TLG 2052 001 :: HORAPOLLO :: Hieroglyphica (translatio Philippi)

HORAPOLLO Gramm., Hieroglyphicorum exegeta
(Nilous: A.D. 4/5?)

Hieroglyphica (translatio Philippi)

Source: Sbordone, F. (ed.), Hori Apollinis hieroglyphica. Naples: Loffredo, 1940: 1–216.

Citation: Book — section — (line)

1

t

ΩΡΟΥ ΑΠΟΛΛΩΝΟΣ ΝΕΙΛΩΟΥ ΙΕΡΟΓΛΥΦΙΚΑ ἃ ἐξήνεγκε μὲν αὐτὸς Αἰγυπτίᾳ φωνῇ, μετέφρασε δὲ Φίλιππος εἰς τὴν Ἑλλάδα διάλεκτον.
5〈ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ〉.

1

.

1

(t)

[Πῶς αἰῶνα σημαίνουσιν].
1Αἰῶνα σημαίνοντες, ἥλιον καὶ σελήνην γράφουσι, διὰ τὸ αἰώνια
εἶναι στοιχεῖα. Αἰῶνα δ’ ἑτέρως γράψαι βουλόμενοι, ὄφιν ζωγραφοῦσιν, ἔχοντα τὴν οὐρὰν ὑπὸ τὸ λοιπὸν σῶμα κρυπτομένην, ὃν καλοῦσιν Αἰγύπτιοι οὐραῖον,1
5ὅ ἐστιν ἑλληνιστὶ βασιλίσκον, ὅνπερ χρυσοῦν ποιοῦντες, θεοῖς περιτι‐
θέασιν. αἰῶνα δὲ λέγουσιν Αἰγύπτιοι διὰ τοῦδε τοῦ ζῴου δηλοῦσθαι, ἐπειδὴ τριῶν γενῶν ὄφεων καθεστώτων, τὰ μὲν λοιπὰ θνητὰ ὑπάρχει, τοῦτο δὲ μόνον ἀθάνατον, ὃ καὶ προσφυσῆσαν ἑτέρῳ παντὶ ζῴῳ, δίχα καὶ τοῦ δακεῖν, ἀναιρεῖ· ὅθεν, ἐπειδὴ δοκεῖ ζωῆς καὶ θανάτου κυριεύειν,2
10διὰ τοῦτο αὐτὸν ἐπὶ τῆς κεφαλῆς τῶν θεῶν ἐπιτιθέασι.3

1

.

2

(t)

[Πῶς κόσμον].
1 Κόσμον βουλόμενοι γράψαι, ὄφιν ζωγραφοῦσι τὴν ἑαυτοῦ ἐσθίοντα οὐράν, ἐστιγμένον φολίσι ποικίλαις, διὰ μὲν τῶν φολίδων αἰνιττόμενοι
τοὺς ἐν τῷ κόσμῳ ἀστέρας. βαρύτατον δὲ τὸ ζῷον καθάπερ καὶ ἡ γῆ, λειότατον δὲ ὥσπερ ὕδωρ· καθ’ ἕκαστον δὲ ἐνιαυτὸν τὸ γῆρας ἀφείς,4
5ἀποδύεται, καθ’ ὃ καὶ ὁ ἐν τῷ κόσμῳ ἐνιαύσιος χρόνος, ἐναλλαγὴν
ποιούμενος, νεάζει· τῷ δὲ ὡς τροφῇ χρῆσθαι τῷ ἑαυτοῦ σώματι ση‐ μαίνει τὸ πάντα ὅσα ἐκ τῆς θείας προνοίας ἐν τῷ κόσμῳ γεννᾶται, ταῦτα πάλιν καὶ τὴν μείωσιν εἰς αὑτὰ λαμβάνειν.5

1

.

3

(t)

[Πῶς ἐνιαυτόν].
1 Ἐνιαυτὸν δὲ βουλόμενοι δηλῶσαι, Ἶσιν, τουτέστι γυναῖκα ζωγρα‐ φοῦσι, τῷ δὲ αὐτῷ καὶ τὴν θεὸν σημαίνουσιν. Ἶσις δὲ παρ’ αὐτοῖς ἐστιν
ἀστήρ, αἰγυπτιστὶ καλούμενος Σῶθις, ἑλληνιστὶ δὲ Ἀστροκύων, ὃς καὶ δοκεῖ βασιλεύειν τῶν λοιπῶν ἀστέρων, ὁτὲ μὲν μείζων ὁτὲ δὲ ἥσσων6
5ἀνατέλλων, καὶ ὁτὲ μὲν λαμπρότερος, ἔσθ’ ὅτε δ’ οὐχ οὕτως· ἔτι δὲ καί, διότι κατὰ τὴν τούτου τοῦ ἄστρου ἀνατολὴν σημειούμεθα περὶ
πάντων τῶν ἐν τῷ ἐνιαυτῷ μελλόντων τελεῖσθαι, διόπερ οὐκ ἀλόγως τὸν ἐνιαυτὸν Ἶσιν λέγουσι. καὶ ἑτέρως δὲ ἐνιαυτὸν γράφοντες, φοίνικα7
ζωγραφοῦσι, διὰ τὸ τὸ δένδρον τοῦτο μόνον τῶν ἄλλων κατὰ τὴν ἀνα‐8
10τολὴν τῆς σελήνης μίαν βάϊν γεννᾶν, ὡς ἐν ταῖς δώδεκα βάεσιν ἐνιαυτὸν ἀπαρτίζεσθαι.

1

.

4

(t)

[Πῶς μῆνα].
1 Μῆνα δὲ γράφοντες, βάϊν ζωγραφοῦσιν ἢ σελήνην ἐπεστραμμένην εἰς τὸ κάτω. βάϊν μέν, τῆς προειρημένης ἐπὶ τοῦ φοίνικος αἰτίας χάριν·
σελήνην δὲ ἐπεστραμμένην εἰς τὸ κάτω, ἐπειδή φασιν, ἐν τῇ ἀνατολῇ πεντεκαίδεκα μοιρῶν ὑπάρχουσαν, πρὸς τὸ ἄνω τοῖς κέρασιν ἐσχηματί‐9
5σθαι, ἐν δὲ τῇ ἀποκρούσει, τὸν ἀριθμὸν τῶν τριάκοντα ἡμερῶν πλη‐ ρώσασαν, εἰς τὸ κάτω τοῖς κέρασι νεύειν.

1

.

5

(t)

[Πῶς τὸ ἐνιστάμενον ἔτος].
1Ἔτος τὸ ἐνιστάμενον γράφοντες, τέταρτον ἀρούρας γράφουσιν. ἔστι
δὲ μέτρον γῆς ἡ ἄρουρα πηχῶν ἑκατόν· βουλόμενοί τε ἔτος εἰπεῖν, τέταρτον λέγουσιν, ἐπειδή φασι κατὰ τὴν ἀνατολὴν τοῦ ἄστρου τῆς Σώ‐ θεως, μέχρι τῆς ἄλλης ἀνατολῆς, τέταρτον ἡμέρας προστίθεσθαι, ὡς10
5εἶναι τὸ ἔτος τοῦ θεοῦ τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν 〈καὶ τετάρ‐ του〉, ὅθεν καὶ διὰ τετραετηρίδος περισσὴν ἡμέραν ἀριθμοῦσιν Αἰγύπτιοι·
τὰ γὰρ τέσσαρα τέταρτα ἡμέραν ἀπαρτίζει.11

1

.

6

(t)

[Τί δηλοῦσιν ἱέρακα γράφοντες].
1 Θεὸν βουλόμενοι σημῆναι, ἢ ὕψος, ἢ ταπείνωσιν, ἢ ὑπεροχήν, ἢ αἷμα, ἢ νίκην, [ἢ Ἄρεα, ἢ Ἀφροδίτην], ἱέρακα ζωγραφοῦσι. θεὸν μέν, διὰ τὸ πολύγονον εἶναι τὸ ζῷον καὶ πολυχρόνιον· ἔτι γε μήν, ἐπεὶ καὶ
δοκεῖ εἴδωλον ἡλίου ὑπάρχειν, παρὰ πάντα τὰ πετεινὰ πρὸς τὰς αὐτοῦ12
5ἀκτῖνας ὀξυωποῦν, ἀφ’ οὗ καὶ ἰατροὶ πρὸς ἴασιν ὀφθαλμῶν τῇ ἱερακίᾳ βοτάνῃ χρῶνται, ὅθεν καὶ τὸν ἥλιον, ὡς κύριον ὄντα ὁράσεως, ἔσθ’ ὅτε ἱερακόμορφον ζωγραφοῦσιν· ὕψος δέ, ἐπεὶ τὰ μὲν ἕτερα ζῷα εἰς ὕψος πέτεσθαι προαιρούμενα, πλαγίως περιφέρεται, ἀδυνατοῦντα κατευθὺ χω‐ ρεῖν, μόνος δὲ ἱέραξ εἰς ὕψος κατευθὺ πέτεται· ταπείνωσιν δέ, ἐπεὶ τὰ
10ἕτερα ζῷα οὐ κατὰ κάθετον πρὸς τοῦτο χωρεῖ, πλαγίως δὲ καταφέρεται, ἱέραξ δὲ κατευθὺ ἐπὶ τὸ ταπεινὸν τρέπεται· ὑπεροχὴν δέ, ἐπειδὴ δοκεῖ
πάντων τῶν πετεινῶν διαφέρειν· αἷμα δέ, ἐπειδή φασι τοῦτο τὸ ζῷον ὕδωρ μὴ πίνειν ἀλλ’ αἷμα· νίκην δέ, ἐπειδὴ δοκεῖ τοῦτο τὸ ζῷον πᾶν νικᾶν πετεινόν. ἐπειδὰν γὰρ ὑπὸ ἰσχυροτέρου ζῴου καταδυναστεύηται, τὸ13
15τηνικαῦτα ἑαυτὸν ὑπτιάσας ἐν τῷ ἀέρι, ὡς τοὺς μὲν ὄνυχας αὐτοῦ ἐν τῷ ἄνω ἐσχηματίσθαι, τὰ δὲ πτερὰ καὶ τὰ ὀπίσθια εἰς τὰ κάτω, τὴν μάχην ποιεῖται· οὕτω γὰρ τὸ ἀντιμαχόμενον αὐτῷ ζῷον, τὸ αὐτὸ ποιῆσαι ἀδυνατοῦν, εἰς ἧτταν ἔρχεται.

1

.

7

(t)

[Πῶς δηλοῦσι ψυχήν].
1Ἔτι γε μὴν καὶ ἀντὶ ψυχῆς ὁ ἱέραξ τάσσεται ἐκ τῆς τοῦ ὀνόματος
ἑρμηνείας. καλεῖται γὰρ παρ’ Αἰγυπτίοις ὁ ἱέραξ βαιήθ, τοῦτο δὲ τὸ ὄνομα διαιρεθὲν ψυχὴν σημαίνει καὶ καρδίαν· ἔστι γὰρ τὸ μὲν βαῒ ψυχή, τὸ δὲ ἣθ καρδία, ἡ δὲ καρδία κατ’ Αἰγυπτίους ψυχῆς περίβολος, ὥστε14
5σημαίνειν τὴν σύνθεσιν τοῦ ὀνόματος ψυχὴν ἐγκάρδιον· ἀφ’ οὗ καὶ ὁ ἱέραξ διὰ τὸ πρὸς τὴν ψυχὴν συμπαθεῖν ὕδωρ οὐ πίνει τὸ καθόλου, ἀλλ’ αἷμα, ᾧ καὶ ἡ ψυχὴ τρέφεται.15

1

.

8

(t)

[Πῶς Ἄρεα καὶ Ἀφροδίτην].
1 Ἄρεα δὲ γράφοντες καὶ Ἀφροδίτην, δύο ἱέρακας ζωγραφοῦσιν, ὧν τὸν ἄρσενα εἰκάζουσιν Ἄρει, τὴν δὲ θήλειαν Ἀφροδίτῃ, ἐπειδὴ τὰ μὲν ἄλλα θηλυκὰ ζῷα πρὸς πᾶσαν μῖξιν τῷ ἀνδρὶ οὐχ ὑπακούει, κα‐ θάπερ ἱέραξ· τριακοντάκις γὰρ τῆς ἡμέρας βασανιζομένη, ἐπειδὰν ἀνα‐16
5χωρήσῃ, φωνηθεῖσα ὑπὸ τοῦ ἄρσενος, πάλιν ὑπακούει· διὸ καὶ πᾶσαν θήλειαν τῷ ἀνδρὶ πειθομένην Αἰγύπτιοι Ἀφροδίτην καλοῦσι, τὴν δὲ μὴ πειθομένην οὐχ οὕτω προσαγορεύουσι. διὰ τοῦτο καὶ ἡλίῳ τὸν ἱέρακα ἀνέθεσαν· παραπλησίως γὰρ τῷ ἡλίῳ τὸν τριάκοντα ἀριθμὸν ἐν τῷ πλη‐
σιασμῷ τῆς θηλείας ἀποδίδωσιν.17
10 Ἑτέρως δὲ τὸν Ἄρεα καὶ τὴν Ἀφροδίτην γράφοντες, δύο κορώνας ζωγραφοῦσιν ὡς ἄνδρα καὶ γυναῖκα, ἐπεὶ τοῦτο τὸ ζῷον δύο ὠὰ γεννᾷ, ἀφ’ ὧν ἄρρεν καὶ θῆλυ γεννᾶσθαι δεῖ· ἐπειδὰν δὲ γεννήσῃ, ὅπερ σπα‐ νίως γίνεται, δύο ἀρσενικὰ ἢ δύο θηλυκά, τὰ ἀρσενικά, τὰς θηλείας γαμήσαντα, οὐ μίσγεται ἑτέρᾳ κορώνῃ, οὐδὲ μὴν ἡ θήλεια ἑτέρᾳ κο‐
15ρώνῃ μέχρι θανάτου, ἀλλὰ μόνα τὰ ἀποζυγέντα διατελεῖ· διὸ καὶ μιᾷ
κορώνῃ συναντήσαντες, οἰωνίζονται οἱ ἄνθρωποι ὡς χηρεύοντι συνηντη‐ κότες ζῴῳ, τῆς δὲ τοιαύτης αὐτῶν ὁμονοίας χάριν, μέχρι νῦν οἱ Ἕλ‐ ληνες ἐν τοῖς γάμοις· «ἐκκορὶ κορὶ κορώνη» λέγουσιν ἀγνοοῦντες.18

1

.

9

(t)

[Πῶς γάμον].
1 Γάμον δὲ δηλοῦντες, δύο κορώνας πάλιν ζωγραφοῦσι τοῦ λεχθέν‐ τος χάριν.

1

.

10

(t)

[Πῶς μονογενές].
1 Μονογενὲς δὲ δηλοῦντες, ἢ γένεσιν, ἢ πατέρα, ἢ κόσμον, ἢ ἄνδρα, κάνθαρον ζωγραφοῦσι. μονογενὲς μὲν ὅτι αὐτογενές ἐστι τὸ ζῷον, ὑπὸ
θηλείας μὴ κυοφορούμενον. μόνη γὰρ γένεσις αὐτοῦ τοιαύτη ἐστίν· ἐπειδὰν ὁ ἄρσην βούληται παιδοποιήσασθαι, βοὸς ἀφόδευμα λαβών, πλάσσει σφαι‐19
5ροειδὲς παραπλήσιον τῷ κόσμῳ σχῆμα, ὃ ἐκ τῶν ὀπισθίων μερῶν κυ‐ λίσας ἀπὸ ἀνατολῆς εἰς δύσιν, αὐτὸς πρὸς ἀνατολὴν βλέπει, ἵνα ἀποδῷ τὸ
τοῦ κόσμου σχῆμα· (αὐτὸς γὰρ ἀπὸ τοῦ ἀπηλιώτου εἰς λίβα φέρεται, ὁ δὲ τῶν ἀστέρων δρόμος ἀπὸ λιβὸς εἰς ἀπηλιώτην). ταύτην οὖν τὴν σφαῖραν κατορύξας, εἰς γῆν κατατίθεται ἐπὶ ἡμέρας εἰκοσιοκτώ, ἐν ὅσαις καὶ ἡ20
10σελήνη ἡμέραις τὰ δώδεκα ζῴδια κυκλεύει, ὑφ’ ἣν ἀπομένον, ζῳογο‐
νεῖται τὸ τῶν κανθάρων γένος· τῇ ἐνάτῃ δὲ καὶ εἰκοστῇ ἡμέρᾳ ἀνοί‐ ξας τὴν σφαῖραν, εἰς ὕδωρ βάλλει, (ταύτην γὰρ τὴν ἡμέραν νομίζει σύνοδον εἶναι σελήνης καὶ ἡλίου, ἔτι τε καὶ γένεσιν κόσμου), ἧς ἀνοι‐ γομένης ἐν τῷ ὕδατι, ζῷα ἐξέρχεται, τουτέστιν οἱ κάνθαροι. γένεσιν δὲ21
15διὰ τὴν προειρημένην αἰτίαν· πατέρα δέ, ὅτι ἐκ μόνου πατρὸς τὴν γέ‐ νεσιν ἔχει ὁ κάνθαρος· κόσμον δέ, ἐπειδὴ κοσμοειδῆ τὴν γένεσιν ποιεῖται· ἄνδρα δέ, ἐπειδὴ θηλυκὸν γένος αὐτοῖς οὐ γίνεται. Εἰσὶ δὲ καὶ κανθάρων ἰδέαι τρεῖς. πρώτη μὲν αἰλουρόμορφος καὶ22
ἀκτινωτή, ἥνπερ καὶ ἡλίῳ ἀνέθεσαν διὰ τὸ σύμβολον· φασὶ γὰρ τὸν23
20ἄρρενα αἴλουρον συμμεταβάλλειν τὰς κόρας τοῖς τοῦ ἡλίου δρόμοις· ὑπεκ‐ τείνονται μὲν γὰρ κατὰ πρωῒ πρὸς τὴν τοῦ θεοῦ ἀνατολήν, στρογγυ‐ λοειδεῖς δὲ γίνονται κατὰ τὸ μέσον τῆς ἡμέρας, ἀμαυρότεραι δὲ φαίνονται δύνειν μέλλοντος τοῦ ἡλίου, ὅθεν καὶ τὸ ἐν Ἡλιουπόλει ξόανον τοῦ
θεοῦ αἰλουρόμορφον ὑπάρχει. ἔχει δὲ πᾶς κάνθαρος καὶ δακτύλους τριά‐24
25κοντα διὰ τὴν τριακονταήμερον τοῦ μηνός, ἐν αἷς ὁ ἥλιος ἀνατέλλων, τὸν ἑαυτοῦ ποιεῖται δρόμον. δευτέρα δὲ γενεά, ἡ δίκερως καὶ ταυροειδής, ἥτις καὶ τῇ σελήνῃ καθιερώθη, ἀφ’ οὗ καὶ τὸν οὐράνιον ταῦρον ὕψωμα τῆς θεοῦ ταύτης λέγουσιν εἶναι παῖδες Αἰγυπτίων. τρίτη δὲ ἡ μονόκερως
καὶ ἰβιόμορφος, ἣν Ἑρμῇ διαφέρειν ἐνόμισαν, καθὰ καὶ ἶβις τὸ ὄρνεον.25

1

.

