲ καὶ αἰσχύνης μεστοὶ μὲν οἱ γεωργοὶ, μεστοὶ δὲ οἰκέται· καὶ φαιδροὶ μὲν ἐπὶ τοῖς κακοῖς τοῖς ἐμοῖς ἐχθροὶ, ἐγκα‐
20λύπτονται δὲ οἱ φίλοι. Παρ’ ἐμοὶ δὲ οὐδεμία γνώμη κρα‐ τεῖ, ἀλλ’ ἢ ὥστε πῦρ ἐπαφεῖναι καὶ φλέξαι πάντα, καὶ οἰκίας καὶ ἀγροὺς καὶ ἀγέλας βοῶν καὶ ποίμνια προβά‐ των. Ποῦ γὰρ ἔσται μοι χρήσιμα ταῦτα λοιπὸν, ἐκείνου τοῦ χρησομένου τούτοις οὐκ ὄντος, ἀλλ’ αἰχμαλώτου γενο‐
25μένου, καὶ παρὰ βαρβάροις ἀνημέροις δουλεύοντος θα‐ νάτου παντὸς πικροτέραν δουλείαν; Περιέβαλον μελαίνῃ στολῇ τοὺς οἰκέτας ἅπαντας, κατέπασα τέφρᾳ τὰς κε‐ φαλὰς, χοροὺς ἔστησα γυναικῶν, ἐκέλευσα χαλεπώτερον αὐτὰς κατακόπτεσθαι, ἢ εἰ νεκρὸν ἑώρων. Σύγγνωτε δέ
30μοι τοῦτο ποιοῦντι· μεῖζον ἐκείνου τὸ πένθος ἐμοί. Παρενοχλεῖσθαι δοκῶ λοιπὸν ὑπὸ τοῦ φωτὸς, καὶ πρὸς αὐτὰς ἀηδῶς ἔχω τὰς ἀκτῖνας, ὅταν εἰς νοῦν λάβω τὸ σχῆμα τοῦ ταλαιπώρου παιδὸς ἐκείνου, ὅταν τῶν εὐτε‐ λεστέρων ἀγροίκων ἐκείνων ἀτιμότερον αὐτὸν ἠμφιεσμέ‐
35νον ἴδω, καὶ ἐπ’ ἔργα ἀτιμότερα τοῦτον προπεμπόμενον· ὅταν ἐννοήσω αὐτοῦ τὸ ἀκαμπὲς, κατακαίομαι, διασπῶ‐ μαι, διαῤῥήγνυμαι. γʹ. Ταῦτα λέγων, καὶ προκυλινδείσθω τῶν ποδῶν τῶν ἀκουόντων, καὶ καταπασσέσθω τέφραν ἐπὶ τῆς κεφαλῆς,
40καὶ αἰσχυνέτω τῇ κόνει τὸ πρόσωπον, καὶ παρακαλείτω πάντας ὀρέξαι χεῖρα, κατατιλλέτω τὴν πολιάν. Τάχα ἡμῖν καλὸς ὁ κατήγορος ἀπηκρίβωται πρὸς τὸ τοὺς ἀκούοντας ἐμπρῆσαι ἅπαντας, καὶ πεῖσαι κατὰ κρημνῶν τοὺς τὰ τοιαῦτα ἐργασαμένους ἐμβαλεῖν. Διὰ γὰρ τοῦτο πρὸς
45ἄκρον ἁπασῶν τῶν αἰτιῶν τὸν λόγον ἤγαγον, ἵνα τούτου τοῦ οὕτω κατασκευασθέντος, ἡττηθέντος ὑφ’ ἡμῶν τῇ τοῦ Θεοῦ χάριτι, μηδεὶς τοῖς λοιποῖς γένοιτο λόγος. Τοῦ γὰρ πάντα ὁμοῦ ἔχοντος ταῦτα ἐπιστομισθέντος, ὁ μὴ πάντα ἔχων ὁμοῦ (οὐδὲ γὰρ πάντα οἷόν τε συνελθεῖν)

47

.

334

(50)

εὐκόλως ἡμῖν παραχωρήσει τῆς νίκης λοιπόν. Οὗτος μὲν οὖν ταῦτα λεγέτω καὶ τούτων πλείονα. Ἐγὼ δὲ παραι‐ τήσομαι τοὺς δικάζοντας, μὴ νῦν ἐλεεῖν τὸν γέροντα τοῦ‐ τον, ἀλλ’ ὅταν αὐτὸν δείξωμεν πενθοῦντα τὸν υἱὸν, δεινὸν μὲν οὐδὲν πεπονθότα, τῶν δὲ μεγάλων ἀγαθῶν ἀπολαύ‐
55σαντα, καὶ ὧν ἐπέκεινα ἕτερα οὐκ ἔστιν εὑρεῖν. Τότε γὰρ ὄντως ἄξιος ἐλέου καὶ δακρύων ἂν εἴη, μηδὲ συνιδεῖν τὴν εὐπραγίαν δυνάμενος τοῦ παιδὸς, ἀλλὰ τοσοῦτον ἀπ‐
έχων αὐτῆς ὡς καὶ ἐπὶ μεγίστοις θρηνεῖν τοῖς κακοῖς.

47

.

335

Πόθεν οὖν ἀρξόμεθα τοῦ λόγου τοῦ πρὸς αὐτόν; Ἀπὸ τοῦ πλούτου καὶ τῶν χρημάτων, ἐπειδὴ καὶ αὐτὸς τοῦτο μά‐ λιστα πάντων ὀδύρεται, καὶ πᾶσι τοῦτο αὐτὸ εἶναι δοκεῖ τὸ δεινότατον, εἰ πλουτοῦντες παῖδες ἐπὶ τοῦτον ἕλκοιντο
5τὸν βίον. Εἰπὲ οὖν μοι, τίνα μακαρίζομεν ἅπαντες, καὶ ζηλωτὸν εἶναί φαμεν, τὸν ἐν δίψῃ καθεστῶτα ἀεὶ, καὶ πρὶν ἢ τῆς προτέρας ἐμφορηθῆναι κύλικος, δεόμενον πάλιν ἑτέρας, καὶ ἐν τούτῳ ὄντα διαπαντὸς, ἢ τὸν ἀνω‐ τέρω καθεστῶτα τῆς ἀνάγκης ἐκείνης, καὶ ἄδιψον ἀεὶ
10μένοντα, καὶ οὐδέποτε εἰς τὴν τοῦ πόματος τούτου καθελκόμενον χρείαν; οὐχ ὁ μὲν πυρέττοντι προσέοικε, καὶ χαλεπωτάτην ἀνάγκην ἔχοντι, κἂν ἐκ πηγῶν ἀρύε‐ σθαι ἔχῃ τὰ νάματα, ὁ δὲ ἐλεύθερός τέ ἐστι τὴν ὄντως ἐλευθερίαν, καὶ ὑγιαίνει τὴν ὄντως ὑγίειαν, καὶ μείζων ἢ
15κατὰ ἀνθρωπίνην γέγονε φύσιν; Τί δαὶ, εἴ τις γυναικὸς ἐρῶν συγγίνοιτο μὲν αὐτῇ διηνεκῶς, μειζόνως δὲ μετὰ τὴν συνουσίαν φλέγοιτο ταύτην, ἕτερος δὲ ταύτης ἐκτὸς τῆς μανίας ἑστήκοι, καὶ μηδὲ ὄναρ ἁλίσκοιτο τῷ κακῷ, τίς πάλιν ἡμῖν ὁ ζηλωτὸς καὶ μακάριος; οὐχ οὗτος; τίς δὲ
20ἄθλιος καὶ ταλαίπωρος; οὐχ ὁ νοσῶν τὸν κενὸν ἐκεῖνον ἔρωτα, καὶ μηδαμοῦ σβεσθῆναι δυνάμενον, ἀλλὰ τοῖς ἐπινενοημένοις φαρμάκοις ἐπιτριβόμενος μᾶλλον; Εἰ δὲ πρὸς τοῖς εἰρημένοις μακαρίζοι μὲν ἑαυτὸν ἐπὶ τῇ νόσῳ, καὶ μήτε αὐτὸς ἐκείνης τῆς ἀνάγκης ἀπαλλάττεσθαι
25βούλοιτο, τούς τε ἀπηλλαγμένους τοῦ πάθους ἀποδύροιτο, ὥσπερ οὗτος νῦν, οὐχὶ ταύτῃ πάλιν ἐλεεινότερος ἔσται καὶ ἀθλιώτερος, μὴ μόνον νοσῶν, ἀλλὰ μηδὲ αὐτὸ τοῦτο εἰδὼς ὅτι νοσεῖ, καὶ διὰ τοῦτο μήτε ἀπαλλαγῆναι βουλό‐ μενος, καὶ τοὺς ἀπηλλαγμένους θρηνῶν; Ἀγάγωμεν δὴ
30τὸν λόγον τοῦτον καὶ ἐπὶ τὴν τῶν χρημάτων κτῆσιν, καὶ ὀψόμεθα τίς ὁ ἄθλιος καὶ ταλαίπωρος· ἐκείνων μὲν γὰρ τῶν ἐρώτων σφοδρότερος οὗτός ἐστι καὶ μανικώτερος· οὐκοῦν καὶ πλεῖον ὀδυνῆσαι δύναιτ’ ἂν, οὐ τούτῳ μόνον ὅτι τὴν λαμπάδα δριμυτέραν ἔχει, ἀλλ’ ὅτι καὶ πρὸς τὴν
35ἐπινενοημένην παραμυθίαν ἀνένδοτός ἐστι καὶ σκληρότε‐ ρος πλέον ἐκείνων. Μᾶλλον γὰρ οἱ ποτοῦ καὶ σωμάτων ἐρῶντες μετὰ τὴν ἀπόλαυσιν λήψονται κόρον, ἢ οἱ περὶ πλοῦτον μαινόμενοι. Ὅθεν ἐκείνους μὲν καὶ τῷ λόγῳ συμπλάσαι ἠναγκάσθημεν, διὰ τὸ μὴ ταχέως ἐπὶ τῆς
40πείρας ὁρᾷν αὐτὸ φαινόμενον· τούτου δὲ τοῦ νοσήματος ἀπὸ τῶν πραγμάτων πολλὰ ἕξομεν παρασχεῖν τὰ ὑπο‐ δείγματα. Διὰ ταῦτα οὖν, εἰπέ μοι, θρηνεῖς τὸν υἱὸν, ὅτι μανίας καὶ τοσαύτης ἀμηχανίας ἀπήλλακται, ὅτι ἔρωτα ἀνίατον οὐκ ἐρᾷ, ὅτι τοῦ πολέμου καὶ τῆς μάχης
45ταύτης ἕστηκεν ἐκτός; Ἀλλ’ οὐκ ἂν ἔπαθε τοῦτο, φησὶν, οὐδ’ ἂν ἠράσθη τοῦ πλείονος, ἀλλ’ ἀπέχρησεν ἂν αὐτῷ τῶν παρόντων ἡ ἀπόλαυσις. Μάλιστα μὲν πρᾶγμα λέ‐ γεις ἐναντίον, ὡς εἰπεῖν, τῇ φύσει· πλὴν ἀλλὰ καὶ τοῦτο ἔστω, καὶ συγκεχωρήσθω τῷ λόγῳ, μὴ ἂν αὐτὸν ἐθελῆσαι

47

.

335

(50)

προσθεῖναι τοῖς οὖσι, μηδὲ ὑπὸ τῆς ἐπιθυμίας ἁλῶναι ἐκείνης· ἐγὼ γὰρ αὐτὸν καὶ οὕτως ἐπιδείξω ἐν μείζονι νῦν ὄντα ἀνέσει καὶ ἡδονῇ. Τί γὰρ κουφότερον, ὑπὲρ τοσ‐ ούτων φροντίζειν, καὶ τοιαύτῃ προσδεδέσθαι φυλακῇ καὶ δουλείᾳ, καὶ δεδοικέναι μὴ παραπόληταί τι τῶν ὄντων, ἢ
55καὶ τούτων ἀπηλλάχθαι τῶν δεσμῶν; Κείσθω γὰρ, αὐτὸν μὴ ἐπιθυμεῖν φορτίων ἑτέρων, ἀλλὰ πολλῷ βέλτιον καὶ τῶν ἐπιτεθέντων ἤδη καταφρονεῖν. Εἰ γὰρ τὸ μὴ δεῖσθαι πλειόνων συνωμολόγηται μέγιστον ὂν ἀγαθὸν, τὸ
καὶ τῆς τῶν ὄντων χρείας ἐξώτερον εἶναι, μείζονος εὐ‐

47

.

336

πραγίας ἂν εἴη. Ὁ γὰρ ἄδιψος ἐκεῖνος καὶ ἀνέραστος (οὐδὲν γὰρ κωλύει πάλιν ἐπὶ τὰ αὐτὰ ἐλθεῖν ὑποδείγματα) οὐ τῶν ἀεὶ διψώντων μόνον, οὐδὲ τῶν ἐρώντων ἀεὶ, ἀλλὰ καὶ τῶν ἐν βραχεῖ τοῦτο παθόντων, καὶ πληρωσάντων
5τὴν ἐπιθυμίαν πολλῷ μακαριώτερος ὢν ἀποδέδεικται, ὡς μηδὲ εἰς πεῖραν ἐμπεσὼν τῆς τοιαύτης ἀνάγκης. Ἐρή‐ σομαι δέ σε πάλιν, εἰ καὶ ὑπερβαλέσθαι τῷ πλούτῳ πάν‐ τας καὶ τῶν ἀπὸ τοῦ πλούτου κακῶν ἀπαλλαγῆναι ἐνῆν, ἆρα οὐκ ἂν μυριάκις ταύτην εἵλου τὴν περιουσίαν, ὥστε
10μήτε βασκανίας, μήτε συκοφαντίας, μήτε φροντίδος, μήτ’ ἄλλου μηδενὸς τῶν τοιούτων ἀνέχεσθαι; Ἂν τοίνυν καὶ τοῦτο ἔχοντα δείξωμεν τὸν υἱὸν, καὶ μειζόνως εὐ‐ πορώτερον ὄντα νῦν, παύσῃ θρηνῶν πάντως καὶ ὀλοφυρό‐ μενος οὕτω πικρῶς; Ὅτι μὲν οὖν φροντίδων ἀπήλλακται,
15καὶ τῶν ἄλλων τῶν ἐπισυρομένων τῷ πλούτῳ κακῶν, οὐδὲ αὐτὸς ἀντερεῖς· διόπερ οὐδὲ ἡμῖν περὶ τούτων ἀνάγκη πρὸς σὲ διαλέγεσθαι· ζητεῖς δὲ μαθεῖν πῶς εὐπορώτερος τοῦ τοσαῦτα ἔχοντός σου. Τοῦτο δή σε διδάξομεν, καὶ δείξομεν, ὅτι ὅπερ ἡγῇ ἐκεῖνον νῦν εἶναι ἐν πενίᾳ τῇ
20ἐσχάτῃ, τοῦτο αὐτὸς πρὸς ἐκεῖνον ἐξεταζόμενος πέπονθας. δʹ. Καὶ μήτοι νομίσῃς τὰ ἐν τοῖς οὐρανοῖς ἡμᾶς ἐρεῖν ἀγαθὰ, καὶ τὰ μετὰ τὴν ἐνθένδε ἀποδημίαν· ἀπὸ γὰρ τῶν ἐν χερσὶ τέως ποιησόμεθα τὴν ἀπόδειξιν. Σὺ μὲν οὖν τῶν σαυτοῦ κύριος εἶ μόνον, ἐκεῖνος δὲ τῶν κατὰ τὴν οἰκουμέ‐
25νην ἅπασαν. Εἰ δὲ ἀπιστεῖς, δεῦρό σε ἀγάγωμεν εἰς αὐτὸν, καὶ πείσωμεν αὐτὸν κατελθόντα ἀπὸ τοῦ ὄρους, μᾶλλον δὲ ἐκεῖ μένοντα σημᾶναί τινι τῶν σφόδρα πλουτούντων καὶ εὐλαβῶν, πέμψαι χρυσοῦ σταθμὸν, ὅσον ἐθέλεις· μᾶλ‐ λον δὲ τοῦτο μὲν οὐκ ἀνέξεται, δοῦναι δὲ τῷ δεῖνι δεομένῳ
30κελευέτω, καὶ προθυμότερον ὄψει τὸν πλουτοῦντα ὑπακού‐ οντα καὶ ἐκκομίζοντα, ἢ τῶν οἰκονόμων τινὰ τῶν σῶν. Οὗτος μὲν γὰρ ὅταν ἀναλίσκειν κελεύηται, κατηφής τέ ἐστι καὶ σκυθρωπός· ἐκεῖνος δὲ ὅταν μὴ ἀναλίσκῃ, τότε δέδοικε μή ποτε προσκεκρουκὼς ᾖ, ἅτε τοιοῦτον ἐπιτατ‐
35τόμενος οὐδέν. Καὶ πολλοὺς ἐπιδεῖξαι· ἔχω οὐ τῶν εὐδο‐ κίμων τούτων, ἀλλὰ καὶ τῶν εὐτελεστέρων, τοσαύτην ἔχοντας δύναμιν. Καὶ σὺ μὲν, ἂν οἱ οἰκονόμοι ἀναλώσωσι τὰ πιστευθέντα, οὐκ ἔχεις ἀπαιτῆσαι ἕτερον, ἀλλ’ εὐθέως σοι εἰς πενίαν ὁ πλοῦτος μεταπεσεῖται ὑπὸ τῆς κακουρ‐
40γίας ἐκείνων· παρὰ δὲ τῷ παιδὶ τῷ σῷ τοῦτο οὐκ ἔστι τὸ δέος. Ἂν γὰρ οὗτος γένηται πένης, ἐπιτάξει πάλιν ἑτέρῳ· κἂν ἐκεῖνος πάθῃ τι τοιοῦτον, ἐφ’ ἕτερον μεταβήσεται, καὶ τὰς τῶν ὑδάτων πηγὰς πρότερον ἐπιλιπεῖν εἰκὸς, ἢ τῶν ταῦτα ὑπακουσομένων τινά. Καὶ εἰ μὲν τὰ ἡμέ‐
45τερα ἐφρόνεις, διηγησάμην ἄν σοι πολλὰ καὶ μεγάλα δι‐ ηγήματα· ἐπεὶ δὲ τὰ Ἑλλήνων πρεσβεύεις, οὐδὲ ἐκεῖθεν ἀπορήσω τοῦ παραδείγματος. Ἄκουσον γὰρ τί πρὸς τὸν Σωκράτην ὁ Κρίτων φησί· Σοὶ δὲ ὑπάρχει μὲν τὰ ἐμὰ χρήματα, ὡς ἔγωγε οἶμαι, ἱκανά· ἔπειτα δὲ καὶ εἴ τι

47

.

336

(50)

ἐμοῦ κηδόμενος οὐκ οἴει ἀναλίσκειν τἀμὰ, ξένοι οὗτοι ἐνθάδε ἕτοιμοι ἀναλίσκειν. Εἰσκεκόμικε δὲ ἐπ’ αὐτῷ
τούτῳ ἀργύριον ἱκανὸν Σιμμίας ὁ Θηβαῖος, ἕτοιμος

47

.

337

δὲ καὶ Κέβης, καὶ ἄλλοι πολλοί. Ὥστε, ὅπερ ἔλεγον, μὴ ταῦτα φοβούμενος ἀποκάμῃς σῶσαι σαυτὸν, μήτε ὃ ἔλεγες ἐν τῷ δικαστηρίῳ δυσχερές σοι γενέσθω, ὅτι οὐκ ἂν ἔχοις ἐξελθὼν ὅ τι χρῷο σαυτῷ· πολλαχοῦ
5μὲν γὰρ καὶ ἄλλοσε ὅπου ἂν ἀφίκῃ, ἀγαπήσουσί σε. Ἐὰν δὲ βούλῃ εἰς Θετταλίαν ἰέναι, εἰσὶν ἐμοὶ ἐκεῖ ξένοι, οἵ σε περὶ πολλοῦ ποιήσονται, καὶ ἀσφάλειάν σοι παρέξονται, ὥστε σοι μηδὲν ἐλλείπειν τῶν κατὰ Θετταλίαν. Τί ταύτης τῆς εὐπορίας ἥδιον; Ἀλλὰ ταῦτα
10μὲν ὡς πρὸς ἄνδρα βιωτικόν· εἰ δὲ φιλοσοφώτερον αὐτοῦ τὸν πλοῦτον ἐξετάζειν ἐθέλοιμεν, σὺ μὲν ἴσως οὐ παρ‐ ακολουθήσεις τῷ λόγῳ, ἐμοὶ δὲ ἀναγκαῖον διὰ τοὺς δικά‐ ζοντας εἰπεῖν. Τοσοῦτος γὰρ ὁ τῆς ἀρετῆς πλοῦτός ἐστιν, οὕτως ἡδίων, οὕτω ποθεινότερος τοῦ παρ’ ὑμῖν, ὡς μηδ’
15ἄν ποτε ἐθελῆσαι τοὺς ἔχοντας αὐτὸν τὴν ἅπασαν γῆν, εἰ χρυσὸς γένοιτο μετὰ τῶν ὀρῶν καὶ τῆς θαλάσσης καὶ τῶν ποταμῶν, ἀντ’ ἐκείνου λαβεῖν. Καὶ εἴ γε ἦν δυνατὸν τοῦτο γενέσθαι, ἔμαθες ἂν ἀπὸ τῆς πείρας αὐτῆς, ὡς οὐκ ἀλαζονείας τὰ ῥήματα, ἀλλὰ πολλῷ πλείω καὶ μείζω
20εὑρόντες καταφρονήσουσιν ἐκείνου, καὶ οὐκ ἄν ποτε αὐ‐ τὸν ἀλλάξαιντο τούτου. Καὶ τί λέγω, ἀλλάξαιντο; οὐδὲ μετ’ ἐκείνου μὲν οὖν λαβεῖν αὐτὸν ἕλοιντο ἄν. Καίτοι ὑμῖν εἴ τις ἐδίδου τὸν τῆς ἀρετῆς πλοῦτον μετὰ τῶν χρημά‐ των, ὑπτίαις ἂν ἐδέξασθε χερσίν· οὕτως ὁμολογεῖτε μέ‐
25γαν τινὰ ἐκεῖνον καὶ θαυμαστόν· οὗτοι δὲ οὐκ ἂν ἕλοιντο τὸν ὑμέτερον μετὰ τοῦ οἰκείου· οὕτως ἴσασιν ὅτι πρᾶγμά ἐστιν εὐκαταφρόνητον. Καὶ τοῦτο πάλιν ἀπὸ τῶν ὑμετέ‐ ρων παραδειγμάτων ποιήσω φανερόν. Πόσα γὰρ οἴει χρήματα τὸν Ἀλέξανδρον τῷ Διογένει, εἴ γε ἤθελε δέξα‐
30σθαι, δοῦναι ἄν; Ἀλλ’ οὐκ ἠθέλησεν· ἐκεῖνος δὲ ἐφιλονεί‐ κει καὶ πάντα ἔπραττε, ὥστε δυνηθῆναί ποτε ἐπὶ τὸν πλοῦτον ἐλθεῖν τὸν τούτου. εʹ. Βούλει δὲ καὶ ἑτέρωθέν σου τὴν πενίαν ἰδεῖν, καὶ τοῦ παιδὸς τὴν εὐπορίαν τοῦ σοῦ; Οὐκοῦν ἄπελθε, καὶ ἀφ‐
35ελοῦ αὐτοῦ τὸ ἱμάτιον, ὅπερ ἔχει μόνον, καὶ τῆς καλύ‐ βης ἐξάγαγε, καὶ κάθελε τὸ καταγώγιον, καὶ οὐδὲ οὕτως ὄψει δυσχεραίνοντα οὐδὲ ἀλγοῦντα, ἀλλά σοι καὶ χάριν εἴσεται τούτων, ὅσον πρὸς φιλοσοφίαν πλέον ὠθεῖς αὐτόν· σοῦ δὲ ἄν τις δέκα δραχμὰς ἀφέληται μόνον, θρηνῶν καὶ
40ὀδυρόμενος οὐ διαλείψεις ποτέ. Τίς οὖν εὔπορος, ὁ τοῖς μικροῖς δακνόμενος, ἢ ὁ πάντων τῶν ὄντων κατα‐ φρονῶν; Καὶ μὴ τοῦτο ποιήσῃς μόνον, ἀλλὰ καὶ τῆς χώρας ἁπάσης ἀπέλασον, καὶ ὄψει γελῶντα ἐπὶ τούτοις, καθάπερ ἐπὶ παιδίου παίζοντος. Σὲ δὲ ἂν τῆς πατρίδος
45ἀπελάσῃ τις μόνον, τὰ δεινότατα πείσῃ, καὶ οὐδὲ οἴσεις τὴν συμφοράν· ἐκεῖνος δὲ, ἅτε πάσης τῆς γῆς οὔσης αὐ‐ τοῦ καὶ τῆς θαλάσσης, οὕτως εὐκόλως καὶ ἀλύπως ἀπὸ τούτων ἐφ’ ἕτερα μεταστήσεται, καθάπερ σὺ διὰ τῶν οἰκείων ὁδεύων ἀγρῶν· μᾶλλον δὲ καὶ εὐκολώτερον. Σοὶ

47

.

337

(50)

μὲν γὰρ εἰ καὶ διὰ τῶν σῶν βαδίζειν ἔξεστιν, ἀλλ’ ὅμως καὶ δι’ ἀλλοτρίων ἀνάγκη· ἐκεῖνος δὲ διὰ πάσης τῆς αὐ‐ τοῦ πορεύσεται γῆς· καὶ ποτὸν μὲν αὐτῷ πάντοθεν δαψι‐ λῶς παρέχουσι λίμναι καὶ ποταμοὶ καὶ πηγαὶ, τροφὴ δὲ αὐτῷ λάχανα καὶ βοτάναι, καὶ ἄρτοι δὲ πολλαχόθεν. Οὔπω
55γάρ σοι λέγω, ὅτι καὶ τῆς γῆς ἁπάσης καταφρονεῖ, πόλιν

47

.

338

ἔχων τὸν οὐρανόν. Κἂν τελευτῆσαι δέῃ, τῆς τρυφῆς ὑμῶν ἥδιον οἴσει τὴν τελευτὴν, καὶ εὔξεται οὕτως ἀπο‐ θανεῖν μᾶλλον, ἢ ὑμεῖς ἐπὶ τῆς πατρίδος καὶ τῆς εὐνῆς· ὥστε καὶ πλάνον καὶ φυγάδα καὶ ἀλήτην τὴν πόλιν
5ἔχοντα καὶ οἰκίαν οἰκοῦντα, ἀλλ’ οὐκ ἐκεῖνον εἴποι τις ἂν τὸν πάντων τούτων ἀπηλλαγμένον. Οὔτε γὰρ τῆς πα‐ τρίδος αὐτὸν ἐξαγαγεῖν δυνήσῃ, ἕως ἂν μὴ ἐξαγάγῃς τῆς γῆς ἁπάσης· τέως γὰρ οὕτως εἰρήσθω, ἐπεὶ κατὰ τὸν ἀληθῆ λόγον τότε μάλιστα αὑτὸν εἰς τὴν πατρίδα ἀπο‐
10πέμψεις, ὅταν ἀπὸ τῆς γῆς ἐξαγάγῃς. Ἀλλ’ οὔπω τοῦτο πρὸς σὲ τὸν οὐδὲν πλέον τῶν ὁρωμένων εἰδότα. Οὐδὲ γυμνὸν δεῖξαι δυνήσῃ, ἕως ἂν τὰ τῆς ἀρετῆς ἱμάτια περι‐ κείμενος ᾖ, οὔτε λιμῷ διαφθερεῖς, ἕως ἂν εἰδῇ τὴν ὄντως τροφήν. Ἀλλὰ πᾶσι τούτοις οἱ πλουτοῦντές εἰσιν ἁλώ‐
15σιμοι· ὥστε καὶ κατὰ τοῦτο οὐκ ἄν τις ἁμάρτοι τούτους μὲν πένητας προσειπὼν, καὶ σφόδρα πένητας, εὐπόρους δὲ ἐκείνους ἀκριβῶς. Ὁ γὰρ καὶ τροφῆς καὶ ποτοῦ καὶ οἰκίας καὶ ἀναπαύσεως πανταχοῦ δυνάμενος εὐπορεῖν, καὶ οὐ μόνον μὴ ἀλύων, ἀλλὰ καὶ ἥδιον ἐν τούτοις ἢ
20ὑμεῖς ἐν τοῖς ὑμετέροις διάγων, εὔδηλον ὅτι πάντων ὑμῶν τῶν πλουτούντων ἐστὶν εὐπορώτερος τῶν ἐπὶ τῆς οἰκίας μόνης τούτων δυναμένων εὐπορεῖν. Ὅθεν οὐδὲ πενίαν οἶδεν ἐκεῖνος θρηνῆσαί ποτε. Οὐδὲ γὰρ τῇ ἀφθο‐ νίᾳ μόνον οὗτος ὁ πλοῦτος βελτίων, οὐδὲ τῇ ἡδονῇ, ἀλλὰ
25καὶ τῷ ἀνάλωτος εἶναι, καὶ εἰς πτωχείαν μὴ μεταβαλεῖν ποτε, μηδὲ ὑποκεῖσθαι τῷ τοῦ μέλλοντος ἀδήλῳ, μηδὲ φροντίδας ἔχειν, μηδὲ βασκανίᾳ χειροῦσθαι, ἀλλὰ θαῦμα καὶ ἔπαινον καὶ εὐφημίαν κεκτῆσθαι πᾶσαν· καίτοι γε ἐφ’ ὑμῶν τοὐναντίον ἔστιν ἰδεῖν. Οὐ γὰρ μόνον ὑμᾶς οὐκ
30ἐπαινοῦσι διὰ τὸν πλοῦτον, ἀλλὰ καὶ μισοῦσι καὶ ἀπο‐ στρέφονται καὶ βασκαίνουσι δὲ ὑμῖν καὶ ἐπιβουλεύουσιν οἱ πολλοί· οὗτος δὲ ἐπειδὴ πλουτεῖ πλοῦτον τὸν ἀληθῆ, διὰ τοῦτο θαυμάζεται μάλιστα, καὶ διὰ τοῦτο οὐ φθονεῖται οὐδὲ ἐπιβουλεύεται. Ἀλλ’ ἄρα πρὸς ὑγίειαν τίς ἐπιτη‐
35δειότερος; οὐχ ὁ μὲν ἐκεῖνον ἔχων καθάπερ τὰ ἄγρια τῶν ζώων εὐσωματεῖ καὶ σφριγᾷ, ἅτε ἀέρος ἀπολαύων καθα‐ ροῦ καὶ ναμάτων ὑγιεινῶν καὶ ἀνθῶν καὶ λειμώνων καὶ εὐωδίας εἰλικρινοῦς, οὗτος δὲ ὥσπερ ἐν βορβόρῳ κείμενος, μαλακώτερός τέ ἐστι καὶ μᾶλλον ἐπίνοσος; Εἰ
40δὲ ἐν ὑγιείᾳ τὰ πρωτεῖα παρὰ τούτῳ, δηλονότι καὶ ἐν ἡδο‐ νῇ. Τίνα γὰρ οἴει μᾶλλον τρυφᾷν, τὸν ἐπὶ βαθείας κα‐ τακεκλιμένον πόας, παρὰ πηγὴν καθαρὰν, ὑπὸ σκιὰν δένδρων ἀμφιλαφῶν, καὶ τὸν ὀφθαλμὸν ἑστιῶντα τῇ θέᾳ, καὶ καθαρωτέραν ἔχοντα τοῦ οὐρανοῦ τὴν ψυχὴν,
45καὶ ταραχῆς καὶ θορύβου πόῤῥω καθήμενον, ἢ τὸν ἐν οἰκίσκῳ κατακεκλεισμένον; Οὐ γὰρ δὴ τοῦ ἀέρος τὰ μάρ‐ μαρα καθαρώτερα, οὐδὲ τῆς σκιᾶς τῆς ἀπὸ τῶν δένδρων ἡ ἀπὸ τῆς ὀροφῆς ἡδίων, οὐδὲ ἡ ψηφὶς ἐδάφους ἄνθεσι καλλωπιζομένου ποικίλοις. Καὶ τούτων αὐτῶν ὑμεῖς οἱ

47

.

338

(50)

πλουτοῦντες μάρτυρες, οἷς εἴ γε ἐνῆν ἐπὶ τῶν ὑπερῴων δένδρα ἔχειν, καὶ τὴν ἀπὸ τῶν λειμώνων παραμυθίαν, μᾶλλον ἂν εἵλεσθε τῆς στέγης τῆς χρυσῆς καὶ τῶν τοί‐ χων τῶν θαυμαστῶν. Ὅταν γοῦν ἐκ πολλῶν πόνων πρὸς ἄνεσιν ἑαυτοὺς ἀφεῖναι ἐπιθυμήσητε, ταῦτα ἀφέντες,
55πρὸς ἐκεῖνα βαδίζετε. Ἀλλ’ ὑπὲρ δόξης ἴσως θρηνεῖς,
τῆς πολλῆς ἐκείνης καὶ μεγάλης, οὐδαμοῦ φαινομένης

47

.

339

ἐνταῦθα; Τὰ γὰρ βασίλεια τῇ ἐρημίᾳ παραβάλλων, καὶ τὰς ἐλπίδας τὰς ἐκεῖθεν ταῖς ἐντεῦθεν, ἐξ αὐτοῦ οἴει τοῦ οὐρανοῦ καταπεπτωκέναι τὸν υἱόν. Οὐκοῦν τοῦτο δεῖ πρῶτον μαθεῖν, ὡς οὔτε ἡ ἐρημία ἄτιμον ποιεῖ, οὔτε
5λαμπρὸν καὶ περιφανῆ τὰ βασίλεια, καὶ πρὶν ἐπὶ λογι‐ σμοὺς ἐλθεῖν ἐκ παραδειγμάτων σε ἀπαλλάξω τῆς ὑπ‐ οψίας, παραδειγμάτων οὐ τῶν παρ’ ἡμῖν, ἀλλὰ τῶν ὑμετέ‐ ρων. Διονύσιον ἴσως ἀκούεις τὸν Σικελίας τύραννον, ἀκούεις δὲ καὶ Πλάτωνα τὸν Ἀρίστωνος; Τίς οὖν, εἰπέ
10μοι, λαμπρότερος γέγονε; τίς δὲ ᾄδεται καὶ ἐν τοῖς τῶν πολλῶν κεῖται στόμασιν; οὐχ ὁ φιλόσοφος τοῦ τυράννου μᾶλλον; Καίτοι ὁ μὲν τῆς τε Σικελίας ἁπάσης ἐκράτει, καὶ ἐν τρυφῇ διῆγε, καὶ μετὰ πολλοῦ τοῦ πλούτου καὶ τῶν δορυφόρων καὶ τῆς ἄλλης φαντασίας διετέλεσε ζῶν·
15ὁ δὲ ἐν τῷ τῆς Ἀκαδημίας κήπῳ διέτριβεν ἄρδων τε καὶ φυτεύων καὶ ἐλαίας ἐσθίων, καὶ εὐτελῆ παρατιθέμενος τράπεζαν, καὶ πάσης ἐκείνης τῆς φαντασίας ἐκτὸς ὤν. Καὶ οὐ τοῦτό πω θαυμαστὸν, ἀλλ’ ὅτι καὶ δοῦλος γενόμε‐ νος, καὶ κατὰ τὴν τοῦ τυράννου γνώμην ἀπεμποληθεὶς,
20τοσοῦτον ἀπέσχεν ἀτιμότερος ἐκείνου φανῆναι διὰ ταῦτα, ὡς καὶ αὐτῷ τῷ τυράννῳ ἐκ τούτου φανῆναι αἰδέσιμος. Τοιοῦτόν ἐστιν ἀρετή· οὐ δι’ ὧν ἐργάζεται μόνον, ἀλλὰ καὶ δι’ ὧν πάσχει κακῶς, οὐχ ἑαυτὴν, ἀλλὰ καὶ τοὺς ποιοῦντας οὐκ ἀφιεῖσα κρύπτεσθαι καὶ λανθάνειν. Τί δὲ
25ὁ τούτου διδάσκαλος Σωκράτης; πόσῳ Ἀρχελάου λαμ‐ πρότερος ἦν; Καίτοι ὁ μὲν βασιλεὺς ἦν, καὶ ἐν πολλῷ πλούτῳ διῆγεν· ὁ δὲ ἐν Λυκείῳ διέτριβε, καὶ ἑνὸς ἱματίου πλέον εἶχεν οὐδὲν, καὶ τοῦτο μόνον καὶ χειμῶνος καὶ θέρους καὶ ἐν πάσαις ταῖς ὥραις τοῦ ἔτους περιβεβλη‐
30μένος ἐφαίνετο· ἀνυπόδετός τε ἔζη διαπαντὸς, καὶ ἄσιτος ἅπασαν διεκαρτέρει τὴν ἡμέραν, ἄρτον τε ἐσιτεῖτο μό‐ νον, καὶ τοῦτο ἦν αὐτῷ ὄψον καὶ σιτίον· καὶ οὐδὲ ταύτην οἴκοθεν παρετίθετο τὴν τράπεζαν, ἀλλὰ παρ’ ἑτέρων λαμβάνων, οὕτως ἐσχάτῃ συνέζη πενίᾳ· καὶ τοσοῦτον
35ἦν τοῦ βασιλέως λαμπρότερος, ὡς πολλάκις αὐτὸν κα‐ λοῦντος ἐκείνου πρὸς ἑαυτὸν, μὴ θελῆσαι τὸ Λύκειον ἀφεῖναι, καὶ πρὸς τὸν ἐκείνου πλοῦτον ἐλθεῖν. Καὶ ἀπὸ τῆς δόξης δὲ τῆς κρατούσης νῦν καὶ τὰ πρότερα φαίνεται. Γούτων μὲν γὰρ τὰ ὀνόματα πολλοῖς γνώριμα, ἐκείνων
40δὲ οὐδενί. Ὁ δὲ Σινωπεὺς πάλιν ἕτερος οὗτος φιλόσοφος τοσούτῳ καὶ τούτων καὶ ἑτέρων μυρίων τοιούτων βασι‐ λέων εὐπορώτερος ἦν, καὶ ταῦτα ῥακίοις συζῶν, ὡς τὸν Φιλίππου τὸν Μακεδόνα στρατιὰν ἐπὶ Πέρσας ἄγοντα, πάντα ἀφέντα, ἰδόντα αὐτὸν ἀπελθεῖν, καὶ ἐρέσθαι δι’
45ἑαυτοῦ, μή τινος δέοιτο, καὶ εἴ τι κελεύοι· αὐτὸν δὲ οὐδὲν ἀπαγγεῖλαι. Ἆρά σοι τῶν παραδειγμάτων ἅλις, ἢ βούλει καὶ ἑτέρων ἐπιμνησθῶμεν; Οὗτοι γὰρ οὐχὶ τῶν ἐν βασι‐ λείοις μόνον λαμπρῶν, ἀλλ’ αὐτοῦ τοῦ βασιλεύοντος γεγό‐ νασι λαμπρότεροι, τὸν ἰδιωτικὸν ἑλόμενοι βίον καὶ ἀπρά‐

47

.

339

(50)

γμονα, καὶ πολιτείας οὐδὲ ἐγγὺς βουληθέντες ἐλθεῖν. Καὶ ἐν αὐτῇ δὲ τῇ πολιτείᾳ οὐκ ἐκείνους ὄψει λαμπροὺς τοὺς ἐν πλούτῳ καὶ τρυφῇ καὶ περιουσίᾳ, ἀλλὰ καὶ τοὺς ἐν πενίᾳ, τοὺς ἐν εὐτελείᾳ, τοὺς ἐν ἀτύφῳ ζῶντας βίῳ. Παρὰ μὲν Ἀθηναίοις Ἀριστείδης, ὃν καὶ τελευτήσαντα
55ἡ πόλις ἔθαψε, καὶ πλούτῳ καὶ γένει καὶ τρυφῇ καὶ δυνά‐
μει λόγων καὶ ῥώμῃ σώματος καὶ εὐγενείᾳ καὶ τοῖς ἄλ‐

47

.

340

λοις πᾶσιν Ἀλκιβιάδου κρατοῦντος τοσοῦτον λαμπρότερος ἦν, ὅσον παιδίου τινὸς εὐτελοῦς φιλόσοφος θαυμαστός. Παρὰ Θηβαίοις Ἐπαμεινώνδας, ἄνθρωπος εἰς ἐκκλησίαν καλούμενος, καὶ διὰ τοῦτο μὴ δυνάμενος ἐλθεῖν, ἐπειδὴ
5αὐτῷ τὸ ἱμάτιον ἔτυχε πλυνόμενον, καὶ ἕτερον περιθέ‐ σθαι οὐκ εἶχε, πάντων τῶν γενομένων αὐτόθι στρατηγῶν ἐπισημότερος ἦν. Μὴ τοίνυν μοι τὴν ἐρημίαν εἴπῃς, μηδὲ τὰ βασίλεια. Οὐ γὰρ ἐν τόποις τὰ τῆς λαμπρότητος, καὶ τὰ τῆς περιφανείας, οὐδὲ ἐν ἱματίοις, οὐδὲ ἐν ἀξιώ‐
10ματι, οὐδὲ ἐν δυναστείᾳ, ἀλλ’ ἐν ἀρετῇ ψυχῆς καὶ φιλο‐ σοφίᾳ μόνον. ϛʹ. Ἀλλ’ ἐπειδὴ τὰ παραδείγματα οὐ τοσαύτην ἔχει τὴν ἰσχὺν, ἀπ’ αὐτοῦ τοῦ σοῦ παιδὸς ποιήσομαι τὴν ἐξέτασιν. Εὑρήσομεν γὰρ αὐτὸν οὐ μόνον λαμπρότερον ὄντα νῦν,
15ἀλλὰ καὶ δι’ ἐκεῖνα τιμιώτερον, δι’ ἄπερ ἄτιμον εἶναι φῂς καὶ εὐτελῆ. Εἰ γὰρ βούλει πείσαντες αὐτὸν ἀπὸ τοῦ ὄρους κατελθεῖν, πείσωμεν καὶ εἰς ἀγορὰν ἐμβαλεῖν, καὶ ὄψει πᾶσαν ἐπιστρεφομένην τὴν πόλιν, καὶ ὑποδεικνύντας αὐτὸν ἅπαντας καὶ θαυμάζοντας καὶ ἐκπληττομένους,
20ὡς ἀγγέλου τινὸς ἐξ οὐρανοῦ παραγενομένου νῦν. Ἢ ἕτερόν σοι τὰ τῆς δόξης τι εἶναι δοκεῖ; Οὐ γὰρ δὴ τῶν ἐν βασιλείοις ἔσται περιφανέστερος μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου, διὰ τὰ ἱμάτια ἐκεῖνα τὰ εὐτελῆ καὶ κατατετριμμένα. Οὐ γὰρ ἂν οὕτως ἅπαν‐
25τας ἐξέπληττε χρυσοφορῶν, μᾶλλον δὲ καὶ ἁλουργίδα, καὶ αὐτὸν τὸν στέφανον περικείμενος ἐπὶ τῆς κεφαλῆς, καὶ τοῖς σηρικοῖς ἐπικαθήμενος στρώμασι, καὶ ὑπὸ τῶν ἡμιόνων ἑλκόμενος, καὶ τοὺς χρυσοφοροῦντας δορυφόρους ἔχων, ὡς νῦν ῥυπῶν καὶ αὐχμῶν καὶ παχὺ περιβεβλη‐
30μένος ἱμάτιον, καὶ μηδένα ἀκολουθοῦντα ἐπαγόμενος, καὶ ἀνυπόδετος ὤν. Ἐκεῖνα μὲν γὰρ τὰ τοῦ βασιλέως νόμοις τε ὥρισται, καὶ τῆς συνηθείας ἐστί· καὶ διὰ ταῦτα κἂν εἴποι τις θαυμάζων τὸν βασιλέα, ὅτι στολὴν περι‐ βέβληται χρυσῆν, οὐ μόνον οὐ θαυμάζομεν, ἀλλὰ καὶ
35γελῶμεν τὸ λεχθὲν, ὡς οὐδὲν ἔχον παράδοξον· περὶ δὲ τοῦ παιδίου τοῦ σοῦ ἂν ἐλθών τις ἀπαγγείλῃ, ὅτι πλούτου καταγελάσας τοῦ πατρικοῦ, καὶ τὴν βιωτικὴν καταπα‐ τήσας φαντασίαν, καὶ τῶν κοσμικῶν ἐλπίδων ἀνώτερος γενόμενος, πρὸς τὴν ἐρημίαν μετέστη, καὶ χιτωνίσκον
40σαπρὸν ἐνέδυ καὶ φαῦλον, πάντες εὐθέως συνδραμοῦνται καὶ θαυμάσουσι καὶ κροτήσουσιν ὑπὲρ τῆς μεγαλοψυχίας αὐτόν. Καὶ τῶν μὲν βασιλέων μυρία κατηγορουμένων, οὐδὲν τὰ ἱμάτια προστήσεται τὰ χρυσᾶ, τοσοῦτον ἀπέχει θαυμαστοὺς δεῖξαι ὄντας αὐτούς· οὗτος δὲ καὶ ἀπὸ τῶν
45ἱματίων πολλὰς ἔχει τοῦ θαυμάζεσθαι τὰς ἀφορμάς. Ὥστε αὕτη ἡ στολὴ τῆς βασιλικῆς μᾶλλον αὐτὸν ἀπόβλε‐ πτον ἀπέφηνε καὶ περιφανῆ, εἴ γε δι’ ἐκείνην μὲν οὐ‐ δεὶς βασιλέα ἐθαύμασε, διὰ δὲ ταύτην ἅπαντες τὸν περι‐ κείμενον ἐκπλαγήσονται. Καὶ τί μοι, φησὶ, τῆς τῶν

47

.

