TLG 2051 001 :: HIMERIUS :: Declamationes et orationes HIMERIUS Soph. Declamationes et orationes
Citation: Oration — (line) | ||
1(1t) | Ὑπὲρ Δημοσθένους Ὑπερείδου. | |
2 | Ὕποπτος μὲν καὶ σφαλερὰ παντὶ δήμῳ τοιαύτη συμ‐ βουλὴ καὶ οὐ μικρὰ λυποῦσα πρὸς πειθὼ τὸν ἀκούοντα· ἀμφότεροι γὰρ δημοτικοὶ καὶ πρὸς τὸ βέλτιον ὑπειλημμένοι | |
---|---|---|
5 | τυγχάνουσιν ... οὐδὲ τοῖς γυμνοῖς χρῆσθαι τῶν ὀνομάτων, ἀλλὰ τοῖς δι’ ἐμφάσεως τὸ βούλημα σημαίνουσιν ... ᾬετο μέν, ὦ Ἀθηναῖοι, Φίλιππος δι’ ἑνὸς τούτου κηρύγματος οὐ Δημοσθένην μόνον, ἀλλὰ καὶ πάντας ὑμῶν ἀφαιρήσεσθαι τοὺς δημαγωγούς, ὅσοι μετ’ ἐκείνου δόντες | |
10 | ἑαυτοὺς τῇ πολιτείᾳ Φιλίππῳ μὲν ἄβατον τὴν Ἀττικήν, τῇ πόλει δὲ ἀκέραιον μέχρι νῦν τὴν ἐλευθερίαν διετηρήσα‐ μεν. δόξομεν γὰρ ἑκόντες ἤδη καὶ οὐκ ἄκοντες δυστυχεῖν | |
τε καὶ ὑποβεβλῆσθαι Φιλίππῳ ... Ὁ δὲ ἐπὶ τοὺς βαρβάρους ἐτράπετο πρότερον, καὶ τὴν | 13 | |
15 | ἐκεῖ κενώσας ἤπειρον ἐπὶ τὰ καίρια μέρη λοιπὸν τῆς πό‐ λεως καὶ τῶν Ἑλλήνων ἐφέρετο, πανταχόθεν ἡμᾶς περι‐ στοιχιζόμενος κατὰ τοὺς δεινοὺς τῶν θηρατῶν, οἳ τοσοῦτον φείδονται τῶν θηρίων χρόνον, ὅσον ἔτι παρασκευάζονται. ἐκίνησε δὲ ἡμᾶς οὐδέν, οὐδὲ ἀντιλαβέσθαι τῶν πραγμά‐ | |
20 | των ἠνάγκασεν, οὐ διορυττομένη Πελοπόννησος, οὐ τὸ πτῶμα τὸ Φωκικόν, οὐκ Εὔβοια μετὰ τῶν τροπαίων τῶν Μηδικῶν τυραννουμένη, οὐκ Ἀρκαδία δουλεύουσα, οὐ τὰ Ἠλεῖα ἀτυχήματα· ἀλλὰ καὶ Χερρόνησον πειραζομένην ἐπείδομεν, καὶ τὸν Ἑλλήσποντον ἀλλοτριούμενον ὁρῶντες | |
25 | ἐμέλλομεν ... Τίς γὰρ λοιμὸς ἢ σεισμὸς τοσαύτας πόλεις ἐκένωσεν, ἢ τοσαῦτα γένη ἀνθρώπων ἠφάνισε καὶ κατέδυσεν, ὅσα Φίλιππος καὶ ὁ Φιλίππου χρόνος; ... Οἶδε γὰρ ἀκριβῶς, ὧν τε μηδέπω τυγχάνει, διὰ τοῦ‐ | |
30 | τον ἀποστερούμενος, καὶ ὧν ἔχει μηδὲν ἂν λαβών, εἰ συμ‐ βουλεύοντι Δημοσθένει τις ἐπείθετο ... Οὐδὲ κατὰ τῶν πόλεων μόνον δωροδοκεῖ ταῖς τῶν προδοτῶν ἐπηρμένος γνώμαις ὁ Φίλιππος, οὐδὲ ἆθλα τῶν πατρίδων προτίθησιν, οὐδὲ κατὰ τῶν δήμων ὁπλίζει τοὺς | |
35 | ἀλάστορας· ἀλλ’ ἐπὶ τοὺς ῥήτορας, ἐπὶ τοὺς δημαγωγοὺς μετενήνοχε τὸ μηχάνημα ... Ἀλλὰ καὶ τοὐναντίον ἑορτὴν εἶναι καὶ πανήγυριν ἐκεί‐ | |
νην τὴν πρᾶξιν ἅπαντες ἐνομοθέτησαν. τότε ἐκεῖνος πα‐ ρανομεῖν οὐκ ἀπὸ ῥημάτων, ἀλλ’ ἀπὸ τῆς φύσεως ἤρχετο· | 14 | |
40 | ἐπετίθει γὰρ θαλάττῃ μὲν ἤπειρον, δι’ ὀρῶν δὲ μέσων ἐναυτίλλετο, θαλάττῃ μὲν ὅσα γῇ, γῇ δὲ ὅσα θαλάττῃ χρώμενος ... Καὶ τὰς τριήρεις ἀντὶ τῆς Ἀττικῆς μετοικήσασα, καὶ πάντα ὅσα ἐν ἀνακτόροις, ἐπὶ τῆς θαλάττης ἡ πόλις | |
45 | ἔπραττεν ... Οὐ Μακεδόνες ἐπιπολάζουσι τοῖς πράγμασιν, οἱ πρό‐ σθεν ἀγαπητῶς μετὰ τῶν φόρων σῳζόμενοι; παρωσάμενοι δὲ τῆς ἀρχῆς τὴν ἡμετέραν πόλιν, αὐτοὶ παρέδυσαν εἰς τὴν τάξιν ἐκείνην, ἐφ’ ἧς ἡμᾶς οἱ πρόγονοι κατέλιπον ... | |
1(50) | Τίς νόμος κατήγαγεν ἐπὶ θάλατταν Φίλιππον, καὶ στοιχείου μηδὲν αὐτῷ διαφέροντος προσάψασθαι κατη‐ νάγκασεν; ... Ὅταν μὲν γὰρ τὰ αὐτὰ κελεύωσιν ὅ τε νόμος καὶ ὁ τῶν πραγμάτων καιρός, ἀμφοτέροις διὰ τὸ συμφέρον πείθο‐ | |
55 | μαι· ὅταν δὲ ἕτερα μὲν ἡ χρεία, ἕτερα δὲ οἱ νόμοι φράζωσι, παρεὶς ἀκούειν τῶν συλλαβῶν, ἀκολουθῶ τῷ συμφέροντι ... καὶ τίς οὐκ οἶδεν ὡς ἐκεῖνοι πάλαι τοῖς παρ’ ἡμῖν νομοθέ‐ ταις ἐρρῶσθαι φράσαντες, καὶ πολλὰ χαίρειν Σόλωνι καὶ Δράκοντι καὶ τοῖς ἄλλοις εἰπόντες ἅπασι, τὸ Μακεδονικὸν | |
60 | χρυσίον καὶ τὴν Φιλίππου φιλίαν νόμους καὶ πατρίδα καὶ πολιτείαν καὶ πάντα τὰ τιμιώτατα νομίζουσι; ... Στηλίτην παρὰ τῇ θεῷ γινόμενον ... ὑφορῶμαι Αἰσχί‐ | |
νην· ταράττει γάρ με τὸ δρᾶμα τὸ Φωκικόν, ὅπερ οὐκ ἐπὶ σκηνῆς ἡμῖν, ἀλλ’ ἐπὶ τῆς ἀληθείας αὐτῆς ὁ θαυμαστὸς | 15 | |
65 | οὗτος τριταγωνιστὴς ἐπεδείξατο ... Ἀλλ’ ὅμως καὶ τούτων οὕτως ἐχόντων, εἰρωνεύονται τὸν ἄνθρωπον, καὶ τὸν Πεισίστρατον πολλάκις παραφέ‐ ρουσι, καὶ οὐκ αἰσχύνονται νῦν μὲν εἰς δειλίαν καὶ μαλα‐ κίαν σκώπτοντες, νῦν δὲ μὴ τυραννήσῃ τῆς πόλεως δεδιότες· | |
70 | ἃ πλεῖστον ἀλλήλων κεχώρισται ... Ὁ στόλοις ὅλοις ἐκ τοῦ Πειραιῶς ἐπὶ τοὺς τυράννους ἀναγόμενος ... Φθείρουσι μὲν τὰ περὶ αὐτὴν τὴν πόλιν, Φιλίππῳ δὲ ὁδοποιοῦσι τὰ πράγματα ... | |
2(1t) | Ὑπὲρ Αἰσχίνου Δημοσθένους. | |
2 | Ὄντος γὰρ ἑκατέρου δεινοῦ, καὶ τοῦ λύειν ψῆφον ἑκόντας, καὶ τοῦ ταῦτα ὑπομεῖναι παρὰ γνώμην ἐξ ἐπι‐ τάγματος, ἧττον ἑκόντας κακὸν τοῦ λύειν ἄκοντας ὑπείληφα. | |
5 | τὸ μὲν γὰρ ἐνδέχεταί ποτε καὶ φιλανθρωπίας δόξαν λαβεῖν· οἱ δὲ ἑτέροις ὑπακούοντες τὴν μὲν αἰσχύνην ἑαυτῶν ποιοῦσι, τῶν δὲ προσταξάντων τὴν εὔκλειαν ... Κοινολογεῖται καὶ μετὰ βῆμα βασιλεῦσιν Αἰσχίνης, καὶ μετὰ Κτησιφῶντα καὶ τὴν φυγὴν τυράννους ἔτι περιερ‐ | |
10 | γάζεται ... Ἄνθρωπος τὴν Ἀσίαν ὅλην ὑπερπηδήσας τοῖς ὅπλοις, καὶ τῇ φύσει φιλονεικῶν λοιπὸν ὅτι πολεμίους μὴ κέκτηται ... Δι’ οὓς ἤρθη τοσοῦτος Φίλιππος, δι’ οὓς ἔπεσε τὰ τῶν Ἑλλήνων φρονήματα· παρ’ ὧν σύμμαχοι, τόποι, και‐ | 16 |
15 | ροί, πᾶσα τῶν μεγάλων κατορθωμάτων ἡ πρόφασις ... ἀλλὰ τὸ μὲν Θηβῶν πάθος ὑπερεφώνει τοὺς Ἕλληνας, Ἀλέξανδρος δὲ τὴν πόλιν καὶ μετὰ Θήβας ᾐσχύνετο· καίτοι γε εἶχέ τι τότε τῇ πόλει καὶ μέμψασθαι· ἡμεῖς γὰρ Θη‐ βαίων πεσόντων τὴν τελετὴν ἀπεκλείσαμεν, ἵνα μὴ τοῖς | |
20 | Θηβαίων θρήνοις ἀντιβοῶμεν τὸν ἴακχον ... Ὥσπερ γὰρ ἀγαθοῦ φανέντος τοῦ κομιζομένου τὴν χάριν, μεθέξειν ἡ πόλις τὸ μέρος τῆς δόξης ἤμελλεν· οὕτω τῆς αἰσχύνης, εἰ πονηρὸς ἐξηλέγχετο ... Οὔτ’ ἂν ἑτέρου γράφοντος καὶ παρανομοῦντος ἐσίγησα, | |
25 | ἀλλὰ προσδραμὼν ἂν τῷ βήματι, τὸν Σόλωνα κεκραγώς, τὴν πολιτείαν ἐπιβοώμενος· οὐ λύσω τοὺς νόμους, ἂν ἔφην, οὐδὲ δέχομαι φυγάδας ἐξ ἐπιτάγματος, οὐδὲ τῷ Φω‐ κέων αὐθέντῃ κελεύοντος ἄλλου σπένδομαι· ἀλλ’ ἕως ἂν ἔχω λιμένας, ἕως ἡλικίαν ἀκμάζουσαν, ἕως ἀριθμῶ τὰ τρό‐ | |
30 | παια, ἕως μία γοῦν ἐκ Πειραιῶς ἔτι τριήρης ἀνάγεται, οὐ προΐεμαι τοὺς νόμους, οὐδὲ τῆς πολιτείας ἀφίσταμαι, οὐδὲ ποιῶ τὴν φήμην αὐτῆς τῆς πόλεως πόρθησιν· οὐδ’ ὑπο‐ πτεύων τὰ παρὰ τῆς τύχης ἀμφίβολα, φθάνω τὴν δουλείαν αὐτὸς ἑκουσίως αἱρούμενος ... | |
35 | Κατίτω τοίνυν Αἰσχίνης, Δημοσθένους, ἀλλὰ μὴ Ἀλε‐ | |
ξάνδρου, κελεύοντος, παρανομοῦντος ῥήτορος, ἀλλὰ μὴ βασιλέως προστάττοντος, ὡς φυγὰς ἐλεούμενος, μὴ φοβε‐ ρὸς ἡμῖν ὡς ἐκ προστάγματος. Ἀθηναίων οἱ λόγοι· καὶ γνωρίζω τὴν πόλιν ἀπὸ τοῦ ῥήματος. ὑμεῖς γάρ ἐστε οἱ | 17 | |
40 | πᾶσαν μὲν γῆν πᾶσαν δὲ θάλασσαν τροπαίων ὑπὲρ τῶν νόμων καὶ τῆς ἐλευθερίας πληρώσαντες. ἐπολέμει Ξέρξης, γῆν μεταποιῶν καὶ θάλασσαν, ὅτι τοὺς τὴν βῶλον καὶ τὸν κύαθον αἰτήσαντας τὸ βάραθρον ἀντὶ τῆς ἐκκλη‐ σίας ἐδέχετο· ἀλλ’ ἡ πόλις ἔμεινε τῶν στοιχείων πλέον | |
45 | ἀκίνητος ... Ἐπεὶ κἀν τοῖς ἄλλοις, ὡς ἔπος εἰπεῖν τῶν πραττομένων ἕκαστον, κἂν ταὐτὸν εἶναι τῇ φύσει δοκῇ, ἀλλὰ τῇ προφά‐ σει μερίζεται· οἷον τύπτει τις τὸν πλησίον, ἂν μὲν ἐν ἄθλοις, ἔχει νικήσας τὸν στέφανον· ἂν δὲ τῆς ἀγωνίας | |
2(50) | ἐκτός, ὑπέχει τὸ τίμημα. ἐθρηνοῦμέν ποτε πορθουμένης ὑπὸ τῶν τυράννων τῆς πόλεως, ἀλλ’ ἑκόντες αὐτὴν ὑπὲρ ἀνδρα‐ γαθίας τῷ πυρὶ τῶν Μήδων ἐδώκαμεν ... Ὁ μὴ Φιλίππῳ σπεισάμενος μηδὲ μετὰ τὴν μεστὴν τῆς πονηρᾶς τύχης Χαιρώνειαν ... | |
55 | Ἦν ἡμῖν ποτε πάτριον ἡγεῖσθαι τῆς Ἑλλάδος καὶ τοῖς τυράννοις ὑπὲρ τῆς ἐλευθερίας ἀνταγωνίζεσθαι. οὗτος ὁ νόμος ἤρξατο μὲν ἀπὸ Μιλτιάδου πρότερον, ἤκμασε δὲ ἐπὶ Θεμιστοκλέους, κατέβη δὲ εἰς Κίμωνα, ἐφυλάχθη δὲ ὑπὸ Περικλέους, ἐθαυμάσθη δὲ ὑπὸ Ἀλκιβιάδου· ἐπ’ ἐμοῦ δὲ τῇ | |
60 | γνώμῃ μὲν ἐτηρήθη, τῇ τύχῃ δὲ καὶ τῇ κολακείᾳ τῶν | |
προδιδόντων διέφθαρται ... Ἀπέστημεν ἑτέροις τῆς ἡγεμονίας, οὐκ ἀντεῖπες· παρε‐ χωρήσαμεν τοῦ πατρίου σχήματος, οὐκ ἠγανάκτησας ... Οὐκ εἶξε μετὰ Σικελίαν Λακεδαιμονίοις ἡ πόλις, ἀλλ’ ἡ | 18 | |
65 | μὲν νῆσος τὴν ἡλικίαν ὅλην ἐχώρησεν, ἡ πόλις δὲ ἔμεινε τῷ φρονήματι καὶ μετὰ τὴν ἑσπέραν ἀνάλωτος ... Ἀλλὰ πονηρὸς Αἰσχίνης. πρόσθες, εἰ βούλει, καὶ Φω‐ κέων ὄλεθρον καὶ προδοσίαν Θρᾴκης καὶ ἀναίρεσιν Κερσο‐ βλέπτου, καὶ πάνθ’ ὅσα πολλάκις Αἰσχίνης ἀδικῶν τὸν | |
70 | δῆμον ἐγκέκληται ... νόσημα γάρ, ὦ Ἀθηναῖοι, κατὰ τῶν Ἑλλήνων τῇ φορᾷ τῶν Ἀθηναίων συνήκμασε. ... πονηροὺς μὲν γὰρ ἡ πόλις ἤδη που πολλάκις ἔσωσεν, οὐκ ἐπαινοῦσα τὴν γνώμην, ἀλλὰ τὴν τύχην οἰκτείρουσα· ὑπήκουσε δὲ οὐδενὶ κατὰ τῶν νόμων, ἡνίκα ἐτήρει τὸ φρόνημα ... | |
75 | Τί οὖν οὐκ ἤδη ... προαγγέλλω; τί δὲ οὐκ ἔξειμι τοῦ βίου, πρὶν ἰδεῖν τὴν πόλιν δουλεύουσαν; ... Ἐγὼ γοῦν καὶ αὐτὸς ἡγοῦμαι τὴν φήμην ἔχειν, οὐχ οὕτω δ’ ἔχειν ὡς τερατεύονταί τινες· σκοπῶν πρῶτον μέν, ὦ Ἀθηναῖοι, τὸν Ἀλεξάνδρου τρόπον. τίς δὲ οὗτός ἐστιν; | |
80 | ὁμοῦ τε ἐγχειρεῖ, καὶ πέπρακται· μᾶλλον δὲ φθάνει τοὺς μὲν λογισμοὺς ταῖς πράξεσιν, οἷς δὲ ἐγχειρεῖ, τοὺς διαγγέλ‐ | |
λοντας· ἐπεὶ καὶ τὰ πολλὰ δὴ ταῦτα καὶ μεγάλα τῶν ἔργων, ἃ λογοποιοῦσιν οἱ κόλακες, τάχει μᾶλλον ἢ τῇ ῥώμῃ κρατῶν τούτοις οἷς ἐπῄει κατώρθωσε, πρὶν ἀγγελθῆναι | 19 | |
85 | παρών, πρὶν ἀκουσθῆναι φαινόμενος, κατὰ τοὺς σκηπτοὺς ἢ τὰς βροντάς, αἳ πολλάκις φθάνουσι τὴν προσδοκίαν ἐγ‐ γίσασαι. οὕτω Σάρδεις εἷλεν, οὕτω Καρίαν ἐπόρθησεν, οὕτω Λυκίαν παρέσυρεν, οὕτω Παμφυλίαν ἐπέδραμεν, οὕ‐ τως ὤφθη Κίλιξιν, οὕτως ἐπέστη Πέρσαις, οὕτω Δαρεῖον | |
90 | ἐξέπληξεν—οἴμοι, τῶν ἐγγὺς κακῶν—οὕτω καὶ Θήβας ἀνήρπασεν. ἔπεσε πόλις ἐπὶ τῆς Ἑλλάδος μέσης, φθάσαντος τὴν φήμην τοῦ πτώματος· κἀγὼ μὲν ἠγνόουν τὴν συμ‐ φοράν, τὴν δὲ πόλιν εἶχε τὸ πολυάνδριον. τοῦτο μὲν δὴ πρῶτον οὐκ ἐᾷ με προσέχειν· δεύτερον δέ, ὅτι οἶδεν Ἀλέ‐ | |
95 | ξανδρος, κἂν εἰ σφόδρα τις αὐτὸν μεθύειν ὑπὸ τῆς εὐτυχίας ὑπείληφε ... Τί οὖν οὐ καθαιρῶ τὰ τρόπαια; τί οὐκ ἀνατρέπω τὰς στήλας; τί δὲ οὐκ ἐξαλείφω τὰ ἐπιγράμματα; πάντα γὰρ οἶμαι τὰ τῆς ἀρετῆς ὑπομνήματα ὥσπερ τοῖς ἀγαθοῖς | |
2(100) | κόσμος ἐστίν, οὕτως ἔλεγχος τοῖς καταισχύνουσι ... Καλῶς ἐθαύμαζον τὴν Ποικίλην οἱ Σαλαμῖνι κινδυνεύ‐ σαντες· ἐδαπάνων γὰρ ἐπὶ τῆς θαλάσσης τὸ τῆς ἠπείρου λείψανον. ... Παρνασσὸς δὲ ἐς τὴν θάλασσαν ἐσφενδόνα τὰς κορυ‐ | |
105 | φάς, καὶ τοῖς ἑαυτοῦ μέρεσιν ἀντὶ βελῶν ὑπὲρ τοῦ γένους ὁπλίζεται. μερίζονται δὲ τὰς μάχας Ἕλληνες καὶ νέμονται | |
πρὸς ἀλλήλους μετὰ τῶν στοιχείων τὰ κατορθώματα, Λακεδαιμόνιοι τὴν ἤπειρον, ἡμεῖς τὴν θάλασσαν· ἐκεῖνοι τριακοσίοις τὰς Πύλας σώμασιν, ἡμεῖς τοσαύταις τριήρεσι | 20 | |
110 | τὰς τῆς Ἑλλάδος παρόδους κλείομεν ... νεανίσκου δὲ Μακε‐ δόνος καθ’ ὅλης τῆς ὑφ’ ἡλίῳ κωμάζοντος, καὶ λυποῦντος μικροῦ καὶ αὐτὴν τὴν τύχην οἷς ἐνυβρίζει τοῖς εὐτυχήμασιν, οὐκ ἔστιν ὃς διανίσταται; ... Ὅ τε βασιλεῖ τὰς ὑποσχέσεις διακρινούμενος, οὐ πεί‐ | |
115 | σας ἀπῆλθεν, ἀλλὰ κερδάνας, ὅτι μὴ πείσας ἐσῴζετο ... Ὑμᾶς δὲ χειροήθεις ἀεὶ τοῖς τυραννοῦσι παρασκευά‐ ζουσιν, ἵνα αὐτοῖς μὲν ὑπάρχῃ πλουτεῖν, τῇ πόλει δὲ τὸ τῶν οἰκείων στέρεσθαι ... Ἀναγκαῖος μὲν ὁ φόβος, ὀψὲ δὲ καὶ λίαν βραδέως | |
120 | ἄρτι τὸν τρόπον τὸν Αἰσχίνου φυλάττεσθε. τὰς τριήρεις ἐμπρήσει τῆς πόλεως οὐκέτι δι’ Ἀντιφῶντος, οὐδὲ δι’ ἀπορ‐ ρήτων, ὡς πρότερον, ἀλλ’ αὐτοπροσώπως τὴν Αἰθίαν ὑπο‐ κρινόμενος ... Ὁ δῆμος ὁ τῶν Ἀθηναίων Αἰσχίνῃ γράφει τὴν κάθ‐ | |
125 | οδον, ὁ τὰς ἀπ’ Ἰνδῶν φήμας ὡς ὅπλα καὶ μάχας φοβού‐ μενος ... Ὤκνουν Ἀριστείδην κατάγειν, καὶ ταῦτα οὐ κακίαν, ἀλλ’ ἀρετὴν τῆς φυγῆς ἔχοντα πρόφασιν· ἵνα γὰρ πει‐ σθῶσι τῷ Σόλωνι, οὐδ’ αὐτὸν ἔφευγον ἀδικεῖν δόξαι τὸν | |
130 | δίκαιον ... Κεῖται Βαβυλών, Δαρεῖος οἴχεται, Ἰνδοὺς ἀνῄρηκε, Πέρσαι δουλεύουσι, μόναι λείπουσιν Ἀθῆναι τοῖς κατορθώ‐ μασιν, ὧν Πέρσαι τοσαυτάκις ᾔσθοντο τῆς ἀρετῆς, ὁσάκις | |
ἔδει μάχεσθαι. | 21 | |
3(1t) | Κατ’ Ἐπικούρου. | |
2 | Οἶδε ῥητορικὴ καὶ φιλοσοφίας ὕλην ποιήσασθαι· τύ‐ ραννος γὰρ ἡ τοῦ λέγειν ἄνωθεν δύναμις ... Νῦν μέν, εἰ καὶ μὴ πρότερον, εἴσεται σαφῶς Ἐπίκου‐ | |
5 | ρος, ὅτι πρόνοια διοικεῖ τὴν τῶν ὅλων φύσιν, οὐ δογματί‐ ζων, ἀλλὰ κρινόμενος. τὸ γὰρ τοὺς πονηροὺς κρίνεσθαι καὶ κολάζεσθαι καὶ διδόναι δίκην, οὐκ εἰκῆ φερομένης καὶ μάτην φύσεως, ἀλλὰ θεσμοῦ καὶ νόμου καὶ πολιτείας καί, τὸ μέγι‐ στον, αὐτῆς τῆς προνοίας λαμπρὸν ὑπάρχει τεκμήριον ... | |
10 | ἤδη μὲν οὖν προὔργου τι τῆς γραφῆς, ἄνδρες Ἀθηναῖοι, γεγένηται· στυγνάζων ἧκεν ἐπὶ τὴν κρίσιν Ἐπίκουρος, καὶ τὸ τῆς ἡδονῆς δόγμα τῇ κατηφείᾳ διέφθαρκε. δι’ ἀμφότερα δὲ μισεῖσθαι δίκαιος, καὶ ὧν ἰδίᾳ παιδεύει, καὶ ὧν δημοσίᾳ πλάττεται· ἐκεῖ μὲν γὰρ τὴν ἡδονὴν θρυλεῖ, ἵνα τὴν ὥραν | |
15 | τὴν τῶν χρωμένων καρπώσηται· ἐνταῦθα δὲ τὴν σεμνό‐ τητα καθυποκρίνεται, ἵνα ὑφαρπάσῃ τὸ δικαστήριον ... Ἡ μὲν κρίσις παράδοξος· ἀνὴρ πρὸς τὴν φύσιν τῶν ὅλων κρίνεται, καὶ πονηρὸς σοφιστὴς πρὸς τὴν πρόνοιαν | |
δικάζεται ... | 22 | |
20 | Οἴχεται μὲν ἀρετὴ πᾶσα τοῖς Ἐπικούρου λόγοις καὶ δόγμασιν· οἴχεται δὲ δικαστήρια καὶ κρίσεις καὶ τῶν μὲν ἀγαθῶν αἱ τιμαί, τῶν δὲ ἐναντίων τὸ τίμημα ... Ἀναβαίνει δὲ καὶ εἰς οὐρανὸν ἄνω τοῖς ἀδικήμασι, καὶ τόπος οὐδεὶς τῆς θρασύτητος Ἐπικούρου καὶ τῶν τολμη‐ | |
25 | μάτων ἐξαίρετος. τὸ δ’ αἴτιον· ᾐσχύνθη τοῖς ἀρχαίοις ἐμμεῖ‐ ναι φιλοσοφίας ὅροις Ἐπίκουρος καὶ τὴν αὐτὴν ὁδὸν ἐλθεῖν τοῖς πρότερον φιλοσοφήσασιν ὤκνησε, μᾶλλον δὲ μικροψυ‐ χίαν καταγνοὺς τῶν ὅσοι παρ’ ἡμῖν ἐπὶ πονηροῖς δόγμασι πλημμελοῦντες ἐκολάσθησαν, ἔγνω πάντας ἀθρόως ὑπερ‐ | |
30 | βαλέσθαι τοῖς ἀδικήμασιν ... Ἢ πῶς οὐκ ἄξιος μέμψεως, τοσαύτης καὶ τηλικαύτης ἐπωνυμίας ἐπιχειρῶν καταψεύδεσθαι; ποῦ γὰρ ὁμολογεῖ ταῦτα; ποῦ δὲ συμβαίνει καὶ μίγνυται ἡδονὴ πόνοις, καρ‐ τηρία τρυφῇ, ἀκαδημία καὶ πόρναι, φιλοσοφία καὶ πότος, | |
35 | σωφρονούντων βίος καὶ ἀκόλαστα μειράκια; ... Ὁ δὲ τί προῄρηται καὶ τί τετόλμηκε; πόλεμον ἀπειλεῖ καὶ μάχην τοῖς νόμοις ὅλης τῆς φύσεως· ἐμάνη μανίαν καθ’ ἡ‐ λικίας ἁπάσης Ἐπίκουρος καὶ δυσσεβεῖς ἔρωτας ἠράσθη πάντων, ὅσοι τὴν ὥραν ὑπὲρ τοὺς ἄλλους θαυμάζονται ... | |
40 | Πρότερον δὲ αὐτοῦ τὴν ἀπολογίαν σκεψώμεθα. δόγμα‐ τος οὖν ἀπαιτεῖς δίκας; οὔκ, ἀλλ’ ἀσεβείας. δογματίζειν μὲν | |
γὰρ ἐξόν, ἀσεβεῖν δὲ οὐκ ἐπιτέτραπται. εἰ μὲν οὖν ἔχεις εἰπεῖν ὡς οὐκ ἀσεβεῖς οἷς εἴρηκας, οὐ κρίνω τοὺς λόγους· εἰ δ’ ἀσέβεια τοῖς λόγοις πρόσεστιν, οὐ διὰ τοὺς λόγους | 23 | |
45 | κερδανεῖς τὴν δίκην, ἀλλὰ κολασθήσῃ πλέον οἷς ἐπὶ τὸ ἀδικεῖν τοῖς λόγοις κέχρησαι. οὐ γὰρ εἴ τις, ἐξὸν χρῆσθαι πρὸς ἃ δεῖ, κἂν πρὸς ἃ μὴ δεῖ θέλει, δίκην οὐ δώσει κρι‐ νόμενος· τοὐναντίον δὲ ὑφέξει λόγον, ὅτι καλὸν πρᾶγμα πονηρᾷ γνώμῃ διέφθειρε ... | |
3(50) | Καλοῦμεν ἐπὶ τὸ βῆμα τοὺς ῥήτορας· κἂν ὀκνῇ τις, πολλάκις ἡ κοινὴ φωνὴ τῆς πόλεως ἐπὶ τὸ λέγειν ἐγείρει καὶ τὸν οὐ λέγειν βουλόμενον ... Παρέρχεταί τις εἰς τὸ σεμνὸν Ἐπικούρου φροντιστήριον νέος ἢ νέα· ἄγει ταύτην τὴν ἡλικίαν τὸ λαμπρὸν τοῦτο | |
55 | συνέδριον ... Ὑπὲρ τὸν Ἰξίονα τὸ θράσος ἄνθρωπος, ὑπὲρ τὸν Σαλ‐ μωνέα τὴν ὕβριν, τὴν τόλμαν ὑπὲρ τὸν Τάνταλον. ἀλλ’ ἐ‐ κεῖνα μὲν μῦθοι καὶ τῇ σκηνῇ μόλις τά γε τοιαῦτα πι‐ στεύομεν· Ἐπίκουρος δὲ οὐκ ἐν μύθοις, ἀλλ’ ἐν δόγμασι καὶ | |
60 | πράξεσι νικῶν ἐκείνους εὑρίσκεται· κἀκεῖνοι μὲν ἑτέρωθί που ταῦτα τολμῆσαι λέγονται, οἱ μὲν ἐν ὄρεσιν, οἱ δὲ ἐν νάπαις, οἱ δὲ ἐν βαρβάροις τισὶ καὶ ἀπερριμμένοις χωρίοις—δίδωσι δέ πως συγγνώμην καὶ τόπου φύσις ἐγκλήμασιν—, Ἐπί‐ κουρος δὲ Ἀθήνησι ταῦτα φιλοσοφεῖ· Ἀθήνησι δὲ ὅταν | |
65 | εἴπω, τὸ μέγιστον εἶπον τῆς εὐσεβείας κεφάλαιον ... Οὐδὲν ὁ Σωκράτης σοὶ δοκεῖ πρὸς μίμησιν; ... Καὶ τί, φησί, τῶν ὑπευθύνων ἠσέβησα; αὐτό μοι λέ‐ γεις, Ἐπίκουρε, τὸ μεῖζον ἔγκλημα, ὅτι μὴ δυσσεβεῖς μόνον, ἀλλ’ ὅτι καινά· ὅθεν διχόθεν ὑπεύθυνος. βωμοὺς οὐκ ἀνέ‐ | 24 |
70 | τρεψας; ἀλλὰ μάτην ἑστῶτας ἔδειξας, πρόνοιαν ἀνελών, δι’ ἣν βωμοὺς ἱδρυσάμεθα. θυσίαν καινὴν οὐκ ἔθυσας; ἀλλὰ πάσας ἀθρόως ἀνῄρηκας. μηδὲ ῥυέσθω τῆς τιμωρίας Ἐπί‐ κουρος, ὅτι μὴ κατὰ τοὺς πρότερον κατὰ θεῶν ἐθρασύνατο. πάντας μὲν γὰρ ἀσεβῆσαι τρόπους ἑνὶ τῶν κατὰ τὴν πόλιν | |
75 | ἀδύνατον· εἰ δὲ ἕκαστος ἀνθ’ ὧν ἔδρασε προβαλλόμενος ἃ μὴ πεποίηκε, τὴν τιμωρίαν ἐκφεύξεται, τίς ὑφέξει τῶν ἀσεβῶν, οὐ πάντας ἀσεβεῖν ἐγχωροῦντος ἑκάστῳ, καὶ τοῖς κρινομένοις ἐξὸν ἀντὶ τῶν πεπραγμένων τὰ μὴ πεπραγμένα προτεί‐ νεσθαι; οὐ δὴ ταῦτα γε νοῦν ἐχόντων, τὰς διαδύσεις προσ‐ | |
80 | ίεσθαι· οὐ γὰρ ὑπὲρ ὧν τις οὐκ εὐθύνεται τὴν ἀπολογίαν προσῆκε ποιεῖσθαι, ἀλλ’ ἐφ’ οἷς οἵ τε κρίνοντες κατηγο‐ ροῦσιν, οἵ τε δικάζοντες κάθηνται. οἱ δὲ ἀφέντες τὸ δικαιό‐ τατον ἐπὶ τὸ ῥᾷστον βαδίζουσι· τὸ μὲν γὰρ δικαιότατον, λύειν τὸ ἔγκλημα δι’ ὃ κρίνεται· τὸ ῥᾷστον δέ, ἀπολογεῖσθαι | |
85 | περὶ τούτων ἐφ’ οἷς οὐ φεύγει τις δίκας ... Εἴπερ οὖν, ὅτι μήπω δέδωκας δίκην, οὐκ εἶναι νομίζεις πρόνοιαν, ὀρθῶς βεβούλευσαι· εἰ δὲ διὰ τὴν φύσιν τῶν ὅλων, ὁ λόγος μάταιος. ἀλλὰ πόθεν, πρὸς τῶν ἀτόμων | |
καὶ τοῦ κενοῦ τοῦ πολυθρυλήτου, ταύτην τὴν δόξαν | 25 | |
90 | ἐξεύρηκας; ... ἄτακτός τις ἐνοχλεῖ τὴν τῶν ὅλων φύσιν φο‐ ρὰ καὶ κίνησις· ἀλλ’ ἀρχαῖον τὸ χάος καὶ τῶν σῶν λόγων πρεσβύτερον. ... ἀλλ’ οὐδὲ πείθεται τοῖς ὡρισμένοις νόμοις τῆς φύσεως· καὶ μὴν ἅπαντα καὶ τάξει χωρεῖ, καὶ τῆς προ‐ νοίας ταύτης μέγιστον οἶμαι τεκμήριον τὸ πάντα σῴζεσθαι· | |
95 | ἀταξία μὲν γὰρ φθοράν, τάξις δὲ σωτηρίαν ἐργάζεται ... Τί συλᾷς ἐκ Δελφῶν, ὡς ἐξ οὐρανοῦ, τὴν Πρόνοιαν; ἀλλ’ ὅμως ἐκινεῖτο μὲν Παρνασσὸς καὶ κατὰ Περσῶν ἐκρα‐ δαίνετο, κορυφαὶ δὲ ὀρῶν ἀντὶ βελῶν ἐτοξεύοντο, Πέρσαι δὲ ἔπιπτον, τάφοις ταῖς πέτραις χρησάμενοι· Ἐπικούρου δὲ | |
3(100) | ταῦτα λέγειν κατὰ τῆς θεοῦ τολμήσαντος, οὐκ ὄρη σείεται, οὐχ Ὑμηττὸς συγκραδαίνεται, οὐ πρηστῆρες οὐδὲ σκηπτοὶ αὐτῇ τοῦτον ἀκαδημίᾳ συναφανίζουσι; συνίημι τὸ στρατή‐ γημα τῶν θεῶν· ὑμετέραις ψήφοις τοῦτον ἐτήρησαν, ἵνα Ἀττικὸν δικαστήριον ἴσα Πυθίῳ βουλεύσηται ... | |
105 | Εἰ μὲν οὖν γράψαι τοσοῦτον μόνον ἐτόλμησεν, ὅσον καθαιρεῖν τὰ τῆς Προνοίας ἀγάλματα, ἔδει διδόναι δίκην ὡς ἀσεβήσαντα· εἰ δὲ εἰς αὐτὴν ἐκείνην ἀσεβεῖ, ἧς οὐρανὸς καὶ γῆ καὶ στοιχείων φύσεις ἀγάλματα, ὡς μέτριόν τι δρᾶσαι διανοηθέντος φεισόμεθα; ... | |
110 | Εὐτυχοῦσι γάρ, φησίν, οἱ κακοί. καὶ τί κακίας μεῖζον δυστύχημα; δυστυχοῦσι γὰρ οἱ σοφοί. εἶτα εὐτυχίαν ἄλ‐ λην ἀρετῆς ἡγῇ βελτίονα; οὐχ εἷς βίος ἀνθρώπου γνώμης | |
ὑπάρχει καὶ φύσεως, ἀλλὰ σχίζονται μὲν οἱ τῶν βιούντων σκοποί, συμμερίζονται δὲ πέρας ἑκάστῳ τὸ πρόσφορον. οὐκ | 26 | |
115 | ἐρᾷ σοφὸς τὴν ἀρχὴν οὐδενὸς τῶν πάντων, ἐφ’ οἷς οἱ πλεῖστοι τοὺς κεκτημένους εὐδαιμονίζουσιν· οὔκουν οὐδὲ ζημίαν τὸ μὴ τυγχάνειν ὑπείληφε. τί οὖν ἐκείνῳ τέλος, καὶ πρὸς τί βλέ‐ πων καὶ πόνους πονεῖ καὶ νύκτωρ ἀγρυπνεῖ καὶ μεθ’ ἡμέρας ἐσπούδακεν; ἀρετῆς κτῆσις, ὦ τάν. ταύτην δὲ πῶς αἱρεῖ, | |
120 | κἀκ τίνος τρόπου τῆς θείας ἐκείνης θήρας ἐγκρατὴς γίνεται; πλούτῳ καὶ χρήμασιν οὐκ ἔστιν ἀρετή. ῥώμῃ τοῦ σώματος; ὑπὲρ ἅπαντα κότινον ὁ ταύτης στέφανος. δυνάμει τῇ κατὰ πόλεμον; καὶ τίνα τρόπαια τῶν ἀπὸ κακίας μείζονα; μήτ’ οὖν πενομένῳ τῷ σοφῷ πενίαν πρόφερε· οὐ γὰρ ἦν σκοπὸς τὰ | |
125 | χρήματα· μήτε νοσοῦντι τὴν ἀρρωστίαν ὀνείδιζε, εἴπερ ὑγι‐ αίνει τὰ κρείττονα· μήτε ἡττωμένῳ τῶν δυναστευόντων ἐν πόλεσιν, εἴπερ κρατεῖ τοῖς ἀμείνοσι. τοσοῦτον γὰρ ἂν δέοι σπουδαῖος ἀνὴρ μεταδιώκειν τὴν τῶν τοιούτων κτῆσιν, ἢ δυστυχεῖν ὑπολαμβάνειν τῷ στέρεσθαι, ὥστε ἤδη τινές, | |
130 | καὶ μάλα τῶν ὀνομαστῶν ἐπὶ σοφίᾳ καὶ ἀρετῇ, οἳ τού‐ των ἑκόντες ἀπέστησαν, ἵνα πάσης ἑαυτοὺς τῆς ἔξωθεν ἀσχολίας ἐλευθερώσαντες τὸν ἀθάνατον τῆς ἀρετῆς πλοῦτον | |
ἀλλάξωνται. Ἀναξαγόρας γῆν ἀνῆκε τὴν ἑαυτοῦ πᾶσαν μηλόβοτον, ἔργῳ νομοθετῶν, τίς γεωργία τοῖς σοφωτέροις | 27 | |
135 | ἁρμόττουσα. ἑκὼν δὲ ἐνόσει σῶμα Δημόκριτος, ἵνα ὑγιαίνῃ τὰ κρείττονα ... Τί οὖν ἐγκαλεῖς Προνοίᾳ ὡς μὴ μεριζούσῃ κατ’ ἀξίαν τὸ δίκαιον; εἰ γὰρ καὶ περιόντων ὑπερορῶσι τῶν ἐκτὸς ἁπάν‐ των, πῶς ἢ ἄχθονται μὴ παρόντων, ἢ ὅπως ὑπάρχῃ σπου‐ | |
140 | δάζουσι; τίς γὰρ πλουτῶν οὐκ ἀσχολίαν ἄγει μεγίστην αὐτὰ τὰ χρήματα; θείων δὲ γνῶσις καὶ ἀνθρωπίνων πραγμάτων καὶ τοσαύτης καὶ τηλικαύτης σοφίας μέγεθος ἆρά σοι δοκεῖ πάρεργον μὲν εἶναι τοῦ χρηματιστοῦ, τοῦ δὲ περιεργοῦντος ἐφόλκιον, τοῦ δὲ τὰς ἐν πόλει τιμὰς διώκοντος ἐπακολούθημα; | |
145 | Μὴ τοίνυν κακοδαίμονας κάλει τοὺς τὴν μεγίστην εὐ‐ δαιμονίαν εὐδαιμονήσαντας, μηδὲ δυστυχεῖς τοὺς ὁμοιουμέ‐ νους τοῖς κρείττοσι, μηδὲ πένητας, ὧν θησαυρὸς ἀθάνατος, μηδὲ ἀτίμους, οὓς ἴσα θεοῖς θαυμάζομεν. Πολλοὶ γὰρ πολλάκις κακοὶ μὲν γνώμην τυγχάνουσιν, | |
3(150) | ἐπαινοῦνται δὲ πολλάκις παρ’ ἐνίων, τῆς χρείας ποιούσης ἀντὶ τῆς ἀληθείας τὸν ἔπαινον ... Καίτοιγε ἡδέως ἂν ἐροίμην τοὺς ὀνειδίζειν τοῖς σοφοῖς τὴν δυστυχίαν ἐθέλοντας· πότερον ἦσαν τοιοῦτοι, πρὶν γενέ‐ σθαι σοφοί, ἢ μετὰ ταῦτα τῶν λεγομένων εὐτυχημάτων | |
155 | ἀφῄρηνται; εἰ μὲν πρότερον, οὐ τῆς ἀρετῆς τὸ ἔγκλημα· εἰ δὲ ἐξ οὗ ταύτην εἰλήφασιν, οὐχ ὧν ἐπόθουν ἀλλ’ ὧν οὐκ | |
ἐπόθουν ἐστέρηνται. | 28 | |
4(1t) | Κατὰ πλουσίου. | |
2 | ... ὁ δὲ καὶ κατειρωνεύεται τὰς συμφορὰς καὶ παρα‐ γράφεται τὸν τρόπον ἤδη τῆς κρίσεως· οἷς γὰρ οὐδ’ ὁτιοῦν οἶμαι τῶν εἰωθότων ἠδίκηκε, τούτοις ὅτι μηδὲ τὴν ἀρχὴν | |
5 | ἠδίκηκε, δείξειν ὑπείληφεν· ὥσπερ οὐ διὰ τοῦτο μείζονος ὀργῆς καὶ κατηγορίας ὑπάρχων ἄξιος, ὅτι τοιαῦτα καὶ τηλικαῦτα πεποίηκεν, ὧν οὐκ ἔστιν εὑρεῖν παραδείγματα. εἰ δὲ οἱ τὰ μείζω τολμήσαντες, ὅτι τὰ μείζω δεδράκασι, τὴν τιμωρίαν οὐ δώσουσι, τίς ἔτι λόγος κολάζειν ἐθέλειν τοὺς | |
10 | τὰ μικρότερα; τί δέ, εἰ τοὺς μὴ τὰ συνήθη παρανομοῦντας ἀφήσομεν, πῶς οὐκ ἐξουσία πᾶσα γενήσεται τοῖς θέλουσι πλημμελεῖν ἃ μὴ συνείθισται, ὅταν οἱ πρῶτοι ταῦτα τολ‐ μήσαντες ὡς οὐκ ἀδικοῦντες ἐκφύγοιεν; χρὴ δὲ οὐκ ἀφέσεις τῶν κρίσεων τὰς ὑπερβολὰς τῶν ἀδικημάτων μᾶλλον ἢ | |
15 | τοὐναντίον αἰτίας γίγνεσθαι, ὅσῳ μετὰ τῶν ἔργων καὶ τὸ τῆς γνώμης μεμίσηται. τὸ γὰρ οἷς ἀδικεῖ τις καὶ φύσιν ἀδικημάτων καινὴν προσάγειν βούλεσθαι, διχόθεν ἂν εἴη τὴν μοχθηρίαν ἐλέγχοντος, καὶ τὸ πλημμελεῖν ἃ μὴ δεῖ, | |
καὶ τὸ ποιεῖν ἐθέλειν ἃ μή τις πρότερος δράσειεν. | 29 | |
20 | Οὐδέν σοι, φῄς, τῶν εἰωθότων τετόλμηται. αὐτήν μοι λέγεις τὴν ὑπερβολὴν ὧν ἠτυχήκαμεν. οἱ μὲν γὰρ ἠδικη‐ μένοι ταῦθ’ ἅπερ καὶ ἑτέρους ἠδικημένους ἐπίστανται, φέ‐ ρουσι ῥᾷον τὰς συμφοράς, παραμυθίαν ὧν πεπόνθασι τὴν τῶν πέλας τύχην νομίζοντες, οἱ δὲ νεωτέρων ἀδικημάτων | |
25 | οὐκ ἔχοντες παραδείγματα, ἀφόρητον ἡγοῦνται τὴν συμ‐ φοράν, τῷ μὴ τῶν ὁμοίων εὐπορεῖν ἔχειν, ἐφ’ οἷς ἠτύχησαν ... Ἠδίκηταί τις εἰς παῖδα· οὐχὶ καὶ γυνὴ προσηδίκηται. δι’ ἀμφοῖν ἡ βλάβη κεχώρηκεν· οὐ πρόσκειται φόνος τοῖς ἀδικήμασι. σφαγῆς τις αἴτιος γέγονε· τὸ λαθεῖν θεραπεύει | |
30 | τὴν συμφοράν. μοιχείαν τολμᾷ καὶ λαθραίοις μηχανήμασιν οἶκον διαλύει σώφρονα· οὐ μὴν τοσοῦτον κακὸν κακῷ μεί‐ ζονι κατασκευάζει δεινότερον, παῖδα ἐπιβάλλων μητρὶ καὶ τοῖς τῶν μοιχευόντων σώμασι κοῦφον ποιῶν καὶ αὐτὸ τὸ τῆς μοιχείας δοκοῦν ἀδίκημα εἶναι ... | |
35 | Ἀδιάφθορον τὴν ψυχὴν ἔσχηκεν; ἀλλ’ οὐχὶ καὶ τὴν ἑστίαν ἕξει δι’ ἡμᾶς ἀδιάφθορον ... Οὐκ ἐψεύσω τοῖς ἔργοις τὰς ἀπειλάς, ὦ πλούσιε. ἑαλώ‐ καμεν, νενικήμεθα, σιωπῶμεν, τῆς πολιτείας ἐπελαθόμεθα· ἀπέτεμες ἡμῶν τὴν φωνὴν τοῖς φόνοις, καὶ τὸ στόμα τὸ | |
40 | λάλον ἀπέφραξας τοῖς τραγικοῖς τούτοις γνωρίσμασι· μόλις τἀναγκαῖα λέγω καὶ φθέγγομαι· ῥήτωρ εἰμὶ λοιπὸν οὐκέτι τῆς πόλεως, ἀλλ’ ἤδη μόνης τῆς συμφορᾶς ... Τίνος τὰ τηλικαῦτα μιάσματα; οὐ σὰ πάντα; οὐ τῇ | |
μὲν δεξιᾷ τῇ ἐμῇ, τῇ σῇ δὲ γνώμῃ πάντες ἀνάλωνται; ... | 30 | |
45 | Οὔπω τὸ κεφάλαιον τῶν ἀδικημάτων εἶπον, τῆς λαμ‐ πρᾶς σου σκηνῆς τὰ κατὰ καιρὸν ἀναφανέντα γνωρίσματα. ὦ κωμικὸν πέρας τραγικαῖς τύχαις ἐπαγαγών, καὶ τούτοις αὐξήσας τὴν συμφοράν, οἷς ἐν κωμῳδίαις πάθη λύεται ... Οὕτω τοίνυν πάντα τὰ καθ’ ἡμῶν διαπεπραγμένος, | |
4(50) | περιιὼν λέγει· τί δ’ ἂν εἴποις περὶ τοῦ πένητος; ὅσα μη‐ δεὶς κωλύει νόμος, κατηγορεῖν ἐθέλει καὶ γράφεσθαι. εἶτά με ἐρωτᾷ· οὐκ ἔξεστιν οὖν ἀνελέσθαι παιδίον; οὐκ ἔξεστιν οὖν [μηδὲν] ἀδικεῖν ἀναλαμβάνοντα; εἰ δ’ ἑκάτερον τοῦ νόμου διδόντος, καὶ τὸ ἐξὸν εἵλω, καὶ τὸ μὴ ἐξὸν προσέθηκας, οὐ | |
55 | διὰ θάτερον ἀφεθήσῃ μᾶλλον ἢ δίκην ὑφέξεις, οἷς τούτῳ προ‐ σάγεις καὶ ἃ μὴ ἔξεστιν. ἔξεστί μοι, φησί. πλουσίου λόγος, τυραννικῆς ὑπερηφανίας ἀπόκρισις. ἐγὼ δέ σοι πράως οὕτω καὶ δημοτικῶς ἀποκρίνομαι· δώσεις γὰρ δίκας τέως ἂν οὗτοι δικάζωσιν· ἔγνωκάς τι ποιεῖν ἀνεύθυνον· ἔχεις τὴν ἐξουσίαν. | |
60 | εἰ δὲ τὴν ἐξουσίαν εἰς παρανομίαν μετήνεγκας, κολάζω ταύτην, ὅτι τῇ προφάσει τὴν φύσιν τοῦ μηκέτι ἐξεῖναι μετείληφε ... Τὸ κοινωνεῖν καλόν, ἀλλ’ ὅταν ἡ χάρις ἀνύποπτος· ἂν δὲ διορύττῃ μὲν οἰκίας τις, ἐπιβουλεύῃ δὲ γάμοις, λυμαίνηται δὲ γένη, διαφθείρῃ δὲ ἑστίας, ὑποκρίνηται δὲ φιλανθρωπίαν | |
