TLG 2058 002 :: PHILOSTORGIUS :: Historia ecclesiastica (fragmenta e vita Constantini) (cod. Angelic. 22) PHILOSTORGIUS Scr. Eccl. Historia ecclesiastica (fragmenta e vita Constantini) (cod. Angelic. 22) Citation: Book — fragment — (line) | ||
17a | Vita Constantini Cod. Angelic. A f. 15v [Franchi de’ Cav. 93]: Τοῦ τοίνυν Ἀρείου καὶ τῶν ἀμφ’ αὐτὸν κύκλῳ διά τε Παλαιστίνης ἰόντων καὶ Φοινίκης καὶ τῆς ἄλλης Συρίας καὶ Κιλικίας καὶ τῶν ἐφεξῆς ἐθνῶν ὁπόσα προποδὼν ἦν σφίσιν ἐπὶ τὴν Βιθυνίαν καὶ τὸν | |
5 | βασιλέα πορευομένοις (τοῦτον γὰρ ἔσπευδον ἀφικόμενοι διδάξαι [τε] περὶ τῶν γενομένων, τὰς παρὰ τῶν ἐπισκόπων ψήφους τε καὶ μαρ‐ τυρίας ἐπενεγκάμενοι), τούτους οὖν αὐτῶν πάντας ἐπιπαριέναι κύκλῳ προαιρουμένων καὶ διατριβῆς οὐκ ὀλίγης ἐκ τούτου περὶ τὴν πορείαν αὐτοῖς γινομένης, ὁ Ἀλέξανδρος ἄρας ἀπὸ τῆς Ἀλεξανδρείας ἔπλει | |
---|---|---|
10 | τὴν ταχίστην ἐπὶ τὴν Προποντίδα καὶ τὴν Νικομήδους· ἔνθα παρα‐ γενόμενος καὶ τοῖς περὶ τὸν Ὅσιον Κουδρούβης εἰς λόγους καταστάς, πείθει τῆς αὐτοῦ συνεπίστασθαι γνώμης καὶ κυρῶσαι τὸ ὁμοούσιον, λόγοις δικαιοτάτοις αὐτοὺς ὑπαγόμενος. Ἀνεδίδασκεν δὲ καὶ τὴν Ἀρείου βλασφημίαν τε καὶ κακόνοιαν, | |
15 | τοιαῦτα λέγων πρὸς ἅπαντας· «δεινόν, ὦ φίλοι, δεινὸν καὶ μεγάλης φυλακῆς ἄξιον τὴν γνώμην ἁπλῶς ἅπασαν ἀνεῖσθαι τοῖς πέλας, κἂν ἄλλως τινὲς τῶν ἐπιτηδειοτάτων εἶναι δοκῶσιν. αἱ γάρ τοι παρὰ τὴν ἀξίαν τιμαὶ τοὺς πολλοὺς οὐκ εἰς εὔνοιαν ἄρα τῶν τιμώντων ἐπάγονται μᾶλλον ἢ πρὸς τὸ κατ’ αὐτῶν ἐγείρουσι θράσος. καὶ | |
20 | ταῦτα μὲν ἔτι, καίπερ ὄντα τοιαῦτα καὶ οἷα μὴ φέρειν, φέρειν ὅμως ἐγίγνωσκον. τὸ γὰρ ἄκρως ὄντα πονηρὸν Ἄρειον ἔτι δοκεῖν ὑπο‐ λείπειν ἑαυτῷ τινα χώραν τῆς ἐπὶ τὸ πρόσω κακίας, οἰστὸν ἡγεῖσθαι παρεσκεύαζεν, ὡς ἂν μήπω γε αὐτῷ πρὸς ἅπαν τὸ οἰκεῖον ἄκρον τῆς πονηρίας ἀφικομένης. ἀλλ’ οὔτι καταπροΐξεται, ἴστω τοῦτό γε σαφῶς, | |
