TLG 2052 002 :: HORAPOLLO :: Testimonia HORAPOLLO Gramm., Hieroglyphicorum exegeta Testimonia Citation: Volume-Jacoby#-T — fragment — (line) | ||
3c,630,T1 | SUDA s.v. Ὡραπόλλων· Φενεβύθεως, κώμης τοῦ Πανοπολίτου νο‐ μοῦ· γραμματικός, διδάξας ἐν Ἀλεξανδρείαι τῆι ἐν Αἰγύπτωι, εἶτα ἐν Κων‐ σταντινουπόλει ἐπὶ Θεοδοσίου ἔγραψε Τεμενικά· Ὑπόμνημα Σοφοκλέους· Ἀλκαίου· Εἰς Ὅμηρον. λαμπρὸς μὲν ἐπὶ τῆι τέχνηι ἄνθρωπος, | |
5 | καὶ τῶν πάλαι λογιμωτάτων γραμματικῶν οὐδέν τι μεῖον κλέος ἀπενεγκάμενος. —Αἰγύπτιος· ἐπὶ Ζήνωνος βασιλέως. ζητῶν δὲ ὁ Νικομήδης τὸν Ἁρποκρᾶν ἦν καὶ μὴ εὑρίσκων αὐτόν· ὁ δὲ Ἰσίδωρος ὁ φιλόσοφος τοῦτο μαθών, πέμπει διὰ γραμμάτων δηλούντων τοὺς ἐπιόντας· ἑάλω δὲ ὁ γραμματηφόρος, καὶ ὡμολόγει τὸν πέμψαντα· καὶ τὸν Ὡραπόλλωνα καὶ τὸν Ἡραίσκον αἱροῦσι, καὶ νεύροις ἀνακρεμάσαντες ἀπὸ τῆς χειρὸς | |
---|---|---|
10 | ἑκάτερον ἀπήιτουν τὸν Ἁρποκρᾶν καὶ Ἰσίδωρον. ὁ δὲ Ὡραπόλλων οὐκ ἦν τὸ ἦθος φιλό‐ σοφος κτλ. | |
3c,630,T2 | STEPH. BYZ. s.v. Φενέβηθις· πόλις Αἰγύπτου· τὸ ἐθνικὸν τῶι συνήθει [καὶ] χαρα‐ κτῆρι Φενεβηθίτης· οὕτω γὰρ Ὡραπόλλων ὁ φιλόσοφος ἐχρημάτιζεν. | |
3c,630,T3 | PHOT. Bibl. 279 p. 536 a 8: ἐν δὲ τῶι αὐτῶι τεύχει τῶι αὐτῶι περιείχετο μέτρωι (scil. τῶι ἰαμβικῶι) καὶ Ἑρ‐ μείου Ἑρμοπολίτου Πάτριά τε τῆς Ἑρμουπόλεως (638) καὶ ἕτερά τινα .... ἔτι δὲ καὶ Ὡραπόλλωνος γραμματικοῦ Περὶ τῶν πατρίων Ἀλεξαν‐ | |
5 | δρείας· συντίθησι δὲ καὶ αὐτὸς δράματα τῶι ὁμοίωι τύπωι. | 3 |