TLG 2062 001 :: JOANNES CHRYSOSTOMUS :: Ad Theodorum lapsum (lib. 2) (= Epistula ad Theodorum monachum) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Ad Theodorum lapsum (lib. 2) (= Epistula ad Theodorum monachum) Citation: Sect — (ln) | ||
t | [Τοῦ αὐτοῦ] πρὸς Θεόδωρον μοναχόν, σκε‐ πτόμενον ἐξελθεῖν τοῦ μοναστηρίου καὶ γαμῆσαι καὶ πραγματεύεσθαι. | |
1 | Εἰ καὶ δάκρυα καὶ στεναγμοὺς ἦν διὰ γραμμάτων δηλοῦ‐ σθαι, καὶ τούτων ἄν σοι τὴν ἐπιστολὴν ἐμπλήσας ἀπέστειλα· δακρύω δὲ ἐγὼ οὐχ ὅτι πραγμάτων φροντίζεις πατρῴων, ἀλλ’ ὅτι τοῦ καταλόγου τῶν ἀδελφῶν σαυτὸν ἐξήλειψας, ὅτι τὰς | |
5 | πρὸς τὸν Χριστὸν συνθήκας κατεπάτησας. Ταῦτα φρίττω, ἐπὶ τούτοις ἀλγῶ, διὰ τοῦτο φοβοῦμαι καὶ τρέμω, 〈καὶ οὐκ ἀδίκωσ〉. Ἰδιώτην μὲν γὰρ οὐδεὶς λειποστρατίας ἄν ποτε γράψαιτο, ὁ δὲ στρατιώτης ἅπαξ γενόμενος ἐὰν ἁλῷ λιπο‐ τακτήσας περὶ τῶν ἐσχάτων ὁ κίνδυνος· Οὐ δεινόν, ὦ φίλε | |
---|---|---|
10 | Θεόδωρε, τὸ παλαίοντα πεσεῖν ἀλλὰ τὸ μεῖναι ἐν τῷ πτώματι· | |
οὐδὲ χαλεπὸν τὸ πολεμοῦντα τρωθῆναι, ἀλλὰ τὸ μετὰ τὴν πληγὴν ἀπογνόντα καταμελῆσαι τοῦ τραύματος. Οὐδεὶς ἔμπο‐ ρος ἅπαξ ναυαγίῳ περιπεσὼν καὶ τὸν φόρτον ἀπολέσας, ἀπέστη τοῦ πλεῖν, ἀλλὰ πάλιν τὴν θάλασσαν καὶ τὰ κύματα | 46 | |
15 | καὶ τὰ μακρὰ διαπερᾷ πελάγη καὶ τὸν πρότερον ἀνακτᾶται πλοῦτον. Πολλάκις καὶ ἀθλητὰς θεωροῦμεν μετὰ πολλὰ πτώ‐ ματα στεφανίτας γινομένους· ἤδη δὲ καὶ στρατιώτης πολλάκις φυγὼν ἔσχατον ἀριστεὺς ἀπεδείχθη, καὶ τῶν πολεμίων ἐπεκρά‐ τησεν. Πολλοὶ δὲ καὶ τῶν τὸν Χριστὸν ἀρνησαμένων διὰ τὴν | |
20 | τῶν βασάνων ἀνάγκην ἀνεμαχέσαντο τὴν ἧτταν πάλιν καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἀπῆλθον ἀναδησάμενοι. Εἰ δὲ τούτων ἕκαστος ἐκ τῆς προτέρας πληγῆς ἀπέγνω, οὐκ ἂν τῶν δευτέ‐ ρων ἀπήλαυσεν ἀγαθῶν. Μὴ οὐ τοίνυν, ὦ φίλε, διότι μικρόν σε τῆς στάσεως παρε‐ | |
25 | σάλευσεν ὁ ἐχθρός, ἤδη καὶ σαυτὸν ὤσῃς ἐπὶ τὸ βάραθρον, ἀλλὰ στῆθι γενναίως καὶ ἐπάνελθε ταχέως ὅθεν ἐξέβης, μηδ’ ὄνειδος νομίσῃς τὴν πρὸς ὀλίγον εἶναι ταύτην πληγήν. Οὐδὲ γὰρ στρατιώτην ἰδὼν ἐπανήκοντα μετὰ τραύματος ἀπὸ πολέ‐ μου ὠνείδισας ἄν, ὄνειδος γὰρ τὸ ὅπλα ῥῖψαι καὶ τῶν πολεμίων | |
30 | ἔξω γενέσθαι, ἕως δὲ ἂν ἑστήκῃ τις μαχόμενος, κἂν βάλληται κἂν ὑποχωρῇ πρὸς βραχύ, οὐδεὶς οὕτως ἀγνώμων, οὐδὲ 〈πρὸσ〉 τὴν πολεμικὴν ἄπειρος, ὡς ἐγκαλέσαι ποτέ. Τῶν γὰρ μὴ | |
μαχομένων ἐστὶν τὸ μὴ τιτρώσκεσθαι, τοὺς δὲ πολλῷ τῷ θυμῷ κατὰ τῶν πολεμίων χωροῦντας ἔστιν καὶ βληθῆναι καὶ κατα‐ | 48 | |
35 | πεσεῖν, οἷον καὶ ἐπὶ σοῦ γέγονεν νῦν. Ἀθρόως γὰρ τὸν ὄφιν ἀνελεῖν ἐπιχειρήσας ἐδήχθης. Ἀλλὰ θάρσει, μικρᾶς σοι χρεία νήψεως καὶ οὐδὲ ἴχνος ὑπολειφθήσεται τοῦ τραύματος ἐκεί‐ νου, μᾶλλον δὲ θεοῦ χάριτι καὶ αὐτὴν τοῦ πονηροῦ συντρίψεις τὴν κεφαλήν· μηδέ σε ταραττέτω τὸ ταχέως καὶ παρ’ αὐτὴν | |