25 | οὐδὲ χαιρήσει ταῦτα κατ’ ἐμοῦ θρασυνόμενος Ἄρειος. εἴσεται γὰρ ὅτι καὶ γέροντες ἔχουσι νεῦρον εἰς ἔκπραξιν δίκης. τοιγαροῦν ἐκκε‐ κηρύχθω πᾶσιν ἡμῖν καὶ κοινὸν ἀνάθεμα κείσθω καὶ ἀποτρόπαιον αὐτός τε Ἄρειος καὶ πάντες [καὶ] ὅσους ὁ κοινὸς δαίμων συναπέ‐ στησεν τῆσδε τῆς ἱερᾶς ἐκκλησίας ἐξελασάμενος.» | |
30 | Τῶν οὖν ἐπισκόπων τότε πρὸς πολλὰς διαμεριζομένων δόξας, ἔδοξεν τῷ Κωνσταντίνῳ βασιλεῖ σύνοδον ἐν Νικαίᾳ πάντων τῶν ἐπι‐ σκόπων ποιῆσαι καὶ τὸν πρὸς ἀλλήλους διαπληκτισμὸν καταπαῦσαι. | 8 |
19a | [zu Z. 6 ff] Vita Constantini Cod. Angelic. A f. 17r [unmittelbar nach καταπαῦσαι oben 7a Ende]: Ἐπεὶ δὲ ἡ κυρία τε ἧκεν ἡμέρα καὶ αὐτοὶ συνῆλθον τὴν ἑαυτῶν ἕκαστος ἀποφαινόμενοι γνώμην, βασιλεὺς μὲν ἐν μέσοις ἦν, περιμένων δὲ ὅμως ὅ τι τὸ κοινὸν ἐπικρίνειεν. | |
5 | οἱ δὲ περὶ τὸν Ὅσιον Κουδρούβης καὶ Ἀλέξανδρον παρεσκεύασαν ἕτοιμον εἶναι τὸ βιβλίον ὃ πάντας ἐχρῆν ὑπογράφειν. Ἔστιν δὲ αὐτοῦ ἡ σύνταξις ἐπ’ αὐτῶν λέξων ἥδε· ‹Ἐν Νικαίᾳ μητροπόλει Βιθυνίας ἔδοξε τῷ καλλινίκῳ Κωνσταν‐ τίνῳ τῷ Αὐγούστῳ σύνοδον ποιήσασθαι τῶν ἁγίων ἐπισκόπων τῆς | |
10 | ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων› καὶ τὰ ἑξῆς. ‹τοὺς δὲ λέ‐ γοντας· ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας | 9 |
15 | εἶναι, ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἀνα‐ θεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.› Τοῦτο τοίνυν τὸ βιβλίον ἐκείνων εἰς τὸ κοινὸν ἐνηνοχότων καὶ πάντας ἀξιούντων ἐπιψηφίζειν τῇ γνώμῃ, καὶ κυροῦν ἕκαστον δι’ ὑπογραφῆς οἰκείας ἐβεβαιώσαντο. οἱ δὲ περὶ τὸν Ἄρειον παρῆσαν | |
20 | μὲν αὐτόθι καὶ αὐτοὶ ξύμπαντες. οὐ μὴν δὲ τὴν εὐσεβῆ προσεδέ‐ ξαντο πίστιν. ὅθεν ὁ βασιλεὺς ἐξέφερε γνώμην εὐσεβεστάτην τοιάνδε· ὡς ἅπαντας ὁπόσοι μὴ συναινέσειαν τῇ κοινῇ τῶν ἐπισκόπων ψήφῳ, εἴτε πρεσβύτεροί τινες εἶεν, εἴτε διάκονοι, εἴτε καὶ εἴ τινες ἄλλοι τοῦ κλήρου, τούτους φυγῇ ζημιοῦσθαι. Φιλούμενος δὲ ἦν ὁ ταῦτα πρὸς | |
