TLG 2060 001 :: ASTERIUS :: Homiliae 1–14

ASTERIUS Scr. Eccl.
(Amasenus: A.D. 4–5)

Homiliae 1–14

Source: Datema, C. (ed.), Asterius of Amasea. Homilies i–xiv. Leiden: Brill, 1970: 7–15, 17–24, 27–37, 39–43, 45–52, 59–64, 71–78, 85–106, 115, 117, 119, 121, 123, 125, 127, 135–146, 153–155, 165–173, 183–194, 205–219.

Citation: Homily — chapter — section — (line)

1

t

1

Τοῦ ἐν ἁγίοις πάτρος ἡμῶν Ἀστερίου ἐπισκόπου Ἀμασείας ὁμιλία ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου εἰς τὸν πλούσιον καὶ εἰς τὸν Λάζαρον

1

.

1

.

1

Οὐ τοῖς ἀποφατικοῖς καὶ δογματικοῖς μόνον θεσπίσμασιν ὁ Θεὸς ἡμῶν καὶ σωτὴρ παιδεύει τοὺς ἀνθρώπους, ὥστε μισεῖν κακίαν καὶ ἀγαπᾶν ἀρετήν, ἀλλὰ καὶ τοῖς ἐναργέσι τῶν ὑποδειγμάτων σαφῆ παρα‐ δίδωσι τὰ τῆς ἀγαθῆς πολιτείας μαθήματα, ἔργοις ὅμου καὶ λόγοις
5προσβιβάζων ἡμᾶς τῇ καταλήψει τῆς ἀγαθῆς καὶ φιλοθέου ζωῆς.

1

.

1

.

2

Οὕτω τοι καὶ νῦν πολλαχοῦ προειρηκὼς ἡμῖν διά τε προφητικῶν καὶ εὐαγγελικῶν στομάτων, οὐ μὴν ἀλλὰ καὶ διὰ οἰκείας φωνῆς, ἀποστρέφεσθαι μὲν τὸν ὑπερήφανον καὶ ὑψαύχενα πλοῦτον, ἀγαπᾶν δὲ γνώμην φιλάνθρωπον καὶ
5τὴν μετὰ δικαιοσύνης πενίαν, ἵνα τὴν τοῦ καλοῦ συμβουλὴν βεβαιοτέραν ἐργάσηται, τεκμηριοῖ τὸν λόγον πρακτικοῖς ὑποδείγμασι καὶ γράφει τῇ διηγήσει τὸν πλούσιον καὶ τὸν πένητα,

1

.

1

.

3

καὶ τοῦ μὲν τὴν φιλότιμον ἀπόλαυσιν, τοῦ δὲ τὴν τεθλιμμένην ζωὴν ὑποδείκνυσι καὶ τὸ τέλος ἀμφοτέρων τοῦ βίου εἰς ὅ τι κατέληξεν, ἵνα τοῖς ἀλλοτρίοις ἐπιτηδεύ‐ μασι σκεψάμενοι τὴν ἀλήθειαν σώφρονες γενώμεθα τῶν ἰδίων κριταί.

1

.

2

.

1

Ἄνθρωπός τις ἦν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύ‐ ραν καὶ βύσσον. Διὰ δύο συντόμων ὀνομάτων ὁ λόγος σκώπτει καὶ κωμῳδεῖ τὴν πλαδῶσαν καὶ ἄμετρον τῶν κακῶς πλουτούντων διάχυσιν. Τῆς μὲν γὰρ πορφύρας τὸ χρῶμα πολυδάπανον καὶ περίεργον· τῆς δὲ
5βύσσου οὐκ ἀναγκαία ἡ χρῆσις. Τῶν δὲ τὴν εὐπολίτευτον ζωὴν αἱρουμένων καὶ ἀπερίεργον οἰκεῖον καὶ φίλον τὸ τῇ χρείᾳ τῶν ἀναγκαίων τὴν χρῆσιν μετρεῖν, φεύγειν δὲ τῆς ματαίου κενοδοξίας τὸν συρφετὸν καὶ τὴν πολύπλα‐ δον διαγωγὴν ὡς κακίας μητέρα.

1

.

2

.

2

Καὶ ἵνα σαφέστερον αὐτοῦ τούτου τοῦ λεγομένου τὴν δύναμιν καταμάθωμεν, ἡ τῶν ἐνδυμάτων πρώτη διαγνω‐ σθήτω χρῆσις, μέχρι πόσου καὶ τίνος παραληφθήσεται ὅροις καὶ κανόσι περιλαμβανομένη σώφροσιν. Τί τοίνυν ὁ τοῦ δικαίου νόμος φησίν;
5Πρόβατον ὁ Θεὸς ἔκτισεν εὔκομον τὴν δορὰν καὶ τοῖς μαλλοῖς εὐθηνού‐ μενον· τοῦτο λαβὼν ἀπόκειρον καὶ δὸς ὑφαντικῇ τέχνῃ τὴν ὕλην, χιτῶνα
σαυτῷ καὶ ἱμάτιον κατασκεύασον, ὅπως ἂν διαφεύγῃς χειμῶνος ταλαι‐ πωρίαν καὶ τῆς ζεούσης ἀκτῖνος τὴν βλάβην.7

1

.

2

.

3

Εἰ δέ σοι καὶ κουφοτέρας ἐσθῆτος χρεία κατὰ τὴν ὥραν τοῦ θέρους, ἔδωκεν ὁ Θεὸς τοῦ λίνου τὴν χρῆσιν εἰς πλατυτέραν ἀπόλαυσιν· καί σοι ῥᾷστον ἐκεῖθεν κτήσασθαι σκέπην εὐσχήμονα ἀμφιεννῦσαν ὁμοῦ καὶ ἀναψύχουσαν τῇ κουφότητι.
5Καὶ τούτων ἀπολαύων ὁμολόγει τῷ κτίστῃ τὴν χάριν ὑπὲρ ὧν οὐκ ἐποίησεν μόνον ἡμᾶς, ἀλλὰ καὶ τῆς πρὸς τὸ ζῆν ἀσφαλείας ἐφρόντισεν.

1

.

2

.

4

Ἂν δὲ καταλιμπάνων τὸ πρόβατον καὶ τὸ ἔριον καὶ τὴν ἀναγκαίαν τοῦ δημιουργοῦ τῶν ὅλων παρασκευὴν ταῖς ματαίαις ἐπινοίαις καὶ ταῖς ἐμπλήκτοις ἐπιθυμίαις ἐκδιαιτώμενος τὴν βύσσον ἐπιζητῇς καὶ συνάγῃς τὰ τῶν περσικῶν σκωλήκων νήματα, ἱστὸν δὲ ἀράχνης ἀνεμιαῖον ὑφαίνῃς,
5καὶ πρὸς τὸν ἀνθόβαφον ἐρχόμενος μισθοὺς τελῇς δαψιλεῖς, ἵνα τὸν κόχλον ἐκ θαλάσσης θηρεύσας τῷ αἵματι τοῦ ζῴου χρίσῃ τὸ ἔνδυμα, τοῦτο ὑπερμαζῶντος ἐστιν ἀνθρώπου παραχρωμένου τῇ κτήσει, οὐκ ἔχοντος ὅπου τὸ περιττεῦον ἐκχέῃ. Καὶ διὰ τοῦτο εἰκότως ὁ τοιοῦτος μαστίζεται παρὰ τοῦ εὐαγγελίου κατηγορούμενος ὡς βλὰξ καὶ θηλυδρίας,
10κόσμοις ἀθλίων κορασίων καλλωπιζόμενος.

1

.

3

.

1

Ἄλλοι πάλιν κατὰ τὴν γνώμην τῆς ὁμοίας ματαιότητος ἐρασταί· μᾶλλον δὲ πρὸς τὸ πλέον τὴν κακίαν ἀσκήσαντες οὐδὲ μέχρι τῶν εἰρημένων ἔστησαν τῆς μωρᾶς ἐπινοίας τοὺς ὅρους, ἀλλά τινα κενὴν ὑφαντικὴν ἐξευρόντες 〈καὶ〉 περίεργον, ἥτις τῇ πλοκῇ τοῦ στήμονος πρὸς τὴν κρόκην
5τῆς γραφικῆς μιμεῖται τὴν δύναμιν καὶ πάντων ζῴων τοῖς πέπλοις τὰς μορφὰς ἐνσημαίνεται, τὴν ἀνθίνην καὶ μυρίοις εἰδώλοις πεποικιλμένην φιλοτεχνοῦσιν ἐσθῆτα ἑαυτοῖς τε καὶ γυναιξὶ καὶ παισίν· παίζοντες λοιπόν, οὐ σπουδάζοντες· κατὰ τῆς ἀμετρίας τοῦ πλούτου παραχρώμενοι τῷ βίῳ, οὐ χρώμενοι, ἀντινομοθετοῦντες τῷ Παύλῳ καὶ μαχόμενοι ταῖς
10θεοπνεύστοις φωναῖς, οὐ γράμμασιν ἀλλὰ πράγμασιν.

1

.

3

.

2

Ἃ γὰρ ἐκεῖνος ἀπεκήρυξε λόγῳ, ταῦθ’ οὗτοι κρατοῦσι καὶ κυροῦσι τοῖς ἔργοις. Ὅταν οὖν ἐνδυσάμενοι φανῶσιν, ὡς τοῖχοι γεγραμμένοι παρὰ τῶν συντυγχα‐ νόντων ὁρῶνται. Καί που καὶ τὰ παιδία αὐτοὺς περιίστανται μειδιῶντα
5πρὸς ἄλληλα καὶ δακτυλοδεικτοῦντα τὴν ἐν τοῖς ἱματίοις γραφήν· βαδίζουσι δὲ παρεπόμενα, οὐκ ἀναχωροῦντα μέχρι πολλοῦ.

1

.

3

.

3

Ἐκεῖ λέοντες καὶ παρδάλεις, ἄρκτοι καὶ ταῦροι καὶ κύνες· ὕλαι καὶ πέτραι, καὶ ἄνδρες θηροκτόνοι καὶ πᾶσα ἡ τῆς γραφικῆς ἐπιτήδευσις μιμουμένη τὴν φύσιν. Ἔδει γὰρ μὴ τοὺς τοίχους αὐτῶν μόνον, ὡς ἔοικεν, καὶ τὰς
5οἰκίας κοσμεῖσθαι, ἀλλ’ ἤδη καὶ τοὺς χιτῶνας καὶ τὰ ἐπ’ ἐκείνοις ἱμάτια.

1

.

4

.

1

Ὅσοι δὲ καὶ ὅσαι τῶν πλουτούντων εὐλαβέστεροι, ἀναλεξάμενοι τὴν εὐαγγελικὴν ἱστορίαν τοῖς ὑφανταῖς παρέδωκαν· αὐτὸν λέγω τὸν Χριστὸν ἡμῶν μετὰ τῶν μαθητῶν ἁπάντων, καὶ τῶν θαυμασίων ἕκαστον ὡς ἡ διήγησις ἔχει. Ὄψει τὸν γάμον τῆς Γαλιλαίας καὶ τὰς ὑδρίας· τὸν8
5παραλυτικὸν τὴν κλίνην ἐπὶ τῶν ὤμων φέροντα· τὸν τυφλὸν τῷ πηλῷ θεραπευόμενον· τὴν αἱμορροοῦσαν τοῦ κρασπέδου λαμβανομένην· τὴν ἁμαρτωλὸν τοῖς ποσὶν τοῦ Ἰησοῦ προσπίπτουσαν· τὸν Λάζαρον ἐκ τοῦ τάφου πρὸς τὴν ζωὴν ὑποστρέφοντα.

1

.

4

.

2

Καὶ ταῦτα ποιοῦντες εὐσεβεῖν νομίζουσι καὶ ἱμάτια κεχαρισμένα τῷ Θεῷ ἀμφιέννυσθαι. Ἐμὴν δὲ εἰ δέχονται συμβουλήν, ἐκεῖνα πωλήσαντες τὰς ζώσας εἰκόνας τοῦ Θεοῦ τιμησάτωσαν. Μὴ γράφε τὸν Χριστόν—ἀρκεῖ γὰρ αὐτῷ ἡ
5μία τῆς ἐνσωματώσεως ταπεινοφροσύνη, ἣν αὐθαιρέτως δι’ ἡμᾶς κατε‐ δέξατο—, ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον Λόγον περίφερε. Μὴ τοῖς ἱματίοις ἔχε τὸν παραλυτικόν, ἀλλὰ τὸν κείμενον ἄρρωστον ἐπιζήτησον. Μὴ ἱστόρει συνεχῶς τὴν αἱμορροοῦσαν, ἀλλὰ χήραν θλιβομένην ἐλέησον.

1

.

4

.

3

Μὴ τὴν ἁμαρτωλὸν γυναῖκα ἐπιμελῶς ὅρα γονυπετοῦσαν τὸν Κύριον, ἀλλ’ ἐπὶ τοῖς αὑτοῦ πλημμελήμασι συντρι‐ βόμενος πυκνὸν ἔκχει τὸ δάκρυον. Μὴ τὸν Λάζαρον ἐγειρόμενον ἐκ νεκρῶν σκιαγράφει, ἀλλὰ τῆς σῆς ἀναστάσεως ἀγαθὴν τὴν ἀπολογίαν
5εὐτρέπιζε. Μὴ τὸν τυφλὸν ἐπὶ τῆς ἐσθῆτος περίφερε, ἀλλὰ τὸν ζῶντα καὶ τῶν ὄψεων ἀφῃρημένον ταῖς εὐποιΐαις παραμυθοῦ. Μὴ τοὺς κοφίνους ζωγράφει τῶν λειψάνων, ἀλλὰ τρέφε τοὺς πεινῶντας. Μὴ τὰς ὑδρίας ἐπὶ τῶν ἱματίων βάσταζε, ἃς ἐν Κανᾷ τῆς Γαλιλαίας ἐπλήρωσεν, ἀλλὰ πότιζε τὸν διψῶντα.

1

.

4

.

4

Ἐπὶ ταῦτα ἡμᾶς ὠφέλησε τὸ ὑπερήφανον ἔνδυμα τοῦ πλουσίου, οὐ μὴν οὐδὲ τὰ ἑξῆς παροπτέον. Προσέθηκε γὰρ τῇ πορφύρᾳ καὶ τῇ βύσσῳ τὸ τρυφᾶν καθ’ ἡμέραν λαμπρῶς· πάντως δὲ τῆς μιᾶς γνώμης ἀμφότερα, τὸ καὶ τῇ ἀχρήστῳ φιλοτιμίᾳ τῶν ἐσθη‐
5μάτων ἐγκαλλωπίζεσθαι καὶ τῇ γαστρὶ καὶ τῇ φάρυγγι δουλεύειν ἡδυ‐ παθῶς.

1

.

5

.

1

Τρυφὴ τοίνυν ἐστὶν πρᾶγμα πολέμιον φιλαρέτου ζωῆς, βλακείας δὲ καὶ διαχύσεως δηλούσης, ἀπολαύσεως ἀμέτρου καὶ ἀνδραποδώδους συνηθείας. Καὶ λεγόμενον μὲν τὸ πρᾶγμα ἕν τι φαίνεται· ἐξεταζόμενον δὲ κατὰ μέρος καὶ κατηγορούμενον, ἐκ ποικίλης καὶ πλείονος καὶ πολυ‐
5κεφάλου κακίας ἔχει τὴν σύστασιν. Τρυφὴ γὰρ οὐκ ἂν γένοιτο μὴ πολλαῖς αὐξηθεῖσα ταῖς ὕλαις. Ὕλας δὲ πλούτου σωρεῦσαι ἀναμαρτήτως ἀμή‐ χανον, πλὴν εἰ μή τινι κατὰ τὸ σπάνιον, ὡς τῷ Ἰώβ, συμβαίη καὶ πλουτεῖν δαψιλῶς καὶ ζῆν κατὰ τὸ δίκαιον ἀκριβῶς.

1

.

5

.

2

Δεῖ τοίνυν τῷ τρυφῶντι
πρῶτον μὲν οἰκίας πολυτελοῦς, ψήφῳ καὶ λίθοις καὶ χρυσῷ κατὰ τὰς νύμφας κεκοσμημένης· πρὸς δὲ τὰς ἐξαλλαγὰς τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ ἐπιτηδείως ἐχούσης. Ζητεῖται γὰρ [θερμή,] ἀλεεινὴ μὲν ἡ τοῦ χειμῶνος9
5καὶ τετραμμένη πρὸς τὴν ἀκτῖνα τῆς μεσημβρίας, ἀναπεπταμένη δὲ πρὸς τὴν ἄρκτον θερινή, ἵνα λεπταῖς ὁμοῦ καὶ ψυχραῖς ταῖς αὔραις ταῖς βορει‐ ναῖς καταπνέηται. Μετὰ ταύτην χρεία πολυτελοῦς ἐσθῆτος τῆς μελλούσης ἀμφιέννυσθαι τὰ βάθρα, τὰς κλίνας, τὰς στιβάδας, τὰς θύρας. Πάντα γὰρ παρ’ ἐκείνοις ἐπιμελῶς ἐνδύεται καὶ τὰ ἄψυχα, ἐλεεινῶς τῶν πενήτων
10ἐκδυομένων.

1

.

5

.

3

Πρόσθες ἑξῆς τούτοις καὶ λόγισαι τὸν ἐν τοῖς σκεύεσιν ἄργυρον, τὸν χρυσόν, τὴν πολυδάπανον ἀγορασίαν τῶν ἐκ Φάσιδος ὀρνίθων, οἴνου τοῦ Φοίνικος, ὃν αἱ ἄμπελοι Τύρου πολὺν τοῖς πλουσίοις καὶ τίμιον ἀπορρέουσι· πᾶσαν τὴν ἄλλην τῆς ἀπολαύσεως τὴν παρα‐
5σκευήν, ἣν αὐτῶν τῶν χρωμένων ἐστὶν ἐπιμελῶς ὀνομάσαι. Αὔξουσα γὰρ καθ’ ἡμέραν ἐπὶ τὸ περιεργότερον ἡ τρυφὴ ἤδη καὶ τῶν ἐξ Ἰνδικῆς ἀρωμάτων παρεγχέει τοῖς ὄψοις, καὶ μᾶλλον τῶν ἰατρῶν οἱ μυροπῶλαι τοῖς μαγείροις ὑπηρετοῦσιν.

1

.

5

.

4

Ἐντεῦθεν ἐννόησον τὸ δορυφορικὸν τῆς τραπέζης πλῆθος, τραπεζοποιούς, οἰνοχόους, ταμιείας καὶ τοὺς τούτων ἀφηγουμένους μουσικούς, μουσικάς, ὀρχηστρίδας, αὐλητάς, γελωτο‐ ποιούς, κόλακας, παρασίτους, τὸν ἀκόλουθον τῆς ματαιότητος συρφετόν.
5Ταῦτα ἵνα κτηθῇ, πόσοι πένητες ἀδικοῦνται! πόσοι δὲ ὀρφανοὶ κονδυ‐ λίζονται! πόσαι χῆραι δακρύουσιν! πόσοι σφοδρῶς σπαραττόμενοι σπεύδουσιν πρὸς ἀγχόνην!

1

.

5

.

5

Ἡ δὲ τῶν τοιούτων ψυχὴ ὥσπερ Ληθαίου τινος ὕδατος γευσαμένη ἑαυτῆς ἀμνημονεῖ καθάπαξ, τίς ἐστιν καὶ τίνι συνέζευκται, καὶ ὅτι ποτὲ τῆς συζυγίας ταύτης λυθήσεται καὶ πάλιν ἀνακτισθέντι συνοικήσει τῷ σώματι. Ἐλθόντος δὲ καιροῦ τοῦ καθήκοντος
5καὶ τοῦ ἀπαραιτήτου προστάγματος τῆς πρὸς τὸ σῶμα κοινωνίας ἀπο‐ σπῶντος αὐτήν, ἀναλογισμὸς εἰσέρχεται τῶν βεβιωμένων καὶ ἀνωφελὴς μετάνοια, κατόπιν γινομένη τῆς χρείας. Τότε γὰρ ὀνίνησι μεταμέλεια, ὅταν ὁ μεταβουλευόμενος ἐξουσίαν ἔχῃ τῆς διορθώσεως· ἀναιρεθείσης δὲ τῆς ἐνεργείας τοῦ κατορθοῦν ἀχρεῖος ἡ λύπη καὶ μάταιος ἡ μετάγνωσις.

1

.

6

.

1

Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος. Οὐ πένητα ἁπλῶς ὑπογράφει ὁ λόγος τῆς δαπάνης καὶ τῆς χρείας τῶν ἀναγκαίων ἐστερη‐ μένον, ἀλλὰ γὰρ καὶ ἀρρωστίᾳ ὀδυνηρᾷ συνεχόμενον καὶ διερρυηκότα τὸ σῶμα, ἄοικον, ἀνέστιον, ἀθεράπευτον, τῇ πύλῃ τοῦ πλουσίου προσερριμ‐
5μένον. Καὶ λίαν ἐπιμελῶς τῇ διηγήσει τὰς συμφορὰς ἐπὶ τέλει ἐκτραγῳδεῖ τοῦ πτωχοῦ, ἵνα τὴν τοῦ μὴ ἐλεοῦντος στηλιτεύσῃ σκληρότητα.

1

.

6

.

2

Ὁ γὰρ
πρὸς λιμὸν καὶ νόσον μηδὲν πάσχων ἐλεεινὸν ἢ συμπαθὲς θηρίον ἐστὶν ἄλογον, κακῶς εἰς ἀνθρώπου μορφωθὲν σχῆμα, ψευδόμενον τῇ προαιρέσει τὴν φύσιν· μᾶλλον δὲ καὶ αὐτῶν τῶν θηρίων ἀσυμπαθέστερον, εἴ γε10
5χοίρου μὲν σφαζομένου ἕλκονται πρός τινα λυπηρὰν αἴσθησιν οἱ χοῖροι καὶ τῷ νεορρύτῳ αἵματι ἀνιαρὰ ἐπιτρύζουσι· περιίστανται δὲ τοῦ ταύρου τὸν φόνον οἱ βόες ἐμπαθεῖ μυκηθμῷ τὴν ἄλγιδα σημαίνοντες. Ἀγέλαι δὲ γεράνων, μιᾶς τῶν συννόμων περιπεσούσης θηράτροις, περιίπτανται τὴν κρατουμένην καί τινος ὀδυρτικῆς κλαγγῆς τὸν ἀέρα πληροῦσιν, τὴν
10ὁμόφυλον ζητοῦσαι καὶ σύννομον.

1

.

6

.

3

Ἄνθρωπον δέ, τὸ λογικὸν ζῷον καὶ ἥμερον καὶ καθ’ ὁμοίωσιν Θεοῦ τὴν ἀγαθότητα παιδευόμενον, μικρὸν οὕτω φροντίζειν τῶν συγγενῶν ἐν ταῖς ὀδυνηραῖς τῶν συμφορῶν περι‐ στάσεσιν!

1

.

7

.

1

Ἔκειτο τοίνυν ὁ πολυώδυνος καὶ εὐχάριστος πένης πόδας οὐκ ἔχων, —ἦ γὰρ ἂν τὸν ἀλάστορα καὶ ὑπερήφανον ἔφυγεν, ἕτερον τόπον ἀλλαξάμενος ἀντὶ τῆς ξενοκτόνου πύλης τῆς κεκλεισμένης τοῖς πένησιν— χειρῶν ἀφῃρημένος καὶ οὐδὲ παλάμην ἔχων προτείνειν εἰς αἴτησιν,
5ἐμφραχθεὶς αὐτὰ τὰ ὄργανα τῆς φωνῆς καί τινα βραγχῶσαν καὶ τραχεῖαν τῶν στέρνων ἠχὴν προϊέμενος, πᾶσιν ἁπλῶς ἠκρωτηριασμένος τοῖς μέλεσιν, νόσου πονηρᾶς λείψανον, ἐλεεινὸν ὑπόδειγμα τῆς ἀνθρωπίνης ἀσθενείας.

1

.

7

.

2

Ἀλλ’ ὅμως οὐδὲ τοσοῦτος κατάλογος συμφορῶν ἔκλινεν πρὸς ἐπίσκεψιν τὸν ὑψαύχενα· παρῄει δὲ ὡς λίθον τὸν ἄνθρωπον ἀπροφάσιστον τὴν ἁμαρτίαν ἐπιτελῶν. Οὐ γὰρ εἶχεν ἐγκαλούμενος λέγειν ταῦτα τὰ κοινὰ καὶ εὐπρόσωπα· Οὐκ ἔγνων, οὐκ ᾔδειν· ἔλαθεν με
5ποτνιῶν ὁ πτωχός· ὃς ἔκειτο πρὸ τῆς πύλης εἰσιόντος καὶ ἐξιόντος θέαμα, ἵνα ἀπαραίτητον ἐργάσηται τοῦ ὑπερηφάνου τὴν καταδίκην. Ἐπεθύμει καὶ τῶν ψιχίων τῆς τραπέζης καὶ οὐδὲ τούτων ἐτύγχανεν· ἀλλ’ ὁ μὲν τῇ πλησμονῇ διερρήγνυτο, ὁ δὲ ὑπὸ τῆς ἐνδείας ἐτήκετο.

1

.

7

.

3

Καλὸν οὖν ἦν καὶ δίκαιον τὴν Χαναναίαν ἐκείνην τὴν Φοίνισσαν διδάσκαλον ἐπιστῆσαι τῷ μισανθρώπῳ πλουσίῳ, λέγουσαν ἐκεῖνα τὰ γεγραμμένα ὅτι Ὦ ἀλάστορ καὶ ὑπερήφανε, καὶ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης
5τῶν κυρίων αὐτῶν· σὺ δὲ τὸν ἀδελφόν σου, τὸν ὁμόφυλον, ταύτης τῆς δωρεᾶς οὐκ ἠξίωσας;

1

.

7

.

4

Ἀλλ’ οἱ μὲν κύνες ἐπιμελῶς ἐτρέφοντο, κατ’ ἰδίαν οἱ φύλακες, χωρὶς οἱ θηρευτικοί· καὶ στέγης ἠξιοῦντο καὶ κλίνης καὶ θεραπευτὰς εἶχον ἀποκεκληρωμένους κατὰ σπουδήν, ἔρριπτο
δὲ χαμαὶ ἡ τοῦ Θεοῦ εἰκὼν ἀμελουμένη καὶ πατουμένη, ἣν ἰδίᾳ χειρὶ ὁ11
5τῶν ὅλων ἀριστοτέχνης καὶ δημιουργὸς διεπλάσατο, εἰ τῷ Μωϋσῆς ἀξιόπιστος τεκμηριῶσαι τῶν ἀνθρώπων τὴν γένεσιν.

1

.

8

.

1

Εἰ μὲν οὖν ἐτελεύτησεν μέχρι τούτου τὸ τοῦ Λαζάρου διήγημα καὶ οὕτως εἶχε τῶν πραγμάτων ἡ φύσις, ὡς τῇ ἀνωμαλίᾳ τοῦ βίου τούτου τὴν ζωὴν ἡμῶν περιγράφεσθαι, μεγάλας ἂν ἀφῆκα σχετλιάζων φωνάς, ἐφ’ οἷς οἱ κτισθέντες ὁμοτίμως οὕτως ἀνίσως μετὰ τῶν ὁμοφύλων
5διάγομεν.

1

.

8

.

2

Ἐπειδὴ δὲ καλὰ τὰ λειπόμενα πρὸς ἀκρόασιν, ἐν τοῖς παρελθοῦσι στενάξας, ὁ πένης, ἐν τοῖς ἀκολούθοις εὐθύμησον μαθὼν τοῦ συμπτώχου σου τὴν μακαρίαν ἀπόλαυσιν. Εὑρήσεις γὰρ δικαίου κριτοῦ ἀκριβὲς δικαστήριον, ἐν ᾧ στενάζει ὁ ἡδυπαθήσας καὶ τρυφᾷ ὁ
5μοχθήσας· ἑκάτερος δὲ κομίζεται τὰ πρὸς ἀξίαν ἐπίχειρα.

1

.

9

.

1

Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ. Ὁρᾷς τοὺς δια‐ κονιστὰς τοῦ δικαίου καὶ πένητος καὶ τοὺς ὑπηρέτας τῆς μεταστάσεως; Ἄγγελοι γὰρ ἐδορυφόρουν, γαληνόν τε καὶ πρᾶον εἰς αὐτὸν βλέποντες
5καὶ τῷ σχήματι προδηλοῦντες τὴν ἀναμένουσαν αὐτὸν θεραπείαν καὶ ἄνεσιν. Ἐνετέθη δὲ κομισθεὶς τοῖς κόλποις τοῦ πατριάρχου, ὃ καὶ διαπορήσεως ἀφορμὴν παρέχει τοῖς ἡδέως τὰ βάθη τῶν Γραφῶν βασα‐ νίζουσιν.

1

.

9

.

2

Εἰ γὰρ πᾶς τελευτῶν δίκαιος πρὸς τὸν αὐτὸν κομίζοιτο τόπον, πολύς τις ἂν εἴη καὶ ἐπ’ ἄπειρον ἀνηπλωμένος ὁ κόλπος, εἴ γε μέλλοι χωρητικὸς ἔσεσθαι τοῦ πλήθους τῶν ὁσίων παντός. Εἰ δὲ τοῦτο παντελῶς ἀμήχανον—κόλπος γὰρ κοιλανθεὶς ἄνδρα μὲν καὶ ἕνα δυσχε‐
5ρῶς, μόλις δὲ δύο περιστέλλει βρέφη—θεωρία τις ἡμᾶς ἐκδέχεται τῇ εἰκόνι τοῦ αἰσθητοῦ κόλπου πρὸς νοητήν τινα πραγματείαν χειραγω‐ γοῦσα.

1

.

9

.

3

Τί γάρ ἐστι τὸ λεγόμενον; Ὁ Ἀβραάμ, φησίν, ἀποδέχεται τοὺς τὸν εὐπολίτευτον ζήσαντας βίον. Εἰπὲ τοίνυν, ὦ θεσπέσιε Λουκᾶ— ὡς πρὸς παρόντα γάρ σε καὶ ὁρώμενον διαλέξομαι—διὰ τί πολλῶν ὄντων δικαίων καὶ πρεσβυτέρων τοῦ Ἀβραὰμ ταύτην τῷ μεθηλικεστέρῳ
5τὴν τιμὴν ἀπεκλήρωσας, σιωπήσας τὸν Ἑνώχ, τὸν Νῶε καὶ εἴ τις ἄλλος κατὰ τὸν βίον τούτοις ἀκόλουθος; Ἀλλά σου τάχα συνίημι καὶ οὐκ ἔξω βάλλει τοῦ σκοποῦ ἃ λογίζομαι.

1

.

9

.

4

Ἐπειδὴ γὰρ ὁ Ἀβραὰμ θεράπων Χριστοῦ καὶ διαφερόντως οὗτος ἀνθρώπων τὰς τοῦ Χριστοῦ ἐπιφανείας ἐδέξατο, καὶ τὸ τῆς Τριάδος μυστήριον ἱκανῶς ἡμῖν ἐν τῇ σκηνῇ τοῦ γέροντος τούτου διετυπώθη, ἡνίκα τοὺς τρεῖς ἀγγέλους ὡς ἄνδρας
5ὁδοιπόρους ἐξένισε, καὶ ἁπλῶς ἐκ πολλῶν τῶν μυστικῶν αἰνιγμάτων
οἰκεῖος ἄνθρωπος οὗτος γεγένηται τοῦ Θεοῦ, τοῦ χρόνοις ὕστερον ἀμφιε‐ σαμένου τὴν σάρκα καὶ διὰ μέσου τοῦ ἀνθρωπικοῦ τούτου παραπε‐ τάσματος ἐναργῶς ὁμιλήσαντος τοῖς ἀνθρώποις, διὰ τοῦτο τὸν κόλπον αὐτοῦ οἷον εὔδιόν τινα λιμένα καὶ ἄκλυστον ἀναπαυτήριον εἶναι τῶν12
10δικαίων φησίν.

1

.

9

.

5

Ἐν Χριστῷ γὰρ πάντων ἡμῶν ἡ σωτηρία καὶ ἡ ἐλπὶς καὶ ἡ ἀπεκδοχὴ τοῦ μέλλοντος αἰῶνος, τῷ ἐκ τῆς σαρκὸς τοῦ Ἀβραὰμ κατὰ τὴν ἀνθρωπικὴν ἀκολουθίαν βλαστήσαντι. Καί μοι δοκεῖ ἡ περὶ τὸν γέροντα τοῦ λόγου τιμὴ εἰς τὸν Σωτῆρα τὴν ἀναφορὰν ἔχειν,
5τὸν καὶ κριτὴν ὄντα καὶ μισθαποδότην τῆς ἀρετῆς καὶ τῇ θεραπευτικῇ φωνῇ προσκαλούμενον τοὺς δικαίους καὶ λέγοντα· Δεῦτε, οἱ εὐλο‐ γημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.

1

.

10

.

1

Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχόν. Διπλῆ τις ἐστὶν ἡ περὶ τὸν πτωχὸν σημασία· ἡ μὲν δηλοῦσα τῶν ἀναγκαίων τὴν ἔνδειαν, ἡ δὲ τὴν μετριοφροσύνην καὶ τοῦ ἤθους τὴν ταπεινότητα. Μὴ τοίνυν ὁ τῶν ὑλῶν ἀπόρως ἔχων καὶ πενόμενος ἀργυρίου, ἠμφιεσμένος δὲ τὴν ἐλεεινὴν
5ἐφεστρίδα, οἰκειούσθω τῆς ἀρετῆς τὸν ἔπαινον, μηδὲ νομιζέτω ἀρκέσειν αὐτῷ τὴν ἔνδειαν πρὸς σωτηρίαν.

1

.

10

.

2

Οὐ γὰρ ὁ κατ’ ἀνάγκην πενόμενος ἐπαινεῖται, ἀλλ’ ὁ τὴν γνώμην αὐθαιρέτως μετριάζων θαυμάζεται. Ἐπεὶ τοῖς ἀπορουμένοις ἁπλῶς, ἔχουσι δὲ τὸν τρόπον ἀπαιδαγώγητον ἢ ἀκατόρθωτον, ἐφόδιον γίνεται πολλῶν καὶ πονηρῶν τολμημάτων ἡ πρὸς
5ἀνάγκην ἀκτημοσύνη. Καὶ πάντας ἐγὼ τοὺς τοιχωρύχους καὶ ἀνδρα‐ ποδιστάς, ἔτι μὴν λωποδύτας καὶ κλέπτας καὶ τοὺς ἀνδροφόνους αὐτούς, εἴ ποτε παρέβαλον ἀρχοντικῷ κριτηρίῳ, πένητας ἐθεασάμην, ἀγνώστους, ἀοίκους, ἀνεστίους.

1

.

10

.

3

Ὡς ἐκ τούτου πρόδηλον εἶναι, ὅτι μακαρίζει νῦν ἡ Γραφὴ τὸν πτωχὸν ἐκεῖνον τὸν φιλοσόφῳ ψυχῇ τοὺς μόχθους βαστά‐ ζοντα, καρτεροῦντα δὲ γενναίως πρὸς τὰς περιστάσεις τοῦ βίου καὶ οὐδὲν κακουργοῦντα πονηρόν, ἵνα τῇ σαρκὶ χαρίσηται τῆς τρυφῆς τὴν ἀπό‐
5λαυσιν. Ὃν καὶ σαφέστερον διαγράφει ἐν τῷ πρώτῳ τῶν μακαρισμῶν ὁ Κύριος λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Οὔτε οὖν πᾶς πτωχὸς δίκαιος, ἀλλ’ ἐκεῖνος οἷος ὁ Λάζαρος, οὔτε πᾶς πλούσιος ἀπεγνωσμένος, ἀλλ’ ὁ μετὰ τοιαύτης ζῶν προαιρέσεως, οἵαν εἶχεν ὁ τοῦ Λαζάρου σύγχρονος· καὶ τούτου οἱ διὰ τῆς πείρας τοῦ βίου μάρτυρες
10πρόδηλοι.

1

.

10

.

4

Τί γὰρ τοῦ θείου Ἰὼβ πλουσιώτερον; Ἀλλ’ ὅμως ἡ εἰς ἄγαν εὐπορία τὸν ἄνδρα οὔτε τῆς δικαιοσύνης ἠλλοτρίωσεν, οὔτε συλ‐
λήβδην εἰπεῖν, τῆς ἀρετῆς ἐξώρισεν. Τί τοῦ Ἰσκαριώτου πενέστερον; Καὶ οὐδὲν ἀπώνατο τῆς ἐνδείας εἰς σωτηρίαν, ἀλλὰ τοῖς ἕνδεκα πένησι13
5καὶ φιλοσόφοις συνδιαιτώμενος καὶ αὐτῷ γε τῷ Κυρίῳ, τῷ δι’ ἡμᾶς αὐθαιρέτως πτωχεύσαντι, κακίᾳ προαιρέσεως εἰς φιλαργυρίαν παρενεχθεὶς ἐκεῖθεν καὶ τὴν προδοσίαν ἐρᾳδιούργησεν.

1

.

11

.

1

Ἄξιον δὲ καὶ τὴν ἐκφορὰν ἑκατέρου τῶν τεθνηκότων συνετῶς δοκιμάσαι. Ὁ μὲν γὰρ πτωχὸς κοιμηθεὶς ἀγγέλους εἶχεν δορυφόρους καὶ θεραπευτάς, ἄγοντας αὐτὸν μετὰ καλῆς τῆς ἐλπίδος εἰς τὸν τόπον τῆς ἀναπαύσεως· ὁ δὲ 〈πλούσιοσ〉 ἀποθανών, φησίν, ἐτάφη. Οὐδὲν
5γὰρ οἷον αὐτῇ χρήσασθαι τῇ λέξει τῇ γραφικῇ, ἱκανῶς διὰ μιᾶς λέξεως ἑρμηνευούσῃ τὴν ἄτιμον τοῦ πλουσίου κατάλυσιν.

1

.

11

.

2

Ὁ γὰρ ἁμαρτωλὸς τελευτῶν ὄντως θάπτεται, χθόνιος ὢν τὸ σῶμα, γήινος δὲ καὶ τὴν ψυχήν, καὶ τὸ φυσικὸν ἐκείνης ἀξίωμα τῇ συμπαθείᾳ τῆς σαρκὸς πρὸς τὴν ὕλην καταγαγών, οὐδὲν χρηστὸν τῆς ἑαυτοῦ ζωῆς καταλιμπάνων ὑπόμνημα,
5λήθῃ δὲ ἀτίμῳ καλυπτόμενος καὶ τὸν τῶν βοσκημάτων θάνατον τελευτῶν. Τάφος μὲν γὰρ ἔχει τὸ σῶμα, ᾅδης δὲ τὴν ψυχήν· δύο σκοτεινὰ δεσμω‐ τήρια μεριζόμενα τοῦ πονηροῦ ζῴου τὴν τιμωρίαν.

1

.

11

.

3

Καὶ τίς οὐκ ἂν τῆς ἀβουλίας τὸν ἄθλιον καταμέμψαιτο; ἡνίκα μὲν ὑπὲρ γῆς ἦν γαυριῶντα, μεγαλαυχούμενον, πάντων ὑπερφρονοῦντα τῶν συζώντων καὶ ὁμοφύλων καὶ μονονουχὶ μύρμηκας καὶ σκώληκας ἀποκαλοῦντα τοὺς ἐντυγχά‐
5νοντας, κενῷ δὲ φρονήματι τῆς ὀλιγοχρονίου δόξης διαρρηγνύμενον· ἡνίκα δὲ ἀπεσπάσθη τοῦ βίου καὶ ὡς μαστιγίας δοῦλος ἀφῃρέθη τῶν ἀλλοτρίων, ὧν ἐξ ἀνοίας ἐνόμιζεν εἶναι δεσπότης, εἰς ἀντίρροπον τῆς ὑπερηφανίας καταφέρεται ταπεινότητα, καὶ γραὸς θρηνούσης ὀδυρμοὺς προβαλλόμενος μακρὰ καὶ ἀνόνητα τὸν πατριάρχην ἐπικαλεῖται λέγων·

1

.

11

.

4

«Πάτερ Ἀβραάμ, ἐλέησον με καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσαν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ», ζητῶν ἔλεον, ὃν οὐκ ἔδωκεν ἡνίκα τοῦ εὐεργετεῖν πρόχειρον εἶχεν τὴν
5ἐξουσίαν· ἀξιῶν δὲ αὐτῷ βοηθὸν κατὰ τοῦ πυρὸς ἀφικέσθαι τὸν Λάζαρον· εὐχόμενος ἀπομυζῆσαι τοῦ λεπροῦ τὸν δάκτυλον ὀλίγον νενοτισμένον ὕδατι. Τοιαῦται τῶν φιλοσωμάτων αἱ ἀβουλίαι, τοῦτο τῶν φιλοπλούτων καὶ φιληδόνων τὸ τέλος.

1

.

12

.

1

Καὶ προσήκει τὸν συνετὸν καὶ προμηθῆ τοῦ μέλλοντος, οἷον φάρμακόν τι προφυλακτικὸν νοσήματος τὴν παραβολὴν ἡγησάμενον,
φυγεῖν τῶν ὁμοίων κακῶν τὴν πεῖραν, τὸ συμπαθὲς καὶ φιλάνθρωπον ὡς αἰτίαν τῆς ζωῆς τῆς μελλούσης ἀσκήσαντα. Δραματικῶς γὰρ ἡμῖν14
5ὁ λόγος τὴν νουθεσίαν ἐπὶ προσώπων ὡρισμένων ἐξέθετο, ἵνα ἐμψύχως καὶ δεικτικῶς παιδευθέντες τῆς ἀγαθῆς πολιτείας τὸν νόμον, μηδέποτε καταφρονήσωμεν τῶν τῆς Γραφῆς παραγγελμάτων ὡς ἄχρι λόγου μόνον φοβούντων, οὐ μὴν τὴν ἀπειλὴν προαγόντων εἰς τιμωρίαν.

1

.

12

.

2

Οἶδα γάρ, ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων ταῖς τοιαύταις ὑπονοίαις δελεαζόμενοι ἀκώλυτον ἑαυτοῖς τοῦ ἁμαρτάνειν τὴν ἐξουσίαν χαρίζονται. Πᾶν δὲ τοὐναντίον παρὰ τῆς προκειμένης Γραφῆς διδασκόμεθα ὡς οὐδὲ συγγνώμη
5τις τῆς ἐκεῖ κρίσεως ἐπελαφρύνει τὴν κόλασιν, οὐδ’ ἐλαττοῖ τὴν ὡρισμένην τιμωρίαν φιλανθρωπία, εἴ γε δεῖ ταῖς φωναῖς τοῦ πατριάρχου τεκμηριῶσαι τὸν λόγον.

1

.

12

.

3

Πολλὰ γὰρ ἱκετευθεὶς παρὰ τοῦ πλουσίου καὶ μυρίων ἐλεεινῶν ἐπακούσας φωνῶν οὔτε τοῖς ὀδυρμοῖς ἐπεκλάσθη οὔτε τῆς ὀδύνης ἐξείλετο τὸν πικρῶς μαστιζόμενον, ἀλλ’ αὐστηρῷ δὲ τῷ φρονή‐ ματι τὴν δικαίαν κρίσιν ἐκύρωσεν εἰπών, ὅτι πρὸς ἀξίαν ἑκάστῳ διε‐
5κλήρωσεν ὁ Θεός· καὶ σοὶ μὲν ἐπὶ τοῦ βίου τρυφήσαντι κατὰ τῶν ἀλλο‐ τρίων συμφορῶν δίκη τοῦ πλημμελήματος ἐπετέθη ἃ πάσχεις· τῷ δ’ ἐκεῖ μοχθήσαντι καὶ πατηθέντι καὶ πικρᾶς ἀνασχομένῳ τῆς ἐνσάρκου ζωῆς γλυκεῖα τις καὶ εὐφραίνουσα ἡ ἐνθάδε ἀπενεμήθη κατάστασις.

1

.

12

.

4

Πρὸς δὲ τούτοις καὶ χάσμα μέγα εἶναι φησιν, τὸ κωλύον αὐτοὺς τὴν πρὸς ἀλλήλους ἐπιμιξίαν καὶ διεῖργον τοὺς τιμωρουμένους ἀπὸ τῶν τιμωμένων, ἵνα εὐκρινῶς διάγωσιν ἀπ’ ἀλλήλων ἀμφότεροι ἀσύγχυτον ἔχοντες τῶν
5ἀγαθῶν καὶ τῶν κακῶν τὴν ἀπόλαυσιν. Οἶμαι δὲ τὴν αἰσθητὴν παρα‐ βολὴν νοητῆς εἶναι θεωρίας αἴνιγμα. Οὐ γὰρ δὴ τάφρον ὄντως ἐννοήσωμεν ἐκεῖ πρὸς τῶν ἀγγέλων διορυχθεῖσαν, οἷάπερ ἐν τοῖς στρατοπέδοις γίνεται τὰ τῶν πολεμίων μεταίχμια, ἀλλὰ τὸν χωρισμὸν ἡμῖν ὁ Λουκᾶς ὑπογράφων ὃν ἀπ’ ἀλλήλων εἰσὶ κεχωρισμένοι, οἵ τε κατ’ ἀρετὴν καὶ
10οἱ ἑτέρως ζήσαντες, ὑπέθετο τὴν εἰκόνα τοῦ χάσματος.

1

.

12

.

5

Ἐπισφραγί‐ ζεται δὲ τὴν διάνοιαν ἡμῶν ταύτην καὶ Ἡσαΐας οὕτω πως λέγων· Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶ‐
5σιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ Θεο.15

2

t

1

Τοῦ αὐτοῦ ὁμιλία ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου εἰς τὸν οἰκονόμον τῆς ἀδικίας

2

.

1

.

1

Πολλάκις ὑμῖν εἶπον διαλεγόμενος, ὅτι πεπλασμένη τις καὶ ψευδὴς ἔννοια τοῖς ἀνθρώποις ἐμπεσοῦσα πληθύνει τὰ ἁμαρτήματα καὶ ἐλαττοῖ τὰ ἀγαθά, ἅπερ ἕκαστος ὀφείλομεν ἐπὶ τῆς ἑαυτῶν πολιτείας ἀσκεῖν. Αὕτη δέ ἐστιν τὸ νομίζειν, ὅτι πάντα ὅσα ἔχομεν ἐν τῇ χρήσει τοῦ βίου
5ὡς κύριοι κεκτήμεθα καὶ δεσπόται. Καὶ ταύτης ἕνεκεν τῆς ὑπολήψεως σφοδρῶς ὑπὲρ αὐτῶν διαμαχόμεθα καὶ πολεμοῦμεν καὶ δικαζόμεθα καὶ εἰς ἄκρον αὐτῶν περιεχόμεθα ὡς ἐξαιρέτων κτημάτων.

2

.

1

.

2

Ἡ δὲ ἀλήθεια οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ σφόδρα ἐναντίως. Πάντα γὰρ ὧν ἀπελάβομεν, οὐχ ἡμέτερα· οὔτε μὴν ἡμεῖς ὡς αὐθένται καὶ κύριοι τῷ βίῳ τούτῳ ὡς ἡμετέρᾳ οἰκίᾳ ἐνῳκίσθημεν, ἀλλ’ ὡς πάροικοι καὶ ἐπήλυδες καὶ μετα‐
5νάσται ἀγόμεθα ὅπου οὐ θέλομεν καὶ ἡνίκα οὐ προσεδοκῶμεν. Ἀφαιρού‐ μεθα δὲ τῶν ὄντων, ὅταν δόξῃ τῷ Κυρίῳ, τῆς κτήσεως.

2

.

1

.

3

Διὸ καὶ εὐμετάβολον χρῆμα ἐστιν τὸ τῆς ἐπικήρου ταύτης ζωῆς· καὶ ὁ σήμερον ἔνδοξος αὔριον ἐλεεινὸς, οἴκτου καὶ βοηθείας ἄξιος· ὁ νῦν εὔπορος καὶ εὐθηνούμενος ταῖς ὕλαις τοῦ πλούτου πένης μετὰ μικρόν, οὐδὲ τὸν ἄρτον
5οἴκοθεν ἔχων, ὃν προσφέρηται εἰς ζωήν. Καὶ τούτῳ μάλιστα ὁ Θεὸς ἡμῶν τῶν θνήτων ὑπερέχει, τῷ ἀεὶ ὁ αὐτὸς εἶναι καὶ ὡσαύτως ἔχειν καὶ ἀναφαίρετον κεκτῆσθαι ζωὴν καὶ δόξαν καὶ δύναμιν.

2

.

2

.

1

Πόθεν οὖν εἰς ταύτην ἦλθον τὴν ἀρχὴν τοῦ λόγου, ἦ τάχα γνώριμον ἤδη τυγχάνει τοῖς νοῦν ἔχουσι καὶ φιλολόγοις. Ὁ Λουκᾶς ἡμῖν παραβολὴν ἀναπλάσας ὑπανέγνω ἀρτίως, ἐν ᾗ τὸν οἰκονόμον τῶν ἀλλοτρίων ὑπογρά‐ φει στενούμενον καὶ θλιβόμενον, ἐπειδὴ ὡς σπαθητὴς καὶ πολυδάπανος
5ἤκουσεν παρὰ τοῦ κυρίου τῶν χρημάτων καὶ τῶν κτημάτων, ὅτι Δὸς τὸν λόγον τῆς διοικήσεως καὶ μετάστηθι· οὐ γάρ σε τοῖς ἐμοῖς ὡς ἰδίοις ἐντρυφᾶν ἀνέξομαι.

2

.

2

.

2

Τοῦτο δέ ἐστιν οὐ γενομένου πράγματος ἐξήγησις, ἀλλὰ πλάσις παραβολῆς τοῖς ἐπεσκιασμένοις τῶν λόγων ἠθικὴν ἀρετὴν ἐκπαιδεύουσα. Γνῶθι τοίνυν ἕκαστος, ὡς ἀλλοτρίων εἶ διοικητής, καὶ ῥίψας ἀπὸ τῆς ψυχῆς σου τῆς αὐθεντίας τὴν ὑπερηφανίαν τὸ τοῦ ὑπευθύνου
5καὶ οἰκονόμου ἀνάλαβε ταπεινὸν καὶ εὐλαβές, ἀεὶ τὸν κύριον σου ἀναμένων καὶ μετὰ δειλίας συγγράφων τῆς ἀπολογίας τὸ λογοθέσιον.

2

.

2

.

3

Πάροικος γὰρ εἶ, ὀλιγοχρονίου χρήσεως καὶ παροδικῆς λαβὼν συγχώρησιν. Εἰ δὲ ἀμφιβάλλεις ἐπὶ τοῖς γνωρίμοις, κατάμαθε τὰ γινόμενα καὶ τῇ ἀψευδεῖ διδασκάλῳ, τῇ πείρᾳ, παιδεύθητι.
17

2

.

3

.

1

Κέκτησαι χωρίον, ἢ παρὰ πατέρων λαβὼν ἢ ἀπό τινος συναλλάγ‐ ματος κύριος γεγονώς. Ἀναλόγισαι οὖν τῇ μνήμῃ καὶ ἀπαρίθμησαι πάντας, εἰ δύνασαι, τοὺς πρὸ σοῦ κατεσχηκότας αὐτό· ἐπίβαλλε δὲ καὶ τῷ μέλλοντι χρόνῳ τὸν νοῦν καὶ πόσοι αὐτοῦ κυριεύσουσι μετὰ σὲ
5κατανόησον. Φράσον δέ μοι τίνος ἡ δεσποτεία καὶ τίσι κατ’ ἐξαίρετον διαφέρουσα, τοῖς ἐσχηκόσι, τοῖς ἔχουσιν ἢ τοῖς μέλλουσιν; Εἰ γάρ τις ἐκ μηχανῆς πάντας ἀθροίσειεν, εὑρεθήσονται πλείους τῶν βώλων οἱ κεκτημένοι.

2

.

3

.

2

Μᾶλλον δέ, εἴπερ ἀκριβῶς βούλει κατιδεῖν τίνι παρόμοιος ὁ βίος ἡμῶν, μνημόνευσον εἴποτε ὥρᾳ θέρους ὁδοιπορῶν ἐθεάσω δένδρον ἀμφιλαφές, ἐπὶ πολὺ τοῦ πλάτους καὶ τοῦ μήκους διῆκον, ἱκανὸν τῇ σκιᾷ οἰκίας πληρῶσαι χρείαν. Τούτῳ τερφθεὶς ὑπῆλθες καί, ἐφ’ ὅσον ἐξῆν,
5ἐκεῖσε κατέμεινες.

2

.

3

.

3

Ἐπεὶ δὲ ἔδει πάλιν ἀπᾶραι καὶ σοῦ βουλευομένου τὴν ἄφιξιν, ἕτερος ὁδοιπόρος ἐπέστη. Καὶ σὺ μὲν ἐφόρτους τὴν ἀποσκεύην, ὁ δὲ τὴν ἰδίαν καθῄρει καὶ πάντα τὰ σὰ ἀθρόον διεδέξατο, τὴν στιβάδα, τὸ πῦρ, τὴν τοῦ δένδρου σκίαν, τὸ παραρρέον ὕδωρ. Καὶ ὁ μὲν εἴχετο
5τῆς ἀνακλίσεως, σὺ δὲ τοῦ περιπάτου, Ἐτέρφθη κἀκεῖνος, εἶτα ἀφῆκεν· καὶ τὸ ἓν δένδρον ἐπὶ μιᾶς ἡμέρας ἐγένετο τυχὸν δέκα ξένων ὀλιγοχρόνιον καταγώγιον· καὶ τὸ πάντων γενόμενον ἑνὸς ἦν τοῦ ὄντως κυρίου.

2

.

3

.

4

Οὑτωσὶ δὲ καὶ αἱ περιουσίαι τῆς ἐνταῦθα διαγωγῆς τέρπουσι μὲν πολλοὺς καὶ τρέφουσι, τῆς δεσποτείας μόνῳ τῷ Θεῷ προσηκούσης τῷ ἄφθαρτον καὶ ἀνώλεθρον ἔχοντι τὴν ζωήν. Ἐθεάσω καὶ πανδοχεῖον, ἐφ’ οὗ πάντως ὁδεύων κατέλυσας· ἔλαβες δὲ ἐκεῖθεν πολλὰ βαστάζων μηδέν, κλίνην,
5τράπεζαν, ἐκπώματα, πίνακα, ἄλλα σκεύη παντοδαπά. Οὐδέπω δέ που πρὸς αὐτάρκειαν χρησαμένου ἧκεν ἄλλος πνευστιῶν, κεκονιμένος, κατεπείγων σε καὶ ἐξείργων τοῦ πανδοχείου καὶ ζητῶν τὰ ἀλλότρια ὡς ἐξαίρετα.

2

.

4

.

1

Τοιοῦτος ἡμῶν ὁ βίος, ἀδελφοί, καὶ εἴ τι τῶν λεχθέντων παροδικώ‐ τερον. Ἐγὼ δὲ θαυμάζω τοὺς λέγοντας· τὸ χωρίον μου· καί, ἡ οἰκία μου· ὅπως ματαίῳ συλλαβῇ ἐξοικειοῦνται τὰ μὴ προσήκοντα καὶ τρισὶ στοι‐ χείοις ἀπατηλοῖς ἐναγκαλίζονται τὰ ἀλλότρια. Ὡς γὰρ τὰ τῶν θαυμα‐
5τοποιῶν προσωπεῖα ἔχει μὲν οὐδεὶς κατ’ ἐξαίρετον, πάντες δὲ ἐπίθενται οἱ τῶν δραμάτων ὑποκριταί, οὕτως τὴν γῆν καὶ τὰς ἀπ’ ἐκείνης ὕλας ἄλλοι ἐξ ἄλλων ὡς ἱμάτια μετενδύονται.18

2

.

4

.

2

Μή τι βασιλείας, εἰπέ μοι, δυνατώτερον; ἀλλ’ ὅμως ἐρεύνησον τὰ βασίλεια· ζήτησον χλανίδας βασιλικάς· εὑρήσεις δὲ ταύτας ἱκανάς, αἳ πολλῶν βασιλέων ἐνέδυσαν σώματα. Ὁμοίως δὲ καὶ τοὺς στεφάνους καὶ τὰς πόρπας καὶ τὰς ζώνας,
5πάντα κληρονομίαν ἄστατον, χρῆσιν κοινὴν ἀπὸ τῶν ὁδευόντων εἰς τοὺς μένοντας ἀποβαίνουσαν.

2

.

4

.

3

Τί δὲ τῆς τῶν ὑπάρχων ἀξίας ἡ σκηνή, τὸ ἀργυροῦν ὄχημα, ἡ καλαμὶς ἡ χρυσῆ; οὐκ ἀεὶ ταῦτα ἔχει τὸν ὕπαρχον καὶ οὐδέποτε τὸν αὐτόν, εἰ μὴ πρὸς ὀλίγον ἕκαστον; Ὡς γὰρ ἡ κλίνη τῆς ἐκφορᾶς ἄλλοτε ἄλλα δέχεται σώματα, οὕτως καὶ τῶν ἀρχῶν τὰ σύμβολα
5τοὺς χρωμένους ἀμείβει.

2

.

4

.

4

Ἐντεῦθεν καὶ ὁ ἀπόστολος ἡμῖν ἐβόα πλείστας φωνὰς ταύτης τῆς διανοίας παιδευτικάς· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· καὶ τό, Ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες· καὶ τ, Οἱ χρώμενοι ὡς μὴ παραχρώ‐
5μενοι. Πάντα γὰρ ταῦτα πρὸς ἕνα τείνει σκοπόν, ὅτι προσῆκεν ὡς ἐφημέρους ἡμᾶς διαζῆν ἀναμένοντας τῆς ἐξόδου τὸ σύνθημα.

2

.

5

.

1

Καὶ ἵνα καταμάθῃς ἀκριβῶς, ὅτι νόμοις ὑπόκεισαι καὶ κανόσι δεσποτικοῖς, καθ’ οὕς σε προσῆκεν ζῆν ἀκριβῶς, ἀπὸ σαυτοῦ πρῶτον κατανόησον, ὅτι καὶ τὸ σῶμα σου καὶ ἡ ψυχὴ πανταχόθεν τοῖς τῆς ἀρετῆς ὑπόκειται παραγγέλμασι καὶ οὐδὲ σαυτοῦ κύριος εἶ· ἀλλὰ προσ‐
5ῆκεν σε οἰκονομεῖν καὶ λόγον καὶ πρᾶξιν καὶ πᾶν τῆς ζωῆς σου κίνημα.

2

.

5

.

2

Ἔλαβες σῶμα παρὰ τοῦ κτίσαντος, ἐκ πολλῶν μορίων συγκείμενον καὶ πέντε αἰσθήσεσιν εἰς τὰς τῆς ζωῆς χρείας οἰκονούμενον. Εἰσὶ δὲ οὐδὲ αὗται ἐλεύθεροι καὶ αὐτόνομοι, ἀλλ’ ἑκάστη δούλη νόμων ἐστίν. Καὶ πρῶτος ἀκούει ὀφθαλμός· βλέπε φύσιν καὶ θεώρει ἃ βλέπειν καλόν· ἥλιον,
5πᾶσαν τὴν οἰκουμένην φωτίζοντα· σελήνην, τὸ σκυθρωπὸν καὶ ζοφῶδες τῆς νυκτὸς καταυγάζουσαν· τοὺς ἄλλους ἀστέρας, οὐ πολὺ μέν, οὐδὲ αὔταρκες ἡμῖν τὸ παρ’ ἑαυτῶν φῶς χορηγοῦντας, πλὴν τὸ κάλλος ὃ ἔλαχον ἀποστίλβοντας.

2

.

5

.

3

Θεώρει γῆν, φυτοῖς παντοδαπέσι καὶ βοτάνοις κομῶσαν· θάλασσαν ἡπλωμένην ὡς πεδίον ὁμαλές, ὅταν εἰς καθαρὰν γαλήνην παγῇ. Εἰς ταῦτα καὶ τὰ τοιαῦτα κατακέχρησο τῷ ὁρᾶν· τὰς δὲ ἄλλας θέας, ὅσαι διὰ τῆς ὄψεως τὴν βλάβην ἐπεισάγουσι τῇ ψυχῇ, φεῦγε
5καὶ παράτρεχε καὶ ἐπιτίθει σαυτῷ κάλυμμα, ἵνα μὴ βλέπῃς. Βέλτιον γὰρ
σκοτίσαι τὴν αἴσθησιν, ὅταν τῶν ἔργων τοῦ σκότους τὴν αἰτίαν παρ‐ έχῃ. Διὰ τοῦτο χθὲς ἔλεγεν ἡμῖν ὁ Κύριος διὰ Ματθαίου· Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδί· καὶ βέλτιον ἐκκόπτειν αὐτόν, ὅταν ἄτακτα βλέπῃ καὶ ἐπι‐19
10ζήμια.

2

.

5

.

4

Ἔχει καὶ ἡ ἀκοὴ παραγγέλματα κωλυτικὰ κακῆς ἀκροάσεως. Χρὴ γὰρ αὐτήν, ὅταν μὲν ἀγαθῶν τινων ἀκούῃ, ἀναπεπταμένην εἶναι καὶ δι’ ἑαυτῆς τῇ ψυχῇ παραπέμπειν τῶν συμφερόντων λόγων τὴν αἴσθησιν. Εἰ δέ τις κακίας ἑταῖρος καὶ λοιμὸς καὶ φθόρος πλησιάσας αὐτῇ ἐπαντλεῖν
5μέλλει τῆς ἁμαρτίας τὸν βόρβορον, δεῖ φεύγειν αὐτὸν ὡς ἰοβόλον θηρίον.

2

.

5

.

5

Σωφρονείτω καὶ ἡ γλῶσσα μετὰ τοῦ στόματος· λαλείτω τὰ δίκαια· τῶν δὲ ἀπηγορευμένων ἀπεχέσθω, λοιδοριῶν, συκοφαντιῶν, κατηγορίας ἀδίκου, καταλαλιᾶς τῆς κατὰ τῶν ἀδελφῶν, βλασφημίας τῆς πρὸς Θεόν· φθεγγέσθω δὲ ὅσα εὔφημα, ὅσα εὐσεβῆ, ὅσα πράξεων ἀγαθῶν ἔχει
5τὴν συμβουλήν· καὶ λεγέτω πᾶς ἄνθρωπος τὰ τοῦ ἱεροψάλτου· Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· καὶ τό, Ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· καὶ τό, Τί ἐγκαυχᾷ ἐν κακί, ὁ δυνατὸς ἀνομίαν; Ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσα σου· ὡσεὶ ξυρὸν ἠκονημένον
10ἐποίησας δόλον.

2

.

5

.

6

Γευέσθω τῶν ὠφελούντων τὸ στόμα. Σωφρω‐ νείτω καὶ ἡ ῥὶς μὴ τρυφὴν ἀεὶ ὀσφραινομένη, μήδε μύρων πολυτελῶν ἀτμοὺς εὐωδίας ἐπὶ τὴν κεφαλὴν ἀνέλκουσα. Τῶν γὰρ τοιούτων καὶ ὁ Ἡσαΐας σφοδρῶς ἐστιν κατήγορος. Μεμνήσθω καὶ ἡ χεὶρ τῶν ἐντολῶν,
5ἵνα μὴ πάντων ἀκωλύτως ἅπτηται. Ἐκτεινέσθω πρὸς ἐλεημοσύνην, μὴ πρὸς ἁρπαγήν· τηρείτω τὰ ἴδια, μὴ συναγέτω τὰ ἀλλότρια· ἁπτέσθω σωμάτων νωθρῶν καὶ κεκακωμένων δι’ ἀγαθῆς ἐπισκέψεως, μὴ τῶν σφριγώντων καὶ ταῖς πορνείαις ἐσχολακότων.

2

.

6

.

1

Ἔδειξεν ἡμῖν ὁ λόγος, ὡς καὶ αὐτοὶ ἑαυτῶν οὐ δεσπόται ἐσμέν, ἀλλ’ οἰκονόμοι. Πᾶν γὰρ τὸ νόμοις ὑποκείμενον καὶ προστάγμασιν δοῦλον τοῦ νομοθέτου ἐστὶν καὶ ὑπήκοον. Εἰ δὲ τὰ μόρια τοῦ σώματος ἡμῶν οὐκ ἐλεύθερα ἐξουσίαν, ἀλλὰ δεσποτικῷ βουλήματι πρὸς τὰς
5ἐνεργείας κανονιζόμενα, τί ἂν εἴποι τις πρὸς τοὺς οἰομένους χρυσοῦ καὶ ἀργύρου καὶ γῆς καὶ τῶν ἄλλων ἀνεύθυνον ἔχειν τὴν κτῆσιν;

2

.

6

.

2

Οὐδὲν σόν, ἄνθρωπε. Σὺ δοῦλος καὶ τὰ σὰ τοῦ Κυρίου. Δοῦλος γὰρ ἐλεύθερον πεκούλιον οὐκ ἔχει. Γυμνὸς γὰρ ἤχθης εἰς τοῦτο τὸ φῶς· ἔλαβες ἃ ἔχεις
κατὰ νόμον τοῦ Κυρίου σου· ἢ κληρονομήσας πατέρα, ἐπειδὴ οὕτως ὁ20
5Θεὸς διετάξατο—Γονεῖς γὰρ τέκνοις, φησί, μεριοῦσι σκύλα—, ἢ ἀπὸ γάμου τὴν εὐπορίαν κτησάμενος—γάμος δὲ καὶ τὰ ἐπ’ ἐκείνῳ παρὰ Θεοῦ διατέτακται—, ἢ ἀπὸ ἐμπορίας καὶ γεωργίας καὶ τῶν ἄλλων προφάσεων Θεοῦ πρὸς ἐκεῖνα συμπράξαντος.

2

.

7

.

1

Ἰδοὺ τοίνυν, ἐδείχθη ὅτι ἔλαβες τὰ μὴ σά. Ἴδωμεν τοίνυν λοιπὸν τί σοι ἐπετάχθη καὶ οἵα ἐπ’ ἐκείνοις διοίκησις. Δὸς τῷ πεινῶντι, ἔνδυσον τὸν γυμνόν, θεράπευσον τὸν κεκακωμένον, μὴ περιίδῃς τὸν ἄπορον, τὸν ἐρριμμένον ἐν ταῖς τριόδοις. Σὺ περὶ σαυτοῦ μὴ μεριμνήσῃς, μηδὲ
5φροντίσῃς πῶς διάξεις ἐπὶ τῆς ὑστεραίας. Κἂν ταῦτα, φησίν, ἐργάσῃ, τιμηθήσῃ παρὰ τοῦ νομοθέτου· ἂν δὲ παρακούσῃς τῆς ἐντολῆς, κολα‐ σθήσῃ πικρῶς.

2

.

7

.

2

Ταῦτα ἐγὼ οὐ βλέπω τοῦ αὐτεξουσίου οὐδὲ τοῦ ζῶντος μετ’ αὐθεντείας, ἀλλὰ τοὐναντίον, τὰ πολλὰ καὶ συνεχῆ προστάγματα ὑποδείκνυσί μοι ἄνθρωπον βασιλευόμενον ἰσχυρῶς καὶ νόμοις δεσποτικοῖς ὑπεύθυνον καὶ τὴν κεκανονισμένην πολιτείαν ἀπαιτούμενον ὡς χρέος.

2

.

7

.

3

Ἡμεῖς δὲ πῶς ὡς ἀλογίστευτον ἔχοντες τὸν βίον τοὺς μὲν ἀθλίους καὶ πενομένους περιορῶμεν ἐντελευτῶντας ταῖς συμφοραῖς, δαπανώμεθα δὲ φιλοτίμως ταῖς ματαιότησιν, κολάκων πλῆθος ἀσώτων τρέφοντες καὶ φρατρίας κακοδαιμόνων παρασίτων ἐπισυρόμενοι· καὶ αὖθις θηριομάχοις
5καὶ θηρίοις σκορπίζοντες τὸν πλοῦτον κἀν ταῖς ἱπποτροφίαις οὐδενὸς τῶν ὄντων φειδόμενοι καὶ πάλιν θαυματοποιοῖς καὶ μίμοις καὶ τοῖς ἑξῆς ὀλεθρίοις δαπανῶντες τὴν εὐπορίαν!

2

.

7

.

4

Καὶ πρᾶγμα πάσχομεν κενὸν καὶ μανίας ἐγγύς. Ἔνθα μὲν γὰρ ἡ δαπάνη φέρει τὸ κέρδος ἀνάριθμον καὶ σωτηρίαν ἀθάνατον, συνέχομεν σφοδρῶς τὸ ἀργύριον, ὡς μηδὲ ὀλίγους ὀβολοὺς τῆς χειρὸς ἐκπεσεῖν· ὅπου δὲ ἁμαρτωλῶν γίνεται τὸ ἀνάλωμα
5καὶ μυρίων κολάσεων αἴτιον καὶ αὐτῆς γε τῆς διὰ πυρὸς τιμωρίας, αὐτοκέλευστοι ῥέομεν. Καὶ ἡ φιλοτιμία προλαμβάνει τὴν αἴτησιν· καὶ πάσας θύρας ἀνοίξαντες ἀφίεμεν τὸν πλοῦτον πρὸς τοὺς ἔξω χωρεῖν. Τοῦτο δὲ τὸ φρόνημα οὐκ ἔστι δούλων ἀναμενόντων τὸν κύριον, ἀλλὰ νέων ἀσώτων, κωμαστῶν, ἀκολάστων.

2

.

8

.

1

Εἰ δὲ θέλεις, ὁ ἀκροατής, ἰδεῖν οἰκονόμου φόβον μετὰ τῆς σώφρονος εὐλαβείας διοικοῦντος τὰ πιστευθέντα, ἀνάπτυξον τὴν βίβλον τοῦ Δαβίδ· ζήτησον ἐκείνους τοὺς λόγους ἔνθα φησὶν πρὸς τὸν Θεὸν ὁ ἀνὴρ πολυ‐ πραγμονῶν τοῦ ἰδίου τέλους τὴν προθεσμίαν· Γνώρισόν μοι, Κύριε,
5τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμέρων μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγ.

2

.

8

.

2

Ὁρᾷς ὅπως ὡς ἐν εἰκόνι θεωρεῖται τῷ λόγῳ ἡ τοῦ εὐξαμένου διάθεσις, ὅτι περιδεής ἐστι καὶ προορᾷ τὸ μέλλον καὶ ἀναμένει τὴν κρίσιν καὶ τὴν προθεσμίαν περιεργάζεται, ἵνα μὴ τὸ ἀπαράσκευον αὐτὸν καταλάβῃ τῆς ἐξόδου τὸ σύνθημα· καὶ ζητεῖ λογι‐
21
5σάμενος κατιδεῖν τί τὸ τῆς παροικίας ὑστέρημα, ἵνα σπεύσας ἀναπλη‐ ρώσῃ πρὶν ἐλθεῖν τὸν ἐξάγοντα.

2

.

8

.

3

Ἀληθῶς γάρ ἐστιν εἰκὼν οἰκονόμου ἡ ἑκάστου ἡμῶν τελευτή, ἂν τὰ καθ’ ἕκαστον ἀλλήλοις ἀντεξετάσωμεν, τί μὲν πάσχει ὁ ἀποθνήσκων, τί δὲ ὑπομένει ὁ τῆς οἰκονομίας ἐκβαλλό‐ μενος.

2

.

9

.

1

Ὁμοίως γὰρ καὶ ὁ τελευτῶν ἄλλοις μεταπαραδίδωσι τὴν διοίκησιν, ὡς ὁ οἰκονόμος τὰς κλεῖδας· ἐκεῖνος ἐκβάλλεται ἀγροῦ, οὗτος τοῦ κόσμου παντὸς ὡς ἑνὸς χωρίου. Περιπαθῶν ἀναχωρεῖ ὁ οἰκόνομος τῶν ἰδίων πόνων οἷον ἀμπέλων, κήπων, οἰκιῶν· τί οὖν δοκεῖ σοι καὶ ὁ τελευτῶν
5πάσχειν;

2

.

9

.

2

Οὐκ ὀδύρεται τὰ κτήματα; οὐκ ἐλεεινὸν περιβλέπει τὴν οὐσίαν, μετὰ τοσαύτην προσπάθειαν ἀπροαιρέτως αὐτῆς ἀποσπώμενος, πόρρω θησαυρῶν, ταμιείων; καὶ ὅταν ἀφίκηται πρὸς τὸν κληρωθέντα τόπον ἀκούων· Ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, δεῖξον
5ὅπως ἤκουσας τῶν ἐντολῶν, ὅπως διετέθης πρὸς τοὺς ὁμοδούλους, ἢ χρηστῶς καὶ φιλανθρώπως ἢ τοὐναντίον ἐπαχθῶς καὶ τυραννικῶς, παίων, κονδυλίζων, ἀποστερῶν τὸ τῆς ἐλεημοσύνης σιτηρέσιον.

2

.

9

.

3

Κἂν μὲν δυνηθῇ ἵλεω καταστῆσαι τὸν δεσπότην ἀγαθὸν δοῦλον ἑαυτὸν ἀποδείξας, εὖ ἂν ἔχοι· εἰ δὲ τοὐναντίον, οὐκ ἔτι μάστιγες ἐκεῖ διὰ ῥάβδων, οὐδὲ μύλων σκοτεινὸς καὶ πέδαι σιδηραῖ, ἀλλὰ πῦρ ἄσβεστον καὶ σκότος
5αἰώνιον οὔποτε φωτὶ καταυγαζόμενον, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὃν σαφῶς ἡμῖν τὸ εὐαγγέλιον προεδήλωσεν.

2

.

9

.

4

Εἰ μὲν οὖν οὐδέποτε τῶν ἐνταῦθα ὡς ἀλλοτρίων ἐκβάλλει, κατατρύφησον τοῦ κόσμου καὶ κατὰ πάσης αἰσθήσεως ἀκώλυτον ἄφες τὴν ἡδονήν. Εἰ δὲ συντελεσθήσεται ταῦτα κἂν 〈οὐκ〉 ἐπὶ μακρὸν αὐτῶν ἀπολαύσωμεν, φοβηθῶμεν, ἀδελφοί,
5τὴν ἐνθένδε μετάστασιν καὶ ζήσωμεν ἐν τῷ καίρῳ τῆς παροικίας ὡς ὁ Κύριος ἐνετείλατο· μὴ ἀπαχθῶμεν δεσμῶται μετὰ χρεῶν, ἀλλ’ ὁδεύσωμεν ἐλεύθεροι καὶ εὐπαρρησίαστον τὸ συνειδὸς ἐπαγόμενοι, ἀκατάγνωστα φέροντες τὰ τῆς τοῦ βίου πολιτείας βιβλία.

2

.

10

.

1

Κακὸς ἦν οἰκονόμος τῆς ἐνθάδε ζωῆς ὁ πλούσιος ἐκεῖνος, οὗ ἡ χώρα ηὐφόρησεν, ἐπειδὴ τῇ εὐθηνίᾳ τῶν καρπῶν οὐδὲν ὁ ἄνθρωπος
χρηστὸν ἐβουλεύσατο, ἀλλ’ ἀνοίξας γαστρὸς ἐπιθυμίαν καὶ τοὺς πλατεῖς καὶ ἀχωρήτους τῆς πλεονεξίας κόλπους πάντα ἀπεκλήρου τῇ ἑαυτοῦ22
5ἀπολαύσει λέγων·

2

.

10

.

2

Καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω καὶ ἐρῶ τῇ ψυχῇ μου· Ἔχεις πολλὰ ἀγαθὰ κείμενα, ἀναπαύου, φάγε, πίε, εὐφραίνου· καὶ μεταξὺ λαλοῦντος ὁ ἀπάγων ἐπέστη. Ἦλθε φοβερὸς σύνδουλος ἀνάσπαστον ἐκ τῆς οἰκονο‐
5μίας ἀπάξων· καὶ τί τὸ ὄφελος τῆς φιληδόνου βουλῆς; Καὶ ταῦτα μὲν ἐμψύχως ἐγράφη εἰς νουθεσίαν ἡμῶν·

2

.

10

.

3

Ἡ δὲ πεῖρα τοῦ βίου ποταπή; Οὐ καθ’ ἑκάστην ἡμέραν ταῦτα διὰ τῶν ἔργων βοᾷ, δείκνυσα ἡμῖν τὸν ἐν μέσῃ τῇ ἡμέρᾳ ὑγιαίνοντα πρὸ τῆς ἐπιτολῆς τοῦ ἑσπέρου νεκρόν· καὶ τὸν ἐρρωμένον ἐν τῇ ἑσπέρᾳ τὴν ἀκτῖνα τὴν ἐωθινὴν οὐ καταλαμβάνοντα·
5καὶ ἄλλον μεταξὺ τοῦ ἐσθίειν τοῦ ζῆν ἀπολήγοντα;

2

.

10

.

4

Τίς δὲ οὕτως ἠλίθιος, ὡς μὴ συνορᾶν ὅπως καθ’ ἡμέραν ἄλλος ἄλλοτε τῆς ἐνθάδε οἰκονομίας ἀποκινούμεθα; Ἀλλ’ ὁ μὲν ἀγαθὸς καὶ πιστὸς οἰκέτης καὶ πεποιθὼς τῇ ἑαυτοῦ διοικήσει οὕτως ἔχει γνώμης ὡς εἶχε Παῦλος.
5Ἐκεῖνος γὰρ τοῦ Κυρίου μὴ κατεπείγοντος ἔσπευδε πρὸς αὐτὸν καὶ τὴν ἀνάλυσιν ἐπόθει καὶ παρῃτεῖτο ἑκὼν τὴν οἰκονομίαν, πῇ μὲν λέγων·

2

.

10

.

5

Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώ‐ ματος τοῦ θανάτου τούτου, καὶ πάλιν· Ἐμοὶ δὲ καλὸν ἀνα‐ λῦσαι καὶ σὺν Χριστῷ εἶναι. Ὁ δὲ γήινος τὸ φρόνημα καὶ τῶν βώλων ἀληθῶς συγγενὴς τοιαῦτα ὀδύρεται ἀμηχανῶν ἐπὶ τῇ μεταστάσει,
5οἷα οὗτος ὁ τῆς παραβολῆς ἄνθρωπος· Τί ποιήσω, ὅτι ὁ κύριος μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμο; Σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι.

2

.

10

.

6

Ἀργοῦ καὶ φιληδόνου ἡ λύπη. Τὸ μὲν γὰρ ἐπὶ τῇ ἀναχωρήσει θρηνεῖν ἔλεγχός ἐστιν τοῦ προστετηκέναι τῷ χωρίῳ καὶ τὰς ἐμπαθεῖς τῆς σαρκὸς ἀπολαύσεις ὀδύρεσθαι, τὸ δὲ ἀδυνατεῖν πρὸς ἔργον ἀργοῦ βίου καὶ ἀναπεπτωκότος ἐστὶ κατηγόρημα. Εἰ γὰρ εἶχεν
5πρὸς φιλοπονίαν συνήθειαν, οὐκ ἂν ἐφοβεῖτο το[ῦ] σκάπτειν.

2

.

11

.