340

(50)

πολλῶν ὑπονοίας ὄφελος καὶ τῶν ἐπαίνων; Καὶ μὴν δόξα οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ ταῦτα. Ἀλλ’ οὐ δέομαι, φησὶ, ταύτης, δυναστείαν δὲ ζητῶ καὶ τιμήν. Ἀλλ’ οἱ ἐπαι‐ νοῦντες καὶ τιμήσουσι πάντως. Εἰ δὲ δυναστείαν βούλει καὶ προστασίαν, καὶ ταύτην οὐχ ἧττον τῶν προτέρων
55παρὰ τούτοις οὖσαν μᾶλλον εὑρήσομεν· καὶ ἔχομεν μὲν αὐτὸ καὶ ἐκ παραδειγμάτων ποιεῖν φανερὸν, ἐπὶ δὲ τὸν μάλιστά σε παραμυθούμενον τρόπον ἐλθόντες, οὐκ ἐπ’
ἄλλων τινῶν, ἀλλ’ ἐπ’ αὐτοῦ τοῦ σοῦ παιδὸς τὸν λόγον

47

.

341

ἐξετάσωμεν τοῦτον. Τί γὰρ δυνάμεως τῆς μεγίστης τεκμήριον εἶναι φῄς; οὐ τὸ δύνασθαι μὲν ἀμύνεσθαι τοὺς λυποῦντας, δύνασθαι δὲ τοὺς εὐεργετοῦντας ἀμείβεσθαι, Καίτοι γε ταύτην ἅπασαν οὐδὲ παρὰ τῷ βασιλεύοντι ἴδοι
5τις ἄν· καὶ γὰρ πολλοὺς ἔχει τοὺς λυποῦντας, οὓς οὐκ ἂν δύναιτο λυπεῖν, καὶ πολλοὺς τοὺς εὖ ποιοῦντας, οὓς οὐκ ἂν εὐκόλως ἀμείψαιτο. Καὶ γὰρ ἐν πολέμοις πολλά‐ κις λυπήσαντας πολεμίους, καὶ μυρία αὐτὸν εἰργασμέ‐ νους κακὰ, ἀμύνασθαι ἐπεθύμησε μὲν, οὐκ ἴσχυσε δέ·
10καὶ φίλους δὲ μεγάλα ἐπιδειξαμένους ἐκεῖ κατορθώματα, οὐκ ἔσχε τοῖς ἴσοις ἀμείψασθαι, προαναρπασθέντας τῆς ἀντιδόσεως, καὶ ἐν αὐτῷ τῷ πολέμῳ πεσόντας. Τί οὖν, ἂν ταύτης τῆς δυνάμεως, ἧς οὐδὲ βασιλεῖς ἀπολαύουσιν, ὡς ὁ λόγος ἀπέδειξεν, ἑτέραν πολλῷ μείζονα καὶ τὸν υἱὸν
15ἔχοντα ἀποδείξωμεν τὸν σόν; Καὶ μηδεὶς ἴσως τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ ὑπολάβοι λεγόντων ἡμῶν, οἷς ἀπιστεῖς· οὐχ οὕτως ἐπιλελήσμεθα τῶν ὑποσχέσεων· ἀλλ’ ἀπὸ τῶν ἐνταῦθα γινομένων παρεξόμεθα τὴν ἀπόδειξιν. Εἰ γὰρ δύναμις αὕτη μεγίστη, τὸ λυποῦντας δύνασθαι ἀμύνε‐
20σθαι, πολλῷ μεῖζον ταύτης τὸ τοιαύτην εὑρεῖν τοῦ βίου κατάστασιν, ἐν ᾗ μὲν οὐδ’ ἂν ἐθέλῃ τις λυπῆσαι δυνή‐ σεται· ὅτι γὰρ ἐκείνου τοῦτο μεῖζον, ἂν ἐφ’ ἕτερον παράδειγμα τὸν λόγον ἀγάγωμεν, δῆλον ἡμῖν ἔσται καὶ φανερόν. Εἰπὲ γάρ μοι, τί βέλτιον, οὕτως ἔμπειρον εἶναι
25τὰ πολεμικὰ, ὡς μηδένα τῶν τιτρωσκόντων ἡμᾶς ἄτρω‐ τον διαφυγεῖν, ἢ σῶμα κεκτῆσθαι τοιοῦτον, ὡς μηδένα, κἂν μυρία ποιῇ, δύνασθαι πλῆξαι τὸ σῶμα; Παντί που δῆλον, ὅτι τοῦτο ἐκείνου καὶ δυνατώτερον καὶ θειότερον· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὃ πολλῷ τούτου ἀνώτερον.
30Ποῖον δὲ τοῦτο; Τὸ φάρμακα εἰδέναι, δι’ ὧν ἀφα‐ νισθήσεται τὰ τραύματα πάντα. Τριῶν τοίνυν τρόπων ὄντων, ἑνὸς μὲν τοῦ δύνασθαι τοὺς ἀδικοῦντας ἀμύνε‐ σθαι, ἑτέρου δὲ ἀνωτέρου τοῦ καὶ τὰ οἰκεῖα τραύματα θεραπεύειν· οὐ γὰρ ἕπεται τοῦτο πάντως ἐκείνῳ· τρίτου
35δὲ τοῦ μηδενὶ τῶν ὄντων ἀνθρώπων εὐχείρωτον εἶναι, ὃ δὴ καὶ μεῖζον φύσεως ἀνθρωπίνης ἐστὶ, τοῦτο τὸν υἱὸν σὸν ἔχοντα ἀποδείξομεν. ζʹ. Καὶ ὅτι οὐ ψόφος ταῦτα τὰ ῥήματα, καὶ ταύτης τῆς μεγάλης δυνάμεως ἑτέραν πάλιν μείζονα μεταξὺ ζητοῦν‐
40τες εὑρήκαμεν. Οὐ γὰρ δὴ μόνον οὐ δυναμένους, ἀλλ’ οὐδὲ βουλομένους ἐκείνων βλάψαι τινὰς ὄψεταί τις· ὥστε διπλᾶ τὰ τῆς ἀσφαλείας αὐτῷ. Τί οὖν θειότερον γένοιτ’ ἂν ταύτης τῆς ζωῆς, ἐν ᾗ μηδεὶς μήτε ἐθελήσῃ, μήτε, ἂν ἐθέλῃ, δυνήσεται ποιῆσαι κακῶς; καὶ μάλιστα, ὅταν
45τὸ μὴ θέλειν οὐκ ἐκ τοῦ μὴ δύνασθαι γίνηται, καθάπερ ἐπὶ πολλῶν, ἀλλ’ ἐκ τοῦ μηδεμίαν αἰτίαν εὑρεῖν. Ἐπεὶ, εἴ γε τοῦτο ἦν καθ’ ἑαυτὸ, τὸ μὴ δύνασθαι λέγω, οὐδὲν τοσ‐ οῦτον ἦν· μῖσος γὰρ ἂν ἐτέχθη πολὺ τοῖς θέλουσι μὲν, οὐ δυναμένοις δὲ ἀδικεῖν· οὐ μικρὸς δὲ καὶ οὗτος μακα‐

47

.

341

(50)

ριότητος τρόπος. Αὐτὸ δὴ οὖν τοῦτο ἐξετάσωμεν, εἰ δοκεῖ, πρῶτον. Τίς οὖν, εἰπέ μοι, τὸν οὐδὲν κοινὸν ἔχοντα πρὸς ἀνθρώπους, οὐ συμβολαίων ἕνεκεν, οὐ γῆς, οὐ χρημά‐ των, οὐ πραγμάτων, οὐκ ἄλλου οὐδενὸς, ἐθελήσει βλάψαι ποτέ; ὑπὲρ ποίας χώρας φιλονεικήσει πρὸς αὐτόν; ὑπὲρ
55τίνων ἀνδραπόδων; ὑπὲρ ποίας δόξης; τί δεδοικώς; ὑπὸ τίνος δακνόμενος; Ἢ γὰρ φθόνῳ, ἢ δέει, ἢ ὀργῇ κινού‐ μεθα πρὸς τὸ βλάπτειν ἑτέρους. Ἀλλ’ οὗτος ὁ βασιλικώ‐
τατος πάντων ἐστὶν ἀνώτερος. Τίς γὰρ φθονήσει τῷ

47

.

342

πάντων καταγελῶντι τούτων, περὶ ἃ κόπτονται ἕτεροι καὶ σπουδάζουσι; τίς δὲ ὀργιεῖται μηδὲν ἠδικημένος; τίς δὲ φοβηθήσεται, μηδὲν ὑποπτεύων; Οὐκοῦν, ὅτι μὲν οὐ βουλήσονταί τινες ἀδικεῖν, ἐκ τούτου δῆλον· ὅτι δὲ οὐδ’
5ἂν ἐθέλωσι δυνήσονται, καὶ τοῦτο ὁμοίως ἐκείνῳ δῆλον. Οὐ γὰρ ἔχει τὰς ἀφορμὰς, οὐδὲ τὰς λαβὰς, ὅθεν ἄν τις αὐτὸν κατάσχοι· ἀλλ’ ὥσπερ ἀετὸς ὑψηλὰ πετόμενος παγίδι στρουθῶν οὐκ ἂν ἁλῴη ποτὲ, οὕτω καὶ οὗτος. Πόθεν γὰρ αὐτόν τις βλάψαι δυνήσεται; Χρήματα οὐκ
10ἔστι παρ’ αὐτῷ, ἵνα ἀπειλήσῃ ζημίαν· πατρίδα οὐκ ἔχει, ἵνα τὴν ὑπερορίαν ἐπανατείνηται· δόξης οὐκ ἐφίε‐ ται, ἵνα εἰς ἀτιμίαν ἀγάγῃ· ἕν ἐστι τὸ λειπόμενον, θά‐ νατος· ἀλλ’ ἐνταῦθα μάλιστα οὐ δυνήσεται αὐτὸν λυπῆ‐ σαί ποτε, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα. Πρὸς γὰρ
15ἑτέραν αὐτὸν πέμπει ζωὴν, τὴν ποθουμένην αὐτῷ, καὶ δι’ ἣν ἅπαντα πράττει καὶ πραγματεύεται· ὥστε τοῦτο ἀπαλλαγὴ πόνων ἐστὶ, καὶ οὐ τιμωρία, ἀλλ’ ἱδρώτων λύσις καὶ ἀνάπαυλα. Βούλει καὶ ἕτερον τρόπον τῆς δυ‐ νάμεως αὐτοῦ μαθεῖν, πολλῷ τούτου φιλοσοφώτερον;
20Κἂν γὰρ μυρία τις αὐτὸν ἐργάσηται δεινὰ, κἂν μαστί‐ ξῃ, κἂν δήσῃ, τὸ μὲν σῶμα πλήττεται διὰ τὴν φύσιν, ἡ δὲ ψυχὴ ἄπληκτος διὰ τὴν φιλοσοφίαν μένει. Οὐδὲ γὰρ ἁλίσκεται θυμῷ, οὐ χειροῦται μίσει, οὐκ ἀπεχθείᾳ κατ‐ αγωνίζεται. Καὶ οὔπω τοῦτο μέγα, ἀλλὰ τὸ πολλῷ τού‐
25του θαυμαστότερον· καθάπερ γὰρ εὐεργέτας καὶ προ‐ στάτας, οὕτω φιλεῖ τοὺς τὰ τοιαῦτα ἐργασαμένους, οὕ‐ τως εὔχεται πάντα αὐτοῖς γενέσθαι τὰ ἀγαθά. Καίτοι τί τοσοῦτον ἔδωκας ἂν αὐτῷ, εἰ μυριάκις αὐτὸν βασιλέα τῆς οἰκουμένης ἐποίησας, καὶ ἐπὶ μυρίοις ἔτεσι τὴν
30βασιλείαν ἐξέτεινας; πόσης ἁλουργίδος τοῦτο τὸ κτῆμα, πόσης ἀρχῆς, πόσης δόξης οὐ τιμιώτερον; τί οὐκ ἂν προήκατο, ὥστε ψυχὴν τοιαύτην λαβεῖν; Ἐμοὶ δοκεῖ καὶ τοὺς σφόδρα φιλοσωμάτους ἑλεῖν ἂν ταύτης τῆς ζωῆς τὴν ἐπιθυμίαν. Βούλει καὶ ἑτέρωθεν τὴν δύναμιν ἰδεῖν
35τοῦ ἀνδρὸς θαυμαστοτέραν καὶ ἡδίστην, ἀπὸ μέρους τα‐ πεινοτέρου μὲν, σοὶ δὲ μάλιστα ἡδίστου; Τὰ μὲν γὰρ εἰρημένα δείκνυσιν αὐτὸν ἀχείρωτον ὄντα καὶ ἀνάλωτον· ὅτι δὲ καὶ ἑτέρων προστήσεται, καὶ ἐν ἀσφαλείᾳ κατα‐ στήσει πολλῇ, τοῦτο ἴσως ζητεῖς μαθεῖν. Τοῦτο μὲν οὖν
40πρώτη ἐστὶ προστασία, τὸ καὶ ἑτέρους εἰς τὸν αὐτὸν ζῆλον ἀγαγεῖν, καὶ οὕτω ποιῆσαι ἰσχυρούς· εἰ δὲ μὴ θέλοιεν, ἀλλὰ τὴν ἀνθρωπινωτέραν ταύτην καὶ γηΐνην μετέρχοιντο ζωὴν, καὶ ἐν ταύτῃ πάλιν ὄψει δύναμιν αὐτὸν ἔχοντα τοῦ πλουτοῦντος σοῦ μείζονα τὸν μηδὲν
45ἔχοντα δι’ αὐτὸ τοῦτο μάλιστα τὸ μηδὲν ἔχειν. Τίς γὰρ μετὰ πλείονος ἐξουσίας διαλέξεται βασιλεῖ καὶ ἐπιτιμή‐ σει; σὺ ὁ τοσαῦτα κεκτημένος, καὶ ὑπεύθυνος ὢν διὰ ταῦτα καὶ τοῖς ἐκείνου δούλοις, καὶ ὑπὲρ ἁπάντων τρέ‐ μων, καὶ μυρίας αὐτῷ παρέχων λαβὰς, εἰ βούλοιτό σε

47

.

342

(50)

ἀδικεῖν ὀργισθεὶς, ἢ οὗτος ὁ τῶν ἐκείνου χειρῶν ἀνώ‐ τερος ὤν; Βασιλεῦσι μὲν γὰρ οὗτοι μάλιστα διελέχθησαν μετ’ ἐξουσίας πολλῆς, ὅσοι πάντων ἐγένοντο τῶν βιωτι‐ κῶν ἐκτός. Τίνι δὲ μᾶλλον εἴξει καὶ ἐπακούσεται ὁ ἐν δυνάμει ὢν, καὶ ἐν τοῖς βασιλείοις στρεφόμενος, τῷ
55πλουτοῦντί σοι, καὶ ὃν ὑποπτεύει ἕνεκα χρημάτων πολλὰ πολλάκις ποιεῖν, ἢ τῷ μίαν ἔχοντι τῶν ἐπιταγμά‐ των ὑπόθεσιν, τὴν εἰς τοὺς ἄλλους φιλανθρωπίαν; Τίνα τιμήσει καὶ θαυμάσεται, περὶ οὗ μηδὲν ταπεινὸν ὑπ‐
οπτεῦσαι δύναιτ’ ἂν, ἢ τὸν καὶ τῶν οἰκετῶν ταπεινότε‐

47

.

343

ρον εἶναι νομιζόμενον τῶν αὐτοῦ; Καθάπερ γὰρ ἐν χρή‐ μασιν, ὅταν ἀναλίσκειν δέοι, ἐκείνοις ὑπακούουσι μᾶλλον, οὕτω καὶ προστῆναι κελεύουσιν. ηʹ. Εἰ δὲ βούλει, μηδὲν δι’ ἑτέρων ἀνυέτω, ἀλλὰ δι’ ἑαυτοῦ·
5καὶ τὸν κακῶς παθόντα καὶ πρὸς τοῦτον ἀγάγωμεν καὶ πρὸς σὲ, μᾶλλον δὲ μὴ πρὸς σὲ, ἀλλὰ πρὸς αὐτὸν τὸν βασιλεύοντα· εἶτα ἴδωμεν τίς μᾶλλον προνοῆσαι δυνήσε‐ ται τούτου. Καὶ πρῶτος ἀγέσθω τῶν ἄλλων ὁ πάντων δεινότατα πεπονθώς. Ἔστω γάρ τις υἱὸν ἔχων μονογε‐
10νῆ, καὶ ἐν ἀκμῇ τῆς ὥρας αὐτὸν ἀποβαλέτω. Τοῦτον οὔτε ἄρχων, οὔτε βασιλεὺς, οὔτε ἄλλος τις ὠφελῆσαι δυνήσε‐ ται, μήτιγε σύ· οὐδὲν γὰρ αὐτῷ δώσεις τοιοῦτον, οἷον ἀπολώλεκεν. Ἐὰν δὲ πρὸς τὸν υἱὸν ἀγάγῃς τὸν σὸν, πρῶ‐ τον μὲν αὐτὸν ἀπό τε τῆς ὄψεως, ἀπό τε τοῦ σχήματος,
15ἀπό τε τῆς οἰκήσεως ἀναστήσει ταχέως, καὶ πείσει μηδὲν ἡγεῖσθαι τὰ ἀνθρώπινα· ἔπειτα δὲ καὶ λόγοις ἀπελάσει τὸ νέφος εὐνόλως. Ἀπὸ δὲ τῆς σῆς οἰκίας καὶ πλέον ἕξει τὸ πένθος ἐκεῖνος. Ὅταν γὰρ ἴδῃ ταύτην καθαρὰν οὖσαν κακῶν, καὶ πολλῆς εὐπραγίας γέμουσαν, καὶ κληρονόμον
20ἔχουσαν, μᾶλλον κατακαήσεται· ἐκεῖθεν δὲ ἡμερώτερος ἔσται καὶ φιλοσοφώτερος. Ὁρῶν γὰρ τοσαύτης μὲν οὐσίας ὑπερορῶντα τὸν σὸν υἱὸν, τοσαύτης δὲ δόξης καὶ λαμπρότητος, οὐκ ἀλγήσει τῷ τελευτήσαντι τοσοῦτον. Πῶς γὰρ αὐτὸν δήξεται τὸ μηδένα κληρονόμον ἔχειν τῶν
25αὐτοῦ, ὅταν ἴδῃ τούτων πάντων καταφρονοῦντα ἕτερον; Καὶ τοὺς περὶ φιλοσοφίας δὲ λόγους εὐκολώτερον παρ’ ἐκείνου ἀκούσεται τοῖς ἔργοις ἐπαληθεύοντος. Σὺ δὲ ἂν χᾶναι τολμήσῃς μόνον, καὶ ἀθυμίας αὐτὸν ἐμπλήσεις πολλῆς, ἅτε ἐπ’ ἀλλοτρίοις φιλοσοφῶν κακοῖς· ἐκεῖνος δὲ
30αὐτὸν διὰ τῶν πραγμάτων διδάσκων, πείσει ῥᾳδίως, ὅτι οὐδὲν ὕπνου πλέον ὁ θάνατος ἔχει· οὐ γὰρ πολλοὺς ἀριθμή‐ σει πατέρας τὰ αὐτὰ πεπονθότας ἐκείνῳ, ἀλλ’ ἑαυτὸν δείξει καθ’ ἑκάστην ἡμέραν ἐν τῷ σώματι μελετῶντα τὴν τελευτὴν, καὶ πρὸς ταύτην παρεσκευασμένον ἀεὶ, καὶ
35τοὺς περὶ τῆς ἀναστάσεως λόγους πιστοτέρους ποιήσας, οὕτως ἀποπέμψει τὸ πολὺ τῆς ὀδύνης ἀποθέμενον βάρος, καὶ τῶν συνδείπνων καὶ περιδείπνων πολλῷ μᾶλλον τὰ τούτου ῥήματα, καὶ ἡ διὰ τῶν πραγμάτων ἐπίδειξις ῥᾷον τὸν παθόντα διαθεῖναι δυνήσεται. Καὶ τοῦτον μὲν οὕτως
40ἰάσεται. Ἀγέσθω δὲ πρὸς αὐτὸν καὶ ἕτερος, εἰ βούλει, νόσῳ μακρᾷ τοὺς ὀφθαλμοὺς ἐκκοπείς· τί τούτου δυνήσῃ προστῆναι; Ἐκεῖνος μὲν γὰρ δεικνὺς ὅτι οὐδὲν τοῦτο δεινὸν, κατακεκλεισμένος τε ἐν οἰκίσκῳ μικρῷ, καὶ πρὸς ἕτερον ἐπειγόμενος φῶς, καὶ τὸ παρὸν οὐδὲν μέγα
45πρὸς ἐκεῖνο ἡγούμενος, παιδεύσει γενναίως τὴν συμφορὰν ἐνεγκεῖν. Ἀλλὰ τοὺς ἐπηρεαζομένους πεῖσαι δυνήσῃ φι‐ λοσοφεῖν; Οὐδαμῶς, ἀλλὰ καὶ ἐνοχλήσεις μᾶλλον· τὰ γὰρ οἰκεῖα κακὰ ἐν τοῖς τῶν πέλας ἀγαθοῖς ἀκριβέστερον εἰώ‐ θαμεν καθορᾷν. Ὁ δὲ υἱὸς ὁ σὸς καὶ τούτους εὐκολώτερον

47

.

343

(50)

ἀνακτήσεται. Παρίημι τὴν ἀπὸ τῶν εὐχῶν βοήθειαν, πολ‐ λῷ τούτων ἁπάντων οὖσαν μείζονα· παρίημι δὲ, ἐπειδὴ πρὸς σέ μοι νῦν ὁ λόγος ἐστίν. Εἰ δὲ τιμᾶσθαι βούλει διὰ τὸν υἱὸν καὶ μὴ καταφρονεῖσθαι (εἰκὸς γάρ σε καὶ τούτων ἐρᾷν), οὐκ οἶδα πῶς ἂν ἑτέρως μᾶλλον ἔτυχες τούτου, ἢ
55παῖδα κτησάμενος τὴν ἀνθρωπίνην ὑπερβαίνοντα φύσιν, καὶ λαμπρὸν οὕτω πανταχοῦ τῆς οἰκουμένης φαινόμενον, καὶ μετὰ τῆς εὐδοκιμήσεως ταύτης οὐδὲ ἐχθρόν τινα
ἔχοντα. Ἐν ἐκείνῃ μὲν γὰρ ὢν τῇ δυναστείᾳ, πολλοῖς μὲν

47

.

344

αἰδέσιμος, πολλοῖς δὲ καὶ μισητὸς ἦν· ἐνταῦθα δὲ πάντες αὐτὸν οἱ τιμῶντες μεθ’ ἡδονῆς τοῦτο πράττουσιν. Εἰ γὰρ ταπεινοὶ καὶ ἐκ ταπεινῶν ὄντες τινὲς ἀγροίκων υἱοὶ καὶ χειροτεχνῶν, ἐπὶ τὴν φιλοσοφίαν ταύτην ἐλθόντες, οὕτως
5ἐγένοντο τίμιοι πᾶσιν, ὡς μηδένα τῶν ἐν τοῖς μεγάλοις ὄντων ἀξιώμασιν αἰσχυνθῆναι πρὸς τὸ καταγώγιον τούτων ἐλθεῖν, καὶ λόγων μετασχεῖν καὶ τραπέζης, ἀλλ’ ὥσπερ μεγάλων τινῶν ἀγαθῶν, ὅπερ οὖν καὶ ἔστιν, ἀπολαύσαν‐ τας οὕτω διατεθῆναι, πολλῷ μᾶλλον, ὅταν ἀπὸ λαμπροῦ
10μὲν ὁρμώμενον γένους, λαμπρᾶς δὲ οὐσίας, τοσούτων δὲ ἐλπίδων, πρὸς ἐκείνην ἴδωσιν ἐλθόντα τὴν ἀρετὴν, τοῦτο ἐργάσονται. Ὥστε ὃ μᾶλλον πενθεῖς, τὸ ἐκ τοιούτων ἐπ’ ἐκεῖνα βαδίσαι, τοῦτό ἐστιν ὃ μάλιστα πάντων αὐτὸν εὐ‐ δόκιμον ποιεῖ, καὶ πάντας οὐχ ὡς ἀνθρώπῳ, ἀλλ’ ὡς ἀγ‐
15γέλῳ τινὶ προσέχειν ἀναπείθει λοιπόν. Οὐ γὰρ δὴ ταῦτα, ἃ περὶ τῶν ἄλλων ὑποπτεύουσιν, ὑπονοήσουσι καὶ περὶ τούτου, ὅτι τιμῆς ἐρῶν, καὶ χρημάτων ἐφιέμενος, καὶ λαμπρὸς ἐκ ταπεινοῦ γενέσθαι ἐπιθυμῶν, ταύτην εἵλετο τὴν ὁδόν· ταῦτα γὰρ εἰ καὶ περὶ τῶν ἄλλων λεγό‐
20μενα ψευδῆ τέ ἐστι καὶ πονηρίας ῥήματα, ἐπὶ τοῦ σοῦ παιδὸς οὔτε ὑπόνοιαν δυνήσεται παρασχεῖν. θʹ. Καὶ μή τοι νομίσῃς βασιλέων ὄντων εὐσεβῶν ταῦτα γίνεσθαι μόνον, ἀλλὰ κἂν μεταπέσῃ τὰ τῆς ἀρχῆς καὶ οἱ κρατοῦντες ἄπιστοι γένωνται, καὶ τότε τὰ τοῦ παιδὸς
25ἔσται λαμπρότερα. Οὐ γὰρ δὴ οἷα τὰ τῶν Ἑλλήνων, τοιαῦτα καὶ τὰ παρ’ ἡμῖν, οὐδὲ ταῖς τῶν κρατούντων ἕπεται γνώμαις, ἀλλ’ ἕστηκεν ἐπὶ τῆς οἰκείας ἰσχύος, καὶ τότε μάλιστα φαίνεται, ὅταν μάλιστα πολεμῆται· ἐπεὶ καὶ ὁ στρατιώτης εὐδόκιμος μέν ἐστι καὶ εἰρήνης
30οὔσης, λαμπρότερος δὲ ἔσται καταλαβόντος πολέμου. Ὥστε καὶ Ἑλλήνων κρατούντων, ὁμοίως ἔσται σοι καὶ μειζόνως τὰ τῆς τιμῆς. Οἱ γὰρ δὴ τότε τὸν υἱὸν αἰδού‐ μενοι τὸν σὸν, πολλῷ μᾶλλον τοῦτο ποιήσουσιν, ὅταν παραταττόμενον ἴδωσι, καὶ πλείονι κεχρημένον τῇ παῤ‐
35ῥησίᾳ, καὶ πολλὰς τῆς εὐδοκιμήσεως ἔχοντα τὰς ἀφορμάς. Βούλει καὶ τὰ πρὸς σὲ ἐξετάσωμεν, ἢ περιττὸς οὗτος ὁ λόγος; Ὁ γὰρ πρὸς ἑτέρους οὕτως ἥμερος ὢν καὶ πρᾶος, ὡς μηδενὶ λαβὴν παρασχεῖν, πολλῷ μᾶλλον ἐν πολλῇ τὸν πατέρα ἕξει τιμῇ, καὶ θεραπεύσει πολλῷ πλέον, ἢ εἰ
40δυναστείαν μετῆλθε κοσμικήν. Ἐν ἀρχῇ μὲν γὰρ με‐ γάλῃ γενόμενος, ἄδηλον εἰ μὴ καὶ τοῦ πατρὸς ἔμελλεν ὑπερορᾷν· νῦν δὲ βίον εἵλετο, δι’ ὃν καὶ τοῦ βασιλέως βασιλικώτερος ὢν, πάντων ἔσται πρὸς σὲ ταπεινότερος. Τοιαύτη γὰρ ἡ παρ’ ἡμῖν φιλοσοφία· τὰ δοκοῦντα ἐναν‐
45τία εἶναι, μετριοφροσύνην καὶ ὕψος, συνάγει εἰς μίαν ψυχήν. Καὶ τότε μὲν ἅτε χρημάτων ἐρῶν, καὶ ἠσμένισεν ἄν σου τὴν τελευτήν· νῦν δὲ καὶ εἰς μῆκος ἐκταθῆναί σοι τὴν ζωὴν εὔχεται, ὥστε καὶ ἐν τούτῳ λαμπροὺς αὐτῷ γενέ‐ σθαι τοὺς στεφάνους. Οὐ γὰρ δὴ μικρὸς ἡμῖν κεῖται μισθὸς

47

.

344

(50)

τοῖς τοὺς γεγεννηκότας τιμῶσιν, ἀλλ’ ὡς δεσπότας αὐ‐ τοὺς ἡγεῖσθαι κελευόμεθα, λόγῳ τε καὶ ἔργῳ θεραπεύειν, ὅταν μηδὲ τὰ τῆς εὐσεβείας παραβλάπτηται. Τί γὰρ, φησὶν, αὐτοῖς ἀνταποδώσεις καθὼς αὐτοί σοι; Ἐννόησον οὖν τὸν ἐν τοῖς ἄλλοις ἅπασι πρὸς ἄκρον ἥκοντα τῆς
55ἀρετῆς, πῶς εἰκὸς καὶ τοῦτο μετὰ πολλῆς φυλάξεσθαι τῆς ὑπερβολῆς τὸ καλόν. Κἂν γὰρ ἀποθανεῖν ὑπὲρ τῆς σῆς δέοι κεφαλῆς, οὐ παραιτήσεται, ἅτε οὐ μόνον διὰ τὸν παρὰ τῆς φύσεως κείμενον νόμον θεραπεύων σε καὶ τι‐ μῶν, ἀλλὰ πρὸ τῶν ἄλλων διὰ τὸν Θεὸν, δι’ ὃν καὶ πάν‐
60των τῶν ἄλλων ὁμοῦ κατεφρόνησεν. Ὅταν οὖν καὶ εὐδο‐

47

.

345

κιμώτερος ᾖ νῦν καὶ εὐπορώτερος καὶ δυνατώτερος καὶ ἐλευθεριώτερος, καὶ μᾶλλόν σου δοῦλος ἢ πρότερον μετὰ τῆς τοσαύτης μεγαλονοίας, τίνος ἕνεκεν, εἰπέ μοι, θρη‐ νεῖς; ὅτι καθ’ ἑκάστην οὐ τρέμεις τὴν ἡμέραν, μή ποτε
5ἐν πολέμῳ πέσῃ, μή ποτε προσκρούσῃ βασιλεῖ, μή ποτε βασκανίᾳ τῶν συστρατευομένων ἁλῷ; ἢ οὐχὶ καὶ ταῦτα, καὶ τούτων πλείονα δεδοίκασι τῶν εὐδοκιμούντων οἱ πα‐ τέρες; Καθάπερ γὰρ οἱ παιδίον ἐφ’ ὑψηλοῦ τινος στήσαντες τόπου τρέμειν ἀναγκάζονται μὴ καταπέσῃ,
10οὕτω καὶ οἱ πρὸς μεγάλην ἀρχὴν ἀνάγοντες τοὺς υἱεῖς. Ἀλλ’ ἔχει τινὰ ἡδονὴν ἡ ζώνη, καὶ ἡ χλαμὺς, καὶ ἡ τοῦ κήρυκος φωνή. Καὶ μέχρι πόσων ἡμερῶν ταῦτα, εἰπέ μοι; μέχρι τριάκοντα, καὶ ἑκατὸν, καὶ δὶς τοσοῦτον; Καὶ τί μετὰ ταῦτα; οὐχ ὥσπερ ὄναρ; οὐχ ὥσπερ μῦθος; οὐχ
15ὥσπερ σκιὰ πάντα διῆλθεν ἐκεῖνα; Νῦν δὲ αὐτῷ μέχρι τέλους τὰ τῆς τιμῆς, μᾶλλον δὲ καὶ μετὰ τὴν τελευτὴν, καὶ πολλῷ πλέον τότε, καὶ ταύτην αὐτὸν οὐδεὶς ἀφαιρή‐ σεται τὴν ἀρχὴν, ἅτε οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ’ ὑπ’ αὐτῆς χειροτονηθέντα τῆς ἀρετῆς. Ἀλλ’ ἐβούλου πολυτελῆ
20φοροῦντα ἱμάτια, καὶ ἐφ’ ἵππου φερόμενον ὁρᾷν, καὶ πλῆθος ἔχοντα οἰκετῶν, καὶ παρασίτους τρέφοντα καὶ κό‐ λακας. Τίνος ἕνεκεν ταῦτα ἤθελες; οὐχ ἡδονὴν αὐτῷ διὰ τούτων ἁπάντων κατασκευάζων; Ἂν οὖν ἀκούσῃς αὐτοῦ λέγοντος (ἡμῖν γὰρ ἴσως οὐ πείσῃ), ὅτι τῶν ἐν τρυφῇ
25ζώντων καὶ πορνείαις καὶ μουσικῇ καὶ παρασίτοις καὶ κόλαξι καὶ τῇ ἄλλῃ βλακείᾳ, τοσούτῳ τὸν βίον ἡγεῖται τοῦτον ἡδίω, ὡς ἑλέσθαι μυρίους θανάτους πολλάκις, εἴ τις κελεύοιτο ταύτην τὴν ἡδονὴν ἀφέντα πρὸς ἐκείνην μεταπηδῆσαι, τί πρὸς ταῦτα ἐρεῖς; Οὐκ οἶδας ὅσην ὁ
30ἀπράγμων βίος ἔχει τὴν ἡδονήν; τάχα οὐδὲ ἄλλος ἀνθρώ‐ πων οὐδεὶς, ἅτε μηδέπω ταύτης γευσάμενος καθαρῶς. Ὅταν δὲ καὶ λαμπρότης προσῇ, καὶ τὰ ἄμικτα ταῦτα πάλιν συνέρχηται, ἀσφάλειά τε καὶ εὐδοκίμησις, τί ταύτης βέλτιον γένοιτ’ ἂν τῆς ζωῆς; Ἀλλὰ τί μοι ταῦτα
35διαλέγῃ, φησὶ, πόῤῥω φιλοσοφίας ἑστῶτι; Τί οὖν καὶ τὸν υἱὸν κωλύεις γενέσθαι ταύτης ἐγγύς; ἀρκεῖ μέχρι σοῦ στῆναι τὰ τῆς ζημίας. Οὐχ ἡγῇ μεγίστην εἶναι ζημίαν, ὅταν πρὸς ἔσχατον γῆρας ἐλάσαντες, ἅτε μηδὲν ἐπὶ τῆς πρώτης ἡλικίας καρπωσάμενοι χρηστὸν, δυσχεραίνητε
40πρὸς τὸ γῆρας; Καὶ μὴν διὰ τοῦτο, φησὶν, αὐτὸ δυσχε‐ ραίνομεν, ὅτι μεγάλα ἡμᾶς ὤνησεν ἡ νεότης. Ποῖα μεγά‐ λα; δεῖξον ἔχοντα τὸν γέροντα τὰ μεγάλα ἐκεῖνα· εἰ γὰρ εἶχεν αὐτὰ, καὶ μεμενήκει διαρκῆ, οὐκ ἂν ὡς ἔρημος ὢν ἁπάντων τούτων οὕτως ὠδύρετο· εἰ δὲ ἀπέπτη καὶ ἐμα‐
45ράνθη, ποῖα μεγάλα τὰ οὕτω ταχέως σβεννύμενα; Ἀλλ’ οὐχ ὁ παῖς τοῦτο πείσεται ὁ σὸς, ἀλλ’ εἴ ποτε εἰς γῆρας ἔλθοι μακρὸν, οὐκ ὄψει ταῦτα ἀποδυσπετοῦντα ἅπερ καὶ ὑμεῖς, ἀλλὰ χαίροντα καὶ γαννύμενον καὶ ἀγαλλόμενον· τὰ γὰρ ἀγαθὰ αὐτῷ τότε ἀκμάζει μᾶλλον. Ὁ δὲ πλοῦτος

47

.

345

(50)

ὁ ὑμέτερος, κἂν μυρία ἀγαθὰ κεκτημένος ᾖ, ἐπὶ τῆς πρώτης αὐτὰ συνέστειλεν ἡλικίας· οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ μένει καὶ ἐν γήρᾳ καὶ μετὰ τὴν τελευτὴν συναπέρ‐ χεται. Διὰ ταῦτα ὑμεῖς μὲν τὴν οὐσίαν ὑμῖν αὐξανομέ‐
νην ὁρῶντες ἐν γήρᾳ, καὶ πολλὰς καὶ δόξης καὶ τρυφῆς

47

.

346

ὑποθέσεις ἔχοντες, ἐπηρεάζεσθε, ἅτε οὐκ ἀρκούσης τῆς ἡλικίας πρὸς τὴν ἀπόλαυσιν· διὰ τοῦτο καὶ πρὸς τὴν τε‐ λευτὴν φρίττετε, καὶ πάντων ἐλεεινοτέρους εἶναί φατε τότε μάλιστα, ὅταν εὐδοκιμῆτε. Ἐκεῖνος δὲ τότε ἀνα‐
5παύσεται μάλιστα, ὅταν γηράσῃ, ἅτε εἰς λιμένα ἐπειγό‐ μενος ἐλθεῖν, καὶ νεότητα μὲν ἔχων ἀεὶ ἀκμάζου‐ σαν, εἰς γῆρας δὲ οὐδέποτε ἐπείγουσαν. Σὺ δὲ τοιαύτην τρυφὴν τὸν υἱὸν ἐβούλου τρυφᾷν, δι’ ἣν ἂν μετενόησε μυριάκις, καὶ ἤλγησεν ἐν γήρᾳ γενόμενος. Ἀλλὰ μὴ
10γένοιτο μηδὲ τοὺς ἐχθροὺς τοὺς ὑμετέρους τοιαῦτα τρυ‐ φῆσαί ποτε. Καὶ τί λέγω τὸ γῆρας; ἐν γὰρ ἡμέρᾳ μιᾷ σβέννυται τὰ τῆς ἡδονῆς ἐκείνης· μᾶλλον δὲ οὐκ ἐν ἡμέρᾳ, οὐδὲ ἐν ὥρᾳ, ἀλλὰ καὶ ἐν μικρᾷ καὶ ἀκαριαίᾳ ῥοπῇ. Τί γάρ ἐστιν ἡδονή; οὐ τὸ γαστρίζεσθαι, καὶ συβαριτικὰς
15παρατίθεσθαι τραπέζας, καὶ γυναιξὶν ὡραίαις συγγίνε‐ σθαι καθάπερ τινὰς χοίρους ἐν βορβόρῳ κυλινδου‐ μένους; ιʹ. Ἀλλὰ γὰρ μήπω τοῦτο· τὴν δὲ ἡδονὴν ἐξετάσωμεν τέως, εἰ μὴ ψυχρά τίς ἐστι καὶ εὐτελὴς, καὶ εἰ βούλει,
20πρώτην τὴν ἡδίω δοκοῦσαν εἶναι τὴν τῆς τρυφῆς. Δεῖξον οὖν μοιτὸν ταύτης καιρὸν, καὶ πόσον κατέχειν ὑμᾶς δύναιτ’ ἂν μέρος ἡμέρας; τοσοῦτον, ὅσον οὐδὲ ὀφθῆναι καλῶς. Ἅμα τε γὰρ ἐνεπλήσθη τις, καὶ τὴν ἡδονὴν ἔσβεσε, καὶ πρὸ τῆς πλησμονῆς δὲ ῥεύματος θᾶττον παρέρχεται,
25πρὸς αὐτὸν ἀφανιζομένη τὸν λαιμὸν, καὶ οὐδὲ τοῖς σιτίοις ἀρκοῦσα συγκατελθεῖν· ὁμοῦ τε γὰρ παρῆλθε τὴν γλῶτ‐ ταν, καὶ συγκατέλυσε τὴν ἰσχύν. Καὶ σιωπῶ τὰ λοιπὰ κακὰ, καὶ ὅσος ἀπὸ ταύτης γίνεται τῆς τρυφῆς ὁ χειμών· οὐ γὰρ μόνον ἡδίων ὁ μὴ τρυφήσας, ἀλλὰ καὶ κουφότε‐
30ρος, καὶ ῥᾷον διακείσεται τοῦ διασπασθέντος ὑπὸ τῆς πλησμονῆς· Ὕπνος γὰρ, φησὶν, ὑγιείας ἐν σπλάγχνῳ μετρίῳ. Τί δεῖ λέγειν τὰς νόσους, τὰς ἀηδίας, τὰς συμ‐ φορὰς, τὰς δαπάνας τὰς εἰκῆ; ὅσαι αἱ αἰτιάσεις, ὅσαι αἱ ἐπιβουλαὶ, ὅσαι αἱ ἀπὸ τούτων ἐπήρειαι τῶν συμπο‐
35σίων βλαστάνουσιν; ἀλλὰ τὸ πόρναις γυναιξὶν ὁμιλεῖν ἡδύ; Καὶ ποία μετὰ τοσαύτης αἰσχύνης ἡδονὴ γένοιτ’ ἄν; Μάλιστα δὲ μηδὲ ἐνταῦθα τοῦτο ἐξετάζωμεν τέως, μηδὲ τὰς ἐκ τῶν ἐραστῶν μάχας, μηδὲ τοὺς ἐκ τῶν ἀντεραστῶν πολέμους, μηδὲ τὰς κατηγορίας· ἀλλ’ ἔστω
40τις μετ’ ἐξουσίας ἀπολαύων τῆς ἀσελγείας ἐκείνης, καὶ μήτε ἀντεραστὴν ἐχέτω, μήτε ὑπεροράσθω παρὰ τῆς ἐρωμένης, τά τε χρήματα ὥσπερ ἐκ πηγῶν ἀναλισκέ‐ τω, καίτοι οὐδαμοῦ ταῦτα συμβεβηκέναι πάντα δυνατὸν, ἀλλὰ δεῖ τὸν μὲν μὴ μέλλοντα ἔχειν ἀντεραστὴν τὴν οὐ‐
45σίαν καταλῦσαι πᾶσαν, νικῶντα τῇ φιλοτιμίᾳ τοὺς ἄλ‐ λους ἅπαντας, τὸν δὲ μὴ βουλόμενον ἀπορεῖν ὑπερορᾶ‐ σθαι παρὰ τῆς πόρνης καὶ διαπτύεσθαι πάλιν. Πλὴν ἀλλὰ μηδὲν ἔστω τούτων, ἀλλὰ πάντα αὐτῷ κατὰ νοῦν προχωρείτω· ποῦ τὴν ἐκ τούτων ἡδονὴν ἐπιδεῖξαι ἔχεις

47

.

346

(50)

ἡμῖν; Οὐδὲ γὰρ ἐν αὐτῷ τῷ τῆς μίξεως φαίνεται καιρῷ, ἀλλ’ ὁ μὲν πληρώσας τὴν συνουσίαν, καὶ τὴν ἡδονὴν
ἔσβεσεν, ὁ δὲ ἐν τῇ μίξει ὢν, οὐκ ἔστιν ἐν ἡδονῇ, ἀλλ’

47

.