11

(t)

[Τί γῦπα γράφοντες δηλοῦσι].
1 Μητέρα δὲ γράφοντες, ἢ βλέψιν, ἢ ὅριον, ἢ πρόγνωσιν, ἢ ἐνιαυτόν, ἢ οὐρανίαν, ἢ ἐλεήμονα, ἢ Ἀθηνᾶν, ἢ Ἥραν, ἢ δραχμὰς δύο, γῦπα ζωγραφοῦσι. μητέρα μέν, ἐπειδὴ ἄρρεν ἐν τούτῳ τῷ γένει τῶν ζῴων οὐχ ὑπάρχει, ἡ δὲ γένεσις αὐτῶν γίνεται τρόπῳ τοιῷδε· ὅταν ὀργάσῃ πρὸς
5σύλληψιν ἡ γύψ, τὴν φύσιν ἑαυτῆς ἀνοίξασα πρὸς βορέαν ἄνεμον, ὑπὸ
τούτου ὀχεύεται ἐπὶ ἡμέρας πέντε, ἐν αἷς οὔτε βρωτοῦ οὔτε ποτοῦ με‐ ταλαμβάνει, ποθοῦσα παιδοποιΐαν. ἔστι δὲ καὶ ἄλλα γένη ὀρνέων, ἃ ὑπὸ ἀνέμου συλλαμβάνει, ὧν τὰ ὠὰ πρὸς βρῶσιν αὐτὸ μόνον, οὐκέτι δὲ πρὸς ζῳογονίαν ἐστὶ χρήσιμα, γυπῶν δὲ ὑπηνέμιον ποιουμένων τὴν ὀχείαν, ἡ26
10τῶν ὠῶν γένεσις ζῳογονεῖται. βλέψιν δέ, ἐπειδὴ τῶν ἄλλων ζῴων ἁπάν‐ των ὀξυωπέστερον ὁρᾷ ἡ γύψ, ἐν μὲν ἀνατολῇ τοῦ ἡλίου ὄντος, πρὸς δύσιν βλέπουσα, ἐν δύσει δὲ τοῦ θεοῦ ὑπάρχοντος, πρὸς ἀνατολήν, ἐξ ἱκανοῦ διαστήματος ποριζομένη τὰ πρὸς χρῆσιν αὐτῇ βρώσιμα· ὅριον
δέ, διότι, πολέμου μέλλοντος τελειοῦσθαι, τὸν τόπον ὁρίζει, ἐν ᾧ μέλλει27
15ὁ πόλεμος γίνεσθαι, πρὸ ἡμερῶν ἑπτὰ ἐπ’ αὐτὸν παραγινομένη· πρό‐ γνωσιν δὲ ἢ τῆς προειρημένης αἰτίας χάριν, ἢ ὅτι ἐπὶ πυκτίδα γινο‐ μένη ἢ ἐν ἄγρᾳ, πρὸς τοὺς πλείονας σφαζομένους καὶ ἡττωμένους βλέ‐ πει, ταμιευομένη τὴν ἑαυτῆς ἐκ τῶν πτωμάτων τροφήν, παρ’ ὃ καὶ οἱ ἀρχαῖοι βασιλεῖς κατασκόπους ἔπεμπον σκεπτόμενοι κατὰ ποῖον τοῦ πο‐
20λέμου αἱ γῦπες βλέπουσι μέρος, ἐντεῦθεν σημειούμενοι τοὺς ἡττωμένους· ἐνιαυτὸν δέ, διὰ τὸ ἐν τούτῳ τῷ ζῴῳ τριακοσίας ἑξήκοντα πέντε ἡμέ‐
ρας τοῦ ἔτους διαιρεῖσθαι, ἐν αἷς ὁ ἐνιαύσιος ἐκτελεῖται χρόνος. ἑκατὸν γὰρ εἴκοσιν ἡμέρας ἔγκυος μένει καὶ τὰς ἴσας τοὺς νεοσσοὺς ἐκτρέφει, ταῖς δὲ λειπούσαις ἑκατὸν εἴκοσι τὴν ἑαυτῆς ἐπιμέλειαν ποιεῖται, μήτε28
25κυοφοροῦσα, μήτε τρέφουσα, παρασκευάζουσα δὲ ἑαυτὴν εἰς ἑτέραν σύλ‐ ληψιν, τὰς δὲ λοιπὰς πέντε τοῦ ἔτους ἡμέρας, ὡς ἤδη προεῖπον, εἰς τὴν
τοῦ ἀνέμου ὀχείαν καταναλίσκει. ἐλεήμονα δέ, ὅπερ δοκεῖ παρά τισιν ἐναντιώτατον ὑπάρχειν, ἐπεὶ τοῦτο τὸ ζῷον πάντα ἀναιρεῖ· ἠναγκάσθη‐ σαν δὲ τοῦτο γράψαι, ἐπειδὴ ἐν ταῖς ἑκατὸν εἴκοσιν ἡμέραις, ἐν αἷς τὰ29
30ἑαυτῆς ἐκτρέφει τέκνα, ἐπὶ πλεῖον οὐ πέτεται, περὶ δὲ τοὺς νεοσσοὺς καὶ τὴν τούτων ἐκτροφὴν ἀσχολεῖται, ἐν αἷς ἀπορήσασα τροφῆς, ἣν παράσχηται τοῖς νηπίοις, τὸν ἑαυτῆς μηρὸν ἀνατεμοῦσα, παρέχει τοῖς τέκνοις τοῦ αἵματος μεταλαμβάνειν, ὡς μὴ ἀπορήσαντα τροφῆς ἀναιρε‐
θῆναι. Ἀθηνᾶν δὲ καὶ Ἥραν, ἐπειδὴ δοκεῖ παρ’ Αἰγυπτίοις Ἀθηνᾶ30
35μὲν τὸ ἄνω τοῦ οὐρανοῦ ἡμισφαίριον ἀπειληφέναι, τὸ δὲ κάτω Ἥρα, ὅθεν καὶ ἄτοπον ἡγοῦνται ἀρσενικῶς δηλοῦν τὸν οὐρανόν. θηλυκῶς μέντοι τὴν οὐρανόν, διότι καὶ ἡ γένεσις ἡλίου καὶ σελήνης καὶ τῶν λοιπῶν ἀστέρων ἐν αὐτῷ ἀποτελεῖται, ὅπερ ἐστὶ θηλείας ἔργον. καὶ τὸ τῶν γυπῶν δέ, ὡς προεῖπον, γένος θηλειῶν ἐστι γένος μόνων, δι’ ἣν αἰτίαν καὶ
40παντὶ θηλυκῷ ζῳδίῳ οἱ Αἰγύπτιοι γῦπα ὡς βασίλειον ἐπιτιθέασιν, ἀφ’ οὗ καὶ πᾶσαν θεάν, ἵνα μὴ περὶ ἑκάστης γράφων μηκύνω τὸν λόγον, [Αἰγύπτιοι] 〈δι’ αὐτῆς σημαίνουσι〉. [μητέρα οὖν θέλοντες σημῆναι, γῦπα ζωγραφοῦσι· μήτηρ γάρ ἐστι θηλυκοῦ ζῴου]· οὐρανίαν δέ, οὐ γὰρ ἀρέ‐31
σκει αὐτοῖς τὸν οὐρανὸν λέγειν, καθὼς προεῖπον, ἐπεὶ τούτων ἡ γένεσις32
45ἐκεῖθέν ἐστι· δραχμὰς δὲ δύο, διότι παρ’ Αἰγυπτίοις μονάς ἐστιν αἱ δύο γραμμαί, μονὰς δὲ παντὸς ἀριθμοῦ γένεσις. εὐλόγως οὖν δύο δραχμὰς βουλόμενοι δηλῶσαι, γῦπα γράφουσιν, ἐπεὶ μήτηρ δοκεῖ καὶ γένεσις εἶναι,
καθάπερ καὶ ἡ μονάς.33

1

.

12

(t)

[Πῶς Ἥφαιστον 〈καὶ Ἀθηνᾶν〉 γράφουσιν].
1 Ἥφαιστον δὲ γράφοντες, κάνθαρον καὶ γῦπα ζωγραφοῦσιν, Ἀθηνᾶν δὲ γῦπα καὶ κάνθαρον· [δοκεῖ γὰρ αὐτοῖς ὁ κόσμος συνεστάναι ἔκ τε
ἀρσενικοῦ καὶ θηλυκοῦ· 〈ἐπὶ μὲν τοῦ Ἡφαίστου ἄρσενοσ〉 ὑπάρχοντος κάνθαρον γράφουσιν, ἐπὶ δὲ τῆς Ἀθηνᾶς τὴν γῦπα γράφουσιν]. οὗτοι34
5γὰρ μόνοι θεῶν παρ’ αὐτοῖς ἀρσενοθήλεις ὑπάρχουσι.

1

.

13

(t)

[Τί ἀστέρα γράφοντες δηλοῦσι].
1Θεὸν δὲ ἐγκόσμιον σημαίνοντες, ἢ εἱμαρμένην, ἢ τὸν πέντε ἀρι‐
θμόν, ἀστέρα ζωγραφοῦσι. θεὸν μέν, ἐπειδὴ πρόνοια θεοῦ τὴν νίκην προστάσσει, ᾗ τῶν ἀστέρων καὶ τοῦ παντὸς κόσμου κίνησις ἐκτελεῖται· δοκεῖ γὰρ αὐτοῖς δίχα θεοῦ μηδὲν ὅλως συνεστάναι· εἱμαρμένην δέ, ἐπεὶ35
5καὶ αὕτη ἐξ ἀστρικῆς οἰκονομίας συνίσταται· τὸν δὲ πέντε ἀριθμόν, ἐπειδὴ πλήθους ὄντος ἐν οὐρανῷ, πέντε μόνοι ἐξ αὐτῶν κινούμενοι τὴν
τοῦ κόσμου οἰκονομίαν ἐκτελοῦσι.36

1

.

14

(t)

[Τί κυνοκέφαλον γράφοντες δηλοῦσι].
1 Σελήνην δὲ γράφοντες, ἢ οἰκουμένην, ἢ γράμματα, ἢ ἱερέα, ἢ ὀργήν, ἢ κόλυμβον, κυνοκέφαλον ζωγραφοῦσι. σελήνην μέν, ἐπειδὴ τὸ
ζῷον τοῦτο συμπάθειάν τινα πρὸς τὴν τοῦ θεοῦ σύνοδον ἐκτήσατο. ὅταν γὰρ ἐν τῷ μέρει τῆς ὥρας ἡ σελήνη συνοδεύουσα ἡλίῳ ἀφώτιστος γέ‐37
5νηται, τότε ὁ μὲν ἄρσην κυνοκέφαλος οὐ βλέπει οὐδὲ ἐσθίει, ἄχθεται δὲ εἰς τὴν γῆν νενευκώς, καθάπερ πενθῶν τὴν τῆς σελήνης ἁρπαγήν,
ἡ δὲ θήλεια μετὰ τοῦ μὴ ὁρᾶν καὶ ταὐτὰ τῷ ἄρσενι πάσχειν, ἔτι δὲ καὶ ἐκ τῆς ἰδίας φύσεως αἱμάσσεται· διὸ καὶ μέχρι νῦν ἐν τοῖς ἱεροῖς τρέφονται κυνοκέφαλοι, ὅπως ἐξ αὐτῶν γινώσκηται τὸ ἡλίου καὶ σελή‐38
10νης μέρος τῆς συνόδου. οἰκουμένην δέ, ἐπειδὴ ἑβδομήκοντα δύο χώρας
τὰς ἀρχαίας φασὶ τῆς οἰκουμένης εἶναι· τούτους δὲ τρεφομένους ἐν τοῖς ἱεροῖς καὶ ἐπιμελείας τυγχάνοντας, οὐ καθάπερ τὰ λοιπὰ ζῷα ἐν ἡμέρᾳ μιᾷ τελευτᾷ, οὕτω καὶ τούτους, ἀλλὰ μέρος αὐτῶν καθ’ ἑκάστην ἡμέραν νεκρούμενον ὑπὸ τῶν ἱερέων θάπτεσθαι, τοῦ λοιποῦ σώματος ἐν τῷ κατὰ39
15φύσιν ὄντος· ἕως δ’ ἂν αἱ ἑβδομήκοντα καὶ δύο πληρωθῶσιν ἡμέραι,
τότε ὅλος ἀποθνήσκει. γράμματα δέ, ἐπειδή ἐστι συγγένεια κυνοκεφάλων αἰγύπτια ἐπισταμένων γράμματα, παρ’ ὃ εἰς ἱερὸν ἐπειδὰν πρῶτα κομισθῇ κυνοκέφαλος, δέλτον αὐτῷ παρατίθησιν ὁ ἱερεὺς καὶ σχοινίον καὶ μέλαν, πειράζων εἰ ἐκ τῆς ἐπισταμένης ἐστὶ συγγενείας γράμματα, καὶ εἰ γράφει.40
20ἔτι τε καὶ τὸ ζῷον ἐπὶ Ἑρμῇ ἐνεμήθη τῷ πάντων μετέχοντι γραμμά‐ των. ἱερέα δέ, ὅτι φύσει ὁ κυνοκέφαλος ἰχθὺν οὐκ ἐσθίει, ἀλλ’ οὐδὲ ἰχθυώμενον ἄρτον, καθάπερ καὶ οἱ ἱερεῖς [ἐκτός]· γεννᾶταί τε περιτε‐41
τμημένος, ἣν καὶ οἱ ἱερεῖς ἐπιτηδεύουσι περιτομήν· ὀργὴν δέ, ἐπείπερ τὸ ζῷον τοῦτο παρὰ τὰ ἄλλα θυμικώτατόν τε καὶ ὀργίλον ὑπάρχει·42
25κόλυμβον δέ, διότι τὰ μὲν ἄλλα ζῷα κολύμβῳ χρώμενα ῥυπαρὰ φαίνε‐ ται, μόνον δὲ τοῦτο, εἰς ὃν τόπον προῄρηται πορευθῆναι, κολυμβᾷ, κατὰ
μηδὲν τῷ ῥύπῳ παραφερόμενον.43

1

.

15

(t)

[Πῶς γράφουσι σελήνης ἀνατολήν].
1 Σελήνης δὲ ἀνατολὴν γράφειν βουλόμενοι, πάλιν κυνοκέφαλον ζω‐ γραφοῦσι σχήματι τοιῷδε· ἑστῶτα καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἐπαίροντα,
βασίλειόν τε ἐπὶ τῆς κεφαλῆς ἔχοντα. τοῦτο γράφουσι τὸ σχῆμα ἐπὶ τῆς ἀνατολῆς ὃ κυνοκέφαλος ποιεῖται, ὡς εἰπεῖν, προσευχόμενος τῇ θεῷ,44
5ἐπειδὴ ἀμφότεροι φωτὸς μετειλήφασι.

1

.

16

(t)

[Πῶς ἰσημερίας δύο].
1Ἰσημερίας δύο πάλιν σημαίνοντες, κυνοκέφαλον καθήμενον ζωγρα‐
φοῦσι ζῷον. ἐν ταῖς δυσὶ γὰρ ἰσημερίαις τοῦ ἐνιαυτοῦ δωδεκάκις τῆς ἡμέρας καθ’ ἑκάστην ὥραν οὐρεῖ, τὸ δὲ αὐτὸ καὶ ταῖς δυσὶ νυξὶ ποιεῖ· διόπερ οὐκ ἀλόγως ἐν τοῖς ὑδρολογίοις αὑτῶν Αἰγύπτιοι κυνοκέφαλον45
5καθήμενον γλύφουσιν, ἐκ δὲ τοῦ μορίου αὐτῷ ὕδωρ ἐπιρρέον ποιοῦσιν, ἐπεί, ὥσπερ προεῖπον, τὰς τῆς ἰσημερίας δώδεκα σημαίνει ὥρας· ἵνα δὲ
μὴ εὐρύτερον τὸ ὕδωρ 〈ἐξ αὐτομάτου〉 κατασκευάσματος ὑπάρχῃ, δι’ οὗ [τὸ ὕδωρ] εἰς τὸ ὡρολόγιον ἀποκρίνεται, μηδὲ πάλιν στενώτερον, (ἀμ‐ φοτέρων γὰρ χρεία, τὸ μὲν γὰρ εὐρύτερον, ταχέως ἐκφέρον τὸ ὕδωρ,46
10οὐχ ὑγιῶς τὴν ἀναμέτρησιν τῆς ὥρας ἀποτελεῖ, τὸ δὲ στενώτερον, κατ’ ὀλίγον καὶ βραδέως ἀπολῦον τὸν κρουνόν), ἕως τῆς οὐρᾶς τρῦμα διεί‐ ραντες, πρὸς τὸ ταύτης πάχος σίδηρον κατασκευάζουσι πρὸς τὴν προ‐47
κειμένην χρείαν· τοῦτο δὲ αὐτοῖς ἀρέσκει ποιεῖν οὐκ ἄνευ λόγου τινός, ὡς οὐδὲ ἐπὶ τῶν ἄλλων. καὶ ὅτι ἐν ταῖς ἰσημερίαις μόνος τῶν ἄλλων48
15ζῴων δωδεκάκις τῆς ἡμέρας κράζει καθ’ ἑκάστην ὥραν.