40 | ἐμποδισθῆναι τὴν ἀρχήν· εἶδεν γάρ, εἶδεν ὀξέως ὁ πονηρὸς τῆς σῆς ψυχῆς τὴν ἀρετήν, καὶ γενναῖον αὐτῷ πολέμιον αὐξη‐ θήσεσθαι ἐκ πολλῶν ἐστοχάσατο· τὸν γὰρ εὐθέως τοσαύτῃ καὶ τηλικαύτῃ χρησάμενον κατ’ αὐτοῦ τῇ σπουδῇ τοῦτον, εἰ παρα‐ μένοι, ῥᾳδίως αὐτὸν καταπαλαίσειν ἤλπισεν. Διὰ τοῦτο ἐγρη‐ | |
45 | γόρησεν, ἔσπευσεν, ἠγέρθη πολὺς κατὰ σοῦ, μᾶλλον δὲ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἂν ἐθελήσῃς στῆναι γενναίως. Τίς γὰρ σοῦ τὴν ὀξεῖαν καὶ εἰλικρινῆ καὶ ζέουσαν ἐπὶ τὰ ἀγαθὰ μετά‐ θεσιν οὐκ ἐθαύμασεν; Ἐδεσμάτων μὲν γὰρ τρυφὴ παρεωρᾶτο, πολυτέλης δὲ ἔσθησις κατεπεφρόνητο, πᾶς τῦφος κατεπεπά‐ | |
1(50) | τητο, πᾶσα ἡ περὶ τὴν ἔξωθεν σοφίαν σπουδὴ ἀθρόως ἐπὶ τὰ θεῖα μετενήνεκτο λόγια· ὅλαι μὲν εἰς ἀναγνώσεις ἡμέραι, ὅλαι δὲ εἰς εὐχὰς ἀνηλίσκοντο νύκτες· οὐκ ἀξίας ἦν μνησθῆναι πατρικῆς, οὐ πλοῦτον ἐν νῷ λαβεῖν· τὸ δὲ γονάτων ἅψασθαι καὶ ποσὶν προσδραμεῖν ἀδελφῶν τοῦτο πάσης εὐγενείας ἀνώ‐ | |
55 | τερον ᾔδεις. Ταῦτα ἔθλιβεν τὸν πονηρόν, ταῦτα εἰς μάχην ἐξήγειρεν σφοδροτέραν· ἀλλ’ οὐ καιρίαν ἔδωκε τὴν πληγήν. Εἰ μὲν γὰρ μετὰ χρόνον πολύν, μετὰ νηστείας τε συνεχεῖς καὶ τὴν χαμευνίαν καὶ τὴν ἄλλην ἄσκησιν κατέβαλεν, ἦν μὲν οὐδὲ τότε ἀπογνῶναι, πλὴν ἄν τις πολλὴν ἔφη τὴν ζημίαν | 50 |
60 | γεγενῆσθαι, μετὰ πολλοὺς πόνους καὶ ἱδρῶτας καὶ νίκας τῆς ἥττης γενομένης· ἐπειδὴ δὲ ἅμα τῷ πρὸς αὐτὸν ἀποδύσασθαι ὑπεσκέλισεν, τοσοῦτον ἤνυσε μέν, ὅσον 〈σὲ〉 † σπουδαιότερον γενέσθαι πρὸς τὴν κατ’ αὐτοῦ μάχην εἰργάσατο. Ἄρτι γάρ σοι ἐκπλέοντι, οὐκ ἐκ τῆς ἐμπορίας ἐπανιόντι, οὐδὲ πλήρη τὸν | |
65 | φόρτον ἐπιφερομένῳ, ὁ δεινὸς ἐπέθετο πειρατής· καὶ καθάπερ λέοντα γενναῖόν τις ἀνελεῖν ἐπιχειρήσας, ἐπειδὰν τὴν δορὰν ἐπιξύσειεν μόνον, ἐκεῖνον μὲν ἔβλαψεν οὐδέν, ἤγειρεν δὲ καθ’ ἑαυτοῦ καὶ μᾶλλον ἀσφαλέστερον καὶ δυσάλωτον τοῦ λοιποῦ πεποίηκεν· οὕτω δὴ καὶ ὁ κοινὸς ἁπάντων ἐχθρὸς βαθεῖαν | |
70 | ἐπιχειρήσας πῆξαι τὴν πληγήν, τούτου μὲν ἀπέτυχεν, ἐγρη‐ γορέναι δὲ καὶ νήφειν τοῦ λοιποῦ παρεσκεύασε μᾶλλον. | |
2 | Ὀλισθηρὸν ἡ ἀνθρωπίνη φύσις καὶ ὀξὺ μὲν κλαπῆναι, ὀξὺ δὲ ἀνενεγκεῖν ἐκ τῆς ἀπάτης, καὶ ὥσπερ πίπτει ταχέως, οὕτω καὶ θᾶττον ἀνίσταται. Καὶ γὰρ ὁ μακάριος ἐκεῖνος ἀνήρ, τὸν Δαυὶδ λέγω τὸν ἐκλεκτὸν βασιλέα καὶ προφήτην, ἡνίκα | |
5 | πολλὰ κατώρθωσεν, οὐκ ἔλαθεν ἄνθρωπος ὤν, ἀλλ’ ἠράσθη ποτὲ γυναικὸς ἀλλοτρίας, καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλ’ εἰργάσατο μὲν μοιχείαν διὰ τὴν ἐπιθυμίαν, εἰργάσατο δὲ καὶ φόνον διὰ τὴν μοιχείαν, ἀλλ’ οὐκ ἐπειδὴ τηλικαύτας ἔλαβεν δύο πληγάς, ἤδη καὶ τρίτην ἑαυτῷ δοῦναι ἐπεχείρησεν, ἀλλ’ | 52 |