1

Εἰ δὲ ἀλληγορικῶς τὴν παραβολὴν ἐπὶ τὸ νοητὸν ἐκλάβοιμεν, μετὰ τὴν ἐνθένδε μετάστασιν οὔτε τοῦ ἐργάζεσθαι οὔτε τοῦ προσαιτεῖν καιρός. Καὶ διὰ τοῦτο μηδεὶς λεγέτω· Σκάπτειν οὐκ ἰσχύω. Κἂν γὰρ δύνηται, οὐδεὶς συγχωρεῖ. Ὁ βίος οὗτος ἔχει τῶν ἐντολῶν τὴν γεωργίαν,
5ὁ δὲ μέλλων τὴν ἀπόλαυσιν. Ὥστε εἰ μηδὲν εἰργάσω ἐνταῦθα, ἀπέμειναν αἱ ἄμπελοι καὶ περιττῶς φροντίζεις περὶ τῆς σκαπάνης· οὔτε δὲ προσ‐ αιτῶν ὠφελήσεις τι σαυτόν.

2

.

11

.

2

Καὶ τούτου σαφὲς ἡμῖν ὑπόδειγμα παραδέδοται τὸ τῶν μωρῶν παρθένων· αἵτινες ἀπορίᾳ καταστᾶσαι τοῦ
ἐλαίου ἀναιδῶς ᾔτησαν παρὰ τῶν φρονίμων· ὤνησαν δὲ οὐδέν, ἀλλ’ ἀπεστράφησαν ἄπρακτοι· δεικνύντος τοῦ λόγου, ὅτι ἀλλοτρίῳ ἐλαίῳ ἐν23
5τῇ παρουσίᾳ τοῦ νυμφίου οὐδεὶς κέχρηται, τουτέστιν ἀλλοτρίῳ κατορθώ‐ ματι εἰς ἰδίαν ἀπόλαυσιν.

2

.

11

.

3

Ἕκαστος γὰρ τὴν ἰδίαν πολιτείαν ὡς ἱμάτιον περιβέβληται, εἴτε λαμπρὸν καὶ τίμιον εἴτε φαῦλον καὶ τῆς πτωχικῆς ἐφεστρίδος ὅμοιον. Ἐκδύσασθαι δὲ αὐτὸ οὐκ ἔστιν, οὔτε ὑπαλλάξαι καὶ διαμείψασθαι πρὸς ἕτερον, οὔτε ἐκ δάνους ἢ χρήσεως ἐν τῷ καιρῷ τῆς
5κρίσεως καλλωπίσασθαι καὶ κοσμηθῆναι. Μένει δὲ ἕκαστος οἷος ἐπὶ τῆς ἀληθείας ἐστίν, εἴτε πένης ἀγαθῶν εἴτε πλούσιος. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον.

2

.

12

.

1

Τί δ’ ἂν εἴποιμεν περὶ τῆς συγχωρήσεως τῶν χρεῶν, ἣν ἐπενόησεν ὁ οἰκονόμος τῆς ἀδικίας παραμυθίαν ἑαυτῷ τῶν κακῶν πρὸς τοὺς ὁμο‐ δούλους πραγματευσάμενος; Οὐ γάρ ἐστιν εὔκολον εἰς ἀλληγορίαν ἀκόλουθον μετασκευάσαι τῷ γεγραμμένῳ. Ὃ δέ μοι πολλὰ σκοπησαμένῳ
5παρέστη, τοιοῦτον τυγχάνει·

2

.

12

.

2

Πάντες ἄνθρωποι ὅσοι τὴν μέλλουσαν ἑαυτοῖς ἄνεσιν πραγματευόμεθα ἀλλότρια διδόντες ἢ συγχωροῦντες, οἰκεῖον ποριζόμεθα κέρδος. Ἀλλότρια δὲ λέγω τὰ τοῦ Δεσπότου. Οὐδὲν γάρ ἐστιν ἡμέτερον, ἀλλὰ πάντα τῆς ἐκείνου δεσποτείας κτήματα.

2

.

12

.

3

Ὅτε ἂν οὖν τις αἰσθόμενος τῆς τελευτῆς καὶ τῆς ἐνθένδε μεταστάσεως εὐποιίαις κουφίσῃ τῶν ἁμαρτιῶν τὸ φορτίον, ἢ χρεωσταῖς συγχωρήσας ὀφλήματα ἢ τοῖς πενομένοις χορηγήσας τὴν εὐπορίαν τὰ τοῦ Δεσπότου διδούς, φίλους κτᾶται πολλοὺς τοὺς μέλλοντας αὐτῷ προσμαρτυρεῖν παρὰ
5τῷ κριτῇ τὴν ἀγαθοσύνην καὶ διὰ τῆς μαρτυρίας εὐτρεπίζειν ἀναψύξεως καταγώγιον.

2

.

12

.

4

Μαρτυρεῖν δὲ λέγονται οἱ εὖ παθόντες παρὰ τῷ κριτῇ, οὐ φωναῖς ὡς ἀγνοοῦντα διδάσκοντες, ἀλλ’ ὡς τῆς περὶ αὐτοὺς πράξεως τῆς τιμωρίας τοὺς ἁμαρτήσαντας ἐξαιρουμένης. Ὃν γὰρ τρόπον τὸ αἷμα τοῦ Ἄβελ ἐλέγετο βοᾶν πρὸς τὸν Θεόν, ὁμοίως καὶ τὸ ἀγαθὸν ἔργον
5λεχθήσεται μαρτυρεῖν τῷ κατωρθωκότι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ
ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.24

3

t

1

Τοῦ αὐτοῦ κατὰ πλεονεξίας

3

.

1

.

1

Ἄνδρες χριστιανοὶ καὶ κλήσεως ἐπουρανίου μέτοχοι ἄνδρες· ὑμεῖς ὁ χωρικὸς δῆμος καὶ πάντες ὅσοι τῶν πόλεων ἐκφοιτήσαντες πρὸς τὴν παροῦσαν συμφώνως ἑορτὴν συνεδράμετε—γενικῷ γὰρ ὑμᾶς πάντας περιλαμβάνω κηρύγματι—ἆρα ἕκαστος ὑμῶν ἐνεβάλετο τῇ
5διανοίᾳ φροντίδα, συνεῖδεν δὲ καὶ κατενόησεν ὑπὲρ τίνος ἠθροίσθημεν; ἀνθ’ ὅτου δὲ τιμῶνται μάρτυρες οἴκων περιφανῶν κατασκευαῖς καὶ τοῖς ἐνιαυσίοις τούτοις συλλόγοις, καὶ πρὸς τίνα σκοπὸν βλέποντες οἱ πατέρες ἡμῶν ἐνομοθέτησαν τὰ ὁρώμενα καὶ ἰσχυρὸν ἀφῆκαν τὸν νόμον τοῖς μετέπειτα;

3

.

1

.

2

Ἢ πρόδηλον τῷ καὶ μικρὸν πυκνώσαντι τὴν διάνοιαν, ὡς ζήλῳ ἡμῖν εὐσεβείας ταῦτα διετυπώθη καὶ κοινὰ παιδαγωγεῖα τῶν ψυχῶν αἱ πανηγύρεις συνάγονται, ἵνα μάρτυρας τιμῶντες τὸ τῶν μαρτύρων ὑπὲρ εὐσεβείας καρτερὸν μιμησώμεθα· ἵνα τοῖς συναγομένοις παιδευταῖς
5ὑποθέντες τὸ οὖς μάθωμεν τι χρηστόν, ὃ πρὸ βραχέος οὐκ ἐγινώσκομεν, ἢ δόγματος ἀσφάλειαν ἢ λύσιν ἀπορουμένης Γραφῆς ἤ τινα λόγον τὴν τῶν ἠθῶν ἐπανορθοῦντα κατάστασιν;

3

.

1

.

3

Ὑμεῖς δέ μοι δοκεῖτε τῆς ἀρετῆς ἐπιμέλειαν ἀφέντες καὶ τῆς περὶ τὴν ψυχὴν σπουδῆς ἐκλαθόμενοι ὅλην ἑαυτῶν μετατεθεικέναι τὴν μέριμναν πρὸς τὸν συρφετὸν τοῦ μαμμωνᾶ καὶ τὴν ἀσχολίαν τῶν πρατηρίων· οἱ μὲν αὐτοὶ συναλλάττοντες, οἱ δὲ
5κεχηνότες εἰς τὰ ἀλλότρια καὶ τοὺς ἐπὶ τοῖς ὠνίοις φιλονεικοῦντας ἱστοροῦντες, ὅπως τὰ ἀλλήλων ἐπευωνίζουσιν.

3

.

1

.

4

Ἀλλὰ μετάθετέ μοι τὸν πόθον ἐπὶ τὴν ἐκκλησίαν· καταλείψατε τὴν φιλαργυρίαν, τὴν ἀγό‐ ραιον, τὴν μαινάδα. Ἀποστράφητε αὐτὴν ὡς ἄκοσμον ἑταιρίδα προσγε‐ λῶσαν τῷ πλήθει, ταῖς ἀλλοτρίαις ὕλαις καλλωπιζομένην καὶ τοῖς ἄνθεσι
5τοῦ φαρμακοπώλου. Ἐράσθητε ταύτης τῆς θείας καὶ σώφρονος ἐσταλ‐ μένης κοσμίως, σεμνὸν καὶ ἀμετεώριστον βλεπούσης.

3

.

1

.

5

Οὕτως γὰρ Σολομὼν ἐν τῇ παροιμιακῇ βίβλῳ φησίν· Μὴ ἐγκαταλείπῃς αὐτὴν καὶ ἀνθέξεται σου. Ἐράσθητι αὐτῆς καὶ τηρήσει σε. Μὴ παρέλθῃς καταφρονήσας μηδὲ τὰ παρ’ ἡμῖν ἐπὶ τῆς τραπέζης ταύτης
5προκείμενα διὰ τοῦτο αὐτὰ νομίσῃς ἄτιμα, ἐπειδὴ προῖκά σε ἔξεστιν τὴν κτῆσιν περιποιήσασθαι· ἀλλὰ καὶ μᾶλλον ἐπιθύμησον, ὅτι οὐ καθήμεθα κάπηλοι ζυγὸν ἢ τρυτάνην μεταφέροντες· ἓν δὲ κέρδος ζητοῦμεν, τὴν τοῦ
μαθητοῦ σωτηρίαν.27

3

.

2

.

1

Ἀνεγνώσθη ἡμῖν ἐκ τῶν Πράξεων Παύλου λόγος πρὸς Φῆστον καὶ Ἀγρίππαν, Παύλου τοῦ πιστοῦ ἀποστόλου καὶ σοφοῦ δημηγόρου. Εἶδες πάντως, ὁ ἀκροατής, εἰ τὸν νοῦν ἐπέστησας, ὅπως καὶ τὴν ἀλή‐ θειαν οὐ προδίδωσιν ἐκ δειλίας καὶ τὴν πρὸς τὸν Ἀγρίππαν θεραπείαν
5τῇ παρρησίᾳ κεράσας τὸ τραχὺ κριτήριον ἐκμαλάσσει πρὸς ἀγαθότητα, ὥσπερ θηρία τινὰ κατεπᾴδων ταῖς τοῦ λόγου μεταχειρήσεσιν.

3

.

2

.

2

Προε‐ φήτευσεν καὶ σήμερον Ζαχαρίας τῶν μεγάλων ἡμῖν μυστηρίων τοῦ Μονογενοῦς ὑπανοίγων τὴν θύραν διὰ τοῦ λίθου τὰς ἑπτὰ βολὰς τῶν ὀφθαλμῶν κεκτημένου, διὰ τῆς χρυσῆς λυχνίας, ἐφ’ ἧς οἱ ἑπτὰ λύχνοι
5καὶ τὰ δύο στελέχη τῶν ἐλαιῶν. Πολλαὶ αἱ ἑξῆς Γραφαὶ πλούσιον τὸν θησαυρὸν τῆς ὠφελείας ἔχουσαι, αἷς ἐβουλόμην πάσαις ἐπελθεῖν καὶ δεῖξαι ὑμῖν τὴν τῆς πνευματικῆς πανηγύρεως εὐθηνίαν.

3

.

2

.

3

Ἐπείγει δέ με πρὸς τὴν ἔκτισιν τοῦ χρέους ἡ τῆς προτεραίας ὑπόσχεσις. Ἀρξάμενοι γὰρ πολλαῖς κατηγορίαις τῆς πλεονεξίας καθάπτεσθαι, ἐπειδὴ μὴ ἔφθημεν αὐτῆς γυμνῶσαι τὴν ματαιότητα, εἰς τὴν παροῦσαν ἡμέραν τὸν
5ἔλεγχον τῆς κατηγορίας ὑπερεθέμεθα. Ἀκούσατε οὖν καὶ γένεσθε εὐγνώ‐ μονες τῆς ἀληθείας κριταί—ἐπειδὴ μήτε ἄλλοις τισίν, ἀλλὰ τῇ ἑαυτῶν σωτηρίᾳ δικάζετε—, καὶ πάσας τὰς κατακρινούσας ψήφους ἐπὶ τὴν ὑπεύθυνον φέρετε, ἕκαστος τῆς ἰδίας ψυχῆς ὥσπερ οἰκίας ἢ πόλεως αὐτὴν ἀπελάσαντες.

3

.

3

.

1

Πλεονεξία τοίνυν ἐστὶν οὐ μόνον τῷ ἀργυρίῳ σὺν τοῖς ἄλλοις κτήμασιν ἐπιμαίνεσθαι καὶ βούλεσθαι τοῖς παροῦσι τὰ μὴ προσόντα συνάπτειν, ἀλλά, γενικώτερον εἰπεῖν, τὸ ἐπὶ παντὸς πράγματος πλέον ἔχειν βούλεσθαι τοῦ ὀφειλομένου καὶ ἐπιβάλλοντος.

3

.

3

.

2

Καὶ δὴ τοῦτο τὸ πλημμέλημα πρῶτος ἔπαθεν ὁ διάβολος, ἀρχάγγελος μὲν ὢν καὶ ἐπὶ τῆς καλλίστης ζωῆς καὶ τάξεως τεταγμένος, τυραννίδα δὲ καὶ ἐπανάστασιν κατὰ τῆς θεότητος ἐννοήσας, ὁ ματαιόφρων· εἶτα καταβλη‐
5θεὶς καὶ εἰς τὸν περίγειον τοῦτον ἀέρα καταπεσὼν κακὸς γείτων τῆς ἡμετέρας ζωῆς.

3

.

3

.

3

Οὔτε γοῦν κατέλαβεν ὃ ἐδίωκεν, τὴν θεότητα· καὶ ἀπώλεσεν ὃ ἐκέκτητο, τὸ ἀρχάγγελον· δοῦλος ἄπιστος ταῖς κατὰ μικρὸν τόλμαις εἰς λῃστὴν ἐξελθών· κύων τοῦ παρ’ Ἕλλησιν μύθου καὶ τοῦ κρέως στερηθεὶς καὶ τῆς σκιᾶς οὐ δραξάμενος—πῶς γάρ; —ἀκαταλήπτου
5πράγματος.

3

.

3

.

4

Μετὰ τοῦτον ὁ πρῶτος ἄνθρωπος εἰς ἡδυπάθειαν δελεασθεὶς ἀπηγορευμένῃ βρώσει τὴν ἀθανασίαν ἀπώλεσεν, ὡς Ἡσαῦ ὕστερον διὰ
φακὸν τὰ πρωτοτόκια. Καὶ τὰς διαλέκτους δὲ ταύτας καὶ τὰς πολλὰς τῶν ἀνθρώπων φωνὰς ἔρως τοῦ πλείονος εἰς τὸν βίον εἰσήγαγεν. Οἱ γὰρ τῇ28
5ἀνθρωπικῇ εὐθηνίᾳ ὑπερμαζήσαντες, βατὸν δὲ ἑαυτοῖς ἔσεσθαι τὸν οὐρανὸν προσδοκήσαντες καὶ πύργον γελοῖον ἐπὶ τὴν ἐκείνου ματαιο‐ ποιοῦντες ἀνάβασιν, οὗτοι τοὺς ὁμοφώνους ἀνθρώπους ἑτερογλώσσους ἐποίησαν· καὶ τὸ πλέον οὗ εἶχον ζητοῦντες αὐτοί τε συνεχέθησαν καὶ τῷ γένει τῶν ἀνθρώπων κατέλιπον κάμνειν ἐν ἀκοαῖς ἀσήμων φωνῶν καὶ
10ἑρμηνειῶν ζητήσει.

3

.

3

.

5

Τί δὲ ὁ Φαραώ; Πόθεν ταῖς διαφοραῖς καὶ ποικίλαις περιέπεσε μάστιξιν; οὐ διὰ πλεονεξίαν καὶ τὸ βούλεσθαι κύριος εἶναι ξένου λαοῦ καὶ μηδαμόθεν τῇ ἐκείνου βασιλείᾳ προσήκοντος; Καὶ διὰ τοῦτο τοὺς ἀλλοτρίους οὐκ ἀφιεὶς τοὺς ἰδίους ἀπώλεσεν· τοὺς μὲν ἐν πληγῇ τῶν
5πρωτοτόκων, τοὺς δὲ ἐν τῇ διώξει τῇ κατὰ θάλασσαν. Ἀφίημι γὰρ ποταμοὺς εἰς αἷμα ῥυέντας καὶ βατράχων ἄπλετον γένεσιν καὶ βρούχου λύμην καὶ φλυκταινῶν ἐξάνθησιν καὶ τῶν τετραπόδων τὸν θάνατον καὶ πᾶσαν τὴν κάκωσιν, ἣν Αἴγυπτος κατεδικάσθη διὰ τὴν πλεονεξίαν τοῦ ἄρχοντος.

3

.

3

.

6

Ἀλλαχοῦ πάλιν τέλος τῆς ἁμαρτίας κατέμαθον λέπραν ἀθρόον τῷ πλεονέκτῃ περιχεθεῖσαν. Καί μοι συνδιαμνημόνευσον, εἴ τις φιλοΐστωρ καὶ τῶν κατορθωμάτων Ἐλισσαίου φιλήκοος, ὅπως μὲν ὁ Σύρος Νεαιμὰν ἐκαθαρίσθη τῆς λέπρας ἐν τῷ Ἰορδάνῃ λουσάμενος,
5ὅπως δὲ μετῆλθεν τὸ πάθος εἰς Γιεζεῖ τὸ παιδάριον, νεάνισκον πλεονέκτην καὶ ἀφιλόσοφον, πνευματικὸν πωλήσαντα χάρισμα καὶ τὴν ἄμισθον ἰατρείαν τοῦ διδασκάλου.

3

.

3

.

7

Πόθεν ὁ Ἀβεσσαλὼμ πατραλοίας ἐγένετο, ὁ τοῦ πράου πατρὸς φλεγμαίνων καὶ θρασὺς νεάνισκος; οὐ πρὸ καιροῦ ζητήσας τὴν κληρονομίαν τῆς βασιλείας, ἐπιπηδήσας δὲ ἀλλοτρίοις ὡς ἅρπαξ; Τὸν Ἰούδα δὲ πάλιν, τί τοῦ καταλόγου τῶν μαθητῶν ἐξέβαλεν,
5ἐποίησεν δὲ προδότην ἀντ’ ἀποστόλου; οὐ τὸ γαζοφυλάκιον πρῶτον ῥᾳδιουργούμενον, εἶτα ἡ κτῆσις τῆς ἀτίμου τιμῆς; Ἀνανίαν καὶ Σάπφειραν διὰ τί τραγῳδοῦσιν τῶν ἀποστόλων αἱ Πράξεις; οὐκ ἐπειδὴ τῶν ἰδίων ἐγένοντο κλέπται καὶ τῶν οἰκείων ἀναθημάτων ἱερόσυλοι;

3

.

3

.

8

Ἐπιλείψει με τάχα καὶ ἡ ἡμέρα τοὺς τῆς πλεονεξίας ὑπηρέτας ἀπαριθμούμενον. Ἀφέντες δὲ τὴν παλαιὰν ἱστορίαν τὴν πεῖραν ἐξετάσωμεν τὴν παρακο‐ λουθοῦσαν τῷ βίῳ· οἷον οἶδεν θηρίον τὴν πλεονεξίαν καὶ ὧν ἂν λάβηται
5δυσαπάλλακτον, ἀκμάζον ἀεὶ καὶ οὐ μαραινόμενον, συγγηράσκον δὲ τοῖς ἁλοῦσι καὶ εἰς τέλος συνόν.

3

.

4

.

1

Ὁ λάγνος καὶ σωμάτων ἐραστής, κἂν ἐπὶ πολὺ ταῖς ἐπιθυμίαις λυσσήσῃ, ἢ αὐτὸς εἰς πρεσβυτικὴν ἡλικίαν ἐλθὼν ἢ τὸ ποθούμενον ἑωρακὼς παλαιωθὲν καὶ τὸ ἄνθος ἀποβαλόν, στάσιν εὑρίσκει τῆς νόσου. Ὁ γαστρί‐ μαργος ἀναχωρεῖ καὶ αὐτὸς τῆς φιληδονίας, ἢ τοῦ κόρου πληρώσαντος29
5ἢ τῶν πεπτικῶν μορίων ἀσθενησάντων καὶ παυσάντων τὴν ἐπιτεταμένην ὄρεξιν. Ὁ φιλοδόξος πολλαῖς ἐγκομπάσας περιφανείαις τοῦ φανητιᾶν ἀπολήγει.

3

.

4

.

2

Ἡ δὲ τῆς πλεονεξίας νόσος κακόν ἐστιν δυσαπάλλακτον· καὶ ὥσπερ ὁ κίσσος οὗτος, τὸ εὐθαλὲς φυτὸν καὶ ἀείφυλλον, ἐπὶ τὰ παραπε‐ φυκότα τῶν δένδρων ἀνέρπον ἰσχυρῶς περιελίττεται τοῖς ξύλοις ὧνπερ ἂν δράξηται, καὶ οὔτε πεπονθότων οὔτε ξηρανθέντων ἀναχωρεῖ, εἰ μή
5τις αὐτοῦ σιδήρῳ καθάπερ δράκοντος διατέμει τοὺς ἑλιγμούς, οὕτως οὐδὲ τοιούτου ψυχὴν ἐλευθερῶσαι ῥᾴδιον, εἴτε νεάζοντος τοῦ σώματος εἴτε καὶ ὑπομαρανθέντος, ἐὰν μή τις νηφάλαιος λογισμὸς ἐπελθὼν ὡς μάχαιρα διακόψῃ τὴν νόσον.

3

.

5

.

1

Τοῖς οἰκείοις ὁ πλεονέκτης ἐστὶν ἀηδής, οἰκέταις βαρύς, φίλοις ἄχρηστος, ξένοις δυσέντευκτος, γείτοσιν ὀχληρός, γυναικὶ μοχθηρὸς σύνοικος, παιδῶν φειδωλὸς καὶ μικρολόγος τροφεύς, ἑαυτοῦ κακὸς ἐπιστάτης, νύκτωρ φροντίζων, μεθ’ ἡμέραν πεπυκνωμένος, διαλεγόμενος
5ἑαυτῷ κατὰ τοὺς ἐξεστηκότας ἢ παραφέροντας· πάντων εὐθηνούμενος καὶ στένων ὡς ἐνδεής, τῶν παρόντων οὐκ ἀπολαύων καὶ τὰ ἀπόντα ζητῶν, τοῖς ἰδίοις οὐ κεχρήμενος, ἐποφθαλμιῶν δὲ τοῖς ἀλλοτρίοις.

3

.

5

.

2

Πολύαρνον τοῦ τοιούτου τὸ ποίμνιον στενοῦν τοὺς σηκοὺς ἐφ’ ὧν κατακλείεται, καλύπτον πεδιάδας ἐν αἷς νέμεται· κἂν εὔσαρκον ὀφθῇ τοῦ προσοίκου πρόβατον, ἀφεὶς τὴν ἰδίαν ἀγέλην τῷ ἑνὶ καὶ ἀλλοτρίῳ τῇ ἐπιθυμίᾳ
5προσκάθηται. Τὸ αὐτὸ ἐπὶ τῶν βοῶν, ὁμοίως ἐπὶ τῶν ἵππων, οὐκ ἄλλως ἐπὶ τῆς γῆς. Πάντα στενοχωρεῖ τὴν οἰκίαν καὶ οὐδὲν ἐν τῇ χρήσει· οὐδὲ γὰρ ἀπολαυστικὸν οἷον τε εἶναι τὸν ἄπληστον, ἀλλ’ ἔστιν αὐτοῦ ἡ οἰκία τάφου παραπλησία. Ἰδοὺ γὰρ καὶ οἱ τάφοι γέμουσι πολλάκις ἀργύρου καὶ χρυσοῦ, ἀλλ’ αἱ ὕλαι τοὺς χρωμένους οὐκ ἔχουσιν. Τὸ σῶμα οὐ
10τρέφεται, ψυχῆς οὐκ εὑρίσκεται κέρδος· οὐκ εὐθηνεῖ γὰρ ἐκ τῆς δεξίας ἐλεημοσύνη.

3

.

5

.

3

Τί τὸ τέλος τοῦ μόχθου, διδαξάτω μέ τις τῶν ταύτῃ προειλημμένων τῇ νόσῳ. Οἶδα δὲ πολλοὺς ἐγώ, γνωρίσας ἐπὶ τῆς πείρας, ὡς καὶ ἐν νόσοις μᾶλλον τῆς ὑγιείας ἀγαπῶσι τὰ χρήματα· κἂν μὲν ὁ ἰατρὸς διά τινος ὕλης εὐώνου τὸν τῆς θεραπείας εἰσηγήσηται τρόπον,
5οἷον διὰ σελίνου ἢ θύμου ἢ ἀνήθου, ὧν ἡ εὐπορία ἀδάπανος, εὐπειθῶς τῆς συμβουλῆς ὑπακούοντας· ἂν δέ τινος φαρμάκου γένηται μνήμη τῶν οἷα τὰ ποικίλα καὶ πολυσύνθετα, καὶ ἐλθεῖν πρὸς τὸν φαρμακοπώλην ἢ τὸ
μυροπώλιον κελευσθῶσιν, θᾶττον τὴν ψυχὴν ἀφίεντας ἢ λύοντας τὸ βαλάντιον. Γήϊνοι γὰρ ὄντες τὸ φρόνημα τὴν κτῆσιν τῶν γηΐνων ὑλῶν30
10νομίζουσι τὴν ζωήν.

3

.

6

.

1

Τούτους λυποῦσιν ἄγαν καὶ αἱ κοιναὶ εὐπραγίαι, εὐφραίνουσι δὲ αἱ περιστάσεις. Εὔχονται καὶ φόρων ἀνυποΐστων φοιτᾶν ἐπιτάγματα, ἵνα τόκοις πλεονάσωσι τὸ ἀργύριον· ἐπιθυμοῦσι βλέπειν τοὺς παρὰ τῶν δανειστῶν ἀγχομένους, ἵνα κτήσωνται τὸν ἀγρὸν ἢ τὸ σκεῦος ἢ τὸ
5ζῷον εὐώνως ἐκ τῆς ἀνάγκης ῥιπτούμενον.

3

.

6

.

2

Συνεχῶς δὲ καὶ πρὸς τὸν οὐρανὸν ἀναβλέπουσι κατὰ τοὺς φιλοσόφους, τοὺς τὰ μετέωρα φροντιστάς, οὐκ ἀστέρος ἐπιτολὴν ζητοῦντες, οὐδὲ τίς οἶκος ἕνα τῶν πλανητῶν ἔχει περισκοπούμενοι, ἀλλὰ τὴν τοῦ ἀέρος πολυπραγμονοῦντες κατάστασιν,
5εἰ τὰ προφαινόμενα σημεῖα ὄμβρων ἐπιρροὴν ἢ αὐχμὸν ἐπαγγέλλεται. Κἂν ἴδωσί τι τοῖς πολλοῖς δυσχερὲς προσδοκώμενον, εὐφραίνονται τῇ τῶν ἄλλων κακώσει.

3

.

6

.

3

Πάντα συνάγουσιν ἐν τοῖς ταμιείοις ἀσφαλῶς κατασημαίνοντες καὶ δισσοῖς κλείθροις κατασφαλίζονται· διαμετροῦντες ἀλήκτως ψηφίζουσιν. Ἀσχολουμένου δὲ τοῦ πλεονέκτου περὶ τὴν τοιαύτην ἐλπίδα καὶ τέως ὄναρ πλουτοῦντος ἐν τῇ σκιαγραφίᾳ τῶν ἐννοιῶν, ἐὰν
5ἐπιγένηται νέφος βαθύ, φοβεῖται ὡς κινδυνεύσων. Ἂν ψεκάδες τὴν γῆν ἐπιρραίνωσιν, ὑποδακρύειν ἄρχεται· ἂν δὲ καὶ ὑετὸς ἐπιγένηται ἀρκῶν τὸν αὐχμὸν ἐξιάσασθαι, πένθος τέλειον τὸ πρᾶγμα.

3

.

6

.

4

Περινοστεῖ λοιπὸν πᾶσι συσκοπούμενος περὶ τοῦ σίτου ὡς υἱοῦ κινδυνεύοντος, τίς ἴασις, τίς μηχανή, ἵνα πρὸς πολὺν αὐταρκέσῃ χρόνον, ἵνα τῶν σητῶν διαφύγῃ τὸ πάθος. Κἂν αἴσθηται καύσωνος, ὡς ἰατροὶ τοὺς διαφορουμένους δια‐
5πλώσας αὐτόν, καταμερίζει καὶ καταψύχει, μοχθῶν προσκαθέζεται, σκέπην κατὰ τὴν μεσημβρίαν σοφίζεται, τὰς σκιὰς νυκτὸς ἀπογυμνοῖ, ἵνα ταῖς αὔραις ταῖς νυκτεριναῖς ὑποπνέηται.

3

.

7

.

1

Ταῦτα αὐτῷ ταλαιπωροῦντι ὁ πένης παρίσταται, ζητῶν ἐκ τοῦ κινδυνεύοντος σίτου, καὶ οὐ δίδωσιν· ἢ δούς, φειδωλῶς χαρίζεται καὶ ἡμίθνητος τοῦ σίτου σφόδρα περιεχόμενος. Μὴ τοίνυν ἀπέραντα μόχθει καὶ χαλέπα, ὁ τοιοῦτος, παρακαλῶ. Ἐλέου μὲν γὰρ ἄξιος καὶ ὁ τρυφῶν
5πλεονέκτης, ὁ τῇ γαστρὶ καὶ ταῖς ἄλλαις ἡδοναῖς περιορίζων τὸν βίον, τοῦτο τέλος νομίζων τῆς ἀνθρωπότητος. Ὁ δὲ μικροπρεπὴς καὶ σμικρο‐ λόγος οὐδὲ μέτρον ἔχει τῆς ἀθλιότητος, λαμβάνων τὰ τῶν πολλῶν καὶ ἑαυτῷ μὴ διδούς, εἰς οὐδὲν δὲ καταλήγων τῆς σπουδῆς ἀποτέλεσμα.

3

.

7

.

2

Τίς γὰρ οὐκ οἶδεν, ὡς οὐδὲν τῶν γινομένων, πλὴν τῶν ἀρετῶν, αὐτὸ δι’ ἑαυτὸ γίνεται, ἀλλ’ ἕτερόν τι πράττομεν, ἵν’ ἄλλο κατορθώσωμεν; Οὐδεὶς πλέων δι’ αὐτὸ τὸ πλεῖν θαλαττεύει, οὐδὲ γεωργῶν δι’ αὐτὸ τὸ
γεωργεῖν τοῖς πόνοις συζῇ· ἀλλὰ πρόδηλον, ὡς τοῖς λυπηροῖς ἐγκαρτε‐31
5ροῦσιν ἀμφότεροι, ὁ μὲν ἵνα τὴν ἐπικαρπίαν τῆς γῆς, ὁ δὲ ἵνα τὸν πλοῦτον τῆς ναυτικῆς ἐμπορίας κομίσηται. Σὺ δέ, τί τὸ σὸν πέρας εἰπέ. Ἵνα συναγάγῃς; Καὶ ποῖον τοῦτο τέλος, τὸ ἄχρηστον ὕλην σωρεύσαντα βλέπειν;

3

.

7

.

3

Τέρπει με, φησί, καὶ ἡ θέα. Οὐκοῦν ἄλλως τὸ σαυτοῦ νόσημα μέτελθε. Ἔξεστιν γὰρ καὶ τοῖς ἀλλοτρίοις χρήμασι προσαναπαύειν τὸν πόθον. Εἰ εὐφραίνει σε τὸ στιλπνὸν τοῦ ἀργυρίου, προσκαθήμενος τοῖς ἀργυροχόοις ἀπόβλεπε πρὸς τὴν πυκνὴν καὶ στίλβουσαν αὐγήν, ἢ καὶ τὰ
5πρατήρια καταλαμβάνων τέρπου τοῖς ποικίλοις σκεύεσιν, ὀψοφόροις τε καὶ προχόοις· προῖκα γάρ σοι καὶ ἀκώλυτον ἡ θέα.

3

.

7

.

4

Ὅρα καὶ τοὺς ἀργυρογνώμονας τοὺς ἐπὶ τῶν τραπεζῶν ψηλαφῶντας καὶ ἀριθμοῦντας συνεχῶς τὰ νομίσματα· μᾶλλον δὲ παραινέσει πεισθεὶς ἀγαθῇ μετάθου τῆς γνώμης. Εὔκολος γὰρ ἡ διόρθωσις, ἐπειδὴ μὴ φύσεώς ἐστιν ἀνάγκη
5πλεονεξία, ὁρμὴ δὲ προαιρέσεως, ἣν μεταβαλεῖν τοῖς τὸ συμφέρον ἐπιλογιζομένοις οὐ χαλεπόν.

3

.

8

.

1

Ὑπέρκυψον τῷ λογισμῷ εἰς τὸν ἑξῆς χρόνον, ὅτε οὐκ ἔσῃ, ὅτε μικρὰ γῆ καθέξει σοῦ διηπλωμένον τὸ σῶμα ἀναίσθητον· πλὰξ δὲ ὀλίγων σπιθαμῶν καλύψει τὸ λείψανον. Ποῦ τότε ὁ πλοῦτος καὶ τὰ συναχθέντα κειμήλια; Τίς ὁ τῶν καταλειφθέντων κληρονόμος; Οὐ γὰρ πάντως
5ἐκεῖνος ἔσται διάδοχος, ὃν σὺ προσδοκᾷς.

3

.

8

.

2

Ἂν παῖδας καταλείπῃς, τυχὸν κονδυλισθήσονται καὶ ὁμότροπός σου πλεονέκτης θρηνοῦντας αὐτοὺς τῆς οἰκίας τῆς πατρικῆς ἀπελάσει. Κἂν ἄπαις ὢν ἐπί τινα τῶν φίλων παραπέμψῃς τὸν κλῆρον, μὴ πρόσεχέ σου τῇ διαθήκῃ ὡς ἀκινήτῳ
5νόμῳ, ὡς πράγματι ἀναντιρρήτῳ καὶ ἰσχυρῷ. Ὀλίγη σπουδὴ ἄκυρον ποιεῖ τὴν γραφήν. Ἢ οὐχ ὁρᾷς τοὺς συνεχῶς ἐν τοῖς δικαστηρίοις κατὰ τῶν διαθηκῶν ἀγωνιζομένους, ὅπως αὐτὰς ποικίλοις ἐγχειρήμασι παρα‐ κρούονται τοὺς τῶν νόμων τεχνίτας προϊστάμενοι συνηγόρους, τοὺς δεινοὺς ῥήτορας ἐπαγόμενοι βοηθοῦς, ψευδομάρτυρας τρέφοντες, δικαστή‐
10ρια διαφθείροντες;

3

.

8

.

3

Καὶ διὰ τοῦτο ἐξ ὧν ὁρᾷς ζῶν, περὶ τῶν μελλόντων τῶν μετὰ σὲ παιδεύου. Εἰ δίκαιον ἔχεις τὸν πλοῦτον, εἰς δέον χρῆσαι, ὡς ὁ μακάριος Ἰώβ· εἰ ἄδικον, ἀνάλυσον αὐτὸν ἐπὶ τοὺς βιασθέντας κυρίους, ὡς αἰχμάλωτον ἐκ πολέμου· ἢ αὐτὸν ὃν ἔλαβες ἢ μετὰ προσθήκης, ὡς
5ὁ Ζακχαῖος. Εἰ μὴ ἔχῃς, μὴ κτήσῃς κακῶς. Σοὶ μὲν γὰρ ἀκολουθήσει πικρὸν ἐφόδιον ἡ ἁμαρτία τὴν ἀναγκαίαν πορευομένῳ πορείαν· ἡ δὲ ἀπόλαυσις τῶν κτηθέντων οἷς οὐ γινώσκεις καταλειφθήσεται.

3

.

8

.

4

Καὶ τότε τὸν Δαβὶδ θαυμάσεις λέγοντα· θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτ. Γνωρίσῃς δὲ καὶ τὸν πλούσιον τὸν ἀντίθετον τοῦ
Λαζάρου, τὸν ἀρτίως ἡμῖν ἐκ τῶν εὐαγγελίων ἀναγνωσθέντα, οὐ μῦθον32
5συγκείμενον εἰς κατάπληξιν, ἀλλὰ τύπον ἀκριβῆ παραδοθέντα τοῦ μέλλοντος.

3

.

9

.

1

Ἡ βύσσος ἐσάπη, ἡ βασιλεία μετῆλθεν εἰς ἕτερον, αἱ τρυφαὶ κατηργήθησαν· ἡ ἀπ’ ἐκείνων ἁμαρτία συνεξεδήμησεν ὡς σκιὰ παρα‐ μένουσα βαδίζοντι σώματι. Καὶ διὰ τοῦτο μετὰ τὴν πολυτέλειαν τῶν συμποσίων καὶ τὴν ἁβροδίαιτον τράπεζαν ὕδατος ῥανίδα ζητεῖ δακτύλου
5λεπροῦ ἀποστάζουσαν· καὶ καλεῖ τὸν πτωχὸν τῆς τιμωρίας θεραπευτήν, τὸν οὐδὲ χεῖρας ἔχοντα τάχα, ἡνίκα τῷ πυλῶνι προσέρριπτο· ἦ γὰρ ἂν τοὺς κύνας ἀπεσόβησεν τοὺς ἐπιλειχομένους τὰ τραύματα.

3

.

9

.

2

Ἐπιθυμεῖ δὲ συμμίξαι τῷ Λαζάρῳ ἐκ τοῦ κατάντικρυ βλεπομένῳ καὶ μέσῳ διείρ‐ γεται τῷ ὀρύγματι ἢ τῷ χάσματι· οὐ βόθρου τινὸς ὄντως ὠρυγμένου οὐδὲ τάφρου πεποιημένης, ὡς ἐπὶ τῶν στρατοπέδων ἔστιν ἰδεῖν τὸ τοῦ
5πολέμου μεταίχμιον, ἀλλὰ τὸ κώλυμα, οἶμαι, τῶν ἁμαρτημάτων ὁ λόγος ἐνδείκνυται, ὃ τῷ κατεγνωσμένῳ τὴν πρὸς τὸν δίκαιον πάροδον ἀπετεί‐ χισεν.

3

.

9

.

3

Καί μου τὴν ἑρμηνείαν Ἠσαΐας ὁ προφήτης ἐπισφραγίζεται πρὸς λαὸν ἄφρονα βαρέως ἀποτεινόμενος καὶ λέγων· Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου διασῶσαι; ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; Ἀλλ’ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον
5ὑμῶν καὶ ἀνὰ μέσον τοῦ Θεο. Εἰ δὲ ἁμαρτήματα ἀνθρώπους χωρίζειν οἶδεν Θεοῦ, οὐδὲν ἂν πλεονεξίας ἁμαρτωλότερον γένοιτο, ἣ καὶ παρὰ τῆς ἀψευδοῦς φωνῆς Παύλου, τοῦ τῆς ἀληθείας κήρυκος, εἰδω‐ λολατρεία προσαγορεύεται καὶ πάντων τῶν κακῶν ῥίζα καὶ μήτηρ.

3

.

10

.

1

Πόθεν γὰρ οἱ τῆς μερίδος ὄντες ποτε τῶν χριστιανῶν καὶ κοινωνοὶ τῶν μυστηρίων πρὸς τὴν τῶν δαιμόνων λατρείαν εἱλκύσθησαν; Οὐκ ἔρωτι τοῦ πολλὰ κτήσασθαι καὶ κύριοι γένεσθαι τῶν ἀλλοτρίων; Λαβόντες δὲ ὑποσχέσεις παρὰ τῶν ἀθέων καὶ ἀσεβῶν ἢ ζωῆς ἀρχοντικῆς ἢ περιου‐
5σίας τῆς ἐκ βασιλικῶν ταμιείων, ὥσπερ ἱμάτιον ταχέως τὴν θρησκείαν μετημφιέσαντο. Καὶ τὰ μὲν τῶν ἀνωτέρω χρόνων τῆς ἡμετέρας ζωῆς μνήμη καὶ ἀκοὴ διεσώσατο καὶ ἐδίδαξεν.

3

.

10

.

2

Ἔστιν δὲ ἃ καὶ ὁ καθ’ ἡμᾶς βίος τῇ πείρᾳ παρέδωκεν. Ὅτε γὰρ ὁ βασιλεὺς ἐκεῖνος ὁ τὸ προσωπεῖον τοῦ χριστιανοῦ ἀθρόον ἀποθέμενος, γυμνώσας δὲ τὸ δρᾶμα τὸ κωμικὸν ὃ ἐν πολλῷ τῷ χρόνῳ καθυπεκρίνατο, αὐτός τε ἀναιδῶς ἔθυεν δαίμοσιν
5καὶ τοῖς τοῦτο βουλομένοις ποιεῖν πολλὰ προετέθη τὰ χρέα, πόσοι τὴν ἐκκλησίαν ἀφέντες ἐπὶ τοὺς βωμοὺς ἔδραμον; πόσοι δὲ τὸ τῶν ἀξιωμάτων δέλεαρ εἰσδεξάμενοι μετ’ ἐκείνου κατέπιον τὸ τῆς παραβάσεως ἄγκιστρον;

3

.

10

.

3

Στιγματίαι δὲ περινοστοῦσι κατὰ τὰς πόλεις, μισούμενοι· δακτυλο‐ δεικτούμενοι προδόται καὶ οὗτοι τοῦ Χριστοῦ δι’ ὀλίγον ἀργύριον· ἐξόριστοι τοῦ καταλόγου τῶν χριστιανῶν, ὡς Ἰούδας τῶν ἀποστόλων· ἀπὸ τῆς προσηγορίας τοῦ παραβάτου γνωριζόμενοι, ὡς ἀπὸ τῶν ση‐33
5μάντρων οἱ ἵπποι· ἑλκυσθέντες μόνον εἰς τὴν χαλεπωτάτην πασῶν ἁμαρτιῶν καὶ εὐθὺς ἀκολουθήσαντες τῷ τῆς βεβήλου καὶ μιαρᾶς δυσσε‐ βείας μυσταγωγῷ.

3

.

11

.

1

Οὕτω τοίνυν κατὰ τὸν ἀπόστολον ἡ πλεονεξία καὶ εἰδωλατρεία γίνεται καὶ ῥίζα πάντων τῶν κακῶν ἐστιν, ἀφ’ ἑαυτῆς ἀμυθήτους γεννῶσα κακίας. Ὡς γὰρ οἱ τὸν χρυσὸν ἐκ τῶν κόλπων τῆς γῆς ἀνιχνεύοντες φασὶν τὴν χρυσῖτιν γῆν ἐπ’ αὐτῆς μὲν τῆς ἀρχῆς καὶ τῆς κυριωτάτης γενέσεως
5σωρηδὸν ἀποκεῖσθαι, ἐκεῖθεν δὲ ὥσπερ φλέβας τινὰς ἀπό τινος ἔνθεν καὶ ἔνθεν εἰς μακρὸν διήκειν καὶ πολυσχιδῶς ἀποτείνεσθαι κατ’ αὐτάς που τὰς ῥίζας τῶν δένδρων, τὰς ἐκ τοῦ πρέμνου διαπλουμένας, οὕτως κἀνταῦθα πολλὰς βλέπων τὰς ἀποφύσεις μιᾷ ῥίζᾳ, τῇ πλεονεξίᾳ, τὰς πάσας συνδε‐ δεμένας εὑρίσκω.

3

.

11

.

2

Καὶ μέντοι καὶ οὐκ ἀνοικεῖον εὗρεν ὁ λόγος πρὸς πλεονεξίαν ἐκ τοῦ χρυσοῦ τὸ ὑπόδειγμα. Ἐντεῦθεν ὁρῶ τὸν πατραλοίαν τῆς κεφαλῆς τῆς γεννησάσης κατατολμῶντα, οὐκ αἰδούμενον δὲ οὔτε τὴν πολιὰν οὔτε τὸ πατρικὸν ἀξίωμα, ἀλλὰ τῇ ἐπὶ πλέον ζωῇ τοῦ γέροντος
5βαρούμενον. Πάντα γὰρ ὁρῶν ἐπὶ τῆς οἰκίας ἄφθονα καὶ τὴν ἐξουσίαν τῶν βλεπομένων οὐκ ἔχων, ἐπιθυμῶν δὲ κύριος εἶναι αὐτῶν τε καὶ τῆς περιουσίας στενοῦται τῇ πατρικῇ αὐθεντείᾳ.

3

.

11

.

3

Καὶ τὰ μὲν πρῶτα σιωπᾷ καὶ ἐν τῷ βάθει κατέχει τὴν νόσον· τῷ χρόνῳ δὲ τὴν ἐπιθυμίαν πλεονάσας καὶ πληρωθεὶς τὴν ψυχὴν ἀθρόον ἐκρήγνυσι τὴν κακίαν, ὡς ἐπὶ τῶν σωλήνων τὰ ὕδατα. Καὶ λοιπόν ἐστιν ἀφόρητος τῷ πρεσβύτῃ, μονον‐
5ουχὶ συνελαύνων αὐτὸν πρὸς τοὺς τάφους ὑγαίνοντα καὶ βαδίζοντα.

3

.

11

.

4

Ἂν κούφως ἀναβῇ τὸν ἵππον, ὑπερθαυμάζει· ἂν τροφῆς ἐρρωμενέσ‐ τερον μεταλάβῃ, γογγύζει· ἂν τοὺς οἰκέτας ἐωθινὸς διεγείρῃ πρὸς τὰς ὑπηρεσίας, τῇ ἐγρηγόρσει καὶ τῇ δυνάμει τοῦ γέροντος ἄχθεται. Ἂν δὲ καὶ δωρήσηταί τι τῶν κειμηλίων ἢ οἰκέτην ἀφῇ τῆς δουλείας, τότε δὴ
5τότε καὶ λῆρος καὶ παραπαίων καὶ τοὺς τῆς ζωῆς ὑπερβὰς ὅρους καὶ τῶν ἀλλοτρίων σπαθητὴς καὶ πᾶν βλάσφημον ἀκούων ἐμπαροινεῖται· διὰ τί μὴ ταχέως ἀπέθανεν ἐγκαλούμενος.

3

.

11

.

5

Σὸς οὗτος, ὦ μιαρὴ πλεονεξία, καρπός· παρὰ σοῦ τὰ κέντρα λαμβάνων ὁ παῖς πολέμιος γίνεται τοῦ γεννήσαντος. Σὺ πληροῖς τὴν γῆν λῃστῶν καὶ φονευτῶν, καταποντιστῶν δὲ θάλασσαν, τὰς πόλεις θορύβων, τὰ δικαστήρια ψευδομαρτύρων, συκοφαντῶν, προδο‐
5τῶν, συνηγόρων, δικαστῶν ἐκεῖ ῥεπόντων, ὅπου δ’ ἂν σὺ καθελκύσῃς.34

3

.

12

.

1

Πλεονεξία μήτηρ τῆς ἀνισότητος, ἀνηλεής, μισάνθρωπος, ὠμοτάτη. Διὰ ταύτην ὁ τῶν ἀνθρώπων βίος ἀνωμαλίας γέμει· καὶ οἱ μὲν ἐκ τοῦ κόρου ναυτιῶσι τὴν περισσείαν τῶν κτημάτων οἷον τροφὴν ἄπληστον ἀποβλύζοντες, ἄλλοι δὲ λιμῷ καὶ ἐνδείᾳ πιεζόμενοι κινδυνεύουσιν.

3

.

12

.

2

Οἱ μὲν ὑπ’ ὀρόφοις χρυσοπάστοις κατάκεινται καὶ ὡς μικρὰς πόλεις οἰκοῦσι τὰς οἰκίας, λουτροῖς καὶ οἴκοις ποικίλοις καὶ στοαῖς ἐπὶ μακρότατον διηκούσαις καὶ παντοίᾳ πολυτελείᾳ κεκοσμημένας· ἕτεροι δὲ δύο δοκῶν
5σκέπην οὐκ ἔχουσιν, ἀλλ’ ὅταν ἐν ὑπαίθρῳ διαζῆν μὴ δύνωνται, ἢ πρὸς τὰς καμίνους καταφεύγουσι τῶν λουτρῶν ἢ καὶ τοῖς βαλανεῦσι κακοξένοις περιτυχόντες, παραπλησίως τοῖς χοίροις τὴν κόπρον ὀρύττοντες τὴν ἀναγκαίαν θέρμην ἑαυτοῖς μηχανῶνται.

3

.

12

.

3

Καὶ τὸ ὁμότιμον ζῷον, ὁ ἄνθρωπος, τοσαύτην ἔχει τὴν διαφορὰν τῆς διαίτης πρὸς τὸ ὁμόφυλον· οὐκ ἄλλου τινὸς τὴν ἀταξίαν ταύτην καὶ τὴν ἀνωμαλίαν ἢ τῆς πλεονεξίας ἐπεισαγούσης. Ὁ μὲν γυμνοῖς ἀσχημονεῖ τοῖς μέλεσι καὶ ὁ ἄλλος πρὸς
5τὸ τὴν ἐσθῆτα δυσαρίθμητον ἔχειν πορφυραῖς πλαξὶν τοὺς τοίχους ἐνδύει. Ὁ πένης ἐπὶ ξυλίνης τραπέζης ἄρτον ἀπορεῖ διαθρύψαι καὶ ὁ τρυφῶν ἀργυρῆν τράπεζαν ἐλάσας εἰς πλάτος τῷ στίλβοντι ψυχαγωγεῖται τῆς ὕλης. Καὶ πόσῳ δικαιώτερον ἦν τὸν μὲν ἑστιᾶσθαι ἀρκούμενον τῇ ἄλλῃ τρυφῇ, τῆς τραπέζης δὲ τὴν τιμὴν τῶν ἀπόρων εἶναι τρυφήν;

3

.

12

.

4

Ἄλλος γηραιὸς καὶ βαδίζειν ἀδυνατῶν ἢ διά τινα λώβην χωλεύων ὄνον οὐ κέκτηται, ἀναγκαῖον τῆς χρείας ὄχημα· καὶ ἕτερος διὰ πλῆθος τὰς ἀγέλας οὐ γνωρίζει τῶν ἵππων. Τῷ μὲν ἐλαίου ἐνδεῖ πρὸς τὸ λύχνον ἀνάψαι· καὶ ἄλλος μόναις ταῖς λυχνίαις πλουτεῖ. Ὁ μὲν ἐπὶ τοῦ ἐδάφους
5ἔρριπται καὶ ὁ μάτην πλουτῶν τῷ κόσμῳ τῆς κλίνης περιαστράπτεται, ἀργυρᾶς σφαίρας ἐχούσης καὶ ἁλύσεις ἀντὶ τῶν σχοίνων.

3

.

12

.

5

Ταῦτα τὰ τῆς ἀκορέστου πλεονεξίας ἀποτελέσματα. Εἰ γὰρ μὴ εἰσήγαγεν εἰς τὸν βίον τὴν ἀνισότητα, οὐκ ἂν αὗται ἦσαν τῆς ἀνωμαλίας αἱ ἐξοχαὶ καὶ κοι‐ λότητες, οὐδ’ ἂν αἱ ποικίλαι συμφοραὶ ἀηδῆ καὶ πολύδακρυν τὴν ζωὴν
5ἡμῶν ἀπειργάζοντο.

3

.

13

.

1

Ἐντεῦθεν τὴν φυσικὴν πρὸς ἀλλήλους φιλίαν ἀπώλεσαν ἄνθρωποι καὶ σίδηρον ἀκονῶσι καὶ συγκροτοῦσι παρατάξεις καὶ ὥσπερ τινὰ θηρία μετὰ πολλῆς τῆς ἀγριότητος ἀλλήλοις συνάπτουσι. Τὰ δὲ ἀκόλουθα τούτοις πῶς ἄν τις καὶ ἐξηγήσαιτο;

3

.

13

.

2

Τείχη καρτερὰ τοῖς μηχανήμασι κατασείεται καὶ πόλεις ἁλίσκονται καὶ γυναῖκες ἄγονται καὶ παῖδες ἀνδραποδίζονται· τέμνεται γῆ καὶ κείρεται καὶ τὰ δένδρα πολεμοῦνται ὡς ἀδικήσαντες ἄνθρωποι· φόνος δὲ τῶν ἐν ἀκμῇ πολὺς καὶ οἱ τοῦ
5αἵματος ῥύακες ἀπορρέουσι τῶν ἀθλίων σωμάτων· ὁ δὲ πλοῦτος τῶν ἡττηθέντων ἆθλον τῶν κρατησάντων.35

3

.

13

.

3

Ἐπὶ τούτοις ὀδυρμοὶ χηρείας, ὀρφανῶν δάκρυα καὶ πατέρας ὁμοῦ καὶ τὴν ἐλευθερίαν θρηνούντων· ὁ δὲ πρώην κύριος πλούτου πολλοῦ ἄρτου μεταιτεῖ τέμαχος προτείνων τὴν δεξιάν· καὶ ὁ πολλοὺς ἔχων δούλους ὑφάντας καὶ οἰκίας γεμούσας
5ἐσθῆτος ῥάκια περιβεβλημένος δουλεύει, ὕδωρ πρὸς ἀνάγκην κομίζων καὶ τοῦ ἱππῶνος ἀποξύων τὴν κόπρον καὶ ταῖς αἰσχραῖς ὑπηρεσίαις διακονούμενος· ἄλλα μυρία κακά, ἃ περιλαβεῖν ἀθρόως ἀδύνατον.

3

.

13

.

4

Τούτων δὲ πάντων ἀρχὴ καὶ αἰτία καὶ ῥίζα ἡ τοῦ πλείονος ἐπιθυμία, ἔρως ἄδικος τῶν ἀλλοτρίων κτημάτων. Εἰ δέ τις τοῦτο τὸ πάθος τῶν ἀνθρώπων ἐξέκοψεν, οὐδὲν ἐκώλυσεν εἰρήνην μὲν τῷ βίῳ βαθεῖαν ἐμπο‐ λιτεύεσθαι, πολέμους δὲ καὶ ταραχὰς ἐξ ἀνθρώπων φυγαδευθῆναι,
5ἐπανελθεῖν δὲ πάντας ἐπὶ τὴν κατὰ φύσιν στοργὴν καὶ φιλίαν.

3

.

13

.

5

Διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν ἐπιμελῶς τοῖς παραγγέλμασι ταύτην ἐξιᾶται τὴν νόσον ποτὲ μὲν ἀποφαινόμενος· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμων· ποτὲ δὲ τὸν πλούσιον ἐκεῖνον ἄθλιον ἀποφαίνων, τὸν
5τῇ ἑξῆς τελευτᾶν μέλλοντα καὶ τὴν μακροχρόνιον ἀπόλαυσιν τὴν τρυφῆς ἑαυτῷ προτυποῦντα· καὶ ἀλλαχοῦ τὸν τέλειον ἐκεῖνον εἶναι διδάσκων, ὃς ἂν πάντων ὧν ἔχει τοῖς δεομένοις παραχωρήσας πρὸς τὴν ἀκτήμονα φιλοσοφίαν αὐτομολήσει, τὴν μητέρα τῆς ἀρετῆς καὶ ὁμόσκευον.

3

.

14

.

1

Ἀλλά μοι δοκῶ καὶ σιωπώντων ἀκούειν τῶν ἐκ συνηθείας τὰ τοιαῦτα φθεγγομένων πρὸς τοὺς διδάσκοντας· Καὶ πῶς τὸν βίον διατε‐ λέσομεν, εἰ ἡ κτῆσις τῶν χρημάτων ἀμεληθείη; πῶς δὲ ταῖς χρείαις ἐπαρκέσομεν; πῶς λυθήσεται δάνεισμα; πῶς δὲ καὶ δοθήσεται δάνος τῷ
5ζητοῦντι, ἂν πάντες ὦμεν διὰ τὴν σὴν παραίνεσιν ἄποροι; Ἀπίστου τὸ ῥῆμα, ἀσυνέτου ἡ φωνή, οὐκ εἰδότος, ὅτι δεσπότην ἔχομεν τὸν Θεόν, οἰκονόμον τοῦ βίου, τῷ γενομένῳ ζῴῳ παρ’ ἑαυτοῦ χορηγοῦντα τὰ χρήσιμα καὶ τοὺς ἀναγκαίους πορισμοὺς τῆς τροφῆς καὶ τῶν σκεπασμάτων τὴν χρείαν.

3

.

14

.

2

Ἡ γὰρ πρόνοια τοῦ Θεοῦ τῶν οἰκείων ποιημάτων ἐστὶν περιεκτική· καὶ τὸν ἐν πίστει πλουτοῦντα πενίας οὐδέποτε κατέσχεν συμφορά. Ἓν δὲ τῶν θείων προκομίσας λόγιον εἰς ἀπόδειξιν τοῦ προκει‐ μένου ἱκανήν, ὡς οἶμαι, μαρτυρίαν παρέξω.

3

.

15

.

1

Ἐν τῇ τῶν Βασιλειῶν ἱστορίᾳ γυνή τις ἀναγέγραπται χήρα, βαρυνομένη λίαν τῇ συμφορᾷ τῆς μονώσεως. Ἐπολιόρκει δὲ αὐτὴν δανειστὴς φιλάργυρος καὶ μισάνθρωπος, ἐνέχυρον τοὺς υἱοὺς ἀφαιρούμενος
οὓς μόνους εἶχεν ἀντὶ πάντων ἡ μήτηρ. Ἐπεὶ δὲ εἰς ἀμηχανίαν αὐτῇ36
5περιεστήκει τὸ πρᾶγμα καὶ οὐδεὶς ἠλέει τῶν ἐχόντων χρυσίον, ἦλθεν πρὸς τὸν ἔχοντα φιλανθρωπίαν καὶ πίστιν.

3

.

15

.

2

Ἐλισσαῖος δὲ οὗτος ἦν ὁ προφήτης, ἀνὴρ ἀκτήμων τῶν γηΐνων ὑλῶν καὶ περισσευόμενος τῆς ἀσωμάτου περιουσίας· φιλόσοφος ἐξ ἀροτήρων, ἄοικος, ἀνέστιος, μονο‐ είμων· νεωστὶ μὲν κληρονομήσας, τὴν δὲ κληρονομίαν λαβὼν μηλωτὴν
5εὔωνον καὶ εὐλογίαν ἀόρατον τοῦ πυρίνου ἅρματος ἐκπεσοῦσαν. Οὐ μὴν ἄπρακτον τὴν ἱκεσίαν ἀπέπεμψεν, οὐδὲ ἀπέγνω τῆς βοηθείας, ἐπειδὴ μὴ παρῆν τὸ ζητούμενον, οὐδὲ εἶπεν ἀγεννῆ τινα καὶ ἄπιστα ῥήματα, ὡς εἷς τῶν πολλῶν· Καὶ πόθεν ἐμοὶ ἀργύριον, ὥστε διαλῦσαι τὸ ὄφλημα;

3

.

15

.

3

Ὥσπερ δὲ ἄριστος ἰατρὸς καὶ φαρμάκων μὴ παρόντων ἐξ ἐπινοιῶν παραδόξων εὗρε τῇ νόσῳ τὴν ἴασιν, καί, Τί σοι, φησίν, ἐπὶ τῆς οἰκίας, ὦ γύναι; Μνημόνευσον εἴ τι καὶ ὀλίγον ἔνδον τυγχάνει. Οὐδεὶς γὰρ οὕτως πένης, ὡς καθάπαξ μηδενὸς κύριος εἶναι. Ὡς δὲ εἶπεν, ὅτι κεράμιόν ἐστιν
5καὶ λείψανον ἐν αὐτῷ βραχὺ ἐλαίου, Παρασκεύασόν μοι, εἶπεν, πλῆθος ἀγγείων. Καὶ ἡ μὲν ηὐτρέπισεν, ὁ δὲ δι’ αὐτῆς ἐπλήρωσεν καὶ τῷ δα‐ νειστῇ διελύθη τὸ ὄφλημα· ἡ δὲ γυνὴ ἀπῆλθεν ἐξ ἀπόρων εὑροῦσα τὸν πόρον.

3

.

15

.

4

Τὸ γὰρ ὀλίγιστον ἔλαιον, ὃ εἶναι παρ’ αὐτῇ εἶπεν πρὸς τὸν προφήτην, ἐπήγασεν ἐκ τοῦ παραδόξου καὶ πάντας τοὺς εὐτρεπισθέντας ἀμφορίσκους ἐπλήρωσεν· ἕστη δὲ τότε τῆς ῥύσεως, ὅτε ἀγγεῖον οὐκ ἔτι ἦν τὸ δεχόμενον· καὶ τῇ χρείᾳ συνεμετρήθη ἡ χάρις. Ἀληθῶς ἔλαιον
5ἐκεῖνο, ὃ φυτὸν οὐκ ἐκαρποφόρησεν, ἀλλ’ οἱ τοῦ Θεοῦ οἰκτιρμοὶ ἐγεώρ‐ γησαν.

3

.

15

.

5

Ταύτην ὠνήσασθε τὴν ἐπιστήμην, εἰ δύνασθε, οἱ ἀπὸ ἡλίου ἀνίσχοντος μέχρι καὶ δυομένου, βασιλεῖς, δυνάσται, πλούσιοι. Οἱ σοφοὶ τῆς ἐγκοσμίου σοφίας, κτήσασθε τοῦ ἀπὸ ἀροτήρων προφήτου τὸ χάρισμα, ὃ ἀναφαίρετον τῷ λαβόντι συνῆν. Τὰ γὰρ τῆς ὑμετέρας σπουδῆς κτήματα
5μυρίους ἔχει παρακειμένους τῆς ἀπωλείας κινδύνους· λῃστὰς τοιχωρυ‐ χοῦντας, τυράννους ἁρπάζοντας καὶ συκοφάντας ἐπιβουλεύοντας, θάλασσαν καταποντίζουσαν καὶ γῆν ὑπορρηγνυμένην τοῖς χάσμασιν.

3

.

15

.

6

Ἔστω τοίνυν ἐλπὶς καὶ ταμιεῖον ἀνθρώποις ἡ τοῦ Θεοῦ δεξιά, ἡ τὸν λαὸν Αἰγύπτου ἐξαγαγοῦσα καὶ ἐν ἐρήμῳ χώρᾳ τὴν εὐθηνίαν τῶν ἀγαθῶν χορηγήσασα· ἡ τῷ Δανιὴλ ἀγαγοῦσα τὸν Ἀμβακούμ, καὶ τὸν Ἰσμαὴλ
5σώσασα τῆς μητρικῆς ἀγκάλης ἀπορριφέντα, καὶ τοῖς καθ’ ἑκάστην γενεὰν ἐπαρκέσασα, καὶ τελευταῖον πέντε κριθίνους ἄρτους ὡς ἄπειρον γεωργίαν πληθύνασα, ἵν’ ὁ εἷς ἄρτος χιλίων ἀνδρῶν πεινώντων πληρώσῃ γαστέρα καὶ πρός γε κόφινον τῶν λειψάνων. Τῷ δὲ Θεῷ ἡμῶν ἡ δόξα εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.37

4

t

1

Τοῦ αὐτοῦ Ἀστερίου λόγος κατηγορικὸς τῆς ἑορτῆς τῶν Καλανδῶν

4

.

1

.

1

Δύο κατὰ ταὐτὸν ἑορταὶ συνέδραμον ἐπὶ τῆς χθιζῆς καὶ τῆς ἐνεστώ‐ σης ἡμέρας, οὐ συμφωνοί τε καὶ ἀδελφοί, πᾶν δὲ τοὐναντίον ἐχθρῶς τε καὶ ἐναντίως ἔχουσαι πρὸς ἀλλήλας. Ἡ μὲν γάρ ἐστιν τοῦ ἔξωθεν συρφε‐ τοῦ, πολὺ συνάγουσα τοῦ μαμωνᾶ τὸ ἀργύριον καὶ τὴν ἄλλην καπηλείαν
5ἐφελκομένη, τὴν ἀγοραῖόν τε καὶ 〈ἀν〉ελεύθερον· ἡ δὲ τῆς ἁγίας καὶ ἀληθοῦς θρησκείας, οἰκείωσιν τὴν πρὸς Θεὸν καὶ τοῦ κεκαθαρμένου βίου τὴν ἀρετὴν ἐκπαιδεύουσα.

4

.

1

.

2

Ἐπειδὴ δὲ πολλοὶ προτιμῶντες τὴν ἐκ τῆς ματαιότητος τρυφὴν καὶ ἀσχολίαν ἀπελείφθησαν τοῦ κατὰ τὴν ἐκκλησίαν συλλόγου, φέρε, τὴν μωρὰν καὶ βλάπτουσαν τέρψιν λόγῳ τῶν ψυχῶν ἀπελάσωμεν, ὥσπερ τινὰ φρενῖτιν ἐν τῷ γελᾶν καὶ παίζειν τὸν θάνατον
5ἄγουσαν.

4

.

1

.

3

Ἐν καιρῷ δ’ ἂν τὸν Σολομῶντα ζηλώσαιμι τῆς τοῦ λόγου μεταχειρήσεως. Καὶ γὰρ ἐκεῖνος συμβουλεύων τοῖς νέοις ἀσφαλῶς ἑαυτοὺς ἀπὸ τῶν παγίδων τῆς ἀκολασίας τηρεῖν, ἵνα δραστήριον καὶ ἐνεργῆ τὴν ἑαυτοῦ νουθεσίαν ἐργάσηται, προσωποποιεῖ τὴν ἀκολασίαν
5εἰς γυναῖκα κατεγνωσμένην· πᾶσαν δὲ τὴν κακίαν αὐτῆς στηλιτεύων οὕτως μίσους ἀξίαν ἀποφαίνει τοῖς δελεαζομένοις.

4

.

1

.

4

Διὸ κἀγὼ τὴν ματαιότητα τῆς ἀνθρωπικῆς ἑορτῆς ὑποδείξας τῷ λόγῳ πειράσομαι τοὺς ἐραστὰς ἐκείνης ἀποστῆσαι τῆς πεπλανημένης σπουδῆς.

4

.

2

.

1

Ἑορτῆς τοίνυν πανδήμου οὗτος ὁ θεσμὸς καὶ ὁ νόμος· πρῶτον μὲν φανερὸν σκοπὸν εἶναι τῆς πανηγύρεως, ἔπειτα κοινὴν εἶναι πάντων εὐφροσύνην καὶ μὴ μέρος μὲν ἥδεσθαι, τὸ δὲ λειπόμενον ἐν λύπῃ καὶ κατηφείᾳ διάγειν. Τοῦτο γὰρ πολέμου μᾶλλον ἢ ἑορτῆς ἐξαίρετον· ἐπει‐
5δήπερ ἐπάναγκες τοὺς μὲν κρατήσαντας ἐμπομπεύειν τῇ νίκῃ, τοὺς δ’ ἡττηθέντας δακρύειν τὴν συμφοράν.

4

.

2

.

2

Ἐπὶ δέ γε τούτων τῶν ἡμερῶν, πρῶτον μὲν τὸ ἐπὶ τίσι τελεῖται ἡ πανήγυρις ἄδηλον. Μῦθοι γὰρ λέγονται πολλοί, ἀλλήλων ἀνατρεπτικοί· ἀληθὲς δὲ οὐδέν. Εἶτα ὀλίγους μὲν εὐφραινομένους βλέπω· ἀνιωμένους δὲ τοὺς πολλούς, κἂν εὐπρεπεῖ
5ἑτερότητι τὴν λύπην ἐπισκιάζωσιν· πάντα δὲ θορύβου γέμοντα καὶ ταραχῆς, καὶ τὸ πλῆθος πρὸς ἑαυτῷ εἰκῆ ὠθιζόμενον.

4

.

3

.

1

Ἀνάμνησίς ἐστιν καὶ εὐφροσύνη ἐνιαυτοῦ. Ποία εὐφροσύνη, ἄνθρωπε; Πρῶτον, ὅταν ἐννοήσω τῆς συντυχίας τὸ σχῆμα, οἷόν ἐστιν, καὶ ὅπως ὕποπτον καὶ οὐ φιλικόν! Ἀδρανεῖ τῇ φωνῇ καὶ λεπτῇ ἡ προση‐ γορία πρόεισι τῶν χειλέων· εἶτα ἀκολουθεῖ φίλημα τοῦ λήμματος39
5προοίμιον, καὶ φιλεῖται μὲν τὸ στόμα, ἀγαπᾶται δὲ τὸ νόμισμα· τὸ σχῆμα διαθέσεως καὶ τὸ ἔργον πλεονεξίας. Ἔνθα δὲ καθαρὰ φιλία καὶ ἄδολος, ἄμισθοι καὶ ἀκερδεῖς εἰσιν αἱ φιλοφρονήσεις.

4

.

3

.

2

Περιφέρεται γοῦν πολὺ πανταχοῦ καὶ δίδοται τὸ χρυσίον, πρόφασις δὲ δικαία καὶ εὐπρεπὴς τοῦ λήμματος οὔτε ἔστιν οὔτε λέγεται. Γάμος οὐκ ἔστιν, ἵνα νυμφίου τις γαύρου καλέσῃ φιλοτιμίαν. Ἐλεημοσύνην οὐκ ἔχω καλεῖν
5τὴν δαπάνην· οὐδεὶς γὰρ πένης ἀφίεται συμφορᾶς. Συνάλλαγμα οὐκ ἄν τις καλέσειεν τὸ γινόμενον· οὐδὲν γὰρ διαμείβουσι πρὸς ἀλλήλους τὸ πλῆθος. Δωρεὰν δὲ εἰπεῖν, οὐδὲ μέχρις ὅτου δίκαιον, ἔνθα συνέζευκται ἀνάγκη τῇ δόσει.

4

.

3

.

3

Τί τοίνυν ἢ τὴν ἑορτὴν καλέσωμεν ἢ τὰ ἐν ταύτῃ δαπανώμενα; Ἐγὼ μὲν οὐχ εὑρίσκω. Εἴπατε δέ, οἱ περὶ αὐτὴν ἐσπου‐ δακότες· δότε λόγον, ὡς ἡμεῖς τῶν ἀληθινῶν καὶ κατὰ Θεὸν πανηγύρεων. Γενέθλιον ἑορτάζομεν, ἐπειδὴ τὰ ἐν σαρκὶ θεοφάνια κατὰ τοῦτον τὸν
5χρόνον ἔδειξεν ἡμῖν ὁ Θεός. Φῶτα πανήγυριν ἄγομεν, ἐπειδὴ τῇ τῶν ἁμαρτημάτων ἀφέσει οἷον ἐκ σκοτεινοῦ τινος δεσμωτηρίου τοῦ προτέρου βίου πρὸς τὸν φωτεινὸν καὶ ἀνεύθυνον ἀναγόμεθα.

4

.

3

.

4

Καλλωπιζόμεθα πάλιν καὶ χαίροντες ἐμπομπεύομεν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως· τὴν γὰρ ἀφθαρσίαν ἡμῖν καὶ τὴν πρὸς τὸ κρεῖττον δηλοῖ μετακόσμησιν. Οὕτως ταύτας ἑορτάζομεν, οὕτως τὰς ἐφεξῆς· καὶ παντὸς ἀνθρωπικοῦ πράγματος
5λόγος ἡγεῖται· οὗ δὲ αἰτία καὶ σκοπὸς ἄπεστιν, λῆρος τοῦτο καὶ φλήναφος.

4

.

4

.

1

Ὢ τῆς ἀτοπίας! Πάντες κεχηνότες περινοστοῦσι, τὰ παρ’ ἀλλήλων ἐλπίζοντες. Οἱ δόντες λυποῦνται, οἱ λαβόντες οὐ κατέχουσι. Μεταβαίνει γὰρ εἰς ἀλλήλους τὸ λῆμμα καὶ ὁ παρὰ τοῦ ὑπευθύνου δεξάμενος δίδωσι τῷ μείζονι. Ἄστατον δέ ἐστιν τὸ τῆς ἡμέρας ταύτης χρυσίον, ὥσπερ ἡ
5τῶν παιζόντων σφαῖρα, ὀξέως παρ’ ἐμοῦ πεμπόμενον πρὸς τὸν ἕτερον.

4

.

4

.

2

Καὶ καινὸς δωροφορίας καὶ λειτουργίας τρόπος, ἀπαραίτητον ἔχων τῆς ἀνάγκης τὴν εἰσφοράν. Ὁ γὰρ μείζων καὶ ἔνδοξος δυσωπεῖ, ὁ ἐλάττων αἰτεῖ, καὶ πάντες βαθμοῖς ἐπὶ τοὺς κόλπους τῶν ὑπερεχόντων κινοῦνται. Καὶ ὅπερ ἐπὶ τῆς συρροίας τῶν ὑδάτων γίνεται, τοῦτο νῦν
5ἔστιν ἰδεῖν.

4

.

4

.

3

Καὶ γὰρ ἐκεῖ λεπτὸς ῥύαξ ἀπορρεύσας τοὺς ῥοῦς τῷ μετ’ αὐτὸν καὶ μείζονι μίγνυται· κἀκεῖνος καλύπτεται πάλιν παρὰ τοῦ μᾶλλον πλημμυροῦντος καὶ πολλὰ λεπτότερα ῥεύματα ἀθροισθέντα ποταμοῦ γείτονος προσθήκη γίνονται· οὗτος πάλιν ἑτέρου τοῦ μείζονος καὶ ἄλλος
5ἄλλου, μέχρις ἂν ὁ τελευταῖος τῷ βάθει καὶ τῷ πλάτει τῆς θαλάσσης ἐγκαθορμίσῃ τὸ ὕδωρ.

4

.

4

.

4

Ἑορτὴ αὕτη ψευδώνυμος, ἐπαχθείας γέμουσα· καὶ γὰρ ἡ πρόοδος ἐπαχθὴς καὶ ἡ ἔνδον μονὴ οὐκ ἀνενόχλητος. Δημόται
γὰρ ἀγύρται καὶ οἱ τῆς ὀρχήστρας θαυματοποιοὶ εἰς τάξεις καὶ συστήματα ἑαυτοὺς καταμερίσαντες ἑκάστην οἰκίαν διοχλοῦσιν· καὶ δῆθεν μὲν40
5εὐφημοῦσι καὶ ἐπικροτοῦσιν, μένουσι δὲ πρὸς ταῖς πύλαις τῶν πρακτήρων εὐτονώτερον, μέχρις ἂν ἀποκναισθεὶς ὁ ἔνδον πολιορκούμενος προῆται τὸ ἀργύριον ὅπερ ἔχει καὶ ὃ οὐ κέκτηται.

4

.

4

.

5

Ἀμοιβαδὸν δὲ προσιόντες ταῖς θύραις ἀλλήλους διαδέχονται καὶ μέχρις δείλης ὀψίας ἄνεσις οὐκ ἔστιν τοῦ κακοῦ, ἀλλὰ φατρία φατρίαν καταλαμβάνει καὶ βοὴ βοὴν καὶ ζημία ζημίαν.

4

.

5

.

1

Αὕτη ἡ βελτίστη ἑορτὴ καὶ δανεισμάτων αἰτία γίνεται τοῖς ἀνθρώ‐ ποις, καὶ τούτων ἐντόκων· ἀφορμὴ πενίας, δυστυχημάτων ἀρχή. Ἂν δέ τις διὰ τὸ τῆς οὐσίας ἀναξιόπιστον μηδὲ τοῦ δανείζοντος εὐπορήσῃ, ἕλκεται ὡς ὁ τοὺς φόρους τοὺς βασιλικοὺς ἐλλιπών, δακρύει ὡς ὁ δημευό‐
5μενος, ὀλοφύρεται ὡς ὁ λῃσταῖς περιπεσών, φρουρεῖται, μαστίζεται.

4

.

5

.

2

Ἂν δέ τι μικρὸν ὑπάρχῃ κατὰ τὴν οἰκίαν εἰς διατροφὴν γαμετῆς καὶ παίδων ἀθλίων, τοῦτο προΐεται· κάθηται δὲ λιμώττων παγγενεὶ ἐπὶ τῆς φαιδρᾶς ἑορτῆς. Καινὸς κακῆς συνηθείας νόμος, ἀηδίαν ἑορτάζεσθαι καὶ ἀπορίαν ἀνθρώπων πανήγυριν λέγεσθαι.

4

.

6

.

1

Αὕτη ἡ ἡμέρα καὶ τοὺς μικροὺς παῖδας καὶ ἀφελεῖς καὶ ἁπλοϊκοὺς φιλαργύρους εἶναι διδάσκει καὶ παρασκευάζει οἰκίαν ἀμείβειν ἐξ οἰκίας καὶ δῶρα προσφέρειν καινά, ὀπώρας ἀργυρίῳ καθηλωμένας. Ἔστιν δὲ ἡ δόσις τοῦ διπλοῦ ἀντίδοσις καὶ τὸ καπηλικὸν καὶ ἀνελεύθερον ἐντεῦθεν
5ἄρχεται ἁπαλοῖς τοῖς φρονήμασιν ἐντυποῦσθαι τῶν νέων.

4

.

6

.

2

Τοὺς δὲ ἱεροὺς καὶ βελτίστους γεωργοὺς οἷα διατίθησιν αὕτη ἡ ἡμέρα! Φευκτὴν αὐτοῖς καὶ ἄβατον τὴν πόλιν ἐργάζεται· καὶ μᾶλλον αὐτὴν ἀποδιδράσκου‐ σιν ἢ οἱ λαγοὶ τὰ δίκτυα. Οἱ γὰρ εὑρισκόμενοι μαστίζονται, παροινοῦνται,
5ἀπολλύουσιν τὰ ἐν χερσίν, ἐν εἰρήνῃ πολεμοῦνται, ἐπιχλευάζονται, κωμῳδοῦνται λόγοις καὶ ἔργοις· πληροῦνται τῆς ὕβρεως οἱ βέλτιστοι ἡμῶν προφῆται, τὰ ἀπόνηρα ζῷα, αἱ ἁπλοϊκαὶ τοῦ Θεοῦ εἰκόνες, οἱ ἐν ἐλευθερίᾳ πιστοὶ δοῦλοι τῆς ἡμετέρας ζωῆς.

4

.

6

.

3

Οὕτως μὲν οὖν οἱ ἐν τέλει, οὕτως πένητες, οὕτως παιδία, οὕτως ἄγροικοι. Οἱ μὲν μοχθοῦσιν, οἱ δὲ γογγύζουσιν, οἱ δὲ μανθάνουσιν ἃ μὴ εἰδέναι καλόν.