1

.

17

(t)

[Πῶς θυμὸν δηλοῦσι].
1 Θυμὸν δὲ βουλόμενοι δηλῶσαι, λέοντα ζωγραφοῦσι· κεφαλὴν γὰρ ἔχει μεγάλην τὸ ζῷον, καὶ τὰς μὲν κόρας πυρώδεις, τὸ δὲ πρόσωπον στρογγύλον, καὶ περὶ αὐτὸ ἀκτινοειδεῖς τρίχας κατὰ μίμησιν ἡλίου, ὅθεν καὶ ὑπὸ τὸν θρόνον τοῦ Ὥρου λέοντας ὑποτιθέασι, δεικνύντες τὸ πρὸς49
5τὸν θεὸν τοῦ ζῴου σύμβολον. ἥλιος δὲ ὁ Ὧρος ἀπὸ τοῦ τῶν ὡρῶν κρατεῖν.50

1

.

18

(t)

[Πῶς ἀλκὴν γράφουσιν].
1Ἀλκὴν δὲ γράφοντες, λέοντος τὰ ἔμπροσθεν ζωγραφοῦσι, διὰ τὸ
εὐσθενέστερα αὐτῷ ὑπάρχειν ταῦτα τὰ μέλη τοῦ σώματος.51

1

.

19

(t)

[Πῶς ἐγρηγορότα γράφουσιν].
1Ἐγρηγορότα δὲ γράφοντες ἢ καὶ φύλακα, λέοντος γράφουσι κε‐
φαλήν, ἐπειδὴ ὁ λέων ἐν τῷ ἐγρηγορέναι μέμυκε τοὺς ὀφθαλμούς, κοι‐ μώμενος δὲ ἀνεῳγότας τούτους ἔχει, ὅπερ ἐστὶ τοῦ φυλάσσειν σημεῖον. διόπερ καὶ συμβολικῶς τοῖς κλείθροις τῶν ἱερῶν λέοντας ὡς φύλακας52
5παρειλήφασι.53

1

.

20

(t)

[Πῶς φοβερόν].
1 Φοβερὸν δὲ σημαίνοντες, τῷ αὐτῷ χρῶνται σημείῳ, ἐπειδὴ ἀλκι‐ μώτατον ὑπάρχον τοῦτο τὸ ζῷον, πάντας εἰς φόβον τοὺς ὁρῶντας φέρει.

1

.

21

(t)

[Πῶς Νείλου ἀνάβασιν].
1 Νείλου δὲ ἀνάβασιν σημαίνοντες, ὃν καλοῦσιν αἰγυπτιστὶ Νοῦν, ἑρ‐ μηνευθὲν δὲ σημαίνει νέον, ποτὲ μὲν λέοντα γράφουσι, ποτὲ δὲ τρεῖς
ὑδρίας μεγάλας, ποτὲ δὲ οὐρανὸν καὶ γῆν ὕδωρ ἀναβλύζουσαν. Λέοντα μέν, ἐπειδὴ ὁ ἥλιος, λέοντι 〈συγ〉γενόμενος, πλείονα τὴν54
5ἀνάβασιν τοῦ Νείλου ποιεῖται, ὥστε ἐμμένων τῷ ζῳδίῳ τούτῳ, τὸ δί‐ μοιρον τοῦ νέου ὕδατος πλημμυρεῖ πολλάκις, ὅθεν καὶ τὰς χολέδρας καὶ
τοὺς εἰσαγωγεῖς τῶν ἱερῶν κρηνῶν λεοντομόρφους κατεσκεύασαν οἱ ἀρ‐ χαῖοι τῶν ἱερατικῶν ἔργων προστάται, ἀφ’ οὗ καὶ μέχρι νῦν, κατ’ εὐχὴν πλεονασμοῦ ὑγρότητος, καὶ ἐν 〈τοῖς ὑδραγωγίοισ〉 τῶν χωρίων γέμοντες55
10τὸν οἶνον, διὰ τῶν λεόντων 〈ἐκπέμπουσι〉. Τρία δὲ ὑδρεῖα [ἢ οὐρανὸν καὶ γῆν ὕδωρ βλύζουσαν]—τὸ μὲν ὑδρεῖον ὁμοιοῦντες καρδίᾳ γλῶσσαν ἐχούσῃ· καρδίᾳ μέν, ἐπειδὴ παρ’ αὐ‐56
τοῖς τὸ ἡγεμονικόν ἐστι τοῦ σώματος αὕτη, καθάπερ ὁ Νεῖλος τῆς Αἰ‐57
γύπτου ἡγεμὼν καθέστηκε, γλώσσῃ δέ, ὅτι διὰ παντὸς ἐν ὑγρῷ ὑπάρ‐58
15χουσαν ταύτην καὶ γενέτειραν τοῦ εἶναι καλοῦσι—τρία δὲ ὑδρεῖα, καὶ οὔτε πλείονα, οὔτε ἥττονα, ἐπειδὴ ἡ τῆς ἀναβάσεως ἐργασία κατ’ αὐ‐
τοὺς τριμερὴς ὑπάρχει, ἓν μὲν ὑπὲρ τῆς αἰγυπτίας γῆς τάξαντας, ἐπειδή ἐστι καθ’ αὑτὴν ὕδατος γεννητική, ἕτερον δὲ ὑπὲρ τοῦ ὠκεανοῦ, καὶ59
γὰρ ἀπὸ τούτου ὕδωρ παραγίνεται εἰς Αἴγυπτον ἐν τῷ τῆς ἀναβάσεως60
20καιρῷ, τρίτον δὲ ὑπὲρ τῶν ὄμβρων, οἳ γίνονται κατὰ τὰ νότια τῆς Αἰ‐
θιοπίας μέρη, κατὰ τὸν τῆς ἀναβάσεως τοῦ Νείλου καιρόν. Ὅτι δὲ γεννᾷ ἡ Αἴγυπτος τὸ ὕδωρ, δυνατόν ἐστιν ἐντεῦθεν μα‐61
θεῖν· ἐν γὰρ τῷ λοιπῷ κλίματι τοῦ κόσμου αἱ τῶν ποταμῶν πλήμ‐ μυραι ἐν τῷ χειμῶνι ἀποτελοῦνται, ὑπὸ τῶν συνεχῶν ὄμβρων τοῦ τοιούτου62
25συμβαίνοντος, μόνη δὲ ἡ Αἰγυπτίων γῆ, ἐπεὶ μέση τῆς οἰκουμένης ὑπάρχει, καθάπερ ἐν τῷ ὀφθαλμῷ ἡ λεγομένη κόρη, θέρους ἄγει τὴν63
τοῦ Νείλου ἑαυτῇ ἀνάβασιν.64

1

.

22

(t)

[Πῶς Αἴγυπτον γράφουσιν].
1 Αἴγυπτον δὲ γράφοντες, θυμιατήριον καιόμενον ζωγραφοῦσι, καὶ ἐπάνω καρδίαν, δηλοῦντες ὅτι, ὡς ἡ τοῦ ζηλοτύπου καρδία διὰ παντὸς πυροῦται, οὕτως ἡ Αἴγυπτος ἐκ τῆς θερμότητος διὰ παντὸς ζῳογονεῖ
τὰ ἐν αὐτῇ ἢ παρ’ αὐτῇ ὑπάρχοντα.65

1

.

23

(t)

[Πῶς ἄνθρωπον μὴ ἀποδημήσαντα τῆς πατρίδος].
1 Ἄνθρωπον τῆς πατρίδος μὴ ἀποδημήσαντα σημαίνοντες, ὀνοκέ‐ φαλον ζωγραφοῦσιν, ἐπειδὴ οὔτε ἀκούει τινὸς ἱστορίας, οὔτε τῶν ἐπὶ
ξένης γινομένων αἰσθάνεται.66

1

.

24

(t)

[Πῶς φυλακτήριον].
1Φυλακτήριον δὲ γράφειν βουλόμενοι, δύο κεφαλὰς ἀνθρώπων ζω‐
γραφοῦσι, τὴν μὲν τοῦ ἄρσενος ἔσω βλέπουσαν, τὴν δὲ θηλυκὴν ἔξω· οὕτω γάρ, φασίν, οὐδὲν τῶν δαιμονίων ἐφάψεται, ἐπειδὴ καὶ χωρὶς γραμ‐ μάτων ταῖς δυσὶ κεφαλαῖς ἑαυτοὺς φυλακτηριάζουσι.67

1

.

25

(t)

[Πῶς ἄνθρωπον ἄπλαστον γράφουσιν].
1Ἄπλαστον δὲ ἄνθρωπον γράφοντες, βάτραχον ζωγραφοῦσιν, ἐπειδὴ
ἡ τούτου γένεσις ἐκ τῆς τοῦ ποταμοῦ ἰλύος ἀποτελεῖται· ὅθεν καὶ ἔσθ’ ὅτε ὁρᾶται τῷ μὲν ἑτέρῳ μέρει αὑτοῦ βατράχῳ, τῷ δὲ λοιπῷ γεώδει68
τινὶ ἐμφερής, ὡς καὶ ἐκλιπόντι τῷ ποταμῷ συνεκλείπειν.69

1

.

26

(t)

[Πῶς ἄνοιξιν].
1Ἄνοιξιν δὲ θέλοντες δηλῶσαι, λαγωὸν ζωγραφοῦσι διὰ τὸ πάντοτε
τοὺς ὀφθαλμοὺς ἀνεῳγότας ἔχειν τοῦτο τὸ ζῷον.70

1

.

27

(t)

[Πῶς τὸ λέγειν].
1 Τὸ λέγειν δὲ γράφοντες, γλῶσσαν ζωγραφοῦσι καὶ ὕφαιμον ὀφθαλ‐ μόν, τὰ μὲν πρωτεῖα τῆς λαλιᾶς τῇ γλώσσῃ μερίζοντες, τὰ δευτερεῖα δὲ ταύτης τοῖς ὀφθαλμοῖς· οὕτω γὰρ οἵ γε λόγοι τελείως τῆς ψυχῆς
καθεστήκασι, πρὸς τὰ κινήματα αὐτῆς συμμεταβάλλοντες.71
5 [Ἧιπερ καὶ ἑτέρᾳ λαλιὰ παρ’ Αἰγυπτίοις ὀνομάζεται]. ἑτέρως δὲ τὸ λέγειν σημαίνοντες, γλῶσσαν καὶ χεῖρα ὑποκάτω γράφουσι, τῇ μὲν γλώσσῃ τὰ πρωτεῖα τοῦ λόγου φέρειν δεδωκότες, τῇ δὲ χειρί, ὡς τὰ τῆς γλώσσης βουλήματα ἀνυούσῃ, τὰ δεύτερα.

1

.

28

(t)

[Πῶς ἀφωνίαν].
1Ἀφωνίαν δὲ γράφοντες, ἀριθμὸν ͵αϞεʹ γράφουσιν, ὃς τριετοῦς ἐστι
χρόνου ἀριθμός, ἐκ τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν τοῦ ἔτους ὑπάρ‐ χοντος, ἐφ’ ὃν χρόνον μὴ λαλῆσαν τὸ παιδίον σημειοῦται ὡς παραπε‐ ποδισμένον τῇ γλώσσῃ.72

1

.

29

(t)

[Πῶς φωνὴν μακρόθεν].
1 Φωνὴν δὲ μακρόθεν βουλόμενοι δηλῶσαι, ὃ καλεῖται παρ’ Αἰγυ‐ πτίοις οὐαιέ, ἀέρος φωνὴν γράφουσι, τουτέστι βροντήν, ἧς οὐδὲν κατα‐
φθέγγει μεῖζον ἢ δυναμικώτερον.73

1

.

30

(t)

[Πῶς ἀρχαιογονίαν].
1 Ἀρχαιογονίαν δὲ γράφοντες, παπύρου ζωγραφοῦσι δέσμην, διὰ τούτου δηλοῦντες τὰς πρώτας τροφάς· τροφῶν γὰρ οὐκ ἄν τις εὕροι ἢ
γονῆς ἀρχήν.74

1

.

31

(t)

[Πῶς γεῦσιν].
1 Γεῦσιν δὲ δηλοῦντες, ἀρχὴν στόματος ζωγραφοῦσιν, ἐπειδὴ πᾶσα γεῦσις μέχρι ταύτης σῴζεται, γεῦσιν δὲ λέγω τελείαν. γεῦσιν δὲ μὴ τελείαν δηλοῦντες, γλῶσσαν ἐπὶ ὀδόντων ζωγραφοῦσιν, ἐπειδὴ πᾶσα γεῦσις τούτοις τελεῖται.

1

.

32

(t)

[Πῶς ἡδονήν].
1 Ἡδονὴν δὲ βουλόμενοι δηλῶσαι, δεκαὲξ ἀριθμὸν γράφουσιν· ἀπὸ γὰρ τούτων τῶν ἐτῶν ἀρχὴν τῆς πρὸς γυναῖκας συνουσίας καὶ πρὸς τέκνα γενέσεως οἱ ἄνδρες ἔχουσι.75

1

.

33

(t)

[Πῶς συνουσίαν].
1 Συνουσίαν δὲ δηλοῦντες, δύο δεκαὲξ ἀριθμοὺς γράφουσιν· ἐπειδὴ γὰρ τὰ δεκαὲξ ἡδονὴν εἴπομεν εἶναι, ἡ δὲ συνουσία ἐκ δύο ἡδονῶν συν‐ έστηκεν, ἔκ τε τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, διὰ τοῦτο τὰ ἄλλα δεκαὲξ προσγράφουσι.76

1

.

34

(t)

[Πῶς ψυχὴν ἐνταῦθα πολὺν χρόνον διατρίβουσαν].
1 Ψυχὴν δὲ ἐνταῦθα πολὺν χρόνον διατρίβουσαν βουλόμενοι γράψαι ἢ πλήμμυραν, φοίνικα τὸ ὄρνεον ζωγραφοῦσι. ψυχὴν μέν, ἐπειδὴ πάντων τῶν ἐν τῷ κόσμῳ πολυχρονιώτατον ὑπάρχει τοῦτο τὸ ζῷον· πλήμμυραν77
δέ, ἐπειδὴ ἡλίου ἐστὶν ὁ φοῖνιξ σύμβολον, οὗ μηδέν ἐστι πλεῖον κατὰ78
5τὸν κόσμον. πάντων γὰρ ἐπιβαίνει καὶ πάντας ἐξερευνᾷ ὁ ἥλιος, εἶθ’ οὕτω πολυ〈όφθαλμο〉ς ὀνομασθήσεται.

1

.

35

(t)

[Πῶς τὸν χρονίως ἀπὸ ξένης ἐπιδημοῦντα].
1 Καὶ τὸν χρονίως δὲ ἀπὸ ξένης ἐπιδημοῦντα δηλοῦντες, πάλιν φοί‐ νικα τὸ ὄρνεον ζωγραφοῦσιν. οὗτος γὰρ εἰς Αἴγυπτον, ἐπὰν ὁ χρόνος τοῦ μοιριδίου αὐτὸν καταλαμβάνειν μέλλῃ, διὰ πεντακοσίων ἐτῶν πα‐ ραγίνεται, καὶ ἀποδούς, ἐὰν φθάσῃ, ἐντὸς τῆς Αἰγύπτου τὸ χρεών, κη‐79
5δεύεται μυστικῶς, καὶ ὅσα ἐπὶ τῶν ἄλλων ἱερῶν ζῴων Αἰγύπτιοι τε‐ λοῦσι, ταῦτα καὶ τῷ φοίνικι ὑπάρχειν ὀφείλει. λέγεται γὰρ μᾶλλον τῶν
ἄλλων ἀνθρώπων ἡλίῳ χαίρειν ὑπ’ Αἰγυπτίων, διὸ καὶ τὸν Νεῖλον αὐ‐ τοῖς πλημμυρεῖν ὑπὸ τῆς θερμότητος τούτου τοῦ θεοῦ, περὶ οὗ μικρὸν ἔμπροσθεν ὁ λόγος ἀποδοθήσεταί σοι παρ’ ἡμῶν.80

1

.

36

(t)

[Πῶς καρδίαν γράφουσι].
1 Καρδίαν βουλόμενοι γράφειν, ἶβιν ζωγραφοῦσι· τὸ γὰρ ζῷον Ἑρμῇ ᾠκείωται, πάσης καρδίας καὶ λογισμοῦ δεσπότῃ, ἐπεὶ καὶ ἡ ἶβις αὐτὸ καθ’ αὑτὸ τῇ καρδίᾳ ἐστὶν ἐμφερής, περὶ οὗ λόγος ἐστὶ πλεῖστος παρ’81
Αἰγυπτίοις φερόμενος.82

1

.