10 | εὐθέως πρὸς τὸν ἰατρὸν ἀπέτρεχεν, καὶ τὰ φάρμακα ἐπετίθει. Ποῖα ταῦτα; νηστείαν, δάκρυα, θρήνους, εὐχὰς συνεχεῖς, τὸ τὴν ἁμαρτίαν πολλάκις ἀναγγέλλειν· καὶ οὕτως διὰ τούτων ἵλεων κατέστησεν αὐτὸν εἴς τε τὴν προτέραν ἐπανῆλθεν ἀξίαν, ὥστε μετὰ μοιχείαν καὶ φόνον ἐπισκιάσαι πως δυνηθῆ‐ | |
15 | ναι τὴν τοῦ παιδὸς εἰδωλολατρείαν τὴν τοῦ πατρὸς μνήμην. Ὁ γὰρ υἱός, ὁ τούτου Σολομὼν ἦν ὄνομα αὐτῷ, διὰ τῆς αὐτῆς ἑάλω παγίδος ἧσπερ καὶ ὁ πατήρ, καὶ γυναιξὶ χαριζόμενος ἀπέστη τοῦ πατρῴου θεοῦ. Ὅρα πόσον κακὸν τὸ μὴ κρατεῖν ἡδονῆς, ἀλλὰ τὴν τῆς φύσεως ἀνατρέπειν ἀρχήν, καὶ ἄνδρα | |
20 | ὄντα γυναικῶν εἶναι δοῦλον. Αὐτὸν δὴ τοῦτον τὸν Σολομῶντα δίκαιον ὄντα πᾶσαν ἀφαιρεθῆναι τὴν βασιλείαν, διὰ δὲ τὴν τοῦ πατρὸς εὐδοκίμησιν τὸ τῆς ἀρχῆς ἕκτον μέρος ἀφῆκεν ἔχειν ὁ θεός. Εἰ μὲν οὖν σπουδή σοι περὶ τοὺς ἔξωθεν λόγους ἦν, εἶτα | |
25 | ἀπερρᾳθύμησας δικαστηρίων καὶ βήματος καὶ τῶν ἐκεῖσε στε‐ φάνων καὶ τῆς παρρησίας, 〈σ’〉 ἀναμιμνῄσκων παρεκάλεσα ἂν | |
ἐπανελθεῖν εἰς τοὺς ὑπὲρ ἐκείνων πόνους· ἐπειδὴ δὲ ὑπὲρ τῶν ἐν οὐρανοῖς τρέχομεν καὶ τῶν ἐπὶ γῆς λόγος ἡμῖν οὐδείς, ἑτέρου σε ἀναμιμνῄσκω δικαστηρίου καὶ βήματος φοβεροῦ καὶ | 54 | |
30 | φρικώδους· «Πάντας γὰρ ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ.» Κρίτης δὲ καθῆται τότε, ὁ νῦν ἀθετούμενος ὑπὸ σοῦ. Τί οὖν ἐροῦμεν τότε; τί δὲ ἀπολογησό‐ μεθα, ἐὰν ἐπιμένωμεν ἀθετοῦντες; τί ἐροῦμεν εἰπέ μοι; πραγμάτων φροντίδας προφασισόμεθα; ἀλλ’ αὐτὸς προλαβὼν | |
35 | εἶπεν· «Τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ.» Ἀλλ’ ὑφ’ ἑτέρων ἠπατῆσθαι; ἀλλ’ οὐδὲ τὸν Ἀδὰμ πρὸς ἀπολογίαν ὤνησεν τὸ προβαλέσθαι τὴν γυναῖκα καὶ εἰπεῖν· «Ἡ γυνὴ ἣν ἔδωκάς μοι, αὐτή με ἠπάτησεν», ὥσπερ οὐδὲ τὴν γυναῖκα τὸν ὄφιν. Φοβε‐ | |
40 | ρόν, ὦ Θεόδωρε, τὸ δικαστήριον ἐκεῖνο, οὐ κατηγόρων δεόμε‐ νον, οὐ μάρτυρας περιμένον· «Πάντα γὰρ γυμνὰ καὶ τετραχη‐ λισμένα» τῷ δικάζοντι, καὶ οὐχὶ πράξεων μόνον ἀλλὰ καὶ ἐννοιῶν εὐθύνας ὑπέχειν δεῖ· «Κριτικὸς γάρ ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας» ὁ δικαστὴς ἐκεῖνος. Ἀλλ’ ἴσως ἀσθέ‐ | |
45 | νειαν φύσεως ἐρεῖς καὶ τὸ μὴ δυνηθῆναι ἐνεγκεῖν τὸν ζυγόν; | |
Καὶ ποία αὕτη ἀπολογία, ζυγὸν μὴ ἰσχῦσαι τὸν χρηστὸν ἐνεγκεῖν, φορτίον μὴ δυνηθῆναι βαστάσαι τὸ ἐλαφρόν; βαρὺ πρᾶγμα καὶ φορτικὸν ἡ τῶν κόπων ἀνάπαυσις; Καὶ πῶς ἐπὶ τοῦτο ἡμᾶς ὁ Χριστὸς καλεῖ; Λέγων· «Δεῦτε πρός με πάντες | 56 | |
2(50) | οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Καὶ πάλιν· «Ἄρατε τὸν ζυγὸν ἐφ’ ὑμᾶς, ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν.» Τί γὰρ ἐλαφρότερον, εἰπέ μοι, τοῦ φροντίδων καὶ πραγμάτων καὶ φόβων καὶ πόνων ἀπηλ‐ λάχθαι, ἔξω τε τῶν τοῦ βίου κυμάτων ἑστάναι καὶ ἐν εὐδίῳ | |