4

.

7

.

1

Σκεψώμεθα δὲ ὅπως καὶ οἱ ἔνοπλοι στρατιῶται παρὰ ταύτης ὠφελοῦνται τῆς ἑορτῆς. Εἰς χρήματα ζημιοῦνται καὶ ἑνὸς ἐκπτώματος μισθὸν προσφέρουσιν τὸν ἐπισιτισμὸν τοῦ πολέμου. Εἰς τρόπους καὶ ἤθη βλάπτονται. Μανθάνουσι γὰρ ἀνελευθερίαν, ἐπιτηδεύματα σκηνικῶν,
5ἔκλυσιν καὶ μαλακίαν ἠθῶν, παιδιὰν κατὰ τῶν νόμων καὶ τῆς ἀρχῆς, ἧς ἐτάχθησαν φύλακες.

4

.

7

.

2

Τὴν γὰρ μεγίστην ἀρχὴν κωμῳδοῦσιν καὶ
διασύρουσιν, ἅρμα ὡς ἐπὶ σκηνῆς ἀναβαίνοντες καὶ δορυφόρους πεπλασμέ‐ νους χειροτονοῦντες καὶ δημοσίᾳ ποιοῦντες τὰ τῶν ἐξυρημένων πρὸς κόνδυλον. Καὶ ταῦτ’ ἔστιν τῆς πομπείας τὰ σεμνότερα. Τὰ δὲ ἄλλα πῶς41
5ἄν τις εἴποι;

4

.

7

.

3

Μὴ καὶ ἐκκαλυψάμενος γυναικίζεται ὁ ἀριστεύς, ὁ τὸν θυμὸν λεοντώδης, ὁ μετὰ τὴν ὅπλισιν θαυμαστὸς ὀφθῆναι τοῖς οἰκείοις καὶ φοβερὸς τοῖς ἐναντίοις· καὶ τὸν χιτῶνα μέχρι τῶν σφυρῶν ἀφίησι καὶ τοῖς στέρνοις περιελίττει τὴν ζώνην καὶ ὑποδήματι κέχρηται γυναικείῳ καὶ
5τὸν κρώβυλον ἐπιτίθεται τῇ κεφαλῇ, ᾗ γυναιξὶ νόμος·

4

.

7

.

4

καὶ φέρει τὴν ἠλακάτην ἐρίου γέμουσαν καὶ τῇ δεξιᾷ νῆμα κατάγει, τῇ ποτε φερούσῃ τὸ τρόπαιον· καὶ τὸν τόνον τῆς ψυχῆς ἐναλλάττων τὸ ὀξύτερον καὶ γυναικῶδες φθέγγεται; Ταῦτα τῆς πανηγύρεως τὰ χρηστά· ταῦτα τῆς
5πανδήμου ἑορτῆς τὰ συμφέροντα σήμερον.

4

.

8

.

1

Καὶ οἱ τῆς κορυφῆς τῶν ἀξιωμάτων ἀνθρωπικῶν ἐπιβάντες, οἱ πολυθρύλητοι ὕπατοι, τῇ ματαιότητι δαπανῶσι τὸν πλοῦτον, σωροὺς χρημάτων σκορπίζοντες εἰς ἀκαρπίαν δικαιοσύνης καὶ καρπὸν ἁμαρτίας· ὧν τοσοῦτον περιφανὴς ἡ ἀφροσύνη, ὅσον ὑψηλὸς ὁ θρόνος.

4

.

8

.

2

Πολλοῖς γὰρ ἀνθρωπικοῖς ἐμβατεύσαντες θρόνοις καὶ τὰς μεγίστας τῆς βασιλείας ἀρχὰς διοικήσαντες, λαμβάνουσιν ἀφειδῶς ἀπὸ πάσης τὰ πλεῖστα· οἱ μὲν πενήτων στρατιωτῶν τὸ σιτηρέσιον σφετερισάμενοι, ἄλλοι τὸ δίκαιον
5καὶ τὴν ἀλήθειαν πολλάκις πωλήσαντες, καὶ τῶν βασιλικῶν ταμιείων ἕτεροι ἄφατον ἐξαντλήσαντες πλοῦτον καὶ τὰ πανταχόθεν σπουδαίως ἀθροίσαντες· φεισάμενοι δὲ οὐδενὸς λήμματος, οὐκ ἀπρεποῦς, οὐκ ἀδίκου·

4

.

8

.

3

καὶ Θεὸν παροξύνοντες προκάθηνται νῦν, καὶ μετ’ ὀλίγον ἡνιόχοις μερίζοντες τὸν χρυσὸν καὶ αὐληταῖς κακοδαίμοσι καὶ μίμοις καὶ ὀρχησταῖς καὶ ἀνδρογύνοις καὶ γυναιξὶ πόρναις ὤνιον παρεχούσαις τῷ δημίῳ τὸ σῶμα· καὶ αὖθις θηριομάχοις μιαροῖς καὶ ἀνελπίστοις καὶ
5αὐτοῖς τοῖς θηρίοις. Πρόδηλον γάρ, ὡς καὶ τὰ θηρία τρέφει χρυσός, τοῖς μὲν τὰ κρέα, τοῖς δὲ τὴν μάζαν ὠνούμενος.

4

.

8

.

4

Ταῦτα δὲ πάντα προΐενται ὑπὲρ μιᾶς σπουδῆς, ἵνα τὰ ὀνόματα αὐτῶν τῶν συναλλαγμάτων προ‐ γράφηται. Ὢ τῆς ἀνοίας! Ὢ τῆς τυφλότητος! Θεὸς ἐπαγγέλλεται τῶν πτωχοτρόφων τὰ ὀνομάτα βίβλοις ζώσαις ἐγγράφειν, ταῖς ἀθανάτοις,
5ταῖς ἀδιαφθόροις, ἃς σὴς οὐκ ἀφανίζει καὶ χρόνος οὐκ ἐξαλείφει· κἀκείνων τῶν γραμμάτων οὐκ ἐρᾷς, οὐδὲ λόγον τινὰ ποιῇ τῆς μακαρίας ἐπαγγελίας, οὐδὲ τῇ μνήμῃ τοῦ Θεοῦ ἐγγραφῆναι ζητεῖς; Τοῦτο γάρ ἐστιν ἡ βίβλος ἡ ζῶσα.

4

.

8

.

5

Περὶ πολλοῦ δὲ ποιῇ παρὰ τῶν συμβολαιογράφων γράφεσθαι καὶ παρὰ τῶν ὠνουμένων τὰ ἀνδράποδα λαλεῖσθαι καὶ κροτεῖσθαι παρὰ δημοτῶν κολάκων, κακὸς τῆς χρείας τῶν πραγμάτων κριτής, ἀνόητος δοκιμαστὴς τοῦ συμφέροντος.

4

.

8

.

6

Δὸς τῷ λελωβημένῳ πτωχῷ καὶ μὴ τῷ λελυμένῳ μουσικῷ· χάρισαι πρὸ τῆς πόρνης τῇ χήρᾳ, πρὸ τῆς δημοσίας τῇ σεμνῶς κατακεκλημένῃ. Περιέργασαι ποῦ παρθένος ἁγία Θεῷ ψάλλουσα καὶ μίσησον ψάλτριαν ἀναιδῆ πρὸ τῆς ὄψεως τῷ μέλει τοὺς
42
5ἀκολάστους θηρεύουσαν· ἐπάρκεσον ὀρφάνῳ, λῦσον δάνεισμα πένητος, καὶ ὄψει δόξαν διαιωνίζουσαν.

4

.

8

.

7

Κενοῖς πλῆθος βαλαντίων ὑπὲρ παιδιᾶς ἀσχήμονος καὶ ἀτάκτου γέλωτος, οὐκ εἰδὼς ὅσα πενήτων χαρίζῃ δάκρυα ἐξ ὧν συνήχθη ἡ εὐπορία· πόσοι ἐδέθησαν, πόσοι ἐμαστιγώθησαν, πόσοι ἐγγὺς ἦλθον ἀγχόνης καὶ βρόχου, ἵνα σήμερον 〈οἱ〉 ὀρχούμενοι λάβωσιν.
5Καὶ τί τὸ τέλος; Ματαιότης.

4

.

8

.

8

Μετὰ πάντα τάφος μικρός, ἐσθὴς ὀλίγων ὀβολῶν τὸ σωμάτιον περιστέλλουσα, λήθη μετ’ ὀλίγον, τὸ ἀναγ‐ καῖον πάθος τοῦ χρόνου, πάντα τὰ σπουδασθέντα καλύπτουσα· κρίσις ἐπὶ τούτοις Θεοῦ καὶ τῆς κακῆς προαιρέσεως κόλασις ἀπαραίτητος.

4

.

9

.

1

Ποῦ οἱ ὕπατοι; Τοὺς χθὲς καὶ πρώην ἀρίθμησον. Οὐχ ὁ μὲν ὡς οἱ κακοῦργοι τῆς κεφαλῆς ἀπετμήθη, πλήθους ὁπλιτεύοντος ἀθρόᾳ κινήσει περιπεσών· ἐπομπεύθη δὲ μετὰ θάνατον μᾶλλον ἢ ὅτε φερόμενος ἐπὶ τοῦ δίφρου ἐγαυρία τοῦ ἀξιώματος; Ἄλλος δὲ μετὰ στρατηγίας τῆς
5αὐτῆς ταύτης ἐπιτυχὼν τιμῆς, κακῶς ἐν ταῖς ἐσχατιαῖς Αἰγύπτου καὶ τῆς Λιβύης ἀπώλετο φεύγων τῆς καταδίκης τὴν τιμωρίαν, εἶτα ταῖς ψάμμοις ἐντελευτήσας, ἐπειδὴ πᾶσα ἦν ἡ χώρα δι’ ἧς ἀπεδίδρασκεν, ἄνυδρος καὶ ἀοίκητος;

4

.

9

.

2

Τί δ’ ἂν εἴποιμεν πρὸς τὸν ἐκ στρατηγῶν καὶ ὑπάτων, ὁμοίως ἐπὶ τῆς Κολχίδος νῦν χώρας διάγοντα καὶ τῇ τῶν ἐκεῖσε βαρβάρων φιλανθρωπίᾳ διασωζόμενον;

4

.

9

.

3

Τὸν δὲ ἐξ ὑπάρχων ἐκεῖνον, τόν, ὡς ᾤετο, ἄμαχον καὶ λεοντώδη τὴν γνώμην, οἵα τοῦ βίου καταστροφὴ διεδέξατο! Πρῶτον μὲν γὰρ ἐπεῖδε τὸν ἑαυτοῦ παῖδα ἀποτμηθέντα τῆς κεφαλῆς· εἶτα καὶ αὐτὸς τὴν ἐπὶ θανάτῳ ψῆφον ἐδέξατο καὶ τῆς σχοίνου προσ‐
5αχθείσης ἤδη τῷ στόματι φιλανθρωπία βασιλικὴ ἐκώλυσεν ἐνεργῆσαι τὸν δήμιον. Ζήσας δὲ ὀλίγον ὀδύναις καὶ συμφοραῖς ὁ πρεσβύτης καὶ τῇ αἰσθήσει τῶν κακῶν ἐπιχρονίσας, ἐν ἀτιμίᾳ ἀπῆλθεν τοῦ βίου, τοῦτο τῆς μεγάλης ὑπατείας τὸ τέλος εὑράμενος.

4

.

9

.

4

Ὁ δὲ τοῦ παρελθόντος ἐνιαυτοῦ πῶς ἐφρόντισεν μείζονα τῶν γιγάντων, γυναιξὶν ὢν καὶ ἀνδράσιν ἀμφισ‐ βητήσιμος; Ῥάβδους κυρίων φύγων, ῥάβδων ὑπατικῶν ἐπεθύμησεν· ἐκτήσατο γῆν ὅσην οὐδὲ εἰπεῖν εὔκολον· ἐτάφη δὲ ἐν τοσαύτῃ, ὅσης ὁ
5ἐλεήσας μετέδωκεν.

4

.

9

.

5

Ἆρα οὖν κατὰ τὸν σοφὸν Ἐκκλησιαστὴν οὐ πάντα, ὅσα τοιαῦτα, Ματαιότης ματαιοτήτων, καὶ φάσματά ἐστιν τὰ ἀξιώματα ἀνυποστάτων ὀνείρων, τέρψαντα πρὸς ὀλίγον, εἶτα παραδρα‐ μόντα, ἀνθήσαντα καὶ μαρανθέντα; Ἡμεῖς τοίνυν ἕως τούτου στήσαντες
5τὸν λόγον δόξαν ἀναπέμψωμεν τῷ Σωτῆρι.43

5

t

1

Τοῦ αὐτοῦ Ἀστερίου ὁμιλία ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου εἰς τό· Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν

5

.

1

.

1

Καλὴ συνωρὶς τῶν δύο τούτων ἡμερῶν τοῖς χριστιανοῖς καὶ φιλοπόνοις τυγχάνει, τοῦ σαββάτου καὶ τῆς κυριακῆς λέγω, ἣν καθ’ ἑκάστην ἑβδομάδα ὁ χρόνος ἀνακυκλῶν περιφέρει. Ὡς γὰρ μητέρες ἢ τροφοὶ τῆς ἐκκλησίας καὶ τὸν λαὸν ἀθροίζουσι καὶ τοὺς ἱερέας παιδευτὰς
5προκαθίζουσιν· δημαγωγοῦσι δὲ καὶ τοὺς μαθητὰς καὶ τοὺς διδασκάλους εἰς τὴν τῶν ψυχῶν ἐπιμέλειαν. Ἐμοὶ τοίνυν ἔτι τῆς χθιζῆς ἡμέρας ὁ λόγος ἐνηχεῖ καὶ ἐγκάθηται τῇ μνήμῃ τὰ πονηθέντα.

5

.

1

.

2

Βλέπω τὸν σταυρὸν διὰ τῆς προφητείας παρὰ Ἡσαΐου πηγνύμενον καὶ τὰ ἱμάτια τοῦ Κυρίου ὡς τὰ τοῦ ληνοβάτου κεχρωσμένα τῷ αἵματι, καὶ τὸν Σωτῆρα τὸν μισθὸν πρόχειρον ἐπὶ τῆς δεξιᾶς φέροντα. Καὶ τὸν Σολομῶντα
5θεωρῶ τὰ ζυγὰ ἡμῖν καὶ τοὺς σταθμοὺς ἀκριβοῦντα εἰς δύναμιν. Καὶ τοῦ εὐαγγελίου τὸν χρεωφειλέτην οἰκτείρω, μὴ μεταδοῦντα τῷ ὁμοδούλῳ τῆς φιλανθρωπίας, ἧς παρὰ τοῦ δεσπότου μετέλαβεν, ἀλλ’ ἐκ τῆς ἀβουλίας καὶ τῆς σκληρότητος τὴν ἰδίαν συμφορὰν ἀνανεωσάμενον.

5

.

1

.

3

Τούτοις γὰρ τοῖς κεφαλοίοις κατὰ τὴν παρελθοῦσαν ἐκάμομεν, ὡς ἴστε πάντες οἱ οὐκ ἐν παρέργῳ τὴν ἀκρόασιν θέμενοι.

5

.

2

.

1

Σήμερον δὲ πάλιν ἡμῖν πολλὰ μὲν καὶ καλὰ πάντα, ὅσα ἐπὶ τῆς τραπέζης τῆς ὁρωμένης τὸ Πνεῦμα κατέθετο. Ἐπέστησα δὲ τὸν νοῦν τοῖς ἀδολέσχαις ὁμοῦ καὶ πειρασταῖς Φαρισαίοις καὶ σφόδρα γε αὐτοὺς τῆς μοχθηρίας τῶν τρόπων ἠλέησα, ἐφ’ οἷς καὶ τὴν πηγὴν τῆς σοφίας
5ταῖς ἑαυτῶν ἐρωτήσεσιν ἐπεχείρουν κατασοφίζεσθαι· καὶ τῆς ἐγχειρήσεως ἀπετύγχανον τῆς τοῦ Μονογενοῦς θεότητος εἰς τοὐναντίον αὐτοῖς ἀεὶ περιτρεπούσης τὰ ἐρωτήματα.

5

.

2

.

2

Περὶ ὧν, μοὶ δοκεῖ, καὶ Ἡσαΐας προφητεύων ἔλεγεν· Ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωραίνων καὶ ἱστῶν ῥήματα παιδὸς αὐτο· καὶ πάλιν Δαβίδ· Ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν·
5κρῖνον αὐτούς, ὁ Θεός· ἀποπεσέτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν. Πλὴν χάρις αὐτοῖς, καὶ πολεμίοις τυγχάνουσιν, ὅτι τὴν σοφίαν
ἐκίνησαν πρὸς ἀπόκρισιν, ἵνα ἡμῖν τοῖς δούλοις ἀνάγραπτον καταλίπῃ τῶν συμφερόντων τὴν μάθησιν.45

5

.

2

.

3

Ἰδοὺ γὰρ ὁ γάμος κανονίζεται, πρᾶγμα τοῦ ἀνθρωπικοῦ βίου κεφάλαιον, καὶ τῆς συστάσεως αὐτοῦ καὶ τῆς διαλύσεως ἀκριβεῖς νομοθετοῦνται οἱ ὅροι. Ὧν λίαν ἐσπουδασ‐ μένως ἀκουσάτω τὰ δύο τάγματα, ἵνα καὶ ἡ γυναικωνῖτις παιδευθῇ τὰ
5ἴδια καὶ ἡ ἀνδρωνῖτις ὠφεληθῇ τὰ ἐξαίρετα.

5

.

3

.

1

Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν. Τοῦτο μὲν τῶν Ἑβραίων τὸ πρόβλημα. Ἐγὼ πρὸς τῶν ἄλλων τὸν σκοπὸν βλέπω τῆς ἐρωτήσεως. Ἐπειδὴ γὰρ τὸ τῶν γυναικῶν γένος εὐκολώτερόν ἐστι πρὸς τὸ πείθεσθαι καὶ μᾶλλον ἐπε‐
5κλίνετο πρός τε τὴν τῶν τεράτων μεγαλουργίαν καὶ πρὸς τὴν συγκατά‐ θεσιν καὶ πίστιν τῆς θεότητος τοῦ Χριστοῦ—

5

.

3

.

2

οὕτω τοι καὶ τελευταῖον τῶν ἀνδροφόνων τῶν τῇ γνώμῃ πρὸς τὸν σταυρὸν ἑλκόντων τὸν Κύριον, τὸ πλῆθος τῶν γυναικῶν καὶ τὸ πάθος ἀπεθρήνει καὶ ἀκολουθοῦν τῷ Σωτῆρι ἐλεεινῶς ἀπεδάκρυεν—, ἵνα τινὰ προσκρουσμὸν καὶ δυσμένειαν
5αὐτῷ πρὸς τὸ σύστημα τῶν γυναικῶν μηχανήσωνται διὰ τῆς δολερᾶς ἐρωτήσεως, αὐτοὶ μὲν τὰ θήρατρα, ὡς ἐνόμιζον, καὶ τοὺς βρόχους τοὺς διὰ τῶν λόγων ἐπήξαντο·

5

.

3

.

3

ὁ δὲ Κύριος τῇ δυνάμει τῆς θεότητος βλέπων τοῦ κατασκευαζομένου τὴν κακουργίαν, ὁμοῦ δὲ καὶ τὰ φιλάν‐ θρωπα δογματίζων τῷ βίῳ, κἀκείνοις τὴν ἔνεδραν ματαίαν ἀπεργα‐ ζόμενος, συνηγοροῦσαν ταῖς γυναιξὶ προβάλλεται τὴν ἀπόκρισιν· λύκους
5κενοὺς ἀποπέμψας τοὺς Φαρισαίους διακενῆς τῷ ἐρωτήματι περιχήναντας.

5

.

3

.

4

Αὐτή, φησί, ἡ κτίσις συναφείας καὶ οὐ διαλύσεως ἐπιδείκνυται τὸν σκοπόν· καὶ τοῦ γάμου πρῶτος νυμφοστόλος ἐστὶν ὁ Δημιουργὸς τοὺς πρωτοπλάστους ἀνθρώπους τῷ γαμικῷ συζεύξας δεσμῷ, δοὺς δὲ τοῖς γενησομένοις εἰς ἔπειτα τὴν ἀκολουθίαν τῆς συνοικήσεως ἀπαραίτητον,
5ἣν τιμᾶν προσῆκεν ὡς νόμον Θεοῦ. Οἱ δὲ ἀλλήλοις συναφθέντες οὐκ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία· ὥστε ὃ συνέζευξεν ὁ Θεός, ἄνθρω‐ πος μὴ χωριζέτω.

5

.

4

.

1

Ἐλέχθη μὲν ταῦτα τοῖς Φαρισαίοις τότε· ἀκούσατε δὲ νῦν, οἱ 〈τού〉των κάπηλοι καὶ τὰς γυναῖκας ὡς ἱμάτια εὐκόλως μετενδυόμενοι· οἱ τὰς παστάδας πολλάκις καὶ ῥᾳδίως πηγνύντες ὡς πανηγύρεως ἐργασ‐ τήρια· οἱ τὰς εὐπορίας γαμοῦντες καὶ τὰς γυναῖκας ἐμπορευόμενοι·
5οἱ μικρὸν παροξυνόμενοι καὶ εὐθὺς τὸ βιβλίον τῆς διαιρέσεως γράφοντες· οἱ πολλὰς χήρας ἐν τῷ ζῆν ἔτι καταλιμπάνοντες.

5

.

4

.

2

Πείσθητε, ὅτι γάμος θανάτῳ μόνῳ καὶ μοιχείᾳ διακόπτεται. Οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἑταιρίδων ὀλίγος ἡμερῶν ἀριθμὸς πειράζει τὴν συμβίωσιν καὶ μόνην θηρεύει τὴν
ἡδονήν, οὕτως ἐστὶ καὶ ἐπὶ τῶν νόμῳ καὶ θεσμῷ τελουμένων· ἀλλὰ πᾶν46
5τοὐναντίον, ὦ ἄνθρωπε, μία τις ἕνωσις γίνεται καὶ σώματος καὶ ψυχῆς, ὡς καὶ τὸ ἦθος τῷ ἤθει συνανακιρνᾶσθαι καὶ τὴν σάρκα τῇ σαρκὶ τρόπον τινὰ συνδεδέσθαι.

5

.

4

.

3

Πῶς οὖν ἀπαθῶς διατέμνῃ; Πῶς εὐκόλως καὶ χωρὶς ἀλγηδόνος ἀναχωρεῖς, βίου κοινωνὸν λαβών, οὐκ ὀλίγων ἡμερῶν ὑπηρέτιν, τὴν ἀδελφὴν καὶ γυναῖκα; Ἀδελφὴν μὲν κατὰ τὸν λόγον τῆς πλάσεως καὶ τῆς δημιουργίας—ἀφ’ ἑνὸς γὰρ αἰτίου τῆς γῆς καὶ τῆς αὐτῆς ὕλης
5ὑπέστητε—· γυναῖκα δὲ διὰ τὴν ἕνωσιν τῆς συζυγίας, διὰ τὸν νόμον τοῦ γάμου.

5

.

4

.

4

Ποῖον οὖν διαρρήξεις δεσμὸν καὶ νόμῳ δεδεμένος καὶ φύσει; Πῶς δὲ ἀθετήσεις τὰς ὁμολογίας ἃς ἐπὶ τῷ γάμῳ κατέθου; Καὶ ποίας με οἴει λέγειν; Ἆρα τῆς προικὸς τῆς συγγραφείσης ἐνταῦθα, ὅτε τῇ σαυτοῦ χειρὶ ἐπεσημήνω τῷ βιβλίῳ ἐπισφραγιζόμενος τὰ τελούμενα;

5

.

4

.

5

Ἰσχυρὰ μὲν γὰρ κἀκεῖνα καὶ ἱκανὴν τὴν ἀσφάλειαν ἔχοντα· πλὴν ἐγὼ πρὸς τὴν φωνὴν τοῦ Ἀδὰμ ἐμαυτὸν ἀναφέρω· Τοῦτο σὰρξ ἐκ τῶν σαρκῶν μου καὶ ὀστοῦν ἐκ τῶν ὀστῶν μου· αὕτη κληθήσεται μου
5γυν.

5

.

4

.

6

Αὕτη ἡ φωνὴ οὐ μάτην ἀνάγραπτος σώζεται, ἀλλὰ κοινή ἐστιν τῶν ἀνθρώπων ὁμολογία, δι’ ἑνὸς προσώπου τοῦ πρώτου τούτου κοίνῳ πλήθει τῶν γυναικῶν ἐκτεθεῖσα τῶν νόμῳ τοῖς ἀνδράσιν συν‐ απτομένων. Καὶ μὴ θαυμάσῃς, εἰ ἐξ ὧν ἄλλος εἶπεν, ἄλλος εὐθύνεται.
5Πάντα γὰρ ὅσα περὶ τῶν πρωτοπλάστων ἐν ἀρχαῖς συνέβη, ταῦτα τοῦ ἀκολούθου γένους φύσις ἐγένετο.

5

.

5

.

1

Ἂν οὖν λαβοῦσα τὸ τῆς κοσμοποιίας βιβλίον ἡ μάτην ἀφιεμένη γύνη ἑλκύσῃ σε πρὸς τὸν δικαστήν—δικαστὴν τὸν αὐτὸν καὶ μάρτυρα—, τί λέξεις, εἰπέ; Πῶς ἐξαλείψεις τὴν σαυτοῦ φωνήν, ἣν ἐπὶ Θεοῦ ἐποιήσω, ἧς συγγραφεὺς ἀντὶ εὐώνου συμβολαιογράφου Μωϋσῆς ὁ τοῦ Θεοῦ
5θεράπων ἐγένετο;

5

.

5

.

2

Ἀπάτορα καὶ ἀμήτορα τὴν γυναῖκα ὁ Θεὸς τῷ Ἀδὰμ ἐξέδοτο καὶ διὰ τοῦτο ὡς ἀγαθὸς κηδεμὼν τὴν ὀρφανὴν ἠσφα‐ λίσατο· τοῖς τῆς μητρὸς δὲ νῦν δικαιώμασιν ἰσχυρῶς αἱ θυγατέρες κέχρηνται κατὰ τῶν ἀγνωμόνων καὶ ἀπίστων ἀνδρῶν, ὥστε σοι παντα‐
5χόθεν ἡ καταφρόνησις τῆς γαμετῆς ἀδύνατος, καὶ ἀρχαίοις νόμοις τοῖς θείοις καὶ νέοις τοῖς ἀνθρωπικοῖς δεδεμένῳ.

5

.

5

.

3

Δυσωπείτω δέ σε καὶ τὸ χρήσιμον τῆς γυναικὸς πρὸς τὸν βίον. Μέλος ὑπάρχει, βοηθός ἐστιν· συνεργὸς εἰς διαγωγὴν τοῦ βίου, εἰς παίδων γένεσιν· νόσου ἐπίκουρος, θλίψεων παραμυθία, φύλαξ τῆς ἑστίας, θησαυρὸς τῶν κτημάτων· τὰ αὐτὰ
5λυπουμένη, τὰ αὐτὰ χαίρουσα· κοινὸν κεκτημένη τὸν πλοῦτον, εἰ παρείη· τὴν μοχθηρὰν οἰκονομοῦσα πενίαν, εὐμηχάνως καὶ καρτερῶς ἀντέχουσα πρὸς τὰ παρ’ ἐκείνης ὀδυνηρά, ἐπιμόχθου παιδοτροφίας ἀνεχομένη διὰ τὴν πρὸς σὲ συνοίκησιν.

5

.

5

.

4

Ἂν δέ που καὶ περίστασις καταλάβῃ πραγ‐ μάτων, βαπτισθεὶς ἀφανίζεται· οἱ δὲ νομιζόμενοι φίλοι τῷ καιρῷ τῆς εὐπραγίας τὴν φιλίαν μετροῦντες ὑποχωροῦσιν ἐν τοῖς δεινοῖς· οἱ δοῦλοι καὶ τὸν δεσπότην ὁμοῦ καὶ τὰς συμφορὰς δραπετεύουσιν.
47

5

.

5

.

5

Λείπεται λοιπὸν ἡ γυνή, τοῦ νοσοῦντος μέρους τὸ μέλος καὶ τῶν κακῶν δούλη καὶ τῆς τοῦ ἀνδρὸς θεραπείας, τὸ δάκρυον ἀποψῶσα· τὴν πληγήν, ἂν μαστιχθῇ, θεραπεύουσα· ἀκολουθοῦσα πρὸς δεσμωτήριον ἀγομένῳ· κἂν μέν τις
5ἀφῇ συνεισελθεῖν, ἡδέως τῆς καθείρξεως κοινωνεῖ· ἂν δὲ κωλυθῇ καὶ τοῦτο, ταῖς θύραις τοῦ δεσμωτηρίου, ὡς κυνίδιον τῷ δεσπότῃ σύνηθες, παραμένει.

5

.

6

.

1

Ἔγνων ἐγὼ γυναῖκα καὶ τὴν κόμην κείρασαν καὶ ἀνδρικὴν περι‐ θεμένην ἐσθῆτα καὶ ταύτην ἀνθεινήν, ἵνα ἀνδρὸς φεύγοντος καὶ κρυπτο‐ μένου μὴ χωρισθῇ. Δοῦλος δὲ εἶναι δοκοῦσα, ἀληθῶς δουλεύει τῷ πόθῳ· καὶ τοῦτον τὸν βίον ἐν πολλοῖς ἔτεσιν διετέλεσεν, τόπον ἐκ τόπου καὶ
5ἐρημίαν ἐξ ἐρημίας ἀμείβουσα.

5

.

6

.

2

Τοιαύτην δὲ καὶ τοῦ καρτερωτάτου Ἰὼβ εὑρίσκομεν τὴν γυναῖκα. Κατέλιπον γὰρ κἀκεῖνον οἱ πάντες καὶ οἱ κόλακες τῷ πλούτῳ συναπερρύησαν καὶ οἱ φίλοι τῷ καιρῷ τῆς εὐπραγίας τὴν φιλίαν ἐμέτρησαν. Εἰ δέ που καὶ παρεγένοντο, ὄνειδος ἦν ἡ παρουσία
5καὶ οὐκ ἐπίσκεψις· ἐπιθήκη τῆς συμφορᾶς, οὐ παραμυθία. Διὸ δὴ καὶ οἱ παρακλήτορες κακῶν πάντες πρὸς ἐκεῖνον ἀπεσχετλίασαν.

5

.

6

.

3

Μόνη δὲ ἡ ποτὲ περιφανὴς ἐπὶ τῆς κοπρίας τῷ ἀνδρὶ συνεκάθητο ἀποξέουσα τὸν ἰχῶρα καὶ τοὺς σκώληκας τῶν τραυμάτων ἐξέλκουσα. Οὕτως τοῦ βίου κοινωνός, οὐ τῆς εὐπραγίας σύνοικος· ἀχώριστος φίλος, οὐ κόλαξ τῶν ἡδονῶν· πάσης εὐκληρίας καὶ πάντων φιλτάτων καὶ συγ‐
5γενῶν μόνον ἀγαθὸν λείψανον.

5

.

6

.

4

Διόπερ ἐκ τῆς ἄκρας καὶ καθ’ ὑπερβολὴν φιλανδρίας καὶ πρὸς τὴν ἁμαρτίαν τῆς βλασφημίας ἐξέπεσεν, ἵνα μὴ μακρὰ κολάζηται ὁ ἀνήρ, μηδὲ βλέπῃ αὐτὸν ἐν ταῖς ἀληκτοῖς ὀδύναις, εἰπεῖν τι ῥῆμα βλάσφημον εἰς Θεὸν συμβουλεύουσα καὶ ταχεῖαν τὴν
5τελευτὴν ὑπελθεῖν.

5

.

6

.

5

Τὴν γὰρ ἰδίαν λοιπὸν συμφορὰν τὴν τῆς χηρείας οὐκ ἐλογίζετο· ἓν δὲ μόνον ἐμερίμνα, ὅπως τὴν ἀβίωτον ζωὴν ὁ ἀνὴρ διαφύγοι. Ταῦτα μετὰ τῆς νέας πείρας καὶ ἡ μνήμη τῶν παλαιῶν παιδεύει τὸν τῶν γάμων ὑβριστήν.

5

.

7

.

1

Τί δ’ ἂν εἴποι πρὸς ταῦτα ὁ τῆς κατηγορίας ὑπεύθυνος; Ποίαν δὲ εὐπρόσωπον ἀπολογίαν τῆς ἑαυτοῦ εὐκολίας προβάλοιτο; Φαῦλον, φησίν, καὶ μίσους ἄξιον τὸ ἦθος τῆς γυναικὸς καὶ ἡ γλῶσσα προπετὴς καὶ ὁ τρόπος οὐκ οἰκουρὸς καὶ ἀνοικονόμητος ἡ διοίκησις. Ἔστω·
5δεδόσθω. Πείθομαι τέως καὶ δέχομαι, ὡς οἱ μὴ σφόδρα τὴν ἀκοὴν ἀκριβεῖς δικασταί, εὐκόλως δὲ ταῖς καταδρομαῖς τῶν κατηγόρων παρα‐ συρόμενοι.48

5

.

7

.

2

Σὺ δὲ εἰπέ· Τὴν ἀρχὴν ἀγόμενος οὐκ ἐγίνωσκες ὡς ἀνθρώπῳ συνάπτῃ; Ἀνθρώπου δέ τις ἀκούσας οὐκ εὐθὺς ὁρᾷ τὴν γοῦν μικρὰν ἁμαρτίαν ἀκολουθοῦσαν; Θεοῦ γὰρ μόνου τὸ ἀνεπίληπτον. Αὐτὸς δὲ ἆρα οὐχ ἁμαρτάνεις; Οὐ παρέχεις δὲ λύπας ἐκ τοῦ τρόπου τῇ γυναικί;
5Ἀθῶος δὲ εἶ πάσης πλημμελείας καὶ τῇ συνοικήσει τὸν θεσμὸν τηρεῖς ἀδιάφθορον;

5

.

7

.

3

Ὦ πόσας σου τυχὸν παροινίας ἤνεγκεν ἡ γυνή! Πόσων δὲ προχείρων ὕβρεων καὶ λόγων ἀσέμνων ἠνέσχετο! Ὅσα δέ σου ἐλαττώ‐ ματα σιγᾶται, ἐπειδὴ οὐκ ἐδημοσίευσεν ἡ γυνή! Ἠνέσχετό σου καὶ μάτην ὀργιζομένου καὶ τῷ θυμῷ ὑπερζέοντος· καὶ ἡ ἐλευθέρα καὶ ὁμότιμος
5ἐσιώπησεν ὡς δούλη τῶν ἐκ πωλητηρίου.

5

.

7

.

4

Καὶ τὰ ἀναγκαῖα μὴ χορηγοῦντι πρὸς τὴν τοῦ βίου διαγωγὴν διὰ πενίαν ἢ φειδωλίαν οὐκ ὠνείδισεν λυπουμένη· οὐ μὴν οὐδὲ ἐκ συμποσίου ἐλθόντα ποτὲ καὶ οἰνωμένον καὶ ἔκφρονα ἀπέρριψε τῆς μέθης μισήσασα, ἀλλὰ ὑπεδέξατο
5μετὰ συγγνώμης ἀνθρωπικῆς καὶ ἐχειραγώγησέ σε τὸν κολάζοντα καὶ τὴν κεφαλὴν ἐθεράπευσεν τοῖς ἀτμοῖς περιδονουμένην τοῦ οἴνου· ὡδήγησεν δὲ ἐπὶ τὴν κοίτην τὴν γαμικὴν μόνη συμπαθοῦσα, τῶν οἰκετῶν γελώντων καὶ ἐπιχλευαζόντων τὴν ἐκ τῆς μέθης παραφοράν.

5

.

7

.

5

Σὺ δὲ τὰ ἄμφοδα περινοστεῖς ἐπὶ ψυχραῖς αἰτίαις ἐκτραγῳδῶν τὴν γυναῖκα, ἵνα σαυτῷ τὴν συγγνώμην παρασκευάσῃς τῆς προχείρου διαιρέσεως. Σκληρὰ τῶν τοιούτων ἀνδρῶν ἡ γνώμη, θηριώδης καὶ ἀμείλικτος, ἐκ δρυὸς ἢ ἐκ
5πέτρας, κατὰ τὸ λεγόμενον, τὴν γέννησιν ἔχουσα. Πάντων γὰρ ὁμοῦ τὴν μνήμην ἐξαλείψαντες ἀπαθῶς διατέμνονται.

5

.

7

.

6

Τίς δὲ μέλος νοσῆσαν ἀντὶ τοῦ θεραπεύειν ἐκκόπτει, καὶ ταῦτα οὐκ ἐπικινδύνου πάθους ἐνσκήψαντος, ἀλλὰ πολλὴν ἔχοντος καὶ ῥᾳδίαν τῆς ἰάσεως τὴν ἐλπίδα; Ἐπεγένετο φλύκταινα τῇ χειρί, ἐπιμελῶς αὐτὴν θεραπεύσωμεν· φλεγμονὴ
5τὸν πόδα διώχλησεν, φαρμάκῳ τὴν ἐξοίδησιν καταστείλωμεν. Εἰ δὲ παρέντες τὴν τῶν ἰατρῶν ἐπίσκεψιν περὶ τὴν τομὴν καὶ τὸν σίδηρον ἀσχοληθείημεν καθ’ ἕκαστον τῶν λυπούντων, οὐδὲ μικρὸν τῆς ζωῆς διαγενόμενοι χρόνον πᾶσι τοῖς μέλεσιν ἑαυτοὺς ἀκρωτηριάσωμεν.

5

.

7

.

7

Ἀλλ’ οὐχ οὕτως, ὦ ἄνδρες· ἔστω τις μνήμη καὶ τῶν κώλων· δυσωπεί‐ τωσαν ὑμᾶς αἱ θεραπεῖαι τῶν γυναικῶν. Ὅσον δ’ ἂν παροξυνθῆτε, ἑνὸς τόκου τὴν ὠδῖνα ἀντιθέντες ταῖς μέμψεσιν εὑρήσετε νικωμένην τὴν τῶν λυπούντων περίστασιν.

5

.

8

.

1

Ἀναφερέτω ὁ ἀναλογισμὸς εἰς μέσον καὶ τῆς εὐνοίας τὰ ἀγαθά· νόσων θεραπείας, συμφορῶν κοινωνίαν, δάκρυα τὰ ὑπὲρ ἀνδρὸς προσ‐
αχθέντα τισίν, τὸ καταλιπεῖν τοὺς γεννησαμένους καὶ ἑστίαν γονικὴν καὶ ἀκολουθῆσαι τῷ ξένῳ, τὸ πωλῆσαί τι τῶν οἰκείων, ἵνα ὕβριν καὶ49
5ὄχλησιν τοῦ ἀνδρὸς ἐξωνήσηται.

5

.

8

.

2

Ταῦτα πάντα παιδαγωγείτω πρὸς τὴν διάθεσιν καὶ γινέσθω σύνδεσμος τῆς στοργῆς, οἷον οἰκίαν τινὰ σαθροτέραν τὴν εὐόλισθον ψυχὴν διεγείροντα καὶ συνέχοντα. Ἔλεος δὲ κρατείτω καὶ συνήθεια καὶ μακροῦ χρόνου συμβίωσις μὴ πατείσθω,
5ἥτις καὶ τὰ ἄλογα ποιεῖ τῶν ζῴων ἀχωρίστως ἔχειν ἀλλήλων.

5

.

8

.

3

Ἐμπα‐ θῶς γὰρ εἶδον ἐγὼ βοῦν μυκώμενον, ἐπειδὴ τῶν συννόμων ἀποπλανηθεὶς ἐμονώθη, καὶ πρόβατον ἐν νάπῃ βληχώμενον καὶ διατρέχον τὰ ὄρη, μέχρις ἂν τῇ ἀγέλῃ συνάψῃ, ἧς ἐχωρίσθη νεμόμενον. Αἲξ δὲ ταὐτὸ τοῦτο
5παθοῦσα, κἂν πολλὰς ἀγέλας αἰγῶν διατρέχουσα καταλάβῃ, οὐ πρότερον ἵσταται, πρὶν ἂν τὴν συνήθη εὕρῃ καὶ τὸν αἰπόλον τὸν ἴδιον.

5

.

9

.

1

Μὴ τοίνυν ἀπαθέστεροι πρὸς φιλίαν εὑρεθῶμεν τῶν ἀλόγων οἱ λογικοί, μηδὲ ἀτιμωτέραν τὴν γαμετὴν κρίνωμεν συνοδοιπόρου τινὸς ἢ τοῦ διὰ μικρὰν πρόφασιν ἐν ὀλίγῳ προσφιλιωθέντος. Ὁρᾷς ὡς καὶ ἐπὶ τῆς λεωφόρου ἀλλήλοις συμμίξαντες ἄνθρωποι, ὄροφον δὲ καταγωγίου τὸν
5αὐτὸν ὑπελθόντες ἢ δένδρον ἀμφιλαφὲς ὥρᾳ θέρους τὴν μεσημβρίαν ἀποσκιάσαν, ἀφορμὴν διαθέσεως γνησίας τὴν συντυχίαν ποιοῦνται·

5

.

9

.

2

κἂν ἔλθωσιν ἐπὶ τὴν ὁδὸν τὴν μερίζουσαν, ἀπαθῶς ἀλλήλων οὐκ ἀπαλ‐ λάττονται, ἀλλ’ ἵστανται καὶ ὑποδακρύουσιν βλέποντες ἀτενὲς εἰς ἀλλήλους, καὶ σύμβολα μνήμης ἕκαστος δίδωσιν φέρειν· καὶ μικρὸν προβάντες πάλιν μεταστρέφονται καὶ ἀνακαλοῦσιν, ἐπεύχεται δὲ ἕτερος
5τῷ ἑτέρῳ τὰ αἴσια· καὶ ὀλίγος χρόνος οὕτως ὀξυτάτην κίρνησι τὴν φιλίαν, ὡς δυσαπάλλακτον αὐτοῖς γίνεσθαι καὶ βεβιασμένην τὴν ἀνα‐ χώρησιν;

5

.

9

.

3

Σὺ δὲ πρὸς τὴν τοῦ βίου κοινωνὸν οὕτως καταφρονητικῶς ἔχεις, ὡς πρὸς σκεῦος ἀποπεσὸν ἢ ἱμάτιον εὐτελὲς ἐν ὁδοιπορίᾳ ληθαργηθὲν ἢ κυνίδιον τῶν Μελιττέων ὑποχωρῆσαν οἰκίας; Καὶ ποῦ ἡ ἐν ἀρχαῖς πεπλασμένη διάθεσις; Ποῦ ἡ ἐπὶ τῆς μιᾶς κοίτης ἀνάπαυσις, ἡ τοῦ νόμου
5σύνειρξις, ἡ τῆς πολλῆς καὶ μακρᾶς συνηθείας δύναμις, ἣν καὶ εἰς φύσιν μεταποιεῖσθαι καὶ λόγος ἔχει καὶ ἡ πεῖρα ὑπέδειξεν; Πάντα διέκοψας εὐκολώτερον ἢ ὁ Σαμψὼν τὰ τῶν ἀλλοφύλων καλώδια.

5

.

10

.

1

Καίτοι ὅγε σώφρων καὶ τῆς διαθέσεως φύλαξ οὐδὲ ἀναχωρησάσης τοῦ βίου τῆς γαμετῆς ῥᾳδίως ἐπιλανθάνεται, ἀλλὰ θάλπει τοὺς παῖδας ὡς κοινὴν παρακαταθήκην τῆς μητέρος καὶ τῆς φύσεως, ἐν ἐκείνοις δὲ καθορᾶν δοκεῖ τὴν ἀπελθοῦσαν.

5

.

10

.

2

Ὁ μὲν γὰρ τῶν παίδων τῆς μητρικῆς φωνῆς ὁμοιότητα σώζει, ἄλλος τὸ πολὺ τοῦ χαρακτῆρος ἐφέλκεται, ἕτερος τὴν τοῦ ἤθους κατάστασιν ἐμορφώθη πρὸς τὴν τεκοῦσαν· καὶ οὕτως ὁ πατὴρ πολλὰς ἔχων τῆς γαμετῆς εἰκόνας ζώσας καὶ ἐναργεῖς
5ἀθάνατον ὑποτυποῦται τὴν πρὸς ἐκείνην συνοίκησιν καὶ διὰ τοῦτο οὐδὲν φιλήδονον ἐννοεῖ·50

5

.

10

.

3

οὐ σήμερον χώσας τὸν τάφον μετ’ ὀλίγον χρόνον παστάδας κατασκευάζει· οὐδὲ μετὰ τὸ δάκρυον καὶ τοὺς στεναγμοὺς ἐπὶ γαμικὴν πάλιν χορείαν ἐπείγεται· οὐδὲ τὴν μέλαιναν ἐσθῆτα καὶ πενθικὴν εἰς νυμφικὴν διαμείβει στολήν· οὐδὲ θερμῇ τῇ κοίτῃ τῆς
5ἀπελθούσης τὴν δευτέραν γαμετὴν ἐπεισάγει· οὐδὲ μητρυιὰν δίδωσι τοῖς παισί, τὸ ἐπαχθὲς ὄνομα.

5

.

10

.

4

Μιμεῖται δὲ τῶν τρυγόνων τὴν ἄλογον καὶ φυσικὴν σεμνότητα. Καὶ γὰρ ἐκείνην τὴν ὄρνιν, φασίν, τῆς ὁμοβίου διαζευχθεῖσαν ἀγαπᾶν διηνεκῆ τὴν χηρείαν καὶ ἐναντίως ἔχειν πρὸς τὴν περιστερὰν εἰς τὸ τῆς πολυγαμίας εὔκολον.

5

.

11

.

1

Μέχρι τούτου πυκναῖς ὁ ἀνὴρ ταῖς κατηγορίαις βαλλέσθω καὶ νιφάδων πυκνότερον αὐτὸν τιτρωσκέτω τὰ τῆς ἀγνωμοσύνης ἐγκλήματα. Ἂν δέ που μοιχείας αἰτίαν προβάληται καὶ τοιαύτην παράσχοι τοῦ χωρισμοῦ τὴν ἀπολογίαν, εὐθὺς τὴν συνηγορίαν μεταθήσομαι τοῦ ἀδι‐
5κηθέντος καὶ τὸν λόγον κατὰ τῆς μοιχαλίδος παρασκευάσας ἀγαθὸς συνασπιστὴς ἀντὶ πολεμίου τῷ ἀνδρὶ παραστήσομαι, ἐπαινῶν τὸν φυγόντα τὴν ἐπίβουλον, τὸν διακόψαντα τὸν δεσμόν, ᾧ πρὸς τὴν ἀσπίδα ἢ τὴν ἔχιδναν προσεδέδετο.

5

.

11

.

2

Τούτῳ γὰρ δίδωσι τὴν συγγνώμην πρῶτος ὁ τοῦ παντὸς ποιητής, ὡς καὶ δικαίως ἀλγοῦντι καὶ προσηκόντως τῆς οἰκίας ἀπελαύνοντι καὶ τῆς ἑστίας τὴν νόσον. Γάμος γὰρ τούτων χάριν τῶν δύο συνίσταται, διαθέσεως καὶ παιδοποιΐας, ὧν οὐδέτερον μετὰ μοιχείας
5σώζεται. Ἡ μὲν γὰρ διάθεσις οὐκ ἔστιν πρὸς ἄλλον τῆς εὐνοίας ἀπο‐ κλινάσης· παιδοποιΐας δὲ τὸ καλὸν ἀνῄρηται συγκεχυμένων τῶν τέκνων.

5

.

11

.

3

Ἀλλὰ τὰ μὲν εἰς τοῦτο φέροντα τὸ ἁμάρτημα εἴρηται ἐν ἄλλῃ ὑποθέσει συμμέτρως. Ἀμφότερα δέ μοι τὰ μέρη σωφροσύνην ἀσκήσατε, τὸν ἀρραγῆ τῶν γάμων σύνδεσμον. Ὅπου γὰρ αὕτη τιμᾶται, ἐπάναγκες εἶναι καὶ εἰρήνην καὶ πόθον, οὐδεμίας πανδήμου καὶ νόθου ἐπιθυμίας τὴν
5ψυχὴν ἐπιθηγούσης, ἐκβαλούσης δὲ τὴν νόμιμον καὶ δικαίαν στοργήν.

5

.

12

.

1

Οὗτος τῆς σωφροσύνης ὁ νόμος οὐ ταῖς γυναιξὶ μόνον παρὰ Θεοῦ ὥρισται, ἀλλὰ καὶ τοῖς ἀνδράσιν. Οἱ δὲ τοῖς τοῦ βίου τούτου νομοθέταις προσέχοντες ἀνεύθυνον καταλείπουσι τῆς πορνείας τοῖς ἀνδράσι τὴν ἐξουσίαν βαρεῖς μέν εἰσιν κριταὶ καὶ διδάσκαλοι τῆς τῶν γυναικῶν
5σεμνότητος, οἱ δ’ ἐν πολλοῖς ἀνέδην ἐπιμαίνονται σώμασιν, ἄλλων ἰατροί, κατὰ τὴν παροιμίαν, μυρίοις βρύοντες ἕλκεσιν.

5

.

12

.

2

Κἄν τις αὐτῶν ἐπὶ ταῖς πλημμελείαις ταύταις καθάψηται, κεκομψευμένην καὶ παίζουσαν ἀπολογίαν προΐσχονται. Οἱ μὲν γὰρ ἄνδρες, φασί, κἂν πάνυ πολλαῖς γυναιξὶ πλησιάσωσιν, οὐδὲν τῇ ἑστίᾳ λυμαίνονται· αἱ δὲ γυναῖκες, ἐξ
5ὧν ἁμαρτάνουσι, κληρονόμους ἀλλοτρίους ταῖς οἰκίαις καὶ τοῖς γένεσιν
ἐπεισάγουσιν. Ἀκουσάτωσαν δὲ οἱ τῆς ἐμπλήκτου γνώμης σοφισταὶ καὶ εὑρεταί, ὅτι καὶ αὐτοὶ ἄλλας ἑστίας καὶ οἰκίας ἀνατρέπουσιν.51

5

.

12

.

3

Αἱ γὰρ γυναῖκες αἷς ὁμιλοῦσι, πάντως τινῶν εἰσιν ἢ θυγατέρες ἢ γαμεταί· καὶ παντὶ τρόπῳ εὑρεθήσεται ἢ γάμος ἐπιβουλευόμενος ἢ γονεὺς ἀδικού‐ μενος, ὃς ἐγεννήσατο καὶ ἐξέθρεψε καὶ παρθένον ἕξειν ἐπὶ παστάδα καὶ
5θάλαμον ἤλπισε, ἀφῃρέθη δὲ πάσης χρηστῆς προσδοκίας παρὰ τῶν τῆς σωφροσύνης λῃστῶν.

5

.

12

.

4

Εἰ πατήρ ἐστιν ὁ ἀκόλαστος, γνωριζέτω πατρὸς πάθος ἀποτυγχάνοντος· εἰ ἀνήρ, ἑαυτὸν ὑποτυπωσάσθω τὸν ἀδικούμενον. Καὶ γὰρ ἐπίπαν οὕτως ἔχει καλῶς, ἕκαστον τοῖς ἀλλοτρίοις δικάζειν, ὡς ἂν ἄλλον ἑαυτῷ βούληται. Εἰ δέ τι καὶ τοῖς νόμοις Ῥωμαίων τινὲς
5προσέχοντες ἀνεύθυνον τὴν πορνείαν εἶναι νομίζουσι, δείνην πλανῶνται πλάνην οὐκ εἰδότες, ὡς ἄλλως Θεὸς νομοθετεῖ καὶ ἑτέρως ἄνθρωποι δογματίζουσιν.

5

.

12

.

5

Ἄκουσον Μωϋσέως τὸ βούλημα τοῦ Θεοῦ καταγγέλ‐ λοντος καὶ πικρὰς τὰς κατὰ πόρνων ἀποφάσεις ἐκφέροντος. Ἄκουσον Παύλου λέγοντος· Πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Οἱ δὲ ἄλλοι οὐκ ἀρκέσουσίν σοι πρὸς σωτηρίαν ἐν τῷ καιρῷ τῆς ἀντα‐
5ποδόσεως, ἀλλὰ τρέμοντες καὶ ἱδροῦντες ἐκτήξονται. Ἄσοφός σοι καὶ ἀπαίδευτος ὀφθήσεται ὁ Πλάτων, τῶν νόμων σοφιστής, ταπεινὸς δὲ ὁ βαρὺς τόνος ἐκεῖνος καὶ κατὰ πάντων νομοθετῶν ἀνῃρημένος τὸ κράτος, ὅταν βλέπωσιν τοὺς σωμεραστὰς διελκομένους, οἷς αὐτοὶ κακῶς ἐφῆκαν τὴν ἐξουσίαν.

5

.

12

.

6

Πάντως δὲ οἱ τοὺς ἄλλους μὴ κωλύσαντες εἰς ἑαυτοὺς πρῶτον τὴν ἁμαρτίαν ἐπέστρεψαν καὶ διπλῆς εὑρεθήσονται κατηγορίας ὑπαίτιοι, ἧς τε ἔπραξαν αὐτοὶ καὶ ἧς τοὺς ἄλλους ἀκολασταίνειν ἀφῆκαν. Οἱ τοίνυν βουλόμενοι κοσμίαις ὡς ἔνι μάλιστα γαμεταῖς συζῆν, αὐτοὶ τὸν
5ἴδιον τρόπον διδάσκαλον τῶν συνοίκων ποιησάτωσαν, ἵν’ ἔχωσιν ἀγαθὸν
ἀφ’ ἑστίας τὸν ζῆλον.52

6

t

1

Ἀστερίου ἐπισκόπου Ἀμασείας λόγος εἰς τὸν προφήτην Δανιὴλ καὶ εἰς τὴν Σωσάνναν

6

.

1

.

1

Ἀεὶ τοῦ πνεύματος ἡ χάρις ὑπερχεόμενον ἔχουσα τὸν πλοῦτον τῆς δωρεᾶς οὐκ ἀργεῖ τὰ ἑαυτῆς ὁπηνίκα καὶ οἷς ἂν ἐθέλῃ ἐπιδείκνυσθαι. Οἷα γὰρ ποταμὸς πεπληρωμένος τῶν εἰς ζωὴν ἁλλομένων ὑδάτων ἀπεναντίας τοῖς ὁρωμένοις τούτοις καὶ κατὰ γῆν, τὰς τῆς ἐνεργείας
5ἀφέσεις ἔχει χορηγουμένας.

6

.

1

.

2

Οὐ γὰρ ἐπιλείπει τὸ ῥεῖθρον αὐτῇ καθάπερ ἐκείνοις ἐνίοτε, οὐδ’ ἀναβάσεις καὶ ὑποβάσεις ὥσπερ αὐτοὶ ἐπιδέχεται, οὐδὲ τὸ καὶ τὸ μέρος κατὰ τούτους περιλαμβάνει, ἀλλὰ καὶ πλήθει ἀεὶ καὶ πᾶσιν ἀρκεῖ· καὶ εἰς τοὺς μετόχους ὑπορρέουσα τοῦ πληρώματος
5οὐδὲν ἧττον μένει πεπληρωμένη, ἀλλὰ γὰρ καὶ οὕτω τὴν χάριν ἔχουσα δαψιλῆ οὐδὲ πρὸς ἡλικίας οἶδεν διαδίδοσθαι καὶ μερίζεσθαι.

6

.

1

.

3

Οὐ γὰρ ὄγκῳ σωμάτων τὰ ἀμέτρητα οἶδεν μετρεῖσθαι, ἀλλὰ ψυχῆς εὐγενείᾳ καὶ καθαρότητι συνέρχεσθαι τε καὶ ἐπιφαίνεσθαι. Καὶ διὰ τοῦτο νῦν μὲν συμπεριφέρεται ἀρτιγαλακτοτροφουμένῳ τῷ Σαμουήλ, νῦν δὲ τὸν
5Δαβὶδ ἐκ τῶν ποιμνίων αὐτῶν προβάτων ἀναλαμβάνει τῶν ἀδελφῶν οἷς ἐδόκει παρεωρᾶσθαι διὰ τὸ ἀτελὲς τῆς ἡλικίας ἐκκρίνουσα.

6

.

1

.

4

Ἄλλον ἐξ ἀροτῆρος τῷ χρίσματι τελειοῖ καὶ μετ’ ἐκείνους τὸν νῦν κείμενον εἰς ὑπόθεσιν, μακάριον καὶ τῷ ὄντι σοφὸν Δανιήλ, ἁπαλὸν ἔτι καὶ κομιδῇ νέον ὁμοῦ καὶ πρεσβυτέρων κριτὴν καὶ προφήτην καθίστησιν· ὃς εἰ καὶ
5τῆς βαρείας ἐκείνης ἔργον ἐγεγόνει αἰχμαλωσίας καὶ τῆς ἐνεγκούσης εἶχε τὴν Βαβυλῶνα καὶ ἐν ἀδόξοις ἐδόκει διὰ τῆς ὥρας τὸ ἀτελὲς καὶ ἀπαρρησίαστος διὰ τὸ ἐναπειλῆφθαι τοσούτοις κακοῖς,

6

.

1

.

5

ἀλλ’ ἐκ τοῦ τὴν ἀρετὴν ἐπιφέρεσθαι καὶ φιλοσοφίᾳ στοιχειωθῆναι τὴν πρώτην αὔξησιν καὶ καρτερὸς εἶναι τὴν γνώμην καὶ ἐμβριθής, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας τῶν γηραιῶν ἐκείνων καὶ καθεστηκότων ἔλεγχος ἐδείκνυτο καὶ κριτής.
5Ἀλλὰ μικρόν, εἰ δοκεῖ, πρὸς ἀρχὴν ἀναγαγόντες τὸν λόγον ἴδωμεν, ὅπως ὑψηλὸν καὶ μακάριον τὸ φίλον ὑπάρχειν Θεῷ.

6

.

2

.

1

Τῆς πόλεως τῆς Ἱερουσαλὴμ κατάκραν τῷ πολέμῳ παρὰ τῶν Ἀσσυρίων ληφθείσης οἱ τότε λαοὶ τῶν Ἑβραίων ἐπὶ Βαβυλῶνα διήχθησαν. Εἶχε δὲ καὶ τὸν μακάριον Δανιὴλ τῶν δορυαλώτων μειρακίων τὸ πλῆθος καὶ διήγετο ἐπὶ τῆς πολεμίας παῖς εὐκαταφρόνητος, κεκακωμένου δήμου59
5μικρὸν καὶ πολλοστὸν ἐφόλκιον, οὔτε παρὰ τοῖς ὁμοφύλοις ἀφορμὴν ἔχων τοῦ φαίνεσθαι, οὔτε παρὰ τοῖς ἐχθροῖς ἀξιόλογον τοῦ πολέμου νομιζόμενος κέρδος· ἀφανής, ἄδοξος διὰ τὴν ἡλικίαν, διὰ τὴν συμφοράν· μόνῳ τῷ καλῶς βλέποντι καθορώμενος.

6

.

2

.

2

Θεὸς γὰρ μόνος ἔβλεπε τὴν καθαρὰν τοῦ νεανίσκου ψυχήν, ὥσπερ τινὰ μαργαριτὴν ἐν θαλαττίοις ὀστράκοις ἐνδεδεμένον ἢ χρυσὸν ἐν τοῖς κόλποις ἐνόντα τῆς γῆς· ὡς νύμφην εὐπρεπῆ τοῖς παραπεπτάσμασι τῆς παστάδος καλυπτομένην. Ἐπειδὴ δὲ ἦλθεν ὁ καθήκων καιρὸς καὶ ἔδει
5τὸν κρυπτόμενον φανῆναι, γνώριμον γενέσθαι τὸν ἀφανῆ, περίβλεπτον τὸν καταφρονούμενον, λάμψαι τὸν τῷ σκότῳ τῆς συμφορᾶς κεκρυμμένον, ὀλίγη τοῦ πνεύματος ἐπιφοίτησις καὶ πάντων ὁ ταπεινὸς ὑψηλότερος·

6

.

2

.

3

σοφὸς ὁ μὴ διαίρων τὸ στόμα· ἔλεγχος κρυπτομένων· κριτὴς δικαστῶν ὁ ἀπαίδευτος· ἐπὶ θρόνου καθήμενος ὑψηλοῦ ὁ μηδέπω μηδὲ ὑπηρέτης δικαστηρίων γενόμενος· σωφροσύνην συκοφαντουμένην ἐκδικῶν ὁ νέος, δῆμον πλανώμενον ἐπιστρέφων, ψῆφον πόλεως ὅλης κακῶς ἐνεχθεῖσαν
5ἀνακαλούμενος.

6

.

3

.

1

Ἠκούσατε γὰρ ἀρτίως τοῦ ἀναγνώσματος καὶ τῷ θαύματι πάντως κατέχεσθε τὴν ψυχήν. Κἀγὼ δὲ τὰ τῶν ἄλλων βιβλίων ἀφεὶς ὅσα οἱ ψαλμοὶ ἡμῖν ἐπωφελῶς μεθ’ ἡδονῆς ἐμελῴδησαν, ὅσα συνεβούλευσεν ὁ ἀπόστολος, ὅσα δεσποτικῶς ἐνομοθέτησεν ἐν τοῖς εὐαγγελίοις ὁ Κύριος,
5ταύτῃ προσεκλίθην τῇ ἱστορίᾳ. Ἐπειδὴ δύο νεότητας βλέπω εὐδοκι‐ μούσας, τὴν μὲν ἐν τῷ δικάζειν, τὴν δὲ ἐν τῷ κρίνεσθαι· καὶ τὸν μὲν Δανιὴλ ἐπὶ ταῖς ψηφοῖς κροτούμενον, Σωσάνναν δὲ ἐπὶ τῇ νίκῃ στεφα‐ νουμένην τῆς σωφροσύνης.

6

.

3

.

2

Δεῦτε τοίνυν, εἰ δοκεῖ, οἱ τῶν καλῶν ἐρασταὶ καὶ τῆς ἀρετῆς, ἀνανεωσώμεθα τὴν παλαιὰν κρίσιν τῇ μνήμῃ· ἀρχαίᾳ σωφροσύνῃ τὴν νεάζουσαν ἐπὶ τοῦ παρόντος ἀκολασίαν ἐκκό‐ ψωμεν στηλιτεύσαντες γῆρας μειρακιῶδες καὶ νεότητα πεπολιωμένην
5θαυμάσαντες. Ὦ πρεσβύται μιαροὶ καὶ ἄρχοντες τοῦ λαοῦ, μυρίων παιδαγωγῶν εἰς ἐπανόρθωσιν χρῄζοντες γάμων νόμῳ ζευχθέντων ἐπίβουλοι, σωφροσύνης ἐνεδρευταί, μηχανορράφοι δόλων, συκοφαντίας ταχεῖς εὑρεταί!

6

.

3

.

3

Ὑμεῖς ἦτε οἱ τὴν πορνείαν τοῖς χείλεσι κρίνοντες καὶ τὴν μοιχείαν καταδικάζοντες· οἱ τῶν ἄλλων ἰατροὶ καὶ τῆς νόσου γέ‐
μοντες· οἱ κεκονιαμένοι τάφοι ἔνδον τῆς ἀκαθαρσίας πεπλησμένοι καὶ τὴν ἔξωθεν ἐπιφάνειαν καλλωπίζοντες. Οἱ ὑψηλοὶ καὶ ἐπὶ τῶν θρόνων60
5τῶν δικαστικῶν προκαθήμενοι, ὅτε δὲ ἀκολασταίνειν προείλεσθε τοῖς λασίοις τῶν φυτῶν καὶ τοῖς θάμνοις ἐνέρποντες.

6

.

3

.

4

Ἐγέλα τότε βλέπων ὑμᾶς ὁ τῶν παραβάσεων εἰσηγητὴς καὶ τῶν κακῶν σύμβουλος, ὅπως οἱ ἐν κορυφῇ τοῦ λαοῦ, οἱ λογάδες καὶ ἔκκριτοι, ὡς τοιχωρύχοι τινὲς ἢ λῃσταὶ τῇ γῇ προσεσύρεσθε, ἵνα βλέψητε θέαν ἀκόλαστον· καὶ τοῖς
5θάμνοις ἐνεκρύπτεσθε κατὰ τὰς ἀλώπεκας, αἳ ἀπὸ τῶν συμφύτων καὶ ἐπισκίων τόπων τὰς κατοικιδίους ἐνεδρεύουσιν ὄρνιθας καὶ νενομέναις ἀπροόπτως ἐπιπηδῶσιν.

6

.

3

.

5

Ὢ τῆς ὁμοιοτρόπου κακίας, ἣν ὁ τῶν ἀνθρωπίνων ψυχῶν ὀλοθρευτὴς ἀπ’ ἀρχῆς εἰς τέλος ἐπιτηδεύει! Ἐν παραδείσῳ τὸ πρῶτον τοῦ ὑψηλοῦ ἀνθρώπου πτῶμα, ἐν παραδείσῳ καὶ νῦν οἱ γέροντες παρὰ τοῦ ὄφεως ἐνεργούμενοι τῆς ἀρχικῆς δόξης
5ἐκπίπτουσι, γίνονται δὲ ἀντὶ κριτῶν καταδεδικασμένοι, τῆς ζωῆς ἀλλό‐ τριοι καὶ τῆς ἁμαρτίας ἐργάται.

6

.

3

.

6

Ἀλλ’ ἐνταῦθα μὲν ἀνδρῶν ἐκράτησε, τῆς δὲ γυναικὸς ἡττήθη καὶ τὸ κοῦφον τῆς πρώτης ἀνθρώπου ἐπὶ τῆς Βαβυλωνίας οὐχ εὗρε νεάνιδος. Καὶ καλῶς ἂν εἴποι τις, ὡς οὐκ ἔστι Βαβυλὼν σύγχυσις διὰ Σωσάνναν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ, φυλακὴ
5σωφροσύνης, πόλις ἀνδρικῆς γυναικός, τόπος ἑορτῆς ἐπινικίου.

6

.

4

.

1

Ταύτην ἐγώ, τοὺς ἐν μέσῳ χρόνους ἀνελών, τῇ ὁμοιότητι τῆς ἀρετῆς πρὸς τὸν κόσμον Ἰωσὴφ ἄγω· ἵστημι δὲ τὴν εὐσχήμονα παρὰ τὸν σώφρονα τὴν τῷ Θεῷ φίλην παρὰ τὸν παῖδα τοῦ Ἰσραήλ. Ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέροις, τὸν ὑπὲρ τῆς σωφροσύνης, ἐπιτίθημι στέφανον·
5ὑπορρίπτω δὲ τοῖς ποσὶ τῶν νικησάντων τοὺς ἡττημένους· τῷ μὲν Ἰωσὴφ τὴν ἀκόλαστον Αἰγυπτίαν, τὴν δέσποιναν τοῦ ἐλευθέρου δούλου· Σωσάννῃ δὲ τοὺς ἀτίμους γέροντας.

6

.

4

.

2

Τίθημι τούτους παιδαγωγοὺς σωφροσύνης· τὴν μὲν τῆς γυναικείας, τὸν δὲ τῆς τῶν ἀνδρῶν νεότητος· λαμπτῆρας τῆς οἰκουμένης, ἄνθη τῆς ἀναστάσεως, μοιχῶν κριτάς, γάμων ἐνθέσμων φύλακας. Τέως δὲ περὶ μόνην ἀσχολήσωμεν τὴν ἱερὰν γυναῖκα
5τὸν λόγον· νῦν γὰρ ὁ Ἰωσὴφ ἐπεισόδιόν ἐστι καὶ παρενθήκη σωφροσύνης ὁ σώφρων.

6

.

5

.

1

Ἐπειδὴ γὰρ οἱ γέροντες, ὡς ἐνόμιζον, εἶχον τὴν θήραν εἴσω δικτύων, εἰσεπήδησαν δὲ ἐκ τῆς ἐνέδρας ὡς αὐτίκα ληψόμενοι, οὐχ εὗρον δειλὴν τὴν βελτίστην ἔλαφον, ἀλλ’ ἀνθισταμένην καὶ αὐτοῖς καὶ τῷ δράκοντι τῷ τῶν γινομένων αἰτίῳ—ὀφιοκτόνον δὲ ζῷον ἡ ἔλαφος· καὶ
5καλῶς εὗρεν ὁ λόγος τὴν εἰκόνα τοῦ ζῴου—· παρεκάλεσαν, οὐκ ἠκούσθη‐ σαν· ἠπείλησαν, οὐ κατέπληξαν.

6

.

5

.

2

Ἀμηχανοῦσι λοιπὸν οἱ δυσέρωτες
καὶ δύο τοῖς μεγίστοις συνέχονται, ἀποτυχίᾳ τῆς ἐπιθυμίας καὶ φόβῳ τοῦ ἐλέγχου. Ῥάπτουσι δὲ συκοφαντίαν αἱ μιαραὶ κεφαλαὶ καὶ λύσιν τοῦ κακοῦ ἄλλο κακὸν ἐξευρίσκουσι καὶ μοιχείας κάλυμμα συσκευάζονται61
5φόνον. Ἁμαρτωλὸς γάρ, ὅταν εἰς ἀρχὰς ἐμπέσῃ πλημμελημάτων, ὥσπερ σχοίνῳ τῇ ἀρχῇ καὶ τὰς ἀκολούθους ἀνομίας ἐφέλκεται. Καὶ γεννητικὰ τυγχάνει τῶν καλῶν τὰ καλά, τῶν δὲ φαύλων τὰ ὅμοια.

6

.

5

.

3

Διὸ καὶ νῦν φόνος ὁ καρπὸς τῆς μοιχείας ὑποβλαστάνει καὶ συνέδριον κατὰ σπούδην κάθηται ὡς ἐπὶ μεγάλῳ τῆς γυναικὸς ἀδικήματι, καὶ δημαγωγεῖται πλῆθος θέαν ἔχον τὴν κρινομένην. Κατήγοροι δὲ καὶ δικασταὶ οἱ αὐτοί·
5καὶ πολιὰ συκοφαντοῦσα ἀξιόπιστος ἦν καὶ νεότης συκοφαντουμένη ἐκ τῆς κρατούσης ὑπονοίας κατεδικάζετο.

6

.

5

.

4

Δῆμος δὲ ἀναρριπισθεὶς καὶ παθὼν ὃ δὴ πάσχειν ἀπὸ ὁρμῆς ἐμπλήκτου εἴωθε δῆμος, ἠγανάκτει πεπλανήμενος καὶ τῇ ὁρμῇ τῶν γερόντων συνεξεφέρετο· γονεῖς τῆς κρινουμένης ἐθρήνουν, ἀνὴρ τὴν συμφορὰν ὠδύρετο, παῖδες ὠλόλυζον
5ἔνθεν καὶ ἔνθεν τῆς μητρὸς κινδυνευούσης ἀπηρτήμενοι, τὸ γένος τῇ αἰσχύνῃ κεκάλυπτο.

6

.

5

.

5

Οἱ δὲ καλοὶ δικασταί, οἱ τῆς σωφροσύνης σύμ‐ μαχοι, σεμνῶς κεκαλυμμένην ἱματίῳ—οὐδὲ γὰρ ἐπὶ τῆς συγχύσεως τῶν κακῶν ἑαυτῆς ἐπελάθετο ἕξιν τῆς κοσμιότητος ἔχουσα—γυμνοῦσθαι τῆς εὐπρεποῦς σκέπης ἐκέλευσαν, ἵν’ ἐν τῷ δικαστηρίῳ τῆς μοιχείας
5μοιχείαν ἐργάσωνται τῇ θέᾳ τῆς κρινομένης τὴν αἰσχρὰν ἐπιθυμίαν προσαναπαύσαντες·

6

.

5

.

6

ἐπετίθεσαν δὲ καὶ τὰς χεῖρας τῇ κεφαλῇ—ὃ δὴ σύμβολον τῆς κατακρίσεως ἦν—, χραίνοντες σῶμα καθαρόν, οἱ ἀκό‐ λαστοι, τῇ ἁφῇ καὶ κατ’ αὐτῆς ἐδημηγόρουν τὸ ψεῦδος, οἱ καλοὶ τῆς ἀληθείας προστάται.

6

.

6

.

1

Ὡς δὲ ὁ λαὸς ὑπήχθη καὶ ἡ ψῆφος ἠνέχθη καὶ ἡ τιμωρία πλησίον ἦν, ἀνέβλεψε τότε ἡ συκοφαντουμένη πρὸς τὸν δικαστὴν τῶν κριτῶν· ἐφέσιμον τὴν δίκην ἐξ ἀνθρώπων ἤγαγε πρὸς τὸν Θεόν, ἐπεκαλέσατο τὸ ἀπαραλόγιστον δικαστήριον καὶ οὐκ ἐβράδυνεν ἡ ἀλήθεια.

6

.

6

.

2

Ἀνάστηθί μοι λοιπόν, ὦ μακάριε Δανιήλ, καὶ νῦν ἐπὶ τοῦ λόγου ὡς διηγέρθης καὶ τότε παρὰ τοῦ πνεύματος· εἰπὲ καὶ σὺ Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος ταύτης, ὡς καὶ Πιλᾶτος ὕστερον κατὰ τῶν μαινομένων Ἑβραίων.
5Ἀνάλυσον τὸν λαὸν ἐπὶ τὸ κριτήριον· δὸς ἀρχὴν τῇ δίκῃ κακῶς τελεσ‐ θείσῃ· στῆσον κρινομένους τοὺς ψευδωνύμους κριτάς· ἐναλλαγήτω τῶν προστατῶν ἡ τάξις καὶ θεωρείτω ἡ γυνὴ τοὺς γέροντας, ὡς αὐτὴ πρὸ ὀλίγου θέαμα τῆς πόλεως ἦν.

6

.

6

.

3

Κρῖνον, ὁ αἰχμάλωτος, τοὺς πολίτας· ὁ ξένος τοὺς ἐγχωρίους· ὁ νέος τοὺς παλαιούς. Χρῆσον ἅγιον στόμα τῷ
πνεύματι· οὐ γὰρ ἀκάθαρτα χείλη ἔχεις, ὡς Ἡσαΐας αὑτὸν ἐξευτε‐ λίζων φησίν· οὐδὲ ἑνὸς τῶν Σεραφεὶμ καὶ τοῦ καθαρσίου ἄνθρακος62
5χρῄζεις. Χώρησον σοφῶς τοὺς ψευδωνύμους κριτάς, ἵνα μὴ καὶ ταῖς σαῖς ἐρωτήσεσι συμφώνως ἐπιπηδήσωσιν ὡς ἐν παραδείσῳ τῇ γυναικί.

6

.

6

.

4

Οἵα γὰρ καὶ ἡ ἀρχὴ τῶν λόγων τοῦ τρισμακαρίου παιδὸς συνετῶς καταμάθωμεν· Πεπαλαιωμένε ἡμερῶν κακῶν· νῦν ἥκασί σου αἱ ἁμαρτίαι ἃς ἐποίεις τὸ πρότερον, τοὺς μὲν ἀθῴους κατακρίνων, ἀπολύων δὲ τοὺς αἰτίους. Ὢ τοῦ θαύματος καὶ τῆς
5μεγάλης ἐλευθερίας τοῦ πνεύματος! Οὗ γὰρ τὸ πνεῦμα Κυρίου, ἐλευθερία.

6

.

6

.

5

Ὁρᾶτε γάρ, ὡς οὐδὲ ἐν προοιμίοις ὑποστέλλεται· ἀλλ’ εἰς τὸ βάθος τοῦ συνειδότος ἐνατενίσας καὶ βλέπων τὰς ψυχὰς τῶν γερόντων ἀποθήκας ἁμαρτιῶν μάρτυρας μὲν καὶ ἀποδείξεις οὐ ζητεῖ· ὑβρίζων δὲ ἐπαχθῶς προσκαλεῖται, ἐπειδὴ τὴν ἀπόφασιν ἔχει γεγραμ‐
5μένην ἐπὶ τοῦ στήθους ὁ προφήτης.

6

.

6

.

6

Καὶ ὅσον γε εἰς αὐτὸν ἧκεν, οὐκ ἂν οὐδὲ εἶπέ τι, ἀλλ’ ἀνυπερθέτως τῇ τιμωρίᾳ παρέπεμψεν· ἵνα δὲ πείσῃ λαὸν ἄφρονα καὶ κριτὰς κούφους τῇ πολίᾳ κατηγόρων οὐ τῇ ἀληθείᾳ δικάσαντας, καὶ τὴν πεῖραν τῆς ἐρωτήσεως κεχωρισμένοις προσάγει καὶ
5τὸ ψεῦδος ἐκ τῆς διαφωνούσης ἀποκρίσεως διελέγχει· καὶ τὴν κρίσιν ἐξενεγκὼν οὐ δημίοις δίδωσιν ὑπευθύνους, ἀλλ’ ἀγγέλους κατ’ αὐτῶν κολαστηρίους καλεῖ. Εἰς τοσοῦτον γὰρ ηὐξήθη τὸ τῶν ἁγίων ἀξίωμα, ὡς δυνάμεις ἀοράτους ἔχειν τὰς ὑπηρετουμένας αὐτοῖς.

6

.

7

.

1

Τίνα τὰ ἑξῆς τοῖς μιαροῖς γέρουσι; Προετράπη ἡ κρίσις· ἀπῆλθον δὲ καὶ τῶν παλαιῶν ἀνομιῶν καὶ τῆς νέας ἁμαρτίας δίδοντες διὰ θανάτου τὴν δίκην· Βαβυλὼν δὲ πᾶσα τὸ παράδοξον τῶν γενομένων διὰ στόματος εἶχον καὶ ὕμνοις τὸν Θεὸν ἀνευφήμουν τὸν τῶν λανθανόντων δραμάτων
5τὴν γνῶσιν δημοσιεύσαντα.

6

.

7

.

2

Καὶ Χελκίας ὑπὲρ τῆς παιδὸς χαίρων ἀνενεώθη· Ἰωακεὶμ τὴν ἐπινίκιον ᾖσεν ὑπὲρ τῆς γυναικὸς ἑορτήν· παῖδες δέ, γνησίας καὶ τῆς σώφρονος ἔκγονα, μειδιῶσι προσώποις τὴν μητέρα περιεσκίρτων καὶ τὸ πολύδακρυ πένθος μετεσκευάσθη εἰς εὐφροσύνην.
5Ὑμεῖς δέ, ὁ τοῦ Χριστοῦ λαός, εὐσεβεστάτης καὶ ψυχωφελοῦς ἱστορίας ἀκούσαντες μὴ ἀδιαφόρως τὴν ἀκοὴν παραδράμητε, ἀλλὰ παιδείαν καὶ ἄσκησιν τοῦ ὑμετέρου βίου τὸν λόγον ποιήσασθε.

6

.

7

.