65 | ἀπανθρωπίας ἁπάσης γέμουσαν, ἃ προσθήκην οὐκ ἔχοντα τέως τὴν ἀδικίαν μετ’ ἐξουσίας ἐπράττετο, ταῦτα ὅτι ταύ‐ την προσείληφε, τῷ δοκεῖν ἀνεύθυνα φαίνεσθαι προσθήκη | |
τῶν ἀδικημάτων γίνεται ... Ἀλλ’ εἰς θέσιν ἴσως ἐζήτεις παιδίον. τί δὲ οὐ πρὸ | 31 | |
70 | τοῦ τόκου τὴν γνώμην σου κατεμήνυες; ἢ τὸ παιδίον μετὰ τὰς ὠδῖνας οὐκ ᾔτησας; ἢ τυχὸν οὐδέτερον τού‐ των ἤθελες, ἀλλ’ οὖν ἐκ τῆς ἐρημίας ἀνελὼν εὐθὺς οὐκ ἐκοινολογήσω περὶ τοῦ πράγματος; οὐ κατὰ νόμους τὴν θέσιν ἔπραττες ... | |
75 | Ταῦτα ἀφαιρήσεταί τις ἡμᾶς, ὡς παρὰ τοὺς νόμους οὐ πέπρακται; Ἐναγὴς μοιχεία διὰ σοφισμάτων τετόλμηται, καὶ παῖς δυστυχὴς κατὰ μητρὸς ἀθλίας ἐξ ἐναγοῦς κρατῆρος ἐμεθύ‐ σθη κακῶς, καὶ δεξιὰ πατρὸς ἐπὶ φόνους τῶν φιλτάτων | |
80 | ὑπὸ κακοήθους τέχνης ἐξώπλισται ... Θρηνῶ νῦν οὓς ὡς πολεμίους ἐφόνευσα, καὶ σφαγαῖς παρακάθημαι δακρύων, ἃς ᾤμην μετὰ τῶν νόμων ἐργά‐ ζεσθαι· καὶ ὃν πρὸ τῶν φόνων μοιχὸν ἐνόμιζον, τοῦτον παῖδα μετὰ τὴν σφαγὴν ἐγνώρισα. νῦν ὄντως τιτρώσκῃ, | |
85 | νῦν τὴν καιρίαν λαμβάνεις, παιδίον· καλέσω γάρ σε λοιπὸν οὐ τοῖς τῶν ἀδικημάτων, ἀλλὰ τοῖς τοῦ γένους ὀνόμασιν· οὐ γὰρ σύ μοι τῶν ἀτυχημάτων, ἀλλ’ ἕτερος αἴτιος ... Ἡδέως δ’ ἂν ἐροίμην ἐκεῖνο δήπου πρῶτον τὸν πλού‐ σιον· χρηστὸς αὐτῷ τὸν τρόπον ὁ νεανίσκος ἐφαίνετο, ἢ | |
90 | τοὐναντίον παράνομος; εἰ μὲν γὰρ χρηστός, τίνος αἱ πρά‐ ξεις, οὐκ ἄδηλον· εἰ δὲ πονηρός, ἐχρῆν ἀποδιδόναι τῷ φύ‐ σαντι. πρὸς δὲ τούτοις, πότερον ἐλελήθει σε ταῦτα ποιῶν, ἢ προειδὼς οὐκ ἐκώλυες; εἰ μὲν γὰρ ἠγνόεις, πατρός γε ὄντως φυλακὴν λέγεις· εἰ δ’ οὐκ ἠγνόεις, ὥσπερ εἰκός, | |
95 | μέλλοντα κωλύειν, οὐ πεποιηκότα ἐχρῆν. τὸ μὲν γὰρ προνοίας, τὸ δὲ ἀδικίας τεκμήριον· καὶ τὸ μὲν τὸν εὔνουν, τὸ δὲ τὸν προσποιούμενον δείκνυσιν. Ὁ νεανίσκος ἁπάντων αἴτιος. εἰ γὰρ οἷόστε ἦν ἀφεῖ‐ ναι φωνήν, εἰ γάρ τις αὐτὸν θεῶν, οἷα πολλὰ πολλάκις | 32 |
4(100) | παρὰ τῶν ποιητῶν ἀκούομεν, πρὸς μικρὸν ἀνῆκεν, ὅσον παραγενέσθαι τῇ κρίσει, οὐκ ἂν ἐκ μέσων τῶν πληγῶν καὶ τῶν τραυμάτων ἀνέκραγεν· ἔγωγε μοιχός; ἐγὼ πα‐ ράνομος; ἐχθρὲ καὶ πλούσιε, ὀψὲ γάρ με τὰς σεαυτῷ πρεπούσας ἐπωνυμίας ἐδίδαξας ... | |
105 | Ἀλλ’ οἰκτείρας, φησί, τὸ πάθος ἐπέδειξα τὰ γνωρί‐ σματα, τάφων πατρῴων ἀξιωθῆναι παρὰ σοῦ τὸν νεανί‐ σκον βουλόμενος. εἰς καιρόν γε—οὐ γάρ; —τὰς διαλλαγὰς ἐτήρησας, καὶ τότε ἀνεμνήσθης συνάψαι τὸ γένος, ὅτε τὸν πόλεμον ἄσπονδον ἐν ξίφει καὶ μοιχείᾳ πεποίηκας ... | |
110 | Εἰ λέγει καὶ γράφει καὶ τὴν πατρικὴν τοῦ βίου τάξιν εὑρίσκεται, οὐ δεήσομαι γνωρισμάτων πλειόνων, γνωριῶ τὴν φύσιν ἀπὸ τοῦ βήματος ... Δός μοι νόσῳ καὶ λοιμῷ δαπανηθέντα κομίσασθαι. θρηνήσω μὲν καὶ τότε τὴν συντυχίαν τῆς γνώσεως, ὅτι μου | |
115 | τὴν ἐπωνυμίαν τὴν τοῦ πατρὸς μόνῳ τῷ τάφῳ τετήρηκας· παραμυθήσεται δέ με τὸ πέμψαι τὸν παῖδα τοῖς κάτω θεοῖς νόσῳ λυθέντα, μὴ δράμασι. νυνὶ δέ, ὢ τῆς τραγι‐ κῆς ὄντως, ὢ τῆς ἀώρου καὶ ἀπηνοῦς τῶν γνωρισμάτων καταμηνύσεως· νῦν ἠνάγκασμαι γνωρίζειν τὸν παῖδα, ὅτε | |
120 | ἀγνοεῖν συνέφερε, καὶ τότε πατὴρ ἀναγορεύομαι, ὅτε καὶ παιδοκτόνος εὑρίσκομαι ... ἔα με μόνην τὴν μοιχείαν θρη‐ | |
νεῖν, ἑνί μου παραχώρησον τὰ δυστυχήματα δράματι· τί δέ με μερίζεις τοῖς ποιηταῖς; τί δὲ καθ’ ἕκαστον τῶν ἐμῶν ἀτυχημάτων σκηνὴν ἐγείρεις καὶ θέατρα; ... | 33 | |
125 | Νυνὶ δὲ παρηκολούθηκας ἀριθμῶν μου τὰ δυστυχή‐ ματα, καὶ τότε μου πληρῶσαι τὸν τάφον θέλεις, ὅτε τὸν οἶκον ἐκένωσας. θάψαι μου βούλει τὸν παῖδα; καλῆς γε —οὐ γάρ; —μοι φιλοτησίας παρεχώρησας. ἐμὲ δὲ ἄφες στένειν τὰς συμφοράς· σὺ καὶ θάψον, εἰ θέλεις, τὸν | |
130 | ἀνῃρημένον, καὶ δὸς αὐτῷ φέρειν ἀντὶ τῶν ἐνταφίων τὰ σπάργανα· αἱ σαὶ χεῖρές εἰσι τοιαύτης ταφῆς ἐπάξιαι ... Πόθεν δὲ καὶ τὴν ἐκφορὰν ποιήσομαι; ἀπὸ τῆς ἑστίας; καὶ ποῖον ὄρυγμα τῆς δυστυχοῦς ἐκείνης στυγνότερον; περὶ αὐτὴν δυστυχῆ σώματα καὶ φοβερὸν αἷμα κατὰ πᾶν μέρος | |
135 | ἐκκέχυται, καὶ πολὺς φόνος ἐν μέσῳ κατηφὲς θέαμα πρό‐ κειται· περικάθηται ταύτην Ποινῶν καὶ δαιμόνων καὶ ἀλα‐ στόρων στρατόπεδον ... Νυνὶ δέ, ὢ τῆς ὑπερβολῆς, ὢ τῆς ὑπερηφανίας τῶν κακῶν· πατὴρ ὡπλίσθη κατὰ παιδός, μήτηρ εἰς μῖξιν ἀθέ‐ | |
140 | μιτον παιδὸς βεβίασται ... Ἀλλ’ ὦ πολέμου καὶ λοιμοῦ καὶ τυραννίδος ἐχθρὲ βα‐ ρύτερε, ἀλλ’ ὦ τῆς πατρίδος πλέον ἢ τῆς πολιτείας τῆς ἡμετέρας πολέμιε, οἵας ἀνθ’ οἵων ἐκτίνεις τῇ πόλει ταύτας τὰς χάριτας. ἀντὶ προεδρίας, ἀντὶ τιμῶν, ἀνθ’ ὧν ἀνάξιον | |
145 | ὄντα σε τοσούτων πολλάκις καὶ τηλικούτων ἠξίωσεν, ἐκ‐ δέδωκας αὐτὴν τῇ σκηνῇ, καὶ τραγῳδῶν πεποίηκας τὴν πόλιν ἡμῶν ἀγώνισμα. καὶ ἡ μὲν ἐμὴ συμφορὰ τῷ βίῳ τῷ ἐμῷ περιγραφήσεται, τὸ μίασμα δὲ καὶ ὁ σὸς τρόπος τῷ | |
τῆς πόλεως βίῳ συνεκταθήσεται ... | 34 | |
4(150) | Σὺ δὲ καὶ λέγε καὶ γράφε καὶ νομοθέτει καὶ πρέσβευε, καὶ πρῶτον, εἰ θέλεις, τοῦτον τὸν νόμον εἰσένεγκε, μὴ λέ‐ γειν ἔτι τοῦ λοιποῦ πένητα, τολμήσαντι δὲ τίμημα ἐπι‐ κεῖσθαι, τοῦ γένους γίνεσθαι δήμιον. μᾶλλον δέ—τί γάρ σοι δεῖ ῥημάτων ἔτι καὶ συλλαβῶν; —ἐναργέστερόν σοι | |
155 | διὰ τῆς ἐμῆς συμφορᾶς ὁ νόμος γέγραπται· ἀποτετείχισταί σοι λαμπρῶς τὸ βῆμα καὶ πᾶσα πένητος ἐκκέκοπται γλῶτ‐ τα τῷ παραδείγματι. λέγε μόνος, πολιτεύου μόνος· ἀντε‐ ρεῖ δὲ οὐδείς. τυχὸν δὲ ἴσως οὐδὲ μικρολογήσεις λοιπόν, οὐδὲ ὁριεῖς τὴν δυναστείαν ἄχρι τοῦ βήματος· σκηνῆς | |
160 | ὑψηλοτέρας τῶν ἐνταῦθα τάχα δεήσει σοι καὶ δραμάτων οὐκ ἐχόντων τὴν τραγῳδίαν ἀπόρρητον ... Ἵνα δὲ πλέον φοβήσῃς ἅπαντας, μίμησαι καὶ γράφε τὸ πάθος, καὶ δὸς ἐν εἰκόνι τὴν συμφοράν. χαλεπὸν εὑρεῖν τέχνην οἵαντε οὖσαν ὑποκρίνασθαι πράγματος φύσιν οὕ‐ | |
165 | τως ἀλλόκοτον, πλὴν ἀλλὰ τῷ πλουσίῳ τῶν πάντων οὐδὲν ἀτόλμητον. ἔστω μὲν ἔκ τινος Ποινῆς λειμώνων καὶ Ἐρινύων τὰ φάρμακα· ὑποκείσθω δὲ ὁ πίναξ τῇ γραφῇ ἐξ ἐπαράτου ποθὲν καὶ ἐναγοῦς ὕλης γενόμενος· πῦρ δὲ ὑπηρετείσθω τῇ γραφῇ, οἷον ἀνάπτειν πεφύκασι τιμωροὶ | |
170 | τοιούτων θανάτων δαίμονες. ζήτησον δὲ καὶ ζωγράφον τραγικὸν μὲν τὴν χεῖρα, τὴν δὲ ψυχὴν τραγικώτερον· κέλευε δὲ αὐτῷ τὴν τάξιν τῶν ἐμῶν ἀτυχημάτων τάξιν ποιεῖσθαι καὶ τῆς γραφῆς, μηδὲν δὲ γράφειν πρὸ τῆς ἐκθέ‐ σεως, μὴ λέγοντα, μὴ δημηγοροῦντα, μὴ στεφανούμενον, | |
175 | μήτι τῶν εὐτυχεστέρων ἕτερον· ὅλη γενέσθω μεστὴ τῆς σκυθρωποτέρας τύχης ἡ γραφή. ὁ δυστυχὴς πρῶτος ἔστω πατὴρ φέρων εἰς τὴν ἐρημίαν ταῖς ἑαυτοῦ χερσὶ τὸ βρέφος, ὀδυρόμενος τὴν τύχην, θρηνῶν τὴν συμφοράν, ἐξιὼν ἀνα‐ στρέφων, τιθεὶς ἀναιρούμενος, εἴκων τῇ φύσει, τῆς ἀνάγκης | 35 |
180 | πάλιν ἡττώμενος. μιμησάσθω καὶ λόγους, εἰ δυνατόν, ἡ γραφὴ διὰ προσώπου στυγνάζοντος, καὶ πᾶς τις τῶν ῥημά‐ των ἀκουσάτω διὰ τοῦ σχήματος. γράφε μετὰ τοῦτο τοὺς καλοὺς ἔρωτας, μᾶλλον δὲ μὴ καταψεύσῃ μου κἀν τῇ γραφῇ τοῦ παιδός· ποίησον ὀκνοῦντα, μέλλοντα, χωροῦντα πρὸς | |
185 | τὴν πρᾶξιν, ἀναδυόμενον, ἰλιγγιῶντα μὲν τῇ ψυχῇ, τῷ φόβῳ δὲ βιαζόμενον, δεδιότα μὲν τὴν μοιχείαν, οὔπω δὲ συν‐ ιέντα, ὅτι καὶ κατὰ μητρὸς ἀναγκάζεται. ἔστω που καὶ δυστυχὴς πρεσβῦτις, εἰ θέλεις· γράψον αὐτὴν ἐρῶσαν, ἀλλὰ μετὰ τῆς ῥυτίδος, ἀλλὰ μετὰ τῆς κόμης τῆς πολιᾶς, ἵνα | |
190 | μᾶλλον ἐκπλήξῃς τῷ παραλόγῳ τοῦ δράματος. ἐλθὲ λοιπὸν ἐπὶ τὸ κεφάλαιον τῆς γραφῆς· ὅπλισον τὸν δυστυχῆ πένητα κατὰ τῶν φιλτάτων· καὶ τοσαῦτα μίμησαι πράγματα, ὁπό‐ σα ἐμπλήσει τὴν σὴν ἀπανθρωπίαν πλαττόμενα. πρόσθες ἤδη λοιπὸν τὸν κολοφῶνα τοῦ δράματος, σαυτὸν τοῖς φόνοις | |
195 | μετὰ τῶν γνωρισμάτων ἐπιφαινόμενον, μειδιῶντα, φαιδρόν, τοῖς κατωρθωμένοις γανύμενον. τήρησον, πρὸς θεῶν, κἀ‐ μοί τι μέρος τοῦ πίνακος, ἵνα μή τις ἐπιζητήσῃ· ποῦ δὲ ὁ δυστυχὴς πένης; πῶς ἔζη; πῶς ἐβίω μετὰ τοσαύτας συμφοράς; ... | |
4(200) | Ἀλλ’ οὐ πάντα χαιρήσῃ, πλούσιε. δεῖ γενέσθαι καὶ σὲ μέρος τοῦ δράματος· οὐδεὶς οἶδεν ὑψηλὴν τραγῳδίαν, ὅπου | |
μὴ πίπτουσι τύραννοι ... | 36 | |
5(1t) | Θεμιστοκλέους κατὰ τοῦ Περσῶν βασιλέως. | |
2 | Οὔπω τῆς πείρας, ὡς ἔοικεν, ὦ Ἀθηναῖοι, τῆς καθ’ ἡ‐ μῶν βασιλεὺς παύεται, καὶ ἀεὶ κρείττω τῆς ἑαυτοῦ τέχνης τὸν τρόπον εὑρίσκει τῆς πόλεως. ἐγὼ δὲ οὐδὲν βασιλέα | |
5 | τοῖς αὐτοῖς αὖθις ἐπιχειρεῖν θαυμαστὸν οἴομαι· τοὺς γὰρ ἐν ἀπορίᾳ καθεστηκότας καὶ φόβοις οὐδὲν θαυμαστὸν μηδὲ ἀφ’ ὧν διορθώσονται τὰς συμφορὰς εὑρίσκειν δύνασθαι. καὶ τοῦτο μὲν οὐδαμῶς ἄτοπον, τοὺς δὲ ῥήτορας ἄν τις δικαίως μᾶλλον τοὺς παρ’ ἡμῖν θαυμάσειεν, εἰ καιρὸν αὑτοῖς ἔτι τῆς | |
10 | παρ’ ἡμῖν προδοσίας νομίζουσιν, ὅτε μηδὲ βασιλεὺς ἀρνεῖ‐ σθαι τὸ κρείττους εἶναι τῆς ἑαυτοῦ δυναστείας διέγνωκε. προσήκει δὲ καὶ ὑμᾶς μὴ χείρους ἐν κοινῷ τῆς ἑνὸς ἀνδρὸς γνώμης ἐλέγχεσθαι· ὡς ἔστιν ἄτοπον φιλοτιμεῖσθαι μὲν ἐπὶ τῷ τοὺς βαρβάρους τοῖς ὅπλοις νικᾶν, ἁλίσκεσθαι δὲ | |
15 | ἐλάττους ἐν τῷ βουλεύεσθαι ... Ἤδη δὲ καὶ τὰς αὐτὰς ἠφίει φωνὰς ὑπὲρ τῶν ὅλων τοῖς | |
θεοῖς καὶ τὰ αὐτὰ τῷ Πυθίῳ περὶ τῶν τριήρων ἐδόξαζεν ... Τί πορθμοῖς ἐνοχλεῖς δι’ ἐμέ; τί δὲ ὄρη τέμνεις εἰς θά‐ λασσαν; τί καλύπτεις ἠπείρῳ τὸ ῥόθιον; ἔασον ἑστάναι τὸν | 37 | |
20 | Ἄθω, καὶ μὴ πέμπε μοι διὰ τῶν ὀρῶν, ἀλλὰ διὰ τοῦ ῥο‐ θίου, τὸν στόλον· ἀλλ’ εἰ καὶ τούτων ὀλίγον τινὰ ἐποιήσω λόγον, τῶν οὐρανίων ἀπέχου μοι, καὶ φεῖσαι τῆς ἄνω λή‐ ξεως· μή μοι νύκτα ποίει τὴν ἡμέραν τοῖς βέλεσι, μηδ’ ὑπο‐ τρεχέτω τὸν ἥλιον νέφος ἐκ τῶν βελῶν τῆς σῆς στρατιᾶς | |
25 | συγκείμενον. ἀλλ’ οὐδὲν ἐᾷς ἀκίνητον, ἵνα ἓν γένηται τῶν Μηδικῶν διηγημάτων ἡ πόλις ἡ Ἀθηναίων ... Φοβερώτερος δὲ τῆς φήμης ἐπὶ τῆς πείρας φαινόμενος, νῦν μὲν ἐπὶ τῆς ἠπείρου τὰ θαύματα, νῦν δὲ μεταφέρων τὴν μεγαλουργίαν ἐπὶ τὴν θάλατταν, καὶ νῦν μὲν ἐπαφιεὶς | |
30 | τοῖς ποταμοῖς τὸ στράτευμα, νῦν δὲ ἡλίῳ τὰ βέλη, νῦν δὲ τῷ ῥοθίῳ τὰς μάστιγας. ὄρος ἐπλεῖτο χειμαζόμενον, καὶ πορθμὸς ὅλος γεφυρωθεὶς ἐπεζεύετο· Ἄθως διὰ μέσου τριή‐ ρεις ἔπεμπε, καὶ τὴν ἵππον ὑπὲρ τοῦ ῥοθίου θέουσαν τὴν Μηδικὴν Ἑλλήσποντος ... | |
35 | Εἰς τριακοσίους ἦν ὁπλίτας τὸ παρὰ Λακεδαιμονίοις ὄφελος· οἱ δὲ λοιποὶ τύχῃ τὸ γένος ἐμέριζον ... Οὐ λέληθας ἡμᾶς ἄλλον δεινότερον ἐπάγων τοῦ προ‐ τέρου πόλεμον· οὐκέτι χιλίας καὶ διακοσίας τριήρεις πλη‐ ροῖς κατὰ τῆς πόλεως, οὐδὲ ἀποκρύπτεις ἠπείρῳ τὸ ῥόθιον, | |
40 | οὐδὲ στενοχωρεῖς στρατιώταις τὴν ἤπειρον, οὐδὲ τὰ στοι‐ | |
χεῖα πρὸς τὴν σαυτοῦ χρείαν καταναγκάζεις μετασκευάζεσθαι. οἶδας γὰρ ὡς πάντων ἐκείνων κρείττων ἐγενόμην μαχόμε‐ νος ... ἀπὸ Βαβυλῶνος προσβάλλεις τῇ πόλει, καὶ διὰ τῶν κηρύκων ἡμῖν ἐφίστης μηχανήματα, καὶ ταῖς πρεσβείαις | 38 | |
45 | διορύττεις τὴν ἐπὶ τῶν καλλίστων φιλοτιμίαν τῆς πόλεως· καὶ ταῦτα δωρεὰς ὀνομάζεις καὶ χάριτας ... Μὴ πρὸς τροπαίων διὰ γῆς καὶ θαλάττης ἐγηγερ‐ μένων ... Εἰ μὲν οὖν οἴεσθε δεῖν γράφειν μὲν ἃ χρὴ ποιεῖν, ἃ | |
5(50) | δ’ ἂν γράψητε μὴ ποιεῖν, καὶ λαμπροὶ μὲν ἐπὶ τῶν ψηφι‐ σμάτων φαίνεσθαι, διὰ δὲ τῶν ἔργων οὐχ ὅμοιοι, καλῶς ἔχει. ὁ μὲν γὰρ ἐν τῷ βουλεύεσθαί τι λαμπρός, τῷ μήπω δῆλος 〈εἶναι〉 ὅτι καὶ πράξειεν, οὔπω καθαρῶς τὴν εὐφημίαν κομί‐ ζεται, ἀλλ’ ἔτι πρὸς τοὺς ἐπαίνους ἀμφίβολος· περιμένουσι | |
55 | γὰρ τὸ τέλος ἅπαντες, ἵνα τὴν γνώμην θαυμάσωσιν· ὁ δ’ οἷς ἔγνω καλῶς καὶ τὴν ἀπὸ τῶν ἔργων πεῖραν ἑλόμενος, ἐπ’ ἀμφοτέροις θαυμάζεται, τὴν μὲν γνώμην οἷς ἔκρινε, τὴν δὲ πρᾶξιν οἷς οὐκ ἤλεγξε τὰ ψηφισθέντα τοῖς πράγμασιν ... Ἡδέως δ’ ἂν ἐροίμην τοὺς ἀντιλέγοντας, πότερον ἀντεῖ‐ | |
60 | πον ἡνίκα ἐκυροῦμεν τὸν πόλεμον, ἢ τὴν ἡσυχίαν ἄγοντες εἴκειν ἠξίουν τοῖς συμβουλεύουσιν· εἰ μὲν γὰρ οὐκ ἀντεῖπον, οὐχ ἡμῖν μόνον ἀλλὰ καὶ σφίσιν αὐτοῖς τἀναντία πράτ‐ | |
τοντες φαίνονται, τούτοις ἐγκαλεῖν σπουδάζοντες, οἷς ὡς κάλλιστα ἔχουσι σιωπὴν ἐπεφήμιζον· οὐ γάρ που δυσνοίᾳ | 39 | |
65 | γε φήσουσι τὸ συμφέρον ἑκόντες ἀποκρύψασθαι. ἀλλὰ μὴν εἴγε ἀντειπόντες ἡττήθησαν, πῶς οὐκ ἀναιδείας ὑπεύθυνοι, τὰ αὐτὰ λέγειν ἐπιχειροῦντες δεύτερον, ἃ πρόσθεν εἰπεῖν τολμήσαντες ἥττους εἶναι τῶν ἀντιλεγόντων ἠλέγχθη‐ σαν; καὶ μὴν εἴγε λύσομεν ἃ κεκυρώκαμεν, οὐκ ἄδηλον δή‐ | |
70 | πουθεν ὡς εὐχερείας τε ὁμοῦ καὶ ἀβουλίας ὄνειδος ἕξομεν ἀβουλίας μέν, ὡς ἐν ἀρχῇ δέον εὑρεῖν τὸ συμφέρον, ἀδυνα‐ τήσαντες· εὐχερείας δέ, ὡς ἀφ’ ὧν ἐκρίναμεν, ταχέως αὖθις μεταβαλλόμενοι. Καὶ οὔπω λέγω τὸ μεῖζον ἔγκλημα, ὅτι καὶ χρείας | |
75 | ἡττημένοι δόξομεν ἐθέλειν ἡμῶν αὐτῶν καταψηφίζεσθαι· ὅπερ, οἶμαι, καὶ ἀπαραίτητον ποιεῖ τὸ ἔγκλημα. ἃ γὰρ καὶ χωρὶς τοιαύτης αἰτίας οὐκ ἀνεκτὸν ἡμαρτηκότας ἐλέγχεσθαι, πῶς οὐχ ἅπαξ ἀσύγγνωστον, ὅταν καὶ λήμματος ἀλλάτ‐ τεσθαι τὴν ἀδοξίαν φαινώμεθα; εἰ δέ τις τῶν συμμάχων | |
80 | τῆς πόλεως δωρεὰν παρὰ βασιλέως δεξάμενος λύειν ἐπεχεί‐ ρει τὸ δόγμα τῆς πόλεως ἢ καταλύειν τὴν συμμαχίαν ἐτόλ‐ μησεν, ἆρ’ οὐκ ἂν ὠργίσθητε καὶ δίκην ἀπῃτήσατε παρὰ τῶν ἀναιρεῖν ἐπιχειρούντων ἃ κεκυρώκατε; ἐγὼ μὲν ἀκριβῶς οἶμαι. εἶθ’ ἑτέροις ἄν τι λῦσαι τῶν ὑμετέρων οὐ συγχωρή‐ | |
85 | σαντες, αὐτοὶ τοῦτο ποιοῦντες ὀφθήσεσθε; καὶ ἐφ’ οἷς ἄλλου πράξαντος οὐκ ἂν ἠνέσχεσθε τὸ μὴ καὶ δίκας εἰσπράξασθαι, ταῦτα ἑκόντες αὐτοὶ πλημμελεῖν δόξετε; καὶ μὴν ἅπαντα μὲν εὐλαβητέον ἐργάζεσθαι τὰ καὶ ὄντα πονηρὰ καὶ νομι‐ | |
ζόμενα· ἐκεῖνα δὲ πλεῖον, ὧν αὐτός τις φθάσας κατέγνωκεν. | 40 | |
90 | ἐφ’ οἷς γάρ τις ἀγανακτῶν ὡς φαύλοις ἐπιδείκνυται, εἰ τὰ αὐτὰ πράττων ἁλίσκοιτο, φιλαπεχθήμων ὁμοῦ καὶ πονηρός· πονηρὸς μέν, οἷς ἃ μὴ χρὴ πράττων ἐλέγχεται· φιλαπεχθή‐ μων δέ, ὅτι τούτων τοὺς πλησίον εἴργειν ζητεῖ, ἃ τῷ λόγῳ μισεῖν προσποιούμενος, ἔργοις μεταδιώκων ἁλίσκεται ... | |
95 | Λέγε μοι τὰ τῶν νομοθετῶν, εἰ βούλει, ῥήματα· ἀρίθμει μοι μετὰ τούτων, εἰ θέλεις, καὶ τὰ τῆς πόλεως τρόπαια· νόμους γὰρ ἐγὼ πολεμικοὺς ὀνομάζω τὰ τῆς πόλεως κατορ‐ θώματα. τί νῦν ἐν ἅπασι τούτοις διεσπούδασται; μὴ σπένδεσθαι βαρβάροις, μισεῖν τὸ γένος ὡς ἀλιτήριον, | |
5(100) | ἀδιάλλακτον ἡγεῖσθαι τὸν πρὸς ἀλλήλους πόλεμον. καὶ μάλ’ εἰκότως· οὓς γὰρ τῇ φύσει πολεμίους ἐνόμιζον, παρὰ τούτων ἀεί τι κακὸν προσδοκήσαντες, νόμῳ τὸ μὴ παθεῖν ἐφυλάξαντο, μέγιστον εἶναι τῆς πόλεως φυλακτήριον τὴν ἀπιστίαν τὴν πρὸς αὐτοὺς ἡγησάμενοι. εἰώθασι γὰρ οἱ πο‐ | |
105 | νηροὶ τῶν ἀνθρώπων καὶ πρὸς πλεονεξίαν τὰ πάντα βλέ‐ ποντες πλείονα κερδαίνειν ἐπὶ φιλίας προσχήματι τῶν ὅτε φανερῶς ὡμολόγουν τὸν πόλεμον ... Ψηφίσματα γὰρ Ἀθηναίων ἐγὼ καλῶ τὰ τοῦ θείου Πυθίου μαντεύματα ... | |
110 | Πολέμιος ὁ Πέρσης οὐ καθ’ ἕνα καιρὸν οὐδὲ χρόνον, οὐδὲ παρ’ αὐτὴν μόνην τὴν τοῦ πολέμου καταβολήν, ἀλλ’ εἰς πάντα τὸν βίον τῆς πόλεως ... Εἰ γὰρ Πλαταιὰς μόνας κατέσκαψε, καὶ δῆμον εἰς τοὺς | |
ὑπὲρ τῆς ἐλευθερίας πολέμους αὐτόκλητον ἐποίησεν ἄπολιν ... | 41 | |
115 | Οὐ γὰρ ἃ πέπονθε βασιλεύς, ταῦτα διαλογιζομένους ἐκεῖνον ἀπαλλάττειν τῆς μέμψεως δεῖ, ἀλλ’ ἅπερ ἂν κρατή‐ σας ἔδρασεν, ἐν νῷ λαβόντας, πᾶσαν ἥττω νομίζειν δίκην τῆς ἀξίας κομίζεσθαι· οὐδὲ δίκαιον τὰ αὐτὰ μὴ δρᾶσαι κρατήσαντας, ἅπερ ἡττηθέντες ὑπὸ τῶν κεκρατηκότων ἂν | |
120 | ἐπάθομεν ... Ὁ γὰρ πρὶν ἀνενεγκεῖν αὖθις τοὺς ἐναντίους ἀφ’ ὧν ἐσφάλησαν ἐπεξιὼν καὶ τιμωρούμενος οὐδὲ ἐκείνοις καιρὸν ἐπὶ τῆς ἀμύνης ἐνδίδωσι, καὶ πᾶσαν ἑαυτῷ προξενεῖ τοῦ μή τι παθεῖν ἀσφάλειαν, οἷς κατὰ καιρὸν ἐπέξεισι, τούτοις | |
125 | περιγράφων ἅπασαν τὴν ἐν ὑστέρῳ παρὰ τῶν πεπονθότων ἐπίδοσιν ... Καί, φασί, δωρεὰς τῷ δήμῳ βασιλεὺς πέπομφε. Κυρσί‐ λου μοι λέγεις ῥήματα, καὶ πονηρᾶς εἶ δημηγορίας διάδοχος· καὶ ταῦτα λέγειν ἐν Ἀθήναις ἐπικεχείρηκας, ἐφ’ οἷς τῷ προ‐ | |
130 | ειπόντι τάφον ἐποιήσαμεν τὸν τόπον ἐφ’ οὗπερ εἱστήκει φθεγγόμενος ... Ἀδήλου δὲ ὄντος τίνα τρόπον ἡ ναυμαχία κριθήσεται, οὐ δὴ καλόν, ἀφ’ ὧν εὐδοκιμοῦντες φαινόμεθα καὶ μεθ’ ὧν ἐπιτηδευμάτων διαγεγόναμεν, ἄκυρα ποιεῖν ἐπὶ τοῦ παρόν‐ | |
135 | τος βουλεύεσθαι. οἷς μὲν γὰρ ἐξ ἀρχῆς ὀλίγος τῆς ἀρετῆς | |
λόγος, οὐ μέγας τούτοις οὐδὲ σφαλεῖσιν ὁ κίνδυνος· οἷς δὲ τοσαῦτα καὶ τηλικαῦτα παραδείγματα τῆς ἀρετῆς ἕστηκε, τίς συγγνώμη παρὰ τοῖς ἔξωθεν, εἰ τοῖς τελευταίοις ἀφανί‐ ζοντες τὴν ἔμπροσθεν δόξαν ἐλέγχοιντο; ... | 42 | |
140 | Πᾶς γὰρ ἐμοὶ Ξέρξου πρὸς δωρεὰν καὶ χάριν ἐγγύτερος. ἔτι τοίνυν, εἰ μὲν προῖκα παρεῖχε τὴν δωρεάν, ἦν ἄν τις λόγος ἴσως τοῖς βασιλεῖ συναγορεύουσι· καίτοιγε οὐδὲ τοῦτο τῶν Ἀθηναίων ἄξιον. εἰ δ’ ἀνταιτεῖ χάριν παρὰ τῆς πόλεως, εὔδηλον δήπουθεν ὡς οἷς παρ’ ἡμῶν ἀντ’ ἐκείνων τυχεῖν | |
145 | ἐσπούδασε, τούτοις ἐπιδείκνυσι μηδὲν αὐτὸς χαριζόμενος. εἰ δὲ ἁπλῶς διδόντος λαβεῖν οὐκ εὔλογον, πῶς οὐ πλέον, ὅτε μηδὲ προῖκα 〈παρέχει〉 τὴν δωρεάν, ἀλλ’ ἐπ’ ἀντιδόσει τοσαύτῃ, ᾗ καὶ αὐτὸς δῆλός ἐστιν ἃ δίδωσιν ὁμολογῶν ἀνταλλάξασθαι. | |
5(150) | Φέρε δὴ καὶ αὐτὰς τὰς ὑποσχέσεις σκεψώμεθα. ἀντι‐ καταστήσω, φησίν, οἷς ἐλυμηνάμην κατὰ τὸν πόλεμον. αὐτήν μοι λέγεις τοῦ πολέμου τὴν πρόφασιν, καὶ μάχης μᾶλλον ἢ διαλλαγῆς μοι ἀναγινώσκεις συνθήματα· καὶ λαν‐ θάνεις οἷς διαλλάξαι βασιλεῖ τὴν πόλιν ἐσπούδακας, τούτοις | |
155 | ἡμᾶς ἐγείρων πλέον ἐπὶ τὸν πόλεμον. ὢ τῶν ἀνομοίων ῥημάτων· λυμεῶνά μοι τὸν αὐτὸν προσαγορεύεις καὶ φίλον, αὐτόχειρα καὶ πάλιν ἔνσπονδον· καὶ τὴν αὐτὴν ἀναγι‐ νώσκεις ἐπιστολὴν μεστὴν ἀδικημάτων καὶ δωρεῶν, μιγνὺς τὰ ἄμικτα πάθη, χάριτας, συμφοράς, βαρβάρους, Ἕλληνας· | |
160 | καὶ τῷ μὲν δοκεῖν σπουδάζεις ὑπὲρ τῆς πόλεως, τὸ δ’ ἀλη‐ θὲς βασιλεῖ ποιεῖς φιλοτιμίας ὑπόθεσιν τὸ πτῶμα τῆς | |
πόλεως ... Τί οὖν οὐκ ἐπὶ τὰς τριήρεις ἴμεν, ἀλλ’ ἀνεχόμεθα προ‐ φέροντος ἡμῖν βασιλέως τὴν πόρθησιν; ... | 43 | |
165 | Ἐπολυπραγμόνησέ μου Ξέρξης τὰ διηγήματα, ὥσπερ καὶ τοῖς ἐγκωμίοις πολεμῆσαι θέλων τῆς πόλεως ... Εἰ μὲν οὖν παρ’ ἑτέρου μὲν ἦν τὸ ἀδίκημα, παρ’ ἑτέ‐ ρου δὲ ἡ χάρις, τῷ μὲν ἐχρῆν ὡς πολεμίῳ χρῆσθαι, τὸν δὲ ὡς εὐεργέτην ἀμείβεσθαι· εἰ δὲ ὁ αὐτὸς ἀμφότερα, τί | |
170 | μᾶλλον εἰδέναι χάριν ἀνθ’ ὧν ὑπισχνεῖται προσῆκεν, ἢ τιμωρίαν ἀπαιτεῖν ἐφ’ οἷς ἀδικῶν ἐλέγχεται; ... Τίνα δὲ καὶ τὰ λελυμασμένα καλεῖ; ἀφοσιοῦται γὰρ καὶ διὰ τῶν γραμμάτων τὴν χάριν. τὰς Ἀθήνας πάντως ἀνοικιεῖν ἐπαγγέλλεται· τοῦτο γὰρ ὑπαινίττεται δήπου, | |
175 | κἂν μὴ τολμᾷ φανερῶς ὀνομάζειν τῷ ῥήματι. Ἀθήνας ἀνοι‐ κιῶ, φησί. σὺ τὴν τῆς Ἀθηνᾶς πόλιν; σὺ τὴν Θησέως καὶ Κέκροπος; εἶτα σιωπηθήσονται Ἐριχθόνιοι καὶ Κέκροπες, ἔτι δὲ Θησεῖς καὶ Κόδροι; πάντα δὲ ἔσται Ξέρξης τῇ πόλει, οἰκι‐ στής, ἀρχηγέτης, τῶν ἐπαίνων, τῶν ἐγκωμίων ὑπόθεσις; οἴμοι | |
180 | τῶν κακῶν· ἡττημένος μου Ξέρξης λαμβάνει τὴν πόλιν ... Τί δ’ ἂν καὶ ἡμᾶς αὐτοὺς κατὰ τῶν Ἑλλήνων συστρα‐ τεύεσθαι κελεύῃ; οὐ γὰρ εἶναι δίκαιον τῷ τοσαύτην ἐν‐ δεικνυμένῳ περὶ τὴν πόλιν μεγαλοψυχίαν μὴ πάντα τρό‐ πον συναγωνίζεσθαι. καλάς γε—οὐ γάρ; —τότε καὶ τῶν | |
185 | τροπαίων ἀξίας τῶν ἐγηγερμένων τὰς παρατάξεις παρατα‐ ξόμεθα, ὑπὸ Ξέρξῃ στρατηγῷ τοὺς κατὰ τῶν ὁμοφύλων πολέμους ἐκφέροντες ... Δι’ οὓς ὤφθη Πέρσαις ἀντὶ νικηφόρου σχῆμα δραπέτου καὶ φυγάδος περικείμενος, τούτοις πόλιν οἰκίζειν, τούτους | |
190 | εὐεργετεῖν ἀνέξεται; ... Εἰ μὲν γὰρ εὐθὺς ἀναμάχεσθαι τοῖς ὅπλοις τὴν ἧτταν ἐπίστευεν, ἐστράτευσεν ἄν, οὐκ ἐπρεσβεύετο· ἐπεὶ δὲ ἀπο‐ γινώσκει τῶν δυνάμεων, τὴν ἀπάτην τέως ἀντὶ τῶν ὅπλων προβέβληται ... | 44 |
195 | Ἔτι τοίνυν καὶ διαβάλλειν πρὸς τοὺς Ἕλληνας τὴν πόλιν ἐσπούδασεν, ἵνα ἐρήμους τῆς παρ’ ἐκείνων συμμα‐ χίας ἐργασάμενος, πρὸς μόνους ἡμᾶς ὕστερον ἐξενέγκῃ τὸν πόλεμον ... Καὶ μὴν ἐξ αὐτῶν τῶν ῥημάτων δῆλός ἐστι πρὸς τὴν | |
5(200) | δωρεὰν ἀφοσιούμενος. τοῦ μὲν γὰρ ἀνοικίσαι τὴν πόλιν τὴν ἡμετέραν θέλοντος ἔργον ἦν αὐτὸ τοῦτο σαφῶς ἐγ‐ γράψαι τοῖς γράμμασιν· ὁ δὲ τοῦτο μὲν οὐκ εἰπών, ἁπλῶς δὲ ἀντικαταστῆσαι φήσας οἷς ἐλυμήνατο κατὰ τὸν πόλε‐ μον, τῇ τοῦ προσρήματος ἀμφιβολίᾳ καλῶς ὃ κακουργεῖ διὰ | |
205 | τῶν γραμμάτων δεδήλωκε ... Τί δὲ ἦν τῆς πόλεως τῆς ἡμετέρας τὸ ἐπίσημον; σε‐ μνότης οἰκοδομημάτων, πανταχοῦ τῆς ἀρχαίας ἀρετῆς ὑπο‐ μνήματα, ὁ παρὰ τῆς φύσεως κόσμος μεῖζον τοῦ παρὰ τῆς τέχνης προστιθεὶς τῇ πόλει τὸ κάλλος. οἵα μὲν ἰδεῖν ἀκρό‐ | |
210 | πολις, οἷον ἄλλο θεῶν μετ’ οὐρανὸν ἐνδιαίτημα· οἷος δ’ ὁ τῆς Πολιάδος νεὼς καὶ τὸ πλησίον τὸ Ποσειδῶνος τέμενος· συνήψαμεν γὰρ διὰ τῶν ἀνακτόρων τοὺς θεοὺς ἀλλήλοις μετὰ τὴν ἅμιλλαν ... Οὐ λαμβάνω παρὰ ἀνδρὸς τὸν τελετῆς τόπον, ὃν εἴργει | |
215 | τῆς τελετῆς τῆς ἡμετέρας τὸ κήρυγμα ... Τίς ἀναστήσει τοὺς ἄνδρας οὓς ἀπολώλεκε; τίς τὰ σώματα τῶν πεσόντων, οἷς οὗτος κατὰ τοὺς πολέμους λε‐ λύμανται; ἄνδρες γάρ, φησίν, αἱ πόλεις, οὐκ οἰκο‐ δομήματα. εἰ δὲ τὰ λελυμασμένα ἡμῖν ἀποδώσειν ἐπαγ‐ | 45 |
220 | γέλλεται, τούτων δὲ τὰ μὲν οὐδ’ ὅλως ἐγχωρεῖ λαβεῖν, τὰ δὲ τοῖς διεφθαρμένοις οὐχ ὅμοια, πῶς οὐκ ἀδύνατος ἐλέγ‐ χεται τοῖς πᾶσιν ἡ περὶ τούτων ὑπόσχεσις; ... Οὐκ ἤνεγκαν οὐδὲ τριακοσίους ἐκεῖνοι Λακεδαιμονίους ἐν Πύλαις, ἀλλ’ ἐν ὀφθαλμοῖς βασιλέως ἔπιπτον αἱ τοσαῦται | |
225 | μυριάδες, πρὸς ἕνα λόχον ὑπὸ μαστίγων παραταττόμενοι ... Αὐτὸς ἡμᾶς ἐπὶ τὴν Ἀσίαν καλεῖ βασιλεύς, οἷς παραι‐ τεῖται τὰς μάχας, τούτοις ἀκίνδυνον εἶναι τὸν πρὸς αὐτὸν δεικνύων πόλεμον ... Λόχος εἷς πρὸς ὅλην τὴν Ἀσίαν παραταττόμενος, καὶ | |
230 | τριακόσιοι Σπαρτιᾶται, κλείοντες πρότερον μὲν τοῖς ὅπλοις, ὕστερον δὲ τῷ θανάτῳ τὰς Πύλας, σεμνότερον ἠγείρατε τροπαίου τὸ πολυάνδριον ... Ἐγὼ καὶ ὑπὲρ Θηβαίων ἀπαιτῆσαι δίκας ἐσπούδακα. δῆμος Ἕλλην διὰ Πέρσας τοῦ κοινοῦ γένους προδοσίαν | |
235 | κατέγνωσται, καὶ πόλις Ἑλληνικὴ Περσικὸν ἐδέξατο κατὰ | |
τῶν Ἑλλήνων στρατόπεδον ... Κέρδος οὐκ Ἀθηναίων μόνον, ἀλλὰ καὶ κοινὸν τῶν Ἑλλήνων ἁπάντων, Πέρσαι νικώμενοι ... Εἴθε καὶ εἰς Πύλας ἀπηντήσαμεν· τρόπαιον ἂν ἐδεί‐ | 46 | |
240 | κνυσαν νῦν ἀντὶ τοῦ τάφου Λακεδαιμόνιοι ... ... ἐπὶ Ξέρξην καλῶ, ἐπὶ Ξέρξην, Ἄπολλον, τὸν μέχρι τῶν ἀδύτων στρατεύσαντα, τὸν τοῖς ἱεροῖς σου τρίποσι τὸ πῦρ προσάγειν φιλονεικήσαντα, δι’ ὃν ἐκίνησας φάσματα ... Δοῦναι θέλω καὶ τοῖς χωρίοις ἀπὸ τῶν ἐμῶν κατορ‐ | |
245 | θωμάτων ὀνόματα, καὶ τὰ πελάγη καὶ τοὺς ποταμοὺς ἀπὸ τῶν ἐμῶν τροπαίων μᾶλλον ἢ τῶν ἀρχαίων ὀνομάτων προσαγορεύεσθαι ... Πότε οὖν ἢ πόθεν ἀνοικιοῦμεν τὴν πόλιν; ὑπέκρουσέ τις. ποίαν γὰρ ἐπιζητεῖς ἔτι πόλιν, τὰς τριήρεις ἔχων τῆς | |
5(250) | νέας πόλεως, οἰκιστὴν ἔχων τὸν Πύθιον; προβάλλεται δὲ αὑτῆς ἀντὶ μὲν τειχῶν τὴν θάλασσαν, ἀντὶ δὲ πύργων τὰς νήσους, ἀντὶ δὲ κόσμου τὰ τρόπαια. εἰ δὲ καὶ τοὺς ὅρους αὐτῆς ἐπιζητεῖς μαθεῖν, περίελθε κύκλῳ τῷ λογισμῷ τὴν οἰκουμένην ἅπασαν καὶ γῆν ὅση βατὴ καὶ θάλατταν ὁπό‐ | |
255 | ση πλόιμος· οὗτοι τῶν Ἀθηνῶν τῶν ἐπὶ Θεμιστοκλέους οἱ ὅροι ... Ἀπαιτήσω Ξέρξην ἀντὶ τοῦ θαλλοῦ τῆς Ἀθηνᾶς τὴν πλάτανον, ἵνα δύο βλέπηται τῆς θεοῦ κατὰ τὴν ἀκρόπολιν τρόπαια, κατὰ μὲν Ποσειδῶνος ὁ θαλλός, κατὰ δὲ τῶν | |
260 | βαρβάρων ἡ πλάτανος ... | 47 |
6(1t) | Πολεμαρχικός. | |
2 | Οὐ τοῖς ψέγουσι τὸν νόμον τῶν ἐπὶ τοῦ μνήματος ἐγνωκότων λέγειν, ἀλλὰ τοῖς ἐπαινοῦσι συνθήσομαι. καὶ γὰρ ἄτοπον τὴν τοῦ λέγειν ἐξουσίαν παρ’ αὐτοῦ λαβόντας, | |
5 | κατ’ αὐτοῦ τῇ παρὰ τοῦ λέγειν ἐξουσίᾳ χρῆσθαι. πολλῶν τοίνυν ἐπαινεῖσθαι ὁ νόμος ἄξιος, πρῶτον μὲν ὅτι περ Ἀττικὸς καὶ ἀκριβῶς μόνης τῆς πόλεως—χοαὶ μὲν καὶ αἱ λοιπαὶ τῶν κατοιχομένων τιμαὶ διὰ τὸ κοινῇ πᾶσι παρὰ πάντων νομίζεσθαι, οὐδετέρους ἐμφανίζουσιν, οὔτε τοὺς δι‐ | |
10 | δόντας τὴν χάριν, οὔθ’ οἷς προσάγονται· ὁ δὲ παρὰ τοῦ λόγου κόσμος ἐξαίρετον ἔχων τιμήν, καὶ τῶν δεδωκότων τὴν γνώμην καὶ τὴν ἀρετὴν τῶν λαμβανόντων συνίστησιν· —ἔπειθ’ ὅτι καὶ πλεῖον τοῖς ζῶσιν ἢ τοῖς τελευτήσασι προ‐ ξενεῖ κέρδος τὰ δρώμενα. τὸν γὰρ ἐκ τοῦ θανάτου φόβον | |
15 | ὁ νομοθέτης τῇ παρὰ τοῦ λόγου τιμῇ παραμυθούμενος, | |
ἄοκνον πᾶσι τὴν τόλμαν τὴν ὑπὲρ τῶν κινδύνων καθίστησι, μᾶλλον δὲ καὶ πλέον αἱρεῖσθαι τὸν ἐν πολέμοις θάνατον τοῦ κοινῇ πᾶσι συμβαίνοντος. ὅταν γὰρ ἕκαστος οἶμαι λογίζηται, ὅτι λυθέντι μὲν ὑπὸ τῆς φύσεως ἓν καὶ τοῦ βίου | 48 | |
20 | τέλος καὶ τῆς μνήμης ἐστὶν ὁ θάνατος, τελευτήσαντι δὲ σὺν ἀρετῇ τῷ σώματι μὲν ἐξιέναι τοῦ βίου, τῇ δόξῃ δὲ μένειν λείπεται, πῶς οὐχ ἑτοιμότερος τὸ τελευτᾶν τοῦ ζῆν ἀφανῶς ἀνταλλάττεσθαι; τῷ μὲν οὖν ἐπαινεῖν βουλομένῳ τὸν νόμον καὶ ταῦτ’ ἔνεστι λέγειν, καὶ τούτων ἔτι σεμνό‐ | |
25 | τερα. ἡμῖν δ’ ἐπ’ αὐτὸν ἤδη βαδιστέον τὸν τῶν τῇδε κειμέ‐ νων ἔπαινον. ἡ δὲ τῶν ἐγκωμίων ἀρχὴ τῷ μὲν δοκεῖν κοινὴ πρὸς ἅπαντας, τὸ δ’ ἀληθές, τῶν ἀνδρῶν τούτων ἐξαίρετος. οἱ μὲν γὰρ τοὺς ἄλλους ἐπαινεῖν σπουδάζοντες, ἵνα τὸ γένος ὑμνήσωσιν, εἰς προγόνων τινὰς εὐφημίας τὴν τοῦ λέγειν | |
