TLG 2053 001 :: PAULUS :: Elementa apotelesmatica PAULUS Astrol. Elementa apotelesmatica Source: Boer, E. (ed.), Pauli Alexandrini elementa apotelesmatica. Leipzig: Teubner, 1958: 1–100. Citation: Page — (line) | ||
1(1t) | ΠΑΥΛΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ | |
2t | ΕΙΣΑΓΩΓΙΚΑ | |
---|---|---|
3t | ΔΕΥΤΕΡΑΣ ΕΚΔΟΣΕΩΣ | |
4t | 〈αʹ〉 Προοίμιον | |
5 | Πάνυ καλῶς, ὦ φίλε παῖ Κρονάμων, ἐψευδογραφη‐ κότας ἡμᾶς ἀνευρὼν ἐν τῇ πρὸ ταύτης ἐκδόσει τῶν εἰσα‐ γωγικῶν προετρέψω ἑτέραν συντάξαι, λειπομένην ἐν οὐ‐ δενὶ τῶν εἰς τὴν αὐτῆς πρόθεσιν συντεινόντων θεωρη‐ μάτων, μετὰ τοῦ καταναγκάσαι καὶ τὰς κατὰ Πτολε‐ | |
10 | μαῖον ἀναφορὰς ἐπιλογισαμένους πρὸς τοῖς ἀποτελέσμασιν ἐκθέσθαι· ὡς ταύτας εὐχρηστοτέρας κατειληφότων ἡμῶν αὐτοῦ τε τοῦ Πτολεμαίου ἐν τῷ ‘Περὶ Χρόνων Ζωῆσ‘ | |
αὐτοῦ τὴν πραγματείαν ποιουμένου καὶ Ἀπολλιναρίου | 1 | |
2 | παρακελευομένου ἐν τῷ ‘Περὶ Ἀφέτου καὶ Οἰκοδε‐ σπότου καὶ Ἀναιρέτου‘ ταύταις κεχρῆσθαι· προσεπὶ τούτοις καὶ Ἀπολλωνίου τοῦ Λαοδικέως ἐν τοῖς ἰδίοις πέντε βιβλίοις διαβάλλοντος τοὺς Αἰγυπτίους, ὡς πολλὴ | |
5 | ἀπάτη αὐτοῖς γεγένηται ἐν ταῖς τῶν ζῳδίων ἀναφοραῖς. | |
6t | 〈βʹ〉 Περὶ τῶν δώδεκα ζῳδίων | |
7 | Ὁ ζῳδιακὸς κύκλος κινεῖται λοξῶς, διῃρημένος εἰς τμήματα δώδεκα, ἅτινα καλεῖται ζῴδια. ἔχει δὲ τὸ ζῴδιον δεκανοὺς μὲν τρεῖς, μοίρας δὲ λ, ἡ δὲ μοῖρα ἔχει λεπτὰ ξ. | |
10 | ἔστι δὲ ἡ ἀρχὴ τοῦ ζῳδιακοῦ κύκλου ὁ Κριός, ἀρσενικόν, ἰσημερινόν, τροπικόν, ἐαρινόν, οἶκος Ἄρεως, ὕψωμα | |
Ἡλίου περὶ μοίρας ιθʹ, ταπείνωμα Κρόνου περὶ μοίρας κʹ, | 2 | |
3 | τρίγωνον ἡμέρας μὲν Ἡλίου, νυκτὸς δὲ Διός. κεῖται δὲ 〈ἐν τῷ〉 κλίματι τῷ τῆς Περσίδος, ἀπομεμερισμένον ἀνέμῳ Ἀπηλιώτῃ. κυριεύει δὲ κεφαλῆς καὶ ὅλου προσώ‐ που. ἀνατέλλει δὲ τὸ ζῴδιον κατ’ Αἰγυπτίους ἐν τῷ δι’ | |
5 | Ἀλεξανδρείας κλίματι τρίτῳ ὄντι ἐκ τοῦ ἀφανοῦς τοῦ κόσμου 〈μέρουσ〉 εἰς τὸν ἐμφανῆ κόσμον ἐν ὥρᾳ ἰσημε‐ ρινῇ α γʹ θʹ χρόνοις δὲ κα βʹʹ. ἔστι δὲ ἐν τούτῳ τῷ ζῳδίῳ τὸ μεσουρανοῦν κέντρον τοῦ κοσμικοῦ διαθέματος. Δεύτερον ζῴδιον Ταῦρος, θηλυκόν, στερεόν, ἐαρινόν, | |
10 | οἶκος Ἀφροδίτης, ὕψωμα Σελήνης περὶ μοίρας γʹ, ταπεί‐ | 3 |
4 | νωμα οὐδενός, τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Σελήνης. κεῖται δὲ ἐν τῷ κλίματι τῷ τῆς Βαβυλῶνος, ἀπομεμερισμένον ἀνέμῳ Νότῳ. κυριεύει δὲ τραχήλου καὶ τένοντος. ἀναβαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ | |
5 | ἐμφανὲς τοῦ κόσμου ἐν ὥρᾳ α βʹʹ, χρόνοις δὲ κε κατὰ τὸ προκείμενον κλίμα. Τρίτον ζῴδιον Δίδυμοι, ἀρσενικόν, δίσωμον, ἐαρινόν, ἀνθρωποειδές, οἶκος Ἑρμοῦ, ὕψωμα οὐδενός, κοίλωμα οὐδενός, τρίγωνον ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ. | |
10 | κεῖται δὲ 〈ἐν τῷ〉 κλίματι τῷ τῆς Καππαδοκίας, ἀπο‐ μεμερισμένον ἀνέμῳ Λιβί. κυριεύει δὲ ὤμων καὶ χειρῶν καὶ δακτύλων. ἀναβαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς τοῦ κόσμου ἐν ὥρᾳ α βʹʹ εʹ μεʹ, χρόνοις δὲ κατὰ τὸ προκείμενον κλίμα κη γʹ. ἐν ταύτῃ δὲ τῇ τριζῳδίᾳ | |
15 | ἀπαρτίζεται ἡ τῆς ἐαρινῆς ὥρας τροπή, ἥτις καλεῖται ἀήρ. Τέταρτον ζῴδιον Καρκίνος, θηλυκόν, τροπικόν, θερι‐ νόν, οἶκος Σελήνης, ὕψωμα Διὸς περὶ μοίρας ιεʹ, ταπεί‐ νωμα Ἄρεως περὶ μοίρας κηʹ, τρίγωνον ἡμέρας μὲν | |
Ἀφροδίτης, νυκτὸς δὲ Ἄρεως. κεῖται δὲ 〈ἐν τῷ〉 κλίματι | 4 | |
5 | τῷ τῆς Ἀρμενίας, ἀπομεμερισμένον ἀνέμῳ Βορρᾷ. κυρι‐ εύει δὲ στήθους καὶ στομάχου. ἀναβαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς τοῦ κόσμου ἐν ὥραις β θʹ, χρόνοις λα βʹʹ κατὰ τὸ μνημονευθὲν κλίμα. ἔστι δὲ | |
5 | ἐν τούτῳ τῷ ζῳδίῳ ὁ τοῦ κόσμου ὡροσκόπος. Πέμπτον ζῴδιον Λέων, ἀρσενικόν, στερεόν, θερινόν, οἶκος Ἡλίου, ὕψωμα οὐδενός, κοίλωμα οὐδενός, τρίγωνον ἡμέρας μὲν Ἡλίου, νυκτὸς δὲ Διός. κεῖται δὲ 〈ἐν τῷ〉 κλίματι τῷ τῆς Ἀσίας, ἀπομεμερισμένον ἀνέμῳ Ἀπη‐ | |
10 | λιώτῃ. κυριεύει δὲ πλευρῶν. ἀναβαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς τοῦ κόσμου ἐν ὥραις β γʹ, χρόνοις δὲ λε κατὰ τὸ μνημονευθὲν κλίμα. Ἕκτον ζῴδιον Παρθένος, θηλυκόν, δίσωμον, θερινόν, οἶκος καὶ ὕψωμα Ἑρμοῦ περὶ μοίρας ιεʹ, ταπείνωμα Ἀφρο‐ | |
15 | δίτης περὶ μοίρας κζʹ· τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυ‐ κτὸς δὲ Σελήνης. κεῖται δὲ 〈ἐν τῷ〉 κλίματι τῷ τῆς Ἑλλάδος καὶ Ἰωνίας, ἀπομεμερισμένον ἀνέμῳ Νότῳ. κυριεύει δὲ λαγόνων καὶ τῆς ἄνω κοιλίας καὶ τῶν ἐντὸς πάντων. ἀναβαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς | |
20 | τοῦ κόσμου ἐν ὥραις β γʹ εʹ μεʹ, χρόνοις δὲ λη γʹ. ἐν ταύτῃ δὲ τῇ τριζῳδίᾳ ἀπαρτίζεται ἡ τῆς θερινῆς ὥρας τροπή, | |
ἥτις καλεῖται πῦρ. | 5 | |
6 | Ἕβδομον ζῴδιον Ζυγός, ἀρσενικόν, ἰσημερινόν, τρο‐ πικόν, μετοπωρινόν, οἶκος Ἀφροδίτης, ὕψωμα Κρόνου περὶ μοίρας κʹ, ταπείνωμα Ἡλίου περὶ μοίρας ιθʹ, τρίγω‐ νον ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ. κεῖται δὲ | |
5 | 〈ἐν τῷ〉 κλίματι τῆς Λιβύης καὶ Κυρήνης, ἀπομεμερισμέ‐ νον ἀνέμῳ Λιβί. κυριεύει δὲ ἰσχίων καὶ γλουτῶν. ἀνα‐ βαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς τοῦ κόσμου ἐν ὥραις β γʹ εʹ μέ, χρόνοις λη γʹ. ἔστι δὲ ἐν τούτῳ τῷ ζῳδίῳ τὸ τοῦ κόσμου κέντρον ὑπόγειον. | |
10 | Ὄγδοον ζῴδιον Σκορπίος, θηλυκόν, στερεόν, μετοπωρι‐ νόν, οἶκος Ἄρεως, ὕψωμα οὐδενός, κοίλωμα Σελήνης περὶ μοίρας γʹ. τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Ἄρεως. κεῖται δὲ 〈ἐν τῷ〉 κλίματι τῷ τῆς Ἰταλίας, ἀπομεμερισμένον ἀνέμῳ Βορρᾷ. κυριεύει δὲ αἰδοίων καὶ | |
15 | κύστεως καὶ βουβώνων. ἀναβαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς τοῦ κόσμου ἐν ὥραις β γʹ, χρόνοις δὲ λε. Ἔννατον ζῴδιον Τοξότης, ἀρσενικόν, δίσωμον, μετο‐ πωρινόν, οἶκος Διός, ὕψωμα οὐδενός, κοίλωμα οὐδενός, | |
20 | τρίγωνον ἡμέρας μὲν Ἡλίου, νυκτὸς δὲ Διός. κεῖται δὲ 〈ἐν τῷ〉 κλίματι τῷ τῆς Κιλικίας καὶ Κρήτης, ἀπομεμε‐ ρισμένον ἀνέμῳ Ἀπηλιώτῃ. κυριεύει δὲ μηρῶν. ἀναβαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς τοῦ κόσμου | |
ἐν ὥραις β θʹ, χρόνοις δὲ λα βʹʹ κατὰ τὸ μνημονευθὲν | 6 | |
7 | κλίμα. ἐν ταύτῃ τῇ τριζῳδίᾳ ἀπαρτίζεται ἡ τῆς μετοπω‐ ρινῆς ὥρας τροπή, ἥτις καλεῖται γῆ. Δέκατον ζῴδιον Αἰγόκερως, θηλυκόν, τροπικόν, χειμε‐ ρινόν· οἶκος Κρόνου, ὕψωμα Ἄρεως περὶ μοίρας κηʹ, τα‐ | |
5 | πείνωμα Διὸς περὶ μοίρας ιεʹ· τρίγωνον ἡμέρας μὲν Ἀφρο‐ δίτης, νυκτὸς δὲ Σελήνης. κεῖται δὲ 〈ἐν τῷ〉 κλίματι τῷ τῆς Συρίας· ἀπομεμερισμένον ἀνέμῳ Νότῳ. κυριεύει δὲ γονάτων. ἀναβαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς τοῦ κόσμου ἐν ὥρᾳ α βʹʹ εʹ μεʹ, χρόνοις δὲ | |
10 | κη γʹ. ἔστι δὲ τοῦ κόσμου κέντρον δυτικόν. Ἑνδέκατον ζῴδιον Ὑδροχόος, ἀρσενικόν, στερεόν, χει‐ μερινόν· οἶκος Κρόνου, ὕψωμα οὐδενός, κοίλωμα οὐδενός. τρίγωνον ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ. κεῖται δὲ 〈ἐν τῷ〉 κλίματι τῷ τῆς Αἰγύπτου ἀπομεμερισμένον | |
15 | ἀνέμῳ Λιβί. κυριεύει δὲ κνημῶν. ἀναβαίνει δὲ τὸ ζῴ‐ διον ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς τοῦ κόσμου ἐν ὥρᾳ α βʹʹ, χρόνοις δὲ κε. Δωδέκατον ζῴδιον Ἰχθύες, θηλυκόν, δίσωμον, χειμε‐ ρινόν· οἶκος Διός, ὕψωμα Ἀφροδίτης περὶ μοίρας κζʹ, τα‐ | |
20 | πείνωμα Ἑρμοῦ περὶ μοίρας ιεʹ. τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Ἄρεως. κεῖται δὲ 〈ἐν τῷ〉 κλίματι τῷ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ Ἰνδικῆς χώρας· ἀπομε‐ μερισμένον ἀνέμῳ Βορρᾷ. κυριεύει δὲ πελμάτων καὶ τῶν | |
λεγομένων ἀκροποδίων. ἀναβαίνει δὲ τὸ ζῴδιον ἀπὸ τοῦ | 7 | |
8 | ἀφανοῦς εἰς τὸ ἐμφανὲς τοῦ κόσμου μέρος ἐν ὥρᾳ α γʹ θʹ, χρόνοις δὲ κα βʹʹ. ἐν ταύτῃ δὲ τῇ τριζῳδίᾳ ἀπαρτίζεται ἡ τῆς χειμερινῆς ὥρας τροπή, ἥτις καλεῖται ὕδωρ. Καὶ πρὸς μὲν τὴν κατὰ μέρος ἔκθεσιν τὰ δυοκαίδεκα | |
5 | ζῴδια ὧδέ πως εἰρήσθω, πρὸς δὲ τὸ συλλήβδην αὐτὰ νοεῖν οὕτως ἐκτεθείσθω. Ἀρσενικὰ μὲν ζῴδιά εἰσι τάδε· Κριός, Δίδυμοι, Λέων, Ζυγός, Τοξότης, Ὑδροχόος, θηλυκὰ δὲ τὰ τούτων ὑπό‐ λοιπα· Ταῦρος, Καρκίνος, Παρθένος, Σκορπίος, Αἰγό‐ | |
10 | κερως, Ἰχθύες· καὶ καθόλου εἰπεῖν, ὅσα περιττὸν ἀριθ‐ μὸν ἐκδέχεται ἀπὸ πρώτου Κριοῦ ἀρχόμενα, ταῦτα ἀρσενικὰ νοείσθω, ὅσα δὲ ἄρτιον θηλυκά. Τροπικὰ δὲ Κριός, Καρκίνος, Ζυγός, Αἰγόκερως· ἰση‐ μερινὰ δὲ Κριὸς καὶ Ζυγός· ἰσάριθμα δὲ τούτοις τὰ στερεὰ | |
15 | Ταῦρος, Λέων, Σκορπίος, Ὑδροχόος, τῶν δὲ δισώμων ἰσαρίθμων τυγχανόντων αὐτοῖς, ἅ ἐστι Δίδυμοι, Παρ‐ | |
θένος, Τοξότης, Ἰχθύες. καὶ συναιρετικῶς εἰπεῖν, ὅσα | 8 | |
9 | διὰ τεσσάρων διέστηκε, ταῦτα τὴν αὐτὴν τῶν ζῳδίων ἐκδέχεται φύσιν. Οἰκητήρια· Κριὸς καὶ Σκορπίος Ἄρεως, Ταῦρος καὶ Ζυγὸς Ἀφροδίτης, Δίδυμοι καὶ Παρθένος Ἑρμοῦ, Καρ‐ | |
5 | κίνος Σελήνης, Λέων Ἡλίου, Τοξότης καὶ Ἰχθύες Διός, Αἰγόκερως καὶ Ὑδροχόος Κρόνου. Ὑψώματα δὲ Κριὸς μὲν Ἡλίου, Ταῦρος δὲ Σελήνης, Καρκίνος Διός, Παρθένος Ἑρμοῦ, Ζυγὸς Κρόνου, Αἰ‐ γόκερως Ἄρεως, Ἰχθύες Ἀφροδίτης· ὅσα δὲ τούτων | |
10 | ἀπὸ ζ ζῳδίων διέστηκε, τούτων αὐτῶν τὰ ταπεινώματα τυγχάνει. Τρίγωνα δὲ Κριός, Λέων, Τοξότης, ἡμέρας μὲν Ἡλίου, νυκτὸς δὲ Διός. Ταῦρος, Παρθένος, Αἰγόκερως, ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Σελήνης. Δίδυμοι, Ζυγός, | |
15 | Ὑδροχόος, ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ. Καρ‐ κίνος, Σκορπίος, Ἰχθύες, ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Ἄρεως. Προσῳκείωται δὲ τὸ μὲν πρῶτον τρίγωνον τῷ Ἀπη‐ λιώτῃ, τὸ δὲ δεύτερον Νότῳ, τὸ δὲ τρίτον Λιβί, τὸ δὲ | |
20 | τέταρτον τῷ Βορρᾷ. | 9 |
10 | Προσπαθεῖ δὲ ταῖς χώραις τὰ ζῴδια· ὁ μὲν Κριὸς τῇ Περσίδι, ὁ δὲ Ταῦρος τῇ Βαβυλῶνι, οἱ δὲ Δίδυμοι τῇ Καππαδοκίᾳ, ὁ δὲ Καρκίνος τῇ Ἀρμενίᾳ, ὁ δὲ Λέων τῇ Ἀσίᾳ, ἡ δὲ Παρθένος τῇ Ἑλλάδι, ὁ δὲ Ζυγὸς τῇ Λιβύῃ, | |
5 | ὁ δὲ Σκορπίος τῇ Ἰταλίᾳ, ὁ δὲ Τοξότης τῇ Κρήτῃ, τοῦ Αἰγοκέρωτος τῇ Συρίᾳ ἀπονενεμημένου, τοῦ Ὑδροχόου τὴν Αἴγυπτον λαχόντος, τῶν Ἰχθύων τὴν Ἰνδικὴν χώραν προσῳκειωμένων. Τῶν δὲ ἀνθρωπείων μελῶν Κριὸς μὲν τὴν κεφαλὴν | |
10 | οἰκειοῦται. Ταῦρος δὲ τραχήλου κυριεύει, οἱ δὲ Δίδυμοι ὤμοις ἀφομοιοῦνται, τοῦ Καρκίνου τὸ στέρνον κεκληρω‐ μένου, ὁ δὲ Λέων τὸν στόμαχον καὶ τὰς πλευρὰς κέκτηται, ἡ δὲ Παρθένος τὴν κάτω κοιλίαν. ὁ δὲ Ζυγὸς γλουτῶν δεσποτεύει. Σκορπίος δὲ τὸ αἰδοῖον κέκτηται, Τοξότης | |
15 | μηρούς, Αἰγόκερως γόνατα, Ὑδροχόος κνήμας, Ἰχθύες πόδας. Ἀναφέρεται ἕκαστον τούτων τῶν ζῳδίων κατ’ Αἰγυ‐ πτίους ἐν τῷ τρίτῳ κλίματι, ὅ ἐστι δι’ Ἀλεξανδρείας· ὁ μὲν Κριὸς καὶ οἱ Ἰχθύες ἐν ὥρᾳ α γʹ θʹ, χρόνοις δὲ | |
20 | κα βʹʹ, ὁ δὲ Ταῦρος καὶ Ὑδροχόος ἐν ὥρᾳ α βʹʹ, χρόνοις δὲ κε, Δίδυμοι καὶ Αἰγόκερως ἐν ὥρᾳ α βʹʹ εʹ μεʹ, χρόνοις | |
δὲ κη γʹ, Καρκίνος καὶ Τοξότης ἐν ὥραις β θʹ, χρόνοις | 10 | |
11 | δὲ λα βʹʹ, Λέων καὶ Σκορπίος ἐν ὥραις β γʹ, χρόνοις δὲ λε, Παρθένος καὶ Ζυγὸς ἐν ὥραις β γʹ εʹ μεʹ, χρόνοις δὲ λη γʹ. | |
4t | γʹ Περὶ ὧν ἐκληρώθησαν ὁρίων οἱ περιπο‐ | |
5t | λοῦντες πέντε ἀστέρες ἐν τοῖς δώδεκα ζῳδίοις, | |
6t | [διὰ τὸ χαίρειν αὐτοὺς ὥσπερ ἐπὶ τῶν ἰδίων ζῳ‐ | |
7t | δίων ἐπὶ τούτων τῶν μοιρῶν εὑρισκομένους]. | |
8 | Ὅρια καλεῖται τὰ μήκη τῶν ζῳδίων λ μοιρῶν ὄντα διῃρη‐ μένα πέντε πλάνησιν. Ἡλίῳ καὶ Σελήνῃ ὅρια οὐκ ἀπονέμε‐ | |
10 | ται· αὐτοὶ γὰρ μᾶλλον τοῖς πέντε πλάνησιν καὶ τοὺς οἴκους διένειμαν. ὥσπερ γὰρ χαίρει ὁ ἀστὴρ τῷ ζῳδίῳ τοῦ τριγώνου αὐτοῦ ἢ τῷ οἴκῳ καὶ τῷ ὑψώματι, οὕτω καὶ τοῖς ἐν ἑκάστῳ ζῳδίῳ οἰκείοις ὁρίοις. ἔχει δὲ τὴν τάξιν | |
ἐν κανονικῇ ἐκθέσει ὡς ἑξῆς ὑπογέγραπται. | 11 | |
12(1t) | [Start of a diagram]Ἔκθεσις ὁρίων | |
2t | κατὰ ζῳδίων καὶ ἀστέρων | |
3 | [End of Table cell]Κριοῦ [End of Table cell]Ταύρου [End of Table cell]Διδύμων [End of Table cell]Καρκίνου [End of Table cell]Λέοντος [End of Table cell]Παρθένου | |
9 | [End of Table cell]Ζυγοῦ [End of Table cell]Σκορπίου [End of Table cell]Τοξότου [End of Table cell]Αἰγοκέρωτος [End of Table cell]Ὑδροχόου [End of Table cell]Ἰχθύων[End of a diagram] | 12 |
13 | Διὰ γὰρ τῶνδε τῶν ὁρίων οἱ σοφοὶ τῶν Αἰγυπτίων ἐτεκμήραντο τὸν περὶ οἰκοδεσποτείας λόγον, ἀφ’ οὗ καὶ ὁ περὶ χρόνων ζωῆς συνίσταται. καὶ γὰρ κατὰ ἀναλο‐ γίαν εἰς συμπλήρωσιν τῶν τξ μοιρῶν τοῦ ζῳοφόρου κύ‐ | |
5 | κλου ὁ τῶν ὁρίων ἀριθμὸς ἀπήρτισται τῆς ποσότητος τῶν ὁρίων, ἧς κατὰ ζῴδιον ἕκαστος τῶν ἀστέρων ἐκληρώσατο τὸν ἀριθμὸν, τὰ τέλεια τῆς ζωῆς ἔτη διδού‐ σης, οἷον ἐπὶ μὲν Κρόνου ἔτη νζ, ἐπὶ δὲ Διὸς ἔτη οθ, ἐπὶ δὲ Ἄρεως ξϛ, ἐπὶ δὲ Ἀφροδίτης πβ, ἐπὶ δὲ Ἑρμοῦ | |
10 | οϛ. ἐποιησάμεθα δὲ καὶ τῆς ἐν ὅλῳ τῷ ζῳδιακῷ ποσό‐ τητος τῶν ὁρίων, ἧς ἔχουσιν οἱ ἀστέρες, κανόνια. Ἐρεῖ δέ τις, δι’ ἣν αἰτίαν ὁ Ἥλιος καὶ ἡ Σελήνη ἀλ‐ λότριοι τῆς τῶν ὁρίων δεσποτείας ἐγένοντο· πρὸς ὃν οὕ‐ τως λεκτέον, ὅτι τῶν ὅλων ἄρχουσι καὶ βασιλεῖς τῶν | |
15 | πάντων ὑπάρχοντες τὸ ἐξουσιαστικὸν τοῦ παντὸς κατ’ ἐπικράτησιν εἰλήφασι. καὶ γὰρ ἐὰν ὁ Ἥλιος ἐπὶ γενέ‐ σεως τὸν περὶ χρόνων ζωῆς κληρώσηται καὶ καλῶς κεί‐ μενος κατ’ ἐπικράτησιν χρηματίσας εὑρεθῇ, δίδωσι τὰ τῆς ζωῆς ἔτη τέλεια ρκ· ἡ δὲ Σελήνη κατὰ τὸν προκεί‐ | |
20 | μενον τρόπον, ἐὰν εἰς τὸν περὶ ζωῆς λόγον χρηματίσασα | |
εὑρεθῇ, δίδωσι τὰ τέλεια τῆς ζωῆς ἔτη ρη. | 13 | |
14 | [Start of a diagram] [End of Table cell]〈συνο〉χαὶ ζῳδίων [End of Table cell]ποσότης ὁρίων [End of Table cell]ποσότης ὁρίων [End of Table cell]ποσότης ὁρίων [End of Table cell]ποσότης ὁρίων [End of Table cell]ποσότης ὁρίων | |
15 | [End of Table cell]ὁμοῦ τξ [End of Table cell]ὅρια ταῦτα Κρόνου· παρέχει ζωῆς ἔτη νξ [End of Table cell]ὅρια ταῦτα Δίος· παρέχει ζωῆς ἔτη οθ [End of Table cell]ὅρια ταῦτα Ἄρεως· | |
15 | παρέχει ζωῆς ἔτη ξϛ [End of Table cell]ὅρια ταῦτα Ἀφροδίτης· παρέχει ζωῆς ἔτη πβ [End of Table cell]ὅρια ταῦτα Ἑρμοῦ· παρέχει ζωῆς ἔτη ιϛ [End of Table cell] Τούτων δὲ τῶν ἐτῶν δοτῆρες γίνονται, ὅταν ἐπὶ γενέσεως καλῶς καὶ οἰκείως κεχρηματικότες τὸν περὶ οἰκο‐ | |