25 | ἔργον ἀγαγεῖν πιστευθείς, τιμὴν ἐκ βασιλέως ἔχων ἣν καλεῖν εἰώθασι Ῥωμαῖοι μάγιστρον. οὗτος οὖν τῷ Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ τὸ βι‐ βλίον προσενεγκών, ἐκέλευσεν αἱρεῖσθαι ὁπότερα βούλονται, εἴτε ὑπο‐ γράψαντες ἄδειαν ἔχειν, εἴτε καὶ ἀνηνάμενοι φυγεῖν. οἱ δὲ φεύγειν ᾑροῦντο καὶ πρὸς τὸν τῆς ἀπωλείας βυθόν, ὥσπερ ἦν αὐτοῖς ἄξιον, | |
30 | καταδύεσθαι. | 10 |
21a | [zu S. 12—13] Vita Constantini Cod. Angelic. A f. 22r [Franchi de’ Can. 94]: Εὐσέβιος δὲ ὁ τῆς Νικομηδείας ἐπίσκοπος, τῇ τῶν ἑτεροουσιαστῶν αἱρέσει πάνυ κατισχυμένος, εἰς Χαλκηδόνα παραγενό‐ μενος μετὰ καὶ Θεόγνιδος κοινῇ συνῆλθον περὶ τῶν πρακτέων βου‐ | |
5 | λεύσασθαι· οἳ καὶ συγγίνονται τῷ Μάριδι. καὶ οἱ τρεῖς ἤδη σὺν | |
ἀλλήλοις ἔν τινι τῆς ἐκκλησίας παστάδι συγκαθεζόμενοι λόγους ἐποιοῦντο περὶ τῶν προκειμένων, καὶ τὰ περὶ τῆς αὐτῶν κατε‐ φληνάφουν αἱρέσεως. τῆς οὖν γνώμης αὐτῶν μεριζομένης, ἐξαπιναίως σεισμός τε γίνεται μέγας περὶ αὐτοὺς καὶ μόνον· καὶ ζόφος ἐπέσχε | 12 | |
10 | βαθὺς περὶ τρίτην που τῆς ἡμέρας ὥραν· καὶ ἔκπληξις ἀμήχανος ἦν. [Ἀλλ’ οὐδὲ οὕτως συναίσθησιν οἱ τρισαλιτήριοι λαβεῖν ἠθέλησαν, οὐδὲ διαν‐ έστησαν, ὡς ἄρα τὸ θεῖον, ἐφ’ οἷς κακῶς καὶ ἀθέως μετεβουλεύοντο χαλεπαῖνον καὶ ἀπαρεσκόμενον, τὴν ἄψυχον ἐμάστιζε γῆν, τῇ περὶ ταύτην πληγῇ τὴν ἐκείνων, εἰ καὶ μηδὲ οὕτως ᾑρετίσαντο σωφρονεῖν, διελέγχων καὶ καταστρέφων τόλμαν τε | |
15 | καὶ ἀπόνοιαν. τὸ γὰρ περὶ μηδένα μὲν τῶν ἄλλων τὸ πάθος γενέσθαι, αὐτοὺς δὲ μόνους οὓς εἶχεν ἡ τῆς δυσφημίας μελέτη περιλαβεῖν, πῶς οὐ φανερὸν τὸν ἔλεγχον οὐ παρέχεται τῆς κατ’ αὐτῶν ἀνακινηθείσης θείας ὀργῆς; βαβαὶ τῆς τοῦ Σατανᾶ πωρώσεως ᾗ συνεσχέθη τὸ τῶν αἱρετικῶν ἅπαν ἄθροισμα.] | |
22a | [ebd. Folge] Ὁ δὲ Ἄρειος ἐξεληλυθὼς τοῦ εὐσεβεστάτου συλ‐ λόγου καὶ πανταχόθεν παρὰ τῶν ὀρθοδόξων ἀποκλειόμενος καὶ οὐκ ἔχων ὅπως ἔτι τοῖς πλήθεσιν ὁμιλοίη καὶ διδάσκοι περὶ τῶν προκει‐ μένων, ἐπὶ τὸ γράφειν ἐχώρει ψαλμούς τέ τινας ὅπως ἠδύνατο συντι‐ | |
