TLG 2058 003 :: PHILOSTORGIUS :: Historia ecclesiastica (fragmenta e passione Artemii)

PHILOSTORGIUS Scr. Eccl.
(Cappadox: A.D. 4–5)

Historia ecclesiastica (fragmenta e passione Artemii)

Source: Winkelmann, F. (post J. Bidez) (ed.), Philostorgius. Kirchengeschichte, 3rd edn. [Die griechischen christlichen Schriftsteller] Berlin: Akademie–Verlag, 1981: 7, 14–17, 26–27, 29–32, 49–59, 72–83, 86–96, 100–104, 107–110.

Citation: Book — fragment — (line)

1

6a

[zu Z. 1—7] Artemii Passio 45 [Artemius’ Rede an Julian]: Ἀπέκλινε δὲ (ὁ Κωνσταντῖνος) πρὸς τὸν Χριστόν, οὐρανόθεν ἐκείνου καλέσαντος, ὅτε τὴν πρὸς Μαξέντιον δριμεῖάν τε καὶ βαρυτάτην διη‐ γωνίσατο μάχην, δείξας αὐτῷ τὸ τοῦ σταυροῦ σημεῖον μεσούσης ἡμέ‐
5ρας, ὑπὲρ τὸν ἥλιον ταῖς αὐγαῖς ἐξαστράπτον, καὶ γράμμασιν ἀστεροτύ‐ πως Ῥωμαϊκοῖς διασημήνας αὐτῷ τὴν τοῦ πολέμου νίκην· [ἡμεῖς τε γὰρ αὐτοὶ τὸ σημεῖον ἐθεασάμεθα τῷ πολέμῳ παρόντες, καὶ τὰ γράμματα ὑπανέγνωμεν· ἀλλὰ καὶ τὸ στρατόπεδον ἅπαν τεθέατο, καὶ πολλοὶ τούτου μάρτυρες ἐν τῷ σῷ στρατοπέδῳ τυγχάνουσιν, εἴ γε ἄρα ἐρω‐
10τῆσαι θελήσειας. Dies aus Euseb. V. C. I 28 vom Hagiographen geschöft??]7

2

4b

Artemii Passio 43 [Julians Rede]: Ὁ γὰρ Κωνσταντῖνος, ὡς καὶ αὐτὸς ἐπίστασαι, εὐεξαπάτητος ἀνδρῶν ἀμαθής τε καὶ ἀνόητος εὑρεθείς, περὶ τὴν θρησκείαν ἐνεωτέρισεν, καὶ τοὺς Ῥωμαίων νόμους
ἐξαθετήσας, ἐπὶ τὸν Χριστιανισμὸν ἐξέκλινε, τὰς ἀνοσίους αὐτοῦ14
5πράξεις δεδιττόμενος, καὶ ὅτι οἱ θεοὶ αὐτὸν ἀπεβουκόλησαν ὡς ἐξάγιστον καὶ τῆς αὐτῶν θρησκείας ἀνάξιον, αἵματος ὁμογνίου γενό‐ μενον ἔμπλεων· τούς τε γὰρ ἀδελφοὺς ἀπέκτεινε μηδὲν πράξαντας ἄτοπον, καὶ τὴν γυναῖκα Φαῦσταν καὶ τὸν αὐτοῦ υἱὸν Πρίσκον τὸν χρηστόν τε καὶ ἀγαθὸν ἄνδρα τυγχάνοντα. ταῦτα τοίνυν τὰ ἀνοσι‐
10ουργήματα μυσαχθέντες οἱ θεοὶ τοῦτον ἀπεβουκόλησαν καὶ τῆς ἱερᾶς αὐτῶν καὶ παναγεστάτης θρησκείας πόρρω που καὶ μακρὰν ἀπεπλάνησαν, καὶ σπέρμα τὸ ἐναγὲς αὐτοῦ καὶ παμμίαρον καὶ γένος ὅλον ἐξ ἀνθρώπων ἠφάνισαν. Ebd. 45 [Artemius’ Antwort]: Ὅτι δὲ τὸν μακάριον Κωνσταντῖνον τὸν πάντων βασιλέων ὑπέρτερον καὶ
15τὸ τούτου γένος ἐξεμυκτήρισας, ἐχθρὸν τοῖς σοῖς ἀποκαλέσας θεοῖς καὶ μανιώδη καὶ φόνου μεστόν, τοῦ τε ὁμογνίου ἀνάπλεων αἵματος,
ταῦτά σοι ὑπὲρ ἐκείνου ἀπολογήσομαι ὅτι μᾶλλον ὁ σὸς πατὴρ Κων‐ στάντιος καὶ οἱ τούτου ἀδελφοὶ προκατῆρξαν τοῦ ἀδικήματος, φάρ‐ μακον αὐτῷ δηλητήριον κερασάμενοι καὶ θάνατον ὀλέθριον προξενή‐15
20σαντες, μηδὲν πρὸς αὐτοῦ πεπονθότες ἄδικον. ἐκεῖνος δὲ τὴν γυναῖκα Φαῦσταν καὶ πάνυ δικαίως ἀπέκτεινεν, ὡς μιμησαμένην τὴν πάλαι Φαίδραν καὶ διαβαλοῦσαν τὸν τούτου υἱὸν Πρίσκον ὡς ἐρωτι‐ κῶς αὐτῇ διακείμενον καί τι πρὸς βίαν ἐπιχειροῦντα, καθάπερ κἀκείνη
τὸν τοῦ Θησέως Ἱππόλυτον· καὶ δὴ κατὰ τοὺς τῆς φύσεως νόμους16
25ὡς πατὴρ τὸν υἱὸν ἠμύνατο. ὕστερον μέντοι μαθὼν τὴν ἀλήθειαν καὶ αὐτὴν προσαπέκτεινε, δίκην ἐπ’ αὐτῇ δικάσας πασῶν δικαιο‐
τάτην.17

2

16a

[zu Z. 1—S. 27] Artemii Passio 7: Ὁ γοῦν φιλόχριστος βασιλεὺς Κωνσταντῖνος εἰς τὸ πρῶτον καὶ τριακοστὸν ἔτος προελθὼν τῆς αὐτοῦ βασιλείας καὶ τοῦ δευτέρου ἐπιβάς, ἐπειδὴ ἐπύθετο τοὺς Πέρ‐ σας εἰς πόλεμον ἐπ’ αὐτὸν παρασκευαζομένους, ἄρας ἐκ τῆς ἑαυτοῦ
5πόλεως ἄχρι τῆς Νικομηδείας ἔφθη τῶν Βιθυνῶν· ἔνθα καὶ τελευτᾷ τὸν βίον ἐξ ἐπιβουλῆς τῶν ἑαυτοῦ ἀδελφῶν φάρμακον αὐτῷ δηλη‐ τήριον ἐκχεαμένων, ἀστέρος ὥς φασι κομήτου τὸν θάνατον αὐτοῦ προμηνύσαντος. ἦσαν δὲ τῷ Κωνσταντίνῳ ἀδελφοὶ πρὸς πατρὸς οἵδε· Δαλμάτιος, Ἀναβαλλιανὸς καὶ Κωνστάντιος· αὐτὸς γὰρ ἐξ
10Ἑλένης μόνος ἦν τῷ πατρὶ Κώνσταντι ἔτι ἰδιωτεύοντι, ἐκ δὲ τῆς θυγατρὸς Μαξιμιανοῦ τοῦ Ἐρκουλλίου ἐπονομαζομένου Θεοδώρας ἕτεροι γεγόνασιν αὐτῷ παῖδες ὅ τε προρρηθεὶς Δαλμάτιος καὶ Ἀνα‐
βαλλιανὸς καὶ Κωνστάντιος· οὓς καὶ Καίσαρας ὁ Κωνσταντῖνος καὶ νοβελλησίμους ἐτίμησε. τούτων ὁ Κωνστάντιος ἐκ τῆς συναφθείσης26
15αὐτῷ γαμετῆς γεννᾷ Γάλλον τε καὶ Ἰουλιανὸν τὸν παραβάτην ἐπι‐ κληθέντα διὰ τὸ τὸν Χριστὸν ἐξομόσασθαι καὶ πρὸς τὴν Ἑλληνικὴν ἀποκλῖναι θρησκείαν. [Ebd. 41 Julians Rede] Οἶδας ... ὅτι τῇ ἡμετέρᾳ ἐστὶν γενεᾷ μᾶλλον ἡ βασιλεία ἁρμόδιος· ὁ γὰρ ἐμὸς πατὴρ Κωνστάντιος ἐκ τῆς
20Μαξιμιανοῦ θυγατρὸς Θεοδώρας γεγέννηται τῷ ἐμῷ πάππῳ Κών‐ σταντι· ὁ δὲ Κωνσταντῖνος ἐξ Ἑλένης αὐτῷ γέγονε, φαύλης τινὸς γυ‐ ναικὸς καὶ τῶν χαμαιτύπων οὐδὲν διαφερούσης, καὶ ταῦτα μήπω γεγονότι Καίσαρι ἀλλ’ ἐν ἰδιώτου τυγχάνοντι σχήματι. ὁ τοίνυν Κωνσταντῖνος θρασύτητι γνώμης τὴν βασιλείαν ἀφήρπασε καὶ τὸν
25ἐμὸν πατέρα καὶ τοὺς αὐτοῦ ἀδελφοὺς ἀμφοτέρους ἀδίκως ἀπέκτεινε.27

