TLG 2062 002 :: JOANNES CHRYSOSTOMUS :: Ad Theodorum lapsum (lib. 1)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Ad Theodorum lapsum (lib. 1)

Source: Dumortier, J. (ed.), Jean Chrysostome. A Théodore [Sources chrétiennes 117] Paris: Cerf, 1966: 80–218.

Citation: Sect — (ln)

t

Πρὸς Θεόδωρον ἐκπεσόντα καὶ περὶ μετανοίας λόγος αʹ.

1

«Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς βλεφάροις μου πηγὴν δακρύων;» Εὔκαιρον κἀμοὶ νῦν εἰπεῖν καὶ πολλῷ μᾶλ‐ λον ἢ τῷ προφήτῃ τότε ἐκείνῳ. Εἰ γὰρ καὶ μὴ πόλεις πολλὰς μηδὲ ὁλόκληρα ἔθνη μέλλοιμι πενθεῖν, ἀλλὰ πολλῶν τοιούτων
5ἐθνῶν ψυχὴν ἀνταξίαν, μᾶλλον δὲ καὶ τιμιωτέραν. Καὶ γὰρ εἰ «κρείττων εἷς τὸ θέλημα τοῦ θεοῦ ποιῶν ἢ μυρίοι παράνο‐ μοι», κρείττων ἄρα καὶ σὺ πρότερον ἦσθα τῶν μυριάδων τῶν Ἰουδαϊκῶν, ὥστε οὐδεὶς ἄν μοι μέμψαιτο νῦν, εἰ καὶ θρήνους τῶν ἐν τῷ προφήτῃ κειμένων πλείονας ἀναγράψαιμι καὶ σφο‐
10δροτέρους ἐπιδείξαιμι ὀδυρμούς. Οὐ γὰρ πόλεως πενθῶ κατα‐ σκαφήν, οὐδὲ παρανόμων αἰχμαλωσίαν ἀνδρῶν, ἀλλὰ ψυχῆς ἐρήμωσιν ἱερᾶς καὶ ναοῦ χριστοφόρου καθαίρεσιν καὶ ἀφα‐
νισμόν. Τὸν γὰρ κόσμον τῆς διανοίας τῆς σῆς, ὃν κατέφλεξεν ὁ80
15διάβολος νῦν, εἴ τις ὅτε ἔλαμπεν ᾔδει καλῶς, οὐκ ἂν ἐστένα‐ ξεν, τοὺς θρήνους ἐπερχόμενος τοῦ προφήτου, καὶ ἀκούων ὅτι χεῖρες βαρβαρικαὶ καὶ τὰ ἅγια τῶν ἁγίων ἐμόλυναν καὶ πῦρ ἐπαφεῖσαι πάντα κατέκαυσαν, τὰ Χερουβὶμ τήν τε κιβωτόν, τὸ ἱλαστήριον, τὰς πλάκας τὰς λιθίνας, τὴν στάμνον τὴν χρυ‐
20σῆν. Αὕτη γάρ, αὕτη ἡ συμφορὰ τοσούτῳ πικροτέρα ἐκείνης ὅσῳ καὶ πολλῷ τιμιώτερα ἐκείνων σύμβολα εἰς τὴν σὴν ἐνα‐ πέκειτο ψυχήν· οὗτος ἁγιώτερος ἐκείνου ὁ ναός· οὐδὲ γὰρ χρυσῷ καὶ ἀργύρῳ ἀλλὰ τῇ τοῦ Πνεύματος ἀπέστιλβε χάριτι καὶ ἀντὶ τῶν Χερουβὶμ καὶ τῆς κιβωτοῦ τὸν Χριστὸν καὶ τὸν
25τούτου Πατέρα καὶ τὸν Παράκλητον εἶχεν ἱδρυμένον ἐν ἑαυτῷ. Ἀλλὰ νῦν οὐκέτι, ἀλλ’ ἔρημος μὲν καὶ γυμνὸς τοῦ κάλλους ἐκείνου καὶ τῆς εὐπρεπείας ἐστίν, τὸν θεῖον καὶ ἄρρητον ἀποκοσμηθεὶς κόσμον, ἔρημος δὲ ἀσφαλείας ἁπάσης καὶ φυλα‐
30κῆς. Καὶ οὔτε θύρα, οὔτε μοχλός, ἀλλὰ πᾶσιν ἀνέῳκται τοῖς ψυχοφθόροις καὶ αἰσχροῖς λογισμοῖς· κἂν ὁ τῆς ἀλαζονείας, κἂν ὁ τῆς πορνείας, κἂν ὁ τῆς φιλαργυρίας, κἂν οἱ τούτων μιαρώτεροι βουληθῶσιν ἐπεισελθεῖν ὁ κολύσων οὐδείς· πρότε‐ ρον δέ, καθάπερ ὁ οὐρανὸς τούτοις ἐστὶν ἄβατος ἅπασιν, οὕτω
35καὶ ἡ καθαρότης τῆς διανοίας τῆς σῆς. Καὶ τάχα ἄπιστα δόξω τισὶν λέγειν τοῖς νῦν τὴν ἐρήμωσιν καὶ τὴν καταστροφὴν
ὁρῶσιν τὴν σήν· διὰ γὰρ τοῦτο κόπτομαι καὶ πενθῶ, καὶ τοῦτο ποιῶν οὐ παύσομαι, ἕως ἄν σε πάλιν ἐπὶ τῆς προτέρας ἴδω φαιδρότητος. Εἰ γὰρ καὶ τοῖς ἀνθρώποις ἀδύνατον εἶναι δοκεῖ82
40τοῦτο, ἀλλὰ τῷ θεῷ πάντα δυνατά. Αὐτὸς γάρ ἐστιν «ὁ ἐγεί‐ ρων ἀπὸ τῆς γῆς πτωχόν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα, τοῦ καθῖσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ». Αὐτός ἐστιν «ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην». Μὴ τοίνυν ἀπογνῷς τῆς
45ἀρίστης μεταβολῆς. Εἰ γὰρ ὁ διάβολος τοσοῦτον ἴσχυσεν, ὡς ἀπὸ τῆς κορυφῆς ἐκείνης καὶ τοῦ ὕψους τῆς ἀρετῆς εἰς ἔσχατόν σε κακίας κατενεγκεῖν, πολλῷ μᾶλλον ὁ θεὸς ἰσχύσει πρὸς ἐκείνην σε πάλιν ἀνελκύσαι τὴν παρρησίαν· καὶ οὐ τοι‐ οῦτον μόνον ἀλλὰ καὶ πολλῷ μακαριώτερον ἐργάσασθαι τοῦ

1

(50)

πρότερον. Μόνον μὴ καταπέσῃς, μηδὲ τὰς χρηστὰς ἐκκόψῃς ἐλπίδας, μηδὲ πάθῃς τὰ τῶν ἀσεβῶν. Οὐ γὰρ τὸ τῶν ἁμαρτη‐ μάτων πλῆθος εἰς ἀπόγνωσιν ἐμβάλλειν εἴωθεν, ἀλλὰ τὸ ψυχὴν ἔχειν ἀσεβῆ. Διὰ τοῦτο ὁ Σολομὼν οὐχ ἁπλῶς εἴρηκεν ὅτι «πᾶς τις ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ» ἀλλὰ «ὁ ἀσε‐
55βὴς» μόνος. Ἐκείνων γὰρ μόνων τοῦτο τὸ πάθος ἐστίν, ἐπει‐ δὰν εἰς τὸ βάθος ἔλθωσιν τῶν κακῶν. Καὶ τοῦτ’ ἔστιν ὅπερ αὐτοὺς οὐκ ἀφίησιν ἀναβλέψαι καὶ ἐπανελθεῖν ὅθεν ἐξέπεσον. Ὁ γὰρ μιαρὸς οὗτος λογισμός, καθάπερ τις κύφων, ἐπικείμε‐ νος ἐπὶ τὸν αὐχένα τῆς ψυχῆς καὶ κάτω νεύειν καταναγκάζων
60αὐτήν, κωλύει πρὸς τὸν Δεσπότην ἀναβλέψαι τὸν αὐτῆς. Ἀνδρὸς δὲ γενναίου ἐστὶν καὶ θαυμαστοῦ συντρῖψαι τοῦτο τὸ
ξύλον καὶ τὸν ἐπιθέντα αὐτῷ δήμιον ἀποκρούσασθαι καὶ τὰ τοῦ προφήτου φθέγξασθαι ῥήματα· «Ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς84
65Κύριον τὸν θεὸν ἡμῶν ἕως οὗ οἰκτιρήσαι ἡμᾶς. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδε‐ νώσεως.» Θεῖα ἀληθῶς ταῦτα παιδεύματα καὶ τῆς ἀνωτάτω φιλοσοφίας δόγματα· «Ἐνεπλήσθημεν, φησίν, ἐξουδενώ‐ σεως» καὶ μυρία ὑπέστημεν χαλεπά· ἀλλ’ ὁμῶς τοῦ πρὸς τὸν
70θεὸν ἀναβλέπειν οὐκ ἀποστησόμεθα, οὐδὲ πρὶν ἢ λαβεῖν τὴν αἴτησιν παυσόμεθα αἰτοῦντες αὐτόν. Τοῦτο γὰρ γενναίας ψυχῆς μὴ καταπίπτειν μηδ’ ἀπαγορεύειν πρὸς τὸ πλῆθος τῶν κατεχόντων δεινῶν μηδὲ πολλάκις αἰτοῦντας καὶ ἀποτυγχά‐ νοντας ἀναχωρεῖν, ἀλλ’ ἐπιμένειν «ἕως οὗ οἰκτιρήσαι ἡμᾶς».

2

Διὰ γὰρ τοῦτο ὁ διάβολος ἡμᾶς εἰς τοὺς τῆς ἀπογνώ‐ σεως ἐμβάλλει λογισμούς, ἵνα ἐκκόψῃ τὴν ἐλπίδα τὴν πρὸς τὸν θεόν, τὴν ἄγκυραν τὴν ἀσφαλῆ, τὴν ὑπόθεσιν τῆς ἡμετέ‐ ρας ζωῆς, τὴν χειραγωγὸν τῆς πρὸς τὸν οὐρανὸν ἀναφερού‐
5σης ὁδοῦ, τὴν σωτηρίαν τῶν ἀπολλυμένων ψυχῶν. «Τῇ γὰρ ἐλπίδι, φησίν, ἐσώθημεν.» Αὕτη γάρ, αὕτη, καθάπερ τις χρυσῆ σειρὰ τῶν οὐρανῶν ἐξαρτηθεῖσα, τὰς ἡμετέρας δια‐ βαστάζει ψυχάς, κατὰ μικρὸν πρὸς τὸ ὕψος ἐκεῖνο ἀνέλκουσα τοὺς σφόδρα ἐχομένους αὐτῆς, καὶ τοῦ κλύδωνος ἡμᾶς τῶν
10βιωτικῶν ὑπεραίρουσα κακῶν. Ἂν οὖν τις μεταξὺ μαλακι‐ σθεὶς ἀφῇ τὴν ἄγκυραν ταύτην τὴν ἱεράν, κατέπεσέ τε εὐ‐ θέως καὶ ἀπεπνίγη, εἰς τὴν ἄβυσσον τῆς κακίας ἐλθών. Ἅπερ εἰδὼς ὁ πονηρός, ἐπειδὰν ἡμᾶς αὐτοὺς τῷ τῶν πονηρῶν πρά‐ ξεων βαρυνομένους συνειδότι αἴσθηται, ἐπελθὼν καὶ αὐτὸς τὸν86
15ἀπὸ τῆς ἀπογνώσεως λογισμὸν ὄντα μολύβδου βαρύτερον ἐπι‐ τίθησιν· κἂν αὐτὸν παραδεξώμεθα, ἀνάγκη λοιπὸν κατασπασ‐ θέντας εὐθέως τῷ βάρει, καὶ τῆς σειρᾶς ἀπορραγέντας ἐκεί‐ νης, κατελθεῖν εἰς τὸ βάθος τῶν κακῶν, ἔνθα καὶ αὐτὸς γέγονας νῦν. Τοῦ μὲν πραοῦ καὶ ταπεινοῦ Δεσπότου τὰ
20προστάγματα ἀφείς, τοῦ δὲ ὠμοῦ καὶ ἀσπόνδου τυράννου [τῆς ἡμετέρας σωτηρίας ἐχθροῦ] τὰ ἐπιτάγματα ἐξανύων ἅπαντα, καὶ τὸν χρηστὸν διαρρήξας ζυγόν, καὶ τὸ φορτίον ἀπορρίψας τὸ ἐλαφρόν, καὶ τοὺς σιδηροῦς ἀντ’ ἐκείνων κλοίους περιθείς, ἔτι καὶ τὸν μύλον ἐξήρτησας τὸν ὀνικὸν τοῦ τραχήλου τοῦ
25σοῦ. Ποῦ οὖν στήσῃ λοιπὸν τὴν ἀθλίαν καταποντίζων ψυχήν, τοῦ κάτω φέρεσθαι διηνεκῶς τοιαύτην σαυτῷ τὴν ἀνάγκην ἐπιθείς; Ἡ μὲν οὖν τὴν μίαν δραχμὴν εὑροῦσα γυνή, τὰς γείτονας ἐκάλει τῆς εὐφροσύνης κοινωνούς, «Συγχάρητέ μοι» λέγουσα· ἐγὼ δὲ τοὺς φίλους ἅπαντας τούς τε ἐμοὺς καὶ
30τοὺς σοὺς ἐπὶ τοῖς ἐναντίοις παρακαλέσω νῦν, οὒ «Συγχά‐ ρητέ μοι» λέγων, ἀλλὰ «Συμπενθήσατε, καὶ θρῆνον ἀναλά‐ βεσθε τὸν αὐτόν, καὶ γοερὸν σὺν ἡμῖν ἀνακράξατε μέλος.
Ζημία γὰρ ἡμᾶς ἐσχάτη κατείληφεν, οὐχ ὅτι χρυσοῦ τάλαντα τόσα καὶ τόσα τῆς ἐμῆς ἐξέπεσεν χειρὸς, οὐδ’ ὅτι λίθων88
35τιμίων πολὺς ἀριθμός, ἀλλ’ ὅτι τούτων ἁπάντων ὁ τιμιώτερος συμπλέων ἡμῖν τὴν θάλατταν ταύτην τὴν μεγάλην καὶ εὐρύ‐ χωρον, οὐκ οἶδα πῶς, ἐξολισθήσας, εἰς αὐτὸν τῆς ἀπωλείας τὸν πυθμένα κατέπεσεν.»

3

Εἰ δέ τινές με τοῦ θρηνεῖν ἀπάγειν πειρῶνται, τὰ τοῦ προφήτου πρὸς αὐτοὺς φθέγξομαι λέγων· «Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με.» Οὐ γὰρ τοιοῦτον πένθος πενθῶ νῦν ὡς καὶ κατάγνωσιν φέρειν ἡμῖν τὴν
5ἀμετρίαν τῶν ὀδυρμῶν, ἀλλ’ ὑπὲρ οὗ, κἂν εἰ Παῦλος, κἂν εἰ Πέτρος ἦν, οὐκ ἂν ᾐσχύνθησαν κλαίοντες καὶ πενθοῦντες καὶ θρηνοῦντες καὶ πᾶσαν παράκλησιν διωθούμενοι. Τοῖς μὲν γὰρ τὸν κοινὸν τοῦτον θάνατον ὀδυρομένοις εἰκότως ἄν τις ἐγκα‐ λέσειεν μικροψυχίαν πολλήν· ὅταν δὲ ἀντὶ σώματος ψυχὴ
10προκέηται νεκρά, μυρίας ἔχουσα τὰς ὠτειλάς, καὶ ἐν αὐτῇ τῇ νεκρότητι τὴν εὐφυΐαν αὐτῆς ἐμφαίνουσα τὴν προτέραν καὶ τὴν εὐεξίαν καὶ τὸ κάλλος τὸ ἀποσβεσθέν, τίς οὕτως ὠμὸς καὶ ἀσυμπαθής, ὡς ἀντὶ θρήνων καὶ ὀδυρμῶν παραμυθη‐ τικοὺς λόγους προσαγαγεῖν. Ὥσπερ γὰρ ἐκεῖ τὸ μὴ πενθεῖν
15φιλοσοφίας ἐστίν, οὕτως ἐνταῦθα τὸ πενθεῖν. Ὁ πρὸς τὸν οὐρανὸν φθάσας, ὁ τῆς τοῦ βίου ματαιότητος καταγελῶν, ὁ τὰ κάλλη τῶν σωμάτον ὡς τὰ ἐν λίθοις ὁρῶν, ὁ χρυσοῦ μὲν ὡς πηλοῦ, τρυφῆς δὲ ἁπάσης ὡς βορβόρου καταφρονῶν, οὗτος
ἡμῖν ἐξαίφνης πυρετῷ κατασχεθεὶς ἐπιθυμίας ἀτόπου, καὶ90
20τὴν ὑγίειαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ὥραν ἅπασαν διέφθει‐ ρεν, καὶ δοῦλος γέγονεν τῶν ἡδονῶν. Τοῦτον οὖν οὐ δακρύσο‐ μεν, εἰπέ μοι, καὶ κοψόμεθα, ἕως ἂν ἀναστήσωμεν πάλιν αὐτόν; Καὶ ποῦ ταῦτα ἀνθρωπίνης ψυχῆς; Τῆς μὲν γὰρ τοῦ σώματος νεκρώσεως τὴν λύσιν οὐκ ἔστιν ἐνταῦθα εὑρεῖν, καὶ
25ὅμως οὐδὲ τοῦτο τοὺς πενθοῦντας τῶν θρήνων ἀφίστησιν· ψυχῆς δὲ νέκρωσιν ἐνταῦθα μόνον ἐστὶν ἀφανίσαι δυνατόν· «Ἐν γὰρ τῷ ᾅδῃ, φησίν, τίς ἐξομολογήσεταί σοι;» Πῶς οὖν οὐ πολλῆς βλακείας ἐστὶν τοὺς μὲν τὸν τοῦ σώματος πενθοῦντας θάνατον οὕτως σφοδρῶς τοῦτο ποιεῖν, καὶ ταῦτα εἰδότας ὅτι
30οὐκ ἀναστήσουσι τὸν κείμενον τοῖς ὀδυρμοῖς· ἡμᾶς δὲ μηδὲν τοιοῦτον ἐπιδείκνυσθαι, καὶ ταῦτα ἐπισταμένους ὅτι πολλάκις ἐστὶν ἐλπὶς τὴν ἀπολωλυῖαν ψυχὴν εἰς τὴν προτέραν ἐπανα‐ γαγεῖν ζωήν; Πολλοὶ γὰρ καὶ νῦν καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων ἐκ
35τῆς ὀρθῆς παρατραπέντες ἀτραποῦ καὶ ἐκ τῆς ἐστενοχωρη‐ μένης κατακρημνισθέντες εἰσόδου, οὕτω διανέστησαν πάλιν, ὡς ἀποκρύψαι τοῖς δευτέροις τὰ πρότερα, καὶ τὸ βραβεῖον λαβεῖν καὶ τὸν στέφανον ἀναδήσασθαι, καὶ μετὰ τῶν νικώντων ἀνακηρυχθῆναι, καὶ εἰς τὸν τῶν ἁγίων ἀριθμηθῆναι χορόν.
40Ἕως μὲν γὰρ ἐν τῇ καμίνῳ τις ἕστηκεν τῶν ἡδονῶν, κἂν μυρία τοιαῦτα ὑποδείγματα ἔχῃ, ἀδύνατον αὐτῷ τὸ πρᾶγμα εἶναι δοκεῖ· ἐὰν δὲ ἀρχὴν βραχεῖαν μόνον λάβῃ τῆς ἐκεῖθεν ἐξόδου, προϊὼν ἀεὶ τὸ μὲν σφοδρότερον τοῦ πυρὸς κατόπιν ἀφίησιν, τὰ δὲ ἔμπροσθεν καὶ πρὸ τῶν ποδῶν δρόσου καὶ
45πολλῆς γέμοντα τῆς εὐκολίας ὄψεται· μόνον μὴ ἀπογνῶμεν, μηδὲ ἀπαγορεύσωμεν τὴν ἐπάνοδον· ὁ γὰρ τοῦτο παθών, κἂν μυρίαν ἰσχὺν καὶ προθυμίαν κεκτημένος ᾖ, μάτην κέκτηται. Τὴν γὰρ θύραν ἅπαξ ἀποκλείσας ἑαυτῷ τῆς μετανοίας, καὶ τῆς εἰς τὸ στάδιον εἴσοδον ἀποτειχίσας, πῶς δυνήσεται ἔξω92

3

(50)

μένων ἢ μικρὸν ἢ μέγα ἐργάσασθαι ἀγαθόν; Διὰ τοῦτο πάντα μηχανᾶται ὁ πονηρός, ἵνα τοῦτον ἐν ἡμῖν φυτεύσῃ τὸν λογισμόν· οὐκ ἔτι γὰρ αὐτῷ ἱδρώτων δεήσει καὶ πόνων πρὸς τὴν ἡμετέραν ἀντίστασιν· πῶς γάρ; τῶν κειμένων καὶ πεπτω‐ κότων καὶ ἀνταίρειν οὐκ ἐθελόντων αὐτῷ. Ὁ μὲν γὰρ τοῦτον
55δυνηθεὶς διαλῦσαι τὸν δεσμόν, καὶ τὴν ἰσχὺν ἀνακτήσεται τὴν αὑτοῦ, καὶ εἰς ἐσχάτας οὐ παύσεται αὐτῷ παλαίων ἀναπνοάς, κἂν μυρία πέσῃ πτώματα, ἀναστήσεται πάλιν, καὶ συγκόψει τὸν ἐχθρόν· ὁ δὲ τοῖς τῆς ἀπογνώσεως δεθεὶς λογισμοῖς καὶ τὴν ἰσχὺν παραλύσας τὴν αὑτοῦ, πῶς δυνήσεται περιγενέσθαι
60καὶ ἀντιστῆναι, ἐξ ἐναντίας φυγών;

4

Καὶ μή μοι τοὺς ὀλίγα ἡμαρτηκότας εἴπῃς, ἀλλ’ ἔστω τις πάσης κακίας ἀνάμεστος, καὶ πάντα πραττέτω τὰ ἀπο‐ κλείοντα τῆς βασιλείας αὐτόν, καὶ οὗτος μὴ τῶν ἐξ ἀρχῆς ἀπίστων, ἀλλὰ τῶν πιστῶν, καὶ εὐηρεστηκότων θεῷ πρότερον
5ὤν, ὕστερον γενέσθω πόρνος, μοιχός, μαλακός, ἀρσενοκοίτης, κλέπτης, μέθυσος, λοίδορος, καὶ τὰ ἄλλα πάντα τὰ τούτοις ὅμοια· οὐδὲ γὰρ τοῦτον ἐγὼ ἀποδέξομαι ἀπογινώσκοντα ἑαυ‐ τοῦ, κἂν εἰς ἔσχατον γῆρας ἐλάσῃ μετὰ τῆς ἀφάτου καὶ τηλικαύτης κακίας. Εἰ μὲν γὰρ πάθος ἦν ἡ ὀργὴ τοῦ θεοῦ,
10καλῶς ἄν τις ἀπέγνω ὡς οὐ δυνάμενος λοιπὸν σβέσαι τὴν φλόγα ἣν διὰ τῶν τοσούτων ἀνῆψεν κακῶν· ἐπειδὴ δὲ ἀπαθὲς τὸ θεῖόν ἐστι, κἂν κολάζῃ, κἂν τιμωρῆται, οὐ μετ’ ὀργῆς τοῦτο ποιεῖ, ἀλλὰ μετὰ φιλανθρωπίας καὶ κηδεμονίας πολ‐ λῆς, σφόδρα θαρρεῖν χρὴ καὶ πεποιθέναι τῇ τῆς μετανοίας94
15δυνάμει, Καὶ γὰρ καὶ τοῖς εἰς αὐτὸν ἡμαρτηκόσιν οὐ δι’ ἑαυ‐ τὸν εἴωθεν ἐπεξέρχεσθαι· οὐδεμία γὰρ εἰς τὴν φύσιν ἐκείνην διαβαίνει βλάβη· ἀλλὰ πρὸς τὸ συμφέρον ἡμῖν σκοπῶν, καὶ ὑπὲρ τοῦ μὴ χείρονα γενέσθαι τὴν διαστροφὴν τὴν ἡμετέραν, μελετώντων αὐτοῦ καταφρονεῖν καὶ ὑπερορᾶν. Καθάπερ γὰρ
20καὶ ὁ τοῦ φωτὸς ἐκτὸς ποιῶν ἑαυτόν, ἐκεῖνο μὲν ἐζημίωσεν οὐδέν, ἑαυτὸν δὲ τὰ μέγιστα, ἐν σκότει κατακλεισθείς, οὕτω καὶ ὁ τῆς παναλκοῦς ἐκείνης δυνάμεως καταφρονεῖν ἐθισθείς, ἐκείνην μὲν οὐδέν, ἑαυτὸν δὲ τὴν ἐσχάτην ἔβλαψεν βλάβην. Καὶ διὰ τοῦτο ὁ θεὸς τὰς τιμωρίας καὶ ἀπειλεῖ καὶ ἐπάγει
25πολλάκις, οὐχ ὡς ἑαυτὸν ἐκδικῶν, ἀλλ’ ἡμᾶς ἕλκων πρὸς ἑαυτόν. Καὶ γὰρ καὶ ἰατρὸς ἐπὶ ταῖς τῶν παραπαιόντων ὕβρε‐ σιν οὐκ ἀλγεῖ μὲν οὐδὲ δάκνεται, ὅμως δὲ πάντα πράττει καὶ πραγματεύεται ὑπὲρ τοῦ παῦσαι τοιαῦτα ἀσχημονοῦντας ἐκείνους, οὐ τὰ ἑαυτοῦ σκοπῶν, ἀλλὰ τὴν ἐκείνων ὠφέλειαν·
30κἂν ἐπιδείξωνται μικρόν τι σωφροσύνης τε καὶ νήψεως χαί‐ ρει τε καὶ εὐφραίνεται καὶ πολλῷ σφοδρότερον τὰ φάρμακα ἐπιτίθησιν οὐχ ὑπὲρ τῶν προτέρων αὐτοὺς ἀμυνόμενος, ἀλλὰ τὴν ὠφέλειαν ταύτην αὐξῆσαι θέλων, καὶ πρὸς τὴν καθαρὰν
ὑγίειαν ἐπαναγαγεῖν· οὕτω καὶ ὁ θεός, ὅταν εἰς τὴν ἐσχάτην96
35μανίαν ἐκπέσωμεν, οὐκ ἀμυνόμενος ὑπὲρ τῶν προτέρων, ἀλλ’ ἀπαλλάξαι τῆς νόσου βουλόμενος, ἅπαντα καὶ λέγει καὶ ποιεῖ· καὶ τοῦτο ἱκανὸν μὲν καὶ ἀπὸ τῶν ὀρθῶν λογισμῶν συνιδεῖν.

