TLG 2061 001 :: ASTERIUS Sophista :: Commentarii in Psalmos (homiliae 31)

ASTERIUS Sophista Scr. Eccl., Arianus
(Antiochenus: A.D. 4)

Commentarii in Psalmos (homiliae 31)

Source: Richard, M. (ed.), Asterii sophistae commentariorum in Psalmos quae supersunt [Symbolae Osloenses, fasc. suppl. 16] Oslo: Bro̸gger, 1956: 3–245.

Citation: Homily — section — (line)

1

t

In Psalmum I Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κων‐ σταντινουπόλεως τοῦ Χρυσοστόμου ἑρμηνεία εἰς τοὺς ψαλμούς. Ψαλμὸς πρῶτος· Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν
5βουλῇ ἀσεβῶν.

1

.

1

Πάντων τῶν καλῶν κρηπίς ἐστιν ἡ μακαριότης, ἥτις ἐν ψαλμοῖς ἀναγκαίως ἀντὶ στεφάνων προτέθειται, τοὺς αὐτῆς ἐραστὰς πρὸς νῖκος ἀλείφουσα, ἵν’ ὁ θέλων ἐν τῷ τέλει γενέ‐ σθαι μακάριος φύγῃ μὲν ἐκθύμως τὴν βουλὴν τῶν ἀσεβῶν, εἰς
5ὁδὸν δὲ ἁμαρτωλῶν μὴ ἐρείσῃ τὸν πόδα, μηδὲ ἐν καθέδρᾳ

1

.

2

λοιμῶν ἀναπαύσηταί ποτε. Ἡ γὰρ βουλὴ τῶν ἀσεβῶν πεσεῖται, ὡς φησὶν Ἠσαΐας, αὐτὸν διὰ ταύτης αἰνισσόμενος τὸν διάβολον. Αὕτη γὰρ ἡ βουλὴ τὸν πρῶτον ἠκόνησε φονέα καὶ σπλάγχνων ἀδελφικῶν ἐνέβαλε λήθην καὶ ξυνωρίδα καλῶν
5διέζευξε φίλτρου καὶ πενθεῖν ἐδίδαξε τοὺς ἀμυήτους λύπης καὶ τὴν ὑετῶν διψῶσαν γῆν κατήρδευσεν αἵμασιν. Ὅθεν αὐτῷ καὶ καρπὸν ἄξιον τὴν κατάραν ἐβλάστησεν. Αἵματι γὰρ μεθυσθεῖσα τὸν τρόμον ἐγέννησε καὶ φόνῳ σπαρεῖσα στεναγμὸν ἀπεκύησεν,

1

.

3

ἀξίους τῶν πόνων ἀνατείλασα στάχυας. Ἡ δὲ βουλὴ τῶν εὐσεβῶν ἐστιν ὁ Χριστός, ἥτις εὑρίσκεται καὶ ὁδὸς καὶ καθέδρα·
ὁδὸς μὲν ὡς πρὸς αὐτὸν ἀπάγουσα τὸν πατέρα, καθέδρα δὲ ὡς ἀναπαύων τοὺς ἐσκυλμένους ἐν βίῳ. Δεῦτε γάρ, φησί, πάντες
5οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς. Κἀκείνη μὲν ἡ βουλὴ τὸν Ἰωσὴφ ἐν Αἰγύπτῳ πωλεῖ‐ σθαι συνεβούλευσεν· αὕτη δὲ τὸν πραθέντα βασιλέα ἐδείκνυεν. Ἐκείνη τὸν Παῦλον διώκειν ἐδίδασκεν· αὕτη δὲ τοῦτον κηρύσ‐ σειν ἐκέλευσε. Διὸ φευκτέον μὲν ἐκείνην, ταύτην δὲ ζηλωτέον, ἐν
10τῷ νόμῳ κυρίου ἔχοντας τὸ θέλημα καὶ ἐν τῷ νόμῳ αὐτοῦ

1

.

4

μελετῶντας ἡμέρας καὶ νυκτός. Καὶ τίς ὁ τοιοῦτος νόμος εἰ μὴ ὁ Χριστός, ὁ ἐκ τοῦ πατρὸς ἀνεκφράστως γεννηθεὶς καὶ οὐκ ἐν πλαξὶ λελαξευμέναις γραφείς; Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ· νόμος μὲν λεγόμενος ὡς τὰ
5πατρῷα βουλεύματα φέρων ἐν ἑαυτῷ, λόγος δὲ ὡς ἀχώριστος τοῦ πατρός. Αὐτὸς δέ ἐστι καὶ τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὅπερ ὁ πατὴρ ἀμεσιτεύτως εὔκαρ‐ πον, πολυφόρον, εὐθαλές, ὑψίκομον, καλλίκλωνον ἀπεγέννησε.

1

.

5

Τοῦτο τὸ ξύλον ἡ νύμφη ποθοῦσά φησιν ἐν Ἄισματι τῶν ᾀσμάτων· Εἶπον· Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι καὶ κρατήσω τῶν κλάδων αὐτο, φοίνικα μὲν αὐτὸν καλοῦσα διὰ τὸ εἰδεχθὲς μὲν τῆς σαρκὸς κάτω, εὔκαρπον δὲ τῆς θεότητος ἄνω. Τούτου τοῦ ξύλου
5τὴν βρῶσιν παραιτησάμενος ὁ Ἀδάμ, τῇ ἐναντίᾳ περιπέπτωκεν· ἡμεῖς δέ, τὰ νῦν μυστικῶς ἐσθίοντες ἀπ’ αὐτοῦ, τὴν παράβασιν ἐξορίζομεν. Ξύλον γὰρ ζωῆς ἐστιν ὁ Χριστός, ξύλον θανάτου ὁ διάβολος. Ἐκεῖνος μὲν ἐκ παραδείσου τὸν ἄνθρωπον ἐκβάλλει· οὗτος δὲ τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσάγει. Κλάδους γὰρ
10ἔχει τοὺς ἀποστόλους, καρποὺς τοὺς σωζομένους, φύλλων κόμην τοὺς λόγους, ῥίζαν τὸ βάπτισμα, γεωργὸν τὸν πατέρα, ὅστις

1

.

6

αὐτὸν καὶ ἄνω καὶ κάτω δίχα μεσίτου ἀπέτεκε. Θέλεις ἰδεῖν καὶ τὸν τούτου καρπὸν ὃν ἔδωκεν ἐν καιρῷ αὐτοῦ; Βλέπε τοῦτον σταυρούμενον καὶ τὴν πλευρὰν νυχθεῖσαν αὐτοῦ, ἥτις αἷμα καὶ ὕδωρ ἐξέβλυσεν, εἰς ὑποτύπωσιν μὲν τοῦ μαρτυρίου τὸ αἷμα, εἰς
5σύμβολον δὲ βαπτίσματος τὸ ὕδωρ. Ἐπειδὴ γὰρ πλευρὰ νυχθεῖσα τὸν Ἀδὰμ ὑπεσκέλισεν, ἀναγκαίως καὶ πλευρὰ νυχθεῖσα τοῦτον ἀνεγέννησε. Ξύλον ὑγρὸν τὸν ἕνα κατέβαλε· ξύλον δὲ ξηρὸν τὸν κόσ‐ μον ἀνώρθωσεν. Ἡ βρῶσις ἐκείνου τὸν θάνατον ἔτεκεν· ἡ βρῶσις δὲ τούτου τὴν ζωὴν ἀνεβλάστησε. Περὶ μὲν γὰρ ἐκείνου ἐλέχθη τὸ
10Οὐ φάγεσθε ἀπ’ αὐτο· περὶ δὲ τούτου· Γεύσασθε καὶ ἴδετε

1

.

7

ὅτι χρηστὸς ὁ κύριος. Ὡραῖός ἐστιν ὡς μῆλον, ἡδὺς ὑπάρχει ὡς οἶνος, κατάκαρπος ὡς ἐλαία, πολύκευθος ὡς ῥόα, πολύκαρπος ὡς φοῖνιξ, πέπειρος ὡς βότρυς. Γεύσασθε καὶ ἴδετε. Σταυρικός ἐστιν ὁ καρπός· ἤνθησεν ἐν πατριάρχαις, ἐκύπρισεν ἐν προφήταις,
5ἔδωκεν ὀσμὴν ἐν τῇ ἐλεύσει, ὡρίμασεν ἐν τῷ πάθει, ἐσθίεται μετὰ τὴν ἀνάστασιν. Γεύσασθε οὖν καὶ ἴδετε πῶς ἡδύς ἐστι, πῶς στερεός, πῶς πέπειρος, πῶς εὐανθής, πῶς πάσης ὡραιότητος

1

.

8

ἀνάπλεως. Τοῦτον τὸν καρπὸν ἀποδρεψώμεθα καὶ ἡμεῖς. Καὶ γὰρ παντάπασιν ἄλογον τοὺς μὲν εἰς ἀναίσθητον εἰσιόντας ἀμπελῶνα ἀ‐ πλήστως ἐξ ἑκάστης ἀμπέλου συλλέγειν τὸ χρήσιμον, ὀφθαλμῶν ἐπιθυμίᾳ προθύμως συντρέχοντας, ἡμᾶς δὲ εἰς τοιοῦτον καὶ τηλικοῦ‐
5τον ἐμβεβηκότας παράδεισον, ὅπου ἡ μονογενὴς ἄμπελος ἀποστο‐ λικὰ διατείνασα κλήματα καὶ βότρυας πατριαρχικοὺς φέρουσα, μὴ συλλέγειν ἀπλήστως τὰ χρήσιμα, καίτοι τῆς ἀμπέλου μᾶλλον ἐν τῷ

1

.

9

τρυγᾶσθαι πλημμυρούσης. Τρύγα τοίνυν ἀκορέστως, μὴ
βλάπτων τὴν ἄμπελον· καὶ πᾶσι γὰρ ἀρκέσει, καὶ τὸ πλῆρες καθέξει καὶ κόσμον κορέσει καὶ καρπὸν οὐκ ἐκλείψει. Πηγὴ γὰρ ἀγαθῶν οὖσα, κενουμένη πλημμυρεῖ, ὅλον διδοῦσα καὶ ὅλον
5κατέχουσα, ἥτις καὶ νῦν ἡμᾶς εὐφραίνει καὶ τότε δοξάσει ἐν τῇ παρουσίᾳ αὐτοῦ· ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

2

t

In Psalmum II Εἰς τὸν δεύτερον ψαλμόν· Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κεν;

2

.

1

Ὥσπερ ὁ τοξεύων τὸν ἥλιον καὶ λιθάζων τὸν οὐρανὸν κενῷ καὶ ματαίῳ πράγματι ἐπιχειρεῖ, πᾶς δὲ βλέπων αὐτὸν ἢ στενάζει ἢ γελᾷ, στενάζει ὡς κατὰ ἁμαρτάνοντος, γελᾷ ὡς κατὰ μεθύοντος, ὅτι γῆ ὑπάρχων πολεμεῖ τὸν οὐρανόν, ὅτι ὁ
5πηλὸς τῷ πλάστῃ ἀντίκειται, ὅτι ὁ χόρτος πυρὶ ἀντιμάχεται, κατὰ τὸ Πᾶσα σὰρξ χόρτος, καὶ Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον, οὕτως ὁ μακάριος προφήτης, θεασάμενος τῷ πνεύματι Ἰουδαίους καὶ Ἕλληνας καὶ τὰ ἔθνη πολεμοῦντας τῷ Χριστῷ καὶ ὡς κατὰ ἀνθρώπου ὁπλιζομένους τοῦ ἑαυτῶν
10ποιητοῦ, ἔλεγε στενάζων διὰ τοῦ προκειμένου ψαλμοῦ· Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κεν; Παρέ‐ στησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθη‐

2

.

2

σαν ἐπὶ τὸ αὐτ. Κατὰ τίνος; Εἰπὲ ταχέως, ἵνα φοβη‐
θῶσιν οἱ ἀκούσαντες. Κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτο· τὸ ποίημα κατὰ τοῦ ποιητοῦ, τὸ πλάσμα κατὰ τοῦ πλάστου, ὁ πηλὸς κατὰ τοῦ κεραμέως, ὁ χόρτος κατὰ
5τοῦ πυρός. Εἶδες πόλεμον τυφλῶν; Εἶδες μάχην ἄμικτον; Ὥσπερ γὰρ ὁ τυφλὸς μιᾷ ῥάβδῳ μάχεται καὶ πλουσίῳ καὶ πένητι, δούλῳ καὶ ἐλευθέρῳ, καὶ ὀφθαλμὸν ὁδηγὸν οὐκ ἔχων τῇ δεξιᾷ σφάλλεται, οὕτω ποτὲ Ἰουδαῖοι καὶ Ἕλληνες καὶ τὰ ἔθνη, ἀπιστίᾳ τυφλώτ‐ τοντες, τοὺς προφήτας καὶ τὸν Χριστὸν ὁμοίως ἐπολέμησαν.

2

.

3

Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαο, βασιλεῖς καὶ ἄρχοντες, ἅρμα κακίας ὑπὸ διαβόλου ἡνιοχούμενον; Ἐρωτᾷ δὲ ὁ προφήτης, οὐχ ἵνα παρ’ αὐτῶν μάθῃ, ἀλλ’ ἵνα ἐσφαλμένους ἐλέγξῃ ἢ ἀναιδευο‐ μένους πομπεύσῃ, ἢ ἵνα μὴ ἔχοντάς τι λαλῆσαι ἢ ἀποκριθῆναι
5ἐλέγξῃ ὡς κακοποιούς. Ὅτε γὰρ τὰ ἔθνη καὶ οἱ λαοί, βασιλεῖς τε καὶ ἄρχοντες, τὰ τέσσαρα τάγματα ταῦτα, τὸν τῶν τεσσάρων περάτων θεὸν ἐσταύρωσαν, ἐσταύρωσαν δὲ ὅτι ἠνέσχετο ὁ

2

.

4

σταυρούμενος. Τοῦτο γὰρ σαφῶς ἡμᾶς ἐδίδαξαν οἱ ἀπόστολοι λέγοντες· Δέσποτα, σὺ ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὁ τοῦ πατρὸς ἡμῶν διὰ πνεύματος ἁγίου στόματος Δαυὶδ
5παιδός σου εἰπών· Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κεν; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτο. Εἶτα, τίνες οὗτοι, ἑρμηνεύοντες λέγουσι· Συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐπὶ
10τὸν ἅγιον παῖδά σου Ἰησοῦν ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε
γενέσθαι. Ἃ οὖν οἱ ἀπόστολοι ἑρμήνευσαν πρόσωπα, ταῦτα

2

.

5

ἄλλως ἑρμηνευθῆναι ἀδύνατον. Ἀλλά τις ἐρεῖ· Ναί, ἰδοὺ τὰ ἔθνη καὶ ὁ λαὸς Ἰσραὴλ φανεροῖ ὅτι, Χριστοῦ σταυρουμένου, Ἰουδαῖοι καὶ οἱ στρατιῶται καὶ ἡ κουστωδία συνέδραμον. Διὰ τί οὖν πληθυντικῶς εἰρημένου· Παρέστησαν οἱ βασιλεῖς τῆς
5γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν, οἱ ἀπόστολοι ἐπὶ ἕνα βασιλέα, τὸν Ἡρῴδην, καὶ ἐπὶ ἕνα ἄρχοντα, τὸν Πιλᾶτον, τὸ ῥητὸν ἥρμοσαν εἰπόντες· Συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐν τῇ πόλει ταύτῃ Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος; Μὴ

2

.

6

Ἡρῴδης οἱ βασιλεῖς; Μὴ Πιλᾶτος οἱ ἄρχοντες; Ἀλλ’ οὐκ ἐσφάλησαν οἱ ἀπόστολοι ἑρμηνεύσαντες οὕτω· μετὰ γὰρ τοῦ βασιλέως Ἡρῴδου καὶ τὸν βασιλεύοντα τῆς ἁμαρτίας διάβολον ὑπέδειξαν, καὶ μετὰ τοῦ ἄρχοντος Πιλάτου τὰς ἀρχὰς καὶ τὰς
5ἐξουσίας τῶν δαιμόνων ἐσήμαναν, περὶ ὧν ἔλεγεν ὁ ἀπόστολος· Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, καὶ πάλιν· Οὐ γὰρ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας. Ἐπειδὴ γὰρ θεὸς ἐν σαρκὶ ἦν ὁ
10σταυρούμενος, καὶ ὁ ἀόρατος ἐν τῷ ὁρωμένῳ ὑβριζόμενος, οἱ δαίμονες μετὰ τῶν ἀνθρώπων καὶ οἱ ἄσαρκοι μετὰ τῶν σαρκικῶν

2

.

7

κατ’ αὐτοῦ συνήχθησαν. Θέλεις ἰδεῖν βασιλεῖς καὶ ἄρχοντας συναχθέντας κατὰ τοῦ Χριστοῦ; Ὅτε ὁ Χριστὸς ἀνῆλθεν ἐν τῷ ὄρει πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, τότε ὁ ἀρχιδαίμων συνήγαγε πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν
5ἐν στιγμῇ χρόνου. Καὶ μετὰ πάντων ὤφθη, ἵνα μετὰ πάντων ἀφαντωθῇ· καὶ ἐπὶ πάντων ἐπάλαιεν, ἵνα ἐπὶ πάντων πέσῃ καὶ
ἡττηθῇ. Ὡς ἐποίει ὃ οὐκ ᾔδει, καὶ ἔπαθεν ὃ ἠγνόει· καὶ ὁ ἔμπροσθεν προσκυνεῖσθαι ζητῶν ὀπίσω ἐρρίπτετο ἀκούων· Ὕπαγε ὀπίσω μου, Σαταν· γέγραπται γὰρ ὅτι 〈...〉 ἀπέστη ἀπ’ αὐτοῦ
10ὁ διάβολος ἄχρι καιρο, τὸν καιρὸν τοῦ σταυροῦ ἐπιτηρῶν.

2

.

8

Ὅτε οὖν ὁ καιρὸς τοῦ πάθους ἔφθασε, τότε οἱ βασιλεῖς καὶ οἱ ἄρχοντες, οἱ δαίμονες καὶ ὁ ἀρχέκακος μετὰ Ἡρῴδου καὶ Πιλάτου κατὰ τοῦ Χριστοῦ συνήχθησαν. Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ
5κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτο. Καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτ. Πότε; Ὅτε οἱ δισχίλιοι δαίμονες καὶ ὁ λεγεὼν εἰς ἕνα ἄνθρωπον εἰσελθόντες ᾤκησαν. Τὸ οὖν Ἵνα τί ἐφρύαξαν ἔθνη, ἀντὶ τοῦ· Διὰ τί ὑπερηφανίαν καὶ ὀφρύωσιν τὰ ἔθνη ἐφόρεσαν; Ποῖα ἔθνη καὶ λαο; Καὶ πότε μάλιστα
10ἐμελέτησαν κεν; Ὅτε Ἰουδαῖοι καὶ τὰ ἔθνη, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος καὶ ἡ κουστωδία καὶ οἱ στρατιῶται, ὡς νεκρὸν ἐτήρουν τὸν Ἰησοῦν, τὸν ἐν νεκροῖς ἐλεύθερον. Ζῶντι ἐπολέμησαν

2

.

9

καὶ ὑπὸ νεκροῦ ἡττήθησαν. Ἵνα τί ἐφρύαξαν ἔθνη; Ἵνα τί νεκρὸν τηρῆσαι οὐκ ἴσχυσαν, νεκρὸν λεγόμενον, θεὸν δὲ φαι‐ νόμενον, ὅτε τὸν λίθον ἐσφράγισαν καὶ τὴν πέτραν οὐκ ἐκράτησαν; Ἵνα τί ἐφρύαξαν ἔθνη; Τὴν θήκην ἠσφαλίσαντο καὶ τὴν
5ἐνθήκην οὐ κατέσχον. Ἵνα τί ἐφρύαξαν ἔθνη; Ὁ γὰρ θάνατος, τότε κρατῶν τὴν ἀνάστασιν, ἠτόνησε καὶ ὁ τάφος, παρακατα‐ θήκην τὸ σῶμα λαβών, φοβηθεὶς ὅτι τὸν θησαυρὸν τοῦ πατρὸς

2

.

10

ὑπεδέξατο, τὴν παρακαταθήκην μετὰ φόβου ἀπέδωκεν. Ἵνα τί ἐφρύαξαν ἔθνη; Καὶ στρατιῶται μὲν τὸν λίθον ὡς λίθοι ἐφύλαττον· ἄγγελοι δὲ τὸ μνημεῖον θεοῦ τάφον ἔδειξαν. Ὥσπερ
γὰρ ἰδιώτου τάφον στρατιῶται οὐ φυλάττουσιν, οὕτως ἀνθρώπου
5τάφον οὐ τηροῦσιν ἄγγελοι. Οὐδὲ γὰρ τὸν Χριστὸν ἐτήρουν τὸν ἤδη ἀναστάντα, ἀλλὰ διὰ τρία ταῦτα τῷ τάφῳ οἱ ἄγγελοι παρέμενον. Πρῶτον, ἵνα δείξωσιν ὅτι θεὸς ὁ ταφείς, ὡς οὐρανῷ τῷ τάφῳ παρέμενον. Δεύτερον, ἵνα τὴν ἀνάστασιν ταῖς γυναιξὶν εὐαγγελίσωνται λέγοντες· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν
10νεκρῶν; Οὐκ ἔστιν ὧδε, ἀλλ’ ἠγέρθη. Εἰ γὰρ μὴ τοῦτο εἶπον ταῖς γυναιξὶν οἱ ἄγγελοι, εἶχον ἐκεῖναι ἀγνοοῦσαι θυμιᾶν τὸν τάφον τὸν μηδὲν κατέχοντα καὶ τιμᾶν τὸν λίθον τὴν πέτραν οὐκ ἔχοντα καὶ μυρίζειν τὸν θάλαμον, τοῦ νυμφίου μὴ παρόντος,

2

.

11

καὶ ἐμποδίζειν τῷ κηρύγματι τῆς ἀναστάσεως. Τρίτον, διὰ τοῦτο οἱ ἄγγελοι τῷ τάφῳ παρέμενον, ἵνα πᾶσαν ἐπιβουλὴν καὶ ῥαδιουργίαν ἀποσκεδάσωσιν, ἵνα μὴ ἀκούσαντες οἱ Ἰουδαῖοι ὅτι ἀνέστη Χριστός, ἄλλον νεκρὸν ἐν τῷ τάφῳ ἀποθῶνται καὶ μεθ’
5ἡμέρας εἴπωσι· Τί πλανᾶσθε, νομίζοντες ὅτι ἀνέστη Χριστός; Ἰδοὺ ὁ τάφος μαρτυρεῖ ὁ κατέχων τὸν νεκρὸν ὃν ὁρᾶτε ὡς ἀναστάντα Χριστόν· φάντασμά ἐστι καὶ πλανᾷ ὑμᾶς. Ὑμᾶς καλοῦμεν κριτάς· οὐχὶ ἐν καινῷ μνημείῳ τὸν Ἰησοῦν ἔθαψαν; Ἐρευνήσατε τὸν

2

.

12

τάφον· ἐὰν μὴ ἔχῃ τὸν νεκρόν, ἀνέστη, ὡς λέγουσι. Καὶ μή σοι ἄπιστον φανῇ τὸ λεγόμενον· οἱ γὰρ τοῖς στρατιώταις ἀργύρια ἱκανὰ δόντες, ἵνα εἴπωσιν ὅτι οἱ μαθηταὶ τὸν Ἰησοῦν ἔκλεψαν, οὐκ ἂν ἄλλον νεκρὸν θάψαι ἐν τῷ τάφῳ ὤκνησαν, εἰ συνεχωρήθη‐
5σαν, καὶ φάντασμα ἢ δαιμόνιον ἢ πνεῦμα τὸν ἀναστάντα εἰπεῖν. Ἀλλ’ ὑφ’ ἑαυτῶν προεδόθησαν εἰπόντες ὅτι ἐκλάπη. Εἰ μὴ γὰρ
τοῦτο Ἰουδαῖοι διεφήμισαν, ὡς παρὰ πλειόνων ἤκουσαν ὅτι ἀνέστη καὶ ἐφάνη πολλοῖς, ὅτι πνεῦμα φαντάζει, ἀλλ’ οὐκ ἀνέστη Χριστός, ὅτι ἐκλάπη τὸ σῶμα, οὐκ ἠγέρθη ὁ ταφείς, οὐκ ἂν μετὰ τὴν
10ἀνάστασιν τοῖς ἀποστόλοις ἔλεγεν ὁ κύριος· Ψηλαφήσατέ με καὶ ἴδετε ὅτι αὐτὸς ἐγώ εἰμι, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Διὰ ταῦτα

2

.

13

οἱ στρατιῶται καὶ οἱ ἄγγελοι τὸν τάφον ἐφύλαττον. Καὶ μηδένα ξενιζέτω ὅτι τὸν προκείμενον ψαλμὸν τῇ ἀναστάσει Χριστοῦ ἡρμόσαμεν· ἀποστολικῷ γὰρ κανόνι ἠκολουθήσαμεν καὶ τὴν Παύλου ἑρμηνείαν ὡς νόμον κατέχομεν. Παῦλος λέγει ἐν
5ταῖς Πράξεσι· Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ θεὸς πεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν ἀναστήσας Ἰησοῦν. Καὶ μνημονεύσας τῆς Ἰησοῦ ἀναστάσεως τὸν προκείμενον ψαλ‐ μὸν ἔλαβεν εἰπών· Ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπ‐
10ται· Υἱός μου εἶ σ· ἐγὼ σήμερον γεγέννηκά σε. Ὡς ἐκ παρθένου ἄσπορον, οὕτως ἐκ τάφου ἄφθορον· Οὐδὲ γὰρ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Ἐντεῦθεν παλιγγενεσία λέγεται ἡ ἐκ

2

.

14

νεκρῶν ἀνάστασις. Ἀλλὰ καὶ νῦν ἡ ἐκκλησία ὁρῶσα Ἕλληνας πολυθεΐαν ἀσκοῦντας λέγει· Ἵνα τί ἐφρύαξαν ἔθνη; Οἱ Ἕλ‐ ληνες τὰ στοιχεῖα θεοὺς ὀνομάσαντες, τὴν μὲν γῆν Δήμητραν, τὸ δὲ ὕδωρ Ποσειδῶνα, τὸν δὲ ἀέρα Ἥραν, τὸ δὲ πῦρ Ἥφαιστον,
5τὸν δὲ ὑετὸν Δία ὀνομάσαντες. Εἰ γὰρ τὰ στοιχεῖα θεοί, πῶς ἀλλήλοις μάχονται; Πῶς δὲ εἰς τὸν καθ’ ἑαυτῶν πόλεμον ὁπλί‐ ζονται; Τὸ γὰρ ὕδωρ τῷ πυρί ἐστι πολέμιον, τὸ δὲ πῦρ τοῦ
ὕδατος φθορὰ καὶ δαπάνη. Καὶ ὥσπερ ἐν ταῖς πολεμικαῖς παρα‐ τάξεσιν, ὅπου ἡ ὑπερβάλλουσα δύναμις, ἐκεῖ ἡ νίκη σκιρτᾷ, οὕτως
10ἐν τῇ μάχῃ τοῦ πυρὸς καὶ τοῦ ὕδατος, ὅπου τὸ πλεῖον, ἐκεῖ τὰ ἐπινίκια. Ἡ δὲ γῆ ἀέρι ψυχρῷ μαστίζεται· ὁ δὲ ἀὴρ ὑπὸ τῶν τῆς γῆς ἀναθυμιάσεων λοιμικὴν νόσον ἐνδύεται. Εἰ οὖν θεοὶ τὰ στοιχεῖα, τίς εἶδε θεοὺς πολεμοῦντας ἑαυτοῖς; Ἵνα τί ἐφρύα‐ ξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κεν; Καὶ ἐν μὲν τῇ δημιουργίᾳ
15τὰ τῇ φύσει πολέμια φιλίαν ἠσπάσαντο καὶ κόσμον ἀπήρτισαν, νεύματι δημιουργῷ πειθόμενα· ἐν δὲ τῇ καθόλου προνοίᾳ ἑαυτῶν εἰσι πολέμια, τὴν ἄθεον πολυθεΐαν ἐλέγχοντα, ἵνα πάντες μάθω‐ μεν ὅτι τὰ πολεμοῦντα καὶ πολεμούμενα θεοὶ εἶναι οὐ δύνανται.

2

.

15

Καὶ λαοὶ ἐμελέτησαν κεν, αἱρετικοὶ τὰς γραφὰς πατήσαντες καὶ ἔργα στοιχείων ὡς νόμου προφέροντες. Καὶ τίνες εἰσὶν οἱ λέγοντες ταῦτα; Τὸ πνεῦμα τὸ ἅγιον καὶ ὁ Δαυὶδ καὶ οἱ ἀπόστολοι. Περὶ τίνων λέγουσι; Περὶ Ἡρῴδου καὶ Πιλάτου καὶ Ἰουδαίων
5καὶ στρατιωτῶν, τῶν σταυρωσάντων τὸν Χριστόν. Τίς τούτου μάρτυς; Ἡ βίβλος τῶν Πράξεων. Ὅτι δὲ τὸ πνεῦμα τὸ ἅγιον καὶ ὁ Δαυὶδ καὶ οἱ ἀπόστολοι ταῦτα εἶπον, ὁ μὲν χρηματίζων, ὁ δὲ προφητεύων, οἱ δὲ τὸ πέρας τῆς προφητείας βλέποντες, ἄκουσον ὅτε Πέτρος καὶ Ἰωάννης τὸν χωλὸν ἐν τῷ ἱερῷ ἰάσαντο καὶ ὡς
10ἱερόσυλοι ἀνεκρίνοντο· Ἀπολυθέντες ἦλθον πρὸς τοὺς συναποστόλους, καὶ ἀπήγγειλαν αὐτοῖς ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. Οἱ δὲ ἀκούσαν‐ τες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν λέγοντες· Δέσποτα, σὺ ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν
15γῆν, ὁ τοῦ πατρὸς ἡμῶν διὰ πνεύματος ἁγίου στόμα‐ τος Δαυὶδ παιδός σου εἰπών· Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κεν; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς. Εἶδες πῶς τὸ πνεῦμα καὶ ὁ Δαυὶδ καὶ οἱ ἀπόστολοι

2

.

16

εἶπον τὰ προκείμενα; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς. Ποῖοι βασιλεῖς; Καὶ μὴ μόνος Ἡρῴδης αὐτὸν ἐν τῷ πάθει ἀνέκρι‐ νεν; Πέντε βασιλεῖς κατὰ τοῦ Χριστοῦ ἐν τῇ ἐνανθρωπήσει αὐτοῦ παρέστησαν· πρῶτος ὁ διάβολος, δεύτερος ὁ θάνατος, τρίτος ἡ
5ἁμαρτία, τέταρτος ὁ Ἡρῴδης, ὁ δι’ αὐτὸν φονεύσας τὰ νήπια, καὶ πέμπτος ὁ ἄλλος Ἡρῴδης, ἐφ’ οὗ τὸ πάθος ὑπέμεινεν. Ἐπεὶ οὖν πεν‐ τὰς βασιλέων καὶ πεντάπολις κακὴ κατὰ τοῦ ἐπουρανίου βασιλέως ἐπανέστησαν, παρέστησαν οἱ βασιλεῖς τῆς γῆς. Ὅτι δὲ ὁ Σατανᾶς ἀλλότριον ὄνομα φορῶν καὶ ὡς δραπέτης δεσποτικὸν
10ὄνομα ἐνδυσάμενος βασιλεὺς ἐλέχθη, ἄκουσον. Ὅτε ὁ κύριος τοὺς δαίμονας ἐδίωξε καὶ τοὺς δαιμονιῶντας ἐθεράπευσεν, οἱ Ἰουδαῖοι ἔλεγον· Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Εἶτα ὁ κύριος· Πᾶσα βασιλεία μερισθεῖσα καθ’ ἑαυτὴν ἐρημοῦται. Καὶ ἐπάγει· Εἰ οὖν καὶ ὁ Σατανᾶς
15φ’ ἑαυτὸν ἐμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτο; Βασιλείαν δὲ αὐτοῦ εἰπών, βασιλέα λεγόμενον ἔδειξεν.

2

.

17

Ὅτι δὲ βασιλεὺς καὶ ὁ τῆς ἀσεβείας θάνατος, Παῦλος λέγει· Ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως. Ὅτι δὲ καὶ ἡ κακοποιὸς ἁμαρτία βασιλεύς· Μὴ οὖν βασι‐ λευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι. Ὅτι δὲ καὶ
5ὁ νηπιοκτόνος Ἡρῴδης βασιλεύς, γέγραπται· Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς τὴν ἀκοὴν Ἰησοῦ ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτο. Πέμπτος ὁ ἄλλος Ἡρῴδης. Ὅτι δὲ ἀποθανόντος τούτου τοῦ Ἡρῴδου καὶ Ἀρχελάου τοῦ υἱοῦ αὐτοῦ βασιλεύσαντος, μετὰ τὸν Ἀρχέλαον ἄλλος Ἡρῴδης
10ἐβασίλευσε, γέγραπται· Ἤκουσε δὲ Ἡρῴδης ὁ βασιλεὺς τὴν ἀκοὴν Ἰησο. Ἐπεὶ οὖν πεντὰς βασιλέων κατὰ τοῦ μονο‐
γενοῦς βασιλέως ὡμονόησαν, παρέστησαν οἱ βασιλεῖς τῆς

2

.

18

γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν. Οἱ ὁδηγοὶ τοῦ βίου, οἱ οἰκοδόμοι τῶν πραγμάτων, οἱ κανόνες τῆς πολιτείας, οἱ ἰατροὶ τῆς ζωῆς συνήχθησαν, διαβολικὴν σύναξιν ἐπιτελοῦντες. Συνήχ‐ θησαν, ἐκκλησίαν πονηρευομένων συγκροτοῦντες. Ἵνα τί
5ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κεν; Τὸν βασιλέα ὡς ἰδιώτην ἄνθρωπον ἔδοξαν ταπεινοῦν, ἀλλ’ ἰδοὺ ὁ σταυρω‐ θεὶς ἀναληφθεὶς ἐν δόξῃ τοῦ κόσμου ἐβασίλευσεν. Ἵνα τί ἐφρύα‐ ξαν ἔθνη; Τὸν ὀφθαλμὸν τῆς τῶν θαυμάτων πηγῆς ἐνόμισαν πηροῦν, ἀλλ’ ἡ πηγὴ εὐδρόμους ἔχουσα τοὺς ῥύακας θαύματα
10διὰ τῶν ἀποστόλων τῷ κόσμῳ ἀνώμβρησεν. Ἵνα τί ἐφρύαξαν ἔθνη; Θνητοὶ ὄντες τὸν ἀθάνατον ποιητὴν ἠθέλησαν ἀνελεῖν.

2

.

19

Ἵνα τί ὠφελήσωσι, καὶ πότε ἀνθρώπου χεὶρ δύναται ἀντιπα‐ τάξασθαι θεῷ; Κἂν γὰρ παθεῖν ἠνέσχετο, ἀλλ’ οὐκ ἀπέβαλε τὴν θεϊκὴν δύναμιν. Κἂν ἐπὶ ξύλου ἐκρέματο, ἀλλ’ οὐρανὸν καὶ γῆν ὑπε‐ στήριζε. Κἂν μετὰ λῃστῶν ἐκρέματο, ἀλλ’ ὑπὸ ἀγγέλων ἐθαυμάζετο.
5Κἂν ὑπὸ Ἰουδαίων ὠνειδίζετο, ἀλλὰ πατρὶ τὸ πνεῦμα παρέθετο. Κἂν ἐν μνημείῳ ἐθάπτετο, ἀλλὰ τοῦ ᾅδου τὰ ταμεῖα ἐκένωσε. Κἂν δεσμὰ νεκρῶν ἐφόρεσεν, ἀλλὰ τὰ δεσμὰ τοῦ θανάτου διέρ‐ ρηξεν. Κἂν ὑπὸ ἀπίστων κατακέκριται, ἀλλὰ κριτὴς ζώντων καὶ νεκρῶν ἔρχεται. Τί οὖν ὠφέλησαν οἱ ἀσεβεῖς, ἄνθρωποι ὄντες καὶ

2

.

20

θεῷ μαχόμενοι; Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέ‐ τησαν κεν; Κἂν γὰρ σταυρὸν ἐδέξατο, ὦ Ἰουδαῖοι, μὴ ἀδυνα‐ μίαν τὸ πρᾶγμα νομίσητε, ἀλλὰ μᾶλλον ἐπὶ τῇ μακροθυμίᾳ θαυ‐ μάσατε. Ὁ γὰρ λόγῳ ξηράνας συκῆν καὶ τὴν γυναῖκα τοῦ Λὼτ
5ἀποστηλώσας ἠδύνατο μόνῳ τῷ βλέμματι χαῶσαι ὑμᾶς μετὰ καὶ τῆς πόλεως, ἀλλ’ οὐκ ἐποίει τοῦτο, ἵνα μὴ χαρῇ ὁ διάβολος

2

.

21

ἐπὶ τῇ ἀπωλείᾳ τῶν ἀνθρώπων εὐφραινόμενος. Καὶ ἄλλως
δέ, ἐπειδὴ σωτὴρ ἐπεδήμησε καθολικός, οὐκ ἡγήσατο δίκαιον παραυτὰ τιμωρῆσαι τοὺς κακόφρονας. Εἰ γὰρ τὸ τῆς οἰκουμένης χειρόγραφον τότε ἀνετρέπετο, πῶς εἶχον τότε λογοθετεῖσθαι οἱ
5ὑπεύθυνοι; Καὶ ὥσπερ βασιλεὺς ἑορτὴν πάνδημον ἐπιτελῶν ἀπολύει μὲν τοὺς ἐν φυλακῇ, κατ’ ἐκείνην δὲ τὴν ὥραν οὐδένα ἁμαρτάνοντα εἰς αὐτὸν θανατοῖ, οὕτως ὁ Χριστὸς τὴν πάνδημον ἑορτὴν τοῦ πάθους ἐπιτελῶν καὶ ἀπάθειαν κόσμῳ βραβεύων, οὐ μόνον τοὺς ὑπαιτίους ἀπέλυσεν, ἀλλὰ καὶ παραυτὰ τοὺς ἁμαρτά‐
10νοντας οὐκ ὤλεσεν. Ὥσπερ γὰρ οἱ παρ’ ἡμῖν ἄρχοντες κατὰ τὴν τοῦ Πάσχα ἑορτὴν οὐδένα μὲν πλήττουσι, τοὺς δὲ ἐν φυλακαῖς δεσμίους

2

.

22

ἀπολύουσι, τοῦτο προλαβὼν ὁ Χριστὸς ἐποίησεν. Ἀλλ’ ἐρεῖς· Καὶ οὐκ ἀπέλαβον τὰς ἑαυτῶν κολάσεις οἱ σταυρώσαντες τὸν Χριστόν; Οὐκ ἀπώλεσαν τὴν πόλιν; Οὐ πυρίφλεκτος γέγονεν αὐτοῖς ὁ ναός; Οὐ μυριάδες ἀναρίθμητοι ὤλοντο ἐξ αὐτῶν; Πῶς
5οὖν λέγεις· Οὐκ ἐπεξῆλθε τοῖς σταυρώσασιν; Ἀλλ’ εἰ μὲν παραυτὰ ἢ μετὰ βραχὺ ἐπολιορκήθη Ἱερουσαλήμ, καλῶς ἀντέλεγες. Εἰ δὲ μετὰ πολλοὺς ἐνιαυτοὺς ἐκολάσθησαν, μὴ μέμψῃ τὸν κολάσαντα, ἀλλὰ μέμψαι τοὺς ἐν τοσούτοις ἔτεσι μὴ μετανοήσαντας. Ὁ γὰρ ἐπὶ τοσούτοις μακροθυμήσας ἐνιαυτοῖς ἔδειξεν ὡς οὐδὲ εἰς τὸ
10ἑξῆς ἠτόνησεν εἰς τὸ μακροθυμεῖν. Ἐμακροθύμει δὲ σταυρωθείς, ἵνα καλέσῃ αὐτοὺς πρὸς μετάνοιαν, τοὺς ἀπανθρώπους φονείς. [Ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν].

3

t

In Psalmum III Εἰς τὸν τρίτον ψαλμόν· Κύριε, τί ἐπληθύνθησαν οἱ
θλίβοντές με;

3

.

1

Ἐπινικίους ἀνδριάντας οἱ βασιλεῖς τοῖς στρατηγοῖς νικήσασιν ἀνατιθέασι· νικηφόρους δὲ εἰκόνας καὶ στήλας ἐγείρουσιν ἄρχοντες ἡνιόχοις καὶ ἀθληταῖς, καὶ τῷ ἐπιγράμματι ὡς στόματι κήρυκα τῆς νίκης τὴν ὕλην ἐργάζονται. Ἄλλοι δὲ πάλιν ἐν βίβλοις καὶ
5γράμμασι τοὺς ἐπαίνους τοῖς νικηταῖς γράφουσι, τὴν ἑαυτῶν ἐν τῷ ἐπαίνῳ δύναμιν ἰσχυροτέραν τῶν ἐπαινουμένων δεῖξαι θέλον‐ τες. Καὶ λογογράφοι καὶ ζωγράφοι καὶ χαλκευταὶ καὶ λιθογλύπ‐ ται καὶ δῆμοι καὶ ἄρχοντες καὶ πόλεις καὶ χῶραι τοὺς νικητὰς θαυμάζουσιν. Οὐδεὶς δὲ φεύγοντος καὶ μὴ πολεμήσαντος εἰκόνα
10ἔγραψε καθάπερ νῦν ὁ Δαυίδ· Ψαλμὸς γὰρ τῷ Δαυὶδ ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτο. Καὶ πότε ὁ δραπέτης ἐγκωμίων ἄξιος; Πότε δὲ ὁ φυγὰς ἐπιγραμμάτων ἐντός; Τοὺς δραπέτας γράμμασιν ἰξεύουσιν,

3

.

2

οὐκ ἐπιγράμμασι θαυμάζουσιν. Ἀλλὰ μάθε τὴν αἰτίαν, ἄδελφε, τῆς ἐπιγραφῆς καὶ ἀσφάλισαί σου τὴν ψυχήν· γενέσθω σοι ἡ ἱστορία βίου κατόρθωσις· ἤτω σοι ὁ τοῦ δικαίου διωγμὸς διανοίας στηριγμός. Μάθε γὰρ διὰ τί ἐδιώκετο ὁ Δαυὶδ ὑπὸ τοῦ
5Ἀβεσσαλώμ, ἵν’, ὡς θεμέλιον τὸ πρᾶγμα εὑρών, οἰκοδομηθῇς τῷ φόβῳ τοῦ θεοῦ. Ὡς γὰρ ἄνευ τοῦ θεμελίου σαθρὰ ἡ οἰκοδομή, οὕτως ἄνευ τῆς εὑρέσεως τοῦ σκοποῦ οὐκ ὠφελεῖ ἡ γραφή. Σκοπὸν εἶχεν ὁ μακάριος Δαυὶδ διὰ τοῦ προκειμένου ψαλμοῦ παιδεῦσαι
τὸν βίον καὶ σωφρονίσαι μηδέποτε κακοποιεῖν καὶ καταφρονεῖν
10τῶν νόμων τοῦ θεοῦ, ἵνα μὴ ὁ ἁμαρτήσας τοιαῦτα πάθῃ οἷα

3

.

3

καὶ αὐτὸς ἔπαθεν. Ἔφυγε τὸν υἱὸν αὐτοῦ ὁ Δαυὶδ ἐπειδὴ τὴν ἁγνείαν ἔφυγεν· ἔφυγε τὸν υἱὸν ἐπειδὴ τὸν σώφρονα γάμον ἐνύβρισεν· ἔφυγε τὸν υἱὸν ἐπειδὴ τὸν νόμον τοῦ θεοῦ τὸν λέγοντα Οὐ φονεύσεις, οὐ μοιχεύσεις, ἔφυγεν. Ἐπειδὴ γὰρ ἀλλοτρίαν
5ἀμνάδα εἰς τὸν οἶκον αὐτοῦ εἰσήγαγε καὶ τὸν ταύτης ποιμένα ἀπέκτεινεν, ὁ ἐκ τοῦ οἴκου αὐτοῦ ἀμνὸς τὸν ποιμένα ἐκεράτιζεν. Ἀλλότριον οἶκον ἐπολέμησε καὶ ἐκ τοῦ ἰδίου οἴκου ἐπανέστη αὐτῷ ὁ πόλεμος. Οὐκ ἔστιν ἐμὸν τὸ νόημα· θεοῦ ἐστι τὸ ἀπό‐

3

.

4

φθεγμα. Ὅπου δὲ θεὸς ὁ ἑρμηνεύων, οὐδεὶς ὁ ἀντιλέγων. Ὅτι γὰρ διὰ τοῦτο ἐπανέστη τῷ Δαυὶδ ὁ υἱὸς αὐτοῦ ἐπειδὴ τὸν Οὐρίαν ἐφόνευσε καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβεν, ἄκουσον τοῦ θεοῦ διὰ τοῦ προφήτου Νάθαν πρὸς τὸν Δαυὶδ λέγοντος· Ἐγὼ
5ἔχρισά σε βασιλέα ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐξειλόμην σε ἐκ χειρὸς Σαοὺλ καὶ ἔδωκά σοι τὰ πάντα τοῦ κυρίου σου καὶ τὸν οἶκον Σαοὺλ καὶ Ἰούδα· καὶ εἰ ὀλίγα σοί ἐστι, προσθήσω σοι καθὼς ταῦτα. Καὶ τί ὅτι ἐξουδένωσας τὸν κύριον τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιόν μου; Τὸν
10Οὐρίαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες ἑαυτῷ εἰς γυναῖκα. Καὶ νῦν οὐκ ἐξαρθήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου εἰς τὸν αἰῶνα.

3

.

5

Τὸν ἀλλότριον οἶκον ῥομφαίᾳ ἐδιχοτόμησας, τὴν κατὰ σοῦ ῥομφαίαν χαλκεύσω ἐν τῷ οἴκῳ σου. Ἰδοὺ ἐγὼ ἐξεγερῶ ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου· οὐκ ἔξωθέν ποθεν, ἀλλ’ ἐκ τοῦ οἴκου
σου. Ὅθεν ἡ πηγὴ τῆς ἁμαρτίας, ἐκεῖθεν ἡ πληγὴ τῆς τιμωρίας.
5Ἐπεὶ οὖν τῆς ἐντολῆς τοῦ θεοῦ δραπέτης καὶ φυγὰς ἐγένετο, διὰ τοῦτο τὸν υἱὸν ἀπεδίδρασκε. Ψαλμὸς τῷ Δαυὶδ ἐν τῷ ἀπο‐ διδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτο. Καὶ κρείττων τῆς τοῦ πολέμου ἐξηγήσεως ἡ αἰτία τῆς τοῦ πολέμου ὑποθέσεως, ἵνα τὸν ὄλισθον τοῦ δικαίου θεασά‐
10μενοι ἀσφαλισώμεθα τὸ πτῶμα καὶ φύγωμεν τὴν ὁμοίαν βάσα‐

3

.

6

νον. Πολλοὶ γὰρ καὶ εἰς τὴν σήμερον πολέμους ἐν τοῖς οἴκοις ἔχουσι, καὶ ὁ μὲν ὑπὸ γυναικὸς πολεμεῖται, ὁ δὲ ὑπὸ τέκνου πολιορκεῖται, ἄλλος ὑπὸ ἀδελφοῦ καὶ ἄλλος ὑπὸ φίλου καὶ ἕτερος ὑπὸ οἰκέτου δαμάζεται, καὶ ἕκαστος ἀκηδιᾷ καὶ δυσχε‐
5ραίνει καὶ μάχεται καὶ πολεμεῖ καὶ πολεμεῖται. Καὶ οὐδεὶς ἑαυτὸν λογοθετεῖ ἐννοῶν ὅτι, εἰ μὴ ἁμαρτίας ἔσπειρεν, οὐκ ἂν ἐν τῷ οἴκῳ αὐτοῦ ἄκανθαι καὶ τρίβολοι ἀνέβησαν· εἰ μὴ σπινθῆρας ἁμαρ‐ τιῶν ἔκρυψεν, οὐκ ἂν ὁ οἶκος ἐνεπυρίζετο. Ὅτι γὰρ ἁμαρτιῶν εἰσι καρποὶ τὰ οἰκεῖα κακὰ καὶ δημίους ἐμφυλίους κατὰ τοῦ
10ἁμαρτάνοντος χειροτονεῖ ὁ θεός, μάρτυς ἡ θεία γραφή, ἧς οὐδὲν

3

.

7

πρὸς πίστωσιν ἰσχυρότερον. Πολεμεῖ σε ἡ γυνή, εἰσελθόντι ὡς θηρίον ἀπαντᾷ, τὴν γλῶσσαν ὡς μάχαιραν ἀκονᾷ; Λυπηρὸν μὲν τὸ πρᾶγμα, ὅτι ἡ βοηθὸς ἀντίπαλος γέγονεν. Ὅμως ἑαυτὸν ἐρεύνησον, μήπως ἐν νεότητι εἰς γυναῖκα ἐνεωτέρισας καὶ τὸ εἰς
5γυναῖκα τραῦμα διὰ γυναικὸς θεραπεύεται καὶ τὴν ἀλλοτρίαν σηπεδόνα ἡ ἰδία χειρουργεῖ. Κἂν ἀγνοῇ ἡ τέμνουσα, ἀλλ’ οἶδεν ὁ ἰατρὸς θεός. Αὐτὸς γὰρ αὐτῇ ὡς σιδήρῳ κατὰ σοῦ ἐχρήσατο. Ὥσπερ οὖν τὸ σίδηρον οὐκ οἶδεν ὃ ἐνεργεῖ, τὴν δὲ διὰ τοῦ σιδήρου θεραπείαν οἶδεν ὁ ἰατρός, οὕτω, κἂν ἀγνοῇ ἡ γυνὴ ἡ
10πλήττουσα καὶ ὁ ἀνὴρ ὁ πληττόμενος τὴν αἰτίαν τῆς πληγῆς,

3

.

8

ἀλλ’ ὁ θεὸς ὡς ἰατρὸς οἶδε τὸ συμφέρον σοι. Ὅτι δὲ γυνὴ πονηρὰ ἁμαρτιῶν ἐστι κόνδυλος, μάρτυς ἡ θεία γραφή. Τί γὰρ λέγει ἄκουσον· Γυνὴ πονηρὰ ἀνδρὶ ἁμαρτωλῷ δοθήσεται· ὡς πικρὰ ἀντίδοτος αὐτῷ δοθήσεται, τοὺς χυμοὺς τῶν ἁμαρτιῶν
5ἀναλίσκουσα. Ὅτι δὲ καὶ τὸ ὑπὸ τέκνων πολιορκεῖσθαι ἁμαρτιῶν ἐστι βάσανος, μάρτυς ὁ Δαυὶδ διὰ τὴν παράνομον κοίτην ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Ἀβεσσαλὼμ πολεμούμενος, ὡς ὁ λόγος ἔδειξεν. Ὅτι δὲ καὶ ἀδελφοὶ ἀδελφοὺς διὰ ἁμαρτίας ἐπολέμησαν, μάρτυς ἡ βίβλος τῶν Κριτῶν. Ὅτε γὰρ εἰς τὴν παλλακίδα τοῦ ὀδοιπόρου
10οἱ τῆς φυλῆς Βενιαμὶν ἐξεπόρνευσαν, ἡ δὲ τὴν ἄμετρον ὕβριν μὴ ἐνεγκοῦσα ἀπέθανεν, αἱ ἕνδεκα φυλαὶ τὴν μίαν ἐπολέμησαν· καὶ ἐπειδὴ αἱ ἕνδεκα φυλαὶ ἀπὸ θεοῦ ἀπέστησαν καὶ εἰς τὰ εἴδωλα ἐξεπόρνευσαν, ὑπὸ τῆς μιᾶς φυλῆς αἱ ἕνδεκα ἐνικήθησαν καὶ πλεονάκις νικηθεῖσαι ὑπὸ τῆς μιᾶς ἅπαξ αὐτὴν ἐνίκησαν. Καὶ
15ἀδελφοὶ ἀδελφοὺς ἐπολέμησαν, ἐπειδὴ ὁ θεὸς διὰ τὰς ἁμαρτίας αὐτῶν ἦρε τὸ τῆς ἁμαρτίας μεσότοιχον. Ἐπειδὴ γὰρ ἡ μία φυλὴ εἰς τὴν γυναῖκα ἐπόρνευσεν, αἱ δὲ ἕνδεκα φυλαὶ εἰς τὰ εἴδωλα ἐξεπόρνευσαν, καὶ οὗτοι κἀκεῖνοι ὑπὸ θεοῦ ἐξωλοθρεύθησαν, ὡς γέγραπται· Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ
20σο, ὥστε καὶ ἀδελφοὶ ἀδελφοὺς διὰ ἁμαρτίας ἐπολέμησαν.

3

.

9

Ὑπὸ ἀδελφῶν πολεμούμενος, μὴ τοσοῦτον κατ’ ἐκείνων στέναζε ὅσον ἑαυτὸν λογοθέτει, καὶ ἀνέταζε ζητῶν διὰ ποίας ἁμαρτίας οἱ ἀδελφοὶ πολέμιοι. Οὐχ ὅτι πάντες διὰ ἁμαρτίας ὑπὸ ἀδελφῶν πολεμοῦνται—καὶ γὰρ ὁ Ἰωσὴφ ὑπὸ τῶν ἀδελφῶν ἐπολεμεῖτο,
5καὶ οὐ πάντως διὰ ἁμαρτήματα· καὶ ὁ Ἰὼβ ὑπὸ γυναικὸς ἐπεβου‐ λεύετο, καὶ οὐ πάντως διὰ ἁμαρτήματα—ἀλλ’ ὅτι οἱ πλείονες
τῶν ἀνθρώπων διὰ ἁμαρτίας οἰκειακοὺς πολεμίους ἔχομεν. Ἔστιν ὅτε καὶ φίλοι εἰς ἐχθροὺς διὰ ἁμαρτίας τρέπονται καὶ οἱ πάλαι ποθοῦντες μισοῦσι καὶ ἀποστρέφονται, τοῦ θεοῦ τὸ τοιοῦτον
10μῖσος δι’ οὓς οἶδε λόγους ἐμβάλλοντος. Οὕτω γὰρ ἐν τῷ ἑκα‐ τοστῷ τετάρτῳ ψαλμῷ γέγραπται περὶ τῶν Αἰγυπτίων· Μετέ‐ στρεψε τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν αὐτο. Οὐκ ἂν δὲ τὸ μῖσος ἀπὸ θεοῦ ἐδόθη, εἰ μὴ πρότερον κακῶς ἐφιλίαζον· οἷς γὰρ ἡ φιλία ἀπωλείας πρόξενος, τούτοις τὸ

3

.

10

μῖσος ἀρετῆς ὑπόθεσις. Ἀλλὰ καὶ τὰ δοῦλα καὶ ὑπήκοα σώματα πολλάκις διὰ ἁμαρτίας τῇ δεσποτείᾳ ἐπανέστησαν. Βλέπε γὰρ τὸν Ἀδὰμ μηδέπω ἁμαρτήσαντα καὶ τὰ θηρία ὡς δοῦλα ὑπήκοα ἔχοντα καὶ ὡς δούλοις αὐτοῖς καλοῦντα ὀνόματα·
5ὅτε δὲ τὴν ὄψιν τῇ ἁμαρτίᾳ ἐσπίλωσε, τότε τὰ θηρία αὐτὸν οὐκ ἐγνώριζε καὶ τὰ δοῦλα πολέμια κατ’ αὐτοῦ γεγόνασιν. Ὥσπερ ὁ ἐν τῇ οἰκίᾳ κύων δουλεύει τῷ τρέφοντι καὶ φοβεῖται τοῦτον καὶ τέθηπεν, ἐὰν δὲ ἄφνω ἠσβολωμένην ἔχοντα τὴν ὄψιν θεάσηται ἢ προσωπεῖον ἀλλότριον ἐν τῇ ὄψει φέροντα, ὡς ξένῳ ἐπέρχεται
10καὶ σπαράξαι βουλεύεται, οὕτως ὁ Ἀδὰμ ἐφ’ ὅσον τὸ κατ’ εἰκόνα θεοῦ πρόσωπον καθαρὸν ἐτήρει, οἱ θῆρες αὐτῷ ὡς δοῦλοι ὑπέκειντο· ὅτε δὲ τὸ πρόσωπον τῇ παρακοῇ ἐσπίλωσε, μὴ γνωρί‐ ζοντα τὸν δεσπότην ὡς ξένῳ ἤχθραινον, ὥστε καὶ δούλων ἐπανά‐

3

.

11

στασις ἁμαρτιῶν ἐστιν ἀντίδοσις. Δίκαιος ὁ Δανιὴλ καὶ οἱ λέοντες τὴν δεσποτείαν ἐγνώρισαν· εἶδον ἁμαρτίας ἄγευστον καὶ ἀφῆκαν τιμωρίας ἄμοιρον. Ἥμαρτε προφήτης ψευσάμενος καὶ εὗρεν αὐτὸν ὁ λέων ἐν τῇ ὁδῷ καὶ ἐθανάτωσεν. Ἠσβο‐
5λώθη τῷ ψεύδει καὶ ὁ λέων οὐκ ἐγνώρισεν. Εἰ προφήτην εἶδεν ἄν, ὡς τὸν Δανιὴλ ἐτίμησε· ψευδοπροφήτην εὗρε καὶ ὡς ξένῳ
ἐπέδραμεν. Ὁ δεσπότης ἐψεύσατο καὶ ὁ δοῦλος τὴν δεσποτείαν

3

.

12

ἠρνήσατο. Καὶ τί λέγω περὶ τῶν οἰκειακῶν κακῶν, ὁπότε καὶ αὐτὸ ἡμῶν τὸ σῶμα, τὸ πάντων ἡμῖν οἰκειότερον καὶ προσφι‐ λέστερον, ἔστιν ὅτε καὶ αὐτὸ ἁμαρτάνοντας ἡμᾶς πολεμεῖ διὰ πυρετῶν καὶ νόσων καὶ ἀλγηδόνων ἀμυνόμενον, καὶ τὸ δοῦλον
5σῶμα τὴν δέσποιναν ψυχὴν μαστίζει ἁμαρτήσασαν, οὐχ ὅτι τοῦτο βούλεται, ἀλλ’ ὅτι τοῦτο ποιεῖν κελεύεται; Καὶ μάρτυς ὁ Χριστὸς τῷ ἰαθέντι παραλυτικῷ λέγων· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μή σοι χεῖρόν τι γένηται. Μαθόντες οὖν, ἀδελφοί, ὅτι καὶ οἰκειακοὶ καὶ συγγενικοὶ καὶ
10δουλικοὶ πόλεμοι καὶ αἱ τοῦ σώματος νόσοι τὰ πολλὰ διὰ ἁμαρ‐ τίας γίνονται, τὴν πηγὴν τῶν κακῶν τὴν ἁμαρτίαν ἀναστεί‐ λωμεν καὶ οἱ χείμαρροι τῶν παθῶν οὐ ῥεύσουσιν, ἀλλ’ οἱ ποταμοὶ τῶν τοῦ θεοῦ ἀγαθῶν τὴν πόλιν αὐτοῦ, τὴν ψυχήν, εὐφραι‐

3

.

13

νοῦσιν. Ἐπεὶ οὖν καὶ ὁ Δαυὶδ ὡς ἀλλοτρίαν βασιλείαν τὴν ὕπανδρον ἔλαβε—βασιλεία γὰρ παντὶ ἀνδρὶ ἡ ὁμόψυχος γυνὴ καὶ οὐχ οὕτως ὁ βασιλεὺς τὴν πορφύραν καὶ τὸ διάδημα ὡς ὁ ἀνὴρ τὴν γυναῖκα ἀγαπᾷ—διὰ τοῦτο ὁ ἐκ τῆς γυναικὸς αὐτοῦ
5υἱὸς ἐπανέστη τύραννος, ἁρπάσαι θέλων τὴν βασιλείαν τοῦ πατρός. Βίᾳ ἥρπασε καὶ βίαν ὑπέμεινε, καὶ ὁ λάθρᾳ ἁμαρτήσας φανερῶς ἐθριαμβεύετο, καὶ ὁ ἐν κρυφῇ τραυματιζόμενος ἐπὶ πάντων χειρουργούμενος διὰ τὸν εἰπόντα θεόν· Σὺ ἐποίησας ἐν κρυπτ, ἐγὼ δὲ ποιήσω ἐν τῷ φανερῷ καὶ ἐνώπιον

3

.

14

τοῦ ἡλίου τούτου. Ὅμως οὐκ εἰς τέλος προέβη τὰ τῆς κακίας τῷ Ἀβεσσαλώμ, καὶ δικαίως, ἵνα μὴ οἱ πατραλοῖαι νόμον πατροκτονίας τὴν πρᾶξιν ἔχωσιν. Ὑπουργήσας δὲ ὡς δήμιος,
ὡς κατάδικος ἐφονεύετο· καὶ ὥσπερ τὰ ἐν τοῖς θεάτροις θηρία
5ἄλλοις μὲν ἐπέρχονται, ὑφ’ ἑτέρων δὲ φονεύονται, οὕτως ὁ Ἀβεσ‐ σαλὼμ τῷ Δαυὶδ ἐπελθὼν ὑπὸ τοῦ Ἰωὰβ ἐφονεύετο, καὶ ἐπὶ δένδρον ὑψηλὸν ἐκρέματο ὁ κατὰ τοῦ πατρὸς ὑψούμενος, καὶ ὑπὸ φυτοῦ κατείχετο ὁ τῇ ῥίζῃ μαχόμενος, καὶ ὁ κλάδος ὑπὸ τοῦ κλάδου ἐδέδετο, τῆς πατρικῆς διαθέσεως ἀποκλώμενος, καὶ ἀπὸ
10τῆς κεφαλῆς ἐκρατεῖτο ὁ τὴν κεφαλὴν τοῦ γεννήσαντος λαβεῖν ἐπειγόμενος, καὶ ὡς καρπὸς ἀπὸ τοῦ φυτοῦ ἐκρέματο ὁ τὸν γεωργὸν τῆς φύσεως τεμεῖν βουλόμενος, καὶ εἰς τὴν καρδίαν

3

.

15

ἐτοξεύετο, ἐκεῖ φονευόμενος ὅπου τὸν φόνον ἐμελέτησε. Καὶ ἦν ἰδεῖν τότε παράδοξον θέαμα· ὡς γὰρ ἐπὶ τὴν ἡμίονον ἐλαύνων ἀπὸ τῆς κόμης τῶν τριχῶν τῆς κόμης τοῦ δένδρου κατείχετο, καὶ ἡ κόμη τῆς κόμης κατεῖχε τὸν τύραννον, ἐκεῖ αὐτὸν κονδυλίζουσα
5ὅπου τὸ πατρικὸν διάδημα φορέσαι ἐσπούδαζεν. Ἦν οὖν θεάσα‐ σθαι μέσον οὐρανοῦ καὶ γῆς τὸν Ἀβεσσαλὼμ κρεμάμενον. Ὁ οὐρανὸς αὐτὸν οὐκ ἐδέχετο· εἰ γὰρ τὸν πρῶτον ἀντάρτην ἔρριψε τὸν διάβολον, πῶς ἂν τὸν δεύτερον ἀντάρτην ἐδέξατο; Ἡ γῆ αὐτὸν ἀπεστρέφετο, μὴ φέρουσα μιαίνεσθαι πατραλοίου βήμασιν.
10Εἰ γὰρ τὸν Δαθὰν κατὰ Μωυσέως λαλήσαντα κατέπιε καὶ τὸ στόμα αὐτῆς ἤνοιξε κατὰ τοῦ κακῶς τὸ στόμα ἀνοίξαντος, πῶς εἶχε βαστάσαι πόδας κατὰ γονέων τρέχοντας; Ὡς οὖν ἐπὶ τοῦ δένδρου ὑψηλὸς ἐκρέματο, ἐπῆλθεν αὐτῷ Ἰωὰβ ὁ ἀρχιστράτηγος καὶ τρεῖς ἀκίδας εἰς τὴν καρδίαν τοῦ ἀκαρ‐
15δίου ἐνέπηξεν, ἐκεῖ αὐτὸν πλήττων ὅπου τῆς ἀνομίας ἡ
θήκη. Καὶ ὡς ὑψηλὸς ἐπὶ τοῦ δένδρου ἐκρέματο, καλὸν αὐτῷ ἐπιτάφιον ψαλμὸν ὁ Δαυὶδ ἐπέψαλλεν· Εἶδον τὸν ἀσεβῆ ὑπερ‐ υψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβά‐

3

.

16

νου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Ψαλμὸς τῷ Δαυίδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσ‐ σαλὼμ τοῦ υἱοῦ αὐτο. Ἀπεδίδρασκε δέ, οὐχ ὡς δειλαινό‐ μενος, ἀλλὰ φονεῦσαι τὸν υἱὸν εὐλαβούμενος· καὶ γὰρ αὐτὸς ὡς
5τέκνου ἐφείδετο, ἀλλ’ οἱ σὺν αὐτῷ οὐκ ἂν ὡς ἀντάρτου ἐφείσαντο. Ὅθεν ὁ Δαυὶδ ὑπὸ τοῦ υἱοῦ διωκόμενος καὶ ὑπὸ τοῦ Σεμεεὶ δι’ αὐτὸν λοιδορούμενος, αὐτὸς μὲν ἐμακροθύμει. Ἐπειδὴ δὲ πολλοὶ κατ’ αὐτοῦ ἐσκανδαλίζοντο, καὶ μάλιστα οἱ τῷ Ἀβεσσαλὼμ συναιρόμενοι, καὶ λοιπὸν ὡς ἀπρονοήτου κατεπανίσταντο λέγον‐
10τες· Ἔρημος νῦν ὁ Δαυὶδ καὶ ἀβοήθητος πάντως· νῦν ἀπέστη ἀπ’ αὐτοῦ ὁ θεὸς ὡς καὶ ἀπὸ τοῦ Σαούλ ποτε. Ὥσπερ γὰρ τότε ἀπὸ τοῦ Σαοὺλ ἀπέστη καὶ γέγονε μετὰ τοῦ Δαυίδ, οὕτω νῦν ἀπὸ τοῦ Δαυὶδ ἀπέστη καὶ γέγονε μετὰ τοῦ Ἀβεσσαλώμ. Κατε‐ παναστῶμεν, ἐπιθώμεθα· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ θεῷ

3

.

17

αὐτοῦ. Ἐπειδὴ ταῦτα ἔλεγον, ἐπὶ τούτοις πλέον ὁ Δαυὶδ ἀλγήσας ἢ ἐπὶ τοῖς τοῦ παιδὸς σκιρτήμασιν, ἐπερωτᾷ τὸν θεόν· Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Περιπέφραγμαι τοῖς πειρασμοῖς, περιέχομαι τοῖς χειμάρροις τῶν κακῶν, κατέβη
5ἐπικίνδυνος βροχ, ἦλθον οἱ τῶν πολεμίων ποταμο, ἔπνευσαν οἱ ἄνεμοι τῶν πνευμάτων τῶν πονηρῶν, προσέρρηξάν μου τῇ οἰκί, μετακινῆσαι θέλοντες τὴν ψυχήν μου ἀπὸ σοῦ, ἀλλὰ τεθε‐ μελιωμένος ἐπὶ τὴν πέτραν τῆς πίστεως οὐ πίπτω, ἀλλὰ προσ‐ πίπτω ἵνα μάθω. Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές
10με; Ὁ ἐξ ἐμοῦ κατ’ ἐμοῦ, ἀλλὰ σὺ ὑπὲρ ἐμοῦ. Τὰ ἐμὰ σπλάγχνα ἐμὲ πολεμεῖ· ὁ ἐμὸς λαὸς ὀπίσω Ἀβεσσαλώμ· τὸ ἐμὸν στρα‐ τόπεδον ὁπλίζεται κατ’ ἐμοῦ· τὰ πρόβατά μου λύκοι γεγόνασι, καὶ λέοντες οἱ ἀρνοί, καὶ κύνες λυσσῶντες οἱ ἀμνοί, καὶ ταῦροι κερατισταὶ οἱ κριοί. Οὐ δι’ ἐμαυτὸν λυποῦμαι, ἀλλὰ τὴν τούτων
15ἀπώλειαν θρηνῶ· Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με ...

4

t

In Psalmum IV Homilia I Εἰς τὸν τέταρτον ψαλμόν· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσή‐ κουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου. Ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτείρησόν με, καὶ τὰ ἑξῆς.

4

.

1

Ἐπινίκιος καὶ ἐπιτάφιός ἐστιν ὁ προκείμενος ψαλμός· ἐπινίκιος μὲν τῆς τοῦ Δαυὶδ ἀρετῆς, ἐπιτάφιος δὲ τῆς τοῦ Ἀβεσσαλὼμ καταστροφῆς· ἐπινίκιος τοῦ Δαυίδ, ὅτι ὁ φεύγων ἐνίκησεν, ἐπιτάφιος τοῦ Ἀβεσσαλώμ, ὅτι πατέρα φυγαδεύων ἔπεσεν·
5ἐπινίκιος τοῦ Δαυίδ, ὅτι οὐχ ὁπλιζόμενος, ἀλλὰ προσευχόμενος, τρόπαια ἔστησεν, ἐπιτάφιος τοῦ Ἀβεσσαλώμ, ὅτι οὐκ ἀπὸ χειρὸς τοξευόμενος, ἀλλ’ ὑπὸ δένδρου κρεμάμενος, τάφον τὸν ἀέρα ηὕρισκε. Καὶ ὅτι ἐπινίκιος καὶ ἐπιτάφιος ὁ ψαλμός, μάρτυς ἡ ἐπι‐ γραφή· Εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμός· ᾠδὴ τῷ Δαυίδ.
10Ἡ γὰρ ᾠδὴ τὴν νίκην τοῦ Δαυὶδ ἐσάλπισεν· ὁ δὲ ὕμνος τὴν

4

.

2

ἐπιτάφιον αὐτοῦ θλίψιν τὴν ἐπὶ τῷ παιδὶ ὑπηγόρευσεν. Εἰς τὸ τέλος, διὰ τὸ τέλος καὶ τὸν θάνατον τοῦ Ἀβεσσαλώμ. Ἐν ὕμνοις, διὰ τὸν τάφον καὶ τὴν θλίψιν τὴν ἐπὶ τῷ παιδί. Ὁ γὰρ ὕμνος τοῖς ἁγίοις διὰ τὴν θλίψιν ἐλέγετο. Ψαλμός, πρᾶξις θεοῦ
5θαυμαστή, ὅτι κλάδῳ τὸν κλάδον ἐκρέμασεν, ὅτι τὸν ἀποκλει‐ σθέντα τῆς τοῦ πατρὸς διαθέσεως ἀπέκλεισε τῆς ζωῆς. Ἢ καὶ Ἐν ὕμνοις ψαλμός, ὁ ἐν θλίψει πλατυσμός· Ἐν θλίψει ἐπλάτυνάς μοι. Ψαλμὸς καὶ διὰ τὸ εὔθυμον γενέσθαι τὸν λαόν, ὅτι ἔπεσεν ὁ ἀντάρας τῷ πατρί· Εὐθυμεῖ τις; ψαλλέτω. Ὠιδ,
10διὰ τὴν ἐπινίκιον εὐχαριστίαν ἣν ἀνέπεμψε θεῷ τῷ νικοποιῷ. Τῷ Δαυὶδ λεχθεῖσα, τῷ ζωγράφῳ τῆς ἱστορίας διὰ τῆς ψαλμῳ‐

4

.

3

δίας· Εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμός· ᾠδὴ τῷ Δαυίδ. Εἶτα, ὡς ἐρωτηθεὶς ὁ μακάριος Δαυὶδ πῶς φεύγων ἐνίκησε τὸν Ἀβεσσα‐ λώμ, πῶς βέλος οὐκ ἔπεμψε καὶ τὸ μέλος αὐτοῦ ἔθαψε, πῶς μάχαιραν οὐκ ἐγύμνωσε καὶ τὸν τύραννον ἐθέρισεν, ἀποκρίνεται
5καὶ λέγει· Ἐνίκησα οὐ μαχόμενος, ἀλλ’ ἐπικαλούμενος καὶ εἰσα‐ κουόμενος· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου. Εἰ ἐπὶ βέλεσι καὶ ἐπὶ δόρατι καὶ τόξῳ καὶ ῥομφαίᾳ καὶ πανοπλίᾳ εἶχον τὴν ἐλπίδα ὡς οἱ πολλοί, ἡττήθην ἂν ὡς οἱ πολλοί· ἀλλ’ ἐπειδὴ ψάλλων ἔλεγον· Οὐκ ἐπὶ τῷ
10τόξῳ μου ἐλπι, καὶ ἡ ῥομφαία μου οὐ σώσει με, ἔρριψα τὴν πανοπλίαν· εἶχον γὰρ τὴν ἄνωθεν συμμαχίαν. Ἄνευ τόξου καὶ ῥομφαίας ἐνίκησα, θεὸν ἐπικαλούμενος καὶ εἰσακουό‐ μενος. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου. Ὑπήκουσα καλούμενος καὶ εἰσηκούσθην
15ἐπικαλούμενος· οἶδα γὰρ τὸν λέγοντα τοῖς ἀνηκόοις θεόν· Ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε, ἔσται ὅτε ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι. Ἔξωθεν βέλη εἰς τὴν καρδίαν
μου παρὰ τοῦ τυράννου ἐπέμποντο, καὶ ἔσωθεν ἀπὸ τῆς καρδίας βοαὶ πρὸς τὸν θεὸν ἀνεπέμποντο· καὶ αἱ βοαὶ καὶ αἱ ἱκεσίαι τὰ

4

.

4

βέλη ἐνίκησαν. Ἢ καὶ ἄλλως, ἄλλο ἐστὶν εἶναι δίκαιον καὶ ἄλλο τὸ δικαιοσύνην ἔχειν. Δίκαιος ὁ τέλειος ταῖς ἀρεταῖς· Νῶε ἄνθρωπος δίκαιος· Ἰὼβ ἄνθρωπος δίκαιος, ἄμεμπτος. Δικαιο‐ σύνην ἔλεγε τὴν ἐπιείκειαν καὶ τὴν πραΰτητα τὴν ἐπὶ τῷ παιδί.
5Πολλαὶ γὰρ δικαιοσύναι εἰσί· Δίκαιος γὰρ κύριος καὶ δικαιο‐ σύνας ἠγάπησε. Καὶ τῷ Τωβίᾳ ἡ γυνή· Ποῦ αἱ δικαιοσύναι σου; Διὸ οὐκ εἶπε δίκαιον ἑαυτὸν οὐδαμοῦ ὁ Δαυίδ, ἀλλ’ ὅτι δικαιοσύνην εἶχεν. Εἰπέ, ὦ Δαυίδ, εἰ μετὰ τὸν Οὐρίαν ἡ ἱστορία τοῦ Ἀβεσσαλώμ, πῶς δίκαιος σὺ ὁ λέγων· Ἐπὶ πλεῖον πλῦνόν
10με ἀπὸ τῆς ἀνομίας μου; Ἀλλ’ ἐδικαιώθην ἐκ πίστεως, πιστεύ‐ σας τῷ εἰπόντι· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος. Ἐπεὶ οὖν δικαίως ἐξεδικήθην, εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου. Δικαία ἡ βοήθειά μου παρὰ τῷ θε. Δίκαιον γὰρ ἦν ἐκδικηθῆναι πατέρα παρὰ φονέως υἱοῦ.

4

.

5

Ὡς ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρὸς καὶ ἀπὸ τῆς τεκτονικῆς ὁ τέκτων, οὕτως ἀπὸ τῆς δικαιοσύνης ὁ δίκαιος. Ἀλλ’ ὥσπερ ὁ ἕν τι μέρος ἰατρικῆς εἰδὼς ἰατρός, ὁ περιχρίων μόνον ἢ ὁ καταπλάττων, οὐκ ἰατρός, οὕτως ὁ εἶδος ἓν δικαιοσύνης ἔχων οὐ δίκαιος. Δεδικαίω‐
5ται Θάμαρ, καὶ οὐ πάντως δικαία. Ἐδικαιώθη Σόδομα, καὶ οὐ δικαία. Ὡς οὐκ ἔστιν εὑρεῖν δίκαιον ἐν σαρκὶ ἀναμάρτητον, εἰ μὴ μόνον Ἰησοῦν, οὕτως οὐδὲ ἁμαρτωλὸν κἂν μίαν δικαιοσύνην οὐκ ἔχοντα. Εἰ γὰρ ὁ δίκαιος πάντως καὶ σώφρων, πῶς Δαυὶδ οὐκ ἀεὶ σώφρων; Καὶ εἰ ὁ δίκαιος καὶ ἀνδρεῖος, πῶς ὁ Πέτρος
10δειλός; Πῶς μία παιδίσκη ἐσάλευσε τὴν πέτραν; Πῶς δὲ καὶ ὁ

4

.

6

Μωυσῆς τὴν ῥάβδον ὄφιν ἰδὼν φοβηθεὶς ἔφυγε; Κάτωθεν δῆμος πολεμίων ἐπανίστατο, πολλοὶ ἐπανίσταντο ἐπ’ ἐμ,
καὶ ἄνωθεν στρατὸς ἀγγέλων ἐβοήθει μοι· Ἡ βοήθειά μου παρὰ κυρίου, τοῦ τοὺς ἀγγέλους ἀποστέλλοντος. Εἰπὼν ἐν τῷ
5πρὸ τούτου ψαλμῷ· Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με, καὶ ἐπειδὴ ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν κύριον καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν, νῦν ἐν τῷ παρόντι λέγω· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύ‐ νης μου, ἐν θλίψει ἐπλάτυνάς μοι. Καὶ διὰ τί εἶπας, ὦ
10προφῆτα· Εἰσήκουσεν ὁ θεὸς τῆς δικαιοσύνης μου; Ποίας δικαιοσύνης; Ποίας; Ἐκείνης καθ’ ἣν ἐδικαίωσα φυλάξαι τὸν ὅρον τοῦ θεοῦ καὶ μὴ ἑαυτὸν ἐκδικῆσαι. Εἶπε· Μὴ ἑαυτοὺς ἐκδικοῦν‐ τες· ἐμοὶ γὰρ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος. Ἐπειδὴ δικαία ἡ βοήθειά μου παρὰ κυρίου τοῦ
15εἰπόντος· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευ‐ τάτω, εἰ δὲ ὁ λόγῳ κακολογῶν τοῦ λόγου πρόστιμον τὸν θάνατον ἐδέχετο, ὁ μὴ μόνον κακολογήσας, ἀλλὰ καὶ ξίφος κατὰ τοῦ πατρὸς γυμνώσας, πόσων βασάνων καὶ θανάτων ἄξιος; Ὅτι πατέρα φονεύει, τὸν τῆς ζωῆς αὐτοῦ ἀρχηγόν, ὅτι ὁ ἄσταχυς τὰ κέντρα
20κατὰ τοῦ σπορέως ὤξυνεν, ὅτι κώνειον καὶ ἐλλέβορος γίνεται τῷ γεωργῷ βλαστός. Ἆρα οὐ δικαία ἡ βοήθειά μου παρὰ τοῦ θεο; Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς

4

.

7

τῆς δικαιοσύνης μου. Δίκαιον πρᾶγμα ὁ Δαυὶδ ἐβουλεύ‐ σατο, μὴ πολεμῆσαι, μὴ θανατῶσαι τὸν υἱὸν αὐτοῦ τὸν Ἀβεσ‐ σαλώμ, τοῦτο λογισάμενος· Εἰ τὸν τῆς ζωῆς μου πολέμιον καὶ αὐτῆς μου τῆς ἀναπνοῆς ἐπίβουλον, τὸν Σαούλ, τὸν πολλάκις
5κατ’ ἐμοῦ τὸ ξίφος γυμνώσαντα, ὑπὸ τὴν χεῖρά μου λαβὼν τὴν χεῖρα πρᾳότητι ἔδησα, καὶ τὸν θυμὸν ὡς βέλος εἰς φαρέτραν τὴν καρδίαν ἔκρυψα, καὶ μακροθυμοῦντί μοι ὡς παιδαγωγὸς τὸ πνεῦμα παρήγγελεν· Εἰς τὸ τέλος μὴ διαφθείρῃς, πῶς οὐ
δίκαιον ὥστε διαβαστάσαι μὲν νεωτερίζοντα τὸν υἱόν; Νοσεῖ τὴν
10φρένα τῇ κενοδοξίᾳ, πυρέττει τῇ βασκανίᾳ· ἰατρεύσω αὐτὸν τῇ μακροθυμίᾳ. Ἐὰν τοῦτον ἀνέλω, πῶς μοι προσφύγῃ προσή‐ λυτος; Ἐὰν θυμωθεὶς τὸ τέκνον φονεύσω ὀργῇ χαριζόμενος, πῶς εἴπωσι προφῆται· Μνήσθητι, κύριε, τοῦ Δαυὶδ καὶ πάσης τῆς πρᾳότητος αὐτο. Κἂν ἐχθρὸς ὁ ἀντάρτης, ἀλλ’
15υἱός· κἂν πολέμιος, ἀλλὰ τέκνον· κἂν τύραννος, ἀλλὰ σπλάγχνον.

4

.

8

Τοιοῦτον ἔχω ἐχθρὸν ὃν μισῆσαι οὐ δύναμαι. Τέκνου θυσίαν θεὸς ἀπῄτει τὸν Ἀβραάμ, ἀλλὰ γειτονεύουσαν μάχαιραν τῷ λαιμῷ ἀνέκοψε καὶ ὁ τῆς θυσίας νομοθέτης τοῦ θυομένου παιδὸς ἔκδικος ἐγένετο λέγων· Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ
5παιδάριον, ἵνα μὴ ὁ δίκαιος πατὴρ τεκνοθύτης γένηται. Καὶ ἀνέτρεπεν ὁ θεὸς τὸ ἑαυτοῦ πρόσταγμα, ἵνα μὴ ἡ πρᾶξις, τὸν θεῖον ὅρον βεβαιώσασα, ἀνθρωποθύτας καὶ τέκνων σφαγέας τοὺς πατέρας ἐργάσηται. Πῶς οὖν ἐγὼ ἐπιχειρήσω τῷ παρανόμῳ τολμήματι; Κἂν υἱὸς ἐπαναστῇ πατρί, ἀλλ’ ὁ τοῦ θεοῦ νόμος
10τὸν ἀπειθῆ καὶ πατραλοίαν υἱόν, οὐχ ὑπὸ τοῦ πατρός, ἀλλ’ ὑπὸ τῶν δικαστῶν τιμωρεῖσθαι προσέταξε· καὶ δικαίως, ἵνα μὴ ὁ τῆς ζωῆς ἀρχηγὸς γένηται αὐτῷ θανάτου ὀχετός, ἵνα μὴ ὁ σπορεὺς θεριστὴς γένηται. Γεωργῶν αὕτη εὐχή, τὸ σπεῖραι καὶ θερίσαι,

4

.

9

οὐ μὴν καὶ γονέων. Ἐπεὶ οὖν δικαίως ἐβουλεύσατο ὁ Δαυὶδ μὴ θανατῶσαι αὐτοῦ τὸν υἱὸν δι’ ἑαυτοῦ, διὸ εἶπεν· Εἰσήκουσεν ὁ θεὸς τῆς δικαιοσύνης μου. Δικαιοσύνη ἐπτέρωσεν αὐτοῦ τὴν προσευχὴν καὶ ἔσχε τὴν ἐκ θεοῦ παροχήν· ὅθεν τῆς θλίψεως
5ῥυσθεὶς ἐπάγει· Ἐν θλίψει ἐπλάτυνάς μοι. Τὸν διηγηματικὸν λόγον εἰς εὐχαριστήριον ἔτρεψε· τοῖς γὰρ σὺν αὐτῷ ἀπαγγείλας ὅτι εἰσηκούσθη προσευχόμενος, συνήγορον ἐπαγόμενος τὴν δικαιοσύνην, τῷ εἰσακούσαντι θεῷ εὐχαριστεῖ· Ἐν θλίψει
ἐπλάτυνάς μοι. Καὶ πότε τις ἐν θλίψει πλατύνεται; Ὅταν ἐν
10τῇ πικρᾷ ἀνάγκῃ καὶ στενοχωρίᾳ τῶν κακῶν ἀθρόως ἀπολαύσῃ τῆς τῶν ἀγαθῶν φορᾶς. Ἐπεὶ οὖν ἐθλίβετο ὑπὸ τοῦ τέκνου ἐλαυνόμενος, καὶ τῆς ἐκ θεοῦ ἐκδικίας ἀπολαύσας, ὅτε ὁ Ἀβεσ‐ σαλὼμ ἀπὸ τοῦ ξύλου ὡς λῃστὴς ἐκρέματο καὶ γῆ μὲν αὐτὸν οὐκέτι ζῶντα ἐδέχετο, οὐρανὸς δὲ οὐχ ὑπεδέχετο, ὁ ἀὴρ αὐτῷ
15δήμιος ἐγίνετο, τὸ δένδρον μαστικτὴς ἐχειροτονεῖτο—ἐπεὶ οὖν αὐτῷ ἡ θλίψις εἰς χαρὰν ἀθρόαν μετεβάλλετο, εὐχαριστεῖ λέγων·

4

.

10

Ἐν θλίψει ἐπλάτυνάς μοι. Οἷον, ἄρχων τινὰ πολλάκις ἀδίκως ἐνέκλεισεν. Ἀλλ’ ἐπειδὴ δίκαιον πρᾶγμα ἔχων ὡς ἄδικος τὸ δεσμωτήριον οἰκεῖν κατεδικάσθη, μετὰ τῆς δικαιοσύνης ἐγκλειό‐ μενος δι’ αὐτὴν ἐν τῇ θλίψει πλατύνεται· καὶ γὰρ θλίβεται ὅτι
5ἐγκέκλεισται, ἀλλὰ πλατύνεται καὶ χαίρει ὅτι τῇ δικαιοσύνῃ συνδέδεται, ὅτι ἡ δικαιοσύνη ὑβριζομένη ὡς βασίλισσα ἐκδικεῖ ὡς δορυφόρον αὐτῆς τὸν μετ’ αὐτῆς ὑβριζόμενον. Ἐπειδὴ γὰρ ἐν τῇ φυλακῇ ὢν ἐντυχεῖν ἄρχοντι καὶ δεηθῆναι βασιλέως οὐ δύναται καὶ τὰ δεσμὰ τὰς χεῖρας αὐτοῦ πρὸς τὸ ἐπιδοῦναι τὸν
10χάρτην κωλύουσι, τὴν δικαιοσύνην τῷ θεῷ ἐμφανίζει ὡς δέησιν καὶ ἀπολαύσας ὧν ποθεῖ ἐν θλίψει πλατύνεται. Ὑπογράψας γὰρ τῇ δεήσει τοῦ δικαίου ὁ θεὸς ἐξαίφνης καταστρέφει τὸν ἄρχοντα, διαδοχῇ ἢ τελευτῇ τέμνων αὐτὸν τῆς ἀρχῆς ἢ καὶ δημεύσει καὶ τηρήσει ὑποβαλών, καὶ ηὑρέθη ὁ βιοφορούμενος ἐν θλίψει πλατυ‐
15νόμενος. Εὐφρανθήσεται γὰρ δίκαιος ὅταν ἴδῃ ἐκδίκησιν

4

.

11

ἀσεβοῦς. Ὃν γὰρ δημευτὴν ἐξεδέχετο, τοῦτον δημευόμενον ἐθεά‐ σατο λέγων· Ἐν θλίψει ἐπλάτυνάς μοι· ἐν τῇ τρικυμίᾳ καὶ τῷ πελάγει λιμένα μοι ἤνεγκας· ἐν τῇ ἐρημίᾳ τῶν πραγμάτων ὡς τῷ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ εὐθηνίαν ἔδειξας, ὅτι, ὡς τὸν Φαραώ,
5καταποντιζόμενον τὸν ἐχθρόν μοι ἔδειξας. Ἐν θλίψει ἐπλά‐ τυνάς μοι· ἐν τῇ καμίνῳ τῶν πειρασμῶν μοι δροσοφόρον ἄγγελον
ὡς τοῖς τρισὶ παισὶν ἐξέπεμψας, καὶ ὁ πειρασμὸς καὶ ἡ θλίψις τοὺς ἀντιδίκους ὡς ἡ φλὸξ τῆς καμίνου τοὺς Βαβυλωνίους κατέ‐ λαβεν. Ἐν θλίψει ἐπλάτυνάς μοι· ἐν τῇ φυλακῇ μοι σεσι‐
10δηρομένῳ ὡς τῷ Πέτρῳ τὸ φέγγος ἀνέτειλας, καὶ ὁ λύσας τὸν ἀπόστολον Πέτρον καὶ ἐμὲ τοῦ ἐγκλήματος ἀπέλυσε καὶ τοὺς ἀγρίους ἀπανθρώπους δημίους ὡς τοὺς στρατιώτας τότε ἀντ’ ἐμοῦ τῇ δίκῃ ὑπέβαλε· Δίκαιος γὰρ ἐκ θήρας ἐκδύνει· ἀντ

4

.

12

αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Εἶτα, ὡς ἐρωτηθεὶς ὁ Δαυίδ· Καὶ τί ἔλεγες τῷ θεῷ προσευχόμενος; Μὴ μακρὸν κατέ‐ τεινας λόγον, μὴ πλατὺν ὀνομάτων καὶ ῥημάτων κατέγραψας πίνακα; Ἀποκρίνεται καὶ λέγει· Οὐ χρῄζει πολυλογίας ὁ θεός, ὁ
5καὶ μόνῳ στεναγμῷ ἀρκούμενος. Τοῦτο μόνον ἔλεγον τῷ θεῷ προσευχόμενος· Οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσ‐ ευχῆς μου, καὶ Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσηκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου. Ῥητορικῇ πολυλογίᾳ ἀνθρώπων οἶδε καταγοητεύειν ἀκοάς· εὐλαβείας δὲ παρρησίᾳ καὶ βλέμματι
10μόνῳ θεὸν ἐδυσώπησεν. Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλ, καὶ οὐδαμοῦ πολυλογία, καὶ ὁ τελώνης δίκαιος. Κύριε, μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, καὶ ὁ λῃστὴς πολίτης παραδείσου γέγονεν. Ἄλλος ἐστέναξε μόνον καὶ σωτηρίας ἀπή‐ λαυσε· τούτου μάρτυς ὁ θεὸς λέγων· Ὅταν ἀποστραφεὶς
15στενάξῃς, τότε σωθήσ. Κἀγὼ τοῦτο μόνον ἔλεγον· Οἰκτεί‐ ρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου, καὶ εἰσηκουόμην ἐπικαλούμενος· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσή‐

4

.

13

κουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου. Ἢ εἰ καὶ ἐρωτηθείς· Εἰπέ, Δαυίδ, ἐπελάθου ὧν εἶπας; Ἔφης· Εἰσήκουσέ μου ὁ θεός, καὶ πῶς λέγεις· Εἰσάκουσόν μου; Τὸ Εἰσήκουσε,
φησίν, περὶ τῶν παρελθόντων εἶπον, τὸ Εἰσάκουσον, περὶ τῶν
5μελλόντων. Ἢ καὶ τὸ μὲν περὶ ἑαυτοῦ ἔλεγε, τὸ δὲ περὶ τοῦ πλησίον. Ἐπεὶ οὖν εἰσηκούσθη περὶ ἑαυτοῦ προσευχόμενος, ὡς φιλάνθρωπος καὶ φιλάλληλος ὑπὲρ τῶν πλησίον προσηύχετο. Οὕτω γὰρ καὶ ὁ προφήτης Σαμουὴλ ἔλεγεν· Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τὸ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν.
10Ἐπεὶ οὖν ἁμαρτίαν ἐλογίζοντο οἱ ἅγιοι τὸ ὑπὲρ τῶν πλησίον μὴ προσεύχεσθαι, διὰ τοῦτο ὁ Δαυίδ, ὑπὲρ ἑαυτοῦ εἰσακουσθείς, ὑπὲρ τῶν πλησίον παρακαλεῖ· Οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Τοῦτο καὶ ὁ ἀπόστολος συνεβούλευσε· Παρακαλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσ‐
15ευχὰς ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχ.

4

.

14

Ἐπειδὴ δὲ καὶ ὑπὲρ τῶν ἐχθρῶν προσηύχετο, ἐκεῖνοι δὲ κατ’ αὐτοῦ ὡπλίζοντο, ἐπιτιμᾷ αὐτοῖς· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Ἐγὼ ὑπὲρ ὑμῶν καὶ θεὸν δυσωπῶ καὶ τοὺς ἀντικειμένους ὑμῖν πολεμῶ· ὑμεῖς δὲ κατ’ ἐμοῦ ὁπλίζεσθε· Ἕως
5πότε βαρυκάρδιοι; Ἢ καὶ τρέπει τὸν λόγον ὁ προφήτης πρὸς τοὺς ἀδιαφοροῦντας καὶ δυναστῶν πρόσωπα θεραπεύοντας, τοὺς ἀφέντας τὸν θεὸν καὶ σχολάζοντας τοῖς ἐχθροῖς τοῦ θεοῦ· Υἱοὶ ἀνθρώπων, οἱ τὴν ἐξ ἀνθρώπων σωτηρίαν ζητοῦντες· Υἱοὶ ἀνθρώπων, οἱ παρὰ τῶν ὁμογενῶν, τῶν τὰ αὐτὰ ὑμῖν πάθη
10φορούντων, βοηθεῖσθαι νομίζοντες· Υἱοὶ ἀνθρώπων, οἱ παρὰ τῶν καθ’ ὑμᾶς τὰ ὑπὲρ ὑμᾶς αἰτοῦντες. Αὐτοὶ ὑμῶν οἱ προστάται οὐκ ἔχουσι τὸ ἀσφαλές, καὶ πῶς ὑμῖν βοηθήσουσιν; Υἱοὶ ἀνθρώ‐ πων· οὐ γὰρ ἄνθρωποι τέλειοι, ἀλλ’ ἔτι υἱοὶ ἀνθρώπων, ἀτελεῖς, ἀβέβαιοι, οἱ ἐπὶ υἱοὺς ἀνθρώπων πεποιθότες. Μὴ πεποίθατε
15π’ ἄρχοντας καὶ ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Υἱοὶ ἀνθρώπων· Ἐξελεύσεται τὸ πνεῦμα
αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτο. Υἱοὶ ἀνθρώ‐ πων· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν. Υἱοὶ ἀνθρώπων, κἂν μὴ διαδεχθῇ ἢ
20ἀποθάνῃ, ἀλλὰ γνώμῃ διδύμῳ, δουλεύει. Υἱοὶ ἀνθρώπων, τὸν τρόπον ἔχει τροχόν· σήμερον ἐπαίρει σε καὶ αὔριον καταβάλλει σε. Υἱοὶ ἀνθρώπων, τὴν γνώμην ἔχει ἀέρος τροπήν· σήμερόν

4

.

15

σοι ἔαρ ἐφάνη καὶ αὔριον χειμάζει σε. Ἕως πότε βαρυ‐ κάρδιοι; Ἢ καθ’ ἕτερον τρόπον ἀναγνωστέον· Υἱοὶ ἀνθρώπων ἕως πότε; ἀντὶ τοῦ· ἕως πότε, υἱοὶ ἀνθρώπων, ἀτελεῖς, ἀβέβαιοι, ἀστήρικτοι, ἀνθρωπίνοις καὶ σαθροῖς λογισμοῖς ἐπερειδόμενοι;
5Ἕως πότε, υἱοὶ ἀνθρώπων, φαίνεσθε μὴ φρονοῦντες τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων; Υἱοὶ ἀνθρώπων ἕως πότε λοιπὸν υἱοὶ θεοῦ οὐ γίνεσθε; Γνῶτε τίνος κατ’ εἰκόνα γεγόνατε καὶ τὴν κάτω εἰκόνα ὡς παροδικὴν καὶ διαβαίνουσαν ἀφέντες—Μέντοι γε ἐν εἰκόνι διαπορεύεται πᾶς ἄνθρωπος—τῷ ἄνω ζωγράφῳ
10τῆς εἰκόνος προσέλθετε· Τὰ ἄνω φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος. Υἱοὶ ἀνθρώ‐ πων, ἕως πότε λοιπὸν υἱοὶ θεοῦ οὐ γίνεσθε, οὐκ ἐκ σαρκὸς καὶ αἵματος τικτόμενοι, ἀλλ’ ἐκ θεοῦ ἀναγεννώμενοι; Ὅσοι δὲ ἔλαβον αὐτόν, φησίν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέ‐
15σθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτο, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήμα‐ τος ἀνδρός, ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν. Υἱοὶ ἀνθρώ‐ πων· υἱοὺς ἀνθρώπων καλῶ. Διὰ τί οὐκ ἀνανεύετε εἰς οὐρανὸν οὐδὲ γίνεσθε υἱοὶ θεοῦ, ἀλλ’ ὡς μολίβδῳ κάμπτεσθε τῇ συνη‐

4

.

16

θείᾳ; Βαρυκάρδιοι, λιθόψυχοι, ἀμμογενεῖς, ὀργιλόφρονες, ἄφρονες, ὡς γέγραπται· Βαρὺ λίθος καὶ δυσβάστακτον
ἄμμος, ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων. Βαρυ‐ κάρδιοι, φαραώνιοι, φιλαιγύπτιοι, οἷς ἔλεγεν ὁ Σαμουήλ· Καὶ
5ἵνα τί ἐβαρύνατε τὰς καρδίας ὑμῶν ὡς ἐβάρυνε Φαραὼ καὶ Αἴγυπτος τὴν καρδίαν αὐτῶν; Βαρυκάρ‐ διοι· καὶ Ἰουδαίοις τοῖς ἀρνησαμένοις τὴν παρουσίαν Χριστοῦ προέλεγε. Βαρυκάρδιοι· προφῆται γὰρ προεκήρυξαν, πα‐ τριάρχαι προκατήγγειλαν, τέλος αἱ προφητεῖαι ἔσχον, ἦλθεν ὁ
10προφητευόμενος, ἄγγελοι τοῦ τεχθέντος μάρτυρες, ποιμένες θεαταί, οἱ μάγοι προσκυνηταί. Ὁ ἀστὴρ ὁ μονάζων τὴν παρ‐ θένον ὑπέδειξεν. Ὁ ξένος ἑωσφόρος τὸν νέον ἥλιον ἐν τῇ νεφέλῃ ἐσήμανεν· Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις με ἥλιος δικαιο‐ σύνης. Καὶ πῶς μετὰ τῶν ὀφθαλμῶν καὶ τὴν καρδίαν τῇ ἀπιστίᾳ

4

.

