TLG 2061 002 :: ASTERIUS Sophista :: Fragmenta in Psalmos (in catenis) ASTERIUS Sophista Scr. Eccl., Arianus Fragmenta in Psalmos (in catenis) Citation: Fragment — (line) | ||
1-2t | In Psalmum I, 1 | |
1(t) | Ἀστερίου Ἀρειανοῦ | |
1 | Ἀπὸ μακαρισμοῦ ἤρξατο τῆς ψαλμῳδίας ὁ Δαυίδ, ἐπειδὴ μαθητὴς καὶ μιμητὴς ἐγένετο τοῦ νοητοῦ Δαυίδ, τοῦ Χριστοῦ· κἀκεῖνος γὰρ ἀπὸ μακαρισμῶν ἤρξατο τῆς διδασκαλίας. Ἀγγέ‐ λους δὲ οὐ μακαρίζει· οἱ ἄγγελοι γὰρ ἐν βουλῇ ἀσεβῶν οὐ πορεύ‐ | |
---|---|---|
5 | ονται, ἀεὶ προσκυνοῦντες τὸν τῶν δυνάμεων κύριον. Ἀλλ’ οὔτε βρέφος τὸ βουλεύεσθαι μὴ ἐπιστάμενον. Ἀλλ’ οὔτε γυνὴ ἰδικῶς· ὅτι ἡ ἀξία τοῦ μακαρισμοῦ οὐκέτι ἀπὸ τοῦ σχήματος, ἀλλ’ ἀπὸ τοῦ φρονήματος, ἀνὴρ ὀνομάζεται, ὥσπερ καὶ ὁ ἀνὴρ οὐκ ἐν τῷ σχήματι, ἀλλ’ ἐν τῷ γενναίῳ φρονήματι θεωρούμενος, οὐκ ἐν | |
10 | ἡλικίᾳ μετρούμενος, ἀλλ’ ἐν φιλοθεΐᾳ κρατούμενος. Ἀσεβεῖς δὲ λέγονται οἱ τὸν θεὸν ἐν ἀληθείᾳ μὴ σεβόμενοι. Ὡς γὰρ οἱ κακό‐ φωνοι ἄφωνοι λέγονται, οὕτως καὶ οἱ κακόφρονες ἀσεβεῖς ὡς κακῶς σεβόμενοι. | |
2(t) | Ἀστερίου Ἀρειανοῦ | |
1 | Διὰ τῆς καθέδρας τὴν διδασκαλίαν δηλοῖ, ὥς φησιν ἐπὶ τῆς Μωυσέως καθέδρας. Καθέδρα τοίνυν λοιμῶν ἡ διδασκαλία τῶν | |
παρανόμων. | 249 | |
3(t) | In Psalmum IV, 1—3 | |
1 | Ἀστέριος δὲ ὁ Ἀρειανὸς οὕτως τὸν ψαλμὸν ἐξηγήσατο· Διὰ τί Εἰς τὸ τέλος ἐν ὕμνοις ἐπιγέγραπται ὁ ψαλμός; Ἐπειδὴ καλῶς μὲν ἤρξατο, καλῶς δὲ τὸν βίον ἐτέλεσεν; Ἢ ἐπειδὴ κακῶς μὲν ἤρξατο, θεωρήσας τὴν τοῦ Οὐρίου γυναῖκα λουομένην, καὶ | |
5 | ἐμοίχευσεν, καλῶς δὲ μετανοήσας τὸν βίον ἐτέλεσεν, διὰ τοῦτο εἰς τὴν ἀρχὴν ἐν ψόγοις, εἰς τὸ τέλος ἐν ὕμνοις. Ψαλμὸς τῷ Δαυὶδ ἡ πρᾶξις τῆς μετανοίας. Καὶ ἐπειδὴ ὅπου ἐπλεόνα‐ σεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ δικαιοσύνη, διὰ τοῦτο ἔλεγεν· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ | |
10 | θεὸς τῆς δικαιοσύνης μου. Δικαιοσύνην γὰρ αὐτοῦ νῦν λέγει ὁ Δαυὶδ τὴν μετάνοιαν. Εἶδεν ὁ θεὸς καθαρθεῖσαν τὴν ψυχὴν καὶ ἐδέξατο τὴν προσευχήν. Ἢ ἐπειδὴ ἐν τῷ πρὸ τούτου ψαλμῷ τὸν διωγμὸν τὸν ὑπὸ τοῦ Ἀβεσσαλὼμ ὠδύρετο, προσ‐ ευχὴ δὲ μεσιτεύσασα τὸν τύραννον ἀνεῖλεν, ὡς ἐρωτηθεὶς πῶς | |
15 | τὸν Ἀβεσσαλὼμ ἐνίκησεν, ἀπεκρίνατο τὴν ἀρχὴν τοῦ ψαλμοῦ. Ὥσπερ γάρ, φησίν, ἁμαρτήσαντί μοι ὁ θεὸς αὐτὸν κατ’ ἐμοῦ ἤγειρεν, οὕτως μετανοήσαντι τὴν κατ’ αὐτοῦ ἐδωρήσατο νίκην. Διὰ τί δ’ ἐν αὐτῷ τῷ ἐπικαλεῖσθαι εἰσηκούσθη ὁ Δαυίδ; Ἐπειδὴ ἐλεγχόμενος ὑπὸ τοῦ Νάθαν εὐθὺς εἰς μετάνοιαν ἐκάμφθη, διὰ | |
20 | τοῦτο εὐθὺς προσευχόμενος εἰσηκούσθη. Ὁ γὰρ πάντα ποιῶν ὅσα βούλεται ὁ θεὸς ὑπακούεται παραχρῆμα, καὶ ἔτι λαλοῦντος ἐρεῖ ὁ θεός· Ἰδοὺ πάρειμι. Εἶτα εἰρηκὼς τοῖς πλησίον ὅπως τάχειον εἰσηκούσθη, τρέπει τὸν λόγον πρὸς τὸν θεὸν καὶ τῷ εἰσακούσαντι εὐχαριστεῖ· Ἐν θλίψει ἐπλάτυνάς μοι. Τὰ | |
25 | κύματα τῶν θλίψεων, φησίν, ἡ ταχεῖα γαλήνη διέλυσεν. Καὶ | |
λιμῷ με τηκόμενον ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου ἐπλού‐ τισας, ὡς μὴ μόνον ἐμέ, ἀλλὰ καὶ πάντας τοὺς ὑπ’ ἐμὲ ἀπολαῦ‐ σαι. Διὸ ὑποκαταβὰς ἔλεγεν· Ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Ἡ ἐκείνων περιουσία | 250 | |
30 | εὐφροσύνη καρδίας μοι γέγονεν. Τοῦτο δὲ μανθάνομεν ἀπ’ αὐτῆς τῆς ἱστορίας. Ὅτε γὰρ πολεμούμενος ὑπὸ τοῦ Ἀβεσσαλὼμ ἔφευγεν ἐν ταῖς ἐρήμοις καὶ ἐν τοῖς ὄρεσιν, λιμῷ καὶ ἀνάγκῃ ὡς ἐν διωγμῷ ἐκρατήθη, ἀλλ’ ὁ θεὸς αὐτοῦ τὴν ἀνάγκην παρεμυθήσατο. Πρῶτος γὰρ ὁ Σιβά, ὁ ἐκ τοῦ οἴκου τοῦ Σαούλ, ἤνεγκεν αὐτῷ | |
35 | ἄρτους διακοσίους καὶ οἶνον καὶ παλάθας καὶ σταφίδας. Εἶτα μετὰ τοῦτον, Βερζελλὶ ὁ Γαλααδίτης καὶ αὐτὸς αὐτῷ προσήνεγ‐ κεν δέκα κοίτας, ἵνα μὴ χαμευνῇ, καὶ ἀμφιτάπητας, τοὺς καλου‐ μένους νῦν τυλοτάπητας, καὶ οἴνου κεράμια καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ κύαμον καὶ φακὸν καὶ μέλι καὶ βούτυρον καὶ | |
40 | πρόβατα καὶ γαλαθηνὰ μοσχάρια. Εὐχαριστῶν οὖν ἐπὶ τούτοις φησίν· Ἐν θλίψει ἐπλάτυνάς μοι. Τί δὲ λέγων εἰσηκού‐ σθης, μὴ μακρὸν κατέτεινας λόγον, μὴ πλατὺν ὀνομάτων καὶ ῥημάτων κατέγραψας πίνακα; Οὐδαμῶς, φησὶν ὁ Δαυίδ· Οὐ γὰρ χρῄζει πολυλογίας ὁ θεός, ὁ καὶ μόνῳ στεναγμῷ ἀρκούμενος. | |
45 | Τοῦτο μόνον ἔλεγον προσευχόμενος· Οἰκτείρησον καὶ εἰσά‐ κουσον τῆς προσευχῆς μου. Εἴποι δὲ ταῦτα καὶ ὁ λῃσ‐ τὴς ἐν τῷ σταυρῷ πρὸς τὸν κύριον· εἰπὼν γὰρ καὶ ἐπικαλεσάμενος ἐν τῇ αὐτοῦ θλίψει· Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, εἰσηκούσθη καὶ ἀντὶ σταυροῦ τὸν παράδει‐ | |
3(50) | σον ᾤκησεν καὶ πολίτης γέγονε τοῦ οὐρανοῦ. Αὐτὸς καὶ πρὸς τοὺς Ἰουδαίους βοήσεται· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυ‐ κάρδιοι; Θεάσασθε τὴν κτίσιν τῷ κτίστῃ συμπάσχουσαν. Εἰ τὸν Λάζαρον τετραήμερον ἀπὸ τάφου τρέχοντα ἰδόντες οὐκ ἐπιστεύσατε, νῦν γοῦν προσκυνήσατε τοῦ σταυρωθέντος τὴν | |