3

1a

Artemii Passio 8: Ἄρτι τοῦ μεγάλου Κωνσταντίνου τελευτή‐ σαντος, ἡ τῶν Ῥωμαίων ἀρχὴ εἰς τρεῖς διῃρέθη ἀρχάς, τῶν υἱῶν αὐτοῦ Κωνσταντίνου Κωνσταντίου τε καὶ Κώνσταντος ταύτας με‐ ρισαμένων. καὶ τῷ μὲν πρώτῳ Κωνσταντίνῳ αἱ ἄνω Γαλλίαι καὶ τὰ
5ἐπέκεινα Ἄλπεων αἵ τε Βρεττανικαὶ νῆσοι καὶ ἕως τοῦ ἑσπερίου Ὠκεανοῦ κλῆρος ἐδόθησαν· τῷ δέ γε Κώνσταντι ὡς ὑστάτῳ αἱ κάτω Γαλλίαι ἤγουν αἱ Ἰταλίαι καὶ αὐτὴ ἡ Ῥώμη. ὁ δὲ Κωνστάντιος ὁ δεύτερος τῶν Κωνσταντίνου υἱῶν, ὃς ἦν ἐπὶ τῶν τῆς Ἑῴας τότε πραγμάτων πρὸς τοὺς Πέρσας ἀγωνιζόμενος, τὸ τῆς Ἀνατολῆς ἀσπά‐
10ζεται μέρος· καὶ τό τε Βυζάντιον μετονομασθὲν εἰς Κωνσταντινού‐
πολιν καὶ νέαν Ῥώμην ποιεῖται βασίλειον καὶ τὰ ἀπὸ τοῦ Ἰλλυρικοῦ μέχρι τῆς Προποντίδος ὁπόσα ὑπήκοα Ῥωμαίοις, τήν τε Συρίαν καὶ Παλαιστίνην καὶ Μεσοποταμίαν καὶ Αἴγυπτον καὶ τὰς νήσους ἁπάσας τῇ αὐτοῦ βασιλείᾳ καὶ πολιτείᾳ ὑποτελῆ καθίστησιν. Ebd. 9: Ὡς οὖν29
15εἴρηται τῶν βασιλέων τριῶν τυγχανόντων καὶ τῆς αὐτοῦ μοίρας ἑκάστου αὐτῶν βασιλεύοντος, ὁ πρῶτος αὐτῶν Κωνσταντῖνος τῆς οἰκείας μερίδος ἀπαναστὰς καὶ πρὸς τὴν τοῦ ἐσχάτου ἀδελφοῦ κληρο‐ δοσίαν ἐπανελθών, ἐκείνου πρὸς τὴν Ῥώμην ἀποδημήσαντος, ἐπεχείρει τι τῶν ἀδίκων κατὰ τοῦ ἀδελφοῦ διαπράξασθαι. καὶ αὐτὸν μὴ παρόντα
20διέβαλλεν ὡς οὐ καλῶς τῶν πραγμάτων διανεμηθέντων, καὶ ὅτι πλεῖ‐ στον μέρος τῆς αὐτῷ προσηκούσης ἀρχῆς ἐσφετερίσατο. οἱ δὲ τῆς χώ‐ ρας στρατηγοί τε καὶ φύλακες οὓς ὁ Κώνστας ἐχειροτόνησεν, οὐκ ἔφασαν χωρὶς τῆς ἐκείνου γνώμης τε καὶ βουλῆς δύνασθαί τι μικρὸν ἢ μέγα μετακινεῖν· ἀνόσιον γάρ. ὁ δὲ πρὸς πόλεμον ἀποδύεται καὶ ὅπλα
25κινεῖ κατὰ τοῦ μηδὲν ἀδικήσαντος. πίπτει τοίνυν ὁ Κωνσταντῖνος ἐν τῷ πολέμῳ μαχόμενος, καὶ τῆς μερίδος τῶν ἀλλοτρίων ἐπιθυμῶν, καὶ ἅπερ ἐδόκει βεβαίως κρατεῖν προσαπώλεσεν. [§ 10] ὁ τοίνυν τούτου λαὸς ἀποκλίνει πρὸς Κώνσταντα, καὶ γίνεται πᾶσα ἡ τῆς Ἑσπέρας ἀρχὴ ὑπ’ ἐκείνῳ μηδὲν περὶ ταύτης σπουδάσαντι, τοῦ θεοῦ ταῦτα
30δικάσαντος, τοῦ εἰπόντος· «μὴ κίνει ὅρια πατέρων σου, μήτε τοῦ πλησίον καθάπτου τῆς αὔλακος». ὁ γὰρ κατὰ τοῦ πλησίον πονη‐ ρευόμενος, αὐτὸς ἑαυτῷ συνεισάγει τὸν ὄλεθρον, τὴν τοῦ θεοῦ δίκην ἐφ’ ἑαυτὸν ἐπισπώμενος. βασιλεύει τοίνυν ὁ Κώνστας ἐφ’ ὅλης τῆς ἑσπερίου ἀρχῆς, τὰς δύο κληροδοσίας εἰς ἓν συνάψας καὶ μίαν ἀρχὴν
35ἀμφότερα τὰ μέρη στησάμενος.30

3

2a

Artemii Passio 17: Ὁ δὲ τὴν ἱστορίαν γράφων τοιαῦτα περὶ Κωνσταντίου καὶ τοῦ μάρτυρος (näml. Ἀρτεμίου) φάσκει· λέγεται γὰρ δὴ περὶ Κωνσταντίου ὅτι οὐ μόνον τὰ πρὸς θεὸν σπουδαῖός τε καὶ ἐράσμιος ὑπῆρχεν, εἰ καὶ πρὸς τὴν Ἀρειανικὴν ἀπέκλινεν αἵρεσιν, ὑπὸ
5τοῦ δυσσεβοῦς τε καὶ ἀθεωτάτου Εὐσεβίου τοῦ τῆς Νικομηδείας ἐπι‐ σκόπου συνελαθείς· ἐπεὶ τά γε ἄλλα μέτριος καὶ εὐσχημοσύνης ἐς τὰ μάλιστα ἐπιμελούμενος καὶ σωφροσύνης ἄκρως ἐπειλημμένος περί τε τὴν δίαιταν καὶ τὸν ἄλλον τρόπον, καὶ πλείστην γε τὴν εἰς τὰς ἐκκλησίας ἐποιεῖτο σπουδὴν μακρῷ τὸν ἑαυτοῦ πατέρα ταῖς περὶ
10ταῦτα προθυμίαις ὑπερβάλλεσθαι φιλοτιμούμενος. καὶ τήν τε ἐκκλη‐ σίαν ἐδείματο τὴν μεγίστην ἐν τῇ πόλει τοῦ πατρὸς πλησίον τῆς γερουσίας, κάτωθεν τοῦ ἔργου καὶ ἐκ κρηπίδων ἀρξάμενος. καὶ τὸν τοῦ πατρὸς τάφον τιμῶν, νεὼν ἐξῳκοδομήσατο μέγιστον ἐκεῖ θρη‐
σκευτήριον· καὶ Ἀνδρέαν τὸν ἀπόστολον ἐκ τῆς Ἀχαΐας μετενεγκών,31
15ὡς προέφην, ἐκεῖ μετέθηκεν· καὶ μὴν καὶ Λουκᾶν τὸν εὐαγγελιστὴν
ἐκ τῆς αὐτῆς μετέθηκεν Ἀχαΐας καὶ Τιμόθεον ἐξ Ἐφέσου τῆς Ἰωνίας.32

3

22a_26a

Artemii Passio 10 [unmittelbar nach στησάμενος ob. S. 30, 28]: Οὐ πολὺς ἐν μέσῳ καιρὸς καὶ ὁ Κώνστας, εἰς κώμους καὶ μέθας ἐναποκλίνας καὶ ἀλλοκότους ἐρώτων διαγωγάς, ῥαθύμως τὴν ὅλην ἀρχὴν διεπέττευε, τὸ τῆς βασιλείας μέγεθος ἐξορχούμενος· ἐπι‐
5βουλεύεται τοιγαροῦν καὶ αὐτὸς παρά τινος τῶν στρατηγῶν Μαγνεν‐ τίου καὶ μετὰ τῆς βασιλείας προσαπόλλυσι καὶ τὸ ζῆν. τούτου πε‐ σόντος, κρατεῖ τῆς ἀρχῆς ὁ Μαγνέντιος, μεθ’ οὗ τῆς τυραννίδος συνεπελάβοντο Νεποτιανὸς καὶ Βρεττανίων. [§ 11] ταῦτα μαθὼν ὁ
Κωνστάντιος ἐκ τῶν τῆς ἀδελφῆς γραμμάτων, ἀπάρας ἐκ τῆς Ἀνα‐49
10τολῆς καὶ πρὸς τὴν Ἑσπέραν γενόμενος, συνάπτει πρὸς ἀμφοτέρους
πόλεμον καὶ κατὰ κράτος νικᾷ, τοῦ Βρεττανίωνος πρὸς αὐτὸν ἀπο‐ κλίναντος· ὅτε καὶ τὸ τοῦ σταυροῦ σημεῖον, μέγιστόν τε καὶ δεινῶς ἐκφανὲν ἅπαν ὡς ὑπεραστράπτειν τῷ καταπληκτικῷ τῆς αἴγλης τὸ τῆς ἡμέρας φῶς, ἐπὶ τῶν Ἱεροσολύμων ὤφθη περὶ τρίτην ὥραν μά‐50
15λιστα τῆς ἡμέρας, τῆς ἑορτῆς τῆς λεγομένης Πεντηκοστῆς ἐνεστη‐ κυίας, διῆκον ἀπὸ τοῦ Κρανίου λεγομένου τόπου ἄχρι καὶ τοῦ Ἐλαιῶνος ὄρους, ὅθεν ὑπῆρχεν ὁ σωτὴρ τὴν ἀνάληψιν ποιησάμενος. Κρατεῖ τοίνυν τῆς βασιλείας ἁπάσης Κωνστάντιος, τῶν τοῦ με‐ γάλου Κωνσταντίνου υἱῶν μόνος ὑπολειφθείς. [§ 12] ἀτενίσας οὖν
20πρὸς τὸ τῆς ἀρχῆς μέγεθος καὶ εἰλιγγιάσας, ὡς ἅτε δὴ ἄνθρωπος ὢν καὶ μὴ ἔχων τὸν ἐκ τοῦ γένους αὐτῷ συνασπίζοντα (οὔτε γὰρ αὐτῷ παῖς ἐγεγόνει, οὔτε τις τῶν ἀδελφῶν κατελέλειπτο), καὶ δείσας μή τις αὐτῷ πάλιν ἐπανασταίη τύραννος κατὰ τῆς αὐτοῦ βασιλείας ἐξανιστάμενος, σκέπτεται τῶν συγγενῶν τινα λαβεῖν σύγκληρον καὶ
25τῆς βασιλείας ὑπασπιστήν. ὃ δὴ καὶ πεποίηκε Γάλλον τὸν Ἰουλια‐ νοῦ ἀδελφὸν Καίσαρα προστησάμενος. ἀνεψιὸς δὲ πρὸς πατρὸς ὁ Γάλλος ἦν αὐτῷ· Κωνστάντιος γάρ, ὁ Γάλλου καὶ Ἰουλιανοῦ πατήρ, ἀδελφὸς ἦν Κωνσταντίνου τοῦ μεγάλου. τοῦτον οὖν ἐν τῷ Σιρμίῳ προχειρισάμενος, γυναῖκά τε αὐτῷ ζεύγνυσι τὴν ἑαυτοῦ ἀδελφὴν Κων‐
30σταντίαν, πίστεως καὶ βεβαιότητος χάριν, καὶ ἄρχοντας αὐτῷ δίδωσιν αὐτὸς καταστήσας (οὐ γὰρ ἐκείνῳ γε ἐφεῖτο, Καίσαρί γε ὄντι), Θαλάσ‐ σιον μὲν ἀποστείλας ἔπαρχον πραιτωρίων, Μόντιον δὲ ἐπὶ τῶν βα‐ σιλικῶν πραγμάτων οὓς κοιαίστωρας αὐτοῖς ὀνομάζειν φίλον, ἅμα51
καὶ πατρίκιον αὐτὸν ποιησάμενος.52