17

ἐβαρύνθητε, βαρυκάρδιοι; Εἶτα, ἵνα μὴ εἴπωσιν· Εἰπέ, ὦ Δαυίδ, ὑβρίσαι ἡμᾶς προσῆλθες, μάχην πνέεις ὡς ἔοικε, ξένον προφήτου τὸ ἀτιμάζειν, ἀποκρίνεται· Ὑβρίζει ὁ τὰ μὴ ὄντα ἀποκαλῶν· ἐλέγχει ὁ τὰ προσόντα δημηγορῶν. Διὰ τί οὖν
5εἶπον Βαρυκάρδιοι; Ἐπειδὴ ἀγαπᾶτε ματαιότητα, ὅτι διὰ τὰ πρόσκαιρα παρορᾶτε τὰ οὐράνια, ὅτι διὰ τὴν φθορὰν τῆς ἀφθαρσίας κατεφρονήσατε, ὅτι κενοδοξίαν ἀντὶ τῆς ἀτυφίας ἠγαπήσατε. Καὶ τοῖς τῷ Ἀβεσσαλὼμ συναπονοηθεῖσιν ὁ Δαυὶδ ἔλεγε· Τί τῷ ἀτάκτῳ παιδὶ συναπήχθητε; Τί τὴν τυραννίδα
10τοῦ νέου ἐπτερώσατε; Τί τὸν υἱὸν κατὰ πατρὸς ἀλείφετε; Τί τῇ ματαίᾳ βουλῇ τοῦ Ἀχιτόφελ ἐπηκολουθήσατε; Προσηυξάμην τῷ θεῷ εἰπών· Κύριε, ματαίωσον τὴν βουλὴν Ἀχιτόφελ, ὅτι ἀκονᾷ υἱὸν κατὰ πατρός, ὅτι τὴν φύσιν ὁπλίζει καθ’ ἑαυτῆς, ὅτι ἀνατρέπειν ἀποπειρᾶται νόμους θεοῦ. Εἰ ὁ κακολογῶν πατέρα
15ἢ μητέρα θανάτῳ τελευτᾷ, ὁ κατὰ τοῦ πατρὸς ἀκονήσας ξίφος

4

.

18

υἱὸς ποσάκις ἄξιος ἀποθανεῖν; Ἵνα τί ἀγαπᾶτε ματαιό‐
τητα; Ἡ φιλαργυρία ματαιότητος ὕλη, ῥευστὸν τὸ κτῆμα, ἀσυνείδητος ὁ πλοῦτος· πτερὰ οὐκ ἔχει καὶ πέταται, ἄπους δρομεύς, ἐπικίνδυνος φίλος, καμάτῳ συναγόμενος καὶ ἀθρόως
5ἀπογινόμενος. Ἵνα τί ἀγαπᾶτε ματαιότητα; Ἐφάνη κάλλος γυναικός· τὴν περὶ αὐτῆς γραφὴν ἕως μετώπου ἐπιγραφὴν ἀναγίνωσκε. Γέγραπται· Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός. Μὴ ἀπατάτω σε. Ἵνα τί ἀγαπᾶτε ματαιότητα; Μή σε συναρπασάτω τοῖς βλεφάροις. Ἡ στίλ‐
10βουσα ὄψις τεσσάρων χυμῶν ἐστι κρᾶσις, σὰρξ καὶ ἰχώρ, ἐσκεπασ‐ μένη δορᾷ, σήψεως γείτων, φθορᾶς σύντροφος, δυσωδίας ὕλη. Ἐξῆλθεν ἡ ψυχή, καὶ ἐσβέσθη ἡ στίλβουσα μορφή. Ἐν τῇ σορῷ ἐτέθη καὶ σκωλήκων γίνεται πηγή· δυσωδίαν ἐκπέμπει, καὶ ὡς βέλος τὴν ὀσμὴν φεύγουσιν οἱ παρόντες. Καὶ ἀνήρ, ὁ πόθῳ σφιγ‐
15γόμενος, οὐ τολμᾷ τῷ τάφῳ πλησιάσαι καί, ἣν ἐφίλει ὡς μέλος, ταύτην φεύγει ὡς βέλος καὶ πύλας ὀσφρήσεως ἐμφράττει, ἵνα μὴ λοιμικὴν ἐνθήκην ἀναπνεύσῃ. Ἵνα τί ἀγαπᾶτε ματαιότητα; Οὐ χηρεύει ἀποδείξεως ὁ λόγος· ὅτι γὰρ ματαιότης τό τε ἔμφυτον καὶ τὸ τεχνητὸν κάλλος, λέγει ὁ προφήτης Ἰερεμίας· Ἐὰν χρίσῃ

4

.

19

μίλτῳ καὶ στίλβ, εἰς μάτην ὁ ὡραϊσμός σου. Ἵνα τί ἀγαπᾶτε ματαιότητα; Εἰπέ, ὦ γύναι, ἵνα τί δακτύλοις ἐπιγράφεις τὴν ὄψιν; Ἵνα τί λαγνείας χειρόγραφον ποιεῖς σου τὸ πρόσωπον; Μίλτῳ παρειὰς φοινίσσεις· εἰκόνα τοῦ αἰωνίου πυρὸς
5φέρεις. Στίλβῃ τὰς ὀφρῦς καὶ τὰ βλέφαρα μελαίνεις· σκότους ἐκδεχομένου σε ἀρραβῶνα ἔχεις. Κόμας καὶ πλοκάμους προβάλ‐ λει· δεσμὰ τῆς μελλούσης κρίσεως καθ’ ἑαυτῆς πλέκεις. Εἰ σωφρονεῖς τῇ πράξει, τῇ ὄψει μὴ λαγνεύου. Εἰ οὐ πωλεῖς τὴν σεμνότητα, μὴ προσθήκην ἀκολασίας τὴν μορφὴν ποίει. Εἰ οὐ
10προδίδως τὴν κοίτην, ἀποτίναξαι τὴν τοῦ προσώπου κόνιν. Εἰ οὐ δουλεύεις τῇ ἁμαρτίᾳ, μὴ ταῖς ὑπογραφαῖς μεταποιουμένην δείξῃς τὴν ὄψιν. Ὡς γὰρ τὸν οἰκέτην δουλοῖ ὁ χάρτης, οὕτω

4

.

20

τὴν ἑταιριζομένην δουλοῖ τὰ νίμματα. Ἵνα τί ἀγαπᾶτε ματαιότητα; Καὶ πόθεν οἶδας, φησίν, ὅτι ἀγαπῶμεν ματαιό‐ τητα; Ἀφ’ ὧν ζητεῖτε τὸ ψεῦδος καὶ ζητοῦντες τὸ ψεῦδος τὴν μάχαιραν καθ’ ἑαυτῶν ζητεῖτε· Στόμα γὰρ καταψευδό‐
5μενον ἀναιρεῖ ψυχήν. Ψεῦδος δὲ λέγει νῦν πᾶν πρᾶγμα μάταιον, τὸ ταχεῖαν τὴν πτῶσιν καὶ τὴν μεταβολὴν ἔχον. Ζυγὸς δόλιος καὶ μάταιος τὸ ψεῦδος. Γέγραπται· Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς

4

.

21

τοῦ ἀδικῆσαι. Ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; Καὶ τὸ ζύγιον δύο πλάστιγγας ἔχει διαγνώ‐ μονας τῶν προσφερομένων, δεχομένας τὰ εἴδη καὶ ἀντιταλαν‐ τευομένας τὴν ὕλην, λίνου ἐξηρτημένας καὶ ἄνω καὶ κάτω κενεμ‐
5βατούσας καὶ ἐν τῷ κενεμβατεῖν τὸ ἀσφαλὲς ὑποδεικνυούσας, ὅτε τὸ μέσον κέντρον τοῦ ζυγοῦ, ἡ λεγομένη γλωσσίς, ἔνθεν κἀκεῖθεν παρακύπτουσα, ζητεῖ τὸ δίκαιον ποῦ εὕρῃ· καὶ παρα‐ κύπτουσα μὲν ἀδικίαν ἐλέγχει, ἐπὶ πλεῖον δὲ φαινομένη τὸ πολὺ τῆς βίας μαρτύρεται. Καθάπερ ἀπὸ κοιτῶνος κόρη ἐξωθουμένη,
10ὅταν δὲ ἰσοταλάντῳ ῥοπῇ ὁμονοῇ τὰ ὑποκείμενα, ἔνδον τοῦ θαλάμου κρύπτεται, τὸ δίκαιον αἰσχυνομένη. Καὶ κρυβομένη γλῶσσα μαρτυρεῖ τῇ ἰσότητι, καὶ φαινομένη μὲν λυπεῖ, μὴ φαινο‐ μένη δὲ χαροποιεῖ. Καὶ ὁ ζυγοστάτης ὡς ἐραστὴς κόρην σώφρονα τηρεῖ καὶ τὰς δύο θυρίδας τοῦ κοιτῶνος περισκοπεῖ, ἐπὶ παρα‐

4

.

22

κυπτούσῃ μὲν λυπούμενος, ἐπὶ κρυβομένῃ δὲ εὐφραινόμενος. Καὶ ὁ μὲν ζυγὸς δικάζων ἐλέγχει τὸ ψεῦδος, ὑμεῖς δέ, ὡς ἄδικοι ζυγο‐
στάται, ζητεῖτε τὸ ψεῦδος. Νομίζετε ὅτι βασιλεύει ὁ Ἀβεσ‐ σαλώμ· μιμεῖται τὸ σχῆμα, ἀλλ’ οὐκ ἔχει τὸ πρᾶγμα. Ζητεῖτε
5τὸ ψεῦδος. Μὴ προσράψητε ἑαυτοὺς τῷ ἀντάρτῃ υἱῷ, ἵνα μὴ καὶ ὑμεῖς τὰ ὅμοια παρὰ τέκνων ὑμῶν ὑποστῆτε ....

5

t

In Psalmum IV Homilia II Εἰς τὸν αὐτὸν ψαλμὸν ἄλλως.

5

.

1

Ὥσπερ ὁ τῇ ποικιλίᾳ τῶν γλωσσῶν ἀρεσκόμενος καὶ ῥήματα ἑτερογλώσσων εἰδέναι βουλόμενος ἑαυτὸν διδάξαι οὐ δύναται, ἀλλὰ παρὰ τῶν ἐπισταμένων τὴν Ἑβραίων ἢ Ῥωμαίων ἢ βαρ‐ βάρων γλῶσσαν ὡσαύτως λαλεῖν διδάσκεται, οὕτω καὶ ὁ θέλων
5νοῆσαι τὰ τῶν προφητῶν ῥήματα παρακαλεῖν ὀφείλει τὸν θεὸν τῶν προφητῶν, ἵνα ὁ ἐκείνοις γνωρίσας τὰ ἑαυτοῦ ῥήματα καὶ αὐτῷ φανερώσῃ τὰ τούτων νοήματα. Δεῦρο τοίνυν, ὦ πιστὴ συνοδία καὶ ὁμόψυχε, ἡ τὴν αὐτὴν ἡμῖν ὁδὸν τῆς ζωῆς ὁδεύουσα, ἡ ἐπὶ τὸ αὐτὸ σκάφος τῆς ἐκκλησίας συνεκπλέουσα ἡμῖν τὴν ἁλμυρὰν
10καὶ πικρὰν τοῦ βίου θάλασσαν, ἡ ἐν ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ τὴν τριάδα δοξάζουσα, καὶ ἐπὶ τὸν ἕνα λιμένα τῆς βασιλείας τῶν οὐρανῶν σπεύδουσα, δανείσατέ μοι, παρακαλῶ, τὴν τῆς προσ‐

5

.

2

ευχῆς ὑμῶν ἄγκυραν. Διὰ τί δὲ ταύτην αἰτῶ; Ἐπειδὴ ἀρτίως ἤκουσα ἑκάστου λέγοντος· Κύριος εἰσακούσεταί μου
ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. Ἐπεὶ οὖν παραυτὰ εἰσα‐ κούεσθε πρὸς τὸν θεὸν κράζοντες, οὐ φωνῇ τὸν ἀέρα πληροῦντες,
5ἀλλὰ πίστει καὶ ἀρετῇ τὸν θεὸν δυσωποῦντες, ὡς ναύκληροι καὶ ἔμποροι καὶ ναῦται καὶ ἐπιβάται, ἀρχιερεῖς καὶ ἱερεῖς καὶ κλῆρος καὶ λαός, ὡς κυβερνήτῃ παντὶ τῷ λέγοντι προσευχαῖς βοηθήσατε,

5

.

3

ἵνα ἐπὶ τὸν λιμένα τῆς ἀληθείας ὁ λόγος προσορμισθῇ. Διὰ τί δὲ Εἰς τὸ τέλος ἐν ὕμνοις ἐπιγέγραπται ὁ ψαλμὸς ὁ τοῦ Δαυίδ; Ἐπειδὴ κακῶς μὲν ἤρξατο, καλῶς δὲ τὸν βίον ἐτέλεσε, διὰ τοῦτο Εἰς τὸ τέλος ἐν ὕμνοις. Ἤρξατο κακῶς βλέπειν, ὅτε
5εἶδε γυναῖκα λουομένην. Ἐκείνη ἐλούετο καὶ οὗτος ἐξελύετο· ἐκείνη ἐσμήχετο καὶ οὗτος ἐρρυποῦτο· ἐκείνη ἔξωθεν ψυχρῷ ἐκέχρητο ὕδατι καὶ οὗτος ἔνδοθεν ἐνεπυρίζετο. Ταῦτα δὲ οὐκ

5

.

4

ἦσαν ἄξια ὕμνων καὶ ἐπαίνων, ἀλλὰ ψόγων καὶ μέμψεων. Ὁ σπινθὴρ τῆς ἐπιθυμίας τὴν φλόγα τῆς μοιχείας ἀνῆψεν· ἡ μοιχεία ὁδεύουσα τὸν φόνον ἐγέννησεν. Ὁ γὰρ κακὸς ἐραστής, τὴν ἀμνάδα σφάξας, καὶ τὸν ταύτης ποιμένα ἐφόνευσε. Δύο πάθη δύο φόνους
5ἔδρασαν. Ὁ πόθος γὰρ καὶ ὁ θυμὸς ὁπλισάμενοι, ὁ μὲν πόθος τὴν γυναῖκα ὡς ἀμνάδα ἔθυσεν, ὁ δὲ θυμὸς τὸν ἄνδρα ἐφόνευσεν. Ὅτι δὲ ὡς ἀμνάδα τὴν γυναῖκα ἔθυσεν, ἐπειδὴ ἡ μοιχεία τῇ σωφροσύνῃ θάνατος. Διὰ τοῦτο γὰρ αὐτὴν καὶ ἀμνάδα εἶπεν ἡ γραφή, ὅτι ἄσπιλον καὶ ἄμωμον τὸ σῶμα τῷ ἀνδρὶ ἐφύλαττεν.
10Ἔλεγε γὰρ Νάθαν ὁ προφήτης ἐν τῇ παραβολῇ· Ἦλθε δὲ ὁδοιπόρος πρὸς τὸν ἄνδρα τὸν πλούσιον, καὶ ἐφείσατο, καὶ ἔλαβε τὴν ἀμνάδα τοῦ ἀνδρὸς τοῦ πένητος καὶ ἔσφαξεν, ἀμνάδα τὴν ὕπανδρον διὰ τὴν ἀμίαντον κοίτην καλῶν —Τίμιος γὰρ ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος—σφαγὴν δὲ τὴν
15μοιχείαν λέγων, ἐπειδὴ σφαγὴ καὶ φόνος ἡ ὕβρις τῇ σώφρονι.

5

.

5

Ἀλλ’ ἐπειδὴ διὰ νηστείας ὁ Δαυὶδ τὴν μοιχείαν ἀπέπλυνε καὶ δάκρυσι τοὺς σπίλους τῶν αἱμάτων ἀπεσπίλωσε καὶ καθ’ ἑκάστην νύκτα τὴν κλίνην ἐν δάκρυσιν ἔλουεν, ἐπειδὴ ἀκαίρως γυναῖκα λουομένην ἐθεώρησε, διὰ τοῦτο εἰς τὸ τέλος ἐν ὕμνοις. Εἰς
5τὴν ἀρχὴν ἐν ψόγοις, εἰς τὸ τέλος ἐν ὕμνοις· εἰς τὴν ἀρχὴν ὀφθαλμὸς ἐπιθυμίαν βλύζων, εἰς τὸ τέλος ὀφθαλμὸς πηγὰς δακρύων προχέων. Εἰς τὸ τέλος ἐν ὕμνοις. Ψαλμὸς δὲ τῷ

5

.

6

Δαυὶδ ἡ πρᾶξις τῆς μετανοίας, ὁ καρπὸς τῆς σωτηρίας. Καὶ ἐπειδὴ ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ἐκεῖ ἐπερίσσευσεν ἡ δικαιοσύνη, διὰ τοῦτο ἔλεγεν· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσ‐ ήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου. Ἐπειδὴ γὰρ τὴν
5ἁμαρτίαν ὡς τυραννίδα ἔρριψα, τὴν δὲ δικαιοσύνην ὡς βασιλείαν ἐφόρεσα, εἰσήκουσεν ὁ θεὸς τῆς δικαιοσύνης μου. Ἐπειδὴ γὰρ δίκαιον πρᾶγμα ἦν πλανηθέντα ἐπιστρέψαι με καὶ πεσόντα ἀναστῆναί με, καθὼς γέγραπται· Ἑπτάκις πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται—ἐπεὶ οὖν ἀδίκως ἔπεσα, δικαίως δὲ μετ‐

5

.

7

ενόησα, εἰσήκουσεν ὁ θεὸς τῆς δικαιοσύνης μου. Δικαιο‐ σύνην γὰρ αὐτοῦ νῦν λέγει ὁ Δαυὶδ τὴν μετάνοιαν. Ὥσπερ γὰρ τὸ ἁμαρτῆσαι καὶ μὴ μετανοῆσαι διπλοῦν ἐστιν ἁμάρτημα, πρῶτον ὅτι ἔπεσε, δεύτερον ὅτι ἀναστῆναι οὐκ ἠθέλησε—διὰ
5τοῦτο γὰρ ὁ θεὸς καὶ τῷ Κάϊν ὠργίζετο, οὐχ’ οὕτως ὅτι ἐφόνευσεν ὅσον ὅτι φονεύσας οὐ μετενόησεν—οὕτω τὸ ἁμαρτῆσαι καὶ μετα‐ νοῆσαι ἐν αὐτῇ τῇ μετανοίᾳ τὴν δικαιοσύνην καρποῦται, μᾶλλον δὲ αὐτὴ ἡ μετάνοια εἰς δικαιοσύνην αὐτῷ λογίζεται. Ἐπεὶ οὖν καὶ τὴν τοῦ Δαυὶδ μετάνοιαν ὁ θεὸς ὡς δικαιοσύνην ἐδέξατο, διὰ
10τοῦτο λέγει· Εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου. Εἶδεν ὁ θεὸς καθαρθεῖσαν τὴν ψυχὴν καὶ ἐδέξατο τὴν προσευχήν·
ὁ τῆς δεήσεως χάρτης ἐγράφη τοῖς δάκρυσι, καὶ δυσωπηθεὶς ὁ

5

.

8

βασιλεὺς τὰ διὰ τῶν δακρύων γράμματα ὑπέγραψεν. Ἢ καὶ ἐπειδὴ ἐν τῷ πρὸ τούτου ψαλμῷ τὸν διωγμὸν τὸν ὑπὸ τοῦ Ἀβεσσαλὼμ ὠδύρετο καὶ φεύγων υἱὸν ᾐσχύνετο καὶ πολεμεῖν τὸ ἴδιον σπλάγχνον οὐκ ἠδύνατο, προσευχὴ δὲ μεσιτεύσασα τὸν
5τύραννον ἐκρέμασε καὶ τὸν τυραννούμενον περιέσωσεν, ὡς ἐρωτη‐ θεὶς πῶς τὸν Ἀβεσσαλὼμ ἐνίκησε, πῶς τὸν δεύτερον Γολιὰθ κατέβαλεν, ἀπεκρίνατο· Πῶς τὸν ἀντάρτην ἐνίκησα; Προσευχῇ ὁπλισάμενος· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου. Ἄνω ἡ προσευχὴ ἀνεφέρετο καὶ κάτω
10ὁ τύραννος ἐπὶ τὸ δένδρον ἐκρέματο. Ὥσπερ γὰρ ἁμαρτήσαντί μοι θεὸς αὐτὸν κατ’ ἐμοῦ ἤγειρεν, οὕτω μετανοήσαντι ὑπόστρωμα

5

.

9

καὶ καταπάτημα τῷ στρατοπέδῳ μου ἐποίησε. Καὶ νῦν ἁμαρτανόντων ἡμῶν θεὸς ἡμῖν ἐπεγείρει τοὺς ἐχθρούς· ἀλλὰ πολεμούμενοι οὐκ ἔχομεν χρείαν τοῦ ἀντιπολεμεῖν αὐτοῖς, ἀλλὰ μᾶλλον ἑαυτοὺς λογοθετήσωμεν, καὶ εἴ τι ἡμάρτομεν, διορθωσώμεθα
5καὶ ὀψόμεθα τοὺς ἐχθροὺς πίπτοντας πρὸ τῶν ὀφθαλμῶν ἡμῶν. Διὰ τοῦτο γὰρ καὶ παρηγγέλθημεν μὴ ἀμύνεσθαι τοὺς ἐχθρούς, ἐπειδὴ δι’ ἁμαρτίας αὐτοὺς πολλάκις ὁ θεὸς ἐπεγείρει καθ’ ἡμῶν καὶ οὐδὲν ἀνύομεν πολεμοῦντες ἐκείνους οὓς ὁ θεὸς ἐπήγειρε καθ’ ἡμῶν. Θέλεις ἰδεῖν τὸ πτῶμα τῶν πολεμούντων σε; Μετανόησον

5

.

10

ἐφ’ οἷς ἥμαρτες καὶ οἱ ἐχθροὶ πίπτουσι. Θεὸν δὲ [δικαιοσύν]ης ἐκάλει ὁ Δαυὶδ τὸν Χριστόν, ὃς ἐγεννήθη ἡμῖν ἀπὸ θεοῦ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. [Ἐπ]εὶ οὖν ἐν δεξιᾷ τοῦ θεοῦ ὁ Χριστὸς καὶ ἐντυγχάνει ὑπὲρ
5ἡμῶν, ἐμεσίτευσε δὲ τῇ εὐχῇ τοῦ Δαυίδ, διὰ τοῦτο τὸ εἰσακου‐
σθῆναι, οὐχ’ ἑαυτῷ, ἀλλὰ τῷ Χριστῷ ἐλογίσατο εἰπών· Εἰσήκουσέ

5

.

11

μου ὁ θεὸς τῆς δικαιοσύνης μου. Διὰ τί δὲ ἐν αὐτῷ τῷ ἐπικαλεῖσθαι εἰσηκούσθη ὁ Δαυίδ; Ἐπειδὴ ἐλεγχόμενος ὑπὸ τοῦ Νάθαν, εὐθὺς εἰς μετάνοιαν ἐκάμφθη. Ἐπεὶ οὖν ὑπήκουσε νου‐ θετούμενος, εἰσηκούσθη προσευχόμενος. Οὐκ ἐχρόνισεν αὐτὸς
5πρὸς μετάνοιαν καὶ οὐκ ἐβράδυνεν ὁ θεὸς εἰς πρόνοιαν. Ὥσπερ γὰρ δεσπότης παρὰ δούλου ἱκετευόμενος καὶ βασιλεὺς παρὰ στρατιώτου χάριν αἰτούμενος, ὁ μὲν τὰ τοῦ δούλου, ὁ δὲ τὰ τοῦ στρατιώτου ἐννοεῖ κατορθώματα, καὶ ὁ μὲν δοῦλος, ἐὰν οὐ γέγονε προδότης καὶ μισοκύριος, ἀλλὰ φιλοδέσποτος καὶ ὑπήκοος, ὁ δὲ
10στρατιώτης εἰ γέγονεν ὑπὲρ βασιλέως φιλοκίνδυνος καὶ εὐνούστα‐ τος, οὕτω καὶ ὁ θεοφιλής, ἐὰν ὡς δοῦλος καὶ στρατιώτης εὐχαριστῇ τῷ θεῷ καὶ ταχέως ὑπακούῃ κελευόμενος, τότε ταχύτερον εἰσα‐

5

.

12

κούεται προσευχόμενος. Καὶ οὐκ ἐγὼ ταῦτα λέγω· ἄκουσον δὲ τοῦ θεοῦ ἐν Ἠσαΐᾳ λέγοντος· Θέλεις ἵνα ἐν τῷ ἐπικαλεῖσθαί σε εἰσακούω σου; Πρόσεχε ἀκριβῶς· ὃ λέγω σοι ποίησον· Λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων
5συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα. Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψ. Τότε βοήσ, καὶ ὁ θεὸς εἰσακούσεταί
10σου· ἔτι λαλοῦντός σου ἐρε· Ἰδοὺ πάρειμι. Γενοῦ τοιοῦτος, ἄνθρωπε, καὶ δύνῃ λέγειν· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ θεὸς τῆς δικαιοσύνης μου. Ἐξέκραξεν ὁ πηλὸς καὶ εἰσήκουσεν ὁ κεραμεύς· ἐπεκαλέσατο ἡ γῆ καὶ

5

.

13

ἐπήκουσεν ὁ οὐρανός. Εἰρηκὼς τοίνυν ὁ Δαυὶδ τοῖς πλησίον ὅπως ταχέως εἰσηκούσθη, τρέπει τὸν λόγον πρὸς τὸν θεὸν καὶ τῷ εἰσακούσαντι εὐχαριστεῖ λέγων· Ἐν θλίψει ἐπλάτυνάς μοι. Ἐπλάτυνε δὲ αὐτῷ ὁ θεὸς κατὰ δύο τρόπους, καὶ ὅτι
5εἰσήκουσε καὶ ὅτι ταχέως αὐτοῦ ἐπήκουσεν. Ὥσπερ γὰρ τὸ μὴ ταχέως εἰσακουσθῆναι θλίψις ἐστὶ καὶ ἥμισυ χάριτος, οὕτω τὸ ταχέως εἰσακουσθῆναι πλατύτης καὶ διπλῆ χάρις. Τὸ οὖν ταχέως καὶ παραυτὰ εἰσακουσθῆναι ἐν θλίψει πλάτος ἔλεγεν. Ἐν θλίψει ἐπλάτυνάς μοι. Τὰ κύματα τῶν θλίψεων ἡ ταχεῖα
10γαλήνη διέλυσεν· ἡ ἀφρίζουσα θάλασσα ἔσοπτρον ἐγένετο· αἱ καταιγίδες καὶ αἱ θύελλαι εἰς δρόσον μετεβλήθησαν· οἱ ἐχθροὶ

5

.

14

καὶ πολέμιοι ἱκέται καὶ προσκυνηταὶ γεγόνασιν. Ἐν θλίψει ἐπλάτυνάς μοι. Οὐδέπω ὡς βρέφος τὸ στόμα ἤνοιξα καὶ ἤδη μοι ὡς μήτηρ ἡ πρόνοια τοῦ θεοῦ τὸν μασθὸν ἐνέθηκεν. Ἐν θλίψει ἐπλάτυνάς μοι. Λιμῷ με τηκόμενον ἀπὸ καρποῦ σίτου
5καὶ οἴνου καὶ ἐλαίου ἐπλούτισεν, ὡς μὴ μόνον ἐμέ, ἀλλὰ καὶ πάντας τοὺς ὑπ’ ἐμὲ ἀπολαῦσαι. Διὸ ὑποκαταβὰς ἔλεγεν· Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Ἡ ἐκείνων

5

.

15

περιουσία ἐμοὶ εὐωχία. Ἐν θλίψει ἐπλάτυνάς μοι. Καθ’ ἱστορίαν δὲ ἐν θλίψει ἐπλάτυνεν αὐτῷ ὁ θεὸς τοῦτον τὸν τρόπον. Ὅτε ὑπὸ τοῦ Ἀβεσσαλὼμ πολεμούμενος ἔφυγεν ἐν ταῖς ἐρημίαις καὶ ἐν τοῖς ὄρεσι, λιμῷ καὶ ἀνάγκῃ ὡς ἐν διωγμῷ ἐκρατήθη, ἀλλ’
5ἐν τῇ ἀνάγκῃ τοῦ λιμοῦ ὁ θεὸς αὐτῷ ἀριστοφόρους ἄνδρας ἄφνω, ὡς τῷ Ἠλίᾳ τοὺς κόρακας, ἔπεμψε. Καὶ πρῶτος ὁ Σιβά, ὁ ἐκ τοῦ οἴκου Σαοὺλ τοῦ ἐχθροῦ αὐτοῦ, ἤνεγκεν αὐτῷ ἄρτους διακο‐
σίους καὶ οἶνον καὶ παλάθας καὶ σταφίδας. Εἶτα, μετὰ τοῦτον Βερζελλὶ ὁ Γαλααδίτης καὶ αὐτὸς αὐτῷ προσήνεγκε δέκα κοίτας,
10ἵνα μὴ χαμευνῇ, καὶ ἀμφιτάπητας, τοὺς λεγομένους νῦν τυλοτάπη‐ τας, καὶ οἴνου κεράμια καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ κύαμον καὶ φακὸν καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ γαλα‐ θηνὰ μοσχάρια. Ἐπεὶ οὖν ἐν τῇ στενοχωρίᾳ καὶ τῇ θλίψει τοῦ λιμοῦ καὶ τοῦ διωγμοῦ εὐθηνίαν αὐτῷ ὁ θεὸς πρὸς ἀπόλαυσιν
15ἔδωκεν, εὐχαριστῶν ἔλεγεν· Ἐν θλίψει ἐπλάτυνάς μοι. Ὅτε ὁ λιμὸς πλέον τοῦ Ἀβεσσαλὼμ ἐπολιόρκει με, τότε μοι ὁ θεὸς τὴν

5

.

16

ἔρημον γῆν ῥέουσαν μέλι καὶ γάλα ἐποίησε. Μηδεὶς οὖν ἡμῶν διὰ τὸν θεὸν διωκόμενος ἢ εἰς μακρὰν γῆν πεμπόμενος λιμὸν φοβηθῇ· Οὐ λιμοκτονήσει γὰρ κύριος ψυχὴν δικαίου. Ἐθλίβετο καὶ ἐπλατύνετο καὶ ὁ τῶν μαρτύρων χορός· ἐθλίβετο μὲν μαστι‐
5ζόμενος, ἐπλατύνετο δὲ ὡς νικητὴς στεφανούμενος· ἐθλίβετο ταῖς μάστιξι πειρώμενος, ἐπλατύνετο ὡς σῖτος ὥριμος εἰς τὰς ἐν οὐρανῷ ἀποθήκας συγκομιζόμενος· ἐθλίβετο ὡς πηλὸς πατούμενος, ἐπλατύνετο οὐρανὸς γινόμενος· ἐθλίβετο ὡς ἄργυρος χωνευόμενος,

5

.

17

ἐπλατύνετο κειμήλιον τῷ θεῷ προσφερόμενος. Ἐν θλίψει ἐπλάτυνάς μοι. Ἔλεγε καὶ ὁ λῃστὴς ὁ ἐπὶ τοῦ σταυροῦ θλι‐ βόμενος καὶ μετάρσιος ἐν παραδείσῳ γινόμενος· Ἐν θλίψει ἐπλάτυνάς μοι. Ὁ τῶν παροδιτῶν φονεύς, τοῦ παραδείσου
5νομεύς· ὁ ἐπὶ γῆς κατάδικος, τῶν οὐρανίων κάτοικος· ὁ κάτω προσηλούμενος, ἄνω πολιτογραφούμενος· ὁ τοῦ τυράννου ὀπαδός, τοῦ βασιλέως ἀκόλουθος· ὁ τοῦ πυρὸς ἄξιος, βασιλείας μέτοχος. Ἐν θλίψει ἐπλάτυνάς μοι. Ἀπὸ τοῦ λῃστοῦ καὶ τοῦ σταυροῦ
ἡ σωτηρία ἤρξατο. Ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος ἀπὸ τοῦ
10ξύλου γευσάμενος ὡς λῃστὴς τοῦ παραδείσου ἐξεβλήθη, πρῶτος λῃστὴς ἐπὶ ξύλου πιστεύσας εἰς τὸν παράδεισον εἰσήγετο. Ἀπὸ τοῦ ξύλου ἡ ἁμαρτία ἤρξατο καὶ ἀπὸ τοῦ ξύλου ἡ σωτηρία

5

.

18

ἤνθησε. Καὶ διὰ τί ὁ Χριστὸς σταυρούμενος τὸν λῃστὴν πολίτην οὐρανοῦ ἐποίησε; Πρῶτον, ἵνα μάθῃ ὁ κόσμος καὶ πάντες ἄνθρωποι ὅτι, ἐὰν αὐτὸν ἐσταυρωμένον, ὡς ὁ λῃστής, κύριον καὶ βασιλέα ὁμολογήσωσι, τῆς ὁμοίας τιμῆς ἀπολαύσουσι. Δεύτερον
5δέ, ἵνα πάντες θεασάμενοι ὅτι ὁ Χριστὸς τῷ λῃστῇ τὰς ἁμαρτίας ἐπὶ τοῦ σταυροῦ συνεχώρησε, πιστεύσωσιν ὅτι καὶ τὸ οἰκου‐ μενικὸν χειρόγραφον ἐπὶ σταυροῦ ἐξήλειψεν. Ὥσπερ γὰρ γεωργὸς μίαν ἐγκεντρίσας καλλιέλαιον, καὶ εὐθαλῆ καὶ εὔκαρπον ἀποδείξας, ἀπὸ τῆς μιᾶς καὶ τὰς ἄλλας ἐμπιστεύεται, οὕτω καὶ
10ὁ Χριστὸς τὸν λῃστὴν ὡς ἀγριέλαιον εἰς καλλιέλαιον ἐνεκέντρισε καὶ ἐπιστεύθη ὅτι καὶ πάντα τὰ ἔθνη ἐγκεντρίσαι καὶ μεταφυτεῦσαι εἰς τὸν παράδεισον δύναται. Ὁ γὰρ τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου ἐκβαλὼν ὡς ἄκανθαν, αὐτὸς τὸν λῃστὴν ὡς ῥόδον εἰς τὸν πα‐ ράδεισον μετεφύτευσεν. Ὅθεν ἐκεῖ, ὡς ἐν μοναστηρίῳ ἀσκητὴς

5

.

19

διάγων, ψάλλει· Ἐν θλίψει ἐπλάτυνάς μοι. Ἐθλίβετο δὲ ὁ λῃστής, οὐχ ὅτι αὐτὸς τῷ ξύλῳ προσήλωτο, ἀλλ’ ὅτι ὁ υἱὸς τοῦ θεοῦ μετὰ λῃστῶν ἐσταύρωτο Ὅθεν ἔλεγε· Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν·
5οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. Ἁρμοστέον δὲ χαριεντῶς καὶ τὰ ἑξῆς ῥήματα τῷ λῃστῇ. Ἔλεγεν ἐπὶ τοῦ σταυροῦ τῷ Χριστῷ προσευχόμενος ὡς θεῷ· Οἰκτείρησόν με καὶ εἰσά‐ κουσον τῆς προσευχῆς μου. Οἰκτείρησόν με, συγχωρῶν μοι τὰ τῆς λῃστείας παραπτώματα. Ὡς δικαστήν σε ὁρῶ ἐπὶ
10βῆμα ὑψηλόν, τὸν σταυρόν· ὡς κατάδικος ἐγὼ ἐπὶ ξύλου κρέμα‐ μαι· Οἰκτείρησόν με. Εἶπον· Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Εἰσάκουσον τῆς προσευχῆς

5

.

20

μου. Εἶτα, ὡς ἐθεάσατο τὴν κτίσιν τῷ κτίστῃ συμπάσχουσαν καὶ τὸν κόσμον ὡς ἕνα οἶκον σειόμενον—θεμελίου γὰρ πάσχοντος ὁ οἶκος συνέπασχεν, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, καὶ τοῦ οἰκοδόμου κρεμαμένου τὸ ἔργον ἐλύετο—ἐπεὶ οὐρανὸς καὶ ἡ γῆ
5κατὰ τῶν κυριοκτόνων ἐστασίαζον, οἱ δὲ οὐ κατηνύγησαν, ἐπιτιμᾷ αὐτοῖς ὁ λῃστής· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυ‐ κάρδιοι; Ἔστω· Λάζαρον τὸν τετραήμερον ἀπὸ τοῦ τάφου τρέχοντα ἰδόντες οὐκ ἐπιστεύσατε. Κἂν 〈...〉, νῦν γοῦν προσκυνή‐ σατε τοῦ σταυρωθέντος τὴν δύναμιν 〈...〉 ὅτι τὰ μνημεῖα νῦν
10ἠνοίγησαν καὶ νεκροὶ πολυήμεροι τῆς φωνῆς τοῦ σταυρωθέντος ἀκούσαντες ἀνέστησαν. Νεκροὺς ὁ σεισμὸς ἀνέστησε, καὶ ὑμεῖς τῇ ἀπιστίᾳ καθεύδετε. Ἕως πότε βαρυκάρδιοι; Πέτραι ὡς

5

.

21

ἀράχναι σχίζονται, καὶ ὑμεῖς τῷ φόβῳ οὐ περισχίζεσθε; Ἕως πότε βαρυκάρδιοι; Καὶ διὰ τί βαρυκάρδιοι; Τοῦτο μέν, διὰ τὸ μὴ κατανυγῆναι τοῖς θαύμασι· τοῦτο δέ, διὰ τὸ ἐξ ἀφροσύνης βαρέως κατὰ τοῦ Χριστοῦ ὀργίζεσθαι. Μάρτυς ἡ γραφὴ εἰποῦσα·
5Βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος, ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων. Βαρὺ λίθος, ἀλλὰ τῇ πολυχειρίᾳ μετάγεται καὶ ὡς πτερὸν ἐν ἀέρι κρέμαται. Δυσβάστακτον ἄμμος, ἀλλ’ ὑπὸ θαλάσσης ἐν σανίδι βαστάζεται. Ὀργὴ δὲ ἄφρονος, τοῦ Ἑβραίων λαοῦ. Βαρυτέρα ἀμφοτέρων, ὅτι
10οὔτε νουθεσίᾳ θέλγεται, ἀλλὰ καὶ θαύματα βλέπων ὀργίζεται.

5

.

22

Ἵνα τί ἀγαπᾶτε ματαιότητα, τὸν Βαραββᾶν τοῦ Χριστοῦ προτιμήσαντες, τὸν φονέα ὑπὲρ τὸν ζωοποιόν; Ἵνα τί ἀγα‐ πᾶτε ματαιότητα, τὴν βασιλείαν τοῦ Καίσαρος τῆς βασιλείας τῶν οὐρανῶν προκρίναντες, τὴν ἁμαρτίαν τὴν ἄμμου παραλίας
5βαρυτέραν ὑπὲρ τὴν δικαιοσύνην, τὰ πρόσκαιρα ὑπὲρ τὰ αἰώνια, τὴν φθορὰν ὑπὲρ τὴν ἀφθαρσίαν; Τὴν ζῶσαν πηγὴν κατελείψατε, ἧς τὸ νᾶμα τὴν Σαμαρείτην ἄδιψον ἐποίησε, καὶ λάκκους συντε‐ τριμμένους ὠρύξατε. Ἵνα τί ἀγαπᾶτε ματαιότητα; Τῷ προδότῃ μαθητῇ ἐμαθητεύσατε καὶ τῷ διδασκάλῳ ἐπεβου‐

5

.

23

λεύσατε. Ἵνα τί ἀγαπᾶτε ματαιότητα; Ἐπὶ τού‐ τοις καὶ ζητεῖτε ψεῦδος, τὴν ἀλήθειαν ἀποστρεφόμενοι. Καὶ πότε τὸ ψεῦδος ἐζήτησαν; Ὅτε ψευδομάρτυρας ἀγοραστοὺς κατὰ τοῦ κυρίου ἔστησαν, ὅτε τοὺς συκοφάντας ἐμισθώσαντο.
5Μάρτυς ὁ εὐαγγελιστὴς Μάρκος· Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησο. Καὶ ζητεῖτε ψεῦδος. Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρον διδόναι. Καὶ πῶς ἐκώλυσεν ὁ εἰπών· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι; Καὶ
10ζητεῖτε ψεῦδος. Ἀνασείει τὸν λαὸν διδάσκων. Καὶ ζητεῖτε ψεῦδος. Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. Καὶ τί ἐκακοποίησεν; Ὅτι νόσους ἐδίωξεν; Ὅτι δαίμονας ἐφυγάδευσεν; Ὅτι νεκροὺς ἤγειρεν; Ὅτι ἐκ πέντε ἄρτων ἰσαρίθμους χιλιάδας ἔθρεψεν; Ἔτι ἡ τροφὴ ἐν τῷ
15λάρυγγι, καὶ τὸ ψεῦδος ἐν τῷ στόματι. Καὶ ζητεῖτε ψεῦδος.

5

.

24

Φύγωμεν, ἀδελφοί, τὸ ψεῦδος ὡς μάχαιραν ψυχῆς· Στόμα γάρ, φησίν, καταψευδόμενον ἀναιρεῖ ψυχήν, οὐ τὴν τοῦ συκοφαν‐ τουμένου, ἀλλὰ τὴν τοῦ ψευδομένου. Οὐχ οὕτως ὁ βάρβαρος ἀπὸ τῆς κόμης καὶ ὁ στρατιώτης ἀπὸ τῆς χλανίδος ὡς ὁ Χριστια‐
5νὸς ἀπὸ τοῦ μὴ ψεύδεσθαι γνωρίζεται. Καὶ καθάπερ ἐν τοῖς πολέμοις ἀπὸ τοῦ συνθήματος οἱ φίλοι καὶ οἱ ἐχθροὶ δοκιμάζονται, οὕτω καὶ ἐν τῷ πολέμῳ τῶν ἀνθρωπίνων πραγμάτων οἱ φίλοι τοῦ θεοῦ ἀπὸ τοῦ ἀληθεύειν καὶ μὴ ψεύδεσθαι γνωρίζονται, οἱ δὲ ψευδόμενοι ὡς ἰδίᾳ μαχαίρᾳ τῇ γλώσσῃ φονεύονται. Στόμα
10οὐκ εἰδὸς ὀμνύειν ἢ ψεύδεσθαι ταχέως τὸν θεὸν ἐν προσευχαῖς δυσωπεῖ. Εἰ γὰρ ἡμεῖς οἰκέτην ἢ φίλον μὴ ψευδόμενον αἰδούμεθα καὶ ὑπὲρ ὧν παρακαλεῖ παθόμεθα, πολλῷ μᾶλλον ὁ θεός, τὸν μὴ ψευδόμενον δυσωπούμενος, παρέχει αὐτῷ τὰ ὠφέλιμα· καθα‐ ρὰν γὰρ ὁρῶν καὶ ἄσπιλον τὴν γλῶσσαν τὴν ἀληθεύουσαν, τὰ

5

.

25

ῥήματα ταύτης δέχεται ὡς ἐπὶ δίσκου ξένια. Οὕτω κακὸν τὸ ψεύδεσθαι ὅτι καὶ αὐτοὶ οἱ ψεῦσται μισοῦσι τὸν ψευδόμενον. Καθάπερ ἀπὸ οἰκίας ἐμπυρισμόν, οὕτω τὸ ψεῦδος ἀπὸ τοῦ στόμα‐ τος ἀπόρριψον· ὡς φλόγα ἐν κοιτῶνι, οὕτω τὴν ἐπιορκίαν ἐν
5τῇ γλώσσῃ κατάσβεσον. Ὁ τῆς οἰκίας ἐμπυρισμὸς ὕλην 〈μόνον καταδαπανᾷ· τὸ ψεῦδος ψυχὴν〉 καὶ σῶμα ἐν γεέννῃ δαπανᾷ. Ἐὰν εἴπω· Μὴ ὑβρίσῃς, προβάλλῃ μοι τὸν θυμόν. Ἐὰν εἴπω· Δὸς χρήματα πένησι, πενίαν καὶ παιδοτροφίαν ἐννοεῖς. Τὸ μὴ ὀμόσαι ἢ μὴ ψεύσασθαι οὐκ ἔστι χρήματα ἐκ βαλαντίου δαπανώμενα.
10Καὶ ἵνα τί οὐ κατορθοῦμεν δικαιοσύνην ἀδάπανον; Οὐχ οὕτω πρέπει τῷ βασιλεῖ ἡ πορφύρα καὶ τὸ διάδημα ὡς τῷ Χριστιανῷ
τὸ μὴ ψεύδεσθαι. Διὰ τοῦτο αὐτὸν αἰδοῦνται καὶ συγγενεῖς καὶ φίλοι καὶ γείτονες καὶ συναλλάκται· διὰ τοῦτο αὐτὸν φοβοῦνται οἱ δαίμονες καὶ φιλοῦσιν οἱ ἄγγελοι καὶ χαίροντες αὐτῷ τὰς
15πύλας τῆς βασιλείας τῶν οὐρανῶν ἀνοίγουσιν ...

6

t

In Psalmum V Homilia I Εἰς τὸν πέμπτον ψαλμόν· Τὰ ῥήματά μου ἐνώτισαι, κύριε, σύνες τῆς κραυγῆς μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.

6

.

1

Οἱ τὸ μακάριον τέλος τῆς ζωῆς ἐκδεχόμενοι καὶ κληρονόμοι τοῦ θεοῦ γενέσθαι βουλόμενοι, τὰ τῆς κληρονομίας δίκαια, ὡς ἐν διαθήκῃ τῇ προκειμένῃ ψαλμῳδίᾳ, δεῦτε, κοινῶς ἐρευνήσωμεν. Εἰς τὸ τέλος γὰρ, ὑπὲρ τῆς κληρονομούσης ἐπιγέγραπται
5ὁ προκείμενος ἡμῖν ψαλμός. Καὶ τίς αὕτη; Ἡ ἐκκλησία. Καὶ διὰ τί οὐκ εἶπεν· ὑπὲρ τῆς κληρονόμου; Ὅτι ἀεὶ κληρονομεῖ. Καὶ πολλὰ ὡς βασίλισσα κληρονομεῖ, τὰς ψυχὰς τῶν πιστῶν, πατρι‐

6

.

2

άρχας, προφήτας, Χριστόν, οὐρανόν. Τὸ δὲ ὑπὲρ αὐτῆς εἰπεῖν, ἢ συνηγόρου ἐστὶν ἢ προσευχομένου. Ὥσπερ γὰρ ἐν τοῖς γραμματείοις καὶ τοῖς προικῴοις καὶ ταῖς διαθήκαις ἄνω μὲν γράφεται πᾶσα ἡ διήγησις, εἰς τὸ τέλος δὲ τοῦ συγγράμματος
5αὐτὸς ὑπογράφει ὁ κύριος τοῦ πράγματος, καὶ οὐδὲν ὄφελος ὅλῳ τῷ χάρτῃ καὶ τῷ γραμματείῳ, ἐὰν μὴ ὁ κύριος τοῦ πράγματος εἰς τὸ τέλος ὑπογράψῃ· οὕτως, ἐπειδὴ καθάπερ διὰ συμβολαιογρά‐
φων τῶν προφητῶν προεγράφετο ἡ τοῦ Χριστοῦ διαθήκη—καὶ μάρτυς αὐτὸς εἰπών· Λάβε τόμον χάρτου—καὶ πολλὰς τῇ
10ἐξ ἐθνῶν ἐκκλησίᾳ ὡς κληρονόμῳ τὰς δωρεὰς ὁ Χριστὸς προέγρα‐

6

.

3

ψεν, εἰς τὸ τέλος τοῦ θανάτου τὴν διαθήκην ἐβεβαίωσε. Καὶ ὅτι διαθήκην ὑπηγόρευσε λέγει· Διαθήκην διεθέμην τοῖς ἐκλεκτοῖς μου. Καὶ διὰ μὲν τοῦ Ὠσηὲ ἔλεγεν αὐτῇ· Καὶ μνη‐ στεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα. Πότε; Ὅτε Παῦλος
5ἔγραφεν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν. Διὰ δὲ τοῦ Ζαχαρίου· Χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον. Πότε; Εἰς τὸ τέλος. Διὰ δὲ τοῦ Ἠσαΐου· Πλοῦτον ἐθνῶν θαλάσσης.
10Πότε; Εἰς τὸ τέλος. Καὶ διὰ τοῦ Ἰεζεκιήλ· Πάντα τὰ ἐκλεκτὰ τοῦ Λιβάνου δέδωκα αὐτ. Πότε; Εἰς τὸ τέλος. Αὗται πᾶσαι αἱ ἔγγραπτοι δωρεαὶ ἄκυροι ἔμενον ἕως ὅτου αὐτὸς ὁ δεσπότης εἰς τὸ τέλος ὑπέγραψε καὶ ἐβεβαίωσε τὰς ἐπαγγελίας.

6

.

4

Διὰ τοῦτο, ἵνα ὁ Χριστὸς παραγένηται εἰς τὸν κόσμον καὶ αὐτὸς διὰ εὐαγγελίου ὑπογράψῃ καὶ πληρώσῃ τὰς διὰ τῶν προφητῶν ἐπαγγελίας τῇ κληρονόμῳ, εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονο‐ μούσης, οἱ προφῆται προσευχόμενοι. Καὶ γὰρ οἱ προφῆται διὰ
5τοῦτο προσηύχοντο, ὡς ἔλεγεν αὐτὸς ὁ κύριος· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πλη‐ ρῶσαι. Πλήρωμα οὖν νόμου Χριστὸς εἰς δικαιοσύνην. Καὶ ἐπιστολὴν πολλοὶ πρὸ τῆς ἀρχῆς εἰς τὸ τέλος τῆς ὑπογραφῆς κατανοοῦσιν. Ἡ εἰς τὸ τέλος ὑπογραφὴ ὑπὲρ τίνος; Ὑπὲρ τῆς
10κληρονομούσης. Ὅθεν, ἐπειδὴ ἔδει εἰς τὸ τέλος ὑπογράψαι, ὅτε ἤμελλε πάσχειν, κάλαμον ἐν τῇ δεξιᾷ λαμβάνει, σύμβολον τοῦ ὑπογράψαι, καὶ πορφύραν ἐνεδύσατο, ἵνα δείξῃ τῇ κληρονόμῳ
ὅτι βασιλεύς ἐστι καὶ οὐκ ἰδιώτης ὁ ὑπογράφων. Καὶ ὁ τίτλος ἀντὶ τοῦ χάρτου ἐπὶ τῷ σταυρῷ προετίθετο, καὶ μετὰ τοῦ λῃστοῦ
15τῇ λελῃστευμένῃ λέγει ὡς κληρονόμῳ· Θέλεις σοι, ὦ ἐκκλησία, τὴν ὑπογραφὴν παραναγινώσκω; Ἀμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσ. Σήμερον γὰρ ἀποθνῄσκω καὶ εἰς νομὰς εἰσέρχῃ τῆς κληρονομίας. Ὥσπερ τὸν σταυρὸν αἰσχύνην ὄντα δόξαν ἔδειξεν—Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ
20ὁ υἱὸς τοῦ ἀνθρώπου—οὕτω τὰ λοιπὰ τῷ καλάμῳ ἔγραψεν

6

.

5

ἄφεσιν καὶ ἀπόφασιν. Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονο‐ μούσης· ψαλμὸς τῷ Δαυίδ· προφητεία πράξεως τῆς ἐπὶ τῇ τελευτῇ τοῦ Χριστοῦ, ὅτε ἀποθανὼν ὁ Χριστὸς ὅπλον ἡμῖν καὶ στέφανον κατέλιπε τὸν σταυρόν. Διὸ ἔλεγεν εἰς τὸ τέλος
5τοῦ ψαλμοῦ· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς, τὴν σφραγῖδα τοῦ σταυροῦ εἰς τὸ μέτωπον διδούς. Ὅπλον γὰρ καὶ στέφανος ὁ σταυρός· ὅπλον διὰ τοὺς πολεμοῦντας, στέφανος διὰ τοὺς νικῶντας· ὅπλον διὰ τοὺς ὡς στρατιώτας συγκακοπαθοῦντας, στέφανος διὰ τοὺς συμβασιλεύοντας. Ἐπειδὴ
10οὖν καλὴ ἡ κληρονομία, οὐρανῶν γὰρ ἦν βασιλεία, καλὴ δὲ καὶ ἡ κληρονομοῦσα, ἡ ἐξ ἐθνῶν γὰρ ἦν ἐκκλησία—Ὅλη καλὴ ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί—διὰ τοῦτο λέγει·

6

.

6

Τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Ἀλλ’ ὁ Ἰουδαῖος τὸν ὑπὲρ τῆς κληρονομούσης οἰκειοῦται ψαλμὸν λέγων· Ἐμοὶ ἔθετο ὁ θεὸς τὰς διαθήκας. Μὴ γὰρ ὁ διαθέμενος δοῦλος τῆς ἑαυτοῦ ἐστι διαθήκης; Ἐὰν ἀχαριστήσῃ τις ἐν τοῖς ἑαυτοῦ κλη‐
5ρονόμοις, ἀλλάσσει τὴν ἑαυτοῦ διαθήκην καὶ τοὺς κληρονόμους
ἀκυροῖ. Καὶ ὅτι ἀχαριστῶν τοῖς Ἰουδαίοις ἤλλαξε τὴν πρώτην διαθήκην καὶ ἄλλην καινὴν ἔγραψε, λέγει διὰ Ἱερεμίου τοῦ προφή‐ του· Ἰδοὺ ἐγὼ διατίθεμαι τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινήν—Ἀλλ’ οὐ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ—
10οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐξελθόντων αὐτῶν ἐξ Αἰγύπτου. Καὶ ἐπάγει· Ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος. Εἰ ἐν τοῖς ἠμελημένοις εἶ, οὐκ εἶ κληρονόμος, ἀλλ’

6

.

7

ἀποκληρονόμος. Ἴδωμεν οὖν τίνα λέγει ὁ διατιθέμενος περὶ τοῦ κληρονόμου· Βούλομαι καὶ κελεύω τόνδε τὸν εὐαρεστήσαντά μοι ἐν πᾶσι κληρονόμον μου εἶναι, κἂν ξένος εἴη. Εἰ δὲ υἱοὺς ἔχει λυπήσαντας, ἐγγράφως μὲν τὰς κατ’ αὐτῶν αἰτίας ἐκτίθεται,
5ποιεῖ δὲ αὐτοὺς ἀποκληρονόμους. Ἐνεχθήτω, ὦ Ἰουδαῖε, ἡ διαθήκη. Σὺ ταύτην ἔλαβες οὐχ ὡς σὴν διαθήκην, ἀλλ’ ὡς παρα‐ θήκην. Οὐδέποτε γὰρ κληρονόμος διαθήκην λαμβάνει ζῶντος τοῦ διατιθεμένου. Ἐὰν γὰρ λάβῃ, ὕποπτον ποιεῖ τὴν διαθήκην

6

.

8

καὶ ἀντιλέγεται ὑπὸ τῶν ἀποκληρονόμων. Ἐπεὶ οὖν σὺ ὡς χαρτοφύλαξ ἔλαβες τὴν διαθήκην, προένεγκε ταύτην. Ἴδωμεν τί λέγει περὶ ὑμῶν ἐπὶ τῶν μαρτύρων ὁ διαθέμενος· Ἄκουε, οὐραν, καὶ ἐνωτίζου, γ, ὅτι κύριος ἐλάλησεν· υἱοὺς ἐγέν‐
5νησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Καὶ ἵνα μὴ περὶ ἄλλου νομίσῃς ταῦτα λέγεσθαι, ἐπάγει· Ἔγνω βοῦς τὸν κτησά‐ μενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτο· Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός μου ἐμὲ οὐ συνῆκε. Μὴ σὺ ὁ κληρονόμος; Περὶ δὲ τῶν ἐθνῶν οἵας εὐχαριστίας γράφει;
10Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι. Περὶ ὑμῶν λέγει· Δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Περὶ δὲ τῶν ἐθνῶν· Διότι ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι. Περὶ δὲ τοῦ λαοῦ καὶ τῆς συνα‐
15γωγῆς λέγει· Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Ἐγκαταλέλοιπα τὸν οἶκόν

6

.

9

μου, ἀφῆκα τὴν κληρονομίαν μου. Καὶ διὰ τί ἀφῆκας τὴν κληρονομίαν σου; Ἐπειδὴ ἐγένετο ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμ. Τί γὰρ ἐποίησεν; Ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς. Τί λέγουσα; Ἆρον, ἆρον, σταύρωσον
5αὐτόν. Περὶ δὲ τῶν ἐθνῶν· Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου. Διὰ τοῦτο τὸ βιβλίον Ἠσαΐου λαβὼν ἀνέγνω ὡς διαθήκην· αὐτὸς γὰρ ἔλαβε τόμον καὶ ἀναγνοὺς ὑπέγραψε· Σήμερον ἡ γραφὴ αὕτη πεπλήρωται. Εἰπὲ γάρ, ὦ Ἰουδαῖε, μὴ εἰς τὴν ἀρχὴν ὑπὲρ τῆς κληρονομούσης,
10οὐχὶ δὲ εἰς τὸ τέλος; Ἴδωμεν· σὺ εἰς τὸ τέλος τί ἐκληρονόμησας; Οὐχὶ ἀπεβλήθης τῆς πόλεως; Οὐκ ἀπώλεσας τὸν ναόν; Οὐ διε‐ σπάρης πανταχῇ; Οὐ Ῥωμαίοις δουλεύεις; Οὐχί, ἀφ’ οὗ κατὰ τοῦ πρώτου κληρονόμου τὰς χεῖρας ἥπλωσας, ἀπεβλήθης τῆς κληρο‐ νομίας; Σὺ ἐν τῇ ἀρχῇ ἐκληρονόμησας τὴν ἀλλοτρίαν· Τῷ πατά‐
15ξαντι βασιλεῖς κραταιοὺς καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραὴλ τῷ δούλῳ αὐτο. Τὰ ἔθνη εἰς τὸ τέλος ἐκληρονόμησαν οὐρανῶν βασιλείαν. Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡ τοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
20Σὺ θυγάτηρ Βαβυλῶνος ἤκουσας· Θύγατερ Βαβυλῶνος ἡ ταλαίπωρος. Καὶ ἡ ἐθνικὴ ἀντί σου θυγάτηρ τοῦ θεοῦ ἐγένετο· Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου.

6

.

10

Τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Τὰ ῥήματά μου· τὰ καθαρὰ καὶ ἀθόλωτα, τὰ ἄδολα καὶ ἀληθῆ καὶ ἅγια, τὰ βλασφη‐ μίας ἄγευστα καὶ βαττολογίας ἀμέτοχα, τὰ τῆς σῆς φιλανθρωπίας ἄξια. Τὰ ῥήματά μου· τὰ ὑπὲρ πᾶσαν ἀνθρωπίνην διάνοιαν,
5τὰ πάσης γλώσσης ἀγγέλων ἀνώτερα, τὰ πάσης πρεσβείας ἁγίων ἰσχυρότερα, τὰ πάσης προσευχῆς δικαίων τιμιώτερα, τὰ ἡλίου λαμπρότερα, τὰ θυμιάματος προσηνέστερα, τὰ μέλιτος τοῖς πιστοῖς

6

.

11

γλυκύτερα. Τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Καὶ διὰ τί μὴ εἶπε τὸν λόγον μου, ἀλλὰ τὰ ῥήματά μου; Ὅτι ὁ μὲν λόγος πολλὰ ὑφ’ ἑαυτὸν περιλαμβάνει ῥήματα, τὰ δὲ ῥήματα μέρη ἐστὶ λόγου, ὡς μέλη σώματος· καὶ ὁ μὲν λόγος πολλῶν ῥημάτων
5ἐστὶ σωρεία τις καὶ σύνοψις, τὰ δὲ ῥήματα ψεκάδες εἰσὶ τοῦ λόγου καὶ γεύματα. Καὶ ὥσπερ πολλαὶ μὲν ψεκάδες ὑετὸν ἀπαρτί‐ ζουσιν, οὐκέτι δὲ ὁ ὑετὸς ψεκάδι παρεικάζεται, οὕτω τὰ πολλὰ μὲν ῥήματα τὸν λόγον συμπληροῦσιν, ὁ δὲ λόγος εἰς ὀνόματα καὶ ῥήματα τέμνεται. Καὶ τὰ μὲν ῥήματα καὶ λόγοι λέγονται, οὐ

6

.

12

μὴν μέρη ῥήματος λόγοι. Ὁ οὖν προφήτης, εἰς τὴν κατὰ μέρος τῶν αὑτοῦ λόγων ἐξέτασιν παρακαλῶν ἐπινεῦσαι τὸν θεὸν καὶ πᾶσαν αὑτοῦ λέξιν ἀκριβῶς ἀναγνῶναι καὶ πρὸς τὰ ἀναγινωσκόμενα δοῦναι τὰ αἰτούμενα, οὐκ εἶπε· Τὸν λόγον μου
5ἐνώτισαι, ἀλλά· Τὰ ῥήματά μου ἐνώτισαι, κύριε, ἀντὶ τοῦ· Ἑκάστην λέξιν τῆς προσευχῆς μου ἀκριβῶς ἀνάγνωθι. Μὴ προσχῇς ὑφ’ ἓν τῷ χάρτῃ. Οὐ γὰρ μίαν αἴτησιν περιέχει μου ἡ δέησις. Ἐπειδὴ δὲ ἑκάστη λέξις ἰδίαν ἔχει παράκλησιν, πλούσιος
γὰρ καὶ δυνατὸς ὁ παρακαλούμενος, τὰ ῥήματά μου ἐνώτισαι,
10κύριε. Καὶ ὥσπερ ἡμεῖς ἐντυχίαν τῷ δικαστῇ ἀναπτύξαντες, ἐὰν ἐν τῷ χάρτῃ πολλὰ ἐμφέρεται τὰ κεφάλαια, παρακαλοῦμεν αὐτόν· Κἀμοῦ, δέσποτα, πρὸς λέξιν τὸν χάρτην ἀνάγνωθι· πολλά ἐστι τὰ ζητούμενα, μὴ ὡς ἓν διήγημα νομίσῃς τὸ σύγγραμμα· οὕτως ὁ προφήτης, εἰς τὴν κατὰ μέρος τῶν ζητουμένων αὐτῷ
15ἐξέτασιν ἐπινεῦσαι τὸν θεὸν παρακαλῶν, φησί· Τὰ ῥήματά

6

.

13

μου ἐνώτισαι, κύριε. Σύνες τῆς κραυγῆς μου. Ὢ τῆς τοῦ προφήτου παρρησίας· ὢ τῆς τοῦ θεοῦ φιλανθρωπίας. Τὸ σύνες ἀντὶ τοῦ νόησον· Σύνετε δ, ἄφρονες ἐν τῷ λα· καὶ μωρο, ποτὲ φρονήσατε. Καὶ ἡμεῖς μὲν σοφῷ
5ἀνδρὶ λαλοῦντες, οὐ τολμῶμεν αὐτῷ εἰπεῖν· Νόησον ἃ λέγω, ἵνα μὴ ὡς ὀλίγωρος ἢ βραδύνους νομισθῇ· θεῷ δέ, τῷ καὶ πρὸ τοῦ αἰτῆσαι τὰς ἐνθυμήσεις εἰδότι, ὁ προφήτης ἔλεγε· Σύνες, νόησον. Ἀλλ’ ὥσπερ τὸ Ἐνώτισαι εἰπὼν οὐ πάντως ὦτα αἰσθητὰ τὸν θεὸν ἔχειν ᾔδει, οὕτω καὶ τὸ εἰπεῖν τῷ θεῷ· Σύνες, οὐχ ὡς ἀναδι‐
10δασκομένῳ καὶ ἀγνοοῦντι ἐλάλει, ἀλλ’ ὡς ἀπορρήτως καὶ ὀξύτερον

6

.

14

διανοίας εἰδότι τὰ αἰτήματα πρὸ τοῦ αἰτῆσαι. Ἢ καὶ ἐπειδὴ κατὰ διάνοιαν ὁ δίκαιος τῷ θεῷ ἐλάλει, καὶ ἦν αὐτῷ κραυγὴ ἡ σύντονος προσευχή, καὶ ἐλάλει μὴ λαλῶν καὶ ἔκραζεν ἄνευ φωνῆς —οὐδεὶς δὲ ἀνθρώπων νοεῖ ψυχῆς κραυγὴν ἀνεκλάλητον, εἰ μὴ
5θεὸς μόνος—διὰ τοῦτο τῷ μόνῳ ἀκούοντι τῶν μὴ λαλούντων ἔλεγε· Σύνες τῆς κραυγῆς μου. Σὺ γάρ, φησ, μόνος ἐπίστασαι τὰς καρδίας τῶν ἀνθρώπων [ἔλεγεν ὁ Σαλομών].

6

.

15

Σύνες, ἀντὶ τοῦ· Θέλησον τὰ κατ’ ἐμὲ γνῶναι. Τοῦτο γὰρ ἐπάγει τὸ εἰπεῖν· Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Καὶ
μὴν φωνῇ οὐ προσέχεται, ἀλλ’ ἀκούεται. Ἀλλὰ καὶ ἡ φωνή, ὅταν μὲν ἀγράφως προφέρηται, τότε ἀκοῆς χρῄζει· ὅταν δὲ ἡ φωνὴ ἐν
5χάρτῃ γραφῇ καὶ τῷ βασιλεῖ προσενεχθῇ, τότε, ὡς διὰ τῶν γραμμάτων λαλοῦσα, ὀφθαλμῶν χρείαν ἔχει. Πολλάκις γὰρ μὴ λαλῶν ἀναγινώσκει ὁ ἄρχων, καὶ ὁρᾷ τὸν χάρτην ὡς ἱκέτην καὶ τὰς ἐγγράφους φωνὰς ὡς ἐλεεινὰς ἱκεσίας, καὶ τοὺς λόγους οὓς εἶχε διὰ τοῦ πυλῶνος τῆς ἀκοῆς εἰσαγαγεῖν τῇ διανοίᾳ, τούτους
10ὡς διὰ τιμιωτέρων θυρῶν τῶν ὀμμάτων εἰσάγει. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ὡς ὁρᾷς ἀκούεις καὶ ὡς ἀκούεις

6

.

16

βλέπεις· ἀνόργανον γὰρ καὶ ἀμερὲς καὶ ἀπλοῦν τὸ θεῖον. Πρό‐ σχες τῇ φων. Καὶ ἐπειδὴ δεήσεως ἐμνήσθη, δέησιν δὲ ἔγγραφον οὐδεὶς ἀρχόντων ἐπιδέχεται, ἀλλὰ βασιλεὺς μόνον, διὰ τοῦτο καὶ τὴν ἀξίαν τοῦ ἱκετευομένου ὁμολογεῖ· Ὁ βασιλεύς μου. Βασι‐
5λεύεις γὰρ καὶ τοῦ συνηγόρου καὶ τῆς συνηγορουμένης. Βασιλέα δὲ καλέσας, ἵνα μὴ νομισθῇ ἄνθρωπον ἐπιβοᾶσθαι, τὸ κράτος καὶ τὴν ὕπαρξιν ὁμολογεῖ τοῦ βασιλέως· Καὶ ὁ θεός μου. Προλαμβάνει τὸν Θωμᾶν ἐν τῇ ὁμολογίᾳ τῆς ἀληθείας. Ὥσπερ γὰρ ἐκεῖνος εἶπεν· Ὁ κύριός μου καὶ ὁ θεός μου, καὶ οὐκ ἠρκέσθη μόνῳ
10τῷ εἰπεῖν· Ὁ κύριός μου, ἐπειδὴ καὶ ἄνθρωπος τῆς προσηγορίας ταύτης ἠξιώθη—οὕτω γὰρ περὶ τοῦ Ἀβραὰμ ἔλεγεν ἡ Σάρρα· Ὁ δὲ κύριός μου πρεσβύτερος. Ὁμοίως δὲ καὶ ὁ Ἰακὼβ ἔλεγεν τῷ βεβήλῳ Ἠσαῦ· Ὁ κύριός μου γινώσκει ὅτι τὰ παιδία ἁπαλώτερα. Οὐδεὶς δὲ τῶν ἁγίων ἀνθρώπῳ εἶπεν· Ὁ θεὸς
15[ὁ ἄνω] μου—ἐπεὶ οὖν τό, Ὁ κύριός μου, καὶ ἀνθρώποις ἐλέχθη, οὐ μόνον ἁγίοις ἀλλὰ καὶ βεβήλοις, οὐδεὶς δὲ ἀνθρώπων παρά τινος τῶν ἁγίων ἤκουσεν· Ὁ θεός, ἵνα δείξῃ ὁ Θωμᾶς ὅτι τὸν Χριστὸν οὐχ ὡς ἄνθρωπον ἐκυριολόγει, ἀλλ’ ὡς θεὸν ὡμολόγει,
οὐκ εἶπεν ἁπλῶς· Ὁ κύριός μου, ἀλλά· Ὁ κύριός μου καὶ ὁ
20θεός μου· Ὁ κύριός μου, ὡς ἀγοράσας με τῷ ἰδίῳ αἵματι, πραθέντα τῇ ἁμαρτίᾳ· Ὁ θεός μου, ὡς ἄφεσιν ἁμαρτιῶν μοι χαρισάμενος. Οὐδεὶς γὰρ δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός. Ὁ κύριός μου καὶ ὁ θεός μου, ἀντὶ τοῦ· Ὁ δεσπότης μου καὶ ὁ δημιουργός μου. Τὸ γὰρ δεσπόζειν πολλῶν ἐστι· τὸ

6

.

17

δὲ δημιουργεῖν μόνου θεοῦ. Τοῦτο τοίνυν πρὸ τοῦ Θωμᾶ ὡμολόγησε καὶ ὁ προφήτης. Βασιλέα γὰρ τὸν παρακαλούμενον εἰπών, ἵνα μὴ νομισθῇ ἄνθρωπον θεραπεύειν, ἀλλὰ πιστευθῇ θεὸν ἱκετεύειν, διὰ τοῦτό φησιν· Ὁ βασιλεύς μου καὶ ὁ θεός
5μου. Οὐ βασιλεύομαι ὑπὸ ἁμαρτίας· Ὁ βασιλεύς μου. Θεὸν οὐκ ἔχω τὴν κοιλίαν, ἀλλὰ τὴν σὴν ἀξίαν· Καὶ ὁ θεός μου. Οὐ νῦν δέ, οὐδὲ πρὸς ὀλίγον, οὐδὲ ἐν ἀνάγκῃ μόνῃ, ἀλλὰ καὶ ἀεὶ καὶ χωρὶς ἀνάγκης σοι προσελεύσομαι· Ὅτι πρὸς σὲ προσεύ‐ ξομαι, κύριε. Καὶ οὐκ εἶπεν· Ἐνώπιόν σου προσεύξομαι, ἀλλά·

6

.

18

Πρὸς σ, ἵνα τὴν πρὸς θεὸν ἐγγύτητα δείξῃ. Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τί λέγεις, προφῆτα; Μεσημβρίας γὰρ οὐκ εἰσακούει; Ἑσπέρας δὲ ἢ ἐν νυκτὶ οὐκ ἐπινεύει; Καὶ πῶς ἐν ἄλλοις ἔλεγες· Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγή‐
5σομαι καὶ ἀπαγγελ, καὶ εἰσακούσεται τῆς φωνῆς μου; Ἀλλ’ ὅταν, φησί, τὰς ὑπὲρ ἐμαυτοῦ ἢ ὑπὲρ τῶν συνόντων πρεσ‐ βείας προσφέρω, τότε κατὰ πᾶσαν ὥραν τὸν θεὸν ἱκετεύω· Εὐλογήσω γὰρ τὸν κύριον ἐν παντὶ καιρ. Ἐπειδὴ δὲ νῦν ὑπὲρ τῆς κληρονομούσης τῆς ἐξ ἐθνῶν ἐκκλησίας πρεσβεύω, τότε
10δὲ εἰσάγεται εἰς τὴν κληρονομίαν ὅταν ὁ τοῦ πατρὸς κληρονόμος τὸ πρωῒ ἀναστῇ καὶ συγκληρονόμον αὐτὴν ἀναδείξῃ, διὰ τοῦτο
τὴν ἐν τῇ πρωΐᾳ τῇ ἐκκλησίᾳ αἰτούμενος ἐπαγγελίαν λέγω· Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, ὅτε καὶ ἡ Μαρία, εἰς τύπον τῆς ἐκκλησίας ὀρθρίσασα, ὡς ἐπὶ θάλαμον τὸν τάφον ἐπιζητεῖ
15τὸν νυμφίον. Τὸ πρωῒ δέ, καὶ τὴν ταχεῖαν τοῦ θεοῦ καὶ ἑτοιμο‐ τάτην ἀντίληψιν ἔστι λαβεῖν· Διώξομεν γὰρ τοῦ γνῶναι τὸν κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ ...

7

t

In Psalmum V Homilia II Εἰς τὸν αὐτὸν ε ψαλμὸν λόγος β.

7

.

1

Οὐχ οὕτως ἑωσφόρος ἁπαλοῖς σκιρτήμασιν ἐν οὐρανῷ τρέχων εὐαγγελίζεται κόσμῳ ὅτι ἡ νὺξ παρέρχεται, ἡ δὲ ἡμέρα ὡς νύμφη παραγίνεται καὶ ὁ ἥλιος ὡς νυμφίος ἐκ τοῦ παστοῦ τῆς ἀνατολῆς προέρχεται, ὡς ὁ νοητὸς ἑωσφόρος, τὸ πνεῦμα τὸ ἅγιον, τῇ
5ἐκκλησίᾳ νύμφῃ καὶ κληρονόμῳ εὐαγγελίζεται ὅτι ὡς νὺξ ὁ βίος παρέρχεται—Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου— ἡ δὲ ἡμέρα τῆς κληρονομίας τῶν αἰωνίων ἀγαθῶν παραγίνεται καὶ ὁ νυμφίος Χριστὸς μετὰ τῆς κληρονομίας ἔρχεται. Ὅθεν, Ὑπὲρ τῆς κληρονομούσης ἐπέγραψε τὸν ψαλμόν. Εἰς τὸ
10τέλος, ὑπὲρ τῆς κληρονομούσης. Καὶ μάρτυς Ἠσαΐας· Ἰδοὺ κύριος ἐν ἰσχύϊ ἔρχεται· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ

7

.

2

αὐτο, καὶ τὸ ἔργον ἑκάστου ἐναντίον αὐτο. Ὅτι δὲ ἡ κληρονομία μισθὸς εἴρηται, λέγει τοῖς υἱοῖς τῆς ἐκκλησίας ὁ Δαυίδ· Ἰδοὺ ἡ κληρονομία κυρίου, υἱο, ἀντὶ τοῦ· Ὡς υἱοῖς καὶ τέκνοις λέγω· Ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός.
5Τοῖς γὰρ καμοῦσι κληρονόμοις καὶ υἱοῖς ἡ κληρονομία μισθός, τοῖς δὲ μὴ καμοῦσιν ἡ κληρονομία δωρεά. Καὶ ἐπειδὴ τὸ τέλος τῆς ἐνταῦθα ζωῆς τῆς ἐκεῖ κληρονομίας καὶ διαγωγῆς γίνεται ἡ ἀρχή, ἵνα ἡ κληρονόμος παραλάβῃ τὰς νομάς, τὰς οὐρανίους μονάς, διὰ τοῦτο Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης ὑπέγραψε
10τὸν ψαλμόν. Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης, ἵνα ἐν εὐσεβείᾳ καὶ καλῇ πολιτείᾳ τὸν βίον ἡ ψυχὴ τελέσασα, τῆς κληρονομίας ἐν ἀπολαύσει γένηται. Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης. Καὶ τίς ἡ κληρονομοῦσα; Ἡ ἐκκλησία καὶ πᾶσα θεοφιλὴς ψυχή, ἡ ὡς νύμφη καὶ παρθένος ἁρμοσθεῖσα
15τῷ Χριστῷ κατὰ τὸν ἀπόστολον λέγοντα· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ

7

.

3

Χριστ. Καὶ τίς ἡ κληρονομία; Ἡ τῶν οὐρανῶν βασιλεία. Ὁ Χριστὸς λέγει· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Καὶ διὰ τί ἡ τῶν οὐρανῶν βασιλεία κληρονομία λέγεται; Ἵνα οἱ
5ταύτης ἀπολαῦσαι θέλοντες γνήσιοι υἱοὶ καὶ φίλοι τοῦ θεοῦ γένωνται. Οὐδεὶς γὰρ τοὺς ἐχθροὺς καὶ ἀλλοτρίους κληρονόμους ἐνιστᾷ. Ὅθεν καὶ ἕκαστος τῶν διατιθεμένων ἐγγράφως τῷ κληρο‐ νόμῳ εὐχαριστεῖ· Ὁ δεῖνα, φησίν, ἔστω μου κληρονόμος, ὁ ἀεὶ γνησίως μοι ὑπηρετήσας, ὁ ἐν πᾶσί με ἀναπαύσας, ὁ πάντοτέ μοι
10εὐαρεστήσας. Εἰ δὲ ἄνθρωπος τὸν εὐάρεστον υἱὸν ἢ φίλον κληρονόμον καθιστᾷ, πολλῷ μᾶλλον ὁ θεὸς ὡς δίκαιος δικαστής. Τοῦτο καὶ ὁ Χριστὸς ἐν τῇ ἑαυτοῦ διαθήκῃ ποιῶν, ἐγγράφως τοῖς κληρονόμοις εὐχαριστεῖ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι‐
15λείαν. Εἶτα ἡ εὐχαριστία· Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. φ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων,
ἐμοὶ ἐποιήσατε. Ὡς κληρονόμοι με ἐθρέψατε· τῆς κληρονομίας

7

.

4

ἀπολαύσατε. Καὶ τίνες οἱ κληρονόμοι; Ἀνάγνωθι τὴν διαθήκην τοῦ Χριστοῦ καὶ εὑρίσκεις τὰ πρόσωπα τῶν κληρο‐ νόμων, ἵνα μάθῃς εἰ καὶ τὸ σὸν πρόσωπον ἐμφέρεται ἐν τῇ διαθήκῃ. Καὶ τίς ἡ τοῦ Χριστοῦ διαθήκη; Τὸ εὐαγγέλιον. Καὶ ὅτι τὸ εὐαγ‐
5γέλιον ὁ Χριστὸς διαθήκην λέγει· Καθὼς διέθετό μοι ὁ πατὴρ διαθήκην, κἀγὼ διατίθεμαι ὑμῖν, ἵνα ὡς κληρονόμοι διὰ παντὸς ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου. Καὶ ἐπειδὴ ὡς διαθήκη ἐγράφη ὁ ὑπὲρ τῆς κληρονομούσης ψαλμός, ἀνά‐ γνωθι αὐτὸν ἀκριβῶς καὶ ἐν αὐτῷ εὑρήσεις οἵα εἶναι ὀφείλει ἡ

7

.

5

κληρονόμος ψυχή. Καὶ πάλιν· Ἰδοὺ ἐγὼ διατίθεμαι διαθήκην καινὴν τῷ οἴκῳ Ἰσραήλ, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Τὴν παλαιὰν διαθήκην ὁ Χριστὸς διαθέμενος οὐκ ἀπέθανε, καὶ ὁ Ἰουδαῖος οὐκ ἐκληρο‐
5νόμησε. Τὴν καινὴν διαθέμενος ἀπέθανε, καὶ ἡ ἐκκλησία ἐκληρο‐ νόμησεν. Ἐὰν γὰρ ἀκούσῃς, ἀδελφέ, ὅτι ὁ δεῖνα ὁ ἀποθανὼν εἰς σὲ διέθετο καί σε κληρονόμον ἐνεστήσατο, εὐθέως τρέχεις, θόρυβον χαρᾷ κεράσας καὶ ζάλην γαλήνῃ μίξας, καὶ περιεργάζῃ ἀκριβῶς καὶ τοὺς δημοσίους χαρτοφύλακας ἐπερωτᾷς καὶ χρήματα
10δαπανᾷς καὶ ἀγοράζεις γράμματα καὶ ἀντίγραφα τῆς διαθήκης

7

.

6

αἰτεῖς, ἵνα χρήματα κληρονομήσῃς φθαρτά. Ἐνταῦθα δέ, ὅπου Χριστὸς ὁ ἀποθανὼν κληρονόμον σε ἐνεστήσατο, ὅπου πλοῦτος ἀλῄστευτος καὶ κληρονομία οὐράνιος καὶ διαθήκη ἀζήμιος ὁ ψαλμός, πόσῳ μᾶλλον ὀφείλεις, ὡς διαθήκην ἐν χάρτῃ
5καθαρῷ, μεταγράψαι αὐτὸν ἐν τῇ ψυχῇ, ἵνα ἴδῃς εἴ σοι ἁρμόζει ἡ κληρονομία ἢ οὔ. Οὐ γὰρ ἁπλῶς ἡ κληρονομία καταλέλειπται, ἀλλ’ ἐπὶ αἱρέσει φανερᾷ. Ἄκουσον καὶ τοῦ προφήτου ὡς συμβο‐ λαιογράφου παραναγινώσκοντος αὐτὴν τῷ θεῷ ἐν τῷ προ‐ κειμένῳ ψαλμῷ καὶ λέγοντος περὶ τῶν ἀποκληρονόμων· Ὅτι
10οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ ε· οὐ παροικήσει σοι
πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου· ἐμίσησας πάντας τοὺς ἐργαζο‐ μένους τὴν ἀνομίαν. Τοὺς Ἰουδαίους [καὶ] ὡς μισητοὺς ἀποκληρονόμους ἐποίησας. Ἀπολεῖς πάντας τοὺς λα‐
15λοῦντας τὸ ψεῦδος, τοὺς κυριοκτόνους, ὅτι μάρτυρας

7

.

7

ψευδεῖς κατὰ σοῦ ἠγόρασαν. Ἰδοὺ τοὺς ἀποκληρονόμους εἶπας· εἰπὲ τίνες οἱ τῆς κληρονομίας ἀπολαύσαντες Τίνες; Οἱ τῆς κληρονομίας συμμύσται. Καὶ τίνες οὗτοι; Μαθηταὶ πάντες, οἱ ἐπὶ τὸν θεὸν ἐλπίζοντες. Καὶ εὐφρανθήσονται πάντες οἱ
5ἐλπίζοντες ἐπὶ σο· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Ἐπειδὴ γὰρ ἐν σοί εἰσι πάντες οἱ θησαυροὶ τῆς γνώσεως καὶ τῆς σοφίας, ἐν αὐτοῖς δὲ κατα‐ σκηνοῖς, ἀγαλλιῶνται δι’ ὅλου, ὡς ἐν σοὶ κληρονομοῦντες τοὺς

7

.

8

μεγάλους θησαυρούς. Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης. Καὶ τίνες οἱ κληρονόμοι; Οἱ πραεῖς. Λέγει ἐν τῇ διαθήκῃ αὐτοῦ ὁ Χριστός· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομή‐ σουσι τὴν γῆν. Εἰ πραεῖς κληρονόμοι, οἱ ὀργίλοι ξένοι τῆς
5κληρονομίας, καὶ οἱ θυμικοὶ καὶ πλῆκται. Ὑπὲρ τῆς κληρονο‐ μούσης. Καὶ τίς ἡ κληρονόμος ψυχή; Ἡ πένητας θρέψασα καὶ διὰ τῶν πενήτων τὸν Χριστόν. Αὐτὸς λέγει· Δεῦτε, οἱ εὐλογη‐ μένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοι‐ μασμένην ὑμῖν βασιλείαν. Τί γάρ σοι ἐποιήσαμεν οἱ κληρο‐
10νόμοι; Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με, καὶ τὰ ἑξῆς. φ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ὡς κληρονόμοι με ἐθρέψατε· τῆς κληρονομίας ἀπολαύσατε. Ὑπὲρ τῆς κληρονομούσης. Τίς ἡ κληρονόμος ψυχή; Ἡ δραμοῦσα τὴν ὁδὸν τῶν ἐντολῶν
15τοῦ Χριστοῦ, ἡ λέγουσα· Ὁδὸν ἐντολῶν σου ἔδραμον· ἐκληρονόμησα τὰ μαρτύριά σου. Ὑπὲρ τῆς κληρονο‐ μούσης. Τίς ἡ κληρονομοῦσα; Ἡ ἐκκλησία, ἡ διωκομένη καὶ συμπάσχουσα τῷ Χριστῷ· Κληρονόμοι τοῦ θεο, συγκλη‐ ρονόμοι δὲ Χριστο. Πῶς; Εἴπερ συμπάσχομεν, ἵνα καὶ
20συνδοξασθῶμεν. Ὑπὲρ τῆς κληρονομούσης. Τίς ἡ κληρονόμος ψυχή; Ἡ τὰ τοῦ κόσμου τῷ κόσμῳ προσρίψασα καὶ τὰ οὐράνια ἐπιποθήσασα. Ὁ Χριστὸς λέγει· Πᾶς ὅστις ἀφῆκεν οἰκίαν ἢ ἀδελφούς, καὶ τὰ ἑξῆς, ἑκατονταπλα‐

7

.

9

σίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Εἰπὲ καὶ τοὺς ἀποκληρονόμους. Παῦλος λέγει· Ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεο. Καὶ πότε ἡ κλη‐
5ρονομία; Εἰς τὸ τέλος, ἵνα ἕως τέλους εὐχαριστήσωμεν τῷ θεῷ τῷ κληροδότῃ, ἵνα μή, ἀρξάμενοι εὐαρεστεῖν, λιποτακτή‐ σαντες εἰς τὸ τέλος ἀποβληθῶμεν. Ὁ γὰρ ὑπομείνας εἰς τέλος,

7

.

10

οὗτος σωθήσεται. Ψαλμὸς τῷ Δαυίδ· πᾶσα πρᾶξις ἀγαθὴ παντὶ τῷ ἱκανῷ τῇ χειρί· Ὁ γὰρ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας Χριστοῦ Ἰησο. Οὐκ ἐθεάσασθε ὅπως πολλοὶ διὰ κληρονομίαν χρημάτων
5γέροντας πλουσίους ζητοῦσι καὶ ἀδυνάτους ὄντας νοσοκο‐ μοῦσι καὶ ἀνέχονται τῶν τοῦ γήρους ἐλαττωμάτων, βηχὸς καὶ τρισμῶν θώρακος καὶ κορύζης καὶ ποδαλγίας καὶ βοῆς ἐν νυκτὶ καὶ ἡμέρᾳ, καὶ νεότητα γήρει προσδαπανῶσι καὶ πρὸ τῶν χρημάτων νοσημάτων πολλάκις γίνονται κληρονόμοι; Καὶ μετὰ
10ταῦτα πάντα ἄδηλος ἡ ἐλπὶς τῶν προσδοκηθέντων· ἢ γὰρ ὁ νέος προλαβὼν ἀπέθανεν ἢ ὁ γέρων μετανοήσας εἰς ἄλλον διέθετο ἢ χάρτης τυραννίδα πνέων τὴν διαθήκην ἀνέτρεψεν. Ἐνταῦθα δέ, ὅπου ἡ κληρονομία βεβαία καὶ ἀμετάθετος, ὅπου διατιθέμενος
ὁ Χριστὸς καὶ διαθήκη τὸ εὐαγγέλιον καὶ μάρτυρες οἱ ἀπόστολοι,
15ὅπου οὐρανὸς καὶ τὰ ἐν αὐτῷ καλά, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν,

7

.

11

πόσῳ μᾶλλον ὀφείλομεν σπουδάσαι κληρονομεῖν; Ὑπὲρ τῆς κληρονομούσης. Καὶ ὁ χοροστάτης τῶν προφητῶν ὑπὲρ αὐτῆς ὡς ῥήτωρ δικάζεται λέγων· Τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Ὁ ἄνω ἀντάρτης κάτω ἀντίδικος τῆς νύμφης σου γέγονεν,
5ὡς γέγραπται· Ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων περιπατε, ζητῶν τίνα καταπί. Ἀλλ’ ἐπειδὴ ὁ ἀντίδικος οὗτος πολλοὺς ἀποκληρονόμους ἐξ ἀρχῆς ἐποίησεν, ὑπὲρ αὐτῆς τῆς κληρονόμου ἐντυγχάνω σοι· Τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Κληρονόμος τοῦ Νῶε ἦν ὁ Χὰμ ὡς υἱός, ἀλλὰ ποιήσας
10αὐτὸν γελάσαι τὴν γύμνωσιν τοῦ πατρός, γυμνὸν τῆς κληρονο‐ μίας τοῦ πατρὸς ἐποίησε, καὶ τὴν ἐλευθερίαν ἐκδύσας, δουλείαν ἐνέδυσε καὶ τὴν εὐλογίαν αὐτῷ εἰς κατάραν ἔτρεψεν· Ἐπικατά‐ ρατος Χαναὰμ παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτο.

7

.

12

Ἐπεὶ οὖν ὁ αὐτὸς καὶ νῦν τὴν νύμφην σου γυμνωθῆναι βούλεται, ἵνα γυμνόν σε ὡς τὸν Νῶε ὁρῶσα ἐν τῷ πάθει γελάσῃ σε, ἵνα ἀποκληρονόμον αὐτὴν ποιήσῃς λέγων· Ὑπάγετε ἀπ’ ἐμο, οἱ κατηραμένοι· γυμνὸς ἤμην, καὶ οὐ περιεβάλετέ με
5ἵνα οὖν ὁ ἀντίδικος αὐτῆς διάβολος αἰσχυνθῇ καὶ ἡ νύμφη ἐντὸς τῆς κληρονομίας εὑρεθῇ, δίδαξον αὐτήν, δέσποτα Χριστέ, μὴ γελάσαι τὴν γύμνωσίν σου, ἀλλ’ ἵνα μάθῃ ὅτι ἡ σὴ γύμνωσις τὸν κόσμον ἐνέδυσεν, ὅτι, ὥσπερ πλούσιος ὢν δι’ ἡμᾶς ἐπτώχευσας, ἵνα ἡμεῖς πλουτήσωμεν, οὕτως ὁ οὐρανὸν καὶ γῆν ἐνδυόμενος

7

.

13

ἐγυμνώθης, ἵνα κόσμον ἐνδύσῃς. Τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Τὸν Ἰσμαὴλ μετὰ τῆς Αἰγυπτίας μητρὸς ἀποκληρονόμον
πάντη διὰ παίγνια ἐποίησεν. Ἰδοῦσα γὰρ Σάρρα τὸν υἱὸν Ἄγαρ τῆς Αἰγυπτίας παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ
5αὐτῆς, εἶπε τῷ Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παι‐ δίσκης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Ἐπεὶ οὖν καὶ νῦν ἡ ἀποκληρονόμος τῶν Ἰουδαίων συναγωγὴ καταπαίζει τῆς ἐκκλη‐ σίας διὰ τὸν σταυρόν, ἐκείνην ἔκβαλε καὶ ταύτην εἰσάγαγε. Τὰ
10ῥήματά μου ἐνώτισαι, κύριε. Διὰ πορνείας βεβηλώσας τὸν Ἠσαῦ, ἀπολέσαι τὴν κληρονομίαν τῶν πρωτοτοκίων παρε‐ σκεύασε καὶ τοῦ ἀδελφοῦ δοῦλον τὸν υἱὸν ἐποίησε καὶ δεύτερον Χαναὰμ τὸν Ἠσαῦ ἐχειροτόνησε. Μή τις, φησίν, ᾖ πόρνος ἢ βέβηλος ὡς Ἠσα, ὃς ἀντὶ βρώσεως ἀπώλεσε τὰ πρω‐
15τοτόκια καὶ τὴν πατρικὴν εὐλογίαν. Ἵνα μὴ οὖν πορνείᾳ σώμα‐ τος καὶ λιχνείᾳ λόγων αἱρετικῶν τὰ τέκνα τῆς νύμφης τὸν Ἠσαῦ

7

.

14

μιμήσωνται, τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Τὸν Να‐ βουθὲ διὰ τὴν κληρονομίαν τοῦ ἀμπελῶνος φονευθῆναι ἐποίησεν. Ἀλλὰ καὶ ἐκέκραξεν ὁ Ναβουθὲ πρὸς τὸν Ἀχαάβ· Οὐ δώσω κληρονομίαν πατέρων μού σοι. Βλέπε γὰρ τὸν Ναβουθὲ
5ὑπὲρ τῆς κληρονομίας φονευόμενον, ἵνα ἴδῃς τὸν Χριστὸν ὑπὲρ τῆς ἐκκλησίας σταυρούμενον. Καὶ ἑαυτόν, φησί, παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα παραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκ‐ κλησίαν. Ὑπὲρ ἧς οὖν ἑαυτὸν παρέδωκας, δέσποτα, ὑπὲρ ταύτης δέησιν προσφέρω σοι· Τὰ ῥήματά μου ἐνώτισαι,

7

.

15

κύριε. Ὅθεν καὶ ὁ ἀπόστολος, μιμητὴς Χριστοῦ ὤν, ὑπὲρ τῆς ἐκκλησίας κακοπαθῶν ἐβόα λέγων· Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ τὰ ἑξῆς. Κινδύνοις ποταμῶν, καὶ τὰ ἑξῆς. Ὡς ἐρωτηθείς· Καὶ ὑπὲρ τίνος τὰ τοιαῦτα
5καὶ τοσαῦτα κακὰ ὑπομένεις, Παῦλε; ἀποκρίνεται καὶ λέγει·
Ὑπὲρ τῆς κληρονομούσης. Καὶ ὅτι πάντα ὑπὲρ τῆς σωτηρίας τῶν ὁμογενῶν ἔπασχε, μάρτυς αὐτὸς λέγων· Ηὐχόμην αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου· Ὑπὲρ τῆς

7

.

16

κληρονομούσης. Ῥήματα δὲ τοῦ προφήτου τίνα; Οὐ τὰ διὰ λόγων ἀπαγγελλόμενα, ἀλλὰ τὰ διὰ κατορθωμάτων γνωρι‐ ζόμενα. Σύνες τῆς κραυγῆς μου. Κραυγὴ δὲ τοῦ δικαίου, οὐχ ἡ πληκτικὴ τοῦ ἀέρος φωνή, ἀλλ’ ἡ οὐρανόφρων τῆς ψυχῆς
5διαγωγή. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Φωνὴν δὲ λέγει, οὐ τὸν σαλπιγγοφανῆ ἦχον, ἀλλὰ τὸν βαρύτατον τῆς καρδίας στεναγμόν· οὕτω γὰρ γέγραπται· Καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων, καὶ εἰσήκουσε τῆς φωνῆς τοῦ στεναγμοῦ αὐτῶν ὁ θεός. Καὶ ἦν ἡ φωνὴ τοῦ

7

.

17

στεναγμοῦ ἀνθρώποις μὲν ἄδηλος, θεῷ δὲ κατάδηλος. Σύνες τῆς κραυγῆς μου. Τί λέγεις, προφῆτα; Παρακελεύῃ θεῷ; Σοφίας ἐστὶ θησαυρὸς καὶ συνέσεως πλοῦτος, ὡς γέγραπται· Παρ’ αὐτῷ σοφία καὶ σύνεσις. Καὶ αὐτῷ λέγεις· Σύνες, νόησον;
5Καὶ ἀνθρώπῳ μὲν ἐλλογίμῳ ἐὰν εἴπῃς· Νόησον, ὀργίζεται, ὅτι ὡς ἀπαιδεύτῳ καὶ μὴ παρακολουθοῦντι ἐλάλησας. Καὶ τῷ θεῷ λέγεις· Σύνες; Ἀλλ’ οὐκ ἐπιτάσσει τῷ δεσπότῃ· μὴ γένοιτο. Οὐδὲ ὁ θνητὸς τὸν ἀθάνατον ἐφιστᾷ εἰς σύνεσιν, οὐδὲ τὰ τῶν μεθυόντων ὁ νήφων παραλαλεῖ, ἀλλ’ ὃ λέγει τοῦτό ἐστι. Πολλοὶ
10τῶν προσερχομένων τοῖς δικασταῖς, περὶ μεγάλων καὶ ἀναγκαίων κεφαλαίων ἐντυγχάνοντες, οὐκ ἴσασιν ἀπαγγεῖλαι τὰ τῆς ὑποθέ‐ σεως, οὐδὲ σαφῆ καὶ εὐσύνοπτον τὴν ἑαυτῶν γνώμην παραστῆσαι δύνανται. Εἶτα, ἐπειδὴ ὁ δικαστὴς πρὸς τὸ νοῆσαι τὸ πρᾶγμα γοργότερός ἐστι τοῦ ἐντυγχάνοντος καὶ οἶδε ποίαν ὀφείλει δοῦναι
15ἀπόκρισιν, παρακαλεῖ ὁ ἱκέτης μὴ ἀπιδεῖν πρὸς τὰ ἀνάξια ῥήματα, ἀλλὰ πρὸς τὴν αὑτοῦ φρόνησιν καὶ πρὸς τὴν ὑπόθεσιν δοῦναι
τὴν ἀπόφασιν. Οὕτω καὶ ὁ προφήτης, ἐπειδὴ ἄνθρωπος ὢν θεῷ διελέγετο, καὶ ἐν ἐκστάσει γενόμενος ὡς κυβερνήτης ἐν πελάγει ἐχειμάζετο, παρακαλεῖ τὸν θεόν· Σύνες τῆς κραυγῆς μου,
20ἀντὶ τοῦ· Μὴ πρὸς τὴν τῶν ῥημάτων τῶν ἐμῶν ἀπίδῃς ἀναξιότητα, μηδὲ πρὸς τὴν τῶν λόγων πτωχείαν, ἀλλ’ ἀνάγνωθί μου τὴν διάνοιαν καὶ τὸ λεῖπον ἐν τοῖς ῥήμασιν ἀναπλήρωσον ἐν ταῖς ἀποφάσεσι. Τὸ οὖν Σύνες, ἀντὶ τοῦ· Ἴδε τὴν ἐμὴν καρδίαν, ἀνάγνωθί μου τὰ ἐν τῷ βάθει τῆς ψυχῆς δικαιώματα, ἅπερ διὰ

7

.

18

ῥημάτων ἐξειπεῖν οὐ δύναμαι. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ὡς ἥλιός μοι ἀνάτειλον, καὶ εὐθέως μοι τὸν χειμῶνα τῶν συμφορῶν ἔλυσας. Εἰ γὰρ ὁ αἰσθητὸς ἥλιος, ὁ οὐράνιος ὀφθαλμός, ἀνατείλας ἐν χειμῶνι τὸν παγετὸν ἔλυσε, καὶ
5βλέμμα τοῦ ἡλίου ἡ χιὼν μὴ φέρουσα λύεται, πόσῳ μᾶλλον αὐτός, δέσποτα, ὡς ἥλιος δικαιοσύνης ἀνατείλας μοι, ὡς πάχνην καὶ χειμῶνα ἐκλύεις τοὺς πειρασμούς; Ὥσπερ δὲ λέγων τῷ θεῷ· Πρόσχες, οὐκ αἰσθητῶς αὐτὸν παρακαλεῖ ἐπιβλέψαι, ἀλλὰ θεοπρεπῶς· οὕτω φωνὴν αὐτοῦ λέγει τὴν ἄφθογγον ἐν τῇ
10ψυχῇ λαλιάν, ἧς μόνος ἀκροατής ἐστιν ὁ θεός· Αὐτὸς γὰρ

7

.

19

γινώσκει τὰ κρύφια τῆς καρδίας. Εἶτα, ἵνα δείξῃ τὸ μέγα καὶ ὑπερμέγεθες τοῦ δεσπότου ἀξίωμα, ὅτι κύριον αὐτὸν ἐκάλεσεν, οὐχ ὡς ἕνα τῶν πολλῶν, ἀλλ’ ὡς τῶν ὅλων δεσπότην καὶ δημιουργόν, ἐπάγει· Ὁ βασιλεύς μου καὶ ὁ θεός μου.
5Ὁ βασιλεύς μου· ὅτι με στρατολογήσας, τῷ ὀνόματί σου ἐσφράγισας. Ὁ θεός μου· ὅτι μὴ ὄντα με πρότερον εἰς τὸ εἶναι παρήγαγες. Ὁ βασιλεύς μου· ὅτι τυραννηθέντα με τῇ ἁμαρτίᾳ ὡς αἰχμάλωτον ἠλευθέρωσας. Ὁ θεός μου· ὅτι τὴν φύσιν μετέβαλες καὶ τὸν φθαρτὸν πηλόν μου φορέσας ἄφθαρτον
10ἐποίησας. Ὁ βασιλεύς μου· ὅτι ὡς βασιλεὺς πορφύραν με τὴν χάριν ἐνέδυσας. Ὁ θεός μου· ὅτι μοι τοὺς οὐρανοὺς ὡς
θεὸς ἤνοιξας καὶ τῶν ἐπουρανίων σου ἀγαθῶν μέτοχον ἐποίησας ...