55 | διάγειν λιμένι; | |
3 | Εἰπὲ δή μοι· τί σοι δοκεῖ τῶν ἐν κόσμῳ μακαριστὸν εἶναι καὶ ζηλωτόν; Ἀρχὴν πάντως ἐρεῖς καὶ πλοῦτον καὶ τὸ παρὰ ἀνθρώποις εὐδοκιμεῖν. Καὶ τί τούτων ἀθλιώτερον, ὅταν πρὸς τὴν τῶν Χριστιανῶν ἐλευθερίαν συγκρίνηται; Ὁ μὲν γὰρ | |
5 | ἄρχων δήμων ὑπόκειται θυμῷ καὶ πλήθους ὁρμαῖς ἀλογίστοις, φόβῳ τε ἀρχόντων μειζόνων, καὶ ταῖς ὑπὲρ τῶν ἀρχομένων φροντίσιν, καὶ ὁ χθὲς ἄρχων σήμερον ἰδιώτης· σκηνῆς γὰρ οὐδὲν ὁ παρὼν διενήνοχε βίος, ἀλλὰ καθάπερ ἐκεῖ βασιλέως μὲν οὗτος, ἄρχοντος δὲ ἐκεῖνος, ἕτερος δὲ στρατιώτου τάξιν | |
10 | πληροῖ, τῆς δὲ νυκτὸς καταλαβούσης οὔτε ὁ βασιλεὺς βασι‐ λεύς, οὔτε ὁ ἄρχων ἄρχων, οὔτε ὁ στρατιώτης στρατιώτης, | |
οὕτως καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκ ἀπὸ τοῦ προσώπου, ἀλλ’ ἀπὸ τῶν ἔργων ἕκαστος λήψεται τὴν ἀξίαν ἀμοιβήν. Ἀλλὰ δόξα τίμιον, τὸ καταπῖπτον «ὡς ἄνθος χόρτου»; ἀλλὰ πλοῦ‐ | 58 | |
15 | τος ὃν οἱ κεκτημένοι ταλανίζονται· «Οὐαὶ γάρ, φησί, τοῖς πλουσίοις.» Καὶ πάλιν· «Οὐαὶ τοῖς πεποιθόσιν ἐπὶ τῇ δυνά‐ μει αὐτῶν καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχωμέ‐ νοις.» Ὁ Χριστιανὸς οὐδέποτε ἐξ ἄρχοντος ἰδιώτης γίγνεται, οὐδὲ ἀπὸ πλουσίου πένης, οὐδὲ ἄδοξος ἀπὸ ἐνδόξου, ἀλλὰ | |
20 | μένει πλουτῶν ὅταν πτωχεύῃ, καὶ ὑψοῦται ὅταν ταπεινοῦν ἑαυτὸν σπουδάζῃ· καὶ τῆς ἀρχῆς ἧς ἄρχει οὐ κατὰ ἀνθρώπων ἀλλὰ τῶν ἀρχῶν [ἐξουσίαν ἔχει] καὶ τοῦ κοσμοκράτορος τοῦ σκότους, οὐδεὶς αὐτὸν παραλῦσαι δύναται. «Καλὸν ὁ γάμος» σύμφημι κἀγώ. «Τίμιος γάρ, φησίν, ὁ γάμος καὶ ἡ κοίτη | |
25 | ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός.» Σοὶ δὲ οὐκέτι δυνατὸν τὰ δίκαια φυλάξαι τοῦ γάμου. Τὸ γὰρ ἐπου‐ ρανίῳ συναφθέντα νυμφίῳ τοῦτον μὲν ἀφεῖναι, γυναικὶ δὲ ἑαυτὸν συνάψαι, μοιχεία τὸ πρᾶγμα, κἂν μυριάκις αὐτὸ σὺ γάμον καλῇς· μᾶλλον δὲ καὶ μοιχείας τοσούτῳ δεινότερον, ὅσῳ | |
30 | κρείττων ἀνθρώπων θεός. Μηδείς σε ἀπατάτω λέγων· γαμεῖν οὐκ ἐκώλυσεν ὁ θεός. Οἶδα τοῦτο κἀγώ· γαμεῖν μὲν οὐκ ἐκώλυ‐ σεν, ἀλλὰ μοιχεύειν ἐκώλυσεν· ὅπερ σὺ ποιεῖς, ἐὰν θέλῃς, ὃ | |
μὴ γένοιτο, ὁμιλῆσαι γάμῳ ποτέ. Καὶ τί θαυμάζεις, εἰ γάμος ὥσπερ μοιχεία κρίνεται, ὅταν | 60 | |
35 | ἀθετῆται θεός; 〈Οὐ〉 μικρὸν ἄκουσον. Φόνος δικαιοσύνην ἤνεγκεν καὶ φιλανθρωπία μᾶλλον φόνου κατέκρινεν· ἐπειδὴ τὸ μὲν κατὰ γνώμην, τὸ δὲ κωλύοντος ἐγένετο θεοῦ. Διὸ τῷ μὲν Φινεὲς εἰς δικαιοσύνην ἐλογίσθη τὸ τὴν πορνευομένην γυναῖκα μετὰ τοῦ πορνεύοντος ἐκκεντῆσαι· τὸν δὲ Σαοὺλ ὁ ἅγιος τοῦ | |
40 | Θεοῦ Σαμουήλ, ὅλας νύκτας πενθῶν καὶ δακρύων καὶ παρακα‐ λῶν, οὐκ ἐξίσχυσεν ἐξελέσθαι τῆς καταδίκης, ἧς ἐξήνεγκεν κατ’ αὐτοῦ ὁ θεός, ἐπειδὴ τὸν τῶν ἀλλοφύλων βασιλέα, δέον ἀνελεῖν, ἔσωσεν παρὰ γνώμην θεοῦ. Εἰ τοίνυν φιλανθρωπία μᾶλλον φόνου κατέκρινεν διὰ τὸ παρακουσθῆναι θεόν, τί | |