δεσποτείας λόγον κληρώσωνται.[End of a diagram] | 14 | |
15(1t) | 〈δ〉 Περὶ ὧν ἐπέχουσι κατὰ δεκανῶν | |
2t | προσώπων ἐν τοῖς δώδεκα ζῳδίοις | |
3t | οἱ ἑπτὰ ἀστέρες | |
4 | Τὰ δὲ κατὰ ζῴδιον ἐκ τῆς δεκανικῆς διαμορφώσεως | |
5 | τῶν ἑπτὰ ἀστέρων πρόσωπα, ἐν οἷς χαίρουσιν ὥσπερ ἐπὶ τῶν ἰδίων οἰκητηρίων, πραγματεύεσθαι δεήσει τάξει τῇ κατὰ τὴν ἑπτάζωνον, δι’ ἧς ὁ πολεύων καὶ διέπων κατα‐ λαμβάνεται, τὴν ἀρχὴν ἀπὸ τοῦ Κριοῦ ποιουμένους καὶ συγκαταριθμοῦντας ἑκάστῳ μοίρας ι, ἕως τοῦ ζητουμέ‐ | |
10 | νου ἀστέρος· λέγω δὴ Ἄρει τὸν πρῶτον δεκανὸν πάντοτε διδόντας, τῷ δὲ Ἡλίῳ κατὰ τὴν τάξιν τοῦ πολεύοντος καὶ διέποντος τὸν δεύτερον, Ἀφροδίτῃ δὲ τὸν τρίτον· εἶτα ἑξῆς ἐπὶ τοῦ Ταύρου τῷ τοῦ Ἑρμοῦ ἀστέρι δοτέον τὸν πρῶτον, εἶτα Σελήνῃ εἶτα Κρόνῳ. ἐπὶ δὲ τῶν Διδύμων | |
15 | τὸν πρῶτον τῷ Διί, τὸν δὲ δεύτερον τῷ Ἄρει, τὸν δὲ τρίτον τῷ Ἡλίῳ καὶ ἑξῆς ὡς ἔχει τὰ λοιπὰ ἀκολούθως τῷ τῆς ἑπταζώνου ἀριθμῷ. πρὸς δὲ τὸ συντόμως εὑρεῖν τοῦ ζητουμένου ἀστέρος τὸ πρόσωπον ἐποιησάμεθα καὶ | |
τούτων κανονικὴν ἔκθεσιν ὡς ὑπογέγραπται. | 15 | |
16(1t) | [Start of a diagram]Τὰ πρόσωπα τῶν ζῳδίων | |
2 | [End of Table cell]♈ Κριοῦ [End of Table cell]♉ Ταύρου [End of Table cell]♊ Διδύμων [End of Table cell]♋ Καρκίνου [End of Table cell]♌ Λέοντος [End of Table cell]♏ Παρθένου [End of Table cell]πρόσωπον [End of Table cell]μοῖ. [End of Table cell]πρόσωπον [End of Table cell]μοῖ. [End of Table cell]πρόσωπον [End of Table cell]μοῖ. [End of Table cell]πρόσωπον [End of Table cell]μοῖ. [End of Table cell]πρόσωπον [End of Table cell]μοῖ. [End of Table cell]πρόσωπον [End of Table cell]μοῖ. [End of Table cell]Ἄρεως [End of Table cell]ι [End of Table cell]Ἑρμοῦ [End of Table cell]ι [End of Table cell]Διὸς ι [End of Table cell]Ἀφροδίτης [End of Table cell]ι [End of Table cell]Κρόνου [End of Table cell]ι [End of Table cell]Ἡλίου [End of Table cell]ι | |
5 | [End of Table cell]Ἡλίου [End of Table cell]κ [End of Table cell]Σελήνης [End of Table cell]κ [End of Table cell]Ἄρεως [End of Table cell]κ Ἑρμοῦ [End of Table cell]κ [End of Table cell]Διὸς [End of Table cell]κ [End of Table cell]Ἀφροδίτης [End of Table cell]κ [End of Table cell]Ἀφροδίτης [End of Table cell]λ [End of Table cell]Κρόνου [End of Table cell]λ [End of Table cell]Ἡλίου [End of Table cell]λ [End of Table cell]Σελήνης [End of Table cell]λ [End of Table cell]Ἄρεως [End of Table cell]λ [End of Table cell]Ἑρμοῦ [End of Table cell]λ [End of Table cell]♎ Ζυγοῦ [End of Table cell]♏ Σκορπίου [End of Table cell]♐ Τοξότου [End of Table cell]♑ Αἰγοκέρωτος [End of Table cell]♒ Ὑδροχόου [End of Table cell]♓ Ἰχθύων [End of Table cell]πρόσωπον [End of Table cell]μοῖ. [End of Table cell]πρόσωπον [End of Table cell]μοῖ. [End of Table cell]πρόσωπον [End of Table cell]μοῖ. [End of Table cell]πρόσωπον [End of Table cell]μοῖ. [End of Table cell]πρόσωπον [End of Table cell]μοῖ. [End of Table cell]πρόσωπον [End of Table cell]μοῖ. [End of Table cell]Σελήνης [End of Table cell]ι [End of Table cell]Ἄρεως [End of Table cell]ι [End of Table cell]Ἑρμοῦ [End of Table cell]ι [End of Table cell]Διὸς [End of Table cell]ι [End of Table cell]Ἀφροδίτης [End of Table cell]ι [End of Table cell]Κρόνου [End of Table cell]ι | |
10 | [End of Table cell]κρόνου [End of Table cell]κ [End of Table cell]Ἡλίου [End of Table cell]κ [End of Table cell]Σελήνης [End of Table cell]κ [End of Table cell]κ [End of Table cell]Ἄρεως [End of Table cell]κ [End of Table cell]Ἑρμοῦ [End of Table cell]κ [End of Table cell]Διὸς [End of Table cell]κ | |
[End of Table cell]Διὸς [End of Table cell]λ [End of Table cell]Ἀφροδίτης [End of Table cell]λ [End of Table cell]Κρόνου [End of Table cell]λ [End of Table cell]Ἡλίου [End of Table cell]λ [End of Table cell]Σελήνης [End of Table cell]λ [End of Table cell]Ἄρεως [End of Table cell]λ[End of a diagram] | 16 | |
17(1t) | [Start of a diagram]Κανόνιον τῆς μονομοιρίας | |
2 | [End of Table cell]Μοῖρ. [End of Table cell]♈ ♏ [End of Table cell]♉ ♎ [End of Table cell]♊ ♍ [End of Table cell]♋ ♌ [End of Table cell]♐ ♓ [End of Table cell]♑ ♒[End of a diagram] | 17 |
18(1t) | 〈εʹ〉 Περὶ ἧς δεσπόζουσιν οἱ ἑπτὰ | |
2t | ἀστέρες μονομοιρίας κατὰ ζῴδιον | |
3 | Τὴν δὲ τῶν ἀστέρων μονομοιρίαν πραγματευτέον ἑπο‐ μένους τῷ κατὰ τὴν ἑπτάζωνον λόγῳ τὴν πρώτην μοῖραν | |
5 | ἐκείνου τοῦ ἀστέρος λογιζομένους, οὗ καὶ τὸ ζῴδιόν ἐστι, τὴν δὲ δευτέραν τῷ μετ’ αὐτὸν τῇ τάξει τῆς ἑπταζώνου καὶ οὕτως ἐφεξῆς, ἕως ἂν καταντήσῃς εἰς τὴν μοῖραν, ἧν ἐπέχει ὁ ἀστήρ, συμπεριλαμβάνοντί σοι καὶ τὰ λεπτὰ ὡς μοῖραν μίαν. | |
10 | Διάγραμμα δὲ κανονικὸν καὶ τούτων ὑπετάξαμεν. | |
11t | 〈ϛʹ〉 Περὶ τῆς τῶν δύο φωστήρων αἱρέσεως | |
12 | Ἐπειδὴ τὰ ὅλα διοικεῖται ἐξ Ἡλίου καὶ Σελήνης καὶ οὐδὲν τῶν ἐν τῷ κόσμῳ ὄντων δίχα τῆς τῶν ἀστέρων τούτων δεσποτείας γίνεται, ἀναγκαῖόν ἐστι διδάξαι τήν | |
15 | τε ἡλιακὴν καὶ τὴν σεληνιακὴν αἵρεσιν, τί τε κεκλήρωται, καὶ ὅτι διὰ τούτων πάντα συνέστηκεν. ὁ μὲν οὖν Ἥλιος | |
ἐκληρώσατο τὴν ἡμέραν καὶ τὴν ἑῴαν ἀνατολὴν καὶ τὰ | 18 | |
19 | ἀρρενικὰ ζῴδια, δορυφόρους δὲ ἔχει τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς ἀστέρα, ἡ δὲ Σελήνη τὴν νύκτα καὶ τὴν ἑσπερίαν ἀνατολὴν καὶ τὰ θηλυκὰ ζῴδια, δορυφόρους δὲ ἔχει τὸν τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης ἀστέρα, | |
5 | τοῦ Ἑρμοῦ κοινοῦ τὴν φύσιν ὑπάρχοντος καὶ μετὰ μὲν Ἡλίου ἐπὶ τῆς ἑῴας ἀνατολῆς χαίροντος, μετὰ δὲ τῆς Σελήνης ἐπὶ τῆς ἑσπερίας. καὶ γὰρ ὁ ἀστὴρ οὗτος κοι‐ νὴν τὴν φύσιν κληρωσάμενος μετὰ μὲν ἀγαθοποιῶν ἀστέρων ἀγαθὸς φαίνεται, μετὰ δὲ φθοροποιῶν φαῦλος· | |
10 | ἀγαθοποιοὶ δὲ ἀστέρες εἰσὶ Ζεὺς καὶ Ἀφροδίτη, κακοποιοὶ δὲ Κρόνος καὶ Ἄρης διὰ τὸ καθ’ ὑπερβολὴν τὸν μὲν τοῦ Κρόνου ἀστέρα ψυχροτέραν τὴν φύσιν ἔχειν, τὸν δὲ τοῦ Ἄρεως σφόδρα πυρωδεστάτην, τοῦ Ἑρμοῦ τὴν φύσιν κοινοῦ ὑπάρχοντος· χαίρουσι δὲ ἐπὶ μὲν τῶν ἡμερι‐ | |
15 | νῶν γενέσεων Ἥλιος καὶ Κρόνος καὶ Ζεὺς ἐν ἀρσενικοῖς ζῳδίοις ἐπὶ ἀγαθῶν τόπων κεχρηματικότες, μάλιστα δὲ Κρόνου καὶ Διὸς ἑῴων ἀνατολικῶν ὑπαρχόντων, ἐπὶ δὲ τῶν νυκτερινῶν Σελήνη, Ἄρης, Ἀφροδίτη ἑσπερίας ἀνα‐ τολῆς ὄντες καὶ τὰ θηλυκὰ ζῴδια ἐπέχοντες τῆς Σελήνης | |
20 | ἐπὶ δορυφορίας τεταγμένων τῶν δυοῖν τούτων ἀστέρων. | 19 |
20(1t) | 〈ζʹ〉 Περὶ τεταρτημορίων | |
2 | Τὸ 〈πρῶτον〉 τεταρτημόριον ἀρσενικόν ἐστι τὸ ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς μεσουρανούσης· ἔστι δὲ τὸ αὐτὸ τεταρτημόριον καὶ ἀνατολικόν, καλεῖται δὲ καὶ | |
5 | ἀπηλιωτικόν. τοῦτο δὲ σημαίνει τὴν πρώτην ἡλικίαν, λέγω δὴ τὴν νεότητα. τὸ δὲ δεύτερον θηλυκὸν ἀπὸ τῆς μεσουρανούσης μοίρας ἕως τῆς δυνούσης χρηματίζει. ἔστι δὲ νότιον καὶ μεσημβρινόν. σημαίνει δὲ τὴν μετὰ τὴν νεότητα ἡλικίαν, ἥτις ἐστὶ μέση. τὸ δὲ τρίτον τεταρτη‐ | |
10 | μόριον ἀπὸ τῆς δυνούσης μοίρας ἕως τῆς ὑπογείου ἀρσε‐ νικὸν τυγχάνει, νοούμενον λιβυκόν, καλούμενον ζεφύριον. σημαίνει δὲ τὴν τοῦ γήρως ἡλικίαν. τὸ δὲ τέταρτον τεταρ‐ τημόριον ἀπὸ τῆς ὑπογείου ἕως τῆς ὡροσκοπούσης μοίρας θηλυκὸν καὶ βόρειόν ἐστι, σημαίνει δὲ τὴν πρεσβυτικὴν | |
15 | ἡλικίαν ἕως τῆς τοῦ θανάτου τελευτῆς. πρὸς δὲ τὸ γνῶναι τὸ λεγόμενον διὰ τῆς τῶν τεσσάρων κέντρων ἀκολουθίας ἔχει οὕτως· ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς ὑπο‐ γείου ἐστὶ τὸ πρὸς Βορρᾶν τεταρτημόριον. ἀπὸ δὲ τῆς ὑπογείου μοίρας ἕως τῆς δυνούσης ἐστὶ τὸ πρὸς Λίβα. | |
20 | ἀπὸ δὲ τῆς δυνούσης μοίρας ἕως τῆς μεσουρανούσης | |
ἐστὶ τὸ πρὸς μεσημβρίαν τεταρτημόριον, ἥτις σημαίνει | 20 | |
21 | τὰ πρὸς Νότον. ἀπὸ δὲ τῆς μεσουρανούσης μοίρας ἕως τῆς ὡροσκοπούσης ἐστὶ τὸ πρὸς Ἀπηλιώτην τεταρτη‐ μόριον, ὃ σημαίνει τὰ πρὸς ἀνατολήν. | |
4t | 〈ηʹ〉 Περὶ τῶν βλεπόντων ἄλληλα ζῳδίων | |
5 | Τὰ μὲν βλέποντα ἄλληλα ζῴδια ἔχει οὕτως· οἱ Δίδυμοι βλέπουσι τὸν Λέοντα, καὶ ὁ Λέων τοὺς Διδύμους ὁρᾷ·[Omitted graphic marker] ὁ Ταῦρος βλέπει τὴν Παρθένον, ὁ Κριὸς βλέπει τὸν Ζυγὸν | |
τῇ τῆς αἰτίας ἐπαγωγῇ, ὁ Σκορπίος βλέπει τοὺς Ἰχθύας | 21 | |
22 | βλεπόμενος ὑπ’ αὐτῶν, ὁ Ὑδροχόος τὸν Τοξότην ὁρᾷ, βλέπει δὲ καὶ ὁ Τοξότης τὸν Ὑδροχόον. συμβάλλεται δὲ τὰ [ἀκούοντα καὶ] βλέποντα ἄλληλα ζῴδια πρὸς συμπάθειαν καὶ φιλίαν καὶ εὔνοιαν ἐπὶ ἀνδρὸς πρὸς γυναῖκα καὶ γυναι‐ | |
5 | κὸς πρὸς ἄνδρα, πατρός τε πρὸς τέκνα καὶ τέκνων πρὸς πατέρας, ἀδελφῶν τε πρὸς ἀδελφοὺς καὶ φίλων πρὸς γειτνιότητα καὶ ἑταιροσύνην καὶ δούλων πρὸς δεσπότας. ἁρμόζει δὲ καὶ πρὸς πᾶσαν κοινωνίαν καὶ τὰ τούτοις παρα‐ πλήσια. | |
10t | 〈θʹ〉 Περὶ προστασσόντων καὶ ὑπακουόντων | |
11 | Τὰ δὲ προστάσσοντα τάξιν ἔχει ταύτην· ὁ Ταῦρος προσ‐ τάσσει τοῖς Ἰχθύσιν, ὑπακούουσι δὲ οἱ Ἰχθύες αὐτῷ, | |
οἱ Δίδυμοι τῷ Ὑδροχόῳ, ὁ Καρκίνος τῷ Αἰγοκέρωτι, ὁ | 22 | |
23 | Λέων τῷ Τοξότῃ, ἡ Παρθένος τῷ Σκορπίῳ. εὐθετεῖ δὲ τὰ 〈ὑπ〉ακούοντα ἀλλήλων ζῴδια ἐπὶ φυγῆς δραπετῶν καὶ ἀποδημιῶν, φάσεών τε ἅμα καὶ ἀγγελιῶν, τῆς Σελήνης[Omitted graphic marker] πρὸς τὸν τοῦ Ἑρμοῦ ἢ τοὺς ἀγαθοποιοὺς ἀστέρας κατὰ | |
5 | πάροδον φερομένης εἴτε ἐπὶ γενέσεως εἴτε ἐφ’ οἱασδήποτε γενομένης καταρχῆς τῶν εἰς τοῦτο τὸ μέρος ἐξεταζομέ‐ νων. | |
8t | 〈ιʹ〉 Περὶ τῶν κατὰ σχῆμα τριγώνων καὶ | |
9t | ἑξαγώνων καὶ τετραγώνων καὶ διαμέτρων | |
10 | Τῆς τοῦ ζῳδιακοῦ κύκλου συστάσεως ὑπαρχούσης μοι‐ ρῶν τξ συνέστηκεν ἡ τρίγωνος πλευρὰ ἐκ ζῳδίων μὲν ε, μοιρῶν δὲ ρκ, τριπλούμεναι γὰρ αἱ ρκ μοῖραι ἀπαρτίζουσι | |
τὰς τξ μοίρας τοῦ ζῳδιακοῦ κύκλου. | 23 | |
24 | Ἡ δὲ ἑξάγωνος πλευρὰ συνέστηκεν ἐκ ζῳδίων μὲν γ, μοιρῶν δὲ ξ, καὶ γὰρ ἑξαπλούμεναι αἱ ξ μοῖραι ἀπαρτί‐ ζουσι τὰς τξ μοίρας τοῦ ζῳδιακοῦ κύκλου. ἡ δὲ τετρά‐ γωνος πλευρὰ συνέστηκεν ἐκ ζῳδίων δ, μοιρῶν δὲ ϙ, [Omitted graphic marker] | |
5 | τετραπλούμεναι γὰρ αἱ ϙ μοῖραι ἀπαρτίζουσι τὰς τξ μοίρας τοῦ ζῳδιακοῦ κύκλου, τῆς δὲ διαμέτρου πλευρᾶς συνεστώσης ἐκ ζῳδίων μὲν ζ, μοιρῶν δὲ ρπ, αἵτινες διπλούμεναι ἀπαρτίζουσι τὰς τξ μοίρας τοῦ ζῳδιακοῦ κύκλου. καὶ ἡ μὲν τρίγωνος πλευρὰ σύμφωνος καὶ ἀβλα‐ | |
10 | βής ἐστιν, ἡ δὲ τετράγωνος ἀσύμφωνος καὶ ἀνώμαλος πρὸς τὴν τῶν ἀποτελεσμάτων ἔκβασιν γίνεται. ἡ δὲ ἑξά‐ γωνος, ἐὰν μὲν ἐν τοῖς ἀκούουσιν ἀλλήλων ἢ βλέπουσιν εὑρε‐ | |
θῇ, ἔχει τὴν δύναμιν τῆς τριγώνου ἡ ἑξαγωνικὴ τριζῳδία, | 24 | |
25 | ἐπὶ δὲ τῶν ἄλλων ζῳδίων τὴν ἡμίσειαν. τῆς διαμέτρου πλευρᾶς ἐναντίας καὶ ἐπιδίκου καὶ ἀνωμάλου τετευχυίας τῶν δὲ ὁμόσε κατὰ τὸ αὐτὸ ζῴδιον συσχηματιζομένων ἀστέρων σύμφωνος ἡ συμπαρουσία νοείσθω καὶ ἐνεργὴς | |
5 | πρὸς ἕκαστον τῶν ἀποτελεσμάτων, ὁμοδυναμοῦσα τῇ τριγώνῳ πλευρᾷ· ὅσα δὲ παρὰ ταύτας τὰς διαστάσεις κεχώρισται ζῴδια, ταῦτα ἀπόστροφα καὶ ἀσύνδετα καλεῖται. | |
8t | 〈ιαʹ〉 Περὶ τῶν ἀσυνδέτων πρὸς ἄλληλα ζῳδίων | |
9 | Ἡ δὲ τῶν ἀσυνδέτων πρὸς ἄλληλα ζῳδίων θέσις ἔχει | |
10 | τὴν διάστασιν ἀπὸ δύο καὶ ἓξ καὶ ὀκτὼ καὶ δεκαδύο τὸν ἀριθμόν, λέγεται δὲ καὶ ἀπόστροφα πρὸς ἄλληλα τὰ πρὸς τήνδε τὴν διάστασιν τὸν ἀριθμὸν εἰληφότα ζῴδια. ἐν τούτοις οὖν τοῖς ζῳδίοις οἱ ἀστέρες εὑρισκόμενοι ἀσύμ‐ φωνοι γίνονται. καὶ ὅτε μὲν ἔχθρας καὶ στάσεις ἀποτε‐ | |
15 | λοῦσιν, ὅτε δὲ χωρισμοὺς καὶ ἀποξενώσεις τῆς τοιαύτης στάσεως ἐπὶ πάντων παραλαμβανομένης εἴτ’ ἐπὶ γονέων πρὸς τέκνα, εἴτ’ ἐπ’ ἀδελφῶν, εἴτ’ ἐπ’ ἀνδρὸς καὶ γυναικός, εἴτ’ ἐπὶ κοινωνίας, εἴτ’ ἐπὶ δούλων καὶ δεσποτῶν καὶ | |
ἐπὶ πάντων τῶν παραπλησίων. | 25 | |
26(1t) | 〈ιβʹ〉 Περὶ τῶν κατὰ ἀπόστροφον | |
2t | καὶ συμπαθούντων ἀλλήλοις | |
3 | Τὰ δὲ κατὰ ἀπόστροφον δωδεκατημόρια καὶ ἀσυμπα‐ θοῦντα ἀλλήλοις δι’ ὁμοζωνίαν καὶ τὸ ἐν τοῖς αὐτοῖς χρό‐ | |
5 | νοις ἀναφέρεσθαι συμπαθεῖ. ὁμόζωνα δέ ἐστιν, ὅταν τοῦ αὐτοῦ ἀστέρος τυγχάνῃ τὰ ζῴδια, ἰσανάφορα δὲ τὰ ἐν ἴσαις ὥραις ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ φανερὸν ἀναφερόμενα. αἱ δὲ τῶν ὁμοζωνούντων ζῳδίων κατὰ τὸν τῶν ἀσυνδέτων λόγον διαστάσεις ἔχουσιν οὕτως· Κριὸς πρὸς Σκορπίον, | |
10 | Σκορπίος πρὸς Κριόν· Ταῦρος πρὸς Ζυγὸν καὶ Ζυγὸς πρὸς Ταῦρον· Αἰγόκερως πρὸς Ὑδροχόον καὶ Ὑδροχόος πρὸς Αἰγοκέρωτα. τῶν δὲ ἰσαναφόρων ζῳδίων αἱ τάξεις εἰσὶν αἵδε· Κριὸς πρὸς Ἰχθύας καὶ Δίδυμοι πρὸς Αἰγο‐ κέρωτα καὶ Καρκίνος πρὸς Τοξότην καὶ Παρθένος πρὸς | |
15 | Ζυγόν. διὰ β μὲν γὰρ καὶ ϛ καὶ η καὶ ιβ ζῴδια ἀπ’ ἀλ‐ λήλων ὑπάρχει. ἔχει δὲ συμπάθειαν πρὸς ἄλληλα καὶ τὰ | |
μὲν γειτνιῶντα ἑαυτοῖς καθάπερ ἐπὶ συνοικουρίας ἐπι‐ [Omitted graphic marker] | 26 | |
27 | τεταγμένα· τὰ δὲ διὰ ϛ ἢ η ἢ ιβ ζῴδια καθάπερ ἐπὶ διαμέτρου στάσεως τετευχότα τὴν δύναμιν ἔχει, πλείονος δυνάμεως οὔσης ἐπὶ τῶν κατὰ ἀπόστροφον ὁμοζώνων καὶ ἰσαναφόρων, †ἐνεργειῶν† τῶν κατ’ ἐπιδεξιότητα γινο‐ | |
5 | μένων τούτῳ τῷ τρόπῳ· οἷον ἐπὶ μὲν τῶν κατὰ ἀπόστρο‐ φον ὁμοζώνων ὄντων πλείονα δύναμιν ἐφέξει ὁ Ταῦρος πρὸς τὸν Ζυγὸν καὶ ὁ Κριὸς πρὸς τὸν Σκορπίον, τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν ἰσαναφόρων ζῳδίων κριθήσεται τὸ πλείονα δύναμιν ἐπέχειν τὸν Καρκίνον πρὸς τὸν Το‐ | |
10 | ξότην καὶ τὸν Αἰγοκέρωτα πρὸς τοὺς Διδύμους· τὰ δὲ κατὰ γειτνίασιν ἑαυτῶν ἰσανάφορα ζῴδια, ὁμοίως τὴν ἴσην δύναμιν ἑαυτοῖς ἐφέξει καθάπερ εἴρηται, ὥσπερ ἐπὶ | |
συνομοζωνίας ἢ συσχηματισμοῦ τινος τεταγμένα. | 27 | |
28(1t) | 〈ιγʹ〉 Περὶ τῶν σχηματιζομένων καὶ ὁμοζωνούντων | |
2t | καὶ ἰσαναφόρων δωδεκατημορίων | |
3 | Τὰ δὲ ὑπόλοιπα τῶν ὁμοζώνων ζῳδίων κατὰ τετρα‐ γώνων ἑαυτοῖς ὑπάρχοντα θεωρίαν διπλασίονα ἐφέξει τὴν | |
5 | δύναμιν τῶν κατὰ ἀπόστροφον τεταγμένων ἑαυτοῖς ὁμο‐ ζώνων. ἔστι δὲ Τοξότης πρὸς Ἰχθύας καὶ Δίδυμοι πρὸς Παρ‐ θένον καθάπερ 〈ἐπὶ〉 ἐπιδεξιότητος καὶ καθυπερτερήσεως αὐτῶν τεταγμένων. ἐπὶ δὲ τῶν ἰσαναφόρων καὶ σχηματι‐ ζομένων πλείονα δύναμιν ἐφέξει ὁ Λέων πρὸς τὸν Σκορ‐ | |