37

(t)

[Πῶς παιδείαν].
1 Παιδείαν δὲ γράφοντες, οὐρανὸν δρόσον βάλλοντα ζωγραφοῦσι, δη‐ λοῦντες ὅτι, ὥσπερ δρόσος πίπτουσα εἰς πάντα τὰ φυτὰ χωρεῖ, καὶ τὰ μὲν φύσιν ἔχοντα ἁπαλύνεσθαι, ἁπαλύνει, τὰ δὲ σκληρὰ μένοντα ἐκ τῆς ἰδίας φύσεως ἀδυνατεῖ τὸ αὐτὸ τοῖς ἑτέροις ἐκτελεῖν, οὕτω καὶ ἐπὶ τῶν
5ἀνθρώπων ἡ μὲν παιδεία κοινὴ καθέστηκεν, ἥνπερ ὁ μὲν εὐφυὴς ὡς δρόσον ἁρπάζει, ὁ δὲ ἀφυὴς ἀδυνατεῖ τοῦτο δρᾶσαι.

1

.

38

(t)

[Πῶς αἰγύπτια γράμματα].
1 Αἰγύπτια δὲ γράμματα δηλοῦντες, ἢ ἱερογραμματέα, ἢ πέρας, μέλαν καὶ κόσκινον καὶ σχοινίον ζωγραφοῦσιν. αἰγύπτια μὲν γράμματα διὰ τὸ τούτοις πάντα παρ’ Αἰγυπτίοις τὰ γραφόμενα ἐκτελεῖσθαι· σχοίνῳ γὰρ γράφουσι καὶ οὐκ ἄλλῳ τινί. κόσκινον δέ, ἐπειδὴ τὸ κόσκινον πρῶτον83
5ὑπάρχον σκεῦος ἀρτοποιΐας ἐκ σχοίνου γίνεται· δηλοῦσιν οὖν ὅτι πᾶς ὁ ἔχων τὴν τροφὴν μαθήσεται τὰ γράμματα, ὁ δὲ μὴ ἔχων ἑτέρᾳ τέχνῃ χρήσεται, ἀφ’ οὗ καὶ ἡ παιδεία παρ’ αὐτοῖς σβῶ καλεῖται, ὅπερ ἐστὶν ἑρμηνευθὲν πλήρης τροφή. ἱερογραμματέα δέ, ἐπειδὴ ζωὴν καὶ θάνα‐ τον οὗτος διακρίνει. ἔστι δὲ παρὰ τοῖς ἱερογραμματεῦσι καὶ βίβλος ἱερά,84
10καλουμένη ἀμβρής, δι’ ἧς κρίνουσι τὸν κατακλιθέντα ἄρρωστον, πότερον ζώσιμός ἐστιν ἢ οὔ, τοῦτο ἐκ τῆς κατακλίσεως τοῦ ἀρρώστου σημειού‐ μενοι. πέρας δέ, ἐπειδὴ ὁ μαθὼν γράμματα εἰς ὅρμον ζωῆς εὔδιον ἐλή‐
λυθεν, οὐκέτι πλανώμενος τοῖς τοῦ βίου κακοῖς.85

1

.

39

(t)

[Πῶς ἱερογραμματέα].
1 Ἱερογραμματέα δὲ πάλιν, ἢ προφήτην, ἢ ἐνταφιαστήν, ἢ σπλῆνα, ἢ ὄσφρησιν, ἢ γέλωτα, ἢ πταρμόν, [ἢ ἀρχήν, ἢ δικαστὴν] βουλόμενοι γράφειν, κύνα ζωγραφοῦσιν. ἱερογραμματέα μέν, ἐπειδήπερ τὸν βουλό‐
μενον ἱερογραμματέα τέλειον γίνεσθαι χρὴ πολλὰ μελετᾶν, ὑλακτεῖν τε86
5συνεχῶς καὶ ἀπηγριῶσθαι, μηδενὶ προσχαριζόμενον, ὥσπερ οἱ κύνες· προφήτην δέ, ἐπειδὴ ὁ κύων ἀτενίζει παρὰ τὰ ἄλλα τῶν ζῴων εἰς τὰ τῶν θεῶν εἴδωλα, καθάπερ προφήτης· ἐνταφιαστὴν δὲ τῶν ἱερῶν, ἐ‐
πειδὴ καὶ οὗτος γυμνὰ καὶ ἀνατετμημένα θεωρεῖ τὰ ὑπ’ αὐτοῦ κηδευό‐ μενα εἴδωλα· σπλῆνα δέ, ἐπειδὴ τοῦτο τὸ ζῷον, μόνον παρὰ τὰ ἕτερα,87
10ἐλαφρότερον ἔχει· εἴτε θάνατος αὐτῷ ἢ μανία περιπέσοι, ἀπὸ τοῦ σπλη‐
νὸς γίνεται, καὶ οἱ θεραπεύοντες δὲ τὸ ζῷον τοῦτο ἐν ταῖς κηδείαις, ἐπειδὰν μέλλωσι τελευτᾶν, ὡς ἐπὶ τὸ πλεῖστον σπληνικοὶ γίνονται· ὀσφραι‐88
νόμενοι γὰρ τῆς τοῦ ἀνατεμνομένου κυνὸς ἀποφορᾶς, πάσχουσιν ὑπὸ τού‐ του. ὄσφρησιν δὲ καὶ γέλωτα καὶ πταρμόν, ἐπειδὴ οἱ τέλειοι σπληνικοὶ89
15οὔτε ὀσφραίνεσθαι οὔτε γελᾶν οὔτε μὴν πτάρνυσθαι δύνανται.90

1

.

40

(t)

[Τίνι τρόπῳ δηλοῦσιν ἀρχὴν ἢ δικαστήν].
1 Ἀρχὴν δὲ ἢ δικαστὴν ἐπὰν γράφωσι, προστιθέασι τῷ κυνὶ καὶ βασιλικὴν στολὴν παρακειμένην, [σχῆμα γυμνόν]· διότι ὥσπερ ὁ κύων,
καθὰ προεῖπον, εἰς τὰ τῶν θεῶν εἴδωλα ὀξυωπεῖ, οὕτω καὶ ὁ ἄρχων, δικαστὴς ὢν ἐν τοῖς παλαιοτέροις χρόνοις, γυμνὸν ἐθεώρει τὸν βασιλέα·91
5διὸ καὶ ἐπὶ τούτου προσπεριποιοῦσι τὴν βασιλικὴν στολήν.

1

.

41

(t)

[Πῶς σημαίνουσι παστοφόρον].
1Παστοφόρον δὲ σημαίνοντες, φύλακα οἰκίας ζωγραφοῦσι διὰ τὸ ὑπὸ
τούτου φυλάττεσθαι τὸ ἱερόν.92

1

.

42

(t)

[Πῶς ἐμφαίνουσιν ὡροσκόπον].
1 Ὡροσκόπον δὲ δηλοῦντες, ἄνθρωπον τὰς ὥρας ἐσθίοντα ζωγραφοῦ‐ σιν, οὐχ ὅτι τὰς ὥρας ἐσθίει ὁ ἄνθρωπος, οὐ γὰρ δυνατόν, ἀλλ’ ἐπειδὴ αἱ τροφαὶ τοῖς ἀνθρώποις ἀπὸ τῶν ὡρῶν πορίζονται.93

1

.

43

(t)

[Πῶς δηλοῦσιν ἁγνείαν].
1Ἁγνείαν δὲ γράφοντες, πῦρ καὶ ὕδωρ ζωγραφοῦσιν, ἐπεὶ διὰ τού‐
των τῶν στοιχείων πᾶς καθαρμὸς ἐκτελεῖται.94

1

.

44

(t)

[Πῶς αἰνίττονται ἀθέμιτον ἢ καὶ μύσος].
1 Ἀθέμιτον δὲ δηλοῦντες ἢ καὶ μύσος, ἰχθὺν ζωγραφοῦσι διὰ τὸ τὴν τούτου βρῶσιν μισεῖσθαι καὶ μεμιάνθαι ἐν τοῖς ἱεροῖς. κενοποιὸν γὰρ95
ἰχθὺς πᾶς καὶ ἀλληλοφάγον.96

1

.

45

(t)

[Πῶς γράφουσι στόμα].
1Στόμα δὲ γράφοντες, ὄφιν ζωγραφοῦσιν, ἐπειδὴ ὁ ὄφις οὐδενὶ ἑτέρῳ
τῶν μελῶν ἰσχύει, εἰ μὴ τῷ στόματι μόνον.97

1

.

46

(t)

[Πῶς ἀνδρεῖον μετὰ σωφροσύνης].
1 Ἀνδρεῖον δὲ μετὰ σωφροσύνης δηλοῦντες, ταῦρον ὑγιῆ φύσιν ἔχοντα ζωγραφοῦσι. θερμαντικώτατον γὰρ ὑπάρχει τὸ ζῷον κατὰ τὸ μόριον, ὥστε ἅπαξ εἰς τὴν θήλειαν φύσιν καθεὶς τὸ ἑαυτοῦ, καὶ δίχα πάσης
κινήσεως σπερμοβολεῖ· ἐὰν δέ ποτε διαμάρτῃ τῆς φύσεως, καὶ εἰς ἕτερον98
5τόπον τοῦ σώματος τῆς βοὸς ἐρείσῃ τὸ αἰδοῖον, τὸ τηνικαῦτα τῇ ὑπερ‐ βαλλούσῃ εὐτονίᾳ τιτρώσκει τὴν θήλειαν. ἀλλὰ καὶ σώφρων ἐστὶ διὰ τὸ μηδέποτε τοῦ θήλεος ἐπιβαίνειν μετὰ τὴν σύλληψιν.

1

.

47

(t)

[Πῶς ἀκοήν].
1 Ἀκοὴν δὲ γράφοντες, ταύρου ὠτίον ζωγραφοῦσιν. ἐπειδὰν γὰρ ἡ θήλεια ὀργῶσα πρὸς σύλληψιν ᾖ, (ὀργᾷ δὲ οὐ πλεῖον ἢ ἐφ’ ὥρας τρεῖς), τότε μυκᾶται μέγιστον, ἐν αἷς μὴ παραγινομένου τοῦ ταύρου, συμμύει τὴν φύσιν μέχρι τῆς ἑτέρας συνόδου, ὃ δὴ σπανίως γίνεται·
5ἀκούει γὰρ ὁ ταῦρος ἀπὸ πολλοῦ διαστήματος, συνιείς τε ὀργᾶν, διὰ δρόμου παραγίνεται ἐν τῇ συνουσίᾳ, τοῦτο μόνον παρὰ τὰ ἕτερα τῶν ζῴων ποιῶν.99

1

.

48

(t)

[Πῶς αἰδοῖον ἀνδρὸς πολυγόνου].
1 Αἰδοῖον δὲ ἀνδρὸς πολυγόνου δηλοῦντες, τράγον ζωγραφοῦσιν, οὐκ‐ έτι δὲ ταῦρον, ἐπειδὴ οὗτος μὲν μέχρις οὗ ἐνιαύσιος γένηται, οὐ βι‐ βάζει· τράγος δὲ ἑβδομαῖος μετὰ τὴν γένεσιν γενόμενος ὀχεύει, ἄγονον μὲν καὶ ἄσπορον ἀποκρινόμενος σπέρμα, βιβάζει δὲ ὅμως πρῶτον τῶν100
5ἄλλων ζῴων.101

1

.

49

(t)

[Πῶς δηλοῦσιν ἀκαθαρσίαν].
1 Ἀκαθαρσίαν δὲ γράφοντες, ὄρυγα ζωγραφοῦσιν, ἐπειδὴ ἐπ’ ἀνα‐ τολὴν ἐρχομένης τῆς σελήνης, ἀτενίζων εἰς τὴν θεόν, κραυγὴν ποιεῖται,
οὐκ εὐλογῶν αὐτήν, οὐδὲ εὐφημῶν· σημεῖον δὲ τούτου ἐναργέστατον· τοῖς γὰρ ἐμπροσθίοις αὑτοῦ σκέλεσιν ἀνορύσσων τὴν γῆν, συστρέφει ἑαυ‐102
5τοῦ τὰς κόρας, ὡσπερεὶ ἀγανακτῶν καὶ μὴ βουλόμενος ἰδεῖν τὴν τῆς
θεοῦ ἀνατολήν· τὰ δ’ αὐτὰ ποιεῖ καὶ ἐπὶ τοῦ ἡλίου θείου ἄστρου ἀνα‐ τολῆς. διόπερ οἱ ἀρχαῖοι βασιλεῖς, τοῦ ὡροσκόπου σημαίνοντος αὐτοῖς τὴν ἀνατολήν, ἐπικαθίσαντες τούτῳ τῷ ζῴῳ, διὰ μέσου αὐτοῦ, ὥς τινων103
γνωμόνων, τὴν τῆς ἀνατολῆς ἀκρίβειαν ἐγνώριζον. διὸ καὶ οἱ ἱερεῖς104
10τοῦτο μόνον τῶν κτηνῶν ἀσφράγιστον ἐσθίουσιν, ἐπειδὴ ἀντιδικίαν τινὰ πρὸς τὴν θεὸν ἔχον φαίνεται. καὶ γὰρ κατὰ τὴν ἐρημίαν, οὗ ἂν λά‐
βηται ὑδραγωγοῦ τόπου, πιὸν τοῖς χείλεσιν ἀναταράσσει, καὶ μιγνύει τῷ ὕδατι τὴν ὕλην, τοῖς δὲ ποσὶν εἰς αὐτὸ ἐπιπέμπει κόνιν, πρὸς τὸ μηδ‐ ενὶ ἑτέρῳ ζῴῳ τοῦτο πότιμον ὑπάρξαι. οὕτω πονηρὰ καὶ ἀπεχθὴς ἡ105
15τοῦ ὄρυγος ἐνομίσθη φύσις· οὐδὲ γὰρ οὐδὲ τοῦτο καθῆκον ἐργάζεται, τῆς θεοῦ αὐτῆς πάντα γεννώσης καὶ αὐξανούσης ὅσα κατὰ τὸν κόσμον106
ἐστὶ χρήσιμα.107

1

.

50

(t)

[Πῶς ἀφανισμόν].
1 Ἀφανισμὸν δὲ δηλοῦντες, μῦν ζωγραφοῦσιν, ἐπειδὴ πάντα ἐσθίων, μιαίνει καὶ ἀχρηστοῖ. τῷ αὐτῷ δὲ σημείῳ χρῶνται καὶ κρίσιν θέλοντες γράψαι. πολλῶν γὰρ καὶ διαφόρων ἄρτων κειμένων, ὁ μῦς τὸν καθα‐ ρώτατον αὐτῶν ἐκλεξάμενος ἐσθίει· διὸ καὶ τῶν ἀρτοκόπων κρίσις ἐν
5τοῖς μυσὶ γίνεται.108

1

.

51

(t)

[Πῶς ἰταμότητα].
1Ἰταμότητα δὲ δηλοῦντες, μυῖαν ζωγραφοῦσιν, ἥτις, συνεχῶς ἐκβαλ‐
λομένη, οὐδὲν ἧττον παραγίνεται.109

1

.

52

(t)

[Πῶς γνῶσιν γράφουσι].
1 Γνῶσιν δὲ γράφοντες, μύρμηκα ζωγραφοῦσιν. ὃ γὰρ ἂν ἀσφαλῶς κρύψῃ ἄνθρωπος, οὗτος γινώσκει· οὐ μόνον δὲ 〈διὰ τοῦτο〉, ἀλλὰ καὶ ὅτι, παρὰ τὰ ἕτερα τῶν ζῴων εἰς χειμῶνα ποριζόμενος ἑαυτῷ τροφάς,
οὐ διαμαρτάνει τοῦ τόπου, ἀλλ’ ἄπταιστος εἰς αὐτὸν παραγίνεται.110

1

.

53

(t)

[Πῶς υἱὸν γράφουσιν].
1 Υἱὸν δὲ βουλόμενοι γράψαι, χηναλώπεκα ζωγραφοῦσι. τοῦτο γὰρ τὸ ζῷον φιλοτεκνότατον ὑπάρχει· κἂν γὰρ διώκηταί ποτε εἰς τὸ συλ‐
ληφθῆναι σὺν τοῖς τέκνοις, ὅ τε πατὴρ καὶ ἡ μήτηρ αὐτῶν αὐθαιρέ‐ τως ἑαυτοὺς διδόασι τοῖς κυνηγοῖς, ὅπως τὰ τέκνα διασωθῇ· δι’ ἥνπερ111
5αἰτίαν τοῖς Αἰγυπτίοις ἔδοξε σεβάζειν τὸ ζῷον.

1

.

54

(t)

[Πῶς ἄνουν].
1 Πελεκᾶνα δὲ γράφοντες, ἄνουν τε ἤδη καὶ ἄφρονα σημαίνουσιν, ἐπειδή, δυνάμενος ἐν τοῖς ὑψηλοτέροις τόποις κατατίθεσθαι τὰ ἑαυτοῦ ὠά, ὥσπερ καὶ τὰ λοιπὰ τῶν πετεινῶν, τοῦτο οὐ ποιεῖ, ἀλλὰ γὰρ καὶ ἀνορύξας γῆν, ἐκεῖ κατατίθεται τὰ γεννώμενα· ὅπερ ἐπιγνόντες ἄνθρω‐112
5ποι, τῷ τόπῳ βοὸς ἀφόδευμα ξηρὸν περιτιθέασιν, ᾧ καὶ πῦρ ὑπεμβάλ‐ λουσι. θεασάμενος δὲ ὁ πελεκὰν τὸν καπνόν, τοῖς ἰδίοις πτεροῖς βουλό‐ μενος ἀποσβέσαι τὸ πῦρ, ἐκ τῶν ἐναντίων κατὰ τὴν κίνησιν ἐξάπτει αὐτό,
ὑφ’ οὗ κατακαιόμενος τὰ ἑαυτοῦ πτερά, εὐσυλληπτότερος τοῖς κυνηγοῖς γίνεται· δι’ ἣν αἰτίαν οὐκ ἐνομίσθη τοὺς ἱερέας ἐσθίειν αὐτόν, ἐπειδὴ113
10ἁπαξαπλῶς ὑπὲρ τέκνων ποιεῖται τὸν ἀγῶνα, Αἰγυπτίων δὲ οἱ λοιποὶ ἐσθίουσι, λέγοντες ὅτι μὴ κατὰ νοῦν τὴν μάχην, ὥσπερ οἱ χηναλώπεκες, ἀλλὰ κατὰ ἄνοιαν ὁ πελεκὰν ποιεῖται.

