TLG 2058 001 :: PHILOSTORGIUS :: Historia ecclesiastica (fragmenta ap. Photium)

PHILOSTORGIUS Scr. Eccl.
(Cappadox: A.D. 4–5)

Historia ecclesiastica (fragmenta ap. Photium)

Source: Winkelmann, F. (post J. Bidez) (ed.), Philostorgius. Kirchengeschichte, 3rd edn. [Die griechischen christlichen Schriftsteller] Berlin: Akademie–Verlag, 1981: 4–150.

Citation: Book — fragment — (line)

1

t

ΕΚ ΤΩΝ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΙΣΤΟΡΙΩΝ ΦΙΛΟΣΤΟΡΓΙΟΥ ΕΠΙΤΟΜΗ ΑΠΟ ΦΩΝΗΣ ΦΩΤΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ

1

pr

Ὅτι ἐν δώδεκα λόγοις αὐτοῦ ἡ ἱστορία περαίνεται, ἀπαρτιζόντων αὐτοῦ τοὔνομα τῶν κατὰ τοὺς λόγους ἀρχομένων γραμμάτων ἐν τάξει συντιθεμένων. ἄρχεται μὲν ἀπὸ τῆς Ἀρείου πρὸς Ἀλέξανδρον, ὡς οὗτος λέγει, «ἔριδος»· ἣν καὶ τῆς αἱρέσεως αἰτίανἀναγράφει· κάτ‐
5εισι δὲ μέχρι τῆς Οὐαλεντινιανοῦ (ὃς ἦν παῖς Πλακιδίας καὶ Κων‐ σταντίου) εἰς βασιλέα ἀναρρήσεως καὶ τῆς Ἰωάννου τοῦ τυράννου ἀναιρέσεως. Ἡ δὲ ἱστορία τῶν αἱρετιζόντων ἐστὶν ἐγκώμιον αὐτῷ ὥσπερ
καὶ τῶν ὀρθοδόξων διαβολὴ καὶ ψόγος μᾶλλον ἢ ἱστορία.

1

.

1

Ὅτι τῶν Μακκαβαϊκῶν φησι τὸν συγγραφέα ὅστις ποτέ ἐστιν ἀγνοεῖν. πλὴν τὸ μὲν πρῶτον βιβλίον ἀποδοχῆς ἀξιοῖ, συνᾴδοντα διηγούμενον ταῖς τοῦ Δανιὴλ προφητείαις, καὶ ὅτι λίαν προμηθῶς διέξεισιν ὅπως τε ἀνδρῶν μοχθηρία τὰ Ἰουδαίων ἤλασεν ἐπ’ ἔσχατον
5κακῶν, ὅπως τε πάλιν ἀνδρῶν ἀνήνεγκεν ἀρετή, καὶ τότε κατὰ τῶν πολεμίων ἐπανείλοντο κράτος καὶ ὁ νεὼς τῶν Ἑλληνικῶν ἀνεκα‐ θάρθη μολυσμάτων. τὸ δεύτερον δὲ μὴ τὸν αὐτὸν μέν φησι ἐν‐ δείκνυσθαι συγγραφέα· σύνοψιν δὲ εἶναι τῶν ὑπὸ Ἰάσονος τοῦ Κυρη‐ ναίου ἐν πέντε λόγοις ἀναγεγραμμένων, ἃ τὸν πόλεμον ἀπαγγέλλει
10ὃν Ἰούδας ὁ Μακκαβαῖος πρὸς Ἀντίοχόν τε τὸν Ἐπιφανῆ καὶ τὸν αὐτοῦ παῖδα τὸν ἐπίκλην Εὐπάτορα διεπολέμησεν. τὸ δὲ τρίτον ἀπο‐ δοκιμάζει, τερατῶδες καλῶν καὶ οὐδὲν ὅμοιον τῷ πρώτῳ διεξερχό‐ μενον. τὸ μέντοι γε τέταρτον ὑπὸ Ἰωσήπου γεγράφθαι καὶ αὐτὸς συνομολογῶν, οὐχ ἱστορίαν μᾶλλον ἢ ἐγκώμιον εἶναί φησι, τὰ
15περὶ τὸν Ἐλεάζαρον καὶ τοὺς ἑπτὰ παῖδας τοὺς Μακκαβαίους διηγού‐
μενον

1

.

2

Ὅτι τά τε ἄλλα καὶ ὅσα πρὸς ἱστορίας ἥκει λόγον ὁ Φιλο‐ στόργιος τὸν Παμφίλου Εὐσέβιον ἐπαινῶν, περὶ τὴν εὐσέβειαν διαμαρ‐ τάνειν φησί. καὶ τὸ ἁμάρτημα ὁ δυσσεβὴς διηγούμενος, διότι ἄγνω‐ στον τὸ θεῖον καὶ ἀκατάληπτον ἡγοῖτο, ἀλλὰ καὶ ἄλλα τοιαῦτά
5φησιν αὐτὸν πλημμελεῖν. καταπαῦσαι δὲ αὐτὸν τὰς οἰκείας τῆς ἱστο‐ ρίας μνήμας μέχρι τῆς τῶν παίδων διαδοχῆς τοῦ μεγάλου Κωνσταν‐ τίνου συνεπιμαρτύρεται.

1

.

3

Ὅτι οὗτος ὁ δυσσεβής φησι τὰς ψήφους τῆς ἀρχιερωσύνης ἐπ’ Ἄρειον φερομένας αὐτὸν μᾶλλον Ἀλέξανδρον προτιμήσαντα ἑαυτοῦ, περιελθεῖν αὐτῷ ταύτας καταπράξασθαι.

1

.

4

Ὅτι Ἀλέξανδρόν τινα πρεσβύτερον Βαύκαλιν ἐπονομαζόμενον, διὰ τὸ σαρκὸς ὑπερτραφοῦς ὄγκον ὑπὸ τῶν μεταφρένων αὐτοῦ σε‐ σωρευμένον ἄγγους ὀστρακίνου ἐκμιμεῖσθαι σχῆμα, ἅπερ οὖν βαυ‐ κάλας ἐπιχωρίως Ἀλεξανδρεῖς εἰώθασιν ὀνομάζειν, τοῦτόν φησιν τὴν
5δευτέραν τάξιν μετ’ Ἄρειον ἔχοντα ἄρξαι τῆς αἰτίας ἐξ ἧς ἡ διαφορὰ Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ καὶ Ἀρείῳ συνερράγη, καὶ τὴν τοῦ ὁμοου‐ σίου ἀνακήρυξιν ἐκεῖθεν ἐπιτεχνασθῆναι.

1

.

5

Ὅτι, φησί, Κωνστάντιος, ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ, κατ’ ἀνδραγαθίαν τῶν ἄνω Γαλατιῶν, ἐν αἷς καὶ αἱ καλούμεναι Ἄλπεις, βασιλεὺς ἀπεδείχθη. δυσέμβολα δὲ τὰ χωρία ταῦτα καὶ δυσ‐ πρόσοδα· τὰς δὲ Γαλατίας οἱ νῦν Γαλλίας ἐπονομάζουσιν. ἡ δὲ
5τελευτὴ Κωνσταντίου κατὰ Βρετανίαν γέγονεν, τὴν Ἀλουΐωνος καλου‐ μένην. ἐν ᾗ καὶ νοσοῦντα καταλαβὼν αὐτὸν Κωνσταντῖνος ὁ παῖς, φυγὼν παραδόξως τὴν ἐπιβουλὴν Διοκλητιανοῦ, τελευτῶντα ἐκήδευσε,
καὶ τῆς βασιλείας κατέστη διάδοχος.

1

.

6

Ὅτι τὴν τοῦ μεγάλου Κωνσταντίνου μεταβολὴν ἐκ τῆς Ἑλληνίδος θρησκείας εἰς τὸν Χριστιανισμὸν καὶ οὗτος τοῖς ἄλλοις 〈συμ〉φθεγγόμενος αἰτίαν γενέσθαι ἀναγράφει τὴν κατὰ Μαξεντίου νίκην· καθ’ ἣν καὶ τὸ τοῦ σταυροῦ σημεῖον κατὰ ἀνατολὰς ἐπὶ μήκιστον ὤφθη διῆκον,
5αἴγλης αὐτὸν καταπληττούσης διατυπουμένης, καὶ ἀστέρων αὐτὸν κύκλῳ περιθεόντων ἴριδος τρόπῳ καὶ πρὸς γραμμάτων χαρακτῆρα
ῥυθμιζομένων· τὰ δὲ ἄρα Ῥωμαίων ἔλεγε φωνῇ· «ἐν τούτῳ νίκα».

1

.

7

Ὅτι καὶ πρὸ τῆς ἐν Νικαίᾳ συνόδου οὗτος τὸν Ἀλεξανδρείας φησὶν Ἀλέξανδρον καταλαβόντα τὴν Νικομήδειαν καὶ Ὁσίῳ τε τῷ
Κουδρούβης ἐντυχόντα καὶ τοῖς σὺν αὐτῷ ἐπισκόποις, συνοδικαῖς ψήφοις ἀνομολογῆσαι παρασκευάσαι ὁμοούσιον τῷ πατρὶ τὸν υἱόν,
5καὶ τὸν Ἄρειον ἀποκηρύξασθαι.

1

.

8

Μετ’ οὐ πολὺν δὲ χρόνον καὶ τὴν ἐν Νικαίᾳ συστῆναι σύνοδον ἐν ᾗ μετὰ τῶν ἄλλων ἀρχιερέων θεοῦ καὶ Βασιλέα τὸν Ἀμασείας ἐπί‐ σκοπον παρεῖναι καὶ Μελέτιον τὸν Σεβαστουπόλεως.

1

.

9

Ὅτι καὶ αὐτὸς συνομολογεῖ πάντας ὁμοφρονῆσαι τῷ ἐν Νικαίᾳ τῆς πίστεως ὅρῳ, πλὴν Σεκούνδου τοῦ Πτολεμαΐδος, ᾧ καὶ Θεωνᾶς ὁ τῆς Μαρμαρικῆς ἠκολούθησεν. τὸ δὲ ἄλλο στῖφος τῶν Ἀρειανῶν ἐφόρων, Εὐσέβιός τε, φημί, ὁ Νικομηδείας ὃν οὗτος ἀποθειάζει μέγαν
5καὶ Θέογνις ὁ Νικαίας, καὶ Μάρις ὁ Καλχηδόνος, καὶ ἡ ἄλλη φάλαγξ πρὸς τὴν σύνοδον μετετάξατο· ἐν δόλῳ μέν, καὶ οὗτός φησι, καὶ τὸ
ὁμοιούσιον ἐν τῇ τοῦ ὁμοουσίου φωνῇ ὑποκλέψαντες· πλήν γε συμ‐ φρονεῖν τοῖς συνοδικοῖς ψηφίσμασιν ἀναδεξάμενοι, Κωνσταντίνας τῆς τοῦ Κωνσταντίνου βασιλέως ἀδελφῆς εἰσηγησαμένης αὐτοῖς τὴν εἰς
10τοῦτο παραίνεσιν.

1

.

10

Λέγει δὲ καὶ Σεκοῦνδον ὑπεροριζόμενον εἰπεῖν πρὸς Εὐσέβιον· «Εὐσέβιε, ὑπέγραψας ἵνα μὴ ἐξορισθῇς. πιστεύω τῷ θεῷ, δι’ ἐμοῦ σε δεῖ ἀχθήσεσθαι ἀπαγόμενον». καὶ γεγονέναι τῷ Εὐσεβίῳ τὸν ἐξο‐ στρακισμὸν μετὰ μῆνας ἀπὸ τῆς συνόδου τρεῖς, καθὰ καὶ Σεκοῦνδος
5προεῖπεν, πρὸς τὴν ἰδίαν κατὰ τὸ προφανὲς ἀσέβειαν ἀναστρέψαντι.

2

t

ΕΚ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΙΣΤΟΡΙΑΣ

2

.

1

Ὅτι ὁ φιλοψευδὴς οὗτος Κακοστόργιος, μετὰ τὴν οἰκουμενι‐ κὴν σύνοδον καὶ τὴν ἐκ προδήλου τῶν περὶ τὸν Εὐσέβιον πρὸς τὴν ἀσέβειαν παλινῳδίαν, τὸν βασιλέα φησὶ Κωνσταντῖνον τούτους μὲν δίκην εἰσπράξασθαι ἀνθ’ ὧν ἄλλα φρονοῦντες τῷ ὁμοουσίῳ ὑπεση‐
5μήναντο· τοὺς δὲ περὶ Σεκοῦνδον ἀνακαλέσασθαι· καὶ γράμματα
πανταχοῦ διαπέμψαι τὸ μὲν ὁμοούσιον διασύροντα, κρατύνοντα δὲ τὸ ἑτεροούσιον. οἷς γράμμασι καὶ τὸν Ἀλεξανδρείας Ἀλέξανδρον ὑπογράψαι, καὶ διὰ τοῦτο συνελθεῖν αὐτῷ καὶ τοὺς περὶ Ἄρειον· τοῦ δὲ ἐκ βασιλέως ἠρεμήσαντος φόβου, τὸν μὲν Ἀλέξανδρον ἐπὶ
10τὴν οἰκείαν ἀναδραμεῖν γνώμην, τὸν δὲ Ἄρειον πάλιν αὐτοῦ τε καὶ τῆς ἐκκλησίας σὺν τοῖς ὁμόφροσιν ἀποστῆναι.

2

.

2

Ὅτι τὸν Ἄρειον ἀποπηδήσαντα τῆς ἐκκλησίας φησὶ ᾄσματά τε ναυτικὰ καὶ ἐπιμύλια καὶ ὁδοιπορικὰ γράψαι, καὶ τοιαῦθ’ ἕτερα συντιθέντα, εἰς μελῳδίας ἐντεῖναι ἃς ἐνόμιζεν ἑκάστοις ἁρμόζειν, διὰ τῆς ἐν ταῖς μελῳδίαις ἡδονῆς ἐκκλέπτων πρὸς τὴν οἰκείαν ἀσέβειαν
5τοὺς ἀμαθεστέρους τῶν ἀνθρώπων.

2

.

3

Ὅτι τὸν Ἄρειον ἐν τῷ θεομαχεῖν κατὰ τοῦ υἱοῦ ὑπερθειάζων, ἀτόποις ἐνέχεσθαί φησι διότι ἄγνωστόν τε τὸν θεὸν καὶ ἀκατάλη‐ πτον πανταχοῦ καὶ ἀνεννόητον εἰσηγεῖται· καὶ οὐκ ἀνθρώποις μό‐ νοις, ὃ κακὸν μετριώτερον ἴσως, ἀλλὰ καὶ αὐτῷ τῷ μονογενεῖ υἱῷ
5τοῦ θεοῦ. καὶ πρὸς ταύτην φησὶ τὴν ἀτοπίαν κατ’ ἐκεῖνο καιροῦ μὴ Ἄρειον μόνον, ἀλλὰ καὶ τοὺς πλείους αὐτῶν συναπενεχθῆναι. πλὴν γὰρ Σεκούνδου καὶ Θεωνᾶ, καὶ τῶν Λουκιανοῦ τοῦ μάρτυρος μαθητῶν, Λεοντίου τε καὶ Ἀντωνίου καὶ τοῦ Νικομηδείας Εὐσεβίου, τὸ ἄλλο τῆς ἀσεβείας σύνταγμα πρὸς ταύτην ἀπορρυῆναι τὴν δόξαν.

2

.

4

Ὅτι φησὶ τὸν Κωνσταντῖνον ἀνελεῖν τὸν ἴδιον παῖδα Πρί‐
σκον, διαβολαῖς τῆς μητρυιᾶς συναρπασθέντα· κἀκείνην δὲ πάλιν φωραθεῖσάν τινι τῶν Κουρσώρων μοιχωμένην, τῇ τοῦ λουτροῦ
ἀλέᾳ ἐναποπνιγῆναι προστάξαι. καὶ τῷ παιδίῳ τοῦ ξίφους διδοῦντα
5Κωνσταντῖνον τὴν δίκην μετ’ οὐ πολὺν χρόνον ὑπὸ τῶν ἀδελφῶν φαρμάκοις κατὰ τὴν Νικομήδειαν διατρίβοντα ἀναιρεθῆναι.

2

.

5

Ὅτι Οὐρφίλαν φησὶ κατὰ τούτους τοὺς χρόνους ἐκ τῶν πέραν Ἴστρου Σκυθῶν (οὓς οἱ μὲν πάλαι Γέτας, οἱ δὲ νῦν Γότθους καλοῦσι) πολὺν εἰς τὴν Ῥωμαίων διαβιβάσαι λαόν, δι’ εὐσέβειαν ἐκ τῶν οἰκείων ἠθῶν ἐλαθέντας. χριστιανίσαι δὲ τὸ ἔθνος τρόπῳ τοιῷδε· βασι‐
5λεύοντος Οὐαλλεριανοῦ καὶ Γαλλιήνου, μοῖρα Σκυθῶν βαρεῖα τῶν πέραν τοῦ Ἴστρου διέβησαν εἰς τὴν Ῥωμαίων, καὶ πολλὴν μὲν κατέ‐ δραμον τῆς Εὐρώπης· διαβάντες δὲ καὶ εἰς τὴν Ἀσίαν, τήν τε Γαλατίαν καὶ τὴν Καππαδοκίαν ἐπῆλθον, καὶ πολλοὺς ἔλαβον αἰ‐ χμαλώτους ἄλλους τε καὶ τῶν κατειλεγμένων τῷ κλήρῳ, καὶ μετὰ
10πολλῆς λείας ἀπεκομίσθησαν οἴκαδε. ὁ δὲ αἰχμάλωτος καὶ εὐσεβὴς ὅμιλος, συναναστραφέντες τοῖς βαρβάροις, οὐκ ὀλίγους τε αὐτῶν εἰς τὸ εὐσεβὲς μετεποίησαν καὶ τὰ Χριστιανῶν φρονεῖν ἀντὶ τῆς Ἑλλη‐ νίδος δόξης παρεσκεύασαν. ταύτης τῆς αἰχμαλωσίας γεγόνεσαν καὶ οἱ Οὐρφίλα πρόγονοι, Καππαδόκαι μὲν γένος, πόλεως δὲ πλησίον
15Παρνασσοῦ, ἐκ κώμης δὲ Σαδαγολθινὰ καλουμένης. ὁ τοίνυν Οὐρφί‐ λας οὗτος καθηγήσατο τῆς ἐξόδου τῶν εὐσεβῶν, ἐπίσκοπος αὐτῶν πρῶτος καταστάς. κατέστη δὲ ὧδε· παρὰ τοῦ τὴν ἀρχὴν ἔχοντος τοῦ ἔθνους ἐπὶ τῶν Κωνσταντίνου χρόνων εἰς πρεσβείαν σὺν ἄλλοις
ἀποσταλείς (καὶ γὰρ καὶ τὰ τῇδε βάρβαρα ἔθνη ὑπεκέκλιτο τῷ
20βασιλεῖ), ὑπὸ Εὐσεβίου καὶ τῶν σὺν αὐτῷ ἐπισκόπων χειροτονεῖται τῶν ἐν τῇ Γετικῇ χριστιανιζόντων· καὶ τά τε ἄλλα αὐτῶν ἐπεμε‐ λεῖτο καὶ γραμμάτων αὐτοῖς οἰκείων εὑρετὴς καταστάς, μετέφρασεν εἰς τὴν αὐτῶν φωνὴν τὰς γραφὰς ἁπάσας, πλήν γε δὴ τῶν Βασι‐ λειῶν, ἅτε τῶν μὲν πολέμων ἱστορίαν ἐχουσῶν, τοῦ δὲ ἔθνους ὄντος
25φιλοπολέμου καὶ δεομένου μᾶλλον χαλινοῦ τῆς ἐπὶ τὰς μάχας ὁρμῆς, ἀλλ’ οὐχὶ τοῦ πρὸς ταῦτα παροξύνοντος. ὅπερ ἰσχὺν ἔχει ταῦτα ποιεῖν, σεβάσμιά τε μάλιστα νομιζόμενα καὶ πρὸς τὴν τοῦ θείου θεραπείαν τοὺς πειθομένους καταρυθμίζοντα. ἱδρύσατο δ’ ὁ βασι‐ λεὺς τὸν αὐτόμολον τοῦτον λαὸν περὶ τὰ τῆς Μυσίας χωρία, ὡς
30ἑκάστῳ φίλον ἦν. καὶ τὸν Οὐρφίλαν διὰ πλείστης ἦγε τιμῆς ὡς καὶ πολλάκις «ὁ ἐφ’ ἡμῶν Μωσῆς» λέγειν περὶ αὐτοῦ. λίαν δὲ οὗτος τὸν ἄνδρα θειάζει, καὶ τῆς αἱρετικῆς αὐτοῦ δόξης ἐραστὴν αὐτόν τε καὶ τοὺς ὑπ’ αὐτὸν ἀναγράφει.

2

.

6

Ὅτι τοὺς ἐνδοτάτω Ἰνδούς, ὅσοι Χριστὸν ἔμαθον τιμᾶν ἐκ τῆς Βαρθολομαίου τοῦ ἀποστόλου διδασκαλίας, τὸ ἑτεροούσιον πρεσβεύειν ὁ δυσσεβής φησι. καὶ τὸν Θεόφιλον εἰσάγει τὸν Ἰνδὸν τὸ τοιοῦτον ἀσπαζόμενον φρόνημα, παραγενέσθαι τε εἰς αὐτοὺς καὶ τὴν αὐτῶν
5ἐκδιηγεῖσθαι δόξαν. τὸ δὲ τῶν Ἰνδῶν ἔθνος τοῦτο Σάβας μὲν πάλαι ἀπὸ τῆς Σαβᾶ μητροπόλεως, τὰ νῦν δὲ Ὁμηρίτας καλεῖσθαι.

2

.

7

Ὅτι μετὰ τρεῖς ὅλους ἐνιαυτούς φησιν Εὐσέβιον καὶ Μάριν καὶ Θέογνιν ψήφῳ βασιλέως τοῦ Κωνσταντίνου ἐπανόδου τυχόντας, πίστεώς τε σύμβολον αἱρετικῆς ἐκθεῖναι καὶ πανταχόσε διαπέμψαι ἐπ’ ἀνατροπῇ τῆς ἐν Νικαίᾳ συνόδου· καὶ τὸν Ἀλεξανδρείας Ἀλέξαν‐
5δρον καθελεῖν τε καὶ ἀποκηρύξασθαι, ἀνθ’ ὧν ἐπὶ τὸ ὁμοούσιον πα‐ λιντραπέλως ἐπανέστρεφεν· ἀλλὰ καὶ Εὐστάθιον τὸν Ἀντιοχείας, παιδίσκης μῖξιν καὶ αἰσχρᾶς ἡδονῆς ἀπόλαυσιν αἰτίαν ἐπιγραψαμένους· φυγὴν αὐτῷ βασιλεὺς ἐτιμήσατο εἰς τὴν Ἑσπέραν μεθόριον ποιησά‐ μενος. πεντήκοντα δὲ καὶ διακοσίους φησὶν εἶναι τὸ πλήρωμα τοῦ
10παρανόμου τούτου συνεδρίου, καὶ τὴν Νικομήδειαν αὐτοῖς τῶν παρα‐ νομηθέντων ποιήσασθαι ἐργαστήριον.

2

.

8

Ὅτι περὶ Ἀγαπητοῦ τοῦ συναιρεσιώτου, ὃς καὶ ἐκ καταλόγου
στρατιωτικοῦ πρεσβύτερός τε κατέστη παρὰ τῶν ὁμοφρόνων καὶ Συ‐ νάδων ἐπίσκοπος ὕστερον· περὶ γοῦν τούτου πολλὰ τερατολογῶν, νεκρούς τε αὐτὸν ἀναστῆσαι λέγει καὶ πολλῶν ἄλλων παθῶν φυγα‐
5δευτὴν γενέσθαι καὶ ἐλατῆρα, οὐ μὴν ἀλλὰ καὶ παραδόξων ἄλλων ἔργων δημιουργόν· καὶ πολλοὺς ἐξ Ἑλλήνων εἰς τὸν Χριστιανισμὸν μετατάξασθαι παρασκευάσαι.

2

.

9

Ὅτι Κωνσταντῖνόν φησιν ὀκτὼ καὶ εἰκοστῷ ἔτει τῆς βασι‐
λείας αὐτοῦ τὸ Βυζάντιον εἰς Κωνσταντινούπολιν μετασκευάσαι, καὶ τὸν περίβολον ὁριζόμενον βάδην τε περιιέναι, τὸ δόρυ τῇ χειρὶ φέροντα· ἐπεὶ δὲ τοῖς ἑπομένοις ἐδόκει μεῖζον ἢ προσῆκε τὸ μέ‐
5τρον ἐκτείνειν, προσελθεῖν τε αὐτῷ τινα καὶ διαπυνθάνεσθαι· »ἕως ποῦ, δέσποτα;» τὸν δὲ ἀποκρινάμενον διαρρήδην φάναι· «ἕως ἂν ὁ ἔμπροσθέν μου στῇ», ἐπίδηλον ποιοῦντα ὡς δύναμις αὐτοῦ
τις οὐρανία προηγοῖτο, τοῦ πραττομένου διδάσκαλος. ἱδρυσάμενον δὲ τὴν πόλιν Ἄλμα Ῥώμαν ὀνομάσαι, ὃ δηλοῖ τῇ Ῥωμαΐδι γλώττῃ
10τὴν ἔνδοξον· καὶ βουλήν τε σύγκλητον τάξασθαι καὶ σιτηρεσίου δαπά‐ νην αὐταρκεστάτην διανεῖμαι τοῖς οἰκήτορσι, καὶ τὸν ἄλλον ἐν αὐτῇ τῆς πολιτείας πολυτελῶς κόσμον καταστήσασθαι, ὡς ἀρκεῖν εἰς ἀντί‐ παλον κλέος τῇ προτέρᾳ Ῥώμῃ.

2

.

10

Τελευτήσαντος δὲ τοῦ ταύτης τῆς πόλεως ἀρχιερέως Ἀλεξάν‐ δρου, τὸν Νικομηδείας φησὶν Εὐσέβιον εἰς τὸν τῆς νεοκτίστου πόλεως ἀρχιερατικὸν μεταστῆσαι θρόνον.

2

.

11

Ὅτι τὸ δυσσεβὲς οὗτος τοῦ ψεύδους ὄργανον, Ἀλεξάνδρου τοῦ Ἀλεξανδρείας τελευτήσαντος καὶ ψήφων ἄλλων ἐπ’ ἄλλους φερομένων, καὶ χρόνου τινὸς ἐπὶ τοῦτο παρατεινομένου, τὸν θεῖον Ἀθανάσιόν φησι περὶ δείλην ὀψίαν εἰς τὴν Διονυσίου καλουμένην
5ἐκκλησίαν εἰσπηδήσαντα, καὶ δύο τινὰς τῶν Αἰγυπτίων ἐπισκόπων εὑρόντα τὰς πύλας τε κατὰ ὀχυρώτατον μετὰ τῶν συστασιωτῶν ἐπικλεισάμενον, οὕτω τὴν χειροτονίαν ὑπελθεῖν· τῶν χειροτονούν‐ των πολλὰ μὲν ἀνανευόντων, τῆς δὲ προσαγομένης αὐτοῖς βίας μείζονος τῆς βουλῆς καὶ τῆς δυνάμεως γεγενημένης, τὸ δοκοῦν
10Ἀθανασίῳ ἐπιτελεσθῆναι. καὶ ὡς ὁ παρὼν τῶν ἐπισκόπων ἄλλος ὅμιλος διὰ τὴν τοιαύτην αἰτίαν τῷ ἀναθέματι τοῦτον παρεπέμψαντο. τὸν δὲ Ἀθανάσιον κρατυνάμενον τὰ καθ’ ἑαυτόν, ὡς ἀπὸ τοῦ κοι‐ νοῦ τῆς πόλεως πρὸς βασιλέα γράψαι τὴν εἰς τὴν ἀρχιερωσύνην ἀνάρρησιν αὐτοῦ. τὸν δὲ νομίσαντα κοινῆς βουλῆς εἶναι τὸ γράμμα,
15ἐπιψηφίσαι τὴν κατοχὴν τοῦ θρόνου. Ὕστερον δὲ μαθόντα τὰ πεπραγμένα, εἰς Τύρον τῆς Φοινίκης αὐτὸν ἐξαποστεῖλαι, τῷ ἐκεῖσε συνεδρίῳ λόγον ὧν ἔδρασεν δώσοντα. καὶ μόλις μὲν οὖν εἶξαι ταῖς βασιλείοις ἀπειλαῖς τὸν Ἀθανάσιον. εἴξαντα δ’ οὖν καὶ παραγενόμενον εἰς Τύρον τὴν μὲν δίκην οὐκ
20εἰσέρχεσθαι· γύναιον δέ τι μισθωσάμενον ἑταιρικόν, ἤδη τῷ τῆς γαστρὸς ὄγκῳ τὴν ἀκολασίαν στηλιτεῦον, ἐπαφεῖναι διαμηχανᾶσθαι τῷ Εὐσεβίῳ, ὃς τοῦ ἐκεῖσε συνεδρίου κορυφαῖος ἐνομίζετο· τῷ διὰ τὴν συκοφαντίαν, ὡς εἰκός, ἐμπεσόντι θορύβῳ καὶ ταράχῳ τήν τε δίκην ὑπεκκλέψαι καὶ τὴν κρίσιν ἐκφυγεῖν διανοούμενον.
25 Φωραθῆναι δὲ τὴν συσκευὴν ὁ τοῦ ψεύδους φίλος ἀναγράφει δι’ ἧς μεθόδου φασὶν οἱ εὐσεβεῖς τὸ κατὰ τοῦ μεγάλου Ἀθανασίου μισθωθὲν παρὰ τῶν δυσσεβῶν πορνίδιον διελεγχθῆναι. τὸν μὲν γὰρ Εὐσέβιον διαπυνθάνεσθαι τῆς ἑταιρίδος εἰ γινώσκει αὐτῆς τὸν φθορέα· τῆς δὲ καὶ μάλα διατεινομένης, προσαναπυθέσθαι εἰ ἄρα γε τοῦτον
30ὁ παρὼν χορὸς ἔχει. τὴν δὲ φάναι· «εὐφήμει, ὦ δέσποτα· οὐ γὰρ ἔγωγ’ ἂν μαινοίμην, ἀνδρῶν τοιούτων αἰσχρᾶς ἡδονῆς δουλείαν ὥστε καταγνῶναι». εἶτ’ ἐντεῦθεν ἀρξαμένης παραγυμνοῦσθαι τῆς ἀληθείας, τὴν ὅλην συσκευὴν ἀνακαλυφθῆναι. καὶ τὸν μὲν Εὐσέβιον κρείττω συκοφαντίας πάσης ὀφθῆναι· τὸν δὲ Ἀθανάσιον, ἀντὶ τοῦ
35φυγεῖν τὴν δίκην, διπλῆς ἔνοχον ἀπελεγχθῆναι, προσλαβούσης τῆς οὐκ εὐαγοῦς χειροτονίας τὴν ἐναγεστάτην συκοφαντίαν. διὸ καὶ τὴν καθαιρετικὴν ψῆφον ὁμόφωνον κατ’ αὐτοῦ ἐξενεχθῆναι. ἐκεῖνον μέντοι γε προσαναισχυντεῖν, καὶ λέγειν ἀπεχθείᾳ τὴν καθαίρεσιν τοὺς συνεδρεύσαντας διαπράξασθαι ὥσπερ καὶ τὰς συκοφαντίας,
40διότι μὴ παρ’ αὐτῶν ἀνάσχοιτο τὴν ἀρχιερατικὴν χειροθεσίαν ὑπο‐ στῆναι. Διὸ καὶ τὸν βασιλέα ἐπιτρέψαι πάλιν ἑτέρᾳ συνόδῳ τὰ κατὰ τὸν Ἀθανάσιον ἐτασθῆναι. τοὺς δὲ καὶ ἕτερα τῶν ἐγκλημάτων ἐπισυναθροῖσαι· Καλλίνικόν τε γὰρ τὸν ὁμολογητήν, ἐπίσκοπον τοῦ
45Πηλουσίου, πέδαις σιδηραῖς ἐνδυσάμενον εἱρκτῇ καταθέσθαι, καὶ μὴ διαλιπεῖν προπηλακίζοντα ἕως ἂν αὐτὸν τοῦ ζῆν ἀπελάσοι, προσε‐ τίθεσαν ταῖς κατηγορίαις. ναὶ δὴ καὶ ἡ Ἀρσενίου χεὶρ τηνικαῦτα προεκομίσθη, καὶ ὁ Μαρεώτης καὶ ὁ Ἰσχύρας καὶ τὸ μυστικὸν πο‐ τήριον, καὶ τὰ παραπλήσια τούτοις, ἐφ’ οἷς αὐτὸν καὶ ἐκκηρῦξαι τὸ

2

.

11

(50)

συνέδριον καὶ ἀντ’ αὐτοῦ προχειρίσασθαι τὸν ἐκ Καππαδοκίας Γρη‐ γόριον. ταῦτα μὲν οὖν ὁ φιλοψευδὴς Κακοστόργιος περὶ τοῦ ἁγίου τερατεύεται Ἀθανασίου.

2

.

12

Ὅτι, φησίν, ἡ τοῦ βασιλέως Κωνσταντίνου μήτηρ Ἑλένη ἐπὶ τῷ στόματι τοῦ τῆς Νικομηδείας κόλπου πόλιν ἐδείματο, Ἑλενό‐ πολιν αὐτὴν ἐπονομάσασα· ἀσπάσασθαι δὲ τὸ χωρίον κατ’ ἄλλο μὲν οὐδέν, ὅτι δὲ Λουκιανὸς ὁ μάρτυς ἐκεῖσε τύχοι μετὰ τὸν μαρτυρι‐
5κὸν θάνατον ὑπὸ δελφῖνος ἐκκομισθείς.

2

.

13

Ὅτι τὸν μάρτυρα Λουκιανόν φησι μέλλοντα τελευτᾶν, καὶ μήτε ναὸν μήτε θυσιαστήριον τῆς τυραννικῆς βίας παρεχούσης, ἀλλὰ μηδὲ αὐτοῦ κινεῖσθαι τῶν δεσμῶν καὶ πληγῶν συγχωρούντων, ἐν τῷ οἰκείῳ στέρνῳ ἀνακείμενον τὴν φρικτὴν θυσίαν τελεσάμενον,
5οὕτω τε αὐτὸν μετασχεῖν καὶ τοὺς ἄλλους μεταλαβεῖν τοῦ ἀχράν‐ του θύματος ἐπιτρέψαι. ἐτελέσθη δὲ ἡ ἱερουργία ἐν τῇ εἱρκτῇ, τοῦ κυκλώσαντος αὐτὸν ἱεροῦ χοροῦ ὡς ἤδη ἀποβιοῦντα ἐκκλησίας σχῆμα καὶ ἀσφάλειαν τοῦ μὴ καθορᾶσθαι τὰ δρώμενα παρὰ τῶν ἀσεβούν‐ των ἀναπληροῦντος.

2

.

14

Τούτου τοῦ μάρτυρος πολλοὺς μὲν καὶ ἄλλους μαθητὰς ἀναγράφει, οἷς καὶ Εὐσέβιον τὸν Νικομηδείας καὶ Μάριν τὸν Καλχη‐ δόνος καὶ τὸν Νικαίας Θέογνιν συντάττει καὶ Λεόντιον, τὸν ὕστε‐ ρον γεγονότα τῆς Ἀντιοχείας ἐπίσκοπον, καὶ Ἀντώνιον, τὸν Ταρσοῦ
5τῆς Κιλικίας, καὶ Μηνόφαντον καὶ Νοομίνιον καὶ Εὐδόξιον· οὐ μὴν ἀλλὰ καὶ Ἀλέξανδρον καὶ Ἀστέριον τὸν Καππαδόκην· οὓς καὶ ἑλληνίσαι φησὶν ἐνδόντας τῇ τῶν τυράννων βίᾳ, ὕστερον δὲ ἀνα‐ καλέσασθαι τὴν ἧτταν, συλλαβομένου αὐτοῖς πρὸς τὴν μετάνοιαν τοῦ διδασκάλου.

2

.

15

Ὅτι τῶν εἰρημένων Ἀντώνιον μὲν καὶ Λεόντιον ἀπαράτρω‐ τον τὴν ἀσέβειαν διασώσασθαι λέγει· Εὐσέβιον δὲ καὶ Μάριν καὶ Θέογνιν συναπαχθῆναι μὲν τῇ κατὰ Νίκαιαν συνόδῳ, ἀνενεχθῆναι δὲ τῆς μεταβολῆς. τὸν δὲ Μάριν ἐκεῖθεν ἀνενεχθέντα, εἰς ἑτέραν αὖθις
5κατολισθῆσαι ἀτοπίαν, καὶ δὴ καὶ τὸν Θέογνιν· ὃς τὸν θεὸν καὶ πρὸ τοῦ γεννῆσαι τὸν υἱὸν πατέρα οἴεται, ἅτε δὴ τὴν δύναμιν ἔχοντα τοῦ γεννῆσαι. ἀλλὰ δὴ καὶ τὸν Ἀστέριον παρατρέψαι τὸ φρόνημα, ἀπαράλλακτον εἰκόνα τῆς τοῦ πατρὸς οὐσίας εἶναι τὸν
υἱὸν ἐν τοῖς αὐτοῦ λόγοις καὶ γράμμασι διαμαρτυρόμενον.

2

.

16

Ὅτι τὸ τριακοστὸν δεύτερον ἔτος ἐπιβαίνοντος τῆς βασι‐
λείας αὐτοῦ Κωνσταντίνου, ἐν Νικομηδείᾳ φαρμάκοις ὑπὸ τῶν ἀδελ‐ φῶν τεθνάναι γράφει· ἐγγὺς δὲ τοῦ τέλους γεγονότα καὶ αἰσθόμενον τῆς ἐπιβουλῆς, διαθήκας τε γράψαι τιμωρίαν ἀπαιτούσας τοὺς ἀνε‐
5λόντας καὶ ταύτην εἰσπράξασθαι τὸν προκαταλαβόντα τῶν παίδων κελεῦσαι, δέει τοῦ μή τι κἀκείνους ὑπ’ αὐτῶν ὅμοιον ὑποστῆναι, δοῦναί τε τὰς διαθήκας Εὐσεβίῳ τῷ Νικομηδείας. τὸν δὲ ὑφορώ‐ μενον τοὺς τοῦ βασιλέως ἀδελφοὺς μή ποτε ζητήσειαν αὐτὰς καὶ ἀναμαθεῖν τὰ γεγραμμένα βουληθεῖεν, ἐνθεῖναι τῇ χειρὶ τοῦ νεκροῦ
10τὸ βιβλίον καὶ παραβῦσαι τοῖς ἱματίοις. ἐπιζητησάντων δ’ ὡς ὑπε‐
νόει, λαβεῖν μὲν φάναι, ἀντιπαραδοῦναι δὲ πάλιν εἰς χεῖρας ὁμολο‐ γῆσαι. εἶτα μετὰ ταῦτα ἀνελόμενον, Κωνσταντίῳ τῷ αὐτοῦ παιδὶ ἐγχειρίσαι τὸ γράμμα προφθάσαντι τοὺς ἄλλους· τὸν δὲ μετ’ οὐ πολὺ κατὰ τὰ προστάγματα τοῦ πατρὸς διαπράξασθαι.

2

.

17

Οὗτος ὁ θεομάχος καὶ τὴν Κωνσταντίνου εἰκόνα, τὴν ἐπὶ τοῦ πορφυροῦ κίονος ἱσταμένην, θυσίαις τε ἱλάσκεσθαι καὶ λυχνο‐ καΐαις καὶ θυμιάμασι τιμᾶν, καὶ εὐχὰς προσάγειν ὡς θεῷ καὶ ἀπο‐ τροπαίους ἱκετηρίας τῶν δεινῶν ἐπιτελεῖν τοὺς Χριστιανοὺς κατη‐
5γορεῖ.

2

.

18

Ὅτι τελευτήσαντος τοῦ μεγάλου Κωνσταντίνου φησὶ καὶ τῶν πανταχόθι μεθορίαις ταλαιπωρουμένων ἄδειαν ἀνακλήσεως εἰληφότων, καὶ Ἀθανάσιόν φησιν ἐκ τῶν Γαλλιῶν εἰς τὴν Ἀλεξάνδρειαν παραγε‐ γονότα, ἐπεὶ Γρηγόριον ἐμεμαθήκει τετελευτηκότα, ὡς εἶχεν εὐθὺς
5ἀπὸ τῆς νεὼς εἰς τὴν ἐκκλησίαν χωρῆσαι καὶ τὸν θρόνον ἀναλαβεῖν,
μηδένα λόγον τῶν ἀποκηρυξάντων αὐτὸν πεποιηκότα.