5 | θεὶς καὶ ᾄσματα ναυτικά τε καὶ ἐπιμύλια καὶ οἵοις οἱ ἐν ταῖς ὁδοι‐ πορίαις οἱ τοὺς ὄνους ἐλαύνοντες εἰώθασιν χρῆσθαι. [Ἀλλὰ χάριν μὲν οὗτος τῶν βλασφημιῶν ἐν καιρῷ τῷ προσήκοντι τιμωρίαν | |
τὴν πρέπουσαν ἐπισπάσεται· Κρίσπος δὲ usw. = unt. 4a] | 13 | |
24a | Vita Constantini Cod. Angelic. A f. 23 [Franchi de’ Cav. 95; 6s. ob. S. 13, 31]: Κρίσπος δὲ ὁ πρεσβύτατος τῶν Κωνσταντίνου υἱῶν ἐκ τῆς Μαξεντίου γενόμενος αὐτῷ θυγατρός, ὑποβασιλεύων τε τῷ πατρὶ (τὴν γὰρ τοῦ Καίσαρος εἶχε τιμὴν) καὶ λαμπρὰ κατὰ τοὺς | |
5 | πολεμίους ἔργα ἀποδεικνύμενος, ὑπ’ αὐτῷ τῷ τῆς ὥρας ἄνθει, τῷ ἑξῆς ἐνιαυτῷ μετὰ τὴν γενομένην ἐν τῇ Νικαίᾳ σύνοδον ἀθρόως εἰπεῖν ἐτελεύτησεν. οἱ δὲ τῆς αἱρέσεως καὶ δυσσεβείας ἀνάμεστοι παρὰ τοῦ πατρὸς αὐτὸν τὸ τοῦ βίου τέλος εὑρεῖν 〈φασιν〉, ὧν καὶ τοὺς λόγους, ὡς λίαν ὄντας ψευδεῖς, δίκαιον ἦν τῷ ὄντι παραλιπεῖν· | 14 |
10 | ἀλλ’ ἐπεὶ πάσας τὰς τῶν πάλαι φημιζομένας δόξας ἀναγράφειν διὰ πάσης ἐθέμην σπουδῆς, καλὸν καὶ ταύτην τῷ μετὰ χεῖρας λόγῳ συνθεῖναι, οὐχὶ πρὸς πίστωσιν μᾶλλον ὅσον πρὸς ἔλεγχον τῶν τὰ ψευδῆ λέγειν προαιρουμένων. φασὶν γὰρ τῷ Κρίσπῳ τὴν μητρυιὰν Φαῦσταν τὴν αἰτίαν τοῦ φόνου διὰ μανίας ἐρωτικῆς παρασχεῖν. εἰς | |
15 | ἔρωτα γὰρ αὕτη τοῦ νέου πεσοῦσα καὶ ἤδη νικωμένη τῷ πάθει, πρῶτα μὲν ποικίλοις αὐτὸν ἐξεκώτιλλε λόγοις εἰς τὴν ὁμιλίαν ὑπαγομένη· ἐπεὶ δ’ ἐκεῖνος ἀποστρόφως τε παντάπασιν εἶχεν μηδὲ πρὸς μόνην καρτερῶν τὴν μνήμην, καὶ δῆλος ἦν οὐδαμῶς πεισθησόμενος, ἐν‐ | |
ταῦθα ἤδη πυρπολουμένη τοῖς πόθοις ἡ γυνὴ καὶ οὐκ ἔχουσα ἥτις | 15 | |
20 | γένηται, πρὸς ἐπιβουλὴν ἐχώρει τοῦ ποθουμένου, τρέψασα τὸ φίλτρον εἰς μῖσος. τῷ γὰρ ἀνεκπράκτῳ τῆς ἐπιθυμίας ὀργιζομένη, θεραπείαν ἐποιεῖτο τοῦ πάθους τὴν τοῦ [μὴ] ποθουμένου σφαγήν, φόνῳ προθυ‐ μουμένη κορέσαι τὸν πόθον. καὶ πείθει δὲ τὸν ἑαυτῆς ἄνδρα κτεῖ‐ ναι τὸν ἑαυτοῦ παῖδα, τὴν ἑαυτῆς νόσον ἐκείνου ποιησαμένη, καὶ | |