10 | πίον καὶ ὁ Ὑδροχόος πρὸς τὸν Ταῦρον. τὰ γὰρ γειτνιῶντα ἑαυτοῖς κατὰ τὴν ὁμοζωνίαν ζῴδια τὴν ἴσην ἐφέξει δύ‐ ναμιν, καθάπερ ἐπὶ συσχηματισμοῦ τετευχότα. | |
13t | 〈ιδʹ〉 Περὶ ὧν ποιοῦνται φάσεων | |
14t | οἱ πέντε ἀστέρες πρὸς τὸν Ἥλιον | |
15 | Ποιοῦνται δὲ φάσεις πρὸς τὸν Ἥλιον οἱ περιπολοῦν‐ τες ἀστέρες, ὁτὲ μὲν ἑῴας ἀνατολὰς καὶ ἑσπερίας δύ‐ σεις, ὁτὲ δὲ ἑσπερίας ἀνατολὰς καὶ ἑῴας δύσεις τῆς αὐτῶν πορείας ἐπὶ πρῶτον καὶ δεύτερον στηριγμὸν φερο‐ μένης, ἀφ’ ὧν καὶ τοῖς ἀριθμοῖς ὁτὲ μὲν ἀφαιρετικοὶ καὶ | |
20 | ἀκρόνυκτοι γίνονται, ὁτὲ δὲ προσθετικοὶ καταλαμβάνον‐ ται. καὶ ἐπὶ μὲν ἑῴας ἀνατολῆς οἱ ἀστέρες τυγχάνοντες | |
ἐνεργεῖς καὶ δραστικοὶ ἀπὸ νεότητος πρὸς τὰ ἴδια ἀπο‐ | 28 | |
29 | τελέσματα νοείσθωσαν. ἐπὶ δὲ ἑσπερίας ἀνατολῆς καὶ κατὰ τὴν τῶν χρόνων πρόβασιν ἐν τοῖς ἰδίοις ἀποτελέ‐ σμασιν ἐνεργοῦσιν. ἑῴαν δὲ κρύψιν ἢ ἑσπερίαν ποιούμενοι ἢ καὶ ὑποποδίζοντες ἢ ἀποκεκλικότες ἀδρανεῖς καὶ | |
5 | ἀπράκτους καὶ ἀνεπιφάντους τὰς ἀποτελέσεις ἔχουσιν. ἑῷοι δὲ ἀνατολικοὶ οἱ ἀστέρες γίνονται, ὅταν ἀποδια‐ στῶσι τοῦ Ἡλίου μοίρας ιε ἐν ταῖς προηγουμέναις μοί‐ ραις ἢ καὶ τοῖς προηγουμένοις ζῳδίοις, ἕως ἂν εἰς τὸ δεξιὸν αὐτοῦ τρίγωνον τὴν κίνησιν ποιούμενοι εὑρεθῶσιν, | |
10 | ἑσπέριοι δὲ, ὅταν ἐν ταῖς ἑπομέναις μοίραις ἢ καὶ ἐν τοῖς ἑπομένοις ζῳδίοις τοῦ Ἡλίου ἀποδιαστῶσι τὰς προειρη‐ μένας μοίρας ιε, ἕως ἂν εἰς τὸ εὐώνυμον αὐτοῦ τρίγωνον εὑρεθῶσιν, ἐντὸς δὲ τῶν προειρημένων μοιρῶν ιε τὴν διάστασιν πρὸς τὸν Ἥλιον ἐσχηκότες ἐν μὲν ταῖς προ‐ | |
15 | αναφερομέναις μοίραις τοῦ Ἡλίου παρόντες ἑῴαν δύσιν ποιοῦνται, ἐν δὲ ταῖς ἐπαναφερομέναις ἑσπερίαν. συνοδι‐ κοὶ δὲ γίνονται, ὅταν κατὰ τὸ αὐτὸ ζῴδιον ἰσόμοιροι τῷ Ἡλίῳ τύχωσι μὴ ἀπέχοντες ἀπ’ αὐτοῦ πλεῖον ἢ ἔλαττον λεπτῶν νθ. ἐπὶ πλεῖον δὲ ἀδρανεῖς καὶ ἄπρακτοι πρὸς | |
20 | τὰ ἴδια ἀποτελέσματα οἱ ἀστέρες γίνονται, ὅταν τις αὐ‐ τῶν θ μοιρῶν ἐντὸς ἀποδιαστῇ τοῦ Ἡλίου, εἴτε ἐπὶ ἑῴας δύσεως εἴτε ἐπὶ ἑσπερίας τυγχάνων. Πρὸς δὲ τὸ τὰ προειρημένα εὐχερῶς νοηθῆναι ὑπο‐ | |
δείγματι χρησόμεθα· ἔστω εἶναι τὸν Ἥλιον ἐν Ἰχθύων | 29 | |
30 | μοίρᾳ ιζʹ, τὸν δὲ τοῦ Διὸς ἀστέρα κατὰ τὸ αὐτὸ ζῴδιον μοίρᾳ βʹ, Κρόνον δὲ ἐπὶ τῶν Ἰχθύων μοίρᾳ κϛʹ. λέγομεν τὸν μὲν τοῦ Διὸς ἀστέρα ἑῷον ἀνατολικὸν εἶναι, ὅτι ἐν ταῖς προηγουμέναις ιε μοίραις τοῦ Ἡλίου ἐχρημάτισε, | |
5 | τὸν δὲ τοῦ Κρόνου ἑσπέριον δυτικόν, ὅτι ἐν ταῖς ἑπομέ‐ ναις μοίραις οὐκ ἀπέστη τοῦ Ἡλίου τὰς προειρημένας μοίρας ιε. πρὸς δὲ τὸ διασαφηνίσαι τὸ λεγόμενον αἱ προηγούμεναι μοῖραι καὶ τὰ προηγούμενα ζῴδια τοῦ Ἡλίου ἕως τῆς τοῦ τριγώνου πλευρᾶς ἐν ταῖς προανα‐ | |
10 | φερομέναις μοίραις καὶ ἐν τῷ δεξιῷ μέρει τοῦ Ἡλίου ἑῷαι χρηματίζουσιν, αἱ δὲ ἑπόμεναι μοῖραι καὶ τὰ ἑπόμενα ζῴδια ἕως τῆς τριγώνου πλευρᾶς τοῦ Ἡλίου ἐν ταῖς ἐπαναφερομέναις μοίραις καὶ τῷ εὐωνύμῳ μέρει τοῦ Ἡλίου ἑσπερίαν τὴν θεωρίαν ἴσχουσι. καὶ αἱ μὲν πρὸς τὸν Ἥλιον | |
15 | τῶν ἀστέρων γινόμεναι δορυφορίαι ἐν ταῖς προηγουμέ‐ ναις μοίραις καὶ τοῖς προηγουμένοις ζῳδίοις τοῦ Ἡλίου εἰσίν, ἕως τῆς τριγώνου πλευρᾶς. αἱ δὲ πρὸς τὴν Σελήνην ἐν ταῖς ἑπομέναις αὐτῆς μοίραις, ἕως τοῦ ἑξῆς ζῳδίου τετεύχασι. | |
20 | Τότε δὲ αἱ πρὸς τὸν Ἥλιον γινόμεναι τῶν ἀστέρων δορυφορίαι ἐνεργεῖς καὶ ἰσχυρότεραι ὑπάρχουσιν, ὅταν ἐν τῷ αὐτῷ ζῳδίῳ ἑῷοι ἀνατολικοὶ σὺν Ἡλίῳ ἐν τοῖς ἐπικαίροις τόποις τῆς γενέσεως χρηματίσαντες εὑρεθῶ‐ σι, τῆς αἱρέσεως ὄντες ἢ οἰκοδέκτορες τοῦ Ἡλίου ὑπ‐ | |
25 | άρχοντες· ὁ δὲ αὐτὸς τρόπος καὶ ἐπὶ τῆς Σελήνης δραστι‐ | |
κώτερος καὶ ἐνεργέστερος νοείσθω. | 30 | |
31(1t) | 〈ιεʹ〉 Περὶ στηριγμῶν | |
2 | Διάφοροι δὲ οἱ στηριγμοὶ τῶν ἀστέρων καὶ οὐχ οἱ αὐτοὶ γίνονται. ὁ μὲν τοῦ Κρόνου καὶ τοῦ Διὸς καὶ τοῦ Ἄρεως ἀποδιαστάντες τοῦ Ἡλίου πλέον ἢ ἔλαττον μοι‐ | |
5 | ρῶν ρκ καὶ κατὰ τὸ δεξιὸν αὐτοῦ τρίγωνον φανέντες τὸν πρῶτον στηριγμὸν ποιοῦνται, καὶ βραδυτέρως κινούμενοι κατὰ τὴν αὐτὴν μοῖραν εἱλοῦνται, ἕως ἂν ὑποποδίσαντες τοῖς ἀριθμοῖς ἀφαιρετικοὶ γένωνται τοῦ πρώτου αὐτῶν στηριγμοῦ ἐπὶ τὴν τῶν ἀριθμῶν ἀφαίρεσιν τρεπομένου, | |
10 | τοῦ δὲ δευτέρου ἐπὶ πρόσθεσιν. καὶ καθολικῶς δὲ ἀφαι‐ ρετικοὶ τοῖς ἀριθμοῖς οἱ προειρημένοι τρεῖς ἀστέρες γί‐ νονται, ὅταν ϛ ἢ ζ ἢ η ζῴδια τοῦ Ἡλίου ἀποδιαστῶσι· καὶ κατὰ διάμετρον αὐτοῦ φανέντες εἴσω μοιρῶν ρπ, ὅπερ ἐστὶ ζῴδια ζ, ἀπὸ τῆς ἡλιακῆς ἀκτῖνος ἀκρόνυκτον | |
15 | τὴν φάσιν ἔχουσι καὶ ἀναποδίσαντες ἐπὶ πλεῖον τοῖς ἀριθμοῖς ἀφαιροῦσι καὶ τῇ αὐτῶν περιφερείᾳ μείζους φαίνονται ἀπὸ τῆς τοῦ Ἡλίου ἀκτῖνος τὸ διαυγὲς φῶς λαμβάνοντες. στηριγμὸς δὲ γίνεται δεύτερος τῶν προ‐ ειρημένων ἀστέρων, ὅταν εἰς τὸ ἑπόμενον μέρος τῆς τοῦ | |
20 | Ἡλίου ἀκτῖνος ἀποδιαστῶσι πλεῖον ἢ ἔλαττον μοιρῶν ρκ ἐν τῷ εὐωνύμῳ τριγώνῳ τοῦ Ἡλίου τετευχότες οἱ ἀστέρες καὶ ἀρξάμενοι προποδίζειν ἐπὶ τούτου τοῦ σχή‐ ματος ταχυτέραν τὴν κίνησιν ποιοῦνται προσθετικοὶ τοῖς ἀριθμοῖς γινόμενοι, ὅθεν οἰκείως ἐκλήθησαν στηριγμοί. | |
25 | ὁ μὲν οὖν πρῶτος ἀπὸ τοῦ ἑστάναι τοὺς ἀστέρας καὶ ἀναποδίζειν αὐτοὺς ἀφαιροῦντας τοῖς ἀριθμοῖς ἐκλήθη στηριγμὸς ἀφαιρετικός. ὁ δὲ δεύτερος ἀπὸ τοῦ ἑστάναι καὶ προστιθέναι εἰς κίνησιν ταχυτέραν τοῖς ἀριθμοῖς ἐκλήθη στηριγμὸς προσθετικός. ἀκρόνυκτοι δὲ λέγονται, | |
30 | ἐπειδὴ κατὰ διάμετρον τοῦ Ἡλίου τυχόντες μετὰ δύσιν | |
αὐτοῦ ἀνατέλλουσι. μόνος δὲ ὁ τοῦ Ἄρεως ἀστὴρ ἀνω‐ | 31 | |
32 | μάλως κινεῖται, ὅταν στηρίζειν μέλλῃ. καὶ τὴν μὲν πρώ‐ την ἀνωμαλίαν ποιεῖται, ὅτε ἑῷος ἀνατολικὸς ὢν διίστα‐ ται τοῦ Ἡλίου μοίρας πβ ἐπὶ τὸν πρῶτον στηριγμὸν φερό‐ μενος, τὴν δὲ δευτέραν, ὅταν ἑσπέριος ἀνατολικὸς φαίνη‐ | |
5 | ται τὰς αὐτὰς πβ μοίρας διεστηκὼς τοῦ Ἡλίου ἀπὸ τοῦ δευτέρου στηριγμοῦ φερόμενος καὶ τοῖς ἀριθμοῖς προστι‐ θείς. ἐκλήθησαν δὲ ἀνώμαλοι, ὅτι ἀνωμάλως τὴν κί‐ νησιν ποιεῖται ὁ ἀστὴρ ἐπὶ τούτων τῶν σχημάτων καθε‐ στώς· πάντοτε δὲ ὁ ἀστὴρ οὗτος εἴτε τὴν πρώτην ἀνω‐ | |
10 | μαλίαν ποιεῖται εἴτε τὴν δευτέραν, ἐπὰν τὸν Ἥλιον κατοπτεύσῃ, τὴν πατρικὴν περιουσίαν ἐρημοῖ καὶ αὐτῷ τῷ πατρὶ ὀλέθριος γίνεται. πρὸς τούτοις δὲ καὶ σινῶν ἢ παθῶν αἴτιος γίνεται, μάλιστα δὲ περὶ ὀφθαλμούς, ἢ φρενοβλαβείας. τὰ δὲ πάθη καὶ περὶ τὸν πατέρα ἐστὶ ἢ | |
15 | περὶ αὐτὴν τὴν γένεσιν. εἰ μὲν γὰρ βοηθῆται ὁ Ἥλιος ὑπ’ ἀγαθοποιῶν, οἷον Διὸς ἢ Σελήνης, σχηματιζόμενος ὑπ’ αὐτῶν ἢ ἐπίκεντρος 〈ᾖ〉 ἢ ἐν ἀγαθοποιοῖς, τότε μὲν ὁ πατὴρ ἀβλαβής ἐστι, περὶ τὴν γένεσιν τὴν βλάβην ἀποσκέψει, περὶ τὴν ὄψιν καὶ τὸ ἡγεμονικόν, τούτων γὰρ | |
20 | κύριος ὁ Ἥλιος. εἰ δὲ ὁ Ἥλιος μὲν κακωθῇ, ὁ δὲ ὡροσ‐ κόπος βοηθῆται, ὁ πατὴρ ἀναιρεῖται, καὶ γὰρ ἀναλογεῖ ὁ μὲν Ἥλιος τῷ πατρί, ὁ ὡροσκόπος τῷ γενομένῳ· τὸ δ’ αὐτὸ καὶ ἡ Σελήνη παθοῦσα περὶ τὴν μητέρα ποιεῖ. ὁ δὲ τῆς Ἀφροδίτης καὶ τοῦ Ἑρμοῦ ἐπὶ τῆς τῶν στηριγμῶν κινή‐ | |
25 | σεως διάφορον τὴν παραλλαγὴν ἔχουσι. στηριγμὸς γὰρ γίνεται πρῶτος ἐπὶ τῶν δύο τούτων ἀστέρων ἐν διαφό‐ ροις μοίραις. καὶ ὁ μὲν στηρίζει, ὅταν εἰς τὸ ἑπόμενον μέρος τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας μη. τότε γὰρ ἄρχεται ἀναποδίζειν καὶ ἀφαιρεῖν τοῖς ἀριθμοῖς, βραδυτέραν τὴν | |
30 | κίνησιν ποιούμενος, ἄχρις ἂν τῷ Ἡλίῳ συνοδεύσας εἰς | 32 |
33 | ἑῴαν ἀνατολὴν καταντήσῃ καὶ τὰς αὐτὰς μη μοίρας ἀπο‐ διαστῇ τοῦ Ἡλίου καὶ τὸν δεύτερον στηριγμὸν ποιήσηται. Ὁ δὲ τοῦ Ἑρμοῦ ἀστὴρ ποιεῖται τὸν πρῶτον στηριγμόν, ὅταν ἐν τῷ ἑπομένῳ ζῳδίῳ τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας | |
5 | κβ. καὶ τότε ἄρξηται ὁμοίως ἀναποδίζειν, βραδυτέραν τὴν κίνησιν ποιούμενος, ἄχρις ἂν τῷ Ἡλίῳ συνοδεύσας ἐπὶ τὴν ἑῴαν ἀνατολὴν καταντήσῃ καὶ τὰς αὐτὰς κβ μοίρας ἀποδιαστῇ τοῦ Ἡλίου καὶ τὸν δεύτερον στηριγμὸν ποιή‐ σηται. ὁ μὲν τῆς Ἀφροδίτης οὐκ ἀφίσταται τοῦ Ἡλίου | |
10 | πλεῖον ζῳδίων δύο, ὁ δὲ τοῦ Ἑρμοῦ μέχρις ἑνὸς ζῳδίου. Τὴν δὲ ἀκρίβειαν τούτων ὁ Πρόχειρος Κανὼν Κλαυδίου Πτολεμαίου παραστήσει. | |
13t | 〈ιϛʹ〉 Περὶ ὧν ποιεῖται σχημάτων | |
14t | ἡ Σελήνη πρὸς τὸν Ἥλιον | |
15 | Τὰ δὲ τῆς Σελήνης σχήματα, ἅπερ καλεῖται φάσεις, εἰσὶν δέκα· σύνοδος, γέννα, ἀνατολή, μηνοειδής, διχότο‐ μος, ἀμφίκυρτος, πανσέληνος, ἀμφίκυρτος πάλιν καὶ δι‐ χότομος δευτέρα, καὶ μηνοειδής. τινὲς δὲ καὶ ιαʹ φάσιν αὐτῆς λέγουσιν, καλοῦντες αὐτὴν πλησιφαῆ ἢ πλησισέλη‐ | |
20 | νον. καὶ σύνοδος μέν ἐστιν, ὅταν ἡ Σελήνη ἰσόμοιρος τῷ Ἡλίῳ κατὰ τὸ αὐτὸ ζῴδιον τύχῃ, γέννα δέ, ὅταν τὸν Ἥλιον παρέλθῃ μοῖραν μίαν, ἀνατολὴ δέ, ὅταν μοίρας ιε παραλλάξῃ, μηνοειδὴς φαίνεται πρώτη, ὅταν ἡ Σε‐ λήνη εἰς τὸ ἑπόμενον μέρος τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας | |
25 | ξ, ἐπὶ τῆς ἑξαγώνου πλευρᾶς ὑπάρχουσα, διχότομος δέ | 33 |
34 | ἐστι πρώτη, ὅταν ἡ Σελήνη εἰς τὸ ἑπόμενον μέρος τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας ϙ ἐπὶ τετραγώνου πλευρᾶς ὑπάρχουσα. ἀμφίκυρτος δέ ἐστι πρώτη, ὅταν ἡ Σελήνη εἰς τὸ ἑπόμενον μέρος τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας ρκ, | |
5 | ἐπὶ τριγώνου πλευρᾶς καθεστῶσα, πλησισέληνος δέ, ὅταν ἀπὸ ϛ ζῳδίων, μοίρας δὲ ρν, ἐν τοῖς ἑπομένοις τοῦ Ἡλίου τυγχάνῃ μήπω τὴν διάμετρον ποιησαμένη· παν‐ σέληνος δέ ἐστιν, ὅταν εἰς τὰ ἑπόμενα τοῦ Ἡλίου ἀπο‐ διαστῇ ἡ Σελήνη μοίρας ρπ ἐπὶ διαμέτρου στάσεως | |
10 | καθεστῶσα, ὃ καλεῖται πανσεληνιακὸς σύνδεσμος. ἀπό‐ κρουσις δέ ἐστιν, ὅταν ἡ Σελήνη παραλλάξῃ τὴν κατὰ διάμετρον ἡλιακὴν μοῖραν μίαν, καλεῖται δὲ μείωσις ἕως μοιρῶν ξ. ἀμφίκυρτος δέ ἐστι δευτέρα, ὅταν ἐκ τοῦ ὄπισθεν μέρους τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας ρκ, ἐπὶ | |
15 | τριγώνου πλευρᾶς καθεστῶσα. διχότομος δέ ἐστι δευτέρα, ὅταν πάλιν ἡ Σελήνη ἐκ τοῦ αὐτοῦ μέρους τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας ϙ ἐπὶ τετραγώνου πλευρᾶς ὑπάρχουσα. μηνοειδὴς δέ ἐστι δευτέρα, ὅταν ἐκ τοῦ ὄπισθεν μέ‐ ρους τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας ξ ἐπὶ ἑξαγώνου σχή‐ | |
20 | ματος, ὅθεν οἰκείως κατὰ τὴν τῶν σχημάτων ἐναλλαγὴν καὶ τὰς ὀνοματοποιίας ἔσχε. σύνοδος γὰρ ἐκλήθη ἀπὸ τοῦ συνιέναι τῷ Ἡλίῳ τὴν Σελήνην καὶ τὴν αὐτὴν αὐτῷ ὁδὸν τροχάζειν. γέννα δὲ ἐκλήθη ἀπὸ τοῦ ἐξιέναι τοῦ | |
Ἡλίου τὴν Σελήνην, ἐπεὶ παραλλάξασα αὐτὸν μοῖραν | 34 | |
35 | μίαν ἄρχεται φαίνεσθαι τῷ κόσμῳ, οὐχ ὡς πρὸς ἡμᾶς. ἀνατολὴ δέ, ὅταν παρελθοῦσα μοίρας ιε γραμμοειδὲς φῶς ἀναλαβοῦσα φαίνηται. μηνοειδὴς δὲ ἐκλήθη, ἐπειδὴ τὴν ὁμοίαν αὐτῆς ἰδέαν ἀναλαβοῦσα φαίνεται· αὐτὴ γὰρ ἡ | |
5 | Σελήνη μήνη ἐστίν, ἐπειδὴ καὶ μηνιαίαν τὴν ἀνατολὴν[Omitted graphic marker] ποιεῖται. διχότομος δὲ ἐκλήθη, ἐπειδὴ καθ’ ἡμίσειαν τοῦ τελείου φωτὸς γενομένη διχοτομιαία φαίνεται. ἀμφί‐ κυρτος δὲ ἐκλήθη, ἐπειδὴ ἐξ ἀμφοτέρων τῶν μερῶν κυρ‐ τοειδὴς ἡ θεωρία τοῦ φωτὸς αὐτῆς φαίνεται· πλησισέλη‐ | |
10 | νος δὲ ἐκλήθη ἀπὸ ϛʹ ζῳδίου φανεῖσα, πανσέληνος δέ, ὅτι πεπλήρωται τῷ φωτὶ ἀπὸ τῶν τοῦ Ἡλίου αὐγῶν, κατὰ διάμετρον στάσιν αὐτοῦ φανεῖσα, ἅπαν τὸ σέλας τοῦ φωτὸς πεπληρωμένον ἔχουσα, ὅθεν καὶ αὐτὴ ὁμοία αὐτῷ κυκλοειδὴς φαίνεται, πανσέληνος γενομένη. ἀποκρουστικὴ | |
15 | δὲ ἐκλήθη, ἐπειδὴ παραλλάξασα τὰς κατὰ διάμετρον ἀκτῖνας | |
ἀπὸ τότε ἐκκρουσμὸν καὶ μείωσιν τῶν φώτων αὐτῆς ἔχει. | 35 | |
36(1t) | 〈ιζʹ〉 Περὶ ἧς ποιεῖται ἀπορροίας καὶ συναφῆς | |
2t | ἡ Σελήνη πρὸς τοὺς περιπολοῦντας ἀστέρας | |
3 | Τοῦ περὶ συναφῆς καὶ ἀπορροίας λόγου πολυτρόπου τετευχότος ἀναγκαῖόν ἐστι παραστῆσαι τὴν τούτου δι‐ | |
5 | δασκαλίαν. ἔχει δὲ οὕτως· μεθ’ οὗ δ’ ἂν ἀστέρος ἡ Σε‐ λήνη τύχῃ πλειονομοιροῦσα κατὰ τὸ αὐτὸ ζῴδιον, ἀπὸ τούτου τὴν ἀπόρροιαν πεποίηται, ὥσπερ δ’ ἂν καὶ ὃς τῶν ἀστέρων σὺν τῇ Σελήνῃ ἐπὶ τοῦ αὐτοῦ ζῳδίου ὑπάρχων πλείονας αὐτῆς μοίρας ἔχων χρηματίσῃ, αὐτὸς τὴν συν‐ | |
10 | αφὴν αὐτῆς ἐπιδέχεται. τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἐὰν ἐπὶ τοῦ ἑπομένου ζῳδίου ἢ τοῦ προηγουμένου τῆς Σελήνης εὑρεθῶσιν οἱ ἀστέρες εἴσω τῆς τριακονταμοιρίας ὑπ‐ άρχοντες τὸν τῆς ἀπορροίας καὶ συναφῆς λόγον ἴσχουσιν. Εἰκόνος χάριν· τῆς Σελήνης οὔσης ἐν Τοξότου μοίρᾳ κʹ, | |
15 | τοῦ δ’ Ἄρεως ἐν Σκορπίου μοίρᾳ κʹ καὶ τοῦ τῆς Ἀφρο‐ δίτης 〈ἐν〉 Αἰγοκέρωτος μοίρᾳ κʹ, λέγομεν τὴν μὲν ἀπόρ‐ | |
ροιαν τῆς Σελήνης γεγενῆσθαι ἀπὸ τοῦ Ἄρεως, τὴν δὲ | 36 | |
37 | συναφὴν πρὸς τὸν τῆς Ἀφροδίτης ἀστέρα πεποιῆσθαι, οὕτως δὲ καὶ ἐπὶ τῆς κατὰ τὸ αὐτὸ ζῴδιον τῶν ἀστέρων σὺν τῇ Σελήνῃ γινομένης κατὰ συμπαρουσίαν εἴτε ἀπορ‐ ροίας εἴτε συναφῆς πραγματευτέον. φέρε εἰπεῖν· Σελήνη | |
5 | ἐστὶ Ταύρου μοίρᾳ ιʹ, ὁ δὲ τοῦ Ἑρμοῦ μοίρᾳ θʹ, ὁ δὲ τοῦ Διὸς μοίρᾳ ιαʹ. λέγομεν δὴ τὴν Σελήνην ἀπόρροιαν πεποιῆσθαι ἀπὸ τοῦ Ἑρμοῦ καὶ συνάπτειν τῷ τοῦ Διὸς ἀστέρι. Ἀεὶ δὲ ὁ περὶ ἀπορροίας καὶ συναφῆς λόγος ἕως τῆς | |
10 | τριμοιρίας ἀπὸ πρώτης πραγματευόμενος ὑπεράγαν ἐν‐ εργεῖ πρὸς τὸ τῶν ἀποτελεσμάτων εἶδος, δευτέρα δὲ ἡ 〈διάστασισ〉 ἀπὸ πρώτης μοίρας τὸν ἀριθμὸν ἔχουσα ἕως τῆς ἑπταμοιρίας τῆς προειρημένης μοιρογραφίας, τρίτη δὲ κατ’ ἐνέργειαν ἡ ἀπὸ πρώτης μοίρας ἕως τῆς ιεʹ, | |
15 | 〈ἡ〉 τετάρτη δὲ πραγματεύεται πρὸς τὸν περὶ ἀπορροίας καὶ συναφῆς λόγον ἀπὸ πρώτης μοίρας ἕως τῆς λʹ. 〈ἐκ τούτων δὲ τῶν〉 διαστάσεων λαμβανομένη εἴτε ἀπόρροια εἴτε συναφὴ ὀψὲ τῶν χρόνων καὶ οὐκ ἀπὸ νεότητος τὴν ἐνέργειαν ἴσχει, λέγω δὲ ἀπὸ μέσης ἡλικίας ἢ καὶ ἐπὶ | |
20 | τὸ γῆρας τὴν τῶν ἐσομένων εἴτε ἀγαθῶν εἴτε φαύλων | |
ποιοῦσα τελευτήν. | 37 | |
38 | Χρησόμεθα δὲ καὶ ἑτέρῳ παραδείγματι πρὸς ἐπίγνω‐ σιν τοῦ περὶ ἀπορροίας καὶ συναφῆς λόγου. φέρε εἰπεῖν· Σελήνη ἐπὶ Ζυγοῦ μοίρᾳ ιγʹ, ὁ δὲ τοῦ Ἄρεως μοίρᾳ ϛʹ, τοῦ Διὸς ὄντος ἐπὶ τοῦ αὐτοῦ ζῳδίου μοίρᾳ κʹ, ἀπέρ‐ | |
5 | ρευσεν ἡ Σελήνη τοῦ Ἄρεως καὶ συνῆψε τῷ τοῦ Διὸς εἴσω τοῦ τῆς ἑπταμοιρίας λόγου. Τοῦ τῆς ἀπορροίας καὶ συναφῆς εἴδους καὶ κατὰ σχήματα καὶ κατὰ ἄνεμον πραγματευουμένου, πῇ μὲν κατὰ τρίγωνον, πῇ δὲ κατὰ ἑξάγωνον, πῇ δὲ κατὰ τετρά‐ | |
