TLG 2053 002 :: PAULUS :: Anacephalaeosis PAULUS Astrol. Anacephalaeosis Source: Boer, E. (ed.), Pauli Alexandrini elementa apotelesmatica. Leipzig: Teubner, 1958: xxi–xxiv. Citation: Page — (line) | ||
xxi(t1) | ΑΝΑΚΕΦΑΛΑΙΩΣΙΣ | |
t2 | ΤΗΣ ΠΑΥΛΟΥ ΕΙΣΑΓΩΓΗΣ | |
---|---|---|
1 | Ὅτι μὲν οὖν ἕκαστον τῶν ιβ ζῳδίων ἔχει δεκανοὺς τρεῖς, μοίρας δὲ λ, ἡ δὲ μοῖρα λεπτὰ ξ, καὶ ὅτι Κριὸς ἀρχὴ τοῦ ζῳδιακοῦ κύκλου, τίνα τε ἀρσενικὰ λέγεται τῶν ζῳδίων καὶ τίνα θηλυκά, τίνα τε τροπικὰ καὶ τίνα στερεὰ καὶ | |
5 | τίνα δίσωμα καὶ ποῖα ἰσημερινὰ καὶ ποῖα ἐαρινά, τίνα τε θερινά, καὶ ποῖα μετοπωρινά, ποῖα δὲ χειμερινά, ὁ Παῦλος ἐν τῇ Εἰσαγωγῇ παραδίδωσιν. ἔτι δὲ ποίων τῶν ζῳδίων τίνος τῶν πλανωμένων λέγεται οἶκος ἢ ὕψωμα ἢ ταπεί‐ νωμα καὶ τίνος τῶν ἀνθρωπείων μελῶν κυριεύει τῶν ζῳ‐ | |
10 | δίων ἕκαστον, ἐν ποίῳ τε κλίματι κεῖται, καὶ ποίῳ ἀνέμῳ ἐπιμεμέρισται, πόσα τε καὶ τίνα τῶν ζῳδίων ἐστὶν τρί‐ γωνα καὶ ὅτι Κριὸς μὲν καὶ Λέων καὶ Τοξότης ἡμέρας μὲν Ἡλίου ἐστὶν τρίγωνον, νυκτὸς δὲ Διός, Ταῦρος καὶ Παρθένος καὶ Αἰγόκερως ἡμέρας μὲν τρίγωνον Ἀφροδί‐ | |
15 | της, νυκτὸς δὲ Σελήνης, Δίδυμοι δὲ καὶ Ζυγὸς καὶ Ὑδροχόος ἡμέρας μὲν Κρόνου τρίγωνον, νυκτὸς δὲ Ἑρμοῦ, καὶ Καρκίνος καὶ Σκορπίος καὶ Ἰχθύες ἡμέρας μὲν Ἀφρο‐ δίτης, νυκτὸς δὲ Ἄρεως· καὶ ποίῳ τῶν ἀνέμων ἕκαστον τῶν τριγώνων προσῳκείωται καὶ ποίᾳ προσπαθεῖ χώρᾳ | |
20 | ἕκαστον τῶν ζῳδίων καὶ ἐν πόσαις ὥραις ἕκαστον ἀνα‐ φέρεται ἐν τῷ κατὰ Ἀλεξάνδρειαν κλίματι καὶ τίνα ἑκά‐ | |
στου τῶν ε πλανωμένων ὅρια· Ἡλίου γὰρ καὶ Σελήνης | ||
xxii | ὡρισμένα ὅρια οὐκ ἔστιν. καὶ ὅτι ἐκ τῆς τῶν ὁρίων ἐπι‐ σκέψεως τὰ τῆς ζωῆς ἔτη θηρεύουσιν οἱ Αἰγύπτιοι· καὶ ὅτι οἱ δεκανοὶ πρόσωπα λέγονται τῶν ζ ἀστέρων· καὶ ὅτι πάλιν ἕκαστος τῶν ζ δεσπόζει τινὸς ἰδίας μοίρας τῶν ζῳ‐ | |
5 | δίων· τί τ’ ἐστιν αἵρεσις καὶ τί δορυφορία· τίς τε ἡμερινή, τίς δὲ νυκτερινή, τίς δὲ ἑσπερία, καὶ ποῖα τῶν δ τεταρτη‐ μορίων ἀρσενικά, ποῖα δὲ θηλυκά, καὶ τίνα μὲν τούτων ἀνατολικὰ καὶ ἀπηλιωτικά, τίνα δὲ νότια καὶ μεσημβρινὰ καὶ ἁπλῶς τίνα πρὸς τίνας ἀνέμους ᾠκείωται, καὶ ποίας | |