55 | δύναμιν. Νεκροὺς ὁ σεισμὸς ἀνέστησεν, καὶ ὑμεῖς τῇ ἀπιστίᾳ κα‐ θεύδετε. Διὰ τί βαρυκάρδιοι; Τοῦτο μὲν διὰ τὸ μὴ κατανυγῆναι τοῖς θαύμασιν, τοῦτο δὲ διὰ τὸ ἐξ ἀφροσύνης βαρέως κατὰ τοῦ Χριστοῦ ὀργίζεσθαι. Μάρτυς ἡ γραφὴ εἰποῦσα· Βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος, ὀργὴ δὲ ἄφρονος βαρυτέρα, ὅτι | 251 |
60 | οὔτε νουθεσίᾳ θέλγεται καὶ θαύματα βλέπων ὀργίζεται. Ἵνα τί ἀγαπᾶτε ματαιότητα, τὸν Βαραββᾶν τοῦ Χριστοῦ προτι‐ μήσαντες, τὸν φονέα ὑπὲρ τὸν ζωοποιόν, τὴν βασιλείαν τοῦ Καίσαρος ὑπὲρ τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν ἁμαρτίαν τὴν ἄμμου παραλίας βαρυτέραν ὑπὲρ τὴν δικαιοσύνην, τὰ πρόσκαιρα | |
65 | ὑπὲρ τὰ αἰώνια, τὴν φθορὰν ὑπὲρ τὴν ἀφθαρσίαν; Ἀλλὰ πρὸς τούτοις καὶ ζητεῖτε ψεῦδος, ψευδομάρτυρας ἐξωνούμενοι κατὰ τῆς ἀληθείας λέγοντας· Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρον διδόναι. Ἀνασείει τὸν λαὸν διδάσκων. Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ | |
70 | ἄν σοι παρεδώκαμεν αὐτόν. Καὶ τί ἐκακοποίησεν; Ὅτι νοσοῦν‐ τας ἰάσατο; Ὅτι δαίμονας ἐφυγάδευσεν; Ὅτι νεκροὺς ἤγειρεν; Ὅτι ἐκ πέντε ἄρτων ἰσαρίθμους χιλιάδας ἐν ἐρήμῳ διέθρεψεν χωρὶς γυναικῶν καὶ παίδων; Ἔτι ἡ τροφὴ ἐν τῷ λάρυγγι καὶ τὸ ψεῦδος ἐν τῷ στόματι. Καὶ τοῖς τῷ Ἀβεσσαλὼμ συναποξενωθεῖσιν | |
75 | ἔλεγεν ὁ Δαυίδ· Τί τῷ ἀτάκτῳ παιδὶ συναπήχθητε; Τί τὸν υἱὸν κατὰ πατρὸς ἀλείφετε; Τί τῇ ματαίᾳ βουλῇ τοῦ Ἀχιτόφελ ἠκολου‐ θήσατε; Εἰ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτου ἄξιος, ὁ κατὰ πατρὸς ἀκονῶν ξίφος υἱὸς ποσάκις ἐστὶν ἄξιος ἀποθανεῖν; Ἵνα τί οὖν ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; | |
80 | Ψεῦδος λέγει νῦν πᾶν πρᾶγμα μάταιον ταχεῖαν τὴν πτῶσιν καὶ μεταβολὴν ἔχον· Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆ‐ | |
σαι. | 252 | |
4-5t | In Psalmum V, 1—4 | |
4(t) | Ἀστερίου καὶ Διδ[ύμου] | |
1 | Οὐκ εἶπεν ὑπὲρ τῆς κληρονόμου, ὅτι ἀεὶ κληρονομεῖ καὶ πολλὰ ὡς βασίλισσα. Διὰ τί δὲ εἰς τέλος; Ἐπειδὴ καὶ τὸν τῆς ἐπιδημίας τοῦ σωτῆρος ἀνέμενε καιρὸν καὶ τὸν τοῦ μέλλοντος αἰῶνος. Οἱ μὲν γὰρ προφῆται τὴν διαθήκην ἔγραψαν· ὁ δὲ σωτὴρ ταύτην | |
5 | ἐλθὼν ἐβεβαίωσεν καὶ ὑπέγραψεν τρόπον τινὰ διὰ τῆς καινῆς διαθήκης καὶ ἐπλήρωσε τὰς διὰ τῶν προφητῶν ἐπαγγελίας. Καὶ ἀποθανὼν ὁ Χριστὸς ὅπλον ἡμῖν καὶ στέφανον κατέλιπεν τὸν σταυρόν. Διὸ λέγει εἰς τὸ τέλος τοῦ ψαλμοῦ· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Ὅπλον γὰρ καὶ στέφανος ὁ | |
10 | σταυρός· ὅπλον διὰ τοὺς πολεμοῦντας, στέφανος διὰ τοὺς νικῶν‐ τας· ὅπλον διὰ τοὺς στρατιῶτας συγκακοπαθήσοντας, στέφανος διὰ τοὺς συμβασιλεύοντας. Ἀλλ’ ὁ Ἰουδαῖος τὸν ὑπὲρ τῆς κληρονομούσης οἰκειοῦται ψαλμὸν λέγων· Ἐμοὶ ἔθετο ὁ θεὸς τὰς διαθήκας. Μὴ γὰρ ὁ διαθέμενος δοῦλος τῆς ἑαυτοῦ ἐστιν | |
15 | διαθήκης; Ἐὰν ἀχαριστήσῃ τοῖς κληρονόμοις, ἀλλάσσει τὴν διαθήκην καὶ τοὺς κληρονόμους. Καὶ ὅτι ἀχαριστῶν τοῖς Ἰουδαίοις ἤλλαξεν τὴν πρώτην διαθήκην καὶ ἄλλην καινὴν ἔγραψεν, λέγει διὰ Ἰερεμίου· Ἰδοὺ ἐγὼ διατίθεμαι τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην | |
20 | τοῖς πατράσιν αὐτῶν ἐξελθόντων ἐξ Αἰγύπτου. Καὶ ἐπάγει· Ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν. Εἰ ἐν τοῖς ἠμελημένοις εἶ, οὐκ εἶ κληρο‐ νόμος, ἀλλ’ ἀποκληρονόμος. Ἔλαβες δὲ τὴν διαθήκην οὐχ | |
ὡς σήν, ἀλλ’ ὡς παραθήκην. Οὐδέποτε γὰρ κληρονόμος διαθήκην | 253 | |
25 | λαμβάνει ζῶντος τοῦ διατιθεμένου. Ἐὰν γὰρ λάβῃ, ὕποπτον ποιεῖ τὴν διαθήκην καὶ ἀντιλέγεται ὑπὸ τῶν ἀποκληρονόμων. Ἐπεὶ οὖν αὐτὸς φυλάττεις τὴν διαθήκην, προάγαγε ταύτην, ἵνα γνῶμεν τί λέγει περὶ ὑμῶν ἐπὶ τῶν μαρτύρων ὁ διαθέμενος· Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν· | |
30 | Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Καὶ ἵνα μὴ περὶ ἄλλου ταῦτα νομίσῃς λέγεσθαι, ἐπάγει· Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐ‐ τοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου ἐμὲ οὐ συνῆκεν. Μὴ σὺ ὁ κληρονόμος; Περὶ δὲ τῶν ἐθνῶν οἵας εὐχαρισ‐ | |
35 | τίας γράφει; Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μου. Περὶ ὑμῶν λέγει· Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονο‐ μήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευ‐ θέρας. Ἐνκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κλη‐ | |
40 | ρονομίαν μου. Καὶ διὰ τί; Ἐπειδὴ ἐγένετο ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ. Τί γὰρ ἐποίησεν; Ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς. Τί λέγουσα; Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Περὶ δὲ τῶν ἐθνῶν· Ἔδωκας κληρονομίαν τοῖς φοβου‐ μένοις τὸ ὄνομά σου, κύριε. Κληρονόμος τοίνυν ἡ ἐξ ἐθνῶν | |
45 | ἐκκλησία. [Τὰ ῥήματά μου ἐνώτισαι, κύριε, σύνες τῆς κραυγῆς μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ θεός μου, | |
4(50) | ὅτι πρὸς σὲ προσεύξομαι, κύριε.] Ἀστερίου· Διὰ τί μὴ εἶπεν τὸν λόγον μου, ἀλλὰ τὰ ῥήματά μου; Ὅτι ὁ μὲν λόγος πολλὰ ὑφ’ ἑαυτὸν περιλαμβάνει ῥήματα, τὰ δὲ ῥήματα μέρη ἐστὶν λόγου· καὶ τὰ μὲν ῥήματα καὶ λόγοι λέγονται, οὐ μὴν μέρη ῥημάτων λόγοι. Ὁ οὖν λέγων τὸν προ‐ | 254 |