3

28a

Artemii Passio 12 [unmittelbar nach αὐτὸν ποιησάμενος ob. S. 52, 33]: Ὁ δὲ Γάλλος ὡς τότε παρὰ τοῦ Κωνσταντίου πεμφθεὶς ἐπὶ τῆς Ἑῴας εἴχετο τῶν πραγμάτων· ὃν αὐτίκα μαθόντες οἱ Πέρσαι κατωρρώδησαν νέον τε αὐτὸν καὶ θερμουργὸν εἰς τὰ ἔργα πυθόμενοι,
5καὶ οὐκέτι ἐποιήσαντο τὴν ἐπὶ τοὺς Ῥωμαίους ἐξέλασιν. καὶ ὁ μὲν ἐν τῇ Ἀντιοχείᾳ τῆς Συρίας ἦν, Κωνστάντιος δὲ ἐν τῇ Ἑσπέρᾳ καθίστη τὰ πράγματα. καὶ τότε δὴ μάλιστα καθαρῶς ἡσύχασεν ἡ Ῥωμαίων ἀρχὴ πρὸς ἀμφοτέρων φυλαττομένη. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. [§ 13] ὁ δὲ Γάλλος, τὴν τοῦ Καίσαρος ἀμφιασάμενος
10ἀλουργίδα καὶ ἤδη τῶν πρώτων τῆς βασιλείας ἀρξάμενος ἐπιβαίνειν
ἀναβαθμῶν, οὐκ ἔμενεν ἐπὶ τῆς αὐτῆς γνώμης καὶ πίστεως ἧς πρὸς τὸν Κωνστάντιον ἐποιήσατο, ἀλλὰ βαρύς τις ἦν καὶ ἀκάθεκτος καὶ τὴν ὀργὴν ἀπαραίτητος· φρονήματος γὰρ ἀκαίρου καὶ βουλῆς ἀνω‐ μάλου δραξάμενος ὑπερέβη τοὺς ὅρους καὶ τὰς συνθήκας ἐφαύλισεν,53
15ἃς πρὸς τὸν Κωνστάντιον ἐποιήσατο, βασιλικώτερον τῶν πραγμάτων ἁπτόμενος καὶ μετὰ πολλοῦ τοῦ θράσους καὶ τῆς ἀλαζονείας δια‐ ταττόμενος. τοὺς γὰρ ἄρχοντας οὓς σὺν αὐτῷ ἐπεπόμφει Κωνστάν‐ τιος, τῶν βασιλικῶν τε καὶ πολιτικῶν πραγμάτων ὄντας διαιτη‐
τάς, τόν τε πραιτωρίων ἔπαρχον Δομετιανὸν (ὁ γὰρ Θαλάσσιος ἐτε‐54
20θνήκει) καὶ τὸν ἐπὶ τοῦ κοιαίστωρος Μόντιον, διὰ τὸ μὴ πειθαρχεῖν αὐτοὺς καὶ ὑπουργεῖν ταῖς παραλόγοις αὐτοῦ καὶ ἀκαθέκτοις ὁρμαῖς, σχοίνους τοῖς στρατιώταις τῶν ποδῶν αὐτῶν ἐξάψασθαι παρακελευ‐ σάμενος, ἐπὶ τῆς ἀγορᾶς συρῆναι προσέταξεν καὶ ἀμφοτέρους ἀπέ‐ κτεινεν, ἄνδρας ἐν ἀξιώμασι διαπρέψαντας καὶ παντὸς κέρδους καὶ
25λήμματος εὑρεθέντας ὑψηλοτέρους· οὓς ὁ τῆς πόλεως περιστείλας
ἐπίσκοπος ἔθαψεν, αἰδεσθεὶς τὸ τῆς ἀρετῆς αὐτῶν ἀνυπέρβλητον.55

4

1a

Artemii Passio 14 [unmittelbar nach ἀνυπέρβλητον ob. S. 55, 16]: Ὁ δὲ Κωνστάντιος, ἐπειδὴ τάχιστα ἐπύθετο τὸ συμβάν, μετάπεμπτον ὡς ἑαυτὸν ἐποιεῖτο τὸν Γάλλον. ὁ δέ, εἰδὼς μὲν ὡς οὐκ ἐπ’ ἀγαθῷ τυγχάνει καλούμενος, ἐννοῶν δὲ πάλιν ὡς, εἰ μὴ
5βούλοιτο ὑπακούειν, πόλεμον ἀνάγκη ποιεῖν ὅπλα πρὸς Κωνστάντιον ἐκ τοῦ εὐθέως ἀράμενον, αἱρεῖται μᾶλλον τὰ τῆς εἰρήνης. καὶ τὴν γυναῖκα προαποστείλας ὡς τὸν Κωνστάντιον ἐκμειλίξασθαι, καὶ αὐ‐ τὸς ἀπῄει αὐτόμολος ἐπὶ τὸν κίνδυνον. ἡ μὲν οὖν Κωνσταντία προτέρα ἐξώρμησε, προεντυχεῖν τῷ ἀδελφῷ καὶ αἰδέσασθαι αὐτὸν
10ὑπὲρ τοῦ ἀνδρὸς προθυμουμένη, τοῦ μή τι εἰς αὐτὸν βουλεύσασθαι ἀνήκεστον. πολλῇ δὲ προθυμίᾳ περὶ τὴν ὁδοιπορίαν χρωμένη, εἰς νόσον τε ἔπεσε μεταξὺ πορευομένη καὶ Βιθυνίας ἐπιβᾶσα ἐν σταθμῷ τινι ταύτης Γαλλικάνῳ λεγομένῳ ἀπέθανεν. ὁ δὲ Γάλλος, καὶ τοῦτο παρὰ δόξαν αὐτῷ συμβὰν μεγάλην συμφορὰν ποιησάμενος, ὅμως ᾔει56
15τὸ πρόσω, τῶν δεδογμένων οὐκ ἐξιστάμενος. ἐπεὶ δὲ εἰς Νωρίκους ἀφίκετο πόλιν αὐτῶν Πυταβιῶνα καλουμένην, ἐνταῦθα δὴ ἀπὸ Με‐ διολάνου καταπέμπεται στρατηγὸς Βαρβατίων, ἐκεῖ τοῦ Κωνσταντίου τὸ τηνικαῦτα τυγχάνοντος· ὃς τὸν Γάλλον ἀφαιρεῖται τῆς ἀλουργίδος καὶ εἰς ἰδιώτην μετασκευάσας ἐξόριστον αὐτὸν εἴς τινα νῆσον τῆς
20Δαλματίας κατέστησε. [§ 15] τοῦ δὲ Γάλλου εἰς τὴν νῆσον ἀπηγμένου, οἱ τὸ πᾶν ἐπ’ αὐτῷ συστήσαντες, Εὐσέβιος δὲ μάλιστα ἦν ὁ εὐνοῦχος ὁ τὴν τοῦ πραιποσίτου τιμὴν ἔχων καὶ οἱ σὺν αὐτῷ, πείθουσι Κων‐ στάντιον ὡς τάχιστα τὸν Γάλλον ποιήσασθαι ἐκ ποδῶν. ὁ δὲ πει‐ σθεὶς πέμπει τοὺς ἀποκτενοῦντας αὐτόν. καὶ ἤδη τούτων ἀφικνου‐57
25μένων πάλιν ὁ Κωνστάντιος εἰς ἔλεον μετεκλίθη, καὶ πέμπει διὰ ταχέων ἕτερον γράμμα τὸν Γάλλον τοῦ πάθους ἀνακαλούμενον. ὁ δὲ Εὐσέβιος καὶ οἱ σὺν αὐτῷ πείθουσι τὸν πεμφθέντα μαγιστριανὸν μὴ πρότερον ἐπιστῆναι δεικνύντα τὸ γράμμα, πρὶν ἂν πύθοιτο τὸν
Γάλλον ἀνῃρημένον. ἐγένετο ταῦτα, καὶ ὁ Γάλλος ἐτεθνήκει.58

4

2a

Artemii Passio 15 [unmittelbar nach ἐτεθνήκει ob. S. 58, 26]: Ὁ δὲ Κωνστάντιος περὶ τοῖς πράγμασι δείσας μὴ οὐχ οἷός τε ᾖ μόνος ἁπάσης εἶναι τῆς ἀρχῆς ἐγκρατής, ἄλλως τε καὶ τῶν Γαλατῶν ὀξύ‐ τατα δὴ καὶ ὁπότε προθυμηθεῖεν εἰς τὰς τυραννίδας ἐγειρομένων
5διά τε σώματος ἰσχὺν καὶ κουφότητα φρονημάτων, μετεμέλετό τε ἤδη τὸν Γάλλον ὑπεξελὼν καὶ λογισάμενος ὡς τὸ συγγενὲς τοῦ ὀθνείου καὶ ἀλλογενοῦς ἀσφαλέστερον εἶναι μακρῷ πρὸς κοινωνίαν τῆς βασιλείας, Ἰουλιανὸν τὸν ἀδελφὸν τοῦ Γάλλου ἐκ τῆς Ἰωνίας μεταπεμψάμενος ἐν τῇ Μεδιολάνῳ Καίσαρα ἀνέδειξε· καὶ τὴν ἀδελ‐
10φὴν αὐτῷ τὴν ἑαυτοῦ Ἐλένην εἰς γάμον ἐκδοὺς καὶ τὰ πιστὰ πρὸς αὐτὸν ποιησάμενος, τοῦτον μὲν ἐξέπεμψεν εἰς τὰς Γαλλίας φύλακα τῆς ἐκεῖσε βασιλείας ἐσόμενον.

4

3a

[ebd. Folge] Αὐτὸς δὲ εἰς Ἰλλυριοὺς ἀφικόμενος ἐν τῷ Σιρμίῳ διῆγεν. [§ 16] ἀκούσας δὲ ὅτι οἱ πέραν Ἴστρου βάρβαροι μέλλουσιν ἐπι‐ στρατεύειν τῇ τῶν Ῥωμαίων ἀρχῇ, ἀπάρας ἀπὸ τοῦ Σιρμίου, πρὸς τὸν Ἴστρον διέβη. καὶ πρὸς αὐτῇ τῇ ὄχθῃ χρόνον οὐκ ὀλίγον ποιήσας, ἐπεὶ
5τὰ τῶν βαρβάρων ἠρέμει συστήματα, πάλιν ἐπὶ τὴν Θρᾴκην ἤλαυνεν.59