1

.

55

(t)

[Πῶς εὐχαριστίαν δηλοῦσιν].
1 Εὐχαριστίαν δὲ γράφοντες, κουκουφὰν ζωγραφοῦσι, διότι τοῦτο μόνον τῶν ἀλόγων ζῴων, ἐπειδὰν ὑπὸ τῶν γονέων ἐκτραφῇ, γηράσασιν αὐτοῖς τὴν αὐτὴν ἀνταποδίδωσι χάριν· ἐν ᾧ γὰρ ὑπ’ αὐτῶν ἐξετράφη τόπῳ,114
νεοσσιὰν αὐτοῖς ποιήσας, τίλλει αὐτῶν τὰ πτερὰ τροφάς τε χορηγεῖ, μέ‐115
5χρις οὗ πτεροφυήσαντες οἱ γονεῖς βοηθεῖν ἑαυτοῖς δυνηθῶσιν, ὅθεν καὶ
ἐπὶ τῶν θείων σκήπτρων κουκουφᾷ προτίμησίς ἐστι.116

1

.

56

(t)

[Πῶς ἄδικον καὶ ἀχάριστον].
1Ἄδικον δὲ καὶ ἀχάριστον, ἱπποποτάμου ὄνυχας δύο κάτω βλέποντας
γράφουσιν. οὗτος γάρ, ἐν ἡλικίᾳ γενόμενος, πειράζει τὸν πατέρα, πό‐ τερόν ποτε ἰσχύει μαχόμενος πρὸς αὐτόν, καὶ ἐὰν μὲν ὁ πατὴρ ἐκχω‐ ρήσῃ, τόπον αὐτῷ μερίσας, οὗτος πρὸς τὴν ἑαυτοῦ μητέρα ἐπὶ γάμον117
5ἥκει, καὶ ἐᾷ τοῦτον ζῆν· εἰ δὲ μὴ ἐπιτρέψειεν αὐτῷ ποιήσασθαι πρὸς τὴν μητέρα γάμον, ἀναιρεῖ αὐτόν, ἀνδρειότερος καὶ ἀκμαιότερος ὑπάρ‐ χων· εἰς δὲ τὸ κατώτατον μέρος 〈τῶν σκήπτρων〉 ὄνυχας δύο ἱπποπο‐ τάμου, ὅπως οἱ ἄνθρωποι τοῦτο ὁρῶντες καὶ τὸν περὶ αὐτοῦ λόγον ἐπι‐
γινώσκοντες, προθυμότεροι εἰς εὐεργεσίαν ὑπάρχωσι.118

1

.

57

(t)

[Πῶς ἀχάριστον πρὸς τοὺς ἑαυτοῦ εὐεργέτας].
1 Ἀχάριστον δὲ καὶ μάχιμον τοῖς ἑαυτοῦ εὐεργέταις σημαίνοντες, πε‐ ριστερὰν ζωγραφοῦσιν. ὁ γὰρ ἄρσην, ἰσχυρότερος γενόμενος, διώκει τὸν ἑαυτοῦ πατέρα ἀπὸ τῆς μητρός, καὶ οὕτως αὐτῇ πρὸς γάμον μίσγεται. καθαρὸν δὲ τοῦτο τὸ ζῷον ὑπάρχειν δοκεῖ, ἐπειδὴ οὔσης λοιμώδους κα‐
5ταστάσεως, καὶ παντὸς ἐμψύχου τε καὶ ἀψύχου νοσωδῶς διατιθεμένου 〈εἰσ〉 τοὺς ἐσθίοντας, τοῦτο μόνον οὐ μεταλαμβάνει τῆς τοιαύτης κακίας, διόπερ κατ’ ἐκεῖνον τὸν καιρὸν οὐδὲν ἕτερον τῷ βασιλεῖ ἐν τροφῆς μέρει παρατίθεται, εἰ μὴ μόνον περιστερά, τὸ δὲ αὐτὸ καὶ τοῖς ἐν ἁγνείαις οὖσι, διὰ τὸ ὑπηρετεῖσθαι τοῖς θεοῖς. ἱστορεῖται δὲ ὅτι οὐ χολὴν ἔχει119
10τοῦτο τὸ ζῷον.120

1

.

58

(t)

[Πῶς τὸ ἀδύνατον γενέσθαι].
1 Ἀδύνατον δὲ γενέσθαι σημαίνοντες, πόδας ἀνθρώπου ἐν ὕδατι πε‐ ριπατοῦντας ζωγραφοῦσιν· ἢ καὶ ἄλλως βουλόμενοι τὸ αὐτὸ σημαίνειν, ἀκέφαλον ἄνθρωπον περιπατοῦντα ζωγραφοῦσιν, ἀδύνατα δὲ ἀμφότερα
ὑπάρχοντα, εὐλόγως εἰς τοῦτο παρειλήφασι.121

1

.

59

(t)

[Πῶς βασιλέα κράτιστον].
1 Βασιλέα δὲ κράτιστον δηλοῦντες, ὄφιν ζωγραφοῦσι κοσμοειδῶς ἐσχη‐ ματισμένον, οὗ τὴν οὐρὰν ἐν τῷ στόματι ποιοῦσι, τὸ δὲ ὄνομα τοῦ βα‐ σιλέως ἐν μέσῳ τῷ εἱλίγματι γράφουσιν, αἰνιττόμενοι γράφειν τὸν βασιλέα
τοῦ κόσμου κρατεῖν· τὸ δὲ ὄνομα τοῦ ὄφεως παρ’ Αἰγυπτίοις ἐστὶ μεισί.122

1

.

60

(t)

[Πῶς βασιλέα φύλακα].
1 Ἑτέρως δὲ βασιλέα φύλακα δηλοῦντες, τὸν μὲν ὄφιν ἐγρηγορότα ζωγραφοῦσιν, ἀντὶ δὲ τοῦ ὀνόματος τοῦ βασιλέως, φύλακα γράφουσιν· οὗτος γὰρ φύλαξ ἐστὶ τοῦ παντὸς κόσμου, καὶ 〈εἴωθεν〉 ἑκάστοτε τὸν
βασιλέα ἐπεγρήγορον εἶναι.123

1

.

61

(t)

[Πῶς μηνύουσι κοσμοκράτορα].
1 Πάλιν δὲ τὸν βασιλέα κοσμοκράτορα νομίζοντες καὶ μηνύοντες, αὐ‐ τὸν μὲν ὄφιν ζωγραφοῦσιν, ἐν μέσῳ δὲ αὐτοῦ οἶκον μέγαν δεικνύουσιν
εὐλόγως· ὁ γὰρ βασίλειος οἶκος παραύ, του〈τέστι κρατῶν〉 ἐν τῷ κόσμῳ.124

1

.

62

(t)

[Πῶς λαὸν πειθήνιον βασιλεῖ].
1Λαὸν πρὸς βασιλέα πειθήνιον δηλοῦντες, μέλισσαν ζωγραφοῦσι. καὶ
γὰρ μόνον τῶν ἄλλων ζῴων βασιλέα ἔχει, ᾧ τὸ λοιπὸν τῶν μελισσῶν ἕπεται πλῆθος, καθὸ καὶ οἱ ἄνθρωποι πείθονται βασιλεῖ· αἰνίττονται δὲ ἐκ τῆς τοῦ μέλιτος 〈χρηστότητος καὶ〉 ἐκ τῆς τοῦ κέντρου τοῦ ζῴου δυ‐125
5νάμεως 〈τὸν βασιλέα〉 χρηστὸν εἶναι ἅμα καὶ εὔτονον πρὸς 〈δικαιότητα〉
καὶ διοίκησιν.126

1

.

63

(t)

[Πῶς βασιλέα μέρους κόσμου κρατοῦντα].
1 Βασιλέα δὲ οὐ τοῦ παντὸς κόσμου κρατοῦντα, μέρους δὲ βουλόμενοι σημῆναι, ἡμίτομον ὄφιν ζωγραφοῦσι, δηλοῦντες τὸν μὲν βασιλέα διὰ τοῦ
ζῴου, ἡμίτομον δέ, ὅτι οὐ τοῦ παντὸς κόσμου.127

1

.

64

(t)

[Πῶς παντοκράτορα].
1 Παντοκράτορα δὲ ἐκ τῆς τοῦ ζῴου τελειώσεως σημαίνουσι, πάλιν τὸν ὁλόκληρον ὄφιν ζωγραφοῦντες· οὕτω παρ’ αὐτοῖς τοῦ παντὸς κόσμου128
τὸ διῆκόν ἐστι πνεῦμα.129

1

.

65

(t)

[Πῶς γναφέα].
1 Γναφέα δὲ δηλοῦντες, δύο πόδας ἀνθρώπου ἐν ὕδατι ζωγραφοῦσι, τοῦτο δὲ ἀπὸ τῆς τοῦ ἔργου ὁμοιότητος δηλοῦσι.

1

.

66

(t)

[Πῶς μῆνα].
1 Μῆνα δὲ γράφοντες, σελήνης σχῆμα, καθὸ καὶ πρόκειται, ἔχον εἰκο‐ σιοκτὼ ἡμέρας ἰσημερινὰς μόνας, ἐξ εἰκοσιτεσσάρων ὡρῶν τῆς ἡμέρας ὑπαρχούσης, ζωγραφοῦσι, καθ’ ἃς καὶ ἀνατέλλει, ταῖς δὲ λοιπαῖς δύο ἐν130
δύσει ἐστί.131

1

.

67

(t)

[Πῶς ἅρπαγα ἢ πολύγονον ἢ μαινόμενον].
1 Ἅρπαγα δέ, ἢ πολύγονον, ἢ μαινόμενον βουλόμενοι σημῆναι, κρο‐ κόδειλον ζωγραφοῦσι διὰ τὸ πολύφονον καὶ πολύτεκνον ὑπάρχειν, καὶ μαι‐ νόμενον· ἐπὰν γὰρ ἁρπάσαι τι βουλόμενος ἀποτύχῃ, θυμωθείς, καθ’ αὑ‐
τοῦ μαίνεται.132

1

.

68

(t)

[Πῶς ἀνατολήν].
1Ἀνατολὴν δὲ λέγοντες, δύο ὀφθαλμοὺς κροκοδείλου ζωγραφοῦσιν,
ἐπειδήπερ παντὸς σώματος ζῴου οἱ ὀφθαλμοὶ ἐκ τοῦ βυθοῦ ἀναφαίνονται.133

1

.

69

(t)

[Πῶς δύσιν].
1Δύσιν δὲ λέγοντες, κροκόδειλον κεκυφότα ζωγραφοῦσιν· ἀποκῦπτον
γὰρ καὶ κατωφερὲς τὸ ζῷον.134

1

.

70

(t)

[Πῶς σκιάζουσι σκότος].
1 Σκότος δὲ λέγοντες, κροκοδείλου οὐρὰν ζωγραφοῦσιν, ἐπειδὴ οὐκ ἄλλως εἰς ἀφανισμὸν καὶ ἀπώλειαν φέρει ὁ κροκόδειλος, οὗ ἐὰν λάβηται ζῴου, εἰ μὴ τῇ οὐρᾷ τῇ ἑαυτοῦ διαπληκτίσας ἄτονον παρασκευάσει· ἐν τούτῳ γὰρ τῷ μέρει ἡ τοῦ κροκοδείλου ἰσχὺς καὶ ἀνδρεία ὑπάρχει.
5 Ἱκανῶν δὲ καὶ ἄλλων ὑπαρχόντων σημείων ἐν τῇ τῶν κροκοδείλων φύσει, αὐτάρκη τὰ δόξαντα ἐν τῷ πρώτῳ συγγράμματι εἰπεῖν.
7n[ΤΕΛΟΣ ΤΟΥ ΠΡΩΤΟΥ ΒΙΒΛΙΟΥ
8nΤΗΣ ΤΩΝ ΙΕΡΟΓΛΥΦΙΚΩΝ ΓΡΑΜΜΑΤΩΝ ΕΡΜΗΝΕΙΑΣ].135

2

t

ΩΡΟΥ ΑΠΟΛΛΩΝΟΣ ΝΕΙΛΩΟΥ τῆς τῶν παρ’ Αἰγυπτίοις ἱερογλυφικῶν γραμμάτων ἑρμηνείας. ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. Διὰ δὲ τῆς δευτέρας πραγματείας περὶ τῶν λοιπῶν τὸν λόγον ὑγιᾶ σοι παραστήσο‐
5μαι, ἃ δὲ καὶ ἐξ ἄλλων ἀντιγράφων, οὐκ ἔχοντά τινα ἐξήγησιν, ἀναγκαίως ὑπέταξα.

2

.

1

(t)

[Τί ἀστέρα γράφοντες δηλοῦσιν].
1Ἀστὴρ παρ’ Αἰγυπτίοις γραφόμενος ποτὲ μὲν θεὸν σημαίνει, ποτὲ δὲ
δείλην, ποτὲ δὲ νύκτα, ποτὲ δὲ χρόνον, ποτὲ δὲ ψυχὴν ἀνθρώπου ἄρρενος.136

2

.

2

(t)

[Τί ἀετοῦ νεοσσόν].
1Καὶ ἀετοῦ νεοσσὸς ἀρρενογόνον καὶ κυκλοειδὸν σημαίνει· 〈ὡσαύτως
δὲ φαλλὸς ἠρεθισμένοσ〉 ἢ σπέρμα ἀνθρώπου.137

2

.

3

(t)

[Τί δύο πόδας συνηγμένους καὶ βεβηκότας].
1 Δύο πόδες συνηγμένοι καὶ βεβηκότες δρόμον ἡλίου τὸν ἐν ταῖς χει‐ μερίαις τροπαῖς σημαίνουσι.

2

.

4

(t)

[Τί ἀνθρώπου καρδίαν φάρυγγος ἠρτημένην].
1Ἀνθρώπου καρδία φάρυγγος ἠρτημένη ἀγαθοῦ ἀνθρώπου στόμα
σημαίνει.138

2

.

5

(t)

[Πῶς πολέμου στόμα].
1 Πολέμου στόμα ἀνθρώπου δηλοῦσι χεῖρες ζωγραφούμεναι, ἡ μὲν ὅπλον κρατοῦσα, ἡ δὲ τόξον.

2

.

6

(t)

[Τί δάκτυλον].
1Ἀνθρώπου στόμαχον δηλοῖ δάκτυλος.139

2

.

7

(t)

[Τί αἰδοῖον χειρὶ κρατούμενον].
1Αἰδοῖον χειρὶ κρατούμενον σωφροσύνην δηλοῖ ἀνθρώπου.

2

.

8

(t)

[Πῶς νόσον δηλοῦσιν].
1Ἄνθη δὲ ἀνεμώνης νόσον ἀνθρώπου σημαίνει.140

2

.

9

(t)

[Πῶς ὀσφὺν 〈ἢ στάσιν〉 ἀνθρώπου].
1Ὀσφὺν ἢ στάσιν ἀνθρώπου βουλόμενοι ζωγραφεῖν, τὸ νωτιαῖον
ὀστοῦν γράφομεν· τινὲς γὰρ λέγουσι τὸ σπέρμα ἐκεῖθεν φέρεσθαι.141

2

.

10

(t)

[Πῶς διαμονὴν καὶ ἀσφάλειαν σημαίνουσιν].
1 Ὄρυγος ὀστοῦν ζωγραφούμενον διαμονὴν καὶ ἀσφάλειαν σημαίνει, διότι δυσπαθές ἐστι τὸ τοῦ ζῴου ὀστοῦν.

2

.

11

(t)

[Πῶς ὁμόνοιαν].
1Ἄνθρωποι δύο δεξιούμενοι ὁμόνοιαν δηλοῦσι.142

2

.

12

(t)

[Πῶς ὄχλον].
1Ἄνθρωπος καθωπλισμένος καὶ τοξεύων ὄχλον δηλοῖ.

2

.

13

(t)

[Πῶς ἀναμέτρησιν].
1Ἀνθρώπου δάκτυλος ἀναμέτρησιν σημαίνει.143

2

.

14

(t)

[Πῶς γυναῖκα ἔγκυον].
1 Γυναῖκα ἔγκυον βουλόμενοι δηλῶσαι, ἡλίου κύκλον σὺν ἀστέρι μετὰ ἡλίου δίσκου δίχα τετμημένου σημαίνουσι.

2

.

15

(t)

[Πῶς ἄνεμον].
1 〈Εἰσ〉 τὴν ἀνατολὴν ἱέραξ ἐπὶ μετεώρου θέων ἀνέμους σημαίνει· ἔτι καὶ ἄλλως, ἱέραξ διατεταμένος τὰς πτέρυγας ἐν ἀέρι οἷον πτέρυγας ἔχοντα ἄνεμον σημαίνει.144

2

.

16

(t)

[Πῶς πῦρ].
1Καπνὸς εἰς οὐρανὸν ἀναβαίνων πῦρ δηλοῖ.

2

.

17

(t)

[Πῶς ἔργον].
1Βοὸς ἄρρενος κέρας γραφόμενον ἔργον σημαίνει.145

2

.

18

(t)

[Πῶς ποινήν].
1Βοὸς δὲ θηλείας κέρας ζωγραφούμενον ποινὴν σημαίνει.

2

.

19

(t)

[Πῶς ἀνοσιότητα].
1Προτομὴ σὺν μαχαίρᾳ γραφομένη ἀνοσιότητα δηλοῖ.146

2

.

20

(t)

[Πῶς ὥραν].
1Ἵππος ποτάμιος γραφόμενος ὥραν δηλοῖ.

2

.