55 | κείμενον ψαλμὸν εἰς τὴν κατὰ μέρος τῶν αὐτοῦ λόγων ἐξέτασιν παρακαλεῖ τὸν θεὸν καὶ πρὸς τὰ ἀναγινωσκόμενα δοῦναι τὴν αἴτησιν. Σύνες τῆς κραυγῆς μου. Ὢ τῆς τοῦ προφήτου παρρησίας. Ὢ τῆς τοῦ θεοῦ φιλανθρωπίας. Τὸ σύνες ἀντὶ τοῦ νόησον. Καὶ ἡμεῖς μὲν συνετῷ ἀνδρὶ λαλοῦντες, οὐ τολμῶμεν | |
60 | εἰπεῖν· Νόησον ἃ λέγω, ἵνα μὴ ὡς βραδύνους νομισθῇ· θεῷ δέ, τῷ καὶ πρὸ τοῦ αἰτῆσαι τὰς ἐνθυμήσεις εἰδότι, ὁ προφήτης ἔλε‐ γεν· Σύνες. Ἀλλ’ οὐχ ὡς ἀγνοοῦντι ἐλάλει, ἀλλ’ ὡς ἀπορρή‐ τως καὶ ὀξύτερον διανοίας εἰδότι τὰ αἰτήματα πρὸ τοῦ αἰτῆσαι. Ἐπειδὴ γὰρ οὐ στόματι ὁ δίκαιος ἔκραζεν, ἀλλὰ διαθέσει καὶ | |
65 | προσοχῇ διανοίας, ἔλεγεν· Σύνες τῆς κραυγῆς μου· Σὺ γάρ, φησίν, μόνος ἐπίστασαι τὰς καρδίας τῶν ἀνθρώπων. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου· ὡς γὰρ ὁρᾷς ἀκούεις, καὶ ὡς ἀκούεις βλέπεις. Ἀνόργανον γὰρ καὶ ἀμερὲς καὶ ἁπλοῦν τὸ θεῖον. Ὅτι πρὸς σὲ προσεύξομαι, κύριε. Οὐκ εἶπεν· | |
70 | Ἐνώπιόν σου, ἀλλὰ πρὸς σέ, ἵνα δείξῃ τὴν πρὸς θεὸν ἐγγύτητα. | |
5(t) | Ἀστερ. | |
1 | Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τί γάρ; Μεσημ‐ βρίας οὐκ εἰσακούει; Ἑσπέρας δὲ ἢ ἐν νυκτὶ οὐκ ἐπινεύει; Καὶ πῶς ἐν ἄλλοις ἔλεγες· Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διη‐ | |
γήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς | 255 | |
5 | μου; Ἀλλ’ ὅταν, φησίν, τὰς ὑπὲρ ἐμαυτοῦ ἢ ὑπὲρ τῶν συνόντων πρεσβείας προσφέρω, τότε κατὰ πᾶσαν ὥραν τὸν θεὸν ἱκετεύω· Εὐλογήσω γὰρ τὸν κύριον ἐν παντὶ καιρῷ. Ἐπειδὴ δὲ νῦν ὑπὲρ τῆς κληρονομούσης τῆς ἐξ ἐθνῶν ἐκκλησίας πρεσβεύω, τότε δὲ εἰσάγεται εἰς τὴν κληρονομίαν μου ὅταν ὁ τοῦ πατρὸς | |
10 | κληρονόμος τὸ πρωῒ ἀναστῇ καὶ συγκληρονόμον αὐτὴν ἀναδείξῃ, διὰ τοῦτο τὴν ἐν τῇ πρωΐᾳ τῇ ἐκκλησίᾳ αἰτούμενος ἐπαγγελίαν λέγω· Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, ὅτε καὶ ἡ Μαρία, εἰς τύπον τῆς ἐκκλησίας ὀρθρίσασα, ὡς ἐπὶ θάλαμον τὸν τάφον ἐπιζητεῖ τὸν νυμφίον. Τὸ πρωῒ δὲ καὶ τὴν ταχεῖαν τοῦ | |
15 | θεοῦ καὶ ἑτοιμοτάτην ἀντίληψίν ἐστιν λαβεῖν· Διώξωμεν γὰρ τοῦ γνῶναι τὸν κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσο‐ μεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος. | |
6(t) | In Psalmum VI, 1—2 | |
t | Ἀστερίου | |
1 | Καὶ ἐπεὶ ἔγνω ἐν τῷ πρὸ τούτου ψαλμῷ περὶ τῶν κληρονό‐ μων ὡς εὐφρανθήσονται πάντες οἱ ἐλπίζοντες ἐπὶ τῷ θεῷ καὶ εἰς αἰῶνα ἀγαλλιάσονται, περὶ δὲ τῶν ἀποκλη‐ ρονόμων ἔλεγεν· Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ | |
5 | διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου, καὶ ὅτι ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος, αὐτὸς δὲ δόλῳ τὸν Οὐρίαν ἀνεῖλεν, καὶ ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ, ἵνα μὴ ἀποκληρονόμος διὰ τὸ ἄγος γένη‐ | |
10 | ται, τὸν ὑπὲρ τῆς ὀγδόης καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως ψάλλων παρεκάλει. Ἐπειδὴ μοιχεία με καὶ φόνος τῆς κληρονομίας | |
ἐκβάλλουσιν, Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Εἰ τὸν ἔλεγχον καὶ τὴν παι‐ δείαν παραιτῇ ὡς ἔοικεν, φεύγεις τὸν μακαρισμόν. Γέγραπται γὰρ | 256 | |
15 | ἐν τῇ βίβλῳ τοῦ Ἰώβ· Μακάριος ἄνθρωπος ὃν ἤλεγξεν κύριος ἐπὶ τῆς γῆς, καὶ Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, κύριε, αὐτὸς εἶπας. Ἀλλ’ οὐ τὸν ἔλεγχον φεύγω, φησίν, ἀλλὰ τὸν μετὰ θυμοῦ· ἀλλ’ οὐδὲ τὸ παιδευθῆναι ἀπο‐ στρέφομαι, ἀλλὰ τὸ μετὰ ὀργῆς. Ταῦτα γὰρ παραμένει τοῖς | |
20 | ἀνίατα καὶ ἀθεράπευτα διὰ τῆς ἀμετανοήτου καρδίας κατὰ τὸν ἐνεστηκότα βίον ἡμαρτηκόσιν. Ἀλλ’ ἐγώ, φησίν, οὐ τούτων ἄξιος. Καὶ τὴν αἰτίαν προϊὼν παρίστησιν, τιμωρούμενος ἑαυτὸν καὶ δαμάζων δι’ ἐξομολογήσεως καὶ μετανοίας. | |
7(t1) | In Psalmum VII, 3 | |
t2 | Ἀστερίου | |
1 | [Λέοντα δὲ κατὰ μὲν τὴν ἱστορίαν φασὶ τὸν Ἀβεσσαλώμ, κατὰ δὲ θεωρίαν τὸν διάβολον.] Ἐπιτήρει δὲ ὅτι ἀπὸ πολλῶν προσώπων εἰς ἓν μεταβέβηκεν. Εἰπὼν γάρ· Ἐκ πάντων τῶν διωκόντων με ῥῦσαί με, οὐκ εἶπεν· Μήποτε ἁρπάσωσιν ὡς | |
5 | λέοντες τὴν ψυχήν, ἀλλ’ ὡς λέων. Ὥσπερ γὰρ ἐν τοῖς πολέμοις πλῆθος βαρβάρων ὁπλίζεται, οἱ πάντες δὲ τῷ τοῦ ἑνὸς νεύματι, ἢ τοῦ ῥηγὸς ἢ τοῦ τυράννου, ἕπονται, καὶ ἄνευ ἐκείνου τὸ πλῆθος οὐκ οἶδεν παράταξιν, οὕτως, ἐπειδὴ κατ’ αἴσθησιν τὸν ἄνθρω‐ πον ἐπολέμουν οἱ στρατιῶται καὶ ὁ Ἀβεσσαλώμ, κατὰ νοῦν δὲ | |
10 | οἱ δαίμονες καὶ ὁ διάβολος, ἐπειδὴ τὸ πλῆθος τῶν ἐχθρῶν ἄνευ τοῦ ἡγεμόνος οὐδέν ἐστιν, λέοντα καλεῖ τὸν Ἀβεσσαλὼμ ἔνθεν, κἀκεῖθεν τὸν διάβολον. Λέων δὲ ὁ διάβολος διὰ τὸ τυραννικόν, | |
διὰ τὸ ἁρπακτικόν. Ὁ λέων στόμα ἔχει δυσῶδες· τοιοῦτος ὁ διά‐ βολος, βλασφημίας ἐρευγόμενος. Ἵνα δὲ δείξῃ ὅτι οὐ περὶ αἰσθητοῦ | 257 | |
15 | λέοντος εἶπεν, ἀλλὰ περὶ νοητοῦ, οὐκ εἶπεν· Μήποτε ἁρπάσῃ ὡς λέων τὸ σῶμά μου, ἀλλὰ τὴν ψυχήν μου. | |
8(t1) | In Psalmum X, 2—3 | |
t2 | Ἀστέριος | |