5

Εἰ δέ τις ἡμῖν ἀμφισβητοίη τούτων ἕνεκεν, καὶ ἀπὸ τῶν θείων ταῦτα πιστωσόμεθα λογίων. Τίς γάρ, εἰπέ μοι, τοῦ Βαβυλωνίων βασιλέως γέγονεν μιαρώτερον, ὃς τοσαύτην τῆς τοῦ θεοῦ δυνάμεως πεῖραν λαβών, ὡς τὸν προφήτην προσκυ‐
5νῆσαι τὸν αὐτοῦ καὶ κελεῦσαι αὐτῷ μαναὰ σπεῖσαι καὶ θυμίαμα, πάλιν εἰς τὸν πρότερον ἐξηνέχθη τῦφον, καὶ τοὺς μὴ προτι‐ μήσαντας αὐτὸν τοῦ θεοῦ δεδεμένους εἰς τὴν κάμινον ἐνέβα‐ λεν. Ἀλλ’ ὅμως τὸν οὕτως ὠμὸν καὶ ἀσεβῆ καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπον εἰς μετάνοιαν προσκαλεῖται καὶ δίδωσιν αὐτῷ
10καὶ ἑτέρας τοῦ μεταβαλέσθαι ἀφορμάς, πρῶτον μὲν αὐτὸ τὸ ἐν τῇ καμίνῳ θαῦμα γεγονός, μετὰ δὲ ἐκεῖνο τὴν ὄψιν μὲν ἣν εἶδεν ὁ βασιλεύς, ἡρμήνευσεν δὲ ὁ Δανιήλ, ἱκανὴν καὶ λιθίνην κάμψαι ψυχήν· καὶ πρὸς τούτοις, μετὰ τὴν ἐκ τῶν πραγμά‐ των παραίνεσιν, καὶ αὐτὸς ὁ προφήτης συνεβούλευε λέγων·
15«Διὰ τοῦτο, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται μακροθυμία τοῖς παραπτώ‐ μασίν σου.» Τί λέγεις, ὦ σόφε καὶ μακάριε; Ἔστιν μετὰ τὴν τοσαύτην ἀπόπτωσιν πάλιν ἐπάνοδος; ἔστιν μετὰ τὴν τοσαύ‐
20την νόσον πάλιν ὑγίεια; ἔστιν μετὰ τὴν τοσαύτην μανίαν πάλιν ἐλπὶς σωφροσύνης; Πάσης ἑαυτὸν προλαβὼν ἀπολογίας ἀπεστέρησεν ὁ βασιλεύς, πρῶτον μὲν ἀγνοήσας τὸν ποιήσαντα αὐτὸν καὶ εἰς τὴν τίμην ἀγαγόντα ἐκείνην, καίτοι τῆς δυνά‐ μεως αὐτοῦ καὶ προνοίας τεκμήρια διηγεῖσθαι ἔχων, καὶ ἐπ’98
25αὐτοῦ, καὶ ἐπὶ τῶν προγόνων αὐτοῦ γεγενημένα πολλά· μετὰ δὲ τοῦτο πάλιν τῆς σοφίας αὐτοῦ καὶ τῆς προγνώσεως ἐναργῆ σημεῖα λαβών, καὶ μαγικὴν καὶ ἀστρονομίαν καὶ πᾶσαν τῆς διαβολικῆς μαγγανείας τὴν σκηνὴν ἀνατραπεῖσαν ἰδών, χαλε‐ πώτερα τῶν προτέρων ἐπεδείξατο. Ἃ γὰρ οἱ σοφοὶ μάγοι
30Γαζαρηνοὶ διασαφῆσαι οὐκ ἴσχυσαν, ἀλλ’ ὡμολόγουν μείζονα ἢ κατὰ ἀνθρωπίνην εἶναι διάνοιαν, ταῦτα παιδίον αἰχμάλωτον ἐπιλύσασθαι ποιήσας αὐτῷ, οὕτως αὐτὸν ἐπηγάγετο ἐκείνῳ τῷ θαύματι, ὡς μὴ μόνον αὐτὸν πιστεῦσαι, ἀλλὰ καὶ τῇ οἰκου‐ μένῃ πάσῃ τοῦ δόγματος τούτου γενέσθαι κήρυκα καὶ διδάσκα‐
35λον σαφῆ· ὥστε εἰ καὶ πρὶν ἢ σημεῖον τοιοῦτον λαβεῖν, ἀσύγ‐ γνωστος ἦν ἀγνοῶν τὸν θεόν, πολλῷ μᾶλλον μετ’ ἐκεῖνο τὸ τέρας καὶ τὴν ὁμολογίαν αὐτοῦ καὶ τὴν διδασκαλίαν τὴν εἰς ἑτέρους γεγενημένην. Οὔτε γὰρ ἂν μὴ πιστεύσας καλῶς ὅτι μόνος ἐστὶν ὁ θεὸς ἀληθὴς τοσαύτην εἰς τὸν αὑτοῦ θεράποντα
40τιμὴν ἐπεδείξατο, καὶ τοιαῦτα τοῖς ἄλλοις ἐνομοθέτησεν. Ἀλλ’ ὅμως μετὰ τὴν τοιαύτην ὁμολογίαν εἰς εἰδωλολατρίαν
πάλιν ἐξέπεσεν, καὶ ὁ πεσὼν ἐπὶ πρόσωπον καὶ τὸν τοῦ θεοῦ προσκυνήσας δοῦλον, εἰς τοσοῦτον οὗτος ἐξεβακχεύθη μανίας, ὥστε τοὺς τοῦ θεοῦ δούλους μὴ προσκυνοῦντας αὐτὸν εἰς100
45κάμινον ἐμβαλεῖν. Τί οὖν; Μετῆλθεν τὸν ἀποστάτην ὡς μετελθεῖν ἔδει; Μείζονα μὲν οὖν αὐτῷ τεκμήρια τῆς οἰκείας παρέσχεν δυνάμεως, μετὰ τὴν τοσαύτην ἀπόνοιαν ἕλκων ἐπὶ τὰ πρότερον πάλιν αὐτόν. Καὶ τὸ δὴ θαυμαστότερον· ἵνα γὰρ μὴ διαπιστῆται διὰ τὴν ὑπερβολὴν τῶν θαυμάτων τὰ γινόμενα,

5

(50)

οὐκ ἐν ἄλλῳ τινὶ τὸ σημεῖον ἐποίησεν, ἀλλ’ ἐπὶ τῆς καμίνου, ἣν ἐξανῆψεν αὐτὸς κατὰ τῶν ὁσίων παίδων, οὓς ἔδησεν καὶ ἐνέβαλεν. Ἦν μὲν οὖν καὶ τὸ σβέσαι τὴν φλόγα θαυμαστὸν καὶ παράδοξον· ὁ δὲ φιλάνθρωπος ὑπὲρ τοῦ μείζονα ἐνθεῖναι φόβον, καὶ πλείονα ποιῆσαι τὴν ἔκπληξιν, καὶ πᾶσαν αὐτοῦ
55λῦσαι τὴν πώρωσιν, τὸ τούτου μεῖζον ἐποίησεν καὶ παραδο‐ ξότερον. Ἀφεὶς γὰρ αὐτὴν ἐκκαυθῆναι τοσοῦτον ὅσον αὐτὸς ἠθέλησεν ἐκεῖνος, οὕτω τὴν οἰκείαν ἐνδείκνυται δύναμιν, οὐ καταλύων τὰ μηχανήματα τῶν ἐχθρῶν, ἀλλ’ ἑστῶτα ἄκυρα ποιῶν. Ἵνα δὲ μή τις αὐτοὺς ἰδὼν περιγεγονότας τῆς φλογὸς
60φάντασμα εἶναι νομίσῃ, συνεχώρησεν καυθῆναι τοὺς ἐμβα‐ λόντας αὐτούς, δεικνὺς ὅτι πῦρ μὲν ἦν ἀληθῶς τὸ ὁρώμενον· [οὐ γὰρ ἂν νάφθαν καὶ πίσσαν καὶ κληματίδας καὶ τοσαῦτα κατέφαγεν σώματα·] τῆς δὲ αὐτοῦ προσταγῆς ἰσχυρότερον
οὐδὲν, ἀλλ’ ἕπεται μὲν τῶν ἁπάντων ἡ φύσις τῷ ἐκ τοῦ μὴ102
65ὄντος αὐτὴν εἰς τὸ εἶναι παραγαγόντι· ὅπερ οὖν καὶ τότε ἐδείκνυ. Τὰ γὰρ σώματα ἡ φλὸξ ἀπολαβοῦσα φθαρτά, καθά‐ περ ἀφθάρτων ἀπέσχετο καὶ σώαν τὴν παρακαταθήκην ἀπέ‐ δωκεν, καὶ μετὰ πολλῆς τῆς λαμπρότητος. Ὥσπερ γὰρ ἐκ βασιλείων τινῶν βασιλεῖς, οὕτως ἀπὸ τῆς καμίνου προῄεσαν
70οἱ παῖδες ἐκεῖνοι, οὐδενὸς εἰς τὸν βασιλέα ἀνεχομένου λοιπὸν ὁρᾶν, ἀλλὰ πάντων ἀπ’ ἐκείνου τοὺς ὀφθαλμοὺς μεταθέντων ἐπὶ τὴν παράδοξον θεωρίαν, καὶ οὔτε τὸ διάδημα, οὔτε ἡ ἀλουργίς, οὔτε ἄλλο τι τῆς φαντασίας τῆς βασιλικῆς, οὕτω τοὺς ὄχλους ἐπέστρεφεν, ὡς ἡ θέα τῶν παίδων ἐκείνων,
75ἐγχρονισάντων μὲν τὸ πυρί, οὕτω δὲ ἐξελθόντων ἐκεῖθεν ὡς τοὺς ἐν ὀνείρῳ τοῦτο παθόντας εἶκος ἦν. Καὶ γὰρ ὃ πάντων εὐθραυστότερον ἦν τῶν ἐν ἡμῖν, ἡ τῶν τριχῶν φύσις, τοῦτο ἀδάμαντος ἰσχυρότερον ἐκράτει τῆς παμφάγου φλογός.

6

Καὶ οὐ τοῦτο μόνον ἦν τὸ θαυμαστόν, ὅτι εἰς μέσον ἀποληφθέντες ἔπαθον οὐδέν, ἀλλ’ ὅτι καὶ διὰ τῶν ὕμνων φθεγγόμενοι διὰ παντός· ἴσασιν δὲ πάντες ὅσοι τοῖς καιομέ‐ νοις παραγεγόνασιν, ὡς ἕως μὲν ἂν ἔχωσιν μεμυκότα τὰ
5χείλη, βραχὺ γοῦν ἀντέχουσι πρὸς τὸν ἔμπρησμον· εἰ συμβαίη δὲ διᾶραι τὸ στόμα αὐτούς, εὐθέως ἀφίπταται τοῦ σώματος ἡ ψυχή. Ἀλλ’ ὅμως τοσούτων γενομένων θαυμάτων, καὶ πάντων καταπλαγέντων, καὶ τῶν παρόντων καὶ θεωμένων καὶ τῶν
ἀπόντων καὶ διὰ γραμμάτων τοῦτο μεμαθηκότων, ὁ τοὺς104
10ἄλλους διδάξας βασιλεὺς ἀδιόρθωτος ἔμενεν καὶ πάλιν ἐπὶ τὴν προτέραν ἐπάνεισι κακίαν. Καὶ οὐδὲ οὕτως αὐτὸν ἐκόλασεν, ἀλλ’ ἐμακροθύμησεν ἔτι· καὶ δι’ ὀνείρατος καὶ διὰ τοῦ προφήτου συμβουλεύων αὐτῷ. Ἐπειδὴ δὲ οὐδὲν οὐδενὶ τούτων βελτίων ἐγίνετο, τότε ἐπάγει τὴν τιμωρίαν αὐτῷ λοιπόν, οὐχ ὑπὲρ
15τῶν ἤδη γεγονότων ἀμυνόμενος, ἀλλὰ τὰ μέλλοντα ἐκκόπτων δεινά, καὶ τὴν εἰς τὸ ἔμπροσθεν ἀναστέλλων κακίαν, καὶ οὐδὲ τοῦτο εἰς τέλος, ἀλλ’ ἐν ὀλίγοις αὐτὸν παιδεύσας ἔτεσιν τῇ προτέρᾳ πάλιν ἀπέδωκεν τιμῇ, ζημιωθέντα μὲν ἀπὸ τῆς κολά‐ σεως οὐδέν, κερδάναντα δὲ τὸ πάντων μέγιστον τῶν ἀγαθῶν,
20[τὸ στερρῶς τῆς εἰς τὸν Χριστὸν ἔχεσθαι πίστεως καὶ μετα‐ γνῶναι ἐπὶ τοῖς πρότερον ἡμαρτημένοις αὐτῷ.] Τοιαύτη γὰρ ἡ τοῦ θεοῦ φιλανθρωπία· οὐδέποτε μετάνοιαν γινομένην εἰλικρινῶς ἀποστρέφεται, ἀλλὰ κἂν πρὸς αὐτό τις ἐλάσῃ τῆς κακίας τὸ πέρας, κἀκεῖθεν ὑποστρέψαι πάλιν ἕλη‐
25ται πρὸς τὴν τῆς ἀρετῆς ὁδόν, καὶ δέχεται καὶ προσίεται τοῦ‐ τον, καὶ πάντα ποιεῖ ὥστε αὐτὸν εἰς τὴν προτέραν κατάστα‐ σιν ἐπαναγαγεῖν. Καὶ τὸ πολλῷ τούτου φιλανθρωπότερον· κἂν γὰρ μὴ πᾶσάν τις ἐπιδείξηται τὴν μετάνοιαν, οὐδὲ τὴν βρα‐ χεῖαν καὶ πρὸς ὀλίγον γεγενημένην παραπέμπεται, ἀλλὰ καὶ
30ταύτης πολὺν τίθησι τὸν μισθόν· καὶ τοῦτο δῆλον ἐξ ὧν Ἠσαίας ὁ προφήτης περὶ τοῦ τῶν Ἰουδαίων λαοῦ οὑτωσί πώς φησιν· «Δι’ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπά‐ ταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτοῦ, καὶ
ἐλυπήθη καὶ ἐπορεύθη στυγνός, καὶ ἰασάμην αὐτὸν καὶ παρε‐106
35κάλεσα αὐτόν.» Καὶ μαρτυρήσειεν ἂν ἡμῖν καὶ ὁ ἀσεβέστατος βασιλεὺς ἐκεῖνος, ὁ γεγονὼς μὲν ἔκδοτος τοῖς ἁμαρτήμασιν ὑπὸ τῆς γυναικός, ἐπειδὴ δὲ μόνον ἐπένθησεν καὶ σάκκον περιεβάλετο καὶ κατέγνω τῶν πλημμεληθέντων αὐτῷ, οὕτως ἐπεσπάσατο τοῦ θεοῦ τὸν ἔλεον, ὡς πάντων αὐτὸν ἀπαλλάξαι
40τῶν ἐπηρτημένων κακῶν. Εἶπε γάρ, φησίν, ὁ θεὸς τῷ Ἠλίᾳ· «Ἑόρακας πῶς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου, ἀνθ’ ὧν [ὅτι] ἔκλαυσεν ἀπὸ προσώπου μου, οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ.» Καὶ μετὰ τοῦτον πάλιν ὁ Μανασσῆς πάντας τῇ μανίᾳ παρελάσας καὶ τῇ τυραννίδι, καὶ τὴν νομι‐
45κὴν ἀνατρέψας λατρείαν, καὶ τὸν ναὸν ἀποπλήσας τῶν εἰδώ‐ λων, καὶ τὴν πλάνην ποιήσας ἀνθεῖν, καὶ πάντων τῶν ἔμπροσθεν γενόμενος ἀσεβέστερος, ἐπειδὴ μετενόησεν ὕστε‐ ρον, εἰς τοὺς τοῦ θεοῦ κατετάττετο φίλους. Εἰ δὲ εἰς τὸ μέγεθος ἀπιδὼν τῶν οἰκείων ἀνομιῶν, ἀπέγνω τὴν ἐπάνοδον

6

(50)

καὶ τὴν μεταβολήν, πάντων ἂν ἐξέπεσεν ὧν μετὰ ταῦτα ἐπ‐ έτυχεν· νῦν δὲ ἀντὶ τῆς ὑπερβολῆς τῶν ἡμαρτημένων αὐτῷ, εἰς τὸ ἄπειρον τῆς εὐσπλαγχνίας ἰδὼν τοῦ θεοῦ καὶ τὰ δεσμὰ διαρρήξας τοῦ διαβόλου καὶ διανέστη καὶ διηγωνίσατο καὶ τὸν δρόμον ἐτέλεσε τὸν καλόν. Οὐ μόνον δὲ διὰ τῶν εἰς τούτους
55γεγενημένων, ἀλλὰ καὶ διὰ τῶν τοῦ προφήτου ῥημάτων ἐκκόπτει τοὺς τῆς ἀπογνώσεως λογισμοὺς ὁ θεός, οὑτωσὶ λέγων· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκλη‐ ρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.» Τὸ δὲ σήμερον ἐν παντὶ τῷ βίῳ λέγεσθαι δυνατόν, καὶ πρὸς αὐτῷ
60γε, εἰ βούλει, τῷ γήρᾳ· οὐ γὰρ χρόνου ποσότητι ἀλλὰ διαθέσει ψυχῆς μετάνοια κρίνεται. Καὶ γὰρ οἱ Νινευῖται οὐ πολλῶν ἐδεήθησαν ἡμερῶν, ὥστε ἐξαλεῖψαι τὴν ἁμαρτίαν ἐκείνην, ἀλλ’ ἴσχυσε βραχύς τις ἡμέρας καιρὸς ἅπασαν ἀφανίσαι τὴν ἀνομίαν αὐτῶν· καὶ ὁ λῃστὴς δὲ οὐκ ἐν χρόνῳ μακρῷ τὴν εἰς108
65τὸν παράδεισον εἴσοδον ἤνυσεν, ἀλλ’ ὅσην ἄν τις ἀναλώσειεν ὥραν ῥῆμα φθεγγόμενος ἕν, ἐν τοσαύτῃ ῥοπῇ τὰ ἐν παντὶ τῷ βίῳ ἡμαρτημένα ἀπολυσάμενος καὶ πρὸ τῶν ἀποστόλων τὸ τῆς εὐδοκιμήσεως βραβεῖον ἐλάμβανεν. Ὁρῶμεν δὲ καὶ τοὺς μάρτυρας, οὐκ ἐν πολλοῖς ἔτεσιν, ἀλλ’ ἐν ἡμέραις ὀλίγαις,
70πολλάκις δὲ καὶ ἐν μιᾷ μόνῃ τοὺς λαμπροὺς ἐπιτιθεμένους στεφάνους.

7

Ὥστε προθυμίας ἡμῖν χρεία πανταχοῦ καὶ πολλῆς προαιρέσεως· κἂν οὕτω τὸ συνειδὸς παρασκευάσωμεν, ὥστε μετὰ τοσαύτης σφοδρότητος καὶ τὴν προτέραν μισῆσαι κακίαν, καὶ τὴν ἐναντίαν ἑλέσθαι ὁδόν, μεθ’ ὅσης ὁ θεὸς βού‐
5λεται καὶ ἀπαιτεῖ, οὐδὲν ἀπὸ τῶν χρόνων ἔλαττον ἕξομεν· πολλοὶ γοῦν ἔσχατοι γενόμενοι τοὺς πρώτους οὕτως ὑπερη‐ κόντισαν. Οὐδὲ γὰρ τὸ πεσεῖν χαλεπόν, ἀλλὰ τὸ πεσόντα κεῖσθαι καὶ μὴ ἀνίστασθαι, ἀλλ’ ἐθελοκακοῦντα καὶ βλα‐ κεύοντα τοῖς τῆς ἀπογνώσεως λόγοις τὴν τῆς προαιρέσεως
10ἀποκρύπτειν ἀσθένειαν. Πρὸς οὓς καὶ ὁ προφήτης διαπυρού‐ μενος ἔλεγεν· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;» Εἰ δέ τινας τῶν μετὰ τὸ πιστεῦσαι πάλιν
ἐκπεσόντων ζητοίης παρ’ ἡμῶν, καὶ ταῦτα μὲν ὑπὲρ τούτων εἴρηται· ὁ γὰρ πεσὼν τῶν ἑστώτων πρότερον ἦν, οὐ τῶν κει‐110
15μένων· πῶς γὰρ ἂν ὁ τοιοῦτος πέσοι; εἰρήσεται δὲ καὶ ἕτερα, τὰ μὲν διὰ παραβολῶν, τὰ δὲ διὰ σαφεστέρων πράξεών τε καὶ λόγων. Καὶ γὰρ τὸ πρόβατον ἐκεῖνο, τὸ τῶν ἐννενήκοντα καὶ ἐννέα ἀποσχισθέν, εἶτα πάλιν ὑπὸ τοῦ καλοῦ ποιμένος ἐπανα‐ χθέν, οὐδὲν ἕτερον ἡμῖν ἢ τὴν τῶν πιστῶν δείκνυσιν ἔκπτωσίν
20τε καὶ ἐπάνοδον· πρόβατον γὰρ ἦν, καὶ αὐτό, οὐχ ἑτέρας ποίμνης τινός, ἀλλὰ τοῦ τῶν λοιπῶν ἀριθμοῦ, καὶ ὑπὸ τῷ αὐτῷ ποιμένι πρότερον ἐνέμετο, καὶ ἐπλανήθη πλάνην οὐ τὴν τυχοῦσαν, ἀλλὰ ἐπὶ τὰ ὄρη καὶ τὰς νάπας, τοῦτ’ ἔστι μακράν τινα ὁδὸν καὶ πολλῷ τῆς εὐθείας ἀπέχουσαν. Ἆρ’ οὖν εἴασεν
25αὐτὸ πλανηθὲν ἀπολέσθαι; Οὐδαμῶς, ἀλλ’ ἐπανήγαγεν οὐκ ἐλάσας, οὐδὲ μαστίξας, ἀλλ’ ἐπὶ τῶν ὤμων ἀναλαβών. Καθά‐ περ γὰρ οἱ τῶν ἰατρῶν ἄριστοι τοὺς νοσοῦντας νόσον μακρὰν μετὰ πολλῆς τῆς θεραπείας ἐπὶ τὴν ὑγίειαν ἐπανάγουσιν, οὐ μόνον κατὰ τὸν τῆς ἰατρείας νόμον αὐτοὺς θεραπεύοντες,
30ἀλλ’ ἔστιν ὅπου καὶ χαριζόμενοι· οὕτω καὶ ὁ θεὸς τοὺς σφόδρα διαφθαρέντας οὐ μετὰ πολλῆς ἄγει τῆς σφοδρότητος ἐπὶ τὴν ἀρετήν, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρὸν καὶ διαβαστάζων παντα‐ χοῦ, ὥστε μὴ πλέον γενέσθαι τὸ σχίσμα, μηδὲ μακροτέραν τὴν πλάνην.
35 Οὐχ αὕτη δὲ μόνον ἡμῖν ἡ παραβολὴ τοῦτο ᾐνίξατο, ἀλλὰ καὶ ἡ τοῦ παιδὸς τοῦ ἀσώτου. Καὶ γὰρ καὶ οὗτος οὐκ ἀλλό‐ τριός τις ἦν, ἀλλ’ υἱός, καὶ ἀδελφὸς τοῦ εὐηρεστηκότος παι‐ δός, καὶ εἰς κακίαν οὐ τὴν τυχοῦσαν ἐξώκειλεν, ἀλλ’ εἰς αὐτὸ τὸ πέρας, ὡς ἄν τις εἴποι, τῶν κακῶν, ὁ πλούσιος καὶ ἐλεύ‐
40θερος καὶ εὐγενὴς οἰκετῶν καὶ μισθωτῶν [καὶ ξένων] ἀθλιώ‐ τερον διατεθείς. Ἀλλ’ ὅμως πάλιν εἰς τὸ ἐξ ἀρχῆς ἐπανῆλθεν καὶ τὴν προτέραν δόξαν ἀπέλαβεν. Εἰ δὲ ἀπεγνώκει τῆς ἑαυ‐ τοῦ ζωῆς καὶ τοῖς συμβεβηκόσιν ἀπαγορεύσας ἔμεινεν ἐπὶ τῆς ἀλλοτρίας, οὐκ ἂν ἔτυχεν ὧνπερ καὶ ἔτυχεν, ἀλλὰ λιμῷ112
45διαφθαρεὶς τὸν ἁπάντων οἴκτιστον ὑπέμεινεν θάνατον· ἐπειδὴ δὲ μετενόησεν καὶ οὐκ ἀπέγνω, μετὰ τὴν τοσαύτην διαφθορὰν ἐπὶ τῆς προτέρας λαμπρότητος ἐπανέρχεται πάλιν καὶ τὴν καλλίστην περιβάλλεται στολὴν καὶ μειζόνων ἀπολαύει τοῦ μὴ καταπεσόντος ἀδελφοῦ· «Τοσαῦτα γάρ, φησίν, ἔτη δου‐

7

(50)

λεύω σοι [καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον], καὶ οὐδέποτέ μοι ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ, ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγὼν τὸν βίον σου μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν.» Τοσαύτη ἡ τῆς μετανοίας ἰσχύς.