3

Αἱ γυναῖκες, ζηλώ‐ σατε τὴν Σωσάνναν· οὕτως φυλάξατε τοῖς ἀνδράσι τὴν σωφροσύνην ὡς ἐκείνη τῷ ἑαυτῆς· παθεῖν τε καὶ κινδυνεῦσαι κατεδέξατο μᾶλλον ἢ
μοιχείᾳ σπιλῶσαι τὸν βίον· μοιχεία Θεὸν παροργίζει, ἄνδρα καταισχύνει,63
5οἴκους καὶ ἑστίας ἐξαφανίζει, παῖδας ἀμφιβόλους ἐργάζεται. Οἱ πρεσ‐ βύται, τοὺς τοιούτους μισήσατε γέροντας· οἱ δυνάσται, φοβήθητε τῶν κριτῶν τῶν παρανόμων τὸ τέλος·

6

.

7

.

4

οἱ νέοι, μιμήσασθε τὸν ἡλικιώτην τὸν νέον, ἵν’ οὕτως ἑκάστης ἡλικίας εἰς τὸν τύπον τῶν καλῶν μορφωθείσης τὸ πᾶν πλήρωμα τῆς ἐκκλησίας ἅγιον καὶ εὐδόκιμον γένηται ἐν Χριστῷ Ἰησοῦ τῷ Σωτῆρι ἡμῶν, ᾧ πρέπει δόξα, κράτος, τιμὴ σὺν τῷ
5συνανάρχῳ πατρὶ καὶ σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.64

7

t

1

Ἀστερίου ἐπισκόπου Ἀμασείας λόγος εἰς τὸν ἐκ κοιλίας τυφλόν

7

.

1

.

1

Ἠκούσαμεν ἀρτίως τοῦ υἱοῦ τῆς βροντῆς Ἰωάννου, μᾶλλον δὲ τοῦ ἁγίου Πνεύματος τοῦ τὸν ἁλιέα καὶ χειροτέχνην συγγραφέα καὶ λογο‐ γράφον ἐργασαμένου θείων ὄντως καὶ ὑψηλῶν ὑποθέσεων. Ἐξηγήσατο γὰρ ἡμῖν πολλὴν καὶ μακρὰν τοῦ Κυρίου διάλεξιν, δι’ ἧς τὸν ἀπειθῆ λαὸν
5καὶ δυσήκοον τὴν τοῦ πατρὸς καὶ υἱοῦ θεογνωσίαν ἐπαίδευεν τῆς μοναρ‐ χικῆς ἐννοίας τῶν Ἑβραίων ἀπάγων τοὺς λογισμούς, ἀνοίγων δὲ αὐτοῖς τὴν θύραν τῆς χαρίτος ἐκ τῆς νομικῆς παραδόσεως, καὶ πρὸς τὴν καινὴν Διαθήκην ἐκ τῆς παλαιᾶς ἠρεμαίως ἄγων, ὡς ἐκ τῆς ἐρήμου πρότερον ἐπὶ τὴν γῆν τὴν πλουσίαν καὶ εὔκαρπον.

7

.

1

.

2

Ἀλλ’ ὅμως δεικνύντος αὐτοῦ ποικίλως καὶ τὴν ἰδίαν ὕπαρξιν, ὡς προαιώνιος ὑπάρχει καὶ ἀεὶ τῷ πατρὶ συνημμένη, καὶ διαρρήδην τοῖς κωφοῖς ἐμβοῶντος· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· οὔτε τοῦ λόγου μαθόντες τὴν δύναμιν, οὔτε διά
5τινος ἐπιστήμονος ἀντιρρήσεως τὸ μὴ παραδεχθὲν διελέγξαντες ἐπὶ τοὺς λίθους ἀντὶ τῶν λόγων ἐχώρουν· καὶ πόρρωθεν τοῦ σταυροῦ τὰς φονικὰς χεῖρας πρὸς τὴν μιαιφονίαν ἐγύμναζον.

7

.

1

.

3

Ὁ δὲ κρίνας πανταχοῦ μακροθύμως ἔχειν πρὸς τὸν ὑβριστὴν δῆμον καὶ βλάσφημον, ἐξέκλινεν αὐτῶν τὴν ὀργὴν καὶ τὸν θόρυβον οὐ ταπεινῶς ἀποδιδράσκων, ἀλλὰ θεϊκῶς· ὃς ἐν μέσῳ τε εἱστήκει καὶ ψηλαφώμενος οὐκ ἐβλέπετο καὶ τοῖς
5φλεγμαίνουσι προστριβόμενος οὐχ ὁρᾶτο, ἀλλ’ εἱστήκεσαν ἐνεοὶ τῇ μὲν προαιρέσει φονῶντες, καθ’ ὅτου δὲ τὴν ὀργὴν ἐκπληρώσουσιν οὐκ εὑρίσκοντες·

7

.

1

.

4

ὅμοιοι θηρευταῖς ἀπείροις, οἳ ἐπειδὰν πρὸ καιροῦ τὴν θήραν ἀνασοβήσωσιν, ὑποδραμούσης τῆς ἐλάφου λόχμην τινὰ καὶ ἀφανῶς ἐξελθούσης, εἰκῆ πλανῶνται κατὰ τὴν νάπην ἄχθος περιττὸν τὰ δίκτυα φέροντες καὶ μάτην τοὺς σκύλακας ἐφελκόμενοι.

7

.

2

.

1

Ἐγὼ δέ, εἰ καὶ τὰ ἄλλα φαῦλος οἰκέτης, τούτου γοῦν οὐκ ἐξελα‐ θόμην, ὅτι δοῦλός εἰμι καί με προσῆκεν ὑπὲρ τοῦ Δεσπότου κατὰ τῶν ὑβριστῶν ἐξανίστασθαι. Διὸ καὶ κεκράξομαι πρὸς τοὺς Ἑβραίους ὡς
παρόντας σήμερον καὶ παρὰ τῆς μανίας ἐνεργουμένους· Βάλλετε,71
5μιαροί, λίθοις τὸν εὐεργέτην; τίς γὰρ ὑμᾶς ἐκ πέτρας ἐπότισε; βάλλετε λίθοις τὸν πλαξὶ λιθίναις τὸν βίον ὑμῶν κακονίσαντα;

7

.

2

.

2

βάλλετε τὸν ἐκλεκτὸν λίθον καὶ ἔντιμον, ὃν Ἡσαΐας ὑμῖν προεφήτευσε; βάλλετε τὸν νοητὸν λίθον τὸν τῆς ἀκροτόμου πέτρας ἀπορραγέντα ἄνευ χειρὸς ἀνθρωπίνης, ὡς ὁ θεσπέσιος Δανιὴλ ὑμᾶς ἐδίδαξε; βάλλετε λίθοις
5τὸν ἀκρογωνιαῖον τὸν τοὺς δύο τοίχους τῆς καινῆς καὶ τῆς παλαιᾶς Δια‐ θήκης συνέχοντα;

7

.

2

.

3

Κἂν γὰρ ὑμεῖς μὴ πιστεύσητε, δυνατὸς ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ, τουτέστιν ἀθροῖσαι τῷ Χριστῷ λαὸν περιούσιον τὸν ἐξ ἐθνῶν καὶ ἀκρόβυστον, ἐφ’ ᾧ καὶ τὴν ἐπαγγελίαν ὁ Ἀβραὰμ ἐδέξατο εἰπόντος αὐτῷ τοῦ Θεοῦ, ὅτι
5Ἐνευλογισθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Τῇ γὰρ ἀπορρήτῳ προγνώσει βλέπων ὁ Θεὸς τὸ μέλλον τῷ ἀρχηγῷ τῆς πίστεως πάντας τοὺς εἰς ὕστερον πιστεύειν μέλλοντας εἰς τάξιν ἀπεκλήρωσε τέκνων.

7

.

2

.

4

Ἐθεώρει γὰρ ἔκτοτε τῶν Ἑβραίων τὴν στάσιν καὶ τοὺς λίθους ἔβλεπε καὶ τοὺς ψευδωνύμους υἱοὺς ἐν τοῖς ἀποκηρύκτοις ἠρίθμει. Ἐπειδὴ δὲ λόγῳ καταγγέλλων αὐτοῖς τὴν ἀλήθειαν οὐκ ἔπειθεν εὐσεβεῖν, παρεστὼς ἀπεκρύβη καὶ φαινόμενος οὐκ ἐβλέπετο, ἵν’ ἐκ τῆς τοιαύτης
5αὐτοῦ θαυματουργίας ἑλκύσῃ πρὸς συγκατάθεσιν τοῦ, ὅτι καὶ Θεὸς ἐτύγχανεν καὶ Θεὸς Ἀβραὰμ πρεσβύτερος.

7

.

2

.

5

Ἀκούσατε οὖν, φησίν, ὦ ἀληθῶς τυφλοὶ καὶ ἀνόητοι· Τίς οὗτος, ὁ καὶ συμπαρὼν ὑμῖν καὶ μὴ βλεπόμενος; ἢ τάχα ἐκεῖνος ὁ καὶ πρὸς Μωϋσῆν λαλῶν καὶ μὴ φαινό‐ μενος; Ἑωρᾶτο γὰρ καὶ τότε πῦρ καὶ βάτος, ἀμφότερα ἄφωνα· ἀλλ’
5ὅμως καὶ φωνὴ ἠκούετο καὶ λόγος ἐπαίδευε καὶ ἀσφαλῶς τὸ μέλλον προηγορεύετο. Καὶ χρὴ τοὺς νοῦν ἔχοντας ἐκ τῆς συγγενείας τῶν πραγ‐ μάτων γνωρίσαι τὸ πρόσωπον.

7

.

3

.

1

Οὕτως δὲ ἀλόγως καὶ ἀνοήτως τῶν Ἑβραίων ἐχόντων ὁ Κύριος ἡμῶν καὶ Σωτήρ, ὥσπερ τις ἰατρὸς ἐπιμελής τε ὁμοῦ καὶ σοφός, πρὸς τὴν πρώτην πεῖραν οὐκ ἐνδόντος τοῦ πάθους ἄλλον τρόπον τῆς θεραπείας μεταχειρίζεται. Τυφλῷ δὲ βούλεται θεραπεῦσαι τυφλοὺς τὴν διάνοιαν, ὃς
5ἐκ τοῦ προστυχόντος εὑρέθη, οὐ λώβῃ τινι συμβάσει παθὼν τὴν τυφλό‐ τητα, ἀλλὰ πταίσματι φύσεως οὕτως ἐκ γαστρὸς παραχθεὶς εἰς τὸν βίον.

7

.

3

.

2

Θεασάμενος δὲ τὸν ἄνθρωπον ἔστη καὶ πρὸς θεραπείαν ἕτοιμος ἦν·
θεραπείαν ἀνθρωπικοῦ λόγου καὶ τέχνης κρείττονα. Ἰατρικὴ μὲν γὰρ καὶ ὁ κατ’ αὐτὴν λόγος ἐκείνοις τῶν νοσημάτων ἐπιβάλλει τὴν θεωρίαν, ὅσα τῆς φύσεως ἀπαρτισάσης τὸ ζῷον καὶ προαγούσης εἰς φῶς χρόνοις ὕστερον72
5κατά τινας περιστάσεις ἐπισυμβαίνει, τῆς δὲ συντεχθείσης τῷ σώματι λώβης οὐκ ἐπαγγέλλεται θεραπείαν. Οὐ μέντοι γε οὐδὲ τῶν παθῶν πάντων τῶν εἰς ὕστερον συμβαινόντων.

7

.

3

.

3

Καὶ τούτου μάρτυρες οἱ ἠκρωτη‐ ριασμένοι τῶν ἀνθρώπων, οἷς οὐδεὶς ἰατρὸς τὴν τῶν μελῶν στέρησιν ἐπηνώρθωσε. Διόπερ καὶ οἱ μαθηταὶ τὸ πάθος κατελεήσαντες καὶ βλέποντες ἄνθρωπον τῆς καλλίστης ἡδονῆς τοῦ φωτὸς μὴ γευσάμενον
5τὴν αἰτίαν περιεργάζοντο τῆς κακώσεως καὶ ἐπυνθάνοντο παρὰ τοῦ Κυρίου οὐ λίαν ἐπιστημόνως, εἴπερ ἐξ ἁμαρτίας οἰκείας ἢ διὰ πλημμε‐ λήματα τῶν γονέων τοιοῦτος εἰς τὸν βίον παρήχθη.

7

.

3

.

4

Ἑκατέρωθεν δὲ ἡ ἐρώτησις ἔχει τὸ ἐπιλήψιμον· οὔτε γὰρ ἂν ὑπὲρ τῶν πατέρων ὁ παῖς κατεγνώσθη, ἄλλον ὑπὲρ ἄλλου τοῦ Θεοῦ μὴ κολάζοντος· οὔτε μὴν ἰδίων πλημμελημάτων ἀπέτισε δίκας, εἴγε οὗτος μὲν τυφλὸς ἐγεννήθη.
5Οὐδεὶς γὰρ ἁμαρτωλὸς πρὸ γεννήσεως. Ἡ μὲν οὖν πεῦσις οὐ λίαν δόκιμος· ὅπως δὲ ἡ ἀλήθεια, ὁ Κύριος ἡμῶν, πρὸς τὴν ἐρώτησιν ἀπε‐ κρίνατο, καταμάθωμεν.

7

.

3

.

5

Τὸ γὰρ πάθος τοῦτο, φησίν, ὦ μαθηταί, οὐχ ἁμαρτημάτων ἐστὶν ἀντίδοσις, ἀλλ’ ἑτοιμασία μελλούσης οἰκονομίας, ὅπως ἂν ὁ τέως κοινὸς νομιζόμενος ἄνθρωπος ἐνεργήσῃ τὰ ὑπὲρ ἄνθρωπον καὶ ὁ κτίστης τῶν ὅλων μετὰ τὴν πρώτην ποίησιν εὕρῃ καὶ νῦν τοῦ
5δημιουργεῖν ἀφορμάς, ἐκ δὲ τῶν μερικῶν καὶ τὰ καθόλου πιστώσηται, ὁ δὲ σκλῆρος λαὸς καὶ δυσάγωγος πεισθῇ προσκυνεῖν ῥίψας τοὺς λίθους.

7

.

3

.

6

Φωτισθήτωσαν τοίνυν ὀφθαλμοὶ μὴ βλέποντες, ἵνα καταλάμψῃ τὰς ψυχὰς τῶν ἀσυνέτων ὁ τῆς δικαιοσύνης ἥλιος. Γενέσθω πρᾶγμα παράδοξον καὶ κτισθήσωσαν ὄψεις, ἵνα μάθωσιν οἱ στασιάζοντες, ὡς ὁ λεγόμενος υἱὸς τοῦ Ἰωσήφ, εἰ ἦν ἀληθῶς τέκτονος παῖς, δίφρον μὲν
5ἐδύνατο διαρραγέντα ἐπανορθοῦν, ἢ τὰ ξύλα συνάγειν τῆς ἁρμονίας ἀποζευχθέντα, ἢ τὴν κλασθεῖσαν ὑπερείδειν δοκόν, ἢ λεαίνειν τὸ τραχὺ τῶν σανίδων, ἢ ποιεῖν ὅλως ἐκεῖνα, ἃ χειροτέχνης πατὴρ κατὰ τὸν λόγον τοῦ ἐπιτηδεύματος διδάσκει τὸν παῖδα·

7

.

3

.

7

ἀνθρώπου δὲ μέρος, καὶ μέρος τὸ κάλλιστον τὸν ὀφθαλμόν, τὸ μάλιστα παρὰ τῆς φύσεως φιλοπόνως δημιουργούμενον, οὐκ ἂν ἐποίησεν ἄλλος, εἰ μήγε ὁ τῆς πρώτης ἀρχῆς
τῆς κατὰ φύσεως ἔχων τὴν ἐξουσίαν.73

7

.

4

.

1

Κἄν τις θελήσει προσεχῶς τοῖς ἀνθρωπικοῖς μέλεσιν ἐπιστῆσαι τὸν νοῦν, ἐν τούτῳ δὴ μάλιστα τῷ μορίῳ τοῦ σώματος τὴν παντοδύναμον καὶ ποικίλην τοῦ Θεοῦ σοφίαν κατόψεται ἐν μικρᾷ μέλους περιγραφῇ τοσαύτην ἐπιδειξαμένου τὴν φιλοτιμίαν τῆς τέχνης. Πρῶτον μὲν γὰρ
5αὐτῷ χάρις τις ἐπικέχυται καί ἐστιν ἁπαλώτατός τε καὶ ἄσαρκος, ὡς ἂν εἴποι τις, ἐν τῷ τρυφερῷ τὸ στερεὸν ἔχων καὶ ἐν τῷ μαλακῷ τὸ διατεταμένον καὶ ποικίλαις διήνθισται ταῖς χρόαις.

7

.

4

.

2

Τὸ γοῦν μέσον αὐτοῦ τὴν περιγραφὴν ἔχει τοῦ μέλανος, καὶ ταύτην οὐ δι’ ὅλου μονοειδῆ, ἀλλὰ ποικίλοις τισὶ κύκλοις συνδεδεμένην· τοῦ κέντρου μὲν αὐτοῦ καὶ μέσου τὸ βαθύτερον ἔχοντος, τῆς δὲ ἐξωτέρω περιφερείας πρὸς τὴν
5ξανθοτέραν κατὰ μέρος ἀποληγούσης βαφήν. Ταύτης ἔξωθεν τὸ λευκὸν περιβέβληται, στιλπνὸν καὶ διαυγές, οὐκ ἄκρατον ἔχον τὴν λευκότητα, ἀλλ’ ἐν κρυσταλλοειδεῖ τινι καὶ διαυγαζούσῃ πεποιημένον τῇ μορφῇ.

7

.

4

.

3

Τὸ ἐρυθρὸν κεῖται περὶ τὴν κόρην, ἵνα τῷ λευκῷ καὶ μέλανι κεράσῃ τὴν χάριν. Ἐπὶ τούτοις οὕτως ἐστὶ διαυγὴς καὶ λεῖος ἐν τῇ πυκνότητι, ὥστε καὶ τὰς τῶν ἐγγιζόντων εἰδωλοποιεῖν μορφὰς καὶ οἱονεὶ κάτοπτρον ἀκριβὲς τῶν προσδιαλεγομένων ἐντυποῦσθαι τοὺς χαρακτῆρας, διὸ δὴ
5καὶ τὸ μεσαίτατον αὐτοῦ τοῦ κύκλου, τὸ κέντρον, προσηγορεύεται κόρη, ἀεὶ τὴν μορφὴν τῷ καταντικρὺ βλέποντι δεικνύον ἀνθρωπικήν.

7

.

4

.

4

Ὡς γὰρ οὐκ ἔστι τὸν ὁρῶντα εἰς κάτοπτρον μὴ εὐθὺς ἐνσκιάσαι τῇ ὕλῃ τὸν ἴδιον χαρακτῆρα, οὕτω τὸν ἀντιπρόσωπον ἑστῶτα τοῦ ἀνθρώπου μὴ ἐγγράψαι τῷ ὀφθαλμῷ τὴν οἰκείαν μορφήν. Εἰς ἀλλήλους γοῦν ἄνθρωποι
5βλέποντες ἀλλήλων γίνονται κάτοπτρα.

7

.

5

.

1

Θαύματος τοίνυν ἄξιος ἐν τοῖς κτίσμασιν ὁ ὀφθαλμός. Οὗτος γάρ μοι καὶ Θεὸν ἑρμηνεύει πᾶσαν ἀκριβῶς καταμανθάνων τὴν κτίσιν κἀκ τῆς ἐνεργείας ὑποδεικνὺς τὸν τεχνίτην· οὗτος ἐκ τῶν ὁρατῶν ἑρμη‐ νεύει τῇ ψυχῇ τὰ ἀόρατα· διὰ τούτου ἔχω γνῶσιν ἡλίου καὶ οὐρανοῦ
5κόσμον ἔμαθον καὶ κάλλος ἀστέρων ἱστόρησα καὶ γῆς ὑπόστασιν καὶ φύσιν θαλάσσης, σπερμάτων διαφορὰν καὶ φυτῶν ποικιλίαν καὶ χρω‐ μάτων ποικίλην βαφήν, σκότους κατήφειαν καὶ φωτὸς λαμπήδονα καὶ πάντα ἁπλῶς ὅσα ὁ Θεὸς κτίσας ἐπῄνεσεν. Ὡς εἴ γε ὀφθαλμὸς μὴ ὑπῆρχεν, ἀμάρτυρος ἂν ἡ κτίσις ἐγήρασεν, οὐδενὸς καθορῶντος τὴν
10ἐν αὐτῇ σοφίαν καὶ δύναμιν τοῦ Θεοῦ σωζομένην.

7

.

5

.

2

Διὰ ταύτην τοίνυν τὴν θαυμαστὴν τῶν ὄψεων κατασκευὴν ὀφθαλμοὶ καὶ νῦν ἐκτίσθησαν αὐτοσχέδιοι, ἵνα τὰς μικροπρεπεῖς ἐννοίας τὰς ἐκ τῆς σαρκὸς ἐγγινομένας ἡμῖν περὶ τοῦ Μονογενοῦς ἀποθώμεθα τῇ μεγαλουργίᾳ τῶν γινομένων ἐκβάλλοντες τῆς ψυχῆς πᾶσαν ὑπόληψιν74
5μικροπρεπῆ καὶ χαμαίζηλον· γνωρίσωμεν δέ, ὅτι τὸ μακάριον φῶς καὶ κάλλος τῆς θεότητος ὀστράκινον σκεῦος ἐδέξατο διακονοῦν ἡμῖν κατὰ τοὺς λύχνους τὴν λαμπηδόνα.

7

.

5

.

3

Αὐτουργεῖ δὲ διόλου τὴν θεραπείαν ὁ Κύριος καὶ οὐ λόγῳ μόνῳ χρῆται πρὸς τὴν ἐνέργειαν ὁ προστάγματι τὴν πᾶσαν ὑποστησάμενος διακόσμησιν, ὁ δύο λόγοις βραχέσι τὸν παραλυτικὸν θεραπεύσας· ἀλλὰ καὶ στόματι καὶ χερσὶ καὶ ἄλλῃ πολλῇ
5προνοίᾳ θεραπεύει νῦν τὴν τυφλότητα, ἵνα βεβαίαν διὰ τῶν πραγμάτων ἐμποιήσῃ τοῖς ἀπίστοις τὴν πίστιν.

7

.

5

.

4

Πτύει ἐπὶ τοῦ ἐδάφους καὶ τῷ σιάλῳ πῆλον ἐργάζεται, τῇ μὲν γῇ διὰ τοῦτο πρὸς τὴν θεραπείαν συγ‐ χρώμενος, ἵνα δείξῃ ὡς ἐξ ἐκείνου τοῦ χοῦ, ὅθεν ἐν ἀρχῇ ὁλόκληρον ἐπλάσθη τὸ ζῷον, καὶ τὸ λεῖπον ἀρτίως μέρος δημιουργεῖται. Σιάλῳ
5δὲ τοῦτο ἀναλαμβάνει καὶ συνέχει τὸν ἐσκεδασμένον καὶ ἀκόλλητον, ἵνα φανερῶς ἡμῖν δείξῃ, ὅτι τῇ δυνάμει τοῦ στόματος αὐτοῦ ὁ Λόγος τὰ πάντα κατώρθωσε. Τῷ λόγῳ γὰρ οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.

7

.

6

.

1

Τάχα δὲ καὶ διὰ τοῦτο πτύων θεραπεύει, ἵνα κατανύξῃ πρὸς φόβον τοὺς μικρὸν ὕστερον ὑβρίζειν τοῖς ἐμπτύσμασι μέλλοντας· καὶ ὅμως οὐκ ἐδυσώπησε τῶν μαινομένων τὸ θράσος, ἀλλ’ ἐνεπτύσθη πολλὰ ὁ τοιαῦτα κατορθῶν διὰ πτύσματος. Τῆς πρώτης ταύτης πράξεως τὴν δημιουργικὴν
5ὑποφαίνει δύναμιν καὶ διὰ μὲν τοῦ προστάξαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ νίψασθαι τὴν δι’ ὕδατος σωτηρίαν ἡμῖν ἐνδείκνυται, ἣν πᾶσιν ὁ ἀπεσταλμένος (Σιλωὰμ) ἐχαρίσατο.

7

.

6

.

2

Τότε γὰρ καλῶς βλέπομεν, ὅτ’ ἂν τῷ μυστικῷ καθαρθῶμεν ὕδατι· τότε φῶς ἡμᾶς περιλάμπει τῆς χάριτος, ὅτ’ ἂν ἡ δύναμις τοῦ βαπτίσματος τὸν ῥύπον τῶν ἁμαρτημάτων καὶ τὰς κηλῖδας ἐκνίψῃ. Καὶ πάντες ὅσοι τῇ ἐντολῇ τοῦ Σιλωὰμ ἀπο‐
5λουόμεθα, τὸ πνευματικὸν ὁρῶμεν φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὢ τοῦ θαύματος καὶ τῆς μεγάλης ἐνεργείας!

7

.

6

.

3

Ἀπῆλθεν ἐκ τῆς κολυμβήθρας ὁ πρὸ ὀλίγου τυφλὸς κοσμηθεὶς τὸ πρόσωπον τῇ τῶν ὀφθαλμῶν προσθήκῃ, βλέπων ἀκριβῶς
πρὸς τὴν ἡλιακὴν ἀκτῖνα. Ἐξέπληττε τοὺς γείτονας καὶ τοὺς γνωρίμους τὸ πρᾶγμα. Ἐθορύβει τὸν βίον ὁ καινὸς τῆς θεραπείας τρόπος· περιενόστει75
5τὴν πόλιν ὁ ἄνθρωπος βλέπων, ἵνα βλέπηται παρὰ πάντων ἔργον γενό‐ μενον καινὸν καὶ παράδοξον 〈ὑπὸ〉 Ἰησοῦ τοῦ ἐν Βηθλεὲμ γεννηθέντος, τοῦ μικροῦ βρέφους ἐκείνου τοῦ ἐν τῇ φάτνῃ τοῖς σπαργάνοις ἐνειληθέντος. Ταῦτα γάρ ἐστιν, ἃ τοὺς Ἰουδαίους ἀπιστεῖν ἐποίει τῇ θεότητι.

7

.

7

.

1

Οὐκοῦν, ὦ ἀνόητοι καὶ παχυκάρδιοι, ἐπιβάλετε τὸν λογισμὸν τοῖς ἐξ αἰῶνος ἀνθρώποις. Ἀπὸ τοῦ Ἀδὰμ ἀρξάμενοι τοὺς ἑξῆς πάντας διερευνήσατε, ἐὰν εὕρητε τὸ νῦν γενόμενον καὶ ἐπ’ ἄλλων πραχθέν, ἐὰν ἔχοντα τὸν βίον τοιαύτης θεραπείας ὑπόδειγμα· καὶ πάλιν ἐπὶ διασυρμῷ
5τοῦ Κυρίου μου τὸν τοῦ τέκτονος προφέρετε παῖδα, οὗ τοὺς ἀδελφοὺς γνωρίζετε, οὗ τὴν οἰκίαν ἴστε.

7

.

7

.

2

Ἀπαριθμεῖσθε πάντα τὰ ταπεινά, φιλονεικήσατε, πολλὴν ἡμῶν καταχέατε τὴν ἀδοξίαν. Εἰ δὲ μηδὲν τοιοῦτον μήτε ἄνθρωπος ἔπραξε μήτε ὁ βίος ἔσχε διήγημα, καταγνόντες ἑαυτῶν τῆς ἀγνοίας λοιπὸν πρὸς τὴν ἀλήθειαν ἀναβλέψατε. Νίψασθε καὶ
5ὑμεῖς εἰς τὸν Σιλωάμ, ἵνα μὴ ἐναποθάνητε τῇ τυφλότητι.

7

.

7

.

3

Ἀλλ’ οὐδὲν ὡς ἔοικεν ἐπ’ ἐκείνων. Οὐ λόγος ἐπαίδευεν, οὐ πρᾶξις ἐδίδασκεν, οὐκ ἐνέργεια θαυμασίων ἐδυσώπει· πάντα δὲ τοὐναντίον διὰ τὴν ἔντυφον ἀγνωμοσύνην μυρίοις τρόποις ἐπεχείρουν ἀφανίζειν καὶ διασύρειν· περιετρέπετο δὲ αὐτοῖς πρὸς τοὐναντίον ἡ κακουργία.

7

.

7

.

4

Ὅσῳ γὰρ ἠπίστουν ἐκεῖνοι καὶ προσερωτῶντες ἀνατρέπειν ἐσπούδαζον, τοσούτῳ πλέον ἐβεβαιοῦτο ἡ ἀλήθεια· καὶ ταὐτὸν ἔπασχον τῶν θηρίων ἐκείνοις, ἃ πληγέντα παρά τινος καὶ μηδέπω πᾶσαν τὴν αἰχμὴν ἐν τῇ γαστρὶ δεξά‐
5μενα τῇ πρὸς τὸν ἄνθρωπον ὁρμῇ καὶ φιλονεικίᾳ ὅλον ἐφ’ ἑαυτὰ συνωθεῖ τὸν σίδηρον.

7

.

8

.

1

Πρώτη πολυπραγμοσύνη· Εἰ οὗτος αὐτὸς ὁ τυφλὸς καὶ μὴ ἕτερος ἀντ’ ἐκείνου ἐδείχθη· τοῦτο σαφῶς τοῦ ἀνθρώπου διαμαρτυρομένου καὶ κεκραγότος καὶ τὴν ἀκολουθίαν τῆς θεραπείας σαφῶς ἀπαγγέλλοντος, ὅτι καὶ πηλὸς κατεχρίσθη τὸ τῆς τυφλότητος φάρμακον, ὅτι καὶ κολυμ‐
5βήθρα τὸν πηλὸν ἀπονίψασα τὸ βλέπειν παρέσχεν. Ταῦτα περιεργάζοντο γείτονες καὶ ἐμάνθανον· ἀνεζήτουν οἱ Φαρισαῖοι καὶ 〈οὐκ〉 ἐπείθοντο.

7

.

8

.

2

Δευτέρα τέχνη εἰς ἀθέτησιν τοῦ γενομένου παρελαμβάνετο τὸ πειρᾶσθαι δεικνύειν, ὡς οὐκ ἔστιν ὁ Χριστὸς ὁ ἐνεργήσας τὴν θεραπείαν. Ἐπειδὴ δὲ ἄνθρωπος τὸν σωτῆρα ἐβόα καὶ τῇ ὁμολογίᾳ καὶ τῷ κηρύγ‐
ματι ἀντεδίδου τὴν χάριν καὶ τὸν εὐεργέτην ἐδημοσίευεν, ἀποφραττόμενοι76
5τὰ στόματα, ἰλιγγιῶντες τὴν γνώμην, οὐκ ἔχοντες ὅ τι καὶ πράξωσιν,

7

.

8

.

3

ἐπὶ τὴν τοῦ πάθους πάλιν ἀνατρέχουσι ζήτησιν καὶ εἰ ἐκ γενετῆς τυφλός, τοῦτο περιεργάζονται καὶ τοὺς γονεῖς ἀναζητοῦσι τοῦ ἀνθρώπου καὶ ἀκριβεῖς ἐξετασταὶ γίνονται τῶν καθ’ ἕκαστον, οὐχ ἵνα βεβαιώσωσι τὸ πραχθέν, ἀλλ’ ἵνα ἀνατροπήν ποθεν τοῦ θαυμασίου λάβωσι καὶ ψευδῆ
5τινα σκευωρίαν κατασκευάσαντες τὸ πιστεῦον πλῆθος τῆς ὁρμῆς ἀνατρέ‐ ψωσιν. Ὢ κακίας ὑπερβολή!

7

.

8

.

4

Μάχεσθαι πρὸς τὴν ἀληθείαν καὶ μὴ προσκυνεῖν τὸν ταῦτα ποιοῦντα, ἀλλὰ διασύρειν τὸν εὐεργέτην· μὴ θαυμάζειν τὴν δύναμιν, ἀλλ’ ἐξευτελίζειν πειρᾶσθαι τὰ πράγματα. Πείσθητε καὶ παρὰ τῶν γονέων, ὦ Φαρισαῖοι, ὅτι μετὰ τῆς τυφλότητος
5ἐτέχθη ὁ ἄνθρωπος· καὶ πάλιν ἐπὶ τὸν τυφλὸν ἀνατρέχετε, ἐκ δευτέρου καὶ τρίτου παρ’ ἐκείνου πληροφορούμενοι τῶν κακῶν ἐπιχειρημάτων καὶ τῶν ἐπιβουλῶν.

7

.

8

.

5

Ἀλλ’ ὅτ’ ἂν τῆς πρώτης ἐκπέσητε πείρας, ἐπὶ τὴν δευτέραν χωρεῖτε· ὅτ’ ἂν τῆς δευτέρας, ἐπὶ τὴν τρίτην· ὅτ’ ἂν τῆς τρίτης ἐπὶ τὴν καθεξῆς. Ἀλώπεκος κακουργούσης ἀναστρέφεσθε δρόμους καὶ πανταχοῦ μὲν ὑμᾶς τὰ δίκτυα τῆς ἀληθείας περιεστοίχισται· ἄφυκτος
5δὲ ἡ ἀπὸ θαυμασίου διέξοδος. Ὅμως δὲ πάσης οὐκ ἀμελεῖτε πλοκῆς ἱστὸν ἀράχνης ὑφαίνοντες, ποικίλως μέν, ἀλλ’ ἀσθενῶς καὶ ἀνηνύτως ἐπιβουλεύοντες.

7

.

9

.

1

Πατρικὸν ὑμῶν τὸ νόσημα. Ἀπίστων πατέρων ὅμοιοι παῖδες. Τοιοῦτοι κἀκεῖνοι τὸν τρόπον περὶ τὰ θαυμάσια τὰ κατ’ Αἴγυπτον. Ἐκ πολέμων ἐσώζοντο καινῶς καὶ παρ’ ἐλπίδας καὶ τῷ διδόντι τὴν σωτηρίαν ἠπίστουν· ἐτρέφοντο τροφαῖς ὑπερβαινούσαις τὴν φύσιν καὶ τῶν λιμωτ‐
5τώντων ἦσαν πλέον ἀχάριστοι· μάννα ὑπεδέχοντο οὐρανόθεν πεμπόμενον καὶ τῶν Αἰγυπτιακῶν σκορόδων τε καὶ κρομμύων τὴν δυσωδίαν ἐπόθουν·

7

.

9

.

2

στύλῳ νεφέλης τὴν ἡμέραν ἐπεσκιάζοντο, ἵνα μὴ τῇ θέρμῃ τῆς ἡλιακῆς ἀκτῖνος ταλαιπωρήσωσι, καὶ στύλῳ πυρὸς ἐν νυκτὶ κατελάμποντο ἄλλον φωστῆρα καινὸν παρὰ τὴν σελήνην λαβόντες ἐξαίρετον, καὶ ὡς οὐδεμίας ἐνεργείας θεϊκῆς ἀπολαύοντες οὕτως καινοὺς καὶ μετεώρους ἐζήτουν θεοὺς
5εἰσπράττοντες, ἵνα μικρὸν ἐπὶ τοῦ ὄρους κατασχεθεὶς Μωϋσῆς ἐν τῇ δόσει τοῦ νόμου τὴν ἐπάνοδον παρελκύσῃ.

7

.

9

.

3

Ὑμεῖς ἀληθῶς κληρονόμοι τῆς ἐκείνων ἀγνωμοσύνης καὶ τὸν νόμον οὐκ ἀγαπήσαντες καὶ τὴν χάριν μισοῦντες, οὐ ῥάβδου καρυΐνης ἐπιστασίας, ἀλλὰ σιδηρᾶς χρῄζοντες.

7

.

10

.

1

Ἄνθρωπον ὁρᾶτε παρελθόντα μὲν εἰς φῶς, ἐν σκότῳ δὲ μέχρι πόρρω τῆς ἡλικίας διατελέσαντα ἀνενέργητον τὰς ὄψεις, ἀλλοτρίοις
ὀφθαλμοῖς ὁδηγούμενον, καθ’ ἡμέραν πρὸ τοῦ ἱεροῦ καθήμενον, δημο‐ σιεύοντα τὴν συμφοράν, ἵνα πολλοὺς εἰς ἔλεον ἐφελκύσηται, τὴν πόλιν77
5ἔχοντα τοῦ πάθους μάρτυρα, βλέποντα νῦν καὶ ἰαθέντα ταχέως, οὐ φαρμάκων ποικίλων συνθέσει, οὐδὲ σιδήρου τομαῖς, ἀλλὰ πηλῷ μόνῳ, καὶ τούτου διὰ σιέλου γενομένου·

7

.

10

.

2

καὶ πῶς οὐ τεθήπατε, οὐκ ἐκπλήτ‐ τεσθε, οὐ καταβάλλοντες εἰς γῆν προσκυνεῖτε τὸν ἀπὸ γῆς ὀφθαλμοὺς κτίσαντα καὶ σέβετε τὴν θεϊκὴν ἐνέργειαν; Φθόνῳ δὲ διαρρήγνυσθε καὶ ζηλοῦτε τὸν Θεὸν ὡς ἀντίτεχνον, ὡς δημιουργοὶ δημιουργόν, ὡς ὁμόφυλοι
5τὸν ὁμότιμον.

7

.

10

.

3

Καὶ παλαιᾶς μὲν ἐντυγχάνοντες βίβλοις, ὅσαι ἐπὶ τῇ τοῦ λαοῦ οἰκονομίᾳ ἐγράφησαν, καὶ ὅσαι τὰς τῶν βασιλέων ἀρχὰς καὶ τὴν ἐπ’ ἐκείναις ἱστορίαν σαφῶς ἐκδιδάσκουσιν, εὐπειθῶς περὶ ἑκάστου τὰ λεγόμενα παραδέχεσθε, ὡς Μωϋσέα μὲν μικροῦ δέοντος νομίζειν Θεὸν
5καὶ Ἑλισσαῖον ὑπερθαυμάζειν καὶ τὸν τούτου διδασκάλον τὸν Θεσβίτην ὑμνεῖν·

7

.

10

.

4

καὶ πάντας τοὺς καθ’ ἑκάστην γενεὰν ἁγίους τοὺς ἐνεργηθέντας παρὰ Θεοῦ καὶ τὰ μεγάλα καὶ ἀοίδιμα καταπραξαμένους, ἰσαγγέλους ἀνάγετε ταῖς τιμαῖς· οὐδὲν δὲ ζυγομαχεῖτε περὶ τῶν ἀρχαίων, οὐδὲ ἀθετεῖτε τὴν τῶν πατέρων ἐξήγησιν, καὶ ταῦτα πεφυκότων ἀνθρώπων
5μὴ λίαν εὐκόλως ἀνάγεσθαι πρὸς τὴν πίστιν τῆς ἀκοῆς·

7

.

10

.

5

ὃ δὲ ὀφθαλμοῖς ὑστέροις ἐπὶ τῶν ὀφθαλμῶν εἴδετε καὶ ἃ τοῖς δακτύλοις ἔξεστι ψηλαφῆσαι καὶ ἀκριβῶς τῇ αἰσθήσει καταλαβεῖν, ταῦτα ἀπίστως καὶ ἀγνωμόνως ὁμοῦ κακουργεῖτε καὶ προφητείας καταπατοῦντες καὶ τὴν ἔκβασιν τῶν
5προρρήσεων ἀνατρέποντες. Τὰ γὰρ νῦν ἐπὶ τῆς πείρας ὁρώμενα καὶ πάλαι φθάσας Ἡσαΐας διὰ τῶν λόγων ἐδίδαξεν· Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιγήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς καὶ τρανὴ
10ἔσται γλῶσσα μογιλάλου.

7

.

10

.

6

Ταῦτα οὐ Πέτρου καὶ Ἰωάννου τὰ ῥήματα, οὐδέ τινος τῶν νέων καὶ ὑπόπτων προσώπων οἱ λόγοι, ἵνα κε‐ χαρισμένην εὐφημίαν ὑπονοήσαντες ἀθετήσητε τὴν ἀλήθειαν, ἀλλὰ τῆς ὑμετέρας προφητείας οἱ λόγοι, εἰ τὸν Θεκουΐτην γνωρίσητε τὸν υἱὸν τοῦ
5Ἀμώς, προφήτην προφήτου παῖδα, Ἰσραηλίτην ἐκ γένους ἄνδρα, τῆς κατὰ τὸν νόμον ἀγωγῆς τὸ κεφάλαιον. Τῷ δὲ Θεῷ δόξα, κράτος, τιμή,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.78

8

t

1

Ἀστερίου ἐπισκόπου Ἀμασείας ἐγκώμιον εἰς τοὺς ἁγίους καὶ κορυφαίους ἀποστόλους Πέτρον καὶ Παῦλον

8

.

1

.

1

Πᾶσαι μὲν αἱ συνήθεις αὗται καὶ κατὰ νόμον τελούμεναι τῶν μαρτύρων τιμαί, ἱεραὶ πανηγύρεις εἰσὶ καὶ τῶν κατὰ Θεὸν ἀνδραγαθη‐ σάντων στῆλαι διαιωνίζουσαι· ἐν αἷς οἱ πρόεδροι τῶν ἐκκλησιῶν, ὅταν εἰς τὸ λέγειν ἀφίκωνται, τὰς ἑαυτῶν δυνάμεις ἀντεξετάζοντες τῷ μεγέθει
5τῶν ὑποθέσεων εὐθὺς ἐν προοιμίοις εἰς τὴν συγγνώμην καὶ τὴν παραίτησιν καταφεύγουσιν καί φασιν ἐλαττοῦν τὴν τῶν πραγμάτων μεγαλοπρέπειαν τῇ τοῦ λόγου σμικρότητι.

8

.

1

.

2

Εἰ δ’ ἐκεῖνοι τοὺς καθ’ ἕκαστον τῶν μαρτύρων ἐγκωμιάζειν μέλλοντες ἀπαγορεύουσι πρὸς τὸν ἔπαινον καὶ λαμπρᾷ τῇ φωνῇ τὴν σφῶν αὐτῶν ὁμολογοῦσιν ἀσθένειαν, τίς ἂν γενοίμην ἐγὼ σήμερον, ὁ τοὺς διδασκάλους τῶν μαρτύρων ἔχων προκειμένους εἰς
5εὐφημίαν, τοὺς γνησίους καὶ πρώτους μαθητὰς τοῦ Χριστοῦ, τοὺς πατέρας τῶν ἐκκλησιῶν, τοὺς μόνους ἀξιοπίστους τοῦ εὐαγγελίου κήρυκας, τοὺς Θεῷ λαλήσαντας καὶ τὴν παρὰ Θεοῦ φωνὴν δεξαμένους ταῖς ἀκοαῖς;

8

.

1

.

3

Οὐ μήν, ἐπειδὴ λίαν ὑψηλὸς ὁ λόγος καὶ δυσέφικτος ἡ ἐγχείρησις, τὴν ἀργὴν καὶ ἄπρακτον σιωπὴν ἀγαπήσωμεν, ὥσπερ οἱ δειλοὶ καὶ ἀπειροθάλαττοι, οἳ πρὸς μόνην τὴν ὄψιν τῆς θαλάττης ἀπαγο‐ ρεύοντες οὔτε τὴν ἀρχὴν ἐπιβῆναι τῆς νηὸς ἀνέχονται οὔτε πείρας ἕνεκεν
5μικρὰ τοὺς αἰγιαλοὺς περιπλεῦσαι· αὐτοῖς δὲ τοῖς τρισμακαρίοις πιστεύ‐ σαντες τὴν ἐγχείρησιν, τοῖς ὑπὲρ ὧν συνεληλύθαμεν σήμερον, τὰ κατὰ δύναμιν τῇ τῶν ἄλλων εὐφροσύνῃ παρασχέσθαι πειραθῶμεν.

8

.

1

.

4

Οἶδα γάρ, ὅτι τοσοῦτον ζητήσεται, οὐχ ὅσον ἐκείνοις ὀφείλεται, τοῖς μεγάλοις καὶ θεσπεσίοις, ἀλλ’ ὅσον δυνατὸν παρ’ ἡμῖν εὑρεθῆναι τοῖς πένησιν. Ἐβουλόμην μὲν οὖν ἐκείνης τῆς χάριτος ὀλίγον μέρος ἐμοὶ χορηγηθῆναι
5σήμερον, ἧς ἑκάτερός τε τῶν ἁγίων τούτων μεταλαβὼν ὁ μὲν ἐν Ἱεροσο‐ λύμοις τοὺς ἀπειθοῦντας ἐδίδασκεν, ὁ δὲ τὸν Ἄρειον πάγον ἐν Ἀθήναις καταλαβὼν ἐκ τῆς πολυθέου πλάνης τοὺς δεισιδαιμονοῦντας ἐπέστρεψεν
ὑποδεικνὺς αὐτοῖς τὸν Χριστὸν καὶ τὸ τῆς ἀληθοῦς εὐσεβείας καταγγείλας μυστήριον. Οὕτω γὰρ ἀνεδείξαμέν τι τῶν προκειμένων ἐπιτελεῖν καὶ μὴ85
10πολὺ τοῦ μεγέθους ἀπολιμπάνεσθαι.

8

.

2

.

1

Ἐπειδὴ δὲ αἱ μεγάλαι τοῦ Πνεύματος δωρεαὶ τῶν μεγάλων εἰσὶ καὶ ἀνάξιος ἐγὼ τοιαύταις πλουτίζεσθαι χάρισιν, προσθήσω τὴν πενίαν μετὰ τῆς προθυμίας ὑμῖν ὡς Ἐλισσαῖος μετὰ τῶν ἀλεύρων τὰ λάχανα, τῆς τοῦ προέχεσθαι πάντως τὸ καλὸν οὐκ ἀμοιρήσων τιμῆς.
5Μηδεὶς δέ με οἰηθείη τῶν ἀκουσομένων ὑμῶν εὐφημίαν γενναίων ἀνδρῶν προελόμενον τοῖς νόμοις ἀκολουθήσειν τῆς σοφίας τῆς ἔξωθεν.

8

.

2

.

2

Οὐ γὰρ τέχνῃ συγκειμένῃ κολακείαν ἀπεργαζόμεθα, ἀλλὰ ψυχῶν φιλοθέων ἀρετὴν μετὰ ἀληθείας ὑμῖν παραστῆσαι σπουδάζομεν. Διὸ σιωπηθήσεται γένος καὶ πατέρων περιφάνεια οὐ διοχλήσει τὸν λόγον. Σὰρξ καὶ αἷμα
5βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Οὐδὲ ἀπὸ τῶν περιγείων καὶ ἐγκοσμίων τοὺς οὐρανοπολίτας τιμήσομεν, ἀλλὰ πᾶν τοὐναντίον, πατέρων ἀφανὴς βίος καὶ τέχναι βάναυσοι καὶ πενίας ὀνομαζόμενον ὄνειδος, ταῦτα τοῖς ἐπαίνοις μνημονευθήσεται.

8

.

2

.

3

Δόξα γὰρ χριστιανῶν κατὰ τὸ εὐαγγέλιον τὸ ἡμέτερον ταπεινότης ἐστίν. Ἐγὼ δὲ καὶ τῶν ἔξωθεν ἐγκωμίων συνορῶν δεινῶς καταμέμφομαι, ὅτι σεμνύνειν βουλό‐ μενοι οὓς ἂν ἕλωνται, ὡς μηδὲν ἐξαίρετον εἰπεῖν ἔχοντες ἀγαθὸν μάτην
5τοῖς τάφοις προσεδρεύουσι καὶ διοχλοῦσι τοὺς κειμένους εἰκῆ καὶ τοὺς νεκροὺς ποιοῦνται κόσμον τῶν ζώντων· δι’ ὧν ἐπικαλοῦνται τοὺς τελευ‐ τήσαντας ὁμολογοῦντες μηδὲν ἀγαθὸν τοῖς παρ’ αὐτῶν ἐγκωμιαζομένοις προσεῖναι.

8

.

2

.

4

Καὶ πρὸς τούτοις, εἰ μὲν ὁμολογούμενον ἦν, πάντως τοὺς ἐκ λαμπρῶν πατέρων κατάγοντας καὶ αὐτοὺς ὑπάρχειν ἀγαθοὺς καὶ ὥσπερ τινὰ φύσιν τὴν ἀρετὴν διαδέχεσθαι, εὔκαιρον ἦν ἴσως μνείαν τινὰ τῶν γονέων ποιεῖσθαι· ἐπειδὴ δὲ ψεύδεται τὰς τοῦ γένους διαδοχὰς ἐπὶ
5πλέον ἡ τῶν ἐπιτηδευμάτων διαφορά—γίνεται γὰρ ἄσωτος ὁ τοῦ φιλο‐ σόφου καὶ φιλόσοφος ὁ τοῦ φιληδόνου—, μάταιος πόνος τῶν προπάππων μεμνῆσθαι· δέον ἐπιδεικνύειν, εἴπερ ἔχει τις ἀρετῆς κατορθώματα.

8

.

2

.

5

Καὶ ταῦθ’ ὅτι τοῦτον ἔχει τὸν τρόπον, οὐκ ἔστιν ἄλλοθεν πολυπραγ‐ μονοῦντας μαθεῖν, ἀλλ’ ἐξ αὐτῆς τῆς ἱερᾶς ἡμῶν Γραφῆς πολύτροπον ἐχούσης καὶ ποικίλην τὴν ὠφέλειαν.

8

.

3

.

1

Ἴσμεν πάντως τὸν ἱερέα, τὸν πρεσβύτην ἐκεῖνον, τὸν τοῦ μεγάλου Σαμουὴλ τροφέα τε καὶ διδάσκαλον· ἀλλ’ οὐδὲν τοὺς υἱοὺς ὠφέλησεν
αὐτὸς ἄριστος ὤν· καὶ ταῦτα τραφέντας ὑπ’ αὐτῷ τῷ γεννησαμένῳ καὶ καθ’ ἡμέραν μανθάνοντας τοὺς τῆς ἱερωσύνης θεσμούς.86

8

.

3

.

2

Ἐκ πατέρων πάλιν ἀσεβῶν ὁ Τιμόθεος, τὸν ἀπόστολον λέγω, τὸν γενναῖον τοῦ Παύλου σκύλακα, καὶ οὐ μὴν ἠκολούθησεν ὥσπερ τινὶ φύσει τῶν γονέων τῇ γνώμῃ· λογικῶς δὲ μισήσας τὴν ἐκείνων ἀσέβειαν πρὸς τὸν
5ἅγιον θεσμὸν τῆς εὐσεβείας ἀπηυτομόλησε καὶ καρπὸς ἀνεφάνη γλυκὺς ἀπὸ ῥίζης πικρᾶς. Ἡμιόνων ἡ συνουσία καὶ προβάτου ὁ τόκος.

8

.

3

.

3

Οὕτως ὁ Ἀβεσσαλών, πατρὸς ἐπιεικοῦς μεμηνὼς νεανίσκος καὶ τοσοῦτον ἐπὶ θρασύτητι γνώριμος, ὅσον ὁ πατὴρ ἐν χρηστότητι· ἢ μᾶλλον, εἰ δεῖ τἀληθέστερον εἰπεῖν, πολλῷ τῷ μέτρῳ ὑπερβαλλόμενος τῇ κακίᾳ τὴν
5ἀρετὴν τοῦ γεννήσαντος. Καὶ ὅλως, εἴ τις θελήσειε ταῖς τοιαύταις τῶν παίδων πρὸς τοὺς πατέρας ἐναντιότησιν ἐπιστῆσαι τὸν νοῦν, μυρίους εὑρήσει σπουδαίους ἀπὸ κακῶν καὶ πονηροὺς ἐκ βελτίστων. Καὶ σφόδρα γε εἰκότως. Εἰ γὰρ φύσις καὶ μὴ τρόπος ἀρετὴν ἢ κακίαν εἰργάζετο, οὐκ ἂν ἦν τὰ δύο, ἀλλὰ μονομερῶς ἐπεκράτει τὸ ἕτερον.

8

.

4

.

1

Λεγέσθω τοίνυν Πέτρος υἱὸς Ἰωνᾶ· τίνος δὲ τούτου, οὐδέν μοι διαφέρει. Ἐγὼ γὰρ ἐκ τῶν πράξεων τοῦ υἱοῦ σεμνύνω τὸν γεννησάμενον· καὶ κάτωθεν ἀρξάμενος ἐπὶ τὰ ἄνω παραπέμπω τὴν δόξαν, ὥσπερ οἱ λύχνοι οἱ νύκτωρ ἐκ τοῦ ἐδάφους τοὺς ὀρόφους φωτίζοντες. Ἡσαΐας
5μὲν οὖν φησι προφητεύων, ὅτι λίθον ἀκρογωνιαῖον ὁ Πατὴρ ἔθηκε τὸν Υἱόν, ἐνδεικνύμενος ὡς ἡ πᾶσα τοῦ κόσμου σύστασις ἐκεῖνον ἔχει τὴν ἕδραν καὶ τὴν κρηπῖδα.

8

.

4

.

2

Ὁ δὲ Μονογενὴς πάλιν, καθὼς ἐν εὐαγγε‐ λίοις φησίν, θεμέλιον τὸν Πέτρον ὀνομάζει τῆς ἐκκλησίας, Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν. Πρῶτος γὰρ ἀληθῶς οὗτος ὥσπερ τις λίθος μέγας καὶ
5καρτερὸς ἐνερρίφη τῇ τοῦ κόσμου τούτου κοιλότητι ἢ τῇ κοιλάδι τοῦ κλαυθμῶνος, ὥς φησιν ὁ Δαβίδ, ἵνα πάντας χριστιανοὺς ἐποικοδομου‐ μένους βαστάσας ἀναγάγῃ πρὸς τὸ ὕψος, ὃ τῆς ἐλπίδος ἡμῶν ἐστιν οἰκητήριον. Θεμέλιον καλεῖ τὸν Χριστὸν καὶ Παῦλος φάσκων· Θεμέλιον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς
10Χριστός.

8

.

4

.

3

Τῇ ὁμοίᾳ δὲ κλήσει ὁ Σωτὴρ ἡμῶν καὶ τὸν πρῶτον ἑαυτοῦ μαθητὴν κατεκόσμησε πέτραν ὀνομάσας τῆς πίστεως. Διὰ Πέτρον τοίνυν ἄπτωτον καὶ ἀκλινὲς τὸ τῶν ἐκκλησιῶν ἕδρασμα σώζεται, γνήσιον καὶ πιστὸν γενόμενον τῆς εὐσεβείας μυσταγωγόν. Διὰ τὴν οἰκοδομὴν
5τοῦ δικαίου ἑστήκαμεν ἐρριζωμένοι, οἱ ἀπὸ ἀνίσχοντος ἡλίου μέχρι καὶ δυομένου χριστιανοί.87

8

.

4

.

4

Πολλῶν δὲ πειρασμῶν κινηθέντων ἀφ’ οὗ κατηγ‐ γέλη τὸ εὐαγγέλιον, καὶ μυρίων τυράννων καὶ πρὸ ἐκείνων τοῦ διαβόλου κατασεῖσαι θελήσαντος καὶ εἰς ἔδαφος καθελεῖν ἡμᾶς αὐτοῖς κρηπιδώ‐ μασιν· ἔρρευσαν μὲν οἱ ποταμοί, ὥς φησιν ὁ σωτήριος λόγος, ὡς
5χείμαρροι, σφοδροὶ δὲ ἄνεμοι τῶν διαβολικῶν πνευμάτων προσέβαλον, λαῦροι δὲ ὑετοὶ τῶν διωκόντων χριστιανοὺς κατερράγησαν, καὶ οὐδὲν ἰσχυρότερον ὤφθη τοῦ κατὰ Θεὸν ὀχυρώματος, ἐπειδὴ ταῖς ἁγίαις παλάμαις τοῦ πρώτου τῶν ἀποστόλων κατεσκευάσθη τὸ τῆς πίστεως οἰκοδόμημα.

8

.

4

.

5

Ταῦτα δὲ γέγονε δι’ ἕνα λόγον τῆς εὐλογίας τοῦ πέτραν τὸν εὐαγγελιστὴν ὀνομάσαντος. Ἴδωμεν δέ, εἰ δοκεῖ, πῶς οἰκοδόμει Πέτρος· οὐ λίθοις καὶ πλίνθοις, οὐδὲ ταῖς ἄλλαις ὕλαις ταῖς γεηραῖς, ἀλλὰ λόγοις καὶ πράξεσιν αἷς ἐνηργεῖτο παρὰ τοῦ Πνεύματος.

8

.

5

.

1

Τοῦ τοίνυν Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀνελθόντος εἰς οὐρανοὺς ἡνίκα τὴν νεφέλην εἶχεν ὄχημα τῶν ἀποστόλων βλεπόντων, οὗτος ὁ ἀνὴρ ἀντελάβετο τῆς τοῦ εὐαγγελίου διδασκαλίας· καὶ πρὸ πάντων τῶν κοινωνῶν τῆς ἐπισκοπῆς ἀνοίξας τὸ στόμα τῶν λυσσώντων κατὰ τῆς
5εὐσεβείας κατεθάρσησε δήμων καὶ δημηγόρος ἀνεφάνη σοφὸς ἐν μέσῳ τῶν ἐθνῶν καὶ τοῦ Ἰσραήλ· ἀνθρώπων ἀκονώντων τοὺς ὀδόντας καὶ θυμοῦ πληρουμένων, εἴ τις τὸν Ἰησοῦν ὀνομάσειεν.

8

.

5

.

2

Ὥστε τὸ εἰς τὸν Κύριον παρὰ τῆς προφητείας λεχθὲν ἁρμόζειν πάνυ καὶ Πέτρῳ, τὸ Περιεκύκλωσάν με κύνες πολλο, ταῦροι πίονες περιέσχον με. Ἀλλ’ ὅμως ζέων τῷ Πνεύματι καὶ τὴν ἐντολὴν ἀνεπίληπτον σῴζων
5τὴν εἰποῦσαν αὐτῷ· Βόσκε τὰ ἀρνία μου, στὰς εἰς δῆμον σύμμικτον ἐκ μυρίων ἐθνῶν ἐβόα· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ ἅπαντες.

8

.

5

.

3

Καὶ ἵνα μὴ μακρολογῶμεν πᾶσαν τὴν ῥῆσιν συνείροντες, ἀπομέμνηται τῶν λογίων τοῦ Ἰωὴλ προφητευόντων τὴν τοῦ Πνεύματος ἐπιφοίτησιν· ἐκεῖθεν ἐπὶ τὸν Δαβὶδ μεταβαίνει καὶ τὸν πεντεκαιδέκατον ψαλμὸν παραθέμενος βεβαιοῖ τὴν ἀνάστησιν· καὶ
5τὸν πάντα λόγον συμπερανάμενος ἐν σοφίᾳ λόγων καὶ μαρτυρίᾳ τοῦ νόμου εὐθὺς τοὺς ἀκροατὰς ἐπηγάγετο, οὐ δέκα, οὐδὲ ἑκατόν, οὐδὲ τρὶς ἢ πεντάκις τοσούτους, ἀλλὰ τρεῖς χιλιάδας ἀνδρῶν, ἐκκλησίας πλήρωμα, δῆμον ὅλον ἱκανὸν καταπλῆξαι τοὺς δυσμενεῖς, ὧν ἀπερράγησαν ἀθρόον.

8

.

5

.

4

Ὢ πειθοῦς φάρμακον θερμὸν καὶ διάπυρον ὀξέως τῶν ψυχῶν καθα‐
ψάμενον! Ὢ σοφία θεολόγος πᾶσαν σοφίαν ἀνθρωπίνην καλύψασα! Τί λέγετε, οἱ τὸν Δημοσθένην στεφανοῦντες κατὰ ῥήτορας καὶ τὸν Σωκράτην ἀνυμνοῦντες ἐν φιλοσόφοις; Δημοσθένης μὲν γάρ, ὁ τὴν88
5ῥητορικὴν μέγας καὶ πολυθρύλητος, τοσοῦτον ἀπεῖχε τοῦ περὶ ὧν ἐβούλετο πείθειν, ὥστε καὶ ἐξωρίσθη τῆς πόλεως παρὰ τῶν ἀκροατῶν· Σωκράτης δὲ τῶν πολλῶν πρὸς Ἀθηναίους λόγων καὶ τῶν σοφῶν διαλέξεων τέλος τὸ κώνειον εὕρατο, παρὰ τοῦ χοροῦ τῶν μαθητῶν φονευθείς· τοσοῦτον αὐτὸν περιῆν τῆς τοῦ πείθειν δυνάμεως.

8

.

5

.

5

Πέτρος δὲ ὁ ἁλιεύς, ὁ χειροτέχνης, ὁ ἀμαθής, ὁ πᾶν ὅπερ ἂν ἐθέλῃ τις φαυλίζων καλεῖν, ἐν μίᾳ λόγου προσβολῇ τρισχιλίους ἄνδρας θηρεύσας βεβαίως μετέστησε· καὶ ταῦτα δυσανασχετοῦντας καὶ στασιάζοντας καὶ οὐ
5συγχωροῦντας αὐτῷ τὴν ἀρχὴν διαίρειν τὸ στόμα.

8

.

6

.

1

Ἐλθόντος δὲ εἰς ἐπίδοσιν καὶ προκοπὴν ἱκανὴν τοῦ τῶν χριστιανῶν τάγματος, ἐπειδὴ πρὸς ταῖς λογικαῖς διδασκαλίαις καὶ παραινέσεσι καὶ τῆς πρακτικῆς δυνάμεως θαυμαστὴν παρεῖχε τὴν πεῖραν, ἄρτιον ἀνα‐ στήσας τὸν χωλὸν ἐκ τῶν τοῦ ναοῦ προπυλαίων, χωλὸν ἐκεῖνον τὸν ἐκ
5κοιλίας μητρὸς πταίσματι φύσεως παθόντα τὴν νόσον, ἅπας δὲ ὁ λαὸς ἐπὶ τὸ ἱερὸν συνερρύη τῇ φήμῃ τῆς μεγαλουργίας δημαγωγηθεὶς πρὸς τὴν θέαν, καὶ πρὸς τὸν ἄνδρα πάντες ἔβλεπον ἀτενῶς ἐκπεπληγμένοι τῷ θαύματι· ἀπεφράγη τε τῶν ἐχθρῶν τοῦ Χριστοῦ τὰ στόματα καὶ ὁ σταυρὸς λοιπὸν ἦν τρόπαιον νίκης, οὐκ ὄνειδος.

8

.

6

.

2

Πάλιν ὁ ἀπαίδευτος, ὁ τῆς βαναύσου τέχνης ἐργάτης, δευτέρων ἄρχεται λόγων φάσκων πρὸς αὐτούς, ὅτι Ὢ ἄνδρες, εἰ θαύματος ὑμῖν ἄξιον καὶ θεϊκῆς ἐνεργείας φαίνεται τὸ γενόμενον, προσκυνεῖτε τὸν θεραπευτὴν τοῦ χωλοῦ, Ἰησοῦν,
5ὃν ἐρραπίσατε καὶ τελευταῖον ὑπερζέσαντες τῷ θυμῷ ἐπὶ τοῦ ξύλου ὑψώσατε. Οὗτός ἐστι καὶ ζῇ· καὶ καθὼς ὑμῖν ἐλέχθη πολλάκις, ἀναστὰς ἐκ νεκρῶν βασιλεύει τῶν πάντων.

8

.

6

.

3

Ὥστε νῦν γ’ οὖν λαβόντες τῶν ἁμαρτηθέντων ὑμῖν μεταμέλειαν προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καθὼς ὁ πατὴρ ὑμῶν λέγει Δαβίδ. Εἰ γὰρ υἱοὶ τῶν προ‐ φητῶν ἐστε καὶ μαθηταὶ τοῦ Μωϋσέως, μὴ ἀτιμάσητε τῶν προγόνων
5ὑμῶν τὴν χάριν ψευδολάλοις προσέχοντες, ἀλλὰ συνετῶς τὰ παρ’ ἐκείνων προκηρυχθέντα σκοπήσαντες δέξασθε ταῖς ψυχαῖς τὸν Σωτῆρα τοῦ γένους ὑμῶν. Οὗτος γάρ ἐστι ὃν καὶ Μωϋσῆς ἐπηγγείλατο προφήτην ὑμῖν ἀναστήσεσθαι.

8

.

6

.

4

Ταῦτα καὶ τὰ τοιαῦτα πρὸς τὸν λαὸν διελθὼν ἀπῆλθεν, ἄλλους τοσούτους τοῖς τρισχιλίοις προσθείς. Τοιοῦτος μὲν
οὖν ἐν τῷ δημοσίᾳ λαλεῖν θαρρούντως ὑπὲρ τῆς τοῦ εὐαγγελίου μυστα‐ γωγίας πρόθυμος, ἀκατάπληκτος, συνετός, θάρσος τῶν ἰδίων καὶ τῶν89
5ἐναντίων δειλία.

8

.

7

.

1

Ἐπειδὴ δὲ οὐ τοῦτο μόνον ἦν περισπούδαστον τῷ καλλίστῳ διδασκάλῳ τῆς εὐσεβείας, τὸ πολυάνθρωπον τὸν τοῦ Θεοῦ λαὸν ἀπερ‐ γάζεσθαι, ἀλλὰ πολλῷ πλέον τὸ ζῆν ἀκριβῶς τοὺς μαθητὰς ἐν τοῖς δοθεῖσι νόμοις, εἶδε δὲ τὸν Ἀνανίαν ἐκεῖνον, τὸν τῶν ἰδίων καρπῶν
5κλέπτην καὶ παράδοξον ἱερόσυλον μέλλοντα κακὴν ἐμποιεῖν τοῖς χρισ‐ τιανοῖς ἁμαρτίας συνήθειαν, ἀποτόμως αὐτὸν τῆς ἐκκλησίας ἐξέκοψεν· οὐκ ὠμὸς ὢν καὶ φονικὸς τὴν γνώμην, ἀλλὰ κατὰ σκοπὸν ὠφελείας οὕτως ἰατρεύσας τὴν ἁμαρτίαν.

8

.

7

.

2

Ἐπειδὴ γὰρ νεοπροσήλυτος ἦν καὶ νεοπαγὴς ὁ λαός, ἐκ τῆς ἑλληνικῆς καὶ ἰουδαϊκῆς ἀδιαφορίας ὑπόγυον τοὺς εὐαγγε‐ λικοὺς δεξάμενος νόμους, εἰκότως ἐνόμισεν οὐ τῆς ἐκ λόγων νουθεσίας μόνον χρῄζειν τοὺς μαθητάς, ἀλλὰ καὶ φόβου τινὸς ἐμπράκτου—
5εἰώθασι γάρ πως οἱ ἄνθρωποι, ὅπως ἂν ἐν ἀρχαῖς τῶν ἐπιτηδευμάτων κανονισθῶσιν, οὕτω μέχρι τέλους αὐτῶν τηρεῖν τὴν συνήθειαν—·

8

.

7

.

3

καὶ διὰ τοῦτο ἐλέγξας τὴν ἁμαρτίαν εὐθὺς θάνατον τὴν τιμωρίαν ἐπήγαγεν οὐ ξίφει χρησάμενος, οὐδὲ δημίοις αὐτὸν παραδούς, ἀλλὰ τότε διαφε‐ ρόντως τὴν τοῦ Χριστοῦ δύναμιν δείξας ἐν τῷ τρόπῳ τῆς ἀναιρέσεως.
5Ἐνεκάλεσε γὰρ μόνον καὶ ὁ ἐγκληθεὶς πεσὼν ἀπέψυξεν. Τοῦτο δὲ ἡλίκον ἐστὶ καὶ ὅσην τῇ ἐκκλησίᾳ ἐνεποίησε τὴν εὐλάβειαν, οὐ χρῄζομεν μαθεῖν.

8

.

7

.

4

Δύο γὰρ ἐν ἑνὶ κατωρθώθη, τὸ καὶ τὸν Σωτῆρα ἡμῶν πιστευθῆναι εἶναι Θεὸν καὶ τὸ τὸν παιδευτὴν τῶν ἐκείνου νόμων παρεπομένους ἔχειν ἀγγέλους πρὸς τὴν βούλησιν τοῦ ἀποστόλου ἐνεργοῦντας ἑτοίμως. Ἠθέλησεν εὐεργετῆσαι τὸν χωλὸν καὶ οὐκ ἐβράδυνεν ἡ χάρις· ἐβουλήθη
5κολάσαι τὸν ἱερόσυλον καὶ παρεγένετο ἡ τιμωρία.

8

.

8

.

1

Ταῦτα ἱκανὰ λιθίνας καταπλῆξαι ψυχὰς καὶ πεῖσαι βεβαίως, ὡς οὐκ ἀπάτης ἦν τὰ ῥήματα τὰ παρὰ τοῦ Πέτρου λεγόμενα· ἀλλὰ Θεὸς ἦν μετ’ αὐτοῦ καὶ ἅγιον ὑπῆρχε καὶ ἀληθὲς τὸ μυστήριον ὃ κατήγγελλε. Καὶ τοῦτο δὲ προσέχειν ἀναγκαῖον, ὅτι τὸ μὲν ἐπὶ τιμωρίᾳ καὶ φόνῳ
5σημεῖον ἅπαξ παρὰ τοῦ ἀποστόλου διὰ τὴν χρείαν γεγένηται, ἵνα τοῖς κακῶς προαιρουμένοις τῆς κολαστικῆς δυνάμεως παράσχηται τὴν ἀπό‐ δειξιν·

8

.

8

.

2

τὰ δὲ τῶν εὐεργεσιῶν καὶ τῶν ἰάσεων καθ’ ἡμέραν καὶ συνεχῶς
ἐπετέλει, καὶ τοσαύτη τις αὐτῷ περιῆν τοῦ θεραπεύειν εὐκολία καὶ χάρις, ὥστε οὐδεὶς τῶν προσελθόντων ἀρρωστούντων ἀνέλυσε ψευσθεὶς τῆς ἐλπίδος, ἀλλ’ ἄρτιος καὶ ὑγιὴς ἐπὶ τὴν οἰκίαν ἀπῄει. Καὶ πᾶς τόπος τῆς90
5Ἰερουσαλὴμ ἔνθα Πέτρος ἐφαίνετο τὸν Χριστὸν ἐλάλει· καὶ τὸ πλῆθος ἔσχεν ἀκολουθούντων ἀρρώστων καὶ θέατρον καθ’ ἡμέραν παράδοξον ἐκ δήμου συμμίκτου, τῶν μὲν συναγομένων ἵνα τῶν ὀχλούντων κακῶν ἀπαλλαγῶσι, τῶν δὲ ἵνα τοὺς θεραπευομένους θεάσωνται.

8

.

8

.

3

Οὕτω τοι κἀκεῖνο περὶ τοῦ ἀποστόλου τὸ θαυμαστὸν ἀναγέγραπται ὃ ἐπ’ οὐδενὶ τῶν ἄλλων ἐλέχθη, ὅτι οἱ συγγενεῖς καὶ οἱ τῶν ἀσθενούντων οἰκεῖοι ἔφερον αὐτοὺς ἐπὶ κλίνων δημοσίᾳ, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ
5σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Τοῦτο μὲν οὖν ἤδη μεῖζον καὶ τῶν δεσποτικῶν θαυμασίων καὶ ὁ δοῦλος εὐφημεῖται ὑπὲρ τὸν Κύριον. Καὶ τάχα ἐν τούτῳ τῷ σημείῳ συμπληροῦται ἡ προφητεία, ἣν ὁ Σωτὴρ πρὸς τοὺς μαθητὰς ἐποιήσατο· Ἀμήν, ἀμὴν λέγω ὑμῖν· Ὁ πισ‐ τεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποι, κἀκεῖνος ποιήσει καὶ
10μείζονα τούτων ποιήσει.

8

.

8

.

4

Τοῦτο δὲ ὅταν λέγω, οὐ τὸν δοῦλον τῷ Δεσπότῃ συγκρίνω. Ἄπαγε! Μαινομένου τὸ νόημα· ἀλλ’ ὅτι διὰ τῶν ἑαυτοῦ θεραπόντων ὁ Θεὸς τὴν ἑαυτοῦ δύναμιν ἐνδεικνύμενος οὐδένα τῶν μαθητῶν ὡς Πέτρον ταῖς ἰδίαις δωρεαῖς κατεπλούτησεν, ἀλλὰ καὶ
5πάντων αὐτὸν προὔθηκεν ὑψώσας ταῖς ἄνωθεν δωρεαῖς· καὶ ὥσπερ πρῶτος μαθητὴς κατὰ τὴν τάξιν τῶν χρόνων ἐγένετο, οὕτω καὶ μείζων τῶν ἀδελφῶν ἐπὶ τῆς πείρας τῶν πραγμάτων ἐδείχθη τῇ δυνάμει τοῦ Πνεύματος.

8

.

8

.

5

Πρῶτος ἐκλήθη καὶ ταχέως ὑπήκουσε· πρὸς τοῖς αἰγια‐ λοῖς εὑρεθεὶς ἐν τῷ ταραχώδει τοῦ κόσμου χωρίῳ ὁ τοῖς κύμασιν ἀεὶ τῆς ἀνθρωπικῆς ζάλης περιψοφούμενος, ἀδιάλειπτον ἔχει τὴν βοῶσαν περὶ τὰς ἠϊόνας ἠχήν. Πρῶτος ἐν χριστιανοῖς τῶν κοσμικῶν ὑλῶν κατε‐
5φρόνησε καὶ τῶν ἐν ποσὶ πάντων ὑπεριδὼν πρὸς τὰ νοητὰ καὶ ὑπερ‐ κόσμια μετετάξατο.

8

.

9

.

1

Καὶ τυχὸν ἐρεῖ τις τῶν πένητα καὶ ἀφανῆ τὸν τρισμακάριον ἐκεῖνον ἀποκαλούντων· Τί γὰρ ἀπέθετο; Τί δὲ ἀπεκτήσατο; Πάντα ὅσα εἶχεν, ὦ ἄνθρωπε· ἑκάστῳ δὲ ὃ κέκτηται μέγα· κἀκεῖνο πλοῦτος, ὃ ἔχει ἀκτή‐ μων. Ὅμοιος παρὰ τῷ Θεῷ φαίνεται καὶ ὁ τὰ ἅρματα ἀποθέμενος καὶ ὁ
5καταφρονήσας τοῦ ὄνου. Ὅπερ γάρ ἐστι τῷ πλουσίῳ τὸ τέθριππον, τοῦτο τῷ πένητι ὁ εὐτελὴς κανθήλιος.

8

.

9

.

2

Φιλόσοφος δέ ἐστιν ὁμοίως καὶ ὁ τὴν
ἀργυρᾶν καταλιπὼν τράπεζαν τήν τε ἱστορίαις κεκοσμημένην καὶ ὁ τὴν ξυλίνην τὴν εὔωνον· ὁμοίως ὁ τὴν κώμην τὴν πολυάνθρωπον καὶ ὁ τὸ μικρὸν κηπίον, ὁ τὴν ἐσθῆτα τὴν χρυσόπαστον καὶ ὁ τὸν πεπαλαιωμένον91
5χιτῶνα. Οὐ γὰρ ἐν τῷ πλήθει καὶ τῇ ποιότητι τῶν διδομένων ὁ Θεὸς τὸν μεταδοτικὸν καὶ φιλάνθρωπον κρίνει, ἀλλὰ τὴν προαίρεσιν ἀποδέχεται τοῦ διδόντος.

8

.

9

.

3

Διὸ καὶ τὴν χήραν ἐκείνην ὡς εὐγνώμονα κηρύσσει τὸ εὐαγγέλιον, τὴν τὸν ὀβολὸν ἐπιδοῦσαν, ἐπειδὴ μηδὲν παρακατέσχεν ὧν εἶχεν. Καὶ ὁ τὸ ποτήριον δὲ ὀρέξας τοῦ ψυχροῦ ὕδατος λαμβάνει μισθὸν τῆς οὕτως εὐκόλου δεξιώσεως τὴν βασιλείαν· ᾧ γὰρ εἶχεν ἐθεράπευσε
5τοῦ διψῶντος τὴν χρείαν, εἰ καὶ μὴ παρῆν αὐτῷ οἶνος ἀνθοσμίας διὰ πενίαν.

8

.

9

.

4

Ταῦτα δὲ λέγω κατὰ συγχώρησιν, ἐπεὶ οὐ πάντως, εἴ τις ἁλιεύς, οὗτος καὶ πένης. Οὐκ οἶδας ὡς ἁλιεὺς μαργαριτῶν ἐστι θηρευτής; Μαργαρῖται δὲ ἄνθος εἰσὶ τοῦ γαύρου καὶ ὑψαύχενος πλούτου, οἷς βασιλεῖς κοσμοῦνται, οἷς γυναῖκες φιλόπλουτοι καὶ φιλόκοσμοι ἐπαγάλλονται.
5Ἁλιεὺς βάπτει τὴν ἁλουργίδα τὴν πολυθρύλητον καὶ ἀφιερωμένην τῇ βασιλείᾳ· ἁλιεῖς βάπτουσι τὰ ὑπόχρυσα τῶν ἐρίων τὴν ξανθὴν πίνναν θηρεύοντες.

8

.

9

.

5

Οὐ τοίνυν δεῖ προσέχειν τοῖς ὀργάνοις τῆς τέχνης αὐτῶν ὡς εὐώνοις καὶ εὐκαταφρονήτοις, τῷ δικτύῳ, φημί, καὶ τοῖς ἀγκίστροις· οὐ γὰρ ἐκ εὐτελείας τῶν ὀργάνων παρ’ ἑκάστοις, ἀλλ’ ἐκ τῆς τελουμένης ἐργασίας αἱ εὐπορίαι καταμανθάνονται· ἐπεὶ τοί γε κατ’ ἐκεῖνον τὸν
5λόγον οὐδὲν πενέστερον εὕρῃς πρώτης τῆς γεωργίας, εἰ ἀπὸ τῆς δικέλλης καὶ τῆς σκαπάνης ὁ πλοῦτος αὐτῆς δοκιμάζοιτο. Ἄποροι δὲ παντελῶς καὶ οἱ τὸν χρυσὸν ὀρύττοντες, τὸν βασιλέα τοῦ πλούτου. Μία γὰρ αὐτοῖς ἀξίνη συνεργεῖ· ξύλινος πίναξ, ὁ τῆς γῆς τὸν χρυσὸν ἀποκρίνων.

8

.

9

.

6

Σιγά‐ τωσαν τοίνυν ἐθνικοὶ καὶ Ἑβραῖοι, οἱ Πέτρῳ πενίαν ὀνειδίζοντες καὶ ἀπὸ τοῦ ἁλιέως σμικρύνειν τὸν μέγαν πειρώμενοι· καὶ καταλιπόντες τὰ τοιαῦτα κομψεύεσθαι λεγέτωσάν μοι πυνθανομένῳ· Τίς ἁλιέων ἢ τῶν
5πάντων ἀνθρώπων ἐπέζευσε θαλάτταν; Τίς ἔστησε πόδα κατὰ λίμνης ἑστώσης, ὡς ἐκεῖνος κατὰ κυμάτων τοῖς ἀνέμοις τινασσομένων;

8

.

9

.