6

5a

Artemii Passio 19: Ὁ δὲ Κωνστάντιος ἄρας ἀπὸ τῆς Κων‐ σταντινουπόλεως τὴν ἐπὶ Συρίας ἐποιεῖτο ὁδόν· καὶ φθάσας τὴν μεγαλόπολιν Ἀντιόχειαν, αὐτοῦ κατασκηνοῖ τὸν πρὸς τοὺς Πέρσας ἑτοιμαζόμενος πόλεμον. αὐτοῦ δὲ χρονοτριβήσαντος ἐν τῇ πόλει καὶ
5τὸν στρατὸν ἐξαρτύοντος, ἀφίκετο γράμματα πρὸς αὐτὸν δηλοῦντα τὴν τοῦ Ἰουλιανοῦ ἐπανάστασιν. ὁ γὰρ Ἰουλιανός, ὡς δεδήλωταί μοι καὶ πρόσθεν, ἡνίκα τὸν περὶ τούτων ἐποιούμην λόγον, ἐπὶ φυλακῇ τῶν Ἑσπερίων εἰς τὰς Γαλλίας ὑπὸ τοῦ Κωνσταντίου Καῖσαρ ἀναδειχθείς, αὐτὸς ἐπὶ πλεῖον ἐν τῷ τοῦ Καίσαρος σχήματι
10εἶναι μὴ ἀνασχόμενος, τό τε διάδημα περιτίθεται καὶ τῆς μείζονος ἀνθάπτεται βασιλείας. ἐπεὶ δὲ ἀντελάβετο τῶν πραγμάτων, οὐκέτι μικρὸν οὐδὲν ἐνενόει οὐδὲ διαμέλλειν ἐγίγνωσκε δεῖν· ἀλλὰ τὴν Εὐρώπην τέως ὑφ’ ἑαυτῷ ποιήσασθαι πᾶσαν ἐθέλων ὁπόση Ῥωμαίοις ὑπακούει,

6

5b

[zu Z. 18 ff] Artemii Passio 41 [Julians Rede]: Καὶ ὁ ... Κων‐ στάντιος ... τὸν ἐμὸν ἀδελφὸν Γάλλον πεφόνευκε ... ἡμᾶς τε αὐτούς, εἰ μὴ θεῶν προνοίᾳ περιεσώθημεν, τὸ αὐτὸ ἠβούλετο δρᾶσαι. ἀλλ’ οἱ θεοὶ διεκώλυσαν, αὐτοψεί μοι τὴν σωτηρίαν μηνύ‐
5σαντες· εἰς οὓς ἐγὼ τεθαρρηκὼς τὸν Χριστιανισμὸν ἐξωμοσάμην καὶ πρὸς τὸν Ἕλληνα βίον ἀπέκλινα, εὖ εἰδὼς ὡς ὁ τῶν Ἑλλήνων καὶ Ῥωμαίων ἀρχαιότατος βίος, καλοῖς ἔθεσι καὶ νόμοις χρησάμενος,
θεοὺς προσαγορεύει τοὺς τὸ πιστὸν ἐκ τῶν πραγμάτων ἔχοντας. τῷ στρατῷ συνταξάμενος διὰ Γερμανῶν ἐπὶ τὸν Ἴστρον ἐχώρει καὶ72
10τῆς πέραν ὄχθης λαβόμενος διὰ τῶν ἐκείνης χωρίων ἤλαυνεν, ἀμφο‐ τέρους τοὺς ὑπάρχους διαλαθών, τόν τε τῶν Ἰταλιῶν Ταῦρον οὕτω καλούμενον καὶ τὸν τῶν Ἰλλυριῶν Φλορέντιον. ἐπεὶ δὲ κατὰ Παίονας ἐγένετο, διαβὰς ἐπὶ θάτερα τὸν ποταμόν, αὐτίκα τήν τε Ἰλλυρίδα πᾶσαν ὑφ’ ἑαυτῷ γῆν εἶχε καὶ τὰς Ἰταλίας καὶ τὰ μέχρι τοῦ ἑσπερίου
15Ὠκεανοῦ σύμπαντα ἔθνη ὁπόσα τῆς Ῥωμαίων ἐπικρατήσεως ἦν. [§ 20] ὁ δὲ Κωνστάντιος ταῦτα διὰ τῶν γραμμάτων μαθὼν ἐταράχθη τε ὥσπερ καὶ εἰκὸς ἦν καὶ περὶ τῇ Κωνσταντινουπόλει μάλιστα δείσας μή, ὅπερ κἀκεῖνος διενοεῖτο, φθάσειεν αὐτὴν ὑφ’ ἑαυτὸν ποιησάμενος, ἠπείγετο οὖν κατὰ τὸ δυνατὸν προκαταλαβεῖν. ἐν ὅσῳ δὲ ὁ στρατὸς
20αὐτῷ συνελέγετο κατὰ τὰς πόλεις τῆς Ἑῴας ἐσκεδασμένος καὶ ἔμελλεν ἐξαρτύεσθαι ὡς πρὸς τοσαύτην ὁδόν, σημαίνει τοῖς ἐπισκόποις εἰς τὴν Νίκαιαν αὐτὸν ὡς ὅτι τάχιστα φθῆναι προαφικομένους· ἐμελέτα γὰρ δευτέραν ἐν αὐτῇ συγκροτῆσαι σύνοδον, παρὰ τῶν δυσσεβῶν Ἀρειανῶν κατὰ τοῦ ὁμοουσίου παροτρυνόμενος. ἐπεὶ δὲ τὴν Κιλικίαν
25διεξελθὼν εἰς τὰς Μόψου καλουμένας κρήνας ἀφίκετο, ἀσθένειά τις ἐξαπιναίως αὐτῷ προσέπεσε καὶ οὐχ οἷός τε ἦν ἔτι τὸ πρόσω χωρεῖν. ὡς δὲ ᾔσθετο φαύλως ἔχων ἤδη καὶ οὐκ ἂν βιωσόμενος, τὴν ταχίστην τὸν Ἀντιοχείας ἐπίσκοπον μεταπέμπεται Εὐζώϊον καὶ αὐτῷ βαπτί‐
σαι αὐτὸν ἐπιτρέπει. βαπτισάμενος δὲ καὶ μικρὸν ἐπιβιούς, αὐτόθι73
30προλείπει τὸ ζῆν, βασιλεύσας τὰ σύμπαντα ἔτη τεσσαράκοντα, τὰ μὲν ἡμίσεα μετὰ τοῦ πατρός, τὰ δὲ ἐπίλοιπα μόνος.

6

6a_7a

[ebd. Folge] Αὐτὸν δὲ ἡ στρατιὰ ὀλοφυραμένη καὶ τὰ νομι‐ ζόμενα ἐπ’ αὐτῷ τελέσασα, λάρνακι τοῦτον ἐνέθεσαν τοῖς εἰωθόσιν εἰς τὸ διαρκέσαι σκευάσαντες τὸν νεκρόν. καὶ εἰς ἁρμάμαξαν ἐνθέμενοι, ἐκό‐ μιζον ἐπὶ τὴν Κωνσταντινούπολιν σὺν τοῖς οἰκείοις ἕκαστος ὅπλοις αὐτῷ
5ἐφεπόμενοι καὶ κατὰ τὸν αὐτὸν κόσμον ὅνπερ καὶ ζῶντος ὑπὸ τοῖς ἡγεμόσι τεταγμένοι ἐτύγχανον. [§ 21] οὗτοι μὲν δὴ τὴν Κωνσταντινού‐ πολιν εἶχον ἄγοντες τὸν νεκρόν· καὶ ὁ Ἰουλιανὸς συνωμάρτησεν ἐκ τῶν Ἰλλυριῶν ἀφικόμενος καὶ ἤδη βεβαίως ἔχων τὴν πᾶσαν βασιλείαν, οὐδενὸς αὐτῷ μετὰ τὸν Κωνσταντίου θάνατον ἐναντιωθῆναι τολ‐
10μήσαντος. κομιζομένου δὲ τοῦ νεκροῦ ἐπὶ τὸν νεὼν τῶν ἀποστόλων, ἵναπερ αὐτὸν καταθήσειν πλησίον τοῦ πατρὸς ἔμελλον, αὐτὸς ἡγεῖτο
τῆς κλίνης, τὸ διάδημα τῆς κεφαλῆς περιελών. ἐπεὶ δὲ ἔθαψαν αὐτόν, ἐπὶ τὰ βασίλεια ἤδη ἀπαλλαττόμενος, τό τε διάδημα ἐπέθετο αὖθις καὶ τῶν πραγμάτων ἐγκρατὴς ἦν, μόνος ἤδη τὴν ὅλην τῶν74
15Ῥωμαίων βασιλείαν ὑποζωσάμενος. ἐπεὶ οὖν ὁ Κωνστάντιος ἐκ ποδῶν ἦν, εἰς τοὺς ὑπολειπομένους καὶ μάλιστα τῷ φθόνῳ τὴν αἰτίαν παρα‐ σχομένους τῆς ἀναιρέσεως Γάλλου ἀνέψυχε τὸ ζέον τῆς ὀργῆς. καὶ αὐτίκα Εὐσέβιον μὲν τὸν πραιπόσιτον τῆς κεφαλῆς ἀφαιρεῖται, διότι τὴν ἀρχήν τε ἐφαίνετο ἐκ τῶν ἑαυτοῦ διαβολῶν τὸν ἅπαντα τῷ
20Γάλλῳ φόνον συγκερασάμενος· Παῦλον δὲ τὸν Σπανὸν εἰς τοὺς ὑπογραφέας τοῦ βασιλέως τελοῦντα πυρὶ παραδίδωσιν, ὡς πολλὰ δὴ μάλα τῷ Γάλλῳ ἐμπικρανάμενον. τούτους μὲν οὖν ἀμφοτέρους εἰς τὴν Χαλκηδόνα διαπέμψας, ἐκεῖ τῇ οἰκείᾳ δίκῃ ὑπάγει ἑκάτερον· ἀνεῖλεν δὲ καὶ Γαυδέντιον στρατηγὸν τῆς Ἀφρικῆς καὶ ἄλλους τινάς,
25ὁπόσοι τι εἰς αὐτὸν πεπαρῳνήκεσαν. [§ 22] ἀλλὰ τούτους μὲν διὰ
γραμμάτων ἐκόλασεν.75

7

1a

Artemii Passio 48: Ὁ γὰρ Ἰουλιανὸς πάλαι τὸν Ἑλληνισμὸν κατὰ ψυχὴν ὠδίνων ἐκ τῶν ἐν Ἰωνίᾳ γενομένων αὐτῷ πρὸς τοὺς ἀμφὶ τὸν Μάξιμον φιλοσόφων συνουσιῶν, ἐφ’ ὅσον μὲν ὅ τε ἀδελφὸς αὐτῷ περιῆν καὶ μετ’ αὐτὸν Κωνστάντιος, ὁ δὲ οὐδὲν παραγυμνοῦν
5ἐθάρρει διὰ τὸ ἐξ ἐκείνων δέος· ἐπεὶ δὲ οὗτοι ἐξ ἀνθρώπων ἦσαν, αὐτὸς δὲ τῶν πραγμάτων ἤδη κύριος ἦν, τότε δὴ εἰς τὸ φανερὸν ἀπαμφιασάμενος πάσαις ἀθρόον εἰς τὸν Ἑλληνισμὸν ἐξερράγη ταῖς προθυμίαις.