3

t

ΕΚ ΤΗΣ ΤΡΙΤΗΣ ΙΣΤΟΡΙΑΣ

3

.

1

Ὅτι Κωνσταντῖνόν φησι, ὃς ἦν πρεσβύτερος τῶν Κωνσταντίνου παίδων, ἐπιβουλεῦσαι τῷ ἀδελφῷ Κώνσταντι· καὶ μάχῃ τοῖς στρα‐ τηγοῖς αὐτοῦ συρραγέντα διαφθαρῆναί τε καὶ τὴν μοῖραν τῆς ὑπ’
αὐτὸν ἀρχῆς εἰς τὴν Κώνσταντος ἀνακοινωθῆναι.

3

.

2

Ὅτι Κωνστάντιον δι’ ἐπαίνων ἄγει καὶ τὴν ἐκκλησίαν φησὶν αὐ‐ τὸν δομήσασθαι τὴν ἐν Κωνσταντινουπόλει καὶ οὖσαν καὶ καλουμένην μεγάλην. καὶ δὴ καὶ Ἀνδρέαν τὸν ἀπόστολον ἐκ τῆς Ἀχαΐας μετα‐ κομίσαι ἐπὶ τὸν ναὸν ὃν οὗτος ἐξῳκοδομήσατο, τὸ κοινὸν τῶν ἀπο‐
5στόλων ἐπιφερόμενον ὄνομα· οὗ πλησίον καὶ τὸν πατρῷον τάφον ἱδρύσασθαι· ναὶ δὴ καὶ Λουκᾶν τὸν εὐαγγελιστὴν ἐκ τῆς αὐτῆς Ἀχαΐας εἰς τὸ αὐτὸ μετενεγκεῖν τέμενος· ἀλλὰ καὶ Τιμόθεον τὸν ἀπόστολον ὡσαύτως ἐξ Ἐφέσου τῆς Ἰωνίας εἰς τὸν αὐτὸν ἀνακομί‐ σαι περιώνυμον καὶ σεβάσμιον οἶκον.

3

.

3

Ὅτι φησὶν ὡς ὁ Κωνστάντιος γνοὺς Ἀθανάσιον τὸν Ἀλεξαν‐ δρείας θρόνον ἀναλαβεῖν, ἐκεῖνον μὲν ἐλαύνει τῆς Ἀλεξανδρείας, ἀν‐ τιχειροτονηθῆναι δὲ γνώμην ἀποφαίνει Γεώργιον τὸν ἐκ Καππαδο‐ κίας. ὁ δὲ Ἀθανάσιος δείσας καὶ τὰς ἀπειλὰς καὶ τὸν ἐξ ἐπιβουλῆς
5θάνατον, πρὸς τὸν ἑσπέριον ἀφικνεῖται πάλιν βασιλέα.

3

.

4

Ὅτι Κωνστάντιόν φησι διαπρεσβεύσασθαι πρὸς τοὺς πάλαι μὲν Σαβαίους, νῦν δὲ Ὁμηρίτας καλουμένους. ἔστι δὲ τὸ ἔθνος τῶν ἐκ Χεττούρας τῷ Ἀβραὰμ γενομένων. τὴν δὲ χώραν μεγάλην τε Ἀραβίαν καλεῖσθαι καὶ εὐδαίμονα πρὸς τῶν Ἑλλήνων· καθήκειν δὲ
5ἐπὶ τὸν ἐξωτάτω Ὠκεανόν· ἧς μητρόπολις ἡ Σαβά· ἐξ ἧς καὶ ἡ βα‐
σιλὶς ὡς τὸν Σολομῶντα παραγεγόνει. ἐμπερίτομον δὲ τὸ ἔθνος κατὰ τὴν ὀγδόην περιτεμνόμενον ἡμέραν· καὶ θύουσιν ἡλίῳ καὶ σε‐ λήνῃ καὶ δαίμοσιν ἐπιχωρίοις. οὐκ ὀλίγον δὲ πλῆθος καὶ Ἰουδαίων αὐτοῖς ἀναπέφυρται.
10 Πρὸς τούτους οὖν διαπρεσβεύεται Κωνστάντιος, ἐπὶ τὴν εὐσέβειαν σκοπὸν ποιούμενος αὐτοὺς μεταθέσθαι· δώροις τε οὖν μεγαλοπρεπέσι καὶ πλήθει τὸν καθηγούμενον τοῦ ἔθνους οἰκειώσασθαι διενοεῖτο, κἀκεῖθεν αὐτοῦ καὶ τὰ τῆς εὐσεβείας σπέρματα χώραν εὑρεῖν ἐναπο‐ θέσθαι. ἀξιοῖ δὲ καὶ παρασχεῖν ἐκκλησίαν τοῖς ἐκεῖσε τῶν Ῥωμαίων
15ἀφικνουμένοις ἀνοικοδομήσασθαι, καὶ εἴ τι ἄλλο τῶν αὐτοχθόνων ἐπὶ τὴν εὐσέβειαν ἀποκλίνοιεν. ἐδίδου δὲ φέρειν φιλοτίμως τοὺς πρέσβεις καὶ τῆς οἰκοδομῆς τὸ ἀνάλωμα. Ταύτης τῆς πρεσβείας ἐν τοῖς πρώτοις ἦν καὶ Θεόφιλος ὁ Ἰνδός. ὃς πάλαι μέν, Κωνσταντίνου τοῦ πάλαι βασιλεύοντος, ἔτι τὴν ἡλικίαν
20νεώτατος, καθ’ ὁμηρίαν πρὸς τῶν Διβηνῶν καλουμένων εἰς Ῥωμαίους ἐστάλη· Διβοῦς δ’ ἐστὶν αὐτοῖς ἡ νῆσος χώρα, τῶν Ἰνδῶν δὲ καὶ οὗτοι φέρουσι τὸ ἐπώνυμον. τὸν μέντοι Θεόφιλον, οὐκ ὀλίγον Ῥω‐ μαίοις ἐνδιατρίψαντα χρόνον, τά τε ἤθη πρὸς ἀρετὴν εἰς τὸ ἀκρό‐ τατον ῥυθμίσαι καὶ τὴν δόξαν πρὸς εὐσέβειαν, καὶ τὸν μοναύλιον
25ἀνελέσθαι βίον· καὶ δὴ καὶ εἰς βαθμὸν διακόνων παραγγεῖλαι, Εὐσε‐ βίου τὰς ἱερουργοὺς αὐτῷ χεῖρας ἐπιθεμένου, ἀλλὰ ταῦτα μὲν πρό‐ τερον· τὴν δὲ πρεσβείαν ὑπελθόντα, καὶ ἐφόρου λαβεῖν παρὰ τῶν
ὁμοδόξων ἀξίωμα. Ὁ μέντοι Κωνστάντιος, μεγαλοπρεπῶς καὶ εἰς τὸ μάλιστα κεχα‐
30ρισμένον τὴν πρεσβείαν στέλλων, καὶ ἵππους εἰς διακοσίους τῶν ἐκ Καππαδοκίας εὐγενεστάτων ἱππαγωγοῖς πλοίοις κομιζομένους καὶ πολλὰς ἄλλας δωρεὰς εἰς τὸ πολυτελέστατον θαῦμα παρασχεῖν καὶ θελκτηρίους συνεξέπεμψεν. Καταλαβὼν δὲ τοὺς Σαβαίους, ὁ Θεόφιλος πείθειν ἐπεχείρει τὸν
35ἐθνάρχην Χριστόν τε σέβειν εἰδέναι καὶ τῆς Ἑλληνικῆς πλάνης ἀπο‐ στῆναι. ἡ δὲ τῶν Ἰουδαίων οἰκεία ἐπίνοια * τοῦ δὲ Θεοφίλου παρα‐ δόξοις ἔργοις καὶ ἅπαξ καὶ δὶς τὴν εἰς Χριστὸν πίστιν ἄμαχον ἐπι‐ δειξαμένου, εἰς σιγὴν μὲν βαθεῖαν καὶ ἄκον τὸ ἀντιπνέον κατέδυ· τὰ δὲ τῆς πρεσβείας τὸ πέρας ἐδέχετο, καθαρότητι γνώμης τοῦ τὴν ἀρ‐
40χὴν ἔχοντος τοῦ ἔθνους πρὸς τὴν εὐσέβειαν ἀποκλίναντος καὶ τρεῖς, οὐ μίαν, ἐκκλησίας ἀνὰ τὴν χώραν ἀναστήσαντος, οὐκ ἐξ ὧν οἱ πρέσβεις ἔφερον βασιλικῶν ἀναλωμάτων, ἀλλ’ ἐξ ὧν αὐτὸς ἐκεῖνος προθύμως οἴκοθεν ἐχορήγει· καὶ τῷ θαύματι τῶν Θεοφίλου ἔργων ἐνάμιλλον παρέχειν ἐφιλοτιμεῖτο τὸ πρόθυμον. τῶν δὲ ἐκκλησιῶν
45μίαν μὲν ἐν αὐτῇ τῇ μητροπόλει τοῦ παντὸς ἔθνους Τάφαρον ὀνο‐ μαζομένῃ καθιδρύσατο· ἑτέραν δὲ ἐν ᾧ τὸ Ῥωμαϊκὸν ἐμπόριον ἐτύγ‐ χανεν ἔξω πρὸς τὸν Ὠκεανὸν τετραμμένον· καλοῦσι δὲ τὸ χωρίον Ἀδάνην, ἔνθα καὶ τοὺς ἐκ Ῥωμαίων ἀφικνουμένους ἔθος ἦν καθορ‐ μίζεσθαι· τὴν δὲ τρίτην ἐπὶ θάτερον τῆς χώρας μέρος, ἐν ᾧ Περ‐

3

.

4

(50)

σικὸν ἐμπόριον γνωρίζεται ἐπὶ τῷ στόματι τῆς ἐκεῖσε Περσικῆς κεί‐ μενον θαλάσσης.

3

.

5

Ὁ μέντοι Θεόφιλος, τὰ ἐν τοῖς Ὁμηρίταις ὡς ἕκαστα δυνατὸν ἦν καὶ ὁ καιρὸς ἐδίδου διαθείς, καὶ τὰς ἐκκλησίας ἱερωσάμενος καὶ κόσμοις οἷς ἐνῆν δυνατὸν διακοσμήσας, ἐπὶ τὴν Δίβου νῆσον, ἣν αὐτοῦ πατρίδα προεδίδαξεν ὁ λόγος, ἀπέπλευσεν. κἀκεῖθεν εἰς τὴν ἄλλην
5ἀφίκετο Ἰνδικήν, καὶ πολλὰ τῶν παρ’ αὐτοῖς οὐκ εὐαγῶς δρωμένων ἐπηνωρθώσατο. καὶ γὰρ καθεζόμενοι τῶν εὐαγγελικῶν ἀναγνωσμά‐ των ἐποιοῦντο τὴν ἀκρόασιν, καὶ ἄλλα τινὰ ὧν μὴ θεῖος θεσμὸς ἐπεστάτει διεπράττοντο. ἀλλὰ ταῦθ’ ἕκαστα πρὸς τὸ σεβάσμιον αὐ‐ τοῖς καὶ θεοφιλὲς μεταρυθμίσας, καὶ τὸ τῆς ἐκκλησίας δόγμα ἐκρα‐
10τύνατο. οὐ γὰρ ἐδέοντο, φησὶν ὁ δυσσεβὴς οὗτος, τῆς τὸ θεῖον σέβας διορθούσης ὑφηγήσεως, ἐξ ἀρχῆς ἀπαρατρώτως τὸ ἑτεροούσιον πρε‐ σβευόμενοι.

3

.

6

Ἐκ δὲ ταύτης τῆς μεγάλης Ἀραβίας εἰς τοὺς Αὐξουμίτας κα‐ λουμένους ἀπαίρει Αἰθίοπας, οἳ κατὰ τὰς πρώτας ὄχθας κατῴκηνται τῆς Ἐρυθρᾶς θαλάσσης, ἣν ὁ ταύτῃ Ὠκεανὸς εἰσκολπιζόμενος ἐργά‐ ζεται πᾶσαν. ἡ μέντοι Ἐρυθρὰ ἐπὶ πλεῖστον μηκυνομένη, εἰς δύο
5τινὰς ἀπομερίζεται κόλπους. καὶ τὸ μὲν αὐτῆς ἐπ’ Αἰγύπτου χωρεῖ Κλύσμα, καθ’ ὃ τελευτᾷ τὸ ἐπώνυμον φέρον· δι’ οὗ πάλαι καὶ τὸ Ἰσραηλιτικὸν φεύγοντες τοὺς Αἰγυπτίους, ἀβρόχῳ τὸ ῥεῖθρον διεπε‐ ραιώθησαν ποδί· τὸ δὲ ἕτερον μέρος ἐπὶ Παλαιστίνης ἔρχεται κατὰ πόλιν Ἀειλὰ ἐκ παλαιοῦ καλουμένην. ἀλλὰ τὰ ταύτης τῆς Ἐρυθρᾶς
10θαλάσσης ἐν ἀριστερῷ τοῖς ἔξωθεν Αὐξουμῖται κατέχουσιν, ἀπὸ τῆς μητροπόλεως οὕτω κληθέντες· Αὔξουμις γὰρ αὐτοῖς ἡ μητρόπολις. πρότεροι δὲ τούτων τῶν Αὐξουμιτῶν ἐπὶ τὸν ἐξωτάτω πρὸς ἀνα‐ τολὰς καθήκοντες Ὠκεανὸν παροικοῦσιν οἱ Σύροι, ταύτην τὴν κλῆσιν καὶ παρὰ τοῖς ἐκεῖσε φέροντες. Ἀλέξανδρος δὲ παρὰ τούτοις ὁ Μα‐
15κεδὼν ἐκ τῆς Συρίας ἀναστήσας, ἐνταυθοῖ κατῴκισεν· οἳ καὶ νῦν ἔτι τῇ πατρῴῳ φωνῇ κέχρηνται. μέλανες οὖν εἰσι δεινῶς ἅπαντες, ὀξείας αὐτοῖς τῆς ἀκτῖνος τοῦ ἡλίου καθαπτομένης. παρὰ τούτοις ἥ τε ξυλοκασσία μάλιστα γίνεται καὶ ἡ κασσία καὶ τὸ κάσσαμον καὶ τὸ κιννάμωμον, καὶ δὴ καὶ ἐλεφάντων πλῆθος.
20Πρὸς μὲν τούτους ὁ Θεόφιλος οὐκ ἀφίκετο· τοῖς Αὐξουμίταις δὲ
παραγεγονὼς καὶ τὰ ἐκεῖσε καταστησάμενος, τῆς ἐπὶ Ῥωμαίους ἀνα‐ κομιδῆς εἴχετο. πολλῆς δὲ τῆς τιμῆς παρὰ τοῦ βασιλέως μετὰ τὴν ἐπάνοδον ἀξιωθείς, πόλιν μὲν ἰδίαν ἐφορᾶν οὐκ ἐκληρώσατο· κοινὸν δ’ ὥσπερ ἄγαλμα δι’ ἀρετὴν τοῖς ὁμοδόξοις ἐβλέπετο.

3

.

7

Ὅτι ἐπὶ τῷ στόματι τῆς Περσικῆς θαλάσσης, ἣν ὁ ταύτῃ Ὠκεανὸς εἰσέχων ἀποτελεῖ, μεγίστην τε οὖσαν καὶ ἔθνη κύκλῳ πολλὰ περιβαλλομένην, ἄλλοι τε μέγιστοι ποταμοὶ καὶ ὁ Τίγρης τοῖς ῥείθροις ἐμβάλλει· ὃς πρὸς ἀπηλιώτην καὶ κάτωθεν τῆς Ὑρκανίας θαλάσσης
5ἐν Κορδυαίοις μὲν τὰς ἐμφανεῖς ἀναδόσεις λαμβάνει παρὰ τὴν Συρίαν ἑλκόμενος, ἐπειδὰν δὲ γένοιτο κατὰ τὴν Σουσίδα γῆν, ἐνταῦθα τοῦ Εὐφράτου τὸ ῥεῖθρον αὐτῷ μιγνύντος, μέγας ἤδη τοῖς χεύμασι χωρήσας πρόεισι παφλάζων· ὅθεν αὐτόν φασιν καὶ τοῦ θηρίου τοῦ τίγρητος λαβεῖν τὸ ἐπώνυμον. πρὶν ἢ δ’ ἐπὶ θάλατταν καταβαίνει,
10σχίζεται εἰς δύο μεγάλους ποταμούς· ἔπειτα δυσὶ τοῖς ἐσχάτοις στό‐ μασιν ἀλλήλων διειργομένοις εἰς τὴν Περσικὴν θάλατταν ποιεῖται τὰς ἐκβολάς, γῆν ἐν μέσῳ πλείστην περιτεμνόμενος καὶ νῆσον αὐτὴν ποιῶν ποταμίαν τε ἅμα καὶ θαλαττίαν, ἣν ἔθνος ἐνοικεῖ τῶν Μεση‐
νῶν ἐπικαλούμενον.

3

.

8

Ὁ δὲ Εὐφράτης ποταμὸς ἐξ Ἀρμενίων κατὰ τὸ προφανὲς ἀνα‐ τέλλει, ἔνθα τὸ ὄρος ἐστὶν τὸ Ἀραράτ, ἔτι καὶ πρὸς Ἀρμενίων οὕτω καλούμενον, ἐφ’ οὗ καὶ τὴν κιβωτὸν ἱδρυθῆναί φησιν ἡ γραφή· ἧς ἄχρι καὶ νῦν εἶναί φασιν οὐ μικρὰ λείψανα τῶν τε ξύλων καὶ τῶν
5ἥλων ἐκεῖσε σωζόμενα. ἐντεῦθεν καὶ ὁ Εὐφράτης ὀλίγος τὰ πρῶτα ῥυείς, προβαίνων ἀεὶ γίνεται μείζων, πλείστους ἐμβάλλοντας αὐτῷ ποταμοὺς εἰς τὴν ἑαυτοῦ προσηγορίαν συνεφελκόμενος. τὴν Ἀρμενίαν δὲ τήν τε μεγάλην καὶ τὴν μικρὰν διελθών, ἔπειτα πρόεισι, τέμνων μὲν πρότερον τὴν Συρίαν τὴν ἰδίως Εὐφρατησίαν καλουμένην, ἔπειτα
10μέντοι καὶ τὴν ἄλλην· καὶ ταύτην δὲ καὶ τὴν ἄλλην διαμειψάμενος, καὶ ἕλικα διασπῶν ὧν δίεισι ποικιλωτάτην κλασθείς, ὁπηνίκα τῇ Ἀραβίᾳ πελάσει, ἐνταῦθα δὴ κυκλοτερῶς κατ’ ἀντικρὺ τῆς Ἐρυθρᾶς θαλάσσης παρενεχθεὶς καὶ χώραν οὐκ ὀλίγην ἐγκολπωσάμενος, ἔπειτα πρὸς καικίαν ἄνεμον ἐπιστρέφει τὸ ῥεῖθρον, ὅσπερ οὖν βορέου τε καὶ
15ἀπηλιώτου μέσος ἕστηκε. καὶ πρὸς τὸν Τίγρητα ποταμὸν ὁρμήσας οὐχ οἷός τέ ἐστιν αὐτῷ ὅλως συμμῖξαι, ἀλλὰ μοίραις τισὶν ἐν τῷ διὰ μέσου παραναλούμενος, τῇ ὑπολειπομένῃ, μεγίστῃ τε οὔσῃ καὶ ναῦς ἀνα‐ σχέσθαι δυνατωτάτῃ, τῷ Τίγρητι κατὰ Σούσας μάλιστα συμπίπτει. καὶ δὴ τῆς ἑαυτοῦ προσηγορίας ἀποπαυσάμενος, σὺν ἐκείνῳ πρὸς τὸν Περσικὸν
20κατασύρεται κόλπον. καὶ τὸ μεταξὺ τῶν δύο ποταμῶν τούτων, τοῦ τε Τίγρητος καὶ τοῦ Εὐφράτου, Μεσοποταμία τυγχάνει προσαγορευόμενον.

3

.

9

Ὅτι ὁ Τίγρης καὶ ὁ Εὐφράτης κατὰ μὲν τὸ ἐμφανὲς ὅθεν ἀναδύονται, εἴρηται. ἡ δὲ ἱερὰ ἡμῶν γραφὴ ἐκ τοῦ Παραδείσου τούτους λέγουσα ὁρμᾶσθαι τὸ ἀληθέστατον ἱστορεῖ. καὶ γὰρ ἐξ αὐ‐ τοῦ τὰς πρώτας ἀρχὰς τῶν ῥείθρων φέροντες, ἄχρι μέν τινος προΐασιν,
5ἴσως ὑπὲρ γῆν ῥέοντες· ἔπειτα δὲ τῆς μεγάλης ἐρήμου καὶ ἀμμωδε‐
στάτης αὐτοὺς ἐκδεξαμένης, πρὸς τὸ βάθος ἐνταῦθα καταπινόμενοι, οὐ πρότερον ἵστανται τῆς ἐπὶ τὰ κάτω φορᾶς, πρὶν ἐπ’ αὐτὸ δὴ τὸ στεγανὸν καὶ πετρῶδες τῆς αὐτόθι καταντήσωσι γῆς. στάσιν δ’ αὐ‐ τοῖς τῆς ἐπὶ τὰ κάτω προχωρήσεως τῆς αὐτόθι κρηπῖδος παρασχο‐
10μένης, ἐνταῦθα ἤδη τῶν ῥευμάτων αὐτοῖς συναγειρομένων, ὑπὸ πλή‐ θους καὶ ἰσχύος τοῦ ἀεὶ ἐπιφερομένου τὸ πρόσω χωροῦσιν ἐπ’ εὐθὺ βιαζόμενοι. ἀλλ’ οὗτοι μὲν οἱ ποταμοὶ κατωρύχιοι πορευόμενοι, μοῖραν αὐτῶν οὐκ ὀλίγην τῆς ἐν μέσῳ γῆς ὑπεξαιρουμένης, ἐλάττους ἀπαντῶσιν ἤδη καὶ ἀσθενέστεροι ἐπὶ τοὺς τόπους τῶν ἀναδόσεων.
15 Καὶ τό γε μυχίους αὐτοὺς πλείστην ἐπιέναι γῆν, οὐκ εἰκὸς ἀπι‐ στεῖν. πολλὰ γάρ ἐστιν καὶ ἄλλα ῥεύματα πανταχοῦ καὶ τῶν σφόδρα μεγίστων τε καὶ ἰσχυροτάτων ὑπὸ γῆν ἀφικνούμενα. δῆλον δέ· ἦχός τε γὰρ ἀπ’ αὐτῶν ἀκούεται μέγας σὺν ταράχῳ καὶ ῥοίζῳ πολλῷ φερομένων· ἀλλὰ καί τινες ὑπὲρ αὐτῶν φρέατα ὀρυσσόμενοι, καὶ
20τῆς ἀπηντηκυίας αὐτοῖς πλακὸς κάτωθεν ἐπ’ ὀλίγον τρώσαντες, ὑφ’ ἣν τὸ ῥεῖθρον ἤδη καχλάζον τὴν ἐπὶ τὸ ἄνω φορὰν βιαζόμενον, μόλις γ’ ἀνελήφθησαν ὑπὸ τῶν ἐπὶ τοῦ χείλους τῆς φρεωρυχίας ἑστώτων ἀναρπασθέντες, καὶ τὸ ῥεῖθρον ἐφομαρτῆσαν εἰς ὀχετὸν προὐχώρησεν, ὑπ’ οὐδεμιᾶς ἀνομβρίας ἔτι παραλυπούμενον διὰ τὸ
25τῆς χορηγίας ἀένναον. ἡ γὰρ τοῦ θεοῦ ἀπόρρητος σοφία οἱονεὶ φλέβας χορηγοὺς τῶν ἀναγκαίων τὰς τῶν ῥείθρων διεκδρομάς, τὰς μὲν ἀφανεῖς, τὰς δὲ προδήλους, εἰργάσατο. ταύτῃ ἄρα καὶ ὁ προφή‐ της ἐμελῴδησε Δαυΐδ· «αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν»· ὡς τὰς μὲν θαλάττας τοῖς
30μεγίστοις αὐτῆς κολπώμασιν οἷον ἀποθησαυρίσας, καὶ τὴν βάσιν αὐτῆς κρατυνάμενος πρὸς τὸ ἀνέχεσθαι τοσοῦτον ὄγκον καὶ πλῆθος τῶν ἐν αὐτῇ φερομένων· τοῖς δὲ ποταμοῖς τὴν διέξοδον ἀπόλυτον ταῖς εὐ‐ μηχάνοις αὐτῆς διαθέσεσι δοὺς ἀεί, ταῖς τῶν χωρίων ὑπαγωγαῖς τε καὶ ταπεινότησιν ἀπὸ τῶν ὑψηλοτέρων ἐπὶ τὰ χθαμαλώτερα τόπον
35τῇ ῥοπῇ τοῦ βρίθοντος ὕδατος παρασχών.

3

.

10

Ὅτι κεῖσθαι τὸν Παράδεισον οὗτος εἰκασίᾳ χρώμενος λέγει κατὰ τὰς ἰσημερίας τῆς Ἠοῦς, πρῶτον μὲν ἐξ ὧν τὰ πρὸς μεσημβρίαν δῆλά ἐστι πάντα οἰκούμενα σχεδὸν μέχρι τῆς ἔξω θαλάττης, ἣν θά‐ λατταν ὁ ἥλιος ἤδη ξυμφλέγει καθέτως ἐπ’ αὐτῇ τὰς ἀκτῖνας ἐρεί‐
5δων· καὶ ἡ διὰ μέσου λεγομένη ζώνη τοῦτό ἐστιν. ἔτι δὲ καὶ διότι ὁ νῦν Ὕφασις καλούμενος ποταμός, ὃν ἡ γραφὴ Φησὼν ὀνομάζει, καὶ αὐτὸς τοῦ Παραδείσου ἀναβλύζων, ἐκ τῶν ἀρκτῴων μᾶλλον τῆς Ἀνατολῆς μερῶν ἐπὶ τὴν μεσημβρίαν φαίνεται ῥέων καὶ εἰς τὸν ταύτῃ Ὠκεανὸν τὸ ῥεῖθρον εἰσερευγόμενος, ἀντικρὺ τῆς νήσου Ταπροβάνης.
10οὗ παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ εὑρίσκεται τὸ λεγόμενον καρυόφυλ‐ λον, εἴτε καρπός, εἴτε δὲ καὶ ἄνθος τυγχάνει. καὶ πεπιστεύκασιν οἱ ἐκείνῃ τῶν ἐκ τοῦ Παραδείσου τοῦτο δένδρον εἶναι. καὶ γὰρ καὶ ἡ ὑπὲρ αὐτοὺς γῆ ἔρημός τέ ἐστι δεινῶς ἅπασα καὶ ἀκαρποτάτη. ἐκ δὲ τοῦ φέρειν τὸν ποταμὸν τὸ ἄνθος, ἐπίδηλον ἂν εἴη ὡς οὗτος ὁ
15ποταμὸς ὑπὲρ γῆς ἅπας ῥεῖ, μηδαμόθι καταδυόμενος· οὐ γὰρ ἂν τὸ ἐκεῖθεν φυόμενον ἠδύνατο φέρειν. ἔχει δέ τι καὶ ἄλλο σύμβολον τῆς περὶ τὸν Παράδεισον γεηρᾶς ἐπιμιξίας· φασὶ γὰρ ὡς ἐάν τις τύχοι πυρετῷ λάβρῳ φλεγόμενος, εἰς τὸν ποταμὸν βαπτισάμενος, παραυτίκα τοῦ νοσήματος ἀπαλλάττεται.
20 Ὁ δὲ Τίγρης καὶ Εὐφράτης, διότι καταδύουσιν καὶ πάλιν ἀνίσχου‐ σιν, οὐδὲν ἐκεῖθεν δύνανται κομίζειν ὡς ὁ Ὕφασις. οὐδέ γε ὁ Νεῖλος· καὶ γὰρ καὶ τοῦτον ἐκεῖθεν ῥεῖν ἡ Μωσέως ἐπίπνοια λέγει, Γηὼν αὐτὸν ὀνομάζουσα· ὃν οἱ παρ’ Ἕλλησιν Αἰγύπτιον ἐκάλουν. οὗτος, ὡς ἔστι συμβαλεῖν, ἐξορμῶν τοῦ Παραδείσου, πρὶν ἐπὶ τὸ οἰκούμενον
25φθάσαι καταδυόμενος, ἔπειτα τὴν Ἰνδικὴν θάλατταν ὑπελθὼν ἔτι καὶ κύκλῳ γε αὐτὴν περιελιχθείς, ὡς εἰκάσαι (τίς γὰρ ἀνθρώπων ἀκριβώσειε τοῦτο;), καὶ ὑπὸ πᾶσαν τὴν ἐν μέσῳ γῆν ἐνεχθεὶς μέχρι τῆς Ἐρυθρᾶς θαλάσσης καὶ ταύτην ὑποδραμών, ἐπὶ θάτερον αὐτῆς ἐκδίδοται μέρος ὑπὸ τὸ τῆς Σελήνης καλούμενον ὄρος. ἐν ᾧ δύο
30πηγὰς λέγεται ποιεῖν μεγάλας, ἀλλήλων οὐκ ὀλίγον διεστηκυίας, κά‐ τωθεν βιαίως ἀναρυβδουμένας. καὶ διὰ τῆς Αἰθιοπίας ἐνεχθεὶς ἐπὶ τὴν Αἴγυπτον χωρεῖς διὰ πετρῶν ὑψηλοτάτων καταραττόμενος.

3

.

11

Ὅτι φησὶν ἅπαν τὸ πρὸς ἀνίσχοντα ἥλιον καὶ περὶ τὴν με‐ σημβρίαν κλίμα, καίτοι πέρα τοῦ μέτρου θαλπόμενον, ὅμως τὰ κρά‐
τιστα καὶ μέγιστα φέρειν τῶν ὅσα γῆ καὶ θάλαττα δυνατὴ τρέφειν. τά τε γὰρ κήτη τὰ ὑπερμεγέθη ταύτῃ ἐνεῖναι τῇ θαλάσσῃ· καὶ ἤδη
5ὤφθη πολλάκις ἐπιπολάσαντα τοῖς τὸν Ὠκεανὸν ἐκεῖνον ναυτιλλο‐ μένοις· ἥ τε γῆ τοὺς ἐλέφαντας ἔχει τοὺς μεγίστους καὶ ὑπερφυεστά‐ τους, καὶ δὴ καὶ τοὺς ταυρελέφαντας λεγομένους. ὧν τὸ μὲν γένος τὰ μὲν ἄλλα πάντα βοῦς ἐστι μέγιστος, τὴν δὲ βύρσαν καὶ τὸ χρῶμα ἐλέφας, καὶ σχεδὸν εἰπεῖν καὶ τὸ μέγεθος. καὶ γὰρ εἰς Ῥωμαίους κο‐
10μισθὲν τὸ ζῷον ἐθεασάμην, καὶ τὸ θέαμα γράφω. ἀλλὰ καὶ δράκοντες ἐν τούτοις εἰσί, πάχος μὲν δοκῶν οὐκ ἐλάττους, τὸ δὲ μῆκος εἰς δεκαπέντε παρατεινόμενον ὀργυίας· καὶ γὰρ καὶ τούτων τὰς δορὰς εἰς Ῥωμαίους ἀποκομισθείσας εἶδον. ὅ τε μονόκερως τὸ ζῷον παρ’ αὐτοῖς ἐστι, τὴν μὲν κεφαλὴν δράκοντος φέρων, κέρας δὲ σκολιὸν αὐτῷ πέφυκεν, οὔτι
15σφόδρα μέγα· ὁ δὲ ἀνθερεὼν αὐτῷ πώγωνος ὑποπίμπλαται ἅπας. μακρὸς δὲ ὁ τράχηλος εἰς ὕψος ἀνατεινόμενος, ὁλκῷ δράκοντος ἐγγύτατα παρα‐ πλήσιος. τὸ δὲ ἄλλο σῶμα ἐλάφῳ προσέοικε μᾶλλον, τοὺς δὲ πόδας λέον‐ τος ἔχει· καὶ ἔστι γε αὐτοῦ τὸ ἐκτύπωμα ὁρᾶν ἐν Κωνσταντινουπόλει. Καὶ δὴ καὶ ἡ καμηλοπάρδαλις τῆς ἐκείνῃ γέννημα χώρας. ἣ τὰ
20μὲν ἄλλα ἔλαφός ἐστιν μεγίστη· καμήλου δὲ τὸ ὕψος ἐνέδωκε τὸ σῶμα μιμεῖσθαι· τὸν μέντοι αὐχένα μήκιστον καὶ ὑπὲρ τὴν ἀναλογίαν τοῦ λοιποῦ σώματος φέρει εἰς ὕψος ἀνορθούμενον· ἀλλὰ καὶ τὴν δορὰν ἅπασαν ἀπὸ κεφαλῆς ἄκρας ἕως ἐσχάτων ποδῶν παρδάλει μάλιστα
τῇ ποικιλίᾳ προσφερεστάτην ἔχει, καὶ τοὺς ἔμπροσθεν πόδας ὑψη‐
25λοτέρους τῶν ὀπίσω. παρ’ αὐτοῖς δέ ἐστι καὶ ὁ λεγόμενος αἰγοπίθη‐ κος, πίθηκός τις ὤν. μυρία γάρ ἐστι γένη πιθήκων· ἀρκοπίθηκοι γάρ εἰσιν ἐν αὐτοῖς καὶ λεοντοπίθηκοι καὶ κυνοκέφαλοι, καὶ ἄλλαις πολλῶν ζῴων εἰδέαις τῆς πιθηκείας μορφῆς ἐπιμιγνυμένης. καὶ δῆλον ταῦτά ἐστιν, πολλῶν εἰς ἡμᾶς κομιζομένων· οἷος δὴ καὶ ὁ πὰν
30ἐπικληθεὶς ὑπάρχει, ὃς τὴν κεφαλὴν αἰγοπρόσωπός ἐστι καὶ αἰγόκερως, καὶ ἐκ λαγόνων τὰ κάτω αἰγοσκελής, τὴν δὲ κοιλίαν καὶ τὸ στέρνον καὶ τὰς χεῖρας καθαρὸς πίθηκος. ὃν καὶ ὁ τῶν Ἰνδῶν βασιλεὺς Κωνσταντίῳ ἀπεστάλκει. τοῦτο δὲ τὸ ζῷον ἔζη μὲν φερόμενον ἄχρι τινός, ἔν τινι πλέγματι διὰ τὸ θηριῶδες εἰργμένον. ἐπεὶ δὲ ἀπέθα‐
35νεν, ταριχεύσαντες αὐτὸ οἱ κομίζοντες, θεάματος παρασχεῖν ἀσυνή‐ θους εἰκόνα, μέχρι τῆς Κωνσταντίνου διεσώσαντο πόλεως. καί μοι δοκοῦσι τὸ ζῷον τοῦτο Ἕλληνες πάλαι ἰδεῖν καὶ ἐκπλαγέντες τῷ ξένῳ τῆς θέας θεὸν σφίσι νομίσαι, εἰθισμένον αὐτοῖς· τὰ παράδοξα θεοποιεῖν, ὥσπερ καὶ τὸν σάτυρον· ἔστι δὲ καὶ τοῦτο πίθηκος, ἐρυ‐
40θρὸς τὸ πρόσωπον καὶ γοργὸς τὴν κίνησιν, καὶ οὐρὰν ἔχων. Καὶ μὴν καὶ ἡ σφὶγξ γένος ἐστὶ πιθήκων· αὐτὸ γὰρ θεασάμενος γράφω. ἧς τὸ μὲν ἄλλο σῶμα λάσιόν ἐστιν ὡς τοῖς λοιποῖς πιθή‐ κοις, τὸ δὲ στέρνον ἄχρι γε αὐτοῦ τοῦ τραχήλου ἐψίλωται. μαζοὺς δὲ γυναικὸς ἔχει, ἐρυθροῦ τινος βραχέος κεγχροειδοῦς ἐπαναστήματος
45ἅπαν ἐν κύκλῳ τὸ γεγυμνωμένον τοῦ σώματος περιθέοντος, καὶ εἰς πολλήν τινα εὐπρέπειαν ἀνθρωποφανεῖ ὄντι τῷ ἐν μέσῳ χρώματι συναρμοζομένου· τό τε πρόσωπον ἐνεστρογγύλωται μᾶλλον καὶ εἰς γυναικείαν ἕλκει μορφήν· ἥ τε φωνὴ ἐπιεικῶς ἀνθρωπεία, πλὴν ὅσον οὐκ εἰς ἄρθρα διαιρουμένη, ἀλλά τινι ταχέως καὶ οἷον μετά τινος

3

.

11

(50)

ὀργῆς τε καὶ ἀχθηδόνος ἄσημα ὑποφθεγγομένῃ προσεοικυῖα· βαρυ‐ τέρα τε μᾶλλόν ἐστιν ὀξυνομένη. ἄγριόν τέ ἐστι δεινῶς τὸ θη‐ ρίον καὶ πανουργότατον, καὶ οὐδὲ ῥᾳδίως τιθασσευόμενον. ταύτης εἰς Θήβας μοι δοκῶ τὰς Βοιωτίας πάλαι κομισθείσης, καί τισιν ἴσως τῶν ἐπὶ θέᾳ συνερρυηκότων ἐφαλομένης καὶ τοῖς προσώποις λυ‐
55μηναμένης, δεινὸν ποιησάμενος ὁ Οἰδίπους τὰς τῶν ὁμοφύλων λώβας, καταφονεῦσαι τὸ ζῷον καὶ ὄνομα λαμπρὸν ἐκεῖθεν λαβεῖν. καὶ αὐ‐ τὸν ὁ μῦθος εἰς ἀνδρείαν κοσμῶν, ὑπόπτερον μὲν τὸ θηρίον ἀνα‐ πλάττει διὰ τὸ ὀξέως ἐπιπηδᾶν, στέρνον δὲ γυναικὸς ἐφαρμόττει καὶ τὸ σῶμα λέοντος· γυναικὸς μέν, διὰ τὸ πρόχειρον τῆς γυμνώσεως
60καὶ πρὸς τὸ γυναικεῖον εἶδος ὁμοιώσεως· λέοντος δέ, διὰ τὸ θηριῶδες, καὶ ὅτι κατὰ τὸ πλεῖστον τοῖς τέσσαρσι τυγχάνει ποσὶν ἐρειδόμενον. λό‐ γου δὲ τῷ θηρίῳ μετέδωκεν τὸ πλάσμα διὰ τὸ τῆς φωνῆς ἀνθρωποειδές· αἰνιγματώδους δέ, διὰ τὸ ἄσημα φθέγγεσθαι. καὶ θαυμαστὸν οὐδέν· πολλὰ γὰρ καὶ ἄλλα σύνηθες τοῖς Ἕλλησι πρὸς τὸ μυθῶδες διαπλάττειν.
65 Ἡ αὐτὴ δὲ χώρα καὶ ὄνους ἀγρίους μεγίστους τε τῷ μεγέθει φέρει καὶ τὴν δορὰν κατὰ τὸ ξενίζον πεποικιλμένους, λευκοῦ σφίσι καὶ μέλανος χρώματος οὐ κατὰ μικρὸν συμποικιλλομένου· ἀλλὰ ζῶναί τινές εἰσιν ἀπὸ τῆς ῥάχεως ἐπὶ τὰς πλευρὰς καὶ τὴν κοιλίαν καθή‐ κουσαι· καὶ ἐνταῦθα δὴ σχιζόμεναι καὶ κατά τινας περιφερείας ἀλλή‐
70λαις ἐνελιττόμεναι, θαυμαστήν τινα καὶ ξένην ἀπεργάζονται πλοκὴν καὶ ποικιλίαν. ἀλλά γε δὴ καὶ ὁ φοῖνιξ, τὸ πολυθρύλητον πτηνόν, παρ’ αὐτοῖς τυγχάνει γινόμενος. καὶ μὲν δὴ καὶ τὴν σιτάκην ἐκεῖθεν ἴσμεν κομιζομένην, ὃ τῶν ὀρνέων ἐστὶν λαλίστατον καὶ τῆς ἀνθρω‐ πίνης γλώττης μιμητικώτατον· καὶ τοὺς ποικίλους δὲ καὶ καταστιγεῖς
75ὄρνεις, οὓς γαράμαντας ἐπικαλοῦσί τινες, ἀπὸ τοῦ ἔθνους οὗ μάλιστα πλεῖστοι κομίζονται τὴν ἐπωνυμίαν θέμενοι. καὶ ἄλλα δὲ πλεῖστα δια‐ φανῶς ὑπερφυέστατα φύεται, ὧν τὸ πλῆθος ἡ διήγησις ὑποστέλλεται. Ἀλλὰ καὶ ὁ χρυσὸς ἐνταῦθα γεννᾶται καθαρώτατος, χρυσιτίδων οἱονεὶ τριχῶν αὐτοφυῶν τῆς ἐκείνῃ γῆς ἀναδιδομένων καὶ ἐπ’ ἀλλήλοις
80κειμένων καὶ ἐπίδηλον αὐτοῦ τὴν γένεσιν παρεχομένων· καὶ καρποὶ δὲ κάλλιστοί τε καὶ μέγιστοι, ὧν γνώριμα καὶ τὰ κάρυα. ἀλλὰ μὴν καὶ τὸ ἐπὶ τοῖς Ὁμηρίταις κλίμα πᾶν μέχρι τῆς Ἐρυθρᾶς θαλάσσης δὶς τοῦ ἐνιαυτοῦ ἀναδίδωσι τοὺς καρπούς, ἐξ οὗ καὶ τὴν χώραν Ἀραβίαν εὐ‐ δαίμονα προσηγόρευσαν. καὶ ὅλως ἡ πρὸς ἀνίσχοντα ἥλιον ἅπασα γῆ
85μακρῷ τῆς ἄλλης ἐν πᾶσι διαφέρει, ὁ δὲ Παράδεισος ἁπάσης τῆς Ἑῴας τὸ κράτιστόν τε καὶ καθαρώτατον ὑπάρχων καὶ τοὺς ἀέρας ἀκραιφνε‐ στάτους καὶ καλλίστους ἔχων καὶ τοῖς διαφανεστάτοις ὕδασι καταρ‐ δόμενος, δῆλον ὡς ἀπαραβλήτῳ ὑπεροχῇ τῆς ὑφ’ ἡλίῳ πάσης ἐν πᾶσι τὸ κρεῖττον φέρει, τῆς ἔξωθεν θαλάσσης κατ’ ἀνίσχοντα τὸν ἥλιον
90αὐτῷ παρακλυζομένης.