21

(t)

[Πῶς πολυχρόνια].
1Ἔλαφος κατ’ ἐνιαυτὸν βλαστάνει τὰ κέρατα, ζωγραφουμένη δέ,
πολυχρόνια σημαίνει.147

2

.

22

(t)

[Πῶς ἀποστροφήν].
1Λύκος ἢ κύων ἀπεστραμμένος ἀποστροφὴν δηλοῖ.

2

.

23

(t)

[Πῶς μέλλον ἔργον].
1Ἀκοὴ ζωγραφουμένη μέλλον ἔργον σημαίνει.148

2

.

24

(t)

[Πῶς βλαπτικὸν ἢ φονέα].
1Σφὴξ ἀεροπετὴς ἤτοι αἷμα κροκοδείλου βλαπτικὸν ἢ φονέα σημαίνει.

2

.

25

(t)

[Πῶς αἰφνίδιον θάνατον].
1Νυκτικόραξ θάνατον σημαίνει· ἄφνω γὰρ ἐπέρχεται τοῖς νεοσσοῖς
τῶν κορωνῶν κατὰ τὰς νύκτας, ὡς ὁ θάνατος ἄφνω ἐπέρχεται.149

2

.

26

(t)

[Πῶς ἔρωτα, 〈ἀέρα, υἱόν〉].
1Παγὶς ἔρωτα ὡς θήραν θανάτου, πτερὸν ἀέρα σημαίνει, ὠὸν υἱόν.150

2

.

27

(t)

[Πῶς παλαιότητα].
1Λόγοι καὶ φύλλα, ἢ βιβλίον ἐσφραγισμένον παλαιότητα δηλοῖ.

2

.

28

(t)

[Πῶς πολιορκίαν].
1Κλίμαξ πολιορκίαν, διὰ τὸ ἀνώμαλον.151

2

.

29

(t)

[Πῶς μοῦσαν ἢ ἄπειρον ἢ μοῖραν].
1Γράμματα ἑπτά, ἐν δυσὶ δακτύλοις περιεχόμενα, μοῦσαν ἢ ἄπειρον
ἢ μοῖραν σημαίνει.152

2

.

30

(t)

[〈Πῶς ἕνδεκα〉 γραμμὰς ἐπιπέδους].
1 Γραμμὴ ὀρθὴ μία ἅμα γραμμῇ ἐπικεκαμμένῃ ἕνδεκα γραμμὰς ἐπι‐ πέδους σημαίνουσι.

2

.

31

(t)

[Τί δηλοῦσι χελιδόνα γράφοντες].
1 Τὴν ὁλοσχερῆ σημαίνειν βουλόμενοι κτῆσιν γονικὴν καταλειφθεῖσαν τοῖς υἱέσι, χελιδόνα ζωγραφοῦσιν· ἐκείνη γὰρ κυλίει ἑαυτὴν εἰς πηλόν, καὶ κτίζει τοῖς νεοττοῖς φωλεόν, μέλλουσα τεθνάναι.153

2

.

32

(t)

[Τί μέλαιναν περιστεράν].
1 Γυναῖκα χήραν ἐπιμείνασαν ἄχρι θανάτου θέλοντες σημῆναι, περι‐ στερὰν μέλαιναν ζωγραφοῦσιν· αὕτη γὰρ οὐ συμμίγνυται ἑτέρῳ ἀνδρί, ἕως οὗ χηρεύσῃ.154

2

.

33

(t)

[Τί ἰχνεύμονα].
1 Ἄνθρωπον ἀσθενῆ καὶ μὴ δυνηθέντα ἑαυτῷ βοηθῆσαι δι’ ἑαυτοῦ, ἀλλὰ διὰ τῆς ἄλλων ἐπικουρίας θέλοντες δηλῶσαι, ἰχνεύμονα ζωγρα‐ φοῦσιν· ἐκείνη γάρ, ὅταν ἴδῃ ὄφιν, οὐ πρότερον ἐπιτίθεται αὐτῷ, ἀλλὰ
βοῇ τοὺς ἄλλους ἐπικαλουμένη, τότε ἐναντιοῦται τῷ ὄφει.155

2

.

34

(t)

[Τί δηλοῦσιν ὀρίγανον ἱερογλυφοῦντες].
1 Λεῖψιν μυρμήκων βουλόμενοι σημῆναι, ὀρίγανον ἱερογλυφοῦσιν· αὕτη γὰρ ποιεῖ λείπειν τοὺς μύρμηκας, ἀποτιθεμένη ἐν τόπῳ ὁπόθεν ἐξέρχονται.

2

.

35

(t)

[Τί σκορπίον καὶ κροκόδειλον].
1 Ἄνθρωπον ἐχθρόν, ἑτέρῳ ἴσῳ ἐναντιούμενον σημῆναι θέλοντες, σκορπίον καὶ κροκόδειλον ζωγραφοῦσιν· ἑκάτερος γὰρ ἑκάτερον ἀναιρεῖ·
εἰ δὲ ἐναντίον καὶ ἀναιρετικὸν τοῦ ἑτέρου σημαίνουσι, κροκόδειλον ζω‐ γραφοῦσιν ἢ σκορπίον. ἀλλ’ εἰ μὲν ὀξέως ἀναιροῦντα, κροκόδειλον ζω‐156
5γραφοῦσιν, εἰ δὲ βραδέως ἀναιροῦντα, σκορπίον, διὰ τὸ δυσκίνητον.

2

.

36

(t)

[Τί γαλῆν].
1 Γυναῖκα ἀνδρὸς ἔργα πράττουσαν βουλόμενοι σημῆναι, γαλῆν ζω‐ γραφοῦσιν· αὕτη γὰρ ἄρρενος αἰδοῖον ἔχει, ὡς ὀστάριον.

2

.

37

(t)

[Τί χοῖρον].
1Ὅτε βούλονται ἄνθρωπον ἐξώλη σημῆναι, χοῖρον ζωγραφοῦσι, διὰ
τὴν φύσιν τοῦ χοίρου τοιαύτην οὖσαν.157

2

.

38

(t)

[Πῶς θυμὸν ἄμετρον].
1Εἰ δὲ θυμὸν ἄμετρον, ὥστε καὶ ἐκ τούτου πυρέττειν τὸν θυμούμενον,
λέοντα γράφουσιν ἐξοστεΐζοντα τοὺς ἰδίους σκύμνους, καὶ λέοντα μὲν διὰ τὸν θυμόν, τοὺς σκύμνους δὲ ἐξοστεϊζομένους, ἐπειδὴ τὰ ὀστᾶ τῶν σκύ‐ μνων, κοπτόμενα, πῦρ ἐκβάλλει.158

2

.

39

(t)

[Πῶς γέροντα μουσικόν].
1Γέροντα μουσικὸν βουλόμενοι σημῆναι, κύκνον ζωγραφοῦσιν· οὗτος
γὰρ ἡδύτατον μέλος ᾄδει γηράσκων.159

2

.

40

(t)

[Πῶς ἄνδρα δηλοῦσι συγγινόμενον τῇ ἑαυτοῦ γυναικί].
1 Ἄνδρα συγγινόμενον τῇ ἑαυτοῦ γυναικὶ κατὰ μῖξιν βουλόμενοι ση‐ μῆναι, δύο κορώνας γράφουσιν· αὗται γὰρ συμμίγνυνται ἀλλήλαις, ὡς μίγνυται ἄνθρωπος κατὰ φύσιν.

2

.

41

(t)

[Τί δηλοῦσι κάνθαρον τυφλὸν γράφοντες].
1 Ἄνδρα δὲ ὑπὸ ἡλιακῆς ἀκτῖνος πυρέξαντα καὶ ἐντεῦθεν ἀποθα‐ νόντα βουλόμενοι σημῆναι, κάνθαρον τυφλὸν γράφουσιν· οὗτος γὰρ ὑπὸ
τοῦ ἡλίου τυφλούμενος ἀποθνήσκει.160

2

.

42

(t)

[Τί δηλοῦσιν ἡμίονον γράφοντες].
1 Γυναῖκα δὲ στεῖραν βουλόμενοι σημῆναι, ἡμίονον γράφουσιν· αὕτη γὰρ διὰ τοῦτο στεῖρά ἐστι, διὰ τὸ μὴ ἔχειν τὴν μήτραν ἐπ’ εὐθείας.

2

.

43

(t)

[Πῶς δηλοῦσι γυναῖκα γεννήσασαν θήλεα βρέφη].
1 Γυναῖκα γεννήσασαν θήλεα βρέφη πρώτως βουλόμενοι σημῆναι, ταῦρον ἐπὶ τὰ ἀριστερὰ νεύοντα ζωγραφοῦσιν, εἰ δὲ ἄρρενα, πάλιν ταῦρον
ἐπὶ τὰ δεξιὰ νεύοντα ζωγραφοῦσιν· ἐκεῖνος γάρ, ἀπὸ τῆς ὀχείας κατα‐ βαίνων, εἰ μὲν ἐπὶ τὰ ἀριστερὰ κατέλθοι, θῆλυ γεννᾶσθαι σημαίνει, εἰ161
5δὲ ἐπὶ τὰ δεξιὰ κατέλθοι ἀπὸ τῆς ὀχείας, ἄρρεν τίκτεται.

2

.

44

(t)

[Πῶς δηλοῦσι σφῆκας].
1Σφῆκας βουλόμενοι σημῆναι, νεκρὸν ἵππον ζωγραφοῦσιν· ἐκ γὰρ
τούτου ἀποθανόντος πολλοὶ γίνονται σφῆκες.162

2

.

45

(t)

[Πῶς δηλοῦσι γυναῖκα ἐκτιτρώσκουσαν].
1 Γυναῖκα ἐκτιτρώσκουσαν βουλόμενοι σημῆναι, ἵππον πατοῦσαν λύκον ζωγραφοῦσιν· οὐ μόνον γὰρ πατοῦσα τὸν λύκον ἐκτιτρώσκει ἡ ἵππος, ἀλλὰ καὶ τὸ ἴχνος ἐὰν πατήσῃ τοῦ λύκου, παραχρῆμα ἐκτιτρώσκει.

2

.

46

(t)

[Πῶς ἄνθρωπον ἰατρεύοντα ἑαυτὸν ἀπὸ χρησμοῦ].
1 Ἄνθρωπον ἀπὸ χρησμοῦ ἰατρεύοντα ἑαυτὸν βουλόμενοι σημῆναι, φάσσαν κρατοῦσαν φύλλον δάφνης ζωγραφοῦσιν· ἐκείνη γάρ, ὅτε ἀρρωστεῖ, φύλλον ἐπιτίθησι δάφνης εἰς τὴν νεοσσιὰν ἑαυτῆς καὶ ὑγιαίνει.163

2

.

47

(t)

[Πῶς κώνωπας πολλούς].
1 Κώνωπας πολλοὺς ἐπιφοιτῶντας βουλόμενοι ζωγραφῆσαι, σκώληκας γράφουσιν· ἐκ τούτων γὰρ γεννῶνται οἱ κώνωπες.

2

.

48

(t)

[Πῶς ἄνδρα μὴ ἔχοντα χολήν, ἀλλ’ ἀφ’ ἑτέρου δεχόμενον].
1 Ἄνδρα μὴ ἔχοντα χολὴν αὐτοφυῶς, ἀλλ’ ἀφ’ ἑτέρου δεχόμενον γρά‐ φοντες, περιστερὰν ζωγραφοῦσιν, ἔχουσαν τὰ ὀπίσθια ὀρθά· ἐν ἐκείνοις
γὰρ τὴν χολὴν ἔχει.164

2

.

49

(t)

[Πῶς ἄνθρωπον ἀσφαλῶς οἰκοῦντα πόλιν].
1 Ἄνθρωπον ἀσφαλῶς οἰκοῦντα πόλιν σημῆναι βουλόμενοι, ἀετὸν λίθον βαστάζοντα ζωγραφοῦσιν· ἐκεῖνος γὰρ ἀπὸ θαλάσσης ἢ ἀπὸ τῆς γῆς λίθον ἐπαίρει, καὶ τίθησιν εἰς τὴν ἰδίαν νεοσσιάν, διὰ τὸ ἀσφαλῶς μένειν.

2

.

50

(t)

[Πῶς ἄνθρωπον ἀσθενῶς ἔχοντα, καὶ ὑφ’ ἑτέρου καταδιωκόμενον].
1 Ἄνθρωπον ἀσθενῶς ἔχοντα, καὶ καταδιωκόμενον ὑπὸ ἰσχυροτέρου βουλόμενοι σημῆναι, ὠτίδα καὶ ἵππον ζωγραφοῦσιν· αὕτη γὰρ ἵπταται, ὅταν ἴδῃ ἵππον.165

2

.

51

(t1)

[Πῶς ἄνθρωπον δηλοῦσι προσφεύγοντα τῷ ἰδίῳ πάτρωνι
t2καὶ μὴ βοηθούμενον].
1 Ἄνθρωπον προσφεύγοντα τῷ ἰδίῳ πάτρωνι, καὶ μὴ βοηθούμενον θέλοντες δηλῶσαι, στρουθὸν καὶ γλαῦκα ζωγραφοῦσιν· οὗτος γάρ, θη‐ ρευόμενος, πρὸς τὴν γλαῦκα τρέχει, καὶ πρὸς αὐτῇ ὤν, πιέζεται.

2

.

52

(t)

[Πῶς ἄνθρωπον δηλοῦσιν ἀσθενῆ καὶ προπετευόμενον].
1Ἄνθρωπον ἀσθενῆ καὶ προπετευόμενον βουλόμενοι σημῆναι, νυκτε‐
ρίδα ζωγραφοῦσιν· ἐκείνη γάρ, μὴ ἔχουσα πτερά, ἵπταται.166

2

.

53

(t)

[Πῶς γυναῖκα θηλάζουσαν, καὶ καλῶς ἀνατρέφουσαν].
1 Γυναῖκα θηλάζουσαν, καὶ καλῶς ἀνατρέφουσαν βουλόμενοι ζωγρα‐ φῆσαι, νυκτερίδα πάλιν ἔχουσαν ὀδόντας καὶ μαστοὺς ζωγραφοῦσιν· αὕτη γάρ, μόνη τῶν ἄλλων πτηνῶν, ὀδόντας καὶ μαστοὺς ἔχει.

2

.

54

(t)

[Πῶς ἄνθρωπον κηλούμενον ὀρχήσει].
1Ἄνθρωπον δι’ ὀρχήσεως καὶ αὐλητικῆς κηλούμενον βουλόμενοι ση‐
μῆναι, τρυγόνα ζωγραφοῦσιν· αὕτη γὰρ ὑπὸ αὐλοῦ καὶ ὀρχήσεως ἁλίσκεται.167

2

.

55

(t)

[Πῶς ἄνθρωπον μυστικόν].
1 Ἄνθρωπον δὲ μυστικὸν καὶ τελεστὴν βουλόμενοι σημῆναι, τέττιγα ζωγραφοῦσιν· οὗτος γὰρ διὰ τοῦ στόματος οὐ λαλεῖ, ἀλλὰ διὰ τῆς ῥά‐
χεως φθεγγόμενος, καλὸν μέλος ᾄδει.168

2

.

56

(t)

[Πῶς βασιλέα ἰδιάζοντα, καὶ μὴ ἐλεοῦντα ἐν τοῖς πταίσμασι].
1 Βασιλέα ἰδιάζοντα, καὶ μὴ ἐλεοῦντα ἐν τοῖς πταίσμασι βουλόμενοι σημῆναι, ἀετὸν ζωγραφοῦσιν· οὗτος γὰρ ἐν τοῖς ἐρήμοις τόποις ἔχει τὴν νεοσσιάν, καὶ ὑψηλότερον πάντων τῶν πετεινῶν ἵπταται.

2

.

57

(t)

[Πῶς ἀποκατάστασιν πολυχρόνιον].
1 Ἀποκατάστασιν δὲ πολυχρόνιον βουλόμενοι σημῆναι, φοίνικα τὸ ὄρνεον ζωγραφοῦσιν· ἐκεῖνος γὰρ ὅτε γεννᾶται, ἀποκατάστασις γίνεται
πραγμάτων. γεννᾶται δὲ τοιούτῳ τρόπῳ· ὅταν μέλλῃ τελευτᾶν ὁ φοῖνιξ, ῥήσσει ἑαυτὸν ἐπὶ τὴν γῆν, καὶ ὀπὴν ἐκ τοῦ ῥήγματος λαμβάνει, καὶ169
5ἐκ τοῦ ἰχῶρος τοῦ καταρρέοντος διὰ τῆς ὀπῆς ἄλλος γεννᾶται, οὗτός τε, ἅμα τῷ πτεροφυῆσαι, σὺν τῷ πατρὶ πορεύεται εἰς τὴν Ἡλιούπολιν τὴν ἐν Αἰγύπτῳ, καὶ παραγενόμενος ἐκεῖσε, ἅμα τῇ ἡλίου ἀνατολῇ ἐκεῖ τε‐ λευτᾷ· καὶ μετὰ 〈τὸν〉 θάνατον τοῦ πατρὸς ὁ νεοσσὸς πάλιν ἐπὶ τὴν ἰδίαν πατρίδα ἄπεισιν, οἱ δὲ ἱερεῖς τῆς Αἰγύπτου τοῦτον τὸν ἀποθανόντα φοί‐
10νικα θάπτουσι.

2

.

58

(t)

[Πῶς φιλοπάτορα].
1 Φιλοπάτορα βουλόμενοι σημῆναι ἄνθρωπον, πελαργὸν ζωγραφοῦσιν· ὑπὸ γὰρ τῶν γεννησάντων ἐκτραφείς, οὐ χωρίζεται τῶν ἰδίων πατέρων, ἀλλὰ παραμένει αὐτοῖς ἄχρις ἐσχάτου γήρως, θεραπείαν αὐτοῖς ἀπονέμων.170

2

.