8

t

In Psalmum V Homilia III Εἰς τὸν αὐτὸν ε ψαλμὸν ἄλλως, λόγος γ· Ἐν τῇ Λαμπρᾷ, τῇ ἑβδομάδι τοῦ Πάσχα.

8

.

1

Ὥσπερ οἱ παρ’ ἡμῖν λαμπρότεροι νυμφίοι, μετὰ τὸν θάλαμον καὶ τὴν κοίτην ἀναστάντες, ταῖς νύμφαις ὑποδεικνύουσι τὸν πλοῦτον καὶ τὴν κληρονομίαν τὴν πατρῴαν, οὕτως ὁ Χριστός, ὁ μονογενὴς νυμφίος καὶ τοῦ πατρὸς κληρονόμος, μετὰ τὸν θάνα‐
5τον καὶ τὸν τάφον ἀναστὰς ἐκ τῶν νεκρῶν, τῇ αὑτοῦ νύμφῃ τῇ ἐκκλησίᾳ ἔδειξε τὸν πλοῦτον καὶ τὴν κληρονομίαν, τουτέστι τὸ εὐαγγέλιον καὶ τὴν βασιλείαν. Ἐπεὶ οὖν εἰς τὸ τέλος, τελευτή‐ σαντος τοῦ νυμφίου, κληρονομεῖ ἡ νύμφη, διὰ τοῦτο Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης ὁ Δαυὶδ ἐπέγραψε τὴν
10ψαλμῳδίαν. Ὅτε γὰρ τὸ τέλος καὶ ὁ ἐν σαρκὶ θάνατος τοῦ Χρισ‐ τοῦ ἐτελέσθη, τότε εἰς τὰς νομὰς τῆς κληρονομίας ἡ νύμφη

8

.

2

ἐκλήθη αὕτη. Διὰ τί, φησίν, ἐσταυρώθη ἢ παρεδόθη ὁ Χριστός; Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος ηὑρέθη ἐν τῷ στόματι αὐτο. Ὑπὲρ τῆς κληρονομούσης· Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ
5παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς. Ἀλλ’ ἐπειδὴ ἡ ἀντίζηλος αὐτῆς ἡ συναγωγὴ ἤριζε διὰ τὴν κληρονομίαν, βιβλίον ἀπο‐ στασίου λαβοῦσα, καὶ ὡς κληρονόμος ἐδικάζετο τῇ ἐκκλησίᾳ, ἦλθεν ὁ προφήτης ὡς δικολόγος καὶ ἀναγινώσκει τὸ κατὰ τῆς συναγωγῆς ἀποστάσιον. Εὗρε τὴν ὑπογραφὴν τοῦ θεοῦ περιέχου‐
10σαν· Καὶ αὐτὴ οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς, καὶ Ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς. Ἀναγινώσκει καὶ τὸ προικῷον τῆς ἐκκλησίας. Εὗρε τὸν
νυμφίον καὶ τὴν νύμφην ὁ φίλος τοῦ νυμφίου Ἰωάννης· ἐπιστεύθῃ τηρεῖν τὸ προικῷον. Ἀνειλήσας ἀναγινώσκει· Ὁ ἔχων τὴν
15νύμφην νυμφίος ἐστίν. Ἐπεὶ οὖν, ὡς αὐτοῦ ἀποθανόντος τοῦ νυμφίου ἐδικάζετο ἡ συναγωγὴ τῇ ἐκκλησίᾳ περὶ τῆς κληρο‐ νομίας, ἀνέστη Χριστὸς ὁ τοῦ πατρὸς κληρονόμος καὶ ὑπὲρ τῆς κληρονομούσης νύμφης δέησις αὐτῷ εὐθέως προσηνέχθη· Εἰς τὸ τέλος γάρ, φησίν, ὑπὲρ τῆς κληρονομούσης τῷ

8

.

3

κληρονόμῳ. Τίς ἡ κληρονομοῦσα; Ἡ ἐξ ἐθνῶν ἐκκλησία. Λέγει Παῦλος εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα· Κληρονόμοι θεο, συγκληρονόμοι δὲ Χριστο. Τίς ἡ κληρονομία; Ἡ τῶν οὐρανῶν βασιλεία· Δεῦτε οἱ εὐλογημένοι
5τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Τίς ἡ ἀποκληρονόμος; Ἡ συναγωγὴ καὶ ὁ λαὸς αὐτῆς. Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐ‐ τῆς. Οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Ὁ Ἰουδαῖος ὡς χαρτοφύλαξ τὰς
10διαθήκας ἐφύλαξε καὶ ὁ Χριστιανὸς ὡς υἱὸς ἐκληρονόμησεν. Ἐκείνῳ ἐσφραγισμένον τὸ γράμμα ὁ νόμος ἔδωκε καὶ ἐμοὶ τὰ ἐγγεγραμ‐

8

.

4

μένα ἡ χάρις δεδώρηται. Ἐπειδὴ οὖν ὁ νυμφίος Χριστός, γυναῖκα ἔχων ποτὲ τὴν τῶν Ἰουδαίων συναγωγήν, ταύτην κληρο‐ νόμον ἐνεστήσατο καὶ εἰσήγαγεν αὐτὴν εἰς νομὰς τῆς κληρονο‐ μίας—μάρτυς ὁ προφήτης εἰπών· Τῷ πατάξαντι βασιλεῖς
5μεγάλους καὶ ἀποκτείναντι βασιλεῖς κραταιοὺς καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν Ἰσραὴλ τῷ λαῷ αὐτοῦ—ἀλλὰ ἡ τάλαινα, λαβοῦσα παρὰ τοῦ νυμφίου τὰς νο‐ μὰς τῆς κληρονομίας, τῷ μοιχῷ ἐρίζοντι ἐπηκολούθει καὶ τὰ τοῦ νυμφίου τῷ δαίμονι προσέφερεν, αὐτὸς ὁ νυμφίος ὁ Χριστὸς διὰ
10τοῦ Ὠσηὲ λέγει· Καὶ ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον καὶ χρυσίον ἐπλήθυνα αὐτ· αὕτη δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ Βαάλ. Ἐπεὶ οὖν τὰ τοῦ ἀνδρὸς τῷ μοιχῷ προσετίθη καὶ τῷ ἐραστῇ ἀκολουθοῦσα ἐφόνευσε τὸν ἄνδρα καὶ ὡς ἐν εἰκόνι
15τὸν Βαραββᾶν ἐκδικοῦσα ἐσταύρωσε τὸν νυμφίον, ἐνόμισε δὲ ἡ συναγωγὴ ὅτι τοῦ Χριστοῦ ἀποθανόντος αὕτη κληρονόμος ἔσται ὡς ἤδη τὰς νομὰς κρατοῦσα, καὶ οὐκ ᾔδει ὅτι ὁ νυμφίος ἀποθνή‐ σκων νέαν διαθήκην ἔγραψεν, ἐν ᾗ κληρονόμον ἐνεστήσατο τὴν ἐξ ἐθνῶν ἐκκλησίαν. Καὶ ὑπέγραψε τὴν διαθήκην, εἰπὼν Ἰου‐
20δαίοις· Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ κληρονομία καὶ δοθήσεται

8

.

5

ἔθνει ποιοῦντι τὰ προστάγματα αὐτο. Ὡς οὖν ἀπέθανεν ὁ νυμφίος καὶ τὴν κληρονομίαν ἡ ἀποκληρονόμος συνα‐ γωγὴ κατεῖχεν, ἀναστάντι αὐτῷ ἐκ νεκρῶν ὁ χορὸς τῶν προφη‐ τῶν ὑπὲρ τῆς ἐξ ἐθνῶν ἐκκλησίας ἐντυγχάνει· Εἰς τὸ τέλος,
5ὑπὲρ τῆς κληρονομούσης. Ἡ φονεύσασα τὸν νυμφίον κλη‐ ρονομῆσαι ἐνόμισε τὸν φονευθέντα, ἀλλ’ ἡ μὴ φονεύσασα, ἀλλὰ πιστεύσασα, κληρονόμος ἐγράφη. Τὸν τοῦ πατρὸς κληρονόμον ἠθέλησε φονεῦσαι καὶ κληρονομῆσαι ἡ ἀναγινώσκουσα τὴν κατὰ τοῦ Ἀχαὰβ ἀπόφασιν ἐπὶ τῷ τοῦ Ναβουθὲ ἀμπελῶνι· Ἐφόνευ‐
10σας καὶ ἐκληρονόμησας. Ἐκεῖνος ἐφόνευσε καὶ ἐκληρονό‐ μησεν, ἀλλὰ σὺ ἐφόνευσας καὶ οὐκ ἐκληρονόμησας. Ἐφόνευσας καὶ τὴν κληρονομίαν ἀπώλεσας· ἐφόνευσας τὴν ζωὴν καὶ τὸ ζῆν ἀπώλεσας· ἐφόνευσας καὶ ᾔδεις ὃν ἐφόνευσας. Ἐπέγνως γὰρ αὐτὸν ὅτε εἶπας· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀπο‐

8

.

6

κτείνωμεν αὐτόν. Καὶ εἰ αὐτὸς ὁ κληρονόμος, ὦ πονηρὲ Ἰουδαῖε, τὴν νομὴν τῷ κληρονόμῳ παράδος, τὴν δεσποτείαν ἀποκατάστησον τῷ δεσπότῃ· ἐντυχίαν αὐτῷ προσένεγκε, ἵνα σοὶ τὰς λοιπάδας παραχωρήσῃ. Δύο προσηνέχθησαν αὐτῷ
5χρεωφειλέται· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια καὶ ὁ ἕτερος πεντήκοντα. Μὴ ἐχόντων δὲ ἀποδοῦναι ἀμ‐ φοτέροις ἐχαρίσατο, ὡς κεφαλαίου ἀπόδοσιν τὴν ὀρθὴν προαίρεσιν λογισάμενος. Καὶ σὺ πολλοῖς ἔτεσι κατέσχες τὰ τοῦ κληρονόμου ὑπάρχοντα καὶ οὐδὲν αὐτῷ προσήνεγκας. Ἀπέ‐
10στειλε δούλους ζητοῦντας, οὐκ ἀπαιτοῦντας, τοὺς καρπούς· ὡς φίλοι ἐζήτησαν, ὡς ἐχθροὶ ἐφονεύθησαν. Αὐτὸς ἦλθεν ὁ κληρο‐ νόμος, οὐκ ὀργιζόμενος, ἀλλ’ ἀγαθυνόμενος, οὐ τοὺς φονευθέντας ἐκδικῶν, ἀλλὰ τοὺς φονεύσαντας σωθῆναι παρακαλῶν, οὐχ ὡς κριτὴς ἐκδικῶν, ἀλλ’ ὡς ἱερεὺς νουθετῶν. Αὐτὸς εἶπεν· Οὐκ
15ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσ‐ μον. Ἀλλ’ ἐπειδὴ καὶ αὐτὸν τὸν κληρονόμον ἀπέκτεινας καὶ κληρονομεῖν ἐνόμισας, μάθε ὅτι ἀνέστη ὁ κληρονόμος καὶ τὴν

8

.

7

κληρονομίαν εἰς τὴν ἐξ ἐθνῶν ἐκκλησίαν μετήγαγεν. Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης. Καὶ διὰ τί Εἰς τὸ τέλος; Ἐπειδὴ πᾶσα κληρονομία μετὰ τὸ τέλος καὶ τὴν τελευτὴν τοῦ διατιθεμένου εἰς τοὺς κληρονόμους περιέρχεται. Λέγει ὁ ἀπόστολος·
5Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. Ἐπεὶ οὖν διέθετο τῇ ἐκκλησίᾳ ὁ Χριστὸς καὶ διαθήκην αὐτῇ ἔγραψε τὸ εὐαγγέλιον καὶ κληρονομίαν αὐτῇ τὴν βασιλείαν ἐπηγγείλατο καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ ἡ

8

.

8

διαθήκη ἐβεβαιώθη τῆς κληρονομούσης. Τί εἶπε· Ψαλμὸς τῷ Δαυίδ; Εὐθυμίας καὶ χαρᾶς λόγος τῷ Δαυὶδ ἐπὶ τῇ κληρονομίᾳ τῆς ἐκκλησίας· Εὐθυμεῖ τις; ψαλλέτω. Πολλὰ προεφήτευσεν ὑπὲρ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, καὶ ἰδὼν τὸ πέρας ἐχάρη· Πάντα
5τὰ ἔθνη, κροτήσατε χεῖρας. Εἶδον πάντα τὰ ἔθνη τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. Αἰνεῖτε τὸν κύριον, πάντα τὰ ἔθνη. Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς ἐθνικοῖς. Ἢ καί, Εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυίδ, ἐπὶ τῇ τελευτῇ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἐν
10τῷ θανάτῳ ὁ Χριστοῦ μνημονεύων, ἐν ψαλμοῖς προλαβὼν ὁ Δαυίδ, ἐπιτάφιον αὐτῷ τὸν ψαλμὸν εἶναι εἶπεν· Εἰς τὸ τέλος ψαλμός. Οὕτω καὶ ἡ πόρνη εἰς τὸν ἐνταφιασμὸν προέλαβε μυρίσαι Χριστοῦ τὸ σῶμα. Οὕτω μὴ φθάνων τὸ τέλος Χριστοῦ

8

.

9

ὁ Δαυὶδ τὸν ἐπιτάφιον προψάλλει ψαλμόν. Οὗτος γὰρ τὴν τῶν κυριοκτόνων Ἰουδαίων συκοφαντίαν καὶ κατὰ τοῦ Χριστοῦ ψευδομαρτυρίαν δηλοῖ ὑποκαταβάς· Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία.
5Ἀργύρια ἔσπειραν, ἵνα τὴν ἀνάστασιν συκοφαντήσωσιν. Ἡ καρδία αὐτῶν ματαία. Τὸν τάφον ἐσφράγισαν καὶ τὸν ἐν νεκροῖς ἐλεύθερον οὐκ ἐκράτησαν· τὴν σφραγῖδα κατέχουσι καὶ τὸν θησαυρὸν οὐκ ἔχουσιν. Ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Διὰ τί, ὦ Δαυίδ, τάφον
10εἶπας τὸν λάρυγγα τῶν κυριοκτόνων; Ἀποκρίνεται· Ἐπερώτη‐ σον τὸν ἐμὸν υἱὸν Σολομῶντα. Υἱ, μή σε πλανήσωσιν ἄν‐ δρες ἀσεβεῖς, μηδὲ βουληθῇς ἐὰν παρακαλέσωσί σε λέγοντες· Ἐλθὲ μεθ’ ἡμῶν, κοινώνησον αἵματος, ἀπο‐ κτείνωμεν ἄνδρα δίκαιον, καταπίωμεν δὲ αὐτὸν ὥσπερ
15ᾅδης ζῶντα. Ἐπειδὴ οὖν ὡς ᾅδης ζῶντα τὸν ζωοποιὸν κατέπιον,

8

.

10

τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Ἐπεὶ οὖν ἐπι‐ τάφιος οὗτος ὁ ψαλμός, ὑπὲρ τῆς κληρονομούσης εἰς τὸ τέλος καὶ εἰς τὸν θάνατον τοῦ Χριστοῦ ἐγράφη· ὅθεν καὶ τὴν ἀνάστασιν αὐτοῦ ὡς θεοῦ λόγου ἐσήμανεν εἰπών· Ὅτι πρὸς
5σὲ προσεύξομαι, κύριε· τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψει με. Ὅτι πρὸς σὲ προσεύξομαι, κύριε. Θεὸς γὰρ εἶ, ὁ ἐκ νεκρῶν ἀνι‐ στάμενος, καὶ πρός σε διὰ τῆς νυκτὸς ἐβόα ὁ χορὸς τῶν προφη‐
τῶν· Ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν. Εἰ ἄνθρωπος
10ἐτάφη, πῶς θεὸς ἀνέστη; Τάφος θεὸν χειροτονεῖν οὐκ ἔμαθε· τάφος ζημιῶσαι δύναται, προσθεῖναι οὐ δύναται. Ἄγγελοι καὶ στρατιῶται τῷ τάφῳ παρέμενον, καὶ ἰδιώτης ὁ ταφείς; Ἄγγελοι παρὰ τὸν τάφον· θεὸς γὰρ ἦν ὁ ταφείς. Στρατιῶται ἐτήρουν τὸν τάφον· βασιλεὺς γὰρ ὁ ταφείς. Ὥσπερ γὰρ ἰδιώτου τάφον στρα‐
15τιῶται οὐ τηροῦσιν, οὕτως ἀνθρώπου ψιλοῦ τάφῳ ἄγγελοι οὐ

8

.

11

παρακάθηνται. Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, ὅτε πρωῒ ἀναστὰς ἐρεῖς ταῖς μακαρίαις γυναιξί· Χαίρετε. Ὑμεῖς χαίρετε· Ἰουδαῖοι γὰρ κόπτονται. Ὑμεῖς χαίρετε· ἡ γὰρ κουστωδία τετάρακται. Ὑμεῖς χαίρετε· οἱ γὰρ τὸν τάφον τη‐
5ροῦντες, τὴν ἐνθήκην μὴ ἔχοντες, ὀλοφύρονται. Ἐπεὶ οὖν καὶ τὸ πάθος καὶ τὸν τάφον καὶ τὴν πρωΐαν τῆς ἀναστάσεως περιέχει ὁ ὑπὲρ τῆς κληρονομούσης ψαλμός, διὰ τοῦτο Εἰς τὸ τέλος ...

9

t

In Psalmum V Homilia IV Εἰς τὸν αὐτὸν ψαλμὸν ἄλλως· Τὰ ῥήματά μου ἐνώτι‐ σαι, κύριε, σύνες τῇ κραυγῇ μου.

9

.

1

Τὰ ῥήματά μου ἐνώτισαι, κύριε, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεώς σου. Τὰ ῥήματά μου ἐνώτισαι, κύριε, ὁ ῥήματι καὶ λόγῳ πάντα ἐργασάμενος. Τὰ ῥήματά μου ἐνώτισαι, κύριε, οὗ τὸ ῥῆμα μάχαιρα· Καὶ τὴν μάχαι‐
5ραν τοῦ πνεύματος ὅ ἐστι ῥῆμα θεο. Βλέπε, πῶς λέγεις,
ἀδελφέ, τῷ θεῷ· Τὰ ῥήματά μου ἐνώτισαι, κύριε;

9

.

2

Εἶτα· Σύνες τῇ κραυγῇ μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Πρῶτον γὰρ τὰ ῥήματά σου ἐρευνᾷ ὁ κύριος, ἅπερ δι’ ὅλου λαλεῖς, εἰ μὴ αἰσχρολογίας ἢ βλασφημίας ἢ ἐπιορ‐ κίας εἰσὶ ῥήματα, εἰ μὴ λοιδορίας καὶ καταλαλιᾶς καὶ συκοφαν‐
5τίας εἰσὶ ῥήματα, εἰ μή εἰσιν καταποντισμοῦ ῥήματα τῇ συκο‐ φαντίᾳ καταποντίζειν δυνάμενα τὸν συκοφαντούμενον—Ἠγάπη‐ σας ῥήματα καταποντισμο, γλώσσῃ δολίᾳ—εἰ μή εἰσιν ἀνομίας ῥήματα· Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνο‐ μία. Εἰ γὰρ ῥήματος ἀργοῦ λόγον ἀπαιτούμεθα, καθὼς λέγει·
10Πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι λόγον, πόσῳ μᾶλλον ὅταν ῥήματα κακοποιὰ προφέρῃς, ἐπὶ βλάβῃ καὶ ἀπωλείᾳ τῆς ἑαυτοῦ ψυχῆς ταῦτα γίνονται; Εἶτα τὴν κραυγήν σου δοκιμάζει ὁ θεός· εἰ μὴ ἀδίκως τινὸς κατέκραξας, εἰ μὴ θυμὸν ἄδικον τῇ κραυγῇ ἐσάλπισας, εἰ
15μὴ ἐπὶ τῷ καταπλῆξαι τὸν ἀθῷον ὡς ὀργίλος ἔκραξας, εἰ μὴ ὡς οἱ λιθάζοντες τὸν Στέφανον ἔκραξας· Κράξαντες δ, φησί, φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ’ αὐτόν. Καὶ ἡ κραυγὴ ὄχημα τοῦ φόνου

9

.

3

ἐγίνετο. Πρῶτον οὖν τὰ ῥήματά σου δοκιμάζει ὁ θεός· Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσ. Καὶ δοκιμάζει, οὐχ ἵνα τότε μάθῃ, ἀλλ’ ἵνα τότε δικάσῃ. Εἶτα τὴν κραυγήν σου ἐρευνᾷ, καὶ οὕτω τὴν δέησίν σου ὑπογράφει ὁ θεός. Ἐπεὶ οὖν τὰ ῥήματα
5ζυγοστατεῖ ὁ θεός, παρακαλῶ μὴ τὸ κάλλος τῆς ἑορτῆς λοιδορίαις ἢ αἰσχρολογίαις ὑβρίσωμεν, ἀλλ’ ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς αὐτὴν εὐωδιάσωμεν, μὴ εἰς καπηλεῖα τρέχον‐ τες, ἀλλ’ εἰς ἐκκλησίαν σπεύδοντες, μὴ μέθῃ βαπτιζόμενοι, ἀλλὰ τῇ αὐταρκείᾳ ὡραϊζόμενοι, μὴ σκιρτῶντες ὡς Ἰουδαῖοι, ἀλλὰ
10δοξολογοῦντες ὡς οἱ ἀπόστολοι, μὴ ἐν ταῖς ἀγοραῖς παίζοντες,
ἀλλ’ ἐν ταῖς οἰκίαις ψάλλοντες. Οὐδεὶς ὀρχούμενος εἰσέρχεται εἰς τὰ βασίλεια· οὐδεὶς μεθύων βασιλεῖ παρίσταται. Εἰ δὲ ἐπὶ γῆς τοσαύτη ἀσφάλεια, πολλῷ μᾶλλον ἀσφαλεστέρα ἡ ἐπουράνιος κατάστασις καὶ ἡ ἐκεῖ βασιλεία· ἧς βασιλείας καταξιωθείημεν
15ἅπαντες χαίροντες καὶ εὐφραινόμενοι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

10

t

In Psalmum V Homilia V Εἰς τὸν αὐτὸν ε ψαλμὸν ἄλλως.

10

.

1

Τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Ποῖα ῥήματα, προφῆτα; Ὁ μὲν γὰρ θεὸς οἶδεν αὐτὰ καὶ πρὶν αὐτὰ ἐνθυμηθῇς. Ἡμᾶς οὖν δίδαξον ποῖα ῥήματα πρὸς δυσώπησιν τῷ θεῷ προσήνεγκας, ἵνα καὶ ἡμεῖς τοῖς αὐτοῖς χρησώμεθα. Ποῖα ῥήματα; Ἄκουσον τὰ
5ἐν τῷ προκειμένῳ ψαλμῷ, ἅπερ λέγων τῷ θεῷ καὶ αὐτὸν δυσωπῶ

10

.

2

καὶ ἐμαυτὸν σωφρονίζω καὶ τοὺς ἀκούοντας νουθετῶ. Εἶπον ὑποκαταβάς· Ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ ε. Καὶ διὰ τί τοῦτο εἶπας; Ἐπειδὴ ἀνομίαν ἐμίσησα καὶ ἐβδελυ‐ ξάμην. Οὐ γὰρ ἁπλῶς τὰ ῥήματα ἔλεγεν ὡς οἱ πολλοί, ἀλλὰ
5πρῶτον αὐτὰ ἔδειξε πράγματι καὶ οὕτω θαρρῶν εἶπε τῷ θεῷ· Τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Εἶπον· Οὐ παροική‐ σει σοι πονηρευόμενος. Διὰ τί; Ἐπειδὴ ἀγαθὸς τῇ ὁράσει κυρίου πέφηνα· διὸ καὶ ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ πονη‐ ροῦ οὐκ ἐγίνωσκον. Εἶπον· Οὐ διαμενοῦσι παράνο‐
10μοι κατέναντι τῶν ὀφθαλμῶν σου. Καὶ διὰ τί τοῦτο εἰπεῖν
ἐθάρρησας; Ἐπειδὴ παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα· ὁ δὲ παρανομοῦντας μισῶν οὐκ ἂν παρανομίαις

10

.

3

συνεργήσῃ ποτέ. Εἶπον· Ἐμίσησας πάντας τοὺς ἐρ‐ γαζομένους τὴν ἀνομίαν. Τί οὖν; Αὐτὸς οὐκ ἠνόμησας; Ἀλλὰ ἀνομήσας ἐδεήθην· Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου. Εἶπον· Ἀπολεῖς πάντας τοὺς λαλοῦντας
5τὸ ψεῦδος· ὁ δὲ εἰδὼς ὅτι ὁ ψευδόμενος ἀπόλλυται οὐκ ἂν τὴν γλῶσσαν αὐτοῦ τῷ ψεύδει ἐσπίλωσεν, οὐδ’ ἂν ἀπωλείας ὁδὸν ταύτην ἐποίησε ψευδόμενος. Εἶπον· Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος· καὶ τὸν δόλιον ἄνδρα αἱμάτων ἐκάλεσε. Διὰ τί; Ἐπειδὴ ὁ δόλιος τοσούτους φονεύει ὅσους δολιεύ‐
10εται. Ὁ γὰρ δόλιος ἄλλο φαινόμενος καὶ ἄλλο γινόμενος τῷ στόματι ψεύδεται· Στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν. Ἐπεὶ οὖν τοιαῦτα ἐλάλει ῥήματα, ἅπερ ἦν ἱκανὰ καὶ αὐτὸν δικαιῶσαι καὶ θεὸν δυσωπῆσαι καὶ τοὺς ἀκούοντας παιδεῦ‐ σαι, διὰ τοῦτο εἶπε· Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε.

10

.

4

Σύνες τῆς κραυγῆς μου. Τί γὰρ ἆρα ὄχλος καὶ θόρυβος ἦν περὶ τὸν θεὸν καὶ ἔχρῃζε τῆς τοῦ προφήτου κραυγῆς; Οἱ γὰρ ὧδε τοῖς ἄρχουσι προσερχόμενοι, ἐπειδὴ οἴδασιν ὅτι ἔνθεν μὲν οἱ ἐν ταῖς ἀγοραῖς περιηχοῦσιν, ἑτέρωθεν δὲ οἱ ῥαβδοῦχοι θορυβοῦ‐
5σιν, ἔμπροσθεν οἱ κήρυκες κράζουσιν, αὐτὸς ὁ ἄρχων ἐπὶ ὑψηλοῦ ὀχήματος φέρεται καὶ περὶ πολλὰ ἔχει τὴν διάνοιαν—καὶ διὰ ταῦτα πάντα ὁ ἱκέτης ἀναγκάζεται μετὰ κραυγῆς ποιεῖσθαι τὴν πρόσ‐ οδον. Εἰ δὲ οὐδὲν τοιοῦτον περὶ τὸν θεόν, πῶς αὐτῷ ὁ προφήτης κράζων διελέγετο; Ἀλλ’ ὁ ἐν ἄλλοις εἰπών· Αὐτὸς γὰρ γινώσκει
10τὰ κρύφια τῆς καρδίας, καὶ Τὸ ἀκατέργαστόν μου εἶ‐ δον οἱ ὀφθαλμοί σου, ᾔδει ὅτι κραυγῆς αἰσθητῆς ὁ θεὸς οὐκ

10

.

5

ἔχρῃζε. Κραυγὴ δὲ δικαίου, ἡ παρρησία ἡ πρὸς θεόν· κραυγὴ δικαίου, πᾶν ἔργον ἐπαινετὸν ὅπερ αὐτῷ κράζουσιν οἱ τοῦτο
θαυμάζοντες. Ἐπεὶ οὖν ὁ προφήτης πᾶσαν πρᾶξιν ἀγαθὴν ἐφόρει ὡς μίαν ἀρετήν, ταύτην ἐμφανίζων θεῷ τῷ προειδότι
5ἔλεγε· Σύνες τῆς κραυγῆς μου. Καὶ διὰ τί εἶπε· Σύνες τῆς κραυγῆς μου; Ἐπειδὴ ᾔδει πολλὰς καὶ διαφόρους κραυγὰς δικαίων καὶ ἁμαρτωλῶν, ἵνα τὴν αὑτοῦ κραυγὴν ὡς δικαίου καὶ φίλου καὶ τέκνου οἰκειώσηται καὶ ἐν ταῖς πολλαῖς κραυγαῖς τὴν τοῦ ἰδίου ἐπιγνῷ 〈ὁ θεόσ〉. Εἰ δὲ ἐν ταῖς μυριοζώοις ἀγέλαις ἕκαστον
10ζῷον τὴν κραυγὴν τοῦ ἰδίου γεννήματος ἐπιγινώσκει, καὶ χιλίων μόσχων βοώντων ἑκάστη βοῦς οἶδε τὴν βοὴν τοῦ ἰδίου νεογνοῦ, καὶ μυρίων ἀρνίων βληχωμένων πρὸς τὴν ἑκάστου φωνὴν ἡ μήτηρ τρέχει καὶ οὐκ ἀποσφάλλεται, πολλῷ μᾶλλον κραζόντων μυρίων ἁμαρτωλῶν οἶδεν ὁ θεὸς τὴν τοῦ δικαίου κραυγὴν καὶ

10

.

6

ταύτην ἐπιγινώσκει ὡς καθαρὰν ἰδίου τέκνου βοήν. Σύνες τῆς κραυγῆς μου. Τὸν μαργαρίτην τὸν ἀληθινὸν καὶ τὸ νόμισ‐ μα ἄλλως ὁρᾷ ὁ ἄπειρος καὶ ἄλλως συνορᾷ ὁ ἐπιστήμων πραγ‐ ματευτής· καὶ δικαίων καὶ ἁμαρτωλῶν ῥήματα καὶ φωνὰς ἄλλως
5δέχεται ὁ κόσμος καὶ ἄλλως δοκιμάζει ἡ τοῦ θεοῦ ἀκοή. Οὐκ ἐθεάσω τινὰ ἐν πλατείᾳ κράζοντα; Καὶ ἀδικεῖ καὶ κράζει καὶ τοὺς πολλοὺς ἀπατᾷ, καὶ ὁ ἀδικούμενος σιωπᾷ καὶ ὡς ἄδικος νομί‐ ζεται. Ἵνα οὖν μὴ τοιοῦτος ὁ Δαυὶδ νομισθῇ, δοκιμαστὴν τῆς κραυγῆς αὐτοῦ τὸν θεὸν ἐκάλεσε· Σύνες τῆς κραυγῆς μου.

10

.

7

Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Καὶ τίς ἡ δέησις τοῦ δικαίου καὶ τίς ἡ ταύτης φωνή; Τί ἐστι δέησις; Δέησίς ἐστιν ἡ ἔνδεια καὶ τὸ λεῖμμα καὶ τὸ ὑστέρημα οὗ ἕκαστος ἀπορεῖ. Δέειν γὰρ τὸ λείπειν ἐστίν· ὅθεν καὶ ἐνδεόμενον ἐκεῖνον λέγομεν τὸν
5λειπόμενον τῆς ἀναγκαίας τροφῆς. Ἵνα τοίνυν δείξῃ αὐτῷ ὁ προφήτης τὴν βαθυτάτην πτωχείαν καὶ πενίαν τοῦ πνεύματος— Μακάριοι γὰρ οἱ πτωχοὶ τῷ πνεύματι· τοιοῦτος δὲ ὢν
ἐν ἄλλοις ἔλεγεν ὅτι Πτωχὸς καὶ πένης εἰμὶ ἐγ· ὁ θεός, βοήθησόν μοι—τὴν καλὴν ταύτην πτωχείαν καὶ πενίαν καὶ
10ἔνδειαν ὡς ἀρετὴν βοῶσαν προβαλλόμενος ἔλεγε· Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἀντὶ τοῦ· Οὕτω πτωχός εἰμι καὶ ταπεινὸς τῷ πνεύματι, ὅτι αὕτη μου ἡ ἔνδεια καὶ ἡ πενία ὡς χάρτης δεήσεως διὰ γραμμάτων τῶν κατορθωμάτων βοᾷ. Χάρτῃ ἔοικε καθαρῷ ἡ ταπεινοφροσύνη καὶ ἡ εὐλάβεια· γράμματα δέ

10

.

8

εἰσιν αἱ ἀρεταὶ καὶ τὰ κατορθώματα. Ὥσπερ οὖν τῷ βα‐ σιλεῖ ἡ δέησις καὶ τὰ τῆς δεήσεως ῥήματα ἄνευ χάρτου οὐ προσ‐ φέρονται, οὕτω τῷ θεῷ αἱ ἀρεταὶ πᾶσαι ὁμοῦ ἄνευ ταπεινοφρο‐ σύνης οὐκ ἐμφανίζονται. Καὶ μάρτυς ὁ Φαρισαῖος καὶ ὁ τελώνης.
5Ὁ Φαρισαῖος ἔλεγεν ἔχειν κατορθώματα· Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπα‐ γες, ἄδικοι, μοιχο· νηστεύω δὶς τοῦ σαββάτου, ἀπο‐ δεκατῶ μου τὰ ὑπάρχοντα. Καλὰ τὰ ῥήματα, ἀλλ’ ὁ χάρτης οὐδαμοῦ· καλὰ τὰ κατορθώματα, ἀλλ’ εὐλάβεια οὐδαμοῦ· καλοὶ
10οἱ λόγοι, ἀλλὰ ταπεινοφροσύνη οὐδαμοῦ. Ὁ τελώνης τὸ στῆθος ἔτυπτε καὶ ὡς ἁμαρτωλὸς προσέπιπτε καὶ τὴν ταπεινοφρο‐ σύνην ἐνεφάνισε, καὶ ὡς ἀντίδικον τὸν ὑπερήφανον Φαρισαῖον

10

.

9

ἐνίκησε· Κατέβη γὰρ οὗτος δεδικαιωμένος. Ὁ βασι‐ λεύς μου. Καὶ διὰ τί ὁ Δαυὶδ βασιλέα αὐτοῦ τὸν θεὸν ἐκάλεσεν; Ἵνα δείξῃ ὅτι, κἂν ἀνθρώπων ἐβασίλευεν, ἀλλὰ τῷ θεῷ ὡς στρα‐ τιώτης ἐδούλευε, κἂν τῶν ὁμογενῶν ἐκυρίευεν, ἀλλ’ ὑπὸ τοῦ
5βασιλέως τοῦ ἄνω ἐκυριεύετο, κἂν τὸ βασιλικὸν ἐφόρει ἀξίωμα, ἀλλ’ ὑπὸ ἁμαρτίας οὐκ ἐβασιλεύετο. Ὁ βασιλεύς μου. Ἐμοὶ μὲν γὰρ ἐπένδυμα τὸ βασιλικὸν ἀξίωμα· πρῶτον μὲν γὰρ ἄνθρω‐ πόν με ἐποίησας, καὶ οὕτω τὴν βασιλείαν ἐπέθηκας. Σοὶ δὲ συγ‐ γενὲς καὶ σύντροφον καὶ συνυπάρχον τὸ βασίλειον· Ὁ βασιλεύς

10

.

10

μου. Καὶ ἐπειδὴ ἄνθρωποι ἀνθρώπων βασιλεύουσι, τὸ ἐξαί‐ ρετον ἐπήγαγε· Καὶ ὁ θεός μου· ὁ ὡς θεὸς δημιουργήσας με καὶ ὡς βασιλεὺς πρόνοιάν μου ποιησάμενος. Διὰ τί δὲ εἶπον· Καὶ ὁ θεός μου; Ὅτι πρὸς σὲ προσεύξομαι, κύριε. Προσευχὴ
5γὰρ οὐκ ἀνθρώπῳ, οὐ στρατηγῷ, οὐχ ἡγεμόνι, οὐκ ἄρχοντι, οὐ βασιλεῖ, ἢ μόνῳ τῷ θεῷ προσφέρεται. Διὸ οὐ μόνον σε βασιλέα μου, ἀλλὰ καὶ θεόν μου ὡμολόγησα. Διὰ τί; Ὅτι πρὸς σὲ προσεύ‐ ξομαι, κύριε. Καὶ πρόσχες τῇ ἁρμονίᾳ· ἐπειδὴ εἶπε· Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, διὰ τὴν δέησιν βασιλέα εἶπεν·
10βασιλεύς μου. Ἐπειδὴ προσεύξασθαι προέθετο, θεὸν ὡμολό‐ γησε· Καὶ ὁ θεός μου. Ὡς βασιλεῖ τὴν δέησιν, ὡς θεῷ τὴν

10

.

11

προσευχὴν προσήνεγκε. Τὸ πρωῒ εἰσακούσῃ τῆς φω‐ νῆς μου. Προφῆται εἶπον περὶ τῆς κληρονόμου ἐκκλησίας· Βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωῒ πρω, ὁ μονο‐ γενὴς θεὸς ὄρθρου ἐκ νεκρῶν ἀνιστάμενος. Ἐκείνην τὴν πρωϊνὴν
5αὐτῇ βοήθειαν κἀγὼ ἐπεύχομαι· Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστήσομαί σοι, ἵνα, θεασάμενός σε ὡς ἀπὸ θαλάμου τοῦ τάφου νυμφίον ἀνιστάμενον, ἵνα παρα‐ στήσῃς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, εἴπω μετ’ ἀγγέ‐ λων εὐφημῶν· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου.

10

.

12

Ἵνα οὖν τοῦτο ἴδω, τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπό‐ ψει με, ἢ ἐπόψομαι· τὰ γὰρ δύο κεῖται. Ἐὰν μὲν Ἐπόψει με, ἀντὶ τοῦ· Εἶδες ποιμαίνοντα, ἐπόψει βασιλεύοντα· εἶδες ψάλ‐ λοντα, ἐπόψει προφητεύοντα· εἶδες τὸν λέοντα καὶ τὴν ἄρκον
5τύπτοντα, ἐπόψει τὸν Γολιὰθ καὶ τοὺς ἀλλοφύλους πατάσσοντα· εἶδες ἐν τῷ νῦν αἰῶνι μετὰ προφητῶν σε δοξάζοντα, ἐπόψει ἐν
τῷ μέλλοντι μετ’ ἀγγέλων ψάλλοντα, ὅτε καὶ ἐναντίον ἀγγέ‐

10

.

13

λων ψαλῶ σοι. Ἐὰν δὲ Ἐπόψομαι· Εἶδον, φησί, τὰ πρόσκαιρα θλιβερά, ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς· ἐπόψομαι τὰ αἰώνια ἀγαθά· Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων. Εἶδον προφήτας, ἐπόψομαι εὐαγγε‐
5λιστάς· εἶδον ἐξ οὐρανοῦ καταβαίνοντα, ἐπόψομαι ἀναβαίνοντα. Περὶ τῆς καταβάσεως εἶπον· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον· περὶ τῆς ἀναβάσεως· Ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμ, κύριος ἐν φωνῇ σάλπιγγος...

11

t

In Psalmum V Homilia VI Εἰς τὸν αὐτὸν ψαλμόν, τῇ Λαμπρᾷ τῇ δευτέρᾳ καὶ εἰς τὸν Ἰωσήφ.

11

.

1

Εὐφραινέσθω καὶ νῦν ἡ κληρονόμος ἐκκλησία· ὁ γὰρ ταύτης νυμφίος Χριστὸς παθὼν ἀνέστη. Ἐπένθησεν ἐπὶ τῷ παθόντι· εὐ‐ φραινέσθω ἐπὶ τῷ ἀναστάντι. Εὐφραινέσθω ἡ κληρονόμος· ᾐσχύνθη γὰρ ἡ ἀποκληρονόμος, ὅτι ἀπέκτεινε τὸν κληρονόμον καὶ ἀπώ‐
5λεσε τὴν κληρονομίαν. Ἀνέστη ὁ νυμφίος καὶ ᾐσχύνθη ὁ τῆς νύμφης ἀντίδικος Ἰουδαῖος. Καὶ διὰ τί ᾐσχύνθη ὁ Ἰουδαῖος; Ὅτι τὴν ἀνάστασιν Χριστοῦ ἐσυκοφάντησεν εἰπών· Οἱ μαθηταὶ τὸν κύριον ἔκλεψαν ἐκ τοῦ τάφου. Καὶ εἰ ἐκ τοῦ τάφου ἔκλεψαν, τί ὠφέλησαν νεκρὸν κλέψαντες καὶ πάλιν ἀλλαχοῦ θάψαντες; Εἰ
10δὲ ἐκ τάφου ἔκλεψαν καὶ ἀλλαχοῦ ἔθαψαν, πῶς ἐν τῷ ὀνόματι τοῦ νεκροῦ τὸν χωλὸν οἱ ἀπόστολοι ἔγειραν; Νεκρὸς χωλὸν οὐκ
ἐγείρει, νεκρὸς πόδας οὐ χαρίζεται, νεκρὸς περιπατεῖν οὐ διδάσκει·

11

.

2

ὃ οὐκ οἶδεν αὐτός, ἄλλον οὐ διδάσκει. Ἀνέστη ὁ νυμφίος καί, ὡς δικαστῇ συνήγοροι, οἱ ἅγιοι προφῆται καὶ ἀπόστολοι ὑπὲρ τῆς κληρονομούσης ἐκκλησίας αὐτῷ προσέρχονται. Εἰς τὸ τέλος γάρ, ὑπὲρ τῆς κληρονομούσης· ὑπὲρ ἧς ὁ νυμφίος
5ἀπέθανεν, ὑπὲρ ταύτης οἱ φίλοι τοῦ νυμφίου ὡς βασιλεῖ προσέρ‐ χονται. Εὐφραίνου, ὦ ἐκκλησία νύμφη· ἡ γὰρ τοῦ νυμφίου ἀνά‐ στασις ἀνέστησέ σε χαμαὶ κειμένην καὶ πατουμένην. Οὐκέτι βω‐ μοὶ δαιμόνων τὰ σὰ τέκνα μερίζονται, ἀλλὰ ναοὶ Χριστοῦ τοὺς νεοφωτίστους ἐναγκαλίζονται. Οὐκέτι εἰδωλεῖα τυραννοῦσιν, ἀλλὰ
10θυσιαστήρια Χριστοῦ βασιλεύουσιν. Οὐκέτι αὐλοὶ τῇ χρυσῇ εἰκόνι προσκυνεῖν ἀναγκάζουσιν, ἀλλὰ ψαλμοὶ τῷ θεῷ προσκυ‐ νεῖν διδάσκουσιν. Οὐκέτι πόδες πόρνης ὀρχοῦνται Ἰωάννου θάνατον, ἀλλὰ πόδες ἐκκλησίας πατοῦσι τὸν θάνατον. Ἐπαύ‐ σαντο αἱ ἀποστασίαι καὶ ἤκμασαν αἱ γονυκλισίαι· ἤργησαν αἱ
15τραγῳδίαι καὶ ἤνθησαν αἱ ψαλμῳδίαι. Οὐκ ἀναβαίνει καπνὸς ἀπὸ κνίσης, ἀλλὰ τῶν προσευχῶν τὸ θυμίαμα· Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Οὐκ ἐνεργοῦ‐ σιν ἀλόγων σφαγαί· ἐσφάγη γὰρ ὁ ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν

11

.

3

τοῦ κόσμου. Ὢ τοῦ θαύματος. Ὁ ᾅδης κατέπιε τὸν δεσπότην Χριστὸν καὶ οὐκ ἔπεψεν. Ὁ λέων κατέπιε τὸν ἀμνὸν καὶ ἀπεστο‐ μαχίσθη. Ὁ θάνατος κατέπιε τὴν ζωὴν καὶ ναυτιάσας ἔμεσε καὶ τοὺς προκαταποθέντας. Ὁ γίγας τὸν ἀποθανόντα Χριστὸν βα‐
5στάσαι οὐκ ἴσχυσεν. Ὁ νεκρὸς φοβερὸς τῷ γίγαντι γέγονε· ζῶντι ἐπάλαισε καὶ ὑπὸ νεκροῦ νικηθεὶς ἔπεσεν. Εἰ ὑπὸ ζῶντος ἐνικήθη ὁ διάβολος, εἶχε προφασίζεσθαι ὅτι θεῷ παλαίειν οὐκ ἴσχυσα. Ἀλλὰ ζῶντι ἐπάλαισε καὶ ἀποθανόντι ὑπέπεσε καὶ πᾶσαν πρό‐ φασιν ἀπώλεσεν. Εἷς κόκκος ἐσπάρη καὶ ὅλος ὁ κόσμος ἐτράφη.
10Ὡς ἄνθρωπος ἐσφάγη καὶ ὡς θεὸς ἐζωοποιήθη καὶ ἐζωοποίησε
τὴν οἰκουμένην. Ὡς ὄστρεον ἐπατήθη καὶ ὡς μαργαρίτης ἐκόσ‐ μησε τὴν ἐκκλησίαν. Ὡς πρόβατον ἐτύθη καὶ ὡς ποιμὴν ῥάβδῳ τῷ σταυρῷ ἐδίωξε τὴν τῶν δαιμόνων ἀγέλην. Ὡς λύχνος ἐπὶ λυχνίαν τὸν σταυρὸν ἐσβέσθη καὶ ὡς ἥλιος ἀνέτειλεν ἐκ τοῦ τά‐

11

.

4

φου. Ἦν ἰδεῖν θέαμα διπλοῦν· σταυρουμένου Χριστοῦ ἡ ἡμέρα ἐσκοτίζετο καὶ ἀνισταμένου αὐτοῦ ἡ νὺξ ὡς ἡμέρα ἐφωτί‐ ζετο. Διὰ τί ἡ ἡμέρα ἐσκοτίζετο; Ἐπειδὴ περὶ αὐτοῦ γέγραπται· Ἔθετο σκότος ἀποκρυφὴν αὐτο. Διὰ τί δὲ ἡ νὺξ ὡς
5ἡμέρα ἐφωτίζετο; Ὅτι αὐτῷ ὁ προφήτης ἔλεγεν· Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σο, καὶ νὺξ ὡς ἡμέρα φωτι‐ σθήσεται. Ὦ νὺξ ἡμέρας λαμπροτέρα· ὦ νὺξ ἡλίου φαιδροτέρα· ὦ νὺξ χιόνος λευκοτέρα· ὦ νὺξ ἀστραπῆς φαεινοτέρα· ὦ νὺξ λαμπάδων διαυγεστέρα· ὦ νὺξ παραδείσου τερπνοτέρα· ὦ νὺξ
10σκότους ἀπηλλαγμένη· ὦ νὺξ φωτὸς πεπληρωμένη· ὦ νὺξ ἡ τὸν ὕπνον διώκουσα· ὦ νὺξ ἡ ἀγρυπνεῖν μετ’ ἀγγέλων διδάσκουσα· ὦ νὺξ φοβερὰ τοῖς δαίμοσιν· ὦ νὺξ ἐνιαυτοῦ ἐπιθυμία· ὦ νὺξ νυμφαγωγὸς τῆς ἐκκλησίας· ὦ νὺξ ἡ τῶν νεοφωτίστων μήτηρ· ὦ νὺξ ἐν ᾗ νυστάξας ὁ διάβολος γεγύμνωται· ὦ νὺξ ἐν ᾗ ὁ κλη‐
15ρονόμος εἰς τὴν κληρονομίαν τὴν κληρονόμον εἰσήγαγεν· Εἰς τὸ

11

.

5

τέλος, ὑπὲρ τῆς κληρονομούσης. Ἐπειδὴ γὰρ ἡ συνα‐ γωγὴ τῷ Χριστῷ ὡς ἡ Αἰγυπτία τῷ Ἰωσὴφ ἐπεβούλευσε, καὶ ὡς ἀρχιμαγείρῳ τῷ νόμῳ συνεζευγμένη, τῷ ταῖς θυσίαις αὐτὴν καπνίζοντι—ἀρχιμάγειρος 〈γὰρ〉 ὁ Ἰουδαϊκὸς νόμος ὡς ταῖς κνίσαις
5χαίρων—συνάπτεσθαι παρὰ τὸν νόμον τοῦ εὐαγγελίου τῷ Χριστῷ ἤθελε καὶ ἀποκλεῖσαι τῇ παρθένῳ Ἀσσενέθ, τῇ ἐκκλη‐ σίᾳ, ἐβούλετο, ἵνα τὸν πλοῦτον καὶ τὸ κάλλος τοῦ νυμφίου λῃστεύ‐ σασα, τὴν νύμφην ποιήσῃ ἀποκληρονόμον, διὰ ταῦτα, ὅτε ἀπὸ τοῦ τάφου ἐξῆλθεν ὁ Χριστός, ὡς ἀπὸ τῆς φυλακῆς ὁ Ἰωσήφ,
10καὶ ἐπὶ τὸ βασιλικὸν αὑτοῦ ἅρμα ἐπὶ τῶν Χερουβὶμ ἐκάθισε—Τὸ
ἅρμα τοῦ θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων— τότε αὐτῷ οἱ ἅγιοι ὑπὲρ τῆς κληρονομούσης προσηύχοντο.

11

.

6

Καὶ μή σε ξενιζέτω ὅτι τὴν εἰκόνα τοῦ Χριστοῦ ὁ Ἰωσὴφ ἔφερεν. Αὐτὰ γάρ σε διδάξει τὰ πράγματα. Περὶ τοῦ Ἰωσὴφ γέγραπται· Ἰακὼβ δὲ ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτο· περὶ τοῦ Χριστοῦ· Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ
5πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτο. Τῷ Ἰωσὴφ ἐποίησεν ὁ πατὴρ χιτῶνα ποικίλον· καὶ ὁ Χριστός· Ἀγαλλιάσεται ἡ ψυχή μου ἐπὶ τῷ κυρί· ἐνέδυσε γάρ με ἱμάτιον σωτη‐ ρίου καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ μοι ὡς νυμφίῳ μίτραν. Περὶ τοῦ Ἰωσὴφ γέγραπται· Καὶ ἦν Ἰωσὴφ καλὸς
10τῷ εἴδει καὶ ὡραῖος τῇ ὅψει σφόδρα· καὶ ὁ κύριος· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁ προφήτης ἔφη περὶ τοῦ Χριστοῦ. Κατήνεγκαν ψόγον πονηρὸν τῷ Ἰωσὴφ οἱ ἀδελφοί, καὶ οἱ Ἰουδαῖοι ψέγοντες τὸν κύριον ἔλεγον· Ἡμεῖς ἐκ πορνείας οὐκ ἐγεννήθημεν, ἀντὶ τοῦ· Ὡς σὺ ὁ τῆς ἀνυμ‐
15φεύτου κόρης υἱός. Ὁ Ἰωσὴφ ἀπεστάλη πρὸς τοὺς ἀδελφοὺς ὡς ἰατρὸς ἐπισκεψόμενος καὶ ηὑρέθη ὡς ἐχθρὸς ἐπιβουλευόμενος, καὶ ὁ Χριστὸς ἀπεστάλη ὡς ποιμὴν σπλαγχνιζόμενος καὶ ὤφθη ὡς

11

.

7

λῃστὴς σταυρούμενος. Ὁ Ἰωσὴφ ἐπράθη εἴκοσι χρυσῶν, καὶ ὁ Χριστὸς τριάκοντα ἀργυρίων. Τὸν Ἰωσὴφ ὁ εἷς τῶν δώδεκα ἀδελφῶν τοῖς Ἰσμαηλίταις ἐπώλησεν, ὁ εἰπών· Δεῦτε ἀποδώ‐ μεθα αὐτὸν τοῖς Ἰσμαηλίταις· καὶ τὸν Χριστὸν ὁ εἷς τῶν
5δώδεκα μαθητῶν, μᾶλλον δὲ ἀδελφῶν, τοῖς Ἰσραηλίταις πέπρα‐ κεν. Ἐκεῖ Ἰούδας συνεφώνει, καὶ ὧδε Ἰούδας ἐπώλει. Τὸν Ἰω‐ σὴφ ἐξέδυσαν οἱ ἀδελφοί, καὶ τὸν Χριστὸν οἱ στρατιῶται. Ὁ Ἰωσὴφ ἐν τῷ λάκκῳ, καὶ ὁ Χριστὸς ἐν τῷ τάφῳ. Τὸν Ἰωσὴφ εἰς δεσμωτήριον ἔβαλεν ἡ τῆς Αἰγυπτίας συκοφαντία, καὶ τὸν Χρισ‐
10τὸν δέσμιον τῷ Πιλάτῳ παρέδωκεν ἡ τῆς συναγωγῆς ψευδο‐ μαρτυρία. Ἐκεῖνος δύο εὐνούχοις, τῷ ἀρχιοινοχόῳ καὶ τῷ ἀρχι‐ σιτοποιῷ, παρέστη, καὶ ὁ Χριστὸς δύο λῃσταῖς συνεσταυρώθη, τῷ ἐκ δεξιῶν καὶ τῷ ἐξ εὐωνύμων. Ὁ Ἰωσὴφ τῶν δύο εὐνούχων τὸν ἕνα εἰς τὰ βασίλεια παρέπεμψε, καὶ ὁ Χριστὸς τῶν δύο λῃσ‐
15τῶν τὸν ἕνα εἰς τὴν βασιλείαν εἰσήγαγε· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσ. Ὁ Ἰωσὴφ ὑπὸ τῆς Αἰγυπτίας κρα‐ τούμενος ἀφῆκεν αὐτῇ τὰ ἱμάτια καὶ ἐξῆλθεν· ὁ Χριστὸς ὑπὸ τοῦ θανάτου κρατούμενος ἐξῆλθε καὶ τὰ ὀθόνια ἃ ἐφόρει ἐν τῷ τάφῳ ἀφῆκε· Καὶ παρακύψας Ἰωάννης βλέπει τὰ ὀθόνια. Εἶχεν ἡ
20Αἰγυπτία τὰ ἱμάτια καὶ τὸν Ἰωσὴφ οὐ κατέσχεν· εἶχεν ὁ τάφος τὰ ὀθόνια καὶ τὸν κύριον οὐκ ἐκράτησε, καθότι οὐκ ἦν δυνατὸν

11

.

8

κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ. Διὸ παρακαλῶ, ὅσοι τοῦ Ἰωσὴφ ἀκροᾶται, γενώμεθα τῆς σωφροσύνης αὐτοῦ μιμηταί. Ἰωσὴφ ὑπὸ ἀδελφῶν ἐπράθη καὶ ὑπὸ θεοῦ ἠλευθερώθη· καὶ σύ, ὦ νεοφώτιστε, ἦσθά ποτε τῇ ἁμαρτίᾳ πραθεὶς καὶ χάριτι Χρισ‐
5τοῦ ἠλευθερώθης· Τῇ ἐλευθερίᾳ οὖν ᾗ ὁ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε. Ἰωσὴφ ἐν τῇ ἐρήμῳ ἦν πλανώμενος καὶ ὑπὸ θεοῦ εἰς βασιλέα ὁδηγούμενος—Ἀλλ’ ὁ ὁδηγῶν ὡσεὶ πρό‐ βατον τὸν Ἰωσήφ—καί σε πλανώμενον εὗρεν ὡς πρόβατον καὶ ὡς ποιμὴν ἐβάστασε καὶ εἰς τὰ ἄνω βασίλεια δῶρόν σε τῷ

11

.

9

πατρὶ προσήνεγκε. Μίμησαι τὸν σώφρονα· μαγείρῳ ὁ Ἰωσὴφ ἐπιπράσκετο καὶ ὡς καπνὸν τὴν Αἰγυπτίαν ἀπεστρέφετο. Ὁ σώφρων ὑπὸ τοῦ καπνοῦ τὴν κόρην ἐδριμύσσετο καὶ ἡ πόρνη ὑπὸ τοῦ πάθους τὸν νοῦν ἐκαπνίζετο. Χιτῶνα ἐκράτησεν, ἀλλὰ
5σωφροσύνην οὐκ ἐσύλησε· τοῖς ἱματίοις ἐπάλαιε, τὸν δὲ ἀθλητὴν οὐκ ἐσκέλισε· λυσσῶσα τὰ ἱμάτια ἔδακεν, ἀλλὰ τὸν νεανίσκον λυσσόδηκτον οὐκ ἐποίησε. Πρόσεχε· ὅταν κύων λυσσήσας περι‐ σχίσῃ τινά, ἐκεῖνος ταχέως ἀποδύεται καὶ ῥίπτει τὰ ἐνδύματα,
ἵνα μὴ δι’ αὐτῶν ὁ ἰὸς ὁδεύων σπέρμα θανάτου τῷ φοροῦντι
10γένηται· οὕτως ὁ Ἰωσὴφ τῇ Αἰγυπτίᾳ λυσσώσῃ καὶ τῶν ἱμα‐ τίων αὐτοῦ καθαψαμένῃ προσέρριψε τὰ ἱμάτια καὶ τὸν θανά‐ σιμον ἰὸν τῆς μοιχείας ἔφυγεν. Εἰ δὲ ἐκεῖνον δουλεύοντα ἡ ἰδία δέσποινα τῇ ἁμαρτίᾳ οὐκ ἐδούλωσε, σὲ μὴ δουλώσῃ πόρνη, ὦ νεοφώτιστε, μήτε δούλη σοι τῷ ἐλευθέρῳ παράκοιτος γένηται
15πόρνη. Παλλακὴ γάρ ἐστι κατοικίδιος δούλη, καταδου‐ λοῦσα τὸν ἐλεύθερον. Ὢ τῆς ἐναντιότητος· τὸν Ἰωσὴφ δουλεύ‐ οντα ἡ δέσποινα τῇ ἁμαρτίᾳ οὐκ ἐδούλωσε, καὶ δεσπότης ἐλεύ‐

11

.

10

θερος δοῦλος τῆς δούλης διὰ πάθος γίνεται. Ἀλλὰ μέλλει τῷ τοιούτῳ ὁ Ἰωσὴφ δικάζεσθαι ἐν ἡμέρᾳ κρίσεως· Ἐγώ, λέγων, ἐπὶ ξένης πεπραμένος οὐκ ἐπράθην τῇ ἁμαρτίᾳ οὐδὲ ξένον ἐμαυτὸν τοῦ θεοῦ ἐποίησα, καὶ ταῦτα νόμον μὴ λαβών, προφήτας μὴ
5μαθών, εὐαγγέλια μὴ ἀναγνούς, καὶ ὅμως πρὸ τῶν γραμμάτων ἐκείνων βιβλίον σωφροσύνης ἑαυτὸν τῷ βίῳ ἐκαλλιγράφησα. Σὺ δέ, ὦ νεοφώτιστε, μετὰ νόμον, μετὰ προφήτας, μετὰ εὐαγγέλια, μετὰ διδασκαλίαν καὶ κατήχησιν, μετὰ τὸ ἀθλητικὸν ἄλειμμα, μετὰ τὸ νυμφικὸν λοῦσμα, μετὰ τὸ πνευματικὸν χρῖσμα, μετὰ τὸ
10λαμπρὸν ἔνδυμα, δοῦλος δούλης γέγονας τῷ πάθει δουλούμενος. Φύγε τὴν δουλείαν τῆς ἁμαρτίας καὶ λάβε τὴν κληρονομίαν τῆς

11

.

11

υἱοθεσίας· Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης. Δοῦ‐ λον οἱ νόμοι Ῥωμαίων κληρονόμον οὐ παραδέχονται καὶ τὸν δουλεύοντα τῇ ἁμαρτίᾳ οἱ τοῦ θεοῦ νόμοι τῆς κληρονομίας ἐκβάλ‐ λουσιν. Ἔχεις τὴν θύραν τοῦ νόμου, φύγε τὴν παράθυρον τῆς
5ἀνομίας· Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας, ἀλλὰ ἐμβαί‐ νων ἀλλαχόθεν, κλέπτης ἐστὶ καὶ λῃστής· κλέπτης, ὡς λανθάνων ἐν τῷ πορνεύειν· λῃστής, ὡς διορύττων ἀλλότριον γάμον. Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας τοῦ νομίμου
γάμου, ποιμήν ἐστι τῶν προβάτων, πατήρ ἐστι τῶν γνη‐
10σίων τέκνων· κάτω μὲν κληρονομούμενος, ἄνω δὲ κληρονόμος γινόμενος. Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης ...

12

t

In Psalmum VI Εἰς τὸν ς ψαλμόν. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.

12

.

1

Στρατιώτου πλημμελήσαντος ἀπολογία τοῦ λυπηθέντος βα‐ σιλέως γίνεται θεραπεία, καὶ ἡ τοῦ ἁμαρτήσαντος οἰκέτου πρόσ‐ πτωσις τῷ θυμωθέντι δεσπότῃ παράκλησις. Ἐπεὶ οὖν ἁμαρτή‐ σας ὁ Δαυίδ, καὶ ὡς στρατιώτης βασιλέα παρώργισε τὸν θεὸν
5καὶ ὡς δοῦλος δεσπότην θυμωθῆναι ἐποίησε, διὰ ταῦτα ἀξιῶν καὶ ἱκετεύων ὡς οἰκέτης δεσπότην τὸν θεὸν παρεκάλει· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύ‐ σῃς με. Ἐθυμώθης μοι ἁμαρτήσαντι, διαλλάγηθι μετανοή‐ σαντι· ὠργίσθης πλανηθέντι, ἱλάσθητι ἐπιστρέψαντι. Τὸν σὸν
10ὅρκον, δέσποτα, πρὸς δυσώπησιν προσφέρω σοι. Εἶπας· Κατ’ ἐμαυτοῦ ὤμοσα ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλο, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Παρα‐ καλῶ, ὃ εἶπας ποίησον. Ἐπεὶ οὖν πλανηθεὶς ἀπέστρεψα καὶ ἁμαρτήσας μετενόησα, ἀλλ’ οὐχ ὡς ὁ Κάϊν ἀπηναισχύντησα
15—Ἐκεῖνος ἐρωτηθείς· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; εἶπεν· Οὐ γινώσκω. Ἐγὼ εἶπον· Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώ‐ σκω—κύριε, μὴ τῷ θύμῳ σου ἐλέγξῃς με, ἵνα φιλανθρωπίας τυχὼν καὶ ἄλλοις ὁδὸς μετανοίας γένωμαι, ἵνα διδάξω ἀνόμους
τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

12

.

2

Διὰ τί δὲ καὶ ὑπὲρ τῆς ὀγδόης ἐπεγράφη ὁ ψαλμός; Εἰς τὸ τέλος γάρ, ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυίδ. Ὀγδόην οἶδεν ἡ μὲν παλαιὰ διαθήκη τὴν περιτομήν, ἡ δὲ καινὴ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἐν ᾗ ὁ θάνατος περιτέμνεται.
5Ὁ πρὸ τούτου ὑπὲρ τῆς κληρονομούσης ἐπεγράφη, ἐκκλη‐ σίας ἢ ψυχῆς, καὶ περὶ μὲν τῶν κληρονόμων ἔλεγεν· Εὐφρανθή‐ σονται πάντες οἱ ἐλπίζοντες ἐπὶ σο· εἰς αἰῶνα ἀγαλ‐ λιάσονται· περὶ δὲ τῶν ἀπροκληρονόμων· Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέ‐
10ναντι τῶν ὀφθαλμῶν σου. Ὡς ἔμαθεν ὁ Δαυὶδ ὅτι ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος, αὐτὸς δὲ δόλῳ τὸν Οὐρίαν ἀνεῖλε, καὶ ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεο, ἵνα μὴ ἀποκληρονόμος διὰ τὸ ἄγος γένηται, τὸν ὑπὲρ
15τῆς ὀγδόης καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως ψάλλων παρεκάλει· Ἐπειδὴ μοιχεία με καὶ φόνος τῆς κληρονομίας ἐκβάλλουσι, κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύ‐ σῃς με. Μὴ ὀργισθῇς μοι διὰ τὸν Οὐρίαν, μὴ θυμωθῇς μοι διὰ

12

.

3

τὴν Βηρσάβεε. Καὶ διὰ τί ἐν τῇ ὀγδόῃ ἡ περιτομή; Ἐπειδὴ τὰς πρώτας ἑπτὰ ἡμέρας τὸ βρέφος ἐφόρει τὰ σπάργανα, τῇ δὲ ὀγδόῃ λυόμενον τὴν περιτομὴν ἐλάμβανε, σημεῖον σφραγῖδος τῆς τοῦ Ἀβραὰμ πίστεως, ἵνα καὶ ἡμεῖς, κἂν τὴν ἑβδομάδα τοῦ βίου
5ἐφορέσαμεν τὰ τῶν κακιῶν σπάργανα σειραῖς τῶν ἰδίων ἁμαρτη‐ μάτων σφιγγόμενοι, εἰς τὸ τέλος τῆς ζωῆς ταῦτα διαρρήξωμεν καὶ ὡς ἐν ὀγδόῃ τῇ ἀναστάσει τὸν θάνατον περιτεμνόμενοι τὸν ἰσάγγελον βίον ἀσπασώμεθα· Ἐν γὰρ τῇ ἀναστάσει οὐ
γαμοῦσι. Διὸ καὶ περιτομὴ εἰς τὰ γεννητικὰ ἐδίδοτο, ἵνα καὶ
10οἱ Χριστιανοὶ μετὰ ταῦτα μάθωσι τὰ τικτόμενα βρέφη μετὰ τῆς μήτρας σπάργανα, καὶ πρὸ αὐτῶν τῶν αἰσθητῶν σπαργάνων, σφραγίζειν αὐτὰ τῷ βαπτίσματι ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, περὶ ἧς λέγει ὁ Παῦλος· Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι

12

.

4

ἐν τῇ περιτομῇ τοῦ Χριστο. Εἰ οὖν ἡ τοῦ Ἰουδαίου περιτομὴ πρώϊμος καὶ ταχεῖα καὶ εὐθὺς μετὰ τὰ σπάργανα τῷ βρέφει ἐδίδοτο, πολλῷ μᾶλλον ἡ τοῦ Χριστοῦ περιτομὴ ἡ διὰ τοῦ βαπτίσματος ὀφείλει ταχινωτέρα τῷ βρέφει πρὸς ἀσφάλειαν
5δίδοσθαι· τοῦτο μέν, ἵνα τὸν Χριστὸν ἐνδυσάμενον ὡς θώρακα μὴ φοβηθῇ τοὺς πολεμίους δαίμονας· τοῦτο δέ, ἵνα μὴ προδοθῇ εἰς αἵρεσιν καὶ αἰχμάλωτον γένηται—νόει ἃ λέγω· οἴδατε τὰ γινόμενα—τοῦτο δέ, ἵνα, κἂν τελευτήσῃ, μὴ ἐξέλθῃ ἀσφράγιστον. Καὶ ὅτε διὰ πατέρα ἢ μητέρα ἑτερόδοξον τὸ βρέφος ἐβαπτίσθη,
10καὶ οὐκ ἐβαπτίσθη, ἀλλὰ κατεβαπτίσθη εἰς αἵρεσιν, οὔπω τὸν βίον ἔπλευσε καὶ ἤδη ἐναυάγησε. Πρὸ τοῦ αἰσθητοῦ ἱματίου τὸ βασιλικὸν Χριστοῦ ἱμάτιον τὸ βρέφος ἔνδυσον, ἵνα καυχήσῃ ὅτι τὸ παιδίον σου ὡς βασιλεὺς εἰς πορφύραν γεγέννηται. Ὁ μὴ περιτεμνόμενος ἐν τῷ νόμῳ ὀκταήμερος ἐπικατάρατος ἦν· ὁ μὴ
15βαπτιζόμενος ἐν τῇ χάριτι τῆς βασιλείας τῶν οὐρανῶν ξένος καὶ ἀλλότριος. Ὁ γὰρ εἰπὼν ἐν τῷ νόμῳ· Ἐπικατάρατος πᾶς ἄρσην ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδό, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαο, ὁ αὐτὸς εἶπε μετὰ ὅρκου ἐν τῇ χάριτι· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή
20τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται ἰδεῖν

12

.

5

τὴν βασιλείαν τοῦ θεο. Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης. Εἰς τὸ τέλος, διὰ τί; Ἐπειδὴ εἰς τὴν ἀρχὴν εἶπε· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, ὥς τινων λεγόντων· Ἆρα εἰσηκούσθη; Ποῦ δυνάμεθα εὑρεῖν ὅτι προσευξάμενος εἰση‐
5κούσθη; Ἀποκρίνεται· Εἰς τὸ τέλος. Ἀνάγνωθι τὸ τέλος τοῦ ψαλμοῦ καὶ εὑρήσεις λέγοντα· Ἀπόστητε ἀπ’ ἐμο, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου, προσέσχε τῇ δεήσει μου. Πότε;

12

.

6

Εἰς τὸ τέλος. Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης. Διὰ τί δὲ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἀνέστη ὁ κύριος; Ἐπειδὴ πρώτη ὀγδοὰς ἀνθρώ‐ πων ἐπὶ τοῦ Νῶε, μετὰ τὸν τοῦ παλαιοῦ κόσμου θάνατον, νέον κόσμον εἰς γένος ἀνέστησεν. Ὅτε γὰρ ὁ κόσμος, πυρέξας τῇ πορ‐
5νείᾳ, ἀπέθανε τῇ ἁμαρτίᾳ καὶ ἐτάφη ἐν τοῖς τοῦ κατακλυσμοῦ ὕδασι, τότε ὀγδοὰς ἀνθρώπων, ἐν τῇ κιβωτῷ φυλαχθεῖσα, διὰ τῆς τεκνογονίας τὸν κόσμον ἀνέστησε. Καὶ ὅτι ἡ τεκνογονία ἀνά‐ στασις λέγεται, ἄκουσον τῆς μητρὸς Εὔας λεγούσης, ὅτε ἔτεκε τὸν Σήθ· Ἐξανέστησε γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον
10ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Καὶ ὁ νόμος· Ἐάν τις, φησίν, ἀποθάνῃ ἄτεκνος, λήψεται ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτο. Καὶ ἦν ἡ ἐξανάστασις σβεννυμένου καὶ ἀποθνήσκοντος γένους

12

.

7

ἀνανέωσις. Ἐπεὶ οὖν πρώτη ἀνάστασις τοῦ γένους μετὰ τὸν κατακλυσμὸν διὰ ὀγδοάδος ἀνθρώπων ἐγένετο, διὰ τοῦτο καὶ ὁ κύριος πρῶτος τὴν ἀνάστασιν τῶν νεκρῶν ἐν τῇ ὀγδόῃ ἄρχεται, ὅτε καθάπερ ἐν κιβωτῷ τῷ τάφῳ ὡς ὁ Νῶε ἔμεινε καὶ τὸν κα‐
5τακλυσμὸν τῆς ἀσεβείας ἔπαυσε καὶ τὸ βάπτισμα τῆς παλιγγε‐ νεσίας ἐπέδωκεν, ἵνα συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ

12

.

8

κοινωνοὶ τῆς ἀναστάσεως αὐτοῦ γενώμεθα. Ἐπεὶ οὖν ἡ ὀγδόη προεσάλπιζεν ἐν τῷ νόμῳ τὴν τῶν νεκρῶν ἀνάστασιν καὶ τὴν τῶν ἑκάστου ἔργων ἀνταπόδοσιν, διὰ ταῦτα ἁμαρτήσας εἰς τὴν τοῦ Οὐρίου ὁ Δαυίδ, ὑπὲρ τῆς ὀγδόης καὶ τῆς ἐν ἀνέσει αὐτοῦ
5ἀναστάσεως παρακαλῶν ἔλεγε· Κύριε, μὴ τῷ θυμῷ σου
ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὧδε μετα‐ νοῶ καὶ ἐξομολογοῦμαι, δέσποτα, ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολο‐ γήσεταί σοι; Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης ἐν ὕμνοις·
10ψαλμὸς τῷ Δαυίδ. Καὶ καλῶς ὑπὲρ τῆς ὀγδόης προσηύχετο ὁ ὄγδοος τοῦ Ἰεσσαὶ υἱὸς καὶ πατὴρ τοῦ ἀναστάντος ἐν τῇ ὀγ‐ δόῃ Χριστοῦ. Εἰς τὸ τέλος, καὶ τῆς τοῦ προφήτου ζωῆς καὶ τῆς τοῦ κόσμου συστολῆς· Ἀπαρχὴ ὁ Χριστός, ἔπειτα οἱ

12

.

9

τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτο. Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης, καὶ ὑπὲρ τῆς αὐτοῦ ἐν δόξῃ ἀναστάσεως καὶ ὑπὲρ τῆς τῶν ἡμαρτηκότων καὶ μετανοησάντων ἐγέρσεως. Ἐν ὕμνοις, ἵνα οἱ θρῆνοι τοῖς ἁμαρτήσασι καὶ μετανοήσασιν εἰς
5ὕμνους μετέλθωσιν. Ὥσπερ γὰρ αἱ τῶν ἁμαρτωλῶν ἑορταὶ εἰς πένθος καὶ αἱ ᾠδαὶ εἰς θρῆνον μεταβάλλονται, καθὼς ἔλεγεν ὁ θεός· Καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, οὕτω πάλιν οἱ τῶν μετανοη‐ σάντων θρῆνοι εἰς ὕμνους μεταβάλλονται. Εἰς τὸ τέλος ἐν
10ὕμνοις· ψαλμὸς τῷ Δαυίδ. Πρᾶξις ἀγαθὴ καὶ καρπὸς με‐ τανοίας καὶ τῷ προφήτῃ καὶ παντὶ τῷ ἱκανῷ τῇ χειρί· Ποιήσατε γὰρ καρποὺς ἀξίους τῆς μετανοίας, ἵνα ἕκαστος μετανοήσας καὶ καρποφορήσας θεῷ καὶ τοῖς πένησι λέγῃ· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς

12

.

10

με. Εἰπέ, ὦ Δαυίδ, καὶ ὅλως τὸν ἔλεγχον καὶ τὴν παιδείαν παραιτῇ; Ὡς φαίνεται, φεύγεις τὸν μακαρισμόν. Ὅτι γὰρ ὁ ἔλεγ‐ χος τοῦ θεοῦ μακαρισμοῦ πρόξενος, γέγραπται ἐν τῇ βίβλῳ τοῦ Ἰώβ· Μακάριος ἄνθρωπος ὃν ἤλεγξεν ὁ κύριος ἐπὶ τῆς
5γῆς. Ὅτι δὲ καὶ τὸ παιδεύεσθαι ὑπὸ κυρίου μακάριον, αὐτὸς εἶπας· Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, κύριε.
Οὐ τὸν ἔλεγχον φεύγω, φησίν, ἀλλὰ τὸν μετὰ θυμοῦ ἔλεγχον φοβοῦμαι· οὐδὲ τὸ παιδευθῆναι ἀποστρέφομαι, ἀλλὰ τὸ μετὰ ὀργῆς παιδευθῆναι δέδοικα. Οἶδα ὅτι ὃν ἀγαπᾷ κύριος
10παιδεύει. Ἆρον τοῦ ἐλέγχου τὸν θυμὸν καὶ τῆς παιδείας τὴν

12

.

11

ὀργήν, καὶ ἔλεγχε ὡς φίλον καὶ παίδευε ὡς υἱόν. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐὰν ὁ θυμὸς ὡς δικαστὴς ἐλέγξῃ με, εὐθέως ἡ ὀργὴ ὡς δεξιὰ χεὶρ καὶ γείτων τοῦ θυμοῦ παιδεύει με. Ὥσπερ γὰρ ἐν δικαστη‐
5ρίῳ ὁ ὑπὸ τοῦ δικαστοῦ ἐλεγχόμενος ὑπὸ τῆς τάξεως μαστίζεται, οὕτως ἐν τῇ θείᾳ δίκῃ ὁ ὑπὸ τοῦ θυμοῦ ἐλεγχόμενος ὑπὸ τῆς ὀργῆς παιδεύεται. Καὶ ὥσπερ ὁ καπνός, ἐλέγξας τὴν τοῦ ὀφθαλ‐ μοῦ ἀσθένειαν, ποιεῖ αὐτὸν τῷ δακρύῳ δριμύττεσθαι, καὶ γίνεται τῷ ὀφθαλμῷ ἡ δριμύτης βάσανος, οὕτως, ὅταν ἐκκαυθῇ ὁ θυμὸς
10τοῦ θεοῦ, καπνίζει τῷ ἐλέγχῳ καὶ μαστίζει τῇ ὀργῇ. Θυμὸς δὲ καὶ ὀργὴ θεοῦ οὐκ ἔστι πάθη θεοῦ, ἀλλὰ δικαία κρίσις καὶ ἄμυνα τοῦ θεοῦ. Θησαυρίζεις γὰρ σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Οὐχ ὁ θεός σοι θησαυρίζει, ἀλλ’ ἑαυτῷ θησαυρίζεις.

12

.

12

Εἰπέ, ὦ Δαυίδ· παρακελεύῃ θεῷ; Νόμοις δὲ καὶ διατάγμασι τριγ‐ χοῖς ἀπόφασιν θεοῦ; Χαλινοῖς δὲ ὅρους γλώσσης δημιουργοῦ; Ἀποκρίνεται· Οὐ λέγω διαταττόμενος, ἀλλὰ τοῦ ἐλέους αὐτοῦ ἀπολαῦσαι βουλόμενος· Ἐλέησόν με, κύριε, ὅτι ἀσθενής
5εἰμι. Ὢ τῆς εὐλαβείας· ὁ βασιλεὺς μαστιζομένου δούλου τὰς φωνὰς προβάλλεται. Ἐπειδὴ παρεκάλεσε μὴ ἐλεγχθῆναι τῷ θυμῷ μηδὲ παιδευθῆναι τῇ ὀργῇ, ἀπαιτούμενος ὡς χρεώστης καὶ ὑπεύθυνος τὴν παραθήκην καὶ τὸ δάνειον τῆς ψυχῆς καὶ τοῦ
σώματος, καὶ μὴ ἔχων ἀποδοῦναι σῶα τὰ τῆς φύσεως κεφάλαια,
10παρεκάλει· Ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι. Ἀσθέ‐ νειαν γὰρ νῦν λέγει, οὐ τὴν ἀρρωστίαν τοῦ σώματος, ἀλλὰ τὴν αὐθαίρετον ἀτονίαν τῆς πίστεως. Ὅτι δέ ἐστιν ἀσθένεια πίστεως, λέγει ὁ ἀπόστολος· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσ‐ λαμβάνεσθε. Καὶ ἄλλως περὶ τοῦ Ἀβραάμ· Καὶ μὴ ἀσθενή‐
15σας τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρω‐

12

.

13

μένον, πρὸς παιδογονίαν ὄψιμον. Ἐπεὶ οὖν πυρέξας ὁ Δαυὶδ τῇ ἐπιθυμίᾳ τῇ πράξει ἐνόσησεν, ὅτε μετὰ τὸν πυρετὸν ἵδρωσε τὰ δάκρυα, ἱδρὼς γὰρ αὐτῷ πυρέξαντι τὰ δάκρυα γέγονε, καὶ τῷ ἱδρῶτι τῶν δακρύων τὴν κλίνην ὡς ἐγκλίνιος ἔβρεξε
5Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δά‐ κρυσί μου τὴν στρωμνήν μου βρέξω—τότε ἀπαιτούμενος τὰς παραθήκας τῆς ψυχῆς καὶ τοῦ σώματος, τὴν ἀσθένειαν τῶν λογισμῶν πρὸς τὸ ἐλεηθῆναι προεβάλλετο εἰπών· Ἐλέησόν με,

12

.

14

κύριε, ὅτι ἀσθενής εἰμι. Ἀσφαλίζου, ὦ φίλε, τὴν παρα‐ θήκην καὶ τὸ χρέος τῆς ψυχῆς καὶ τοῦ σώματος. Σπούδασον ἀποδοῦναι ἃ ἔλαβες· ἢ κρείττονα ἀπόδος ἃ ἔλαβες ἢ κἂν οἷα ἔλαβες. Ὡς χρυσὸν καὶ ἄργυρον τὴν ψυχὴν καὶ τὸ σῶμα παρα‐
5θήκην ἔλαβες. Εἰ γὰρ σὺ χρυσίον δανείζων προσδοκᾷς μετὰ τόκων καὶ πλεονασμῶν λαβεῖν τὰ κεφάλαια, εἰ δὲ ἄνευ τόκων ἐνεχθῇ σοι σῶα τὰ κεφάλαια, ἀγανακτεῖς, ὀργίζῃ, δυσχεραίνεις, εἰ δὲ καὶ ζημιωθῇς τὰ κεφάλαια, εἰς δικαστήρια καὶ στρεβλωτήρια ἐμβάλλεις τὸν ὑπεύθυνον, τί ποιήσει θεὸς ὁ δανειστὴς τῆς ψυχῆς
10καὶ τοῦ σώματος; Ἐὰν μὲν αὐτῷ μετὰ τόκων καὶ πλεονασμῶν προσενέγκῃς τὰ δύο τάλαντα τῆς ψυχῆς καὶ τοῦ σώματος, λέγων· Κύριε, δύο τάλαντά μοι παρέδωκας, τὸ σῶμα καὶ τὴν
ψυχήν· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα, ἄλλον ἄνθρωπον

12

.

15

σώσας ἐκ ψυχῆς καὶ σώματος 〈...〉 Ἐὰν δὲ αὐτῷ μόνον αὐτὸ προσενέγκῃς τὸ κεφάλαιον, λέγων· Ἴδε, ἔχεις τὸ σόν, ἀγανακτεῖ καὶ ὀργίζεται. Ἐὰν δὲ μήτε αὐτὸ ἐκεῖνο σῶον προσενέγ‐ κῃς ὃ ἔλαβες, τότε παραδίδωσί σε τοῖς βασανισταῖς ἕως οὗ ἀπο‐
5δῷς πᾶν τὸ ὀφειλόμενον. Ἐὰν πεσὼν προσκυνήσῃς μετανοῶν καὶ λέγων· Κύριε, μακροθύμησον ἐπ’ ἐμο, καὶ ἀποδώσω σοι, τότε τὴν ἐξομολόγησίν σου καὶ τὴν μετάνοιαν ὡς καταβολὴν τοῦ κεφαλαίου λογίζεται. Εἰ γὰρ ὁ τῶν μυρίων ταλάντων χρεω‐ φειλέτης τὴν μακροθυμίαν τοῦ θεοῦ ἐπικαλεσάμενος τὸ χειρό‐
10γραφον ἄκυρον ἐποίησε, καὶ εἰ ὁ μυρίων ψυχῶν λόγον ἀπαιτού‐ μενος ὡς ἀρχιερεὺς ἢ διδάσκαλος τῇ ἱκεσίᾳ τὴν εὐσπλαγχνίαν τοῦ θεοῦ ἐκέρδησε, καὶ σπλαγχνισθεὶς ὁ κύριος αὐτοῦ ἀφῆκεν αὐτῷ πᾶν τὸ ὀφειλόμενον, πολλῷ μᾶλλον ἕκαστος ἡμῶν ἐκδυσω‐ πήσει τὸν θεόν, μετανοῶν ἐφ’ οἷς ἥμαρτε καὶ προσευχόμενος
15καὶ ἐξομολογούμενος καὶ λέγων· Ἐλέησόν με, κύριε, ὅτι ἀσθε‐ νής εἰμι. Ἀσθενῶ καὶ ἀτονῶ πρὸς τὴν τοῦ χρέους ἀπόδοσιν· Ἐλέησόν με, κύριε, καὶ τοῖς βασανισταῖς ἀγγέλοις ὡς ἐκβι‐ βασταῖς μὴ παραδῷς με, ἀλλὰ κρύψον τὸν δανειστὴν καὶ δεῖξον

12

.

16

τὸν ἰατρὸν καὶ τῷ σῷ ἐλέῳ ἀνάλαβέ με τὸν ἀσθενήσαντα. Ἴα‐ σαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Καὶ διὰ τί εἶπεν· Ἴασαί με, κύριε; Τὸν διὰ τὴν ἁμαρτίαν παιδεύσαντα καὶ μαστίξαντα αὐτόν, διὰ τὴν μετάνοιαν καὶ ἰατρὸν αὐτῷ γενέ‐
5σθαι παρεκάλεσε. Καὶ ὅτι ὁ θεὸς αὐτὸν ἐπαίδευσε, μάρτυς αὐτὸς ἐν τῷ ψαλμῷ εἰπών· Παιδεύων ἐπαίδευσέ με ὁ κύριος καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με. Καὶ διὰ τί παιδεύει τὸν ἄνθρω‐ πον διὰ νόσου ὁ θεός; Διὰ παρακοὴν καὶ ἁμαρτήματα. Οὐδεὶς γὰρ ἐν ἀνθρώποις ἀναμάρτητος, διὸ καὶ οὐδεὶς ἄνοσος. Ὅτι
10δὲ θεός ἐστιν ὁ ἑκάστῳ τῶν ἀνθρώπων διὰ παρακοὴν ἁμαρτή‐
σαντι ἐπάγων τὰς νόσους, αὐτὸς διὰ Μωυσέως ἔλεγε τῷ Ἰσραήλ· Ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ φυλάξῃς τὰς ἐντολὰς αὐτο, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σ· ἐγὼ γάρ εἰμι κύριος
15ὁ ἰώμενός σε· Εἰπὼν δέ· Ἐὰν ἀκοῇ ἀκούσῃς, οὐ μὴ νόσον ἐπάξω σοι, ἔδειξεν ὅτι τὰς νόσους ἐπάγει ὁ θεὸς διὰ παρακοὴν καὶ ἁμαρτήματα. Καὶ γὰρ οἱ Αἰγύπτιοι, ἐπειδὴ τοῦ θεοῦ παρή‐ κουον καὶ τὸν Ἰσραὴλ οὐκ ἀπέστελλον, διὰ τοῦτο ἐνόσουν παι‐

12

.

17

δευόμενοι. Καὶ ὁ Δαυίδ, ἐπειδὴ ἀκούσας· Οὐ μοιχεύσεις, οὐ φονεύσεις, παρήκουσε, διὰ τοῦτο παιδευθεὶς ἠσθένησε· Προσώζεσαν γὰρ καὶ ἐσάπησαν οἱ μώλωπές μου, φησίν, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐπεὶ οὖν
5τὸν παρὰ ἀνθρώπων παιδευθέντα ὁ θεὸς ἰάσασθαι δύναται, τὸν δὲ παρὰ τοῦ θεοῦ παιδευθέντα οὐκ ἄνθρωπος, οὐκ ἄγγελος, ἀλλὰ μόνος ὁ θεὸς ἰᾶται καὶ θεραπεύει—Ἐὰν γὰρ ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ πρὸς κύριον, ἐὰν ἄρχων ἀπόφασιν δῷ εἰς θάνατον, ἀνατρέπει βασιλεὺς τὴν
10ἀπόφασιν, ἐὰν ὁ βασιλεὺς ἀποφήνηται, οὐδεὶς ἀνατρέψαι δύναται— ὁ Δαυὶδ τὸν μαστίξαντα δεσπότην ἰατρὸν γενέσθαι αὐτῷ παρα‐ καλεῖ· Ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Ὀστᾶ δὲ λέγει, οὐ τὰ ὀστᾶ τοῦ σώματος, ἀλλὰ τὰς ἰσχυρὰς δυνάμεις τῶν λογισμῶν, αἵτινες ὡς κύματα ἐταράχθησαν πνεύ‐
15ματι πορνείας κλυδωνιζόμεναι. Ὥσπερ γὰρ ἐν θαλάσσῃ ἀρχὴ καὶ μελέτη τῶν ναυαγίων ὁ τῶν κυμάτων τάραχος, οὕτως ἐν τῇ ψυχῇ ἀρχὴ μοιχείας καὶ πορνείας καὶ ἁμαρτίας ὁ τῶν λογισμῶν τῆς διανοίας βορβορώδης τάραχος. Πρῶτον γὰρ ἡ ψυχὴ βορβο‐ ροῦται ταῖς αἰσχραῖς ἐπιθυμίαις, καὶ οὕτως ἐμπίπτει εἰς τὸ τῆς
20πορνείας ναυάγιον. Ἔνθεν ὁρᾷ τὰ ἡδέα τῶν παθῶν, ἐκεῖθεν τὰς

12

.

18

ἀπειλὰς τοῦ θεοῦ. Ἀλλ’ ὥσπερ οἱ ναῦται καὶ οἱ κυβερνῆται, ὅταν ἴδωσιν ὑπὸ ἐναντίων ἀνέμων ἀρχομένην ταράττεσθαι θάλασσαν, ταχέως καὶ ἀνυπερθέτως ἐπὶ τοὺς λιμένας μεταίρουσι καὶ τὸν κίνδυνον ἐκφεύγουσιν, ἔξω δὲ ἀπομείναντες κινδυνεύουσιν,
5οὕτως αὐτός, τὰ ὀστᾶ τῶν λογισμῶν ὑπὸ τῶν ἀνέμων τῆς φιλη‐ δονίας ταραττόμενος, ταχέως ἐπὶ τὸν λιμένα τῆς ἐκκλησίας δράμε, ἵνα ἀκούσῃς περὶ σωφροσύνης καὶ ἁγνείας ἀπὸ τῶν γραφῶν καὶ τῶν διδασκάλων ὅτι πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ θεός, ὅτι τίμιος ὁ γάμος, ὅτι λέγει τοῖς ἀγάμοις καὶ ταῖς χήραις ὁ
10ἀπόστολος· Καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγ, ὅτι ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι, ὅτι εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασι‐ λείαν τῶν οὐρανῶν. Καὶ πρὸ τῆς πορνείας, τὰ τῆς πορνείας σπέρματα, τὰ τῆς ἐπιθυμίας τῷ θεῷ ἐξαγορεύσας εἰπέ· Ἐλέησόν
15με, κύριε, ὅτι ἀσθενής εἰμι, ἀσθένειαν φύσεως περικείμενος. Ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, τὰ τῆς ψυχῆς ἐνθύμια, εἰς ἀσέλγειαν καὶ ἁμαρτίαν με αἰχμαλωτί‐ ζοντα· Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι.

12

.

19

Ὅτι δὲ περὶ τῶν ὀστέων οὐ λέγει τοῦ σώματος, δηλοῖ τὰ ἑξῆς. Ἐπάγει γάρ· Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Ἵνα τοίνυν δείξῃ ὅτι οὐ περὶ τῶν αἰσθητῶν ὀστέων, ἀλλὰ περὶ τῶν ἐνθυμιῶν ἔλεγε, παραλιπὼν τὴν σάρκα ψυχῆς ἐμνημόνευσε·
5Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Οὕτως ἐν ἄλλοις ἔλεγε· Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; Καὶ οὐ πάντως περὶ τῶν ὀστέων τοῦ σώματος ἔλεγεν· οὐδὲ γὰρ στόμα καὶ χείλη τὰ ὀστᾶ ἔχουσι. Καὶ πάλιν· Σὴς
ὀστέων καρδία αἰσθητικ. Καὶ οὐ πάντως 〈ὅτι〉 ὑπὸ σητῶν
10τὰ ὀστᾶ ἐσθίονται, ἀλλ’ ὅτι ὑπὸ λογισμῶν ὀξυτάτων ἐν θλίψεσι

12

.

20

κατεσθίονται αἱ δυνάμεις τῆς ψυχῆς. Ἐπεὶ οὖν εἰς αἴσθησιν ὧν ἥμαρτεν ἦλθεν ὁ Δαυὶδ καὶ τὰς ἐκ τῆς συνειδήσεως βασάνους ὑπέμεινε καὶ ὡς ὑπὸ δημίων αὐστηρῶν τῶν λογισμῶν ἐμαστίζετο— οὐδὲν γὰρ οὕτως ἅπτεται ψυχῆς ὡς συνείδησις λάθρᾳ βασανί‐
5ζουσα τὰς ἐν τῇ ψυχῇ βασάνους—ἰαθῆναι παρακαλεῖ· Ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Ἀλλ’ οὐ μόνον ἕως λογισμῶν καὶ ἐνθυμήσεων ἐσκίρτα ὁ τάραχος, ἀλλὰ γὰρ καὶ αὐτὴν τὴν ψυχὴν ταράξας τῇ πράξει ἐβύθισε. Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· ἡ ψυχή μου, ἡ τὴν προφητείαν δεξαμένη·
10ἡ ψυχή μου, ἡ τῶν ψαλμῶν πηγή· ἡ ψυχή μου, ἡ ἀποθήκη τῶν μυστηρίων τοῦ θεοῦ. Ὅπου εἰρήνη ἐθαλαμεύετο, ἐκεῖ ὁ πό‐

12

.

21

λεμος τῆς ἁμαρτίας κατ’ ἐμοῦ ὠρχήσατο. Καὶ σ, κύριε, ἕως πότε; Οὐκ ἐβράδυνα πρὸς μετάνοιαν· μὴ βραδύνῃς πρὸς τὴν ἐμὴν πρόνοιαν. Εἶπας· Ἐὰν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσ. Ἐπεὶ οὖν ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, ἕως
5πότε; Καὶ οὐ μόνον στενάζω, ἀλλὰ καὶ κλαίω καὶ δακρύω καὶ δάκρυσι τὴν κλίνην σπιλῶ, λέγων· Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ἕως πότε; Τὸ δὲ Ἕως πότε; οὐκ ἔλεγεν ἀποδυσπε‐ τῶν, ἀλλὰ τὸ πέρας τῶν πειρασμῶν καὶ τὸ τέλος τῶν θλίψεων
10μαθεῖν ἐκδεχόμενος. Οὐδὲ γὰρ περὶ τοῦ ἀφεθῆναι αὐτῷ τὴν ἁμαρ‐ τίαν τὸ Ἕως πότε; ἔλεγεν. Ὁ γὰρ ἀκούσας· Καὶ κύριος ἀφῆκε τὸ ἁμάρτημά σου, οὐκ ἂν ὡς ἀπιστῶν εἶπεν· Ἕως πότε; Καὶ ὁ εἰρηκώς· Εἶπα· Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρί· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας
15μου, οὐκ ἂν τὸ Ἕως πότε; περὶ ἀφέσεως ἁμαρτιῶν ἔλεγεν.

12

.

22

Ἀλλ’ ἐπειδὴ τὴν μὲν τῶν ἁμαρτιῶν ἄφεσιν ἔλαβεν, ἐπὶ πολλοὺς δὲ χρόνους θλίψεσι καὶ πειρασμοῖς ἐπάλαιε, καὶ χειρουργηθεὶς τὴν σηπεδόνα τῆς ἁμαρτίας, καυτῆρας πειρασμῶν καὶ φάρμακα δριμέα θλίψεων ἐπὶ πολὺ ἔλαβε, περὶ τῆς τῶν δριμυτάτων φαρ‐
5μάκων ἀφαιρέσεως παρακαλεῖ τὸν ἰατρόν· Καὶ σ, κύριε, ἕως πότε; Ὁ μαθητής σου Νάθαν ταχέως ἐχειρούργησεν εἰπών· Καὶ κύριος ἀφῆκε τὸ ἁμάρτημά σου. Ἐπεὶ οὖν ἐκεῖνος οὐκ ἐβράδυνε, καὶ αὐτὸς πρὸς τὰ δριμύτατα φάρμακα τῶν θλίψεων μὴ χρόνιζε· Καὶ σ, κύριε, ἕως πότε; Ἕως πότε ὁ Ἀβεσσαλὼμ
10πολεμεῖ; Ἕως πότε ὁ ἐξ ἐμοῦ κατ’ ἐμοῦ; Ἕως πότε ἀπὸ τοῦ Ἀχιτόφελ οὐκ ἐκδικεῖς; Ἕως πότε τὰ ὑπ’ ἐμὲ στρατόπεδα μετὰ τοῦ τυράννου κατ’ ἐμοῦ ὁπλίζονται; Ἐπίστρεψον, κύριε, ῥῦσαι τὴν ψυχήν μου· σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου ...

13

t

In Psalmum VII Εἰς τὸν ζ ψαλμόν. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με.

13

.

1

Ὥσπερ ὁ τῆς βασιλικῆς εἰκόνος θεατὴς οὐ παρορᾷ τὰ πρό‐ σωπα οὐδὲ τὰ ἐπιγράμματα, ἀλλὰ καὶ τὴν γραφὴν καὶ τὴν ἐπι‐ γραφὴν βλέμματι ἀσπάζεται, οὕτως ὁ γραφὴν ψαλμοῦ ἀναγι‐ νώσκων ζητεῖν ὀφείλει τὴν ἐπιγραφὴν καὶ τὸν γράψαντα καὶ τὸν
5γραφόμενον. Καὶ διὰ τί τὸ ἐπίγραμμα; Ὀφθαλμὸς γὰρ τῆς ἑρμηνείας ἡ τῆς ἱστορίας ἀπόδειξις. Τίς οὖν ἡ προκειμένη τοῦ ψαλμοῦ ἐπιγραφή; Ψαλμὸς τῷ Δαυίδ, ὃν ᾖσε τῷ κυρίῳ
ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενε. Ἴδε μοι, ἀδελφέ, στήλην τὴν γραφὴν καὶ ἐγκώμιον τὴν ἐπιγραφὴν καὶ γραφέα

13

.

2

τὸν Δαυὶδ καὶ στρατηγὸν γραφέντα τὸν ἀριστέα Χουσί. Καὶ τίς οὗτος ὁ Χουσί; Καὶ διὰ τί ὁ λόγος αὐτοῦ μέμνηται; Οὗτος τοῦ μακαρίου Δαυὶδ ἀρχιεταῖρος ἐγένετο. Ἀκούσατε γὰρ οἷα καὶ ὅσα φιλία ἐν ἀνάγκῃ δύναται. Φιλία γὰρ ἡ τοῦ Χουσὶ πρὸς τὸν
5Δαυὶδ τυραννίδα ἔλυσε· φιλία τύραννον κατέστρεψε· φιλία τὸν τυραννούμενον φίλον ἐξεδίκησε· φιλία βασιλείας ἰσχυροτέρα γέγονεν. Ὃ γὰρ ἡ βασιλεία τῷ Δαυὶδ οὐκ ἐποίησε, τοῦτο ἡ φιλία τοῦ Χουσὶ ἐποίησεν. Ἀρχιεταῖρος δὲ ἐλέγετο κατὰ ἕνα τῶν δύο τρόπων, ἢ ὅτι τῆς ἑταιρίας τῶν στρατηγῶν Δαυὶδ ἦρχεν
10ὡς ἀρχιστράτηγος ἢ ὅτι ἄνωθεν αὐτῷ καὶ ἐξ ἀρχῆς ἑταῖρος καὶ

13

.

3

φίλος ἐγένετο. Εἰδὼς γὰρ ὁ Δαυὶδ ὅτι φίλου πιστοῦ οὐδὲν τιμιώτερον καὶ ὅτι ὥσπερ οἱ δύο ὀφθαλμοὶ τοῦ ἑνὸς πρὸς τὸ ὁρᾶν τὰ ὑποκείμενα ἀναγκαιότεροι, οὕτω καὶ δύο ψυχαὶ ὁμόπισ‐ τοι, δύο λεγόμεναι καὶ μία φαινόμεναι, πρὸς συμβουλίαν ἀλλή‐
5λων βακτηρία γίνονται, διὰ τοῦτο οὐχ ἑαυτῷ μόνῳ τὸ βουλεύε‐ σθαι ἐπίστευσεν, ἀλλὰ καὶ φίλοις τὸ συμβουλεύειν αὐτῷ ἐπέτρε‐ πεν, οὐ γευσάμενος τῆς φιλίας καὶ ταύτην ἀποπτύσας, οὐδὲ τὴν ἄδολον ψυχὴν ὡς δολίαν ἀποστρεφόμενος, οὐδὲ ὡς ἀνάργυρος ἀγοραστὴς τὸ ἐν ἀγορᾷ ἱμάτιον ἐνδυσάμενος τὸν φίλον καὶ εὐθέως
10ἐκδυσάμενος, οὐδὲ ὡς παλαιὸν χιτῶνα τὸν παλαιὸν φίλον ἀπαμ‐

13

.