7

Τοῦ γὰρ Θεοῦ ἡμῶν τοῦ ἀγαθοῦ πολλὰ θαύματα διὰ τῶν ἰδίων δούλων τελέσαντος ἐπί τε τῆς πολιτείας τοῦ Ἰσραὴλ τὸ ἀρχαῖον κἀν τοῖς ὕστερον χρόνοις, ἐν οἷς ἡ φιλάνθρωπος οἰκονομία τοῦ Σωτῆρος ἡμῶν ἐπεφάνη
5τῷ κόσμῳ, οὐδεὶς τῶν ἐξ ἀρχῆς εἰς τέλος ἁγίων τοιαύτην διὰ πίστεως ἰδίας καὶ τῆς ἄνωθεν χάριτος πρᾶξιν ἐπιτελέσας φαίνεται.

8

.

10

.

1

Θαυμαστὸς ὁ Μωϋσῆς πέλαγος ἄνευ πλοίων περαιωθείς· ἀλλὰ γῆν ἐπέζευσεν, ἣν νόμος ἀνθρώποις, ἔνθεν καὶ ἔνθεν τοῦ ὕδατος ἀνασταλέντος πρὸς ἑαυτό. Μέγας καὶ Ἰησοῦς ὁ τούτου διάδοχος, ὅτι τὸν Ἰορδάνην ἐπεραιώθη ὑπὲρ τὰς ὄχθας πλημυροῦντα· ἀλλ’ ὁμοίως τῆς Ἐρυθρᾶς92
5θαλάσσης κἀκεῖνος διασχὼν ἑαυτὸν καὶ ἀνακόψας τὸ ῥεῖθρον ἔδωκε τῷ περαιουμένῳ λαῷ γυμνὴν τὴν ξηρὰν εἰς ἐπίβασιν.

8

.

10

.

2

Οὐδεὶς δὲ πώποτε ἀνδρῶν κατὰ ὕδατος ἤρεισε πόδα. Οὐδὲ γὰρ ὁ νόμος τῆς φύσεως κατα‐ δέχεται τὴν ὑγρὰν οὐσίαν καὶ μεταρρέουσαν ἀντέχειν τῷ στερεῷ καὶ πιέζοντι. Δοκεῖ δέ μοι ὁ τῶν ὅλων Κύριος καὶ Δεσπότης ὑπεραγασθεὶς
5τηνικαῦτα τὴν ὑπερζέουσαν τοῦ ἀνδρὸς προθυμίαν μεθ’ ἧς ἀνέκραγε λέγων· Κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα, μισθὸν αὐτῷ τῆς πολλῆς ἀγάπης καὶ πίστεως ἐκείνην δοῦναι τὴν καινὴν καὶ παράδοξον χάριν, ἧς Πέτρος ἐφάνη δεκτικὸς μόνος ἀπὸ τῶν ἐξ Ἀδὰμ μέχρι τέλους ἀνθρώπων.

8

.

10

.

3

Καὶ γὰρ ἀληθὴς καὶ ἐξαίρετος τοῦ Θεοῦ ἡ τῆς τοιαύτης μεγαλουργίας ἐπίδειξις ὑπερέχουσα τὴν τῆς κτίσεως ταπει‐ νότητα, καθὼς καὶ τῷ Δαβὶδ δοκεῖ τῷ βελτίστῳ τῶν προφητῶν. Κἀκεῖνος γὰρ ἔν τινι τῶν ψαλμῶν ἀνυμνῶν τὸν Θεὸν καὶ τὴν ἄφατον αὐτοῦ καὶ
5ἀπερινόητον ἐξηγούμενος δύναμιν ταῦτ’ εἶπεν, ἃ συνήθως μελῳδοῦντες γνωρίζετε· Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.

8

.

10

.

4

Ὃ τοίνυν εἶχεν ἴδιον ὁ δεσπότης ἐν τοῖς τῆς θεότητος ἐξαιρέτοις γνωρίσ‐ μασι, τοῦτο κοινὸν ἐποιήσατο πρὸς τὸν δοῦλον, ἄξιον κρίνας τῆς τοσαύτης τιμῆς.

8

.

11

.

1

Ζηλωτὸς μὲν οὖν καὶ ὁ μέγας Ἰωάννης ἐπὶ τῶν τοῦ Κυρίου στέρνων ἀναπαυόμενος· μέγας καὶ Ἰάκωβος ὡς υἱὸς ὀνομασθεὶς βροντῆς· λαμπρὸς ἐν ταῖς τιμαῖς καὶ ὁ Φίλιππος, ὁ παρὰ τοῦ Πνεύματος ἁρπασθεὶς ἡνίκα τὸν Αἰθίοπα πρὸς τὴν ἐπίγνωσιν τοῦ Σωτῆρος ἐμυσταγώγησεν·
5ἀλλ’ ὅμως οἱ πάντες ὑποχωρείτωσαν Πέτρῳ καὶ δευτερεύειν ὁμολογεί‐ τωσαν, ὅταν ἡ τῶν χαρισμάτων σύγκρισις δοκιμάζῃ τὸν προτιμότερον.

8

.

11

.

2

Ἀναθεωρῶν δὲ πάντα τὰ καθ’ ἕκαστον καὶ σκοπούμενος εὑρίσκω τὸν ἄνδρα τοῦτον ἐπί τε τῶν λογικῶν διαλέξεων καὶ τῶν πρακτικῶν ἐνεργη‐
μάτων πανταχοῦ προπηδῶντα τῶν ἄλλων μαθητῶν καὶ προεξαλλόμενον καὶ κατόπιν ἀφιέντα τοὺς τὸ αὐτὸ τοῦ βίου στάδιον τρέχοντας.93

8

.

12

.

1

Ἐρωτῶντος γάρ ποτε τοῦ Κυρίου τοὺς δώδεκα καὶ ἀπόπειραν ποιουμένου ὅπως ἔχουσι πληροφορίας καὶ γνώμης περὶ τῆς εἰς αὐτὸν ὑπολήψεως, καὶ κελεύοντος σαφῶς εἰπεῖν τίνα λέγουσι αὐτὸν εἶναι, τῶν ἄλλων ἁπάντων σιωπῇ βουλευομένων καὶ βραδυνόντων καὶ δεικνύντων
5ὡς διά τινος ἐπισκέψεως ὠδίνουσι τὴν ἀποκρίσιν, ἀνοίξας τὸ στόμα ταχέως ὁ τὸν ζώπυρον ἐπὶ τῆς ψυχῆς φέρων τῆς πίστεως ἄνθρακα, ᾧ καὶ Ἡσαΐας πρότερον ἐκαθάρθη τὰ χείλη, τὴν μακαρίαν ἐκείνην καὶ σοφὴν ἀληθῶς ῥῆσιν καθωμολόγησε· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.

8

.

12

.

2

Τίνα ἄν τις πρὸς ἀξίαν τῶν λόγων τούτων θαυμάσειεν, ἀξιόπιστος γενόμενος ἑρμηνεὺς τοῦ μεγίστου τῶν ἀποστόλων; Ὁρᾶτε γὰρ πρῶτον ὅπως ἀπέριττος ὁ λόγος καὶ σύντομος, ἐν ἐκφωνήσει βραχείᾳ μυρίων πραγμάτων καὶ μεγάλων δύναμιν ἐκτιθέμενος. Πᾶς
5γὰρ λόγος οὗτος ἄριστος, οὗπερ ἀνήκει καὶ μὴ περιρρέῃ ἡ φράσις ἐπ’ ὀλίγῳ καὶ πενιχρῷ τῷ νοήματι·

8

.

12

.

3

τοὐναντίον δὲ πλῆθος πραγμάτων ἐν βραχυλογίᾳ σημαίνει κατὰ τὴν ὁμοίωσιν τοῦ κόκκου τοῦ νάπυος, ὃς μικρότατος μὲν ἔστιν ἐν τῷ κρατεῖσθαι καὶ βλέπεσθαι, εἰ δὲ προσαγάγοις αὐτὸν τῇ αἰσθήσει τοῦ στόματος, ὅλον τὸ ζῷον ἐκ ποδῶν εἰς κεφαλὴν
5πρὸς τὴν οἰκείαν μεθέλκει θερμότητα. Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.

8

.

12

.

4

Ἅπας λόγος ὁ συντελῶν πρὸς τὴν ἐπίγνωσιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν πρὸς δύο ταῦτα θεωρεῖται καὶ στρέφεται· ἓν μὲν τὸ τῆς ἀρχεγόνου θεότητος, ἥτις ἐστὶν ὁ ἐν ἀρχῇ Λόγος, ὁ ὢν ἀεὶ καὶ πρὸς τὸν Πατέρα ὢν καὶ Θεὸς ὤν, καθὼς ἡμᾶς ὁ μέγας Ἰωάννης
5ὁ θεολόγος ἐμυσταγώγησεν, οἷον σπογγία τις τῷ στήθει τοῦ Μονογενοῦς παρακείμενος κἀκεῖθεν ἑλκύσας τῆς κεκρυμμένης ἀληθείας τὴν γνῶσιν· ἕτερον δὲ τὸ τῆς οἰκονομίας, ἣν ἀγαθὸς ὁ Θεὸς πρὸς συγκατάβασιν τῆς ἀσθενείας ἡμῶν κατεδέξατο.

8

.

12

.

5

Ἄξιον τοίνυν θεωρῆσαι τὴν ἀπόκρισιν, ὅπως ἐν βραχυλογίᾳ καὶ ὀλιγορημοσύνῃ πάντως ἀκριβῶς τὴν διάνοιαν ἐν ὀλίγῳ παρεδήλωσεν, ἀρξάμενος ἀπὸ τῶν κάτω καὶ πρὸς τὰ ὑψηλὰ κατὰ μέρος ἀναγαγὼν τὴν διάνοιαν.

8

.

13

.

1

Σὺ εἶ ὁ Χριστός. Τοῦτο τῆς οἰκονομίας δήλωσις καὶ τῆς
ἐνσάρκου θεοφανείας ἐξήγησις. Τοῦτο γὰρ οὐκ ἔστιν ὄνομα τοῦ προαιω‐ νίου Λόγου, ἀλλὰ τῆς τῶν χριομένων χάριτος μήνυμα. Διὸ καὶ ὁ Κύριος ἡμῶν καταδεξάμενος ὅλως τὸ ἄνθρωπος γενέσθαι καὶ τὰ ἄλλα πάντα ὅσα94
5στρέφεται περὶ τὴν σάρκα, συγκαταδέχεται καὶ καλεῖται Χριστὸς ὡς χρισθεὶς εἰς βασιλέα, οὐ τῷ ἐλαίῳ τοῦ κέρατος ὡς Σαμουὴλ καὶ Δαβὶδ καὶ οἱ καθεξῆς ἄνθρωποι, ἀλλὰ τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, καθ’ ἣν καὶ ὁ Κυριακὸς ἄνθρωπος—οὕτω γὰρ τοῖς πολλοῖς φίλον προσαγορεύειν τὸν Ἰησοῦν—θαυμαστῶς ἐκυήθη καὶ παραδόξως ἐν τῇ γαστρὶ τῆς παρθένου.

8

.

13

.

2

Ὁμολογήσας δὲ τὸν Ἰησοῦν τὸν ὑπὲρ ἡμῶν γενόμενον ἄνθρωπον οὐκ ἔστησε μέχρι τούτου τὸν λόγον, ἀλλὰ διὰ τῆς κλίμακος τοῦ Ἰακὼβ τῆς νοητῆς πρὸς τὸν οὐρανὸν ἀναβὰς καὶ γενόμενος ἐν θεωρίᾳ τοῦ ἐν ἀρχῇ Θεοῦ Λόγου, προστίθησιν αὐτῷ τὸ ἐξαίρετον καὶ ἀληθινὸν ἀξίωμα
5υἱὸν τοῦ Θεοῦ προσαγορεύσας τοῦ ζῶντος. Ἀκριβῶς δὲ οὕτως καὶ [ὡς] οὐχ ἑτέρως· αὐτός τε ὁμολογήσας τὸν εὐθὺν καὶ ἀδιάστροφον κανόνα τῆς πίστεως καὶ πᾶσιν ἡμῖν παραδοὺς τὸν τῆς εὐσεβείας λόγον ἀπαρά‐ βατον νόμον οὐκ ἄμισθος ἀπῆλθεν οὐδὲ ἀγέραστος· μακάριος δὲ ὀνο‐ μασθεὶς παρὰ τοῦ ὄντως μακαρίου, πέτρα καλεῖται τῆς πίστεως καὶ
10θεμέλιος καὶ ὑποβάθρα τῆς κατὰ Χριστὸν ἐκκλησίας.

8

.

13

.

3

Λαμβάνει δὲ διὰ τῆς ὑποσχέσεως τῆς βασιλείας τὰς κλεῖς καὶ κύριος γίνεται τῶν ἐκείνης πυλῶν, ὥστε αὐτὰς ὑπανοίγειν οἷς ἂν ἐθέλοι καὶ κλείειν οἷς ἂν δίκαιον ᾖ, πάντως δὲ τοῖς βεβήλοις καὶ ἀνιέροις καὶ τοῖς ἀρνουμένοις τὴν ὁμολο‐
5γίαν ἐκείνην δι’ ἣν αὐτὸς ὡς ἀκριβὴς τῶν ἀγαθῶν φύλαξ ἐπιστατεῖν ταῖς εἰσόδοις τῆς βασιλείας ἐτάχθη.

8

.

14

.

1

Ὢ τοῦ ζόφου καὶ τῆς ἀχλύος, ἣ πολλὴ κέχυται πρὸ τῶν ἀνθρω‐ πικῶν ὀφθαλμῶν, δι’ ἣν οὐ βλέπουσιν αἱρετικοὶ τῶν πατέρων τὰ ἴχνη οὐδὲ βαδίζειν ἐκείνην δύνανται, ἣν ἔτριψαν τῶν ἀποστόλων οἱ πόδες. Ἰδοὺ γὰρ Πέτρος ὁ κατ’ ἐκλογὴν γνήσιος τοῦ Χριστοῦ μαθητής, ὁ
5πανταχοῦ τὴν πρώτην ψῆφον καὶ τῶν τιμῶν καὶ τῶν κατορθωμάτων δεξάμενος, ὁ μέγας ἐκεῖνος ὁ πάνυ, οὗ τὸ κλέος πᾶσαν τὴν οἰκουμένην ἐπλήρωσεν,

8

.

14

.

2

κελευσθεὶς εἰπεῖν ὅπως δοξάζει περὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, οὐκ ἀπὸ μακρᾶς τινος ἤρξατο περινοίας οὐδὲ κύκλον συλλογισμῶν καὶ πραγμάτων περιβαλόμενος ἀπεκρίνατο πρὸς τὴν πεῦσιν ὥσπερ δὴ νῦν ποιεῖν εἰώθασιν οἱ δεινοὶ σοφισταὶ καὶ τεχνολόγοι τῆς πίστεως, ἀλλ’
5ἐν ἁπλότητι καρδίας σύντομον ἐξέθετο τὴν ἀλήθειαν, οὐ τὸν ἀγέννητον διαστείλας τῷ γεννητῷ, οὐ τὰ περὶ ὁμοίου καὶ ἀνομοίου λεπτολογήσας ἐμπλήκτως, οὐδὲ τῶν ὑπὲρ πᾶσαν οὐσίαν πολυπραγμονήσας διαφοράν, οὐδὲ τὴν ἀμέτρητον θεότητα μετρήσας συλλογισμοῖς οἷον δὴ τὰ Ἀρείου παίγνια καὶ τοῦ Εὐνομίου παρεγχειρήματα.95

8

.

14

.

3

Ζηλώσωμεν τοίνυν, ὦ χριστιανοί—ὧν πίστις, οὐ πολυλογία τὸ γνώρισμα—τὸν ἁλιέα, τὸν ἀπερίεργον, τὸν ἐκ Βεθσαϊδὰ γέροντα, τὸ πρῶτον θήρευμα τοῦ Χριστοῦ. Μελετήσωμεν λέγειν· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ
5ζῶντος, τὰ δὲ πλείονα τούτων ἀφιέναι τοῖς λογομάχοις, ὧν ἔρις τὸ ἔργον καὶ τὸ τέλος ἀπώλεια.

8

.

15

.

1

Ἆρ’ οὖν μέχρι τῶν λεχθέντων ἵσταται τοῦ ἀποστόλου τὰ θαύματα; ἢ πᾶν τοὐναντίον οὐδὲ ἦρχθαι δοκοῦμεν, εἴ τις τοῖς εἰρημένοις παραμε‐ τροίη τὰ λείποντα. Ἀλλ’ ἐγὼ τὰ πολλὰ τῇ ὑμετέρᾳ γνώσει καταλιπών— ἴστε γὰρ τὸν Πέτρον καὶ τὰ ἐκείνου, κἂν μηδεὶς ἐπαινεῖν τὸν ἄνδρα
5προέληται—μικρὰ περὶ τῆς ἀναπαύσεως αὐτοῦ εἰπεῖν βούλομαι καὶ ὅπως ἐκ τῆς γῆς εἰς τὸν οὐρανὸν μετῴκησεν, ἵν’ ἐκεῖ τοῦ λέγειν παύσωμαι ἔνθα κἀκεῖνος τὸν βίον.

8

.

15

.

2

Ὁ μὲν οὖν Σωτὴρ ἡμῶν ἡνίκα ἔμελλεν ἐγγίζειν τῷ αὐθαιρέτῳ θανάτῳ, ὥσπερ τινὰ παρακαταθήκην ἐξαίρετον τὴν καθόλου καὶ οἰκουμενικὴν ἐκκλησίαν τούτῳ τῷ ἀνδρὶ παρατίθεται τρίτον αὐτοῦ πυθόμενος τὸ Φιλεῖς με; Ὡς δὲ ταῖς ἐρωτήσεσι μάλα προθύμως
5ἰσαρίθμους τὰς ὁμολογίας ἐξέθετο, ἔλαβεν τὸν κοσμὸν εἰς ἐπιμέλειαν ὡς μίαν ἀγέλην εἷς ποιμὴν ἀκούσας· Βόσκε τὰ ἀρνία μου· καὶ σχεδὸν ἀνθ’ ἑαυτοῦ τὸν πιστότατον μαθητὴν ἔδωκεν ὁ Κύριος τοῖς προσηλύτοις πατέρα καὶ νομέα καὶ παιδευτήν.

8

.

15

.

3

Ταύτης τοίνυν ἀκούσας τῆς φωνῆς οὐκ ἐν ῥᾳθυμίᾳ τὸν βίον ἔζησεν οὐδὲ ἠγάπησε τὴν ἔξω κινδύνων ζωήν, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην περινοστῶν τὸν Χριστὸν τοῖς τυφλώτ‐ τουσιν ἀπεκάλυπτεν, τοὺς μὲν πλανωμένους ὁδηγῶν, τοὺς δὲ γευσαμένους
5τῆς σωτηρίας στηρίζων, τοῖς ἐχθροῖς μαχόμενος, τοὺς οἰκείους παρακα‐ λῶν, διωγμῶν ἀνεχόμενος, φέρων ἀχθηδόνα δεσμωτηρίων, πολυτρόπως τοῦ εὐαγγελίου προκινδυνεύων.

8

.

16

.

1

Χρόνου δὲ προϊόντος τὴν βασιλεύουσαν τῶν ἀνθρώπων πόλιν καταλαβὼν ἐκεῖθεν ἐπὶ τὴν βασιλείαν ἀνέδραμεν. Ἀναρριπισθεὶς γὰρ ὁ Νέρων εἰς ὀργὴν ὥς ποτε κατὰ τὴν Παλαιστίνην Ἡρώδης ἡνίκα βασιλέα τὸν Χριστὸν οἱ μάγοι διήγγελλον, ὑπερβαίνει μὲν τοὺς ἄλλους
5τῶν κολάσεων τρόπους, ψηφίζεται δὲ τὸν τρισμακάριον ξύλῳ προσηλω‐ θῆναι σταυροῦ, ἵνα μὴ μόνον πεζεύων θάλασσαν Πέτρος τὸν Δεσπότην μιμῆται, ἀλλὰ καὶ ἐπὶ τοῦ ξύλου κρεμάμενος.96

8

.

16

.

2

Ὅμως ὡς εὐλαβὴς καὶ σοφὸς κἀν τῷ καιρῷ τῆς ἀγωνίας εἰδὼς τίς διαφορὰ Κυρίου πρὸς δοῦλον μίαν ᾔτησε παρὰ τῶν ἐχθρῶν χάριν μήτοι γε ἐν ὁμοίῳ τῷ σχήματι τῷ ξύλῳ προσαγαγεῖν, ἀλλὰ τὴν κεφαλὴν τῷ προσγείῳ μέρει τοῦ σταυροῦ
5προσηλώσαντας. Οὐ γὰρ ἄξιον οὐδὲ ἐν πάθει τῶν ἴσων τὸν δοῦλον τῷ Δεσπότῃ τυχεῖν. Εἶπεν καὶ ἔτυχεν ὧν ἐβούλετο καὶ διὰ τοῦ σταυροῦ πρὸς τὸν σταυρωθέντα καὶ ἀναστάντα ἀπῆλθεν, αὐτὸς μὲν τὸν τοῦ μαρτυρίου ἀναδησάμενος στέφανον, ἡμῖν δὲ τούτων τῶν ἑορτῶν καταλιπὼν τὰς αἰτίας.

8

.

17

.

1

Ταῦτά σοι καὶ ἡμεῖς κατὰ δύναμιν, ὦ φίλη καὶ ἱερὰ κεφαλή, τῶν πολλῶν κατορθωμάτων ἀπεδώκαμεν χαριστήρια· ὥρα δὲ λοιπὸν ἐπ’ ἄλλον ἀγωνιστὴν τρέψαι τὸν λόγον, τὸν κοινωνὸν τῆς σῆς ἀρετῆς, τὸν Ταρσέα, τὸν διαφόρῳ μὲν τρόπῳ τῆς τιμωρίας, ἑνὶ δὲ σκοπῷ τῆς εὐσε‐
5βείας μετά σου πρὸς Χριστὸν ἀναλύσαντα.

8

.

18

.

1

Παῦλος ὁ θεσπέσιος, ἡ μεγαλόφωνος τοῦ εὐαγγελίου σάλπιγξ, ὁ πρότερον μὲν πικρὸς δυσμενὴς χριστιανῶν, ἰσχυρὸς δὲ τελευταῖον τῆς ἐκκλησίας συνήγορος, νεώτερος μὲν ἐπετέχθη τοῖς ἀποστόλοις παρὰ τῆς χάριτος· καὶ τῷ χρόνῳ δεύτερος ἦν τῶν μαθητῶν τοῦ Χριστοῦ, ἴσος δὲ
5κατὰ τὸ δόκιμον τῆς ἀρετῆς, ἵνα μηδὲν εἴπω πλέον τὴν πολιὰν ἐρυθριάσας τῶν δώδεκα,

8

.

18

.

2

ζηλωτὴς δὲ θερμὸς τοῦ Μωϋσέως, εἴπερ τις ἕτερος, τεῖχος τοῦ νόμου, πύργος τῆς παλαιᾶς Διαθήκης καρτερὸς καὶ ἄσειστος· καὶ μέχρις οὗ τὴν γνώμην ἀμετάβλητον εἶχεν, μέγας ὑπῆρχε κίνδυνος τῶν τὸν Χριστὸν λαλούντων καὶ πανταχοῦ διεπτόει τοὺς ἡμετέρους καὶ
5ἐφυγάδευεν· ὄντως κατὰ τὴν πρόρρησιν τοῦ Ἰακὼβ Βενιαμὶν λύκος ἅρπαξ, σπαράσσων τῆς νέας Διαθήκης τοὺς ἀρνειοὺς καὶ σκορπίζων τὰ ποίμνια.

8

.

19

.

1

Ἐπειδὴ δὲ καὶ τὸ δρᾶμα τὸ κατὰ τὸν ἅγιον Στέφανον ἐξειργάσατο, καὶ τὰς χεῖρας ἔχων ἔτι μεμολυσμένας τῷ αἵματι τὴν ἐπὶ Δαμασκὸν ἔτρεχε διωγμῷ διωγμὸν καὶ φόνοις φόνους συνάψαι βουλόμενος καὶ ἀνασπάσαι τὸν χριστιανισμὸν πρόρριζον ἄρτι τὴν πρώτην ἀνθοῦντα φυήν.
5Εἶδεν καλῶς ὁ Θεὸς ἡμῶν ὃ πεποίηκεν, ὅτι ὁ ἰσχυρὸς ἐχθρὸς γένοιτ’ ἂν καὶ φίλος γενναῖος·

8

.

19

.

2

καὶ περιλάμψας αὐτὸν αἰφνίδιον τῷ φωτὶ κατα‐ πλήττει καὶ μεταβάλλει πρὸς ταπεινότητα στήσας μὲν τοῦ δρόμου διὰ
τὸν φόβον, τοὺς δὲ τὸ πυρῶδες καὶ θυμοειδὲς βλέποντας ὀφθαλμοὺς σωφρονίσας τῷ σκότῳ. Τιμωρεῖται δὲ αὐτὸν οὐ μετὰ σιωπῆς, ἀλλὰ καὶ97
5λόγον τῷ ἔργῳ προσέθηκεν εἰπὼν ἐκεῖνο τὸ γεγραμμένον·

8

.

19

.

3

Σαῦλε, Σαῦλε, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν· οὐχ ὡς αὐτὸς διαλέξεως χρῄζων—τί γὰρ ἔδει λόγων τῶν πραγμάτων ἀρκούντων—, ἀλλ’ ἵνα πρόφασιν ἐνδῷ τοῦ ἐρωτῆσαι καὶ μαθεῖν ὅτι ὁ
5νομιζόμενος τεθνάναι καὶ κεῖσθαι Χριστὸς ζῇ καὶ ἐξ οὐρανῶν ἐπιφαίνεται καὶ οὕτως ἀπ’ ἐξουσίας τοὺς λυποῦντας ἀμύνεται. Οὐδὲν δὲ οἷον αὐτὰ τὰ ῥήματα παραθέσθαι τὰ τοῦ Ἑβραίου λύκου τὴν θήραν ἡμῖν ἐξηγούμενα.

8

.

20

.

1

Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου. Ὑπο‐ γράφει μοι ὁ λόγος ἄνδρα θυμῷ ῥηγνύμενον ἐκ τῆς προλαβούσης μιαιφονίας ἔτι πνευστιῶντα μετὰ τὰς τῶν λίθων βολάς, ὕφαιμον καὶ ἄγριον βλέποντα οἷον ἐπάναγκες τὸν φονέα, σώζοντα ἐν ἀρχῇ τῆς τοῦ πατριάρχου προφη‐
5τείας τὰ σύμβολα. Ἐκεῖνος γάρ, ἐπειδὴ τελευτᾶν ἔμελλεν, πάντοθεν τοὺς αὑτοῦ παῖδας περιστήσας τῇ κλίνῃ Πνεύματι προηγόρευσεν.

8

.

20

.

2

Οὕτως οὖν τὸν Ἰούδαν εὐλογῶν ἐκείνῳ μὲν διελέγετο, ἀλληγορικῶς δὲ ὕμνησε τὸν ἀπ’ ἐκείνου Χριστόν. Ἑξῆς δὲ τοῖς πᾶσι προμαντευσάμενος τὰ εἰς ὕστερον τελευταῖον ἦλθεν ἐπὶ τὸν Βενιαμὶν ὡς καὶ τῷ χρόνῳ νεώτερον· καὶ δῆθεν μὲν πρὸς τὸν υἱὸν ἐφθέγγετο, τῷ ὄντι δὲ τὸν Παῦλον
5ἐσήμαινεν ἐκ τῆς φυλῆς, ὡς ἔγνωμεν, τῆς ἐκείνου κατάγοντα. Βενιαμὶν λύκος ἅρπαξ τὸ πρωῒ ἔδεται καὶ εἰς ἑσπέραν διαδώσει τροφήν.

8

.

20

.

3

Τί ἐστι τὸ λεγόμενον ἐρευνήσωμεν· ἢ τοῦτο πάντως, ὅτι τὰ πρῶτα φαγών, τούτεστι διώξας, φονεύσας, ἐκχέας αἷμα, σκορπίσας ὡς ἀγέλην τὴν ἐκκλησίαν, τελευταῖον ἐγένετο νομεὺς καὶ ποιμὴν ἀγαθὸς ἀποθέμενος τὸν διώκτην καὶ ἐνδυσάμενος τὸν ἀπόστολον, πᾶσι δὲ ὡς
5τροφὴν διανέμων τὸν Λόγον καὶ τὴν ἁγίαν ἡμῖν ταύτην ἱδρυσάμενος τράπεζαν.

8

.

20

.

4

Ἡ γὰρ τοῦ Κυρίου δύναμις τοιαύτη ἀφοπλίζουσα τοῦ θυμοῦ καὶ τῶν δυσσεβῶν νοημάτων τοὺς στασιάζοντας, προσαγομένη δὲ εὐμηχάνως καὶ τιθασσεύουσα καὶ πρόβατα ἥμερα ἀντὶ θηρίων δακ‐ νόντων ἐργαζομένη. Ἐπὶ τούτοις τί φησιν ἡ Γραφή; ὅτι Προσελθὼν
5τῷ ἀρχιερεῖ ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως τοὺς χριστιανοὺς ἀγάγῃ εἰς Ἰερου‐ σαλήμ.

8

.

21

.

1

Ὢ μάχη καὶ διαφορὰ ἐπιστολῶν τῶν τότε παρὰ Παύλου ζητουμένων
καὶ ἃς τὸν Χριστὸν καταγγέλλων ὕστερον ἔγραψεν! Αἱ μὲν ἐδεσμοῦν χριστιανούς, αἱ δὲ τὰς ἁλύσεις ὑπὲρ Χριστοῦ περιέθηκαν τῷ διώκτῃ πολλὰς καὶ βαρείας καὶ χαλεπὰς ἐνεγκεῖν· κἀκεῖ μὲν ἐγέγραπτο· Σαῦλος98
5Ἑβραῖος, τοῦ νόμου προστάτης, ἐχθρὸς τοῦ σταυροῦ, τοῦ εὐαγγελίου πολέμιος· ἐν δὲ ταῖς μεταγενεστέραις ἐπιστολαῖς καὶ σωφρονούσαις· Παῦλος δοῦλος Ἰησοῦ Χριστο. Ποίου; Πρόσθες· τοῦ ἐσταυ‐ ρωμένου.

8

.

21

.

2

Ὢ τοῦ θαύματος! Ὃ πρὸ ὀλίγου ὄνειδος νῦν γέγονε καύχημα καὶ τὸ ἐξουθενούμενον ὡς δόξα σήμερον μνημονεύεται. Οὐδεὶς γὰρ δοξοκόπος καὶ γαυριῶν βασιλεὺς οὕτως ἐνεπόμπευσε τῇ περιφανείᾳ τῆς ἀρχῆς, ὡς Παῦλος τῷ σταυρῷ καὶ τοῖς ἥλοις γράφων ἑαυτὸν πᾶσι
5δεσμώτην καὶ πλέον τῷ σιδήρῳ καλλυνόμενος ἢ αἱ κόραι τῷ κοσμοῦντι χρυσῷ.

8

.

22

.

1

Ἐξαίφνης τε περιήστραψεν αὐτὸν φῶς ἐκ τοῦ οὐρανο. Διὰ τί οὐ φαίνεται αὐτῷ ἐν μορφῇ ἀνθρώπου ὥσπερ καὶ Στεφάνῳ ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ἐν εἴδει πυρὸς ἢ φωτός; Ὅτι Στεφάνῳ μὲν ὡς τελείῳ καὶ εἰδότι τὸ τῆς ἐνανθρωπήσεως μυστήριον καὶ μηδὲν βλαπτομένῳ
5ἐκ τῆς εὐτελείας τῆς καθ’ ἡμᾶς καλῶς οὕτως ἑαυτὸν ἐπεδείκνυ ὥσπερ οὖν καὶ ἀνῆλθεν ἐπὶ τὸν οὐρανόν,

8

.

22

.

2

Παύλῳ δὲ ὡς διὰ τοῦτο μὴ καταδε‐ χομένῳ Θεὸν ὀνομάζειν τὸν Ἰησοῦν, ἐπειδὴ ἐν σώματι παρεγένετο πρὸς ἡμᾶς, οὐ φαίνεται ἄνθρωπος, ἵνα μὴ βεβαιώσῃ ἀπίστῳ τὸ πρόσκομμα, ἀλλὰ μᾶλλον ἐν ἰδέᾳ ἀστραπῆς καὶ φωτός, ἵν’ ἐκ τοῦ νόμου καὶ Μωϋσέως
5αὐτὸν ἐφελκύσηται. Κἀκεῖ γὰρ ὁ αὐτὸς οὗτος Θεὸς τῷ Μωϋσεῖ ἑαυτὸν ἐμφανίζων ἐν πυρὶ ἐλάλει· καὶ τὸν νόμον διδοὺς ἐπὶ τοῦ Σινᾶ, πυρὶ κατα‐ λάμπων τὸν Ἑβραῖον ἐνεχείριζε τὰς πλάκας αὐτῷ.

8

.

22

.

3

Περιαυγάζει τοίνυν αὐτόν, ἵνα τὸν νοῦν ἐπιβαλὼν τῇ ὁμοιότητι τῶν τότε γενομένων καὶ νῦν καὶ ὥσπερ ἐκ λήθης τινὸς ἑαυτὸν ἀφυπνίσας γνωρίσῃ τῆς μιᾶς δυνάμεως ὄντα τὰ θεοφάνια· ἀποστέλλει δὲ ἐξ οὐρανοῦ τὴν αὐγήν, ἵνα
5μηκέτι περὶ τὴν Βηθλεὲμ καὶ τὴν Γαλιλαίαν στρεφόμενος τῇ διανοίᾳ ὁ Παῦλος υἱὸν τοῦ Δαβὶδ ὀνομάζῃ τὸν Χριστὸν καὶ ἄνθρωπον καὶ πάντα τὰ ἄλλα, τὰ τῆς οἰκονομίας ὀνόματα, διδαχθῇ δὲ σαφῶς ὅτι Θεὸς ὢν ἄνωθεν ἀφίκετο πρὸς ἡμᾶς, ὅθεν καὶ νῦν ἐπιφαίνεται.

8

.

23

.

1

Εἶτα προστίθησι σοφῶς· Ἐγώ εἰμι Ἰησοῦς· οὐκ εἶπεν ἐγώ εἰμι ὁ Θεὸς ἢ ὁ υἱὸς τοῦ Θεοῦ, ἀλλ’ Ἰησοῦς· τὸ τῆς συγκαταβάσεως ὄνομα, ἵνα βεβαιώσῃ τὴν τῆς σαρκώσεως πίστιν πρὸς ἣν Ἰουδαῖοι
ἐσκανδαλίζοντο. Ἐγώ εἰμι ἐκεῖνος ὃν ἐρραπίζετε, ὃν ἐφραγελλοῦτε,99
5ὃν εἵλκετε καὶ ἐφέρετε νῦν μὲν πρὸς Καϊάφαν, ὕστερον δὲ πρὸς Πιλᾶτον, ὃν ἀπεκαλεῖτε συνεχῶς υἱὸν τοῦ τέκτονος, ὃν ἐν τοῖς νεκροῖς ἠριθμεῖτε γελῶντες μεγάλα πρὸς τοὺς κηρύττοντας τὴν ἀνάστασιν.

8

.

23

.

2

Ἐκείνοις νῦν λαλῶν οὐ φαίνομαι· παρὼν οὐχ ὁρῶμαι· φωτίζων ψυχὴν ὀφθαλμοῖς ἐπάγω[ν] τυφλότητα. Πίστευσον οὖν, ὅτι καὶ Στεφάνῳ ἐφαινόμην ὅτε τοῦτο λέγων πρὸς ὑμᾶς ἠπιστεῖτο. Σκλῆρον οὖν σοι πρὸς κέντρα
5λακτίζειν. Κέντρα λέγει τοῦ σταυροῦ τοὺς ἥλους. Ὡς γὰρ ὁ σιδήρῳ τεθηγμένῳ ἐνρηγνύμενος οὐκ ἐκεῖνον διαφθείρει—πῶς γὰρ τὸν σκληρόν; —, ἑαυτὸν δὲ τιτρώσκει, οὕτω καὶ ὁ πρὸς Θεὸν φιλονεικῶν αὐθαίρετον ἐπισπᾶται τὸν ὄλεθρον.

8

.

23

.

3

Σωφρόνησον οὖν τοῦ λοιποῦ καὶ τὴν ὄψιν ἀπολέσας διὰ τῆς θαυμαστῆς λαμπηδόνος νῦν μάλιστα νόησον, ὅτι διὰ τοῦτο ἐνεδυσάμην σῶμα καὶ ἐγενόμην ἄνθρωπος, ἵνα μὴ πάντες τυφλω‐ θῶσιν οἱ γυμνοὶ παραπετάσματος προσομιλοῦντες θεότητι.

8

.

24

.

1

Ταῦτα· καὶ χειραγωγούμενος ὁ Παῦλος ἀπήγετο ἐλεεινὸν θέαμα, μᾶλλον δὲ χάριεν καὶ θυμηδίας ἄξιον. Ἐδέθη ὁ λύκος, ἐσωφρονίσθη ὁ ἅρπαξ, ἡμερώθη ὁ ἄγριος, ἐβάδιζε πράως ὁ τρέχων, ἀπήγετο μαθητὴς ὁ τῶν μαθητῶν τύραννος, ἤγετο πιεῖν τοῦ ἄλλου τὸ αἷμα ὁ τῷ αἵματι
5Στεφάνου μεμολυσμένος τὰς χεῖρας. Ἐπὶ τρεῖς δὲ ἡμέρας διετέλεσεν ἐν τυφλότητι ζῶν. Καὶ μάλα εἰκότως. Ὁ γὰρ εἰς τὴν Τριάδα διαμαρτὼν δικαίως ἰσάριθμον τῆς ἁμαρτίας κατεδικάσθη τὴν τιμωρίαν.

8

.

25

.

1

Οὕτως μὲν οὖν ὁ θεσπέσιος ἐμυσταγωγήθη πρὸς τὴν εὐσέβειαν. Ἐπειδὴ δὲ τῆς ἀληθείας ἐγεύσατο καὶ διὰ τῆς πείρας ἔμαθεν, ὅτι ζῇ ὁ Χριστὸς καὶ ἔστιν καὶ βασιλεύει τῶν ὅλων, οὔτε δὲ ἐφθάρη παρὰ τοῦ θανάτου οὔτε ἐκλάπη παρὰ τῶν μαθητῶν, ταχέως ἐκ τοῦ νόμου μετατα‐
5ξάμενος πρὸς τὸ εὐαγγέλιον πᾶσι κατήγγελλε Θεὸν τὸν Χριστόν, ὃν χθὲς καὶ πρώην ἐλοιδόρει ταῖς βλασφημίαις, καὶ τοιοῦτος ἦν σύμμαχος οἷος καὶ πολέμιος· ἰσχυρὸς γὰρ ἀμφότερα.

8

.

25

.

2

Ἀθρόον δὲ καὶ ἀδοκήτως εἰσελθὼν εἰς τὰς συναγωγὰς Δαμασκοῦ τοῦ νόμου καὶ τῶν προφητῶν ἐδημηγόρει τοὺς λόγους, οὐ νόμον κρατύνων, ἀλλ’ ἀπ’ ἐκείνου τὸν Χριστὸν συγκροτῶν καὶ συγκρίνων τοῖς γινομένοις πράγμασι τὰς προσ‐
5αγορεύσεις τῶν προφητῶν καὶ διὰ νόμου νόμον ἐκβάλλων. Ὥσπερ οὖν καὶ περὶ ἑαυτοῦ φησιν ἐπιστέλλων Ῥωμαίοις· Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον· τούτεστιν, Ἀπὸ τῶν Μωσαϊκῶν γραμμάτων ὁδηγηθεὶς ἐπέγνων τὴν τοῦ εὐαγγελίου εὐσέβειαν.

8

.

25

.

3

Ἔκπληξις οὖν εἶχε τὴν
Δαμασκὸν καὶ πάντες πρὸς ἑαυτοὺς ἐξεθείαζον· Δεῦτε, θεᾶσθε τὸν Ταρσέα Ἑβραῖον, τὸν τοῦ πατρῴου νόμου ζέοντα μαθητήν, σφοδρὸν τοῦ Ἰησοῦ συνήγορον καὶ Θεὸν αὐτὸν ἀνακαλοῦντα καὶ ἐκ τῶν ἡμετέρων100
5γραμμάτων ἀποδεικνύντα, ὅτι οὗτός ἐστιν ὁ κατ’ ἐπαγγελίαν Σωτήρ. Δέος οὖν μὴ πᾶσαν καταπείσῃ τὴν πόλιν, μὴ καὶ ὅλον τὸν δῆμον ἐπαγά‐ γηται καὶ ἀποστήσῃ τοῦ νόμου.

8

.

25

.

4

Καὶ γάρ ἐστι τῆς Γραφῆς ἀσκητὴς καὶ τὸν νοῦν ὀξὺς καὶ γοργὸς τὸν λόγον καὶ τὸν τρόπον εὐμήχανος καὶ πολὺ κεκτημένος τὸ ἀξιόπιστον· ἀφ’ ὧν ἀκριβῶς εἰδὼς τὰ ἡμέτερα οὐκ ἀγνοίᾳ δοκεῖ πλανᾶσθαι, ἀλλὰ δοκιμασίᾳ καὶ κρίσει τὸ ἀληθὲς εὑρηκέναι.
5Εἰς ταύτην τὴν ἀμηχανίαν ἐνέβαλε πόλιν μεγάλην, δῆμον πολυάνθρωπον, τὸ πρῶτον τοῦ γενναίου προσηλύτου κήρυγμα καὶ πλέον τότε Δαμασκὸς ἐταράττετο ἢ πρώην ἐν Ἱεροσολύμοις χριστιανοί, ἡνίκα Στέφανον Παῦλος ἐλίθαζεν.

8

.

25

.

5

Ὡς γὰρ οἱ θαυμαστοὶ τῶν ἀριστέων ὅπου δ’ ἂν μετατάξωνται, ἐκεῖ τὴν νίκην μετάγουσιν, οὕτως ὁ θεσπέσιος ἀνὴρ ἐκείνους πάντως ἐποίει μεγάλους οἷς τὴν ἑαυτοῦ παρεῖχε ῥοπήν.

8

.

26

.

1

Οὕτω τοίνυν καταγγείλας ἐν τῇ Φοινίκῃ τὸ εὐαγγέλιον καὶ τὰ πρῶτα σπέρματα τῆς ἀποστολῆς ἐκεῖ καταβαλόμενος ἔνθα καὶ αὐτὸς ἐφωτίσθη τῇ γνώσει, ἦλθεν εἰς τὴν Ἱερουσαλήμ, ξένον τοῖς ἐκεῖ καὶ καλὸν θέαμα. Οἱ μὲν γὰρ προπέμψαντες αὐτὸν καὶ δόντες τὰ δεσμὰ φέρειν
5κατὰ χριστιανῶν οὐκ εἰδότες τὰ ἐν μέσῳ συμβάντα, θεασάμενοι πρῶτον ἡδέως τε εἶδον καὶ ἀπῄτουν τὴν θήραν πλῆθος χριστιανῶν δεσμωτῶν ἐλπίσαντες ὄψεσθαι καὶ τῶν πολλῶν ὑποσχέσεων ζητοῦντες τὸ ἔργον.

8

.

26

.

2

Ἐπεὶ δὲ λόγου προβαίνοντος εὗρον Παῦλον τὸν Σαῦλον συναμεί‐ ψαντα τῇ κλήσει τὴν γνώμην καὶ τοῦ Χριστοῦ δοῦλον καὶ τῶν ἄλλων ἀποστόλων μαθητὴν θερμότερον, τὰ μὲν πρῶτα παιδιὰν καὶ χλεύην ἡγοῦντο τὰ λεγόμενα, ἐπεὶ δὲ δοκιμάσαντες εὗρον ὁμολογοῦσαν τῇ φωνῇ
5τὴν γνώμην ἓν ἐβουλεύσαντο μόνον, ὅπως ὁ νεανίας ἀπόλοιτο, ὡς οὐκ ἐνὸν εἶναι τὴν Ἑβραίων θρησκείαν καὶ χρηματίζειν ζῶντος Παύλου καὶ φθεγγομένου. Καὶ τοῦτο σαφῶς ἔδειξε σύμπας ὁ ὕστερον χρόνος.

8

.

27

.

1

Ἔτι γὰρ τῶν πολλῶν, εἰ καὶ ὑπῆρχον χριστιανοί, οὐκ ἀρκούντων καθαρῶς ζῆν κατὰ τὸ εὐαγγέλιον, ἀλλ’ ἐπαμφοτεριζόντων καί που καὶ τῇ περιτομῇ προσχρωμένων, ἵν’ ἐκ μέρους κεχαρισμένα τοῖς Ἑβραίοις ποιοῦντες τὸν θυμὸν αὐτῶν ἐκμειλίξωνται, μόνος οὗτος ἀκαταπλήκτῳ
5φρονήματι οὐδὲν ὑφείμενον ἐδίδαξεν,

8

.

27

.

2

ἀλλὰ καθαρᾷ τῇ φωνῇ ἀνόθευτον τὸν λόγον ἐκήρυσσεν καὶ εἰς τοσοῦτόν γε προὔβη τοῦ ἐλευθερίου φρονή‐
ματος, ὥστε ποτὲ τῶν Γαλατῶν οἰκείᾳ κουφότητι καὶ ὀλιγωρίᾳ τῶν διδασκόντων εἰς τὴν κατὰ νόμον παλινδρομούντων ζωὴν τὴν θαυμαστὴν101
5αὐτοῖς γράφων ἐπιστολήν, δι’ ἧς ἐν καινότητι τῆς κατὰ Χριστὸν πολιτείας εὐσεβεῖν αὐτοὺς καὶ θρησκεύειν ἐδίδαξε μηκέτι προσέχοντας τοῖς γράμ‐ μασιν τοῖς ἀπὸ τῶν λιθίνων πλακῶν,

8

.

27

.

3

συνεπλάκη διὰ τῶν λεγομένων αὐτῷ τῷ κορυφαίῳ τῶν ἀποστόλων καὶ πανταχοῦ καθαπτόμενος διετέ‐ λεσε καὶ ἁψιμαχῶν πρὸς τὸν Πέτρον ὡς τὴν νέαν ἐπιθολοῦντα πολιτείαν τῇ προσχρήσει τῶν παλαιῶν καὶ πεπαυμένων δογμάτων· καὶ οὔτε τὴν
5πολιὰν ᾐδέσθη τοῦ γέροντος οὔτε τὰ τῆς ἀποστολῆς πρεσβεῖα, ὅτε εἶδε κινδυνεύουσαν τὴν ἀλήθειαν. Ἀλλὰ τῶν μὲν Γαλατῶν ἀντεξανέστη σφοδρῶς, τὸν δὲ πολλάκις ἔπληξεν, ὡς ἐνῆν, τὴν παρρησίαν εὐπρεπείᾳ κεράσας.

8

.

27

.

4

Καὶ πανταχοῦ μὲν διετέλει λέγων καὶ πείθων· εἰ δέ που καὶ πονηροῖς ἤθεσιν ἐντυχὼν ἔπαθέν τι δεινὸν ἢ δεσμωτήριον οἰκήσας ἢ μάστιγας λαβὼν ἢ λίθοις βληθείς, οὐ κατέλυσεν τὴν προθυμίαν διὰ τὴν γενομένην ἀποτυχίαν· ἀλλὰ μικρὸν διαλιπὼν πάλιν ἤγγιζε τοῖς ἐχθροῖς
5καὶ τοὺς αὐτοὺς συναναστρέφων λόγους καὶ πολλοὺς τρόπους τῶν ἐπι‐ χειρήσεων ἐξευρίσκων, εὐμηχάνως δὲ λίαν πρὸς τὰς ἐμπιπτούσας χρείας μεθαρμοζόμενος πάντως ἀπῄει πείσας ἢ πάντας ἢ τοὺς πολλούς.

8

.

27

.

5

Πολ‐ λάκις γ’ οὖν εὑρεθεὶς μετὰ πληγὰς ἀνηκέστους καὶ ῥιφεὶς ἐν προαστείοις τῆς πόλεως ἐκείνης ἣν ἐμυσταγώγει πρὸς τὴν εὐσέβειαν, νομισθεὶς δὲ καὶ τεθνάναι διὰ τὸ μέγεθος τῶν δεινῶν, τῇ ὑστεραίᾳ τὴν ἀγορὰν καταλαβὼν
5καὶ τὴν δεξιὰν προτείνας πάλιν ἐδίδασκε τοὺς ἐγγὺς ἀγαγόντας θανάτου· οὕτως οὐδὲν αὐτῷ τοῦ σώματος ἔμελε· πρὸς δὲ τὸν σκόπον βλέπων τῆς ἄνω κλήσεως καρτερὸς ἠγωνίζετο χώραν ἐκ χώρας ἀμείβων, πόλιν ἐκ πόλεως,

8

.

27

.

6

τοῖς κατὰ γῆν πόνοις ἐναθλῶν, πρὸς τοὺς κινδύνους τοὺς ἐκ θαλάττης παραταττόμενος, πρὸς δήμους φλεγμαίνοντας ῥητο‐ ρεύων σοφῶς, δικασταῖς ὀργιζομένοις ἀπολογούμενος· Ἑβραίους ἐνάγων εἰς τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ διὰ τῶν παρ’ αὐτοῖς τιμωμένων γραμ‐
5μάτων, Ἑλλῆνας τοῖς ἔξωθεν δυσωπῶν λόγοις καὶ τοῖς ἀγράφοις νόμοις τῆς φύσεως· χριστιανοὺς βεβαιῶν, προσηλύτους οἰκοδομῶν καὶ τρέφων τοῖς προσφόροις παιδεύμασιν ὡς φυτουργοὶ τὰ νεαρὰ τῶν φυτῶν τῇ συμμέτρῳ καὶ πεφεισμένῃ τῶν ὑδάτων ἐπιρροῇ. Ὃ δὲ μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἐν λόγοις ἰσχύν, καταμάθωμεν.

8

.

28

.

1

Ἀθῆναι πόλις ἐστὶ προκαθημένη τῆς Ἀχαΐας, ἑστία λόγων, ὡς
προεῖπον αὐτὴν οἱ εὐφημοῦντες, σοφῶν ἀνδρῶν καὶ τῶν ἐν λόγοις ζώντων παλαιὸν ἐργαστήριον. Ἐπεὶ τοίνυν ὁ Παῦλος τὸ Ἰλλυρικὸν διαδραμὼν καὶ πανταχοῦ ῥίψας τοὺς σπινθῆρας τῆς πίστεως, οὓς τὸ Πνεῦμα παρα‐102
5λαβὼν ἀνερρίπιζε καὶ ἀσβέστους ἐτήρει, ἦλθε κατὰ τὴν χρείαν τῆς περιόδου καὶ πρὸς τοὺς σοφοὺς Ἀθηναίους. Καὶ πρᾶγμα ἦν πολλῆς μερίμνης ἄξιον, πῶς ἂν ὁ σκηνορράφος τοὺς περὶ Θεοῦ λόγους ἐκείνοις δημηγορήσειε, τοῖς ἀξιοῦσι κατὰ παίδευσιν πάντων ὁμοῦ βασιλεύειν ἀνθρώπων.

8

.

28

.

2

Ὁ δὲ μεγέθει φύσεως καὶ πλούτῳ τῆς ἄνωθεν δωρεᾶς ἐπαιρόμενος οὐχ ἕνα τῶν ὑποστέγων δόμων κατέλαβεν οὐδὲ ἐφ’ ἑνὸς ἐργαστηρίου καθίσας διάλεξιν ἐποιήσατο, ὡς εἰώθεσαν καὶ οἱ πρῶτοι τῶν παρ’ αὐτοῖς φιλοσόφων συνεῖναι τοῖς πλησιάζουσιν, ἀλλὰ πρὸς τὸν
5Ἄρειον πάγον ἀναδραμών, ἔνθα ἦν βουλὴ σκληρὰ καὶ ἐπίφοβος ταῖς φονικαῖς δίκαις δικάζουσα, εὑρὼν δὲ πλῆθος ἐκεῖ συνειλεγμένον πολύ, στὰς ἐδημηγόρει ὑπὲρ τοὺς ἐθάδας ῥήτορας, τοὺς καθ’ ἡμέραν παρ’ αὐτοῖς ἀγωνιζομένους.

8

.

28

.

3

Λαβὼν δὲ τὴν ἀρχὴν ἐξ ἐπιγράμματος ὅπερ ἦν ἐγκεκολλαμμένον βωμῷ, κἀκεῖθεν αὐτοῖς εὐαφόρμως τὸν ἄγνωστον καταγγείλας Θεὸν καὶ σύμπαντα τὸν λόγον συμπερανάμενος τοσοῦτον ἀπέσχε τοῦ ὡς ἰδιώτης τῆς ἔξωθεν σοφίας διαμαρτεῖν τι περὶ τοὺς λόγους,
5ὥστε τὸν κορυφαῖον τῶν Ἀρεοπαγιτῶν Διονύσιον ἅμα τῇ γυναικὶ πείσας μετέστησε καὶ τοῦ Χριστοῦ εἰργάσατο δούλους, ἐξ ἑνὸς βωμοῦ καὶ μικροῦ ἐπιγράμματος πολλῶν ἀποστήσας βωμῶν.

8

.

29

.

1

Κατελθὼν νικητὴς ἐκεῖθεν ἔνθα μάλιστα ἴσχυσεν ὁ πολεμικὸς τῶν Ἑλλήνων δαίμων, ἐκεῖθεν δὲ μεταβὰς πρὸς τὴν γείτονα πόλιν τὴν Κόρινθον οὖσαν τῆς Ἀχαΐας μητρόπολιν, καὶ λαλήσας ἐν ταῖς συνα‐ γωγαῖς τὸ σωτήριον δίδαγμα ᾤχετο ἄγων προσήλυτον, οὐχ ἕνα τῶν
5πολλῶν οὐδὲ τῶν ἐπιτυχόντων, ἀλλὰ αὐτὸν τὸν ἀρχισυνάγωγον μετὰ παντὸς τοῦ πλήθους τῆς οἰκίας, καὶ νικήσας ἀπὸ κορυφῆς τὸν νόμον καὶ μεγαλύνας τὸν σταυρὸν ὡς ὑψηλὸν τρόπαιον, οὕτω κἀκείνην ἀφῆκε τὴν πόλιν τῷ Χριστῷ ὑποκύψασαν.

8

.

29

.

2

Τοῦ δὲ χρόνου προϊόντος καὶ τοῦ λόγου τῆς εὐσεβείας προσκόπτοντος ὥσπερ τις στρατηγὸς διετέλει προσκτώ‐ μενος τῷ βασιλεῖ καθ’ ἡμέραν πόλεις, κώμας, ἀγρούς, ὑποκόπτων τὰ νεῦρα τοῦ πρότερον κρατοῦντος τυράννου.

8

.

30

.

1

Μετῆλθεν γ’ οὖν ἐκ Κορίνθου πρὸς τὴν Πισίδων χώραν, εἶτα τὴν Λυκαονίαν καὶ τὰς τῆς Φρυγίας πόλεις καταλαβών, κἀκεῖθεν τὴν Ἀσίαν
ἐπισκεψάμενος, εἶτα τὴν Μακεδονίαν, κοινὸς ἦν τῆς οἰκουμένης διδάσ‐ καλος, τοὺς μὲν ὁρωμένους ἀπὸ γλώττης ὠφελῶν, τοὺς δὲ ἀπόντας διὰ103
5τῶν ἐπιστολῶν ἐπιστρέφων· μόνου δὲ ἐκείνου οὐ γόνυ ἔκαμνεν ὁδεῦον ἀεί, οὐ γλῶττα ἐνάρκα πρὸς ἐχθροὺς καὶ φίλους ἀνελλιπῶς διεξιοῦσα τὰ τοῦ εὐαγγελίου μυστήρια.

8

.

30

.

2

Ἀλλὰ τὴν μὲν διδασκαλίαν τοιοῦτος· τὴν δὲ ἄλλην τοῦ βίου φιλοσοφίαν οἷος ἄνθρωπος; Ἀεὶ καὶ συνεχῶς τῷ λόγῳ προσκαρτερῶν καὶ τῷ εὐαγγελίῳ δουλεύων οὐδὲ ἄρτον οὗ μετελάμβανε δωρεὰν παρά τινος ἐκομίζετο, ἀλλ’ ἡμέρα μὲν εἶχε τὸν ἀγῶνα τὸν πρὸς
5μυρίους ἐχθρούς, νὺξ δὲ τὴν σμίλην καὶ τὰ σκύτη καὶ τὴν ἀπὸ τῆς τέχνης ἐργασίαν, ἵν’ ἐκεῖθεν μὲν ἔχῃ τὸν ἐπισιτισμόν, φαίνηται δὲ πᾶσιν ἀν‐ επαχθὴς ἀπόστολος, ἀδάπανος κῆρυξ καὶ μέχρις ἄρτου τῶν ξενιζόντων φειδόμενος.

8

.

31

.

1

Τούτων τῶν λόγων, ἱερεῖς, ἀκούσωμεν, οἱ μὴ συμμεριζόμενοι τοῖς θυσιαστηρίοις μόνον, ἀλλὰ καὶ πλουτοῦντες ἀπ’ ἐκείνων καὶ τρυ‐ φῶντες καὶ τὴν ἱερὰν περιουσίαν ἴδιον κτῆμα ποιούμενοι καὶ τοῖς ὑπη‐ κόοις διὰ τὸν Χριστὸν οἷα δούλοις φορτικῶς ἐπιτάττοντες. Οὔκ ἐστιν
5ἱερωσύνη δεσποτεία, ἀλλὰ μᾶλλον τῷ συνιέντι δουλεία· οὐκ ἀρχοντικῆς αὐθαδείας ἀξίωμα, ἀλλ’ εὐλαβοῦς διακονίας οἰκονομία.

8

.

31

.

2

Μὴ οὐκ εἶχεν ἐξουσίαν ὁ θεσπέσιος Παῦλος ἐσθίειν καὶ πίνειν ἀπὸ τῶν ἱερῶν καὶ μικρὸν γοῦν λαμβάνειν τῶν μυρίων πόνων γέρας εἰς θεραπείαν τυπτομένου τοῦ σώματος καθ’ ἡμέραν; Ἀλλ’ οὐκ ἐχρήσατο τῇ ἐξουσίᾳ, ἵνα μηδὲν ἐπὶ γῆς
5λαβὼν πάντα ἐν τοῖς οὐρανοῖς ἀπαιτήσῃ. Διὸ καὶ τῶν ὑπὲρ ἄνθρωπον ἠξιώθη ἔτι τῇ φθαρτῇ συνδεδεμένος σαρκί.

8

.

31

.

3

Καὶ ἵνα καὶ τῶν μελ‐ λόντων ἀγαθῶν καὶ τῶν ἐκεῖ τιμῶν ἀρραβῶνα θεάσηται, ἀναλαμ‐ βάνεται μὲν ἄχρι τρίτου οὐρανοῦ, βλέπει ὀπτασίας ὑπερβαινούσας τὸν ἐνθάδε κλῆρον, ἀκούει δὲ ῥημάτων ἀρρήτων, ὡς αὐτός φησιν, καὶ ταῦτα
5μετριάζων καὶ ἀποδιδράσκων πανταχοῦ τὸ μεγαλαυχεῖσθαι καὶ ἐμπομ‐ πεύειν τοῖς ἰδίοις πλεονεκτήμασιν. Ἵνα δὲ μόνον τὰ φρονήματα καταστείλῃ τῶν ἐπὶ μικροῖς φυσωμένων χαρίσμασιν, ἐξ ἀνάγκης ὀλίγα τῶν οἰκείων παραγυμνοῖ καὶ ταῦτα ἑτέρῳ προσώπῳ περιθεὶς καὶ πόρρω τῆς περὶ αὐτὸν ὑπονοίας ἀπαγαγών.

8

.

31

.

4

Ἡλίας μὲν οὖν ὁ Θεσβίτης, ἐπειδὴ ἐν ἰδέᾳ ἅρματος πυρίνου εἰς τὸ ὕψος ἀνήχθη, ᾄδεται πανταχοῦ καὶ πολὺ τὸ θαῦμα τῷ βίῳ κατέ‐
λιπε· μέχρι πόσου δὲ ἔφθασεν οὐδεὶς ἡρμήνευσε λόγος. Τυχὸν γὰρ καὶ ὀλίγον τῆς γῆς ἐπαρθεὶς παρὰ τῆς ἀγούσης δυνάμεως ἀπεδόθη τῷ τόπῳ,104
5ὃν ἔλαχεν κατοικεῖν. Παύλου δὲ ἡ μετάθεσις ἐπὶ πλέον εὑρέθη λαμπροτέρα καὶ εὐκλεὴς προσκειμένου καὶ τοῦ μέτρου ἐφ’ ὅσον ἀνήχθη. Ἑπτὰ γὰρ οὐρανῶν ᾀδομένων μικροῦ δέοντος ἀφίκετο τοῦ ἡμίσεως.

8

.

31

.

5

Καί μοι λοιπὸν Ἑβραῖοι καταβαλέτωσαν τοῦ φρονήματος ἐπὶ Μωϋσεῖ μέγα φρονοῦντες, ὅτι μόνος ἕως τῆς κορυφῆς ἔφθασε τοῦ Σινᾶ καὶ ἐντὸς ἐγένετο τοῦ γνόφου καὶ τῶν νεφῶν. Παῦλος γὰρ ὁ ἐμὸς ἀντὶ μὲν ὄρους
5πρὸς οὐρανοὺς ἀνῆλθεν, ἀντὶ δὲ νεφέλης ἐπέκεινα τοῦ ὑπὲρ νέφους ἀέρος ἤλασεν. Καὶ μάλα εἰκότως. Ἔδει γὰρ τὸν κατὰ Χριστὸν ἄνθρωπον τοσοῦτον νικῆσαι Μωϋσέα, ὅσον τὸ εὐαγγέλιον ὑπερβαίνει τὸν νόμον.

8

.

32

.

1

Ἐν δὲ ταῖς θεοφανείαις καὶ τοῖς παρὰ Θεοῦ λαλουμένοις καὶ ὅπως δεδεμένος ἐλύετο καὶ ἀθυμῶν ἐπερρώννυτο ὕπαρ καὶ ὄναρ αὐτῷ τοῦ Θεοῦ χρηματίζοντος, τί δεῖ καὶ λέγειν, ὁπότε οὐδὲ αὐτὸς τὴν ἑαυτοῦ χάριν ἀπέκρυψεν, ἀλλὰ πᾶσιν ὁμοῦ σαφῶς ἀπεκάλυψεν εἰπών· Εἰ δοκι‐
5μὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Οἱ μὲν γὰρ ἄλλοι τῶν εἴτε προφητῶν εἴτε ἀποστόλων ἐμπροθέσμους εἶχον καὶ χρονικὰς τὰς ἄνωθεν ἐνεργείας, καὶ ποτὲ μὲν αὐτοῖς συνῆν τὸ θεῖον, ποτὲ δὲ καὶ οὐ παρῆν.

8

.

32

.

2

Ὁ δὲ θεσπέσιος οὗτος ὥσπερ ἅπαξ ναὸς ἐξαίρετος τοῦ Θεοῦ ἀποκληρωθεὶς αὐτῷ πρὸς ἐνοίκησιν, οὕτως ἀεὶ τὸν Χριστὸν εἶχε καὶ βουλῆς εὑρετὴν καὶ λόγου διδάσκαλον καὶ συνεργὸν τῶν πραγμάτων. Καὶ Ἰωάννης μὲν ὁ τοῦ Ζεβεδαίου μέγας ἔδοξεν, ὅτι παρὰ τοὺς ἄλλους
5μαθητὰς θαρρῶν τῷ Κυρίῳ ἐπὶ τοῦ στήθους αὐτοῦ ἀνεπαύετο· καὶ διὰ τοῦτο μάλιστα παρὰ πᾶσίν ἐστιν ἀοίδιμος.

8

.

32

.

3

Οὗτος δέ, πῶς οὐκ ἂν καὶ ὑπὲρ ἀνθρώπων νομισθείη δικαίως, ὅς γε οὐ τὸν ἐν σώματι Ἰησοῦν, ἀλλὰ τὸν γυμνὸν τῆς σαρκὸς Λόγον καθ’ ἡμέραν ἀνέπαυεν σκεῦος εὔ‐ χρηστον καὶ καθαρὸν ἑαυτὸν τῷ δημιουργῷ καταστήσας; Ἔχων δὲ πολλὰ
5καὶ παντοδαπὰ λέγειν, ὅσα ὁ θεσπέσιος οὗτος πάντα τὸν κόσμον παιδεύων εἶπε καὶ ἔπραξεν ἐπὶ γῆς καὶ θαλάσσης, ἐν δικαστηρίοις, ἐν ἀγοραῖς, ἐν δήμοις, ἐν αὐλαῖς βασιλέων, ἑκὼν ὑπερβαίνω τὸ πλῆθος.

8

.

32

.

4

Οὔτε γὰρ συγγραφὴν προὐθέμην ποιῆσαι τῶν ἐκείνῳ κατωρθωμένων, ἵνα λείπῃ μηδέν, ἀλλ’ εὐφημίαν ἐργάσασθαι, καὶ ταύτην ἐφ’ ὅσον ἡ ἐμὴ δύναμις ἐξικνεῖται. Ἑνὸς δὲ μόνου τοῦ τελευταίου μνησθεὶς καταπαύσω τὸν
5λόγον.105

8

.

33

.

1

Ἐπειδὴ γὰρ πᾶσαν ἐμπεριελθὼν τὴν οἰκουμένην καὶ θεὶς ἐπὶ τῆς λυχνίας τὸν λόγον μέγαν ἀνῆψε τῆς εὐαγγελικῆς γνώσεως τὸν πυρσόν, ἀφίκετο μὲν καὶ πρὸς Ῥωμαίους, ὡς βασιλεύουσαν πόλιν, ἵνα τοὺς κρατοῦντας τῶν πάντων ἀνθρώπων μυσταγωγήσας καὶ πείσας καὶ
5κτησάμενος μαθητὰς ἐκ τοῦ περιόντος καὶ τοῖς ἄλλοις ἀνθρώποις προσο‐ μιλοίη.

8

.

33

.

2

Εὑρὼν δὲ καὶ τὸν Πέτρον ἐκεῖ, τῆς αὐτῆς ἐργάτην σπουδῆς, καὶ ἱεράν τινα καὶ ἔνθεον ξυνωρίδα ζευξάμενος ἐν συναγωγαῖς τοὺς ὑπὸ νόμον ἐπαίδευεν, ἐν ἀγοραῖς τοὺς ἐθνικοὺς προσεκτᾶτο· καὶ ποικίλος ἦν τῶν ἀγαθῶν διδάσκαλος Θεοῦ γνῶσιν ἐμφανίζων τὴν καθαρὰν καὶ
5ἀκίβδηλον, ἠθικῆς ἀρετῆς κανόνας θεσμοθετῶν ἀκριβεῖς, ἀπελαύνων πόρρω τῶν ἀνθρώπων χορείας καὶ μέθην καὶ πᾶσαν τὴν ἀκόλαστον ἡδυπάθειαν, ᾗ μάλιστα καὶ τὸ πλῆθος ἅπαν καὶ ὁ τότε βασιλεύων ἐνείχετο.

8

.

33

.

3

Καθήψατο τοίνυν σφοδρῶς τοῦ Νερῶνος ἡ τῆς ἀρίστης καὶ σώφρονος πολιτείας εἰσαγωγή· καὶ πλέον ἀλγήσας τῆς ἡδονῆς καταλυομένης ἢ εἰ τῆς βασιλείας αὐτῆς ἐξεβάλλετο. Καὶ γὰρ ἦν, εἴπερ τις ἄλλος, σοφιστὴς ἡδονῶν, τρυφῶν καὶ καταυλούμενος, βλὰξ καὶ θηλυδρίας, πορνῶν ἐπι‐
5στάτης, οὐ βασιλεὺς ἀνδρῶν. Πῶς γὰρ ἂν ἑτέρων ἐκράτησεν ὁ ἄρχειν ἑαυτοῦ μὴ μαθών; Μίαν ἔθετο φροντίδα, ὅπως ἂν ἐκκόψειε ἐκ τῆς πόλεως τὸν τῆς εὐσεβείας καὶ σωφροσύνης διδάσκαλον.

8

.

33

.

4

Καὶ ζηλώσας τὸν Ἡρώδην τῆς γνώμης ἀπάγει τοὺς ἀποστόλους εἰς δεσμωτήριον, ὡς τὸν Ἰωάννην ἐκεῖνος, ἔχων δὲ καθ’ ὁμοιότητα ἄλλην Ἡρωδιάδα τὴν ἀκό‐ λαστον καὶ φιλήδονον γνώμην ζητοῦσαν Πέτρου καὶ Παύλου τὴν κεφαλὴν
5ἀμφοτέρους ἀνέδησε τῷ στεφάνῳ τοῦ μαρτυρίου· τὸν μὲν τῷ ξύλῳ προσηλώσας, τοῦ δὲ Παύλου τὴν κεφαλὴν ἐκτεμών, ἡμῖν δὲ καὶ τῷ κόσμῳ καταλιπὼν τὸ τῶν ἁγίων πάθος πανήγυριν καὶ τοσαύτης ἑορτῆς ἀφορμήν.

8

.

34

.

1

Ταῦτα ὑμῖν, ὦ τρισμακάριοι, ἤνεγκεν ὁ ἐτήσιος νόμος ὑμᾶς μὲν ἀνακηρύττων πανταχοῦ ὡς κοινοὺς τῆς οἰκουμένης ἀθλητάς, βελτιῶν δὲ τὰς τῶν ἀνθρώπων γνώμας διὰ τῆς ὑμετέρας τιμῆς. Ἀρετὴ γὰρ τιμω‐ μένη πολλοὺς ἐγείρει πρὸς ζῆλον· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ
5δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.106

9

t

1

Ἀστερίου ἐπισκόπου Ἀμασείας ἐγκώμιον εἰς τὸν ἅγιον ἱερομάρτυρα Φωκᾶν

9

.

1

.

1

Καλὴ καὶ συμφέρουσα τοῖς ἀσκουμένοις τὰ σπουδαῖα τῶν ἁγίων ἡ μνήμη. Οὐ γὰρ λόγῳ παιδεύει μόνον τοὺς ἐπιθυμοῦντας ἀρετῆς καὶ εὐσεβείας, ἀλλὰ καὶ τὰς πράξεις τῶν βεβιωκότων ὀρθῶς ἐναργεῖς διδασκάλους προτίθησιν. Διὸ καὶ ὁ Κύριος ἡμῶν τὰς τῶν ἀρίστων
5κατορθωμάτων ὑποθήκας διδοὺς φησίν· Ὃς δ’ ἂν ποιήσῃ καὶ δι‐ δάξ, οὗτος μέγας κληθήσεται· καὶ ἀλλαχοῦ· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

9

.

1

.

2

Ἡ γὰρ λογικὴ παίδευσις τῆς πρακτικῆς ἐνεργείας ἥττων καὶ ἀσθε‐ νεστέρα διδάσκαλος· καὶ ὅσῳ τῆς ἀκοῆς τὴν ὄψιν ἀκριβεστέραν εἶναί φαμεν, τοσούτῳ διωμολόγηται τοῦ λόγου τὴν πρᾶξιν κρατεῖν. Οὕτως τὰς ἐπιστήμας μανθάνομεν· οὕτω τὰς τέχνας ἐκπαιδευόμεθα λόγῳ
5πρότερον πρὸς τὴν μάθησιν ἐναγόμενοι, εἶτα χειρὶ καὶ πείρᾳ τὴν ἀμυδρὰν κρατύνοντες.

9

.

1

.

3

Καὶ πολλὰ μὲν ὁ γεωμέτρης περὶ τὴν βίβλον καμὼν καὶ πληρωθεὶς παρὰ τοῦ διδασκάλου τὴν ἀκοὴν οὐκ ἄλλως καταλήψεται τῶν ποικίλων σχημάτων τὴν δύναμιν, ἂν μὴ καταμάθῃ τὰ κέντρα καὶ τὰς γραμμὰς καὶ τοὺς κύκλους ἐπὶ τοῦ πίνακος. Οὐ μέντοι οὐδὲ τὸν ἀστρο‐
5νομίας ἐπιθυμήσαντα ὁ λόγος μόνον παιδεύει τὸ σπουδαζόμενον, ἂν μὴ τὴν σφαῖραν αὐτῷ περιδινήσας ἐπιστημόνως ὁ παιδευτὴς τοῖς ὀφθαλμοῖς παραδῷ τοῦ πόλου τὴν κίνησιν. Καὶ ὁ ἰατρικὸς δὲ πολλὰ τῷ Ἱπποκράτει καμὼν καὶ τοῖς ἄλλοις καθηγηταῖς ἀνεπιστήμων ἐστὶ θεραπευτής, πρὶν ἂν πρὸς τοὺς πολλοὺς βαδίσας ἀρρώστους παρ’ αὐτῶν μάθῃ τῶν
10νοσούντων τὸ θεραπεύειν.

9

.

1

.

4

Οὕτω δὴ καὶ ἡμεῖς οἱ μαθηταὶ τῶν μαρτύ‐ ρων, τὰς πράξεις τῶν καρτερῶν ἀνδρῶν πρὸ τῆς ὁμολογίας διδασκάλους ποιούμενοι, μανθάνομεν ἄχρι τῶν ἐσχάτων κινδύνων φυλάττειν εὐσέ‐ βειαν, αὐτὰς τὰς ἱερὰς θήκας αὐτῶν καθάπερ στήλας προσβλέποντες
5γράμμασι κεχαραγμένας καὶ δηλούσας ἀκριβῶς τοῦ μαρτυρίου τὴν ἀγωνίαν.

9

.

2

.

1

Ὥσπερ δὲ οἱ πλησιάζοντες τῇ δρυῒ τῇ Μαμβρῇ ἢ τῷ σπηλαίῳ
τῷ ὠνητῷ, ὅπερ Ἐφραῒμ ὁ Χετταῖος εἰς ταφὴν τῆς Σάρρας ἀπέδοτο, ἔνθα δὴ καὶ αὐτὸς σὺν τοῖς παισὶν ὁ πατριάρχης ἀπόκειται, εὐθέως μετὰ τῆς θέας τῶν τόπων ἐν τοῖς λογισμοῖς ἀνανεοῦνται τὴν φαντασίαν καὶ115
5βλέπουσι τῇ διανοίᾳ τὸν πιστὸν πατριάρχην, τὴν ἀπαρχὴν τῆς εὐσεβείας, τὴν ἐν ἐκείνῳ περιτομήν· λογίζονται δὲ καὶ τοὺς τῆς ἐκείνου ῥίζης ἀποβλαστήσαντας, τὸν Ἰσαάκ, τὸν Ἰακώβ, καὶ μετὰ τῆς μνήμης τῶν ἀνδρῶν ὅλης τῆς ἐπ’ αὐτοὺς ἱστορίας γίνονται θεαταί·

9

.

2

.

2

οὕτως κἀγὼ σήμερον τὸν τίμιον σηκὸν τοῦ τρισμακαρίου Φωκᾶ καταλαβὼν ἐκ τοῦ τόπου πληροῦμαι τῆς μνήμης πάντων ὁμοῦ τῶν ἐπ’ αὐτῷ λεγομένων διηγημάτων· βλέπω τὸν κηπουρὸν τὸ ἐπιτήδευμα, τὸν ἄπλαστον τὴν
5ψυχήν, τὸν φιλόξενον, τὸν τῆς παραλίας ἐξαίρετον, τὸν τῆς μεσογείου εὐεργέτην, τῶν ἁγίων τὸν ἅγιον καὶ τῶν δεδοξασμένων διὰ Χριστὸν ἐνδοξότερον.

9

.

3

.

1

Ἱερὸς μὲν γὰρ καὶ θεσπέσιος ἅπας ὁ τῶν γενναίων μαρτύρων κατάλογος, πάθει τὴν ὑπὲρ πάθους ἀποδοὺς χάριν, αἵματι δὲ τὴν ὑπὲρ αἵματος τῷ Σωτῆρι τῶν ὅλων ἀμοιβὴν ἐκπληρώσας. Πλὴν ἐν αὐτοῖς τούτοις οὐ μία τῶν πάντων ἡ δόξα, οὐδὲ πρὸς ἓν μέτρον ἴσα τὰ γέρα τοῖς
5ὅλοις ἀποκεκλήρωνται, ἀλλὰ τὸ πρῶτον καὶ δεύτερον οὐδὲ ὁ τῶν ἁγίων ἐκφεύγει κατάλογος. Αἴτιον δὲ οἶμαι τούτου τὸ λίαν ἀπηκριβώμενον τοῦ κριτοῦ καὶ ἀπρόσκλιτον.

9

.

3

.

2

Ἐφορᾷ γὰρ καὶ τιμωριῶν μεγέθη καὶ καρτερίας ἐνστάσεις, καὶ βασανίζων τὸ ἀγώνισμα τὰς πρὸς ἀξίαν ἀμοιβὰς διανέμει τοῖς ἀθληταῖς. Καὶ παράδοξον οὐδαμῶς εἰ παρὰ Θεοῦ οὕτως τιμᾶται τὸ δίκαιον, ὁπότε καὶ παρ’ ἡμῖν στρατηγοὶ καὶ ἀγωνοθέται οὐκ
5ἴσοι γίνονται τοῖς ἀριστεῦσιν ἢ τοῖς ἀγωνισταῖς, ἀλλὰ δὴ ἑκάστῳ κατὰ τὸ μέτρον τοῦ κατορθώματος τὰς δωρεὰς ἀναλογούσας ἐπιφημίζουσιν.

9

.

4

.

1

Ταῦτα δὲ διῆλθον, ἵνα δείξω ὡς ὁ σήμερον ἡμῖν παρασχὼν τοῦ συλλόγου τὴν ἀφορμὴν τῶν ἑταίρων καὶ συναγωνιστῶν ἐστι περιφα‐ νέστερος. Οἱ μὲν γὰρ ἄλλοι οὐ πάντες παρὰ πᾶσι γνωρίζονται, οὐδὲ βεβοημένην ἔχουσι τὴν ἀνδραγαθίαν· Φωκᾶν δὲ οὐκ ἔστιν ὃς ἀγνοεῖ·
5ἀλλ’ ὥσπερ ἡ ἀκτὶς τοῦ ἡλίου πᾶσιν ὀφθαλμοῖς ἐφήπλωται, οὕτως καὶ ἡ τοῦ μάρτυρος τούτου φήμη πᾶσαν ἀκοὴν περιήχησε· καὶ ἵνα συνελὼν εἴπω, ὅσοι τὸν Δεσπότην ἐγνώρισαν Χριστόν, οὗτοι καὶ τὸν πιστὸν
δοῦλον ἐγνώρισαν· μᾶλλον δέ, εἰ δοκεῖ, τῶν κοινῶν πρὸς τοὺς ἄλλους ἐγκωμίων ἀφέμενος117
10τὰ ἐξαίρετα τοῦ μάρτυρος διηγήματα ὑμῖν τοῖς φιλομάρτυσι διηγήσομαι.

9

.

5

.