25 | παντοδαποὺς αὐτοῦ καὶ ψευδεῖς καταφορήσασα λόγους. ὁ δ’ ἐφ’ οἷς ἤκουσεν τῆς ἑαυτοῦ γυναικὸς φθασθεὶς τὸν λογισμὸν τῇ ὀργῇ καὶ μηδὲν εἰς ἐξέτασιν ἀναβαλέσθαι τοῦ πράγματος ἐθελήσας, Θησεὺς γίνεται τῷ παιδί, καὶ ὅνπερ ἐκεῖνος τρόπον τῇ διαβολῇ τῆς Φαίδρας ἀνεῖλε τὸν Ἱππόλυτον τὸν ἐξ Ἱππολύτης αὐτῷ τῆς Ἀμαζόνος γενό‐ | |
30 | μενον, τοῦτον καὶ οὗτος τὸν τρόπον ἀπέσφαξεν τὸν Κρίσπον τῇ συκοφαντίᾳ τῆς ἑαυτοῦ γυναικός, ἐπιταραχθεὶς τὸ δικαστικὸν τῆς ψυχῆς καὶ μηδὲ λόγου μηδενὸς αὐτῷ μεταδούς. Ἀλλ’ οὐκ ἐφύπνωσεν ἡ δίκη τῷ πάθει· περιῆλθεν γὰρ πρὸς τὴν μητρυιὰν τιμωρία προσήκουσα. ἡ μὲν γὰρ εἰς ἐπιθυμίαν αὖθίς τινος | |
35 | τῶν τοῦ βασιλέως προδρόμων, οὓς κούρσωρας εἰώθασιν οἱ Ῥωμαῖοι καλεῖν, ἀφικομένη καὶ ἁλοῦσα τῇ πράξει, διαφθείρεται πρὸς τοῦ αὐτῆς ἀνδρός, ἐντειλαμένου τοῖς αὐτῆς εὐνούχοις ἐκ τἀφανοῦς, ἐπει‐ δὰν εἰς βαλανεῖον ἀφίκηται, περὶ δὴ τὴν θεραπείαν αὐτῆς καὶ ἀναινο‐ μένης ἔνδον πλείω διελκύσαι χρόνον, κατὰ διαδοχὴν ἀλλήλους διανα‐ | |
40 | παύοντας, ἔστ’ ἂν ὑπὸ τοῦ πνίγους λιποθυμήσειεν ἡ γυνή· κἄπειτ’ ἐξαγαγεῖν αὐτὴν ἤδη τὰς ἐσχάτας ἕλκουσαν ἀναπνοάς, κοπτομένους | |
δῆθεν ὡς οὐ κατ’ ἐπιβουλὴν μᾶλλον ἢ κατὰ τὴν τοῦ λουτροῦ περι‐ πέτειαν ἐκλίποι τὸ ζῆν· ἵνα τό τε ἔργον ἐκπραχθείη τῆς τιμωρίας καὶ τὴν ἐπὶ τῇ αἰτίᾳ δύσκλειαν ἀφανίσειεν ὁ τρόπος. | 16 | |
45 | Ἡ μὲν οὖν τοῦτο τῆς περὶ τὸν νέον ἀδικίας ἐξήνεγκε τέλος· οὐκ οἶδα δὲ εἰ ἀληθῆ ταῦτα εἴρηκεν Φιλοστόργιος ὁ φιλοψευδέστα‐ τος κατὰ Κωνσταντίνου τοῦ καλλινίκου καὶ εὐσεβοῦς [οὗπερ οὐκ ἔστιν ῥᾳδίως εἰπεῖν ὁπόσαι τοῦ σώματός τε καὶ τῆς ψυχῆς διέλαμπον ἀρεταί· ὁ γὰρ ἀνὴρ οὐ μόνον τὴν ἐκ τῶν πολεμικῶν ἔργων δόξαν εἶχεν, ἀλλὰ καὶ τῶν τῆς ψυχῆς | |
24a(50) | ἐκοσμεῖτο καλῶν. οὗτος ὁ Κ. usw. = unt. 9a S. 20, 19] | 17 |
29a | Vita Constantini Cod. Angelic. A f. 25r [Franchi de’ Cav. 97, s. ob. S. 17, 33]: Οὗτος ὁ Κωνσταντῖνος ἤδη πέμπτου καὶ εἰκοστοῦ τῆς αὐτοῦ βασιλείας ἐπιβὰς ἔτους, ὑπατευόντων ἐκεῖνον τὸν ἐνιαυτὸν Γαλλικανοῦ καὶ Συμμάχου, πόλιν ἠβουλήθη κτίσασθαι μεγάλην, | |