59

(t)

[Πῶς γυναῖκα μισοῦσαν τὸν ἑαυτῆς ἄνδρα].
1Γυναῖκα μισοῦσαν τὸν ἴδιον ἄνδρα, καὶ ἐπιβουλεύουσαν αὐτῷ εἰς θά‐
νατον, μόνον δὲ διὰ μῖξιν κολακεύουσαν αὐτὸν βουλόμενοι σημῆναι, ἔχιν ζωγραφοῦσιν· αὕτη γάρ, ὅταν συγγίνηται τῷ ἄρρενι, στόμα στόματι ἐμ‐ βαλοῦσα, καὶ μετὰ τὸ ἀποζευχθῆναι ἀποδακοῦσα τὴν κεφαλὴν τοῦ ἄρ‐171
5ρενος, ἀναιρεῖ.172

2

.

60

(t)

[Πῶς τέκνα δηλοῦσιν ἐπιβουλεύοντα ταῖς μητράσι].
1 Τέκνα ἐπιβουλεύοντα ταῖς μητράσι σημῆναι βουλόμενοι, ἔχιδναν ζω‐ γραφοῦσιν· αὕτη γὰρ ἐν τῇ 〈γῇ〉 οὐ τίκτεται, ἀλλ’ ἐκβιβρώσκουσα τὴν
γαστέρα τῆς μητρὸς ἐκπορεύεται.173

2

.

61

(t1)

[Πῶς ἄνθρωπον δηλοῦσιν ὑπὸ κατηγορίας λοιδορηθέντα
t2καὶ ἀσθενήσαντα].
1 Ἄνθρωπον δὲ ὑπὸ κατηγορίας λοιδορηθέντα καὶ ἐντεῦθεν νοσή‐ σαντα βουλόμενοι σημῆναι, βασιλίσκον ζωγραφοῦσιν· ἐκεῖνος γὰρ τοὺς πλησιάζοντας τῷ ἑαυτοῦ φυσήματι φονεύει.

2

.

62

(t)

[Πῶς ἄνθρωπον ὑπὸ πυρὸς 〈οὐ〉 καιόμενον].
1Ἄνθρωπον ὑπὸ πυρὸς 〈οὐ〉 καιόμενον βουλόμενοι σημῆναι, σαλα‐
μάνδραν ζωγραφοῦσιν· αὕτη γὰρ 〈πᾶσαν φλόγα σβεννύει〉.174

2

62b

(t)

[
].
1. . . . . . . . . . . .
. . ἑκατέρᾳ τῇ κεφαλῇ ἀναιρεῖ.175

2

.

63

(t)

[Πῶς ἄνθρωπον τυφλόν].
1 Ἄνθρωπον τυφλὸν βουλόμενοι σημῆναι, ἀσπάλακα ζωγραφοῦσιν· ἐκεῖνος γὰρ ὀφθαλμοὺς οὐκ ἔχει, οὔτε ὁρᾷ.

2

.

64

(t)

[Πῶς ἄνθρωπον ἀπρόϊτον].
1 Ἄνθρωπον ἀπρόϊτον βουλόμενοι σημῆναι, μύρμηκα καὶ πτερὰ νυ‐ κτερίδος ζωγραφοῦσι, διότι, τιθεμένων τῶν πτερῶν εἰς τὴν νεοσσιὰν τῶν μυρμήκων, οὐ προέρχεται αὐτῶν τις.176

2

.

65

(t)

[Πῶς ἄνθρωπον διὰ τῆς οἰκείας ἐξωλείας βλαπτόμενον].
1 Ἄνθρωπον διὰ τῆς ἰδίας ἐξωλείας βλαπτόμενον βουλόμενοι σημῆναι, κάστορα ζωγραφοῦσιν· ἐκεῖνος γάρ, καταδιωκόμενος, εἰς τὴν ἄγραν τοὺς
ἰδίους διδύμους ἀποσπῶν ῥίπτει.177

2

.

66

(t)

[Πῶς ἄνθρωπον κληρονομηθέντα ὑπὸ μεμισημένου τέκνου].
1 Ἄνθρωπον κληρονομηθέντα ὑπὸ μεμισημένου τέκνου βουλόμενοι σημῆναι, πίθηκον ἔχοντα ὀπίσω ἕτερον μικρὸν πίθηκον ζωγραφοῦσιν· ἐκεῖνος γὰρ γεννᾷ δύο πιθήκους, καὶ τὸν μὲν ἕνα αὐτῶν φιλεῖ λίαν, τὸν δὲ ἕτερον μισεῖ, ὃν δὲ φιλεῖ, ἔμπροσθεν βαστάζων, φονεύει, ὃν δὲ μισεῖ,
5ὄπισθεν ἔχει, καὶ ἐκεῖνον ἐκτρέφει.178

2

.

67

(t)

[Πῶς ἄνθρωπον τὰ ἴδια ἐλαττώματα κρύπτοντα].
1 Ἄνθρωπον τὰ ἴδια ἐλαττώματα κρύπτοντα βουλόμενοι σημῆναι, πί‐ θηκον οὐροῦντα ζωγραφοῦσιν· οὗτος γάρ, οὐρῶν, κρύπτει τὸ ἴδιον οὖρον.

2

.

68

(t)

[Πῶς τινα κατὰ τὸ μᾶλλον ἀκούοντα].
1Τινὰ δὲ κατὰ τὸ μᾶλλον ἀκούοντα θέλοντες σημῆναι, αἶγα ζωγρα‐
φοῦσιν· αὕτη γὰρ ἀναπνεῖ διὰ τῶν ῥωθώνων καὶ τῶν ὤτων.179

2

.

69

(t)

[Πῶς ἄστατον].
1 Τινὰ δὲ ἄστατον, καὶ μὴ μένοντα ἐν ταὐτῷ, ἀλλ’ ὁτὲ μὲν ἰσχυρόν, ὁτὲ δὲ ἀσθενῆ βουλόμενοι σημῆναι, ὕαιναν ζωγραφοῦσιν· αὕτη γὰρ ὁτὲ
μὲν ἄρρην γίνεται, ὁτὲ δὲ θήλεια.180

2

.

70

(t)

[Πῶς ἄνθρωπον ὑπὸ ἐλαττόνων ἡττώμενον].
1 Ἄνθρωπον δὲ ἡττώμενον ὑπὸ ἐλαττόνων βουλόμενοι σημῆναι, δύο δέρματα ζωγραφοῦσιν, ὧν τὸ μὲν ὑαίνης ἐστί, τὸ δὲ ἄλλο παρδάλεως· ἐὰν γὰρ ὁμοῦ τεθῇ τὰ δύο ταῦτα δέρματα, τὸ μὲν τῆς παρδάλεως ἀπο‐ βάλλει τὰς τρίχας, τὸ δὲ ἄλλο οὔ.

2

.

71

(t)

[Πῶς ἄνθρωπον τοῦ ἰδίου ἐχθροῦ περιγενόμενον].
1 Ἄνθρωπον τοῦ ἰδίου ἐχθροῦ περιγενόμενον δηλοῦντες, ὕαιναν ἐπὶ τὰ δεξιὰ στρεφομένην ζωγραφοῦσιν, ἐὰν δὲ νικώμενον, ἀνάπαλιν ἐπὶ τὰ ἀριστερὰ στρεφομένην γράφουσιν· αὕτη γάρ, διωκομένη, ἐὰν ἐπὶ τὰ δεξιὰ στραφῇ, ἀναιρεῖ τὸν διώκοντα, ἐὰν δὲ ἐπὶ τὰ ἀριστερά, ἀναιρεῖται ὑπὸ181
5τοῦ διώκοντος.

2

.

72

(t)

[Πῶς ἄνθρωπον παρελθόντα τὰς ἐπενεχθείσας αὐτῷ συμφορὰς ἀφόβως].
1Ἄνθρωπον παρελθόντα τὰς ἐπενεχθείσας αὐτῷ συμφορὰς ἀφόβως
ἄχρι θανάτου βουλόμενοι δηλῶσαι, δέρμα ὑαίνης ζωγραφοῦσιν· ἐὰν γάρ τις τὸ δέρμα τοῦτο περιβάλληται καὶ παρέλθῃ διά τινων ἐχθρῶν, οὐ μὴ ἀδικηθήσεται ὑπό τινος, ἀλλὰ παρέρχεται ἀφόβως.182

2

.

73

(t)

[Πῶς ἄνθρωπον σιανθέντα ὑπὸ τῶν ἰδίων ἐχθρῶν].
1Ἄνθρωπον σιανθέντα ὑπὸ τῶν ἰδίων ἐχθρῶν, καὶ μετὰ ζημίας
μικρᾶς ἀπαλλαγέντα βουλόμενοι σημῆναι, λύκον ζωγραφοῦσιν, ἀπολέ‐ σαντα τὸ ἄκρον τῆς οὐρᾶς· οὗτος γάρ, μέλλων θηρεύεσθαι, ἀποβάλλει τὰς τρίχας καὶ τὸ ἄκρον τῆς οὐρᾶς.183

2

.

74

(t)

[Πῶς ἄνθρωπον φοβούμενον τὰ ἐπισυμβαίνοντα αὑτῷ ἐκ τοῦ ἀφανοῦς].
1 Ἄνθρωπον φοβούμενον τὰ ἐπισυμβαίνοντα ἑαυτῷ ἐκ τοῦ ἀφανοῦς βουλόμενοι σημῆναι, λύκον καὶ λίθον ζωγραφοῦσιν· οὗτος γὰρ οὔτε σί‐ δηρον, οὔτε ῥάβδον φοβεῖται, ἀλλὰ μόνον λίθον. ἀμέλει ἐάν τις προσρίψῃ τούτῳ λίθον, εὑρίσκει αὐτὸν πτοούμενον, καὶ ὅπου ἂν πληγῇ τῷ λίθῳ
5ὁ λύκος, σκώληκας ἐκ τῆς πληγῆς ἀναφέρει.184

2

.

75

(t)

[Πῶς ἄνθρωπον ἐπὶ θυμῷ σωφρονισθέντα ὑπὸ πυρός].
1 Ἄνθρωπον ἐπὶ θυμῷ σωφρονισθέντα ὑπὸ πυρὸς θέλοντες δηλῶσαι, λέοντας καὶ δᾷδας ζωγραφοῦσιν· οὐδὲν γὰρ ἄλλο φοβεῖται ὁ λέων, ὡς τὰς ἀνημμένας δᾷδας, καὶ ὑπ’ οὐδενὸς δαμάζεται ὡς ὑπὸ τούτων.

2

.

76

(t)

[Πῶς ἄνθρωπον πυρέττοντα καὶ ὑφ’ ἑαυτοῦ θεραπευθέντα].
1 Ἄνθρωπον πυρέττοντα, καὶ ὑφ’ ἑαυτοῦ θεραπευθέντα βουλόμενοι δηλῶσαι, λέοντα ζωγραφοῦσι πίθηκον τρώγοντα· ἐκεῖνος γάρ, ἐὰν πυρέξῃ,
φαγὼν πίθηκον ὑγιαίνει.185

2

.

77

(t)

[Πῶς ἄνθρωπον ὕστερον σωφρονισθέντα ἀπὸ τῆς πρώην ἐξωλείας].
1 Ἄνθρωπον ἀπὸ ἐξωλείας τῆς πρώην ὕστερον σωφρονισθέντα βου‐ λόμενοι δηλῶσαι, ταῦρον ζωγραφοῦσι περιδεδεμένον ἀγριοσυκέᾳ· οὗτος
γάρ, ὅταν ὀργᾷ, δεσμεῖται ἀγριοσυκῇ καὶ ἡμεροῦται.186

2

.

78

(t)

[Πῶς ἄνθρωπον σωφροσύνην ἔχοντα εὐμετάβλητον].
1 Ἄνθρωπον σωφροσύνην ἔχοντα εὐμετάβλητον καὶ μὴ σταθηρὰν βουλόμενοι σημῆναι, ταῦρον ζωγραφοῦσι, περιδεδεμένον τὸ δεξιὸν γόνυ· τοῦτον γάρ, ἐὰν δήσῃς τῷ δεξιῷ γόνυι καρποδέσμιον, παρακολουθοῦντα εὑρήσεις. ἀεὶ δὲ ὁ ταῦρος εἰς σωφροσύνην παραλαμβάνεται, διότι οὐδέποτε
5τοῦ θήλεος ἐπιβαίνει μετὰ τὴν σύλληψιν.

2

.

79

(t)

[Πῶς ἄνθρωπον προβάτων καὶ αἰγῶν φθορικόν].
1 Ἄνθρωπον προβάτων καὶ αἰγῶν φθορικὸν βουλόμενοι σημῆναι, αὐτὰ τὰ ζῷα γράφουσι τρώγοντα κόνυζαν· ταῦτα γάρ, φαγόντα κόνυζαν, ἀποθνήσκει δίψῃ κατασχεθέντα.187

2

.

80

(t)

[Πῶς ἄνθρωπον τρώγοντα δηλοῦσιν].
1 Ἄνθρωπον τρώγοντα βουλόμενοι σημῆναι, κροκόδειλον ζωγραφοῦ‐ σιν, ἔχοντα τὸ στόμα ἀνεῳγμένον· οὗτος γάρ, 〈ἐν ὕπνῳ κεχηνώς, τοὺς
ὀδόντας ἐδεσμάτων μεστοὺς ἔχει〉.188

2

.

81

(t)

[Πῶς 〈ἅρπαγα〉 ἄνθρωπον 〈καὶ〉 ἀνενέργητον σημαίνουσιν].
1 Ἅρπαγα ἄνθρωπον 〈καὶ〉 ἀνενέργητον βουλόμενοι σημῆναι, κροκό‐ δειλον ἔχοντα ἴβεως πτερὸν ἐπὶ τῆς κεφαλῆς ζωγραφοῦσι· τούτου γὰρ
ἐὰν ἴβεως πτερῷ θίγῃς, ἀκίνητον αὐτὸν εὑρήσεις.189

2

.

82

(t)

[Πῶς γυναῖκα γεννήσασαν ἅπαξ].
1 Γυναῖκα γεννήσασαν ἅπαξ βουλόμενοι σημῆναι, λέαιναν ζωγραφοῦσιν. αὕτη γὰρ δὶς οὐ κυΐσκει.

2

.

83

(t)

[Πῶς ἄνθρωπον γεννηθέντα κατὰ τὴν ἀρχὴν ἄμορφον].
1 Ἄνθρωπον ἄμορφον γεννηθέντα κατὰ τὴν ἀρχήν, ὕστερον δὲ μορ‐ φωθέντα βουλόμενοι σημῆναι, ἄρκτον ἐγκυμονοῦσαν ζωγραφοῦσιν· αὕτη γὰρ αἷμα συνεστραμμένον καὶ πεπηγὸς τίκτει, ὕστερον δὲ τοῦτο θαλπό‐ μενον ἐν τοῖς ἰδίοις μηροῖς διατυποῦται, καὶ τῇ γλώσσῃ λειχόμενον τε‐190
5λειοῦται.

2

.

84

(t)

[Πῶς ἄνθρωπον ἰσχυρόν, καὶ τῶν συμφερόντων ὀσφραντικόν].
1 Ἄνθρωπον ἰσχυρόν, καὶ τῶν συμφερόντων ὀσφραντικὸν βουλόμενοι σημῆναι, ἐλέφαντα ζωγραφοῦσιν, ἔχοντα τὴν προβοσκίδα· ἐκεῖνος γὰρ ταύτῃ ὀσφραίνεται, καὶ κρατεῖ τῶν προσπιπτόντων.191

2

.

85

(t)

[Πῶς ἄνθρωπον βασιλέα φεύγοντα μωρίαν καὶ ἀφροσύνην].
1 Ἄνθρωπον βασιλέα φεύγοντα μωρίαν καὶ ἀφροσύνην βουλόμενοι σημῆναι, ἐλέφαντα καὶ κριὸν ζωγραφοῦσιν· ἐκεῖνος γάρ, θεωρῶν τὸν
κριόν, φεύγει.192

2

.

86

(t)

[Πῶς βασιλέα φεύγοντα φλύαρον ἄνθρωπον].
1 Βασιλέα φεύγοντα φλύαρον ἄνθρωπον βουλόμενοι σημῆναι, ἐλέφαντα ζωγραφοῦσι μετὰ χοίρου· ἐκεῖνος γάρ, ἀκούων φωνῆς χοίρου, φεύγει.

2

.

87

(t1)

[Πῶς ἄνθρωπον ὀξὺν μὲν κατὰ τὴν κίνησιν, ἀσκέπτως δὲ
t2καὶ ἀνοήτως κινούμενον].
1 Ἄνθρωπον ὀξὺν μὲν κατὰ τὴν κίνησιν, ἀσκέπτως δὲ καὶ ἀνοήτως κινούμενον βουλόμενοι σημῆναι, ἔλαφον καὶ ἔχιδναν ζωγραφοῦσιν· ἐκείνη γάρ, ὁρῶσα τὴν ἔχιδναν, φεύγει.193

2

.

88

(t)

[Πῶς ἄνθρωπον προνοούμενον τῆς ἰδίας ταφῆς].
1 Ἄνθρωπον προνοούμενον τῆς ἰδίας ταφῆς βουλόμενοι σημῆναι, ἐλέ‐ φαντα ζωγραφοῦσι κατορύττοντα τοὺς ἰδίους ὀδόντας· ἐκεῖνος γάρ, ὅταν ἴδῃ τοὺς ἰδίους ὀδόντας πίπτοντας, καταδράττεται τούτων, καὶ τούτους
ὀρύττει.194

2

.

89

(t)

[Πῶς ἄνθρωπον ζήσαντα τέλειον βίον].
1 Ἄνθρωπον ζήσαντα τέλειον βίον θέλοντες δηλῶσαι, κορώνην ἀπο‐ θανοῦσαν ζωγραφοῦσιν· αὕτη γὰρ ζῇ ἑκατὸν ἔτη κατ’ Αἰγυπτίους, τὸ δὲ ἔτος κατ’ Αἰγυπτίους τεσσάρων ἐνιαυτῶν.