10 | ἡλικίας ἐστὶν ἕκαστον τῶν δ τούτων δηλωτικόν· ἔτι μὴν διαλαμβάνει τίνα τῶν ζῳδίων λέγεται βλέπειν ἄλληλα, καὶ ποῖα προστάσσειν, ποῖα δὲ ὑπακούειν, καὶ πρὸς τί τούτων ἕκαστον εὐθετεῖ, ἐκ τίνων τὲ ἡ τριγωνικὴ πλευρὰ συν‐ έστηκεν, ἐκ τίνων δὲ ἡ τετραγωνικὴ καὶ ἡ ἑξαγωνικὴ ἐκ | |
15 | τίνων, καὶ δὴ καὶ ἡ διάμετρος ἐκ τίνων, τίνα δὲ δύναμιν τῶν εἰρημένων σχημάτων ἕκαστον ἔχει, καὶ ὅτι τὰ κατὰ μηδὲν τούτων ἐσχηματισμένα ζῴδια ἀπόστροφα καὶ ἀσύν‐ δετα καλεῖται· καὶ τί δηλοῦσιν οἱ ἀστέρες ἐν αὐτοῖς τυχόντες, τίνα τε αὐτῶν τῶν ἀποστρόφων ὁμόζωνα καλεῖται, τίνα | |
20 | δὲ ἰσανάφορα καὶ τίνα συγγειτνιάζοντα, καὶ ποῖα τούτων κατεπιδεξιώτατα λέγεται τετάχθαι καὶ τίνος τούτων ἕκασ‐ τον δυνάμεως μετέχει. καὶ ὅτι τῶν πλανωμένων Κρόνος καὶ Ζεὺς καὶ Ἄρης λέγονται περιπολεῖν, καὶ διὰ τί, πότε δὲ οἱ ε πλανώμενοι λέγονται ἑῷοι ἢ συνοδικοί, καὶ ὅτι αἱ πρὸς | |
25 | τὸν Ἥλιον δορυφορίαι αὐτῶν κατὰ τὰς προηγουμένας μοίρας καὶ τὰ προηγούμενα ζῴδια λέγονται· αἱ δὲ πρὸς τὴν Σελήνην δορυφορίαι, ὅταν ἔν τε τῷ αὐτῷ ζῳδίῳ εὑρε‐ θῶσιν καὶ ὅταν ἐν τοῖς ἑπομένοις· τί τέ ἐστιν στηριγμὸς καὶ τίς προσθετικὸς τοῖς ἀριθμοῖς, τίς δὲ ἀφαιρετικός, καὶ | |
30 | πῶς ὁ στηριγμὸς καὶ πότε γίνεται καὶ ποσάκις, πότε δὲ ἀκρόνυκτοι καὶ διὰ τί, καὶ τί δηλοῖ τούτων ἕκαστος τῶν σχηματισμῶν· καὶ ὅτι ια σχήματα τῆς Σελήνης, ἃ καὶ | |
φάσεις καλεῖται, καὶ ὡς ἡ πανσέληνος καὶ πανσεληνιακὸς | ||
xxiii | σύνδεσμος καλεῖται· τί τε λέγεται ἀπόκρουσις καὶ διὰ τί τούτων ἕκαστον τῶν τῆς Σελήνης σχημάτων τὴν ἐπικει‐ μένην αὐτῷ ὀνομασίαν ἔλαχε τοιαύτην· τί τέ ἐστιν ἀπόρ‐ ροια καὶ συναφή, καὶ ὅτι ἐξ αὐτῶν ἡ τῶν ἀνέμων θη‐ | |
5 | ρεύεται πρόγνωσις· καὶ τὸ πολυχρόνιον δὲ καὶ ὀλιγοχρό‐ νιον τῶν ἀνθρωπείων παθῶν καὶ τοῦ βίου ἐκ τοῦ περὶ ἀπορροίας καὶ συναφῆς θηρεύεται λόγου. ἔτι δὲ κατ’ ἄλ‐ λην ἔννοιαν τί λέγεται πολεύειν τὸν αὐτὸν καὶ διέπειν καὶ τί λέγεται ἄλλον μὲν πολεύειν, ἄλλον δὲ τῶν ἀστέρων διέπειν· | |
10 | καὶ τίνων ἐστὶν δηλωτικά, καὶ ὅτι ὁ πολεύων καὶ διέπων αὐτὸς καὶ κύριος λέγεται τῆς ἡμέρας· καὶ ὅτι τῆς ἑπτα‐ ζώνου τὴν αʹ ζώνην Κρόνος ἐκληρώθη κατάψυχρον οὖσαν καὶ κειμένην ἐν τῷ πάγῳ· ὁ δὲ τοῦ Διὸς τὴν βʹ εὔκρατον καὶ θρεπτικὴν οὖσαν καὶ ζῳογόνον· ὁ δὲ τοῦ Ἄρεως τὴν | |