8

Ταῦτα οὖν ἔχοντες τὰ ὑποδείγματα, μὴ παραμείνωμεν τοῖς κακοῖς, μηδὲ ἀπογνῶμεν τὴν καταλλαγὴν ἀλλ’ εἴπωμεν, καὶ αὐτοί· «Πορευσώμεθα πρὸς τὸν πατέρα», καὶ ἐγγίσωμεν τῷ θεῷ. Αὐτὸς γὰρ ἡμᾶς οὐδέποτε ἀποστρέφεται, ἀλλ’ ἡμεῖς
5ἐσμεν οἱ μακρύνοντες ἑαυτούς· «Ὁ θεὸς γάρ, φησίν, ἐγγίζων ἐγώ εἰμι καὶ οὐ θεὸς πόρρωθεν.» Καὶ διὰ τοῦ αὐτοῦ δὲ τούτου προφήτου πάλιν ἐγκαλῶν αὐτοῖς ἔλεγεν· «Οὐχὶ αἱ ἁμαρτίαι
ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ τε καὶ ὑμῶν;» Ἐπεὶ οὖν τοῦτό ἐστι τὸ πόρρω ποιοῦν ἡμᾶς τοῦ θεοῦ περιέλωμεν τὸ114
10χαλεπὸν τοῦτο διάφραγμα, καὶ τὸ κωλῦον οὐδὲν γενέσθαι ἐγγύς. Ἄκουσον δὲ καὶ ἀπ’ αὐτῶν τῶν πραγμάτων τοῦτο γεγο‐ νός. Παρὰ Κορινθίοις ἐπισημός τις ἀνὴρ ἁμαρτίαν εἰργάσατο τοιαύτην, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ἐνομίζετο. Πιστὸς δὲ οὗτος ἦν, καὶ τῶν ᾠκειομένων τῷ Χριστῷ· τινὲς δὲ αὐτὸν καὶ
15τῶν ἱερωμένων εἶναί φασιν. Τί οὖν; Ἆρα ἐξέκοψεν αὐτὸν τῆς τῶν σῳζομένων ἐλπίδι μερίδος ὁ Παῦλος; Οὐδαμῶς· αὐτὸς γάρ ἐστιν ὁ μυριάκις ἀνὼ καὶ κάτω Κορινθίοις ἐγκαλῶν ὅτι αὐτὸν εἰς μετανοίαν οὐ κατέστησαν· βουλόμενος δὲ δεῖξαι ἡμῖν ὅτι οὐκ ἔστιν ἁμάρτημα ὃ μὴ δύναται ἰαθῆναι, πάλιν
20ἔλεγεν περὶ αὐτοῦ τοῦ χαλεπώτερα τῶν ἐθνῶν ἡμαρτηκότος· «Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀλλὰ τοῦτο μὲν πρὸ τῆς μετανοίας· ἐπειδὴ δὲ μετενόησεν· «Ἱκανὸν τῷ τοιούτῳ, φησίν, ἡ ἐπιτιμία αὕτη ἡ
25ὑπὸ τῶν πλειόνων.» Καὶ ἐπέστελλεν παρακαλέσαι πάλιν αὐτόν, καὶ προσέσθαι τὴν μετάνοιαν, ὥστε μὴ πλεονεκτηθῆναι ὑπὸ τοῦ Σατανᾶ. Καὶ ἔθνος δὲ ὁλόκληρον τὸ τῶν Γαλατῶν, μετὰ τὸ πιστεῦσαι καὶ σημεῖα ἐργάσασθαι καὶ πολλοὺς πει‐ ρασμοὺς ὑπενεγκεῖν διὰ τὴν πίστιν τὴν εἰς τὸν Χριστὸν κατα‐
30πεσόντας, πάλιν ἀνίστησιν. Ὅτι μὲν γὰρ ἐθαυματούργουν, ἐδήλωσεν εἰπών· «Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ
ἐνεργῶν δυνάμεις ἐν ὑμῖν», ὅτι δὲ καὶ πολλὰ τῆς πίστεως ἕνεκεν ἤθλησαν, καὶ τοῦτο ἔδειξεν λέγων· «Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ.» Ἀλλ’ ὅμως μετὰ τὴν τοσαύτην ἐπίδο‐116
35σιν ἁμαρτίαν ἥμαρτον ἱκανὴν ἀλλοτριῶσαι αὐτοὺς τοῦ Χριστοῦ· περὶ ἧς αὐτὸς οὕτως ἀποφαίνεται λέγων· «Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι· ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελή‐ σει», καὶ πάλιν· «Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε». Καὶ μετὰ τὴν τοσαύτην ὅμως παράπτωσιν,
40προσίεται αὐτοὺς λέγων· «Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν», δεικνὺς ὅτι καὶ μετὰ τὴν ἐσχάτην διαφθορὰν δυνατὸν πάλιν ἄνωθεν τὸν Χριστὸν μορ‐ φωθῆναι ἐν ἡμῖν· «Οὐ γὰρ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.»
45 Ἐπιστρέψωμεν οὖν, ὦ φίλη κεφαλή, καὶ τὸ θέλημα ἐξαν‐ ύσωμεν τοῦ θεοῦ. Διὰ γὰρ τοῦτο ἡμᾶς ἔκτισεν καὶ εἰς τὸ εἶναι παρήγαγεν, ἵνα τῶν αἰωνίων ποιήσῃ μετασχεῖν ἀγαθῶν, ἵνα τὴν βασιλείαν παράσχῃ τῶν οὐρανῶν, οὐχ ἵνα εἰς γέενναν ἐμβάλῃ καὶ τῷ πυρὶ παραδῷ· τοῦτο γὰρ οὐ δι’ ἡμᾶς, ἀλλὰ διὰ τὸν διά‐

8

(50)

βολον γέγονεν· ἡ βασιλεία δὲ ἡμῖν ηὐτρέπισται καὶ παρεσ‐ κεύασται πάλαι. Καὶ ταῦτα ἀμφότερα ὑποδεικνὺς ἔλεγεν τοῖς μὲν ἐκ δεξιῶν· «Δεῦτε, φησίν, οἱ εὐλογημένοι τοῦ Πατρός μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Τοῖς δὲ ἐξ εὐωνύμων· «Πορεύεσθε ἀπ’
55ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμέ‐
νον», οὐκ ἔτι «ὑμῖν» ἀλλὰ «τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». Οὕτως οὐ δι’ ἡμᾶς ἡ γέεννα γέγονεν, ἀλλὰ δι’ ἐκεῖνον καὶ τοὺς ἀγγέλους αὐτοῦ· ἡ δὲ βασιλεία πρὸ καταβολῆς αἰῶνος ἡμῖν παρεσκεύασται. Μὴ τοίνυν ἀναξίους ἑαυτοὺς τῆς εἰσό‐118
60δου τοῦ νυμφῶνος κατασκευάσωμεν· ἕως μὲν γὰρ ἂν ὦμεν ἐνθάδε, κἂν μυρία ἁμάρτωμεν, ἔνεστιν ἅπαντα ἀπολούσασθαι μετάνοιαν τῶν ἁμαρτηθέντων ἐπιδειξαμένους ἀξίαν· ἡνίκα δὲ ἂν ἀπαχθῶμεν ἐκεῖ, οὐδ’ ἂν σφοδροτάτην ἐπιδειξώμεθα τὴν μετάνοιαν, ἔσται τι πλέον λοιπόν, ἀλλὰ κἂν τοὺς ὀδόντας
65βρύχωμεν, κἂν κοπτώμεθα, κἂν μυρία παρακαλῶμεν, οὐδὲ ἄκρῳ τις ἐπιστάξει τῷ δακτύλῳ φλεγομένοις ἡμῖν, ἀλλ’ ἀκου‐ σόμεθα ταῦτα, ἅπερ καὶ ὁ πλούσιος ἐκεῖνος τότε, ὅτι· «Χάσμα μέγα μεταξὺ ἡμῶν τε καὶ ὑμῶν ἐστήρικται.» Ἀνανήψωμεν οὖν ἐνταῦθα, παρακαλῶ, καὶ τὸν Δεσπότην
70ἐπιγνῶμεν τὸν ἑαυτῶν, ὡς ἐπιγνῶναι χρή. Τότε γὰρ μόνον ἀπογνῶναι δεῖ τὴν ἀπὸ τῆς μετανοίας ἐλπίδα ὅταν ἐν τῷ ᾅδῃ γενώμεθα· ἐκεῖ γὰρ μόνον τοῦτο τὸ φάρμακον ἀσθενές· ἐν‐ ταῦθα δὲ ὄντων ἡμῶν, κἂν ἐν αὐτῷ τῷ γήρᾳ ἐπιτεθῇ, πολλὴν ἐπιδείκνυται τὴν ἰσχύν. Διὸ καὶ ὁ διάβολος πάντα κινεῖ ἵνα
75τὸν τῆς ἀπογνώσεως ἐν ἡμῖν ῥιζώσῃ λογισμόν· οἶδε γὰρ ὅτι,
κἂν μικρὸν μετανοήσωμεν, οὐκ ἀμισθὶ τοῦτο πράξομεν, ἀλλ’ ὥσπερ ὁ τὸ ποτήριον τὸ ψυχροῦν ἐπιδοὺς ἀποκειμένην ἔχει τὴν ἀμοιβήν, οὕτω καὶ ὁ μετανοήσας ἐφ’ οἷς ἔπραξε δεινοῖς, κἂν μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐπιδείξηται τὴν μετάνοιαν,120
80καὶ αὐτῆς ταύτης ἕξει τὴν ἀντίδοσιν. Οὐδὲν γὰρ ὅλως τῶν ἀγαθῶν, κἂν μικρὸν ᾖ, παροφθήσεται παρὰ τοῦ θεοῦ, τοῦ δικαίου κριτοῦ. Εἰ γὰρ τὰ ἁμαρτήματα μετὰ τοσαύτης ἐξ‐ ετάζεται τῆς ἀκριβείας, ὡς καὶ ῥημάτων καὶ ἐνθυμημάτων τίνειν τιμωρίας ἡμᾶς, πολλῷ μᾶλλον τὰ κατορθώματα, κἂν
85μεγάλα ᾖ, κἂν μικρά, λογισθήσεται κατ’ ἐκεῖνον ἡμῖν τὸν και‐ ρόν. Ὥστε κἂν μὴ πρὸς αὐτὴν τὴν ἀκρίβειαν πάλιν ἐπανελ‐ θεῖν δυνηθῇς, ἀλλὰ τὸ τυχὸν γοῦν τῆς παρούσης νόσου καὶ ἀσελγείας ἀποστήσῃς σαυτόν, οὐδὲ τοῦτο ἔσται ἀνόνητον· μόνον ἀρχὴν ἐπίθες τῷ πράγματι, καὶ τὴν εἰς τοὺς ἀγῶνας
90εἴσοδον ἄνοιξον· ἕως δ’ ἂν ἔξω μένῃς εἰκότως δύσκολον καὶ ἄπορον τοῦτό σοι φαίνεται. Πρὸ γὰρ τῆς πείρας, κἂν σφόδρα ᾖ τὰ πράγματα κοῦφα καὶ φορητά, ὅμως ἔμφασιν ἡμῖν παρέ‐ χειν εἴωθε δυσκολίας πολλῆς· ὅταν δὲ ἐν αὐτοῖς διὰ τῆς πεί‐ ρας γενώμεθα καὶ κατατολμήσωμεν, τὸ πλέον τῆς ἀγωνίας
95ἐξίσταται, καὶ τὸ θαρρεῖν ἀντὶ τοῦ τρέμειν καὶ ἀπογινώσκειν ἐπεισελθὸν ἐλαττοῖ μὲν τὸν φόβον, αὔξει δὲ τὴν εὐμάρειαν καὶ τὰς χρηστὰς ἐλπίδας ἰσχυροτέρας ποιεῖ.

9

Διὰ τοῦτο καὶ τὸν Ἰουδὰν ἀπήγαγεν ἐνθένδε ὁ πονηρός, ἵνα μὴ τῆς προσηκούσης λαβόμενος ἀρχῆς ἐπανέλθῃ διὰ τῆς
μετανοίας ὅθεν ἐξέπεσεν. Ἐγὼ γάρ, εἰ καὶ παράδοξον τὸ λεγό‐ μενον, οὐδὲ ἐκεῖνο τὸ παράπτωμα μεῖζον εἴποιμ’ ἂν εἶναι τῆς122
5ἀπὸ τῆς μετανοίας βοηθείας ἐγγινομένης ἡμῖν. Διὸ δὴ δέομαι καὶ ἀντιβολῶ, πᾶσαν τὴν σατανικὴν ἔννοιαν ἐξορίσαντά σε τῆς ψυχῆς, ἐπὶ τὴν σωτηρίαν ταύτην ἐλθεῖν. Εἰ μὲν γὰρ ἀθρόως καὶ ὁμοῦ πρὸς ἐκείνην σε πάλιν τὴν κορυφὴν ἀναβῆναι ἐκέ‐ λευον, εἰκότως ἂν ἐδυσχέραινες, ὡς πολλῆς τῆς δυσκολίας
10οὔσης ἐν τούτῳ· εἰ δὲ τοσοῦτον ἀπαιτῶ μόνον νῦν, ὅσον μὴ προσθεῖναι τοῖς παροῦσι κακοῖς, ἀλλὰ στάντα ἐνταῦθα τὴν ἐναντίαν ὑποστρέψαι πάλιν, τίνος εἵνεκεν ὀκνεῖς καὶ ἀναδύῃ καὶ εἰς τοὐπίσω καθέλκεις σαυτόν; Οὐχ ἑόρακας τοὺς ἐν τρυφῇ καὶ μέθῃ καὶ ἁδηφαγίᾳ, καὶ τῇ λοιπῇ τελευτήσαντας
15χλευασίᾳ τοῦ βίου; Ποῦ νῦν εἰσιν οἱ μετὰ πολλοῦ μὲν τοῦ τύφου, πολλῶν δὲ ἀκολούθων σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, οἱ τὰ σηρικὰ ἐνδεδυμένοι καὶ μύρων πνέοντες καὶ παρασίτους τρέφοντες καὶ τῇ σκηνῇ προσηλωμένοι διὰ παντός, ποῦ τού‐ των ἡ φαντασία ἐκείνη νῦν; Οἴχεται. Ἡ τῶν δείπνων πολυ‐
20τέλεια, ἡ τῶν μουσικῶν πληθύς, ἡ τῶν κολάκων θεραπεία, ὁ γέλως ὁ πολύς, ἡ τῆς ψυχῆς ἄνεσις, ἡ τῆς διανοίας διά‐ χυσις, ὁ βίος ὁ ὑγρὸς καὶ ἀνειμένος καὶ περιττός, ποῦ νῦν; Ἀπέπτη πάντα ἐκεῖνα. Τί γέγονε τὸ τοσαύτης θεραπείας ἀπολαῦον σῶμα καὶ καθαρότητος; Ἄπιθι πρὸς τὴν σορόν,
25θέασαι τὴν κόνιν, τὴν τέφραν, τοὺς σκώληκας, τοῦ λοιποῦ τὸ εἰδεχθές, θέασαι καὶ στέναξον πικρόν. Καὶ εἴθε μέχρι
τῆς τέφρας ἡ ζημία ἦν· νῦν δὲ ἀπὸ τῆς σοροῦ καὶ τῶν σκολήκων τούτων μετάγαγε τὸν λογισμὸν ἐπὶ τὸν ἀτελεύτητον ἐκεῖνον σκώληκα, ἐπὶ τὸ πῦρ τὸ ἄσβεστον, ἐπὶ τὸν βρυγμὸν124
30τῶν ὀδόντων, ἐπὶ τὸ σκότος τὸ ἐξώτερον, ἐπὶ τὴν διηνεκῆ θλῖψιν καὶ τὴν στενοχωρίαν. Ἐλθὲ καὶ ἐπὶ τὴν παραβολὴν τὴν τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, ὃς τοσούτων χρημάτων κύριος ὢν καὶ πορφύραν ἐνδιδυσκόμενος οὐδὲ σταγόνος ὕδατος κύριος γέγονεν, καὶ ταῦτα ἐν ἀνάγκῃ τοσαύτῃ καθεστώς. Τί τῶν
35ὀνειράτων ἄμεινον τὰ ἐνταῦθα διακεῖται; Καθάπερ γὰρ οἱ τὰ μέταλλα ἐργαζόμενοι ἢ καὶ ἑτέραν τινὰ τίνοντες κόλασιν ταύτης χαλεπωτέραν, ὅταν ὑπὸ τῶν πολλῶν μόχθων ἐκείνων καὶ τῆς πικροτάτης ζωῆς ἀπονυστάξαντες ἴδωσιν ἐν τρυφαῖς καὶ εὐθηνίαις ἑαυτούς, οὐδεμίαν μετὰ τὸ διεγερθῆναι τοῖς
40ὀνείρασιν ἴσασιν χάριν· οὕτω καὶ ὁ πλούσιος ἐκεῖνος, καθάπερ ἐν ὀνείρῳ τῷ παρόντι βίῳ πλουτήσας, μετὰ τὴν ἐνθένδε ἀποδημίαν, τὴν πικρὰν ἐκείνην ἐκολάζετο κόλασιν. Ταῦτα ἐννόησον· καὶ τὸ πῦρ ἀντιστήσας ἐκεῖνο τῷ κατέχοντί σε νῦν, τῷ τῶν ἐπιθυμιῶν ἐμπρησμῷ, ἀπαλλάγηθι τῆς καμίνου
45ποτέ. Ὁ μὲν γὰρ ταύτην ἐνθάδε ἀποσβέσας καλῶς, οὐδὲ ἐκεί‐ νης λήψεται πεῖραν, εἰ δέ τις ταύτης μὴ περιγένοιτο, σφο‐ δρότερον αὐτὸν ἀπελθόντα ἐνθένδε καθέξει τότε ἐκείνη. Πόσον βούλει σοι παραμεῖναι τοῦ παρόντος βίου τὴν ἀπόλαυ‐ σιν χρόνον; Ἐγὼ μὲν γὰρ οὐκ οἶμαί σοι πλέον ἢ πεντήκοντα

9

(50)

ἔτη λείπεσθαι, ὥστε πρὸς ἔσχατον γῆρας ἐλθεῖν, μᾶλλον δὲ οὐδὲ τοῦτό που δῆλόν ἐστιν ἡμῖν· οἱ γὰρ μηδὲ μέχρι τῆς ἑσπέ‐ ρας ὑπὲρ τῆς ζωῆς θαρρεῖν ἔχοντες τῆς ἑαυτῶν, πῶς ἂν ὑπὲρ τοσούτων διισχυρίσαιντο ἐτῶν; Καὶ οὐ τοῦτο μόνον ἐστὶν ἄδηλον, ἀλλὰ καὶ τὸ τῆς τῶν πραγμάτων μεταβολῆς·126
55πολλάκις γὰρ τῆς ζωῆς εἰς χρόνον ἐκταθείσης μακρόν, οὐ συνεξετάθη τὰ τῆς τρυφῆς, ἀλλ’ ὁμοῦ καὶ ἐπέστη καὶ ἀπεπή‐ δησεν. Πλὴν ἀλλ’ εἰ βούλει, κείσθω τῷ λόγῳ καὶ ζήσεσθαί σε ἔτη τοσαῦτα καὶ μηδεμίαν ὑποστήσεσθαι μεταβολήν, τί τοῦτο πρὸς τοὺς ἀτελευτήτους αἰῶνας καὶ τὰς κολάσεις τὰς ἀπορ‐
60ρήτους καὶ ἀφορήτους ἐκείνας; Ἐνταῦθα μὲν γὰρ καὶ τὰ ἀγαθὰ καὶ τὰ χαλεπὰ τέλος ἔχει, καὶ τοῦτο τάχιστον· ἐκεῖ δὲ ἀθανάτοις ἀμφότερα παρεκτείνεται αἰῶσιν, καὶ τῇ ποιότητι δὲ τοσοῦτον τῶν νῦν διενήνοχεν, ὅσον οὐδὲ ἔστιν εἰπεῖν.