3

.

12

Ὅτι, φησίν, Ἀθανάσιος, πρὸς τὸν ἑσπέριον ἀφικόμενος βασι‐ λέα καὶ δώρων τοὺς αὐτῷ παραδυναστεύοντας ὑπαγαγὼν ἀφθονίᾳ, μάλιστα δὲ Εὐστάθιον, ὃς κόμης ἦν τῶν λεγομένων πριουάτων καὶ τῷ βασιλεῖ πιθανώτατος, ἐπιστολὴν πρὸς Κωνστάντιον κομίζεται
5λέγουσαν ὧδε· ‹Ἀθανάσιος ἧκεν ὡς ἡμᾶς, ἑαυτῷ προσήκειν τὴν ἐπισκοπὴν τῆς Ἀλεξανδρείας ἀποδεικνύς. τυγχανέτω τοίνυν διὰ σοῦ ταύτης, ἐπεὶ τοῖς ἐμοῖς γε αὐτὴν ἀνακτήσηται ὅπλοισ›. δεξάμενον δὲ τὴν ἐπιστολὴν τὸν Κωνστάντιον καὶ τοὺς ἐπισκόπους ἐπὶ κοι‐ νωνίᾳ βουλῆς συγκαλέσαντα, γνώμην παρ’ αὐτῶν λαβεῖν ἄμεινον
10εἶναι μὴ πόλεμον ἀναρρῆξαι τῷ ἀδελφῷ ἢ τῆς Ἀθανασίου βαρύτη‐ τος τὴν Ἀλεξάνδρειαν ἀπαλλάξαι. διὸ καὶ ἐφιέναι αὐτῷ τὴν ἐπι‐ σκοπὴν ἀναλαβεῖν, καὶ τὸν Γεώργιον δι’ ἐπιστολῆς εἰς ἑαυτὸν μεταπέμψασθαι. ἀλλ’ ὁ μὲν εἰς τὴν ἑαυτοῦ πατρίδα τὴν Καππα‐ δοκίαν ἀφίκετο, κἀκεῖ διῆγεν τὰ καθ’ ἑαυτὸν ἐπισκοπούμενος. ὁ δὲ
15Ἀθανάσιος, μετὰ μείζονος ἤδη φρονήματος διιὼν τὰς πόλεις, καθ’ οὓς γίνοιτο τῶν ἐπισκόπων λόγοις αὐτοὺς ἐξεκαλεῖτο πρὸς τὸ ὁμοού‐ σιον· καὶ τοὺς μὲν ἄλλους μὴ προσδέχεσθαι, Ἀέτιον δὲ τὸν ἔφορον τῆς Παλαιστίνης, ἐπὶ πορνείᾳ καταγγελλόμενον καὶ βουληθέντα τῇ πρὸς Ἀθανάσιον ἐπιχωρήσει τὸ αἶσχος ἐπικαλύψασθαι, πρὸς τὴν
20ἐκείνου δόξαν αὐτομολῆσαι· δοῦναι δ’ οὖν ὅμως ὀξύτατα τὴν δίκην, τοῦ αἰδοίου διασαπέντος καὶ σκώληκας βρύσαντος, καὶ οὕτω τοῦ ζῆν ἐλαθέντα. ἀλλὰ καὶ Μάξιμον τῶν Ἱεροσολύμων ἐπίσκοπον πρὸς τὴν Ἀθανασίου δόξαν ἀποκλῖναι, καίπερ ὁ κατὰ Μαξιμιανὸν διωγμὸς μάρτυρα τοῦτον ἐδείκνυ, καὶ τὸν ἕτερον τῶν ὀφθαλμῶ ὑπὲρ τῆς
25εὐσεβείας φέροντα διορωρυγμένον. καὶ πολλοὺς ἄλλους κατὰ μικρὸν εἰς τὴν ἑαυτοῦ δόξαν τὸν Ἀθανάσιον ὑποσύρασθαι.

3

.

13

Ὅτι φησὶ τὸν Ἀντιοχείας Φλαβιανόν, πλῆθος μοναχῶν συναγείραντα, πρῶτον ἀναβοῆσαι· «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι». τῶν γὰρ πρὸ αὐτοῦ τοὺς μὲν «δόξα πατρὶ δι’ υἱοῦ ἐν ἁγίῳ πνεύματι» λέγειν, καὶ ταύτην μᾶλλον τὴν ἐκφώνησιν ἐπι‐
5πολάζειν· τοὺς δὲ «δόξα πατρὶ καὶ υἱῷ ἐν ἁγίῳ πνεύματι.»

3

.

14

Ὅτι, φησίν, εἰ καὶ διεφέροντο κατὰ τὰς δόξας τοῖς τὸ ὁμοού‐ σιον πρεσβεύουσιν οἱ ἐξ Ἀρείου, ὅμως καὶ εὐχῶν καὶ ὕμνων καὶ βου‐ λευμάτων καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων πλὴν τῆς μυστικῆς ἐκοι‐ νώνουν θυσίας. ἐπιγενομένου δὲ τοῦ Ἀετίου καὶ τῆς ἐν τούτοις
5διαστάσεως ἄρξαντος, τὴν ὁμόδοξον συναγωγήν, πάντας δεσμοὺς καὶ φιλίας καὶ συνηθείας οἷς τοῖς ἑτεροδόξοις συνήπτοντο διαρρήξαντας, εἰς ἀντίπαλον τούτοις μάλιστα παρασκευάσαι καταστῆναι μοῖραν.

3

.

15

Ὅτι πατρὶς Ἀετίῳ ἡ ἐν κοίλῃ γέγονεν Συρίᾳ· τοῦ δὲ πατρὸς αὐτοῦ τῶν ἐν στρατείᾳ δυσπραγέστερον ἐνηνεγμένων καὶ τὸν βίον ἐν τούτοις ἀπολιπόντος, τὴν μὲν οὐσίαν τὸν τηνικάδε ἄρχοντά φησι δημοσιῶσαι· νέον δὲ τὸν Ἀέτιον ὄντα εἰς ἔσχατον σὺν τῇ μητρὶ
5πενίας ἐλάσαι, καὶ διὰ τοῦτο ἐπὶ τὸ χρυσοχοεῖ ὁρμῆσαι, ὡς ἂν
ἀμωσγέπως αὐτός τε καὶ ἡ γεννησαμένη διαβιῴη. Ἀποχρώντως 〈δὲ〉 τῇ τέχνῃ κεχρημένον διὰ ῥώμην φύσεως ἐπὶ τὰς λογικὰς ἐπιστραφῆναι μαθήσεις, καὶ Παυλίνου μὲν ἀκροάσασθαι πρότερον, ὃς ἐκ τῆς ἐφορείας Τύρου εἰς τὴν τῆς Ἀντιοχείας μετέστη·
10τῆς δὲ μητρὸς τὸν βίον λειπούσης, δι’ ἣν μᾶλλον καὶ ἡ ποικίλαις εἰδέαις τὸν χρυσὸν ἐπιμορφοῦσα τέχνη μετεχειρίζετο τῷ Ἀετίῳ, ἐκεῖ‐ θεν αὐτὸν ὅλον εἰς τὴν τῶν λογικῶν μαθημάτων μετατάξασθαι θεωρίαν, καὶ θᾶττον περὶ λόγων ἁμίλλαις τῶν πλειόνων ὁρᾶσθαι κρατοῦντα· καὶ φθόνον ἐκ τούτου 〈οὐ〉 μικρὸν ἀνάπτειν.
15 Ἀλλὰ μέχρι μὲν ὁ Παυλῖνος ἔζη, τὴν ἰσχὺν ὁ φθόνος παρῃρεῖτο· ἐπεὶ δὲ ἐκεῖνος μετὰ μῆνας ἓξ ἀπεβίω, ἀντ’ αὐτοῦ δὲ Εὐλάλιος τὸν θρόνον ἔσχεν, εἰς τὴν αὐτοῦ δύναμιν ἐπανελθὼν ὁ φθόνος κινεῖ τὸν Εὐλάλιον τῆς Ἀντιοχείας τὸν Ἀέτιον ἀπελάσαι. ὁ δέ, εἰς τὴν τῆς Κιλικίας Ἀναβαρζὸν ἀφικόμενος, τῇ τέχνῃ πάλιν πρὸς τὸ ζῆν
20ἀπεχρῆτο, οὐδὲ τῆς ἐν λόγοις ἀφιστάμενος πρὸς τοὺς ἐντυγχάνοντας ἁμίλλης. γραμματικοῦ δέ τινος τὴν φύσιν αὐτοῦ ἀγαμένου καὶ μετα‐ δοῦναι τῆς τέχνης ὡρμημένου, ὁ Ἀέτιος παρ’ αὐτὸν εἰσοικισθεὶς ἐθήτευεν, τὰς οἰκετικὰς αὐτῷ τελῶν λειτουργίας. καὶ ὁ μὲν τὴν γραμματικὴν προθύμως αὐτὸν ἐδιδάξατο, ὁ δὲ τοῦ διδασκάλου δημο‐
25σίᾳ ποτὲ καταστὰς εἰς ἔλεγχον ὅτι μὴ τῶν θείων λογίων ὀρθὴν ἐποιεῖτο τὴν διήγησιν, καὶ πολλὴν αὐτοῦ τὴν ἐπ’ ἀμαθείᾳ τῶν
τοιούτων αἰσχύνην καταχεάμενος, ἀντιμισθίαν εὗρεν τὴν ἀποκήρυξιν τῆς εὐεργετούσης αὐτὸν οἰκίας. ἐκεῖθεν δὲ ἐλαθεὶς Ἀθανασίῳ συγγί‐ νεται, ὃς τῶν μὲν Λουκιανοῦ τοῦ μάρτυρος ὁμιλητῶν εἷς ἐγεγόνει, τὴν
30Ἀναβαρζὸν δ’ ἐσκόπει· παρ’ ᾧ τοὺς εὐαγγελιστὰς ἀναγνοὺς καὶ τοῖς καθ’ ἕκαστον αὐτὸν ἐπιστήσας, ἐπὶ τὴν Ταρσὸν παρὰ Ἀντώνιον ἀφικνεῖται. τῶν Λουκιανοῦ δὲ καὶ οὗτος ἦν γνωρίμων. ὑφ’ οὗ τὰς τοῦ ἀποστόλου ἀναδιδαχθεὶς ἐπιστολὰς ἱκανὸν αὐτῷ συνδιέτριβε χρόνον, τὴν τοῦ πρεσβυτέρου τάξιν πληροῦντι. ἐπεὶ δ’ ὁ Ἀντώνιος
35ἔφορος ἐγεγόνει καὶ οὐχ οἷός τε ἦν ἐνασχολεῖσθαι τῇ σοφιζούσῃ τὸν Ἀέτιον διδασκαλίᾳ, εἰς τὴν Ἀντιόχου πάλιν ὁ Ἀέτιος ἐπάνεισιν, ἀκροασόμενος Λεοντίου· πρεσβύτερος δὲ ἦν ὁ Λεόντιος κατ’ ἐκεῖνο καιροῦ, καὶ αὐτὸς τῶν μαθητῶν Λουκιανοῦ χρηματίσας. ὃς αὐτῷ καὶ τοὺς προφήτας ἐξηγήσατο καὶ μάλιστα τὸν Ἰεζεκιήλ.
40 Ἀλλὰ κἀκεῖθεν αὐτὸν ὁ φθόνος αὖθις, ὡς Φιλοστόργιος ληρεῖ, ὡς δ’ ἄν τις ἀληθεύων εἴποι, τῆς γλώσσης ἡ ἀκρασία καὶ τὸ τοῦ φρονήματος δυσσεβές, ἀπελαύνει. ἐκεῖθεν οὖν τὴν Κιλικίαν καταλαμ‐ βάνει· καί τις τῶν Βορβοριανῶν, λόγοις αὐτῷ ὑπὲρ τῆς ἰδίας δόξης συμπλακείς, εἰς ἐσχάτην κατέστησεν ἧτταν. ἐφ’ ᾧ ἀθυμία τε αὐτὸν
45κατεῖχεν καὶ τὸ ζῆν οὐκ ἀνεκτὸν ἡγεῖτο, ὁρῶν τὸ ψεῦδος τῆς ἀλη‐ θείας ἐπικρατέστερον. οὕτω δὲ τῷ Ἀετίῳ διακειμένῳ ὀπτασία τις, ὡς οὗτος τερατολογεῖ, ἐφίσταται λύουσα τὴν ἀθυμίαν, συμβόλοις παρεχομένη τὸ ἀνανταγώνιστον τῆς ἤδη παρεχομένης αὐτῷ σοφίας. κἀκεῖθεν παραγεγόνει τῷ Ἀετίῳ τὸ μηδενὸς ἐν συμπλοκαῖς ἡττᾶσθαι

3

.

15

(50)

λόγων. μετ’ οὐ πολὺ γοῦν Ἀφθόνιός τις, τῆς Μανιχαίων λύσσης προε‐ στὼς καὶ μεγάλην παρὰ πολλοῖς ἐπὶ σοφίᾳ καὶ δεινότητι λόγων
φέρων τὴν δόξαν, ἐν τῇ κατ’ Αἴγυπτον αὐτῷ Ἀλεξανδρείᾳ συμπλέ‐ κεται. καὶ γὰρ ἧκε πρὸς αὐτὸν ἐξ Ἀντιοχείας ὁ Ἀέτιος, ὑπὸ τῆς περὶ αὐτὸν φήμης ἑλκόμενος. ὡς δ’ εἰς ἅμιλλαν ἀλλήλοις κατέστη‐
55σαν, οὐδὲ πολλῆς καταναλωθείσης διελέγξεως, εἰς ἀφωνίαν συνελάσας ὁ Ἀέτιος τὸν Ἀφθόνιον ἐκ μεγάλης δόξης εἰς μεγάλην αἰσχύνην κατήνεγκεν. διὸ καὶ τῷ ἀπροσδοκήτῳ βαρυθυμήσας τῆς ἥττης, νόσον τε ἐπεσπάσατο χαλεπὴν καὶ τῇ νόσῳ πέρας ὁ θάνατος ἦν οὐδὲ περαιτέρω τῶν ἑπτὰ ἡμερῶν διαρκέσαντος τοῦ σώματος ἀπὸ
60τῆς πληγῆς. Ἀέτιος δὲ διὰ πάντων ἐχώρει, τοῖς λόγοις τοὺς ἀντι‐ πάλους κατὰ κράτος βάλλων καὶ τὴν νίκην λαμπρὰν ἀναδούμενος. Τότε δὲ καὶ τῆς ἰατρικῆς ἐξῆπτο, ὡς ἂν μὴ μόνον ψυχῶν, ἀλλὰ καὶ σωμάτων ἔχοι τὰς νόσους ἰᾶσθαι. Σώπολις δ’ ἦν αὐτῷ τοῦ μαθήματος ὁ διδάσκαλος, ἀνὴρ ἐν τῇ τέχνῃ μηδενὸς ἔχων τὰ δεύ‐
65τερα· ἀριστεύων δὲ ἐν ἰατρικῇ ὁ Ἀέτιος ἄμισθον παρεῖχεν τοῖς δεο‐ μένοις τὴν θεραπείαν. εἰ δέ ποτε ἐδέησεν αὐτῷ τῶν ἀναγκαίων, παρά τινι τῶν ὁμοτέχνων νύκτωρ φοιτῶν, ἵνα μὴ δι’ ἡμέρας ἀπά‐ γοιτο τῶν σπουδαιοτέρων, ὅσον τοῦ χρυσίου τεχνικωτέρας ἐδεῖτο χειρός, τοῦτο δὴ ἄρα ἐξεργαζόμενος θᾶττον, παρὰ τοῦ ὁμοτέχνου
70τὸν μισθὸν ἐκομίζετο καὶ τὸν ἑαυτοῦ βίον συνεῖχε. ταῦτα δὲ κατ’ ἐκείνους τοὺς καιροὺς Κωνσταντίου ἦν καθ’ οὓς καὶ ὁ Θεόφιλος ἐκ τῶν Ἰνδῶν ἐπανελθὼν διῆγεν ἐν Ἀντιοχείᾳ.

3

.

16

Ὅτι Ἀέτιος, φησί, τοῖς περὶ Βασίλειον τὸν Ἀγκύρας καὶ Εὐστάθιον τὸν Σεβαστείας εἰς τοὺς περὶ τοῦ ὁμοουσίου λόγους κατα‐ στάς, καὶ πάντων ἀνθρώπων αὐτοὺς διελέγξας ἀφωνοτάτους, ὡς οὗτος τερατολογεῖ, εἰς μῖσος αὐτοῖς ἄσπονδον κατέστη.

3

.

17

Ὅτι Λεόντιος, φησίν, ὃν ὁ ἔμπροσθεν λόγος πρεσβύτερόν τε καὶ διδάσκαλον Ἀετίου ὑπέδειξεν, ἐπίσκοπος Ἀντιοχείας καταστάς, εἰς διακονίαν τὸν μαθητὴν προχειρίζεται, καὶ διδάσκειν ἐν ἐκκλησίᾳ τὰ τῆς ἐκκλησίας ἐπιτρέπει δόγματα. ὁ δὲ πρὸς μὲν τὸ τῆς διακο‐
5νίας ἔργον ὑπεστάλη, διδάσκειν δὲ ἀνεδέξατο· χρόνον δὲ διατρίψας ὅσον ἐνόμιζεν αὐτῷ εἰς τὴν τῶν θείων μαθημάτων ἐξαρκέσειν παρά‐ δοσιν, ἐπὶ τὴν Ἀλεξάνδρειαν αὖθις παραγίνεται. ἤδη γὰρ ἐν αὐτῇ ὁ Ἀθανάσιος πολὺς ἦν ὑπὲρ τοῦ ὁμοουσίου ῥέων, καὶ ἐχρῆν εἶναι τὸν ἀντιπνέοντα.

3

.

18

Ὅτι φησὶ Φλαβιανὸν καὶ Παυλῖνον, οἳ καὶ μετὰ ταῦτα τὸν Ἀντιοχείας θρόνον εἶχον διανειμάμενοι, τούτους τὸν εἰρημένον Λεόν‐ τιον ἅτε δὴ μὴ ὁμοδοξοῦντας καθελεῖν· οὗτοι δὲ ἦσαν Εὐσταθίῳ συνακολουθήσαντες 〈ἐσ〉 τὴν μεθόριον ἀπαγομένῳ. ὃς τῶν ἱερῶν
5τῆς Ἀντιοχείας φροντίδων, μᾶλλον δὲ τῆς ὅλης εὐσεβείας, οὐδὲν ἠνέσχετο τοῖς καιροῖς συγκαπηλεύσασθαι.

3

.

19

Ὅτι Σεκούνδου καὶ Σέρρα εἰς ἐπισκοπὴν τὸν Ἀέτιον προ‐ χειριζομένων, αὐτός, φησίν, οὐκ ἠνέσχετο, μὴ καθαρῶς αὐτοὺς ἱερᾶ‐ σθαι διὰ τὴν ἐπιμιξίαν πρὸς τοὺς τὸ ὁμοούσιον θρησκεύοντας ἀπο‐ φαινόμενος.

3

.

20

Ὅτι, φησίν, Εὐνόμιος κατὰ πύστιν τῆς Ἀετίου σοφίας εἰς Ἀντιόχειαν ἐκ Καππαδοκίας ἀφικόμενος, τῷ Σεκούνδῳ συνέμιξεν. ὁ δὲ αὐτὸν ἐν Ἀλεξανδρείᾳ τότε τῷ Ἀετίῳ διατρίβοντι συνέστησεν· καὶ συνήστην ἄμφω, ὁ μὲν διδάσκων, ὁ δὲ τοῖς ἱεροῖς μαθήμασι συν‐
5ασκούμενος.

3

.

21

Ὅτι Εὐνομίου φησὶν οὗτος ὁ δυσσεβής, οὐκ αἰσχυνόμενος, ἐγκώμιον ἀνατάξασθαι.

3

.

22

Ὅτι φησὶ τὸν Κώνσταντα διὰ τὴν ὑπὲρ Ἀθανασίου σπουδὴν ὑπὸ τυραννίδι τῇ Μαγνεντίου τὴν ζωὴν καταστρέψασθαι. τελευτή‐ σαντος δὲ αὐτοῦ καὶ τοῦ μὲν Κωνσταντίου κατὰ τὴν Ἔδεσαν τῆς Μεσοποταμίας διατρίβοντος (τοῦτο γὰρ ὁ Περσικὸς ἀπῄτει πόλεμος),
5ἡ πρεσβυτάτη τούτων ἀδελφὴ Κωνσταντία (Ἀναβαλλιανοῦ δὲ ἦν κεχηρωμένη γυνή), δείσασα μὴ φθάσειεν ὁ τυραννήσας Μαγνέντιος τὸ πάντων ἀναρτήσασθαι κράτος, Οὐετερανίωνά τινα, τῶν στρατηγούν‐ των ἕνα, καθίστησι Καίσαρα. ἐδόκει δὲ δύνασθαι τὴν πρᾶξιν, διότι ζῶν ὁ κοινὸς αὐτῶν πατὴρ διαδήματί τε αὐτὴν ἐταινίωσεν καὶ Αὐ‐
10γοῦσταν ἐπωνόμασεν. ὁ δὲ Κωνστάντιος ταῦτα μαθὼν παραυτίκα μὲν Οὐετερανίωνι τὸ διάδημα πέμπει, συνεπικυρῶν αὐτῷ καὶ τὸ τῆς βασιλείας ἀξίωμα· ἔπειτα δὲ πρὸς Ἑσπερίους κατὰ Μαγνεντίου στρα‐
τευόμενος καὶ συμμῖξαι φιλίως τῷ Οὐετερανίωνι βουληθείς, ἐπείπερ ἐκεῖνος παρέσχεν ὑποψίαν ἐπαναστάσεως, χειροῦται μὲν τὸν Οὐετε‐
15ρανίωνα καὶ τῆς βασιλικῆς ἀποδύει στολῆς· μηδὲν δὲ κακὸν ἐπερ‐ γασάμενος ἄλλο, ἀλλὰ καὶ τραπέζης αὐτῷ κοινωνήσας, εἰς Προῦσαν τῆς Βιθυνίας ἐκπέμπει, λαμπρὰς καὶ μεγαλοπρεπεῖς ἀφορίσας αὐτῷ τὰς χορηγίας, μηδενὸς ὑστερεῖσθαι, ὧν ἀνθρώπου βίος ὡς ἐν ἰδιώ‐ ταις εὐδαιμονεῖ, προνοησάμενος.

3

.

23

Ὅτι Σαπώρην τὸν βασιλέα Περσῶν ἀναγράφει στρατεῦσαι κατὰ τῆς Νισίβιδος καὶ εἰς πολιορκίαν αὐτῆς καταστῆναι· ἄπρακτον δὲ καὶ παρὰ δόξαν κατῃσχυμμένον ὑποστρέψαι, Ἰακώβου τοῦ τῆς πόλεως ἐπισκόπου τό τε πρακτέον τοῖς πολίταις εἰσηγουμένου καὶ
5τῇ πρὸς θεὸν παρρησίᾳ κατὰ τὸ ἀνυπέρβλητον τῆς πόλεως ὑπερ‐ μαχεσαμένου.

3

.

24

Ὅτι αἱ Ἄλπεις, αἵ τε Σούκεις καλούμεναι καὶ αἱ Ἰουλίαι, δίοδοί εἰσι στεναὶ μεγίστων ὀρῶν ἑκατέρωθεν καὶ ὑφ’ ἓν χωρίον ἐγγὺς τοῦ συμπτύσσεσθαι συγκλειομένων. ἐοίκασι δὲ αἱ δίοδοι αὗται τοῖς ἐν Θερμοπύλαις στενοῖς. ἀλλ’ αἱ μὲν Ἰουλίαι Ἄλπεις τὰς Γαλ‐
5λίας καὶ Ἰταλίας διορίζουσι τῶν Ἰλλυριῶν· αἱ δὲ Σούκεις μεταξὺ τῆς Δακίας εἰσὶν καὶ τῆς Θρᾴκης, ἃς καὶ καταλαβεῖν ἐπειγόμενος Οὐετε‐ ρανίων τὴν ὑπόνοιαν τῆς ἐπαναστάσεως παρέσχε Κωνσταντίῳ.

3

.

25

Ὅτι ἐν ᾧ Κωνστάντιος κατὰ Μαγνεντίου παρεσκευάζετο τοῦ τυράννου, τὸ Περσικὸν ἀκούσας κατὰ τῆς Ἑῴας βαρυτέρᾳ χειρὶ κινεῖ‐
σθαι, εἰς ἀνάγκην ἧκε Γάλλον Καίσαρα χειροτονῆσαι καὶ ἐπ’ αὐτοὺς ἐκπέμψαι. ἀνεψιὸς δὲ ἦν ὁ Γάλλος· καὶ γὰρ ὁ Γάλλου πατὴρ Κων‐
5στάντιος ἀδελφὸς ἦν Κωνσταντίνου τοῦ μεγάλου, ὃς ἐγείνατο Κων‐ στάντιον καὶ τοὺς αὐτοῦ ἀδελφούς.

3

.

26

Ὁ μὲν οὖν Κωνστάντιος ἐγκρατὴς τοῦ τυράννου γίνεται, κἀνταῦθα τοῦ σημείου τοῦ σταυροῦ ἐπὶ μέγιστόν τε προφανέντος καὶ καταπληκτικωτάταις αἴγλαις ὑπεραστράψαντος τὸ τῆς ἡμέρας φῶς. ὤφθη δὲ ἐπὶ τῶν Ἱεροσολύμων περὶ τρίτην ὥραν μάλιστα τῆς
5ἡμέρας, ἑορτῆς τῆς λεγομένης Πεντηκοστῆς ἐνισταμένης. ὁ δὲ θεό‐ γραφος τύπος ἐκεῖνος ἀπὸ τοῦ λεγομένου Κρανίου μέχρι καὶ τοῦ τῶν Ἐλαιῶν ὄρους διήκων ὡρᾶτο, ἴριδος μεγάλης στεφάνου τρόπον πανταχόθεν αὐτὸν περιελιττούσης. ἐδήλου δὲ ἄρα ἡ μὲν ἴρις τὴν τοῦ σταυρωθέντος καὶ ἀναληφθέντος εὐμένειαν, ὁ δὲ στέφανος τὴν
10τοῦ βασιλέως νίκην. τὸ δὲ σελασφόρον ἐκεῖνο καὶ σεβάσμιον θέαμα οὐδὲ τοῖς ἐπὶ τοῦ στρατοπέδου ἀθέατον ἦν, ἀλλ’ ἐπιδήλως ὁρώμενον Μαγνέντιον μὲν καὶ τοὺς σὺν αὐτῷ ἅτε τῇ τῶν δαιμόνων θεραπείᾳ προσανακειμένους εἰς ἀμήχανον δέος κατέστησεν, Κωνστάντιον δὲ καὶ τοὺς περὶ αὐτὸν εἰς θάρσος ἄμαχον ἀνεκτήσατο. ἡττηθεὶς δὲ τὰ
15πρῶτα Μαγνέντιος, εἶτα κατὰ μικρὸν ἀναλαβὼν ἑαυτόν, καὶ συμ‐ πλακεὶς ἐκ δευτέρου τῷ πολέμῳ καὶ κατὰ τὸ κραταιότατον κατα‐ πολεμηθεὶς καὶ τοὺς σὺν αὐτῷ μικροῦ πάντας ἀποβαλών, πρὸς τὴν Λουγδούνων ἀποδιδράσκει πόλιν. καὶ τὰ μὲν πρῶτα κατ’ εὔνοιαν δῆθεν τὸν οἰκεῖον ἀδελφὸν ἀποσφάττει, πολεμίας προαρπάζων ὕβρεως
20καὶ χειρός, ἔπειτα καὶ εἴ τις ἄλλος παρῆν τῶν οἰκειοτάτων· τελευ‐ ταῖον δὲ τὸ ξίφος ὑποστήσας ἑαυτῷ, ἐπηράχθη τε καὶ διελαθεὶς κατὰ τὸ μετάφρενον ἐξέψυξεν, οὐδ’ ὅλα τέσσαρα τυραννήσας ἔτη.

3

.

27

Ὅτι φησὶ τοὺς περὶ Βασίλειον καὶ Εὐστάθιον, δι’ ἔχθρας γεγονότας τῷ Ἀετίῳ, διαβολὰς ἀτόπους συρράψαι καὶ τὸν Γάλλον
ἐπὶ ταύταις παροξῦναι· ὥστε ἐκεῖνον, ὡς ἐπισκόποις πιστεύσαντα καὶ πρὸς ὀργὴν ἐκταραχθέντα, κελεῦσαι τὸν Ἀέτιον ἀναζητηθῆναι καὶ
5ἀμφοῖν τοῖν σκελοῖν κατεαγῆναι. Λεοντίου δὲ τοῦ ἐπισκόπου Ἀντιο‐ χείας τἀναντία τούτοις τὸν Καίσαρα διδαξαμένου, ἥ τε καταδικάζουσα ψῆφος ἀνεβλήθη καὶ εἰς θέαν ὁ Γάλλος μετ’ οὐ πολὺ τοῦ Ἀετίου κατέστη καὶ φίλος ἐκρίθη. καὶ πολλάκις πρὸς Ἰουλιανὸν ἀπεστάλη, καὶ μάλιστα ἡνίκα διεπυνθάνετο πρὸς τὸν Ἑλληνισμὸν ὁ ἀδελφὸς
10ἐκεῖνον ἀποκλίνειν· ἐστέλλετο δὲ τῆς ἀσεβείας κατὰ τὸ δυνατὸν αὐ‐ τὸν ἀνασώσασθαι. οὐ μὴν ἀλλὰ καὶ τῶν θείων μαθημάτων ὁ Γάλλος διδάσκαλον τὸν Ἀέτιον ἐποιεῖτο.

3

.

28

Ὅτι Γάλλου κατὰ Περσῶν εἰς τὸ κράτιστον ἀνδραγαθήσαντος εἰς φθόνον οἱ ταῖς διαβολαῖς χαίροντες ἀναφλέγουσι τὸν βασιλέα, καὶ τοῦ Περσικοῦ πολέμου ταῖς τοῦ Καίσαρος ἀριστείαις πεπαυμένου
ἀποστέλλει Δομετιανὸν ἔπαρχον τῶν καλουμένων πραιτωρίων ὁ
5Κωνστάντιος, ἐντειλάμενος αὐτῷ κατὰ τὸ ἀφανὲς τὰς τοῦ γάλλου περικόπτειν ἀπὸ τῆς Ἀντιοχείας ἐξόδους, τὴν ἐπ’ ἀνδρείᾳ καὶ τῇ τῶν κοινῶν ἐπιμελείᾳ δόξαν αὐτοῦ κατασμικρύνειν ταύτῃ διανοούμενος. ὁ δὲ Δομετιανός, οὐδὲν τῶν προσταχθέντων μετριώτερον ἀλλὰ καὶ θρασύτερον καὶ φρονῶν καὶ πράττων, οὐδέ, παραγενόμενος εἰς Ἀν‐
10τιόχειαν ἔνθα διέτριβεν ὁ Γάλλος, οὐδ’ εἰς ὄψιν αὐτοῦ ἐλθεῖν κατε‐ δέξατο. ἐξ ἧς αἰτίας καὶ ἑτέρων συνεπιρρυέντων θανάτῳ τὸν ὑβρι‐ στὴν μετελθεῖν ἐβουλεύετο· καὶ τὸν Μόντιον κοινωνὸν γενέσθαι τῆς κρίσεως παρελάμβανεν, ὁ δὲ θράσους ἀμετρίᾳ χρησάμενος· «οὐδὲ λογιστήν», ἀντεῖπεν, «ἔξεστί σοι προχειρίσασθαι, καὶ πῶς ἂν πραιτω‐
15ρίων ἔπαρχον ἀνελεῖν δύναιο;» ἐφ’ οἷς ἡ Γάλλου γυνὴ Κωνσταντία, περιαλγὴς γενομένη εἰ οὕτως ὁ Γάλλος Καῖσάρ τε ὢν καὶ Αὐγούστης ἀνὴρ (καὶ γὰρ αὕτη πατρόθεν ἦν δεδεγμένη τὸ ἀξίωμα) προπηλακί‐ ζοιτο, αὐτὴ δι’ ἑαυτῆς ἐπισπασαμένη τὸν Μόντιον τοῖς δορυφόροις ἐκδίδωσιν· ὥστε τὴν ταχίστην ἀραμένους πρὸς τὸν Δομετιανὸν ἀπο‐
20κομίσαι, κἀκεῖνον κατασπάσαντας τοῦ θρόνου, ἄμφω, σχοίνους τῶν ποδῶν ἐξαψαμένους, κακοὺς κακῶς ἀπολέσαι. καὶ τοῦτο θᾶττον
ἐπράχθη, συνεπιψηφίζοντος καὶ τοῦ Γάλλου.

4

t

ΕΚ ΤΗΣ ΤΕΤΑΡΤΗΣ ΙΣΤΟΡΙΑΣ

4

.

1

Ὅτι ὁ Κωνστάντιος, μαθὼν τὰ περὶ Μόντιον καὶ Δομετιανὸν συνενεχθέντα καὶ ὀργῆς ἀναπλησθείς, μετεκαλεῖτο τὸν Γάλλον. ὁ δέ, τὴν μὲν κλῆσιν οὐκ ἐπ’ ἀγαθῷ συλλαβών, εὐλαβούμενος δὲ μὴ πόλε‐ μος ἀπειθήσαντος συρραγῇ, τοῦ προστάγματος γίνεται. προεξώρμα
5δὲ καὶ ἡ Κωνσταντία, προεντυχεῖν σπεύδουσα τἀδελφῷ καὶ αἰδέσα‐ σθαι αὐτὸν ὑπὲρ τοῦ ἀνδρός. ἀλλ’ αὕτη μὲν κατὰ Βιθυνίαν γενο‐
μένη ἐπεσχέθη τῷ θανάτῳ καὶ τῆς ὁδοῦ καὶ τοῦ βίου· ἐξ οὗ καὶ ὁ Γάλλος, μᾶλλον τοῦ δέους γενόμενος, τὴ ἐξ ἀρχῆς γνώμην ὅμως οὐ μεθίετο. συναπῄει δ’ αὐτῷ καὶ Θεόφιλος ὁ Ἰνδός. ἐπεὶ δὲ τοὺς
10Νωρικοὺς κατέλαβεν, ἐνταῦθα δὴ ἐκ Μεδιολάνων, ἔνθα διῆγεν ὁ Κωνστάντιος, καταπέμπεται Βαρβατίων, ἀνὴρ τὴν στρατηγικὴν ἔχων ἀρχήν, ἐφ’ ᾧ τὸν Γάλλον ἀφελέσθαι μὲν τῆς ἁλουργίδος, ὑπερόριον δὲ κατά τινα νῆσον τῆς Δαλματίας ποιήσασθαι. ὁ δὲ Θεόφιλος παρὼν οὐκ εἴα προελθεῖν τὴν πρᾶξιν. καὶ γὰρ καθ’ ὃν καιρὸν Καῖσαρ ὁ
15Γάλλος κεχειροτόνητο, τῶν μεταξὺ αὐτοῦ καὶ Κωνσταντίου προελ‐ θόντων ὅρκων, οἳ τὴν ἐν ἀμφοῖν φιλίαν καὶ τὸ παρ’ ἑκατέρου ἀνεπι‐ βούλευτον ἑκατέρῳ διετίθεντο, αὐτὸς ὁ μεσίτης ἦν, καὶ ὁ συνέχων αὐτῶν τὴν ὁμόνοιαν. πλὴν ἀλλά γε μαθὼν ὁ Κωνστάντιος τὴν τοῦ Θεοφίλου ἀποκώλυσιν, ἐκεῖνον μὲν ὑπερόριον ἄγεσθαι κελεύει, τὸν 〈δὲ〉
20Γάλλον εἰς ἰδιώτην ἀπογυμνωθέντα φρουρησόμενον ἐκπέμπεσθαι κατὰ τὴν νῆσον. Εὐσέβιος δὲ ὁ εὐνοῦχος, ὃς εἰς τὴν τοῦ πραιποσίτου τιμὴν ἐμβεβήκει, καὶ οἱ σὺν αὐτῷ τὸν Κωνστάντιον ἔτι συνανέφλεγον κατὰ τοῦ Γάλλου, δεδιότες μή, τῶν ὅρκων εἰς ἐπιστροφὴν ἐλθὼν ἢ τὸ τοῦ αἵματος ὁμόγνιον αἰδεσθείς, ἀνήσει τὸν Καίσαρα τῆς ὑπερο‐
25ρίας καὶ σφὰς ἐκεῖνος τὸν κίνδυνον διαφυγὼν κακοὺς κακῶς ἀπο‐ λέσει. στέλλονται τοίνυν τῇ τούτων παραδρομῇ οἱ τὸν Γάλλον ἀναιρήσοντες. οὔπω δὲ τοῦ πάθους προελθόντος, εἰς μετάνοιαν ἐπι‐ στραφεὶς ὁ Κωνστάντιος ἑτέρους ἐκπέμπει τὸν φόνον κωλύσοντας· τοὺς δὲ οἱ περὶ Εὐσέβιον ὑποποιοῦνται μὴ πρὶν παραγενέσθαι τῇ
30νήσῳ μηδ’ ἐμφανίσαι τινὶ τὰς ἀνακαλούσας τὸν θάνατον ψήφους, πρὶν ἂν ὁ κατακριθεὶς τῷ ξίφει τὴν ζωὴν ἀπορρήξῃ. καὶ γέγονεν ὡς ἐσπούδασαν. διὰ τοῦτο καὶ Ἰουλιανὸς ὕστερον, τὸ τῆς βασιλείας περιζωσάμενος κράτος, Εὐσέβιόν τε καὶ τοὺς σὺν αὐτῷ τῆς περὶ τὸν
ἀδελφὸν παρανομίας δίκην εἰσεπράξατο.

4

.

2

Τὸ μέντοι γε βάρος τῆς ἀρχῆς ὑπολογιζόμενος ὁ Κωνστάντιος καὶ ὡς οὐχ οἷός τε εἴη μόνος φέρειν, Ἰουλιανὸν τὸν ἀδελφὸν Γάλ‐ λου τῆς Ἰωνίας μεταπεμψάμενος χειροτονεῖ Καίσαρα, Ἑλένην αὐτῷ τὴν ἰδίαν ἀδελφὴν εἰς γυναῖκα κατεγγυησάμενος, καὶ τὸν μὲν τὰς
5Γαλλίας φυλάττειν ἐκπέμπει· καὶ γὰρ λίαν ἐτετάρακτο τὰ τῇδε.

4

.