15 | γʹ διάπυρον καὶ φθαρτικήν. ὁ δὲ τοῦ Ἡλίου τὴν δʹ καὶ μεσοτάτην διάπυρον καὶ ζῳογόνον οὖσαν· ἡ Ἀφροδίτη τὴν εʹ εὔδιον, ἣ καὶ σπορᾶς καὶ γονῆς ἐστιν αἰτία· ὁ Ἑρμῆς τὴν ϛʹ ὑγρὰν οὖσαν· ἡ Σελήνη τὴν ἑβδόμην καὶ αὐτὴν ὑγρὰν οὖσαν. ὅπως τε δεῖ λαβεῖν τῶν | |
20 | ζ ἀστέρων τὸ δωδεκατημόριον καὶ ἕκαστον τῶν δ κέντρων καὶ τοῦ κλήρου, ἃς ἔχει μοίρας, καὶ τί τούτων ἕκαστον δηλοῖ. καὶ τίς μὲν ὁ τῆς Τύχης κλῆρος καὶ πῶς θηρεύεται, τίς δὲ ὁ τοῦ Δαίμονος καὶ τοῦ Ἔρωτος, τῆς τε Τόλμης καὶ τῆς Ἀνάγκης καὶ Νίκης καὶ Νεμέσεως· καὶ τίς ἡ βάσις | |
25 | καὶ τίνας ἐνεργείας ἐμφαίνει ἕκαστον τούτων. ἀλλὰ μὴν καὶ τίς κλῆρος πατρός, τίς δὲ μητρὸς καὶ ἀδελφῶν καὶ τέκνων καὶ γάμου καὶ πῶς καὶ τούτων καταλαμβάνεται ἕκαστος. περὶ τῆς τῶν δώδεκα τόπων πινακικῆς διασκέ‐ ψεως καὶ ὡς ἀρχὴ μὲν τούτων ὁ ὡροσκόπος, ὃς καὶ οἴαξ | |
30 | καὶ βάσις καλεῖται. δευτερεύει δὲ ὁ λεγόμενος βίος, ὃς καὶ Ἅιδου πύλη καὶ ἀναφορὰ τοῦ ὡροσκόπου λέγεται· | |
καὶ κατὰ τρίτην τάξιν ὁ λεγόμενος θεός, Σελήνης τε ὢν | ||
xxiv | τόπος καὶ ἀγαθὸν καλούμενον ἀπόκλιμα. καὶ οἱ λοιποὶ ἐφεξῆς μέχρι τοῦ ιβʹ. τίνα δὲ τάξιν ἔλαχον καὶ τί δηλοῦσιν ἕκαστος τούτων τοὺς ἀγαθοποιοὺς τῶν πλανήτων ἢ τοὺς κακοποιοὺς ὑποδεχόμενος. περί τε τέκνων εὑρίσκεται ἐπι‐ | |
5 | θεωρία, ἐκ τίνων τε ἀστέρων ὁ περὶ πράξεως θηρεύεται λόγος καὶ τίνων τόπων περὶ τῶν ἀποκλιμάτων λεπτο‐ μερὴς ἐπιτήρησις· πότε καὶ ταῦτα χρηματιστικὰ γίνεται, καὶ ποῖα περί τε τοῦ λαβεῖν ἀπὸ χειρὸς ἐποχὴν Ἡλίου· καὶ περὶ τοῦ κατὰ τὴν γένεσιν λαμβανομένου ἐνιαυτοῦ καὶ | |
10 | μηνὸς καὶ ἡμέρας, ὅπως ἐκ τῆς ἐπιδιαιρέσεως αὐτῶν τῶν εἰς τὰ δωδεκατημόρια τὸν ζητούμενον ἐνιαυτὸν ἐν ποίῳ ζῳδίῳ ἐστὶν ῥᾴδιον εὑρεῖν καὶ μὴν καὶ τὸν μῆνα ὁμοίως καὶ τὴν ἡμέραν· ὅπως τε δεῖ ὡροσκόπον ψηφίζειν, καὶ ὅπως μεσημβρία καὶ ὅπως ἡ κατὰ τρίγωνον μονο‐ | |
15 | μοιρία λαμβάνεται καὶ ὅτι ταύτην οἱ Αἰγύπτιοι ὡς χρη‐ σιμεύουσαν πρὸς τὴν ὡροσκόπου μερικὴν κατάληψιν ὑπ‐ εστήσαντο. καὶ ὡς ε δόξαι γεγόνασιν περὶ αὐτῆς. καὶ ὅτι ἐκτροπὴ λέγεται ἡ τῆς ἀποκυητικῆς ἡμέρας ὡροσκοποῦσα μοῖρα, καὶ μὴν καὶ περὶ κλιμακτήρων ποῖοι τούτων τὸ | |
20 | ἀπαράβατον ἔχουσιν καὶ ποῖοι ἐν τῷ μετρίῳ, ποῖοι δὲ καὶ διαλύονται· —Ταῦτα πάντα ὁ Παῦλος διέξεισιν οὐ‐ δενὸς τῶν ἄλλων χείρων, καὶ μὴν καὶ περὶ τοῦ τῆς | |
Σελήνης συνδέσμου. |