30 | φύσιν ἀναβιβάζουσιν, ἢ τὴν γῆν ὅθεν οἱ πρόγονοι τῶν ἐπαινουμένων ἐγένοντο· πάντες γὰρ ἐπιεικῶς οἱ πρόγονοι τῶν πανταχοῦ θαυμαζομένων ἐπήλυδες. οὐ μὴν καὶ κατὰ τούτων ὁ νόμος οὗτος νενίκηκεν· ἀλλ’ ὁμοῦ τε Ἀθηναίους εἴρηκας, καὶ μετὰ τῆς ἐπωνυμίας δηλοῖς τοὺς αὐτόχθονας. | |
35 | ἄρτι οὖν οὐχ ἕτερον μὲν τῶν προγόνων, ἕτερον δὲ τῶν παίδων ἢ τῶν ἐγγόνων ἐγκώμιον, ἀλλ’ ὥσπερ ἄλλο τι σύμ‐ βολον, ἐν πᾶσι ταὐτὸν τῆς εὐγενείας ὑπάρχει γνώρισμα, κοινὴν καὶ τὴν εὐφροσύνην ἅπασι τὴν τῆς εὐφημίας ἐργά‐ ζεται. ἂν ἐπαινέσῃς τὴν Λακεδαίμονα, Θηβαῖοι ποιοῦσι τὴν | |
40 | εὐφημίαν ἀμφίβολον, τῆς γενέσεως τῆς Ἡρακλέους μετα‐ | |
ποιούμενοι· ἂν Θήβας σεμνύνῃς τῷ λόγῳ, Κάδμος ἐκεῖ καὶ Φοινίκων πλάνη καὶ τὰ τῶν ἐπαίνων ἀλλότρια· ἂν γενεα‐ λογήσῃς Ἀργείων τὴν πόλιν, θαυμάσεις Αἰγυπτίους πλέον, ἀφ’ ὧν τοὺς ἀρχηγέτας ἐπάγονται. τῇ πόλει δὲ καθαρὸν | 49 | |
45 | ἁπανταχόθεν τὸ τῆς εὐγενείας ἐγκώμιον, ὅτι μηδὲ πρὸ Ἀθηνῶν ἑτέρα πόλις ἢ ἄνθρωποι, ἀλλ’ ὁμοῦ τὸ συναμφό‐ τερον ἡ φύσις ἔδειξεν, ἐπὶ μὲν γῆς πόλιν Ἀθηνᾶς, ἐν δὲ τοῖς ἄλλοις ζῴοις τὸν ἄνθρωπον. τοιγαροῦν ὅσα ἐν ἀνθρώ‐ ποις κάλλιστα καὶ φύσει καὶ νόμοις ἐξεύρηται, τούτων | |
6(50) | ἁπάντων δικαίως ἂν ἡγεμὼν ἡ πόλις ἡμῶν ἐπιφημίζοιτο. ἅτε γὰρ ὁμιλήσασα πρώτη θεοῖς, εἰκότως καὶ πρώτη τὰ παρ’ ἐκείνοις εἰς τοὺς ἀνθρώπους ἐξήγγειλεν. ἄρχεται δὲ τῶν δωρεῶν ἀπὸ πρώτων τῶν ἀναγκαίων, ποιησαμένη τού‐ των τὴν εὕρεσιν, ἐπεὶ καὶ πάντως ἂν ἄτοπον ἦν, πρὶν | |
55 | ἡμερῶσαι ταῖς τροφαῖς τὸ γένος ὑπὸ διαίτης θηριώδους πρότερον πρὸς ἀλλόκοτον βίου φύσιν ὑποφερόμενον, τέχνας καὶ νόμους καὶ τελετὰς καὶ τὰ λοιπὰ διδάσκειν, ἀφ’ ὧν ὁ βίος κεκόσμηται. ὅθεν οὖν ἐχρῆν τοὺς εὐεργέτας τοῦ γένους τὴν ἀρχὴν λαμβάνειν, ἐντεῦθεν δὴ λαμβάνουσιν. ἐπλανᾶτο | |
60 | Δημήτηρ κατὰ τῆς ὑφ’ ἡλίῳ πάσης, ὡς λόγος, τὴν ἁρπα‐ γὴν τῆς Κόρης μεταδιώκουσα· γῆν δὲ ἐπελθοῦσα πᾶσαν καὶ θάλασσαν, ὡς κατ’ Ἐλευσῖνα γίγνεται, τῆς τε πλάνης ἔστη, καὶ τὴν ζητουμένην κομίζεται· μισθοὺς δὲ ἀμφοτέρων εἰσφέρουσα, τοῖς τὴν πλάνην τῆς θεοῦ τῶν ἡμετέρων λύ‐ | |
65 | σασι καρποὺς χαρίζεται καὶ μυστήρια, ὧν τοῖς μὲν τὴν τρο‐ | |
φήν, τοῖς δὲ τὴν γνώμην ἡμέρωσεν. ἡ μὲν δὴ πρώτη καὶ μεγίστη χάρις εἰς πάντας ἀνθρώπους τῆς ἡμετέρας πόλεως ἐντεῦθεν τὴν ἀρχὴν εἴληφεν. τὰ δ’ ἐφεξῆς, πῶς; δόμους οὐκ ᾔδεισαν ἄνθρωποι· τούτων ἡ πόλις διδάσκαλος. τέχνας καὶ | 50 | |
70 | νόμους οὐδεὶς ἐνόμιζε· παρὰ Ἀθηναίων τῷ γένει τὸ συναμ‐ φότερον. οὔπω πανηγύρεις ἠθροίζοντο, καὶ συνήγαγεν ἡ πόλις πρώτη, καὶ πάσας συναγαγεῖν ἐπέταξεν. ἄοπλος ἦν ὁ βίος· ὅπλα τῶν κινδυνευόντων προὐβάλετο. ἵππων χρῆ‐ σιν οὐκ ἠπίστατο· μερίζει πρώτη πρὸς ἄθλους καὶ πολέ‐ | |
75 | μου χρείαν τὴν ἵππων γένεσιν. τούτοις δὴ πᾶσι τήν τε πόλιν καὶ τὴν χώραν κοσμήσαντες, ἐπέραστοι γίγνονται καὶ θεοῖς. ἐρῶσι μὲν οὖν τῆς χώρας ἅπαντες, Ἀθηνᾷ δὲ καὶ Ποσειδῶνι παραχωροῦσι τὴν ἅμιλλαν. οἱ δὲ ὅπλα μὲν κατ’ ἀλλήλων οὐκ ἤραντο· οὐ γὰρ δὴ θέμις ὑπὲρ τοιούτων | |
80 | παιδικῶν αἰγίδα κινεῖν ἢ τρίαιναν· ἄμφω δὲ τὴν δίκην πι‐ στεύουσι τοῖς αὐτοῖς, ἐρωμένους τε ἅμα καὶ δικαστὰς τῶν ἀμφισβητουμένων ἑλόμενοι. κριθείσης δὲ τῆς ἁμίλλης θαλλῷ τε ἐλαίας καὶ κύματι, τῷ θαλλῷ τὴν ψῆφον τίθενται· τῷ θαλλῷ δὲ ὅταν εἴπω, τῇ θεῷ λέγω· Ἀθηνᾶς γὰρ οἶμαι τὸ | |
85 | γνώρισμα. παυθείσης δὲ οὕτω τῆς κρίσεως, ἡ μὲν θεὸς τὴν δίκην λαμβάνει παρὰ τῆς πόλεως, παρὰ τῆς θεοῦ δὲ ἡ πό‐ λις τοὔνομα. θαυμάσαντες δὲ ἅπαξ οἱ θεοὶ τὸ παρὰ τῇ πόλει δίκαιον, τὸ λοιπὸν ἀντ’ οὐρανοῦ τοῖς παρ’ ἡμῖν δικα‐ στηρίοις ἐκέχρηντο· καὶ τοῦτο μὲν Ἄρει δικάζουσι φόνου | |
90 | γραφὴν ὑπὸ Ποσειδῶνος ἐφ’ Ἁλιρροθίῳ φεύγοντι. τοῦτο δὲ Ὀρέστην τῆς συμφορᾶς ἀπαλλάττουσι, κοινωνοῖς πρὸς | |
ἑκατέραν τῶν ψήφων τοῖς τῶνδε προγόνοις χρησάμενοι. ἀλλὰ γὰρ οὐχ ὅ τι τις τοιοῦτον εἴπῃ, χαλεπὸν εὑρεῖν, ἀλ‐ λ’ ὅπως μὴ τούτοις ἑπόμενος πόρρω τῶν πράξεων γένηται, | 51 | |
95 | ἃς τοῦτο μὲν ὑπὲρ τῆς πόλεως οἱ τῶν τῇδε κειμένων πρόγο‐ νοι, τοῦτο δὲ ὑπὲρ τῆς ὅλης Ἑλλάδος ἤραντο, παῖδες πατέ‐ ρας μιμούμενοι, καὶ διὰ πάσης ἡλικίας τε ὁμοῦ καὶ διαδοχῆς τοῦ γένους τὴν εὐψυχίαν καταβιβάζοντες. διόπερ ἐπὶ ταύτας ἤδη πορεύσομαι. ἄξιον δὲ ἴσως πρότερον τῶν τροπαίων τὴν | |
6(100) | φιλανθρωπίαν θαυμάσαι τῆς πόλεως, καὶ ὡς προὔστη παν‐ τὸς τοῦ γένους, δεχομένη μὲν τοὺς δυστυχοῦντας, οἳ παρ’ ἑ‐ τέρων ἠλαύνοντο, εἰς δὲ τὴν ὑπερορίαν πάλιν ἐκπέμπουσα τοὺς ἤδη τύχης ἐφιεμένους ἀμείνονος. ἄπορον δὲ κἀνταῦθα πάλιν, ποτέρων τις μνημονεύσαι πρότερον, ἢ ποίας διεξέλ‐ | |
105 | θοι πρώτας πράξεις τῆς πόλεως, καὶ πότερον τὰ τῇ γῇ κατορθώματα μᾶλλον ἢ τὰ διὰ θαλάττης, ἢ πόθεν τοῦ λόγου ἄρξεται. μικροῖς ὅροις τὸ πάλαι τὸ τῶν Ἑλλήνων γένος ἀφώριστο· λῃσταὶ τὰς Κυκλάδας ἐνέμοντο, ἄβατος ἦν ἡ πρὸς ἑσπέραν τῆς Πελοποννήσου θάλαττα, Θρᾷκες κατ’ αὐ‐ | |
110 | τὴν ἐφήδρευον, ἠπείλουν Ἀμαζόνες ἑτέρωθεν. Ἴωνες πρὸ τούτων ... κατέφευγον, Ἡρακλεῖδαι πρὸ Ἰώνων τὴν Εὐρυ‐ σθέως βίαν ἀπεδίδρασκον, Θηβαῖοι κατὰ τῆς φύσεως ὕβριζον πάντας ἀνθρώπους ἀρνούμενοι, Δωριεῖς μετὰ μικρὸν κατὰ τῆς πόλεως σὺν Εὐβοεῦσι καὶ Βοιωτοῖς ἐθρασύνοντο. τοσούτου | |
115 | δὴ νέφους πραγμάτων ἄλλοτε κατ’ ἄλλους χρόνους, μικροῦ καθ’ ἑκάστην ἡμέραν, τῇδε προσπίπτοντος, ἄξιον ἰδεῖν τίνες | |
ἐν ἅπασιν οἱ τούτων ἐγένοντο πρόγονοι. τὰς μὲν δὴ νήσους ἡμέρωσάν τε καὶ ᾤκισαν, καὶ τὸ λῃστρικὸν ἐξεκάθηραν· Ἴωνας δὲ εἰς τὴν ἀντιπέραν πέμψαντες ἤπειρον, τοῦ Ἀττι‐ | 52 | |
120 | κοῦ γένους πᾶσαν ὅσην Αἰγαῖος προσκλύζει χώραν ἐπλή‐ ρωσαν· Ἡρακλείδας δὲ ὑποδεξάμενοι τὸν μὲν ὑβρίζοντα τῆς παρανομίας ἔπαυσαν, αὐτοὺς δέ, τὴν τύχην ἀμείψαντες, βασιλέας ἀντὶ φυγάδων Πελοποννήσου πάσης εἰργάσαντο· Θρᾳκῶν δὲ καὶ Ἀμαζόνων, τῶν μὲν τῆς πόλεως, τῶν δὲ καὶ | |
125 | αὐτῆς καταθρασυνομένων τῆς φύσεως, καὶ τοσούτῳ πλέον ἐπηρμένων οἷς ἐθρασύνοντο, ὥστε καὶ πᾶν εἴκειν ὅτῳ προσ‐ τύχοιεν, καθ’ οὓς ἐπῆλθον ἑκάτεροι χρόνους συμμίξαντες τοὺς μὲν τῆς χώρας, τὰς δὲ τῆς ἀνθρωπίνης φύσεως ἀπήλλαξαν· ὥστε μὴ τῷ γένει τὸ λοιπὸν τὴν Ἀμαζόνων φύσιν, ἀλλὰ τῷ | |
130 | τάφῳ γνωρίζεσθαι. ἐτάφησαν δὲ ἄρα διὰ τοῦτο καὶ οἱ πε‐ σόντες Ἀργείων ὑπὸ τῷ τείχει, τῆς πόλεως φόβῳ, ἀλλ’ οὐχὶ τιμῇ τῆς φύσεως, δοῦναι βιασθέντων Θηβαίων τῷ κοινῷ τῆς ὁσίας νόμῳ τὰ σώματα. θαυμαστοὶ μὲν δὴ καὶ οὗτοι σύμπαν‐ τες· ἀλλ’ ἴσως δὴ τὸ τῶν χρόνων πρεσβύτερον εἰς τὸ μυ‐ | |
135 | θῶδες τοὺς περὶ αὐτῶν λόγους ἐκβιαζόμενον, ἀμφίβολον ποιεῖ τὸ πολὺ θαῦμα τῶν πράξεων. τοὺς δὲ τρεῖς πολέμους, καὶ τούτους Ἑλληνικούς, ἐπὶ μιᾶς ῥοπῆς ἀναστείλαντας τίς οὐκ ἂν ᾄδοι τῷ λόγῳ; τίς δ’ ἂν οὐ παραλιπὼν αἰσχύνοιτο; τίνες δὲ ἦσαν οὗτοι; ἐκίνησε φθόνος ποτὲ κατὰ τῆς πόλεως Δω‐ | |
140 | ρικὸν ὁμοῦ καὶ Βοιώτιον, καὶ προσέτι Χαλκιδέων τῶν ἀπ’ Εὐ‐ βοίας ἐκ τρίτου πόλεμον. πῶς οὖν ἅπασι τούτοις ἡ πόλις | |
ἀντέστη; ἔπιπτον Βοιωτοί, Δωριεῖς ἠγάπων σῳζόμενοι, Χαλκιδεῖς ἅπαντες ἤγοντο· τρία δὲ εἱστήκει τρόπαια. τῶν δὲ τροπαίων τὸ τάχος ἐστὶ λαμπρότερον· τὸ γὰρ κατ’ Εὐ‐ | 53 | |
145 | βοίας καὶ Βοιωτῶν μιᾶς ἦν ἡμέρας τὸ συναμφότερον. ἀλλὰ γὰρ ἔοικα, πᾶσι τὸ μέρος ἀποδιδόναι τῆς εὐφημίας βου‐ λόμενος τοῖς ἄνω χρόνοις ὑπὲρ τῆς πατρίδος καὶ παντὸς τοῦ γένους κατὰ τὰς μάχας πρωτεύσασιν, οὔτε τούτοις τὴν ἀξίαν τηρεῖν τῷ τὸ μέγεθος τῶν πράξεων ἐν τῷ τῶν λόγων | |
6(150) | τάχει συγκρύπτεσθαι, καὶ μήπω τούτων προσάπτεσθαι, ὧν ἡ τῶν ἀκροωμένων προσδοκία ζητοῦσα πάλαι τὸν ἔπαι‐ νον, ἀσχάλλειν ἔοικεν ὅτι μήπω τῆς ἐπιθυμίας ἐμπίμπλαται. οὐκοῦν ἐπὶ ταῦτα ἤδη ἰτέον τῷ λόγῳ· τὸ δ’ ἐξ ἀνάγκης ἀπο‐ λείπεσθαι μέλλειν τῶν πράξεων, ὅτι κοινὸν ἁπάντων, οὐδε‐ | |
155 | νὸς ἂν εἴη δίκαιον ἔγκλημα. Πέρσαι οὖν κλῆρον ἕνα τὴν ὑφ’ ἡλίῳ πᾶσαν δεῖξαι τοῖς ὅπλοις βουλόμενοι, μικρῷ μέρει τῷ πρὸς ἑσπέραν πληρῶσαι τὴν ἐπιθυμίαν ἀπείργοντο. τοῦτο βασιλεὺς Δαρεῖος ἐζήτει Πέρσαις χαρίσασθαι, ἵνα τοσαύτην ἔχῃ βασιλεὺς γῆν, ὁπόσην ἥλιος ἔπεισι. ζητῶν δὲ πρόφα‐ | |
160 | σιν τῆς ἐπιθυμίας εὐπρόσωπον, κατὰ μὲν τῶν ἄλλων οὐχ εὕρισκεν, ὅτι μηδὲ ἦσαν πρὸ τῆς πόλεως οἱ κατὰ Μήδων θαρρήσαντες· οὐ γὰρ ἐκ Λακεδαίμονος ἦσαν οἱ πλεύσαντες περὶ Ἰωνίαν στόλοι, οὐδὲ Κορινθίους ἐλύπει γένος Ἀττι‐ κὸν Πέρσαις δουλεύειν ἐπὶ τῆς Ἀσίας ἀναγκαζόμενον, ἀλ‐ | |
165 | λ’ ἑκάστῳ κέρδος ἦν οὐ τὸ ῥύσασθαι τοὺς δουλεύοντας, ἀλλὰ | |
κερδᾶναι τὰ παραπλήσια. μόνης δέ, ὡς ἔοικεν, ἦσαν οἱ προαγῶνες οὗτοι τῆς πόλεως. τοῦ γὰρ Ἰωνικοῦ γένους ἀναρπασθῆναι κινδυνεύοντος, ὅτι δὴ τῆς μητροπόλεως ἐφρόνησαν ἄξια, τῆς ἐλευθερίας ἀνεμιμνήσκετο. καὶ παρὰ | 54 | |
170 | μὲν τῆς Σπάρτης οὐδὲν ἀπήντα φιλάνθρωπον, καὶ ταῦτα παρὰ πρώτοις τὴν ἱκετηρίαν θεμένων, οἵπερ ἡγοῦντο τῆς πράξεως. μόνοι δὲ Ἑλλήνων οἱ τῇδε κείμενοι καὶ τὴν φύσιν ἐγνώρισαν, καὶ τὴν ἱκετηρίαν ἐδέξαντο, καὶ πῦρ ἐπὶ Σάρδεις κομίζοντες ἔδειξαν τότε τοῖς Πέρσαις, ὅτι τινὲς ἀνθρώπων | |
175 | εἰσὶν ὑπὲρ ἐλευθερίας ἔτι μαχόμενοι. αὕτη μὲν δῆθεν ἐγένετο τῆς Περσῶν στρατείας ἡ πρόφασις. καὶ τὰ τῆς παρασκευῆς τὸ μὲν δοκεῖν ἐπὶ τὴν πόλιν ἐνέσκηπτε μόνην, τῶν ἄλλων μόνην θαρρήσασαν κατὰ τῶν πραγμάτων τῶν βασιλέως θρασύ‐ νεσθαι, τὸ δὲ ἀληθὲς κατὰ τῆς Ἑλλάδος ὅλης· οὐ γὰρ ἦν | |
180 | ἄδηλον, ὡς ὁμοῦ γε τότ’ ἤρκει ἔχειν τὴν πόλιν, καὶ τὸ γένος ὅλον μετὰ τῆς πόλεως. δόξαν δὲ ἅπαξ στρατεύσασθαι, πᾶν μικρὸν ἐδόκει πρὸς τὴν ἐγχείρησιν. ἀνέστη μὲν γὰρ μικροῦ καὶ αὐτὸς Δαρεῖος ἐπὶ τὸν πόλεμον, καὶ τάχ’ ἂν καὶ αὐτὸς ἐπέβη τοῦ στόλου, εἰ μὴ προσέκειντο καὶ Ἐρετριεῖς τοῖς | |
185 | ἀδικήμασι. νῦν δὲ τῶν μὲν εὐλαβηθεὶς τὴν τόλμαν, τῶν δὲ αἰσχυνθεὶς τὸν πόλεμον, αὐτὸς οἴκοι μένειν ἐβουλεύσατο· τοῖς μέντοι σατράπαις ἐπίστευσε τὸν πόλεμον, τοσαύτην δοὺς ἄγειν στρατιὰν ἐπὶ τοὺς Ἕλληνας, ὅσηνπερ ἂν εἰ καὶ αὐτὸς βασιλεὺς ἐστράτευσε. μέγα δὲ ἐκεῖνο τοῦ πλήθους | |
190 | τοῦ πεμφθέντος τεκμήριον· ἀμφίβολος τοῖς ἀφηγουμένοις | |
τῶν στρατευσαμένων ἀριθμὸς ἔτι καὶ νῦν καταλείπεται. καὶ οὔπω τοῦτο παράδοξον, εἰ τὸ τῆς φήμης παράδοξον καὶ ἀμ‐ φίβολον τὴν ἀκριβῆ γνῶσιν τοῦ πλήθους τῶν ἐπελθόντων ἀφῄρηται, ὅπου καὶ τὸ τῶν πεσόντων πλῆθος τὴν ἀριθμοῦ | 55 | |
195 | φύσιν ἐξέφυγεν. οὔκουν ἐξ ἐκείνου θύων ὁ δῆμος τὴν ἰσά‐ ριθμον οὖσαν θυσίαν τοῖς ἀνῃρημένοις τῇ θεῷ τὸ χρέος ἐξέτισε, ἀλλ’ ἔτι χρήστης ὑπάρχει, καὶ μετὰ τοσαύτην χιμά‐ ρων θυσίαν τοῦ πλείονος αὐτὸν λείποντος. τοσούτῳ δὲ πλή‐ θει στρατεύοντες οὐδὲ τὰ τῆς νίκης εἶχον ἀμφίβολα, ἀλ‐ | |
6(200) | λ’ ὥσπερ ἄλλο τι τῶν ἀγωγίμων τρόπαιόν τε καὶ πέδας ἐφέροντο, ὡς τὰ μὲν ἀμαχεὶ στήσοντες, τοῖς δὲ ἀκωλύτως κατὰ τῶν ἁλόντων χρησόμενοι. τρυφῶν μὲν οὖν πρὸ τῶν ὅπλων βασιλεὺς Δαρεῖος κατὰ τῆς πόλεως, μᾶλλον δὲ καὶ πρὸ Δαρείου Δᾶτις ... κατ’ Ἐρετρίας καὶ Νάξου τὰ παρα‐ | |
205 | πλήσια. ὡς γὰρ ἀφεθεὶς ἀπ’ Ἰωνίας ὁ στόλος, καὶ πάλιν ἀποκρύψας πλήθει νεῶν τὸ φαινόμενον, περὶ τὰς νήσους τὰς κατ’ Αἰγαῖον ἐσχίζετο, τὴν μὲν Ναξίων πόλιν πρὸς τὴν θάλατταν εὐθὺς μερίζεται, τῇ μὲν ἀφεὶς μετὰ τῆς ἐπωνυμίας αὐτό που τοὔδαφος, τὸ δὲ γένος εἰς τὰς τριήρεις ἐνθέμενος· | |
210 | τὸν δὲ Ἐρετριέων δῆμον ὅπλων μὲν οὐκ ἠξίωσαν, ἐλάττω Περσικοῦ πολέμου τὴν τύχην αὐτῶν νομίσαντες, χειρὶ δὲ χεῖρα πάντες ἀλλήλων συνέχοντες, σαγηνείας εἰκόνα τὴν | |
Ἐρετριέων ἔδειξαν πόρθησιν. ἐπειδὴ δὲ καὶ Μαραθῶνος ἥψαντο, τὰ μὲν ἐλπίδων ἠφάνιστο, ἐγνώρισαν δὲ καλῶς διὰ | 56 | |
215 | τῆς πείρας μαθόντες, ὅσον τὸ μέσον Ἐρετριέων καὶ τῆς ἡμε‐ τέρας πόλεως. οὔπω μὲν γὰρ ἔφθησαν τὴν ἀπόβασιν τῶν βαρβάρων πυθόμενοι, καὶ τὸν ἐνόπλιον ἔθεον· οὔπω δὲ τοῖς ἀποβᾶσι συνέμισγον, καὶ παραυτίκα ἐτρέποντο. ἐφόνευον ἄλλους ἐν ἄλλοις τοῖς εἴδεσι τῶν φόνων, τοὺς μὲν τάχει | |
220 | φθάνοντες, τοὺς δὲ τῷ φόβῳ χειρούμενοι, καὶ τοὺς μὲν ἐπὶ τῆς ᾐόνος φονεύοντες, τοὺς δὲ καθιππαζομένους ἔτι τὴν ἤπει‐ ρον, τοὺς δὲ τοῖς πλοίοις ἐμπίπτοντας. ἐμάχοντο δὲ οὐχ οἱ ζῶντες μόνον, ἀλλὰ καὶ ὧν προαφῄρητο τὸν βίον ἡ μάχη· καὶ διπλοῦς περιειστήκει τοὺς ἄνδρας πόλεμος, ὁ μὲν πρὸς | |
225 | Πέρσας, ὁ δὲ καὶ πρὸς αὐτὴν ὑπὲρ ἀνδραγαθίας τὴν φύσιν. τῇ μὲν γὰρ ἀντεῖχον, ἵνα μὴ Πέρσαις ὀφθῶσι πίπτοντες, τῇ δὲ καὶ ἀποθανόντες ἐμάχοντο, ἵνα φυγόντων οὕτω τῇ φύσει παραχωρήσωσιν· ὁ μὲν γὰρ τὴν Ἀσίαν ὅλην ἐπιφερομένην δεξάμενος καὶ ζῶν ἐμάχετο, καὶ τελευτήσας οὐκ ἔπεσεν, ἀλ‐ | |
230 | λ’ εἱστήκει καὶ μετὰ θάνατον ὥσπερ διώκων οἶμαι Πέρσας καὶ μόνῳ τῷ σχήματι. τότε τις καὶ κατὰ τριήρους ὅλης ναυτικὸς στρατιώτης ἐτόλμησεν· ἐπιδραμὼν γὰρ τοῖς φεύ‐ γουσιν εἰς τὴν θάλασσαν, Φοινίσσης νεὼς λαμβάνεται, κρείτ‐ τονα δεξιὰν ἔχειν τριήρους ὅλης οἰόμενος. δείσαντες δὲ ὑπὲρ | |
235 | τῆς τριήρους οἱ βάρβαροι, μὴ δεξιᾶς Ἀττικῆς γένηται λά‐ φυρον, πελέκει τὴν χεῖρα μερίζουσιν· ὁ δὲ πληγεὶς ἔκειτο | |
τῆς μὲν χειρὸς ἀφαιρεθείς, τῆς δὲ τριήρους ἐχόμενος. ὢ πρῶτοι τὴν Περσῶν τύχην ἐλέγξαντες· ὢ κρείττους τῆς ἀν‐ θρωπίνης φύσεως νίκας νικήσαντες· ὢ μετὰ διηγημάτων πε‐ | 57 | |
240 | σόντες, ἃ μήτε πρὸ ὑμῶν μήτε μεθ’ ὑμᾶς ὁ χρόνος ἤνεγκεν· ὢ σεμνότερον τροπαίου τάφον κτησάμενοι· ὢ τὸ Μαραθῶνος ὄνομα τοῖς ἡλίου δρόμοις συναποτείνοντες· ὢ πρῶτοι τὰς ἀκλήτους συμμαχίας τῶν θεῶν εὐτυχήσαντες· Μαραθὼν μὲν ἔχει τὰ σώματα, τὰς δὲ ψυχὰς οἱ συστρατιῶται θεοί, γῆ | |
245 | δὲ τὸ κλέος καὶ θάλαττα. Δαρείῳ μὲν οὖν καὶ τῆς τύχης καὶ τῆς ἐπιθυμίας πέρας Μαραθὼν γίγνεται· ἐκδέχεται δὲ Ξέρξης παρὰ Δαρείου τὸ συναμφότερον, καὶ τὴν Μήδων ἀρχὴν καὶ τὸν πόλεμον, 〈ὃν〉 μετὰ τὸ κλέος ὤδινεν ἐκεῖνο κατὰ τῆς πόλεως· μᾶλλον δὲ τὸ μῖσος πλέον τότε κατ’ Ἀ‐ | |
6(250) | θηναίων Ξέρξῃ, ἢ πάλαι παρὰ Δαρείῳ πρότερον. τὸν μὲν γὰρ Σάρδεις ἐλύπουν· τὸν δὲ καὶ Μαραθὼν πρὸς Σάρδεσι. θυμουμένου δὲ Ξέρξου κατὰ τῆς πόλεως, οὐδὲν τῶν πάντων ἡσύχαζεν, ἀλλὰ πᾶν αὐτῷ συνεκινεῖτο καὶ συνεσείετο, καθ‐ άπερ Ποσειδῶνος αὐτοῦ τινάσσοντος γῆν ὁμοῦ πᾶσαν καὶ | |
255 | θάλασσαν. ἀνέστη μὲν Ξέρξης ἐπὶ τοὺς Ἕλληνας, ὥσπερ τρυφήσων κατὰ τῆς πόλεως μᾶλλον ἢ πολεμήσων τοῖς Ἕλλησιν· οὐδὲν δὲ τῶν ἁπάντων ἡσύχαζε Ξέρξου στρατεύ‐ οντος, οὐ πόλις, οὐκ ἔθνος, οὐ πεδίον, οὐκ ὄρος, οὐ ποταμός, οὐ κόλπος, οὐκ ἤπειρός τις, οὐ θάλασσα· ἀλλ’ αἱ μὲν πόλεις | |
260 | ἐσείοντο, ἔθνος δὲ ἅπαν ἠλέγχετο, πεδίον δὲ οὐδὲν ἦν ὅ τι μὴ στρατευομένων ἐκρύπτετο, ὄρος δὲ ... ποταμὸς δὲ | |
οὐδεὶς ἐπλήρου τὴν χρείαν πίνουσι, κόλπος δὲ ἅπας τὸν στόλον ἔπεμπε· γῆ δὲ καὶ θάλαττα τὴν ἀλλήλων φύσιν ἠλλάττοντο· τοῖς μὲν γὰρ πορθμοῖς ἐπετίθει τὴν ἤπει‐ | 58 | |
265 | ρον, τὰς δὲ Φοινίσσας διὰ μέσων τῶν ἰσθμῶν ἔπεμπεν. ὤφθη τότε πάσης ἐλπίδος κρείττονα θαύματα, ἵππος καθ’ Ἑλλησπόντου Μηδικὴ καὶ δι’ Ἄθω μέσου στόλος τριήρων πεμπόμενος. ἀπείχετο δὲ Ξέρξης οὐδὲ οὐρανοῦ τοῖς τολμήμασιν, ἀλλὰ μετῄει καὶ μετεπήδα τοῖς θαύμασιν ἀπὸ | |
270 | θαλάσσης ἐπ’ ἤπειρον, ἀπὸ γῆς ἐπ’ ἀέρα, ἐκεῖθεν καὶ ἐπὶ τὸν ἥλιον. τοῦ μὲν γὰρ τοξεύων τὸ φῶς ἀπέκρυπτε· τῆς δὲ πλέων τὴν φύσιν ἤμειβε, τῆς δὲ πεζεύων τὴν χρείαν ἤλεγχε. καὶ σιωπῶ πελάγη μὲν ὑπὸ τριήρων κρυπτόμενα, στρατόπεδα τῆς ἀριθμοῦ φύσεως κρείττονα, ἔθνη δὲ δείπνων | |
275 | δαπάνης ἥττονα, βασιλέα δὲ πανταχοῦ μὲν ὄντα τῷ φόβῳ, οὗ δὲ γῆς εἴη διὰ τὸ πλῆθος λανθάνοντα. τοσούτου τοίνυν θορύβου γῆς διὰ πάσης ἠχήσαντος καὶ κρινομένων ἐπὶ τῆς Ἑλλάδος τῶν ὅλων, οἱ μὲν ἄλλοι σύμπαντες τοσοῦτον ἔτι τὰ δεινὰ κερδαίνειν ᾤοντο, ὅσον ἀπεῖναι Πέρσας τῶν πόλεων. | |
280 | καὶ μάλ’ εἰκότως· ὅπου γὰρ ἐδούλευον μὲν Θηβαῖοι, Θετ‐ ταλοὶ δὲ ἐμήδιζον, Κερκυραῖοι δὲ ἐφήδρευον, Ἀργεῖοι δὲ ἐπρεσβεύοντο, Δελφοὶ δὲ ἠπόρουν, ἠπείλει δὲ Γέλων καὶ πρὸ Γέλωνος ἐκ μέσων τριπόδων ὁ Πύθιος, τίς ἐλπὶς ὅλως χρηστή, τίς δὲ προσδοκία σωτηρίας τοῖς ἀντᾶραι Πέρ‐ | |
285 | σαις διανοουμένοις ἐφαίνετο; οὐ μὴν καὶ ἡ πόλις εἶξε βα‐ | |
σιλεῖ τὰ πάντα σείοντι, οὐδὲ φόβῳ τῆς φήμης αἰσχρόν τι πρὸ τῆς πείρας ἐβούλευσεν, ἀλλ’ ἀπὸ τῆς πρεσβείας πρώτης κρείττων βασιλέως ἐγίγνετο. ὁ μὲν τὰ τῆς δουλείας ἀπῄτει σύμβολα, οἱ δὲ τὰ τῆς ἐλευθερίας ἀντέπεμπον· ἦν γὰρ θάνα‐ | 59 | |
290 | τος ἡ τῆς πρεσβείας ἀντίδοσις. ὁ μὲν τὴν γῆν μετεσκεύαζεν, οἱ δὲ τῆς γῆς μετανίσταντο· ὁ μὲν ἐζεύγνυε τὸν Ἑλλησπόν‐ του πόρον, οἱ δὲ πόλιν ἐποίουν τὴν θάλατταν· ὁ μὲν χιλίας τριήρεις ἔπεμπεν, οἱ δὲ τριακοσίαις μόναις πρὸς ὅλην τὴν Ἀσίαν ἤγοντο. ἐφόβει δὲ αὐτοὺς οὐδὲν τῶν ἁπάντων, οὐδὲ | |
295 | ἐποίει τῆς ἀρετῆς ἐπιλανθάνεσθαι, οὐ Λακεδαιμόνιοι πί‐ πτοντες καὶ τοσοῦτον συντελοῦντες τοῖς Ἕλλησιν, ὅσον ἀν‐ δρείως ὑπὲρ θανάτου βουλεύσασθαι, οὐ πάντες ἄνθρωποι μετὰ τῶν βαρβάρων στρατεύοντες, οὐ μαστιζόμενα κύματα καὶ κολαζόμενα πνεύματα, καὶ τρυφῶν βάρβαρος κατὰ τῆς | |
6(300) | φύσεως· ἀλλ’ ἀνήγοντο μὲν μετ’ Ἀρτεμίσιον, ἐπαιάνιζον δὲ ἑκατέρωθι τὰ νικητήρια, τοὺς μὲν βαρβάρους τοῖς ὅπλοις, τῇ δὲ ἀρετῇ πανταχοῦ τοὺς ὁμοφύλους ἐλέγχοντες. ὢ τίνας μὲν ἐπωνυμίας ἀξίας τῶν ἔργων, τίνας δὲ καὶ κλήσεις ἐξεύροι τις; ὢ πάσης φύσεως ἀνθρωπίνης προκινδυνεύσαντες· ὢ | |
305 | μείζονα Ξέρξου τολμήσαντες· ὢ ψυχὰς στοιχείων βεβαιο‐ τέρας ἐπιδειξάμενοι· ὢ τοῖς Περσῶν τοξεύμασιν οὐ καλυ‐ φθέντες τὸ φρόνημα· ὢ δύο τροπαίοις δεκαετῆ στόλον ἐλέγξαντες· ὑμεῖς τὸν ἐπὶ πᾶσαν ἰόντα γῆν τε καὶ θάλατταν ἀγαπητῶς κλέψαι τὴν σωτηρίαν κατηναγκάσατε. ὢ πυθο‐ | |
310 | χρήστους μάχας νικήσαντες· ὢ θείαν τὴν Σαλαμῖνα ταῖς ὑμετέραις ἀρεταῖς ἀνακηρύξαντες· ὢ μόνοι δείξαντες ἀνθρώ‐ ποις ἅπασιν, ὅτι πᾶσα χεὶρ ὑπ’ ἀρετῆς ἐλέγχεται· ἀλλὰ γὰρ οὐκ ἔχω τί χρήσομαι. πῶς μὲν ἐπαινέσω τὴν Πλάταιαν; πῶς δὲ διεξέλθω τὰ κατὰ Μυκάλην τρόπαια; πῶς Σηστόν; | 60 |
315 | πῶς Ἠιόνα; πῶς τὸ Βυζάντιον; πῶς τὴν παράλιον ἅπασαν; ἣν ὥσπερ ἄγος καθήραντες οὗτοι σὺν ὅπλοις ἐπῄεσαν, πανταχόθεν ἐκκόπτοντες τὰ τῆς βαρβαρικῆς δυνάμεως λεί‐ ψανα. ἀλλὰ κἂν ταῦτα σιγῇ παρέλθωμεν, κἂν τῆς εἰρήνης τῆς πρὸς βασιλέα γεγενημένης μνημονεύσομεν, ἣ παντὸς | |
320 | τροπαίου σεμνοτέραν ἔτι τὴν πόλιν ἐργάζεται. καὶ μάλα εἰκότως· αἱ μὲν γὰρ καὶ τύχης ἔργον πολλάκις, τὸ δὲ ἑκόντα συγχωρῆσαι βασιλέα τῇ πόλει ἵππου μὲν δρόμον ἡμέρας ἀφέξειν θαλάττης ἄνω, εἴσω δὲ Χελιδονέων καὶ Κυανέων μὴ πέμψειν ὁλκάδα, πῶς οὐ καθαρὰν πανταχόθεν τῇ πόλει | |
325 | προξενεῖ τὴν εὔκλειαν; τῶν δὲ τοῖς βαρβαρικοῖς ὁμοῦ πρὸς Λακεδαιμονίους καὶ Βοιωτοὺς πεπραγμένων τῇ πόλει τίς ἂν παριὼν τὸν ἔπαινον, εἶτ’ οὐκ ἀδικεῖν ἂν τὴν πόλιν δόξειε, τοσαύτης δόξης παραιρούμενος; οὐχ οἵδε μὲν εἰσὶν οἱ κατὰ ταὐτὸν Αἴγιναν πολιορκοῦντες, καὶ τοῖς βαρβάροις μαχόμε‐ | |
330 | νοι, καὶ Πελοπόννησον περιπλέοντες; οὐχ οἵδε οἱ νικήσαντες Λακεδαιμονίους ἐν Τανάγρᾳ, Βοιωτοὺς δὲ ἐν Βοιωτίᾳ, Κοριν‐ θίους δὲ πρὸς αὐτοῖς 〈τοῖσ〉 ὅροις τῆς χώρας, τοῦτο μὲν ὑπὲρ τοῦ τροπαίου, τοῦτο δὲ καὶ ὑπὲρ Μεγαρέων ἀντάραντες; τὰς δὲ μετὰ ταῦτα μάχας ποῦ θήσομεν, ὅτε Λακεδαιμόνιοι τὴν | |
335 | πόλιν τὴν ἡμετέραν ἀγνωμονήσαντες τῆς ἀγνωμοσύνης δίκας ὑπισχνοῦντο δώσειν, ὅπως φανεῖεν πάντως ἡττώμενοι; ἔχει μὲν γὰρ ἡ Ἀττικὴ κατὰ Λακεδαιμονίων τρόπαιον· ἔχει δὲ καὶ Σφακτηρία κατὰ τῆς Σπάρτης νίκης γνωρίσματα. Κρι‐ σαῖον δὲ κόλπον, καὶ Κορινθίων σωφρονισμόν, καὶ καρτερίας | 61 |
340 | ἐπὶ τῆς ἑσπέρας καὶ καθ’ Ἑλλήσποντον, μυρία τρόπαια καὶ ναυμαχίας καὶ πεζομαχίας, καὶ ὡς πρὸς ἅπασαν μὲν τυραννίδα, πρὸς ἅπασαν δὲ δυναστείαν ἀντέστησαν, ἄλλοτε κατ’ ἄλλους χρόνους ὑπὲρ τοῦ γένους μυρίους ἀγῶνας ἀνα‐ δεξάμενοι, οὔτ’ ἐμοὶ διεξελθεῖν ῥᾴδιον, οὔτε εἴ τις πρότερον | |
345 | ἐπικεχείρηκε. διόπερ οἶμαι δεῖν, ὥσπερ οἱ τοὺς ἐν τοῖς σταδίοις νικηφόρους ἀνακηρύττοντες, ἓν καὶ ταὐτὸν συνθεῖ‐ ναι γνώρισμα, εἶθ’ οὕτω ταύτῃ καὶ πρὸς τὸν νόμον ἀφο‐ σιώσασθαι. ὢ πᾶσαν μὲν γῆν καὶ θάλατταν, ὅση μὲν βατή, τροπαίων, ὅση δὲ ἄβατος, δόξης καὶ κλέους πληρώσαντες· | |
6(350) | ὢ μόνοι ταῖς μεγάλαις πράξεσι φύσιν καὶ χρόνον καὶ φθό‐ νον νικήσαντες· ὢ τὴν οἰκουμένην ἅπασαν οὐ στήλαις ἀλλὰ τροπαίοις μετρήσαντες· ὢ πρὸς ἅπαντας μὲν ἀνθρώ‐ πους ἀγωνισάμενοι, πάντας δὲ ἐπαινέτας καὶ μάρτυρας τῆς ἀρετῆς τοὺς ἀγωνιστὰς κτησάμενοι· δι’ ὑμᾶς ἀγήρων ἀεὶ | |
355 | 〈καὶ ἀθάνατον〉 τὸ τῶν Ἀθηναίων ὄνομα, καὶ οὔτε Βαβυλὼν οὔτε Νίνος οὔτε τις ἄλλη εὐδαίμων πόλις ἢ χώρα ἢ δόξης ἢ χρόνου τοσοῦτον ἤχησεν, ὅσον ἡ πόλις ἐξ ἧς γεγόνα‐ | |
τε. ὢ πρόγονοι τροπαίων, ὢ τῶν πάντων κατορθωμάτων διδάσκαλοι· ὢ πάντας ἐπαίνους, πάσας δὲ γλώττας νική‐ | 62 | |
360 | σαντες· ὢ μὴ κατοκνήσαντες δόξης ἐπὶ πλεῖον ἐλθεῖν τῆς ἀκινδύνου, ἧς νῦν κληρονόμοι τυγχάνετε, εὐδόκιμοι φανέντες οὐ τροπαίοις μόνον, ἀλλὰ καὶ τοῖς κατ’ εἰρήνην ἔργοις. εἴρηται κἀμοὶ τῆς μὲν ὑποθέσεως ἴσως ἔλαττον, τῶν δὲ πολλῶν οὐκ ἐλάττονα. λείπεται δὲ εὐφήμῳ βοῇ προση‐ | |
365 | χήσαντας πανδημεὶ πάντας τῷ μνήματι, οὕτω τῆς τιμῆς ἀπαλλάττεσθαι. | |
7(1t) | Ἀρεοπαγιτικὸς ἢ ἐλευθερωτικός. | |
2 | Ἄνδρες οἱ καὶ θεοῖς ὑπὲρ νίκης πάλαι, καὶ νῦν Ἀθη‐ ναίοις ὑπὲρ ἐλευθερίας δικάζοντες ... Οὐκοῦν τῷ νόμῳ πειθόμενος, τὰ τῆς χρείας μόνης | |
5 | φθέγξομαι ῥήματα ... ἐγὼ καὶ σοφιστὴς ἐγενόμην παρ’ ὑμῖν καὶ πατήρ· εἰ σοφιστὴς δεξιός, ὑμεῖς ἐπίστασθε· λέγω γὰρ ἀεί, καὶ τὴν ἐμὴν πολιτείαν ἔχει τὰ θέατρα· εἰ πατὴρ Ἀττικός, ἡ παροῦσα δείκνυσι πρόφασις· οὐ γὰρ ἀνέχομαι τὸν Ἀθηναίων παῖδα μὴ προσαγορεύειν ἐλεύθερον· πιστεύω καὶ πρὸ ἥβης τὴν | |
10 | ἐλευθερίαν τῷ παιδί. ἐμός ἐστιν, Ἀθηναῖός ἐστι, πόλεως καὶ | |
πλέον τιμώσης τὸ κοινὸν γῆρας ἢ τὸ τῶν πατέρων ἕτεροι ... Οὗτός ἐστιν ἐκ Πλουτάρχου, δι’ οὗ πάντας ὑμεῖς παι‐ δεύετε· οὗτος ἐκ Μινουκιανοῦ, τοῦ διὰ τῆς ἑαυτοῦ φωνῆς πολλοὺς πολλάκις ἐλευθερώσαντος· τὸν ἐκ Νικαγόρου προσ‐ | 63 | |
15 | ήγαγον ὑμῖν, τὸν ἐξ ἐμαυτοῦ. σοφιστῶν ὑμῖν καὶ φιλοσόφων λέγω κατάλογον, Ἀττικὴν ὄντως εὐγένειαν ... Ἀφῆκα πολλάκις τὰς τοῦ σοφιστοῦ φωνάς, νῦν τὰς τοῦ πατρὸς ἀφίημι ... Ἐδώκατέ μοι παῖδα δι’ Ἀττικοῦ γένους, λάβετε τοῦτον | |
20 | καὶ διὰ τῆς ψήφου τῆς ὑμετέρας ἐλεύθερον. οὐκοῦν ἄφετέ μοι τῇ ψήφῳ τὸν παῖδα καὶ φωνὴν ἐλευθέριον συνεπηχήσατε, ἵνα ὡς Ἀθηναῖος—ἴσον γὰρ εἰπεῖν ἐλεύθερος—καὶ λέγῃ καὶ γράφῃ παρ’ ὑμῖν, κἂν οἱ θεοὶ βούλωνται, καὶ πολιτεύηται. | |
8(1t) | Μονῳδία εἰς τὸν υἱὸν αὐτοῦ Ῥουφῖνον. | |
2 | Ἀδικῶ μὲν ὅλως φθεγγόμενος Ῥουφίνου κειμένου· πλὴν ἐπεὶ τῷ δαίμονι τετήρημαι πρὸς μόνην τὴν μονῳδίαν τοῦ | |
δράματος, φθέγξομαί γε ὅμως. οὐ γάρ μοι θέμις μὴ καὶ λόγῳ | 64 | |
5 | θρηνῆσαι τὸν αὐτῶν τῶν λόγων ἔκγονον. ὢ τῆς λαμπρᾶς ὑποθέσεως· ἦ πού σοι τοὺς τοῦ πατρὸς λόγους λαμπρὰ τύχη τετήρηκεν. εἴθε τῷ γοῦν τάφῳ παρεστὼς ἔλεγον· εἴθε μοι τὸ βῆμα τῶν τρισευδαιμόνων ὁ σὸς γοῦν τύμβος γεγέ‐ νητο· νυνὶ δέ μοι καὶ ἀνήρπασαι, μηδὲν ἐμοὶ λαλήσας, | |
10 | μηδὲν προσφθεγξάμενος, μὴ τὰς τελευταίας μοι περιπλοκὰς χαρισάμενος. ἀλλ’ ἐῴκει γὰρ ὁ δαίμων ὠδίνειν τὸ δρᾶμα πρότερον ἀφ’ ἧς ἡμέρας ἐμὲ μὲν τῆς σῆς ἀπολαύσεως, σὲ δὲ τῶν ἐμῶν κόλπων καὶ φιλημάτων ἐχώριζε. τί δὲ ἐγκαλῶ τῷ δαίμονι; ἐγώ σε τέκνον ἀπολώλεκα. τί γὰρ ἐχωριζόμην | |
15 | τῶν σῶν περιπλοκῶν; φθόνου μοι λάφυρον γέγονας, ἀδίκου πάρεργον δαίμονος. ὢ τῆς τραγικῆς καὶ ἀπηνοῦς ἡμέρας· οἷόν μοι σκότος ἀνθ’ οἵου φωτὸς ἀντέλαμψε· ἐγὼ μὲν ὀρ‐ θοῖς καθ’ ἑκάστην ἡμέραν εἱστήκειν τοῖς ὠσὶ πρὸς τὴν ἀκοὴν τὴν τριπόθητον, καὶ περιεσκόπουν ἀεὶ τὸν ἄγγελον, ὅστις | |
20 | προσαγγέλλει Ῥουφῖνον ἥκοντα· ὁ δὲ ἄρα μοι δαίμων οἵαν ἀνθ’ οἵας τὴν ἀγγελίαν ηὐτρέπιζε. αὐτὸς μέν σοι λουτρὰ καὶ οἰκίας καὶ πλοῦτον καὶ πᾶν, εἴ τι κάλλιστον, τῶν ἐν ἀνθρώ‐ ποις εἶναι δοκούντων νύκτωρ ἐφρόντιζον καὶ μεθ’ ἡμέρας ἡτοίμαζον· ἠγνόουν δὲ ἄρα ὁ δείλαιος ἀντὶ μὲν λουτρῶν | |
25 | ἀνιστάς σοι τάφους, ἀντὶ δὲ οἰκιῶν τύμβους καὶ χώματα, ἀντὶ δὲ πλούτου καὶ χλιδῆς τραγικώτατα δῶρα τῶν ἐν ἀνθρώποις, ἐντάφια. εἴθε μοι μὴ τὴν ἀρχὴν ἐγένου, παιδίον, ἢ γενόμενον μὴ τοσοῦτον καὶ τηλικοῦτον καὶ ψυχῇ καὶ | |
σώματι καὶ ἀρεταῖς ἐξέλαμψας. ἐδημαγώγεις ἄρτι τὰ πρῶτα | 65 | |
30 | φθεγγόμενος· ἀνήρτησο πᾶσαν τὴν ὑφ’ ἥλιον τοῖς ἀσήμοις ἔτι κνυζήμασιν. ὤτων λογάδων τῶν πανταχόθεν ἔρως μὲν ὁ Περικλῆς, ἀλλὰ μετ’ Ἀναξαγόραν δημηγόρος· σὺ δὲ ἦσθα δημηγόρος ἐκ μέσων σπαργάνων. εἷλεν Ἀλκιβιάδης ὅλον τῷ κάλλει τὸ θέατρον, ἀλλ’ ἦν ἀκμάζων ἤδη τὴν ὥραν καὶ | |
35 | τὴν ἡλικίαν μειρακιούμενος· σὺ δὲ ἔτι τῷ μασθῷ καὶ τῷ γάλακτι προσκείμενος. ὦ πάθος τῆς Αἰσχύλου μεγαλοφωνίας ἄξιον. τί δὲ θρηνήσω; τί δὲ ἐπαινέσω; φθέγξομαι ὅσον μὲν ἴσασιν οἱ πεπειραμένοι, ἤλπιζον δὲ οἱ ἀκούοντες. ὦ πρότε‐ ρον μὲν Χαρίτων, νυνὶ δὲ Ἐρινύων καλλώπισμα· ὢ τὰς | |
40 | ἐναντίας ἐγὼ προσηγορίας ἐπὶ σοὶ κτησάμενος· τρισευδαί‐ μων διὰ σὲ πρότερον, νυνὶ δὲ τρισάθλιος. ποῦ γὰρ οὐ διέβης τῇ φήμῃ; τίνα δὲ τόπον τῆς δόξης καὶ τῶν σῶν καλῶν οὐκ ἐπλήρωσας; Ἡρακλεῖ μὲν ἐδέησε πολλῆς περιόδου καὶ τῶν ἄθλων οἶμαι τῶν δώδεκα, ἵνα μάρτυρας τῆς ἀρετῆς | |