10

Μὴ γὰρ ἐπειδὴ πῦρ ἤκουσας, τοιοῦτον εἶναι νομίσῃς ἐκεῖνο τὸ πῦρ· τοῦτο μὲν γάρ, ὅπερ ἂν λάβῃ, κατέκαυσεν καὶ ἀπήλλαξεν, ἐκεῖνο δὲ τοὺς ἅπαξ κατασχεθέντας κάει διὰ παντὸς καὶ οὐδέποτε παύσεται. Διὰ τοῦτο καὶ ἄσβεστον εἴρη‐
5ται. Καὶ γὰρ καὶ τοὺς ἡμαρτηκότας ἀφθαρσίαν ἐνδύσασθαι δεῖ, οὐ πρὸς τιμὴν ἀλλ’ ὥστε διηνεκὲς ἐφόδιον τῆς τιμωρίας ἔχειν ἐκείνης· τοῦτο δὲ ὅσον ἐστὶ τὸ δεινόν, ὁ μὲν λόγος οὐκ ἂν ἰσχύσειεν παραστῆσαί ποτε, ἀπὸ δὲ τῆς πείρας τῶν μικρῶν δυνατὸν βραχεῖάν τινα ἔννοιαν τῶν μεγάλων ἐκείνων λαβεῖν.
10Εἰ γάρ ποτε ἐν βαλανείῳ γένοιο σφοδρότερον ἐκκεκαυμένῳ τοῦ δέοντος, τότε μοι τὸ τῆς γεέννης ἐννόησον πῦρ, καὶ εἴ ποτε πάλιν ὑπὸ πυρετοῦ καταφλεχθείης σφοδροῦ πρὸς ἐκείνην τὸν νοῦν τὴν φλόγα μετάστησον καὶ τότε δυνήσῃ διαστεῖλαι καλῶς. Εἰ γὰρ βαλανεῖον καὶ πυρετὸς οὕτως ἡμᾶς θλίβει καὶ128
15θορυβεῖ, ὅταν εἰς τὸν ποταμὸν τοῦ πυρὸς ἐμπέσωμεν ἐκεῖνον, τὸν ἑλκόμενον πρὸ τοῦ βήματος τοῦ φοβεροῦ, πῶς διακεισό‐ μεθα; Ἆρα βρύξομεν τοὺς ὀδόντας ὑπὸ τῶν πόνων καὶ τῶν ἀλγηδόνων τῶν ἀφορήτων ἐκείνων, ὁ δὲ ἐπαμύνων ἔσται οὐδείς, ἀλλ’ οἰμώξομεν μεγάλα σφοδρότερον ἐπιτιθεμένης
20ἡμῖν τῆς φλογός· ὀψόμεθα δὲ οὐδένα, πλὴν τῶν κολαζομένων σὺν ἡμῖν καὶ τῆς ἐρημίας τῆς πολλῆς. Τί ἄν τις εἴποι τὰ ἀπὸ τοῦ σκότους δείματα, τὰ ταῖς ἡμετέραις ἐγγινόμενα ψυχαῖς; ὥσπερ γὰρ οὐκ ἔστιν ἀναλωτικὸν ἐκεῖνο τὸ πῦρ, οὕτως οὐδὲ φωτιστικόν· [οὐδὲ γὰρ ἂν σκότος ἦν]. Τὸν τοίνυν 〈τοιοῦτον〉
25ἀπὸ τούτου θόρυβον ἐγγινόμενον ἡμῖν καὶ τὸν τρόμον καὶ τὴν παράλυσιν καὶ τὴν ἔκστασιν τὴν πολλὴν ἐκεῖνος σαφῶς παρα‐ στῆσαι μόνος ὁ καιρὸς ἱκανός. Πολλὰ γὰρ καὶ ποικίλα ἐκεῖ τὰ βασανιστήρια, καὶ νιφάδες πανταχόθεν κολάσεων ἐπάγον‐ ται τῇ ψυχῇ.
30 Εἰ δὲ λέγοι τις· καὶ πῶς ἀρκέσαι δύναιτ’ ἂν πρὸς τοσοῦτον πλῆθος τιμωριῶν καὶ ἀτελευτήτους αἰῶνας διαμεῖναι κολα‐
ζομένη ἡ σάρξ; ἐννοησάτω τὰ ἐνταῦθα γινόμενα, πῶς πολλοὶ πολλάκις πρὸς νόσον μακρὰν καὶ χαλεπὴν ἤρκεσαν, εἰ δὲ καὶ ἐτελεύτησαν οὐ τῆς ψυχῆς ἀναλωθείσης ἀλλὰ τοῦ130
35σώματος ἀπαγορεύσαντος ὡς εἴ γε ἐκεῖνο μὴ ἐνεδίδου, οὐκ ἂν ἐπαύσατο βασανιζομένη ἡ ψυχή. Ὅταν οὖν ἄφθαρτον τοῦτο λάβῃ καὶ ἀνάλωτον, οὐδὲν τὸ κωλύον εἰς ἄπειρον ἐκταθῆναι τὴν κόλασιν. Ἐνταῦθα μὲν γὰρ οὐκ ἔστιν ὁμοῦ ταῦτα συν‐ ελθεῖν, σφοδρότητα λέγω κολάσεων καὶ παραμονήν, ἀλλὰ
40θάτερον θατέρῳ μάχεται διὰ τὸ τὴν τοῦ σώματος φύσιν οὖσαν φθαρτὴν μὴ φέρειν ἀμφοτέρων τὴν σύνοδον· τῆς ἀφθαρσίας δὲ ἐπεισελθούσης λοιπὸν καὶ τῆς μάχης ταύτης διάλυσις γένοιτ’ ἂν καὶ μετὰ πολλῆς ἡμᾶς τῆς ἐξουσίας εἰς ἄπειρον ἀμφότερα καθέξει τὰ δεινά. Μὴ τοίνυν ὡς τῆς ὑπερβολῆς τῶν
45βασανιστηρίων ἀναλισκούσης ἡμῶν τὴν ψυχήν, οὕτω διατε‐ θῶμεν νῦν· οὐδὲ γὰρ τὸ σῶμα δυνήσεται τοῦτο ἐν ἐκείνῳ παθεῖν τῷ καιρῷ, ἀλλὰ μενεῖ μετὰ τῆς ψηχῆς αἰωνίως κολα‐ ζόμενον, καὶ πέρας ἕτερον ἔσται οὐδέν. Πόσην οὖν βούλει τρυφὴν καὶ πόσην χλιδὴν ἀντιθεῖναι τῇ

10

(50)

κολάσει ταύτῃ καὶ τῇ τιμωρίᾳ; βούλει χρόνον ἐτῶν ἑκατὸν καὶ δὶς τοσοῦτον; Καὶ τί τοῦτο πρὸς τοὺς ἀτελευτήτους αἰῶνας; Ὅπερ γὰρ ὄναρ ἡμέρας μιᾶς ἐν τῷ βίῳ παντί, τοῦτο ἡ τῶν ἐνθάδε ἀπόλαυσις πρὸς τὴν τῶν μελλόντων κατάστασιν. Ἔστιν οὖν ἆρα ὅστις ὑπὲρ τοῦ χρηστὸν ὄναρ ἰδεῖν, διὰ παν‐
55τὸς κολάζεσθαι ἕλοιτ’ ἄν; Καὶ τίς οὕτως ἀνόητος ὡς ἐπὶ ταύτην ἐλθεῖν τὴν ἀντίδοσιν; Οὔπω γὰρ διαβάλλω τὴν τρυφήν, οὐδὲ τὴν ἐν αὐτῇ κειμέ‐ νην πικρίαν ἀποκαλύπτω νῦν· οὐ γὰρ οὗτος τῶν λόγων τούτων
ὁ καιρός, ἀλλ’ ὅταν αὐτὴν ἐκφυγεῖν δυνηθῇς. Νῦν μὲν γὰρ132
60ἐνεχόμενος τῷ πάθει, καὶ ληρεῖν ἡμᾶς ὑποπτεύσεις, εἰ τὴν ἡδονὴν ἀποκαλοίημεν πικράν· ὅταν δὲ ἀπαλλαγῇς τῇ τοῦ θεοῦ χάριτι τοῦ νοσήματος, τότε εἴσῃ καὶ τὴν κακίαν αὐτοῦ καλῶς. Διὸ τούτους ἐν ἑτέρῳ τοὺς λόγους καιρῷ ταμιευσάμενοι, ἐκεῖνο ἐροῦμεν νῦν. Ἔστω εἶναι τρυφὴν τὴν τρυφὴν καὶ ἡδο‐
65νὴν τὴν ἡδονὴν καὶ μηδὲν ἔχειν ἀνιαρὸν μηδ’ ἐπονείδιστον, τί πρὸς τὴν ἀποκειμένην κόλασιν ἐροῦμεν; Τί δαὶ τότε πρά‐ ξομεν, ἡσθέντες μὲν ὡς ἐν σκιᾷ καὶ εἰκόνι νῦν, ἔργῳ δὲ τὴν βάσανον αἰωνίαν τίνοντες ἐκεῖ, καὶ ταῦτα ἐξὸν ἐν βραχεῖ χρόνῳ τά τε εἰρημένα στρεβλωτήρια διαφυγεῖν καὶ τῶν ἀπο‐
70κειμένων ἀπολαῦσαι καλῶν; Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ θεοῦ φιλανθρωπίας ἔργον ἐστίν, τὸ μὴ εἰς μῆκος ἡμῖν ἐκταθῆναι τοὺς ἀγῶνας μακρόν, ἀλλ’ ἐν βραχεῖ καὶ ἐν ἀκαριαίῳ καὶ ὀφθαλμοῦ ῥιπῇ, τοῦτο γὰρ ἡ παροῦσα ζωὴ πρὸς ἐκείνην, ἀγω‐ νισαμένους ἐν τοῖς ἀπείροις στεφανωθῆναι αἰῶσιν. Οὐχ ὡς
75ἔτυχεν δὲ καὶ τοῦτο τότε τὰς τῶν κολαζομένων ἀνιάσει ψυχάς, ὅταν ἐννοήσωσιν ὅτι, παρὸν ἐν ταῖς ὀλίγαις ἡμέραις ταύταις κατορθῶσαι τὸ πᾶν, ἀμελήσαντες τοῖς ἀθανάτοις παρέδωκαν ἑαυτοὺς κακοῖς. Ἅπερ ἵνα μὴ πάθωμεν, διανα‐ στῶμεν «ἕως καιρὸς εὐπρόσδεκτος, ἕως ἡμέρα σωτηρίας»,
80ἕως πολλὴ τῆς μετανοίας ἰσχύς. Οὐδὲ γὰρ τὰ εἰρημένα ἡμᾶς
μόνα ἐκδέξεται 〈ἐν τῇ γεέννῃ〉 ῥᾳθυμήσαντας κακά, ἀλλὰ καὶ ἕτερα, πολλῷ τούτων χαλεπώτερα. [Ταῦτα μὲν γὰρ ἐν τῇ γεέννῃ καὶ τούτων πικρότερα], ἡ γὰρ τῶν ἀποκειμένων ἀγα‐ θῶν ἀπόπτωσις τοσαύτην ἔχει τὴν ὀδύνην, τοσαύτην τὴν134
85θλίψιν καὶ τὴν στενοχωρίαν ὡς, εἰ καὶ μηδεμία τιμωρία τοῖς ἐνταῦθα ἁμαρτάνουσιν ἔκειτο, αὐτὴν καθ’ ἑαυτὴν ἀρκέσαι καὶ τῶν ἐν τῇ γεέννῃ βασανιστηρίων πικρότερον δακεῖν καὶ συν‐ ταράξαι τὰς ἡμετέρας ψυχάς.

11

Ἐννόησον γάρ μοι τῆς ζωῆς τὴν κατάστασιν ἐκείνης, καθ’ ὅσον ἐννοῆσαι δυνατόν· πρὸς γὰρ τὴν ἀξίαν οὐδεὶς ἡμῖν ἀρκέσει λόγος· ἀλλ’ ἐξ ὧν ἀκούομεν ὥσπερ διά τινων αἰνιγ‐ μάτων λάβωμέν τινα φαντασίαν αὐτῆς ἀμυδράν· «Ἀπέδρα,
5φησίν, ὀδύνη καὶ λύπη καὶ στεναγμός.» Τί οὖν ταύτης μακα‐ ριώτερον γένοιτ’ ἂν τῆς ζωῆς; Οὐκ ἔστιν ἐκεῖ πενίαν δεδοι‐ κέναι καὶ νόσον· οὐκ ἔστιν ἀδικοῦντα οὐδ’ ἀδικούμενον ἰδεῖν, [οὐ παροξύνοντα καὶ παροξυνόμενον] οὐκ ὀργιζόμενον, οὐ βασκαίνοντα, οὐκ ἐπιθυμίᾳ ἀτόπῳ φλεγόμενον, οὐχ ὑπὲρ τῆς
10τῶν ἀναγκαίων ἀλύοντα χορηγίας, οὐχ ὑπὲρ ἀρχῆς καὶ δυνα‐ στείας κοπτόμενον· πᾶσα γὰρ ἡ ζάλη τῶν ἐν ἡμῖν παθῶν σβεσθεῖσα ἀπόλλυται, καὶ πάντα εἰρήνη [ἔσται καὶ εὐφροσύνη] καὶ χαρά, πάντα εὔδια καὶ γαληνά, πάντα [ἡμέρα καὶ] λαμπρότης καὶ φῶς, καὶ οὐ τοῦτο τὸ νῦν, ἀλλ’ ἕτερον τούτου
15τοσοῦτον λαμπρότερον ὅσον τοῦ λυχναίου τοῦτο φαιδρότερον·
οὔτε γὰρ ἐκεῖ νύξ, οὔτε συνδρομὴ [κρύπτεται] νεφελῶν, [οὐ κάει καὶ φλέγει σώματα οὔτε γὰρ νύξ], οὔτε ἑσπέρα· οὐ κρυ‐ μός, οὐ θάλπος, οὐκ ἄλλη τις τροπῶν μεταβολή, ἀλλ’ ἑτέρα τις κατάστασις τοιαύτη, ἣν οἱ καταξιωθέντες εἴσονται μόνον·136
20οὐκ ἔστι γῆρας ἐκεῖ καὶ τὰ τοῦ γήρως κακά, ἀλλὰ πάντα ἐκ‐ ποδῶν γίνεται τὰ τῆς φθορᾶς, τῆς ἀφθάρτου δόξης κρατού‐ σης πανταχοῦ. Τὸ δὲ τούτων ἁπάντων μεῖζον, τὸ τῆς πρὸς τὸν Χριστὸν ὁμιλίας ἀπολαύειν διηνεκῶς, μετὰ ἀγγέλων, μετὰ ἀρχαγγέλων, μετὰ τῶν ἀνωτέρω δυνάμεων.
25 Ἴδε τὸν οὐρανὸν νῦν καὶ διάβηθι τῷ λογισμῷ πρὸς τὰ ὑπὲρ τὸν οὐρανόν, λογίσαι τῆς κτίσεως ἁπάσης τὸν μετασχημα‐ τισμόν· οὐ γὰρ τοιαύτη μενεῖ ἀλλὰ πολλῷ καλλίων ἔσται καὶ φαιδροτέρα· τί λέγω; καὶ ὅσῳ μολύβδου πρὸς χρυσὸν ἀπο‐ στίλβοντα τὸ μέσον, τοσούτῳ τῆς παρασκευῆς ἔσται ταύτης
30βελτίων ἡ τότε, καθὼς καὶ ὁ μακάριος Παῦλός φησιν· «ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.» Νῦν μὲν γὰρ ἅτε φθορᾶς μετέχουσα, πολλὰ πάσχει ὅσα τὰ τοιαῦτα σώματα πάσχειν εἰκός· τότε δὲ πάντα ἀποδυ‐ σαμένη ταῦτα, ἄφατον ἐπιδείξεται τὴν εὐπρέπειαν· ἐπειδὴ
35γὰρ ἄφθαρτα μέλλει δέχεσθαι σώματα, καὶ αὐτὴ λοιπὸν ἐπὶ τὸ κρεῖττον μετασχηματισθήσεται. Οὐδαμοῦ τότε στάσις καὶ μάχη· πολλὴ γὰρ ἡ συμφωνία, τῶν ἁγίων πάντων ὁμογνωμο‐ νούντων ἀλλήλοις ἀεί. Οὐκ ἔστιν ἐκεῖ διάβολον δεῖσαι καὶ δαι‐ μόνων ἐπιβουλάς, οὐ γεέννης ἀπειλήν, οὐ θάνατον, οὐ τοῦτον
40τὸν νῦν, οὐ τὸν πολλῷ τούτου χαλεπώτερον ἐκεῖνον, ἀλλὰ πᾶς ὁ τοιοῦτος λέλυται φόβος. Καὶ καθάπερ παιδίον βασιλικὸν πρότερον ἐν εὐτελεῖ τρεφόμενον οἰκήματι καὶ ὑπὸ φόβον ὂν παιδαγωγῶν, ὥστε μὴ τῇ ἀνέσει γενέσθαι χεῖρον καὶ τῆς πατρικῆς ἀνάξιον κληρονομίας, ἐπειδὰν εἰς τὸ βασιλικὸν138
45ἐλθεῖν ἀξίωμα δέῃ, πάντα ἀθρόως ἐκεῖνα μεταμφιασάμενος, ἐξαίφνης, μετὰ τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος καὶ τοῦ πλήθους τῶν δορυφόρων, μετὰ πολλῆς προκάθηται τῆς παρρη‐ σίας, τὰ ταπεινὰ καὶ κατηφῆ ῥίψας ἀπὸ τῆς ψυχῆς, καὶ ἕτερα ἀντ’ ἐκείνων ἀναλαβών· οὕτω δὴ καὶ τότε συμβήσεται

11

(50)

τοῖς ἁγίοις ἅπασιν. Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, πορευθῶμεν ἐπὶ τὸ ὄρος τῷ λόγῳ, ἔνθα μετεμορφώθη Χριστός· ἴδωμεν αὐτὸν λάμποντα ὥσπερ ἔλαμψεν· καίτοι γε οὐδὲ οὕτως πᾶσαν ἡμῖν ὑπέδειξεν τὴν τοῦ μέλλοντος αἰῶνος λαμπρότητα. Ὅτι γὰρ συγκατάβα‐
55σις τὸ φαινόμενον ἦν ἀλλ’ οὐκ ἐπίδειξις τοῦ πράγματος ἀκριβής, ἀπ’ αὐτῶν δῆλον τῶν ῥημάτων τοῦ εὐαγγελιστοῦ. Τί γάρ φησιν; «Ἔλαμψεν ὡς ὁ ἥλιος.» Ἡ δὲ τῶν ἀφθάρτων σωμάτων δόξα οὐ τοσοῦτον ἀφίησιν τὸ φῶς, ὅσον τοῦτο τὸ σῶμα τὸ φθαρτόν, οὐδὲ τοιοῦτον οἷον καὶ θνητοῖς ὄμμασι
60γενέσθαι χωρητόν, ἀλλὰ ἀφθάρτων καὶ ἀθανάτων δεόμενον ὀφθαλμῶν πρὸς τὴν θέαν αὐτοῦ. Τότε δὲ ἐπὶ τοῦ ὄρους τοσοῦ‐ τον αὐτοῖς ἀπεκάλυψεν, ὅσον ἰδεῖν δυνατὸν ἦν [καὶ μὴ θλί‐
ψαι] τὰς τῶν ὁρώντων ὄψεις· καὶ οὐδὲ οὕτως ἤνεγκαν ἀλλ’ ἔπεσον ἐπὶ πρόσωπον. Εἰπέ μοι δέ· εἴ τίς σε εἰς θέατρον140
65εἰσήγαγεν ἔνθα πάντες ἐκάθηντο χρυσᾶς ἀναβεβλημένοι στο‐ λάς, καὶ ἐν μέσῳ τῷ πλήθει ἕτερόν τινα ἐπέδειξεν ἀπὸ λίθων τιμίων, καὶ τὰ ἱμάτια καὶ τὸν στέφανον ἔχοντα τὸν ἐπὶ τῆς κεψαλῆς, εἶτά σε ἐπηγγέλλετο εἰς ἐκεῖνον κατατάξειν τὸν δῆμον, ἆρ’ οὐκ ἂν ἅπαντα ἔπραξας ὥστε τῆς ἐπαγγελίας ταύ‐
70της τυχεῖν; Ἀναπέτασον οὖν καὶ νῦν τῷ νῷ τοὺς οὐρανοὺς καὶ βλέψον εἰς ἐκεῖνο τὸ θέατρον, οὐκ ἀπὸ τοιούτων συγκείμε‐ νον ἀνδρῶν, ἀλλ’ ἀπ’ ἐκείνων οἳ καὶ τοῦ χρυσοῦ καὶ τῶν λίθων τῶν τιμίων καὶ τῶν ἀκτίνων τῶν ἡλιακῶν καὶ πάσης ὁρωμένης φαιδρότητός εἰσιν τιμιώτεροι, καὶ οὐκ ἐξ ἀνθρώπων δὲ μόνον
75ἀλλὰ καὶ ἀπὸ τῶν πολὺ τούτων τιμιωτέρων ἀγγέλων, ἀρχαγγέ‐ λων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν. Περὶ γὰρ τοῦ βασιλέως οὐδὲ εἰπεῖν ἑνί, οἷός ἐστιν, δυνατόν· οὕτως ἅπαντα λόγον καὶ νοῦν ἐκεῖνο διαφεύγει τὸ κάλλος, ἡ ὡραιότης, τὸ κράτος, ἡ δόξα, ἡ μεγαλωσύνη, ἡ μεγαλοπρέπεια. Τοσούτων
80οὖν ἀγαθῶν καὶ τηλικούτων ἀποστερήσωμεν ἑαυτούς, εἰπέ μοι, ἵνα μὴ μικρὸν πονέσωμεν χρόνον; Εἰ γὰρ μυρίους καθ’ ἑκάστην ἡμέραν θανάτους ὑπομένειν ἐχρῆν, εἰ γὰρ τὴν γέεν‐ ναν αὐτὴν ὑπὲρ τοῦ τὸν Χριστὸν ἐρχόμενον ἰδεῖν ἐν τῇ δόξῃ
αὐτοῦ καὶ εἰς τὸν τῶν ἁγίων ἐγκαταλεγῆναι χορόν, οὐκ ἐχρῆν142
85ἅπαντα ὑπομένειν ἐκεῖνα; Ἄκουσον τί φησιν ὁ μακάριος Πέτρος· «Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι.» Εἰ δὲ ἐκεῖνος ἀμυδράν τινα τῶν μελλόντων εἰκόνα ἰδὼν ἅπαντα ἐξαίφνης ἔρριψεν ἀπὸ τῆς ψυχῆς διὰ τὴν ἀπὸ τῆς ὄψεως ἐκείνης ἡδο‐ νὴν ἐντεθεῖσαν αὐτοῦ τῇ ψυχῇ, τί ἄν τις εἴποι, ὅταν αὐτὴ
90τῶν πραγμάτων ἡ ἀλήθεια παραγένηται, ὅταν τῶν βασιλείων ἀνοιγέντων κατοπτεύειν ἐξῇ τὸν βασιλέα αὐτόν, μηκέτι ἐν αἰνίγματι μηδὲ δι’ εἰσόπτρου, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον, μηκέτι διὰ πίστεως ἀλλὰ διὰ εἴδους;

12

Οἱ μὲν οὖν πολλοὶ τῶν ἀλογώτερον διακειμένων τὸ τῆς γεέννης ἀπαλλαγῆναι ἀγαπητὸν τίθενται μόνον· ἐγὼ δὲ τῆς γεέννης πολλῷ χαλεπωτέραν κόλασιν εἶναί φημι τὸ μὴ γενέ‐ σθαι ἐν ἐκείνῃ τῇ δόξῃ, καὶ τὸν ἐκπεσόντα ἐκεῖθεν οὐχ οὕτως
5οἶμαι δεῖν πενθεῖν τὰ ἐν τῇ γεέννῃ κακά, ὡς τὴν ἀπόπτωσιν τὴν ἐκ τῶν οὐρανῶν· τοῦτο γὰρ μόνον ἁπάντων χαλεπώτερον εἰς κολάσεως λόγον ἐστίν. Νῦν δὲ βασιλέα μὲν πολλάκις ὁρῶντες μετὰ πολλῶν τῶν δορυφόρων εἰς τὰ βασίλεια εἰσε‐ λαύνοντα, τοὺς πλησίον ὄντας αὐτοῦ καὶ λόγου καὶ γνώμης
10κοινωνοῦντας καὶ τῆς δόξης μετέχοντας τῆς λοιπῆς μακαρί‐ ζομεν· κἂν μυρία μὲν ἔχωμεν ἀγαθά, ταλανίζομεν ἑαυτοὺς καὶ οὐδενὸς ἐκείνων λαμβάνομεν αἴσθησιν, εἰς τὴν δόξαν ἀφορῶντες τῶν περὶ αὐτόν, καίτοι γε εἰδότες ἐπισφαλῆ καὶ ἀβέβαιον τὴν τοιαύτην λαμπρότητα καὶ διὰ τοὺς πολέμους
15καὶ διὰ τὰς ἐπιβουλὰς καὶ διὰ τὰς βασκανίας καὶ διὰ τὸ καὶ
χωρὶς τούτων αὐτὴν καθ’ ἑαυτὴν οὐδενὸς ἀξίαν εἶναι λόγου· ἐπὶ δὲ τοῦ πάντων βασιλέως, «τοῦ κατέχοντος—οὐ μέρος τῆς γῆς ἀλλὰ—πάντα τὸν γῦρον τῆς γῆς», μᾶλλον δὲ τοῦ πᾶσαν αὐτὴν περιλαμβάνοντος «ἐν δρακὶ» καὶ τοὺς οὐρα‐144
20νοὺς μετροῦντος «σπιθαμῇ», τοῦ πάντα φέροντος «τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ», ᾧ πάντα τὰ ἔθνη ὡς οὐδὲν καὶ ὡς σίελος ἐλογίσθησαν, ἐπὶ τούτου δὲ οὐχ ἡγησόμεθα ἐσχάτην εἶναι κόλασιν τὸ μὴ καταλεγῆναι εἰς τὸν χορὸν ἐκεῖνον τὸν περὶ αὐτόν, ἀλλὰ καὶ στέρξομεν ἂν τῆς γεέννης ἀπαλλαγῶ‐
25μεν μόνον; Καὶ τί ταύτης ἐλεεινότερον γένοιτ’ ἂν τῆς ψυχῆς; Οὗτος τοίνυν ὁ βασιλεὺς οὐ ζεῦγος ἔχων ἡμιόνων λευκῶν, οὐδὲ ὄχημα χρυσοῦν, οὐδὲ ἁλουργίδα καὶ διάδημα περικείμενος οὕτως ἔρχεται κρινῶν τὴν γῆν. Ἀλλὰ πῶς; Ἄκουσον τῶν προ‐
30φητῶν βοώντων καὶ λεγόντων, ὡς ἀνθρώποις εἰπεῖν δυνατόν· ὁ μὲν γάρ φησιν· «Ὁ θεὸς ἐμφανῶς ἥξει ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά· προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ.» Ὁ δὲ Ἡσαΐας καὶ
35τὴν κόλασιν αὐτὴν ἡμῖν προτίθησιν, οὑτωσὶ λέγων· «Ἰδοὺ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς αὐτῶν οὐ δώσουσι καὶ σκοτισθή‐
40σεται ὁ ἥλιος ἐν τῇ ἐξόδῳ αὐτοῦ καὶ ἡ σελήνη οὐ δώσει τὸ
φέγγος αὐτῆς. Καὶ ἐντελοῦμαι ὅλῃ τῇ οἰκουμένῃ κακὰ καὶ τοῖς ἀσεβέσιν τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω καὶ ἔσονται οἱ ἐγκαταλε‐ λειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον καὶ ἄνθρω‐146
45πος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφίρ. Καὶ γὰρ ὁ οὐρανὸς σαλευθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς διὰ θυμὸν ὀργῆς Κυρίου Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.» Καὶ πάλιν· «Θυρίδες, φησίν, ἐκ τοῦ οὐρανοῦ ἀνοιχθήσονται καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς,