347

ἐν θορύβῳ καὶ ταραχῇ καὶ οἴστρῳ καὶ μανίᾳ καὶ κλόνῳ πολλῷ καὶ βρασμῷ. Ἀλλ’ οὐχ ἡ παρ’ ἡμῖν ἡδονὴ τοιαύ‐ τη· μὴ γένοιτο· ἀλλὰ διαπαντὸς ἀχείμαστον τηρεῖ τὴν ψυχὴν, καὶ θόρυβον οὐδένα, οὐδὲ κλόνον ἐπάγει, καθα‐
5ρὰν δέ τινα εὐφροσύνην καὶ εἰλικρινῆ καὶ ἔνδοξον καὶ τέλος οὐκ ἔχουσαν, δυνατωτέραν τε πολλῷ καὶ σφο‐ δροτέραν τῆς παρ’ ὑμῖν. Ὅτι γὰρ ἡδίων αὕτη ἡ ἡδονὴ, τὴν μὲν ὑμετέραν ἱκανὸς ἀποστῆσαι φόβος· κἂν γὰρ βασιλεὺς γράμματα καταπέμψῃ θάνατον ἀπειλοῦντα, τὸ
10πλέον τῶν ἀνθρώπων ἐκστήσεται ταύτης τῆς ἡδονῆς· ἐκείνης δὲ, κἂν μυρίους θανάτους τις ἐπιφέρῃ, οὐ πείσει καταφρονεῖν, ἀλλὰ καὶ γελασθήσεται μᾶλλον· οὕτω τυραννικωτέρα τε αὕτη ἐστὶν ἐκείνης καὶ ἡδίων, καὶ οὐδ’ ἂν σύγκρισιν δέξαιτο πρὸς ἐκείνην. Μὴ δὴ βασκήνῃς τῷ
15παιδὶ, ἀπὸ τῶν ῥεόντων ἀγαθῶν, μᾶλλον δὲ οὐδὲ ὄντων, ἐπὶ τὰ ὄντα καὶ μένοντα διαβαίνοντι, μηδὲ θρήνει τὸν μα‐ καρίζεσθαι ἄξιον, ἀλλ’ εἴ τις μὴ τοιοῦτος καθάπερ ἐν εὐρίπῳ τῷ παρόντι βίῳ φερόμενος. Καὶ τὸ δὴ κεφά‐ λαιον· εἰ γὰρ καὶ ἄπιστος σὺ καὶ Ἕλλην, ὅμως κἂν τοῦτον
20παραδέξῃ τὸν λόγον. Ἀκούεις Κωκυτοὺς πάντως καὶ Πυ‐ ριφλεγέθοντας ποταμοὺς, καὶ Στυγὸς ὕδωρ, καὶ Τάρταρον τοσοῦτον ἀπέχοντα τῆς γῆς, ὅσον αὕτη τοῦ οὐρανοῦ, καὶ πολλοὺς κολάσεων τρόπους. Εἰ γὰρ καὶ μετὰ ἀληθείας, ὡς ἔχει, ταῦτα εἰπεῖν οὐκ ἠδυνήθησαν Ἕλληνες, ἅτε ἀπὸ
25λογισμῶν κινηθέντες καὶ παρακουσμάτων τῶν παρ’ ἡμῖν, ἀλλ’ ὅμως εἰκόνα τινὰ κρίσεως ἔλαβον· καὶ ποιη‐ τὰς καὶ φιλοσόφους καὶ λογοποιοὺς, καὶ πάντας εὑρή‐ σεις ὑπὲρ τούτων φιλοσοφοῦντας τῶν δογμάτων. Ἀκούεις δὲ καὶ Ἠλύσιον πεδίον, καὶ μακάρων νήσους, καὶ λειμῶ‐
30νας, καὶ μυρσίνας, καὶ λεπτὴν αὔραν, καὶ εὐωδίαν πολ‐ λὴν, καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβε‐ βλημένους στολὴν, χορεύοντάς τε καὶ ᾄδοντας ὕμνους τι‐ νὰς, καὶ ὅλως καὶ πονηροῖς καὶ ἀγαθοῖς ἀποκειμένην ἀντίδοσιν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Πῶς οὖν οἴει μετὰ
35τοιούτων βιοῦν τῶν λογισμῶν τούς τε ἀγαθοὺς, τούς τε οὐ τοιούτους; Οὐχ οἱ μὲν ταῦτα στρέφοντες, κἂν ἀλύπως αὐτοῖς καὶ μετὰ πολλῆς τῆς ἡδονῆς τὰ τοῦ παρόντος προχωρῇ βίου, καθάπερ ὑπό τινος ἐλαύνονται μάστιγος τοῦ συνειδότος καὶ τῆς προσδοκίας τῶν δεξομένων αὐ‐
40τοὺς δεινῶν· οἱ δὲ ἀγαθοὶ κἂν μυρία πάσχωσι κακὰ, κατὰ Πίνδαρον, ἐλπίδα κουροτρόφον ἔχουσιν οὐκ ἀφιεῖσαν τῶν παρόντων κακῶν αἴσθησιν λαβεῖν; Ὥστε καὶ κατὰ τοῦτο μείζων ἐκείνη ἡ ἡδονή. Πολλῷ γὰρ βέλτιον, ἀπὸ πόνων προσκαίρων ἀρξάμενον πρὸς ἀνάπαυσιν ἄπειρον τελευ‐
45τᾷν, ἢ τῶν δοκούντων εἶναι ἡδίστων ἐν βραχεῖ γευσάμε‐ νον, ἐπὶ τὰ πικρότερα καὶ φορτικώτερα λῆξαι κακά. Ὅταν δὲ πρὸς τούτῳ καὶ ὡμολογημένον ᾖ, ὅτι καὶ ἐν‐ ταῦθα οὗτος ὁ βίος ἡδίων, οὐχὶ τοῦτο ὅπερ ἀρχόμενος ἔφην ἀνάγκη νῦν ποιεῖν, ἐλεεῖν τοὺς τὰ τοιαῦτα δακρύον‐

47

.

347

(50)

τας ἀγαθά; Οὐ δὴ θρήνων ἄξιος ὁ παῖς ὁ σὸς, ἀλλὰ κρό‐

47

.

348

των καὶ στεφάνων, ἐπὶ τὴν ἀκύμαντον ζωὴν καὶ τὸν εὔδιον λιμένα ἐλθών. Ἀλλ’ ὀνειδίζουσί σε πατέρες πολλοὶ υἱοὺς ἔχοντες ἐν τῷ παρόντι στρεφομένους βίῳ, καὶ δακρύουσί σε, ὅταν ἴδωσιν ἕτεροι καὶ γελῶσιν ἄλλοι. Διὰ
5τί δὲ μὴ τούτους σὺ μᾶλλον καταγελᾷς καὶ πενθεῖς; Μὴ γὰρ δὴ τοῦτο σκοπῶμεν, εἰ σκώπτουσιν ἡμᾶς, ἀλλ’ εἰ καλῶς καὶ δικαίως· κἂν μὲν τοῦτο ᾖ, καὶ μὴ γελώντων ἐκείνων ἡμεῖς δακρύωμεν, ἐὰν δὲ ἀδίκως τοῦτο πράτ‐ τωσι, κἂν ἅπαντες γελῶσιν, ἡμεῖς μὲν ἑαυτοὺς μακαρί‐
10ζωμεν, ἐκείνους δὲ θρηνῶμεν, ἅτε πάντων ἀθλιωτέρους ὄντας, καὶ τῶν μαινομένων οὐδὲν διαφέροντας. Τὸ γὰρ γελᾷν τὰ πολλῶν ἐπαίνων ἄξια καὶ στεφάνων, μαινομέ‐ νων ἐστὶ, καὶ τῶν τὰ αὐτὰ νοσούντων αὐτοῖς. Εἰπὲ γάρ μοι, εἰ περὶ τὴν τῶν ὀρχουμένων καὶ τὴν τῶν ἡνιόχων
15μανίαν ἐπτοημένου τοῦ παιδὸς ἐπῄνουν σε καὶ ἐθαύμαζον ἅπαντες καὶ μακαριστὸν εἶναι ἔλεγον, οὐχὶ χλεύην εἶναι τὸ πρᾶγμα ἐνόμισας; Τί δὲ, εἰ γενναῖόν τι καὶ ἐπαίνων ἄξιον πράττοντος ἐγέλων ἐκεῖνοι καὶ ὠνείδιζον, οὐχὶ παραπαίειν αὐτοὺς ἂν ἔφης; Τοῦτο δὴ ποιῶμεν καὶ νῦν,
20μὴ τῇ τῶν πολλῶν ὑπονοίᾳ, ἀλλ’ ἀκριβεῖ λογισμῶν ἐξ‐ ετάσει τὴν περὶ τοῦ παιδὸς ἐπιτρέποντες ψῆφον, καὶ ὄψει τοὺς γελῶντας τούτους ἀνδραπόδων μᾶλλον, ἢ ἐλευθέρων ὄντας παίδων πατέρας, ὅταν πρὸς τὸν υἱὸν ἐξετάζωνται ἐκεῖνοι τὸν σόν.
25 Νῦν μὲν γὰρ ὑπὸ τοῦ πάθους σκοτούμενος, οὐδὲ δια‐ βλέψαι πρὸς ταῦτα δυνήσῃ· ὅταν δὲ μικρὸν ἀναπαύσῃ, καὶ ὁ υἱὸς πολλὴν ἐπιδείξηται τὴν ἀρετὴν, οὐκέτι σοι λόγων δεήσει, ἀλλὰ ταῦτα σὺ πρὸς ἑτέρους ἐρεῖς καὶ πλείονα τούτων. Καὶ οὐχ ἁπλῶς σοι ταῦτα μαντεύομαι,
30ἀλλ’ ἀπὸ τῆς πείρας αὐτῆς. Καὶ γὰρ ἐμοὶ γέγονεν ἑταῖ‐ ρος, πατέρα ἄπιστον ἔχων πλουτοῦντα καὶ εὐδόκιμον καὶ πάντοθεν λαμπρόν· καὶ οὗτος ὁ πατὴρ τὸ μὲν πρῶτον καὶ ἄρχοντας ἐκίνησε, καὶ δεσμὰ ἠπείλησε, καὶ πάντων αὐτὸν ἀποδύσας ἐπὶ τῆς ἀλλοτρίας εἴασε γῆς, καὶ τῆς
35ἀναγκαίας δεόμενον τροφῆς, ὡς ταύτῃ πείσων πρὸς τὴν βιωτικωτέραν ζωὴν ἐπανελθεῖν· ἐπειδὴ δὲ εἶδε πρὸς οὐ‐ δὲν τούτων ἐνδόντα, ἡττηθεὶς παλινῳδίαν ᾖσε, καὶ νῦν τιμᾷ τὸν υἱὸν, καὶ αἰδεῖται μᾶλλον πατρός· καὶ πολλοὺς ἔχων ἑτέρους παῖδας εὐδοκιμοῦντας, οὐδὲ δούλους ἐκεί‐
40νους τούτου φησὶν εἶναι ἐπιτηδείους· καὶ αὐτὸς δὲ πολλῷ λαμπρότερός ἐστι διὰ τὸν υἱόν. Ταῦτα καὶ ἐπὶ τοῦ παι‐ δὸς ὀψόμεθα τοῦ σοῦ, καὶ ὅτι οὐ ψεύδομαι, διὰ τῶν ἔργων αὐτῶν εἴσῃ καλῶς. Διὸ σιγήσομαι λοιπὸν, τοσοῦ‐ τόν σου δεηθεὶς, ἐνιαυτὸν ἀνάμεινον μόνον, ἢ καὶ ἐλάτ‐
45τονα χρόνον. Οὐδὲ γὰρ δεῖται πολλῶν ἡμερῶν ἡ παρ’ ἡμῖν ἀρετὴ, ἅτε δὴ θείᾳ βλαστάνουσα χάριτι, καὶ ὄψει πάντα τὰ εἰρημένα ἐπὶ τῶν πραγμάτων αὐτῶν δεικνύμενα· καὶ οὐ μόνον ἐπαινέσεις τὰ γεγενημένα, ἀλλὰ κἂν μικρὸν διαναστῆναι θελήσῃς, ταχέως καὶ πρὸς τὸν αὐτὸν ἥξεις

47

.

348

(50)

ζῆλον ἐκείνῳ, διδάσκαλον ἔχων τῆς ἀρετῆς τὸν υἱόν.

47

.

349

(1t)

ΠΡΟΣ ΠΙΣΤΟΝ ΠΑΤΕΡΑ
2tΛΟΓΟΣ ΤΡΙΤΟΣ
3 αʹ. φέρε δὴ λοιπὸν καὶ τὸν πιστὸν πατέρα διδάξωμεν, ὅτι τοῖς ἐνάγουσιν αὐτοῦ τὸν υἱὸν πρὸς τὸ τῷ Θεῷ δοκοῦν
5πολεμεῖν οὐ χρή. Καίτοι γε κινδυνεύει λοιπὸν καὶ οὗτος ἡμῖν ἐκ περιουσίας ὁ λόγος γίνεσθαι, καὶ τοὐναντίον ἐκβαίνειν, ὅπερ ἔμπροσθεν ἔλεγον. Τότε μὲν γὰρ ἔφην ὅτι με τοῦ ἀγῶνος τούτου ὁ νόμος οὐκ ἀναγκάζει πρὸς τὸν Ἕλληνα ἀποδύσασθαι, ἀλλὰ τοὺς ἔσω κρίνειν
10μόνον κελεύσας ὁ ἀπόστολος Παῦλος, τῆς πρὸς τοὺς ἔξω‐ θεν μάχης ἀφῆκεν ἐλευθέρους ἡμᾶς. Νυνὶ δὲ, ὡς ἔοικεν, οὐδὲ τούτων ἐσμὲν ὑπεύθυνοι τῶν παλαισμάτων· εἰ γὰρ καὶ πρὸ τούτου πρὸς τὸν Χριστιανὸν ὑπὲρ τούτων δια‐ λέγεσθαι αἰσχρὸν εἶναι ἐδόκει, πολλῷ μᾶλλον νῦν. Πῶς
15γὰρ οὐ καταδύσεται ὁ πιστὸς ὑπὲρ τούτων δεόμενος παρ‐ αινέσεως, ὑπὲρ ὧν οὐδὲν ἂν ἡμῖν ἀντειπεῖν ὁ ἄπιστος ἔχοι; Τί οὖν; σιγήσομεν διὰ τοῦτο, καὶ οὐδὲν ἐροῦμεν; Οὐδαμῶς. Εἰ γὰρ ἦν τις ὁ τὸ μέλλον ἐγγυησόμενος, καὶ καταστήσων δῆλον ἡμῖν, ὡς οὐδεὶς ἔσται λοιπὸν ὁ τὰ
20τοιαῦτα τολμήσων, καὶ ἡμᾶς ἔδει τὴν ἡσυχίαν ἄγειν, καὶ τοῖς παρελθοῦσι χαρίσασθαι τὸ λαθεῖν· ἐπεὶ δ’ οὐδένα τούτων ἀξιόπιστον ἔχομεν ἐγγυητὴν, ἀναγκαία λοιπὸν ἡ τῶν λόγων παραίνεσις. Ἂν μὲν γὰρ εὕρῃ τοὺς ταύτην νοσοῦντας τὴν νόσον, ἐργάσεται τὸ αὐτῆς· ἂν δὲ μηδεὶς
25τῇ ἀῤῥωστίᾳ περιπέσῃ. ὅπερ εὐχόμεθα γέγονε. Καὶ γὰρ τοῖς ἰατροῖς μετὰ τὸ παρασκευάσαι τοῖς ἀῤῥωστοῦσι τὰ φάρμακα, εὐχῆς ἔργον ἐστὶ, μηδὲ εἰς χρείαν αὐτῶν καταστῆναι τὸν κάμνοντα· καὶ ἡμεῖς τοίνυν εὐχόμεθα μὲν μηδενὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων χρείαν ταύτης
30γενέσθαι τῆς παραινέσεως· εἰ δ’ ἄρα γένοιτο, ὃ μὴ γένοιτο, ὁ δεύτερος, κατὰ τὴν παροιμίαν, αὐτοὺς οὐ διαφεύξεται πλοῦς. Διαπλαττέσθω τοίνυν καὶ ὁ πιστὸς ἡμῖν ἤδη τοιοῦτος, οἷος ὁ ἄπιστος, καὶ πάντα ἐκείνῳ προσεοικέτω, πλὴν τῆς περὶ τὸ Θεῖον δόξης, καὶ θρηνείτω
35ὅμοια καὶ προκυλινδείσθω τῶν ποδῶν τῶν ἁπάντων, καὶ τὴν πολιὰν προβαλλέσθω, καὶ τὸ γῆρας, καὶ τὴν ἐρημίαν, καὶ πάντα ἐκεῖνα λεγέτω, καὶ κινείτω πρὸς ὅσον βούλε‐ ται ὀργῆς τοὺς δικάζοντας· μᾶλλον δὲ καὶ πρὸς τοῦτον οὐκέτι ἡμῖν ἐπ’ ἀνθρώπων ἐστὶν ἡ δίκη· ἤκουσε γὰρ ὅσα
40ἐφιλοσόφησαν παρ’ ἡμῖν οἱ τοῦ θείου πληρωθέντες Πνεύ‐ ματος ἄνθρωποι περὶ τοῦ φρικτοῦ καὶ φοβεροῦ δικαστη‐ ρίου, τοῦ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Καὶ δεῖ πρὸ τῶν ἄλλων ἁπάντων ἐκείνης αὐτὸν ἀναμνῆσαι τῆς ἡμέρας, καὶ τοῦ ποταμηδὸν ῥέοντος πυρὸς, τῆς οὐδέποτε σβεννυ‐
45μένης φλογὸς, τῆς ἀφανιζομένης ἀκτῖνος, τῆς κρυπτομέ‐ νης σελήνης, τῶν πιπτόντων ἄστρων, τῶν ἑλισσομένων οὐρανῶν, τῶν κλονουμένων δυνάμεων, τῆς τινασσομένης πανταχόθεν καὶ ἀναβρασσομένης γῆς, τῆς φοβερᾶς καὶ ἐπαλλήλου τῶν σαλπίγγων ἠχῆς, τῶν διατρεχόντων τὴν

47

.

349

(50)

οἰκουμένην ἀγγέλων, τῶν παρεστηκυιῶν χιλιάδων, τῶν λειτουργουσῶν μυριάδων, τῶν μετ’ αὐτοῦ τοῦ κριτοῦ πα‐
ραγινομένων τῶν στρατοπέδων, τοῦ ἔμπροσθεν λάμ‐

47

.

350

(3)

ποντος σημείου, τοῦ τιθεμένου θρόνου, τῶν ἀνοιγομένων βίβλων, τῆς ἀπροσίτου δόξης, τῆς φοβερᾶς καὶ φρικτῆς
5τοῦ δικάζοντος φωνῆς, τοὺς μὲν εἰς τὸ πῦρ πέμποντος τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, τοὺς δὲ τῶν θυρῶν ἀποκλείοντος, μετὰ τὸν πολὺν τῆς παρθενίας πόνον, καὶ τῶν διακόνων αὐτοῦ τοῖς μὲν ἐπι‐ τάττοντος τὰ ζιζάνια δῆσαι καὶ εἰς τὴν κάμινον ἐμβαλεῖν,
10τοῖς δὲ ἄλλους τινὰς συμποδίσαι, καὶ τὼ χεῖρε στραγγα‐ λῶσαι, καὶ ἀπαγαγεῖν εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ τῷ ἀνηκέστῳ παραδοῦναι τῶν ὀδόντων βρυγμῷ· καὶ τὸν μὲν ὑπὲρ ἀκολάστων ὀφθαλμῶν μόνον, τὸν δὲ ὑπὲρ ἀκαίρου γέλωτος, τὸν δὲ ὅτι τὸν πλησίον κατεδίκαζεν
15ἀνεξετάστως, τὸν δὲ ὅτι μόνον ἐκακηγόρησε, σφοδρο‐ τάτῃ καὶ χαλεπωτάτῃ μετιόντος κολάσει· ὅτι γὰρ καὶ τούτων κεῖται τιμωρία, αὐτοῦ τοῦ μέλλοντος ἐπάγειν τὰ βασανιστήρια ἔστιν ἀκοῦσαι λέγοντος καὶ ἀπειλοῦντος. Πρὸς τοῦτον πάντας ἡμᾶς ἐντεῦθεν ἀπελθεῖν ἀνάγκη τὸν
20δικαστὴν, καὶ τὴν ἡμέραν ἐκείνην ἰδεῖν, καθ’ ἣν γυμνὰ καὶ τετραχηλισμένα πάντα, οὐ τὰ πράγματα λέγω, οὐδὲ τὰ ῥήματα μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ νοήματα. βʹ. Καὶ γὰρ τῶν δοκούντων εἶναι μικρῶν νῦν, τότε φοβερὰς ὑφέξομεν τὰς εὐθύνας· οὕτως ὁ κριτὴς μετὰ τῆς αὐτῆς
25ἀκριβείας τήν τε ἡμετέραν καὶ τὴν τῶν πλησίον ἡμᾶς ἀπαιτεῖ σωτηρίαν. Διὰ τοῦτο ὁ Παῦλος πανταχοῦ παραινεῖ μὴ τὸ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστον· διὰ τοῦτο καὶ Κορινθίοις σφόδρα ἐπιτιμᾷ, ὅτι μὴ προενόησαν, μηδὲ ἐπεμελήσαντο τοῦ πεπορνευκότος ἀλλ’ ὑπερεῖδον
30αὐτοῦ τὸ τραῦμα ἐπιτριβόμενον, καὶ Γαλάταις δὲ ἐπι‐ στέλλων ἔλεγεν· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτί‐ ζετε τὸν τοιοῦτον. Καὶ Θεσσαλονικεῦσι δὲ πρὸ τούτων τὰ αὐτὰ ταῦτα παραινεῖ λέγων· Ὥστε παρακαλεῖτε
35εἰς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε· καὶ πάλιν· Νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν. Ἵνα γὰρ μή τις λέγῃ· Τί μοι καὶ τῆς τῶν ἄλλων προνοίας; ὁ ἀπολλύμενος ἀπολλύσθω, καὶ ὁ σωζόμενος σωζέσθω· οὐδὲν τούτων πρὸς ἐμὲ, τὰ
40ἐμαυτοῦ σκοπεῖν ἐπιτέταγμαι· ἵνα μή τις ταῦτα λέγῃ, τὴν θηριώδη ταύτην καὶ ἀπάνθρωπον ἔννοιαν ἀναιρῶν, ἐπετείχισεν αὐτῇ τούτους τοὺς νόμους, πολλὰ τῶν οἰ‐ κείων κελεύων παρορᾷν, ὥστε τὰ τῶν πλησίον ἱστᾷν, καὶ βίου ταύτην ἀκρίβειαν πανταχοῦ εἶναι διορίζεται. Καὶ
45Ῥωμαίοις δὲ γράφων, πολλὴν τοῦ μέρους τούτου κελεύει ποιεῖσθαι πρόνοιαν, τοὺς ἰσχυροὺς τοῖς ἀσθενέσιν ὥσπερ πατέρας ἐφιστὰς, καὶ μεριμνᾷν ἀναπείθων τὴν σωτηρίαν αὐτῶν. Ἀλλ’ ἐνταῦθα μὲν ἐν παραινέσεως τάξει καὶ συμβουλῆς ταῦτά φησιν· ἑτέρωθι δὲ καὶ μετὰ πολλῆς τῆς

47

.

350

(50)

σφοδρότητος τὰς τῶν ἀκουόντων κατασείει ψυχάς· τοὺς γὰρ ἀμελοῦντας τῆς τῶν ἀδελφῶν σωτηρίας, εἰς αὐτὸν ἁμαρτάνειν φησὶ τὸν Χριστὸν, καὶ τοῦ Θεοῦ κατασκά‐ πτειν τὴν οἰκοδομήν. Καὶ ταῦτα οὐ παρ’ ἑαυτοῦ, ἀλλὰ
παρὰ τοῦ διδασκάλου μαθὼν ἔλεγε. Καὶ γὰρ ὁ τοῦ Θεοῦ

47

.

351

Μονογενὴς διδάξαι βουλόμενος, ὡς ἀναγκαῖον τοῦτό ἐστι τὸ ὄφλημα. καὶ τοὺς μὴ βουλομένους αὐτὸ καταθεῖναι μεγάλα ἐκδέξεται κακὰ, ἔλεγεν· Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ
5μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατα‐ ποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. Καὶ ὁ τὸ τάλαντον δὲ προσενεγκὼν, οὐχ ὅτι τῶν οἰκείων τι παρεῖ‐ δεν, ἀλλ’ ὅτι τῆς τῶν πλησίον σωτηρίας ἠμέλησεν, ἐκείνῃ τῇ τιμωρίᾳ κολάζεται. Ὥστε κἂν ἅπαντα ἡμῖν καλῶς
10ᾖ διηκριβωμένα τὰ κατὰ τὸν ἡμέτερον βίον, οὐδὲν ὄφελος ἡμῖν, ταύτης τῆς ἁμαρτίας ἱκανῆς οὔσης ἡμᾶς εἰς τὸ τῆς γεέννης καταποντίσαι πέλαγος. Εἰ γὰρ τοὺς ἐν τοῖς σω‐ ματικοῖς μὴ βουληθέντας βοηθεῖν τῷ πλησίον οὐδεὶς ἐξαι‐ ρήσεται λόγος, ἀλλὰ κἂν παρθενίαν ἠσκηκότες ὦσιν,
15ἔξω που ῥιφήσονται τοῦ νυμφῶνος· ὁ τὸ πολλῷ μεῖζον ἐκλελοιπὼς (πολλῷ γὰρ μεῖζον ἡ τῆς ψυχῆς προστασία) πῶς οὐκ εἰκότως ἅπαντα πείσεται τὰ δεινά; Τὸν γὰρ ἄνθρωπον οὐχ ἑαυτῷ μόνον αὐταρκεῖν κατεσκεύασεν ὁ Θεὸς, ἀλλὰ καὶ ἑτέροις πολλοῖς. Διὰ τοῦτο καὶ φωστῆρας
20ὁ Παῦλος καλεῖ τοὺς πιστοὺς, ἐνδεικνύμενος ὅτι καὶ ἑτέ‐ ροις χρησίμους εἶναι δεῖ αὐτούς· ὁ γὰρ φωστὴρ, ἕως ἂν ἑαυτὸν φωτίζῃ μόνον, οὐκ ἂν εἴη φωστήρ. Διὰ τοῦτο, καὶ Ἑλλήνων εἶναι χείρους φησὶ τοὺς τῶν πλησίον ἀμε‐ λοῦντας, οὑτωσὶ λέγων· Εἰ δέ τις τῶν ἰδίων, καὶ μά‐
25λιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. Τί γὰρ βούλει τὴν πρόνοιαν ἐνταῦθα δηλοῦσθαι; ἆρα τὴν τῶν ἀναγκαίων χορηγίαν; Ἐγὼ μὲν γὰρ αὐτὸν οἶμαι τὴν τῆς ψυχῆς ἐπιμέλειαν λέγειν. Εἰ δὲ φιλονεικοίης, καὶ οὕτω τὸ ἐμὸν στήσεται
30μᾶλλον. Εἰ γὰρ περὶ σώματος ταῦτά φησι, καὶ τὸν μὴ παρέχοντα τὴν ἐφήμερον ταύτην τροφὴν τοσαύτῃ κολάσει παρέδωκε, καὶ τῶν Ἑλλήνων ἔφησεν εἶναι χείρω, ποῦ κείσεται ὁ τὸ μεῖζον καὶ ἀναγκαιότερον παρορῶν; γʹ. Φέρε οὖν συλλογισώμεθα λοιπὸν τῆς ἁμαρτίας ἡμῶν
35τὸ μέγεθος, καὶ κατὰ μικρὸν ἀναβαίνοντες, δείξωμεν ὅτι πάντων ἐπέκεινα τῶν ἁμαρτημάτων ἐστὶν ἡ περὶ τοὺς παῖδας ὀλιγωρία, καὶ πρὸς αὐτὴν ἥκει τῆς πονηρίας τὴν κορυφήν. Ἔστι τοίνυν πρῶτος κακίας καὶ πονηρίας βαθμὸς καὶ ὠμότητος τὸ τοὺς φίλους περιορᾷν· μᾶλλον
40δὲ κατωτέρω τὸν λόγον ἀγάγωμεν· τοῦτο γὰρ οὐκ οἶδ’ ὅπως μικροῦ δεῖν με παρέλαθεν, ὅτι ὁ πρότερος νόμος, ὁ τοῖς Ἰουδαίοις δοθεὶς, οὐδὲ τὰ ὑποζύγια τῶν ἐχθρῶν ἀφίησι παρορᾷν, οὔτε πεπτωκότα, οὔτε πλανώμενα, ἀλλὰ τὰ μὲν ὁδηγῆσαι, τὰ δὲ συνδιαναστῆσαι κελεύει. Ἔστιν
45οὖν πρῶτος μὲν κάτωθεν ἀναβαίνων κακίας καὶ ὠμότη‐ τος βαθμὸς, τὸ τὰ τῶν ἐχθρῶν κτήνη καὶ θρέμματα κα‐ κῶς πάσχοντα παρατρέχειν· δεύτερος δὲ μετ’ ἐκεῖνον ἀνώτερος, τὸ τῶν ἐχθρῶν ἀμελεῖν· ὅσῳ γὰρ ἄνθρωπος ἀλόγου τιμιώτερος, τοσούτῳ μείζων ἐκείνης αὕτη ἡ

47

.

351

(50)

ἁμαρτία· τρίτος δὲ μετὰ τοῦτον, τὸ τῶν ἀδελφῶν κατα‐ φρονεῖν, κἂν ἀγνῶτες ὄντες τυγχάνωσι· τέταρτος, τὸ τοὺς οἰκείους περιορᾷν· πέμπτος, ὅταν μὴ σώματος αὐ‐ τοῖς μόνον, ἀλλὰ καὶ τῆς ψυχῆς ἀπολλυμένης καταφρονῶ‐ μεν· ἕκτος, ὅταν μὴ τῶν οἰκείων, ἀλλὰ καὶ τῶν παίδων
55ἡμῖν διαφθειρομένων ὀλιγωρῶμεν· ἕβδομος, ὅταν μηδὲ ἑτέρους τοὺς ἐπιμελομένους ζητῶμεν· ὄγδοος, ὅταν καὶ ἀφ’ ἑαυτῶν τοῦτο βουλομένους ποιεῖν κωλύωμεν καὶ ἀπ‐ είργωμεν· ἔννατος, ὅταν μὴ κωλύωμεν μόνον, ἀλλὰ καὶ
πολεμῶμεν. Ὥστε εἰ τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ

47

.

352

τρίτῳ τῆς κακίας ταύτης βαθμῷ τοσαύτη κόλασις ἕπεται, τῷ πάντας ἀναβεβηκότι τούτους, τούτῳ δὴ τῷ ὑμετέρῳ, πόσον ἔψεται πῦρ ἐννάτῳ μετ’ ἐκεῖνον τυγχάνοντι; μᾶλλον δὲ οὐκ ἔννατον μόνον, οὐδὲ δέκατον, ἀλλὰ καὶ
5ἑνδέκατον οὐκ ἄν τις ἁμάρτοι τοῦτον προσειπών. Τί δήποτε; Ὅτι οὐ τῇ φύσει πολλῷ μεῖζον τὸ ἁμάρτημα τῶν προηριθμημένων ἐστὶ μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ χρόνου χαλεπώτερον. Τί δὲ τοῦτό ἐστι τὸ ἀπὸ τοῦ χρό‐ νου; Ὅτι τὰ αὐτὰ ἁμαρτάνουσιν ἡμῖν νῦν τοῖς ἐν τῷ νόμῳ
10οὐ τὰ αὐτὰ κείσεται βασανιστήρια, ἀλλὰ πολλῷ χαλεπώ‐ τερα, ὅσῳ καὶ μείζονος ἀπηλαύσαμεν δωρεᾶς, καὶ τελειο‐ τέρας διδασκαλίας μετέσχομεν, καὶ πλείονι τετιμήμεθα τιμῇ. Ὅταν οὖν καὶ τῇ φύσει, καὶ τῷ χρόνῳ σφοδρὸν οὕτω τὸ ἁμάρτημα γίνηται τοῦτο, ἐννόησον ὅσην οἴσει
15τὴν φλόγα ἐπὶ τὴν τῶν τολμώντων αὐτὸ κεφαλήν. Καὶ ὅτι οὐχ ἁπλῶς ταῦτα συλλογίζομαι, καὶ ἀπ’ αὐτοῦ τοῦ πράγματος ἐπιδείξω τοῦτο συμβὰν, ἵν’ εἰδῆτε ὅτι, κἂν τὰ ἡμέτερα ἡμῖν ἅπαντα ᾖ διῳκημένα, τῆς γοῦν τῶν παίδων ἀμελοῦντες σωτηρίας, τὴν ἐσχάτην τίσο‐
20μεν δίκην. Ἐρῶ δὲ ὑμῖν τινα λόγον οὐκ ἐμὸν, ἀλλ’ ἐν ταῖς θείαις κείμενον Γραφαῖς· Ἱερεύς τις ἦν παρὰ τοῖς Ἰουδαίοις, μέτριος ἄνθρωπος καὶ ἐπιεικὴς, Ἠλεὶ τούτῳ ὄνομα ἦν. Οὗτος ὁ Ἠλεὶ γίνεται δύο παίδων πατήρ· καὶ ὁρῶν αὐτοὺς ἐπὶ κακίαν βαδίζοντας οὐ κατ‐
25εῖχεν οὐδὲ ἐκώλυε· μᾶλλον δὲ κατεῖχε μὲν καὶ ἐκώλυε, οὐ μετὰ πάσης δὲ τοῦτο ἐποίει σπουδῆς. Τὰ ἐγκλήματα δὲ τῶν παίδων τούτων ἦν πορνεία τε καὶ γαστριμαργία. Ἤσθιον γὰρ, φησὶ, πρὸ τοῦ καθαγιασθῆναι τὰ κρέα τὰ ἱερὰ καὶ τὴν θυσίαν ἀνενεχθῆναι τῷ Θεῷ. Ταῦτα δὲ ἀκούων ὁ
30πατὴρ, τιμωρίαν μὲν οὐκ ἐπέθηκε, λόγῳ δὲ καὶ παραι‐ νέσει ἐπειρᾶτο τῆς πονηρίας ταύτης ἀπάγειν αὐτοὺς, καὶ τοιαῦτα συνεχῶς πρὸς αὐτοὺς ἔλεγε ῥήματα· Μὴ τέκνα, μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν τοῦ ποιεῖν τὸν λαὸν μὴ λατρεύειν τῷ Κυ‐
35ρίῳ. Ἐὰν ἁμαρτὼν ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, προσεύ‐ ξονται περὶ αὐτοῦ πρὸς Κύριον· ἐὰν δὲ τῷ Κυρίῳ ἁμάρτῃ ἄνθρωπος, τίς προσεύξεται περὶ αὐτοῦ; Καί‐ τοι πολλὴ ἡ τῶν ῥημάτων βαρύτης, καὶ ἡ ἐντροπὴ, καὶ τὸν νοῦν ἕχοντα ἱκανὴ ἀνακτήσασθαι· τό τε γὰρ ἁμάρτημα
40ἐπῆρε, καὶ φοβερὸν ἔδειξε, τήν τε ἐπικειμένην δίκην ἀφόρητον ἀπέφηνε καὶ φρικτήν· ἀλλ’ ὅμως ἐπειδὴ μὴ πᾶν ὅσον ἐχρῆν ἐπεδείξατο, καὶ αὐτὸς μετ’ ἐκείνων ἀπώλετο. Καὶ γὰρ ἀπειλὰς προσθεῖναι ἐχρῆν, καὶ ἐξ ὄψεως ποιῆσαι τῆς ἑαυτοῦ, καὶ μάστιγας ἐπιθεῖναι, καὶ βαρύτερον πολ‐
45λῷ γενέσθαι καὶ χαλεπώτερον. Ἐπειδὴ οὖν τούτων οὐδὲν ἐποίησεν, ἑαυτῷ τε κἀκείνοις ἐξεπολέμωσε τὸν Θεὸν, καὶ φεισάμενος αὑτοῦ τῶν παίδων ἀκαίρως, μετὰ τῶν παίδων καὶ τὴν ἑαυτοῦ προσαπώλεσε σωτηρίαν. Ἄκουσον γοῦν τί φησι πρὸς αὐτὸν ὁ Θεὸς, μᾶλλον δὲ πρὸς αὐτὸν μὲν οὐκ‐

47

.

352

(50)

έτι· οὐδὲ γὰρ ἀποκρίσεως αὐτὸν ἄξιον ἔκρινεν εἶναι λοι‐ πὸν, ἀλλ’ ὥσπερ τινὰ οἰκέτην τὰ μέγιστα προσκεκρουκό‐ τα, δι’ ἑτέρου ποιεῖ μαθεῖν τὰ καταληψόμενα αὐτὸν κακά· τοσαύτη ἦν ἡ τοῦ Θεοῦ τότε ὀργή. Ἄκουσον γοῦν τί φησι πρὸς τὸν ἐκείνου μαθητὴν περὶ τοῦ διδασκάλου· καὶ γὰρ
55καὶ τῷ μαθητῇ, καὶ ἑτέρῳ προφήτῃ, καὶ πᾶσιν ὑπὲρ τῶν ἐκείνου μᾶλλον διελέγετο κακῶν, ἢ ἐκείνῳ· οὕτως αὐτὸν εἰς τέλος ἀπέστραπτο. Τί δὴ οὖν φησι τῷ Σαμουήλ; Ἔγνω ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει
αὐτούς· καὶ οὐχ οὕτως, καὶ μὴν ἐνουθέτησεν, ἀλλ’ οὐδὲ

47

.

353

νουθεσίαν εἶναι τοῦτό φησιν ὁ Θεός· οὕτως αὐτῆς κατέγνω, ἐπειδὴ τὸ σφοδρὸν οὐκ εἶχε καὶ ἐπιτεταμένον. Ὥστε κἂν προνοῶμεν τῶν παίδων, μὴ τοσοῦτον δὲ ὅσον χρὴ, οὐδὲ πρόνοια τοῦτό ἐστιν, ὥσπερ οὖν οὐδ’ ἡ τοῦ Ἠλεὶ νουθεσία.
5Εἰπὼν δὲ τὸ ἔγκλημα, καὶ τὴν κόλασιν ἐπάγει μετὰ πολ‐ λῆς τῆς ὀργῆς· Ὤμοσα γὰρ, φησὶ, τῷ οἴκῳ Ἠλεὶ, εἰ ἐξιλάσεται ἡ ἁμαρτία τῷ οἴκῳ Ἠλεὶ ἢ ἐν θυμιάματι, ἢ ἐν θυσίαις ἕως τοῦ αἰῶνος. Εἶδες ἀγανάκτησιν ἐπιτε‐ ταμένην, καὶ ἀσύγγνωστον κόλασιν; Πάντως αὐτὸν, φησὶν,
10ἀπολέσθαι χρὴ, καὶ οὐκ αὐτὸν μόνον οὐδὲ τοὺς παῖδας, ἀλλὰ καὶ τὴν οἰκίαν ἅπασαν μετ’ ἐκείνου, καὶ οὐδὲν ἔσται φάρμακον. ὃ τὴν πληγὴν ταύτην ἰάσεται· καίτοι πλὴν τῆς εἰς τοὺς παῖδας ῥᾳθυμίας, οὐδὲν ἕτερον εἶχεν ἐγκαλεῖν ὁ Θεὸς τῷ πρεσβύτῃ τότε ἐκείνῳ, ἀλλ’ ἦν ἅπαντα τὰ ἄλλα
15θαυμαστὸς, καὶ τὴν φιλοσοφίαν αὐτοῦ πᾶσαν οὐκ ἐκ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ ἀπ’ αὐτῶν τῶν κατὰ τὴν συμφορὰν ταύτην ἐπισυμβάντων ἔστιν ἰδεῖν. Πρῶτον μὲν γὰρ, ἐπει‐ δὴ ταῦτα πάντα ἤκουσε, καὶ πρὸς ἔσχατον τιμωρίας ἥκοντα εἶδεν ἑαυτὸν, οὐκ ἀπεδυσπέτησεν, οὐκ ἐδυσχέρανεν,
20οὐκ εἶπέ τι τοιοῦτον, οἷον εἰκὸς τοὺς πολλούς· Μὴ γὰρ ἐγὼ τῆς ἑτέρων κύριός εἰμι γνώμης; τῶν οἰκείων ἁμαρ‐ τημάτων ὀφείλω δίκας· οἱ παῖδες δὲ ἡλικίαν ἔχουσι, καὶ αὐτοὶ ἂν εἶεν δίκαιοι κολάζεσθαι μόνον. Τούτων οὐδὲν οὔτε εἶπεν οὔτε ἐνενόησεν· ἀλλ’ ὥσπερ οἰκέτης εὐγνώμων, καὶ
25ἓν μόνον εἰδὼς, τὰ παρὰ τοῦ Δεσπότου εὐκόλως φέρειν, κἂν λυπηρὰ ὄντα τύχῃ, οὕτω τὰ πολλῆς γέμοντα φιλοσο‐ φίας ἐφθέγγετο ῥήματα· Κύριος γὰρ, φησὶν, αὐτὸς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει. Καὶ οὐκ ἐντεῦθεν μό‐ νον, ἀλλὰ καὶ ἑτέρωθεν ἔστιν αὐτοῦ τὴν ἀρετὴν κατιδεῖν.
30Πολέμου γὰρ καταλαβόντος τοὺς Ἰουδαίους, ἐπειδή τις ἐλθὼν ἀπήγγειλε τὰς ἐν τῷ πολέμῳ συμφορὰς καὶ πῶς οἱ παῖδες αὐτοῦ κατεκόπησαν αἰσχρῶς καὶ ἐλεεινῶς ἐν τῇ μάχῃ, ταῦτα μὲν οὖν ἀκούων ἡσύχαζεν· ὡς δὲ προσέθηκεν ἐκεῖνος τῇ σφαγῇ ταύτῃ τῆς κιβωτοῦ τὴν ἁρπαγὴν τὴν
35ὑπὸ τῶν πολεμίων γενομένην, τότε δὴ σκοτωθεὶς ὑπὸ τῆς ἀθυμίας ὁ γέρων ἔπεσεν ἀπὸ τοῦ δίφρου εἰς τὰ ὀπίσω ἐχόμενα τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ, ὅτι πρε‐ σβύτης ἦν καὶ βαρὺς καὶ ἔνδοξος, καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ εἴκοσιν ἔτη. Εἰ δὲ τὸν ἱερέα, τὸν πρεσβύτην, τὸν
40ἔνδοξον, τὸν εἴκοσιν ἔτη προστάντα ἀλήπτως τοῦ τῶν Ἑβραίων γένους, τὸν ἐν χρόνοις πολιτευόμενον οὐ πολλὴν ἀπαιτοῦσιν ἀκρίβειαν, οὐδὲν τούτων ἴσχυσε παραιτήσα‐ σθαι, ἀλλ’, ἐπειδὴ τῶν παίδων οὐκ ἐπεμελήθη μετὰ ἀκρι‐ βείας, σφόδρα καὶ ἐλεεινῶς ἀπώλετο, καὶ τῆς ὀλιγωρίας
45ταύτης ἡ ἁμαρτία, καθάπερ κῦμα ἄγριον καὶ μέγα, πάντα ὑπερέσχεν ἐκεῖνα, καὶ τὰ κατορθώματα ἔκρυψεν ἅπαντα· τίς ἡμᾶς λήψεται δίκη τοὺς ἐν χρόνοις γενομένους πολλῷ μείζονα ἀπαιτοῦσι φιλοσοφίαν, καὶ τῆς ἀρετῆς ἀποδέοντας τῆς ἐκείνου, καὶ τῶν παίδων οὐ μόνον οὐ προϊσταμένους,

47

.

353

(50)

ἀλλὰ καὶ τοῖς βουλομένοις τοῦτο ποιεῖν ἐπιβουλεύοντας καὶ πολεμοῦντας, καὶ βαρβάρου παντὸς χαλεπώτερον περὶ τὰ ἔκγονα διακειμένους; Ἡ μὲν γὰρ ἐκείνων ὠμότης μέ‐ χρι δουλείας καὶ ἀναστατώσεως καὶ ἀνδραποδισμοῦ τῆς πα‐ τρίδος καὶ τῶν τοῦ σώματος ἕστηκε κακῶν, ὑμεῖς δὲ αὐ‐
55τὴν καταδουλοῦτε τὴν ψυχὴν, καὶ καθάπερ τινὰ αἰχμά‐ λωτον δήσαντες, οὕτω δαίμοσι πονηροῖς καὶ ἀγρίοις καὶ τοῖς ἐκείνων παραδίδοτε πάθεσιν. Ὅταν γὰρ μήτε αὐτοὶ παραινῆτέ τι πνευματικὸν, μή τε ἑτέρους βουλομένους τοῦτο ποιεῖν ἀφίητε, οὐδὲν ἕτερον ἢ τοῦτο ἐργάζεσθε. Καὶ
60μή μοι λεγέτω τις ὅτι πολλοὶ μειζόνως τοῦ Ἠλεὶ τῶν οἰ‐

47

.