45 | τὴν ὑφ’ ἥλιον πᾶσαν κτήσαιτο· σὺ δὲ εἴσω τοῦ κύκλου μένων ὑπερέβης τὰς στήλας ἡμῖν τὰς Ἡρακλείους τοῖς θαύ‐ μασι. ὦ πάντας ἀνθρώπους ταῖς ἑαυτοῦ θηρεύσας ἴυγξι· τοὺς μὲν ἄλλους παῖδας οἱ πατέρες οἶμαι σεμνύνουσι τὰ πολλὰ πολλάκις ἐπιψευδόμενοι· ἐπὶ σοῦ δὲ τὰ τῆς συνηθείας ἐνήλ‐ | |
8(50) | λακτο. ὁ πατὴρ μὲν ἐσίγα τὰ σὰ καλά, ἢ ὀλίγα τῶν καλῶν ἔλεγεν, ὑποπτεύων διὰ τὸ μέγεθος τῆς ἀρετῆς τὴν παρὰ τῆς | |
τύχης ἐπήρειαν· πάντες δὲ ἦσαν οἱ καὶ τῷ σῷ πατρὶ τὰ σὰ καλὰ διηγούμενοι. οὕτω πᾶσαν μὲν τύχην, πᾶσαν δὲ ἡλικίαν δεδούλωσο μόνος τῷ θαύματι. τίς ἀπέκειρε δαίμων τῆς ἐμῆς | 66 | |
55 | ἑστίας τὸν χρυσοῦν βόστρυχον; τίς τὸν πυρσὸν τὸν φανό‐ τατον τῆς ἐμῆς δόξης ἀπέσβεσε; τίς κατέχει κόνις τὰς ἱερὰς ἐκείνας κόμας, ἃς Διονύσῳ μετὰ τὴν πρώτην γένεσιν ἔτρεφες; τίς ὀφθαλμοὺς ἐκείνους τοὺς τῷ κάλλει μικροῦ καὶ ἡλίου τὰς αὐγὰς ἐλέγχοντας; τίς Ἐρινύων τὸ παρειῶν ἔρευθος | |
60 | καὶ τὸ προσηνὲς καὶ ἡδὺ μειδίαμα τῶν σῶν προσώπων ἐσύλησεν; οἴμοι Διόνυσε, πῶς ἤνεγκας ἐκ τοῦ σοῦ τεμένους παῖδα τὸν ἱερὸν ἁρπαζόμενον; κοινὸν ἕστηκε κατὰ σοῦ καὶ τῆς ἐμῆς ἑστίας Ἐρινύσι τοῦτο τὸ τρόπαιον. ὢ σκυθρωπῆς βακχείας· ὢ Κιθαιρῶνος ταῖς ἐμαῖς νενικημένου συμφοραῖς· | |
65 | οἴμοι Δήμητερ καὶ Κόρη, τὸν ἀφ’ ἑστίας οὐκ ἐτηρήσατε. τελεῖται μέν, ἀλλ’ ἐν τῷ κάτω τεμένει, οὐ πατρὸς μυσταγω‐ γοῦντος, ἀλλά τινος οἶμαι σκυθρωποῦ καὶ πικροῦ δαίμονος· οὐ τὸ δᾳδούχων πῦρ βλέπει, ἀλλὰ τὰς Ἐρινύων καὶ Ποι‐ νῶν λαμπάδας. τί οὐ προαπῆλθον ἐγώ; τί οὐ προὔλαβον | |
70 | ὁ πατὴρ τὸν παῖδα; τί δὲ οὐχ ἡτοίμαζον αὐτῷ τὸν κάτω θάλαμον, ἐπειδὴ τὰς ἄνω παστάδας Ἐρινύων φθόνος ἐξήρ‐ πασεν; οἵαις μονῳδίαις τετήρημαι· πάσας ὑποθέσεις τολμή‐ σας λόγων, μόνους τοὺς θρήνους ἐξέκλινον· ἐλάνθανον δὲ ἄρα τοῖς ἐμαυτοῦ θρήνοις τηρούμενος. περιστέλλω σε, | |
75 | τέκνον, τοῖς ῥήμασιν, ὅτι τοῖς ἐνταφίοις κεκώλυμαι· ἐγείρω σου διὰ τῶν λόγων τὸν τάφον, ὅτι χῶσαι τὸν ἐπὶ τῷ σώματι διὰ τὴν ἀπουσίαν ἀφῄρημαι. ὢ μεθ’ οἵους τοὺς ὑπὲρ σοῦ λόγους οἵους διεξέρχομαι· τάφος μετὰ Ἄρειον πάγον, μετ’ ἐλευθερίαν ὁ θάνατος. ἀνεμνήσθησαν ὡς ἔοικε | 67 |
80 | διὰ σὲ τῶν ἀρχαίων ὀνομάτων αἱ τοῦ δικαστηρίου γείτονες δαίμονες, οὐδὲν ἐγκαλεῖν οὐδὲ κατηγορεῖν δυνάμεναι—τίς γὰρ οὕτω φιλοπάτωρ ἕτερος; τίς δικαιότερος περὶ τὴν φύσιν καὶ τοὺς γεννήσαντας; —ἡμιλλώμεθα μὲν πρὸς ἀλλή‐ λους οἱ δυστυχεῖς, ἐγώ τε καὶ ἡ σὴ μήτηρ περὶ τοῦ σοῦ | |
85 | πόθου· σὺ δὲ τὴν ἅμιλλαν ἔλυες, ἑκατέρῳ προσιὼν οὕτως, ὡς ἀμφοτέρους εὐτυχεῖν νομίζειν τὰ νικητήρια. ὢ τῶν με‐ λιρρύτων ῥημάτων· ὢ τῆς φωνῆς τῆς γλυκυτέρας καὶ τοῦ παρὰ θεοῖς ᾀδομένου καὶ βεβοημένου νέκταρος. πόρρωθεν ἄρα ἐμελέτας τὴν ἐνθένδε ἀναχώρησιν, πόρρωθεν ἐδήλους | |
90 | τοῖς δυναμένοις τεκμήρασθαι, ὅτι κρείττων ἄρα ἦσθα τῆς τῇδε λήξεως. τίς γὰρ οὕτω τῶν γεγηρακότων τῆς θεῶν τιμῆς ἐξήρτητο; τίς οὕτως ἐνθέως προφητῶν τε καὶ ἱερέων πρὸς τεμένη καὶ βωμοὺς ἔτρεχε; τίς αὐλὸς ἱερὸς ὕμνους τῆς σῆς γλώττης ἥδιον ἤχησε; τίς λύρα, τίς κιθάρα τοῦ σοῦ | |
95 | στόματος εὐμουσότερον τοὺς εἰς θεοὺς παιᾶνας ἐφθέγξατο; ὦ πρότερον τοὺς τῆς ἡλικίας ὅρους τῇ τῶν ἀρετῶν κτήσει, νυνὶ δὲ τῷ θανάτῳ προαρπασάμενος· ὦ φιλαδελφίᾳ νικήσας τὰ Διοσκούρων ἐγκώμια. οἱ μὲν γὰρ ὑπὲρ Ἑλένης ἐστρά‐ τευον, τὴν δὲ ἁρπαγὴν οὐκ ἐκώλυσαν· σὺ δὲ φύλαξ τῆς | |
8(100) | αὐταδέλφου παντὸς ἦσθα τείχους ὀχυρώτερος. πρὸς ἐγκρά‐ | |
τειαν τίς σου καὶ τῶν λίαν βλοσυρῶν εὐφυέστερος; τῶν μὲν γὰρ βλαβερῶν οἴκοθεν ἀπεῖχες, πολλάκις οὐκ ἀναμένων τὸν ἐπιτάττοντα, ἀλλὰ εἴ τι μόνον οἶσθα βλάβης ἢ νόσου παραίτιον, οὐδ’ ἂν ἄκρᾳ ποτὲ τῇ χειρὶ προσήψω, καὶ εἰ | 68 | |
105 | μυρίαις τύχαις ἐπὶ μυρίας παρεκαλοῦ· εἰ δὲ ἄρα ποτὲ καὶ ἀγνοίᾳ τινὸς παρέθιγες, ἤρκει μόνον εἰπεῖν, εἶτ’ εὐθὺς ἔχειν πειθόμενον. πῶς ἄν τίς σου καὶ τὴν ἀνδρείαν θαυμάσῃ; μεγάλαι προβολαὶ νόσων καὶ τοὺς τἄλλ’ ἀηττήτους ἐλέγ‐ χουσι· σὺ δὲ πρὸς πάσας—καὶ οἵας—νόσους ἔστης ἀεὶ | |
110 | μόνῳ τῷ τῆς ψυχῆς παραστήματι. φιλονεικήσας σοι διὰ τοῦτ’ ἴσως ὁ πονηρὸς δαίμων καὶ ἄγριος, καὶ πολλὰς ἡτ‐ τηθεὶς μάχας, ὀψέ ποτε λαθραίῳ καὶ δολερῷ κατέσεισε μηχανήματι. εἶξας δὲ οὐδὲ ἄχρι τῶν ἐσχάτων, ὡς ἔστιν ἀκούειν, τῷ δαίμονι, ἀλλὰ παραχωρῶν τοῦ σώματος, τοῦ | |
115 | φρονήματος οὐ παρεχώρησας· ἀλλ’ ὁ μὲν ἦγχε καὶ ἐβιάζετο, σὺ δὲ ἐκ μέσου τοῦ βρόχου διετέλεις τὴν φίλην σου τίτθην Ἀθηνᾶν ἀναφθεγγόμενος, ἕως πάσης σε συμμαχίας ποιήσας ἔρημον οὕτως προσῆγε τὸν βρόχον. ᾔδει γὰρ ὡς πολλάκις ἡττηθεὶς ἀπῆλθε, τοῦ πατρὸς παρόντος καὶ συνασπίζοντος. | |
120 | ποῖος ἐμὲ χρόνος, τίς δὲ κρατὴρ φαρμάκων Αἰγυπτίων τῶν σῶν καλῶν ἀφαιρήσεται; πῶς Ἀθηνᾶς ἴδω πεδίον μετὰ σέ; τίνα δὲ ἰδὼν τόπον ἢ τῆς χώρας ἢ τοῦ ἄστεος οὐκ εὐθὺς θρήνου καὶ δακρύων καὶ οἰμωγῆς ἁπάσης πλησθή‐ | |
σομαι; ἂν ἐπὶ τὸ βουλευτήριον ἔλθω, σὲ δόξω βλέπειν | 69 | |
125 | δημαγωγοῦντα τὴν γερουσίαν ἐπὶ τοῦ βήματος· ἂν ἐπὶ τὸ θέατρον, ἀναμνήσει με τῆς σκυθρωπῆς τραγῳδίας τὸ θέα‐ τρον, ἐν ᾧ σε πολλάκις πανδημεὶ πάντες ἀνύμνησαν. σοὶ μόνῳ πάντων καὶ Ἀθηναίων οἱ ἄριστοι τῶν εὐφημιῶν ἐξί‐ σταντο· ἔχαιρον ὑπὸ σοῦ μόνου πάντες ἀθρόως νικώμενοι, | |
130 | οἱ μὲν εὐνοίᾳ τοῦ φίλτρου, οἱ δὲ ἴσως φόβῳ τοῦ μέλλοντος· τοὺς μὲν γὰρ ᾕρεις, τοὺς δὲ κατέπληττες, μᾶλλον δὲ εὐνοίᾳ καὶ φίλτρῳ κατὰ πάντων εἶχες τὰ νικητήρια. πῶς δὲ Ἄρειον ἴδω πάγον; ἔνθα τρίτον οὔπω γεγονὼς ἔτος σεμνότητι πάντας ἐξέπληξα, ὥσπερ ἂν εἴ τις πόρρωθεν τοὺς μύθους | |
135 | τοὺς περὶ τοῦ δικαστηρίου προπαιδευόμενος. ἐνίκησας μὲν ἐκεῖ τὸν πατέρα, θαυμαστοτέραν τῶν λόγων τὴν σιωπὴν παρασχόμενος· ἐνίκησας δὲ τοῦ δικαστηρίου τὸ στεγανόν τε καὶ ἄτρεπτον. ὤφθη τότε μειδιᾶσαν πρῶτον τὸ σύννουν ἀεὶ συνέδριον· εἰς πόθον ψυχὰς ἐκίνησας, ἃς οὐκ ἐκίνησαν | |
140 | οὐδὲ θεοὶ δικαζόμενοι. τίς δὲ γένωμαι τὰ τῶν λόγων προσ‐ βλέψας θέατρα; ἅ μοι κατ’ οἶκον αὐτὸς ἐκάθιζες, τὸν σαυ‐ τοῦ τρόπον ἡδίω μοι πάσης τῆς πανταχόθεν φωνῆς πα‐ ρασχόμενος. πολέμιά μοι λοιπὸν τὰ πρόσθεν χωρία φίλτατα, καὶ δυσμενῆ ἅπαντ’ ἐμοί, ἃ τὸν ἔμπροσθεν χρόνον προὐκρί‐ | |
145 | νετο. τάφος σοι γέγονε τὸ καλὸν ἄλσος, ὃ τοῖς σοῖς γά‐ μοις ἐφύτευον. ποῦ με περιπτύξῃ παραγενόμενον; ἐπὶ τῆς οἰκίας; ἀλλ’ ἀπέδρας τὴν οἰκίαν μόνου καταλιπὼν αὐτὴν | |
τοῦ σκυθρωποῦ πάθους ὑπόμνημα. ἀλλ’ ἐν τοῖς ἱεροῖς καὶ παχυδένδροις ἄλσεσιν; εὑρήσω μὲν ἐκεῖ σε, εὑρήσω δέ μοι προ‐ | 70 | |
8(150) | τείνοντα ἀντὶ τῶν φιλημάτων τὰ δακρύων χεύματα. οἵαν, ὦ γλυκύτατον τέκνον, ὥς φασιν, ἀπὸ τοῦ ἄστεος πομπὴν ἐπόμπευσας εἰς τὸ φίλον ποτὲ χωρίον, νυνὶ δὲ Κιθαιρῶνος τραγικώτερον· οὐχ οἵαν μετὰ τοῦ πατρός, νῦν μὲν ἐφ’ ἵπ‐ πων, νῦν δὲ ἐπ’ ὀχήματος ὀχούμενος. ὢ τῶν σπουδαίων ἀπο‐ | |
155 | μνημονευμάτων θαυμασιώτερα πολλάκις ἀποφθεγξάμενος· ποία μὲν παρῆλθεν ἡμέρα, τίς δὲ ὁδός, τί δὲ χωρίον, ἔνθα μὴ σὸν ῥῆμα χαρίεν, ἢ λόγος εὔστοχος; ἀπέκλεισάς μοι τῷ θα‐ νάτῳ τὰς τοῦ ἄστεος πύλας· ποίοις γὰρ αὐτὰς τοῖς ὀφθαλ‐ μοῖς ὑπερβήσομαι; ἀπέκλεισάς μοι τὴν Ἐλευσῖνα· πῶς γὰρ | |
160 | ὁ ἐγκαλῶν ταῖς θεαῖς εἴσω τοῦ τεμένους παρελεύσομαι; πῶς Διονύσῳ πιστεύσω, τὸν ἱερόν μοι παῖδα μὴ τετηρηκότι; πῶς Ἀθηνᾷ θύσω, ἣ τὴν Γοργόνα κατὰ τοῦ δαίμονος ὑπὲρ σοῦ, παιδίον, οὐκ ἔσεισε; πῶς τῷ πατρῴῳ προσεύξομαι, πατὴρ ἐπὶ παιδὶ λυπούμενος; πῶς εἰς Ἑλληνικὸν παρέλθω | |
165 | θέατρον, ἵνα μοι γένηται τῶν ἐπιδείξεων ὁ διὰ σὲ θρῆνος προοίμιον; πῶς τοὺς σοὺς ἡλικιώτας προσβλέψας ἐπαρκέσω τῷ πάθει; πῶς τὴν ἐμὴν νεολαίαν ἰδὼν ἀντίσχω τῷ κακῷ; ἣν καὶ τοῦ πατρὸς ἀποδημοῦντος ἐποίμαινες, ἀντὶ τῶν λόγων κυβερνῶν πάντας ταῖς χάρισιν. ἐφρούρησάς μοι τὴν | |
170 | ἡλικίαν τῷ περὶ σὲ πόθῳ· ᾐσχύνετό τις λυπεῖν ἐμέ, σὲ | |
πρὸ ὀφθαλμῶν ποιούμενος· πλέον τὴν σὴν νεότητα πάντες ἢ τοὐμὸν γῆρας ᾐδέσθησαν. ὦ τολμηροὶ λόγοι· κεῖται Ῥουφῖνος, ὑμεῖς δὲ ἔτι νεανιεύεσθε. ὦ δυστυχὴς γλῶσσα, ὦ πρότερον μὲν ὄργανον Μουσῶν, νυνὶ δὲ ἀμούσου δαίμο‐ | 71 | |
175 | νος. γενέσθω μέρος τοῦ πονηροῦ κομμοῦ ἡ τῶν λόγων τούτων ἀπόδειξις. ὦ γλυκύτατον παιδίον, ὦ πρότερον μὲν πολύευκτον, νυνὶ δὲ πάντων πολυθρηνότατον· ὦ πάλαι μὲν ἔρεισμα τῆς ἐμῆς ἑστίας, νυνὶ δὲ ἀλαμπὴς καὶ σκυθρω‐ ποτάτη κατήφεια· ὦ λάμψας μὲν ἑωσφόρου ταχύτερον, | |
180 | ταχὺ δὲ καὶ ἀποσβεσθείς· ὦ πασῶν μὲν δείξας ἐμοὶ φαιδρο‐ τέραν ἡμέραν, ὅτε σε εἶδε τὸ πρῶτον ἥλιος, πασῶν δὲ ἀφεγγεστάτην αὖ πάλιν, ἀφ’ ἧς τὴν τραγικὴν καὶ δυστυχῆ φήμην κεκόμισμαι. τί τῶν σῶν καλῶν ἄξιον φθέγξομαι; ποίαν δὲ ἁρμονίαν θρηνώδη καὶ τραγικὴν ἁρμοσάμενος | |
185 | στενάξω τοσοῦτον, ὁπόσον βούλομαι; οἵαν τύχην ἀνθ’ οἵων ἐλπίδων ὁ δαίμων μου κατεψήφισται; θρηνῶ νῦν ὃν δει‐ νότερον ἤλπισα Μινουκιανοῦ φθέγξασθαι, σεμνότερον δὲ Νικαγόρου, Πλουτάρχου δὲ εὐγλωττότερον, Μουσωνίου δὲ φιλοσοφώτερον, Σέξτου δὲ καρτερικώτερον, πάντων δὲ | |
190 | ὁμοῦ τῶν προγόνων λαμπρότερόν τε καὶ κρείττω. αὐτὸς μὲν γὰρ παρεχώρουν ἔτι κουρίζοντί σοι τὰ νικητήρια, καὶ | |
τοὺς σοὺς λόγους τῶν ἐμαυτοῦ λόγων ἡγούμην κρείττονας, προκρίνων ἀεὶ τῶν σπουδασμάτων τὰ σὰ ψελλίσματα. ἀλλὰ ταῦτα πάντα ὁμοῦ συλήσας ὁ δαίμων οἴχεται, ἐμοὶ δὲ ἀφῆκεν | 72 | |
195 | ἀντὶ σοῦ θρήνους καὶ δάκρυα. ταύτας μὲν οὖν δέδεξο τὰς χοάς, ἅς σοι παρὰ τῷ ποταμῷ σπένδω τῷ Μέλανι, ὃς εἰ μὲν ἄλλοτέ ποτε τῷ ῥείθρῳ τὴν ἐπωνυμίαν ἐπεσφραγίσατο, εἰδεῖεν ἂν οἱ πεπειραμένοι, νῦν δὲ ἐμοὶ σκυθρωπὸς ὄντως καὶ μέλας ἐγένετο καὶ Κωκυτοῦ καὶ Ἀχέροντος παντὸς στυ‐ | |
8(200) | γνότερος, ὥσπερ λοχήσαντός με τοῦ δαίμονος, ἵνα πάντα ὁμοῦ τῆς σκηνῆς γένηται καὶ τῆς τραγῳδίας ἄξια, ὁ τόπος, ὁ καιρός, ἡ γνῶσις τοῦ δυστυχήματος. νὺξ μὲν γὰρ ὁ καιρός, Μέλας δὲ ὁ τόπος, ἡ δὲ ἀγγελία Ῥουφίνου θάνατος· μέσος δὲ τούτων ὁ πατήρ, θρηνῶν ὁμοῦ καὶ λόγον γράφων, | |
205 | καὶ μεριζόμενος πόνοις ὁμοῦ καὶ δάκρυσι. σὺ μὲν οὖν, ὦ παιδίον, πάντως ἐκεῖσε πεπόρευσαι, ἔνθα ὁ δαίμων ἡγήσατο· ἔσῃ δέ, εἰ δυνατόν, διὰ τοῦ πατρὸς ἀθάνατος, κἂν εἶτα μάλιστα ἄνω που μετὰ θεῶν ἀθύρων καὶ ἐκεῖ κατοπτεύοις τὰ σύμπαντα, μετ’ Ἔρωτος παίζων, μεθ’ Ὑμεναίου κωμάζων, | |
210 | μετὰ Βράγχου μαντεύων, μετὰ Τροφωνίου θεοφορούμενος. οὐ γὰρ εἰκὸς ἦν τοσαύτην ψυχὴν κάτω που δῦναι μᾶλλον ἢ μετὰ θεῶν πολιτεύεσθαι. κοσμήσω σε καὶ ἐπιταφίοις ἀγῶσι, καὶ παραδώσω τῷ χρόνῳ τὸ σὸν ὄνομα, καὶ γενήσομαι τοῦ δαίμονος κατὰ τοῦτο γοῦν τὸ μέρος φιλονεικότερος, | |
215 | ἵνα ἔχῃ μὲν ἐκεῖνος τὸ σῶμα, τὴν δὲ ψυχὴν ὁ οὐρανός, τὴν | |
δὲ δόξαν ἅπαντες ἄνθρωποι. | 73 | |
9(1t) | Ἐπιθαλάμιος εἰς Σεβῆρον. | |
2t | Προθεωρία. | |
3 | Ἴσως μὲν ἄν τῳ περίεργον εἶναι δόξειε τὸ περὶ τῶν ἐπιθαλαμίων τεχνολογεῖν· ὅπου γὰρ Ὑμέναιος καὶ χοροὶ | |
5 | καὶ ποιητικῆς αὐτονομίας ἄδεια, τίς ἐνταῦθα τέχνης και‐ ρός; ἐπεὶ δὲ χρὴ τὸν ἐπιστήμονα καὶ ἐν τοῖς τοιούτοις μηδὲν δίχα τέχνης ποιεῖν, βραχέα καὶ περὶ τούτων εἰπεῖν ἄξιον. ἔστω τοίνυν ὁ ἄριστος ἐπιθαλαμίων κανὼν τὸ τὴν μὲν λέξιν πρὸς τοὺς ποιητὰς ὁρᾶν, τὰ πράγματα δὲ πρὸς | |
10 | τὴν χρείαν, τὸ δὲ μέτρον πρὸς τὴν ὑπόθεσιν. ὧν εἰ πάν‐ των ὁ λόγος ἐστόχασται, σαφέστερον δείξει τὸ σύγγραμμα. τετραμεροῦς δὲ ὄντος αὐτοῦ, τὸ μὲν πρῶτον μέρος τὸν | |
πρῶτον ἔχει λόγον, διὰ γλαφυρῶν ἐπιχειρημάτων τὴν γνώμην ἐμφανίζον, ἀφ’ ἧς τὴν ἐπίδειξιν ὁ λέγων ᾕρηται· | 74 | |
15 | τὸ δὲ δεύτερον τὴν ἐπὶ τῷ γάμῳ θέσιν, ἣν κοινωνοῦσαν τῇ φύσει, τῇ καινότητι τῶν ἐπιχειρημάτων καὶ τῇ μεθόδῳ τῶν νοημάτων ἡδεῖαν ἀπειργασάμεθα, καί τι καὶ φιλομα‐ θὲς ἡδὺ προσμίξαντες, ὃ τοὺς ταῦτα δεινοὺς οὐ παρελεύ‐ σεται. τὸ δὲ τρίτος ἐγκώμιον τῶν γαμούντων ἔχει, ὃ κατὰ | |
20 | τὴν ἐξέτασιν τῶν ἐπαινουμένων προαχθὲν εἰς τάχος ἁρμότ‐ τει τῇ χρείᾳ. ἐτελεύτησε δὲ ὁ λόγος εἰς ἔκφρασιν τῆς νύμφης, ἔνθα καὶ ποιητικὴν ὥραν ὁ λόγος παρίστησιν, ἐκ τῆς ὑποθέσεως τὸν μέτρον λαμβάνων. | |
24t | Ὁ λόγος. | |
25 | Ἀπόλλωνά φασι μετὰ τὰς μεγάλας νίκας, ἃς πλήττων τὴν λύραν· ἤρατο, καὶ κατὰ παστάδων ἠχῆσαι μέλος γα‐ μήλιον· εἰ δὲ δὴ μὴ μῦθος ὁ ποιητῶν λόγος, ἐν νάπαις τὰ πρῶτα καὶ ἄντροις τὴν ἁρμονίαν ταύτην ἡρμόσατο, παιδικοῖς ἑαυτοῦ προσᾴδων ταῦτα τὰ κηλήματα. οὐκοῦν | |
30 | ὥρα καὶ ἡμῖν, ὦ παῖδες, ἐπεὶ καὶ τὰς ἡμετέρας καλοῦμεν Μούσας πρὸς γαμήλιον χορὸν καὶ ἔρωτα, ἀνεῖναι τὴν ἁρμονίαν τὴν σύντονον, ἵν’ ἅμα μετὰ παρθένων ἐπ’ Ἀφρο‐ δίτῃ χορεύσωμεν. ὅτι δὲ μέγας ὁ κίνδυνος οὕτως ἁπαλὸν μέλος εὑρεῖν, ὡς τὴν θεὸν ἀρέσαι τῷ μέλει, παρ’ αὐτῶν | |
35 | ποιητῶν μανθάνειν ἔξεστιν, 〈ὧν〉 οἱ πλείους οἶμαι δεινοὶ τὰ ἐρωτικὰ γενόμενοι, κατὰ μὲν θεῶν καὶ παρθένων ἐπι‐ | |
τολμῶσαν τὴν Ἥραν ἔδειξαν, τὰ δὲ Ἀφροδίτης ὄργια παρῆκαν τῇ Λεσβίᾳ Σαπφοῖ ᾄδειν πρὸς λύραν καὶ ποιεῖν τὸν θάλαμον· ἣ καὶ εἰσῆλθε μετὰ τοὺς ἀγῶνας εἰς θάλα‐ | 75 | |
40 | μον, πλέκει παστάδα, τὸ λέχος στρώννυσι, γράφει παρθένους, 〈εἰσ〉 νυμφεῖον ἄγει καὶ Ἀφροδίτην ἐφ’ ἅρμα Χαρίτων καὶ χορὸν Ἐρώτων συμπαίστορα. καὶ τῆς μὲν ὑακίνθῳ τὰς κόμας σφίγξασα, πλὴν ὅσαι μετώποις μερίζονται, τὰς λοιπὰς ταῖς αὔραις ἀφῆκεν ὑπο‐ | |
45 | κυμαίνειν, εἰ πλήττοιεν. τῶν δὲ τὰ πτερὰ καὶ τοὺς βο‐ στρύχους χρυσῷ κοσμήσασα πρὸ τοῦ δίφρου σπεύδει πομπεύοντας καὶ δᾷδα κινοῦντας μετάρσιον. ἡμῖν δὲ καὶ ἀναγκαῖον τὸ σπούδασμα. ὁ γὰρ τῷ γάμῳ τελούμενος οὐκ ὀθνεῖος τῶν λόγων, οὐδὲ τὴν γνώμην ἀλλότριος, ἀλλὰ | |
9(50) | χθὲς καὶ πρώην ἐπὶ ταῖς Μούσαις ἀθύρων, ἄφνω τῶν ἡμετέρων ἀποσκιρτήσας σηκῶν, ἐπ’ Ἀφροδίτην ἐκώμασε. διὸ πρέπον ἂν καὶ ἡμῖν χορεύειν τῷ γάμῳ. ἅπτεται καὶ βουκόλος ἐν νάπαις σύριγγος, ὅταν ἴδῃ μόσχον, ὃν ἔθρεψεν, ὑπ’ Ἀφροδίτῃ τελούμενον· ἅπτονται δὲ καὶ οἱ τῶν ἵπ‐ | |
55 | πων ποιμένες ᾠδῆς, ὅταν αὐτοῖς οἱ πῶλοι κατὰ φορβάδων τὰ τῶν ἵππων πράττωσιν. οὐδ’ ἂν ὁ Χείρων ἐπ’ Ἀχιλ‐ λέως ἐσίγησεν, εἰ μὴ τοὺς Ἱπποδαμείας ἔρωτας ἔκλεψεν. ἀκούω δὲ καὶ τὸν Πᾶνα θεὸν τοῦτον τὸν νόμιον, μεῖζον ἐμπνεῦσαι τῇ σύριγγι, ὅτε τὴν Ἀριάδνην Διόνυσος ἐν | 76 |
60 | Κρητικοῖς ἄντροις ἐνύμφευεν. ἐθέλω δὲ ὑμῖν λόγον τινὰ διηγήσασθαι. ἤρα Ποσειδῶν τοῦ Πέλοπος. νέον μὲν οὖν ὄντα αὐτὸν ἵππους ἀναβαίνειν ἐδίδασκε καὶ κατὰ κυμάτων ἐλαύνειν ἅρματα, τῶν ἄκρων ψαύοντα τῆς θαλάττης. ἐπεὶ δὲ κἀκεῖνον οἱ τῆς Ἱπποδαμείας πόθοι Ἔρωτι καὶ Ἀφρο‐ | |
65 | δίτῃ λατρεύειν ἔπεισαν, τότε καὶ ὁ θεὸς τὸν τῶν Νηρηΐδων χορὸν ἀθροίσας ἵστησι μὲν αὐτῷ κατ’ ἄκρας ᾐόνος τὸν θάλαμον—κῦμα δ’ ἦν οἶμαι ὁ θάλαμος, πορφῦρόν τε καὶ μετάρσιον, ὑπὲρ τοῦ λέχους κυρτούμενον, ἵνα παστάδα μιμήσηται—, ἐπῇσε τι καὶ μέλος γαμήλιον. ἡμεῖς δὲ τὰ | |
70 | μὲν τοιαῦτα θεοῖς καὶ Ποσειδῶνι παρήσομεν· ἀφ’ ὧν δὲ εἰκός τε καὶ χρὴ τὸν γάμον ᾄσομεν, ἐκεῖσε τὸν λόγον ἀναβιβάσαντες, ὅθεν θάλαμος καὶ γάμος ἤρξατο. ἦν θεὸς καὶ φύσις· καὶ ὁ μὲν ἐδεῖτο γονῆς, ἡ δὲ τοῦ κυΐσκειν μέλ‐ λοντος. οὔπω γὰρ ἦν γάμος, οὐδὲ τῷ τίκτειν ἔχοντι φύσιν | |
75 | τὸ γεννᾶν μέλλον ἐκέκρατο. ἵνα δὴ ταῦτα ἄνωθεν ἄρξαιτο, θάλαμος τῷ Παντὶ τὸ Πᾶν ἐγένετο. ἐκ δὲ δὴ τῶν γάμων τούτων οὐρανὸς γεννᾶται καὶ ἥλιος, ἔτι δὲ ἄστρων χορὸς καὶ σελήνης φέγγος καὶ διπλοῖ πόλοι, περὶ οὓς ἡ πρώτη | |
γένεσις τῶν πρώτων τοῦ θεοῦ γάμων ἑλίττεται. δευτέρους | 77 | |
80 | δὴ μετὰ τούτους γάμους Ὠκεανοῦ καὶ Τηθύος ἡ φύσις ἔδειξεν, ἀφ’ ὧν ἀνίσχουσι μὲν ποταμοὶ καὶ λίμναι, ἔτι δὲ κρῆναι καὶ πηγαὶ καὶ φρέατα μακρά, καὶ ἡ πάντων μήτηρ ναμάτων θάλασσα· τίκτεται δὲ καὶ φυτὰ καὶ ζῷα, καὶ γῆ οἰκεῖται, καὶ τὸ νηχόμενον λαμβάνει θάλασσα, καὶ ἀὴρ | |
85 | ἐφάνη πτερῷ πορεύσιμος. ἀφῆκε δὲ ὁ γάμος καὶ φυτὰ φυτοῖς, καὶ ποταμοὺς πηγαῖς, καὶ χάλαζαν καὶ ὄμβρους τῇ γῇ, καὶ Νεῖλον Αἰγύπτῳ, καὶ πᾶσαν ἁπλῶς τῇ θηλείᾳ φύσει τὴν ἄρρενα· τότε Ἴστρος μὲν τῆς κατὰ Βόσπορον θαλάττης ἤρα, Ῥῆνος δὲ τῆς τῶν Κελτῶν πόλεων γείτονος. | |
90 | τούτους τοὺς ποταμοὺς ἐκ μιᾶς πηγῆς ἀνίσχοντας σχίζων ὁ Ἔρως τῷ πόθῳ, τὸν μὲν Εὐξείνῳ Πόντῳ νυμφίον, τὸν δὲ Ἀτλαντίδι θαλάσσῃ δέδωκε. τὸν δὲ θεωρὸν μὲν τῶν θείων, ἐργάτην δὲ τῶν ἐπὶ γῆς πραγμάτων ἄνθρωπον ὕστατον ὁ γάμος ἐγέννησε. τὸ γὰρ γῆς παῖδα γενέσθαι ἄνθρωπον | |
95 | καὶ τὴν Ἀττικὴν ῥαγεῖσαν ὠδῖνα τοσοῦτον βλαστῆσαι βλάστημα, μῦθός ἐστιν, Ἀττικῆς χάριτος παίγνιον. τὸν δὲ ἄνθρωπον τοῦτον γεννήσας ὁ γάμος πάντα αὐτῷ συνεξεῦρε καὶ συνεπόρισεν, οἷς γῆ τε οἰκεῖται καὶ θάλαττα. ἔρρηξε μὲν γῆς δι’ αὐτοῦ ἀρότροις αὔλακα, σκάφος δὲ ἐπαφῆκε | |
9(100) | τοῖς κύμασιν, ἵππους δὲ ψαλίοις ἔπεισεν· ἔδωκε δὲ πολέμῳ | |
μὲν ὅπλα, εἰρήνῃ δὲ θαλίας, καὶ γήρᾳ τιμήν, καὶ ἥβαις ἄνθος καὶ παίδων γλυκείας ἐλπίδας. διὰ τοῦτο καὶ θεοῖς γενεθλίοις ἐθύσαμεν, καὶ Ἥραν ζυγίαν ἔγνωμεν, καὶ Διὶ τελείῳ βωμὸν ἐστήσαμεν, ὃς καὶ τὴν Ἀφροδίτην αὐτὴν | 78 | |
105 | κατὰ θάλασσαν λανθάνουσαν, ῥήξας τῷ τόκῳ τὰ κύματα, ἔδειξεν ἡλίῳ μαρμαίρουσαν. τὸ δὲ ἡρωικὸν γένος, τὸ μεταξὺ τῆς τε θείας καὶ τῆς ἀνθρωπίνης φύσεως, τίνος ἄν τις ἔργον ἢ γάμου φήσειεν; αἰσθόμενος γὰρ ὡς οὐδαμῇ θέμις τὴν ἄνω λῆξιν τῇ κάτω κίρνασθαι, μέσην τινὰ φύσιν | |
110 | ἀμφοτέρων τούτων ἐγέννησεν, ἵνα τὴν θείαν ἀπορροὴν διαπορθμεύοι τῷ χείρονι. ἐντεῦθεν Ἡρακλῆς ἀθλεῖ, Διόνυσος γεωργεῖ, Ἀσκληπιὸς ἰᾶται, κυβερνῶσι τὰς τύχας τῶν τὰ πελάγη διαβαινόντων Διόσκουροι. ὕμνητο δ’ ἂν καὶ παρὰ Μουσῶν ὁ γάμος, ὅτι τὰς Μούσας ἐγέννησε, καὶ παρὰ | |
115 | Ἀπόλλωνος, ὅτι κἀκεῖνον ἐλόχευσε, καὶ παρὰ Ἑρμοῦ, ὅτι καὶ τοῦτον ἔφηνε. τοὺς δὲ ποταμῶν ἔρωτας εἰ λέγειν ἐθέ‐ λοιμι, μυρίος ἂν ἐπιρρέοι ποταμῶν ὄχλος τῷ λόγῳ· πάν‐ τες γάρ μοι δοκοῦσι θαλάττης ἐρᾶν, καὶ διὰ τοῦτο ἐπ’ αὐ‐ τὴν ἐπείγονται πολλῷ τῷ τάχει, ὥσπερ ἄλλος πρὸ ἄλλου | |
120 | τὴν ἐρωμένην θέλων ἀσπάσασθαι. εἰ δὲ ἔδει καὶ ποταμῶν ἔργα συνάπτειν τῷ γάμῳ, ὕμνητο ἂν ἐκ τούτων ὁ γάμος. ποταμῷ μὲν τῷ γείτονι προξενεῖ Θίσβην τὴν γείτονα, ἣν | |
καὶ ἐκ κόρης εἰς ὕδωρ ἀμείβει, καὶ τηρεῖ μέχρι ναμάτων τὸν ἔρωτα, εἰς ταὐτὸν ἄγων τῆς τε ἐρωμένης καὶ τοῦ | 79 | |
125 | νυμφίου τὰ ῥεύματα. Ἐνιπέα δὲ τὸν ποταμὸν παιδικῶν μὲν ὑπερόπτην οἶδεν ὁ λόγος· ἵνα δέ τινα δῷ καὶ τούτῳ μῦθον ἐρωτικόν, γάμους ἐπ’ αὐτῷ τοῦ Ποσειδῶνος σοφίζεται. ὁ δὲ κυμαίνει καὶ τέρπεται, πορφύρων τε καὶ εἰς παστάδα κυρτούμενος, ὥσπερ οἶμαι φρονῶν κατὰ ποταμῶν τῶν ἄλ‐ | |
130 | λων, ὅτι δὴ μόνος τοὺς Ποσειδῶνος πόθους πεπίστευται. ἀλλὰ τί μοι μύθων τῶν ἔξωθεν; ἐκμαίνει κατὰ τῆς Ἀτθί‐ δος πηγῆς τὸν ποταμὸν Ἰλισσὸν ὁ γάμος· καὶ ἵνα μὴ τῷ ποταμῷ μεμψώμεθα, ὅτι οἷά τις ἐραστὴς παρὰ τοῖς παι‐ δικοῖς τάχα καὶ σφάλλεται, οὐ τὴν φύσιν μόνην ὡραΐζει | |
135 | τῆς κρήνης, ἀλλὰ καὶ τὴν ἐπωνυμίαν αὐτήν, συζεύξας τὸ κάλλος κατὰ τὴν κλῆσιν τῷ ῥεύματι. καλὰ μὲν οὖν καὶ ταῦτα τοῦ γάμου, καὶ τὰ λοιπὰ δὲ πάντα, ὅσα ποιηταὶ ᾄδουσι καὶ νόμος θαλάμοις ἐπιφημίζεσθαι. ἡ δὲ παροῦσα ξυνωρὶς καὶ μάλα τὴν τοῦ γάμου χάριν ἐπισφραγίζεται. | |
140 | οὐ γὰρ ἔκ τινος τύχης ἐπὶ τήνδε τὴν ἁρμονίαν ἐπήχθησαν, ἀλλ’ ὥσπερ ὅταν συνωρὶς πώλων ὑφ’ ἕνα ζυγὸν ἐκ μιᾶς ἡλικίας ἐλαύνηται, σύμφωνον τὸ ταχὺ κατὰ τὸν δρόμον τῆς συνωρίδος εὑρίσκεται· οὕτω καὶ οὗτοι, φύντες ἴσως καὶ ἐκτραφέντες ὁμοίως, ἐπ’ ἴσων ἁπάντων τῆς κοινωνίας | |
145 | ἠράσθησαν. λέγεται δέ ποτε καὶ Ὀλυμπιάδα τὴν ἐπὶ τοῖς Ἀλεξάνδρου τόκοις εὐδαίμονα, ὀργιάζουσαν τὰ Καβείρων ἐν Σαμοθρᾴκῃ μυστήρια, ἰδεῖν κατὰ τὴν τελετὴν τὸν Φίλιππον | |
—ἦν δὲ ὑπηνήτης ἔτι—, ἰδοῦσάν τε ἐρασθῆναι τοῦ νεανίσκου καὶ ὁμολογῆσαι τὸν γάμον, προτέλειά τε ποιησαμένην | 80 | |
9(150) | τοῦ γαμηλίου πυρὸς τὰ μυστήρια. πόλις μὲν οὖν Θρᾳκῶν τῆς νύμφης ἡ πάτρα, Φιλίππου τοῦ βασιλέως ἐπώνυμος, εἰς ἣν 〈ἀνήκουσιν〉 ἐκ Βοσπόρου κατὰ μὲν ἄρκτον Σκύθαι, κατὰ δὲ μεσημβρίαν Αἰγαῖος· γένος δὲ τῇ μὲν νύμφῃ Θρᾳκῶν τὰ πρῶτα, αὐτόχθονες οἶμαί τινες καὶ εἰς βασιλείους τύχας | |
155 | τὰς ἄνω ῥίζας ἀναβιβάζοντες· τὰς δὲ ἑκατέρωθεν ἐκφύσεις τοῦ γένους Ἑρμογέναι τε καὶ Μῆδοι, καὶ οἱ νῦν ἔτι τὰ πρῶτα ἔχοντες ἐν Θρᾳκῶν μέρει μερίζονται. τοῦ νυμφίου δὲ ὁ Διὸς καλούμενος πόντος τὸ γένος ἤνεγκε· κορυφὴ δὲ ἅμα τοῦ γένους Ἄνδροκλος οἶμαι, τὸ μέγα ὄνομα· ἀφ’ οὗ | |
160 | καθάπερ ἐκ μιᾶς ῥίζης μυρίοι σχισθέντες ὅρπηκες ἐβλάστη‐ σάν τε κατὰ τῆς ὑφ’ ἡλίῳ πάσης καὶ πολλὰς εὐδαίμονας τῇ κοινωνίᾳ πόλεις εἰργάσαντο. οὕτως ἀκούω καὶ τοὺς Πελοπίδας γενέσθαι, ὅτε διαβὰς ἐκεῖνος ἐξ Ἰωνίας εἰς Ἕλ‐ ληνας τῷ γένει τὸ κλέος τῆς ἐπωνυμίας ἤνεγκε. τοῖς μὲν | |
165 | οὖν ἄλλοις κέρδος, κἂν καθ’ ἓν μέρος τοῦ γένους τὴν Ἀν‐ δρόκλου δόξαν ἐπιφημίζωσι· τῷ δέ, ὥσπερ ἐκ μιᾶς πηγῆς ποταμοὶ ῥυέντες, εἶτα τοῖς ῥείθροις σχιζόμενοι πάλιν εἰς ταὐτὸν συμβάλλουσιν, οὕτω δὴ καὶ τούτῳ πολυπλάνητον ἐπιπολὺ τὸ Ἀνδρόκλου γένος γενόμενον, αὖθις ἐδέθη καὶ | |
170 | κέκραται. Ἀχιλλέα μὲν οὖν οἱ θεᾶς μητρὸς γεννᾶσθαι λέ‐ γοντες καὶ Πηλέως λέγουσι φύσει θνητοῦ· τούτῳ δὲ ἀπ’ ἴ‐ | |
σης τύχης τὰ τῶν γεννητόρων κέκραται. τὰ μὲν δὴ τοῦ γένους τοιαῦτα· τὰ δὲ τῶν ἠθῶν καὶ τῆς ἀκμῆς ἐπιπολὺ τὴν ὁμοιότητα πλέον ἐπισφραγίζεται. ἀκμάζουσι μὲν γὰρ | 81 | |
175 | ἐπ’ ἴσης ὥσπερ ἠριναὶ κάλυκες ἀφ’ ἑνὸς λειμῶνος, αἳ καθ’ ἕνα καιρὸν καὶ βλαστάνουσιν ἅμα καὶ σχίζονται. ἡ δὲ τῆς ψυχῆς ὁμοιότης θαυμαστῶς πως συμβέβηκε· σώφρονες ἄμφω, δεξιοὶ τὸν τρόπον, μόνοις τοῖς ἔργοις τοῖς κατὰ φύ‐ σιν σχιζόμενοι. ἡ μὲν γὰρ ταλασίᾳ τὴν Ἀθηνᾶς τέχνην, | |
180 | ὁ δὲ τοῖς πόνοις τὴν Ἑρμοῦ χάριν κεκάρπωται· καὶ τῇ μὲν κερκίς, τῷ δὲ λόγος μέλει· ἡ μὲν ἔχει λύραν, ὁ δὲ βιβλίον ἀσπάζεται· τὴν μὲν Ἀφροδίτη φιλεῖ, τὸν δὲ Ἀπόλλων ἠγάπηκεν· ὁ μὲν ἠιθέων πρῶτος, ἡ δὲ ἐν κόραις προκέ‐ κριται· ὁ μὲν ὑπηνήτης ἔτι πρωΐτερον τῆς ἡλικίας βλα‐ | |
185 | στήσας ἴουλον, ἡ δὲ ἀκμάζει πρὸς γάμον. Σαπφοῦς ἦν ἄρα μήλῳ μὲν εἰκάσαι τὴν κόρην, τοσοῦτον χαρισαμένην τοῖς πρὸ ὥρας δρέψασθαι σπεύδουσιν, ὅσον 〈οὐδ’〉 ἄκρῳ τοῦ δακτύλου γεύσασθαι, τῷ 〈δὲ〉 καθ’ ὥραν τρυγᾶν τὸ μῆλον μέλλοντι τηρῆσαι τὴν χάριν ἀκμάζουσαν· τὸν νυμφίον τε | |
190 | Ἀχιλλεῖ παρομοιῶσαι καὶ εἰς ταὐτὸν ἀγαγεῖν τῷ ἥρωι τὸν νεανίσκον ταῖς πράξεσι. ὥσπερ γὰρ ἐκεῖνον ἡ ποίησις τοῦ παντὸς Ἑλληνικοῦ κατὰ τοὺς πολέμους προΐστησιν, οὕτω καὶ οὗτος τῆς καθ’ αὑτὸν ἀγέλης ἡγούμενος πολλοὺς καὶ | |
μεγάλους ἄθλους ἀνείλετο· εἰ μὲν γνώμης δέοι, φρονήσει | 82 | |
195 | νικῶν· εἰ δὲ ἀνδρείας, τοὺς κατ’ αὐτὸν χειρούμενος· εἰ δὲ ἐλευθέρου τρόπου, πάντας ἐλέγχων φιλοσοφίᾳ τοὺς ἥλικας. τοῦτο αὐτῷ τὸ κλέος καὶ τὴν εὐδαίμονα νύμφην ἐμνήστευ‐ σεν· ἴσασι γὰρ Ἔρωτες καὶ ὑπὲρ πελάγη τοξεύοντες πῦρ ἐγεῖραι γαμήλιον. Δηιάνειραν μὲν δὴ τὴν Οἰνέως Ἡρακλεῖ | |
9(200) | συνάπτων ὁ λόγος περιμάχητον τοῖς τε ἄλλοις καὶ Ἀχε‐ λῴῳ ποιεῖ· ὥσπερ δὲ θέλων αἰνίξασθαι, ὅτι τὴν ἀξίαν τῶν νυμφίων οὐκ ἠγνόησεν, Ἡρακλεῖ μὲν τὴν νύμφην, τῷ δὲ ποταμῷ τὸ δρᾶμα χαρίζεται. ἐμοὶ δὲ δοκεῖ θεῶν ἐπί‐ γνωσιν ἅπαν γεγενῆσθαι τὸ σόφισμα, ἵνα, ἐπειδὴ ξένους καὶ | |
205 | οὐκ Ἀττικοὺς γάμους ἐμνήστευσεν, ἐν γοῦν Ἀττικοῖς ὅροις τὴν παστάδα πήξηται, ὅπως τὴν πρώτην τῶν γάμων σπορὰν ἥδε ἡ χώρα δεξαμένη καὶ θρέψασα Ἀττικῷ διὰ σοῦ ποιήσῃ γένει Θρᾴκην εὐδαίμονα. ἔπεισι δέ μοι, μὴ τὴν ἀγωνοθετοῦσαν τοὺς γάμους σιγῆσαι τῷ λόγῳ 〈καὶ τὰ〉 | |
210 | κατ’ αὐτῆς ἐγκώμια· οἱ γὰρ αὐτοὶ τῆς τε ἡμετέρας τέχνης καὶ ταύτης δήπου προπάτορες. ἐλέγχει δὲ οὐδὲ αὐτῇ τῇ φύσει τὸ γένος· παρίστησι γὰρ τὴν Ἀσπασίαν τοῖς λόγοις· το‐ σοῦτον δὲ σοφίᾳ τὴν Μαντινικὴν ξένην νικᾷ, ὅσον Ἀθη‐ ναίων Ἀρκάδες λείπονται. προσάγει δὲ καὶ γαμβρὸν τῇ | |
215 | πόλει Θρᾴκιον, τὸν τῆς Χαλκίδος τῆς σοφῆς ἐκείνης ἐπώνυ‐ μον· ὥσπερ οἶμαι πιστώσασθαι τὸν παλαιὸν μῦθον σπεύ‐ | |
δουσα, ὅτι καὶ Βορρᾶν τὸν ἄνεμον οἱ τῆς Ὠρειθυίας ἔρωτες ἤγαγόν τε ἐκ Θρᾴκης Ἀθήναζε καὶ τῇ πόλει συνῆψαν διὰ τὴν κόρην τὸν ἄνεμον. πολλῶν δὲ ὄντων ἅ τις ἂν περὶ | 83 | |
220 | αὐτῆς διεξέλθοι καλά, οὐχ ἥκιστ’ ἄν τις εἰκότως τὴν ἐπὶ τῷ γάμῳ πρᾶξιν θαυμάσειε. τὴν γὰρ δὴ παῖδα ταύτην μικροῦ καὶ ἁλώσεσθαι πονηροῖς θηράτροις μέλλουσαν οἱ θεοὶ διεσώσαντο. ἀλλὰ γὰρ ἔξω τῆς παστάδος βραδύνας ὁ λόγος πολὺ τῆς νύμφης ἠμέλησεν, ὥσπερ οὐκ εἰδὼς ὅτι | |
225 | τὸν νυμφίον λυπεῖ οἷς μήπω τῷ λόγῳ τὴν νύμφην ἔγραψε. φέρε οὖν, εἴσω τοῦ θαλάμου παραγαγόντες αὐτὸν ἐντυχεῖν τῷ κάλλει τῆς νύμφης πείσομεν. ὦ καλή, ὦ χαρίεσσα· πρέπει γάρ σοι τὰ τῆς Λεσβίας ἐγκώμια. σοὶ μὲν γὰρ ῥοδόσφυροι Χάριτες χρυσῆ τ’ Ἀφροδίτη συμ‐ | |
230 | παίζουσιν, Ὧραι δὲ λειμῶνας βρύουσι· σὺ δ’ ὑπὲρ αὐτῶν χορεύειν κοῦφα σκιρτῶσα πρὸς μέλος· Ἔρωτες δὲ ῥόδων στεφάνους πλεξάμενοι, οὓς ἐξ Ἀφροδίτης κήπων ὅταν θέλωσι δρέπονται, τὴν παστάδα πᾶσαν ἀνά‐ πτουσι. Πειθὼ δὲ καὶ Πόθοι καὶ Ἵμερος τὸ σὸν κάλλος | |