10 | γωνον καὶ διάμετρον πρὸς τοὺς ἀστέρας λαμβανομένου, χρηματίζει δὲ ἡ μὲν κατὰ τρίγωνον πλευρὰν συναφὴ εἴσω μοιρῶν ρκ ἢ καὶ ριζ, ἡ δὲ κατὰ ἑξάγωνον εἴσω μοιρῶν ξ ἢ καὶ νζ, ἡ δὲ κατὰ τετράγωνον εἴσω μοιρῶν ϙ καὶ πζ, ἡ δὲ κατὰ διάμετρον εἴσω μοιρῶν ρπ ἢ καὶ ροζ εἴτε κατὰ | |
15 | δεξιὸν εἴτε κατὰ εὐώνυμον σχῆμα τῶν ἀστέρων πρὸς τὴν Σελήνην ὑπαρχόντων. Ὑποδείγματος χάριν· ὡς ἐπὶ τῆς τριγώνου πλευρᾶς δεδόσθω τὴν Σελήνην μοίρᾳ ιεʹ εἶναι Κριοῦ, τὸν δὲ Δία Τοξότου μοίρᾳ ιηʹ ἢ καὶ ιεʹ, λέγομεν τὴν συναφὴν τῆς | |
20 | Σελήνης κατὰ δεξιὸν τρίγωνον πρὸς τὸν τοῦ Διὸς γεγο‐ νέναι. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν πλευρῶν τῆς Σελήνης πρὸς τοὺς ἀστέρας μοιρικῶς σχηματιζομένης νοητέον, ἥδε κατὰ τὴν τοῦ ἀνέμου φορὰν γινομένη πρὸς τοὺς ἀστέρας τῆς Σελήνης εἴτε ἀπόρροια εἴτε συναφὴ | |
25 | ἰδίαν ἔχει τὴν πραγματείαν τῆς Σελήνης ὁτὲ μὲν τὸν αὐτὸν ἄνεμον ἀνερχομένης καὶ συγκατερχομένης τῇ τῶν | |
περιπολούντων ἀστέρων πορείᾳ, ὁτὲ δὲ ἕτερον. | 38 | |
39 | Δίχα δὲ τοῦ περὶ ἀπορροίας καὶ συναφῆς λόγου οὐ πολυχρονιότης οὐκ ὀλιγοχρονιότης, οὐ πάθος, οὐ σίνος, οὐ πλοῦτος, οὐ δυστυχία, οὐ δόξα, οὐκ ἀδοξία, οὐκ ἀνδρεία οὐκ ἀσθένεια ἐπὶ γενέσεως καθέστηκεν. | |
5t | 〈ιηʹ〉 Περὶ ἀνέμων προγνώσεως | |
6 | Δυνατὸν ἐκ τῶν ἀπορροιῶν καὶ συναφῶν τῆς Σελήνης τῶν τριγώνων γινώσκειν τοὺς πνεῖν μέλλοντας ἀνέμους· εἰ μὲν γὰρ συναφὴν τὴν τριγωνικὴν ἢ τὴν ἀπόρροιαν τὴν τριγωνικὴν ἔχει ἡ Σελήνη πρός τινα ἀστέρα ἐν μὲν τῷ | |
10 | τριγώνῳ αʹ Κριοῦ, Λέοντος, Τοξότου, Ἀπηλιώτης ἔσται, ἐν δὲ τῷ βʹ τριγώνῳ Ταύρου, Παρθένου, Αἰγοκέρωτος, Νότος, ἐν δὲ τῷ γʹ τριγώνῳ Διδύμων, Ζυγοῦ, Ὑδρο‐ χόου, λιβυκὸς γίνεται ἄνεμος, ἐν δὲ τῷ δʹ τριγώνῳ Καρκίνου, Σκορπίου, Ἰχθύων, Βορρᾶς· πότερον δὲ ταρα‐ | |
15 | χώδης ἢ εὔδιος ἐκ τῆς φύσεως τοῦ ἀστέρος γνώσῃ. | |
16t | 〈ιθʹ〉 Περὶ τοῦ γνῶναι, πόσαι τῶν θεῶν ἡμέραι | |
17 | Τὸ τέταρτον τῶν ἀπὸ Διοκλητιανοῦ χρόνων, ᾧ ζητεῖς ἐνιαυτῷ, πρόσθες μετὰ καὶ δύο καθολικῶν, καὶ | |
τὸν γινόμενον ἀριθμὸν μέρισον παρὰ τὸν ζʹ, καὶ | 39 | |
40 | τὰς καταλειπομένας ταύτας εἶναι τῶν θεῶν ἡμέρας λέγε. Ὑποδείγματος χάριν· ζητῶ καιρὸν οὕτως τοῦ ϙδʹ Διοκλητιανοῦ ἔτους, πόσαι τῶν θεῶν ἡμέραι γίνονται. | |
5 | Τὸ τέταρτον αὐτῶν εὗρον κγ, ταύταις καὶ τὰς προειρη‐ μένας καθολικὰς δύο μετὰ καὶ τῶν ϙδ συνήθροισα καὶ γεγόνασιν ριθ. ἐμέρισα παρὰ τὸν ζʹ, ἑπτάκις ι ο, ἑπτάκις ϛ μβ, λοιπαὶ ζ. ταύτας εἶναι 〈τὰς ἡμέρασ〉 τῶν θεῶν λέγομεν. ἐὰν δὲ εὑρεθῇ ὁ ἀριθμὸς πλήρης καὶ μηδεμία | |
10 | καταλειφθῇ, ἑξήμερον αὐτὴν καλοῦμεν. | |
11t | 〈κʹ〉 Περὶ τοῦ γνῶναι ἑκάστην ἡμέραν, | |
12t | τίνος τῶν θεῶν ἐστιν | |
13 | Τοὺς ἀπὸ Θὼθ μῆνας, ἕως οὗ ζητεῖς μηνός, διπλασιά‐ σας πρόσθες τῷ ἀπὸ τῆς διπλώσεως γενομένῳ ἀριθμῷ τὰς | |
15 | εὑρεθείσας τῶν θεῶν 〈ἡμέρασ〉 κατ’ ἐκεῖνον τὸν χρόνον· καὶ τῷ συναχθέντι ἀριθμῷ ἐπιπρόσθες τὴν τοῦ μηνὸς ποστήν, καὶ τὸν γενόμενον ἀριθμὸν μερίσας παρὰ τὸν ζʹ. τὰς καταλειφθείσας διέκβαλε ἀπὸ ἡμέρας Ἡλίου τῇ τῆς | |
ἑβδομάδος τάξει διδοὺς ἑκάστῳ τῶν ἀστέρων ἡμέραν | 40 | |
41 | μίαν, καὶ εὑρήσεις, τίνος ἀστέρος ἐστίν, ἣν ζητεῖς ἡμέραν. Ὑποδείγματος χάριν· ζητοῦμεν, τίνος ἡμέρα ἐστὶν ἐπὶ τῆς σήμερον ἡμέρας, ἥτις ἐστὶν κʹ Μεχεὶρ ἔτους ἀπὸ | |
5 | Διοκλητιανοῦ ϙδʹ· ἐπεὶ οὖν ἀπὸ τοῦ Θὼθ ἕως τοῦ Μεχεὶρ γίνονται μῆνες ϛ, τούτους ἐπιδιπλοῦμεν καὶ γίνονται ιβ, εἴσι δὲ τῶν θεῶν κατὰ τόνδε τὸν ἐνιαυτὸν ζ. ταύτας προσ‐ τιθέαμεν τῷ ἐπιδιπλωθέντι τῶν μηνῶν ἀριθμῷ καὶ γίνονται ιθ. ταύταις ταῖς ιθ ἐπιπροστιθέαμεν τὴν ζητου‐ | |
10 | μένην εἰκάδα τοῦ μηνός, γίνονται ἡμέραι λθ. ταύτας μερίζομεν παρὰ τὸν ζʹ, πεντάκις ζ λε. λοιπαὶ δ. ἀπολύομεν τὰς δ ἀπὸ ἡμέρας Ἡλίου καὶ μετροῦμεν ἀκολουθήσαντες τῇ τῆς ἑβδομάδος τάξει, τὴν πρώτην Ἡλίῳ λογιζόμενοι, καὶ τὴν δευτέραν Σελήνῃ διδόντες, τὴν τρίτην Ἄρει | |
15 | ἀπονέμοντες, τὴν δὲ τετάρτην Ἑρμῇ· ἔστιν ἄρα ἡ ἀνα‐ δοθεῖσα κατὰ τὸν προκείμενον τρόπον ἡμέρα Ἑρμοῦ. | |
16t | 〈καʹ〉 Περὶ τοῦ πολεύοντος καὶ διέποντος | |
17t | Τὸν πολεύοντα καὶ διέποντα ἐφ’ ἑκάστης γεννήσεως | |
18 | καὶ ἐπὶ πάσης ἡμέρας σκοπεῖν δεήσει, διὰ τῆς τῶν | 41 |
42 | ἀστέρων σφαιρικῆς θέσεως, ἀκολούθως τῷ τῆς ἑπτα‐ ζώνου στοιχειωτικῷ λόγῳ. δι’ αὐτῶν γὰρ τὰς γινομένας ἀθρόως συντυχίας ἐπί τε συνθηκῶν καὶ ἐπὶ ὑποσχέσεως καὶ χάριτος καὶ δωρεᾶς ἔστιν συλλαβεῖν· ἐπί τε ἐπιτυχίας | |
5 | χρήσιμος ἡ σκέψις αὕτη, συστάσεώς τε πρὸς ἄρχοντας ἢ ὑπερέχοντα πρόσωπα, πρός τε δίκας ἢ συκοφαντίας καὶ δεσμοὺς καὶ συνοχάς, ἐγκλήματα καὶ διαβολὰς καὶ συμπλοκὰς καὶ ἀπώλειας καὶ κλοπὰς καὶ τὰς γινομένας διαθήκας, ἐπί τε πλοῦ καὶ ἐμπορίας καὶ ὁδοιπορίας, μάχης | |
10 | καὶ θορύβων καὶ κατακλίσεων καὶ τῶν τούτοις παρα‐ πλησίων ἐπιγνωσόμεθα. συμβάλλεται δὲ καὶ ἰατροῖς πρὸς ἐπίσκεψιν καὶ ἐν ταῖς τῶν νοσούντων καὶ ἐν ταῖς τῶν χειρουργιῶν ἢ θεραπειῶν ἐπιβολαῖς πρὸς τὸ ἀδιαπτώτως ἐν τοῖς προειρημένοις τὴν καταρχὴν ποιεῖσ‐ | |
15 | θαι. Ἔστι δὲ ἡ τάξις τῆς ἑπταζώνου ἔχουσα οὕτως· ὁ μὲν | |
τοῦ Κρόνου ἀστὴρ ἐκληρώσατο τὴν πρώτην καὶ ἀνω‐ | 42 | |
43 | τάτην ζώνην, κατάψυχρον οὖσαν καὶ κειμένην ἐν τῷ πάγῳ. ὁ δὲ τοῦ Διὸς τὴν δευτέραν, εὔκρατον καὶ θρεπτι‐ κὴν καὶ ζῳογόνον ὑπάρχουσαν. ὁ δὲ τοῦ Ἄρεως τὴν τρίτην καὶ διάπυρον ζώνην φθαρτικὴν τετευχυῖαν ἐκλη‐ | |
5 | ρώσατο. ὁ δὲ Ἥλιος τὴν τετάρτην καὶ μεσαιτάτην ζώνην τοῦ αἰθέρος εἴληχε, διάπυρον καὶ ζῳογόνον οὖσαν. ἡ Ἀφροδίτη τὴν πέμπτην καὶ εὔδιον ζώνην κληρωσαμένη σπορᾶς καὶ γονῆς αἰτία καθέστηκε. τὴν δὲ ἕκτην καὶ ἐπίκοινον ζώνην ὑγρὰν οὖσαν ὁ τοῦ Ἑρμοῦ ἀστὴρ ἐκλη‐ | |
10 | ρώσατο. τὴν δὲ ἑβδόμην, ὡσαύτως ὑγρὰν οὖσαν, καὶ περιγειοτέραν ζώνην ἡ κραταιοτάτη Σελήνη λαχοῦσα καὶ δεχομένη τὰς τῶν ἀστέρων ἀπορροίας, ὑψηλοτέρας αὐτῆς ἐχόντων τὰς ζώνας, αὔξησιν καὶ μείωσιν τοῦ παντὸς ποι‐ εῖται, διὰ τῆς ἰδίας εἰκόνος τὸν τῶν ἀνθρώπων βίον ἐν | |
15 | ἀνωμαλίᾳ δεικνυμένη. Ἡ δὲ μέθοδος τοῦ πολεύοντος καὶ διέποντος εἴτε ἐφ’ ἑκάστης ἡμέρας εἴτε ἐπὶ γεννήσεως τοιαύτη· διδόσθω εἶναι ἡμέραν Κρόνου. αὐτὸς ὁ ἀστὴρ κύριος τῆς ἡμέρας γίνεται καὶ πολεύει ὅλην τὴν ἡμέραν, τὴν πρώτην ὥραν | |
20 | αὐτὸς πολεύων καὶ διέπων· τὴν δευτέραν παραδίδωσι τῷ | 43 |
44 | Διί, καὶ λέγομεν τὴν δευτέραν ὥραν Κρόνου πολεύοντος, Διὸς διέποντος. εἶτα τὴν τρίτην παραδίδωσι τῷ Ἄρει, καὶ λέγομεν Κρόνου πολεύοντος, Ἄρεως διέποντος, τὴν τετάρ‐ την Ἡλίῳ, Κρόνου πολεύοντος, Ἡλίου διέποντος, καὶ | |
5 | τὴν πέμπτην Ἀφροδίτῃ, Κρόνου πολεύοντος, Ἀφροδίτης διεπούσης, τὴν ἕκτην Ἑρμῇ, Κρόνου πολεύοντος, Ἑρμοῦ διέποντος, καὶ τὴν ἑβδόμην Σελήνῃ, Κρόνου πολεύοντος, Σελήνης διεπούσης· τὴν δὲ ὀγδόην αὐτὸς πάλιν ὁ Κρόνος πολεύει καὶ διέπει, τὴν δὲ ἐνάτην Κρόνος πολεύει Διὸς | |
10 | διέποντος· τὴν δὲ δεκάτην Κρόνος πολεύει Ἄρεως διέπον‐ τος, τῆν δὲ ἑνδεκάτην Κρόνος πολεύει Ἡλίου διέποντος· τὴν δὲ δωδεκάτην Κρόνος πολεύει Ἀφροδίτης διεπούσης. καὶ τὴν νυκτερινὴν δὲ πρώτην ὥραν τῆς αἱρέσεως τῆς νυκτερινῆς αὐτὸς πάλιν ὁ Κρόνος πολεύει καὶ Ἑρμῆς | |
15 | ἀκολούθως διέπει, τὴν δὲ δευτέραν ὥραν Κρόνος πολεύει Σελήνης διεπούσης, τὴν μέντοι τρίτην αὐτὸς πάλιν ὁ | |
Κρόνος πολεύει καὶ διέπει καὶ ἑξῆς, ἕως ἂν τῆς νυκτὸς | 44 | |
45 | πληρωθείσης ἡμέρα Ἡλίου γένηται. τότε γὰρ πάλιν ὁ Ἥλιος πολεύων καὶ διέπων ὅλην τὴν ἡμέραν καὶ μὴν καὶ τὴν ἐφεξῆς νύκτα, ἔτι μᾶλλον ἰδίως τὴν πρώτην ὥραν πολεύει καὶ διέπει, τὴν δὲ δευτέραν Ἡλίου πολεύοντος | |
5 | λέγεται Ἀφροδίτη διέπειν, τὴν δὲ τρίτην Ἑρμῆς, τὴν δὲ τετάρτην Σελήνη, τὴν δὲ πέμπτην Κρόνος, τὴν δὲ ἕκτην Ζεὺς, τὴν δὲ ἑβδόμην Ἄρης, αὐτοῦ πάλιν τοῦ Ἡλίου τὴν ὀγδόην πολεύοντος καὶ διέποντος· καὶ ἑξῆς ὁμοίως, ὡς ἔχει ἡ ἀκολουθία. | |
10t | 〈κβʹ〉 Περὶ τῶν δωδεκατημορίων | |
11 | Τὸ δὲ τῶν ἀστέρων δωδεκατημόριον καὶ οἱουδήποτε κέντρου ἢ κλήρου πραγματευτέον οὕτως· οὗ ζητεῖς ἀστέ‐ ρος ἢ κέντρου ἢ κλήρου τὸ δωδεκατημόριον, ἃς ἔχει | |
μοίρας, πολλαπλασίασον ἐπὶ τὸν ιγʹ, καὶ τὸν συναχθέντα | 45 | |
46 | ἀριθμὸν διέκβαλε ἀπ’ αὐτοῦ λογιζόμενος ἑκάστῳ ζῳδίῳ μοίρας λ, καὶ ὅπου ἂν καταλήξῃ ὁ συμπεραιωθεὶς ἀριθμός, ἐκεῖσε λέγε εἶναι τὸ δωδεκατημόριον, οὗ ζητεῖς ἀστέρος ἢ κέντρου ἢ κλήρου. ὑποδείγματος χάριν· φέρε εἰπεῖν | |
5 | τὸν τοῦ Ἑρμοῦ εἶναι Κριοῦ μοίρᾳ ιαʹ. πολλαπλασίασον τὰς ια ἐπὶ τὸν ιγʹ, καὶ γίνονται ρμγ. ταῦτα ἀπόλυσον ἀπὸ τοῦ ζωδίου, ἐν ᾧ ἐστιν ὁ ἀστήρ, διδοὺς ἑκάστῳ ζῳδίῳ μοίρας λ, καταλείπονται κγ. λέγομεν εἶναι τὸ δωδεκατη‐ μόριον τοῦ Ἑρμοῦ Λέοντος μοίρᾳ κγʹ. πολὺ δὲ συμβάλ‐ | |
10 | λεται τὸ τῶν ἀγαθοποιῶν δωδεκατημόριον, ὅταν ἐν τῷ ζῳδίῳ ἐμπέσῃ, ἐν ᾧ ἐστιν ὁ Ἥλιος ἢ ἡ Σελήνη ἢ ὁ τοῦ Ἑρμοῦ ἀστὴρ ἢ ἐφ’ ἑνὸς τῶν τεττάρων κέντρων ἢ ἐπὶ τοῦ κλήρου τῆς Τύχης ἢ τοῦ Δαίμονος ἢ καὶ τῆς Ἀνάγκης ἢ ἐπὶ τῆς προγεγενημένης εἴτε συνόδου εἴτε πανσελήνου. | |
15 | διὰ γὰρ τῆσδε τῆς θεωρίας τοὺς εὐτυχεῖς καὶ πολυχρο‐ νίους καὶ εὐδαίμονας ἄνδρας ἐπισημαίνεσθαι δεήσει, ὥσπερ καὶ ἐὰν τὸ τῶν κακοποιῶν ἀστέρων δωδεκατημόριον ἐμπέσῃ ἐν τῷ ζῳδίῳ, ἐν ᾧ ἐστιν ὁ Ἥλιος ἢ ἡ Σελήνη ἢ ὁ τοῦ Ἑρμοῦ ἀστὴρ ἢ ἐφ’ ἑνὸς τῶν τεττάρων κέντρων ἢ ἐπὶ | |
20 | τοῦ κλήρου τῆς Τύχης ἢ τοῦ Δαίμονος ἢ τῆς Ἀνάγκης ἢ ἐπὶ τῆς προγεγενημένης συνόδου ἢ πανσελήνου πένητας καὶ δυσπερικτήτους καὶ κακοδαίμονας ἀποδείκνυσιν, ὁτὲ δὲ καὶ ὀλιγοχρονίους ἢ βιαιοθανάτους ἢ ἐμπαθεῖς ἢ ἐπισινεῖς καθίστησιν. | |
25t | Ἄλλο ἐκ τῶν Παύλου | |
26 | Τοῦ ζῳδίου τὰς μοίρας, ἃς ἐπέχει ὁ ἀστήρ, τρισκαι‐ | |
δεκαπλασιάσας ἔκβαλε ἀπὸ τοῦ ζῳδίου, ἐν ᾧ ἐστιν ὁ ἀστήρ, | 46 | |
47 | ἑκάστῳ ζῳδίῳ διδοὺς λ, καὶ ὅπου ἂν καταλήξῃ ὁ ἀριθμός, ἐκεῖνο λέγε εἶναι τὸ δωδεκατημόριον τοῦ ἀστέρος, οἷον ὡς ἐπὶ τοῦ ῥηθέντος παραδείγματος. ἔστω ἡ Σελήνη ἐν ιγʹ μοίρᾳ τοῦ Κριοῦ. τρισκαιδεκαπλασιάζω τὰς ιγ. γί‐ | |
5 | νονται ρξθ. τούτων τὰ ρν δίδωμι ἀνὰ λ τῷ Κριῷ, τῷ Ταύρῳ, τοῖς Διδύμοις, τῷ Καρκίνῳ καὶ τῷ Λέοντι. λοιποὶ ιθ. καὶ ἔστι τὸ δωδεκατημόριον τῆς Σελήνης ἐν Παρθένῳ ὡς καὶ ἐν τῇ προτέρᾳ μεθόδῳ· ἔστι δὲ αὕτη ἡ ὑστέρα βελτίων ἐκείνης τῆς προτέρας, παρ’ ὅσον, ὅτι διὰ ταύτης | |
10 | τῆς ὑστέρας δύναται τὸ δωδεκατημόριον τοῦ ἀστέρος ἐν τῷ αὐτῷ ζῳδίῳ εὑρίσκεσθαί ποτε καὶ ἐν αὐτῷ τῷ ζῳδίῳ μετὰ κύκλου, ἐν ᾧ ἐστι ἡ αὐτοῦ ἐποχή. | |
13t | 〈κγʹ〉 Περὶ τῶν ἑπτὰ κλήρων | |
14t | τῶν ἐν τῇ Παναρέτῳ | |
15 | Πρῶτος ὁ τῆς Τύχης κλῆρος, ὃν ἀριθμεῖν δεήσει τοῖς μὲν ἡμέρας γενομένοις ἀπὸ τῆς ἡλιακῆς μοίρας ἕως τῆς σελη‐ νιακῆς μοίρας, καὶ τὸν συναχθέντα ἀριθμὸν δεῖ ἐκβάλλειν | |
ἀπὸ τῆς τοῦ ὡροσκόπου μοιρικῆς ἀριθμήσεως, διδόντας | 47 | |
48 | ἑκάστῳ ζῳδίῳ μοίρας λ, καὶ ὅπου ἂν καταλήξῃ ὁ συναχ‐ θεὶς ἀριθμός, ἐκεῖσε τὸν τῆς Τύχης λέγε εἶναι κλῆρον· τοῖς δὲ νυκτός, τὸ ἀνάπαλιν, τουτέστιν ἀπὸ τῆς σεληνια‐ κῆς μοίρας ἐπὶ τὴν ἡλιακήν. τὰ δὲ λοιπὰ ὁμοίως ἀπὸ τῆς | |
5 | τοῦ ὡροσκόπου μοίρας δεῖ ἐκβάλλειν. Δεύτερος κλῆρος τοῦ Δαίμονος, ὃν ἀριθμήσεις ἐπὶ ἡμερινῆς γενέσεως ἀπὸ τῆς μοίρας τῆς Σελήνης ἐπὶ μοῖ‐ ραν τοῦ Ἡλίου, καὶ τὸν συναγόμενον ἀριθμὸν δεῖ ἐκβάλλειν ἀπὸ μοίρας τοῦ ὡροσκόπου πάλιν ὁμοίως μερίσας ἑκάστῳ | |
10 | ζῳδίῳ ἀνὰ μοίρας λ, καὶ ὅπου δ’ ἂν καταλήξῃ ὁ ἀριθμός, ἐκεῖ ἔσται ὁ τοῦ Δαίμονος κλῆρος· καὶ οὕτως μὲν ἐπὶ ἡμέρας, ἐπὶ δὲ νυκτὸς τὸ ἀνάπαλιν. Τρίτος κλῆρος τοῦ Ἔρωτος, ὃν ἀριθμήσεις τοῖς μὲν ἡ‐ μέρας γενομένοις ἀπὸ κλήρου Δαίμονος ἐπὶ μοῖραν Ἀφρο‐ | |
15 | δίτης καὶ τὰ ἶσα ἀπὸ ὡροσκόπου, τοῖς δὲ νυκτὸς τὸ ἀνάπαλιν. Τέταρτος κλῆρος τῆς Ἀνάγκης, ὃν καὶ αὐτὸν ψηφίσεις τοῖς μὲν ἡμέρας γενομένοις ἀπὸ μοίρας Ἑρμοῦ ἐπὶ κλῆρον Τύχης. καὶ τὰ ἶσα ἀπὸ ὡροσκόπου, τοῖς δὲ νυκτὸς τὸ ἀνά‐ | |
20 | παλιν. | 48 |
49 | Πέμπτος κλῆρος τῆς Τόλμης, ὃν πραγματεύσῃ ἀπὸ μοίρας Ἄρεως ἐπὶ κλῆρον Τύχης τοῖς μὲν ἡμέρας γενο‐ μένοις καὶ τὰ ἶσα ἀπὸ ὡροσκόπου, τοῖς δὲ νυκτὸς τὸ ἀνά‐ παλιν. | |
5 | Ἕκτος κλῆρος τῆς Νίκης, ὃν ἀριθμήσεις τοῖς μὲν ἡμέρας γενομένοις ἀπὸ κλήρου Δαίμονος ἐπὶ μοῖραν Διός, καὶ τὰ ἶσα ἀπὸ ὡροσκόπου, τοῖς δὲ νυκτὸς τὸ ἀνάπαλιν. Ἕβδομος κλῆρος τῆς Νεμέσεως, ὃν ἀριθμήσεις ἐπὶ ἡμερινῶν γενέσεων ἀπὸ Κρόνου ἐπὶ κλῆρον Τύχης, καὶ τὰ | |
10 | ἶσα ἀπὸ ὡροσκόπου· ἐπὶ δὲ νυκτὸς τὸ ἀνάπαλιν. Εἰκότως δὲ οἱ κλῆροι ταύτην ἔχουσιν τὴν γένεσιν, ἐπεὶ καὶ τῇ φύσει ἡ μὲν Σελήνη Τύχη καθέστηκεν, ὁ δὲ Ἥλιος Δαίμων, ἡ δὲ Ἀφροδίτη Ἔρως, ὁ δὲ τοῦ Ἑρμοῦ Ἀνάγκη, ὁ δὲ τοῦ Ἄρεως Τόλμα, ὁ δὲ τοῦ Διὸς Νίκη, ὁ δὲ τοῦ | |
15 | Κρόνου Νέμεσις· ὁ δὲ ὡροσκόπος τούτων ἀνὰ μέσον βρα‐ βεύει, βάσις καθεστὼς τοῦ παντὸς κόσμου. Καὶ ἡ μὲν Τύχη σημαίνει τὰ περὶ τοῦ σώματος πάντα καὶ τὰς κατὰ βίον πράξεις· κτήσεώς τε καὶ δόξης καὶ προεδρίας δηλωτικὴ καθέστηκεν. | |
20 | Ὁ δὲ Δαίμων ψυχῆς καὶ τρόπου καὶ φρονήσεως καὶ δυναστείας πάσης κύριος τυγχάνει, ἔσθ’ ὅτε δὲ καὶ | |
τῷ περὶ πράξεως λόγῳ συνεργεῖ. | 49 | |
50 | Ὁ δὲ Ἔρως σημαίνει τὰς ὀρέξεις καὶ τὰς ἐπιθυμίας τὰς κατὰ προαίρεσιν γινομένας, φιλίας τε καὶ χάριτος παραίτιος καθέστηκεν. Ἡ δὲ Ἀνάγκη συνοχὰς καὶ ὑποταγὰς καὶ μάχας καὶ | |
5 | πολέμους, ἔχθρας τε καὶ μῖσος καὶ καταδίκας καὶ τὰ ἄλλα πάντα τὰ τοῖς ἀνθρώποις συμβαίνοντα βίαια πράγματα ἐν γέννᾳ ποιεῖ. Ἡ δὲ Τόλμα θράσους καὶ ἐπιβουλῆς καὶ ἰσχύος καὶ κακουργίας πάσης παραιτία καθέστηκεν. | |
10 | Ἡ δὲ Νίκη πίστεως καὶ ἐλπίδος ἀγαθῆς καὶ ἀγῶνος καὶ κοινωνίας πάσης, ἔτι δὲ καὶ ἐπιβολῆς καὶ ἐπιτυχίας παραιτία καθέστηκεν. Ἡ δὲ Νέμεσις δαιμόνων χθονίων καὶ τῶν κεκρυμ‐ μένων πάντων, ἀποδείξεώς τε καὶ ἀδρανείας καὶ φυγῆς | |
15 | καὶ ἀπωλείας καὶ πένθους καὶ ποιότητος θανάτου παρ‐ αιτία καθέστηκεν. Ἡ δὲ βάσις, ὅ ἐστιν ὡροσκόπος, ζωῆς καὶ πνεύματος παραιτία καθέστηκεν, ἐπειδὴ ἅμα τῷ γεννᾶσθαι πᾶν τὸ γεννώμενον ἐκ τοῦ πνέοντος ἀέρος ἀποσπᾷ τὸ ζωτικὸν | |