4

φιασάμενος. Τὸ μὲν γὰρ ἱμάτιον παλαιούμενον διαφθείρεται, ὁ δὲ παλαιὸς φίλος ὅσῳ παλαιοῦται, τοσούτῳ πλέον ὀφείλει εἶναι δοκιμώτερος. Ὡς γὰρ ὁ παλαιὸς οἶνος οὐ ταχὺ ἀλλοιοῦται οὔτε τρέπεται, ὁ δὲ νέος οἶνος ἀμφιβολίας γείτων, οὕτως ὁ πα‐
5λαιὸς φίλος ὡς οἶνος προπάλαιος εὐφραίνει τὸν ἔχοντα. Καὶ τούτου μάρτυς ἡ θεία γραφή· Οἶνος νέος φίλος νέος· ἐὰν
δὲ παλαιωθ, μετ’ εὐφροσύνης αὐτὸν πίεσαι. Ὥσπερ δὲ ὁ πυρέττων καὶ φρενιτιῶν τὸν παλαιὸν οἶνον ὡς πολέμιον ἀποστρέφεται, ὁ δὲ ὑγιαίνων καὶ ἐρρωμένος τὴν καρδίαν εὐφραίνε‐
10ται—Καὶ οἶνος γὰρ εὐφραίνει καρδίαν ἀνθρώπου—οὕτως ὁ νοσῶν τὴν φρένα καὶ τῇ κακίᾳ πυρέττων τὸν ἀρχαῖον φίλον φεύγει ὡς πολέμιον, ὁ δὲ ὑγιαίνων τὴν συνείδησιν ὡς δευτέρους

13

.

5

γονέας καὶ ἀδελφοὺς τοὺς φίλους λογίζεται. Ὅθεν τὸν Χουσὶ φίλον καὶ ἀρχιεταῖρον ἄνωθεν καὶ ἐξ ἀρχῆς εἶχε, τοῦτο λέγων· Εἰ ὁ μέγας Μωυσῆς, ἄνθρωπος τοῦ θεοῦ καὶ θεὸς τοῦ Φαραώ, τὸν ξένον καὶ ἴδιον, τὸν Ἰοθώρ, σύμβουλον ἔσχε, τὸν ξένον διὰ
5τὴν θρησκείαν καὶ ἴδιον διὰ τὴν συγγένειαν, καὶ οὐχ ὑπερηφά‐ νησεν οὐδὲ εἶπεν· Ἐγὼ οὐ χρῄζω τῆς τούτου γνώμης· ὁ θεός μοι ἐλάλησεν, ἐπαιδεύθην πάσῃ σοφίᾳ Αἰγυπτίων, καὶ πῶς τοῦτον γνωμοδότην λήψομαι; Ἀλλ’ οὐδὲν τούτων εἶπεν, ἐπείσθη δὲ τῷ καλῶς συμβουλεύοντι, εἰδὼς ὅτι συμβουλίας ἀκούει σοφός.

13

.

6

Καὶ ὥσπερ ἐπὶ τῆς ἀγορᾶς, ἱματίων προκειμένων, ὁ χρυσίον μὴ ἔχων δοκιμάζει μόνον τὰ ἐνδύματα καὶ σκύλλει ταῦτα ἐνδυόμενος καὶ ἀποδυόμενος, καὶ ὅλα φορεῖ, καὶ οὔτε ἓν παρ’ ἑαυτῷ κρατεῖ, οὕτως ὁ λεγόμενος φίλος, μὴ ἔχων χρυσὸν δόκιμον τὴν συνείδη‐
5σιν, ὡς ἐν ἀγορᾷ τῷ βίῳ πάντας ἐνδύεται καὶ ἀποδύεται, πάντας ἀλλάσσει καὶ οὐδὲ ἕνα φορεῖ. Ἀλλ’ οὐκ ἦσαν τοιοῦτοι φίλοι ὁ Χουσὶ καὶ ὁ Δαυίδ, οὐδὲ τὸ πικρὸν τοῦ δόλου ποτήριον ἀλλήλοις προέπινον, οὐδὲ τὴν μάχαιραν τοῦ φθόνου καθ’ ἑαυτῶν ὤξυναν· αὐτοὶ δὲ ἐν ἑαυτοῖς ἑαυτοὺς κεράσαντες καὶ τὰς δύο ψυχὰς μίαν
10τῇ διαθέσει δείξαντες, ὥσπερ τῆς εὐημερίας, οὕτω καὶ τῆς ταλαι‐ πωρίας κοινωνοὶ ἐγένοντο. Μίαν γὰρ περῶντες τοῦ βίου θάλασ‐ σαν καὶ εἰς τὸ αὐτὸ σκάφος τῆς συνειδήσεως πλέοντες, καὶ τὴν

13

.

7

εὐπλοΐαν καὶ τὸν χειμῶνα ὡσαύτως ὑπέμενον. Ψαλμὸς τῷ Δαυίδ, ὃν ᾖσε τῷ κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενε. Καὶ διὰ τί ᾠδὴν τῷ κυρίῳ ὁ Δαυὶδ ὑπὲρ τοῦ Χουσὶ
ἀνέπεμψε, δι’ ὀλίγων ἴδωμεν. Ὁ υἱὸς αὐτοῦ Ἀβεσσαλὼμ κατ’
5αὐτοῦ ἐτυράννησε. Φιλήμασι γὰρ καὶ περιπλοκαῖς σαγηνεύων ἕκαστον, τῆς τοῦ πατρὸς φιλίας τοὺς φίλους ἀπέσπασε, τὸν δόλον ὡς ἰξὸν φέρων καὶ τὸ φίλημα ἄγκιστρον καὶ δέλεαρ τὴν κολακείαν καὶ δίκτυα πλάνης τὰς περιπλοκάς. Ἐπεὶ οὖν πάν‐ τας οὕτως ἕνα καθ’ ἕνα τοὺς φίλους τοῦ Δαυὶδ ἀπεσύλησεν ὁ
10Ἀβεσσαλώμ, ὁπλίζει λοιπὸν αὐτοὺς κατὰ τοῦ πατρός, συκοφαν‐ τίας αὐτῷ καὶ διαβολὰς ῥάπτων. Ἕκαστος γὰρ ὡς υἱῷ τοῦ Δαυὶδ καὶ ὡς μᾶλλον τὰ κατ’ αὐτὸν εἰδότι ἐπίστευε συκοφαντοῦντι. Ἐπεὶ οὖν μετὰ πάντων ὁ Ἀβεσσαλὼμ καὶ τὸν Ἀχιτόφελ τὸν σύμβουλον τοῦ Δαυὶδ πείσας ἀπεσύλησεν, ἄνδρα δεινότατον ἐν
15γνώμαις καὶ ὅλας τὰς ἐν πολέμοις πανοπλίας καὶ μηχανὰς ἐπὶ γλώσσης φέροντα, ὁ μακάριος Δαυὶδ τὸν ἀρχιεταῖρον τὸν Χουσὶ λόγοις ὁπλίσας κατὰ τοῦ Ἀχιτόφελ ἀπέστειλεν ὡς κατὰ πέρδικος ἀετόν. Πέρδιξ γὰρ ὁ τύραννος, ὡς τὰ ἀλλότρια παρασπώμενος καὶ πάλιν ἔρημος καταλειπόμενος. Μάρτυς Ἰερεμίας εἰπών· Ἐφώ‐

13

.

8

νησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε. Τὸν σύμβουλον πρὸς τὸν ἐπίβουλον ἔπεμψεν ὡς κατὰ ὀνάγρου λέοντα—Κυνηγία λέοντος ὄναγροι ἐν ἐρήμῳ—εἰπὼν αὐτῷ· Οὐ χρεία πανο‐ πλίας, οὐ χρεία μάχης καὶ πολέμου· διασκέδασόν μοι τὴν βουλὴν
5Ἀχιτόφελ καὶ πέπαυται ἡ ἐπιβουλή. Τόξον ἐστὶν Ἀχιτόφελ καὶ βέλος ὁ Ἀβεσσαλώμ· νευροκόπησον τὸ τόξον, καὶ μένει τὸ βέλος ἀργόν. Ἄπελθε πρὸς τὸν Ἀβεσσαλὼμ ὡς ἀπ’ ἐμοῦ φεύγων κἀ‐ κείνῳ προσφυγών. Λοιδόρησόν με ἐπ’ αὐτοῦ, ταῖς κατ’ ἐμοῦ λοιδορίαις ἐπαντλῶν αὐτοῦ τὸν πυρετὸν τῆς ψυχῆς. Ὅταν σοι
10ὡς φίλῳ θαρρήσῃ, τότε πεῖσον αὐτὸν μὴ πείθεσθαι τῷ Ἀχιτόφελ. Διασκέδασόν μοι αὐτόν, ἀπόστησον τοῦ κακοῦ διδασκάλου τὸν ἄθλιον μαθητὴν καὶ ὡς οἶδας μεταδίδαξον, μᾶλλον δὲ ἐκεῖνα δίδαξον ἅπερ διδάσκει θεός. Τὰ ἐκεῖ λαλούμενα ἐμοὶ καταμήνυε, παιδισκαρίῳ μικρῷ μεσίτῃ χρησάμενος. Ἱερεῖς γινέσθωσαν τῆς
15παιδίσκης ἀκροαταί. Ἐπὶ πηγὴν ὕδατος καταβαινέτωσαν ἄμφω ὡς δῆθεν ὑδρευόμενοι καὶ ὡς ἐν ὑδρίαις ταῖς ἀκοαῖς ἀντλήτωσάν μοι τὰ μυστήρια. Πάντα ποιήσωμεν, ὦ θαυμάσιε Χουσί, ὅπως ὁ
Ἀβεσσαλὼμ μὴ ἀπόληται, ὅπως ἐγὼ μὴ ζημιωθῶ τὸν υἱόν, ὅπως μήτε ἐκεῖνος ἀπάτωρ μήτε ἐγὼ ἄτεκνος, ὅπως ἐν σοφίᾳ
20ἰξεύσῃς τὸν νεοττόν μου, ὃν ἡ κενοδοξία ἐπτέρωσεν, ὃν ἡ νεότης

13

.

9

σκιρτᾶν κατ’ ἐμοῦ ἐδίδαξεν. Ἐπειδὴ ταῦτα ὁ Δαυὶδ τῷ Χουσὶ τῷ φίλῳ εἶπεν, ὁ δὲ ὡς ἄλλος αὐτὸς τῷ λόγῳ διηκονήσατο καὶ ἀπῆλθε πρὸς τὸν Ἀβεσσαλὼμ ὡς φυγὰς καὶ ἐφυγάδευσεν αὐτοῦ τὰς ἀτάκτους κατὰ τοῦ πατρὸς ὁρμάς, ἐπειδὴ λόγοις ὁ
5Χουσὶ τὸν ἀλόγιστον Ἀβεσσαλὼμ ἐνίκησεν, ὑπὲρ τῶν λόγων Χουσὶ ὁ Δαυὶδ τῷ θεῷ εὐχαριστεῖ· Ψαλμὸς τῷ Δαυίδ, ὃν ᾖσε τῷ κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενε, ἀντὶ τοῦ· Λόγος πράξεως τῷ Δαυίδ, ὃν ὡς ἐπινίκιον ᾠδὴν τῷ

13

.

10

θεῷ ἀνέθηκε. Διὰ τί δὲ ὁ αὐτὸς Χουσὶ καὶ υἱὸς Ἰεμενεὶ καὶ υἱὸς Ἀραχὶ ἐλέγετο; Ἰεμενεὶ μὲν υἱὸς ὡς ἀπὸ τοῦ δήμου Ἰεμενεί, ὅθεν ἦσαν ὁ Σαοὺλ καὶ ὁ Σεμεεὶ καὶ ὁ τὴν ἀγγελίαν καταμηνύσας 〈...〉 υἱὸς δὲ Ἀραχὶ ὡς ἀπὸ τοῦ πατρός· ἢ καὶ ἐπειδὴ
5Ἰεμενεὶ ἑρμηνεύεται δεξιά· δεξιὰ δὲ χεὶρ ἐν τῇ ἀνάγκῃ τῷ Δαυὶδ ἐγένετο. Υἱὸς δεξιᾶς· οὕτως ὁ Βενιαμὶν ἀπὸ τοῦ συμβάντος υἱὸς

13

.

11

ὀδύνης ἐλέγετο. Ἔμαθες τῆς εἰκόνος τοῦ ψαλμοῦ τὸ ἐπί‐ γραμμα· ἴδε μοι λοιπὸν καὶ τὸ γράμμα τοῦ ψαλμοῦ. Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Κἂν γὰρ ὁ Χουσὶ μεσίτης τοῦ δράματος γέγονε, κἂν τῇ πανοπλίᾳ τῶν λόγων τὸν
5τύραννον ἔδησεν, ἀλλ’ αὐτὸς ἔδωκας αὐτῷ λόγον ἐν ἀνοίξει τοῦ στόματος, αὐτὸς τὸ θάρσος ἐνέδυσας, αὐτὸς τὰς βουλὰς τοῦ Ἀχιτόφελ διεσκέδασας, αὐτὸς τὸν Ἀβεσσαλὼμ τοῖς λόγοις τοῦ φίλου συνέδησας, αὐτὸς αὐτῷ τὸ δένδρον δικαστὴν καὶ δήμιον

13

.

12

ἐχειροτόνησας. Ἐπεὶ οὖν οὐκ ἀνθρώπῳ τὴν ἐμαυτοῦ σωτη‐ ρίαν, ἀλλὰ σοὶ ἐπίστευσα—Ἐπικατάρατος γὰρ ἄνθρωπος ὁ τὴν ἐλπίδα ἔχων ἐπ’ ἄνθρωπον—Κύριε ὁ θεός μου, ἐπὶ
σοὶ ἤλπισα. Ὥσπερ γὰρ τοξότου τὸ βέλος πέμψαντος καὶ τὸν
5πολέμιον καταβαλόντος οὐδεὶς τὸ βέλος ἐπαινεῖ, ἀλλὰ τὸν τοξότην θαυμάζει τὸν τοῦ βέλους ὁδηγόν, οὕτως ὁ Δαυίδ, οὐ τῷ μεσίτῃ τοῦ δράματος τῷ Χουσί, ἀλλὰ τῷ θεῷ εὐχαριστεῖ. Οὕτω καὶ ὁ εἰς τὰ ἐπικίνδυνα πελάγη εὐπλοήσας καὶ τὴν ποθουμένην πόλιν ἀλύπως καταλαβών, οὐ τοῖς ἀνέμοις προσκυνεῖ, ἀλλὰ τῷ θεῷ
10εὐχαριστεῖ, τῷ ἐξάγοντι ἀνέμους ἐκ θησαυρῶν αὐτο.

13

.

13

Ἐπεὶ οὖν, ὅτε ὁ Χουσὶ τῷ Ἀβεσσαλὼμ διελέγετο, τότε ταῦτα ὁ Δαυὶδ τῷ θεῷ προσηύχετο, καὶ ἅπερ πρὸ τῆς νίκης ἔψαλλε, ταῦτα μετὰ τὴν νίκην ἐπινίκιον ᾠδὴν τῷ νικοποιῷ ἀνέθηκε, διὰ τοῦτο Ψαλμὸς τῷ Δαυίδ, ὃν ᾖσεν τῷ κυρί. Εἰ ψαλ‐
5μός, πῶς ὃν ᾖσεν τῷ κυρί; Εἰ γὰρ ψαλμός, πάντως ἐχρῆν εἰπεῖν, ὃν ἔψαλλεν· εἰ δὲ ᾠδὴ ἦν, τότε ὃν ᾖσεν ἥρμοζεν. Ἀλλ’ οὐδὲν ἀμφίβολον ἢ ἐναντίον ἐν τῇ θείᾳ γραφῇ· τοῦ γὰρ πατρός εἰσιν ὅροι, τοῦ δὲ θεοῦ λόγου νόμοι, καὶ τοῦ ἁγίου πνεύματος λόγοι. Ὅτε ἔπεμψεν ὁ Δαυὶδ τὸν Χουσὶ πρὸς τὸν Ἀβεσσαλώμ,
10ὑπὲρ τῶν λόγων αὐτοῦ προσηύχετο, ψάλλων καὶ λέγων· Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Ὅτε ἔψαλλε καὶ ψάλλων ἐνίκησεν, ὡς τὸν δαίμονά ποτε, οὕτως αὖθις τὸν Ἀβεσ‐ σαλώμ, τότε ἀναμιμνησκόμενος τῆς δυνάμεως τοῦ ψαλμοῦ, αὐτὸν ἐκεῖνον τὸν ψαλμὸν μετὰ τὴν νίκην ἐπινίκιον ᾠδὴν ἀνέπεμψεν.
15Ἐπεὶ οὖν πρὸ τοῦ πολέμου αὐτὸν ἔψαλλε, μετὰ δὲ τὸν πόλεμον ᾖσε, Ψαλμὸς ὃν ᾖσε. Κἀγὼ οὐκ ἐπαινῶ τὸ ἐργαλεῖον, ἀλλὰ σὲ τὸν τεχνίτην· οὐ θαυμάζω τὴν κιθάραν, ἀλλὰ τὸν ἐπιστήμονα μουσικόν. Εἰ γοῦν καὶ ὁ Χουσὶ λόγους καὶ ῥήματα ὡς ὅπλα ἔχων ἐνίκησεν, ἀλλ’ οἶδα ὅτι κύριός ἐστιν ὁ διδοὺς ῥήματα τοῖς
20εὐαγγελιζομένοις δυνάμει πολλ. Διό, Κύριε ὁ θεός μου,

13

.

14

ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Ἐπὶ σοὶ ἤλπισαν οἱ
πατέρες ἡμῶν καὶ ἐσώθησαν. Ἐπὶ σοὶ ἐλπίσας ὁ προπάτωρ Ἀβραὰμ ἀπὸ ἓξ βαρβάρων βασιλέων σέσωσται—τεσσάρων μὲν τῶν Χαλδαίων, πέμπτου δὲ τοῦ Αἰγυπτίου Φαραώ, καὶ ἕκτου τοῦ
5Γεραρηνοῦ Ἀβιμέλεχ—ὅτε τὴν Σάρραν ἀπ’ αὐτῶν θεὸς ὡς ἀπὸ ἱεράκων περιστερὰν ἀπέσπασεν. Ἐπὶ σοὶ ἐλπίσας ὁ Ἰσαάκ, εἰς θυσίαν προσφερόμενος, ἄθυτος διέμεινε καὶ ἐτύθη μὴ θυόμενος· ἐτύθη τῇ ὑποταγῇ, οὐκ ἐτύθη τῇ πληγῇ. Ἐπὶ σοὶ ἐλπίσας ὁ Ἰακώβ, ὑπὸ τοῦ ἀδελφοῦ Ἠσαὺ οὐκ ἐφονεύετο οὐδὲ ἄλλον Κάϊν
10τὸν ἀδελφὸν εὗρεν, ἀλλὰ τὸν μετὰ τετρακοσίων ἀνδρῶν αὐτῷ

13

.

15

ἐπερχόμενον ὡς ὑπ’ αὐτῶν ἐκείνων φυγαδευόμενον ἐνίκησεν. Ἐπὶ σοὶ ἐλπίσας ὁ Ἰωσήφ, εἰς δοῦλον δόλῳ πραθείς, δοῦλος ἁμαρτίας οὐκ ἐγένετο, τῇ ἁμαρτίᾳ οὐκ ἐδούλευσε, διὸ καὶ τῆς Αἰγύπτου πάσης ἐκυρίευσεν. Ἐπὶ σοὶ ἐλπίσας Μωυσῆς, τὸν Αἰγύπτιον
5στρατὸν ὕδασιν ἐμάστιξε καὶ διώκοντα ἐν ἅρμασιν ἐνίκησε κύμα‐ σιν. Ἔλεγε γὰρ τοῖς πατράσιν ἐπὶ τῷ θεῷ ἐλπίσασι· Στῆτε, καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ κυρίου, ἣν ποιήσει ὑμῖν σήμερον. Ἐκεῖνοι ἐπὶ σοὶ ἤλπισαν καὶ ἐσώθησαν· κἀγὼ ἐπὶ σοὶ ἤλπισα, κύριε ὁ θεός μου, σῶ‐
10σόν με. Ἐκεῖ ὁ Φαραώ, ἐνταῦθα ὁ Σαούλ· ἐκεῖ ὁ Ἀμαλήκ, ὧδε ὁ Ἀβεσσαλώμ· ἐκεῖ οἱ Αἰγύπτιοι, ὧδε οἱ ἀλλόφυλοι· ἐκεῖ ἐν ἐρήμῳ ὁ Μωυσῆς καὶ ὁ λαός, καὶ ὧδε ἐν ἐρήμῳ ἐγὼ καὶ ὁ λαός· Ποσα‐

13

.

16

πλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτ; Κύ‐ ριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Καὶ ἐκ τίνων σωθῆναι ποθεῖς; Ἐκ τίνων; Ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με. Ἐκ πάντων ὡς ἐξ ἑνὸς ῥῦσαί με. Καὶ ἆρα ἐρρύσθη
5ἐκ πάντων τῶν ἐχθρῶν; Ναὶ ἐρρύσθη. Τίς τούτου μάρτυς; Ἡ ἐπιγραφὴ τοῦ ἑπτακαιδεκάτου ψαλμοῦ· Εἰς τὸ τέλος τῷ παιδὶ κυρίου τῷ Δαυίδ, ᾗ ἡμέρᾳ ἐλυτρώσατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτο. Σῶσόν με ἐκ
πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με. Σῶσόν με
10ἄρτι διωκόμενον· ῥῦσαί με μηκέτι ὑπ’ αὐτῶν πολεμούμενον.

13

.

17

Καὶ σύ, ὦ προσφιλέστατε, λέγε ἀεὶ τῷ θεῷ προσευχόμενος· Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με, ἵνα σε ἐκ πάντων τῶν διωκόντων ῥύσηται. Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Καὶ τίνες οἱ διώκοντες; Αἰσθητῶς μὲν
5αἱρετικοὶ καὶ πάντες οἱ πονηροὶ καὶ βάσκανοι ἄνθρωποι· νοητῶς δὲ διώκουσιν ἡ πορνεία καὶ ἡ μοιχεία καὶ ἡ ἁμαρτία καὶ ἡ ἀσέβεια. Εἰ μὴ ἐδίωκεν ἡ πορνεία, οὐκ ἂν ὁ ἀπόστολος ὡς περὶ διωκούσης ἔλεγε· Φεύγετε τὴν πορνείαν. Εἰ μὴ ἐδίωκεν ἡ μοιχεία καὶ ὁ θεὸς τὸν διωκόμενον ἐκ ταύτης ἐρύετο, οὐκ ἂν ὁ παροιμιαστὴς
10ἔλεγεν· Εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, ἵνα σε ῥύσηται ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς· ῥύεται γάρ τις τὸν διωκόμενον. Εἰ μὴ ἐδίωκεν ἡ ἀδικία, οὐκ ἂν ὁ προφή‐ της ἔλεγεν· Ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Εἰ μὴ ἐδίωκεν ὁ φόνος, οὐκ ἂν εἶπε· Ῥῦσαί με ἐξ αἱμάτων, ὁ θεός, ὁ θεὸς
15τῆς σωτηρίας μου. Σῶσόν με ἐκ πάντων τῶν διω‐ κόντων με καὶ ῥῦσαί με. Εἰ μὴ ἐδίωκεν ἡ ἁμαρτία, οὐκ ἂν ἡ γραφὴ ὡς μήτηρ ἐνουθέτησε· Τέκνον, ὡς ἀπὸ προσώπου ὄφεως φύγε ἀπὸ τῆς ἁμαρτίας. Εἰ μὴ ἐδίωκον αἱ ἀνομίαι καὶ κατελάμβανον τὸν ἀργῶς πρὸς ἀρετὰς τρέχοντα, οὐκ ἂν ὁ
20Δαυὶδ ἔλεγεν ὅτι Κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ

13

.

18

ἠδυνήθην τοῦ βλέπειν. Θέλεις καλῶς φεύγων μὴ καταλη‐ φθῆναι ὑπὸ τῶν κακῶν; Λέγει σοι ἡ γραφή· Μὴ ποίει κακ, καὶ οὐ μή σε καταλάβῃ κακ. Ἐπειδὴ γάρ ἐστι πνεῦμα πορνείας καὶ πνεῦμα μοιχείας—πνεῦμα πορνείας περὶ οὗ Ὠσηὲ
5λέγει· Πνεύματι πορνείας ἐπλανήθησαν, πνεῦμα μοιχείας· Καὶ ἐμοίχευσαν τὸν λίθον καὶ τὸ ξύλον διὰ τὰ ἐν αὐτοῖς
ὀρχούμενα πνεύματα, καὶ πνεῦμα φιλαργυρίας τὸ λέγον· Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι—ἕκαστον τῶν πονηρῶν πνευμάτων ἀεὶ ἐπιτηροῦσι τὴν ἑκάστου ὁδόν, καὶ
10ἐφ’ οἵαν τις ὁδὸν ἁμαρτίας νεύσει, τὸ πνεῦμα τῆς ἁμαρτίας ἐκείνης διώκει καὶ συντρέχει τῷ ἁμαρτάνοντι. Ὁ Ἰούδας ἐπὶ φιλαρ‐ γυρίαν ὥδευσε καὶ ὁ διάβολος αὐτῷ διὰ φιλαργυρίας τὴν προ‐ δοσίαν ἐνέβαλε· Τοῦ διαβόλου ἤδη ἐμβεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἵνα αὐτὸν πα‐

13

.

19

ραδ. Ὡς γὰρ ἐὰν περὶ φιλοσοφίαν ἀσχοληθῇς, ὁ φιλό‐ σοφος συμπράττει σοι, καὶ ἐὰν περὶ ποιητικήν, ὁ ποιητής, καὶ ἐὰν περὶ τεκτονικήν, ὁ τέκτων, οὕτως, ἐὰν περὶ πορνείαν νεύσῃς, τὸ πνεῦμα τῆς πορνείας συντρέχει σοι, ἐὰν περὶ ζηλοτυπίαν, τὸ
5πνεῦμα τῆς ζηλοτυπίας ἀνάπτει σε. Ἐάν, φησί, γένηται γυνὴ ζηλοτυπουμένη, καὶ ἔλθῃ τῷ ἀνδρὶ αὐτῆς πνεῦμα ζηλώσεως. Ἐὰν δὲ περὶ φιλοσοφίαν οὐράνιον ἀνανεύσῃς, τὸ πνεῦμα τῆς σοφίας σοι ἐπαναπαύεται· ἐὰν περὶ σύνεσιν, τὸ πνεῦμα τῆς συνέσεως. Καὶ ἐπαναπαύσεται, φησίν, π’ αὐτὸν
10πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· πνεῦμα φόβου

13

.

20

θεοῦ ἐμπλήσει αὐτόν. Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου. Ἐπιτήρει ὅτι ἀπὸ τῶν πολλῶν προσώπων εἰς ἓν μεταβέβηκεν. Εἰπὼν γάρ· Ἐκ πάντων τῶν διωκόντων με ῥῦσαί με, οὐκ εἶπε· Μήποτε ἁρπάσωσιν ὡς λέοντες τὴν
5ψυχήν μου, ἀλλ’ ὡς λέων. Καὶ διὰ τί ἐκ πολλῶν προσώπων εἰς ἓν πρόσωπον τὴν κακίαν περιέστησεν; Ὥσπερ ἐν τοῖς πολέμοις πλῆθος βαρβάρων ὁπλίζεται, οἱ πάντες δὲ τῷ τοῦ ἑνὸς νεύματι, τοῦ ῥηγὸς ἢ τοῦ τυράννου, ἕπονται, καὶ ἄνευ ἐκείνου τὸ πλῆθος οὐκ οἶδε παράταξιν, οὕτως, ἐπειδὴ τὸν Δαυὶδ κατ’ αἴσθησιν μὲν ἐπο‐
10λέμουν οἱ στρατιῶται καὶ ὁ Ἀβεσσαλώμ, κατὰ νοῦν δὲ οἱ δαίμο‐ νες καὶ ὁ διάβολος, ἐπειδὴ τὸ πλῆθος τῶν ἐχθρῶν ἄνευ τοῦ ἡγε‐ μόνος οὐδέν ἐστι, λέοντα καλῶν ἔνθεν τὸν Ἀβεσσαλὼμ κἀκεῖθεν τὸν διάβολον, παρακαλεῖ· Μήποτε ἁρπάσῃ ὡς λέων τὴν

13

.

21

ψυχήν μου. Καὶ ὅτι λέοντα τὸν Ἀβεσσαλὼμ καὶ τὸν διά‐ βολον ἔλεγε, δηλοῖ ἐν τῷ ἐνάτῳ ψαλμῷ εἰπών· Ἐνεδρεύει ἐν ἀποκρύφ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτο· ὁ μὲν διάβολος ἐν τοῖς ὑπηκόοις αὐτοῦ ἀνθρώποις κρυπτόμενος, ὁ δὲ Ἀβεσσαλὼμ
5ἐν τοῖς συναποστασιάσασιν αὐτῷ λανθάνειν οἰόμενος. Ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν. Καὶ εἰ περὶ τοῦ θηρίου τοῦ λέοντος ἔλεγε, καὶ πότε ὁ λέων πτωχὸν καὶ πένητα διακρῖναι δύναται; Οὐχὶ δὲ τούτῳ κἀκείνῳ ἐπ’ ἴσης ἐφάλλεται; Λέοντα οὖν τὸν διάβολον
10ἐδήλωσεν εἰπών· Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν

13

.

22

μου. Καὶ διὰ τί λέων ὁ διάβολος; Οὐ διὰ τὸ βασιλικόν, ἀλλὰ διὰ τὸ τυραννικόν· λέων οὐ διὰ τὸ ἰσχυρόν, ἀλλὰ διὰ τὸ ἁρπακ‐ τικόν. Λέων στόμα ἔχει βρομῶδες καὶ δυσωδέστατον· τοιοῦτος ὁ διάβολος, βλασφημίας ἐρευγόμενος καὶ τῇ πολυθεΐᾳ βρόμων. Ὁ
5λέων καθεύδων ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμούς· καὶ οἱ δαίμονες καὶ ὁ διάβολος, εὐλάβειαν καὶ ἐπιείκειαν ὑποκρινόμενοι, ἀνεῳγμέ‐ νους τοὺς ὀφθαλμοὺς πρὸς κακίαν ἔχουσιν, ὡς γέγραπται· Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν. Ἵνα οὖν δείξῃ ὅτι οὐ περὶ αἰσθητοῦ λέοντος, ἀλλὰ περὶ τοῦ νοητοῦ
10ἔλεγεν, οὐκ εἶπε· Μήποτε ἁρπάσῃ ὡς λέων τὴν σάρκα μου ἢ τὸ σῶ‐ μά μου, ἀλλά· Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου. Λέων δὲ τὸ θηρίον ψυχὴν ἁρπάζειν οὐκ οἶδεν. Καὶ ὅτι λεόντων σώματά εἰσι καὶ οὐ ψυχαὶ ἡ τροφή, μάρτυς ὁ Δανιὴλ περὶ τῶν ἑπτὰ λεόντων εἰπών· Καὶ ἦσαν ἐν τῷ λάκκῳ ἑπτὰ λέοντες,
15καὶ ἐδίδοτο αὐτοῖς καθ’ ἑκάστην ἡμέραν δύο σώματα καὶ δύο πρόβατα· σώματα καὶ πρόβατα, ἀλλ’ οὐκ ἀνθρώπων

13

.

23

ψυχαί. Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου. Καὶ πῶς ἁρπάζει ὡς λέων; Μὴ ὄντος λυτρουμένου μηδὲ σώ‐ ζοντος. Εἰ γὰρ τοῦ Δαυὶδ ποιμαίνοντος, ὅταν ἦλθε λέων ἢ ἄρκος καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, ὁ Δαυὶδ ἐξήρχετο
5κατόπισθεν ὡς κατὰ τυράννων στρατηγός, καὶ τὸν θῆρα ἔτυπτε καὶ τὸ πρόβατον ὡς αἰχμάλωτον ἀποσπάσας ἔσωζε, πόσῳ μᾶλλον θεοῦ λυτρουμένου καὶ σώζοντος ὁ λέων ὁ διάβολος ἁρπά‐ ζειν οὐ δύναται. Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου· φύλαττέ με ὡς ποιμήν, καὶ οἱ ὀδόντες ἀργοῦσι τοῦ λέοντος.

13

.

24

Ἐπειδὴ ταῦτα εἶπε καὶ προσηύξατο ῥυσθῆναι τοῦ λέοντος τοῦ Ἀβεσσαλὼμ καὶ εἰσηκούσθη προσευξάμενος, ἐπάγει καὶ εἰς ἀπο‐ λογίαν τρέπεται· Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο; Ἐπειδὴ γὰρ ὁ Ἀβεσσαλὼμ ὡς λέων ἐν τῷ δρυμῷ τὸν πατέρα
5ἐδίωκεν, ὡς λέων ἀπὸ τῆς κόμης κρατηθεὶς ἐκρέματο, καὶ ἡ κόμη τοῦ δένδρου ἀπὸ τῆς κόμης ἐκράτει τὸν λέοντα, καὶ ὡς ἔριφος ἐν μακέλλῳ ὁ λέων ἐκρέματο, καὶ ὀψωνάτορες ἀνάργυροι κόρακες καὶ ἀετοὶ παρεγένοντο. Καὶ ἄξιον ἐπιτάφιον αὐτῷ Σολομὼν ὁ ἀδελφὸς αὐτοῦ ἐπέψαλε λέγων· Ὀφθαλμὸν καταγελῶντα
10πατρός, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων,

13

.

25

καὶ καταφάγοιεν αὐτὸν νεοσσοὶ ἀετῶν. Ἐπεὶ οὖν οἱ νεοσσοὶ τὸν νεοσσὸν τοῦ Δαυὶδ κατεσθίειν ἔσπευδον, προλαβὼν δὲ ὁ στρατηγὸς Ἰωὰβ ὡς ἰξευτὴς καλάμῳ τῷ δόρατι τὸν νέον ἐθήρασε, καὶ πληγεὶς ἐν τῷ ἀέρι ἐπτερύσσετο καὶ τὸν θάνατον
5φυγεῖν οὐκ ἠδύνατο καὶ σπαίρων τὸν ἀέρα ἐλάκτιζεν, ἐπειδὴ τὸν πατέρα ἐλάκτισεν. Ὡς οὖν πολλοὶ τὸν θάνατον τοῦ Ἀβεσσαλὼμ τῷ Δαυὶδ ἐπέγραφον καὶ αἰτιώμενοι ἔλεγον· Ποῦ ἡ πραότης
τοῦ Δαυίδ; Ποῦ ἡ τοῦ προφήτου εὐλάβεια; Ἰδίου τέκνου νεότητα σκιρτῶσαν οὐκ ἤνεγκεν, ἀλλὰ φονευθῆναι αὐτὸν ἀνηλεῶς κεκέ‐
10λευκεν—ἐπειδὴ τὸ ψεῦδος καὶ ἡ συκοφαντία ἐπλατύνετο, μάρτυρα

13

.

26

τῆς ἀθῳότητος ὁ Δαυὶδ τὸν θεὸν ἐκάλεσε. Πάντες, δέσποτα, λέγουσιν ὅτι ἐγὼ τὸν Ἀβεσσαλὼμ ἐφόνευσα. Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο; Εἰ τὴν δεξιὰν τῇ σφαγῇ τοῦ παιδὸς ἐμό‐ λυνα; Εἰ ἔστιν ἀδικία ἐν χερσί μου; Εἰ γράμμασιν αὐτὸν
5ὡς τὸν Οὐρίαν ἐφόνευσα; Εἰ δακτύλοις ἐμοῖς τὸν κατ’ ἐκείνου ἐσκιογράφησα θάνατον; Ἢ καὶ οὕτως· ἐπειδὴ ῥυσθῆναι ὁ πατὴρ ἀπὸ τοῦ υἱοῦ προσηύχετο καὶ ὁ γεωργὸς τὸ φυτὸν ὡς ἄκανθαν ἔφυγε καὶ ὁ ποιμὴν τὸν ἄρνα ὡς λέοντα ἀπεδίδρασκεν, ἀναβλέψας εἰς τὸν οὐρανὸν ἔλεγεν· Ὁ υἱὸς ἐμὲ τὸν πατέρα πολεμεῖ. Κύριε ὁ
10θεός μου, εἰ ἐποίησα τοῦτο; Εἰ τὸν τεκόντα ἐλύπησα; Εἰ μὴ ὡς δοῦλος δεσπότῃ ἐδούλευσα; Εἰ τὸν ἐκείνου θάνατον ἐμὴν ἐλευθερίαν ἐνόμισα; Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο; Ὃ πάσχω εἰ ἐποίησα; Ὃ ὑπομένω εἰ ἔπραξα; Εἰ ἔστιν ἀδικία ἐν χερσί μου; Εἰ ἐπέσεισα τὰς χεῖρας τὴν σύντροφον πενίαν
15ὀνειδίζων τῷ πατρί; Εἰ μὴ τὰς ἀπὸ τῶν καμάτων προσόδους προσέφερον; Εἰ μὴ ὡς δευτέραν προσφορὰν τῷ πατρὶ τὴν εἰσφορὰν ἔφερον; Εἰ ἔστιν ἀδικία ἐν χερσί μου; Εἰ τὰς χεῖρας εἰς ἄμυ‐ ναν καὶ πληγὰς τὰς κατ’ ἐχθρῶν ἐσάλευσα; Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακ; Τὸν Σαοὺλ ὑπὸ τὴν χεῖρα
20λαβὼν ἐν τῷ σπηλαίῳ, τὸ ξίφος ἔχων ἐν χερσί, τὸν θυμὸν ἐπάτουν

13

.

27

τοῖς ποσίν. Ἔλεγε καὶ ὁ μακάριος Ἰωσὴφ ἐπὶ μοιχείᾳ κατη‐ γορούμενος καὶ τὴν μοιχαλίδα ῥήτορα καὶ κατήγορον ὁρῶν· Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο; Εἰ κοίτην ἀλλοτρίαν ἐμίανα; Κατηγοροῦσά μου τῷ ἀνδρὶ ἔλεγεν· Εἰσῆλθε πρός με
5ὁ παῖς ὁ Ἑβραῖος· ἕως, καὶ ἔφυγε, καὶ ἐξῆλθεν ἔξω. Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο; Λέγει ὅτι χερσὶν αὐτὴν κρατήσας πρὸς τὴν πρᾶξιν εἵλκυσα. Εἰ ἔστιν ἀδικία ἐν χερσί μου; Εἰ ἐκεῖνο ἔπραξα ὅ μου κατηγόρησεν; Εἰ χερσὶν ἡψάμην τῆς χειρὸς αὐτῆς, παραμύθιον πάθους τὴν ἁφὴν λογιζόμενος; Εἰ
10μὴ ὡς τὸν καπνὸν τοῦ ἀρχιμαγείρου τὴν ὄψιν αὐτῆς ἔφυγον;

13

.

28

Εἶτα, ἐπειδὴ τῆς Αἰγύπτου κυριεύσας τοὺς ἀδελφοὺς οὐκ ἐδούλω‐ σεν οὐδὲ τοὺς εἰς δουλείαν αὐτὸν πωλήσαντας εἰς δουλείαν ἤγαγε, λέγει· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακ; Ὅθεν, ὅτε εἶπον οἱ ἀδελφοί· Μήποτε μνησικακήσῃ ἡμῖν
5Ἰωσὴφ περὶ πάντων τῶν κακῶν ὧν ἐνεδειξάμεθα αὐτ, λέγει αὐτοῖς· Μὴ φοβεῖσθε· τοῦ γὰρ θεοῦ εἰμι ἐγ. Ὑμεῖς ἐβουλεύσασθε περὶ ἐμοῦ εἰς κακ· ὁ δὲ θεὸς ἐβουλεύ‐ σατο περὶ ἐμοῦ εἰς ἀγαθ. Εἰ ἀνταπέδωκα τοῖς ἀντα‐

13

.

29

ποδιδοῦσί μοι κακ; Τοῦτο ἔλεγε καὶ ἡ μακαρία Σουσάννα, ἡ τοῦ Ἰωσὴφ τὴν σωφροσύνην φορέσασα καὶ τὰ νεωτερικὰ σκιρ‐ τήματα τῶν γερόντων ἀπογυμνώσασα. Ὅτε γὰρ πολιὰ κατὰ τῆς νεότητος ὡπλίζετο καὶ οἱ λύκοι κατὰ τῆς ἀμνάδος θάνατον
5ἠρεύγοντο λέγοντες· Περιπατούντων ἡμῶν ἐν τῷ παρα‐ δείσῳ μόνων, εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν καὶ ἀπέκλεισε τὰς θύρας τοῦ παραδείσου, καὶ ἀπέστειλε τὰ κοράσια. Καὶ ἦλθε πρὸς αὐτὴν νεανίσκος, ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετ’ αὐτῆς. Ἡμεῖς δὲ ἐδράμο‐
10μεν ἐπ’ αὐτούς· καὶ ἰδόντες αὐτοὺς ὁμο, ἐκεῖνον μὲν οὐκ ἠδυνήθημεν κρατῆσαι, διὰ τὸ ἀνοίξαντα αὐτὸν τὰς θύρας ἐκπεπηδηκέναι, ταύτης δὲ ἐπιλαβόμενοι, ἐπη‐ ρωτῶμεν τίς ἦν ὁ νεανίσκος, καὶ οὐκ εἶπεν ἡμῖν. Ταῦτα μαρτυροῦμεν· εὐθέως ἡ Σουσάννα· Κύριε ὁ θεός μου, εἰ
15ἐποίησα τοῦτο; Εἰ ἀληθεύει πολιὰ καὶ νεότης σφάλλεται;
Καὶ ὅτι ἀληθὴς ὁ λόγος, ἄκουσον· Ἀνεβόησε, φησίν, ἡ Σουσάννα καὶ ἀναστενάξασα εἶπεν· Ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως, σὺ ἐπίστασαι ὅτι ψευδῆ μου καταμαρτυροῦσι· καὶ
20ἰδοὺ ἀποθνῄσκω μὴ ποιήσασα μηδέν. Κύριε ὁ θεός μου,

13

.

30

εἰ ἐποίησα τοῦτο; Ἐπεὶ οὖν ἡ συκοφαντία τὴν τυραν‐ νίδα ἐνδέδυται καὶ ἀναπτεροῖ πολλάκις τὰς τῶν πολλῶν ἀκοάς, ἐὰν συκοφαντηθῇς, ἐπειδὴ μόνος πεῖσαι πάντας οὐκ ἰσχύεις, ἄφες πάντας καὶ δράμε πρὸς τὸν μόνον, καὶ μάρτυρα αὐτὸν τῆς σῆς
5ἀθῳότητος καλῶν, εὑρήσεις αὐτὸν βοηθοῦντά σοι ὡς τῇ Σου‐ σάννῃ καὶ τῷ Ἰωσήφ ....

14

t

In Psalmum VIII Homilia I Εἰς τὸν η ψαλμόν· Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γ.

14

.

1

Ἡ θεϊκὴ καὶ προαιώνιος ἐκ τοῦ τάφου ἐβλάστησεν ἄμπελος καὶ τοὺς νεοφωτίστους ὡς βότρυας ἐν τῷ θυσιαστηρίῳ ἐκαρπο‐ φόρησε. Καὶ ἑρμηνευέτω ἡμῖν τὸν ἐπιλήνιον τὰ φαινόμενα πράγ‐ ματα. Ἡ ἄμπελος ἐτρυγήθη καὶ ὡς ληνὸς τὸ θυσιαστήριον τῶν
5βοτρύων ἐπληρώθη. Ληνοβάται καὶ τρυγηταὶ καὶ δενδροβάται, τέττιγες μελῳδήσαντες, καὶ σήμερον χαριέστατον ἡμῖν ἔδειξαν

14

.

2

τὸν τῆς ἐκκλησίας παράδεισον. Καὶ τίνες οἱ ληνοβάται; Οἱ προφῆται καὶ οἱ ἀπόστολοι, τὸν ἐπιλήνιον ἡμῖν προψάλλοντες· Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Τίνες δὲ οἱ τέττιγες; Οἱ νεοφώ‐ τιστοι, οἱ ἐκ τῆς κολυμβήθρας δροσιζόμενοι καὶ ὡς ἐπὶ δένδρον
5τὸν σταυρὸν ἀναπαυόμενοι καὶ τῷ ἡλίῳ τῆς δικαιοσύνης θαλ‐
πόμενοι καὶ πνεύματι περιλαμπόμενοι καὶ πνευματικὰ τερετί‐ ζοντες καὶ λέγοντες· Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν

14

.

3

τὸ ὄνομά σου ἐν πάσῃ τῇ γ. Καλοὶ οἱ λογικοὶ καὶ λευκοπτέρυγοι τῆς κολυμβήθρας τέττιγες· ἐπειδὴ γὰρ λογικοί, διὰ τοῦτο καὶ λευκοπτέρυγοι. Οἱ τέττιγες τῇ δρόσῳ σιτίζονται καὶ οἱ νεοφώτιστοι τῷ λόγῳ στηρίζονται· ὃ γὰρ ἐκείνοις ἡ δρόσος,
5τοῦτο τούτοις ὁ οὐράνιος λόγος, καὶ ἑκάστῳ αὐτῶν ἐπεύχεται ὡς τῷ Ἰακὼβ ὁ Ἰσαὰκ λέγων· Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς, τῆς ἐκκλησίας, ἔσται ἡ κατοίκησίς σου, καὶ ἀπὸ τῆς

14

.

4

δρόσου τοῦ οὐρανοῦ ἄνωθεν. Τὸν ἄνωθεν θεὸν κάτω ἐν τῇ γῇ τῇ σαρκὶ ὡς δρόσον ἐν χώρᾳ εἶδες· ἀπὸ τῆς γῆς καὶ τῆς δρόσου πιαίνου. Οἱ τέττιγες, τὴν δρόσον τοῦ οὐρανοῦ θηλά‐ ζοντες, τὸν οὐρανὸν οὐκ ἐζημίωσαν, καὶ οἱ νεοφώτιστοι, τὸν λόγον
5τῆς διδασκαλίας δεχόμενοι καὶ τηροῦντες, τοὺς διδασκάλους οὐκ ἐζημίωσαν· ζημία γὰρ τοῦ λόγου ἡ ἀνηκοΐα τοῦ μανθάνοντος.

14

.

5

Οἱ τέττιγες σιωπῶσι τρεφόμενοι τὸ τῆς δρόσου ἄριστον. Ἡλίου δὲ ἀνατείλαντος καὶ τὴν ἰκμάδα τῆς τραπέζης αὐτῶν σπογγίσαντος, νυττόμενοι τῇ πείνῃ, ψάλλουσι νηστεύοντες καὶ ἑαυτοὺς παρηγο‐ ροῦσι κιθαρίζοντες· οἱ δὲ νεοφώτιστοι καὶ τῇ δρόσῳ τοῦ πνεύ‐
5ματος χαίρονται καὶ τρέφονται, καὶ τῷ ἡλίῳ Χριστῷ θάλπονται καὶ τὸν ἄνω τροφέα θαυμάζοντες λέγουσι· Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γ.

14

.

6

Καὶ ἐπειδὴ τέττιγος ἐμνημονεύσαμεν, ὥσπερ εἶπεν ὁ παροι‐ μιαστής· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρ, κἀγὼ λέγω· Ἴθι πρὸς τὸν τέττιγα, ὦ ἀδελφέ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτο, καὶ γίνου ἐκείνου σοφώτερος, ἵνα ὥσπερ ὁ τέττιξ τὰ χωρία
5καὶ τοὺς ἀγροὺς περιπετόμενος καὶ τοῖς εὐκάρποις δένδροις ἐπανα‐ παυόμενος οὐ λῃστεύει τὸ μῆλον, οὐ κλέπτει τὸ κάρυον, οὐ τινάσσει τὴν ἐλαίαν, οὐ λυμαίνεται τὴν ῥοιάν, οὐ λυπεῖ τὸν γεωργόν,
ἀλλὰ τῷ ἰδίῳ ἀρίστῳ τῇ δρόσῳ ἀρκούμενος, τῶν ἀλλοτρίων θεατής, ἀλλ’ οὐ λῃστής, γίνεται, οὕτως αὐτός, ἀδελφέ μου, ὡς
10ἐν ἀγρῷ τῷ κόσμῳ αὐλιζόμενος μηδένα ζημιώσῃς, μηδένα διασείσῃς, μηδένα συκοφαντήσῃς, ἀλλ’ ὡς δρόσῳ ἀρκέσθητι τοῖς δοθεῖσί σοι ἐκ θεοῦ. Ὡς τέττιξ ἐπὶ δένδρῳ, τῷ κόσμῳ σταυρώθητι. Τερέτιζε μετὰ Παύλου· Ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ

14

.

7

κόσμ. Ἀγωνίζου, νεοφώτιστε, μή σε νικήσῃ ὁ τέττιξ καὶ πάλιν εἴπῃ θεός· Τρυγὼν καὶ τέττιξ καὶ χελιδών, ἀγροῦ στρουθία ἐγνώρισαν καιροὺς εἰσόδων αὐτῶν, ὁ δὲ λαὸς οὗτος οὐκ ἔγνωσάν με, ἵνα τῷ ἁγίῳ πνεύματι ἀεὶ
5δροσιζόμενος καὶ χειμῶνος πειρασμῶν ἀπαλλαττόμενος καὶ ἐαρί‐ ζων καὶ θαυμάζων τὴν Χριστοῦ ἀνάστασιν λέγῃς· Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γ, ὅτι ἐπὶ γῆς γεννηθεὶς ὡς τέττιξ, καὶ ἡμᾶς ὡς τέττιγας

14

.

8

γεννᾶσθαι ἐδίδαξας. Καὶ λεγέτω Ἰωάννης· Οἳ οὐκ ἐξ αἱμάτων, καὶ τὰ ἑξῆς. Ὥσπερ γὰρ ὁ τέττιξ ἄσπορός ἐστιν υἱὸς καὶ μητέρα οἶδεν τὴν γῆν, πατέρα δὲ οὐκ οἶδεν, οὕτως ὁ Χριστὸς μητέρα παρθένον οἶδεν, πατέρα σπορέα οὐκ οἶδεν. Καὶ
5ὥσπερ ὁ τέττιξ ἀπὸ τῆς γῆς γεννηθεὶς τέως λανθάνει τοὺς πολλοὺς καὶ ὡς οὐδάμινος καὶ κωφὸς κεῖται εὐκαταφρόνητος, μετὰ δὲ τὸ πιανθῆναι δρόσῳ καὶ ὑψωθῆναι τῷ δένδρῳ τὸ μελῴδημα αὐτοῦ ἐν χώραις ἐξάκουστον γίνεται, οὕτως ὁ Χριστὸς τεχθεὶς ἦν ὡς τέττιξ εὐκαταφρόνητος—καὶ μάρτυς αὐτὸς εἰπών· Ἐγὼ δέ εἰμι
10σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένωμα λαοῦ—μετὰ δὲ τὴν δρόσον καὶ τὸ δένδρον, μετὰ τὸ βάπτισμα καὶ τὸν σταυρόν, ὡς ἐν ἀγρῷ τῷ κόσμῳ ἠκούσθη
αὐτοῦ τὸ εὐαγγέλιον ...

15

t

In Psalmum VIII Homilia II Εἰς τὸν αὐτὸν ψαλμὸν ἄλλως.

15

.

1

Ὢ τῆς θαυμαστῆς καὶ ταχείας νίκης· χθὲς ἡ ὑπὲρ τῆς κληρονο‐ μούσης ἐκκλησίας ἀνεγινώσκετο δικαιολογία, καὶ σήμερον ἡ κληρονόμος ἀπολαύουσα τῆς κληρονομίας καὶ τρυγῶσα τοὺς ἀμπελῶνας τοῦ νυμφίου τὰ ἐπιλήνια ᾄδει· Εἰς τὸ τέλος ὑπὲρ
5τῶν ληνῶν. Καὶ ἐπειδὴ ἐνίκησεν ἡ κληρονόμος ἐκκλησία τὴν ἀποκληρονόμον συναγωγὴν τῶν Ἰουδαίων καὶ ἡ κατ’ αὐτῆς ἀπόφασις ὑπεγράφη περιέχουσα· Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας, ἐπεὶ οὖν ἡ ἐκκλησία
10ἐκληρονόμησε πλοῦτον καὶ ὑπάρχοντα, χρυσὸν καὶ ἄργυρον, μαργαρίτας καὶ ἱμάτια, παῖδας καὶ παιδίσκας—χρυσὸν τὸν δόκιμον τῆς πίστεως λόγον, ἄργυρον τὰ λαμπρὰ δόγματα, ὡς ἀργύριον πεπυρωμένον, μαργαρίτας τὰς ἀρετάς· Ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν, ἐνδύματα τὰ κατορθώματα,
15Ἐνδύσασθε ὡς ἐκλεκτοὶ τοῦ θεο, δούλους καὶ παιδίσκας, προφήτας καὶ τὰς ὁσίους ψυχάς, Ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. Καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου καὶ προφητεύσουσι—διὰ τοῦτο σήμερον ἡ κληρονόμος ἐκκλησία
20ὡς νύμφη εἰς τὰ χωρία τοῦ νυμφίου προῆλθε καὶ εἰς τὰς νομὰς καὶ τοὺς ἐμβιβασμοὺς τῶν κτημάτων εἰσῆλθε, καὶ εὗρε χορεύοντας τοὺς τρυγητὰς καὶ τοὺς ληνοβάτας, καὶ τῷ νυμφίῳ ὑπὲρ τῶν
ληνῶν εὐχαριστεῖ. Διὸ καὶ ὑπὲρ τῶν ληνῶν ἐπεγράφη ὁ ψαλμός·

15

.

2

Εἰς τὸ τέλος γάρ, ὑπὲρ τῶν ληνῶν. Ἀλλ’ ὥσπερ ἀμπε‐ λουργοὶ καὶ ληνοβάται τοὺς καρποὺς τῶν ἰδίων καμάτων ὁρῶντες εὐφραίνονται, οὕτω προφῆται καὶ ἀπόστολοι τοὺς λόγους αὐτῶν ἔργῳ πληρωθέντας βλέποντες ἀγάλλονται. Ἐπεὶ οὖν Ὑπὲρ
5τῶν ληνῶν ἐπιγέγραπται ὁ προκείμενος ψαλμός, ληνοὶ δὲ λέγονται αἱ ἐκκλησίαι Χριστοῦ, βλέπε τοὺς μὲν προφῆτας ὡς ἀμπελουργοὺς προσευχομένους ὑπὲρ τῶν ληνῶν, ἵνα βοτρύων πληρωθῶσι τῶν σωζομένων ψυχῶν, τοὺς δὲ ἀποστόλους ὡς τρυγητὰς καὶ ληνοβάτας εὐχαριστοῦντας τῷ θεῷ ὑπὲρ τῶν
10ληνῶν, ὅτι αἱ κατὰ κόσμον ἐκκλησίαι ἐπληρώθησαν τῶν σωζο‐ μένων ψυχῶν, ὡς λέγειν εὐχαριστοῦντας καὶ θαυμάζοντας· Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν

15

.

3

πάσῃ τῇ γ. Καὶ διὰ τί ἀμπελουργοὶ λέγονται οἱ προφῆται καὶ ληνοβάται οἱ ἀπόστολοι; Διὰ τί; Ὅτι, ὥσπερ τὸν αἰσθητὸν ἀμπελῶνα ἄλλοι μὲν γεωργοῦσιν, ἄλλοι δὲ φυλάττουσι, τρυγῶσι δὲ ἕτεροι, οὕτω τὸν νοητὸν ἀμπελῶνα τῶν ψυχῶν προφῆται
5μὲν ἐγεώργησαν, ἄγγελοι δὲ ὡς ἀμπελοφύλακες ἐτήρησαν· Ἔστη‐ σεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεο. Παρεμ‐ βαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν.

15

.

4

Πάλαι ἡ ἐξ ἐθνῶν ἐκκλησία τὸν ἀμπελῶνα τῶν ψυχῶν οὐκ ἐφύλα‐ ξεν. Ἔθετό με, φησ, φυλάκισσαν ἐν ἀμπελῶνι, ἵνα τὸν ἔμφυτον νόμον ὡς καρπὸν ἀμπέλου τηρῶ. Ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα· παρέφθειρα γὰρ τὸ φυσικὸν κριτήριον. Εὗρόν
5με ἐν τῇ πόλει οἱ φύλακες τῆς οἰκίας, ἐν τῇ ἐκκλησίᾳ οἱ ἄγγελοι οἱ τῆς οἰκουμένης φύλακες. Καὶ ἐπειδὴ εὗρόν με ἐν τῇ ἐκκλησίᾳ, ἐν τῷ τοῦ Χριστοῦ θαλάμῳ τὸ ἔνδυμα τοῦ γάμου μὴ ἔχουσαν, ἐπάταξάν με, ἐτραυμάτισάν με· ἦραν τὸ
θέριστρόν μου οἱ φύλακες τῆς οἰκίας. Ἐπάταξάν με λόγῳ
10αὐστηρῷ χρησάμενοι. Καὶ ὅτι λόγῳ ἐστὶ πατάξαι· Καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτο. Ἐτραυμάτι‐ σάν με, ὡς φίλοι ῥήματά μοι κατανυκτικὰ λέγοντες. Καὶ ὅτι ἐστὶ ῥήματα φιλικὰ γέγραπται· Ἀξιοπιστότερα τραύματα φίλων ἢ ἑκούσια φιλήματα ἐχθρῶν. Ἦραν τὸ θέρισ‐
15τρόν μου οἱ φύλακες τῆς οἰκίας. Ὢ θερίστρου περιαίρεσις· ὢ βαπτίσματος ἔμφασις. Τῆς γὰρ μελλούσης βαπτίζεσθαι πρῶτον περιαίρουσι τὸ θέριστρον, ἵνα μάθωμεν ὅτι ὥσπερ ἀποδύουσι τὰ ῥυπαρὰ καὶ παλαιὰ ἱμάτια καὶ νέα φαιδρὰ ἐνδύουσιν, οὕτως ἄγγελοι τὴν ψυχὴν τῶν ἁμαρτιῶν ἐκδύουσι καὶ τὸν Χριστὸν

15

.

5

αὐτὴν καὶ τὰς ἀρετὰς ἐνδύουσιν. Ἀπόστολοι δὲ τρυγηταὶ καὶ ληνοβάται ὡς φίλοι ἐκλήθησαν, ἵνα τοὺς καμάτους τῶν προφητῶν ὡς φίλοι συνάξωσι. Καὶ ὅτι φίλοι Χριστοῦ οἱ ἀπόστο‐ λοι, λέγει ὁ Χριστὸς πρὸς αὐτούς· Οὐκέτι ὑμᾶς λέγω δούλους,
5ἀλλὰ φίλους· ὑμεῖς φίλοι μού ἐστε. Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου. Ὅτι δὲ καὶ ὡς φίλους τοὺς ἀποστόλους Χριστὸς εἰς ἄλλων γεωργῶν καμάτους δρεπανιστὰς ἔπεμψε, λέγει ὁ Χριστὸς πρὸς αὐτούς· Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν εἰς ἃ ὑμεῖς οὐ κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι καὶ ὑμεῖς εἰς τὸν

15

.

6

κόπον αὐτῶν εἰσεληλύθατε. Ἀλλ’ οἱ μὲν προφῆται, κἂν τὴν μίαν ἄμπελον δωδεκακλήματον τὴν συναγωγὴν τὴν δωδεκάφυλον ἐγεώργησαν καὶ ταύτης ὑμεῖς ἕτοιμοι τρυγηταὶ προσήλθετε, ὅμως καὶ τοὺς ἀμπελῶνας τῶν ἐθνῶν ταῖς προφη‐
5τείαις ὑμῖν ὑπέδειξαν. Προεφήτευσαν γὰρ καὶ περὶ τῶν ἐθνῶν ὅτι ἐξ ἀμπελῶνος Σοδόμων ἄμπελοι Χριστοῦ γενήσονται, ὅτι ὀλίγας μὲν ἀμπέλους ἀπὸ τῆς συναγωγῆς τῶν Ἰουδαίων τρυγήσετε καὶ ὀλίγας ψυχὰς σώσετε, πάντα δὲ τὰ ἔθνη ὡς ἄμπελοι κυπρίζουσαι

15

.

7

δώσουσιν ὀσμὴν πίστεως καὶ βότρυας ἀρετῶν. Ἵνα οὖν ταῦτα γένηται, οἱ μὲν προφῆται ὡς γεωργοὶ ὑπὲρ τῶν ληνῶν προσηύχοντο, ἵνα αἱ τοῦ Χριστοῦ ἐκκλησίαι πληρωθῶσι τῶν σωζομένων ψυχῶν, οἱ δὲ ἀπόστολοι ὡς φίλοι καὶ τρυγηταὶ καὶ
5ληνοβάται θεασάμενοι τὰς ληνοὺς πεπληρωμένας βοτρύων, τὰς ἐκκλησίας λαῶν, εὐχαριστήριον φωνὴν ὑπὲρ τῶν ληνῶν ἀνέπεμ‐ ψαν τῷ θεῷ λέγοντες· Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γ. Ἐπειδὴ γὰρ ἀνωφέλητος πᾶσα γεωργία καὶ πᾶσα πρᾶξις ἀνθρώπου μὴ συνεργοῦντος θεοῦ—
10Οὔτε γὰρ ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐ‐ ξάνων θεός—διὰ τοῦτο τὴν εὐθηνίαν τῶν βοτρύων καὶ τὰ πληρώματα τῶν ληνῶν οὐ τοῖς γεωργοῖς ἀνέθηκαν, ἀλλὰ τῷ

15

.

8

τελεσιουργήσαντι θεῷ. Καὶ διὰ τί ληνοὶ λέγονται αἱ ἐκ‐ κλησίαι τοῦ Χριστοῦ; Ὅτι, ὥσπερ ἐν τῇ ληνῷ ἐκ διαφόρων ἀμπέλων καὶ τόπων ποικίλοι καὶ διάφοροι βότρυες ἐμβαλλόμενοι ἕνα καὶ ἁπλοῦν τὸν οἶνον προβάλλονται, οὕτως ἐν τῇ ἐκκλησίᾳ
5Χριστοῦ οἱ πιστοὶ ἐκ διαφόρων ἐθνῶν καὶ πόλεων καὶ τόπων παραγινόμενοι μίαν δοξολογίαν τῷ θεῷ ἀναπέμπουσιν· Ἀφ’ οὗ γὰρ εἰς τὴν ληνὸν τὴν κολυμβήθραν γένωνται, οὐκέτι ἀπὸ ἀξιω‐ μάτων ἢ σχημάτων ἢ πόλεων, ἀλλ’ ἀπὸ τοῦ ἐνδύματος γνωρί‐ ζονται, ἓν ἔνδυμα χάριτος καὶ ἓν φρόνημα πίστεως οἱ πάντες
10λαμβάνοντες. Τούτου μάρτυς ὁ ἀπόστολος· Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύ‐ θερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς

15

.

9

ἐστε ἐν Χριστῷ Ἰησο. Εἶδες πῶς ἡ ληνὸς ἡ κολυμβήθρα τοὺς διαφόρους βότρυας ἕνα οἶνον ἔδειξεν. Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Εἰς τὸ τέλος, τῆς οἰκονομίας Χριστοῦ· Ὑπὲρ τῶν ληνῶν, τῶν κατὰ κόσμον ἐκκλησιῶν τοῦ Χριστοῦ· Ψαλμὸς
5τῷ Δαυίδ, τῷ μὲν υἱῷ Ἰεσσαὶ προφητεία ἐνεργής, τῷ δὲ υἱῷ τοῦ θεοῦ πρᾶξις θεοπρεπὴς καὶ οἰκονομία θαυμαστή. Ποία αὕτη;
Ἡ ἐξ οὐρανοῦ κάθοδος καὶ ἡ διὰ παρθένου γέννησις καὶ οἱ εὐαγ‐ γελικοὶ λόγοι καὶ τὰ θαύματα καὶ τὸ πάθος καὶ ὁ σταυρὸς καὶ ὁ θάνατος καὶ ὁ τάφος καὶ ἡ ἀνάστασις καὶ ἡ ἀνάληψις καὶ ἡ
10ἐκ δεξιῶν καθέδρα. Ταῦτα γὰρ πάντα ἐπράχθη ὑπὲρ τῶν ληνῶν,

15

.

10

τῶν ἐκκλησιῶν Χριστοῦ· διὸ Ψαλμὸς τῷ Δαυίδ. Ὅθεν οἱ ἀπόστολοι θεασάμενοι ὅτι ηὐφράνθη ἡ ἔρημος καὶ ὡς κρίνον ἤνθησεν, καὶ ὅτι αἱ ἄμπελοι τῶν ἐθνῶν κυπρίζουσι, καὶ ὅτι ἡ κάτω ἄμπελος διὰ τὴν ἄνω ἄμπελον ἀνέθαλε καὶ ἐξέτεινεν
5ἕως θαλάσσης τὰ κλήματα αὐτῆς καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς, καὶ ὅτι ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ θεο, καὶ ὅτι τὰ φθοροποιὰ θηρία, οἱ δαίμονες, φοβοῦνται ταύτην τὴν ἄμπελον, καὶ θαυμάζοντες οἱ ἀπόστολοι λέγουσι·
10Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γ. Οὐκ ἔστιν ἀνθρώπου ἔργον τὸ κεχερσωμένην τὴν ἀνθρωπότητα πᾶσαν καὶ ὑλομανοῦσαν ἀνακαθᾶραι καὶ ἀνακαι‐ νίσαι καὶ νεόφυτον δεῖξαι καὶ κατάκαρπον ποιῆσαι καὶ ληνοὺς τὰς ἐν κόσμῳ πληρῶσαι, εἰ μὴ σὸν ἔργον Ἰησοῦ· Ὡς θαυμαστὸν

15

.

11

τὸ ὄνομά σου ἐν πάσῃ τῇ γ. Θαυμαστὴ πραγμάτων μεταβολή. Πῶς πρῶτον ἡμεῖς οἱ ἀγράμματοι νῦν ῥήτορες, οἱ ἀπαίδευτοι ἄρτι φιλόσοφοι, οἱ ἰδιῶται κόσμου παιδευταί, οἱ ποτὲ ἁλιεῖς ἄρτι καὶ ἁλιεῖς καὶ ληνοβάται; Ἁλιεῖς μέν, ὅτι καὶ κυβερνήτας
5καὶ ναυκλήρους καὶ ναύτας καὶ τοὺς ἐν ταῖς νήσοις οἰκοῦντας καὶ ἐνθαλασσεύοντας ἑνὶ δικτύῳ εὐαγγελίου κόσμον ἁλιεύοντες τῷ Χριστῷ προσφέρομεν· καὶ ὁ Ἰωάννης ὁ καλάμῳ καὶ ἀγκίστρῳ ἰχθὺν ἄφωνον λαμβάνων, ἄρτι καλάμῳ καὶ πνεύματι, οὐ μέλανι, εὐαγγέλιον γράφει καὶ οἰκουμένην ἁλιεύει· ληνοβάται δέ, ὅτι οἱ
10πιστεύσαντες Χριστῷ δι’ εὐλάβειαν ὑπὸ τοὺς πόδας ἡμῶν ὡς βότρυες κεῖνται. Εἶδε Κορνήλιος τὸν Πέτρον, καὶ τοῖς ποσὶν αὐτοῦ προσπίπτει. Ἄλλοι ὡς βότρυες οἶνον τὸν ἴδιον πλοῦτον πρὸς
τοῖς ποσὶν ἡμῶν ἤνεγκαν· Ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν
15πιπρασκομένων καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, οἱ βότρυες τὸν οἶνον παρὰ τοὺς πόδας. Ἐπεὶ οὖν αὐτός, κύριε, ὡς ληνοβάταις βότρυας, ὑπέταξας λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά

15

.

12

σου ἐν πάσῃ τῇ γ. Πῶς ἐν πάσῃ τῇ γ; Ὅτι ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά σου δε‐ δόξασται ἐν τοῖς ἔθνεσι. Θαυμαστὸν τὸ ὄνομά σου, ἀλλ’ οὐχ ἁπλῶς ἐπαινετόν. Διαφέρει γὰρ τὸ θαυμάσαι τοῦ
5ἐπαινέσαι, καὶ τὸ θαυμάσαι τὸν ἔπαινον καὶ τὴν εὐφημίαν ἀναβέ‐ βηκεν. Πῶς; Ὅτι ὁ μὲν ἔπαινος διὰ λόγων προφέρεται. Ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς εὐποιΐας· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστ· περὶ δὲ ἄλλων· Ἐκπέφευγαν τὸν τοῦ θεοῦ ἔπαινον καὶ τὴν εὐλογίαν αὐτο. Τὸ δὲ θαυμάσαι τί ἐστι; Πάντα
10λόγον ὑπερβάλλων ἔπαινος, σιωπῇ μόνῃ καὶ θάμβῳ δηλούμενος. Καὶ θεὸς μὲν ἐπαινεῖ τοὺς κατορθώσαντας, οὐ μὴν καὶ θαυμάζει, ἐπειδὴ οὐ νικᾶται ὁ λόγος αὐτοῦ ἀνθρωπίνῳ θαύματι· ἄνθρωπος δὲ ἐπαινεῖ μὲν τὰ λόγῳ εὐκατάληπτα, θαυμάζει δὲ τὰ πάντα λόγον ὑπερβαίνοντα καὶ ἔπαινον. Ἵνα οὖν δείξωσιν οἱ ἀπόστολοι
15τὸ τοῦ εὐαγγελικοῦ μυστηρίου μέγεθος καὶ τὴν ὑπερβολὴν τῶν πραγμάτων, οὐχ ἁπλῶς ἐπαινοῦσιν, ἀλλὰ θαυμάζουσι τὸ ὄνομα·

15

.

13

Ὡς θαυμαστὸν τὸ ὄνομά σου. Ποῖον ὄνομα; Ἰησοῦ Χριστοῦ, ἀποκρίνεται Παῦλος, ἐπειδὴ ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θε, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, διὰ τοῦτο ὁ θεὸς αὐτὸν
5ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ
κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, πάντων ὁμοῦ λεγόντων· Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν

15

.

14

πάσῃ τῇ γ. Καὶ διὰ τί τοῦτο λέγομεν; Ἵνα καὶ ἡμεῖς ἀληθεύσωμεν καὶ κόσμον διδάξωμεν. Τί; Ὅτι ἐπήρθη ἡ μεγα‐ λοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ποία μεγαλοπρέπεια; Ἡ μεγάλη τῶν θαυμάτων εὐπρέπεια. Λεπρὸς ὡς ὄφις δορὰν τὴν
5νόσον ἐκδύεται· Ἐπήρθη ἡ μεγαλοπρέπειά σου. Παράλυτος ἄνθρωπος τῇ ῥαφίδι τοῦ λόγου σου ῥάπτεται· Ἐπήρθη ἡ μεγαλοπρέπειά σου. Πηλῷ ὀμματοῖς τυφλόν, φωνῇ ἐξυπνίζεις νεκρόν, ποδὶ πατεῖς τὸν βυθόν, κοιμίζεις τὴν θάλασσαν καὶ ἐξυπνίζεις τὸν Λάζαρον· Ἐπήρθη ἡ μεγαλοπρέπειά σου
10ὑπεράνω τῶν οὐρανῶν. Ποίων οὐρανῶν; Ἐὰν μὲν πρὸς τὰ θαύματα, ὑπὲρ τοὺς οὐρανοὺς ἐπήρθη, ὑπὲρ τοὺς ἀποστόλους, ὑπὲρ τοὺς προφήτας. Κἂν γὰρ ἐθαυματούργησαν οἱ ἅγιοι, ἀλλ’ ὡς οὐρανοὶ ἐθαυματούργησαν. Οὐδεὶς δὲ αὐτῶν ὡς θεὸς τὰς φύσεις μετέβαλεν· οὐδεὶς τὸ ὕδωρ οἶνον ἐποίησεν· οὐ τυφλῷ ἐκ

15

.

15

γεννητῆς ὀφθαλμὸν ἀπέδωκεν. Ἐὰν δὲ μεγαλοπρέπειαν αὐτοῦ τὴν σάρκα θεάσωμαι, ἣν ὡς πενιχρὸν ἔνδυμα λαβὼν πορφύραν ἐποίησε, καὶ τῷ πάθει ἐκδυσάμενος τῇ ἀναστάσει ἐνεδύσατο—Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο—καὶ ἐνδυσά‐
5μενος τὴν σάρκα καὶ εἰς οὐρανοὺς ἐπάρας σὺν αὐτῇ ἐν δεξιᾷ τοῦ πατρὸς ἐκάθισε, καὶ συνήγειρε γὰρ καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου, τότε, τὴν σάρκα Χριστοῦ βλέποντες ὑπὲρ πάντας τοὺς οὐρανοὺς
10καὶ ὑπεράνω τοῦ ἀέρος καὶ τοῦ αἰθέρος καὶ τοῦ στερεώματος καὶ τοῦ ἀσωμάτου οὐρανοῦ καὶ τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων καὶ τῶν ἀνωτάτω δυνάμεων, ἀληθεύοντες λέγομεν· Ὅτι ἐπήρθη
ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Καὶ

15

.

16

ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη. Διὸ καὶ τὰ Σεραφὶμ καὶ τὰ ἑξαπτέρυγα καὶ πάντα τὰ νοερὰ καὶ συλλει‐ τουργικὰ αὐτοῖς πνεύματα ὁρῶντα τὸν πηλὸν ὑπὲρ αὐτοὺς λάμποντα, οὐ διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὸν φορέσαντα,
5αἰνοῦσι Χριστὸν καὶ δοξάζουσιν ἐπὶ τῷ ἐξαισίῳ θαύματι, οἱ μὲν λέγοντες· Ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ, οἱ δὲ κρά‐ ζοντες· Εὐλογημένη ἡ δόξα κυρίου ἐκ τοῦ τόπου αὐτο, τοῦ ἐνδόξου σώματος, ἄλλοι βοῶντες· Ἄρατε πύλας, καὶ ἐπάρ‐ θητε πύλαι αἰώνιοι, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά

15

.

17

σου ὑπεράνω τῶν οὐρανῶν. Ἀλλ’ εἴπατε ἡμῖν, ὦ ἁγίων καὶ δικαίων πνεύματα, ἆρα παρὰ τοῖς ἐπουρανίοις στρατεύμασι μόνοις αἰνεῖται καὶ δοξάζεται θεός; Ἆρα χηρεύει ἡ ἐπίγειος γλῶσσα πρὸς εὐφημίαν θεοῦ; Ἀλλ’ ἀποκρίνονται· Δι’ ὃ κατῆλθεν ἀργήσει;
5Δι’ ὃ ἐνηνθρώπησεν οὐκ ἔσται ὅλος αὐτῷ ὁ σκοπὸς τοῦ ἐξ οὐρανῶν εἰς γῆν κατελθεῖν, ἵνα τὴν γῆν οὐρανὸν ἐργάσηται, ἵνα οἱ κάτω ὡς οἱ ἄνω δοξολογῶσι θεόν, μᾶλλον δὲ ἵνα οἱ κάτω μετὰ τῶν ἄνω ἓν ὦσι; Καὶ πῶς χηρεύσωσι πρὸς τὸν αἶνον ἀνθρώπινα στόματα; Καὶ τί λέγομεν περὶ τελείων; Ἐκ στόματος νηπίων
10καὶ θηλαζόντων κατηρτίσω αἶνον; Εἰ νηπίων στόματα καὶ θηλαζόντων χείλη τὸν αἶνον ἐδίδαξεν, οὐ βασκαίνει τοῖς τελείοις μαθεῖν τὰ οὐράνια. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Νήπιοι δὲ καὶ θηλάζοντες, ἀνυπονόητοι τῆς ἀξίας μάρτυρες, θεοδίδακτοί εἰσι κήρυκες· ὡς καταρτίζονται

15

.

18

καὶ ὡς διδάσκονται, οὕτως ἀναφθέγγονται. Ἐπειδὴ γὰρ ἡ τῶν τελείων ἀνδρῶν ἐν τῷ εὐαγγελίῳ περὶ Χριστοῦ μαρτυρία ὡς ψεῦδος καὶ κολακεία ἐνομίζετο, καὶ ἐπετιμῶντο καὶ ἀποσυνά‐ γωγοι ἐγίνοντο οἱ Χριστὸν αὐτὸν καὶ υἱὸν θεοῦ λέγοντες, διὰ
5ταῦτα ὁ Χριστὸς νηπίους καὶ θηλάζοντας μάρτυρας προβάλλεται,
τὴν ἀνυπονόητον ἡλικίαν κατήγορον τῶν ἀπίστων ἐργαζόμενος. Ὅτε γὰρ εἰσήρχετο ὁ Χριστὸς εἰς τὰ Ἱεροσόλυμα ὀναρίῳ καθή‐ μενος, οὐ λευκὸν ἵππον λαβών, οὐ χρύσεον χαλινὸν δανεισάμενος, οὐκ ἐπὶ ἅρμα λευκοπῶλον ἐπιβάς, ἵνα μὴ οἱ Ἰουδαῖοι εἴπωσιν
10ὅτι τὰ παιδία ἐθεάσαντο τὸ βασιλικὸν σχῆμα καὶ ὡς παιδία ἠπατήθησαν καὶ ὡς βασιλέα ἐπῄνεσαν, ἀλλὰ διὰ τοῦτο τῷ ὀναρίῳ ὡς πτωχὸς καὶ πένης κάθηται καὶ ὡς βασιλεὺς παρὰ τῶν παίδων θαυμάζεται λεγόντων· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ἵνα καὶ τὸ εὐτελὲς τοῦ σχήματος τῆς ὄνου καὶ τὸ ἀτελὲς τῶν νηπίων

15

.

19

ἀσυκοφάντητον τὸν αἶνον ἐργάσωνται. Ὅθεν, ὡς εἶπον οἱ παῖδες ἐν τῷ ἱερῷ· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, οἱ δὲ Ἰουδαῖοι ἐνεκάλουν τῷ Χριστῷ λέγοντες· Ἀκούεις τί οὗτοι λέγουσιν; Ἀπεκρίθη ὁ Χριστός· Ἐγὼ ἐδίδαξα καὶ οὐκ ἀκούω; Οὐκ ἀνέγνωτε·
5Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Ἔστω, τὰ παιδία, ὡς λέγετε, σφάλλεται· μὴ καὶ ὁ πῶλος ἐσφάλη εὐτάκτως βαστάζων με; Πῶλος ἀδάμαστος, ἐφ’ ὃν οὐδεὶς ἐκάθισε, τὰ νῶτα ὑπέθηκε καὶ οὐ σκιρτᾷ, οὐ κυματίζεται, ὡς οὔτε ἡ νωτοφοροῦσά με θάλασσα· καὶ ὑμεῖς τὰ σκιρτήματα τοῦ

15

.

20

πώλου ἐπὶ γλώσσης φέρετε. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον· νήπιοι καὶ θηλάζοντες ἐπαινέται τοῦ Χριστοῦ, τὴν θεοδίδακτον καὶ ἀκολάκευτον τιμὴν μαρτυρούμενοι. Ἐπεὶ οὖν οὐχ ὡραῖος ὁ αἶνος ἐν στόματι ἁμαρτω‐
5λοῦ, παρακαλῶ, τῇ κακίᾳ νηπιάζοντες καὶ ὡς ἀρτιγενῆ βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα τοῦ λόγου δεχόμενοι ἐν ἀμιάντοις χείλεσι, καὶ ἀπλάστοις ἤθεσι καταρτιζόμενοι, ἄξιοι ἐπαινέται
καὶ προσκυνηταὶ τοῦ θεοῦ γενώμεθα ...

16

t

In Psalmum VIII Homilia III Εἰς τὸν αὐτὸν ψαλμὸν ἄλλως.

16

.

1

Ἡ τοῦ κυρίου ἀνάστασις τὸ ἔαρ διπλοῦν τῷ κόσμῳ ἀνέτειλεν. Πῶς δὲ διπλοῦν; Ἐπειδὴ τῷ αἰσθητῷ ἔαρι καὶ τὸ νοητὸν ἔαρ συνανέτειλε, καὶ ὁ μὲν αἰσθητὸς ἥλιος τὸν χειμῶνα ὡς ἄχθος ἀποδυσάμενος χρυσίζουσαν καὶ ἀνθηροτέραν τὴν ἀκτῖνα ἔδειξεν,
5ὁ δὲ νοητὸς ἥλιος ὁ Χριστός, ὁ τῶν ψυχῶν λαμπτήρ, ὁ καὶ τοῦ σκότους φωτιστής, ὡς χειμῶνα τὸ πάθος καὶ ὡς στυγνὰ νέφη τὸν ᾅδην καὶ τὸν θάνατον καὶ τὸν τάφον διελθών, λαμπρὰν

16

.

2

ἡμῖν ἀκτῖνα καὶ φαιδρὰν ἀνατολὴν τὴν ἀνάστασιν ἔδειξεν. Ὁ ἐν οὐρανῷ ἥλιος ἐν τῷ ἔαρι τὴν γῆν τοῖς ἄνθεσι καὶ τοῖς βλαστή‐ μασι ζωγραφεῖ· ὁ δὲ κάτωθεν ἐκ τοῦ τάφου ἀνατείλας ἥλιος τὴν ἐκκλησίαν ὡς παράδεισον τοῖς νεοφωτίστοις ἐστεφάνωσεν. Ὥσπερ
5δὲ τὰ ἄνθη ἐν τῷ χειμῶνι ὑπὸ γῆν κρυπτόμενα ἐν τῷ ἔαρι ἀνατέλ‐ λουσιν, οὕτως οἱ νεοφώτιστοι πρὸ τούτου ταῖς ἁμαρτίαις χειμα‐ ζόμενοι καὶ ὑπὸ τὰ γήϊνα πράγματα τοῦ βίου κρυπτόμενοι εἰς τὸν παράδεισον τοῦτον οὐκ ἐφαίνοντο· ἀφ’ οὗ δὲ τὸ ἔαρ τῆς ἀναστάσεως ἀνέτειλε καὶ ὡς ἥλιος ὁ Χριστὸς κέντρῳ τῷ σταυρῷ
10τὰς ψυχὰς διήγειρεν, ἦλθεν ὁ ἐαρινὸς ὄμβρος τοῦ βαπτίσματος

16

.

3

καὶ ὡς ἄνθη τοὺς νεοφωτίστους ἐκλάμψαι ἐποίησεν. Ἐπεὶ οὖν οἱ βαπτισθέντες καὶ ἄνθη εἰσὶ καὶ βότρυες, ἄνθη μὲν ὡς τὴν τοῦ Χριστοῦ εὐωδίαν πνέοντες, ἄνθη διὰ τὸ ἄνθος τὸ ἐκ τῆς ῥίζης Ἰεσσαί, ἄνθη ὡς δικαιωθέντες ἐκ πίστεως—Δίκαιος γὰρ
5ὡς φοῖνιξ ἀνθήσει—βότρυες δὲ ὡς καρποὶ τῆς μονογενοῦς ἀμπέλου γενόμενοι, βότρυες ὡς τῆς διδασκαλίας Χριστοῦ ἐκκρε‐
μάμενοι, ὡς εἶπεν ὁ εὐαγγελιστής· Ὁ λαὸς γὰρ ἅπας ἐξεκρέ‐ ματο αὐτοῦ ἀκούων—ἐπεὶ οὖν ἄνθη καὶ βότρυες οἱ νεοφώ‐ τιστοι, μᾶλλον δὲ ἐπειδὴ τὰ ἄνθη τῆς ἀμπέλου βότρυες ἐγένοντο,
10διὰ ταῦτα Ὑπὲρ τῶν ληνῶν ἐπεγράφη ὁ ψαλμός· Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν. Ὅτε ἡ ἄμπελος ἀνθεῖ, οὐδέπω εὐ‐ τρεπίζονται ληνοί· ὅτε δὲ τὰ ἄνθη βότρυες πέπειροι γένονται, τότε καὶ αἱ ληνοὶ ἑτοιμάζονται. Ἐπεὶ οὖν τὰ ἄνθη τῆς ἀμπέλου βότρυες ἐγένοντο, Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς
15τῷ Δαυίδ· ὁ λόγος ἐνεργὴς τῷ Δαυίδ, εἰς πρᾶξιν προβαίνων.

16

.

4

Ἐπειδὴ γὰρ ἡ παλαιὰ τῶν Ἰουδαίων ἄμπελος ἐξηράνθη, ἐστέ‐ ναζον οἱ ἐργάται τοῦ ἀμπελῶνος ἐκείνου, οἱ προφῆται, καὶ θλι‐ βόμενοι ἐπὶ τῇ ἀκαρπίᾳ τὰς ἐπιληνίους ᾠδὰς μετέβαλλον εἰς θρήνους. Καὶ ὁ μὲν ἔλεγε· Τί ποιήσω ἔτι τῷ ἀμπελῶνί μου
5καὶ οὐκ ἐποίησα αὐτ; Ὁ δὲ ἀνεβόα· [οὐκ ἔστι φύλλα ἐν ταῖς συκαῖς καὶ οὐκ ἔστι βότρυς] Ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν, ἀντὶ τοῦ· [Ἕτερος] Οὐκ ἔστι φύλλα ἐν ταῖς συκαῖς, λόγος θεοῦ ἐν ταῖς συναγωγαῖς, καὶ οὐκ ἔστι βότρυς ἐν ταῖς ἀμπέλοις, καρπὸς δικαιοσύνης ἐν τοῖς ἀνθρώποις. Ἄλλος
10ἐθρήνει τὴν ἀκαρπίαν τῆς ἀμπέλου λέγων· Οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτ, οὐχ ὑπάρχοντος βότρυος. Καὶ τοὺς ἑαυτοῦ λό‐ γους ἑρμηνεύων ὁ προφήτης καὶ δηλῶν τίνες εἰσὶν οἱ ἀπολωλότες βότρυες ἔλεγεν· Οἴμοι, ψυχ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ
15τῆς γῆς, ἕως καί, ὁ κριτὴς [λαμβάνει] εἰρηνικοὺς λόγους

16

.

5

ἐλάλησεν. Εἶδες πῶς ἐχερσώθη ὁ ἀμπελών· ἐπειδὴ εἰρηνι‐ κοὺς λόγους 〈...〉 τοὺς πολέμους χείρονας. Εἶδες βοτρύων ἀπώ‐ λειαν. Ἐπὶ πᾶσιν αὐτὸς ὁ δεσπότης τῆς ἀμπέλου ἐπιστενάζων αὐτῇ ἐβόα· Ἐγώ σε ἐφύτευσα ἄμπελον καρποφόρον
5ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ

16

.

6

ἀλλοτρία; Ὡς μὲν φυτὸν ἐμόν, ὡς δὲ πικρὸν οὐκ ἐμόν. Ἐπεὶ οὖν ἐστέναζον οἱ ἐργάται τοῦ ἀμπελῶνος ἐκείνου, οἱ προφῆται, ὅτι οὐδαμοῦ ληνὸς πληρουμένη, οὐδαμοῦ ἐπιλήνιον ᾆσμα, ἦλθεν ἡ μονογενὴς ἄμπελος, ἣν ἄνω μὲν ὁ πατὴρ ἀφράστως ἐγέννησε,
5κάτω δὲ ἡ ἀγεώργητος χώρα ἀσπόρως ἐβλάστησε. Καὶ ἐλθοῦσα ἡ ἄμπελος ἐκληματοβόλησε τοὺς ἀποστόλους, ἐβλαστοφόρησε τοὺς σωζομένους, ἐκλαδεύθη τῷ πάθει, ἐχαρακώθη τῷ σταυρῷ, ἐσκάφη τοῖς ἥλοις, ἐδισκαφήθη τῇ λόγχῃ, ἐδακρυρρόησε τὴν ἀπώλειαν τῶν Ἰουδαίων, κατωρύγη ἐν τῷ τάφῳ, ἀνέθαλε τῇ
10ἀναστάσει, ἐβοτρυοφόρησε τὰ ἔθνη, ληνοὺς ἐπλήρωσε τὰς ἐκκλη‐ σίας. Καὶ θαυμάζοντες οἱ ἀπόστολοι ἐπιλήνιον ᾄδουσιν ᾆσμα· Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν

16

.

7

πάσῃ τῇ γ. Κύριε τῶν ἐπουρανίων, ὁ κύριος ἡμῶν τῶν ἐπιγείων. Κύριε τῶν πατριαρχῶν, ὁ κύριος ἡμῶν τῶν ἀποστόλων. Κύριε τῶν προφητῶν, ὁ κύριος ἡμῶν τῶν εὐαγ‐ γελιστῶν. Κύριε τῶν ἐν νόμῳ, ὁ κύριος ἡμῶν τῶν ἐν χάριτι.
5Κύριε πάντων τῶν γινομένων, ὁ κύριος ἡμῶν τῶν σωζομένων. Κύριε τῶν διά σε ἀποθανόντων, ὁ κύριος ἡμῶν τῶν διά σε ζώντων. Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσ. Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ

16

.

8

τῇ γ. Οὐκ ἐν τῇ Ἰουδαίᾳ θαυμαστὸν τὸ ὄνομά σου,
ἀλλ’ ἐν πάσῃ τῇ γ. Ἐκεῖ γὰρ ἐβλασφημήθη· Οἱ δὲ παραπο‐ ρευόμενοι ἐβλασφήμουν αὐτόν. Ὡς θαυμαστὸν τὸ ὄνο‐ μά σου ἐν παλαιᾷ, οὕτω θαυμαστὸν τὸ ὄνομά σου ἐν τῇ
5καινῇ. Ἐν Ἰουδαίᾳ βλασφημεῖται καὶ ἐν τοῖς ἔθνεσι δοξολογεῖται· Θαυμαστὸν τὸ ὄνομά σου. Οἱ νόμον λαβόντες κατὰ τοῦ νομοθέτου, καὶ τὰ ἄνομα ἔθνη ὑπὲρ τοῦ νομοθέτου· Θαυμαστὸν τὸ ὄνομά σου. Ὡς ἐχθροὺς ἐδίωξαν ἡμᾶς Ἰουδαῖοι, καὶ ὡς ἀγγέλους θεοῦ ἐδέξαντο ἡμᾶς τὰ ἔθνη· Θαυμαστὸν τὸ ὄνομά
10σου. Ὁ Παῦλος ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβε καὶ Γαλαταῖς τοῖς ἐθνικοῖς ἔγραφεν· Ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν· Θαυ‐

16

.

9

μαστὸν τὸ ὄνομά σου. Οἱ ἠγαπημένοι τὸν ἀγαπητὸν ἐσταύρωσαν, καὶ οἱ ἠλλοτριωμένοι τὸν σταυρὸν ἐπὶ τοῦ μετώ‐ που ὡς διάδημα ἐφόρεσαν· Θαυμαστὸν τὸ ὄνομά σου. Τὰ τέκνα τοῦ Ἀβραὰμ τὸν θεὸν τοῦ Ἀβραὰμ πολεμεῖ καὶ τὰ τέκνα
5τοῦ διαβόλου προσκυνεῖ· Θαυμαστὸν τὸ ὄνομά σου. Οἱ ἐν πλαξὶ λιθίναις τὸν νόμον δεξάμενοι λίθους ἦραν κατά σου, ἵνα σὲ λιθάσωσι, καὶ οἱ λίθοις προσκυνοῦντες σοὶ τῷ ἀκρογωνιαίῳ λίθῳ ὡς θεῷ προσεκύνησαν· Θαυμαστὸν τὸ ὄνομά σου. Οἱ πολῖταί σου λέγουσιν· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ
10ἡμᾶς· καὶ οἱ ξένοι λέγουσι· Θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. Θαυμαστὸν τὸ ὄνομά σου. Οἱ ἐξ ὕδατος οἶνον ἐν τῷ γάμῳ πιόντες ὄξος σε ἐπότισαν· οἱ δὲ τὸ θαῦμα μὴ ἑωρακότες ἀπαρχὰς παντὸς οἴνου προσφοράν σοι φέρουσιν· Ὡς θαυμαστὸν τὸ

16

.

10

ὄνομά σου. Τάφος ἤνθησε ζωήν· Θαυμαστὸν τὸ ὄνομά σου. Κολυμβήθρα ἀστέρα γεννᾷ· Θαυμαστὸν τὸ ὄνομά σου. Οὐκέτι ὁ ὄφις ἐκδύει, ἀλλ’ ἐνδύει ὁ ἀμνός· Θαυμαστὸν τὸ ὄνομά σου. Οὐκέτι Εὖα θρηνεῖ, ἀλλὰ Μαρία χαίρει· Χαῖρε, κεχαριτω‐
5μένη· Θαυμαστὸν τὸ ὄνομά σου. Οὐκέτι κλαίει Ῥαχήλ, ἀλλ’ Ἐλισάβετ σκιρτᾷ· Θαυμαστὸν τὸ ὄνομά σου. Οὐκέτι φύλλα ἐν παραδείσῳ ῥάπτεται, ἀλλὰ πορφύρα ἐν τῷ ὕδατι ὑφαίνεται· Θαυμαστὸν τὸ ὄνομά σου. Οὐκέτι ἡ συκῆ σκεπάζει, ἀλλ’ ὁ Ἰορδάνης στολίζει· Θαυμαστὸν τὸ ὄνομά σου. Οὐκέτι ἐκ
10τοῦ παραδείσου Ἀδὰμ ὁ πρωτόπλαστος λῃστεύεται, ἀλλ’ ὁ λῃστὴς πολίτης τοῦ παραδείσου γίνεται· Θαυμαστὸν τὸ ὄνομά σου. Οὐκέτι φθορὰ βασιλεύει· ἀφθαρσία γὰρ ἀπὸ τῶν οὐρανῶν μετεφυτεύθη εἰς γῆν. Οὐκέτι οἱ πρωτόπλαστοι χιτῶνας δερματί‐ νους ὡς αἰχμάλωτοι ἐνδύονται, ἀλλ’ οἱ νεοφώτιστοι τὸν Χριστὸν
15ἐνδύονται· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε. Ἢ καὶ ἐπειδὴ ἐν ἀνατολῇ καὶ δύσει, ἄρκτῳ καὶ μεσημβρίᾳ, ἐν πόλεσι καὶ ἐν χώραις καὶ ἐν ὄρεσι καὶ νήσοις, οὐκέτι ἀπὸ τόπου ἢ τρόπου ἢ γένους ἢ ἀξίας οὕτως ὡς ἀπὸ τοῦ Χρισ‐

16

.

11

τοῦ Χριστιανοὶ ὀνομάζονται. Ὦ ὄνομα κόσμου ἔνδυμα· ὦ ὄνομα οἰκουμένης φόρεμα· ὦ ὄνομα ὃ ἡ ἐπιγραφομένη ψυχὴ γί‐ νεται βασιλικὸν νόμισμα· ὦ ὄνομα χωλῶν δρόμος· ὦ ὄνομα δαιμόνων διωγμός· ὦ ὄνομα ὄφεων κατάλυσις, σκορπίων ἀναί‐
5ρεσις· ὦ ὄνομα γλωσσῶν οὐρανίων χάρισμα· ὦ ὄνομα φαρμάκων θανασίμων ἀντιφάρμακον· ὦ ὄνομα νοσούντων ἴαμα· Σημεῖα δὲ τοῖς πιστεύσασι πολλὰ ἠκολούθει. Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γ. Τὸ δὲ ὡς ἀντὶ τοῦ ὄντως βεβαίως

16

.

12

ἐπάγει, ὡς ὁμολογημένως θαυμαστὸν τὸ ὄνομά σου. Καὶ διὰ τί ταῦτα λέγομεν; Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Εἰ μὴ γὰρ αὐτὸς μεγαλοπρεπῶς ἐπήρθης εἰς οὐρανοὺς ἀναλαμβανόμενος καὶ τὸ ἅγιον ἡμῖν πνεῦμα
5ἔπεμψας συνεργὸν εἰς τὸ εὐαγγέλιον, οὐκ ἂν ἰσχύσαμεν κόσμον διδάξαι, κατηχῆσαι, βαπτίσαι, ἐκκλησίας πληρῶσαι, ἵνα γένηται θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γ. Ὅτι δὲ τὸ
Ἐπήρθη ἡ μεγαλοπρέπειά σου τὴν ἀνάληψιν δηλοῖ, λέγει Λουκᾶς ἐν ταῖς Πράξεσι περὶ Χριστοῦ· Οἱ μὲν οὖν συνελθόντες,
10ἕως καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη. Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου. Εἶδον τὸν κύριον καθή‐ μενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, 〈ἕωσ〉 καὶ ἐπήρθη

16

.

13

τὸ ὑπέρθυρον. Ὁμολογοῦμεν δέ· καὶ τί μετὰ τῶν ἄλλων κατορθώσας ἀνελήφθης, δέσποτα; Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Καὶ πότε τοῦτο γέγονε; Πότε; Ὅτε ἐπὶ πῶλον ἐκάθισεν ὁ ἐπὶ τῶν Χερουβὶμ καθήμενος,
5ὅτε ἐπὶ τὸ κτῆνος ἐφέρετο ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτο, ἵνα τὸν ἀποκτηνωθέντα ἄνθρωπον θεὸν ἀπεργάσηται. Τότε γὰρ καὶ οἱ παῖδες τὰ βαΐα τῶν φοινίκων ἔλαβον καὶ εὐφημοῦντες τὸν βασιλέα Χριστὸν ἔλεγον· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι

16

.

14

κυρίου. Εἶτα οἱ ἀρχιερεῖς τῷ Χριστῷ· Ἀκούεις τί οὗτοι λέ‐ γουσι; Καὶ ὁ Χριστός· Ἀκούετε ὅτι ὃ ἔδει ὑμᾶς λέγειν οὗτοι λέγουσι. Στόμα ὑμῶν γίνονται· ὑπὲρ ὑμῶν συνηγοροῦσιν. Εἰ δὲ οὐ θέλετε, προφητείαν πληροῦσιν· Οὐδέποτε ἀνέγνωτε· Ἐκ
5στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; Ὢ τῆς ἐναλλαγῆς· νήπιοι δοξάζουσι καὶ γέροντες ἀτιμάζουσι· θηλάζοντες αἰνοῦσι καὶ νομομαθεῖς παρανομοῦσιν· Ἐκ στό‐ ματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Νη‐ πίους δὲ λέγει τοὺς τῇ κακίᾳ νηπιάζοντας, τοὺς ἀδόλοις χείλεσι

16

.

15

καὶ ἀνυποκρίτοις στόμασι τὸν θεὸν δοξάζοντας. Ἀλλὰ καὶ νῦν ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατήρτισται
αἶνος. Βλέπε γὰρ τοὺς νεοφωτίστους ὡς νηπίους ἀσπίλους γεν‐ νηθέντας ἄνωθεν· πῶς οἱ πάλαι ᾄσμασι πορνικοῖς τὸ στόμα
5ῥυπούμενοι ἄρτι ψαλμοὺς λέγουσι πνεύματι ἁγίῳ κινούμενοι καὶ τὸν ὕμνον τῶν πιστῶν ἄρτι πρώτως λέγουσι καὶ αἶνον ἀναπέμπουσιν ὃν οὐδέποτε ἤκουσαν; Καὶ ἀλήθειαν τὴν προφη‐ τείαν εὑρών, εἰπὲ τῷ Χριστῷ· Δόξα σοι, ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, ἵνα σε δοξά‐
10ζωμεν, ὅτι σοι πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

17

t

In Psalmum VIII Homilia IV Εἰς τὸν αὐτὸν ψαλμὸν ἄλλως.