235 | ἅπαν ἐνείμαντο· ὁ μὲν ἐφιζάνων τοῖς ὄμμασι, κἀκεῖθεν ἐκπυρσεύων ἀμήχανον· οἱ δὲ τὰς παρειὰς αἰδοῖ φοινίσσον‐ τες πλέον ἢ τὰς τῶν ῥόδων ἡ φύσις κάλυκας, ὅταν ἠρι‐ ναῖς ὥραις ὑπὸ τῆς ἀκμῆς σχιζόμεναι πετάλοις ἄκροις ἐρεύθωνται· Πειθὼ δὲ κατὰ τῶν χειλέων σκηνώσασα τὴν | |
240 | ἑαυτῆς χάριν συναποστάζει τοῖς ῥήμασιν, ἐπανθεῖ δὲ τῇ | |
κεφαλῇ πολὺς ὁ βόστρυχος, πορφύρων τε καὶ κατὰ μέτωπον σχιζόμενος. εἰ δὲ καὶ τὸ ἄνθος τῆς ὄψεως γράφειν ἐθέλοιμι, τὰ ποιητῶν ἀνάγκη φθέγγεσθαι· ὦ λευκό‐ τητος καὶ γάλακτος· ταῦτα γάρ πού τις ποιμὴν | 84 | |
245 | παρ’ ἐκείνοις ποθῶν τὴν Γαλάτειαν τὴν Νηρηΐδα προσεί‐ ρηκεν, ἐκ τῆς ἑαυτοῦ ποιήσας τέχνης τὸ μέλος. χορὸν δὲ Χαρίτων πλεξάμενος ἔδωκεν ἂν ταῖς θεαῖς ταύτην συμπαί‐ ζουσαν. ἀλλ’ εἰ γὰρ ἐγὼ ποιητικός τις ἦν τὴν φύσιν, ὥστε ἀφεῖναι κατὰ τῆς νύμφης γλῶτταν αὐτόνομον, καὶ αὐτὸς | |
9(250) | τὸ κάλλος τῆς κόρης εἶπον καθώσπερ Ὅμηρος. ἔστησα γὰρ ἂν αὐτὴν οὐ παρὰ βωμὸν Ἀπόλλωνος, ἀλλ’ ἐν Ἀφρο‐ δίτης ἄλσεσι χρυσοῖς κατάστικτον· ἤγαγον δ’ ἂν ἐκ μὲν Ἀθηνῶν τὰς Μούσας—ἐπεὶ καὶ τοὺς ποιητὰς μέμφομαι, ὁπόταν αὐτὰς ἀποσυλῶντες τῆς πόλεως, Βοιωτῶν 〈εἶναι〉 | |
255 | ἀπισχυρίζονται—, τὰς Νηρηΐδας δὲ ἐκ τοῦ γείτονος, Νυμ‐ | |
φῶν τε χοροὺς καὶ Δρυάδων ἠχὼ καὶ Σατύρους σκιρτῶντας καὶ Πᾶνα συρίζοντα καὶ πάντα τὸν Διονύσου θίασον ἐντεῦθεν ὅπου τὰ δρώμενα. τήν γε μὴν Ἀφροδίτην αὐτὴν ἐκ μέσου τοῦ πελάγους ἀνιοῦσαν, ἔτι τὸν ἀφρὸν μετὰ | 85 | |
260 | τὴν θάλασσαν ἐξ ἄκρων πλοκάμων στάζουσαν, ὑπὲρ τοῦ λέχους ἂν ἔστησα μειδιῶσάν τε ἡδὺ καὶ τοῖς παισὶ βάλ‐ λειν τὴν συνωρίδα κελεύουσαν. εἰ δὲ καὶ ᾠδῆς ἐδέησεν, ἔδωκα ἂν καὶ μέλος τοιόνδε· «Νύμφα ῥοδέων ἐρώτων βρύουσα, νύμφα Παφίης ἄγαλμα κάλλιστον, ἴθι πρὸς εὐνήν, | |
265 | ἴθι πρὸς λέχος, μείλιχα παίζουσα, γλυκεῖα νυμφίῳ· Ἕσπερος ἑκοῦσάν ς’ ἄγει, ἀργυρόθρονον ζυγίαν Ἥραν θαυμάζουσαν.» ἀλλὰ ποῦ μοι παρθένων, ποῦ δὲ ἠιθέων χοροί; ὑμῖν τῶν λοιπῶν παραχωροῦσιν οἱ λόγοι. ἁπτέτω τις δᾷδα μεγά‐ λην· ὁ δέ τις ἠχείτω· ᾠδὴ δὲ ἐχέτω τὰ σύμπαντα. | |
270 | ἐπηχοῦσι δὲ καὶ πρῶνες καὶ νάπαι καὶ ποιμένων αὐλοὶ καὶ πάντων νομέων σύριγγες, ὥσπερ τοῦ Διὸς ἐν Ἑλικῶνι τὰς Μνημοσύνης λοχεύοντος. ἐγὼ δὲ χορείας μὲν τοῖς χορεύουσιν ἀφίσταμαι, στὰς δὲ παρ’ αὐτὸν τὸν θάλαμον Τύχῃ καὶ Ἔρωτι καὶ Γενεθλίοις προσεύξομαι· τῷ μὲν | |
275 | τοξεύειν εἰς τέλος, τῇ δὲ διδόναι βίον, τοῖς δὲ παίδων γνησίων γένεσιν, ἵνα τῷ γαμηλίῳ κρατῆρι ποτὲ καὶ τὴν | |
γενέθλιον σπονδὴν συνάψωμεν. | 86 | |
10(1t) | Διογένης ἢ Προπεμπτικός. | |
2 | Τὰς κοινότητας τῶν ὑποθέσεων ἰδίας αἱ μεταχειρίσεις ἐργάζονται. διὸ καὶ τοὺς προπεμπτικοὺς λόγους, κἂν νέοι τῷ νόμῳ τυγχάνωσιν, ἀλλ’ οὖν ἔξεστι τῇ τέχνῃ καὶ πρε‐ | |
5 | σβυτέρους ἐργάσασθαι· ὅπερ ἡμεῖς πεποιήκαμεν. τὴν γὰρ παροῦσαν ὑπόθεσιν εἰς σχῆμα διαλόγου μετασκευάσαντες, οὔτε τὴν χρείαν διεφθείραμεν, οὔθ’ ὅσον σεμνὸν τοῖς διαλό‐ γοις ὀφείλεται. κατὰ Πλάτωνα δὲ καὶ ἡμεῖς, ἠθικοῦ τοῦ λό‐ γου τυγχάνοντος, ὅμως φυσικῆς τε καὶ θεολογικῆς θεωρίας, | |
10 | ἐγκαταμιγνύντες ταύτας τοῖς ἠθικοῖς, ἐφαπτόμεθα· καὶ μύθῳ δὲ τοὺς θειοτέρους τῶν λόγων τοῦ Πλάτωνος ἐναποκρύπτον‐ τος, χρὴ σκοπεῖν εἰ τὸν τοιοῦτον ζῆλον μετεδιώξαμεν. τὰς δὲ ἄλλας ἀρετὰς τῶν διαλόγων, ἀναπαύλας λέγω καὶ διαθέ‐ σεις καὶ ἐπεισόδια, ἔτι δὲ χάριτας καὶ τὸ δι’ ὅλου δραμα‐ | |
15 | τικόν, ἄμεινον εἰ κατωρθώθη δείξει τὸ σύγγραμμα. τῶν δὲ διαλόγων ἀρχομένων ἀπὸ τῆς ἰσχνοτέρας ἰδέας, ἵνα τὴν ἀφέλειαν ὁ τύπος προβάλλῃ τῆς λέξεως, ἐν δὲ τοῖς ἐφεξῆς | |
συνεξαιρομένων ὁμοῦ τοῖς πράγμασιν, εἰ καὶ τοῦτο ἡμεῖς τετηρήκαμεν, πάρεστι κρίνειν οἷς τέχνη πρὸς ἀκρόασιν τὴν | 87 | |
20 | ἀκοὴν παρεσκεύασεν. Σιωπῆς μὲν καιρός, οὐ λόγων, ὅταν οἱ λόγοι στυγνά‐ ζωσι, τοὺς ἑαυτῶν τροφίμους ἀπὸ τῆς ἑαυτῶν ἀγέλης ἐκπέμποντες· ὅμως δέ—χρὴ γὰρ λέγειν ἐν πάσῃ τύχῃ τοὺς λόγους—φέρε καὶ αὐτός, ὃν ἡ φροντὶς ἡ προσπεσοῦσα | |
25 | λόγον ἐγέννησεν, εἰ φίλον ὑμῖν, καὶ πρὸς ὑμᾶς ἀφηγήσομαι ... Ἑκάτερος τοσούτοις διαστήμασι τῆς ἀρχῆς ἀφεστη‐ κότες ἀλλήλων, ὅσον Εὐρώπης τὰ μέσα πρὸς τοὺς ἄνω μυχοὺς Ἀσίας σχίζεται, εἰς τὸν τούτου πόθον συνέδραμον, ἑκάτερος προαρπάσαι τὰς πρώτας ὠδῖνας τῆς τούτου | |
30 | γλώττης βουλόμενος ... Οὐ μιμησάμενος τὸν μυστικὸν νόμον, ὃς ἐπόπτῃ τε καὶ μύστῃ μερίζει τὸν χρόνον, ἀλλὰ τὸν αὐτὸν ἐν ταὐτῷ μύστην τε ὁμοῦ καὶ προφήτην τῆς ἱερᾶς τελετῆς τῶν ἐν σοὶ λόγων δεξάμενος, ἔδωκας ἀπλήστως τῶν ἐκεῖθεν ναμά‐ | |
35 | των ἐμπλήσασθαι ... [[Ὑπὸ τοῖς δένδροις ψυχάζοντί σοι ...]]. Ἢ οὐκ ἀκήκοας, ὡς ὄντες ἄνθρωποι τὸ παλαιὸν οὗτοι οἱ τέττιγες, εἶτα ἔρωτι Μουσῶν ἐκ τοῦ ᾄδειν ἀεὶ λυθέντες εἰς μέλος, ἐκ μὲν ἀνθρώπων εἰς ὄρνιθας, ἐκ δὲ ᾠδῆς εἰς ᾠδὴν | |
40 | ἄλλην μετέβαλον; ... [[Ἔπειτα ἐμαυτὸν συλλεξάμενος ...]]. | |
[[Οἶδα λόγων κυκλῶσαι νευράν ...]]. Ἄκουε δὴ τὸν μῦθον. ὅτε τοὺς ἀνθρώπους ὁ Ζεὺς ἐγέν‐ νησε, τὰ μὲν ἄλλα πάντα εἶχον, ὡς νῦν κεκόσμηται, Ἔρως | 88 | |
45 | δὲ οὔπω ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐγκατῳκίζετο, ἀλλ’ ἔ‐ χων ἔτι τὸ πτερὸν ὁ θεὸς οὗτος μετάρσιον, οὐρανῷ τε ἐνω‐ μίλει καὶ εἰς θεοὺς μόνους ἐτόξευε. δείσας δὲ μὴ αὐτῷ ἀφανισθῇ τῶν ποιημάτων τὸ κάλλιστον, Ἔρωτα πέμπει τοῦ τῶν ἀνθρώπων γένους ἐσόμενον φύλακα. ὁ δὲ ταύτην | |
10(50) | ἐκ Διὸς τὴν ἐπιτροπὴν λαβών, τὸ μὲν ἁπάσαις ψυχαῖς ἐγκατοικίζεσθαι, ἢ πᾶν ἐπ’ ἴσης ἦθος νεοτελές τε καὶ βέβη‐ λον ἔχειν τέμενος, οὐκ ἐδοκίμαζεν· ἀλλὰ τὰς μὲν πολλὰς καὶ ἀγελαίας ψυχὰς τοῖς πανδήμοις Ἔρωσι τοῖς τῶν Νυμ‐ φῶν παισὶ ποιμαίνειν ἀπένειμεν, αὐτὸς δὲ τὰς θείας καὶ | |
55 | οὐρανίας ψυχὰς ἐνῳκίσατο, καὶ ταύτας ἀναβακχεύων ἐπὶ μανίαν ἐρωτικήν, μυρία ἀγαθὰ τὸ τῶν ἀνθρώπων γένος εἰργάσατο. ὅταν μὲν οὖν ἴδῃς τινὰ βραδύν τε τὴν φύσιν καὶ πρὸς φιλίαν δυσκίνητον, νόησον ὅτι τῶν Ἔρωτος ἐκεί‐ νου ξενίων οὐδαμῶς οὗτος ἠξίωται· ὅταν δὲ ὀξὺν καὶ θερμὸν | |
60 | τὴν γνώμην καὶ φλογὸς δίκην ἐπ’ ἐρωτικὴν φιλίαν ᾄττοντα, νόησον τοῦτον εἶναι ἐκείνου ξένον τοῦ Ἔρωτος ... Ἓν γάρ μοι λέγεις, ὦ φίλε Σώκρατες, ἐραστῶν ἄριστε, ἀρετῆς τῆς Κλεινίου μόριον, ἀνδρείαν ἐν φόβοις, ἣν καὶ με‐ λέτη πολλάκις δίδωσιν, ἐξηγητὴν λόγον οὐκ ἀναμείνασα ... | |
65 | Δίδωσι δ’ αὐτῷ τὴν παρρησίαν ὅπερ καὶ Περικλεῖ πρό‐ τερον, ὅτ’ ἐστρατήγει τῆς πόλεως· τοῦτο δέ ἐστι τρόπος | |
ἄδολος ... Εἰ δὲ τοῦτον ἴδοις δικαστικῶν θρόνων εἰργόμενον, στέναξον τὸν νόμον, ὅτι χρυσίου νενίκηται ... | 89 | |
70 | Συνακμάσας γὰρ τῇ βασιλέως πόλει, περὶ ᾗ τὰ μεγάλα πελάγη σχίζεται, καὶ τὴν αὐτὴν ἐκείνῃ κρηπῖδα τῆς ἑαυτοῦ δόξης βαλόμενος, ἕως μὲν ἐν σπαργάνοις ἔτι τὸ σῶμα τῆς πόλεως ἐπλάττετο, ἑτέρας ἀρχὰς ἐκ βασιλέως κατηύθυνεν· ἐπεὶ δὲ ἔδει τῆς ἀκριβοῦς χειρός, καθάπερ ἐν τύποις ἀγάλ‐ | |
75 | ματος, ἐπ’ αὐτὴν ἐπάνεισιν, ἵνα αὐτός τε ἀρχὴ καὶ τέλος γένοιτο τῷ παντὶ κόσμῳ τῆς πόλεως ... Πόλεις ἐγειρομένας, δήμους ἀκμάζοντας, Ταρτησσοῦ βίον, Ἀμαλθείας κέρας, πᾶν ὅσον εὐδαιμονίας κεφάλαιον ... Ἀλλὰ τίς τῆς περὶ τὸν νεανίσκον σπουδῆς αἰτία; ψυχὴ | |
80 | πᾶσα ἄρτι σχισθεῖσα τῆς ἄνω λήξεως ἔναυλον ἔτι φέρει τὴν θέαν τῶν ἀγαλμάτων ἐκείνων, ἃ τότε εἶδεν, ὅτε εὐδαί‐ μονα χορείαν σὺν θεῶν δίφροις ἐχόρευεν. ὅταν οὖν ἴδῃ καὶ τῇδε κάλλος, ὃ τότε πλάσματος ἄνευ ἱστόρησεν, εἴσω ψυ‐ χῆς θείας κρυπτόμενον, σπαργᾷ τε καὶ χαίρει τῇ θέᾳ, καὶ | |
85 | συμβιβάζειν ἑαυτὴν πρὸς τὸν ἐκεῖ τόπον ἐπείγεται δόξῃ τε καὶ ἐπιστήμῃ κουφίσασα. τοιοῦτόν τι πάθος καὶ αὐτὸς περὶ τὸν νέον ἔπαθον. καθάπερ γὰρ ἐν κατόπτρῳ τῇ τοῦδε ψυχῇ εἴδωλόν τι τῆς ἐμαυτοῦ γνώμης ἰδὼν φαινόμενον, ἥσθην τε αὐτῷ, καὶ διὰ τοῦτο ἐπόθησα καὶ καθάπερ ἄλλον | |
90 | ἐμαυτὸν τὴν τοῦδε ψυχὴν ἐξεζήτησα ... [[Βαρὺ μέν, ὦ φίλη, καὶ παγχάλεπον χρόνῳ συνηθείας δοθείσης στέρεσθαι· ἀνάγκῃ δέ, φασί, καὶ θεῶν βίᾳ εἴκομεν τοῖς δεδογμένοις καὶ μὴ βουλόμενοι ...]]. Δεινὸς μὲν οὖν καὶ μνήμῃ φυλάξαι πᾶν ὅπερ ἂν ὑφ’ ἡγε‐ | 90 |
95 | μόνι πονήσειε ... φιλόσοφος μὲν τὴν γνώμην, τοὺς δὲ λόγους 〈σοφὸσ〉 οὐ τούτους μόνον, ἀλλὰ καὶ πᾶν ὅ τι βούλει τῶν ὅσα Μουσῶν τε καὶ Ἀπόλλωνος λειμῶνες βρύουσιν· ἀφ’ ὧν δρεψάμενος ἁπάσης παιδείας λωτόν, οἷόν τινα στέφανον ἠρινὸν τὴν ἑαυτοῦ ψυχὴν ἀπείργασται. εἰ μὲν γὰρ λέγειν δε‐ | |
10(100) | ήσειεν, οὐκέτ’ ἂν ζητήσαις ὅτου παῖς εἴη καὶ ὅτῳ προσῆκεν· οὕτω πάσης γραφῆς ἀκριβέστερον τὴν εἰκόνα τοῦ καθηγεμόνος μεμίμηται· ἀγαθὸς μὲν συμπαραστάτης, εἴ που δέοι τῷ καθ‐ ηγεμόνι συναγωνίζεσθαι, ἀγαθὸς δὲ καὶ αὐτοπροσώπως ... Δικαίως ἄρα οἱ ποιηταί, καὶ μετ’ αὐτῶν γραφεῖς τε | |
105 | καὶ πλάσται, Ἔρωτος γῆρας ἀποσυλήσαντες, νέον ποιοῦσι τὸν θεὸν τοῦτον καὶ ἔφηβον, τὰ τῆς ἀπιστίας αὐτοῦ τῷ νεαρῷ τῆς ἡλικίας ἐμφαίνοντες ... Ὦ τοσοῦτον ἰσχύσας τοῖς λόγοις, ὅσον καὶ τὸν Θετ‐ ταλὸν ἀκούω Κινέαν, ὃς σὺν βασιλεῖ Πύρρῳ γῆν ἐπιὼν πᾶ‐ | |
110 | σαν καὶ θάλασσαν, πρὸ τῶν μηχανημάτων τοῖς λόγοις τὰς πόλεις ἔκλινεν ... Οὐ γὰρ αὐτός γε τούτου διδάσκαλος, οὐ μὰ τοὺς | |
ὑμετέρους, ὦ λόγοι, πόθους, δι’ οὓς ἐγὼ πατρικὸν ὄλβον ῥίψας εὐδαίμονα, παρ’ Ἰλισσοῦ μυστικαῖς ὄχθαις ἐσκή‐ | 91 | |
115 | νημαι ... Ἀλέξανδρος ὁ τοῖς τροπαίοις ὅροις τοῖς ὅλων χρη‐ σάμενος ... Τό τε γὰρ τῆς μεσημβρίας ὑπορρεῖ ζέον, αὔρα τε πραΰ‐ νει τὸν ἥλιον ... καὶ σχίσαι Ζεφύρῳ πορφύροντα περὶ τὴν | |
120 | πρώραν τὰ κύματα ... | |
11(1t) | Συντακτικὸς πρὸς τοὺς ἑταίρους. | |
2 | Οἱ πάλαι τὴν λύραν κάμνοντες, εἴ ποτε γῆν ἐπ’ ἄλ‐ λην ἔσπευδον, οὐκ ἄφθογγον τὴν ἀποδημίαν ἐποίουν, ἀλ‐ λ’ ᾠδῇ καὶ μέλει τὸν χορὸν τὸν ἑαυτῶν ἀπησπάζοντο ... | |
5 | Μὴ ἀπῳδὸν μέλος καὶ κούφην ᾠδήν ... | 92 |
12(1t) | Εἰς Φλαβιανὸν προπεμπτήριος. | |
2 | Ὁ τοῦ Διὸς παῖς Ἀλέξανδρος—συνάπτει γὰρ αὐτὸν οὐρανῷ καὶ Διὶ τὸ πολὺ κλέος καθ’ Ἕλληνας—ὅτε πλη‐ ρώσας τῆς ἑαυτοῦ δόξης τὴν Εὐρώπην ἅπασαν ἐπὶ τὴν | |
5 | Ἀσίαν ἐστέλλετο, συνάψαι τὰς ἠπείρους τῷ καθ’ ἑαυτὸν ἐθέλων θαύματι, τὸν Τιμοθέου παρακαλέσας αὐλόν—οὕτω γὰρ ἤχει μέγα καὶ τοσούτου βασιλέως ἄξιον—ὑπὸ τοῖς ἐκείνου μέλεσιν ἔλυε τοῦ στόλου τὰ πείσματα ... Φέρε δὴ γράψω τῷ λόγῳ τὸν πίνακα· ἔχει γὰρ οἶμαι | |
10 | πρὸς μίμησιν οἰκεῖα καὶ λόγος φάρμακα. ναῦς ἦν κατὰ τῆς γραφῆς καὶ θάλαττα· ἡ δὲ θάλαττα οἶμαι Αἰγαῖος ἦν· αἱ γὰρ πολλαὶ νῆσοι αἱ κατ’ ἄλλο καὶ ἄλλο μέρος τῆς θαλάττης σχιζόμεναι, Αἰγαῖος ὑπὲρ αὐτῶν ἐδείκνυτο εἶναι ἡ θάλαττα, γέγραπτο δὲ οὐκ ἀπηνής τε καὶ ἄγριος, οὐδὲ εἰς αὐτὰς | |
15 | ἐγείρων νεφέλας τὰ κύματα οἷα τὰ πολλὰ Αἰγαῖος κατὰ τῶν ἐκεῖ πλωτήρων θρασύνεται, ἀλλ’ ἐστόρεστο μὲν εἰς γαλήνην τὰ κύματα, τὸ δὲ ὕδωρ ὅλον ἐπόρφυρε πρὸς αὐταῖς ᾐόσιν, εἰς γλαυκὸν ἄνθος ἠρέμα μεθισταμένου τοῦ κύματος ... Πρῶτοι γὰρ Φρύγες αἰτίαν ἔχουσιν αὐλῷ τε ἐμπνεῦσαι | |
20 | καὶ ταῖς τελεταῖς ἀναμῖξαι τὰ κύμβαλα ... Τὸ δὲ ἐπὶ θάτερα τῆς νεὼς μέρος εἰς πρῴραν ἤδη θλιβόμενον χρυσοῦν τῇ ὕλῃ πεποίητο· ἔνθα καὶ θαυμάσαι τῆς τέχνης ἄξιον. τὸ γὰρ περὶ τὴν πρῴραν τῆς θαλάττης ὕδωρ σχιζόμενον, ταῖς τοῦ χρυσοῦ βολαῖς ἐπαυγάζον, εἰς | 93 |
25 | ὅμοιον ἄνθος ἀμείβειν ἐδόκει τὴν θάλασσαν ... Οὐκοῦν δότε μοι τὴν Ζεύξιδος τέχνην, τὰ Παρρασίου σοφίσματα ... Δελφοὶ δὲ ἄρα, ἱερὰ πόλις Ἀπόλλωνος, λατρεύουσι μὲν ἀεὶ τῷ θεῷ καὶ περιχορεύουσι μετὰ παιάνων τὸν τρί‐ | |
30 | ποδα ... Καὶ μὴν καὶ Ἠλεῖοι δακρύουσι τὸν ποταμὸν τὸν Πι‐ σαῖον ἐπὶ τὴν Σικελικὴν κρήνην προπέμποντες· ὥσπερ οἶμαι τοῦτο φοβούμενοι, μὴ μελετῶν τὴν ἀποδημίαν ὁ ποταμὸς ἄλλοις ἀνθρώποις χαρίσηται τὰ νάματα ... | |
35 | Τάχα δέ σοι καὶ ἀηδόνες καὶ κύκνοι καὶ πάντα τὰ μέλη συναποπτήσεται. αἱ μὲν γὰρ ἡμέτεραι Μοῦσαι καὶ σκάφη ἤδη τολμῶσι πήγνυσθαι, καὶ ἀπειλοῦσι φυγὴν καὶ θάλατταν, κἂν ἀγριαίνῃ τοῖς κύμασι ... Ῥίψας ἐκ τῶν χειρῶν τὴν λύραν, σιωπὴν τῶν μελῶν | |
40 | καταψηφίζεται ... Ναῦς ἐν ὅρμοις στρατηγίς, ἱστίον ὑψηλόν, μετάρσιον, οἷον καὶ λαμπραῖς αὔραις καὶ πελαγίοις πετάννυσθαι ... Μικροὶ μὲν εἰς χάριν Ἑσπερίδων λειμῶνες, μικραὶ δὲ εἰς μέγεθος πυραμίδες Αἰγύπτιαι, καὶ εἴ τι Περσῶν καὶ Ἀσσυ‐ | |
45 | ρίων χεῖρες πονήσασαι θαῦμα ἀφῆκαν τοῖς ὕστερον ... Ἀλλ’ ἐπὶ τὰς φίλας Ἀθήνας ὁ στόλος, αἵ σε τοῖς πόθοις οὕτως ἐξέκαυσαν, ὡς καὶ ἐπ’ αὐτῆς περιφέρειν γλώττης τὸν ἔρωτα ... Τί δὲ ὀκνεῖς τὴν ἀπόκρισιν, τοῦ κοινοῦ πάντων | 94 |
12(50) | ἀγάλματος μετασκηνοῦν παρ’ ἑτέρους μέλλοντος; Κιμμερίους μὲν δή, δῆμον ἑσπέριον, ἀφείλετο μῦθος τὸν ἥλιον· εἶτα φοβηθεὶς τὸν ἔλεγχον, ἀμφιβόλοις ῥήμασι κρύψαι τὴν φήμην ἐσπούδασεν. ἡμᾶς δὲ οὐδεὶς ποιητὴς ψεύδεσθαι δόξειε, μετὰ τὴν σὴν ἀποδημίαν ἀφελέσθαι θέλων τὸν ἥλιον ... | |
55 | Ὦ φίλη πατρίς, νῦν σε ὄντως ἀδικήσας αἰσθάνομαι, τοὺς σοὺς ὑπεριδὼν ἔρωτας, ἐραστῇ θέλων ἀπίστῳ πάντα χαρίσασθαι ... Ἀλλὰ μικροῦ τῷ νόμῳ τῷ περὶ τούτων ἑπόμενος, εἰς ἀκοσμίαν τὸν λόγον ἔτρεψα, καίτοι μοι τῶν θεῶν πληρούντων | |
60 | τὸν πόθον. πάλιν γὰρ σκῆπτρα, πάλιν τῆς δίκης οἱ θρόνοι ... Τοῦτον Ἐφύρα μὲν ἤνεγκε, πόλις οὐ μόνον καλλωπι‐ ζομένη μύθοις πρὸς τὸ θαυμάζεσθαι, οἷα τῶν Ἑλληνί‐ δων αἱ πλείονες, ἀλλ’ ὀφθαλμῷ κριτῇ τὴν εὐδαιμονίαν προβάλλουσα ... | |
65 | Οὕτω καὶ τὸ τούτου γένος μυρίοις μὲν λόγοις, μυρίοις δὲ ἔργοις καὶ παραπλησίοις ἀγάλλεται ... Μνηστέον ἤδη καὶ αὐτοῦ τοῦ γένους, οὔτι παντός· κάμοι γὰρ ἂν οἶμαι καὶ ἱστορία τοσοῦτον πλῆθος φροντίζουσα ... Οἱ ἀπ’ ἐκείνων τῶν γάμων ἀποβλαστήσαντες εἰκώ | |
70 | τινα τῆς ἐκείνου σοφίας τοῖς τῆς ψυχῆς ἔφερον ἀγάλμασι ... Προσκλύζων κόλπος Ἰόνιος λεαίνει τὴν θῖνα τῷ κύ‐ ματι. κατὰ δὴ ταύτης τῆς ᾐόνος χορὸς Νηρηΐδων ἐχόρευε, λευκαὶ πᾶσαι, γάλα αὐτό, οἷον ἂν ἐκεῖνο γένοιτο τέχναις ποιμένων ἱστάμενον, γλαυκαὶ τὸ ὄμμα, κομῶσαι τῷ βρύῳ, | 95 |
75 | ἔτι λευκὸν τὸν ἐκ τῆς θαλάττης ἀφρὸν ἐξ ἄκρων πλοκάμων στάζουσαι ... Ἡ δὲ ἀντερᾷ τοῦ νυμφίου καὶ δώρῳ πιστοῦται τὸν γάμον· ἀναδίδωσι γὰρ ἐκ μέσης θαλάττης πηγήν· ἡ δέ, ὥσπερ ἐπισταμένη τοῦ χάριν ὑπὸ τῆς νύμφης ἐγένετο, | |
80 | κλέπτει μὲν τοῖς ἄλλοις πλωτῆρσι τὰ νάματα, μόνοις δὲ τηρεῖ τοῖς ἐκ τῆς νύμφης τὴν πότιμον φιλοτησίαν ἀρύ‐ σασθαι. ὅπερ καὶ κατὰ τῆς Ἀρεθούσης ἀνύμνηται ... Εὐμαθὴς ἔστω ψυχή, ταχεῖα σύνεσιν, μνήμῃ συμφυής, ἕτοιμος πρὸς λόγους, δεινὴ μὲν κρύπτειν, κρείττων λανθά‐ | |
85 | νειν—σοφώτερον δὲ τοῦτο καὶ ἅμα θεοῖς προσφιλέστερον— δεινοτέρα δὲ φωρᾶσαι τὸν ἐντυχόντα, κρείττων ἡδονῆς, ἥττων φιλίας ... ἄκρος σοφίαν, δεινὸς εἰπεῖν, ἀνάλωτος φιλίᾳ, γενναῖος ἐν φόβοις, ὑψηλὸς ἰδιώτης, ἄρχων ἐπιεικής· τὸν μὲν ἰδιώτην ἀποσεμνύνων φρονήματι, λόγῳ δὲ πραΰ‐ | |
90 | νων τὸ τῆς ἐξουσίας αὐθέκαστον. ἀλλὰ μὴν καὶ τὴν τύ‐ χην ἴδοις ἂν ὥσπερ ἐξ οὐρίας τὸν τοῦδε βίον συμπαρα‐ πέμπουσαν ... Πρεσβύτης τις ἦν, σεμνὸς ἰδεῖν, ἀρχαῖος τὸν βίον, τὸν λόγον ὅμοιος· σοφὸς εἰπεῖν, ἀμείνων ἀκοῦσαι, τὰ πάντα | |
95 | γενναῖος. πλήρης δὲ ὢν ἤδη τοῦ κλέους καὶ πᾶσαν εἰς ἑαυτὸν ἐπιστρέφων τὴν Ἑλλάδα, διαβαίνει καὶ εἰς βασιλέα τῷ θαύματι, πρὶν ὑπηνήτης γενέσθαι, πρὶν καθερπύσαι τὸν πρῶτον ἴουλον ... Ποιητοῦ δὲ ἄρα ἦν ἐνταῦθα τοῦ λόγου ῥόδοις μὲν | 96 |
12(100) | ἀναπλέξαι τὸν στέφανον, ἄγειν δὲ ἐξ Ἑλικῶνος τὰς Μού‐ σας ... περὶ τὴν πόλιν ἐκείνην, ἣν ἀπὸ Γαδείρων Εὐρώπη λήγουσα πορθμῷ θαλάσσης πρὸς τὴν Ἀσίαν μερίζεται ... Ἤλασεν οὗτος καὶ κατ’ Ἴστρου, καὶ ποταμὸν οὐκ ἔδεισε βάρβαρον κρυστάλλῳ πεδία μιμούμενον ... | |
105 | Ἐπεὶ δὲ θεὸς πρὸς πᾶσαν αὐτὸν ἀρετὴν ἀκριβῶσαι βου‐ λόμενος καὶ ἀπ’ ἐναντίας ποτὲ τὸ πνεῦμα τῆς τύχης ἔστησεν, ἵν’ οἷος ἦν, τοιοῦτος τὴν γνώμην καὶ ἐν τρικυμίαις πραγμάτων καὶ χειμῶνι βίου δειχθείη τοῖς τε πᾶσι καὶ κατ’ αὐτὸ τὸ μέρος εὐδοκιμήσῃ, τίς ἐνταῦθα ποιητὴς ἢ λόγων συνθέτης φωνὴν | |
110 | ἀξίαν τοῖς ὑπὸ τούτου κατειργασμένοις συμβάλλοιτο; ... Οὐδὲ Σικελικήν τινα Σκύλλαν καὶ Χάρυβδιν, ἀνδρῶν δὲ ἀτασθάλων ὑπὲρ τὸν ἄγριον ἐκεῖνον τὸν Σικελικὸν ποι‐ μένα, τὸν Κύκλωπα, μυρίας ἐπ’ αὐτὸν κινηθείσας φάλαγγας οὐκ ἀγχεμάχοις ὅπλοις, οὐδὲ ξυστοῖς τε καὶ δόρασιν, ἀλλὰ | |
115 | φρονήσει καὶ λόγῳ κατὰ γῆς ἁπάσης ἐστόρεσεν ... Ὁ δὲ δὴ τῶν Τελχίνων τε ἡγεμὼν καὶ κορυφαῖος καλούμε‐ νος, πληγὴν καιρίαν δεξάμενος, στένει δακρύων τὸν πόλεμον ... Ἀσία πᾶσα, οὐχ ἣν νῦν οὕτω προσαγορεύομεν, τὴν τῆς ὅλης ἐπωνυμίαν ἠπείρου τῷ μέρει μόνῳ τιθέμενοι, ἄρ‐ | |
120 | χεται μὲν ἀπ’ Ἰνδῶν ἄνω, πρὸς μὲν ἕω καὶ ἄρκτον Ἐρυθρῷ κόλπῳ καὶ Φάσιδι, πρὸς δὲ μεσημβρίαν καὶ ἀπιόντα ἥλιον Αἰγύπτῳ τε καὶ τῷ Ἰονίῳ πελάγει πρὸς τὰς ἄλλας ἠπεί‐ ρους ἀποσχιζομένη καὶ λήγουσα· παρατείνει δὲ αὐτὴν ἐκ Προποντίδος εἰς Παμφυλίαν πλευρὰ παρήκουσα, ἣν Αἰγαῖος | 97 |
125 | προσκλύζει σύμπασαν, ἐκ μιᾶς καὶ αὐτὸς ἀρχῆς τῇ πλευ‐ ρᾷ ταύτῃ τικτόμενος ... οἵ τε ἐνοικοῦντες τὰς πόλεις ἄν‐ θρωποι οὐ τῷ τέττιγι καὶ τῷ χιτῶνι τοὺς προπάτορας, ἀλλ’ ἀρετῇ καὶ σοφίᾳ καθαρῶς δήπου δεικνύουσιν, ὅθεν οἶμαι καὶ τὸ ἀρχαῖον ἐγένοντο ... | |
130 | Ὁ γὰρ δὴ Μέλης οὗτος—οὐ γὰρ δὴ θέμις σιωπῇ παρελθεῖν γλῶσσαν τοσαύτην γεννήσαντα—ἀνίσχει μὲν ἐκ προαστείων τῆς Σμύρνης, τίκτουσι δ’ αὐτὸν μυρίαι πηγαὶ καὶ πλησίον ἀλλήλων βλαστάνουσαι· ἀφ’ ὧν πλημμύρων ὁ ποταμὸς πελαγίζει τε εὐθὺς ἐκ πηγῶν, ἔκπλωτος καὶ ὁλκάσι | |
135 | καὶ κώπῃ γίνεται. παραμείψας δὲ τὰς ἑκατέρωθεν ὄχθας κυπα‐ ρίττῳ κομώσας καὶ δόνακι, τῇ πλησίον θαλάττῃ κοινοῦται τὸ ῥεῦμα, εἰ ῥεῦμα θέμις ἐκεῖνο καλεῖν· οὐ γὰρ ἠχοῦντος ἀκούσῃ, οὐδὲ δόξειεν ἄν σοι τὸ ὕδωρ φέρεσθαι, ἀλλ’ ὥσπερ τις ἐραστὴς παιδικῶν συνουσίαν κλέψαι βουλόμενος, λάθρᾳ | |
140 | τῇ θαλάττῃ κιρνᾶται, λεαίνων τὸ κῦμα τῷ ῥεύματι ... Νῦν γὰρ ποιητικῶς ἐθέλων καλέσαι τὸν ἄνεμον, εἶτα οὐκ ἔχων ποιητικὴν ἀφεῖναι φωνήν, ἐκ τῆς Κείας μούσης | |
προσειπεῖν ἐθέλω τὸν ἄνεμον ... Ἁπαλὸς δ’ ὑπὲρ κυμάτων χεόμενος πορφυρᾶ σχίζει περὶ | 98 | |
145 | τὴν πρῴραν τὰ κύματα ... οὐ γὰρ ἀτασθάλους μαστεύων ἔρωτας τὴν σὴν πλεῦσαι σπουδάζει θάλασσαν, ἀλλὰ τελέσαι θέλων πάντας τοὺς Ἴωνας τὰ σεμνὰ σωφροσύνης μυστήρια ... Ῥοδίους μὴν δὴ λόγος ὑσθῆναι χρυσῷ, χρυσῆν ἐπ’ αὐ‐ τοὺς τοῦ Διὸς νεφέλην ῥήξαντος· τὴν δ’ ὑμετέραν τύχην, ἣν | |
12(150) | διὰ τοῦδε καρπώσασθε, οὐ μῦθος ἐρεῖ τις ἀμφίβολος, ἀλλ’ ἐν ὀφθαλμοῖς ἔσται τὰ θαύματα ... Ἤμελλεν ἄρα τὸ καλὸν ἔαρ οὐκ ἀηδόνας ἄξειν ἡμῖν, οὐδέ τινας κύκνους ἢ τέττιγας, ἀλλ’ αὐτὸν τὸν ταῖς χρυ‐ σαῖς ἀκτῖσι καταυγάζειν μέλλοντα τὴν Ἰωνίαν ἥλιον ... | |
155 | Πρὸ δὲ τῶν ἄλλων ἁπάντων ὁ τῶν ἐμῶν πώλων ἔξαρ‐ χος πῶλος ἱερὸς καὶ ἀγέρωχος, οἵους Ἡλίῳ θεῷ Νισαῖοι πώ‐ λους πωλεύουσι· τοῦτον ἐγὼ τὸν πῶλον ψαλίοις κοσμήσας Μουσῶν, καὶ ταῖς Χαρίτων μίτραις ὅλον ποιήσας ἀνάδετον, ὥσπερ τινὶ θεῷ τῆς ἐμῆς ἀγέλης ἀπαρχὰς φέρων ἀνέθηκα ... | |
160 | Γλαυκοὶ δὲ ἀστέρες ἀνίσχοιεν, φαιδρῷ φωτὶ τὴν ἀνα‐ γωγὴν καταυγάζοντες ... Οἱ δέ μου λόγοι καὶ προλαβεῖν μικροῦ τὸ μέλλον ὠδίνουσι, καὶ τοῖς ἐκβατηρίοις μέλεσι τὴν ᾠδὴν τὴν ἐπι‐ βατήριον συνάψαι σπεύδουσιν, ἐν νῷ λαμβάνοντες, τίνες | |
165 | οἶμαι τότε γενήσονται, ὅταν ἐπανελθόντα προσβλέψαντες | |
αὐτῷ πάλιν τὰ Μουσῶν χορεύειν μέλλωσιν ... | 99 | |
13(1t) | Προτρεπτικὸς εἰς τοὺς περὶ Πείσωνα νεήλυδας. | |
2 | Δεινὸς δὲ ἦν ἄρα οὐ χεῖρα μόνον, ἀλλὰ καὶ γνώμην ὁ Λύσιππος. οἷα γοῦν ἐκεῖνος διὰ τῆς ἑαυτοῦ γνώμης τετόλμηκεν· ἐγγράφει τοῖς θεοῖς τὸν Καιρόν, καὶ μορφώ‐ | |
5 | σας ἀγάλματι τὴν φύσιν αὐτοῦ διὰ τῆς εἰκόνος ἐξηγήσατο. ἔχει δὲ ὧδέ πως, ὡς ἐμὲ μνημονεύειν, τὸ δαίδαλμα. ποιεῖ παῖδα τὸ εἶδος ἁβρόν, τὴν ἀκμὴν ἔφηβον, κομῶντα μὲν τὸ ἐκ κροτάφων εἰς μέτωπον, γυμνὸν δὲ τὸ ὅσον ἐκεῖθεν ἐπὶ τὰ νῶτα μερίζεται, σιδήρῳ τὴν δεξιὰν ὡπλισμένον, | |
10 | ζυγῷ τὴν λαιὰν ἐπέχοντα, πτερωτὸν τὰ σφυρά, οὐχ ὡς μετάρσιον ὑπὲρ γῆς ἄνω κουφίζεσθαι, ἀλλ’ ἵνα δοκῶν ἐπιψαύειν τῆς γῆς, λανθάνῃ κλέπτων τὸ μὴ κατὰ γῆς ἐπερείδεσθαι ... Ὁ δὲ Γλαῦκος, ὥσπερ οἶμαι λοχῶν αὐτὸ τῆς ἀγωνίας | |
15 | τὸ καίριον, ἧκέ τε ἐπὶ τὸν στεφανίτην μόνος καὶ πρῶτος εἶχε τὸν στέφανον ... Πάντα γὰρ καλὰ ἐν καιρῷ· καὶ τοξότης ἐπίσκοπος, ὅστις οἶδε καίρια βάλλειν τοξεύματα ... Καὶ δὴ εἰς οὐρανὸν ἀηδόνες ἀπὸ γῆς ἵπτανται· | |
20 | τολμᾷ γὰρ ἀνάγειν ὑπὲρ ᾠδῆς εἰς αὐτὸν οὐρανὸν ὁ μῦθος | |
ὄρνιθας ... Ἧκον οὖν παρὰ τὸν κύκνον· ὁ δ’ ἔτυχεν ἐπί τινος λειμῶνος ἠρινοῦ ἄρτι Ζεφύρῳ πρὸς ᾠδὴν ἐκδιδόναι μέλλων τὰς πτέρυγας ... | 100 | |
25 | [[Κρατεῖ δὲ καὶ ἰατρὸς τῆς νόσου τῇ τέχνῃ, καὶ ῥήτωρ δήμου τοῖς λόγοις ...]]. [[Ὅταν ἡλίῳ θερόμενος σκιὰν ὑποδραμεῖν ἐθελήσῃς καὶ νάπην ...]]. [[Οὐχ ὅταν κυμαίνῃ Νεῖλος ὕδατι κρύψας τὴν Αἴγυ‐ | |
30 | πτον ...]]. | |
14(1t) | Εἰς τὸν νέηλυν τὸν Αἰγύπτιον. | |
2 | Πήχεις οἱ Αἰγύπτιοι τὴν αὔξησιν τοῦ Νείλου προσα‐ γορεύουσι καὶ μετροῦσι τὰ νάματα, καὶ πανήγυρις αὐτοῖς ὁ πῆχυς γίνεται ... | |
5 | Δεινὸς χρηματιστὴς ἐκ τῆς κατὰ μικρὸν προσθήκης τὸν πολὺν πλοῦτον ἀθροίζει ... ... καὶ τοὺς γενναίους ὄψει τῶν στρατηγῶν ἀπ’ ἐλατ‐ τόνων τροπαίων τὰς μυρίας νίκας κηρύττοντας. μικρὸς ἦν | |
ἐν Ἀρτεμισίῳ Θεμιστοκλῆς—κατὰ γὰρ τῶν προπόλων | 101 | |
10 | ἔτι τῶν βασιλέως ἠρίστευε—, μείζων ἐν ψυτταλίᾳ, μέ‐ γας ἐν τῇ Σαλαμῖνι· ἐβάπτισε γὰρ ὅλην ἐκεῖ τὴν Ἀσίαν μαχόμενος ... Δοκεῖ δέ μοι καὶ αὐτὸς Ὅμηρος διὰ τοῦτο δεκέτην γράψαι τὸν πόλεμον, καὶ μετὰ τοῦτο πυρὶ δαπανῆσαι τὸ | |
15 | Ἴλιον, ἵνα δείξῃ διὰ τῆς ποιήσεως ἀνθρώποις ἅπασι ὅτι μό‐ λις καὶ χρόνῳ τὰ ἀγαθὰ τοῖς ἀνθρώποις ἡ Τύχη δίδωσι ... | |
15(1t) | Προπεμπτικός. | |
2 | Καὶ τοῦτο μὲν ἴσως καλῶς ποιεῖς· ἀνάγκη γὰρ δή‐ που τὸν ἐπαινεῖσθαι βουλόμενον καὶ τῶν πράξεων ἐκείνων ἐπιθυμεῖν, ἀφ’ ὧν ὑπάρχει τὸ θαυμάζεσθαι. οὐ γὰρ ἀπέ‐ | |
5 | χρησε τοῖς παισὶ τὰ τοῦ Περικλέους σεμνολογήματα, ἀλ‐ λ’ ἀνάξιοι τῆς πατρῴας ἀρετῆς γενόμενοι μείζονος δήπου διαβολῆς αἰτίαν τὴν πατρῴαν δόξαν ἐκτήσαντο. καὶ πολ‐ λῶν δὲ ἄλλων ἀνδρῶν ἀρίστων γεγόνασι παῖδες, οἷς ἅπα‐ σιν οὐ πρὸς ἐγκωμίου πλέον, ἔλεγχος δὲ κακίας ἐγένετο τὰ | |
10 | τῶν πατέρων ὀνόματα ... Τίς οὖν, ἴσως ἂν ἐρεῖς, ἡ θεραπεία τοῦ νοῦ; ἀρετὴ | |
καὶ λόγος· ἡ μὲν ἄρχουσα καὶ ἐπιστατοῦσα τῷ λόγῳ· ὁ δέ, καθάπερ τις δεξιὸς ἀγαθῆς βασιλίδος διάκονος, τὰ ἐκείνης ἐπιτελῶν σπουδῇ πάσῃ εἰς ἔργον τε ἄγων προστάγματα ... | 102 | |
15 | Ἔστι καὶ ἄλλος ἀρετῶν μυρίος χορός, ὃν ἅπαντα εὑρή‐ σεις εἴσω παιδείας ἀνακτόρων γενόμενος. ταύτας δὲ ὥσπερ τιθηνοὺς καὶ μητέρας ἐκείνων προξενῶ τέ σοι, καὶ φημὶ δὴ δι’ ἐκείνων καὶ τῆς τῶν ἐχομένων θήρας ἐφίξεσθαι ... Οἱ δὲ παῖδες ἀπολελυμένοι διδασκάλων τὴν πομπὴν | |
20 | ἐκείνην ἔπεμπον ... Ὁ δὲ Φρὺξ ὁ Μίδας ἑλεῖν θελήσας τὸν Σάτυρον, οἴνῳ φαρμάττει τὰ νάματα, καὶ δήσας ὕπνῳ καὶ κώματι, θήραν ἐποιεῖτο τὸν Σάτυρον ... | |
16(1t) | Σχέδιος ἐπὶ τῇ κατὰ τὴν διατριβὴν στάσει. | |
2 | Ἆρά τι καὶ ἐν τοῖς ἡμετέροις λόγοις ἐστίν, ὦ φίλοι, φάρμακον ἔριν κοιμίσαι δυνάμενον, καί τι βούλεται τοιοῦτον καὶ ἡ παρ’ ἡμῖν τέχνη νεανιεύεσθαι, ὁποῖον Ὅμηρος διὰ | |
5 | τοῦ κρατῆρος τοῦ τῆς Ἑλένης αἰνίττεται, ὃν ἡ τοῦ Διὸς παῖς τοῖς ξένοις ἵστησιν ἐν Μενελάου δακρύουσιν; ἢ καὶ τὸ τῆς Ἑλένης φάρμακον οὐ πόα τις ἦν, οὐδέ τις Αἰγυπτία τέχνη νηπενθὲς πόμα σκευάζουσα, ἀλλά τις λόγος ἡδὺς καὶ πάνσοφος, φαρμάκου δίκην σβέσαι δυνάμενος θυμὸν ἐκ | 103 |
10 | μέσης καρδίας ζέοντα; ἀπάγει δὲ εἰς Αἴγυπτον τὸν μῦθον ἡ ποίησις, ἵνα τὴν μητέρα τῶν σοφῶν λόγων αἰνίξηται ... Ἐφρόνει ποτὲ βασιλεὺς μικρότερον· οὐκ εἴα τοῦτο Τιμόθεος, ἀλλὰ καὶ εἰς οὐρανὸν αὐτὸν ἀνῆγε τὴν γνώμην τοῦ βασιλέως τοῖς μέλεσι. θυμὸς ἐπέζει τοῦ μετρίου πλέον· | |
15 | ἀφῄρει παρὼν ἐκεῖνος τὸ πλεονάζον τοῖς κρούσμασιν. ἄθυμος ἦν· μειδιῶντα εὐθὺς ἐδείκνυ. ἡδοναῖς ἐνεδίδου· εἶδες ἂν εὐθὺς σεμνὸν μετὰ τὴν μουσικὴν Ἀλέξανδρον. καὶ τὸ σύμπαν εἰπεῖν, τοιοῦτον ἐξῆν ὁρᾶν ἐκεῖνον, ὁποῖον αὐτὸν ἐποίει διὰ τῶν αὐλημάτων Τιμόθεος ... | |
20 | Πραΰνει Ζέφυρος ταῖς αὔραις τὰ κύματα· Ἀττικὸς δὲ ῥή‐ τωρ καὶ λόγος Ἕλλην οὐ λύσει στάσιν, εἰ μόνον φθέγξαιτο; ... Ὅ τε Ξενοφῶν ἐστρατεύετο· καὶ γὰρ καὶ δόρυ μετὰ Σωκράτην Ξενοφῶν ἤνεγκε ... Τὸ γὰρ εὐφυές, εὐάρμοστον ... | |
25 | Ἁβρὸς ἦν Ἀλκιβιάδης, ὁπηνίκα παρ’ Ἀθηναίοις εἶχε τὴν δίαιταν· σεμνὸς ἦν ἐν Λακεδαίμονι· τὰ Περσῶν ἐς τρυφὴν μόνος ἐξήλεγχεν· εἰ δέ ποτε ἔδει καὶ λόγους φρον‐ τίσαι καὶ τὰ φιλοσοφίας γυμνάσασθαι, Λύκειον ἅπαντα καὶ Ἀκαδημίαν ταῖς ἑαυτοῦ συνουσίαις εἰργάζετο ... | |
30 | Οἱ κάμνοντες τὴν ἱστορίαν τὴν ἀμφὶ τούτους ... | |
Ἡμεῖς τοσοῦτο πόρρω σοφίας ἑστήξομεν ... | 104 | |
17(1t) | Εἰς τὴν τῶν Κυπρίων ἐπιδημίαν. | |
2 | Τὴν Κύπρον οἱ ποιηταὶ θεῶν Ἀφροδίτῃ χαρίζονται, ὥσπερ τὴν Δῆλον Ἀπόλλωνι. ἡ γὰρ Κύπρος πόλις μεγάλη ... [[Σαπφὼ καὶ Ἀνακρέων ὁ Τήιος, ὥσπερ τι προοίμιον | |