20 | πνεῦμα ἐν τῇ τῆς σταλαγμιαίας ὥρας ῥοπῇ τῇ κατὰ τὴν | |
ἀποκύησιν τεταγμένῃ, ἥτις ἐστὶ τῶν ὅλων δηλωτική. | 50 | |
51 | Ὑπόδειγμα· Τὸν κλῆρον τῆς Τύχης ἀριθμεῖν δεήσει, καθὼς προείρηται, ἐπὶ ἡμερινῶν γενέσεων ἀπὸ μοίρας Ἡλίου ἕως μοίρας Σελήνης τὰς πάσας τῶν μεταξὺ ζῳδίων μοίρας συλλαμβάνοντας ἔτι δὲ καὶ τὰς τοῦ ὡροσκόπου, καὶ οὕτως | |
5 | τὸν συναγόμενον ἀριθμὸν διεκβάλλειν ἀπὸ τοῦ ὡροσκό‐ που, διδόντας ἑκάστῳ ζῳδίῳ μοίρας λ. καὶ ὅπου ἂν κατα‐ λήξῃ ὁ σύμπας ἀριθμός, ἐκεῖσε τῆς Τύχης ἀποφήνασθαι δεήσει τὸν κλῆρον· οἷον ἐπὶ ἡμερινῆς γενέσεως δεδόσθω τὸν Ἥλιον Ἰχθύων μοίρᾳ κηʹ, τὴν δὲ Σελήνην Ὑδροχόου | |
10 | μοίρᾳ κηʹ, τὸν ὡροσκόπον Λέοντος μοίρᾳ ιαʹ. ψηφίσομεν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην, γίνονται μοῖραι τλ. προσθή‐ σομεν καὶ τὰς τοῦ ὡροσκόπου μοίρας ια. ὁμοῦ αἱ πᾶσαι μοῖραι τμα· ἀπολύσομεν ἀπὸ τοῦ Λέοντος, κατέληξεν ἐν Καρκίνου μοίρᾳ ιαʹ. οὗτός ἐστιν ὁ κλῆρος τῆς Τύχης. | |
15 | ὁμοίως δὲ καὶ τὸν τοῦ Δαίμονος ἀπὸ μοίρας Σελήνης ἐπὶ μοῖραν Ἡλίου, αἵ εἰσι λ· προσθήσομεν καὶ τὰς τοῦ ὡρο‐ σκόπου μοίρας ια· αἱ πᾶσαι μοῖραι μα. ἀπολύσομεν ἀπὸ τοῦ Λέοντος· κατέληξεν ἐν Παρθένου μοίρᾳ ιαʹ· οὗτός ἐστιν ὁ τοῦ Δαίμονος κλῆρος. ὁμοίως καὶ τὸν τοῦ Ἔρωτος ἀπὸ | |
20 | κλήρου Δαίμονος ἐπὶ μοῖραν Ἀφροδίτης· κλῆρος Δαίμονος | |
Παρθένου μοίρᾳ ιαʹ, ἡ δὲ Ἀφροδίτη Ὑδροχόου μοίρᾳ ιεʹ· | 51 | |
52 | ψηφίσομεν ἀπὸ Παρθένου ἐπὶ Ἀφροδίτην, γίνονται μοῖραι ρνδ, αἷς προσθέντες καὶ τὰς τοῦ ὡροσκόπου μοίρας ια, ἀπολύσομεν ἀπ’ αὐτοῦ τοῦ ὡροσκόπου, εὑρίσκεται ὁ κλῆ‐ ρος τοῦ Ἔρωτος ἐν Αἰγοκέρωτος μοίρᾳ ιεʹ. ἐπὶ μὲν ἡμέρας | |
5 | οὕτως, ἐπὶ δὲ νυκτὸς τὸ ἀνάπαλιν, οἷον ἐπὶ τοῦ κλήρου τῆς Τύχης ἐλάβομεν ἐπὶ ἡμερινῆς γενέσεως ἀπὸ Ἡλίου ἐπὶ Σελήνην, νυκτερινὴν δὲ πραγματευόμενοι ἀπὸ Σελή‐ νης ἐπὶ Ἥλιον, καὶ τὰ λοιπὰ ὁμοίως. Τὸν δὲ τοῦ πατρὸς κλῆρον ἐπὶ μὲν ἡμερινῆς γενέσεως | |
10 | ἀπὸ Ἡλίου ἐπὶ Κρόνον δεήσει πραγματεύεσθαι μοιρικῶς, καὶ τὸν συναχθέντα ἀριθμὸν ἅμα ταῖς τοῦ ὡροσκόπου μοίραις διεκβάλλειν ὁμοίως ἀπ’ αὐτοῦ καὶ σκοπεῖν, ἔνθα δ’ ἂν καταλήγοι, ἐκεῖ ἔσται ὁ τοῦ πατρὸς κλῆρος, τῆς δὲ νυκτὸς τὸ ἀνάπαλιν. ἐὰν δὲ ὁ τοῦ Κρόνου ἀστὴρ ὕπαυγος | |
15 | εὑρεθῇ, ἀπὸ Ἄρεως ἐπὶ Δία, καὶ τὰ ἶσα ἀπὸ ὡροσκόπου λάμβανε καὶ ἐπὶ τῶν νυκτὸς καὶ ἐπὶ τῶν ἡμέρας γενο‐ μένων· τὸν δὲ τῆς μητρὸς κλῆρον ἐπὶ μὲν ἡμέρας ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην καὶ τὰ ἶσα ἀπὸ ὡροσκόπου, ἐπὶ δὲ νυκτὸς τὸ ἀνάπαλιν. | |
20 | Τὸν δὲ τῶν ἀδελφῶν κλῆρον καὶ ἐπὶ τῶν ἡμερινῶν καὶ ἐπὶ τῶν νυκτερινῶν ἀπὸ Κρόνου ἐπὶ Δία καὶ τὰ ἶσα ἀπὸ ὡροσκόπου, τὸν δὲ τέκνων κλῆρον καὶ ἐπὶ τῶν ἡμέρας καὶ ἐπὶ τῶν νυκτὸς γενομένων ἀπὸ Διὸς ἐπὶ Κρόνον καὶ | |
τὰ ἶσα ἀπὸ ὡροσκόπου, τὸν δὲ κλῆρον τοῦ γάμου ἐπὶ ἀρσε‐ | 52 | |
53 | νικῶν γενέσεων καὶ ἐπὶ τῶν ἡμερινῶν καὶ ἐπὶ τῶν νυκτε‐ ρινῶν ἀπὸ Κρόνου ἐπὶ Ἀφροδίτην καὶ τὰ ἶσα ἀπὸ ὡροσκό‐ που, ἐπὶ δὲ θηλυκῶν γενέσεων καὶ ἐπὶ τῶν ἡμερινῶν καὶ ἐπὶ τῶν νυκτερινῶν ἀπὸ Ἀφροδίτης ἐπὶ Κρόνον καὶ τὰ ἶσα | |
5 | ἀπὸ ὡροσκόπου. [κλῆρον σίνους οὕτω ποίησον ἐπὶ τῶν ἡμέρας γενομένων ἀπὸ Κρόνου ἐπὶ Ἄρεα καὶ τὰ ἶσα ἀπὸ ὡροσκόπου, ἐπὶ δὲ τῶν νυκτερινῶν ἀπὸ † Σελήνης ἐπὶ Ἥλιον καὶ τὰ ἶσα ἀπὸ ὡροσκόπου, καὶ τὰ ἶσα ἀπὸ Κρό‐ νου. † ἀρχέτυπος ὁ κλῆρος οὗτος γίνεται ἐπὶ τῶν ἡμέρας | |
10 | γενομένων ἀπὸ Ἡλίου ἐπὶ Λέοντα, καὶ τὰ ἶσα ἀπὸ ὡρο‐ σκόπου ἐπὶ ἡμέρας, 〈ἐπὶ〉 δὲ τῶν νυκτερινῶν ἀπὸ Σελή‐ νης ἐπὶ Καρκίνον ὅλον καὶ τὰ ἶσα ἀπὸ ὡροσκόπου. κλῆρος τοῦ ὑψώματος ἐπὶ τῶν ἡμέρας γενομένων ἀπὸ τοῦ Ἡλίου ἐπὶ τὴν ιθʹ μοῖραν τοῦ Ἀναβιβάζοντος καὶ τὰ ἶσα ἀπὸ | |
15 | ὡροσκόπου, ἐπὶ δὲ τῶν νυκτερινῶν ἀπὸ Σελήνης ἐπὶ τὴν τρίτην μοῖραν τοῦ Ταύρου καὶ τὰ ἶσα ἀπὸ ὡροσκόπου· τὸν δὲ τῆς βάσεως καὶ ἐπὶ τῶν ἡμέρας γενομένων καὶ ἐπὶ τῶν νυκτερινῶν ἀπὸ κλήρου Τύχης ἐπὶ Δαίμονα ἢ ἀπὸ Δαίμονος ἐπὶ Τύχην, ὅθεν, ἐὰν ἔγγιστα ᾖ, λαβεῖν μὴ | |
20 | ὑπερβάντα τὸν ἑβδοματικὸν ἀριθμὸν καὶ τὰ ἶσα ἀπὸ ὡρο‐ σκόπου.] | |
22t | 〈κδʹ〉 Περὶ τῆς τῶν δώδεκα τόπων πινακικῆς ἐκθέσεως | |
23 | Τῶν δώδεκα τόπων πρὸς πᾶσαν ἀποτελεσματογραφίαν λαμβανομένων ἀρχὴ καὶ πρωτοστάσιόν ἐστιν ὡροσκόπος, | |
25 | δι’ οὗ πάντα τὰ πρὸς τὸν ἄνθρωπον συντείνοντα πράγματα | 53 |
54 | καταλαμβάνεται. ζωῆς γὰρ καὶ πνεύματος ὁ ὡροσκόπος δοτὴρ καθέστηκεν, ὅθεν οἴαξ καλεῖται. σημαίνει δὲ τὴν τῆς νεότητος ἡλικίαν, ἥτις ἐστὶ πρώτη. καὶ ἐν αὐτῇ εἴτε τὴν τῶν φαύλων εἴτε τὴν τῶν ἀγαθῶν ἐνέργειαν ἀπο‐ | |
5 | δείκνυσιν. ἐν δὲ τούτῳ τῷ τόπῳ μόνος ὁ τοῦ Ἑρμοῦ ἀστὴρ παρὰ πάντας τοὺς ἀστέρας χαίρει. ἐπὰν δέ τις τῶν ἀγαθοποιῶν ἀστέρων ἢ τῶν φώτων ἢ ὁ τοῦ Ἑρμοῦ ἀστὴρ ἐπὶ τοῦ ὡροσκόπου χρηματίσῃ, δίχα τῆς τῶν κακοποιῶν σχηματογραφίας, ζώσιμον καὶ τρόφιμον τὸ γεννώμενον | |
10 | ἔσται καὶ ἐν εὐτυχίᾳ τὸν βίον διατελέσει. ἐπὰν δέ τις τῶν κακοποιῶν ἀστέρων ὡροσκοπήσῃ καὶ τὸν Ἥλιον ἢ τὴν Σελήνην κατοπτεύσῃ, ἄτροφα ἢ ὀλιγοχρόνια ἢ σεσι‐ νωμένα ἢ ἐμπαθῆ ἢ ἐν ὀρφανίᾳ διατελοῦντα τὰ γεννώ‐ μενα ἔσται. | |
15 | Τὸ δὲ δεύτερον ἀπὸ ὡροσκόπου καλεῖται βίος καὶ Ἅι‐ δου πύλη καὶ ἐπαναφορὰ τοῦ ὡροσκόπου· ἔσθ’ ὅτε δὲ καὶ τὸν περὶ πράξεως λόγον σημαίνει διὰ τὸ σύμφωνον αὐτὸ εἶναι κατ’ εὐώνυμον τρίγωνον τῷ μεσουρανοῦντι. ἐν τούτῳ δὲ τῷ ζῳδίῳ οἱ ἀγαθοποιοὶ ἀστέρες ἐπιπαρόντες | |
20 | κατὰ τὴν τῶν χρόνων πρόβασιν τὰς εὐτυχίας ἀποτελοῦσιν, | |
ὁτὲ δὲ καὶ κληρονόμους ἀλλοτρίων δεικνύουσιν. ὁ γὰρ τόπος | 54 | |
55 | ἀγαθῶν ἐλπίδων δοτὴρ καθέστηκεν. οἱ δὲ κακοποιοὶ ἐπὶ τούτου τοῦ τόπου ὑπάρχοντες ἔκπτωσιν βίου καὶ χρημά‐ των ἀποβολὰς δεικνύουσιν, καὶ τὸ παράπαν δυσπερικτή‐ τους, ὁτὲ δὲ μετανάστας ποιοῦσιν. | |
5 | Τὸ δὲ τρίτον ἀπὸ ὡροσκόπου χρημάτων ἐστὶ περι‐ ποιητικόν. σημαίνει δὲ καὶ τὸν περὶ ἀδελφῶν λόγον. κα‐ λεῖται δὲ θεά, τόπος Σελήνης καὶ ἀγαθὸν ἀπόκλιμα. τὸν δὲ περὶ φιλίας ἢ πατρωνίας κεκλήρωται λόγον, ὁτὲ δὲ καὶ ξενιτείας παραίτιος γίνεται, ὅτι διάμετρον τοῦ περὶ | |
10 | θεῶν ζῳδίου τέτευχε τοῦ σημαίνοντος τὸν περὶ ξενιτείας λόγον. ἐν δὲ τούτῳ τῷ ζῳδίῳ ἡ Σελήνη μόνη παρὰ πάν‐ τας τοὺς ἀστέρας χαίρει. ἐπὰν δὲ ἀγαθοποιοὶ ἀστέρες τῆς αἱρέσεως ὄντες ἐκεῖσε χρηματίσωσιν, ἐπαύξησιν βίου καὶ χρημάτων περίκτησιν καὶ τὸν περὶ ἀδελφῶν καὶ φί‐ | |
15 | λων λόγον ἐπωφελῆ καὶ συμπαθέστερον ἀποδεικνύουσι. ποιοῦσι δὲ καὶ πολυφίλους καὶ πολυγνώστους καὶ πολυ‐ αδέλφους καὶ τὰς παρὰ φίλων καὶ ἀδελφῶν χάριτας ἢ δωρεὰς παρέχουσιν. οἱ δὲ κακοποιοὶ ἀστέρες ἐπὶ τούτου τοῦ τόπου τυχόντες τἀναντία τούτων ἀπο‐ | |
20 | τελοῦσιν. | 55 |
56 | Τὸ δὲ τέταρτον ἀπὸ ὡροσκόπου καλεῖται ὑπόγειον καὶ ἀντιμεσουράνημα βόρειον κέντρον ὑπάρχον, σημαῖνον τὴν τοῦ γήρως ἡλικίαν καὶ τὴν τοῦ βίου τελευτὴν καὶ τὴν τοῦ σώματος περιστολὴν καὶ τὰ μετὰ θάνατον πάντα. | |
5 | ἔστι δὲ ὁ τόπος περὶ ἐγγείων καὶ θεμελίων καὶ περὶ γο‐ νέων καὶ πατρίδος καὶ οἰκίας καὶ διαμονῆς καὶ ἐνδυμενίας πάσης σημαντικός, ὁτὲ δὲ καὶ πλοίων καὶ ὑδατικῶν τό‐ πων περικτητικὸς γίνεται. δηλοῖ δὲ καὶ τὸν περὶ κοινω‐ νίας λόγον. ἐν τούτῳ δὲ τῷ τόπῳ ὁ μὲν Κρόνος τῆς αἱρέ‐ | |
10 | σεως ὑπάρχων πλουσίους δείκνυσι καὶ ἀπὸ μέσης ἡλικίας κτησιβίους γινομένους· ὁτὲ δὲ καὶ εὑρεμάτων δοτὴρ γί‐ νεται. ὅταν δὲ παρ’ αἵρεσιν, πάντα κακά. νυκτὸς δὲ τὰ πατρικὰ μειοῖ καὶ πατρὸς ἀποξένωσιν ἢ ὀρφανίαν τίθησι καὶ ἐπίνοσον τὴν νεότητα δείκνυσι καὶ ἀδοξίας παραί‐ | |
15 | τιος γίνεται. ὁ δὲ τοῦ Ἄρεως ἀστὴρ ἡμέρας μὲν | |
ἐπὶ τοῦ τόπου τυγχάνων ἐπινόσους καὶ πτωματιζο‐ | 56 | |
57 | μένους ἀποτελεῖ, νυκτὸς δὲ ἐλάττονας τὰς ἐπιστάσεις ποιήσει, ὁτὲ δὲ καὶ στρατείαις τὸν γεννώμενον φέρει, πλὴν τὸν περὶ γάμων καὶ τέκνων λόγον κακίζει καὶ τὸ παράπαν ἀπὸ γυναικῶν πυκνότερον ἀδικουμένους καὶ | |
5 | ἀχαριστουμένους ποιεῖ. Τὸ δὲ πέμπτον ἀπὸ ὡροσκόπου καλεῖται Ἀγαθὴ Τύχη, Ἀφροδίτης τόπος ὑπάρχων, ἐν ᾧ καὶ γενόμενος ὁ τῆς Ἀφροδίτης ἀστὴρ παρὰ πάντας τοὺς ἀστέρας ἐν τούτῳ τῷ τόπῳ χαίρει. ἔστι δὲ ἐπαναφορὰ τοῦ ὑπογείου κέν‐ | |
10 | τρου καὶ σημαίνει τὸν περὶ τέκνων λόγον. ἐν δὲ τούτῳ τῷ ζῳδίῳ οἱ μὲν ἀγαθοποιοὶ χαίρουσι καὶ εὐτεκνίας διδόασιν, οἱ δὲ κακοποιοὶ ἐν τούτῳ τῷ τόπῳ ἀναιρετικοὶ τέκνων γίνονται. Τὸ δὲ ἕκτον ἀπὸ ὡροσκόπου καλεῖται Κακὴ Τύχη καὶ | |
15 | ποινὴ καὶ πρόδυσις καὶ ἀπόκλιμα φαῦλον, τόπος Ἄρεως χρηματίζων. σημαίνει δὲ τὸν περὶ σίνους λόγον. ἐν δὲ | |
τούτῳ τῷ τόπῳ ὁ τοῦ Ἄρεως ἀστὴρ παρὰ πάντας χαί‐ | 57 | |
58 | ρει. οἱ δὲ λοιποὶ ἀστέρες ἐπὶ τούτου τοῦ τόπου τυχόντες ἄπρακτοι καὶ ἀδρανεῖς περὶ τὴν τῶν ἰδίων ἀποτελεσμά‐ των ἐνέργειαν δείκνυνται, ἐπάνπερ τῶν ἀγαθοποιῶν μηδὲ εἷς ἐπὶ τοῦ κατὰ κορυφὴν κέντρου ἢ ἐν τῇ τοῦ ὡροσκόπου | |
5 | ἐπαναφορᾷ χρηματίσῃ. ἐν δὲ τούτῳ τῷ τόπῳ ὁ τὸ πράτ‐ τειν παρέχων ἐνεργὴς γίνεται, ἐπάνπερ τὰς ἀκτῖνας ἐπ‐ ενέγκῃ μοιρικῶς ἐπὶ τοῦ μεσουρανήματος, ὅτι σύμφωνος καὶ δεξιός ἐστιν ὁ τόπος κατὰ τρίγωνον στάσιν τῷ μεσ‐ ουρανοῦντι κέντρῳ. σημαίνει δὲ ὁ τόπος τὰ πρὸς ὑπη‐ | |
10 | ρεσίαν συντείνοντα θηλυκῶν προσώπων εἴδη, λέγω δὲ δουλικῶν καὶ κτηνῶν θηλυκῶν. ἐπάγει δὲ καὶ τὰς διὰ θηλυκῶν προσώπων γινομένας ἔχθρας, ἐπιβουλάς τε καὶ ἐπαναστάσεις. Ἐν δὲ τούτῳ τῷ τόπῳ ὁ μὲν Ἥλιος πατρὸς μὲν πένητος | |
15 | ἢ ἀδόξου ἢ ἀγεννοῦς ἢ ἐκπτώτου τὸν γεννηθέντα δείκνυ‐ σιν, ὁτὲ δὲ καὶ ἀπὸ πατρὸς ὀρφανόν. ἡ δὲ Σελήνη ἐπὶ τούτου τοῦ τόπου τυχοῦσα μητρὸς δούλης ἢ πτωχῆς ἢ | |
πενιχρᾶς ἢ ἀδόξου ἢ ἐλαχίστης ποιήσει, ὁτὲ δὲ καὶ ἀπὸ | 58 | |
59 | μητρὸς ὀρφανίαν τελέσει. ἐν δὲ τούτῳ τῷ τόπῳ, ὅ ἐστιν ἀπὸ ὡροσκόπου ἕκτος, Ἄρης νυκτερινῆς γενέσεως χαί‐ ρει, καὶ ἐπὶ στρατείαν ἢ δόξαν ἀρεικὴν προσκαλεῖται, ἐπάνπερ ἐν θηλυκῷ ζῳδίῳ εὑρεθῇ καὶ τρίγωνος Ἡλίῳ | |
5 | ἢ Σελήνῃ ἢ τῷ τοῦ Διὸς γένηται ἢ σὺν τῷ τῆς Ἀφρο‐ δίτης τύχῃ ἢ καὶ αὐτὴν τριγωνίσῃ. Τὸ δὲ ἕβδομον ἀπὸ ὡροσκόπου σημαίνει τὸν γαμοστό‐ λον καὶ τὰς γινομένας μακρὰς ξενιτείας καὶ τὴν τοῦ θανάτου ποιότητα, καλεῖται δὲ ἀνθωροσκόπος. ἔστι δὲ | |
10 | καὶ κέντρον δυτικόν, τὴν πρεσβυτικὴν ἡλικίαν ἐμφαῖνον· ἐν δὲ τούτῳ τῷ τόπῳ ἡμέρας μὲν ὁ τοῦ Κρόνου τυχὼν ἀστὴρ χαίρει, ἐπάνπερ ἐν ἰδίῳ ζῳδίῳ ἢ τριγώνῳ ἢ ὑψώματι εὑρεθῇ. ποιήσει γὰρ μακροβίους, ὀψιτύχους, πολυχρονίους, εὐκτήμονας, οὐκ ἀπαθεῖς δὲ τῶν κρυφίμων | |
15 | τόπων ἀποτελεῖ, ἀλλ’ ὁτὲ μὲν ἐπὶ τὰς ἕδρας πάθος ποιήσει, ὁτὲ δὲ αἷμα καθεζομένοις ἀποδείκνυσιν, ὁτὲ δὲ δυσεν‐ τερικαῖς ἢ κοιλιακαῖς περιστάσεσιν περιβάλλει· καὶ τὰς προειρημένας τῶν παθῶν ἐπιφορὰς μᾶλλον ἐπαύξει, καὶ | |
μάλιστα ἐν ἀλλοτρίοις ζῳδίοις χρηματίσας. | 59 | |
60 | Ὁ δὲ τοῦ Ἄρεως ἐπὶ τοῦδε τοῦ τόπου τυχὼν πολλῶν κακῶν παραίτιος γίνεται, ὁτὲ μὲν σίνεσιν, ὁτὲ δὲ πάθεσι περιτρέπων καὶ τὸ παράπαν δυσπερικτήτους ἢ ἐν ἀλλο‐ δαπῇ γῇ διατελοῦντας ἢ μετανάστας ἢ ξενιτεύοντας ποιή‐ | |
5 | σει, ὁτὲ δὲ καὶ ὀλιγοχρονίους καὶ βιαιοθανάτους ἀπο‐ δείκνυσιν, ὅταν τὸν Ἥλιον ἢ τὴν Σελήνην κατοπτεύσει ἢ τὴν τῆς Σελήνης συναφὴν ὑποδέξεται, ἐάνπερ ἐκτὸς τῆς τῶν ἀγαθοποιῶν ἀκτῖνος εὑρεθῇ. Ὁ δὲ τοῦ Διὸς ἐν τούτῳ τῷ τόπῳ χρηματίσας κατὰ τὴν | |
10 | τῶν χρόνων πρόβασιν εὐπερικτήτους ποιήσει. ὀψίτυχον γάρ ἐστι τὸ κέντρον τοῦτο, διὸ καὶ τὰς προκοπὰς ὀψὲ τοῦ χρόνου χαρίζεται. ποιήσει δὲ καὶ εὐγαμίαν, πλὴν σπανο‐ τέκνους καὶ λυπουμένους ἐπὶ γυναιξὶ καὶ τέκνοις ἀποτελεῖ. Ἡ δὲ Ἀφροδίτη τὸ δυτικὸν κέντρον ἐπέχουσα νεωτερί‐ | |
15 | ζοντας ποιήσει, τὸ γῆρας ἄμοχθον δείκνυσι καὶ ἐυθά‐ νατον ποιήσει. Ὁ δὲ τοῦ Ἑρμοῦ φρονίμους καὶ γραμμάτων ἐμπείρους ποιήσει, πλὴν πάθεσι ψυχικοῖς περιτρεπομένους. Ὁ δὲ Ἥλιος ἐν τῷ δυτικῷ κέντρῳ τυχὼν λαμπρο‐ | |
20 | βίους καὶ πλουσίους καὶ προφανῶν πατέρων τοὺς γεννη‐ θέντας δείκνυσιν, ἐπάνπερ ἐν ἀρσενικῷ ζῳδίῳ τύχῃ καὶ ἐκτὸς τῆς τῶν κακοποιῶν ἀκτῖνος εὑρεθῇ ἡμερινῆς οὔσης | |
τῆς γενέσεως. | 60 | |
61 | Ἡ δὲ Σελήνη τὸ ἕβδομον ἀπὸ ὡροσκόπου λαχοῦσα ξενιτείας ποιήσει. ἐὰν δὲ ἐν παρύγροις ζῳδίοις εὑρεθῇ, ἡμερινῆς οὔσης τῆς γενέσεως, ναυκλήρους ἢ κυβερνήτας ἢ ναύτας ἢ ἐμπορικὸν βίον διάγοντας, πολυπλάνους καὶ ἐν | |
5 | ὑψηλοταπεινώματι τὴν τύχην ἔχοντας τελευτήσει. Τὸ δὲ ὄγδοον ἀπὸ ὡροσκόπου καλεῖται ἀργόν, ὅτι ἀπό‐ στροφόν ἐστι καὶ ἀσύνδετον τοῦ ὡροσκοποῦντος ζῳδίου, ἔστι δὲ καὶ ἐπικαταφορὰ τοῦ δύνοντος, σημαίνει δὲ τὴν τοῦ θανάτου τελευτήν. δυσπρακτὸς δὲ ὁ τόπος οὗτος | |
10 | καθέστηκε, καὶ οἱ μὲν ἀγαθοποιοὶ ἐπὶ τοῦδε τοῦ τόπου τυχόντες ἀπὸ θανάτων ὠφέλειαν ποιοῦσι· κληρονομίας γὰρ διδόασι, καὶ ἀπὸ θανατικῶν προφάσεων ὠφελουμέ‐ νους δεικνύουσιν. οὐ μόνον δὲ οἱ ἀγαθοποιοὶ τοῦτο μέσῳ δηλοῦσι, ἀλλὰ καὶ κακοποιοὶ ἐπὶ τούτου τοῦ τόπου τυχόν‐ | |
15 | τες ὠφελείας ποιοῦσιν ἀπὸ θανάτων καὶ μὴν καὶ ἡ Σελήνη | 61 |
62 | ἀριθμοῖς προστιθεῖσα καὶ αὐξιφωτοῦσα, ἐπειδήπερ τὴν ἀπὸ συνόδου φορὰν ποιουμένη ἐν τούτῳ τῷ τόπῳ κατὰ τὸν ἐμφανῆ κόσμον θεωρεῖται, διὸ καὶ τὰς ἀπὸ θανάτων ὠφελείας δηλοῖ καὶ κληρονομίας παρέχεται, μάλιστα βο‐ | |
5 | ρεία ἀνερχομένη. Ὁ δὲ Ἥλιος ἐπὶ τούτου τοῦ τόπου τυχὼν πατρὸς ἔκπτωσιν ἢ σίνος ἢ πάθος ἢ προτελευτὴν δείκνυσιν, ἐν δὲ τοῖς ἄλλοις πράγμασιν ἀργότερος ἔσται. λειψίφωτος δὲ ἡ Σελήνη ἐπὶ τούτου τοῦ τόπου τυχοῦσα καὶ ἐκτὸς τῆς | |
10 | τῶν ἀγαθοποιῶν ἀκτῖνος πένητας, ἀθλίους, δυσπερι‐ κτήτους τε καὶ ἐμπαθεῖς ποιήσει. οἱ δὲ κακοποιοὶ παρὰ τὴν αἵρεσιν ἐκεῖσε τυχόντες ἔκπτωσιν βίου καὶ καθαίρεσιν πραγμάτων καὶ ἀποβολὰς καὶ περιστάσεις οὐ τὰς τυχούσας ἐπιφέρουσιν, ὁτὲ δὲ καὶ κακοθανασίας | |
15 | παραίτιοι γίνονται. Ἡ δὲ Ἀφροδίτη ἐν τούτῳ τῷ τόπῳ τυχοῦσα ἀργότερα τὰ τῶν γάμων ποιήσει, καὶ ὁτὲ μὲν παιδεραστάς, ὁτὲ δὲ ἐμπαθεῖς καὶ ἀσελγεῖς ἐπιδείκνυσιν. Ὁ δὲ τοῦ Ἑρμοῦ ἐπὶ τοῦδε τοῦ τόπου τυχὼν φιλησύχους, | |
20 | σιγηρούς, ἐνδομύχους, ὁτὲ δὲ κλέπτας ἢ πλαστογράφους | 62 |
63 | ποιεῖ. μωροὺς δὲ καὶ ἀδιανοήτους ἢ ἀργοὺς ποιήσει. ἐπάνπερ ὑπὸ τὰς ἡλιωτίδας αὐγὰς τύχῃ ἢ ὑπὸ Κρόνου κατὰ συμπαρουσίαν ἢ τετράγωνον ἢ διάμετρον στάσιν θεωρηθῇ πλείονας αὐτοῦ μοίρας ἐπέχων. | |