3

Αὐτὸς δὲ ἐν Σερμίῳ παραγενόμενος διῆγεν. Ἐν ᾧ καὶ τὸν Ῥώμης ἐπίσκοπον Λιβέριον, ὑπὸ Ῥωμαίων ἐπιζητού‐ μενον σφόδρα, τῆς φυγῆς κατάγει καὶ ἀποδίδωσι τοῖς αἰτησαμένοις. τηνικαῦτα δὲ οὗτός φησι καὶ Λιβέριον κατὰ τοῦ ὁμοουσίου καὶ μὴν καὶ
5κατά γε τοῦ Ἀθανασίου ὑπογράψαι, ὁμοίως δὲ καὶ τὸν ἐπίσκοπον Ὅσιον, συνόδου τινὸς ἐνταῦθα συστάσης καὶ εἰς ὁμοφωνίαν αὐτοὺς ὑποσπασαμένης· ἐπεὶ δὲ ὑπέγραψαν, τὸν μὲν Ὅσιον εἰς τὴν ἑαυτοῦ παροικίαν τὴν Κουδρούβην τῆς Ἰσπανίας ἐπανελθεῖν καὶ τοῦ θρόνου ἄρχειν, Λιβέριον δὲ τῆς Ῥωμαίων ἐκκλησίας. Φίληξ δέ, ὁ ἐν τῷ με‐
10ταξὺ χρόνῳ τῆς Ῥώμης ἐπίσκοπος καταστάς, εἰς ἑαυτὸν ἀπῄει, τὸ μὲν ἀξίωμα τῆς ἐπισκοπῆς φέρων, οὐ μήν γέ τινος ἐκκλησίας προ‐ ϊστάμενος.

4

.

4

Ὅτι, Λεοντίου τοῦ Ἀντιοχείας ἐπισκόπου τελευτήσαντος, Εὐ‐ δόξιον, φησίν, ἐκ Γερμανικείας μεταστησάμενοι οἱ ὁμόδοξοι ἐπιβιβά‐ ζουσι τῷ θρόνῳ. ὁ δὲ τῆς Ἀρειανῆς μὲν δόξης ἦν, πλὴν ἐκ τῶν Ἀστερίου γραμμάτων εἰς τὸ κατ’ οὐσίαν ὅμοιον ὑπενήνεκτο. οἱ δὲ
5συναιρεσιῶται τοῦτον ἀναφέροντες πρὸς τὸ ἑτεροούσιον ἀνῆγον. ἐπιεικῆ δὲ τὸν Εὐδόξιον ὁ Φιλοστόργιος καὶ κόσμιον τὰ ἤθη καὶ τὰ ἄλλα δεξιὸν ἀναγράφων, εἰς δειλίαν ἐκτόπως διαβάλλει· καὶ Ἀραβισ‐ σὸν μὲν τῆς μικρᾶς Ἀρμενίας πόλιν πατρίδα λαχεῖν τὸν αὐτοῦ πα‐
τέρα (Καισάριος ὄνομα αὐτῷ), μαρτυρικὸν δέ, καίτοι τῶν εἰς γυναῖ‐
10κας ἡττώμενον ἡδονῶν, ὅμως θάνατον διαθλῆσαι, καθάρσιόν τε τῶν μολυσμάτων καὶ πρός γε στεφάνους ἀθλητικοὺς ἐπιφέροντα.

4

.

5

Ὅτι Εὐδόξιος μέν, φησίν, εἰς διακονίαν Εὐνόμιον προχειρίζεται· ὁ δέ, πρὶν εἰς τὸ ἀκριβέστατον ἐκεῖνον τῆς δόξης ἀνελθεῖν, τὴν λει‐ τουργίαν οὐ δέχεται.

4

.

6

Ὅτι, φησίν, Εὐδοξίου τὴν Ἀντιόχειαν ἐγχειρισθέντος, ὁ Ἀγκύ‐ ρας Βασίλειος ἐδυσχέραινεν· αὐτὸς γὰρ ἐπ’ εἶχεν τὸ βλέμμα τῇ γνώμῃ στηριζόμενον.

4

.

7

Ὅτι, φησί, τῆς Κωνσταντίου γυναικὸς τῷ τῆς μητρομανίας ἁλούσης πάθει, ἐξεκρέματο δὲ τοῖς ἱμέροις αὐτῆς ὁ Κωνστάντιος, εἰς ἀνάγκην ἧκε τὸν Θεόφιλον τῆς ὑπερορίας ἀνακαλέσασθαι· ἐφημίζετο γὰρ οὗτος παθῶν εἶναι θείᾳ δυνάμει θεραπευτής. παραγεγονότα δέ,
5καὶ συγγνώμην οἷς εἰς αὐτὸν ἥμαρτεν αἰτῆσαι καὶ πρὸς τὴν τῆς γυναικὸς θεραπείαν ἐκλιπαρῆσαι, καὶ μὴ διαμαρτεῖν, ὡς οὗτος λέγει, τῆς αἰτήσεως. ἐπιθέντος γὰρ τὰς ἱλαστηρίους χεῖρας τοῦ Θεοφίλου, ἀπαλλαγῆναι τοῦ πάθους τὸ γύναιον.

4

.

8

Ὅτι, φησί, Βασίλειος, συλλαβὼν μεθ’ ἑαυτοῦ τόν τε τῆς Σε‐ βαστείας Εὐστάθιον καὶ ἑτέρους ἐκκλησιῶν προεστῶτας, τόν τε Ἀέτιον μάλιστα εἶτα δὲ καὶ τὸν Εὐδόξιον πρὸς τὸν βασιλέα διασύρει, ἄλλα τε πλάττων περὶ αὐτῶν καὶ ὡς εἴησαν μύσται καὶ κοινωνοὶ
5τῆς κατὰ Γάλλον ἐπαναστάσεως, συμπεριλαβὼν ταῖς κατ’ ἐκείνων διαβολαῖς καὶ τὸν Θεόφιλον. ὁ δὲ πεισθείς, μάλιστα δὲ διὰ τῶν γυναικῶν (ταύτας γὰρ οἱ περὶ Βασίλειον πρὸς τὴν ἑαυτοῦ γνώμην προκατειργάσαντο), τῷ μὲν Θεοφίλῳ ζημίαν ἐπιβάλλει τὴν ἐν τῷ Πόντῳ Ἡράκλειαν οἰκεῖν ὑπερόριον, τὸν δὲ Εὐδόξιον τῆς Ἀντιοχείας
10ἀποστάντα διαμένειν οἴκοι, Ἀέτιον δὲ καὶ ἑτέρους τινὰς τῶν σὺν αὐτοῖς εἰς τὴν τῶν διαβαλλόντων δίδωσιν ἐξουσίαν. ἐτύγχανον δὲ οἱ περὶ Βασίλειον καὶ κατὰ πρόσωπον τοῦ βασιλέως περὶ τῆς πίστεως διειλεγμένοι, ἐν οἷς τὸ μὲν ὅμοιον τῷ πατρὶ λέγειν κατὰ πάντα τὸν υἱὸν διετρανοῦτο, οὐσίας δὲ ὅλως οὐδὲ ὀνόματι μνήμη τοῖς ἄλλοις
15λόγοις συνεισήγετο. ταύτην δὲ τὴν δόξαν καὶ συνόδου κρίσει καὶ ὑπογραφαῖς βεβαιῶσαι διεσπούδασαν. μετ’ οὐ πολὺ δὲ καὶ Εὐνόμιος, τῆς φήμης τῶν ὑπὸ Βασιλείου πραχθέντων καταλαβούσης τὴν Ἀν‐ τιόχειαν, τήν τε χειροτονίαν τοῦ διακόνου ὑποδέχεται καὶ πρέσβυς ἀποσταλεὶς πρὸς Κωνστάντιον ἀναλῦσαι τὰ ἐψηφισμένα, ἁλίσκεται
20κατὰ τὴν ὁδὸν ὑπὸ τῶν ἀμφὶ Βασίλειον καὶ εἰς Μιδάειον φυγαδεύεται, πόλιν τῆς Φρυγίας· τὸν δὲ Ἀέτιον, ὑπὸ τὴν ἐξουσίαν πεσόντα τῶν ἀμφὶ τὸν Βασίλειον, ὑπερόριον ἡ Πέπουζα τῆς Φρυγίας εἶχεν· Εὐδό‐ ξιος δὲ εἰς τὴν ἑαυτοῦ πατρίδα ὑπεχώρησεν τὴν Ἀρμενίαν. ἀλλὰ καὶ ἕτεροι ταῖς ὑπερορίαις ἐδόθησαν, ταῖς περὶ τὸν Βασίλειον ὑπαγόμενοι
25ψήφοις, ὧν ὁ ἀριθμὸς εἰς ἑβδομήκοντα σύμπας ἐκεφαλαιοῦτο.

4

.

9

Ὅτι οἱ ἀμφὶ Βασίλειον ταῦτα διαπραξάμενοι πάντα, πανταχοῦ φοιτῶντες, τὸ ὁμοούσιον συνεκρότουν· καὶ πολλῶν πειθομένων καὶ τὸν Κωνσταντινουπόλεως Μακεδόνιον, καίτοι τοῖς περὶ Εὐνόμιον προαποκεκλιμένον, εἰς τὴν ἑαυτῶν ὅμως ἐπεσπάσαντο δόξαν, ἀλλὰ
5καὶ πολλοὺς ἑτέρους τῶν ἐπισκόπων, τοὺς μὲν ὑπάγοντες λόγοις,
τοὺς δὲ τῇ πειθῷ συνεπικεραννύντες τὴν βίαν.

4

.

10

Ὅτι Πατρόφιλον τὸν Σκυθοπόλεως καὶ Νάρκισσον τὸν Εἰ‐ ρηνουπόλεως καὶ ἑτέρους σὺν αὐτοῖς, ἐν Σιγγηδόνι τῆς Μυσίας παρα‐ γενομένους, τὸν Κωνστάντιόν φησιν ἀναδιδάξαι τὰ παρὰ τοῦ Βασι‐ λείου δεδραματουργημένα· καὶ τὸν καταπλαγέντα καὶ ὑπεραλγήσαντα
5τῶν μὲν μεθορίων τοὺς κατεψηφισμένους ἀνεῖναι, συνόδους δὲ γενέ‐ σθαι προστάξαι δύο, τὴν μὲν ἐν Ἀριμήνῳ τοὺς ἀπὸ Δύσεως συναλί‐ ζουσαν, τὴν δὲ τοὺς ἐξ Ἑῴας καὶ Λιβύης καὶ Θρᾴκης ἐν Νικομηδείᾳ, αἳ τὰ παρ’ ἑκατέρου μέρους λεγόμενα δοκιμασίαις ἔμελλον παραβάλ‐ λειν. ἀλλὰ τὴν μὲν ἐν Νικομηδείᾳ, ὡς οὗτος ὁ δυσσεβὴς δυσφημεῖ,
10τῶν πλειόνων πρὸς τὸ ὁμοούσιον νενευκότων, σεισμὸς ἀναστέλλει, ὃς τοῖς προκαταλαβοῦσιν, εἰς δεκαπέντε τὸν ἀριθμὸν ἀνηνεγμένοις, ἅμα τοῦ ταύτης ἐπισκόπου Κεκροπίου ἐπικατασείσας τὸν ναὸν ἐν ᾧ συνεδρίαζον διαφθείρει. ἡ δὲ ἐν Ἀριμήνῳ εἰς τριακοσίους ἄνδρας συνελθοῦσα τὸ μὲν τῆς οὐσίας ὄνομα εἰς τὸ παντελὲς διώσατο,
15ὅμοιον δὲ τὸν υἱὸν τῷ πατρὶ κατὰ τὰς γραφὰς ἀνακηρύξασα ὑπο‐ γραφαῖς ἰδίαις κατησφαλίσαντο.

4

.

11

Ὅτι, τῆς Νικομηδείας σεισμῷ καὶ πυρὶ καὶ θαλάσσης ἐπικλύσει κατερειπωθείσης, ὡς οὗτος λέγει, καὶ πολλῶν ἀνθρώπων διαφθαρέν‐ των, ἡ σύνοδος ἐν Σελευκείᾳ τὴν σύστασιν λαμβάνει· τῶν μὲν περὶ Βασίλειον τὴν Νίκαιαν παραιτησαμένων, τῶν δὲ ἀμφὶ τὸν Εὐδόξιον
5καὶ Ἀέτιον τὴν Ταρσὸν οὐ προσηκαμένων. οἱ δὲ περὶ Βασίλειον, μηχαναῖς τὴν σύνοδον διαστήσαντες καὶ καθ’ ἑαυτοὺς συνεδριάσαντες, κυροῦσι μὲν τὸ κατ’ οὐσίαν ὅμοιον, τοὺς δ’ ἀντιφερομένους καθαι‐ ροῦσιν, ἀποκηρύξαντες τὸ ἑτεροούσιον, καὶ χειροτονοῦσιν αὐτοὶ καθ’ ἑαυτοὺς ἐπίσκοπον τῆς Ἀντιοχείας Ἀνιανόν· πλήν γε καὶ οἱ περὶ
10Εὐδόξιον καὶ Ἀέτιον, τὸ ἑτεροούσιον ἐγγράφως κρατυνάμενοι, παν‐
ταχοῦ τὸν τόμον διαπέμπουσιν.

4

.

12

Ὁ δὲ βασιλεὺς ταῦτα μαθὼν προσέταξεν ἅπαντας εἰς τὴν Κωνσταντινούπολιν ἀπαντᾶν, καὶ δὴ συναθροίζονται ἔκ τε τῶν Ἑσπε‐ ρίων καὶ τῆς Ἑῴας καὶ Λιβύης μικροῦ σύμπαντες. προειστήκεισαν δὲ τῶν μὲν κατ’ οὐσίαν ὅμοιον πρεσβευόντων Βασίλειός τε καὶ Εὐστά‐
5θιος· οἷς ἄλλοι τε καὶ Βασίλειος ἕτερος παρῆν συνασπίζων, διακόνων ἔτι τάξιν ἔχων, δυνάμει μὲν τοῦ λέγειν πολλῶν προφέρων, τῷ δὲ τῆς γνώμης ἀθαρσεῖ πρὸς τοὺς κοινοὺς ὑποστελλόμενος ἀγῶνας. τῶν δὲ τὸ ἑτεροούσιον Ἀέτιος μὲν καὶ Εὐνόμιος ὑπῆρχον, οἱ τὴν δύναμιν ἄκροι, διακόνων ἑκάτερος βαθμὸν ἀνέχων· ἐπίσκοποι δὲ δευτερα‐
10γωνιστῶν χορὸν ἐκπληροῦντες Μάρις τε καὶ Εὐδόξιος, ὁ τότε τῆς Ἀντιοχείας ἐπισκοπήσας, ὕστερον δὲ καὶ τὸν Κωνσταντινουπόλεως ὑπελθὼν θρόνον, καὶ δὴ καὶ Ἀκάκιος ὁ τῆς Παλαιστίνων Καισαρείας, τὴν πρὸς ἐκείνους ὑποκρινόμενος ὁμοδοξίαν ἐφ’ ᾧ τοὺς περὶ Βασί‐ λειον ἀντιλυπῆσαι, διότι κἀκεῖνοι Κύριλλον, τῶν Ἱεροσολύμων ὑπ’
15αὐτοῦ παυθέντα τοῦ ἱερᾶσθαι, διὰ τιμῆς ἔφερον. ἦν δὲ ὁ Ἀκάκιος μὲν θαρσαλέος μὲν ἐν τοῖς ἀγῶσι, διανοηθῆναί τε πράγματος φύσιν ὀξὺς καὶ λόγῳ δηλῶσαι τὸ γνωσθὲν ἱκανός. ἐξ οὗ καὶ τὰ ταύτης τῆς συνόδου γράμματα (πολλὰ δέ ἐστιν) οὗτος ἦν μόνος ὁ διατιθέ‐ μενος.
20 Εἰς ἅμιλλαν οὖν δογμάτων ἑκατέρας μοίρας καταστάσης, ὁ μὲν Βασίλειος τῶν τὸ ὁμοούσιον δοξαζόντων προηγόρει, οἱ δὲ τοῦ ἑτερο‐ ουσίου ὑπὲρ ἁπάντων λέγειν τὸν Ἀέτιον προὔστησαν, συνασπίζοντος αὐτῷ καὶ Εὐνομίου. ὡς δὲ εἶδον οἱ ἀμφὶ τὸν Βασίλειον προβεβλη‐ μένον αὐτοῖς εἰς ἀντιλογίαν τὸν Ἀέτιον, δείσαντες αὐτοῦ τὴν δύνα‐
25μιν τῶν λόγων, οὐκ ἔφασαν δεῖν ἐπισκόπους ὄντας διακόνῳ περὶ
δογμάτων εἰς λόγους καθίστασθαι. ἀντειπόντων δὲ τῶν διαφερο‐ μένων ὡς οὐκ ἀξίας νῦν ἐστι κρίσις, ἀλλ’ ἀληθείας ἐπιζήτησις, δέχονται μὲν καὶ ἄκοντες οἱ περὶ Βασίλειον τὸν ἀγῶνα· καί, ὡς οὗ‐ τος λέγει, κατὰ κράτος τῇ τοῦ Ἀετίου γλώσσῃ ἡττήθησαν, ὡς μὴ
30μόνον ὁμολογῆσαι παρηλλάχθαι τὴν τοῦ γεννηθέντος οὐσίαν πρὸς τὴν τοῦ γειναμένου καὶ κατὰ μηδὲν κοινωνεῖν, ἀλλὰ καὶ χειρὶ οἰκείᾳ τὴν ὁμολογίαν, Ἀετίου τοῦτο προσαπαιτήσαντος, βεβαιώσασθαι. Μαθόντα δὲ ταῦτα τὸν βασιλέα καὶ ἣν πάλαι Βασίλειος κατὰ Ἀετίου διαβολὴν συνεσκευάκει κατὰ μέσης τῆς καρδίας ἀκμάζουσαν
35φέροντα, τὸ συνενεχθὲν ἁρπάσαι πρὸς τὴν τῆς ὀργῆς ἐκπλήρωσιν. διόπερ ἄμφω μὲν εἰς θέαν παρίστησι, διαπυνθάνεται δὲ τοῦ Βασι‐ λείου τίνα ἂν εἴη οἷς ἐπαιτιᾶται τὸν Ἀέτιον. ὁ δέ· «ὡς ἀνόμοιον», ἔφη, «τῷ πατρὶ τὸν υἱὸν εἰσηγεῖται». ἀμείψασθαι δὲ πρὸς ταῦτα τὸν Ἀέτιον τοσοῦτον ἐνδεῖν τῷ πατρὶ τὸν υἱὸν ἀνόμοιον εἰπεῖν ἢ
40δοξάσαι, ὥστε καὶ ἀπαραλλάκτως ὅμοιον αὐτὸν κηρύττειν. τῆς δὲ τοῦ ἀπαραλλάκτου φωνῆς ὑποδραξάμενος ὁ Κωνστάντιος, καὶ μηδ’ ἀνασχόμενος ὅλως ἔτι καταμαθεῖν καθ’ ὃν ἐκεῖνος τρόπον ἀνεφθέγ‐ ξατο τὸ ἀπαράλλακτον, ἐκβληθῆναι μὲν κελεύει τῶν βασιλείων τὸν Ἀέτιον· ὕστερον δὲ τῇ συνδρομῇ Ἀκακίου καὶ καθαιρέσεως ὑποβλη‐
45θῆναι ψήφοις, οὐ τῶν ὀρθοδοξούντων μόνων ὑποσημηναμένων τῇ καθαιρέσει, ἀλλὰ καὶ αὐτῶν τῶν εἰς τὰ μάλιστα τῷ φρονήματι κοινωνούντων, τῶν μὲν καὶ τὴν γνώμην μεταβληθέντων, τῶν δὲ τὴν ἀκούσιον πρᾶξιν οἰκονομίας ῥήματι κατασχηματιζόντων. ὁ δὲ Κωνστάντιος, τὸν τῶν Ἑσπερίων τόμον προκομισάμενος, τούτῳ καὶ

4

.

12

(50)

τῶν παρόντων τοὺς ἄλλους ὑποσημήνασθαι χειρὶ οἰκείᾳ διεκελεύσατο. περιείχετο δὲ τῷ τόμῳ ὅμοιον τῷ πατρὶ κατὰ τὰς γραφὰς ἀνομο‐ λογεῖν τὸν υἱόν. καὶ πάλιν ἐνταῦθα συνδρομῇ τοῦ Ἀκακίου, ὃς ἕτερος μὲν ἦν τὴν δόξαν, ἕτερος δὲ τὴν γλῶτταν, ὑπογράφουσι
πάντες ὅσοι παρῆσαν, καὶ ὅσοι πρὶν ἐπρέσβευον τὸ ἑτεροούσιον.

5

t

ΕΚ ΤΗΣ ΠΕΜΠΤΗΣ ΙΣΤΟΡΙΑΣ

5

.

1

Ὅτι, φησί, μετὰ ταῦτα Ἀκάκιος τοὺς περὶ Βασίλειον καὶ Εὐστάθιον, βασιλέα πείσας καὶ αἰτίαις ἄλλους ἄλλαις ὑποβαλών, καθαιρεῖ τῶν θρόνων. καθαιρεῖ δὲ καὶ Μακεδόνιον τὸν Κωνσταν‐ τινουπόλεως ἐπίσκοπον. παυθέντος δὲ τοῦ Μακεδονίου, Εὐδόξιος ἐξ
5Ἀντιοχείας Κωνσταντίου γνώμῃ ἀντικαθιδρύεται τῷ θρόνῳ. ὑπερο‐ ρίζονται δὲ καὶ οἱ καθαιρεθέντες, Βασίλειος μὲν εἰς Ἰλλυριούς, οἱ δὲ λοιποὶ ἄλλος ἀλλαχόσε· οἳ πρὸς τὴν ὑπερορίαν στελλόμενοι ἀθε‐ τοῦσι μὲν τὰς οἰκείας ὑπογραφάς, αἷς τὴν ἐν Ἀριμήνῳ πίστιν ὑπε‐ σημήναντο· ἀνακηρύττουσι δὲ πάλιν οἱ μὲν τὸ ὁμοούσιον, οἱ δὲ τὸ
10ὁμοιοούσιον. καὶ ὁ Ἀέτιος δέ, καθαιρεθεὶς διότι τὸ ἀπαράλλακτον εἰσηγήσατο, ὅπερ αὐτοῦ ταῖς ἄλλαις ὁμιλίαις καὶ συγγραφαῖς διαρρή‐ δην ἀπεμάχετο, ὑπερόριος εἰς Μοψουεστίαν τῆς Κιλικίας ἐκπέμπεται, ὑπογραψάντων κατ’ αὐτοῦ, οὐ μόνον δὲ ἀλλὰ καὶ κατὰ τῆς πίστεως ἣν ἐκήρυττεν, μικροῦ πάντων αὐτοῦ τῶν ἐραστῶν καὶ ὁμοφρόνων,
15τῶν μὲν ἐκ μεταβολῆς τῶν πάλαι δεδογμένων, τῶν δὲ τοῖς καιροῖς ἐνδόντων καὶ τὴν τοῦ βασιλέως γνώμην κρείττω τῆς παρὰ σφίσιν ἀληθείας ποιησαμένων. ὁ δὲ Ἀκάκιος, τοὺς περὶ Βασίλειον δι’ ἰδίαν ἔχθραν καὶ τὸν Ἀέτιον διὰ τὸ ἑτεροδοξεῖν καθελὼν καὶ ὑπερορίους ποιησάμενος, ἀνατρέχων ἐπὶ τὴν Καισάρειαν ταῖς χηρευούσαις ἐκκλη‐
20σίαις ἀρχιερεῖς καθίστη τὸ ὁμοούσιον θρησκεύοντας. καὶ καθίστησι μὲν ἐν Νικομηδείᾳ ἀντὶ Κεκροπίου Ὀνήσιμον, ἀντὶ δὲ Βασιλείου τῇ Ἀγκύρᾳ Ἀθανάσιον, Ἀκάκιον δὲ ἕτερον ἀντὶ Σιλβανοῦ τῇ Ταρσῷ. ἐν δὲ τῇ Ἀντιοχείᾳ, ὅσοι μέν ποτε τῶν ἐν τῷ κλήρῳ συνέπραξαν
Βασιλείῳ ἐν τοῖς κατὰ τοῦ Εὐδοξίου καὶ Ἀετίου τολμηθεῖσιν ἐρήμην
25ἠλαύνοντο· Μελέτιον δὲ τῆς Σεβαστείας τῶν Ἀρμενίων μεταπεμψά‐ μενος ἀντὶ Εὐδοξίου τῷ θρόνῳ ἐγκαθιδρύει, ἤδη γὰρ Εὐδόξιος Κων‐ σταντινουπόλεως ἐπέβαινεν. ὁ δὲ Μελέτιος τὰ μὲν πρῶτα τῇ τοῦ βασιλέως ῥοπῇ θεραπεύων τὸ ἑτεροούσιον ὑπεκρίνετο καὶ τῷ τόμῳ τῶν Ἑσπερίων ὑπέγραψεν· τοῦ δὲ τῆς Ἀντιοχείας ἐπάρξας θρόνου,
30θερμὸς ἦν τοῦ ὁμοουσίου ὑπέρμαχος. χειροτονεῖ δὲ καὶ Πελάγιον ὁ Ἀκάκιος ἐν Λαοδικείᾳ· καὶ ἁπλῶς, ἔνθα ἂν ἡ δύναμις εἵπετο, τὴν βουλὴν ἐδίδου κατὰ τὸ κράτιστον ἀντὶ τῶν ἐξελασθέντων τοὺς τὸ ὁμοούσιον εἰς τὸ ἀπροφάσιστον τιμῶντας ἐγκαθιστάναι.

5

.

2

Ὅτι, φησίν, μαθὼν ὁ βασιλεὺς παρὰ Ἀκακίου ὡς ὁ Ἀέτιος ὑπὸ Αὐξεντίου τοῦ Μοψουεστίας ἐπισκόπου ἐς τὰ μάλιστα φιλοφρο‐
σύνης ἀξιοῦται, εἰς Ἄμβλαδα τοῦτον μεθορισθῆναι παρακελεύεται, ἐκεῖ κακῶς ἀπορρῆξαι τὸν βίον διὰ τὸ βάρβαρον καὶ μισάνθρωπον
5τῶν ἐνοικούντων. αὐχμοῦ δὲ καὶ λοιμοῦ τὴν χώραν ἔχοντος ἀνυ‐ ποστάτου, ὡς οὗτος ὁ δυσσεβὴς ψευδολογεῖ, τὸν Ἀέτιον ἐξιλεωσά‐ μενον τὸ θεῖον λῦσαι μὲν τὰ δεινά, παμπόλλης δὲ τυχεῖν ὑπὸ τῶν ἐνοικούντων εὐνοίας τε καὶ σεβασμιότητος.

5

.

3

Ὅτι, τῶν περὶ Εὐστάθιον καὶ Εὐσέβιον καὶ Ἐλεύσιον καθαιρε‐
θέντων, οἱ ἀμφὶ τὸν Μάριν καὶ Εὐδόξιον γνώμῃ Κωνσταντίου τῆς Κυζίκου τὸν Εὐνόμιον ἐπίσκοπον χειροτονοῦσιν, οὐκ ἄλλως ἐκείνου τὴν χειροτονίαν ἀνασχομένου, εἰ μὴ παρ’ αὐτῶν ὑποσχέσεις λάβοι
5τὸν Ἀέτιον καὶ τῆς ὑπερορίας καὶ τῆς καθαιρέσεως ἀθωωθῆναι· καὶ χρόνος ἦν ὁ τῆς προθεσμίας εἰς τρεῖς ἀπαρτιζόμενος μῆνας.

5

.

4

Ὅτι, φησίν, εἰωθὼς Κωνστάντιος τῶν πολεμίων κρατεῖν, ἐπειδὴ ὁμογνίῳ λύθρῳ τὴν δεξιὰν ἐξεμίανεν καὶ τοὺς ἀμφὶ Θεόφιλον καὶ Ἀέτιον καὶ Σέρραν, διαβολαῖς ἀναπεισθεὶς Βασιλείου, ὑπερορίους ἐποιήσατο, πρὸς Πέρσας συμπλακεὶς τὸ ἧττον ἤνεγκεν.

5

.

5

Ὅτι φησὶν οὗτος ὁ δυσσεβὴς τὸν Ἀντιοχείας Μελέτιον ὑπὸ τοῦ Κωνσταντίου καὶ αὐτοῦ ἐν Ἀντιοχείᾳ διατρίβοντος ὑπερόριον εἰς τὴν ἑαυτοῦ πατρίδα τὴν Μελιτινὴν ἐκπεμφθῆναι, ὡς ἐπιορκίαις ἁλόντα καὶ ὅτι, τὸ ὁμοούσιον πρεσβεύων ἐκτόπως, τὸ ἑτεροούσιον
5κατεσχηματίζετο. μεταπέμπεται δὲ ἐξ Ἀλεξανδρείας τὸν συναιρεσιώ‐ την Ἀρείου Εὐζώϊον καὶ τούτῳ χεῖρας ἐπιθεῖναι τοὺς ἐπισκόπους
κελεύσας, ἐπίσκοπον Ἀντιοχείας ἀποκαθίστησιν.

6

t

ΕΚ ΤΗΣ ΕΚΤΗΣ ΙΣΤΟΡΙΑΣ

6

.

1

Ὅτι τὸν Εὐνόμιόν τινες τῶν ἐν τῷ κλήρῳ Κυζίκου Εὐδοξίῳ διαβάλλουσιν ὡς ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν εἰσηγούμενον, τὸ μὴ κατ’ οὐσίαν ὅμοιον εἰς κατηγορίαν ἀνομοιότητος πατρὸς πρὸς υἱὸν μετασκευάζοντες· καὶ τὰ παλαιὰ δὲ μετακινεῖν ἔθη, καὶ τοὺς μὴ συνα‐
5σεβεῖν ἐθέλοντας διασκευάζειν. ἐπὶ τούτοις θόρυβος τὴν Κωνσταν‐ τινουπολιτῶν ἐκκλησίαν εἶχεν, ἀνακινοῦντος αὐτὴν ἐπίτηδές τινος τῶν ἐν αὐτῇ πρεσβυτέρου, Ἡσυχίου τοὔνομα. διὸ μετάπεμπτον ὁ Εὐδόξιος τὸν Εὐνόμιον ποιεῖται. παραγεγονὼς δὲ ὁ μὲν τῆς βραδυ‐ τῆτος καὶ ὀλιγωρίας τῶν ὑπεσχημένων τὸν Εὐδόξιον ᾐτιᾶτο· ὁ δὲ
10περὶ τούτων μὲν ὑπεκρίνατο μὴ ἂν ἀμελῆσαι, δεῖν δὲ πρὶν τὴν περὶ αὐτοῦ γεγενημένην διαλῦσαι στάσιν. ἐντεῦθεν εἰς ἀπολογίαν ὁ Εὐ‐ νόμιος τῷ Κωνσταντινουπόλεως κλήρῳ καταστάς, οὕτω τοὺς πρὶν θορυβοῦντας εἷλεν, ὡς μὴ μόνον εἰς τὴν ἐναντίαν μεταστῆσαι δόξαν, ἀλλὰ καὶ μάρτυρας αὐτοῦ θερμοὺς τῆς εὐσεβείας γενέσθαι. καὶ γὰρ
15ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν οὐ μόνον οὐδαμῶς ἐν οἷς ἐδημηγόρησε δογματίζειν ἐφωράθη, ἀλλά γε καὶ ὅμοιον κατὰ τὰς γραφὰς ἀνα‐ κηρύττειν ἐπαρρησιάζετο. τὸ μέντοι ὅμοιον κατὰ τὴν οὐσίαν οὐ προσίετο, ἴσον εἰς βλασφημίαν λέγων εἶναι ὅμοιον κατ’ οὐσίαν λέγειν τῷ πατρὶ τὸν υἱὸν καὶ μὴ ὁμοιότατον φρονεῖν κατὰ τοὺς μονο‐
20γενεῖ θεῷ πρὸς τὸν ἀπαθῶς γεγεννηκότα πατέρα προσήκοντας λό‐ γους. οὐ μόνον δὲ τὸν κλῆρον οὕτως διέθηκεν, ἀλλὰ καὶ πάνδημον ὅλην ἐκκλησίαν, τὰ αὐτὰ διαλεχθείς, εἰς μέγα καὶ γλυκὺ θαῦμα καὶ σοφίας καὶ εὐσεβείας εἱλκύσατο. ἐξ οὗ καὶ τὸν Εὐδόξιον ὑπεραγα‐
σθέντα ἀναβοῆσαι· «ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη
25ἐστίν», καὶ κρότον ἀγεῖραι τῷ πλήθει, ὡς εὖ καὶ κατὰ καιρὸν τὴν ἱερὰν ἀνειπόντος χρῆσιν.

6

.

2

Ὅτι ὁ δυσσεβὴς οὗτος Εὐνόμιον τὸν θεοστυγῆ κατ’ ἐπιτροπὴν Εὐδοξίου δημηγορῆσαι τῷ πλήθει λέγει τῆς τῶν Θεοφανίων ἑορτῆς ἐνισταμένης, ἐν ᾗ τὸ δυσσεβὲς αὐτῶν καὶ ἄθεον μάλιστα ἀπογυμνοῦ‐ ται. τόν τε γὰρ Ἰωσὴφ οἱ κατάρατοι μετὰ τὴν ἄφραστον κυοφορίαν
5συνάπτειν οὐ πεφρίκασι τῇ παρθένῳ καὶ τὸν υἱὸν ἀναιδέστερον τοῦ πατρὸς δοῦλον καὶ ὑπηρέτην, καὶ δὴ καὶ τὸ πνεῦμα τοῦ υἱοῦ φο‐ βερὸν οὐδὲν ἡγοῦντο λέγειν. Ἔστι δὲ καὶ αὐτοῖς ἡ φράσις ἐν τούτοις πανηγυρικῆς χάριτος ἀπηλλοτριωμένη, ἀσαφείᾳ δὲ καὶ περιττολογίᾳ καὶ ῥημάτων οὐ κα‐
10θαρῶν παραχρήσει εἰς τὸ ἀτερπέστατον καὶ καταγέλαστον καὶ τετα‐ ραγμένον εἶδος ἀνοιδουμένη, καὶ τὸν τῆς ψυχῆς γνόφον καὶ σάλον καὶ τὸ θεοβλαβὲς ἐνδεικνυμένη.

6

.

3

Ὅτι μετὰ τοὺς πολλοὺς ἐπαίνους Εὐνομίου οὐ μόνον οὐδὲν ὧν ὑπέσχετο διενοήθη περαίνειν Εὐδόξιος, ἀλλὰ κἀκεῖνον ἐπεχείρει πεί‐ θειν γραφῇ τήν τε καθαίρεσιν Ἀετίου καὶ τὴν ἐν Ἀριμήνῳ ἔκθεσιν ὑποσημήνασθαι, εἰς τὸ τῆς οἰκονομίας πρόσχημα τὸ ἔκθεσμον αὐτοῖς
5καταρυθμίζων καὶ ἀθέλητον. ἐφ’ οἷς ὁ Εὐνόμιος βαρέως ἐνεγκὼν οὐδέτερον μὲν ὑπέστη· προσαπολιμπάνει δ’ αὐτοῖς καὶ τὴν Κύζικον πρῶτα μὲν λόγοις, εἶτα δὲ καὶ γράμμασι, καὶ πρὸς τὴν ἑαυτοῦ πα‐ τρίδα τὴν Καππαδοκίαν ἀφικνεῖται.

6

.

4

Ὅτι κατ’ Εὐνομίου κινηθεὶς ὁ Ἀκάκιος ἐφ’ ᾧ Κυζίκου κατέστη ἐπίσκοπος, συνδιαβάλλει καὶ τοὺς περὶ Εὐδόξιον, ὡς χωρὶς κοινῆς γνώμης τὸν μαθητὴν Ἀετίου κεχειροτονηκότας ἐπίσκοπον, ἄνδρα τὸν οἰκεῖον διδάσκαλον τῷ πρὸς τὴν αἵρεσιν ὀξυρρεπεστάτῳ ζήλῳ ὑπερ‐
5βαλέσθαι φιλονεικήσαντα· καὶ πείθει ταῖς διαβολαῖς τὸν Κωνστάντιον μετάπεμπτον ἐν Ἀντιοχείᾳ ποιήσασθαι τὸν Εὐνόμιον. καὶ παρα‐ γεγονότα εἰς ἀπολογίαν κελεύει καταστῆναι συνοδικῇ διαίτῃ λογο‐ θετούμενον. ἐπεὶ δὲ ἡ σύνοδος τὸν κατήγορον ἐζήτει, ὁ δὲ ἦν οὐ‐
δαμοῦ· ὁ γὰρ Ἀκάκιος ἀποδειλιάσας (καὶ γὰρ ἐνόμιζεν ἐκ μόνης τῆς
10πρὸς βασιλέα διαβολῆς τὸν ἐχθρὸν αἱρήσειν κατὰ κράτος) εἷς ἦν τῶν εἰς τὸ βαθύτατον σιγώντων· διὸ καὶ ὁ Κωνστάντιος ταῦτα μαθὼν δι’ ὑπονοίας τε τὸν Ἀκάκιον ἔσχεν, ὡς ἀπεχθημοσύνῃ μᾶλλον ἢ τρό‐ πων εὐθύτητι τὴν κατηγορίαν ἐνστησάμενον, καὶ θᾶττον αὐτὸν εἰς τὴν ἰδίαν ἐπαναδραμεῖν ἐκέλευεν παροικίαν, μείζονι συνόδῳ ταμιευό‐
15μενος τὴν τῶν προκειμένων διάγνωσιν.

6

.

5

Ταῦτα δὲ Κωνσταντίῳ διανοουμένῳ, ἡ τοῦ Ἰουλιανοῦ ἐπα‐
νάστασις ταῖς φήμαις αὐτῷ διακομίζεται. ὁ δὲ αὐτίκα τε τὴν ἐπὶ Κωνσταντινούπολιν ἐβάδιζεν καὶ σύνοδον ἅμα διώριζεν ὑπὲρ τοῦ ἑτεροουσίου κατὰ Νίκαιαν ἵστασθαι. φθάσας δὲ παρὰ τὰς Μόψου
5καλουμένας κρήνας καὶ νόσῳ βληθείς, εἶτα καὶ βαπτισάμενος παρὰ Εὐζωΐου, τήν τε βασιλείαν αὐτῷ βίῳ καὶ τὰς ἐπ’ ἀσεβείᾳ συνόδους ἀπολείπει.

6

.

6

Ὅτι, κομιζομένου πρὸς ταφὴν Κωνσταντίου, ὁ Ἰουλιανὸς κατα‐ λαβών, τῆς τε σοροῦ προεπόμπευε τῆς κεφαλῆς ἀφελόμενος τὸ
διάδημα καὶ τιμῶν τὸν νεκρὸν οὗ τὴν ζωὴν ἀφελεῖν ἐπεστράτευεν.

6

.

7

Ὅτι τὴν βασίλειον ἀρχὴν ἁρπάσας ὁ Ἰουλιανός, ἅτε δὴ Ἀέτιον διὰ Γάλλον δῆθεν κινδυνεύοντα, τῆς φυγῆς ἀνακαλεῖται· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους, ὅσοι δογμάτων ἐκκλησιαστικῶν
ὑπερορίαν ὑπέστησαν.

7

t

ΕΚ ΤΗΣ ΕΒΔΟΜΗΣ ΙΣΤΟΡΙΑΣ

7

.

1

Ὅτι τὴν βασιλείαν Ἰουλιανὸς ἁρπασάμενος καὶ τοῖς Ἕλλησι
διὰ προγραμμάτων πᾶσαν ἄδειαν εἰσενεγκὼν μηδὲν τῶν μελετωμένων ἄπρακτον ἐᾶν, εἰς ἄρρητά τε καὶ ἀδιήγητα πάθη κατέστησε τοὺς Χριστιανούς, πανταχοῦ τῶν Ἑλληνιστῶν πάσας αἰκίας καὶ καινὰς
5βασάνους καὶ πικροτάτους θανάτους ἐπαγόντων αὐτοῖς.

7

.

2

Ὅτι Γεώργιον τὸν Ἀλεξανδρείας συνεδρίου, φησί, προκαθεζό‐ μενον καὶ τῷ κατὰ Ἀετίου τόμῳ ὑποσημήνασθαι τοὺς ὁμοδόξους βιαζόμενον, εἰσπηδήσαντες τὸ Ἑλληνικὸν καὶ συλλαβόντες αὐτὸν πολλά τε εἰς τὸ σῶμα ἐνυβρίσαντες, εἶτα πυρὶ παρέδοσαν. φησὶ δ’
5ὁ δυσσεβὴς συγγραφεὺς οὗτος καὶ τὴν Ἀθανασίου γνώμην στρατη‐ γῆσαι τῆς πράξεως. ἀλλὰ γάρ, Γεωργίου διαφθαρέντος, τὸν οἰκεῖον θρόνον ὁ Ἀθανάσιος, τῶν Ἀλεξανδρέων αὐτὸν ἀσμένως ὑποδεξα‐
μένων, ἀναλαμβάνεται.

7

.