5 | τῶν μελῶν, τὴν Κύπριν ἀναβοῶντες οὐ παύονται ...]]. [[Εὖ ἔχειν οὐ γῆς καὶ θαλάττης ἀλλὰ καὶ οὐρανοῦ φασι τὴν νῆσον ταύτην ...]]. Δῆμοι τὴν γλῶτταν ἀκριβῶς Ἕλληνες ... Ὤδινεν ἐξ Οὐρανοῦ τὴν Ἀφροδίτην ἡ θάλαττα· τὰς | |
10 | δὲ ὠδίνας ταύτας, αἵτινές ποτε εἰσί, μυστικοὶ λόγοι κρύ‐ πτειν κελεύουσι. καὶ ἔδει γὰρ λοιπὸν ἐκκυηθῆναι τὴν δαίμονα· ἵσταται μὲν εὐθὺς καὶ ἄγει γαλήνην ἡ θάλαττα, ἁπαλοῖς κύμασι περὶ τὸν τόκον πορφύρουσα ... [[Λειμῶνα φαίη τις 〈ἂν〉 εἶναι τὴν νῆσον Ἀφροδίτης | |
15 | αὐτῆς, καὶ ταύτην, οἶμαι, Ἐρώτων πάμφορον ...]]. Πανδήμῳ δ’ Ἀφροδίτῃ πρὸς τὴν οὐρανίαν οὐδὲν κοινόν· ἡ μὲν γὰρ βεβήλους καὶ οὐ καθαροὺς τὴν φύσιν | |
γεννᾷ τοὺς ἔρωτας· τῇ δὲ χρυσοῖ μὲν οἱ παῖδες, χρυσᾶ δὲ τὰ τούτων καὶ βέλη· σκοποὶ δὲ αὐτοῖς ψυχαὶ νεοτε‐ | 105 | |
20 | λεῖς καὶ ἀκήρατοι ... [[Μὴ παραλανθάνωμεν ὑμᾶς αὐτοὺς ὕπουλον ἐραστὴν εἴσω προθύρων δεχόμενοι ...]]. | |
18(1t) | Εἰς τὸν πρῶτον ἐκ Καππαδοκίας αὐτοῦ | |
2t | ἀκροασάμενον. | |
3 | Οὐδὲ ὑπὲρ Ἴστρον αὐτὸν καὶ Τάναϊν, ἀλλ’ ἐπὶ πᾶσαν γῆν καὶ θάλατταν ἦλθεν ὁ Σκύθης ὑπὲρ τοῦ βέλους ὀχού‐ | |
5 | μενος· λόγος δὲ ἄρα τὸ βέλος Ἀπόλλωνος ... Καὶ ποταμὸς ἐκεῖ μῦθον ἔχων ἀκοῆς Ἑλλήνων ἄξιον. ἦλθεν ἐπ’ Ἰνδοὺς ὁ Διόνυσος, γένος τὴν Διονύσου χάριν ἀρνούμενον· ἦν δὲ ὁ μὲν στρατὸς Βάκχαι καὶ Σάτυροι, τὰ δὲ ὅπλα, νεβρίδες καὶ θύρσοι. οἱ δὲ ἄρα ὁμοῦ τε εἶδον τὸν | |
10 | θεὸν καὶ ᾕρηντο· καὶ τὰ ὅπλα ῥίψαντες· χορὸς οἱ τέως μαχόμενοι τῷ Διονύσῳ καθίσταντο. ἐπεὶ δὲ ἐν ὅροις Καπ‐ παδοκῶν ἦσαν ἀγόμενοι, σκηνοῦσι μὲν ἐπὶ τῷ χείλει τοῦ ποταμοῦ, ᾧ καὶ δώσειν τὴν ἐπωνυμίαν ἤμελλον· δεῆσαν δὲ τοῖς νάμασι λούσασθαι, ἀμείβεται μὲν ὁ ποταμὸς καὶ | |
15 | τὸ ἀργυροῦν ὕδωρ Ἰνδοῖς ὁμιλῆσαν μελαίνεται· οἱ δὲ ὅπερ ἦσαν αὐτοί, τοῦτο καὶ εἶναι καὶ καλεῖσθαι τὸν ποταμὸν ἀπεργάζονται ... Ἐντεῦθεν ἄγει τὸν νεανίσκον ἡ φήμη ... Ὁ δὲ ἡμέτερος πλοῦτος οὐ χρυσός τις Γυγάδας ἢ | 106 |
20 | Λύδιος, ἀλλά τινες παῖδες ἡβῶντες μὲν τὴν ὥραν καὶ τὴν ἡλικίαν ἀκμάζοντες, σοβαροὶ μὲν ἰδεῖν καὶ ὑψαύχενες, ἅτε ἐκ μέσων Διὸς στέρνων γεινάμενοι ... | |
19(1t) | Ὅτι σπάνια τὰ καλά. | |
2 | Πέρσαι τὰ τόξα σπουδάζουσι, καὶ πᾶς ὁ βίος ἐκείνοις φαρέτρα καὶ βέλη ... [[... κἂν εὐωχῆταί ποτε, οὐ πόρρω τοῦ κρατῆρος τὰ | |
5 | βέλη κείσεται, καὶ—τὸ σύμπαν εἰπεῖν—ἐστὶ τὰ τόξα αὐτοῖς ὅπλα μέν, εἰ πολεμεῖν δεήσει, κόσμος δέ, ἐπειδὴ τὴν εἰρήνην ἄγωσιν ...]]. [[Οὐδὲ βασιλεὺς αὐτοῖς πονεῖ μὲν αὐτὸς τὰ τόξα ...]]. Ἐπαινῶ τὸν νόμον, δικαία φιλοπόνου γνώμης βά‐ | |
10 | σανος ... Σπάνια γὰρ εἶναι καθήκει τὰ τίμια ... Οἶδε τοῦτον πρὸ Περσῶν ἡ φύσις τὸν νόμον. οὐδεὶς ἂν ὠκεανὸν ἰδεῖν ἠξίωσεν, εἰ μὴ τὴν ἐν μέσῳ φυγὼν πε‐ ριεχύθη τῆς γῆς τοῖς τέρμασι. τίς δ’ ἂν εἴη πυραμίδων | 107 |
15 | λόγος, εἰ μὴ πόρρω τοῦτο τὸ θέαμα; ἢ τοῦ κατ’ Αἰθίοπας λίθου τοῦ Μέμνονος, εἰ μὴ κἀκεῖνον ἄνω τῆς πολλῆς θέας ἡ μήτηρ ἔστησε; ταῦτά τοι καὶ ἀλήθειαν ἀλλ’ οὐ μῦθον εἶναι τὸν περὶ αὐτοῦ λόγον πιστεύομεν, ὅτι λίθος ὁμιλήσας ἡλίῳ οἷον ἄνθρωπος ἠχεῖ καὶ φθέγγεται ... | |
20 | Μόλις καὶ ῥόδον ἡ φύσις ἀνθρώποις χαρίζεται, καὶ οὐδὲ τοῦτο ὁμοῦ τε φύει καὶ ἴσα πετάννυται, ἀλλ’ οἰκου‐ ρῆσαν τὸ πολὺ τῆς ἀκμῆς εἴσω τῆς κάλυκος, ὀψὲ προκύπτει καὶ σχίζεται. ἀλλ’ οὐδ’ ὀπωρίζειν ἔξεστιν, ὅταν ἐθέλωσιν ἄνθρωποι· ἀλλὰ κἂν μήλων ἐπιθυμῇς, κἂν συκάζειν ἐθέλῃς, | |
25 | ἀναμένεις τὴν ὥραν τὴν τῆς ὀπώρας ἐπώνυμον ... Τὸ δ’ ἐν Δωδώνῃ χαλκεῖον, ὅτι ἤχει ἀεί, μισήσας ὁ χρόνος διέλυσεν εἰς μῦθον τὸ τέχνημα· δεινὴ γὰρ ἡ συνήθεια κόρον τεκεῖν καὶ τὴν ἐξουσίαν ὕβρει λυμήνασθαι ... [[Ἀχθόμεθα καὶ ἡλίῳ πολλάκις, ὅτι πολύς ...]]. | |
30 | Οἰκοῦντες γῆν ζητοῦμεν θάλατταν, καὶ πλέοντες πάλιν περισκοποῦμεν τὰ λήια. ὁ πλωτὴρ μακαρίζει γηπόνον· καὶ | |
τὸν ναυτίλον ἀρότης ἡγεῖται πάλιν εὐδαίμονα. ταῦτα πάντα τοῦ κόρου παίγνια. κόρον γεννᾷ ἡ συνήθεια. φεύγωμεν τὸν κόρον, ὦ παῖδες· τοξεύει πολλάκις δι’ ὕβριν οὗτος καὶ αὐτοῖς | 108 | |
35 | ἤδη τοῖς ἔρωσιν· τοῦτο γάρ ποτε τῆς παροιμίας ἤκουσα. | |
20(1t) | Εἰς Μουσώνιον τὸν ἀνθύπατον Ἑλλάδος. | |
2 | Ὀκνοῦντά με πάνυ τὰ θέατρα, καὶ τῶν πανδήμων συλλόγων ἀπάγειν τοὺς λόγους σπεύδοντα, λῦσαι τὸν νό‐ μον ἠνάγκασας. λύει καὶ κύκνος σιγήν, λύραν ὅταν Ἀπόλ‐ | |
5 | λωνος ἀκούσῃ πλήττοντος, καὶ τῶν ἄντρων ἐξάγει τὴν ἀηδόνα πρὸς ἥλιον λιγυρὸν ἠχήσας ὁ Ζέφυρος ... Τολμᾷ καὶ ναύτης τὰ κύματα, καὶ βακχεῖος ἀνὴρ θαρρῶν ἐγείρει τὸ σκίρτημα, ὁ μέν, ἔαρ ὅταν ἴδῃ κοιμίζον θάλατ‐ ταν, ὁ δέ, ὅταν Διονύσου θύρσον δονοῦντος αἰσθάνηται ... | |
10 | Σὲ μὲν ποιητής τις εὔτολμος οὐκ ἂν οἶμαι ὀκνήσειεν οὐδ’ αὐτῷ εἰκάσαι Ἀπόλλωνι· τόξα δέ σοι καὶ βέλη το‐ σοῦτον φίλα, ὅσον Ἀπόλλωνος φύσιν ἐνδείξασθαι, ἀναί‐ | |
μακτα δὲ μένει ἀεί· σῆς γὰρ ἀκίδος φόνον ἀνθρώπων οὐ θέμις ἅψασθαι, ἀλλά τις ἔφυγε διὰ σὴν ψῆφον καὶ δήμιον | 109 | |
15 | ἤδη τὸ ξίφος κατὰ τῆς σφαγῆς ἀνατείνοντα ... Οὕτω καὶ πῶλος καλῶς πωλεύεται καὶ σκύλαξ δεξιῶς σκυλακεύεται, ὅταν ἄνευ κέντρου καὶ μάστιγος ὁ μὲν πω‐ λοδάμνης τὸν ἵππον, ὁ δὲ σκυλακευτὴς τὸν κύνα χειρὶ τιθασεύων ἐκτρέφειν βούλοιτο ... | |
20 | Τί Κῦρον ἐν Πέρσαις μέγαν ἐποίησεν; ἥμερος τρόπος καὶ μείλιχος ... Εὐτύχησε γὰρ ἀεὶ κατὰ βαρβάρων ἡ πόλις ... Ἀγγέλλει ποτὲ τὴν νίκην τῶν τις ἀριστέων τῷ δήμῳ· οἱ δὲ οὕτως αὐτὸν τῆς προθυμίας ἠγάσθησαν, ὥστε χαλ‐ | |
25 | κοῦς παρ’ Ἀθηναίοις ἀπὸ τῶν λόγων ἐκείνων ἕστηκεν ... Ὦ Μουσῶν ἔρνος, ὦ θρέμμα Χαρίτων ἥδιστον ... | |
21(1t) | Εἰς Σεβῆρον νέηλυν. | |
2 | Ἐμέμνητο δὲ ἄρα καὶ παρὰ τὰς μάχας Ἀχιλλεὺς τῆς λύρας· καὶ τὰ μὲν πεδία τοῖς ὅπλοις ἤστραπτεν, ὁ δὲ κατὰ | |
τὴν σκηνὴν τὴν ἑαυτοῦ κιθάραν ἥρμοζεν. ἡ δὲ τῆς ᾠδῆς | 110 | |
5 | ὑπόθεσις· ἤρα ἀρετῆς Ἀχιλλεύς, καὶ τὰ κλέα τῶν ἀνδρῶν νῦν μὲν πολεμῶν ἐμιμεῖτο, νῦν δὲ ᾠδὰς ἐργαζόμενος ... Ἔρις ἦν ἀμφὶ τοῖς παιδικοῖς τῶν θεῶν· ἀλλ’ οὔτε Ἀθηνᾶ τὰ ὅπλα ἔχουσα τοῖς ὅπλοις ἤριζεν, οὔτε Ποσειδῶν φέρων τὴν τρίαιναν, ταύτην προβέβλητο· ἀλλ’ ἡ μὲν τὸν | |
10 | θαλλὸν ἀνέσειεν, ὁ δὲ ἀντήχει τῷ κύματι. καὶ λύει ψῆφος τὴν κρίσιν καὶ Ἀθηνᾶ λαμβάνει τὰ νικητήρια ... Ἀλλὰ Μουσῶν χοροὶ καὶ Ἀπόλλωνος καθ’ ἁπαλῶν λειμόνων ἀθύρουσι ... Καὶ ἡ μὲν ηὔλει, ἡ δὲ κιθάραν εἶχεν, ἡ δὲ ἐνέπνει | |
15 | τῇ σύριγγι ... | |
22(1t) | Λαλιά. | |
2 | Ὅταν αἱ Μοῦσαι καθ’ Ἑλικῶνα χορεύωσι, πάντα μοι ἠχῆς ἐμπίμπλανται. ἠχεῖ μὲν τέττιξ, καὶ ἀναμιμνήσκει τὸν μῦθον τῷ μέλει, ὅτι ἐγώ, φησίν, ὢν ἄνθρωπος ᾖδον ἀεί, | |
5 | καὶ ἐπειδὴ τὴν φύσιν ἤμειψα, οὐ συναφῆκα τῷ βίῳ τὸν πόθον. ἀηδόνων δὲ καὶ χελιδόνων γένη, ἔτι δὲ κύκνων | |
ἀγέλαι, περὶ τὰς θεὰς χορεύουσιν. | 111 | |
23(1t) | Εἰς τὸν κόμητα Οὐρσάκιον. | |
2 | Χαίρει μὲν ἱεροφάντης μύστην ὄχλον ἐπιθυμοῦντα τῆς τελετῆς αἰσθόμενος, εὐφραίνεται δὲ ποιητής, ὅταν ἴδῃ σπουδῇ συρρέον ἐπὶ τὴν ποίησιν τὸ θέατρον, καὶ στρατη‐ | |
5 | γὸς ἡδέως δίδωσι τὰ τοῦ πολέμου συνθήματα, ὅταν ἴδῃ διψῶντα τὸν στρατιώτην τῆς μάχης ... Φίλον γὰρ οἶμαι ἑκάστῳ τὸ ἐπιχώριον, κἂν Αἰγύπτιος ἥκῃ τις ἀνήρ, εὑρήσει τὸν παρ’ ἡμῖν Νεῖλον διὰ τῶν λόγων ὑπὲρ Αἰγύπτου κυμαίνοντα ... | |
10 | Ὅσα γὰρ γραφεῖς, καὶ λόγοι δύνανται, μᾶλλον δὲ μι‐ κροτέρα μίμησις πᾶσα πρὸς λόγους· οὕτω δεινοί τινες ἄρα | |
πρὸς θήραν τῆς ἀληθείας τυγχάνουσιν ... Ἄβαριν τὸν σοφὸν γένος μὲν Ὑπερβόρειον λέγουσιν, Ἕλληνα δὲ τὴν φωνὴν γεγενῆσθαι, καὶ Σκύθην μὲν ἄχρι | 112 | |
15 | στολῆς τε καὶ σχήματος· εἰ δέ που γλῶτταν κινήσειε, τοῦτο ἐκεῖνο ἐκ μέσης Ἀκαδημίας καὶ αὐτοῦ Λυκείου νομίζεσθαι ... Ἐπειδὴ ἀνὴρ ἡμῖν ἐκ τῆς Ἰλλυρίδος σκηνοῖ, ποιητὴς ἂν εἴποι τις χρύσεον πρόσωπον ... Τὸν Ἐλευσίνιον ἔφηβον ἀρθῆναι λόγος πρὸς Δήμητρος, | |
20 | ἵνα τὴν νομάδα τράπεζαν ἡμέροις ἀμείψῃ πυροῖς. ἀλλὰ βέλος δῶρον ἀσπ[ίδ... 34 ... | αὐτῷ τῆς περὶ θεοῦ τιμῆς ὑπάρχῃ, τὸ βέλος ἐγνώρισε [... 33 ... Ἀθή|ναζέ τε ἀφικέ‐ σθαι, καὶ παρὰ τοὺς ἄλλους Ἕλληνας ὄν[... 33 ... Σκυ|θικοῖς πεδίοις ἄνθρωπος συνίησιν Ἑλλάδα φωνὴν καὶ [... 35 ... | | |
25 | ἐπιδημίαν ἐρῶν. ἧκεν Ἄβαρις Ἀθήναζε τόξα ἔχων, φα[ρέτραν ἡμμέ‐ νος εἰς ὦμον, χλαμύδι σφιγγόμενος· ζώνη ἦν κατ’ ἰξύων χρυσῆ, | ἀναξυρίδες αὐτῷ ἐκ ταρσῶν ἄκρων ἄχρι καὶ γλου‐ τῶν ἀ[νατείνουσαι, ὄμμα ἡδύ, χαρίεν πρόσωπον, Ἑλληνι‐ | |
30 | κὸν ἦθος | μηνύον τοῖς ἐντυγχάνουσιν. ἐπεὶ δὲ παρῆλθεν ὑ̣π̣’ αὐτῆς [... 35 ... | φωνὴν ἐσκόπουν τὴν γνώμην, εἰς ταύ‐ την ἑλληνίζει [... 26 ... τοῦτον πανταχόθεν | εὑρίσκομεν, καθ‐ άπερ ἐν ἁρμονίᾳ λύρας, σύμφωνον ἠχοῦντα [τῇ γνώμῃ τὸν λόγον. ἦν ἡδὺς ἐντυχεῖν, δεινὸς ἡσυχῇ μεγάλην | πρᾶξιν | |
35 | ἐργάσασθαι, ὀξὺς τὸ παρὸν ἰδεῖν, προμηθὴς τὸ [μέλλον φυλάττεσθαι, σοφίας ἥττων, ἐραστὴς φιλίας, ὀλίγα μὲν τύχῃ πιστεύων, γνώμῃ δὲ | τὰ πάντα πιστούμενος. ταῦτά τοι οὐ τῶν Σκυθικῶν αὐτο[... 33 ... σο|φίας καὶ λόγου τὴν τῆς ψυχῆς ἀρχὴν κρείττονα πάσης [... 35 ... | ἠθέλησεν εἰς τοὺς | 113 |
40 | ἀφ’ ἑαυτοῦ διαβιβάσας τὸν ἔρω[τα ... 33 ... | λόγῳ καθιεροῖ τοίνυν ἑαυτόν τε καὶ γένος Ἀπόλλωνι καὶ [... 34 ... ἐλ|θὼν ἐκ γῆς πατρῴας ἐξιλεούμενος. νῦν δέ, ἐπειδὴ παρῆλθεν [... 35 ... | τῆς λύρας ἐπιθυμήσας ἱερὸν ἠχούσης γεύσασθαι ἀγα‐ σθέντα [... 35 ...|ψασθαι, εἰς δὲ τοὺς ἀπ’ ἐκείνου σοφίαν πέμ‐ | |
45 | ψαι καὶ λόγους [... 35 ... | πατρὸς ὑ̣πο ... ´̣ ...όδας προσα‐ γορεύεσθαι ὁ ξένος ἔχ[... 34 ... α|ὐτόν, καὶ νεοκτίστῳ θεάτρῳ δεδεγμένου. φέρε καὶ περι[... 22 ... ὁ Κένταυρος ὅτε τὸ ἄν‐ τρον | δειμάμενος ἐν αὐτῷ τὴν λύραν ἥρμοζεν, ἧκεν αὐτῷ θεατὴς [τοῦ ἄντρου καὶ τῆς λύρας Αἰακὸς ὁ Διός· ὁ δὴ | |
23(50) | τοὺς ἐκ Πηλίου κύκνους κυ|κλόσε τοῦ ἄντρου στησάμενος ἐν μέσοις τὴν λύραν ἔπληττεν, ἔκ[πληξις δὲ κατεῖχε τὸ Πή‐ λιον ἅπαν, ἠχὼ ἀντιφθεγγομένων τῶν κύκνων | τῇ λύρᾳ. θαυμάσας δὴ οὖν ὁ Αἰακὸς τῆς σοφίας τὸν Κένταυρ[ον τοῦ | |
τε χοροῦ τῶν κύκνων, ὡς εὐθέως περὶ τὴν λύραν ἐχόρευον, | 114 | |
55 | τὸν Τελα|μῶνά τε καὶ Πηλέα φέρων δίδωσι τῷ Χείρωνι ἅμα τοῖς κ[ύκνοις ποιμαίνεσθαι ... 23 ... | καὶ θοίνης ἡμετέρας ἐμπίμπλασθαι, εἰ δὲ σιτίον οἱ λόγοι σοφίζ[ονται ... 32 ... | ἂν ἔχοι. | |
24(1t) | Εἰς Σεβῆρον ἑταῖρον. | |
2 | Τὴν τῶν [ἀνθρώπ]ων γενεὰν εἰσί τινες, οἳ καθάπερ ἔγκλημα [... 35 ... | πόλεις, οἷόν τι μέλει τῇ τέχνῃ τοὺς εὐφυεῖς, ὧν ἄ[... 35 ... | δημοσίᾳ τῶν πόλεων, ἃς ἐπιτρο‐ | |
5 | πεύσειν οἱ παῖδες ἐμ[... 35 ... | οἱ νέοι σοφισταί, ὡς οὐκ εἰκὸς εἶναι τὰς μὲν τῶν ἵππω̣ν̣ [... 35 ... | τέχνη ποιμαί‐ νει καὶ κατευθύνει τὰ θρέμματα πόλ[εως ... 35 ... |σαιτο, ἐντεῦθεν Περικλεῖς καὶ Καλλίαι· ἔ̣σ̣τ̣ι̣ δ̣ὲ̣ [... 35 ... | γενναίων βλαστήσαντες ἐπὶ τὴν ὑφ’ ἡλίω πᾶσαν ἐλύθησαν ἐρ̣[... | |
10 | 35 ... | αὐτοὶ ἀλλήλοις τοῦ βίου κοινωνῶμεν καὶ τῆς τοι‐ αύτης [... 35 ... | τοιαῦτα φιλοτιμεῖσθαι σπουδάσαντες, ὁ δὲ τῷ μ̣[... 31 ... ἐπιτη|δευμάτων μεταποιούμενος. ἀλλὰ γὰρ οὐ ταῖς ἀρχαῖς μόνον τῶν [καλῶν ἕπεται χάρις, ἀλλὰ | |
καὶ ὅστις θαυμάσας εἶτα ἐζήλωσεν. οὐκ ἦν | ἀδοξότερος | 115 | |
15 | Δαιδάλου Φειδίας, ὅτι παρὰ μὲν ἐκείνου [τὸ σπέρμα τῆς τέ‐ χνης, ὁ δὲ ἄρα ὁλόκληρον τὴν Πλατωνικὴν τῷ γένει τῶν ἀν‐ θρώπων ἐδημιούργησεν, οὐκ Ἐπιχάρμου Κρατῖνος, οὐ τῶν] ἀμφὶ Τισίαν καὶ Κόρακα οἱ κατὰ Γοργίαν καὶ Πρωταγόραν ἀνθήσαντες | ... 32 ...] ὀξύνειν τῷ λόγῳ· ἀκούῃς ἂν ἤδη ἐπὶ | |
20 | τούτοις, ὦ παῖ, | ... 32 ...] ὧν οἱ μὲν πτερωθέντες ἐπὶ τοσοῦ‐ τον, ἐφ’ ὅσον εἰκάσαι τοὺς μέλλοντας | ... 32 ...] τὴν δόξαν συνα‐ ποτείνοντες, οἱ δὲ ἐπανθοῦσι Λακωνικῶς τινα | ... 32 ...] κλέος, οἷς θαυμασθήσεται· ἀτὰρ δὴ καὶ αὐτὸς ὥσπερ Ὀλυμπικόν | τι στάδιον τὴν ἡμετέραν συνουσίαν παρήγγειλε. κή]ρυγμα τέως | |
25 | οὐκ ἄκομψον, ὁ δεῖνα τοῦ δεῖνος· πατρὸς δὲ ἦν ἀγαθοῦ | ... 32 ...]ο δὲ τῷ κηρύγματι καὶ ἔθνος καὶ γένος. τὸ μὲν οὖν ἔθνος, Πόντος | ... 32 ...]ίαν ἄχρι καὶ τῆς ἑτέρας πλευρᾶς διὰ Βοσπόρου τε καὶ Κιμμερίων περι|... 32 ...] Ῥωμαίων τελέ‐ σαντας. ἤδη δέ τινες καὶ τὴν ὕπαρχον ἐξουσίαν νόμῳ | | |
30 | ... 32 ...] κἀμὲ οὐχ ἥκιστα πάντων ἐπιστρέφει πρὸς σέ, καὶ σοὶ ζῆλον | ... 32 ...]σομεν. καίτοιγε ὁμοῦ τε ἀνάξιον ὑπάρ‐ χει φθέγγεσθαι | ... 32 ...] αὐτὸς ἅπερ ἀκήκοα, ἀνέῳξαν ἐκείνῳ τὰς βασιλείους | ... 32 ...]ξαντες δὲ εὐθὺς φίλοις βασιλέως ἐνέγραψαν· θαυμα|... 32 ...]μα συνήθροιζε κα‐ | |
35 | τὰ τῶν ἀθλητῶν τοὺς ὅσοι στεφάνων | ... 32 ...] δὲ ἢ | |
κατὰ τοὺς ἄλλους ἀρχῆς ἀρξάμενος οἷόν τινα | ... 32 ...]ος. Γαλάται τῶν τιμῶν ἦσαν προοίμιον, Βιθυνοὶ μετ’ ἐκείνους | ... 32 ...] Βιθυνὸν τὴν χάριν σὺν τοῖς ἄλλοις περιοίκοις ὕπαρχον | ... 32 ...] ὥσπερ τινὸς Ὀρφέως λύρας ἀκούοντες, | 116 | |
40 | ἵν’ ἐπὶ τοῖς ἄλλοις | ........ αἱ Μοῦσαι δὲ ἔδοσαν Ὀρφεῖ τὸ Καλλιόπης] μέλος ἁρμόσασθαι, ἵν’ ἐν μέσοις πλήξας τὴν λύραν θη|ρία—φησί—κοιμίσῃ τῷ μέλει. μῦθος δέ τις τοῦτο παραλαβὼν πε]ρὶ Ὀρφέως καὶ κατ’ ἐκείνου νεα‐ νιεύσεται, ὅτε θηρίοις ἐπαφεὶς | ... 32 ... μ]ὲν οὖν γένη καὶ | |
45 | πόλεις ἐκ βασιλέως ἰθύνειν εἴληχε. καὶ δὴ | ... 31 ... ἑ]κά‐ στους εἴργασται ἐβουλόμην μὲν εἶναι καὶ ἀπαγγεῖλαι | ... 32 ...]ε τοῖς παραιν̣ο̣ῦ̣σ̣ι τοὺς λόγους, νυνὶ δὲ τὸ πλῆθος τῶν | ... 24 ... τίς γὰρ ἐκείνου] μᾶλλον ἢ σὺν τάχει τὴν τοῦ δικαίου φύσιν ἐθήρευεν, ἢ σὺν ὀρθότητι θηρεύσας ἐδη‐ | |
24(50) | μοσίευεν; τίς μὲν | οὕτως ὀξὺς πρᾶξαι, τίς δὲ βραδὺς κο‐ λάσαι τὸν κινδ]υνεύοντα; τίς μὲν οὕτω κρείττων χρυσίου, τίς δὲ ἥττων | φιλανθρωπίας καὶ τοῦ κατελεῆσαι τὸν δυ‐ στυχήσαντα, ἁδρὸς] μὲν ἐν λόγοις, ἔργα δὲ καὶ πράξεις ἁδρότερος; ἴσασι | ... 32 ...] ἐλέγξαντες ἐν θαλάττῃ λίμνην | |
55 | ἀκώλυτον ἐπέχεον | ... 32 ...]ο καθ’ Ὅμηρον, ἵνα τίς σε καὶ ὀψιγόνων εὖ εἴπῃ, ὃς ἐξῆγε | ... 31 ... μ]άχας ἐκέλευσεν, ὥπλιζε δὲ κατὰ μὲν Ἑλλήνων | ... 32 ...]λην τρεψάμενον. | |
τί Πλάτωνα σοφὸν ἐποίησε; Σόλων | ... 32 ...]μα Ἡρα‐ κλέους παρὰ τοῖς Ἕλλησι, Σωκράτης δὲ πρὸς ἀρετὴν ἀλ| | 117 | |
60 | ... 32 ...] τῆς ἡμετέρας τέχνης ἡγεμών τις καὶ ἔξαρχος πα‐ ροξύναι τὸν | ... 32 ...] ἡμῖν ἔργα ἐξέθετο, ἤδη δέ τινας αὐτῶν καὶ ὅρκους ἐκεῖνος | ... 32 ...]όμενος, ἵν’ ἐπεγείρῃ πρὸς ἔργα τὴν πόλιν. ἐρῶ δέ τί σοι καὶ | Λακωνικὸν διήγημα. νεανίσκῳ Λάκωνι πολεμοῦντι] θαμὰ οὐκ εὖ ἐχώ‐ | |
65 | ρει τὰ περὶ τὰς τύχας πράγματα. | ἀλγήσασα οὖν ἡ μή‐ τηρ ἐπὶ τοῖς πταίσμασιν—δειναὶ γὰρ αἱ] Λακωνικαὶ γυναῖκες ἐρασθῆναι λόγων ἢ πράξεων—| τοιόνδε τι ἐμηχανήσατο. ἦν ἀσπὶς ἐν τῷ τῆς Ἀθηνᾶς τεμέ]νει χαλκῆ ἀνδρὸς ἀριστέως ἀνάθημά τινος, ἐκ τῆς οἰκίας ἐκείνης, | |
70 | ἀφ’ ἧς ὁ νεανίσκος ἐτύγχανε· ταύτην ἡ μήτηρ [κρύφα συλήσασα—κατετόλμητο γὰρ καὶ τοῦ Λυκούργου Λακω‐ νικὴ | μήτηρ, ἵνα παιδὸς δυσπραγίαν παραμυθήσηται— ὀρέγει τῷ παιδὶ δρα[πετεύοντι προειποῦσα νίκην ἢ θάνα‐ τον. ὁ δὲ λαβὼν ἅμα | τῇ ἀσπίδι τὸ σύνθημα, ἀπ’ ἐκείνης, | |
75 | ὥς φασι, τῆς ἡμέρας ἀρξάμενος [ἐνδοξότατος ἁπάντων Σπαρτιατῶν ἐγνωρίζετο, καὶ νικηφόρος ἀνὰ | τὴν πόλιν | |
ἀνηγορεύετο. | 118 | |
25(1t) | Εἰς Σκυλάκιον τὸν ἀνθύπατον Ἑλλάδος. | |
2 | Φέρε δὴ μετὰ τὴν μυρρίνην καὶ τὸν στέφανον τῶν Ἀθηναίων τὰ Μουσῶν [... 32 ... | Μούσαις συγχόρευσον, εἰ καὶ ὀψὲ καὶ μόλις τὴν ἀγωνίαν ἐθάρρησας. [καίτοι καὶ | |
5 | Ἀχιλλέα τὸν Θέτιδος ἀγωνοθετοῦντα τοῖς ἡμιθέοις | τὸν πόλεμον ὕστατον ὥπλισεν ἐπὶ τὰς μάχας ἡ ποίησις· οὐ γὰρ ἠνείχετο [φανῆναι κατὰ τὸ πεδίον μαχόμενος, πρὶν ἂν ὅπλα | παρὰ Ἡφαίστου δέξηται. ἐπεὶ δὲ ἧκεν ἐξ οὐρα‐ νοῦ χρυσῷ μὲν ἀσπὶς [ἀστράπτουσα, καὶ τὴν Ἡφαίστου | |
10 | μηνύουσα χεῖρα τοῖς θαύμασιν, ὅτι μόνη | διὰ σοφίαν ἠπί‐ στατο τῇ τέχνῃ φύσιν μιμήσασθαι, οὐκέτι μένειν εἴ[σω τῆς σκηνῆς οὐδὲ τὰς μάχας κλύειν ἠνείχετο, ἀλλ’ ἁρ|πάσας | |
τὴν πανοπλίαν, ἣν ὁ θεὸς ἐχαλκεύσατο, τὸν Ἐνυάλιον κατὰ τὸ πεδίον ἐ[χόρευσεν ... 24 ... | ἀρίστων συνθήματα. | 119 | |
15 | καὶ σπεύδει μὲν ἐπὶ πᾶσαν ἀθλητὴς ἀγωνίαν, ὅταν [σπου‐ δαῖον τὸν Ἑλλανοδίκην αἰσθάνηται· 〈σπεύδει δὲ〉 | στρα‐ τιώτης ἐπὶ τὸν πόλεμον, ὅταν ὑπὸ γενναίῳ στρατηγῷ στρατεύων ἔρχηται [... 28 ... | θαρρεῖ δὲ καὶ πλωτὴρ τὴν θάλασσαν, ὅταν εὐθύνῃ κυβερνήτης τὸ σκάφος εἰ[... 28 ... | | |
20 | ἐγὼ διὰ τοῦτο ἡδέως τῇ τοῦ Πανὸς ὀρχεῖσθαι σύριγγι, ὅτι καὶ αὐτὸς ἐπίσταται μὴ [... 22 ... Ἀπελλῆς δὲ | ἄρα οὐδὲ ἠξίου δεικνύναι γραφήν, εἰ μὴ γραφικός τις ἀνὴρ τὴν χεῖρα μέλλ[οι θεάσασθαι· ... 21 ... | ἡδέως ἔχειν Ἀλέξανδρον, ὅτι τὴν ἱππικὴν τέχνην ἄριστα Μακεδόνων ἠπίστατο. | |
25 | ἀκούω δὲ καὶ περὶ Μούσης τῆς Αἰθιοπικῆς τοιόνδε | τινὰ λόγον. κρήνη τῶν προπόδων αὐτῆς ἐκδίδωσιν, ἣν ἔκ τινος ὀλίγης πί[δακος εἰς ποταμοῦ φύσιν λόγος πλατύνεσθαι· Διονύσου | πηγὴν ταύτην καλοῦσιν Αἰθίοπες, φύσις δὲ ἥδε τοῦ νάματος· κλέπτεσθαι [μέν, εἴ τις ἐθέλοι πιεῖν ἀβάκχευ‐ | |
30 | τος, πλημμυρεῖν δὲ | αὖ πάλιν, εἰ βακχικός τις προσίῃ ψαύσων τοῦ νάματος. πόθεν δὲ καὶ ἡμῖν, ὦ [... 24 ... σάλπι|γξ τὸ σύνθημα, ἣ πρότερον μὲν ἐν βασιλείοις το‐ σοῦτον ἤστραψεν, ὥστε [... 28 ... | ὕστερον δὲ ἐπὶ Ἰωνίας ἀφεῖσα τὰ βέλη· ἐπεὶ κἀκείνην ἡρμόσατο [... 28 ... | τί οὖν, | |
35 | ὦ λόγοι, τί πρὸς Μουσῶν, ὦ φίλοι, δράσομεν; τίνα καὶ αὐτοὶ Μοῦ[σαν ... 26 ... | βούλεσθε; ποθεῖ γὰρ ποθεῖ γνῶναι καὶ μαθεῖν ἐκείνην τὴν σάλπιγγα [... 28 ... | Ζεὺς διὰ τοῦτο | |
τὴν Χείρωνος λύραν, ὅτι μόην Κενταύρων τὸ Διὸς γένος ἐπαι[νεῖν ... 25 ... | τῶν λόγων συνέριθον. κοῦφα μὲν τὰ | 120 | |
40 | ποιητῶν πτερά, καὶ διὰ τοῦτο [... 28 ... | λόγοις τοῖς ἡμετέροις ἀγχίθυρος. φέρε ταύτῃ τὸν ὕμνον πιστεύσωμεν [... 26 ... ἁρ|μόσαντες. τὴν εὐγένειαν οἱ πάλαι γνώμῃ καὶ γένει μερίσαντες, οἱ μ[ὲν ... 28 ...|ζοντες, τὴν δὲ ἑκατέρας σύνοδον σπανίως μὲν ἀνθρώποις εἶναι [... 28 ... | τινὶ μοίρᾳ | |
45 | ταύτης τῆς εὐκληρίας ηὐτύχησεν, ὅσῳ φίλον εἰδέν[αι ... 26 ... | οὐ σχολὴ τὰ ἄνω ζητεῖν· ἐγγὺς γὰρ ὁ δώσων τὴν μαρτυρίαν τῷ λό[γῳ ... 23 ... δύο | γένη παρὰ τοῖς Ἕλλη‐ σιν ἀνθῆσαι λέγεται, τὸ μὲν ἐκ Διὸς δι’ Αἰα[κοῦ, τὸ δὲ ἐκ Ποσειδῶνος διὰ Θησέως γενόμενον, | τὸ μὲν Ἀττικόν, τὸ | |
25(50) | δὲ ἐξ Αἰγίνης τὸ πρότερον· τούτων δὲ ἀμφοῖν [νικάτω μὲν ὅπερ τις βούλεται, πάντως δὲ | ὑπὲρ τούτου τὴν νίκην οἴσεται. τὸ δὲ τοῦ γένους ἐπίσημον οὐκ ὦμ[ός τις, ὥσπερ οἱ Πελοπίδαι φασίν, ἀλλὰ δικαιοσύνη | μὲν τὸ τῶν Αἰακι‐ δῶν καλόν, φιλανθρωπία δὲ δείκνυσι τὸ τῶ[ν Ἀθηναίων | |
55 | ἐξαίρετον· ... 17 ... | Ἀττικὰ ἀνιστορεῖν τὸν ἄνδρα τοῦτον βουλόμενος· πειθὼ γὰρ το[... 28 ... | Περικλέα τὸν Παια‐ νιέα τὸν δίκαιον· ὥσπερ γὰρ οἱ πολυτ[ελεῖς ... 26 ... ... 30 ...] Ἀττικὸν φρόνημα, ὥσπερ τι πάγκαλον ἄγαλμα τὴν ἑαυτοῦ τέχνην | ... 30 ...] εἰρήσθω· γνώμης δὲ ἄρα | |
60 | ἀπόδειξιν φθάνει μὲν προαρπάσας ὁ λόγος· ὅμως γοῦν | ... 30 ...] καὶ ψυχήν, συνεχὴς τὴν φύσιν καὶ οὐ σχιζόμε‐ νος, ὥσπερ οἱ σοφοὶ πλασταὶ μι[μοῦνται ... 26 ...] τ’ ἄλλης ἀρετῆς κατὰ τὴν χορείαν μερίζεσθαι· τὰ δὲ τῶν ἀρετῶν | |
ἔργα ἀδικεῖ | μὲν ὁ καιρὸς τὸν λόγον μὴ συγχωρῶν πάντα | 121 | |
65 | καταριθμήσα]σθαι· μνηστέον δ’ οὖν ὁπόσων ἔξεστι. θαυμά‐ ζεις ἀνδρείαν καὶ δικαιοσύνην καὶ σω|φροσύνην ... 27 ...] τίνα δὴ τὰ ἔργα τῶν ἀρετῶν; ἀνδρείας μὲν ἀπόδειξις, οἱ πρὶν μὲν δοῦλοι Πισίδαι | ... 30 ...] τὰ κατὰ Μαιάνδρου σοφίσματα. δικαιοσύνης δὲ ἡγεμόνων κρίσεις σω|... 28 ... | |
70 | πρ]ῶτον τῆς ἑαυτοῦ κρατῆσαι ψυχῆς καὶ παντὸς ὑπερ‐ άνω τὴν χεῖρα ἀναθεῖναι | ... 30 ...] εἴπωμεν, ἀπὸ Μαιάν‐ δρου πρῶτον ἀρξάμενοι. ἐπεὶ καὶ πρεσβεύειν | ... 30 ...]κειν Μαίανδρον. ὁ γὰρ ποταμός, ὅσον πλήθει τοῦ Νείλου λεί‐ πεται, | τοσοῦτον φύσει περίεστι· τοῦ μὲν γὰρ μῦθος ἡ | |
75 | γῆ,] ἣν Αἰγυπτίοις χαρίζεται· ὁ δὲ πλωτῆρας ἀποσυλή‐ σας τὴν θάλασσαν | γηπόνοις σχίζειν ἔδωκεν ἀρότροις ἀντὶ κυμάτων τοὺς αὔλα]κας. ἴδοις ἂν πεδίον μὲν τὴν πρόσθεν θάλασσαν, σκιρτῶντα δὲ ἀντὶ μὲν | δελφίνων νεβρόν, ἀντὶ δὲ ναύτου κελεύοντος νομέως ἠ]χούσης ἀκούσῃ σύριγγος. | |
80 | ἡ γὰρ φύσις τοῦ τόπου τοιάδε τις· κόλπος ἀνίσχων | ... 30 ...]ης σχίζει τὴν νῆσον ἀπὸ τῆς πόλεως· ὁ δὲ Μαίαν‐ δρος οὗτος εἰς τοῦτον τὸν | ... 27 ... αὔλα]κας, τὴν ἤπειρον κόλπον εἰργάσατο. ἰδὼν δὲ οὗτος ἀδικουμένην τὴν φύσιν | ... 29 ... ἴ]σα τῷ μεγέθει καὶ θαλάττῃ—καὶ γὰρ κόλποις | |
85 | ἤνθει καὶ ναυτιλίαν παρεί|χετο ... 26 ... δ]ὴ τὴν λίμνην ταύτην αὐχμῶσαν ὕδατι χρόνῳ, διώρυχι κατὰ τὸ πεδίον | ... 30 ...] ἐπιχωρίοις ἔδωκε λίμνην, ποταμὸν τὴν θάλασσαν. Κῦρον μὲν δὴ λόγος τὸν | Πέρσην χαλεπήναντα Γύνδῃ | |
τῷ ποταμῷ, ὅτι Νισαῖον ἐπι]κλύσας ἔκρυψε πῶλον τῷ | 122 | |
90 | κύματι, εἰς διώρυχας σχίσαι τὸ ῥεῦμα—ἦν δὲ | τὸ πρῶτον ναυσιπόρος—ἵνα γυναιξὶν Ἀσσυρίαις βατὸν] τὸν Γύνδην ἐργάσηται. σὺ δὲ οὐ πῶλον ζητῶν ἀγέρωχον, ἀλλ’ ἰδὼν ἀδικουμένην | τὴν χώραν ... 23 ... ἔτρ]εψας, ᾗ ποταμῷ φύσις κομίζεσθαι, τῇ πόλει δὲ ἀπέδωκας τοὺς λιμένας καὶ τὰ | ... | |
95 | 30 ...] ὧδέ πως εἰργάσθη. τὸ δὲ κατὰ Πισίδας ἡλίκον; λῃσταὶ Πισίδας ἀνήλισκον· ἄβατος ἦν | τοῖς ἐργαζομένοις ἡ χώρα ... 15 ...]ς λεῖα ἀπήλαυνε. φανέντος δὲ τούτου μετὰ τῶν νόμων, τὸ λῃστρικὸν ἅπαν | 30 ...] ἀνάλωσεν. ἔστη τις ὑπὸ τῇ σῇ δίκῃ χρυσῷ τὴν δίκην αἰσχύναι τολμήσας | | |
25(100) | ... 30 ...]ν̣ιδι ἀπῆλθε μαθὼν μὴ θεῷ τοιαύτῃ λυμήνασθαι. ἀλλ’ ὦ πάντων | ... 30 ...]ν, ὦ σοφίας ἁπάσης ἐνδιαίτημα· ταυτί σοι τέως ὥσπερ τῶν λόγων | ... 30 ...]άττομεν· εἴη δέ σοι καὶ τρίτον καὶ πολλάκις τὸν αὐτὸν στήσασθαι. σὺ δέ μοι | ... 30 ...] τῆς ἡγεμονίας οἱ λόγοι, ἵνα ὑπὸ τῇ σῇ | |
105 | δίκῃ τὰ σεμνὰ Θέμιδος μαθὼν μυ|στήρια ... ?? ...]. | |
26(1t) | Εἰς νεήλυδας Ἐφεσίους καὶ Μυσοὺς κ.τ.λ. | |
2 | Ὅτε τὸν μαντικὸν Ἀπόλλων ἱδρύσας τρίποδα τοῖς παντα]χόθεν ἐθέσπιζε, πάντα γένη καὶ πᾶσαι πόλεις ἐπὶ | |
τὸν θεὸν ἐστέλλοντο | ὑπὸ τῆς φήμης δημαγωγούμενοι ... | 123 | |
5 | 14 ...] οἶμαι, χαίρων ταῖς θεωρίαις αὐτῶν, τὰς μαντικὰς ἡμέρας τοῖς ἀφικνουμένοις | ... 30 ...] πάλιν. δεῖ γάρ, οἶμαι, τῆς ἱερᾶς δάφνης καὶ θεοῦ δῆμον καὶ προφητῶν γεύ|σα‐ σθαι ... 23 ... Ἀθηναίο]ις καὶ Ἴωσιν. οἱ μὲν γὰρ ἐξ Ἡρα‐ κλέους φύντες, οἱ δὲ ἐξ Ἴωνος πόρρωθεν | ... 30 ...]ο ἀποικίαν | |
10 | τὴν Ἰωνικήν, δι’ ἣν Ἴωνες μικροῦ καὶ Ἀθηναῖοι νομίζονται, πόθεν ἄλλοθεν ἐκφοιτῆσαι λόγος κατέχει, ἢ παρὰ Δελ̣φῶν καὶ [... 35 ... | ἦν ἡ γῆ αὐτῶν πρὶν τὸ γὰρ ἑλληνίζειν μόνοις το̣ύ̣τ̣ων [... 35 ... | κληθείη, καὶ οἱ ἐν αὐτῇ ἀδελφοί, Κόδρος τῇ Ἀττικῇ γλώττῃ [... 35 ... | πόλεμος. ἔθυον οὖν δὴ καὶ | |
15 | ταῖς Ἀττικαῖς Μούσαις [... 35 ... | λόγῳ, καθάπερ Ὀλυμπιά‐ σιν ἔθος, ὅταν τὴν πανήγυριν τῷ [θεῷ ... 30 ... Ἡρα|κλεί‐ δας αὐχεῖ προπάτορας, πρῶτος ἁπτέσθω τῶν ἱερείων [... 35 ... | Μούσαις τὸ πάγκαλον, ἀντὶ δὲ τῶν ἱερείων τούτων αἱ Μοῦσαι [... 35 ... | καταλαμβάνειν ἢ θάλατταν. ταῦτα μὲν | |
20 | γὰρ ἴση τύχη κρι[νομένη ... 32 ... | ἡμῖν δὲ καὶ ἀφ’ ἑστίας ὁ ζῆλος τυγχάνει προκείμενος, ὅσον φιλεῖ καὶ [... 28 ... Ἀχιλλέα γε|νέσθαι κατὰ τὰς μάχας ἐκ τῶν μαθημάτων Χείρωνος· ᾐδεῖτο δὲ [... 35 ... | καὶ Ἀλκιβιάδην πλέον Σω‐ κράτης ἐπὶ τοὺς πόνους ὥπλιζεν ἢ τ[... 35 ... | ἴσως δὲ οὐκ | |
25 | ἀηδὴς ὁ λόγος τοῖς πολλοῖς φανήσεται· ἀ[... 33 ... νεα|νίσκος τις γυμναστὴς σπουδαῖον ἠξίου ἵνα τῆς τῶν Πυθίων [... 35 ...|ψειεν· ἡ δέ γε πόλις καὶ ὁ πατὴρ ἐπ’ ἄλλον ἦγον | |
ἀγῶνα· ἄ̣λ̣λος ἄ[... 35 ... | χαίρειν ἐᾶν, τῷ δὲ γυμναστῇ πιστεῦσαι, καὶ δὴ ἄρας τις εἶχε [... 33 ... νεα|νίσκου τὸν θεὸν | 124 | |
30 | δοῦναι νικῆσαι καὶ τῷ πατρὶ πέμψαι μετὰ [... 35 ... | Νη‐ λέως—κοινὸν γὰρ ἡμῶν τὸ θέατρον—ἐπειδὴ συνάπτει με[... 35 ...|σεται δὲ τῆς ἀποικίας ἡμῖν οὐ σμήνη μελισσῶν βο‐ τρυδὸν ἐπὶ ν[... 35 ... | νάμασιν, ὡς καὶ πάντα τῷ μέλει κοιμίσαι, ἵνα πᾶσαν Ἀττικ[ὴν ... 18 ... ὥσπερ δὴ Λέσβον | |
35 | τὴν νῆσον, περὶ ἣν | Αἰγαῖος κυμαίνων σχίζεται, ἄμουσον οὖσαν χρόνον τὸν ἔμπροσ[θεν ἡ Ὀρφέως προσενεχθεῖσα διὰ τῆς θαλάττης λύρα οὕτω μουσικὴν | εἰργάσατο, ὡς ἐπὶ πᾶσαν χυθῆναι τὴν ὑφ’ ἡλίῳ τῆς μουσι[κῆς ἐκείνης τὰ θαύματα. | |
27(1t) | Εἰς τοὺς ἐκ πατρίδος ἑταίρους. | |
2 | Ἀλλὰ γὰρ ὥρα λοιπόν, ὦ παῖδες, καὶ τοῖς πολίταις τὴν λύραν τὴν ἡ[μετέραν ἁρμόσασθαι ... 24 ... | λόγων θέαν αἱ Μοῦσαι ἤγαγον, ὃς τοσοῦτον ἐρᾷ τῶν λόγων, ὥσ[τε ... | |
5 | 35 ... | Θρᾳκῶν, οἷον εἰς Ὀρφέα καὶ Καλλιόπην ἀνενέγκασαι | |
λόγος [... 35 ... | εἰς αὐτὸν μετὰ τοῦ γένους τοὔνομα· εὖ τε οὖν ἔχει πρὸς λόγ[... 35 ... | ἀλλὰ σὲ μόνον ὑπόθεσιν οἱ λόγοι καὶ αὖθις θήσονται, νυνὶ δὲ δύ[... 35 ... | οὗτοι ταῖς Μούσαις συγχορεύουσιν, ἀλλ’ ἐς τόδε ἔμειναν τῶν ἡμ[... 35 | 125 | |
10 | ... | τῶν ἑταίρων τῆσδε τῆς φάλαγγος ἐπὶ τὴν κοινὴν ἑστίαν ξεν[... 35 ... | δίκαιος. καὶ τοῦτο ἀκούω καὶ Ἡσιόδου κελεύον‐ τος ἡμῶν ἤτ[... 35 ... | σοφὰ καὶ καλὰ ἔπη. Μουσῶν δὲ ποιήματα πῶς οὐ πολλὰ κ[... 35 ... | μόνον, ἀλλὰ καὶ θεοὺς ταὐτὸ περὶ πατρίδος δοξάζοντας. φιλεῖ [μὲν Δῆλον ... 30 ... | | |