1

Ἤνεγκε τοίνυν τὸν ἅγιον ἄνδρα, τὸ μέγα χριστιανῶν ὄφελος, ἡ γείτων Σινώπη, πόλις ἀρχαία καὶ γνώριμος, εὔπορος καρτερῶν καὶ φιλοσόφων ἀνδρῶν. Μὴ γάρ μοί τις λογιζέσθω νῦν τὸ τῆς θρησκείας διάφορον, ἀλλ’ εἰ σπουδαίων ὅλως ἀνδρῶν τροφὸς καὶ μήτηρ ἐδείχθη.
5Ἐπιτήδευμα δὲ αὐτῷ τοῦ βίου κήπου γεωργία καὶ ἐπιμέλεια, ὅνπερ αὐτοῦ που πρὸ τῆς πύλης τοῦ ἄστεος ἐπὶ τοῦ στόματος τοῦ Ἰσθμοῦ κεκτημένος ἤσκει φιλοπόνως, ἑαυτῷ καὶ τοῖς δεομένοις παραμυθίαν τοῦ βίου.

9

.

5

.

2

Ἤνοιγε δὲ καὶ τοῖς ξένοις μάλα προθύμως τὴν μικρὰν καὶ πενομένην ἑστίαν. Ἐποικῶν δὲ τῇ λεωφόρῳ κοινὰ τοῖς ἐπιδημοῦσι προετίθει τὰ ὄντα· καὶ νέος ἦν Λώτ, οὐ Σοδομιτῶν, ἀλλὰ Σινωπέων. Τοῦ δὲ χρόνου προελθόντος τὴν ἐντολὴν εὗρεν οὐκ ἄμισθον· ἀπὸ γὰρ τῆς
5φιλοξενίας ἐκέρδανε τοῦ ζωοποιοῦ θανάτου τὴν πρόφασιν· ὅθεν δὲ καὶ ὅπως μικρὸν ἀναλαβόντος ἀκούσατε.

9

.

6

.

1

Τοῦ λόγου τῆς εὐσεβείας ἡμῶν καταγγελθέντος καὶ τοῦ θεσπεσίου κηρύγματος πρὸς πᾶσαν ἀκοὴν ἐξελθόντος, γνωρίζοντος δὲ Χριστὸν καὶ τὰ ἐκείνου μυστήρια, ἐφρύαξαν ἔθνη, κατὰ τὸν ψαλμόν, καὶ οἱ βασιλεῖς καὶ ἄρχοντες συνήγοντο ἐπὶ τὸ αὐτ· καὶ οἱ τῆς
5πλάνης λαοὶ ὠργίζοντο τοῦ Ἰησοῦ βασιλεύσαντος. Ἐζητεῖτο δὲ πᾶς χριστιανὸς ὡς κακοῦργος καὶ ὁ ἐγγὺς ἐκολάζετο καὶ ὁ μακρὰν ἀνιχ‐ νεύετο.

9

.

6

.

2

Διὸ καὶ Φωκᾶν οὔτε ἡ εὐτέλεια τοῦ ἐπιτηδεύματος καὶ ὁ κηπουρὸς ἔκρυψεν, ἀλλὰ καὶ οὗτος ὡς γνήσιος μάλιστα τοῦ Χριστοῦ μύστης ἐμηνύθη. Καὶ δὴ καὶ ἦλθον ἐπ’ αὐτὸν οἱ τοῦ δυστήνου τοῦδε βίου καὶ ῥέοντος κελευσθέντες ἀπαγαγεῖν ἄκριτον, ἀναπολόγητον. Καὶ
5γὰρ ἦν τὸ ἔγκλημα τοιοῦτον, ὃ λαμπρᾷ τῇ φωνῇ ὁ γεννάδας καθωμολόγει· καὶ μηδενὸς ἐρωτῶντος ἔργοις ἐδείκνυε, πυνθανομένου δὲ περιχαρῶς ἐξεβόα.

9

.

7

.

1

Ἐλθόντες γ’ οὖν οἱ τῆς ἐκείνου τιμωρίας δήμιοι καὶ τῆς ἡμετέρας ἑορτῆς αἴτιοι παρ’ αὐτῷ τῷ ζητουμένῳ κατέλυσαν, οὔτε γινώσκοντες οὔτε γινωσκόμενοι. Ἐν ἀπορρήτῳ δὲ τέως εἶχον τῆς ἐπιδημίας τὴν
πρόφασιν, ἵνα πρότερον ἐκδιδαχθέντες παρὰ τῶν ἔξω τῆς πόλεως τίς ὁ119
5Φωκᾶς καὶ ὅποι διάγων, ἀθρόον ἐπιστάντες συλλάβωσιν, ὡς οἱ Ἑβραῖοι ποτε ἐν τῷ κήπῳ μετὰ Ἰούδα τὸν Κύριον.

9

.

7

.

2

Ἐλελήθεσαν δὲ εἴσω δικτύων τὴν θήραν ἔχοντες, οἱ κύνες τὸν ἀρνειόν, οἱ λύκοι τὸν ἀμνόν, τὴν περιστερὰν οἱ ἁρπακτικοὶ καὶ γαμψώνυχες· καθὼς δὲ ὁ προφήτης Ἡσαΐας φησίν· συνανεπαύετο ταῖς παρδάλεσιν ὁ ἔριφος καὶ τοῖς λύκοις
5ὁ ἀρνειὸς συνεβόσκετο καὶ οἱ λέοντες ἅμα τῷ μόσχῳ κοινὴν εἶχον τὴν δίαιταν. Ἐπειδὴ δέ, οἷα φιλεῖ γίνεσθαι, τράπεζα καὶ συνήθεια τὸ θαρρεῖν ἀλλήλοις παρέσχον, διεπυνθάνετο παρ’ αὐτῶν ὁ μάρτυς τίνες τε εἶεν καὶ τίνος χάριν τὴν αὐτοῦ πόλιν κατέλαβον.

9

.

7

.

3

Οἱ δὲ τὴν πρόθυμον δεξίωσιν καὶ φιλοξενίαν τοῦ ἀνδρὸς αἰδεσθέντες μηδενί τε τὸ λεχθησόμενον ἐξειπεῖν παραγγείλαντες, ἐγνώρισαν αὐτῷ τὸ ἀπόρρητον καὶ τὸ τῆς ἐπιβουλῆς ἐξαγορεύουσι δρᾶμα, ὅτι Φωκᾶν ἐπὶ τιμωρίαν ζητοῦσι· καὶ τῇ φιλοξενίᾳ
5ταύτην ἠξίουν τὴν εὐεργεσίαν προσθεῖναι, συγκαμεῖν αὐτοῖς εἰς τὴν θήραν τοῦ ζητουμένου.

9

.

8

.

1

Ἤκουσεν ὁ τοῦ Κυρίου θεράπων καὶ ἀτρέπτῳ τῇ ψυχῇ τὸν λόγον δεξάμενος οὐ ταπεινόν τι καὶ ἄνανδρον ἔπαθεν, οὐδὲ δειλιάσας τὸν κίνδυνον φυγεῖν ἐβουλεύσατο, καὶ ταῦτα πολλὴν ἔχων καὶ ἄνετον ἀπο‐ διδράσκειν τὴν ἐξουσίαν· ἀλλὰ πᾶν τοὐναντίον, ἐπένευσε πρὸς τὴν ἀξίωσιν·
5Κἀγώ, φησίν, ὑμῖν εἰς τὸ προκείμενον συλλήψομαι. Γινώσκω γὰρ τὸν ἄνδρα καὶ ῥᾳδίως ἀναζητήσας καταμηνύσω· οὐκ εἰς μακρὰν δὲ τοῦτο, ἀλλὰ μετὰ μίαν ἡμέραν· μόνον ὑμεῖς ἐπὶ τῆς πενιχρᾶς ταύτης καταγωγῆς ἀναπαύεσθε.

9

.

8

.

2

Βεβαίαν δὲ οὕτως αὐτοῖς ἐγγυησάμενος τὴν ὑπόσχεσιν δύο πράγμασι ἑαυτὸν κατεμέρισε, τῇ δεξιώσει τῶν ἑαυτοῦ φονέων καὶ τῇ ἑτοιμασίᾳ τοῦ τάφου. Εὐτρεπίσας δὲ τό τε ὄρυγμα καὶ τὰ περὶ τὴν ταφὴν ἀναγκαῖα, προσελθὼν αὐτοῖς τῇ ὑστεραίᾳ, Ἐπιμελῶς, φησί,
5τὸν Φωκᾶν ἀνεζήτησα καὶ ἕτοιμον τὸ θήραμα· καί, εἰ δοκεῖ, συλληφθήτω. Τῶν δὲ εἰπόντων ἐκ περιχαρείας· Καὶ ποῦ ὁ ἀνήρ; Οὐ πόρρω, φησίν, ἀλλὰ μεθ’ ὑμῶν· αὐτὸς δὲ ὑμῖν οὗτος ἐγώ· καὶ χρήσασθε τῷ προστάγματι καὶ πληρώσατε τὸν τῆς ὁδοιπορίας καὶ τοῦ πόνου σκοπόν.

9

.

8

.

3

Ἐπλήγησαν
τὰς ψυχὰς οἱ ἄνθρωποι καὶ πρὸς τὴν ἀκοὴν ἐπαχνώθησαν τοὺς ἅλας καὶ τὴν τράπεζαν ἐννοήσαντες καὶ τὸν ἐν πενίᾳ φιλότιμον ἑστιάτορα. Ὁ δὲ παρεκάλει πρὸς τὴν τόλμαν τῆς ἀναιρέσεως καὶ μηδὲ πρὸς ὀλίγον διστά‐121
5ζειν ἐπεκελεύετο λέγων ὡς οὐ τῆς ἐκείνων χειρὸς ὁ φόνος, ἀλλὰ τῶν προσταξάντων τὸ ἔργον. Εἶπεν, ἔπεισεν, ἔπαθεν· καὶ τὴν κεφαλὴν ἀποτμηθεὶς ἱερεῖον τῷ Θεῷ κεχαρισμένον προσήχθη.

9

.

9

.

1

Στύλον καὶ ἔρεισμα τῶν τοῦ Θεοῦ ἐκκλησιῶν ἐξ ἐκείνου μέχρι νῦν τοῦτον ἔχομεν, ἄνθρωποι· καὶ μαρτύρων ἐστὶν οὗτος ὁ περιφανέστατος ἐν τοῖς ἀρίστοις καὶ μακαριστοῖς τὸ πρωτεῖον ἔχων. Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξ, κατά τε τὴν κοινὴν ὑπόληψιν καὶ κατὰ
5τὴν φωνὴν τοῦ σκεύους τῆς ἐκλογῆς· καὶ μάλιστα δὴ πανταχοῦ τῆς οἰκουμένης καὶ ὀνομαστότατος ἐν τοῖς ἁγίοις ἐστί.

9

.

9

.

2

Καὶ πάντας ἕλκει καὶ συνελαύνει πρὸς τὸ ἑαυτοῦ καταγώγιον· καὶ γέμουσιν αἱ λεωφόροι τῶν ἀφ’ ἑκάστης χώρας πρὸς τὸν τόπον ἐπειγομένων τῆς προσευχῆς. Ἔστι γ’ οὖν ὁ μεγαλοπρεπὴς ἐκεῖνος ναὸς θλιβομένων ἄνεσις, πενομένων
5πόρος, κακουμένων ἰατρεῖον, λιμωττόντων Αἴγυπτος.

9

.

9

.

3

Καὶ δαψι‐ λέστερον τρέφει Φωκᾶς τελευτήσας ἤπερ ζῶν Ἰωσήφ· ἐκεῖνος μὲν γὰρ ἀργυρίου τὸν σῖτον διήμειβεν, οὗτος δὲ προῖκα τοῖς δεομένοις χαρίζεται. Καὶ ὥσπερ αἱ περιστεραὶ κατὰ τὴν χειμέριον ὥραν δυσπορίστου τῆς
5τροφῆς τυγχανούσης τὰς νεοσπόρους ἐφιπτάμεναι χώρας ταῖς αὔλαξιν ἐκείνων ἐγκάθηνται, οὕτως πάντων τῶν πτωχῶν καὶ ἀλητευόντων τὰ φῦλα προστρέχει τῷ τῆς Σινώπης 〈ἰσθμῷ〉 καθάπερ κοινῷ ταμιείῳ.

9

.

9

.

4

Εἰ δέ που καὶ ἀλλαχοῦ διὰ μικρῶν λειψάνων οἷον ἀποικίαν τινὰ μητροπόλεως ὁ μάρτυς ἑαυτῷ κατεστήσατο, θαυμαστὸς καὶ οὗτος ὁ τόπος καὶ πᾶσι χριστιανοῖς περισπούδαστος, ὥσπερ δὴ καὶ οὗτος ὁ παρ’ ἡμῖν χῶρος ἱερὸς καταγώγιον ἑορταζόντων. Τίμιος γὰρ ἐναντίον
5Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτο· καὶ πολλαχοῦ μερισθέντα τὰ λείψανα ὁλόκληρον πανταχοῦ τῷ τρισμακαρίῳ σώζει τὴν εὐφημίαν.

9

.

10

.

1

Οὕτως γ’ οὖν καὶ κατὰ τὴν βασιλεύουσαν πόλιν, τὴν κορυφὴν Ἰταλίας καὶ βασιλίδα τοῦ κόσμου, ἔστιν αὐτῷ πολλὴ δορυφορία τε καὶ τιμὴ καὶ οἶκος περιφανής, ἠσκημένος εἰς κάλλος. Οὐχ ἧττον δὲ Ῥωμαῖοι τὸν Φωκᾶν θεραπεύουσιν ἢ Πέτρον καὶ Παῦλον. Καί, ὡς ὁ λόγος δι‐
5δάσκει, τὴν κεφαλὴν τοῦ μάρτυρος ἐσπουδασμένως ἐκτήσαντο ἀντί‐
στροφον τῆς μιαρᾶς Ἡρωδιάδος προελόμενοι γνώμην. Ἡ μὲν γὰρ αἵματος διψῶσα δικαίου κεφαλὴν εἰς ὕβριν ἐζήτησεν· οἱ δὲ εἰς τιμὴν καὶ ὠφέλειαν ἑαυτῶν περιεποιήσαντο.123

9

.

11

.

1

Ναῦται δὲ καὶ πλωτῆρες οἱ πανταχοῦ, οὐχ οἱ τὸν Εὔξεινον μόνον διαπλέοντες πόντον, ἀλλ’ οἱ τὸν Ἀδρίαν τέμνοντες καὶ ὑπὲρ Αἰγαίου φερόμενοι καὶ ὅσοι τὸν ὠκεανὸν πλέουσι τὸν ἑσπέριον καὶ τοῖς ἐῴοις κόλποις ἐνθαλαττεύουσι, τὰ συνήθη κελεύσματα οἷς τὸν τοῦ πλοῦ πόνον
5προσαναπαύουσιν, εἰς καινὴν ὑπόθεσιν δι’ εὐφημίας τοῦ γενναίου μετέ‐ βαλον· καὶ διὰ γλώττης ἐστὶν αὐτοῖς ὁ τρισμακάριος, ἐπειδὴ καὶ ἐναργεῖς παρέχει τῆς βοηθείας τὰς πείρας.

9

.

11

.

2

Πολλάκις γ’ οὖν ὤφθη νύκτωρ προσδοκωμένου χειμῶνος διεγείρων τὸν κυβερνήτην τῷ πηδαλίῳ ἐπι‐ νυστάξαντα· καὶ ἄλλοτε πάλιν κάλω διατείνων καὶ τῆς ὀθόνης ἐπιμε‐ λόμενος καὶ ἀπὸ τῆς πρώρας προοπτεύων τὰ βράχη. Νόμος γ’ οὖν
5ἐγένετο ναύταις Φωκᾶν ἔχειν συνεστιάτορα. Καὶ ἐπειδὴ τὸν νῦν ἀσώματον τοῦ βίου κοινωνὸν ἔχειν ἀμήχανον, μάθετε ὅπως εὐσεβεῖ λογισμῷ ἐσοφίσαντο τὸ ἀδύνατον. Καθ’ ἑκάστην ἡμέραν τῶν ὄψων τὴν μερίδα πρὸς ἰσομοιρίαν τῶν ἐσθιόντων ἀποκληροῦσι τῷ μάρτυρι.

9

.

11

.

3

Ταύτην δὲ εἷς τῶν δαιτυμόνων ἐξωνούμενος τὸ ἀργύριον κατατίθεται, καὶ τῇ ὑστεραίᾳ ἄλλος καὶ ἄλλοτε ἕτερος· καὶ οὕτως ὁ κλῆρος τῆς ἀγορασίας πάντας ἐπινεμόμενος δίδωσι καθ’ ἡμέραν τῆς μερίδος τὸν ὠνητήν.
5Ἐπειδὰν δὲ ὅρμος αὐτοὺς ὑποδέξηται καὶ εἰς γῆν ἀποβῶσι, μερίζεται τὸ ἀργύριον τοῖς πεινῶσι· καὶ τοῦτο ἡ μερὶς τῷ Φωκᾷ, πενήτων εὐεργεσία.

9

.

12

.

1

Τεθήπασι τοῦτον καὶ βασιλεῖς τὸν καρτερικώτατον καὶ φιλόθεον καὶ φιλοτίμοις κειμηλίοις κατακοσμοῦσι τοῦ Θεοῦ τὸ ἀνάκτορον. Φιλο‐ νεικοῦσι δὲ οἱ ἐπιγινόμενοι τοὺς πρεσβυτέρους ὑπερβαλέσθαι. Καὶ οὔπω θαυμαστόν, εἰ οἱ τῆς Ῥωμαίων κρατοῦντες ἡγεμονίας ἄνδρες εὐσεβεῖς,
5θεσμοῖς τε καὶ νόμοις σύντροφοι, οὕτως εὐλαβῶς ἔχουσι περὶ τὸν θερά‐ ποντα τοῦ Χριστοῦ, ὁπότε καὶ εἰς βαρβάρους ἔφθη τὸ θαῦμα·

9

.

12

.

2

καὶ πάντες οἱ ἀγριώτατοι Σκύθαι, ὅσοι δὴ τὴν ἀντιπέρας τοῦ Εὐξείνου πόντου ἤπειρον νέμονται, Μαιώτιδος λίμνης καὶ ποταμοῦ Τανάϊδος πρόσοικοι, ὅσοι τε Βόσπορον οἰκοῦσι καὶ ἄχρι Φάσιδος ποταμοῦ παρα‐
5τείνονται, πάντες οὗτοι δορυφοροῦσι τῷ κηπουρῷ· τοῖς δὲ πᾶσιν ἔθεσιν καὶ ἐπιτηδεύμασιν διεστῶτες ἡμῶν εἰς τοῦτο μόνον ὁμογνώμονες γίνονται
τὴν ἀγριότητα τῶν τρόπων ὑπὸ τῆς ἀληθείας ἐξημερούμενοι.125

9

.

12

.

3

Εἷς γ’ οὖν ἄρχων ἐκεῖθεν καὶ βασιλεὺς τὸν στέφανον τῆς κεφαλῆς ἀπο‐ θέμενος, χρυσῷ καὶ ἄνθεσι λίθων περιλαμπόμενον, καὶ τὸν θώρακα τὸν πολεμικὸν ἀποδύς, ὕλας ἔχοντα πλούτου—ἀλαζονικὴ γὰρ καὶ θρυπτομένη τῶν βαρβάρων ἡ πανοπλία—ἔπεμψεν ἀμφότερα ἀναθήμα〈τα〉 διὰ τοῦ μάρ‐
5τυρος τῷ Θεῷ καὶ δυνάμεως καὶ ἀξιώματος καθιερώσας τὰς ἀφορμάς. Πρόδηλον γάρ, ὡς ὁ μὲν στέφανος τῆς βασιλείας ἦν χαριστήριον, ὁ δὲ θώραξ τῆς κατὰ πολέμους ἰσχύος.

9

.

13

.

1

Τὰς δὲ συνεχῶς ἐπὶ τούτοις συμβαινούσας ἐνεργείας διὰ τῶν ἐν ὀνείρασιν ὄψεων καὶ τῶν θεραπειῶν, ὧν οἱ κάμνοντες ἀπολαύουσι, πῶς ἄν τις καὶ διηγήσαιτο ἀδυνάτου καθεστῶτος ταῖς καθ’ ἕκαστον ἐνεργείαις ἐπαφεῖναι τὸν λόγον; Πλὴν τοσοῦτον ἔξεστιν εἰπεῖν πρὸς τοὺς τὴν
5πολύθεον πλάνην θρησκεύοντας, ὡς εἷς δοῦλος Χριστοῦ καὶ ἡμέτερος ὁμόδουλος πολλῶν τῶν παρ’ ὑμῖν νομιζομένων θεῶν ἐνεργείας πληροῖ.

9

.

13

.

2

Καὶ σιωπάτω τὰ μαντεῖα, ὥσπερ οὖν καὶ κατεσιγάσθη ταῖς παρ’ ἡμῖν προρρήσεσι τοῦ δικαίου νικώμενα. Ἀργείτω δὲ ἰατρικῆς ἐργασ‐ τήρια καὶ Ἀσκληπιὸς μὴ προσκυνείσθω· Διόσκουροι δὲ μὴ νομιζέσθωσαν ναύταις συναγωνίζεσθαι· ἴσασι γὰρ οἱ πλέοντες τὸν τῶν κινδύνων
5ἐπίκουρον. Ποῦ ἡ Πυθία, γυνὴ ψευδόμαντις λοξὰς καὶ ἀσαφεῖς τοῖς πυνθανομένοις τὰς ἀποκρίσεις παρέχουσα, ἵνα τῇ τῶν λογίων ἀμφιβολίᾳ τῆς ἀποτυχίας καὶ τοῦ ψεύδους ἀπολογίαν προευτρεπίσηται; Ποῦ πηγὴ μαντικὸν ὕδωρ νομιζομένη γεννᾶν; Οὐ πάντα λῆρος καὶ φλήναφος, ἃ πρὸς τὴν πλάνην ἐδημαγώγει τοὺς ἀθλίους λαούς;

9

.

13

.

3

Προσκυνήσατε Θεόν, οὗ δοῦλοι πιστοὶ τοσαύτης ἠξιώθησαν χάριτος, οὐκ αὐτεξουσίως ἐνερ‐ γοῦντες, ἀλλὰ κατὰ τὴν δοθεῖσαν αὐτοῖς δωρεὰν εὐεργοῦντες τοὺς ὁμο‐ δούλους. Καὶ ταῦτα μετὰ τὴν ἐνθένδε ἄφιξιν καὶ τὸν τοῦ σώματος
5χωρισμόν. Γνωρίσατε ἐκ τῶν οἰκέτων τὴν τοῦ Κυρίου μεγαλοπρέπειαν· δοξάσατε τὸν ἀληθῶς ἐπὶ πάντων Θεόν, ᾧ πρέπει ἡ προσκύνησις, νῦν
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.127

10

t

1

Ἀστερίου ἐπισκόπου Ἀμασείας ἐγκώμιον εἰς τοὺς ἁγίους μάρτυρας

10

.

1

.

1

Ἔστιν, ὡς ἔοικεν, καὶ παρὰ τῶν σφόδρα δυσμενῶν καὶ ἀδιαλ‐ λάκτων ἐχθρῶν ὠφεληθῆναι τὰ μέγιστα· καὶ τοῦτο δείκνυσιν ἥ τε ἄλλη τοῦ βίου πεῖρα καὶ τὰ ἀρτίως τελούμενα. Εἰ μὴ γὰρ ἐδίωξεν χριστιανοὺς ὁ διάβολος καὶ τὸν κατὰ τῆς ἐκκλησίας ἤρατο πόλεμον, οὐκ
5ἂν εἴχομεν μάρτυρας· μαρτύρων δὲ μὴ ὄντων σκυθρωπὸς ἡμῶν ὁ βίος ἐγίνετο καὶ ἀνέορτος. Τί γὰρ ἀντάξιον τούτων τῶν πανηγύρεων; Τί δὲ οὕτως σεμνὸν καὶ πάγκαλον ὡς τὸ πόλιν ὅλην ἰδεῖν παγγενῆ ἐκφοιτῶσαν τοῦ ἄστεος, ἱερὸν δὲ τόπον καταλαμβάνουσαν εὐσεβείας ἀληθεστάτης τελεῖν καθαρὰ μυστήρια;

10

.

1

.

2

Εὐσέβεια δὲ ἀληθὴς Θεὸν προσκυνεῖν τε καὶ τιμᾶν τοὺς δι’ ἐκεῖνον πάθη καρτερῶς ἐνεγκόντας καὶ παραταξαμένους πρὸς τὸν ἔσχατον τοῦ θανάτου κίνδυνον, ὧν κορυφαῖοι καὶ πρωτοστάται τυγχάνουσι οἱ σήμερον ἡμᾶς δημαγωγήσαντες· ἄνδρες διὰ καλὸν θάνατον
5ἀθάνατοι, διὰ τὸ καταφρονῆσαι ζωῆς ζῶντες ἀεί, τοῦ αἵματος τὴν βασιλείαν ἀλλαξάμενοι καὶ τὴν ἐπίβουλον σάρκα εὐεργέτην τῆς ψυχῆς ἀποφήναντες.

10

.

1

.

3

Οὕτως προαίρεσις ἀγαθὴ ὅταν ἡνιόχου δίκην ἐφεστῶσα ᾖ τῷ ἀνθρώπῳ, ὑποζεύξῃ δὲ αὑτῇ τὰς ὁρμὰς πάσας καὶ τὰ κινήματα καὶ προσεχόντως ὡς ἡνίας διατείνῃ τοὺς λογισμοὺς ἀργίαν νύττουσα καὶ ὀξύτητα ἄμετρον ἀναστέλλουσα, οὐχ οἷόν τε ἄτακτον ἢ ἐπικίνδυνον
5γενέσθαι τοῦ βίου τὸν δρόμον.

10

.

2

.

1

Ἔχομεν τοίνυν τοὺς μάρτυρας τοῦ Χριστοῦ οὐ διδασκάλους μόνον ἀγαθῆς πολιτείας, ἀλλὰ καὶ κατηγόρους τῆς ἁμαρτίας. Πῶς δ’ ἂν γένοιτο μάρτυς κατήγορος, ἄκουσον. Εἰ ἐκεῖνος ἐνίκησε φλόγα πυρὸς τῇ καρτερίᾳ, σὺ πῶς πορνείαν οὐ δαμάζεις τῇ σωφροσύνῃ; Εἰ ὁ μάρτυς οὐκ ἠλέησε
5πλοῦτον ὃν ἠφίει καὶ χρήματα, διὰ τί σὺ ὀλίγου οὐ καταφρονεῖς ἀργυρίου ὑπὲρ δικαιοσύνης; Εἰ ὁ μάρτυς γένος Θεοῦ οὐ προετίμησεν, ἀλλ’ ἀπε‐ ζεύχθη γυναικός, παίδων, φιλτάτων, πῶς σὺ οὐ κολάζεις τὴν προσπά‐ θειαν, διὰ δὲ πρόσωπα τυχὸν σχέσιν πρός σε οἰκειότητος ἔχοντα ὑπερ‐
πηδᾷς τὸ δίκαιον καὶ τοῦ Θεοῦ τὸν φόβον παραλογίζῃ; Εἰ ὁ μάρτυς τὸ135
10σῶμα διὰ Θεὸν ἐξεδύσατο, πῶς αὐτὸς ἑνὸς οὐ καταφρονεῖς χιτωνίσκου εἰς σκέπην γυμνοῦ;

10

.

2

.

2

Ταῦτα ἀλλήλοις ἀντεξεταζόμενα τὴν ἡμετέραν δυστροπίαν ἐλέγχει. Ἢ τοίνυν ὡς διδασκάλους τοὺς ἁγίους αἰδεσθῶμεν ἢ ὡς κατηγόρους φοβηθῶμεν, δείξωμεν δὲ τὸν ἑαυτῶν βίον τοῖς τιμωμένοις ἀκόλουθον· πεισθῶμεν δὲ καὶ ἡμεῖς οὕτως Θεῷ, ὡς οἱ ἅγιοι ταῖς ἐντολαῖς
5ἐπειθάρχησαν καὶ τὰς ἐπαγγελίας βεβαίως ἤλπισαν.

10

.

3

.

1

Ἀγαθὴ γὰρ σφόδρα διδάσκαλος ἀνδρείας καὶ καρτερίας ἡ τῶν ἀγαθῶν τῶν νοητῶν ἐλπίς, ἥτις ὡς ἐνέχυρον ἀξιόπιστον καὶ ἀρραβὼν ἀσφαλὴς ἐγκειμένη τοῖς λογισμοῖς πάντα παρακελεύεται κίνδυνον ὁρᾶν ἀκαταπλήκτως καὶ φέρειν ἐν τῇ πείρᾳ γενναίως· καὶ τοῦτο ἀκολούθως
5συμβαίνει. Φύσει γάρ πως ἐλάχομεν ἄνθρωποι μαλακίζεσθαι μὲν καὶ χαυνοῦσθαι πρὸς τοὺς ἀγεράστους τῶν πόνων, ἐρρωμένως δὲ τοὐναντίον ἐκείνων ἀντιλαμβάνεσθαι ὧν ἆθλα καὶ τιμαὶ τέλος εἰσίν.

10

.

3

.

2

Διὸ πάντες μάρτυρες τῷ εὐαγγελικῷ γράμματι προσέχοντες τὸν νοῦν, ἐν ᾧ προτρέπων τοὺς ἱεροὺς ἀθλήτας καὶ φιλοθέους ὁ Κύριος λέγει· Ἐάν τις ὁμολο‐ γήσῃ με ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω αὐτὸν
5ἔμπροσθεν τοῦ πατρός μου, ὑπὲρ ταύτης τῆς ὁμολογίας ἤνεγκαν ἀτρέπτοις τοῖς λογισμοῖς σίδηρον τεθηγμένον καὶ πυρκαϊᾶς ἐπέβησαν καὶ θηρίων στόμασιν ἔκδοτον τὸ σῶμα παρέσχον καὶ τὸν νῶτον ἕκαστος ὑπέθηκαν μάστιξι καὶ ταῖς ἀκμαῖς τῶν ὀνύχων τὰς πλευρὰς ἐσπαράχθησαν καὶ δεσμῶν τῶν διὰ σιδήρου ἠνέσχοντο καὶ δεσμωτηρίων ἤνεγκαν
10σκοτεινὰ καταγώγια·

10

.

3

.

3

ἐπιέσθησαν δὲ λιμῷ καὶ δίψει κατεξηράνθησαν, παρέθηκαν δὲ ὡς λίθους τὰ πρόσωπα τοῖς ῥαπίζουσιν, ἤκουσαν τῶν ὕβρεων ὡς κώφοι, ἐσιώπησαν πρὸς τοὺς ὀνειδίζοντας καὶ λοιδορουμένους ὡς ἄλαλοι, δήμοις καὶ θεάτροις ἐπομπεύθησαν, περιήχθησαν ἀγορὰς καὶ
5ἄμφοδα ἐν ὁλογύμνοις τοῖς σώμασιν, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες, τὸ σχετλιώτατον. Ἄλλοι πυρὶ κατεφλέχθησαν, ἕτεροι διὰ χειμῶνος ἐπάγησαν· ποικίλοις τρόποις τὰς ἀριστείας ἡμῖν κατεμερίσαντο, ἵνα πεσόντες νικήσωσιν.

10

.

4

.

1

Διὰ τοῦτο τὰ εὐσεβῆ σώματα σεμνῶς περιστείλαντες, τὰ σκεύη τῆς ἐκλογῆς, τὰ τῶν μακαρίων ψυχῶν ὄργανα, τὰς οἰκίας τῶν φιλοσόφων ἐνοίκων, ὡς κειμήλια πολυτίμητα τῷ παντὶ βίῳ φυλάσσομεν, φρουροῦμεν
δὲ αὐτοῖς ὡς ἡμετέροις πλεονεκτήμασιν καὶ τοῖς μάρτυσιν ἡ ἐκκλησία136
5τετείχισται ὡς πόλις ὁπλίταις γενναίοις καὶ πάνδημοι πανηγύρεις ἀθροίζονται καὶ τῆς θυμηδίας τῶν ἑορτῶν ἀπολαύομεν.

10

.

4

.

2

Οἱ δὲ ταῖς ἀνθρωπικαῖς περιστάσεσιν ἢ συμφοραῖς πιεζόμενοι ὡς ἐπί τι κρησφύγετον τὰς ἀναπαύσεις τῶν τρισμακαρίων σπεύδουσιν πρεσβευτὰς αὐτοὺς τῶν εὐχῶν καὶ αἰτημάτων διὰ τὸ ὑπερβάλλον τῆς παρρησίας ποιούμενοι.
5Ἐντεῦθεν πενίαι λύονται καὶ ἰατρεύονται νόσοι καὶ ἀρχόντων ἀπειλαὶ κοιμίζονται· πασῶν δὲ τῶν ταραχῶν καὶ χειμώνων τοῦ βίου λιμένες εἰσὶν εὔδιοι οἱ ἱεροὶ τῶν μαρτύρων σηκοί.

10

.

4

.

3

Οὕτως πατὴρ ἢ μήτηρ ἀραμένη τὸν ἄρρωστον παῖδα καὶ περιστεί‐ λασα ταῖς ἀγκάλαις παρατρέχει μὲν ἰατρεῖα καὶ ἰατρούς, ἐπὶ δὲ ἄτεχνον καταφεύγει βοήθειαν· καὶ πρὸς ἕνα τῶν μαρτύρων ἐλθοῦσα δι’ ἐκείνου τῷ Δεσπότῃ προσάγει τὴν αἴτησιν τοιαύταις κεχρημένη πρὸς τὸν μεσίτην
5φωναῖς· «Παθὼν διὰ Χριστὸν πρέσβευσον ὑπὲρ πάθους καὶ νόσου. Ἔχων παρρησίαν χρῆσον λόγον τοῖς ὁμοδούλοις. Εἰ καὶ τὸν ἡμέτερον βίον ἀπέλιπες, ἀλλὰ γοῦν οἶδας τὰ πάθη τῆς ἀνθρωπότητος· παρεκάλεσας καὶ σύ ποτε μάρτυρας πρὶν γενέσθαι μάρτυς. Τότε ζητῶν ἐλάμβανες, νῦν ἔχων χάρισαι. Εἰς τὸ γέρας τὸ σὸν αἴτησον τὸ κέρδος ἡμῖν. Ἰαθείημεν τῷ
10σῷ μώλωπι ὡς τῷ τοῦ Χριστοῦ ὁ κόσμος».

10

.

4

.

4

Ἄλλος ἐπὶ γάμον σπεύδων προοίμιον ποιεῖται τῶν θαλάμων τὴν ἐν μαρτυρίοις εὐχήν· καί τις εἰς πλοῦν ἐπειγόμενος οὐ πρότερον τῆς νεὼς λύει τὰ πείσματα, πρὶν ἂν τὸν τῆς θαλάσσης Δεσπότην διὰ τῶν μαρτύρων ἐπικαλέσηται· πτωχῶν δὲ φῦλα
5καὶ πενήτων ἐσμοὶ κοινὴν ἑστίαν καὶ τροφὴν κέκτηνται τὴν τῶν μαρτύρων ἀνάπαυσιν· ᾄδονται δὲ πανταχοῦ γῆς καὶ θαλάττης οἱ μάρτυρες. Εἰκότως καὶ πρὸς ἀξίαν.

10

.

4

.

5

Οὐ γὰρ ὡς πολλοὶ τὴν δικαιοσύνην καθόρθωσαν, αὐτῷ δὲ σώματι τὸν σταυρὸν ἐβάστασαν· οὐ χρήματα ἐσκόρπισαν, ἀλλ’ αἷμα ἐξέχεαν· οὐ πένητα ᾤκτειραν, ἀλλ’ ἑαυτοὺς οὐκ ἠλέησαν· οὐκ ἐν δεσμωτηρίῳ τὸν κεκακωμένον ἐπεσκέψαντο, ἀλλ’ αὐτοὶ τὰς ἁλύσεις
5ἐφόρεσαν. Διὰ τοῦτο τῆς ὑπομονῆς καὶ τῆς κακώσεως ἀντίρροπον τὴν δόξαν καὶ τὴν τιμὴν ἐκαρπώσαντο.

10

.

5

.

1

Οἱ μὲν οὖν μάρτυρες οὕτως· οἱ δὲ τούτων τύραννοι καὶ φονεῖς ποῦ, οἱ τὰ ὑψηλὰ φρονήσαντες καὶ τὰ ὑπερήφανα ἀπειλήσαντες, οἱ ἐπὶ θρόνων μετεώρων καθήμενοι καὶ τὸν ἑαυτῶν ἄρχοντα μὴ γνωρίσαντες; Ἐβρυ‐ χήσαντο ὑπὲρ τοὺς λέοντας, ἔδραμον ὑπὲρ τὰς παρδάλεις, ἐσπάραξαν
5ὑπὲρ τὰς ἄρκτους, ἐξέχεαν αἵματα κατὰ τοὺς λύκους, ἐκακούργησαν
ὡς αἱ ἀλώπεκες. Κεῖνται τῶν ὄνων τῶν νεκρῶν μυσαρώτεροι, λήθη ἐκάλυψεν τὴν ζωὴν αὐτῶν· ἔχουσι δὲ τάφον τὸν ᾅδην καὶ στήλην τὴν ἀσέβειαν καὶ μνήμην τὴν ἀτιμίαν· μετανοοῦσιν ἀνόνητα, στένουσιν ἄπρακτα.137

10

.

5

.

2

Τοὺς δὲ παρὰ τούτων αἰκισθέντας διεδέξατο μνήμη ἄληκτος, ἀγήρως ἔπαινος. Τὰ γὰρ διηγήματα καὶ τὰς τιμὰς οἱ μεθηλικέστεροι παρὰ τῶν πρεσβυτέρων ὑποδεχόμενοι καὶ πάππος ἐκγόνῳ ἢ πατὴρ παιδὶ παρα‐ διδόντες τὴν εἰς αὐτοὺς θεραπείαν ἀθάνατον ποιοῦσι τὸν ἔπαινον· καὶ
5ὥσπερ τινὰ κληρονομίαν ἄσυλον τὰς ἑορτὰς ταύτας ἐν διαδοχαῖς σώζει ὁ βίος, ἢ μᾶλλον καὶ κληρονομίας τιμιώτερον χρῆμα. Κληρονομίας μὲν γὰρ τὰ καλὰ ἢ λῃστὴς ἀφείλετο ἢ πολέμιος λάφυρον ἔλαβεν ἢ περίστασις πραγμάτων ἐκένωσεν, ἁγίων δὲ ἀνδρῶν ἑορτὴν οὐδεὶς ἐκκόψει ἐνιαυτοῦ, μέχρις ἂν ὦσιν ἐνιαυτοὶ καὶ χρόνος τρέχῃ καὶ οὐρανὸς ἔχῃ τὸν ἥλιον καὶ
10γῆ βόσκῃ τὰ ἴδια ζῷα καὶ θάλασσα τὰ ἐξαίρετα.

10

.

5

.

3

Τὸ δὲ ἀληθέστερον εἰπεῖν, καὶ τῶν στοιχείων παυσαμένων τούτων, κἄν τισι μὴ δοκῇ, μαρτύρων καὶ δικαίων οὐ σβεσθήσεται δόξα οὐδὲ συναπολήξει τῇ δημι‐ ουργίᾳ τὰ κατ’ ἐκείνους· ἀλλὰ τότε καὶ μᾶλλον ἀνθήσουσι πρὸς τὴν
5ἄφθαρτον ζωὴν μετακοσμηθείσης τῆς ἀνθρωπότητος.

10

.

6

.

1

Ἔξεστιν δὲ τοῖς ἀπίστοις καὶ περὶ τῆς μελλούσης ἐλπίδος ἡμῶν ἀμφιβάλλουσιν ἀπὸ τῶν ἐν τῷδε τῷ βίῳ πραττομένων τῆς ἀγαθῆς προσδοκίας ἡμῶν λαβεῖν βέβαια τὰ ἐνέχυρα. Ἰδοὺ γὰρ πεπλήρωται πᾶς τῆς οἰκουμένης κύκλος τῶν ἀθλητῶν τοῦ Χριστοῦ καὶ πᾶς τόπος
5ἔχει τῶν ἁγίων τὴν μνήμην· πάντες δὲ καιροὶ κρείττονα τῶν ἀπὸ γῆς δώρων καὶ βλαστημάτων τὰ τῶν ἀγωνιστῶν τοῖς ἑορτάζουσι χαρίζονται διηγήματα. Ὡς εἴ τις ἦν σπουδαῖος τῶν μαρτύρων φίλος, ἔθετο δὲ φροντίδα τοῖς τῶν ὅλων πανηγυρίζειν πάθεσιν, οὐκ ἂν ἡμέραν παρῆλθεν τοῦ ἐνιαυτοῦ ἀνεόρταστον. Πᾶσαι γὰρ ἔχουσι κρείττονα τοῦ ἡλιακοῦ
10κύκλου κόσμον τὰ τῶν γενναίων ἀνδραγαθήματα.

10

.

6

.

2

Ἐπειδὴ γὰρ ὁ τοῖς καλοῖς ἀντιτεταγμένος σφοδρὸν πρὸς τὸ μυστήριον τῶν χριστιανῶν ἐπηρείσατο, πάντας δὲ πάσσων τῇ κόνει τοῖς ἰδίοις φρονήμασι χωννύειν ἐσπούδαζεν καὶ μάτην ἐνασχολεῖν τοῖς ἐπιτηδεύμασι τοῦ πηλοῦ, ἀρίστων
5ἀνδρῶν πλῆθος ὁ Θεὸς ἀλείψας τοῖς παραγγέλμασι καὶ παιδοτριβήσας πρὸς καρτερίαν καὶ δύναμιν ἀντέστησεν τῷ ἀναιδεῖ καὶ ἐπιβούλῳ τῆς ἀνθρωπότητος. Οὗτοι δὲ καινὸν ἠγωνίσαντο καὶ οὐ τὸν συνήθη ἀγῶνα. Οὐ γὰρ τύπτοντες ἢ ῥηγνύντες ἐκράτησαν, ἀλλὰ πάσχοντες ἠρίστευσαν
καὶ σφαζόμενοι.138

10

.

7

.

1

Καὶ ποῖον ἐρεῖς, ὁ ἀκροατής, κράτος πολέμου; Τίς δὲ εὐδοκίμησις αὕτη τὸ στρεβλωθῆναι καὶ μαστιχθῆναι καὶ πρός γε διὰ πυρὸς ἢ ξίφους ἢ κακώσεως δεσμωτηρίων καταλῦσαι τὸν βίον; Ἀλλὰ μάθε, ὡς οἱ ὑπὲρ εὐσεβείας πόλεμοι ἀπ’ ἐναντίου κατορθοῦνται τῶν ἄλλων. Οἱ μὲν γὰρ
5ἐν τῷ φονεῦσαι τὴν ἀριστείαν ἔχουσι, οἱ δὲ διὰ τοῦ παθεῖν καὶ πεσεῖν ἀναιροῦνται τὴν νίκην. Παρρησία δὲ δικαίων ἐκτελεῖ τὰς ὑπὲρ τοῦ κόσμου πρεσβείας· καὶ ἔλαθεν ὁ ἐχθρὸς τοῖς ἐναντίοις περιπεσὼν ἢ ἐβούλετο. Ὅσους γὰρ ἔσφαξε μαρτυρήσαντας, τοσούτους ἀνθρώπων βοηθοὺς παρεσκεύασεν.

10

.

7

.

2

Καὶ ἐπὶ πάσης δὲ πράξεως τοῦτο πάσχων εὑρίσκεται· ὅθεν ἐμποδίζειν οἴεται τὴν εὐσέβειαν, ἐκεῖθεν κατασκευάζει τῆς εὐσεβείας τὴν αὔξησιν. Τῷ γὰρ μωρῷ καὶ ἄφρονι εἰς τοὐναντίον ὁ σοφὸς Θεὸς περιίστησι τὰ βουλεύματα. Καὶ τοῦτο τοῖς πράγμασιν
5ἑκάστου καιροῦ παρακολουθοῦντες εὑρίσκομεν, τὴν ἔκθεσιν τοῦ Μωσέως, τὴν πρᾶσιν τοῦ Ἰωσήφ. Εὐθὺς ἐν ἀρχῇ τὸν δεύτερον ἄνθρωπον Ἄβελ ἐφόνευσεν, ἵνα τῶν εὐσεβῶν ἐκκόψῃ τὸ σπέρμα, καὶ τὸ ἔμπαλιν ἐγένετο. Ἔκτοτε γὰρ ἀνδροφόνοι μισοῦνται σφοδρῶς, ἐξ οὗ Κάϊν παρὰ τοῦ Θεοῦ κατηράθη. Τὸ τοῦ Χριστοῦ, ὅτι ἐνήργησεν εἰς Ἰουδαίους ὁ σατανᾶς,
10ἵνα σταυρώσωσιν αὐτόν.

10

.

7

.

3

Τὸ αὐτὸ δὴ καὶ ἐπὶ τοῖς μάρτυσι πέπονθεν, ὧν καταφρονοῦσι πολλοὶ ὑπὸ ἰδίας ἀνοίας ἐξευτελίζοντες αὐτῶν τὸ ἀξίωμα. Οὐκ ἄνθρωπός ἐστιν; Οὐκ ἐδαπανήθη τὸ σῶμα; Οὐκ ἐν ὀλίγοις λειψάνοις καὶ τούτοις ἐγκεχωσμένοις αὐτῶν ἡ μνήμη; Μάλιστα δὴ
5ταῦτα Ἕλληνες καὶ Εὐνομιανοί φασιν· εἴπωμεν δὲ πρὸς ἀμφοτέρους.

10

.

8

.

1

Ἡμεῖς μάρτυρας οὐ προσκυνοῦμεν, ἀλλὰ τιμῶμεν ὡς γνησίους προσκυνητὰς Θεοῦ· οὐ σέβομεν ἀνθρώπους, θαυμάζομεν δὲ τοὺς ἐν καιρῷ πειρασμῶν καλῶς σεβασθέντας Θεόν. Ἐν θήκαις φιλοκάλοις ἀποτιθέμεθα καὶ οἴκους τῆς ἀναπαύσεως αὐτῶν ἐγείρομεν ταῖς κατασκευ‐
5αῖς μεγαλοπρεπεῖς, ἵνα ζηλώσωμεν τὰς τῶν καλῶς τελευτησάντων τιμάς· οὐκ ἄμισθον δὲ τὴν εἰς αὐτοὺς σπουδὴν ἐπιδεικνύμεθα, ἀλλὰ τῆς προστασίας αὐτῶν τῆς πρὸς Θεὸν ἀπολαύομεν.

10

.

8

.

2

Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ ἡ ἡμετέρα εὐχὴ δυσωπῆσαι Θεὸν ἐν καιρῷ ἀνάγκης ἢ συμ‐ φορᾶς—ἡ γὰρ δέησις ἡμῶν οὐ παράκλησίς ἐστιν, ἀλλὰ ἁμαρτημάτων ὑπόμνησις—, διὰ τοῦτο τοῖς ἀγαπωμένοις παρὰ τοῦ Δεσπότου ὁμο‐
5δούλοις προσφεύγομεν, ἵν’ ἐκεῖνοι ἐν τοῖς ἰδίοις κατορθώμασι τὰ ἡμέτερα θεραπεύσωσι πλημμελήματα. Ποῖον οὖν ἔγκλημα, ὅτι τιμῶντες μάρτυρας
καὶ αὐτοὶ σπουδάζομεν ἀρέσκειν Θεῷ; Τίς κατηγορία προστάταις προσ‐ φεύγειν; Ἐξετάσωμεν λοιπὸν καὶ τὰ σά, εἰ τοῦ ἐγκλήματος ὁ κατήγορος καθαρεύεις. Καὶ πῶς, ὅς γε μυρίους τῶν τεθνεώτων ἀνθρώπων οὐ τιμᾷς,139
10ἀλλ’ ὡς θεοὺς προσκυνεῖς;

10

.

9

.

1

Οὐ σὺ Δήμητραν καὶ Κόρην ὑπὸ τῆς ἀνοίας σαυτοῦ ἐθέωσας, ἐδείμω δὲ δύο γυναίους ναοὺς καὶ θυσίαις ταύτας τιμᾷς καὶ παντοίαις προσκυνεῖς θεραπείαις; Οὐ κεφάλαιον τῆς σῆς θρησκείας τὰ ἐν Ἐλευσῖνι μυστήρια, καὶ δῆμος Ἀττικὸς καὶ ἡ Ἑλλὰς πᾶσα συρρεῖ, ἵνα τελέσῃ
5ματαιότητα; Οὐκ ἐκεῖ τὸ καταβάσιον τὸ σκοτεινὸν καὶ αἱ σεμναὶ τοῦ ἱεροφάντου πρὸς τὴν ἱέρειαν συντυχίαι, μόνου πρὸς μόνην; Οὐχ αἱ λαμπάδες σβέννυνται καὶ ὁ πολὺς καὶ ἀναρίθμητος δῆμος τὴν σωτηρίαν αὐτῶν εἶναι νομίζουσι τὰ ἐν τῷ σκότῳ παρὰ τῶν δύο πραττόμενα;

10

.

9

.

2

Οὐ σὺ ὁ τὸν Θηβαῖον Διόνυσον ὡς θεὸν προσκυνῶν—λέγω γὰρ τὴν πατρίδα, ἵνα γνωρίσῃς τὸν ἄνθρωπον—, ἄνδρα γεωργὸν ἀμπέλων καὶ φίλοινον, κωμαστὴν πάροινον, δῆμον ἐπισυρόμενον ἀσχημονοῦντα τῇ μέθῃ, ἐκεῖνα
5ποιοῦντα ἃ τοὺς ἀσώτους νέους στηλιτεύει ἀκολασταίνοντας, μεθύοντα δὲ μετὰ τοῦ γέροντος τοῦ Σιληνοῦ καὶ τοῖς φιλοσκιρτηταῖς Σατύροις συνδιαιτώμενον καὶ ἱστορίαν μέθης ὄντα τῷ βίῳ; Οὐ σὺ ὁ τῷ ἀνδρὶ Ἡρακλεῖ ὡς θεῷ τὰς θυσίας προσάγων, ἀνθρώπῳ ῥωμαλαίῳ, σῶμα λαχόντι δυνατὸν καὶ ἀνδρεῖον, καὶ σέβεις ἐκεῖνον, ἐπειδὴ ἐν πολλοῖς
10ἠρίστευσεν καὶ θηρίων περιεγένετο;

10

.

9

.

3

Τί δὲ πάλιν τὸν Ἀσκληπιὸν τὸν ἐν τῷ νάρθηκι πολλὰ καὶ τῇ σιδηροθήκῃ περινοστήσαντα οὐ σέβεις καὶ τέθηπας; Καὶ οὐκ ἂν ἀρνηθείης ὡς οὐ τοῦτο ποιεῖς. Οἱ γὰρ πανταχοῦ τῆς οἰκουμένης ἀνεστῶτες ναοί, τὰ Ἀσκληπιεῖα λέγω καὶ τὰ Ἡράκλεια
5καὶ τὰ Διονύσια, ἔλεγχοι ἑστᾶσιν ὑψηλοὶ τῆς σῆς ματαιότητος· καὶ οὕτως ἐγὼ μὲν ἀθῷος ἀπελεύσομαι τοῦ ἐγκλήματος, οὐ γὰρ προσκύνω μάρτυρας οὐδὲ νομίζω θέους· σὺ δὲ πέφηνας ἐνεχόμενος τοῖς ἐγκλήμασιν, καὶ ταῦτα κατηγορῶν ἑτέρων, ὥσπερ οἱ διὰ κακὸν συνειδὸς προκατη‐ γοροῦντες τῶν ἀνευθύνων. Ἀνθρώπους γὰρ ὡς θεοὺς προσκυνῶν ἐπιδέ‐
10δειξαι. Ταῦτα πρὸς τὸν ἐθνικὸν ἐκ πολλῶν ὀλίγα.

10

.

10

.

1

Οἱ δὲ τῆς νέας στάσεως Ἰουδαῖοι, τί θαυμαστὸν εἰ μάρτυρας ἀτιμάζετε Χριστὸν ἀθετοῦντες καὶ τῆς ὁμοιότητος τῆς πρὸς τὸν Πατέρα ἐν τοῖς ἰδίοις λόγοις χωρίζοντες, φυλαττόμενοι δὲ τοὺς τόπους ὡς βεβήλους, ἐν οἷς σώματα ἅγια ἀναπέπαυται; Ἀλλ’ οἳ μὴ εἰς ἔννοιαν
5ἔλθετε τοῦ γινομένου, φοβήθητε χριστιανοὶ λεγόμενοι, μετὰ δὲ Ἑλλήνων
μισοῦντες μάρτυρας. Οὐκ ἴστε, ὡς ἀρχιμάρτυς Χριστὸς πρῶτος παθὼν καὶ τοῖς δούλοις τὸν ζῆλον ἀφείς;140

10

.

10

.

2

Εἶτα μετ’ ἐκεῖνον Στέφανος, ὁ φερώνυμος τῆς κατὰ Θεὸν εὐδοξίας ἀγωνιστής· πάντες οἱ ἑξῆς μαθηταὶ καὶ ἀπόστολοι. Καὶ ἐπίσκεψαι διὰ μιᾶς ὕβρεως ὅσους ἀτιμάζεις· Ἰωάννην τὸν βαπτιστήν, Ἰάκωβον τὸν ἀδελφὸν λεγόμενον τοῦ Κυρίου, Πέτρον,
5Παῦλον, Θωμᾶν—τούτους ὡς πρωτοστάτας ὀνομάζω τῶν μαρτύρων—, ἔπειτα τὸ ἄπειρον πλῆθος τῶν ἀποθανόντων ὑπὲρ τῆς ζωῆς. Μὴ μικρόν σοι τούτοις προσκρούειν; Μὴ ὀλίγος τῆς ἔχθρας ὁ κίνδυνος;

10

.

10

.

3

Τούτων ἕκαστος τὸν διάβολον μετὰ τῆς φρατρίας τῶν δαιμόνων ἐνίκησεν, ἀγγέλοις δὲ ἐνεγράφη καὶ τηρεῖται ὡς εὐδόκιμος ἀθλητὴς τῇ ἀναρρήσει τῆς ἀναστάσεως, παραστήσεται δὲ τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν
5ἀνοίγων ἐν παρρησίᾳ τὸ στόμα, ἐπευφραινόμενος τῇ θέᾳ τῶν ἀγγέλων, τῇ δόξῃ τοῦ Θεοῦ, μακαρίζων ἑαυτὸν τῶν μαστίγων, τῶν δεσμῶν, τῶν στρεβλώσεων, τῆς ἐπικερδοῦς τελευτῆς, ὅτι τῆς ἀτελευτήτου ζωῆς αὐτῷ γεγένηται πρόξενος.

10

.

11

.

1

Ἀλλ’ ὅταν τούτων ἀκούσῃς, οἶδα ἃ φρονεῖς καὶ λέγεις· «Δεκτικὸς κἀγὼ τῶν ὁμοίων. Ἂν ζήσω κατ’ ἀρετήν, οὐ χείρων οὐδὲ ἀτιμότερος τῶν νῦν θαυμαζομένων ἔσομαι». Μάλιστα μὲν οὖν ἀλαζόνος ταῦτα τὰ ῥήματα δικαιοῦτος ἑαυτὸν κατὰ τὸν μεγάλαυχον Φαρισαῖον καὶ πάσης ταπει‐
5νότητος ξένα. Πρόδηλον δέ, ὡς ὁ μὴ πρότερον ταπεινωθεὶς εἰς ὕψος οὐκ ἀναβαίνει· ἀπόφασις γάρ ἐστι δεσποτική.

10

.

11

.

2

Ἵνα δὲ τίς σοι συγχωρήσῃ, ὅτι γενήσῃ τοιοῦτος, οὐ θέλεις, εἰπέ μοι, αἰδεσθῆναι τοὺς τὴν ὁδόν σοι τῆς εὐσεβείας τέμνοντας, τοὺς ὁδηγοὺς τῶν καλῶν, τοὺς διδασκάλους τῆς ἀρετῆς, τοὺς παιδεύσαντάς σε καρτερίαν καὶ θανάτου καταφρόνησιν;
5Παρὰ τῶν μαθητῶν τοῦ βίου τούτου εὐγνωμοσύνην διδάχθητι, ὅτι ὅμοιοι γινόμενοι τῶν διδαξάντων καὶ οὐδὲν τῆς τέχνης ἐλλείποντες ὅμως τῶν διδασκόντων φιλοῦσι τὰ στήθη, αἰδοῦνται, εὐφημοῦσι, τῶν πρωτείων παραχωροῦσι, θεραπεύουσι ὡς πατέρας.

10

.

12

.

1

Πολλὰ καὶ τελευτήσαντες ἅγιοι δύνανται καὶ ἀπελθόντες τοῦ βίου εὐεργετοῦσιν ἀνθρώπους· καὶ μάρτυς τῶν λεγομένων Ἐλισσαῖος πάλαι μὲν ἀπελθὼν τοῦ βίου καὶ κοιμηθείς, ἀθάνατον δὲ καὶ ἀχώριστον τὴν τοῦ Θεοῦ χάριν λαβὼν τῷ χώματι παρεδρεύουσαν καὶ τοῖς ἀψύχοις ὀστέοις.
5Οἶδας γάρ, ὁ φιλόπονος τῶν Γραφῶν μαθητής, ὅτι νεκρός τις παρὰ τῶν οἰκείων εἰς τὴν ἐκφορὰν κομιζόμενος λῃστῶν ἀθρόον ἢ πολεμίων κατα‐
λαβόντων, οἷα φιλεῖ συμβαίνειν ἐν συνοχῇ καὶ θορύβῳ, ἐπιρριφθεὶς τῷ τάφῳ τοῦ τρισμακαρίου προφήτου ἀθρόον ἐψυχώθη καὶ πρὸς τοὺς ζῶντας ἀνέλυσεν.141

10

.

12

.

2

Τί οὖν ἐροῦμεν πρὸς τὸ γενόμενον; Μὴ αἴσθησιν εἶχε τῶν πραττομένων ὁ δίκαιος; Μὴ εὐχὴν ἀνέπεμψεν ὑπὲρ τοῦ νεκροῦ ὡς ὑπὲρ τοῦ παιδαρίου τῆς Σωμανίτιδος; Ἀλλ’ οὐδὲν τοιοῦτον δίδωσιν ἡμῖν ἐννοεῖν ἡ τῶν πραγμάτων ἀλήθεια. Ἔκειτο γὰρ πρὸ πολλῶν τῶν
5χρόνων ὁ δίκαιος ἀναλυθέντος τοῦ σώματος πρὸς τὸν συγγενῆ χοῦν καὶ τὴν ὁμόφυλον κόνιν. Πρόδηλον δὲ καθέστηκεν, ὡς δοξάζων ὁ Θεὸς ἀεὶ καὶ μετὰ τελευτὴν τοὺς ἰδίους ἀνθρώπους περὶ τὰς θήκας αὐτῶν καὶ τὰς ἀναπαύσεις θαυματουργεῖ τὰ παράδοξα, ἵνα οἱ ζῶντες ἀεὶ καὶ μεθηλικέστεροι ἐνέχυρον ἔχοντες τῆς ἀγαθῆς ἐλπίδος τὰς εἰς τοὺς
10ἀπελθόντας τιμὰς προθύμως τὸν τῆς ἀρίστης πολιτείας ἐξανύωσι βίον.

10

.

12

.

3

Ὡσαύτως καὶ Ἡλίας ὁ τοῦ προφήτου τούτου καθηγεμὼν μετὰ τοὺς φλογώδεις ἵππους καὶ τὸ πύρινον ἅρμα ἐν ἄλλῃ βιωτεύων ζωῇ καὶ ἀπελθὼν ἐξ ἀνθρώπων εἰς τὸν χῶρον ὃν ἔλαχεν, ἱκανὸν τῆς ἑαυτοῦ δυνάμεως σύμβολον ἀφῆκεν τὴν μηλωτήν. Καίτοι πόσου τινὸς ἀξία
5ὑπῆρχεν ἐκείνη; Οὐ γὰρ ἦν ἄλλο τι ἢ δέρμα νεκρὸν καὶ φαῦλον ἐκ παλαιό‐ τητος. Ὅμως δὲ καὶ ὁ Ἰορδάνης αὐτὴν ὑπεστέλλετο καὶ δίχα τὸ ὕδωρ ἐτέμνετο καὶ διακεκριμένον εἱστήκει ὥσπερ ἐπὶ τοῦ Ἰησοῦ τὸ παλαιόν, ὃς ἦν τύπος τοῦ μέλλοντος.

10

.

12

.

4

Παρῆν δὲ καὶ ἀπὼν ὁ Θεσβίτης καὶ τὸ ἔνδυμα τοῦ φιλοσόφου ἐδεξιοῦτο τὸν μαθητήν, ἀσφαλῆ τοῦ ποταμοῦ χαριζομένης τὴν περαίωσιν τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ τὰ ἐνδύματα τῶν ἁγίων τιμώσης ὡς ἔμψυχα. Καὶ ἵνα δειχθῇ καθαρῶς ὅτι τὸ περὶ
5τὸν ποταμὸν θαυματούργημα οὐ διὰ τὴν αἰτίαν ἐγένετο τοῦ πλήττοντος τὸ ὕδωρ, ἀλλὰ διὰ τὴν τιμὴν τοῦ οἰχομένου καὶ ἀναληφθέντος, πατά‐ ξαντος τὸ ὕδωρ τοῦ Ἐλισσαίου ἔρρει τὸ ὕδωρ συνήθως οὐδὲν πεπονθὸς καινόν.

10

.

12

.

5

Ἐπειδὴ δὲ ἀποτυχὼν ἐπεβόησεν· Ποῦ δή ἐστιν ὁ Θεὸς Ἡλίου, καὶ βοήσας ἐκ δευτέρου καθίκετο, εὐθὺς ὁ ποταμὸς διασχὼν τὸ ῥεῖθρον γυμνὴν ἔδειξε τὴν ξηρὰν καὶ πεζεύσας ὁ προφήτης εἰς τὸ πέραν ἀφίκετο.

10

.

13

.

1

Ὁ δὲ Ἰωσὴφ τὸν Ἰακὼβ τελευτήσαντα οὐχ ὡς πατέρα τοσοῦτον ἰδιαζόντως ἀγαπῶν, ὅσον ὡς κοινὸν τοῦ ἔθνους πατριάρχην τιμῶν, μετὰ
τῆς πολυθρυλήτου θεραπείας ἐκείνης ἀπήγαγεν ἐξ Αἰγύπτου τὸ λείψανον, ὥστε τὸν Μωϋσέα μετὰ τῆς τοῦ κόσμου γενέσεως καὶ τῆς λοιπῆς ἱστορίας142
5ἀνάγραπτον δοῦναι καὶ τοῦτο τῷ βίῳ διήγημα.

10

.

13

.

2

Ἰωσὴφ δὲ πάλιν ὕπαρ παρὰ τοῦ Ἰσραὴλ ὁδεύοντος ἐκ τῶν ὀφθαλμῶν, ὡς ἂν εἴποι τις, ἐκλάπη τοῦ Φαραώ, πανταχοῦ δὲ συμπαρῆν τῷ λαῷ τὸ σῶμα καὶ ἤγετο μετ’ ἐπιμελείας ὡς ἀγαθόν τι καὶ ἀλεξίκακον φυλακτήριον ἀσφαλὲς
5τῶν ἑξήκοντα μυριάδων. Καὶ τοσαύτην εἶχον τὴν αἰδῶ περὶ τὴν λάρνακα τοῦ προπάτορος, ὅσην περὶ τὴν ἁγίαν κιβωτόν, ἣ τὸν τοῦ Θεοῦ νόμον ἐβάσταζεν.

10

.

13

.

3

Διὸ καὶ ὁ Δαβὶδ παρακαλῶν που τὸν Θεὸν ἵλεων εἶναι καὶ εὐμενῆ τῷ λαῷ, καὶ μυρίαις αὐτὸν ταῖς ἱκεσίαις ἐκλιπαρῶν, ἵνα τὴν συνεχῆ καὶ ἐπάλληλον τῶν συμφορῶν στήσας πληγὴν πάλιν ἐν ἀγαθῇ προνοίᾳ διοικῇ τὴν Ἱερουσαλὴμ ὡς τὸ πρότερον, οὕτως φησί· Ὁ ποι‐
5μαίνων τὸν Ἰσραήλ, πρόσσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ. Δυσωπεῖ γὰρ τὸν Θεὸν τοῖς τῶν ἀγαπητῶν καὶ φίλων ὀνόμασιν καὶ λίαν εὐμηχάνως τὴν ἱκετηρίαν μεταχειρίζεται τοῦ δυσσε‐ βήσαντος πλήθους τὰς ἁμαρτίας οἷον ἐγκρύπτων καὶ σκέπων ταῖς τῶν ἁγίων πατέρων προσηγορίαις.

10

.

14

.

1

Τοῦτον ἡμῖν ὑπαγορεύει τὸν νοῦν καὶ ὁ περὶ τὰ Σόδομα σωζόμενος λόγος. Ἀβραὰμ γὰρ Σοδομίτας παραιτούμενος, ἡνίκα δυσμεναίνων αὐτοῖς ὁ Θεὸς μετὰ προρρήσεως ἐπήγαγεν τὴν κόλασιν, τῇ φειδοῖ τῶν δικαίων ἠξίου σωθῆναι τὸν σύμπαντα δῆμον. Ἀρξάμενος γὰρ ἀπὸ τῶν
5πεντήκοντα εἰς τοὺς δέκα κατέληξεν καὶ πρὸς τὴν ἱκεσίαν εὐθέως ἔνευσεν ὁ Θεός, ὥσπερ ἐπί τινος ζυγοῦ καὶ πλαστίγγων ταῖς μυριάσι τῶν ἁμαρ‐ τωλῶν τὸ τῶν δέκα δικαίων ἀντιστήσας ἀξίωμα.

10

.

14

.

2

Ἵνα δὲ ἐπὶ πλέον ἐνδείξηται πᾶσιν ἡμῖν, ὅτι καὶ εἷς δίκαιος τίμιον πρᾶγμα καὶ Θεῷ φίλον, ἐπειδὴ ὁ μὲν δέκατος ἐξέλιπεν ἀριθμὸς καὶ εὑρέθη ταύτης τῆς ὀλιγότητος τῶν ὁσίων τῶν ἁμαρτωλῶν ὁ δῆμος πενόμενος, ἐχρῆν δὲ τοὺς παρανομή‐
5σαντας δοῦναι θρασύτητος δίκην, σφοδρῶς ἐλαύνεται τῶν καταδικασ‐ θέντων τόπων ὁ Λὼτ καὶ σώζεται παγγενεὶ εἰς τὸ γέρας τῆς ἰδίας δικαι‐ οσύνης καὶ τοὺς οἰκείους πάντας παρὰ τοῦ Θεοῦ προσλαβών.

10

.

15

.

1

Μέγα οὖν κτῆμα δίκαιος· πρῶτον ὄφελος ἑαυτῷ, ἔπειτα τοῖς ἑξῆς τοῦ γένους θησαυρὸς διαρκὴς ἀγνοούμενος τῇ θέᾳ καὶ ἀεὶ συμπαρών, σιωπῶν καὶ παιδεύων τοὺς ἄλλους πράγμασι· πάλαι κείμενος καὶ ζῶν ταῖς εὐδοκιμήσεσιν. Ἀγαθὴ τῶν παίδων κληρονομία καὶ ἄσυλος, ἣν
5χρόνος οὐ δαπανᾷ καὶ λῃστὴς οὐκ ἀφαιρεῖται. Ἀσώματος γάρ ἐστι καὶ ἄϋλος, ἀσωμάτοις ἐμπολιτευομένη ψυχαῖς.143

10

.

15

.

2

Ὁρᾷς ὡς καὶ οἱ ἔνδοξοι καὶ ἀοίδιμοι Ἰσραηλῖται πάντων ἀφῃρημένοι καὶ αὐτῆς τῆς γῆς ἐκπε‐ σόντες τῆς πατρικῆς τῆς σεμνῆς προσηγορίας οὐκ ἀφῃρέθησαν οὐδὲ ἐγυμνώθησαν τοῦ καλεῖσθαι ἀπὸ τοῦ φιλοθέου προπάτορος, ἀλλὰ καὶ
5βαρβάροις δουλεύοντες διὰ τὴν δικαιοσύνην τῶν πατέρων ἠλευθερώθησαν καὶ ἐν ἐρήμῳ διαζῶντες διὰ τὴν εὐδοκίμησιν τῶν γεννησαμένων ἐτρά‐ φησαν· καὶ ἁμαρτάνοντες συνεχῶς καὶ βλασφημοῦντες πολλάκις καὶ ἄξιοι νομισθέντες τῆς ὀλοθρευούσης κολάσεως διὰ τὸν Ἀβραὰμ φειδοῦς ἠξιώθησαν καὶ διὰ τὸν Ἰσραὴλ ἔτυχον συγγνώμης, θρασυκάρδιοι παῖδες
10εἰς τὰ γέρα τῶν πατέρων σωζόμενοι.

10

.

16

.

1

Καὶ οἶδάς γε, ὁ φιλομαθής, ὡς ἐν πρώτοις ὁ Θεός, ἡνίκα ἐκ τῆς ποιμαντικῆς ἐπὶ τὴν ἡγεμονίαν τῶν λαῶν ἐκάλει τὸν Μωϋσῆν, εὐθὺς ταῦτα πρὸς τὸν δοῦλόν φησιν· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Καὶ
5μικρὸν πρόσω τοῦ λόγου γενόμενος ταῦτα προστίθησιν· Συνάγαγε τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν ὦπταί μοι, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ.

10

.

16

.

2

Καὶ οὕτως ἐν προοιμίοις ὁ Θεὸς τῷ ὀνόματι τῶν δικαίων πατέρων οἷον σημάντρῳ τινὶ τοὺς ἀπογό‐ νους σφραγίζεται· καλὸν εἰδὼς καὶ συμφέρον τὸ ἀπ’ ἐκείνων γνωρίζεσθαι. Χρόνου δὲ προελθόντος, ἐπειδὴ εἰς ὕβριν τοῦ εὐεργέτου ὥρμησεν ὁ λαὸς
5καὶ καταφρόνησιν τοῦ Σωτῆρος, προσέκοψαν δὲ τῇ εἰδωλοποιήσει τοῦ μόσχου καὶ προσεκύνουν κρανίον ἄψυχον τὴν ἔμψυχον καὶ λογικὴν φρό‐ νησιν ἀπολέσαντες,

10

.

16

.

3

οὐκ ἔχων ὁ Μωϋσῆς τηνικαῦτα ὅπως ὑπὲρ τῶν μαθητῶν ἐξιλεώσηται τὸν Δεσπότην, ὁ παιδαγωγὸς ὁ πολύμοχθος καταφεύγει πρὸς τὴν μνήμην τῶν πατέρων καὶ μετ’ ἐκείνων τὴν ἰκετηρίαν προβάλλεται, φησὶν δὲ οὕτως· Ἵλεως γενοῦ ἐπὶ τῇ κακίᾳ τοῦ
5λαοῦ μνησθεὶς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν σῶν ἱκετῶν, οἷς ὤμοσας κατὰ σεαυτοῦ πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανο.

10

.

16

.

4

Μεγάλη ἡ ὀργὴ καὶ ὁ θυμὸς ἀπαραίτητος· ἀλλ’ ὁ σοφὸς καὶ εὐμήχανος ἱκέτης τὰ προσωπεῖα περι‐ θέμενος τῶν ἁγίων καὶ τὰς πολίας τῶν γερόντων διὰ τῆς μνήμης τῷ Θεῷ ὑπορρίψας ἔσβεσεν ὡς φλόγα τὴν τιμωρίαν, πατρικῷ ἐλαίῳ τῶν μανέντων
5υἱῶν θεραπεύσας τὰ τραύματα.144

10

.

17

.

1

Καταλιπὼν τὴν Μωσαϊκὴν βίβλον ἐπὶ τὰς βίβλους τῶν Βασιλέων μετάβηθι. Ὄψει γὰρ κἀκεῖ παῖδα φειδοῦς ἀξιούμενον, διότι γέννημα ἦν φιλοθέου πατρός. Σολομὼν δέ ἐστιν οὗτος ὁ πολυθρύλητος· ὅς, ἐπειδὴ προϊόντος τοῦ χρόνου οὐκ ἦν τῶν παθῶν αὐτοκράτωρ, δοῦλος δὲ μᾶλλον
5καὶ ἀκρατέστερος σωμεραστής, διὰ δὲ τὴν ἀπροσεξίαν τοῦ βίου μετέβαλεν καὶ τὴν πατρῴαν εὐσέβειαν, εἴδωλα μορφώσας τὰ τοῦ νόμου προσκόμ‐ ματα·

10

.

17

.

2

φησὶ πρὸς αὐτὸν ὁ Θεός· Διαρρήσων διαρρήξω τὴν βασιλείαν σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου· πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω ταῦτα διὰ Δαβὶδ τὸν πατέρα σου· ἐκ χειρὸς τοῦ υἱοῦ σου λήψομαι αὐτήν. Ταῦτα ἡμᾶς ἡ ἱστορία
5παιδεύει· διδάσκει καὶ ἡ ᾠδὴ τῶν ψαλμῶν τὰ ὅμοια· Νεώτερος ἤμην· καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους.

10

.

18

.

1

Ἀλλ’, ᾗ ἔοικεν, ἐπειδὰν ἅπαξ ψυχὴ τῆς ἀληθείας καταθρασύνηται καὶ τὸ καινοτομεῖν ἐκπλήκτως ἀντὶ τοῦ ζῆν ἐν τάξει προέληται, οὐδὲν αὐτὴν ἐπιστρέφειν ἱκανὸν εἰς τὴν εὐθεῖαν καὶ τεταγμένην ὁδόν· ἐνδακοῦσα δὲ τὸν χαλινὸν ὥσπερ τις πῶλος δυσήνιος φέρεται πρὸς τὸ βάραθρον
5νικῶσα τὸν ἀναβάτην νοῦν τῇ πρὸς τὴν κακίαν ὁρμῇ, ὥσπερ δὴ καὶ τοὺς Εὐνομιανοὺς τούτους ἔστιν ἰδεῖν.

10

.

18

.

2

Οὕτως γὰρ φιλοῦσι καλεῖσθαι μᾶλλον ἢ τοῦ Χριστοῦ ἄνθρωποι, Θεὸν βλασφημοῦντες, τοὺς ἀνθρώπους τοῦ Θεοῦ ἀτιμάζοντες, μᾶλλον δὲ ἐντρεπόμενοι τὰς τῶν ἁγίων ἀναπαύσεις ἢ οἱ σωφρονοῦντες τοὺς βωμοὺς καὶ τοὺς βεβήλους καὶ τοὺς μεμιασμένους
5τῶν τόπων. Ἐχρῆν δὲ τοὺς τῆς ἀπονοίας ἐκείνης ἀσκητὰς καὶ τὸ κατὰ πάντων θράσος ἀρετὴν νομίζοντας τὰς γοῦν τῶν δαιμόνων αἰδεσθῆναι φωνὰς κραζόντων καὶ βοώντων λαμπρῶς τῶν μαρτύρων τὴν δύναμιν καὶ ὀνόμασι καλούντων ἕκαστον ὡς παρεστῶτα καὶ ἀπελαύνοντα καὶ φυγα‐ δεύοντα τῶν τυραννουμένων ἀνθρώπων.

10

.

18

.

3

Εἴτε δὲ τὰ πνεύματα τῶν ἀθλητῶν τῆς εὐσεβείας ἐθέλοι τις ἐνεργεῖν κατὰ τῶν ἀκαθάρτων πνευ‐ μάτων εἴτε ἀγγέλους εἰς τιμὴν τῶν ἀναπεπαυμένων παρεδρεύοντας τοῖς ἁγίοις σηκοῖς, οὐδὲν διαφέρει· ὁπότερον γὰρ ἂν λέγηται, δόξα τῶν ὑπὲρ
5τῆς εἰς Χριστὸν ἀγάπης ἐστὶ παθόντων. Πρόδηλον δὲ φαίνονται καθ’ ἡμέραν αἱ τῶν μαρτύρων εὐεργεσίαι, ἄλλοτε ἄλλαι καὶ διαφερόντως, αἳ τῶν σατανικῶν ἐνεργημάτων ἐλευθεροῦσι τοὺς παραφόρους. Οἱ γὰρ
ὑλακτοῦντες καὶ τοῖς ἀδιηγήτοις τῆς μανίας ποτὲ κακοῖς ἐνεχόμενοι νῦν σωφρονοῦντες ὁρῶνται καὶ τῆς πρεσβείας τῶν ἁγίων τὴν παρρησίαν παρ’145
10αὐτῶν βλέπομεν τῶν πραγμάτων μαρτυρουμένην.

10

.

18

.

4

Καὶ ὥσπερ τῆς τοῦ Σωτῆρος ἡμῶν δυνάμεως ἀναμφίβολα δείγματα ἐν μέσῳ τῶν Ἑβραίων περιενόστουν, οἵ τε τῆς λέπρας ἀποξεσθέντες καὶ οἱ τὰς ὄψεις ἰαθέντες τυφλοὶ καὶ εἴ τις παραλυτικὸς τὰς τῶν μελῶν ἁρμονίας δυναμωθεὶς
5ἀκωλύτως ἐβάδιζεν, οὕτως καὶ νῦν οἱ τὸν σταυρὸν ὑπὲρ τοῦ σταυρωθέντος βαστάσαντες τῆς παρὰ τοῦ Δεσπότου χάριτος ἐναργεῖς τὰς ἀποδείξεις παρέχονται, ποικίλως καὶ διαφόρως τοὺς πιστοὺς τῶν ὁμοδούλων ἰώμενοι.

10

.

18

.

5

Καὶ Παῦλος μὲν καὶ Πέτρος, ὁ μὲν διώξας τὸ τοῦ Πύθωνος δαιμόνιον, ὁ δὲ τὸν χωλὸν ἀναστήσας τῶν τοῦ ναοῦ προπυλαίων, ἐκ πρακτικῶν δυνάμεων Ἑβραίους καὶ Ἕλληνας πρὸς τὴν ὑπακοὴν τοῦ εὐαγγελίου ἐπέστρεψαν· αἱρετικῶν δὲ πονηρὸν σύνταγμα τὸ νῦν κακῶς
5διοχλοῦν τὴν ἡμετέραν ζωὴν οὐδὲ τῇ μεγαλουργίᾳ τῶν θαυμάτων αἰδεῖται τοὺς μάρτυρας· πολυάνδρια δὲ καὶ τάφους καὶ κοιμήσεις αὐτῶν ὀνομά‐ ζουσι καὶ τὰς εἰσόδους αὐτὰς ὡς μιάσματι προστριβομένας μυσάττονται, οὐδὲ ἐκείνου τοῦ θεοπνεύστου λογίου τοῦ παρὰ παντὸς ᾀδομένου στόματος μνημονεύοντες, ὅτι· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν
10ὁσίων αὐτο.

10

.

18

.