12

(50)

ταραχῇ ταραχθήσεται ἡ γῆ· ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ· κλι‐ νομένη κλιθήσεται ἡ γῆ· σάλῳ σαλευθήσεται ἡ γῆ· ὡς ὁ μεθύων καὶ ὡς ὁ κραιπαλῶν σεισθήσεται, ὡς ὀπωροφυλακίον ἡ γῆ πεσεῖται, καὶ οὐ μὴ δύνηται ἀναστῆναι· κατίσχυσεν γὰρ ἐπ’ αὐτὴν ἡ ἀνομία. Καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρα‐
55νοῦ ἐν τῷ ὕψει τὴν χεῖρα αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐπὶ τὰς βασιλείας τῆς γῆς· καὶ συνάξει συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον καὶ ἀποκλείσει εἰς ὀχύρωμα.» Καὶ ὁ Μαλαχίας συνῳδὰ τούτοις φθεγγόμενος ἔλεγεν· «Ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ, ἢ τίς
60ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων καὶ καθιεῖται
χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρύσιον.» Καὶ πάλιν· «Ἰδού, φησίν, ἡμέρα ἔρχεται Κυρίου καιομένη ὡς κλίβανος καὶ καταφλέξει αὐτοὺς καὶ ἔσονται πάντες οἱ ἀλλο‐148
65γενεῖς καὶ πάντες οἱ ποιοῦντες τὰ ἄνομα ὡς καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκρά‐ τωρ καὶ οὐ μὴ ὑπολειφθῇ ῥίζα οὐδὲ κλῆμα.» Ὁ δὲ ἀνὴρ τῶν ἐπιθυμιῶν· «Ἐθεώρουν, φησίν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθητο· καὶ τὸ ἔνδυμα αὐτοῦ λευ‐
70κὸν ὡσεὶ χιὼν καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθα‐ ρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέ‐ γον· ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ. [Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μυρίαι μυριάδες παρει‐ στήκεισαν ἔμπροσθεν αὐτοῦ.] Κριτήριον ἐκάθισεν καὶ βίβλοι
75ἀνεῴχθησαν.» Εἶτα μετὰ μικρόν· «Ἐθεώρουν, φησίν, ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη αὐτῷ, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πάντες
80λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται· Ἔφριξεν τὸ πνεῦμά μου, ἐγὼ Δανιήλ, ἐν τῇ ἕξει μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρασσόν
με.» Τότε ἀναπετάννυνται πᾶσαι τῶν οὐρανίων ἁψίδων αἱ150
85πύλαι, μᾶλλον δὲ καὶ αὐτὸς ἐκ μέσου λαμβάνεται ὁ οὐρανός, καθάπερ τινὸς σκηνῆς παραπέτασμα συστελλόμενον ἐκ τοῦ μέσου, ὥστε μετασχηματισθῆναι ἐπὶ τὸ βέλτιον. Τότε πάντα ἐκστάσεως γέμει καὶ φρίκης καὶ τρόμου. Τότε καὶ αὐτοὺς πολὺς ἔχει τοὺς ἀγγέλους ὁ φόβος, οὐκ ἀγγέλους δὲ μόνον,
90ἀλλὰ καὶ ἀρχαγγέλους καὶ θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας· «Σεισθήσονται γάρ, φησίν, αἱ δυνάμεις τῶν οὐρανῶν», διὰ τὸ τοὺς ὁμοδούλους ἀπαιτεῖσθαι τὰς εὐθύνας τῆς ἐνθάδε ζωῆς. Καὶ μὴ θαυμάσῃς.

13

Εἰ γὰρ πόλεως μιᾶς κρινομένης ἐπὶ τούτων τῶν ἀρχόν‐ των πεφρίκασιν αἱ λοιπαὶ καὶ αἱ κινδύνων ἐκτός, τῆς οἰκου‐ μένης ἁπάσης δικαζομένης ὑπὸ τοιούτου κριτοῦ, οὐ μαρτύρων δεομένου, οὐκ ἐλέγχων, ἀλλὰ χωρὶς τούτων ἁπάντων καὶ πρά‐
5ξεις καὶ ῥήματα καὶ ἐνθυμήματα παριστῶντος εἰς μέσον καὶ πάντα ὥσπερ ἐν εἰκόνι τινὶ τοῖς τε ἡμαρτηκόσιν αὐτοῖς καὶ τοῖς ἀμύνουσιν ἐπιδεικνύντος, πῶς οὐκ εἰκὸς ἅπασαν κλο‐ νεῖσθαι δύναμιν. Εἰ γὰρ καὶ μὴ ποταμὸς εἵλκετο πυρός, μηδὲ ἄγγελοι παρειστήκεισαν φοβεροί, μόνον δὲ καλούμενοι τῶν
10ἀνθρώπων οἱ μὲν ἐπῃνοῦντο καὶ ἐθαυμάζοντο, οἱ δὲ παρε‐
πέμποντο ἀτιμῶς, [ἵνα μὴ ἴδωσιν τὴν δόξαν τοῦ θεοῦ], καὶ τοῦτο μόνον ἡ κόλασις ἦν, ἆρα οὐκ ἂν πάσης γεέννης πικρό‐ τερον ἡ ἐκ τῶν τοσούτων ἔκπτωσις ἀγαθῶν τὰς τῶν ἀπεστε‐ ρημένων ἔδακνεν ψυχάς; Τοῦτο γὰρ ὅσον κακόν, νῦν μὲν οὐ152
15δυνατὸν παραστῆσαι τῷ λόγῳ, τότε δὲ ἐπὶ τῶν πραγμάτων εἰσόμεθα σαφῶς. Σὺ δέ μοι προστίθει νῦν καὶ τὴν κόλασιν, καὶ μὴ μόνον αἰσχυνομένους μηδὲ ἐγκαλυπτομένους καὶ κάτω νεύοντας, ἀλλὰ καὶ τὴν ἐπὶ τὸ πῦρ ἑλκομένους ὁδὸν καὶ πρὸς αὐτὰ συρομένους τὰ βασανιστήρια καὶ ταῖς ἀποτόμοις παρα‐
20διδομένους δυνάμεσιν, καὶ ταῦτα πάσχοντας κατὰ τὸν και‐ ρὸν καθ’ ὃν στεφανοῦνται καὶ ἀνακηρύττονται καὶ τῷ θρόνῳ παρίστανται τῷ βασιλικῷ πάντες οἱ τὰ ἀγαθὰ πράξαντες καὶ ἀξιωθέντες τῆς αἰωνίου ζωῆς. Καὶ ταῦτα μὲν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· τὰ δὲ ἑξῆς τίς ἡμῖν
25παραστήσει λόγος, τῆς μετὰ τοῦ Χριστοῦ λέγω συνουσίας τὴν ἡδονήν, τὴν χαράν; ψυχὴ γὰρ εἰς τὴν οἰκείαν εὐγένειαν ἐπαν‐ ελθοῦσα καὶ μετὰ παρρησίας λοιπὸν δυνηθεῖσα τὸν ἑαυτῆς Δεσπότην ὁρᾶν, οὐκ ἔστιν εἰπεῖν ὅσην καρποῦται τὴν ἡδο‐ νήν, [ὅσον τὸ κέρδος], οὐ τοῖς ἐν χερσὶ μόνον χαίρουσα ἀγα‐
30θοῖς ἀλλὰ καὶ τῷ πεπεῖσθαι λοιπὸν ὅτι οὐδαμῶς ταῦτα τελευ‐ τήσει τὰ καλά. Πᾶσαν μὲν οὖν τὴν εὐφρασίαν ἐκείνην οὔτε λόγῳ παραστῆσαι ἔστιν οὔτε νῷ διαλαβεῖν· ἀμυδρῶς δὲ καὶ ὡς ἄν τις διὰ μικρῶν μεγάλα δεικνύῃ, πειράσομαι ποιῆσαι φανε‐ ράν. Ἐξετάσωμεν, εἰ δοκεῖ, τοὺς ἐν τῷ παρόντι βίῳ τῶν τοῦ
35κόσμου καλῶν ἀπολαύοντας, πλούτου λέγω καὶ δυναστείας καὶ δόξης, πῶς ὑπὸ τῆς ἐπιθυμίας γαυρούμενοι, οὐδὲ ἐπὶ τῆς γῆς
εἶναι νομίζουσιν, καὶ ταῦτα οὔτε ὁμολογουμένων ἀπολαύοντες καλῶν, οὔτε παραμενόντων αὐτοῖς, ἀλλ’ ἀφιπταμένων ὀνείρου ταχύτερον· εἰ δέ ποτε καὶ σταίη μικρὸν καὶ μέχρι τῆς παρούσης154
40ζωῆς, 〈ὡσ〉 ἐννοοῦσιν εὐδαιμονεῖν [περαιτέρω δὲ οὐκ ἰσχυόν‐ των συνεξελθεῖν]. Εἰ δὲ ταῦτα εἰς τοσαύτην αἴρει τοὺς ἔχον‐ τας χαράν, τί οἴει γίνεσθαι ἐκείνας τὰς ψυχάς, τὰς καλουμένας ἐπὶ τὰ μυρία ἀγαθὰ τὰ ἐν τοῖς οὐρανοῖς, τὰ πεπηγότα καὶ ἑστῶτα βεβαίως διὰ παντός; Οὐδὲ γὰρ τοῦτο μόνον, ἀλλὰ καὶ
45τῇ ποσότητι καὶ τῇ ποιότητι τοσούτῳ κρείττω τῶν παρόντων ἐστίν, ὡς «μηδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀναβῆναί ποτε». Νῦν μὲν γὰρ καθάπερ ἐν μήτρᾳ παιδίον, οὕτως ἐν τῷ κόσμῳ τούτῳ διάγομεν στενοχωρούμενοι καὶ τοῦ μέλλοντος αἰῶνος καὶ τὴν λαμπρότητα καὶ τὴν ἐλευθέριαν οὐ δυνάμενοι συνιδεῖν·

13

(50)

ὅταν δὲ ὁ καιρὸς ἐπιστῇ τῶν ὠδίνων καὶ ἀποτέκῃ κατὰ τὴν τῆς κρίσεως ἡμέραν οὓς ὑπεδέξατο πάντας ἀνθρώπους ὁ βίος ὁ παρών· τὰ μὲν ἐξαμβλωθέντα ἀπὸ σκότους εἰς σκότος ἔρχε‐ ται, καὶ ἀπὸ θλίψεως εἰς θλῖψιν χαλεπωτέραν, τὰ δὲ ἄρτια ἀπηρτισμένα καὶ τῆς βασιλικῆς εἰκόνος τοὺς χαρακτῆρας
55διαφυλάξαντα παραστήσονται τῷ βασιλεῖ, καὶ τὴν λειτουργίαν ἀναδέξονται ἐκείνην, ἣν ἄγγελοι καὶ ἀρχάγγελοι τῷ πάντων διακονοῦνται θεῷ. Μὴ τοίνυν εἰς τέλος τούτους ἡμῖν ἀφανίσῃς τοὺς χαρακτῆ‐ ρας, ὦ φίλος, ἀλλὰ ταχέως αὐτοὺς ἀνακτησάμενος ἐπὶ τὸ
60βέλτιον διατύπωσον. Τὸ μὲν γὰρ κάλλος τὸ σωματικὸν εἴσω τῶν τῆς φύσεως ὅρων συνέκλεισεν ὁ θεὸς, ἡ δὲ τῆς ψυχῆς
ὥρα τῆς μὲν ἐκεῖθεν ἀνάγκης καὶ δουλείας ἀπήλλακται, ἅτε δὴ πολλῷ βελτίων οὖσα τῆς σωματικῆς εὐμορφίας, ἐφ’ ἡμῖν δὲ ἅπασα κεῖται καὶ τῇ ῥοπῇ τοῦ θεοῦ. Φιλάνθρωπος γὰρ ὢν156
65ὁ Δεσπότης ἡμῶν καὶ ἐν τούτῳ μάλιστα τὸ ἡμέτερον ἐτίμησεν γένος, τὰ μὲν ἐλάττονα καὶ εἰς οὐδὲν μέγα συντελοῦντα ἡμῖν ἀλλ’ ὅπως ἂν συμπέσῃ ἀδιάφορα ὄντα, τῇ τῆς φύσεως ἐπιτρέ‐ ψας ἀνάγκῃ, τῶν δὲ ὄντως καλῶν ἡμᾶς ποιήσας εἶναι δημιουργούς. Εἰ μὲν γὰρ καὶ τοῦ σωματικοῦ κάλλους ἡμᾶς
70ἐποίησεν εἶναι κυρίους, καὶ φροντίδα ἂν περιττὴν ἐδεξάμεθα καὶ ἐν τοῖς οὐδὲν ὠφελοῦσιν τὸν ἅπαντα ἂν ἀπησχολήσαμεν χρόνον καὶ τῆς ψυχῆς σφόδρα ἂν ἠμελήσαμεν. Ὅπου γὰρ νῦν οὐκ οὔσης ἡμῖν τῆς ἐξουσίας ταύτης ἅπαντα πράττομεν καὶ βιαζόμεθα καὶ σκιαγραφίαις καλλύνομεν ἑαυτούς, ἐπειδὴ τῇ
75ἀληθείᾳ μὴ δυνάμεθα, καὶ χρώμασι καὶ βαφαῖς καὶ συνθέσεσι τριχῶν καὶ ἱματίων περιβολαῖς καὶ στροφαῖς ὀφθαλμῶν καὶ πολλοῖς ἑτέροις μηχανήμασι τὰ τοιαῦτα σοφιζόμεθα κάλλη, τίνα ἂν τῇ ψυχῇ καὶ τοῖς σπουδαίοις σχολὴν ἀπενείμαμεν, εἰ πρὸς τὴν ὄντως αὐτὸ εὐμορφίαν μεταθεῖναι εἴχομεν. Τάχα
80γὰρ οὐδ’ ἂν ἐγένετο ἡμῖν ἔργον ἕτερόν τι ἐν τῷ βίῳ εἰ τοῦτο ἔργον ἡμέτερον ἦν. Ἀλλὰ πάντα τὸν χρόνον ἂν ἀνηλώσαμεν, τὴν μὲν δουλίαν καλλωπίζοντες μυρίοις καλλωπισμοῖς, τὴν δὲ ταύτης κυρίαν παντὸς ἀνδραπόδου μᾶλλον ἐν ἀμορφίᾳ καὶ
ῥᾳθυμίᾳ ἐῶντες κεῖσθαι διὰ παντός. Διὰ τοῦτο ταύτης ἡμᾶς158
85τῆς κακοσχολίας ἀπαλλάξας ὁ θεὸς τοῦ βελτίονος ἡμῖν τὴν τέχνην ἐνέθηκε, καὶ ὁ τὸ σῶμα μὴ δυνάμενος εὔμορφον ποιῆ‐ σαι ἐξ εἰδεχθοῦς, οὗτος τὴν ψυχήν, κἂν εἰς ἐσχάτην δυσει‐ δείαν κατενεχθῇ, εἰς αὐτὴν τῆς ὥρας ἀναγαγεῖν δυνήσεται τὴν κορυφήν, καὶ οὕτως ἐπέραστον ποιῆσαι καὶ ποθεινήν,
90ὥστε μὴ μόνον τοὺς ἄνδρας τοὺς ἀγαθοὺς εἰς ἐπιθυμίαν αὐτῆς ἐλθεῖν ἀλλὰ καὶ αὐτὸν τὸν τῶν ἁπάντων βασιλέα, θεόν, καθὼς καὶ ὁ ψαλμῳδὸς περὶ τούτου τοῦ κάλλους διαλεγόμενος ἔλεγεν· «Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.»

14

Οὐχ ὁρᾷς καὶ ἐν τοῖς χαμαιτυπείοις τῶν γυναικῶν, ὅτι τὰς μὲν εἰδεχθεῖς καὶ ἀναισχύντους μονομάχοι καὶ θηριο‐ μάχοι καὶ δραπέται μόλις ἂν πρόσοιντο, εἰ δέ πού τις εὔμορ‐ φος καὶ εὐγενὴς καὶ αἰσχυντηλὴ κατά τινα περίστασιν εἰς
5ταύτην ἔλθοι τὴν ἀνάγκην, οὐδὲ τῶν σφόδρα λαμπρῶν καὶ μεγάλων ἀνδρῶν τὸν ἐκείνης τις γάμον ἐρυθριάσειεν; Εἰ δὲ παρὰ ἀνθρώποις τοσοῦτος ἔλεος καὶ τοσαύτη δόξης ὑπεροψία, ὥστε τὰς πολλάκις καταισχυνθείσας ἐπὶ τοῦ τέγους ἀπαλ‐ λάξαι τῆς δουλείας ἐκείνης καὶ ἐν τάξει ἔχειν γυναικῶν,
10πολλῷ μᾶλλον ἐπὶ τοῦ θεοῦ τοῦτο ἔσται, καὶ τῶν ψυχῶν τῶν ἀπὸ τῆς ἄνωθεν εὐγενείας κατὰ τὴν τοῦ διαβόλου τυραννίδα
εἰς τὸ τοῦ παρόντος βίου χαμαιτυπεῖον καταπεσουσῶν. Καὶ τούτων εὑρήσεις τῶν παραδειγμάτων τοὺς προφήτας πεπλη‐ ρωμένους, ὅταν διαλέγωνται τῇ Ἰερουσαλήμ. Καὶ γὰρ ἐκείνην160
15εἰς πορνείαν ἐκπεσοῦσαν, πορνείαν τινὰ καινοτέραν, καθὼς καὶ ὁ Ἰεζεκιήλ φησιν· «Πάσαις πόρναις δίδοται μισθώματα, σὺ δὲ προσεδίδους μισθώματα, καὶ ἐγένετο ἐν σοὶ διεστραμμέ‐ νον παρὰ πάσας τὰς γυναῖκας.» Καὶ πάλιν ἕτερος· «Ἐκάθι‐ σας προσδοκῶσα αὐτοὺς ὡσεὶ κορώνη ἠρημωμένη.» Ταύτην
20οὖν τὴν οὕτω πορνεύσασαν ἀνακαλεῖται πάλιν ὁ θεός. Καὶ γὰρ ἡ αἰχμαλωσία ἡ γενομένη, οὐ τιμωρίας τοσοῦτον ἦν ὅσον ἐπιστροφῆς καὶ διορθώσεως· ἐπεί, εἰ κολάσαι αὐτοὺς καθάπαξ ἐβούλετο ὁ θεός, οὐκ ἂν πάλιν ἐπανήγαγεν οἴκαδε, οὐκ ἂν μείζονα καὶ λαμπροτέραν καὶ τὴν πόλιν καὶ τὸν ναὸν κατεσ‐
25κεύασεν. «Ἔσται γάρ, φησίν, ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν ἔμπροσθεν.» Εἰ δὲ τὴν πολλάκις ἐκπορνεύ‐ σασαν οὐκ ἀπέκλεισεν τῆς μετανοίας ὁ θεός, πολλῷ μᾶλλον τῆς σῆς ἀνθέξεται ψυχῆς, τοῦτο πρῶτον πεσούσης τὸ πτῶμα. Οὐδεὶς γάρ, οὐδεὶς σωμάτων ἐραστής, κἂν σφόδρα ᾖ μανικός,
30οὕτω τῆς ἐρωμένης περικάεται τῆς αὐτοῦ, ὡς ὁ θεὸς τῆς σωτηρίας τῶν ἡμετέρων ἐφίεται ψυχῶν· καὶ τοῦτο ἔνεστι μὲν καὶ ἐκ τῶν καθ’ ἑκάστην ἡμέραν γινομένων ἰδεῖν ἔνεστι δὲ καὶ ἀπὸ τῶν θείων Γραφῶν. Ὅρα γοῦν καὶ ἐν τοῖς προοιμίοις τοῦ Ἰερεμίου καὶ πολλα‐
35χοῦ δὲ τῶν προφητῶν, καταφρονούμενον αὐτὸν καὶ ὑπερορώ‐ μενον, καὶ πάλιν ἐπιτρέχοντα καὶ διώκοντα τὴν φιλίαν τῶν
ἀποστρεφομένων αὐτόν· ὅπερ καὶ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις ἐδήλου λέγων· «Ἰερουσαλήμ, Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς162
40αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρό‐ πον ἐπισυνάγει ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ οὐκ ἠθελήσατε;» Καὶ ὁ Παῦλος δὲ Κορινθίοις ἐπιστέλλων ἔλεγεν· «Ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλ‐ λάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα
45αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ καταλλάγητε τῷ θεῷ.» Τοῦτο καὶ πρὸς ἡμᾶς εἰρῆσθαι νόμιζε νῦν. Οὐ γὰρ ἀπιστία μόνον ἀλλὰ καὶ βίος ἀκάθαρτος τὴν ἀπευκτὴν ταύτην ἱκανὸς ἔχθραν

14

(50)

ἐργάσασθαι. «Τὸ γὰρ φρόνημα, φησί, τῆς σαρκός, ἔχθρα εἰς θεόν.» Καταλύσωμεν οὖν τοῦτο τὸ διάφραγμα καὶ διέλωμεν καὶ θῶμεν νεκρόν, ἵνα τῆς μακαρίας τύχωμεν καταλλαγῆς, ἵνα γενώμεθα πάλιν ἐπέραστοι καὶ ποθεινοὶ τῷ θεῷ. Οἶδα ὅτι θαυμάζεις τὴν Ἑρμιόνης ὥραν νῦν, καὶ τῆς
55εὐμορφίας ἐκείνης οὐδὲν ὅμοιον εἶναι κρίνεις ἐπὶ τῆς γῆς· ἀλλ’ ἐὰν θέλῃς, ὦ φίλος, τοσοῦτον αὐτῆς εὐπρεπέστερος ἔσῃ καὶ ὡραιότερος ὅσον τῶν πηλίνων οἱ χρυσοῖ βελτίους ἀν‐ δριάντες εἰσίν. Εἰ γὰρ ἐπὶ τοῦ σώματος τὸ κάλλος οὕτω τὰς τῶν πολλῶν ἐκπλήττει ψυχὰς καὶ ἀναπτηροῖ, ὅταν ἐν τῇ ψυχῇ
60τοῦτο ἀποστίλβῃ, τί ἴσον τοῦ οὕτω καλοῦ καὶ ὡραίου γένοιτ’
ἄν; Ἡ μὲν γὰρ τούτου τοῦ κάλλους ὑπόστασις οὐδὲν ἕτερόν ἐστιν ἢ φλέγμα καὶ αἷμα καὶ ῥεῦμα καὶ χολὴ καὶ τροφῆς δια‐ μασηθείσης χυλός. Τούτοις γὰρ καὶ οἱ ὀφθαλμοὶ καὶ αἱ παρειαὶ καὶ τὰ λοιπὰ πάντα ἄρδεται, κἂν μὴ καθ’ ἑκάστην164
65ἡμέραν δέξηται τὴν ἀρδείαν ἐκείνην ἀπὸ τῆς γαστρὸς καὶ τοῦ ἥπατος ἀνιοῦσαν, τοῦ δέρματος παρὰ τὸ προσῆκον ὑφιζάνον‐ τος, τῶν τε ὀφθαλμῶν κοιλαινομένων, εὐθέως ἡ πᾶσα τῆς ὄψεως ἀφίπταται ὥρα. Ὥστε ἐὰν ἐννοήσῃς τί μὲν τῶν καλῶν ἔνδον ἀπόκειται ὀφθαλμῶν, τί δαὶ τῆς εὐθείας ῥινός, τί δαὶ
70τοῦ στόματος καὶ τῶν παρειῶν, οὐδὲν ἕτερον ἢ τάφον κεκο‐ νιαμένον εἶναι φήσεις τοῦ σώματος τὴν εὐμορφίαν· τοσαύτης ἔνδον ἀκαθαρσίας ἐστὶ μεστή. Εἶτα ῥάκος μὲν ἰδὼν ἔχον τι τούτων, οἷον ἢ φλέγμα ἢ σίελον, οὐδὲ ἄκροις ψαῦσαι τοῖς δακτύλοις ὑπομένεις, ἀλλ’ οὐδὲ ἰδεῖν ἀνέχῃ· πρὸς δὲ τὰ τα‐
75μιεῖα τούτων καὶ τὰς ἀποθήκας ἐπτόησαι. Ἀλλ’ οὐ τό γε σὸν κάλλος τοιοῦτον ἦν, ἀλλ’ ὅσον τῆς γῆς βελτίων ὁ οὐρανός· μᾶλλον δὲ καὶ πολλῷ τούτου λαμπρότερόν τε καὶ ἄμεινον. Ψυχὴν γὰρ σώματος μὲν γεγυμνωμένην οὐδεὶς εἶδεν οὐδαμοῦ· ὅμως δὲ καὶ οὕτως ἑτέρωθέν σοι παραστῆσαι
80τὸ ταύτης πειράσομαι κάλλος. Πόθεν οὖν ἐπιδείξω τοῦτο; Ἀπὸ τῶν οὐρανίων δυνάμεων· ἄκουσον γοῦν πῶς, τὸν τῶν ὑπερφυῶν ἐπόπτην ἡ τούτων ὡραιότης ἐξέπληξεν· βουλόμενος γὰρ αὐτῶν παραστῆσαι τὸ κάλλος καὶ οὐκ ἔχων σῶμα τοιοῦτον
εὑρεῖν, ἐπὶ τὰς μεταλλικὰς ὕλας κατέφυγεν, καὶ οὐδὲ ταύταις166
85ἠρκέσθη μόναις, ἀλλὰ καὶ τὴν τῆς ἀστραπῆς λαμπρότητα εἰς τὸ ὑπόδειγμα παρελάμβανεν. Εἰ δὲ μὴ καθαρὰς μηδὲ γυμνὰς φήνασαι τὰς ἑαυτῶν οὐσίας ἐκεῖναι, ἀλλ’ ἀμυδρῶς σφόδρα καὶ συνεσκιασμένως, ὅμως οὕτω διέλαμψαν, ὁποίας αὐτὰς εἰκὸς παντὸς ἀπηλλαγμένας παραπετάσματος φαίνεσθαι. Τοιοῦτόν
90τι καὶ περὶ τοῦ κάλλους τῆς ψυχῆς φαντάζεσθαι χρή. «Ἔσον‐ ται γάρ, φησίν, ὡς ἄγγελοι.»