5 | μνημεῖον τῆς ἑαυτοῦ βασιλείας καὶ δόξης τοῖς ἐπιγινομένοις [folgt Exc. Tripart. = Polyd. 268, 5—11. Theophan. 23, 22—27. Bios di Costantino ed. Guidi Rendic. Accad. Lincei 1907 S. 336, 15—19]. Ebd. f. 25v: Τὴν τοίνυν Θρᾴκην Κωνσταντῖνος καταλαβὼν ἐς τὰ μά‐ λιστα δὴ τότε εὐθηνουμένην, καὶ τὸ Βυζάντιον καταμαθὼν ὡς ἄριστα | |
10 | γῆς τε καὶ θαλάττης ἔχοι, ἱδρύθη δὴ ἐνταῦθα· καὶ τὸν αὐχένα τῆς χερρονήσου διαλαβών (χερρόνησος γάρ ἐστι τὸ χωρίον), ἐτείχιζεν ἐκ θαλάττης εἰς θάλατταν, ἐντὸς τά τε προάστεια καὶ τοὺς πλησίον λόφους ποιούμενος, ὡς τῆς κτιζομένης πόλεως διὰ πλάτους περιβο‐ λὴν μοῖραν εἶναι μικρὰν τὴν ἀρχαίαν πόλιν. ἔνθα γὰρ νῦν ὁ πορ‐ | |
15 | φυροῦς καὶ μέγας ἐστὶ κίων ἑστὼς ὁ τὸν αὐτοῦ κολοττὸν φέρων, ἐντεῦθεν τὴν ἀρχὴν ποιησάμενος, τὸ λοιπὸν ἅπαν ἐπί τε ἑκατέραν θάλατταν καὶ τὴν μεσόγειον ἁπλούμενον τῆς ἑαυτοῦ παλάμης καὶ δυνάμεως ἐξήνυσεν ἔργον. Ἀκήκοα δὲ ἔγωγε καὶ τοῦτο τῶν πρεσβυτάτων καὶ ἀξιολόγων | 20 |
20 | διηγουμένων ὡς ὁ Κωνσταντῖνος, ὁπηνίκα τὰς πύλας ὁριούμενος τοῦ τείχους ἡγεῖτο τῶν ἑπομένων ἀφ’ οὗ μέτρου τὸν περίβολον ἔδει τὴν ἐργασίαν λαβεῖν, ᾔει τὸ πρόσω βάδην τε χωρῶν καὶ τὸ δόρυ τῇ χειρὶ φέρων. ὡς δὲ πρῶτον ὑπερβὰς λόφον ἐπὶ δεύ‐ τερον ᾔει, καὶ τοῦτον ὑπερελθὼν ἔτι τὸ πρόσω προὔβαινε μείζον | |
25 | μῆκος διαμετρούμενος ἢ τοῖς ἀκολουθοῦσιν ἐφαίνετο μετρίως ἔχειν, προσελθών 〈τισ〉 ἀπὸ τῶν παρρησίαν πρὸς αὐτὸν ἀγόντων ἤρετο· «ἕως ποῦ, δέσποτα;» ὁ δὲ διαρρήδην ἀποκρινάμενος· «ἕως ἄν, ἔφη, ὁ ἔμπροσθέν μου στῇ», ὡς γενέσθαι σαφὲς ὅτι ἀγγέλων τις ἐῴκει προπορεύεσθαι τὰ μέτρα παραδώσαν, ὡς | |
30 | πάνυ γε δὴ θεῷ κεχαρισμένως τῆς πόλεως ταύτης οἰκιζομένης, οὐκ ἔλαττον ἢ τὸ πάλαι τῆς Ἱερουσαλήμ· καὶ γὰρ καὶ ἤμελλε κἀνταῦθα κοινὸν συστήσασθαι πρυτανεῖον εὐσεβείας. ἕως γοῦν ὅποι τὸ φαινό‐ | |
μενον εἶδος χωροῦν ἔπειτα ἔστη καὶ διαλυθὲν ἦν ἀφανές, ἐκεῖ καὶ ὁ Κωνσταντῖνος παραγενόμενος τὸ δόρυ τε ἐπήξατο καὶ ἔφη διαρρή‐ | 21 | |