1 | Ἐνταῦθα τὴν ἄνοιαν καὶ τὴν ἀφροσύνην τῶν ἁμαρτωλῶν τῶν πολεμούντων τοῖς δικαίοις ὁ λόγος αἰνίττεται, ὅτι ὡς ἐν νυκτὶ οἱ ἄθλιοι οὐ βλέπουσιν τίνας τοξεύουσιν, ἀλλ’ ὡς ἐν νυκτο‐ μαχίᾳ ἑαυτοὺς μᾶλλον ἢ τοὺς δικαίους τιτρώσκουσιν, καὶ τὰ | |
5 | βέλη μᾶλλον ἐζημιώθησαν καὶ τοὺς δικαίους οὐκ ἔπληξαν. Ἐν σκοτομήνῃ δὲ κατατοξεύουσιν οἱ λάθρᾳ τοῖς φίλοις ἐπιβουλεύον‐ τες, οἱ αὐθαίρετον νύκτα καὶ σκοτίαν τὴν ὑπόκρισιν καὶ τὸν δόλον φέροντες. Ἐπιτήρει δὲ πανταχόθεν τοὺς τυφλοὺς πολε‐ μιστάς, ἀπράκτους μείναντας καὶ ἕως ἀπειλῆς καὶ ἐπαγγελίας τὸν | |
10 | πόλεμον ζωγραφήσαντας. Ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον· ἐνέτειναν τόξον, οὐκ ἐτόξευσαν. Ἡτοίμασαν βέλη εἰς φαρέτραν, ἀλλ’ οὐκ ἔπεμψαν. Τοῦ κατατοξεῦσαι ἐν σκοτο‐ μήνῃ· σχῆμα τοξευόντων ἔδειξαν καὶ ὡς ἐν ζωγραφίᾳ ἀκίνητοι ἔμειναν. Ἡ γὰρ τοῦ θεοῦ ῥοπὴ τὰς ὁρμὰς αὐτῶν παρέλυσεν. | |
15 | Ὅμως ἐνόησα, δέσποτα, διὰ τί οἱ ἁμαρτωλοὶ ἐπὶ τὸν κατὰ τῶν δικαίων ὥρμησαν πόλεμον; Ὅτι ἃ σὺ κατηρτίσω αὐτοὶ καθεῖλον, οὐ τὰ μέρη τοῦ κόσμου καταλύοντες, ἀλλὰ τὰ ἑαυτῶν ὦτα τῇ ἀνηκοΐᾳ καταστρέψαντες. Ὅτι δὲ καὶ τὰ ὦτα κατηρ‐ τίσατο, λέγει ὁ προφήτης τῷ θεῷ· Θυσίαν καὶ προσφορὰν οὐκ | |
20 | ἠθέλησας, ὠτία δὲ κατηρτίσω μοι. | 258 |
9(t1) | In Psalmum XIV, 1 | |
t2 | Ἀστερίου | |
1 | Ἰδὼν δὲ ὁ προφήτης ὡς οὐκ ἔστιν ὁ ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός, διὰ τοῦ προτέρου ψαλμοῦ, ἀθυμῶν ἐπὶ τῇ πανδήμῳ πλάνῃ ἐπερωτᾷ τὸν θεόν· Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου, ἵνα παροικήσας τὸν κόσμον οἰκήσῃ τὸν | |
5 | οὐρανόν; Ὡς γὰρ ἐπὶ σκηνῆς φησιν ὁ Παῦλος· Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου. Καὶ ὁ Ἠσαΐας· Ὁ πήξας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν. Σκήνωμα δὲ καὶ τὸ τοῦ ἀνθρώπου σῶμα, Παύλου λέγοντος ἄκουσον· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενά‐ | |
10 | ζομεν βαρούμενοι, καὶ πάλιν· Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, καὶ τὰ ἑξῆς, ὁποῖον καὶ τὸ Μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. Ἔστι δὲ τοῦτο θεοῦ, καθά φησιν ὁ ἀπόστολος· Δοξάσατε τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, | |
15 | ἅτινά ἐστι τοῦ θεοῦ, τουτέστιν ἔργα. Τίς τοίνυν ὡς καλύβῃ τῷ σώματι χρήσεται, τῇ μὴ δυναμένῃ τι τῶν ἀναγκαίων τηρεῖν; Ὁποῖος ὢν ἔλεγεν Ἀβραάμ· Πάροικος ἐγώ εἰμι. Ἀλλὰ καὶ Ἰσαάκ· Παρῴκησε, φησίν, ἐν τῇ γῇ τῶν Φυλιστιεὶμ ἡμέρας πολλάς. Ἔφη καὶ Ἰακώβ· Αἱ ἡμέραι τῶν ἐτῶν μου ἃς | |
20 | παροικῶ ρλʹ ἔτη. Καὶ Μωυσῆς ἔλεγε· Πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ. Ὄρος δὲ λέγει τὸν οὐρανόν, ἰσάγγελον ἄνδρα ζητῶν τὸν δυνάμενον λέγειν· Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Ἐρωτῶντι δέ φησιν ὁ δεσπότης· Πορευό‐ | |
μενος ἄμωμος. | 259 | |
25 | ...ἰσάγγελον τοίνυν ἄνδρα ζητῶν ὁ προφήτης, τὸν δυνά‐ μενον λέγειν· Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρ‐ χει, ἠρώτα. Πρὸς ὃν ἀποκρίνεται ὁ δεσπότης· Πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην. | |
10(t1) | In Psalmum XIV, 4—5 | |
t2 | Ἀστερ. | |
1 | Πρὸς δ’ αὖ τούτοις ὀμόσαι ὁ Δαυὶδ οὐκ ἐνομοθέτησεν, ἀλλὰ τὸν ἀφ’ ἑαυτοῦ ὀμνύοντα παρέστησεν, ὅντινα καὶ ἐπαινεῖ, οὐχ ὅτι ὤμοσεν, ἀλλ’ ὅτι οὐκ ἐπιώρκησεν. Συνεχώρουν δὲ οἱ προφῆ‐ ται ὀμνύναι κατὰ θεοῦ, ἵνα μὴ κατὰ τῶν εἰδώλων ὀμόσωσιν. | |
5 | Ὅτι δὲ κατὰ τῶν εἰδώλων ὤμνυον, ἄκουσον Ἀμὼς τοῦ προφήτου περὶ τῶν Ἰσραηλιτῶν λέγοντος· Οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ λέγοντες· Ζῇ ὁ θεός σου, Δάν, καὶ ζῇ ὁ θεός σου, Βηρσαβεέ· καὶ πεσοῦνται καὶ οὐ μὴ συντελεσθῶσιν. Καὶ ἄλλος· Καὶ ὤμνυον ἐν τοῖς μὴ | |
10 | οὖσιν. Ἵν’ οὖν μηθ’ ὅλως ὁ ῥύπος τῆς τῶν θεῶν ὀνομασίας μιαίνῃ αὐτῶν καὶ τὴν γλῶσσαν καὶ τὴν διάνοιαν, μᾶλλον κατὰ τοῦ θεοῦ ὀμνύειν εἴασαν καὶ τούτους ἐπῄνεσαν. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ. | |
11(t) | Ἀστερ. | |
1 | Ὁ δὲ Παῦλος τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ | |
τόκον, τὸ εὐαγγέλιον μισθῷ μὴ κηρύξας. | 260 | |
12(t1) | In Psalmum XV, 4—5 | |
t2 | Ἀστερ. | |
1 | Τὸ Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων περὶ τῶν ἀποστόλων καὶ τῶν δι’ αὐτῶν πεπιστευ‐ κότων φησίν, καὶ τῶν ὑπὲρ τῆς εὐσεβείας μαρτυρησάντων· τούτων γὰρ τὰς συναγωγὰς οὐ μὴ συναγάγω ἐξ αἱμάτων. Ἐν τούτοις | |
5 | γὰρ ἀθληταὶ καὶ δόκιμοι καὶ τῆς ἀληθείας ἀπεδείχθησαν μάρτυρες. Οὐδ’ οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Ἀρκεῖ γὰρ αὐτοῖς ὅτι τὰ ὀνόματα αὐτῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐπεὶ οὖν χείλη καὶ στόμα Χριστοῦ οἱ προφῆται καὶ εὐαγγελισταὶ καὶ ἀπόστολοι, οὐκ ἐπετράπησαν δὲ πολλῶν | |
10 | ἁγίων γράψαι ἢ φανερῶσαι ὀνόματα οὐδὲ μνησθῆναι, ἵνα μὴ ἀκηδιάσωσιν οἱ τὰς γραφὰς ἀναγινώσκοντες. Εἰ γὰρ νῦν ὀλίγων ὀνόματα ἀποναρκῶμεν πολλάκις ἀναγινώσκοντες, τίς ἂν ὑπέμεινεν ἀναγνῶναι τοσαῦτα ὀνόματα. Οὕτω ποῦ ὁ Παῦλος, μνημονεύων ἁγίων συνεργῶν, ἕνα ὀνομάσας, τοὺς ἄλλους παρεσιώπησεν, | |