7

1b

Ebd. 22: Ὁ γὰρ Ἰουλιανός, ὡς δεδήλωται, τὴν τῶν Ῥω‐ μαίων βασιλείαν ὑποζωσάμενος, ἐσπούδαζε μάλιστα τὸν Ἑλληνισμὸν ἐπανορθοῦν. πανταχοῦ τοίνυν γράμματα διαπεμπόμενος ἐκέλευε τὰ τούτων τεμένη καὶ τοὺς βωμοὺς ἀνιστᾶν μετὰ πολλῆς σπουδῆς τε
5καὶ προθυμίας.76

7

1c

Artemii Passio 35 [Artemius’ Rede an Julian]: Γίνωσκε τοίνυν ὡς ἡ τοῦ Χριστοῦ ἀνίκητος καὶ ἀήττητος ὑπάρχει ἰσχύς τε καὶ δύναμις· πάντως δὲ καὶ αὐτὸς τοῦτο πεπληροφόρησαι ἐξ ὧν σοι χρησμῶν Ὀριβάσιος ὁ ἰατρὸς καὶ κοιαίστωρ παρὰ τοῦ ἐν Δελφοῖς
5Ἀπόλλωνος ἄρτι κεκόμικεν. ἐγὼ δέ σοι καὶ τὸν χρησμόν, κἂν μὴ βούλῃ, ἐπαναγνώσομαι. ἔχει γὰρ οὕτως·
Εἴπατε τῷ βασιλεῖ· χαμαὶ πέσε δαίδαλος αὐλά.
Οὐκέτι Φοῖβος ἔχει καλύβαν, οὐ μάντιδα δάφνην,
Οὐ παγὰν λαλέουσαν, ἀπέσβετο καὶ λάλον ὕδωρ.77

7

3a

[zu Z. 1—S. 79, 7] Artemii Passio 57 [unmittelbar nach ἐλί‐ κμησαν unt. S. 80, 35]: Τὸν δὲ τοῦ σωτῆρος ἀνδριάντα ἐν Πανεάδι τῇ πόλει πρὸς τῆς αἱμορροησάσης γυναικὸς κατασκευασθέντα με‐ γαλοπρεπῶς, ἣν ὁ Χριστὸς ἰάσατο, καὶ ἱδρυνθέντα ἐν ἐπισήμῳ
5τόπῳ τῆς πόλεως, ὃν μετὰ χρόνον γνωσθέντα ἐκ τῆς αὐτόθι φυομένης βοτάνης τοῦ θαύματος οἱ Χριστιανοὶ ἀράμενοι ἐν τῷ
τῆς ἐκκλησίας διακονικῷ ἔστησαν, τοῦτον οἱ Ἕλληνες κατασπά‐ σαντες κἀκ τῶν ποδῶν σχοίνους ἐξάψαντες, ἔσυραν ἐπὶ τῆς ἀγορᾶς, ἕως οὗ κατὰ μικρὸν ἀποθραυόμενος ἠφανίσθη, μόνης τῆς κεφαλῆς78
10καταλειφθείσης καὶ ἁρπαγείσης ὑπό τινος ἐν τῷ θορυβεῖσθαι τοὺς Ἕλληνας, λαλούντων αὐτῶν βλάσφημα καὶ ἀπηχέστατα ῥήματα εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἃ μή τις ἀνθρώπων ἤκουσε
πώποτε.79

7

4a

Artemii Passio 57 [unmittelbar nach πόλεσιν unt. S. 94, 19]: Ἐν μὲν γὰρ Σεβαστῇ, τῇ πάλαι μὲν Σαμαρείᾳ, νῦν δὲ παρὰ Ἡρώδου κτισθείσῃ καὶ Σεβαστῇ ἐπικληθείσῃ, τὰ ὀστᾶ τοῦ προφήτου Ἐλισσαίου καὶ τοῦ βαπτιστοῦ Ἰωάννου ἐκ τῶν θηκῶν ἐξαγαγόντες καὶ ἀλόγων ἀκαθάρ‐
5των ὀστέοις προσμίξαντες κατέκαυσαν καὶ τὴν κόνιν εἰς τὸν ἀέρα ἐλίκμησαν. [Hier 3a = ob. S. 78, 30—79, 18 eingeschoben; folgt § 58] Αὐ‐
τὸς δὲ ὁ παρανομώτατος καὶ πάντων ἀσεβῶν ἀσεβέστατος Ἰουλιανὸς ἀκούων ταῦτα ἠγαλλιᾶτο καὶ ἔχαιρεν καὶ γαυριῶν ἐπὶ τούτοις ἐκέ‐ λευσε usw. [= unt. S. 95, 14 ff]80

7

4b

[zu Z. 14] Unter anderem hatte Philostorgius [wohl hier? s Gregor unt. Z. 34 f] das berühmte Schulgesetz [s. Julian Epist. 42], wie alle die Kirchenhistoriker, erwähnt; s. Artemii Passio 31 [Julians Rede]: Ὁρᾶτε ... τουτονὶ (näml. τὸν μάρτυρα) ... πόσον ἐκ τῶν Ἑλλη‐
5νικῶν μαθημάτων κατὰ τῆς ἡμετέρας θρησκείας ἐσχεδίασεν ὕθλον; μὰ τὸν ἐμοὶ προσφιλέστατον Ἥλιον, τὸν χρυσαυγῆ καὶ παγκόσμιον, οὐκέτι ἀνέξομαι τοῖς Ἑλλήνων μαθήμασι τὸ Χριστιανῶν ἀθεώτατον ἐκπαιδεύεσθαι γένος. ἰδοὺ γὰρ τῆς ἱερᾶς τῶν λόγων παιδείας καὶ οὗτος ὁ κύων μεταλαβών, κἂν οὐκ ἐπ’ εὐθείας καὶ ὁμαλοῦ ἀλλ’ ὅμως
10πολλήν τινα καὶ ἀτερπῆ περὶ τὴν ἱστορίαν μωρολογίαν κατέχεεν
τῶν ἱερῶν ἐκείνων καὶ φιλοσόφων ἀνδρῶν.81

7

4c

[zu Z. 2 ff] Artemii Passio 22 [unmittelbar nach προθυμίας ob. S. 76, 19]: Καὶ ὅσας ὁ μέγας Κωνσταντῖνος ταῖς ἐκκλησίαις προσό‐ δους ἀπένειμε καὶ ὁ τούτου υἱὸς Κωνστάντιος, ταύτας ἀφελὼν (näml. ὁ Ἰουλιανὸς) τοῖς τῶν δαιμόνων ναοῖς ἀφιέρωσεν, ἀντ’ ἐπισκόπων
5καὶ πρεσβυτέρων καὶ διακόνων καταστήσας ζακόρους καὶ νεωκόρους καὶ ῥάντας καὶ θύτας καὶ κανηφόρους καὶ ὅσας ὁ Ἑλληνικὸς ὕθλος ἐπιφημίζει προσωνυμίας· ταῦτα μὲν οὖν καὶ ἕτερα πλεῖστα διεπράττετο ὁ δυσσεβὴς Ἰουλιανὸς κατὰ τὴν Κωνσταντινούπολιν. [§ 23] Μετὰ δὲ ταῦτα μητρὸς αὐτοῦ ἀδελφὸν ἔχων Ἰουλιανὸν
10τοὔνομα, τὴν τοῦ Χριστιανισμοῦ θρησκείαν ἀπαρνησάμενον διὰ τὴν ἐκείνου χάριν καὶ πολλὴν ὑπὲρ τοῦ Ἑλληνισμοῦ προθυμίαν ἐπιδεικνύ‐ μενον, ἄρχοντα τῆς Ἑῴας ὃν καλοῦσι κόμητα ἐξέπεμψεν, ἐντειλάμενος τὰ μὲν τῶν ἐκκλησιῶν πράγματα κακοῦν τε καὶ διαφθείρειν, παν‐ ταχοῦ δὲ καὶ διὰ πάσης ἰδέας τὸν Ἑλληνισμὸν αὔξειν τε καὶ ἐπαίρειν.
15ὁ δὲ ἀφικόμενος ἐν Ἀντιοχείᾳ ἐπειρᾶτο μείζων τῶν ἐντεταλμένων τοῖς ἔργοις φαίνεσθαι. καὶ δὴ προσαφαιρεῖται μὲν πασῶν τῶν ἐκκλη‐ σιῶν ἅπαντα τὰ κειμήλια ὅσα ἐν ἀργύρῳ τε καὶ χρυσῷ καὶ σηρικοῖς ὑφάσμασι διετέλει, ἀποκλείει δὲ καὶ τὰς ἐκκλησίας τοῦ μή τινα εἰσφοιτᾶν ἐν αὐταῖς εὐχῆς ἕνεκα, κλεῖθρα καὶ μοχλοὺς τοῖς πυλῶσιν
20ἐπιβαλών· καὶ ταῦτα μὲν κατὰ τὴν Ἀντιόχου πόλιν ὁ τῆς Ἀνατολῆς ἄρχων εἰργάζετο.
[§ 24] Ὁ δὲ βασιλεὺς Ἰουλιανὸς ἔτι κατὰ τὴν Κωνσταντινούπολιν διεῖλκέ τινα χρόνον, τὰ ἐν ταύτῃ κρατύνας εἰς ὅπερ ἐνόμιζε μάλιστα τῇ βασιλείᾳ συμφέρειν, καὶ ὅπως ὁ Ἑλληνισμὸς αὐτῷ πρὸς τὸ μεγα‐82
25λειότερον ἐξαρθῇ σκοπῶν τε καὶ πραγματευόμενος. ἄρας οὖν ἐκ τῆς Κωνσταντινουπόλεως σὺν παντὶ τῷ στρατῷ τὴν ἐπὶ Συρίας ἐποιεῖτο ὁδόν. διελθὼν τοίνυν ἅπασαν τὴν Φρυγίαν καὶ πρὸς τὴν ἐσχάτην αὐτῆς πόλιν τὸ καλούμενον Ἰκόνιον καταντήσας, ἐξέκλινε τὴν Ἰσαυρίαν καταλιπών· καὶ τὸν λεγόμενον Ταῦρον ὑπεραναβὰς
30ἦλθεν ἐπὶ τὰς πόλεις τῆς Κιλικίας, καὶ τῷ σταθμῷ προσπελάσας τῷ ἐν Ἰσσῷ, αὐτοῦ κατασκηνοῖ, τὸν ἐκ Μακεδονίας Ἀλέξανδρον μιμησά‐ μενος· αὐτόθι γὰρ κἀκεῖνος ἐν Ἰσσῷ τὸν πρὸς Δαρεῖον τὸν τῶν Περσῶν βασιλέα συνεκρότησε πόλεμον καὶ τοῦτον νικήσας ἐπίσημον τὸν τόπον εἰργάσατο. ἐκεῖθεν τὸν Ἰσσικὸν κόλπον διαπεράσας ἦλθεν ἐν
35Ταρσῷ τῇ πόλει, κἀκεῖθεν εἰς Ἀντιόχειαν θυμομαχῶν κατὰ τῶν Χριστιανῶν καὶ
ἐπαπειλούμενος τὸ τούτων εἰς ἅπαν ἐξαλείφειν ὄνομα.83