15

Καὶ ἐπὶ τῶν σωμάτων δὲ τὰ κουφότερα καὶ λεπτότερα καὶ πρὸς τὴν ἐπὶ τὰ ἀσώματα φέρουσαν ὁδὸν ἀνακεχωρηκότα, πολλῷ μᾶλλον βελτίω καὶ θαυμαστότερα τῶν ἑτέρων ἐστίν. Τῆς γοῦν γῆς ὁ οὐρανὸς καὶ τοῦ ὕδατος τὸ πῦρ καὶ οἱ ἀστέρες
5τῶν λίθων εἰσὶν ὡραιότεροι· καὶ τὴν ἶριν δὲ πολλῷ πλέον ἴων καὶ ῥόδων καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐπὶ γῆς θαυμάζομεν ἀνθῶν. Καὶ ὅλως, εἴ γε ἐνῆν τοῖς σωματικοῖς ὀφθαλμοῖς τὸ τῆς ψυχῆς κάλλος ἰδεῖν, κατεγέλασας ἂν τούτων τῶν σωματι‐ κῶν ὑποδειγμάτων· οὕτως ἀσθενῶς ἡμῖν τὴν τῆς ψυχῆς
10παραστησάντων ὡραιότητα. Μὴ δὴ τοιούτου κτήματος μηδὲ τοσαύτης μακαριότητος ἀμελήσωμεν καὶ μάλισθ’ ὅταν εὔκολος ἡμῖν ἡ ἐπάνοδος πρὸς ἐκεῖνο τὸ κάλλος ταῖς τῶν μελλόντων ἐλπίσιν γίνηται· «Τὸ γὰρ παραυτίκα, φησίν, ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος
15δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα,
ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.» Εἰ δὲ θλίψεις ἐλαφρὰς ἐκάλεσεν καὶ κούφας ὁ μακάριος Παῦλος, διὰ τὸ μὴ σκοπεῖν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα, πολλῷ μᾶλλον τὸ παύσασθαι ἀσελγαί‐168
20νοντα φορητόν. Οὐδὲ γὰρ ἐπὶ τοὺς κινδύνους σε καλοῦμεν τέως ἐκείνους, οὐδ’ ἐπὶ τοὺς θανάτους τοὺς καθημερινούς, τοὺς διωγμοὺς τοὺς συνεχεῖς, τὰς μάστιγας, τὰ δεσμά, τὴν πρὸς τὴν οἰκουμένην ἀπέχθειαν, τὸ παρὰ τῶν οἰκείων μῖσος, τὰς ἀγρυπνίας τὰς ἐπαλλήλους, τὰς ὁδοιπορίας τὰς μακράς,
25τὰ ναυάγια, τὰς τῶν λῃστῶν ἐφόδους, τὰς παρὰ τῶν συγγε‐ νῶν ἐπιβουλάς, τὰς ὑπὲρ τῶν φίλων ὀδύνας, τὸν λιμόν, τὸν κρυμόν, τὴν γυμνότητα, τὴν πύρωσιν, τὴν ἀθυμίαν τὴν ὑπὲρ τῶν αὐτοῦ, τὴν ὑπὲρ τῶν οὐκ αὐτοῦ. Οὐδὲν τούτων ἀπαιτοῦ‐ μεν τέως, ἀλλὰ τοσοῦτον ἀξιοῦμεν μόνον, τῆς ἐπαράτου δου‐
30λείας ἀπαλλαγῆναι, καὶ πρὸς τὴν προτέραν ἐλευθερίαν ἐπ‐ ανελθεῖν, ἐννοήσαντα καὶ τὴν ἐκ τῆς ἀσελγείας κόλασιν, καὶ τὴν ἐκ τοῦ προτέρου βίου τιμήν. Τὸ μὲν γὰρ τοὺς ἀπιστοῦν‐ τας τῷ τῆς ἀναστάσεως λόγῳ ῥᾳθύμως διακεῖσθαι, καὶ μηδέ‐ ποτε ἐν τοιούτῳ γίνεσθαι φόβῳ, θαυμαστὸν οὐδέν. Τὸ δὲ ἡμᾶς
35τοὺς τῶν ἐνθάδε μᾶλλον τὰ ἐκεῖ πεπεισμένους οὕτως ἀθλίως διάγειν καὶ ταλαιπώρως, καὶ μηδὲν ὑπὸ τῆς μνήμης πάσχειν δεινόν, ἀλλ’ εἰς ἐσχάτην ἀναισθησίαν καταπεσεῖν, τοῦτο πολλῆς ἀλογίας γέμον ἐστίν. Ὅταν γὰρ οἱ πιστεύοντες τὰ τῶν ἀπίστων διαπραττώμεθα, μᾶλλον δὲ κἀκείνων ἀθλιώτερον
40διακεώμεθα, εἰσὶ γὰρ πολλοί, καὶ ἐν αὐτοῖς, οἳ κατὰ τὴν τοῦ βίου διέλαμψαν ἀρετήν, τίς ἡμῖν ἔσται παράκλησις, ποία συγ‐ γνώμη λοιπόν; Καὶ ναυαγίῳ μὲν περιπεσόντες πολλοὶ τῶν ἐμπόρων, οὐκ ἀνέπεσαν, ἀλλὰ πάλιν ἐπέβησαν τῆς αὐτῆς ὁδοῦ, καὶ ταῦτα170
45οὐ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν, ἀλλὰ παρὰ τὴν τῶν πνευμάτων ἀνάγκην τῆς ζημίας γεγενημένης αὐτοῖς· ἡμεῖς δὲ οἱ περὶ τοῦ τέλους θαρρεῖν ἔχοντες καὶ ἀκριβῶς εἰδότες ὅτι μὴ βου‐ λομένων ἡμῶν, οὔτε ναυάγιον, οὔτε ἡ περὶ τὸ τυχὸν ἡμῖν ζημία συμβήσεται, οὐχ ἁψόμεθα πάλιν αὐτῶν καὶ ἐμπορευσό‐

15

(50)

μεθα καθάπερ καὶ πρότερον, ἀλλὰ κεισόμεθα ἀργοῦντες καὶ τὰς χεῖρας παρ’ ἑαυτοῖς ἔχοντες; Καὶ εἴθε παρ’ ἑαυτοῖς μόνον, καὶ μὴ καθ’ ἑαυτῶν, ὅπερ λαμπρᾶς μανίας ἐστίν. Καὶ γάρ, εἴ τις τῶν πυκτευόντων τὸν ἀνταγωνιστὴν ἀφεὶς κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τρέποι τὰς χεῖρας καὶ τὴν οἰκείαν ὄψιν
55συγκόπτοι, ἆρα, εἰπέ μοι, οὐ μετὰ τῶν μαινομένων αὐτὸν κα‐ τατάξομεν; Ὑπεσκέλισεν ἡμᾶς ὁ διάβολος καὶ κατέβαλεν οὐκοῦν ἐξαναστῆναι δεῖ, οὐχ ὑποσύρεσθαι πάλιν καὶ κατακρη‐ μνίζειν ἑαυτούς, καὶ ταῖς παρ’ ἐκείνου πληγαῖς προστιθέναι τὰς παρ’ ἑαυτῶν.
60 Καὶ γὰρ καὶ ὁ μακάριος Δαυῒδ ἔπεσεν πτῶμα τοιοῦτον οἷόν περ καὶ σὺ νῦν· καὶ οὐ τοιοῦτον μόνον, ἀλλὰ καὶ ἕτερον ἐφεξῆς, τὸ τοῦ φόνου λέγω. Τί οὖν; ἔμεινε κείμενος; καὶ οὐ
διανέστη καὶ πάλιν παρετάξατο πρὸς τὸν ἐχθρόν; Οὕτω μὲν οὖν αὐτὸν κατεπάλαισεν ὡς δυνηθῆναι καὶ τελευτήσας προσ‐172
65τῆναι τῶν ἐκγόνων τῶν αὑτοῦ. Τῷ γοῦν Σολομῶντι τὴν μεγά‐ λην ἐκείνην παρανομίαν τετολμηκότι καὶ μυρίων ἀξίῳ γενο‐ μένῳ θανάτων, διὰ τὸν Δαυῒδ ὁ θεός φησιν ἀφεῖναι τὴν βασιλείαν ὁλόκληρον, οὑτωσὶ λέγων· «Διαρρήσσων διαρρήξω τὴν βασιλείαν ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου.
70Πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω ταῦτα.» Διὰ τί; «Διὰ Δαυῒδ τὸν πατέρα σου· ἐκ χειρὸς τοῦ υἱοῦ σου λήψομαι αὐτήν.» Καὶ τῷ Ἐζεκίᾳ δὲ μέλλοντι κινδυνεύειν ὑπὲρ τῶν ἐσχάτων, καίτοι γε ὄντι δικαίῳ, πάλιν διὰ τὸν μακάριον ἐκεῖ‐ νον ἐπαγγέλλεται βοηθεῖν, λέγων· «Ὑπερασπιῶ γάρ, φησίν,
75ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτήν, δι’ ἐμὲ καὶ διὰ Δαυῒδ τὸν δοῦλόν μου.» Τοσαύτη τῆς μετανοίας ἡ ἰσχύς. Εἰ δὲ ἐκεῖνος ταῦτα ἐβουλεύσατο, ἅπερ καὶ σὺ νῦν, καὶ ἐν ἑαυτῷ εἶπεν ὅτι λοιπὸν ἀδύνατον ἐξιλεώσασθαι τὸν θεόν· «Ἐτίμησεν γάρ με τιμὴν μεγάλην καὶ εἰς προφήτας ἐνέταξεν καὶ τὴν
80ἀρχὴν τῶν ὁμοφύλων ἐνεχείρισεν καὶ μυρίων κινδύνων ἐξ‐ ήρπασεν, πῶς οὖν δυνήσομαι μετὰ τοσαύτας εὐεργεσίας
προσκεκρουκὼς καὶ 〈εἰσ〉 τὰ τῶν αἰσχίστων, ὀλισθήσας, ἵλεω καταστῆσαι πάλιν αὐτόν;» Εἰ ταῦτα ἐνενόησεν, οὐ μόνον τὰ μετὰ ταῦτα οὐκ ἂν ἔπραξεν, ἀλλὰ καὶ τὰ πρότερα ἐπέτριψεν174
85ἄν.

16

Οὐδὲ γὰρ τὰ ἐν τοῖς σώμασιν τραύματα μόνα θάνατον ἐργάζεσθαι πέφυκεν ἀμελούμενα, ἀλλὰ καὶ τὰ τῆς ψυχῆς. Καὶ ὅμως εἰς τοσοῦτον ἀνοίας ἠλάσαμεν ἡμεῖς, ὡς ἐκείνων μὲν ἐπιμελεῖσθαι σφοδρῶς, τούτων δὲ ὑπερορᾶν· καίτοι γε
5ἐπὶ μὲν τῶν σωμάτων ἀνίατα πολλὰ πολλάκις συμβαίνειν εἰκός, καὶ οὐδὲν ἀπαγορεύομεν, ἀλλὰ συνεχῶς τῶν ἰατρῶν λεγόντων ἀκούοντες, ὅτι τοῦτο τὸ πάθος ἀφανίσαι φαρμάκοις οὐκ ἔνι, ὅμως ἐπικείμεθα παρακαλοῦντες παραμυθίαν γοῦν τινα ἐπινοῆσαι μικράν· ἐπὶ δὲ τῶν ψυχῶν ἔνθα οὐδέν ἐστιν
10ἀνίατον νόσημα, οὐ γὰρ ὑπὸ τὴν τῆς φύσεως ἀνάγκην ἐστίν, ἐνταῦθα ὡς ἀλλοτρίων ὄντων παθῶν οὕτως ἀμελοῦμεν καὶ ἀπο‐ γινώσκομεν· καὶ ἔνθα μὲν ἡ τῶν νοσημάτων φύσις εἰς ἀπόγνω‐ σιν ἡμᾶς ἐμβάλλειν εἴωθεν, καθάπερ τῶν πολλὰς ἐλπίδας ἐχόντων ὑγιείας ἐπιμελούμεθα· ἔνθα δὲ οὐδὲν ὅπερ ἀπαγορεῦ‐
15σαι χρή, ὥσπερ τῶν ἀπεγνωσμένων ἀφιστάμεθα καὶ παραμε‐ λοῦμεν· τοσοῦτον πλείονα τοῦ σώματος ἢ τῆς ψυχῆς τὸν πόθον ἔχομεν. Διά τοι τοῦτο οὐδὲ τὸ σῶμα διασῶσαι δυνάμεθα. Ὁ μὲν γὰρ τοῦ προηγουμένου παραμελῶν, καὶ περὶ τὸ ἔλαττον ἅπασαν τὴν σπουδὴν ἐπιδεικνύμενος, ἀμφότερα καταλύει καὶ
20ἀπόλλυσιν· ὁ δὲ τάξιν φυλάττων καὶ τὸ κυριώτερον θερα‐ πεύων, κἂν ἀμελήσῃ τοῦ δευτέρου, διὰ τῆς τοῦ προτέρου σωτηρίας, καὶ τοῦτο διέσωσεν. Ὅπερ καὶ ὁ Χριστὸς ἡμῖν παραδηλῶν ἔλεγεν. «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβηθῆτε176
25δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι εἰς γέενναν.» Ἆρά σε πείθομεν ὅτι οὐδέποτε τῶν τῆς ψυχῆς ὡς ἀνιάτων ἀπογινώσκειν δεῖ παθῶν ἢ λογισμοὺς καὶ ἑτέρους πάλιν ἀνακινῆσαι χρή; Κἂν γὰρ μυριάκις ἀπογνῷς σεαυτοῦ, ἡμεῖς οὐκ ἀπογνωσόμεθά σού ποτε, οὐδὲ ὅπερ ἑτέροις ἐγκα‐
30λοῦμεν αὐτοὶ πεισόμεθα· καίτοι γε οὐκ ἔστιν ἴσον αὐτόν τινα ἀπελπίζειν ἑαυτόν, καὶ ἕτερον αὐτόν. Ὁ μὲν γὰρ ὑφ’ ἑτέρου ταύτην ἔχων τὴν ἀπόνοιαν, κἂν συγγνωσθείη ταχέως· ὁ δὲ αὐτὸς περὶ ἑαυτοῦ οὐκέτι. Τί δήποτε; Ὅτι αὐτὸς μὲν οὐκ ἔστι κύριος τῆς ἐκείνου σπουδῆς καὶ μετανοίας, τῆς δὲ ἑαυ‐
35τοῦ τὴν ἐξουσίαν ἔχει μόνος αὐτός. Ἀλλ’ ὅμως οὐδὲ οὕτως ἀπογνωσόμεθά σου, κἂν μυριάκις τοῦτο πάθῃς, ἴσως γὰρ ἴσως ἔσται τις ἐπάνοδος πρὸς τὴν ἀρετὴν καὶ ἀποκατάστασις πρὸς τὸν πρότερον βίον. Ἄκουε δὲ καὶ τῶν ἑξῆς. Οἱ Νιν‐ ευΐται τοῦ προφήτου διατεινομένου καὶ σαφῶς ἀπειλοῦντος
40ἀκούσαντες ὅτι· «Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστρα‐
φήσεται», οὐδὲ οὕτως ἀνέπεσαν, ἀλλὰ καίτοι μὴ θαρροῦντες ὅτι πείσουσιν τὸν θεόν, μᾶλλον δὲ καὶ τοὐναντίον ὑποπτεύειν ἔχοντες ἀπὸ τοῦ χρησμοῦ· οὐ γὰρ μετὰ διορισμοῦ τινος εἴρητο τὸ λεχθέν, ἀλλ’ ἀπόφασις ἦν καθαρά, καὶ οὕτω τὴν μετάνοιαν178
45ἐπεδείκνυντο λέγοντες· «Τίς οἶδεν εἰ μετανοήσει καὶ παρα‐ κληθήσεται ὁ θεὸς καὶ ἀποστρέψει ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ, [καὶ οὐ μὴ ἀπολώμεθα.» Εἶτα ἐπάγει· «Καὶ εἶδεν ὁ θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονη‐ ρῶν καὶ μετενόησεν ὁ θεὸς ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησεν τοῦ ποιῆ‐

16

(50)

σαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.»] Εἰ δὲ ἄνθρωποι βάρβαροι καὶ ἀλόγιστοι τοσοῦτον ἠδυνήθησαν συνιδεῖν, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο ποιεῖν χρή, τοὺς τὰ θεῖα δόγματα παιδευθέντας καὶ τῶν τοιούτων παραδειγμάτων καὶ ἐν ῥήμασιν καὶ ἐν πράξεσιν πολὺ τὸ πλῆθος ἑορακότας· «Οὐ γάρ εἰσιν, φησίν, αἱ βουλαί
55μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ αἱ ὁδοί μου ὥσπερ αἱ ὁδοὶ ὑμῶν· ἀλλ’ ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τοσοῦτον ἀπέχει τὰ διανοήματά μου ἀπὸ τῶν διανοιῶν ὑμῶν, καὶ αἱ βουλαί μου ἀπὸ τῶν βουλῶν ὑμῶν.» Εἰ δὲ ἡμεῖς τοὺς ἀπὸ τύχης προσκεκρουκότας τῶν οἰκετῶν, ἂν ἐπαγγέλλωνται γενέ‐
60σθαι βελτίους, καὶ προσιέμεθα καὶ πάλιν ἐπὶ τῆς προτέρας ἄγομεν τιμῆς, πολλάκις δὲ καὶ πλείονος αὐτοῖς τῆς παρρησίας μεταδίδομεν, οὐ πολλῷ μᾶλλον αὐτός; Εἰ μὲν γὰρ διὰ τοῦτο ἐποίησεν ἡμᾶς ἵνα κολάσῃ, καλῶς ἂν ἀπεγνώκεις καὶ ἠμφι‐ σβήτεις ὑπὲρ τῆς σωτηρίας τῆς ἑαυτοῦ· εἰ δὲ δι’ οὐδὲν ἕτερον
65ἢ δι’ ἀγαθότητα μόνην ἐδημιούργησεν ἡμᾶς, ἵνα τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν καὶ ἄθλων καὶ πάντα ὑπὲρ τούτου ποιεῖ καὶ πραγματεύεται ἐκ πρώτης ἡμέρας εἰς τὸ παρόν, τί ποτέ ἐστι τὸ ποιοῦν ἐνδοιάζειν ἡμᾶς; Σφόδρα αὐτὸν παρωργίσαμεν καὶ ὡς οὐδεὶς ἀνθρώπων ἕτερος. Οὐκοῦν διὰ τοῦτο μάλιστα180
70ἀποστῆναι τῶν παρόντων δεῖ καὶ μεταγνῶναι ἐπὶ τοῖς προγε‐ γενημένοις καὶ πολλὴν ἐπιδείξασθαι τὴν μεταβολήν. Οὐδὲ γὰρ οὕτως αὐτὸν τὰ ἅπαξ τολμηθέντα ὑφ’ ἡμῶν παροξῦναι δύναιτ’ ἄν, ὡς τὸ μηδὲ θελῆσαι καὶ μεταβαλέσθαι λοιπόν. Τὸ μὲν γὰρ ἁμαρτεῖν ἴσως ἀνθρώπινον, τὸ δὲ ἐπιμεῖναι ἐπὶ τοῖς αὐτοῖς,
75τοῦτο οὐκ ἀνθρώπινον λοιπόν, ἀλλ’ ὅλον σατανικόν. Ὅρα γοῦν καὶ διὰ τοῦ προφήτου πῶς τοῦτο μᾶλλον ἐκείνου μέμφεται ὁ θεός· «Καὶ εἶπον γάρ, φησίν, μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν.» Καὶ ἑτέρωθι πάλιν τὴν πολλὴν ῥοπὴν ἣν ἔχει πρὸς τὴν σωτηρίαν
80τὴν ἡμετέραν ἐπιδεῖξαι βουλόμενος, ἐπειδὴ μετὰ τὰς πολλὰς παρανομίας ἐπηγγείλαντο τὴν ὀρθὴν βαδίζειν ὁδόν, ἀκούσας, φησίν, εἶπεν· «Τίς δώσει εἶναι οὕτω τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς, ὥστε φοβεῖσθαί με καὶ φυλάττειν τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας, ἵνα εὖ ᾖ αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν δι’
85αἰῶνος;» Καὶ ὁ Μωσῆς δὲ διαλεγόμενος αὐτοῖς ἔλεγεν· «Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ θεὸς αἰτεῖ παρά σου, ἀλλ’ ἢ φοβεῖ‐ σθαι Κύριον τὸν θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτόν;» Ὁ τοίνυν σπουδάζων φιλεῖσθαι παρ’ ἡμῶν, καὶ πάντα ὑπὲρ τούτου ποιῶν, καὶ μηδὲ τοῦ Μονο‐
90γενοῦς ὑπὲρ τῆς ἡμετέρας φεισάμενος φιλίας, καὶ ὅτε δήποτε ἂν καταλλαγῶμεν αὐτῷ τὸ πρᾶγμα τιθέμενος ἀγαπητόν, πῶς μετανοοῦντας οὐ δέξεται καὶ φιλήσει;182