3

Ὅτι περὶ τῆς εἰκόνος τοῦ σωτῆρος ἡμῶν, ἣν ἡ τῆς αἱμόρρου πίστις ἀμειβομένη τὸν εὐεργέτην ἀνέστησεν, ἱστορῶν φησιν ἀνεστη‐ λῶσθαι μὲν ταύτην κατὰ τὴν πηγὴν τὴν ἔνδον τῆς πόλεως μετὰ καὶ ἑτέρων ἀγαλμάτων, τερπνότητός τι παρέχειν τοῖς φοιτῶσι θέαμα.
5τῆς δὲ τοῦ σωτῆρος εἰκόνος βοτάνης κατὰ τοὺς πόδας ἀναφυείσης, νοσημάτων μὲν ἁπάντων, μάλιστα δὲ τῆς φθινάδος ἴαμα, καὶ ζητούν‐ των τὴν αἰτίαν (ἐλελήθει γὰρ τῷ χρόνῳ καὶ οὗτινος ἔφερε μορφὴν καὶ ἡ πρᾶξις δι’ ἣν ἀνεστήλωτο· ἐν ὑπαίθρῳ γὰρ καὶ γυμνὸς ἑστώς, ἐπ’ οὐκ ὀλίγον συνεχώσθη τοῦ σώματος, γῆς ἐπ’ αὐτὸν ἐκ τῶν
10ὑψηλοτέρων ἀεὶ τόπων ἐν τοῖς τῶν ὄμβρων μάλιστα καιροῖς ἐπιφερο‐ μένης, ὑφ’ ἧς ἡ τῶν γραμμάτων τῶν ἕκαστα δηλούντων ἠφάνιστο γνῶσις)· τῆς οὖν ζητήσεως ταύτης ἐπιστάσης, ἀνωρύχθη μὲν τὸ συγκεχωσμένον, εὑρέθη δὲ γράμματα τὴν ἱστορίαν πᾶσαν ἀναδιδά‐ σκοντα. καὶ ἡ πόα μὲν οὐκ ἔτι μετ’ ἐκεῖνον ὤφθη τὸν χρόνον οὔτε
15ἐκεῖ οὔτε ἀλλαχόθι· τὸν δὲ ἀνδριάντα μεταστησάμενοι ἐν τῷ τῆς ἐκκλησίας διακονικῷ τὰ πρέποντα ἐθεράπευον, σέβοντες μὲν ἢ προσκυ‐ νοῦντες οὐδαμῶς (οὐ γὰρ ἦν θέμις χαλκὸν ἢ ἄλλην ὕλην προσκυνεῖν), αὐτῷ δὲ τούτῳ, στάσει τε σεμνοτέρᾳ καὶ τῷ μεθ’ ἡδονῆς ἐπιφοιτᾶν τῷ τόπῳ τὸ εἶδος θεασομένους, τὸν περὶ τὸ ἀρχέτυπον πόθον ἐπι‐
20δεικνύμενοι. Τοῦτο τὸ ἄγαλμα κατὰ τοὺς Ἰουλιανοῦ χρόνους τὸ Ἑλληνικὸν εἰς ἀσέβειαν ἀναφλεχθέντες, οἱ τὴν Πανεάδα οἰκοῦντες, τῶν βάθρων ἀνασπασάμενοι καὶ τῶν ποδῶν ἐκδησάμενοι, διὰ μέσης ἔσυρον τῆς λεωφόρου· ἐν ᾧ τὸ μὲν ἄλλο σῶμα διασπώμενοι διεσκέδασαν, τὴν δὲ
25κεφαλήν, ἐν τῷ σύρεσθαι τοῦ αὐχένος διαζυγεῖσαν, τινὲς λαθόντες τῶν ἐπαλγούντων τοῖς δρωμένοις ἀνελάβοντό τε καὶ ὡς ἠδύναντο διεσώσαντο. καί φησι ταύτην καὶ αὐτὸς θεάσασθαι. Ἡ μέντοι γε Πανεὰς Δὰν ἐπωνομάζετο τὸ παλαίτατον, τὴν προση‐ γορίαν ἀπὸ τοῦ παιδὸς τοῦ Ἰακὼβ Δὰν ἑλκυσαμένη, τοῦ φυλάρχου
30τῶν ταύτην οἰκούντων τότε· εἶτα δὲ Καισάρεια ἡ Φιλίππου ἐπεκέκλητο. τῶν δὲ Ἑλληνιστῶν Πανὸς ξόανον αὐτῇ καθιδρυσάντων, εἰς τὴν τῆς Πανεάδος ἐπωνυμίαν μετέβαλεν.

7

.

4

Ὅτι, τῶν Ἑλληνιστῶν τὰ ἀτοπώτατα κατὰ τῶν Χριστιανῶν πανταχοῦ παλαμωμένων, καὶ τόδε τοῖς ἀσεβέσι κατὰ Παλαιστίνην δεδραματούργηται. τὰ τοῦ προφήτου Ἐλισσαίου ὀστᾶ καὶ τοῦ βα‐ πτιστοῦ Ἰωάννου (ἐκεῖ γὰρ ἄμφω ἐτέθαπτο) τῶν θηκῶν ἐξελόμενοι
5καὶ ζῴων ὀστοῖς ἀλόγων συγκαταμίξαντες, ὁμοῦ πρὸς κόνιν κατέ‐
καυσαν καὶ εἰς τὸν ἀέρα διεσπείραντο. καὶ τοὺς Χριστιανίζοντας δὲ συλλαμβάνοντες, ἔστιν ὅτε τοῖς βωμοῖς ἀναπτομένοις ὡς ἱερεῖα ἐπετί‐ θεσαν, καὶ εἰς πολλὴν ἄλλην ἀρρητουργίαν ἐξεβακχεύθησαν. ἅπερ Ἰουλιανὸς ἐπιστάμενος οὐχ ὅπως ἤχθετο, ἀλλὰ καὶ διαφερόντως ἔχαι‐
10ρεν, ὡς τῆς μὲν ἐπὶ τοῖς δρωμένοις δυσκλείας εἰς ἑτέρους ἀνιούσης, τῆς δ’ αὐτοῦ γνώμης τοῖς ἐκείνων ἔργοις περαιουμένης. Συνιδὼν δὲ διὰ τῆς τοσαύτης μανίας οὐδὲν ὧν ἐβούλετο περαινό‐ μενον (μᾶλλον γὰρ τὸ Χριστιανῶν πολιορκούμενον ἐπερρώννυτο φρό‐ νημα), μηχανᾶται τοὺς ἐν αἰτίαις ἐκβεβλημένους τῶν ἐπισκόπων καὶ
15τοὺς ἀντ’ ἐκείνων ἔχοντας τοὺς θρόνους εἰς πόλεμον συρράξαι. καὶ δὴ πάσης ἐξουσίας ἑκατέρᾳ μοίρᾳ μετεδίδου πράττειν ὅσα καὶ δυνατὰ αὐτοῖς εἴη εἰς τὴν οἰκείαν σύστασίν τε καὶ ὠφέλειαν. ἐξ ὧν ἐκεῖνοι πρὸς ἀλλήλους συρρηγνύμενοι πολλὴν ἀσχημοσύνην καὶ μέμψιν, ὅπερ ἦν τῷ ἀποστάτῃ σπούδασμα, προσετρίβοντο τῇ εὐσεβείᾳ.
20 Καὶ ἄλλα δὲ τῆς αὐτῆς κακοτεχνίας συνεπῆγε· τούς τε γὰρ ἐν κλήρῳ κατειλεγμένους εἰς τὴν τῶν βουλευτῶν ἀνέστρεφε λειτουργίαν καὶ τῶν ἐκκλησιῶν τὰ σιτηρέσια τοῖς τῶν δαιμονίων θεραπευταῖς
μετεδίδου, καὶ πάντα πράττειν οὐκ ἐνεδίδου ἐξ ὧν τὰ μὲν ἀκμάσῃ τὰ τῶν δαιμόνων, τὰ δὲ τῆς εὐσεβείας, ὡς ἐνόμιζεν, εἰς ἀφανισμὸν
25συνελαθείη.

7

.

5

Ὅτι, φησί, τῶν πραγμάτων οὕτω φερομένων, εἰς μνήμην Εὐδόξιος ἀνελθὼν τῶν ὅρκων καὶ τῶν ὑποσχέσεων ἃς ὑπὲρ Ἀετίου πρὸς Εὐνόμιον ἀνεδέξατο, σύνοδον ἐπιστέλλει τῷ Ἀντιοχείας Εὐζωΐῳ συναθροῖσαι, δι’ ἧς ἔδει τὸν Ἀέτιον τῆς καταδικαζούσης ψήφου ἀπο‐
5λυθῆναι. ὁ δὲ Εὐζώϊος οὐδὲν πρὸς τὴν ἀξίωσιν ἐπεστράφη, αἰτιασά‐ μενος μάλιστα τὸν Εὐδόξιον, ὅτι μὴ αὐτὸς προκατήρξατο πράττειν ἅπερ ὑποτίθησιν ἑτέροις. ἐπιμένοντος δὲ τοῦ Εὐδοξίου τῇ ἀξιώσει,
ὑπισχνεῖται καὶ ὁ Εὐζώϊος τὴν πρᾶξιν.

7

.

6

Ὅτι, ἐν Κωνσταντινουπόλει διατρίβοντος τοῦ Ἀετίου καὶ Εὐνομίου, παραγίνεται Λεόντιος ὁ τῆς Τριπόλεως πρὸς αὐτοὺς καὶ Θεόδουλος ἀπὸ Χαιρατόπων οἵ τε ἀμφὶ τὸν Σέρραν καὶ Θεόφιλον καὶ Ἡλιόδωρον ἐξ ἑκατέρας Λιβύης, καὶ ὅσοις ἄλλοις γε ἡ αὐτὴ συνή‐
5ρεσκε δόξα, οἳ μήτε τῇ τοῦ Ἀετίου καταδίκῃ μήτε τῷ τόμῳ τῶν
Ἑσπερίων ὑπογράψαι ἠνέσχοντο. καὶ συναθροισθέντες χειροτονοῦσι τὸν Ἀέτιον· καὶ ἦν αὐτοῖς αὐτός τε καὶ Εὐνόμιος ἅπαντα. ἐχειρο‐ τόνουν δὲ καὶ ἑτέρους ἐπισκόπους, οὐδὲν τέως τοῦ Εὐδοξίου δυσχε‐ ραίνοντος, ἀλλὰ καὶ ψήφους πολλάκις ὑπὲρ τῶν μελλόντων χειρο‐
10τονεῖσθαι τοῖς περὶ Ἀέτιον προκομίζοντος. ἐν τούτῳ δὲ καὶ Εὐζώϊος, εἰς ἐννέα τὸν ἀριθμὸν ἀθροισάμενος σύνοδον, τὰς κατὰ Ἀετίου γεγε‐ νημένας πάλαι πράξεις διελύσατο. ἔλυσε δὲ καὶ τὴν τοῦ ἑξαμήνου
προθεσμίαν μεθ’ ἣν τοῖς περὶ Σέρραν, εἰ μὴ τῇ τοῦ Ἀετίου καθαιρέσει καὶ τῷ ἑσπερίῳ τόμῳ ὑπογράψαιεν, τῆς ἱερωσύνης ἀφαίρεσις ἡ ζημία
15διωρίζετο. ἑκατέρας δὲ τῶν εἰρημένων προελθούσης πράξεως, τοὺς τόμους ἀποστέλλειν τοῖς περὶ Εὐδόξιον παρεσκευάζοντο. ἀλλ’ ὁ κατὰ τῶν Χριστιανῶν ἀνυπόστατος διωγμὸς τὴν ὁρμὴν περιέκοψεν.

7

.

7

Ὅτι τὸν Οὐαλεντινιανὸν ὁ ἀποστάτης, τάγματος ἐπάρχοντα στρατιωτικοῦ (κόμης γὰρ ἐχρημάτιζεν τῶν λεγομένων κουρνούτων), ἐπεὶ πάντα πράττων οὐδαμῶς αὐτὸν ἴσχυσε τῆς εὐσεβείας μεταστῆσαι, παραλύσας τοῦ ἀξιώματος εἰς Θήβας τὰς Αἰγυπτίας φυγαδεύει. τοῦτόν
5φασι, ἡνίκα Κωνστάντιος ἐβασίλευσεν, ἰδεῖν τινα τῶν λεγομένων σιλεντιαρίων πυρὸς φλόγα τοῦ στόματος ἀφιέντα· ἰδεῖν δὲ κατὰ τὸ δειλινόν, ἡνίκα μετὰ τροφὴν τὸν ὕπνον αἱρούμεθα, καὶ ταῦτα σημῆναι Κωνσταντίῳ. καὶ γὰρ ἐκείνου πέμψαντος αὐτὸν διά τινα χρείαν μετακαλέσασθαι τὸν Οὐαλεντινιανόν, περιτυχεῖν τῷ θεάματι. ὁ δὲ
10Κωνστάντιος τῇ ἀγγελίᾳ εἰς ὑπόνοιαν μὲν καὶ δέος κατέστη, οὐ μήν γέ τι παρελύπησε τὸν ἄνδρα· παραμυθούμενος δὲ τὸ οἰκεῖον δέος, περὶ τὰ φρούρια τῆς Μεσοποταμίας ἐκπέμπει φύλακα τῶν ἐκεῖσε τόπων ἐσόμενον καὶ τὰς τῶν Περσῶν ἐπιδρομὰς ἀναστέλλοντα.

7

.

8

Ὅτι τὰ περὶ τοῦ μάρτυρος Βαβύλα, ὅσα τε Ἰουλιανὸς εἰς τὸ μαρτυρικὸν ἐκεῖνο σῶμα παρῴνησεν, ὅσα τε εἰπεῖν ἐξεβιάσθη τὰ δαιμόνια, καὶ ὅπως κεραυνῷ τὸ τοῦ Ἀπόλλωνος αὐτῷ καθιδρύματι
ἀπετεφρώθη τέμενος, καὶ ὅσα ἄλλα κατὰ ἀνθρώπους τε καὶ ὑπὲρ
5ἀνθρώπους παρεδοξοποιήθη, οὐκ ἐπὶ μέγα παραλλάττοντα τοῖς ἄλλοις
οὗτος ἱστορεῖ. λέγει δὲ μαρτυρῆσαι τὸν ἱερὸν Βαβύλαν σὺν τρισὶ παισὶ κομιδῇ μὲν νέοις, τὸ γένος δ’ ἀδελφοῖς· τὸ δὲ μαρτύριον ἀπ’ ἀρχῆς τοιαύτης προβῆναι. ἐπίσκοπος ἦν τῆς Ἀντιοχείας ὁ Βαβύλας. Νουμεριανῷ δὲ τῷ Ῥωμαίων βασιλεῖ ἤ, ὡς ἔνιοι, Δεκίῳ φασὶ κατὰ
10δή τινα δαίμονα γνώμην ἐμπεσεῖν πληθυούσης τῆς ἐκκλησίας εἰσελ‐
θεῖν ἐν αὐτῇ. τὸν δέ γε τοῦ θεοῦ ἀρχιερέα κατὰ τὰ προπύλαια στάντα τοῦ νεώ, τὴν εἴσοδον ἀποτειχίζειν, φάσκοντα, ὅσα γε δυνατὸς εἴη, μὴ περιόψεσθαι λύκον τῷ ποιμνίῳ παρεισδυόμενον. καὶ τὸν μὲν αὐτίκα τῆς ὁρμῆς ἀνακρουσθῆναι, εἴτε στάσιν ὑπειδόμενον, εἴτε καὶ
15ἄλλως μεταβουλευσάμενον· τὸν ἐπίσκοπον πρῶτα μὲν τῆς τόλμης αἰτιᾶσθαι, ἔπειτα δὲ κελεύειν τὸν ὅσιον τοῖς δαίμοσι θύειν, μόνην γὰρ εἶναι τὴν ἐξοσίωσιν ταύτην λύσιν τε τοῦ ἐγκλήματος καὶ τῆς
μετὰ ταῦτα τιμῆς τε καὶ δόξης πρόξενον. τὸν δέ, γενναίως πρὸς ἕκαστον τῶν προτεινομένων ἀντιταξάμενον, τὸν μαρτυρικὸν ἀναδή‐
20σασθαι στέφανον.

7

.

9

Ὅτι τοὺς τοῦ σωτῆρος χρησμούς, οἳ τὴν Ἱερουσαλὴμ ἀνατε‐ τράφθαι λέγουσιν ὥστε μηδὲ λίθον ἐπὶ λίθῳ μεῖναι, τούτους ὁ ἀπο‐ στάτης εἰς ψεῦδος ἐλέγχειν διανοηθείς, οὐ μόνον οὐδὲν ἤνυσεν ὧν ἐσπούδασεν, ἀλλὰ τὸ ἐν τοῖς χρησμοῖς, εἰ καὶ ἄκων, ἐβεβαίωσεν ἀμε‐
5τάπτωτον. ὁ μὲν γὰρ τοὺς πανταχῆ συναγείρας Ἰουδαίους καὶ οἴκοθεν
χρήματα καὶ δύναμιν ἄλλην παρασχών, ἀνακαινίζειν ἐπέτρεπεν τὸ ἱερόν. δείματα δὲ θεήλατα γεγονότα, διήγησιν ὑπερβαίνοντα, οὐ μόνον ἔσβεσαν αὐτῶν τὴν προθυμίαν, ἀλλὰ καὶ αὐτὸν καὶ τοὺς Ἰουδαίους εἰς ἐσχάτην ἀμηχανίαν καὶ αἰσχύνην κατεστρέψαντο. τοῦτο μὲν γὰρ
10πῦρ ἐπενέμετο τοὺς ἐργάζεσθαι τολμῶντας, τοῦτο δὲ σεισμὸς ἐχών‐ νυεν· καὶ ἄλλους ἄλλα πάθη κατεμερίζετο, καὶ ἡ καταισχύνειν τὰ δεσποτικὰ λόγια μελετήσασα τόλμα τὸ ἐκείνων ἀκαταίσχυντον καὶ σεβασμιώτατον λέληθεν ἑαυτὴν ἀνακηρύττουσα.

7

.

10

Ὅτι πολλοὶ μὲν τῶν εἰς τοὺς Χριστιανοὺς καὶ τὴν εὐσέβειαν ἐκμανέντων δίκας ἔτισαν οὐ μεμπτάς, εἰς τὸ περιφανέστατον δὲ καὶ ἐπιφανεῖς Ἰουλιανός τε ὁ τῆς Ἑῴας ἄρχων, θεῖος ὢν κατὰ τὸ μητρῷον γένος τοῦ ἀποστάτου Ἰουλιανοῦ, καὶ Φίληξ ὁ τοὺς θησαυροὺς ἐπιτετραμ‐
5μένος καὶ Ἐλπίδιος τῆς βασιλικῆς οἰκίας προεστώς (κόμητας πριουάτων ἡ Ῥωμαίων γλῶττα καλεῖ)· οὗτοι δ’ οἱ τρεῖς τῶν ἐξαρνησαμένων τὴν εὐσέβειαν εἰς τὸ βασιλεῖ κεχαρισμένον ἦσαν. Ὁ μὲν οὖν Φίληξ, ἐξ οὐδεμιᾶς ἐμφανοῦς αἰτίας τῶν ἐν βάθει φλεβῶν μιᾶς τῆς μεγίστης ἀναρραγείσης, αἵματός τε αὐλὸν ἐξέπεμψεν
10ἐκ τοῦ στόματος καὶ θέαμα τοῖς ὁρῶσι γενόμενος φοβερὸν οὐδὲ δι’ ὅλης ἡμέρας ἤρκεσεν, ἀλλὰ περὶ δείλην ὀψίαν τοῦ αἵματος ἐπιλείποντος καὶ τὴν ψυχὴν συναπέβαλε. Ὁ δέ γε Ἰουλιανὸς ἀργαλέᾳ καὶ δυστεκμάρτῳ βληθεὶς νόσῳ ἐπὶ τεσσαράκοντα τὰς ὅλας ἡμέρας ἀποτάδην ἔκειτο, μήτε φθεγγόμενος
15μήτε τινὰ συναίσθησιν ἔχων· μικρὸν δέ πως ὑπορραΐσας, πολλὰ μὲν κατεγίνωσκεν ἑαυτὸν τῆς ἀθεμίτου τόλμης καὶ τὴν δίκην ἐκεῖθεν αὐτῷ συναίσθησιν ἔλαβεν καταρραγῆναι· καὶ μέχρι τοῦ μάρτυρα αὐτὸν ἑαυτοῦ τῆς ἀνοσιουργίας γενέσθαι ἀνενεγκών, παντοδαποῖς ἕλκεσι τὴν γαστέρα σπασθείς, συνδιερράγη καὶ τὴν ψυχήν.
20 Καὶ ὁ Ἐλπίδιος δέ, εἰ καὶ τῶν ἄλλων βραδύτερον, ἀλλ’ οὖν τῇ τοῦ Προκοπίου τυραννίδι συμπράττων φωραθείς, ὃς ἐπανέστη τῷ Οὐάλεντι, τῶν τε χρημάτων γυμνωθεὶς καὶ εἱρκταῖς καταβιούς, ἀκλεῶς καταστρέφει τὸν βίον, ἐπάρατος πᾶσι γεγονὼς καὶ ὁ θύτης Ἐλπίδιος ἐπονομαζόμενος.
25 Ἄλλος δέ τις συνεισελθὼν τοῖς εἰρημένοις ἐν τῇ ἐκκλησίᾳ, ἣν ἐπόρ‐ θουν καὶ ἀπεσύλων τὰ ἀναθήματα καὶ τὰ κειμήλια λαφυραγωγοῦντες τὸν ἐν αὐτοῖς θεραπευόμενον ἐξύβριζον, οὗτος δή, προσανασυράμενος τὴν ἐσθῆτα, τῷ θυσιαστηρίῳ ἐνασελγαίνων ἐναπούρησε καὶ παραυτίκα ποινὴν χαλεπὴν καὶ ὀξεῖαν ἀπέτισεν. δι’ ὧν γὰρ ὕβρισεν μορίων,
30ταῦτα μέχρι τῶν ἐντέρων διασαπεὶς καὶ σκωλήκων ἀδιήγητον χρῆμα τεκνώσας, οἰκτρῶς ἄγαν καὶ οὐδ’ ἀφηγήσεως ἀξίως καταστρέφει τὸν βίον. καὶ μὲν δὴ καὶ ἕτεροι παραπλήσια τετολμηκότες ἐφαμίλλους τὰς τιμωρίας δεδώκασιν.

7

.

11

Ὅτι Ῥωμαίων ὁ βασιλεὺς Ἀδριανός, ὃς Αἴλιος ἐπωνόμαστο, τὰς Ἱεροσόλυμα Αἰλίαν ἐξ ἑαυτοῦ μετεκαλέσατο, ὡς ἂν παντάπασι τὸ
Ἰουδαίων αὐτῆς ἔθνος ἀποστήσῃ καὶ ἀπορρήξῃ καὶ μηδ’ ἐκ τῆς κλήσεως ὡς πατρίδος αὐτῆς ἀντιποιεῖσθαι πρόφασιν ἔχωσιν. ἐδεδίει
5γὰρ αὐτῶν τὸ θερμουργὸν καὶ ῥιψοκίνδυνον μή, συναγειρόμενοι κατὰ πρόφασιν ἐν τῇ πόλει λατρείας, πράγματα Ῥωμαίοις παρέξουσιν.

7

.

12

Ὅτι, φησί, Βαβύλα τοῦ μάρτυρος τῶν λειψάνων μετατεθέντων, τὰ τῶν Ἑλλήνων χρηστήρια, τοῦ κατὰ τὴν Δάφνην ἀρξαμένου, χρησμοὺς ἀνεδίδου καὶ λόγια, τῆς θείας προνοίας φθέγγεσθαι μὲν αὐτοῖς ἐνδιδούσης, τρεπούσης δὲ τὴν εἰς τιμὴν αὐτοῖς ὁρῶσι σπουδὴν
5εἰς αἰσχύνην ἄφατον. καὶ γὰρ ἐξ ὧν ἐσπούδαζε τὸ Ἑλληνικὸν κιχρᾶν τὰ δαιμόνια, ἵν’ ἔχοιεν ἐπὶ μᾶλλον θειάζειν αὐτά, ἐκ τούτων τὸ ἀσθε‐ νὲς αὐτῶν καὶ πεπλανημένον διελέγχειν τῇ θείᾳ προνοίᾳ συνηλαύνοντο· ψευδεῖς γὰρ καὶ ἀτέλεστοι κατά γε τὸ περιφανέστατον οἱ ἐκεῖθεν χρησμοὶ ἐγνωρίζοντο. ὅθεν καὶ προθεσπισάντων ἅμα πάντων καθ’
10ἕκαστον τῶν μαντείων ὡς Ἰουλιανὸς ὁ τοῦ βασιλέως θεῖος νοσῶν οὐ τεθνήξεται, ἐν αὐταῖς ταῖς τῶν χρησμῶν ἀναγνώσεσιν οἰκτρῶς ἐκεῖνος καὶ ἐλεεινῶς τὸν βίον ἀπέρρηξεν.

7

.

13

Ὅτι, φησί, Ἥρωνά τινα ἐκ Θηβῶν τῶν Αἰγυπτίων ὁρμώμενον καὶ εἰς ἐπισκόπους τελέσαντα, εἶτα πρὸς Ἑλληνισμὸν μεταβαλόντα, παραχρῆμα νόσος σηπεδονώδης ἀπέλαβεν καὶ πᾶν αὐτοῦ καταβοσκη‐ θεῖσα τὸ σῶμα βδέλυγμα πᾶσιν ὑπέδειξεν. ὁ δὲ πανταχόθεν ἀπορού‐
5μενος ἐν τοῖς ἀμφόδοις κατέκειτο, μηδ’ ὅντινα οὖν μηδαμόθεν ἕλκων ἔλεον, τῶν μὲν Χριστιανῶν παντελῶς αὐτὸν ἐκτρεπομένων, τῶν Ἑλ‐ λήνων δὲ μέχρι τοῦ καθυποβαλεῖν αὐτὸν τῇ πλάνῃ μόνον αὐτὸν ἐγνωκότων. ἀλλ’ ὁ μὲν Ἥρων πικρῶς οὕτως καὶ παναθλίως τῆς ζωῆς ἀπελήλαται. καὶ Θεότεκνος δέ τις, πρὸς τὸν Ἑλληνισμὸν ἀπορ‐
10ρυείς, πᾶσαν ἀθρόως τὴν σάρκα διασαπεὶς καὶ σκωλήκων ὕλη γεγονώς,
καὶ δὴ καὶ τοὺς ὀφθαλμοὺς ὑπ’ αὐτῶν ἐξορυχθείς, τελευτῶν εἰς μανίαν ἐτράπη καὶ τὴν ἑαυτοῦ γλῶτταν καταφαγὼν ἐκ πικρῶν βασάνων εἰς πολὺ χαλεπώτερα παρεπέμφθη κολαστήρια. καὶ πολλὰ τοιαῦτα τὸ θεῖον ἐτερατούργει, ἀντιρρόπους τὰς ποινὰς παρὰ τῶν
15ἀναίδην ἀσεβούντων εἰσπραττόμενον.

7

.

14

Ὅτι προστάξας, φησίν, Ἰουλιανὸς τὰ Ἱεροσόλυμα ἀνοικοδο‐ μεῖσθαι, ὡς ἂν τὰς περὶ αὐτῶν δεσποτικὰς προρρήσεις ἀκύρους ἐλέγξῃ, τοὐναντίον ἅπαν ὧν ἐσπούδασεν ἐξειργάσατο. ἄλλα τε γὰρ τέρατα ὑπερφυῆ τὸ ἔργον κατασκήψαντα ἐπέσχεν καὶ δὴ καὶ τῶν
5θεμελίων εὐτρεπιζομένων εἷς τῶν λίθων, τῶν εἰς τὴν ἐσχάτην κρηπῖδα τεταγμένων, κινηθεὶς στόμιον ἄντρου τινὸς παρέδειξεν ἐνειργασμένου τῇ πέτρᾳ. ὡς δ’ ἄπορον ἦν διὰ τὸ βάθος ἰδεῖν τὰ ἔνδον, βουλόμενοι γνῶναι τὸ σαφὲς οἱ τοῖς ἔργοις ἐφεστῶτες καθιᾶσί τινα τῶν ἐργατῶν σχοίνου μακρᾶς ἐκδησάμενοι. ὁ δὲ καθιμηθεὶς ὕδωρ μὲν εὗρεν εἰς
10μέσας κνήμας κατὰ τὸ ἄντρον συνεστηκός· πανταχῆ δὲ περιελθὼν καὶ τῶν τοίχων ἐφαψάμενος, τετράγωνον μὲν τὸ ἄντρον ἔγνω, ἀναστρέφων δὲ καὶ κατὰ τὸ μέσον γεγονώς, ἐντυγχάνει στήλῃ τινὶ βραχὺ διεχούσῃ τοῦ ὕδατος· ᾗ τὴν χεῖρα ἐπιβαλὼν εὑρίσκει βιβλίον αὐτῇ ἐπικείμενον, λεπτοτάτῳ καὶ καθαρωτάτῳ περιειλημένον ἡμιτυβίῳ.
15ἀνελόμενος δὲ ὡς εὗρεν τὸ βιβλίον, σημαίνει δεῖν αὐτὸν ἀνακομίζειν. Ἀνακομισθεὶς δὲ ἐπιδείκνυσι τὸ βιβλίον καὶ εἰς θάμβος ἅπαντας ἄγει, μάλιστα δ’ ὅτι καὶ νεουργὸν καὶ ἀθιγῆ παρεῖχε τὴν θέαν, καὶ ὡς ἐν ἐκείνῳ ἀνευρεθὲν τῷ χωρίῳ. τὸ δὲ ἄρα τὸ βιβλίον (ὃ καὶ πλέον Ἑλληνιστὰς καὶ Ἰουδαίους κατέπληξεν) εὐθὺς κατ’
20ἀρχὰς ἀναπτυχθὲν μεγάλοις ἔλεγε γράμμασιν· ‹ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.› καὶ ἁπλῶς ὁλόκληρον ἡ γραφὴ τὸ εὐαγγέλιον ἐδείκνυ, ὅπερ ἡ θεολόγος τοῦ μαθητοῦ καὶ παρθένου εὐηγγελίσατο γλῶσσα. ἐδήλου δὲ ἄρα μετὰ τῶν ἄλλων παραδόξων ἔργων, ἃ κατ’ ἐκεῖνο
25καιροῦ οὐρανόθεν ἐπεδείχθη, μὴ ἄν ποτε διαπεσεῖν τὴν δεσποτικὴν ἀπόφασιν, ἥτις τὴν εἰς τέλος ἐρήμωσιν τοῦ νεὼ προανεῖπεν. καὶ
γὰρ θεόν τε ἐθεολόγει τὸ βιβλίον τὸν ταῦτα προτεθεσπικότα καὶ δημιουργὸν ἁπάντων καὶ ἔλεγχος ἦν τοῦ μάτην ἐκείνους περὶ τὴν οἰκοδομὴν πονεῖσθαι, τῆς θείας καὶ ἀμεταθέτου ψήφου τὸν εἰς τέλος
30τοῦ νεὼ ἀφανισμὸν καταψηφισαμένης. Τὰ μέντοι Ἱεροσόλυμα Ἰεβοὺς πρότερον ἐκαλεῖτο, τῶν τῆς Βενια‐ μίτιδος φυλῆς ταύτην ἐνοικούντων, πρὶν ἢ Δαυῒδ ὁ βασιλεύς, ὑποσχέσει στρατηγίας ἑλὼν αὐτὴν διὰ τοῦ Ἰωάβου, ἐκείνῳ τε τὴν ὑπόσχεσιν ὡς ὑπεδέξατο δίδωσι καὶ αὐτὸς πόλιν ἐν αὐτῇ δειμάμενος μητρόπολιν
35τοῦ παντὸς ἔθνους τῶν Ἑβραίων ἀπειργάσατο.

7

.

15

Ὅτι, τοῖς πανταχόθεν χρησμοῖς τῶν Ἑλλήνων ὁ παραβάτης ἀναπεισθεὶς ὡς ἄμαχον ἕξει τὸ κράτος, κατὰ Περσῶν ἐκστρατεύει. γέρων δέ τις τῶν παρὰ Πέρσαις τῆς στρατευόμενον καὶ ἐρημίαις
ἐκτόποις καὶ ἀμηχάνοις συγκλείσας ἀπορίαις, ἐν οἷς τὸ πλεῖστον τοῦ
5λαοῦ διεφθάρη, ἕτοιμον θήραμα τοὺς πολεμίους τοῖς ὁμοφύλοις παρέχεται. Τὸ δὲ Περσικὸν ἐπελαύνει κατ’ αὐτῶν, συνεπαγόμενον καὶ τοὺς ὑποσπόνδους κοντοφόρους Σαρακηνούς· ὧν εἷς ἐπὶ τὸν Ἰουλιανὸν τὸ δόρυ ἐκτείνας πλήττει μὲν αὐτὸν ἐν ἰσχύϊ κατὰ τὸ περιτόναιον, ἅμα
10δὲ τῇ αἰχμῇ ἐξελκομένῃ καὶ κόπρος τις ἐπηκολούθησε συνεπισπωμένη τῷ αἵματι. εἶτα τὸν μὲν βαλόντα Σαρακηνὸν εἷς τῶν δορυφόρων ἐπελθὼν τῆς κεφαλῆς ἀποτέμνει. τρωθέντα δὲ καιρίαν τὸν Ἰουλιανὸν οἱ οἰκεῖοι διὰ τάχους ἀναλαβόντες ἐπ’ ἀσπίδος, εἰς τὴν σκηνὴν ἀπεχώρουν. καὶ τοῖς πολλοῖς, διὰ τὸ ἀθρόον καὶ δι’ ὀλίγου συμβῆναι
15τὴν πληγὴν καὶ μηδ’ ὅθεν ἰδεῖν ἠνέχθη, παρὰ τῶν οἰκείων ἐνομίσθη
τὸ πάθος προελθεῖν. Ἀλλ’ ὅ γε δείλαιος Ἰουλιανὸς τοῦ τραύματος ταῖς χερσὶν ὑποδε‐
χόμενος τὸ αἷμα πρὸς τὸν ἥλιον ἀπέρραινεν, διαρρήδην πρὸς αὐτὸν λέγων· «κορέσθητι». ναὶ δὴ καὶ τοὺς ἄλλους θεοὺς κακούς τε καὶ
20ὀλετῆρας ἐκάλει. Ἰατρῶν μέντοι γε ἄριστος ὁ Λυδὸς Ὀριβάσιος αὐτῷ συνῆν ὁ ἐκ Σάρδεων· ἀλλ’ ἡ πληγὴ πᾶσαν χλευάζουσα θεραπείαν διὰ τριῶν ἡμερῶν τὸν Ἰουλιανὸν ἀπαλλάττει τοῦ βίου, ἐν μὲν τῷ τοῦ Καίσαρος σχήματι πέντε ἐνιαυτούς, ἐν δὲ τῷ διαδήματι μετὰ τὸν Κωνσταντίου
25θάνατον δύο καὶ ἥμισυ διανύσαντα ἔτη. Καὶ οὗτος μὲν εἰς τὸν ἥλιον ἀπορραίνειν τὸ αἷμα καὶ τοὺς αὐτοῦ θεοὺς κακολογεῖν, οἱ δὲ πλεῖστοι τῶν ἱστορούντων εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἑκάτερον γράφουσιν
ἐναπορρίψαι.

8

t

ΕΚ ΤΗΣ ΟΓΔΟΗΣ ΙΣΤΟΡΙΑΣ

8

.

1

Ὅτι τῇ ἐπαύριον τοῦ διαφθαρῆναι τὸν ἀποστάτην ἀνίστησιν ὁ στρατὸς Ἰωβιανὸν βασιλέα. ὁ δὲ (οὐ γὰρ ἦν ἄλλως διασωθῆναι, εἰς δέκατον μέρος τῆς ὅλης στρατιᾶς ἀπολεπτυνθείσης) τριακοντούτεις τίθεται πρὸς τὸν Πέρσην σπονδάς, τῆς τε Νισίβεως αὐτῷ ὑπεκστὰς
5καὶ τῶν φρουρίων ὅσα Ῥωμαίοις ἐπὶ Πέρσας ἄχρι τῆς Ἀρμενίας οἱονεὶ τεῖχος προὐβέβλητο. Τὸν δὲ νεκρὸν Ἰουλιανοῦ Μεροβαύδης καὶ οἱ σὺν αὐτῷ ἐν Κιλικίᾳ κομίσαντες, οὐ κατὰ πρόνοιαν, κατὰ δέ τινα περιφορὰν ἀντικρὺ τοῦ τάφου ὃς τὰ Μαξιμίνου συνεῖχεν ὀστᾶ κατέθεντο, λεωφόρου μόνης
10ἀπ’ ἀλλήλων τὰς θήκας αὐτῶν διατειχιζούσης.

8

.

2

Ὅτι Εὐζώϊος, φησί, καὶ οἱ σὺν αὐτῷ τὸν μὲν ὑπὲρ Ἀετίου καὶ τοῦ δόγματος τόμον ἐξέθεσαν, οὐ μήν γε περαίνειν ταῦτα διανέ‐ στησαν. διὸ οἱ περὶ Ἀέτιον καὶ Εὐνόμιον ἐν Κωσταντινουπόλει δια‐ τρίβοντες καθ’ ἑαυτοὺς ἤδη τῶν πραγμάτων προΐσταντο, τά τε
5ἄλλα ὡς αὐτοῖς ἐδόκει πρὸς τὸ ἄριστον τιθέμενοι καὶ δὴ καὶ ἐπισκό‐ πους καθίστασαν. ὧν Κάνδιδος μὲν καὶ Ἀρριανὸς ταῖς κατὰ Λυδίαν καὶ Ἰωνίαν ἐκκλησίαις ἐφίστανται, Παλαιστίνης δὲ ὁ ἀπὸ Χαιρατόπων Θεόδουλος ἐπεσκόπησεν. ἐν δὲ Κωνσταντινουπόλει (καὶ γὰρ Εὐδοξίου καί τινων ἄλλων αἱρέσεων ἀπορρυὲν οὐκ ὀλίγον πλῆθος τὴν περὶ
10Ἀέτιον καὶ Εὐνόμιον μοῖραν ἐπηύξησεν) χειροτονοῦσι πρῶτον τῆς καθ’ ἑαυτοὺς ἐκκλησίας Ποιμένιον ὄνομα. ὃ καὶ τὸν Εὐδόξιον, μέχρι τότε τὰς πρὸς αὐτοὺς τῆς ἑνώσεως ἐλπίδας ὑποτρέφοντα, εἰς τὸ βεβαίως ἀντίπαλον μετεστήσατο. Ποιμενίου δὲ μετ’ οὐ πολὺν ἀποβιώ‐ σαντος χρόνον, ἀντικαθιστῶσι Φλωρέντιον. εἰς δὲ τὴν Λέσβον, τοῦ
15ταύτης ἀποιχομένου ποιμένος, χειροτονοῦσι Θάλλον. τῇ δὲ πρὸς τῷ Πόντῳ Γαλατίᾳ καὶ Καππαδοκίᾳ Εὐφρόνιον προχειρίζονται· τὴν δὲ Κιλικίαν Ἰουλιανὸς ἐγχειρίζεται. πρὸς δὲ τὴν ἐν τῇ κοίλῃ Συρίᾳ Ἀντι‐ όχειαν μετ’ οὐ πολὺν χρόνον ἐθελοντὴς ἀφικνεῖται Θεόφιλος ὁ Ἰνδός, ἐφ’ ᾧ τὸν Εὐζώϊον μὲν κατὰ τὸ προηγούμενον ἀναστῆσαι εἰς τέλος
20ἀγαγεῖν τὰ ὑπὲρ Ἀετίου ἐγνωσμένα· εἰ δὲ μή, αὐτός γε καθηγήσεσθαι τοῦ ἐκεῖσε πλήθους ὅσον τὴν ἐκείνου γνώμην ἠσπάζετο. ἑκατέρας δὲ Λιβύης καὶ ὅσον ἐν τῇ Αἰγύπτῳ τὸ αὐτῶν διέσωζε φρόνημα, τοῖς ἀμφὶ Σέρραν τε καὶ Στέφανον καὶ Ἡλιόδωρον ἔμελεν. Τούτους μὲν οὖν ἅπαντας ὁ Φιλοστόργιος ἐπαίνοις οὐκ ἔχει
25κόρον διακοσμεῖν, τήν τε δύναμιν τῶν λόγων ἀνυμνῶν καὶ τὸν βίον ἀποθειάζων.

8

.