15 | θαλάττης ἔστησε, πρὶν Ἀπόλλωνα φῆναι, σαλεύουσαν· [φιλεῖ δὲ Θήβας ὁ Διόνυσος, ὅτι τὰς ὠδῖνας ἐπ’ αὐτῇ Σε|μέλης ἔστησε, καὶ Πὰν Ἀρκάσιν ἁβρύνεται, καὶ Ἀφρο‐ δ[ίτη Πάφῳ, καὶ τῇ κατ’ Εὐρώταν πόλει Διόσκουροι· Ὅμη‐ ρος δὲ | οὐδὲ ἐξ οὐρανοῦ τοὺς πολλοὺς τῶν θεῶν, ἀλλ’ ἐξ | |
20 | ὀρῶν ἄγ[ει καὶ πόλεων, Ἀργείαν Ἥραν καὶ Δωδωναῖον τὸν Δία καὶ Λυκηγενῆ τὸν | Ἀπόλλωνα καλῶν· τῷ δὲ τῆς ἡμε‐ τέρας τέχνης θεῷ τάχα που[... 35 ... | παρ’ αὐτοῦ, ὅ τι χαρί‐ ζοιτο δὴ τῷ θεῷ καλῶν τὸν Ἑρμῆ [... 35 ... ... 35 ...] ἴσα περὶ πατρίδος φρονήσαντας. φιλεῖ μὲν τὴν μικρὰν Ἰ|θάκην | |
25 | ... 33 ... κα]λούμενος, κἂν πολλάκις τὴν μελίαν κινῇ κατ’ Ἴλιον, κἂν μόνος | ... 33 ... πο]λυχρύσαις Μυκήναις, ἀλλὰ τῇ μικρᾷ Πύλῳ δίδωσιν Ὅμηρος | ... 24 ... κοσμεῖ μὲν γὰρ Ἀνακρέων τὴν] Τηΐων πόλιν τοῖς μέλεσι, κἀκεῖθεν ἄγει τοὺς Ἔρωτας· κοσμεῖ δὲ | καὶ Ἀλκαῖος τὴν Λέσβον καὶ πανταχοῦ τῶν μελῶν | |
30 | προσάγει Μυτιλήνην,] καὶ Σιμωνίδῃ καὶ Βακχυλίδῃ ἡ Ἰουλὶς ἐσπούδασται· τὴν δὲ Ἱ|μέραν τὴν Σικελικὴν οὐκ ἐλευθέραν ποιεῖ μόνον τῶν τυράννων,] ἀλλὰ καὶ λόγοις κοσμεῖ Στη‐ σίχορος. ἡμεῖς δέ, ὦ φίλοι, | τί τὴν ἐνεγκοῦσαν πόλιν ποιή‐ σομεν; ἀλλ’ ἐπεὶ οὐκ ἐπὶ τῶν ἀφέτων] ἁρμάτων ἡμεῖς ὀχού‐ | 126 |
35 | μεθα, οὐδὲ τὰ ποιητῶν σπουδάζομεν, φέρε ἀν|δράσι καὶ λόγοις τὴν πόλιν τειχίσωμεν ... 13 ...] Λυκοῦργος, ὅτε μετὰ τοῦ θεοῦ Λακεδαιμονίοις τοὺς νόμους | ... 35 ...] πολυτελέσιν ἀν‐ θήσασαι μικροῖς λειψάνοις γνωρί|ζονται ... 32 ...]τα ταῖς μνήμαις ὁ χρόνος ταῖς τῶν ἀνθρώπων ἐτήρησεν· ἤγειρε | |
40 | μὲν | ... 32 ... Θηβ]αίων τείχη διὰ τῆς λύρας Ἀμφίονος, Σωκράτης δὲ αὐτὸς μὲν κοινῶς | ... 35 ...]ὲ ἀεὶ καὶ ῥήτορσι τὴν πόλιν ἀνώρθωσε, καὶ Φρυγίαν Αἴσωπος | εἰς μόνον τὸν μῦθον ἐγνώρισε. Πλάτων δέ, αἰτιασαμένου τινός,] ὅτι μὴ στρατηγοίη μηδὲ πολιτεύοιτο· οὐ γὰρ ἐμέ, φησίν, ἡ Χα‐ | |
45 | βρίου | ... 33 ... γνώ]ριμοι Πλάτωνος. ἐθέλω δὲ ὑμῖν καὶ περὶ Πυθαγόρου λόγον | ... 35 ...]ζεν, οὐκ ἐν Σάμῳ τὰς διατριβάς, ἀλλ’ ἐπ’ Ἰταλίας πεποίηται | ... 35 ...] εἶναι τῆς ἐκείνου φιλο‐ σοφίας τὴν πατρίδα Σάμον συνέβαινε. | δεινὸν οὖν τὸ πρᾶγμα ὑπολαβών, εἰ μὴ καλλωπίζοιτο τοῖς ἐκείν]ου καλοῖς ἡ πόλις, | |
27(50) | ἀφ’ ἧς ἐγένετο τὰ πρῶτα τῆς ἡλικίας | ... 35 ...] εὐδαίμονα δι’ ἐκείνην οὐ μόνον Σάμον ἀλλὰ καὶ πᾶσαν τὴν Ἰωνίαν | | |
ἐποίησεν ... ?? ...]. | 127 | |
28(1t) | Εἰς Ἀθήναιον κόμητα. | |
2 | Τὴν δὲ Ὁμήρου τὴν μεγάλην ἠχὼ τί τῶν ἁπάντων ἐξέμηνεν; οὐκ ἀνδρῶν δόξα; ... Ἦιδε μὲν Ὀλυμπιάσι τὴν Ἱέρωνος δόξαν πρὸς λύραν | |
5 | ὁ Πίνδαρος, ᾖδε δὲ Ἀνακρέων τὴν Πολυκράτους τύχην Σα‐ μίων τῇ θεῷ πέμπουσαν ἱερά· καὶ Ἀλκαῖος ἐν ᾠδαῖς | |
εἶχε Θαλῆν, ὅτε καὶ Λέσβος πανήγυριν 〈ἤγειρε〉· Σαπφὼ δὲ μόνη γυναικῶν μετὰ λύρας ἐρασθεῖσα 〈καλῶν〉, καὶ διὰ τοῦτο Ἀφροδίτῃ καὶ τοῖς Ἔρωσι ὅλην ἀνιεῖσα τὴν ποίησιν, | 128 | |
10 | παρθένου 〈κάλλοσ〉 καὶ χάριτας τῶν μελῶν ἐποιεῖτο τὴν πρόφασιν ... Ταυτὶ μὲν γάρ, εἰ καὶ μακάρια, τύχης ἂν εἶναι δόξειεν μᾶλλον ἐγκώμια· ἐγὼ δὲ ἀρετὴν ζητῶ, καὶ ἀπὸ ταύτης εἶναι τοὺς τῶν ἀνδρῶν ἐπαίνους βούλομαι ... | |
15 | Τῆς δὲ ἀρχικῆς ἀρετῆς διπλᾶ τεκμήρια, βασιλέως τε αἱ ψῆφοι καὶ τῶν ἀρχομένων οἱ πόθοι ... Ἐπεὶ ὁ Χρόνος εἰς ἄνδρας τοῦτον ἐνέγραψε, ζηλωτὴς τοῦ Παιανιέως τὰ πάντα γίνεται· ὥσπερ γὰρ ἐκεῖνον βῆμα εἶχε μετ’ Ἰσαῖον καὶ δικαστήρια, οὕτω καὶ τοῦτον ἀγο‐ | |
20 | ραὶ καὶ λόγοι καὶ τὸ πάντων κρατεῖν καὶ τὸ διὰ πάντων θαυμάζεσθαι ... Μετὰ τῶν ἔργων τὴν φύσιν σκέπτεσθαι ἄξιον· καὶ ἴσον τις εὑρήσει τάς τε πράξεις ἠχούσας καὶ τὴν φύσιν, ὅθεν κατώρθωνται. τίνα δὴ τῆς φύσεως τοῦδε γνωρίσματα; ὀξὺς | |
25 | φρόνησιν, ὑψηλὸς γνώμην, εὖ ποιεῖν ἄοκνος, δημοτικὸς τὸν τρόπον· εἰ μὲν εἰπεῖν δέοιτο, τὸν Περικλέα νικῶν, εἰ δέ τι πρᾶξαι, τὸν Ἀλκιβιάδην μιμούμενος· μᾶλλον δὲ καὶ φιλόπο‐ | |
λις καὶ χρημάτων κρείττων, ὅπερ ἡ συγγραφὴ τὸν Περικλέα προσείρηκεν· ἐν δὲ τῷ πράττειν πολλῷ τοῦ Κλεινίου θερμό‐ | 129 | |
30 | τερος, ἁπάσης ἀτεχνῶς λύρας οὐ μεῖον πρὸς πᾶσαν πρᾶξιν εὐάρμοστος ... Τοιοῦτόν τινα καὶ τὸν Πρωτέα γενέσθαι μῦθοι δηλοῦ‐ σιν Αἰγύπτιοι, ὅταν αὐτὸν νῦν μὲν εἰς ὕδωρ ἀμείβουσι, νῦν δὲ εἰς δένδρον καὶ φλόγα· τὸ εὔκολον γὰρ τῆς φύσεως | |
35 | σημῆναι ταύτῃ βουλόμενοι εἰς πολυειδεῖς μορφὰς τὸν Πρω‐ τέα τοῦτον ἀμείβουσιν. οὐκοῦν Ἑρμῆν τοῦτον τὸν λόγιον κατὰ πάσης μερίσαντες Ἀθηναίων παῖδες τῆς πόλεως ἄλλην αὐτοῦ κατ’ ἄλλο μέρος προσηγορίαν ἀσπάζονται ... Ἐποίει Φειδίας πρὸ τῆς μεγάλης παρθένου μικράν τινα | |
40 | παρθένον ἐπ’ ἀκροπόλεως, Περικλέους τοῦτο προστάξαν‐ τος, ἐπειδὴ οὐκ ἐχώρει τῇ Φειδίου τέχνῃ τὸ δαίδαλμα περὶ μὲν ἐκεῖνο σπουδάσαι, ὅσον ἐδίδου, τὸ μέγεθος, τῇ δὲ μεγάλῃ 〈παρθένῳ〉 τὴν ὅλην τῆς αὑτοῦ τέχνης τηρῆσαι δύναμιν ... | |
45 | Αὗταί σοι φιλίας ἀπαρχαὶ καὶ λόγων· μαντικοὶ δὲ ὄντες οἱ λόγοι καὶ πρός γε δεξιοὶ τά τε τοιαῦτα μαντεύ‐ εσθαι καὶ κρείττω, τύχην καὶ σκῆπτρα Ἑλλήνων προαγο‐ | |
ρεύουσι καὶ βασιλέως τιμὰς καὶ εὐφημίας ... | 130 | |
29(1t) | Εἰς τὸν Πριβᾶτον Ῥωμαῖον. | |
2 | Ἤγαγε δὲ ἄρα ὁ τοῦ πυρὸς τοῦ κατ’ Ἐλευσῖνα πό‐ θος καὶ Ἀνάχαρσιν τὸν Σ]κύθην ἐπὶ μυστήρια. σοφὸς δὲ ἦν οὗτος Ἀνάχαρσις καὶ ἀρετῆς ἐρῶν, | ἀλλὰ Σκύθης μὲν | |
5 | ὢν τῷ σχήματι, ἅμα δὲ τῷ λόγων γεύσασθαι, ἦν εὐθὺς] τὴν φωνὴν ἀντὶ τοῦ σκυθίζειν Ἀττικός· δεινὴ γὰρ ἡ φύσις νικῆσαι | νόμον, καὶ ἀρετῆς ἔρως ἔθος ἐκβῆναι τὸ πάτριον. πολυπραγμονεῖ δὲ] ἅμα περινοστῶν καὶ τὰ λοιπὰ τῶν Ἀθηναίων ἐξαίρετα, τὰς | χεῖρας, τὴν φωνήν, τὰς τέχνας, | |
10 | τοὺς λόγους καὶ νόμους ..... οὐδὲν γὰρ αὐτὸν] φιλομα‐ θοῦντα διέφυγε, οὐχ ὁδός, οὐ τέμενος, οὐ διήγημα | ... 35 ...]ιν ἔδωκεν, ἔγνω δὲ καὶ τὴν Ποσειδῶνος ὑπὲρ τῆς πό‐ λεως ἅμιλλαν | ... 35 ...] κρείττονα, καὶ κῦμα ἐπηχοῦν τῷ λόφῳ, καθάπερ δονεῖ | ... 35 ... π]ρὸς τὸν Σόλωνα—ἧκε | |
15 | γὰρ εἰς αὐτὸν φήμη περὶ τοῦ Σόλωνος, ὡς | ... 35 ...] ἅπερ τις κάτοχος φθέγξασθαι. ἔδωκε δὲ οἶμαι ταύτην | ... 35 ...] ἐπεὶ δὲ ἦν εἴσω θυρῶν, ὁ μὲν Ἀνάχαρσις τὸν μῦθον | ... | |
35 ...] εἰς τοῦ Σκύθου τὴν γνώμην ἀνήγετο τέως ἐρῶντα αὐτὸν καὶ ἐκάλει | ... 35 ... π]ερ πρόσθεν πολλάκις ἐπὶ | 131 | |
20 | τὴν ποίησιν, ἵνα καὶ Ἀνάχαρσις | ... 35 ...]μιῶν, καί τινας ἄλλους λόγους εἰπεῖν, οἷς μᾶλλον ἄν τις τὸ τοῦδε | ......... ἦν Πολυκράτης ἔφηβος, ὁ δὲ Πολυκράτης οὗτος οὐ βα]σιλεὺς Σάμου μόνον, ἀλλὰ καὶ τῆς Ἑλληνικῆς ἁπάσης θαλάσσης, | ἀφ’ ἧς γαῖα ὁρίζεται. ὁ δὴ γοῦν τῆς Ῥόδου Πολυκράτης | |
25 | ἤρα] μουσικῆς καὶ μελῶν, καὶ τὸν πατέρα ἔπειθε συμπρᾶ‐ ξαι αὐτῷ πρὸς | τὸν τῆς μουσικῆς ἔρωτα, ὁ δὲ Ἀνακρέοντα τὸν μελοποιὸν μετα]πεμψάμενος δίδωσι τῷ παιδὶ τοῦτον τῆς ἐπιθυμίας διδάσκαλον, | ὑφ’ ᾧ τὴν βασιλικὴν ἀρετὴν ὁ παῖς διὰ τῆς λύρας πονῶν τὴν Ὁμηρι]κὴν ἔμελλε πλη‐ | |
30 | ρώσειν εὐχὴν τῷ πατρὶ Πολυκράτει, πάντα | κρείσσων ἐσό‐ μενος. θαυμάζει δὲ γὰρ καὶ Ὅμηρος τὸν διδάσκα]λον τὸν Ἀχιλλέως, τὸν Φοίνικα, ὅτι διδάσκαλος ἔργων καὶ | λό‐ γων 〈ἐγένετο〉, εἰ μὲν ἐπὶ Θετταλίας ἦν Ἀχιλλεύς—ἐκεῖ συνὼν γὰρ τὴν ἀρετὴν ἐπαίδευεν—· εἰ δὲ ἐπὶ Τροίας, πά‐ | |
35 | λιν κανταῦθα συμπαρῆν, ἀντὶ Πηλέως Ἀχιλλεῖ πάντα γινόμενος. ὅθεν τοσοῦτος καὶ ἔργα καὶ λόγους [ὁ ἥρως οὗτος ἐγένετο, ὡς μικροῦ μόνος ὅλην | ἐργάσασθαι τὴν | |
Ὁμήρου μεγάλην ποίησιν. | 132 | |
30(1t) | Εἰς τὴν ἀπὸ Κορίνθου ἐπάνοδον. | |
2 | Πολλὰ θαυμάζουσα τῆς Ὀδυσσέως γνώμης ἡ ποίησις, καὶ νῦν μὲν αὐτὸν διογενῆ, νῦν δὲ π[ολύτροπον ὀνομάζουσα ... 10 ... θαυ|μάσαι δοκεῖ, ὡς τὸν τῆς Ἰθάκης ἔρωτα καὶ | |
5 | τὸ μήποτε ἐθέλειν τῇ μνήμῃ τῶν ἀρχομ[ένων ... 23 ... | φροντίζοντι ἄκαρπα μὲν τὰ τῶν Λωτοφάγων δοκεῖ λήια, αὐχμηρὰ δὲ καὶ ἀηδὴς [... 25 ... | ἄρα καὶ τὴν Σειρήνων ᾠδὴν οὐ κηρῷ τὴν ἀκοήν, πόθῳ δὲ ἐπαλείψας τῆς πόλεως. χρη‐ στὸς βασιλεὺς [... 16 ... δεῖ γάρ, οἶμαι, τὸν | ἀγαθὸν ἄρ‐ | |
10 | χοντα μάλιστα μὲν συνεῖναι ἀεὶ τοῖς ἀρχομένοις· εἰ δὲ ἄρα διασχίζοι τις [τύχη τὰ σώματα, τῇ γοῦν ψυχῇ | προσ‐ βλέπειν, καὶ μὴ τῷ πόθῳ τῶν παιδικῶν ἀποσχίζεσθαι. γνωρίζω τὸ πάθος, ἐμὴν ἑρμη[νεύει γνώμην ἡ ποίησις· | ἐπειδὴ χωρισθεὶς ὑμῶν παισὶν Ἐφυραίων ὡμίλησα, κατη‐ | |
15 | φὴς μὲν ἐδόκει καὶ ἀχλυό[εσσα ......... ἡ χώρα, ἁλ|μυρὰ δὲ Πειρήνης τὰ ῥεύματα, Κρισαῖος δὲ κυμαίνειν, κἂν ἡ γαλήνη πορφύροιτο· ἠλεγ[χόμην δὲ παντάπασι, | τῶν περὶ ὑμῶν πόθων ἡττώμενος. ἀλλὰ τί ταῦτα; πάλιν οἱ λόγοι, πάλιν Ἀθῆναι καὶ θ[... 15 ... | ἥδιστοι· τοῦτο Ἀττικῶν κηρίων κάλ‐ | 133 |
20 | λιστον. ἀλλὰ μὴ πάνυ τὰ τῆς ἀποδημίας μεμφώμεθα, ἀρχ[ό‐ μενοι ... 13 ... | ἡδίων μὲν ἱεροφάντης διὰ πολλοῦ μύσταις φαινόμενος, ἡδίων δὲ καὶ κυβερνήτης νηί· καὶ τοῖς χορεύειν ἐθ[... 13 ... κρύ|πτει δέ ποτε καὶ ἑαυτὸν ὁ μέγας ἀνθρώποις Ἥλιος, ἵν’ αὐτῷ διψῶσιν ὄμμασιν ἐξ ὠκεανοῦ πάλ[ιν προσ‐ | |
25 | βλέψωμεν. φασὶ δὲ καὶ Ξενο|φῶντα τὸν λογοποιὸν δεινὸν τὰ στρατηγικὰ γενόμενον, ἐπειδὴ νικῶντα διὰ τῆς βασιλέως γῆς [ἑαυτὸν ᾔσθετο, ἤδη τε κατεῖχε | Βυζάντιον, ἐθέλοντα ἀποπειρᾶσθαι τοῦ πλήθους, πῶς πρὸς αὐτὸν εὐνοίας ἔχουσιν, ἀποκρύψαι μὲν [ἑαυτὸν πρὸς μικρόν, εἶτα ἐξαίφνης | | |
30 | φανῆναι καθάπερ ἄλλοθεν ἥκοντα, καὶ τούτους καθάπερ ἐνιαυτὸν ὅλον τοῦ Ξενοφῶντος ἀπο̣δ̣[ημήσαντος αὐτὸν πε‐ ριπτύσσεσθαι | ἥκοντα, καὶ πάσαις ἐπωνυμίαις τὸν Ξενο‐ φῶντα προσφθέγγεσθαι. πονηρὸς οὖν ὁ κόρος, [καὶ λυπεῖ | |
τὰ κάλλιστα· τῷ 〈δὲ〉 | σπανίῳ τοῦτον ἰώμεθα. | 134 | |
31(1t) | Εἰς Ἀμπέλιον προπεμπτικός. | |
2 | Ἤμελλον ἄρα, ὦ παῖδες, ἤμελλον μόνος εὑρήσειν Ἑλ‐ λήνων τῆς τοῦδε φυγῆς τὰ θήρατρα· χθὲς δρασμὸν ἠπείλει καὶ ἅρματα, τήμερον ὤφθη τοῖς ἐμοῖς δικτύοις ἁλώσιμος ... | |
5 | Ἐπεὶ καὶ Σιμωνίδης ὁ Κεῖος Ἱέρωνα πέμπων ἐκ Σικελίας ἐπ’ ἄλλης γῆς ἥπτετο μὲν λύρας, ἥπτετο δὲ δά‐ κρυα μείξας τοῖς κρούμασιν, Ἰάσονα δὲ τὸν Θετ‐ ταλὸν μετὰ τὴν χρυσῆν 〈δοράν〉, ἣν ἆθλον ἤγαγεν Ἕλλησι, κοιμίσας ὄφιν ἀκοίμητον, λύοντα τῆς ἱερᾶς τριήρους τὸν στό‐ | |
10 | λον Φιλάμμων ὁ παῖς Ἀπόλλωνος ἐπινίκιον μέλος 〈συνθεὶσ〉 | |
ἐν μέσοις προσῇσε τοῖς ἥρωσιν ... Οὐ γὰρ δὴ τοῖς μὲν Ὀλυμπιᾶσι ἀναδησαμένοις τὸν στέφανον αὐλὸς ἐπηχήσει μέλει σεμνύνων τὰ στέμματα, τοὺς δὲ τὸ μέγα τῆς δόξης στάδιον ἀπταίστῳ γνώμῃ περάσαντας | 135 | |
15 | οὐκοῦν Ἀθηναῖοι λόγοι προπέμψουσιν; ... Καὶ μὴν ἄλλαι μὲν παρ’ ἄλλοις τοῖς ἀριστεῦσι τιμαί· δημὸς ἐν Σπάρτῃ, ἐν Θήβαις ἔφηβος, γῆ παρ’ Ἀργείοις, ἐν Σικυῶνι γραφή, 〈ἐσθὴσ〉 ἐν Μήδοις, παρὰ Συβαρίταις ἡ τράπεζα, Ἀτ‐ τικοῖς δὲ τιμῆς τὸ κεφάλαιον, ἐλεγεῖον ἢ λόγος ἢ ποίημα, ἀρχαῖα | |
20 | δῶρα καὶ ἀκριβῶς ἀήττητα, καὶ χρόνου νίκην ἐλέγχοντα ... Γενέσθαι μὲν καὶ Ἀλέξανδρον λόγος ταῖς πάλαι τέ‐ χναις ἀγώνισμα, ὥστε δὴ καὶ νειμάμενοι τὴν μορφὴν αὐτοῦ Λύσιππος καὶ Ἀπελλῆς, ὁ μὲν φαρμάκοις, ὁ δὲ χαλκῷ τὴν φύσιν τοῦ βασιλέως ἡρμένευσαν. ἐπεὶ δὲ ὁ λόγος ὑπερβὰς | |
25 | τὸ σῶμα ψυχῆς ὁμιλεῖ κάλλει καὶ χάρισιν, εἴη ἂν καὶ οὗτος ἀψευδὴς ζωγράφος ... ... μὴ τὸν πρῳράτην ἐπιστήμονα πάσῃ ναυτιλίᾳ κτη‐ σάμενος· τὸ μὲν γὰρ ἄπειρον ἐπὶ τῆς χρείας ταράττεται, τὸ δὲ μελετῆσαν θαρρεῖ τὴν τέχνην ἣν ἔμαθεν ... | |
30 | Ἐκ πυλῶν εἰς νύσσαν ἴσον τὸν δρόμον ἰθύνατε ... Πρᾶος εἶ; κοινὸν καὶ τοῦτο πλεονέκτημα. κακίαν μισεῖς; κακίᾳ συνεπεστράτευσεν. ἀδίκων δώρων ἐξέκλινας ψαῦσιν; ἀπέκλεισε καὶ οὗτος τὰς τῆς ψυχῆς πύλας ὑβριστῇ χρυσῷ | |
καὶ δικαιοσύνην ἐλέγχοντι· ἔγνω γὰρ ὡς οὐ δικαιοσύνη | 136 | |
35 | σὺν ὀλίγοις ψόγος, ἀλλὰ σὺν ἀδικίᾳ πλοῦτος ἐχθρὸς ἀρετῆς καὶ τοῦ θαυμάζεσθαι ... Αὕτη δὴ πρώτη τῶν ἐγκωμίων ἀρχή, ὅτι καὶ ἀρχὴ τῶν πράξεων. τὸ δὲ μετὰ τοῦτο, τί μὲν εἴποι τις, τί δὲ φυλάξαιτο; καὶ γὰρ τὸ λέγειν ἄπορον, καὶ τὸ μὴ λέγειν | |
40 | ἀχάριστον. ὥσπερ γὰρ οἱ τὰ κάλλη τῶν ἀγαλμάτων θεώ‐ μενοι ἔχονται μὲν τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ πρώτου προσ‐ πίπτοντος, μεταβιβάζοντες δὲ ἄλλοτε ἐπ’ ἄλλο τὴν θέαν, ἀποροῦσιν ὅ τι πρῶτον θεάσωνται· μᾶλλον δέ—τί γάρ μοι δεῖ παλαιᾶς εἰκόνος; —ὥσπερ οἵ τι τῶν νέων δημιουρ‐ | |
45 | γημάτων θεώμενοι, προσβλέπειν μὲν ἅπασιν ἀθρόως ὑπὸ τοῦ περικεχυμένου τῷ παντὶ κάλλους βιάζονται, ἐν μέρει δὲ ἄλλου ἄλλοθεν δημαγωγοῦντος τὸν πόθον, σχίζονται τὴν θέαν τῷ θαύματι· οὕτω καὶ αἱ σαὶ πράξεις πᾶσαι παν‐ ταχόθεν προσπίπτουσαι ἱστορίαν ἄλλην ζητοῦσιν, ἀλλ’ οὐ | |
31(50) | τὸν παρόντα τῶν λόγων νόμον ἀνέχονται ... Τὰς πράξεις εἴπῃ τις, ἢ τὰς δίκας; τὴν ἐν μέρει σπου‐ δήν, ἢ τὰς ὑπὲρ τῶν ὅλων φροντίδας; πενίας πρόνοιαν, ἢ τὸν σὺν πραότητι τῶν δυναστευόντων σωφρονισμόν; ... Ἀλλὰ διὰ σὲ καὶ Σπάρτη τρυφᾷ, ῥυπῶντα πλόκαμον | |
55 | εἰς εὐανθῆ κόμην ἀμείψασα. τὸν δὲ ἄπειρον τῶν οἰκοδομημά‐ των ὄχλον τίς ἂν κατ’ ἀξίαν δηλώσειε; Περικλεῖ μὲν Προ‐ πύλαια πρὸς φιλοτιμίαν ἤρκει καὶ Παρθενών, καὶ οἶκος Δαρείῳ βασίλειος, καὶ ἄμπελος Ἀρταξέρξῃ χρυσῆ, Θεοδώ‐ | |
ρου Σαμίου ποίημα, ἄχρηστον ἔργον τρυφῶντος Μήδου | 137 | |
60 | κατὰ τῆς φύσεως· σὺ δ’ ἐκ Πυλῶν ἀρξάμενος ἄχρι καὶ Πελοποννήσου μυχοῦ πάντα τὸν ἐν μέσῳ τόπον πόλεις ἀπέφηνας ... Στενωπός τις ἦν Κολλυτὸς οὕτω καλούμενος ἐν τῷ μεσαιτάτῳ τῆς πόλεως, δήμου μὲν ἔχων ἐπώνυμον, ἀγορᾶς | |
65 | δὲ χρείᾳ τιμώμενος. κατὰ δὴ κλέος τὸ πάλαι ἔρχεται καὶ οὗτος ἐπὶ τὸν τόπον, ὑπὸ τῆς φήμης δημαγωγούμενος· ἰδὼν δέ, τὴν μὲν φύσιν ἠγάσθη τοῦ τόπου, τῇ κατασκευῇ δὲ ᾐσχύνθη πλέον ὑπὲρ τῆς πόλεως· οὐ μὴν ἀφῆκε πλέον ἐρυθριᾶσαι τὴν πόλιν ἐπὶ τῷ πράγματι ... | |
70 | Βασιλεῦσι τίμιος, τυράννοις εὐλαβής, δήμοις προσηνής, σοφοῖς αἰδέσιμος, γέρουσιν ἥδιστος, πάσαις τύχαις ὁμοῦ καὶ ἡλικίαις ἐράσμιος ... Πρωτέα μὲν τὸν σοφιστὴν τὸν Αἰγύπτιον εἰς πολλὰς ἰδέας ἀμείβων ὁ λόγος, εἶθ’ οὕτω ποιεῖ πρὸς τῶν λοχώντων | |
75 | ἡττώμενον ... Καθάπερ φησὶ καὶ Ἀχιλλέα ἡ ποίησις, οὐκ ὄντων ὅπλων, ἐκ μόνης βοῆς νίκην ἐργάσασθαι ... Τὸ μὲν γὰρ ἐν μέσῳ λανθάνει πολλάκις, τὸ δὲ αὖ σπάνιον ἀεὶ τὸν θεατὴν ἐρανίζεται, ἁβρύνουσι δὲ καὶ τέχναι | |
80 | ποικίλαι τὸ δαίδαλμα, αἱ μὲν παριόντα τὸν θεατήν, αἱ δὲ ἀγοράζοντα δεξιούμεναι ... Ἡ μὲν στοὰν φέρει, ἡ δὲ κολυμβήθραις ἐντρυφᾷ· τὴν μὲν ἁβρύνει λουτρόν, τὴν δὲ βασιλέως οἶκος ἐπώνυμος, ἄλ‐ λη δὲ ἄλλο τι φέρει, πᾶσαι δὲ πάντως τοῖς σοῖς καλοῖς | |
85 | ἐναβρύνονται ... Σὺ καὶ τοὺς μύθους πιστοὺς ἀπέδειξας, ὅτι στένει καὶ λίθος ἐρῶν καὶ λείβει δάκρυα, ὥσπερ ἐραστὴς τῆς ἐρωμένης κλεπτόμενος· ὡς ἐγὼ δέδοικα μή τι καὶ πάθος ὁ περὶ σὲ πόθος ἐργάσηται, καί τινες τὴν φύσιν ἀμείψαντες εἶτα ξένον | 138 |
90 | μῦθον γεννήσωσιν ἄνθος ἢ δένδρον γενόμενοι ... Ἄτοπον εἶναι ἡγούμενος πλαστικὴν μὲν καὶ τὰς ἀδελ‐ φὰς πλαστικῇ τέχνας τοσοῦτον κατὰ θεῶν αὐθαδίζεσθαι ... | |
32(1t) | Εἰς Ἀνατόλιον ὕπαρχον. | |
2 | Ἀχιλλέα παρ’ Ὁμήρῳ φόνον ἑταίρου δακρύοντα Ζεὺς ἐξ οὐρανοῦ, δι’ Ἑρμοῦ πέμψας σύνθημα, ὅπλων ἐκέλευσεν | |
ἅψασθαι. φέρ’ οὖν καὶ ἡμεῖς, ὥσπερ ἔκ τινος ἄνωθεν νεύ‐ | 139 | |
5 | ματος, εἰς πανήγυριν τὸ πάθος λύσαντες τῷ Μουσηγέτῃ χορεύσωμεν ... Ἧκε μὲν γὰρ μετὰ Κύζικον Ἀλκιβιάδης εἰς Ἀθήνας νενικηκότι τῷ στόλῳ· πανδημεὶ δὲ ἡ πόλις ὑπαντήσασα, οἱ μὲν ἐκρότουν, οἱ δὲ ἀνέδουν, οἱ δὲ ἐδάκρυον, πάντες δὲ | |
10 | εὐφήμῳ γλώττῃ τὸν Ἀλκιβιάδην προὔπεμπον ... Θήρα γέγονε τῆς ἡμετέρας τέχνης ὁ μέγας ὕπαρχος ... Ἠρέμα ὑποδωρίζων τῷ φθέγματι ... Οὐ μῦθος ταῦτα, οὐτ’ Ἀττικὰ κομψεύματα, ξένος ἐκ Θηβῶν Διόνυσος, Ποσειδῶν ἐραστὴς ἀπὸ τοῦ κύματος, οἷα | |
15 | κατὰ τῆς πόλεως Λάκωνες παίζουσιν, ἀλλ’ ἀληθὲς ἐντύχημα, ἀλλὰ παιδεία καὶ νόμοι, ῥίζα τῶν ἀγαθῶν καὶ μητρόπολις ... ... Ἡρακλέα τὸν Διὸς πονοῦντα τοὺς ἄθλους καὶ τὴν κακίαν τῶν ἀνθρώπων καθαίροντα, τοῦτο δὲ ποιεῖν τῷ ῥοπάλῳ μόνῳ, λόγον δὲ μυεῖσθαι τῷ μύθῳ τοῦτο τὸ | |
20 | ῥόπαλον ... Αὐτός τε φυτεύει τῷ φυτῷ τούτῳ τὴν ἑαυτοῦ ψυχήν, Ἀττικὰ ἐπάρδων τὰ νάματα ... Ἀεὶ δὲ τὰ καλὰ σπάνια, καὶ δόξαν ἀθάνατον τοῖς ἐπινοοῦσι προμνώμενα ... | |
25 | Πρῶτος μὲν ὁ σοφὸς Ἀνάχαρσις ἐκ Σκυθῶν ἦλθεν εἰς Ἕλληνας, πρῶτος δὲ Πέλοψ ἐκ Λυδῶν, ἐπ’ ἀθανάτων ἵπ‐ | |
πων κατὰ γαλήνης ὀχούμενος, καὶ μισθὸν τῆς καινοτομίας λαμβάνει, δοῦναι τῇ χώρᾳ τὸ πρόσρημα· πρῶτος μὲν Ἀλέξανδρος βασιλέων ὠκεανῷ κῦδος ἐβάπτισε, πρῶτος δὲ | 140 | |
30 | Κῦρος ..... ἐκ Βαβυλῶνος τὴν ἵππον ἤλασεν ... Καὶ ὁ μὲν ἔπαινος ἐν αἰγιαλοῖς ἔτι, πελαγίζει δὲ ὁ λόγος οὐχ ὁρῶν ὅρμον φαινόμενον ... Καὶ ἡ μὲν μουσικὴ Τιμοθέῳ δόξαν ἐκτήσατο, καὶ τῷ Πυθαγόρᾳ σοφία τὴν φήμην προὐξένησεν, ἡ δὲ ῥητορικὴ | |
35 | τῷ Γοργίᾳ τὰς χρυσᾶς εἰκόνας ἀνέστησεν ... Κράτιστον οὖν ἴσως εἰκόνι τὴν τοῦδε φύσιν θηράσαντα τὸ τοῦ Φειδίου μιμήσασθαι. οὐκ ἠγνόει Φειδίας, ὅσος καὶ ἐν ὅσοις ὁ Ζεύς, ἅτε τὴν ψυχὴν τῆς χειρὸς σοφώτερος· βουλόμενος οὖν ἑνὶ θηρᾶσαι τὴν Διὸς φύσιν ἀγάλματι, | |
40 | χρυσῷ κεράσας ἐλέφαντα Ἠλείοις μὲν τὸν Ὀλύμπιον, τοῖς δὲ ἄλλοις ἀνθρώποις τὸν Δία εἰκόνι μιᾷ τοσοῦτον ὅσον ἐκτυπωσάμενος ... Ἐθέλω δέ σοι θείων ἐκ φαρμάκων γράψαι τὸν πίνακα —ἔκπλυτα γὰρ ταχέως χρόνῳ τὰ γήινα—· δόγμα δὲ καὶ | |
45 | δόξαν εἴ τῳ φίλον καλεῖν τὸν πίνακα, οὐ διοίσομαι ... Ἐπειδὰν κάμοι τὸ πολὺ σῶμα τοῦτο κακίας νόσῳ φθειρόμενον, ὃ γῆν μὲν ἡμεῖς καὶ κέντρον ἐκείνου τοῦ θείου κόσμου νομίζομεν, τότε Λαχέσεως ἄτρακτος οὐρανὸν σχίσας τοῖς νήμασιν, ἐκ τῆς Διὸς ἑστίας ἄγει ψυχὴν ἀκραιφνῆ, | |
32(50) | τῶν θείων φασμάτων παρ’ ἡμᾶς τὴν οὐσίαν διαπορθμεύ‐ ουσαν. αὕτη φέρει δικαιοσύνην, αὕτη ἀνδρείαν παρ’ αὐτῆς· | |
αὐτοφρόνησις καθαρῶς ἡ τοιαύτη ψυχή. ἕπεται δὲ αὐτῇ καὶ ἀρετῶν συμφύτων μυρίος θίασος, ὕψος ψυχῆς, μεγα‐ λοπρέπεια γνώμης, ἐλευθέρα φωνή, χεῖρες ἄδωροι, φιλίας | 141 | |
55 | πόθος, ἀληθείας ἔρως, ἄτρεπτον φρόνημα ... Ἡ φύσις γὰρ τύχης πρεσβύτερον ... Οὐκ ἐκ φιλίας ἀρετὴν κρίνων, ἀλλ’ ἐξ ἀρετῆς τὰ τῆς φιλίας σταθμώμενος ... | |
33(1t) | Εἰς τὸν Ἀλεξάνδρου τοῦ ἀνθυπάτου | |
2t | παῖδα Φοῖβον. | |
3 | Σοφιστοῦ δὲ θύραν ἐκ μικροτέρας γλώττης ἀμείψαντας σοφιστικοῖς εἰκὸς οἶμαι περιτυγχάνειν [καὶ διηγήμασιν. Ἰσο‐ | |
5 | κράτης | ὁ σοφιστής—γνώριμον δὲ ἅπασιν οἶμαι μετὰ τῶν λόγων καὶ τοὔνομα, ὅτι δι’ ἐκεῖνον σοφιστῶν [γλῶττα τὰς ποιητικὰς ἀτιμάσασα | οἰκεῖον νόμον ἠσπάσατο—λόγῳ μὲν ἀεὶ τοῖς λόγων ἐρῶσι τὰ βασίλεια τῶν ἑαυτοῦ μουσείων ἀνεπετάνν[υεν ... 13 ... |τούτῳ καὶ προτελεῖν τῇ ἡλικίᾳ βου‐ | |
10 | λόμενος, οὐχ ἥκιστα δὲ ὅστις εὐφυὴς τῶν νέων βασιλείου γένους πα[... 16 ... | καὶ ἄλλος ταύτης ἠξιώθη τῆς χάριτος, καὶ μάλα ἐν δίκῃ αἱ Ἰσοκράτους βίβλοι σημαίνουσιν, ὃν δὲ ἐγὼ [... 16 ... | δεδήλωκα, θέλω καὶ πρὸς ὑμᾶς ἀφηγήσασθαι. Ἦν παῖς Εὐαγόρᾳ τῷ Κυπρίων τυράννῳ [... 16 ... | | 142 |
15 | Λυκείου, Λυκαβηττὸν πνέων αὐτόν, τοῖς ἄλλοις καθαρῶς Ἀττικός. τοῦτον ὁ πατὴρ αἰσθόμενος [... 16 ... | ἐπιθυμίαις ταῖς περὶ αὐτοὺς ἀττικίζοντα, ἵνα κληρονόμον ἀγαθὸν τῆς ἑαυτοῦ δόξης παισὶ Κυ[πρίων ... 13 ... | περὶ αὐτοῦ βου‐ λεύεται. Ἰσοκράτης τὸν μὲν θρόνον εἶχεν Ἀθηναίων, τὴν | |
20 | δόξαν δὲ ὁπόσην ὁρᾷ καὶ Ἥλιος, ὅτι [τὴν ῥητορικὴν ἐκ παλαιᾶς | πλάνης ἀτόπῳ λέξει φλεγμαίνουσαν καθήρας τῇ τέχνῃ εἰς ὀρθὴν ὁδὸν καὶ ῥυθμὸν καὶ τάξιν ἤγ[αγεν ... 13 ... | πάντας ὁρῶν, ὅσοι τῆς ἀκριβοῦς ὠρέγοντο τέχνης, ἁπανταχόθεν συρρέοντας, στέλλειν παῖδα [... 16 ... | ὁ δὲ τὸν | |
25 | Νικοκλέα δεξάμενος κατά τε τὴν ἄλλην παιδείαν ἤσκησε καὶ προτρεπτικοῖς ἐπ[... 16 ... | συνεργὸν τῆς ἑαυτοῦ σπουδῆς τὴν τοῦ νεανίσκου προθυμίαν λαβών—ἔρωτος γὰρ λόγοι χηρεύσα[ντες ἀτελεῖς οἶμαι καὶ ἄπτεροι—, ἐπεὶ | δὲ τῆς πη‐ γῆς ταύτης ἄδην ὁ Νικοκλῆς ἀρυόμενος τοιοῦτος ἔργοις | |
30 | ἐγένετο, οἷον εἶναι [... 20 ... | φωνῆς ὁμιλητὴν γενόμενον | |
γνήσιον. | 143 | |
34(1t) | Εἰς Ἀρκάδιον τὸν ἰατρὸν καὶ κόμητα. | |
2 | ... 20 ... ἡ]με̣τέραν οὐ γεύομεν; τί οὐ δείκνυμεν αὐτῷ Μοῦσαν τὴν ἡμετέραν τὴν ἔνοπλον, ὑφ’ ᾗ τελεῖν τῷ | ... 11 ...· παίζοντας γὰρ τοὺς] νέους περὶ θάλαμον πρώην ἱστό‐ | |
5 | ρησε καὶ ταῖς ἑαυτῶν ἴυγξι ποιητῶν χάριν ἐλέγχοντας· | νῦν δὲ ἕτερος ἆθλος καὶ ἄλλο στάδιον καὶ Μουσῶν] τέ‐ μενος μύσταις ὁσίοις ἀνοιγόμενον. βέβηλος γὰρ φύσις τελε‐ τὴν περιεργάζεται πάν|δημον ... 18 ...] ἱερῶν δεικνύναι μέλλοντας· ψυχὴ δὲ λόγοις παντοίοις σύντροφος ὥσπερ | |
10 | τὰ | ... 20 ...]ζητεῖν, ἵν’ ἄδην ἐκ τούτων ἀρύοιτο. οἱ μὲν γὰρ πολλοὶ τῶν πατέρων ὑπὸ τοῦ πλήθους | ...... περὶ τοῖς φιλτάτοις κυβεύουσι, καὶ] τὸ εἰκὸς εὐθὺς κομίζονται τῆς ἑαυτῶν ἀμαθίας διὰ τῶν παίδων τὴν τιμωρίαν | ... 20 ...] κ̣α̣ὶ̣ ὁμοῦ τῆς τοιαύτης ἡγεμονίας ἔμπορος τῷ παιδὶ | |
15 | γίνεται, οὐδενὶ πρὸ ἑαυτοῦ πιστεύων φύσεως | ... 12 ... | |
ἦσαν πολλοὶ καὶ ἐπὶ] Χείρωνος Κένταυροι, ἀλλ’ ὅ γε Πηλεὺς οὐ παρ’ ἄλλους, ἀλλὰ παρ’ ἐκεῖνον ἦγε τὸν ἑαυτοῦ | παῖδα ... 17 ...]ωνος ἐτέλουν τινὲς καὶ Ἀθήνησιν Ἀθηναῖοι παρ’ Ἐλευσῖνα καὶ Δήμητραν, ἀλλ’ ὅ γε πατὴρ | ... 20 ...] | 144 | |
20 | Ἀθήνας ἔπεμψε τῶν ὀργίων τούτων μεθέξοντα. Θέλω δὲ καὶ πρόσφορον τοῖς παροῦσιν ἔργοις | λόγον διηγήσασθαι. Σόλωνα ἐραστὴν σοφ]ίας γενόμενον γῆν πε‐ ριπολεῖν φασιν ἅπασαν, ἀεί τι σοφὸν ἀνιχνεύοντα, ἐλθεῖν μὲν οὖν αὐτὸν ἐπὶ | Λυδίαν, ὀφθῆναι δὲ καὶ μετ’ ἐκείνους | |
25 | τοῖς] Ἴωσιν, ἀφικέσθαι δὲ καὶ παρ’ Αἰγυπτίους, καὶ τί μὲν οὐ μαθεῖν παρ’ αὐτοῖς σοφόν, τί δὲ οὐ χρηστὸν | μάθημα κομίζειν ἐκεῖθεν εἰς Ἕ]λληνας; ἐπεὶ δὲ ἀφικέσθαι εἰς Ἕλλη‐ νας, εὑρεῖν μὲν Αἰσχύλον ἔτι νέον ὄντα μετὰ Θέσπιν | καὶ τοὺς πρὸ αὐτοῦ τὴν τραγῳδίαν δ]ιδάσκοντας ἄρτι τὴν ποί‐ | |
30 | ησιν ὑψοῦ χαμόθεν ἐγείροντα, ἵν’ ἐκ μετεώρου τοῖς θεαταῖς διαλέγοιτο· | θαυμάσαντα δὲ τῆς τραγῳδίας αὐτὸν] θαμὰ ὁμι‐ λεῖν ἅμα τῷ παιδὶ τοῖς τοῦ Αἰσχύλου ποιήμασιν, ἵνα τραγι‐ κὴν ἱστορίαν ἐκ τῶν | ἐκείνου ποιημάτων διδάσκωνται.] φασὶ δὲ καὶ Δημοκήδην ἐκεῖνον τὸν Κροτωνιάτην, τὸν πρῶτον | |
35 | ἰατρικὴν Ἑλλάδα παρὰ βαρβάροις | κομίσαντα, μετὰ Σοῦσα καὶ Μή]δους παρὰ Πυθαγόραν φοιτήσαντα πλέον τὸν ὄλβον | |
τῆς ἐκείνου σοφίας, ἢ τὰ βασιλέως θαυμάσαι | χρήματα.] | 145 | |
35(1t) | Προτρεπτικὸς εἰς τοὺς προσελθόντας | |
2t | ἑταίρους. | |
3 | ... 16 ...] ἡμετέραν τὴν τελετὴν κατοπτεύοντας. ποῦ ποτε οὖν ταῖς Μούσαις οὗτοι ἐτελέσθησαν; τί οὖν ἀνα‐ | |
5 | πεπταμένα | ... 16 ...] οὐκοῦν παράγωμεν ἤδη τοὺς μύστας, οὐκοῦν πῦρ αὐτοῖς τὸ μυστικὸν ἀναφαίνωμεν. πρὶν δὲ | ... 16 ... θ]έλω μέλος ᾆσαι προνόμιον· ἔστω δὲ τὸ μέλος εἰκὼν ἱερά, τὴν πατρίδα ἑρμηνεύουσα τῶν νέων | ... 16 ... ἐ]ν Ἀθήναις ὀψὲ Λύκειον καὶ τὰς διατριβὰς τὰς μετὰ Σωκρά‐ | |
10 | τους ἀνευρίσκονται. ὡς δὲ τῇδε κἀ|κεῖσε ... 12 ... πράτ]τον‐ τες ἄγευστοι λόγων ἀληθινῶν καὶ φιλοσοφίας ἐτύγχανον· ἐπεὶ δὲ τύχῃ τινὶ καθάπερ | ... 16 ...]ῶς τὴν Σωκράτους φιλοσοφίαν προσβλέψειαν, πάντα ἤδη τὰ λοιπὰ ῥίψαντες, καθάπερ | ... 16 ...] γλώττης ἐξήττηντο. ἦν οὖν ἰδεῖν καθ‐ | |
15 | άπερ ἐπὶ σκηνῆς, ὅταν οἱ μηχανοποιοὶ τὰ | ... 16 ...τ]άτ‐ τωσιν, οὕτως κἀκείνους μετὰ τὴν συνουσίαν Σωκράτους καὶ βίῳ καὶ λόγῳ καὶ πᾶσιν ἁπλῶς εἰς | ... 10 ... ὁ θυμοει]δὴς τὴν ψυχήν, λόγῳ κεράσας τὸ πάθος, ἀνδρεῖος ἤκουσεν· ὁ τὸν βίον ἁβρός, μέτρον ἐπιθεὶς τῇ | φύσει τὴν σωφροσύνην | |
20 | ἐλάμ]βανε, καὶ τὴν ἀχλὺν τῆς ψυχῆς ἀφελὼν ἑτέραν σοφίαν | |
εἴληφε, καὶ τιμᾶν οἶκον καὶ θεοὺς σέβειν δι|... 16 ...]ς· τίς γὰρ ἂν κατὰ κυνὸς εὐορκεῖν καὶ πλατάνου μαθών, εἶτα οὐ πολλῷ πλεῖον εὐλαβέστερος εἰς | θεῶν ὅρκους ἐγένετο; ὁ δὲ Ἀλκιβιάδης ἐκ τῶν σοφιστῶν μεταταξάμενος πάντα τρο‐ | 146 | |
25 | παίων ἐπλήρωσεν. ἐνταῦθα | ... 16 ...] ε̣ρ̣ω̣τ̣α̣ς̣ ἐρᾶν δικαίως ἐμάνθανε καὶ Φιλόλαον, ὅστις ἦν ἐραστὴς γνήσιος ἐν τοῖς Σω‐ κράτους λόγοις | ... 20 ...]σίας μόνον τὰ θέατρα, ἀλλὰ αὐτῷ καὶ παλαίστραι καὶ στενωποὶ καὶ συμπόσια | ... 20 ...]γματα, οὐδεὶς δὲ τρόπος τὰ μετέωρα περιεργάζεσθαι, καθάπερ παρὰ | |
30 | τοῖς ἄλλοις | ... 20 ...]ναι τὴν μουσικὴν ἐπὶ πᾶσαν ὀργάνου φύσιν τὴν ἑαυτῶν τέχνην μερίζοντες προσφόρῳ τῆς ψυχῆς μέρει τῶν ἀκροωμένων ἕκαστον ἄγουσιν· οὕτω κἀκεῖνος πολύμορφόν τινα λόγων ἰδ[... 15 ... | ἀκοὴν ἑκάστην ἐθήρευσε. Τοιοῦτόν τινα τάχα καὶ τὸν Ὀρφέα γενέσθαι σοφι‐ | |
35 | στὴν ὁ μῦθος αἰ[νίττεται ... 12 ... | αὐτῷ ἀφ’ ὅλης οἶμαι τῆς φύσεως καθίζει τῆς λύρας θέατρον, τὸ πολύτροπον καὶ πολυειδὲς [... 15 ... | τῶν ἀκροωμένων πιστούμενος. ἀλλὰ καὶ τὸν Ὀδυσσέα θαυμάζων Ὅμηρος· ἄνδρα μοι ἔν‐ νεπε, Μοῦσα [πολύτροπον· τὰ πολλὰ τῆς | Ὀδυσ‐ | |
40 | σέως τέχνης ἑνὶ δεδήλωται ῥήματι· αὐχμὸν γὰρ προβάλλει τὸ μονοειδὲς πασ[... 15 ... | νόμοις τῆς φύσεως. μερίζουσι μὲν γὰρ εἰς ποικίλας ὥρας ἐκεῖνοι τὸν χρόνον, μερίζουσι δὲ οὐρανῶν [... 15 ... | κίνησιν· καὶ ψυχὴ δὲ τριχῶς, ὡς λόγος, ἐκείνοις σχίζεται, καὶ τὸ πᾶν τοῦτο, ποικίλων στοιχείων | |