17

Ἄκουε γοῦν καὶ διὰ τοῦ προφήτου τί φησιν· «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Καὶ τοῦτο δὲ ὑπὲρ τοῦ σφοδρὰν γενέσθαι τὴν πρὸς αὐτὸν φιλίαν ἀπαιτεῖ παρ’ ἡμῶν. Ὅταν γὰρ ὁ φιλῶν πολλὰ παρὰ τῶν φιλουμένων ὑβρι‐
5σθεὶς μηδὲ οὕτως σβέσῃ τὸν πόθον, δι’ οὐδὲν ἕτερον εἰς μέσον ἐνεχθῆναι σπουδάζει τὰς ὕβρεις ἐκείνας, ἀλλ’ ἵνα τὸ στερρὸν αὐτοῦ τῆς φιλίας ἐπιδειξάμενος, εἰς πλείονα ἐπισπάσηται καὶ συντονωτέραν ἀγάπην ἐκείνους. Εἰ δὲ τὸ ὁμολογῆσαι τὰ ἁμαρτήματα τοσαύτην ἔχει παραμυθίαν, πολλῷ μᾶλλον τὸ διὰ
10τῶν ἔργων αὐτῶν ἀπονίψασθαι. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἀλλὰ τοὺς ἅπαξ τῆς εὐθείας παρατραπέντας ὁδοῦ ἐπὶ τὰ πρότερα πάλιν ἐκώλυεν ἐπανελθεῖν, οὐδεὶς ἂν τάχα πλὴν ὀλίγων καὶ εὐαριθμήτων σφόδρα, εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσῆλθέν ποτε· νῦν δὲ τοὺς μάλιστα λάμψαντας ἀπὸ τῶν πτωμάτων
15μεταγνόντας εὑρήσομεν. Οἱ γὰρ πολλὴν ἐν τοῖς κακοῖς ἐπιδει‐ ξάμενοι τὴν σφοδρότητα, καὶ ἐν τοῖς ἀγαθοῖς τὴν αὐτὴν ἐπιδείξονται πάλιν, συνειδότες ὅσων ἑαυτοὺς ὀφλημάτων ὑποχρέους κατέστησαν· ὅπερ οὖν καὶ ὁ Χριστὸς ἐδήλωσεν, ὅτε τῷ Σίμωνι περὶ τῆς γυναικὸς ἔλεγεν· «Βλέπεις γάρ,
20φησίν, τὴν γυναῖκα ταύτην. Εἰσῆλθον εἰς τὴν οἰκίαν σου, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν τοὺς
πόδας μου ἔβρεξεν καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν. Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ’ οὗ εἰσῆλθον, οὐ διέλιπεν τοὺς πόδας μου καταφιλοῦσα. Ἐλαίῳ οὐκ ἤλειψας τὴν κεφαλήν184
25μου· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου. Οὗ χάριν λέγω σοι ὅτι ἀφίενται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί, ὅτι ἠγάπησέν με πολύ. Ὧι δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. Εἶπεν δὲ αὐτῇ· ἀφέωνταί σοι αἱ ἁμαρτίαι.» Διὰ τοῦτο καὶ ὁ διάβολος, εἰδὼς ὅτι οἱ τὰ μεγάλα ἐργασά‐
30μενοι κακά, ὅταν ἄρξωνται μετανοεῖν, μετὰ πολλοῦ τοῦ τόνου τοῦτο πράττουσιν, ἅτε εἰδότες τὰ πλημμεληθέντα αὐτοῖς, δέδοικεν καὶ τρέμει μήποτέ τινα ἀρχὴν τοῦ πράγματος λάβω‐ σιν· μετὰ γὰρ τὸ λαβεῖν, ἀκάθεκτοι λοιπόν εἰσιν, καὶ πυρὸς δίκην ὑπὸ τῆς μετανοίας ἀναζέσαντες, χρυσίου καθαροῦ καθα‐
35ρωτέρας τὰς ἑαυτῶν ἀπεργάζονται ψυχάς, καθάπερ ὑπό τινος πνεύματος σφόδρα τοῦ συνειδότος καὶ τῆς μνήμης τῶν προ‐ τέρων ἁμαρτημάτων εἰς τὸν τῆς ἀπαθείας λιμένα ὠθούμενοι. Καὶ τοῦτό ἐστιν ᾧ πλεονεκτοῦσι τῶν οὐδαμῶς καταπεσόντων, ὅτι σφοδροτέρᾳ κέχρηνται τῇ προθυμίᾳ· μόνον, ὅπερ ἔφην, ἂν
40τῆς ἀρχῆς ἐπιλάβωνται. Τὸ γὰρ δυσχερὲς καὶ δυσκατόρθωτον τοῦτό ἐστι τὸ δυνηθῆναι ἐπιβῆναι τῆς εἰσόδου καὶ τῶν προθυ‐ ρῶν ἐφάψασθαι τῆς μετανοίας, καὶ τὸν ἐχθρὸν ἐκεῖ πῦρ πνέοντα καὶ ἐγκείμενον ἀπώσασθαι καὶ καταβαλεῖν. Μετὰ δὲ ταῦτα οὔτε ἐκεῖνος τοσαύτην ἐπιδείξεται τὴν μανίαν ἅπαξ
45ἡττηθείς, καὶ ἔνθα ἦν ἰσχυρὸς καταπεσών, ἡμεῖς τε μείζονα
τὴν προθυμίαν ληψόμεθα, καὶ μετὰ πολλῆς τῆς εὐκολίας δραμούμεθα τὸν καλὸν ἀγῶνα τοῦτον. Ἐπιλαβώμεθα τοίνυν τῆς ἐπανόδου λοιπόν, ἀναδράμωμεν εἰς τὴν πόλιν, τὴν ἐν τοῖς οὐρανοῖς, ἐν ᾗ καὶ ἀπεγράφημεν, ἐν ᾗ καὶ πολιτεύεσθαι186

17

(50)

προστετάγμεθα. Τὸ γὰρ ἀπογινώσκειν ἑαυτῶν, οὐ τοῦτο μόνον ἔχει κακόν, ὅτι τὰς πύλας ἡμῖν ἀποκλείει τῆς πόλεως ἐκεί‐ νης, οὐδ’ ὅτι εἰς μείζονα ῥᾳθυμίαν ἄγει καὶ καταφρόνησιν, ἀλλ’ ὅτι καὶ εἰς ἀπόνοιαν ἐμβάλλει σατανικήν. Καὶ γὰρ καὶ ὁ διάβολος οὐδαμόθεν ἑτέρωθεν τοιοῦτος ἐγένετο ἀλλ’ ἢ ἀπὸ τοῦ
55πρότερον μὲν ἀπογνῶναι, ὕστερον δὲ ἐκ τῆς ἀπογνώσεως εἰς τὴν ἀπόνοιαν ἐμπεσεῖν. Ψυχὴ γάρ, ἐπειδὰν ἅπαξ ἀπαγορεύσῃ τὴν σωτηρίαν τὴν ἑαυτῆς, οὐδὲ αἰσθήσεται λοιπὸν ὅπως κατακρημνίζεται, πάντα αἱρουμένη καὶ λέγειν καὶ ποιεῖν τὰ κατὰ τῆς σωτηρίας τῆς ἑαυτῆς. Καὶ καθάπερ οἱ μαινόμενοι,
60ἐπειδὰν ἅπαξ τῆς ὑγιοῦς ἐκπέσωσι καταστάσεως, οὐδὲν δεδοίκασιν, οὐδὲν αἰσχύνονται, ἀλλ’ ἀδεῶς ἅπαντα τολμῶσιν καὶ πράττουσιν κἂν εἰς πῦρ μέλλωσιν ἐμπίπτειν, κἂν εἰς πέλαγος, κἂν εἰς κρημνόν· οὕτω καὶ οἱ τῆς ἀπογνώσεως τῇ παραφροσύνῃ ληφθέντες ἀφόρητοι λοιπόν εἰσιν, πανταχοῦ
65τῆς κακίας διατρέχοντες, κἂν μὴ θάνατος αὐτοὺς ἐπελθὼν κωλύσῃ τῆς μανίας ἐκείνης καὶ τῆς φορᾶς, μυρία ἑαυτοὺς ἐργάζονται δεινά. Διὰ τοῦτο παρακαλῶ πρὶν σφόδρα ὑπὸ ταύ‐ της βαπτισθῆναί σε τῆς μέθης, ἀνανῆψαι καὶ διεγερθῆναι, καὶ τὴν σατανικὴν κραιπάλην ἀπώσασθαι, καὶ εἰ μὴ δυνατὸν
70ἀθρόως, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρόν. Ἐμοὶ μὲν γὰρ εὐκολώτε‐ ρον εἶναι φαίνεται τὸ πάντων ὁμοῦ τῶν κατεχόντων ἀποσπα‐
σθέντα σχοινίων μεταθεῖναι ἑαυτὸν εἰς τὸ τῆς μετανοίας γυμνάσιον. Εἰ δέ σοι τοῦτο δύσκολον εἶναι δοκεῖ, ὡς ἂν ἐθέλῃς, ἅψαι τῆς ὁδοῦ τῆς ἐπὶ τὰ κρείττω φερούσης, μόνον ἅψαι καὶ188
75ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς. Ναί, δέομαι καὶ ἀντιβολῶ, πρὸς τῆς εὐδοκιμήσεως τῆς προτέρας, πρὸς τῆς παρρησίας ἐκεί‐ νης, οὕτω πάλιν σε ἐπὶ τῆς κορυφῆς καὶ τῆς καρτερίας ἴδω‐ μεν τῆς αὐτῆς. Φεῖσαι τῶν σκανδαλιζομένων διὰ τὴν σὴν κεφαλήν, τῶν καταπιπτόντων, τῶν γινομένων ῥᾳθυμοτέρων,
80τῶν ἀπογινωσκόντων τὴν τῆς ἀρετῆς ὁδόν. Νῦν μὲν γὰρ κατή‐ φεια τὸν τῶν ἀδελφῶν ἔχει χορόν, ἡδονὴ δὲ καὶ εὐθυμία τὰ τῶν ἀπίστων συνέδρια καὶ 〈κωμῳδήματα〉 τὰ τῶν νέων ῥᾳθυ‐ μότερον διακειμένων. Ἂν δὲ ἐπανέλθῃς πάλιν ἐπ’ ἐκείνην τοῦ βίου τὴν ἀκρίβειαν, τοὐναντίον γενήσεται καὶ ἡ μὲν ἡμετέρα
85αἰσχύνη εἰς ἐκείνους μεταστήσεται πᾶσα, ἡμεῖς δὲ ἐν παρ‐ ρησίᾳ ἐσόμεθα πολλῇ, μετὰ πλείονος λαμπρότητος στεφανού‐ μενόν σε καὶ ἀνακηρυττόμενον ὁρῶντες πάλιν. Μείζονα γὰρ αἱ τοιαῦται νῖκαι φέρουσι καὶ τὴν εὐδοκίμησιν καὶ τὴν ἡδονήν. Οὐδὲ γὰρ τῶν οἰκείων κατορθωμάτων μόνον λήψῃ τὸν μισθόν,
90ἀλλὰ καὶ τῆς ἑτέρων παρακλήσεως καὶ παραμυθίας, ὑπόδειγμα μέγιστον ἐγκείμενος, εἴ ποτέ τις τοιούτοις περιπέσοι κακοῖς, πρὸς τὸ διαναστῆναι πάλιν καὶ ἀνακτήσασθαι ἑαυτόν.

18

Μὴ δὴ κέρδος παρίδῃς τοσοῦτο, μηδὲ καταγάγῃς εἰς ᾅδου μετὰ λύπης τὰς ἡμετέρας ψυχάς, ἀλλὰ δὸς ἡμῖν ἀναπνεῦ‐
σαι καὶ τὸ κατέχον ἡμᾶς διά σε τῆς ἀθυμίας ἀποσείσασθαι νέφος. Νῦν μὲν γὰρ τὰ οἰκεῖα παρέντες κακά, τὰς σὰς θρη‐190
5νοῦμεν συμφοράς· ἂν δὲ ἐθελήσῃς ἀνανῆψαι καὶ διαβλέψαι καὶ τῆς πολιτείας ἐπιλαβέσθαι τῆς ἀγγελικῆς, καὶ τούτου τοῦ πένθους ἀπαλλάξεις ἡμᾶς καὶ τῶν ἡμετέρων ἁμαρτημάτων ὑπομνήσεις. Ὅτι γὰρ ἔστιν τοὺς ἐκ μετανοίας πάλιν ἐπανελ‐ θόντας λάμψαι μέγα καὶ φαιδρὸν καὶ πλέον πολλάκις τῶν
10μηδὲ πεσόντων τὴν ἀρχήν, ἀπεδείξαμεν καὶ ἀπὸ τῶν θείων Γραφῶν. Οὕτω γοῦν καὶ οἱ τελῶναι καὶ αἱ πόρναι τὴν βασι‐ λείαν κληρονομοῦσιν τῶν οὐρανῶν, οὕτω πολλοὶ τῶν ἐσχάτων πρὸ τῶν ἔμπροσθεν τιθένται. Ἐρῶ δέ σοι καὶ τὰ ἐφ’ ἡμῶν γεγενημένα καὶ ὧν δυνήσῃ καὶ
15αὐτὸς γενέσθαι μάρτυς. Οἶσθά που τὸν νέον ἐκεῖνον τὸν Οὐρβανοῦ παῖδα, τὸν Φοίνικα, τὸν ἐν ὀρφανίᾳ μὲν καταλει‐ φθέντα ἀώρῳ, κύριον δὲ πολλῶν καὶ χρημάτων καὶ οἰκετῶν γενόμενον καὶ ἀγρῶν. Οὗτος τὸ μὲν πρῶτον ἐρρῶσθαι πολλὰ ταῖς ἐν τοῖς μουσείοις διατριβαῖς εἰπών, καὶ τὴν λαμπρὰν
20ἐκείνην ἀμφίασιν ἀφείς, καὶ τὸν τῦφον ἅπαντα τὸν βιωτικόν, ἐξαίφνης ἱμάτιον εὐτελὲς περιθέμενος, καὶ πρὸς τὴν ἐν τοῖς ὄρεσιν ἐρημίαν ἀναχωρήσας, πολλὴν ἐπεδείξατο τὴν φιλοσο‐ φίαν, οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλ’ ὅσην ἄν τις τῶν θαυμα‐
στῶν καὶ μεγάλων ἀνδρῶν. Μετὰ δὲ ταῦτα καὶ τῆς ἱερᾶς τῶν192
25μυστηρίων τελετῆς ἀξιωθείς, πολλῷ μᾶλλον ἐπεδίδου πρὸς ἀρετήν. Καὶ πάντες ἔχαιρον καὶ ἐδόξαζον τὸν θεόν, ὅτι καὶ ἐν πλούτῳ τραφεὶς πολλῷ, καὶ προγόνους ἔχων λαμπροὺς καὶ σφόδρα ἔτι νέος ὤν, οὕτως ἐξαίφνης ἅπασαν τοῦ βίου τὴν φαντασίαν καταπατήσας πρὸς τὸ ὕψος ἀνέδραμεν τὸ ἀληθι‐
30νόν. Ἐν τούτῳ δὲ αὐτὸν ὄντα καὶ θαυμαζόμενον, φθόροι τινὲς ἄνδρες, κατὰ τὸν τῆς συγγενείας ἐπισκοποῦντες νόμον, αὖθις ἐπὶ τὸν πρότερον κλύδωνα ἐπανήγαγον. Καὶ πάντα ῥίψας πάλιν ἐκεῖνα, ἀπὸ τῶν ὀρέων εἰς μέσην εὐθέως κατέβη τὴν ἀγορὰν καὶ ἵππῳ ὀχούμενος καὶ ἀκολούθους ἔχων πολλούς,
35οὕτω περιῄει τὴν πόλιν πᾶσαν. Εἶτα τί; Καὶ οὐδὲ σωφρονεῖν ἤθελεν λοιπόν. Ὑπὸ γὰρ τῆς πολλῆς ἐκκαιόμενος τρυφῆς καὶ εἰς ἔρωτας ἐμπίπτειν ἀτόπους ἠναγκάζετο· καὶ οὐδὲ εἷς ἦν τῶν ἐν μέσῳ στρεφομένων, ὅστις οὐ τὴν σωτηρίαν ἀπηγό‐ ρευσεν τὴν ἐκείνου· τοσοῦτος αὐτὸν συνεῖχεν κολάκων ἑσμός,
40καὶ προσῆν ὀρφανία καὶ νεότης καὶ πλοῦτος πολύς. Καὶ οἱ τὰ πάντα εὐκόλως μεμφόμενοι, τῶν ἐπὶ τοῦτο τὴν ἀρχὴν ἀγαγόν‐ των αὐτὸν κατηγόρουν λέγοντες, ὅτι καὶ τῶν πνευματικῶν διήμαρτεν καὶ οὐδὲ τοῖς αὑτοῦ πράγμασιν χρήσιμος ἔσται λοιπόν, πρὸ ὥρας τῶν περὶ λόγους πόνων ἀποπηδήσας, καὶ
45μηδὲν ἐκεῖθεν καρπώσασθαι δυνηθείς. Τούτων δὲ λεγομένων
καὶ πολλῆς τῆς αἰσχύνης οὔσης, ἅγιοί τινες ἄνδρες καὶ πολ‐ λάκις τοιαύτης θήρας ἐπιτυχόντες, καὶ διὰ τῆς πείρας μαθόντες καλῶς, ὅτι οὐδέν τι τῶν τοιούτων ἀπογινώσκειν χρὴ ταῖς εἰς τὸν θεὸν ὁπλιζομένους ἐλπίσιν, παρατηροῦντες αὐτὸν194

18

(50)

συνεχῶς εἴ ποτε εἶδον φανέντα ἐπὶ τῆς ἀγορᾶς, καὶ προσ‐ ῄεσαν καὶ ἠσπάζοντο. Καὶ τὸ πρῶτον ἐκεῖνος ἄνωθεν αὐτοῖς ἀπὸ τοῦ ἵππου παρακολουθοῦσιν ἐκ πλαγίων διελέγετο· τοσαύτη κατεῖχεν αὐτὸν ἀναισχυντία τὴν ἀρχήν. Οἱ δὲ εὔσπλαγχνοι καὶ φιλόπαιδες ἐκεῖνοι τούτων μὲν ᾐσχύνοντο
55οὐδέν, εἰς ἓν δὲ ἑώρων μόνον, ὅτι πῶς τῶν λύκων τὸ ἀρνίον ἀποσπάσωσιν· ὅπερ οὖν διὰ τῆς καρτερίας καὶ ἤνυσαν. Ὕστε‐ ρον γὰρ ὥσπερ ἔκ τινος παραπληξίας ἐν ἑαυτῷ γενόμενος, καὶ τὴν πολλὴν αὐτῶν προσεδρίαν ἐρυθριάσας, εἴ ποτε αὐτοὺς πόρρωθεν προσιόντας εἶδεν, ἀπεπήδα τε εὐθέως καὶ κάτω
60νεύων, οὕτω μετὰ σιγῆς τὰ παρ’ ἐκείνων ἤκουεν ἅπαντα, καὶ προϊὼν πλείονα τὴν πρὸς αὐτοὺς αἰδῶ καὶ τιμὴν ἐπεδείκνυτο. Καὶ οὕτως αὐτὸν κατὰ μικρὸν τῇ τοῦ θεοῦ χάριτι πάντων ἐκείνων ἐξελκύσαντες τῶν δικτύων, τῇ προτέρᾳ πάλιν ἐρημίᾳ καὶ φιλοσοφίᾳ παρέδωκαν. Καὶ ἐπὶ τοσοῦτον ἔλαμψεν νῦν, ὡς
65τὸν πρότερον αὐτοῦ βίον, τῷ μετὰ τὴν ἔκπτωσιν παραβαλλόμε‐ νον, μηδὲν εἶναι δοκεῖν. Συνιδὼν γὰρ ἀπὸ τῆς πείρας καλῶς τὸ δέλεαρ, καὶ πάντα εἰς τοὺς δεομένους ἀναλώσας τὸν πλοῦ‐ τον, καὶ τῶν φροντίδων ἀπολύσας ἑαυτὸν ἐκείνων, πᾶσαν τοῖς
βουλομένοις ἐπιβουλεύειν ἐξέκοψε πρόφασιν· καὶ νῦν τὴν ἐπὶ196
70τὸν οὐρανὸν βαδίζων ὁδόν, πρὸς αὐτὸ λοιπὸν τὸ τέλος ἔφθασεν τῆς ἀρετῆς.

19

Ἀλλ’ οὗτος μὲν ἔτι νέος ὢν καὶ κατέπεσεν καὶ ἀνέστη, ἕτερος δέ τις μετὰ τοὺς πολλοὺς ἱδρῶτας, οὓς ἐν ταῖς ἐρη‐ μίαις διατρίβων ἤνεγκεν, ἕνα σύνοικον ἔχων μόνον καὶ ἀγγε‐ λικὸν βίον βιούς, καὶ πρὸς γῆρας ἐλαύνων λοιπόν, οὐκ οἶδ’
5ὅπως, ὑπὸ σατανικῆς τινος περιστάσεως καὶ τοῦ ἀπονυστάξαι, μικρὸν πάροδον δοὺς τῷ πονηρῷ, εἰς ἐπιθυμίαν τῆς πρὸς γυναῖκας ὁμιλίας ἐνέπεσεν, ὁ μηδέποτε γυναῖκα ἰδὼν ἐξ οὗ πρὸς τὸν τῶν μοναχῶν βίον μετέθηκεν ἑαυτόν. Καὶ πρῶτον μὲν ἠξίου τὸν σύνοικον κρέα καὶ οἶνον αὐτῷ παρασχεῖν, καὶ
10ἠπείλει, εἰ μὴ λάβοι, κατελεύσεσθαι εἰς τὴν ἀγοράν. Ταῦτα δὲ οὐ κρεῶν ἐπιθυμῶν ἔλεγεν, ἀλλ’ ἀφορμήν τινα καὶ πρόφασιν βουλόμενος λαβεῖν τοῦ τὴν ἐπιθυμίαν πληρῶσαι. Ἐπὶ τούτοις ἐκεῖνος ἀπορούμενος καὶ δεδοικὼς μὴ τοῦτο κωλύσας ἐπὶ μέγα αὐτὸν ὤσῃ κακόν, δίδωσιν ἐμφορηθῆναι τῆς ἐπιθυμίας
15αὐτῷ. Ὡς δὲ ἔγνω τὸ σοφὸν τοῦτο ἕωλον γεγονός, φανερῶς ἀναισχυντήσας λοιπόν, ἀπεκάλυψεν τὴν ὑπόκρισιν, καὶ δεῖν ἔλεγεν πάντως εἰς τὴν πόλιν αὐτὸν κατελθεῖν. Ὡς δὲ οὐδὲν ἴσχυεν κωλύων ἐκεῖνος, τέλος ἀφῆκεν καὶ πόρρωθεν ἀκολου‐ θῶν ἐπετήρει τί ποτε ἄρα αὐτῷ βούλεται ἡ τοιαύτη κάθοδος.
20Ἰδὼν δὲ εἰς χαμαιτυπεῖον εἰσελθόντα, καὶ γνοὺς ὅτι πόρνῃ συγγέγονε γυναικί, περιμείνας μετὰ τὸ πληρῶσαι τὴν ἄτοπον
ἐπιθυμίαν ἐκείνην, ἐξελθόντα ὑπτίαις δέχεται ταῖς χερσίν, καὶ περιχυθεὶς καὶ καταφιλήσας θερμῶς, καὶ ὑπὲρ τῶν γεγε‐ νημένων ἐγκαλέσας οὐδέν, παρεκάλει μόνον, ἐπειδὴ τὴν ἐπιθυ‐198
25μίαν ἐπλήρωσεν τὴν ἑαυτοῦ, πάλιν ἐπὶ τὸ τῆς ἐρημίας οἰκη‐ τήριον ἐπανελθεῖν. Ὁ δὲ τὴν πολλὴν ἐπιείκειαν αἰσχυνθεὶς ἐπλήγη τε εὐθέως τὴν ψυχὴν καὶ κατανυγεὶς ἐπὶ τοῖς τολμη‐ θεῖσιν, εἵπετο πρὸς τὸ ὄρος αὐτῷ· καὶ ἀφιγμένων ἐκεῖ, δεῖται τἀνδρὸς ἐν οἰκίσκῳ τε αὐτὸν καθεῖρξαι ἑτέρῳ καὶ τὰς θυρίδας
30ἀποκλείσαντα τοῦ δωματίου ἄρτον αὐτῷ παρέχειν καὶ ὕδωρ δι’ ἡμερῶν, καὶ τοῖς ἐπιζήτουσιν αὐτὸν ἠξίου λέγειν ὅτι κεκοίμηται. Καὶ ταῦτα εἰπὼν καὶ πείσας, καθεῖρξεν ἑαυτόν, καὶ ἦν ἐκεῖ διαπαντὸς νηστείαις καὶ δεήσεσιν καὶ δάκρυσι τὸν τῆς ἁμαρτίας ῥύπον ἀποσμήχων τῆς ψυχῆς.
35 Χρόνου δὲ παρελθόντος οὐ μακροῦ καὶ αὐχμοῦ τὴν πλησίον χώραν κατακαίοντος καὶ τῶν ἐν τῇ χώρᾳ πάντων ὀδυρομένων, ἐκελεύσθη τις δι’ ὀνείρατος ἀπελθεῖν καὶ τὸν ἄνδρα ἐκεῖνον παρακαλέσαι τὸν καθειργμένον, ὥστε εὔξασθαι καὶ λῦσαι τὸν αὐχμόν. Ὡς δὲ ἀπῆλθεν ἑταίρους παραλαβών, τὸν συνοικοῦντα
40αὐτῷ πρότερον μόνον εὑρόντες ἐκεῖ, περὶ ἐκείνου ἐρωτῶντες ἔμαθον ὅτι τέθνηκεν, νομίσαντες δὲ ἠπατῆσθαι εἰς προσευχὰς αὖθις ἐτρέποντο, καὶ πάλιν διὰ τῆς αὐτῆς ὄψεως τὰ αὐτὰ τοῖς προτέροις ἤκουον, καὶ τότε τὸν ἀληθῶς ἀπατήσαντα περι‐ στάντες παρεκάλουν ἐπιδεῖξαι τὸν ἄνδρα αὐτοῖς· οὐδὲ γὰρ
45τεθνηκέναι αὐτὸν ἀλλὰ ζῆν διισχυρίζοντο. Ταῦτα ἀκούσας ἐκεῖνος καὶ τὰς συνθήκας ἐξεληλεγμένας ἰδὼν ἀπάγει πρὸς τὸν ἅγιον αὐτοὺς ἐκεῖνον καὶ διελόντες τὸν τοῖχον, καὶ γὰρ καὶ τὴν εἴσοδον ἔτυχεν ἀποφράξας, καὶ εἰσελθόντες ἅπαντες τῶν ποδῶν αὐτοῦ προκαλινδούμενοι καὶ τὰ γεγενημένα ἀπαγγέλ‐200

19

(50)

λοντες παρεκάλουν αὐτὸν ἐπαμῦναι τῷ λιμῷ. Ἐκεῖνος δὲ τὸ μὲν πρῶτον ἀντέτεινε· πόρρω ταύτης αὐτὸν εἶναι λέγων τῆς παρρησίας. Καὶ γὰρ ὡς εὐθέως γεγενημένην τὴν ἁμαρτίαν, οὕτω πρὸ τῶν ὀφθαλμῶν εἶχεν ἀεί· ὡς δὲ τὰ συμβάντα αὐτοῖς ἅπαντα διηγήσαντο, τότε ἔπεισαν εὔξασθαι, καὶ εὐξάμενος
55ἔλυσεν τὸν αὐχμόν. Τὰ δὲ κατὰ τὸν νέον ἐκεῖνον, τὸν πρότερον μὲν Ἰωάννου [τοῦ Ζεβεδαίου] γενόμενον μαθητήν, ὕστερον δὲ ἐπὶ πολὺν λῃσταρχήσαντα χρόνον, καὶ πάλιν ὑπὸ τῶν [ἁγίων] τοῦ μακαρίου θηρευθέντα χειρῶν ἀπὸ τῶν καταδύσεων καὶ σπηλαίων τῶν λῃστρικῶν καὶ ἐπὶ τὴν προτέραν ἐπανελθόντα
60ἀρετήν, οὐδὲ αὐτὸς ἀγνοεῖς, ἀλλ’ οἶσθα ἡμῶν οὐχ ἧττον· καὶ σοῦ πολλάκις θαυμάζοντος ἤκουσα τοῦ μακαρίου τὴν συγκα‐ τάβασιν τήν τε ἄλλην ἐπιείκειαν καὶ ὅτι τὴν αἱμαχθεῖσαν πρῶτον ἐφίλησεν δεξίαν τῷ νέῳ περιχυθείς, καὶ οὕτως αὐτὸν ἐπὶ τὰ πρότερα ἐπανήγαγεν.