17

.

1

Καλὰ τὰ ἐπιλήνια τῶν ἁγίων ᾄσματα ψυχῶν γάρ εἰσιν ἰάματα. Καλὰ τὰ ὑπὲρ τῶν ληνῶν μελῳδήματα, ὅτι καὶ τοὺς ἀσθενοῦντας διεγείρουσι πρὸς τὰ θεῖα σκιρτήματα. Τίς τῶν ἀσθενούντων οὐκ ἐπιθυμεῖ ληνοβατῆσαι; Κἂν γὰρ μόνη φήμη
5τρυγητῶν ἢ ληνοβατούντων φθάσῃ αὐτοῦ τὰς ἀκοάς, ὁ δέσμιος τῇ ἀσθενείᾳ πτερωτὸς γίνεται τῇ προθυμίᾳ, ἵνα φθάσῃ τὴν

17

.

2

ἐτήσιον τῆς ἀμπέλου φοράν. Τοῦτο πέπονθα κἀγώ, ἀδελφοί, εἰς τὸν Χριστοῦ ἀμπελῶνα ἐρχόμενος, καὶ ὑπὸ μὲν τῆς τοῦ σώ‐ ματος ἀσθενείας ἐργάζεσθαι κωλυόμενος, ὑπὸ δὲ τῆς τῶν μεγάλων γεωργῶν καὶ σοφῶν διδασκάλων προθυμίας ληνοβατεῖν ἐρεθι‐
5ζόμενος. Ἐπειδὴ δὲ τῷ ἀρρωστοῦντι γίνεται νόμος ὁ τοῦ ἀρίσ‐ του ἰατροῦ λόγος, ὡς ἰατροῖς πειθαρχήσας, ὡς γεωργοῖς ἀκο‐ λουθῶ, τοὺς ῥῶγας τῆς φυτείας τοῦ λόγου αὐτῶν ἀναλεγόμενος καὶ εἰς ληνοὺς τὰς ὑμετέρας ἀκοὰς κατατιθέμενος. Καὶ αὐτοὶ μὲν ὑμῖν φέρουσι τοὺς μεγάλους τῶν νοημάτων βότρυας, ὡς τῆς
10μονογενοῦς ἀμπέλου εὔφορα καὶ πολύφορα κλήματα· ἐγὼ δὲ
ῥωγολογήσας ἀεὶ τὴν τοῦ λόγου ἄμπελον, ἅπερ τῇ παιδικῇ μου δεξιᾷ συνήγαγον, ταῦτα ὡς πατράσι καὶ ἀδελφοῖς καὶ φίλοις

17

.

3

προβάλλομαι. Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλ‐ μὸς τῷ Δαυίδ. Ἁρμόδιος καὶ φίλος τῷ πρὸ τούτου ἑβδόμῳ ψαλμῷ ὁ προκείμενος ὄγδοος ψαλμός. Πῶς; Ἄκουσον. Ἐν ἐκείνῳ ἐλέγετο ὑπὲρ τῆς ἐκκλησίας. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος
5ἐπίστρεψον. Κύριε, εἰς ὕψος ἐπίστρεψον, ὁ εἰπών· Καὶ καθὼς Μωυσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου. Εἰς ὕψος ἐπί‐ στρεψον, ὁ εἰρηκώς· Κἀγὼ ἐὰν ὑψωθ, πάντας ἑλκύσω

17

.

4

πρὸς ἐμαυτόν. Ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον· καὶ ἐὰν εἰς ὕψος ἐπιστρέψω, τί; Καὶ συναγωγὴ λαῶν κυ‐ κλώσει σε· Περιεκύκλωσάν με κύνες πολλο, οἱ Ἰουδαίων λαοί, τὸ Ἆρον ἆρον, σταύρωσον αὐτόν, ὑλακτοῦντες κατὰ
5σοῦ. Καὶ συναγωγὴ λαῶν, τῶν ἐθνῶν, κυκλώσει σε, ὡς λέγειν· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτο. Ἐκύ‐ κλωσάν σε ἐκεῖνοι ὡς αἱ μέλισσαι κηρίον. Καὶ συναγωγὴ λαῶν κυκλώσει σε ὡς φύτεια ἐλαιῶν· Οἱ υἱοί σου ὡς νεό‐

17

.

5

φυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Καὶ τίς ἡ συναγωγὴ τῶν λαῶν; Ἡ ἐνθήκη τῶν ληνῶν, ἡ οἰκοδομὴ τῶν τοῦ Χριστοῦ ἐκκλησιῶν· Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν. Καὶ τίς ὁ οἰκοδόμος τῶν ἐκκλησιαστικῶν ληνῶν; Ὁ Χριστὸς καὶ οἱ ἀπό‐
5στολοι καὶ πάντες οἱ ἅγιοι· ὁ μὲν Χριστὸς λέγων· Ἐπὶ ταύτῃ τῇ πέτρ, τῇ στερεᾷ, τῇ τοῦ Πέτρου ὁμολογίᾳ, οἰκοδομήσω μου τὴν ἐκκλησίαν· ὁ δὲ ἀπόστολος λέγων καὶ δι’ ἑαυτὸν καὶ διὰ τοὺς μετ’ αὐτόν· Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος ἐποικοδομε. Εἶδες ληνῶν οἰκοδομήν· εἶδες
10ἐκκλησιῶν προκοπήν. Ἵνα οὖν ταῦτα γένηται εἰς τὸ τέλος τῆς
τοῦ Χριστοῦ ἐνανθρωπήσεως καὶ τῆς τοῦ νόμου τελειώσεως, τέλος γὰρ νόμου Χριστός, ὑπὲρ τῶν ληνῶν, ὑπὲρ τῆς οἰκοδομῆς τῶν ἐκκλησιῶν ηὐχαρίστει ὁ Δαυίδ· Εἰς τὸ τέλος, ὑπὲρ

17

.

6

τῶν ληνῶν· ψαλμὸς τῷ Δαυίδ. Διὰ τί δὲ καὶ ψαλμὸν τὴν προφητείαν καὶ τὴν ὑπὲρ τῶν ἐκκλησιῶν εὐχαριστίαν ἐπέ‐ γραψεν; Ὁ ψαλμὸς πράξεως καὶ ἔργου ἐστὶ δηλωτικός. Ἐπεὶ οὖν οὕτως ἐθάρρει ὁ Δαυὶδ τῇ ἑαυτοῦ προφητείᾳ, τὰ μέλλοντα
5γίνεσθαι ὡς ἤδη πραχθέντα ἔβλεπεν. Ὑπὲρ οὖν τῶν ἐσομένων ὡς ὑπὲρ τῶν ἤδη γενομένων εὐχαριστίαν προσέφερε, λέγων τῷ θεῷ· Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά

17

.

7

σου ἐν πάσῃ τῇ γ. Πῶς γὰρ οὐκ εἶχεν εὐχαριστεῖν ὁ Δαυὶδ ὑπὲρ τῶν κατὰ κόσμον ἐκκλησιῶν τοῦ Χριστοῦ; Ὁ γὰρ ἓν σκήνωμα καὶ μίαν καλύβην πῆξαι τῷ θεῷ ἐπιθυμῶν, οὐχ ἵνα τὸν θεὸν τόπῳ περιγράψῃ, ἀλλ’ ἵνα ἑαυτῷ εὐκτήριον ποιήσῃ,
5ὅπου ὡς ἐν κοιτῶνι φίλῳ τῷ δεσπότῃ προσλαλῇ, ὁ ἐπὶ μιᾷ σκηνῇ τοσαυτάκις ἀγρυπνῶν καὶ λέγων· Εἰ δώσω ὕπνον τοῖς ὀφθαλ‐ μοῖς μου ἕως οὗ εὕρω τόπον τῷ κυρί, ὁ πόθῳ τὸν ὕπνον νικῶν καί, ὡς ἐραστὴς φίλην, τὴν σκηνὴν ἐπιζητῶν, ὡς εἶδεν οὐ μίαν, ἀλλὰ μυρίας σκηνὰς τὰς ἐκκλησίας Χριστοῦ, καὶ ὅτι
10πανταχοῦ γῆς θαυμάζεται ὁ πανταχοῦ διὰ Ἰουδαίους βλασφη‐ μούμενος, καὶ ὅτι ὁ λέγων τοῖς Ἰουδαίοις· Δι’ ὑμᾶς τὸὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, αὐτὸς εἶπε τοῖς ἀπο‐ στόλοις· Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν, ὅπερ τοῦ θεοῦ λέγοντος
15ἤκουσε, τοῦτο εὐχαριστῶν ἐξεβόησεν εἰπών· Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γ.

17

.

8

Κύριε, μονογενὴς υἱέ· ὁ κύριος ἡμῶν, τῶν κατὰ χάριν ἀδελφῶν, περὶ ὧν εἶπας· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς
μου. Ἀλλὰ κἂν αὐτὸς ἡμᾶς κατηξίωσας ἀδελφοὺς καλέσαι, ἡμεῖς ὡς δοῦλοι ὁμολογοῦμεν τὴν δεσποτείαν. Ἑκάστῳ γὰρ ἡμῶν
5μᾶλλον ἁρμόζει ἡ τοῦ πνεύματος παραγγελία εἰπόντος· Καὶ τῷ ἀδελφῷ σου δουλεύσεις. Χριστός σε τὸν δοῦλον ἀδελφὸν ἐκάλεσε· μὴ ἐπαρθῇς, ἀλλὰ ἔχων τὸ τῆς ἀδελφότητος χάρισμα, τῷ ἀδελφῷ σου δουλεύσεις. Ἀγαθὸς ὢν ὁ δεσπότης θέλει παρὰ τῶν δούλων ὡς παρὰ ἀδελφῶν δουλευθῆναι. Καὶ βασιλεὺς
10ἐν πολέμῳ τοὺς στρατιώτας ἀδελφοὺς καλεῖ, οὐχ ἵνα καταφρονηθῇ,

17

.

9

ἀλλ’ ἵνα πλέον ἀγαπηθῇ. Διὸ χάρις σοί, δέσποτα, ἐπὶ τῇ τῆς ἀδελφότητος φιλοτιμίᾳ. Ὅμως ἡμεῖς, κἂν ἀδελφοὶ ἐκλήθημεν, ἀλλ’ ὁμολογοῦντες τὴν δουλείαν φαμέν· Κύριε ὁ κύριος ἡμῶν. Κύριε ἀμεσίτευτε· τὸ κύριε, τῶν ἐν οὐρανοῖς ἀπογεγραμμένων
5πρωτοτόκων· Καὶ ἐκκλησίᾳ πρωτοτόκων, φησίν, ἀπο‐ γεγραμμένων ἐν οὐρανοῖς· ὁ κύριος ἡμῶν, τῶν πνευμα‐ τοφόρων ἀποστόλων, οἷς εἶπας· Λάβετε πνεῦμα ἅγιον. Ἡμῖν γὰρ τοῖς ἀποστόλοις ὁ Δαυὶδ παρέδωκε τὸν ἐπιλήνιον ψαλμόν. Κύριε, τῷ νόμῳ τῆς φύσεως, ὁ κύριος ἡμῶν, τῷ κάλλει τῆς

17

.

10

προαιρέσεως. Ὡς θαυμαστὸν τὸ ὄνομά σου, οὐκέτι ἐν τῇ Παλαιστίνῃ μόνῃ, ἀλλ’ ἐν πάσῃ τῇ γ. Μία ἄμπελος ἐχερσώθη, καὶ ὁ οἰκουμενικὸς ἀμπελὼν ἐσώθη· Τῷ γὰρ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν. Ὡς θαυμαστὸν
5τὸ ὄνομά σου. Θαυμαστὸς γέγονε μεταβολῆς τρόπος· οἱ ἄθεοι ἔνθεοι, οἱ πολύθεοι φιλόθεοι, οἱ εἰδωλολάτραι θεολάτραι, οἱ λίθων προσκυνηταὶ τῆς πέτρας ὁμολογηταί· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ
10γ. Ὀνομαζόμενος γὰρ μόνον μετὰ πίστεως, πάντα γίνεται τῷ

17

.

11

ὀνομάζοντι. Καὶ οὐ χρεία λόγων, αὐτὰ τὰ ἔργα βοᾷ. [Διὰ τί δὲ τοῦτο λέγομεν, δέσποτα; Ἵνα καὶ ἡμεῖς ἀληθεύσωμεν καὶ τὸν κόσμον διδάξωμεν ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Καὶ ποία μεγαλοπρέπεια; Ἡ μεγάλη
5τῶν θαυμάτων καὶ τῶν λόγων εὐπρέπεια. Λεπρὸς ὡς ὄφις δορὰν ἀποδύεται τὸ πάθος, παράλυτος τῇ ῥαφίδι τοῦ λόγου σου ῥάπ‐ τεται, πηλῷ ὀμματοῖς τυφλόν, φωνῇ ἐγείρεις νεκρόν, χειρὶ ἀνορ‐ θοῖς κωφόν, ποδὶ πατεῖς τὸν βυθόν, λόγῳ κοιμίζεις θάλασσαν καὶ λόγῳ ἐξυπνίζεις Λάζαρον]. Λάζαρε, δεῦρο ἔξω, καὶ ὁ ἐν
10τάφῳ νεκρὸς ἐξῆλθεν ὡς ἐκ θησαυροῦ ἄνεμος. Ὁ γὰρ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ καὶ τοῦτον ἐξήγαγεν, ἵνα καὶ αὐτὸς εἴπῃ ἀναστὰς ἀπὸ γῆς νεκρῶν· Ὡς θαυμαστὸν τὸ

17

.

12

ὄνομά σου ἐν πάσῃ τῇ γ. Ὅτι ἐπήρθη ἡ μεγαλο‐ πρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ποίων οὐρανῶν; Καὶ τῶν ἁγίων πάντων τῶν διηγουμένων δόξαν θεοῦ· Οἱ οὐρα‐ νοὶ διηγοῦνται δόξαν θεο. Καὶ πῶς ἐπήρθη ἡ μεγαλο‐
5πρέπεια αὐτοῦ ὑπεράνω τῶν οὐρανῶν; Ἐπειδὴ ὡραῖος κάλλει ὤφθη ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὅτι οὐδεὶς τῶν ἁγίων τοιαῦτα ἐθαυματούργησεν ἢ ἐλάλησε. Τίς τούτου μάρτυς; Ὁ ἐκ γεννητῆς τυφλὸς καὶ οἱ ὑπηρέται· ὁ μὲν περὶ τῶν θαυμάτων λέγων· Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις
10ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· οἱ δὲ ὑπηρέται περὶ τῶν λόγων· Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος ὡς οὗτος

17

.

13

ὁ ἄνθρωπος. Ἐπεὶ οὖν μεγάλη σου, δέσποτα, ἡ τῶν θαυμάτων καὶ τῶν λόγων εὐπρέπεια, καὶ πάντας τοὺς ἁγίους ἐν πᾶσιν ἀσυγκρίτως ὑπερβάλλεις, Ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ὡς καὶ τὸν ἄνθρωπον ὃν
5φέρεις ὑπεράνω τῶν ἐπουρανίων δυνάμεων ...

18

t

In Psalmum IX Εἰς τὸν θ ψαλμόν· Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Διηγήσομαι πάντα τὰ θαυμάσιά σου, καὶ τὰ ἑξῆς.

18

.

1

Ὅνπερ τρόπον ἱμάτιον ῥυπαρὸν ὕδατι πλύνεται, πεπηλω‐ μένον δὲ σῶμα λουτρῷ καθαρὸν γίνεται, τετραυματισμένον δὲ μέλος φαρμάκῳ θεραπεύεται, οὕτως ἐν ἁμαρτίαις ῥυπωθεῖσα ψυχὴ τῇ ἐξομολογήσει πλυνομένη ὡς χιὼν λευκαίνεται. Ἐὰν γὰρ
5ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευ‐ καν. Τοῦτο εἰδὼς ὁ προφήτης ἔλεγεν, ὡς ἤκουες· Ἐξομολο‐

18

.

2

γήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Εἰ γὰρ τὸ ῥυπαρὸν ἱμάτιον φορέσαι αἰσχύνομαι, ἵνα μὴ γέλως καὶ ἀτιμία τοῖς φίλοις μου γένωμαι, πόσῳ μᾶλλον αἰσχύνην φέρει μοι ἡ ἐσπιλωμένη ψυχή, ἡ τὴν εἰκόνα τοῦ θεοῦ ἁμαρτίαις σπιλώσασα,
5ἡ τὸ ὁμοίωμα τοῦ δημιουργοῦ παρανομίαις σποδώσασα, ἡ τὸ οὐράνιον ἄγαλμα ἐπὶ γῆς ἐν κακοῖς συντρίψασα, ἡ τὰ κρύφια τοῦ υἱοῦ ἀγνοήσασα καὶ κρυφαίως τὰ κακὰ ἐργαζομένη, λέγοντος αὐτῇ τοῦ θεοῦ ὡς καί ποτε τῷ Δαυίδ· Σὺ ἐποίησας ἐν κρυπ‐ τ, ἐγὼ δὲ ποιήσω ἐν τῷ φανερῷ καὶ ἐνώπιον τοῦ
10ἡλίου τούτου. Ἐποίησας ἃ ἠθέλησας καὶ ἐσίγησα· Ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας

18

.

3

σου. Τοῦτο εἰδὼς ὁ ἀπόστολος ἔλεγε· Τὰ γὰρ κρυφῆ γι‐ νόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται. Διὰ ταῦτα ὁ προφήτης παρακαλῶν ἔλεγεν· Ἀπὸ τῶν κρυφίων
5μου καθάρισόν με. Ἀγγεῖόν εἰμι ῥυπαρόν, ἔσωθεν φαύλοις
ἐνθυμίοις ἐρρυπωμένος· ἐπειδὴ τὰ μύρα καὶ τὰ ἀρώματα τῶν σῶν μυστηρίων ἐν ἐμοὶ ἐμβάλλεις, ἀπὸ τῶν κρυφίων μου καθάρι‐ σόν με. Τὸ συνειδός μου καταγέγραπται μέλανι ἁμαρτιῶν. Πάσας τὰς ἁμαρτίας μου ἐξάλειψον, καὶ τὰς ἐντολάς σου καὶ τὰ
10δικαιώματά σου ἐν ἐμοὶ καλλιγράφησον, ἵνα δυνηθῶ ψᾶλαι τὸν ὑπὲρ τῶν κρυφίων ψαλμὸν τοῦ υἱοῦ· Εἰς τὸ τέλος γάρ, ὑπὲρ τῶν κρυφίων τοῦ υἱο· ψαλμὸς τῷ Δαυίδ, περιέχει ἡ

18

.

4

ἐπιγραφή. Ἴδωμεν οὖν ὅμως τί τὸ τέλος καὶ τίς ὁ υἱὸς καὶ τίνα αὐτοῦ τὰ κρύφια καὶ διὰ τί ψαλμὸς τῷ Δαυίδ. Τί τὸ τέλος; Ἡ ἀρχὴ τοῦ εὐαγγελικοῦ κηρύγματος, ὅ ἐστι τέλος τοῦ νόμου καὶ τῶν προφητῶν. Μάρτυς ὁ εὐαγγελιστὴς Μάρκος εἰπών· Ἀρχὴ
5τοῦ εὐαγγελίου Ἰησοῦ Χριστο. Ὡς γέγραπται ἐν τοῖς προφήταις· οὐχ ὡς γράφεται, ἀλλ’ ὡς γέγραπται. Ὡς ἄνωθεν καὶ ἐξ ἀρχῆς γέγραπται, ἄρτι δὲ τετέλεσται· Τέλος γὰρ

18

.

5

νόμου Χριστός· Εἰς τὸ τέλος. Ἔστι καὶ ἄλλη αἰτία. Γέγραπται ἐν τῷ προκειμένῳ ψαλμῷ περὶ τῆς τοῦ διαβόλου εἰς τὸ τέλος καταστροφῆς· Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος. Καὶ πότε εἰς τέλος ἐξέλιπον; Εἰς τὸ τέλος. Εἰς ποῖον
5τέλος εἰπέ. Ὅτε ἐκένωσεν ὁ διάβολος τὴν βελοθήκην τῶν πειρασ‐ μῶν καὶ ἔφυγεν ἡττηθείς. Νηστεύσας, φησιν, ὁ Ἰησοῦς ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπεί‐

18

.

6

νασε, καὶ ἦν ἡ πεῖνα διαβόλου πρόσκλησις. Προσελθὼν γὰρ αὐτῷ ὁ πειράζων καὶ τὴν γλῶσσαν ὡς ῥομφαίαν ἀκονήσας ἔλεγεν· Ἐπειδή, ὡς λέγει Ἰωάννης, σὺ εἶ ὁ υἱὸς τοῦ θεο, βοῶν· Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ
5υἱὸς τοῦ θεο, οἶδα δὲ τὸν υἱὸν τοῦ θεοῦ ποτε θάλασσαν
ξηράναντα καὶ πέτρας εἰς λίμνας μεταβαλόντα, εἰ οὖν υἱὸς εἶ τοῦ θεο, καὶ νῦν τὰς φύσεις ὥς ποτε μετάβαλε. Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Καὶ ὁ λίθος τῷ ἄρτῳ διαλέγε‐

18

.

7

ται καὶ τὸν ἄρτον δι’ ἄρτων ἐπείραζε. Τί πανουργεύῃ, πο‐ νηρέ; Ἅπαξ τὸν Ἀδὰμ πεινῶντά ποτε ἐσκέλισας· ἦλθεν ὁ θεὸς τοῦ Ἀδὰμ νηστεῦσαι καὶ ῥῆξαί σε, ἵνα μάθῃ κόσμος ὅτι νηστείᾳ νικᾶται ὁ διάβολος. Διὰ λιχνείας ἐνίκησας· διὰ νηστείας φυγα‐
5δεύθητι· Τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσ‐ ευχῇ καὶ νηστεί. Ὁ μεταβαλὼν τὸ ὕδωρ εἰς οἶνον, καὶ τοὺς λίθους εἰς ἄρτους μεταβαλεῖν δύναται, ἀλλ’ οὐκ ἤθελε ποιῆσαι

18

.

8

τὸ θέλημα τὸ σόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντος. Εἶτα, ὡς ἡ μία ῥομφαία τοῦ ἐχθροῦ ἐκλάσθη, ἄλλην πάλιν ῥομφαίαν τὴν τῆς κενοδοξίας ἐχάλκευσε· Καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱερο, τὸν περιπατοῦντα ἐπὶ πτερύγων
5ἀνέμων, καὶ λέγει ὁ πεσὼν τῷ βαλόντι· Εἰ υἱὸς εἶ τοῦ θεο, βάλε σεαυτὸν κάτω καὶ πιστεύσω σοι. Καὶ ὁ ἀπὸ οὐρα‐ νοῦ πεσὼν τὸν βαλόντα ἐπείραζεν· Εἰ υἱὸς εἶ τοῦ θεο, βάλε

18

.

9

σεαυτὸν κάτω καὶ πιστεύσω σοι. Κακὸς ὁ Ἰουδαίων διδάσκαλος. Κἀκεῖνοι εἶπον· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομέν σοι. Ἐξ οὐρανοῦ κατέβη καὶ οὐκ ἐπίστευσαν, καὶ ἀπὸ τοῦ σταυροῦ καταβάντι πιστεύειν
5ἔλεγον. Εἰ υἱὸς εἰ τοῦ θεο, βάλε σεαυτὸν κάτω. Ἄθλιε, κατὰ σεαυτοῦ ὡς ὁ Γολιὰθ τὴν ῥομφαίαν ἠκόντισας· ὁ ἐξ οὐρανοῦ καταβὰς διώκει σε. Ἐὰν καταβῇς εἰς τὰ καταχθόνια, διώκει σε κἀκεῖθεν. Οὐδὲ γὰρ οἱ ἐκεῖ σε λοιπὸν προσκυνήσουσιν, οἱ ἐν τοῖς καταχθονίοις, ὡς τυράννῳ, ἀλλὰ τῷ Χριστῷ προσκυνήσουσι,

18

.

10

τῷ βασιλεῖ καὶ ἐλευθερωτῇ γόνυ κάμψουσι. Μάρτυς ὁ Παῦλος
εἰπὼν ὅτι αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπι‐ γείων καὶ καταχθονίων· ἐπουρανίων, ἀφ’ ὧν ἔπεσεν ὁ διάβολος, ἐπιγείων, ὅπου πεσὼν ὁ διάβολος ὡς ἀστραπή, ὡς
5πηλὸς πεπάτηται, καταχθονίων, ὅπου οἱ πυλωροὶ τοῦ ᾅδου ἰδόντες Χριστὸν ἔφριξαν καὶ ἀφέντες τὰς πύλας τοῦ τυράννου μετὰ φόβου ἔφυγον. Ἐπεὶ οὖν ἀπὸ τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων καὶ τῶν καταχθονίων ἐδιώχθη ὁ διάβολος, εἷς αὐτῷ τόπος ἄξιος ὁ τοῦ αἰωνίου πυρὸς ἡτοίμασται. Μάρτυς ὁ Χριστὸς
10εἰπὼν τοῖς Ἰουδαίοις· Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτο.

18

.

11

Καὶ ταύτης δὲ τῆς ῥομφαίας συντριβείσης τοῦ ἐχθροῦ, ὁ ἀναιδὴς βάρβαρος καὶ τρίτην ῥομφαίαν κατὰ τοῦ δεσπότου ἀπεγύμνωσε. Ποίαν ταύτην; Τὴν τῆς φιλαργυρίας, δι’ ἧς πάντας πολεμεῖ. Δείκνυσι τῷ δεσπότῃ τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν
5αὐτῶν καὶ λέγει· Τὸν μὲν σὸν μαθητὴν ἀγοράζω τριάκοντα ἀργυρίων, ἀλλ’ ἐπειδὴ ὡς ἐκείνου διδάσκαλος πλείονος ἄξιος εἶ, ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. Τί τοξεύεις τὴν πέτραν, μιαρέ; Ὅσα ἂν πέμψῃς βέλη, ἐκεῖνα μὲν

18

.

12

κλᾶται, ἡ δὲ πέτρα οὐ βλάπτεται. Καὶ βλέπε τὴν τοῦ δια‐ βόλου δεινότητα. Ἐλογίσατο παρ’ ἑαυτῷ· Εἶπον ἵνα τοὺς λίθους ἄρτους ποιήσῃ καὶ πάντως μὴ δυνάμενος τοῦτο οὐκ ἐποίησεν. Εἶπον· Βάλε σεαυτὸν κάτω, καὶ φοβούμενος παρῃτήσατο· ἐξ
5ὧν φαίνεται ὅτι ἄνθρωπός ἐστιν. Ἐπεὶ οὖν ἡ τῆς φιλαργυρίας ἅλυσις σχεδὸν πάντας ἀνθρώπους νικᾷ, δείξω αὐτῷ πάντας τοὺς τῶν βασιλέων θησαυρούς, ἵνα βλέπων χρημάτων θάλασσαν ἣν αὐτῷ χαρίζομαι, προσκυνήσῃ μοι. Διὸ ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, καὶ

18

.

13

εἶπε· Ταῦτα πάντα σοι δώσω. Ὁ ἀναιδὴς καὶ πικρὸς πάντα ἐδίδου τῷ ἔχοντι τὰ πάντα ἐν τῇ χειρὶ αὐτοῦ. Πάντα ἐδίδου ὁ
μήτε χοίρων ἐξουσιάζων. Πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι· καὶ ὁ πεσὼν τῷ βαλόντι τὸ πεσεῖν ὑπη‐
5γόρευε. Καὶ ἐπειδὴ ἀναιδὴς ὁ δραπέτης, ὁ δεσπότης ὡς δούλῳ ἐπιτιμᾷ· Ὕπαγε ὀπίσω μου, σαταν· γέγραπται· κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ τὴν γραφὴν ὡς θυρεὸν προτείνας, τοῦ ἐχθροῦ τὰς ῥομφαίας κατέλυσε. Καὶ ἐπειδὴ τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι
10εἰς τέλος, λέγει ὁ εὐαγγελιστής· Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος. Εἰς τὸ τέλος, ὅτε ὁ πειράζων τὸν

18

.

14

ἀπείραστον ἐπείραζεν. Ὑπὲρ τῶν κρυφίων τοῦ υἱο. Καὶ τίς ὁ υἱός; Ὁ μονογενὴς θεὸς λόγος, ὁ τοῦ πατρὸς υἱὸς [ὁμο‐ ούσιος], ὁ τοῦ κόσμου ποιητής. Μάρτυς αὐτὸς κύριος· Εἶπε πρός με· Υἱός μου εἶ σ. Μάρτυς καὶ ὁ πατήρ· Σὺ εἶ ὁ υἱός
5μου ὁ ἀγαπητός. Πατρὸς δὲ καὶ υἱοῦ μαρτυροῦντος, πᾶσα λοιπὸν μαρτυρία περιττή. Καὶ πόθεν ᾔδει τὰ κρύφια τοῦ υἱοῦ ὁ Δαυίδ; Ἀφ’ ὧν ἀπεκάλυψεν αὐτῷ ὁ υἱός. Αὐτὸς λέγει· Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι· ὡς γὰρ πατρὶ κατὰ σάρκα τῷ Δαυὶδ εἶπε τὰ μυστήρια. Καὶ τίνα τὰ
10κρύφια τοῦ υἱοῦ; Τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ μυστήρια, τὰ ἀποκεκρυμμένα ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, φανε‐

18

.

15

ρωθέντα δὲ τοῖς ἁγίοις αὐτοῦ ὡς καὶ τῷ Δαυίδ. Καὶ ὅτι ἐφανερώθη τῷ Δαυὶδ τὰ κρύφια μυστήρια τοῦ υἱοῦ, μάρτυς ὁ αὐτὸς προφήτης, καθὼς λέγει περὶ τῆς ἐξ οὐρανῶν αὐτοῦ κατα‐ βάσεως· Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη. Ἔθετο σκότος
5ἀποκρυφὴν αὐτο. Ὑπὲρ τῶν κρυφίων. Ὅτι ἐκ γαστρὸς
παρθένου τεχθήσεται· Ἐκ γαστρὸς Μαριὰμ ἐγέννησά σε, ὡς λέγει τὸ ἑβραϊκόν. Ὅτι ἐν ποταμῷ μετὰ Ἰωάννου διελεύ‐ σεται ἐπὶ τὸ βάπτισμα· Ἐν ποταμῷ διελεύσονται ποδ. Ὅτι τὰ ὕδατα φοβηθήσονται ὁρῶντα θεὸν ὑπὸ ἀνθρώπου
10βαπτιζόμενον· Εἴδοσάν σε ὕδατα, ὁ θεός, καὶ ἐφοβήθη‐ σαν. Ὅτι μαρτυρήσει τῷ βαπτισθέντι ὁ πατήρ· Κύριος εἶπε πρός με· Υἱός μου εἶ σ. Περὶ τῆς ἐξ οὐρανοῦ περι‐ στερᾶς ἐπ’ αὐτόν· Ἐκεῖ πτέρυγες περιστερᾶς περιηργυρω‐ μέναι. Περὶ τῶν σημείων καὶ τῶν τεράτων· Δεῦτε καὶ ἴδετε
15τὰ ἔργα τοῦ θεο, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς. Ὅτι παύσονται τότε οἱ πόλεμοι καὶ αἱ πολυαρχίαι· Ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Ὅτι ὁμολο‐ γητὰς αὐτοῦ ποιήσει τοὺς τυφλούς· Κύριος σοφοῖ τυφλούς. Ὅτι ἰάσεται χωλούς· Κύριος ἀνορθοῖ κατερραγμένους.
20Διὰ τὸν παράλυτον· Ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτο, εἰπὼν αὐτῷ· Ἆρον τὸν κράββα‐ τόν σου καὶ περιπάτει. Ὅτι ἀποδώσει τῇ χήρᾳ τὸν τεθνηκότα υἱόν· Ὀρφανὸν καὶ χήραν ἀναλήψεται. Ὅτι χιλιάδας θρέψει ἐκ πέντε ἄρτων· Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ
25ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαι‐ ρί. Ὅτι ἐπιτιμήσει τοῖς δαίμοσιν· Ἐπιτίμησον τοῖς θη‐ ρίοις τοῦ δρυμο. Καὶ ἦν μετὰ τῶν θηρίων καὶ ἄγγε‐ λοι διηκόνουν αὐτ. Πρὸς τοὺς λέγοντας αὐτὸν Μωυσέα καὶ Ἠλίαν· Ἵνα τί ὑπολαμβάνετε, ὄρη τετυρωμένα, τὸ
30ὄρος ὃ ηὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτ. Ὅτι
ἀναβιβάσει τοὺς ἀποστόλους εἰς τὸ ὄρος τῆς μεταμορφώσεως· Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς. Ὅτι ἐν τῇ μεταμορφώσει τὰ ἱμάτια αὐτοῦ λευκὰ ἔσται ὡς τὸ φῶς· Ὁ ἀνα‐ βαλλόμενος φῶς ὡς ἱμάτιον. Περὶ τῆς ἐκλογῆς τῶν
35ἀποστόλων· Υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτο· τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς. Περὶ τῆς τῶν εὐαγγελιστῶν χειροτονίας· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλ. Περὶ τοῦ δι’ αὐτῶν βαπτίσματος· Βροχὴν ἑκουσίαν ἀφοριεῖς, ὁ θεός, τῇ κληρονομίᾳ σου. Ὅτι
40ὑπὸ Ἰούδα προδοθήσεται· Ὅτι εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· σὺ δ, ἄνθρωπε ἰσόψυχε, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐπὶ τὸ αὐτό μοι μετὰ τῶν ἄλλων εἰπών· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; Ὅτι ὑπὸ Ἰουδαίων καταστασιασθήσεται· Περιεκύκλωσάν με
45κύνες πολλο. Ἐκύκλωσαν γὰρ αὐτὸν οἱ Ἰουδαῖοι λέγοντες· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Ὅτι τὰ τριάκοντα ἀργύρια καὶ ὁ Ἰούδας ῥίψει, καὶ οἱ ἀρχιερεῖς αὐτὰ οὐ μερίσονται· Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι. Περὶ τοῦ μερισμοῦ τῶν ἱματίων· Διεμερίσαντο τὰ ἱμάτιά μου

18

.

15

(50)

ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, διὰ τὸν ἄραφον χιτῶνα λαγχάνοντες. Περὶ τοῦ σταυροῦ· Ὁ κύριος ἐβασίλευσεν ἀπὸ τοῦ ξύλου. Περὶ τῶν ἥλων· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου. Περὶ τοῦ ὄξους καὶ τῆς χολῆς· Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς
55τὴν δίψαν μου ἐπότισάν με ὄξος. Περὶ τῆς ἐπὶ τοῦ
σταυροῦ φωνῆς· Ὁ θεός, ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; Περὶ τῆς τελευταίας φωνῆς· Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. Περὶ τοῦ θανάτου· Προσ‐ ελογίσθην μετὰ τῶν καταβαινόντων εἰς ᾅδου. Περὶ
60τοῦ τάφου· Ἔθεντό με ἐν λάκκῳ κατωτάτ. Περὶ τοῦ μὴ φθαρῆναι τὸ σῶμα· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν δια‐ φθοράν. Περὶ τῆς ἀναστάσεως· Ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν. Περὶ τῆς ἀναλήψεως· Ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμ. Περὶ τῆς ἐκ δεξιῶν καθέδρας· Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου·
65Κάθου ἐκ δεξιῶν μου. Περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας· Ὁ θεὸς ἐμφανῶς ἥξει. Περὶ τῆς πανδήμου αὐτοῦ κρίσεως· Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύ‐ κλῳ τοὺς ἐχθροὺς αὐτο. Ὅτι ἐπὶ δικαιοκρισίᾳ ὑπὸ τῶν οὐρανίων ταγμάτων ἐπαινεθήσεται· Καὶ ἀναγγελοῦσιν οἱ

18

.

16

οὐρανοὶ τὴν δικαιοσύνην αὐτο. Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱο. Δὸς ἄλλον υἱόν, Ἰουδαῖε, ταῦτα παθόντα ἢ ποιήσαντα, καὶ ὑπὲρ τῆς ἀμφιβολίας συγγινώσκω σοι. Εἰ δὲ οὐκ ἔχεις δεῖξαι, εὔδηλον ὅτι Ἰησοὺς ὁ Χριστὸς ὁ υἱὸς
5τοῦ θεοῦ ἐστιν, ὁ τὰ προλεχθέντα κρύφια φανερώσας. Κρύφια γὰρ ἦν προφητευόμενα, φανερὰ δὲ γέγοναν χάριτι Χριστοῦ

18

.

17

πληρούμενα. Ψαλμὸς τῷ Δαυίδ. Καὶ διὰ τί ψαλμός; Ἵνα ἡδυνόμενος τῇ ψαλμωδίᾳ πιστεύσῃς τῇ προφητείᾳ. Ἀλλὰ τῆς μὲν ἡδονῆς ἀπήλαυσας, τὴν δὲ προφητείαν ἀπέπτυσας. Τὸ μέλι ἔφαγες· τὸ κηρίον ἀπέρριψας καὶ λαμπάδα ποιῆσαι πρὸς
5φωτισμὸν οὐκ ἠθέλησας. Τὸ γράμμα ἐθήλασας· τὸ πνεῦμα οὐκ ἀνέπνευσας. [Ἀντὶ δὲ τῶν Ὑπὲρ τῶν κρυφίων τοῦ υἱο,

18

.

18

ἕτερος Ὑπὲρ τοῦ θανάτου τοῦ υἱοῦ ἐκδέδωκεν.] Ὑπὲρ
οὖν τῶν κρυφίων τοῦ υἱοῦ ὁ προφήτης εὐχαριστῶν λέγει· Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ἐπειδὴ τὸ ἀτελὲς καὶ λεῖπον πανταχοῦ χωλόν. Ἐπεὶ γὰρ ὅλα με ἐδίδαξας
5τὰ κρύφιά σου μυστήρια, ἐν ὅλῃ καρδίᾳ σοι εὐχαριστήσω· Ἐξο‐ μολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγή‐ σομαι πάντα τὰ θαυμάσιά σου. Διηγήσομαι ὅπως οὐρα‐ νὸν καὶ γῆν καὶ θάλασσαν, τὴν θαυμαστὴν τρίπολιν, ἐδημιούρ‐ γησας, καὶ ἑκάστῃ πόλει τοὺς πολίτας ἀξίους οἰκήτορας ἔδωκας·
10καὶ οὐρανὸν μὲν ἀγγέλοις, τὴν δὲ γῆν τοῖς υἱοῖς τῶν ἀνθρώπων ἔδωκας, τὴν δὲ θάλασσαν ἰχθυομήτορα δείξας, θέρος ἄσπορον

18

.

19

ἀνθρώποις ἡτοίμασας. Τί εἴπω; Τί θαυμάσω; Τί διηγήσο‐ μαι; Ἢ τί πρῶτον ἀπαγγείλω; Τὰς πόλεις ἢ τοὺς πολίτας; Τὰς οἰκίας ἢ τοὺς οἰκήτορας; Τοὺς δήμους ἢ τὰ δημόσια; Τὸν δημιουρ‐ γὸν ἢ τὸν διατάκτορα; Τὸν οἰκοδόμον ἢ τὸν ἀρχιτέκτονα; Αὐτὸς
5εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Διηγήσομαι πάντα τὰ θαυμάσιά σου, τὰ ἐν δημιουργίᾳ, τὰ ἐν προνοίᾳ, τὰ ἐν τῇ νομοθεσίᾳ, τὰ ἐν προφητείαις, τὰ ἐν τῇ

18

.

20

σῇ παρουσίᾳ, τὰ ἐν τῇ δικαιοκρισίᾳ. Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σο, ψαλῶ τῷ ὀνόματί σου, ὕψιστε. Καὶ διὰ τί εὐφραινόμενος ψάλλειν εἶπεν; Ἵνα καὶ σὲ διδάξῃ εὐημεροῦντα καὶ ἑορτάζοντα καὶ ἡμέραν εὐφροσύνης
5ἄγοντα, μὴ ᾄδειν θεατρικὰ ᾄσματα, μηδὲ ψάλλειν πορνικὰ με‐ λῳδήματα, μηδὲ θεῶν καὶ δαιμόνων ὄργανον τὴν θεολόγον γλῶσσαν ἐργάζεσθαι, ἀλλ’ ἵνα εὐφραινόμενος ψάλλῃς καὶ δοξάζῃς τὸν θεὸν λέγων· Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σο, ψαλῶ τῷ ὀνόματί σου. Οὐχ οὕτω γὰρ ἡ λοιμώδης
10ἀναθυμίασις καταβλάπτει τὴν ὄσφρησιν ὡς ἡ ἐν εὐωχίαις αἰσχρο‐ λογία διαφθείρει τὴν ψυχήν. Λέγει ὁ ἀπόστολος· Φθείρουσιν
ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ἀλλ’ οἱ μὲν αἰσχρολόγοι βορ‐ βόρου καὶ δυσωδίας λάκκον τὴν γλῶσσαν ἐργάζονται· ἐγὼ δὲ τῇ ψαλμῳδίᾳ τὸ στόμα μυρίζομαι· Ψαλῶ τῷ ὀνόματί σου,

18

.

21

ὕψιστε. Καὶ ἐπειδὴ ὁ ψαλμὸς ὡς ῥάβδος κύνα διώκει τὸν δαίμονα, ἅμα ἔμπροσθεν ἔψαλλεν, εὐθέως ὁ δαίμων ὀπίσω ἔφευγε. Διὸ ἐπάγει· Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω. Ἐχθρὸν δὲ λέγει τὸν διάβολον. Καὶ μάρτυς ὁ σωτὴρ
5ἐν τῇ παραβολῇ τῶν ζιζανίων εἰπών· Ὁ δὲ ἐχθρὸς ὁ σπείρας τὰ ζιζάνιά ἐστιν ὁ διάβολος. Ἀρχαῖος ὁ ἐχθρὸς καὶ παλαιὸς ὁ ἀντίπαλος καὶ πρῶτος αὐτὸς ἐχθρὸς ἤκουσεν. Αὐτῷ γὰρ πρώτῳ θεὸς εἶπεν· Ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τῆς γυναικός. Διὰ τί; Ἐπειδὴ ἡ φιλία ὑμῶν τὸν πρωτόπλαστον
10ἐσκέλισε καὶ ἀπὸ τῆς τρυφῆς τοῦ παραδείσου ἐσφενδόνησεν.

18

.

22

Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω. Καὶ πῶς ἀπεστράφη ὁ ἐχθρὸς διάβολος, ἐξ ὑποδείγματος μάνθανε. Ὅταν τύραννος κατὰ ἀτονωτέρου καὶ ἥττονος ἐπιστρατεύσῃ, τότε σὺν πολλῷ τῷ θράσει ἐπέρχεται, ὡς γίγας καὶ λέων ἐφάλ‐
5λεται, τῆς ἑαυτοῦ γενναιότητος παίγνιον τὸν πολεμούμενον λογισάμενος. Ὅταν δὲ πλησίον γενόμενος θεάσηται ἄλλον βασιλέα ἰσχυρότατον βοηθοῦντα τῷ ἥττονι καὶ ὡς φίλον συμμί‐ ξαντα καὶ σὺν αὐτῷ πολεμεῖν ἐπαγγελόμενον, τότε ὁ τύραννος τὸν ἑαυτοῦ ὄλεθρον φοβούμενος εἰς τὰ ὀπίσω ἀποστρέφεται, καὶ
10γίνεται ἡ τοῦ βασιλέως ὄψις τοῦ τυράννου κατάλυσις. Ἐπεὶ οὖν ὁ τύραννος διάβολος ἐπολέμει τὸν ἀσθενῆ ἄνθρωπον, ἦλθε δὲ οὐρανόθεν ὁ φιλάνθρωπος, ὁ κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ. Εἶδεν ὁ ἐχθρὸς διάβολος ἄνθρωπον ὑπὸ θεοῦ βοηθούμενον καὶ

18

.

23

ἀπεστράφη φοβούμενος. Ἐν τῷ ἀποστραφῆναι τὸν
ἐχθρόν μου εἰς τὰ ὀπίσω. Καὶ ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν σου εἰς τὰ ὀπίσω τί γενήσεται, εἰπέ. Ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. Ὁρᾷς διὰ τί ἀπεστράφη
5ὁ τύραννος; Ὅτι εἶδε καὶ ἐφοβήθη τὸ τοῦ βασιλέως πρόσωπον. Καὶ εἰ περὶ τυράννου ἦν ὁ λόγος, διὰ τί οὐκ εἶπεν· ἀσθενήσει καὶ ἀπολεῖται, ἀλλὰ ἀσθενήσουσι καὶ ἀπολοῦνται; Ἐπειδὴ μόνος ἡμῖν οὐ πολεμεῖ ὁ διάβολος, ἀλλ’ ὡς τυράννους βαρβάρους συνεπάγεται τοὺς δαίμονας. Καὶ μάρτυς ὁ Παῦλος εἰπών· Οὐκ
10ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτο‐ ρας. Βλέπε γὰρ τὸν διάβολον ἐν τῷ ὄρει ἀποστρεφόμενον, ὅτε ἤκουσεν· Ὕπαγε ὀπίσω μου, Σαταν. Εἶτα τοὺς δαίμονας βοῶντας καὶ λέγοντας· Τί ἡμῖν καὶ σο, υἱὲ τοῦ θεο; Ἦλθες
15πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Καὶ ἐκείνου ἀποστραφέντος, καὶ τούτων ἀσθενησάντων, αὐτὸς ψάλλε καὶ λέγε τῷ νικοποιῷ· Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, τὸν διάβολον, ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προ‐ σώπου σου, οἱ δαίμονες· ἀπώλεια δὲ τῶν πολεμίων τῶν πολε‐

18

.

24

μουμένων ἄνεσις. Καὶ πῶς οἶδας, ὦ προφῆτα, ὅτι ἀσθενή‐ σουσι καὶ ἀπολοῦνται οἱ πολεμοῦντές σε; Ἀφ’ ὧν ἤδη ἐν πείρᾳ τῆς σῆς ἐκδικίας καὶ προνοίας γέγονα—Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου—τὰ προλαβόντα μοι ἐνέχυρα
5τῶν μελλόντων γίνονται. Πρόσεχε· διὰ τί οὐκ εἶπεν ὅτι ἔκρινάς μοι καὶ ἐδίκασας, ἀλλ’· Ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου; Ἄλλο γὰρ τὸ κρίνειν καὶ δικάζειν, καὶ ἄλλο τὸ ποιεῖν τὴν κρίσιν καὶ τὴν δίκην. Τί οὖν ἐποίησε τὴν κρίσιν; Ἐποίη‐ σεν αὐτὴν ἐκβιβασθῆναι· ἐποίησε τοὺς ὑπευθύνους μεθοδευθῆναι.

18

.

25

Οἱ μὲν γὰρ πολλοὶ τῶν δικαστῶν ἐπικρίνουσι μὲν δικάζοντες, ἕως δακτύλου καὶ καλάμου τὴν πρόνοιαν νέμοντες. Εἶτα, τῇ ἀμε‐
λείᾳ νυστάζοντες, ἐκβιβασταῖς δωροδέκταις τὸν χάρτην πιστεύου‐ σιν. Οἱ δὲ ἀργυρίοις πλευριζόμενοι ἀπράκτους τὰς ἀποφάσεις τοῦ
5κριτοῦ κατέλιπον. Θεὸς δὲ μετὰ τοῦ δικάζειν καὶ ἐκδικεῖ τὸν δίκαιον προσφεύγοντα καὶ τὰς ἑαυτοῦ κρίσεις καὶ ἀποφάσεις ποιεῖ ὑπὸ

18

.

26

τῶν ἀγγέλων ἐκβιβάζεσθαι. Ἀντίδικος ἦν τοῦ Ἰὼβ ὁ διά‐ βολος· ἐπειδὴ θεὸς αὐτῷ τὴν κρίσιν ἐποίησεν, εὐθὺς ὑπὸ τῶν ἀγγέλων ἤχθη παραστάσιμος· Ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ καὶ ὁ διάβολος ἐν μέσῳ αὐτῶν. Ὅτι ἐποίησας τὴν
5κρίσιν μου καὶ τὴν δίκην μου. Ἐζεκίας ὑπὸ τῶν Ἀσσυρίων ἦν ἀδικούμενος, καὶ ὁ θεὸς αὐτῷ τὴν κρίσιν καὶ τὴν δίκην ἐποίη‐ σεν· ἐκβιβαστὴν γὰρ καὶ στρατηγὸν ἀποστείλας ἄγγελον, ἑκα‐ τὸν ὀγδοήκοντα πέντε χιλιάδας ὑπευθύνων ἔστρωσεν. Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου· Πέτρος
10καὶ Παῦλος καὶ οἱ ἀπόστολοι ἀδίκως ἐν φυλακαῖς ἐγκλειόμενοι καὶ

18

.

27

δικαίᾳ ψήφῳ δι’ ἀγγέλων ἀπολυόμενοι. Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην. Καὶ διὰ τί ἐν τῷ κρίνειν ἐπὶ θρόνου κάθηται; Ἵνα καὶ ὁ ἀδικηθεὶς ἐντυχὼν χαρῇ, καὶ ὁ ἀδικήσας ἰδὼν τὸ φοβερὸν βῆμα καταπλαγῇ. Οἱ γὰρ ἄρχοντες,
5βαδίζοντες μὲν ἢ ἰδιάζοντες, εὐκαταφρόνητοι φαίνονται· ὅταν δὲ ἐπὶ τὸν δικαστικὸν θρόνον καθίσωσι, τότε καὶ τοῖς φίλοις κατα‐ πληκτικοὶ φαίνονται. Ἐπεὶ οὖν ἄρχοντος ἐπὶ θρόνου καθίσαντος, οἱ μὲν πρόσφυγες χαίρουσιν, οἱ δὲ ὑπεύθυνοι ταράττονται, ἵνα δείξῃ καὶ τὴν ἑαυτοῦ ἀγαλλίασιν καὶ τὴν ἐκείνων κατάπτωσιν
10λέγει· Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.

18

.

28

Καὶ τίς ὁ θρόνος τοῦ θεοῦ ἐπὶ τῆς γῆς; Ὁ συνετὸς ἄνθρωπος. Λέγει ὁ παροιμιαστής· Ἄνθρωπος συνετὸς θρόνος αἰσθή‐ σεως. Ὅταν οὖν ἴδῃς ἄνθρωπον θεοφορούμενον καὶ δικάζοντα καὶ θεολογοῦντα καὶ κρίνοντα μεταξὺ τῆς ἐκκλησίας καὶ τῶν
5αἱρέσεων, λέγε τῷ θεῷ εὐχαριστῶν· Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην. Θρόνος τοῦ θεοῦ καὶ ἡ θεόπνευστος
γραφή, ἐν ᾗ ὡς δικαστὴς καθίσας ἀποφαίνεται· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος. Καὶ πάλιν τῷ δὲ ἁμαρ‐ τωλῷ εἶπεν ὁ θεός, ὡς δικαστὴς ὑπευθύνῳ ἐπὶ βλάβῃ τῶν πολλῶν
10ἀναγινώσκοντι τὰ δικαιώματα· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, ἕως Ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Ἐπεὶ οὖν ἐν τῇ γραφῇ καθήμενος ἐλέγχει ὡς κριτὴς καὶ παριστᾷ ὡς δικαστής, ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην, ἐπετίμησας ἔθνεσιν ἵνα
15τῶν εἰδώλων ἀναχωρήσωσι, καὶ ἀπώλετο ὁ ἀσεβὴς διάβολος ὁ ἐν αὐτοῖς ὡς θεὸς τιμώμενος ...

19

t

In Psalmum X Εἰς τὸν δέκατον ψαλμόν· Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου; καὶ τὰ ἑξῆς.

19

.

1

Ἐπὶ μὲν τοὺς δυνάστας καὶ τοὺς ἄρχοντας πεποίθασιν οἱ τῶν ἀνθρώπων κουφότεροι, τὰς σκιὰς τῶν ἀνδριάντων τοὺς ἀνθρώπους νομίζοντες καὶ τὰ τῆς ἀράχνης ὑφάσματα νεφέλας ὑψηλὰς εἶναι ὑπολαμβάνοντες. Ὁ δὲ προφήτης καὶ πᾶς ὁ τούτου
5μιμητὴς ἀποφεύγει μὲν πάντα τὸν ἐπηρμένον καὶ ὑπερήφανον ὡς καπνὸν ὑψούμενον· καπνοῦ γὰρ ἐπηρμένου οὐδὲν διαφέρει ὁ ὑπερήφανος, ἐν τῷ ὑψοῦσθαι διαλυόμενος. Προσφεύγει δὲ τῷ θεῷ πολιορκούμενος καὶ τὰς ἀπειλὰς ὡς ψεκάδας λογιζόμενος καὶ
λέγων· Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ

19

.

2

μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Καὶ ταῦτα μὲν ὑπὸ τοῦ Σαοὺλ τὰ πρῶτα, ἔσχατον δὲ ὑπὸ τοῦ Ἀβεσ‐ σαλὼμ ὁ Δαυὶδ διωκόμενος ἔλεγε, καὶ ὑπὸ πατρὸς καὶ υἱοῦ πολιορκούμενος. Καὶ ὅτι πατέρα τὸν Σαοὺλ ἐκάλει, αὐτὸς λέγει
5ὅτι χριστὸς κυρίου ἐστὶ καὶ πατήρ. Οὐδένα τῶν στρατηγῶν καὶ ἀρχόντων ἐπεσπᾶτο βοηθὸν ἢ σύμμαχον. Ἤιδει γὰρ ὅτι οὐδέποτε τὸ ἀσφαλὲς ἔχει, ἀδελφοί, ὁ τοῦ θεοῦ καταφρονῶν καὶ τοῖς ἄρχουσι θαρρῶν. Κἂν γὰρ ἡ δυναστεία ἰσχυρά, ἀλλ’ ἡ φύσις ὀλισθηρά· κἂν τὸ ἀξίωμα λαμπρόν, ἀλλὰ τὸ ζῷον θνητόν·
10κἂν ἡ περιβολὴ σιδηρᾶ, ἀλλ’ ὁ περιβεβλημένος σαθρὸς καὶ ἐν

19

.

3

αὐτῇ τῇ δυναστείᾳ πολλὰ κινδυνεύων καὶ ναυαγῶν. Καὶ ὥσπερ αἱ χελῶναι καὶ τὰ ὄστρεα, πεπετρωμένα τὰ τείχη τῆς φύσεως περικείμενα, νομίζουσι τῶν ἄλλων ζῴων ἀσφαλέστερον φυλάττεσθαι, καὶ ὡς ἐν πόλεσι τοῖς ἐνδύμασι βοηθεῖσθαι ἐλπί‐
5σαντα, ἀθρόον τὰ βοηθούμενα μετὰ τῶν βοηθούντων ἐλήφθησαν καὶ διεφθάρησαν, οὕτως οἱ τὰ ἀξιώματα ὡς σιδηρᾶ τείχη περι‐ κείμενοι ἐν αὐτοῖς τοῖς ἀσφαλίσμασι πολλάκις εἰς ἀπώλειαν ἔφθασαν. Καὶ οἱ ἄλλους ὑπὲρ τὰς νεφέλας ἀνάγειν ἐπαγγελλόμε‐ νοι, αὐτοὶ εὑρέθησαν ὡς χῶμα πατούμενοι. Ἐπεὶ οὖν οὕτω
10σαθρὰ καὶ εὐάλωτα τὰ ἀνθρώπινα, καταλιπὼν πᾶσαν τὴν ἐπ’

19

.

4

ἄνθρωπον πεποίθησιν λέγε· Ἐπὶ τῷ κυρίῳ πέποιθα. Εἰ μὲν οὖν ἐβοήθει τῷ ὀστρέῳ τὸ ὄστρακον, καὶ μή, ἔνδοθεν τῆς καλύβης ὄν, μαχαίρᾳ ἐσφάζετο, βοηθεῖν ἠδύνατο ἐν ὥρᾳ θανάτου τὸ ἀξίωμα. Καὶ εἰ τὴν χελώνην ὠφέλησε τὸ σπήλαιον πρὸς τὸ
5μεῖναι ἀπολιόρκητον, ὠφελεῖν καὶ ἡ δυναστεία ἠδύνατο. Ἐπειδὴ δέ, ὥσπερ ἐκεῖνα οὐκ ὠφέλησε τὰ καλύμματα, οὕτως οὐδὲ τούτους τὰ ἀξιώματα, ἐπὶ τῷ κυρίῳ πέποιθα, οὗ εἰς προστασίαν καὶ πρόνοιαν οὐδὲν ἰσχυρότερον. Εἰ ἐκεῖ πέτρινα οἰκήματα τοὺς
οἰκήτορας οὐκ ὠφέλησαν, οὐδὲ τὰ προτειχίσματα τοὺς πολίτας
10ἐφύλαξεν, ἀλλὰ σὺν τοῖς φυλαττομένοις τὰ φυλάττοντα ὠλο‐ θρεύθησαν, τίς βεβαιώσει ἢ ἐγγυήσεται ὅτι θνητοὶ ἄνθρωποι

19

.

5

θνητοῖς ἀνθρώποις προσφυγόντες τὸ ἀσφαλὲς ἕξομεν; Ἐπὶ τῷ κυρίῳ πέποιθα. Ἐπεὶ οὖν τῷ Δαυὶδ διωκομένῳ καὶ πολε‐ μουμένῳ βαρύτεροι τῶν πολεμούντων οἱ σύμμαχοι ἐγίνοντο καὶ τὰς ἐκείνων αὐτῶν ἀπειλὰς παρετραγῴδουν καὶ παρεψιθύριζον,
5ἐν μὲν τῷ πρὸ τούτου ἐνάτῳ ψαλμῷ λέγοντες αὐτῷ περὶ τοῦ Σαοὺλ ὅπως μετὰ τῶν στρατηγῶν καὶ τῶν περιοίκων τυράννων κρυφῇ ἐνεδρεύει κατ’ αὐτοῦ—Ἐγκάθητα, φησίν, ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις τοῦ ἀποκτεῖναι ἀθῷον· ἐνε‐ δρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ
10ἐν δὲ τῷ προκειμένῳ ψαλμῷ ἐκθαμβεῖσθαι αὐτὸν καὶ δειλιᾶν τοὺς κατ’ αὐτοῦ ὁπλιζομένους ἔλεγον· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον, ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδί, διὰ ταῦτα τὸν κονιορ‐
15τὸν τῶν τοιούτων ῥημάτων ἀποτινασσόμενος ἔλεγε· Κἂν οἱ ἁμαρτωλοὶ ἐπὶ τόξα καὶ βέλη καὶ φαρέτρας πεποίθασιν, ἐγὼ

19

.

6

ἐπὶ τῷ κυρίῳ πέποιθα. Ἐπεὶ οὖν οἱ πεποιθότες ἐπὶ τὸν κύριον ὡς ὄρος Σιὼν γίνονται, πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Πῶς τὸ ὄρος ὡς στρουθίον εἰς ὄρη μεταναστήσεται; Κατ’ εἰκόνα
5τοῦ κτίσαντος ἐγενόμην ἄνθρωπος, καὶ ὡς στρουθίον κόκκῳ δελεαζόμενος μετανάστης γένωμαι; Καὶ τίς οὐ γελάσει βλέπων λέοντα δειλιῶντα ὡς στρουθίον; Δίκαιος ὡς λέων πέποιθε· μὴ λέγετέ μοι· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον. Λογισμοῖς γὰρ ἐπτέρωμαι, οὐ πτεροῖς ἰξεύομαι. Ἡ χείρ με τοῦ
10δημιουργοῦ ἀπὸ πηλοῦ ἔπλασε—καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον—ἀλλ’ οὐχὶ φωνῇ ὡς στρουθίον ἢ πετεινὸν ἀπὸ ὑδάτων ἐλάξευσεν· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ καὶ πετεινὰ πτερωτ. Ἐπεὶ οὖν χειρὶ ἐγενόμην ὡς ἄνθρωπος, ἀλλ’ οὐχὶ φωνῇ ἐκλήθην ὡς στρουθός, πῶς ἐρεῖτε
15τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;

19

.

7

Εἶπον ὅτι δίκαιος ὡς λέων πέποιθεν. Εἶπον· Οἱ πεποι‐ θότες ἐπὶ κύριον ὡς ὄρος Σιών. Εἰ οὖν ἐμοὶ λέγετε· Μετα‐ ναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον, εἴπατε καὶ τῷ λέοντι ἵνα δειλιάσῃ καὶ φύγῃ ὡς λαγωός· εἴπατε καὶ τῷ ὄρει ἵνα ὡς
5μυῖα σοβουμένη πετασθῇ. Εἰ δὲ ταῦτα ἄτοπα, πολλῷ μᾶλλον τὸ φυγαδεύειν ἀτοπώτερον στρουθίου τρόπον τὸν πεποιθότα ἐπὶ τῷ θεῷ. Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ

19

.

8

μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Εἴ‐ πατε γάρ, ὦ οὗτοι, ἆρα τὰ ὄρη τοὺς προσφεύγοντας σώζουσι; Καὶ πῶς τὸν πατριάρχην ἐν τῷ ὄρει Γαλαάδ, τὸν Ἰακὼβ λέγω, μικροῦ δεῖν ὁ πενθερὸς Λάβαν ἐφόνευσε; Καὶ κατέλαβέ, φησί,
5Λάβαν τὸν Ἰακώβ· Τί τοῦτο ἐποίησας; Ἵνα τί κρυφῇ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλωτίδας μαχαίρ; Καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ’ εὐφροσύνης καὶ μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας. Οὐκ
10ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέ‐ ρας μου. Νῦν δὲ ἀφρόνως ἔπραξας. Εἶτα ἐπάγει· Καὶ νῦν ἰσχύει ἡ χείρ μου τοῦ κακοποιῆσαί σε ἐν τῷ ὄρει· ὁ δὲ θεός, ἐφ’ ᾧ σὺ πέποιθας, αὐτός μοι χθὲς εἶπε· Φύλαξαι μή‐ ποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρ. Καὶ ὁ θεὸς αὐτῷ

19

.

9

ἐβοήθησεν, ἀλλ’ οὐ τὸ ὄρος ὠφέλησεν. Ἀλλὰ καὶ ὁ ἀρχιε‐
ρεὺς Ἀαρὼν εἰς τὸ ὄρος Γοὼρ ἀνέβη, κἀκεῖ ἐτελεύτησεν. Ὁμοίως καὶ Μωυσῆς ὁ μέγας εἰς τὸ ὄρος Ναβαῦ ἀπέθανε. Καὶ τί πολλὰ λέγω; Εἰ τὰ ὄρη σώζουσι, καὶ πῶς ὁ πρῶτος βασιλεὺς τοῦ
5Ἰσραὴλ ὁ Σαοὺλ ἅμα τῷ υἱῷ Ἰωνάθαν εἰς τὰ ὄρη Γελβοῦε φυγόντες ἐκεῖ μαχαίραις ἐσφάγησαν; Οὕτω γὰρ πενθῶν αὐτοὺς ὁ Δαυὶδ ἔλεγεν· Ὄρη τὰ Γελβοῦε, μὴ πέσοι ἐφ’ ὑμᾶς μήτε δρό‐ σος μήτε ὑετὸς ἐπὶ τὰ ὕψη σου, ὄρη θανάτου, ὅτι ἐκεῖ τὰ μεγάλα ὄρη τοῦ Ἰσραήλ, τὰ λογικὰ ὄρη Σαοὺλ καὶ Ἰωνάθαν,
10ἐν αὐτοῖς κατέπεσον. Εἰ οὖν τὰ ὄρη τάφος καὶ φόνος τοῖς πολλοῖς ἐγένοντο, πῶς ἐμοὶ λέγετε, ὦ ἄνδρες· Μεταναστεύου ἐπὶ τὰ

19

.

10

ὄρη ὡς στρουθίον; Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι, τὰς ψαλμῳδίας κελαδῶν καὶ οὐ δειλίαν νοσῶν. Διὸ καὶ ἡ ψυχή μου ἀεὶ ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων, ὅτι ἰδο, φησίν, οἱ ἁμαρ‐
5τωλοὶ ἐνέτειναν τόξον· ὅλως ἁμαρτωλοὶ ἐνετείναν. Καὶ πότε ἀστέρες ἄμμον ἐφοβήθησαν; Ἢ πότε ἀετοὶ κανθάρους ἐδει‐ λίασαν; Τί τῆς τῶν ἀνέμων σπιλάδος βαρύτερον; Ἀλλὰ πέτραν ἄνεμος οὐδέποτε ἔβλαψε. Τί τῶν χειμερινῶν ποταμῶν ῥαγδαιότε‐ ρον; Ἀλλ’ οἰκίαν ἐπὶ πέτραν θεμελιωθεῖσαν οὐ κατέστρεψαν·
10Ἦλθον, φησίν, οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέρρηξαν τῇ οἰκίᾳ ἐκείν, καὶ οὐκ ἔπεσε· τεθε‐

19

.

11

μελίωτο γὰρ ἐπὶ τὴν πέτραν. Κἂν οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἀλλὰ κοιλάδες εἰσὶν ἔρημοι ἀκάνθας ἀνατέλ‐ λουσαι καὶ τῷ σχήματι τὸν οὐρανὸν τοξεύειν ἐπαγγελλόμεναι. Ὥσπερ γὰρ αἱ τῆς γῆς κοιλάδες ὡς τόξα κολπούμεναι τὰς ἀκάν‐
5θας ὡς βέλη εἰς τὴν ὄψιν τοῦ οὐρανοῦ πέμπειν ἐπαγγέλονται, ὁ
δὲ οὐρανὸς φλογίνην ῥομφαίαν στρεφομένην ἔχων τὸν ἥλιον τὰς ἀκάνθας δαπανᾷ, καὶ ταύτας ξηράνας τέφραν ποιεῖ, οὕτω καὶ οἱ ἁμαρτωλοὶ τὰ βέλη ὡς κοιλάδες ἀκάνθας ἐνέτειναν. Ἀλλ’ ὁ δί‐ καιος ὡς οὐρανὸς ἔχει τὸν νοητὸν ἥλιον, τὸν πυρὸς δίκην τὰς
10ἀκάνθας ἀναλίσκοντα· Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Ἀνατελεῖ τοῖς φοβου‐

19

.

12

μένοις με ἥλιος δικαιοσύνης. Ἡτοίμασαν βέλη εἰς φαρέτραν, ἀλλ’ οὕτως εἰσὶν ὡς ὁ ἐν ἀσκῷ ἄνεμος. Καὶ πότε τὸ τοῦ ἀνέμου πνεῦμα ἐν ἀσκῷ συγκεκλεισμένον καταβλάψαι τινὰ δύναται; Ὥσπερ γὰρ ἐν ἀσκῷ πεφυσημένῳ τὸ πνεῦμα, ἢ συγκε‐
5κλεισμένον ἢ ἐκπεμπόμενον, οὐδένα ἀμύνεται, οὐ δένδρον σαλεύει, οὐ σκάφος χειμάζει, οὐ νεφέλην ἐλαύνει, οὐ κονιορτὸν λικμᾷ, οὕτω τὰ τῶν ἁμαρτωλῶν βέλη, κἂν εἰς φαρέτραν θηκεύωνται, κἂν τοξευόμενα πέμπωνται, τὸν πεποιθότα ἐπὶ κύριον εἰς ψυχὴν οὐ πλήττουσιν, ἐπειδὴ οὐ φοβεῖται ἀπὸ τῶν ἀποκτεννόντων
10τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Διὰ τί οὖν εἶπε· Πῶς ἐρεῖτε τῇ ψυχῇ μου. Μεταναστεύου ἐπὶ τὰ ὄρη; Ἐπειδὴ ᾔδει ὅτι βέλη καὶ τόξα αἰσθητὰ ψυχὴν οὐ

19

.

13

τιτρώσκουσιν. Ἡτοίμασαν βέλη εἰς φαρέτραν. Πόσους ὀδόντας εἶχον ἠκονημένους ἐν τοῖς στόμασιν οἱ λέοντες ἐν τῷ λάκκῳ; Ἀλλ’ ἄτρωτος ὁ ἅγιος Δανιὴλ διέμεινεν, ἐπειδὴ ὡς βέλη εἰς φαρέτραν ἐγκεκλεισμένους εἶχον τοὺς ὀδόντας ἐν τῷ στόματι.
5Τὸν γὰρ ἔγγραφον νόμον τῆς φύσεως οἱ θῆρες ἀναγινώσκοντες ἔμαθον ὅτι δοῦλοι τοῦ δικαίου, ἀλλ’ οὐ πολέμιοι, ἐδημιουργήθη‐

19

.

14

σαν. Ἡτοίμασαν βέλη εἰς φαρέτραν. Ἵνα τί ποιή‐ σουσι; Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ
καρδί. Σκοτομήνην λέγει τὴν ἀσέληνον νύκτα, τὸν ἀφεγγῆ ἀέρα, τὸ ἀφώτιστον σκότος, τὸ λῃσταῖς καὶ θηρίοις πρὸς ἐπιβουλὰς
5ἐπιτήδειον. Εἰ οὖν σκοτομήνη ἡ ἀσέληνός ἐστι καὶ ζοφερὰ νύξ, πῶς τοξεῦσαι καὶ ἐπιτυχεῖν ἐν τῷ σκότει δύνανται; Οἱ γὰρ το‐ ξεύοντες ἐν ἡμέρᾳ καὶ ἐν φωτὶ τοξεύουσι, καὶ ἐν ἡμέρᾳ δέ, ὁμί‐ χλης γενομένης, οὐ τοξεύουσιν· οὐ γὰρ βλέπουσι διὰ τὴν ὁμί‐

19

.

15

χλην ἐκείνους οὓς τοξεῦσαι θέλουσιν. Εἰ οὖν οὔτε ἐν ἡμέρᾳ, ὁμίχλης οὔσης, τοξεύουσι, πῶς λέγει· Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ καὶ ἀσελήνῳ νυκτί; Ἀλλ’ ἐνταῦθα τὴν ἄνοιαν καὶ τὴν ἀφροσύνην τῶν ἁμαρτωλῶν τῶν πολεμούντων τοῖς δικαίοις
5ὁ λόγος αἰνίττεται, ὅτι ὡς ἐν νυκτὶ οἱ ἄθλιοι οὐ βλέπουσι τίνας τοξεύουσιν, ἀλλ’ ὡς ἐν νυκτομαχίᾳ ἑαυτοὺς μᾶλλον ἢ τοὺς δικαίους τιτρώσκουσιν. Οὕτω πολλάκις τῷ ἀπὸ ἀνοίας ὑβρίζοντι ἐπί‐ σκοπον ἢ ἀξιωματικὸν λέγομεν αὐτῷ· Οὐ βλέπεις τίνα ὑβρίζεις; Οὐχ ὁρᾷς τίνι λαλεῖς; Καὶ τῷ βλέποντι ἐγκαλοῦμεν ὡς μὴ βλέποντι,
10ἐπειδὴ ἡ κακία αὐτὸν ἀπετύφλωσεν. Ἵνα οὖν δείξῃ καὶ ὁ προφή‐ της ὅτι καὶ οἱ ἁμαρτωλοὶ ἐν τῇ ἡμέρᾳ ὡς ἐν νυκτὶ τοὺς δικαίους οὐκ ἐγνώρισαν, οὐκ ἐδυσώπησαν, ἀλλὰ κατατοξεύειν αὐτούς, οὐχ ἁπλῶς τοξεύειν, ἐμελέτησαν, λέγει· Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδί. Νομίσαντες οἱ δείλαιοι
15ὅτι ὡς ἐν νυκτὶ τοξεύουσι, καὶ τὰ βέλη μᾶλλον ἐζημιώθησαν καὶ

19

.

16

τοὺς δικαίους οὐκ ἔπληξαν. Ἐν σκοτομήνῃ δὲ κατατοξεύουσι κἀκεῖνοι οἱ λάθρᾳ καὶ κρυφίως τοῖς φίλοις ἐπιβουλεύοντες, οἱ αὐθαίρετον νύκτα καὶ σκοτίαν τὴν ὑπόκρισιν καὶ τὸν δόλον φέροντες, περὶ ὧν καὶ ἐν ἑξηκοστῷ τρίτῳ ψαλμῷ ἔλεγεν· Ἐνέτει‐
5ναν τόξον πρᾶγμα πικρόν, τοῦ κατατοξεῦσαι ἐν ἀπο‐ κρύφοις ἄμωμον. Ὡς οὖν ἐκεῖ ἀπόκρυφον πρᾶγμα τὸν δόλον
εἶπεν, οὕτως αὐτὸν ἐνταῦθα σκοτομήνην εἴρηκε· Τοῦ κατατο‐ ξεῦσαι ἐν σκοτομήν. Ἢ καὶ σκοτομήνην εἶπε τὴν ἐν τῷ

19

.

17

σκότῳ μῆνιν καὶ τὴν κρύφιον ὀργήν. Ἐπιτήρει δὲ παντα‐ χόθεν τοὺς τυφλοὺς πολεμιστάς, ἀπράκτους μείναντας καὶ ἕως ἀπειλῆς καὶ ἐπαγγελίας τὸν πόλεμον ζωγραφήσαντας. Ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον· ἐνέτειναν, οὐκ ἔπεμψαν. Ἡτοί‐
5μασαν βέλη εἰς φαρέτραν· ἡτοίμασαν, οὐκ ἐτόξευσαν. Τοῦ κατατοξεῦσαι ἐν σκοτομήν· σχῆμα τοξευόντων ἔδειξαν καὶ ὡς ἐν ζωγραφίᾳ ἀκίνητοι ἔμειναν· ἡ γὰρ τοῦ θεοῦ ῥοπὴ τὰς

19

.

18

ὁρμὰς αὐτῶν παρέλυσεν. Ὅμως ἐνόησα, δέσποτα, διὰ τί οἱ ἁμαρτωλοὶ ἐπὶ τὸν κατὰ τῶν δικαίων πόλεμον ὥρμησαν; Ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον, οὐ τὰ μέρη τοῦ κόσμου καταλύοντες, ἀλλὰ τὰ ἑαυτῶν ὦτα τῇ ἀνηκοΐᾳ καταστρέψαντες.
5Ὅτι δὲ τὰ δημιουργήματα τοῦ κόσμου θεὸς κατηρτίσατο, ἄκου‐ σον τοῦ προφήτου τῷ θεῷ περὶ τοῦ φωτὸς καὶ τοῦ ἡλίου λέγοντος· Σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ, σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Ὅτι δὲ καὶ τὰ ὦτα κατηρτίσατο, λέγει ὁ προφήτης τῷ θεῷ· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας,

19

.

19

ὠτία δὲ κατηρτίσω μοι. Ἐπεὶ οὖν τὰ θεατροειδῆ ἀκροατήρια τῶν ὠτίων ἔλυσαν, οὐ τὰ μέλη τέμνοντες, ἀλλὰ τὴν ὑπακοὴν καταλύοντες, ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖ‐ λον, ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω
5αἶνον, κατηρτίσω τοὺς πόδας τῶν ἁγίων ὡς ἐλάφων. Ἀλλ’ ἐπειδὴ καὶ τοὺς εἰς σὲ αἴνους οἱ ἀσεβεῖς ἀπέπτυσαν—Οὐχ ὡραῖος γὰρ αἶνος ἐν στόματι ἀσεβοῦς—καὶ τοὺς πρός σε δρόμους ἀνοδίαις ἔσκυλαν, ἃ σὺ κατηρτίσω αὐτοὶ καθεῖλον· καὶ ἐπειδὴ ἃ καθεῖλον οἰκοδομῆσαι οὐκ ἠθέλησαν, καθελεῖς αὐτοὺς

19

.

20

καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς. Ὁ δὲ δίκαιος τί
ἐποίησε; Τί; Καθελὼν ἐντολὴν τοῦ θεοῦ ἑαυτοῦ κατηγόρησε. Γέγραπται· Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογί. Ὁ δὲ δίκαιος τί ἐποίησε; Τί; Ἑπτάκις τῆς ἡμέρας πεσὼν
5τῇ ἁμαρτίᾳ, ἐν πλημμελείαις ἀνέστη τῇ μετανοίᾳ. Γέγραπται· Ἑπτάκις πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται· ὅθεν ὁ Πέτρος· Ποσάκις τῆς ἡμέρας ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελ‐ φός μου 〈καὶ ἀφήσω αὐτ;〉 Ἕως ἑπτάκις; Καὶ ὁ Χριστός· Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις
10ἑπτ. Σὺ τετρακόσια ἐνενήκοντα παραχώρει ὡς ἄνθρωπος· ἐμόν ἐστιν ὡς θεοῦ ἀφεῖναι τὰ πεντακόσια. Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι, ὁ Φαρισαῖος καὶ ἡ πόρνη· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο.

19

.

21

Ὁ δὲ δίκαιος τί ἐποίησε; Τί; Τὰ ἴδια χρήματα ἐσκόρπισε πένησι. Γέγραπται· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ἢ καὶ ὁ δίκαιος τί ἐποίησε; Μὴ ἄρα ἠμύνατο; Μὴ κακὸν ἀντὶ κακοῦ ἀπέδωκε;
5Μὴ γένοιτο. Ἀλλὰ τί ἐποίησεν; Ὑπομένων ὑπέμεινε τὸν κύριον, ὁμολογῶν τὸν κριτὴν ἐπὶ θρόνον οὐρανοῦ καθήμενον· Κύριος ἐν ναῷ ἁγίῳ αὐτο· κύριος, ἐν οὐρανῷ ὁ θρόνος

19

.

22

αὐτο. Καὶ ἐπειδὴ εἰς οὐρανὸν ἀναβλέψας ὁ Δαυὶδ ἔλεγε τῷ δικαιοκρίτῃ θεῷ περὶ τῶν ἁμαρτωλῶν· Ὅτι ἃ σὺ κατηρ‐ τίσω, καθεῖλον, εὐθέως οἱ συνόντες αὐτῷ· Ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν καὶ κατά σου τόξον· ἰδοὺ καὶ τὰ τοῦ θεοῦ καθεῖλον, καὶ
5ὁ δικαιοκρίτης θεὸς οὐδέν. Εἰπὲ ποῦ ἀντεποιήθη σου; Ποῦ σου ἀντελάβετο; Ποῦ τὸ δίκαιον αὐτοῦ ἔδειξεν; Ὁ δὲ δίκαιος τί ἐποίησεν; Ὅτι δὲ δίκαιον νῦν τὸν κύριον λέγουσιν, εἶπεν ἐν τοῖς ἑξῆς ὁ Δαυίδ· Δίκαιος κύριος καὶ δικαιοσύνας ἠγά‐ πησεν. Ἐπεὶ οὖν δίκαιος κύριος, ὦ Δαυίδ, καὶ δικαιοσύνας
10ἠγάπησεν, εἰπέ, δίδαξον, ὠφέλησον, πληροφόρησον, ὅτι σὺ μὲν

19

.

23

ἀδίκως πολεμῇ. Ὁ δὲ δίκαιος τί ἐποίησεν; Εἶτα ὁ Δαυίδ· Θέλετε μαθεῖν τί ἐποίησε; Πρῶτον ἀκούσατε ποῦ διάγει καὶ ποῦ κάθηται καὶ ποῦ ἀναπαύεται, καὶ οὕτω μανθάνετε τί ἐποίησε. Ποῦ διάγει; Ἐν τῷ ἁγίῳ ναῷ· Κύριος ἐν ναῷ ἁγίῳ
5αὐτο. Ἐν ποίῳ ναῷ; Ἐν τῷ πιστῷ ἀνθρώπῳ καὶ τῷ οἴκῳ τοῦ θεοῦ καὶ τῷ κόλπῳ τοῦ πατρός· Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμο. Κύριος ἐν ναῷ ἁγίῳ αὐτο, ἐν τῷ ἁγίῳ ἀνθρώπῳ. Μάρτυς ὁ Παῦλος· Ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. Εἰ οὖν κύριος ἐν ναῷ ἁγίῳ
10αὐτο, ἐν τῇ τοῦ πιστοῦ ψυχῇ, πῶς ταύτην κατατοξεῦσαι ἁμαρτωλοὶ δύνανται; Εἰ γὰρ πόλις βασιλέα ἔχουσα μένει ἀπο‐ λιόρκητος, πόσῳ μᾶλλον ψυχὴ ἔχουσα ἔνοικον θεόν; Ποῦ δὲ καθέζεται; Ἐν τῷ οὐρανῷ· Κύριος, ἐν τῷ οὐρανῷ ὁ θρόνος αὐτο. Καὶ πόθεν οἶδας τοῦτο; Αὐτὸς ἐδίδαξεν εἰπών· Ὁ οὐ‐

19

.

24

ρανός μοι θρόνος. Τί οὖν ὁ δίκαιος ἐποίησεν; Ἀκού‐ σατε. Οὐκ ἀργὸς οὐδὲ ἄπρακτος ἐν οὐράνῳ κάθηται· Οἱ ὀφθαλ‐ μοὶ αὐτοῦ ἐπιβλέπουσι τὴν οἰκουμένην, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Κύριος ἐξε‐
5τάζει τὸν δίκαιον καὶ τὸν ἀσεβ. Ἔγνωτε τί ποιεῖ ὁ δίκαιος, ὅπως ἀθεάτῳ προνοίᾳ πάντα ἐφορᾷ καὶ ἐπισκέπτεται· Οἱ ὀφθαλ‐ μοὶ αὐτοῦ ἐπιβλέπουσι τὴν οἰκουμένην, ὡς οἰκίαν καὶ χώραν ἰδίαν ἀεὶ ἐποπτεύοντες. Τὴν οἰκουμένην ὁρᾷ καὶ τὸν ἕνα παρορᾷ; Ἑπτὰ οὗτοί εἰσιν ὀφθαλμοὶ κυρίου, οἱ ἐπι‐
10βλέποντες πᾶσαν τὴν γῆν, Ζαχαρίας ἔλεγε. Καὶ τίνες οἱ

19

.

25

ἑπτὰ κυρίου ὀφθαλμοί; Τὰ ἑπτὰ τῆς σοφίας πνεύματα. Τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τίνες οἱ ὀφθαλμοὶ κυρίου; Αἱ ἐποπτικαὶ δυνάμεις. Τίνα τὰ βλέφαρα; Τὰ διακριτικὰ βουλεύματα, αἱ ἀνακριτικαὶ ἐνέργειαι δι’ ὧν ἀνα‐
5κρίνει τοὺς ὑπευθύνους ὡς δικαστής. Τὰ βλέφαρα αὐτοῦ ἐξε‐ τάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὡς δούλους καὶ παροί‐
κους ἐμβριθῶς ἀνακρίνοντα. Ὡς γὰρ ἡμεῖς τὴν ἀγανάκτησιν πομπεύομεν τοῖς βλεφάροις συστελλομένοις καὶ γίνεται ἡμῶν τῆς ἀλάλου ὀργῆς ἡ ὄψις κατήγορος, οὕτως ὁ θεὸς διὰ τῶν λεγομέ‐
10νων βλεφάρων αὐτοῦ τὴν κατὰ τῶν ἁμαρτωλῶν αὐστηρίαν

19

.

26

ἐσήμανεν. Εἶτα, ἐπειδὴ εἶπεν ὀφθαλμοὺς θεοῦ καὶ βλέφαρα, ἀλλ’ οὐ σχήματα καὶ σωματικὰ ὄργανα τῷ ἀΰλῳ θεῷ περιέθηκεν, ἀλλ’ αὐτὸν τὸν θεὸν διαφόρως ἐνεργοῦντα ἔδειξεν, ὅθεν εἰπὼν ὀφθαλμοὺς ἐπιβλέποντας καὶ βλέφαρα ἐξετάζοντα ἐπήγαγε·
5Θέλετε ἰδεῖν τίνες οἱ ὀφθαλμοὶ καὶ τὰ βλέφαρα; Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβ. Οὐδὲν γάρ ἐστι τῶν κυρίως αὐτῷ λεγομένων ὃ μὴ ἔστιν αὐτός. Κύριος ἐξετάζει τὸν δί‐ καιον καὶ τὸν ἀσεβ, τὸν δίκαιον, τὸν τῶν ἀγγέλων χορὸν φυλάξαντα τὴν τάξιν, καὶ τὸν ἀσεβῆ, τὸν τῶν δαιμόνων ὄχλον

19

.

27

ἀπὸ θεοῦ δραπετεύσαντα. Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβ, τὸν Κάϊν φονεύσαντα καὶ τὸν Ἄβελ μὴ στασιά‐ σαντα, τὸν Νῶε δικαιωθέντα καὶ τὸν Χὰμ καταραθέντα, τὸν Μωυσέα θαυματουργοῦντα καὶ τὸν Φαραὼ σκληρυνόμενον, τὸν
5Ἰὼβ ἀγωνιζόμενον καὶ τὸν διάβολον αἰσχυνόμενον, τὸν Δαυὶδ ψάλλοντα καὶ τὸν Σαοὺλ φονεῦσαι αὐτὸν θέλοντα, τὸν Ἠλίαν φεύγοντα καὶ τὸν Ἀχαὰβ φυγαδευόμενον, τὸν Ἠσαΐαν πριζό‐ μενον καὶ τὸν λαὸν πονηρευόμενον, τὸν Πέτρον ὁμολογοῦντα καὶ τὸν Ἰούδαν προδιδόντα, τὸν Παῦλον ἀγωνιζόμενον καὶ τὸν μάγον
10ἀνθιστάμενον, τὸν Λάζαρον ἐν τοῖς κόλποις τοῦ Ἁβραὰμ ἀνα‐ παυόμενον καὶ τὸν πλούσιον ἐν τῷ πυρὶ τηγανιζόμενον. Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβ· τὸν δίκαιον ἵνα ἐκδικήσῃ, τὸν ἀσεβῆ ἵνα καταδικάσῃ. Εὐφρανθήσεται δίκαιος

19

.

28

ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβοῦς. Ἐπεὶ οὖν δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, ὁ ἀγαπῶν τὴν ἀδικίαν, τί μισεῖ τὴν ἑαυτοῦ ψυχήν; Καὶ τί ἀθλιώτερον τοῦ μισοῦντος ἑαυτόν; Ὥσπερ ὁ ἀγαπῶν τὴν ἀπληστίαν μισεῖ
5τὴν ἑαυτοῦ ὑγίειαν, οὕτως ὁ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ
τὴν ἑαυτοῦ ψυχήν. Πᾶς, φησίν, ὁ τὰ φαῦλα πράττων

19

.

29

μισεῖ τὸ φῶς. Καὶ τί νομίζετε ὅτι μόνοις ὀφθαλμοῖς καὶ βλεφάροις ὀργίλοις ὁ κύριος κατὰ τῶν ἁμαρτωλῶν χρήσεται; Τοὺς μὴ σωφρονισθέντας τῷ βλέμματι παιδεύει ταῖς μάστιξιν Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας. Πρῶτον γὰρ βλέμ‐
5ματι καὶ ὄμματι θεὸς τὸν θυμὸν ἐνδείκνυται, καὶ οὕτω τοὺς μὴ διορθωθέντας ἀμύνεται. Μάρτυς τούτου ἡ κατὰ Σοδομιτῶν καὶ Αἰγυπτίων τοῦ θεοῦ ἀγανάκτησις. Περὶ Σοδομιτῶν ἔλεγε· Κραυ‐ γαὶ Σοδόμων καὶ Γομμόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν
10ὄψομαι. Τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Περὶ δὲ τῶν Αἰγυπτίων καὶ τοῦ Φαραώ, ὅτε ἔμελ‐ λον ἐν τῇ θαλάσσῃ καταπίνεσθαι, γέγραπται· Ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ ἐπέβλεψε κύριος εἰς τὴν παρεμ‐ βολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης,
15καὶ ἐπειδὴ τὸ ὀργίλον βλέμμα τοῦ θεοῦ οὐκ ἐφοβήθησαν, συνέ‐ δησε τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν καὶ εἰς τὸν

19

.

30

βυθὸν συνήλασε. Θέλεις ἰδεῖν εὐγνώμονα ἡμαρτηκότα καὶ βλέμματι θεοῦ παιδευθέντα; Ὅτε ἐν τῷ πάθει ὁ Πέτρος τὸν Χριστὸν ἠρνήσατο, στραφεὶς ὁ κύριος ἐνέβλεψε τῷ Πέ‐ τρ, καὶ τοῖς ὀφθαλμοῖς μαστίξας τὸν ἀρνησάμενον, τοὺς ὀφ‐
5θαλμοὺς αὐτοῦ δακρύων ἐπλήρωσε. Καὶ ἐξελθὼν ἔξω ὁ Πέ‐ τρος ἔκλαυσε πικρῶς. Ἐπεὶ οὖν τὰ βλέφαρα αὐτοῦ ἐξετά‐ ζει τοὺς υἱοὺς τῶν ἀνθρώπων καὶ βλεφάροις ἐξετάζων καταφρονεῖται, ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας. Καὶ διὰ τί οὐκ εἶπε· στήσει τοῖς ἁμαρτωλοῖς παγίδας, ἀλλ’ ἐπιβρέ‐
10ξει; Ἵνα μάθωσιν οἱ διὰ ἁμαρτίας πειρασμοῖς καὶ θλίψεσιν ἐκδι‐ δόμενοι ὅτι ἄνωθεν ἡ ἀπόφασις, ὅτι ἀπ’ οὐρανοῦ ἡ ἀγανάκτησις.

19

.

31

Καὶ τίνες αἱ παγίδες; Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγί‐
δος· πῦρ καὶ θεῖον τὴν κατὰ Σοδομιτῶν βροχήν—Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ—καὶ πνεῦμα καταιγίδος τὴν κατὰ τῶν Αἰγυπτίων ἐν τῇ θαλάσσῃ
5σφοδρὰν τοῦ ἀνέμου φοράν. Ἔλεγεν ᾄδων Μωυσῆς· Καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ. Ὑπήγαγε κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα καὶ ἐποίησε τὴν θάλασσαν ξηράν. Καὶ ἐπειδὴ τὸ ποτήριον τοῦ σωτηρίου πιεῖν οὐκ ἠθέλησαν, οὐδὲ εἶπον· Ποτήριον
10σωτηρίου λήψομαι, ἀλλὰ παρήκουσαν τῶν προπινόντων αὐτοῖς προφητῶν καὶ λεγόντων· Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος, τὸ βρεχόμενον πῦρ καὶ θεῖον ὡς ὄμβριον ὕδωρ εἰς ποτήριον λαβόντες ἐξέπιον· Πῦρ καὶ θεῖον καὶ πνεῦ‐ μα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν, κακὸν ἑαυ‐

19

.

32

τοῖς πρόπομα διὰ τριῶν βασάνων κατασκευάσαντες. Ὥσπερ δὲ ἰατρὸς τέμνων ἢ καίων, οὐ βλάπτων οὐδὲ μισῶν, ἀλλὰ φιλῶν καὶ θεραπεύων ποιεῖ, οὕτω καὶ ὁ θεός, πῦρ καὶ θεῖον καὶ πνεῦμα ποτίζων, ἀντίδοτον καθαίρουσαν ἁμαρτίας δίδωσι.
5Τοῦτο γὰρ ποιεῖ ἵνα τοὺς ἁμαρτωλοὺς ὡς δίκαιος δικαίους ἐργά‐ σηται, ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν ὁ λέγων· Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. Καὶ τί; Ἆρα τοὺς τῷ πυρὶ καὶ τῷ θείῳ ποτισθέντας εἶδεν ὡς ἰατρὸς ὑγιάναν‐ τας; Ναί, εἶδεν βελτιωθέντας, εἶδεν ὑγιάναντας, εἶδεν εὐθεῖα
10βαδίζοντας· Εὐθύτητας εἶδεν τὸ πρόσωπον αὐτο. Κα‐ λῶς περιώδευσε καὶ εἶδεν ὃ ἠθέλησεν. [Αὐτῷ ἡ δόξα εἰς τοὺς
αἰῶνας. Ἀμήν].

20

t

In Psalmum XI Homilia I Εἰς τὸν ια ψαλμόν. Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν
5πλησίον αὐτο.

20

.

1

Σώζειν ποιμένες καὶ βουκόλοι ἐπαγγέλλονται τὰς ἀγέλας αὐτῶν ἐν ταῖς νομαῖς. Σώζειν δὲ καὶ κυβερνῆται καὶ ναῦται τὰ σκάφη τῇ τέχνῃ ἐπιτηδεύουσι. Στρατηγοὶ δὲ καὶ ἀρχιστράτηγοι σώζειν τὰ στρατόπεδα ἐν πολέμῳ σπεύδουσιν. Ἀλλὰ καὶ ἀμπε‐
5λοφύλακες σώζειν συντίθενται τοὺς τῆς ἀμπέλου καρπούς. Σώζει δὲ καὶ αὐτοὺς καὶ τὰ ὑπ’ αὐτῶν σωζόμενα ὁ μόνος τοῦ κόσμου σωτήρ, ὁ λέγων· Οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον· πρὸς ὃν ἄρτι ὁ προφήτης μετὰ τῆς ἐκκλησίας ἐβόα· Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.

20

.

2

Ἐὰν νόσῳ ἢ ἀρρωστίᾳ κρατηθῶ, σῶσόν με. Σὺ γὰρ καὶ τὸν Ἐζεκίαν ψυχορραγοῦντα ἔσωσας καὶ νόσῳ παλαίοντα νικητὴν τῆς νόσου ἐποίησας καὶ ὑπὸ θανάτου ἑλκόμενον εἰς ζωὴν ἀν‐ θείλκυσας καὶ δεκαπέντε ἐνιαυτῶν προθεσμίαν ἐν τῇ ζωῇ ἔδω‐
5κας. Καὶ διὰ τί δεκαπέντε ἔτη; Ὁ δεκαπέντε ἀριθμὸς ἀπὸ ἑβδο‐ μάδος καὶ ὀγδοάδος σύγκειται· ἡ δὲ ἑβδομὰς δηλοῖ τὴν τοῦ κόσ‐ μου κατάπαυσιν, ἡ δὲ ὀγδοὰς τὴν τούτου ἀνάστασιν. Διὰ οὖν τοῦτο δεκαπέντε ἔτη ζωῆς αὐτῷ προσέθηκεν, ἵνα μνημονεύων ἀεὶ καὶ ἐνθυμούμενος τὴν τοῦ γείτονος θανάτου ὡς ἐν ἑβδόμῃ
10κατάπαυσιν καὶ τὴν ὡς ἀπὸ θανάτου τῆς νόσου ἐν ὀγδόῃ ἀνά‐ στασιν τὸν ὑπὲρ τῆς ὀγδόης ψαλμὸν ψάλλῃ εὐχαριστῶν τῷ

20

.

3

θεῷ. Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης ἐπιγέγραπται ὁ
προκείμενος ψαλμός. Ἀλλ’ ὁ συνετὸς ἀκροατὴς ὀφείλει ζητεῖν διὰ τί, εἰ ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη ὁ κύριος, καθὼς αὐτὸς ἔλεγε· Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκι‐
5μασθῆναι καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι—εἰ οὖν ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη ὁ κύριος, διὰ τί ἡ ὀγδόη ἀνάστασις λέγεται τοῦ κυρίου; Ἆρα οὐ δοκεῖ ὑμῖν ἐπ‐

20

.

4

ωφελὲς καὶ ἀναγκαῖον εἶναι τὸ ζήτημα; Διὰ τί οὖν ἡ ἀνά‐ στασις καὶ τρίτη καὶ ὀγδόη ὠνόμασται; Τρίτη μὲν εἴρηται ὡς ἀπὸ τοῦ πάθους καὶ τοῦ σταυροῦ, ὀγδόη δὲ ὡς ἀπὸ τῆς δημιουρ‐ γίας καὶ τῆς ἀναστάσεως. Ἐπεὶ οὖν τῇ κυριακῇ ἀνέστη ὁ κύριος,
5ἐν δὲ τῇ κυριακῇ ἡ ἀρχὴ τοῦ φαινομένου κόσμου ἐγένετο, ἥτις ὑπάρχει τὸ φῶς, ἐν ᾗ τὸ αἰσθητὸν φῶς ἀπὸ σκότους ἔλαμψεν, ἐν αὐτῇ καὶ τὸ νοητὸν φῶς τὸ ἀληθινόν, ὁ Χριστός, ἐκ τάφου ἀνέ‐ τειλε, δι’ ὃν καὶ ὡς ἀπὸ τάφου καὶ θανάτου ὁ κόσμος ἐγήγερται. Ἀπὸ κυριακῆς οὖν εἰς κυριακὴν ἡ ὀγδόη ἀπαντᾷ, καὶ ἔστι τρίτη
10καὶ ὀγδόη ἡ αὐτή· τρίτη ἀφ’ οὗ ἔπαθεν, ὀγδόη ἀφ’ ἧς ὁ κόσμος

20

.

5

ἐγένετο. Ἔστι καὶ ἄλλη αἰτία τῆς ὀγδόης καὶ τῆς τρίτης διά τι ἀνάστασις ἑκάστη ὠνόμασται. Ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ κατέ‐ παυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ καὶ ἔστιν ἡ κατά‐ παυσις τέλος καὶ συντέλεια ἔργων ἀπηρτισμένων. Τέλος δὲ καὶ
5κατάπαυσις λέγεται καὶ ἡ τοῦ κόσμου συντέλεια, ὅτε μέλλει παράγειν τὸ σχῆμα τοῦ κόσμου τούτου ὁ θεός. Ἐπεὶ οὖν ἁμαρ‐ τιῶν ὁ βίος ἔγεμε καὶ ἠπειλεῖτο κόσμου συντέλεια, ὁ Χριστὸς δὲ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος εἰς ἀθέτησιν τῆς ἁμαρτίας ἦλθε καὶ ἔπαθε

20

.

6

καὶ ἐτάφη καὶ ἀνέστη ἐν τῇ κυριακῇ. Ἐν ᾗ τὸν κόσμον ποιεῖν ἤρξατο, ἐν αὐτῇ ὁ κοσμοποιὸς ἀνέστη καὶ τὸν κόσμον ἀνέστησε, καὶ ἡ πρώτη ἐν δημιουργίᾳ ὀγδόη ἐν τῇ παλιγγενεσίᾳ γέγονε. Τῇ ἕκτῃ ἐπὶ ξύλου ἐσταύρωται, ἐπειδὴ ὁ ἐν τῇ ἕκτῃ γενόμενος
5ἄνθρωπος διὰ ξύλου παρέπεσε· διὰ ξύλου ὁ θάνατος, διὰ ξύλου ἡ ζωή. Τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ τῶν ἔργων· τῇ ἑβδόμῃ ἐν
τῷ τάφῳ τὸ σῶμα ἀνέπαυσε. Τελείαν γὰρ ἡμέραν ἐν τῷ τάφῳ τὴν ἑβδόμην ἔμεινε. Τῇ ὀγδόῃ ἀνέστη καὶ τὸν κόσμον ἤγειρε, καὶ ἔστιν ἡ κυριακὴ καὶ τρίτη καὶ ὀγδόη· τρίτη μὲν διὰ τὴν τοῦ
10κυρίου ἀνάστασιν, ὀγδόη δὲ οὐ μόνον διὰ τὴν τοῦ κυρίου, ἀλλὰ

20

.