3

Ὅτι Θεοδόσιόν τινα τῶν ἐπισκόπων θερμὸν ἐραστὴν τῆς αὐτοῦ αἱρέσεως εἰσάγει, καὶ 〈πρὸσ〉 τὰς διὰ τῶν γυναικῶν ἡδονὰς ἀποκλῖναι, καὶ ἄλλα τε δυσσεβῆ τῇ ἀρχαίᾳ δόξῃ συνάψαι καὶ δὴ καὶ ὡς ὁ Χριστὸς τρεπτὸς μὲν τῇ γε φύσει τῇ οἰκείᾳ, ἐπιμελείᾳ δὲ τῶν
5ἀρετῶν ἀνυπερβλήτῳ εἰς τὸ ἄτρεπτον ἀνυψωθῆναι· καὶ ὅτι μηδὲ
φθέγγοιτο μηδ’ ἀκούοι τὸ θεῖον, ἐπεὶ χεῖρες ἂν αὐτῷ καὶ ἀκοαὶ συμπλασθήσονται· καὶ ἄλλα δὲ τοιουτότροπά φησιν αὐτὸν δυσσε‐ βῆσαι.

8

.

4

Ὅτι Ἀέτιος μὲν πρὸς τὴν Λυδίαν ἀφίκετο τὸν Κάνδιδον καὶ Ἀρριανὸν ταῖς ἐκκλησίαις ἐνιδρῦσαι· ὁ δὲ προειρημένος Θεοδόσιος, τῶν ἀνδρῶν ἐκείνων τὸν βίον ἔλεγχον τοῦ οἰκείου ὑπειδόμενος, δι’ ἔχθρας καθίσταται τῷ Ἀετίῳ, καίτοι γε μὴ ἀνασχόμενος πρὶν εἰς τὸν κατ’
5αὐτοῦ τόμον χειρογραφῆσαι. ἀλλὰ τῷ γε Φόβῳ κοινωσάμενος (εἷς δὲ καὶ οὗτος ἦν τῶν οὐχ ἑλομένων καταψηφίσασθαι Ἀετίου, φίλον δ’ αὐτὸν παλαιά τε συνήθεια ἐποίει καὶ τῆς ἐκθέσμου πολιτείας τὸ ἀπαράλλακτον), οὗτοι δὴ καὶ Αὐξιδιανὸν ἑταιρισάμενοι (ἐπίσκοπος δ’ ἦν καὶ οὗτος ὥσπερ κἀκεῖνοι), κατὰ δὴ τοῦ Ἀετίου καὶ τῶν περὶ
10Κάνδιδον συσκευάζονται. καὶ δὴ καὶ ἑτέρους ἓξ τῶν ἐπισκόπων συναγειράμενοι καὶ συνέδριον καθίσαντες, κοινῇ ψήφῳ γράμμα τοῖς περὶ Εὐδόξιον καὶ Μάριν διαπέμπονται. Τὸ δὲ γράμμα τήν τε χειροτονίαν Ἀετίῳ ἐπεκάλει ὡς παρὰ θεσμὸν γεγενημένην μάλιστά γε καὶ ὅτι μετὰ τὴν καθαίρεσιν τῆς
15διακονίας, τῶν καθελόντων αὐτὸν οὐ λυσαμένων τὴν ψῆφον, ὁ δὲ καθελκόμενος ἐκεῖθεν ὅμως καὶ πρὸς βαθμὸν ἀνεπήδησε μείζονα· καὶ μὴν καὶ τὰς περὶ Κάνδιδον χειροτονίας ἀπεδοκίμαζεν ὡς παρὰ τὴν κοινὴν νεωτερισθείσας γνώμην, ἀλλὰ γὰρ καὶ τὰς ἄλλας ἃς οἱ περὶ Ἀέτιον ἐτελέσαντο.
20 Δεξάμενος δὲ τὴν ἐπιστολὴν ἄσμενος ὁ Εὐδόξιος, τῶν μὲν ὅρκων οὓς Εὐνομίῳ ὀμώμοστο καὶ τῶν πρὸς Εὐζώϊον γραμμάτων καὶ τῶν πολλῶν αὐτοῦ καὶ ποικίλων ὑποσχέσεων, τούτων οὐδὲν ἐπὶ νοῦν ἐλάμβανεν· ἀντιγράφει δὲ πρὸς τοὺς περὶ Θεοδόσιον, ἐποτρύνων αὐτοὺς εἰς τὴν πρᾶξιν, μᾶλλον δ’ ὑποτιθέμενος χωρεῖν κατὰ τῶν
25παρασχόντων ἢ τῶν δεξαμένων τὰς χειροτονίας.

8

.

5

Ὅτι ὁ βασιλεὺς Ἰωβιανὸς εἰς τὸν ἀρχαῖον κόσμον ἀποκαθίστησι τὰς ἐκκλησίας, πάσης αὐτὰς ἀπαλλάξας ἐπηρείας ὅσην αὐταῖς ὁ ἀποστάτης ἐπήνεγκεν. ἀνακαλεῖται δὲ καὶ οὓς ἐκεῖνος τῆς εὐσεβείας οὐ μεθιεμένους ἐφυγάδευσεν· τούτων καὶ Οὐαλεντινιανὸς ἦν, ἀπὸ
5Θηβῶν τῶν Αἰγυπτίων ἀνακομιζόμενος.

8

.

6

Ὅτι, φησίν, οἱ περὶ Κάνδιδον καὶ Ἀρριανόν, προσγενεῖς ὄντες τῷ βασιλεῖ, πρὸς αὐτὸν ἐν Ἐδέσῃ παραγίνονται καὶ τῷ Ἀθανασίῳ ἐξοικειώσασθαι τὸν βασιλέα σπουδάζοντι ἐμποδὼν ἵστανται· πλὴν ὅ γε βασιλεύς, εἰς δίαιταν κοινὴν τὰ παρ’ ἑκατέρου μέρους λεγόμενα
5ἀναθέμενος, ῥοπὴν οὐδετέροις τέως παρέσχεν ἐπίδηλον.

8

.

7

Ὅτι Εὐδόξιος κατὰ Κανδίδου καὶ Ἀρριανοῦ πρὸς Εὐζώϊον γράφει. ὁ δὲ ἠχθέσθη μέν, συμπαραλαβὼν δὲ καὶ Ἐλπίδιον ἀντι‐ γράφει, μεμφόμενός τε τὴν συμβουλήν, ἀποσχέσθαι δὲ κἀκεῖνον μᾶλλον ἀντιπαραινῶν τῆς τοιαύτης γνώμης· ἐν ταὐτῷ δ’ ἠρέμα πως
5ἐπῃτιᾶτο τὴν μακρὰν ἀναβολὴν τῶν διομολογηθέντων ὑπὲρ Ἀετίου Εὐνομίῳ.

8

.

8

Ὅτι Ἰωβιανὸς ὁ βασιλεὺς πρὸς τὴν Κωνσταντινούπολιν ἀπαίρων καὶ γεγονὼς ἐν Ἀγκύρᾳ θάτερον τῶν ἑαυτοῦ παίδων Οὐαρονιανόν, κομιδῇ νέον ὄντα, ἐπιφανέστατον (ὃ παρὰ Ῥωμαίοις τὸν νωβελλίσιμον δύναται) ἀναγορεύει. ἐκεῖθεν δὲ σφοδροτάτου χει‐
5μῶνος ἐπικειμένου σὺν τῷ στρατῷ χωρεῖ ἐπὶ τὰ πρόσω. καὶ πολλοὶ μὲν κατὰ τὴν ὁδὸν διαφθείρονται, αὐτὸς δὲ μετὰ τοὺς ὑπολειφθέντας καταλαμβάνει τὰ Δαδάστανα. ἔν τινι δὲ καταλύσας σταθμῷ καὶ τροφῆς μετασχών, ἐν οἰκήματί τινι ἄρτι κεκονιαμένῳ κατακλίνεται πρὸς ὕπνον. πυρὸς δ’ ἀναφθέντος ὥστε ἀλέαν ἐγγενέσθαι τῷ
10οἰκήματι, νοτὶς μὲν τῶν νεοχρίστων τοίχων ἀνεδίδοτο· ἠρέμα δὲ διὰ τῶν ῥινῶν παραδυομένη καὶ τοὺς ἀναπνευστικοὺς πόρους ἐπιφράτ‐ τουσα καὶ ἀποπνίγουσα διαφθείρει τὸν βασιλέα, διανύσαντα ἐν τῇ βασιλείᾳ μῆνας ἐγγὺς δέκα. Ἀλλ’ ὁ μὲν τούτου νεκρὸς εἰς τὴν Κωνσταντινούπολιν ἄγεται·
15ὁ δὲ στρατὸς κατὰ Νίκαιαν γεγονώς, ἡμερῶν διαγενομένων δώδεκα, τὸν Οὐαλεντινιανὸν ἀναγορεύει βασιλέα, Δατιανοῦ μὲν τοῦ πατρικίου ἐκ Γαλατίας τὴν βουλὴν γράμμασιν εἰσηγησαμένου (ἐν αὐτῇ γὰρ διά τε γῆρας καὶ τὸ τοῦ χειμῶνος ὑπελέλειπτο μέγεθος), συνεφαψαμένου δὲ τῇ πράξει Σεκούνδου τε τοῦ ἐπάρχου καὶ Ἀρινθαίου τοῦ στρα‐
20τηγοῦ καὶ Γλαΐφου (τῶν δομεστίκων οὗτος ἡγεῖτο). Τοῦ δὲ στρατοῦ κατ’ αὐτὴν τὴν ἀναγόρευσιν ἐπὶ τῆς ἀσπίδος ἐποχούμενον τὸν βασιλέα Προσλαβεῖν κοινωνὸν εἰς τὴν βασιλείαν ἀξιοῦντος, τῇ χειρὶ μὲν σιγᾶν αὐτοὺς ἐπιτρέπει, ἀτρέμα δὲ καὶ βα‐ σιλικῷ τῷ φρονήματι ἔφη· «βασιλέα μὲν ἐμὲ ποιεῖν ἐξ ἰδιώτου ἡ
25ὑμετέρα ψῆφος τὸ κῦρος ἐπεῖχεν· ἐκεῖθεν δὲ τὸ πρακτέον σκοπεῖν καὶ διευθετεῖν οὐχὶ τῶν βασιλευομένων, τοῦ δὲ βασιλεύοντος ἡ κρίσις ὑπάρχει.» Ἐπιβὰς δὲ τῇ Κωνσταντινουπόλει, κοινωνὸν μὲν τῆς βασιλείας τὸ ἀδελφὸν Οὐάλεντα ποιεῖται· συμπαραλαβὼν δ’ αὐτὸν μέχρι
30Σερμίου, ἐπὶ τὴν Ἑσπέραν ἀπαίρει. ἐν δὲ τῷ Σερμίῳ τὰ τῆς βασιλείας πρὸς αὐτὸν διανειμάμενος ὁπόσα εἰς κόσμον καὶ τὴν ἄλλην ἐτέλει
θεραπείαν, τὸν μὲν εἰς Κωνσταντινούπολιν ἀποπέμπει, τῆς Ἑῴας μοῖραν ἐγχειρίσας ὅσης ὁ Κωνστάντιος ἐπῆρχεν· αὐτὸς δὲ τὰς λοιπὰς
δύο τὰς κατὰ Δύσιν ἀποκληρωσάμενος τῆς Ἑσπέρας ἐβασίλευε πάσης.
35μετ’ οὐ πολὺ δὲ παῖδα Γρατιανὸν ἔτι μειράκιον ἐπιβιβάσας τῇ βασι‐ λείᾳ εἰς τὸν ἑαυτοῦ συνήσκει τρόπον.

8

.

9

Ὅτι οὗτος Ὑπατίαν τὴν Θέωνος θυγατέρα παρὰ μὲν τοῦ πατρὸς ἐξασκῆσαι λέγει τὰ μαθήματα· πολλῷ δὲ κρείττω γενέσθαι τοῦ διδασκάλου, καὶ μάλιστά γε περὶ τὴν ἀστροθεάμονα τέχνην, καὶ καθηγήσασθαι δὲ πολλῶν ἐν τοῖς μαθήμασιν. λέγει δ’ ὁ δυσσεβὴς
5Θεοδοσίου τοῦ νέου βασιλεύοντος διασπασθῆναι τὸ γύναιον ὑπὸ τῶν τὸ ὁμοούσιον πρεσβευόντων.

8

.

10

Ὅτι κατὰ Οὐάλεντα καὶ Οὐαλεντινιανὸν ἱστορεῖ τὸν Φιλο‐ στόργιον γενέσθαι, ὃς ἄριστος ἰατρῶν ὑπῆρχεν, καὶ παῖδας φῦσαι Φιλάγριόν τε καὶ Ποσειδώνιον. θεάσασθαι δὲ τὸν Ποσειδώνιον ἐν ἰατρικῇ διαπρέποντα. λέγειν δ’ αὐτὸν ὅμως οὐκ ὀρθῶς οὐχὶ δαιμόνων
5ἐπιθέσει τοὺς ἀνθρώπους ἐκβακχεύεσθαι, ὑγρῶν δέ τινων κακοχυμίαν τὸ πάθος ἐργάζεσθαι. μηδὲ γὰρ εἶναι τὸ παράπαν ἰσχὺν δαιμόνων ἀνθρώπων φύσιν ἐπηρεάζουσαν. εὐδοκιμεῖν δὲ καὶ Μάγνον ἐν Ἀλεξαν‐ δρείᾳ τὴν αὐτὴν τέχνην μεταχειριζόμενον.

8

.

11

Ὅτι καὶ ἄκων ὁ δυσσεβὴς Βασίλειόν τε τὸν μέγαν καὶ τὸν θεολόγον Γρηγόριον ἐπὶ σοφίᾳ θαυμάζει. Ναδιανδὸν δὲ τὴν Ναζιανζὸν ἐξονομάζει. τὸν μέντοι γε Λαοδικείας Ἀπολινάριον, ὅσα
γε τὰ εἰς τὴν ἱερὰν μάθησιν, ἑκατέρου προτάττει. φησὶ δὲ ὡς
5Βασίλειος μὲν Ἀπολιναρίου λαμπρότερος ἦν. τῷ δὲ Γρηγορίῳ καὶ παρ’ ἀμφοτέροις ἐξεταζομένῳ μείζω βάσιν εἰς συγγραφὰς εἶχεν ὁ λόγος· καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν ἁδρότερος, Βασιλείου δὲ
σταθερώτερος.

8

.

12

Ὅτι οὐ μόνον τὸν μέγαν Βασίλειον, ἀλλὰ καὶ τὸν Ἀπολινάριον λέγει πρὸς τὴν ἀπολογίαν Εὐνομίου ἀντιγράψαι. εἶτα πάλιν Εὐνομίου ἐν πέντε λόγοις συμπλακέντος Βασιλείῳ, ἐντυχεῖν ἐκεῖνον τῷ πρώτῳ καὶ βαρυθυμήσαντα λιπεῖν τὸν βίον· οὕτως αὐτῷ τὸ ψεῦδος ἐπὶ
5πολλῷ τῆς ἀληθείας τετίμηται.

8

.

13

Ὅτι τῶν εἰρημένων ἁγίων ἀνδρῶν, Βασιλείου καὶ Γρηγορίου, περιφανῶς καὶ ἀναίδην καταψεύδεται· μὴ γὰρ λέγειν αὐτοὺς ἄνθρω‐ πον γεγενῆσθαι τὸν υἱόν, ἀλλ’ ἐνοικῆσαι ἀνθρώπῳ, καὶ ταύτῃ δια‐ ζυγῆναι τὸν Ἀπολινάριον τῆς μοίρας αὐτῶν. αἰτιᾶται δὲ κἀκεῖνον,
5οὐκ ἐφ’ οἷς τοῖς εὐσεβέσι παρέσχεν αἰτίαν, ἀλλ’ εἰς ἑτέραν αὐτὸν κατασύρειν εἰσάγει σπουδήν. λέγει δὲ μετὰ τῶν ἄλλων ὅτι καὶ τὴν τῶν σωμάτων ἀνάστασιν ἀπεκήρυξεν.

8

.

14

Ὅτι, φησίν, Ἀπολινάριος κατὰ Πορφυρίου γράψας ἐπὶ πολὺ κρατεῖ τῶν ἠγωνισμένων Εὐσεβίῳ κατ’ αὐτοῦ, ἀλλὰ καὶ τῶν Μεθοδίου κατὰ τῆς αὐτῆς ὑποθέσεως σπουδασμάτων.

8

.

15

Λέγει δ’ οὖν, οὐκ οἶδ’ ὅθεν λαβών, τὸν Ἀπολινάριον ἐπίσκοπον εἶναι, καὶ τὸν Νουᾶτον ἐκ φυλῆς ὁρμᾶσθαι τῶν Φρυγῶν.

8

.

16

Ὅτι Οὐαλεντινιανὸν καὶ Οὐάλεντα τὴν Κίβαλιν λαχεῖν ἀναγράφει πατρίδα.

8

.

17

Ὅτι τῶν τὸ ὁμοούσιον δοξαζόντων Θεόδωρος μέν, φησίν, ἐκδηλότατος ἐγεγόνει, τῆς ἐν Θρᾴκῃ ἐφορεύων Ἡρακλείας, καὶ Γεώργιος δέ, Ἀλεξανδρεὺς μὲν τὸ γένος καὶ τῶν ἐκ φιλοσοφίας ὁρμωμένων, τῆς δὲ κατὰ Συρίαν Λαοδικείας ἐπιστατῶν. δεύτεροι μετ’ αὐτοὺς
5τῷ χρόνῳ Εὐστάθιος γηραιὸς ἀνὴρ καὶ τῷ πλήθει αἰδοῖός τε καὶ πιθανός, καὶ δὴ καὶ Βασίλειος, ἀλλὰ γὰρ καὶ Μακεδόνιος ὁ Κωνσταν‐ τινουπόλεως καὶ ὁ Κυζίκου ἐπίσκοπος Ἐλεύσιος· μεθ’ ὧν Μαραθώνιος καὶ Μαξιμῖνος, τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας πρεσβύτεροι.

8

.

18

Ὅτι παραβάλλων τὸν Εὐνόμιον Ἀετίῳ, εἰς μὲν ἰσχὺν ἀπο‐ δείξεων καὶ ἑτοιμότητα τῶν πρὸς ἕκαστα ἀπαντήσεων προτάττει Ἀέτιον, ἀτεχνῶς γάρ φησιν ἐπὶ τῆς γλώττης ἄκρας αὐτοῦ ἅπαντα δοκεῖν ἀθρόα κεῖσθαι· σαφηνείᾳ δὲ διδασκαλίας καὶ συμμετρίᾳ καὶ τῷ
5πρὸς τοὺς μαθησομένους μάλιστα ἁρμοδιωτάτῳ τὸν Εὐνόμιον.

9

t

ΕΚ ΤΗΣ ΕΝΝΑΤΗΣ ΙΣΤΟΡΙΑΣ

9

.

1

Ὅτι τῷ Φιλοστοργίῳ ὁ ἔννατος λόγος Ἀετίου χειρῶν ὑπερφυῆ ἔργα Εὐνομίου τε καὶ Λεοντίου διαπλάττει· καὶ δὴ καὶ Κανδίδου καὶ Εὐαγρίου καὶ Ἀρριανοῦ καὶ Φλωρεντίου καὶ μάλιστά γε Θεοφίλου τοῦ Ἰνδοῦ, καί τινων ἄλλων οὓς ἡ αὐτὴ τῆς ἀσεβείας λύσσα θερμο‐
5τέρους ἐπεδείκνυ. καὶ ταῦτα κατὰ τὸ ἀπιθανώτατον ἀναπλάττοντι οὐδεμία παρῆν αἴσθησις τῆς ἀτοπίας ἀνακουφίζουσα.

9

.

2

Ὅτι Μωσῆς, φησίν, τοὺς περὶ Ἰαννὴν καὶ Ἰαμβρὴν ἐν ἕλκεσι κολασάμενος, καὶ τὴν θατέρου τούτων μητέρα τῷ θανάτῳ παρε‐ πέμψατο.

9

.

3

Ὅτι Οὐάλης, φησίν, ἐκ τῶν Ἰλλυριῶν ἐπὶ τὴν Κωνσταντινού‐ πολιν ἀφικόμενος, διὰ τιμῆς εἶχεν Εὐδόξιον. καὶ δυνάμενος μάλιστα ταῖς πρὸς Εὐνόμιον ὑποσχέσεσι πέρας ἐπιθεῖναι, τὴν γνώμην οὐκ εἶχεν συντρέχουσαν ὁ Εὐδόξιος. ἀλλὰ καὶ Εὐζωΐῳ παρῆν ὁ αὐτὸς
5καιρὸς ἄδειαν διδοὺς πράττειν ἅπερ ἐν Ἀντιοχείᾳ ὑπὲρ τῶν αὐτῶν συνοδικῶς διεπράξατο. τοσοῦτον δὲ αὐτῶν ἑκάτερος ἐδέησεν μνήμην ἔχειν ἐκείνων, ὥστε ὁ μὲν Εὐζώϊος εἰς τὸ κακολογεῖν τοὺς ἄνδρας ὧν ὑπερήσπιζεν ἀπετρέπετο, οὐρανοβάτας ἐπ’ ἐκκλησίας εἰρωνευό‐ μενος τοὺς ἀμφὶ τὸν Ἀέτιον, Αἰθιόπιόν τε τὸν Θεόφιλον ἐξυβρίζων,
10ὥσπερ οὐκ εὐσεβείας καὶ πίστεως τῶν ἀγώνων ὄντων, ἀλλὰ χρωμάτων ἐκλογῆς καὶ γένους. ὁ δὲ Εὐδόξιος ἄλλα τε κατ’ αὐτῶν ἀπερρίπτει καὶ ἐπ’ ἐκκλησίας· «ἀσεβεῖς μὲν αὐτούς, φησίν, οὐ λέγων, ὅπερ θέλουσιν ἀκούειν, ἵνα μὴ δόξῃ εὐπρόσωπος αὐτῶν ἡ ἀπόστασις εἶναι, λοιμοὺς
μέντοι αὐτοὺς λέγω.»

9

.

4

Ὅτι κατὰ τὸ καρτερὸν οἱ περὶ Ἀέτιον καὶ Εὐνόμιον τῶν περὶ Εὐδόξιον διαστάντες καὶ Εὐζώϊον, τὴν μὲν Κωνσταντινούπολιν Φλω‐ ρεντίῳ ἐφεῖσαν. αὐτῶν δὲ ὁ μὲν Ἀέτιος ἐπὶ τὴν Λέσβον ἀποπλεῖ, κἀκεῖ περὶ Μιτυλήνην ἐν ἀγρῷ τινι διέτριβεν, τοὺς ἀφικνουμένους
5λόγοις δεξιούμενος· δῶρον δ’ ἦν ὁ ἀγρὸς Ἰουλιανοῦ τοῦ βασιλέως τῆς πρὸς αὐτὸν διαθέσεως σύμβολον. ὁ δὲ Εὐνόμιος ἐπὶ τὴν Καλχη‐ δόνα διάρας, ἐν αὐτῇ κατά τινα κῆπον, οἰκεῖον κτῆμα πλησιάζον τοῖς ἐπιθαλαττίοις τείχεσιν, ἐποιεῖτο τὴν δίαιταν, οὐδ’ αὐτὸς τῶν προσιόντων ἐλάττω συνεισάγων τὴν πρόνοιαν. οὐδέτερος δ’ αὐτῶν
10ἐκκλησίας ἦρχεν ἀποτεταγμένως, ἀλλὰ κοινοὺς αὐτοὺς οἱ ὁμόδοξοι πατέρας ἦγον καὶ ἡγεμόνας. ὁ δέ γε Εὐνόμιος οὐδὲ ἱερουργίας ἐξ οὗ τῆς Κυζίκου μετέστη οὔμενουν εἰς ὅσον ἐνεβίω χρόνον ἥψατο· καίτοι τῶν ὁμοδόξων ἐπισκόπων οὐδεὶς ἦν ὃς τῆς ἐκείνου γνώμης χωρὶς οὐδὲν τῶν ἐκκλησιαστικῶν διεπράττετο.

9

.

5

Ὅτι τρίτου τῆς βασιλείας ἔτους Οὐάλης ἐπιβάς, ἐπὶ Πέρσας ἐστράτευσε, καθ’ ὃν καιρὸν καὶ Προκόπιος τὴν τυραννίδα κατὰ Κων‐ σταντινούπολιν ἐσκευάσατο. ὁ δὲ Προκόπιος οὗτος εἰς τὸ τοῦ Ἰου‐ λιανοῦ γένος ἀνεφέρετο· καὶ πολλοὶ ἀνεκινοῦντο λογισμοὶ τὴν βασι‐
5λείαν αὐτῷ περιάπτοντες, καὶ τοὺς λογισμοὺς καὶ λόγοι διέφερον. διὰ τοῦτο, Ἰωβιανοῦ βασιλεύσαντος, τῆς Μεσοποταμίας οὗτος ἀποδρὰς καὶ πολλοὺς ἐν ταλαιπωρίᾳ τόπους ἀμείψας, φεύγων τε μετὰ τῆς γυναικὸς καὶ κρυπτόμενος, ὡς ἀπείρηκε πλανώμενος, τὸν ἔσχατον, φησί, ἀναρρίπτει κύβον. καὶ τὴν Καλχηδόνα καταλαβών, ἐν τῷ τοῦ
10Εὐνομίου ἀγρῷ, τῆς πόλεως ἔξωθεν διακειμένῳ, οὐδ’ ἐπιδημοῦντος τοῦ δεσπότου, ἑαυτὸν κατακρύπτει· ἐκεῖθεν δὲ εἰς τὴν πόλιν διάρας, ἐγκρατὴς ἀναιμωτὶ τῆς βασιλείας γίνεται. εἶτα μετ’ οὐ πολὺν χρόνον πολέμῳ συρραγεὶς Οὐάλεντι, προδοσίᾳ τῶν αὐτοῦ στρατηγῶν Γομαρίου καὶ Ἀγελίου ἡττᾶται· καὶ φεύγων καταλαμβάνει τὴν Νίκαιαν. τῇ δὲ
15ἐπαύριον διανοηθεὶς ἐκεῖθεν ἀπαίρειν, ὑπὸ Φλωρεντίου, ὃς φρούραρχος ὑπ’ αὐτοῦ τῆς πόλεως κατέστη, συλλαμβάνεται, καὶ δεσμώτην αὐτὸν ὁ συλλαβὼν πρὸς Οὐάλην ἄγει. καὶ Προκόπιος μὲν τῆς κεφαλῆς ἀποτέμνεται, ἐπὶ μῆνας ἓξ μετεωρισθεὶς τῇ τυραννίδι· Φλωρεντίῳ δὲ οὐδὲ ἤρκεσεν εἰς σωτηρίαν ἡ προδοσία, ἀλλὰ πυρὶ διδόασιν αὐτὸν ὁ
20στρατὸς κατ’ ὀργὴν παλαιάν, διότι φρουρῶν ἐκεῖνος ὑπὸ Προκοπίου τὴν Νίκαιαν πολλοὺς αὐτῶν ἐκάκωσεν αἱρουμένους τὰ Οὐάλεντος.

9

.

6

Ὅτι Προκοπίῳ ἔτι τῆς τυραννίδος ἐποχουμένῳ Εὐνόμιος πρὸς αὐτὸν ἐν Κυζίκῳ διάγοντα παραγίνεται. ἡ δὲ ἄφιξις λύσιν ἔπραττεν τῶν ἐν δεσμοῖς ὑπ’ αὐτοῦ κατεχομένων· ὁ δεσμὸς δὲ τούτους ἐπίεζεν, ὅτιπερ ἔστεργον τὰ Οὐάλεντος, καὶ οἱ τῶν δεσμίων συγγενεῖς ἐξεβιά‐
5σαντο τὸν Εὐνόμιον τὴν πρεσβείαν ὑπελθεῖν. ὁ δὲ ὑπελθὼν καὶ τοὺς ἄνδρας λύσας, θᾶττον ἐπανῆκεν. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ Ἀέτιον ὁ τῆς νήσου παρὰ τοῦ Προκοπίου σταλεὶς ἄρχειν, διαβληθέντα παρὰ τῶν ἐπιχωρίων τὰ Οὐάλεντος αἱρεῖσθαι, εἰς κρίσιν εἷλκεν· καὶ θάνατος ἂν βίαιος
10διεδέξατο τὴν διαβολήν, εἰ μή τις ἀφικόμενος κατ’ ἐκεῖνο καιροῦ τῶν παραδυναστευόντων Προκοπίῳ, τὸν Ἀέτιον τοῦ ξίφους ἁρπάζει. καὶ γὰρ πρὸς γένους ὢν ὁ καταπεμφθεὶς ἐκ Προκοπίου Ἐρρενιανοῦ καὶ Γερρεσιανοῦ (ἀδελφοὶ δὲ ἤστην οὗτοι, καὶ τῷ Εὐνομίῳ συνῆσάν τε καὶ συνδιεβέβληντο), οὕτως δὲ οὗτος κατὰ πολλὴν ἐξουσίαν καὶ τὸν κατα‐
15δικασάμενον αὐτοὺς ἀπειλήσας καὶ τὴν ἐπ’ αὐτοὺς θανατηφόρον ἀνασωσάμενος ψῆφον, καθαροὺς ἀπολύει τῶν ἐπικληθέντων. Ὁ δὲ Ἀέτιος τοὺς μεθ’ ἑαυτοῦ συναναλαβὼν ἐπὶ τὴν Κωνσταν‐ τινούπολιν ἀπαίρει, κἀκεῖ συνῆν Εὐνομίῳ τε καὶ Φλωρεντίῳ. καὶ μετ’ οὐ πολὺ χρόνον τελευτᾷ, Εὐνομίου τό τε στόμα συνελόντος
20καὶ τοὺς ὀφθαλμοὺς τοῖς δακτύλοις περιστείλαντος, καί γε καὶ τὴν ἄλλην κηδείαν μετὰ τῶν ὁμοφρόνων τελεσαμένου πρὸς τὸ λαμπρό‐ τατον.

9

.

7

Ὅτι κατὰ Μαρκιανούπολιν Εὐδοξίου συνδιατρίβοντος τῷ Οὐάλεντι, ὁ ἐν Κωνσταντινουπόλει κλῆρος ψηφίζονται ταύτης ἀπελαύ‐
νεσθαι τὸν Ἀέτιον. ὁ δὲ τὴν Καλχηδόνα καταλαβών, γράφει τὸ συνε‐ νεχθὲν Εὐδοξίῳ. ὁ δὲ οὐ μόνον οὐκ ἀπεστράφη τοῖς γεγραμμένοις,
5ἀλλ’ ὅτι μὴ καὶ μείζω πάθοι δυσχεραίνων ἐπεδείκνυτο.

9

.

8

Ὅτι συκοφαντοῦσι, φησίν, Εὐνόμιον ἐν τῷ οἰκείῳ ἀγρῷ κατα‐ κρύψαι τὸν Προκόπιον τὴν τυραννίδα παλαμώμενον. καὶ μόλις αὐτὸς τὰς διαβολὰς καὶ τὸν ἐκεῖθεν διεκρούσατο θάνατον. ὑπερόριος δ’ οὖν εἰς τὴν Μαυρουσίδα γῆν ἐκπέμπεται, Αὐξονίου τοῦ τῶν πραιτω‐
5ρίων ἐπάρχου τὴν φυγὴν αὐτῷ ἐπιβαλόντος. ἀλλ’ ὁ μὲν χειμῶνος ὄντος ἐπήγετο· κατὰ Μοῦρσαν δὲ τῆς Ἰλλυρίδος φθάσας, ἧς ἐπίσκοπος ἐτύγχανέ τις Οὐάλης, δεξιώσεώς τε πολλῆς ἀπολαύει καὶ τῆς ὑπερο‐ ρίας ἀνακομίζεται, πρὸς τὸν βασιλέα παραγεγονότος τοῦ Οὐάλεντος σὺ Δομνίνῳ (τῆς Μαρκιανουπόλεως δὲ ἐπίσκοπος οὗτος ἦν) καὶ τὰ
10κατ’ αὐτὸν δεινοπαθῶς ἀναδιδαξάντων. Ὥρμησε δὲ ὁ βασιλεὺς εἰς ὄψιν μετὰ τὴν ἀνάκλησιν Εὐνομίῳ ἐλθεῖν, ἀλλ’ ὁ Εὐδόξιος τέχναις τὴν θέαν ἐπέχει. μετὰ τοῦτο δὲ εἰς Νίκαιαν ἀφικόμενος ἐπίσκοπον αὐτῇ καθιδρῦσαι (ἐτεθνήκει γὰρ Εὐγένιος ὁ ταύτην ἐφορεύων), πρὶν ἢ πέρας ἐπιθεῖναι τῇ βουλῇ τὸν βίον
15ἐκλείπει. καὶ μετάγεται Δημόφιλος ἀπὸ Βερροίας ἐν Κωνσταντινου‐ πόλει, Οὐάλεντος τοῦ βασιλέως συνοδικὴν ὑποκριναμένου ψῆφον.

9

.

9

Ὅτι, φησίν, ἐν Βορισσῷ (κώμη δὲ τῆς δευτέρας Καππαδοκίας τὸ χωρίον) πρεσβύτερος Ἀνύσιος ᾤκει, υἱοὺς μὲν τέσσαρας ἔχων, θυγατέρα δὲ μίαν, ἧς Εὐλάμπιος μὲν ἡ ὀνομασία, Φιλοστόργιον δὲ ἐγείνατο τὸν ταῦτα γεγραφότα. ὁ δὲ ταύτης ἀνήρ, Καρτέριος ὄνομα,
5τὴν Εὐνομίου δόξαν ἐτίμα. καὶ πείθει τὴν γυναῖκα πρὸς τὴν αὐτοῦ μετατάξασθαι γνώμην· καὶ γὰρ ἐκ πατρὸς καὶ μητρὸς αὕτη τὸ ὁμοούσιον ἔστεργεν. ἡ δὲ πεισθεῖσα τοὺς ἀδελφοὺς συνεφέλκεται, εἶτα κατὰ μέρος καὶ τὸν πατέρα καὶ τοὺς ἄλλους οἰκείους.

9

.

10

Ὅτι Δημόφιλος, φησί, ἐγκαθίσταται τῇ Κωνσταντινουπόλει
ὑπὸ Θεοδώρου μάλιστα τοῦ Ἡρακλείας ἐπισκόπου. ἐδόκει γὰρ τὸ προνόμιον οὗτος ἔχειν τῆς τοιαύτης ἱερουργικῆς ἐνεργείας. πολλοὶ δὲ τοῦ παρόντος ὄχλου ἐν τῇ τοῦ Δημοφίλου καθιδρύσει ἀντὶ τοῦ
5«ἄξιος» ἀνεβόων τὸ «ἀνάξιος».

9

.

11

Ὅτι μετὰ Αὐξόνιον Μόδεστος ἔπαρχος καταστάς, καὶ ἀπεχθῶς, φησίν, ἔχων πρὸς Εὐνόμιον, ἐρήμην αὐτοῦ κατεδικάσατο, ὡς τὰς ἐκκλησίας καὶ τὰς πόλεις ἐκταράσσοντος· καὶ εἰς Ναοξίαν αὐτὸν φυ‐ γαδεύει τὴν νῆσον.

9

.

12

Ὅτι Μάζακα τὸ πρῶτον ἐκαλεῖτο ἡ Καισάρεια, ἀπὸ Μοσὸχ τοῦ Καππαδοκῶν γενάρχου ἑλκυσαμένη τὸ ὄνομα· τοῦ χρόνου δὲ πορευομένου κατὰ παρέγκλισιν ἤδη Μάζακα προσωνόμασται.

9

.

13

Ὅτιπερ Εὐνομίου, φησί, λιπόντος τὴν Κύζικον οὐδεὶς τέως ἀντικατέστη ἐπίσκοπος. Δημόφιλος δὲ σὺν Δωροθέῳ καί τισιν ἄλλοις ἀφικόμενος ἐγκαταστῆσαι, οὐδὲν περαίνειν ἠδύνατο διὰ τὸ τοὺς ἐν αὐτῇ τὸ κατ’ οὐσίαν ὅμοιον ἐκ τῶν Ἐλευσίου διδαγμάτων τὴν δόξαν
5κρατύνοντας πρεσβεύειν εἰς τὸ ἀμετάθετον. Δημοφίλου δὲ καὶ τῶν σὺν αὐτῷ τὴν τῶν Κυζικηνῶν ἀναδεξαμένων πρόκλησιν καὶ τὸν Ἀέτιον καὶ Εὐνόμιον ἀναθεματισάντων (τοῦτο γὰρ ἦν ἡ πρόκλησις) Ἀνόμοιόν τε τὸν Εὐνόμιον δημοσίοις καὶ λόγοις καὶ γράμμασιν ἀνακηρυξάντων, καὶ τὴν πίστιν αὐτῶν καὶ δὴ καὶ τοὺς παραδεχομέ‐
10νους αὐτῶν τὰ μαθήματα ὑπὸ τὴν αὐτὴν ἀρὰν ποιησαμένων, ὑφίστανται τὴν χειροτονίαν, οὐχ ἕτερόν τινα ταύτην 〈ὑπ〉ελθεῖν ἀνα‐ σχόμενοι, ἀλλ’ ὃν αὐτῶν αἱ ψῆφοι προσέταττον. ὁ δέ γε χειροτονηθεὶς εὐθὺς λαμπρῶς ἐκήρυττε τὸ ὁμοούσιον.

9

.

14

Ὅτι, τελευτήσαντος Εὐζωΐου τοῦ Ἀντιοχείας, ὁ Δωρόθεος ἐξ Ἡρακλείας τῆς Θρᾴκης πρὸς τὸν ἐκείνου μεθίσταται θρόνον. διασύρει
δὲ τόν τε Δημόφιλον καὶ Δωρόθεον ὁ συγγραφεύς, τὸν μὲν ἀλαζονέ‐ στατον λέγων, τὸν δὲ Δημόφιλον φύρειν τε πάντα καὶ συγχεῖν ἀκρα‐
5τέστατον, καὶ μάλιστά γε τὰ ἐκκλησιαστικὰ δόγματα· ὥστε ποτὲ καὶ κατὰ Κωνσταντινούπολιν ἐκκλησιάζοντα φάναι τὸ σῶμα τοῦ κυρίου, ἀνακραθὲν τῇ θεότητι, εἰς τὸ ἀδηλότατον κεχωρηκέναι, ὃν τρόπον
καὶ γάλακτος ξέστης τῷ παντὶ τῆς θαλάσσης ἐπιβληθεὶς συστήματι. Πατρὶς δ’ ἦν ἡ Θεσσαλονίκη τῷ Δημοφίλῳ, καὶ τὸ ἄλλο γένος
10οὐκ ἄσημον. κατὰ δὲ τῶν λεγομένων Εὐνομιανῶν πολὺς ἔρρει ταῖς κακώσεσιν ὁ Δημόφιλος.

9

.

15

Ὅτι κατὰ τοὺς Οὐάλεντος χρόνους τῶν Ἑλληνικῶν χρηστη‐ ρίων τοῖς προσιοῦσιν ἀνεδίδοντο ψῆφοι κατάστικτοι γράμμασι, ἃ συν‐ τιθέμενα τοῖς μὲν τὸν Θεοδόσιον ἐδόκει δηλοῦν, τοῖς δὲ τὸν Θεόδουλον, ἢ τὸν Θεόδωρον, ἤ τινα ἄλλον παραπλήσιον, μέχρι γὰρ τοῦ δέλτα
5τῶν γραμμάτων οἱ τύποι προήγοντο, λοξὰς τῶν δαιμόνων, ὡς εἰώθασιν, ἐπ’ ὀλέθρῳ τῶν πειθομένων καὶ ἀναχωρήσει τῆς ἀποτυχίας τὰς ἀναρρήσεις ποιουμένων. διὸ καὶ Θεόδωρός τις, παρασυρεὶς τῇ ἀπάτῃ καὶ τυραννίδος ἐπιβαίνειν ἀρξάμενος, θᾶττον σὺν τοῖς ἑπο‐ μένοις ἀπώλετο· μεθ’ ὧν καὶ τῶν ἀναιτίων οὐκ ὀλίγους δίκας Οὐάλης
10ἀπῄτησεν, ὅτιπερ αὐτοῖς ἡ ἀρχὴ τοῦ ὀνόματος δι’ ἐκείνων τῶν
γραμμάτων ἀνεγινώσκετο.

9

.

16

Ὅτι Οὐαλεντινιανὸς τελευτᾷ, βασιλεύσας ἔτη δυοκαίδεκα, καὶ κληρονόμον τῆς ἀρχῆς Γρατιανὸν τὸν παῖδα καταλείπει. κατέλιπεν δὲ καὶ ἑτέρους δύο παῖδας, Γάλλαν τε θυγατέρα καὶ Οὐαλεντινιανόν, τέτταρά που γεγονότα ἔτη· ὃν αὐτίκα ἥ τε μήτηρ Ἰουστῖνα καὶ ὁ
5κατὰ Παιονίαν στρατὸς βασιλέα ποιεῖ. Γρατιανὸς μέντοι γε τὴν ἀναγόρευσιν μαθών, ὅτι μὴ διὰ γνώμης αὐτοῦ γέγονεν, οὐκ ἐπῄνεσεν· ἀλλὰ καί τινας τῶν αὐτοῦ νεωτερισάντων ἐκολάσατο. ὅμως ἔστερξε τὸν ἀδελφὸν ἔχειν βασιλεύοντα, καὶ πατρὸς αὐτῷ τάξιν ἀπο‐ πληροῦν.