45 | θαυμάζεις εἰ γάμος μοιχείας καταδικάζει μᾶλλον, διὰ τὸ ἀθε‐ τεθῆναι Χριστόν; Ὅπερ γὰρ τὴν ἀρχὴν ἔφην· εἰ μὲν ἰδιώτης ἦσθα, οὐδείς σε ἂν λιποστρατίας ἐγράψατο· νυνὶ δὲ οὐκέτι κύριος εἶ σαυτοῦ, βασιλεῖ τηλικούτῳ στρατευσάμενος. Εἰ γὰρ «ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνήρ», πόσῳ | |
3(50) | μᾶλλον οἱ Χριστῷ ζῶντες οὐκ ἂν εἶεν αὐτοὶ τοῦ αὑτῶν σώμα‐ τος κύριοι. Ὁ καταφρονηθεὶς νῦν ὑπὸ σοῦ αὐτός ἐστιν τότε ὁ δικάζων· τοῦτο ἐννόει δι’ ὅλου, καὶ τὸν ποταμὸν τοῦ πυρός· | |
«Ποταμὸς γάρ, φησίν, πυρὸς εἷλκεν πρὸ προσώπου αὐτοῦ.» Καὶ ὅτι· οὐκ ἔστιν ἐκείνῳ παραδοθέντα τῷ πυρὶ προσδοκῆσαι | 62 | |
55 | κολάσεως τέλος. Ἀλλ’ αἱ μὲν ἄτοποι τοῦ βίου ἡδοναὶ τῶν σκιῶν καὶ τῶν ὀνειράτων διαφέρουσιν οὐδέν· πρὶν ἢ γὰρ τελεσθῆναι τὰ τῆς ἁμαρτίας, σβέννυται τὰ τῆς ἡδονῆς· αἱ δὲ ὑπὲρ τούτων κολά‐ σεις πέρας οὐκ ἔχουσιν. Τὸ μὲν ἡδὺ πρὸς ὀλίγον, τὸ δὲ ἀνια‐ | |
60 | ρὸν αἰώνιον. Τί δὲ βέβαιον τῶν ἐν τῷ κόσμῳ, εἰπέ μοι; Πλοῦ‐ τος, ὁ μηδὲ μέχρι τῆς ἑσπέρας μείνας πολλάκις; Ἀλλὰ δόξα; ἀλλ’ ἄκουέ τινος λέγοντος δικαίου· «Ὁ βίος μου ἐλα‐ φρότερος δρόμεως.» Ὥσπερ γὰρ ἐκεῖνοι πρὶν ἢ στῆναι μετα‐ πηδῶσιν, οὕτω καὶ αὐτὸς πρὶν ἢ παραγενέσθαι ἀφίπταται. | |
65 | Οὐδὲν ψυχῆς τιμιώτερον· καὶ οὐδὲ οἱ μωρίας εἰς ἔσχατον ἐλά‐ σαντες ἠγνόησαν τοῦτο. Ψυχῆς γὰρ οὐδὲν ἀντάξιον, καὶ τῶν ἔξωθέν τις ποιητικὸς ἔφη. Οἶδα ὅτι οὐ παλαίων πρὸς τὴν τοῦ πονηροῦ πάλην ἀσθενέστερος γέγονας, οἶδα ὅτι ἐν μέσῃ τῶν ἡδονῶν ἕστηκας τῇ φλογί· ἀλλ’ ἐὰν εἴπῃς πρὸς τὸν ἐχθρόν, | |
70 | ὅτι ταῖς ἡδοναῖς σου οὐ λατρεύομεν, καὶ τὴν ῥίζαν πάντων τῶν κακῶν [σου] οὐ προσκυνοῦμεν, ἐὰν τείνης ἄνω τὸ ὄμμα, τινάξει τάχα τὴν φλόγα ὁ Σωτήρ, καὶ τοὺς ἐμβαλόντας σε εἰς τὸ πῦρ κατακαύσει, σοὶ δὲ ἐν μέσῃ τῇ καμίνῳ νεφέλην καὶ | |
δρόσον ἀποστελεῖ καὶ πνεῦμα διασυρίζον, ὡς μηδὲ τῶν λογι‐ | 64 | |
75 | σμῶν σου καὶ τῆς συνειδήσεως ἅψασθαι τὸ πῦρ· μόνον σαυτὸν μὴ κατακαύσῃς. Καὶ γὰρ τὰς ὀχυρὰς τῶν πόλεων ὅπλα μὲν 〈πάντα〉 πολλάκις καὶ μηχανήματα τῶν ἔξωθεν οὐκ ἴσχυσεν καθελεῖν, προδοσία δὲ ἑνὸς ἢ δύο τῶν ἔνδον οἰκούντων πολι‐ τῶν ἀπονητὶ παρέδωκεν τοῖς ἐχθροῖς. Καὶ νῦν μηδείς σε τῶν | |
80 | ἔνδον προδότω λογισμῶν, κἂν μυρία προσάγῃ μηχανήματα ἔξωθεν ὁ ἐχθρός, προσάξει μάτην. | |
4 | Πολλοὺς ἔχεις Θεοῦ χάριτι καὶ μεγάλους τοὺς συναλ‐ γοῦντας, τοὺς ἀλείφοντας, τοὺς ὑπὲρ τῆς σῆς τρέμοντας ψυχῆς· τὸν ἅγιον τοῦ θεοῦ Βαλέριον, τὸν πάντα αὐτῷ τιμιώ‐ τατον ἀδελφὸν Φλωρέντιον, τὸν τὴν τοῦ Χριστοῦ σοφίαν σοφὸν | |