7

8a

Artemii Passio 49 Ende: Αὐτὸς δὲ (näml. ὁ Ἰουλιανὸς) ἐπὶ τὴν Δάφνην ὥρμησε, τὸ τῆς Ἀντιοχείας κάλλιστον ἐνδιαίτημα. Ebd. 51: Ὁ δὲ Ἰουλιανὸς ἐπὶ τὴν Δάφνην ὥρμησε τὸ προάστειον, ὡς προέφημεν, θυσίας ἑτοιμαζόμενος τῷ Ἀπόλλωνι καὶ χρη‐
5σμοὺς παρ’ αὐτοῦ δέξασθαι προσδοκῶν. ἡ δὲ Δάφνη προάστειόν ἐστι τῆς Ἀντιοχείας, ἐπὶ τῶν ὑψηλοτέρων αὐτῆς χωρίων κείμενον, ἄλσεσι παντοίοις συνηρεφές· πολυπρεμνότατον γὰρ καὶ πολυκαρπό‐ τατόν ἐστι τὸ χωρίον, ἔνθα τῶν τε ἄλλων παντοίων δένδρων καὶ δὴ καὶ κυπαρίττων ἐξαίσιον πεφύτευται χρῆμα πρός τε κάλλος καὶ86
10ὕψος καὶ μέγεθος οὐ συμβλητόν, νάματά τε πανταχῆ διαθέει ποτίμων ὑδάτων, μεγίστων αὐτόθι πηγῶν ἀναδιδομένων, ἀφ’ ὧν καὶ ἡ πόλις ἐν ὀλίγαις δὴ πόλεων εὐυδροτάτη τυγχάνειν δοκεῖ. καὶ μὴν καὶ οἰκοδομαῖς λαμπραῖς καταλύσεων καὶ λουτρῶν καὶ τῶν ἄλλων κατασκευῶν εἴς τε χρείαν καὶ κόσμον εὖ μάλα πολυτελῶς ἐξήσκηται τὸ χωρίον.
15ἐνταῦθα καὶ ἄλλων μὲν δαιμόνων ναοί τε καὶ ἀγάλματα ἦν, διαφε‐ ρόντως γε μὴν τὸ τοῦ Ἀπόλλωνος ἐξ ἀρχαίων τῶν χρόνων ἐνυπῆρχε θεραπευόμενον. αὐτόθι γὰρ καὶ τὸ περὶ τὴν Δάφνην τὴν παρθένον συμβῆναι πάθος ὁ Ἑλληνικὸς ἔπλασε μῦθος, ἧς δὴ καὶ μάλιστα φέρειν ἔτι δοκεῖ τὴν ἐπωνυμίαν ὁ τόπος.
20 [§ 52] Τὸ δὲ ἄγαλμα τοῦ Ἀπόλλωνος τοιόνδε τὴν κατασκευὴν ἦν· ἐξ ἀμπέλου μὲν αὐτῷ συνεπεπήγει τὸ σῶμα πανθαυμάστῃ δὴ τέχνῃ πρὸς μιᾶς συμφυΐας ἰδέαν συναρμοσθέν, χρυσῷ δὲ πᾶς ὁ περι‐ κείμενος πέπλος ἀμφιεννύμενος τοῖς παραγεγυμνωμένοις καὶ ἀχρύσοις τοῦ σώματος εἰς ἄφραστόν τι συνεφθέγγετο κάλλος· ἑστῶτί τε μετὰ
25χεῖρας ἦν ἡ κιθάρα μουσηγετοῦντά τινα ἐκμιμουμένῳ, αἵ τε κόμαι καὶ τῆς δάφνης ὁ στέφανος τὸν χρυσὸν ἀναμὶξ ἐπήνθουν, ὡς ἤμελλε
χάρις ἐξαστράψειν πολλὴ τοῖς θεησομένοις· ὑάκινθοί τε αὐτῷ δύο λίθοι μεγάλοι τὸν τῶν ὀφθαλμῶν ἐξεπλήρουν τύπον κατὰ μνήμην τοῦ Ἀμυκλαίου παιδὸς Ὑακίνθου. καὶ ἀεὶ τὸ τῶν λίθων κάλλος καὶ87
30μέγεθος τὸν μέγιστον προσετέλει τῷ ἀγάλματι κόσμον, ἐνταθέντων περιττῶς πρὸς ἀξιοπρέπειαν αὐτοῦ τῶν ἐργασαμένων, ἵν’ ὅτι πλείστοις ἀπατᾶσθαι περὶ αὐτοῦ συμβαίνῃ, τῷ περικαλλεῖ τῆς προφαινομένης μορφῆς εἰς τὸ προσκυνεῖν αὐτῷ δελεαζομένοις. ὅπερ οὖν καὶ αὐτὸς ὁ Ἰουλιανὸς πεπονθὼς ἦν· πλείονα γοῦν ἢ σύμπασι τοῖς ἄλλοις ἀγάλ‐
35μασι προσῆγε τὴν θεραπείαν, χιλιόμβας ὅλας ἐξ ἑκάστου γένους αὐτῷ θυόμενος. [§ 53] ἐπεὶ δὲ αὐτῷ πάντα ποιοῦντι καὶ πραγματευομένῳ ὅπως χρῴη τὸ ἄγαλμα πλέον ἦν οὐδέν, ἀλλὰ τοῦτό τε καὶ τὰ λοιπὰ αὐτόθι σύμπαντα ἀγάλματα βαθεῖα σιωπὴ κατεῖχεν, ἐνταῦθα νομίσας τὰ ἀπὸ τῆς γοητείας ἐνδεῖν ἣν ἱερουργίαν καλοῦσιν Ἕλληνες, Εὐσέβιόν τινα
40μέγιστον ἐπὶ τῷ ταῦτα δύνασθαι κεκτημένον ἐν Ἕλλησι κλέος μετα‐ πεμψάμενος, τούτῳ προσέταττεν ἐπίπνουν ὅτι μάλιστα τὸ ἄγαλμα καὶ ἐνεργὸν ἀποφαίνειν, μηδενὸς ὧν εἰς τοῦτο προσδεῖν αὐτῷ νομίζοι φει‐ σάμενον. τῷ δὲ ἐπειδὴ πάσας ἑαυτοῦ κεκινηκότι τὰς μηχανὰς καὶ μη‐ δὲν ὅ τι πλέον ἂν ἐπινοήσειεν ὑπολειπομένῳ τὸν ὅμοιον ἐσεσιωπήκει
45καὶ κατὰ φύσιν τρόπον, οὐδέν τι μᾶλλον ἢ καὶ πρόσθεν φθεγγόμε‐ νον, ἐνταῦθα ἤδη πρὸς τοῦ Ἰουλιανοῦ ἐρωτώμενος [καὶ] καθότι μάλιστα σιωπῴη, καὶ ταῦτα πάντων τελεσθέντων ἐπ’ αὐτῷ τῶν νομιζομένων
παρ’ αὐτοῖς, τὸν Βαβύλαν ἔφη τῆς σιωπῆς τούτου τε καὶ τῶν λοιπῶν ἀγαλμάτων αἰτιώτατον εἶναι αὐτοῦ ἐν τῇ Δάφνῃ κείμενον, ὡς τῶν88

7

8a

(50)

θεῶν τὸν νεκρὸν αὐτοῦ βδελυττομένων καὶ διὰ τοῦτο τοῖς ἕδεσι σφῶν ἐπιφοιτᾶν οὐκ ἀνεχομένων· οὐ γὰρ ἠβούλετο τὴν ἀληθεστάτην αἰτίαν εἰπεῖν, οὐ παντάπασί γε αὐτῆς ἀνεπαίσθητος γεγονώς, ὅτι δὴ κρείττων δύναμις σαφῶς ἦν ἡ τὰς τῶν δαιμόνων ἐνεργείας πεδη‐ σαμένη, ἄλλως τε καὶ τοῦ δαίμονος αὐτῷ τοῦ τὸν Ἀπόλλωνα ὑπο‐
55κρινομένου σαφῶς καὶ διαρρήδην, ὡς λέγεται, εἰρηκότος μὴ δύνασθαι ἀποκρίνασθαι διὰ Βαβύλαν. [Artemii Passio Folge § 54] Ὁ γὰρ δὴ Βαβύλας οὗτος λέγεται ἐπίσκο‐ πος μὲν γενέσθαι τῆς Ἀντιοχείας·
60Νουμεριανῷ δὲ τῷ βασιλεῖ εἰσελθεῖν βουλομένῳ ἐν τῇ τῶν Χριστιανῶν ἐκκλησίᾳ κατὰ δή τινα ἑορτὴ στὰς
πρὸ τῶν θυρῶν διεκώλυσεν εἰσελθεῖν [von hier an Artemii Passio = Suidas] φάσκων εἰς δύναμιν μὴ πε‐89
65ριόψεσθαι λύκον τῷ ποιμνίῳ ἐπεισερχόμενον. τὸν δὲ παραυτίκα μὲν ἀνακρουσθῆναι τῆς εἰσόδου, εἴτε στάσιν τοῦ ὄχλου ὑπειδό‐ μενον, εἴτε καὶ ἄλλως αὐτῷ μεταβουλευθέν· ἐν χαλεπῷ μέν‐ τοι τὴν ἀντίστασιν τοῦ ἐπισκόπου ποιησάμενον, ἐπειδὴ ὡς ἑαυ‐ τὸν ἐπὶ τὰ βασίλεια ἀπηλλάγη, παραστήσασθαί τε αὐτὸν καὶ
70πρῶτα μὲν τὴν τόλμαν τῆς κωλύσεως ἐγκαλεῖν, ἔπειτα μέντοι κελεύειν αὐτὸν τοῖς δαίμοσι θύειν, εἰ βούλοιτό γε τὴν ἐπὶ τῷ ἐγκλήματι δίκην διαφυγεῖν. τὸν δὲ πρὸς τὴν ἔγκλησιν ἀπολογήσασθαι
καὶ τὴν πρόκλησιν διακρούσασθαι· τὴν μέν, φήσαντα ποιμένι ὄντι ἑαυτῷ πάντα προσήκειν ὑπὲρ τοῦ ποιμνίου προθυμεῖσθαι, τὴν δέ, μὴ90
75ἂν ἑλέσθαι τοῦ ὄντως ὄντος ἀποστάντα θεοῦ ψευδωνύμοις ὀλετῆρσι δαίμοσι θύειν. εἶθ’ ὁ μὲν ὡς ἑώρα μὴ πειθόμενον προσέταξεν αὐτὸν ἁλύσεσι καὶ πέδαις ἐνδησαμένους τὴν ἐπὶ θανάτῳ ἄγειν τῆς κεφαλῆς ἀφαιρήσοντας· ὁ δέ, ἐπειδὴ ἤγετο τεθνηξόμενος, ταύτας ἀναλαβὼν ᾖδε τὰς τοῦ ψαλμοῦ ῥήσεις· «ἐπίστρεψον ψυχή μου
80εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέ σε». [Art. P. § 55 = Suidas Folge] Φασὶ δὲ καὶ τρεῖς παῖδας ἀδελφοὺς τὸ γένος κομιδῇ νέους, ὑπ’ αὐτῷ ἀνατρεφομένους, ἁρπαγῆναί τε καὶ αὐτοὺς ὑπὸ τοῦ βασιλέως καὶ ὡς οὐδ’ αὐτοὶ θύειν ἤθελον, καίτοι παντοίας ἀνάγκης αὐτοῖς προσαγομένης, καὶ αὐτοὺς κελεῦσαι τὸν βασιλέα
85τῶν κεφαλῶν ἀφαιρεῖν· οὕς, ἐπειδὴ ἧκον εἰς τὸ προκείμενον χωρίον, ὁ Βαβύλας ἑαυτοῦ προστησάμενος προτέρους προσῆγε τῷ ξίφει, τοῦ μή τινα τρέσαντα αὐτῶν ἀναδῦναι τὸν θάνατον. καὶ ἀποτεμνο‐
μένων ταύτην ἀνειπὼν τὴν φωνήν· «ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός», ἔπειτα καὶ αὐτὸς προὔτεινε τὸν αὐχένα τῷ ξίφει,91
90ἐντειλάμενος τοῖς τὸ σῶμα αὐτοῦ ἀναλεξομένοις τὰς ἁλύσεις καὶ τὰς πέδας αὐτῷ συνθάψαι, «ἵν’ ᾖ μοι ταῦτα», φησί, «κειμένῳ κόσμος.» καὶ νῦν μετ’ αὐτοῦ, ὥς φασι, ταῦτα τυγχάνει κείμενα. [von hier an Artemii Passio allein] Τοῦτον τὸ Βαβύλαν ὁ Ἰου‐ λιανός, ἐπειδὴ πρὸς τοῦ Εὐσεβίου ἤκουσε κώλυμα τοῖς ἀγάλμασιν
95εἶναι τοῦ μὴ χρᾶν, αὐτίκα προσέταξεν αὐτῇ θήκῃ (λίθου δ’ ἐστὶ μεγάλου πεποιημένη) μετάγειν ἐκ τῆς Δάφνης οἷς τι τοῦτο διαφέρει πόρρω που αὐτῶν ἀλλαχόσε ἵνα καὶ ᾗ βούλονται μεταστησαμένους. εὐθὺς οὖν ὁ τῆς πόλεως ὄχλος προχυθέντες ὡς ἐπὶ μεγάλῃ αἰτίᾳ καὶ περιβαλλόμενοι εἷλκον τὴν θήκην· ἡ δέ, ὡς οὐχ ὑπ’ ἀνθρώπων