354

κείων ἀμελήσαντες παίδων οὐδὲν ἔπαθον οἷον ὁ Ἠλεί· ἔπαθον μὲν γὰρ καὶ πολλοὶ πολλάκις καὶ χαλεπώτερα τούτων, καὶ διὰ ταύτην τὴν ἁμαρτίαν. Πόθεν γὰρ ἄωροι θάνατοι; πόθεν νόσοι χαλεπαὶ καὶ συνεχεῖς, καὶ ἡμῖν καὶ
5τοῖς παισὶν αὐτοῖς; πόθεν ζημίαι, πόθεν περιστάσεις, πό‐ θεν ἐπήρειαι, πόθεν τὰ μυρία κακά; οὐκ ἐκ τοῦ μοχθη‐ ροὺς ὄντας τοὺς παῖδας περιορᾷν; Καὶ ὅτι οὐ στοχασμὸς τοῦτό ἐστιν, ἱκανὰ μὲν καὶ τὰ τοῦ πρεσβύτου πιστώσασθαι πάθη· ἐγὼ δὲ ὑμῖν καὶ λόγον ὑπὲρ τούτων ἐρῶ σοφοῦ τι‐
10νος ἀνδρὸς τῶν παρ’ ἡμῖν· περὶ γὰρ παίδων οὗτος διαλε‐ γόμενος οὕτω πώς φησι· Μὴ εὐφραίνου ἐπὶ υἱοῖς ἀσε‐ βέσιν· εἰ μὴ ἔστι φόβος μετ’ αὐτῶν Θεοῦ, μὴ ἐμπι‐ στεύσῃς τῇ ζωῇ αὐτῶν. Στενάξεις γὰρ πένθει ἀώρῳ, καὶ ἐξάπινα αὐτῶν συντέλειαν γνώσῃ. Πολλοὶ μὲν οὖν,
15ὅπερ ἔφην, πολλὰ τοιαῦτα πεπόνθασιν· εἰ δέ τινες καὶ δι‐ έφυγον, ἀλλ’ οὐκ εἰς τέλος ἐκφεύξονται, ἀλλ’ ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς· πικροτέραν γὰρ ἀπελθόντες ἐκεῖ δώ‐ σουσι δίκην. Τίνος γὰρ ἕνεκεν, φησὶν, οὐκ ἐνταῦθα πάντες κολάζονται; Ὅτι ὥρισεν ἡμέραν ὁ Θεὸς, ἐν ᾗ μέλλει κρί‐
20νειν τὴν οἰκουμένην· αὕτη δὲ οὔπω πάρεστιν ἡ ἡμέρα. Καὶ ἄλλως δὲ τοῦτο εἰ ἐγίνετο, προανάλωτο ἂν καὶ προ‐ ανήρπαστο ἡμῶν ἅπαν τὸ γένος. Ἀλλ’ ἵνα μήτε τοῦτο συμβῇ, μήτε ῥᾳθυμότεροι πολλοὶ γίγνωνται τῇ μελλήσει τῆς κρίσεως, λαμβάνων τινὰς ὑπευθύνους ἁμαρτήμασιν
25ὁ Θεὸς, καὶ κολάζων ἐνταῦθα, διδάσκει τοὺς λοιποὺς δι’ ἐκείνων, τὰ μέτρα τῶν κειμένων αὐτοῖς τιμωριῶν, ἵνα ἐπιστῶνται ὅτι κἂν ἐνταῦθα μὴ δῶσι δίκην, ἀπελθόντες ἐκεῖ δώσουσι πάντως χαλεπωτέραν. Μὴ γὰρ, ἐπειδὴ προ‐ φήτην οὐ πέμπει νῦν οὐδὲ προαγορεύει τὴν τιμωρίαν,
30καθάπερ ἐπὶ τοῦ Ἠλεὶ, διὰ ταῦτα ἀναισθητῶμεν· οὐ γάρ ἐστι προφητῶν καιρὸς, μᾶλλον δὲ πέμπει καὶ νῦν. Πόθεν δὲ ἡμῖν τοῦτο δῆλον; Ἔχουσι, φησὶ, Μωσέα καὶ τοὺς προφήτας. Τὰ γὰρ πρὸς ἐκείνους εἰρημένα οὐχ ἧττον καὶ πρὸς ἡμᾶς εἴρηται, καὶ οὐχὶ τῷ Ἠλεὶ μόνον, ἀλλὰ καὶ
35πᾶσι τοῖς τὰ αὐτὰ ἁμαρτάνουσιν ἐκείνῳ δι’ ἐκείνου καὶ τῶν ἐκείνου διαλέγεται παθῶν. Οὐδὲ γάρ ἐστι προσωπο‐ λήπτης ὁ Θεὸς, οὐδὲ ὁ τὸν ἐλάττονα ἁμαρτόντα οὕτω πανέστιον ἀνατρέψας, τοὺς χαλεπώτερα πεπλημμελη‐ κότας ἀτιμωρήτους ἀφίησι.
40 δʹ. Καὶ γὰρ οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ὅτι οὐ πολὺς αὐτῷ τοῦ πράγματος ὁ λόγος· πολλὴν γὰρ ὑπὲρ τῆς τῶν παίδων ἀνατροφῆς ποιεῖται σπουδήν. Ἐπιθυμίαν τε γὰρ τοσαύτην τῇ φύσει διὰ τοῦτο ἐνέσπειρεν, ἵνα ὥσπερ εἰς ἀνάγκην τινὰ ἄφυκτον τῆς περὶ τὰ τεχθέντα προνοίας καταστήσῃ
45τοὺς φυτευσαμένους αὐτά· νόμους τε εἰσήνεγκεν ὕστε‐ ρον ὑπὲρ τῆς τούτων ἐπιμελείας διαλεγόμενος ἡμῖν. Καὶ ἑορτὰς δὲ τιθεὶς, κελεύει τὰ παιδία αὐτῶν διδάσκειν τὴν ὑπόθεσιν. Περὶ γὰρ τοῦ Πάσχα διαλεχθεὶς ἐπήγαγε· Καὶ ἀπαγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων·

47

.

354

(50)

Διὰ τοῦτο ἐποίησεν ὁ Θεός μοι, ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου. Καὶ ἐπὶ τοῦ νόμου δὲ τὸ αὐτὸ τοῦτο ποιεῖ· περὶ γὰρ τῶν πρωτοτόκων εἰπὼν προστίθησι πάλιν· Ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα λέγων· Τί τοῦτο; ἐρεῖς πρὸς αὐτὸν, ὅτι Ἐν χειρὶ κραταιᾷ ἐξ‐
55ήγαγεν ἡμᾶς Κύριος ἐξ Αἰγύπτου ἐξ οἴκου δουλείας. Ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἀπὸ πρω‐ τοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν. Διὰ τοῦ‐
το ἐγὼ θύω Κυρίῳ πᾶν διανοῖγον μήτραν ἀρσενικόν·

47

.

355

διὰ πάντων εἰς θεογνωσίαν κελεύων ἅγειν αὐτούς. Καὶ αὐτοῖς δὲ τοῖς παιδίοις πολλὰ περὶ τῶν γεγεννηκότων αὐτοὺς διατάττεται, τοὺς μὲν εὐνοϊκῶς διακειμένους τι‐ μῶν, κολάζων δὲ τοὺς ἀγνώμονας, καὶ ταύτῃ πάλιν αὐ‐
5τοὺς ποθεινοτέρους τοῖς φυτευσαμένοις ποιῶν. Ὅταν γάρ τινος ποιήσῃ τις ἡμᾶς κυρίους, μεγίστην ἡμῖν ἀνάγκην τῆς ὑπὲρ αὐτοῦ προνοίας ἐπιτίθησι τὴν τιμήν· καὶ γὰρ εἰ μηδὲν ἕτερον. τοῦτο γοῦν ἡμᾶς δυσωπῆσαι ἱκανὸν, τὸ πάντα τὰ ἐκείνου ἐν ταῖς ἡμετέραις κεῖσθαι χερσὶ, καὶ
10οὐκ ἂν ἀνασχοίμεθα προδοῦναι ταχέως τὸν οὕτως ἐμπι‐ στευθέντα ἡμῖν· ὅταν δὲ μετὰ τοῦτο καὶ συνοργίζηται καὶ ἀγανακτῇ πλέον τῶν ὑβρισμένων αὐτῶν, καὶ χαλεπὸς γί‐ νηται τιμωρὸς, καὶ ταύτῃ πολὺ πλέον ἐφέλκεται· ὅπερ οὖν ἐποίησε καὶ ὁ Θεός. Πρὸς τούτοις καὶ τὸν ἀπὸ τῆς
15φύσεως τρίτον ἐπήγαγε δεσμὸν, εἰ δὲ βούλει, πρῶτον. Καὶ ἵνα μὲν τῶν προσταγμάτων αὐτοῦ μὴ καταφρονῶσιν οἱ πατέρες, κελευόμενοι τρέφειν τοὺς παῖδας, τὴν ἀπὸ τῆς φύσεως ἐπέθηκεν ἀνάγκην. Ἵνα δὲ μή ποτε ταῖς τῶν παί‐ δων ὕβρεσιν ἀσθενεστέρα γενομένη αὕτη διαῤῥήγνυται,
20τήν τε παρ’ αὐτοῦ καὶ τὴν παρ’ αὐτῶν τῶν γεννησαμένων ἐπετείχισε τιμωρίαν, καὶ τούτους μετὰ ἀκριβείας ὑποτάσ‐ σων πολλῆς, κἀκείνων ταύτῃ διεγείρων τὸν πόθον. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρῳ τετάρτῳ τρόπῳ σφοδρῶς ἡμᾶς καὶ μετὰ ἀκριβείας αὐτοῖς συνέδησεν. Οὐ γὰρ τοὺς
25παῖδας μόνον κακοὺς μὲν ὄντας περὶ τοὺς γεγεννηκότας κολάζει, γινομένους δὲ ἀγαθοὺς ἀποδέχεται, ἀλλὰ καὶ ἐπὶ τῶν πατέρων τὸ αὐτὸ δὴ τοῦτο ποιεῖ, κολάζων μὲν πικρῶς τοὺς ἀμελοῦντας αὐτῶν, τιμῶν δὲ καὶ ἐπαινῶν τοὺς ἐπι‐ μελουμένους. Καὶ γὰρ τὸν πρεσβύτην τοῦτον, καίτοι τἄλλα
30ὅντα λαμπρὸν, ἀπὸ ταύτης τῆς ὀλιγωρίας ἐτιμωρήσατο μόνης, καὶ τὸν πατριάρχην δὲ τῶν ἄλλων οὐχ ἧττον ἀπὸ ταύτης ἐτίμησε τῆς προνοίας· λέγων γὰρ τὰς πολλὰς καὶ μεγάλας δωρεὰς ἐκείνας, ἃς ὑπέσχετο δώσειν αὐτῷ, καὶ τὴν αἰτίαν τιθεὶς, ταύτην ἐτίθει· ᾜδειν γὰρ, φησὶν, ὅτι
35συντάξει Ἀβραὰμ τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐ‐ τοῦ μετ’ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου τοῦ Θεοῦ, ποιεῖν δικαιοσύνην καὶ κρίσιν. Ταῦτα δέ μοι εἴρηται νῦν, ἵνα μάθωμεν ὅτι οὐκ οἴσει πράως ὁ Θεὸς ἀμελουμένων τῶν οὕτω περισπουδάστων αὐτῷ. Οὐδὲ γάρ
40ἐστι τοῦ αὐτοῦ τοσαῦτα μὲν ὑπὲρ τῆς τούτων πραγμα‐ τεύεσθαι σωτηρίας, καταφρονουμένων δὲ αὐτῶν τούτων παρορᾷν. Οὐ τοίνυν περιόψεται, ἀλλὰ καὶ ἀγανακτήσει, καὶ ὀργιεῖται σφοδρῶς, καθάπερ ἀποδέδεικται διὰ τῶν πραγμάτων αὐτῶν. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος
45παραινεῖ συνεχῶς λέγων· Οἱ πατέρες, ἐκτρέφετε τὰ τέ‐ κνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Εἰ γὰρ ἡμεῖς ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν αὐτῶν κελευόμεθα ὡς λόγον ἀποδώσοντες, πολλῷ μᾶλλον ὁ πατὴρ ὁ γεννησάμενος, ὁ θρεψάμενος, ὁ συνοικοῦντα ἔχων διαπαντός. Ὥσπερ

47

.

355

(50)

γὰρ ἐπὶ τῶν οἰκείων ἁμαρτημάτων οὐκ ἔχει καταφυγεῖν εἰς ἀπολογίαν καὶ συγγνώμην, οὕτως οὐδὲ ὑπὲρ τῶν τοῖς παισὶν ἁμαρτανομένων. Καὶ τοῦτο πάλιν ὁ μακάριος Παῦλος κατέστησε φανερόν. Νομοθετῶν γὰρ ὁποίους τι‐ νὰς εἶναι χρὴ τοὺς ἐπὶ τὴν τῶν ἅλλων ἐρχομένους ἀρχὴν,
55μετὰ τῶν ἄλλων ἁπάντων τῶν ἀναγκαίως αὐτοῖς ὀφειλόν‐ των προσεῖναι, καὶ τὴν τῶν παίδων ἐπιμέλειαν ἀπαιτεῖ, ὡς οὐκ οὔσης ἡμῖν συγγνώμης διαστραφέντων ἐκείνων· καὶ μάλα εἰκότως. Εἰ μὲν γὰρ ἐκ φύσεως ἡ κακία τοῖς ἀνθρώποις προσῆν, εἰκότως ἄν τις πρὸς ἀπολογίαν κατ‐
60έφυγεν· ἐπειδὴ δὲ ἐκ προαιρέσεως καὶ φαῦλοι γινόμεθα

47

.

356

καὶ σπουδαῖοι, τίνα ἂν λόγον ἔχοι εὐπρόσωπον εἰπεῖν ὁ τὸν μάλιστα πάντων ποθούμενον διαστραφῆναι καὶ γενέ‐ σθαι πονηρὸν ἀφιείς; Ὅτι οὐκ ἐβούλετο ποιῆσαι χρη‐ στόν; Ἀλλ’ οὐδεὶς ἂν τοῦτο εἴποι πατήρ· ἡ γὰρ φύσις
5ἐφέστηκε πρὸς τοῦτο αὐτὸν διεγείρουσα συνεχῶς. Ἀλλ’ οὐκ ἠδύνατο; Ἀλλ’ οὐδὲ τοῦτο· καὶ γὰρ τὸ ἁπαλὸν ὄντα ἔτι λαβεῖν, καὶ τὸ πρῶτον, καὶ μόνον τὴν ἐξουσίαν ἐγ‐ χειρισθῆναι τὴν ἐκείνου, καὶ τὸ διαπαντὸς ἔχειν ἔνδον, ῥᾳδίαν αὐτῷ καὶ σφόδρα εὔκολον ποιεῖ τὴν προστασίαν.
10Ὥστε οὐδαμόθεν τὴν διαστροφὴν γίνεσθαι τῶν παίδων, ἀλλ’ ἐκ τῆς περὶ τὰ βιωτικὰ μανίας· τὸ γὰρ πρὸς ἐκεῖνα μόνον ἀποβλέπειν, καὶ μηδὲν τούτων ἐθέλειν προτιμᾷν, καὶ τῶν παίδων μετὰ τῆς αὐτῶν ψυχῆς ἀναγκάζονται ἀμε‐ λεῖν. Τούτους ἐγὼ τοὺς πατέρας (καὶ μή τις θυμοῦ τὸ λε‐
15γόμενον εἶναι νομιζέτω) καὶ αὐτῶν τῶν παιδοκτόνων χεί‐ ρους εἶναι φαίην ἄν. Ἐκεῖνοι μὲν γὰρ τὸ σῶμα τῆς ψυχῆς διιστῶσιν, οὗτοι δὲ ταύτην μετ’ ἐκείνου φέροντες εἰς τὴν τῆς γεέννης ἐμβάλλουσι πυράν· κἀκεῖνον μὲν ἀνάγκη τὸν θάνατον καὶ παρὰ τῆς φύσεως δέξασθαι πάντως, τοῦτον
20δὲ ἐνῆν καὶ διαφυγεῖν, εἰ μὴ ἡ τῶν πατέρων αὐτὸν ἐπ‐ ήγαγε ῥᾳθυμία. Πρὸς τούτοις, τὴν μὲν τοῦ σώματος τε‐ λευτὴν ἀνάστασις ἐπελθοῦσα ταχέως ἀφανίσαι δυνήσεται· τὴν δὲ τῆς ψυχῆς ἀπώλειαν οὐδὲν ἔτι παραμυθήσεται· οὐ γὰρ σωτηρία αὐτὴν διαδέχεται λοιπὸν, ἀλλ’ ἀθάνατα ἀνάγ‐
25κη κολάζεσθαι. Ὥστε οὐκ ἀπεικότως τῶν παιδοκτόνων τοὺς τοιούτους πατέρας χείρους ἂν εἴποιμεν εἶναι. Οὐδὲ γάρ ἐστιν οὕτω δεινὸν ἀκονῆσαι ξίφος, καὶ δεξιὰν ὁπλίσαι, καὶ εἰς αὐτὸν τοῦ παιδὸς βαπτίσαι τὸν λαιμὸν, ὡς τὸ ψυ‐ χὴν ἀπολέσαι καὶ διαφθεῖραι· ταύτης γὰρ ἡμῖν ἴσον οὐδέν.
30 εʹ. Τί οὖν; πόλιν οἰκοῦντα, καὶ οἰκίαν καὶ γυναῖκα ἔχοντα οὐκ ἔνι σωθῆναι, φησί; Μάλιστα μὲν οὐχ εἷς σωτηρίας τρόπος, ἀλλὰ πολλοὶ καὶ διάφοροι. Καὶ τοῦτο λέγει μὲν ἀορίστως ὁ Χριστὸς, πολλὰς εἶναι μονὰς ἀποφαινόμενος παρὰ τῷ Πατρί· λέγει δὲ μετὰ διορισμοῦ τινος ὁ Παῦλος,
35οὕτω γράφων· Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σε‐ λήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οἱ μὲν ὡς ἥλιος λάμψουσιν, οἱ δὲ ὡς σελήνη, οἱ δὲ ὡς ἀστέρες. Καὶ οὐδὲ ἐνταῦθα ἔστη τῆς διαφορᾶς, ἀλλὰ καὶ ἐν αὐτοῖς τού‐
40τοις πολλὴν δείκνυσιν εἶναι τὴν διαλλαγὴν, καὶ τοσαύ‐ την, ὅσην ἐν ἀριθμῷ τοσούτῳ συμβαίνειν εἰκός. Ἀστὴρ γὰρ, φησὶν, ἀστέρος διαφέρει ἐν δόξῃ. Ἐννόησον τοίνυν ἀπὸ τοῦ ἡλιακοῦ μεγέθους πρὸς τὸν ἔσχατον πάντων ἀστέρα ὁδεύων, πόσους ἀξιωμάτων βαθμοὺς καταβαίνειν εἰκός.
45Πῶς οὖν οὐκ ἄτοπον, εἰ μὲν εἰς βασίλεια τὸν υἱὸν ἦγες, ἅπαντα ποιεῖν τε καὶ πάσχειν, κἀκεῖνον ἀναπείθων ὁμοίως, ὥστε αὐτὸν ἐγγὺς ποιῆσαι τοῦ βασιλέως, καὶ μηδὲν ὅλως ὑπολογίζεσθαι, μὴ δαπάνην, μὴ κίνδυνον, μὴ θάνατον αὐ‐ τόν· περὶ δὲ τῆς ἐν τοῖς οὐρανοῖς στρατείας προκειμένης

47

.

356

(50)

ἡμῖν τῆς σκέψεως, μὴ ἀλγεῖν, εἰ τὸν ἔσχατον λάβοι τόπον, καὶ πάντων ὕστατος γένοιτο; Πλὴν ἀλλ’, εἰ δοκεῖ, καὶ αὐτὸ τοῦτο ἴδωμεν, εἰ δυνατὸν τὸν ἐν μέσῳ στρεφόμενον ταύτην γοῦν τὴν λῆξιν λαβεῖν. Ὁ μὲν γὰρ μακάριος Παῦλος ἀπεφήνατο ἐν βραχεῖ περὶ τούτου, καὶ τοὺς τὰς γυναῖκας
55ἔχοντας οὐκ ἔφησεν ἄλλως δύνασθαι σώζεσθαι, πλὴν εἰ μὴ οὕτως αὐτὰς ἔχοιεν ὡς οὐκ ἔχοντες, καὶ τῷ κόσμῳ μὴ παραχρῷντο. Ἡμεῖς δὲ αὐτὸ, εἰ βούλει, καὶ τῷ λόγῳ
ἐπέλθωμεν. Ἔχεις οὖν εἰπεῖν, ὅτι ἢ σοῦ συμβουλεύοντος

47

.

357

ἤκουσεν ὁ υἱὸς, ἢ ἀφ’ ἑαυτοῦ συνεῖδέ ποτε, ὅτι τὸν ὀμνόντα, κἂν εὐορκῇ, προσκρούειν ἔνι Θεῷ; Τί δὲ, ὅτι τὸν μνησικακοῦντα σωθῆναι οὐκ ἔνι; Ὀδοὶ γὰρ, φησὶ, μνησικάκων εἰς θάνατον. Ἀλλ’ ὅτι τὸν κακήγο‐
5ρον οὕτως ἠτίμωσεν ὁ Θεὸς, ὡς καὶ τῆς ἀναγνώσεως ἀπεῖρξαι τῶν θείων λόγων; Τί δὲ, ὅτι τὸν ἀλαζόνα καὶ ὑβριστὴν ἐξέβαλε τῶν οὐρανῶν, καὶ τῷ τῆς γεέννης παρέδωκε πυρί; τί δὲ, ὅτι τὸν ἀκολάστοις ἐνορῶντα ὀφθαλμοῖς ὡς ἀπηρτισμένον, οὕτως ἐκόλασε μοιχόν;
10Ἀλλὰ τὸ πρόχειρον τοῦτο πᾶσιν ἁμάρτημα, τὸ κρίνειν τοὺς πλησίον, καὶ χαλεπωτέραν ἐπισπᾶσθαι τὴν κόλα‐ σιν, παρῄνεσάς ποτε φυγεῖν, καὶ τοὺς τοῦ Χριστοῦ περὶ τούτων κειμένους νόμους ἀνέγνως αὐτῷ; ἢ οὐδὲ οἶδας ὅτι ποτὲ ταῦτά ἐστι; Πῶς οὖν αὐτὰ δυνήσεται κατορ‐
15θοῦν ὁ υἱὸς, ὧν οὐδὲ τοὺς νόμους οἶδεν ὁ μέλλων αὐτὸν διδάξειν πατήρ; Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινὸν, τὸ μηδὲν τῶν χρησίμων συμβουλεύειν αὐτοῖς, καὶ οὐκ ἂν τοσοῦτον ἦν· νυνὶ δὲ αὐτοὺς καὶ πρὸς τἀναντία ὠθεῖτε. Οὐδὲ γὰρ ἄλλο τι τῶν πατέρων ἔστιν ἀκοῦσαι
20διαλεγομένων πρὸς τοὺς παῖδας, ὅταν αὐτοὺς παρακα‐ λῶσιν ὑπὲρ τῆς τῶν λόγων σπουδῆς, ἀλλ’ ἢ ταυτὶ τὰ ῥήματα· Ὁ δεῖνα, φησὶ, ταπεινὸς καὶ ἐκ ταπεινῶν τὴν ἀπὸ τῶν λόγων κτησάμενος δύναμιν, ἦρξε μεγίστας ἀρχὰς, πλοῦτον ἐκτήσατο πολὺν, γυναῖκα ἔλαβεν εὔπο‐
25ρον, οἰκίαν ᾠκοδόμησε λαμπρὰν, φοβερός ἐστιν ἅπασι καὶ ἐπίδοξος. Πάλιν ἔτερος, ὁ δεῖνα, φησὶ, τὴν Ἰταλῶν γλῶσσαν ἐκπαιδευθεὶς, ἐν τοῖς βασιλείοις ἐστὶ λαμπρὸς, καὶ πάντα ἄγει καὶ φέρει τὰ ἔνδον. Καὶ ἕτερος ἕτερον δείκνυσι πάλιν, πάντες δὲ τοὺς ἐπὶ γῆς εὐδοκίμους·
30τῶν δὲ ἐν τοῖς οὐρανοῖς οὐδὲ ἅπαξ τις μέμνηται, ἀλλὰ κἂν μνησθῆναι ἕτερος ἐπιχειρήσῃ, ὡς πάντα ἀνατρέ‐ πων ἐλαύνεται. ϛʹ. Ὅταν οὖν ἐξ ἀρχῆς αὐτοῖς ταῦτα ἐπᾴδητε, οὐδὲν ἕτε‐ ρον ἀλλ’ ἢ τὴν ὑπόθεσιν αὐτοὺς πάντων διδάσκετε τῶν
35κακῶν, δύο τοὺς τυραννικωτάτους ἐντιθέντες ἔρωτας, τὸν τῶν χρημάτων λέγω, καὶ τὸν τούτου παρανομώτε‐ ρον, τὸν τῆς δόξης τῆς κενῆς καὶ ματαίας. Τούτων δὲ ἕκαστος καὶ καθ’ ἑαυτὸν μὲν πάντα ἀνατρέψαι ἱκανός· ὅταν δὲ καὶ ὁμοῦ συνελθόντες εἰς τὴν τοῦ νέου ψυ‐
40χὴν ἁπαλὴν οὖσαν ἐμπέσωσι, καθάπερ τινὲς χείμαῤῥοι συναφθέντες, ἅπαντα διαφθείρουσι τὰ καλὰ, τοσαύτας ἀκάνθας, τοσαύτην ἄμμον, τοσοῦτον ἐπισυνάγοντες τὸν φορυτὸν, ὡς ἄκαρπόν τε καὶ ἄγονον τῶν ἀγαθῶν πάν‐ των ἐκείνων ἐργάσασθαι τὴν ψυχήν. Καὶ μαρτυρήσειαν
45ἂν ἡμῖν ὑπὲρ τούτων καὶ οἱ τῶν ἔξωθεν λόγοι· τούτων γὰρ τῶν παθῶν θάτερον, οὐχὶ συνημμένον, ἀλλὰ καὶ καθ’ ἑαυτὸ, ὁ μὲν ἀκρόπολιν, ὁ δὲ κεφαλὴν προσεῖπε τῶν κα‐ κῶν. Εἰ δὲ κεχωρισμένον ἀκρόπολίς ἐστι καὶ κεφαλὴ, ὅταν τὸ χαλεπώτερον πολλῷ προσλάβῃ καὶ δυνατώτερον,

47

.

357

(50)

τὴν δοξομανίαν λέγω, καὶ μετ’ ἐκείνου φερόμενον ἐμ‐ πέσῃ καὶ ῥιζωθῇ καὶ προκαταλάβῃ τὴν τοῦ νέου ψυχὴν, τίς λοιπὸν ταύτην ἀναμοχλεῦσαι τὴν νόσον δυνήσεται, καὶ μάλιστα ὅταν καὶ οἱ πατέρες μὴ μόνον ὅπως διασα‐ λευθείη, ἀλλ’ ὅπως καὶ πάγια γένηται τὰ πονηρὰ ταῦτα
55φυτὰ, καὶ ποιῶσι πάντα καὶ λέγωσι; Τίς οὖν οὕτως ἀνόητος, ὡς μὴ ἀπογνῶναι τῆς σωτηρίας τοῦ τὰ τοιαῦτα
παιδευομένου παιδός; Ἀγαπητὸν γὰρ τῶν ἐναντίων

47

.

358

ἀπολαύουσαν ψυχὴν διαφυγεῖν πονηρίαν· ὅταν δὲ παν‐ ταχοῦ χρήματα τὰ ἔπαθλα ᾖ, καὶ ἄνδρες ἐναγεῖς εἰς ζῆλον προκείμενοι, ποία σωτηρίας ἐλπίς; Τοὺς γὰρ χρημάτων ἐρῶντας καὶ βασκάνους καὶ κακοήθεις καὶ
5πολυόρκους καὶ ἐπιόρκους καὶ θρασεῖς καὶ λοιδόρους καὶ κλέπτας καὶ ἀναισχύντους καὶ ἰταμοὺς καὶ ἀγνώμονας καὶ πάντα ἀνάγκη εἶναι τὰ κακά. Καὶ μάρτυς τούτων ἀξιόπιστος ὁ μακάριος Παῦλος, ῥίζαν τῶν ἐν τῷ βίῳ κακῶν τὴν φιλαργυρίαν εἰπών· καὶ πρὸ τούτου δὲ ὁ
10Χριστὸς αὐτὸ τοῦτο ἐδήλωσεν, ἀποφαινόμενος μὴ εἶναι δυνατὸν τῷ Θεῷ δουλεύειν τὸν ἐκείνῳ τῷ πάθει δουλεύ‐ οντα. Ὅταν οὖν ἐξ ἀρχῆς ὁ νέος ἐπὶ ταύτην ἄγηται τὴν δουλείαν, πότε δυνήσεται γενέσθαι ἐλεύθερος, πότε ἀνασχεῖν τοῦ κλυδωνίου, πάντων ὠθούντων, πάντων
15καταδυόντων, καὶ εἰς πολλὴν τοῦ καταβαπτίζεσθαι καθ‐ ιστώντων ἀνάγκην αὐτόν; Εἰ γὰρ μηδενὸς ἐνοχλοῦντος, εἰ πολλῶν ὀρεγόντων χεῖρα ἀναστῆναι δυνηθείη καὶ διαβλέψαι καὶ τὴν ἅλμην ἀπονίψασθαι τῆς κακίας, οὐκ ἀγαπητόν; εἰ γὰρ πολλῷ τῷ χρόνῳ ταῖς θείαις ᾠδαῖς
20ἐπᾳδόμενος ἰσχύσειε τὰ προσπεσόντα ἀπελάσαι νοσή‐ ματα, οὐκ ἐπαινεῖν αὐτὸν δεῖ καὶ στεφανοῦν μυριάκις; Δεινὸν γὰρ συνήθεια, δεινὸν κρατῆσαι καὶ ἑλεῖν ψυχὴν, καὶ μάλιστα ὅταν αὕτη μὲν ἡδονὴν ἔχῃ συμπράττουσαν, ἐκείνη δὲ πρὸς ἣν ἐπειγόμεθα καὶ μεθορμίσασθαι σπεύ‐
25δομεν, πολλοὺς παρέχῃ τοὺς πόνους ἡμῖν. Διὰ τοῦτο καὶ ὁ Θεὸς τῶν Ἑβραίων τοὺς παῖδας, ἐπειδὴ ἔδει τὴν πα‐ λαιὰν τῶν κακῶν ἀποθέσθαι συνήθειαν, τὴν ἐν Αἰγύπτῳ λέγω, λαβὼν καταμόνας αὐτοὺς ἐπὶ τῆς ἐρημίας, καὶ τῶν διαφθειρόντων ἀποστήσας ὡς ποῤῥωτάτω, καθάπερ
30ἐπὶ μοναστηρίου τινὸς, τῆς ἐρημίας, διέπλαττεν αὐτῶν τὰς ψυχὰς, πᾶσαν ὁδὸν ἰατρείας κινῶν. καὶ τραχυτέραν καὶ προσηνεστέραν, καὶ οὐδὲν ὅλως παραλιμπάνων τῶν ὀφειλόντων εἰς τὴν θεραπείαν κατασκευασθῆναι τὴν ἐκείνων. Καὶ οὐδὲ οὕτως διέφυγον τὴν κακίαν, ἀλλὰ
35μεταξὺ τοῦ μάννα κρόμμυα καὶ σκόροδα καὶ τὰ ἐν Αἰγύπτῳ πάντα ἐζήτουν κακά. Τοσοῦτόν ἐστι συνήθεια κακόν. Εἶτα Ἰουδαῖοι μὲν τοσαύτης ἀπολαύοντες ἐπιμελείας τῆς παρὰ τοῦ Θεοῦ, καὶ δημαγωγὸν ἔχοντες οὕτως ἄριστον καὶ γενναῖον, καὶ φόβῳ καὶ ἀπειλῇ καὶ
40εὐεργεσίᾳ καὶ κολάσει καὶ παντὶ τρόπῳ παιδαγωγού‐ μενοι, καὶ τοσαῦτα ὁρῶντες θαύματα, οὐκ ἐγένοντο βελτίους· σὺ δὲ τὸν υἱὸν τὸν σὸν νέον ὄντα ἐν Αἰγύπτῳ μέσῃ, μᾶλλον δὲ ἐν μέσῃ τῇ παρατάξει τοῦ διαβόλου στρεφόμενον, οὐδενός τι χρήσιμον συμβουλεύοντος
45ἀκούοντα, πάντας ἐπὶ τἀναντία αὐτὸν ἄγοντας ὁρῶντα, καὶ πάντων μᾶλλον τοὺς γεννησαμένους καὶ θρεψαμένους, οἴει δυνήσεσθαι διαδῦναι τὰς τοῦ διαβόλου παγίδας; Πό‐ θεν; ἀφ’ ὧν σὺ παραινεῖς; Ἀλλ’ ἐπὶ τἀναντία παρακα‐ λεῖς, φιλοσοφίας μὲν οὔτε ὄναρ μεμνῆσθαι συγχωρῶν,

47

.

358

(50)

ἄνω δὲ καὶ κάτω τὸν παρόντα βίον καὶ τὰ τούτου στρέφων, μειζόνως κλυδωνίζεσθαι παρασκευάζεις. Ἀλλ’ οἴκοθεν, καὶ παρ’ ἑαυτοῦ; Μάλιστα μὲν οὐχ ἱκανὸς ἑαυτῷ ὁ νέος πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν· εἰ δ’ ἄρα τι καὶ τέκοι γενναῖον, ταῖς τῶν λόγων ἐπομβρίαις
55τῶν παρὰ σοῦ πρὶν ἢ βλαστῆσαι ταχέως ἀποπνιγήσε‐ ται. Ὥσπερ γὰρ σῶμα ὑγιεινῶν μὲν οὐκ ἀπολαῦον σιτίων, τοῖς δὲ νοσώδεσιν ἐντρεφόμενον, οὐκ ἔνι πρὸς
μικρὸν γοῦν ἀρκέσαι χρόνον, οὕτως οὐδὲ ψυχὴν, τοιαῦτα

47

.

359

παιδευομένην, γενναῖόν τι καὶ μέγα ἐννοῆσαί ποτε, ἀλλ’ ἀνάγκη τὴν τοιαύτην ἀσθενοῦσαν καὶ μαλακιζομένην, καθάπερ τινὶ φθόῃ τῇ κακίᾳ συνεχομένην διηνεκῶς, οὕ‐ τως ὕστερον εἰς τὴν γέενναν καταστρέψαι, καὶ τὴν
5ἀπώλειαν τὴν ἐκεῖ. ζʹ. Εἰ δὲ μὴ φῂς ταῦτα οὕτως ἔχειν, ἀλλὰ δυνατὸν εἶναι καὶ ἐν μέσῳ στρεφόμενον πάντα κατορθοῦντα τῆς ἀρετῆς, καὶ μὴ παίζων, ἀλλὰ σπουδάζων ἀληθῶς ταῦτα λέγεις, μὴ κατοκνήσῃς ἡμᾶς διδάξαι τὸ καινὸν τοῦτο
10καὶ παράδοξον μάθημα· οὐδὲ γὰρ βούλομαι πράγματα εἰκῆ τοσαῦτα ἔχειν, οὐδὲ τοσούτοις ἀπέχεσθαι μάτην. Ἀλλὰ γὰρ οὐ δύναμαι τοῦτο μαθεῖν· οὐ γὰρ ἐᾶτε ὑμεῖς, καὶ δι’ ὧν λέγετε καὶ δι’ ὧν ποιεῖτε ἀντιφθεγγόμενοι ταύτῃ τῇ ψήφῳ, καὶ τἀναντία παιδεύοντες· ὥσπερ γὰρ
15ἐξεπίτηδες ἀπολέσθαι σπουδάζοντες τοὺς υἱοὺς, οὕτως ἅπαντα κελεύετε ποιεῖν, ἃ τοὺς ποιοῦντας σωθῆναι οὐκ ἔνι. Ὅρα δὲ ἄνωθεν. Οὐαὶ, φησὶ, τοῖς γελῶσιν· ὑμεῖς δὲ πολλὰς αὐτοῖς παρέχετε γέλωτος ἀφορμάς· Οὐαὶ τοῖς πλουτοῦσιν· ὑμεῖς δὲ ὅπως χρηματίσαιντο, πάντα πράτ‐
20τετε· Οὐαὶ, ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄν‐ θρωποι· ὑμεῖς δὲ καὶ οὐσίας ὁλοκλήρους ὑπὲρ τῆς τῶν δήμων εὐφημίας ἐκενώσατε πολλάκις. Πάλιν δὲ ὁ τὸν ἀδελφὸν ὑβρίζων ὑπεύθυνός ἐστι τῇ γεέννῃ· ὑμεῖς δὲ καὶ ἀδρανεῖς εἶναι νομίζετε καὶ δειλοὺς τοὺς σιγῇ τὰς παρὰ
25τῶν ἑτέρων φέροντας ὕβρεις. Μάχης κελεύει καὶ δίκης καταφρονεῖν ὁ Χριστός· ὑμεῖς δὲ αὐτοὺς ἐν τούτοις στρέφετε τοῖς κακοῖς διαπαντός. Τὸν ὀφθαλμὸν πολ‐ λάκις ἐξορύττειν ἐκέλευσεν, ὅταν βλάπτῃ· ὑμεῖς δὲ τού‐ τους μάλιστα ποιεῖτε φίλους, ὅσοιπερ ἂν δύνωνται
30χρήματα δοῦναι, κἂν τὴν ἐσχάτην παιδεύσωσι κακίαν. Ἐκβαλεῖν γυναῖκα οὐκ ἀφῆκε, πλὴν ἐπ’ αἰτίᾳ μόνῃ πορνείας· ὑμεῖς δὲ, ὅταν ἐξῇ χρήματα λαβεῖν, καὶ ταύτης καταφρονεῖν κελεύετε τῆς· ἐντολῆς. Τὸν ὅρκον ἀπεῖρξε παντελῶς· ὑμεῖς δὲ, ἂν ἴδητε φυλαττό‐
35μενον, καὶ γελᾶτε. Ὁ φιλῶν τὴν ψυχὴν αὑτοῦ, φη‐ σὶν, ἀπολέσει αὐτήν· ὑμεῖς δὲ αὐτοὺς πάντοθεν εἰς ταύτην ἐμβάλλετε τὴν φιλίαν. Ἐὰν μὴ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὑμῖν ὁ Πατὴρ ὑμῶν ἀφήσει ὁ οὐράνιος· ὑμεῖς δὲ καὶ
40ὀνειδίζετε, ὅταν τοὺς ἠδικηκότας μὴ θέλωσιν ἀμύνε‐ σθαι, καὶ εἰς τὴν δύναμιν αὐτοὺς ταύτην ταχέως ἐπείγεσθε ἀγαγεῖν. Τοὺς δόξης ἐρῶντας πάντα εἰκῆ ποιεῖν ἀπεφήνατο ὁ Χριστὸς, κἂν νηστεύωσι, κἂν εὔχων‐ ται, κἂν ἐλεῶσιν· ὑμεῖς δὲ, ὅπως ταύτης ἐπιτύχοιεν,
45ἅπαντα πραγματεύεσθε. Καὶ τί δεῖ πάντα ἐπιέναι; ὅταν γὰρ καὶ τὰ εἰρημένα μυρίας ἱκανὰ παρασκευάσαι γεέννας ᾖ, οὐχὶ πάντα ὁμοῦ συνελθόντα μόνον, ἀλλὰ καὶ καθ’ ἑαυτὸ τούτων ἕκαστον· ὑμεῖς δὲ πάντα ὁμοῦ συμφορή‐ σαντες, καὶ τὸ ἀφόρητον τῶν ἁμαρτημάτων ἐπιθέντες

47

.

359

(50)

φορτίον, οὕτως εἰς τὸν τοῦ πυρὸς πέμπετε ποταμόν. Πότε σωθῆναι δυνήσονται, τοσαύτην κομίζοντες τῷ πυρὶ τὴν τροφήν; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι τἀναντία τοῖς τοῦ Χριστοῦ παραινεῖτε προστάγμασιν, ἀλλ’ ὅτι καὶ προσηγορίαις εὐφήμοις περιστέλλετε τὴν
55κακίαν, τὸ μὲν ἱπποδρόμοις καὶ θεάτροις προσκεῖσθαι διαπαντὸς ἀστειότητα καλοῦντες, τὸ δὲ πλουτεῖν ἐλευ‐ θερίαν, τὸ δὲ δόξης ἐρᾷν μεγαλοψυχίαν, τὴν δὲ ἀπό‐ νοιαν παῤῥησίαν, καὶ τὴν μὲν ἀσωτίαν φιλανθρωπίαν, τὴν
δὲ ἀδικίαν ἀνδρείαν. Εἶτα, ὥσπερ οὐκ ἀρκούσης ταύτης

47

.

360

τῆς ἀπάτης, καὶ τὴν ἀρετὴν ἐναντίοις καλεῖτε ὀνόμασιν, ἀγροικίαν μὲν τὴν σωφροσύνην, δειλίαν δὲ τὴν ἐπιεί‐ κειαν, ἀνανδρίαν δὲ τὴν δικαιοσύνην ὀνομάζοντες, καὶ τὸ μὲν ἄτυφον δουλοπρεπὲς, τὴν δὲ ἀνεξικακίαν ἀσθέ‐
5νειαν· καθάπερ δεδοικότες μὴ παρ’ ἑτέρων τὴν ἀληθῆ τούτων προσηγορίαν ἀκούσαντες φύγωσι τὴν λύμην οἱ παῖδες. Οὐδὲ γὰρ μικρὸν εἰς τὴν τῶν κακῶν ἀποτροπὴν τὸ γυμνὰς αὐτὰς καὶ κυρίας τῶν κακῶν προφέρεσθαι τὰς ὀνομασίας· ἀλλὰ τοσαύτην ἔχει τὴν ἰσχὺν πρὸς τὸ πλῆ‐
10ξαι τοὺς ἁμαρτάνοντας, ὡς πολλοὺς πολλάκις ἐπὶ τοῖς αἰσχίστοις ὄντας περιφανεῖς μὴ φέρειν πράως καλουμέ‐ νους τοῦτο, ὅπερ εἰσὶν, ἀλλ’ ἀγριαίνειν καὶ ἐκθηριοῦσθαι, ὡς τὰ δεινότατα πάσχοντας. Τὴν γοῦν ἡταιρηκυῖαν γυναῖ‐ κα, καὶ τὸν πεπορνευμένον παῖδα ἂν καλέσῃ τις ἀπὸ τῆς
15αἰσχίστης πράξεως ταύτης, ἀκατάλλακτος γέγονεν ἐχθρὸς, ἅτε τὰ μέγιστα ἠδικηκώς. Καὶ οὐ τούτους μόνον, ἀλλὰ καὶ τὸν πλεονέκτην, καὶ τὸν μέθυσον, καὶ τὸν ἀλαζόνα, καὶ πάντας ἁπλῶς τοὺς τὰ δεινότερα ἐργασα‐ μένους ἴδοι τις ἂν οὐχ οὕτως ἐπὶ τῷ πράττειν αὐτὰ καὶ
20τῇ παρὰ τῶν πολλῶν δόξῃ δακνομένους καὶ ἀλγοῦντας, ὡς ἐπὶ τοῖς τῶν οἰκείων ἔργων ὀνόμασι. Πολλοὺς δὲ καὶ σωφρονισθέντας οἶδα τούτῳ τῷ τρόπῳ, καὶ γενομένους τοῖς ὀνείδεσιν ἐπιεικεστέρους Ἀλλ’ ὑμεῖς καὶ ταύτην ἀνῃρήκατε τὴν παραμυθίαν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι
25οὐ διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμά‐ των ταύτην αὐτοῖς ποιεῖσθε τὴν παραίνεσιν, οἰκίας οἰκοδομοῦντες λαμπρὰς, ἀγροὺς ὠνούμενοι πολυτελεῖς, τὴν ἄλλην περιβάλλοντες φαντασίαν, καὶ διὰ πάντων πυκνῷ τινι νέφει συσκιάζοντες αὐτῶν τὴν ψυχήν. Πόθεν
30οὖν δυνήσομαι πεισθῆναι, ὅτι σωθῆναι οἷόν τε τού‐ τους, ὅταν ἴδω πρὸς ταῦτα παρακαλουμένους, ἃ τοὺς ποιοῦντας ὁ Χριστὸς ἀπεφήνατο πάντως ἀπολέσθαι; ὅταν θεάσωμαι τῆς μὲν ψυχῆς αὐτῶν, ὥσπερ τινὸς παρέργου, καταφρονοῦντας ὑμᾶς, τῶν δὲ ὄντως περιττῶν, ὡς
35ἀναγκαίων καὶ προηγουμένων φροντίζοντας; Ὅπως μὲν γὰρ οἰκέτης ἔσται, καὶ ὅπως ἵππος, καὶ ὅπως ἱμάτιον τῷ παιδὶ κάλλιστον, πάντα ποιεῖτε· ὅπως δὲ αὐτὸς γένοιτο καλὸς, οὐδὲ ἐννοῆσαί ποτε ἀνέχεσθε, ἀλλὰ καὶ ξύλων καὶ λίθων μέχρι τούτου προάγοντες τὴν σπουδὴν, τὴν ψυχὴν
40οὐδὲ τοῦ πολλοστοῦ τῆς ἐπιμελείας ταύτης ἀξιοῦτε μέρους· ἀλλ’ ἵνα μὲν ἄγαλμα ἐπὶ τῆς οἰκίας ἑστήκῃ θαυμαστὸν, καὶ ἡ στέγη γένηται χρυσῆ, πάντα ὑπομένετε· τὸ δὲ πάντων τιμιώτερον ἄγαλμα ἡ ψυχὴ ὅπως γένηται χρυσῆ, οὐδὲ φροντίζειν ἐθέλετε.
45 ηʹ. Ἀλλ’ οὔπω τὸν κολοφῶνα τῶν κακῶν εἶπον, οὐδὲ τὸ κεφάλαιον ἐξεκάλυψα τῆς συμφορᾶς, πολλάκις μὲν ἐλθὼν εἰπεῖν καὶ ἐρυθριάσας, πολλάκις δὲ καὶ αἰσχυνθείς. Τί ποτ’ οὖν ἐστι τοῦτο; τολμητέον γὰρ ἤδη καὶ λεκτέον αὐτό. Καὶ γὰρ ἀνανδρίας ἂν εἴη πολλῆς, μέλλοντας τι

47

.