5 | Πορφύριον, καὶ ἑτέρους πολλούς. Οὗτοι καθ’ ἑκάστην ὀλοφύ‐ ρονται τὴν ἡμέραν ὑπὲρ σοῦ καὶ εὐχόμενοι οὐκ ἐπαύσαντο· καὶ ἔτυχον δ’ ἂν ὧν ἐδέοντο πάλαι, εἰ μικρὸν γοῦν ἀπολῦσαι σαυτὸν ἠθέλησας τῶν τοῦ πολεμίου βρόχων. Πῶς οὖν οὐκ ἄτοπον ἑτέρους μὲν μηδὲ νῦν ἀπογνῶναί σου τὴν σωτηρίαν, | |
10 | ἀλλὰ δι’ ὅλου τὸ μέλος αὐτῶν ἀπολαβεῖν εὔχεσθαι, σὲ δὲ ἅπαξ πεσόντα μὴ θέλειν ἀναστῆναι, ἀλλὰ κεῖσθαι, μόνον οὐχὶ βοῶντα πρὸς τὸν ἐχθρόν· Σφάττε, [παῖε], μὴ φείσῃ· «Μὴ ὁ | |
πίπτων οὐκ ἀνίσταται;» ὁ θεῖος ἔφη χρησμός. Σὺ δὲ μάχῃ τούτῳ καὶ ἀντιλέγεις· τὸ γὰρ πεσόντα ἀπογνῶναι, οὐδὲν ἄλλο | 66 | |
15 | ἐστὶν εἰπεῖν ἢ ὅτι ὁ πίπτων οὐκ ἀνίσταται. Μή, παρακαλῶ, μὴ τοσοῦτον ἀδικήσῃς σαυτόν· μὴ τοσαύτην ἡμῶν καταχέῃς ὀδύνην. Οὐ λέγω νῦν, ὅτε οὔπω εἰκοστὸν ἄγεις ἔτος, ἀλλὰ εἰ καὶ πολλὰ ποιήσας καὶ τὸν ἅπαντα βίον ἐν Χριστῷ ζήσας, ἐν ἐσχάτῳ γήρᾳ τοσαύτην ἔπαθες τὴν ἐπήρειαν, οὐδὲ τότε ἀπο‐ | |
20 | γνῶναι καλόν, ἀλλ’ ἐν νῷ λαβεῖν τὸν ἐν σταυρῷ δικαιωθέντα λῄστην, τοὺς περὶ τὴν ἑνδεκάτην ἐργασαμένους ὥραν, καὶ ὅλης τῆς ἡμέρας ἀπειληφότας τὸν μισθόν. Ὥσπερ δὲ οὐ καλὸν τοὺς ἐν ἐσχάτῳ τέρματι πεσόντας ἀπελπίζειν, ἐὰν σωφρονῶσιν, οὕτως οὐκ ἀσφαλὲς ταύτῃ τρέφεσθαι τῇ ἐλπίδι | |
25 | καὶ λέγειν ὅτι· μετὰ ταῦτα ... Τέως μὲν ἀπολαύσω τῶν ἡδέων τοῦ βίου ὕστερον δὲ ὀλίγον πονέσας τοῦ παντὸς ἀπολήψομαι χρόνου τοὺς μισθούς. Καὶ γὰρ μέμνημαί σου πολλάκις εἰρη‐ κότος, ἡνίκα ἄν σοι πονηρὰ παρῄνουν εἰς μουσεῖα φοιτῶντι· «Τί δαί; κἂν ἐν τῷ βραχεῖ χρόνῳ τούτῳ καλῶς καταλύσω τὸν | |
30 | βίον, πῶς ἀπελεύσομαι πρὸς τὸν εἰρηκότα· «Μὴ μέλλε ἐπι‐ στρέφειν πρὸς Κύριον, μηδὲ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας.» Τοῦτον ἀνάκτησαι τὸν λογισμόν, καὶ δεῖσον τὸν κλέπτην· οὕτως γὰρ ὁ Χριστὸς τὴν ἐνθένδ’ ἡμῶν ἔξοδον καλεῖ, διὰ τὸ ἀγνοοῦσιν ἐφίστασθαι. Ἐννόησον τὰς τοῦ βίου φροντίδας, | |
35 | τὰς ἰδίᾳ, τὰς κοινῇ γινομένας, τοὺς τῶν ἀρχόντων φόβους, τὸν τῶν πολιτῶν φθόνον, τὸν μέχρι τῶν ἐσχάτων πολλάκις ἐπαρτηθέντα κίνδυνον, τοὺς πόνους, τὰς ταλαιπωρίας, τὰς κολακείας τὰς δουλοπρεπεῖς καὶ οὐδὲ τῶν ἀνδραπόδων τοῖς σπουδαίοις προσηκούσας, τούτων δὲ τῶν πόνων τὸν καρπὸν | 68 |
40 | ἐνθάδε τελευτᾶν, οὗ τί γένοιτ’ ἂν ἀλγεινότερον; Πολλοῖς δὲ οὐδὲ ἀπολαῦσαι ὑπὲρ ὧν ἐπόνεσαν συνέβη, ἀλλὰ τὴν πρώτην ἡλικίαν πόνοις καὶ κινδύνοις ἀναλώσαντες, ἡνίκα ἤλπισαν ἀπολήψεσθαι τοὺς μισθούς, ἀπῆλθον οὐδὲν ἔχοντες μεθ’ ἑαυ‐ τῶν. 〈Καὶ οὐκ ἀδίκως.〉 Εἰ γὰρ τὸν ἐπὶ γῆς βασιλέα μετὰ τὸ | |
45 | πολλοὺς μὲν ὑπομεῖναι κινδύνους, πολλοὺς δὲ ἀνύσαι πολέ‐ μους, μόλις τις ὄψεται μετὰ παρρησίας, πῶς τὸν οὐράνιον ἰδεῖν δυνήσεταί τις τὸν ἅπαντα χρόνον ἑτέρῳ ζήσας καὶ στρα‐ τευσάμενος; | |