7

καὶ διὰ τὴν τοῦ κόσμου ἔγερσιν. Λοιπὸν ἄκουσον θαυμαστὸν μυστήριον. Διὰ τί ἑνδέκατος κεῖται ὁ ὑπὲρ τῆς ὀγδόης ψαλμός; Ἡ τρίτη καὶ ἡ ὀγδόη τῆς ἀναστάσεως συναπτόμεναι τὸν ἑνδέ‐ κατον ποιοῦσιν ἀριθμόν. Ἐν δὲ τῷ προκειμένῳ τῷ ἑνδεκάτῳ
5ψαλμῷ φέρεται ἡ τοῦ κυρίου ἀνάστασις· ἐν αὐτῷ γὰρ ἀναστῆναι ὁ δεσπότης ἐπηγγείλατο εἰπών· Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος. Ἐπεὶ οὖν ἡ τρίτη καὶ ἡ ὀγδόη εἰκόνες ἀναστάσεως, ἡ δὲ τρίτη καὶ ἡ ὀγδόη ποιοῦσι τὸν ἑνδέ‐
10κατον ἀριθμόν, διὰ τοῦτο ἑνδέκατος κεῖται ὁ τῆς ἀναστάσεως ψαλμός· Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δα‐ υὶδ ἑνδέκατος. Ἐὰν οὖν εἴπῃ ὁ Ἰουδαῖος· Διὰ τί ὀγδόην τὴν ἀνάστασιν καλεῖς; λέγε· Ἐπειδὴ ὁ σὸς προφήτης ἐδίδαξέ με ὑπὲρ τῆς ὀγδόης τὸν τῆς ἀναστάσεως ἐπιγράψαι ψαλμόν.

20

.

8

Ἔστι καὶ ἄλλη αἰτία τῆς ὀγδόης, ἣν ἀναγκαῖον εἰπεῖν καὶ ἔχεις ἀκοῦσαι, θαυμαστὸν μυστήριον, ὅπερ ἄρτι πρώτως καὶ γλῶσσα προβάλλεται καὶ ἀκοὴ γεύεται. Ξένος τῆς τῶν καιρῶν καὶ τῶν χρόνων συνηθείας πέφηνεν ὁ τῆς ὀγδόης ἀριθμός. Εἰ γὰρ οἱ
5ἐνταῦθα αἰῶνες ἀριθμοῦνται ἀπὸ ἐνιαυτῶν καὶ ἐτῶν, οἱ δὲ ἐνιαυ‐ τοὶ κανονίζονται ἀπὸ δώδεκα μηνῶν, οἱ δὲ μῆνες οἰκοδομοῦνται ἀπὸ ἑβδομάδων, αἱ δὲ ἑβδομάδες ἐξαρτίζονται ἀπὸ ἑπτὰ ἡμερῶν, αἱ δὲ ἡμέραι συγκροτοῦνται ἀπὸ δώδεκα ὡρῶν, οἱ δὲ ἰωβηλαῖοι ἀπαρτίζονται ἀπὸ πεντήκοντα ἐνιαυτῶν, καὶ ἐν τοῖς τοσούτοις
10καὶ τοιούτοις τοῦ αἰῶνος ἀριθμοῖς, πεντηκοντάδες ἰωβηλαίων καὶ τριακοντάδες μηνῶν καὶ ἑβδομάδες ἡμερῶν καὶ δωδεκάδες ὡρῶν σκιρτῶσαι καὶ χορεύουσαι τοὺς αἰῶνας ὑφαίνουσι, καὶ ὀγδοάδες οὐδαμοῦ ἐν τούτοις ἐμφέρονται. Τί οὖν βούλεται τὰ νῦν ἐμφαίνειν
ὁ ὑπὲρ τῆς ὀγδόης ψαλμός; Ὁρᾷς πῶς ξένος τούτων ὁ τῆς
15ὀγδόης ἀριθμός. Ἐπειδὴ καὶ ξένον τὸ ἐν αὐτῇ μυστήριον, θεμέ‐ λιος ἀναστάσεως ἡ ὀγδόη εἴρηται, καὶ οὐ δεῖ τὸν θεμέλιον τοῦτον

20

.

9

μεταθεῖναι πώποτε. Λοιπὸν ἄκουσον θαυμαστὸν μυστήριον. Διὰ τί ἡ τοῦ κυρίου ἀνάστασις ὀγδόη ὠνόμασται; Ἑπτάκις νε‐ κρῶν ἀνάστασιν εὕρομεν ἐν τῇ θείᾳ γραφῇ, καὶ μετὰ τοὺς ἑπτὰ ὄγδοος ἐκ νεκρῶν ἀνέστη ὁ κύριος, ὁ ἐγείρας τοὺς ἑπτά. Πρὸ τῆς
5τοῦ κυρίου ἐκ νεκρῶν ἀναστάσεως ἑπτὰ μόναι ἀναστάσεις τῶν

20

.

10

νεκρῶν ἐγένοντο. Πρόσεχε, παρακαλῶ, καὶ ἀρίθμησον ἑκάστην ἀνάστασιν. Πρώτη ἀπὸ νεκρῶν ἐν τῇ παλαιᾷ ἀνάστασις, ἡ τοῦ υἱοῦ τῆς χήρας ὃν Ἠλίας ἐν Σαράφθοις ἀνέστησε. Δευτέρα ἀνά‐ στασις, ἡ τοῦ υἱοῦ τῆς Σουμανίτιδος ὃν ὁ μακάριος Ἐλισσαῖος
5ἤγειρε. Τρίτη ἀνάστασις, ἡ τοῦ στρατιώτου ὃν ἐγγὺς Ἐλισσαίου ἔθαψαν· καὶ τῶν ὀστέων τοῦ προφήτου ὁ νεκρὸς ἁψάμενος ὡς ἀπὸ πυρὸς οὕτως ἐξεπήδησε. Τετάρτη ἀνάστασις ἐν τῇ καινῇ, ἡ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. Πέμπτη ἀνάστασις, ἡ τοῦ υἱοῦ τῆς χήρας ὃς ἐφέρετο ἐπὶ τῆς σοροῦ. Ἕκτη ἀνάστασις, ὁ
10τετραήμερος Λάζαρος. Ἑβδόμη ἀνάστασις, ὅτε πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστη. Ὀγδόη ἀνάστασις, ἡ τοῦ

20

.

11

κυρίου ἀνάστασις. Ἐπεὶ οὖν ὑπὲρ ταύτης πάλαι οἱ προφῆται προεφήτευον, εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης. Καὶ διὰ τί ὑπὲρ ταύτης προσηύχοντο καὶ προεφήτευον; Ἐπειδὴ ᾔδεισαν ὅτι οὔτε ἡ πρώτη ἀνάστασις, οὔτε ἡ δευτέρα, ἢ πάλιν ἡ μετὰ τὴν
5ὀγδόην ἀνάστασις, ἥτις διὰ τῶν ἀποστόλων ἐγένετο, ἔστι κόσμου ἔγερσις, εἰ μὴ μόνον ἡ ὀγδόη τοῦ κυρίου ἀνάστασις, εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης, ὅτε ὁ θάνατος ὡς ἐν ὀγδόῃ περιετέμνετο καὶ ἡ ἀθανασία ὡς ἐκ παλιγγενεσίας ἀνίστατο. Οἱ πρῶτοι νεκροὶ καὶ οἱ ἔσχατοι, οἱ πρὸ τῆς ὀγδόης καὶ οἱ μετὰ τὴν ὀγδόην, ἀνέ‐
10στησαν, ἀλλὰ πάλιν ἀπέθανον. Ἐν τῇ ὀγδόῃ ὁ Χριστὸς ἀνέστη
καὶ οὐκέτι ἀπέθανε. Καὶ μάρτυς ὁ ἀπόστολος εἰπών· Ὅτι Χρισ‐ τὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος

20

.

12

αὐτοῦ οὐκέτι κυριεύει. Ἐπεὶ οὖν μόνη ἡ ἐν τῇ ὀγδόῃ ἀνάστασις τὴν ἀθανασίαν τῷ κόσμῳ ἤνθησεν, ὑπὲρ τῆς ὀγδόης. Ὦ ἀνάστασις θανάτου κατάλυσις· ὦ ἀνάστασις διαβόλου καθαί‐ ρεσις· ὦ ἀνάστασις οἰκουμένης ἔγερσις· ὦ ἀνάστασις δαιμόνων
5κατάπτωσις· ὦ ἀνάστασις ἀνθρώπων ἀνανέωσις· ὦ ἀνάστασις ἡ τοῦ διαβόλου καὶ τοῦ ᾅδου κένωσις· ὦ ἀνάστασις παραδείσου ἀποκατάστασις· ὦ ἀνάστασις ζωῆς αἰωνίου ἀπόλαυσις· ὦ

20

.

13

ἀνάστασις αἰώνιος ἀνάπαυσις. Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. Καὶ ποῖος ὅσιος ἐκλέλοιπεν; Ὁ μαθητὴς προδότης γενόμενος, ὁπότε ὅσιος καὶ αὖθις ἀνόσιος, ὁ ἀπόστολος καὶ φονεὺς ἀπότομος, ὁ γλωσσόκομον λαβὼν καὶ τὴν γλῶσσαν
5κατὰ τοῦ κυρίου κινῶν, ὁ τὰ χρήματα ἔχων καὶ τὸν θησαυρὸν πωλῶν, ὁ τριάκοντα ἀργύρια λαβὼν καὶ τὸν τριάκοντα ἔτη βαπτισθέντα ἐν Ἰορδάνῃ ἐπὶ τὸ βάπτισμα τοῦ θανάτου καλῶν.

20

.

14

Ἐκλέλοιπεν ὅσιος, ὁ τὴν ζωὴν πωλήσας καὶ ἀγχόνην ἀγορά‐ σας. Ἀλλ’ ἐκλέλοιπεν ὅσιος, πρὸ τοῦ κρεμασθῆναι τὸν σωτῆρα ἐπὶ τοῦ σταυροῦ ἑαυτὸν κρεμάσας ἀπὸ τοῦ λαιμοῦ. Καὶ οὐδέπω ὁ δεσπότης ἐκρέματο καὶ ἤδη ὁ προδότης ἐβροχίζετο· λάκκον
5ὤρυξε καὶ πρῶτος ἐνέπεσεν. Ἐκλέλοιπεν ὅσιος. Τὸ ὡρολόγιον τῶν ἀποστόλων ἐκολόβωσε. Τὴν δωδεκάωρον ἡμέραν τῶν μαθη‐ τῶν ἑνδεκάωρον ἐποίησε. Τὸν ἐνιαυτὸν κυρίου παρὰ μῆνα ἔδειξεν, ὅθεν καὶ ἑνδέκατος ὁ ψαλμὸς ἐν ᾧ φέρεται ὁ τῶν ἕνδεκα κατὰ τοῦ δωδεκάτου ὀλολυγμός, δηλοῦντος τοῦ λόγου ὅτι καὶ οἱ
10ἕνδεκα μαθηταὶ τὸν δωδέκατον θρηνοῦντες ἔλεγον· Σῶσόν με,

20

.

15

τῷ Χριστῷ. Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος Ἀλλ’ αἱ τρεῖς ὧραι τῶν ἀποστόλων ἐν νυκτὶ κατέχονται καὶ
τρεῖς αἱ ἡμέραι νυκτεριναὶ γεγόνασιν. Ἡ πρώτη ὥρα, ὁ Πέτρος ἀρνούμενος. Ἡ δευτέρα ὥρα, ὁ Ἰωάννης δραπέτης καὶ φυγὰς
5γενόμενος. Ἡ τρίτη ὥρα, ὁ Θωμᾶς τῇ ἀπιστίᾳ σκοτιζόμενος· Ἐὰν μὴ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτο. Μετὰ τῶν τριῶν ὡρῶν καὶ ἄλλαι ὧραι τῶν ἀποστόλων τὴν ἡμέραν ἔφυγον καὶ τῇ νυκτὶ προσέφυγον· Τότε γὰρ πάντες οἱ

20

.

16

μαθηταὶ ἀφέντες αὐτὸν ἔφυγον. Ἐπεὶ οὖν αἱ ἡμερι‐ ναὶ ὧραι νυκτεριναὶ ἐν τῷ πάθει γεγόνασιν, ὅτε καὶ αὐτὴ ἡ ἡμέρα τὴν εἰκόνα τῶν ἀποστόλων ἐν αὐτῇ γράφουσα εἰς σκότος μετε‐ βάλλετο—Ἀπὸ γὰρ ἕκτης ὥρας σκότος ἐγένετο ἐφ’ ὅλην
5τὴν γῆν ἕως ὥρας ἐνάτης—διὰ ταῦτα ὁ χορὸς τῶν ἀποστό‐ λων, ἀποθανόντος Χριστοῦ καὶ ἐκλείποντος τοῦ μόνου ὁσίου ἐπὶ γῆς, ἐπειδὴ ἔμαθε λέγειν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, 〈ἐβόα〉· Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ἀντὶ τοῦ ἐξέπνευσε. Τὸ γὰρ ἐκπνεῦσαι ἐκλιπεῖν λέγεται· Καὶ ἐκλιπὼν
10Ἰσαὰκ ἀπέθανεν. Ἐξάρας Ἰακὼβ τοὺς πόδας ἐπὶ τὴν κλίνην ἐξέλιπεν. Ὅτι δὲ ἐξέπνευσεν ὁ κύριος· Κράξας, φησίν, ὁ Ἰησοὺς φωνῇ μεγάλῃ ἐξέπνευσεν. Ὅτι δὲ καὶ ὅσιος· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· ὅσιος, ἄκακος,

20

.

17

ἀμίαντος. Ἐπεὶ οὖν ἐν τῷ πάθει ὁ κόσμος ὡς πλοῖον ἐχει‐ μάζετο, ὅτε ἡ γῆ ὡς θάλασσα ἐταράττετο, ὅτε αἱ πέτραι ὡς κύματα ἐλογίζοντο, ὅτε τὸ σκότος ὡς γνόφος κατήρχετο, ὅτε ἐπὶ τὸν ἱστὸν τὸν σταυρὸν ὁ κυβερνήτης ἐκρέματο, ὅτε τὸ καταπέτασμα
5ὡς ἄρμενον περιεσχίζετο, τότε ὁ ἀποστολικὸς χορὸς τοῦ κυβερνήτου χηρεύσας καὶ χειμαζόμενος ἀνεβόα· Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. Οὗτος ἐν ἄλλοις τὸν ἐπὶ τοῦ σταυροῦ τῆς τοιαύτης θαλάσσης χειμῶνα ἐδήλου λέγων· Σῶσόν με, κύριε,

20

.

18

ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. Ὁ σήμερον φίλος αὔριον ἐχ‐
θρός· ὁ ἄρτι ἀδελφὸς τῇ ἑξῆς πολέμιος· ὁ νῦν με περιπτυσσόμε‐ νος μετὰ μικρὸν κατ’ ἐμοῦ ὁπλιζόμενος. Σαούλ με τέκνον καλεῖ
5καὶ τὸν φόνον ἀπειλεῖ· υἱὸν λέγει καὶ τὸ ξίφος ἀκονᾷ. Ἐπεὶ οὖν οὐκ ἔστι χεῖρα ἐκτεῖναι καὶ ἐπιλαβέσθαι φίλου καὶ σωθῆναι,

20

.

19

σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. Ὡς ἐν θα‐ λάσσῃ τῷ βίῳ εἰμί. Μυρίαις πανταχόθεν περιαντλοῦμαι συμφο‐ ραῖς. Αἱ τρικυμίαι τῶν αἱρέσεων ἀπειλοῦσι ναυάγιον. Τὰ κενὰ ἀξιώματα ὡς κύματα ἄνω καὶ κάτω τοὺς ἀνθρώπους σφαιρί‐
5ζουσιν· ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν προκόπτοντες καὶ κατα‐ βαίνουσιν ἕως τῶν ἀβύσσων προσκόπτοντες. Οἱ πένητες ὑπὸ τῶν πλουσίων ὡς μικροὶ ἰχθύες ὑπὸ τῶν μεγάλων καταπίνονται, ὡς λέγειν τὸν προφήτην· Καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης καὶ ὡς ἑρπετὰ οὐκ ἔχοντα
10ἡγούμενον. Ὡς ὑποκριταί, ὡς πειραταὶ φαίνονται οἱ ψευδάδελ‐ φοι· ὡς πέτραι ὕφαλοι ὕδατι καλύπτονται. Ὅ εἰσιν οὐ φαίνονται. Πάντες συνέστειλαν τὰ πλατέα τῆς ἀγάπης ἄρμενα. Πάντες τῷ

20

.

20

ψεύδει λοιπὸν καὶ τῷ δόλωνι πλέουσιν. Ἐπεὶ οὖν λιμὴν σωτηρίας παρὰ ἀνθρώποις οὐδαμοῦ, σῶσόν με, κύριε, ὅτι ἐκ‐ λέλοιπεν ὅσιος. Γαληνιῶντά με καὶ εἰρηνεύοντα ἐν τῷ βίῳ, σῶσόν με. Ὥσπερ γὰρ ὁ ἐν πελάγει γαληνιζόμενος καὶ ὁ ἐν
5γαλήνῃ εἰς πέλαγος ἰών, ἐὰν μὴ σχοίῃ ἄνεμον ἐπιτήδειον, εἰς λιμένα οὐκ εἰσέρχεται, οὕτως ὁ ἐν γαλήνῃ καὶ ἀνέσει διάγων, ἐὰν μὴ τὴν ἄνωθεν αὔραν τῆς χάριτος δέξηται, εἰς τὸν ἄνω λιμένα οὐ παραγίνεται. Χειμαζόμενόν με καὶ κυματούμενον ὡς κυβερνήτης σῶσόν με. Ὥσπερ γὰρ τὸ σκάφος ἄνευ κυβερνήτου οὐ σώζεται,

20

.

21

οὕτως ἄνευ τῆς σῆς δεξιᾶς ἄνθρωπος οὐ φυλάττεται. Εὐ‐ θηνοῦντα καὶ περιουσιαζόμενον, κύριε, σῶσόν με Ὥσπερ γὰρ εὔσαρκοι ἄρνες καὶ εὐγάλακτοι ἄνευ κηδεμονίας ποιμένος λυκό‐ βρωτοι γίνονται, οὕτως ὁ ἐν εὐθηνίᾳ ὢν ἄνευ τῆς σῆς προνοίας
5τάχιον προδίδοται. Λιμώττοντά με καὶ τῶν ἀναγκαίων λειπό‐ μενον καὶ τὸ ζῇν σβεννύμενον, σῶσόν με. Ὥσπερ γὰρ τὸ πῦρ
ἐκλεῖπον καὶ σβεννύμενον ἄνευ ὕλης οὐκ ἀναλάμπει, οὕτως ὁ λιμῷ καὶ πενίᾳ δαμαζόμενος ἄνευ τῆς σῆς ἀναλήψεως ἀνανεῦσαι οὐ δύναται. Ὑγιαίνοντά με ψυχῇ καὶ σώματι, κύριε, σῶσόν με.
10Ὥσπερ γὰρ ἀγγεῖον ὁλόκληρον μὴ φυλαττόμενον ὑπὸ δεσπότου τάχιον συντρίβεται, οὕτως ὁ ὑγιαίνων, ἐὰν μὴ ὡς παιδίον ὑπὸ πατρὸς τοῦ θεοῦ κρατῆται, πίπτει καὶ διαφθείρεται ...

21

t

In Psalmum XI Homilia II Εἰς τὸν αὐτὸν ψαλμὸν ἄλλως.

21

.

1

Βαρεῖα μὲν καὶ καθ’ ἑαυτὴν ἡ ὁδοιπορία τοῖς ὁδεύουσι· πολλῷ δὲ πλέον βαρυτέρα φαίνεται ὅταν ὁ ὁδοιπόρος κατὰ μόνας εὑρεθῇ, ὅταν μὴ ἔχῃ συνοδοιπόρον καὶ συνόμιλον τῇ λαλιᾷ τὸν κάματον κλέπτοντα. Ἐπεὶ οὖν ὁδὸς ὁ βίος καὶ ὁδοιπόρος ὁ προφήτης
5καὶ ἀπὸ γῆς εἰς οὐρανὸν ὥδευε καὶ ἀναβατὴν ὁδὸν ὁδεύων κατὰ μόνας ἔκαμνε, καθὼς αὐτὸς ἔλεγε· Κατὰ μόνας εἰμὶ ἐγὼ ἕως οὗ παρέλθω, συνοδοιπόρον καὶ ὁδηγὸν ἄνθρωπον ὅσιον οὐκ ἔχων, τὸ πλανηθῆναι καὶ ἀπολέσθαι φοβούμενος παρεκάλει·

21

.

2

Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. Ἐκλέλοιπεν ὁ σὺν ἐμοὶ ἐπὶ τὰ ἄνω ὁδεύων. Πάντες μοι τὴν ἐναντίαν ὁδεύουσι· πάντες ἐπὶ τὰ κάτω τρέχουσιν, ὅτι ἐκλέλοιπεν ὅσιος. Καὶ οὐκ εἶπεν ὅτι οὐ γέγονεν ὅσιος, ἀλλ’ ὅτι ἐκλέλοιπεν ὅσιος· εἰ μὴ
5δὲ πρῶτον ἐγένετο, οὐκ ἂν εἶπεν ἐκλέλοιπεν, δεικνὺς ὅτι καὶ οἱ ὄντες ἀπώλοντο, ἐπειδὴ ἡ τῆς κακίας νόσος ἐπεκράτησεν. Ἐπεὶ οὖν πάντες μοι τὴν ἐναντίαν ὁδεύουσι, τῆς σωτηρίας καὶ συμμα‐

21

.

3

χίας καὶ προνοίας δέομαι, σῶσόν με. Ἀλλ’ ἴδωμεν τὴν προγραφήν. Ὅπερ εἰσὶν ἐν ταῖς διαθήκαις αἱ σφραγῖδες, τοῦτο ἐν τοῖς ψαλμοῖς αἱ ἐπιγραφαί. Ὥσπερ οὖν οἱ τὰς διαθήκας ἀνοί‐ γοντες πρῶτον τὰς σφραγῖδας λύουσι καὶ οὕτω τὸν χάρτην
5ἀναγινώσκουσιν, οὕτως οἱ τοὺς ψαλμοὺς ἀναγινώσκοντες καὶ ἑρμηνεύοντες πρῶτον τὰς ἐπιγραφὰς ἀναπτύσσουσι καὶ οὕτω τὰς ἐν αὐτοῖς γραφὰς ἀνιχνεύουσιν. Ἐπεὶ οὖν ὑπὲρ τῆς ὀγδόης ἐπιγέγραπται ὁ προκείμενος ψαλμός, δεῦτε παρακαλέσωμεν τὸν ἐν τῇ ὀγδόῃ ἀναστάντα κύριον, ἵνα ἀναστήσῃ καὶ διεγείρῃ ἡμῶν
10τὴν διάνοιαν, τὴν ὡς ἐν τάφῳ καὶ χώματι κειμένην τῇ κατηφείᾳ καὶ τῇ στυγνότητι, ἵνα διαναστάντες καὶ διαγρηγορήσαντες

21

.

4

ἴδωμεν τὰ τῆς ὀγδόης μυστήρια. Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυίδ. Καὶ διὰ τί δεύτερον κεῖται ὁ ὑπὲρ τῆς ὀγδόης ψαλμός; Ἡ ὀγδόη τὴν ἀνάστασιν δηλοῖ· δεύ‐ τερον δὲ ἀνιστάμεθα, ἅπαξ διὰ βαπτίσματος ἀπὸ τῶν νεκρῶν
5ἔργων καὶ ἅπαξ ἐν τῇ συντελείᾳ. Ὅθεν ὁ ἕκτος τὴν διὰ λουτροῦ ἀνάστασιν ἐδήλου· Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου· ὁ δὲ ἑνδέκατος τὴν ἐκ νεκρῶν τοῦ κυρίου ἀνάστασιν· Ἕνε‐ κεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι. Ἐγὼ λούσω καθ’ ἑκάσ‐
10την νύκτα τὴν κλίνην μου, ἐπειδὴ πολλὰ τὰ τοῦ νόμου

21

.

5

βαπτίσματα. Τί τὸ τέλος καὶ τίς ἡ ὀγδόη ἀναγκαῖον εἰπεῖν, ἥντινα αὐτὸς ὁ θεὸς ἐν τῇ βίβλῳ τοῦ νόμου μνημονεύεσθαι ἐθέσ‐ πισε. Τρεῖς ἑορτὰς κατ’ ἐνιαυτὸν ἑορτάζειν διέταξε τῷ Ἰσραὴλ ὁ θεός· τὴν ἑορτὴν τοῦ πάσχα καὶ τὴν ἑορτὴν τῆς πεντηκοστῆς
5καὶ τὴν ἑορτὴν τῆς σκηνοπηγίας. Ἑκάστην ἑορτὴν ἐπὶ ἑπτὰ ἡμέρας ἐπιτελεῖσθαι ἐκέλευσεν. Εἶτα, μετὰ τὴν ἑπταήμερον ἑορτήν, τὸ τέλος αὐτῶν ὀγδόην ὠνόμασε. Καλὸν γὰρ τὴν ἀληθεστάτην ἑρμηνείαν ζητεῖν καὶ ταύτην ὡς θεμέλιον οἰκοδομῆς προαποτί‐

21

.

6

θεσθαι τῇ ψυχῇ. Φέρε τοίνυν τοῦ προτεθέντος νοήματος μάρτυρα παραγάγωμεν Μωυσέα τὸν φίλον καὶ συνόμιλον θεοῦ.
Ὁ δὲ θεοῦ φίλος καὶ συνόμιλος ἀληθεύει καὶ οὐ ψεύδεται. Περὶ τοῦ πάσχα· Ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα. Τῇ δὲ ἡμέρᾳ τῇ
5ὀγδόῃ ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. Ἑπτὰ ἑβδομάδας ἀριθμήσεις σεαυτ, ἀρξαμένου σου δρέπα‐ νον ἐπ’ ἀμητόν. Περὶ τῆς πεντηκοστῆς 〈...〉 Ἐν τῷ ἑβδόμ, φησί, μηνὶ ἑορτάσατε τῷ κυρίῳ ἑορτὴν σκηνοπηγίας ἑπτὰ ἡμέρας. Καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐω‐
10δίας. Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον ἔσται ὑμῖν· πᾶν

21

.

7

ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτ. Ἐπεὶ οὖν τὸ τέλος τῆς ἑπταημέρου ἑορτῆς ἐξόδιον ἐκαλεῖτο καὶ ἀλάτρευτος ἡμέρα, προεῖδε δὲ ὁ προφήτης ὅτι ὁ Ἰσραὴλ ἐν τῇ ἑορτῇ τοῦ πάσχα σταυρώσει τὸν κύριον τῆς ἑορτῆς, ἐν δὲ τῇ τῆς πεντη‐
5κοστῆς ἑορτῇ ὑβρίσει τὴν τοῦ ἁγίου πνεύματος δωρεάν, τοὺς ἀποστόλους γλεύκους μεμεστωμένους ἀποκαλῶν, ἐν δὲ τῇ ἑορτῇ τῆς σκηνοπηγίας λιθάσαι ζητήσουσι τὸν Χριστόν. Ἐπεὶ οὖν ἀναστήσονται οἱ δίκαιοι εἰς ζωὴν αἰώνιον, οἱ δὲ ἀσεβεῖς εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον, ὀγδόη δέ ἐστιν ἡ ἀνάστασις
10καθ’ ἣν ἀνέστη ὁ κύριος, ὑπὲρ τῆς ὀγδόης παρακαλεῖ, ὑπὲρ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, ἵνα μετὰ τῶν ὁσίων ἀναστῇ καὶ μὴ μετὰ τῶν ἀνοσίων καὶ ἀσεβῶν. Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης. Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. Ὅτι δὲ ἀναστάσεως ἡ ὀγδόη, ὧδε κεῖται· Νῦν ἀναστήσομαι, λέγει
15κύριος. Διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης.

21

.

8

Ἄνδρες Νινευῖται κατακρινοῦσι τὴν γενεὰν ταύτην. Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης, ὀγδόην καλῶν ὁ ψαλμῳδὸς καὶ τὴν ἀποπλήρωσιν τοῦ χρέους τῶν θυσιῶν τῶν ἐν τῇ ἑπταημέρῳ ἑορτῇ καὶ τὴν ἔξοδον τὴν ἀπὸ τῶν σκηνῶν, ἥτις ἦν εἰς τὸ τέλος
5τοῦ βίου τῶν σωμάτων ἀπαλλαγή, ἀντὶ τοῦ· Ὦ θεοφιλέστατε
ἄνθρωπε, σκηνοπηγία σοι ἔστω ἡ φαινομένη τοῦ κόσμου σκηνή, ἡ παντὸς ἁπλώματος καὶ σινδόνος καὶ καταπετάσματος συστελ‐ λομένη ταχύτερον, ὅταν δὲ κελεύῃ ὁ θεός, ὁ πήξας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν,
10πρὸς ὃν ὁ προφήτης ἔλεγεν· Ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανο· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἐλίξεις αὐτοὺς καὶ ἀλλαγήσον‐

21

.

9

ται. Ἐπεὶ οὖν σκηνοπηγία ὁ κόσμος, ἑπτὰ ἡμέρας ἑόρταζε ἐν τῇ σκηνοπηγίᾳ. Ποίας ἑπτὰ ἡμέρας; Τὰς ἑπτά σου ἡλικίας, δι’ ὧν ὁδεύεις εἰς τὸ ζῇν, ἵνα τὴν ὀγδόην ἡμέραν τὴν ἀλάτρευτον φθάσῃς ἐν τῇ βασιλείᾳ, ὅτε οὐκέτι θυσία ἢ λατρεία ὑπὲρ ἁμαρ‐
5τιῶν προσφέρεται τῷ θεῷ. Ἀλλὰ λέγεις· Τί οὖν, ἐὰν μὴ φθάσω τὴν ἑβδόμην τοῦ γήρους; Ἀλλὰ κτῆσαι τὸ μαθεῖν καὶ ποιεῖν, καὶ τῆς προθέσεως λαμβάνεις μισθὸν τοῖς κατὰ πρόθεσιν κλητοῖς

21

.

10

οὖσιν. Τὴν πρώτην ἡμέραν τὴν τοῦ βρέφους, ἵνα εὐθὺς φωτισθῇς τῷ βαπτίσματι. Καὶ γὰρ τὸ φῶς τῇ πρώτῃ ἐγένετο Τὴν δευτέραν ἡμέραν τὴν τοῦ παιδίου ἡλικίαν, ἵνα στερεωθῇς τοῖς οὐρανίοις λόγοις. Καὶ γὰρ τὸ στερέωμα τῇ δευτέρᾳ γέγονε.
5Τὴν τρίτην τὴν τοῦ μείρακος, ἵνα τῇ ἁγνείᾳ ξηράνῃς τὴν ὑγρό‐ τητα τῶν παθῶν. Καὶ γὰρ τῇ τρίτῃ ὁ θεὸς τὴν ξηρὰν ἀπὸ τῆς ὑγρᾶς διέκρινε. Τὴν τετάρτην τοῦ νεανίσκου· τὰς τέσσαρας ἀρετὰς ἀστροφορῶν καὶ ὡς φωστὴρ ἐν κόσμῳ φαινόμενος. Καὶ γὰρ οἱ φωστῆρες τῇ τετάρτῃ γέγοναν. Τὴν πέμπτην
10ἡλικίαν τὴν τοῦ μεσήλικος· τὰ πέντε σου ζῷα τῶν αἰσθήσεων χαλιναγωγῶν, ἵνα μὴ εἰς ἁμαρτίαν σκιρτήσωσι. Καὶ γὰρ τὰ ζῷα τῇ πέμπτῃ ἐγένοντο. Τὴν ἕκτην τὴν τοῦ πρεσβύτου· τὴν ἐξ ἀρχῆς σου κίνησιν λόγῳ ὡς ἄνθρωπος ἀσφαλιζόμενος καὶ τὸν χοῦν καὶ τὸν πηλὸν τοῦ σώματος πλάττων καὶ ῥυθμίζων
15ταῖς ἀρεταῖς. Καὶ γὰρ τῇ ἕκτῃ ὁ ἄνθρωπος γέγονε. Τὴν
ἑβδόμην τὴν τοῦ γέροντος πεπολιωμένην πολιτείᾳ καὶ εὐσεβείᾳ ἀναπαύων ἐν τῇ γῇ ὅτε ὡς λευκοφόρος ἄσταχυς καὶ ὡς σῖτος ὥριμος ἀπελεύσῃ ἐν τῷ τάφῳ, κατὰ καιρὸν συγκομιζόμενος καὶ ὡς ἐν ἑβδόμῃ ἀναπαυόμενος. Καὶ γὰρ τῇ ἑβδόμῃ καὶ ὁ πατὴρ τῶν
20ἔργων ἐπαύσατο, καὶ ὁ υἱὸς ἀπὸ τῶν ἔργων αὐτοῦ τῶν εὐαγγε‐ λικῶν κατέπαυσεν ἐν τῷ τάφῳ. Τὴν ὀγδόην λοιπὸν περίμενε, τὴν ἀπὸ τῆς σκηνῆς ἔξοδον καὶ τὴν ἀπὸ τοῦ τάφου ἀναχώρησιν καὶ τὴν ἐκ νεκρῶν ἔγερσιν. Καὶ γὰρ τῇ ὀγδόῃ ἐκ νεκρῶν ἀνέστη ὁ

21

.

11

κύριος. Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης. Τῇ ὀγδό, φησίν, ἡμέρᾳ ἐξόδιον· πᾶν ἔργον λατρευτὸν οὐ ποιή‐ σετε ἐν αὐτ. Καὶ διὰ τί ἐν τῇ ὀγδόῃ λατρείας καὶ θυσίας προσφέρειν ἐκώλυσεν; Ἐπειδὴ ἡ ὀγδόη τὴν ἀνάστασιν τῶν
5νεκρῶν ἐσάλπιζεν, ἐν δὲ τῇ ἀναστάσει τῶν νεκρῶν οὐκέτι λοιπὸν θυσίαι, οὐκέτι λατρείαι, οὐκέτι προσφοραὶ ὑπὲρ ἁμαρτιῶν ἀφέ‐ σεως, ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Διὰ τοῦτο τὰς ἑπτὰ ἡμέρας τῆς σκηνοπηγίας θυσίας προσφέρειν ἐκέλευσεν, ἵνα,
10ἐν ᾧ ζῇς καὶ διάγῃς, ὡς ἐν σκηνῇ τῇ σαρκὶ θυσίας προσφέρῃς θεῷ κατὰ τὸ γεγραμμένον· Τέκνον, ὡς ζῇς, ἀξίως πρόσφερε προσφορὰς κυρίῳ τῷ θεῷ σου· μνήσθητι ὅτι ὁ θά‐ νατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι. Ἐν γὰρ τῇ ὀγδόῃ λοιπόν, ἐν τῇ ἀναστάσει τῶν νεκρῶν,
15ὅτε ἡ ἔξοδος τῆς σκηνῆς, ὅτε ὡς ἀπὸ καλύβης καὶ σκηνῆς τῆς σοροῦ καὶ τοῦ τάφου ἐξερχόμεθα, οὐκέτι λοιπὸν περὶ ἁμαρ‐ τιῶν ἀπολείπεται θυσία, καθὼς εἶπεν ὁ ἀπόστολος, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς βάσανος κατεσθίειν
μέλλοντος τοὺς ἁμαρτήσαντας, ὅτε ἐξελεύσονται οἱ τὰ
20ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα

21

.

12

πράξαντες εἰς ἀνάστασιν κρίσεως. Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης. Θέλεις ἰδεῖν συντόμως καὶ καθ’ ἕτερον τρόπον διὰ τί ὀγδόη λέγεται ἡ τοῦ κυρίου ἀνάστασις; Πρόσεχε· βλέπε τὴν ἑβδομάδα τῶν ἡμερῶν ἐν αἷς ὁ κόσμος ἐγένετο ἀνα‐
5φερομένην εἰς Χριστόν. Πρώτη Χριστοῦ ἡμέρα, ἡ προαιώνιος αὐτοῦ γέννησις· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· οὐχ ὅτι ἡμέρα τις ἦν πρὸ τῆς τοῦ Χριστοῦ γεννήσεως, ἀλλ’ ὅτι αὕτη ἡ τοῦ Χριστοῦ πρὸ αἰώνων γέννησις ἡμέρα ἐλέγετο, καθὼς αὐτὸς λέγει· Ἐγώ εἰμι τὸ φῶς
10τοῦ κόσμου. Δευτέρα Χριστοῦ ἡμέρα, ἡ δευτέρα αὐτοῦ κατὰ σάρκα ἐκ παρθένου γέννησις· Ἐγὼ σήμερον γεγέννηκά σε. Καὶ ὁ ἀπόστολος· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας, χθὲς πρὸ αἰώνων καὶ σήμερον ἐν σαρκί. Τρίτη Χριστοῦ ἡμέρα, ἡ διὰ τῶν θαυμάτων αὐτοῦ
15φανέρωσις· Καὶ τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, ὅπου τὸ ὕδωρ οἶνον ἐποίησε. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν θαυμάτων ὁ Ἰησοῦς καὶ ἐφανέρωσε τὴν δόξαν αὐτο. Τετάρτη, ἡ καὶ εἰς τοὺς νεκροὺς θεϊκὴ αὐτοῦ δύναμις, ὅτε ἐν τῇ τετάρτῃ ἡμέρᾳ, ἐν τῷ ἡμίσει τῆς ὀγδοά‐
20δος καὶ τῆς ἀναστάσεως, τὸν τεταρταῖον Λάζαρον ἐκ τοῦ τάφου ἀνέστησεν, ἵνα ἐν τῷ τετραημέρῳ δείξῃ ὅτι καὶ ὁ τετραπέρατος κόσμος ἐκ νεκρῶν δι’ αὐτοῦ ἀναστήσεται. Πέμπτη ἡμέρα, ἡ τῶν ζωοποιῶν αὐτοῦ μυστηρίων ἐν τῇ πέμπτῃ παράδοσις· καὶ ὁ τὰ ζῷα ἐν τῇ πέμπτῃ δημιουργήσας, αὐτὸς τὰ ζωοποιὰ μυστή‐
25ρια τοῦ ἄρτου καὶ τοῦ αἵματος ἐν τῇ πέμπτῃ ἐτέλεσε. Καὶ ὅτι ταῦτα ζωοποιὰ μυστήρια, αὐτὸς λέγει ὁ Χριστός· Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ζήσεται εἰς τὸν
αἰῶνα. Τῇ ἕκτῃ, ὁ τοῦ Χριστοῦ σταυρὸς διὰ τὸν ἄνθρωπον. Διὰ τοῦτο γὰρ ἐν τῇ ἕκτῃ ἐσταύρωται ἡμέρᾳ, ἵνα πάντες μάθωμεν
30ὅτι ὁ ἐν τῇ ἕκτῃ δημιουργήσας τὸν ἄνθρωπον, αὐτὸς ἐκεῖνος ἐν τῇ ἕκτῃ ἐσταυρώθη διὰ τὸν ἄνθρωπον. Καὶ οὐ μόνον ἡμέρᾳ ἕκτῃ, ἀλλὰ καὶ ὥραν ἕκτην ἐπὶ τὸ ξύλον ἐκρέματο, ἐπειδὴ ἀρχὴ ἁμαρτίας ὥρᾳ ἕκτῃ ἀπὸ τοῦ ξύλου γέγονεν, ὅτε Ἀδὰμ τὸν θάνα‐ τον ἠρίστησεν, εἶτα ἐπειδὴ ἐν τῇ ἕκτῃ ἡμέρᾳ κατέπαυσεν ἀπὸ
35πάντων τῶν ἔργων αὐτοῦ τῶν εὐαγγελικῶν θαυμάτων, ὅτε καὶ τὸ ὄξος ἔπιε καὶ εἶπε· Τετέλεσται. Ἐν τῇ ἑβδόμῃ ἐν τάφῳ

21

.

13

κατέπαυσεν. Ἐν τῇ ὀγδόῃ ἐκ νεκρῶν ἐγήγερται. Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης, ὅτε τὸ τέλος τοῦ κόσμου ἀρχὴ κόσμου ἐγένετο καὶ ὡς ἐν ὀγδόῃ ὁ θάνατος περιετέμνετο. Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης, ὅτε καὶ ἐν τῇ δευτέρᾳ ὀγδόῃ Θωμᾷ ἐνεφανί‐
5ζετο καὶ τὴν ἀπιστίαν αὐτοῦ πίστει περιέτεμεν. Ὁ γὰρ λέγων· Ἐὰν μὴ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτο, τῇ ὄψει μόνῃ Χριστοῦ ὡς μαχαίρᾳ ἐχρήσατο καὶ τὴν ἀπιστίαν περιέτεμε καὶ πιστεύσας αὐτῷ ἔλεγεν· Ὁ κύριός μου καὶ ὁ

21

.

14

θεός μου. Μεθ’ ἡμέρας ὀκτὼ τῆς ἀναστάσεως ἔρχεται ὁ Ἰησοῦς πρὸς τοὺς μαθητὰς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Ὁ γὰρ πολέμιος θάνατος θανάτῳ τεθανάτωται. Εἶτα λέγει τῷ Θωμ·
5Φέρε τὴν χεῖρά σου εἰς τὴν πλευράν μου, οὐχ ἵνα λόγχῃ τὴν πλευρὰν ὡς ὁ στρατιώτης νύξῃς, ἀλλ’ 〈ἵνα〉 τὸ ἀπὸ τῆς πλευρᾶς αἷμα καὶ ὕδωρ ἐν διανοίᾳ λάβῃς, καὶ μάθῃς διὰ τί ἐξῆλθε τὸ αἷμα καὶ τὸ ὕδωρ, οἱ δύο μάρτυρες τῶν κυριοκτόνων· τὸ αἷμα, ἵνα Ἰουδαίους ἐλέγξῃ εἰπόντας· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ
10τὰ τέκνα ἡμῶν· τὸ ὕδωρ, ἵνα τοῦ Πιλάτου κατηγορήσῃ, ὅτι
λαβὼν ὕδωρ καὶ νιψάμενος, ὡς ἀθῷος τὸν ἀθῷον καὶ δίκαιον ἐφραγέλλωσε καὶ ἐσταύρωσε. Φέρε τὸν δάκτυλόν σου, Θωμᾶ, καὶ φέρε τὴν χεῖρά σου, πρῶτον τὸν δάκτυλον καὶ οὕτω τὴν χεῖρα. Πρῶτον γεῦσαι ὅτι χρηστὸς ὁ κύριος, ὃς ἀπιστήσαντά
15σε οὐκ ἐκονδύλισε, καὶ οὕτω δέξαι τὸν ἄρτον τῆς ζωῆς. Εἶτα ὁ Θωμᾶς οὐδέπω ἐγεύσατο καὶ ἤδη τὴν ὀμολογίαν ἠρεύξατο· καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτ· Ὁ κύριός μου καὶ

21

.

15

ὁ θεός μου. Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. ψαλμὸς τῷ Δαυὶδ εἴρηται, ὅτι τὴν προφητείαν τῶν ἐσομένων ἀγαθῶν ὡς ἤδη πραχθεῖσαν καὶ ἐπιτελεσθεῖσαν ἔβλεπεν—Διεμε‐ ρίσαντο τὰ ἱμάτιά μου. Ὤρυξαν χεῖράς μου καὶ πόδας

21

.

16

μου—καὶ τὰ πάθη τοῦ Χριστοῦ ὡς ἤδη γενόμενα ἔψαλλε. Σῶ‐ σόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. Καὶ διὰ τί τὸν ὑπὲρ τῆς ὀγδόης ψάλλων τὴν ἔκλειψιν τῶν ὁσίων ὠλοφύρετο; Ἀλλὰ καὶ σφόδρα καλῶς· ἐπειδὴ γὰρ ἡ ὀγδόη καὶ ἡ τῶν νεκρῶν ἔγερσις
5βοᾷ τὴν τοῦ κόσμου συντέλειαν, τότε δὲ γίνεται ἡ κόσμου συντέλεια ὅτε οἱ ὅσιοι καὶ οἱ εὐσεβεῖς ἐκλείψουσι. Καὶ τούτου μάρτυς ὁ Χριστὸς εἰπών· Ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; Καὶ ὁ ἀπόστολος· Ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, ὅτε ἀποστήσονται
10τῆς πίστεως προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις

21

.

17

δαιμονίων. Ἵνα οὖν, ὅτε γίνεται ἐκεῖνο τὸ οἰκουμενικὸν ναυάγιον, ὅτε ἐν κύματι ἀσεβείας ὁ βίος βυθίζεται, ἵνα ὁ τότε εὑρισκόμενος Χριστιανὸς μὴ συναπόληται μετὰ τῶν ἀσεβῶν, δέδωκεν αὐτῷ ὁ Δαυὶδ ὡς χειμαζομένῳ πλοίῳ σωτήριον ἄγκυραν
5τὸν ψαλμόν, ἵνα ὡς κυβερνήτης ἄνω βλέπων ἀναβοᾷ· Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. Καὶ ἵνα σαφέστερον διδάξῃ ὅτι τότε ἐκλείπει ὅσιος ὅτε τὰ ἀληθινὰ δόγματα τῆς θεογνωσίας
εἰς ὀλίγους περιλιμπάνονται, ἐπήγαγεν· Ὅτι ὠλιγώθησαν αἱ

21

.

18

ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Ὥσπερ γάρ, ὅτε ὁ ἀριθμὸς τῶν πιστευόντων ἐπληθύνετο, τότε ὁ λόγος τοῦ κυρίου αὐξάνειν ἐλέγετο, οὕτως ἔμπαλιν, ἐκλιπόντων ὁσίων καὶ εὐσεβῶν, ὀλιγοῦνται τὰ τῆς ἀληθείας δόγματα, οὐκ αὐτὰ
5μείωσιν ἢ τηκεδόνα ὑπομένοντα, ἀλλὰ τοὺς τὴν ἀλήθειαν ἀρνου‐ μένους ἀποφεύγοντα. Ὡς γὰρ ἐρωτηθεὶς ὁ Δαυὶδ καὶ διὰ τί ἐκλέλοιπεν ὅσιος, ἀποκρίνεται· Ὅτι ὠλιγώθησαν αἱ ἀλή‐

21

.

19

θειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Ὥσπερ γὰρ τότε ἀθυμεῖ καὶ στενάζει ἰατρὸς ὅτε ἴδῃ ὅτι αἱ δυνάμεις τοῦ πυρέτ‐ τοντος ὠλιγώθησαν, ὅτι οἱ τόνοι τῆς φύσεως ἐδαπανήθησαν, οὕτως ἐκλείπει τῇ λύπῃ ὁ ὅσιος ὁρῶν ὅτι ὠλιγώθησαν αἱ
5ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων, ὅτι εἰς μακρο‐ νοσίαν ὁ κόσμος ἐξέπεσεν, ὅτι αἱ δυνάμεις τῶν θεοπνεύστων γραφῶν ἐν αὐτοῖς ἠλαττόνησαν, ὅτι ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέφουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐξετράπησαν. Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώ‐
10πων. Καὶ ὥσπερ κυβερνητῶν ἀπώλεια τῶν πλοίων ναυά‐ για, καὶ ποιμένων ἀπουσία προβάτων ὄλεθρος, καὶ γεωργῶν ἀμέλεια χωρίων ἀφανισμός, οὕτω καὶ τῶν ὁσίων ἡ ἔκλειψις τοῦ

21

.

20

κόσμου κατάλυσις. Ὁσιότης δέ ἐστιν ἡ πρὸς τὸν θεὸν καθοσίωσις, καὶ ἐκεῖνος ὅσιος ὁ ἑαυτὸν διὰ πίστεως καθοσιώσας καὶ ἀφιερώσας τῷ θεῷ. Ὅθεν περὶ τοῦ θεὸν καταλιμπάνοντος καὶ ἀρνουμένου τὸ πρὸς θεὸν σέβας ἔλεγεν ὁ Μωυσῆς· Μὴ εἴπῃς
5ἐν τῇ καρδίᾳ σου· Ὅσιά μοι γένοιτο ἐν τῷ ἀποστῆναι ἀπὸ κυρίου. Ὥσπερ οὖν ὁ τοῦ θεοῦ ἀποστάτης ἀνόσιος λέγεται,

21

.

21

οὕτως ὁ τῷ θεῷ διὰ πίστεως οἰκειωθεὶς ὅσιος. Ὅτι ὠλιγώ‐ θησαν αἱ ἀλήθειαι, ὡς ἐν καιρῷ ἀφορίας οἱ καρποί. Ὥσπερ
δὲ εἷς ὁ Χριστὸς καὶ πολλοὶ οἱ Χριστοί—Μὴ ἅπτεσθε τῶν χριστῶν μου—καὶ μία δικαιοσύνη καὶ πολλαὶ αἱ δικαιοσύναι—
5Δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν—οὕτω καὶ μιᾶς οὔσης τῆς ἐνυποστάτου ἀληθείας, πολλαὶ λέγονται ἀλήθειαι καὶ τὰ τῆς ἀληθείας δόγματα καὶ τὰ τῆς ὀρθῆς πολιτείας ποικίλα

21

.

22

θεσπίσματα. Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι, ἐπειδὴ μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτο. Γέγραπται ὡς ἐν τῷ Ζαχαρίᾳ καὶ ἐν τῷ ἀποστόλῳ· Λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἀληθῶς. Ὁ
5δὲ τοῦτο μὴ ποιῶν καὶ τὸν προφήτην ὕβρισε καὶ τὸν ἀπόστολον ἐλύπησε καὶ τὸν θεὸν ἠθέτησε τὸν λαλοῦντα δι’ αὐτῶν· Ὁ γὰρ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετε. Λαλεῖτε ἀλήθειαν μετὰ τοῦ

21

.

23

πλησίον. Ἀλλ’ ἐὰν τῷ πλησίον μάτην ἐχθραίνῃς καὶ οὐ λαλεῖς αὐτῷ, πῶς αὐτῷ λαλήσεις τὴν ἀλήθειαν, ὁ μήτε ὅλως αὐτῷ λαλῶν; Ἓν γὰρ τῶν δύο· ἢ οὐ λαλεῖς αὐτῷ ἢ τότε αὐτῷ λαλεῖς ὅταν αὐτὸν ὑβρίζῃς, ὅταν συκοφαντῇς, ὅταν εἰς πρόσωπον
5δέρῃς. Ἔσω ὡς ἀδελφὸς τὴν σάρκα Χριστοῦ μετ’ αὐτοῦ ἐσθίεις καὶ ἔξω ὡς θηρίον τῶν σαρκῶν αὐτοῦ ἐπιθυμεῖς· ἔσω ὡς ἀπό‐ στολος συνδειπνεῖς καὶ ἔξω ὡς προδότης πολεμεῖς. Καὶ ὁ μὲν Ἰούδας οὐχ ὑβρίζων, ἀλλὰ καταφιλῶν ἐπώλει· σὺ δὲ καὶ ὑβρίζεις καὶ συκοφαντεῖς καὶ παντοίας ῥάπτεις ἐπιβουλάς, καὶ ὀργῆς
10δοῦλος γινόμενος καὶ θυμῷ καπνιζόμενος ἐκεῖνα λέγεις τῷ πλη‐

21

.

24

σίον ἅπερ ξένα ἐστὶ τοῦ Χριστοῦ καὶ φίλα τοῦ διαβόλου. Ὁ Χριστὸς εἶπεν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· σὺ δὲ καὶ τὸν ἀδελφὸν μισεῖς. Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς· σὺ δὲ καὶ τὸν φιλοῦντα κακοποιεῖς. Ἆρα, ὅταν ἴδῃς ὅτι ὁ ἀδελφὸς τὸν
5ἀδελφὸν καὶ ὁ κοινωνικὸς τὸν κοινωνικὸν φονέα καὶ γόητα καὶ δαιμονιῶντα καλεῖ καὶ ὅρκοις καὶ ἐπιορκίαις τὰς συκοφαντίας
βεβαιοῖ καὶ ἀπειλεῖ λίαν ἀναλῶσαι τὸν πλησίον ὡς ἐχθρὸν καὶ ἄλλος Κάϊν γενέσθαι τῷ Ἄβελ ἐπείγεται, πόσων θρήνων καὶ ὀδυρμῶν ὁρᾷς τὸν τοιοῦτον ἄξιον; Ὅτι σῶμα ὄντες Χριστοῦ
10ἑαυτοὺς κατατέμνουσιν· ὅτι τὸ αὐτὸ ὑπὲρ ἀλλήλων οὐ

21

.

25

μεριμνῶσι τὰ μέλη, ἀλλὰ καθ’ ἑαυτῶν ὁπλίζονται. Καὶ λέοντες μὲν λέοντας οὐ κατεσθίουσι καὶ παρδάλεις κατὰ παρδά‐ λεων οὐχ ὁπλίζονται. Ἀδελφὸς δὲ ἀδελφῷ ὡς θηρίον ἀρνίῳ ἐφάλλεται. Ἄρκος τῇ ἄρκῳ οὐκ ἐπιβουλεύει, καὶ ὁ Ἠσαῦ τὸν
5Ἰακὼβ ἀποκτεῖναι ἠπείλει· Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου. Κεράστης κεράστῃ οὐ λυμαίνεται, καὶ οἱ ἀδελφοὶ κατὰ τοῦ Ἰωσὴφ ὁπλίζονται· Ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ τὰ ἑξῆς. Ἀλλὰ μάταια ἐλάλησεν
10ἕκαστος πρὸς τὸν πλησίον αὐτο. Ὃν γὰρ ἀποκτεῖναι διὰ βασκανίαν ἠθέλησαν, τοῦτον διὰ λιμὸν προσεκύνησαν ὡς οὐ

21

.

26

προσεδόκησαν. Καὶ διὰ τί ἐκλέλοιπεν ὅσιος; Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι, ἐπειδὴ μάταια ἐλάλησεν ἕκασ‐ τος πρὸς τὸν πλησίον αὐτοῦ λέγων· Ἄρτι οὐδὲν ὠφελοῦνται οἱ ἀληθεύοντες· νῦν οἱ ψευδόμενοι τὰ μεγάλα δύνανται. Εἰ μὴ δὲ
5μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτο, οὐκ ἂν ὠλιγώθησαν αἱ ἀλήθειαι, οὐκ ἂν ἐκλέλοιπεν ὅσιος.

21

.

27

Ὅσιος δέ ἐστιν ὁ εὐσεβὴς καὶ τὰ πρέποντα καὶ ὡς δεῖ θεῷ προσ‐ φέρων ὡς Ἄβελ, ἀλλ’ οὐκ ὀνειδίζων ὡς Κάϊν. Οἱ γὰρ φυλά‐ ξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται, ὥστε ἔστι καὶ ἀνο‐ σίως ποιεῖν τὰ ὅσια. Οἴμοι ψυχ, ἔλεγεν ἄλλος, ὅτι ἀπόλωλεν
5εὐσεβὴς ἀπὸ τῆς γῆς. Τί λέγεις, Δαυίδ; Ἐκλέλοιπεν ὅσιος, καὶ πῶς ὁ κόσμος συνέστηκεν; Οἱ κίονες ἔπεσον, καὶ πῶς ἡ οἰκία οὐ κατέπεσεν; Αἱ λαμπάδες ἐσβέσθησαν, καὶ πῶς ἡ σκοτία φωτί‐
ζεται; Οἱ ἰατροὶ ἀπέθανον, καὶ πῶς ἰαθῶσιν οἱ ἄρρωστοι; Μετὰ σοῦ Σαμουὴλ καὶ Νάθαν καὶ Γὰδ καὶ Ἀσὰφ καὶ Αἰμὰν καὶ Ἰδι‐
10θοὺμ καὶ οἱ χοροὶ τῶν ἱερέων καὶ τῶν προφητῶν, καὶ πῶς ἐκλέ‐

21

.

28

λοιπεν ὅσιος; Ἀλλὰ ἀποκρίνεται· Οὐ περὶ τῶν ἄρτι μοι ὁ λόγος, ἀλλὰ περὶ τῶν ἐν τῇ συντελείᾳ· διὸ καὶ εἰς τὸ τέλος τὸν ψαλμὸν ἐπέγραψα. Ὡς γὰρ ἐρωτηθεὶς πότε ἐκλέλοιπεν ὅσιος, ἀποκρίνεται· Εἰς τὸ τέλος, ὅτι ὠλιγώθησαν αἱ
5ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Ἐν γὰρ τοῖς υἱοῖς τοῦ θεοῦ οὐκ ὠλιγώθησαν—Καὶ υἱοὶ ὑψίστου πάντες— ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε, υἱοὶ οἷς οὐκ ἔστιν ἐν αὐτοῖς πίστις· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;

21

.

29

Ὠλιγώθησαν αἱ ἀλήθειαι. Ἐν συναλλαγαῖς διὰ ὀβολὸν ψεύδονται. Ἐν συνθήκαις, ἐν κοινωνίαις, ἐν δικαστηρίοις, οὐ φυλάττουσι τὸ ναί, ναί, τὸ οὔ, οὔ. Τὸ ναὶ οὒ ἐγένετο καὶ τὸ οὒ ναί, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι. Καὶ διὰ τί οὐκ εἶπεν ἡ ἀλήθεια,
5ἀλλ’ αἱ ἀλήθειαι; Τὸ μὲν διὰ τὰς διαφόρους συνθήκας, τὰς ἄνευ ὅρκων 〈καὶ τὰς μεθ’ ὅρκων〉, τὰς ἀγράφους καὶ τὰς ἐγγράφους, καὶ τὰς ἀμαρτύρους καὶ τὰς ἐπὶ μαρτύρων· ἢ καὶ διὰ τὰς πολλὰς αἱρέσεις τὰς κακοδόξους καὶ διαφόρους ψευδομένας. Πολλαὶ αἱ ἀλήθειαι, ἵνα ἑκάστη ὡς βέλος πρὸς μίαν ἑκάστην πεμφθῇ· Ὅτι ἀληθείας

21

.

30

ἐκζητεῖ κύριος ὁ θεός. Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτο· οἱ ἐν τῇ πυργοποιΐᾳ, καὶ οἱ ἀδελ‐ φοὶ κατὰ τοῦ Ἰωσήφ, καὶ ἐν τῇ ἐρήμῳ κατὰ Μωυσέως—Ἀνά‐ στηθι καὶ ποίησον ἡμῖν θεούς. Ὁ γὰρ Μωυσῆς οὗτος οὐκ
5οἴδαμεν τί γέγονεν αὐτῷ—καὶ οἱ πρεσβύτεροι κατὰ Σουσάννης,

21

.

31

καὶ κατὰ Χριστοῦ οἱ Ἰουδαῖοι. Χείλη δόλια ἐν καρδί, καὶ ἐν καρδίᾳ ἐλάλησε κακ. Καὶ μὴν ἡ καρδία διὰ τῶν χειλέων λαλεῖ, ἀλλ’ ὡς ἔχει ὀφθαλμοὺς ἡ καρδία, οὕτω καὶ χείλη·
Πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ὑμῶν.
5Τῷ στόματι αὐτῶν εὐλόγουν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Χείλη δόλια ἐν καρδί. Περὶ δὲ Ἰουδαίων ὁ λόγος· Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμ, ἡ δὲ καρδία

21

.

32

αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμο. Χείλη δόλια ἐν καρδί, ἢ καὶ ἐν καρδίᾳ τοῦ λαλοῦντος καὶ ἐν καρδίᾳ τοῦ ἀκού‐ οντος ἢ καὶ δισσῇ καρδίᾳ ἢ καὶ ἐν καρδίᾳ τῶν μήπω πλανηθέν‐ των καὶ ἐν καρδίᾳ τῶν ἤδη πεπλανημένων, ἵνα ἐκείνους μὲν ἀπα‐
5τήσωσι, τούτους δὲ στρεβλωτέρους ποιήσωσι. Καὶ οἱ δαίμονες· Τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα.

21

.

33

Ἐν καρδίᾳ δὲ λαλεῖ ὁ ἐνδιαθέτως λαλῶν καὶ ἐγγράφων ὡς ἐν πλακὶ τῇ καρδίᾳ αὐτοῦ τοὺς λόγους· Ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, ἀντὶ τοῦ· Μὴ λόγοις ἀπατηλοῖς τὰς ἀκοὰς θέλγετε, μὴ δὲ ἐπιπόλαια λέγετε, ἀλλ’ ἐμβαθύνατε τὰ
5σπέρματα τῆς καρδίας, ἅψασθε τὸ συνειδός, μαστίξατε ὡς προ‐ φῆται, τὰ τραύματα τῶν ἐνθυμιῶν θεραπεύσατε ...

22

t

In Psalmum XI Homilia III Εἰς τὸν αὐτὸν ψαλμὸν ἄλλως.

22

.

1

Ἀναστάσεως Χριστοῦ ἑορταί· καὶ ἄγγελος τῆς ἀναστάσεως καὶ νῦν ὁ Δαυὶδ παρεγένετο, τὴν ὀγδόην τῆς ἀναστάσεως ἡμῖν διὰ τῆς ἐπιγραφῆς σαλπίζων· Εἰς τὸ τέλος γάρ, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυίδ. Ἐπειδὴ γὰρ ὁ ἐν τῇ ἕκτῃ γενό‐
5μενος ἄνθρωπος ἕκτῃ ὥρᾳ θάνατον ἠρίστησε καὶ ὡς ἐν ἑβδόμῃ τῇ ἁμαρτίᾳ κακῶς ἐσαββάτισε, μηκέτι ἐργαζόμενος καὶ φυλάττων τὴν ἐντολὴν τοῦ θεοῦ, καὶ ὡς ἐν ὀγδόῃ περιτεμνόμενος τοῦ
παραδείσου περιετέμνετο, διὰ ταῦτα ὁ ποιητὴς καὶ δημιουργὸς τοῦ Ἀδὰμ τῇ ἕκτῃ ἡμέρα ἐσταύρωται, τῇ ἑβδόμῃ ἐν τῷ τάφῳ
10ἀναπαύεται, τῇ ὀγδόῃ ἀνίσταται, τοὺς υἱοὺς τοῦ ἀποθανόντος Ἀδὰμ υἱοὺς ἀναστάσεως ἐργαζόμενος. Εἰς τὸ τέλος, ὑπὲρ τῆς

22

.

2

ὀγδόης. Ἀλλ’ ὁ αἱρετικὸς ἀντιφθέγγεται· Ὁ δημιουργός, φησί, τοῦ Ἀδὰμ ἐσταύρωται. Ἀλλὰ τὸ σταυρωθῆναι ἀνθρώπου ἴδιον, ἀλλ’ οὐ θεοῦ. Ἀλλὰ κἀγώ σοι λέγω· Ὁ δημιουργὸς τοῦ Ἀδὰμ χιτῶνας δερματίνους τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ
5αὐτοῦ ἐποίησεν. Ἀλλὰ τὸ ποιεῖν χιτῶνας δερματίνους ἀνθρώ‐ που ἴδιον ἔργον καὶ οὐκ ἴδιον θεοῦ, καὶ ἀνθρώπου πένητος καὶ πτωχοῦ. Οὐδεὶς γὰρ πλούσιος ἢ εὐγενὴς χιτῶνας δερματίνους

22

.

3

ἐργάζεται. Εἰπέ μοι κἀκεῖνο· ὁ δημιουργὸς τοῦ Ἀδὰμ περιε‐ πάτει ζητῶν τὸν Ἀδὰμ καὶ ὡς ἀγνοῶν ὅπου κρύπτεται ἐφώνει· Ἀδάμ, ποῦ ε; Ἀλλὰ τὸ περιπατεῖν καὶ ζητεῖν καὶ λέγειν· Ποῦ ε; ἀνθρώπου ἴδιον καὶ οὐκ ἴδιον θεοῦ. Ὥσπερ οὖν ἀκούων ὅτι
5χιτῶνας δερματίνους ἐποίησε καὶ ὅτι περιεπάτει καὶ ὅτι ἐζήτει καὶ ἠρώτα· Ποῦ ε; καὶ τὰ ἀνθρώπινα ἔργα καὶ πάθη κατεδέξατο, οὐ λέγεις ἄνθρωπον, οὕτως ἀκούων ὅτι ἐσταυρώθη, ὅτι ἐκρεμάσθη, ὅτι προσηλώθη ἐν σαρκὶ ὁ ποιητὴς τοῦ Ἀδάμ, μὴ λέγε ψιλὸν ἄνθρωπον, ἀλλὰ θεὸν ἐν σαρκὶ τὸ πάθος καὶ τὸν θάνατον τῆς

22

.

4

σαρκὸς οἰκειοποιησάμενον. Εἰ γὰρ ὁ ἄρχοντος πρόσταγμα διαρρήξας κινδυνεύει καὶ ὁ βασιλέως σάκραν σχίσας θανάτῳ ὑπόκειται, οὐχ ὅτι τὸν χάρτην ἔσχισεν, ἀλλ’ ὅτι τὸν γράψαντα ὕβρισε, πολλῷ μᾶλλον οἱ τὸν ναὸν τοῦ δεσπότου τοῖς ἥλοις
5ὀρύξαντες καὶ τὸν δεσποτικὸν τόμον, ὃν ὁ πατὴρ ἐσφράγισε, διαρρήξαντες, οὐ τὸ σῶμα ἁπλῶς, ἀλλὰ τὸν φοροῦντα ὕβρισαν. Ὅτι δὲ τόμος ἐσφραγισμένος τὸ τοῦ Χριστοῦ σῶμα, ὁ μὲν Ἠσαΐας ἀκούει· Λάβε σεαυτῷ τόμον καινὸν μέγαν· ὁ δὲ Ἰωάννης· Τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν. Ὁ προφήτης τὸν

22

.

5

τόμον, ὁ εὐαγγελιστὴς τὴν σφραγῖδα εἶπεν. Ὥσπερ οὖν αἱ εἰς τὸν χάρτην ἀτιμίαι οὐ τῷ χάρτῃ, ἀλλὰ τῷ γράψαντι λογίζονται,
οὕτως αἱ εἰς τὸ σῶμα τοῦ Χριστοῦ πληγαὶ οὐχ οὕτω τὸ σῶμα ὅσον τὸν φοροῦντα ὕβρισαν. Κἂν τὸ σῶμα ἐσταυροῦτο, ἀλλ’ ὁ
5κύριος τῆς δόξης ἐκρέματο. Εἰ γὰρ ἔγνωσαν, φησίν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. Κἂν ἡ σὰρξ ἐρραπίζετο, ἀλλ’ ἡ θεότης ὑβρίζετο. Κἂν ὁ δοῦλος ἐμαστίζετο, ἀλλ’ ὁ δεσ‐

22

.

6

πότης ᾐκίζετο. Οὐκ ἐθεάσω ἐν τοῖς τῶν στρατιωτῶν νου‐ μέροις ὅπως στρατιώτου μεγάλα καὶ ἐπικίνδυνα ἁμαρτήσαντος ὅπερ ἔμελλεν ὁ στρατιώτης ὑπομένειν, τοῦτο ἀντ’ αὐτοῦ τὸ ἱμάτιον αὐτοῦ πάσχει; Ἀντὶ γὰρ τοῦ στρατιώτου τὴν χλανίδα
5καίουσι. Καὶ οὐδεὶς τὴν ὕβριν τῇ χλανίδι, ἀλλὰ τῷ στρατιώτῃ λογίζεται. Καὶ τὸ θαυμαστόν, ὅτι πρῶτον τὴν πορφύραν τῆς χλανίδος αἴρουσι καὶ οὕτως αὐτὴν καίουσιν. Ἐπειδὴ γὰρ ἡ πορφύρα βασιλέως ἐστὶ φόρημα, ἵνα μὴ ἐν τῇ καιομένῃ πορφύρᾳ ὁ βασιλεὺς ὑβρισθῇ, εἰς τιμὴν τοῦ βασιλέως τὴν πορφύραν ἀπὸ
10τῆς χλανίδος αἴρουσιν. Ἡ χλανὶς καίεται καὶ ὁ στρατιώτης ἀτι‐ μάζεται· κόμμα πορφύρας καίεται καὶ ὁ βασιλεὺς ὑβρίζεται· σῶμα ἔνθεον ἐσταύρωται καὶ πῶς ὁ φορῶν οὐχ ὕβρισται;

22

.

7

Διὰ τί δὲ καὶ Ἰουδαῖοι τὸν σταυρὸν ἔπηξαν; Ἆρα διὰ τὸ σῶμα ἢ διὰ τὴν θεότητα τὴν ἐνεργοῦσαν τὰ θαύματα; Διὰ τί δὲ καὶ Μωυσῆς αὐτοῖς ἔλεγεν· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμέ‐ νην ἐπὶ ξύλου. Ἆρα διὰ τὸ σῶμα ἢ διὰ τὴν ζωοποιὸν θεότητα;
5Ἀλλ’ ἐκεῖνοι μὲν σῶμα βλέποντες εἰς τὸ σῶμα πίπτουσιν. Ἡμεῖς δὲ θεὸν ἐν σαρκὶ βλέποντες ἀεὶ ἀνιστάμεθα. Οὗτος γὰρ κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν· εἰς πτῶσιν αἱρετικῶν, ἀνάστασιν δὲ Χριστιανῶν, ἵνα τὸν ὑπὲρ τῆς ὀγδόης ψάλλωμεν
Χριστῷ συνανιστάμενοι ...

23

t

In Psalmum XII Homilia I Εἰς τὸν δωδέκατον ψαλμόν.

23

.

1

Ὥσπερ ὁ ἐκ πολεμίων διωκόμενος καὶ φεύγων καὶ πυλῶνα πόλεως ἠνεῳγμένον μὴ εὑρών, μηδὲ στρατηγὸν ἀπὸ τοῦ τείχους δεξιὰν ὀρέγοντα, μηδὲ φίλον σπεύδοντα καὶ τὴν πύλην ἀνοίγοντα καὶ τὸν φυγάδα σώζοντα, βραδύνοντος δὲ τοῦ σώζοντος ἀπαρα‐
5μύθητα χειμάζεται, οὕτω ποτὲ ὁ μακάριος Δαυίδ, ὑπὸ τῶν ἐχθρῶν πολιορκούμενος καὶ ταχὺ μὴ βοηθούμενος μηδὲ ἐκδικού‐ μενος, τῷ δεσπότῃ ἔλεγεν· Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Ἡ σὴ βραδεῖα παροχὴ ἐμοὶ βαρεῖα πληγή, καὶ ἡ πρός σέ μου καταφυγὴ τῆς ἐλπίδος ἀστοχοῦσα μᾶλλον τῶν

23

.

2

πολεμίων τῇ λύπῃ τιτρώσκει με. Καὶ ὥσπερ περιστερὰ ἱέρακας ἢ γῦπας ἀποφεύγουσα καὶ πρὸς τὴν συνήθη θυρίδα τῆς οἰκίας φθάνουσα, ἐὰν εὕρῃ κεκλεισμένην, προεδόθη καὶ ἀπώλετο καὶ τροφὴ τῶν σαρκοβόρων ὀρνέων ἐγένετο, οὕτως ὁ ὑπὸ πει‐
5ρασμῶν καὶ θλίψεων καὶ ἐχθρῶν πολεμούμενος, ἐὰν μὴ εὕρῃ ὡς πύλην ἠνεῳγμένην τὴν εὐσπλαγχνίαν τοῦ θεοῦ, τὸν τῆς περισ‐ τερᾶς σπαραγμὸν ὑπέμεινεν. Ἵνα οὖν μὴ τοῦτο πάθῃ ὁ Δαυὶδ ὑπὸ πλειόνων κυκλούμενος καὶ ἐπὶ πολὺ πολεμούμενος, εἰς οἶκτον καὶ εὐσπλαγχνίαν διεγείρων τὸν δεσπότην ἐβόα· Ἕως πότε,
10κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Καὶ ὅτι περιστερᾶς τρόπῳ ὁ Δαυὶδ φεύγειν τοὺς ἐχθροὺς καὶ σώζεσθαι ἔσπευδεν, ἄκουσον αὐτοῦ ἐν τῷ πεντηκοστῷ τετάρτῳ ψαλμῷ λέγοντος διὰ τὸν φόβον τὸν ἀπὸ τῶν ἐχθρῶν· Ἡ καρδία μου ἐταράχθη ἐν ἐμο, καὶ δειλία θανάτου ἔπεσεν ἐπ’ ἐμ· φόβος καὶ τρόμος
15ἦλθεν ἐπ’ ἐμὲ καὶ ἐκάλυψέ με σκότος, καὶ εἶπα· Τίς
δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι

23

.

3

καὶ καταπαύσω; Τίς δὲ καὶ ἡ ἐπιγραφή; Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ. Πολὺ ἐναντία καὶ ξένη ἡ ἐπιγραφὴ τῇ ἀρχῇ τοῦ ψαλμοῦ. Εἰ γὰρ εὐθυμούντων παράκλησις ὁ ψαλμός, πῶς ἀθυμοῦντος καὶ ταλαιπωροῦντος λόγους εἰπὼν ἐν τῇ ἀρχῇ ὁ
5Δαυὶδ καὶ φήσας· Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ τὰ ἑξῆς, ψαλμὸν ἐπέγραψε τὸν στεναγμόν; Ἀλλὰ προσέχετε· Εἰ μὲν γὰρ ἐπέγραψεν εἰς τὴν ἀρχήν· Ψαλμὸς τῷ Δαυίδ, ἑαυτῷ ἠναντιοῦτο ψαλμὸν εἰπὼν τὸν ὀδυρμόν. Εἰ δὲ εἶπεν· Εἰς τὸ τέλος, ἀνάγνωθι τὸ τέλος τοῦ ψαλμοῦ καὶ εὑρήσεις εὐθυμοῦντα καὶ
10ψάλλοντα τὸν Δαυὶδ ἐφ’ οἷς εὐηργέτηται. Τί γὰρ λέγει; Ἀγαλ‐ λιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι

23

.

4

κυρίου τοῦ ὑψίστου. Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ. Εἰς τὴν ἀρχὴν ὀδυρμός, εἰς δὲ τὸ τέλος ψαλμός· Οἱ σπεί‐ ροντες γὰρ ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν. Ἐπεὶ οὖν καὶ ὁ Δαυὶδ ἐν τῇ ἀρχῇ ἔσπειρε δάκρυα καὶ ἐν ἀγαλλιάσει
5ἐθέρισε τοὺς καρποὺς ὡς δράγματα, εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ, καὶ τῷ προφήτῃ καὶ παντὶ τῷ ἱκανῷ τῇ χειρὶ εἰς προσευ‐

23

.

5

χάς, εἰς ἐλεημοσύνας, εἰς προστασίαν, εἰς ἀντίληψιν. Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Διὰ τί δὲ τοῦτο ἔλεγεν; Ἡ ἀκολουθία τῶν ψαλμῶν διδάσκει ἡμᾶς τὴν ἔννοιαν τοῦ ψαλ‐ μοῦ. Ἐπειδὴ γὰρ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ καὶ ἐλαυνόμενος
5ὑπὸ τῆς αὐτοῦ στρατιᾶς, ὑπό τε τῶν Ζιφαίων ἐνδιαβαλλόμενος καὶ ὑπὸ τῶν Γετθαίων ἐπιβουλευόμενος, ἤκουσεν ὑπὸ τῶν συνόν‐ των αὐτῷ στρατιωτῶν ἐν τῷ δεκάτῳ ψαλμῷ. Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον, ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, καὶ τὰ ἑξῆς. Εἶτα ὁ Δαυίδ, τεθαρρηκὼς τῇ
10προνοίᾳ τοῦ θεοῦ ὡς ἀνικήτῳ πανοπλίᾳ, ἀπεκρίνατο τοῖς
ἐκταράσσουσιν αὐτόν· Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς

23

.

6

στρουθίον; Εἶτα, ἐπειδὴ ὠλιγοῦτο αὐτῷ ὁ εὐσεβὴς καὶ φιλόθεος στρατός, ὡς καὶ μόνον πολλάκις εὑρεθέντα ἀμηχανεῖν, ἔλεγεν ἐν τῷ πρὸ τούτου ἑνδεκάτῳ ψαλμῷ· Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅσιον καλῶν καὶ τὸν συνδιωκόμενον αὐτῷ
5στρατόν, ὡς φυγόντα τὸν ἀνόσιον Σαοὺλ καὶ προσφυγόντα τῷ ὁσίῳ Δαυίδ, ἵνα ὁσιωθῶσιν. Ἐπειδὴ γὰρ ἤκουσαν αὐτοῦ ψάλ‐ λοντος· Μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀθῴου ἀθῷος ἔσ, καταλιπόντες τὸν ἀνόσιον τῷ ὁσίῳ προσεκληρώθησαν.

23

.

7

Καὶ ὅτι ὅσιοι ἦσαν οἱ μετὰ τοῦ Δαυὶδ ἐντεῦθεν δῆλον ἀφ’ ὧν τὸν ἄρτον τῆς προθέσεως ἔφαγον μετὰ τοῦ Δαυίδ. Εἰ δὲ μὴ ἦσαν ὅσιοι ὡς εὐσεβεῖς, οὐκ ἂν τὸν ἅγιον ἄρτον τῶν ἱερέων ἐτράφησαν. Οὐδ’ ἂν ὁ ἱερεύς, τὰ τῆς εὐσεβείας δίκαια παριδών, τὰ τῆς πολι‐
5τείας ἐξήταζε λέγων· Εἰ εἰσὶ τὰ παιδάρια πεφυλαγμένα ἀπὸ γυναικός, καὶ φάγονται. Ὁ γὰρ περὶ τῆς νομικῆς τῶν γαμούντων ὁμιλίας ἐρωτῶν, εἰ ἀκοινώνητοί εἰσιν ἡδονῆς οἱ κοινωνοὶ τῆς θείας τροφῆς, οὐκ ἂν ἀνοσίοις καὶ ἀσεβέσι τὸν ἄρτον

23

.

8

προέδωκεν, οὐδ’ ἂν τὰ ἅγια τοῖς κυναρίοις ἔρριψεν. Ἐπεὶ οὖν οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον καὶ ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι τοὺς εὐθεῖς τῇ καρδί, τοὺς συνόντας τῷ Δαυίδ, οἱ δὲ ἐξέλιπον, οἱ μὲν φεύγοντες, οἱ δὲ
5τῇ ἀθυμίᾳ λιποθυμοῦντες, διὰ τοῦτο ἐβόα· Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, τῇ ἀθυμίᾳ, τῇ ὀλιγοψυχίᾳ, τῇ παρ’ ἐλπίδα πολιορκίᾳ, ὅτι συμβασιλεύειν τῷ Δαυὶδ προσδοκήσαντες ὤφθησαν συναιχμάλωτοι. Οὐδὲν οὕτω θλίβει τινὰ ὡς 〈τὸ〉 τὸν μεγάλα κερδῆσαι ἐκδεχόμενον ἀφορήτοις ζημίαις περιπεσεῖν. Σῶσόν
10με, κύριε, καὶ τὸν δρόμον τοῦ Σαοὺλ ἐκκόπτων καὶ ἐμὲ πρὸς
δρόμον ἀλείφων καὶ τὸν ἐκλείποντα στρατὸν παραθαρρύνων. Ἐπειδὴ σωτηρίαν καὶ ἀπαλλαγὴν τῶν ἐχθρῶν ἐζήτει, ὁ δὲ θεός, εἰ καὶ ἐπὶ πολὺ διώκεσθαι αὐτὸν συνεχώρει, οὐχ ὡς ἐχθρὸν μισῶν, ἀλλ’ ὡς ἀθλητὴν οἰκουμενικὸν φανερῶν, ἵνα καὶ
15αὐτῷ εἴπῃ ὡς τῷ Ἰώβ· Μὴ οἴει με ἄλλως σοι κεχρηματι‐ κέναι, ἀλλ’ ἵνα ἀναφανῇς δίκαιος, διὰ ταῦτα ὁ Δαυίδ, οὐχ οὕτω περὶ ἑαυτοῦ ὅσον διὰ τοὺς συνόντας αὐτῷ ἀγωνιῶν,

23

.

9

ἕλεγεν· Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Οἶδα, δέσποτα, ὅτι αὐτὸς μὲν ὡς ἀγωνοθέτης θέλεις με διὰ μακροτέρων παλαισμάτων ἐμφανέστερον νικητὴν ἀναδεῖξαι. Ἀλλ’ οἱ σὺν ἐμοὶ νομίζουσιν ὅτι ἀφῆκάς με οὐ δοκιμάζων, ἀλλὰ μισῶν· ἵνα οὖν
5κἀγὼ πρὸς τοὺς ἀγῶνας ἀλείψωμαι, καὶ οὗτοι ἐκλείποντες καὶ λιποθυμοῦντες ἀναπνεύσωσι καὶ ἀνακαινισθῶσι τὸν λογισμόν, εἰπὲ τὸ πέρας τῆς συμφορᾶς, δήλωσον τὸ τέλος τῶν κακῶν,

23

.

10

ἀποκάλυψόν μοι τὸν πυθμένα τῶν πειρασμῶν. Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Ἐμοὶ γὰρ σὴ λήθη ἡ τῶν σὺν ἐμοὶ ἀποβολή, ὡς ἔμπαλιν καρπὸς τῆς περὶ ἐμέ σου μνήμης ἡ τούτων τῶν σὺν ἐμοὶ διαμονή. Καὶ ὅτι μνήμης θεοῦ ἀπόδειξις ἡ τοῦ
5πεποθημένου πρὸς τὸν ποθοῦντα δίκαιον ἕνωσις, γέγραπται περὶ τοῦ Ἀβραὰμ ἀθυμοῦντος διὰ τὸν Λὼτ μήπως ἐπυρπολήθη μετὰ Σοδομιτῶν· Καὶ ἐμνήσθη ὁ θεὸς τοῦ Ἀβραὰμ καὶ ἐξαπέ‐ στειλε τὸν Λὼτ ἐκ μέσου τῆς καταστροφῆς. Καὶ ἦν μνήμη

23

.

11

θεοῦ ἡ τοῦ φίλου διάσωσις. Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Ἔμαθον, δέσποτα, καὶ τὸν σὸν οἰκέτην, ἡμέτερον δὲ πατριάρχην Ἰακώβ, ὅτι ἐδιώκετο ὑπὸ τοῦ Ἠσαῦ. Ἀλλ’ ἀφ’ οὗ τὴν πατρίδα καταλιπὼν πρὸς τὸν Λάβαν ἔφυγεν, οὐκέτι
5παρηνωχλήθη ὑπὸ τοῦ Ἠσαῦ. Ἕκαστος δέ, τὸν ἀπόντα ὡς τεθνεῶτα λογισάμενος, ἐπαύσατο τοῦ πολεμεῖσθαι καὶ πολεμεῖν. Ἀκήκοα καὶ τὸν μέγαν θεράποντά σου Μωυσέα ὡς φονέα πεφευ‐
γέναι τὰ βασίλεια, καὶ ἦν ὁ ἐν τοῖς βασιλείοις ἀνατρεφόμενος ἐν ταῖς ἐρήμοις αὐλιζόμενος· καὶ ὁ υἱὸς τῆς θυγατρὸς Φαραὼ
10γέγονεν ἀνὴρ τῆς θυγατρὸς Ῥαγουήλ, καὶ ὁ πάσῃ σοφίᾳ τῶν Αἰγυπτίων παιδευθεὶς προβάτων ἀλόγων νομεύς. Καὶ ὅμως ἐκεῖνος τὸν Αἰγύπτιον φονεύσας ὑπὸ τοῦ βασιλέως τῶν Αἰγυπτίων οὐκ ἐφονεύθη, ἀλλὰ φυγὼν κατεφρονήθη· ἐγὼ δὲ τὸν ἀλλόφυλον ἀπο‐ κτείνας ὑπὸ τῶν ὁμοφύλων ἐπιβουλεύομαι καὶ φεύγω καὶ κατα‐
15διώκομαι καὶ σοὶ προσφεύγω καὶ ἀνέσεως οὐκ αἰσθάνομαι. Ἕως

23

.

12

πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Εἰπέ, ὦ θαυμάσιε Δαυίδ, θεράπον θεοῦ γνήσιε, μελῳδέ, ψαλτῳδέ, πολεμιστά, δαιμόνων φυγαδευτά, πατὴρ κατὰ σάρκα Χριστοῦ τοῦ μέλλοντος ἐκβάλλειν τοὺς τοῦ κόσμου δαίμονας, διαλέγεται γάρ σοι ὁ θεὸς
5ὡς φίλος φίλῳ καθὰ καὶ τῷ θεράποντι αὐτοῦ Μωυσεῖ. Ἐμνήσθης Μωυσέως καὶ Ἰακώβ, περὶ μὲν Μωυσέως λέγων· Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτο, καὶ Σαμουὴλ ἐν τοῖς ἐπι‐ καλουμένοις τὸ ὄνομα αὐτο· ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς ἐπήκουσεν αὐτῶν· περὶ δὲ τοῦ Ἰακώβ· Καὶ
10εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ, καὶ θείας καὶ ὅσης προνοίας ἀπέλαυσεν. Ἄκουσον οὖν συντόμως τοὺς ἀγῶνας καὶ τὰς θλίψεις Μωυσέως καὶ Ἰακώβ, ἵνα τὰ ἐκείνων ἀλγήματα γένωνταί σοι ψυχῆς ἀθυμούσης ἰάματα.

23

.

13

Ἰακὼβ ὁ μακάριος, βλέπε ποῖα ἤντλησε· τὰ πρῶτα ὑπὸ τοῦ πατρὸς Ἰσαὰκ παρορώμενος, τὰς τοῦ πατρὸς εὐλογίας μετὰ φόβου δεχόμενος, διὰ ταύτας ὑπὸ τοῦ Ἠσαῦ ἐπιβουλευόμενος, τῶν γονέων ἀποξενούμενος, μόνος καὶ ἄνευ συνοδοιπόρου παιδὸς
5ἐξερχόμενος, τοῦ Λάβαν μισθωτὸς γινόμενος καὶ ποιμὴν καθισ‐ τάμενος δεκατέσσαρα ἔτη διὰ γυναῖκα δουλεύων. Κἂν γὰρ τὰ ἑπτὰ ἔτη διὰ τὴν Ῥαχὴλ συνετάξατο, ἀλλὰ τὰ δεκατέσσαρα δι’ αὐτὴν ἐδούλευσεν, ἐπειδὴ ἄλλην ἀντ’ ἄλλης τὴν πρώτην ἔλαβε.
Καὶ ποῖος ἄρα νυμφίος ὑπέμεινεν ἐκεῖνον τὸν πόλεμον, ἵνα, ἄλλην
10μνηστευσάμενος, ἑτέραν ἐν τῷ θαλάμῳ ηὕρισκεν; Εἴκοσιν ἔτη ποιμαίνων τῷ παγετῷ καὶ τῷ καύσωνι ἀεὶ ἐμαστίζετο, τὸν ὕπνον λῃστευόμενος, ὑπὸ τοῦ Λάβαν ἀχαριστούμενος, ὑπὸ τῶν υἱῶν αὐτοῦ μισούμενος, μετὰ γυναικῶν καὶ τέκνων φυγῇ χρώμενος, ὄπισθεν τὸν Λάβαν ἐπιδιώκοντα εὐλαβούμενος, ὡς
15κλέπτης θεῶν εὐθυνόμενος, ἐπὶ τῇ φθορᾷ τῆς θυγατρὸς αὐτοῦ ὀδυνώμενος, ἐπὶ τέκνοις πολεμούμενος, ἐπὶ τῷ Ῥουβὶμ ὡς μιάναντι τὴν κοίτην τοῦ πατρὸς αἰσχυνόμενος, ἐπὶ τῇ Συμεὼν καὶ Λευῒ φονοκτονίᾳ θλιβόμενος, ἐπὶ τῷ Ἰωσὴφ περισχιζόμενος, ἐπὶ τῷ Βενιαμὶν ὀδυρόμενος, καὶ τοσούτοις καὶ πλείοσι κακοῖς
20προσπελάσας οὐδέποτε εἶπεν ὡς ἀπὸ κακίας· Ἕως πότε,

23

.

14

κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Ἐννόησον δὲ καὶ τὸν μέγαν Μωυσέα, οἵας θλίψεις καὶ πόσους κινδύνους ἐξ αὐτῶν τῶν σπαργάνων ἤντλησεν· ὑπὸ τῶν γονέων τῷ ποταμῷ παραρριπτούμενος, τῶν βασιλικῶν ἐνδιαιτημάτων διὰ γένος
5ἀφιστάμενος, ὑπὸ τῶν ἀδελφῶν ἐπιβουλευόμενος, ὡς φονεὺς ζητούμενος, φυγὰς ἐπὶ ξένης γενόμενος, μετὰ φόβου τὸν ἄρτον ἐδόμενος, κατὰ πᾶσαν ὥραν τὸν θάνατον περιβλεπόμενος, ὡς τύραννος ζητούμενος, ὡς ἀντάρτης ἐρευνώμενος, ἀπὸ βασιλικῆς στρωμνῆς ἐπὶ κοπρίαν καὶ χώματα κοιταζόμενος, πρὸς τοὺς
10ἐχθροὺς Αἰγυπτίους πεμπόμενος, ἐν τῇ ἐρήμῳ ὑπὸ τοῦ λαοῦ καταστασιαζόμενος, τῆς γῆς τῆς ῥεούσης γάλα καὶ μέλι διὰ ἕνα λόγον ἀποστερούμενος. Καὶ ὅμως, ὦ Δαυίδ, τοιαῦτα οὐκ εἶπεν

23

.

15

ὡς σύ· Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Ἐν‐ νόησον δὲ τὰ κατὰ Μωυσέα καὶ τὰ κατὰ σέ. Σύ, ὦ Δαυίδ, ἐν κώμῃ ἀνετράφης· ἐκεῖνος ἐν πόλει. Σὺ ἀγροικικαῖς χερσὶν ἐβαστάχθης· ἐκεῖνος ἐν βασιλικαῖς ἀγκαλαῖς ἐγαλουχήθη. Σὺ ἐκ βρέφους ποιμὴν
5προβάτων· ἐκεῖνος ἐκ παιδίου φύλαξ γραμμάτων· Ἐπαιδεύθη
γὰρ Μωυσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων. Οἱ σοὶ δάκτυλοι ἥρμοσαν ὄργανον· οἱ ἐκείνου δάκτυλοι δημιουργίαν οὐρανοῦ καὶ γῆς ἔγραψαν. Σοῦ αἱ χεῖρες ἐποίησαν ψαλτήριον δεκάχορδον· ἐκείνου αἱ χεῖρες ἐπήνεγκαν Αἰγυπτίοις δεκάπληγον μάστιγα, τῷ
10δὲ Ἰσραὴλ ἤνεγκαν δεκάλογον σάλπιγγα. Ἡ σὴ τροφὴ ὡς ποιμένος γάλα καὶ τυρός· ἡ ἐκείνου τροφὴ μάννα καὶ ἄρτος οὐράνιος 〈...〉 ἐκεῖνος ᾄδει καὶ ὁ Φαραὼ καταποντίζεται. Σὺ τὸ πτερύγιον τοῦ Σαοὺλ διέρρηξας· ἐκεῖνος τὸν βυθὸν τῆς θαλάσσης ἔσχισε. Σὺ ἀπὸ τοῦ λάκκου τοῦ ἐκ Βηθλεὲμ ὕδωρ πιεῖν ἐπεθύμησας· ἐκεῖνος ἐκ πέτρας
15ἀκροτόμου ἔπιεν ὕδωρ γλυκύτερον μέλιτος. Σὺ προσδοκῶν τὸν δεσπότην προσεύχει· Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου· ἐκεῖνος ἀπέλαυσε τῆς θεοπτίας εἰπών· Κύριος ἐκ Σινὰ ἥκει καὶ ἐπέφανεν ἡμῖν ἐξ ὄρους κα‐ τασκίου. Σοὶ ζῶντι χρηματίζω καὶ διαλέγομαι· τὸν δὲ Μωυσέα
20καὶ μετὰ θάνατον παριστῶ καὶ ὁμιλῶ αὐτῷ ἐν τῷ ὄρει ἐπὶ τῶν

23

.

16

ἀποστόλων μεταμορφούμενος. Ἀλλ’ ἵνα μή, ὦ Δαυίδ, ἐν τῇ συγκρίσει καὶ διαθέσει Μωυσέως τὰ δευτερεῖα φέρων ἐπιστυ‐ γνάσῃς καὶ πρὸς ταῖς ἄλλαις θλίψεσι καὶ τοῦτο λυπήσῃ σε, ἔδωκά σοι ἓν χάρισμα καὶ κτῆμα ἐξαίρετον, ὅπερ ὅλας ὁμοῦ ὑπερ‐
5νικᾷ τὰς τοῦ Μωυσέως τιμάς. Μὴ ἀθυμήσῃς, μὴ δυσχεράνῃς, διότι σὺ τοῦ νομοθέτου πατήρ, ἐκεῖνος δὲ διάκονος. Σὺ γεννήτωρ καὶ σπορεύς, ἐκεῖνος προφήτης καὶ γραφεύς. Οὐδεὶς ἐν εὐαγγελίοις λέξει· Ἰησοῦ υἱὲ Μωυσέως, ἐλέησόν με, ἀλλά· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με, Ὠσαννὰ τῷ υἱῷ Δαυίδ, οὐ τῷ υἱῷ Μωυσέως,

23

.

17

Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ. Ἐπεὶ οὖν τὸ κεφάλαιον τῶν χαρισμάτων ἔχεις, ἵνα πατὴρ χρηματίσῃς τοῦ θεοῦ σου, μηκέτι ὡς καταφρονούμενος καὶ ἐπιλελησμένος λέγε· Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Ἀλλ’ εἰπὲ ὡς τὰ
5μεγάλα εὐεργετηθείς· Ἄισω τῷ κυρίῳ τῷ εὐεργετήσαντί
με καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου ...

24

t

In Psalmum XII Homilia II Εἰς τὸν αὐτὸν ψαλμὸν ἄλλως· Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;

24

.

1

Ἐπειδὴ πολλάκις ἐδεήθη τοῦ θεοῦ 〈ὁ Δαυὶδ〉 ὥστε ῥυ‐ σθῆναι τῶν κακῶν, ποτὲ καὶ λέγων· Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; καὶ τὰ ἑξῆς, ποτὲ δέ· Ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ
5ὀστᾶ μου καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σ, κύριε, ἕως πότε; Ἐπεὶ οὖν εἶπεν ἐκεῖ ἕως πότε καὶ τὸ τί παρέ‐ λιπεν, ἄρτι μειζόνως τοῖς πόνοις δακνόμενος λέγει καὶ τὸ εἶδος τῆς ὑποθέσεως· Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Τοῦτο δὲ ὁ προφήτης ἔλεγεν, οὐχ οὕτως ἑαυτὸν παραμυθούμενος
10ὅσον ἡμᾶς διδάξαι καὶ ὠφελῆσαι ἀφ’ ἑαυτοῦ θέλων, ἵνα προσευ‐ χόμενοι καὶ μὴ εἰσακουόμενοι μὴ ἀτονήσωμεν μηδὲ ἀποναρκή‐ σωμεν, ἀλλὰ τῇ προσευχῇ καὶ τῇ δεήσει ἀεὶ προσκαρτερήσωμεν.

24

.

2

Διὰ γὰρ τρεῖς αἰτίας πολλάκις προσευχόμενοι, ἢ πάντη οὐκ εἰσακουόμεθα ἢ βραδέως εἰσακουόμεθα. Μίαν μὲν ὅτι διὰ τοῦτο πολλοὶ οὐκ εἰσακούονται, ἐπειδὴ αἰτοῦσιν ἐκεῖνα ἅτινα μήτε θεῷ ἀρέσκει μήτε συμφέρει τῷ λαμβάνοντι. Καὶ τούτου μάρτυς ὁ
5μακάριος Ἰάκωβος λέγων· Αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε. Εἰ γὰρ σὺ τῷ παιδίῳ αἰτοῦντι μάχαιραν οὐ δίδως, ἵνα μὴ σὺ αἴτιος αὐτῷ τῆς πληγῆς ἢ τοῦ φόνου γένῃ, πολλῷ μᾶλλον ὁ θεὸς τοῖς τὴν φρένα νηπιάζουσι καὶ τὰ ἐπιβλαβῆ αἰτοῦσιν οὐ δίδωσιν. Ὡς δεσπότης γὰρ καὶ πατὴρ οὐ θέλει τὰ

24

.

3

τέκνα ἢ τοὺς παῖδας αὐτοῦ βλάπτεσθαι. Κατὰ δεύτερον δὲ τρόπον διὰ τοῦτο βραδύνει ὁ θεὸς πρὸς τὸ δοῦναι, τῇ ὑπερθέσει καὶ τῇ ἀναβολῇ δοκιμάζων σου τὴν διάθεσιν, οὐχ ἵνα αὐτὸς μάθῃ,
ἀλλ’ ἵνα φανερώσῃ σου τὴν προαίρεσιν. Βραδύτερον γὰρ εἰσα‐
5κουόμενος, πλειόνων ἀπολαύσεις τῶν ἐκ θεοῦ δωρεῶν· τοῦτο μὲν ἐφ’ οἷς ᾔτησας, τοῦτο δὲ ἐφ’ οἷς παρέμεινας καὶ βραδέως λαμβάνων οὐκ ἀπενάρκησας. Τούτου μάρτυρες τὰ τοῦ κυρίου ὑποδείγματα, ὁ κριτὴς τῆς ἀδικίας ὁ ὑπὸ τῆς χήρας καταβοώμενος καὶ διὰ τὴν πολλὴν αὐτῆς προσεδρείαν τῆς ἐκδικίας αὐτῆς γενόμενος ὑπήκοος,
10καὶ ὁ φίλος ὁ τοὺς τρεῖς ἄρτους ἐν νυκτὶ ζητούμενος καὶ τῇ καλῇ

24

.

4

ἀναιδείᾳ τοῦ φίλου νικώμενος. Εἶτα, κατὰ τρίτον λόγον διὰ τοῦτο τὴν δωρεὰν καὶ τὴν αἴτησιν τέως ὁ θεὸς ὑπερτίθεται, καιρὸν ἐπιτήδειον πρὸς τὸ δοῦναι ἐκδεχόμενος. Εἰ γὰρ ὁ πυρέττων τροφὴν ἢ πόμα ζητῶν οὐχ ὅτε αὐτὸς θέλει τότε λαμβάνει, ἀλλ’ ὅτε ὁ ἰατρὸς
5δοκιμάσει καιρὸν ἐπιτήδειον, πολλῷ μᾶλλον ὁ θεὸς τότε δίδωσι τὰ αἰτήματα ὅτε συμφέρει τῷ λαμβάνοντι. Βοηθὸς γάρ ἐστιν ἐν εὐκαι‐ ρίαις, ἐν θλίψεσι. Τούτου μάρτυς αὐτὸς ὁ θεὸς λέγων τῷ προσ‐ ευχομένῳ· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Ὅθεν καὶ ὁ Δαυίδ, προσευχόμενος καὶ
10μὴ παραυτὰ εἰσακουόμενος, τὴν αἰτίαν τῆς ὑπερθέσεως παρεκάλει γνῶναι λέγων· Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;

24

.

5

Ἐπιλανθάνεται δὲ ὁ θεός, οὐ λήθῃ κρατούμενος, οὐδὲ τὴν μνήμην κλεπτόμενος, οὐδὲ πάθεσιν ἀνθρωπίνοις ὑποκείμενος, ἀλλὰ τοῖς ὑποκειμένοις καταλλήλως ἁρμοζόμενος. Οὕτω γὰρ αὐθαιρέτως ἐπιλανθανόμενος τῶν ἐπιλανθανομένων τοῦ νόμου αὐτοῦ ἔλεγε·
5Καὶ ἐπελάθου νόμου θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. Καὶ διὰ τοῦ Ἰερεμίου τῇ συναγωγῇ ἔλεγε· Σὺ ἐπελάθου μου, λέγει κύριος, ὀπίσω πορεύσ. Καὶ πάλιν· Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔγγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπι‐
10λάθοιτο ταῦτα γυν, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου,

24

.