360

(50)

κακὸν ἐξαιρεῖν, μηδὲ φωνὴν ἀφιέναι τολμᾷν ὑπὲρ αὐ‐ τοῦ, ὡς τῆς σιγῆς αὐτομάτως ἰασομένης τὴν νόσον. Οὐ τοίνυν σιγήσομεν, κἂν μυριάκις αἰσχύνεσθαι μέλλωμεν καὶ ἐρυθριᾷν. Οὐδὲ γὰρ ἰατρὸς μέλλων σηπεδόνα καθαί‐ ρειν, παραιτήσεται μεταχειρίσασθαι σίδηρον, καὶ καθεῖ‐
55ναι δακτύλους εἰς αὐτὸν τοῦ τραύματος τὸν πυθμένα· οὐκοῦν οὐδὲ ἡμεῖς τὸν ὑπὲρ τούτων λόγον παραιτησόμεθα, ὅσῳ καὶ χαλεπωτέρα ἡ σηπεδών. Τί ποτ’ οὖν ἐστι τὸ κα‐ κόν; Ἔρως καινός τις καὶ παράνομος εἰς τὸν ἡμέτερον εἰσεκώμασε βίον· νόσημα ἐπέπεσε χαλεπὸν καὶ ἀνίατον·
60λοιμὸς κατέσκηψε πάντων λοιμῶν χαλεπώτερος· καινή
τις παρανομία ἐπενοήθη καὶ ἀφόρητος· οὐ γὰρ οἱ θετοὶ

47

.

361

μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ τῆς φύσεως ἀνατρέπονται νόμοι. Μικρὸν εἰς ἀσελγείας λόγον πορνεία λοιπόν· καὶ καθάπερ ἐν ταῖς ὀδύναις τὸ τυραννικώτερον πάθος τοῦ προτέρου τὴν αἴσθησιν ἔκρυψεν ἐπελθὸν, οὕτω καὶ ἡ τῆς ὕβρεως
5ταύτης ὑπερβολὴ οὐκέτι ἀφόρητον ποιεῖ φαίνεσθαι τὸ ἀφόρητον, τὴν περὶ τὴν γυναῖκα ἀσέλγειαν. Ἀγαπητὸν γὰρ εἶναι δοκεῖ τὸ δυνηθῆναι τὰ δίκτυα ταῦτα διαφυγεῖν, καὶ κινδυνεύει λοιπὸν περιττὸν εἶναι τὸ τῶν γυναικῶν γένος, τῶν νέων ἀντ’ ἐκείνων πάντα τὰ ἐκείνων πληρούν‐
10των. Καὶ οὐ τοῦτό πω δεινὸν, ἀλλ’ ὅτι καὶ μετὰ πολλῆς τολμᾶται τῆς ἀδείας μύσος τοσοῦτον, καὶ νόμος γέγονεν ἡ παρανομία. Οὐδεὶς δέδοικεν, οὐδὲ τρέμει λοιπόν· οὐ‐ δεὶς αἰσχύνεται, οὐδὲ ἐρυθριᾷ, ἀλλὰ καὶ ἐγκαλλωπίζεται τῷ γέλωτι τούτῳ, καὶ μαίνεσθαι δοκοῦσιν οἱ σωφρονοῦν‐
15τες, καὶ παραπαίειν οἱ νουθετοῦντες· κἂν μὲν ἀσθενέ‐ στεροι τύχωσιν ὄντες, συνεκόπησαν ταῖς πληγαῖς· ἂν δὲ δυνατώτεροι, χλευάζονται, γελῶνται, μυρίοις πλύνονται σκώμμασιν. Οὐδὲν ὄφελος δικαστηρίων, οὐδὲ νόμων, οὐδὲ παιδαγωγῶν, οὐ πατέρων, οὐκ ἀκολούθων, οὐ διδασκά‐
20λων· τοὺς μὲν γὰρ ἴσχυσαν διαφθεῖραι χρήμασιν, οἱ δ’ ὅπως αὐτοῖς μισθὸς γένοιτο μόνον ὁρῶσι· τῶν δὲ ἐπιεικε‐ στέρων, καὶ φροντιζόντων τῆς τῶν ἐμπιστευθέντων αὐτοῖς σωτηρίας, οἱ μὲν κλέπτονται ῥᾳδίως καὶ ἀπατῶν‐ ται, οἱ δὲ καὶ δεδοίκασι τῶν ἀκολάστων τὴν δύναμιν.
25Ῥᾷον γὰρ ἄν τις ὑποπτευθεὶς ἐπὶ τυραννίδι διασωθείη, ἢ τῶν μιαρῶν ἐκείνων ἀπάγειν πειραθεὶς, τὰς ἐκείνων διαφύγοι χεῖράς ποτε· οὕτω καθάπερ ἐπ’ ἐρημίας πολ‐ λῆς, ἐν μέσαις ταῖς πόλεσιν ἄῤῥενες ἐν ἄρσεσιν τὴν ἀσχη‐ μοσύνην κατεργάζονται. Εἰ δέ τινες ταύτας διέφυγον
30τὰς παγὰς, τὴν γοῦν πονηρὰν τῶν τὰ τοιαῦτα ὑβριζομέ‐ νων δυσκόλως διαφεύξονται δόξαν· πρῶτον μὲν, ὅτι ὀλίγοι σφόδρα εἰσὶ, καὶ ταύτῃ ῥᾳδίως ἂν τῷ τῶν πονηρῶν κρύ‐ πτοιντο πλήθει· δεύτερον, ὅτι καὶ αὐτοὶ οἱ μιαροὶ καὶ ἐναγεῖς ἐκεῖνοι δαίμονες, οὐκ ἔχοντες ἑτέρως ἀμύνασθαι
35τοὺς ὑπεριδόντας αὐτῶν, ταύτῃ σπουδάζουσιν ἀδικεῖν. Ἐπειδὴ γὰρ οὐκ ἴσχυσαν καιρίαν δοῦναι πληγὴν, οὐδ’ αὐτῆς καθικέσθαι τῆς ψυχῆς, τὸν γοῦν ἔξωθεν αὐτοῖς περικείμενον τρῶσαι κόσμον ἐπιχειροῦσι, καὶ τὴν εὔ‐ κλειαν ἅπασαν ἀνελεῖν. Ὅθεν καὶ πολλῶν θαυμαζόντων
40ἤκουσα, πῶς οὐδέπω καὶ τήμερον ὄμβρος ἔτερος κατηνέ‐ χθη πυρὸς, πῶς οὐδέπω τὰ τῶν Σοδόμων ἔπαθεν ἡμῖν ἡ πόλις, τοσούτῳ χαλεπωτέρας ἀξία κολάσεως οὖσα, ὅσον μηδὲ τοῖς ἐκείνων ἐσωφρονίσθη κακοῖς; Ἀλλὰ καίτοι τῆς χώρας ἐκείνης ἐν δισχιλίοις λοιπὸν ἔτεσι, φωνῆς λαμ‐
45πρότερον διὰ τῆς ὄψεως πρὸς ἅπασαν βοώσης τὴν οἰκου‐ μένην μηδὲ τοιοῦτον τολμᾷν, οὐ μόνον οὐκ ὀκνηρότεροι περὶ τὴν ἁμαρτίαν ἐγένοντο ταύτην, ἀλλὰ καὶ ἰταμώτε‐ ροι, καθάπερ φιλονεικοῦντες τῷ Θεῷ, καὶ διὰ τῶν ἔργων δεῖξαι σπουδάζοντες, ὅτι τοσούτῳ τοῖς κακοῖς ἐπιθήσον‐

47

.

361

(50)

ται τούτοις, ὅσῳπερ ἂν αὐτοῖς μειζόνως ἀπειλῇ. Πῶς οὖν οὐδὲν γέγονε τοιοῦτον, ἀλλὰ τὰ μὲν Σοδόμων ἁμαρτήματα τολμᾶται, τὰ δὲ Σοδόμων οὐ γίνεται πάθη; Ὅτι πῦρ
αὐτοὺς ἕτερον χαλεπώτερον μένει, καὶ κόλασις οὐκ ἔχουσα

47

.

362

τέλος. Καὶ γὰρ τῶν ὑπὸ τοῦ κατακλυσμοῦ διαφθαρέντων πολλῷ μιαρώτερα τολμησάντων ἐκείνων, τῶν μετὰ ταῦτα λέγω, οὐδεὶς ἐξ ἐκείνου γέγονεν ὄμβρος τοιοῦτος. Κἀνταῦθα δὲ πάλιν ἡ αἰτία ἡ αὐτή· ἐπεὶ τίνος ἕνεκεν
5οἱ μὲν παρὰ τὴν ἀρχὴν γενόμενοι, ὅτε οὔτε δικαστήρια ἦν, οὐδὲ ἀρχόντων ἐπέκειτο φόβος, οὐ νόμος παρῆν ἀπειλῶν, οὐ προφητῶν χορὸς ῥυθμίζων, οὐ προσδοκία γεέννης, οὐ βασιλείας ἐλπὶς, οὐκ ἄλλη φιλοσοφία, οὐ τὰ θαύματα τὰ καὶ λίθους ἀναστῆσαι δυνάμενα, πῶς οὗτοι
10μὲν οἱ μηδενὸς τούτων ἀπολαύσαντες ὑπὲρ ὧν ἥμαρτον τοσαύτην ἔδωκαν δίκην, οἱ δὲ πάντων τούτων μετεσχη‐ κότες, καὶ μεταξὺ τοσούτου ζῶντες φόβου καὶ θείων δικαστηρίων καὶ ἀνθρωπίνων, οὐδέπω καὶ τήμερον τὰ αὐτὰ ἔπαθον ἐκείνοις, χαλεπωτέρας ὄντες ἄξιοι κολάσεως;
15Ἆρ’ οὐχὶ καὶ παιδὶ δῆλόν ἐστιν, ὅτι σφοδροτέρᾳ τηροῦν‐ ται δίκῃ; Εἰ γὰρ ἡμεῖς ὀργιζόμεθα οὕτως καὶ ἀγανα‐ κτοῦμεν, ὁ Θεὸς ὁ πάντων μάλιστα τοῦ τῶν ἀνθρώπων γένους κηδόμενος, καὶ τὴν κακίαν σφόδρα ἀποστρεφόμε‐ νος καὶ μισῶν, πῶς ἀνάσχοιτο ταῦτα τολμᾶσθαι ἀτιμω‐
20ρητί; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλ’ ἐποίσει πάντω, αὐτοῖς τὴν χεῖρα τὴν κραταιὰν, καὶ τὴν πληγὴν τὴν ἀφό‐ ρητον, καὶ τῶν βασανιστηρίων τὴν ὀδύνην ἐκείνων, οὕτως οὖσαν χαλεπὴν, ὡς τὰ ἐν Σοδόμοις πάθη πρὸς ταῦτα παραβαλλόμενα παίγνια εἶναι νομίζεσθαι. Τίνας γὰρ οὐ
25παρήλασαν οὗτοι βαρβάρους, ποίων θηρίων γένος διὰ τῆς ἀναισχύντου μίξεως ταύτης; Ἔστιν ἔν τισι τῶν ἀλόγων οἶστρος πολὺς, καὶ ἐπιθυμία ἀφόρητος, μανίας οὐδὲν διαφέρουσα· ἀλλ’ ὅμως τοῦτον οὐκ οἶδε τὸν ἔρωτα, ἀλλ’ ἕστηκεν εἴσω τῶν τῆς φύσεως ὅρων· κἂν μυριάκις κα‐
30χλάζῃ, τοὺς τῆς φύσεως οὐκ ἀνατρέπει νόμους. Οἱ δὲ λογικοὶ δῆθεν, καὶ θείας ἀπολαύσαντες διδασκαλίας, καὶ τὸ πρακτέον καὶ τὸ μὴ τοιοῦτον ἑτέροις διαγορεύοντες, καὶ γραμμάτων ἐξ οὐρανοῦ καταβάντων ἀκούσαντες, οὐχ οὕτως ἀδεῶς ταῖς πόρναις, ὥσπερ τοῖς νέοις συγγίνονται.
35Καθάπερ γὰρ μήτε ἀνθρώπων ὄντων, μήτε προνοίας Θεοῦ ἐφεστώσης, καὶ δικαζούσης τοῖς γινομένοις, ἀλλ’ ὥσπερ σκότου πάντα καταλαβόντος, καὶ μηδενὸς μήτε ὁρῶντος ταῦτα, μήτε ἀκούοντος, οὕτω πάντα τολμῶσι, καὶ μετὰ τοσαύτης μανίας. Οἱ δὲ τῶν ὑβριζομένων παίδων πατέρες
40φέρουσι ταῦτα σιγῇ, καὶ οὐ κατορύττουσι μετὰ τῶν παί‐ δων ἑαυτοὺς, οὐδὲ ἐπινοοῦσί τινα παραμυθίαν τῷ κακῷ. Εἰ γὰρ εἰς ὑπερορίαν ἀπὸ ταύτης ἑλκύσαι τῆς νόσου τοὺς υἱεῖς ἔδει, εἰ γὰρ εἰς θάλασσαν, εἰ γὰρ εἰς νήσους, εἰ γὰρ εἰς ἄβατον γῆν, εἰ γὰρ εἰς τὴν ὑπὲρ ἡμᾶς οἰκου‐
45μένην, οὐκ ἔδει πάντα ποιῆσαι καὶ παθεῖν ὥστε μὴ ταῦτα γενέσθαι τὰ μιάσματα; Ἀλλ’ εἰ μὲν ἐπίνοσόν που καὶ λοιμικόν ἐστι χωρίον, οὐκ ἀπάξομεν ἐκεῖ τοὺς υἱεῖς, κἂν μεγάλα κερδαίνειν μέλλωσι, κἂν σφόδρα ὑγιεινοὶ τυγχά‐ νωσιν ὄντες; νυνὶ δὲ τοσαύτης τὰ πάντα κατεχούσης

47

.

362

(50)

λύμης, οὐ μόνον αὐτοὶ πρὸς ταῦτα ἕλκομεν τὰ βάραθρα αὐτοὺς, ἀλλὰ καὶ τοὺς ἀπαλλάξαι βουλομένους ὡς λυμεῶ‐ νας ἀπελαύνομεν. Καὶ πόσης οὐκ ἄξια ταῦτα ὀργῆς, πόσων σκηπτῶν, ὅταν τὴν μὲν γλῶτταν αὐτοῖς ἐκκαθαί‐ ρειν διὰ τῆς ἔξωθεν σοφίας σπουδάζωμεν, τὴν δὲ ψυχὴν
55ἐν αὐτῷ τῆς ἀσελγείας τῷ βορβόρῳ κειμένην καὶ σηπο‐ μένην διαπαντὸς μὴ μόνον περιορῶμεν, ἀλλὰ καὶ ἐγερ‐ θῆναι βουλομένην κωλύωμεν; Ἔτι οὖν τολμήσει τις εἰ‐ πεῖν, ὅτι δυνατὸν σωθῆναι τοὺς ἐν τοιούτοις ὄντας κακοῖς; Πόθεν; Οἱ μὲν γὰρ τὴν τῶν ἀκολάστων διαφυγόντες μα‐
60νίαν (ὀλίγοι δέ εἰσιν οὗτοι), τοὺς τυραννικοὺς ἐκείνους
ἔρωτας, καὶ τὰ πάντα διαφθείροντας, τοὺς τῶν χρημάτων

47

.

363

καὶ τοὺς τῆς δόξης οὐ διαφεύγουσιν· οἱ δὲ πλείους καὶ τούτοις αὐτοῖς, καὶ τοῖς τῆς ἀσελγείας μετὰ πλείονος κατ‐ έχονται τῆς ὑπερβολῆς. Εἶτα λόγους μὲν αὐτοῖς ἐνθεῖναι βουλόμενοι, οὐχὶ τὰ διακόπτοντα τὴν παίδευσιν ἀναιροῦ‐
5μεν μόνον, ἀλλὰ καὶ τὰ συνιστῶντα κατασκευάζομεν, καὶ παιδαγωγοὺς καὶ διδασκάλους ἐφιστῶντες, καὶ χρήματα ἀναλίσκοντες, καὶ τὴν ἀπὸ τῶν ἄλλων πραγμάτων παρ‐ έχοντες σχολὴν, καὶ τῶν ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσι παι‐ δοτριβῶν συνεχέστερον ἐπιφωνοῦντες αὐτοῖς τήν τε ἐκ
10τῆς ἀπαιδευσίας πενίαν, καὶ τὸν ἀπὸ τῆς παιδεύσεως πλοῦτον, καὶ πάντα ποιοῦντες καὶ λέγοντες, καὶ δι’ ἑαυ‐ τῶν, καὶ δι’ ἄλλων, ὥστε αὐτοὺς εἰς τὸ τέλος ἀγαγεῖν τῆς προκειμένης σπουδῆς, καὶ οὐδὲ οὕτω πολλάκις περι‐ γινόμεθα· τρόπων δὲ ἐπιείκειαν, καὶ πολιτείας ἀρίστης
15ἀκρίβειαν αὐτόματον οἰησόμεθα παραγενέσθαι, καὶ ταῦτα τοσούτων ὄντων τῶν διακοπτόντων αὐτήν; Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ’ ἂν, τὸ μὲν ῥᾷστον οὕτω μεγάλης ἀξιοῦν τιμῆς καὶ σπουδῆς· ὡς οὐκ ἐνὸν ταύτης ἄνευ αὐτὸ κατορθωθῆναί ποτε· ὃ δὲ
20πολλῷ δυσχερέστερόν ἐστι, τοῦτο καθεύδουσιν ἡμῖν ἐφ‐ ίστασθαι νομίζειν, καθάπερ τι τῶν φαύλων καὶ οὐδαμι‐ νῶν; Φιλοσοφία γὰρ ψυχῆς λόγων παιδεύσεως τούτῳ δυσκολώτερόν τέ ἐστι καὶ ἐργωδέστερον, ὅσῳ τοῦ λέγειν τὸ πράττειν, καὶ ὅσῳ ῥημάτων ἔργα ἐστὶν ἐπιπονώτερα.
25 θʹ. Καὶ τί δεῖ φιλοσοφίας. φησὶ, καὶ πολιτείας ἀκριβοῦς τοῖς ἡμετέροις παισί; Τοῦτο γάρ ἐστι, τοῦτο ὅπερ πάντα ἀπολώλεκεν, ὅτι πρᾶγμα οὕτως ἀναγκαῖον, καὶ τὴν ἡμετέραν συνέχον ζωὴν, περιττὸν εἶναι καὶ πάρεργον δοκεῖ. Καὶ περὶ σῶμα μὲν κάμνοντα τὸν υἱόν τις ἰδὼν
30οὐκ ἂν εἴποι· Τί δὲ αὐτῷ καθαρᾶς ὑγιείας δεῖ καὶ ἀκριβοῦς; ἀλλὰ πάντα ἂν πραγματεύσαιτο ὑπὲρ τοῦ τοσαύτην ἐγγενέσθαι τὴν εὐεξίαν, ὡς μηκέτι τὴν νόσον ἐπανελθεῖν· τῆς δὲ ψυχῆς ἀῤῥωστούσης, οὐδὲν δεῖν αὐτοῖς θεραπείας φασὶ, καὶ τολμῶσι μετὰ τὰ ῥήματα ταῦτα πα‐
35τέρας καλεῖν ἑαυτούς. Τί οὖν; φιλοσοφήσομεν πάντες, φησὶ, καὶ τὰ τοῦ βίου οἰχήσεται; Οὐ τὸ φιλοσοφεῖν, ὦ βέλτιστε, ἀλλὰ τὸ μὴ τοῦτο ποιεῖν πάντα ἀπώλεσε καὶ διέφθειρε. Τίνες γὰρ, εἰπέ μοι, τῇ παρούσῃ καταστάσει λυμαίνονται, οἱ μετρίως ζῶντες καὶ ἐπιεικῶς, ἢ οἱ
40καινοὺς καὶ παρανόμους ἐπινοοῦντες τροφῆς τρόπους; οἱ τὰ πάντων περιβαλέσθαι σπουδάζοντες, ἢ οἱ τοῖς οὖ‐ σιν ἀρκούμενοι; οἱ φάλαγγας οἰκετῶν ἔχοντες, καὶ σμήνη κολάκων περιάγοντες, ἢ οἱ μόνον οἰκέτην ἕνα ἀποχρῇν αὐτοῖς νομίζοντες (οὔπω γὰρ τὴν ἄκραν τίθημι φιλοσο‐
45φίαν, ἀλλὰ τὴν πολλοῖς ἐφικτήν); οἱ φιλάνθρωποι καὶ ἥμεροι καὶ μὴ δεόμενοι τῆς παρὰ τῶν πολλῶν τιμῆς, ἢ οἱ παντὸς ὀφλήματος μᾶλλον ταύτην παρὰ τῶν ὁμοφύ‐ λων ἀπαιτοῦντες, καὶ μυρίας ἐργαζόμενοι συμφορὰς, ἐπειδὴ μὴ ὑπανέστη, μηδὲ προσεῖπεν ὁ δεῖνα πρότε‐

47

.

363

(50)

ρος, μηδὲ ὑπέκυψε, μηδὲ τὰ τῶν ἀνδραπόδων ἐπεδείξατο; οἱ μελετῶντες ἄρχεσθαι, ἢ οἱ δυναστειῶν ἐρῶντες καὶ ἀρχῶν, καὶ πάντα ὑπὲρ τούτου καὶ ποιῆσαι καὶ παθεῖν ἀνεχόμενοι; οἱ πάντων βελτίους εἶναι λέγοντες, καὶ διὰ τοῦτο πάντα καὶ λέγειν καὶ πράττειν ἑαυτοῖς ἐξεῖναι
55νομίζοντες, ἢ οἱ μετὰ τῶν ἐσχάτων ἀριθμοῦντες ἑαυ‐ τοὺς, καὶ ταύτῃ τὴν ἄλογον ἐξουσίαν τῶν παθῶν κολά‐ ζοντες; οἱ τὰς λαμπρὰς οἰκοδομούμενοι οἰκίας, καὶ τὰς
πολυτελεῖς παρατιθέμενοι τραπέζας, ἢ οἱ μηδὲν πλέον

47

.

364

καὶ τροφῆς καὶ οἰκήσεως τῆς ἀναγκαίας ζητοῦντες; οἱ μυρία πλέθρα ἀποτεμνόμενοι γῆς, ἢ οἱ μηδὲ βῶλον μίαν ἀναγκαίαν αὐτοῖς πρὸς κτῆσιν εἶναι νομίζοντες; οἱ τό‐ κους ἐπὶ τόκους συλλέγοντες, καὶ πάσης ἐμπορίας κι‐
5νοῦντες ὁδὸν ἄδικον, ἢ οἱ τὰς ἀδίκους ταύτας διασπῶν‐ τες συγγραφὰς, καὶ ἐκ τῶν ἐνόντων τοῖς δεομένοις ἐπικουροῦντες; οἱ τὸ εὐτελὲς τῆς ἀνθρωπίνης ἐπεσκεμμέ‐ νοι φύσεως, ἢ οἱ μηδὲ τοῦτο αὐτὸ εἰδέναι θέλοντες, ἀλλ’ ὑπὸ τῆς ἄγαν ἀλαζονείας καὶ τὸ ἀνθρώπους αὐτοὺς
10νομίζειν ἀπολωλεκότες; οἱ πόρνας τρέφοντες, καὶ τοῖς ἀλλοτρίοις λυμαινόμενοι γάμοις, ἢ οἱ καὶ τῆς ἑαυτῶν ἀπεχόμενοι γυναικός; Οὐχ οἱ μὲν, ὥσπερ οἰδήματα σώ‐ ματι καὶ πνεύματα ἄγρια θαλάττῃ, τῇ πολιτείᾳ τῆς οἰκουμένης ἐπιφύονται, καὶ τοὺς καθ’ ἑαυτοὺς σώζεσθαι
15δυναμένους χειμάζοντες διὰ τὴν ἀκρασίαν τὴν αὐτῶν· οἱ δὲ ὥσπερ ἐν σκότῳ βαθεῖ λαμπτῆρες φαιδροὶ τοὺς ἐν μέσῳ ναυαγοῦντας πρὸς τὴν οἰκείαν καλοῦσιν ἀσφά‐ λειαν, καὶ τὰς τῆς φιλοσοφίας λαμπάδας ἀφ’ ὑψηλοῦ πόῤῥωθεν ἅψαντες, οὕτω τοὺς βουλομένους ἐπὶ τὸν τῆς
20ἀπραγμοσύνης χειραγωγοῦσι λιμένα; Οὐ δι’ ἐκείνους στάσεις καὶ πόλεμοι καὶ μάχαι, καὶ πόλεων κατασκα‐ φαὶ, καὶ ἀνδραποδισμοὶ, καὶ δουλεῖαι, καὶ αἰχμαλω‐ σίαι, καὶ φόνοι, καὶ τὰ μυρία ἐν τῷ βίῳ κακά; οὐ τὰ παρὰ ἀνθρώπων ἀνθρώποις ἐπαγόμενα μόνον, ἀλλὰ καὶ
25τὰ ἐκ τοῦ οὐρανοῦ πάντα, οἷον αὐχμοὶ, καὶ ἐπομβρίοι, καὶ σεισμοὶ, καὶ καταπτώσεις, καὶ πόλεων καταπον‐ τισμοὶ, καὶ λιμοὶ, καὶ λοιμοὶ, καὶ τὰ ἄλλα πάντα, ὅσα ἡμῖν ἐκεῖθεν ἐπάγεται; ιʹ. Οὐκοῦν οὗτοι οἱ τὴν πολιτείαν ἀνατρέποντες, καὶ τοῖς
30κοινοῖς λυμαινόμενοι· οὗτοι οἱ καὶ ἑτέροις μυρίων αἴτιοι συμφορῶν, οἱ τοῖς βουλομένοις ἡσυχάζειν ἐνοχλοῦντες, καὶ πανταχόθεν ἕλκοντες καὶ σπαράττοντες· διὰ τού‐ τους δικαστήρια, καὶ νόμοι, καὶ τιμωρίαι, καὶ διάφοροι κολάσεων τρόποι. Καὶ καθάπερ ἐν οἰκίᾳ, ἔνθα πολλοὶ
35μὲν οἱ κάμνοντες, οἱ δὲ ὑγιαίνοντες ὀλίγοι. καὶ φάρ‐ μακα καὶ ἰατροὺς πολλοὺς εἰσελθόντας ἔστιν εὑρεῖν· οὕτω καὶ ἐν τῇ οἰκουμένῃ οὐκ ἔστιν ἔθνος, οὐκ ἔστι πό‐ λις, ἔνθα μὴ πολλοὶ μὲν οἱ νόμοι, πολλοὶ δὲ οἱ ἄρχον‐ τες, πολλαὶ δὲ αἱ τιμωρίαι. Οὐ γὰρ ἀρκεῖ τὰ φάρμακα
40αὐτὰ καθ’ ἑαυτὰ ἀναστῆσαι τὸν κάμνοντα, ἀλλὰ δεῖ καὶ τῶν ἐπιτιθέντων αὐτὰ, οἵπερ εἰσὶν οἱ δικάζοντες, καὶ ἑκόντας καὶ ἄκοντας ἀναγκάζοντες δέχεσθαι τὴν ἰα‐ τρείαν αὐτούς. Ἀλλ’ ὅμως οὕτως ὑπερέσχεν ἡ νόσος, ὡς καὶ αὐτῆς τῆς τῶν ἰατρῶν κρατῆσαι τέχνης, καὶ αὐ‐
45τοὺς ἐπελθεῖν τοὺς δικάζοντας· καὶ συμβαίνει ταὐτὸ, οἷον ἂν εἴ τις πυρετῷ καὶ ὑδέρῳ συνεχόμενος. καὶ μυ‐ ρίοις ἑτέροις πάθεσι χαλεπωτέροις, τῶν μὲν οἰκείων μὴ περιγίνοιτο κακῶν, ἑτέρους δὲ τοῖς αὐτοῖς ἐνεχομένους δεινοῖς ἀπαλλάττειν φιλονεικοίη. Ἡ γὰρ τῆς κακίας

47

.

364

(50)

ἐπιῤῥοὴ καθάπερ τις χειμάῤῥους, ἅπαντα τὰ κωλύματα ἀναῤῥήξασα, σφοδρῶς ἐπὶ τὰς τῶν ἀνθρώπων ἐξεχύθη ψυχάς. Καὶ τί λέγω πολιτείας ἀνατροπήν; κινδυνεύει γὰρ οὗτος ὁ λοιμὸς, ὁ παρὰ τῶν πονηρῶν τούτων ἀρ‐ θεὶς, καὶ τοὺς περὶ τῆς προνοίας τοῦ Θεοῦ τῶν πολλῶν
55ἀπελάσαι λόγους· οὕτω πρόεισι καὶ νέμεται καὶ πάντα ἐπείγεται κατασχεῖν, καὶ τὰ ἄνω κάτω πεποίηκε, καὶ
αὐτῷ λοιπὸν ἐπιστρατεύει τῷ οὐρανῷ, τὰς τῶν ἀνθρώ‐

47

.

365

πων γλώττας οὐκέτι κατὰ τῶν ὁμοδούλων, ἀλλ’ ἤδη καὶ κατ’ αὐτοῦ τοῦ πάντων κρατοῦντος ὁπλίζων Δεσπότου. Πόθεν γὰρ, εἰπέ μοι, ὁ πολὺς πανταχοῦ τῆς εἱμαρμένης λόγος; πόθεν ἄστρων ἀλόγῳ φορᾷ τὰ ὄντα ἀνατιθέασιν
5οἱ πολλοί; διὰ τί τύχην, διὰ τί τὸ αὐτόματόν τινες πρεσβεύουσι; πόθεν εἰκῆ καὶ ἁπλῶς πάντα νομίζουσι φέρεσθαι; διὰ τοὺς ἐπιεικῶς ζῶντας καὶ μετρίως, ἢ δι’ ἐκείνους, οὓς σὺ μὲν συνέχειν ἔφης τὴν πολιτείαν, ἐγὼ δὲ κοινὴν οὖσαν ἀπέδειξα τῆς οἰκουμένης λύμην;
10Δι’ ἐκείνους δηλονότι. Οὐδεὶς γὰρ ἀγανακτεῖ, ἐπειδὴ ὁ δεῖνα φιλοσοφεῖ, ἢ ὅτι ἐστὶν ὁ δεῖνα ἐπιεικὴς καὶ μέτριος καὶ σώφρων. καὶ τῶν παρόντων ὑπερορᾷ πραγμάτων· ἀλλ’ ὅτι ὁ δεῖνα πλουτεῖ, ὅτι τρυφᾷ, ὅτι πλεονεκτεῖ καὶ ἁρπάζει, ὅτι πονηρὸς ὢν καὶ μυρίων γέμων κακῶν,
15λαμπρός τέ ἐστι καὶ εὐημερεῖ. Ταῦτα κατηγοροῦσι καὶ μέμφονται οἱ ἀπιστοῦντες Θεῷ· τούτοις προσπταίουσιν οἱ πολλοὶ, ὡς τῶν γε ἐπιεικῶς ἕνεκεν ζώντων, οὐ μόνον οὐδὲν φθέγξονται τῶν ῥημάτων τούτων, ἀλλὰ καὶ κα‐ ταγνοῖεν ἑαυτῶν, ἐφ’ οἷς ἂν προαχθῶσι τῆς τοῦ Θεοῦ
20κατηγορῆσαι προνοίας. Καὶ εἰ πάντες, ἢ καὶ οἱ πλείους ἐβούλοντο οὕτω ζῇν, οὐδ’ ἄν τις ἐνενόησε ταῦτα τὰ ῥήματα, οὐδ’ ἂν ὁ τῶν κακῶν τούτων ἐπεισῆλθε κολο‐ φὼν τὸ ζητεῖν, πόθεν τὰ κακά. Κακῶν γὰρ οὐκ ὄντων οὐδὲ φαινομένων, τίς ἂν προήχθη τὴν αἰτίαν ζητῆσαι
25τῶν κακῶν, καὶ μυρίας ἀπὸ τῆς ζητήσεως ταύτης αἱρέ‐ σεις ἀνατέλλειν; Καὶ γὰρ Μαρκίων, καὶ Μάνης, καὶ Οὐαλεντῖνος, καὶ τῶν Ἑλλήνων οἱ πλείους ἐντεῦθεν ἔλαβον τὴν ἀρχήν. Εἰ δὲ πάντες ἐφιλοσόφουν, οὐκ ἐνῆν ταῦτα ζητεῖν, ἀλλ’ εἰ καὶ μηδαμόθεν ἄλλοθεν, ἀπὸ γοῦν
30τῆς ἀρίστης ταύτης πολιτείας ἔμαθον ἂν ἅπαντες, ὅτι ὑπὸ Θεῷ ζῶμεν βασιλεῖ, καὶ τὰ ἡμέτερα οὗτος διοικεῖ καὶ κυβερνᾷ πράγματα κατὰ τὴν αὐτοῦ σοφίαν καὶ σύνεσιν· ὃ κινεῖται μὲν καὶ νῦν, φαίνεται δὲ οὐ ῥᾳδίως διὰ τὴν πολλὴν ἀχλὺν, ἣν κατεσκέδασαν οὗτοι τῆς οἰ‐
35κουμένης ἀπάσης· εἰ δὲ μὴ τοῦτο ἦν, καθάπερ ἐν στα‐ θερᾷ μεσημβρίᾳ καὶ λευκῇ γαλήνῃ πᾶσιν ἂν ἡ τοῦ Θεοῦ πρόνοια διεφάνη. Εἰ γὰρ μήτε δικαστήρια ἦν, μήτε κατ‐ ήγοροι, μήτε συκοφάνται, μὴ βάσανοι καὶ τιμωρίαι, μὴ δεσμωτήρια καὶ κολάσεις, μὴ δημεύσεις καὶ ζημίαι,
40μὴ φόβοι καὶ κίνδυνοι, μὴ ἔχθραι, μὴ ἐπιβουλαὶ, μὴ λοιδορίαι καὶ μῖσος, μὴ λιμοὶ καὶ λοιμοὶ, μηδ’ ἄλλο τι τῶν ἀπηριθμημένων δεινῶν, ἀλλὰ πάντες μετ’ ἐπιεικείας ἔζων τῆς προσηκούσης, τίς ἂν τῶν ζώντων ἁπάντων ἠμφισβήτησε περὶ τῆς τοῦ Θεοῦ προνοίας; Οὐκ ἔστιν
45οὐδείς. Νυνὶ δὲ ταυτὸ συμβαίνει, οἷον ἂν εἰ χειμῶνος καταλαβόντος ἐργάζοιτο μὲν ὁ κυβερνήτης τὸ αὑτοῦ, καὶ διασώζοι τὸ σκάφος, μὴ φαίνοιτο δὲ αὐτοῦ τῆς ἐπι‐ στήμης ἡ ἀκρίβεια τοῖς ἐπιβάταις διὰ τὴν ταραχὴν καὶ τὸν φόβον καὶ τὴν ἀγωνίαν τῶν ἐπικρεμαμένων κακῶν.

47

.

365

(50)

Ἐπεὶ καὶ ὁ Θεὸς κυβερνᾷ μὲν τὸ πᾶν τοῦτο καὶ νῦν, οὐ φαίνεται δὲ τοῖς πολλοῖς διὰ τὸν τῶν πραγμάτων χει‐ μῶνα καὶ τὴν ταραχὴν, ἣν οὗτοι δὴ μάλιστα πάντων ἐρ‐ γάζονται. Ὥστε οὐ μόνον πολιτείαν ἀνατρέπουσιν, ἀλλὰ καὶ εὐσέβειαν λυμαίνονται· καὶ οὐκ ἄν τις ἁμάρτοι
55κοινοὺς ἐχθροὺς τούτους προσειπὼν, οἳ κατὰ τῆς ἑτέρων ζῶσι σωτηρίας, δόγμασι μιαροῖς καὶ βίοις ἀκαθάρτοις
τοὺς μεθ’ ἑαυτῶν ἐμπλέοντας καταδύοντες.

47

.

366

ιαʹ. Ἀλλ’ ἐν τοῖς μοναστηρίοις τούτων οὐδὲν ἔστιν ἰδεῖν, ἀλλὰ καίτοι χειμῶνος ἠρμένου τοσούτου, μό‐ νοι κάθηνται ἐν λιμένι καὶ γαλήνῃ καὶ ἀσφαλείᾳ πολλῇ, καθάπερ ἐξ οὐρανοῦ τὰ τῶν ἄλλων ἐπι‐
5σκοποῦντες ναυάγια· καὶ γὰρ πολιτείαν οὐρανῷ πρέ‐ πουσαν εἴλοντο, καὶ ἀγγέλων οὐδὲν χεῖρον διάκεινται. Ὥσπερ οὖν ἐν ἐκείνοις οὐκ ἔστιν ἀνωμαλία τις, οὐδὲ οἱ μὲν ἐν εὐημερίᾳ, οἱ δὲ ἐν ἐσχάτοις κακοῖς, ἀλλ’ ἅπαν‐ τες ἐν εἰρήνῃ μιᾷ καὶ χαρᾷ καὶ δόξῃ, οὕτω δὴ καὶ ἐν‐
10ταῦθα· οὐδεὶς ὀνειδίζει πενίαν, οὐδεὶς ἐπὶ πλούτῳ σεμνύ‐ νεται· τὸ σὸν καὶ τὸ ἐμὸν, τοῦτο δὴ τὸ πάντα ἀνατρέπον καὶ θορυβοῦν ἐξώρισται· καὶ πάντα αὐτοῖς κοινὰ, καὶ τράπεζα καὶ οἴκησις καὶ ἱμάτια. Καὶ τί θαυμαστὸν, ὅπου γε καὶ αὐτὴ ἡ ψυχὴ μία πᾶσι καὶ ἡ αὐτή; Πάντες τὴν
15αὐτὴν εὐγένειάν εἰσιν εὐγενεῖς, τὴν αὐτὴν δουλείαν δοῦλοι, τὴν αὐτὴν ἐλευθερίαν ἐλεύθεροι· εἷς ἐκεῖ πλοῦτος πᾶσιν ὁ ὅντως πλοῦτος, μία δόξα ἡ ὄντως δόξα· οὐ γὰρ ἐν ὀνό‐ μασιν, ἀλλ’ ἐν πράγμασιν αὐτοῖς τὰ ἀγαθά· μία ἡδονὴ, μία ἐπιθυμία, μία ἐλπὶς πᾶσι, καὶ καθάπερ ἀπὸ κανό‐
20νος τινὸς καὶ στάθμης ἅπαντα διηκρίβωται, καὶ ἀν‐ ωμαλία μὲν οὐδεμία, τάξις δὲ καὶ ῥυθμὸς καὶ ἁρμονία καὶ πολλὴ τῆς συμφωνίας ἡ ἀκρίβεια, καὶ διηνεκὴς εὐθυμίας ὑπόθεσις. Διὸ πάντες πάντα ποιοῦσι καὶ πάσχουσιν, ἵνα εὐθυμῶσί τε καὶ χαίρωσιν. Ἐκεῖ γὰρ μόνον τοῦτο καθα‐
25ρῶς συμβαῖνον ἔστιν ἰδεῖν, ἄλλοθι δὲ οὐδαμοῦ, οὐ μόνον τῷ τῶν παρόντων ὑπερορᾷν, καὶ πᾶσαν ἐκκεκόφθαι στά‐ σεως καὶ μάχης ὑπόθεσιν, καὶ λαμπρὰς αὐτοῖς εἶναι περὶ τῶν μελλόντων τὰς ἐλπίδας, ἀλλὰ καὶ τῷ τὰ συμβαί‐ νοντα ἑκάστῳ λυπηρὰ καὶ χρηστὰ κοινὰ πάντων εἶναι
30νομίζειν. Ἥ τε γὰρ ἀθυμία ἀφανίζεται ῥᾴδιον, ἀναλόγως τῷ ἑνὶ συνδιαφερόντων τὸ φορτίον ἁπάντων, τῆς τε εὐθυ‐ μίας πολλὰς ἔχουσι τὰς ὑποθέσεις, οὐκ ἐπὶ τοῖς ἑαυ‐ τῶν μόνοις εὐφραινόμενοι καλοῖς, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀλ‐ λήλων οὐχ ἧττον, ἢ ἐπὶ τοῖς ἑαυτῶν. Πῶς οὖν ἡμῖν οἰχή‐
35σεται τὰ πράγματα, ἂν τούτους πάντες ζηλώσωμεν; Νῦν γὰρ οἴχεται καὶ διέφθαρται διὰ τοὺς πόῤῥω τῆς πολιτείας ταύτης ἠσκημένους. Σὺ δὲ τἀναντία ψηφιζόμενος ταυτὸ ποιεῖς, ὥσπερ ἂν εἴ τις καὶ λύραν μὲν ἀκριβῶς ἡρμο‐ σμένην ὡς ἄχρηστον διαβάλλοι, τὴν ἐναντίως δὲ ἔχουσαν,
40καὶ ἐπιτάσει καὶ ἀνέσει διεφθαρμένην ἀμέτρῳ, ταύτην ἐπιτηδείαν εἶναι καὶ πρὸς κρούματα καὶ πρὸς τέρψιν λέγοι τῶν θεατῶν. Ἀλλ’ οὐδὲν οὔτε τῆς ἀμουσίας τοῦ ταῦτα λέγοντος ἕτερον τούτου μεῖζον τεκμήριον ἐζητή‐ σαμεν ἂν, οὔτε τῆς βασκανίας καὶ μισανθρωπίας τῶν
45τὰ τοιαῦτα ψηφιζομένων δεῖγμα σαφέστερον ἄλλο. Ἀλλὰ τίς ὁ τῶν ἐπιεικεστέρων λόγος πατέρων; Μαθέτωσαν, φησὶ, γράμματα πρότερον, καὶ τὴν τῶν λόγων προσλα‐ βόντες δύναμιν, οὕτως ἐπὶ τὴν φιλοσοφίαν ἀγέσθωσαν ταύτην· τότε ὁ κωλύσων οὐδείς. Καὶ πόθεν δῆλον ὅτι πάν‐

47

.

366

(50)

τως εἰς ἄνδρας ἐκβήσονται; πολλοὶ γὰρ ἀώρῳ προαναρ‐ πασθέντες ἀπῆλθον θανάτῳ. Ἀλλ’ ἔστω καὶ τοῦτο εἶναι φανερόν· θῶμεν αὐτοὺς καὶ εἰς ἄνδρας τελέσειν, τίς ἐγ‐ γυήσεται τὴν προτέραν ἅπασαν ἡλικίαν; Οὔπω γὰρ οὐδὲν πρὸς φιλονεικίαν φθέγγομαι, ὅτι εἴ τις ὑπὲρ τούτων παρ‐
55εῖχε θαῤῥεῖν, οὐδὲ κτησαμένους τὴν δύναμιν ταύτην ἐξ‐
ήγαγον ἂν, ἀλλὰ τότε μάλιστα μένειν ἐκέλευσα, καὶ

47

.