5 | Τὸ δὲ ἔννατον ἀπὸ τοῦ ὡροσκόπου σημαίνει τὸν περὶ θεῶν λόγον καὶ ὀνείρων καὶ ξενιτείας, ἔστι δὲ καὶ ἀστρο‐ νομικὸν καὶ προμεσουράνημα, εἰ ἀπὸ δύσεως ἐπὶ ἀνατο‐ λὴν βαίνει τις, Ἡλίου καλούμενος τόπος. ἐν γὰρ τούτῳ τῷ ζῳδίῳ μόνος ὁ Ἥλιος χαίρει. καλεῖται δὲ ἀπόκλιμα | |
10 | ἀγαθόν. ἐν δὲ τούτῳ τῷ τόπῳ ὁ Ἥλιος ἢ ὁ Κρόνος ἢ ὁ Ζεὺς ἢ ὁ Ἑρμῆς κεχρηματικότες τὰς ἀπὸ θεῶν καὶ βασι‐ | |
λέων χάριτας ἢ δωρεὰς ἢ εὐεργεσίας χαρίζονται. ποιοῦσι δὲ | 63 | |
64 | φιλοσόφους καὶ μύστας καὶ εὐχρηματίστους, ὁτὲ δὲ καὶ ἐν ἱεροῖς τάξιν παρέχουσιν ἢ προστάτας ἱερῶν ἀπο‐ τελοῦσι. καὶ γὰρ δὴ δωρεὰς βασιλικὰς διδόασι, πλὴν ξενιτεύοντας ἀποδεικνύουσιν. | |
5 | Ὁ δὲ Ἥλιος σὺν τῷ τοῦ Ἑρμοῦ ἀστέρι ἐκεῖσε χρη‐ ματίσας μάντεις καὶ ὀνειροκρίτας, ἀστρολόγους, οἰωνο‐ σκόπους καὶ τὸ παράπαν μυστηρίων μετέχοντας ἀπο‐ τελοῦσι. ποιεῖ δὲ καὶ ἡ Σελήνη ξενιτεύοντας ἐκεῖσε παρα‐ τυχοῦσα καὶ ἑνὶ τῶν κακοποιῶν ἢ τῷ τοῦ Ἑρμοῦ ἀστέρι | |
10 | τὴν συναφὴν ποιουμένη. Τὸ δὲ δέκατον ἀπὸ ὡροσκόπου καλεῖται μεσουράνημα καὶ διμοιρία τῆς ἄνω μερίδος κέντρον νότιον ὑπάρχον καὶ ἀπὸ μέσης ἡλικίας τὰς ἐνεργείας ἐνδεικνύμενον. σημαίνει δὲ τὸν περὶ πράξεως καὶ δόξης καὶ ἀξιώματος | |
15 | καὶ συστάσεως καὶ προεδρείας καὶ πατρίδος καὶ διαμονῆς λόγον, γάμου δὲ καὶ τέκνων ἀρσενικῶν δηλωτικὸν καθέ‐ | |
στηκεν. ἐν δὲ τούτῳ τῷ τόπῳ ὁ Ἥλιος τυχὼν ἀρχικοὺς | 64 | |
65 | καὶ ἐπιδόξους καὶ προφανεῖς ἄνδρας ἀποδείκνυσι, ἐπάνπερ ἀλλότριος τῆς τῶν κακοποιῶν ἀκτῖνος εὑρεθῇ. ποιεῖ δὲ πατρὸς ἐπισήμου τοὺς γεννωμένους. ἡ δὲ Σελήνη ἐπὶ νυκτερινῶν γενέσεων τὸν τόπον τοῦτον ἐπέχουσα διασή‐ | |
5 | μους, πλουσίους, φορολόγους βασιλέων ἢ διοικητὰς πό‐ λεων ποιήσει, ἐπάνπερ ὑπὸ τοῦ Κρόνου ἢ τοῦ Ἄρεως μὴ θεωρηθῇ, ἤτοι κατὰ συμπαρουσίαν ἢ τετράγωνον ἢ διάμε‐ τρον στάσιν. τὰς δὲ μητέρας τῶν τοιούτων εὐγενεῖς εὑρήσεις. Ὁ δὲ Κρόνος τὸν τόπον τοῦτον ἐπέχων ἐπὶ τῶν ἡμερινῶν | |
10 | γενέσεων καὶ ἐν οἷς χαίρει ζῳδίοις παρατυγχάνων ἐπὶ παρύγρων πράξεων τὰς ἀσχολίας ποιήσει, εὐκτήμονάς τε καὶ φιλογεώργους, γαιούχους τε γενομένους ἐγγείων καὶ θεμελίων κτήτορας ἀποδείκνυσιν· ἐπὶ δὲ τῶν νυκ‐ τερινῶν γενέσεων τὸν τόπον τοῦτον ἐπέχων ἐν παρύγροις | |
15 | μὲν τὰς πράξεις ἀποτελεῖ· δυσπράκτους δὲ καὶ δυσπερι‐ κτήτους καὶ ἀπροκόπους καὶ ἀδρανεῖς καὶ δυσγάμους καὶ σπανοτέκνους καὶ πένητας ἀποτελεῖ, ὁτὲ δὲ καὶ πολὺν χρόνον ξενιτεύοντας ἢ ἐκτὸς τῆς ἰδίας πόλεως οἰκοῦντας καὶ πλανωμένους ἐπὶ πολὺν χρόνον ποιήσει. | |
20 | Ὁ δὲ τοῦ Διὸς ἡμέρας μὲν ἐκεῖσε παρατυχών, ἐπάνπερ προσθετικὸς τοῖς ἀριθμοῖς ᾖ καὶ ἐκτὸς τῆς τοῦ Ἄρεως ἀκτῖνος εὑρεθῇ, μεγαλοβίους, μεγαλοπρεπεῖς, λαμπρούς, | |
προφανεῖς, πράγματα βασιλέων ἢ μεγιστάνων πιστευομέ‐ | 65 | |
66 | νους τε καὶ ἐπισήμους καὶ πολυγνώστους, μεγαλοφίλους καὶ πρακτικοὺς ἀποδείκνυσιν, οὐκ ἐπὶ τοσοῦτον δὲ καὶ εὐδαιμονοῦντας, οὐδὲ ἀκουομένους οὐδὲ μὴν ἐν ταῖς πρά‐ ξεσι διευημεροῦντας ποιήσει. ὁ δὲ τοῦ Ἄρεως τὸ κατὰ | |
5 | κορυφὴν κέντρον ἐπέχων, λέγω δὴ τὸν μεσουρανοῦντα τόπον, ἐπὶ μὲν τῶν ἡμερινῶν γενέσεων τοὺς μὲν γονέας ἀπ’ ἀλλήλων διαστήσει, τοὺς δὲ τοιούτους περιτρέπει, καὶ ἐν πενίᾳ καὶ στενότητι βίου τὸν πάντα χρόνον διατελοῦντας, τοὺς δὲ ἀβίους καὶ ἀγάμους ἐπὶ τῆς νεότητος ἀποδείκνυ‐ | |
10 | σιν, ὁτὲ δὲ καὶ βιαιοθανάτους ποιήσει, ἐπάνπερ ἐκτὸς τῆς τῶν ἀγαθοποιῶν ἀκτῖνος εὑρεθῇ. εἰ δὲ ὁ τοῦ Διὸς καὶ τῆς Ἀφροδίτης τούτῳ συσχηματισθῶσι, καλὸν τὸ γῆρας ἕξουσι καὶ τὸν τῆς βιαιοθανασίας κίνδυνον ἐκφεύξονται. ἐπὰν δὲ ἐπὶ ἀρσενικῶν ζῳδίων, εἴτε ἡμερινῶν εἴτε νυκτε‐ | |
15 | ρινῶν ὁ ἀστὴρ οὗτος ἐπὶ τοῦ μεσουρανήματος χρηματίσῃ, κατὰ τὴν ἀρρενικὴν γονὴν σπανότεκνον ποιήσει. Ὁ δὲ τῆς Ἀφροδίτης ἐπὶ ἑσπερίας ἀνατολῆς μεσουρανή‐ σας δίχα τῆς τῶν κακοποιῶν ἐπιθεωρίας λαμπροβίους, | |
ἀρχιερεῖς, εὐτυχεῖς, νεωκόρους, βουλευτάς, πρυτάνεις, | 66 | |
67 | στεφανηφόρους, διασήμους ποιήσει. εὐγαμίας τε καὶ εὐτεκ‐ νίας αἴτιος γίνεται, ἔτι τε καὶ ὑπὸ ὄχλων εὐφημουμένους καὶ δημοχαρεῖς καὶ περιωνύμους ἀποδείκνυσιν. ἐπὶ δὲ ἑῴας ἀνατολῆς χρηματίσας ἐναλλοιοῖ τὴν τῶν προκει‐ | |
5 | μένων τάξιν καὶ εἰς τὸ ἐναντίον μεταβάλλει, καὶ ὁτὲ μὲν φιλοτέχνους, ὁτὲ δὲ οἰκτροβίους ἀποδείκνυσι πλὴν ἀστείων ὡς ἐπὶ τὸ πλεῖστον καὶ καθαρείων ἔργων ἐμπείρους, ὁτὲ δὲ καὶ μουσικοὺς ἢ διὰ φωνῆς ζῶντας ἀποτελεῖ. Ὁ δὲ τοῦ Ἑρμοῦ τὸν κατὰ κορυφὴν τόπον ἐπέχων ἀπὸ | |
10 | λόγων ἢ ἐπιστήμης ἢ γραμμάτων ἢ προφορῶν λόγων δια‐ ζῶντας ποιήσει, ὁτὲ δὲ καὶ ἐπισκέπτορας ἢ σκρινιαρίους ἢ ἀντιγραφέας ἢ νοταρίους ἢ δικολόγους ἢ συνηγόρους ἢ νομικοὺς ἢ ἑρμηνέας ἢ τραπεζίτας ἀποδείκνυσι· τοῦ δὲ Ἄρεως συσχηματισθέντος ἤτοι κατὰ συμπαρουσίαν ἢ | |
15 | τετράγωνον ἢ διάμετρον ψεύστας, ἀθέους, ἀσεβεῖς, ἱερο‐ σύλους, τὸ θεῖον ἀφαιροῦντας πρὸς ἐπὶ τούτοις ἢ φαρμά‐ κους ἢ φαρμάκων συνίστορας καὶ πλαστογράφους ἢ παρα‐ χαρακτὰς ἢ λῃστὰς ἢ φονέας ἢ τούτοις συνειδότας καὶ τὸ παράπαν κακωνύμους καὶ περιφήμους τούτων ἕνεκεν | |
20 | ἐσομένους, ὁτὲ δὲ καὶ δημίους ἢ δεσμοφύλακας ἢ μεταλλ‐ | 67 |
68 | άρχας ἢ τελώνας ποιήσει. κακῶν γὰρ ἔργων πάντοτε καὶ εἰς τὸ κακὸν ἄξονας ἡ σύγκρασις Ἄρεως πρὸς τὸν τοῦ Ἑρμοῦ χωρὶς τῆς τῶν ἀγαθοποιῶν ἐπικουρίας παρα‐ σκευάζει. | |
5 | Τὸ δὲ ἑνδέκατον ἀπὸ ὡροσκόπου Ἀγαθὸς Δαίμων καλεῖται, τόπος Διὸς ὑπάρχων. ἐν γὰρ τούτῳ τῷ τόπῳ παρατυχὼν ὁ τοῦ Διὸς χαίρει παρὰ πάντας τοὺς ἀστέρας. σημαίνει δὲ τὸν περὶ συστάσεως καὶ προστασίας λόγον, πρὸς τούτοις δὲ καὶ ἀγαθῶν ἐλπίδων ἐστὶ σημαν‐ | |
10 | τικός. Ἐν δὲ τούτῳ τῷ τόπῳ ὁ Ἥλιος τυχὼν πατρὸς ἐνδόξου | |
καὶ πλουσίου τὸν γεννηθέντα δείκνυσι, καὶ κατὰ τὴν τῶν | 68 | |
69 | χρόνων πρόβασιν εὐδαίμονα καὶ εὐπερίκτητον αὐτὸν ποιήσει. Ἡ δὲ Σελήνη ἐπὶ τούτου τοῦ τόπου τυχοῦσα καὶ μάλιστα νυκτερινῆς οὔσης τῆς γενέσεως μητρὸς ἐνδόξου | |
5 | καὶ πλουσίας καὶ εὐπόρου ποιήσει, καὶ τὸν γεννηθέντα εὔπορον καὶ εὐσχήμονα δείκνυσιν, ἐπὰν τὴν συναφὴν πρός τινα τῶν ἀγαθοποιῶν ἀστέρων ποιήσηται. Ὁ δὲ τοῦ Κρόνου ἐπὶ τοῦδε τοῦ τόπου τῆς αἱρέσεως ὢν προβαινόντων τῶν χρόνων τὰ τέλεια κτωμένους ἀποτε‐ | |
10 | λεῖ, ἀργοτέρους δὲ ταῖς πράξεσι καὶ ταῖς ἐπιβολαῖς ποιήσει. Ὁ δὲ τοῦ Διὸς τὸν ἑνδέκατον τόπον εἴτε νυκτὸς εἴτε ἡμέρας ἐπίσχων τὸν βίον ἐπαύξει καὶ ἐν προφανείᾳ καὶ ἐν περικτήσει τίθησι καὶ ἐπιδόξους ποιήσει καὶ ἐπικρα‐ τεστέρους τῶν ἐχθρῶν καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἀσινεῖς | |
15 | καὶ ἀπαθεῖς τοὺς γενομένους συντηρήσει. ἐπὶ δὲ νυκτε‐ ρινῆς γενέσεως ὁ τοῦ Κρόνου τὸν τόπον τοῦτον ἐπέχων τῶν προκτηθέντων μειώτης γίνεται, ἀργοπράκτους δὲ καὶ δυσεπιβούλους καὶ δυσπερικτήτους ποιήσει. Ὁ δὲ τοῦ Ἄρεως τὸν ἑνδέκατον τόπον ἀπὸ ὡροσκόπου | |
20 | ἐπίσχων ἐπὶ ἡμερινῆς γενέσεως ἀπόκτησιν βίου καὶ ἀπο‐ βολὰς πραγμάτων καὶ τόπων μεταβολὰς καὶ ἀντιπτωμά‐ των δείκνυσι, καὶ τὸν περὶ τέκνων κακίζει λόγον. ἐπὶ δὲ νυκτερινῶν γενέσεων πολλῶν ἀγαθῶν ὕπαρξιν ἐπιτελεῖ, καὶ ὑπὸ ὄχλων τιμῆς καταξιουμένους καὶ παρ’ ὑπερέχουσι | |
25 | γνωστοὺς ποιήσει. | 69 |
70 | Ὁ δὲ τῆς Ἀφροδίτης ἐκεῖσε χρηματίσας εὐγάμους καὶ καλοβίους, εὐτάκτους καὶ ἀνενδεεῖς τοῦ βίου καὶ κατὰ τὴν τῶν χρόνων πρόβασιν εὐτυχοῦντας ποιήσει, ἐπάνπερ τῆς τῶν κακοποιῶν ἀκτῖνος ἀκατόπτευτος τύχῃ. | |
5 | Ὁ δὲ τοῦ Ἑρμοῦ εἴτε ἐπὶ ἑῴας εἴτε ἐπὶ ἑσπερίας ἀνα‐ τολῆς ἐπὶ τούτου τοῦ τόπου τυχὼν ἀπὸ γραμμάτων δια‐ ζῶντας ποιήσει καὶ τὰς πράξεις ἀφθόνους συντηρήσει καὶ κατὰ τὴν τῶν χρόνων πρόβασιν τὸν βίον ἐπαύξοντας ἀπο‐ δείκνυσιν, ὁτὲ δὲ καὶ ἀρετῆς αἴτιος καὶ ἐπιστήμης μετέ‐ | |
10 | χοντας ἀποτελέσει. Τὸ δὲ δωδέκατον ἀπὸ ὡροσκόπου καλεῖται Κακὸς Δαί‐ μων καὶ προαναφορὰ τοῦ ὡροσκόπου, Κρόνου τόπος ὑπ‐ άρχον. ἐν δὲ τούτῳ τῷ τόπῳ ὁ τοῦ Κρόνου ἀστὴρ ἐπὶ ἡμερινῶν γενέσεων, ἀρσενικὸν ζῴδιον ἐπέχων, μόνος χαί‐ | |
15 | ρει καὶ πάντοτε τῶν ἐχθρῶν καθυπερτεροῦντας καὶ κατα‐ δυναστεύοντας ποιήσει καὶ ἐν ταῖς ἰδίαις πράξεσιν αὐ‐ χοῦντας, τοποκράτορας γὰρ καὶ ἀρχικοὺς καὶ ἰσχυρο‐ πράγμονας καὶ τυραννικοὺς τοῖς ἤθεσιν ἀποδείκνυσι. ση‐ μαίνει δὲ καὶ ὁ τόπος οὗτος καὶ τὸν περὶ παθῶν καὶ | |
20 | τοκετοῦ καὶ ἐχθρῶν καὶ δούλων ἀρσενικῶν καὶ τετραπό‐ | 70 |
71 | δων λόγον· ἐν δὲ τούτῳ τῷ τόπῳ ὁ Ἥλιος παρατυχὼν πατρὸς ἀποξένωσιν ἢ ὀρφανίαν δηλοῖ καὶ τὸν πατέρα κακίζει διὰ πάθους ἢ σίνους ἢ ἐκπτώσεως ἢ ἀπὸ πενίας ἢ ἀδοξίας ἢ ἀγεννείας αὐτὸν τὸν πατέρα ἔνοχον διασαφεῖ | |
5 | καὶ αὐτοὺς δὲ τοὺς γεννηθέντας ἀνεπιφάντους καὶ πένη‐ τας καὶ ἀπόρους δείκνυσιν, ἡ δὲ Σελήνη μητρὸς δούλης ἢ ἐλαχίστης ἢ ἀδόξου ἢ ἐκπτώτου δηλοῖ. Ἐὰν δὲ ὑπὸ κακοποιοῦ ἀστέρος θεωρηθῇ ἢ πρός τινα τῶν κακοποιῶν τὴν συναφὴν ποιήσηται, ἐπιπαθεστέραν, | |
10 | σεσινωμένην ἢ ὀλιγοχρόνιον τὴν μητέρα δείκνυσιν. αὐ‐ τοὺς δὲ πένητας καὶ ἀθλίους καὶ ἐν ἀτυχίᾳ διὰ παντὸς ἐξεταζομένους ποιήσει. Ὁ δὲ τοῦ Διὸς τὸν τόπον τοῦτον ἐπίσχων ἐχθρῶν ἐπαναστάσεις καὶ κρισιολογίας πρὸς ἐλαχίστους καὶ τῶν | |
15 | πατρικῶν ἐλάττωσιν ποιήσει πλὴν ἐν τῷ περὶ δούλων καὶ τετραπόδων, καλὸς καὶ ἐπωφελής, ἐπιτηδειότητα περὶ | |
τοῦτο τὸ μέρος ἔχων. | 71 | |
72 | Ὁ δὲ τοῦ Ἄρεως ἐπὶ τούτου τοῦ τόπου τυχὼν τὸν περὶ δούλων καὶ τετραπόδων λόγον κακίζει, καὶ τὰς ἀπὸ δουλικῶν προσώπων ἐνέδρας καὶ αἰτίας παρέχεται. Ὁ δὲ Ἀφροδίτης ἐπὶ τούτου τοῦ τόπου τυχὼν διὰ | |
5 | γυναικείας προφάσεις λυπουμένους καὶ πάθεσι ψυχικοῖς περικυλιομένους, τουτέστιν ἐρωτικοὺς ποιήσει. ἐπιμί‐ σγονται δὲ καὶ δούλαις ἢ γηραιαῖς ἢ ἑταιρίσιν, ὧν χάριν ἐν ἀτεκνίᾳ διατελοῦσιν· ἐὰν δὲ ὁ ὑποδεξάμενος τὸν τῆς Ἀφροδίτης ἀστέρα ἐπίκεντρος σχηματίσῃ, δουλοκοίτας | |
10 | καὶ κακογάμους, ὁτὲ δὲ καὶ τῶν ἰδίων γυναικῶν παρα‐ κοιμιστὰς ποιήσει. Ὁ δὲ τοῦ Ἑρμοῦ τὸν τόπον τοῦτον ἐπέχων κλέπτας, ἀφανιστὰς, κακολόγους, κακοπράγμονας, ἐργολάβους, δολίους, ὑποκριτὰς ἀποτελέσει, ὁτὲ δὲ καὶ γραμματέας | |
15 | ἢ χαμαιδιδασκάλους ἢ ἑρμηνέας ἢ δικολόγους ποιήσει. | |
16t | 〈κεʹ〉 Περὶ τέκνων | |
17 | Σκοπεῖν δὲ δεήσει τὸν πέμπτον καὶ τὸν ἑνδέκατον ἀπὸ ὡροσκόπου καὶ τὸν κατὰ κορυφῆς τόπον καὶ τὸ τούτῳ ἀντικείμενον, ὅ ἐστιν ὑπόγειον, καὶ τὸν κλῆρον τῶν τέ‐ | |
20 | κνων, πρὸς τούτοις δὲ καὶ τὸν τοῦ Διὸς καὶ τὸν | 72 |
73 | τοῦ τριγώνου δεσπότην καὶ τὸν τῆς Ἀφροδίτης καὶ τὸν τοῦ Ἑρμοῦ, καὶ ἐὰν μὲν εἷς τόπος ἢ καὶ δύο ἢ καὶ πλείονες ἀκατόπτευτοι τοῦ Κρόνου καὶ Ἄρεως καὶ Ἡλίου καὶ τῶν ἐκλειπτικῶν εὑρεθῶσιν, ἄλυπος ὁ περὶ τέκνων ἔσται | |
5 | λόγος, ἐπάνπερ μὴ ἐπὶ τοῦ Κακοῦ Δαίμονος ἢ τῆς Κακῆς Τύχης ἢ τοῦ ὀγδόου οἱ κύριοι τῶν προειρημένων τόπων ἢ αὐτοὶ οἱ λεχθέντες ἀστέρες εὑρεθῶσι, λέγω δὴ Ζεὺς ἢ ὁ τούτου τριγωνικὸς δεσπότης, Ἀφροδίτη, Ἑρμῆς. ἐὰν δὲ οἱ ἀγαθοποιοὶ ἢ ὁπότερος αὐτῶν ἐν τοῖς πολυσπέρμοις | |
10 | ζῳδίοις εὑρεθῶσιν τῆς Σελήνης ἢ τοῦ ὡροσκόπου ἢ τοῦ τεκνοσπόρου ἐν πολυσπέρμοις ζῳδίοις εὑρισκομένων δίχα τῆς τῶν κακοποιῶν ἀκτῖνος, πολυτεκνίας τὸ σχῆμα δη‐ λωτικὸν γίνεται. ἐὰν δὲ ὁ τοῦ Διὸς ἐν τῷ δωδεκάτῳ ἢ ἕκτῳ παρῇ ἕνος τῶν κακοποιῶν σὺν τῷ τῆς Ἀφρο‐ | |
15 | δίτης κεντρωθέντος, ἀτεκνίας αἴτιος γίνεται. ὁ δὲ τοῦ Διὸς τριγωνοκράτωρ ἀποκλίνας κακοποιοῦ τὸν τεκνο‐ σπόρον ἐπέχοντος σπανοτέκνους ποιήσει. Ἀφροδίτη σὺν τῷ τοῦ Ἑρμοῦ Αἰγοκέρωτι ἢ Ὑδροχόῳ τὸν πέμπτον τόπον ἐπέχοντες δίχα τῆς τοῦ Διὸς ἐπικουρίας ἀτεκνίας | |
20 | αἴτιοι γίνονται καὶ τὸ σπόριμον κακίζουσιν. Ἄρης μεσ‐ ουρανήσας ἐν θηλυκῷ ζῳδίῳ ἐπὶ νυκτερινῆς γενέσεως σπανοτέκνους ποιήσει, ἐπὶ δὲ ἡμερινῆς ἐν ἀρσενικῷ ζῳ‐ δίῳ μεσουρανήσας ἀτέκνους ποιήσει καὶ μάλιστα εἰς τὸν | |
περὶ ἀρσενικῶν τέκνων λόγον. οἱ κακοποιοὶ ἐν τοῖς | 73 | |
74 | ἀγαθοδαιμονοῦσι ζῳδίοις ὄντες τοῦ Ἡλίου μετὰ Διὸς ἀπο‐ κεκλικότος ἀτέκνους ἀποδεικνύουσι· κακοποιοῦ τὸν πέμ‐ πτον τόπον ἐπέχοντος τοῦ ἑτέρου μετὰ τοῦ Διὸς ἢ τοῦ τῆς Ἀφροδίτης κακῶς πεσόντων, ἀτεκνίας δηλωτικὸν τὸ | |
5 | σχῆμα γίνεται. Ἡλίου μεσουρανοῦντος, Ἄρεως ἢ Κρόνου τὸν πέμπτον τόπον ἐπέχοντος ἢ Διὸς ἢ Ἀφροδίτης κακῶς πεσόντων ἀτεκνίας τὸ σχῆμα νοείσθω. Ζεὺς δὲ καὶ Ἑρμῆς τὰ κάτω κέντρα λαχόντες ἢ εἰ ὁ μὲν δύνει ὁ δὲ ὡροσκοπεῖ, τέκνων ἀρσενικῶν ὄλεθρον δεικνύουσι, Σε‐ | |
10 | λήνη δὲ ἐν ὁρίοις ἢ τόποις Ἑρμοῦ κειμένη τῆς Ἀφρο‐ δίτης ἐπὶ κρονικοῖς ζῳδίοις ἢ ὁρίοις εὑρισκομένης μονο‐ τέκνους ἢ ἀτέκνους δείκνυσι, τὰς δὲ γυναῖκας στείρας ἢ μονοτέκνους. Κρόνος καὶ Ἑρμῆς ἐπίκεντροι τυγχάνοντες τὸν περὶ τέκνων λυποῦσι λόγον. Ἀφροδίτη καὶ Σελήνη | |
15 | ὁρίοις Κρόνου ἢ ζῳδίοις ὑπάρχοντες ἢ τοὺς προειρημένους τόπους ἐνηλλαχότες ἀτέκνους ποιοῦσιν, ἐπάνπερ Ἀφροδίτη ἢ Σελήνη ὑπὸ Κρόνου ἢ Ἄρεως κατοπτευομένη τυγχάνῃ. εἰ δὲ μὴ θεωρηθείη τὸ σχῆμα ὑπό τινος τῶν κακοποιῶν, παντελῶς ὀλιγοτέκνους ποιήσει. καὶ ἐπὶ μὲν τοῦ Κριοῦ | |
20 | καὶ Τοξότου καὶ Διδύμων καὶ Ζυγοῦ τὰ προειρημένα σχήματα τυγχάνοντα σπανοτέκνους σημαίνει. ἐπὶ δὲ τοῦ | |
Ταύρου καὶ Παρθένου καὶ Αἰγοκέρωτος καὶ Λέοντος | 74 | |
75 | καὶ Ὑδροχόου τὸ στειρῶδες καὶ παντελῶς ἄτεκνον σκο‐ πείσθω. ἐπὶ δὲ Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων τρι‐ γώνου τὸ πολύγονον καὶ πολύτεκνον καὶ εὐσύλληπτον σημαίνεται πρὸς τοὺς ἐπιπαρόντας καὶ μαρτυροῦντας | |
5 | ἀστέρας τοῖς προειρημένοις τόποις. | |
6t | 〈κϛʹ〉 Περὶ πράξεως | |
7 | Ὁ περὶ πράξεως λόγος καταλαμβάνεται διὰ τὸ ἐν αὐτῇ ὀξὺ ἐκ τῶν ταχείαν τὴν κίνησιν ἐχόντων ἀστέρων, λέγω δὴ Ἄρεως, Ἀφροδίτης καὶ Ἑρμοῦ, οὐ μὴν ἀλλ’ ὅτι | |
10 | πᾶσα τέχνη καὶ ἐπιστήμη ἐκ τῶν τριῶν τούτων θεωρεῖται ἀστέρων. τόποι δὲ πρὸς τὰς τούτων ἐπιπαρουσίας ἐπι‐ χρησιμεύουσιν οἵδε· πάντα τὰ κέντρα καὶ αἱ τούτων ἐπ‐ αναφοραὶ καὶ τὸ ἕκτον ἀπὸ ὡροσκόπου, προκεκριμένου μέντοι γε ἐν μὲν τοῖς κέντροις τοῦ μεσουρανοῦντος ζῳ‐ | |