6

εἶπε κύριος. Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμο; Ἀποστρέφεται δὲ θεός, οὐ λήθῃ κρατούμενος, οὐδὲ τὴν μνήμην κλεπτόμενος, ἀλλ’ ἀποστρέφεται τὸν κακοποιοῦν‐ τα καὶ ἁμαρτάνοντα. Ὥσπερ ἡμεῖς, ὅταν θεασώμεθά τι αἰσχρόν,
5ἀποστρέφομεν τὸ πρόσωπον τῷ κακῷ ἀπαρεσκόμενοι, οὕτως ὁ θεὸς ἀποστρέφεται τὸν παρανομοῦντα ὡς βόρβορον καὶ δυσωδίαν τὴν ἁμαρτίαν πνέοντα. Τούτου μάρτυς ὁ προφήτης Ἀμβακοὺμ εἰπὼν τῷ θεῷ· Καθαρὸς ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾶν

24

.

7

πονηρ, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσ. Ἐπεὶ οὖν καὶ ὁ Δαυὶδ ἐρρυπώθη τῇ μοιχείᾳ καὶ ἐσάπη τῇ ἀνδροκτασίᾳ— προσώζεσαν γὰρ καὶ ἐσάπησαν οἱ μώλωπές μου—ἐπλύθη δὲ τῇ μετανοίᾳ καὶ ἐλευκάνθη τῇ νηστείᾳ καὶ χαμευνίᾳ καὶ ἱκεσίᾳ,
5ἄξιος γενόμενος τῆς τοῦ θεοῦ ὄψεως παρακαλεῖ· Ἕως πότε ἀπο‐ στρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμο; Ἀπεστράφης με

24

.

8

ἀποστραφέντα σε· ἐπίστρεψον ὅτι ἐπέστρεψα. Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου; Ἐπειδὴ γὰρ δίκαιος ἑαυτοῦ κατήγορος ἐνενόησε τὸ αἰώνιον κριτήριον καὶ τὰ ἀπαραίτητα βασανιστήρια καὶ ὅτι πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ θεός, καὶ ἤδη
5ὑπὸ τῶν λογισμῶν ὡς ὑπὸ δημίων ἐν ἡμέρᾳ καὶ νυκτὶ μαστιζό‐ μενος, ὀδύνας ὑπέμενε λέγων· Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου; ὑφ’ ἑαυτοῦ δημευόμενος, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; ὑπὸ τῶν ἐνθυμήσεων καὶ τῶν στεναγμῶν βασανιζόμενος. Ταῦτα, ἀδελφοί, πρὸς νουθεσίαν γέγραπται, ἵνα
10καὶ ἡμεῖς, ὅταν ἁμαρτήσωμεν, ἑαυτῶν γενώμεθα κατήγοροι καὶ ἔλεγχοι, κριταὶ καὶ μαστικταί, ἵνα δυνηθῶμεν διαφυγεῖν τὴν αἰώ‐

24

.

9

νιον ὀργήν. Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ’ ἐμ; Ἀρκεῖ αὐτῷ ὅτι ἅπαξ ὑψώθη ἐκεῖνος· ἐμοῦ τῇ ἁμαρτίᾳ ταπεινωθέντος, ἵνα τί πάλιν κατ’ ἐμοῦ ὑψοῦται, θεὸν ἱκετεύοντος καὶ μηδὲν ἀνύοντος; Ἵνα οὖν ταπεινωθῇ ὁ ἐχθρὸς διάβολος καὶ
5πᾶς ὁ τούτου κοινωνός, ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε
ὁ θεός μου. Καὶ διὰ τί πρῶτον λέγει ἐπίβλεψον καὶ οὕτως εἰσάκουσον; Ἵνα πρῶτον θεάσηται τὰ κατορθώματα καὶ οὕτω παράσχῃ τὰ αἰτήματα. Ὁ οὖν ἁμαρτίαις κατεσπιλωμένος καὶ παρανομίαις ἐρρυπωμένος μὴ τολμάτω λέγειν τῷ θεῷ· Ἐπί‐
10βλεψον, ἀλλὰ παρακαλείτω· Ἀπόστρεψον τὸ πρόσωπόν

24

.

10

σου ἀπὸ τῶν ἁμαρτιῶν μου. Φώτισον τοὺς ὀφθαλμούς μου. Τῶν δύο χρεία τῷ ἀνθρώπῳ, καὶ φωτὸς ἀνατέλλοντος καὶ ὀφθαλμοῦ ὑγιαίνοντος. Τί γὰρ ὠφελεῖται ὁ τυφλὸς ἡλίου ἀνατέλ‐ λοντος; Τί δὲ πάλιν εὐεργετεῖται ὁ βλέπων, σκοτίας περιεχούσης
5τὸ πᾶν. Ἐπεὶ οὖν ὁ θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν, ἀλλὰ φῶς ἐστιν ἀληθινόν, ἄδυτον, ἀκοίμη‐ τον, ἄσβεστον, ὁ δὲ προφήτης κακῶς ἐμβλέψας τῇ γυναικὶ ἐκαπ‐ νίσθη τῇ ἐπιθυμίᾳ καὶ ἐρρευματίσθη τῇ ἀνομίᾳ καὶ ἐτυφλώθη τὴν προφητείαν, οὐ τὸν ἔξω, ἀλλὰ τὸν ἔσω ὀφθαλμὸν ἀποβαλών,
10διὰ ταῦτα τὸν θεὸν ὡς ἰατρὸν ἀξιοῖ· Φώτισον τοὺς ὀφθαλ‐

24

.

11

μούς μου, μήποτε ὑπνώσω εἰς θάνατον. Ὥσπερ ὁ νυστάζων πρῶτον καμμύει μικρὸν καὶ ἀναβλέπει καὶ τοῦτο ποιῶν ὑπνοῖ, συνταττόμενος τῷ φωτὶ καὶ σκότος αὐτοσχέδιον ὑφαίνων ἑαυτῷ, οὕτως ὁ μέλλων ἁμαρτάνειν μικρὸν καμμύει μὴ βλέπων
5τὸ κρῖμα τοῦ θεοῦ, καὶ μικρὸν ἀναβλέπει 〈βλέπων〉 τὴν αἰσχύνην. Εὐλαβούμενος πάλιν καμμύει καὶ ἀναβλέπει, ποτὲ μὲν φοβούμενος, ποτὲ δὲ καταφρονῶν, καὶ οὕτω κενεμβατῶν τῷ ὄμματι τῇ ἁμαρτίᾳ ὑπνοῖ, τὸ φῶς τῆς ἁγνείας ἀπολιπὼν καὶ τὸ σκότος τῆς μοιχείας ἐπισπασάμενος. Οὕτως ἔλεγεν ὁ Ἰώβ· Ὀφθαλμὸς δὲ μοιχοῦ

24

.

12

ἐφύλαξε σκότος. Ἵνα οὖν μὴ πάλιν τοῦτο ἐκ δευτέρου ὑπο‐ μείνῃ ὁ Δαυίδ, τὸν θεὸν παρεκάλει· Φώτισον τοὺς ὀφθαλ‐ μούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον. Φώτισον τοὺς ὀφθαλμούς μου, δαπανηθέντας τοῖς δάκρυσι, μή ποτε ὑπνώσω
5εἰς θάνατον, οὐ τὸν κοινὸν τοῦ γένους θεριστήν, ἀλλὰ τὸν ἴδιον τῶν ἁμαρτωλῶν ὀλοθρευτήν. Θάνατος γὰρ κυρίως ἐκεῖνος, οὐχ ὁ χωρίζων τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ἀλλ’ ὁ διαχωρίζων τὴν ψυχὴν ἀπὸ τοῦ θεοῦ. Ὁ θεὸς ζωή ἐστιν· ὁ δὲ τῆς ζωῆς χω‐ ριζόμενος τέθνηκεν. Ὥσπερ ἔστιν ἁμαρτία πρὸς θάνατον
10καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον, καθὼς λέγει ὁ Ἰωάννης ἐν τῇ ἐπιστολῇ, οὕτω καὶ ὕπνος ἐστίν, ὁ μὲν πρὸς θάνατον, ὁ δὲ οὐ πρὸς θάνατον. Καὶ ὁ προφήτης· Ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη καὶ ἀποθανεῖται, τὴν πρὸς θεὸν

24

.

13

παρρησίαν ὡς ζωὴν ἀποβάλλουσα. Καὶ ἐπειδὴ ὁ θάνατος, ὁ διάβολος ὁ τοῦ θανάτου πατήρ, ἕστηκεν ὡς ἀντίπαλος ἰσχυρὸς κατ’ ἐμοῦ, ἵνα με κρατήσῃ καὶ ῥίψῃ καὶ εἴπῃ· Ἐνίκησα, παρακαλῶ, δέσποτα, φώτισον τοὺς ὀφθαλμούς μου, ἵνα μή με ὑπὸ τὴν
5ὅρασιν πλήξῃ κάλλος δείξας γυναικός, ἵνα μή με ἀπὸ τῆς ἀκοῆς κρεμάσῃ μέλος ᾄδων πορνικόν, ἵνα μή μου δράξηται τῆς κόμης τῶν ἀρετῶν, ἵνα μή με σκελίσῃ ταῖς ἐπιθυμίαις καὶ φυλακίσῃ τοῖς πειρασμοῖς καὶ ῥίψῃ τῇ ἀσεβείᾳ, μήποτε εἴπῃ ὁ ἐχθρός μου·

24

.

14

Ἴσχυσα πρὸς αὐτόν. Μὴ χαρῶσι, δέσποτα, ὡς ἐν θεάτρῳ, οἱ κακοὶ θεωρηταὶ δαίμονες καὶ οἱ φιλοδαίμονες, ὅτι οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθ, σκιρτῶντες καὶ γελῶντες καὶ λέγοντες· Ποῦ Δαυὶδ ὁ μεγάλα καυχώμενος καὶ λέγων· Οὐ μὴ
5σαλευθῶ εἰς τὸν αἰῶνα; Πῶς ἐσαλεύθη καὶ ἔπεσεν ὁ βασιλεὺς καὶ ἀριστεὺς καὶ προφήτης τοῦ θεοῦ; Ἀλλ’ ἐκεῖνοι μὲν ὡς ἀντίπα‐ λοι κατ’ ἐμοῦ ἀλείφονται, ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, τῷ τῆς σῆς εὐσπλαγχνίας ἐλαίῳ ἀλειφόμενος καὶ τοὺς ἀνελεή‐

24

.

15

μονας δαίμονας προσευχαῖς τροπούμενος. Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου, τοῦ θεοῦ μου καὶ σωτῆρος. Πατὴρ κηρυχθήσομαι, ὅτι ὁ ἐμὸς σωτὴρ τοῦ κόσμου ἔσται φωστήρ. Ἐπεὶ οὖν ἐγὼ ὁ ἐν σώματι τοὺς ἀσωμάτους
5ἐνίκησα διὰ σὲ τὸν ἐνισχύοντα, ᾠδὴν ἐπινίκιον τῷ εὐεργέτῃ ἀνα‐
πέμπω σοι· Ἄισω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με, ἐπειδὴ ἡ ἀχαριστία βλασφημίας ἀδελφή, καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου, ὅτι πάντοτέ μοι καὶ εἰς πάντα γέγονε μέγα βοήθημα καὶ καύχημα καὶ ἀγαλλίαμα. Αὐτῷ γὰρ πρέπει
10ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

25

t

In Psalmum XIII Εἰς τὸν ιγ ψαλμόν.

25

.

1

Ὥσπερ ὑβριζομένου δεσπότου ὁ καλὸς οἰκέτης ὡς εὐνούσ‐ τατος ἀγανακτεῖ, οὕτω καὶ ἀθετουμένου θεοῦ ὁ προφήτης τοῦ θεοῦ τὸν ἄθεον παιδαγωγεῖ λέγων, ὡς ἤκουες· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτο· Οὐκ ἔστι θεός. Ὥσπερ γὰρ δοῦλος
5φιλοδέσποτος, μαθὼν ὅτι οἱ σύνδουλοι αὐτοῦ ἀθετοῦσιν αὐτῶν τὸν κύριον, εἰς ἀπόδειξιν εὐνοίας πρὸς ἐκδικίαν πτερύσσεται καὶ ἢ χερσὶν ἰδίαις τὸν ὑβριστὴν ἀμύνεται ἢ πᾶσιν ἐκπομπεύει μισητὸν αὐτὸν ποιῶν ἢ εἰς σωφρονισμὸν καὶ φόβον τῶν ἄλλων ἀναγγέλλει τῷ δεσπότῃ καὶ βαρυτέραις πληγαῖς ἔκδοτον ἐργά‐
10ζεται, τὸν στασιάσαντα πολεμῶν ὡς ἀντάρτην δεύτερον, οὕτως ὁ προφήτης, μαθὼν τὸν κτίστην ὑπὸ τοῦ κτίσματος ἀτιμαζόμενον καὶ τὸν κεραμέα ὑπὸ τοῦ πηλοῦ ὑβριζόμενον καὶ τὸν θεὸν ὑπὸ τοῦ ἀθέου ἀθετούμενον, ὡς λίθου πληγὴν εἰς τὴν καρδίαν λαβὼν καὶ τὸν πόνον μὴ φέρων ἀνεβόα· Εἶπεν ἄφρων ἐν καρδίᾳ

25

.

2

αὐτο· Οὐκ ἔστι θεός. Ἴδε γὰρ ὅπως ἁρμονίαν ἀσπά‐ ζεται πρὸς τὸν πρὸ αὐτοῦ ψαλμόν. Ἐπειδὴ ἐν ἐκείνῳ ἀκηδιῶν ἔλεγεν· Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμο; Ἕως
5τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ
μου ἡμέρας καὶ νυκτός; Ἕως πότε ὑψωθήσεται ὁ ἐχ‐ θρός μου ἐπ’ ἐμ; ὁ ἄφρων ἔλεγε μὴ εἶναι θεόν. Ὁ γὰρ κατὰ τοῦ θεοῦ ὑψούμενος πολλῷ μᾶλλον καὶ κατὰ τῶν τοῦ θεοῦ προφητῶν ὑψωθήσεται, καὶ ὁ κατὰ τοῦ δεσπότου ἐπαιρόμενος
10καὶ κατὰ τῶν συνδούλων ἐπαρθήσεται. Ὡς ἐρωτηθεὶς καὶ διὰ τί ὀδυνᾶσαι τὴν καρδίαν ἐν ἡμέρᾳ καὶ νυκτί, τάδε νῦν ἀποκρί‐ νεται· Διὰ τί ὀδυνῶμαι; Ἐπειδὴ εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτο· Οὐκ ἔστι θεός. Ἀποστροφὴν θεοῦ νομίζω τὴν μετὰ τοῦ ἀθέου συναναστροφήν· λήθην αὐτοῦ περὶ ἐμοῦ ὑποπτεύω
15τὴν μετὰ τούτου ζωήν. Ὀδύνη γὰρ καὶ παροξυσμὸς τῷ ἁγίῳ ἡ τῶν ἀθέων ἀσέβεια. Οὕτω καὶ περὶ τοῦ Παύλου εἴρηται· Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου τοῦ Παύλου τοὺς περὶ τὸν Τιμόθεον, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ 〈ἐν αὐτῷ〉 θεω‐ ροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Διὰ τί ἀσεβεῖς

25

.

3

ζῶσι; Ταῦτα ὁ Δαυὶδ καθ’ ἱστορίαν περὶ τοῦ Σαοὺλ διὰ τὴν ἐγγαστρίμυθον εἶπεν, ὡς καὶ τὸν πεντηκοστὸν δεύτερον διὰ τὸν Δωὴκ τὰ αὐτὰ περιέχοντα. Εἶπεν ἄφρων Σαούλ· Ἴδετέ μοι γυναῖκα ἐγγαστρίμυθον καὶ ζητήσατε. Ἄλλος Ἀδὰμ
5γέγονεν ὑπὸ γυναικὸς ἀπατώμενος. Λέγει αὐτῇ· Μάντευσαί μοι ἐν τῇ ἐγγαστριμύθ, καὶ καταλιπὼν τὴν προφητείαν εἰς

25

.

4

μαντείαν ἐκτραχηλίζεται. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐ‐ το· Οὐκ ἔστι θεός. Ἀσφαλισώμεθα, ἀδελφοί, μὴ εἰς τὸ τοῦ ἄφρονος ἐμπέσωμεν ναυάγιον, λόγοις τὸν θεὸν ὁμολογοῦντες, ἔργοις δὲ ἀρνούμενοι, ἀγαθὸν καὶ ἐλεήμονα λέγοντες, μὴ ἐλεοῦντες
5δὲ νοσοῦντα ἢ πένητα ἢ θλιβόμενον. Καὶ ὅτι οὐ μόνον διὰ λόγων, ἀλλὰ καὶ δι’ ἔργων τις ἀρνεῖται θεόν, καὶ Χριστιανὸς ὀνομαζό‐ μενος ἴσα τῷ ἄφρονι λέγει· Οὐκ ἔστι θεός, μάρτυς ὁ ἀπόστολος εἰπών· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρ‐
νοῦνται. Ὅσῳ δὲ τὰ ἔργα τῶν λόγων πρὸς πεισμονὴν ἰσχυ‐
10ρότερα, τοσοῦτον τὸ ἔργοις ἀρνεῖσθαι τὸν θεὸν ὑπὲρ τὸ εἰπεῖν

25

.

5

ἐν στόματι ἢ καρδίᾳ βαρύτερον. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτο· Οὐκ ἔστι θεός. Ὁ ἐν στόματι λέγων· Ἀγαπήσω σε, κύριε, καὶ ἐν τῇ καρδίᾳ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, πῶς τὸν θεὸν ἀγαπᾷ, παρακούων τοῦ εἰπόντος· Ἀγαπήσεις κύριον τὸν
5θεόν σου καὶ τὸν πλησίον σου ὡς ἑαυτόν; Ὁ δεσπότης λέγει ὅτι Ὁ ἀγαπῶν με τοὺς λόγους μου τηρε. Οὐκοῦν ὁ μὴ τηρῶν οὐκ ἀγαπᾷ· στόματι λέγει θεὸν καὶ τῇ καρδίᾳ λέγει· Οὐκ ἔστι θεός. Μάρτυς ὁ κύριος λέγων· Ὁ λαὸς οὗτος τῷ στόματί με τιμ, ἡ δὲ καρδία αὐτοῦ πόρρω ἀπέχει
10π’ ἐμο. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτο· Οὐκ ἔστι θεός. Ὅτι δὲ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ οὗτος καὶ τὸν θεὸν μισεῖ, κἂν τῷ στόματι βοᾷ καὶ κράζῃ ὅτι ἀγαπᾷ θεόν, λέγει ὁ εὐαγ‐ γελιστὴς Ἰωάννης ἐν τῇ ἐπιστολῇ· Ὁ λέγων, φησί, τὸν θεὸν ἀγαπᾶν καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ψεύστης ἐστίν·
15εἰ γὰρ τὸν ἀδελφὸν αὐτο, ὃν ἑώρακεν, οὐκ ἀγαπ, τὸν θεόν, ὃν οὐχ ἑώρακεν, πῶς ἀγαπήσει; Ἐπεὶ οὖν θεὸν ὁμολογεῖ εἰδέναι ὁ τοιοῦτος, καὶ μὴ φανερῶς ἀρνούμενος ἐν τῇ καρδίᾳ τὴν ἀθεΐαν χαλκεύει· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτο·

25

.

6

Οὐκ ἔστι θεός. Ὅθεν ταύτην τὴν ἔννοιαν βεβαιῶν ὁ προφήτης ὑποκαταβὰς λέγει· Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ θεὸν ὁμολογοῦντες τοῖς λόγοις, τοῖς δὲ ἔργοις ἀρνουμένοι; Οἱ κατεσθίοντες τὸν λαόν μου
5ἐν βρώσει ἄρτου τὸν κύριον οὐκ ἐπεκαλέσαντο. Θεὸν γὰρ ὁμολογοῦσιν εἰδέναι, ἀλλ’ ἐπειδὴ τοῖς ἔργοις ἠρνήσαντο, ἐπικαλούμενοι οὐκ ἐπεκαλέσαντο. Αὐτὸς ὁ κύριος λέγει· Τί με
καλεῖτε κύριε, κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; Πᾶς, φησίν, ὁ ἁμαρτάνων οὐκ ἐπέγνωκε τὸν θεόν, ὁ Ἰωάννης λέγει. Διω‐
10κομένων γὰρ ὑπὸ τῆς ἁμαρτίας τῶν ἀρετῶν καὶ ἡ εὐσέβεια συναναχωρεῖ, τὸ παρεῖναι ἐν τῷ μὴ παρεῖναι ἔχουσα. Οὕτως οἱ υἱοὶ Ἠλεὶ υἱοὶ λοιμοὶ καὶ οὐκ εἰδότες τὸν κύριον, οὐκ ἐν τῷ ἀρνεῖσθαι αὐτὸν διὰ στόματος, ἀλλ’ ἐν τῷ τὰς αἰσ‐ χρουργίας τελεῖν ἐν τῇ σκηνῇ. Καὶ οἱ τοκίζοντες τὸν θεὸν οὐκ
15οἴδασιν. Αὐτὸς λέγει· Τόκος ἐπὶ τόκῳ καὶ δόλος ἐπὶ δόλ· οὐκ ἠθέλησαν εἰδέναι με, λέγει κύριος, τὸν εἰπόντα· Ἐὰν ἐκδανειῇς ἀργύριον τῷ ἀδελφῷ τῷ πενιχρ, οὐκ ἔσῃ

25

.

7

αὐτὸν κατεπείγων, οὐκ ἐπιθήσεις αὐτῷ τόκον. Εἶ‐ πεν ἄφρων ἐν καρδίᾳ αὐτο· Οὐκ ἔστι θεός. Καὶ πῶς 〈τὰ〉 μετὰ θεόν; Οὐκ ἔστι θεός. Καὶ πῶς τὰ διὰ θεόν; Οὐκ ἔστι θεός. Καὶ πῶς τὰ ὑπὸ θεόν; Οὐκ ἔστι θεός. Καὶ πῶς πᾶσα
5γλῶσσα ἀνθρώπου ὀνομάζει τὸν θεόν; Ἆρα πᾶσαι αἱ μυριάδες τῶν ἀνθρώπων σφάλλονται λέγουσαι εἶναι θεόν, καὶ μόνος ὁ ἄφρων ἀληθεύει; Καὶ οὗτος νομίζει ἀληθεύειν ὁ μόνος οὕτω ψευδόμενος; Καὶ ὁ μὲν πέντε ἢ ἑπτὰ μαρτύρων ἐν διαθήκαις ἀνατρέψαι θέλων συγκατάθεσιν ἀποδοκιμάζεται· ὅταν δικάζῃ ἡ
10ἀλήθεια, τὴν δὲ οἰκουμενικὴν καὶ πάνδημον γλῶσσαν τοῦ κόσμου μόνος ὁ ἄφρων ἀνατρέψαι βούλεται; Καὶ πῶς οὐκ ἀδόκιμος ὄντως ἄφρων καὶ ἑαυτοῦ ἀφρονέστερος; Ἄφρων ἐν τῷ ἀρνεῖσθαι, ἀφρο‐ νέστερος ἐν τῷ ἀναιδεύεσθαι. Κἂν γὰρ οἱ τοῦ κόσμου ἄνθρωποι διάφορον περὶ θεοῦ ἐβλάστησαν ἔννοιαν, ἀλλ’ ὅμως τὸν θεμέλιον

25

.

8

τοῦ ὀνόματος οὐδεὶς παρεσάλευσεν. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτο· Οὐκ ἔστι θεός. Οὐκ ἔστιν ὁ θεμέλιος, καὶ πῶς ἕστηκεν ἡ οἰκοδομή; Οὐκ ἔστιν ἡ τρόπις, καὶ πῶς τὸ πλοῖον συνέστηκεν; Οὐκ ἔστιν ὁ ναυπηγός, καὶ πῶς ἡρμολόγηται ἡ
5ναῦς; Οὐκ ἔστιν ὁ οἰκοδόμος, καὶ πῶς γέγονεν ἡ οἰκία; Οὐκ ἔστιν ὁ ἀρχιτέκτων, καὶ τίς τὴν πόλιν ἔκτισεν; Οὐκ ἔστιν ὁ γεωργός, καὶ πῶς αἱ χώραι τὰ δράγματα ἤνεγκαν; Οὐκ ἔστιν ὁ μουσικός, καὶ πῶς ἐν τῇ λύρᾳ τοῦ κόσμου τὸ μέλος ὑφαίνεται; Οὐκ ἔστιν ὁ προνοητής, καὶ πῶς διὰ πάντων ὁδεύει ἡ πρόνοια; Οὐκ ἔστιν ὁ
10ἡνίοχος, καὶ πῶς τὸ ἅρμα τῶν τεσσάρων ἐλαύνεται στοιχείων; Οὐκ ἔστιν ὁ ἀνδριαντοποιός, καὶ πῶς οἱ ἄνθρωποι ὡς ἀνδριάντες ἐν τῷ κόσμῳ γεγόνασιν; Οὐκ ἔστιν ὁ καμαροποιός, καὶ τίς σοι τὸν οὐρανὸν ἐκαμάρωσεν; Οὐκ ἔστιν ὁ χρυσοχόος, καὶ τίς σοι ὡς ὁλόχρυσον δίσκον ὡς ἐν τραπέζῃ τὸν ἥλιον ἐν οὐρανῷ ἔθηκεν;
15Οὐκ ἔστιν ὁ λαμπαδοῦχος, καὶ τίς σοι ὡς ἀργυρᾶν λαμπάδα ἐν νυκτὶ τὴν σελήνην ἔδωκεν; Οὐκ ἔστιν ὁ φωτίζων, καὶ τίς σοι φωταγωγοὺς καὶ φεγγίτας τοὺς φωστῆρας ἔδωκεν; Οὐκ ἔστιν ὁ ποιῶν φῶτα μεγάλα μόνος, καὶ τίς σοι τὴν λυχναψίαν τῶν ἀστέ‐ ρων εἰς τὸ ὕψος ἔθηκε, κατὰ τὸν προφήτην τὸν λέγοντα· Τῷ
20ποιήσαντι φῶτα μεγάλα μόν, τὸν ἥλιον εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὴν σελήνην εἰς ἀρχὰς τῆς νυκτός; Οὐκ ἔστιν ὁ δημιουργός, καὶ πῶς ἡ καλλονὴ τῶν κτισμάτων τὸν κτίστην μαρτύρεται; Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖ‐

25

.

9

ται. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτο· Οὐκ ἔστι θεός. Πάντα τὰ ἐν τῷ κόσμῳ γινόμενα καὶ πραττόμενα καὶ ἐνεργούμενα ἔχει τὸν ἐφεστῶτα καὶ ἀνύοντα, καὶ μόνος ὁ κόσμος οὐκ ἔχει τὸν κοσμήσαντα; Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτο· Οὐκ ἔστι
5θεός. Εἰ οὐκ ἔστι θεός, τί ποιεῖς ἐν τοῖς τοῦ θεοῦ; Ἐν τῇ οἰκίᾳ τοῦ θεοῦ μένεις καὶ τὸν δεσπότην τοῦ οἴκου ἀρνῇ; Ἢ δὸς τὸ ἐνοίκιον τὴν εὐχαριστίαν ἢ καὶ τοῦ οἴκου ἔξελθε. Τί καὶ τὸν

25

.

10

οἶκον καπνίζεις βλασφημίας ἐρυγῇ; Ἄφρονα δὲ λέγει νῦν οὐ τὸν ἔκφρονα ἢ τὸν λειπόφρονα ἢ τὸν παράφρονα, ἀλλὰ τὸν κακόφρονα· ἄφρονα, οὐ τὸν τῆς ἐμφύτου καὶ κοινῆς φρονήσεως τῶν ἀνθρώπων ἐστερημένον, ἀλλὰ τὸν τὴν μίαν τῶν τεσσάρων
5ἀρετῶν τὴν φρόνησιν ἀποστραφέντα, τὴν λαμπάδα τῆς ψυχῆς, τὴν βασιλίδα τῶν λογισμῶν, τὴν διδάσκαλον τῶν καλῶν, περὶ ἧς ὁ παροιμιαστὴς ἔλεγε· Καὶ ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν. Καὶ πάλιν· Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν, μὴ ἐπιλάθ. Οὐκ ἂν δὲ τῷ τὸ ἡγεμονικὸν βλαβέντι καὶ τὴν ἔμφυτον
10φρόνησιν ἀποβαλόντι καὶ τὸν νοῦν πηρωθέντι ἔλεγε· Κτῆσαι σοφίαν καὶ σύνεσιν, ἐπειδὴ κἂν θέλῃ οὐ δύναται, ἀπολέσας

25

.

11

τὸ τῆς φρονήσεως ὄργανον. Καὶ ὅτι ὁ λεγόμενος νῦν ἄφρων οὐκ ἦν τῶν κατὰ φύσιν ἐστερημένος φρενῶν, βλέπε ὅπως δεινό‐ τατος ἦν ἐν φρονήσει ἀφ’ ὧν τὸ Οὐκ ἔστι θεὸς διὰ γλώσσης οὐκ εἶπεν οὐδὲ διὰ στόματος ἐλάλησεν, ἀλλ’ ἐν τῇ καρδίᾳ τὴν
5κακίαν ἔκρυψεν· ᾔδει γὰρ ὅτι κινδυνεύσει ταύτην ἐρευξάμενος. Ἐπειδὴ γὰρ ἐν ἐκείνοις τοῖς καιροῖς ὁ τὸν θεὸν βλασφημῶν ἢ τοῦτον ἀρνούμενος ἐλιθάζετο—καὶ μάρτυς ὁ Ναβουθέ, ὁ ὡς βλάσ‐ φημος κρινόμενος καὶ λιθαζόμενος—ἵνα μὴ τοῦτο πάθῃ ὁ πονη‐ ρόφρων, ἐν καρδίᾳ τὴν ἀθεΐαν ἔγλυψε, ναὸν τῆς ἀσεβείας τὴν

25

.

12

ἑαυτοῦ καρδίαν ποιησάμενος. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτο· Οὐκ ἔστι θεός. Εἰ γὰρ ἦν λειπόφρων καὶ τῶν κατὰ φύσιν φρενῶν ἔρημος, οὐ λέγω ἐν καρδίᾳ μόνον, ἀλλ’ εἰ καὶ διὰ στόματος εἰρήκει· Οὐκ ἔστι θεός, οὐκ ἂν οὔτε παρὰ τῷ θεῷ
5οὔτε παρὰ ἀνθρώποις ἐκινδύνευσεν. Εἰ γὰρ βασιλεὺς πολλάκις, ὁ τῆς οἰκουμένης ἡνίοχος, ὑπὸ ἄφρονος καὶ μωροῦ ὑβριζόμενος
ἀνέχεται, ἐλεῶν τὴν φύσιν ἣν τὸ πάθος ἐλῄστευσε, πολλῷ μᾶλ‐ λον τὸν κατὰ φύσιν ἄφρονα βλασφημοῦντα οὐκ ἂν οὔτε θεὸς οὔτε ἄνθρωπος ἠμύνατο, ἀλλὰ ὡς ἄνθρωπον παραλαλοῦντα
10συγγνώμης ἠξίωσε. Διὸ καὶ οἱ δαιμονιῶντες ἢ μανέντες βλασ‐

25

.

13

φημοῦντες οὐ κρίνονται. Καὶ πᾶς δὲ ὁ τὸ πολύθεον θρησ‐ κεύων λέγει· Οὐκ ἔστι θεός. Ὡς γὰρ ἡ πολυανδρία ἀνανδρία —Πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ—οὕτω καὶ τὸ πολύθεον ἄθεον. Ἡ γὰρ τῶν πολλῶν θεῶν
5παρείσδυσις τοῦ ἑνός ἐστιν ἄρνησις. Καὶ ὅτι οἱ πολύθεοι ἄθεοι λέγονται, ἄκουσον τοῦ ἀποστόλου Ἐφεσίοις γράφοντος· Ὑμεῖς ποτε τὰ ἔθνη, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστο, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσ‐ ραήλ, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμ. Καὶ
10πῶς ἄθεοι Ἐφέσιοι; Ἔνθεν εἴδωλα, ἐκεῖθεν ἀγάλματα, ἐκεῖ ἡ νεωκόρος Ἄρτεμις, ἐκεῖ Δημήτριος ἀργυροκόπος ποιῶν ναοὺς ἀργυροῦς τῆς Ἀρτέμιδος· τοσαύτη θεῶν ἀγέλη, καὶ πῶς Ἐφέσιοι ἄθεοι; Ἀλλὰ διὰ τοῦτο ἄθεοι, ὅτι πολλοὺς θεοὺς χειροτονήσαντες τοῦ ἑνὸς ἐξέπεσαν. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτο· Οὐκ
15ἔστι θεός. Διεφθάρησαν. Ἀπὸ τοῦ πρώτου ἄφρονος ἐπὶ τοὺς μαθητὰς αὐτοῦ διέβη. Πρῶτος ἄφρων ὁ διάβολος, ὁ πρῶτος τῆς ἀφροσύνης σπορεύς, ὁ πρῶτος τῆς πολυθεΐας κῆρυξ· Ἔσεσθε

25

.

14

ὡς θεο. Ὁ δὲ πολλοὺς λέγων τὸν ἕνα ἠρνήσατο. Ἄφρων καὶ ὁ τῶν Ἰουδαίων λαός—Καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομα κυρίου—περὶ Χριστοῦ λέγων· Οὐκ ἔστι θεός. Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ
5ἥτις ἅπτεται αὐτο, ὅτι ἁμαρτωλός ἐστιν. Οἱ δὲ μήτε προφήτην αὐτὸν λέγοντες εἶναι πῶς θεὸν εἶχον εἰπεῖν; Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός, ἀντὶ τοῦ· Σὺ
οὐκ εἶ θεός. Ὁ δὲ Χριστός· Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Εἶπεν ἄφρων, καὶ τί εἶπεν; Ὅτι ἐν καρδίᾳ αὐτοῦ οὐκ
10ἔστι θεός. Πανταχοῦ γάρ ἐστιν, ἐν δὲ τῇ καρδίᾳ τοῦ ἄφρονος οὐκ ἔστιν. Ἔλεγεν ὁ θεὸς τῇ συναγωγῇ· Ἀνθ’ ὧν οὐκ ἔλαβές με ἐν τῇ διανοίᾳ σου, ἀλλ’ ἀπέρριψάς με ὀπίσω τοῦ

25

.

15

νώτου σου. Πρῶτος ἄφρων ἐξ ἑαυτοῦ ὁ τῆς ἀφροσύνης σπορεὺς ὁ διάβολος. Καὶ διὰ τί ἄφρων; Ὅτι φρόνιμος ὢν ἀφροσύνης πρᾶγμα ἐπετήδευσεν· Ὁ δὲ ὄφις ἦν φρονιμώτατος. Καὶ τί ἐπετήδευσεν; Ἰσόθρονος τοῦ θεοῦ γενέσθαι ἠθέλησεν εἰπών·
5Θήσω τὸν θρόνον μου ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστ. Ἦρε τὸ θεὸς καὶ τὸ ὕψιστος ἔθηκεν, αἰσχυνόμενος ὀνομάσαι ὃν ἤδη ἠρνήσατο. Οὕτω καὶ πᾶς αἱρε‐ τικὸς δεινότατος ἐν καιρῷ διωγμοῦ τῷ ἀρχιερεῖ διαλεγόμενος οὔτε ἀρχιερέα αὐτὸν καλεῖ, οὔτε ἐπίσκοπον, οὔτε θεοσεβέστατον,
10οὔτε ἅγιον, ἀλλὰ τί; Ἡ τιμιότης σου, ἡ σύνεσίς σου, ἡ φρόνησίς σου, ἡ δικαιοσύνη σου, καὶ τὰ κοινὰ αὐτῷ προσφέρει ὀνόματα, τὰ τῆς ἀξίας αὐτοῦ ἀρνούμενος. Τοῦτο ὁ διάβολος τότε ἐπὶ τοῦ θεοῦ ἐποίησεν· Ἔσομαι ὅμοιος τῷ ὑψίστ, οὐ τῷ θεῷ,

25

.

16

ἀλλὰ τῷ ὑψίστῳ. Καὶ πρόσεχε ἀκριβῶς, παρακαλῶ, ὅπως ὁ προφήτης ἀκριβὴς κατήγορος τοῦ διαβόλου γέγονεν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτο. Οὐκ εἴρηκεν ὅτι λέγει, ἀλλ’ ὅτι εἶπεν· ἅπαξ ἐτόλμησε καὶ εἶπε, καὶ ἐπειδὴ εἰπὼν ἀπερρίφη ὡς
5ἀντάρτης ἐκ τῶν οὐρανῶν, οὐκέτι δι’ ἑαυτοῦ εἰπεῖν ἐτόλμησεν. Ἐπειδὴ γὰρ ἅπαξ μόνον εἶπε· Θήσω τὸν θρόνον μου ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστ, καὶ θεὸν
ἀρνούμενος πεῖραν ἔλαβε θεοῦ ἄνωθεν ῥιπτόμενος καὶ κάτω ὑπὸ ἀνθρώπων καταπατούμενος, οὐκέτι λοιπὸν ἐτόλμησεν εἰπεῖν·
10Οὐκ ἔστι θεός, ἀλλ’ εἰρωνείᾳ καὶ ὑποκρίσει τὸν θεὸν ὠνόμαζε· Τί ὅτι εἶπεν ὁ θεός· Οὐ μὴ φάγητε ἀπὸ τοῦ ξύλου; Οἶδά σε τίς ε, ὁ ἅγιος τοῦ θεο. Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν. Ἐπεὶ οὖν ἅπαξ εἶπεν ἄθεον δόγμα, οὐκέτι τολμᾷ εἰπεῖν. Οἶδε γὰρ τί ἔπαθεν. Οὐ
15λέγει ἄφρων, ἀλλ’ Εἶπεν ἄφρων ἐν τῇ καρδίᾳ αὐτο·

25

.

17

Οὐκ ἔστι θεός. Οὐκέτι γὰρ τοῦτο λέγει ἀμέσως καὶ δι’ ἑαυτοῦ, ἀλλ’ ἐν καρδίᾳ αὐτοῦ εἶπεν, ἐν παντὶ τῷ ὁμόφρονι αὐτοῦ καὶ ὁμοτρόπῳ καὶ ἀσεβεῖ. Εἶπεν ἐν τῷ Φαραώ· Οὐκ οἶδα τὸν κύριον, καὶ βυθὸν αὐτῷ θαλάσσης τάφον προεξένησεν. Εἶπε διὰ
5τοῦ Σεναχηρεὶμ τοῦ Ἀσσυρίου ὅτι τὸν Ἐζεκίαν ὁ θεὸς οὐ δύναται ῥύσασθαι ἐκ τῶν χειρῶν μου, καὶ ταῖς χερσὶ τῶν υἱῶν αὐτοῦ σφαγῆναι αὐτὸν ἐποίησεν. Εἶπε διὰ τοῦ Ναβουχοδονόσορ· Τίς ἐστι θεὸς ὃς ἐξελεῖται ὑμᾶς ἐκ χειρός μου; Τοῖς παισὶ καὶ ὁ θεοῦ ἰσχυρότερος πάντων ἀνθρώπων ὤφθη ἀτιμότερος,
10χόρτον ὡς βοῦς ψωμιζόμενος, ἵνα μάθῃ ὅτι ἔγνω βοῦς τὸν κτησάμενον· αὐτὸς δὲ αὐτὸν ἠρνήσατο. Τὸν ἀρνησίθεον Ἰούδαν ἀγχόνῃ ἀπώλεσεν, ὅτι τὸν θεὸν αὐτοῦ ὡς ἄνθρωπον παραδοῦναι ἐποίησε· Τοῦ διαβόλου, φησίν, ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα ἵνα αὐτὸν παραδ. Εἶπεν ἄφρων ἐν
15καρδίᾳ αὐτο· Οὐκ ἔστι θεός. Εἰ γὰρ θεὸν αὐτὸν τότε ἔλεγεν, οὐκ ἂν εἰς θάνατον παρέδωκε. Τοὺς Ἰουδαίους κυριοκτονεῖν ἐδίδαξεν, ἐπειδὴ ἔπεισεν αὐτοὺς ὅτι Ἰησοῦς οὐκ ἔστι θεός· Τοῦτον

25

.

18

οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἐπεὶ οὖν ἀδύνατα ἐπιτηδεύ‐ σαντες φθορᾷ παρεδόθησαν, λέγει ὁ προφήτης πενθῶν· Διεφθά‐
ρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. Τῷ διαβόλῳ γὰρ μαθητεύσαντες, τῷ πτώματι τοῦ διαβόλου ἔπεσαν· ὡς
5ἐκεῖνος ἀπὸ τῶν οὐρανῶν, οὕτως οὗτοι ἀπὸ τῶν θρόνων τῶν βασιλικῶν. Ὧι γάρ τις ἀκολουθεῖ, τούτῳ καὶ συμμερίζεται. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν αὐ‐ τῶν. Διεφθάρησαν, ὅτι φθορὰν τῷ ἀφθάρτῳ ἐπεστράτευσαν· Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώ‐

25

.

19

ματι εἰκόνος φθαρτοῦ ἀνθρώπου. Ἄνθρωποι κατε‐ φθαρμένοι τὸν νοῦν διεφθάρησαν, ἀλλὰ καὶ ἐβδελύχθησαν. Διὰ τί; Ὅτι βδέλυγμα ἐρημώσεως τὴν ἀσέβειαν ἐν τῷ ναῷ τῆς καρδίας ἔστησαν. Ἐν ἐπιτηδεύμασι. Διὰ τί; Ὅτι ἃ ἡ φύσις
5ἠρνήσατο, ταῦτα ἡ κακὴ διάθεσις ἐπενόησε. Διεφθάρησαν, ὡς ὁ Φαραὼ καὶ ὁ Ναβουχοδονόσορ. Διεφθάρησαν, ὅτι τραυματι‐ σθέντες καὶ σηπόμενοι καὶ ὄζοντες καὶ εἰς ἰχῶρας ἀναλυόμενοι τὸν ἰατρὸν οὐκ ἐπεζήτησαν. Ἐβδελύχθησαν, ὅτι ὡς χοῖροι ταῖς ἁμαρτίαις βορβορούμενοι καὶ ὡς κύνες ἐπὶ τὸν ἑαυτῶν ἔμετον
10ἀνακάμπτοντες μισητοὶ γεγόνασιν. Οὕτω γὰρ γέγραπται· Βδέλυγμα ἁμαρτωλοῖς θεοσέβεια. Ἐπεὶ οὖν τὴν θεογνω‐ σίαν ἐβδελύξαντο, ὑπὸ τῶν θεοφιλῶν ἐβδελύχθησαν. Διεφθά‐ ρησαν, ὡς ὑπὸ σητῶν ἱμάτιον, ὡς ὑπὸ ἰοῦ σίδηρος ἀφανιζό‐ μενος. Ἐβδελύχθησαν, ὡς οἱ νεκρῶν ὀστέων καὶ ἀποθανόντων
15ἁψάμενοι. Διὰ τοῦτο γὰρ ὁ νόμος τὸν ἁψάμενον νεκροῦ βδελυκτὸν ἐποίει, ἐπειδὴ ὁ Ἰούδας, νεκρὸν ἀεὶ τὸν Χριστὸν ψηλαφῶν καὶ ζῶντα οὐ βλέπων, βδελυκτὸς ἐγένετο· Τῇ διαφθορᾷ σου,

25

.

20

Ἰσραήλ, τίς βοηθήσει; Εἶτα, ἵνα δείξῃ τὸν τῆς ἀσεβείας καὶ ἀθεΐας καρπόν, ἐπάγει· Οὐκ ἔστι ποιῶν χρηστότητα. Ὁ γὰρ τὸν θεὸν ἀρνησάμενος καὶ τὸν προνοητὴν μὴ λογιζόμενος, οὐ θάνατον, οὐ συντέλειαν, οὐκ ἀνάστασιν, οὐ κρίσιν, οὐκ ἀντα‐
5πόδοσιν ἐκδέχεται. Διὸ οὐδὲ χρηστόν τι ἢ ἀγαθὸν ἐργάζεται. Ὥσπερ γὰρ ὁ βασιλέα τινὰ ἐπιγραφόμενος τοῖς νόμοις αὐτοῦ καὶ τοῖς διατάγμασι στοιχεῖ, ὁ δὲ τυράννῳ ἀκολουθῶν οὐ ποιεῖ τὰ τοῦ βασιλέως διατάγματα, οὕτως ὁ θεὸν ἀρνούμενος τὰς τοῦ θεοῦ ἐντολὰς ἀποστρέφεται καὶ ἄχρηστος καὶ ἐπιβλαβὴς τῇ

25

.

21

πολιτείᾳ γίνεται. Οὐκ ἔστι ποιῶν χρηστότητα· Οὐχ Ἡρῴδης τὰ ἄκακα νήπια τῆς Βηθλεὲμ ἀναιρῶν· οὐκ Ἰουδαῖος τὸν ἐκβάλλοντα τὰ δαιμόνια Βεελζεβοὺλ ἀποκαλῶν· οὐ νομικὸς πειράζων· οὐκ ἀρχιερεὺς ὑβρίζων· οὐ γραμματεὺς ἀθετῶν· οὐ
5Φαρισαῖος ἐμπαίζων· οὐ Σαδδουκαῖος ἀντιλέγων· οὐκ Ἰούδας πωλῶν καὶ ὑπηρέτης ῥαπίζων· οὐ Πιλᾶτος κατακρίνων· οὐ λαὸς κράζων· Ἆρον, ἆρον, σταύρωσον αὐτόν· οὐ στρατιῶται δεσμοῦντες· οὐχ οἱ ὄχλοι ἐμπτύοντες, κολαφίζοντες, καλάμῳ τύπτοντες, ἀκάνθινον στέφανον πλέκοντες, σταυροῦντες. Ἐδί‐
10ψησεν ἐπὶ σταύρου καὶ ὄξος καὶ χολὴν ποτίζεται. Οὐκ ἔστι

25

.

22

ποιῶν χρηστότητα. Ἐπιτήρει γὰρ ἀσφαλῶς ὅτι ἡ λέξις αὕτη ἐπὶ τῆς σταυρώσεως τοῦ Χριστοῦ μάλιστα τὸ πέρας ἐδέχετο. Ἐπὶ μὲν γὰρ τοῦ Δαυίδ, ὅτε ταῦτα ἐλέγετο, ἦσαν οἱ ποιοῦντες χρηστότητα, οἱ μακάριοι προφῆται οἱ συνόντες τῷ
5Δαυίδ. Ἀλλὰ καὶ ὅτε ἐτέχθη ὁ Χριστός, ἦσαν οἱ περὶ τὸν Ἰωσήφ, τὸν Ζαχαρίαν καὶ τὸν Συμεῶνα δίκαιοι καὶ οἱ ἀπόστολοι ποι‐ οῦντες χρηστότητα, οἱ μὲν θαυμάζοντες, οἱ δὲ ἐν ἀγκάλαις περιέ‐ ποντες. Μόνον δὲ ἐπὶ τῆς σταυρώσεως οὐκ ἦν ὁ ποιῶν χρησ‐

25

.

23

τότητα. Καὶ οὐκ εἶπεν· Οὐκ ἔστιν ὁ λαλῶν χρηστότητα, ὅτι ὁ κεντυρίων καὶ ὁ λῃστὴς χρηστὰ περὶ αὐτοῦ ἔλεγον—Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν θεοῦ—ἀλλ’ οὐκ ἔστι ποιῶν
5χρηστότητα, ὅτε καὶ οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον. Ἰωάννης γυμνὸς ἀναχωρεῖ. Πέτρος ἀρνεῖται. Οἱ μαθηταὶ φεύγουσι. Τῆς μητρὸς αὐτοῦ Μαρίας τὴν ψυχὴν ἡ ῥομφαία τῆς ἀμφιβολίας διέρχεται. Ἐπεὶ οὖν ἐν τῷ πάθει οὐδεὶς ἔδειξε τὸν τῆς ἀγάπης καρπόν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως
10ἑνός, οὐδὲ τοῦ ἑνὸς ἐκείνου τοῦ στρατιώτου τοῦ καὶ μετὰ θάνατον

25

.

24

τῇ λόγχῃ αὐτοῦ νύξαντος τὴν πλευράν. Καὶ διὰ τί, ὦ προφῆτα; Πρὸ τῆς ἐν σαρκὶ παρουσίας αὐτοῦ καὶ τῆς ἐνανθρω‐ πήσεως οὐκ ἐπεσκέψατο ὡς ἰατρὸς νοσοῦντα τὸν κόσμον; Ναί, ἐπεσκέψατο· ἐπεζήτησε βοηθῆσαι καὶ σῶσαι ἠθέλησεν, ἀλλ’
5οὐδεὶς ἰατρευθῆναι καὶ σωθῆναι ἠθέλησε. Κύριος ἐκ τοῦ οὐρα‐ νοῦ διέκυψε τοῦ ἰδεῖν εἰ ἔστι συνίων ἢ ἐκζητῶν τὸν θεόν, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Καὶ ἐπληροῦτο τὸ Δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν, ἐκ τοῦ πατρὸς ὁ Χριστός· Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, ἐκ

25

.

25

τῆς παρθένου ὁ κύριος. Ἀκούων δὲ ὅτι κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψε, μὴ τῆς ἀσωμάτου καὶ θείας φύσεως σκύλσιν ἢ καμπυλότητα ἢ γονυκλισίαν ἢ αὐχένος ἐπίνευσιν νόμιζε, ἀλλὰ τὴν συγκατάβασιν αὐτοῦ καὶ τὴν φιλανθρωπίαν καὶ τὴν ἐποπ‐
5τείαν μάνθανε. Ὥσπερ γὰρ κεφαλὴν καὶ ὀφθαλμοὺς καὶ ὦτα καὶ στόμα καὶ χεῖρας καὶ πόδας ἔχειν λέγεται, καὶ καθέζεσθαι καὶ ἀνίστασθαι, καὶ οὐ πάντως ἐκ μελῶν καὶ μερῶν καὶ σχημάτων σύγκειται, οὕτω καὶ διακύπτει, οὐκ αὐτὸς καμπτόμενος, ἀλλ’ ἡμᾶς φιλανθρωπευόμενος. Τὸ δὲ Ἐκ τοῦ οὐρανοῦ διέκυψεν,
10οὐχ ὅτι ἐν τῷ φαινομένῳ οὐρανῷ θυρίδας ἢ θύρας ἐποίησε καὶ ἀνοίξας διέκυψεν, ἀλλ’ ὅτι ἐκ τῶν οὐρανίων ταγμάτων, τῶν νοερῶν καὶ ἀσωμάτων καὶ ἀθανάτων, τὴν ἀνθρωπότητα ἐπε‐ σκέψατο. Ὥσπερ γὰρ γῆ οἱ ἄνθρωποι λέγονται—Ὅτι γῆ εἶ
καὶ εἰς γῆν ἀπελεύσ, Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός
15οὕτω καὶ οὐρανὸς λέγεται τὰ ἐπουράνια τάγματα, ἀφ’ ὧν θεὸς

25

.

26

τὴν γῆν, τὴν ἀνθρωπότητα, ἐφορᾷ. Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν διέκυψε τοῦ ἰδεῖν, οὐχ ἵνα τότε ἴδῃ, ἀλλ’ ἵνα τότε σώσῃ. Τοῦ ἰδεῖν, οὐχ ἵνα τότε μάθῃ, ἀλλ’ ἵνα τότε βοηθήσῃ. Τοῦ ἰδεῖν εἰ ἔστι συνίων ἢ ἐκζητῶν τὸν θεόν,
5ἵνα ὡς φίλον ἀσπάσηται, ἵνα ὡς δίκαιον ἀγαπήσῃ, ἵνα ὡς τῷ Νῶε εἴπῃ· Σὲ μόνον δίκαιον εἶδον ἐν τῇ γενεᾷ ταύτ, ἵνα ὡς πιστῷ ἐμφανίσῃ· Ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦ‐ σιν αὐτ. Τοῦ ἰδεῖν εἰ ἔστιν ἄρρωστος ἐπιζητῶν τὸν ἰατρόν, εἰ ἔστι πένης λαὸς ἐθνῶν ἐπιζητῶν τὸν Χριστόν, τὸν θησαυρὸν
10τοῦ πατρός. Τοῦ ἰδεῖν εἰ ἔστι συνίων, ἵνα τούτῳ ὡς φρο‐ νίμῳ καὶ συνετῷ διαλεχθῇ, ἢ ἐκζητῶν τὸν θεόν, ἵνα τούτῳ

25

.

27

εὑρεθῇ. Εἶτα, ὡς εἶδον οἱ προφῆται ὅτι κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψε τοῦ ἰδεῖν, παρακαλοῦσιν αὐτόν· Οὐκ ἀρκεῖ μόνον, δέσποτα, τὸ διακύψαι σε ἐξ οὐρανοῦ· ὡς διέκυψας καὶ κατάβηθι· Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι.
5Ἐλθέ, ὁ υἱὸς τοῦ πατρός, ἐκζήτησον τὸν κατ’ εἰκόνα. Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Τὸ τῶν ἀνθρώπων στρατόπεδον ὅλον πρὸς τὸν τύραννον ἔνευσε· τῶν στρατηγῶν τῶν προφητῶν οὐκέτι ἀνέχονται. Ἐλθέ, ὁ βασιλεύς, καὶ φάνηθι, καὶ δυσωποῦνται τὸ ἀξίωμα. Πάντες ἐξέκλιναν τὰς ὁδοὺς τῶν
10προφητῶν. Ἐλθέ, ἡ ὁδός, καὶ οἱ πλανηθέντες ἀνακάμπτουσιν.

25

.

28

Εἰπὼν δὲ ἐξέκλιναν, ἔδειξεν ὅτι ἐκ φύσεως ὀρθὰ βαδίζειν ἔμαθον,
ἀπὸ κακῆς δὲ προαιρέσεως εἰς τὴν πλάνην ἐξέκλιναν, κατὰ τὸ γεγραμμένον ἐν τῷ Ἐκκλησιαστῇ, ὅτι ὁ θεὸς ἐποίησε τὸν ἄνθρωπον εὐθ, καὶ αὐτὸς εὗρεν ἑαυτῷ λογισμοὺς πολ‐
5λούς. Πάντες ἐξέκλιναν, ὡς μόσχοι κατὰ τῶν φαράγγων φερόμενοι. Ἅμα ἠχρειώθησαν, ὡς πίθοι τετρημένοι καὶ ἀσκοὶ ῥήγματα ἔχοντες καὶ πρὸς ὃ γεγόνασι μηκέτι χρησιμεύοντες. Καὶ οὐ κατὰ μικρόν, ἀλλὰ πάντες ὁμοῦ ἅμα ἠχρειώθησαν, ἑνὶ δικτύῳ ἀσεβείας ἅμα συγκλειόμενοι. Πάντες ἐξέκλιναν. Εἰ
10ἐξέκλιναν, δῆλον ὅτι εὐθεῖς ἦσαν ἐκ φύσεως· ὁ γὰρ θεὸς ποιήσας τὸν ἄνθρωπον, εὐθῆ αὐτὸν ἐποίησε καὶ οὐδὲν κακὸν ἐν φύσει. Καὶ ἐν ἄλλοις· Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς

25

.

29

ἁμαρτωλοὺς τῆς γῆς. Καὶ τῷ εἰπεῖν· Ἅμα ἠχρειώθησαν, ἔδειξεν ὅτι εὔχρηστοι ἐν φύσει γενόμενοι, ἄχρηστοι ἐξ ἰδίας προαι‐ ρέσεως τὸ παρὰ φύσιν γεγόνασι. Διέκυψεν οὖν ὁ κύριος τοῦ ἰδεῖν ἐξ οὐρανοῦ εἰ μετανοοῦσιν οἱ ἐκκλίνοντες, ἵνα σωτηρίας τύχωσιν,
5εἰ ἀμεταμέλητα ἁμαρτάνουσιν, ἵνα αὐτοκατάκριτοι γένωνται. Καὶ ὅτι διὰ τοῦτο ἐπικύπτει καὶ καταβαίνει καὶ ἐπισκέπτεται ὁ κύριος, ἢ ἵνα σώσῃ ἢ ἵνα κατακρίνῃ, ἄκουσον αὐτοῦ τοῦ κυρίου λέγον‐ τος· Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα·
10καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μ, ἵνα γν. Σοδομῖται, ἐπειδὴ πάντες ἐξέκλιναν, διὰ τοῦτο ἅμα ἠχρειώ‐ θησαν· κατέβη γὰρ τὸ πῦρ καὶ ὡς ὕλην αὐτοὺς ἀνήλωσε. Νινευῖ‐ ται ἐξέκλιναν, ἀλλ’ ἐπειδὴ ταχέως ἐπὶ μετάνοιαν ὥδευσαν, διὰ

25

.

30

τοῦτο ἅμα οὐκ ἠχρειώθησαν, ἀλλ’ ἅμα ἐσώθησαν. Εἶδες πῶς κύριος ἐπισκέπτεται, ἢ ἵνα σώσῃ ἢ ἵνα κατακρίνῃ. Διὰ
τοῦτο καὶ ὁ προφήτης Ὠσηὲ ἔλεγεν· Ἀκούσατε λόγον κυρίου, υἱοὶ Ἰσραήλ, ὅτι κρίσις τῷ κυρίῳ πρὸς τοὺς κατοι‐
5κοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις θεοῦ ἐπὶ τῆς γῆς· ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ’ αἵμασι μίσγουσι. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ διὰ τοῦτο ὁ κύριος ἐκ τοῦ οὐρανοῦ

25

.

31

ἐπὶ τὴν γῆν διέκυψε. Πῶς διέκυψεν; Ἢ σείων τὸ πᾶν ἢ κεραυνοὺς πέμπων ἢ φόβητρα ποιῶν καὶ δεικνύων τὴν ἑαυτοῦ ἀγανάκτησιν, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν; Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν διέκυ‐
5ψεν, ἵνα ἴδῃ ἡ γῆ, ἡ ἀνθρωπότης, ἀγανακτοῦντα δεσπότην, καὶ ἁμαρτάνουσα παύσηται. Ὥσπερ γὰρ οἰκετῶν κάτω ἐν αὐλῇ ἢ ἐν πλατείᾳ ἀτακτούντων ἄθεσμα δεσπότης ἢ βασιλεὺς παρα‐ κύπτει ἄνωθεν, ἵνα ἰδόντες αὐτὸν οἱ οἰκέται φοβηθῶσι καὶ ἡσυχάσωσιν, οὕτως ἐπειδὴ πᾶσα ἡ γῆ ἐσκίρτα πρὸς τὴν ἀσέ‐
10βειαν, κύριος ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν διέκυψεν, ἵνα φοβηθεῖσα ἡ γῆ ἡσυχάσῃ ἁμαρτάνουσα. Καὶ τούτου μάρτυς ὁ προφήτης εἰπών· Γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ

25

.

32

ἀναστῆναι εἰς κρίσιν τὸν θεόν. Καὶ ἐπειδὴ εἶπε· Πάντες ἐξέκλιναν, τὸ δὲ πάντες πολλάκις καὶ ἐπὶ τοῦ πλείονος μέρους λαμβάνεται ὡς τὸ Πάντες με ἐγκατέλιπον, καὶ μὴν οἱ γνήσιοι μαθηταὶ τὸν Παῦλον οὐ κατέλιπον, ἵνα δείξῃ τὸ ὁλόστολον τοῦ
5κόσμου ναυάγιον, ἐπάγει· Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Ἀπὸ ποδῶν ἕως κεφαλῆς, ἀπὸ τοῦ ἐσχάτου πένητος ἕως τοῦ κρατοῦντος, ὅλος ὁ κόσμος νοσεῖ. Ἕνα ζητεῖ ὁ θεὸς πιστὸν καὶ δίκαιον, ὡς ἐν Χαλδαίοις τὸν Ἀβραὰμ καὶ ἐν Σοδόμοις τὸν Λώτ. Ἀλλ’ οἱ μὲν οὔτε πίστιν οὔτε πολιτείαν
10ἔχουσιν, οἱ δὲ πίστιν ἀληθῆ ἔχουσι, πολιτείαν δὲ καλὴν οὐκ ἔχουσι· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρ‐ νοῦνται. Περὶ θεοῦ μεγάλα σαλπίζουσι καὶ περὶ εὐποιΐαν νυστάζουσιν. Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν

25

.

33

ἕως ἑνός. Εἶτα, ἐπειδὴ κύριος ἐκ τοῦ οὐρανοῦ διέκυ‐ ψε καὶ ἐπὶ τοῖς ἁμαρτάνουσιν ἠγανάκτησε, διδάσκει ἡμᾶς ὁ προφήτης ὅτι οὐ μόνον διέκυψεν, ἀλλὰ καὶ ἀπειλῶν ἐλάλησεν· Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;
5Καὶ τί γνώσονται; Ὅτι θεὸς ἐκδικήσεων κύριος. Γνώσονται ὅτι νεκρῶν καὶ ζώντων κριτὴς παραγίνεται· Γνώσονται ὅτι ἀπο‐ δώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτο. Οὐκ ἔγνωσαν νου‐ θετούμενοι· γνώσονται ὀδυνώμενοι. Οὕτω ποτὲ τὰ ὅμοια καὶ περὶ τῶν ἀθέων Αἰγυπτίων ἔλεγεν ὁ θεός· Καὶ γνώσονται πάντες
10οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος, ἐνδοξαζομένου μου ἐν Φαραὼ καὶ ἐν τοῖς ἅρμασιν αὐτο. Γνώσονται τότε, ὅτε ἀπὸ τῆς γνώσεως οὐδὲν ὠφεληθήσονται, ὅτε διώκοντες

25

.

34

ἅρμασι καλυφθῶσι κύμασιν. Ἢ καὶ κατὰ ἀπόφασιν ἀνα‐ γνωστέον· Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Καὶ τί οὐ γνώσονται; Ὅτι κύριος ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν διέκυψε. Τί οὐ γνώσονται; Ὅτι τοῖς κακῶς γινο‐
5μένοις ἀπαρέσκεται. Τί οὐ γνώσονται; Τὰς ὁδοὺς τοῦ θεοῦ μαθεῖν οὐ θελήσουσι. Τούτου μάρτυς ὁ Ἰὼβ φάσκων· Λέγει δὲ ὁ ἀσεβὴς τῷ κυρί· Ἀπόστα ἀπ’ ἐμο, τὰς ὁδούς σου εἰδέναι οὐ βούλομαι. Οὐχὶ γνώσονται πάντες οἱ ἐρ‐ γαζόμενοι τὴν ἀνομίαν. Ἐν ᾧ γὰρ τὴν ἀνομίαν ἐργάζονται,
10τοὺς νόμους τοῦ θεοῦ γνῶναι οὐκ ἀνέξονται. Καὶ νῦν γίνονται πόλεμοι καὶ λοιμοὶ καὶ σεισμοί, καὶ εἰς συναίσθησιν τῶν ἁμαρ‐
τιῶν οἱ πολλοὶ οὐκ ἔρχονται οὐδὲ τοῖς ἐπικειμένοις κακοῖς σω‐ φρονίζονται. Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Τί οὐ γνώσονται; Τὸ θέλημα τοῦ θεοῦ, τὰς ἐπαγ‐
15γελίας, τὰ ἐπουράνια ἀγαθά, τὸν θησαυρὸν τοῦ θεοῦ, τὸν παρά‐ δεισον τῆς τρυφῆς, τὴν αἰώνιον ζωήν. Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ Ἰουδαῖοι, ὅτι ὁ νομοθέτης καὶ κύριος τῆς δόξης ὑπ’ αὐτῶν ἐσταύρωται· Εἰ γὰρ ἔγνωσαν,

25

.

35

οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ τίνες οὗτοι; Οἱ κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου, οἱ βασκανίᾳ πεινῶντες τὸν τῶν πιστῶν θάνατον. Καὶ οὐκ εἶπεν Οἱ ἐσθίοντες, ἀλλ’ Οἱ κατεσθίοντες, οἱ θηρῶν ἀγρίων χαλε‐
5πώτεροι. Τὰ μὲν γὰρ θηρία ἀνθρωπίνης σαρκὸς γευσάμενα ταχέως παύονται, τὴν ἀηδῆ τροφὴν αἰσχυνόμενα· οἱ δὲ πονηροὶ καὶ βάσκανοι δι’ ὅλου κατεσθίοντες ταῖς λοιδορίαις τὸν πιστόν, οὐ

25

.

36

κορέννυνται. Ἀσφαλισώμεθα, ἀδελφοί, μήπως, τοὺς ὁμο‐ πίστους λοιδορήσαντες καὶ συκοφαντήσαντες, μετὰ τῶν ἀνόμων εὑρεθῶμεν. Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, κἂν αἱρετικοί, κἂν ὁμόπιστοι, οἱ κατεσθίοντες τὸν
5λαόν μου. Ὅτι δὲ καὶ ὁμόπιστοι ὁμοπίστους κατεσθίουσι, λέγει ὁ ἀπόστολος· Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε. Ἀλλοφύλοις ἔθνεσι, τοῖς Σύροις καὶ τοῖς Ἕλλησι, τοὺς κατεσθίοντας τὸν λαὸν πα‐ ρεικάζων Ἠσαΐας ἔλεγεν· Ἄξω Συρίαν ἀπὸ ἀνατολῶν καὶ
10τοὺς Ἕλληνας ἀπὸ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας

25

.

37

τὸν λαόν μου ὅλῳ τῷ στόματι. Ἀλλά, κἂν διὰ τὰς ἁμαρτίας ἡμῶν ὑπὸ τῶν ἐχθρῶν ὡς ὑπὸ λεόντων κατεσθιώμεθα, ἀλλὰ διὰ τὴν εἰς θεὸν ἡμῶν εὐσέβειαν ἐκδικίας τευξόμεθα. Ἄκου‐ σον Ἰερεμίου λέγοντος· Ἅγιος Ἰσραὴλ τῷ κυρί· πάντες
5οἱ κατεσθίοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἐπάξω ἐπ’ αὐτούς, λέγει κύριος, ὅτι τοὺς ἁμαρτήσαντας κατεσθίοντες βαρύτερα τῶν κατεσθιομένων ἡμάρτανον, πλείονα τῆς τοῦ θεοῦ γνώμης τὸν λαὸν αὐτοῦ μαστίξαντες, καθὼς εἶπε περὶ αὐτοῦ ὁ θεός· Ἐγὼ παρέδωκα αὐτὸν εἰς τὰς χεῖράς σου, σὺ δὲ
10οὐκ ἐποίησας ἔλεος μετ’ αὐτο. Καὶ πάλιν· Ἀνθ’ ὧν μὲν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακ. Καὶ ὅτι δι’ ἁμαρτίας ὁ λαὸς τοῦ θεοῦ ὑπὸ τῶν ἐχθρῶν τοῦ θεοῦ κατεσθίεται, Ἰερεμίας λέγει· Πρόβατον πλανώμενον Ἰσραήλ, λέοντες ἐξῶσαν αὐτόν. Ὁ πρῶτος κατέφαγεν αὐτὸν βασιλεὺς
15Ἀσσυρίων, καὶ ὁ δεύτερος βασιλεὺς Βαβυλῶνος τὰ ὀστᾶ αὐτοῦ συνέτριψεν. Εἰ δὲ μὴ ὡς πρόβατον ἐπλανήθη, οὐκ ἂν ὑπὸ τῶν

25

.

38

λεόντων κατεβρώθη. Νόει ἃ λέγω· Οἱ κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου τὸν κύριον οὐκ ἐπεκαλέ‐ σαντο, κἂν ἐπικαλεῖσθαι ἐνόμισαν. Ὥσπερ γὰρ ὁ ἐξ ἁρπαγῆς τῷ θεῷ τι προσφέρων οὐ προσφέρει, ἐπειδὴ ὁ θεὸς αὐτὰ οὐ
5προσδέχεται, οὕτω καὶ οἱ κατεσθίοντες τὸν ἀδελφὸν ἐπικαλού‐ μενοι θεὸν οὐκ ἐπικαλοῦνται. Ἢ καὶ τὸν κύριον οὐκ ἐπεκα‐ λέσαντο, ἀντὶ τοῦ· ἀπὸ τοῦ Χριστοῦ Χριστιανοὶ οὐκ ἐκλήθησαν, ἐπειδὴ τῷ Χριστῷ ἐπολέμησαν. Οὐδὲ γὰρ ἤκουσαν τοῦ εἰπόντος· Ἐξομολογεῖσθε τῷ κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα

25

.

39

αὐτο. Ὅμως, κἂν ὡς θηρία ὥρμησαν, ἐκεῖ ἐδειλίασαν φόβῳ οὗ οὐκ ἦν φόβος· ὡς λέοντες ἐθρασύνθησαν καὶ ὡς λαγωοὶ ἐδειλίασαν. Τοῦτο καὶ πρὸς τοὺς δειλοὺς ἐν τοῖς διωγμοῖς ὁ προφήτης λέγει ὅτι ἀκούσαντες· Μὴ φοβεῖσθε ἀπὸ τῶν
5ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, καὶ Μὴ φοβεῖσθε ὀνειδισμοὺς ἀνθρώπων, ἐκεῖ ἐφοβήθησαν φόβον οὗ οὐκ ἦν φόβος. Τὸν θεὸν
γὰρ μὴ φοβηθέντες, ἀνθρώπους ἐφοβήθησαν. Ἢ καὶ Ἐκεῖ ἐφο‐ βήθησαν φόβον ἀσεβεῖς θεασάμενοι τοὺς εὐσεβεῖς βοηθηθέντας

25

.

40

ὑπὸ θεοῦ. Ὡς γὰρ ἐρωτηθεὶς καὶ διὰ τί ἐφοβήθησαν φόβον οἱ ἀσεβεῖς, ἀποκρίνεται· Ὅτι ὁ θεὸς ἐν γενεᾷ δικαίων. Ὡς ἐν στρατιώταις στρατηγός, ὡς ἐν συγκλήτῳ βασιλεύς, ὁ θεὸς ἐν γενεᾷ δικαίων, ὁ εἰπών· Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγ‐
5μένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἰ δὲ ἐν μέσῳ δύο ἁγίων καὶ τριῶν ἔρχεται, πολλῷ μᾶλλον ἐν γενεᾷ δικαίων εὑρίσκεται, ὅπου ἡ ἄμαχος ζωή, ὅπου ἡ ἄλυπος δια‐ γωγή, ὅπου ἡ ἀθάνατος ἀνάπαυσις, ὅπου ἡ ἀμέριστος κληρονο‐ μία, ὅπου ἡ ἀδιάδοχος βασιλεία, ἐφ’ ἣν ὁ Χριστὸς καλεῖ λέγων·
10Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ...

26

t

In Psalmum XIV Homilia I Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου. Ψαλ‐ μὸς τῷ Δαυὶδ ιδ.

26

.

1

Καλὸς ὁ τοῦ προφήτου ψαλμός· τῆς γὰρ ψυχῆς ἐστιν ἁγιασ‐ μός. Καλὸν τὸ τοῦ ψαλμοῦ μέλος· κατὰ δαιμόνων γὰρ δείκνυται ὀξύτατον βέλος, καὶ οὐχ οὕτως ἔλαφοι τὰ βέλη φεύγουσιν ὡς τοὺς ψαλμοὺς τοῦ Δαυὶδ οἱ δαίμονες. Ἐλάμβανε Δαυὶδ τὴν
5κινύραν καὶ ἔψαλλε, καὶ ἀφίστατο ἀπὸ Σαοὺλ τὸ πνεῦμα τὸ πονηρόν, καὶ ἀναχωρῶν ὁ δαίμων ἔπιπτεν ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ. Καλὴ ἡ τοῦ Δαυὶδ
κιθάρα· τῆς γὰρ ψυχῆς ἐστι παραμυθία. Καλὴ ἡ τοῦ ποιμένος λύρα· νευροῖ γὰρ ἡμῶν τὸν νοῦν πρὸς ἀρετάς. Καλὸς ὁ τοῦ ποι‐
10μένος καὶ βασιλέως προφητικὸς αὐλός· ἔχει γὰρ κάλαμον τὴν γλῶσσαν καὶ πνεῦμα τὸν παράκλητον καὶ φθόγγον τὸν λόγον καὶ μέλος τὴν σώφρονα ἡδονὴν καὶ ἁρμονίαν τὴν προφητείαν

26

.

2

καὶ ὄχημα τὸ ἄνωθεν χάρισμα. Ἐπεὶ οὖν εἰς πνευματικὸν θέατρον καὶ οὐρανίων λόγων ἀκροατήριον συνεδράμετε, διὰ ταῦτα ὁ θεορήτωρ καὶ θεολόγος καὶ θεοδίδακτος μουσικός, ὁ μακάριος Δαυίδ, ἦλθεν ὡς τοῦ λαοῦ παιδευτὴς καὶ ἐρωτᾷ τὸν
5θεὸν ὡς μαθητής· Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Σκήνωμά σου βασιλικὸν ὡς ἐν ἀγρῷ τῷ κόσμῳ τὴν ἐκκλη‐ σίαν ὁρῶ. Ἀλλ’ ἐπειδὴ πολλοῦ τιμήματος ἐκτήσω τὴν σκηνήν— τὸ γὰρ τίμιον αἷμά σου δεδωκὼς ἔλαβες τὸ σκήνωμα, καὶ τὴν πλευρὰν ἀνοίξας, τὴν θήκην τῆς ἐνθήκης, τὸν μάρσιπον τῆς
10θεότητος, τὴν κιβωτὸν τοῦ ἁγιάσματος, καὶ τὴν λόγχην ὡς κλεῖδα ἐμβαλὼν ἐν τῇ κιβωτῷ, ἐμβαλὼν δὲ οὐ κακουργῶν, ἀλλὰ συγχωρῶν ἐκ τοῦ πατρῴου θησαυροῦ ἔδωκας τὸ τίμημα—ἐπεὶ οὖν πολλοῦ τιμήματος ἠγοράσθη σου ἡ σκηνή, καὶ πολύτιμος οὖσα ἔχει καὶ παράδεισον τῶν θεοπνεύστων γραφῶν, πάροικοι
15δὲ καὶ νέοι ἐν ἀποκρύφοις σου γέγοναν οἱ νεοφώτιστοι, δίδαξον αὐτοὺς δι’ ἐμοῦ, δέσποτα, ὁποῖος εἶναι ὀφείλει ὁ σὸς πάροικος,

26

.

3

ἵνα μαθόντες σου τὸν σκοπὸν εὐάρεστοι γένωνται. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Τίς; [Ὁ] ἐναρίθμιος γενόμενος τῆς ποίμνης σου τῆς καλῆς καὶ τὴν σφραγῖδα λαβὼν τοῦ ἁγίου πνεύματος καὶ τῷ ἀνθηρῷ αἵματι τοῦ ποιμένος Χρισ‐
5τοῦ μιλτωθείς. Μὴ σπιλώσῃ τὴν ἀνθηρὰν σφραγῖδα ὑγροπίσσῃ ποίᾳ, μετὰ τῶν ἄλλων αἱρέσεων τῇ Ἀρείου καὶ Εὐνομίου πίστει ὑγραινομένῃ τῷ βαπτίσματι, τῇ ὑγραινομένῃ κόλλῃ, τῷ δυσαπο‐ νίπτῳ σπίλῳ; Εἶχόν ποτε κἀκεῖνοι ὡς πρόβατα λευκὸν τὸν πόκον
καὶ τὴν σφραγῖδα ἀνθηράν. Ἀλλ’ ἕως τότε λευκὸν τὸν πόκον
10ἐτήρουν ἕως εἶχον τὸ τῆς ἐκκλησίας βάπτισμα, καὶ ἕως τότε ἡ σφραγὶς αὐτῶν τὴν ἀνθηρότητα τοῦ αἵματος Χριστοῦ ἔφερεν ἕως οὗ ἐσφραγισμένην ἐτήρουν τὴν περὶ τοῦ βαπτίσματος διάταξιν. Ἀφ’ οὗ δὲ τὰς τρεῖς καταδύσεις εἰς μίαν συνέστειλαν, τριάδος ἑτεροουσίου παράσιτοι γέγοναν· ὡς γὰρ ἐκείνοις τὸ δόγμα
15ἑτεροούσιον, καὶ τούτοις τὸ βάπτισμα. Ἵνα οὖν καὶ οἱ νέοι σου πάροικοι οἱ νεοφώτιστοι ὡς πρόβατα φύγωσι τοὺς προβατο‐ μόρφους θῆρας, τοὺς ἐνδύμασι προβάτων πλανῶντας τὰ πρό‐

26

.

4

βατα, νόμους, δέσποτα, δίδαξον τοὺς παροίκους σου. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Τίς καταφρονήσει τῆς τοῦ βίου φαντασίας; Τίς τὰ ἡδέα τοῦ κόσμου φύγῃ ὡς Μωυσῆς τὰ βασίλεια; Τίς μᾶλλον ἑλεῖται συγκακουχεῖσθαι τῷ λαῷ τοῦ
5θεοῦ διωκόμενος ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, δόμασι καὶ ἀξιώμασι κολακευόμενος; Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Τίς ὡς πάροικος ἐν χωρίῳ ἀκενόδοξον βίον ἀσπάσεται; Τίς παραιτήσεται τὰ ἄδικα χρήματα, ἵνα φύγῃ τὰ ἐγκλήματα; Γέγραπται δὲ καὶ ἐν τῷ Ἰώβ· Πλοῦτος συναγό‐
10μενος ἀδίκως ἐξεμεθήσεται ἐκ κοιλίας αὐτο. Τίς ἀπο‐ τάξεται τῇ τοῦ κόσμου ματαιότητι καὶ συντάξεται τῇ τοῦ θεοῦ ἀγάπῃ λέγων· Συντάσσομαι τῷ Χριστῷ; Τίς εἴπῃ μετὰ Παύλου· Ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμ. Τίς ἐρρῶσθαι

26

.

5

πᾶσιν εἰπὼν ἀκολουθήσει τῷ Χριστῷ; Κύριε, τίς παροι‐ κήσει ἐν τῷ σκηνώματί σου καὶ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Ἴδωμεν δὲ πρῶτον καθ’ ἱστορίαν τί τὸ σκή‐ νωμα καὶ τί τὸ ὄρος. Σκήνωμα τοῦ θεοῦ ἐκαλεῖτο ἡ σκηνὴ τοῦ
5μαρτυρίου ἣν ἔπηξεν ὁ Μωυσῆς, ὄρος δὲ θεοῦ ὁ ναὸς ὃν ᾠκοδό‐ μησεν ὁ Σολομῶν. Καὶ ὅτι σκήνωμα τοῦ θεοῦ ἐλέγετο ἡ Μωσαϊκὴ σκηνὴ ὡς οἶκος θεοῦ καὶ ναός, γέγραπται ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν· Καὶ εἰσῆλθον Ἑλκανᾶ καὶ Ἄννα εἰς τὸν οἶκον κυρίου ἐν Σηλών, καὶ τὸ παιδάριον Σαμουὴλ ἦν μετ
10αὐτῶν. Καὶ μὴν ὁ ναὸς καὶ ὁ οἶκος οὐδέπω ᾠκοδόμητο, ἡ σκηνὴ δὲ Μωυσέως ἦν ἐν τῇ Σηλώμ. Καὶ πάλιν· Καὶ Σαμουὴλ ἐκάθευ‐ δεν ἐν τῷ ναῷ τοῦ θεο, ναὸν δὲ θεοῦ λέγων τὴν σκηνήν, ὥστε σκηνὴ κυρίου ἐλέχθη εἶναι ἡ σκηνὴ ὡς οἶκος θεοῦ καὶ ναός. Ὅτι δὲ ὄρος ἐλέγετο ὁ τοῦ κυρίου ναὸς ὃν ἔκτισε Σολομών, γέ‐
15γραπται· Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου

26

.

6

καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ. Καὶ ταῦτα μὲν ἡ ἱστορία. Ἴδωμεν δὲ καὶ κατὰ θεωρίαν τί τὸ σκήνωμα καὶ τί τὸ ὄρος τοῦ θεοῦ καὶ πῶς δεῖ πρῶτον παροικῆσαι ἐν τῷ σκηνώ‐ ματι καὶ οὕτω κατασκηνῶσαι ἐν τῷ ὄρει τοῦ θεοῦ. Ἡ τοῦ Μωυ‐
5σέως σκηνὴ καὶ ὁ τοῦ Σολομῶντος ναὸς εἰκόνας καὶ τύπους ἔφερον τῶν δύο ἐκκλησιῶν τοῦ Χριστοῦ, τῆς ἐν κόσμῳ καὶ τῆς ἐν οὐρα‐ νοῖς. Τῆς ἐν κόσμῳ ἐκκλησίας εἰκὼν ἡ τοῦ Μωυσέως σκηνή, καὶ τῆς ἐν οὐρανοῖς ἐκκλησίας εἰκὼν ὁ ἐν τῷ ὄρει ναός. Δύο ἐκκλησίαι τῷ ἀριθμῷ, μία δὲ τῷ τῆς πίστεως ῥυθμῷ. Περὶ τῆς ἐν τῷ κόσμῳ
10ἐκκλησίας ἔλεγεν ὁ κύριος· Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδο‐ μήσω μου τὴν ἐκκλησίαν. Καὶ περὶ τῆς ἐπουρανίου ἐκκλησίας εἶπεν ὁ ἀπόστολος· Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανί, καὶ μυριάσιν

26

.

7

ἀγγέλων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ὥσπερ οὖν ἡ τοῦ Μωυσέως ἐν τῇ ἐρήμῳ σκηνὴ καλύβη ἦν συνακτή, ἥνπερ παπυλεῶνα Ῥωμαῖοι ἐκάλεσαν, καὶ τόποις ἀπὸ τόπων συνεχῶς
μετήγετο καὶ παροίκους ἐποίει τοὺς ἐν αὐτῇ συναγομένους, οὕτω
5καὶ ἡ ἐπὶ γῆς ἐκκλησία τοῦ Χριστοῦ σκηνή ἐστιν ἐν ἐρήμῳ τῷ βίῳ ἐκλάμπουσα. Καὶ διὰ τί σκηνή; Ἐπειδὴ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Διὰ τί σκηνή; Διὰ τὸν εἰπόντα· Ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. Διὸ καὶ ἡ ἐκκλησία σκηνὴ ἣν ἔπηξεν ὁ
10κύριος καὶ οὐκ ἄνθρωπος, καὶ ὡς παροικίαν τὸν κόσμον ἀσπάζεται καὶ ὡσεὶ σκηνὴ τόποις ἐκ τόπων ἐν τοῖς διωγ‐ μοῖς μετανίσταται. Διὰ τί; Διὰ τὸν εἰπόντα· Ἐὰν διώκωσιν ὑμᾶς, ἐκ τῆς πόλεως ταύτης φεύγετε εἰς τὴν ἄλλην. Ἀλλὰ τόπους ἀλλάσσει, τοὺς δὲ τρόπους φυλάσσει· ἀπὸ πόλεως
15εἰς πόλιν φεύγει, ἀπὸ εὐσεβείας εἰς ἀσέβειαν οὐ καταφεύγει.

26

.

8

Ὥσπερ οὖν ἡ τοῦ Μωυσέως σκηνὴ ὧδε κἀκεῖ μετήγετο καὶ πολλῶν τόπων πάροικος ἐγίνετο, ὁ δὲ τοῦ Σολομῶντος ναὸς ἐν ὄρει θεμελιωθεὶς εἰς ἕνα τόπον εἱστήκει, ἀσάλευτος καὶ ἀδόνητος ἕως ἦν ναὸς θεοῦ, οὕτω καὶ ἡ ἐπὶ γῆς ἐκκλησία
5τοῦ Χριστοῦ ὡς ἐν παροικίᾳ διάγουσα παροίκους ποιεῖ τοὺς εὐσεβεῖς, ἡ δὲ ἄνω ἐκκλησία τῶν πρωτοτόκων ἐν οὐρανοῖς οὐκ ἔχει παροίκους ἐκεῖ, ἀλλὰ κατοίκους τοὺς θεοφιλεῖς. Ἐκεῖ οὐκ εἰσὶ πάροικοι· οὐδὲ γὰρ διωγμὸς ἐκεῖ. Εἷς πολίτης ἐκεῖ ὡς πάροικος ἐστασίασε, καὶ ἐρρίφη ὡς ξένος καὶ ἀλλότριος
10θεοῦ, καὶ σὺν αὐτῷ οἱ αὐτῷ ἑπόμενοι δαίμονες· Ἐκεῖθεν ἔρριψέ σε τὰ Χερουβίμ, ἔλεγε περὶ τοῦ διαβόλου ὁ Ἰεζεκιήλ. Ἐπεὶ οὖν ἡ ὧδε ἐκκλησία ὡς σκηνή ἐστιν ἐν παροικίᾳ, ἡ δὲ ἄνω ἐκκλησία πόλις ἐστὶν ἐν ἀσφαλείᾳ, καὶ δεῖ πρῶτον ἐν ταύτῃ παροικῆσαι καὶ οὕτως ἐν ἐκείνῃ κατασκηνῶσαι, διὰ τοῦτο τὸν
15ἄξιον ὁ Δαυὶδ ἐπιζητῶν ἐρωτᾷ· Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει

26

.

9

τῷ ἁγίῳ σου; Ἀλλὰ πάντως ἐρεῖς· Καὶ πῶς παροικοῦμεν
τὴν ὧδε ἐκκλησίαν; Πῶς; Ἄκουσον. Ὥσπερ ὁ πάροικος εἰς τὸ κτῆμα εἰσελθὼν πάλιν εἰς ἄλλο κτῆμα μεθίσταται, τοῦ δεσπότου θέλοντος, οὕτως ἡμεῖς διὰ βαπτίσματος εἰς τὴν ἐκκλησίαν εἰσερ‐
5χόμενοι πάλιν διὰ θανάτου μεθιστάμεθα, καὶ ἐκκλησίαν εὑρόντες ἐκκλησίαν ἀφίεμεν, καὶ ἐν αὐτῇ παροικήσαντες ἐξ αὐτῆς λαμβα‐ νόμεθα, καὶ ὡς πάροικοι ἀπὸ κτήματος εἰς κτῆμα, ἀπὸ τῆς κάτω ἐκκλησίας εἰς τὴν ἄνω μεταγόμεθα. Καὶ οἱ κάτω πάροικοι ἄνω πολῖται καὶ κάτοικοι, καὶ οἱ ὧδε ὡς πάροικοι διωκόμενοι ἐκεῖ ὡς
10φίλοι καὶ κληρονόμοι ἀναπαυόμενοι. Δεῦτε γάρ, φησίν, οἱ εὐλο‐ γημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοι‐ μασμένην ὑμῖν βασιλείαν. Ἐπεὶ οὖν τὴν ὧδε ἐκκλησίαν παροικοῦμεν, τὴν δὲ ἄνω κατοικοῦμεν, τὸν τῆς ὧδε παροικίας καὶ τῆς ἄνω κατοικίας ἄξιον ἐπιζητῶν ἐρωτᾷ· Κύριε, τίς παροι‐

26

.

10

κήσει ἐν τῷ σκηνώματί σου; [Ἡ δικαιοσύνη ἐκ πολ‐ λῶν συγκροτεῖται ἀρετῶν, καὶ μία πρακτικὴ ἀρετὴ δικαιοσύνην οὐ ποιεῖ, ὡς οὐδὲ μία σανὶς πλοῖον ἐξαρτίζει, οὐδὲ εἷς λίθος οἰκίαν. Μόνη ἀρετὴ μία δικαιοῖ, ἡ πίστις, ἡ κορυφὴ τῶν ἀρετῶν· Ἐπί‐
5στευσεν Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιο‐

26

.

11

σύνην, καὶ Δικαιωθέντες οὖν ἐκ πίστεως. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου καὶ τίς κατασκη‐ νώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; Καὶ ἔστι διαφόρως τὸ σκη‐ νῶσαι. Σκηνὴ δὲ καὶ ὁ βίος καὶ ὄρος ὁ οὐρανός. Σκήνωμα καὶ τὸ
5γράμμα τῶν θείων γραφῶν καὶ ὄρος ὁ ἐν αὐτοῖς νοῦς. Σκήνωμα καὶ ὁ νόμος καὶ ὄρος τὸ εὐαγγέλιον. Σκήνωμα καὶ τὸ τοῦ κυρίου σῶμα καὶ ὄρος ἡ θεότης. Ἅτινα ὅπως δεῖ παροικεῖν καὶ κατοι‐

26

.

12

κεῖν, ὁ καιρὸς λέγειν οὐ συγχωρεῖ.] Ἐπεὶ οὖν ἠρώτησεν ὁ μακάριος Δαυὶδ τίς ὁ παροικῶν ἐν τῷ σκηνώματι καὶ τίς ὁ ἐν τῷ ὄρει κατασκηνῶν, ἀκούει λέγοντος τοῦ ἁγίου πνεύματος· Ἠρώτησας, ὦ μακάριε προφῆτα, τίς ὁ ἄξιος πάροικος καὶ κάτοι‐
5κος; Μάθε ὁποῖος ὀφείλει εἶναι· γράφω σοι τὸν ἄνδρα τῷ λόγῳ, ἵνα εὕρῃς ὃν ζητεῖς· Πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην. Καὶ τίς οὗτος; Ὁ τὴν ἄμωμον τοῦ θεοῦ ὁδὸν ὁδεύων· Ὁ θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτο. Ὁ μῶμον ἁμαρ‐ τίας μὴ ἔχων. Καὶ ὅτι μῶμος ἡ ἁμαρτία, λέγει ἡ γραφὴ περὶ τοῦ
10ψεύδους· Πονηρὸς μῶμος ἐν ἀνθρώπῳ τὸ ψεῦδος. Μῶ‐ μος καὶ ἡ πορνεία· οὕτως ἐλέγετο πρὸς τὸν Σολομῶντα τῇ πράξει μεθύοντα· Καὶ ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου, καὶ τὰ τοιαῦτα. Πορευόμενος ἄμωμος. Ὥσπερ δὲ ὁ μῶμον καὶ σπῖλον ἔχων ἐν τῇ ὄψει ἐγγὺς βασιλέως ἢ ἄρχοντος οὐκ ἔρχεται, οὕτως ὁ κλέπ‐
15της ἢ ὁ ψευδόμενος ἐγγίσαι θεῷ οὐ δύναται. Διὰ τί; Ἐπειδὴ Καθαρὸς ὁ ὀφθαλμὸς αὐτοῦ τοῦ μὴ ὁρᾶν πονηρ, καὶ Οὐ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν

26

.

13

σου. Πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιο‐ σύνην. Ἔκκλινον γὰρ ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. Καὶ τίς ὁ ἐργαζόμενος δικαιοσύνην; Τίς ὁ λαλῶν ἀλήθειαν μετὰ τοῦ πλησίον; Ὃς τῇ καρδίᾳ ἐστὶ καθαρός. Ὁ μὴ δολώσας
5τῇ γλώσσῃ αὐτοῦ ὡς ὁ Ναθαναήλ· Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. Ὁ μὴ ποιήσας τῷ πλησίον αὐτοῦ κακόν,
ὡς τῷ Ναβουθὲ ὁ Ἀχαάβ. Ὁ μὴ ὀνειδίσας τὸν ἔγγιστα, ὡς ὁ Φαρισαῖος τὸν τελώνην, μηδὲ ὀνειδισθεὶς ἐπὶ τοῖς ἔγγιστα, ὡς ὁ Ἠλεὶ ἐπὶ τοῖς υἱοῖς. Ὁ ἐξουδενώσας τοὺς πονηρούς, ὡς ὁ Ἠλίας
10τοὺς ἱερεῖς τοῦ Βάαλ. Ὁ τοὺς φοβουμένους τὸν κύριον δοξάζων, ὡς τοὺς ἑκατὸν προφήτας ὁ Ἀβδιού. Ὁ ὀμόσας τῷ πλησίον καὶ μὴ ἀθετήσας, ὡς τῷ Ἀβιμέλεχ ὁ Ἀβραὰμ καὶ τῷ Ἰωνάθαν ὁ Δαυίδ. Ὁ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ μὴ δούς, ὡς ὁ Ζακχαῖος καὶ ὁ Κορνήλιος. Ὁ δῶρα ἐπ’ ἀθῴοις μὴ λαβών, ὡς οὐδὲ ὁ Πέτρος
15τὰ τοῦ Σίμωνος. Ὁ μὴ ποιήσας ταῦτα καὶ μὴ σαλευθείς, ὡς ὁ Παῦλος ἐν τοῖς διωγμοῖς. Ἐὰν ἴδῃς τοιοῦτον, ὦ Δαυίδ, εὗρες ὃν

26

.

14

ζητεῖς· Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτο. Ἀλλὰ πάντως ἐρεῖ τίς· Καὶ ἔστιν ὅλως τοιοῦτος εὑρισκόμενος ἄνθρωπος; Ἔστιν ὄντως ὁ μακάριος Ἰώβ, ὁ πολυνίκης ἀθλητής, ὁ τοῦ διαβόλου κονδυλιστής· Καὶ ἦν, φησίν, ὁ ἄνθρωπος ἐκεῖνος
5ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακο. Ἅρμοσον τοίνυν ἓν τῷ ἑνί· Τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; Πορευόμενος ἄμωμος· ὁ Ἰὼβ ἄμεμπτος. Καὶ ἐργαζόμενος δικαιοσύνην· δίκαιος. Λα‐ λῶν ἀλήθειαν ἐν καρδί· ἀληθινός. Ὃς οὐκ ἐδόλωσεν
10ἐν γλώσσῃ αὐτοῦ θεολογῶν· θεοσεβής. Καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν· ἀπεχόμενος ἀπὸ παντὸς κακο. Εἶδες πῶς προενεδύσατο ὁ Ἰὼβ τὸν ψαλμόν, ὡς καὶ ὁ Δαυίδ, ὅλον.

26

.

15

Ἢ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; Πολλοὶ γὰρ παρῴκησαν ἐν τῇ ἐκκλησίᾳ, ἀλλ’ ἐπεὶ μὴ ἕως τέλους παρῴ‐ κησαν, ἀλλὰ παρέβησαν, διὰ τοῦτο εἰς τὸ ὄρος οὐ κατεσκήνωσαν.
Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτο· ὁ τὴν ἀλήθειαν ὡς
5παρθένον καὶ νύμφην κατὰ ψυχὴν ἀγαπῶν, ὁ ὡς μητέρα καὶ βασιλίδα ταύτην ἐντίμως ὁρῶν, ὁ λαλῶν ἀλήθειαν μετὰ τοῦ

26

.

16

πλησίον αὐτοῦ. Ἀλλ’ ἵνα μή τις εἴπῃ· Τί οὖν; Βλάπτομαι ἐν διωγμῷ, ἐὰν εἴπω τὸ ψεῦδος, ἐν τῇ καρδίᾳ τὴν ἀλήθειαν λαλῶν; Ἐπειδὴ γέγραπται· Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτο, ἠσφαλίσατο τὸν λόγον τῇ ἐπαγωγῇ εἰπὼν οὕτως· Ὃς οὐκ
5ἐδόλωσεν ἐν γλώσσῃ αὐτο. Μὴ ὡς ἐν τάφῳ τῇ καρδίᾳ θάψῃς τὴν ἀλήθειαν μηδὲ ὡς ἀποθανοῦσαν εἰς μνημεῖον ἀπόκλειε, ἀλλὰ ὡς ζῶσαν καὶ βασιλεύουσαν προϊέναι τὰς πύλας τῶν αἰσθή‐ σεων δίωκε. Κρυπτομένης γὰρ ἀληθείας, τὸ ψεῦδος τυραννεῖ καὶ ὡς ἀδέσποτα χωρία τὰς ψυχὰς ληΐζεται· ἀληθείας δὲ στρατη‐
10γούσης, τὸ ψεῦδος κεῖται νεκρόν. Ὥσπερ γὰρ τὸ σκότος φωτὶ καταπίνεται, οὕτω καὶ τὸ ψεῦδος τῇ ἀληθείᾳ θάπτεται. Λαλῶν ἀλήθειαν μετὰ τοῦ πλησίον αὐτοῦ, ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτο· οὐδὲ γὰρ ὁ προδότης ἐν γλώσσῃ ἐβάστασεν,

26

.

17

ἀλλὰ τὸν δόλον ὡς ἰὸν ἀπέπτυσεν. Φύγωμεν, ἀδελφοί, τὸν δόλον ὡς θανάσιμον φάρμακον. Δόλος τὸν ὄφιν ὁπλίσας ἐπικατά‐ ρατον ἐποίησε. Δόλος τὴν μητέρα τοῦ γένους ἡμῶν ἔρημον κατέ‐ στησε. Δόλος τὸν Κάϊν τρέμειν καὶ στένειν παρεσκεύασε. Δόλος τὸν
5Ἄβελ ὡς θηρίον ἀρνίον ἐσπάραξε. Δόλος δέκα ἀδελφοὺς κατὰ τοῦ ἑνὸς ὥπλισε, τοὺς δὲ πράτας προσκυνητὰς τοῦ πραθέντος ἔδειξε, καὶ ὃν διὰ δόλον ὡς δοῦλον ἐπώλησαν, τοῦτον διὰ φόβον ὡς δεσπότην προσεκύνησαν. Δόλος τὸν μαθητὴν προδότην ἐποίησε καὶ τὸν ἀπόστολον θεοῦ πράτην ἀπότομον ἔδειξεν.
10Ἀλλ’ ὁ μὲν θεὸν πωλήσας ἀγχόνην ἠγόρασεν, ὁ δὲ πραθεὶς θεὸς τὸν κόσμον ἐξηγόρασεν, ῥήξας τὸ καθ’ ἡμῶν χειρόγραφον ἐπὶ τοῦ σταυροῦ καὶ ἐλευθερώσας ἡμᾶς τῆς τοῦ διαβόλου τυραν‐ νίδος καὶ τῆς ἐπουρανίου αὐτοῦ καὶ θείας βασιλείας μετόχους ἡμᾶς καὶ κληρονόμους ἀπεργασάμενος χάριτι καὶ φιλανθρωπίᾳ τῇ
15αὐτοῦ· ὅτι αὐτῷ πρέπει τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.

27

t

In Psalmum XIV Homilia II Εἰς τὸν αὐτὸν ιδ ψαλμόν.

27

.

1

Ἔργοις ὁμοῦ καὶ λόγοις πεπλήρωται τὸ παρὰ τοῦ κυρίου λεχθέν· Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· κρούετε, καὶ ἀνοι‐ γήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε. Τοῦτο εἰδὼς ὁ μα‐ κάριος Δαυίδ, ᾔτησε καὶ ἔκρουσε καὶ ἐζήτησε, καὶ εἰς τὰ τρία ἐπέ‐
5τυχεν. Ἤιτησεν ἄφεσιν ἁμαρτιῶν εἰπών· Ἄφες πάσας τὰς ἁμαρτίας μου, καὶ ἤκουσε· Καὶ κύριος ἀφῆκε τὸ ἁμάρτημά σου, πᾶν ἁμάρτημα ὡς ἕν. Καὶ λαβὼν τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἔλεγεν εὐχαριστῶν· Σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Ἔκρουσε τὰς πύλας τῆς δικαιοσύνης εἰπών· Ἀνοίξατέ μοι
10πύλας δικαιοσύνης, καὶ ἠνοίγησαν αὐτῷ αἱ πύλαι καὶ εἶδεν ἐν ταῖς πύλαις τῶν προφητῶν τὴν μονογενῆ τοῦ πατρὸς πύλην, τὴν λέγουσαν· Ἐγώ εἰμι ἡ θύρα, ἐν ταῖς πολλαῖς τὴν μίαν πύλην. Καὶ θαυμάσας ἔλεγεν· Αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτ. Ὡς οὖν ᾔτησε καὶ ἔκρουσε
15καὶ εἰς τὰ δύο ἤνυσε, διὰ τοῦτο καὶ τὸ τρίτον ἐξῄτησε καὶ ζητήσας εὗρεν. Ἐρωτήσας γάρ· Τίς παροικήσει ἐν τῷ σκηνώ‐ ματί σου; εὗρεν, ὃ ἐζήτησεν ἀκούσας. Τίς παροικήσει θέλεις μαθεῖν; φησίν· Ἄκουε· Πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος

27

.