6

Εὐξώμεθα τοίνυν Θεῷ, παρακαλέσωμεν δὲ μάρτυρας τὸν κοινὸν δυσωπῆσαι Δεσπότην, ἵνα δοθῇ πνεῦμα κατανύξεως τοῖς παρὰ τῆς αἱρετικῆς πλάνης ἐνεργουμένοις, λυθείσης δὲ τῆς διχονοίας ὥσπερ μεσοτοίχου τινὸς ἢ φραγμοῦ εἰς ἀδελφικὴν οἱ πάντες συνέλθωμεν ἕνωσιν·
5ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας.
Ἀμήν.146

11

t

1

Ἀστερίου ἐπισκόπου Ἀμασείας ἔκφρασις εἰς τὴν ἁγίαν Εὐφημίαν τὴν μάρτυρα

11

.

1

.

1

Πρώην μέν, ὦ ἄνδρες, Δημοσθένην εἶχον ἐν χερσὶ τὸν δεινὸν καὶ Δημοσθένους ἐκεῖνα ἔνθα δὴ τὸν Αἰσχίνην πικροῖς βάλλει τοῖς ἐνθυμή‐ μασιν· ἐγχρονίσας δὲ τῷ λόγῳ καὶ πυκνωθεὶς τὴν διάνοιαν ἀνέσεως ἐδεόμην καὶ περιπάτου, ὥστε μοι λυθῆναι μικρὸν τῆς ψυχῆς τὸ πονού‐
5μενον. Προελθὼν δὲ τοῦ δωματίου καὶ ὀλίγα τοῖς γνωρίμοις συμβαδίσας ἐπ’ ἀγορᾶς, ἐκεῖθεν εἰς τὸ τοῦ Θεοῦ τέμενος ἀφικόμην εὐξόμενος ἐν σχολῇ·

11

.

1

.

2

ὡς δὲ καὶ τούτου τυχὼν ἕνα δὴ τῶν ὑποστέγων δρόμων ἐβάδιζον, εἶδον ἐκεῖ γραφήν τινα καί με κατ’ ἄκρας εἷλεν ἡ θέα· Εὐφράνορος ἂν εἶπες εἶναι τὸ φιλοτέχνημα ἤ τινος ἐκείνων τῶν παλαιῶν, οἳ τὴν γραφικὴν ἦραν εἰς μέγα ἐμψύχους ὀλίγου δέοντος ἐργασάμενοι πίνακας. Δεῦρο δ’ εἰ
5βούλει—καὶ γὰρ σχολὴ νῦν διηγήματος—, φράσω σοι τὴν γραφήν· οὐδὲ γὰρ φαυλότερα πάντως τῶν ζωγράφων οἱ μουσῶν παῖδες ἔχομεν φάρμακα.

11

.

2

.

1

Γυνή τις ἱερὰ παρθένος ἀκήρατον Θεῷ τὴν σωφροσύνην καθιερώ‐ σασα—Εὐφημίαν καλοῦσιν αὐτήν—, τυράννου δέ ποτε τοὺς εὐσεβοῦντας ἐλαύνοντος μάλα προθύμως τὸν ἐπὶ θανάτῳ εἵλετο κίνδυνον· οἱ δὲ δὴ πολῖται καὶ κοινωνοὶ τῆς θρησκείας ὑπὲρ ἧς ἐτελεύτησεν, ὡς ἀνδρείαν
5ὁμοῦ καὶ ἱερὰν τὴν παρθένον θαυμάσαντες, πλησίον τοῦ ἱεροῦ τὴν θήκην δειμάμενοι καταθέμενοί τε τὴν λάρνακα τιμὰς τελοῦσιν αὐτῇ καὶ τὴν ἐτήσιον ἑορτὴν κοινὴν καὶ πάνδημον ποιοῦνται πανήγυριν.

11

.

2

.

2

Οἱ μὲν οὖν τῶν τοῦ Θεοῦ μυστηρίων ἱεροφάνται καὶ λόγῳ τιμῶσι τὴν μνήμην ἀεὶ
καὶ προαιρέσει καὶ ὅπως ἐξετέλεσε τὸν τῆς καρτερίας ἀγῶνα ἐπιμελῶς τοὺς συνιόντας λαοὺς ἐκδιδάσκουσιν. Ὁ δὲ δὴ ζωγράφος εὐσεβῶν καὶ153
5αὐτὸς διὰ τῆς τέχνης τὰ κατὰ δύναμιν πᾶσαν τὴν ἱστορίαν ἐν σινδόνι χαράξας αὐτοῦ που περὶ τὴν θήκην ἱερὸν ἀνέθηκε θέαμα· ἔχει δὲ ὧδε τὸ φιλοτέχνημα.

11

.

3

.

1

Ὑψηλὸς ἐπὶ θρόνου καθίδρυται δικαστὴς πικρὸν καὶ δυσμενὲς βλέπων εἰς τὴν παρθένον· ὀργίζεται γὰρ ὅταν ἐθέλῃ κἀν ταῖς ἀψύχοις ὕλαις ἡ τέχνη. Δορυφόροι δὲ τῆς ἀρχῆς καὶ στρατιῶται πολλοί, οἱ μὲν τῶν ὑπομνημάτων ὑπογραφεῖς δέλτους φέροντες καὶ γραφίδας, ὧν θάτερος
5ἀναρτήσας ἀπὸ τοῦ κηροῦ τὴν χεῖρα βλέπει πρὸς τὴν κρινομένην σφοδρῶς ὅλον ἐκκλίνας τὸ πρόσωπον, ὥσπερ παρακελευόμενος γεγωνότερον λαλεῖν ἵνα μὴ κάμνων περὶ τὴν ἀκοὴν ἐσφαλμένα γράφῃ καὶ ἐπιλήψιμα.

11

.

3

.

2

Ἕστηκεν δὲ ἡ παρθένος ἐν φαιῷ χιτῶνι καὶ ἱματίῳ τὴν φιλοσοφίαν σημαίνουσα, ὡς μὲν ἔδοξε τῷ γραφεῖ, καὶ τὴν ὄψιν ἀστεία, ὡς δ’ ἐμοὶ δοκεῖ, τὴν ψυχὴν κεκαλλωπισμένη ταῖς ἀρεταῖς. Ἄγουσι δὲ αὐτὴν πρὸς τὸν ἄρχοντα δύο στρατιῶται, ὁ μὲν ἕλκων ἐπὶ τὸ πρόσω, ὁ δὲ
5κατόπιν ἐπείγων. Κεκραμένον τῆς παρθένου τὸ εἶδος αἰδοῖ καὶ στερρό‐ τητι· νεύει μὲν γὰρ εἰς γῆν ὥσπερ ἐρυθριῶσα τὰς ὄψεις τῶν ἀρρένων, ἕστηκε δὲ ἀκατάπληκτος οὐδὲν πάσχουσα πρὸς τὸν ἀγῶνα δειλόν.

11

.

3

.

3

Ὡς ἔγωγε τοὺς ἄλλους τέως ἐπῄνουν ζωγράφους, ἐστ’ ἂν ἐθεασάμην τῆς γυναικὸς ἐκείνης τῆς Κολχίδος τὸ δρᾶμα, ὅπως μέλλουσα τοῖς τέκνοις ἐπιφέρειν τὸ ξίφος ἐλέῳ καὶ θυμῷ μερίζει τὸ πρόσωπον καὶ θάτερος μὲν τῶν ὀφθαλμῶν τὴν ὀργὴν ἐμφανίζει, θάτερος δὲ τὴν μητέρα
5μηνύει φειδομένην καὶ φρίττουσαν, νῦν δὲ τὸ θαῦμα ἀπ’ ἐκείνης τῆς ἐννοίας πρὸς ταύτην μετατέθεικα τὴν γραφήν· καὶ σφόδρα γε ἄγαμαι τοῦ τεχνίτου, ὅτι μᾶλλον ἔμιξε τῶν χρωμάτων τὸ ἄνθος, αἰδῶ τε ὁμοῦ καὶ ἀνδρείαν κεράσας, πάθη κατὰ φύσιν μαχόμενα.

11

.

4

.

1

Προβαινούσης δὲ εἰς τὸ πρόσω τῆς μιμήσεως, δήμιοί τινες ἐν χιτωνίσκοις γυμνοὶ ἤδη ἤρχοντο τοῦ ἔργου· καὶ ὁ μὲν δραξάμενος τῆς κεφαλῆς καὶ ἀνακλίνας εἰς τὸ κατόπιν παρεῖχε τῷ ἑτέρῳ εὐτρεπὲς εἰς
τιμωρίαν τῆς παρθένου τὸ πρόσωπον· ὁ δὲ παραστὰς ἐξέκοπτε τῶν ὀδόν‐154
5των τὸ μαργαρῶδες· σφῦρα δὲ καὶ τέρετρον φαίνεται τῆς τιμωρίας τὰ ὄργανα. Δακρύω δὲ τὸ ἐντεῦθεν καί μοι τὸ πάθος ἐπικόπτει τὸν λόγον· τὰς γὰρ τοῦ αἵματος σταγόνας οὕτως ἐναργῶς ἐπέχρωσεν ὁ γραφεὺς ὥστε εἴποις ἂν προχεῖσθαι τῶν χειλέων ἀληθῶς καὶ θρηνήσας ἀπέλθοις.

11

.

4

.

2

Δεσμωτήριον μετὰ ταῦτα· καὶ πάλιν ἡ παρθένος σεμνὴ ἐν τοῖς φαιοῖς ἱματίοις κάθηται μόνη ἐκτείνουσα τὼ χεῖρε πρὸς οὐρανὸν καὶ καλοῦσα Θεὸν ἐπίκουρον τῶν δεινῶν· εὐχομένῃ δὲ αὐτῇ φαίνεται ὑπὲρ κεφαλῆς τὸ σημεῖον ὃ δὴ νόμος χριστιανοῖς προσκυνεῖν τε καὶ ἐπιγρά‐
5φεσθαι, σύμβολον οἶμαι τοῦ πάθους ὅπερ αὐτὴν ἐξεδέχετο.

11

.

4

.

3

Εὐθὺς γοῦν καὶ μετ’ ὀλίγον πῦρ ἀλλαχοῦ σφοδρὸν ὁ ζωγράφος ἀνῆψεν, ἐρυθρῷ χρώματι ἔνθεν καὶ ἔνθεν ἐπιλαμφθέντι σωματοποιήσας τὴν φλόγα. Ἵστησι δὲ μέσην αὐτήν, τὰς μὲν χεῖρας πρὸς οὐρανὸν δια‐ πλώσασαν, ἀχθηδόνα δὲ οὐδεμίαν ἐπιφαίνουσαν τῷ προσώπῳ, ἀλλὰ
5τοὐναντίον γεγηθυῖαν ὅτι πρὸς τὴν ἀσώματον καὶ μακαρίαν ἐξεδήμει ζωήν.

11

.

4

.

4

Μέχρι τούτου καὶ ὁ ζωγράφος ἔστησε τὴν χεῖρα κἀγὼ τὸν λόγον· ὥρα δέ σοι καὶ αὐτήν, εἰ βούλει, τελέσαι τὴν γραφήν, ἵνα κατίδῃς ἀκριβῶς,
εἰ μὴ πολὺ κατόπιν τῆς ἐξηγήσεως ἤλθομεν.155

12

t

1

Ἀστερίου ἐπισκόπου Ἀμασείας ἐγκώμιον εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα

12

.

1

.

1

Ὡς ἱερὸς ἀληθῶς καὶ καλὸς τῶν εὐφραινόντων ἡμᾶς πραγμάτων ὁ κύκλος! Ἑορτὴ γὰρ ἑορτὴν διαδέχεται καὶ πανήγυρις καταλαμβάνει πανήγυριν· καλούμεθα δὲ ἀπὸ εὐχῆς εἰς εὐχὴν καὶ τοῦ Κυρίου τὰ θεο‐ φάνεια καταλαμβάνει ἡ τοῦ δούλου τιμή. Κἄν τε δὲ πρὸς τὴν γέννησίν
5τις ἀπίδῃ τοῦ χθὲς τεχθέντος διὰ σαρκὸς καὶ ἀεὶ ὄντος κατὰ θεότητα, κἄν τε πρὸς τὸ ἐκείνου μαρτύριον, ὅπερ σήμερον ὁ γενναῖος ὑπέστη θεράπων, πολλὰ μὲν εὑρήσει καὶ ποικίλα τὰ πράγματα, ἕνα δὲ σκόπον, ἵνα ἡμεῖς διδαχθῶμεν εὐσέβειαν.

12

.

1

.

2

Χθὲς μὲν οὖν ἐμάθομεν διὰ τῆς ἐγκυκλίου καὶ συνήθους ἑορτῆς, ὅτι ἐγεννήθη ὁ τοῦ κόσμου Σωτὴρ καὶ ὁ ἄσαρκος τὴν σάρκα ἠμφιάσατο καὶ ὁ ἀσώματος ἐνεδύσατο σῶμα, εἶτα ὅτι καὶ πάθη ὑπὲρ ἡμῶν κατεδέξατο καὶ ὑψώθη ἐπὶ τοῦ ξύλου οὐχ ὑπὲρ ἄλλου τινὸς ἢ
5ὑπὲρ ἡμετέρας προνοίας. Σήμερον δὲ βλέπομεν τὸν γενναῖον ἀγωνιστὴν ὑπὲρ ἐκείνου καταλιθούμενον, ἵνα αἵματι ἀποτίσῃ τὴν ὑπὲρ αἵματος χάριν.

12

.

2

.

1

Στέφανος οὖν, ὁ τῆς πανηγύρεως ταύτης συναγωγεύς, ὁ καλέ‐ σας ἡμᾶς ἐπὶ τὴν ὁρωμένην εὐφροσύνην, ὁ δημαγωγήσας ὡς ἕνα τὴν πόλιν, ἀνὴρ ἀπαρχὴ τῶν μαρτύρων, διδάσκαλος τῶν ὑπὲρ Χριστοῦ πόνων, κρηπὶς τῆς καλῆς ὁμολογίας. Πρὸ γὰρ Στεφάνου οὐδεὶς ὑπὲρ τοῦ
5εὐαγγελίου ἐξέχεεν αἷμα.

12

.

2

.

2

Ἀλλ’ ὥσπερ Κάϊν ἐκεῖνος ὁ ἀδελφοκτόνος— καθώς με διδάσκει ἡ τοῦ Μωϋσέως ἱστορία—τὴν ἀδελφοκτονίαν εἰργά‐ σατο—ἀναλαβὼν γὰρ ἀντὶ τῆς φυσικῆς φιλίας ἔριδα πρῶτος φόνῳ τὴν γῆν ἐκαίνισεν—, οὕτως καὶ Στέφανος ὁ τρισμακάριος πρῶτος τῷ οἰκείῳ
5αἵματι τὴν γῆν διὰ τῶν εὐσεβῶν ἀγωνισμάτων ἡγίασεν, ἀνὴρ τοῖς χρόνοις τῶν ἀποστόλων δεύτερος, τοῖς δὲ ἀνδραγαθήμασι πρῶτος.

12

.

2

.

3

Καί μοι μὴ ἀγανακτήσῃς Πέτρε, μὴ ἀχθεσθῇς Ἰάκωβε, μὴ δυσχεράνῃς Ἰωάννη, εἰ μὴ μόνον συγκρίνω τῇ ὑμετέρᾳ φιλοσοφίᾳ τὸν ἄνδρα, ἀλλ’ εἴ τι καὶ πλέον αὐτῷ νέμειν ἐθέλω· μᾶλλον γάνυσθε, ἄφθονοι γάρ ἐστε πατέρες καὶ
165
5τοῖς κατορθώμασι τῶν υἱῶν ἐπαγάλλεσθε καὶ ἡδέως νικᾶσθε παρὰ τῶν τέκνων εἰς ἀρετήν. Εἰ γάρ τι καλὸν καὶ μέγα παρὰ Στεφάνῳ, τοῦτο πάντως ὑμέτερον, τῶν παιδευτῶν ἐκείνου καὶ μυσταγωγῶν.

12

.

2

.

4

Ἡ γὰρ τῶν ἀθλητῶν εὐδοκίμησις δόξα γίνεται τοῦ παιδοτρίβου. Διὸ μικρὸν ὑμᾶς παραιτησάμενος ἐρῶ μετὰ παρρησίας ἅ μοι δίδωσιν ἡ ὑπόθεσις εἰς συνηγορίαν τοῦ κατὰ Χριστὸν ἀριστέως.

12

.

3

.

1

Πρεσβύτερος εἶ τῶν μαθητῶν, ἅγιε Πέτρε, καὶ πρὸ πάντων τὸν Ἰησοῦν Χριστὸν κατήγγειλας. Ἔτι δὲ σοῦ τὸν λόγον τὸν εὐαγγελικὸν κηρύττοντος καὶ πόλιν ἐκ πόλεως μετιόντος καὶ χώραν ἐκ χώρας ἀμεί‐ βοντος καὶ πονοῦντος τὸ κήρυγμα, οὗτος εἰσελθὼν εἰς τὸ στάδιον καὶ
5ἁρπάσας τῶν ἀγωνισμάτων τὸν στέφανον, μετελθὼν εἰς τὸν οὐρανὸν ἐδοξάσθη ἔτι σοῦ περὶ γῆν στρεφομένου· καὶ τὸ μεῖζον αὐτοῦ τοῦ Πατρὸς καὶ Υἱοῦ καλούντων αὐτὸν διὰ τῆς θαυμαστῆς ὀπτασίας. Οὕτως μὲν οὖν καὶ ὁ Πέτρος καὶ ἀρκεῖ τὰ εἰρημένα. Τολμηρὸν γὰρ ἐπὶ πλεῖστον περὶ πρωτείων ἁμιλλᾶσθαι πατράσιν.

12

.

3

.

2

Ἴδωμεν δὲ καὶ τὰ σά, Ἰάκωβε, ἀδελφὲ τοῦ Ἰωάννου. Εὐαγγελιστὴς εἶ τοῦ Χριστοῦ, θήραμα δεύτερον μετὰ Πέτρον. Καὶ τίς οὐκ ἂν ἀγασθείη σου τῆς πίστεως; Μόνον γὰρ ἐκλήθης καὶ μηδὲν μελλήσας ὑπήκουσας. Κατέλιπες μετὰ τῆς πορθμίδος
5καὶ τὸν πατέρα τὸν Ζεβεδαῖον· ἠκολούθησας δὲ καὶ τῷ Χριστῷ ὡς γνήσιος μαθητής. Ἔπαθες ὑπὲρ τῆς εὐσεβείας προθύμως, ὁμολογῶ· μαχαίρᾳ γάρ σε Ἡρώδης ὁ τύραννος διεχρήσατο, ἀλλὰ μετὰ Στέφανον πολλοῖς ὕστερον χρόνοις.

12

.

3

.

3

Καὶ τί τοὺς καθ’ ἕκαστον ὀνομάζω, ὁπότε κατὰ πάντων ὁμοῦ τῶν ἁγίων τὸ τοῦ μαρτυρίου βραβεῖον ἀνείλετο, πρῶτος πρὸς τὸν διάβολον παραταξάμενος καὶ πρῶτος νικήσας, μιμη‐ σάμενος τὸν Δαβίδ, εἰ καὶ δι’ ἀντιστρόφου τοῦ πράγματος; Λίθοις ὁ
5Δαβὶδ τὸν Γολιὰθ ἐνίκησε, λίθοις καὶ Στέφανος τὸν διάβολον· ἀλλ’ ὁ μὲν
οἷς ἔβαλεν, ὁ δὲ οἷς ἐβλήθη. Ἡμεῖς δέ, ὁ Χριστοῦ λαός, ὡς ἡ στρατιὰ τότε τοῦ Ἰσραὴλ κράζωμεν καὶ εὐφημῶμεν τὰ ἐπινίκια ὡς παρόντα βλέποντες, ὡς ἑστῶτα θαυμάζοντες.166

12

.

4

.

1

Καλὸς μὲν γὰρ ἅπας ὁ τῆς εὐσεβείας ὑπερμαχῶν, κἂν δεύτερος ἢ τρίτος τοῖς προαθλήσασιν ἐπιγένηται· οὐ μὴν τοιούτου θαύματος ἄξιος οὗπερ ὁ πρῶτος. Ὁ μὲν δεύτερος ζήλῳ τοῦ προλαβόντος ἐναχθεὶς πρὸς τὴν μίμησιν οὕτως ἑλκύσθη πρὸς τὴν σπουδήν· ὁ δὲ μηδενὶ καθηγεμόνι
5χρησάμενος, εὑρετὴς δὲ γεγονὼς τοῦ καλοῦ εἰκότως τὴν τοῦ πρωτείου δέχεται ψῆφον.

12

.

4

.

2

Μεγάλη οὖν ἡ τοῦ ἀνδρὸς προθυμία, διὸ μεγάλη καὶ ἡ τιμή· ἀθάνατος δὲ ἡ μνήμη, ἣν οὔτε λήθη ἐκάλυψεν οὔτε χρόνος ἠμαύρωσεν, ἀλλὰ γενεὰ ἐκ γενεᾶς διαδεχομένη τὰ διηγήματα ταύτην ἀπαραβάτως τὴν ἑορτὴν ἐπιτελοῦμεν, ἱερεῖς, λαός, παῖδες, ἄνδρες,
5γυναῖκες. Σκοπητέον δὲ καὶ τὴν ἱστορίαν αὐτήν, ἵνα ἐν χρῷ τῶν πραγ‐ μάτων γενόμενοι μᾶλλον τὸν ἄνδρα θαυμάσωμεν.

12

.

5

.

1

Πρῶτος ἦν τῶν κατὰ Χριστὸν διακόνων ὁ Στέφανος, ἡγιασμένος τῇ χάριτι, σκεῦος πεπληρωμένον τοῦ Πνεύματος, καθ’ ἡμέραν βεβαιῶν τοὺς οἰκείους καὶ τοὺς πλανωμένους πρὸς τὴν εὐθεῖαν ὑποστρέφων ὁδόν. Ἐπειδὴ δὲ σφοδρότερον εἴχετο τῆς διδασκαλίας, καὶ μᾶλλον
5παρὰ τοὺς λοιποὺς ἀποστόλους τοὺς ἐχθροὺς ἐλύπει καὶ πρὸ ἐκείνων τὸν πρῶτον δυσμενῆ τὸν διάβολον. Πυρώδεις γὰρ ἐκεῖνος τοὺς ὀφθαλμοὺς ἐφίστησι καὶ ἄγριον βλέποντας τοῖς μᾶλλον τῇ εὐσεβείᾳ συνισταμένοις. Ἤγειρεν οὖν αὐτῷ σύστημα τὸ τῶν Ἀλεξανδρέων γένος εἰς στάσιν ὀξύρροπον. Πάντως δὲ ἀκηκόατε τοὺς ἄνδρας τῆς πόλεως, ὅπως θερμοί τε
10εἰσὶ καὶ ζέοντες ἐπὶ πᾶν ὅπερ ἂν προχείρως ὁρμήσωσιν. Ὡς δὲ τὸ πλῆθος ἐθεάσατο τῶν ἐπ’ αὐτὸν συρρεόντων, ἐν ἀπόρῳ μὲν εἶχε θέσθαι τὸ παρόν· ὅμως δὲ τέχνην εὗρεν εὐμήχανον λόγον ἐμμελῆ καὶ πρᾶον. Οὐδὲν γὰρ φάρμακον τοιοῦτον εἰς θεραπείαν θυμοῦ καὶ κινήσεως, οἷον παραίνεσις προσηνὴς καὶ εὐάρμοστος.

12

.

5

.

3

Καὶ εἴπατέ μοι, φησί, τὴν αἰτίαν τοῦ μίσους, ἀνθ’ ὅτου δὲ τὰς χεῖρας ἐπανατείνεσθε καὶ προδηλοί ἐστε ὡς σπαράξοντες. Εἰπόντων δὲ ὅτι Ἐπειδὴ καταλύεις τοὺς πατρῴους νόμους καὶ ξένων εἶ δογμάτων εἰσηγητής, στὰς εἰς μέσον ὁ μακάριος, ἄτεχνος
5καὶ αὐτοσχέδιος ῥήτωρ—οὐ γὰρ ἔλεγεν ἅπερ ἐκ τέχνης ἔμαθεν, ἀλλ’ ἅπερ ἐνεπνεῖτο ὑπὸ τοῦ Πνεύματος—, Ἄνδρες, φησίν, ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε.167

12

.

6

.

1

Σοφὸν τὸ προοίμιον, ἀρίστη πρὸς δῆμον θερμαινόμενον ἡ τῆς δημηγορίας ἀρχή. Τὰ γὰρ μειλίχια καὶ προσηνῆ τῶν ῥημάτων οἷον μέλιτός τινος μετέχοντα ἢ ἐλαίῳ ἁπαλῷ παραπλήσια τὴν φλεγμονὴν τῶν θηρίων κατέστελλεν. Ἔπειτα ἄνεισι τῇ μνήμῃ πρὸς τὸν Ἀβραάμ,
5ἵνα καὶ παλαιῶν ἀρξάμενος χρόνων καὶ μακρὸν ἀποτείνων λόγον ἐν πολλῷ τῷ μέσῳ λάθῃ δαπανήσας τὸν θυμὸν ἐκλυόμενον. Καὶ τὴν πολλὴν ἐκείνην ῥῆσιν ἐξεργασάμενος δείκνυσιν, ὅτι καὶ Μωϋσῆς προεφήτευσε τὸν Χριστόν, ἵνα διὰ τῆς ἀξιοπιστίας τοῦ νομοθέτου εὐφυῶς, ὥσπερ κλέπτων, παρεισαγάγῃ τὸν τῆς πίστεως λόγον. Πάντα δὲ εἴρηκεν ἐπιστημόνως,
10ὅσα πρὸς ὠφέλειαν συνετέλει τῶν ἀκουόντων. Ἐπεὶ δὲ τὴν κακίαν εἶδεν ἀνένδοτον καὶ τὴν γνώμην ἀμάλακτον, τότε λοιπὸν παρρησίας πλησ‐ θεὶς καὶ ἀπαγορεύσας πρὸς τὴν ἐνθάδε ζωὴν πᾶσαν δὲ καταλιπὼν τέχνην τὴν κολακεύουσαν ἀπαρακαλύπτως αὐτοὺς προσηγόρευσε σκληροτρα‐ χήλους, ἀπεριτμήτους 〈τῇ καρδίᾳ, τῷ νόμῳ μαχομένους, πολε‐
15μοῦντας τῷ Πνεύματι. Καὶ τίνα τὰ ἐντεῦθεν; Περιέστησαν αὐτόν, ὡς Δεσπότην, κύνες πολλοὶ καὶ ταῦροι πίονες, κατὰ τὴν ψαλμῳδίαν περιέσχον τὸν δίκαιον. Εἱστήκει δὲ μόνος πανταχόθεν τῷ δήμῳ τῶν φονευτῶν κεκυκλωμένος. Οὐδεὶς δὲ ἦν κατ’ ἐκείνην τὴν ὥραν ἐγγύς, οὐ φίλος, οὐκ οἰκεῖος, οὐ συγγενής. Φέρει γάρ πως παραμυθίαν τοῖς
20κινδυνεύουσι τὸ βλέπειν ἐκ τοῦ σύνεγγύς τινα τῶν γνωρίμων.

12

.

7

.

1

Ὁ δὲ τοῦ μεγάλου ἀγωνίσματος ὑψηλὸς ἀγωνοθέτης καταμαθὼν ὡς χρεία τῷ ἀνδρὶ παραστάτου—εἰ γὰρ καὶ σφόδρα γενναῖος ἦν, πάντως ἔπασχε τὰ ἀνθρώπινα—ἀθρόον αὐτῷ φαίνεται πρὸς τὸν οὐρανὸν ἀτενί‐ σαντι, δείκνυσιν δὲ καὶ τὸν Υἱὸν ἐκ δεξιῶν ἑστῶτα ἐν τῷ τῆς ἀνθρωπήσεως
5σχήματι. Ὢ τῆς φιλανθρωπίας! Ὢ τῆς ἀγαθοσύνης! Ἐπεφάνησαν τῷ ἀθλητῇ ὑπὲρ ὧν ἠγωνίζετο καὶ μόνον οὐκ ἀφῆκε τοιαύτην φωνὴν πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός·

12

.

7

.

2

Μηδὲν ἀγεννὲς πάθῃς, ὦ Στέφανε· οὐδένα ἔχεις ἀνθρώπων σύμμαχον, οὐδείς σοι παρέστηκε τῶν φίλων ἐν καιρῷ τῶν δεινῶν, ἀλλ’ ἐγὼ μετὰ τοῦ Ἀγαπητοῦ ἐποπτεύω τὰ δρώμενα. Ἑτοίμη ἡ ἀνάπαυσις, ἀναπεπταμέναι τοῦ παραδείσου αἱ πύλαι. Μικρὸν
168
5καρτερίσας κατάλιπε βίον πρόσκαιρον καὶ σπεῦσον πρὸς ζωὴν τὴν ἀΐδιον καὶ ἀτέλεστον. Ἔτι τυγχάνων ἐν τῇ σαρκὶ βλέπεις Θεόν, πρᾶγμα πάσης ἐγκοσμίου φύσεως μεῖζον.

12

.

7

.

3

Ἐμυσταγωγήθης παρὰ τῶν πρεσ‐ βυτέρων ἀποστόλων, ὅτι ὁ Πατὴρ ἔχει Υἱὸν γνήσιον ἀγαπητόν. Ἰδοὺ ἐγὼ μέν σοι ἑαυτὸν ἐμφανίζω ὡς δύνασαι φέρειν. Παρέστηκε δέ μοι καὶ ὁ Υἱὸς ἐκ δεξιῶν, ἵνα τῇ σχέσει τοῦ τόπου γνῷς τὴν τιμήν. Ἐσκαν‐
5δάλιζε τότε τοὺς πολλούς, εἰ Θεὸς ἐν γῇ σάρκα περιεβάλετο· ἀλλ’ ὅρα νῦν αὐτὸν ἐν τῷ ὕψει μετ’ ἐμοῦ οὐράνιον καὶ ὑπερουράνιον φέροντα τοῦ ἀνθρώπου μορφὴν εἰς βεβαίωσιν τῆς τελεσθείσης οἰκονομίας. Ὑπὲρ τούτου καταλιθούμενος μὴ ὀκλάσῃς, μὴ ἀτονήσῃς.

12

.

7

.

4

Βλέπων δὲ τὸν ἀγωνοθέτην μὴ φοβηθῇς τὸν ἀγῶνα. Ἄφες τὸ σῶμα καταφρονῶν ὡς δεσμὸν γήϊνον, ὡς οἶκον σαθρόν, ὡς σκεῦος κεραμέως φθαρτόν. Ἀνάδραμε πρὸς τὴν ἐνθάδε λῆξιν ἐλεύθερος, ἕτοιμος γάρ σοι τῆς ἀνδραγαθίας ὁ
5στέφανος. Μετάστηθι πρὸς τὸν οὐρανὸν ἐκ τῆς γῆς. Ἄφες τὸ σῶμα τοῖς μιαιφόνοις ὡς βρῶμα κυσί. Κατάλιπε λυσσῶντα δῆμον καὶ ἐλθὲ πρὸς χορὸν ἀγγέλων.

12

.

8

.

1

Μετὰ ταύτης τῆς γνώμης ὁ Θεὸς ἐπεφάνη τῷ καρτερῷ, ἵνα μή τι πάθῃ δειλὸν καὶ τὴν πολλὴν ἐκλύσῃ προθυμίαν τῷ μεγέθει τοῦ φόβου. Διὸ οὔτε ἄγγελον αὐτῷ ἔπεμψε βοηθὸν ὡς τοῖς ἀποστόλους ὕστερον ἐν τῷ δεσμωτηρίῳ, οὔτε τινὰ δύναμιν λειτουργικὴν καὶ ὁμοδοῦλον, ἀλλ’
5αὐτὸς ἑαυτὸν ἐνεφάνισεν.

12

.

8

.

2

Ἀπαρχὴ γὰρ ἐγένετο τότε τοῦ μαρτυρίου καὶ ἔδει τὸ πρῶτον ἔργον τελειωθῆναι, ἵνα οἱ ἑξῆς ἐποικοδομούμενοι μάρτυρες ἰσχυρὰν λάβωσι τοῦ ζήλου τὴν ὑποβάθραν καὶ μὴ δειλίας γένωνται μιμηταί, ὅπερ δὴ καὶ ἐπὶ τῶν κοινῶν γίνεται πολέμων. Εἷς γὰρ στρα‐
5τιώτης πρόμαχος, ὁ τοῦ ἔργου παρασχὼν τὸ ἐνδόσιμον, νικήσας μὲν καὶ ἀνδρισάμενος πάντας τοὺς ἰδίους ἐπέρρωσε καὶ τοὺς ὑπεναντίους κατέ‐ πληξεν, ἀσθενὲς δέ τι παθὼν εὐθὺς κατακλᾷ καὶ δειλίας πληροῖ τὰς τῶν ὁμοφύλων ψυχὰς καὶ φυγῆς γίνεται σύνθημα. Διὰ τοῦτο μὲν ὁ Θεὸς οὐρανόθεν ἐφάνη.

12

.

9

.

1

Ὁ δὲ τῆς μεγάλης ὀπτασίας ἀξιωθεὶς οἵας οὐκ ἄλλος, οὐ κατέσχε σιωπῇ ἅπερ εἶδεν, ἀλλ’ εὐθὺς ἐξεβόησεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρα‐ νοὺς ἀνεῳγμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεο. Ἐνόμισε γὰρ τὸ ἐξαγορεῦσαι τὴν ὁπτασίαν τοὺς169
5ἀπίστους ἑλκύσειν εἰς συγκατάθεσιν. Οἱ δὲ τὸ λεχθὲν πλείονος ὀργῆς καὶ μανίας ἀφορμὴν ποιησάμενοι ἐπιφραξάμενοί τε τὰς ἀκοὰς πρὸς τὸν λόγον ὡς βλάσφημον εἴχοντο παραχρῆμα τοῦ φόνου. Ἑλκύσαντες δὲ ἔξω τῆς πόλεως τὸν χριστοφόρον ἄνθρωπον, βαστάζοντα τὴν ὑπομονὴν ὡς ὁ Κύριος τὸν σταυρόν, κακῷ τὸ κακὸν ἰῶνται καὶ φόνῳ ὑπὲρ τοῦ φόνου
10ἀπολογοῦνται καὶ τῷ σταυρῷ τοὺς λίθους συνάπτουσι.

12

.

9

.

2

Στήσαντες δὲ τὸν τρισμακάριον ἐπί τινος ἰσοπέδου χωρίου, τὸ μακρὸν ἐκεῖνο σῶμα καὶ ὑψηλὸν τῶν μαρτύρων τρόπαιον, καὶ κύκλῳ περισχόντες αὐτὸν ὁ τῶν αἱμάτων καὶ τῆς ὀργῆς δῆμος, καὶ τὴν καλουμένην ἐν τοῖς πολέμοις
5μιμησάμενοι σαγηνείαν ἔβαλλον λίθοις τὸν τοῦ ἀκρογωνιαίου λίθου διάκονον καὶ πᾶσα χεὶρ Ἑβραϊκὴ τὸν φόνον ἐνήργει· σκοπὸς δὲ ἦν τῶν ἀφιέντων ὁ μάρτυς ἑστὼς κατὰ μέσον ὡς σημεῖον τοξότου.

12

.

9

.

3

Ὡς δὲ πάντοθεν τὸ σῶμα περιθραυσθὲν καὶ λελουμένον τῷ αἵματι ὤκλαζε λοιπὸν πρὸς τὴν ὄρθιον στάσιν, κατεσείετο δὲ καὶ ἠπείλει τὴν πτῶσιν ὥσπερ τις ὑψηλὴ πλάτανος παρὰ πολλῶν κατεργασθεῖσα τεκτό‐ νων· οὐ δὲ τὴν πτῶσιν ἔπαθε κατὰ τοὺς πολλοὺς ἀπρεπῶς. Οὐ γὰρ
5πρηνὴς ἐξετάθη οὐδὲ ἐπὶ πλάγιον κατηνέχθη οὐδὲ εἰς τὸ ὕπτιον ἀνεκλίθη σχῆμα, ἀλλὰ θεὶς τὰ γόνατα ἐν τῷ εὐπρεπεῖ σχήματι τοῦ εὐχομένου κατέλυσεν ἐπιταχύνων τῇ ψυχῇ διὰ τῆς προσευχῆς τὸν τῆς σαρκὸς χωρισμὸν καὶ κράζων πρὸς τὸν ὁρώμενον Κύριον· Κύριε Ἰησοῦ Χριστέ, δέξαι τὸ πνεῦμα μου.

12

.

9

.

4

Ἔσπευδε γὰρ ὡς ἐπί τινα μετοι‐ κίαν, ὡς ἐξ ἀλλοδαπῆς ἐπὶ πατρίδα, ὡς εἰς πόλιν λαμπρὰν ἀπὸ γῆς ἐρήμου καὶ αὐχμηρᾶς. Προσετίθει δὲ τῇ δεήσει καὶ τὴν ὑπὲρ τῶν λιθα‐ ζόντων εὐχήν. Εὐεργέτουν γὰρ ἄκοντες καὶ λιθάζοντες ἔσωζον καὶ
5φονεύοντες ἐζωοποίουν καὶ τοῦ πηλοῦ χωρίζοντες τῇ βασιλείᾳ παρέ‐ πεμπον.

12

.

10

.

1

Θεωρήσωμεν οὖν καὶ τὸ ῥῆμα τῆς προσευχῆς, πρὸς οἷον φέρει σκόπον τὸ Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν. Οὐ γάρ, ὡς οἴονταί τινες κακῶς λογιζόμενοι, ἀτιμώρητον καὶ ἀνεύθυνον εὔχεται γενέσθαι
τῶν ἐχθρῶν τὸ ἁμάρτημα. Τοῦτο γὰρ ἦν φανερῶς τῇ τοῦ Θεοῦ διατυ‐170
5πώσει ἀνθίστασθαι καὶ τὴν τοῦ δικαίου κρίσιν καὶ νομοθεσίαν ἐπανορθοῦν τὴν τοῖς ἀνδροφόνοις τὰ πρὸς ἀξίαν ἀποκληρώσασαν.

12

.

10

.

2

Ἀλλὰ τί φησι; Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν, τουτέστι· Δὸς φόβον κατανύξεως, ἄγαγε πρὸς μεταμέλειαν τῶν νῦν τετολμημένων, μὴ συγχω‐ ρήσῃς ἐναποθανεῖν τῇ περιτομῇ, ἕλκυσον διὰ μετανοίας πρὸς τὴν σὴν
5ἐπίγνωσιν, ἄναψον ἐν ταῖς καρδίαις τὴν φλόγα τοῦ Πνεύματος. Ἂν γὰρ οὕτως βελτιωθῶσι, πρόδηλον ὡς οὐ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν, ἀλλὰ τῷ λουτρῷ τῆς χάριτος καὶ τὸ σὸν καὶ τὸ ἐμὸν αἷμα νιψάμενοι ἐλεύθεροι τῶν ἐγκλημάτων γενήσονται.

12

.

10

.

3

Ταῦτα ἐγένετο καὶ ἐτελέσθη τὸ δρᾶμα. Καὶ στρατιαὶ μὲν τῶν ἀγγέλων εὐφραίνοντο τὸν ἀγῶνα θαυ‐ μάζουσαι καὶ μετὰ πολλῆς δορυφορίας τὸν Στέφανον εἰς τὸν ἴδιον ἀνάγουσαι κλῆρον· ὁ δὲ διάβολος ἀπεστράφη κενός, ἠπορημένος δεινῶς,
5ἀλλ’ ἵνα τι καὶ σωματικώτερον εἴπω περὶ τοῦ ἐναερίου πνεύματος λόγον προφητικὸν μιμησάμενος, ὡς πρόσκαυμα χύτρας φέρων τὸ πρόσω‐ πον καὶ τοὐναντίον ἢ προσεδόκα κατορθώσας καὶ δι’ ὧν ἐνομίζεν χριστι‐ ανοὺς ἐλαττοῦν, δι’ ἐκείνων πληθύνας τὸν τῶν μαρτύρων κατάλογον.

12

.

11

.

1

Τί δὲ καὶ πρὸς Παῦλον τὸν ἱερόν; Εἷς γὰρ ἦν καὶ οὗτος τῶν φονευ‐ τῶν, ἀληθὴς Βενιαμὶν λύκος ἅρπαξ. Εἰ γὰρ καὶ αὐτὸς μὴ ἐλίθαζεν, ἀλλ’ ἐτήρει τὴν τῶν λιθαζόντων ἐσθῆτα καὶ ὑπηρέτει δήμου δημίου. Πλὴν ὅψομαί σε μετὰ μικρὸν τὸν σφριγῶντα νῦν καὶ θυμὸν ἄγριον πνέοντα
5ὥσπερ τινὰ γραῦν ἀσθενῆ χειραγωγούμενον, ὅταν μέλλῃς ἄγεσθαι πρὸς τὸν Ἀνανίαν τῆς ἀληθείας γευσάμενος.

12

.

11

.

2

Ἡδὺ δὲ σφόδρα γελάσομαι, ὅταν ἀκούσω σου τὰς ὑπὲρ τοῦ εὐαγγελίου θλίψεις ἐξηγουμένου καὶ μεταξὺ τῶν ἄλλων κινδύνων λέγοντος· Ἅπαξ ἐλιθάσθην. Χρὴ γάρ σε διὰ λίθων ὑπὲρ τῶν λίθων ἀπολογήσασθαι καὶ τῷ ταὐτοπάθει λῦσαι τῆς ἁμαρτίας τὸ
5ἔγκλημα.

12

.

12

.

1

Ἄξιον δὲ μηδὲ τὴν ὀπτασίαν καταλείπειν τοῦ Στεφάνου ἀνεξέ‐ ταστον· ἀεὶ γὰρ ὁ τῶν ὅλων Θεὸς τοῦ ἑξῆς προμηθούμενος τῶν μελλόντων
ἐπιγίνεσθαι τῷ βίῳ τῶν ἀνθρώπων ἁμαρτημάτων προφυλακτικῶς προ‐ κατασκευάζει τὴν θεραπείαν, ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Εἰ γὰρ πρὸς171
5τὸ χρήσιμον τοῦ ἀγωνιστοῦ μόνον ἐτελεῖτο τὰ θεοφάνεια, ἤρκει καὶ φωνὴν γενέσθαι ἐξ οὐρανῶν, ὥσπερ ἐπὶ τοῦ βαπτίσματος πρότερον ἢ χρόνοις ὕστερον ἐπὶ τῆς μεταμορφώσεως ἢ καὶ ὡς ἐπὶ Παύλου τούτου, ἡνίκα τὴν ἐπὶ Δαμασκὸν ἐπορεύετο.

12

.

12

.

2

Νυνὶ δὲ διὰ τὸ μέλλειν τὸ ἐκ Λιβύης κακὸν τὸν Σαβέλλιον ταῖς ἐκκλησίαις ἐπιφύεσθαι τοῦ Θεοῦ καὶ τὴν κακόδοξον τῶν ὑποστάσεων σύγχυσιν εἰς τὸν βίον εἰσάγειν, τούτου χάριν ὁ Θεὸς ὥσπερ προανα‐ κόπτων τὸ μέλλον καὶ τὰς ψυχὰς τῶν εἰς ὕστερον προασφαλιζόμενος
5δείκνυσι μὲν ἑαυτὸν τῷ Στεφάνῳ ἐν ἰδίᾳ καὶ αὐτοτελεῖ δόξῃ, δείκνυσι δὲ καὶ τὸν Υἱὸν ἐν ἀπηρτισμένῳ προσώπῳ, ἵστησι δὲ αὐτὸν ἐκ δεξίων ἑαυτοῦ, ἵνα τῇ διευκρινήσει τῶν προσώπων ἑρμηνεύσῃ τὰς ὑποστάσεις.

12

.

13

.

1

Καὶ τυχὸν ἐρεῖ τις· Τὰ μὲν περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὕτω σοι πεφιλοσόφηται, ποῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον; Εἰ γὰρ τῆς κατὰ τὴν πίστιν ἀσφαλείας ἕνεκεν οὐρανόθεν ὁ Πατὴρ μετὰ τοῦ Υἱοῦ ἐπεφαίνετο, ἐχρῆν συμπαρεῖναι καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα πρακτική τις μυσταγωγία
5τοῖς ἀνθρώποις ἐτελέσθη διὰ τῆς ὀπτασίας. Εἰπεῖν τοίνυν ἀναγκαῖον πρὸς τὸν ταύτην ἡμῖν ἀνθυποφέροντα τὴν διάνοιαν, ὅτι Ὦ σοφώτατε, χρὴ τὸν τῶν ἀναγνωσμάτων βασανιστὴν ὀρθήν τε ὁμοῦ τὴν διάνοιαν ἔχειν καὶ τὸ μνημονικὸν ἐρρωμένον, ἵν’ οὕτως δυνηθῇ πάντων ὁμοῦ περιδράσσεσθαι τῶν γεγραμμένων.

12

.

13

.

2

Εἰ γὰρ καὶ ζητεῖς τὴν τοῦ Πνεύ‐ ματος παρουσίαν, μικρὸν ἀνωτέρω τῶν λίθων καὶ τῆς μιαιφονίας γενοῦ καὶ εὑρήσεις πρὸ τῆς ὀπτασίας τὸ Πνεῦμα λαλούμενον καὶ συμπαρὸν Στεφάνῳ καὶ προκαταρτίζον τὸν ἀθλητήν. Εὐθέως γὰρ ἐν ἀρχῇ τοῦ
5διηγήματος ταύτην ἡμῖν προανεφώνησε τὴν φωνήν· Στέφανος πλήρης χάριτος καὶ ἀληθείας καὶ δυνάμεως ἐποίει σημεῖα καὶ τέρατα μεγάλα ἐν τῷ λα. Ἀνέστησαν δέ τινες ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ
10καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει.

12

.

13

.

3

Ἰδοὺ τοίνυν καὶ τὸ τοῦ Πνεύματος ἡμῖν πρόσωπον εὐκρινῶς
ὁ λόγος ὑπέστησεν. Εἰ δὲ τοῦτο πρότερον γέγραπται, τελευταῖον δὲ ὁ Πατὴρ καὶ ὁ Υἱός, οὐδὲν ἡ τῆς τάξεως ἀπαλλαγὴ τῇ πίστει λυμαίνεται. Σύνηθες γὰρ τοῦτο ποιεῖν τῇ Γραφῇ· καὶ ποτὲ μὲν ὀνομάζειν τὸν Υἱὸν172
5μόνον, ποτὲ δὲ τὸ Πνεῦμα σὺν τῷ Υἱῷ, ἢ καὶ ἄρχεσθαι μὲν ἐκ τοῦ Πατρός, καταλήγειν δὲ εἰς τὸ Πνεῦμα· καὶ τὸ ἀνάπαλιν τῆς ἀρχῆς ἐκ τοῦ Πνεύ‐ ματος γινομένης διὰ τοῦ Υἱοῦ τῷ λόγῳ ἐπὶ τὸν Πατέρα ὁδεύειν.

12

.

13

.

4

Καὶ τοῦτο τὸ τῆς συνηθείας ἰδίωμα μάλιστα παρὰ τῷ μεγάλῳ Παύλῳ ἀπα‐ ραφυλάκτως γινόμενον ἔστιν ἰδεῖν. Πεπλήρωται δὲ παρ’ ἡμῖν καὶ τῷ Στεφάνῳ τὸ χρέος· εἰ μὲν πρὸς τὸ μέγεθος βλέπων τις οὐχ ἱκανῶς, εἰ δὲ
5πρὸς τοῦ λέγοντος δύναμιν αὐτάρκως· ὅτι τῷ Θεῷ ἡμῶν ἡ δόξα εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.173

13

t

1

Ἀστερίου ἐπισκόπου Ἀμασείας προτρεπτικὸς περὶ μετανοίας

13

.

1

.

1

Ἀνὴρ Φαρισαῖος, ὡς ἀρτίως ἠκούσαμεν τοῦ Λουκᾶ λέγοντος, προτρέπει τὸν Κύριον εἰς ἑστίασιν καὶ ὑπωρόφιον ἄγει καὶ κοινὴν παρα‐ τίθεται τράπεζαν. Ὁ δὲ οὔτε τὴν κλῆσιν ἀπαναίνεται οὔτε φεύγει τὸν ἄνθρωπον, μήτε μαθητὴν ὄντα μήτε πιστεύσαντα, τῷ γράμματι δὲ
5προσδεδεμένον τοῦ νόμου καὶ οὐδέπω πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας τοὺς ὀφθαλμοὺς ἀνοίξαντα, χαλεπῶς δὲ πρὸς τὰς ἐπαγγελίας ἀμβλυω‐ ποῦντα τῶν προφητῶν.

13

.

1

.

2

Τί οὖν ἡμῖν τοῦτο τὸ κεφάλαιον ἀνέγραψεν ὁ Λουκᾶς; Πότερον ἵνα τὴν γνῶσιν ἔχωμεν ὧν ὁ Ἰησοῦς κατειργάσατο πολιτευόμενος ἐν τῷ σώματι, καὶ γνῶσιν ἱστορίας ἐπωφελοῦς παραλά‐ βωμεν; ἢ νοῦ τινος ἐπωφελοῦς καὶ παιδευτικοῦ γέμει τὰ γράμματα τὸν
5ἡμέτερον βίον πρὸς τὸ ὀρθὸν καὶ ἀδιάστροφον κανονίζοντα; Οὕτως δὲ ἔχειν ἔγωγε ἡγοῦμαι καὶ ὑμᾶς προσῆκον πείθεσθαι.

13

.

1

.

3

Πολλοὶ γάρ εἰσι τῶν ἑαυτοὺς δικαιούντων φίλαυτοι καὶ αὐτάρεσκοι ἐν ὑπολήψει διὰ κενοῦ φρονήματος ὠγκωμένοι, ἁμαρτωλοὺς καλοῦντες τοὺς ἐγγίζοντας καὶ πρὶν ἐλθεῖν τὸ ἀληθινὸν κριτήριον ἑαυτοὺς ὡς ἄρνας ἀπὸ τῶν ἐρίφων
5χωρίζοντες καὶ πρὸς τὴν θύραν τῆς βασιλείας βλέποντες ὡς ἀναπε‐ πταμένην αὐτοῖς, οὐ στέγης, οὐκ ἐδεσμάτων ἀξιοῦντες τοῖς πολλοῖς κοινωνεῖν, βδελυσσόμενοι δὲ πάντας τοὺς μὴ τὴν ἄκραν, ἀλλὰ τὴν μέσην ἐπὶ τοῦ βίου πορευομένους ὁδόν.

13

.

2

.

1

Ὁ τοίνυν Λουκᾶς, ὁ πλέον τῶν ψυχῶν ἢ τῶν σωμάτων ἰατρός, ἔγραψε τὸ ἐν χερσὶ διήγημα οὐ λόγον ἁπλῶς, ἀλλὰ φάρμακον τῶν νο‐ σούντων αὐθάδειαν, αὐτὸν ἡμῶν τὸν Θεὸν καὶ Σωτῆρα δεικνύς, τὸν ἀσυγκρίτως καθαρὸν καὶ μόνον δίκαιον, συγγνωμονικῶς λίαν τοῖς
5κατεγνωσμένοις συναναστρεφόμενον καὶ τοῖς οὐδέπω κεκαθαρμένοις συνδιαιτώμενον, οὐχ ἵνα τι προσλάβῃ τῆς ἐκείνων κακίας, ἀλλ’ ἵνα μεταδῷ τῆς οἰκείας δικαιοσύνης κατὰ τὴν ἡλιακὴν ταύτην τὴν φαινομένην ἐνέργειαν—ὅσον ἀπὸ τοῦ κτίσματος παραστῆσαι τοῦ κτίστου τὴν πρό‐ νοιαν—.183

13

.

2

.

2

Ἴσμεν μὲν γὰρ ὅτι καὶ ὁ ἥλιος οὐ τὰς ἡπλωμένας μόνον ἐπιλάμπει χώρας, ἀλλὰ καὶ ὅσαι κοιλότεραι καὶ τῆς ἀντρώδους ἔλαχον θέσεως. Παυσώμεθα τοίνυν, εἴ τινες οὕτως φρονοῦμεν ὡς ὁ λόγος φησίν· μιμησώμεθα δὲ τοῦ Δεσπότου τὸ ἵλεων καὶ φιλάνθρωπον τοῖς ταπεινοῖς
5διὰ τοῦτο συγκαταβαίνοντες, οὐχ ἵνα ἑαυτοὺς τοῖς κειμένοις συνταπει‐ νώσωμεν, ἀλλ’ ἵνα κἀκείνους ὑψώσωμεν, οἷον κολυμβηταί τινες ἔφυδροι τοὺς πνιγομένους πρὸς τὸν ζωτικὸν ἀέρα τοῦτον ἀνέλκοντες.

13

.

3

.

1

Ἐπειδὴ δὲ πρὸς ἀρίστην νόησιν τὸ εὐαγγελικὸν γράμμα χειραγωγεῖ, φέρε πρὸς τὸν ἐμπεσόντα σκοπὸν ἑαυτοὺς ἀποτείνωμεν. Θαυμάζω σφόδρα τοὺς τὴν ἐμπαθῆ ταύτην καὶ φιλήδονον περικειμένους σάρκα, ἡττωμένους δὲ καθ’ ἡμέραν ὕπνου καὶ γαστρός, οὐ μὴν οὐδὲ τῶν ἄλλων
5ἐρεθισμῶν ἀπείρως ἔχοντας τῶν ὅσοι γνώριμοι πᾶσιν ἡμῖν τοῖς τῆς μίας καὶ τῆς αὐτῆς κοινωνοῦσι φύσεως, ὅπως εἰσὶ σκληροὶ δικασταὶ τῶν ἁμαρτανόντων καὶ ἑαυτῶν συγγνώμονες·

13

.

3

.

2

ἀσθενεῖς ἀγωνισταὶ καὶ ἀπαραίτητοι νομοθέται, ὡς καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀναιρεῖν τὴν ἐλπίδα καὶ ἀποφράττειν, ὡς νομίζουσι, τὴν ἄφθονον τοῦ ἐλέους πηγὴν καὶ μετὰ πολλῆς δὲ τῆς αὐθεντίας ἀποκλείειν τοῖς πλανηθεῖσιν τῆς βασιλείας
5τὴν εἴσοδον. Τοῦτο δὲ οὐδὲν [ἄλλως] οἰκονομικόν, ἀπόγνωσιν ἐμποιεῖν ψυχαῖς ἰατρείαν ζητούσαις. Ὁ γὰρ τῆς θεραπείας ἀπελπίσας δοῦλος γίνεται καθάπαξ τῆς νόσου καὶ πρός γε πάσης τῆς τῶν ἡμετέρων Γραφῶν ἐπαγγελίας ἀλλότριος, οὐδὲ γὰρ ἐκεῖ τῷ συνετῶς ἐξετάζοντι τοιοῦτον, ὃ μὴ χάρις δωρεῖται καὶ θεραπεύει συγγνώμη.

13

.

3

.

3

Καὶ τίς οὕτως ὑπόκωφος καὶ ἀνήκοος τῶν λόγων τοῦ Ἰὼβ διαρρήδην πρὸς πάντας ἐκβοῶντος ὅτι Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μία ἡμέρα ἡ ζωὴ αὐτο;
Τίς δ’ ἂν σωφρονῶν τοιοῦτον φρονήσειεν, ὡς ὑποκείμενος εὐθύναις καὶ184
5ταύταις ἐν δικαστηρίῳ Θεοῦ περιττὸν οἴεσθαι συγγνώμην καὶ ἀχρεῖον τὸν ἔλεον;

13

.

4

.

1

Εἰ δὲ καὶ πρὸς τὸ ἀκρότατον δικαιοσύνης καὶ ἀκριβείας ἦσαν ἐληλακότες, πατήσαντες δὲ ἀληθῶς κατὰ τὸ γεγραμμένον ἐπάνω ὄφεων καὶ σκορπίων, νικηταὶ δὲ καὶ στεφανῖται κατὰ τῆς ἁμαρτίας ἀνηγο‐ ρεύθησαν, οὐδ’ οὕτως ἐχρῆν πρὸς τὴν οἰκείαν ἀνδρείαν καὶ τῶν ἄλλων
5ἁπάντων κανονίζειν τὸν βίον, ἀλλὰ τῆς μὲν ἰδίας εὐδοκιμήσεως τῷ δεδώκοτι Θεῷ τὴν χάριν ὁμολογεῖν, ὅτι καὶ φύσιν ἡγεμονικῶς ἡνιόχησαν καὶ πειρασμῶν σατανικῶν οὐκ ἐγένοντο χείρους, τοῖς δὲ ἀσθενήσασιν ὀρέγειν φιλαδελφίας δεξίαν καὶ ἀνεγείρειν ἐκ τοῦ πηλοῦ καὶ καθαίρειν ἐκ τῶν μολυσμάτων.

13

.

4

.

2

Διπλοῦν γὰρ ἂν οὕτως τὸν ἔπαινον ἤραντο τῆς τε ἰδίας ἀνδραγαθίας ὁμοῦ καὶ τῆς φιλαδέλφου καὶ χρηστῆς συμπαθείας τὰ γέρα λαμβάνοντες. Νυνὶ δὲ ἄνθρωποί τε ὄντες τῶν χαμαὶ ἐρχομένων καὶ ζῶντες βίον οὐ τὸν ἀγγελικὸν καὶ ἐγγὺς τῶν ἀσωμάτων, ἀλλὰ τοιοῦτον
5οἷον ἄν τις καὶ ὑπ’ εὐθύνας ἀγάγοι καὶ σκώψειεν, δικάζουσιν αὐστηρῶς καὶ μετὰ πολλῆς τῆς αὐθεντίας τὴν κατακρίνουσαν φέρουσι ψῆφον, ὡς ἐμὲ πολλάκις ὑπὸ τοῦ τύφου καὶ τῆς ἀλαζονείας ἀποπνιγόμενον εἰπεῖν ἐπ’ αὐτοῖς τὰς εὐαγγελικὰς ῥήσεις, ὅτι τὰς δοκοὺς ἐν τοῖς ἰδίοις ὀφθαλμοῖς μὴ βλέποντες τῶν ἀλλοτρίων ὄψεων ἀποφυσᾶτε τὰ κάρφη.

13

.

4

.

3

Καὶ τὰ βαρύτατα φορτία τοῖς ἄλλοις δεσμεύοντες περινοστεῖτε βαρεῖς κριταὶ καὶ ἀσθενεῖς ἀχθοφόροι τὸ βῆμα τοῦ Χριστοῦ προλαμβάνοντες καὶ τοῦ κριτοῦ τὴν ἀπόφασιν προαρπάζοντες, δοῦλοι καταφρονηταὶ καὶ
5ἀπαραίτητοι τῶν ὁμοδούλων κριταί.

13

.

5

.

1

Εἰ ζηλοῦτε Θεὸν ὡς κατ’ εἰκόνα κτισθέντες, μιμήσασθε ὑμῶν τὸν ἀρχέτυπον· ὦ χριστιανοί, τὸ φιλάνθρωπον ὄνομα, ζηλώσατε τοῦ Χριστοῦ τὴν ἀγάπην, ἀποβλέψατε πρὸς τὸν πλοῦτον τῆς ἐκείνου φιλαν‐ θρωπίας. Μέλλων γὰρ ἀνθρώποις ἐπιφαίνεσθαι δι’ ἀνθρώπου προκαθῆκε
5τὸν Ἰωάννην, μετανοίας κήρυκα, μεταμελείας εἰσηγητὴν καὶ πάντας πρὸ Ἰωάννου προφήτας ἐπιστροφῆς διδασκάλους.

13

.

5

.

2

Εἶτα καὶ αὐτὸς μετ’ ὀλίγον ἐπιφανεὶς οἰκείᾳ φωνῇ βοᾷ αὐτοπροσώπως· Δεῦτε πρὸς μ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Τοὺς δὲ τῇ κλήσει πεισθέντας πῶς ὑπεδέξατο; Ἄπονον ἔδωκεν
5τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ἀκαριαίαν καὶ σύντομον τὴν τῶν λυπούντων
ἀπαλλαγήν· Λόγος ἡγίασεν, Πνεῦμα ἐσφράγισεν· ὁ παλαιὸς ἄνθρωπος ἐνετάφη τῷ ὕδατι, ὁ νέος ἐτέχθη ἀνηβήσας τῇ χάριτι.185

13

.

5

.

3

Τί τὰ ἑξῆς; Ὁ ἄνθρωπος οἰκεῖος ἀντ’ ἀλλοτρίου, υἱὸς ἀντὶ ξένου, μύστης ἐκ βεβήλου, ἅγιος ἐξ ἀσεβῶν. Ὁ τοίνυν ταῖς οὕτως μεγαλοπρεπέσι καὶ ἀνυπερβλήτοις δωρεαῖς πλουτισθείς, ἁμαρτὼν εἰς τὸν φιλότιμον καὶ ἀγαθὸν εὐεργέτην,
5παρὰ μὲν ὑμῖν τοῖς δυσκόλοις καὶ ἀμειλίκτοις δικασταῖς εὐθὺς μήτε λόγου μεταλαβών, πάντως ἂν ἐπὶ τὸν ὄλεθρον ἤχθη καὶ τῆς ἐνθάδε ζωῆς ἀποκοπεὶς καὶ τὴν ἐκεῖ κολαζόμενος.

13

.

5

.

4

Ἐπεὶ δὲ ἄλλος ἐστὶν ὁ τῆς ψήφου Κύριος, ὁ ποιῶν τὸ ἔλεος εἰς χιλιάδας καὶ μυριάδας καὶ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀναμένων δὲ τὴν ἐπιστροφήν, οὐδ’ οὕτως οἱ τὴν πρώην χάριν ὑβρίσαντες ἐτιμωρήθησαν, ἀλλὰ πάλιν
5δεύτερος ἔλεος ἀκολουθεῖ τῷ προτέρῳ καὶ ἀμνηστείᾳ συγγνώμη συν‐ άπτεται καὶ δάκρυον στάζον ἰσοδυναμεῖ τῷ λουτρῷ καὶ στεναγμὸς ἐπί‐ μοχθος ἐπανάγει τὴν χάριν πρὸς ὀλίγον ἀναχωρήσασαν.

13

.

5

.

5

Εἰ ἀπιστεῖς τῷ λόγῳ, Πέτρον ἐρώτησον ἐν τῇ οἰκίᾳ τοῦ ἀρχιερέως καθήμενον, καὶ λέξει σοι, ὅπως τὸ παράπτωμα τῆς ἀρνήσεως πικρῶς ὀδυράμενος ἐκαθάρθη καὶ οὐκ ἀνέλυσεν εἰς τὸν Σίμωνα, ἀλλὰ Πέτρος διέμεινεν ὁ
5ἀπόστολος.

13

.

6

.

1

Ἐγὼ δὲ νομίζω, ὅτι καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἰ μὴ ταχέως αὐτὸς ἑαυτοῦ ἐγένετο δήμιος ἀσύγγνωστον κρίνας τὴν ἁμαρτίαν, προσ‐ πεσὼν δὲ τὸν ἔλεον ᾔτησεν, οὐκ ἂν τῶν οἰκτιρμῶν τῶν πάσης ὑπερ‐ χεομένων τῆς οἰκουμένης ἠστόχησεν. Τεκμήριον δὲ τοῦ λόγου πάντες
5Ἑβραῖοι οἱ μετὰ τὸν σταυρὸν πιστεύσαντες καὶ τῷ λουτρῷ τὰς ψυχὰς ὁμοῦ καὶ τὰς χεῖρας νιψάμενοι. Εἰ δὲ οἱ σταυρώσαντες ἠλεήθησαν, πῶς οὐκ ἂν ὁ προδοὺς τῆς ἀμνηστείας ἀπέλαυσεν;

13

.

6

.

2

Ἐδέσμει ποτὲ καὶ Παῦλος χριστιανοὺς, ἀλλὰ βαστάσας ὕστερον ἁλύσεις ὑπὲρ Χριστοῦ ἐκ τῆς ταὐτοπαθείας ἔλυσε τὰ ἐγκλήματα· ἥμαρτε λιθάζων Στέφανον καὶ συνευδοκῶν τοῖς φονεύουσιν, ἀλλὰ λιθασθεὶς ἐξήλειψε τὸ πλημ‐
5μέλημα. Ἐτελώνουν ποτὲ Ματθαῖος καὶ Ζακχαῖος, ἀλλὰ τῇ καταφρο‐ νήσει τῶν χρημάτων τὴν τελωνείαν πατήσαντες ὁ μὲν τῇ οἰκίᾳ τὸν Ἰησοῦν ἐδέξατο καὶ τῇ ψυχῇ πλέον, ὁ δὲ τῶν θαυμαστῶν πράξεων
εὐαγγελιστὴς καὶ συγγραφεὺς ἀπεδείχθη. Ὁ τελώνης ὁ μετὰ τοῦ Φαρι‐ σαίου ἀναγκαῖος εἰς μνήμην, ἡ γυνὴ ἡ τὴν δραχμὴν ἀπολέσασα καὶ186
10εὑροῦσα.

13

.

6

.

3

Ἐξ ἀρχῆς δὲ εἰς τέλος εἴ τις τοὺς ἀνθρώπους τοῦ βίου παντὸς ἐν τοῖς καθεξῆς χρόνοις λογίσαιτο, τοὺς πολλοὺς εὑρήσει πρότερον μὲν ἐνσχεθέντας ἁμαρτήμασιν, εἶτα τῇ πρὸς τὸ κρεῖττον ῥοπῇ μετα‐ θεμένους τῆς γνώμης. Θεοῦ γὰρ οἰκεῖον καὶ μόνου ἐξαίρετον πλημ‐
5μελείας χωρὶς πάντα κατορθοῦν. Ἄνθρωπος δὲ ὑπὸ γένεσιν καὶ φθορὰν ἠγμένος καὶ τοσούτων ὑπάρχων δεκτικὸς παθῶν οὔποτ’ ἂν ἀκατηγόρητος δειχθείη περικοπείσης συγγνώμης.

13

.

6

.

4

Ἀπόβλεψον πρὸς τὸν Δαβὶδ τὸν βασιλέα τοῦ Ἰσραήλ, ὃν κατ’ ἐκλογὴν ἐχειροτόνησεν ὁ Θεός, ἐπαίνοις δὲ τοῖς τῆς μαρτυρίας ἐκόσμησε λέγων· Ηὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου Δαβὶδ τὸν τοῦ Ἰεσσα. Οὗτος μετὰ τὴν λαμπρὰν
5ἐκείνην τῶν ἐπαίνων ἀνάρρησιν, ἐπειδὴ τῷ πάθει τῆς σωμεραστίας ἑάλω καὶ περιέπεσεν ἐκείνοις οἷς γινώσκομεν ἅπαντες, ἦλθε δὲ μετὰ τὸν ἔλεγχον τοῦ προφήτου εἰς ἀναλογισμὸν τοῦ κακοῦ, ἀνάγραπτον ἀφῆκεν τοῖς εἰς ὕστερον ἐσομένοις τῆς μετανοίας τὸν μόχθον.

13

.

6

.

5

Καὶ θεωροῦμεν, ὡς ἐν εἰκόνι, τῷ ψαλτηρίῳ τὸν ἄνδρα, νῦν μὲν ἐκτηκόμενον τῇ λύπῃ τὸ σῶμα, αὖθις δὲ τὴν νύκτα καιρὸν θρήνων ποιούμενον, τὴν κοινὴν τῶν πόνων ἀνάπαυσιν· καὶ τῇ κλίνῃ τὸ δάκρυον ἐπιρρέοντα ὡς
5ἐκ πηγῶν τῶν βλεφάρων, καὶ πάλιν ἡμῖν τὸν πεντηκοστὸν ψαλμὸν ἐκπονήσαντα, τύπον τὸν ἱλασκόμενον Θεόν. Οὐ μὲν ὁ θρῆνος αὐτῷ μάτην ἐξεπονήθη, ἀλλ’ οἱ βαρεῖς στεναγμοὶ τὸν ἔλεον ἐφειλκύσαντο, ἀπέλαβε δὲ καὶ τῆς βασιλικῆς αὐθεντίας τὴν ἐξουσίαν καὶ τῆς πρὸς Θεὸν ἱκεσίας τὴν παρρησίαν.

13

.

6

.

6

Ὁμοίως κἀκεῖνος ὁ τῆς Νινευὴ βασι‐ λεύειν λαχὼν τῷ μὲν πλήθει τῶν ἁμαρτιῶν συνηλαύνετο πρὸς τὸν ὄλεθρον ὁμοῦ τοῖς ἀρχομένοις λαοῖς, καὶ ὁ τῆς ἁμαρτίας ἔλεγχος ἐγγίζειν μετ’ ὀλίγον τὴν προθεσμίαν τῆς τιμωρίας ἐκήρυττεν. Ἐπειδὴ δὲ συνετῶς
5ἑαυτοὺς κακώσαντες ἔφυγον τὴν πεῖραν τῆς συμφορᾶς, ἐλυπήθη μὲν ὅτι μὴ ἠλήθευσεν ὁ τῶν κακῶν προφήτης καὶ πρὸς τὸν ἔλεον τοῦ Θεοῦ χαλεπῶς ἠγροικίσατο.

13

.

6

.

7

Ὁ δὲ πανταχοῦ καὶ διὰ λόγων καὶ πράξεων γνωρίζων ἡμῖν, ὅσην ἔχει τὴν πρὸς τοὺς ἀνθρώπους εὐμένειαν, φύει μὲν τὴν κολόκυνθαν ὑπὲρ κεφαλῆς τῷ προφήτῃ σκέπην τῆς λυπούσης ἀκτῖνος, ὑποκαθεύδοντος δὲ τῇ σκίᾳ ἀθρόον ἀποξηράνας αὐτήν. Εἶτα ὡς δυσκόλως
187
5εἶχεν ἀφυπνώσας πρὸς τὸ συμβάν, ὀνειδίζει καὶ μέμφεται. Εἰ ὁ μὲν οὕτως ἐμπαθῶς ἐπιστυγνάζοι τῷ μαρανθέντι λαχάνῳ, ὁ Θεὸς δὲ οὐκ ἂν ἐπε‐ κλάσθη τηλικαύτῃ πόλει ἐγγὺς ἐλθούσῃ κινδύνου;

13

.

7

.

1

Μάθετε οὖν, οἱ σκληροὶ καὶ δυσμείλικτοι, τὴν τοῦ κτίσαντος ἡμᾶς χρηστότητα καὶ μὴ γίνεσθε τῶν ὁμοδούλων πικροὶ καὶ βαρεῖς δικασταί, ἄχρις ἂν ἀφίκηται ὁ τὰ κρυπτὰ τῶν καρδιῶν ἀποκαλύπτων καὶ κατ’ ἐξουσίαν δεσποτικὴν ἑκάστῳ τῆς προσδοκωμένης ζωῆς ἀπο‐
5κληρῶν τὴν κατάστασιν. Μὴ σκυθρωπὰς ἐκφέρετε τὰς ἀποφάσεις, ἵνα μὴ ταῖς ὁμοίαις ὑποβληθῆτε καὶ τῶν οἰκείων στομάτων τοῖς λόγοις ὡς ὀδοῦσιν ὀξυτάτοις περιπαρῆτε.

13

.

7

.

2

Δοκεῖ γὰρ μοὶ καὶ ἡ εὐαγγελικὴ πρόρρησις τούτου προφυλακτικὴ τυγχάνειν τοῦ πλημμελήματος λέγουσα· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Οὐ γὰρ τὴν κρίσιν καὶ τὴν εὐγνω‐ μοσύνην ἐκβάλλει, κρίσιν δὲ ὀνομάζει τὴν τραχυτέραν κατάκρισιν.
5Ποίησον οὖν, εἰ δοκεῖ, κοῦφον τὸ σταθμίον, εἴπερ βούλει μὴ πρὸς τὴν κατακρίνουσαν πλάστιγγα καὶ τὰς σὰς πράξεις καθελκυσθῆναι, ὅταν ὁ βίος ἡμῶν ὡς ἐν ζυγῷ τῇ κρίσει τοῦ Θεοῦ ταλαντεύηται.

13

.

7

.

3

Σῶμα περικείμενος καὶ διαζῶν ἐν σαρκὶ μήποτε ἀπελάσῃς τοῦ βίου τὴν ἀπὸ ἰατρικῆς θεραπείαν. Κἂν γὰρ ἐπὶ πλεῖστον ὅσον εὐεξίᾳ τε καὶ ὑγείᾳ συζήσῃς, ἀλλ’ οὐχ οὕτως διατελέσεις ἄνοσος, ὡς ἐν χρείᾳ μὴ γενέσθαι
5τῆς ἐπιμελείας τοῦ θεραπεύοντος. Καὶ ψυχὴν ἔχων κατακλινομένην πρὸς τὰ γήϊνα, ἡνίκα ἂν ἑαυτῆς ἐπιλαθομένη τῶν προσπαθειῶν ἐμπλησθῇ τοῦ σώματος, μὴ ἀναίρει τὸν ἔλεον, ἵνα μὴ ἀμοιρήσῃς συγγνώμης, ὅταν αὐτῆς ἐπιδεὴς καταστῇς.

13

.

7

.

4

Ἱερεύς τίς ἐστι καὶ ἡγεμονεύειν ἔλαχε τοῦ λαοῦ· συμπαθῶν ὁράτω τῶν ὑπηκόων τὰ πτώματα, εἰδὼς ὅτι κἂν ἡ τάξις τοῦ βίου διαφορὰν ἔχῃ πρὸς τοὺς πολλούς, ἀλλὰ τῇ φύσει τῶν ποιμαινομένων οὐδὲν διενήνοχεν, κοινωνῶν δὲ αὐτῆς ἴσως ποτὲ κοινωνήσει καὶ πλημμε‐
5λήματος.

13

.

7

.

5

Ταῦτα καὶ Μωϋσῆς εἰδώς—ἄνθρωπος γὰρ ἦν καὶ τὴν φύσιν ἐγνώριζεν—τὸν μόσχον ὑπὲρ τοῦ ἱερέως ἱερουργεῖσθαι διέταξεν, ἡμαρτηκότος πάντως καὶ καθαρσίων δεομένου καὶ πλειόνων. Ὅπερ δὲ ἦν τότε ὁ ἔνσαρκος μόσχος, τοῦτο νῦν ἐστιν ἡ ἀσώματος μεταμέλεια καὶ ἡ188
5ἀναίμακτος δέησις, ἧς ὑψηλολογούμενοι καὶ μεγαλαυχοῦντες τὴν εὐεργε‐ σίαν μὴ λύσωμεν

13

.

7

.

6

εἰδότες ὅτι καὶ Ἀαρὼν ὁ δοκιμώτατος ἱερεὺς τῷ λαῷ ζητοῦντι θεοὺς συναπήχθη καὶ μετὰ τῆς ἀδελφῆς τῆς Μαρίας ἑάλω τῷ γογγυσμῷ καὶ εἰ μὴ ὁ γογγυσθεὶς ἱκέτευσεν, οὐκ ἂν τὴν τιμωρίαν διέφυγεν. Ἄλλος ἐστίν, οὐχ ἱερεύς, ἀλλὰ εἷς τῶν πολλῶν, φοβείσθω
5βαρὺν ἐπιτιθέναι ζυγόν. Εἰ γὰρ ὁ καθαίρειν τὸν λαὸν προβληθεὶς χρῄζει καθαρσίων ἐνίοτε, τί ἂν πάθοι ὁ μηδὲ τῆς χειροτονίας ἔχων τὴν δύναμιν;

13

.

8

.

1

Μιμησώμεθα τὴν ποιμαντικὴν τοῦ Δεσπότου· ἐγκύψωμεν τοῖς εὐαγγελίοις καὶ ὥσπερ ἐν ἐσόπτρῳ τὴν ἰδέαν καταμάθωμεν τῆς ἐπιμε‐ λείας τε καὶ χρηστότητος. Βλέπω γὰρ ἐκεῖ ἐν παραβολαῖς καὶ τοῖς ἐπεσκιασμένοις τῶν λόγων ἄνδρα ποιμένα ἑκατὸν προβάτων· ὃς ἑνὸς
5θρέμματος ἀποσχισθέντος τῆς ἀγέλης καὶ πλανωμένου οὐ τοῖς ἐν τάξει καὶ ἀπλανῶς νενομένοις παρέμεινεν,

13

.

8

.

2

ἀλλ’ ὁρμήσας ἐπὶ τὴν ζήτησιν πολλὰς μὲν διώδευσε κοιλότητας τε καὶ φάραγγας, μεγάλων δὲ καὶ ὑψηλῶν ὑπερηνέχθη σκοπέλων καὶ ταῖς ἐρημίαις καρτερῶς ἐνεμόχθησε, μέχρις ἀνίχνευσε τὸ πλανώμενον. Εὑρὼν δὲ οὐκ ἔπληξεν, οὐ μὴν οὐδὲ
5ἤλασεν σφοδρῶς ἐπείγων πρὸς τὴν ἀγέλην, ἀλλ’ ἐπιθεὶς τῷ αὐχένι καὶ κομίσας μετὰ φειδοῦς τοῖς συννόμοις ἀποκατέστησεν χαίρων ἐπ’ ἐκείνῳ πλέον ἢ τῷ πλήθει τῶν ἄλλων.

13

.

8

.

3

Νοήσωμεν τοίνυν τὸ πρᾶγμα τὸ τοῖς αἰνίγμασιν ἐγκρυπτόμενον. Τὸ γὰρ πρόβατον οὐκ ὄντως πρόβατον καὶ ὁ ποιμὴν δὲ πάντως ἄλλο τι, οὐ μὴν ὁ τῶν ἀλόγων νομεύς, ἀλλ’ ἔστιν ὑποδείγματα ταῦτα τῶν ἱερέων παιδευτικά, ἵνα τῶν ἀνθρώπων
5μήτε προχείρως ἀπελπίζωμεν μήτε καταρρᾳθυμῶμεν κινδυνευόντων. Ζητῶμεν δὲ τὸν ἐμπαθῆ καὶ ἐπανάγωμεν εἰς τάξιν καὶ χαίρωμεν τοῖς ἐπιστρέφουσιν καὶ τῷ πληρώματι τῶν ὀρθῶς βιούντων ἀναμιγνύωμεν.

13

.

8

.

4

Ἐπὶ τοσοῦτον δὲ τὸν ἱερέα προσῆκεν ἀντὶ τῆς ἀποτομίας τὴν φιλανθρωπίαν ἀσκεῖν, ὥστε κἂν ὁ Δεσπότης ἐκκόπτειν κελεύῃ τινὰ ὡς φυτὸν ἄχρηστον, αὐτὸν ὡς φυτοκόμον αἰτεῖν δεῖ τὴν φειδὼ καὶ ὑπέρθεσιν. Τοῦτον γὰρ ἡμῖν παρίστησι τὸν νοῦν τῆς ἀκάρπου συκῆς ὁ
5λόγος, ἣν ἐκτεμεῖν θέλοντος τοῦ Κυρίου διὰ τὴν ἀκαρπίαν, ὁ γεωργὸς
ἱκετεύει καὶ ἀναβολὴν αἰτεῖ καὶ ὑπέρθεσιν ἐλπίδας αὐτῷ χρηστὰς ὑπο‐ τείνων διὰ τῆς οἰκείας ἐπιμελείας.189

13

.