367

τοὺς φυγαδεύοντας αὐτοὺς οὐκ ἂν ἐπῄνεσα, ἀλλ’ ὡς κοι‐ νοὺς τῆς πολιτείας ἐχθροὺς ἀπεστράφην ἂν, ὅτι τοὺς λύ‐ χνους κρύπτοντες, καὶ τοὺς φωστῆρας ἀπὸ τῆς πόλεως ἐπὶ τὴν ἐρημίαν ἄγοντες, τὰ μέγιστα τοὺς ἔνδον οἰκοῦν‐
5τας ἐζημίουν ἀγαθά. Εἰ δὲ οὐδεὶς ὁ ταῦτα ὑποσχησόμενος, τί τὸ ὄφελος πέμπειν εἰς διδασκάλους, ἔνθα πρὸ τῶν λό‐ γων κακίαν εἴσονται, καὶ τὸ ἕλαττον βουλόμενοι λαβεῖν, τὸ μεῖζον ἀπολέσουσι, τῆς ψυχῆς τὴν ἰσχὺν καὶ τὴν εὐ‐ εξίαν ἅπασαν; Τί οὖν; κατασκάψομεν τὰ διδασκαλεῖα,
10φησίν; Οὐ τοῦτο λέγω, ἀλλ’ ὅπως μὴ τὴν τῆς ἀρετῆς καθέλωμεν οἰκοδομὴν, καὶ ζῶσαν κατορύξωμεν τὴν ψυ‐ χήν· σωφρονούσης μὲν γὰρ ταύτης οὐδεμία ἀπὸ τῆς τῶν λόγων ἀπειρίας ἔσται ζημία, διεφθαρμένης δὲ μεγίστη ἡ βλάβη, κἂν σφόδρα ἡ γλῶττα ἠκονημένη τυγχάνῃ, καὶ
15τοσούτῳ μείζων, ὅσῳπερ ἂν ἐκείνη προσῇ ἡ δύναμις. Πονηρία γὰρ τὴν τοῦ λέγειν προσλαβοῦσα ἐμπει‐ ρίαν, πολλῷ χείρονα τῆς ἀμαθίας ἐργάζεται τὰ δεινά. Ἂν δὲ ἀπελθόντες ἐκεῖ, φησὶ, πρὸς τῷ τὴν γλῶσσαν ἀρ‐ γοτέραν ἔχειν. καὶ τῆς ἀρετῆς ἐκπέσωσιν ἐκείνης; Ἂν
20δὲ μένοντες, εἰπέ μοι, πρὸς τῷ τὴν ψυχὴν διαφθεῖραι, μηδὲν εἰς εὐγλωττίαν ἀπόνωνται τῆς σχολῆς; ἐμοὶ γὰρ ἁρμόσει ταῦτα λέγειν μᾶλλον, ἢ ἐκεῖνα σοί. Τί δήποτε; Ὅτι εἰ καὶ τὸ τοῦ μέλλοντος ἄδηλον ἑκατέρου, τὸ σὸν ἀδη‐ λότερον. Πῶς, καὶ διὰ τί; Ὅτι ἡ μὲν τῶν λόγων σπουδὴ
25τῆς ἀπὸ τῶν τρόπων ἐπιεικείας δεῖται, ἡ δὲ τῶν τρόπων ἐπιείκεια οὐκέτι τῆς ἀπὸ τῶν λόγων προσθήκης. Σωφρο‐ σύνην μὲν γὰρ καὶ χωρὶς τῆς παιδεύσεως ταύτης κατορ‐ θῶσαι ἔνι, λόγων δὲ δύναμιν χωρὶς τρόπων χρηστῶν οὐ‐ δεὶς ἂν προσλάβοι ποτὲ, παντὸς τοῦ χρόνου εἰς κακίαν
30καὶ ἀσέλγειαν ἀναλισκομένου. Ὥστε ὅπερ ἐκεῖ δέδοικας, τοῦτο καὶ ἐνταῦθα φοβεῖσθαι χρή· καὶ πολλῷ μᾶλλον ἐν‐ ταῦθα, ὅσῳ καὶ πυκνότεραι αἱ ἀποτυχίαι, καὶ περὶ τῶν μειζόνων ὁ κίνδυνος. Κἀκεῖ μὲν πρὸς ἓν ἠσχολῆσθαι μόνον ἀνάγκη. ἐνταῦθα δὲ τῶν δύο κρατῆσαι πρόκειται,
35ὡς οὐκ ἐνὸν θάτερον χωρὶς θατέρου λαβεῖν, οὐδὲ σωφρο‐ σύνης χωρὶς τοὺς λόγους εἰδέναι. Εἰ δὲ βούλει, καὶ τὸ ἀδύνατον τοῦτο θῶμεν εἶναι δυνατὸν τί γένοιτ’ ἂν ἡμῖν ἀγαθὸν ἀπὸ τῆς τούτων ἐμπειρίας, περὶ τὰ καίρια λαμβά‐ νουσι τὴν πληγήν; τί δὲ κακὸν ἀπὸ τῆς ἀπειρίας, τῶν
40μεγίστων ἡμῖν κατορθουμένων; Καὶ ταῦτα οὐ παρ’ ἡμῖν μόνον τοῖς καταγελῶσι τῆς ἔξωθεν σοφίας, καὶ μωρίαν αὐτὴν εἶναι νομίζουσιν, ἀλλὰ καὶ παρ’ αὐτοῖς τοῖς ἔξω‐ θεν φιλοσόφοις οὕτω συνωμολόγηται. Καὶ διὰ τοῦτο οἱ μὲν πολλοὶ οὐ σφόδρα ἐπεμελήθησαν τοῦ πράγματος· οἱ
45δὲ καὶ τέλεον κατεφρόνησαν καὶ διετέλεσαν ὄντες ἀμαθεῖς, καὶ τὸν ἅπαντα βίον ἐν τῷ τῆς φιλοσοφίας ἠθικωτέρῳ διατρίψαντες μέρει, σφόδρα ἔλαμψαν, καὶ γεγόνασι περι‐ φανεῖς. Καὶ γὰρ Ἀνάχαρσις καὶ Κράτης καὶ Διογένης οὐδεμίαν ἐποιήσαντο σπουδὴν τούτου· φασὶ δέ τινες,

47

.

367

(50)

οὐδὲ Σωκράτης, καὶ μαρτυρήσειεν ἂν ἡμῖν ὁ μάλιστα πάντων ἐν τῇ τέχνῃ ταύτῃ διενεγκὼν, καὶ τὰ ἐκείνου τῶν ἄλλων εἰδὼς ἀκριβέστερον. Εἰσαγαγὼν γὰρ αὐτόν ποτε εἰς δικαστήριον ἀπολογησόμενον, ἐν τῇ πρὸς τοὺς δικαστὰς ἀπολογίᾳ ἐποίησεν οὕτω λέγοντα· Ὑμεῖς δὲ
55ἐμοῦ ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν, οὐ μέντοι μὰ

47

.

368

Δί’, ὦ ἄνδρες Ἀθηναῖοι, κεκαλλιεπημένους γε λό‐ γους, ὥσπερ οἱ τούτων, ῥήμασί τε καὶ ὀνόμασιν, οὐδὲ κεκοσμημένους, ἀλλ’ ἀκούσεσθε ἁπλῶς καὶ εἰκῆ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασι. Πιστεύω
5γὰρ δίκαια εἶναι ἃ λέγω, καὶ μηδεὶς ὑμῶν προσδο‐ κησάτω ἄλλως. Οὐδὲ γὰρ ἂν δήπου πρέποι τῇ ἡλι‐ κίᾳ τῇδε, ὥσπερ μειρακίῳ πλάττοντι λόγους, εἰς ὑμᾶς εἰσιέναι. Ταῦτα δὲ ἔλεγε δεικνὺς, ὅτι οὐ διὰ ῥᾳθυ‐ μίαν τινὰ, ἀλλὰ διὰ τὸ μὴ μέγα τὸ πρᾶγμα ἡγεῖσθαι, οὔτε
10ἔμαθεν, οὔτε ἐχρήσατο. Οὐκ οὖν φιλοσόφων μὲν ἡ εὐγλωτ‐ τία, καὶ ἀνδρῶν δὲ ἁπλῶς, μειρακίων δὲ παιζόντων ἡ φιλοτιμία, ὡς καὶ αὐτοῖς τοῖς φιλοσόφοις δοκεῖ, οὐ τοῖς ἄλλοις μόνον, ἀλλὰ καὶ τῷ πάντων μάλιστα ἐν τούτῳ κε‐ κρατηκότι· τὸν γὰρ διδάσκαλον οὐκ ἀφίησι κοσμεῖσθαι τῷ
15πράγματι, αἰσχρὸν τῷ φιλοσόφῳ τὸν κόσμον τοῦτον εἶ‐ ναι νομίζων. Ἀλλὰ ταῦτα μὲν ὡς πρὸς ἄπιστον δικαίως ἄν τις εἴποι, μᾶλλον δὲ καὶ πρὸς πιστόν. Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν οἱ μὲν τὴν παρὰ τῶν πολλῶν δόξαν θηρώ‐ μενοι, καὶ οὐδὲ ἄλλοθεν φανῆναι δυνάμενοι, ἀλλ’ ἢ ἀπὸ
20τῆς ἔξωθεν σοφίας, μηδὲν αὐτὴν εἶναι νομίζωσιν, ἡμεῖς δὲ οὕτω θαυμάζωμεν καὶ ἐκπληττώμεθα, ὡς καὶ τῶν ἀναγκαιοτάτων διὰ ταύτην καταφρονεῖν; ιβʹ. Πρὸς μὲν οὖν τὸν ἄπιστον ταῦτα ἀρκεῖ, πρὸς δὲ τὸν πιστὸν καὶ ταῦτα καὶ τὰ παρ’ ἡμῖν ὑποδείγματα ἀναγ‐
25καῖον παράγειν. Ποῖα δὴ ταῦτα; Τοὺς μεγάλους ἄνδρας καὶ ἁγίους ἐκείνους, τοὺς πρώτους, ὅτε γράμματα οὐκ ἦν, τοὺς μετ’ ἐκείνους, ὅτε γράμματα μὲν ἦν, ἐμπειρία δὲ λόγων οὐδέπω τοὺς μετὰ τούτους, ὅτε καὶ γράμματα ἦν καὶ ἐμπειρία λόγων. Ἀμφοτέρων δὲ ἦσαν τότε ἄπειροι
30ἐκεῖνοι· οὐ μόνον γὰρ τῆς τῶν λόγων παιδεύσεως, ἀλλὰ καὶ αὐτῆς τῆς τῶν γραμμάτων ἐμπειρίας ἐκτὸς ἦσαν· ἀλλ’ ὅμως ἐν αὐτοῖς τούτοις, οἷς μάλιστα ἡ τῶν λόγων ἰσχὺς ἀναγκαία εἶναι δοκεῖ, μετὰ τοσαύτης περιουσίας τοὺς ἐν αὐτῇ κρατοῦντας παρήλασαν, ὡς παίδων ἀνοήτων
35αὐτοὺς φανῆναι χείρους. Ὅταν γὰρ τὸ πείθειν ἐν τοῖς λό‐ γοις ᾖ. καὶ οἱ μὲν φιλόσοφοι μηδὲ ἑνὸς περιγίνονται τυ‐ ράννου, οἱ δὲ ἀγράμματοι καὶ ἰδιῶται τὴν οἰκουμένην ἐπιστρέφωσιν ἅπασαν, εὔδηλον ὅτι παρὰ τούτοις τὰ νι‐ κητήρια τῆς σοφίας ἐστὶ, τοῖς ἀγραμμάτοις καὶ ἰδιώταις,
40οὐ παρ’ ἐκείνοις τοῖς τὰ ἑκάτερα διηκριβωκόσιν. Οὕτως ἡ ὄντως σοφία καὶ ἡ ὄντως παίδευσις οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ ὁ τοῦ Θεοῦ φόβος. Καὶ μή μέ τις νομιζέτω νομο‐ θετεῖν ἀμαθεῖς τοὺς παῖδας γίνεσθαι· ἀλλ’ εἴ τις ὑπὲρ τῶν ἀναγκαίων παρέχοι θαῤῥεῖν, οὐκ ἂν ἑλοίμην κωλῦσαι
45καὶ τοῦτο ἐκ περιουσίας γενέσθαι. Ὥσπερ γὰρ, τῶν θεμε‐ λίων σαλευομένων, καὶ πάσης τῆς οἰκίας καὶ τῆς οἰκοδο‐ μῆς κινδυνευούσης καταπεσεῖν, ἐσχάτης ἀνοίας καὶ παραπληξίας ἐστὶ πρὸς τοὺς κονιῶντας, ἀλλὰ μὴ πρὸς τοὺς οἰκοδομοῦντας τρέχειν· οὕτω πάλιν ἀκαίρου φιλονει‐

47

.

368

(50)

κίας, τῶν τοίχων ἑστώτων ἀσφαλῶς καὶ βεβαίως, κωλύειν τὸν βουλόμενον κονιᾷν. Καὶ ὅτι ταῦτα ἀπὸ ψυχῆς λέγω, ὅπερ ἐπὶ τῶν ἔργων ἐπεδειξάμην, ταῦτα ὑμῖν διηγήσομαι καὶ νῦν. Νέος τις κομιδῇ πλούσιος ὢν ἐπεδήμησέ ποτε
55τῇ πόλει τῇ ἡμετέρᾳ κατὰ λόγων παίδευσιν ἑκατέ‐ ραν, τήν τε Ἰταλῶν τήν τε Ἑλλήνων. Οὗτος ὁ νέος
εἶχεν ἀκολουθοῦντα παιδαγωγὸν, ἓν ἔργον ἔχοντα μόνον

47

.

369

διαπλάττειν αὐτοῦ τὴν ψυχήν. Τούτῳ προσελθὼν ἐγὼ τῷ παιδαγωγῷ (καὶ γὰρ τῶν ἐν ὄρεσι καθημένων ἐτύγ‐ χανεν ὢν), τὴν πρόφασιν ἐπεχείρουν μανθάνειν δι’ ἣν τοιαύτης ἐπειλημμένος σοφίας εἰς τὸν τῶν παιδαγωγῶν
5βίον καθῆκεν ἑαυτόν. Ὁ δὲ μικρὸν ἔφησεν ἑαυτῷ λείπε‐ σθαι χρόνον ἐν τούτῳ, καὶ τὸ πᾶν ἡμῖν ἄνωθεν διηγή‐ σατο. Τῷ γὰρ παιδίῳ τούτῳ, φησὶ, πατὴρ μέν ἐστι σκλη‐ ρὸς καὶ τραχὺς, καὶ πρὸς τὰ βιωτικὰ πράγματα ἐπτοη‐ μένος, μήτηρ δὲ μετρία καὶ σώφρων καὶ ἐπιεικὴς, καὶ
10πρὸς τὸν οὐρανὸν βλέπουσα μόνον. Ἐκεῖνος μὲν οὖν, ἅτε καὶ ἐν πολέμοις πολλὰ κατωρθωκὼς, βούλεται τὸν υἱὸν ἐπὶ τὴν πατρῴαν τάξιν ἀγαγεῖν, ἡ δὲ μήτηρ ταῦτα μὲν οὔτε βούλεται, οὔτε ἐπιθυμεῖ, ἀλλὰ καὶ σφόδρα ἀπεύχεται εὔχεται δὲ καὶ ἐπιθυμεῖ λαμπρὸν αὐτὸν ἰδεῖν ἐν τῇ τῶν
15μοναχῶν πολιτείᾳ. Ἀλλὰ ταῦτα μὲν πρὸς τὸν πατέρα εἰ‐ πεῖν οὐκ ἐτόλμησεν· ἐδεδοίκει γὰρ μή ποτε αὐτὸ τοῦτο ὑφορώμενος ἐκεῖνος, πρὸ ὥρας αὐτὸν ἤδη καταδήσῃ τοῖς τοῦ βίου σχοινίοις, καὶ ταύτης αὐτὸν ἀποστήσας τῆς σπουδῆς, ἐπὶ τὴν ζώνην ἀγάγοι, καὶ τὴν ἐξ ἐκείνης ῥᾳ‐
20θυμίαν ἅπασαν, καὶ ἀδύνατον αὐτῷ τὴν μετὰ ταῦτα κα‐ τασκευάσῃ διόρθωσιν. Ἑτέραν δέ τινα συντίθησι μηχα‐ νήν· καλέσασα γάρ με οἴκοι, καὶ ταῦτα πάντα κοι‐ νωσαμένη, καὶ τοῦ παιδίου λαβοῦσα τὴν δεξιὰν, ταῖς ἐμαῖς ἐντίθησι χερσίν. Ὡς δὲ ἠρώτων τίνος ἕνεκεν ταῦ‐
25τα ποιεῖ, μίαν ταύτην ἔλεγεν ὑπολείπεσθαι μηχανὴν ἡμῖν πρὸς τὴν τοῦ παιδὸς σωτηρίαν, εἰ βουληθείην τε καὶ ἀνασχοίμην ἐν τάξει παιδαγωγοῦ τὸ παιδίον λαβὼν ἐλθεῖν ἐνθάδε· πείσειν γὰρ αὐτὴν τὸν πατέρα, ὡς καὶ τὸν στρατιωτικὸν ἑλομένῳ βίον χρήσιμος αὐτῷ τῶν λό‐
30γων ἡ παίδευσις. Ἂν οὖν τοῦτο ἰσχῦσαι δυνηθῶ, φησὶ, καταμόνας αὐτὸν ἔχων λοιπὸν ἐπὶ τῆς ἀλλοτρίας, οὔτε τοῦ πατρὸς ἐνοχλοῦντος, οὔτε τῶν οἰκείων τινὸς, μετὰ πολλῆς αὐτὸν τῆς ἐξουσίας διαπλάσαι δυνήσῃ, καὶ καθάπερ ἐν μοναστηρίῳ διάγοντα, οὕτω ποιῆσαι ζῇν.
35Ἀλλ’ ἐπίνευσον καὶ ὑπόσχου τὸ συνυποκρίνασθαί μοι τὸ δρᾶμα. Οὐκ ἔστιν ὑπὲρ τῶν τυχόντων ὁ λόγος ἐμοί· ὑπὲρ τῆς τοῦ παιδίου μου ψυχῆς ὁ ἀγὼν καὶ ὁ κίνδυνος. Μὴ δὴ περιίδῃς τὸν πάντων ἐμοὶ φίλτατον κινδυνεύοντα, ἀλλ’ ἐξάρπασον αὐτὸν ἤδη τῶν πάντοθεν περικειμένων
40αὐτῷ παγῶν, τῆς ζάλης, τοῦ κλυδωνίου. Εἰ δὲ οὐ θέ‐ λεις δοῦναι τὴν χάριν, τὸν Θεὸν ἤδη καλῶ μέσον ἡμῶν, καὶ μαρτύρομαι ὅτι ἐγὼ μὲν οὐδὲν ἐνέλιπον τῶν εἰς τὴν σωτηρίαν τῆς τούτου ψυχῆς ἡκόντων, ἀλλ’ εἰμὶ καθαρὰ ἀπὸ τοῦ αἵματος τοῦ παιδίου τούτου· εἰ δὲ συμβαίη τι
45παθεῖν αὐτὸν, οἷον εἰκὸς νέον ὄντα καὶ ἐν τοσαύτῃ ζῶντα τρυφῇ καὶ ῥᾳθυμίᾳ, ἀπὸ σοῦ καὶ τῶν σῶν χειρῶν κατὰ τὴν ἡμέραν ἐκείνην ἐκζητήσει τοῦ παιδίου τούτου τὴν ψυχὴν ὁ Θεός. Ταῦτα καὶ τὰ τούτων πλείονα προσθεῖσα ῥήματα, καὶ δακρύσασα σφοδρῶς καὶ ἐλεεινῶς, ἔπεισεν

47

.

369

(50)

ἀναδέξασθαί με ταύτην τὴν πραγματείαν, καὶ μετὰ τούτων ἐξέπεμψε τῶν ἐντολῶν. Καὶ οὐ γέγονεν αὐτῇ μάταιος ἡ μηχανή· ἀλλ’ οὕτως ἐν βραχεῖ χρόνῳ τὸν παῖδα τοῦτον ὁ γενναῖος ἐκεῖνος ἤσκησε, καὶ τοσοῦτον αὐτῷ τῆς ἐπιθυμίας ταύτης ἀνῆψε τὸ πῦρ, ὡς
55ἀθρόον ἅπαντα ῥῖψαι, καὶ ἐπὶ τὴν ἔρημον δραμεῖν, καὶ ἑτέρου δεῖσθαι χαλινοῦ πάλιν τοῦ δυνησομένου πρὸς τὴν σύμμετρον αὐτὸν ἄσκησιν ἀπὸ τῆς ἐπιτεταμένης μετα‐ στρέψαι ἐκείνης. Καὶ γὰρ ἦν δέος, μὴ τῇ σπουδῇ ταύτῃ πρὸ καιροῦ τὸ δρᾶμα ἀποκαλύψας, καὶ τῇ μητρὶ
60καὶ τῷ παιδαγωγῷ, καὶ τοῖς πανταχοῦ μοναχοῖς πόλε‐ μον ἐγείρῃ χαλεπόν. Εἰ γὰρ ᾔσθετο ταύτης τῆς φυγῆς ὁ πατὴρ, οὐκ ἂν ἀπέστη πάντα κινῶν, ὥστε ἀπελάσαι τοὺς ἁγίους ἐκείνους, οὐχὶ τοὺς ὑποδεξαμένους μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας. Τοῦτον τοίνυν ἐγὼ τὸν
65παῖδα λαβὼν, καὶ ταῦτα καὶ τὰ τούτων πλείονα εἰπὼν,

47

.

370

τὴν μὲν ἐπιθυμίαν τῆς φιλοσοφίας ταύτης εἴασα μέ‐ νειν, καὶ ἐπέτεινα δὲ πλέον, τὴν δὲ πόλιν οἰκεῖν ἠξίουν, καὶ τῆς τῶν λόγων ἔχεσθαι σπουδῆς· οὕτω γὰρ καὶ τοὺς ἡλικιώτας ὠφελήσειν τὰ μέγιστα, καὶ τὸν πατέρα λήσειν.
5Ἀναγκαῖον δὲ τοῦτο εἶναι ἐνόμιζον, οὐ τῶν ἁγίων μόνον ἕνεκεν ἐκείνων, οὐδὲ τῆς μητρὸς, οὐδὲ τοῦ παιδ‐ αγωγοῦ, ἀλλὰ καὶ αὐτοῦ τοῦ παιδός. Ἐν ἀρχῇ μὲν γὰρ ἐπιθέμενον αὐτῷ τὸν πατέρα, καὶ διασαλεύειν εἰκὸς ἦν τὰ τῆς φιλοσοφίας φυτὰ, ἁπαλά τε ὄντα καὶ
10ἄρτι τεθέντα· εἰ δὲ χρόνος ἐγγένηται πολὺς, καὶ ῥιζω‐ θείη καλῶς, σφόδρα ἐθάῤῥουν ὅτι οὐκ ἂν οὐδ’ ὁτιοῦν γένηται δυνήσεται παραβλάψαι τὸν υἱὸν ἐκεῖνος· ὃ δὴ καὶ γέγονε, καὶ οὐ διήμαρτον τῆς ἐλπίδος. Ὅτε γὰρ πατὴρ αὐτοῦ προσβαλὼν ὕστερον χρόνου παρελθόντος
15πολλοῦ, καὶ μετὰ σφοδρᾶς ἐνσείσας τῆς ῥύμης, οὐ μό‐ νον οὐκ ἔκλινέ τι τῆς οἰκοδομῆς, ἀλλὰ καὶ ἰσχυροτέραν ἀπέφηνε· τῶν τε συμφοιτώντων αὐτῷ πολλοὶ τοσαῦτα τῆς ὁμιλίας ἀπώναντο τῆς ἐκείνου, ὡς πρὸς τὸν αὐτὸν αὐτῷ ζῆλον ἐλθεῖν. Ἔχων γὰρ οἴκοι διαπαντὸς τὸν
20ῥυθμίζοντα, καθάπερ ἄγαλμα συνεχῶς ἀπολαῦον τῆς τοῦ τεχνίτου χειρὸς, οὕτω προσθήκην καθ’ ἑκάστην ἡμέραν ἐλάμβανε τοῦ κατὰ ψυχὴν κάλλους. Καὶ τὸ δὴ θαυμαστὸν, ἔξω μὲν φαινόμενος, οὐδὲν διαφέρειν ἐδόκει τῶν πολλῶν· οὔτε γὰρ ἦθος εἶχεν ἠγριωμένον καὶ κατ‐
25εσκληκὸς, οὔτε ἐξηλλαγμένην στολὴν, ἀλλ’ ἦν κοινὸς καὶ τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῇ φωνῇ καὶ τοῖς ἄλλοις ἅπασιν. Ὅθεν καὶ πολλοὺς τῶν ὁμιλούντων αὐ‐ τῷ εἴσω τῶν αὐτοῦ δικτύων ἠδυνήθη λαβεῖν, πολλὴν ἔνδον ἔχων ἐγκεκρυμμένην τὴν φιλοσοφίαν. Οἴκοι δὲ εἴ
30τις αὐτὸν εἶδεν, ἐνόμισεν ἄν τινα εἶναι τῶν ἐν τοῖς ὄρεσι καθημένων· καὶ γὰρ ἡ οἰκία αὐτῷ πρὸς ἀκρίβειαν μοναστηρίου παντὸς διέκειτο, οὐδὲν ἔχουσα τῶν ἀναγ‐ καίων πλέον. Καὶ ὁ καιρὸς δὲ αὐτῷ ἅπας εἰς τὴν ἀνά‐ γνωσιν τῶν ἁγίων ἀνηλίσκετο βιβλίων· καὶ γὰρ ὢν
35ὀξὺς μαθήματα προσλαβεῖν, τῇ μὲν ἔξωθεν παιδεύσει βραχὺ τῆς ἡμέρας ἀπένειμε μέρος, τὸ δὲ λοιπὸν ἅπαν εὐχαῖς συνεχέσι καὶ βιβλίοις ἀνέκειτο θείοις, καὶ ἄσιτος ἅπασαν διετέλει τὴν ἡμέραν, μᾶλλον δὲ οὐδὲ μίαν, οὐδὲ δύο μόνον, ἀλλὰ καὶ πλείους. Καὶ νύκτες δὲ αὐτῷ ταῦτα
40συνῄδεσαν, δάκρυα, καὶ εὐχὰς, καὶ τὴν τοιαύτην ἀνά‐ γνωσιν. Ἅπερ ἡμῖν ἅπαντα ὁ παιδαγωγὸς λάθρα ἀπήγγειλε· καὶ γὰρ ἦν ἀφόρητος ὁ παῖς, εἴ τι τούτων ᾔσθετό ποτε ἐξενεχθέν. Ἔλεγε τοίνυν οὗτος, ὅτι καὶ ἱμά‐ τιον αὐτῷ ἀπὸ τριχῶν κατεσκεύαστο, καὶ τούτῳ τὰς
45νύκτας ἐγκαθεύδοι, σοφήν τινα μηχανὴν τοῦ ταχέως ἐξ‐ ανίστασθαι ταύτην εὑρών. Καὶ τὰ ἄλλα δὲ αὐτῷ πρὸς τὴν ἀκρίβειαν τῶν μοναχῶν ἀπήρτιστο, καὶ τὸν Θεὸν ἐδό‐ ξαζε συνεχῶς ἐκεῖνος, τὸν οὕτω κοῦφα τῆς φιλοσοφίας ταύτης ἐνθέντα αὐτῷ τὰ πτερά. Ὥστε εἴ τίς μοι ψυχὴν

47

.

370

(50)

καὶ νῦν ἐδείκνυ τοιαύτην, καὶ παιδαγωγὸν παρεῖχε τοιοῦτον, καὶ τὰ ἄλλα πάντα ὁμοίως [ἐπιμελεῖσθαι] ἐπηγγείλατο, μυριάκις ἂν ηὐξάμην τοῦτο γενέσθαι μᾶλ‐ λον τῶν γεννησαμένων αὐτῶν. Ἦ γὰρ ἂν ἡμῖν ἡ θήρα πλείων ἐγένετο, καὶ διὰ τὸν βίον, καὶ διὰ τὴν ἡλικίαν,
55καὶ διὰ τὴν συνεχῆ διατριβὴν, τῶν τοιούτων δυναμένων τοὺς ἡλικιώτας θηρᾷν. Ἀλλὰ γὰρ οὐδείς ἐστιν ὁ ταῦτα
ὑποστησόμενος, οὐδὲ ποιήσων· οὐκ ὄντος δὲ, μυρίας

47

.

371

ὠμότητος ἂν εἴη τὸν οὐδὲ ἑαυτῷ δυνάμενον ἀμῦναι, ἀλλὰ κείμενον, καὶ μυρία δεχόμενον τραύματα, καὶ τοὺς ἄλλους ἀσθενεστέρους ποιοῦντα, τοῦτον ἐν τῷ μέσῳ κατακόπτεσθαι ἐᾷν, δέον ἐξέλκειν ἀπὸ τῆς μάχης. Καὶ
5γὰρ καὶ στρατηγὸν ὁμοίως ἄν τις κολάσειε, τὸν τούς τε δυναμένους πολεμεῖν ἀπάγοντα τῆς παρατάξεως, τούς τε τρωθέντας καὶ κειμένους, καὶ τοὺς ἄλλους συντα‐ ράσσοντας κελεύοντα κεῖσθαι διαπαντὸς ἐν τῷ μέσῳ. ιγʹ. Ἐπεὶ δὲ πολλοὶ τῶν πατέρων, ἕκαστος ἔγκειται τὸν
10υἱὸν ἐπιθυμῶν ἐν λόγοις ζῶντα ὁρᾷν, ὡς ἀκριβῶς εἰδὼς ὅτι πρὸς τὸ τέλος πάντως ἥξει τῶν λόγων, ὑπὲρ τούτου μὲν μὴ φιλονεικῶμεν, μηδὲ ὅτι διαμαρτήσεται λέγω‐ μεν, ἀλλὰ δῶμεν τῷ λόγῳ καὶ περιέσεσθαι πάντως αὐ‐ τὸν τῆς σπουδῆς, καὶ πρὸς ἄκρον ἀφίξεσθαι. Ἔστω δὲ
15αἵρεσις ἡμῖν προκειμένη διπλῆ, καὶ εἰς διδασκαλεῖα μὲν φοιτῶν, ὑπὲρ τῆς μαθήσεως ἐχέτω τὸν ἀγῶνα, εἰς δὲ ἐρημίας ὑπὲρ τῆς ψυχῆς· ποῦ βέλτιον, εἰπέ μοι, κρα‐ τεῖν; Ἂν μὲν γὰρ ἑκατέρωθεν συμβαίνῃ, κἀγὼ βούλο‐ μαι· ἂν δὲ θάτερον λείπηται, βέλτιον ἑλέσθαι τὸ κρεῖτ‐
20τον. Ναὶ, φησὶν, αὐτὸ δὲ τοῦτο πόθεν ἡμῖν ἔσται δῆλον, ὅτι στήσεται καὶ μενεῖ, καὶ οὐ μεταπεσεῖται; πολλοὶ γὰρ οἱ πεσόντες. Πόθεν δῆλον ὅτι οὐ στήσεται, οὐδὲ με‐ νεῖ; πολλοὶ γὰρ οἱ στάντες, καὶ τῶν πεπτωκότων πλείους· ὥστε διὰ τούτους μᾶλλον θαῤῥεῖν χρὴ, ἢ δι’
25ἐκείνους φοβεῖσθαι. Τίνος δὲ ἕνεκεν καὶ ἐπὶ τῶν λόγων αὐτὸ τοῦτο οὐ δέδοικας, ἔνθα μάλιστα δεδοικέναι ἐχρῆν; Παρὰ μὲν γὰρ τοῖς μοναχοῖς ἐκ πολλῶν ὀλίγοι διήμαρ‐ τον· ἐν δὲ ταῖς τῶν λόγων διατριβαῖς ἀπὸ πολλῶν ὀλίγοι κατώρθωσαν. Καὶ οὐκ ἀπὸ τούτων μόνον, ἀλλὰ καὶ ἀφ’
30ἑτέρων πλειόνων εἰκότως ἄν τις ἐκεῖνα μᾶλλον φοβοῖτο. Καὶ γὰρ παιδὸς ἀφυΐα, καὶ διδασκάλων ἀμαθία, καὶ παιδαγωγῶν ῥᾳθυμία, καὶ πατρὸς ἀσχολία, καὶ δαπα‐ νῶν καὶ μισθῶν ἔλλειψις, καὶ τρόπων διαφορὰ, καὶ συμφοιτητῶν κακία καὶ φθόνος καὶ βασκανία, καὶ
35πολλὰ ἕτερα τῷ τέλει λυμαίνεται. Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ μετὰ τὸ τέλος τούτων ἕτερα πλείονα· ὅταν γὰρ ἅπαντα ὑπερβὰς πρὸς αὐτὸ τῆς παιδείας τὸ ἄκρον ἀφ‐ ίκηται, μηδενὶ τούτων ὑποσκελισθεὶς, ἑτέρα πάλιν κεῖται ἐνέδρα ἐκεῖ. Καὶ γὰρ ἄρχοντος δυσμένεια, καὶ φθόνος
40τῶν ὁμοτέχνων, καὶ καιρῶν δυσκολία, καὶ φίλων ἐρη‐ μία, καὶ πενία πολλάκις τοῦ τέλους ἐξέκρουσεν. Ἀλλ’ οὐκ ἐπὶ τῶν μοναχῶν οὕτως, ἀλλ’ ἑνὸς δεῖ μόνου, προθυ‐ μίας γενναίας καὶ ἀγαθῆς· κἂν τοῦτο προσῇ, οὐδὲν τὸ κωλύον πρὸς τὸ τέλος ἐλθεῖν τῆς ἀρετῆς.
45 Πῶς οὖν οὐκ ἄδικον, ἔνθα μὲν τὰ τῶν χρηστῶν ἐλπί‐ δων δῆλά τέ ἐστι καὶ ἐγγύτερα ἀπογινώσκειν καὶ τρέ‐ μειν, ἔνθα δὲ τὰ τῶν ἐναντίων μακρότερα, καὶ ὑπὸ πολλῶν κωλυμάτων ἀνακοπτόμενα, μὴ ἀπογινώσκειν, εἰς δὲ τὰ τῶν δυσχερῶν σαφέστερα καὶ μᾶλλον πλείονα θαρσεῖν·

47

.

371

(50)

καὶ ἐπὶ μὲν τῶν λόγων, μὴ πρὸς τὰ πολλάκις συμβαίνοντα λυπηρὰ, ἀλλὰ πρὸς τὰ σπανίως ἐκβαίνοντα χρηστὰ ἀφ‐ ορᾷν, ἐπὶ δὲ τῶν μοναχῶν τοὐναντίον ποιεῖν, καὶ ἔνθα μὲν αἱ τῶν ἀγαθῶν ἐλπίδες πολλαὶ, πρὸς τὰ λυπηρὰ
ἀποκλίνειν μόνον, ἔνθα δὲ αἱ τῶν ἐναντίων, τὰς χρηστὰς

47

.

372

ἀναλογίζεσθαι μόνας; Καίτοι γε ἐκεῖ μὲν ὅταν ἅπαντα συνέλθῃ τὰ ὀφείλοντα συνδραμεῖν, πρὸς αὐτῷ τῷ τέλει πολλάκις θάνατος ἄωρος προσπεσὼν ἀπήνεγκεν ἀστεφά‐ νωτον τὸν ἀθλητὴν μετὰ τοὺς μυρίους ἱδρῶτας· ἐνταῦθα
5δὲ κἂν ἐν μέσοις τοῖς ἀγῶσι τοῦτο γένηται, τότε δὴ μά‐ λιστα λαμπρὸς καὶ ἐστεφανωμένος ἄπεισιν οὗτος. Ὥστε εἰ τὸ μέλλον δέδοικας, ἐπὶ τῶν λόγων δεδοικέναι μᾶλλον ἔδει, ἔνθα πολλὰ τὰ κωλύματα πρὸς τὸ πέρας ἐλθεῖν. Σὺ δὲ ἐκεῖ μὲν κάθῃ χρόνον ἀναμένων μακρὸν, καὶ πρὸς
10οὐδὲν τῶν ἐν μέσῳ, δαπάνην λέγω καὶ ταλαιπωρίαν καὶ τὸ ἄδηλον, ἀλλὰ πρὸς τὸ τέλος μόνον ὁρῶν· ἐνταῦθα δὲ οὔπω τῶν προθύρων τοῦ παιδὸς ἐπιβάντος, οὐδὲ ἁψα‐ μένου τῆς καλῆς ταύτης φιλοσοφίας, δέδοικας καὶ τρέμεις εὐθέως, καὶ εἰς ἀπόγνωσιν ἐμβάλλεις τὸν λο‐
15γισμόν; Καὶ μὴν αὐτὸς ἔμπροσθεν ἔλεγες· Τί γάρ; πόλιν οἰκοῦντα καὶ οἰκίαν ἔχοντα σωθῆναι οὐκ ἔνι; Οὐκοῦν εἰ μετὰ τῆς πόλεως, καὶ τῆς οἰκίας, καὶ τῆς γυναικὸς σωθῆναι δυνατὸν, πολλῷ μᾶλλον χωρὶς γυναι‐ κὸς καὶ τῶν ἄλλων τούτων. Οὐ γάρ ἐστι τοῦ αὐτοῦ
20νῦν μὲν θαῤῥεῖν, καὶ εἰ ἐν τοῖς βιωτικοῖς ᾖ πράγμα‐ σιν ἐνδεδεμένος, ὡς δυνατῆς καὶ οὕτω τῆς σωτηρίας οὔσης· νῦν δὲ, κἂν πάντων ἀπηλλαγμένος ᾖ, τρέμειν καὶ δεδοικέναι, ὡς οὐδὲ τούτων χωρὶς εὐδοκιμῆσαι ἐνόν. Εἰ γὰρ πόλιν οἰκῶν ἠδύνατο σώζεσθαι, ὡς ἔφης, πολλῷ
25μᾶλλον τὴν ἐρημίαν καταλαβών. Πῶς οὖν τὸ ἀδύνα‐ τον ἐνταῦθα δέδοικας, ἐκεῖ μὴ φοβηθεὶς ἔνθα μᾶλλον ἐχρῆν; ιεʹ. Οὐ γάρ ἐστι, φησὶν, ἴσον βιωτικὸν ὄντα διαμαρτεῖν, καὶ καθάπαξ ἀναθέντα ἑαυτὸν τῷ Θεῷ· οὐ γὰρ ἀπὸ τοῦ αὐ‐
30τοῦ ὕψους ἀμφότεροι καταπίπτουσιν, ὅθεν οὐδὲ τὰ τραύ‐ ματα αὐτοῖς ἴσα. Σφόδρα ἀπατᾷς σαυτὸν καὶ σφάλ‐ λεις, εἰ ἄλλα μὲν οἴει τὸν βιωτικὸν, ἕτερα δὲ ἀπαιτεῖσθαι τὸν μοναχόν· ἡ γὰρ διαφορὰ τούτοις ἐν τῷ γαμῆσαι καὶ μὴ, τῶν δὲ ἄλλων ἕνεκεν ἁπάντων κοινὰς ὑπέχουσι τὰς
35εὐθύνας. Καὶ γὰρ ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, κἄν τε βιωτικὸς, κἄν τε μοναχὸς ᾖ, τῷ Θεῷ προσέκρου‐ σεν ὁμοίως· καὶ ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἄν τε τοῦτο ἄν τε ἐκεῖνο τυγχάνῃ, ὁμοίως ὑπὲρ τῆς μοιχείας τιμωρηθήσεται ταύτης. Εἰ δὲ χρὴ καὶ ἀπὸ
40λογισμοῦ προσθεῖναι, ὁ βιωτικὸς ἀσυγγνωστότερος τοῦτο παθών· οὐ γάρ ἐστιν ἴσον γυναῖκα ἔχοντα, καὶ τοσαύ‐ της ἀπολαύοντα παραμυθίας, κάλλει προσπταῖσαι γυ‐ ναικὸς, καὶ ἁπάσης ταύτης ἀπεστερημένον τῆς βοηθείας ἁλῶναι τῷ δεινῷ. Πάλιν ὁ ὀμνὺς, ἄν τε τοῦτο ἄν τε ἐκεῖνο
45ᾖ, ὁμοίως καταδικάζεται. Οὐδὲ γὰρ ὁ Χριστὸς, ὅτε περὶ τούτων διετάσσετο καὶ ἐνομοθέτει, τοῦτον ἐποιήσατο τὸν διορισμὸν, οὐδὲ εἶπεν· Ἐὰν μὲν μοναχὸς ὁ ὀμνύων ᾖ, ἐκ τοῦ πονηροῦ ὁ ὅρκος· ἐὰν δὲ μὴ μοναχὸς, οὐκέτι· ἀλλ’ ἁπλῶς καὶ καθάπαξ ἅπασιν ἔλεγεν· Ἐγὼ δὲ λέγω

47

.

372

(50)

ὑμῖν, μὴ ὀμόσαι ὅλως. Καὶ πάλιν εἰπὼν, Οὐαὶ τοῖς γελῶσιν, οὐ προσέθηκε τοὺς μοναχοὺς, ἀλλ’ ἁπλῶς ἐνο‐ μοθέτησεν ἅπασιν οὕτω· καὶ ἐν τοῖς ἄλλοις δὲ ἅπασιν οὕτως ἐποίησε τοῖς μεγάλοις καὶ θαυμαστοῖς παραγγέλ‐ μασι. Καὶ γὰρ ὅτε λέγει· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύ‐
55ματι, οἱ πενθοῦντες, οἱ πραεῖς, οἱ πεινῶντες καὶ διψῶν‐ τες τὴν δικαιοσύνην, οἱ ἐλεήμονες, οἱ καθαροὶ τῇ καρδίᾳ, οἱ εἰρηνοποιοὶ, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, οἱ καὶ
ῥητὰ καὶ ἄῤῥητα δι’ αὐτὸν παρὰ τῶν ἔξωθεν ἀκούοντες

47

.

373

κακά· οὔτε βιωτικοῦ, οὔτε μονάζοντος ὄνομα τίθησιν, ἀλλ’ ἀπὸ τῆς τῶν ἀνθρώπων διανοίας οὗτος εἰσενήνεκται ὁ διορισμός. Αἱ δὲ Γραφαὶ οὐδὲν ἴσασι τούτων, ἀλλ’ ἅπαν‐ τας τὸν τῶν μοναχῶν βούλονται βίον ζῇν, κἂν γυναῖκας
5ἔχοντες τύχωσιν. Ἄκουσον γοῦν καὶ ὁ Παῦλος τί φησιν· ὅταν δὲ Παῦλον εἴπω, τὸν Χριστὸν λέγω πάλιν. Οὗτος τοίνυν ἐπιστέλλων ἀνθρώποις γυναῖκας ἔχουσι καὶ παι‐ δία τρέφουσι, πᾶσαν τὴν τοῖς μοναχοῖς προσήκουσαν ἀκρίβειαν αὐτοὺς ἀπαιτεῖ. Τὴν γὰρ τρυφὴν ἐκκόπτων
10ἅπασαν, καὶ τὴν ἐν τοῖς ἱματίοις, καὶ τὴν ἐν τοῖς ἐδέσμα‐ σι, ταῦτα ἐπιστέλλει τὰ ῥήματα· Γυναῖκας ἐν κατα‐ στολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ· καὶ πάλιν. Ἡ δὲ σπαταλῶσα
15ζῶσα τέθνηκε· καὶ πάλιν, Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Τί τούτων παρὰ τῶν μοναζόντων πλέον ἀπαιτήσειεν ἄν τις; Γλώτ‐ της δὲ παιδεύων κρατεῖν ἑτέρους, ἀκριβεῖς πάλιν τίθησι νόμους, καὶ τοιούτους οἵους καὶ τοῖς μοναχοῖς ἀνύσαι
20ἔργον ἐστίν. Οὐ γὰρ αἰσχρότητα καὶ μωρολογίαν μόνον, ἀλλὰ καὶ εὐτραπελίαν ἀναιρεῖ· οὐ θυμὸν καὶ ὀργὴν καὶ πικρίαν μόνον, ἀλλὰ καὶ κραυγὴν ἐκκόπτει τοῦ τῶν πι‐ στῶν στόματος. Πᾶς γὰρ, φησὶ, θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ
25κακίᾳ. Ἆρά σοι μικρὰ ταῦτα εἶναι δοκεῖ; Οὐκοῦν ἀνάμει‐ νον, καὶ τὰ πολλῷ μείζονα τούτων ἀκούσῃ, ἃ περὶ ἀν‐ εξικακίας διατάττεται πᾶσιν. Ὁ ἥλιος, φησὶ, μὴ ἐπι‐ δυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδώσει· ἀλλὰ πάντοτε τὸ
30ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. Καὶ πάλιν· Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Εἶδες πρὸς αὐτὴν τὴν κορυφὴν ἀνα‐ βαίνουσαν τὴν τῆς φιλοσοφίας καὶ μακροθυμίας ἐπίτα‐ σιν; Ἄκουσον καὶ ὅσα περὶ ἀγάπης διατάττεται τοῦ κε‐
35φαλαίου τῶν ἀγαθῶν· ἐπάρας γὰρ αὐτὴν καὶ τὰ κατορ‐ θώματα αὐτῆς εἰπὼν, ἐδήλωσεν ὅτι ταύτην ἀπαιτεῖ παρὰ τῶν βιωτικῶν ἣν παρὰ τῶν μαθητῶν ὁ Χριστός. Ὥσπερ γὰρ ὁ Σωτὴρ τοῦτον ἔσχατον ὅρον ἔφησεν ἀγάπης εἶναι, τὸ τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ τῶν φίλων αὐτοῦ, οὕτω
40καὶ ὁ Παῦλος τὸ αὐτὸ τοῦτο ᾐνίξατο εἰπών· Ἡ ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς· καὶ τὴν τοιαύτην κελεύει διώκειν. Ὥστε εἰ καὶ τοῦτο μόνον εἴρητο, ἱκανὸν τεκμήριον ἦν τοῦ τὰ αὐτὰ ἀπαιτεῖσθαι τοὺς βιωτικοὺς τοῖς μοναχοῖς. Ὁ γὰρ σύνδεσμος καὶ ἡ ῥίζα τῆς πολλῆς ἀρετῆς αὕτη ἐστί·
45νυνὶ δὲ καὶ κατὰ μέρος αὐτὴν τίθησι. Τί τοίνυν μεῖζον ταύτης τῆς φιλοσοφίας ζητήσειεν ἄν τις; Ὅταν γὰρ καὶ ὀργῆς καὶ θυμοῦ καὶ κραυγῆς, καὶ χρημάτων ἐπιθυμίας, καὶ γαστρὸς, καὶ πολυτελείας, καὶ δόξης κενῆς, καὶ τῶν ἄλλων τῶν βιωτικῶν ἀνωτέρους εἶναι κελεύῃ, καὶ μηδὲν

47

.