9

.

17

Ὅτι οἱ πέραν τοῦ Ἴστρου Σκύθαι, τῶν Οὔννων αὐτοῖς ἐπι‐ στρατευσάντων, ἀνάστατοι γεγόνασι, καὶ πρὸς τὴν Ῥωμαίων γῆν πρὸς φιλίαν ἐπεραιώθησαν. εἶεν δ’ ἂ οἱ Οὖννοι οὓς οἱ παλαιοὶ Νεβροὺς ἐπωνόμαζον, καὶ παρὰ τὰ Ῥιπαῖα κατῳκημένοι ὄρη, ἐξ ὧν
5ὁ Τάναϊς εἰς τὴν Μαιώτιδα λίμνην κατασυρόμενος τὸ ῥεῖθρον ἐκ‐
δίδωσιν. Οἱ δέ γε Σκύθαι, μεταναστάντες, ἀπὸ τοῦ μέτριοι τὰ πρῶτα εἶναι τοῖς Ῥωμαίοις εἰς τὸ λῃστεύειν ἐτράποντο· εἶτα καὶ πόλεμον ἀκήρυκτον εἵλοντο. Οὐάλης δὲ ταῦτα πεπυσμένος ἐξ Ἀντιοχείας
10ἀπαίρει, καὶ κατὰ Κωνσταντινούπολιν γεγονὼς ἐπὶ Θρᾴκην ἐλαύνει. καὶ μάχῃ συμπλακεὶς τοῖς βαρβάροις καὶ πολλοὺς ἀποβαλὼν ἀνὰ κράτος φεύγει. καὶ πάσῃ συσχεθεὶς ἀμηχανίᾳ καὶ ἀπορίᾳ, ἔν τινι τῶν κατὰ ἀγροὺς οἰκημάτων χόρτον φέροντι σὺν ὀλίγοις τοῖς ἑπο‐ μένοις κατακρύπτει ἑαυτόν. οἱ δὲ βάρβαροι καταδιώκοντες, ὥσπερ
15τὰ ἄλλα τῶν ἐν ποσίν, οὕτω καὶ τὸ οἴκημα πυρὸς δαπάνην ἐτίθεντο, οὐδεμίαν περὶ τοῦ βασιλέως λαβόντες ὑπόνοιαν. Ἀλλ’ ὁ μὲν οὕτως ἠφάνισται, τὸ πλεῖστόν τε καὶ κράτιστον τῆς Ῥωμαϊκῆς ἀρχῆς συναποκειράμενος· οἱ δὲ βάρβαροι πᾶσαν ἀδεῶς τὴν Θρᾴκην ἐληΐζοντο, Φριτιγέρνους αὐτοὺς ἄγοντος. ὁ δὲ Γρατιανὸς
20ἐκόψατο μὲν τὸν θεῖον, ἐθρήνησεν δὲ τὴν Ῥωμαίων συμφοράν· Θεοδόσιον δὲ βασιλέα χειροτονήσας εἰς τὴν τοῦ θείου βασιλείαν ἀναπέμπει. Ὁ δὲ Θεοδόσιος τὰς Ἰσπανίας μὲν εἶχεν πατρίδας, ἃς νῦν Ἰβηρίας καλοῦσι, τοῦ δι’ αὐτῶν ῥέοντος Ἴβηρος ποταμοῦ τὴν προτέραν ἐκ‐
25νικήσαντος ὀνομασίαν.

9

.

18

Ὅτι, τελευτήσαντος Θεοδούλου τοῦ ἀπὸ Χαιρατόπων (τῆς
Παλαιστίνης δ’ οὗτος ἐπεσκόπει), οἱ ἀμφὶ τὸν Εὐνόμιον Καρτέριον ἀντ’ αὐτοῦ χειροτονοῦσι. τοῦ δὲ θᾶττον τελειωθέντος, Ἰωάννην ἀντικαθιστῶσιν· καὶ σὺν αὐτῷ ἀπὸ Κωνσταντινουπόλεως αὐτός τε
5Εὐνόμιος καὶ Ἀρριανὸς καὶ Εὐφρόνιος ἐπὶ τὴν Ἑῴαν ἀφικνοῦνται, ὡς ἐκεῖσε τόν τε Ἰουλιανὸν ἐκ τῆς Κιλικίας ἄξοντες καὶ Θεόφιλον τὸν Ἰνδὸν ἐν τῇ Ἀντιοχείᾳ καταληψόμενοι καὶ τὰ τῆς ἄλλης Ἑῴας καταστησόμενοι.

9

.

19

Ὅτι Θεοδόσιος ὁ βασιλεὺς κατὰ τὸ Σέρμιον τοῖς βαρβάροις συμβαλὼν (ἐκεῖ γὰρ αὐτίκα τοῦ λαβεῖν τὴν ἀρχὴν τῆς χρείας ἀπαι‐ τούσης παρεγένετο) καὶ νικήσας μάχῃ, ἐκεῖθεν λαμπρῶς ἐπὶ τὴν Κωνσταντινούπολιν ἄνεισιν. καὶ τοῖς μὲν τὸ ὁμοούσιον φρονοῦσι
5τῶν ἐκκλησιῶν ἐπιτρέπει τὴν ἐπιμέλειαν, Ἀρειανοὺς δὲ καὶ Εὐνο‐ μιανοὺς ἀπελαύνει τῆς πόλεως. ὧν εἷς ἦν καὶ ὁ Δημόφιλος· ἀπελα‐ θεὶς δὲ τὴν ἑαυτοῦ πόλιν καταλαμβάνει τὴν Βέρροιαν. καὶ Ὑπάτιος δὲ τῆς Νικαίας ἀποδιωχθεὶς πρὸς τὴν γεννησαμένην Κύρον τὴν ἐν Συρίᾳ παραγίνεται. ἀλλὰ καὶ Δωρόθεος τῆς Ἀντιοχείας ἀπελαθεὶς
10τὴν Θρᾴκην ὅθεν ἐγεγόνει κατέλαβεν. καὶ ἄλλοι δὲ ἀλλαχόθι διεσπά‐
ρησαν.

10

t

ΕΚ ΤΗΣ ΔΕΚΑΤΗΣ ΙΣΤΟΡΙΑΣ

10

.

1

Ὅτι Δωρόθεος μέν, ὡς ἐρρέθη, τῆς Ἀντιοχείας ἠλάθη· οἱ δὲ ταύτης πρεσβύτεροι Ἀστέριός τε καὶ Κρισπῖνος καὶ τὸ ἄλλο πλήρωμα συνεδριάσαντες, συμπαρόντων αὐτοῖς καί τινων τῶν πέριξ πόλεων ἐπισκόπων, πέμπουσι πρὸς τοὺς ἀμφὶ τὸν Εὐνόμιον, τὴν κοινωνίαν
5αὐτῶν ἐπιζητοῦντες. οἱ δὲ ἀντεπιστέλλουσι μὴ ἄλλως αὐτοὺς παρα‐ δέξασθαι, εἰ μὴ τὴν ἐπ’ Ἀετίῳ καὶ τοῖς αὐτοῦ συγγράμμασι κατα‐ χειροτονίαν ἀποψηφίσονται· ἔτι δὲ καὶ διακάθαρσιν ἀπῄτουν τοῦ βίου. συνεφύροντο γὰρ καί τισιν οὐ καθαροῖς διαιτήμασιν. οἱ δὲ τότε μὲν τὴν πρόκλησιν οὐ προσήκαντο· χρόνῳ δ’ ὕστερον καὶ εἰς τὸ κακίζειν
10ἐπ’ ἐκκλησίας τόν τε Εὐνόμιον καὶ τοὺς σὺν αὐτῷ προεληλύθεισαν, μετεωρολέσχας αὐτοὺς καλοῦντες καὶ πλήρεις ἀπονοίας καὶ σκαιότη‐ τος, ἀνθ’ ὧν αὐτοῖς τοιαῦτα προτείνειν ἔγνωσαν.

10

.

2

Ὅτι τὸν ἀρχηγὸν αὐτῶν τῆς ἀσεβείας Ἄρειον ὁ συγγραφεὺς διαβάλλει, ὡς πολυμερῆ καὶ πολυσύνθετον λέγοντα τὸν θεὸν τῶν ὅλων· οὐ γὰρ ὅσον ἐστὶ ὁ θεὸς καταλαμβάνεσθαι κηρύσσειν, ἀλλ’ ὅσον ἡ ἑκάστου δύναμις πρὸς κατάληψιν ἔρρωται. καὶ μήτε δὲ οὐσίαν
5αὐτὸν εἶναι δογματίζειν μήτε ὑπόστασιν μήτε ἄλλο μηδὲν ὧν ὀνο‐ μάζεται. καὶ τὴν ἐν Ἀριμήνῳ δὲ σύνοδον καὶ τὴν ἐν Κωνσταντινου‐
πόλει τὰ αὐτὰ δοξάζειν, ἥτις τὴν τοῦ μονογενοῦς γέννησιν ἀγνωστο‐ τάτην πᾶσιν ἀπέφηνεν, τῶν γινομένων μόνον τὴν γνῶσιν αὐτῆς περι‐ στείλασα. αὕτη δ’ ἦν ἡ καταδικασαμένη καὶ τὸν Ἀέτιον.

10

.

3

Ὅτι οἱ ἐξ Ἀρείου τὴν πρὸς τὸν πατέρα τοῦ μονογενοῦς ὁμοιότητα εἰς πολλὰς αἱρέσεις διεσχίσαντο. οἱ μὲν γὰρ κατὰ τὸ προγινώσκειν ἑκάτερον ἔφασαν, οἱ δὲ κατὰ τὴν φύσιν, θεόν· ἄλλοι δὲ διότι ἐκ μὴ ὄντων ἑκάτερος αὐτῶν πέφυκε δημιουργεῖν. ἀλλὰ ταῦτα,
5φησί, κἂν διαφέρειν δοκῇ, εἰς ἓν καταλήγει τὸ δοξάζειν ὁμοούσιον τὸν υἱὸν τῷ πατρί. τούτους δέ φησι μετὰ τὸ κατατμηθῆναι ταῖς δόξαις καὶ εἰς πολλὴν ἄλλην ἀσχημοσύνην ἐκδιαιτηθῆναί φησι, χρη‐ μάτων τε τὰς ἱερωσύνας καὶ διδόντας καὶ λαμβάνοντας, καὶ τὰς ὑπευθύνους καὶ σωματικὰς ἡδονὰς μεταδιώκοντας.

10

.

4

Ὅτι, φησίν, οἱ περὶ Εὐνόμιον τοσοῦτον τῶν εἰρημένων αἱρέσεων ἀπεκρίθησαν, ὡς μήτε βάπτισμα αὐτῶν μήτε χειροτονίαν προσίεσθαι. ἐβάπτιζον δὲ οἱ περὶ Εὐνόμιον οὐκ εἰς τρεῖς καταδύσεις, ἀλλ’ εἰς μίαν, εἰς τὸν θάνατον, ὡς ἔφασκον, τοῦ κυρίου βαπτίζοντες, ὃν
5ἅπαξ μὲν ἀλλ’ οὐχὶ δὶς ἢ τρὶς ὑπὲρ ἡμῶν ἀνεδέξατο.

10

.

5

Ὅτι, φησίν, ὁ βασιλεὺς Θεοδόσιος Ἀρκάδιον τὸν υἱὸν νέον ὄντα κομιδῇ τὸ τῆς βασιλείας ἀξίωμα παρατίθεται. καὶ μετ’ οὐ πολὺ Γρατιανὸς ὁ βασιλεὺς περὶ τὰς ἄνω Γαλατίας τῇ τοῦ τυράννου Μαξίμου συσκευῇ ἀναιρεῖται. πολλὰς δὲ καὶ διαβολὰς ὁ συγγραφεὺς
5κατὰ Γρατιανοῦ ἀναπλάττει, ὡς καὶ τῷ Νέρωνι παρεικάζειν αὐτόν· οὐ γὰρ ἤρκεσεν αὐτῷ, ὡς ἔοικεν, τῆς ἐκείνου πίστεως τὸ ὀρθόδοξον.

10

.

6

Ὅτι Θεοδόσιος ὁ βασιλεύς, εὑρών τινας τῶν ἐν τῷ κοιτῶνι αὐτοῦ τὰ Εὐνομίου στέργοντας, τούτους μὲν τοῦ παλατίου ἐλαύνει, τὸν δὲ Εὐνόμιον ἐκ τῆς Καλχηδόνος τὴν ταχίστην τοὺς ἁρπασομένους ἐκπέμπει, καὶ πρὸς τὴν Ἁλμυρίδα φυγάδα ποιεῖν ἐγκελεύεται. τὸ δὲ
5χωρίον τῆς ἐν Εὐρώπῃ Μυσίας ἐστὶν ἐν χώρᾳ τοῦ Ἴστρου διακείμενον. ἀλλ’ ἡ μὲν Ἁλμυρίς, κρυσταλλωθέντος τοῦ Ἴστρου, ὑπὸ τῶν δια‐ βάντων αὐτὸν βαρβάρων ἁλίσκεται· ὁ δὲ Εὐνόμιος ἐκεῖθεν εἰς Και‐ σάρειαν τῆς Καππαδοκίας ὑπερορίζεται, μισητὸς ὢν τοῖς ἐκεῖσε διότι λόγους κατὰ Βασιλείου τοῦ ταύτης ἐπισκόπου συνετάξατο. ἐκεῖθεν
10δὲ εἰς τοὺς ἑαυτοῦ διάγειν ἀγροὺς ἀφείθη· Δακοροηνοὶ δὲ τοῖς ἀγροῖς τὸ ὄνομα. ἐνταῦθα δὲ αὐτόν φησι καὶ Φιλοστόργιος, εἰκοστὸν ἔτος ἄγων ἐν Κωνσταντινουπόλει παραγεγονώς, θεάσασθαι. ὑπερθειάζει τὸν Εὐνόμιον τήν τε σύνεσιν λέγων αὐτὸν εἶναι καὶ τὴν ἀρετὴν ἀπαράβλητον. ἀλλὰ καὶ τοῦ προσώπου τὸ σχῆμα καὶ τὰ μέρη εἰς τὸ
15εὐπρεπέστατον τοῖς λόγοις ἐξωραΐζει. καὶ τοὺς ἐκ τοῦ στόματος λόγους μαργαρίσιν ἐοικέναι· καίτοι προϊὼν τραυλὴν αὐτοῦ τὴν γλῶτ‐ ταν καὶ μὴ θέλων συνομολογεῖ, οὐδὲ τὴν τραυλότητα ἐπαισχυνθεὶς εἰς πολλὴν ἀποσεμνύνειν γλαφυρότητα. ἀλλὰ καὶ τοὺς ἀλφούς, οἳ τὸ πρόσωπον αὐτοῦ κατεμάστιζόν τε καὶ κατέστιζον, κόσμον ἐμποιεῖν
20τῷ σώματι διατείνεται. τοὺς δὲ λόγους αὐτοῦ πάντας ἀποθειάζων. διαφέρειν τῶν ἄλλων ἐπὶ μᾶλλον λέγει τὰς ἐπιστολάς.

10

.

7

Ὅτι, Πλακιδίας ἀποβιούσης, ὁ βασιλεὺς Θεοδόσιος ὁ ταύτης ἀνὴρ Γάλλαν ἄγεται γυναῖκα, ἀδελφὴν μὲν τοῦ νεωτέρου Οὐαλεν‐ τινιανοῦ τοῦ βασιλέως, θυγατέρα δὲ τοῦ μεγάλου, ἣν αὐτῷ Ἰουστῖνα ἐγείνατο. αὕτη δὲ τὰ Ἀρείου ἔστεργεν. ἐξ αὐτῆς δὲ τῷ Θεοδοσίῳ
5καὶ ἡ θυγάτηρ Πλακιδία τίκτεται.

10

.

8

Ὅτι Θεοδόσιος κατὰ Θεσσαλονίκην τῷ Οὐαλεντινιανῷ συνα‐
φθεὶς στρατεύει κατὰ Μαξίμου τοῦ τυράννου. καὶ γὰρ ὁ τύραννος, τὴν Γρατιανοῦ κατέχων ἀρχήν, διενοεῖτο προσλαβεῖν καὶ τὴν Οὐαλεν‐ τινιανοῦ. ἐκπέμπουσι δὲ οἱ βασιλεῖς κατ’ αὐτοῦ Τιμάσιον καὶ Ῥοχό‐
5μηριν καὶ Πρόμοτον καὶ Ἀρβαγάστην τοὺς στρατηγούς. οἱ δὲ παρα‐ στάντες αὐτὸν ἐξαπιναίως τοῦ τε θρόνου κατασπῶσι καὶ τῶν τῆς βασιλείας ἐπισήμων ἀποδύουσι καὶ τοῖς βασιλεῦσι κατὰ ἰδιώτην προσά‐ γουσι· κἀνταῦθα Μάξιμος τῆς κεφαλῆς ἀποτέμνεται, τυραννήσας πέντε τὰ σύμπαντα ἔτη.

10

.

9

Ὅτι μετὰ τὴν κατὰ Μαξίμου νίκην καὶ τὴν ἐπὶ Ῥώμην ἐπάνο‐ δον, ἐξελαύνειν αὐτῆς μέλλοντος τοῦ βασιλέως, ἀστὴρ κατὰ τὸν οὐρανὸν ὤφθη παράδοξος καὶ ἀήθης· μεγάλων δ’ ἄρα κακῶν ἄγγελος τῇ οἰκουμένῃ γενήσεσθαι ἔμελλεν. ἐξέλαμψεν δὲ πρῶτον κατὰ μέσας
5νύκτας πλησίον τοῦ Ἑωσφόρου κατ’ αὐτὸν δὴ τὸν καλούμενον ζῳδια‐ κὸν κύκλον, μέγας δὲ καὶ ἐκφεγγὴς ταῖς μαρμαρυγαῖς οὐ πολλῷ τοῦ Ἑωσφόρου λειπόμενος. Ἔπειτα συνδρομὴ πανταχόθεν ἀστέρων ἐπ’ αὐτὸν ἀθροιζομένων ἐγίνετο (εἰκάσαις ἂν σμήνῃ μελιττῶν περὶ τὸν ἡγούμενον σφαιρου‐
10μένων τὸ θέαμα). κἀντεῦθεν, οἱονεὶ τῆς πρὸς ἀλλήλους συνθλίψεως βιασαμένης, τὸ τῶν ἁπάντων φῶς εἰς μίαν τινὰ συγκραθὲν ἀνέλαμπεν φλόγα· καὶ μαχαίρας ἄντικρυς ἀμφήκους μεγάλης καὶ φοβερᾶς ἀπε‐ τέλεσεν εἶδος πληκτικῶς ἐξαυγαζομένης, τῶν μὲν ἄλλων ἁπάντων ἀστέρων εἰς τοῦτο μεταπεσόντων τῆς θέας, ἑνὸς δὲ καὶ μόνου τοῦ
15πρώτου θεωρηθέντος ἐν τάξει ῥίζης τινὸς ἢ λαβῆς τῷ παντὶ σχήματι ὑποφαινομένου καὶ οἷον τὸ πᾶν τοῦ δειχθέντος ἀστέρος ἀποτίκτοντος σέλας, ὡς ἂν ἐκ λύχνου τινὸς θρυαλλίδος τῆς φλογὸς πρὸς ὕψος ἐξαιρομένης. τὸ μὲν φανὲν οὕτω παράδοξον παρεῖχεν τὴν θέαν.
Καὶ ἡ κίνησις δὲ πρὸς πάντα παρήλλαττεν ἀστέρος δρόμον· τὴν
20γὰρ ἀρχὴν ὅθεν εἴρηται φανῆναι καὶ τῆς κινήσεως ποιησάμενος, συνανί‐ σχετο μὲν τὰ πρῶτα τῷ Ἑωσφόρῳ καὶ συγκατεδύετο· ἔπειτα δὲ κατ’ ὀλίγον διιστάμενος ἐπὶ τὰς ἄρκτους ἀνῄει σχολῇ τε καὶ βάδην κινούμενος, καὶ ἐγκαρσίως ὡς ἐπ’ ἀριστερᾶς πρὸς τοὺς θεωμένους εἰπεῖν τὴν ἰδίαν πορείαν ποιούμενος. τὴν μέντοι γε κοινὴν περίοδον
25τὴν αὐτὴν εἶχεν τοῖς ἄλλοις καθ’ οὓς ἂν γίνοιτο πορευόμενος. ἐπὶ τεσσαράκοντα δὲ ἡμέρας τῆς ἰδίας αὐτοῦ πορείας ἐπιτελουμένης, εἰς μέσην τὴν μεγάλην ἄρκτον ἐνέβαλεν, κἀν τῷ μεσαιτάτῳ αὐτῆς τὰ τελευταῖα φανεὶς αὐτοῦ που ἀπέσβη. οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ ἄλλα πολλὰ παράδοξα περὶ τοῦ ξιφοειδοῦς τούτου δίεισιν ἀστέρος.

10

.

10

Ὅτι κατὰ Πορφυρίου φησὶ καὶ οὗτος ὁ συγγραφεὺς ὑπὲρ Χριστιανῶν ἀγῶνας καταθέσθαι.

10

.

11

Ὅτι καθ’ οὓς χρόνους ὁ μαχαιροφόρος ἀστὴρ ἐφάνη, καὶ σώματα ἀνθρώπων ὤφθη δύο, ἓν μὲν ἐν τῇ Συρίᾳ τὴν ἀνθρωπίνην φύσιν εἰς μέγεθος ἐκβαῖνον, θάτερον δὲ ἐν Αἰγύπτῳ εἰς ἄπιστον βραχύτητα καταλῆγον. ὁ μὲν οὖν Σύρος πενταπήχης ἦν τὸ μέγεθος
5καὶ σπιθαμὴν ἔφερεν προσθήκην, καίτοι τῶν ποδῶν αὐτοῦ πρὸς τὸ ἄλλο τοῦ σώματος μὴ συνομολογούντων τὸ ὕψος, ἀλλ’ εἴσω καὶ πρὸς τὸ βλαισὸν ὑποκαμπτομένων· Ἀντώνιος ἦν τῷ ἀνθρώπῳ τὸ ὄνομα. ὁ δὲ Αἰγύπτιος οὕτω κατεβραχύνετο, ὥστε μηδ’ ἀχαρίστως τοὺς ἐν τοῖς κλουβοῖς πέρδικας ἐκμιμεῖσθαι, καὶ συναθύρειν αὐτῷ πρὸς ἔριν
10ἐκείνους. τὸ δὲ παραδοξότερον ὅτι καὶ φρόνησις ἐνῆν τῷ ἀνθρώπῳ, οὐδὲν ὑπὸ τῆς βραχύτητος καταβλαπτομένη· καὶ γὰρ καὶ τὸ φθέγμα οὐκ ἄμουσος ἦν καὶ οἱ λόγοι τοῦ νοῦ παρεῖχον ὁρᾶσθαι τὴν γεν‐ ναιότητα. ἑκάτερος δὲ τῶν εἰρημένων τοῖς τοῦ συγγραφέως χρόνοις ἐνήκμασαν, καὶ οὐ θᾶττον μετῆλθον τὸν βίον. ὁ μὲν γὰρ μέγιστος τὰ
15εἰκοσιπέντε διεξιὼν ἔτη ἀπεβίω, ὁ δ’ ἐλάχιστος οὐκ ὀλίγῳ καὶ τούτων λειπόμενος. Πολλὰ δὲ καὶ ἕτερα τέρατα, τὰ μὲν τοῖς εἰρημένοις ὁμόχρονα,
τὰ δὲ καὶ προγεγενημένα, ταῖς ἱστορίαις αὐτοῦ καταστρώννυσιν.

10

.

12

Ὅτι τῆς τετράδος καὶ παρασκευῆς τὴν νηστείαν ὁ Φιλοστόρ‐ γιός φησι οὐκ ἐν μόνῃ τῇ τῶν κρεῶν ἀποχῇ περιορίζεσθαι, ἀλλὰ καὶ τὸ μηδὲ τροφῆς ὅλως ἅπτεσθαι μέχρι τῆς ἑσπέρας κανονίζεσθαι. λέγει γὰρ περί τινος Εὐδοξίου, συναιρεσιώτου μέν, πρεσβυτέρου δὲ
5τὴν τάξιν, ἐψιλωμένου δὲ τῶν δι’ ὧν ἡ διαδοχὴ τοῦ γένους, τοιάδε· «Νηστευτικός τε οὗτος ἦν, ὡς καὶ παρ’ ὅλον μὲν τὸν χρόνον μὴ μόνον τὰς κατὰ διάταξιν τὴν μνήμην τοῦ κυριακοῦ πάθους
φερούσας ...»

11

t

〈ΕΚ ΤΗΣ ΕΝΔΕΚΑΤΗΣ ΙΣΤΟΡΙΑΣ〉

11

.

1

... ἄρκτων καὶ λεόντων χρήσασθαι, αὐτοῦ τε τοῦ ζῆν καὶ τῆς ἀρχῆς καὶ τῶν ἐπὶ τοῖς θηρίοις ἄθλων, εἰκοστὸν ἀπὸ γενέσεως διανύων ἔτος, ἀπεφθάρη. ἦν δὲ καὶ τὸν θυμὸν ἀκράτωρ, ὃ καὶ μάλιστα τοῦ ζῆν αὐτὸν ἐξεδίσκευσεν. διαλεγόμενος γάρ ποτε κατὰ τὸ παλάτιον τῷ Ἀρβαγάστῃ,
5ἐπείπερ αὐτὸν οἱ λόγοι πρὸς ὀργὴν ἀνέσειον, ξίφος ὥρμησε κατὰ τοῦ στρατηγοῦ σπάσασθαι· κωλυθεὶς δέ (ὁ γὰρ δορυφόρος ἐπέσχεν, οὗ τὸ ξίφος ἕλκειν ἐπεβάλλετο), κατὰ τὸ παρὸν λόγοις μὲν ἐπειρᾶτο τῆς ὑπονοίας τὸν Ἀρβαγάστην ἀπάγειν. ὁ δὲ διὰ τῶν λόγων τὴν ὑπόνοιαν αὐτοῦ μᾶλλον εὗρεν εἰς ἀκρίβειαν μεθισταμένην γνώσεως. καὶ γὰρ
10ἐπερωτήσαντι τῆς τοσαύτης ὁρμῆς τὴν αἰτίαν ἑαυτὸν διαχρήσασθαι Οὐαλεντινιανὸς ὑπεκρίνατο, διότι βασιλεύων οὐδὲν ὧν ἂν βούλοιτο πράττει. ὁ δὲ Ἀρβαγάστης, οὐδὲν πλέον τότε πολυπραγμονήσας, ὕστερον ἐν Βιέννῃ τῆς Γαλλίας ἠριστηκότα τὸν βασιλέα καὶ μεσούσης
ἡμέρας κατὰ τὰ ἔρημα τῶν βασιλείων † ἐπὶ τὸν ποταμὸν τὸ χεῖλος
15οἷς ἐματαιοσπούδει καλινδούμενον θεασάμενος, πέμπει τινὰς κατ’ αὐτοῦ τῶν ὑπασπιστῶν. οἱ δὲ τὸν δείλαιον χειρῶν ἰσχύϊ καὶ γνώμης ἀποπνίγουσιν ἀγριότησιν, οὐδὲ τῶν ὑπηρετουμένων τῷ βασιλεῖ τινος παρόντος. ὁ γὰρ καιρὸς αὐτοὺς ἀριστᾶν μετεπέμπετο. οἱ μέντοι γε τοῦτον ἀποπνίξαντες, ἵνα μὴ τὸ παραυτίκα πρὸς ζήτησίν τινες
20χωρήσωσι τῶν ἐργασαμένων, τὸ ἡμιτύβιον αὐτοῦ τῷ τραχήλῳ βρόχου τρόπον περιελίξαντες ἀναρτῶσιν, ὡς δι’ αὐτοῦ γε τῇ οἰκείᾳ γνώμῃ ἀπαγξαμένου.

11

.

2

Ὅτι Ἀρβαγάστης τὸν Οὐαλεντινιανὸν ἀνελών, ἐπεὶ τὸ γένος αὐτὸν 〈τῆσ〉 βασιλείας ἀπεκώλυσεν (βάρβαρος γὰρ ἦν αὐτὸν ὁ φυσάμενος), Εὐγένιόν τινα, μάγιστρον τὴν ἀξίαν, Ἕλληνα δὲ τὸ σέβας, βασιλέα Ῥωμαίων καθίστησι. μαθὼν δὲ ταῦτα Θεοδόσιος θατέρῳ μὲν τῶν
5παίδων Ὀνωρίῳ τὸν βασίλειον παρατίθησι στέφανον, ἐν ὅλῳ δὲ τῷ χειμῶνι τὰ πρὸς τὸν πόλεμον αὐτὸς ἐξαρτύεται. ἦρος δὲ ὑπο‐ φαίνοντος, ἐκστρατεύει κατὰ τοῦ τυράννου· καὶ ταῖς Ἄλπεσι προσβα‐ λὼν ἐκράτησεν αὐτῶν προδοσίᾳ. συμπλακέντος δὲ τῷ τυράννῳ κατὰ τὸν ποταμόν (Ψυχρὸν ὕδωρ αὐτῷ τὴν ἐπωνυμίαν ποιοῦνται), καὶ
10μάχης καρτερᾶς γενομένης καὶ πολλῶν ἑκατέρωθεν ἀπολλυμένων, ὅμως ἡ νίκη τὸν τύραννον μυσαχθεῖσα τὴν ἔννομον βασιλείαν συν‐ διεκόσμει. συλλαμβάνεται τοίνυν ὁ τύραννος καὶ τῆς κεφαλῆς ἀπο‐ τέμνεται. ὁ μέντοι Ἀρβαγάστης τῆς σωτηρίας ἀπογνούς, ἐπιπεσὼν ἀναιρεῖ ἑαυτὸν τῷ ξίφει. μετὰ δὲ ταῦτα παραγεγονὼς ὁ βασιλεὺς ἐν
15Μεδιολάνῳ μεταπέμπεται τὸν ἑαυτοῦ παῖδα Ὀνώριον καὶ τὴν Ἑσπέραν ἐγχειρίζει πᾶσαν. μετὰ δὲ τὴν κατὰ τοῦ τυράννου νίκην τῇ τοῦ ὑδέρου
νόσῳ κρατηθεὶς τελευτᾷ τὸν βίον, βασιλεύσας δέκα καὶ ἓξ ἔτη, ἐν ὅλοις δὴ βασιλεύων εἰς ὑψηλοὺς τοῦ βίου καταλήξας τέρμονας· «ἐπί τε γὰρ νίκαις λαμπραῖς καὶ μοναρχήσας Ῥωμαίων καὶ δυοῖν βασιλέων πατέρα
20ἑαυτὸν ἐπιδὼν καὶ τούτοις ἀστασίαστον παραπέμψας τὴν βασιλείαν, κἀπὶ τῆς ἑαυτοῦ κλίνης εὐδαιμονέστατα προλείπει τὸν βίον, τοῦ θερ‐ μοῦ μοι δοκῶ κατὰ τῶν εἰδώλων ζήλου τοῦτο γέρας ἐξενεγκών.» Ταῦτα λέγων ὁ δυσσεβὴς περὶ τοῦ εὐσεβεστάτου Θεοδοσίου, οὐκ αἰσχύνεται κωμῳδεῖν αὐτὸν ἐπ’ ἀκρασίᾳ βίου καὶ τρυφῆς ἀμετρίᾳ, δι’
25ἣν αὐτὸν ἁλῶναι γράφει καὶ τῷ τοῦ ὑδέρου νοσήματι.

11

.

3

Ὅτι Ἀρκαδίῳ μὲν ἐπ’ Ἀνατολῆς Ῥουφῖνος παρεδυνάστευεν, κατὰ δὲ τὴν Δύσιν τῷ Ὀνωρίῳ τὴν αὐτὴν ὁ Στελίχων τάξιν διέσωζεν. ἑκάτερος γὰρ αὐτῶν ἑκατέρῳ τῶν Θεοδοσίου παίδων τὸ τῆς βασιλείας σχῆμα καὶ τὸ ὄνομα νέμειν οὐ παραιτούμενος, τὸ κράτος τῆς ἀρχῆς
5διὰ χειρὸς καὶ γλώσσης εἶχεν, ἐν ὑπάρχου προσηγορίᾳ βασιλεύων τοῦ βασιλεύοντος. οὐδέτερος δ’ αὐτῶν οἷς ὑπῆρχεν τῶν βασιλέων ἔστεργεν· ὁ μὲν γὰρ Ῥουφῖνος καὶ τὸ τῆς βασιλείας ὄνομα εἰς ἑαυτὸν μεθέλκειν ἐτέχναζεν, ὁ Στελίχων δὲ τῷ ἑαυτοῦ παιδὶ Εὐχερίῳ περιάπτειν ἠγω‐ νίζετο. ἀλλὰ τὸν μὲν Ῥουφῖνον ὁ ἀπὸ Ῥώμης ἀνακομισθεὶς στρατός, οἳ
10τῷ Θεοδοσίῳ κατὰ τοῦ τυράννου συνεστρατεύσαντο, ἐν τῷ λεγομένῳ τριβουναλίῳ πρὸς αὐτοῖς τοῖς τοῦ βασιλέως ποσὶ ταῖς μαχαίραις κατεκόψατο, τοῦτο μὲν ἔχοντες ἐντολὰς παρὰ Στελίχωνος ἐξεργά‐ σασθαι, τοῦτο δὲ καὶ διότι μυκτηρίζων αὐτοὺς ἐπεφώρατο. καὶ κατ’ ἐκείνην ἀπερράγη τὴν ἡμέραν τῆς ζωῆς καθ’ ἣν οἱ στρατολόγοι
15μονονουχὶ τὴν ἀλουργίδα αὐτῷ περιεβάλοντο. Εὐμήκης δέ, φησίν, ὁ Ῥουφῖνος ἦν καὶ ἀνδρώδης· καὶ τὴν σύνεσιν αἵ τε τῶν ὀφθαλμῶν κινήσεις ἐδήλουν καὶ τῶν λόγων ἡ ἑτοιμότης.
ὁ δὲ Ἀρκάδιος βραχὺς τῷ μεγέθει καὶ λεπτὸς τὴν ἕξιν καὶ ἀδρανὴς τὴν ἰσχὺν καὶ τὸ χρῶμα μέλας· καὶ τὴν τῆς ψυχῆς νωθείαν οἵ τε
20λόγοι διήγγελλον καὶ τῶν ὀφθαλμῶν ἡ φύσις, ὑπνηλῶς τε καὶ δυσαναφόρως αὐτοὺς δεικνῦσα καθελκομένους. ἃ καὶ τὸν Ῥουφῖνον ἠπάτα, ὡς ἐξ αὐτῆς μόνης τῆς ὄψεως ὁ στρατὸς αὐτὸν μὲν αἱρή‐ σεται χαίρων βασιλέα, ἀποσκευάσεται δὲ τὸν Ἀρκάδιον. Τὴν μέντοι κεφαλὴν Ῥουφίνου τεμόντες τῷ στόματι λίθον
25ἐνέθεσαν, ἐπὶ καμάκου δ’ ἀναρτήσαντος πανταχοῦ περιέθεον. καὶ τὴν δεξιὰν ὡσαύτως τεμόντες ἐν τοῖς ἐργαστηρίοις τῆς πόλεως περιῆγον «δότε τῷ ἀπλήστῳ» λέγοντες. καὶ πολὺ χρυσίον ἡ αἴτησις ἠρανίσατο· οἷα γὰρ ἐπὶ καταθυμίῳ θεάματι προθύμως τὸ χρυσίον οἱ ὁρῶντες ἀντεδίδοσαν.
30 Ἀλλ’ ὁ μὲν Ῥουφίνου τῆς βασιλείας ἔρως εἰς τοῦτο περιέκοψεν. καὶ τὸν Στελίχωνα δέ, ὡς οὗτος λέγει, ἐπιβουλὴν κατὰ τοῦ Ὀνωρίου συστησάμενον αὐτόν τε καὶ τοὺς συστασιώτας ὁ τὸ σύνθημα παρὰ τοῦ βασιλέως δεξάμενος στρατὸς ἀποσφάττουσιν.

11

.

4

Ὅτι Εὐτρόπιος, φησί, μετὰ Ῥουφῖνον ἐκ δούλων εὐνοῦχος εἰς τὰ βασίλεια παραδὺς καὶ τὴν τοῦ πραιποσίτου τιμὴν ἀναβάς, τοῖς παροῦσιν οὐκ ἠγάπησεν. ἀλλ’ ἐπειδήπερ αὐτὸν ἡ ἐκτομὴ τῆς ἀλουργίδος ἀπεστέρει, πείθει βασιλέα πατρίκιόν τε αὐτὸν καὶ ὕπατον ἀναγράφειν.
5καὶ ἦν λοιπὸν πατὴρ ὁ εὐνοῦχος βασιλέως, ὁ μηδὲ τὸν τυχόντα παῖδα φῦναι δυνάμενος.

11

.

5

Ὅτι, φησί, Εὐτρόπιος προστάττει Καισαρίῳ τὴν Ῥουφίνου διαδεξαμένῳ ἀρχὴν Εὐνόμιον ἐκ τῶν Δακοροηνῶν ἐπὶ Τύανα μετα‐ στῆσαι, ὑπὸ τῶν ἐκεῖ μοναστῶν τηρησόμενον. βασκαίνων γὰρ αὐτῷ τοῦ κλέους, οὐδὲ τὸν νεκρὸν αὐτοῦ ταφῆς τυχεῖν τῆς μετὰ τοῦ
5διδασκάλου συνεχώρει, καίτοι πολλὰ πολλῶν δεηθέντων· ἀλλὰ καὶ
τὰς βίβλους αὐτοῦ δημοσίοις γράμμασιν ἀφανίζεσθαι διετάξατο.

11

.

6

Ὅτι, φησίν, Ἀρκάδιος ὁ βασιλεὺς μετὰ θάνατον τοῦ πατρὸς θυγατέρα Βαύδωνος ἄγεται γυναῖκα· ὁ δὲ βάρβαρος μὲν ἦν τὸ γένος, στρατηγίᾳ δὲ κατὰ τὴν Ἑσπερίαν διαπρέψας. τὸ δὲ γύναιον οὐ κατὰ τὴν τοῦ ἀνδρὸς διέκειτο νωθείαν, ἀλλ’ ἐνῆν αὐτῇ τοῦ βαρβαρικοῦ
5θράσους οὐκ ὀλίγον. αὕτη δὲ θυγατέρας ἤδη τῷ Ἀρκαδίῳ δύο Πουλχερίαν καὶ Ἀρκαδίαν ἐγείνατο, ὕστερον δὲ καὶ Μαρῖναν καὶ υἱὸν ἐπέτεκε Θεοδόσιον. τότε δ’ οὖν τῶν δύο παίδων μήτηρ οὖσα, παρὰ Εὐτροπίου περιυβρισθεῖσα ὡς καὶ ἀπειλὴν αὐτῇ ἐπενεγκεῖν τῶν βασι‐ λείων θᾶττον ἀποπέμψασθαι, ὡς εἶχεν ἀγκαλισαμένη τὰ παιδία διὰ
10χειρὸς ἑκατέρας προσέρχεται τῷ ἀνδρί· καὶ κωκύουσά τε ἅμα καὶ τὰ βρέφη προτεινομένη, δακρύων ἠφίει λιβάδας, καὶ τἆλλα ἐποίει ὅσα γυνὴ φλεγμαίνουσα γυναικείᾳ τέχνῃ πρὸς τὸ παθητικώτερον ἐφελ‐ κύσαιτο τὸν ἄνδρα. Τῷ δὲ Ἀρκαδίῳ οἶκτός τε τῶν παίδων εἰσῄει, ἐκ τῆς πρὸς τὴν
15μητέρα συμπαθείας βραυκανομένων, καὶ ὀργὴ ἀνήφθη. καὶ δὴ τότε τοῖς τε θυμοῖς καὶ τῇ δι’ αὐτῶν ἐμβριθείᾳ τῶν λόγων ὁ Ἀρκάδιος βασιλεὺς ἦν. ὅθεν αὐτίκα τὸν Εὐτρόπιον τιμῆς τε ἁπάσης περιδύει καὶ τὸν πλοῦτον ἀφαιρεῖται καὶ εἰς Κύπρον τὴν νῆσον φυγαδεύει. Μετ’ οὐ πολὺ δέ τινων ἀπενεγκάντων κατ’ αὐτοῦ γραφήν, ὡς
20ὁπόταν ὕπατος ἐγεγόνει κοσμήμασιν ἀπεχρήσατο, οἷς οὐδενὶ τῶν ἄλλων ἐξῆν μὴ ὅτι γε μόνῳ βασιλεῖ, μετάπεμπτος ἀπὸ Κύπρου γίνεται. καὶ συνεδρίου κατὰ τὸ καλούμενον Παντιχῖον καθεσθέντος (Αὐριλιανὸς δ’ ὁ ὕπαρχος καὶ ἕτεροι τῶν ἐν ταῖς ἀρχαῖς ἐπιφανῶν ἀρχόντων διεσκόπουν τὰ κατηγορούμενα), αἰτίαις ὁ Εὐτρόπιος ἁλοὺς τὴν κεφαλὴν
25ἀφαιρεῖται. Ἀλλ’ ὁ μὲν Φιλοστόργιος ταῦτα περὶ Εὐτροπίου λέγει· ἕτεροι δὲ ἄλλας αἰτίας καὶ τοῦ παραλυθῆναι τῆς ἀρχῆς καὶ τῆς ὑπερορίας καὶ δὴ καὶ τοῦ θανάτου ἀνιστοροῦσιν.