2

δικαιοσύνην. Ψαλμὸς τῷ Δαυίδ. Καὶ διὰ τί οὐ περιέχει εἰς τὸ τέλος; Ἐπειδὴ περὶ δικαιοσύνης καὶ τῶν λοιπῶν ἀρετῶν διδάσκει· ὁ δὲ περὶ δικαιοσύνης καὶ ἀρετῶν διδάσκων οὐκ ὀφείλει εἰς τὸ τέλος τῆς ζωῆς παραινεῖν ταύτας κτᾶσθαι, ἀλλ’ ἐξ ἀρχῆς,
5ἐξ αὐτῶν τῶν σπαργάνων καὶ ἐξ ἁπαλῶν ὀνύχων συναναστρέφε‐ σθαι ταύταις. Οὐδεὶς γὰρ τῷ παιδίῳ παραινῶν καὶ νουθετῶν αὐτῷ λέγει· Σώφρων γενοῦ εἰς τὸ τέλος· φρόνιμος γενοῦ, δίκαιος γενοῦ εἰς τὸ τέλος, ἀλλ’ ἐξ ἀρχῆς παιδαγωγεῖ πρὸς τὸν σώφρονα βίον καὶ θεμέλιον αὐτῷ ἀπὸ παιδόθεν ἐναποτίθεται τὸν τοῦ
10θεοῦ φόβον. Καὶ τούτου μάρτυς ἡ πεῖρα. Προσφέρει τις παιδίον ὑπομάζιον βαπτισθῆναι, καὶ εὐθέως ὁ ἱερεὺς τὴν ἀβέβαιον ἡλικίαν ἀπαιτεῖ συνταγὰς καὶ συγκαταθέσεις, καὶ ἐγγυητὴν τοῦ ἀφήλικος τὸν ἀνάδοχον λαμβάνει καὶ ἐπερωτᾷ· Ἀποτάσσεται τῷ Σατανᾷ; Καὶ οὐ λέγει· Ἀποτάσσεται τῷ Σατανᾷ εἰς τὸ τέλος; Συντάσσεται
15τῷ Χριστῷ εἰς τὸ τέλος; Ἀλλ’ εὐθέως εἰς τὴν ἀρχὴν τῆς ζωῆς

27

.

3

ἀπαιτεῖ τὰς ἀποτάξεις καὶ συντάξεις. Ἀλλὰ καὶ πᾶς ἀνὴρ προσεύχεται ἵνα ὁ υἱὸς αὐτοῦ καὶ τὸ τέκνον οὐκ εἰς τὸ τέλος τῆς ζωῆς πλουτήσῃ, οὐδ’ ἵνα, ὅταν γηράσῃ, τότε φρόνιμος γένηται, ἀλλ’ ἵνα καὶ πλοῦτος καὶ φρόνησις καὶ ἀξία ἐξ ἀρχῆς αὐτῷ καὶ
5ἐκ νέας ἡλικίας συναναστραφεῖσαι συνοδεύσωσιν αὐτῷ εἰς τὸ τέλος. Διὰ ταῦτα ἔλεγε καὶ ὁ μακάριος Ἰερεμίας· Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν βαρὺν ἐκ νεότητος αὐτο· ἐκ νεότητος καὶ οὐκ εἰς τὸ τέλος, ἐξ ἀρχῆς καὶ οὐκ εἰς τὸ γῆρας. Εἰ γὰρ οὐδεὶς
ὑμῶν θέλει κτήσασθαι γέροντα οἰκέτην, καὶ οὐδεὶς στρατολογῶν
10σφραγίζει γέροντα καὶ πρεσβύτην, ἀνάγκης δὲ στρατηγούσης καὶ βίας ὠθούσης τότε εἰς στρατείαν προχωρεῖ καὶ τὸ γῆρας, πολλῷ μᾶλλον ἡ βασιλεύουσα ἀρετὴ τὴν νεότητα θέλει ὑπὲρ τὸ γῆρας καὶ ὡς παρθένον ἀνύβριστον μᾶλλον τὴν νεότητα οἰκει‐ οῦται, τὰς ἀπαρχὰς τῆς ζωῆς ἑαυτῇ μνηστευομένη. Ἐπεὶ οὖν καὶ
15ὁ προκείμενος ψαλμὸς ἀρετῶν ἐστὶ στήλη—Κύριε, τίς παροική‐ σει ἐν τῷ σκηνώματί σου καὶ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτο, ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτο, καὶ οὐκ ἐποίησε τῷ πλη‐
20σίον αὐτοῦ κακόν—διὰ τοῦτο εἰς τὸ τέλος οὐ περιέχει, ἵνα μὴ τὴν νεότητα προπιὼν τῇ ἁμαρτίᾳ τὸ σαθρὸν γῆρας τῇ ἀρετῇ

27

.

4

τηρήσῃ καὶ τὴν τρυγίαν τῆς ζωῆς τῇ σοφίᾳ κεράσῃ. Ψαλ‐ μὸς τῷ Δαυίδ, νόμος ἀγαθῶν πράξεων μετὰ μέλους καὶ ἡδυφω‐ νίας προσενηνεγμένος. Διὰ τί; Ἵνα τὸ τραχὺ τῆς ἀρετῆς τῷ μέλει τῆς φωνῆς κεράσας εὐπαράδεκτον ἐργάσηται τὴν νουθεσίαν, ἵνα
5τοὺς καταφρονητὰς τῶν τοῦ θεοῦ νόμων γνησίους ἀκροατὰς ποιήσῃ διὰ τοῦ μέλους, ἵνα ὡς καλάμῳ τῷ μέλει καὶ ἰξῷ τῇ μελῳ‐

27

.

5

δίᾳ τὸν ἀκροατὴν ἀγρεύσῃ. Ψαλμὸς τῷ Δαυίδ. Ὁ προ‐ κείμενος ψαλμὸς πολλὴν ἁρμονίαν καὶ συμφωνίαν ἔχει πρὸς τὸν πρὸ αὐτοῦ. Ἐπειδὴ οὖν ἐν ἐκείνῳ πάνδημος ὥσπερ ἀπόφασις κατὰ τοῦ γένους τῶν ἀνθρώπων προεφέρετο καὶ ἐλέγετο· οὐκ
5ἔστι δίκαιος, οὐδὲ εἷς· οὐκ ἦν ἄνθρωπος ὁ εἰπών, ἀλλὰ θεός. Εἰ γὰρ ἄνθρωπος εἰρήκει, ὑπενοήθη ἂν ὅτι ἀγνοῶν ἢ λυπηθεὶς εἶπεν, ἢ ἔχθραν ἀμυνόμενος ἢ ζῆλον ἔχων, ἀλλ’ οὐ κατ’ ἐπίγνω‐ σιν. Οὕτω γὰρ καὶ ὁ Ἠλίας ποτέ, ὡς ζηλωτὴς νομίσας ὅτι μόνος
ὑπελείφθη τῷ θεῷ προσκυνητής, ἔλεγε τῷ θεῷ· Ζηλῶν ἐζήλωσα
10κυρίῳ θεῷ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε υἱοὶ Ἰσ‐ ραήλ· τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προ‐ φήτας σου ἀπέκτειναν ἐν ῥομφαί, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. Καὶ εἶπε κύριος πρὸς αὐτόν· Πορεύου, ἀνάστρε‐
15φε εἰς τὴν ὁδόν σου, ὅτι οὐκ εἶ μόνος. Κατέλιπον γὰρ ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Ἀλλὰ καὶ νῦν οὐκ ἄνθρωπος, ἀλλὰ θεὸς εἶπεν· Οὐκ ἔστι δίκαιος, οὐδὲ εἷς. Κύριος γὰρ ἐκ τοῦ οὐρανοῦ διέκυψε τοῦ ἰδεῖν, οὐχ ἵνα τότε ἴδῃ, ἀλλ’ ἵνα τότε σώσῃ, ἵνα ἃ προεῖπε δείξῃ· οὐκ ἔστιν

27

.

6

ὁ συνιών, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν. Ὁ μακάριος Δαυὶδ φόβου καὶ θάμβους καὶ ἀθυμίας πληρωθείς, ἐν τῷ προκειμένῳ ψαλμῷ ἐπερωτᾷ· Εἰ οὐκ ἔστι δίκαιος, οὐδὲ εἷς, εἰ οὐκ ἔστιν ὁ συνιὼν ἢ ὁ ἐκζητῶν τὸν θεόν, κύριε, τίς παροικήσει ἐν τῷ
5σκηνώματί σου ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Ὡς φαίνεται, ἐγὼ μάτην ἐπεθύμησα σκήνωμα καὶ ναὸν ἐν τῷ ὄρει οἰκοδομῆσαί σοι. Τοσαύτην ἔσχον ἀγρυπνίαν καὶ ἐπιθυμίαν καὶ χαμευνίαν· ὄρθριος ἔμεινα, ὅρκοις ἐμαυτὸν, ἔδησα, ὤμοσα τῷ κυρίῳ εἰπών· Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ
10ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγ‐ μὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ κυρί, σκήνωμα τῷ θεῷ Ἰακώβ; Καὶ οὐκ ἔστι

27

.

7

δίκαιος, οὐδὲ εἷς. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώ‐ ματί σου; Ἐρωτῶ σε περὶ τῶν παροίκων ὡς ἐπίτροπος· ὡς δεσπότης μοι ἀποκρίθητι. Ὁρῶ, δέσποτα, καὶ τὴν ἐκκλησίαν σου, τὴν ἀληθινὴν σκηνήν, ἣν ἔπηξεν ὁ κύριος καὶ οὐκ
5ἄνθρωπος. Ἀλλ’ ἐπειδὴ οἱ μὲν πατριάρχαι ἐτελεύτησαν, οἱ προφῆται ἐκοιμήθησαν, οἱ δίκαιοι ἡρπάγησαν, Ἰουδαῖοι ἐσταύ‐ ρωσαν, Ἕλληνες ἐβλασφήμησαν, αἱρετικοὶ ἐπλανήθησαν, Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Ἀνελάμφθην τῷ ἁγίῳ πνεύματι. Ἔμαθον τίς παροικήσει ἐν τῷ σκηνώματί
10σου. Ὁ λαὸς ἐκεῖνος παροικήσει, ὁ ἐν τῷ πρὸ τούτου ψαλμῷ μνημονευόμενος, ὁ διὰ τὸ ὄνομά σου κατεσθιόμενος βρώσει ἄρτου, περὶ οὗ ἔλεγες· Οἱ κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου. Οἱ κατεσθίοντες οὐ παροικοῦσιν· οἱ κατεσθιό‐ μενοι παροικοῦσι. Πρόβατα γὰρ εἰς αὐλὰς δύνανται αὐλίζεσθαι.
15Σκήνωμα λέγεται καὶ τοῦ κυρίου τὸ σῶμα, πρὸς ὃν ἔλεγε τὸ πνεῦμα· Οὐ προσελεύσεται πρός σε κακ, καὶ μάστιξ οὐκ

27

.

8

ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Ἀλλ’ ἐπειδὴ οὐδεὶς τυφλὸς ἢ χωλὸς ἢ μῶμον ἔχων ἐν ὄψει μένει εἰς τὰ βασίλεια μετὰ τοῦ βασιλέως, ἐρωτήσας ὁ Δαυίδ· Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἀκούει· Πορευόμενος ἄμωμος καὶ ἐργαζό‐
5μενος δικαιοσύνην, ὁ μῶμον ἁμαρτίας μὴ ἔχων, ὁ μὴ ἐσπιλω‐ μένος πορνείᾳ, ὁ μὴ τετραυματισμένος ἐπιορκίᾳ, ὁ μὴ κωλυθεὶς τὴν χεῖρα πρὸς εὐποιΐαν, ὁ μὴ χωλεύων τὸν πόδα πρὸς ἐκκλησίας δρόμον, ὁ μὴ ἀμβλυωπῶν καὶ τὸ ἑτεροούσιον βλέπων. Πορευό‐ μενος ἄμωμος. Εἰ γὰρ τῷ βασιλεῖ Ναβουχοδονόσορ παρειστή‐
10κεισαν νεανίσκοι ἐν οἷς οὐκ ἦν ἐν αὐτοῖς μῶμος, καὶ πᾶσα ἡλικία ἀνθολογουμένη τὰ τῆς νεότητος ἀκροθίνια τῷ βασιλεῖ παρεῖχε, πόσῳ μᾶλλον ὁ τῷ θεῷ ἐγγίζων ὀφείλει ἄμωμος εἶναι; Πορευό‐ μενος ἄμωμος. Ὅτι δὲ μῶμος ἡ ἁμαρτία, γέγραπται περὶ τοῦ ψεύδους 〈· Πονηρὸς μῶμος ἐν ἀνθρώπῳ τὸ ψεῦδος〉 ...

27

.

9

[... καὶ ὁ Δαυίδ· Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ λειτούργει
μοι. Εἶτα ὁ Δαυὶδ καλῶς· Καὶ εἰ ὁ πορευόμενος ἄμωμος μετὰ τοῦ θεοῦ οἰκεῖ, καὶ ἔσομαι ἄμωμος μετ’ αὐτο. Εἶτα πάλιν ὁ Δαυίδ· Εἰ ὁ ἐργαζόμενος δικαιοσύνην μετὰ τοῦ θεοῦ οἰκεῖ,
5ἀμεριμνῶ· Ἐποίησα κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς.

27

.

10

Ἀδικίαν δὲ ἐμίσησα καὶ ἐβδελυξάμην. Λαλῶν ἀλή‐ θειαν ἐν καρδίᾳ αὐτο. Εἶτα ὁ Δαυίδ· Εἰ ὁ λαλῶν ἀλήθειαν, δέσποτα, μετὰ σοῦ οἰκεῖ, τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν
5σου εἶπα, οὐκ ἔκρυψα τὴν ἀλήθειάν σου ἀπὸ συνα‐

27

.

11

γωγῆς πολλῶν. Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐ‐ το. Εἶτα ὁ Δαυίδ· Καὶ εἰ ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ μετὰ σοῦ, δέσποτα, οἰκεῖ, κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με· σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου,

27

.

12

ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου. Καὶ οὐκ ἐποί‐ ησε τῷ πλησίον αὐτοῦ κακόν. Εἶτα καὶ ὁ Δαυίδ· Καὶ εἰ ὃς οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν μετὰ σοῦ, δέσποτα, οἰκεῖ, ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην. Διεπορευόμην
5ἐν ἀκακίᾳ καρδίας μου. Εἰ ἀνταπέδωκα τοῖς ἀνταπο‐ διδοῦσί μοι κακ, μὴ οἰκήσαιμι ὡς φίλος μετὰ σοῦ, ἀλλ’ ἀπο‐

27

.

13

πέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν, καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοῖς ἔγγιστα αὐτο. Εἶτα ὁ Δαυίδ· Καὶ εἰ ὁ μὴ ὀνειδιζόμενος διὰ τοὺς ἔγγιστα μετὰ τοῦ θεοῦ οἰκεῖ, καὶ τοῦτο
5κατώρθωσα· Τὸν καταλαλοῦντα λάθρᾳ τῶν πλησίον αὐτο, τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδί, τούτῳ οὐ συνήσθιον. Πορευόμενος ἐν ὁδῷ ἀμώμ, οὗτός μοι ἐλειτούργει. Οὐ κατῴκει ἐν
μέσῳ τοῦ οἴκου μου ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα
10οὐ κατεύθυνεν ἐνώπιόν μου. Μὴ ὠνείδισα τοὺς ἔγγιστα,

27

.

14

πάντας τοὺς μὴ δυνηθέντας πατάξαι τὸν Γολιάθ; Ἐξουδέ‐ νωται ἐνώπιον αὐτοῦ πονηρευόμενος. Εἶτα ὁ Δαυίδ· Εἰ ὁ ἐξουδενῶν τοὺς πονηρούς, κύριε, ἐν τῷ ὄρει σου κατασκηνοῖ, τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς
5σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσησα αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι. Ἐξουδένωσα γὰρ αὐτοὺς εἰπών·

27

.

15

Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον. Τοὺς δὲ φοβουμένους τὸν κύριον δοξάζει. Εἶτα ὁ Δαυίδ· Εἰ καὶ ὁ δοξάζων τοὺς φοβουμένους σε, κύριε, μετὰ σοῦ οἰκεῖ, ἐγγισά‐ τωσάν μοι οἱ φοβούμενοί σε, ἵνα κατὰ πρόσωπον αὐτοὺς δοξάσω
5λέγων· Μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον.

27

.

16

Δόξα αὕτη ἐστὶ πᾶσι τοῖς ὁσίοις αὐτο. Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν. Εἶτα ὁ Δαυίδ· Καὶ τοῦτο κατώρθωσα· Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. Ὤμοσα καὶ τῷ πλησίον
5μου τῷ Ἰωνάθαν τοῦ μὴ ἐξολοθρεῦσαι τὸ σπέρμα αὐτοῦ μετ’ αὐτόν, καὶ οὐκ ἠθέτησα αὐτόν. Μετὰ γὰρ τὸν αὐτοῦ καὶ τὸν τοῦ πατρὸς αὐτοῦ Σαοὺλ θάνατον, ὅτε οἱ Γαβαωνῖται, διὰ τὴν ἐπιορ‐ κίαν τὴν κατ’ αὐτῶν γενομένην ἐπὶ τοῦ Σαούλ, τὸ σπέρμα τοῦ Σαοὺλ ἐκκόψαι ἠθέλησαν κατὰ θεοῦ ψῆφον, τότε ὁ Δαυὶδ τοὺς
10ἀπογόνους τοῦ Ἰωνάθαν, ἐγγόνους ὄντας τοῦ Σαούλ, ἀποκρύ‐ ψας, τὸ λοιπὸν σπέρμα τοῦ Σαοὺλ τοῖς Γαβαωνίταις ἐξέδωκεν. Καὶ ὀμόσας τῷ Ἰωνάθαν ὁ Δαυίδ, τὸν ὅρκον οὐκ ἠθέτησεν.

27

.

17

Καὶ ἐπειδὴ ὅρκου μνήμη, κέχυται δὲ πανταχοῦ νῦν ἡ ἐπιορκία
ὡς ὁμίχλη, δεῦρο μάθε διὰ τὸ σύντομον ἀπὸ ἱστορίας ὅπως μετὰ ἑξακόσια ἔτη ὁ θεὸς ἐξεδίκησε τὸν ὅρκον καὶ ἀπώλεσε τέκνα ἀνα‐ τρέψαντα πατέρων ὅρκους. Ὅτε Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐπολέμησε
5τοὺς εἰκοσιεννέα βασιλεῖς καὶ τὰ πολυάνθρωπα ἔθνη, ἐπέστη καὶ τῷ ἔθνει τῶν Γαβαωνιτῶν. Εἶτα οἱ Γαβαωνῖται εἰς πόλεμον μὲν τῷ Ἰσραὴλ οὐ παρετάξαντο· τέχνην δὲ καὶ δόλον ἀμφιεσάμενοι ἐσοφίσαντο τὸν θάνατον. Ἄρτους γὰρ σεσηπότας καὶ παλαιοὺς ἀσκοὺς βαστάσαντες καὶ ὑποδήματα παλαιὰ φορέσαντες προσ‐
10ῆλθον τῷ Ἰησοῦ λέγοντες· Μηκόθεν πρεσβευταὶ ἀπεστάλημεν, τὸ μὲν πολεμεῖν παραιτούμενοι, τὸ δὲ δουλεύειν ὑμῖν συντιθέμενοι. Εἶτα μάρτυρας δῆθεν τοῦ διαστήματος τὰ ἐφόδια ἐδείκνυον λέγον‐ τες· Τοὺς ἄρτους τούτους θερμοὺς ἐφωδιάσθημεν, καὶ ἰδοὺ κατε‐ σάπησαν. Τὰ αὐτὰ δὲ καὶ περὶ τῶν ἀσκῶν καὶ τῶν ὑποδημάτων
15ἔλεγον. Εἶτα Ἰησοῦς ὁ τοῦ Ναυῆ ἀνακοινοῦται περὶ τῶν Γαβαω‐ νιτῶν τοῖς στρατηγοῖς καὶ τοῖς ἄρχουσι, καὶ ὤμοσαν τοῖς Γαβα‐ ωνίταις μὴ πολεμῆσαι αὐτούς· εἶχε δὲ αὐτοὺς ξυλοκόπους καὶ ὑδροφόρους. Λαβόντες δὲ τὸν ὅρκον οἱ Γαβαωνῖται τότε ὡμολό‐ γησαν τῷ Ἰησοῦ καὶ τοῖς ἄρχουσιν ὅτι οὐκ ἦλθον ἀπὸ διαστή‐
20ματος ποθέν, ἀλλ’ ὅτι ἐντόπιοί εἰσι καὶ αὐτόχθονες. Καὶ ἐπειδὴ

27

.

18

ὤμοσαν αὐτοῖς οἱ Ἰσραηλῖται, οὐκέτι αὐτοὺς ἐπολέμησαν. Τού‐ των οὕτω γενομένων, μετὰ ἑξακόσια ἔτη Σαοὺλ ὁ βασιλεὺς τοῦ Ἰσραὴλ τὸν ὅρκον τῶν πατέρων ἠθέτησεν καὶ τοὺς Γαβαωνίτας ἐπολέμησεν. Καὶ ὠργίσθη πρὸς τοῦτο ὁ θεός, οὐκ ὅτι ἐπολεμή‐
5θησαν οἱ Γαβαωνῖται, ἀλλ’ ὅτι ὁ ὅρκος παρελύθη. Καὶ ἵνα μὴ νόμον λαβοῦσα ἡ παρανομία λυμήνηται τὸν βίον, τὸν πρὸ ἑξα‐ κοσίων ἐτῶν ὅρκον ὡς νέον ἐξεδίκησεν, διδάσκων τῷ πράγματι ὅτι ὁ ὅρκος οὐ παλαιοῦται οὐδὲ σήπεται. Εἶτα, ὁ μὲν Σαοὺλ ἅμα τοῖς υἱοῖς αὐτοῦ πολεμούμενος, ταῖς ἑαυτῶν μαχαίραις ἑαυτοὺς
10περιέπειραν, καὶ τὰς μαχαίρας ἃς ἐγύμνωσαν κατὰ τῶν Γαβαωνι‐
τῶν, ταύταις ἑαυτοὺς διεχειρίσαντο, ἵνα μάθωσιν ὅτι δι’ ὧν τις

27

.

19

ἁμαρτάνει, διὰ τούτων καὶ κολάζεται. Μετὰ δὲ τὸν Σαοὺλ τρία ἔτη λιμὸς ἐγένετο, καὶ λιμὸς καὶ μάχαιρα ἐδήμευε τοὺς ἀθετή‐ σαντας τὸν ὅρκον. Ἐπερωτᾷ ὁ Δαυὶδ τὸν θεὸν τὴν αἰτίαν τοῦ λιμοῦ. Ἀποκρίνεται αὐτῷ ταῦτα τὰ ῥήματα ὁ θεός· Ἐπὶ Σαοὺλ
5καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἡ ἀδικία διὰ τὸ θανάτῳ θανατῶσαι αὐτὸν τοὺς Γαβαωνίτας, οἷς ὤμοσαν οἱ υἱοὶ Ἰσραὴλ μὴ θανατῶσαι αὐτούς. Εἶτα καλεῖ τοὺς Γαβαωνίτας ὁ Δαυὶδ κατὰ θεοῦ κέλευσιν καὶ ἐκδότους αὐτοῖς ἔδωκε τοὺς ἐγγό‐ νους τοῦ Σαοὺλ καὶ ἀπέκρυψε τοὺς τοῦ Ἰωνάθαν υἱούς, ἐπειδὴ
10ὤμοσεν αὐτῷ ζῶντι ὥστε μὴ ἐξολοθρεῦσαι αὐτοῦ τὸ σπέρμα μετὰ θάνατον. Καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτο, τοῦτο λογισάμενος· εἰ τέκνα ἀθετήσαντα πατέρων ὅρκους ὑπὸ θεοῦ ἐξεδόθησαν τῇ ἀπωλείᾳ, τί ἂν ὑπομείνω ἐγὼ τολμήσας ἐπιορκῆσαι; Εἰ οὖν μετὰ ἑξακόσια ἔτη ὁ θεὸς ἐδικαίωσε καὶ
15ἐξεδίκησε τὸν ὅρκον, καὶ ἄλλων ὀμοσάντων ἄλλοι ἀνατρέψαντες ἐτιμωρήθησαν, τί ἂν ὑπομείνωμεν οἱ ὀμνύοντες καὶ ἐπιορκοῦντες;

27

.

20

Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν· τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκ. Καὶ τοῦτο ἐποίη‐ σεν ὁ Δαυίδ, οὐ τοκίζων τὸ ἀργύριον, ἀλλ’ ἐξ ἑαυτοῦ τὸν ναὸν τοῦ θεοῦ κτίζων. Αὐτὸς γὰρ ἔδωκε τὰ χρήματα τῆς οἰκοδομῆς

27

.

21

τοῦ ναοῦ τῷ Σολομῶντι. Καὶ δῶρα ἐπ’ ἀθῴοις οὐκ ἔλαβεν. Καὶ τοῦτο ὁ Δαυὶδ ἐποίησεν. Ὅτε γὰρ αὐτῷ τὴν ἅλωνα καὶ τοὺς βόας προσήνεγκεν ὁ Ὀρνᾶ, ἵνα ἐν μὲν τῇ ἅλωνι τὸν ναὸν οἰκοδομήσῃ, εἰς δὲ ὁλοκαύτωσιν τὰ ζεύγη τῶν βοῶν ἀνε‐
5νέγκῃ, οὐ κατεδέξατο ὁ Δαυὶδ τὰ δῶρα, ἀλλ’ ἔδωκε τὰς ὑπὲρ
αὐτῶν τιμὰς εἰπών· Οὐ μὴ λάβω παρά σου τὰ σὰ δωρεὰν τοῦ προσενέγκαι τῷ κυρίῳ. Οὐκ ἐπεθύμησεν ὡς ὁ 〈...〉 Ναβουθέ, ἵνα

27

.

22

κῆπον λαχάνων ποιήσῃ τὸν ἀμπελῶνα. Ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. Ὅθεν ποιήσας ταῦτα ὁ Δαυὶδ καὶ εὐθηνούμενος ταῖς ἀρεταῖς ἔλεγεν· Ἐγὼ εἶπον ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ἡμέρας

27

.

23

οὐ φοβηθήσομαι, ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σο. Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα ἀνατυποῦντες καὶ ἀναζωγραφοῦντες καθ’ ἑκάστην ἐν τῇ ἡμῶν διανοίᾳ ἅπαντα τὰ ἐν τῷ ψαλμῷ τούτῳ ἀναγεγραμμένα καὶ μὴ δῶμεν τὸ ἀργύριον ἡμῶν ἐπὶ τόκῳ, ἀλλὰ
5σκορπίσωμεν εἰς τὰς τῶν δεομένων χεῖρας, ἵνα λάβωμεν ἑκατον‐

27

.

24

ταπλασίονα ... ... Γένοιτο δὲ πάντας ἡμᾶς ἀσάλευτον καὶ ἀνόλισθον καὶ ἀδιάπτωτον βίον ζῶντας φθάσαι τὴν τῶν οὐρα‐ νῶν βασιλείαν χάριτι Χριστοῦ· ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.]

28

t

In Psalmum XV Εἰς τὸν ιε ψαλμόν.

28

.

1

Ἡ τῶν προφητικῶν ψαλμῶν μνήμη Χριστιανοῖς ἀκατάλυτός ἐστιν ἀρετῶν στήλη. Ἡ εἰς τοὺς ἁγίους μνήμη ἀνεξάλειπτος ἐν ψυχαῖς θεογνωσίας γίνεται στήλη. Μεμνημένοι τοίνυν τοῦ Δαυίδ, ἴδωμεν τὰ τοῦ Δαυίδ. Στηλογραφία τῷ Δαυίδ.
5Καὶ διὰ τί στηλογραφίαν τὴν προκειμένην πραγματείαν ἐπέγρα‐ ψεν ὁ Δαυίδ; Ἐπειδὴ ὡς ἐν ἀσαλεύτῳ καὶ ἀνεξαλείπτῳ στήλῃ θαρρεῖ τῇ περὶ Χριστοῦ προφητείᾳ. Ὥσπερ γὰρ στήλη χαλκὴ ἢ λιθίνη γράμμασιν ἐγκεκολαμμένη καὶ ῥήμασι βασιλικοῖς ἐγγε‐
γλυμμένη οὐκ εὐχερῶς ἀνατρέπεται ἢ ἐξαλείφεται, οὕτω τὰ τοῦ
10προφήτου ῥήματα ἀδιάπτωτα καὶ ἀδιαμάρτητά ἐστι δόγματα· πνεύματος γὰρ ἁγίου εἰσὶ διδάγματα, Χριστοῦ μαθήματα, τοῦ

28

.

2

πατρὸς θεσπίσματα. Στηλογραφία τῷ Δαυίδ. Ὥσπερ γὰρ ὁ ἐπίγραμμα στήλης ἢ ἀνδριάντος ἀναγινώσκων ἀπὸ τῆς στηλογραφίας ἐν ἑαυτῷ ζωγραφεῖ τὸν ἀριστέα καὶ τὸν ἐν τάφῳ κείμενον ἀναχαλκεύει τῇ μνήμῃ καὶ τὸν ἀπὸ τοῦ βίου ὁδεύσαντα
5ἐν τῇ διανοίᾳ φέρει καὶ ὡς παρόντι τῷ ἀπόντι συνοδεύει, οὕτως ἕκαστος ἡμῶν τὴν στηλογραφίαν τοῦ Δαυὶδ ἀναγινώσκων ὡς εἰκόνα τοῦ γράψαντος περιπτύσσεται τὸ γράμμα καὶ ὡς λείψανα τοῦ Δαυίδ, μᾶλλον δὲ ὡς ὅλον τὸν Δαυίδ, μετὰ πόθου περιλαμ‐ βάνει. Εἰ γὰρ ἁγίων λείψανα, τὰ γῆς ἔγγονα καὶ πηλοῦ βλαστή‐
10ματα, πολὺ τίμια, πόσῳ μᾶλλον τὰ τῶν προφητῶν καὶ τοῦ πνεύματος τοῦ ἁγίου ῥήματα, ἀθάνατα ὄντα καὶ εἰς ἀθανασίαν

28

.

3

ἡμᾶς ἄγοντα, [οὐ] περισπούδαστα; Καὶ εἰ ὁ μακάριος Μωυ‐ σῆς τὰ λείψανα καὶ τὰ ὀστᾶ τοῦ Ἰωσὴφ ἔλαβε καὶ τὴν Αἴγυπτον ἐξερχόμενος οὐκ ἀφῆκε τὸν Ἰωσὴφ εἰς τὴν Αἴγυπτον, ἵνα μὴ ὡς εἰς δεύτερον λάκκον τῷ τάφῳ ἐάσῃ τὸ λείψανον τοῦ δικαίου, ἵνα
5μὴ ἡ ἀγνωμοσύνη τῶν ἐγγόνων τὴν ἀπόνοιαν τῶν προγόνων ζηλώσασα τὰ ὅμοια ἐκείνοις ἀντλήσῃ παθήματα—ἐπειδὴ γὰρ τοῖς ἀδελφοῖς ὁ Ἰωσὴφ προεῖπεν· Ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς ὁ θεός, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ’ ὑμῶν, καθάπερ στηλογραφίαν ἀναγνόντες τὴν τοῦ Ἰωσὴφ
10προφητείαν, ὡς ἀπὸ δευτέρου λάκκου τοῦ τάφου τὰ ὀστᾶ αὐτοῦ ἦραν, ἵνα μήτε μετὰ θάνατον ὁ σώφρων Ἰωσὴφ τῇ Αἰγυπτίᾳ γῇ συγκαθεύδῃ ἄκων, ἵνα μήτε ἡ κόνις τῶν ἀκολάστων ἀνδρῶν τὸ ἅγιον σῶμα κατέχῃ, ἵνα μὴ ὀνώδεις καὶ φιλόσαρκοι ἄνθρωποι τὸν τῇ ἁγνείᾳ ὀστεωθέντα καταπατῶσιν—Εἰ οὖν τὸ λείψανον
15τοῦ σώφρονος ὡς σωφροσύνης φυλακτήριον ἀπὸ τοῦ τάφου
ἦραν, πόσῳ μᾶλλον προφητείαν τῆς τοῦ Χριστοῦ ἐπιδημίας προκειμένην ἐπὶ στηλογραφίας δίκαιον καὶ εὔλογον ἐν τῇ ψυχῇ μεταγράψαι, μήτε τὴν στήλην ζημιοῦντας καὶ ἑαυτοὺς ὠφελοῦν‐

28

.

4

τας; Ὡς γὰρ ἡ στήλη μεταγραφομένη οὐ ζημιοῦται τὰ γράμματα, οὕτως ἡ περὶ Χριστοῦ προφητεία τῇ ἑρμηνείᾳ ἀν‐ τλουμένη οὐ μειοῦται τὰ δόγματα. Ἐπεὶ οὖν ἐπιτάφιός ἐστι Χριστοῦ στηλογραφία ἡ τοῦ προκειμένου ψαλμοῦ πραγματεία,
5καὶ τὸ πάθος Χριστοῦ καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν περιέ‐ χει ὡς ἡρμήνευσεν ὁ μακάριος ἀπόστολος Πέτρος, ἴδωμεν τὸν Δαυὶδ τὰ τοῦ Χριστοῦ λαλοῦντα καὶ λέγοντα· Φύλαξόν με,

28

.

5

κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. Ἐξ Αἰγύπτου ἐρρυσάμην καὶ εἰς Αἴγυπτον φεύγω. Ἔμπροσθεν αὐτῶν ἐπορευόμην καὶ ὄπισθεν ἠκολούθουν· ἔμπροσθεν ὡς ὁδηγός, ὄπισθεν δὲ ὡς ποιμήν, ἵνα μήτε ἔμπροσθεν αὐτοῖς τὰ ἔθνη ὡς θηρία ἀπαντήσωσι, μήτε
5ὄπισθεν οἱ Αἰγύπτιοι ὡς κύνες πολλοὶ καταφάγωσι· Περιε‐ κύκλωσαν γάρ με κύνες πολλο· ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. Φύ‐ λαξόν με, κύριε. Εἰ μὴ ἔμπροσθεν αὐτῶν ἐγὼ προῆγον, οὐκ ἂν ἡ θάλασσα ἰδοῦσά με ἔφυγεν· οὐδ’ ἂν ὁ λαὸς εἰς πυθμένα βυθοῦ

28

.

6

εἰσελθεῖν ἐτόλμησεν, εἰ μὴ εἶδεν ἐμὲ πρῶτον εἰσερχόμενον. Ἐν τῇ Μερρᾷ ὕδατα πικρὰ αὐτοῖς ἀπήντησαν τῆς θαλάσσης πικρό‐ τερα· καὶ ἦν τὰ πικρὰ ὕδατα τὴν πικρίαν τῆς ψυχῆς αὐτῶν ἐρευγόμενα. Καὶ ἐγὼ μὲν ξύλῳ τὰ πικρὰ ἐγλύκανα ὕδατα· αὐτοὶ
5δὲ παρεπίκρανάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Ὕδωρ ἐκ πέτρας αὐτοῖς προήνεγκα, καὶ λίθους κατ’ ἐμοῦ ἐβάστασαν. Ξύλῳ τὸ ὕδωρ αὐτοῖς ἐγλύκανα, καὶ τῷ ξύλῳ με προσέπηξαν. Τῷ μάννα αὐτοὺς διέθρεψα, καὶ κατ’ ἐμοῦ ἐμάνησαν. Δι’ αὐτοὺς ἐνανθρώ‐ πησα, καὶ ἀπανθρώπως μοι ὑπήντησαν. Τοὺς δαίμονας αὐτῶν
10ἐδίωξα, καὶ δαιμονιῶντά με ἐκάλεσαν. Τὴν Σαμάρειαν ἐφώτισα,
καὶ Σαμαρείτην ὠνόμασαν. Ἐπὶ θρόνου βασιλείας αὐτοὺς ἐκά‐ θισα, καὶ τῷ Πιλάτῳ με παρέστησαν. Δουλεύοντας ἠλευθέρωσα, καὶ ῥάπισμα ὑπὸ δούλου ἔλαβον. Πραθέντας τῇ ἁμαρτίᾳ ἀγορά‐ σαι ἦλθον, καὶ τριάκοντά με ἀργυρίων ἐπώλησαν. Νεφέλῃ
15αὐτοὺς ἐσκέπασα, καὶ χλαμύδα με περιέβαλον. Διάδημα βασι‐ λείας αὐτοῖς ἔδωκα, καὶ ἀκάνθαις με ἐστεφάνωσαν. Τὰς χεῖρας αὐτῶν κατὰ τῶν ἐχθρῶν ὥπλισα, καὶ ἥλοις ἐν τῷ σταυρῷ τὰς χεῖράς μου ἔτρησαν. Μέλι καὶ γάλα αὐτοῖς ἔδωκα, καὶ ὄξος καὶ χολήν μοι προσήνεγκαν. Σκῆπτρα βασιλείας ἔδωκα, καὶ κάλαμόν
20μοι ἐπέδωκαν. Τὰς ὡς καλάμῳ αὐτοῖς χειρογραφηθείσας ἁμαρτίας ἦλθον ἐξαλεῖψαι, καὶ καλάμῳ με εἰς τὴν κεφαλὴν ἔτυπτον. Ἐγὼ αὐτοῖς ἐκ πέτρας μέλι δέδωκα, καὶ αὐτοὶ καλάμῳ καὶ σπόγγῳ ὄξος με ἐπότιζον. Ἐγὼ αὐτοῖς τὰς πλάκας τοῦ νόμου κατέγραψα, καὶ αὐτοί μοι τὸν τίτλον τῷ σταυρῷ προσέπηξαν. Ἐγὼ αὐτοῖς
25ὕδωρ ἐκ πέτρας ἔδωκα, αὐτοὶ δὲ ἐκ τῆς πλευρᾶς μου αἷμα ἐξήνεγ‐ καν. Ἐγὼ μετὰ δύο ἀδελφῶν Μωυσέως καὶ Ἀαρὼν αὐτοὺς ἔσωσα, καὶ αὐτοὶ ἐν μέσῳ με δύο λῃστῶν ἐσταύρωσαν. Ἐγὼ ἀγγέλοις αὐτοὺς ἐκύκλωσα, καὶ αὐτοὶ ὡς κύνες περιεκύκλωσάν με. Ἐγὼ αὐτοῖς τὰς πόλεις τῶν ὑπεναντίων ἀνέῳξα, καὶ αὐτοί με
30θάψαντες τὸν τάφον ἐσφράγισαν. Ἐγὼ αὐτοὺς πλανωμένους ὡδήγησα, καὶ αὐτοί με πλάνον ἐκάλεσαν λέγοντες· Κύριε, ἐμνή‐ σθημεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν ὅτι μετὰ

28

.

7

τρεῖς ἡμέρας ἐγείρομαι. Ἐπεὶ οὖν πάντα πρὸς τὴν ἐμὴν ἀπώλειαν ἐπραγματεύσαντο, φύλαξόν με, κύριε. Διὰ τοῦτο τερπνότης ἐν τῇ δεξιᾷ μου. Τῆς πενθερᾶς τοῦ Πέτρου ἅπτομαι, καὶ φεύγει ὁ πυρετός. Τῷ λεπρῷ προσψαύω, καὶ καθα‐
5ρίζεται. Πηλῷ ὀμματῶ τυφλόν 〈...〉. Κρατῶ τῆς δεξιᾶς τῆς
ἀποθανούσης, καὶ ἡ κόρη ὡς ἀπὸ ὕπνου τοῦ θανάτου ἐγείρεται. Εἰς τέλος· οὐδὲ γὰρ ἀρξάμενος θαυματουργῶ ἢ αἰτῶ τὴν δύνα‐

28

.

8

μιν. Φύλαξόν με, κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα ... [... Ἐγὼ δὲ οὐ τοῦτον μόνον τὸν λόγον ἐπιλύομαι. Τί δήποτε οἱ τὰ ὀρθὰ βαδίζοντες πρὸ τῶν πειρασμῶν μετὰ τοὺς πειρασμοὺς κατέπεσαν; Τίς οὖν ὁ καλῶς τοὺς τὰ ὀρθὰ βαδίζοντας ἐπιστάμενος καὶ τὸ
5ἔσχατον τῶν ὀρεκτῶν κατειληφότας πλὴν τοῦ πλάσαντος κατὰ μόνας τὰς καρδίας ἡμῶν καὶ συνιέντος εἰς πάντα τὰ ἔργα ἡμῶν; Πολλοὶ γὰρ πολλάκις τῶν δοκούντων ἡμῖν εἶναι χρηστῶν πάντων εἰσὶ πονηρότεροι. Καὶ τοῦτο ἀπεδείχθη μὲν ἤδη καὶ ἐν τῷ παρόντι βίῳ, ἀλλ’ ἐπ’ ἐνίων, περιστάσεώς τινος γινομένης καὶ ἀνάγκης.
10Ὅταν ὁ δοκιμάζων τὰς καρδίας καὶ τοὺς νεφρούς, ζῶν καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστο‐ μον, ὁ διϊκνούμενος μέχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυ‐ μήσεων καὶ ἐννοιῶν, καθέζηται δικάζων ἡμῖν, τότε δὴ τότε
15οὐκ ὀλίγους τινὰς ἐκ πολλῶν, ἀλλὰ πάντας ἐγκαλυπτομένους ὄψει τοὺς τοιούτους. Καὶ οὔτε δορὰ προβάτου τὸν λύκον δύναιτ’ ἄν, οὔτε κονίασις τάφου τὸν ἔνδον ἀποκρύψαι μολυσμόν. Οὐκ ἔσται γὰρ κτίσις ἀφανὴς τοῦ τότε κρίνοντος, ἀλλὰ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτο.
20Ὅπερ καὶ ὁ Παῦλος δηλῶν Κορινθίοις ἔλεγεν· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν

28

.

9

καρδιῶν. Ταῦτα οὖν ἀκούοντες, ἀγαπητοί, διαναστῶμεν ἐκνήψαντες, μὴ πάλιν ὕπνῳ ἁμαρτίας καθεύδωμεν. Ἐξιλασώμεθα τοῖς δευτέροις τὰ φθάσαντα. Ἀδίκως συνέλεξας· δικαίως ἀνάλω‐
σον. Ἐξ αὐτῶν τῶν τοῦ πάθους ἀφορμῶν τῷ πάθει κατασκεύα‐
5σον φάρμακα. Ἠδίκησάς ποτε. Πρῶτον ὧν ἠδίκησας φεῖσαι, πρῶτον δίκαιος, καὶ τότε φιλάνθρωπος. Πρῶτον ἀπόδος, εἶθ’ οὕτω μετάδος· πρῶτον ἔκκλινον τὸ κακόν, εἶθ’ οὕτω ποίησον ἀγαθόν. Μὴ φαίνου φιλόδωρος ἀφ’ ὧν οὐκ ἐγένου φιλάδελφος. Ὅταν στήσῃς τῶν ὑπό σου ἀδικηθέντων τὸ δάκρυον, τότε
10πένησιν ἑτέροις συμπάθησον κλαίουσι. Τίμα γάρ, φησί, τὸν κύριον ἀπὸ σῶν δικαίων πόνων. Μὴ ἀπατᾶσθε· θεὸς οὐ μυκτηρίζεται. Οὐ δέχεται δωρεὰν ἑτέρου στενάζοντος. Οὐκ ἔστιν ἐκεῖ παροφθῆναι τὸ δίκαιον, ἀλλ’ εἴ τι σύνοιδας σαυτῷ ἄτοπα πεπραχώς, μετανόησον. Ὑπόχρεως γέγονας πολλῶν
15πλημμελημάτων, μὴ φοβηθῇς τὸν κριτὴν καὶ ἀπογνῷς τῆς σαυ‐ τοῦ σωτηρίας· Δότε γὰρ ἐλεημοσύνην, καὶ πάντα πεπλή‐ ρωται. Ἀνέχεται καὶ δύο ὀβολοὺς καὶ ποτήριον ψυχρόν· οἶδεν καὶ πρόθεσιν ἀπόρου ἐλεήμονος ὑποδέξασθαι· αὐτὸς γὰρ εἶπεν· Ὁ ἐλεῶν πτωχὸν δανείζει θε· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς
20τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν].

29

t

In Psalmum XVIII Εἰς τὸν ιη ψαλμόν.

29

.

1

Θεωρῶν ὀφθαλμὸς καλὰ τέρπεται, λέγει ὁ παροιμιαστής. Καὶ ποῖά ἐστι κυρίως τὰ καλὰ οἷς τέρπεται ὀφθαλμός; Ἆρα τὰ πολυθρύλλητα ἱπποδρόμια, ἐν οἷς ἡ ψυχὴ πρὸ τοῦ σώματος τὸ βλέπειν ἀπώλεσεν, ὅπου τυφλὸς τυφλόν, οὐ τὸ σῶμα, ἀλλὰ τὴν
5ψυχὴν ὁδηγεῖ καὶ ἀμφότεροι εἰς βόθυνον ἁμαρτίας πίπτουσιν; Εἰ γὰρ ἔβλεπον οἱ ταπεινοὶ καὶ δείλαιοι, οὐκ ἂν τὴν ἀλλοτρίαν βλά‐ βην οἰκείαν τέρψιν ἐνόμιζον. Βλέπουσι τὸν ὅμοιον ἄνθρωπον
ἀποπεσόντα τοῦ ἅρματος καὶ ὡς νεκρὸν κῦνα τὸν ζῶντα συρό‐ μενον καὶ ὑπὸ τῶν ἀλόγων τὸν λογικὸν σπαραττόμενον, καὶ
10τῇ μανίᾳ τὰ σπλάγχνα στειρώσαντες, τὴν ἀλλοτρίαν πληγὴν

29

.

2

ἰδίαν ἡδονὴν νομίζουσιν. Ἄλλων πάλιν ὀφθαλμοὶ τοῖς θεά‐ τροις τέρπονται, ἔνθα οἱ βλέποντες ὡς μὴ βλέποντες τὴν σωφρο‐ σύνην λῃστεύονται, ὅπου τὰ κρυπτὰ τῆς φύσεως ἀναιδῶς θριαμ‐ βεύονται, ὅπου ἄνδρες θηλυνόμενοι καὶ γυναῖκες τὸ σεμνὸν ἀρ‐
5νούμεναι ὡς ἐν κρυπτῷ ἐν μέσῳ τῷ θεάτρῳ ἀναιδῶς πομπεύου‐ σιν, ὅπου νεότης ἀκμάζουσα τῷ πόθῳ μαραίνεται, πεπυρωμένοις βέλεσι τοξευομένη τὸν νοῦν. Καὶ οὐδαμοῦ σίδηρος, καὶ ὁ νέος τέτρωται· οὐδαμοῦ βάρβαρος, καὶ οὗτος αἰχμάλωτος ἄγεται καὶ λαμβάνει τοξεύματα πορνικὰ βλέμματα. Καὶ μάρτυς ὁ παροι‐
10μιαστής· Πολλοὺς γὰρ τρώσασα καταβέβληκε. Καὶ τὸ πάντων βαρύτερον, ὅτι οἱ μὲν ἐν τοῖς πολέμοις τοξευόμενοι, τραυματιζόμενοι τὰ σώματα, εὐθέως τῆς ἰάσεως φροντίζουσιν, ἀφ’ ἑαυτῶν ἢ ὑπὸ ἄλλων ἰατρευόμενοι· οἱ δέ, ὡς μηδὲν παθόντες δεινόν, ἀθεράπευτοι μένουσιν, αἰωνίους ὀδύνας ἑαυτοῖς συνάγοντες.
15Ὥσπερ γὰρ οἱ ἀπὸ λίθου ἢ σιθήρου πληγέντες καὶ παραυτὰ ἰατρευόμενοι ταχὺ θεραπεύονται, οἱ δὲ καταφρονήσαντες δυσίατοι ἢ καὶ ἀνίατοι γίνονται, οὕτως οἱ ἁμαρτίᾳ τρωθέντες καὶ ταχέως μὴ μετανοήσαντες. Πρὸς καιρὸν γὰρ τὸν φάρυγγα τῷ πορνικῷ μέλιτι λιπαινόμενοι, ὕστερον πικροτέραν χολῆς τὴν πληγὴν
20εὑρίσκουσι καὶ μαχαίρας ἠκονημένης ὀξυτέραν τὴν τοῦ δικαστοῦ

29

.

3

ἀπόφασιν. Ποῖα οὖν θεωρῶν ὁ ὀφθαλμὸς καλὰ τέρπεται; Καλὰ λέγει τὰ ἔργα τῆς κτίσεως. Τούτου μάρτυς ὁ Μωυσῆς· Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Τούτων γὰρ καὶ ἡ θέα ἐπωφελὴς καὶ ἡ τέρψις ἀκίνδυνος,
5ὅτι καὶ φαινόμενα τέρπουσι καὶ φθεγγόμενα εὐφραίνουσι καὶ

29

.

4

ἄνευ γλώσσης ῥητορεύουσι καὶ ἄνευ χειλέων διδάσκουσι. Τού‐
των ἀκροατὴς γενόμενος ὁ Δαυὶδ ἀρτίως ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεο. Καλὸς μαθητὴς ὁ τῶν οὐρανῶν ἀκροατής. Καὶ τίνας λέγει οὐρανούς; Κατὰ τὸ φαινόμενον, τὸν
5ὁρώμενον οὐρανὸν καὶ πάντα τὰ ὑψηλὰ καὶ περίβλεπτα ἔργα τὰ ἐν τῷ οὐρανῷ, ἥλιον, σελήνην, ἀστέρας καὶ τὰ ἄστρα, καὶ πάντα ὅσα ἔχει καλὰ ὁ φαινόμενος οὐρανός. Ὥσπερ γὰρ οἱ ἔκ τινος πόλεως πολῖται τὸ τῆς πόλεως αὐτῶν ἐνδύονται ὄνομα, οἱ μὲν Ἀντιοχεῖς, οἱ δὲ Ῥωμαῖοι, οἱ δὲ Βυζάντιοι, ἀπὸ τῶν πόλεων
10καλούμενοι, οὕτω καὶ οἱ πολῖται τοῦ οὐρανοῦ, οἱ φωστῆρες, οὐρανοὶ χρηματίζουσιν. Ὅθεν καὶ οἱ ἅγιοι καὶ θεοφιλεῖς ἄνθρω‐ ποι οὐρανοὶ λέγονται, ὡς οὐρανόφρονες καὶ οὐράνιον τὸ πολί‐

29

.

5

τευμα ἔχοντες. Ὅτι δὲ καὶ οἱ φαινόμενοι φωστῆρες οὐρανοὶ λέγονται, μάρτυς ὁ Δαυὶδ εἰπών· Ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου. Καὶ ποίους οὐρανούς; Σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας, τὴν σελήνην καὶ τοὺς ἀστέρας
5οὐρανοὺς καλῶν. Εἰ γὰρ μὴ περὶ τοῦ αἰσθητοῦ οὐρανοῦ ἔλεγεν, οὐκ ἂν εἶχεν εἰπεῖν· Ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, ὄψομαι ἀντὶ τοῦ· Νοήσω πῶς ἔθου αὐτὰ εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυτούς. Εἰ γὰρ καὶ ὁ ὑψηλὸς καὶ αἰθέριος ἀὴρ λέγεται οὐρανός—διὸ λέγεται· Τὰ
10πετεινὰ τοῦ οὐρανοῦ—καὶ οἱ ὀλίγον ὑψηλότεροι τοῦ ἀέρος τόποι εἴρηνται οὐρανοί, ὡς καὶ περὶ τῶν κυμάτων τῆς θαλάσσης λέγεσθαι· Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, πολλῷ μᾶλλον εὐκαιρότερον οἱ οὐράνιοι φωστῆρες λεχθήσονται οὐρανοί. Εἰ γὰρ τὸν ἀσώματον οὐρανὸν οὐκ εἶδεν αἰσθητοῖς ὀφθαλμοῖς, πῶς εἶπεν·

29

.

6

Ὄψομαι τοὺς οὐρανούς; Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεο, οἱ φωστῆρες τὸ μεγαλοπρεπὲς κάλλος τοῦ δημιουργή‐ σαντος σαλπίζοντες. Διηγοῦνται δὲ οὐ ῥήμασι πείθοντες, ἀλλὰ τοῖς σχήμασι διδάσκοντες. Καὶ τίσι διηγοῦνται οἱ οὐρανοί; Τοῖς
5οὐράνιον φρόνημα ἔχουσι, τοῖς κεκτημένοις ὦτα ψυχῆς, τοῖς συνετοῖς ἀκροαταῖς, τοῖς δυναμένοις εἰδέναι τί λαλοῦσιν οἱ οὐρανοί. Ὥσπερ γὰρ Σύρου ἢ Ἑβραίου ἢ Ῥωμαίου λαλοῦντος, ὁ μὴ εἰδὼς αὐτῶν τὴν γλῶσσαν οὐκ οἶδε τί λέγουσιν, οὕτως, ἀεὶ οὐρανῶν διηγουμένων, οἱ μὴ ὄντες οὐρανόφρονες οὐ δύνανται
10εἰδέναι τί λέγουσιν οἱ οὐρανοί. Ὁ ἥλιος λάμπει, ἀλλ’ οὐκ ὠφελεῖται ὁ τυφλὸς εἰς τὸ ὁρᾶν· ἡ σελήνη φαίνει, ἀλλ’ οὐ φωτί‐ ζεται ὁ ἀνόμματος· οἱ ἀστέρες ἀνατέλλουσιν, ἀλλ’ οὐ βλέπουσιν

29

.

7

οἱ τοὺς ἀστέρας τῆς φύσεως ἀπολέσαντες. Ἴδε τὸν ἥλιον, τὸν ἀκάματον δρομέα προσευχῇ χαλινούμενον καὶ τὴν δόξαν τοῦ θεοῦ αἰδούμενον· οὐ γὰρ τὴν φωνὴν τοῦ δικαίου φοβηθεὶς ἔστη ὁ ἥλιος, ἀλλὰ τὴν δόξαν τοῦ θεοῦ εὐλαβούμενος. Ἴδε μοι
5καὶ τὴν σελήνην τῇ προσευχῇ τοῦ στρατηγοῦ συνεργοῦσαν διὰ τὸν τὴν προσευχὴν δεχόμενον, καὶ νεωστὶ τότε σαββατίζουσαν. Ἀπὸ τοῦ αἰῶνος γὰρ τρέχουσα, τότε πρῶτον ἐγεύσατο ἀναπαύ‐ σεως. Ἴδε μοι καὶ τὰ ἄστρα λάμπειν καὶ φαίνεσθαι κωλυόμενα καὶ ὡς ὑπὸ σφραγῖδος τῷ ὅρῳ τοῦ θεοῦ ἐγκλειόμενα. Ὁ λέγων
10γάρ, φησί, τῷ ἡλίῳ μὴ ἀνατέλλειν, καὶ οὐκ ἀνατέλλει,

29

.

8

κατὰ δὲ ἄστρων κατασφραγίζει. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεο, οἱ οὐράνιοι φωστῆρες τὸ κέλευσμα καὶ τὸ πρόσ‐ ταγμα τοῦ θεοῦ ἀφόβως ἀνύοντες. Οἱ οὐρανοὶ διηγοῦνται θεοῦ δόξαν, ὁ ἀόρατος καὶ ἀσώματος οὐρανὸς καὶ ὁ φαινό‐
5μενος οὗτος οὐρανός· ὁ μὲν τὴν δοξολογίαν τῆς ἄνω ἐκκλησίας βοῶν· Ὅτε γὰρ ἐγενήθησαν ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοι θεο· ὁ δὲ διὰ τῶν φωστήρων καὶ τῶν ἀστέρων καὶ τῶν νεφελῶν καὶ τοῦ περὶ τὰς νεφέλας τόξου διηγούμενος τὴν δόξαν τοῦ θεοῦ. Οὕτω γὰρ γέγραπται· Ἴδε τόξον καὶ εὐ‐
10λόγησον τὸν ποιήσαντα αὐτ. Δοξολογία ἐπὶ ταῖς νεφέ‐
λαις· Ὁ ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς. Δοξολο‐ γία ἐπὶ σελήνῃ καὶ ἄστροις· Σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμε‐ λίωσας. Δοξολογία ἐπὶ ἡλίῳ· Ὅτι δεῖ τὸν ἥλιον φαίνειν ἐπὶ εὐχαριστίᾳ σου καὶ πρὸς ἀνατολὰς φωτὸς ἐντυγχάνειν
15σοι. Ἐπεὶ οὖν διδάσκαλοι δοξολογίας θεοῦ γίνονται ἡμῖν οἱ οὐρα‐

29

.

9

νοί, οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεο. Οὐρανοὶ καὶ αἱ θεῖαι γραφαί, οὐρανοὶ καὶ οἱ ἅγιοι ὡς θεὸν ἐνοικοῦντα ἔχοντες, ἄστρα δὲ τὰς ἀρετάς. Οὐρανοὺς δὲ λογικοὺς διηγουμένους δόξαν θεοῦ καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ δηλοῖ. Ἀβραὰμ ὡς οὐρανὸς
5διηγήσατο δόξαν θεοῦ, εἰπών· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραάμ. Μωυσῆς ὡς οὐρανὸς διηγεῖται τὴν δόξαν τοῦ θεοῦ· Ἄισωμεν τῷ κυρί, ἐνδόξως γὰρ δεδόξασται. Ἰὼβ ὡς οὐρανὸς
10διηγεῖται τὴν δόξαν τοῦ θεοῦ λέγων· Χρυσαυγοῦντα νέφη ἀπὸ γῆς βορρ· ἐπὶ τούτοις μεγάλη ἡ δόξα τοῦ παντοκράτορος. Δαυὶδ ὡς οὐρανὸς διηγεῖται τὴν δόξαν τοῦ θεοῦ· Σὺ δ, κύριε, ἀντιλήπτωρ μου, δόξα μου εἶ καὶ ὑψῶν τὴν κεφαλήν μου. Ἰωάννης ὡς οὐρανὸς διηγεῖται· Καὶ ἐθεασάμεθα τὴν
15δόξαν αὐτο, δόξαν ὡς μονογενοῦς παρὰ πατρός. Στέφανος ὡς οὐρανὸς διηγεῖται· Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραάμ. Παῦλος ὡς οὐρανὸς διηγεῖται τὴν δόξαν· Καὶ τὴν ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστο. Οἱ οὐρανοὶ διη‐
20γοῦνται δόξαν θεο· Ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς

29

.

10

δόξαν θεοῦ πατρός. Καὶ τί γὰρ οὐκ ἀνέρχομαι τῷ λόγῳ
ἐπὶ τοὺς θειοτέρους οὐρανοὺς τῶν οὐρανῶν διηγουμένους δόξαν θεοῦ; Καὶ τίνες οὗτοι; Ἄγγελοι, ἀρχάγγελοι, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ. Τὰ Χερουβὶμ διηγοῦνται δόξαν θεοῦ· ἤκουσε γὰρ αὐτῶν
5Ἰεζεκιὴλ ὁ προφήτης λεγόντων· Εὐλογημένη ἡ δόξα κυρίου ἐκ τοῦ τόπου αὐτο. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεο. Τὰ Σεραφὶμ διηγοῦνται τὴν δόξαν· ἤκουσε γὰρ αὐτῶν Ἠσαΐας κεκραγότων καὶ λεγόντων· Ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτο.
10Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεο· ἤκουσε γὰρ αὐτῶν Λουκᾶς ὁ εὐαγγελιστὴς καὶ εἶπε· Καὶ ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Εἶδες οὐρανοὺς διηγουμένους δόξαν
15θεοῦ. Καὶ οὐκ εἶπε διηγήσαντο, ἀλλὰ διηγοῦνται· οὐ γὰρ ἤρξαντο καὶ ἐσιώπησαν, ἀλλ’ ἀφ’ οὗ ἤρξαντο, ἀκαταπαύστοις

29

.

11

στόμασι διηγοῦνται τὴν τοῦ θεοῦ δόξαν. Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἐπειδὴ εἶπεν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν 〈θεοῦ, ἵνα μὴ ἀγενήτους ἢ αὐτομάτους εἶναι τούτους νομίσῃς, ποίησιν στερεώματος εἰσή‐
5γαγεν, ἵνα μάθωμεν ὅτι, εἰ ὁ θεμέλιος καὶ τὸ δοχεῖον πεποίηται τῶν φωστήρων, πολλῷ μᾶλλον ἡ ἐνθήκη τῶν ἐν αὐτῷ φύσεων. Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Καὶ γὰρ ὁ τῶν προφητῶν χορὸς λέγει· Καὶ αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐκ ἡμεῖς. Καὶ ὁ τῶν ἀποστόλων θίασος βοᾷ·

29

.

12

Αὐτοῦ γάρ ἐσμεν ποίημα. Ὅτι δὲ στερέωμα οὗτοι κατὰ
τὸ στερέωμα τῆς δημιουργίας—Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα—θεώρησον τὸ φαινόμενον στερέ‐ ωμα, τὸν τοῦ κόσμου περίβολον, τὸν τῆς κτίσεως ὄροφον, τὴν τῆς
5πανδήμου οἰκίας κεράμωσιν, τὴν ἀπαλαίωτον στέγην, τὴν ὑδατο‐ παγῆ καμάραν, τὴν κρυστάλλινον φιάλην, τὴν ὁμαλὴν ὑποχάρ‐ τωσιν, τὴν χρυσογράμματον βίβλον, τὴν ἀργυρόστικτον τοῖς ἄστροις, τὸν κυανοβαφῆ κάλαμον, τὸν πυρσοφόρον παστόν, ἐν ᾧ ἥλιος καὶ σελήνη ὡς νυμφίος 〈καὶ νύμφη〉 προκάθηνται· Καὶ
10αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτο. Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα, ἐκ τοῦ μεγέθους καὶ τῆς καλλονῆς τὸν τεχνίτην μαρτυρούμενον.

29

.

13

Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα. Τὴν ἄλαλον αὐτῶν ὁμιλίαν ἐρυγὴν ὠνόμασεν, ὅτι ὥσπερ ἡ ἐρυγὴ ἦχός ἐστιν ἄσημος καὶ πνεῦμα μὴ διαλεγόμενον, οὕτως ἡ τῶν ἡμερῶν ὁμιλία λαλιά ἐστιν ἄγλωσσος. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, ὡς ἐν
5ἀντιφώνοις ἀντιψάλλουσαι καὶ τὸν ζυγοστάτην καὶ ὁροθέτην θαυμάζουσαι. Τίς γὰρ ἔπεισεν αὐτὰς ἀλλήλαις τὰς ὥρας παρα‐ χωρεῖν; Πῶς δαὶ παρ’ ἑαυτῶν τὰς ὥρας δανειζόμεναι πρὸς τὴν ἀπόδοσιν οὐ ψεύδονται, καὶ ἀγράφως δανειζόμεναι ἀγνωμονεῖν οὐκ οἴδασιν; Ὡς γραμματεῖον γὰρ ἀναγινώσκουσαι τὸ τοῦ θεοῦ
10πρόσταγμα πρὸς τὴν ἀπόδοσιν οὐ βραδύνουσι, τῇ δοσοληψίᾳ τῶν ὡρῶν ἑαυτὰς οὐχ ὑβρίζουσαι. Καὶ ἡ ἡμέρα ἡ μεγάλη, ἡ πεντεκαιδεκάωρός φημι, ὡς ἀξίωμα λαβοῦσα τὸ μακρὸν διάστημα, τὴν ἐννάωρον ἡμέραν ὡς πτωχὴν οὐ καταπονεῖ, οὐ βιάζεται, οὔτε ὑπερηφανίαν κατ’ αὐτῆς ἐνδύεται, οὔτε τῷ φωτὶ καὶ τῇ
15θέρμῃ γαυριῶσα τῇ χειμαζομένῃ ἐπανίσταται, ἀλλ’ ὡς ἀδελφὴν μικροτέραν ἡ μεγάλη ἀγαπᾷ, καὶ τὰς ὥρας ἀντιλαμβάνουσαι καὶ

29

.

14

ἀντεισφέρουσαι τέρπουσι τοὺς θεατάς. Ἡμέρα τῇ ἡμέρᾳ
ἐρεύγεται ῥῆμα, καὶ ἀπόστολος ἀποστόλῳ τὸ εὐαγγελικὸν κήρυγμα· Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπ‐ ται. Καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον· ὁ Ἀνδρέας τῷ
5Πέτρῳ εὐαγγελιζόμενος τὸν Χριστόν, ὃν ἔγραψε Μωυσῆς· ὁ Φίλιππος τῷ Ναθαναήλ· ὁ Ἰωάννης τοῖς δυσὶ μαθηταῖς αὐτοῦ. Υἱοὶ φωτός ἐσμεν καὶ υἱοὶ ἡμέρας. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ ἡ δουλοτόκος Ἐλισάβετ τὴν θεοτόκον Μαρίαν θαυμάζουσα ἐβόα· Καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ
10ἡ μήτηρ τοῦ κυρίου μου πρός με; Οὔπω ὁ τοῦ κυρίου πρόδρομος, καὶ ἤδη μητέρα κυρίου ἡ τούτου μήτηρ εὐηγγελί‐

29

.

15

ζετο. Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· ὡς μὲν πρὸς τὴν ἱστορίαν τὴν ἰσονομίαν τῶν διαστημάτων καὶ τὴν πρόνοιαν τοῦ θεοῦ κηρύττουσα, ὡς δὲ πρὸς 〈τὴν〉 θεωρίαν καὶ ἀσεβὴς ἀσεβεῖ, καὶ νὺξ νυκτ, Αἰγύπτιος Αἰγυπτίῳ ἀναγγέλλει γνῶ‐
5σιν, ἐν θαλάσσῃ καταποντιζόμενος καὶ εἰς γνῶσιν τοῦ θεοῦ ἐρχόμενος καὶ λέγων· Φύγωμεν ἀπὸ προσώπου Ἰσραήλ· ὁ γὰρ κύριος πολεμεῖ ὑπὲρ αὐτῶν τοὺς Αἰγυπτίους. Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, ἵνα ἀληθεύσῃ ὁ κύριος εἰπών· Καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ
10εἰμι κύριος ἐνδοξαζομένου μου ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς ἅρμασι καὶ ἐν πᾶσι τοῖς ἵπποις αὐτο, καθὼς καὶ ὁ ἱεροψάλτης Δαυὶδ ἔλεγεν· Ὅταν, φησίν, ἀπέκτεννεν αὐτούς, τότε ἐξεζήτουν αὐτόν. Καὶ ἐν ἄλλοις· Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος.

29

.

16

Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, καὶ ἡ γυνὴ τῷ Πιλάτῳ
ἀναγγέλλουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείν· πολλὰ γὰρ κατ’ ὄναρ ἔπαθον δι’ αὐτόν. Καὶ νὺξ νυκτὶ ἀναγ‐ γέλλει γνῶσιν, καὶ ὁ λῃστὴς τῷ λῃστῇ ἐπὶ σταυροῦ· Ἡμεῖς
5μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν. Οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. Ὦ λῃστοῦ ὁμολογία, δεσποτικῆς φιλανθρωπίας ἐνέχυρον. Ὦ λῃστοῦ ὁμολογία, εὐαγ‐ γελιστῶν παρρησία, Ἰουδαίων φίμωτρον, Ἑλλήνων χαλινός, αἱρετικῶν ἔλεγχος, ἐκκλησίας θυρεός. Ὦ λῃστοῦ ὁμολογία,
10βασιλείας ἀρραβών, παραδείσου ἄνοιγμα, φλογίνης ῥομφαίας

29

.

17

δυσώπημα, αἰωνίων ἀγαθῶν ἀπόλαυσις. Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, ὁ Ναβουχοδονόσορ τοῖς Βαβυλωνίοις· Οὐχὶ ἄνδρας τρεῖς ἔβαλον ἐν μέσῳ τοῦ πυρὸς πεπεδη‐ μένους; Καὶ εἶπον τῷ βασιλε· Ἀληθῶς βασιλε. Καὶ
5εἶπεν ὁ βασιλεύς· Ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός, καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρ‐ του ὁμοία υἱῷ θεο. Καὶ ἡ Σαμαρεῖτις τοῖς Σαμαρείταις· Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα.
10Οἱ ὑπηρέται τοῖς ἀρχιερεῦσιν· Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος ὡς ἐλάλησεν οὗτος ὁ ἄνθρωπος. Ὁ κεντυ‐ ρίων τοῖς σταυρώσασιν· Ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν θεο. Οἱ μάγοι τοῖς Ἰουδαίοις· Ποῦ ἐστιν ὁ τεχθεὶς βασι‐ λεύς; Ἤλθομεν γὰρ προσκυνῆσαι αὐτ. Ὅπου δὲ θεοῦ

29

.

18

προσκύνησις, ἐκεῖ θεογνωσίας ἀπόλαυσις. Καὶ διὰ τί οὐρα‐ νοὺς καὶ στερέωμα καὶ ἡμέρας καὶ νύκτας διδασκάλους ἐπέστησεν; Ἵνα οἱ τῶν προφητῶν καὶ ἀποστόλων ἀκοῦσαι μὴ θέλοντες τὰ ἔργα τῆς δημιουργίας διδασκάλους ἔχωσιν. Οὕτως ἔλεγε τῷ λαῷ
5ὁ Μωυσῆς· Καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας πλανη‐
θεὶς προσκυνήσῃς αὐτοῖς, ἃ ἀπένειμε κύριος ὁ θεός σου τοῖς ἔθνεσιν, οὐκ εἰς προσκύνησιν, ἀλλ’ εἰς μάθησιν· Οἱ

29

.

19

οὐρανοὶ γὰρ διηγοῦνται δόξαν θεο. Ὥσπερ γὰρ οἱ τὰ ἑαυτῶν τέκνα εἰς διατριβὰς πέμποντες, τοὺς μὲν ἔτι νηπιωτέρους εἰς τὰς ἐντοπίους καὶ γείτονας σχολὰς παραδιδόασι, τοὺς δὲ τελειοτέρους καὶ ἔμφρονας εἰς τὰς μακροτέρας πόλεις ἐπὶ
5τῇ τῶν ὑψηλοτέρων λόγων μαθήσει ἀποστέλλουσιν, οὕτως οἱ προφῆται, ὡς πατέρες τέκνα, τοὺς ἀνθρώπους μαθεῖν τὰ τῆς θεογνωσίας μαθήματα προτρεπόμενοι, τοὺς μὲν ἀτελεστέρους καὶ νηπιάζοντας πρὸς τὰς ἐγγὺς διατριβάς, πρὸς τὴν ἡμέραν καὶ τὴν νύκτα, ἐχειραγώγησαν, τοὺς δὲ τελειοτέρους καὶ τὰ αἰσθητήρια
10τῆς ψυχῆς γεγυμνασμένα ἔχοντας πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ εἰς τὰς μακροτάτας καὶ ὑψηλοτέρας διατριβάς, εἰς τὸν οὐρανὸν καὶ τὸ στερέωμα, ὡδήγησαν, τούτοις μὲν ὡς τελείοις λέγοντες· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεο, ἐκείνοις δέ, ὡς παιδίοις παραινοῦντες· Μάθετε, ὦ τέκνα, πῶς ἡ ἡμέρα τῇ ἡμέρᾳ
15ἐρεύγεται ῥῆμα, ἀλλήλαις πράττουσαι, καὶ νὺξ νυκτὶ ἀναγ‐ γέλλει γνῶσιν, εἰς γνῶσιν θεογνωσίας καλοῦσαι τὸν ἄνθρωπον.

29

.

20

Εἰ δέ τις πρὸς τὰς ἐγγὺς διατριβὰς τῆς ἡμέρας καὶ τῆς νυκτὸς ὀκνηρότερος γένηται, πρὸς τοὺς ἔτι ταπεινοτέρους διδασκάλους ἀπερχέσθω, πρὸς τὸν μύρμηκα καὶ τὴν μέλισσαν ἀκούων· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρ, ἢ πορεύθητι πρὸς τὴν μέλισσαν
5καὶ μάθε. Ἀπὸ προφητῶν καὶ ἀποστόλων καὶ οὐρανῶν καὶ ἡμερῶν μαθεῖν οὐκ ἠθέλησας· ἀπὸ τοῦ μύρμηκος καὶ τῆς μελίσ‐ σης, ὁ λογικὸς ἀπὸ τῶν ἀλόγων καὶ ταπεινῶν, μάνθανε. Γένοιτο δὲ ἡμᾶς, τὴν βίβλον οὐρανοῦ καὶ γῆς ἀναγινώσκοντας καὶ γράμ‐ ματα θεοῦ τὰ δημιουργήματα βλέποντας καὶ διδασκάλους τοὺς
10ἁγίους ἔχοντας, μετ’ αὐτῶν εὑρεθῆναι ἐν τῇ βασιλείᾳ τῶν οὐρα‐

29

.

21

νῶν. ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα. Ἐρεύγεται δὲ ῥῆμα καὶ ὁ προφήτης τῇ ἐκκλησίᾳ λέγων· Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· νὺξ ἐν ᾗ ἐσπαργανωμένος ὁ Χριστὸς ἐν τῇ φάτνῃ ἔκειτο,
5νυκτὶ τῇ τῶν ποιμένων ψυχῇ ἔτι ἐσκοτισμένῃ τῇ ἀγνωσίᾳ· Καὶ ποιμένες ἦσαν, φησίν, ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦν‐ τες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τῇ ποί‐ μνῃ αὐτῶν. Εἶτα ἡ νὺξ δανεισαμένη τὸ στόμα τοῦ ἀγγέλου ἀγνοοῦντας τοὺς ποιμένας εἰς γνῶσιν ἐνήγαγε, τοῖς πράγμασι
10λέγουσα· Ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς κύριος ἐν πόλει Δαυίδ. Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶ‐ σιν. Τὸ γὰρ τοῦ ἀγγέλου δίδαγμα τῆς νυκτὸς ἐκείνης γέγονεν

29

.

22

ἡμῖν διήγημα. Νὺξ νυκτὶ ἀνήγγειλε γνῶσιν, καὶ ὁ Ναβου‐ χοδονόσορ τοῖς Βαβυλωνίοις καὶ Μήδοις καὶ Πέρσαις τὰ περὶ θεογνωσίας σαλπίζων ἐν γράμμασιν. Ὅτε γὰρ τὸν υἱὸν τοῦ θεοῦ εἶδεν ἐν τῇ καμίνῳ παραγενόμενον, ὅτε ἡ νὺξ τὴν ἡμέραν εἶδεν
5ἐν πυρὶ ἀπαστράπτουσαν, ὅτε ἐν μέσῳ τῶν τριῶν τὸν ἕνα ἐθεά‐ σατο, ἵνα πιστευθῇ 〈ὁ〉 λέγων· Ὅπου εἰσὶ δύο ἢ τρεῖς ἐπὶ τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, τότε ἡ νὺξ διὰ γραμμάτων ἀστράπτουσα τὴν νύκτα τῶν Χαλδαίων ἐφώτιζε γράφων οὕτως· Ἐγὼ Ναβουχοδονόσορ ἐκτίθεμαι δόγμα
10ὅπως πᾶς λαός, φυλ, γλῶσσα, ἣ ἂν εἴπῃ βλασφημίαν κατὰ τοῦ θεοῦ Σεδράχ, Μισάχ, Ἀβδεναγ, εἰς ἀπώ‐ λειαν ἔσονται. Καὶ ἐπάγει· Καθότι ἐγὼ ἔγνωκα—Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν—ὅτι οὐκ ἔστι θεὸς ἕτερος

29

.

23

ὅστις δυνήσεται ῥύσασθαι οὕτως ... ... Καὶ τῇ μὲν γῇ ὁ φθόγγος· τῇ παχυτέρᾳ καὶ ἄρτι εἰσαγομένῃ πρὸς θεο‐ γνωσίαν ψυχῇ ὁ ἀσημότερος καὶ παιδικώτερος λόγος ἁρμόττει. Καὶ μάρτυς ὁ ἀπόστολος φήσας· Καὶ ἐγ, ἀδελφο, οὐκ ἠδυ‐
5νήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρ‐ κικοῖς ἐν Χριστ. Τῇ δὲ οἰκουμένῃ τὰ ῥήματα· τῇ τελειοτέρᾳ καὶ οἰκητήριον θεοῦ γενομένῃ ψυχῇ τὰ τέλεια καὶ ἀπηρτισμένα

29

.

24

δόγματα ... ... Ὥσπερ δὲ οἱ τυφλοί, κἂν τὸ φῶς τοῦ ἡλίου μὴ βλέπωσιν, ἀλλά γε τῆς θέρμης μετέχουσιν, οὕτω πάντες οἱ ἄπιστοι, κἂν τὴν θεότητα τοῦ Χριστοῦ ἠρνήσαντο, ἀλλὰ τὴν δύναμιν τοῦ ὀνόματος αὐτοῦ ἔμαθον. Ἢ καὶ ἐν τῇ δευτέρᾳ παρου‐
5σίᾳ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτο, ὅτε ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιω‐ πηθήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται. Τότε γὰρ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει ...

30

t

Homilia in feriam V infra Octauam Paschae Τῇ πέμπτῃ τῆς Λαμπρᾶς.

30

.

1

Καὶ νῦν ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη, ἡ ἐκκλησία ὡς βασίλισσα λαμπρὰ Χριστῷ παρίσταται, ἵνα ἀλη‐ θεύσῃ ὁ προφήτης εἰπών· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλ‐
5μένη. Τίς ἡ βασίλισσα; Ἡ ἐκκλησία Χριστοῦ, ἡ νύμφη τοῦ μονο‐ γενοῦς, ἡ τῶν παθῶν βασιλεύσασα καὶ Χριστῷ συμβασιλεύσασα.

30

.

2

Τίς αὐτῆς ἡ παράστασις; Ἡ ἐνταῦθα ἀπάντησις. Ὥσπερ ὁ βασιλεὺς γῆς καὶ θαλάσσης δεσπότης λεγόμενος ἐν τῷ παλατίῳ αὐλίζεται, καὶ ἐκεῖ αὐτῷ οἱ δορυφόροι παρίστανται, οὕτως ὁ θεός, τὸν οὐρανὸν πληρῶν καὶ τὴν γῆν, ὡς ἐν παλατίῳ τῇ ἐκκλη‐
5σίᾳ ἀναπαύεται, καὶ πᾶς θεοφιλὴς ὀρθρίζων ὧδε αὐτῷ παρίσ‐ ταται. Παρέστη, ἐπειδὴ τῶν εἰδώλων ἀπέστη· 〈παρέστη〉, ὅτι τῶν ἀσεβῶν διέστη· παρέστη, ὅτι τοῦ κόσμου ἐξέστη· παρέστη, ὅτι ἀκαταστατοῦσα κατέστη· παρέστη, ὅτι ἐν τῇ πίστει [ἐνέστη·

30

.

3

παρέστη ἐκ] δεξιῶν σου. Τίς ὁ διάχρυσος ἱματισμὸς αὐτῆς; Ὁ δόκιμος τῶν δογμάτων τῆς πίστεως λόγος, ὃν ὑπὲρ χρυσίον καὶ λίθον τίμιον ἀγαπᾷ, τὰ κρίματα κυρίου ἀληθιν. Παρεδίδουν οἱ ἀπόστολοι φυλάττειν τὰ δόγματα κεκριμένα,
5ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Τίς αὐτῆς ἡ περιβολή; Ἡ τῆς πολιτείας καλλονή. Ἢ καὶ τίς ἡ περι‐ βολή; Ἡ βασιλικὴ τοῦ βαπτίσματος στολή· ἐνδυσάμενοι τὸν καινὸν ἄνθρωπον, ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε,

30

.

4

Χριστὸν ἐνεδύσασθε. Πῶς δὲ πεποίκιλται; Ὅτι ἀπὸ ἀρ‐ χιερέων καὶ ἱερέων καὶ λευϊτῶν καὶ κλήρου καὶ λαοῦ τῶν νεοφω‐ τίστων κεκαλλώπισται. Οὐχ οὕτως γὰρ οἱ μαργαρῖται ἐν τῷ χρυσῷ καὶ τὰ ῥόδα ἐν τοῖς κρίνοις λάμπουσιν, ὡς οἱ νεοφώτιστοι
5ἐν ὑμῖν τοῖς φιλοθέοις αὐλιζόμενοι τὴν χάριν ἀποστίλβουσιν. Ἐπεὶ οὖν ἀνθηροῖς καὶ ἀμαράντοις ἄνθεσι τοῖς νεοφωτίστοις καὶ τοῖς πιστοῖς τὸ βασιλικὸν ἔνδυμα τῆς ἐκκλησίας πεποίκιλται, ὄντως παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν τοῦ Χριστοῦ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.

30

.

5

Κρείττω τοῦ Ἀαρὼν χιτῶνα ἡ βασίλισσα ἡ ἐκκλησία ἐνδέδυται. Πῶς καὶ τίνα τρόπον; Ὅτι ὁ τοῦ Ἀαρὼν χιτών, ἐν χρόνῳ γενό‐ μενος, τῷ χρόνῳ διέφθαρται· ὁ δὲ τῆς ἐκκλησίας χιτών, ἐν μιᾷ ῥοπῇ ἐν τῇ κολυμβήθρᾳ ὑφαινόμενος, ἀπαλαίωτον καὶ ἀδιάφθο‐
5ρον ἔχει τὸ τῆς χάριτος ὕφασμα· Ἡ χάρις γὰρ μετὰ τῶν ἀγα‐ πώντων τὸν κύριον Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσί. Ἀμήν. Ὁ τοῦ Ἀαρὼν χιτὼν ἀπὸ ὑακίνθου καὶ βύσσου καὶ πορφύρας καὶ κοκκίνου κατεσκευάζετο· ὁ δὲ τῆς ἐκκλησίας χιτὼν ἔχει ὑάκινθον τὴν οὐράνιον τοῦ Χριστοῦ θεότητα καὶ βύσσον
10τὴν ἐκ παρθένου σάρκα καὶ πορφύραν τὸ πάθος—ἐνδύουσιν αὐτὸν πορφύραν—καὶ κόκκινον τὸ αἷμα· Τοῦτό ἐστι τὸ
αἷμά μου. Ὁ χιτὼν τοῦ Ἀαρὼν εἶχε ῥοΐσκους 〈... ὁ δὲ τῆς ἐκκλησίας χιτὼν ἔχει ῥοΐσκουσ〉 τοὺς μάρτυρας τοὺς ῥέοντας ὑπὲρ Χριστοῦ τὸ αἷμα, καὶ ἄνθινα τὰ ἀνθηρὰ αὐτῶν ῥήματα, τοὺς
15ἀνθηροὺς ὁμολογητάς, καὶ δώδεκα κώδωνας τοὺς ἀποστόλους Χριστοῦ ἠχοῦντας τὸ κήρυγμα· [Εἰς] πᾶσαν γὰρ τὴν γῆν

30

.

6

ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Ἄσχιστος, ἀπαλαίωτος, ἄσηπτος, ἀσητόβρωτος, ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς ὁ τῆς ἐκκλησίας χιτών. Ἄσχιστος ὁ χιτών, οὐδὲ γὰρ ἡ ἀσέβεια τοῦτον περιέσχισεν. Ἀπαλαίωτος, οὐδὲ γὰρ οἱ ἐχθροὶ παλαίοντες τοῦ‐
5τον ἐπαλαίωσαν· Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Ἄσηπτος, οὐδὲ γὰρ μώλωπες αὐτὸν κατέσηψαν· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Ἀσητόβρωτος, οὐδὲ οἱ αἱρετικοὶ σῆτες αὐτὸν διέφθειραν· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακα. Ἄρραφος, οὐδὲ γὰρ φύλλα συκῆς ῥάψασα τρα‐
10χέα τὰ τῶν αἱρετικῶν δόγματα ἐφόρεσεν. Ἐκ τῶν ἄνωθεν ὑφαντός· ἡ γὰρ ἄνωθεν σοφία ἐκ τῶν ἄνωθεν δογμάτων αὐτὸν ὕφηνεν.

30

.

7

Ὢ τοῦ θαύματος. Ὁ βασιλεὺς Χριστὸς μορφὴν δούλου ἐφόρεσε καὶ τοὺς δούλους αὐτοῦ τοὺς νεοφωτίστους πορφύραν ἐνέδυσεν. Ὢ τῆς καλῆς συναλλαγῆς. Δουλικὸν χιτῶνα τὸ σῶμα ἐδανείσατο καὶ βασιλικὸν χιτῶνα τὸ βάπτισμα ἀντέδωκε. Στρατιώτου θώ‐
5ρακι ὁ βασιλεὺς ἐχρήσατο, ἵνα τὸν τύραννον λάθῃ, καὶ ὁλόχρυσον θώρακα τῷ στρατιώτῃ ἔδωκε. Σάρκα ἔλαβε καὶ θεότητα ἔδωκεν· Ἐγὼ εἶπα θεοί ἐστε. Γῆν ἔλαβε καὶ οὐρανὸν ἔδωκε. Πενίαν ἔλαβε καὶ πλοῦτον ἔδωκε· πλούσιος ὤν, δι’ ἡμᾶς ἐπτώχευσεν.

30

.

8

Ἐπειδὴ γὰρ ἐδανείσατο τὸν τῆς σαρκὸς χιτῶνα καὶ ὃν ἐποίησεν ἔλαβε καὶ ὃν ἐχαρίσατο αὐτὸς ἐδανείσατο, τοῦτον δὲ τὸν χιτῶνα Ἰουδαῖοι ἐν τῷ σταυρῷ τοῖς ἥλοις κατέσχισαν καὶ τῇ λόγχῃ διέρρηξαν, ἀπεδύσατο τῷ θανάτῳ καὶ ἔπλυνε καὶ ἔβαψεν. Ἐξῆλ‐
5θεν ἀπὸ τῆς πλευρᾶς αἷμα καὶ ὕδωρ· ἔπλυνε τῷ ὕδατι, ἔβαψε τῷ αἵματι καὶ ἐθυμίασε τῇ σμύρνῃ, ἣν ὁ Νικόδημος ἤνεγκε, καὶ
ἐνετύλιξε τῇ σινδόνι, ἣν ὁ Ἰωσὴφ ἠγόρασε, καὶ ἐφύλαξεν ἐν τῷ τάφῳ ὡς ἐν κιβωτῷ ἀσφαλισάμενος. Οὐδὲ γὰρ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Καὶ ἀναστὰς ἐκ τοῦ τάφου ὡς νυμφίος ἐκ θαλά‐
10μου, καινουργηθέντα καὶ ἀκέραιον τὸν χιτῶνα ὡς νυμφίος ἐφό‐ ρεσε, καὶ ἐν αὐτῷ τὴν ἐκκλησίαν φορῶν ἀνῆλθεν εἰς οὐρανούς, ἵνα καυχήσωνται οἱ χρήσαντες τὸ ἱμάτιον, ὅτι φορῶν αὐτὸ ὁ βασιλεὺς ἐν δεξιᾷ τοῦ πατρὸς ἐκάθισε. Καὶ λεγέτω Παῦλος· Καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν

30

.

9

Χριστ. Καὶ βλέπε λοιπὸν ἐνταῦθα τὸ θαυμαστὸν μυστή‐ ριον· ὁ Χριστὸς καὶ ἡ ἐκκλησία ἀλλήλους συνεδέδυνται. Ὢ στοργή, ὢ φιλία, ὢ ἀγάπη, ὢ διάθεσις· ἡ νύμφη καὶ ὁ νυμφίος ἐφόρεσαν ἑαυτούς. Πῶς καὶ τίνα τρόπον; Ἄκουσον· ὅτι ἄνω μὲν
5ὁ Χριστὸς τὴν ἐκκλησίαν διὰ τοῦ σώματος ἐνδέδυται, ὅτι πάντας ἀνθρώπους ἐνδύσει· κάτω δὲ ἡ ἐκκλησία τὸν Χριστὸν διὰ τοῦ βαπτίσματος ἐνεδύσατο· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσ‐ θητε, Χριστὸν ἐνεδύσασθε. Ποῖον Χριστόν; Ὃν ἄρτι ὁ προφήτης ὡς ἐπίτροπος δεσπότην περὶ τῶν παροίκων ἐρωτᾷ·
10Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ...

31

t

Homilia in feriam VI infra Octauam Paschae Τῇ παρασκευῇ τῆς Λαμπρᾶς.

31

.

1

Καὶ νῦν ὄντως ἡ ἡμέρα 〈τῇ ἡμέρᾳ〉 ἐρεύγεται ῥῆμα, ἡμέρα ἡ σήμερον ἡ ἕκτη· Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρω, ἡμέρα ἕκτη. Ἡμέρα καὶ ἡ ἐκκλησία· Ἡμεῖς δὲ ἡμέρας ὄντες υἱοὶ νήφωμεν. Πάντες υἱοὶ φωτός ἐσμεν καὶ υἱοὶ
5ἡμέρας. Ἡ οὖν σήμερον ἡμέρα λέγει τῇ ἡμέρᾳ τῇ ἐκκλησίᾳ, καὶ
ὡς ἀδελφὴ πρὸς ἀδελφὴν ἡ σήμερον ἡμέρα, παρασκευὴ ἡμέρα, τῇ ἡμέρᾳ 〈τῇ〉 ἐκκλησίᾳ λέγει· Οἶδας, φησίν, ὦ Χριστοῦ νύμφη, οἷον πένθος ἔσχον τότε, ὅτε ὁ σὸς νυμφίος ἐσταυρώθη ἐν ἐμοί, ὅπως τὸ φῶς λευκὸν χιτῶνα ἐκδυσαμένη ὡς πενθικὸν ἱμάτιον τὸ
10σκότος ἐφόρεσα, ὅπως ἐγώ τε καὶ ὁ ἥλιος, ὡς δοῦλος μετὰ συν‐ δούλης, τὸν δεσπότην ἀποθανόντα ἐκλαίομεν, καὶ οἱ δύο μελανη‐ φοροῦντες, ἐγώ τε καὶ ὁ ἥλιος, κόσμον ἐκδιδάσκομεν ὅτι ὁ ἡμέρας

31

.

2

καὶ ἡλίου δημιουργὸς ἐσταυρώθη. Πόσοι ἐφονεύθησαν ἀπὸ τοῦ Ἄβελ δίκαιοι, καὶ οὐδέποτε [ἡ ἡμέρα] ἐμελανηφόρησε. Πόσοι ἀνηρέθησαν ἅγιοι καὶ οὐδέποτε ὁ ἥλιος σκότος ἐνεδύσατο. Ὁ εἷς ἐσταυρώθη, καὶ οἱ δύο ἐσκοτίσθησαν. Εἰ μὴ ἦν αὐτῶν δεσπότης,
5οὐκ ἂν οὕτως ἐπένθησαν· εἰ ἄνθρωπος ἦν ψιλός, οὐκ ἂν ὡς δεσ‐ πότην ἔκλαυσαν. Ὅτι δὲ κύριος τῶν ἡμερῶν ἐστι, Κύριος, φησίν, ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. Ὁ τοῦ σαββάτου κύριος καὶ ἐμοῦ τῆς παρασκευῆς ἐστι κύριος· ἄνθρωπος δὲ ψιλὸς κύριος ἡμερῶν οὐ γίνεται. Ὅτι δὲ ὁ υἱὸς τοῦ
10ἀνθρώπου, ὁ κύριος τῶν ἡμερῶν, ἐσταυρώθη, Ἰδοὺ ἀναβαίνο‐ μεν εἰς Ἱερουσαλήμ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παρα‐

31

.

3

δοθήσεται εἰς χεῖρας ἁμαρτωλῶν. Ἀλλ’ ἐπειδὴ μόνη καὶ ὡς δούλη μαρτυροῦσα ἡ παρασκευὴ παρὰ τοῖς αἱρετικοῖς οὐ πιστεύεται ὅτι οὐκ ἦν ἄνθρωπος ψιλὸς ὁ σταυρωθείς, μάρτυρα τὴν κτίσιν καλεῖ, ἵνα ἐπὶ στόματος δύο καὶ τριῶν καὶ πλειόνων
5μαρτύρων βεβαιωθῇ ἡ ἀλήθεια. Εἰπέ, οὐρανέ, διὰ τί σκότος ἐν τῷ πάθει ἐνεδύσω; Ἀποκρίνεται· Ὅτι ἐκεῖνος ἐσταυρώθη ὁ ἐν Ἠσαΐᾳ εἰπών· Ἐνδύσω τὸν οὐρανὸν σκότος. Καὶ τί; Μὴ ἆρα ὅτι ἄνθρωπος ἐπὶ σταυροῦ ἀπέθανεν; Ἀλλὰ ἀποκρίνεται· Εἰ δι’ ἄνθρωπον ἐσκοτίσθην, καὶ πῶς, ὅτε Ἀδὰμ τῇ ἁμαρτίᾳ
10ἀπέθανε καὶ ὡς νεκρὸς ἀπὸ οἴκου τοῦ παραδείσου ἐξεφέρετο, σκότος οὐκ ἐφόρεσα; Τότε Ἀδὰμ παρὰ τῷ ξύλῳ ἀπέθανε, νῦν δὲ ὁ ποιητὴς τοῦ Ἀδὰμ σαρκωθεὶς ἐπὶ τῷ ξύλῳ ἀπέθανεν, ἵνα διὰ

31

.

4

τοῦ θανάτου θανατώσῃ τὸν θάνατον. Μαρτύρησον καὶ σὺ τῇ ἡμέρᾳ, ἥλιε συνοδοιπόρε ταύτης καὶ συνεργὲ καὶ συναπόδημε καὶ σύνδουλε· Διὰ τί λευκοφορῶν ἐξαίφνης ἐμελανηφόρησας; Ἆρα ὅτι ἄνθρωπον οἱ Ἰουδαῖοι ἐσταύρωσαν; Καὶ πῶς, ὅτε τὸν
5Ἠσαΐαν ἔπρισαν, τοῦτο οὐκ ἐποίησας; Πῶς τὸν σταυρωθέντα ἐπένθησας καὶ τὸν πρισθέντα οὐκ ἐδάκρυσας; Ἀλλ’ ἀποκρίνεται· Ὅτι Ἠσαΐας ὁ πρισθεὶς ἐμὸς σύνδουλος, ὁ δὲ σταυρωθεὶς ἐμὸς κύριος. Δοῦλός εἰμι, δεσπότην πενθεῖν οἶδα, σύνδουλον πενθεῖν

31

.

5

οὐκ οἶδα. Δεῦρο καὶ σύ, ὦ γῆ, ἀνθρώπῳ [ἔτρεμες καὶ ἐσείσθης καὶ ἐφοβήθης]; Εἰπὲ ἡμῖν τί σοι ἐγένετο ὅτε σεισμένη ἐν τῷ πάθει [ἔτρεμες] καὶ ὡς πλοῖον δονουμένη ἠπείλει κόσμῳ ναυάγιον· μὴ ὅτι ἄνθρωπος ἐσταυροῦτο φοβηθεῖσα ἔτρεμες; Καὶ πῶς Ἰωάν‐
5νου ἀποκεφαλισθέντος ἀτάραχος ἔμεινας; Ἀποκρίνεται· Ὅτι Ἰωάννης μὲν ὕδατι ἐβάπτιζεν ὡς ἄνθρωπος, ὁ δὲ σταυρωθεὶς ὡς θεὸς ἐν πνεύματι καὶ πυρὶ ἐβάπτισεν. Ἐγώ, φησίν, ὁ ἐν ὕδατι βαπτίζων τοῦ ὕδατος διάκονος· ὁ ἐν πυρὶ βαπτίζων τοῦ πνεύ‐

31

.

6

ματος ὁμοούσιος. Ἐπερωτήσωμεν καὶ τὰς πέτρας· Διὰ τί ὡς δουλίδες πενθοῦσαι ἐν τῷ πάθει περιεσχίζεσθε; Ἆρα ὅτι ἄνθρωπον ὁ Πιλᾶτος τῷ σταυρῷ προσήλωσε; Καὶ πῶς, ὅτε Ἀντίοχος τοὺς Μακκαβαίους ἐπὶ τὸν καταπέλτην καὶ τοὺς τρο‐
5χαντῆρας ἐμελοτόμει οὐ περιεσχίσασθε; Ἀποκρίνονται· Διὰ τοὺς ἑπτὰ οὐ περιεσχισάμεθα, ὅτι πρὸς τὸν ἕνα ἔσπευδον· διὰ τὸν ἕνα περιεσχισάμεθα, ὅτι ὁ τοὺς ἑπτὰ θυσίαν λαβὼν ὡς εἷς τῶν

31

.

7

ἑπτὰ ἐθύετο. Μαρτυρεῖται καὶ τὸ σχιζόμενον τοῦ ναοῦ καταπέτασμα· Διὰ τί τὸ περιβόλαιον τοῦ ἁγίου τῶν ἁγίων [ἐρράγη]; Ἆρα μὴ ὅτι ἀνθρώπου αἷμα οἱ Ἰουδαῖοι ἐξέχυσαν; Καὶ πῶς, [ὅτε ὁ] Ζαχαρίας ἐν σοὶ ἐφονεύετο καὶ τὸ αἷμα αὐτοῦ
5μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ἐξεχύνετο, [οὐ‐
δὲν τοι]οῦτον ἐποίησας; Ἀλλὰ λέγει· Ἐπὶ τοῦ ἐσταυρωμένου τὸ καταπέτασμα περιεσχίζετο, ἐπὶ δὲ τοῦ φονευομένου οὐδὲ ἀράχνη περιεσχίζετο, ὅτι ὁ μὲν σταυρωθεὶς δεσπότης ἐστὶ τοῦ ναοῦ, ὁ δὲ σφαγεὶς πάροικός ἐστι τοῦ ναοῦ. Τὸν λειτουργὸν οὐκ ἐπένθησα,
10ὅτι ἐμὸς ὑπουργός, τὸν δὲ σταυρωθέντα ἐπένθησα, ὅτι ἐμὸς

31

.

8

δημιουργός. Δεῦτε καὶ ὑμεῖς ἐκ τῶν τάφων ἀνιστάμενοι εἴπατε, καὶ οἱ ἀποθανόντες τοὺς ζῶντας διδάξατε· Πῶς ἀπὸ τοῦ αἰῶνος κοιμώμενοι ἐκθαμβωθέντες ἐξυπνίσθητε; Ἆρα ὅτι ἄνθρω‐ πος ἐσταυρώθη; 〈Καὶ πῶς, ὅτε Πέτρος ἐσταυρώθη〉, οὐδεὶς ὑμῶν
5ἀνέστη; Διὰ τὸν Χριστὸν τοσοῦτοι ἀνέστητε καὶ διὰ τὸν Πέτρον οὐδὲ εἷς. Ἀλλὰ ἀποκρίνονται· Διὰ Πέτρον σταυρωθέντα οὐκ ἀνέστημεν· οὐδὲ γὰρ ξένον εἴχομεν ἰδεῖν ἄνθρωπον ἀπὸ γῆς εἰς
γῆν πορευόμενον. Δεσποτικῷ ...