35 | δην· «ἕως ἐνταῦθα», ἔνθα καὶ νῦν εἰσιν αἱ μεγάλαι πύλαι τῆς πόλεως. Τὴν δὲ πόλιν κτίσας ἔνδοξον αὐτὴν ἐκάλεσε Ῥώμην, οὕτω κατὰ τὴν τῶν Ἰταλῶν γλῶτταν «Ἄλμα Ῥώμα» τὴν προσηγορίαν αὐτῇ θέμενος. καὶ βουλήν τε ἐν αὐτῇ σύγκλητον ἱδρύσατο καὶ σιτηρεσίου | |
40 | δαπάνην πολυτελεστάτην τοῖς οἰκήτορσι κατένειμε, καὶ τὸν ἄλλον ἐν αὐτῇ τῆς πολιτείας κατεστήσατο κόσμον, ὡς ἀρκεῖν εἰς ἀντίπαλον | |
κλέος τῇ προτέρᾳ Ῥώμῃ. | 22 | |
211a | [zu Z. 7—10] Vita Constantini Cod. Angelic. A f. 36v: Τοῦ δὲ μεγάλου Ἀθανασίου χειροτονηθέντος, τὸ τῆς πόλεως ψήφισμα δεξάμενος ὁ μέγας Κωνσταντῖνος ὁ βασιλεὺς ἥσθη τε καὶ γράφει τοῖς Ἀλεξανδρεῦσι τὴν δύναμιν ταύτην· ‹Ἐντυχὼν τῷ πεμφθέντι παρ’ ὑμῶν | |
5 | ψηφίσματι περὶ τῆς τοῦ ἐπισκόπου προαγωγῆς, καὶ μαθὼν ὡς καθ’ ἡδονὴν ὑμῖν ἅπασιν τὸ πρᾶγμα κεχώρηκε καὶ οὕτω πρὸς ἁπάντων ὑμῶν συμφώνως ὁ ἀνήρ ἐστιν ἀγαπώμενος, ἥδομαί τε καὶ αὐτὸς (τί γὰρ οὐ μέλλω;) καὶ κρίνω ταῦτα κύρια καὶ βέβαια μένειν, ἅπερ | |
αὐτοὶ κοινῶς εἵλεσθε ψηφισάμενοι.› | 23 | |
212a | Vita Constantini Cod. Angelic. A f. 39v [Franchi de’ Cav. 104]: Πλείστης δὲ τὴν μητέρα ὁ Κωνσταντῖνος ἠξίου τιμῆς ὡς καὶ πόλιν αὐτῇ κτίσαι ἐπώνυμον, ἥτις ἐστὶν ἐν δεξιᾷ 〈τοῦ τῆσ〉 Νικομηδείας κόλπου, αὐτῆς ἐκείνης τὸ χωρίον ἀσπασαμένης κατ’ ἄλλο μὲν οὐδέν, | |
5 | διὰ δὲ Λουκιανὸν τὸν τοῦ Χριστοῦ μεγαλώνυμον μάρτυρα. | 24 |
216b | [zu 16a Z. 15] Vita Constantini Cod. Angelic. f. 47v: Ὁ δὲ Κωνσταντῖνος τῷ ὀγδόῳ καὶ εἰκοστῷ τῆς ἑαυτοῦ βασιλείας ἔτει τὸν νεώτατον τῶν αὐτοῦ υἱέων Κώνσταν Καίσαρα ἀποδείξας ἐν μέσῳ τοῖν δυοῖν ἀδελφοῖν τέθεικε τὰς Ἰταλίας αὐτῷ δούς. τὸν μὲν γὰρ πρε‐ | |
5 | σβύτατον ἑαυτοῦ παῖδα Κωνσταντῖνον τῷ δωδεκάτῳ ἔτει τῆς αὐτοῦ βασιλείας τῷ τοῦ Καίσαρος σχήματι κοσμήσας, ἐπὶ τῶν ἄνω Γαλα‐ τιῶν ἔταξεν· τῷ δὲ Κωνσταντίῳ καὶ αὐτῷ κατὰ τὸ ἐννεακαιδέκατον ἔτος τῆς αὐτοῦ βασιλείας τὴν τοῦ Καίσαρος τιμὴν περιθείς, τῆς | |
Ἑῴας ἐπέτρεψεν τὴν ἀρχὴν ἔχειν. | 26 |