20

Καὶ ὁ μακάριος δὲ Παῦλος οὕτω τὸν Ὀνήσιμον, τὸν ἄχρηστον, τὸν δραπέτην, τὸν κλέπτην, τοῦτον οὐ μόνον αὐτὸς
περιπλέκεται ἐπειδὴ μετεβάλετο, ἀλλὰ καὶ τὸν δεσπότην ἀξιοῖ ἐν ἴσῃ τῷ διδασκάλῳ τὸν μετανοήσαντα ἀγαγεῖν τιμῇ, οὑτωσὶ202
5λέγων· «Παρακαλῶ σε, φησίν, περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου Ὀνήσιμον, τόν ποτε σοι ἄχρη‐ στον, νῦν δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα πρὸς σέ· σὺ δὲ αὐτόν, τουτέστιν τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ. Ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι δια‐
10κονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· χωρὶς δὲ τῆς σῆς γνώ‐ μης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατ’ ἀνάγκην τὸ ἀγα‐ θόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκέτι ὡς δοῦλον, ἀλλ’ ὑπὲρ δοῦλον, υἱὸν ἀγαπητόν, μάλιστα ἐμοί· πόσῳ δὲ μάλλον
15σοί, καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ; Εἰ μὲν οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.» Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ὁ αὐτὸς ἔλεγεν· «Μή πως ἐλθὼν πενθήσω πολλοὺς τῶν προη‐ μαρτηκότων καὶ μὴ μετανοησάντων.» Καὶ πάλιν «Ὡς προεί‐ ρηκα καὶ πάλιν λέγω ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι.»
20Ὁρᾷς τίνας πενθεῖ, καὶ τίνων οὐ φείδεται; οὐ τῶν ἡμαρτη‐ κότων, ἀλλὰ τῶν μὴ μετανοησάντων, καὶ οὐχ ἁπλῶς τῶν μὴ μετανοησάντων, ἀλλὰ τῶν καὶ ἅπαξ καὶ δεύτερον ἐπὶ τοῦτο παρακληθέντων καὶ πεισθῆναι μὴ βουληθέντων. Τὸ γὰρ προείρηκα καὶ πάλιν λέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν
25γράφω, οὐδὲν ἕτερον ἢ τοῦτο αἰνίττεται, ὅπερ δέος μὴ καὶ ἐφ’ ἡμῶν γένηται. Νυνὶ γὰρ εἰ καὶ μὴ Παῦλος πάρεστιν, ὁ τότε Κορινθίοις ἀπειλῶν, ἀλλ’ ὁ Χριστὸς πάρεστιν, ὁ τότε δι’ ἐκείνου λαλῶν· κἂν ἐπιμένωμεν ἀνενδότως ἔχοντες, οὐ φείσεται ἡμῶν, ἀλλὰ πατάξει πληγὴν μεγάλην καὶ ἐνταῦθα204
30κἀκεῖ· «Προφθάσωμεν οὖν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομο‐ λογήσει», ἐγχέωμεν ἐνώπιον αὐτοῦ τὰς καρδίας ἡμῶν· «Ἥμαρτες γάρ, φησίν, μὴ προσθῇς μηκέτι, καὶ περὶ τῶν προτέρων σου δεήθητι.» Καὶ πάλιν· «Δίκαιος ἑαυτοῦ κατή‐ γορος ἐν πρωτολογίᾳ.» Μὴ τοίνυν περιμένωμεν τὸν κατήγο‐
35ρον, ἀλλὰ τὴν ἐκείνου προαρπάσωμεν τάξιν, καὶ οὕτως ἡμε‐ ρώτερον διὰ τῆς εὐγνωμοσύνης καταστήσομεν τὸν κριτήν. Σὺ δὲ ὅτι μὲν ὁμολογεῖς τὰ ἁμαρτήματά σου καὶ ταλανίζεις σεαυτὸν ὑπὲρ τὸ μέτρον, οἶδα σαφῶς· ἀλλ’ οὐ τοῦτο βούλομαι μόνον ἀλλ’ ὅτι σε καὶ δικαιῶσαι τὸ πρᾶγμα δύναται πεισθῆναι
40〈σ’〉 ἐπιθυμῶ. Ἕως γὰρ ἂν μὴ ἐπικερδῆ ποιῇς τὴν ἐξομολόγη‐ σιν ταύτην, κἂν κατηγορῇς σεαυτοῦ, οὐδ’ ἀποστῆναι δυνήσῃ τῶν ἁμαρτημάτων τῶν ἑξῆς. Οὐδὲν γὰρ οὐδεὶς μετὰ προθυμίας καὶ τοῦ προσήκοντος θεσμοῦ δυνήσεται ποιεῖν ὅταν μὴ πρό‐ τερον ᾖ πεπεικὼς ἑαυτὸν ὅτι ἐν ὠφελείᾳ τοῦτο ποιεῖ. Καὶ
45γὰρ ὁ σπείρων, ἂν μετὰ τὸ ῥίψαι τὰ σπέρματα μὴ προσδέχη‐ ται ... τὸν ἀμητόν, οὐκ ἀμήσει ποτέ. Τίς γὰρ ἂν ἕλοιτο μάτην
κόπτεσθαι, μηδὲν ἀπὸ τοῦ πονεῖν κερδαίνων ἀγαθόν; Οὕτως οὖν καὶ ὁ ῥήματα σπείρων καὶ δάκρυα καὶ ἐξομολόγησιν, ἂν μὴ μετ’ ἐλπίδος τοῦτο ποιῇ χρηστῆς, οὐδὲ ἀποστῆναι τοῦ206

20

(50)

ἁμαρτάνειν δυνήσεται, ἔτι τῷ τῆς ἀπογνώσεως κατεχόμενος κακῷ, ἀλλ’ ὥσπερ ὁ γεωργὸς ἐκεῖνος ὁ τῆς τῶν καρπῶν φορᾶς ἀπογνοὺς οὐδὲν τῶν λυμαινομένων τοῖς σπέρμασιν κωλύσει λοιπόν, οὕτω καὶ οὗτος ὁ σπείρων μὲν τὴν διὰ τῶν δακρύων ἐξομολόγησιν, οὐδὲν δὲ ἀπὸ ταύτης προσδεχόμενος κέρδος,
55οὐδὲ ἀνατρέψαι βουλήσεται τὰ διαφθείροντα τὴν μετάνοιαν. Διαφθείρει δὲ μετάνοιαν τὸ πάλιν τοῖς αὐτοῖς ἐνέχεσθαι κακοῖς. «Εἷς γάρ, φησίν, οἰκοδομῶν καὶ εἷς καθαιρῶν, τί ὠφέλησαν πλέον ἢ κόπον; ἢ ὁ βαπτιζόμενος ἀπὸ νεκροῦ, καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὠφέλησεν ἐν τῷ λουτρῷ αὐτοῦ;
60Οὕτως ἄνθρωπος νηστεύων ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ πάλιν πορευόμενος, καὶ τὰ αὐτὰ ποιῶν, τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται;» Καὶ πάλιν· «Ἐπανάγων, φησίν, ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν, ὁ Κύριος ἑτοιμάσει ῥομφαίαν αὐτῷ.» Καί· «Ὥσπερ κύων ἂν ἐπανέλθῃ ἐπὶ τὸν ἐμετὸν
65αὐτοῦ καὶ μισητὸς γένηται, οὕτως ἄφρων [τῇ ἑαυτοῦ κακίᾳ] ἐπιστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν.»

21

Μὴ τοίνυν ὡς κατηγορῶν σαυτοῦ μόνον τὴν ἁμαρτίαν ἐκπόμπευε, ἀλλὰ καὶ ὡς δικαιωθῆναι ὀφείλων διὰ τοῦ τρόπου τῆς μετανοίας· οὕτω γὰρ δυνήσῃ καὶ τὴν ἐξομολογουμένην ἐντρέψαι ψυχὴν καὶ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν. Τὸ μὲν
5γὰρ σφόδρα καταδικάζειν ἑαυτοὺς καὶ ἁμαρτωλοὺς καλεῖν, κοινὸν ὡς εἰπεῖν καὶ τοῖς ἀπίστοις ἐστί. Πολλοὶ γοῦν καὶ τῶν
ἀπὸ τῆς σκηνῆς καὶ ἄνδρες καὶ γυναῖκες, οἱ μάλιστα ἀναι‐ σχυντίαν μεμελετηκότες, ταλανίζουσιν ἑαυτούς, ἀλλὰ οὐ μετὰ σκοποῦ τοῦ προσήκοντος. Διόπερ οὐδ’ ἂν εἴποιμι τοῦτο ἐξ‐208
10ομολόγησιν ἐγώ· οὐ γὰρ μετὰ τοῦ κατανύξαι τὴν ψυχήν, οὐδὲ μετὰ τοῦ δακρῦσαι πικρόν, οὐδὲ μετὰ τοῦ μεταβαλέσθαι τὰς ἁμαρτίας, οὕτως ἐξαγγέλλουσι τὰς αὑτῶν, ἀλλ’ αὐτὸ τοῦτο οἱ μὲν δόξαν παρὰ τῶν ἀκουόντων ἐπὶ τῇ τῶν λόγων εὐγνωμο‐ σύνῃ θηρώμενοι· οὐδὲ γὰρ ὁμοίως φαίνεται τὰ ἁμαρτήματα
15χαλεπά, ὅταν ἕτερός τις αὐτὰ ἀπαγγέλλῃ καὶ ὅταν αὐτὸς ὁ τετολμηκώς· οἱ δὲ ἀπὸ τῆς σφοδρᾶς ἀπογνώσεως εἰς ἀναλγη‐ σίαν ἐκπεσόντες, καὶ τῆς τῶν ἀνθρώπων δόξης καταφρονή‐ σαντες, μετὰ πολλῆς τῆς ἀδείας λοιπὸν ὥσπερ τὰ ἀλλότρια τὰ οἰκεῖα ἐξαγορεύουσι κακά. Ἀλλά σε τούτων οὐδὲν εἰδέναι
20βούλομαι, οὐδὲ ἐξ ἀπογνώσεως ἐπὶ τὴν ἐξομολόγησιν ἔρχε‐ σθαι, ἀλλὰ μετὰ προσδοκίας ἀγαθῆς, καὶ τῆς ἀπογνώσεως τὴν ῥίζαν ἐκκόψαντα, πᾶσαν τὴν ἐναντίαν ἐπιδείκνυσθαι σπουδήν. Τίς δὲ ἡ ταύτης ῥίζα ἐστίν; Ῥᾳθυμία. Μᾶλλον δὲ οὐκ ἄν τις ῥίζαν αὐτὴν καλέσειεν μόνον, ἀλλὰ καὶ τρόφον καὶ μητέρα.
25Καθάπερ γὰρ ἐπὶ τῶν ἐρίων τίκτει μὲν τοὺς σῆτας ἡ φθορά, αὔξεται δὲ πάλιν ὑπ’ αὐτῶν, οὕτω καὶ ἐνταῦθα τίκτει μὲν ἡ ῥᾳθυμία τὴν ἀπόγνωσιν, τρέφεται δὲ πάλιν ὑπὸ τῆς ἀπογνώ‐ σεως αὐτή, καὶ ἀλλήλαις τὴν ἐπάρατον ταύτην παρέχουσαι ἀντίδοσιν, δύναμιν οὐ μικρὰν προσλαμβάνουσιν. Ἂν οὖν ἑτέ‐
30ραν τις ἀποτέμῃ καὶ διακόψῃ, δυνήσεται καὶ τῆς ἑπομένης περιγενέσθαι εὐκόλως. [Οὔτε γὰρ ὁ μὴ ῥᾳθυμῶν εἰς ἀπόγνω‐ σιν ἂν ἐμπέσοι ποτέ, οὔτε ὁ τρεφόμενος ἐλπίσι χρησταῖς καὶ μὴ ἀπογινώσκων ἑαυτοῦ, εἰς ῥᾳθυμίαν δυνήσεται ἐμπεσεῖν.] Ταύτην οὖν μοι τὴν ξυνωρίδα διάσπασον καὶ τὸν ζυγὸν210
35σύγκλασον, τὸν λογισμὸν λέγω τὸν ποικίλον καὶ βαρύν· οὐ γὰρ μονοειδὴς ὁ ταῦτα συνέχων ἐστίν, ἀλλὰ πολυειδὴς καὶ παντο‐ δαπής. Τίς δὲ οὗτός ἐστιν; Συμβαίνει τινὰ μεταγνόντα κατορθῶσαι πολλὰ καὶ μεγάλα, μεταξὺ δὲ καὶ ἁμαρτεῖν πάλιν τῶν κατορθωμάτων ἐκείνων ἁμαρτίαν ἀντίρροπον· καὶ τοῦτο
40μάλιστα ἱκανὸν εἰς ἀπόγνωσιν ἐμβαλεῖν, ὡς τῶν οἰκοδομη‐ θέντων καθαιρεθέντων καὶ πάντων ἐκείνων μάτην καὶ εἰς κενὸν πονηθέντων αὐτῷ. Δεῖ δὲ ἐκεῖνο λογίζεσθαι, καὶ τοῦτον ἐκκρούειν τὸν λογισμὸν ὅτι, εἰ μὴ φθάσαντες κατορθωμάτων μέτρον ἀντίρροπον τοῖς μετὰ ταῦτα γενομένοις ἁμαρτήμασιν
45ἀπεθέμεθα, οὐδὲν ἂν ἡμᾶς σφόδρα καὶ ὀλοσχερῶς καταδῦναι ἐκώλυεν. Νῦν δὲ καθάπερ τις θώραξ ἰσχυρὸς βέλος ὀξὺ καὶ πικρὸν οὐκ ἀφῆκεν ἐργάσασθαι τὸ αὐτοῦ, ἀλλ’ αὐτὸς διατμη‐ θεὶς τὸν πολὺν ἤμυνεν τῷ σώματι κίνδυνον. Ὁ μὲν γὰρ μετὰ πολλῶν ἔργων καὶ ἀγαθῶν καὶ πονηρῶν ἀπερχόμενος ἐκεῖ ἕξει

21

(50)

τινὰ παραμυθίαν ἐπὶ τῇ κολάσει καὶ τοῖς βασανιστηρίοις ἐκείνοις· ὁ δὲ τούτων μὲν ἔρημος, ἐκεῖνα δὲ μόνον ἐπαγό‐ μενος, οὐδὲ ἔστιν εἰπεῖν οἷα πείσεται πρὸς τὴν ἀθάνατον παραπεμπόμενος κόλασιν. Καὶ γὰρ ἀντίστασις ἔσται ἐκεῖ τῶν πονηρῶν πράξεων καὶ τῶν οὐ τοιούτων· κἂν μὲν αὗται καθελ‐
55κύσωσι τὸν ζυγόν, ἔσωσαν οὐ μικρῶς τὸν ἐργάτην τὸν ἑαυτῶν
καὶ τοσοῦτον ἴσχυσεν ἡ τῆς τῶν πονηρῶν πράξεων ἐργασίας βλάβη, ὅσον κατασπάσαι τῆς πρώτης χώρας αὐτόν· ἐὰν δὲ ἐκεῖναι περιγένωνται, εἰς τὸ τῆς γεέννης ἀπάγουσι πῦρ, διὰ τὸ μὴ τοσοῦτον εἶναι τὸ πλῆθος τῶν κατορθωμάτων ὡς καὶ212
60δυνηθῆναι στῆναι πρὸς τὸν βίαιον ἐκεῖνον ὠθισμόν. Καὶ ταῦτα οὐχ ὁ ἡμέτερος μόνον ὑποβάλλει λογισμός, ἀλλὰ καὶ τὰ θεῖα λόγια· «Αὐτὸς γάρ, φησίν, ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Καὶ οὐκ ἐν τῇ γεέννῃ μόνον, ἀλλὰ καὶ ἐν τῇ βασιλείᾳ πολλὰς ἂν εὕροι τις τὰς διαφοράς· «Μοναὶ γάρ, φησίν, πολ‐
65λαὶ παρὰ τῷ Πατρί μου.» Καί· «Ἀλλὴ δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης.» Καὶ τί θαυμαστόν, εἰ μέχρι τοσούτων ἠκρι‐ βολογήσατο, ὅπου γε καὶ τὴν ἀστέρος πρὸς ἀστέρα διαφορὰν εἶναί φησιν ἐκεῖ.

22

Ταῦτα οὖν ἅπαντα εἰδότες, μήποτε τῆς τῶν ἀγαθῶν ἐργασίας ἀποστῶμεν, μηδέ, ἐπειδὰν εἰς τὴν τοῦ ἡλίου τάξιν ἢ τῆς σελήνης ἐλθεῖν μὴ δυνηθῶμεν, καὶ τῆς τῶν ἀστέρων καταφρονήσωμεν. Ἕως ἂν τοσαύτην γοῦν ἀρετὴν ἐπιδειξώ‐
5μεθα, δυνησόμεθα εἶναι ἐν τῷ οὐρανῷ. Κἂν χρυσός, κἂν λίθος τίμιος μὴ γενώμεθα, τὴν γοῦν τοῦ ἀργύρου τάξιν ἐπέχοντες [ἐν τῷ θεμελίῳ] μένωμεν, μόνον μὴ πρὸς ἐκείνην τὴν ὕλην
παλινδρομήσωμεν, ἣν εὐχερῶς καταφλέγει τὸ πῦρ, μηδέ, ὅταν μεγάλα κατορθῶσαι μὴ δυνηθῶμεν, καὶ τῶν μικρῶν ἀποσχώ‐214
10μεθα· ἐσχάτης γὰρ ταῦτα ἀνοίας ἐστίν, ὅπερ μὴ πάθωμεν. Ὥσπερ γὰρ ὁ πλοῦτος ὁ σωματικὸς αὔξεται τῷ μηδὲ τῶν ἐλαχίστων κερδῶν καταφρονεῖν τοὺς ἐραστὰς τοὺς ἐκείνου, οὕτω καὶ ὁ πνευματικός. Καὶ γὰρ ἄτοπον τὸν μὲν κριτὴν μηδὲ ψυχροῦ ποτηρίου μισθὸν παρορᾶν, ἡμᾶς δέ, εἰ μὴ πάνυ
15μεγάλα εἴη τὰ κατορθώματα, καὶ τῆς τῶν μικρῶν ἐργασίας ἐνδοιάζειν περὶ τὴν ἀντίρροπον ἀντίδοσιν. Ὁ μὲν γὰρ τῶν ἐλαττόνων μὴ καταφρονῶν, πολλῇ καὶ περὶ τὰ μέγιστα χρήσε‐ ται τῇ σπουδῇ, ὁ δὲ ταῦτα παρορῶν καὶ ἐκείνων ἀποστήσεταί ποτε· ὅπερ ἵνα μὴ γένηται, καὶ τούτων μεγάλους ὤρισεν τοὺς
20μισθοὺς ὁ Χριστός. Τί γὰρ τοῦ ἐπισκέπτεσθαι τοὺς κάμνοντας εὐχερέστερον; ἀλλ’ ὅμως καὶ τούτου μεγάλην ἡμῖν ἀποδίδωσιν τὴν ἀμοιβήν. Τοιγαροῦν ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, κατατρύφησον τοῦ Κυρίου, καὶ ἱκέτευσον αὐτόν· πάλιν τὸν ζυγὸν ἀνάδεξαι τὸν
25χρηστόν, ὕπελθε τὸ φορτίον τὸ ἐλαφρόν, ἐπίθες ἄξιον τῆς ἀρχῆς τὸ τέλος, μὴ παρίδῃς τοσοῦτον διαρρυέντα πλοῦτον. Ἂν μὲν γὰρ ἐπιμένῃς παροξύνων τὸν θεὸν δι’ ὧν ποιεῖς, ἅπαντα αὐτὸν ἀπολεῖς· ἂν δὲ πρὶν ἢ πολλὴν γενέσθαι τὴν ζημίαν καὶ πᾶν ἐπικλυσθῆναι τὸ γεώργιον, ἀποφράξῃς τῆς κακίας τοὺς
30ὀχετούς, καὶ τὰ διαφθαρέντα ἀνακτήσασθαι δυνήσῃ πάλιν,
καὶ ἑτέραν αὐτοῖς προσθεῖναι φορὰν οὐ μικράν. Ἀλλ’ ἅπερ ἅπαντα λογισάμενος ἀποτίναξαι τὸν χοῦν, ἀναστῆθι ἀπὸ τῆς γῆς, καὶ φοβερὸς ἔσῃ τῷ ἀνταγωνιστῇ. Αὐτὸς μὲν γάρ σε κατέβαλεν, ὡς οὐκ ἀναστησόμενον λοιπόν· ἂν δὲ ἴδῃ πάλιν τὰς216
35χεῖρας ἀνταίροντά σε, ἀπροσδοκήτως πληγείς, ὀκνηρότερος ἔσται πρὸς τὸ ὑποσκελίσαι πάλιν. Τί λέγω; Καὶ αὐτὸς ἀσφα‐ λέστερος ἔσῃ πρὸς τὸ μηκέτι τραῦμα τοιοῦτο λαβεῖν. Εἰ γὰρ αἱ τῶν ἄλλων ἡμᾶς ἱκαναὶ παιδεῦσαι συμφοραί, πολλῷ μᾶλλον ἃς ὑπεμείναμεν αὐτοί. Ὅπερ καὶ ἐπὶ τῆς σῆς προσδοκῶ
40ταχέως ὄψεσθαι κεφαλῆς, καὶ πάλιν τῇ τοῦ θεοῦ ῥοπῇ φαι‐ δρότερόν σε γενέσθαι καὶ τοσαύτην ἐπιδείξασθαι τὴν ἀρετήν, ὡς καὶ ἑτέρων προστῆναι ἐκεῖ· μόνον μὴ ἀπογνῷς, μηδὲ ἀνα‐ πέσῃς. Τοῦτο γάρ σοι καὶ παρὰ πάντα λόγον [καὶ ὅπου δ’ ἂν ἴδω] καὶ
45ὅπου δ’ ἂν ἀπίω καὶ διεγερῶν οὐ παύσομαι ἐπιστέλλων· κἂν
τοῦτο ἀκούσῃς, οὐκέτι δεήσῃ φαρμάκων ἑτέρων.218