11

.

7

«Ὅτι, φησίν, κατὰ τοὺς ἐπ’ ἐμὲ γεγενημένους χρόνους τοσαύτη φθορὰ γέγονεν ἀνθρώπων, ὅση οὐδεὶς χρόνος ἐξ αἰῶνος ἔγνω,» καὶ ταύτην ἄρα καὶ τὸν ξιφίαν σημαίνειν ἀστέρα. οὐ γὰρ μόνον τὸ μά‐ χιμον ὥσπερ πάλαι κατὰ τοὺς ἔμπροσθεν πολέμους ἀπανηλώθη, οὐδ’
5ἐν μέρει γῆς τὰ πάθη συνέστη· ἀλλὰ πάντα μὲν διεφθείρετο γένη, πᾶσα δ’ ἀπόλωλεν ἡ Εὐρώπη, καὶ τῆς Ἀσίας οὐκ ὀλίγη μοῖρα συνδιε‐ φθάρη, ἀλλὰ καὶ τῆς Λιβύης ἡ πολλὴ καὶ μάλιστά γε ὅση Ῥωμαίοις ὑποτελεῖ. βαρβαρικὴ μὲν γὰρ τὸ τῆς φθορᾶς πλῆθος εἰργάζετο μάχαιρα, λιμοὶ δὲ καὶ λοιμοὶ καὶ θηρίων ἀγρίων ἀγέλαι συνεπετίθεντο, σεισμοί
10τε ἐξαίσιοι πόλεις καὶ οἰκίας ἀνασπῶντες ἐκ βάθρων εἰς τὸ ἀφυκτό‐ τατον τὸν ὄλεθρον ἐναφίεσαν. καὶ χάσματα δὲ γῆς ἐνιαχόθι τοῖς οἰκήτορσιν ὑπορρηγνυμένης τάφος ἦν αὐτοσχέδιος, ἐπικλυσμοί τε τῶν ἐξ ἀέρος ὑδάτων καὶ κατ’ ἄλλους αὐχμοὶ φλογώδεις, πρηστῆρές τε ἔστιν οἷς ἐμβαλλόμενοι ποικίλον τε τὸ δεινὸν ἐποίουν καὶ ἀφόρητον.
15ναὶ δὴ καὶ χάλαζα μείζων ἢ κατὰ χερμάδα πολλαχοῦ γῆς κατεφέρετο· ἄχρι γὰρ καὶ ὀκτὼ τῶν λεγομένων λιτρῶν ἕλκουσα βάρος ὤφθη κατασκήψασα. χιόνος δὲ πλῆθος καὶ κρυμῶν ὑπερβολαί, οὓς ἄλλη πληγὴ οὐ προανήρπασεν, τούτους καταλαμβάνουσαι τοῦ βίου ἐξήλαυνον, καὶ σαφῶς τὴν θείαν ἀνεκήρυττον ἀγανάκτησιν. οὗ καθ’ ἕκαστον
20ἐπεξελθεῖν ὑπὲρ πᾶσαν ἀνθρωπίνην ἂν εἴη δύναμιν.

11

.

8

Ὅτι τῶν Οὔννων, φησίν, οἱ μὲν τῆς ἐντὸς Ἴστρου Σκυθίας τὴν πολλὴν χειρωσάμενοι καὶ διαφθείραντες πρότερον, ἔπειτα παγέντα τὸν ποταμὸν διαβάντες, ἀθρόως εἰς τὴν Ῥώμην εἰσήλασαν, καὶ κατὰ πᾶσαν ἀναχθέντες τὴν Θρᾴκην, ὅλην τὴν Εὐρώπην ἐληΐσαντο· οἱ δὲ
5πρὸς ἥλιον ἀνίσχοντα τὸν Τάναϊν ποταμὸν διαβάντες καὶ τῇ Ἑῴᾳ ἐπεισρυέντες, δι’ Ἀρμενίας τῆς μεγάλης εἰς τὴν καλουμένην Μελιτινὴν κατερράγησαν. ἐκ ταύτης δὲ Εὐφρατησίαν τε ἐπέθεσαν καὶ μέχρι τῆς κοίλης Συρίας ἤλασαν, καὶ τὴν Κιλικίαν καταδραμόντες φόνον ἀνθρώπων εἰργάσαντο ἀνιστόρητον.
10 Οὐ μόνον δὲ ἀλλὰ καὶ Μάζικες καὶ Αὐξωριανοὶ (μεταξὺ δὲ Λιβύης καὶ Ἄφρων οὗτοι νέμονται) κατὰ μὲν τὸ ἑωθινὸν αὐτῶν κλίμα τὴν Λιβύην ἐξηρήμωσαν, καὶ τῆς Αἰγύπτου μοῖραν οὐκ ἐλαχίστην συν‐ διώλεσαν, Ἄφροις τε ἐμβαλόντες κατὰ δυόμενον ἥλιον τὰ παραπλήσια ἔδρασαν.
15 Ἀλλ’ ἐπὶ τούτοις πᾶσι καὶ Τριγίβιλδος, ἀνὴρ Σκύθης μὲν γένος τῶν νῦν ἐπικαλουμένων Γότθων (πλεῖστα γὰρ καὶ διάφορα τούτων ἐστὶν τῶν Σκυθῶν γένη), οὗτος δὴ δύναμιν βαρβαρικὴν ἔχων καὶ τῆς Φρυγίας ἐν τῇ Νακωλείᾳ καθεζόμενος καὶ κόμητος ἔχων τιμήν, ἐκ φιλίας εἰς ἔχθραν Ῥωμαίων ἀπορραγείς, ἀπ’ αὐτῆς Νακωλείας
20ἀρξάμενος, πλείστας τε πόλεις τῆς Φρυγίας εἷλεν καὶ πολὺν φόνον ἀνθρώπων εἰργάσατο. ἐφ’ ὃν Γαϊνᾶς ὁ στρατηγὸς ἐκπεμφθεὶς (βάρ‐ βαρος δ’ ἦν καὶ αὐτὸς) προὔδωκε τὴν νίκην, τὰ ἴσα καὶ αὐτὸς Ῥω‐ μαίοις δρᾶσαι διανοούμενος. ἐκεῖθεν ὁ Τριγίβιλδος, ὡς δῆθεν τὸν Γαϊνᾶν διαφυγών, τήν τε Πισιδίαν καὶ τὴν Παμφυλίαν ἐπιὼν κατε‐
25λυμήνατο· εἶτα πολλαῖς καὶ αὐτὸς πρότερον δυσχωρίαις τε καὶ Ἰσαυρικαῖς μάχαις περιθραυσθεὶς τὴν ἰσχὺν ἐπὶ τὸν Ἑλλήσποντον διασώζεται· καὶ περαιωθεὶς ἐπὶ τὴν Θρᾴκην οὐ μετὰ πολὺ διαφθεί‐
ρεται. Γαϊνᾶς δὲ μετὰ τὴν προδοσίαν ἐν τῷ τοῦ στρατηγοῦ σχήματι πρὸς τὴν Κωνσταντινούπολιν ἐπανελθών, εἰς μελέτην ἧκεν ταύτην
30παραστήσασθαι. οὐρανία δέ τις ἔνοπλος ἐπιφανεῖσα δύναμις καὶ τοὺς ἐπιβαλεῖν ὁρμηθέντας τῇ πράξει δειματώσασα, τὴν μὲν πόλιν τῆς ἁλώ‐ σεως ῥύεται, ἐκείνους δὲ φωραθέντας ταῖς ἀνθρωπίναις δίκαις ἐκδίδωσι. καὶ φόνος αὐτῶν ἐρρύη πολύς· ὁ δὲ Γαϊνᾶς εἰς τοσοῦτον κατέστη δέους, ὡς αὐτίκα νυκτὸς ἐπεχούσης μεθ’ ὅσων ἠδύνατο, τοὺς ἐπὶ τῶν
35πυλῶν βιασάμενος, ἐξελαύνει τῆς πόλεως. ἐπεὶ δὲ ἡ Θρᾴκη ἐξηρήμωτο, καὶ οὔτε παρέχειν τι τῶν ἐπιτηδείων ἦν δυνατὴ οὔτε φθορὰν ἄλλην ἐνεγκεῖν, ἐπὶ Χερρόνησον ὁ Γαϊνᾶς στέλλεται, σχεδίαις διανοούμενος ἐπὶ τὴν Ἀσίαν διαπεραιοῦσθαι. Διαγνωσθείσης δὲ τῷ βασιλεῖ τῆς αὐτοῦ διανοίας, πέμπεται
40στρατηγὸς κατ’ αὐτοῦ Φραυΐτας, Γότθος μὲν τὸ γένος, Ἕλλην δὲ τὴν δόξαν, πιστὸς δ’ οὖν Ῥωμαίοις καὶ τὰ πολέμια κράτιστος. οὗτος, ἐν ᾧ Γαϊνᾶς προέπεμπεν τὸν ὑπ’ αὐτῷ στρατὸν ταῖς σχεδίαις δια‐ περαιοῦσθαι, νηΐτῃ στόλῳ συμπλέκεται ταύταις, καὶ ἐκ τοῦ ῥᾴστου πάντας τοὺς συμπλέοντας ταῖς σχεδίαις διαφθείρει. ἐξ οὗ Γαϊνᾶς
45τὰ καθ’ ἑαυτὸν ἀπογνοὺς εἰς τὰ τῆς Θρᾴκης ἀνωτέρω φεύγει. καί τινες τῶν Οὔννων οὐ πολλοῦ διαρρυέντος χρόνου ἐπελθόντες αὐτὸν ἀναιροῦσι, καὶ ἡ κεφαλὴ ταριχευθεῖσα εἰς Κωνσταντινούπολιν ἐκομίσθη. Χωρὶς δὲ τῶν εἰρημένων κακῶν καὶ τὸ Ἰσαύρων γένος παντοδα‐

11

.

8

(50)

ποὺς ἐπήνεγκεν ὀλέθρους. πρὸς μὲν γὰρ ἥλιον ἀνίσχοντα τήν τε Κιλικίαν κατέδραμον καὶ τὴν ὅμορον Συρίαν, οὐ τὴν κοίλην μόνον, ἀλλὰ καὶ τὴν ἄλλην, μέχρι Περσῶν αὐτῶν ἀφικόμενοι. κατὰ δὲ ἰάπυγα ἄνεμον καὶ θρασκίαν Παμφυλίαν τε ἐπῆλθον καὶ Λυκίους διέφθειρον. Κύπρον τε τὴν νῆσον καταστρεψάμενοι, Λυκάονάς τε καὶ
55Πισίδας ᾐχμαλώτισαν. καὶ Καππαδοκίας τὸ πλεῖστον ἀναστήσαντες, ἄχρι καὶ ἐπὶ τὸν Πόντον διεκινδύνευσαν· καὶ τῶν ἄλλων βαρβάρων
τὰ χείριστα τοὺς ἁλισκομένους οὗτοι διέθεντο.

12

t

ΕΚ ΤΗΣ ΔΩΔΕΚΑΤΗΣ ΙΣΤΟΡΙΑΣ

12

.

1

Ὅτι Φιλοστόργιος, καὶ ἐν ἄλλοις πολλοῖς Στελίχωνος κατατρέ‐ χων, καὶ τυραννίδος ἔνοχον γράφει· καὶ ὡς Ὀλύμπιός τις τῶν μαγίστρων, φερόμενον κατὰ τοῦ βασιλέως ἐν τῷ παλατίῳ τὸ ξίφος ἀντιλαβὼν τῇ χειρί, ἑαυτὸν μὲν ἐλυμήνατο, τὸν βασιλέα δὲ διέσωσεν,
5καὶ συνεργὸς αὐτῷ κατέστη πρὸς τὴν ἀναίρεσιν Στελίχωνος κατὰ τὴν Ῥάβενναν διατρίβοντος. Ἄλλοι δὲ οὐκ Ὀλύμπιον, ἀλλ’ Ὀλυμπιόδωρόν φασιν· οὐδ’ ἐπα‐ μῦναι τῷ βασιλεῖ, ἀλλ’ ἐπιβουλεῦσαι τῷ εὐεργέτῃ Στελίχωνι καὶ εἰς τυραννίδα συκοφαντῆσαι αὐτόν. καὶ οὐδὲ μάγιστρον τηνικαῦτα εἶναι,
10ἀλλ’ ὕστερον, μετὰ τὸν ἄδικον τοῦ Στελίχωνος φόνον, ἔπαθλον τὴν ἀξίαν λαβεῖν. ἀλλ’ οὐκ εἰς μακρὰν καὶ αὐτὸν ῥοπάλοις ἀναιρεθέντα τῆς μιαιφονίας τὴν δίκην ἀποτῖσαι τῷ Στελίχωνι.

12

.

2

Ὅτι κατὰ τοὺς προειρημένους χρόνους Ἀλλάριχος Γότθος τὸ
γένος, περὶ τὰ τῆς Θρᾴκης ἄνω μέρη δύναμιν ἀθροίσας, ἐπῆλθεν τῇ Ἑλλάδι καὶ τὰς Ἀθήνας εἷλεν καὶ Μακεδόνας καὶ τοὺς προσεχεῖς Δαλμάτας ἐληΐσατο. ἐπῆλθε δὲ καὶ τὴν Ἰλλυρίδα, καὶ τὰς Ἄλπεις
5διαβὰς ταῖς Ἰταλίαις ἐνέβαλεν. Στελίχωνι δ’, ὡς οὗτος λέγει, ζῶντι μετάπεμπτος ἦν, ὃς αὐτῷ καὶ τὰς τῶν Ἄλπεων πύλας διήνοιξεν. καὶ γὰρ ἐπιβουλὰς πάσας τὸν Στελίχωνα κατὰ βασιλέως παλαμᾶσθαι, καὶ μηδ’ ὅτι γαμβρὸν αὐτὸν εἶχεν ἐπὶ θυγατρὶ δυσωπεῖσθαι, ἀλλὰ καὶ φάρμακον αὐτῷ ἀγονίας ἐγκεράσασθαι. ἐλελήθει δὲ ἄρα ἑαυτόν, ἐν
10τῷ σπουδάζειν τὸν υἱὸν Εὐχέριον ἀνακηρύξειν παρανόμως βασιλέα, τὸν ἀπόγονον τῆς κατὰ διαδοχὴν καὶ θεσμὸν βασιλείας προεκθερίζων καὶ ζημιούμενος. οὕτω δὲ κατάφωρον καὶ ἀδεᾶ τὴν τυραννίδα προενεγ‐ κεῖν τὸν Στελίχωνα λέγει, ὡς καὶ νόμισμα, μορφῆς λειπούσης μόνης, κόψασθαι.

12

.

3

Ὅτι, Στελίχωνος ἀνῃρημένου, οἱ συνόντες βάρβαροι τὸν ἐκείνου παῖδα λαβόντες τὴν ταχίστην ᾤχοντο. καὶ τῇ Ῥώμῃ πλησιάσαντες, τὸν μὲν ἐφεῖσαν εἴς τι τῶν ἀσύλων ἱερὸν καταφυγεῖν, οἱ δὲ τὰ τῆς πόλεως πέριξ ἐπόρθουν, τὸ μὲν τῷ Στελίχωνι τιμωροῦντες,
5τὸ δὲ λιμῷ πιεζόμενοι. ἐπεὶ δὲ παρὰ Ὀνωρίου γράμμα κρεῖττον τῆς ἀσυλίας γενόμενον ἀναιρεῖ τὸν Εὐχέριον, διὰ ταῦτα συμμίξαντες οἱ βάρβαροι Ἀλλαρίχῳ εἰς τὸν πρὸς Ῥωμαίους αὐτὸν ἐξορμῶσι πόλεμον. Ὁ δὲ θᾶττον καταλαμβάνει τὸν Πόρτον. μέγιστον δὴ οὗτος νεώριον Ῥώμης, λιμέσι τρισὶ περιγραφόμενον καὶ εἰς πόλεως μικρᾶς
10παρατεινόμενον μέγεθος· ἐν τούτῳ δὲ καὶ ὁ δημόσιος ἅπας σῖτος κατὰ παλαιὸν ἔθος ἐταμιεύετο. ἑλὼν δὲ ῥᾷον τὸν Πόρτον, καὶ τῇ σιτοδείᾳ ἢ ταῖς ἄλλαις μηχαναῖς πολιορκήσας τὴν Ῥώμην κατὰ
κράτος αἱρεῖ· καὶ ψηφισαμένων τῶν Ῥωμαίων (τοῦτο γὰρ αὐτοῖς Ἀλλάριχος ἐνεδίδου), Ἄτταλον αὐτοῖς ἀναγορεύει βασιλέα. οὗτος δὲ
15Ἴων μὲν ἦν τὸ γένος, Ἕλλην δὲ τὴν δόξαν, τῆς αὐτῆς δὲ πόλεως ἔπαρχος. Οὗτος δὲ λοιπὸν μετὰ τὴν ἀναγόρευσιν τὸ λείψανον τῶν Ῥωμαίων, ὅπερ ὁ λιμὸς αὐτὸς καὶ ἡ ἀλληλοφαγία ὑπελείπετο, τροφὴν αὐτοῖς κομίζειν ἀπὸ τοῦ Πόρτου ἐφίησιν. εἶτα τὸν Ἄτταλον λαβὼν καὶ
20στρατηγοῦ σχῆμα πληρῶν αὐτῷ, ἐπὶ τὴν Ῥάβενναν κατὰ Ὀνωρίου στρατεύει. καὶ κελεύει Ἄτταλος τὸν Ὀνώριον τὸν ἰδιώτην ἀνθελέσθαι βίον, καὶ τῶν τοῦ σώματος ἀκρωτηριῶν τῇ περιτομῇ τὴν τοῦ ὅλου σωτηρίαν ὠνήσασθαι. Σάρος δέ, ὃς μετὰ Στελίχωνα τὴν στρατηγικὴν ἀρχὴν Ὀνωρίου
25δεδωκότος εἶχεν, συμβαλὼν Ἀλλαρίχῳ, κρατεῖ τῇ μάχῃ καὶ τῆς Ῥα‐ βέννης ἀποδιώκει. ὁ δὲ τὸν Πόρτον καταλαβών, ἀποδύει μὲν τῆς βασιλείας τὸν Ἄτταλον, οἱ μέν φασιν μὴ εὔνουν εἶναι διαβληθέντα, οἱ δὲ διότι σπονδὰς διενοεῖτο πρὸς Ὀνώριον θέσθαι, καὶ τὸ δοκοῦν ἐμποδὼν ἑστάναι δέον ἡγεῖτο προαποσκευάσασθαι. μετὰ τοῦτο πρὸς
30Ῥάβενναν ὁ Ἀλλάριχος ἐπανελθὼν καὶ σπονδὰς προτείνων, ὑπὸ τοῦ προειρημένου διεκρούσθη Σάρου, φαμένου τὸν δίκας ὀφείλοντα τῶν τολμηθέντων μὴ ἂν ἄξιον εἶναι φίλοις συντάττεσθαι. Ἐκεῖθεν Ἀλλάριχος ὀργισθεὶς μετὰ ἐνιαυτὸν τῆς προτέρας ἐπὶ τὸν Πόρτον ἐφόδου ὡς πολέμιος ἐπελαύνει τῇ Ῥώμῃ. καὶ τὸ ἐντεῦθεν
35τῆς τοσαύτης δόξης τὸ μέγεθος καὶ τὸ τῆς δυνάμεως περιώνυμον ἀλλόφυλον πῦρ καὶ ξίφος πολέμιον καὶ αἰχμαλωσία κατεμερίζετο βάρβαρος. ἐν ἐρειπίοις δὲ τῆς πόλεως κειμένης, Ἀλλάριχος τὰ κατὰ
Καμπανίαν ἐληΐζετο, κἀκεῖ νόσῳ φθείρεται.

12

.

4

Ὁ δὲ τῆς αὐτοῦ γυναικὸς ἀδελφὸς ...................... .................................................... .................................................... ........................ βαρβαρικοῦ γὰρ γένους τοῦ Σαυρο‐
5μάτων χρηματίζειν αὐτούς, καὶ συναφθῆναι τότε τῷ ὀστρα‐ κίνῳ γένει τὸν ἐκ σιδήρου τὴν γένεσιν ἕλκοντα. οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἡνίκα πάλιν Ἀδαοῦλφος γαμικαῖς ὁμιλίαις τῇ Πλακιδίᾳ συνήπτετο· τὴν γὰρ ὀστρακίνην φύσιν ....... ....................................................
10.................................................... ....................................................
................. ἐλπίδας τρέφων, ὡς αὐτὸς καταπολεμήσας Ἀδαοῦλφον τὴν Πλακιδίαν νυμφεύσαιτο. οὐ πολὺ δὲ τὸ μέσον καὶ πολλὰ δραματουργήσας, ἐξ ὀργῆς Ἀδαοῦλφος ὑπό τινος τῶν οἰκείων
15ἀποσφάττεται. ἐκ τούτου τὸ βάρβαρον πρὸς Ὀνώριον σπένδεται· καὶ τὴν οἰκείαν ἀδελφὴν καὶ τὸν Ἄτταλον τῷ βασιλεῖ παρατίθενται αὐτοί, σιτήσεσί τε δεξιωθέντες καὶ μοῖράν τινα τῆς τῶν Γαλατῶν χώρας εἰς γεωργίαν ἀποκληρωσάμενοι.

12

.

5

Μετὰ ταῦτα δὲ καὶ ἡ Ῥώμη τῶν πολλῶν κακῶν ἀνασχοῦσα συνοικίζεται· καὶ ὁ βασιλεὺς αὐτῇ παραγεγονώς, χειρὶ καὶ γλώττῃ τὸν συνοικισμὸν ἐπεκρότει. ὑπὲρ δὲ βήματος ἀναβάς, ὃ τὴν πρώτην αὐτῷ βαθμίδα τὸν Ἄτταλον διαβαίνειν ἐπετίθει ...............
5.................................................... ........ δεξιᾶς χειρὸς ἀπέτεμεν τοὺς βʹ δακτύλους, ὧν ὁ μὲν ............ ὁ δὲ λιχανὸς ἔχει τὴν κλῆσιν· καὶ εἰς Λίπαρα τὴν νῆσον τούτους φυγαδεύει, μηδενὸς ἄλλου κακοῦ πρὸς πεῖραν καταστή‐ σας, ἀλλὰ καὶ τὰς εἰς τὸν βίον χρείας παρασχόμενος ..............

12

.

6

Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Ἰωβιανός τε ἐπανέστη .....
........ εἰς φθορὰν ἀπέσβη, καὶ Σεβαστιανὸς ὁ ἀδελφὸς αὐτοῦ τοῖς ἴσοις ἐποφθαλμήσας, τὴν ἴσην ἔδωκε δίκην. 〈ὁ δ’ Ἡρακλεια‐ νὸσ〉 μιμησάμενος τούτους καὶ πλέον τῷ τῆς τύχης γέλῳ ἐπιβάς,
5εὐκλεεστέραν ἔσχεν τὴν καταστροφήν, τῆς θείας ἐμφανῶς ἐπικηρυτ‐ τούσης .... οὐδὲ ἀκόσμητον ἐᾷ, οὐδὲ χαίρει τοῖς τυραννοῦσιν, ἀλλ’ οἷς ὁ κατὰ θεσμὸν βασιλεὺς ἁρμόζει, τούτῳ καὶ αὐτὴ συμπα‐ ρατάττεται.

12

.

7

Ὅτι, τελευτήσαντος Ἀρκαδίου, διάδοχος τῆς ἑῴας ἀρχῆς κο‐ μιδῇ νέος ὢν Θεοδόσιος ὁ παῖς ἀναδείκνυται. συνῆν δ’ αὐτῷ καὶ Πουλχερία ἡ ἀδελφὴ τὰς βασιλικὰς σημειώσεις ὑπηρετουμένη καὶ διευθύνουσα.

12

.

8

Ὅτι, Θεοδοσίου τῆς τῶν μειρακίων ἡλικίας ἐπιβεβηκότος, καὶ τοῦ μηνὸς Ἰουλίου εἰς ἐννέα ἐπὶ δεκάτῃ διαβαίνοντος, περὶ ὀγδόην τῆς ἡμέρας ὥραν ὁ ἥλιος οὕτως βαθέως ἐκλείπει, ὡς καὶ ἀστέρας ἀναλάμψαι· καὶ αὐχμὸς οὕτω τῷ πάθει συνείπετο, ὡς πολλῶν ἀνθρώ‐
5πων καὶ τῶν ἄλλων ζῴων ἀσυνήθη φθορὰν πανταχοῦ φέρεσθαι. Ἐκλείποντι δὲ τῷ ἡλίῳ φέγγος τι κατὰ τὸν οὐρανὸν συνανεφάνη, κώνου σχῆμα παραδυόμενον, ὅ τινες ἐξ ἀμαθίας ἀστέρα κομήτην
ἐκάλουν. καὶ γὰρ ὧν ἐκεῖνος ἐδείκνυ οὐδὲν ἦν κομήτου παράσημον· οὔτε γὰρ τὸ φέγγος εἰς κόμην ἀπέβαινεν οὔτε ἀστέρι ὅλως ἐῴκει,
10ἀλλ’ οἷον λύχνου τις μεγάλη φλὸξ ὑπῆρχεν καθ’ ἑαυτὴν ὁρωμένη, μηδενὸς ἀστέρος θρυαλλίδος αὐτῷ τινος μορφὴν ὑποτρέχοντος· ἀλλὰ γὰρ καὶ τῇ κινήσει παρήλλαττεν. καὶ γὰρ κινηθεὶς ὅθεν ὁ ἥλιος κατὰ ἰσημερίαν ἀνίσχει, ἐκεῖθεν τὸν κατὰ τῆς οὐρᾶς ἄρκτου τεταγμένον ἔσχατον ἀστέρα ὑπερενεγκὼν ἠρέμα προὔβαινεν πορευόμενος ἐπὶ
15δυσμάς. ἐπεὶ δὲ διεμέτρει τὸν οὐρανόν, ἀφανὴς ἦν, πλείους τεσσάρων μηνῶν ἐξανυσθείσης αὐτῷ τῆς πορείας. ἡ δὲ κορυφὴ τοῦ φέγγους νῦν μὲν εἰς μῆκος μέγα ὠξύνετο ὡς ἐκβαίνειν τοὺς τοῦ κώνου λόγους, νῦν δὲ πρὸς τὸ ἐκείνου μέτρον συνεστέλλετο. καὶ ἄλλα δὲ παρεῖχεν τερατώδη θεάματα δι’ ὧν τῆς τῶν συνήθων φασμάτων ἐξηλλάττετο
20φύσεως. ἤρξατο δὲ ἀπὸ μέσου θέρους σχεδόν τι μέχρι τῆς τοῦ μετο‐ πώρου τελευτῆς. Γέγονεν δὲ ἄρα καὶ τοῦτο τὸ σημεῖον πολέμων μεγάλων καὶ φθορᾶς ἀνθρώπων οὐ ῥητῆς. τῷ δὲ ἑξῆς ἔτει ἤρξαντο σεισμοὶ οὐ ῥᾴους ὄντες τοῖς προλαβοῦσι παραβαλεῖν, τοῖς δὲ σεισμοῖς καὶ πῦρ
25οὐρανόθεν συγκαταρρηγνύμενον πάσας ἐλπίδας σωτηρίας περιέκοπτεν· πλήν γε φθορὰν ἀνθρώπων οὐκ ἐνειργάσατο, ἀλλ’ ἡ θεία εὐμένεια πνεῦμα σφοδρὸν καθιεῖσα καὶ τὸ πῦρ πανταχόθεν περιελάσασα κατὰ τῆς θαλάσσης ἀπέρριψεν. καὶ ἦν ἰδεῖν ξένην θέαν, τῶν κυμάτων ἐπὶ πλεῖστον ὥσπερ τινῶν λασίων χωρίων τῷ πυρὶ καταφλεγομένων,
30ἄχρι τελείως τὸ φλέγον ἐναπέσβη τῷ πελάγει.

12

.

9

Ὅτι κατὰ πολλοὺς τόπους τῶν σεισμῶν γενομένων ὤφθησαν ὀροφαὶ οἰκιῶν ἀπ’ ἀλλήλων μετὰ μεγάλων πατάγων καὶ ἀραγμῶν διαστᾶσαι, ὡς καὶ τοὺς ἔνδον παρατυχόντας καθαρῶς τῇ ὄψει τὸν οὐρανὸν ὑποβάλλειν· καὶ μετὰ τὴν τοσαύτην διάστασιν οὕτως πάλιν
5ἁρμοσθεῖσαί τε καὶ συναφθεῖσαι, ὡς μηδεμίαν αἴσθησιν τοῦ νεωτε‐ ρισθέντος μηδενὶ παρασχεῖν. τὸ αὐτὸ δὲ τοῦτο πάθος καὶ περὶ τὰ ἐδάφη πολλαχοῦ συνηνέχθη. καὶ γὰρ σιτοβολῶνες τοὺς κάτωθεν
οἰκοῦντας ἀπέπνιξαν, τὸν σῖτον αὐτοῖς ἀθρόον ἐπιχεάμενοι διὰ τῶν πάτων· καὶ πάλιν οὕτως παρέσχον τὸ ἔδαφος ἡρμοσμένον, ὡς
10ἐξαπορεῖν ἅπαντας πόθεν ὁ φονεὺς ἐπερρύη σῖτος. Καὶ ἄλλα δὲ τοιουτότροπα πάθη τηνικαῦτα ἐνεοχμώθη, δεικνύντα μὴ φυσικῇ τινι ταῦτα προελθεῖν ἀκολουθίᾳ, ὡς Ἑλλήνων παῖδες ληροῦσιν, ἀλλὰ θείας ἀγανακτήσεως μάστιγας ἐπαφεθῆναι.

12

.

10

Ὅτι διαφόροις ἐπιχειρήμασι κατασκευάζειν πειρᾶται τοὺς σεισμοὺς μήτε διὰ πλημμύραν ὑδάτων συνίστασθαι μήτε πνευμάτων ἐναπολαμβανομένων τοῖς κόλποις τῆς γῆς, ἀλλὰ μηδὲ γῆς τινος ὅλως παρεγκλίσει, μόνῃ δὲ τῇ θείᾳ γνώμῃ πρὸς ἐπιστροφὴν καὶ διόρθωσιν
5τῶν ἁμαρτανομένων. καὶ ταῦτά φησιν ἰσχυριζόμενον λέγειν, διότι τὰ τηλικαῦτα πάθη μὴ δύναται μηδέτερον τῶν εἰρημένων στοιχείων κατὰ φυσικὴν ἀποτελεῖν δύναμιν. ἐπεὶ θεοῦ γε βουληθέντος καὶ ψεκὰς ἂν ἡ σμικροτάτη προσπεσοῦσα καὶ νιφὰς ἡ κουφοτάτη τὸν Ὄλυμπον τῆς Μακεδονίας ἤ τι ἄλλο τῶν μεγίστων ὀρῶν κινήσειεν
10ἂν ῥᾳδίως. ἐπεὶ καὶ φαίνεται πολλάκις τὸ θεῖον ἐπὶ παιδείᾳ τῶν ἀν‐ θρώπων τούτοις χρώμενον. τήν τε γὰρ Ἐρυθρὰν θάλασσαν, ῥᾷον ὂν ἀθρόον διαστῆσαι, νότῳ βιαίῳ πρότερον μαστιγώσας καὶ συνω‐ θήσας οὕτω διέστησεν, τῇ τοῦ νότου φύσει μηδεμιᾶς δυνάμεως τοιαύτης ἐγκαθιδρυμένης, ἀλλὰ τῆς ἄνωθεν ῥοπῆς ὑπερφυῶς αὐτῷ
15χρησαμένης πρὸς τὸ οἰκεῖον βούλημα· καὶ ῥάβδος δὲ πηγὰς ἐκ πέτρας ναμάτων πλήττουσα προχέει, καὶ Ἰορδάνου ῥεῖθρα καθαίρουσι λέπραν, οὐ τῆς φύσεως αὐτῶν ταῦτα δρᾶν ἐνδυναμούσης, τοῦ δὲ πλάστου μεταπλάττειν ἕκαστον τῶν δημιουργημάτων πρὸς ἣν ἂν ἐθέλῃ χρείαν
πολλὴν καὶ ἀκώλυτον ἔχοντος τὴν ἐξουσίαν.

12

.

11

Ὅτι μετὰ θάνατον Εὐδοξίου, ὃς τῆς ἐν Κωνσταντινουπόλει Εὐνομιανῆς συναγωγῆς ἐπῆρχεν, Λουκιανὸς ἀντικαθίσταται, παῖς ὢν ἀδελφῆς Εὐνομίου. τοῦτον δή φασιν, εἰς φιλαργυρίαν τε καὶ τὰ συγγενῆ κατολισθήσαντα πάθη καὶ τὴν ἐπ’ αὐτοῖς ὑφορώμενον
5δίκην, ἀποσχίσαι μὲν τῆς ἄλλης Εὐνομιανῶν μοίρας, ἰδίας δὲ συμ‐ μορίας ἀρχηγὸν ἑαυτὸν ἀναδεῖξαι, καὶ συντάγματος οὐκ εὐκαταφρονήτου ἄρξαι, πάντων τῶν ἐπιρρήτων τε καὶ ποικίλοις πάθεσι καθωπλισμέ‐ νων πρὸς αὐτὸν ἀπερρυηκότων.

12

.

12

Ὅτι Ὀνώριος ὁ βασιλεὺς Κωνστάντιον τὸν στρατηγὸν κατὰ τιμὴν τοῦ κήδους εἰς τὸ τῆς βασιλείας προσλαμβάνεται σκῆπτρον, ἤδη καὶ παῖδα Οὐαλεντινιανὸν τῆς Πλακιδίας αὐτῷ γειναμένης· ᾧ καὶ τὴν τοῦ ἐπιφανεστάτου περιῆψεν ὁ Ὀνώριος ἀξίαν. αἱ δὲ τοῦ Κων‐
5σταντίου εἰκόνες, ὡς ἔθος ἦν τοῖς ἄρτι παρελθοῦσιν εἰς βασιλείαν πράττειν, ἀναπέμπονται πρὸς τὴν Ἑῴαν· ἀλλ’ ὅ γε Θεοδόσιος, οὐκ ἀρεσκόμενος τῇ ἀναρρήσει, οὐ προσίετο ταύτας. καὶ δὴ Κωνσταντίῳ, παρασκευαζομένῳ διὰ τὴν ὕβριν ἐπὶ πόλεμον, καὶ τῆς ζωῆς καὶ τῶν φροντίδων ἐπιστὰς ὁ θάνατος τὴν ἀπαλλαγὴν παρέχει, βασιλεύσαντι
10μῆνας ἕξ.

12

.

13

Ὅτι ἐν ὑπατείᾳ τοῦ βασιλέως Θεοδοσίου τὸ δέκατον καὶ Ὀνωρίου τὸ τρισκαιδέκατον αὐτὸς Ὀνώριος ὑδέρῳ τελευτᾷ καὶ Ἰωάννης τυραννίδι ἐπιθέμενος διαπρεσβεύεται πρὸς Θεοδόσιον. ἀπρά‐ κτου δὲ τῆς πρεσβείας γεγενημένης, καὶ οἱ πρέσβεις ὑβρισθέντες
5ἄλλος ἀλλαχῆ κατὰ τὴν Προποντίδα φυγῇ προσετιμήθησαν. τὴν μέντοι Πλακιδίαν καὶ τὸν τρίτον Οὐαλεντινιανὸν (μετὰ γὰρ Κων‐ σταντίου θάνατον πρὸς τὸ Βυζάντιον ἀνεκομίσθησαν) ἀποστέλλει πρὸς τὴν Θεσσαλονίκην Θεοδόσιος, κἀκεῖ τὴν τοῦ Καίσαρος ἀξίαν τῷ ἀνεψιῷ παρατίθησιν, Ἀρδαβουρίῳ τῷ στρατηγῷ καὶ τῷ τούτου
10υἱῷ Ἄσπαρι τὴν κατὰ τοῦ τυράννου στρατηγίαν ἐγχειρίσας. Οἳ δὴ καὶ συνεπαγόμενοι Πλακιδίαν τε καὶ Οὐαλεντινιανὸν καὶ τούς τε Παίονας καὶ τοὺς Ἰλλυριοὺς διελάσαντες, τὰς Σάλωνας, πόλιν τῆς Δαλματίας, ἀναιροῦσι κατὰ κράτος. ἐντεῦθεν ὁ μὲν Ἀρδαβούριος νηΐτῃ στόλῳ κατὰ τοῦ τυράννου χωρεῖ. ὁ δὲ Ἄσπαρ τὴν ἱππικὴν
15δύναμιν συναναλαβὼν καὶ τῷ τάχει τῆς ἐφόδου κλέψας τὰς αἰσθήσεις, τῆς Ἀκυληΐας μεγάλης πόλεως ἐγκρατὴς γίνεται, συνόντων αὐτῷ Οὐαλεντινιανοῦ τε καὶ Πλακιδίας. Ἀλλ’ ὁ μὲν οὕτω τὴν μεγάλην ἀταλαιπώρως παρεστήσατο, τὸν δὲ Ἀρδαβούριον βίαιον ἀπολαβὸν πνεῦμα σὺν δυσὶν ἑτέραις τριήρεσιν
20εἰς χεῖρας ἄγει τοῦ τυράννου. ὁ δὲ πρὸς σπονδὰς ἀφορῶν φιλανθρώ‐ πως ἐκέχρητο τῷ Ἀρδαβουρίῳ. καὶ πολλῆς οὗτος ἀπολαύων τῆς ἀδείας, τοὺς ἀποστρατήγους τοῦ τυράννου, ἤδη καὶ αὐτοὺς ὑποκεκινη‐ μένους, τὴν ἐπιβουλὴν κρατύνει τὴν κατὰ τοῦ τυράννου· καὶ ση‐ μαίνει Ἄσπαρι τῷ παιδὶ παραγενέσθαι, ὡς ἐφ’ ἑτοίμῳ τῷ κατορθώ‐
25ματι. τοῦ δὲ θᾶττον σὺν τῷ ἱππότῃ στρατῷ παραγεγονότος καὶ μάχης τινὸς συρραγείσης, συλλαμβάνεται ὁ Ἰωάννης τῇ τῶν ἀμφ’ αὐτὸν προδοσίᾳ καὶ πρὸς Πλακιδίαν καὶ Οὐαλεντινιανὸν εἰς Ἀκυληΐαν ἐκπέμπεται· κἀκεῖ τὴν χεῖρα προδιατμηθείς, εἶτα καὶ τῆς κεφαλῆς ἀποτέμνεται, ἕνα τυραννήσας ἐπὶ τῷ ἡμίσει ἐνιαυτόν. τότε καὶ
30βασιλέα ὁ Θεοδόσιος τὸν Οὐαλεντινιανὸν ἀποστείλας ἀναγορεύει.

12

.

14

Ὅτι Ἀέτιος ὁ ὑποστράτηγος Ἰωάννου τοῦ τυράννου μετὰ τρεῖς ἡμέρας τῆς ἐκείνου τελευτῆς βαρβάρους ἄγων μισθωτοὺς εἰς ξʹ χιλιάδας παραγίνεται· καὶ συμπλοκῆς αὐτοῦ τε καὶ τῶν περὶ τὸν Ἄσπαρα γεγενημένης, φόνος ἑκατέρωθεν ἐρρύη πολύς. ἔπειτα σπονδὰς
5ὁ Ἀέτιος τίθεται πρὸς Πλακιδίαν καὶ Οὐαλεντινιανὸν καὶ τὴν τοῦ κόμητος ἀξίαν λαμβάνει· καὶ οἱ βάρβαροι χρυσίῳ καταθέμενοι τὴν ὀργὴν καὶ τὰ ὅπλα, ὁμήρους τε δόντες καὶ τὰ πιστὰ λαβόντες, εἰς
τὰ οἰκεῖα ἤθη ἀπεχώρησαν.