5 | Εἴπω, βούλει, καὶ τὰς οἴκοι φροντίδας τὰς τῆς γυναικός, τὰς τῶν παίδων, τὰς τῶν οἰκετῶν. Ἀλγεινὸν μὴ κτήσασθαι παῖδας, ἀλγεινὸν καὶ κεκτῆσθαι· τὸ μὲν γὰρ μάτην ἐστὶν γεγαμηκέναι, τὸ δὲ πικρὰν ὑπομένειν δουλείαν. Ἠρρώστησεν | |
5 | τὸ παιδίον, φόβος οὐ μικρός· ἀπῆλθεν ἄωρον, πένθος ἀπαρα‐ μύθητον· καὶ καθ’ ἑκάστην ἡλικίαν διάφοροι φροντίδες ὑπὲρ αὐτῶν. καὶ φόβοι καὶ πόνοι πολλοί. Δεινὸν πενιχροτέραν λαβεῖν γυναῖκα, δεινὸν εὐπορωτέραν· τὸ μὲν γὰρ εἰς τὴν οὐσίαν ἔβλαψεν, τὸ δὲ εἰς αὐθεντίαν καὶ ἐλευθερίαν τὸν ἄνδρα. Τί | |
10 | δεῖ λέγειν τὰς τῶν οἰκετῶν μοχθηρίας; Βίος οὖν ἄρ’ οὗτος, ὦ | |
Θεόδωρε, εἰς τοσαῦτα μερίζεσθαι ψυχὴν μίαν, τοσούτοις δουλεύειν, τοσούτοις ζῆν, ἑαυτῷ δὲ μηδέποτε. Ἀλλ’ οὐδὲν τούτων ἐστίν, ὦ φίλε Θεόδωρε, παρ’ ἡμῖν καὶ αὐτόν σε μάρ‐ τυρα καλῶ. Ὅτε γὰρ τὸν βραχὺν ἐκεῖνον χρόνον ἀνακύψαι | 70 | |
15 | τῶν κυμάτων ἠθέλησας, οἶσθα πόσης εὐφροσύνης ἀπέλαυσας καὶ χαρᾶς. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἐλεύθερος ἀλλ’ ἢ μόνος ὁ Χριστῷ ζῶν. Οὗτος ἁπάντων ἀνώτερος ἕστηκεν τῶν δεινῶν· ὅταν αὐτὸς ἑαυτὸν ἀδικῆσαι μὴ βούληται, ἕτερος τούτῳ οὐκ ἰσχύσει βλάψαι ποτέ, ἀλλ’ ἔστιν ἀνάλωτος, οὐ ζημίᾳ χρημά‐ | |
20 | των δακνόμενος· ἔμαθεν γὰρ ὅτι «Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνησόμεθα»· οὐ πόθῳ φιλοτιμίας ἢ δόξης ἁλισκόμενος· ἔμαθεν γὰρ ὅτι «Ἡμῖν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει». Οὐ λοιδορῶν τις λυπεῖ, οὐ τύπτων παροξύνει· μία συμφορὰ Χριστιανῷ μόνη, | |
25 | τὸ προσκροῦσαι θεῷ· τὰ δὲ ἄλλα, οἷον χρημάτων ἀποβολήν, πατρίδος στέρησιν, τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον, οὐδὲ εἶναί τι νομίζει δεινόν. Καὶ ὃ πάντες πεφρίκασιν, τὸ ἐνθέν‐ δε ἐκεῖ ἀπελθεῖν, τοῦτο ἐκείνῳ τοῦ ζῆν ἥδιον. Ὥσπερ γὰρ ἄν | |
τις εἰς ἄκρον σκόπελον ἀνελθὼν θεωρῇ τὴν θάλασσαν, καὶ | 72 | |
30 | τοὺς ταύτην πλέοντας, τοὺς μὲν ὑπὸ κυμάτων βαπτιζομέ‐ νους, τοὺς δὲ ὑφάλοις προσαράσσοντας, ἄλλους δὲ ἑτέρωθι μὲν σπεύδοντας, ἑτέρωθι δὲ ἀγομένους, ὥσπερ δεσμίους τῇ τοῦ πνεύματος ῥύμῃ, καὶ πολλοὺς μὲν ὑποβρυχίους γινομέ‐ νους, ἐνίους δὲ ἐπὶ σανίδος μιᾶς ἢ ἐπί τινος τῶν ἀπὸ τοῦ | |
35 | πλοίου φερομένους καὶ τοὺς μὲν ἀντὶ πλοίου καὶ πηδαλίου ταῖς χερσὶν χρωμένους μόναις, ἄλλους δὲ νεκροὺς ἐπιπλέον‐ τας, πολυειδῆ τινα καὶ πολυπρόσωπον συμφοράν· οὕτω δὴ καὶ ὁ Χριστῷ στρατευόμενος, τῆς ταραχῆς τοῦ βίου καὶ τῶν κυμάτων ἑαυτὸν ὑπεξαγαγὼν καθῆται μὲν ἐν ἀσφαλεῖ καὶ | |
40 | ὑψηλῷ χωρίῳ. Τί γὰρ ἀσφαλέστερον καὶ ὑψηλότερον τοῦ μίαν ἔχειν φροντίδα, πῶς ἀρέσαι δεῖ θεῷ; Εἶδες, Θεόδωρε, τὰ ναυάγια τῶν ταύτην τὴν θάλατταν πλεόντων· διό, παρακαλῶ, φεῦγε τὸ πέλαγος, φεῦγε τὰ κύματα, καὶ ὑψηλὸν κατάλαβε χωρίον, ὅθεν οὐκ ἔστιν ἁλῶναι. | |