15 | εἰπὼν περὶ δύο ἁγίων γυναικῶν Εὐοδίας καὶ Συντύχης· Ναὶ ἐρωτῶ καὶ σέ, σύζυγε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βί‐ βλῳ ζωῆς. Καὶ ἕνα ὀνομάσας, τῶν ἄλλων οὐκ εἶπεν τὰ ὀνόματα, | |
20 | ἵνα μὴ ἀποκάμωσιν οἱ τὴν ἐπιστολὴν ἀναγινώσκοντες. | |
13(t) | Ἀστερ. | |
1 | Σὺ εἶ ὁ ἀποκαθιστῶν τὰ ἔθνη τὰ σκυλευθέντα ὑπὸ τοῦ διαβόλου· ὅταν, ὡς νυμφίος ἐκ θαλάμου τοῦ τάφου προελθών, τὴν ἐκκλησίαν ἀγάγηται, λέγων τοῖς ἀποστόλοις· Πορευθέντες | |
μαθητεύσατε πάντα τὰ ἔθνη. | 261 | |
14(t1) | In Psalmum XVI, 2 | |
t2 | Ἀστερ. | |
1 | Ἡ σὴ κρίσις, δέσποτα, ἔχει καὶ τὸ δίκαιον, ἔχει καὶ τὸν ἔλεον· Ἔλεον γὰρ καὶ κρίσιν ᾄσομαί σοι, κύριε. Ἐπεὶ οὖν μόνος αὐτὸς καὶ τὸν δίκαιον στεφανοῖς καὶ τὸν ἡμαρτηκότα ἐλεεῖς, ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι. | |
15(t) | Ἀστερ. | |
1 | Ὀφθαλμοὺς αὐτοῦ λέγει τοὺς ἀποστόλους· μέλη γὰρ τοῦ σώματος αὐτοῦ ἐσμεν. Εὔχεται οὖν τούτους εὐθύτητα βλέπειν. | |
16(t1) | In Psalmum XVI, 3—4 | |
t2 | Ἀστερίου | |
1 | Ἐδοκίμασας τὴν καρδίαν μου, ὅτι οὐδέποτε διενοήθην ἀδικῆσαι ἄνθρωπον ἢ διὰ χρημάτων ἢ δι’ ἄλλην αἰτίαν. Ἐπε‐ σκέψω νυκτός, ὅτι οὐδέποτε ὕπνῳ κατεκρατήθην βαθεῖ, τὸ δίκαιον διερευνώμενος καὶ ὑπό σου φωτιζόμενος, ὅτι, κατὰ τὸν Ἰώβ, Ἐν | |
5 | τῷ φωτί σου ἐπορευόμην ἐν σκότει· Λύχνος γὰρ ἦν τοῖς ποσίν μου ὁ νόμος σου. Νοήσεις δὲ ταῦτα καὶ ὡς ἐκ προ‐ σώπου τοῦ σωτῆρος. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων· Οὐ γὰρ ἦλθον, φησίν, ἵνα κρίνω | |
τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον. | 262 | |
17(t1) | In Psalmum XVII, 1 | |
t2 | Ἀστερ. | |
1 | Εἰς τὸ τέλος. Ποῖον; Τῆς τοῦ Σαοὺλ ἐν μαχαίρᾳ τελευτῆς καὶ τῆς τῶν συνεργῶν αὐτοῦ καταστροφῆς. Ἔφθασεν γὰρ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ποῖον δὲ ἆρα; Τῆς τῶν ἐχθρῶν καταστροφῆς ἀποκρίνεται διὰ τῶν προκειμένων· Ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ | |
5 | κύριος, καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ, χάλαζαν καὶ ἄνθρακας πυρός· ἐξαπέστειλεν βέλη καὶ διεσκόρ‐ πισεν αὐτούς, καὶ ἀστραπὰς ἐπλήθυνεν καὶ συνετάρα‐ ξεν αὐτούς. Συνεπόδισεν τοὺς ἐπανισταμένους ἐπ’ ἐμὲ ὑποκάτω μου ἕως ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων, | |
10 | πρὸς κύριον, καὶ οὐκ εἰσήκουεν αὐτῶν. Ἐπεὶ οὖν τοιαύτη ἡ τῶν ἐχθρῶν ἀπώλεια καὶ ἡ τελευτή, ἄξιον αὐτοὺς τέλος ἔφθασεν, ἢ καὶ εἰς τὸ τέλος τῶν πολέμων. Διὰ τί δὲ τῷ παιδὶ κυρίου καὶ οὐ τῷ προφήτῃ ἢ τῷ ψάλτῃ ἢ τῷ βασιλεῖ ἢ τῷ τῶν δαιμόνων φυγαδευτῇ; Ὅτι ἐκεῖνα ἦν τοῦ θεοῦ τὰ χαρίσ‐ | |
15 | ματα· τὸ δὲ παῖδα γενέσθαι κυρίου μέγα αὐτῷ ἔφερεν καύχημα. Παῖδα δὲ νῦν ἑαυτὸν οὐκ ἀπὸ τῆς ἡλικίας καλεῖ, ἀλλ’ ἀπὸ τῆς ἀρετῆς καὶ τῆς ἀνδρείας. Οὕτω δὲ καὶ ὁ Ἀβραάμ, ὅτε ἑκατὸν ἐτῶν ἐγένετο, τότε παῖδα τοῦ κυρίου ἑαυτὸν ἐκάλει. Ὅτε γὰρ τὸν κύριον ὑπὸ τὴν καλύβην ἐλθεῖν προετρέπετο, ἔλεγεν· Εἰ εὗρον | |
20 | χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Καὶ ὁ κύριος δὲ εἶπεν· Οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου. Ἀνακαινισθήσεται γάρ, φησίν, ὡς ἀετοῦ ἡ νεότης σου. Ἀλλὰ καὶ παῖς κυρίου ὡς δοῦλος κυρίου. Ἃ ἐλάλησεν τῷ κυρίῳ. Ὢ παρρησία παιδός· τῷ δεσπότῃ ὡς | |
25 | φίλῳ λαλεῖ καὶ τῷ θεῷ ὡς πατρὶ ὁμιλεῖ. Ὁ γὰρ εὔνους παῖς ὡς τέκνον παρρησιάζεται πρὸς τὸν ἑαυτοῦ κύριον· τὴν ἱκεσίαν γὰρ ὁμιλίαν εἶπεν διὰ τὴν πολλὴν παρρησίαν. Καὶ τί ἐλάλησεν τῷ | |
κυρίῳ; Τοὺς λόγους τῆς ᾠδῆς ταύτης. Καὶ διὰ τί οὐ ψαλ‐ μὸν ᾠδῆς ὠνόμασεν; Ὅτι γηράσας λοιπὸν ὁ Δαυίδ, οὐ κιθαρίζων | 263 | |
30 | ἢ τυμπανίζων, ἀλλ’ ὁμιλῶν τῷ θεῷ ἐλάλησεν· γηράσαντι γὰρ ἀνθρώπῳ τὰ μουσικὰ ὄργανα ὄχλος ἀκοῆς, ἀλλ’ οὐχ’ ἡδονὴ ψυχῆς. Καὶ τούτου μάρτυς Βερζελλὶ ὁ Γαλααδίτης, ὅστις δεξιω‐ σάμενος τὸν Δαυὶδ ἐν τῷ πολέμῳ τῷ κατὰ τὸν Ἀβεσσαλώμ, καὶ εἰρήνης γενομένης παρακαλούμενος παρὰ τοῦ Δαυὶδ καὶ λέγοντος | |
35 | αὐτῷ· Διάβηθι μετ’ ἐμοῦ εἰς Ἱερουσαλὴμ καὶ διαθρέψω τὸ γῆράς σου ἐν εἰρήνῃ, ἀποκρίνεται· Πόσαι λοιπὸν ἡμέραι ζωῆς ἔσονταί μοι ἐκεῖ; Υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· εἰ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ καὶ ἀκούσομαι ἔτι φωνὴν ᾀδόντων καὶ ᾀδουσῶν; | |
40 | Τὸ γὰρ γῆρας ὑφ’ ἑαυτοῦ φθειρόμενον τὸ τέρπειν ἢ τέρπεσθαι ἀπέμαθεν. Πότε δέ, αὐτὸς εἶπεν· Ἐν ἡμέρᾳ ᾗ ἐρρύσατο αὐτὸν κύριος ἐκ πάντων τῶν ἐχθρῶν αὐτοῦ; Καὶ ἆρα ἐν μιᾷ ἡμέρᾳ πάντων ὁμοῦ ἐρρύσθη τῶν ἐχθρῶν αὐτοῦ; Ὡς μὲν πρὸς τὸ ῥητόν, κατὰ τὴν τελευταίαν ἡμέραν τῶν πολέμων καὶ | |
45 | τῶν πειρασμῶν, ὅτε τὴν ἐσχάτην καὶ τελευταίαν ἐκδικίαν ἐξεδι‐ κήθη· ὡς δὲ πρὸς διάνοιαν, ἐπειδὴ ὅλη αὐτοῦ ἡ ζωὴ μία αὐτῷ ἡμέρα πολέμου ἐγένετο, καθὼς ἔλεγεν αὐτός· Ἐλέησόν με, ὁ θεός, ὅτι κατεπάτησέν με ἄνθρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέν με. Ἐπειδὴ δι’ ὅλου ὡς ἐν μιᾷ ἡμέρᾳ πολε‐ | |