7

8a

(100)

ἑλκομένη μᾶλλον ἢ κρείττονος αὐτὴν κινούσης δυνάμεως, ἔφθανε τὴν τῶν ἀγόντων προθυμίαν ἐφεπομένη. αὐθήμερόν γέ τοι αὐτὴν σταδίους πλέον ἢ πεντήκοντα κομισάμενοι, ἐν τῷ καλουμένῳ κοιμητηρίῳ κατέθεσαν. ἔστι δὲ πρὸ τῆς πόλεως οἶκος σώματα παλαιῶν ἀνδρῶν καὶ ἐνίων γε ἐπ’ εὐσεβείᾳ μαρτυρουμένων πολλὰ δεδεγμένος· τότε
105μὲν οὖν ἐνταῦθα τὴν θήκην εἰσεκόμισαν. [§ 56] Ὁ δὲ Ἰουλιανὸς παρεσκευάζετο πλῆθος ἱερείων τε καὶ ἀναθημάτων, ὡς τῇ ὑστεραίᾳ σὺν αὐτοῖς εἰς τὴν Δάφνην ἀναβησό‐ μενος, νῦν γε δὴ πάντως ἐλπίζων, εἰ μὴ τῶν ἄλλων, ἀλλὰ τοῦ γε Ἀπόλλωνος τεύξεσθαι ἀποκριθησομένου· ἐπὶ τοῦτον γὰρ αὐτῷ πᾶσα92
110τῆς προθυμίας ἡ ἐλπὶς ἦν καὶ ὁ τόνος, ὡς αὐτῷ τι μᾶλλον ἢ ἑτέρῳ τὸ τοιοῦτον διαφέρον κατά τε τὴν μαντικὴν τέχνην καὶ ὅτιπερ αὐτῷ τὸ χωρίον ἀνεῖτο ἡ Δάφνη, νομίζοντι αὐτὸν ἔν γε τῷ οἰκείῳ τόπῳ εἰκότως 〈πλέον〉 ἢ τῶν ἄλλων ἄν τινα δαιμόνων ἰσχύειν. ὁ δὲ Εὐσέβιος καὶ οἱ λεγόμενοι ἱερεῖς καὶ τῶν νεωκόρων τὸ πλῆθος
115προσδεχόμενοι τὸν βασιλέα ἐν ἀγῶνι μεγάλῳ ἦσαν, καὶ διηγρύπνουν περὶ τὸ ἄγαλμα πάντα πραγματευόμενοι ὅπως ἐπειδὰν ἀφίκηται τύχοι αὐτοῦ φθεγξομένου, ὡς ἄλλης γε αὐτῷ ἔτι προφάσεως εἰς ἀναβολὴν μὴ ὑπολειπομένης. ἐπειδὴ δὲ πόρρω τῶν νυκτῶν ἦν, ἐκ τοῦ οὐρανοῦ πῦρ ἀθρόως κατενεχθὲν ἐνέσκηψε τῷ νεῷ, καὶ ἅμα
120πανταχόθεν αὐτοῦ δραξάμενον ἐμπιπρᾷ αὐτῷ ἀγάλματι καὶ αὐτοῖς ἀναθήμασιν. πάντων δὲ ὁμοῦ καταφλεγομένων καὶ τοῦ πυρὸς ἐπὶ μέγα ἐξαιρομένου, βοὴ μὲν αὐτίκα μεγάλη περὶ τὸν νεὼν ἦν καὶ θόρυβος οὐδενὶ ἐοικώς· καὶ δὴ πολλῶν ἐπαμῦναι προθυμουμένων οὐδεὶς ἦν ὁ πρὸς τὸ πῦρ ἀντισχεῖν δυνησόμενος· ἀλλ’ οἱ μὲν ἐπὶ τὴν
125πόλιν ἔθεον τῷ ἄρχοντι τῆς Ἑῴας Ἰουλιανῷ μηνύσοντες, ὁ δὲ λοιπὸς ὄχλος ἔστασαν ὑπ’ ἐκπλήξεως, θεαταὶ τοῦ παραδόξου τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς γινόμενοι. τὸ δὲ πῦρ οὐδενὸς ἦν τῶν ἄλλων ἁπτόμενον, τοσαύτης γε καὶ οὕτως ἀμφιλαφοῦς ὕλης ἐκεῖ πεφυκυίας, ὅ τι μὴ μονώτατον ἐμπεσὸν κατέφλεγε σὺν τοῖς ἐνοῦσι τὸν νεών, ὡς93
130τὸ μὲν ἄγαλμα καὶ πᾶν ὅ τι ἐν ἀναθήμασιν ἦν καθάπαξ ἀφανισθῆναι, βραχέα δὲ λειφθῆναι τῶν οἰκοδομημάτων ἐδάφη μνημεῖα τοῦ πάθους ἃ καὶ νῦν ἔτι δείκνυται σαφέστερον τὸ δεῖγμα τοῦ θεηλάτου πυρός. [§ 57] Ὁ δὲ Ἰουλιανὸς τὰ συμβάντα ἀκούσας ὀργῆς τε πίμπλαται καὶ δεινὸν ποιησάμενος εἰ οἱ Χριστιανοὶ τοῖς συμβεβηκόσιν ἐπιτω‐
135θάσειν μέλλοιεν, αὐτίκα προστάττει τῆς μεγάλης αὐτοὺς ἐξωθεῖν ἐκ‐ κλησίας καὶ ταύτην μὲν ἄβατον αὐτοῖς παντελῶς ἀποφαίνειν, ὡς ὅτι ἀσφαλέστατα αὐτὴν ἀποκλεισαμένους, τὰ δὲ κειμήλια πάντα δημοσιοῦν. Δέδωκε δὲ καὶ τοῖς Ἕλλησιν ἄδειαν ὥστε εἰσέρχεσθαι αὐτοὺς εἰς τὰς τῶν Χριστιανῶν ἐκκλησίας καὶ ποιεῖν ὅσα καὶ βούλονται. τούτων
140οὖν παρὰ τοῦ τυράννου καὶ ἀσεβοῦς Ἰουλιανοῦ κελευσθέντων, τί τῶν μεγίστων κακῶν οὐκ ἐτελέσθη; τί δὲ τῶν ἀπηχεστάτων οὐκ ἐλέχθη, τῶν ἀφέτῳ γλώττῃ λαλούντων τὰ ἄρρητα κατὰ τῆς τῶν Χριστιανῶν πίστεως καὶ βλασφημούντων εἰς τὸν κύριον καὶ θεὸν ἡμῶν Ἰησοῦν
Χριστὸν ἐν πάσαις ταῖς πόλεσιν; ἐν μὲν γὰρ usw. [= ob. 4a S. 80, 30 ff]94