45 | Ἀνάστασις ἔστιν, Θεόδωρε, κρίσις ἔστιν, φοβερὸν κριτήριον ἡμᾶς ἐνθένδε ἐξελθόντας μένει. «Πάντας ἡμᾶς παραστῆναι δεῖ τῷ βήματι τοῦ Χριστοῦ». Οὐ μάτην ἠπείληται γέεννα, οὐκ εἰκῆ τοσαῦτα ἡτοίμασται ἀγαθά. Σκιά, καὶ σκιᾶς οὐδαμι‐ νέστερα τοῦ βίου τὰ πράγματα, πολλῶν μὲν γέμοντα φόβων, | |
5(50) | πολλῶν δὲ κινδύνων, ἐσχατῆς δὲ καὶ † δουλείας. Μὴ δὴ ζημιω‐ θῇς καὶ τοῦτον κἀκεῖνον τὸν αἰῶνα, ἐξὸν ἀμφοτέρους κερδᾶ‐ ναι, εἰ βούλοιο. Ὅτι δὲ καὶ τὰ ἐνθάδε κερδαίνουσιν οἱ Χριστῷ ζῶντες, διδάσκει Παῦλος λέγων· «Ἐγὼ δὲ ὑμῶν φείδομαι.» Καὶ πάλιν· «Τοῦτο δὲ λέγω πρὸς τὸ ὑμῖν συμφέρον.» Ὁρᾷς | 74 |
55 | 〈τοίνυν, ὦ Θεόδωρε〉, ὅτι καὶ ἐνταῦθα τοῦ γεγαμηκότος ἀνώ‐ τερος ὁ τὰ τοῦ Κυρίου μεριμνῶν; Οὐκ ἔστιν ἀπελθόντα ἐκεῖ μετανοῆσαι. Οὐδεὶς ἀθλητής, ἐπειδὰν ἐξέλθῃ τὸ στάδιον καὶ διαλυθῇ τὸ θέατρον, πάλιν δύναται ἀναπαλαίειν [ἢ ἀγωνί‐ σασθαι]. Ταῦτα ἀεὶ λογίζου καὶ τὴν ὀξεῖαν τοῦ πονηροῦ | |
60 | μάχαιραν συντρίψεις δι’ ἧς πολλοὺς ἀναιρεῖ· [αὕτη δέ ἐστιν ἀπόγνωσις], διότι τοὺς καταβληθέντας ἐκκόπτει τῆς ἐλπίδος. Ἰσχυρὸν τοῦτο τὸ ὅπλον 〈αὐτοῦ〉 καὶ τοὺς ἁλόντας ἑτέρως οὐ κατέχει ἀλλ’ ἢ τούτῳ δεσμεύων τῷ δεσμῷ, ὃν ἐὰν ἐθέλωμεν, θεοῦ χάριτι, διαρρῆξαι δυνησόμεθα ταχέως. | |
6 | Οἶδα τὸ μέτρον ἐξελθὼν τῆς ἐπιστολῆς, ἀλλὰ συγγνῶθι· οὐ γὰρ οὐχ ἑκὼν εἰς τοῦτο προῆλθον, ἀλλ’ ὑπὸ τῆς λύπης καὶ τῆς ἀγάπης ἀναγκασθείς, δι’ ἣν καὶ ταύτην ἐβιασάμην ἐμαυ‐ τὸν γράψαι τὴν ἐπιστολήν, πολλῶν κωλυόντων καὶ λεγόντων· | |
5 | «Παῦσαι ματαιοπονῶν καὶ κατὰ πετρῶν 〈οἷον〉 σπείρων.» | |
Ταῦτα ἔλεγόν μοι πολλοί. Ἐγὼ δὲ οὐδενὸς ἤκουσα· ἐλπὶς γάρ, ἔφην πρὸς ἐμαυτόν, θεοῦ θέλοντος, ἀνύσειν τι τὰ γράμματα· εἰ δὲ ὅπερ ἀπευχόμεθα συμβαίη, τὸ γοῦν σιγῆς μὴ ἐγκαλεῖσθαι κερδανοῦμεν, καὶ ἐσόμεθα τῶν θάλατταν πλεόντων οὐ χεί‐ | 76 | |
10 | ρους, οἳ τοὺς ὁμοτέχνους ὅταν ἴδωσι, τῆς νηὸς ἢ κυμάτων ἢ πνευμάτων βίᾳ λυθείσης, ἐπὶ σανίδος φερομένους, ἱστία καθε‐ λόντες καὶ ἀγκύρας χαλάσαντες καὶ εἰς ἀκάτιον ἐμβάντες, ἀνθρώπους ἀγνώστους, ἀπὸ δὲ συμφορᾶς ἐπιγιγνωσκομένους μόνον, ἀνασῴζειν ἐπιχείρουσιν. Εἰ δὲ μὴ βούλονται ἐκεῖνοι, | |
15 | οὐδεὶς ἂν αὐτῶν τῆς ἀπολείας τοὺς ἐπιχειρήσαντας σῶσαι, αἰτιάσαιτο. Ταῦτα τὰ παρ’ ἡμῶν· πιστεύομεν δὲ ὅτι, θεοῦ χάριτι, ὑπάρξει καὶ τὰ παρὰ σοῦ, καὶ πάλιν σε διαπρέποντα κατὰ τὴν τιμίαν ἀγέλην ὀψόμεθα τοῦ Χριστοῦ. Ὑγιαίνοντά σε τὴν ἀληθῆ ὑγίειαν θᾶττον ἀπολάβοιμεν εὐχαῖς ἁγίων, ὦ φίλη | |
20 | κεφαλή. Εἴ τίς σοι λόγος ἡμῶν ἐστι καὶ μὴ πάντη τῆς μνή‐ μης ἡμᾶς ἐξέβαλες τῆς σῆς, ἀντιγράψαι καταξίωσον ἡμῖν· εὐφρανεῖ γὰρ ἡμᾶς ἡ σὴ ἐπιστολή· ἡ δὲ σὴ τελειότης τὰ ἔτι μειζόνως νοεῖν δυναμένη καὶ ἡμᾶς ὠφελήσει καὶ γράφουσα | |
καὶ προσευχομένη. Ἐρρῶσθαί σε εὐχόμεθα ἐν Κυρίῳ. Ἀμήν. | 78 |