17(50) | μούμενος ἐρρύσθη, καὶ ὁ λαλῶν δὲ τῷ κυρίῳ ἐν ἡμέρᾳ ἐστίν, καὶ ὁ ῥυσθεὶς ὡς ἀπὸ σκοτίας τῶν ἐχθρῶν καὶ τῶν πειρασμῶν ἐν ἡμέρᾳ ἐστίν. Καὶ ἐκ χειρὸς Σαούλ· τοῦ πενθεροῦ καὶ ἐχθροῦ, τοῦ ἰδίου καὶ ξένου, τοῦ παλαιοῦ Ἰούδα, τοῦ φιλοῦντος καὶ πολεμοῦντος. Καὶ οὐκ εἶπεν τοῦ ἐχθροῦ, ἀλλ’ ἠρκέσθη ἀντὶ | |
55 | κατηγορίας τῷ ὀνόματι. Ὡς γὰρ τὸν Κάϊν ἀκούοντες εὐθέως τὸν ἀδελφοκτόνον λογιζόμεθα, οὕτω τὸν Σαούλ, εὐθέως τὸν ἐπί‐ βουλον καὶ πολέμιον τοῦ Δαυὶδ νοοῦμεν· ὃν γὰρ ἀγαπητὸν εἶπεν μετὰ θάνατον—Οἱ ἠγαπημένοι καὶ ὡραῖοι—τοῦτον ὡς ἐχθρὸν ἐν τῇ ἐπιγραφῇ οὐκ ἐπόμπευσεν. Χεῖρα δὲ τοῦ Σαοὺλ | |
60 | καλεῖ τὸν στρατὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐκγόνους. | 264 |
18(t1) | In Psalmum XVII, 5 | |
t2 | Ἀστερ. | |
1 | Ὠδῖνες θανάτου, αἱ κυοφοροῦσαι συνέλαβόν με ἁμαρτίαι· Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου. Ἐπὰν γάρ τις ἐν ἁμαρτίαις συλ‐ λήφθῃ, τέως ἐν τῇ κοιλίᾳ τοῦ διαβόλου κρατεῖται ὡς ἔμβρυον. | |
5 | Ἐὰν οὖν μετανοήσῃ, ζῶν ἀπὸ τῆς κοιλίας τοῦ διαβόλου, ὡς ὁ Ἰωνᾶς ἀπὸ γαστρὸς τοῦ κήτους, ἐξέρχεται· ἐὰν δὲ ἀμετανόητος μείνῃ, νεκρὸς καὶ υἱὸς θανάτου ἐξέρχεται. Ἐπεὶ οὖν καὶ ὁ Δαυὶδ ἐν ἁμαρτίαις συνελήφθη, μετενόησεν δέ, καὶ τοὺς δεσμοὺς τῆς ἁμαρτίας αὐτοῦ ὁ θεὸς διέρρηξεν, ὡς λέγειν· Σὺ διέρρηξας τοὺς | |
10 | δεσμούς μου, ὁμολογῶν τὰς ὀλεθρίους ὠδῖνας τοῦ θανάτου, τὴν ἐκ τοῦ διαβόλου μοιχείαν καὶ ἀνδροφονίαν, φησίν· Περιέ‐ σχον με ὠδῖνες θανάτου· περιέσχον με, ἀλλ’ οὐ κατέσχον με. Χείμαρροι δ’ ἀνομίας, οἱ λογισμοὶ τῆς ἐπιθυμίας, αἱ ὁρμαὶ τῶν κακῶν. Ἐὰν οὖν ἡ ψυχὴ ὡς ἐπὶ πέτραν τὸν φόβον τοῦ θεοῦ | |
15 | τεθεμελίωται, οἱ χείμαρροι τῆς ἀνομίας ταύτην ἐκταράσσουσιν, οὐ μὴν καταστρέφουσιν. | |
19(t1) | In Psalmum XVIII, 2 | |
t2 | Ἀστερ. | |
1 | Οὐρανοὺς δὲ λογικοὺς διηγουμένους δόξαν θεοῦ καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ καὶ τοὺς ἁγίους ἀνθρώπους δηλοῖ. Καὶ ἀγγέλων μὲν καὶ ἀρχαγγέλων, τῶν τε Χερουβεῖν καὶ τῶν Σερα‐ φεῖν, ἤκουσεν ὁ προφήτης Ἰεζεκιὴλ λεγόντων· Εὐλογημένη ἡ | |
5 | δόξα κυρίου ἐκ τοῦ τόπου αὐτοῦ. Καὶ Ἠσαΐας δὲ ὁ προ‐ | |
φήτης ἤκουσεν κεκραγότων καὶ λεγόντων· Ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ ἐν τῷ εὐαγγελίῳ δέ φησιν ὁ Λουκᾶς· Καὶ ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρα‐ | 265 | |
10 | νίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων· Δόξα ἐν ὑψίσ‐ τοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Καὶ οὐκ εἶπεν διηγήσαντο, ἀλλὰ διηγοῦνται· οὐ γὰρ ἤρξαντο καὶ ἐσιώπησαν, ἀλλ’ ἀφ’ οὗ ἤρξαντο ἀκαταπαύστοις στόμασιν διηγοῦνται τὴν τοῦ θεοῦ δόξαν. Ἀλλὰ καὶ πάντες οἱ ἅγιοι τὸ | |
15 | αὐτὸ ποιοῦσιν, τὴν τῶν ἀγγέλων πολιτείαν ἐπὶ γῆς μιμούμενοι. Εἶτα, ἵνα μὴ ἀγενήτους καὶ αὐτομάτους εἶναι τούτους νομίσῃς, ἐπιφέρει· Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στε‐ ρέωμα, ἵνα μάθωμεν ὅτι εἰ ὁ θεμέλιος καὶ τὸ δοχεῖον πεποίηται τῶν φωστήρων, πολλῷ μᾶλλον ἡ ἐνθήκη τῶν ἐν αὐτῷ φύσεων. | |
20 | Ἀλλὰ καὶ ὁ τῶν προφητῶν χορός φησιν· Καὶ αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς. Καὶ ὁ τῶν ἀποστόλων θίασος βοῶν· Αὐτοῦ γάρ ἐσμεν ποίημα. | |
20(t1) | In Psalmum XVIII, 3 et 5 | |
t2 | Ἀστερ. | |
1 | 〈Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα,〉 καὶ ἀπόστολος δὲ ἀποστόλῳ τὸ εὐαγγελικὸν κήρυγμα· Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται. Καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγ‐ γέλιον· Ἀνδρέας τῷ Πέτρῳ εὐαγγελιζόμενος τὸν Χριστόν, ὃν | |
5 | ἔγραψεν Μωυσῆς· ὁ Φίλιππος τῷ Ναθαναήλ, ὁ Ἰωάννης τοῖς δυσὶ μαθηταῖς αὐτοῦ. Ἡ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα. Νὺξ δὲ νυκτὶ ἀναγγέλλει γνῶσιν· ἀσεβὴς ἀσεβεῖ ὡς | |
Αἰγύπτιος Αἰγυπτίῳ φάσκων· Φύγωμεν ἀπὸ προσώπου Ἰσραήλ· ὁ γὰρ κύριος πολεμεῖ ὑπὲρ αὐτῶν τοὺς Αἰ‐ | 266 | |
10 | γυπτίους, ἵνα ἀληθεύσῃ ὁ κύριος εἰπών· Καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος, ἐνδοξαζομέ‐ νου μου ἐν Φαραὼ καὶ ἐν πᾶσιν τοῖς ἅρμασιν καὶ ἐν πᾶσιν τοῖς ἵπποις αὐτοῦ. Καὶ ὁ ἱεροψάλτης· Ὅταν, φησίν, ἀπέκτεννεν αὐτούς, ἐξεζήτουν αὐτόν. Καὶ ἐν ἄλλοις· | |
15 | Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος. Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· ἡ γυνὴ τῷ Πιλάτῳ ἀναγγέλλουσα· Μηδὲν σοὶ καὶ τῷ δι‐ καίῳ ἐκείνῳ· πολλὰ γὰρ κατ’ ὄναρ ἔπαθον δι’ αὐτόν. Καὶ διὰ τί οὐρανοὺς καὶ στερέωμα καὶ ἡμέρας καὶ νύκτας διδασ‐ | |
20 | κάλους ἐπέστησεν; Ἵν’ οἱ προφητῶν καὶ ἀποστόλων ἀκοῦσαι μὴ θέλοντες τὰ ἔργα τῆς δημιουργίας διδασκάλους ἔχωσιν. Οὕτως ἔλεγεν τῷ λαῷ ὁ Μωυσῆς· Καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρα‐ νὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας πλανηθεὶς προσκυνήσῃς αὐτοῖς ἃ ἀπένειμεν | |
25 | κύριος ὁ θεός σου τοῖς ἔθνεσιν, οὐκ εἰς προσκύνησιν, ἀλλ’ εἰς μάθησιν. Οἱ οὐρανοὶ γὰρ διηγοῦνται δόξαν θεοῦ. Ἐρεύγεται δὲ ῥῆμα καὶ ὁ προφήτης τῇ ἐκκλησίᾳ λέγων· Ἐξη‐ ρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Καὶ τῇ μὲν γῇ ὁ φθόγγος· τῇ παχυτέρᾳ καὶ ἄρτι εἰσαγομένῃ πρὸς θεογνωσίαν | |