373

(50)

κοινὸν ἔχειν πρὸς τὴν γῆν, ὅταν νεκρῶσαι τὰ μέλη προστάττῃ, εὔδηλον ὅτι τὴν αὐτὴν ἡμᾶς ἀκρίβειαν ἀπαι‐ τεῖ, ὅσην τοὺς μαθητὰς ὁ Χριστὸς, καὶ πρὸς τὰ ἁμαρτή‐ ματα οὕτως εἶναι βούλεται νεκροὺς, ὡς τοὺς ἀποθανόν‐ τας καὶ ταφέντας ἤδη. Διὰ τοῦτο γάρ φησιν· Ὁ γὰρ
55ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Ἔστι δὲ ὅπου καὶ εἰς τὸν τοῦ Χριστοῦ ζῆλον διὰ τῆς παρακλή‐ σεως. ἡμᾶς ἄγει, οὐχὶ πρὸς τὸν τῶν μαθητῶν μόνον. Καὶ γὰρ ὅταν ἀγαπᾷν παραινῇ, ἐκεῖθεν φέρει τὰ ὑποδείγμα‐ τα, καὶ ὅταν μὴ μνησικακεῖν, καὶ ὅταν μετριάζειν. Ὅταν
60οὖν μὴ μοναχοὺς μόνον, μηδὲ τοὺς μαθητὰς, ἀλλὰ καὶ

47

.

374

αὐτὸν μιμεῖσθαι κελεύῃ τὸν Χριστὸν, καὶ τοῖς μὴ ζηλοῦ‐ σι κόλασιν τίθησι μεγίστην, πόθεν ἐκεῖνο μεῖζον ἔφης εἶναι τὸ ὕψος; Τὸ γὰρ αὐτὸ πάντας ἀνθρώπους ἀναβῆ‐ ναι δεῖ· καὶ τὸ πᾶσαν ἀνατρέψαν τὴν οἰκουμένην, τοῦτό
5ἐστιν, ὅτι μείζονος οἰόμεθα δεῖν ἀκριβείας τῷ μονάζοντι μόνῳ, τοῖς δὲ λοιποῖς ἐξεῖναι ῥᾳθύμως ζῇν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἀλλὰ τὴν αὐτὴν ἀπαιτούμεθα, φησὶ, πάντες φιλοσοφίαν· καὶ σφόδρα φαίην ἂν ἔγωγε, μᾶλλον δὲ οὐκ ἐγὼ, ἀλλ’ αὐτὸς ὁ μέλλων κρίνειν ἡμᾶς. Εἰ δὲ
10θαυμάζεις ἔτι καὶ διαπορεῖς, φέρε σοι πάλιν τὴν ἀκοὴν ἀπὸ τῶν αὐτῶν ἀντλήσωμεν ναμάτων, ὥστε σοι τέλεον ἐκπλυθῆναι τῆς ἀπιστίας τὴν κακίαν ἅπασαν. Ποιήσο‐ μαι δὲ τὴν ἀπόδειξιν ἀπὸ τῶν κολάσεων τῶν κατὰ τὴν ἡμέραν ἐκείνην. Ὁ πλούσιος, οὐκ ἐπειδὴ μονάζων ἦν
15ὠμὸς, διὰ τοῦτο ἐκολάζετο μειζόνως, ἀλλ’, εἰ δεῖ τι καὶ ἐφευρόντα εἰπεῖν, ἐπειδὴ βιωτικὸς ὢν, καὶ ἐν πλούτῳ ζῶν καὶ ἐν πορφύρᾳ, περιεώρα τὸν Λάζαρον ἐν ἐσχάτῃ πενίᾳ. Πλὴν οὔτε τοῦτο οὔτε ἐκεῖνο ἐρῶ, ἀλλ’ ὅτι μόνον ὠμὸς ἦν, διὰ τοῦτο ἔκειτο μειζόνως κολαζόμενος ἐν τῷ
20πυρί. Καὶ αἱ παρθένοι δὲ, ἐπειδὴ περὶ τὴν φιλανθρω‐ πίαν ὑστέρησαν, διὰ τοῦτο ἀπηλάθησαν ἀπὸ τοῦ νυμφῶ‐ νος· καὶ εἰ χρή τι καὶ παρ’ ἑαυτῶν εἰπεῖν, οὐ μόνον αὐταῖς οὐκ ἐπετείνετο τὰ τῆς κολάσεως διὰ τὴν παρθενίαν, ἀλλὰ τάχα καὶ ἡμερώτερα διὰ ταύτην ἐγέ‐
25νετο. Οὐ γὰρ ἤκουσαν, Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοι‐ μασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἀλλὰ μόνον· Οὐκ οἶδα ὑμᾶς. Εἰ δὲ λέγει τις ταυτὸν εἶναι τοῦτο ἐκείνῳ, οὐδὲν ἀντερῶ. Τὸ γὰρ σπουδαζόμενόν μοι δεῖξαι νῦν, ὅτι οὐχ ὁ τῶν μοναχῶν βίος χαλεπωτέ‐
30ρας ποιεῖ τὰς κολάσεις, ἀλλὰ τῶν αὐτῶν εἰσιν ὑπεύθυ‐ νοι καὶ οἱ βιωτικοὶ, τὰ αὐτὰ ἁμαρτάνοντες ἐκείνοις. Καὶ ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, καὶ ὁ τὰ δηνάρια τὰ ἑκατὸν ἀπαιτῶν, οὐκ ἐπειδὴ μονάζοντες ἦσαν, ἔπασχον ἅπερ ἔπασχον· ἀλλ’ ὁ μὲν διὰ τὴν πορνείαν, ὁ δὲ διὰ τὴν
35μνησικακίαν ἀπώλοντο. Καὶ τοὺς ἄλλους δὲ εἴ τις ἐπέλθοι τοὺς τότε κολαζομένους, ἀπὸ τῶν ἀμαρτημάτων μόνον ὄψεται τὴν τιμωρίαν ὑπέχοντας. Οὐκ ἐν ταῖς τιμωρίαις δὲ μόνον, ἀλλὰ καὶ ἐν ταῖς νουθεσίαις τοῦτο εὕροι τις ἄν. Καὶ γὰρ, ὅταν λέγῃ· Δεῦτε πρός με πάντες οἱ κο‐
40πιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρή‐ σετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· οὐ τοῖς μονάζου‐ σι διαλέγεται μόνον, ἀλλὰ καὶ πάσῃ τῇ τῶν ἀνθρώπων
45φύσει. Καὶ ὅταν κελεύῃ διὰ τῆς στενῆς ὁδεύειν ὁδοῦ, οὐ πρὸς τούτους ἀποτείνει τὸν λόγον μόνους, ἀλλὰ πρὸς πάντας ἀνθρώπους· καὶ μισεῖν δὲ τὴν αὐτῶν ψυχὴν ἐν τῷ κόσμῳ τούτῳ, καὶ τὰ ἄλλα δὲ πάντα τὰ τοιαῦτα πᾶ‐ σιν ἐπέταξεν ὁμοίως. Ὅταν δὲ μὴ πᾶσι διαλέγηται μηδὲ

47

.

374

(50)

νομοθετῇ, δῆλον ἡμῖν αὐτὸ ποιεῖ. Ὅτε γοῦν περὶ παρ‐ θενίας ἔλεγεν, ἐπήγαγεν· Ὁ δυνάμενος χωρεῖν χω‐ ρείτω, οὔτε τὸ, πᾶς, προσθεὶς, οὔτε ἐν ἐπιτάγματος τά‐ ξει τοῦτο εἰσενεγκών. Οὕτω καὶ ὁ Παῦλος· τὸν γὰρ Δι‐
δάσκαλον μιμούμενος πανταχοῦ φαίνεται, καὶ εἰς ταύ‐

47

.

375

την ἐμπεσὼν τὴν ὑπόθεσιν, ἔλεγε· Περὶ δὲ τῶν παρθέ‐ νων ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Ὅτι μὲν οὖν πρὸς τὴν ἴσην φθάσαι κορυφὴν καὶ τὸν βιωτικὸν ἀνάγκη καὶ τὸν μοναχὸν, καὶ ὅτι τὰ αὐτὰ λήψονται τραύματα πεσόντες
5ἀμφότεροι, οὐδὲ τὸν σφόδρα φιλόνεικον καὶ ἀναίσχυντον οἶμαι λοιπὸν ἀντερεῖν. ιδʹ. Τούτου δὲ ἀποδειχθέντος σαφῶς, φέρε δὴ κἀκεῖνο ἐξετάσωμεν, τίς εὐκολώτερον καὶ ῥᾷον πεσεῖται· ἢ ἐν‐ ταῦθα οὐδὲ ἐξετάσεως ἡμῖν δεῖ. Σωφροσύνην μὲν γὰρ ὁ
10γυναῖκα ἔχων κατορθώσει ῥᾳδίως, ἅτε πολλῆς ἀπολαύων τῆς παραμυθίας· ἐν δὲ τοῖς ἄλλοις οὐ σφόδρα φαίνεται, πλὴν ἀλλὰ κἀνταῦθα πλείους ἂν ἴδοιμεν τῶν γεγαμη‐ κότων, ἢ τῶν μοναχῶν πίπτοντας. Οὔτε γὰρ τοσοῦτοι πρὸς τὸν γάμον ἀπὸ τῶν μοναστηρίων ἐκβαίνουσιν, ὅσοι
15πρὸς πόρνας ἀπὸ τῆς εὐνῆς ἀνίστανται τῶν γυναικῶν. Εἰ δὲ ὅπου εὔκολα τὰ τῶν παλαισμάτων αὐτοῖς, μετὰ τοσαύτης πίπτουσιν ὑπερβολῆς, τί ποιήσουσιν ἐν τοῖς ἄλλοις πάθεσιν, ἐν οἷς μᾶλλον ἐνοχλοῦνται τῶν μονα‐ χῶν; Ἡ μὲν γὰρ ἐπιθυμία τούτοις σφοδρότερον ἔπει‐
20σιν, ἅτε τὴν πρὸς γυναῖκας οὐκ ἔχουσιν ὁμιλίαν· τὰ δὲ ἄλλα τούτων μὲν οὐδὲ ἐγγὺς γενέσθαι δύναιτ’ ἂν, ἐκεί‐ νους δὲ κατὰ κράτος ἐλαύνει καὶ ἐπὶ κεφαλὴν ὠθεῖ. Εἰ δὲ ἐν οἷς σφοδρότερον ὁ πόλεμος πνεῖ, μᾶλλον τῶν μὴ τοῦτο πασχόντων κρατοῦσιν, εὔδηλον ὅτι πολλῷ ῥᾷον
25τούτων ἐν τοῖς ἄλλοις, ἐν οἷς οὐκ ἐνοχλοῦνται, στήσον‐ ται. Καὶ γὰρ χρημάτων ἔρως, καὶ τρυφῆς ἐπιθυ‐ μία καὶ δυναστείας καὶ τῶν ἄλλων ἁπάντων, εὐκολώτε‐ ρον ὑπὸ τούτων ἢ τῶν βιωτικῶν ἀνύεσθαι πέφυκεν. Ὥσπερ οὖν ἐν παρατάξει καὶ μάχῃ τοῦτο τοῦ πολέμου
30τὸ μέρος κουφότερον εἶναι φήσομεν, οὐχ ὅθεν ἐπάλληλοι καὶ συνεχεῖς πίπτουσιν οἱ νεκροὶ, ἀλλ’ ὅθεν ὀλίγοι καὶ σπάνιοι, οὕτω καὶ περὶ τούτων ψηφίζεσθαι χρή. Καὶ γὰρ πλεονεξίας οὐχ ὁ στρεφόμενος ἐν τῷ μέσῳ, ἀλλ’ ὁ καθ‐ ήμενος ἐν τοῖς ὄρεσιν εὐκολώτερον περιέσται· ἐπεὶ ἐκεῖ‐
35νός γε καὶ ἁλώσεται ῥᾳδίως, ἁλόντα δὲ πλεονεξίᾳ μετὰ τῶν εἰδωλολατρῶν ἀριθμεῖσθαι ἀνάγκη. Καὶ τῶν οἰκείων οὗτος μὲν οὐχ αἱρήσεται ὑπεριδεῖν, ἂν ἔχῃ χρήματα, ἀλλ’ εὐκόλως αὐτοῖς πάντα προήσεται, ἐκεῖνος δὲ οὐ πε‐ ριόψεται μόνον αὐτοὺς, ἀλλὰ καὶ ἀδικήσει τῶν ἀλλοτρίων
40οὐχ ἧττον· τοῦτο δὲ πάλιν ἕτερος εἰδωλολατρείας τρόπος τοῦ προτέρου χαλεπώτερος. Καὶ τί δεῖ τὰ ἄλλα πάντα λέ‐ γειν, τὰ τοῖς μονάζουσι μὲν ὄντα εὐκαταγώνιστα, τοὺς δὲ βιωτικοὺς μετὰ πολλῆς καταβάλλοντα τῆς σφοδρότη‐ τος; Πῶς οὖν οὐ δέδοικας, οὐδὲ τρέμεις ἐπὶ τοῦτον ἄγων
45τὸν βίον, ὅθεν ἁλώσιμος ἔσται τῇ κακίᾳ ταχέως; Ἢ μικρὸν εἶναί σοι δοκεῖ εἰδωλολατρεία, καὶ τὸ τῶν ἀπί‐ στων εἶναι χείρω, καὶ τὸ τοῦ Θεοῦ τὴν δουλείαν διὰ τῶν ἔργων ἐξόμνυσθαι, ἅπερ ἅπαντα πείσονται εὐκολώτερον τῶν μοναχῶν οἱ τῷ βίῳ προσδεδεμένοι; Ὁρᾷς ὅτι σκῆ‐

47

.

375

(50)

ψις ὁ φόβος ἐστίν; Εἰ γὰρ δεδοικέναι ἐχρῆν, οὐχ ὑπὲρ τῶν τὰ κλυδώνια φευγόντων, οὐδὲ ὑπὲρ τῶν ἐπὶ τὸν λι‐ μένα σπευδόντων, ἀλλ’ ὑπὲρ τῶν ἐν χειμῶνι καὶ τῇ ζάλῃ κλυδωνιζομένων. Ταχύτερον γὰρ ἐκεῖθεν τὰ ναυ‐ άγια, τῷ καὶ πλείονα εἶναι τὰ ἐνοχλοῦντα, καὶ ῥᾳθυμο‐
55τέρους τοὺς πρὸς ταῦτα στήσεσθαι μέλλοντας. Ἐνταῦθα δὲ οὔτε τοσαῦτα τὰ κύματα, καὶ πολλὴ ἡ γαλήνη, καὶ ἡ σπουδὴ μείζων τῶν πρὸς ταῦτα μαχησομένων. Διὰ τοῦτο καὶ ἡμεῖς ἐπὶ τὴν ἔρημον ἕλκομεν, οὐχ ἵνα σάκ‐
κον ἁπλῶς περιβάλωνται, οὐδὲ ἵνα κλοιὰ περιθῶνται,

47

.

376

οὐδ’ ἵνα σποδὸν ὑποστορέσωνται, ἀλλ’ ἵνα πρὸ τῶν ἄλ‐ λων ἁπάντων φύγωσι μὲν κακίαν, ἕλωνται δὲ ἀρετήν. Τί οὖν; οἱ γεγαμηκότες, φησὶν, ἀπολοῦνται πάντες; Οὐ τοῦτο λέγω, ἀλλ’ ὅτι μειζόνων δεήσονται πόνων, εἰ
5μέλλοιεν σώζεσθαι, διὰ τὴν ἐνεστῶσαν ἀνάγκην· τοῦ γὰρ δεδεμένου μᾶλλον ὁ λελυμένος δραμεῖται. Οὐκοῦν καὶ πλείονα ἕξει τὸν μισθὸν, καὶ λαμπροτέρους τοὺς στε‐ φάνους; Οὐδαμῶς· ἑαυτῷ γὰρ ταύτην περιτίθησι τὴν ἀνάγκην, ἐξὸν μὴ περιθεῖναι. Ὥστε, ἐπειδὴ σαφῶς ἡμῖν
10ἀποδέδεικται ὅτι τῶν αὐτῶν ἐσμεν ὑπεύθυνοι τοῖς μονα‐ χοῖς, ἐπὶ τὴν εὐκολωτέραν τρέχωμεν ὁδὸν, καὶ τοὺς υἱοὺς ἐπὶ ταύτην ἕλκωμεν, ἀλλὰ μὴ καταποντίζωμεν, μηδὲ εἰς τὰ τῆς κακίας ἕλκωμεν βάραθρα, καθάπερ ἐχθροὶ καὶ πολέμιοι. Ταῦτα γὰρ εἰ μὲν ἄλλοι τινὲς
15ἐποίουν, οὐκ ἦν οὕτω δεινόν· ὅταν δὲ οἱ γεγεννηκότες, οἱ τῶν βιωτικῶν πεῖραν εἰληφότες πάντων, οἱ διὰ τῶν ἔρ‐ γων μαθόντες αὐτῶν ὅτι ψυχρὰ τῶν παρόντων πραγμά‐ των ἡ ἡδονὴ, οὕτω μαίνωνται, ὡς ἑτέρους ἐπὶ ταῦτα ἕλ‐ κειν, ἐπειδὴ λοιπὸν ὑπὸ τῆς ἡλικίας αὐτοὶ κεκώλυνται·
20καὶ δέον ἑαυτοὺς ἐπὶ τοῖς προτέροις ταλανίζειν, οἱ δὲ καὶ ἑτέρους ἐμβάλλουσι, καὶ ταῦτα ἐγγὺς ἑστῶτες λοιπὸν τῆς τελευτῆς, καὶ τοῦ δικαστηρίου, καὶ τῶν εὐθυ‐ νῶν ἐκείνων, ποία αὐτοῖς ἀπολογία λελείψεται, ποία συγγνώμη, ποῖος ἔλεος; Οὐ γὰρ δὴ μόνον τῶν οἰκείων
25ἁμαρτημάτων δώσουσι δίκην, ἀλλὰ καὶ τῶν τοῖς παισὶ τετολμημένων, ἄν τε δυνηθῶσι τοὺς υἱοὺς ὑποσκελίσαι, ἄν τε μή. ιϛʹ. Ἀλλὰ παῖδας ἴσως ἐπιθυμεῖτε παίδων ἰδεῖν. Καὶ πῶς, οὔπω γενόμενοι πατέρες αὐτοί; Οὐ γὰρ δὴ τὸ γεννῆσαι
30πατέρα ποιεῖ· καὶ τοῦτο αὐτοὶ οἱ γεγεννηκότες συνομο‐ λογήσαιεν ἂν, οἳ τοὺς υἱεῖς ὅταν ἴδωσιν εἰς ἔσχατον κα‐ κίας ἐλαύνοντας, ὡς οὐκ ὄντας αὐτῶν ἐκβάλλουσι καὶ ἀπαλλοτριοῦσι, καὶ οὔτε φύσις, οὔτε γέννησις, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν κατασχεῖν αὐτοὺς δύναιτ’ ἄν.
35Μὴ τοίνυν μηδὲ πατέρες ἀξιούσθωσαν εἶναι οἱ τοιοῦτοι, ὧν πολὺ κατὰ τὸν τῆς φιλοσοφίας λείπονται λόγον· ἀλλ’ ἐπειδὰν αὐτοὺς τοῦτον τὸν τρόπον γεννήσωσι, τότε καὶ τοὺς ἐκγόνους ζητείτωσαν· τότε γὰρ αὐτοὺς καὶ ἰδεῖν δυνήσονται μόνον. Εἰσὶ γὰρ αὐτοῖς παῖδες, εἰσὶν, οὐκ
40ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θε‐ λήματος ἀνδρὸς, ἀλλ’ ἐξ αὐτοῦ γεννηθέντες τοῦ Θεοῦ. Οὗτοι οἱ παῖδες οὐχ ὑπὲρ χρημάτων ἀναγκά‐ ζουσι κόπτεσθαι τοὺς πατέρας, οὐχ ὑπὲρ γάμου, οὐχ ὑπὲρ ἄλλου τινὸς τοιούτου, ἀλλὰ πάσης αὐτοὺς τῆς
45φροντίδος ἀτελεῖς ἀφέντες, τῶν φυσικῶν πατέρων μεί‐ ζονι παρέχουσιν ἐντρυφᾷν ἡδονῇ. Οὐ γὰρ ἐπὶ τοῖς αὐ‐ τοῖς τίκτονταί τε καὶ τρέφονται, οἷσπερ κἀκεῖνοι, ἀλλ’ ἐπὶ πολλῷ μείζοσι καὶ λαμπροτέροις· διὸ καὶ μᾶλ‐ λον τοὺς γεγεννηκότας εὐφραίνουσι. Χωρὶς δὲ τούτων

47

.

376

(50)

κἀκεῖνο εἴποιμι ἂν, ὅτι τοὺς μὲν διαπιστοῦντας τῇ ἀναστά‐ σει οὐδὲν ἀπεικὸς ὑπὲρ τούτων θρηνεῖν, ἅτε δὴ ταύτης μόνης καταλειπομένης τῆς παραμυθίας αὐτοῖς· οἱ δὲ τὸν θάνατον ὕπνον ἡγούμενοι, καὶ παιδευόμενοι τῶν ἐν‐ ταῦθα πάντων καταφρονεῖν, τίνος ἂν εἴημεν συγγνώμης
55ἄξιοι θρηνοῦντες ὑπὲρ τούτων, καὶ παῖδας ἐπιζητοῦντες ἰδεῖν καὶ καταλιπεῖν ἐνθάδε, ὅθεν ἀποπηδᾷν ἐπειγόμεθα, καὶ ἐνταῦθα ὄντες στενάζομεν; Καὶ ταῦτα μὲν ἡμῖν πρὸς τοὺς πνευματικωτέρους εἴρηται. Εἰ δέ τινες εἶεν
φιλοσώματοι, καὶ σφόδρα τῷ παρόντι προσηλωμένοι βίῳ,

47

.

377

ἐκεῖνο ἂν εἴποιμι πρὸς αὐτοὺς, ὅτι πρῶτον ἄδηλον, εἰ καὶ παῖδες ἕψονται τῷ γάμῳ πάντως· δεύτερον, ὅτι καὶ γε‐ νομένων μείζων ἡ ἀθυμία· οὐ γὰρ τοσαύτην καρπούμεθα εὐφροσύνην, ὅσην λύπην ἀπὸ τῆς καθημερινῆς φροντίδος
5καὶ τῆς ἀγωνίας καὶ τῶν φόβων τῶν δι’ αὐτούς. Καὶ τίνι, φησὶ, καταλείψομεν τοὺς ἀγροὺς καὶ τὰς οἰκίας καὶ τὰ ἀνδράποδα καὶ τὸ χρυσίον; καὶ γὰρ καὶ ταῦτα ἀκούω θρηνούντων αὐτῶν. Τῷ καὶ πρὸ τούτων μέλλοντι κληρονομήσειν αὐτὰ, καὶ τοσούτῳ μᾶλλον νῦν ἢ πρότε‐
10ρον, ὅσῳ καὶ φύλαξ καὶ κύριος ἀσφαλέστερος αὐτῶν ἔσται νῦν. Τότε μὲν γὰρ πολλὰ ἦν αὐτοῖς τὰ λυμαινόμε‐ να· καὶ γὰρ σῆτες, καὶ χρόνος μακρὸς, καὶ λῃσταὶ, καὶ συκοφάνται, καὶ βάσκανοι, καὶ τὸ τοῦ μέλλοντος ἄδη‐ λον, καὶ τὸ τῶν ἀνθρώπων εὐμετάβλητον, καὶ τέλος
15ὁ θάνατος, καὶ τῶν χρημάτων, καὶ τῶν κτημάτων τού‐ των ἀπεστέρησεν ἂν τὸν υἱόν· νυνὶ δὲ πάντων τούτων ἀνωτέρω τὸν πλοῦτον ἀπέθετο, τόπον εὑρὼν ἄσυ‐ λον, καὶ οὗ μηδενὶ τῶν εἰρημένων ἐπιβῆναι θέμις. Τοι‐ οῦτον γὰρ χωρίον ὁ οὐρανὸς, πάσῃ μὲν ἄβατος ὢν ἐπι‐
20βουλῇ, πάσης δὲ εὐφορώτερος γῆς, καὶ μετὰ πολλῆς τῆς ἀφθονίας τῶν ἐν αὐτῷ τεθέντων χρημάτων παρέχων τοῖς παρακαταθεμένοις ἀμᾶσθαι τοὺς καρπούς. Ὥστε οὐχὶ νῦν ταῦτα ἔδει λέγειν, ἀλλ’ εἰ βιωτικὸν ἔμελλεν ἔσεσθαι τὸ παιδίον, τότε θρηνεῖν, καὶ ταῦτα φθέγγεσθαι· Τίνι
25τοὺς ἀγροὺς καταλείπωμεν, τίνι τὸ χρυσίον, τίνι τὰ λοιπὰ χρήματα; Νῦν γὰρ τοσαύτη τῆς κυριότητος ἡ περιουσία, ὡς μηδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκπίπτειν τῆς δεσποτείας αὐτῶν, ἀλλὰ τότε μάλιστα τοῦ κέρδους αὐτῶν
30ἀπολαύειν, ὅταν ἐντεῦθεν ἀπέλθωμεν. Εἰ δὲ καὶ ἐνταῦθα βούλει κύριον ὅντα ἰδεῖν, καὶ τοῦτο τῷ μοναχῷ μᾶλλον, ἢ τῷ βιωτικῷ συμβαῖνον ἴδοι τις ἄν. Τίς γὰρ, εἰπέ μοι, κυριώτερος; ὁ δαπανῶν καὶ διδοὺς μετὰ ἀδείας πολλῆς, ἢ ὁ μηδὲ ἅψασθαι τολμῶν ὑπὸ τῆς φειδωλίας, ἀλλὰ κατ‐
35ορύττων αὐτὰ, καὶ ὡς ἀλλοτρίων ἀπεχόμενος τῶν αὐ‐ τοῦ; ὁ μάτην ἀναλίσκων καὶ εἰκῆ, ἢ ὁ δεόντως τοῦτο ποιῶν; ὁ σπείρων τὴν γῆν, ἢ ὁ τοῦτο ἐργαζόμενος ἐν οὐ‐ ρανῷ; ὁ μὴ πάντα συγχωρούμενος τὰ ἑαυτοῦ διδόναι, οἷς ἂν ἐθέλοι, ἢ ὁ πάντων ἀπηλλαγμένος τῶν ἀπαιτούν‐
40των τὰς τοιαύτας συνεισφοράς; Γεωργοῦντι μὲν γὰρ καὶ πραγματευομένῳ πολλοὶ πανταχόθεν ἐφίστανται, φό‐ ρους ἀναγκάζοντες κατατιθέναι, καὶ τὸ ἑαυτοῦ μέρος ἕκαστος ἀπαιτοῦντες· τῷ δὲ εἰς τοὺς δεομένους ἀναλί‐ σκειν ἐπιθυμοῦντι οὐδεὶς οὐδαμόθεν φανεῖται ταῦτα
45ἀπειλῶν· ὥστε καὶ ἐνταῦθα κυριώτερος οὗτός ἐστιν. Ἢ ἂν μὲν πόρναις ἀναλίσκῃ καὶ γαστρὶ καὶ παρασίτοις καὶ κόλαξι, καὶ καταισχύνῃ τὴν ἑαυτοῦ δόξαν, καὶ ἀπολλύῃ τὴν σωτηρίαν, καὶ καταγέλαστος γίνηται, κύριον αὐτὸν εἶναι φῂς τῶν δαπανωμένων· ἂν δὲ εἰς δόξαν τὴν ἀληθῆ

47

.

377

(50)

καὶ ὠφέλειαν καὶ τὸ τῷ Θεῷ δοκοῦν μετὰ πολλῆς αὐτὰ δαπανᾷ τῆς συνέσεως, οὐκέτι; Οὐκοῦν ὅμοιον ποιήσεις, ὥσπερ ἂν εἰ εἰς μὲν ὀχετοὺς ἀμαρῶν ὁρῶν τινα ἐμβάλ‐ λοντα τὰ ἑαυτοῦ, κύριος φῂς εἶναι, εἰς δὲ χρείας ἀναγ‐ καίας τοῦτο ποιοῦντα, ὡς οὐκ ἔχοντα τῶν ἀναλισκομέ‐
55νων ἐξουσίαν θρηνεῖς. Μᾶλλον δὲ οὐ τοῖς ἁπλῶς δαπα‐ νωμένοις, ἀλλὰ καὶ τοῖς ἐπὶ κακῷ τῶν ἑαυτοῦ κεφαλῶν τοὺς τοιούτους παραβάλλειν χρή. Ἐκεῖναι μὲν γὰρ αἱ
δαπάναι λαμπρότερον καὶ εὐπορώτερον καὶ ἀσφαλέστε‐

47

.

378

ρον ποιοῦσιν, αὗται δὲ οὐκ αἰσχρὸν μόνον οὐδὲ ἐπονεί‐ διστον, ἀλλὰ καὶ ἀπωλείας ὑπεύθυνον τρόπῳ παντί. ιζʹ. Τί δαὶ, μετὰ γάμον, φησὶ, καὶ παῖδας, οὐκ ἔνι ταύτης ἐπιλαβέσθαι τῆς φιλοσοφίας ἐν αὐτῷ τῷ γήρᾳ γενόμε‐
5νον; Καὶ τίς ἡμῖν ἐγγυήσεται, πρῶτον μὲν, ὅτι εἰς ἔσχα‐ τον ἥξομεν γῆρας, δεύτερον δὲ, ὅτι ἐλθόντες πάντως ταύ‐ την διατηροῦμεν τὴν γνώμην; Οὔτε γὰρ τῆς ἐν τῇ ζωῇ κύριοι προθεσμίας ἐσμέν· καὶ τοῦτο ἐπαίδευσεν ὁ Παῦ‐ λος λέγων· Ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ,
10οὕτως ἔρχεται· οὔτε ἐπὶ τῆς αὐτῆς ἀεὶ προθυμίας μένει τὰ τῶν λογισμῶν ἡμῖν. Καὶ διὰ τοῦτο σοφός τις παραινεῖ λέγων· Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύ‐ ριον, μηδὲ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας, μή ποτε ὡς μέλλεις ἐκτριβήσῃ, καὶ ἐν καιρῷ ἐκδικήσεως
15ἐξολῇ. Εἰ δὲ καὶ μηδὲν τούτων ἄδηλον ἦν, οὐδὲ οὕτως ἀναβάλλεσθαι ἔδει τοὺς υἱεῖς, οὐδὲ τοσαύτην γινομένην ζημίαν περιορᾷν. Καὶ γὰρ τῆς ἐσχάτης ἀλογίας ἂν εἴη, ὅταν μὲν δέηται βοηθείας ὁ νέος, καὶ σφοδρὸς ὁ ἀντ‐ αγωνιστὴς ἐφεστήκῃ, κελεύειν τοῖς τοῦ βίου ἐμφύρεσθαι
20πράγμασιν, ὥστε γενέσθαι εὐχείρωτον· ὅταν δὲ λάβῃ μυρία τραύματα, καὶ μηδὲ τὸ τυχὸν ἔχῃ μέρος ὑγιὲς, τότε καθοπλίζειν καὶ διεγείρειν κείμενον ἤδη καὶ ἐξησθενη‐ κότα. Ναὶ, φησί· τότε γὰρ εὔκολος ἡ πάλη, τότε ῥᾴων ἡ μάχη, τῶν ἐπιθυμιῶν σβεσθεισῶν. Ποία μάχη, οὐδενὸς
25ὄντος ἡμῖν τοῦ πυκτεύοντος; Διὰ γὰρ τοῦτο οὐδὲ οἱ στέ‐ φανοι λαμπροὶ λοιπὸν ἔσονται. Μακάριος γὰρ ὃς ἦρε ζυγὸν ἐκ νεότητος αὐτοῦ· καθίσεται κατὰ μόνας, καὶ σιωπήσεται. Οὗτος μυρίων ἐπαίνων ἄξιος καὶ μα‐ καρισμῶν καὶ εὐφημιῶν, ὁ μαινομένην χαλινῶν τὴν φύ‐
30σιν, καὶ ἐν αὐτῇ τοῦ χειμῶνος τῇ ἀκμῇ διασώζων τὸ σκά‐ φος. Πλὴν ἀλλὰ μηδὲν ὑπὲρ τούτων φιλονεικῶμεν, ἀλλ’ ἔστω μάχη καὶ τότε, εἰ βούλει. Ἀλλ’ εἰ μὲν ἐφ’ ἡμῖν ἔκειθ’ ὁ τοῦ ἀγῶνος καιρὸς, καλῶς ἐκεῖνον ἀνεμένομεν τὸν χρόνον· εἰ δὲ πάντα τὸν παρόντα βίον ἀγωνίζεσθαι
35χρὴ, ἐκ πρώτης ἡλικίας ἀρξάμενον εὐθέως, καὶ δεκαετῆ γεγονότα (καὶ γὰρ ἐξ ἐκείνης ἀνάγκη τῆς ἡλικίας ἀπαι‐ τεῖσθαι τῶν ἁμαρτημάτων εὐθύνας, καὶ δηλοῦσι τὰ κα‐ ταβρωθέντα ὑπὸ τῶν ἄρκτων παιδία ἐπὶ τοῖς εἰς τὸν Ἐλισσαῖον σκώμμασι), καὶ νῦν ἐκ ταύτης παλαίειν χρὴ
40τῆς ἡλικίας, ἐν ᾗ καὶ ἐφέστηκεν ὁ πόλεμος χαλεπὸν πνέων καθ’ ἡμῶν, πόθεν οὖν σὺ τὸν καιρὸν ἐκεῖνον τοῖς ἀγῶσιν ὁρίζεις; Εἰ μὲν γὰρ καὶ τῷ διαβόλῳ κύριος ἦς ἐπιτάττειν μὴ ἐπικεῖσθαι μηδὲ πυκτεύειν, εἶχεν ἄν τινά σοι λόγον αὕτη ἡ παραίνεσις· εἰ δὲ ἐκεῖνον ἀφεὶς ἀγωνίζεσθαι καὶ
45τύπτειν, ἐμοὶ νομοθετεῖς ἡσυχάζειν, μᾶλλον δὲ καὶ ὑπο‐ κατακλίνεσθαι ἑκόντα, τί ταύτης τῆς ἐπηρείας χεῖρον γένοιτ’ ἂν, τοῦ πολεμίου μαινομένου, τὸν πολεμούμενον ἀφοπλίζειν, καὶ οὕτω ταῖς ἐκείνου χερσὶ παραδιδόναι; Νέος ἐστὶ καὶ ἀσθενής; οὐκοῦν διὰ τοῦτο πλείονος ἀσφα‐

47

.

378

(50)

λείας δεῖται· ἀσφαλείας δὲ δεόμενος, καὶ ἐπιμελείας δεή‐ σεται πλείονος. Τὸν δὲ τοιοῦτον ἐν γαλήνῃ διαπαντὸς καὶ ἡσυχίᾳ εἶναι δεῖ, οὐκ εἰς πράγματα ἐμβάλλεσθαι, οὐδὲ ἐν τῷ μέσῳ στρέφεσθαι, ἔνθα πολὺς ὁ θόρυβος καὶ ἡ ταραχή. Σὺ δὲ οἷς ὁ πόλεμος χαλεπώτερος καὶ διὰ τὴν
55ἡλικίαν, καὶ διὰ τὴν ἀσθένειαν, καὶ διὰ τὴν ἀπειρίαν,

47

.

379

καὶ διὰ τὴν ἐν μέσῳ διαστροφὴν, τούτους ὡς ἤδη κατωρ‐ θωκότας καὶ γενομένους ἰσχυροὺς εἰς μέσον ἕλκεις, καὶ οὐκ ἐᾷς ἀπελθόντας γυμνάζεσθαι ἐπὶ τῆς ἐρημίας, ὥσ‐ περ ἂν εἴ τις τὸν μὲν μυρία δυνάμενον στῆσαι τρόπαια
5κελεύῃ τὰ πολεμικὰ μελετᾷν ἐφ’ ἡσυχίας, τὸν δὲ ἄπει‐ ρον καὶ οὐδὲ εἰς μάχην παρακύψαι δυνάμενον, τοῦτον δι’ αὐτὸ τοῦτο ἐν τῇ μάχῃ στρέφεσθαι νομοθετῇ, ὡς δυσκατ‐ όρθωτον τὸ πρᾶγμα τοῦτο, μείζονα τὰ κωλύματα τιθείς. Πρὸς δὲ τούτοις κἀκεῖνο εἰδέναι χρὴ, ὅτι οὐκ ἔνι μετὰ
10γάμον κύριον ἑαυτοῦ εἶναι, ἀλλ’ ἀνάγκη δυοῖν θάτερον, ἢ διαπαντὸς ὁμιλεῖν τῇ γυναικὶ, ἂν ἐκείνη τοῦτο βούλη‐ ται, ἢ βουλομένης ἐγκρατεύεσθαι ἀποστάντα μοιχείᾳ ἁλίσκεσθαι. Τί δεῖ λέγειν τὰς ἄλλας ἀνάγκας τῶν παίδων, τῆς οἰκίας τὰς φροντίδας, αἳ πᾶσαν προθυμίαν ἱκαναὶ
15ἀμβλῦναι, καὶ πολλὴν τῆς ψυχῆς κατασκεδάσαι νάρκην; ιηʹ. Διὸ βέλτιον, κύριον ὄντα καὶ λελυμένον ἐκ πρώτης ὁπλίζειν τῆς ἡλικίας, οὐ τῶν εἰρημένων ἕνεκεν μόνον, ἀλλὰ καὶ τοῦ ῥηθήσεσθαι μέλλοντος οὐχ ἧττον ἢ τούτων. Ὁ μὲν γὰρ πρὸς τῷ τέλει τοῦ βίου τῆς φιλοσοφίας ἁψά‐
20μενος ταύτης, πάντα ἀναλίσκει τὸν χρόνον, ἵνα δυνηθῇ τὰ γενόμενα κατὰ τὴν ἔμπροσθεν ἡλικίαν ἁμαρτήματα ἀπονίψασθαι, καὶ πᾶσα εἰς τοῦτο ἡ σπουδὴ δαπανᾶται· καὶ οὐδὲ οὕτω πολλάκις ἀρκεῖ, ἀλλ’ ἀπέρχεται λείψανα τῶν πληγῶν ἔχων· ὁ δὲ ἐκ πρώτης ἡλικίας ἀποδυσάμε‐
25νος, οὐκ εἰς τοῦτο δαπανᾷ τὸν χρόνον, οὐδὲ κάθηται τραύ‐ ματα θεραπεύων, ἀλλ’ ἐκ προοιμίων λαμβάνει τὰ βρα‐ βεῖα· κἀκείνῳ μὲν ἀγαπητὸν τὰς ἥττας ἀναμαχέσασθαι πάσας, οὗτος δὲ ἐκ βαλβῖδος αὐτῆς τρόπαια ἵστησι, καὶ νίκας συνάπτει νίκαις· καθάπερ τις Ὀλυμπιονίκης ἐκ
30πρώτης ἡλικίας δι’ ἀναῤῥήσεων ἐπὶ τὸ γῆρας ὁδεύων, οὕ‐ τως ἄπεισιν ἐκεῖ, μυρίοις τὴν κεφαλὴν ἀναδησάμενος στεφάνοις. Τίνων οὖν βούλει εἶναι τὸν υἱόν; τῶν διὰ τὴν πολλὴν παῤῥησίαν καὶ πρὸς αὐτοὺς τοὺς ἀρχαγγέλους ἀντιβλέψαι δυναμένων, ἢ ἐκείνων τῶν μετὰ πάντων ἑστώ‐
35των, καὶ τὴν ἐσχάτην τηρούντων τάξιν; Τὴν ἐσχάτην γὰρ λήψονται πάντως, καὶ ταύτην, ὅταν δυνηθῶσι πάντα τὰ κωλύματα διαδραμεῖν, ἅπερ ἀπηριθμησάμην νῦν, καὶ μήτε ἄωρος προαναρπάσῃ θάνατος, μήτε ὑπὸ γυναικὸς κωλυθῶσιν ὕστερον, μήτε τοσαῦτα τραύματα λάβωσιν,
40ὡς μὴ δυνηθῆναι αὐτοῖς τὸν τοῦ γήρως ἀρκέσαι χρόνον πρὸς τὴν θεραπείαν ἐκείνων, τήν τε γνώμην μένωσι δια‐ παντὸς τηροῦντες βεβαίαν καὶ ἀκίνητον. Ὅταν γὰρ ταῦτα πάντα συνέλθῃ, τότε μόλις ἐν τοῖς ἐσχάτοις τετάξονται. Τούτων οὖν βούλει εἶναι τὸν υἱὸν, ἢ τῶν ἐν τῷ μετώπῳ
45τῆς φάλαγγος λαμπόντων; Καὶ τίς οὕτω, φησὶν, ἄθλιος, ὡς ἐκεῖνα μᾶλλον, ἢ ταῦτα συνεύξασθαι τοῖς παισίν; Ἀλλὰ συνήθειαν ἐπιζητοῦμεν, καὶ σὺν ἡμῖν αὐτοὺς εἶναι βουλό‐ μεθα. Τοῦτο καὶ αὐτὸς βούλομαι, καὶ ὑμῶν οὐχ ἧττον εὔχο‐ μαι τῶν γεννησαμένων, εἰς τὴν πατρῴαν αὐτοὺς ἐπανελ‐

47

.

379

(50)

θεῖν οἰκίαν, καὶ τῶν τροφείων ἀποδοῦναι τὰς ἀμοιβὰς, ὧν ἴσας οὐκ ἂν εὕροιεν ἑτέρας· ἀλλὰ μὴ νῦν αὐτοὺς τοῦτο ἀπαιτῶμεν. Πῶς γὰρ οὐκ ἄτοπον ἐπὶ λόγοις μὲν
πέμποντας, πολὺν χρόνον καὶ τῆς πατρίδος ἐξορίζειν

47

.