8

.

5

Μὴ τοίνυν κόπτε προχείρως, ὁ τὴν τομὴν παρὰ τοῦ Κυρίου ἐπαγομένην κωλύειν ὀφείλων, μηδὲ καταγίνωσκε ταχέως τὴν ἀχρηστίαν, ἀλλ’ ἐκπόνει τὴν ἐπιμέλειαν. Σκάπτε τοῖς ἐλέγχοις, θάλπε ὡς κόπρῳ ταῖς παρακλήσεσιν, πότιζε τῇ ἐπιρροίᾳ τῶν
5μαθημάτων, περίφρασσε τοῖς προφυλακτικοῖς τῶν παραγγελμάτων ὡς χαρακώματι. Σὸν ἔστω τὸ παραιτεῖσθαι, τοῦ κριτοῦ τὸ δικάζειν.

13

.

8

.

6

Ἐκεῖνο κληθῆναι σπουδάσωμεν, ὃ λέγεται καὶ ὁ Κύριος· παρά‐ κλητος γὰρ ὀνομάζεται ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων τὸν Πατέρα ἐξιλεούμενος· ὁμοίως δὲ καὶ τὸ Πνεῦμα τῆς ἀληθείας τὴν ὑπὲρ ἡμῶν σπουδὴν ἔλαβεν ὄνομα. Παράκλητος γὰρ κἀκεῖνο λέγεται· πρεσβεία δὲ
5καὶ παράκλησις ὑπὲρ τῶν ἡμαρτηκότων πάντως σπουδάζεται, οὐ μὴν τῶν ἀνευθύνων καὶ ἀνεγκλήτων.

13

.

8

.

7

Ζήλωσον, ὁ ἱερεύς, τὸ κηδεμονικὸν τοῦ Μωσέως· μίμησαι τὴν ἐκείνου περὶ τοὺς ἀρχομένους διάθεσιν, ὃς παρα‐ καλῶν τὸν Θεόν, ἵνα μὴ δυσμενῇ τῷ λαῷ πλημμελήσαντι, ἐπειδὴ μικρὸν ᾔσθετο παρελκομένης τῆς χάριτος, τοῦτο γοῦν ἱκέτευε προαπελθεῖν τοῦ
5λαοῦ, ὡς μήτε θεάσηται τῶν ποιμαινομένων τὸν ὄλεθρον.

13

.

8

.

8

Οὐδὲν δὲ οἷον αὐτῆς ἀπομνημονεῦσαι τῆς λέξεως· Δέομαι, ἡμάρτηκεν ὁ λαὸς ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν ἑαυτοῖς θεοὺς χρυσοῦς. Καὶ νῦν εἰ μὲν ἀφίῃς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μ,
5ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ὁρᾷς ὅπως τὴν τοῦ πλήθους σωτήριαν τῆς οἰκείας προτίθησιν καὶ ἐξαλειφθῆναι ζητεῖ, εἰ μὴ κατορθοῖ τῷ κοινῷ τὴν συγγνώμην; Οἱ δὲ νῦν πρὸς τοὺς ἁμαρ‐ τάνοντας πικραινόμενοι προσιόντας ἐλαύνουσιν, ὑποπίπτοντας παρατρέ‐ χουσιν, θεραπευθῆναι ζητούντων ὑπερορῶσιν, δακρυόντων οὐκ ἐπικλῶσι
10τὸ πρόσωπον.

13

.

9

.

1

Τί οὖν ὁ Λουκᾶς, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἀνέγραψέ μοι τὸν υἱὸν τὸν ἄσωτον, ὃς καθύβρισε μὲν τῇ ἀναχωρήσει πρώτῃ τὸν γεννη‐ σάμενον, εἶτα πρὸς ἡδονὰς καὶ μέθας ἐκβακχευθεὶς καὶ φιλογύνης γενόμενος πάντα τὸν πατρικὸν πλοῦτον ἐκένωσεν; Ἐπειδὴ δὲ χρόνοις
5ὕστερον ἱκανῶς ἐνταλαιπωρήσας τοῖς μόχθοις, ὡς καὶ συβώτης γενέσθαι μισθωτὸς καὶ τῆς αὐτῆς μετασχεῖν τοῖς χοίροις τροφῆς, ἐπανῆλθε πρὸς τὴν πατρικὴν ἑστίαν σωφρονισθείς, οὐκ ἀπεστράφη ὁ πατὴρ οὐδὲ ἐπέθηκεν αὐτῷ τὰς θύρας ἐπανελθόντι,

13

.

9

.

2

ἀλλὰ πᾶν τοὐναντίον προσέδραμεν
ἐγγίζοντι καὶ ἐπεκλίθη τῷ τραχήλῳ καὶ δάκρυον ἐπέσταξε συμπαθῶς τῷ αὐχένι, ἐποίησε δὲ πάλιν ἀντὶ ἀθλίου μακαριστὸν ἐλευθερίῳ ἀμφιέσας ἐσθῆτι καὶ δακτύλιον τῇ χειρὶ περιθεὶς καὶ ἑορτὴν ἄγων τὴν ἡμέραν καὶ190
5εὐτρεπίσας εὐωχίαν λαμπράν. Ταῦτα δὲ πάντα λόγος ἐστὶ παραβολικὸς ὑπανοίγων τοῖς μετανοοῦσιν ὡς πατρικὴν ἑστίαν τὴν ἐκκλησίαν καὶ δεχόμενος φιλοφρόνως, ἵνα μὴ ὦσιν ὁμοδίαιτοι τοῖς χοίροις, τοῖς δαί‐ μοσιν, γεννῶνται δὲ πάλιν ἐξ ἀλλοτρίων υἱοί, ἵνα τῷ βουλήματι τοῦ Θεοῦ συζῶσιν ὡς γνώμῃ πατρὸς καὶ τοῖς ἁγίοις ἀνδράσιν ὡς ἀδελφοῖς.

13

.

9

.

3

Σὺ δὲ μὴ ζήλου τὴν γνώμην τοῦ ἀδελφοῦ τοῦ πρεσβυτέρου, μηδὲ καταγόγγυζε τῆς τοῦ πατρὸς φιλανθρωπίας, ὅτι καὶ τὸν ἄσωτον καὶ ὑβριστὴν εἰσῳκίσατο. Θαύμαζε δὲ μᾶλλον τὴν ἀγαθότητα καὶ μιμοῦ τοῦ Θεοῦ τὴν εὐμένειαν καὶ τοὺς ἐκ τῆς πλάνης ὑποστρέφοντας ἐναγκαλίζου
5καὶ περιπτύσσου· οὕτως γὰρ ἔσῃ τυφλῶν ὁδηγὸς καὶ πλανωμένων διδάσκαλος.

13

.

10

.

1

Πρὸς μὲν οὖν τοὺς τραχυτέρους τὴν γνώμην καὶ τὴν ἀποτομίαν πρὸ τῆς συμπαθείας ἀσκοῦντας ἱκανῶς ἡμῖν εἴρηται καὶ οὐδὲν δεῖ μακροτέρων· ἄκουε δὲ λοιπὸν καὶ ὁ τῆς ἐπιστροφῆς δεόμενος, ὅπως σε προσῆκεν ἐπιστυγνάζειν τοῖς ἁμαρτήμασιν καὶ τὰ παραπτώματα τῆς καρδίας
5ἀποθρηνεῖν· μᾶλλον δέ, εἰ δοκεῖ, σκόπησον τὴν ἁμαρτωλὸν γυναῖκα τὴν παρὰ τῷ Λουκᾷ ἐπὶ τοῦ παρόντος ἀναγνωσθεῖσαν ἡμῖν. Κἀκείνης τὸ ταπεινὸν καὶ εὐσύνετον ζήλωσον καὶ λάβε κανόνα μετανοίας ἠκριβω‐ μένης.

13

.

10

.

2

Ἐλθοῦσα γὰρ ἐπὶ τὸν οἶκον τοῦ Φαρισαίου οὔτε τὸ πλῆθος τῶν ἑστιωμένων ἠρυθρίασεν, οὔτε τὸν καιρὸν τῆς εὐωχίας ὡς ἄκαιρον εἰς ἐξομολόγησιν ἔφυγεν, ἀλλὰ τῇ λύπῃ συνεχομένη καὶ σφοδρὸν ἔχουσα τῶν πλημμελημάτων τὸ πένθος οὐδὲ τὸ βραχύτατον ἠφίει τὸν τῶν
5ἁμαρτιῶν ἰατρόν. Οὐ μὴν οὐδὲ εἰς τὸ πρόσωπον κατ’ ὄψιν ἐρχομένη ἱκέτευεν, ἀλλὰ τὸ ἀνάξιον ἑαυτῆς καὶ ἀπαρρησίαστον διὰ τοῦ σχήματος ἑρμηνεύουσα, τὴν κατὰ νώτου χώραν καταλαβοῦσα καὶ οὐδὲ ἑστῶσα ἁπλῶς,

13

.

10

.

3

ἀλλὰ κατόπιν τῶν ποδῶν λαβομένη, λύσασα δὲ τὰς κόμας καὶ τοῖς πράγμασι δημοσιεύουσα τὴν πενθοῦσαν ψυχὴν καὶ τοῖς ποσὶν τοῦ Ἰησοῦ τὸ δάκρυον ἐπιρρέουσα μετὰ πολλῆς τῆς συμπαθείας ᾔτει τὸν ἔλεον· καὶ τοσοῦτον προχεομένη, ὥστε καὶ βρέχειν τοὺς πόδας καὶ
5τῇ κόμῃ πάλιν ἐκμάττουσα τὴν ὑγρότητα πᾶσαν εὐλάβειαν ταπεινὴν ἐπεδείκνυτο.

13

.

10

.

4

Ἵνα δὲ συνελὼν εἴπω, πάσαις ταῖς αἰσθήσεσι καὶ τοῖς
μέλεσι τοῖς ἡμαρτηκόσιν ἡ γυνὴ τὴν μετάνοιαν ἐξεπόνει· ἡ δὲ δημοσία καὶ εἰς τοὔμφανες οὕτως ὀδυρομένη τὰς ἁμαρτίας τίνα κατ’ ἰδίαν ἐπὶ σχολῆς ἔπραττεν, ἔξεστιν τεκμηράμενον συνορᾶν. Ἡμῶν δὲ ἡ μὲν191
5ὑπόσχεσις μετάνοιαν ἐπαγγέλλεται· ἡ δὲ πρᾶξις οὐδὲν ἐπίπονον δείκνυσιν, ἀλλὰ τὴν αὐτὴν ἔχομεν τοῦ βίου κατάστασιν ἣν καὶ πρὸ τῆς ἁμαρτίας ἐζῶμεν.

13

.

10

.

5

Φαιδρότης γὰρ ὁμοία καὶ ἐσθὴς ἡ αὐτὴ καὶ τραπέζης ἀπό‐ λαυσις δαψιλὴς καὶ ὕπνος μακρὸς καὶ λελυμένος εἰς κόρον, ἀσχολίαι δὲ καὶ φροντίδες ἐπάλληλοι λήθην ἐμποιοῦσαι τῇ ψυχῇ τῆς οἰκείας ἐπιμε‐ λείας. Μόνον δὲ τὸ ὄνομα τῆς μετανοίας ἐπιγραφόμεθα ἄκαρπον τε καὶ
5ἀνενέργητον· τῶν μὲν μυστηρίων ἑαυτοὺς χωρίζοντες καὶ τῆς κοινωνίας τῶν ἀπορρήτων ἁγιασμάτων, οὐδεμίαν δὲ σπουδὴν τῆς ἐπιστροφῆς τῆς πρὸς αὐτὰ ποιούμενοι, ἀλλ’ ὡς εὐώνου καταφρονοῦντες τῆς ἀπολαύσεως.

13

.

10

.

6

Ἐννόησον, ἄνθρωπε, πηλίκων ἀξιούμενος ἐχωρίσθης τῆς μετουσίας ἐκείνων. Εἰ βασιλικῆς σὺ τραπέζης μετέχων ᾖς, εἶτα προσκρούσας τῆς τιμῆς ἀπερρίφης, πόσων ἂν ἐξωνήσω χρημάτων τὸ πάλιν γενέσθαι φίλος καὶ ὁμοτράπεζος; Τίνων δὲ θύρας οὐκ ἂν διώχλησας ἱκετεύων,
5ἀπορούμενος, στένων, ἀβίωτον νομίζων τὸν βίον, τῇ τήξει καὶ σχέσει τοῦ προσώπου τῆς ἐν τῷ βάθει λύπης τὴν ὀδύνην ἐκφαίνων· πάντα λίθον, τὸ τοῦ λόγου, κινῶν, μέχρις οὗ σαυτῷ τὴν συμφορὰν ἐπηνώρθωσας;

13

.

10

.

7

Ὁ δὲ τῆς πρὸς Θεὸν οἰκειώσεως χωρισθεὶς καὶ τῆς ὄντως ὑψηλῆς τιμῆς ἐκπεσὼν τί μέγα καὶ ἀξιόλογον ποιήσας ψυχῆς κεκακωμένης ἐνδείξηται ταπεινότητα; Οὐκ ἔστιν ἀκόλουθον νοσεῖν λέγοντα τὴν αὐτὴν ζωὴν
5μετιέναι τοῖς ὑγιαίνουσιν. Ἄλλη γὰρ δίαιτα τοῦ ἀρρώστου καὶ ἕτερος βίος τοῦ ὑγιαίνοντος.

13

.

11

.

1

Ὁρᾷς ὅση ἐστὶν ἡ τοῦ εὐεκτοῦντος μεταβολὴ πρὸς τὴν τοῦ ἀσθε‐ νοῦντος διαγώγην· οὗτος μὲν γὰρ τῆς κατὰ τὴν ἕξιν ἀρρωστίας αἰσθόμενος ἐν δωματίῳ σμικρῷ κατακεῖται πάσης συνήθους ἀναχωρήσας φροντίδος· ἀμελεῖ γεωργίας καὶ σφόδρα γεωργικὸς ὑπάρχων· ἀφίησι πλούτου
5μέριμναν ὁ χρηματιστὴς καὶ φιλέμπορος. Ὕδατι καὶ ψωμῷ διατρέφεται, εἰ καὶ πρότερον τρυφῆς γέμουσαν καὶ συβαριτικὴν παρετίθετο τράπεζαν. παισὶν οὐκ ἐπευφραίνεται τὰ συνήθη γαμετῆς χωρισθείς· τοῖς ἰατροῖς σύνεστιν νύκτωρ τε καὶ μεθ’ ἡμέραν καὶ πολλοῖς μισθοῖς πρὸς ἀγαπητὸν κέρδος σπεύδει τὴν ὑγιείαν. Ταῦτα ὁ τοῦ σώματος ἄρρωστος.

13

.

11

.

2

Ὁ δὲ τὴν ψυχὴν κακῶς διακείμενος τὴν ἀσώματον περινοστήσας τῷ ἰατρῷ καὶ προσποιητῶς ὁμολογῶν καὶ δεικνὺς τὴν ἀσθένειαν καταλιμπάνει νέμεσθαι καὶ σφακελίζειν τὸ πάθος, ἵνα πρὸς τὸν ὅλον ὄγκον διαχεθῇ; Ἀλλὰ σωφρό‐
192
5νησον, γνῶθι σαυτόν· Θεὸν ἐλύπησας, τὸν Δημιουργόν σου παρώργισας, τὸν καὶ τῆς παρούσης ζωῆς τὴν ἐξουσίαν ἔχοντα καὶ τῆς μελλούσης Κύριον καὶ κριτήν. Ἀπὸ τρυφῆς ἐκακώθης; νηστείᾳ θεράπευσον τὴν ἀπόλαυσιν. Ἀκολασία τὴν ψυχὴν ἔβλαψεν; σωφροσύνη γενέσθω τῆς ἀρρωστίας φάρμακον.

13

.

11

.

3

Πλεονεξία πολύϋλος τὸν νοητὸν εἰργάσατο πυρετόν; ἐλεημοσύνη κενωσάτω τὴν πλησμονήν, καθάρσιον γὰρ τῶν πεπληρωμένων μετάδοσις. Ἔβλαψεν ἡμᾶς ἁρπαγὴ τῶν ἀλλοτρίων; ἐπανελθέτω πρὸς τὸν ἴδιον δεσπότην τὸ ἅρπαγμα. Ψεῦδος ἡμᾶς ἐγγὺς τῆς
5ἀπωλείας ἤγαγεν—ἀπολεῖς γάρ, φησί, τοὺς λαλοῦντας τὸ ψεῦδος—; ἀλήθεια μελετηθεῖσα στησάτω τὸν κίνδυνον.

13

.

11

.

4

Ὅρκος παραβαθεὶς ἄγει πετόμενον τὸ διαέριον τοῦ Ζαχαρίου δρέπανον τὴν τόμην ἀπειλοῦν; ἐνδυσώμεθα πᾶσαν τὴν πανοπλίαν τῆς μετανοίας, ἵνα τὴν ἀκμὴν ἀποκρουσώμεθα τοῦ δρεπάνου. Αἱρετικοῖς δόγμασιν ἀσεβῶς
5τις ἐδούλευσεν; ὀρθῆς δόξης φρονήματι τὴν δεισιδαιμονίαν φυγαδευσάτω. Τοῦτο γάρ ἐστιν ἡ μετάνοια· λύσις καὶ ἀφανισμὸς τῶν πρώην ἢ κατὰ πρᾶξιν ἐνεργουμένων ἢ κατὰ διάθεσιν νοουμένων.

13

.

12

.

1

Ὁ δὲ γνωρίζων τὸ τῆς μετανοίας ὠφέλιμον, ἀεὶ δὲ περὶ τὸν βόρβορον τῆς ἀνομίας στρεφόμενος, δούλῳ τυγχάνει παραπλήσιος γνωρίζοντι τὴν ὀργὴν τοῦ δεσπότου, ἐν ὄψεσι δὲ αὐτοῦ τὸ κακὸν ἐργαζομένῳ καὶ τὴν ἁμαρτίαν τριπλασιάζοντι. Εὐαίσθητος γενοῦ πρὸς τὴν περιέχουσαν
5σε νόσον. Σύντριψον σαυτὸν ὅσον δύνασαι, ζήτησον καὶ ἀδελφῶν ὁμο‐ ψύχων πένθος βοηθοῦν σοι πρὸς τὴν ἐλευθερίαν, δεῖξον μοι πικρόν σου καὶ δαψιλὲς τὸ δάκρυον, ἵνα μίξω καὶ τὸ ἐμόν, λάβε καὶ τὸν ἱερέα κοι‐ νωνὸν τῆς θλίψεως ὡς πατέρα.

13

.

12

.

2

Τίς γὰρ οὕτως πατὴρ ψευδώνυμος ἢ τὴν ψυχὴν ἀδαμάντινος, ὡς μὴ συνοδύρεσθαι τοῖς τέκνοις λυπομένοις ἢ πάλιν συνευφραίνεσθαι χαίρουσιν; Ἱερεὺς υἱοῦ τοῦ κατὰ θρησκείαν οὕτως ὀδύρεται ἁμαρτίαν, ὡς Ἰακὼβ τοῦ Ἰωσὴφ τὸν ᾑμαγμένον χιτῶνα,
5ὡς Δαβὶδ τοῦ Ἀβεσσαλὼμ τὸν ὄλεθρον, ὡς ὁ Ἠλὶ τὸν Ὀφνὶ καὶ Φινεὲς πεσόντας ἐπὶ τῆς παρατάξεως, ὡς Μωϋσῆς τὸν λαὸν τὴν ἄθεον μοσχο‐ ποιΐαν καινοτομήσαντα.

13

.

12

.

3

Πρὸ τῶν σωματικῶν πατέρων θάρρησον τῷ κατὰ Θεόν σε γεννήσαντι, δεῖξον αὐτῷ ἀνερυθριάστως τὰ κεκρυμ‐ μένα, γύμνωσον τὰ τῆς ψυχῆς ἀπόρρητα ὡς ἰατρῷ πάθος δεικνύων κεκαλυμμένον· αὐτὸς ἐπιμελήσεται καὶ τῆς εὐσχημοσύνης καὶ τῆς
193
5θεραπείας· πλέον ἡ αἰδὼς τῶν γονέων ἅπτεται τῶν πεπονθότων αὐτῶν. Ἡ γὰρ ἐκείνων δόξα τῶν γεννησαμένων ἐστὶν καὶ ἡ αἰσχύνη ὁμοίως. Ἄδηλος, ἀδελφοί, τῆς ζωῆς ἡ προθεσμία. Φθάσωμεν τῇ ἐπιμελείᾳ τὴν ἔξοδον.

13

.

12

.

4

Ἄτοπον γὰρ τοὺς μὲν τῆς σαρκὸς λελογισμένως ποιουμένους τὴν πρόνοιαν καθαίρειν ἑαυτοὺς τῶν ὑλῶν πρὸ τῆς ἐπιτολῆς τοῦ λεγομένου κυνός, ἵνα μὴ διασαπὲν ἐκ τῆς ἄγαν θερμότητος τὸ ὕγρον νοσοποιὸν σῆψιν ἐργάσηται, τοὺς δὲ κατὰ διάνοιαν ἐπιμελείας χρῄζοντας μὴ
5προφθάνειν τοῦ θανάτου τὴν ἀδηλίαν καὶ τοῦ κολαστηρίου πυρὸς τὴν ζέσιν, τοῦ ἀλήκτως φλέγοντος καὶ μηδέποτε ψυχομένου.

13

.

12

.

5

Τὴν δραχμὴν εἶχες τὴν εὐαγγελικὴν καὶ καλῶς ἐπλούτεις τῷ χρήματι, εἶτα διὰ ῥᾳθυ‐ μίαν ἀπώλεσας. Ἅψον τὸν ἐκ τῆς μετανοίας λύχνον, κατάκυψον ἐπιμελῶς, ζήτησον τὸ κειμήλιον τοῖς γηΐνοις ἐγκρυπτόμενον πάθεσιν. Εὑρηκὼς
5ἀνελοῦ καὶ σῶσον, ἵνα σοι συγχαρῶμεν οἱ γείτονες χαρὰν τὴν ἐν Χριστῷ,
ᾧ πρέπει δόξα, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.194

14

t

1

Ἀστερίου ἐπισκόπου Ἀμασείας λόγος εἰς τὴν εἴσβασιν τῶν ἁγίων νηστειῶν

14

.

1

.

1

Σύνθετον ζῷον ὁ ἄνθρωπος, ἀπὸ σώματος τοῦ φαινομένου καὶ τῆς λογικῆς καὶ ἀσωμάτου ψυχῆς λαχὼν εἶναι ὅπερ ἐστίν. Τῶν δέ γε δύο τούτων τῶν προρρηθέντων οὐχ ὁμότιμος ἡ φύσις καὶ ἡ ἀξία, ἀλλὰ τὸ μὲν ὄργανον ἐδημιουργήθη πρὸς τὴν οἰκονομίαν τῆς κρατούσης κινού‐
5μενον, ἡ δὲ ἡγεμονεύειν ἐτάχθη καὶ βασιλεύειν ὡς κρείττων τοῦ χείρονος.

14

.

1

.

2

Λαβοῦσα δὲ αὕτη τὸ διακριτικὸν ἀπὸ τοῦ νοῦ καὶ τοῦ λόγου καὶ τῶν καλῶν καὶ τῶν οὐ τοιούτων τὴν διαφορὰν ἐξευροῦσα γνωρίζει μὲν Θεὸν ποιητὴν καὶ δημιουργὸν τῶν τε ἐν ποσὶ τούτων καὶ τῇ αἰσθήσει καταληπτῶν, οὐ μὴν ἀλλὰ καὶ τῶν ἀοράτων, ὅσα νοῦς ἀσώματος φαντα‐
5σιούμενος βλέπει.

14

.

1

.

3

Ἀσκοῦσα δὲ δικαιοσύνην καὶ ἀρετήν, ὡς Θεῷ φίλη, ἐφίεται φιλοσοφίας καὶ τοῖς ἐκείνης νόμοις καὶ παραγγέλμασι πειθομένη ἀπάγει μὲν ἑαυτὴν ὅτι πλεῖστον τῶν σαρκικῶν ἐπιθυμημάτων, ἐγγίζει δὲ τῷ Θεῷ καὶ ὅση δύναμις οἰκειοῦσθαι τῷ ἀγαθῷ πραγματεύεται.

14

.

1

.

4

Αὐτῆς δὲ τῆς ἱερᾶς φιλοσοφίας περὶ τὴν λεγομένην ἐγκράτειαν τὸ πλεῖστον καὶ κυριώτερον στρέφεται, ἐντεῦθεν γὰρ ὁ νοῦς ἀθόλωτος μένων καὶ οὐδεμίαν ἐπιμιξίαν τῶν ἀπὸ γαστρὸς ἢ τῶν ἄλλων ῥυπασμάτων δεχόμενος ἀνεμπόδιστον ἔχει τὴν ἐνέργειαν καὶ τὴν περὶ τῶν οὐρανίων
5καὶ συγγενῶν αὐτῷ θεωρίαν.205

14

.

2

.

1

Οὐκοῦν ὅσοι τῆς φιλοσοφίας τρόφιμοι καὶ τῶν ὑψηλῶν ἐρασταὶ καὶ μαθηταὶ τοῦ λόγου, ἀγαπήσατε τὸν ἐνεστῶτα καιρὸν καὶ τὴν ἁγίαν τεσσαρακοστὴν χαίροντες ὑποδέξασθε ὡς σωφροσύνης διδάσκαλον καὶ ἀρετῆς μητέρα καὶ τροφὸν τῶν υἱῶν τοῦ Θεοῦ καὶ παιδαγωγὸν τῶν
5ἀτάκτων καὶ γαλήνην ψυχῶν καὶ εὐστάθειαν βίου καὶ εἰρήνην ἔνσπονδον καὶ ἀτάραχον.

14

.

2

.

2

Ταύτης γὰρ τὸ αὐστηρὸν καὶ σεμνὸν πάθη κοιμίζει, ὀργὰς καὶ θυμοὺς ἀποσβέννυσιν, πάντα κλύδωνα τὸν ἐκ πολυφαγίας ἀναζέοντα καταψύχει καὶ καταστέλλει. Καὶ ὅπερ ἐπὶ τοῦ θέρους, ὅταν ὁ ἥλιος τὸ φλογῶδες καταλάμπῃ τῆς γῆς, ὁ βορρᾶς τοὺς θαλπομένους
5εὐεργετεῖ πραείαις αὔραις ἀπελαύνων τὸ πνῖγος, τοιοῦτον καὶ ἡ νηστεία χαρίζεται τὴν ἐκ τῆς γαστριμαργίας πύρωσιν τῶν σωμάτων ἀποδιώκουσα.

14

.

2

.

3

Τοσαῦτα δὲ ψυχὴν εὐεργετοῦσα οὐχ ἧττον ὠφελεῖ καὶ τὸ σῶμα. Λεπτύνει γὰρ καὶ τῶν ὑλῶν τὰς παχύτητας καὶ τὸν ὄγκον ἀποσκευάζει τοῦ σώματος καὶ τὰς φλέβας τῷ πλήθει ῥηγνυμένας τοῦ αἵματος ἀνίησι καὶ δίδωσιν ὀλίγον χώρημα τῇ στενότητι, ἵνα μὴ πάθωσι τὸ τῶν σωλήνων
5πάθος. Καὶ γὰρ ἐκεῖνοι, ὅταν αὐτοῖς πολύ τι καὶ ἄμετρον ὑπὲρ τὴν χώρησιν ἐποχετεύσῃ τὸ ὕδωρ, ἐκρήγνυνται τὸν ἐκ τῆς βίας εἰσωθούμενον ὄγκον μὴ στέγοντες.

14

.

2

.

4

Κεφαλὴ δὲ πραεῖαν ἔχει καὶ γαληνιῶσαν κατά‐ στασιν, οὔτε τῶν ἀρτηρίων παλλομένων οὔτε τοῦ ἐγκεφάλου διὰ τῆς ἀναδόσεως τῶν ἀτμῶν ζοφουμένου. Στομάχου δὲ ἐλευθερία ἐγκράτεια. Τότε γὰρ ἀφίεται τῆς ἠναγκασμένης δουλείας καὶ τοῦ ζέειν ὡς λέβης,
5κάμνων ταῖς πέψεσιν. Ὀφθαλμοὶ καθαρὸν καὶ ἀνεπισκότητον βλέπουσι πάσης ἀχλύος ἀφαιρουμένης, ἣν ὁ κόρος καταχέειν εἴωθε τῶν ὀμμάτων, καὶ τῶν ποδῶν ἡ βάσις ἑδραία, ἀκλόνητος δὲ τῶν χειρῶν ἡ ἐνέργεια.

14

.

2

.

5

Ἆσθμα τεταγμένον καὶ μέτριον, παρ’ οὐδενὸς τῶν ὀχλούντων πνευμά‐ των ἔνδοθεν ἐπειγόμενον. Λόγος τοῦ νηστευτοῦ σαφὴς καὶ διηρθρωμένος, νοῦς καθαρὸς καὶ τότε ἀληθῶς τὸ θεοειδὲς ἔχων, ὅταν ὡς ἐν ἀσωμάτῳ
τῇ σαρκὶ ἄλυπον καὶ ἀθορύβητον ἐπιτελῇ τὴν ἰδίαν ἐνέργειαν. Ὕπνοι206
5ἄλυποι καὶ ἀφαντασίαστοι· καὶ ἵνα τὰ πολλὰ παραδραμὼν εἴπω, νηστεία ἐστὶν εἰρήνη κοινὴ ψυχῆς καὶ σώματος, ἀτάραχος ζωή, εὐσταθὴς πολιτεία, βίος Θεὸν εὐφραίνων καὶ λυπῶν τὸν ἐχθρόν.

14

.

2

.

6

Ὥσπερ γὰρ ὁ πολέμιος ὅταν ἴδῃ τὸν ἐναντίον γρήγορον καὶ νηφάλιον, ὁπλιζόμενον ἐπιμελῶς καὶ τὴν ἀνδρείαν ἀσκοῦντα, ἧτταν οἰκείαν ἡγεῖται τὴν φιλόπονον ἐκείνου παρασκευήν, οὕτως καὶ ὁ τῆς ἡμετέρας σωτηρίας ἐπίβουλος πᾶσαν ἡμῶν
5τὴν κατ’ ἀρετὴν ἀκριβείαν ὡς ἱδίαν μισεῖ συμφοράν.

14

.

3

.

1

Καὶ διὰ τοῦτο γίνωσκε τῆς μὲν τοῦ νηστευτοῦ οἰκίας ἀγγέλους εἶναι φύλακας καὶ φρουροὺς παρέδρους, τοῦ δὲ ταῖς ἀπολαύσεσι κατὰ τῆς τεσσαρακοστῆς κωμάζοντος δαίμονας οἰκείους, κνίσης φίλους καὶ ἐραστὰς αἱμάτων καὶ παρέδρους τῆς μέθης. Καὶ γὰρ καὶ τῶν πνευμάτων, εἴτε τῶν
5ἁγίων εἴτε τῶν ἀκαθάρτων, ἕκαστον προσχωρεῖ τοῖς οἰκείοις καὶ φίλοις, ὥσπερ δὴ καὶ ἐπὶ τῶν ὀρνίθων ἔστιν ἰδεῖν.

14

.

3

.

2

Περιστερὰ μὲν γὰρ περὶ τοὺς καθαροὺς τῶν τόπων φιλοχωρεῖ καὶ περὶ τὰς ἀρούρας στρέφεται ἑαυτῇ καὶ τοῖς τέκνοις σπερμολογοῦσα· καὶ ἡ τρυγὼν ἡδέως τοῖς πετάλοις τῶν δένδρων ἐγκάθηται ἡδύ τι καὶ λεπτὸν ὑποτρύζουσα. Ὁ δὲ γαστρί‐
5μαργος κόραξ τοῖς κρεοπωλίοις προσκάθηται βαρύ τι καὶ ἀηδὲς τῶν κρεανομούντων καταβοῶν.

14

.

3

.

3

Ὥστε τὴν ἐγκράτειαν ἀγαπήσωμεν, ἵνα παρ’ ἀγγέλων ἀγαπηθῶμεν, μισήσωμεν δὲ τὴν τρυφὴν τὴν ἀκόλαστον, ἵνα μετ’ ἐκείνης τὴν πρὸς δαίμονας συνεκβάλωμεν κοινωνίαν. Οὐδεὶς τρυφῶν ἐγένετο σπουδαῖος, οὐδὲ εὐωχίαις σχολάζων ἀρετῆς μαθητής,
5οὐδὲ φιλήδονος ἅγιος, οὐδὲ σαρκικῶς ζῶν κοινωνὸς βασιλείας.

14

.

4

.

1

Ἐλθὲ τῇ μνήμῃ πρὸς τὴν ἀρχὴν τοῦ γένους ἡμῶν καὶ τὴν πεῖραν εὑρήσεις ὧν μεμφόμεθα μάρτυρα. Οὐκ ἂν γὰρ ἡμῖν ἐτέθη νόμος νηστείας, εἰ μὴ παρεβάθη τῆς πρώτης ἐγκρατείας ὁ νόμος· οὐκ ἂν ὠνομάσθη γαστὴρ ἐπίβουλος, εἰ μὴ πρόφασις ἡδονῆς τὴν ἁμαρτίαν εἰσήγαγεν.

14

.

4

.

2

Οὐκ ἦν ἀρότρου χρεία καὶ βοῶν ἀροτήρων καὶ τεμνομένης αὔλακος, οὐδὲ μὴν σπερμάτων καὶ ὕδατος ἄρδοντος καὶ περιόδου καιρῶν καὶ χειμῶνος πυκνοῦντος καὶ θέρους λύοντος καὶ πάσης ταύτης τῆς ἐγκυκλίου ταλαιπωρίας, εἰ μὴ διὰ πρόχειρον προπάτορος ἀπόλαυσιν ταύτην κατε‐207
5ψηφίσθημεν τὴν τῶν πόνων περίοδον· ἀλλ’ ἐμέλλομεν ἑτέραν τινὰ παρὰ τὴν ὁρωμένην διάγειν τοῦ βίου κατάστασιν, ἧς πάλιν ἐλπίζομεν ἐπιτυχεῖν ὅταν τὴν ἐμπαθῆ ζωὴν διὰ τῆς ἀναστάσεως ἀποσκευασώμεθα.

14

.

4

.

3

Αὕτη γὰρ ἡ εὐεργεσία τῆς τοῦ Θεοῦ πρὸς ἡμᾶς συγκαταβάσεως, ἵνα πρὸς τὴν παλαιὰν ἀποκαταστῶμεν ἀξίαν· ἧς φιλανθρώπως μεταλαβόντες εὐαισθή‐ τως τὴν χάριν οὐκ ἐφυλάξαμεν. Φαιδρυνθῶμεν τοίνυν ἐπὶ τῇ μελλούσῃ
5νηστείᾳ· νηστεία τῆς μελλούσης ζωῆς εἰκών, τῆς ἀφθάρτου διαγωγῆς μίμημα. Ἐκεῖ οὐκ εἰσὶ πότοι οὐδὲ ἀπολαύσεις.

14

.

5

.

1

Ἔασον τὸν πρῶτον ἄνθρωπον, ὁδῷ καὶ ἑξῆς τοὺς μετ’ ἐκεῖνον ἀπαρίθμησαι. Τί τὸν δίκαιον Νῶε ἀσχημονεῖν ἐποίησεν ἐν ἀναισθησίᾳ γυμνωθέντα τῶν μελῶν ἃ σκέπεσθαι νόμος, καὶ τὸν προπετῆ Χᾶμ ἐπιγελάσαι τῇ μέθῃ τοῦ πατρὸς παρεσκεύασεν, ἵνα γένηται δύο κακὰ
5δι’ ἑνὸς πλημμελήματος; Μία γὰρ μέθη καὶ τὸν πατέρα τῆς εὐπρεποῦς σκέπης καὶ τὸν υἱὸν τῆς ἐλευθερίας ἐγύμνωσεν.

14

.

5

.

2

Ὅταν δὲ πάλιν πρὸς τοὺς παῖδας ἀπίδω Ἠλὶ τοῦ ἱερέως καὶ πρὸς ἐκείνην τὴν ἱστορίαν ἀσχολήσω τὸν νοῦν, ὁρμαθὸν εὑρίσκω συμφορῶν ἀλλήλαις συνδεδεμένων ἀπὸ μίας ἀρχῆς, τῆς διὰ γαστέρα καὶ κόρον. Κἀκεῖνοι γὰρ τὴν τοῦ πατρὸς ἱερωσύνην ἀφορμὴν θέμενοι ἡδυπαθείας
5καὶ ἀπολαύσεως τὰς θυσίας ἐβεβήλουν καὶ τῇ γαστρὶ πρὸ τοῦ Θεοῦ τῶν ἱερείων ἀπήρχοντο. Ἠκολούθει δὲ καὶ ἡ πορνεία, ἀδελφὴ τῆς τρυφῆς ἁμαρτία, καὶ τούτοις πᾶσιν ἡ παρὰ Θεοῦ κρίσις αὐστηρὰν καὶ ἀπότομον τὴν δίκην ἐπάγουσα.

14

.

5

.

3

Ἔθνος γὰρ πολέμιον δι’ ἐκείνους κατὰ τῶν Ἱεροσολύμων ἐστράτευσεν. Καὶ ἵνα πλῆθος σκυθρωπῶν διηγημάτων
ὁ λόγος συντέμῃ, οἱ μὲν ἀκόλαστοι νεανίσκοι ἐπὶ τῆς παρατάξεως ἔπεσον καὶ ἡ πατρὶς τοῖς ἁμαρτοῦσι συνεκινδύνευσε καὶ ἡ τοῦ Θεοῦ κιβωτὸς208
5αἰχμάλωτος παρὰ τῶν πολεμίων ἀπήχθη καὶ ὁ γέρων ἱερεὺς ταῖς ἀγγελίαις τῶν κακῶν ἐπαπέθανε καὶ τοσοῦτος ἐσμὸς κακῶν διὰ φάρυγγος ἡδονὴν ἐπηνέχθη τῇ πόλει.

14

.

6

.

1

Πάντες μὲν οὖν νηστεύσωμεν· οἱ δὲ τῶν ἱερέων οἰκεῖοι καὶ μᾶλλον ὡς σύνοικον ἔχοντες τὸ διδασκάλιον τῆς ἐγκρατείας καὶ ἀφ’ ἑστίας τὰ φιλόσοφα παραγγέλματα. Ἄτοπον γὰρ τοὺς μὲν παῖδας τῶν τραπεζιτῶν ἀργυρογνώμονας εἶναι καὶ τοὺς οἰκείους τῶν χαλκέων περὶ τὸ πῦρ στρέ‐
5φεσθαι καὶ τὸν ἄκμονα, τοὺς δὲ τῶν ἱερέων ἐγγὺς εἴτε συγγενεῖς εἴτε ἄλλως οἰκείους ἀφηνιάζειν τοῦ σκόπου, ὃν ζῆν ἔλαχεν ὁ τῆς ἑστίας ἡγεμὼν καὶ δεσπότης.

14

.

7

.

1

Ἐβλάβη διὰ γαστέρα μέγιστα καὶ ὁ παῖς τοῦ Ἰσαὰκ ὁ πρεσβύτερος. Ἐπειδὴ γὰρ θηρευτὴς ὑπάρχων τὸ ἐπιτήδευμα καί ποτε μετὰ δρόμον πολὺν ἐπὶ τὴν οἰκίαν ὑποστρέψας ἀσχέτῳ πείνῃ τῷ προφανέντι βρώματι περιέχανεν, ἀπέδοτο μὲν τῷ ἀδελφῷ τοῦ φακοῦ τὰ πρωτοτόκια·

14

.

7

.

2

ἐκεῖθεν δὲ λοιπὸν καὶ τὴν πατρικὴν εὐλογίαν ἐκλάπη καὶ οὕτως κατὰ μικρὸν ἀλλοτριωθεὶς ἀρετῆς καὶ Θεοῦ τὴν πατριαρχικὴν δόξαν ἀπώλεσε καὶ τοῦ Ἰσραὴλ κατὰ τὴν οἰκείωσιν χωρισθεὶς αὐτός τε βάρβαρος ἐγένετο καὶ
5ἀλλόφυλος καὶ τοιοῦτον τὸν ἐξ αὐτοῦ λαὸν ἀπεγέννησεν.

14

.

7

.

3

Αὕτη ἡ νόσος καὶ τὸν τῆς παλαιᾶς Διαθηκῆς λαὸν εἰς παράβασιν τῶν θείων καὶ ἱερῶν νόμων ἐξήγαγεν. Ἐπειδὴ γὰρ Μωϋσέως τῇ ἐπαγ‐ γελίᾳ τῆς δόσεως τοῦ νόμου σχολάζοντος ἐκδιαιτηθέντες οἱ ἄνθρωποι πρὸς τρυφὴν καὶ χορείας ἐτράπησαν, κατὰ μέρος αὐτοὺς ὀλισθαίνοντας
5καὶ πατοῦντας τὴν εὐνομίαν τοῦ βίου πρὸς ἀσέβειαν ὁ διάβολος ἐφειλ‐ κύσατο.209

14

.

7

.

4

Κἀκεῖθεν λοιπὸν μοσχοποιΐας ἐπιτήδευσις δαιμονῶσα καὶ Ἀαρὼν κοινωνῶν τοῦ μιάσματος καὶ τοῦ νόμου διαφθορὰ καὶ τῶν πλακῶν συντριμμὸς καὶ Μωϋσέως δεύτερος δρόμος ἐπὶ τὸ ὄρος καὶ πάντα ταῦτα, ὅσα ἡ ἱστορία σχετλιάζουσα ὀλοφύρεται, ἀπὸ βρώσεως ἀμέτρου τὴν
5ἀρχὴν ἔσχε καὶ τὴν αἰτίαν.

14

.

7

.

5

Θέλω δὲ ὑμῖν καὶ ἄλλο παραθέσθαι διήγημα, δεύτερον μὲν τοῦ προλεχθέντος τοῖς χρόνοις, ἰσοδυναμοῦν δὲ κατὰ τὴν πρᾶξιν. Ὁ Σαοὺλ ὁ βασιλεὺς παρετάττετο καὶ διὰ πολλῆς φροντίδος ἦγε τὸν πόλεμον· ἀπηγόρευσε τῷ λαῷ τροφῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μὴ μεταλαβεῖν ὄρκῳ τὴν
5κρίσιν ἐπισφραγίσας καὶ θάνατος ἦν ἡ ζημία τῷ παρακούσαντι.

14

.

7

.

6

Πάσης δὲ τῆς στρατιᾶς εὐπειθῶς δεξαμένης τὸ πρόσταγμα μόνος ὁ τοῦ βασιλέως παῖς Ἰωνάθαν σμήνει περιτυχὼν καὶ τοῦ μέλιτος ἡττηθείς, ἐμπήξας τοῖς κηρίοις τὸ σκῆπτρον τοῦ γλυκάσματος ἀπεγεύσατο. Ἦλθε δὲ ἐγγὺς τοῦ
5κινδύνου, εἰ μὴ τὸ πλῆθος ἅπαν κοίνῃ πρὸς τὴν ὁρμὴν τοῦ πατρὸς καὶ βασιλέως ἀντέσχον ἀπαγαγεῖν τὴν ἀπειλὴν εἰς ἔργον ὁρίσαντος.

14

.

8

.

1

Πρὸς δὲ τοῖς εἰρημένοις μυρία τοιαῦτα ἔξεστιν ἀπὸ τῶν Γραφῶν συλλεξάμενον σαφῶς κατιδεῖν, ὡς ἀγαθὸν ἡ ἐγκράτεια καὶ τοὐναντίον χαλεπὸν ἡ ἀκόλαστος τῶν πότων καὶ τῶν ὄψων ἀπόλαυσις. Νηστεία τῶν ἁγίων σύντροφος, νηστεία πάσης ἀγαθῆς πράξεως ἀρχηγός. Καὶ ὥσπερ
5οἱ τεχνῖται χωρὶς ὀργάνων οὐκ ἐνεργοῦσι τὰς τέχνας, οὕτως οὐδὲ οἱ σπουδαῖοι καὶ ἐν πνευματικαῖς χάρισι βοηθέντες ἄνευ ἐγκρατείας ποτέ τι τῶν θαυμάτων καὶ τεραστίων εἰργάσαντο.

14

.

8

.

2

Νηστεύων Ἐλι‐ σαῖος ἤγειρε νεκρὸν καὶ ἐψύχωσε· νηστεύων Μωϋσῆς εἶδε Θεόν· νηστεύων Δανιὴλ τῆς γοητείας καὶ πλάνης τῶν Ἀσσυρίων ἐκράτησε· νηστεύων καὶ ὁ Κύριος τοῦ διαβόλου τῶν πειρασμῶν ἠνέσχετο· νηστεύοντες καὶ οἱ
5ἀπόστολοι τὰς ὑπὲρ τῶν σπουδαίων πραγμάτων δεήσεις ἐτέλουν· νηστείᾳ Νινευΐται τὴν ἀπειλὴν ἐνίκησαν τοῦ θανάτου·210

14

.

8

.

3

καὶ ὡς ἐπίπαν εἰπεῖν, αὕτη πρὸς Θεὸν παράκλητος, αἰδοῦς ἀξία, καὶ πρέσβις ἀξιόπιστος ταχέως δυσωποῦσα ὑπὲρ ὧν ἂν προσαγάγῃ τῷ Θεῷ τὴν ἱκετηρίαν. Διὸ πᾶς ἀνὴρ εὐσεβὴς καὶ ὅστις φιλόθεος μᾶλλον ἢ φιλήδονος χαίρων μοι καὶ
5εὐθυμούμενος πρόσελθε ταῖς ἡμέραις τῆς ἐγκρατείας. Οὐδεὶς γὰρ σκυ‐ θρωπάζων ἐν ἀρχῇ τῶν ἀγώνων γενναῖός ἐστιν ἀγωνιστής.

14

.

8

.

4

Μὴ γίνου στυγνὸς ὡς βρέφος ἐπὶ τὸ διδασκαλεῖον ἑλκομένον, μὴ καταγόγγυζε τῆς τῶν ἡμέρων καθαρότητος, μὴ ζήτει τῆς ἑβδομάδος τὸ τέλος ὡς μετὰ χειμῶνα πικρὸν παρουσίαν ἔαρος, μὴ ἐπιθύμει τοῦ σαββάτου διὰ μεθὴν ὡς
5Ἰουδαῖος, μὴ ἀρίθμει τὰς ἡμέρας τῆς τεσσαρακοστῆς ὡς ἀργὸς μισθωτὸς ἀναμένων τῆς ἐμμίσθου προθεσμίας τὸ τέλος, μὴ λυποῦ ὅτι σου ἀπὸ τῆς πρώτης ὥρας ἡ οἰκία οὐ καπνίζεται, οὐδὲ ὁ μάγειρος ἔστηκε πρὸς τῷ πυρί.

14

.

9

.

1

Χάρισαί τι καὶ τῇ ψυχῇ, μὴ πάντα τῷ σώματι. Τὴν μὲν ἡ ἀποχὴ τῶν σιτίων τρέφει, τὸ δὲ ἡ ἐμφόρησις. Ἀλλ’ ἐπειδὴ τὰ δύο ἀλλήλοις συνέζευκται καὶ τὰ πολὺ κεχωρισμένα κατὰ τὴν φύσιν τῇ τοῦ δημιουργοῦ συνεδέθη προνοίᾳ καὶ τέχνῃ, βουλευσώμεθα ὅπως ἂν ἀμφότερα διαγένοιτο
5τῶν καταλλήλων ἕκαστα χρειῶν μὴ στερούμενα. Ἐκ τῶν δύο συνέστηκας, ἄνθρωπε, καὶ σιωπῶ τέως ὅτι πολὺ προτιμότερον ἐστὶν ἡ ψυχὴ καὶ προσῆκεν ἐκείνῃ νέμειν τῆς εὐνοίας τὸ πλέον.

14

.

9

.

2

Δίκασον δὲ ἀμφοτέροις ὡς λογικὸς καὶ εὐγνώμων. Ἀνάσχου δὲ μικρὸν καί, εἰ βουληθείης, ἐγὼ τὸν ὑπὲρ τῆς ψυχῆς λόγον ποιήσομαι ὡς γυναικὶ πιστευσάσῃ συνηγορίαν, ἐφ’ οἷς ἀδικεῖσθαι λέγει καὶ καθυβρίζεσθαι. Αὕτη τοίνυν ἐστὶν ἱερὰ καὶ
5ἀσώματος, ἀθάνατος καὶ ἀνώλεθρος, οὐ πρὸς γῆν καὶ τὰ τῇδε ἀλλὰ πρὸς Θεὸν ἔχουσα τὴν συγγένειαν. Καθαρὰ δὲ οὖσα χαίρει τοῖς καθαροῖς καὶ ἄϋλον ἔχουσα τὴν γένεσιν φεύγει τὰς ὕλας.

14

.

9

.

3

Πλὴν ἐπειδὴ προσετάχθη τὸ ἐκ γῆς μορφωθὲν σκεῦος οἰκονομεῖν, ὡς εὐπειθὴς τοῦ Δεσπότου δούλη τῷ πηλῷ προσεδρεύει καὶ τῆς φυλακῆς ἔχεται καὶ τῆς ἐπ’ αὐτῷ προ‐ νοίας, μέχρις ἂν ἔλθῃ πρόσταγμα τὸν χωρισμὸν ἐπιτρέπον. Ταύτην
211
5μὲν οὖν τὴν τὸ σῶμα ζωοποιοῦσαν ὀνίνησι ἡ ἀποχὴ τῶν βρωμάτων, τῷ γηΐνῳ δὲ ὀργάνῳ ἡ τῶν σιτίων ἀπόλαυσις ἀναγκαία. Οὐδὲν ζητεῖ πλέον ὡς κρείττων.

14

.

9

.

4

Μέρισόν μοι, φησί, τοῦ ἐνιαυτοῦ τὸν χρόνον, δὸς τοὺς ἓξ μῆνας εἰς ἀπόλαυσιν τῷ κυβερνωμένῳ καὶ τοὺς λειπομένους τῷ κυβερνήτῃ. Δικαία ἡ αἴτησις καὶ οὐδεὶς οὕτως φιλοσώματος, ἑτερορρεπὴς δικαστής, ὡς μὴ τοῖς λεγομένοις ἐπιψηφίσαι.

14

.

10

.

1

Ἐγὼ δὲ καὶ ὑπερβολὴν ποιήσομαι, οὐχ ἀντέχομαι τῆς ἰσομοιρίας. Συγκαταβαίνω τῇ ἀσθενείᾳ τοῦ σώματος. Ἀφίημι τοὺς δέκα μῆνας τῷ σώματι καὶ μικρόν τι πρός. Χαρισάσθω μοι τὴν τεσσαρακοστὴν ἀνύβριστον, ἵνα μικρὸν ἀπαλλαγῶ τοῦ βορβόρου, τοῦ πηλοῦ τῇ ἐγκρατείᾳ
5ψυγέντος. Ταῦτα, ὦ χριστιανοί, δίκαιά τε καὶ ἀναντίρρητα, κἂν Θεὸς δικάζῃ κἂν ἄνθρωπος.

14

.

10

.

2

Καὶ σὺ δέ μοι, ὁ δικαστής, ἐπιψήφισον—ἐν καιρῷ γὰρ παρεγένου—ἀμφισβητούσῃ τῇ ψυχῇ πρὸς τὸ σῶμα. Ἄνελε τοίνυν μοι, ὁ χριστιανός, τὴν ἡδυπάθειαν ὡς μειρακιώδη. Ἀνὴρ εἶ, μὴ φρόνει τὰ τῶν νηπίων. Ἐκεῖνα ἂν μὴ λάβῃ τοῦ μέλιτος, θρηνεῖ· ἂν μὴ
5τοῦ κρέως ὀρέξῃς ἢ τοῦ οἴνου, πίπτοντα ἀποσπαίρει, ἀποκναίει δὲ πάντας ἐπὶ πλεῖστον ὅσον κλαυθμυριζόμενα.

14

.

10

.

3

Ἐρυθριῶ πρὸς τὴν κατήφειαν τῶν γαστριμάργων, ὅπως πενθοῦσι τὴν ἀσιτίαν· χασμῶνται συνεχῶς, κατακλίνονται μικρόν, διανίστανται πάλιν, καθεύδουσιν ἠναγκασμένοι. Ἐν ἀναισθησίᾳ σπουδάζουσι τὰς ἡμέρας διατελεῖν, ἄχθονται τῷ ἡλίῳ
5πρὸς τὴν δύσιν βραδύνοντι. Μακροτέρας τῆς συνηθείας τὰς ἡμέρας προσ‐ αγορεύουσι. Πλάσσονται δὲ λοιπὸν στομάχων ἀλγηδόνας καὶ πνευμάτων ἐντάσεις καὶ βάρη τῆς κεφαλῆς καὶ ἀνατροπὴν τῆς ἕξεως.

14

.

10

.

4

Καίτοιγε ταῦτα τῆς πλησμονῆς εἰσιν, οὐ νηστείας γνωρίσματα. Ἀηδῶς ἐπὶ τὴν σεμνὴν ἔρχονται τράπεζαν, καταγογγύζουσι τῶν λαχάνων, λοιδοροῦσι τὰ ὄσπρια ὡς μάτην ἐπεισαχθέντα τῇ κτίσει· γίνονται γὰρ καὶ φυσιολόγοι
212
5οἱ φιλήδονοι κατὰ τῶν ὄψων τῆς ἐγκρατείας.

14

.

10

.

5

Ἀπνευστὶ τὸ ὕδωρ ἕλκουσιν ὡς ἀηδὲς φάρμακον παρὰ ἰατρῶν λαβόντες πιεῖν. Οἱ πολλοὶ δὲ καὶ τὸν οἶνον σοφίζονται νόθοις κατασκευαῖς τὴν φιληδονίαν παραμυθούμενοι. Καὶ ἄλλοι τοιγαροῦν τὴν χρείαν λαχάνοις ἐπιτηδεύουσι καὶ ποικίλοι γίνονται τῆς ἀπολαύσεως σοφισταί. Τοῦτο
5δὲ λίαν εὔηθες καὶ ἀνόητον.

14

.

10

.

6

Ἐγκράτεια γὰρ αὐτεξουσίου καὶ ἐλευθέρου φρονήματός ἐστιν ἀγώνισμα, μὴ γὰρ δουλότροπος σκευωρία ζητοῦσα τὸ προκείμενον οὐ καθὼς προσῆκεν ἐξεργάσασθαι, ἀλλὰ δουλοπρεπῶς σκευωρῆσαι. Μισθὸν ἀπαιτεῖς ἐφ’ οἷς ζῇς κατὰ νόμον τῆς ἀρετῆς.
5Μισθὸς δὲ καὶ ἐπίχειρα τοῖς ἀδόλοις ἐργάταις, οὐ τοῖς κακούργοις ἐπήγγελται.

14

.

11

.

1

Μὴ νόθευε τὴν νηστείαν, ἵνα μὴ πάθῃς τὰ τῶν καπήλων. Εἰ γὰρ ἐκεῖνοι τῷ οἴνῳ ὕδωρ παραμιγνύντες κολάζονται, σὺ τῷ αὐστηρῷ τῆς νηστείας τὰς σεσοφισμένας ἀπολαύσεις ἐπεισάγων πῶς ἀτιμώρητος παρελεύσῃ; Μὴ μιμοῦ τὰς πεπλασμένας ἀσθενείας, μὴ καταψεύδου τῆς
5τεσσαρακοστῆς ὡς νοσοποιοῦ, τοὐναντίον γὰρ ὑγιείας ἐστὶ ποιητική. Μὴ προφασίζου προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις φιλη‐ δονίαν.

14

.

11

.

2

Διὰ συνήθειαν σοι κακὴν πολέμιος νομίζεται ἡ ἐγκράτεια· οὐ μὴν φυσικῶς ἐστιν ἐπαχθής. Τεκμήριον δὲ τοῦ λόγου πάντες βάρβαροι, ὅσοι οὔτε ἀμπέλους φυτεύουσιν οὔτε πίνουσιν οἶνον, ἀλλὰ τὸ αὐτόματον ἐπισπῶνται καὶ ἀγεώργητον πόμα, τὸ ὕδωρ, καὶ γνωρίζονται γενναῖοι
5καὶ ἀριστεῖς ἐν πολέμοις καὶ κρατοῦσι τῶν πολυοίνων, ὡς εἰκός, μεθυόν‐ των οἱ νήφοντες.

14

.

11

.

3

Σώματα δὲ αὐτοῖς κοῦφα καὶ μοχθηρὰ καὶ ταχεῖς μὲν ἀναβῆναι ἵππον οἱ τοιοῦτοι, εὐφυεῖς δὲ καὶ τολμηταὶ καὶ πρὸς τοξείαν
εὔστοχοι. Ἀσφαλεῖς δὲ μετὰ τοῦ θράσους καὶ γνώμην ἐν ἀπόροις εὑρεῖν ἱκανοί. Μὴ οὖν κατηγόρει τοῦ ὕδατος ὡς ἐξιτήλους καὶ ἀσθενεῖς τοὺς213
5χρωμένους ἐνεργαζομένου· ἐλέγχει γάρ σου τὴν συκοφαντίαν ἡ πεῖρα.

14

.

11

.

4

Τί λέγω περὶ τοῦ οἴνου; Σκύθαι οἱ νομάδες, ὅσοι προσοικοῦσι τὸν Βόσπορον καὶ ὅσοι τῷ Ῥήνῳ ποτάμῳ προσκάθηνται, ἄοικοι μέν εἰσι καὶ ἀνέστιοι. Σκηνιταὶ δὲ βιοῦσιν ἐκ πίλων καὶ κωδίων καὶ τῶν προστυχόντων προκαλυμμάτων ἑαυτοῖς τὴν σκεπὴν πηγνύμενοι.

14

.

11

.

5

Ἄροτρον δὲ οὐκ ἴσασιν οὐδὲ γῆν ἀνατέμνουσι· διὸ καὶ ἄρτον οὐ προσφέρονται· πῶς γὰρ οἱ τοῦ σίτου καὶ τῶν ἑξῆς σπερμάτων μὴ μεμαθηκότες τὴν γεωργίαν; Ὅμως χωρὶς ἄρτου καὶ οἴνου διαζῶντες εἰσὶν ἀνδρεῖοι καὶ ὅλοις ἔθνεσι
5πρὸς πόλεμον ἀξιόμαχοι τῶν δὲ πολλῶν κρατοῦντες καὶ ὑπερέχοντες· καὶ οὐδὲν αὐτοὺς ἔβλαψεν ἄρτος καὶ οἶνος ἀπών, ἀλλ’ ἡ πάτριος συνήθεια φύσις τοῖς ἀνθρώποις ἐγένετο.

14

.

12

.

1

Διὰ τί δὲ τούτων ὁ λόγος ἀπεμνημόνευσεν; Ἵνα μάθωμεν ὡς ἀγωγὴ καὶ ἄσκησις πρὸς ἐκεῖνο τυποῖ τὸν ἄνθρωπον, πρὸς ὅπερ ἂν βουληθῶμεν καὶ μελετήσωμεν. Ἔθισον σαυτὸν πρὸς ἐγκράτειαν καί σοι τῷ χρόνῳ γενήσεται ἀνεπαχθὴς σύνοικος. Ἂν δὲ τοὐναντίον τὰς ἀπο‐
5λαύσεις καὶ τὰς εὐωχίας ἔχῃς συντρόφους καὶ φίλας, οὐδέποτε νηστείαν ἀγαπήσεις, ἀλλά σοι φανεῖται βαρεῖα ὡς ξένη καὶ ἀσυνήθης.

14

.

12

.

2

Βίος ἐγκρατὴς μελλούσης καὶ ἀφθάρτου ζωῆς ἐστιν εἰκών. Ὡς γὰρ τότε τὴν ἐμπαθῆ σάρκα ταύτην ἀποδυσάμενοι ἐλεύθεροι διάξομεν οὐδεμίαν ἔχοντες ἀνάγκην γαστρὶ λειτουργεῖν καὶ τοῖς ἄλλοις δουλεύειν πάθεσιν, οὕτω καὶ
5νῦν ἂν τὴν πολλὴν ἀνάγκην καὶ ὕλην ἑαυτῶν ἀποβάλωμεν, ἐγγὺς τῆς προσδοκωμένης ἀφθαρσίας ἐσόμεθα. Καὶ συντόμως εἰπεῖν, φεύγωμεν τὴν φιληδονίαν εἰς δύναμιν· ἀμήχανον γὰρ τὸν αὐτὸν εἶναι φιλήδονον καὶ φιλόθεον.

14

.

12

.

3

Ὁ γὰρ φιλοσώματος ἐξ ἀνάγκης ἔσται καὶ φιλοχρήματος, ὁ δὲ φιλοχρήματος ἄδικος, ὁ δὲ τῆς ἀδικίας εἴσω πεσὼν ὑπερβήσεται ῥᾳδίως θεσμοὺς εὐσεβείας καὶ πατήσει νόμους σοφῶν, ἐγχειρήσει δὲ
τοῖς ἀπηγορευμένοις εὐκόλως, ἐκεῖθεν ἑαυτῷ τὰς ὕλας ἀθροίζων τῆς214
5ἀπολαύσεως καὶ πάντα τὰ λάφυρα τῆς ἀδικίας τῇ ἡδονῇ δωροφορῶν ὡς δεσποίνῃ.

14

.

12

.

4

Μὴ φύγῃς τὴν μοχθηρίαν τῆς ἐγκρατείας, ἀλλὰ τὰς ἐλπίδας ἀντίθες τῷ παρόντι πόνῳ καὶ κούφως παρελεύσῃ τὴν τῆς μεταλήψεως ἀποχήν. Εἰπὲ πρὸς ἑαυτὸν ῥήματα εὐσεβείας· Πικρὰ ἡ νηστεία, ἀλλ’ ἡδὺς ὁ παράδεισος· ἐπαχθὴς ἡ δίψα, ἀλλ’ ἐγγὺς ἡ πηγή, ἐξ ἧς ὁ πίνων
5οὐ διψήσει εἰς τὸν αἰῶνα. Ἄτονον τὸ σῶμα, ἀλλ’ ἰσχυροτέρα ἡ ψυχὴ ἡ ἀσώματος. Νεκρὰ ἡ δύναμις, ἀλλ’ ἐγγὺς ἡ ἀνάστασις.

14

.

12

.

5

Εἰπὲ πρὸς τὴν ἐπείγουσαν γαστέρα καὶ σὺ τοῦ Κυρίου τὸ ῥῆμα· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι Θεο. Οὐ λιμός ἐστιν, ἀλλὰ μικρὰ παρολκή· οὐκ ἀπαραίτητος τιμωρία, ἀλλὰ
5αὐθαίρετος ἀποχή· οὐ δουλοπρεπὴς ἀνάγκη, ἀλλ’ ἐλευθέρα φιλοσοφία. Εὖξαι καὶ ἰσχύσεις· ἐπικάλεσαι καὶ ἕτοιμος παρίσταταί σοι ὁ βοηθός.

14

.

13

.

1

Ἀνάλαβε τῇ μνήμῃ παλαιὰν ἱστορίαν καὶ μαθήσῃ ὅπως οἱ δι’ εὐσέβειαν σῶμα πιέζοντες τῶν τρυφώντων καὶ πολὺν ἐγχεομένων τὸν ἄκρατον οὔτε εἰς δύναμίν εἰσιν ἀσθενέστεροι, οὔτε μὴν εἰς τὸ φανῆναι σκυθρωπότεροι ἢ ἀπηνθηκότες τὴν χρόαν.

14

.

13

.

2

Ὁ γὰρ βασιλεὺς τῶν Ἀσσυρίων ἐκεῖνος ὁ πάντα τῇ σαρκὶ ζῶν καὶ τῷ τρυφῶντι βίῳ ὡς φάτνῃ συνδεδεμένος, ἐπειδὴ τοὺς οἰνοχόους αὐτοῦ καὶ τραπεζοποιοὺς καὶ πάντας ἁπλῶς τοὺς ὑπηρέτας τῆς ἀπολαύσεως ἐκέλευσε κατ’ ἐκλογὴν
5εὐφυεῖς εἶναι τὸ σῶμα καὶ ὀφθῆναι χαρίεντας, ἵνα μὴ μόνον τὸ στόμα καὶ γεῦσις, ἀλλὰ καὶ ὀφθαλμὸς αὐτῷ κατὰ τῶν ὁρωμένων τρυφῴη, τότε δὴ καὶ οἱ τρεῖς νεανίσκοι ἐκ τῆς αἰχμαλωσίας τοῦ Ἰσραὴλ τῷ καταλόγῳ τῶν ὑπηρετῶν ἐγκριθέντες, ἀπεχόμενοι τῶν ὄψων τῆς βασι‐ λικῆς τραπέζης ὡς τῇ ἐπιμιξίᾳ τῶν εἰδωλοθύτων μεμιασμένης σπέρματα
10ἐσιτοῦντο μόνον. Ἦν δὲ καὶ οἶνος φευκτὸς διὰ τὴν σπονδὴν καὶ πᾶν κρέας διὰ τὴν προρρηθεῖσαν αἰτίαν.

14

.

13

.

3

Ὡς δὲ παρὰ τοῦ ἐφεστῶτος ἠναγκάζοντο
μετέχειν τῶν προσφερομένων αὐτοῖς, ἵνα μήποτε εἰς δυσμορφίαν αὐτῶν ἐκ τῆς ἐγκρατείας τὸ κάλλος μεταβληθῇ, ἔγκλημα δὲ ἐκείνου καὶ τιμωρία γένηται τὸ τῶν νεανίσκων εἰδεχθές τε καὶ ἀθεράπευτον, Ἔα, φησίν, καὶ215
5συγχώρησον, οὐ φανησόμεθα τῷ βασιλεῖ τῶν τρυφώντων ἀτιμότεροι, οὐδὲ τὰ πρόσωπα ἡμῶν ἀπανθήσει, οὐδὲ ἀγωνιάσῃς ὡς δυσμόρφους αὐτῷ ὑπηρέτας προσάγων.

14

.

13

.

5

Ὁ γὰρ τεχνίτης τῆς διαπλάσεως ἡμῶν δώσει τὴν χάριν καὶ μαθήσῃ παρὰ τῆς πείρας, ὅτι τοῦ ἡμετέρου κάλλους ὁ Θεὸς ἐπιμελητὴς καὶ τῆς σπουδαζομένης εὐμορφίας ἡ νηστεία κομ‐ μώτρια. Ὃ δὴ καὶ γέγονε. Καὶ γὰρ ὑπερήνθουν οἱ νεανίσκοι καὶ πάντας
5τοὺς κρεοφάγους παρηυδοκίμησαν.

14

.

13

.

6

Τί δὲ ὁ Σαμψών; Εὐθὺς ἀπὸ γάλακτος οὐκ ἐδιδάχθη νηστεύειν οὕτως τοῦ Πνεύματος τῇ μητρὶ χρηματίσαντος, ὡς προσῆκε τὸ παιδίον ἄγευστον οἴνου καὶ πάσης διαφυλάξαι τρυφῆς; Καὶ τίς ἰσχυρὸς κατ’ ἐκεῖνον; τίς δὲ ἀριστεὺς οὕτως ὀνομαστός; Μόνος ἀξιόμαχος ἦν πρὸς
5πᾶσαν παράταξιν πολεμίων καὶ πλῆθος ἀνάριθμον κατ’ ἐξουσίαν ἐτρέπετο· ὃς γέ ποτε ξίφους ἢ δόρατος ἀπορήσας, σιάγονα δὲ ἀνελόμενος ὄνου ἄνδρας πολεμιστὰς κατέστρωσε μόνῳ τῷ ὀστέῳ διαχρησάμενος.

14

.

14

.

1

Οὕτω τοίνυν καὶ σὺ ἔλπιζε καὶ ἰσχύσεις· προθυμοῦ καὶ δυναμω‐ θήσῃ· δὸς τὴν ἀκοὴν τῇ μαθήσει τῶν κεκρυμμένων καὶ ἀμνημονήσεις τροφῆς, ὡς ὁ δῆμος ὁ τῷ Ἰησοῦ ἑπόμενος λόγῳ καὶ ἔργῳ παιδεύοντι. Αἰδεσθῶμεν, οἱ ἀκρατεῖς καὶ φιλήδονοι, Ἕλληνας καὶ Ἰουδαίους νηστεύ‐
5οντας, μάτην μὲν καὶ ὑπὲρ οὐδενὸς τοῦ τέλους· εἰκῆ γὰρ ἐκεῖνοι ζημι‐ οῦνται ὃ μὴ ἐσθίουσι, πλὴν ὡς ζηλωτὸν καὶ πρέπον τοῖς σπουδαίοις μετίοντας τὸ πρᾶγμα.

14

.

14

.

2

Χριστιανοῖς πρέπει πολιτείας ἀκρίβεια καὶ φιλοσοφίας σεμνότης, οἷς πάρεστι καθαρὸς καὶ ἀληθὴς τῆς εὐσεβείας ὁ λόγος. Οἱ δὲ τούτου χωρὶς τὴν ἠθικὴν ἐκπονοῦντες ἄσκησιν ὅμοιά μοι δοκοῦντες ἐργάζεσθαι τῶν ἄνευ θεμελίου οἰκίαν κατασκευαζόντων ἢ ναῦν
5πηγνυμένων μὴ καταβληθείσης τῆς τρόπεως. Τοιοῦτοι δὲ Ἑβραῖοι
δυσμαθεῖς.216

14

.

14

.

3

Καί μοι σφοδρῶς ὁ γέλως ἐπιπίπτει, ὅταν αὐτοὺς θεάσωμαι ἀνυπο‐ δέτους ἐν λευκοῖς τρίβωσι περινοστοῦντας τὰ ἄμφοδα, ὄνειδος Μωϋσέως, αἰσχύνην τῶν προφητῶν, γεννήματα τοῦ Ἀβραὰμ ἀμβλωθρίδια, δούλους τῆς ἀφροσύνης τοὺς τῆς ἐλευθερίας υἱούς, ἀμαθεῖς καὶ ἀνόμους τοὺς
5δῆθεν μαθητὰς τοῦ νόμου, ἀπολέσαντας τῆς ἐκβάσεως τὴν ἐλπίδα, ἐπειδὴ τοὺς τύπους τοῦ μέλλοντος συνετῶς οὐκ ἐδέξαντο.

14

.

14

.

4

Μωϋσῆς γὰρ πᾶν ὅπερ ἔπραττε, τῶν εἰς ὕστερον ἐσομένων εἴδωλα προετύπου· κἂν τὴν νηστείαν εἴπῃς, κἂν τὴν σκηνοπηγίαν, κἂν τὴν ὑπόμνησιν τῶν σαλπίγγων, ὁμοίως τὴν περιτομήν, τὰ ἄζυμα, τὰς πικρίδας. Πάντα ἦν
5ἐκεῖνα τῆς ἐν Χριστῷ πολιτείας μηνύματα, εἰκόνες προχαραχθεῖσαι τοῖς ἐκ προσαγωγῆς μυσταγωγουμένοις πρὸς τὴν τελείωσιν.

14

.

15

.

1

Ἐγὼ μὲν γὰρ ὁ χριστιανὸς καὶ τοῦ σταυρωθέντος δοῦλος νηστεύω καλῶς, εἴτε πρὸς τὴν ἐλπίδα τῆς ἀναστάσεως ἐμαυτὸν προκαθαίρων εἴτε καὶ ἐπιστυγνάζων ὡς φιλοδέσποτος δοῦλος τοῖς τοῦ Κυρίου μου πάθεσιν.

14

.

15

.

2

Σὺ δὲ ὁ τῶν φονέων υἱὸς καὶ τῶν τὸν ἀμνὸν σφαξάντων ἀπόγονος καὶ τὴν κληρονομίαν τοῦ ἐκχεθέντος αἵματος ἐκ τῆς φωνῆς τῶν πατέρων δεξάμενος, τῶν οὕτως ἑαυτοῖς καὶ τοῖς τέκνοις ἐπευξαμένων, ὑπὲρ τίνος νηστεύεις, εἰπέ. Εἰ μὲν ὡς μετανοῶν ἐφ’ οἷς ἥμαρτες, ὑπερασπάζομαι σε
5τῆς γνώμης, καὶ καταλιπὼν τὴν συναγωγὴν τῶν πονηρευομένων σπεῦσον πρὸς τὴν ἐκκλησίαν τῶν εὐσεβῶν.

14

.

15

.

3

Ἐλθὲ πρὸς τὸ αἷμα τοῦ ἀμνοῦ καὶ ῥαντίσθητι. Ἐκεῖθεν γάρ σοι ὑπάρξει καὶ ἡ κάθαρσις, ὅθεν συνεστήσω τὴν ἁμαρτίαν. Εἰ δὲ ἔτι καὶ νῦν τοῖς αὐτοῖς προσδέδεσαι, τί σοι βούλεται ἡ ἀποχὴ τῶν σιτίων ἢ τοὺς Νειλῴους κροκοδείλους μιμεῖσθαι, οὕς φασι
5ταῖς κεφαλαῖς ἐπιθρηνεῖν τῶν ἀνθρώπων ὧν ἔφαγον καὶ δακρύειν τὸν φόνον, οὐ μετάνοιαν τῶν γενομένων λαμβάνοντας—πῶς γὰρ τὰ ἄλογα
θηρία καὶ ἔνυδρα; —, ἀλλὰ τὸ ἄσαρκον, ἐμοὶ δοκεῖν, τῆς κεφαλῆς ὀδυρο‐ μένους ὡς εἰς βρῶσιν οὐκ ἐπιτήδειον; Οἷον δὲ καὶ τὸ περὶ τὴν νηστείαν σχῆμα.217

14

.

15

.

4

Χορεῖαι καὶ ὀρχήσεις τῆς ἀσιτείας τὰ μέσα καὶ ἐπεισόδια, πράγματα τῷ σχήματι τῷ φαινομένῳ μαχόμενα· νηστεία γὰρ πυκνώσεως καὶ κοσμίας καταστολῆς νοεῖται παιδαγωγός, χορεία δὲ ἑρμηνεύει τὸ διακεχυμένον ταῖς ἀκράτοις καὶ πολλαῖς εὐπαθείαις.

14

.

16

.

1

Μνημόνευσον γὰρ ἐνταῦθα τοῦ ῥητοῦ τοῦ Μωσαϊκοῦ τοῦ λέγοντος τῇ δεκάτῃ τοῦ ἑβδόμου μηνὸς χρῆναι νηστεύειν. Δηλοῖ γὰρ ὁ μὲν ἕβδομος μὴν τὴν ἑβδόμην ἡμέραν, ἡ δὲ δεκάτη ἡμέρα τὴν δεκάτην ὥραν, ἐν ᾗ ὁ Κύριος ἐπὶ τοῦ σταυροῦ ἀφῆκε τὸ πνεῦμα. Καὶ ἑκάστου πράγματος
5ἐξαίρετά ἐστι καὶ τὰ σχήματα ἐκ τῆς αἰσθητῆς ἐπιφανείας τὴν ἀόρατον τῆς ψυχῆς δηλοῦντα διάθεσιν.

14

.

16

.

2

Σὺ δὲ τί μιγνύεις τὰ ἄμικτα καὶ φύρεις ἐν ταὐτῷ τὰ κεχωρισμένα; Εἰσὶν αὐτοῖς καὶ ἄλλαι πάνδημοι πανηγύρεις. Τὴν μὲν σκηνοπηγίαν καλοῦσι, τὴν δὲ ἄλλην ἀκούω σαλπίγγων ὑπόμνησιν. Λελήθασι δὲ χριστιανῶν μυστήρια ἑορταζόντες, ἐπειδὴ τῆς μὲν σκηνῆς
5ἡ δημιουργία ἔμπρακτός ἐστιν ἡ προφητεία τῆς ἐκκλησίας ταύτης, ἣν ὁ Λόγος ἡμῶν συνεστήσατο.

14

.

16

.

3

Διὰ τοῦτο καὶ φύλλοις κοσμοῦσι τὴν σκηνὴν καὶ ὁπώραις καλλωπίζουσι τὰ προσκήνια εἰς τύπον τοῦ τὴν νέαν ἐκκλησίαν τὴν εὔκαρπον μέλλειν ὑποβλαστάνειν τῷ νόμῳ. Ἡ δὲ τῶν σαλπίγγων ἑορτὴ διεγείρει τὰς ψυχὰς πρὸς τὴν ἑτοιμασίαν τῆς
5ἀναστάσεως, καθὼς Παῦλος φησι· Σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἀναστήσονται.

14

.

16

.

4

Διδάσκει δὲ καὶ αὐτὸς ὁ Θεὸς ἡμῶν καὶ Σωτὴρ ἐν εὐαγγελίοις λέγων· Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκ‐ τοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρων οὐρανῶν
5ἕως ἄκρων αὐτῶν.

14

.

17

.

1

Τούτων δὲ τῶν λόγων ἀκούοντες τάχα τοιαύτῃ χρήσονται πρὸς
ἡμᾶς ἀντιρρήσει· ὅτι τῶν ἀρχαίων μεμνημένοι θαυμάτων τῶν τοῦ Θεοῦ εὐεργεσίων εὐχαριστήρια ταῦτα προσάγουσιν ὑπὲρ τοῦ ὄρους Σινᾶ καὶ τῆς σάλπιγγος τῆς ἠχησάσης ἐν τῇ δόσει τοῦ νόμου. Οὐκ ἴσασι δὲ οἱ218
5ματαιόφρονες ὅτι καὶ τότε ἡ σάλπιγξ τυπικῶς παρελήφθη διδομένου τοῦ νόμου.

14

.

17

.

2

Ἐπειδὴ γὰρ ὁ νόμον λαμβάνων εἰς κανόνα βίου καὶ εὔτακτον πολιτείαν ὀφείλει δεδοικέναι τὴν ἐκ τῆς παρακοῆς τιμωρίαν, διὰ τοῦτο ὁ Θεὸς τὰ τῆς ζωῆς ἡμῶν παραγγέλματα ἔγγραφα τοῖς ἀνθρώποις ἐκπέμπων εὐθὺς προσέθηκε καὶ τὴν φωνὴν τῆς σάλπιγγος, σύμβολον
5τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἵνα οἱ μαθηταὶ τῶν προσταγμάτων διὰ τῆς ἀναστάσεως τὴν κρίσιν προβλέποντες φυλάξωσιν ἀπαράβατα τῆς θείας νομοθεσίας τὰ δόγματα.

14

.

17

.

3

Οὐκοῦν καὶ νηστεία καὶ σκηνοπηγία καὶ σάλπιγγες τῆς ἡμετέρας εὐσεβείας μυστήρια πάλαι μὲν παραδηλούμενα, καίρῳ δὲ τῷ καθήκοντι λαμβάνοντα τὴν ἔκβασιν, ὅτε τοῦ Σωτῆρος ἡμῶν ἐτελέσθη τὰ ἐν σαρκὶ θεοφάνεια· ᾧ πρέπει ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσ‐
5κύνησις, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.219