30 | ψυχῇ ὁ ἀσημότερος καὶ παιδικώτερος λόγος ἁρμόττει. Καὶ μάρτυς ὁ ἀπόστολος φήσας· Καὶ ἐγὼ [ὑμῖν], ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς ἐν Χριστῷ. Τῇ δὲ οἰκουμένῃ τὰ ῥήματα· τῇ τελειοτέρᾳ καὶ οἰκη‐ | |
τήριον θεοῦ γενομένῃ ψυχῇ τὰ τέλεια καὶ ἀπηρτισμένα δόγματα. | 267 | |
21(t1) | In Psalmum XVIII, 7 | |
t2 | Ἀστερ. | |
1 | Ὥσπερ δὲ οἱ τυφλοί, κἂν τὸ φῶς τοῦ ἡλίου μὴ βλέπωσιν, ἀλλά γε τῆς θέρμης μετέχουσιν, οὕτως πάντες οἱ ἄπιστοι, κἂν τὴν θεότητα τοῦ Χριστοῦ ἠρνήσαντο, ἀλλὰ τὴν δύναμιν τοῦ ὀνόματος αὐτοῦ ἔμαθον. Ἢ καὶ ἐν τῇ δευτέρᾳ παρουσίᾳ οὐκ | |
5 | ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ, ὅτε ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπη‐ θήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται. Τότε γὰρ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστιν, τὸ πῦρ δοκιμάσει. | |
22(t1) | In Psalmum XIX, 2 | |
t2 | Ἀστερ. | |
1 | Ἐν ἡμέρᾳ θλίψεως ἐπακοῦσαί σου, ὁ εἰπών· Ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Καὶ διὰ τί μὴ ἐν ἡμέρᾳ ἀμεριμνίας καὶ ἀνέσεως καὶ εἰρήνης καὶ ἀταράχου ζωῆς, ἀλλ’ ἐν ἡμέρᾳ θλίψεως; Ἐπειδὴ τότε μάλιστα | |
5 | οἱ ἄνθρωποι θερμοτέρας καὶ ταχείας βοηθείας χρῄζομεν. Ἐν γὰρ τῇ ἀνέσει πολλάκις οἱ πολλοὶ ἢ οὔτε ὅλως προσεύχονται ἢ ὡς δεῖ οὐ προσεύχονται, ῥεμβόμενοι τῇ διανοίᾳ. Ἐπακοῦσαί σου τοίνυν ἐν ἡμέρᾳ θλίψεως, ἵν’ εὐχαριστητικῶς εἴπῃς· Ἐκ θλί‐ ψεως ἐπεκαλεσάμην τὸν κύριον, καὶ ἐπήκουσέν μου εἰς | |
10 | πλατυσμόν. Ταύτην προσηύχοντο τὴν εὐχὴν τῷ Δαυὶδ οἱ προφῆται ὅτε ἤμελλεν τῷ Γολιὰθ μονομαχεῖν. Ἐπεὶ γὰρ κατη‐ ράσατο ὁ ἀλλόφυλος τὸν Δαυὶδ ἐν τοῖς θεοῖς αὐτοῦ, οἱ προφῆται ὑπὲρ τοῦ Δαυὶδ τῷ θεῷ προσηύξαντο, ἵνα μὴ εἷς τῶν θεῶν ἐκείνων νομισθῇ ὁ θεὸς ᾧ προσεύχονται, καὶ νικήσαντος | |
15 | τοῦ Δαυίδ, εἴπωσιν ὅτι εἷς τῶν θεῶν τῶν ἐθνῶν ἐβοήθησεν τῷ Δαυίδ. Διὰ τοῦτο τὸν θεὸν τοῦ Ἰακὼβ ὠνόμασαν, τὸν ἀληθινὸν θεόν, τὸν ὄντα, τὸν ζῶντα, τὸν ἐπουράνιον, ἵνα μὴ πάλιν οἱ Ἰσραηλῖται χορεύοντες εἴπωσιν ὡς ἐν τῇ ἐρήμῳ· Οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. | 268 |
20 | Ἢ καὶ ἐπειδὴ ἔλεγεν πρὸς τὸν ἀλλόφυλον ὁ Δαυίδ· Σὺ ἔρχῃ πρός με ἐν ῥομφαίᾳ καὶ ἐν δόρατι καὶ ἀσπίδι· ἐγὼ δὲ ἔρχο‐ μαι πρός σε ἐν ὀνόματι κυρίου παρατάξεως Ἰσραήλ, συνῳδᾶ τῷ Δαυὶδ οἱ προφῆται προσεύχονται· Ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ. Μνησθείη πάσης θυ‐ | |
25 | σίας σου, οὐ τῆς δι’ αἱμάτων· περὶ γὰρ τούτων αὐτὸς ὁ Δαυὶδ ἔλεγεν τῷ θεῷ· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας. Ὁλοκαυτώματα οὐκ εὐδοκήσεις, ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν. Ἀλλὰ ποίας θυσίας; Τὰς δι’ αἰνέσεων καὶ νεκρώσεων μελῶν, ἄκουσον αὐτοῦ λέγοντος· Θυσία τῷ θεῷ πνεῦμα | |
30 | συντετριμμένον. Καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. Λέγεις μετὰ Παύλου· Ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ. | |
23(t1) | In Psalmum XX, 2—5 | |
t2 | Ἀστερ. | |
1 | Οἱ πρὸ τοῦ παρόντος ψαλμοῦ προσευχόμενοι ὑπὲρ τοῦ Δαυὶδ ἔλεγον· Σῶσον, κύριε, τὸν βασιλέα καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε. Καὶ πάλιν· Ἐν δυνασ‐ τείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. Ὡς ἐθεάσαντο αὐτὸν | |
5 | παρὰ τοῦ θεοῦ κατὰ τῶν ἐχθρῶν ἐνδυναμούμενον καὶ παραδό‐ ξως σωζόμενον, εὐχαριστοῦντες ἔλεγον· Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς. Κἂν γὰρ ἀεὶ πολιορκῆται ὑπὸ τῶν θλίψεων, ἀλλ’ ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία | |
τῆς χαρᾶς αὐτοῦ, ἐπειδὴ ἐνδυναμοῦται τῇ ὑπομονῇ, λέγων δέ· | 269 | |
10 | Κύριος παρέστη καὶ ἐνεδυνάμωσέν με. Καὶ πᾶς ὁ βασι‐ λεύων τῶν παθῶν βασιλεύς ἐστιν εὐφραινόμενος ἐπὶ τῇ δυνάμει τοῦ θεοῦ, τουτέστιν ἐν τῇ εὐαγγελικῇ διδαχῇ· καὶ τοῦτο δηλῶν ἔλεγεν ὁ ἀπόστολος· Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν. Ἐπεὶ οὖν καὶ | |
15 | δύναμις καὶ σωτηρία τὸ εὐαγγέλιον, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα· πᾶσαν γὰρ τὴν οἰκουμένην ὁ Ἰησοῦς νοσοῦσαν ἰάσατο τῷ εὐαγγελίῳ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ· τῷ μὲν Δαυὶδ τὴν ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ. Αὐτὸς γὰρ εἶπεν· Ἐπεπόθησεν ἡ | |
20 | ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματα τῆς δικαιοσύ‐ νης σου. Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου. Καὶ ἰδοὺ νῦν ψάλλει μεθ’ ἡμῶν ἐν ταῖς ἐκκλησίαις· ἐπεθύμησεν ἄφεσιν ἁμαρτιῶν καὶ κύριος ἀφῆκεν, καὶ ἁπλῶς εἰπεῖν· Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας | |
25 | αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέ‐ ρησας αὐτόν. Τοῦ Δαυὶδ στόμα καὶ χείλη ἦσαν οἱ ψαλτῳδοὶ ὡς τὰ αὐτοῦ μελῳδοῦντες, οἵτινες ἤθελον ἀεὶ τὸν Δαυὶδ ἐκ θείας χάριτος ἀεὶ προφητεύειν τοὺς ψαλμούς, ἵνα πλείονας ἐνθήκας τῶν ψαλμῶν συναγάγωσιν. Διὰ τί δὲ ταῦτα λέγομεν; Ἐπειδὴ τὰ | |