380

αὐτοὺς, καὶ τέχνην βάναυσόν τινα ἢ καὶ ἑτέραν φαυλο‐ τέραν μανθάνειν μέλλουσιν ἄβατον καθιστάναι τὴν οἰ‐ κίαν, ἐν διδασκάλου οἰκίᾳ καὶ ἀριστᾷν καὶ καθεύδειν κελεύοντας· τούτους δὲ οὐκ ἐπ’ ἀνθρώπειον μέλλοντας
5ἔρχεσθαι μάθημα, ἀλλ’ ἐπὶ τὴν οὐράνιον φιλοσοφίαν, εὐθέως ἀφέλκειν, πρὶν ἢ γενέσθαι ὅπερ εὐχόμεθα; Καὶ σχοῖνον μέν τις τεταμένην διατρέχειν διδασκόμενος, πο‐ λὺν χρόνον ἀποστήσεται τῶν αὐτοῦ, τοὺς δὲ μανθάνοντας ἀπὸ τῆς γῆς πέτεσθαι εἰς τὸν οὐρανὸν, συγκατακλεί‐
10σομεν τοῖς γονεῦσι; Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ’ ἄν; Οὐχ ὁρᾶτε τοὺς γεωργοὺς, ὅτι, κἂν σφόδρα ἐπείγωνται τῶν πόνων λαβεῖν τοὺς καρποὺς, ἀώρους αὐτοὺς οὐκ ἂν ἀνάσχοιντο τρυγῆσαί ποτε; Μὴ τοίνυν μηδὲ ἡμεῖς πρὸ ὥρας ἀπάγωμεν τῆς κατὰ
15τὴν ἐρημίαν διατριβῆς τοὺς υἱοὺς, ἀλλ’ ἐάσωμεν αὐτοῖς ἐμπαγῆναι τὰ μαθήματα, καὶ ῥιζωθῆναι τὰ φυτά· κἂν δέκα, κἂν εἴκοσιν ἔτη τρέφεσθαι αὐτοὺς ἐν μοναστηρίῳ δέῃ, μὴ θορυβώμεθα, μηδὲ ἀλύωμεν· ὅσῳ γὰρ ἂν ἐνδια‐ τρίβῃ τῷ γυμνασίῳ πλέον, τοσούτῳ πλείονα κτήσεται
20τὴν ἰσχύν. Μᾶλλον δὲ, εἰ δοκεῖ, μηδὲ χρόνον ὁρίζωμεν, ἀλλ’ ὅρος ἐκεῖνος ἔστω μόνος ὁ πρὸς τὴν ἀκμὴν ἄγων τοὺς ἐν αὐτῷ φυτευθέντας καρποὺς, καὶ τότε ἐπαν‐ ερχέσθω ἀπὸ τῆς ἐρήμου, πρότερον δὲ μή. Οὐδὲ γὰρ ἔσται τι πλέον ἀπὸ τῆς ταχύτητος ἡμῖν ταύτης, ἀλλ’ ἢ
25τὸ μηδέποτε αὐτὸν γενέσθαι ὥριμον. Ὁ γὰρ πρὸ ὥρας τῆς ἐν τῇ ῥίζῃ τροφῆς ἀποστερηθεὶς, οὐδὲ τοῦ καιροῦ παραγενομένου χρήσιμος ἔσται λοιπόν· ὅπερ ἵνα μὴ γένηται, καρτερῶμεν τὸν χωρισμόν· καὶ μὴ μόνον μὴ κατεπείγωμεν, ἀλλὰ καὶ βουλομένους ἐλθεῖν πρὸ ὥρας
30κωλύωμεν. Ἀπαρτισθεὶς μὲν γὰρ κοινὸν ἔσται κέρδος καὶ πατρὶ καὶ μητρὶ καὶ οἰκίᾳ καὶ πόλει καὶ ἔθνει· ἀτελέστερος δὲ παραγενόμενος, καταγέλαστος ἔσται καὶ ἐπονείδιστος, καὶ ἑαυτῷ καὶ τοῖς ἄλλοις ἐπιβλαβής. Μὴ δὴ τοσαύτην ἐργαζώμεθα ζημίαν. Καὶ γὰρ εἰς ἀποδημίαν
35πέμποντες, τότε βουλόμεθα τοὺς υἱοὺς ἰδεῖν, ὅταν ὑπὲρ ὧν τὴν ἀποδημίαν πεποίηνται κατωρθωκότες τύ‐ χωσιν· ἄν τε πρὸ τούτου παραγένωνται, οὐ τοσαύτην ἀπὸ τῆς ἐπιδημίας λαμβάνομεν τὴν ἡδονὴν, ὅσην ἀπὸ τοῦ μάτην ἐπανελθεῖν τὴν ἀθυμίαν. Πῶς οὖν οὐκ
40ἐσχάτης βλακείας τοσαύτην τοῖς πνευματικοῖς μὴ παρ‐ έχειν σπουδὴν, ὅσην ἐπιδεικνύμεθα περὶ τὰ βιωτικὰ, ἀλλ’ ἐκεῖ μὲν οὕτω φιλοσόφως φέρειν τῶν παίδων τὸν χωρισμὸν, ὡς καὶ εὔχεσθαι ἐπιταθῆναι τοῦτον, ὅταν ὑπέρ τινος γένηται χρησίμου, ἐνταῦθα δὲ οὕτω μαλα‐
45κίζεσθαι καὶ κατακλᾶσθαι πρὸς τὴν ἀποδημίαν, ὡς τοῖς μεγίστοις λυμαίνεσθαι διὰ τὴν μικροψυχίαν ταύτην ἀγαθοῖς, καὶ ταῦτα πλείονας παραμυθίας ἔχοντας, οὐ μόνον τὸ πρὸς μείζονα αὐτοὺς ἀποδύσασθαι, καὶ πάν‐ τως ἐπιτεύξεσθαι τοῦ τέλους, καὶ μηδὲν εἶναι τὸ δια‐

47

.

380

(50)

κόπτον τὰς ἐλπίδας, ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν χωρισμόν; Ἐν ἀποδημίᾳ μὲν γὰρ οὖσι μακρᾷ οὐκ εὔκολον συγ‐ γίνεσθαι, καὶ μάλισθ’ ὅταν γεγηρακότες τύχωσιν οἱ γο‐ νεῖς· ἐνταῦθα δὲ ἔνι συνεχῶς πρὸς αὐτοὺς ἀνιέναι. Τοῦτο δὴ καὶ ποιῶμεν, ὅταν αὐτοῖς μηδέπω δυνατὸν ᾖ πρὸς
55ἡμᾶς ἐλθεῖν· αὐτοὶ βαδίζωμεν πρὸς ἐκείνους, καὶ συγγινώμεθα καὶ διαλεγώμεθα. Μέγα ἡμῖν ἐκ τούτου
καὶ κέρδος ἔσται καὶ ἡδονή. Οὐ γὰρ ἀπὸ τῆς ὄψεως τῶν

47

.

381

ἀγαπωμένων μόνον παιδίων εὐφρανθησόμεθα, ἀλλὰ καὶ αὐτοὶ τὰ μέγιστα καρπωσάμενοι πρὸς τὴν οἰκίαν ἐπαν‐ ήξομεν, πολλάκις δὲ αὐτοῖς καὶ παραμενοῦμεν ἁλόν‐ τες τῷ τῆς φιλοσοφίας ἔρωτι. Τότε οὖν αὐτοὺς καλῶμεν,
5ὅταν ἰσχυροὶ γένωνται, καὶ ἑτέρους οἷοί τε ὦσιν ὠφελεῖν· τότε αὐτοὺς ἕλκωμεν μόνον, ὥστε κοινὸν γενέσθαι τὸ φῶς, ὥστε ἐπὶ τῆς λυχνίας τεθῆναι τὸν λύχνον. Τότε ὄψεσθε τίνων μὲν παίδων πατέρες ὑμεῖς, τίνων δὲ οἱ μακαριζόμενοι παρ’ ὑμῶν· τότε εἴσεσθε τῆς φι‐
10λοσοφίας τὰ κέρδη, ὅταν θεραπεύωσιν ἀνθρώπους ἀνίατα νοσοῦντας νοσήματα, ὅταν ὡς εὐεργέται κοινοὶ καὶ προστάται καὶ σωτῆρες ἀνακηρύττωνται, ὅταν ὡς ἄγ‐ γελοι τοῖς ἐπὶ γῆς ἀνθρώποις συμπεριπολῶσιν, ὅταν παρὰ πάντων ἀποβλέπωνται· μᾶλλον δὲ ὅπερ ἂν εἴπω‐
15μεν, οὐδὲν τοιοῦτον, οἷον ἐπὶ τῆς πείρας αὐτῆς καὶ τῶν πραγμάτων ἔστιν ἰδεῖν. Ταῦτα καὶ τοὺς νομοθέ‐ τας ἔδει ποιεῖν, εἴ τι τῶν δεόντων ἐγίνετο, οὐκ ἀνδράσι γενομένοις τοῖς νέοις ἐπανατείνασθαι φόβους, ἀλλὰ παῖ‐ δας ὄντας ῥυθμίζειν καὶ διαπλάττειν· καὶ οὐκ ἂν τῶν
20μετὰ ταῦτα ἐδέησεν ἀπειλῶν. Νυνὶ δὲ ταυτὸ γίνεται, ὥσπερ ἂν εἴ τις ἰατρὸς ἀσθενοῦντι μὲν τῷ κάμνοντι μὴ λέγῃ μηδὲν, μήτε δεικνύῃ, δι’ ὧν ἀπαλλάξοι τῆς νόσου, διαφθαρέντι δὲ καὶ ἀνιάτως ἔχοντι μυρίους τιθῇ νόμους λοιπόν. Καὶ γὰρ οἱ νομοθέται τότε παιδαγω‐
25γοῦσιν ἡμᾶς, ὅταν διαστραφέντες τύχωμεν. Ἀλλ’ οὐχ ὁ Παῦλος οὕτως, ἀλλ’ ἐξ ἀρχῆς καὶ ἐν ἡλικίᾳ πρώτῃ τοὺς διδασκάλους αὐτοῖς ἐφίστησι τῆς ἀρετῆς, κωλύων ἐπεισελθεῖν τὴν κακίαν. Αὕτη γὰρ ἀρίστη διδασκαλία, οὐ, συγχωρήσαντας πρότερον περιγενέσθαι τὴν πο‐
30νηρίαν, ὕστερον ζητεῖν ὅπως αὐτὴν ἐξελάσωμεν, ἀλλ’ ἅπαντα ποιεῖν καὶ πραγματεύεσθαι, ὥστε ἄβατον αὐτῇ γενέσθαι τὴν φύσιν τὴν ἡμετέραν. Διὸ παραινῶ, μὴ μόνον ἑτέρους βουλομένους τοῦτο ποιεῖν κωλύειν, ἀλλὰ καὶ αὐτοὺς συναντιλαμβάνεσθαι, καὶ σώζειν τὸ σκάφος,
35καὶ παρασκευάζειν ἐξ οὐρίας πλεῖν. Καὶ γὰρ εἰ ταύτην ἦμεν πάντες ἀναδεξάμενοι τὴν γνώμην, καὶ πρὸ τῶν ἄλλων ἁπάντων εἰς ἀρετὴν αὐτοὺς ἤγομεν, τοῦτο μὲν ἔργον, τὰ δὲ ἄλλα νομίζοντες πάρεργα εἶναι, τοσαῦτα ἔμελλεν εἶναι τὰ ἀγαθὰ, ὅσα νῦν μὲν λέγων καὶ ἀλα‐
40ζονεύεσθαι δόξω. Εἰ δὲ θέλοι τις μαθεῖν, ἐπὶ τῶν ἔργων εἴσεται καλῶς, καὶ πολλὴν μὲν ἡμῖν ὁμολογήσει χάριν, πολλὴν δὲ πρὸ ἡμῶν τῷ Θεῷ, βλαστάνουσαν ὁρῶν ἐπὶ τῆς γῆς τὴν ἐν οὐρανοῖς πολιτείαν, καὶ τοὺς τῶν μελ‐ λόντων ἀγαθῶν, καὶ τοὺς τῆς ἀναστάσεως λόγους ἐν‐
45τεῦθεν ἤδη πιστουμένους, καὶ παρ’ αὐτοῖς τοῖς ἀπίστοις. ιθʹ. Καὶ ὅτι οὐ κόμπος ταῦτα δῆλον ἐκεῖθεν· ὅταν γὰρ αὐτοῖς τὴν πολιτείαν λέγωμεν τῶν ἐν ταῖς ἐρήμοις ὄντων, πρὸς μὲν ταύτην οὐδὲν ἔχουσιν ἀντειπεῖν, δοκοῦσι δὲ ἰσχυρίζεσθαι καὶ φιλονεικεῖν τῇ τῶν κατορθούντων

47

.

381

(50)

ὀλιγότητι. Εἰ δὲ ἐν ταῖς πόλεσι τὸν καρπὸν ἐφυτεύσαμεν τοῦτον, καὶ νόμον τινὰ καὶ ἀρχὴν τὰ τῆς εὐταξίας ἔλαβε, καὶ τοὺς παῖδας πρὸ τῶν ἄλλων ἁπάντων ἐπαι‐ δεύομεν φίλους εἶναι τῷ Θεῷ, καὶ τὰ πνευματικὰ ἐδι‐ δάσκομεν μαθήματα ἀντὶ τῶν ἄλλων καὶ πρὸ τῶν ἄλλων
55ἁπάντων, πάντα ἂν ἀπεπήδησε τὰ λυπηρὰ, καὶ μυ‐ ρίων ἀπηλλάγη κακῶν ὁ βίος ὁ παρὼν, καὶ ὃ περὶ τῆς
μελλούσης λέγεται ζωῆς, ὅτι ἀπέδρα ὀδύνη καὶ λύπη καὶ

47

.

382

στεναγμὸς, ἐντεῦθεν ἂν ἐκαρπωσάμεθα πάντες. Εἰ γὰρ μήτε χρημάτων, μήτε δόξης ἔρως ἡμᾶς εἰσῄει κενῆς, μήτε θάνατον ἐδεδίειμεν, μὴ πενίαν, μὴ τὸ κακῶς πα‐ θεῖν βλάβην ἡγούμεθα, ἀλλὰ καὶ κέρδος μέγιστον, μὴ
5ἀπεχθάνεσθαι, μὴ μισεῖν ᾔδειμεν, οὔτ’ ἂν ὑπὸ τῶν ἰδίων παθῶν, οὔτ’ ἂν ὑπὸ τῶν ἀλλοτρίων ἐπολεμήθημέν ποτε, ἀλλ’ αὐτῶν τῶν ἀγγέλων ἐγγὺς ἂν τὸ τῶν ἀνθρώπων ἐγένετο γένος. Καὶ τίς ἀνθρώπων ταῦτα κατώρ‐ θωσε, φησίν; Εἰκότως ἀπιστεῖς, ἅτε ἐν πόλεσιν οἰκῶν,
10καὶ ταῖς θείαις βίβλοις οὐχ ὡμιληκώς· εἰ δὲ καὶ τοὺς ἐν ταῖς ἐρήμοις ὄντας, καὶ τοὺς ἐν ταῖς πνευματικαῖς βίβλοις γενομένους πάλαι ἐγνώκεις, ἔμαθες ἂν ὅτι καὶ οἱ μοναχοὶ, καὶ οἱ πρὸ τούτων ἀπόστολοι, καὶ οἱ πρὸ ἐκείνων δίκαιοι μετὰ ἀκριβείας ἁπάσης τὴν φιλοσοφίαν
15ἐπεδείξαντο ταύτην. Ἵνα δέ σοι μὴ φιλονεικῶμεν, δῶμεν τῶν δευτέρων ἢ τρίτων ἀπ’ ἐκείνων γενέσθαι τὸν υἱὸν τὸν σόν· οὐδὲ γὰρ οὕτω μικρῶν ἀπολαύσεται ἀγαθῶν. Οὐ φθάνει πρὸς Πέτρον ἐλθεῖν, οὐδὲ Παῦλον, ἀλλ’ οὐδὲ γενέσθαι αὐτῶν ἐγγύς· διὰ τοῦτο οὖν αὐτὸν καὶ τῆς μετ’
20ἐκείνους ἀποστερήσομεν τιμῆς; Ταυτὸν γὰρ ποιεῖς ταῦτα λέγων, ὡς ἂν εἰ ἔλεγες· Ἐπειδὴ λίθον τίμιον γενέσθαι οὐκ ἔνι, μενέτω σίδηρος ὢν, καὶ μήτε ἄργυρος γενέσθω, μήτε χρυσός. Διὰ τί γὰρ μὴ καὶ ἐν τοῖς ἔξωθεν πράγμασι
25τοῦτον ἔχεις τὸν λογισμὸν, ἀλλὰ τὸν ἐναντίον τούτῳ; Καὶ γὰρ ἐπὶ λόγων μάθησιν πέμπων, οὐ πάν‐ τως αὐτὸν ἐπὶ τοῖς ἄκροις ὄψεσθαι προσδοκᾷς, ἀλλ’ ὅμως οὐ διὰ ταῦτα ἀπάγεις τῆς περὶ ταῦτα σπουδῆς, ἀλλὰ πάντα πληροῖς τὰ παρὰ σαυτοῦ, ἀγαπητὸν εἶναι
30νομίζων, ἂν πέμπτον ἢ δέκατον ἀπὸ τῶν πρώτων συμβῇ γενέσθαι τὸν υἱὸν ἐν τῇ τῶν λόγων δυνάμει. Καὶ βασι‐ λεῖ δὲ στρατεύοντες τοὺς υἱεῖς οὐ πάντως ἐπὶ τὸν τῶν ὑπάρχων αὐτοὺς ἀναβήσεσθαι προσδοκᾶτε θρόνον· ἀλλ’ ὅμως οὐ διακελεύεσθε λῦσαι τὴν ζώνην, ἢ μηδὲ τὴν
35ἀρχὴν ἐπιβῆναι τῶν βασιλείων, ἀλλὰ πάντα πραγμα‐ τεύεσθε, ὡς μηδέποτε αὐτοὺς τῆς ἐκεῖθεν διατριβῆς ἐκπεσεῖν, ἀρκεῖν ἡγούμενοι τὸ καὶ ἐν τοῖς μέσοις ἀριθμουμένους ὁρᾷν. Τίνος οὖν ἕνεκεν ἐκεῖ μὲν, κἂν μὴ τῶν μειζόνων ἐξῇ λαβέσθαι, ὅμως ὑπὲρ τῶν ἐλατ‐
40τόνων κόπτεσθε καὶ ταλαιπωρεῖσθε, κἀν τούτοις πάλιν τῆς ἐλπίδος οὔσης ἀδήλου, ἐνταῦθα δὲ ὀκνεῖτε καὶ ἀνα‐ δύεσθε; Ὅτι ἐκείνων μὲν πολλὴν ἔχετε τὴν ἐπιθυμίαν, τούτων δὲ οὐδὲ βραχεῖαν· εἶτα αἰσχυνόμενοι τοῦτο ὁμο‐ λογῆσαι σκήψεις ἐπενοήσατε καὶ προφάσεις· ὡς εἴ γε
45ἀληθῶς ἐβούλεσθε, οὐδὲν ἂν ὑμᾶς τούτων ἐκώλυσε. Καὶ γὰρ οὕτως ἔχει· ὅτου τις ἂν ἐρῶν τύχῃ γνησίως, κἂν μὴ τοῦ παντὸς, μηδὲ τοῦ ἀνωτάτω περιγένηται, τοῦ γοῦν μέσου, μᾶλλον δὲ καὶ τοῦ μετ’ ἐκεῖνον μυριάκις ἂν ἕλοιτο ἐπιτυχεῖν. Καὶ γὰρ ὁ φίλοινος καὶ φιλοπότης,

47

.

382

(50)

κἂν μὴ τὸν ἡδὺν καὶ ἀνθοσμίαν ἐξῇ λαβεῖν οἶνον, οὐδὲ τοῦ φαυλοτάτου καταφρονήσει ποτέ· καὶ ὁ φιλοχρήμα‐ τος πάλιν, κἂν μὴ λίθους τιμίους, μηδὲ χρυσίον, ἀλλ’ ἀργύριον αὐτῷ τις παρέχῃ, πολλὴν εἴσεται χάριν. Τοιοῦ‐ τον γὰρ ἡ ἐπιθυμία, τυραννικόν τι πρᾶγμα καὶ ἱκανὸν
55πεῖσαι πάντα τὸν ἁλόντα, ὑπὲρ, ὁτουοῦν καὶ παθεῖν καὶ ὑπομεῖναι· ὥστε εἰ μὴ σκῆψις ταῦτα τὰ ῥήματα ἦν, συμπράττειν ἐχρῆν καὶ συμπονεῖν. Τοῦ γὰρ ἐπιθυ‐ μοῦντός τι γενέσθαι οὐ τὸ γενέσθαι κωλύειν ἐστὶν, ἀλλὰ τὸ πάντα ποιεῖν ὅπως ἂν γένοιτο. Καὶ γὰρ οἱ καθιέν‐
60τες εἰς τοὺς Ὀλυμπιακοὺς ἀγῶνας, εἰδότες ὅτι ἐν

47

.

383

πλήθει τοσούτῳ εἰς ἕνα τὰ τῆς νίκης περιστήσεται, ὅμως κόπτονται καὶ ταλαιπωροῦσι, Καίτοι γε οὐδέν ἐστιν ἴσον ἐνταῦθα κἀκεῖ, οὐ μόνον διὰ τὸ τῶν ἀγώνων τέλος, ἀλλ’ ὅτι ἀνάγκη ἐκεῖ στεφανωθέντα μόνον ἕνα
5ἀπελθεῖν· ἐνταῦθα δὲ οὐκ ἐν τούτοις ἡ ὑπεροχὴ καὶ ἡ ἐλάττωσις, ἐν τῷ τὸν μὲν ἀστεφάνωτον ἀναχωρῆ‐ σαι, τὸν δὲ ἐστεφανωμένον, ἀλλ’ ἐν τῷ τὸν μὲν λαμ‐ προτέρας, τὸν δὲ ἐλάττονος τυχεῖν τῆς ἀνακηρύξεως, πάντας δὲ ὅμως τυχεῖν. Ὅλως δὲ, εἴπερ ἐβουλόμεθα
10καὶ ἐξ ἀρχῆς διαπλάττειν τοὺς παῖδας, καὶ τοῖς βουλο‐ μένοις ῥυθμίζειν παραδιδόναι, οὐκ ἦν ἀπεικὸς αὐτοὺς ἐν τῇ πρώτῃ στῆναι τάξει τοῦ στρατοπέδου· οὐ γὰρ ἂν περιεῖδεν ὁ Θεὸς τοσαύτην προθυμίαν καὶ σπουδὴν, ἀλλ’ ἐπέδωκεν ἂν τὴν αὐτοῦ χεῖρα, καὶ ἥψατο τοῦ
15ἀγάλματος· ἐκείνης δὲ ἐργαζομένης τῆς χειρὸς, ἀμήχα‐ νον διαπεσεῖν τι τῶν γινομένων, μᾶλλον δὲ ἀμήχανον μὴ πρὸς ἄκρον λαμπρότητος καὶ δόξης ἐλθεῖν, μόνον εἰ τὰ παρ’ ἡμῶν ἕποιτο. Εἰ γὰρ γυναῖκες ἴσχυσαν πεῖ‐ σαι Θεὸν, συνεφάψασθαι αὐταῖς τῆς τῶν παίδων ἐπι‐
20μελείας, πολλῷ μᾶλλον ἡμεῖς, ἂν ἐθέλωμεν, τοῦτο δυνησόμεθα. Τὰς μὲν οὖν ἄλλας, ὥστε μὴ μακρὸν ποιῆ‐ σαι τὸν λόγον, παρήσω, καίτοι πολλὰς ἔχων εἰπεῖν, μιᾶς δὲ μόνον ἐπιμνησθήσομαι. κʹ. Ἄννα τις ἦν Ἰουδαία γυνή· αὕτη ἡ Ἄννα παιδίον
25ἔτεκεν ἓν, καὶ οὐ προσδοκῶσα τέξεσθαι ἕτερον· καὶ γὰρ καὶ τοῦτο μόλις καὶ μετὰ πολλῶν ἔλαβε τῶν δακρύων· στείρα γὰρ ἦν. Ὁρῶσα δὲ τὴν ἀντίζηλον αὐτῆς διὰ τοῦτο πολλάκις ἐπεμβαίνουσαν αὐτῇ, οὐδὲ οὕτως ἔπαθέ τι τοιοῦτον οἷον ὑμεῖς, ἀλλ’ ἐπειδὴ τὸν υἱὸν ἔσχεν ἐκεῖ‐
30νον, τοσοῦτον εἴασε παρ’ ἑαυτῇ μεῖναι χρόνον, ὅσον γα‐ λακτοτροφηθῆναι ἔδει μόνον. Ἐπειδὴ δὲ οὐκέτι ταύτης ἐδεῖτο τῆς τροφῆς, λαβοῦσα αὐτὸν εὐθέως ἀνέθηκε τῷ Θεῷ, καὶ τῆς πατρῴας οὐκέτι ἐπιβῆναι παρεκάλεσεν οἰκίας, ἀλλ’ ᾤκει διαπαντὸς ἐν τῷ ναῷ τοῦ Θεοῦ· καὶ εἴ
35ποτε αὐτὸν ἰδεῖν ἐπεθύμησεν, οἷα δὴ μήτηρ, οὐκ ἐκά‐ λει παρ’ ἑαυτὴν τὸ παιδίον, ἀλλ’ αὐτὴ πρὸς ἐκεῖνον ἀνέβαινε μετὰ τοῦ πατρὸς, καθάπερ ὄντος ἀναθήματος ἀπεχομένη λοιπόν. Καὶ οὕτω γενναῖος καὶ μέγας ὁ νεα‐ νίας ἐγένετο ἐκεῖνος, ὡς τὸν Θεὸν ἀποστραφέντα τὸ τῶν
40Ἑβραίων γένος διὰ τὴν κατακεχυμένην κακίαν, καὶ οὐ χρῶντα αὐτοῖς, οὐδὲ ὄψιν τινὰ φαίνοντα λοιπὸν, ἐπι‐ σπάσασθαι πάλιν διὰ τῆς ἀρετῆς, καὶ πεῖσαι παρέχειν τὰ αὐτὰ, ἅπερ καὶ πρότερον, καὶ τὴν προφητείαν ἀπο‐ πτᾶσαν ἀνακαλέσασθαι πάλιν. Καὶ ταῦτα ἴσχυσεν οὐκ
45ἐφ’ ἡλικίας γενόμενος, ἀλλ’ ἔτι παιδίον ὢν μικρόν· Οὐκ ἦν γὰρ, φησὶν, ὅρασις διαστέλλουσα, καὶ ῥῆμα τίμιον ἦν. Ἀλλ’ ὅμως καὶ τούτων τοιούτων ὄντων, ἔχρα αὐτῷ συνεχῶς ὁ Θεός. Τοσοῦτόν ἐστι κέρδος ἀεὶ τῶν οἰκείων παραχωρεῖν κτημάτων αὐτῷ, καὶ πάντων

47

.

383

(50)

ἐξίστασθαι οὐχὶ χρημάτων μόνον, οὐδὲ κτημάτων, ἀλλὰ καὶ τῶν τέκνων αὐτῶν. Εἰ γὰρ ἐπὶ τῆς ἡμετέρας ψυχῆς κελευόμεθα τοῦτο ποιεῖν, πολλῷ μᾶλλον ἐπὶ τῶν ἄλλων ἁπάντων. Τοῦτο γὰρ καὶ ὁ πατριάρχης ἐποίησεν Ἀβραὰμ, μᾶλλον δὲ πολλῷ μεῖζον· διὸ καὶ μετὰ πλείονος δόξης
55ἀπέλαβε τὸν υἱόν. Καὶ γὰρ τότε μάλιστα ἔχομεν τὰ ἡμέτερα παιδία, ὅταν αὐτὰ τῷ Δεσπότῃ παραδῶμεν. Πολλῷ γὰρ μειζόνως αὐτῶν ἐκεῖνος προστήσεται, ἐπειδὴ
καὶ μειζόνως κήδεται. Οὐχ ὁρᾶτε καὶ ἐν ταῖς οἰκίαις τῶν

47

.

384

πλουτούντων ταῦτα γινόμενα; Καὶ γὰρ ἐκεῖ τοὺς μὲν κάτω μετὰ τῶν πατέρων οἰκοῦντας, οὐχ οὕτως ὄντως λαμπροὺς ἔστιν ἰδεῖν, οὐδὲ τοσαύτην ἔχοντας δύνα‐ μιν· ὅσους δ’ ἂν τῶν γονέων ἀποστήσαντες οἱ δεσπόται
5προσνείμωσιν αὐτῶν τῇ διακονίᾳ καὶ τῇ φυλακῇ τῶν ταμιείων, οὗτοι δὴ καὶ εὐνοίας ἀπολαύουσι πλείονος καὶ παῤῥησίας, καὶ τοσοῦτον τῶν ὁμοδούλων εἰσὶ λαμπρό‐ τεροι, ὅσον τῶν οἰκετῶν οἱ δεσπόται. Εἰ δὲ ἄνθρωποι περὶ τοὺς διακονουμένους οὕτως εἰσὶ χρηστοὶ καὶ εὔνοι,
10πολλῷ μᾶλλον ἡ ἄπειρος ἀγαθότης, τοῦτ’ ἔστιν, ὁ Θεός. Ἐῶμεν τοίνυν αὐτοὺς ὑπηρετεῖν, οὐκ εἰς ναὸν ἄγοντες καθάπερ τὸν Σαμουὴλ, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν μετὰ τῶν ἀγγέλων, μετὰ τῶν ἀρχαγγέλων. Ὅτι γὰρ μετ’ ἐκείνων διακονήσονται πάντως καὶ ὑπηρετήσουσιν οἱ
15ταύτης ἐπειλημμένοι τῆς φιλοσοφίας παντί που δῆλόν ἐστι. Καὶ οὐχ ἑαυτῶν μόνον, ἀλλὰ καὶ ὑμῶν μετὰ πλείονος προστήσονται τῆς παῤῥησίας. Εἰ γάρ τινες διὰ πατέρας παραμυθίας ἔτυχόν τινος, πολλῷ μᾶλλον διὰ παῖδας πατέρες. Ἐκεῖ μὲν γὰρ τὸ τῆς φύσεως μόνον
20δικαίωμα ἦν, ἐνταῦθα δὲ καὶ τὸ τῆς ἀνατροφῆς, πολλῷ τῆς φύσεως μεῖζον ὄν. Καὶ ταῦτα ὑμῖν ἀμφότερα ἀπὸ τῶν θείων πιστώσομαι Γραφῶν. Τὸν γὰρ Ἐζεκίαν ἐν‐ άρετον μὲν ὄντα καὶ εὐσεβῆ, οὐκ ἔχοντα δὲ τοσαύτην παῤῥησίαν ἀπὸ τῶν κατορθωμάτων, ὥστε καὶ πρὸς
25τοσοῦτον κίνδυνον στῆναι, ἀπὸ τῆς τοῦ πατρὸς ἔφησε σώζειν ἀρετῆς ὁ Θεός. Ὑπερασπιῶ γὰρ, φησὶ, τῆς πό‐ λεως ταύτης τοῦ σῶσαι αὐτὴν δι’ ἐμὲ, καὶ διὰ Δαυῒδ τὸν παῖδά μου. Καὶ Τιμοθέῳ δὲ περὶ γονέων ἐπιστέλλων ἔλεγεν ὁ Παῦλος, ὅτι Σωθήσονται διὰ τῆς
30τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης. Καὶ τὸν Ἰὼβ δὲ ὥσπερ ἀπὸ τῶν ἄλλων ἐπῄνεσεν ἡ Γραφὴ, οἷον ὅτι δίκαιος καὶ ἀληθινὸς καὶ θεοσεβὴς ἦν, οὕτω καὶ ἀπὸ τῆς περὶ τοὺς παῖδας ἐπιμελείας. Αὕτη δὲ ἦν οὐ χρυσὸν συνάγειν
35αὐτοῖς, οὐδὲ ἐπιδόξους ποιεῖν καὶ λαμπροὺς, ἀλλὰ τί; Ἄκουσον τῆς Γραφῆς λεγούσης· Ὅταν συνετελέσθη‐ σαν αἱ ἡμέραι τοῦ πότου αὐτῶν, ἀπέστελλεν Ἰὼβ, καὶ ἐκαθάριζεν αὐτοὺς, καὶ ἀνιστάμενος τῷ πρωῒ προσέφερε περὶ αὐτῶν θυσίαν κατὰ τὸν ἀριθμὸν
40αὐτῶν, καὶ μόσχον ἕνα περὶ ἁμαρτίας ὑπὲρ τῶν ψυχῶν αὐτῶν· ἔλεγε γὰρ Ἰὼβ ἐν τῇ καρδίᾳ αὐτοῦ, Μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐν‐ ενόησαν πρὸς Θεόν. Ἆρα ἔσται τις ἡμῖν ἀπολογία λοιπὸν τοιαῦτα τολμῶσιν; Εἰ γὰρ ὁ πρὸ τῆς χάριτος,
45ὁ πρὸ τοῦ νόμου, ὁ μηδεμιᾶς ἀπολαύσας διδασκαλίας, τοσαύτην τῶν παίδων ἐποιεῖτο πρόνοιαν, ὡς καὶ ὑπὲρ τῶν ἀδήλων τρέμειν ἁμαρτημάτων, τίς ἡμᾶς ἐξαι‐ ρήσεται λοιπὸν τοὺς ἐν τῇ χάριτι, τοὺς καὶ τοσούτων διδασκάλων τετυχηκότας, τοὺς τοιαῦτα ὑποδείγματα

47

.

384

(50)

ἔχοντας καὶ τοσαύτας παραινέσεις, οὐ μόνον ὑπὲρ τῶν ἀδήλων οὐ δεδοικότας, ἀλλὰ καὶ τῶν δήλων καταφρο‐ νοῦντας, καὶ οὐ καταφρονοῦντας μόνον, ἀλλὰ καὶ τοὺς βουλομένους αὐτὰ διορθοῦν ἐλαύνοντας; Καὶ τὸν Ἀβραὰμ δὲ, καθάπερ ἔφθην εἰπὼν, μετὰ τῶν ἄλλων κατορθω‐
55μάτων καὶ τοῦτο λαμπρὸν ἐποίει. καʹ. Τοσαῦτα οὖν ἔχοντες ὑποδείγματα, κατασκευάζωμεν τῷ Θεῷ διακόνους, καὶ λειτουργοὺς δοκίμους. Εἰ γὰρ ἀθλητάς τις πόλεσι τρέφων, ἢ στρατιώτας βασιλεῦσιν ἀσκῶν, μεγάλῃ τιμηθήσεται τιμῇ, πόσην ἡμᾶς εἰκὸς
60λαβεῖν δωρεὰν, οὕτω γενναίους καὶ μεγάλους ἄνδρας,
μᾶλλον δὲ ἀγγέλους τῷ Θεῷ τρέφοντας; Πάντα οὖν

47

.

385

πράττωμεν, ὥστε αὐτοῖς ἀφεῖναι τὸν τῆς εὐσεβείας πλοῦ‐ τον, τὸν μένοντα, καὶ συναποδημοῦντα, καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐκεῖ μέγιστα ὀνῆσαι δυνάμενον. Ὁ μὲν γὰρ βιωτικὸς οὔτε συμμεταστήσεται, καὶ ἐνταῦθα δὲ
5προαπολεῖται, καὶ τοὺς ἔχοντας πολλάκις προσαπολεῖ· οὗτος δὲ καὶ ἐνταῦθα κἀκεῖ βέβαιος ἔσται, καὶ διατη‐ ρήσει μετὰ πολλῆς ἀσφαλείας τοὺς κεκτημένους αὐτόν. Καὶ γὰρ οὕτως ἔχει· ὁ μὲν τὰ ἐν τῇ γῇ προτιμῶν τῶν πνευματικῶν, κἀκείνων ἐκπεσεῖται καὶ τούτων· ὁ δὲ
10τῶν οὐρανίων ἐπιθυμῶν, καὶ τῶν ἐπὶ γῆς τεύξεται πάν‐ τως. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ’ αὐτοῦ τοῦ ταῦτα παρασχεῖν μέλλοντος Κυρίου. Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθή‐ σεται ὑμῖν. Τί ταύτης ἴσον γένοιτ’ ἂν τῆς τιμῆς;
15Φρόντιζε, φησὶν, ὑπὲρ τῶν πνευματικῶν, ἐμοὶ δὲ ἄφες πάντα τὰ σά. Ὥσπερ ἂν εἴ τις πατὴρ φιλόστοργος οἰκίας ἐπιμέλειαν καὶ οἰκετῶν προστασίαν καὶ τῶν ἄλλων ἁπάντων μεταχειρίζοιτο, τῷ παιδὶ φιλοσοφίᾳ μόνῃ σχο‐ λάζειν παραινοίη· οὕτω δὴ καὶ ὁ Θεός. Πειθώμεθα
20τοίνυν, καὶ ζητῶμεν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οὕτω πανταχοῦ τούς τε παῖδας δοκίμους ὀψόμεθα, καὶ αὐτοὶ μετ’ ἐκείνων ἐσόμεθα λαμπροὶ, καὶ τῶν παρόντων ἀπο‐ λαυσόμεθα, ἂν τῶν μελλόντων καὶ οὐρανίων ἐρῶμεν μόνον. Ταῦτα πειθομένοις μὲν ὑμῖν μέγαν οἴσει τὸν μι‐
25σθὸν, ἀντιλέγουσι δὲ καὶ ἀπειθοῦσι χαλεπωτέραν τὴν τιμωρίαν. Οὐ γὰρ ἔνι καταφυγεῖν εἰς ἀπολογίαν, οὐδὲ εἰπεῖν ὅτι ὁ ταῦτα διδάσκων οὐδεὶς ἦν. Μάλιστα μὲν οὖν καὶ πρὸ τῶν ἡμετέρων λόγων ἡ ἀπολογία αὕτη ἀνῄρη‐ το, τῆς τε φύσεως ἐχούσης ἀκριβὲς τὸ κριτήριον τῶν
30καλῶν, καὶ τῶν οὐ τοιούτων, τῆς τε φιλοσοφίας ταύτης πανταχοῦ προκειμένης, τῶν τε ἐν τῷ βίῳ κακῶν ἱκανῶν ὄντων καὶ τοὺς σφόδρα ἐρῶντας αὐτοῦ πρὸς τὴν ἐρη‐ μίαν ἐλάσαι. Καὶ σιγώντων μὲν οὖν, ὅπερ ἔφην, τὰ τῆς ἀπολογίας ἀνῄρητο, νυνὶ δὲ πολλῷ πλέον μετὰ τοὺς μα‐
35κροὺς λόγους τούτους, καὶ τὴν τοσαύτην παραίνεσιν, τήν τε ἀπὸ τῶν πραγμάτων, τήν τε σαφεστέραν τὴν ἀπὸ τῶν θείων Γραφῶν. Καὶ εἰ μὲν ἦν οἴκοι μένοντας μὴ διαφθα‐ ρῆναι τέλεον, ἀλλὰ τὴν γοῦν ἐσχάτην τάξιν τῆς σωτη‐ ρίας λαχεῖν, μάλιστα μὲν οὐδὲ οὕτως ἂν τὴν κόλασιν
40διεφύγομεν, τοὺς ἐπὶ βίον ἀκριβέστερον βαδίζειν ἐπει‐ γομένους κωλύοντες, καὶ ἐν τοῖς βιωτικωτέροις κατ‐ έχοντες πρὸς τὸν οὐρανὸν πτῆναι ἐπειγομένους· ὅταν δὲ μηδὲ τοῦτο ἐξῇ, ἀλλ’ ἀνάγκη πάντως ἀπολέσθαι, καὶ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος ᾖ, τίνα συγγνώμην
45ἕξομεν, τίνα δὲ ἀπολογίαν, οὐ μόνον τῶν οἰκείων ἁμαρ‐ τημάτων, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα τοῖς παισὶν ἁμαρ‐ τανομένων τὰς εὐθύνας ἐφ’ ἑαυτοὺς ἕλκοντες χαλεπω‐ τέρας; Οὐ γὰρ οὕτως ἐκείνους οἶμαι τιμωρηθήσεσθαι ὑπὲρ ὧν ἂν πταίσωσι μετὰ ταῦτα, εἰς τὸ κλυδώνιον

47

.

385

(50)

τοῦτο κατασπασθέντες, ὡς ὑμᾶς τοὺς τὴν ἀνάγκην αὐ‐ τοῖς περιστήσαντας ταύτην. Εἰ γὰρ τῷ ἕνα σκανδαλίζοντι συμφέρει μετὰ μύλης καταποντισθῆναι εἰς τὴν θάλασσαν, τοῖς τὴν ὠμότητα ταύτην καὶ ἀπήνειαν εἰς τοὺς παῖδας ἐνδεικνυμένοις ποία τιμωρία ἀρκέσει καὶ κόλασις; Διὸ
55παρακαλῶ καθυφεῖναι τῆς φιλονεικίας, καὶ γενέσθαι φιλοσόφων παίδων πατέρας. Οὐδὲ γὰρ ἐκεῖνο ἔστιν εἰπεῖν,
ὅπερ ἀκούω πολλοὺς σκηπτομένους. Τί δὲ τοῦτό

47

.

386

ἐστιν; Ἀδυνατοῦντας, φησὶν, εἰδότες πρὸς τὸ τέλος ἐλθεῖν, ἐκωλύσαμεν διὰ τοῦτο. Εἰ γὰρ καὶ προῄδεις τοῦτο σαφῶς, καὶ μὴ στοχασμὸς τὸ πρᾶγμα ἦν· πολλοὶ γὰρ καὶ τῶν πεσεῖσθαι προσδοκηθέντων ἔστησαν· πλὴν
5ἀλλ’ εἰ καὶ σφόδρα προῄδεις, οὐδὲ οὕτως αὐτὸν καθέλκειν ἐχρῆν. Οὐδὲ γὰρ, εἴ τινας πίπτειν μέλλοντας λαβόντες ὑποσκελίσαιμεν, ἀρκεῖ τοῦτο πρὸς ἀπολογίαν ἡμῖν, ἀλλ’ αὐτὸ δὴ τοῦτο καὶ μάλιστά ἐστι τὸ καταδικάζον ἡμᾶς. Διὰ τί γὰρ μὴ συνεχώρησας τῆς ἐκείνου ῥᾳθυμίας γενέ‐
10σθαι τὸ πτῶμα, ἀλλὰ προλαβὼν ἥρπασας τὴν ἁμαρτίαν καὶ τὸ πᾶν ἤγαγες ἐπὶ τὴν σὴν κεφαλήν; Μᾶλλον δὲ οὐδὲ συγχωρῆσαι ἐχρῆν· διὰ τί γὰρ μὴ πάντα ἔπραξας ὑπὲρ τοῦ μὴ πεσεῖν τὸν υἱόν; Ὥστε, ἐπειδὴ μάλιστα ᾔδεις ὅτι πεσεῖται, διὰ τοῦτο μάλιστα τιμωρίας ἂν ᾖς ἄξιος. Τὸν
15γὰρ τοῦτο προειδότα οὐχὶ καταβάλλειν, ἀλλὰ χεῖρα ὀρέ‐ γειν χρὴ, καὶ μείζονα ἐνδείκνυσθαι τὴν σπουδὴν ὑπὲρ τοῦ τὸν μέλλοντα πίπτειν στῆναι γενναίως, εἴτ’ ἔμελλε στήσεσθαι, εἴτε μή. Τὰ γὰρ ἡμῶν ἅπαντα πληροῦσθαι δεῖ, κἂν ἕτεροι μηδὲν μέλλωσι καρποῦσθαι παρ’ ἡμῶν.
20Τίνος ἕνεκεν, καὶ διὰ τί; Ἵνα μηκέτι πρὸς ἡμᾶς, ἀλλὰ πρὸς ἐκείνους ὁ λόγος ᾖ τῷ Θεῷ. Ὅπερ καὶ αὐτὸς ἔλε‐ γεν ἐγκαλῶν τῷ μηδὲν εἰς τὸ τάλαντον ἐργασαμένῳ. Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις· κἀγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπ‐
25ῄτησα αὐτό. Πειθώμεθα τοίνυν τῷ ταῦτα παραινοῦντι, ἵνα καὶ τὴν τιμωρίαν ἐκφύγωμεν. Οὐ γὰρ δὴ καὶ τὸν Θεὸν μετὰ τῶν ἀνθρώπων παραλογίσασθαι δυνάμεθα, τὸν ἐρευνῶντα τὰς καρδίας καὶ πάντα εἰς μέσον ἄγοντα, καὶ πανταχοῦ τῆς τῶν παίδων ὑπευθύνους ποιοῦντα σω‐
30τηρίας ἡμᾶς. Εἰ γὰρ ὁ μὴ καταβαλὼν τὸ ἀργύριον το‐ σαύτην ἔδωκε δίκην, ὁ καὶ τοὺς καταβαλεῖν βουλομένους κωλύων τί πείσεται; Οὐδὲ γὰρ κατακυλισθέντων τῶν παίδων εἰς τὰ τοῦ βίου πράγματα ἐκ τῆς ἡμετέρας συμ‐ βουλίας, ἀλλὰ καὶ γενναίως ἐνεγκάντων τὴν προσβολὴν,
35καὶ τὰ ὄρη καταλαβόντων πάλιν, ἡ αὐτὴ κείσεται κόλασις τοῖς διακωλῦσαι βουληθεῖσιν αὐτούς. Ὥσπερ γὰρ ὁ πρὸς φιλοσοφίαν ἄγων, ἄν τε πείσῃ, ἄν τε μὴ πείσῃ, ἀπηρ‐ τισμένον ἔχει τὸν μισθὸν (τὸ γὰρ αὐτοῦ πᾶν ἐποίησεν)· οὕτω καὶ ὁ διαφθεῖραι βουληθεὶς, ἄν τε ἕλῃ, ἄν τε μὴ
40ἕλῃ, τὴν αὐτὴν ὑποστήσεται δίκην· τὸ γὰρ αὐτοῦ πᾶν καὶ οὗτος ἐπλήρωσεν. Ὥστε κἂν μηδὲν ἰσχύσητε πρὸς τὸ ὑποσκελίσαι καὶ καθελεῖν τὰ γενναῖα τῶν παίδων φρο‐ νήματα, τῆς γοῦν ἐπιχειρήσεως μόνης τοσαύτην δώσετε δίκην, ὅσην οἱ καθελόντες ἐκεῖθεν αὐτούς. Ταῦτ’ οὖν
45ἐννοήσαντες ἅπαντα, καὶ τὰς σκήψεις ἀφέντες πάσας, σπουδάσωμεν γενναίων παίδων γενέσθαι πατέρες, χρι‐ στοφόρων οἰκοδόμοι γενέσθαι ναῶν, ἀθλητῶν ἐπουρανίων ἐπιμεληταὶ, ἀλείφοντες, ὀρθοῦντες, πάντοθεν ἐργάζεσθαι τὴν ὠφέλειαν αὐτῶν, ἵνα καὶ τῶν στεφάνων αὐτοῖς ἐκεῖ

47

.

386

(50)

κοινωνήσωμεν. Ἂν δὲ φιλονεικῆτε, οἱ παῖδες μὲν, ἂν ὦσι γενναῖοι, καὶ ἀκόντων ὑμῶν ἐπὶ ταύτην ἥξουσι τὴν φιλοσοφίαν, καὶ πάντων ἀπολαύσονται τῶν ἀγαθῶν, ὑμῖν δὲ περιέσται τὸ μυρίαν κόλασιν ἑαυτοῖς συναγαγεῖν, καὶ τότε ἐπαινέσαι τὰ παρ’ ἡμῶν εἰρημένα, ὅτε τῶν ἐπαί‐
55νων ὄφελος ὑμῖν οὐδέν.