2

.

90

(t)

[Πῶς ἄνθρωπον ἐν ἑαυτῷ κρύπτοντα κακίαν].
1 Ἄνθρωπον ἐμφωλεύοντα ἑαυτῷ κακίαν, καὶ ἀποκρύπτοντα ἑαυτὸν ὥστε μὴ γνωσθῆναι τοῖς ἰδίοις θέλοντες σημῆναι, πάρδαλιν ζωγραφοῦσιν· αὕτη γὰρ κρύφα τὰ ζῷα θηρεύει, μὴ συγχωροῦσα τὴν ἰδίαν ὀσμὴν ἀφιέ‐ ναι, καταδιωκτικὴν οὖσαν τῶν ἄλλων ζῴων.195

2

.

91

(t)

[Πῶς ἄνθρωπον ἐξαπατώμενον διὰ κολακείας].
1 Ἄνθρωπον ἐξαπατώμενον διὰ κολακείας βουλόμενοι σημῆναι, ἔλαφον μετὰ αὐλητοῦ ἀνθρώπου ζωγραφοῦσιν· αὕτη γὰρ θηρεύεται ἀκούουσα ἡδέα συρίσματα ᾀδόντων, ὡς κατακηλεῖσθαι ὑπὸ τῆς ἡδονῆς.196

2

.

92

(t)

[Πῶς πρόγνωσιν εὐκαρπίας οἴνου].
1 Πρόγνωσιν εὐκαρπίας οἴνου βουλόμενοι σημῆναι, ἔποπα ζωγραφοῦ‐ σιν· ἐκεῖνος γάρ, ἐὰν πρὸ τοῦ καιροῦ τῶν ἀμπέλων πολλὰ κράζῃ, εὐ‐ οινίαν σημαίνει.

2

.

93

(t)

[Πῶς ἄνθρωπον ὑπὸ σταφυλῆς βλαβέντα].
1 Ἄνθρωπον ὑπὸ σταφυλῆς βλαβέντα, καὶ ἑαυτὸν θεραπεύοντα βουλό‐ μενοι σημῆναι, ἔποπα ζωγραφοῦσι, καὶ ἀδίαντον τὴν βοτάνην· οὗτος γάρ, βλαβεὶς ὑπὸ σταφυλῆς, ἀδίαντον ἀποτιθέμενος εἰς τὸ ἑαυτοῦ στόμα, πε‐ ριοδεύεται.197

2

.

94

(t)

[Πῶς ἄνθρωπον ἑαυτὸν φυλάττοντα ἀπὸ ἐπιβουλῆς ἐχθρῶν].
1 Ἄνθρωπον ἑαυτὸν φυλάττοντα ἀπὸ ἐπιβουλῆς ἐχθρῶν βουλόμενοι σημῆναι, γέρανον γρηγοροῦσαν ζωγραφοῦσιν· αὗται γὰρ ἑαυτὰς φυλάτ‐
τουσι, γρηγοροῦσαι κατ’ ὄρδινον ἐν πάσῃ τῇ νυκτί.198

2

.

95

(t)

[Πῶς παιδεραστίαν].
1 Παιδεραστίαν βουλόμενοι σημῆναι, δύο πέρδικας ζωγραφοῦσιν· ἐκεῖ‐ νοι γάρ, ἐπὰν χηρεύσωσιν, ἑαυτοῖς ἀποκέχρηνται.

2

.

96

(t)

[Πῶς γέροντα ὑπὸ λιμοῦ ἀποθανόντα].
1 Γέροντα ὑπὸ λιμοῦ ἀποθανόντα θέλοντες δηλῶσαι, ἀετὸν ἀποκεκαμ‐ μένον ἔχοντα τὸ ῥάμφος ζωγραφοῦσιν· ἐκεῖνος γάρ, γηράσκων, ἀποκάμ‐
πτεται τὸ ῥάμφος αὑτοῦ, καὶ λιμῷ ἀποθνήσκει.199

2

.

97

(t)

[Πῶς ἄνθρωπον ἀεὶ ἐν κινήσει καὶ θυμῷ διάγοντα].
1 Ἄνθρωπον ἀεὶ ἐν κινήσει καὶ θυμῷ διάγοντα, καὶ μήτε ἐν τῷ τρέφεσθαι ἡσυχάζοντα βουλόμενοι σημῆναι, κορώνης νεοσσοὺς ζωγρα‐ φοῦσιν· αὕτη γάρ, ἱπταμένη, τρέφει τοὺς νεοσσούς.

2

.

98

(t)

[Πῶς ἄνθρωπον εἰδότα τὰ μετέωρα].
1 Ἄνθρωπον εἰδότα τὰ μετέωρα θέλοντες σημῆναι, γέρανον ἱπτάμενον ζωγραφοῦσιν· ἐκεῖνος γὰρ ὑψηλὸς πάνυ ἵπταται, ἵνα θεάσηται τὰ νέφη,
μὴ ἄρα χειμάζῃ, ἵνα ἐν ἡσυχίᾳ διαμένῃ.200

2

.

99

(t)

[Πῶς ἄνθρωπον ἀποταξάμενον τὰ ἴδια τέκνα δι’ ἀπορίαν].
1 Ἄνθρωπον ἀποταξάμενον τὰ ἴδια τέκνα δι’ ἀπορίαν βουλόμενοι ση‐ μῆναι, ἱέρακα ἐγκύμονα ζωγραφοῦσιν· ἐκεῖνος γάρ, τίκτων τρία ὠά, τὸ ἓν μόνον ἐπιλέγεται καὶ τρέφει, τὰ δὲ ἄλλα δύο κλᾷ, τοῦτο δὲ ποιεῖ, διὰ τὸ κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς ὄνυχας ἀπολλύειν, καὶ ἐντεῦθεν μὴ
5δύνασθαι τὰ τρία βρέφη τρέφειν.201

2

.

100

(t)

[Πῶς ἄνθρωπον ὀκνοῦντα τὴν διὰ ποδῶν κίνησιν ποιεῖσθαι].
1 Ἄνθρωπον ὀκνοῦντα τὴν διὰ ποδῶν κίνησιν ποιεῖσθαι βουλόμε‐ νοι 〈σημῆναι〉, κάμηλον γράφουσιν· ἐκείνη γάρ, μόνη τῶν ἄλλων ζῴων, τὸν μηρὸν κάμπτει, διὸ καὶ κάμηρος λέγεται.

2

.

101

(t)

[Πῶς ἄνθρωπον ἀναιδῆ καὶ κατὰ τὴν ὅρασιν ὀξύν].
1 Ἄνθρωπον ἀναιδῆ καὶ κατὰ τὴν ὅρασιν ὀξὺν θέλοντες δηλῶσαι, βάτραχον γράφουσιν· οὗτος γὰρ αἷμα οὐκ ἔχει, εἰ μὴ ἐν μόνοις τοῖς ὀ‐ φθαλμοῖς, τοὺς δὲ ἐκεῖ αἷμα ἔχοντας, ἀναιδεῖς καλοῦσι. διὸ καὶ ὁ ποιητής·
οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο.
202

2

.

102

(t)

[Πῶς ἄνθρωπον 〈πολὺν χρόνον〉 μὴ δυνηθέντα κινεῖσθαι].
1 Ἄνθρωπον πολὺν χρόνον μὴ δυνηθέντα κινεῖσθαι, ὕστερον δὲ κινη‐ θέντα τοῖς ποσὶ βουλόμενοι σημῆναι, βάτραχον ἔχοντα τοὺς ὀπισθίους πόδας ζωγραφοῦσιν· ἐκεῖνος γὰρ γεννᾶται ἄπους, ὕστερον δέ, αὐξανόμενος, προσλαμβάνει τοὺς ὀπισθίους πρότερον.

2

.

103

(t)

[Πῶς ἄνθρωπον πάντων ἐχθρόν].
1Ἄνθρωπον πάντων ἐχθρὸν καὶ ἀπεσχοινισμένον θέλοντες δηλῶσαι,
ἔγχελυν ζωγραφοῦσιν· αὕτη γὰρ οὐδενὶ τῶν ἰχθύων συνευρίσκεται.203

2

.

104

(t)

[Πῶς ἄνθρωπον σῴζοντα πολλοὺς ἐν θαλάσσῃ].
1 Ἄνθρωπον σῴζοντα πολλοὺς ἐν θαλάσσῃ θέλοντες σημῆναι, νάρ‐ κην τὸν ἰχθὺν ζωγραφοῦσιν· αὕτη γάρ, ὅταν ἴδῃ τοὺς πολλοὺς τῶν
ἰχθύων μὴ δυναμένους κολυμβᾶν, συλλαμβάνει πρὸς ἑαυτὴν καὶ σῴζει.204

2

.

105

(t)

[Πῶς ἄνθρωπον τὰ χρήσιμα 〈καὶ τὰ ἄχρηστα〉 κακῶς ἀνηλωκότα].
1 Ἄνθρωπον τὰ χρήσιμα καὶ τὰ ἄχρηστα κακῶς ἀνηλωκότα βουλό‐ μενοι σημῆναι, πολύποδα ζωγραφοῦσιν· ἐκεῖνος γάρ, πολλὰ καὶ ἀσώτως ἐσθίων, παρατίθεται τὴν τροφὴν εἰς τὰς θαλάμας, καί, ὅταν ἀναλώσῃ τὰ χρήσιμα, τότε τὰ ἄχρηστα ἐκβάλλει.

2

.

106

(t)

[Πῶς ἄνθρωπον τῶν ὁμοφύλων κρατήσαντα].
1 Ἄνθρωπον τῶν ὁμοφύλων κρατήσαντα βουλόμενοι σημῆναι, κά‐ ραβον καὶ πολύποδα ζωγραφοῦσιν· οὗτος γὰρ τοὺς πολύποδας κρατεῖ,
καὶ τὰ πρωτεῖα φέρει.205

2

.

107

(t)

[Πῶς ἄνδρα συζευχθέντα γυναικί].
1 Ἄνδρα συζευχθέντα γυναικὶ ἀπὸ πρώτης ἡλικίας, ἐν ᾗ ἐτέχθησαν, βουλόμενοι σημῆναι, πίννας ἐγκύους ζωγραφοῦσιν· αὗται γάρ, γεννώ‐ μεναι ἐν τῷ κόγχῳ, μετὰ καιρὸν ὀλίγον συζεύγνυνται ἀλλήλαις ἔνδον τοῦ κόγχου.

2

.

108

(t)

[Πῶς ἄνθρωπον μὴ προνοούμενον ἑαυτοῦ].
1Πατέρα ἢ ἄνθρωπον μὴ προνοούμενον ἑαυτοῦ, ἀλλ’ ὑπὸ τῶν οἰκείων
προνοούμενον θέλοντες σημῆναι, πίνναν καὶ καρκίνον μικρὸν ζωγραφοῦσιν· οὗτος γὰρ ὁ καρκίνος μένει κεκολλημένος τῇ σαρκὶ τῆς πίννης, καὶ καλεῖται πιννοφύλαξ, ἀκολούθως τῷ ὀνόματι. ἡ οὖν πίννα διόλου κέχηνεν206
5ἐν τῷ κόγχῳ πεινῶσα· ὅταν οὖν, αὐτῆς κεχηνυίας, παρεισέλθῃ ἰχθύ‐ διόν τι, ὁ πιννοφύλαξ δάκνει τῇ χηλῇ τὴν πίνναν, ἡ δέ, αἰσθομένη,
καταμύει τὸν κόγχον, καὶ οὕτω κυνηγετεῖ τὸ ἰχθύδιον.207

2

.

109

(t)

[Πῶς ἄνθρωπον λάμιαν ἔχοντα].
1 Ἄνθρωπον λάμιαν ἔχοντα βουλόμενοι σημῆναι, σκάρον ζωγραφοῦ‐ σιν· οὗτος γὰρ μόνος τῶν ἰχθύων μαρυκᾶται, καὶ πάντα τὰ προσπί‐ πτοντα ἰχθύδια ἐσθίει.

2

.

110

(t)

[Πῶς ἄνθρωπον τὴν ἑαυτοῦ τροφὴν ἐμοῦντα].
1 Ἄνθρωπον ἐμοῦντα τὴν ἰδίαν τροφήν, καὶ πάλιν ἀπλήστως ἐσθί‐ οντα βουλόμενοι σημῆναι, ἐνάλιον γαλεὸν ζωγραφοῦσιν· οὗτος γὰρ κύει μὲν διὰ τοῦ στόματος, νηχόμενος δὲ καταπίνει τὸν γόνον.208

2

.

111

(t)

[Πῶς ἄνθρωπον ἀνθρώπων ἀλλοφύλων χρώμενον μίξει].
1 Ἄνθρωπον ἀνθρώπων χρώμενον μίξει ἀλλοφύλων βουλόμενοι ση‐ μῆναι, σμύραιναν ἰχθὺν ζωγραφοῦσιν· αὕτη γάρ, ἐκ θαλάσσης ἀναβαί‐ νουσα, τοῖς ἔχεσι μίγνυται, καὶ εὐθέως εἰς τὴν θάλασσαν ἐπιτρέχει.209

2

.

112

(t)

[Πῶς ἄνθρωπον ἐπὶ φόνῳ κολασθέντα].
1 Ἄνθρωπον ἐπὶ φόνῳ κολασθέντα, καὶ μεταμεληθέντα βουλόμενοι σημῆναι, τρυγόνα περιπεπλεγμένην ἀγκίστρῳ ζωγραφοῦσιν· αὕτη γάρ, θήρᾳ κατασχεθεῖσα, ῥίπτει τὴν ἐν τῇ οὐρᾷ ἄκανθαν.210

2

.

113

(t)

[Πῶς ἄνθρωπον ἀφειδῶς κατεσθίοντα τὰ ἀλλότρια].
1 Ἄνθρωπον ἀφειδῶς κατεσθίοντα τὰ ἀλλότρια, καὶ ὕστερον κατα‐ νηλωκότα τὰ ἴδια βουλόμενοι σημῆναι, πολύποδα ζωγραφοῦσιν· ἐκεῖνος
γάρ, ἐὰν ἀπορήσῃ τροφῆς τῆς ἀπὸ ἄλλων, τὰς ἰδίας πλεκτάνας ἐσθίει.211

2

.

114

(t)

[Πῶς ἄνθρωπον ἐπὶ καλῷ ὁρμήσαντα].
1 Ἄνθρωπον ἐπὶ καλῷ ὁρμήσαντα καὶ ἀντὶ τούτου κακῷ περιπε‐ σόντα βουλόμενοι σημῆναι, σηπίαν ζωγραφοῦσιν· αὕτη γάρ, ἐὰν ἴδῃ τινὰ βουλόμενον αὐτὴν θηρᾶσαι, προΐεται εἰς τὸ ὕδωρ ἐκ τῆς κοιλίας τὸ μέλαν, ὥστε ἐκ τούτου μηκέτι αὐτὴν βλέπεσθαι, καὶ οὕτω διαφεύγει.

2

.

115

(t)

[Πῶς ἄνθρωπον γόνιμον].
1 Ἄνθρωπον γόνιμον βουλόμενοι σημῆναι, στρουθίον πυργίτην ζω‐ γραφοῦσιν· οὗτος γάρ, ὑπὸ ὁρμῆς ἀμέτρου καὶ πολυσπερμίας ὀχλούμενος, ἑπτάκις μίγνυται τῇ θηλείᾳ ἐν μιᾷ ὥρᾳ, ἀθρόως σπερμαίνων.212

2

.

116

(t)

[Πῶς ἄνθρωπον συνοχέα καὶ ἑνωτικόν].
1 Ἄνθρωπον συνοχέα καὶ ἑνωτικὸν βουλόμενοι σημῆναι, λύραν ζω‐ γραφοῦσιν· αὕτη γὰρ συνέχειαν φυλάττει τῶν ἰδίων κρουμάτων.

2

.

117

(t1)

[Πῶς ἄνθρωπον πάλαι μὲν ἀποστάντα τῶν ἰδίων νοημάτων,
t2ὕστερον δὲ τῆς ἑαυτοῦ γεγονότα φρονήσεως].
1 Ἄνθρωπον πάλαι μὲν ἀποστάντα τῶν ἰδίων νοημάτων, ὕστερον δὲ τῆς ἑαυτοῦ γεγονότα φρονήσεως, καὶ τάξιν ἐπαγαγόντα τῇ ἑαυτοῦ ζωῇ βουλόμενοι σημῆναι, σύριγγα γράφουσιν· αὕτη γὰρ ἐπιστρεπτική ἐστι, καὶ ἀναμνηστικὴ τῶν καταθυμίως πεπραγμένων αὐτῷ, καὶ μάλιστα τε‐213
5ταγμένον ἐκτελοῦσα φθόγγον.

2

.

118

(t)

[Πῶς ἄνθρωπον ἴσως πᾶσι τὸ δίκαιον ἀπονέμοντα].
1 Ἄνθρωπον ἴσως πᾶσι τὸ δίκαιον ἀπονέμοντα βουλόμενοι σημῆναι, στρουθοκαμήλου πτερὸν γράφουσι· τοῦτο γὰρ τὸ ζῷον πανταχόθεν ἴσα
ἔχει τὰ πτερυγώματα, παρὰ τὰ τῶν ἄλλων.214

2

.

119

(t)

[Πῶς ἄνθρωπον φιλοκτίστην].
1 Ἄνθρωπον φιλοκτίστην βουλόμενοι σημῆναι, χεῖρα ἀνθρώπου γρά‐ φουσιν· αὕτη γὰρ ποιεῖ πάντα τὰ κτίσματα.
3n[ΤΕΛΟΣ ΤΩΝ ΙΕΡΟΓΛΥΦΙΚΩΝ].215