30 | παρελθόντα τῶν ἐσομένων ἐνέχυρα καὶ τῶν παρόντων ἔχομεν. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος. Ὅταν θεὸς ἀπὸ ἀναξίων ἄξιον ἐκλέγεται, τότε πρὸ τῆς χειροτο‐ νίας αὐτὸν εὐλογεῖ, ὡς τὸν Παῦλον ἐπαινῶν, καὶ ὃν Ἀνανίας διώκτην ἔβλεπεν, τοῦτον ὁ θεὸς εὐαγγελιστὴν προέβλεπεν· οὕτως | |
35 | τὸν Δαυὶδ τοῖς ἐπαίνοις εὐλογῶν καὶ καλῶς αὐτὸν εἰπὼν ἐν τῷ λέγειν· Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, καὶ Ἑώρακα ἐν τοῖς υἱοῖς Ἰεσσαὶ ἐμοὶ εἰς βασιλέα, τούτοις, φησίν, τὸν Δαυὶδ ταῖς εὐλογίαις προφθάσας. Διὰ τί δὲ ἐν εὐλογίαις χρηστότητος; Ἐπειδὴ ἔνι ἐν εὐλογίαις | |
40 | βλασφημίας, ὡς τὸ Εὐλόγηκεν Ναβουθαὶ θεὸν καὶ βασιλέα, ἀντὶ τοῦ ἐβλασφήμησεν, καὶ πάλιν, Εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει, τουτέστιν βλασφημήσει. Ἔθηκας ἐπὶ τὴν κεφα‐ λὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου, τὴν τοῦ Σαοὺλ βασιλείαν, τὸν τοῦ βασιλέως Ἁδραάζαρ στέφανον. Ζωὴν | 270 |
45 | ᾐτήσατο, καὶ ἔδωκας αὐτῷ τὴν τῆς μετανοίας ζωὴν εἰπόντι· Ἐν τῇ ὁδῷ σου ζήσεις με, καὶ πάλιν· Τὸ λόγιόν σου ἔζησέν με. Τὸ δὲ εἰς αἰῶνα αἰῶνος καὶ τὸν μέλλοντα βίον παραδηλοῖ, τὸν τοῖς ἁγίοις ηὐτρεπισμένον. | |
24(t1) | In Psalmum XXXIV, 1—3 | |
t2 | Ἀστερ. | |
t3 | [Ἄλλος δὲ παρὰ τούτοις·] | |
1 | Διὰ ἓξ αἰτίας ἔφησεν ταῦτα εὔχεσθαι τὸν Δαυίδ. Μίαν μὲν βελτιωθῆναι τοὺς ἐχθροὺς βουλόμενος· Τύπτε γὰρ ἀδόκιμον ἀργύριον καὶ καθαρισθήσεται. Δευτέραν, ἵνα ὧδε μαστι‐ ζόμενοι καὶ πολεμούμενοι κουφοτέρας πειραθῶσιν τῆς αἰωνίου | |
5 | κρίσεως. 〈Τρίτην〉, ἵνα ταῖς τούτων μάστιξιν ἄλλους εὑρεθῇ μαστίζων· Πανοῦργος γὰρ ἰδὼν ἄφρονα μαστιζόμενον κραταιῶς αὐτὸς παιδεύεται. 〈Τετάρτην ...〉 ἢ καὶ τὸν βίον λοιμοῦ καὶ νόσου ἀπαλλάττων. Πέμπτην, ἵνα μὴ καὶ αὐτοὶ αὐτῷ μαθητεύσωσιν, τὰς ἐπενεχθείσας αὐτῷ πληγὰς φοβηθέντες. Ἕκ‐ | |
10 | την, ἵνα μὴ εἴπωσί τινες· Ποῦ ἐστιν ὁ θεὸς τοῦ Δαυίδ; Μὴ αὐτὸν ἐκδικεῖ καὶ σώζει; Οὐκ ἔστι γὰρ σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ. Πολεμηθῆναι γὰρ τοὺς πολεμοῦντας προσηύχετο, οὐχ | |
ὡς μισάνθρωπος, ἀλλὰ μισοπόνηρος. | 271 | |
25(t1) | In Psalmum XXXVI, 1—2 | |
t2 | Ἀστερίου | |
1 | Οὕτως ἐπεγράφη ἐπειδὴ θαυμαστὴν νουθεσίαν περιέχει ὁ ψαλμός, ὥς τινος ἐρωτήσαντος· Καὶ τίνος αὕτη παραίνεσις; Καὶ ἡ νουθεσία ἄρα ἔχει τὸ αἰδέσιμον καὶ τὸ ἀξιόπιστον ἀπὸ τοῦ λέγον‐ τος, ἐπειδὴ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐχ οὕτως τοῖς λεγομένοις | |
5 | ὅσον τοῖς λέγουσι προσέχουσιν. Καὶ τούτου μάρτυς ἡ γραφή· Πλούσιος ἐλάλησεν, καὶ πάντες ἐθαύμασαν καὶ τὸν λόγον αὐτοῦ ὕψωσαν ἕως τῶν νεφελῶν. Πτωχὸς δ’ ἐλάλησεν καὶ εἶπαν· Τίς ἐστιν οὗτος; Ἐφθέγξατο σύ‐ νεσιν, καὶ οὐκ ἐδόθη αὐτῷ τόπος. Ἐπεὶ οὖν οἱ λόγοι | |
10 | καὶ ἀπὸ τῶν λεγόντων ἔχουσιν τὸ ἀξιόπιστον, ἵνα πλέον ἡ παραίνεσις ὥσπερ νόμος φυλαχθῇ, δηλοῖ ὁ παράκλητος διὰ τῆς ἐπιγραφῆς τίνος ἡ νουθεσία· Τοῦ Δαυίδ, τοῦ προφήτου καὶ βασιλέως, τοῦ ἱεροψάλτου, τοῦ ἐπαινέτην ἔχοντος τὸν ἑαυτοῦ ποιητήν, ᾧ ἀρκεῖ πρὸς ἔπαινον ἡ τοῦ θεοῦ μαρτυρία λέγοντος· | |
15 | Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Ἐπεὶ οὖν πάντα τὰ θελήματα τοῦ θεοῦ ἐποίησεν, εὔδηλον ὅτι καὶ ἃ νῦν παρῄνεσεν πρῶτον ἐποίησεν. Ὃς γὰρ ἂν ποιήσῃ οὕτως καὶ διδάξῃ, μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρα‐ | |
20 | νῶν. Ἀκούσωμεν τοίνυν τί φησιν· Μὴ παραζήλου ἐν πονη‐ ρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν· ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ | |
λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. | 272 | |
26(t1) | In Psalmum XXXVIII, 1 | |
t2 | Ἀστερ. | |
1 | Εἰς τὸ τέλος δὲ παραπέμπει ἡμᾶς ἡ προγραφὴ διὰ τὸ λέ‐ γεσθαι ἐν τῷ τέλει τῆς ᾠδῆς· Ἄνες μοι τοῦ ἀναψύξαι πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω. Τοῦτο γὰρ τέλος τῆς ᾠδῆς καὶ ἱκετηρίας τὸ τυχεῖν ἀνέσεως ἁμαρτιῶν καὶ τῆς ἐν | |
5 | τῷ μέλλοντι αἰῶνι ἀποκειμένης τοῖς ἁγίοις ἀναψύξεως. | |
27(t1) | In Psalmum XXXVIII, 2 | |
t2 | Ἀστερ. | |
1 | Ἐπειδὴ εἶπεν [φησίν]· Γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τί ἐστιν, ὃ οὐδεὶς τῶν ἁγίων ἐζήτησεν—ὥσπερ γὰρ τὴν συντέλειαν τοῦ αἰῶνος τούτου ἀπέκρυψεν ὁ θεὸς ἀπὸ τῶν ἀνθρώπων, οὕτως καὶ τὸ | |
5 | ἑκάστου τέλος—διὰ τοῦτο· Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τουτέστι τὰς ἐνθυμήσεις, δι’ ὧν ἐν στιγμῇ χρόνου περιπολεῖ τις τὰ σύμπαντα, τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. Εἴ τι γὰρ κακὸν ἐνθυμούμεθα, ἐὰν ἀποκλείσωμεν καὶ μὴ περαιτέρω καὶ διὰ γλώσσης προβῆναι συγχωρήσωμεν, οὐχ ἁμαρτάνομεν καὶ | |
10 | ἐν γλώσσῃ. Ὁδοὶ τοῦ Δαυὶδ καὶ οἱ λόγοι αὐτοῦ καὶ αἱ διδασ‐ καλίαι. Ἳν’ οὖν τις, φησίν, μὴ εἴπῃ αὐτῷ· Ὁ διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; Ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; Διὰ τοῦτό φησιν· Εἶπα· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος | |
15 | Κορινθίοις ἔγραφεν· Ἔπεμψα ὑμῖν Τιμόθεον, ὃς ὑμᾶς ἀνα‐ | |
μνήσει τὰς ὁδούς μου. | 273 |