15 | δίου, ἐν δὲ ταῖς ἐπαναφοραῖς τοῦ δευτέρου ἀπὸ ὡροσκό‐ που. Εἰ δὲ μηδὲ εἷς τῶν προειρημένων ἀστέρων ἐφ’ ἑνὸς τῶνδε τῶν τόπων ἵσταται, μηδὲ μὴν ἐπὶ τοῦ κλήρου τῆς | |
Τύχης, προσήκει ζητεῖν, τίς αὐτῶν τὴν συναφὴν τῆς | 75 | |
76 | Σελήνης ἢ τοῦ Ἡλίου ὑποδέδεκται ἢ φάσιν ἑῴαν Κρόνου, Διὸς, Ἄρεως, —πρὸς ταύτην καὶ ἑσπερίαν ἀνατολὴν Ἀφροδίτης, Ἑρμοῦ, —πρὸ ἑπτὰ ἡμερῶν ἢ μετὰ ἑπτὰ ἡμέρας τῆς ἀποκυήσεως τύχῃ πεποιημένος. | |
5 | Ὃς γὰρ ἂν τούτων τῶν ἀστέρων ἕνα λόγον ἔχων πρὸς τὰ προειρημένα ἢ καὶ πλείω εὑρεθῇ, ἐκείνου τοῦ ἀστέρος τὸ οἰκεῖον τῆς ἐνεργείας λαβόντες χρὴ τὴν πρᾶξιν ἀπο‐ φαίνεσθαι. Εἰ δὲ μηδεὶς τῶν προειρημένων ἀστέρων ἐφ’ ἑνὸς | |
10 | τῶνδε τῶν τόπων ἵσταται μηδὲ μὴν ἐπὶ τοῦ κλήρου τῆς Τύχης, ἄπρακτον τὸν τοιοῦτον τόπον ἐρεῖς. | |
12t | 〈κζʹ〉 Περὶ ἀποκλιμάτων | |
13 | Τεσσάρων κέντρων ὄντων καὶ τεσσάρων ἐπαναφορῶν καὶ τεσσάρων ἀποκλιμάτων ἰστέον, ὅτι ἐσθ’ ὅτε καὶ τὰ | |
15 | ἀποκλίματα χρηματίζει καὶ ἐνέργειαν οὐ τὴν τυχοῦσαν περὶ τὸν ἀποτελεσματικὸν λόγον ποιεῖται, ὅταν τις τῶν ἀστέρων ἐφ’ ἑνὸς τῶν ἀποκλιμάτων παρατυχὼν τὰς ἀκτῖνας εἴσω τριμοιρίας ἐπενέγκῃ τῷ κατὰ τρίγωνον σχήματι συμφώνῳ αὐτῷ ὑπάρχοντι εἴτε κέντρῳ εἴτε ἀστέρι. | |
20 | Εἰκόνος χάριν εἰπεῖν· τὸν ὡροσκόπον Λέοντος | |
μοίρᾳ ιεʹ, εἶναι δὲ καὶ τὸν τοῦ Διὸς ἐπὶ τοῦ Κριοῦ μοίρᾳ | 76 | |
77 | ιϛʹ. ἐπεὶ δὲ ὁ Λέων τὸ ὡροσκοπικὸν κέντρον ἐπέχων μοίρᾳ ιεʹ ἔτυχε δὲ καὶ τὸ ἔννατον ἀπόκλιμα ἀγαθὸν εὑρεθῆναι Διὸς ἐκεῖσε ὄντος καὶ τὰς ἀκτῖνας ἐπιφέροντος ἐν τῇ ἐφεξῆς μοίρᾳ τοῦ ὡροσκόπου ἐνεργὴς ἐγένετο. | |
5 | Χρησόμεθα δὲ καὶ ἑτέρῳ ὑποδείγματι διὰ τῆς τοῦ ὡροσκόπου, ὡς ὑπεθέμεθα, πραγματείας. ἐμεσουράνησε Ταύρου μοῖρα ιεʹ, εὑρέθη δὲ ὁ τῆς Ἀφροδίτης ἐπὶ τοῦ Αἰγοκέρωτος μοίρᾳ ιϛʹ κατὰ τρίγωνον δεξιὸν ὑπάρχων τῆς μεσουρανούσης μοίρας καὶ ἐπενέγκας τὰς ἀκτῖνας | |
10 | ἐπὶ τὴν ἑπομένην μοῖραν τοῦ κατὰ κορυφὴν κέντρου· ἐχρημάτισε καὶ ἐνεργὴς ἐγένετο ὁ ἀστὴρ κατὰ τὸν ἀπο‐ τελεσματικὸν λόγον. ἐπὶ πλεῖον δὲ δυναμοῦται ὁ ἀπο‐ κεκλικὼς ἀστήρ, ὅταν ἐπὶ τοῦ συμφωνοῦντος αὐτῷ κέν‐ τρου ἕτερός τις τῶν ἀστέρων ἐπικείμενος χρηματίσῃ. | |
15 | λέγεται δὲ τὸν ἔνατον καὶ τὸν ἕκτον τόπον τῶν λοιπῶν δι‐ ενηνοχέναι, διὰ τὸ εἶναι τὸν μὲν σύμφωνον τῷ ὡροσκόπῳ, τὸν δὲ κατὰ τρίγωνον πλευρὰν σχηματίζεσθαι τῷ κατὰ κορυφῆς κέντρῳ, λέγω δὴ τῷ μεσουρανοῦντι ζῳδίῳ. καὶ τὸν μὲν ἕκτον τόπον ἐνεργέστερον εἶναι συμβέβηκεν, ὅτι | |
20 | σύμφωνός ἐστι τῷ μεσουρανοῦντι κέντρῳ. προηγεῖσθαι γὰρ αὐτὸ ἠθέλησαν τῶν λοιπῶν κέντρων, ὥσπερ καὶ τὸ δεύτερον ἀπὸ ὡροσκόπου διαφέρειν τῶν λοιπῶν ἐπανα‐ φορῶν ὑποτίθενται, ὅτι σύμφωνόν ἐστι κατὰ τρίγωνον | |
πλευρὰν τῷ μεσουρανοῦντι καὶ τὴν μὲν τοῦ βίου περίκτη‐ | 77 | |
78 | σιν ἀπὸ τοῦ μεσουρανοῦντος καὶ τῶν ἑτέρων κέντρων καὶ τοῦ συγκεχρηματικότος ἀστέρος ἐπί τινος τῶν κέντρων γίνεσθαί φασιν, τὴν δὲ ποιότητα τῆς περικτήσεως διὰ τοῦ εὑρισκομένου ἀστέρος ἐπὶ τῶν τεσσάρων ἀποκλιμά‐ | |
5 | των τῆς γενέσεως δηλοῦσθαι διαβεβαιοῦνται. Ὑποδείγματος χάριν· φέρε εἰπεῖν τὸν μὲν τοῦ Διὸς ἐπὶ τοῦ κατὰ κορυφὴν τόπου χρηματίζειν, τὸν δὲ τῆς Ἀφροδίτης ἐπὶ τοῦ δεξιοῦ τριγώνου τοῦ μεσουρανοῦντος, ὅ ἐστιν ἀπόκλιμα καὶ ἕκτος τόπος τῆς γενέσεως. ἡ μὲν | |
10 | περίκτησις ἀπὸ τοῦ Διὸς γίνεται, ἡ δὲ ποιότης ἀπὸ τοῦ τῆς Ἀφροδίτης ἀστέρος, ὥσπερ ἄν τις τῶν κακοποιῶν ἀστέρων, λέγω δὴ ὁ τοῦ Κρόνου ἢ ὁ τοῦ Ἄρεως, ἐπί τινος τῶν κέντρων χρηματίσῃ τῆς Ἀφροδίτης ἀποκεκλι‐ κυίας καὶ κατὰ σύμφωνον αὐτῷ τυγχανούσης τὸ αἴτιον | |
15 | διὰ τῆς τοῦ κακοποιοῦ ἀστέρος ἐπικεντρώσεως ἀποτελεῖ‐ ται ἕνεκεν γυναικείων προφάσεων. ἐνεργέστεροι δὲ οἱ κακοποιοὶ ἀστέρες ἐν τοῖς ἀποκλίμασι πρὸς τὸ βλάψαι καὶ ἀδικῆσαι γίνονται, ἐπάν τις τῶν κακοποιῶν ἀστέρων ἐφ’ ἑνὸς τῶν τεσσάρων κέντρων χρηματίσας τύχῃ. τὰ | |
20 | γὰρ αἴτια τῆς κακωτικῆς περιστάσεως διὰ τούτων ἀπο‐ τελεῖται, καὶ μάλιστα, ὅταν τις ἐπὶ τοῦ ἕκτου τόπου τῶν κακοποιῶν ἀστέρων εὑρεθῇ. ἐπὰν δέ τις τῶν ἀγαθοποιῶν τὸν ἕκτον τόπον ἐπισχῇ μηδενὸς ἐπὶ τοῦ μεσουρανήματος τετευχότος μηδὲ μὴν ἐπὶ τῆς τοῦ ὡροσκόπου ἐπαναφορᾶς, | |
25 | παντάπασιν ἀχρημάτιστος καὶ ἄπρακτος καὶ ἀδρανὴς καὶ ἀργὸς πρὸς πᾶσαν ἀποτελεσματικὴν ἐνέργειαν γίνεται, καὶ μάλιστα πρὸς τὰς βιωφελεῖς πράξεις καὶ εἰς ἀγαθόν | |
τι χωρεῖν δυναμένας. | 78 | |
79(1t) | 〈κηʹ〉 Περὶ τῆς τοῦ Ἡλίου κινήσεως | |
2t | καὶ τοῦ μαθεῖν ἐν ποίῳ ζῳδίῳ | |
3t | καὶ πόσων μοιρῶν ἐστὶν παχυμερῶς | |
4 | Τὴν ἀπὸ ζῳδίου ἐπὶ ζῴδιον κίνησιν ποιεῖται ὁ δημι‐ | |
5 | ουργὸς τῶν ὅλων Ἥλιος ὁτὲ μὲν δι’ ἡμερῶν λα καὶ λ καὶ ἔσθ’ ὅτε δὲ καὶ κθ. πορεύεται δὲ ἐφ’ ἑκάστου νυχθη‐ μέρου πλεῖον ἢ ἔλαττον μοίρας μίας, ὁτὲ δὲ καὶ λεπτὸν α, ὁτὲ δὲ μοῖραν μίαν καὶ λεπτὰ β, εἰς τὸ περιγειότατον δηλαδή, ἔσθ’ ὅτε δὲ καὶ λεπτὰ νθ καὶ νη καὶ νζ. ὁ Πρό‐ | |
10 | χειρος δὲ Κανὼν Κλαυδίου Πτολεμαίου παρα‐ στήσει τὴν ἀκριβῆ μοῖραν τοῦ Ἡλίου. Πρὸς δὲ τὸ γινώσκειν εὐχερὲς πρὸς ἐπίσκεψιν, ἐν ποίᾳ ἐποχῇ ἐστιν ὁ Ἥλιος, ποιητέον οὕτως· τὰς ἀπὸ Θὼθ νεομηνίας μέχρι τῆς ἐπιζητουμένης ἡμέρας ἐπισυναγα‐ | |
15 | γὼν πρόσθες ταύταις καθολικὰς ρνη καὶ ἀπὸ τοῦ οὕτως συναχθέντος ἀριθμοῦ ὕφελε τὸ ἥμισυ τῶν μηνῶν ἀπὸ Θὼθ μέχρι τοῦ ἐπιζητουμένου ὄντων· καὶ ἐὰν ἔχει κύ‐ κλον, ἀπόλυε, καὶ τὸν ὑπόλοιπον ἀπὸ Κριοῦ διέκβαλε δι‐ | |
δοὺς ἑκάστῳ ζῳδίῳ μοίρας λ. ὅπου δ’ ἂν καταλήξῃ ὁ | 79 | |
80 | ἀριθμὸς ὁ κατ’ ἔλλειψιν, ἐκεῖ τὴν μοῖραν τοῦ Ἡλίου παχυμερέστερον λέγε εἶναι. | |
3t | 〈κθʹ〉 Περὶ ὡροσκόπου, πῶς δεῖ ψηφίσαι | |
4 | Τὰς ἀναδιδομένας ὥρας πολλαπλασιάσας ἐπὶ τὸν ιεʹ | |
5 | τῷ συναχθέντι ἀριθμῷ πρόσθες, ἃς εἶχεν ἐπὶ τῆς γενέ‐ σεως μοίρας ὁ Ἥλιος πλέον ἢ ἔλαττον, καὶ τὸν συν‐ αχθέντα ἀριθμὸν διέκβαλε ἀπὸ τοῦ ζῳδίου, ἐν ᾧ ἐστιν ὁ Ἥλιος, διδοὺς ἑκάστῳ ζῳδίῳ μοίρας λ, καὶ ὅπου δ’ ἂν κατα‐ λήξῃ ὁ κατ’ ἔλλειψιν ἀριθμός, ἐκεῖσε εἶναι λέγε τὸν ὡρο‐ | |
10 | σκόπον. ἐὰν δὲ νυκτερινὴ ἡ γένεσις ᾖ, τῇ προκειμένῃ μεθόδῳ χρησάμενος διέκβαλλε τὸν συναχθέντα ἀριθμὸν ἀπὸ τοῦ διαμετροῦντος τὸν Ἥλιον ζῳδίου. ἐὰν ἀπὸ τοῦ ἀστρολάβου τὴν ὥραν ἔχῃς, τοὺς παρακειμένους ὡριαίους χρόνους τῇ ἡλιακῇ μοίρᾳ ἡμέρας οὔσης πολλαπλασίασον | |
15 | ἐπὶ τὰς ἀναδιδομένας ὥρας καὶ τὸ γενόμενον ποσὸν πρόσ‐ θες ταῖς παρακειμέναις ἀναφοραῖς τοῦ κλίματος τῆς ἡλιακῆς μοίρας. Τὸ γὰρ ἐπὶ τὸν ιεʹ πολλαπλασιάζειν, ὅταν ἰσημεριναὶ αἱ ὧραι ὦσι, γίνεται. γίνονται δὲ αἱ ἰσημεριναὶ καὶ και‐ | |
20 | ρικαὶ ἀπὸ τοῦ ἀστρολάβου, ἐὰν τὸ συναχθὲν ἀπὸ τοῦ πολλαπλασιασμοῦ τῶν ὡρῶν καὶ τῶν προκειμένων ὡρι‐ αίων τῇ ἡλιακῇ μοίρᾳ μερίσῃς περὶ τὸν ιεʹ. ἐὰν δὲ νυ‐ κτερινὴ γένεσις ᾖ, δεῖ πολλαπλασιάζειν τὰς μετὰ τὴν δύσιν τοῦ Ἡλίου ὥρας νυκτερινὰς οὔσας τοῖς παρακει‐ | |
25 | μένοις ὡριαίοις χρόνοις τῇ διαμετρούσῃ μοίρᾳ τὴν ἡλια‐ κὴν μοῖραν, καὶ τὸ γενόμενον ποσὸν προσθεῖναι οὐ ταῖς παρακειμέναις τῇ ἡλιακῇ μοίρᾳ ἀναφοραῖς ἐν τῷ κλί‐ | |
ματι, ἀλλὰ ταῖς παρακειμέναις τῇ διαμετρούσῃ αὐτήν. | 80 | |
81 | καὶ οὕτω διήκει τὸ ὅλον ποσὸν ἀχρὶ καὶ τοῦ ὡροσκόπου αὐτοῦ δεικνύον τὴν τῇ τότε νυκτὶ ἀνίσχουσαν μοῖραν τοῦ ζῳδιακοῦ ἐν τῷ αὐτῷ κλίματι, ἣν καὶ ὡροσκόπον τότε εἴπῃς. | |
5t | 〈λʹ〉 Περὶ μεσουρανήματος | |
6 | Τὴν δὲ τοῦ μεσουρανοῦντος ζῳδίου μοῖραν πραγμα‐ τεύεσθαι δεήσει τρόπῳ τοιῷδε· τὴν χρονικὴν ἀναφορὰν τῶν ζῳδίων ἐφ’ ἑκάστου κλίματος ἀπὸ Κριοῦ ἕως τῆς τοῦ ὡροσκόπου μοίρας ἀριθμήσας, διέκβαλλε τὸν συν‐ | |
10 | αχθέντα ἀριθμὸν ἀπὸ τοῦ Αἰγοκέρωτος διδοὺς ἑκάστῳ ζῳδίῳ μοίρας λ, καὶ ὅπου δ’ ἂν καταλήξῃ ὁ κατ’ ἔλλειψιν ἀριθμός, ἐκεῖ ἔσται ἡ μεσουρανοῦσα μοῖρα. Ὑποδείγματος χάριν· ὡς πρὸς τὸ τῆς Αἰγύπτου κλίμα ὡροσκόπου Λέοντος μοίρᾳ ιεʹ, ψηφίζομεν ἀπ’ ἀρχῆς | |
15 | Κριοῦ ἕως τῆς πεντεκαιδεκάτης μοίρας τοῦ Λέοντος καὶ εὑρίσκομεν Κριοῦ μὲν ἀναφορὰς χρονικὰς κα βʹʹ, Ταύρου δὲ κε, καὶ τῶν Διδύμων κη γʹ, καὶ τοῦ Καρκίνου λα βʹʹ, καὶ ἕως τῆς ιεʹ μοίρας τοῦ Λέοντος εὑρίσκομεν χρονικὰς | |
ἀναφορὰς ιζ 𐅵ʹ. | 81 | |
82 | Ἐπεὶ δὲ ὁ Λέων κατὰ τὸ τῆς Αἰγύπτου κλίμα ἀνα‐ τέλλει χρόνοις λε, γίνονται πᾶσαι ρκδ ϛʹ. ταύτας διεκ‐ βάλλομεν ἀπὸ τοῦ Αἰγοκέρωτος διδόντες ἑκάστῳ ζῳδίῳ μοίρας λ. τετρακὶς λ· ρκ· ἀπὸ τοῦ Αἰγοκέρωτος μέχρι | |
5 | τοῦ Ταύρου μοίρας δ ϛʹ. ἔστι δὲ τὸ ϛʹ λεπτὰ ι. λέγωμεν τὴν μεσουρανοῦσαν μοῖραν ἐπὶ τοῦ Ταύρου μοίρᾳ δʹ λε‐ πτῷ ιʹ. εἰδέναι δὲ χρή, ὅτι ἡ μεσουρανοῦσα μοῖρα οὐ πάντοτε ἐν τῷ δεκάτῳ πίπτει ἀπὸ τοῦ ὡροσκόπου διὰ τὸ ἄνισον τῆς τῶν ζῳδίων χρονικῆς ἀναφορᾶς, ἀλλ’ ὁτὲ | |
10 | μὲν ἐπὶ τοῦ ἐνάτου, ὁτὲ δὲ ἐπὶ τοῦ ἑνδεκάτου. | |
11t | 〈λαʹ〉 Περὶ ἐνιαυτοῦ καὶ μηνὸς καὶ ἡμέρας | |
12 | Ὅσα δ’ ἂν ἡ γένεσις ἔτη διάγῃ, ταῦτα ἀπὸ τοῦ ὡρο‐ σκοποῦντος ζῳδίου διεκβάλλομεν, τὸ πρῶτον ἔτος δι‐ δόντες τοῦ γεννητικοῦ χρόνου τῷ ὡροσκόπῳ καὶ τὸ δεύ‐ | |
15 | τερον τῇ τοῦ ὡροσκόπου ἐπαναφορᾷ, ἔπειτα τὸ ἑξῆς τῷ τρίτῳ ζῳδίῳ ἀπὸ τοῦ ὡροσκόπου, καὶ ὡς ἔχει τὰ λοιπὰ ἐν τοῖς ἑπομένοις ζῳδίοις, ἕως ἂν τὸν ιβʹ ἀριθμὸν ἀπαρ‐ τίσῃ. καὶ πάλιν τὸ ιγʹ ἔτος διδόαμεν τῷ ὡροσκοποῦντι | |
ζῳδίῳ, καὶ ὅπου δ’ ἂν καταλήξῃ ὁ κατ’ ἔλλειψιν ἀριθμός, | 82 | |
83 | ἐκεῖσε τὸν ἐνιαυτὸν εἶναι λέγομεν. τὸν δὲ μῆνα πάλιν ὁμοίως πραγματεύσῃ ἀρξάμενος ἀπὸ τοῦ ζῳδίου, ἔνθα ὁ ἐνιαυτὸς κατέληξε καὶ διδοὺς τοῖς ἑξῆς ζῳδίοις τὸν ζητούμενον τῶν μηνῶν ἀριθμόν, καὶ ὅπου δ’ ἂν ἐκπέσῃ, ἐκεῖσε τὸν | |
5 | μῆνα λογιούμεθα. ὡσαύτως δὲ καὶ τὴν ἡμέραν πραγ‐ ματεύσῃ ἀπὸ τοῦ ζῳδίου, ἔνθα ὁ μὴν ἐξέπεσεν, ἀρξάμενος, καὶ τὸν εὑρισκόμενον τῶν ἡμερῶν ἀριθμὸν ὁμοίως ἐπι‐ μερίζων τοῖς ἑξῆς ζῳδίοις, οἷον διδοὺς ἑκάστῳ μίαν ἡμέ‐ ραν, ἕως ἂν ὁ τῶν δώδεκα ἀριθμὸς ἀπαρτισθῇ, καὶ πάλιν | |
10 | ἀπὸ τῶν προκειμένων ἀρξάμενος καὶ συμπληρώσας τὸν ἀριθμόν. ὅπου γὰρ ἂν ἐκπέσῃ ὁ κατ’ ἔλλειψιν ἀριθμός, ἐκεῖσε ἔσται ἡ ἡμέρα ὡς ἐπὶ τῆς τοῦ ἐνιαυτοῦ συστάσεως. Ὑποδείγματος χάριν· κατάγει τις ἔτη κϛ ἔχων τὸν ὡρο‐ σκόπον Λέοντα, διδόαμεν τὸν πρῶτον ἐνιαυτὸν τῷ ὡρο‐ | |
15 | σκόπῳ, ὅς ἐστι Λέων, τὸν δεύτερον τῇ τοῦ ὡροσκόπου ἐπαναφορᾷ, ἥτις ἐστὶ Παρθένος, τὸν δὲ τρίτον ἑξῆς Ζυγῷ, τὸν δὲ τέταρτον Σκορπίῳ, τὸν δὲ πέμπτον ἀκολούθως Τοξότῃ, τὸν ἕκτον Αἰγοκέρωτι, τὸν ἕβδομον Ὑδροχόῳ, τὸν ὄγδοον Ἰχθύσιν, τὸν ἔννατον Κριῷ, τὸν δέκατον | |
20 | Ταύρῳ, τὸν ἑνδέκατον Διδύμοις, τὸν δωδέκατον Καρκίνῳ. | |
πληρωθείσης δὲ τῆς αʹ δωδεκάδος πάλιν ἀρξάμενοι ἄνω‐ | 83 | |
84 | θεν τὸν τρισκαιδέκατον τῷ ὡροσκόπῳ διδόαμεν, ὅς ἐστι Λέων, τὸν τετταρακαιδέκατον Παρθένῳ, καὶ τὰ ἑξῆς ὁμοίως τοῖς προκειμένοις, ἕως ἂν πάλιν πληρωθῇ ὁ τῆς δωδεκάδος ἀριθμός. καὶ οὕτως πάλιν τὸν κεʹ διδόαμεν | |
5 | τῷ ὡροσκόπῳ, τουτέστι Λέοντι, καὶ πίπτει ὁ κϛʹ Παρ‐ θένῳ. κύριος τοῦ ἐνιαυτοῦ Ἑρμῆς. σκοποῦμεν τὸν τοῦ Ἑρμοῦ, ὅπως ἐπὶ τῆς γενέσεως κεῖται, καὶ τίνες τῶν ἀστέ‐ ρων αὐτὸν κατοπτεύουσι, τίνες δὲ καὶ τὸ ζῴδιον, ἔνθα ἔτυχεν ὁ ἐνιαυτός, ἐπιθεωροῦσι, καὶ τίνες ἐπὶ τῆς γενέ‐ | |
10 | σεως αὐτῷ συνεσχηματίσθησαν. εὑρίσκομεν τὸν Ἑρμῆν κύριον τοῦ ἐνιαυτοῦ Κριῷ, ἀπόστροφον ὄντα τῷ ζῳδίῳ, ἔνθα τὸ ἔτος ἐστίν. ἔστι δὲ ὁ τοῦ Διὸς Διδύμοις κατὰ τὸ δεξιὸν αὐτοῦ τετράγωνον ὑπάρχων, Κρόνος δὲ Ταύρῳ κατὰ τὸ δεξιὸν αὐτοῦ τρίγωνον τυγχάνων. τῶν δὲ λοιπῶν | |
15 | ἀστέρων τῆς γενέσεως μὴ πάνυ τι αὐτῷ ἐπιμαρτυρη‐ σάντων οὐδὲ μίαν ἀπὸ αὐτῶν προτέλεσιν ἀποτελεσμά‐ των ἕξομεν· οὕτω πραγματεύεσθαι δεήσει ἕκαστον ἐνι‐ αυτόν, τὸν δὲ πρῶτον μῆνα τοῦ ἔτους διδόναι τῷ ζῳδίῳ, ἔνθα ἔπεσεν ὁ ἐνιαυτὸς τῇ Παρθένῳ, τὸν δὲ δεύτερον | |
20 | Ζυγῷ, τὸν δὲ τρίτον Σκορπίῳ· καὶ τοὺς λοιποὺς μέχρι τοῦ μηνός, οὗ ζητεῖς γνῶναι, ὁμοίως τοῖς προκειμένοις | |
ποιήσεις. τῷ δὲ αὐτῷ τρόπῳ καὶ τὴν ἡμέραν ζητῶν, ποῦ | 84 | |
85 | καταγίνεται ἡ γένεσις, ποιήσεις ἀπὸ τοῦ ζῳδίου, ἔνθα ὁ μὴν ἐκπίπτει, διδοὺς ἑκάστῳ ζῳδίῳ ἡμέραν μίαν, ἕως ἂν ὁ τῆς δωδεκάδος ἀριθμὸς ἀπαρτισθῇ, καὶ τὴν τρισκαιδε‐ κάτην ἡμέραν πάλιν διδοὺς τῷ ζῳδίῳ, ἔνθα ὁ μὴν ἐξέπεσε, | |
5 | καὶ ἑξῆς ὁμοίως δώσεις, μέχρις ἂν ἀπαρτισθῇ ὁ τῶν ἡμε‐ ρῶν ἀριθμός. | |
7t | 〈λβʹ〉 Περὶ τῆς κατὰ τρίγωνον μονομοιρίας | |
8 | Ἡ κατὰ τρίγωνον μονομοιρία λαμβάνεται οὕτως· τὰς μοίρας τοῦ αἱρετικοῦ φωτὸς σκοπήσας ἀπόλυσον ἀπὸ τοῦ | |
10 | καθ’ αἵρεσιν κατὰ τρίγωνον αὐτὸ ὑποδεδεγμένου ἀστέ‐ ρος, ἑκάστῳ ἀστέρι μερίζων μοῖραν μίαν τῇ τῶν καθ’ αἵρεσιν τριγωνικῶν δεσπότων τάξει, μὴ διδοὺς ἐκ δευτέ‐ ρου τινὶ ἀστέρι, μήπω ἐκ δευτέρου λαβόντος ἐκείνου τοῦ ἀστέρος, ἀφ’ οὗ ἡ ἀρχὴ τοῦ μερισμοῦ γεγένηται, καὶ εἰς | |
15 | ὃν ἂν καταλήξῃ ἡ τοῦ αἱρετικοῦ φωτὸς τῶν ὅλων μοῖρα τελευταία, ἐκεῖνον τὸν ἀστέρα λέγομεν δεσπόζειν τῆς κατὰ τρίγωνον μονομοιρίας τοῦ αἱρετικοῦ φωτός. τούτου | |
δὲ κανόνιον πεποιήμεθα τὸ ὑποκείμενον. | 85 | |
86(1t) | [Start of a diagram]Κανόνιον τῆς κατὰ τρίγωνον μονομοιρίας | |
2 | [End of Table cell]μοῖραι [End of Table cell]τρίγωνον αʹ ♌ ♈ ♐ [End of Table cell]τρίγωνον βʹ ♍ ♉ ♑ [End of Table cell]μοῖραι τρίγωνον γʹ ♎ ♊ ♒ [End of Table cell]τρίγωνον δʹ ♏ ♋ ♓ | |
34 | Τὸ προκείμενον κανόνιον ἐπὶ τῶν ἡμερινῶν ἐστι γενέσεων· ἐπὶ | |
35 | δὲ νυκτερινῶν ἐναλλὰξ ἔσονται αἱ τάξεις τῶν τριγωνοκρατόρων, οἷον ἐπὶ τοῦ πρώτου τριγώνου τοῦ διὰ Κριοῦ Λέοντος Τοξότου· | |
Ζεὺς εἶτα Ἥλιος καὶ ἑξῆς.[End of a diagram] | 86 | |
88(1t) | 〈λγʹ〉 Περὶ ἀναγκαστικῆς μοίρας ὡροσκόπου | |
2t | δι’ ἐφόδων φυσικῶν | |
3 | Τὴν δὲ κατὰ τρίγωνον μονομοιρίαν οἱ σοφοὶ τῶν Αἰγυ‐ πτίων ὑπεστήσαντο χρησίμην εἶναι πρὸς τὴν τοῦ ὡροσκό‐ | |
5 | που μοιρικὴν κατάληψιν, ἀκολουθήσαντες τοῖς ἰδίοις τῶν ἀστέρων τριγώνοις καὶ ταῖς τῶν φώτων αἱρέσεσι πρός τε τὰς ἡμερινὰς καὶ νυκτερινὰς γενέσεις, κατὰ τὴν χρηματί‐ ζουσαν τῆς τριγωνικῆς τοῦ ἀστέρος δεσποτείας μονο‐ μοιρίαν, εἰπόντες, ὅτι ἡ τοῦ ὡροσκόπου μοῖρα καταλαμ‐ | |
10 | βάνεται διὰ τῆς κατὰ τρίγωνον δεσποζομένης μοίρας τοῦ αἱρετικοῦ φωτός· τινὲς δὲ ὑπενοοῦντο λέγοντες, ὅτι τὰ ὅρια τοῦ ἀστέρος, ἐν οἷς ἐστιν ἡ Σελήνη καθ’ ὁδηποτοῦν ζῴδιον, ταῦτα ὡροσκοπεῖν δεήσει. οἱ δὲ τῆς προγενομένης συνόδου ἢ καὶ πανσελήνου τὸν ὁριοκράτορα ἢ καὶ οἰκοδέ‐ | |