7

9a

Artemii Passio 58: Αὐτὸς δὲ ὁ ... Ἰουλιανὸς [s. ob. S. 80, 35 ff] ... ἐκέλευσε καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν τῶν Ἰουδαίων ἀνιστᾶν· καὶ τοὺς Χριστιανοὺς τῆς πόλεως ἐκβαλὼν τοῖς Ἰουδαίοις ἔδωκε κατοικεῖν, ἀποστείλας Ἀλύπιόν τινα τοῦ μετὰ σπουδῆς τὸν ναὸν ἀνοικοδομήσα‐
5σθαι. Ebd. 68: Ἐπεὶ δὲ ἀνωτέρω εἰρήκαμεν ὡς ὁ παραβάτης Ἰουλιανὸς ἀπέστειλεν εἰς Ἱεροσόλυμα τοῦ τὸν ναὸν τῶν Ἰουδαίων ἀνοικοδομή‐ σασθαι, ὃν Οὐεσπασιανὸς καὶ Τίτος ὁ τούτου υἱὸς μετὰ τῆς πόλεως καὶ αὐτὸν καθεῖλον καὶ ἐνεπύρισαν, καθὼς προείρηκεν ὁ δεσπότης Χριστὸς περὶ αὐτοῦ πρὸς τοὺς θεηγόρους αὐτοῦ μαθητάς, ὅτι «οὐ
10μὴ μείνῃ λίθος ἐπάνω λίθου, ὃς οὐ μὴ καταλυθῇ»· θέλων οὖν ὁ παράνομος τὰς τοῦ Χριστοῦ φωνὰς ψευδεῖς ἀποδεῖξαι, ἐσπούδαζε μάλιστα τὸν ναὸν οἰκοδομεῖν, προστάξας ἐκ τῶν δημοσίων πραγμάτων τε καὶ χρημάτων ποιεῖσθαι πᾶσαν τὴν τῆς οἰκοδομῆς ἔξοδον. συνδραμόν‐
των οὖν τῶν θεοκτόνων Ἰουδαίων καὶ μετὰ πολλῆς τῆς χαρᾶς τοῦ ἔργου95
15ἐναρξαμένων, καὶ τὴν τῶν θεμελίων τάφρον ἐξορυττόντων ἀργυραῖς ἄμαις καὶ σκάφαις καὶ τοὺς θεμελίους μελλόντων καταβάλλεσθαι, σφοδροτάτη καταιγὶς ἐπελθοῦσα τὸ κενωθὲν ἀντεχώννυ. ἀστραπῶν δὲ καὶ βροντῶν καθ’ ὅλην ἐκείνην τὴν νύκτα συνεχῶς καταπεμπο‐ μένων, σεισμὸς ἐγγιζούσης λοιπὸν τῆς ἡμέρας ἐγένετο, ὥστε πολλοὺς
20καὶ ὑπαίθρους μένοντας ἐναποψῦξαι· καὶ πῦρ ἐκ τῶν ὀρυττομένων θεμελίων ἐξενεχθὲν πάντας τοὺς εὑρεθέντας ἐκεῖσε κατέφλεξεν. κατα‐ πεσεῖν δὲ καὶ πόλεις συνέβη, τὰς περὶ Νικόπολιν καὶ Νεάπολιν Ἐλευθερόπολίν τε καὶ Γάζαν καὶ ἑτέρας πλείους· στοά τε τῆς Αἰλίας ἤγουν Ἱερουσαλήμ, ἡ παρὰ τὴν συναγωγὴν τῶν Ἰουδαίων,
25πολλοὺς τῶν εἰρημένων κατενεχθεῖσα ἀνεῖλεν, πῦρ τε ἐκραγὲν ἀδή‐ λως πλείστους Ἰουδαίων κατέκαυσεν. ἐγένετο δὲ καὶ σκότος κατὰ τοὺς τόπους ἐκείνους, καὶ σεισμοὶ συνεχεῖς πολλὰς φθορὰς ἐν πολλαῖς
ἐργασάμενοι πόλεσιν.96

7

15a

Artemii Passio 69 [unmittelbar nach πόλεσιν ob. S. 96, 34]: Ὁ δὲ Ἰουλιανὸς ἀπάρας ἀπὸ τῆς Ἀντιοχείας σὺν παντὶ τῷ στρα‐ τεύματι ἐπὶ τὴν Περσίδα γῆν ἐπορεύετο· καὶ τὴν Κτησιφῶντα πόλιν καταλαβὼν ἐδόκει τι μέγα διαπραξάμενος ἔργον ἐφ’ ἕτερα μεταβαίνειν
5κρείττονα. ἔλαθεν δὲ ἑαυτὸν ἐξαπατηθεὶς ὁ παμμίαρος· ἔρωτα γὰρ διαβολικὸν τῆς εἰδωλομανίας ἐγκτησάμενος καὶ ἐλπίσας διὰ μὲν τῶν
ἀθέων θεῶν αὐτοῦ πολυχρόνιον τὴν βασιλείαν ἕξειν καὶ νέον γενέσθαι Ἀλέξανδρον, περιγενέσθαι δὲ καὶ τῶν Περσῶν καὶ τὸ τῶν Χριστιανῶν ἐξαλείφειν εἰς ἅπαν γένος καὶ ὄνομα, ἐξέπεσε τῆς ὑπερηφάνου δια‐100
10νοίας. γέροντι γὰρ ἐντυχὼν Πέρσῃ καὶ παρ’ αὐτοῦ ἀπατηθείς, ὥστε τὰ βασίλεια τῶν Περσῶν καὶ πάντα τὸν πλοῦτον αὐτῶν ἀμογητὶ παραλήψεσθαι, ἐνέβαλεν αὐτὸν ἐπὶ τὴν Καρμανίτην ἔρημον εἰς ἀνοδίας καὶ βάραθρα καὶ εἰς ἐρήμους καὶ ἀνύδρους τόπους μετὰ παντὸς τοῦ στρατεύματος· καὶ δίψῃ καὶ λιμῷ πιέσας αὐτοὺς καὶ πᾶσαν τὴν ἵππον
15ἐναποκτείνας, ὡμολόγησεν ὁ Πέρσης ἑκουσίως αὐτοὺς πεπλανηκέναι, ὡς ἂν διαφθαρεῖεν ὑπ’ αὐτοῦ καὶ μὴ τὴν ἑαυτοῦ πατρίδα πορθου‐ μένην ὑπὸ τῶν ἐχθίστων θεάσοιτο. τοῦτον μὲν οὖν παραυτίκα μελη‐ δὸν κατακόψαντες τῷ θανάτῳ παρέπεμψαν· εὐθέως δὲ καὶ μετὰ τῆς τηλικαύτης ταλαιπωρίας προσπίπτουσιν ἄκοντες τῷ τῶν Περσῶν
20στρατεύματι καὶ συμβολῆς γενομένης, αὐτὸς ὁ Ἰουλιανὸς τῇδε κἀκεῖσε διατρέχων καὶ διαταττόμενος περιπίπτει δόρατι, ὡς μέν τινες φάσκουσι, στρατιώτου· ὡς δὲ ἄλλοι, Σαρακηνοῦ τῶν μετὰ Περσῶν· ὡς δ’ ὁ Χριστιανῶν λόγος ὁ ἀληθὴς καὶ ἡμέτερος, τοῦ δεσπότου Χριστοῦ ἀντιταξαμένου αὐτῷ. τόξον γὰρ ἀθρόως ἀπὸ τοῦ ἀέρος ἐνταθὲν καὶ101
25βέλος ἐπ’ αὐτὸν ὡς ἐπὶ σκοπὸν ἀφιὲν καὶ διὰ τῶν λαγόνων ὁρμῆσαν διαμπερὲς ἔτρωσεν αὐτὸν εἰς τὰ ὑποχόνδρια.
Καὶ ἀνοιμώξας βαρύ τε καὶ δυσηχὲς ἔδοξε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐνώπιον αὐτοῦ ἑστάναι καὶ ἐπεγγελᾶν αὐτῷ. ὁ δὲ σκότους καὶ μανίας πλησθεὶς δεξάμενος τῇ χειρὶ τὸ ἴδιον αἷμα καὶ εἰς τὸν102
30ἀέρα ῥάνας, πρὸς τῇ ἐκπνοῇ γενόμενος, ἀνέκραξε λέγων· «νενίκηκας, Χριστέ· χορτάσθητι, Γαλιλαῖε». καὶ οὕτως τὸν δεινὸν καὶ ἔχθιστον θάνατον καταλαβὼν κατέστρεψε τὸν βίον τοὺς αὐτοῦ θεοὺς πολλὰ
λοιδορησάμενος.103

8

1a

Artemii Passio 70 [unmittelbar nach λοιδορησάμενος ob. S. 103, 22]: Τοῦ δὲ παραβάτου πεσόντος ἐν τῷ μεταιχμίῳ τοῦ στρατο‐ πέδου, Ἰοβιανὸς ἀναγορεύεται βασιλεὺς ὑπὸ τοῦ στρατοπέδου. καὶ σπονδὰς πρὸς τὸν Πέρσην εἰρηνικὰς ποιησάμενος, τὴν Νίσιβιν παρα‐
5δοὺς τοῖς Πέρσαις ἄνευ τῶν οἰκητόρων, ἐξῆλθεν ἐκεῖθεν. ὁ γὰρ
στρατὸς λιμῷ καὶ λοιμῷ διεφθείρετο.104

8

6a

Artemii Passio 70 [unmittelbar nach διεφθείρετο ob. S. 104, 27]: Ἐλθόντι δὲ αὐτῷ (näml. τῷ Ἰοβιανῷ) ἐπὶ τῆς τῶν Ῥωμαίων γῆς, τῇ τῶν Ἀνομοιητῶν αἱρέσει προσετέθη ἤγουν Εὐνομιανῶν.

8

8a

[ebd. Folge] Φθάσαντος δὲ αὐτοῦ τὴν Γαλατικὴν ἐπαρχίαν, αὐτόθι ἐν Δαδαστάνοις, ἔν τινι χωρίῳ οὕτω καλουμένῳ, ἄφνω κατα‐ στρέφει τὸν βίον.107
Καὶ μένει ὁ λαὸς ἀβασίλευτος ἡμέρας τεσσαράκοντα, ἄχρις οὗ108
5ἐλθόντες ἐν Νικαίᾳ Οὐαλεντινιανὸν ἀνηγόρευσαν. ὁ δὲ Οὐαλεντι‐ νιανὸς τὸν ἴδιον ἀδελφὸν ἀναγορεύει βασιλέα τῇ πρὸ πέντε καλαν‐ δῶν μαρτίων, μετὰ τριάκοντα καὶ δύο ἡμέρας τῆς αὐτοῦ βασιλείας. Οὐαλεντινιανῷ τοίνυν ἐντυχόντες οἱ ἐπίσκοποι τῆς καθαρᾶς καὶ ὀρθῆς πίστεως ᾐτήσαντο γενέσθαι σύνοδον. καὶ ἀπεκρίθη αὐτοῖς ὅτι
10«ἐμοὶ μὲν ἔδωκεν ὁ θεὸς ἄρχειν τῶν τοῦ κόσμου πραγμάτων, ὑμῖν
δὲ τῶν ἐκκλησιῶν. ἐγὼ τοίνυν εἰς τοῦτο τὸ πρᾶγμα οὐδὲν ἔχω· ὅπου οὖν δοκεῖ ὑμῖν συνελθόντες, τὴν σύνοδον ποιήσατε». ταῦτα οὖν εἴρηκεν ἔτι ὀρθὸν ἔχων τὸ φρόνημα καὶ μήπω διαφθαρέν. συναχθέντες δὲ οἱ ἐπίσκοποι ἐν Λαμψάκῳ (πόλις δέ ἐστι τοῦ Ἑλλησπόντου)109
15ἀνακεφαλαιοῦνται τὰ τῆς πίστεως ὀρθὰ δόγματα· καὶ παραθέντες τὴν πίστιν Λουκιανοῦ τοῦ μάρτυρος, ἀνεθεμάτισαν τὸ ἀνόμοιον· καὶ ὑπογράψαντες τῇ πίστει τῇ προεκτεθείσῃ ὑπὸ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ, εἰς πάσας τὰς ἐκκλησίας διεπέμψαντο. οὐ μετ’ οὐ πολὺ δὲ ὑπαχθέντος τοῦ βασιλέως Οὐάλεντος τῇ αἱρέσει τοῦ
20ἀνομοίου, ἤρξαντο πάλιν οἱ ἐπίσκοποι ἐλαύνεσθαι καὶ ἐξορίζεσθαι, Εὐδοξίου σὺν Ἀετίῳ καὶ Εὐνομίῳ καὶ τῶν λοιπῶν αἱρετικῶν, τῶν
τὸ ἀνόμοιον πρεσβευόντων, στρατηγούντων.110