15 | κτορα πραγματευσάμενοι καὶ ἰδόντες, ἐφ’ οἵας μοίρας οἱῳδηποτοῦν ζῳδίῳ ἕκαστος αὐτῶν κατὰ τὴν γεννη‐ τικὴν ἡμέραν ἐστίν, ἑνὸς τούτων τὴν τοῦ ὡροσκόπου μοῖ‐ ραν εἶναι διαβεβαιώσαντο καὶ μάλιστα τοῦ κατὰ τὸν τῆς πλειονοψηφίας λόγον ἐπὶ τῆς γενέσεως κεχρηματικό‐ | |
20 | τος. ἐπὰν δὲ ὁ κύριος τῶν ὁρίων καὶ τοῦ ζῳδίου τῆς προ‐ γενομένης εἴτε συνόδου εἴτε πανσελήνου τὴν αὐτὴν μοῖ‐ ραν ἔχοντες εὑρεθῶσι, παγίως εἴτε ἐν ἑνὶ ζῳδίῳ εἴτε ἐν | |
διαφόροις ἐπισημαίνουσι τῆς ὡροσκοπούσης μοίρας τὴν | 87 | |
89 | κατάληψιν. τινὲς δὲ ἐπισημαίνονται λέγοντες, ὅτι ὅσων μοιρῶν εὑρίσκεται ἐπὶ γενέσεως ὁ κύριος τῶν ὁρίων τῆς προγενομένης συνόδου ἢ πανσελήνου, τοσούτων μοιρῶν τὸν ὡροσκόπον τυγχάνειν δεήσει. ἕτεροι δὲ ἐπραγματεύ‐ | |
5 | σαντο τὴν τοῦ ὡροσκόπου μοῖραν τρόπῳ τοιῷδε· γνόντες κατὰ τὴν γεννητικὴν ὥραν τὸ δωδεκατημόριον τῆς προ‐ γενομένης συνόδου ἢ πανσελήνου ἐν ποίῳ ζῳδίῳ ἐξέπεσεν, ὡσαύτως δὲ καὶ τὸ κατὰ τὴν σπορίμην ἡμέραν δωδεκατη‐ μόριον τῆς προγενομένης συνόδου ἢ πανσελήνου, ἐν ποίῳ | |
10 | ζῳδίῳ ἔτυχεν εἶναι, καὶ τοὺς κατὰ τρίγωνον τῆς αἱρέσεως αὐτῶν δεσπότας, τις μᾶλλον αὐτῶν ἐπικεντρότερος κεῖται καὶ τὴν τοῦ ἐπικεντροτέρου κατ’ ἐκτροπὴν σύνεγγυς οὖσαν μοῖράν φασιν ὡροσκοπεῖν, ἐν ᾧ ἂν τύχῃ ζῳδίῳ ὁ ὡροσκό‐ πος. ἐκτροπὴ δὲ λέγεται ἡ τῆς ἀποκυητικῆς ἡμέρας ὡρο‐ | |
15 | σκοποῦσα μοῖρα, ἥτις ἀπὸ τοῦ ἀφανοῦς κόσμου εἰς τὸν ἐμφανῆ ἀνατέλλει καὶ τὴν τοῦ βρέφους γένεσιν οἰακίζει. τῶν δὲ τῆς γενέσεως τριγωνικῶν δεσποτῶν ἀνοικείως κειμένων τοῖς ἐπικοίνοις κατὰ τρίγωνον αὐτῆς δεσπό‐ ταις ὑπάρχουσι τὴν τοῦ ὡροσκόπου μοῖραν ἀπο‐ | |
20 | δεδώκασιν, ἐν ᾧ ἂν ζῳδίῳ ἐκπέσῃ ὁ ὡροσκόπος καὶ μάλιστα τῷ οἰκειοτέρῳ αὐτῶν ἐπὶ τῆς γενέσεως | |
τυχόντι. | 88 | |
90(1t) | 〈λδʹ〉 Περὶ κλιμακτήρων | |
2 | Συμβαίνει δὲ τοὺς θανατηφόρους καὶ ἐπικινδύνους κλιμακτῆρας γίνεσθαι ἐκ τῆς κατὰ περίπατον συναντή‐ σεως Ἡλίου καὶ Σελήνης ὅτε δὲ καὶ ὡροσκόπου πρὸς τὰς | |
5 | τῶν κακοποιῶν ἀκτῖνας ἤτοι κατὰ συμπαρουσίαν ἢ τρί‐ γωνον ἢ διάμετρον ἢ τετραγωνικὴν ἢ ἑξαγωνικὴν πλευ‐ ράν. καὶ ἡ μὲν τρίγωνος πλευρὰ καθ’ οἱονδήποτε μέρος διεκφυγεῖν τοῦ ἐπιφερομένου κλιμακτῆρος ἀκινδύνως δίδω‐ σιν. ὡσαύτως δὲ καὶ τὸ κατὰ τὸ δεξιὸν ἑξάγωνον καὶ ἡ κα‐ | |
10 | τὰ τὸ δεξιὸν τετράγωνον πλευρὰ ἀβλαβὴς γίνεται, τῆς κατὰ τὸ εὐώνυμον τετράγωνον πλευρᾶς κινδυνώδους μᾶλ‐ λον παρὰ τὰς ἄλλας πλευρὰς καθεστώσης. ἡ δὲ εὐώνυμος ἑξάγωνος ἢ τετράγωνος ἢ διάμετρος καὶ ἡ κατὰ συμ‐ παρουσίαν ἐκ συναντήσεως γινομένη κόλλησις ἀναιρετικὴ | |
15 | καὶ θανατικὴ καὶ ἐπικίνδυνός σοι νοείσθω, τῆς κατὰ τὸ εὐώνυμον ἑξάγωνον πλευρᾶς ἐλαφροτέρας τῶν προτέρων πλευρῶν τυγχανούσης. τὸ δὲ αὐτὸ καὶ ἡ τῶν φώτων συνάντησις κατὰ συμπαρουσίαν ἢ διάμετρον στάσιν πρὸς τὸν Ἀναβιβάζοντα ἢ Καταβιβάζοντα κόλλησιν ποιουμένη | |
20 | δύναται. καὶ ἐπὶ μὲν τῶν ἡμερινῶν γενέσεων τὴν ἐκ τοῦ ἡλιακοῦ περιπάτου γινομένην πρὸς τὴν τοῦ Ἄρεως κόλ‐ λησιν ἐπικίνδυνον εἶναι λέγε. ἐπὶ δὲ τῶν νυκτερινῶν γενέ‐ | |
σεων τὴν ἐκ τοῦ σεληνιακοῦ περιπάτου γινομένην πρὸς | 89 | |
91 | τὴν τοῦ Κρόνου κόλλησιν ἐπίφοβον κλιμακτῆρα σημαί‐ νουσαν λέγε, ἑνὸς δὲ τῶν φώτων ἐκ περιπάτου πρὸς τὸν Ἀναβιβάζοντα ἢ Καταβιβάζοντα γινομένη κόλλησις εἴτε νυκτὸς εἴτε ἡμέρας ἐπικίνδυνος νοείσθω. ἡ δὲ ἐκ τοῦ | |
5 | ἡλιακοῦ περιπάτου γινομένη εἴτε ἡμέρας εἴτε νυκτὸς πρὸς τὴν Σελήνην κόλλησις ἐπικίνδυνος καὶ θανατηφόρος νοείσθω. ὡσαύτως δὲ καὶ ἡ τοῦ σεληνιακοῦ περιπάτου πρὸς τὸν Ἥλιον γινομένη κόλλησις εἴτε νυκτὸς εἴτε ἡμέρας κίνδυνον θανατηφόρον σημαίνει. ἀεὶ δὲ αἱ πρὸς | |
10 | τοὺς αἱρεσιάρχας ἀστέρας ἐκ περιπάτου γινόμεναι συναν‐ τήσεις παροδικοὺς καὶ οὐκ ἐπικινδύνους ἔσεσθαι τοὺς κλιμακτῆρας σημαίνουσι. παρατηρεῖσθαι δὲ δεῖ παρὰ τὴν αἵρεσιν ἐν ταῖς κατ’ ἐπέμβασιν καιρικαῖς παρόδοις τὸν Ἥλιον καὶ τοὺς κακοποιοὺς ἀστέρας ἐπὶ τῶν κέντρων | |
15 | ἢ καὶ ἐπὶ τῆς Σελήνης τὸν κλῆρον τῆς Τύχης ἢ καὶ τὸν τοῦ Ἑρμοῦ ἢ καὶ τὸν Ἀναβιβάζοντα ἢ Καταβιβάζοντα παρατυχόντας, καὶ μάλιστα, ὅταν οἱ κακοποιοὶ ἐπὶ ἑῴας ἀνατολῆς ἢ καὶ ἐπὶ στηριγμῶν φέρωνται. πρὸς τούτοις δὲ καὶ τοὺς ἐνιαυτοὺς τοὺς ἐμπίπτοντας ἢ ἐν τῇ προγενομένῃ | |
20 | εἴτε συνόδῳ εἴτε πανσελήνῳ τῆς ζητουμένης γενέσεως ἢ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις, τοὺς δὲ τῶν φωστήρων ἢ τοῦ ὡροσκόπου περιπάτους πρὸς τὸ οἰκεῖον | |
κλίμα πραγματεύεσθαι δεήσει. | 90 | |
92 | Ἡ δὲ τῶν εἴτε ἡλιακῶν εἴτε σεληνιακῶν εἴτε ὡροσκο‐ πικῶν περιπάτων πραγματεία ἔχει τὸν τρόπον τοῦτον· ἀφ’ ἧς μοίρας ἐπὶ γενέσεως εὑρίσκεται εἴτε Ἥλιος εἴτε Σελήνη εἴτε ὡροσκόπος λογιούμεθα, ἕως ἂν συναντήσῃ | |
5 | ἑνὶ τῶν προκειμένων ἀστέρων καθ’ οἱονδήποτε σχῆμα ἢ ἕως ἂν ἔξαλμα ποιήσηται ἀπὸ ζῳδίου ἐπὶ ζῴδιον, καὶ ἐὰν μὲν οὖν συναντήσῃ ἑνὶ τῶν προκειμένων ἀστέρων πρὸ τοῦ ἐξάλματος κατὰ τὸ αὐτὸ ζῴδιον ἑνὸς τῶν κακοποιῶν ὑπάρχοντος ταχύτερον τῶν προειρημένων κλιμακτήρων | |
10 | τὸν κίνδυνον ἐπιφέρει. ἐὰν δὲ τὸ ἔξαλμα ποιήσηται, πρὶν συναντήσῃ ἑνὶ τῶν προκειμένων ἀστέρων ἐν τῇ τοῦ ἐξάλματος σχηματογραφίᾳ, τὴν τοῦ κλιμακτῆρος αἰτίαν ἀποτελέσει. Ὑποδείγματος χάριν· Ἥλιος Σκορπίου μοίρᾳ ιεʹ, | |
15 | Ἄρης Λέοντος μοίρᾳ κγʹ, Σελήνη Τοξότου μοίρᾳ ϛʹ, ὁ ὡροσκόπος Σκορπίου μοίρᾳ καʹ. πραγματευσόμεθα πρῶ‐ τον τὸν τοῦ Ἡλίου περίπατον καὶ ἣν ποιεῖται πρὸς Ἄρη καὶ Σελήνην κατὰ συνάντησιν μοιρικὴν κόλλησιν· πρὸς τούτοις δὲ καὶ τὸν τοῦ ὡροσκόπου περίπατον, καὶ ἣν ἐκ | |
20 | συναντήσεως ποιεῖται κόλλησιν ἡ Σελήνη εἴτε πρὸς τὸν Ἥλιον εἴτε πρὸς τὸν τοῦ Ἄρεως. ἀρξόμεθα πρῶτον ἀπὸ | |
τοῦ ἡλιακοῦ περιπάτου, ἐπειδὴ ὁ Ἥλιός ἐστιν Σκορπίου | 91 | |
93 | μοίρᾳ ιεʹ· ἀνατέλλει δὲ κατ’ Αἰγυπτίους ἐν τῷ δι’ Ἀλε‐ ξανδρείας κλίματι δι’ ἐτῶν λε, μερίζω τὰ λε ἔτη εἰς τὰς λ μοίρας τοῦ Σκορπίου καὶ τοῦ ἰσαναφόρου τούτου, λέγω δὴ τοῦ Λέοντος, εὑρίσκω τὴν μοῖραν τοῦ Σκορπίου | |
5 | καὶ τοῦ Λέοντος μηνῶν ιδ. ἔστι δὲ ὁ Ἥλιος μοίρᾳ ιεʹ, ὁ δὲ Ἄρης ἐπὶ τοῦ Λέοντος μοίρᾳ κγʹ. λοιπὸν ἀπὸ τοῦ Ἡλίου ἕως τῆς τοῦ Ἄρεως στάσεως μοῖραι η. ποιῶ ὀκτά‐ κις ιδ, γίνονται μῆνες ριβ, ἐτῶν θ, μηνῶν δ· ὁ Ἥλιος ἐκ περιπάτου κατὰ συνάντησιν ἐν τῷ εὐωνύμῳ τετραγώνῳ | |
10 | τυχών, ὢν κατὰ φωτισμὸν, κόλλησιν πεποίηται πρὸς τὸν τοῦ Ἄρεως ἀστέρα καὶ ἔδειξε θανατηφόρον κλιμακτῆρα. ἐτῶν ιζ καὶ μηνῶν ϛ ἔξαλμα πεποίηται ἀπὸ τοῦ Σκορπίου ἐπὶ τὸν Τοξότην καὶ ἔδειξεν ἕτερον ἐπικίνδυνον κλιμα‐ κτῆρα. πεποίηται δὲ ὁ Ἥλιος τὴν ἐκ τοῦ περιπάτου κόλ‐ | |
15 | λησιν πρὸς τὴν Σελήνην ἐτῶν κγ καὶ μηνῶν ι ἐπὶ τοῦ Τοξότου ὑπάρχουσαν· ἔχει γὰρ ἡ μοῖρα τοῦ Τοξότου μῆ‐ νας ιβ, ἡμέρας κ. τῷ αὐτῷ δὲ τρόπῳ καὶ τὸν τοῦ ὡροσκόπου περίπατον ποιήσεις, ὡς ἔχει τὰ προειρημένα τοῦ ὑποδεί‐ γματος, ἵνα καὶ ἐπὶ πάσης προθέσεως τοῦτο πραγματεύσῃ. | |
20 | Παρέθετο δὲ ὁ Τρισμέγιστος Ἑρμῆς ἐν τῇ περὶ κλιμακτήρων πραγματείᾳ λέγων οὕτως· οὐ πάντοτε οἱ ἐπιφερόμενοι ταῖς ἀνθρωπίναις γενέσεσι κλιμακτῆρες νό‐ σων παραίτιοι γίνονται. ἀλλ’ οἱ μὲν πένθους, οἱ δὲ λῃστρι‐ | |
κῶν ἐφόδων, οἱ δὲ ζημιῶν, οἱ δὲ ναυαγιῶν, οἱ δὲ δικῶν, | 92 | |
94 | ἕτεροι δὲ μακρῶν ἢ χρονίων ἀποδημιῶν δοτῆρες γίνονται. καὶ οἱ μὲν διὰ τῶν παραιρέτων ἀστέρων ἀποτελούμενοι κλιμακτῆρες νόσων καὶ κινδύνων καὶ πένθους παραίτιοι χρηματίζουσιν, οἱ δὲ διὰ τῶν τῆς αἱρέσεως ζημιῶν καὶ | |
5 | τῶν τούτοις παραπλησίων. | |
6t | 〈λεʹ〉 Περὶ τοῦ τῆς Σελήνης συνδέσμου | |
7 | Ὁ τῆς Σελήνης σύνδεσμος καταλαμβάνεται, ὅταν κατὰ δεξιὰν ἢ εὐώνυμον πλευρὰν τῶν ἡλιακῶν ἀκτίνων ἐν οἱῳδήποτε σχήματι τυγχάνουσα εὑρεθῇ. ὑπὸ σύνδεσμον | |
10 | γὰρ ἡ Σελήνη φερομένη εὑρίσκεται, ὅταν ἐντὸς τῆς πεντα‐ μοιρίας τῶν ἡλιακῶν ἀκτίνων πέσῃ ἐπὶ σύνοδον φερο‐ μένη. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πανσεληνιακῶν σχημάτων τὸ τοιοῦτον γίνεται. ὁμοίως δὲ καὶ ἐν τοῖς δυσὶ τετραγώνοις τοῦ Ἡλίου κατὰ τὸν προειρημένον τρόπον εὑρεθεῖσα ὑπὸ | |
15 | σύνδεσμον φέρεται. τῇ δὲ αὐτῇ θεωρίᾳ ὑπ’ ἀμφοτέρων τῶν ἑξαγώνων τοῦ Ἡλίου ἡ Σελήνη παρατυχοῦσα ὑπὸ σύνδεσμον φέρεται. ποιεῖται δὲ τὴν τοῦ συνδέσμου λύσιν, ὅταν ἐκ περιπάτου παρέλθῃ τὴν τοῦ Ἡλίου μοῖραν, καὶ | |
εἰ μὲν κακοποιῷ ἡ τοῦ συνδέσμου λύσις ἀπαντήσει, πολ‐ | 93 | |
95 | λῶν κακῶν παραιτία γίνεται, εἰ δὲ στηρίζοντι ἢ ἀφαι‐ ροῦντι τοῖς ἀριθμοῖς, μανίας καὶ συνοχὰς καὶ φθίσεις καὶ μακρονοσίας παρέχεται, ὁτὲ δὲ καὶ σινῶν δυσθεραπεύτων παραιτία γίνεται, ἔσθ’ ὅτε δὲ καὶ τῆς ζωῆς ἀφαιρεῖται. | |
5 | ἐπὶ πλέον δὲ αἱ τῶν συνδέσμων λύσεις βαρεῖαι χρηματί‐ ζουσι καὶ σφόδρα κακίζονται, ὅταν ἀπὸ συνόδου πρὸς Ἄρην τὴν συνάντησιν ἡ Σελήνη λύσασα ποιήσηται. ἀπὸ δὲ πανσελήνου πρὸς Κρόνον ἐνεργεῖς δὲ γίνονται πρὸς τὸ ὠφελῆσαι ἢ βλάψαι οἱ ἀπὸ πρώτης ἢ δευτέρας διχοτόμου | |
10 | λυόμενοι σύνδεσμοι, ὠφελῆσαι μέν, ὅταν πρὸς ἀγαθο‐ ποιοὺς φέρηται, βλάψαι δέ, ὅταν πρὸς κακοποιούς. μὴ λαθέτω σε δέ, ὅτι διὰ τῶν φώτων γινόμενος περίπατος, ὅτε εἰς τὸ εὐώνυμον τετράγωνον εἴτε Κρόνος εἴτε Ἄρης εἴτε Ἥλιος τὴν κόλλησιν ποιήσηται, τὸν τῆς ἀκτινοβο‐ | |
15 | λίας λόγον ἐπέχων κλιμακτῆρα ἐπικίνδυνον ποιεῖ, ὡς οἱ σοφοὶ τῶν Αἰγυπτίων ἐτεκμήραντο. | |
17t | 〈λϛʹ〉 Περὶ οἰκοδεσποτείας | |
18 | Ὁ τῆς οἰκοδεσποτείας τρόπος καταλαμβάνεται ἔκ τε Ἡλίου καὶ Σελήνης, ἐπάνπερ ἐν τοῖς χρηματίζουσι τό‐ | |
20 | ποις τῆς γενέσεως εὑρεθῶσι. καὶ ἐπὶ μὲν ἡμερινῆς γε‐ νέσεως σκοπεῖν δεήσει τοῦ Ἡλίου τὸν ὁριοκράτορα ἢ | |
ὑψοκράτορα ἢ τριγωνικὸν δεσπότην, ἐπὶ δὲ νυκτερινῆς | 94 | |
96 | γενέσεως τῆς Σελήνης τὸν ὁριοκράτορα καὶ τὸν οἰκοδέκτορα καὶ τὰ λοιπὰ ὡς ἔχει κατὰ τὸν προκείμενον τρόπον. τῶν δὲ προειρημένων τρόπων ἐπὰν εἷς ἀστὴρ παρὰ τοὺς ἄλ‐ λους πλείους ἔχῃ ψήφους καὶ ἐπὶ ἑῴας ἀνατολῆς ἐπί‐ | |
5 | κεντρος καὶ ἰδιοθρονῶν εὑρεθῇ, αὐτὸς τὴν οἰκοδεσποτείαν ἔχει, καὶ μάλιστα, ἐὰν κατοπτεύῃ τὸ τῆς αἱρέσεως φῶς. οἱ δὲ χρηματίζοντες τόποι εἰς τὸν περὶ οἰκοδεσποτείας λόγον εἰσὶν οὗτοι· ὁ ὡροσκόπος καὶ τὸ μεσουράνημα καὶ ὁ Ἀγαθὸς Δαίμων, πρὸς τούτοις καὶ τὸ δῦνον καὶ τὸ ἐπι‐ | |
10 | δυόμενον, ἐπάνπερ ἀρσενικὰ ταῦτα ζῴδια τυγχάνῃ, ἐπὶ δὲ νυκτὸς τὰ δ κέντρα καὶ ἡ Ἀγαθὴ Τύχη καὶ ὁ Ἀγαθὸς Δαίμων καὶ ἡ ἐπαναφορὰ τοῦ ὡροσκόπου καὶ τὸ ἐπιδυό‐ μενον ζῴδιον. ἐπὶ γὰρ τούτων τῶν τόπων ἐὰν τὰ φωσφο‐ ροῦντα σώματα τύχῃ, οἰκοδεσποτείαν ἀποδείκνυσιν. ἐὰν | |
15 | δὲ ἐκπέσωσι τῶν προκειμένων τόπων, τότε τὸν ὁριοκρά‐ τορα ἢ τριγωνικὸν δεσπότην ἢ οἰκοδέκτορα τῆς προγεγε‐ νημένης συνόδου ἢ πανσελήνου σκοπεῖν δεήσει. ἐὰν δὲ ἡ προγεγενημένη σύνοδος ἢ πανσέληνος ἀργήσῃ, τὸν οἰκο‐ δεσπότην τοῦ κλήρου τῆς Τύχης ἢ τοῦ Δαίμονος κατὰ | |
20 | τὴν τριγωνικὴν ἢ ζῳδιακὴν ἢ τὴν τῶν ὁρίων οἰκοδεσπο‐ τείαν, πρὸς τούτοις δὲ καὶ τὸν κύριον τοῦ ὡροσκόπου, καὶ ὃς ἂν τούτων τῶν τόπων κυριεύων εὑρεθῇ ἐν τοῖς | |
προπαραδοθεῖσι τόποις σχηματιζόμενος ἐκείνῳ, ᾧ ὑπο‐ | 95 | |
97 | δέδεικται, τὴν κυρίαν τῆς γενέσεως λήψεται. καὶ ὁ μὲν τοῦ Κρόνου τὴν οἰκοδεσποτείαν λαχών, ἐὰν καλῶς κεί‐ μενος τύχῃ, δίδωσι τὰ τέλεια τῆς ζωῆς ἔτη νζ, ὁ δὲ τοῦ Διὸς οθ, ὁ δὲ τοῦ Ἄρεως ξϛ, ὁ δὲ τῆς Ἀφροδίτης πβ, | |
5 | ὁ δὲ τοῦ Ἑρμοῦ οϛ. ἐὰν δὲ λόγον ἔχῃ ὁ Ἥλιος ἢ ἡ Σελήνη πρὸς τὸν οἰκοδεσποτήσαντα τὴν γένεσιν ἀστέρα, δίδωσιν ὁ Ἥλιος μὲν ρκ, ἡ δὲ Σελήνη η. καὶ ἐπὰν μέν τις τῶν ε πλανήτων τὴν οἰκοδεσποτείαν λάχῃ καὶ ἐπιμαρτυρηθῇ ὑπὸ μὲν τῆς Ἀφροδίτης, προσλαμβάνει τῷ τελείῳ τῆς | |
10 | ζωῆς χρόνῳ τὰ ἐλάχιστα αὐτῆς ἔτη η, ὑπὸ δὲ Ἑρμοῦ κ, ὑπὸ δὲ Κρόνου καλῶς καὶ οἰκείως κειμένου ἔτη λ, ἀνοι‐ κείως δὲ τυχὼν ἀφαιρεῖται τῆς ζωῆς ἔτη λ. Ζεὺς δὲ προσδίδωσιν ἔτη ιβ, Ἄρης δὲ καλῶς καὶ οἰκείως κεί‐ μενος ἔτη ιε, ἀνοικείως δὲ ἀφαιρεῖται ἔτη τοσαῦτα. | |
15 | νοείσθω δὲ τοῦτο, ἐπὰν οἱ προειρημένοι ἀγαθοποιοὶ ἀστέρες ἐν τοῖς ἀποκλίμασιν ἢ ὑπὸ τὰς ἡλιώτιδας αὐγὰς εὑρεθῶσιν ἢ τοῖς ἀριθμοῖς ἀφαιροῦντες καὶ κατοπτεύωσι τὸν τὴν κυρίαν λαχόντα, ἀργοὶ ἐν ταῖς τῶν ἔτων ἀφαι‐ ρέσεσιν ἢ προσδόσεσι γίνονται. ὃν τρόπον καὶ ὁ τῆς | |
20 | γενέσεως οἰκοδεσπότης ἐν τοῖς ἀποκεκλικόσι ζῳδίοις ὑπὸ τὰς ἡλιώτιδας αὐγὰς πεσὼν τῆς ἐλαχίστης ἀποκαταστά‐ σεως δίδωσι τὰ ἔτη. Κρόνος μὲν ἔτη λ, μῆνας λ, ἡμέρας λ, ὥρας λ· Ζεὺς ἔτη ιβ, μῆνας ιβ, ἡμέρας ιβ, ὥρας ιβ· Ἄρης ἔτη ιε, μῆνας ιε, ἡμέρας ιε, ὥρας ιε· Ἀφροδίτης | |
25 | ἔτη η, μῆνας η, ἡμέρας η, ὥρας η· ὁ δὲ τοῦ Ἑρμοῦ | |
ἔτη κ, μῆνας κ, ἡμέρας κ, ὥρας κ· ὁ δὲ Ἥλιος, | 96 | |
98 | ἐπάνπερ ἓν τῶν ἀρσενικῶν ζῳδίων ἐπίσχῃ, δίδωσιν ἔτη ιθ, μῆνας ιθ, ἡμέρας ιθ, ὥρας ιθ. Σελήνη δὲ ἔτη κε, μῆνας κε, ἡμέρας κε, ὥρας κε. | |
4t | 〈λζʹ〉 Κόσμου γένεσις | |
5 | Τὴν δὲ τοῦ θνητοῦ καὶ ἐπιγείου κόσμου γένεσιν, εὐθε‐ τοῦσαν πρὸς τὴν τῆς γενεθλιαλογικῆς μαθήσεως ἐπίσκε‐ ψιν, ἀναγκαῖόν ἐστιν ὑποθέσθαι τῶν περιπολούντων ἀστέ‐ ρων ἀρχὴν ποιησαμένων τῆς ἀποκαταστατικῆς διαλάμ‐ | |
ψεως ἐπὶ τῆς τοῦ θνητοῦ καὶ ἐπιγείου κόσμου κτίσεως, | 97 | |
99 | ᾧ τρόπῳ καὶ ἐμφανεῖς γεγόνασιν ἐπὶ τῆς τῶν ἰδίων ζῳδίων μοιρικῆς θέσεως καθ’ αἵρεσιν οἰκείως τεταγμένοι τὴν τοῦ οὐρανοῦ φυσικὴν μελοθεσίαν· ὁ μὲν οὖν Ἥλιος ἐπὶ τοῦ Κριοῦ μοίρᾳ ιθʹ, ἡ δὲ Σελήνη ἐπὶ τοῦ Καρκίνου | |
5 | μοίρᾳ ιεʹ, ὁ δὲ Κρόνος ἐπὶ τοῦ Αἰγοκέρωτος μοίρᾳ ιεʹ, ὁ δὲ τοῦ Διὸς ἐπὶ τοῦ Τοξότου μοίρᾳ ιεʹ, ὁ δὲ τοῦ Ἄρεως ἐπὶ τοῦ Σκορπίου μοίρᾳ ιεʹ, ὁ δὲ τῆς Ἀφροδίτης ἐπὶ τοῦ Ζυγοῦ μοίρᾳ γʹ, ὁ δὲ τοῦ Ἑρμοῦ ἐπὶ τῆς Παρθένου μοίρᾳ ζʹ, ἀνατελλούσης τῆς ἐν Καρκίνῳ βάσεως κατὰ | |
10 | τὸν ὡροσκόπον μοίρᾳ ιεʹ, ὥρᾳ ιαʹ νυκτερινῇ καταλαμβα‐ νομένῃ. αὕτη ἐστιν ἡ τοῦ θνητοῦ καὶ ἐπιγείου κόσμου | |
γένεσις. ἐν τούτοις τοῖς ζῳδίοις πρῶτον οἱ προκείμενοι | 98 | |
100 | ἀστέρες ἐξεφάνησαν αἰώνιον ἔχοντες πνεῦμα ἐν ἀφθάρτῳ μέρει κείμενοι, ὅθεν καὶ οἰκητήρια αὐτῶν αὐτὰ τὰ ζῴδια | |
κατωνόμασται. | 99 |