45 | [... 15 ... | ἐν οὐρανῷ τοῦδε τοῦ παντὸς ἡνίοχος, ὃν εἴτε | |
Ἀπόλλωνα, εἴτε Ἥλιον σοφῶν ἡγεμόνες θεσπίζο[νται ... 13 ... | εἴδεσι χαίρει ταῖς τῶν ἀνθρώπων χορείαις φαινόμε‐ νος· ἂν μουσικὴν ποθῇς τινα λύραν, ἐγγὺς ἠχ̣ο̣υ̣[... 15 ... | πάθος, πλησίον ὁ Παιάν· ἂν κάμνῃ προφήτης, οὐ κάμνει | 147 | |
35(50) | μέλος πεμπόμενον· ἂν αἰθέριον πυρσὸν [... 15 ... | τοῖς ἅπασι χαρίζεται. Κιμμέριοι δέ, δῆμος κατηφὴς καὶ ἀνήλιος, νυκτὶ συζῶντες τάχα καὶ [μισοῦσι ὃν οὔποτε εἶδον | ἥλιον. ἡδὺς δὲ καὶ λειμὼν παντοίοις βρύων τοῖς ἄνθεσι, καὶ ὅρμος ἐκεῖνος τίμιος, ὃν συνελθὸν κάλλος [... 15 ... |. τί δὲ καὶ | |
55 | ταὼς ὑπὲρ τοὺς ἄλλους ὄρνιθας θαυμάζεται, ἢ ὅτι ποικί‐ λην ἀνθέων βαφὴν τῇ ὠ[... 15 ... | καὶ ἡ Σύβαρις ἐν λόγοις, ὅτι ποικίλη κατὰ τὴν τράπεζαν. ἀμείβει τὴν φύσιν εἰς πολ‐ λὰς ἰδέας καὶ θάλασσα· πορφύρει μὲν ὅταν εἰς γαλήν[ην στο‐ ρέσῃ τὰ κύματα, ζο|φῶδες δὲ ἔχει τὸ πρόσωπον, ὅταν ἀγριαίνῃ | |
60 | ταρασσομένη τοῖς πνεύμασι· καὶ νῦν μὲν ἀφρῷ λευκῷ [... 13 ... πορ|φύρεται. τὰ δὲ Ἀλκινόου βασίλεια καὶ τοὺς Φαιακίους κήπους οὐ διὰ τοῦτο θαυμάζομεν, ὅτι πανδο[κεῖα ... 13 ... | Ὁμήρου διὰ μιᾶς ὥρας τὰ πασῶν ἔχειν χαρίζεται ποικίλοις ἀγαθοῖς καὶ τὸ τῆς Ἀμαλθείας κ[έρας ... 13 ...|νουσι τάχα | |
65 | που κἀκεῖνα λόγων εἰκόνα τετίμηται. τί γὰρ ἂν κάλλιον λόγων τοῖς ἀνθρώποις ἡ τύχη δ[έδωκε; ... 11 ... | Σωκράτους φωνή, τοῦτο Ὁμήρου ποιητική, τοῦτο Πυθαγόρου μουσική, τοῦτο Ἡροδότου συγγραφή, τοῦτο ἑλ[... 15 ... | ὀργάνων φύσεις αἱ Μοῦσαι πανταχόθεν κομίσασαι τὴν πάντων ἠχὼ τῆς νάπης | |
70 | λύραν εἰργάσαντο ἐ[... 15 ... | διὰ Σωκράτους τὴν τελετὴν | |
ἐμιμήσαντο. ἡμῖν δὲ ὥρα τὸν πυρσὸν ἀνάπτειν, ὡς εἴρηται. | 148 | |
36(1t) | Εἰς Φλαβιανὸν προπεμπτικός. | |
2 | Κρείττονά με λύραν, ὦ φίλε, κάμνοντα, ἵνα σὲ μετὰ Λιβύην ἀσπάσωμαι, φεύγων ἐξαίφνης εἰς στυγνὸν μέλος ἀπέρριψας. οὔπω τὸ ἔαρ ὤφθη, καὶ χειμὼν Ἑλλησπόντιος | |
5 | προσβαλὼν τὴν ψυχὴν πήγνυσιν· οὔπω τὸν ἥλιον εἴδο‐ μεν, καὶ τὰς ἀκτῖνας ἑτέρωσε κλίνων ἀπειλεῖ νύκτα ποιή‐ σειν τοῖς Ἕλλησι. πρὶν μειδιᾶσαι στυγνάζομεν, πρὶν ἐπιδήμια θῦσαι θεοῖς ἐνοδίοις εὐχόμεθα ... Λόγους δὲ χειρὸς ἀτολμοτέρους ἐλέγχεσθαι, ὀκνοῦντας | |
10 | ποιεῖν ἃ κηρός τε ἐθέλει καὶ σίδηρος ... Διέπλει γὰρ ἀεὶ τὸ κλέος ἀπὸ Λιβύης εἰς Ἕλληνας ... Τὴν μὲν Αὔραν ἐποίει καὶ τεθρυμμένην καὶ παίζουσαν, οἵας τὰς Λυδὰς ποιοῦσι ζωγράφοι κατὰ πινάκων τέχνῃ | |
μεθύσαντες ... | 149 | |
15 | Μικρὸν οὖν ἀναβιβάσαντες ἐκ μέσου τὸν λόγον, εἶτα ῥυῆναι κατὰ Λιβύης ἐάσομεν ... Νικᾷ δὲ οὐδεὶς ὅτι τὰ πάντα θαυμάζεται ... Ἀλλ’ ὁ λόγος γὰρ ἀκολουθήσας τῷ πόθῳ, ὥσπερ τινὶ βιαίῳ ῥεύματι, μικροῦ πρὸς ἑτέραν ὁδὸν μετωχετεύθη φερό‐ | |
20 | μενος. ἐπανακτέον οὖν ἐπὶ Λιβύην τὸν λόγον ... [[Φασὶ γὰρ αὐτοὺς ἐπ’ ἀλλήλους ἔρωτα μανῆναι δαιμόνιον ...]]. [[Φύσις δὲ ἐκ πρώτης βαλβίδος τὸ θεῖον γένος ὑπο‐ σημαίνουσα, λόγοι δὲ παντοίας παιδείας, οἱ μὲν ἔξωθεν, | |
25 | οἱ δὲ ἔνδον. ἀφ’ ὧν]] ἠλέγχθη Περικλῆς εἰς πειθὼ δεύτε‐ ρος, ἠλέγχθη δὲ Θεμιστοκλῆς εἰς γνώμης τάχος ἀμβλύτερος, καὶ Πλάτων εἰς φύσιν, καὶ Σόλων εἰς νόμους ...· καὶ πάν‐ τες ἴσασιν ὅτι οἷς ἕκαστος ὡς μόνοις, [ὡς] πᾶσιν οὗτος ἀγάλλεται ... | |
30 | «Τί δράσω; τί δὲ βουλεύσομαι; ὕπαρχον πέμψω Ῥωμαίοις; χλιδῶν δὲ δῆμος σεμνὸν οὐκ οἶδεν ἡνίοχον ...». Δυσχεραίνει μοι τάχα Καρχηδών, πόλις ἐπὶ Λιβύῃ δι’ ἀρετήν ποτε κατὰ Ῥώμης φρονήσασα, πόλις Ἰταλίαν ὅλην τοῖς ἑαυτῆς κάλλεσι βόσκουσα, πόλις παρὰ τοσοῦτον οὐ | |
35 | πρώτη, παρ’ ὅσον Ῥώμην αἰσχύνεται. κινδυνεύει μοι πόλις μεγάλη, καὶ ἤπειρος ὅλη πονηροῖς κυβερνᾶται τοῖς οἴαξι ... [[Πάντες ἁπλῶς Ἕλληνες ἀπὸ περάτων εἰς πέρατα, οὓς ὁρίζουσι Πύλαι καὶ πρὸς ἑσπέραν κόλπος Ἰόνιος, κοινοῖς | |
θεάτροις πρός με τὴν χάριν μαρτύρονται ...]]. | 150 | |
40 | «Πέμψωμεν αὐτὸν τὸν μέγαν τῆς δίκης ἡνίοχον». ἔγνω ταῦτα βασιλεὺς καὶ χρυσαῖ παραχρῆμα δέλτοι τὴν γνώμην ἔφθανον ... Ἐνταῦθα τοῦ λόγου γενόμενος τί πρῶτον, τί ἔπειτα, τί δ’ ὑστάτιον καταλέξω; | |
45 | κινοῦνται μὲν γὰρ πανταχόθεν αἱ πράξεις, ἴσα δὲ πάντα, καὶ τὸ μὴ λέγειν καὶ τὸ λέγειν ὁμοίως ἄπορον, ὅτι τὸ μὲν πλήθει, τὸ δὲ μεγέθει κωλύεται. λεκτέον οὖν οὐχ ὅσα ἔνεστιν, ἀλλ’ ὅσα ἔξεστιν ... Ὁρῶντες δὲ αὐτὸν κατὰ τοῦ χειμῶνος ὡς κατὰ γα‐ | |
36(50) | λήνης τὸν στόλον πέμποντα, καὶ κατὰ κυμάτων ὡς κατὰ λιμένων ἀθύροντα, οἱ μὲν ὡς δριμὺν ἐραστὴν ἐπόθουν, οἱ δὲ ἔφριττον ὡς πᾶσι φόβοις ἀήττητον ... Κρείττονα πομπὴν τῆς Ἡφαίστου ἐπόμπευον. ἀντήχει δὲ δῆμος κύμασι, καὶ ῥοθίῳ κρότος ἐκ πόλεως, καὶ ψόφον | |
55 | θαλάσσης βοὴ Καρχηδόνος ἐξέπληττε ... Συγγνώμην δὲ ἅπας ἐχέτω καὶ γέρων καὶ νέος, εἰ ἔπη φθέγγομαι· οἶδε γάρ, οἶδεν ἔρως καὶ λόγον ποιεῖν αὐτόνομον ... Οὗτος νόσον ἐνόσησε τῆς μὲν ἑαυτοῦ τύχης μείζονα, | |
60 | τῆς δὲ πονηρίας οὐχ ἥττονα. καὶ μὴ θαυμάσῃ τις, εἰ ταῦτα ἐκεῖνος κατὰ τοιοῦδε ἀνδρὸς ἐνόσησεν. ἄνωθεν κατὰ τῶν ἀρίστων ἀρχόντων τοῖς ἐλάττοσι μῶμος ἐμφύεται. ἐσυκο‐ φάντει Περικλέα Κλέων, ἔφυγε Νικίας Ὑπέρβολον, Δημάδης δ’ ἔκρινε Δημοσθένην, Κλεοφῶν Ἀλκιβιάδην ἐγράφετο, ἀνὴρ | 151 |
65 | ἐλοιδόρει Θεμιστοκλέα Σερίφιος· τῷ γὰρ ὑπερβάλλοντι τῆς τύχης φθονοῦντες, τὸ ἐλαττούμενον τῆς ἀξίας ἀνισοῦν θράσει βιάζονται ... Ἔνθα δὴ καὶ μάλιστα ἔδειξεν ὅσον τὸ μέσον ἀρετῆς τε καὶ πανούργου τρόπου καθέστηκεν ... | |
70 | [[Πεφύκασι γὰρ αἱ δι’ εὐμαρείας χάριτες, κἂν ὦσι μέγι‐ σται, τῷ ῥᾴστῳ μικραὶ νομίζεσθαι ...]]. [[Ἀλέξανδρος μὲν δὴ μετὰ τοὺς μεγάλους ἄθλους ἐγεῖ‐ ραι τὴν πόλιν ἐπ’ Αἰγύπτῳ βουλόμενος κρηπίδι μόνῃ τὴν ἐπιθυμίαν ἐπλήρωσεν ...]]. | |
75 | [[Τίνες δὲ πόλεις τῶν Φλαβιανοῦ κατορθωμάτων ἀπείρατοι; ...]]. [[Πομπὴν πανημέριον ὑπὸ πυρὶ καὶ λαμπάσι διὰ Καρχηδόνος ἐπόμπευσεν ...]]. [[Τίνα δή ποτε λύρας ἄτοπον ἦχον ἐξεύρωμεν ἐμβα‐ | |
80 | τήριον ὁμοῦ καὶ ἐκβατήριον; ...]]. | 152 |
37(1t) | Ἐπιθαλάμιος εἰς Παναθήναιον. | |
2 | Θύμβρις δὲ ἄνωθεν ἐξ Ἰταλίας πολὺς φερόμενος μέχρι πρὸς τὴν πόλιν πελαγίζει, ἐπιπολάζων τῷ ῥεύματι· ἐπει‐ δὰν δὲ ὁμιλήσῃ τῇ πόλει, σχίζων εἰς δύο πόρους τὰ ῥεύ‐ | |
5 | ματα, εἶτα συνελθὼν αὖθις καὶ εἷς μετὰ τοῦτο γενόμενος, περὶ τὸ μέσον τῶν πόρων τὸ ῥεῦμα 〈περιρ〉ρήγνυσι, καὶ νῆσον οὐκ ὀλίγην ἐργάζεται. τοῦτο τὸ χωρίον τέμενος Ἀσκληπιῷ παῖδες Ῥωμαίων ἀνέθεσαν ... Ἀσκληπιὸς μετὰ τὸ δοῦναι πᾶσι τὴν τέχνην καὶ μετὰ | |
10 | τὸ τρισὶν ἠπείροις δοῦναι τὰ θαύματα τῆς τέχνης, εἰς πόλιν ἦλθε τοῦ Θύμβριδος ... Βόσπορος δὲ ἐκεῖνος ὁ Θρᾴκιος, ἡ στενὴ καὶ ῥοώ‐ δης θάλασσα, ἣν γεννᾷ μὲν πόντος Εὔξεινος, σχίζων τὰς ἠπείρους τῷ ῥεύματι, διαχεῖται δὲ διὰ Προποντίδος, εὐρὺς | |
15 | Αἰγαῖος γινόμενος ... | 153 |
38(1t) | Λαλιὰ εἰς τὸν ἀνθύπατον Κερβώνιον. | |
2 | Ἰδοὺ δὴ τὰ νῦν, ὁ γενναῖος, τῇ νέᾳ σου πόλει ταύτῃ καὶ μουσικὴ συνεγείρεται, ὠδίνουσα μὲν καὶ πρό[σθεν φα‐ νῆναι τοῖς Ἕλλησιν | —οὐδὲν γὰρ οἶμαι καλὸν ἐθέλει κρύ‐ | |
5 | πτεσθαι—, «ἕκατι δὲ σοῦ», ἔφη τις ἤδη τῶν πρὸς λύραν ᾀσάντων, ἐπὶ [σοὶ τὴν ὠδῖνα τηρήσασα, | ἵνα δὴ τελεσφό‐ ρον αὐτὴν ἐπιδείξῃ καὶ ὥριον. Δῆλον μὲν δὴ λόγος τὴν νῆσον ταύτην τὴν γείτονα, [πρὶν μὲν ἀνθρώποις φανῆ‐ | |
ναι | τὸν θεὸν τὸν Ἀπόλλωνα, ὕφαλον τέως ὑπὸ τῷ πε‐ | 154 | |
10 | λάγει κρύπτεσθαι φερομένην τε καὶ σ[αλεύουσαν· φανέντος δὲ | ἤδη τοῦ θεοῦ καὶ φήναντος ἀναδραμεῖν μὲν ἄνω κά‐ τωθεν εὐθὺς ἐκ βυθῶν, στῆναι δ’ ἐν μέσοις τοῖς κ[ύμασι καὶ μηκέτι εἶναι | πλωτήν. φέρε οὖν, ἐπειδὴ καὶ ἡμᾶς, ὦ παῖδες, ὥσπερ τις θεός, ὅδε ὁ ἀνὴρ φαίνει, οἵους [ποιηταὶ | |
15 | πολλάκις εἰς ἀνθρώπων | εἴδη μορφάς τε ποικίλας ἀμείβον‐ τες, πόλεις τε εἰς μέσας καὶ δήμους ἄγουσιν, ἀνθρώπων ὕβριν [τε καὶ εὐνομίην ἐφέποντας, | οἵαν Ὅμηρος μὲν Ἀθηνᾶν, Διόνυσον δὲ Ἀνακρέων Εὐριπίδης τ’ ἔδειξαν· ἐπειδὴ οὖν, [ὡς ἐγὼ πείθομαι ποιητικός τις | οὐκ | |
20 | ὤν, φίλος δὲ θείου ποιητῶν χοροῦ, ταύτῃ καὶ ὅδε φανεὶς κελεύει μὲν ἡμᾶς [τὴν πρόσθεν σιγὴν ἀτιμάσαντας | καὶ τὰς ἐν σκότει τῶν λόγων καθείρξεις, δημοσιεύειν τε αὐτοὺς καὶ παράγειν εἰς μέσον [Ἕλλησι—μέλλουσι δὲ οἱ λόγοι ὥσπερ | θείῳ τινὶ πεισθέντες νεύματι Μουσῶν σταδίοις ἐναποδύε‐ | |
25 | σθαι—, ὥσπερ [τι μέλος προνόμιον πρὸ τῆς ἀγωνίας αὐτῆς | Ἀττικὸν ὑμῖν ἀποτείνω διήγημα. ἦν χρόνος, ὅτε Ἀθηναῖοι μάλιστα ἀνθρώπων ἁπάντων τοὺς [σοφιστὰς ἠσπάζοντο καὶ πάντα αὐτοῖς ἦσαν οἱ σοφισταὶ καὶ τὰ τούτων πράγματα. ταύτῃ τοι καὶ] ἀνιστάμενοι πανταχόθεν | |
30 | οἱ ταύτην τὴν τέχνην ἐπιτηδεύοντες, ξυνεῖναί τ’ ἐνταῦθα τοῖς | νέοις καὶ διατρίβειν ἐσπούδαζον· ἐθαύμα]ζόν τε ἄλλοι | |
ἄλλους, οἱ μὲν Γοργίαν τὸν Λεοντῖνον, οἱ δὲ τὸν Κεῖον Πρόδικον· ἦσαν | δέ τινες, οἳ καὶ παρ’ Ἱππίαν τὸν Ἠλεῖον φοιτᾶν] ἠξίουν, ὡς δὴ πολύτροπόν τινα καὶ πολυειδῆ τὴν | 155 | |
35 | σοφίαν ἐπιδεικνύμενον. ἀκούω τότε | καὶ Σωκράτην γενέ‐ σθαι, ἄνδρα σοφίας τε ἀληθοῦς] καὶ λόγων ἐραστὴν ἀμή‐ χανον, οὐ τῶν ὅσοι πρὸς δήμους τε καὶ πλήθη πεποίην‐ ται, | ἀλλ’ ὅσοι νέων ψυχὰς ἁπαλὰς ἐμβα]τεύοντες, ὥριον ἀπ’ αὐτῶν καὶ ἄρτιον ποιοῦσι βλαστάνειν καρπόν. τῶν δὲ | |
40 | νέων ὀλίγοι | τινὲς ἐντυχόντες ποτὲ διαλεγομένῳ Σωκράτει, θαυ]μάσαντές τε 〈τὸν〉 ἄνδρα δεξιὸν περὶ λόγους καὶ μα‐ θήματα, παρὰ μὲν τοὺς σοφιστὰς βαδίζειν | οὐκέτι ἐδοκί‐ μαζον, συνόντες δὲ αὐτῷ Σωκρά]τει φιλοσοφεῖν τε καὶ διαλέγεσθαι. ἐπεὶ οὖν ἀνεγυμνώθη τὸ τοιοῦτον τοῖς σοφι‐ | |
45 | σταῖς, | εἰ μὲν ἐν ὀργῇ καὶ αὐτοὶ τὸν Σωκράτην] πεποίηντο, οὐκ ἔχω λέγειν· οὐ γάρ μοι φίλον ἀνδρῶν πανσόφων κατηγορεῖν τανῦν· Καλλι|κλεῖς γοῦν τινες καὶ Θρασύμαχοι] τῶν ἀμφὶ Γοργίαν ἄνθρωποι λοιδορεῖσθαί τε αὐτῷ καὶ σκώπτειν ἐπεχείρουν θαμά, οἱ μὲν | εἰς τὸ πρόσωπον παί‐ | |
38(50) | ζοντες, ὡς σιμός τε] εἴη καὶ τὴν ὄψιν οὐκ εὔχαρις—ἀγνοοῦν‐ τες οἱ δείλαιοι, ὅτι καλὸς εἶναι τἄνδοθεν τοῖς | θεοῖς Σω‐ κράτης ηὔχετο—, οἱ δὲ ἄλλην] τινὰ λώβην τε καὶ λοιδορίαν προσάπτοντες, ὡς δὴ τούτῳ τῷ τρόπῳ τοῦ συνεῖναι τοῖς νέοις | αὐτὸν ἀποτρέψοντες. καὶ] δῆτα μικροῦ καὶ πρὸς ἔργον | |
55 | ἂν αὐτοῖς ὑπῆρχε τὸ σόφισμα, εἰ μὴ τῶν τις γνωρίμων | |
Σωκράτους | ἔτυχεν εἰς Δελφοὺς παρὰ τὸν] θεὸν ἀφικόμενος, ἠρώτα δὲ ὅστις εἴη τῶν ἐφ’ ἑαυτοῦ σοφός· τοῦ θεοῦ δὲ τοῦτο εἰς Σωκράτην ἀπορ|ρίψαντος τοὔνομα ἐξ αὐτῶν] τριπόδων ἀψευδεῖ τε καὶ ὀρθίῳ φωνῇ—ᾔδει γὰρ οἶμαι τοῦτο ἀκριβῶς, | 156 | |
60 | μάντις ὢν ὁ θεὸς καὶ | ἀδελφὸς τῶν Μουσῶν, ὅστις τε] ὀρθὴν σοφίαν, ὅστις τε νόθον ἔχει ταύτην καὶ κίβδηλον—, ἦλθε μὲν εἰς πάντας τὸ ἔπος Ἕλληνας, ἀνε|θάρσησε δὲ ὁ Σω‐ κράτης, καὶ δη]μοσιεύειν τοὺς λόγους ἤρχετο, Καλλικλεῖ δὲ πλέον ἦν οὐδέν. τουτὶ μὲν ὑμῖν, ὦ παῖδες, | τὸ Ἀττικὸν | |
65 | διήγημα. ὑμ]εῖς δέ, ὦ λόγοι, τουτονὶ τὸν γενναῖον τί ποτε δράσετε; ὃς κρυπτομένους ὑμᾶς καὶ ἀφανεῖς ὄντας | Ἕλλη‐ σιν εἰς φῶς τε καὶ μ]έσον ἤγαγε. σιωπᾶν τε γὰρ ὑμῖν οὐ θέμις, φθεγγομένους δὲ ἀναγκαῖον ἐλέγχεσθαι, τὴν ἀξίαν αὐτῷ | μὴ σῴζοντας· ᾗ νῦν μὲν ὥσ]περ τινὶ θεῷ παιᾶνα ἢ | |
70 | βραχύ τι συνθέντες μέλος προσᾴδειν αὐτὸν ἐθελήσομεν, αὖθις δέ, εἰ | θεὸς διδοίη, καὶ τελείοις τὴν] χάριν τοῖς ἱεροῖς ἐκτίσομεν. ὦ Δίκης ὄμμα καὶ Θέμιδος· ὦ Μουσῶν καὶ Ἑρμοῦ προφῆτα· ὦ | καὶ αὐτῆς Ἀθηνᾶς θρέμμα] τὸ κάλ‐ λιστον, ᾗ καὶ αὐτὸς ἐκτίνεις τὰ τροφεῖα καλῶς· σὲ μὲν | |
75 | καὶ ὀρθόπολιν ὀνομάζειν οὐδ’ ἂν αὐτὸς | ἡμῖν νεμεσήσειε Πίνδαρος,] οὐδ’ ἂν ὁ Σικελιώτης ἐκεῖνος, ᾧ τοῦτο τὸ ὄνομα ἐχαρίσατο ὁ λυρῳδὸς ὁ Βοιώτιος. διὰ σὲ πολλὰ μὲν | ἥδε | |
καταδῦσα πά]λιν ἀνηβᾷ τε καὶ ἐγείρεται, δάκρυά τε ἀφεῖσα καὶ θρήνους, κωμάζειν τε καὶ χορεύειν ἄρχεται, ὥσπερ | | 157 | |
80 | ἄρτι τῆς γῆς ἀνείσης αὐ]τήν· νύμφαι δὲ Ναΐδες—ποιητὴς ἄν τις εἶπεν εὔτολμος—ἄλση καταλιποῦσαι δρόμοις Ἀττι‐ κοῖς | ἐναθύρουσι, καὶ πάντα μὲν] ὥσπερ ἐν ἠρινῷ λειμῶνι λάμπει καὶ τέθηλεν· ἀγέλαι δὲ νέων, σκιρτῶσαι πρόσθεν ἀτάσθαλα, | νῦν ὥσπερ τινὸς Ὀρφέως] ἢ Ἀμφίονος κινη‐ | |
85 | θείσης κιθάρας ἥσυχα μὲν νέμονται, ἥσυχα δὲ καὶ σηκοῖς ἐναυλίζονται. νῦν δὲ | πᾶσα μὲν ἐπὶ σοὶ κινεῖται] Σειρήν, πᾶσα δὲ 〈σὲ〉 βάρβιτός τε καὶ λύρα φθέγγεται, δῆμοι δὲ ᾄδουσι καὶ πόλεις τὰ σά. νῦν | ἄπεισι θεωρὶς ὁλκ]ὰς εἰς Δῆλον, Ἀττικὸν ἄγουσα τῷ θεῷ χορὸν καὶ οἷον καὶ | |
90 | Θησέα λόγος στῆσαι μετὰ Κρήτην Ἀπόλλωνι· | ὁ δὲ δὴ ὕμνος ἔστω τῷ] χορῷ, τόνδε ἄρχειν ἐπὶ πλεῖστον Ἑλλήνων. ταυτί σοι παρ’ ἡμῶν, ὦ φίλη θεοῖς κεφαλή, προσῇσται | τὰ νῦν, εἰ δὲ νεύοι τὴν χάριν ὁ] Δήλιος, καὶ τέλειον ἐκτίσω | |
95 | τὸ χρέος. | 158 |
39(1t) | Λαλιὰ εἰς Ἰουλιανὸν καὶ εἰς Μουσώνιον. | |
2 | Ἠλεῖοί ποτε τῆς Σιμωνίδου λύρας λαβόμενοι,] ὅτε ἐπὶ τὴν Πίσαν ἔσπευδεν ὕμνῳ κοσμῆσαι τὸν Δία, δημοσίᾳ φω‐ νῇ τὴν | Διὸς πόλιν πρὸ Διὸς ᾄδειν ἐκέλευον.] τί οὖν, ὦ | |
5 | φίλοι, τί καὶ ὑμεῖς δρᾶσαι κελεύετε; βούλεσθε, μικρὸν ἐπι‐ σχόντες | τὸν δρόμον, Ἀττικῆς ὑμᾶς σύριγγος γεύ]σωμεν; καὶ μὴν οὕτω τινὲς ἀρῶνται τῇ Πιερίᾳ γνήσιοι γείτονες χαίρων οὖν φέρω τοὐπίταγμα, καὶ κέρδος τὴν βίαν ἥγη‐ μαι· οὐδὲν ἐραστῇ παρ’ ἐρωμένου βαρὺ καὶ δύσκολον. | |
10 | ἔχαιρε μὲν Ἀνακρέων εἰς Πολυκράτους στελλόμενος τὸν μέ‐ | |
γαν Ξάνθιππον προσφθέγξασθαι· ἡδὺ δ’ ἦν καὶ Πινδάρῳ προσειπεῖν πρὸ τοῦ Διὸς τὸν Ἱέρωνα. Ἀλκμαίων δὲ ὁ τὴν Δώριον λύραν Λυδίοις κεράσας ᾄσμασιν, ἐτύγχανε μὲν διὰ τῆς Σπάρτης εἰς Διὸς Λυκαίου κομίζων ᾄσματα· οὐ μὴν | 159 | |
15 | παρῆλθε τὴν Σπάρτην, πρὶν καὶ αὐτὴν τὴν πόλιν καὶ Διοσκόρους ἀσπάσασθαι. ἀκούω δὲ καὶ Ἰσμηνίαν τὸν αὐ‐ λητὴν Θήβαθεν ὑπ’ Ἀλεξάνδρου καλούμενον, ἵν’ ἐπηχήσῃ τῷ Περσῶν φόνῳ τὰ νικητήρια, περὶ τὴν Φωκίδα πυθό‐ μενον, ὅτι θύουσι Δελφοὶ τὰ Πύθια, καί τινος τάχα καὶ | |
20 | πρεσβείας παρ’ αὐτὸν ἐλθούσης μὴ σιγῇ αὐτοῖς παραδρα‐ μεῖν τὴν πανήγυριν, δέξασθαί τε τὴν πρεσβείαν, καὶ καθ‐ άπερ τι δεξιὸν τῷ βασιλεῖ σύμβολον τὴν πόλιν προσᾷ‐ σαι, ὡς τῆς νίκης ἆθλον Ἀπόλλωνος. οὐκοῦν οὐδὲ ἡμεῖς παραπλεύσαιμεν 〈ἂν〉 ἀρετῆς τοσαύτης πόλιν γέμουσαν· | |
25 | οὐ γὰρ Ἀττικὸν τὸ σιγᾶν οὐδὲ τῆς λάλου πόλεως ἄξιον. Ξέρξης μὲν γὰρ ἐν Λυδοῖς πλατάνου κόμην ἀγάμενος χρυ‐ σῷ τὸ δένδρον ἐκόσμησεν· οὐ γὰρ ᾔδει λέγειν, ἀλλ’ ὅσον ἐπλούτει χρυσοῦ, τοσοῦτον λόγων ἐπένετο. παρ’ ἡμῶν δὲ εἰκὸς τὴν πόλιν τὰ τῶν ἡμετέρων βασιλέων ἀπαιτεῖν δή‐ | |
30 | που δωρήματα. πρέπει δὲ ταύτῃ τῆς τε ἄλλης ἀρετῆς εἵνεκα, ἀτὰρ οὐχ ἥκιστα τῆς σπουδῆς, ἣν ἐπὶ σοφίᾳ παρέ‐ χεται μέση ἐν μέσοις κειμένη μικροῦ πᾶσιν ἐν κύκλῳ τοῖς τὴν φωνὴν βαρβαρίζουσιν· ἄνωθεν μὲν Παιόνων ἐπικαθη‐ μένων τῇ πόλει, ἐχομένως δὲ Ἰλλυριῶν καὶ Μυσῶν παρα‐ | 160 |
35 | διδόντων τὸ γείτοσιν εἶναι τῆς πόλεως, Θρᾴκης ἄχρι καὶ προαστείων ἐπιβεβηκυίας τοῖς ὅροις, μόνη καθάπερ τινὰ χρυ‐ σοῦν ὀμφαλὸν τὴν Ἑλλάδα γλῶσσαν ἀνέχουσα, καθαρὰν ταύτην φυλάττει τῆς ἐπιμιξίας τῆς γείτονος. ὅθεν ἐγκαλῶ τῷ Θρᾳκίῳ μύθῳ καὶ μέμφομαι, ὅτι τὸν Ὀρφέα τῆσδε ἀπο‐ | |
40 | συλήσας τῆς πόλεως, Θρηικίοις ὄρεσι 〈τὸν〉 τῆς Καλλιόπης χαρίζεται. ταῦτά τοι καὶ σπάνει τῶν ἀκροασομένων αὐτῷ θηρίων τὴν ἐκκλησίαν ἐργάζεται. τοιγαροῦν πάντα Ἑλλη‐ νικὰ τὰ παρὰ τῇ πόλει, καὶ φωνή, καὶ τείχη, καὶ σχῆμα. ἄρχεται μὲν ἀφ’ ὅρων ἡ πόλις ἄνωθεν οἷά τινα κορυφὴν | |
45 | τὸν ὑπεράνω λόφον εἰς αἰθέριον μέσον ἐγείρουσα· κατα‐ βαίνουσα δὲ ἄχρι τῶν ᾐόνων κάτω, τῇδε κἀκεῖσε μερίζεται μυρίας πόλεις, τὸν ἐν μέσῳ τόπον διὰ μιᾶς κατοικίζουσα. ἐπισαλεύει δὲ καὶ αὐτοῖς τοῖς κύμασιν, ὥσπερ ἀχθομένη πρὸς τὴν ἐχομένην θάλασσαν, ὅτι αὐτὴν οὐκ ἐᾷ ῥυῆναι | |
39(50) | τοσαύτην ὅσην βούλεται. τοσαύτη δὲ οὖσα τὸ μέγεθος | |
μυρίοις κάλλεσιν ἁπανταχόθεν ἁβρύνεται. ἐντεῦθεν ἀγοραί, λουτρὰ πλησίον, στοαὶ διὰ πάσης, ἱερὰ πανταχοῦ. ἀπο‐ ρήσαις ἂν ὅ τι καὶ πρῶτον θαυμάσειας. ὥσπερ γὰρ οἱ τὸν οὐρανὸν ἐν ἠριναῖς ὥραις προσβλέποντες μερίζονται μὲν | 161 | |
55 | ἁπανταχοῦ τὴν ὄψιν ὑπὸ τοῦ κάλλους τῆς θέας, ἐκεῖνο δὲ ἔχει τὸν θεατὴν ὅ τι πρῶτον κεχείρωται· οὕτω καὶ ἡ πόλις καὶ πᾶσα ἐκπλήττει καὶ ἰδίᾳ πᾶσι τοῖς μέρεσιν. οὔ‐ πω τὸ μέγιστον τῆς Ἑλληνικῆς τύχης ἐκήρυξα. Ἀττικὴ Μοῦσα ποιμαίνει τὴν πόλιν· σοφιστῶν θρόνος τὸν τῶν | |
60 | ὑπάρχων κεκόσμηκε, καὶ μείζω δέδωκε τὴν χάριν ὁ λόγος, ἢ παρὰ τῆς τύχης ἀντείληφεν. ἐνδοξότερον γὰρ κράνος, ὅταν ὁπλίζῃ κεφαλὴν ἔνδοξον· ἐνδοξοτέρα δὲ ἀσπὶς τὸ Αἴαντος στέρνον καλύπτουσα, καὶ θρόνος, ὅταν δικάζῃ Κῦρος, καὶ κιθάρα, Πινδάρου καὶ Ἀνακρέοντος πλήττοντος. | |
65 | ἀναβλέψατε πρὸς θεῶν ἐν κύκλῳ, ὡς Ἕλληνες πρότερον μὲν τοῖς ὅπλοις, νυνὶ δὲ ἀρεταῖς ἀρχόντων πάντας νικῶσι. τοῦτο τῆς ὑφ’ ἥλιον τὸ πλεονέκτημα, τὸ τοῖς πηδαλίοις τῶν Μουσῶν πάσας πόλεις εὐθύνεσθαι· ἐπεὶ δὲ ἦν ἄρα τοῦτο ἀδύνατον, ὃ μόνον εἶχε τῶν ἑαυτοῦ κτημάτων τὸ | |
70 | κάλλιστον, τῇ νικηφόρῳ πόλει δεδώρηται, μᾶλλον ἐγείρας τὴν ἡμετέραν τέχνην, ἢ Κύλωνα τὸν Ὀλυμπιονίκην κατέ‐ χει λόγος τὸν κότινον. ὁ μὲν γὰρ τυραννίδος ἐπιθυμήσας | |
ἥττων τῆς ἐπιθυμίας τῆς τυραννίδος ἐγένετο· σὺ δὲ βασιλεῖ δοὺς ἑαυτόν, πρὶν ὁπλισθῆναι νενίκηκας. Ὅμηρος μὲν οὖν τὸν | 162 | |
75 | Ἀχιλλέως βίον μιμούμενος, νῦν μὲν λύραν ποιεῖ, νῦν δὲ μελίαν λαμβάνοντα· σὺ δὲ τοῖς λόγοις ἔργα καὶ πράξεις ἀνέμιξας. οὕτω Περικλῆς ἐδημαγώγησε, καὶ Θεμιστοκλῆς τοῦτον τὸν τρόπον ἐπολιτεύσατο· τὸ βῆμα εἶχε τὸν ῥήτορα καὶ τὸν στρατηγὸν ὁ πόλεμος· ἐπ’ ἐκκλησίας ὁ λόγος, κατὰ τῶν | |
80 | ἐχθρῶν τὰ τρόπαια. τοιοῦτόν τι καὶ τῆς Ἀλκιβιάδου φύ‐ σεως πέρι πυνθάνομαι. Ἀλκιβιάδης ἐπειδὴ πλήρης Λυκείου καὶ τῶν ἐν τῷ Λυκείῳ λόγων ἐγένετο, δεινὸς μὲν εἰπεῖν φανείς, κρατήσας δὲ πάντας τῷ θαύματι, ἀποπηδήσας Λυ‐ κείου, δίδωσιν ἑαυτὸν δημοσίᾳ τύχῃ καὶ πράξεσι· δοὺς δέ, | |
85 | ὅσον τοῖς λόγοις, τοσοῦτον τοῖς ὅπλοις ἐνίκησεν. εἶχε μὲν αὐτὸν Ἑλλήσποντος διττοῖς τροπαίοις ἀνάγραπτον· εἶχε δὲ βασιλεὺς ὁ μέγας καὶ Μακεδόνες καὶ Θρᾴκη καὶ πάντες ἄνθρωποι νῦν μὲν τοῖς ὅπλοις, νῦν δὲ τοῖς λόγοις πάντας ἐλέγχοντα. ταῦτά τοι καὶ μόνος στρατηγῶν Πυθικῆς ἠξιώ‐ | |
90 | θη τῆς ἀναρρήσεως. ἀλλ’ ἐπειδήπερ Ἀλκιβιάδης ἐν μέσῳ καὶ λόγοι καὶ Ἀθῆναι καὶ Λύκειον καὶ Ἀττικὸς σοφιστὴς καὶ μεστὰ τούτου τὰ θέατρα, φέρε καὶ τὸν ὁμόζυγα τὸν Ἀλ‐ κιβιάδου Νικίαν τῷ λόγῳ κοσμήσωμεν, στρατηγὸν ἀγαθὸν τῷ βίῳ παντὶ θαυμάζοντες· μᾶλλον δέ, εἰ φίλον, καὶ πᾶν ὑμῖν | |
95 | ἐρῶ τὸ περὶ αὐτοῦ διήγημα. ὅτε ἡ πόλις ἡ τῶν Ἀθηναίων ἤκμαζε, κειμένων μὲν Λακεδαιμονίων ἐν Πύλῳ, τοῦ δήμου δὲ πάντα βραβεύοντος, τότε Ἀλκιβιάδης καὶ Νικίας τὴν στρατηγίαν διενείμαντο, φιλοτιμούμενοι μὲν πρὸς ἀλλήλους, | |
〈εἴκοντες δέ〉, ἔνθα τὸ εἶξαι κέρδος τῆς πόλεως. τοιαύτης δὴ | 163 | |
39(100) | συζυγίας δημαγωγούσης τὰ σύμπαντα, εὐδαιμονίας ἡ πό‐ λις πεπλήρωτο· βουλὴ μετὰ τῶν νόμων συνήδρευεν, εὐετη‐ ρία κατ’ ἀγοράν, ἱεραὶ πομπαί, τελεταὶ θεῶν, κακία φρούδη, θεσμὸς πανταχοῦ νόμου καὶ λόγου πηδάλιον· ἔλεγεν Ἀλ‐ κιβιάδης, Νικίας νόμους συνέγραφεν· ὁ μὲν ἐστρατήγει τῆς | |
105 | πόλεως εἴσω, ὁ δὲ περιέπλει περὶ Πελοπόννησον. ὀξὺς Ἀλκιβιάδης συνεῖναι, δεινὸς Νικίας ἐπισφραγίσαι νόμῳ τὰ δόξαντα· κοινὴ στρατηγία, κοινὰ πηδάλια, ὥσπερ ὅταν ἐκ μιᾶς πηγῆς δύο ποταμοὶ βλαστάνοντες σχίζωνται μὲν τῷ ῥείθρῳ, τῷ δὲ τῆς φύσεως κάλλει συνάπτωνται. ἀλλὰ | |
110 | γὰρ ἐγὼ μὲν κἂν εἰς ἐνιαυτὸν βουλοίμην παρ’ ὑμῖν μένειν καὶ ἀεὶ λόγους ἐργάζεσθαι. εἰ γάρ τις ἢ μακάρων νή‐ σους, ἢ Αἰθιόπων λειμῶνα πάμφορον, ἢ Ἀμαλθείας κέ‐ ρας ζητεῖ, πᾶσιν ἂν ἡ πόλις τὴν ἐπιθυμίαν πληρώσειε. διὸ καὶ Ὀδυσσεῖ συγγνώμην ἔχω καὶ δίδωμι, ὅτι μακρό‐ | |
115 | τερον τὸν παρ’ Ἀλκινόῳ λόγον εἰργάζετο, τῇ πλείονι δια‐ τριβῇ τὸν ἐκεῖ πόθον δρεπόμενος. καίτοι πόσον ὁ παρ’ ὑ‐ μῖν Ἀλκίνους τοῦ παρ’ Ὁμήρῳ σεμνότερος—τὸν ὁμώνυμον λέγω—. τοιαύτης δὲ ὑπαρχούσης τῆς πόλεως, ἄνδρα τὰ Ἑλλήνων πηδάλια σὺν σειρῆνι γλυκείᾳ νωμήσαντα καθα‐ | |
120 | ρῶς τίς οὐκ ἐπαινέσει; ἀεὶ γάρ τις ἐπικαθίζει πειθὼ τοῖς χείλεσι. τίς μὲν εἰς φιλίαν θερμότερος; τίς δὲ πρὸς πᾶσαν | |
τύχην εὐάρμοστος, καὶ μέγας μέν, ὅταν ἐξ οὐρίων ἡ τύχη φέρεται, ὑψηλὸς δὲ οὐ μεῖον, κἂν ἐνδέῃ πάλιν τὸ πνεῦμα. ἀλλὰ γὰρ ἠχώ τις ἁρμάτων προσβαλεῖν ἔοικεν· | 164 | |
125 | ἵππων ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει· καί μοι δοκῶ βασιλέως ἀκούειν λέγοντος· νόστου δὴ μνῆσαι μεγαθύμου, φαίδιμ’ Ὀδυσσεῦ. διόπερ τήνδε μὲν τὴν φιλοτησίαν ὡς ὀλίγα φέρουσαν τὰ νῦν δέξασθε· εἰ δὲ θεοί ποτε δοῖεν ἐπάνοδον, ὥσπερ νῦν | |
130 | πρὸ βασιλέως τὴν πόλιν, οὕτω πάλιν καὶ μετὰ βασιλέα προσφθέγξομαι. | |
40(1t) | Διάλεξις ἐν Φιλίπποις. | |
2 | Κύκνος νῦν μὲν ἐπ’ Ὠκεανῷ μελῳδεῖ καὶ νικᾷ τῷ μέλει τοσοῦτον ἠχοῦσαν θάλασσαν, νῦν δὲ ἐπὶ Καΰστρου δίναις | |
καὶ Ἑρμοῦ καὶ Ὕλλου νάμασιν· ἤδη δέ ποτε ἐντυχὼν | 165 | |
5 | ὀλίγῃ πηγῇ καθαροῦ καὶ διαφανοῦς τὴν φύσιν νάματος, ἥσθη τε τῇ πηγῇ, καὶ τὸ πτερὸν λούσας τιμᾷ τῷ μέλει τὰ νάματα. ἆρ’ οὖν σοφιστὴς ἀφθογγότερος κύκνου φα‐ νήσεται, καὶ σιωπῇ παραδραμεῖται πόλιν ἀρχαίαν; ἦν γὰρ πόλις ἀρχαία καὶ πρὸ Φιλίππου Φίλιπποι· δῆμος Ἀττικός, | |
10 | ἔργον Καλλιστράτου, τὴν φωνὴν ἀξίαν παρασχομένου τῆς πόλεως· μᾶλλον δὲ δυοῖν ἀγαθοῖν εὐδοκιμούντων παρὰ πᾶσι, σοφίας καὶ τύχης, ἑκατέρου τούτων δι’ ἑκατέρου τῶν οἰκιστῶν ἡ πόλις ὑμῶν κεκλήρωται, διὰ μὲν Ἀθηναίων σοφίαν λαβοῦσα, σκήπτρῳ δὲ καὶ τύχῃ διὰ Φιλίππου φρο‐ | |
15 | νήσασα. φέρε οὖν κἀνταῦθα φιλίῳ Διὶ κρατῆρα στήσωμεν καὶ τὸν Ξενίου βωμὸν λόγων ξενίαις ἀμείψωμεν. ἀρχαῖος γὰρ οὗτος ὁ νόμος, ἀφ’ ὧν ἔχει τις, ἀμείβεσθαι τοὺς τῆς φιλοφροσύνης ὑπάρξαντας. ὁ γηπόνος τιμᾷ τοῖς δράγμα‐ σιν, ὁ ληνοβάτης τοῖς βότρυσι, καὶ ὁ θηρευτὴς τῇ θήρᾳ | |
20 | ἑαυτοῦ, καὶ πάντες πᾶσιν, ἀφ’ ὧν τὸν βίον ἐργάζονται. ἔρχεται δὲ καὶ ἡ χελιδὼν μετὰ τοῦ μέλους ἐφέστιος, καὶ μετὰ τῆς ᾠδῆς ὁ τέττιξ, καὶ ἀηδὼν μετὰ τῶν Ἀττικῶν ᾀσμάτων, ἵν’ ὑπομνήσῃ πάντως τῶν Ἀθηνῶν τοὺς τὴν φωνὴν ἀττικίζοντας· κρίνει δὲ οὐ μεγέθει τὰ τῆς φωνῆς | |
25 | ἐργαστήρια, ἀλλὰ πᾶν ἄλσος φίλον ἐκείνῃ, ὅπερ ἀντηχεῖν οἶδε τοῖς μέλεσιν. ᾔδει δὲ ἄρα τὸν νόμον τοῦτον καὶ Ὅμη‐ ρος. τῷ τοι καὶ γράψαι τὸν νόμον τοῦτον ἅπασιν ἀνθρώ‐ ποις βουλόμενος, ῥήτορι τὴν πλάνην καὶ οὐχ ἑτέρῳ προσ‐ τίθησιν, ἵνα τὴν νομοθεσίαν ἀσάλευτον Ὀδυσσεὺς λέγων | |
30 | ἐργάσηται. τοιγαροῦν ἔλεγε μὲν ἐπ’ Ὠγυγίης ἐκεῖνος, καὶ μεγάλην τὴν νῆσον πλήρη τῶν λόγων εἰργάζετο· ἔλεγε δὲ πάλιν ἐν Φαίαξι, καὶ τὴν Ἀλκινόου πόλιν λόγῳ μεγά‐ λην εἰργάζετο. Γοργίας δὲ ὁ Λεοντῖνος—προϊὼν γὰρ ὁ λόγος σοφιστὴν εὗρεν, οὐ ποιητήν, τοῦ νόμου τούτου προ‐ | 166 |
35 | πάτορα—, ἐπειδὴ πρεσβεύσας ἐκ Σικελίας Ἀθήναζε, τῷ λό‐ γῳ ταύτας ἐξέπληξε, δεῆσαν ἐκεῖθεν διὰ Βοιωτίας πορεύε‐ σθαι, οὐ σιγῇ παρῆλθε τὴν Πλάταιαν, πρὶν πόλιν ἀρχαίαν προσφθέγξασθαι. ἐπεὶ δὲ σοφιστοῦ νόμῳ καὶ ποιητοῦ λό‐ γῳ τὸ γράμμα ἡμῖν κεκύρωται, φέρε καὶ τὴν ψῆφον τὴν | |
40 | ἐκ φιλοσοφίας προσλάβωμεν. ἦν Ἑρμείας Ἀταρνεὺς γένος· ὁ δὲ Ἀταρνεὺς Μυσῶν πόλις, μέγεθος μὲν οὐ μεγάλη, λαμπρὰ δὲ τὴν θέαν, Μυσῶν βασιλέως ἐπώνυμος. γνώρι‐ μος οὖν Ἑρμείας ἐν τοῖς μάλιστα τοῦ Σταγειρίτου γενό‐ μενος, ἐκ μέσης καρδίας ἐφ’ ἑαυτὸν ἀρετῇ πάσῃ τὸν καθη‐ | |
45 | γεμόνα ἐξέμηνε. πολλὰ μὲν οὖν καὶ ἄλλα τῶν ἐπ’ αὐτῷ πόθων ἐπεδείξατο Ἀριστοτέλης, ὡς ἔστιν ἀκούειν, γνω‐ ρίσματα· καὶ γὰρ λόγους αὐτὸν ἐξήσκησε καὶ ἀρετὴν ἐξε‐ παίδευσε, καὶ ἐλεγείῳ τὸν θάλαμον μόνῳ τῶν γνωρίμων ἐκόσμησεν. ἀτὰρ δὴ καὶ τόδε οὐχ ἥκιστα τῆς περὶ ἐκεῖνον | |
40(50) | σπουδῆς ὁ Σταγειρίτης ἐπεδείξατο τεκμήριον. ἔτυχε μὲν γὰρ εἰς τὴν Ἀσίαν ὑπ’ Ἀλεξάνδρου καλούμενος, ἵνα κῆρυξ | |
ὁμοῦ καὶ θεατὴς τῶν Περσικῶν τροπαίων γένηται· ἐπεὶ δὲ πορευόμενος κατὰ τὸν Ἀταρνέα ἐγένετο, ἰδὼν πόλιν ὀλίγην ἀρετῆς καὶ σοφίας διψῶσαν ἅπασαν, οὐ παρῆλθε σιγῇ, | 167 | |
55 | βραχεῖ δὲ βιβλίῳ τήν τε πόλιν καὶ τὸν Ἑρμείαν ἠσπάζετο. ταῦτα ὑμῖν, ὦ φίλοι, τῆς φιλοξενίας τὰ χαριστήρια. θεῶν δὲ διδόντων, εἰσαῦθις τοὺς τελειοτέρους τῇ πόλει κρατῆρας στήσομεν. | |
41(1t) | Εἰς Κωνσταντινούπολιν. | |
2 | Ἡλίῳ Μίθρᾳ ψυχὴν καθάραντες καὶ βασιλεῖ τῷ φίλῳ θεοῖς ἤδη διὰ θεῶν συγγενόμενοι, φέρε τινὰ τῷ τε βασιλεῖ καὶ τῇ πόλει λόγον ἀντὶ λαμπάδος ἀνάψωμεν. Ἀττικὸς | |
5 | μὲν γὰρ νόμος Ἐλευσῖνάδε φῶς μύστας φέρειν κελεύει καὶ δράγματα, ἡμέρου βίου γνωρίσματα· τοῖς δὲ ἡμετέροις | |
μύσταις λόγος προκείσθω τὰ χαριστήρια, εἴπερ ὁ αὐτὸς Ἀπόλλων οἶμαι καὶ Ἥλιος, λόγοι δὲ παῖδες Ἀπόλλωνος. οὐκοῦν ἐκ θεῶν ἀρξάμενοι ἤδη τὴν πόλιν προσείπωμεν. πά‐ | 168 | |
10 | λιν Ἀτθίδες παρ’ ὑμῖν Μοῦσαι· πάλιν Ἀθῆναι τὰς αὑτῶν ὠδῖνας προσφθέγγονται. καί μοι δοκοῦσιν ἅπαντες μὲν λό‐ γοι φίλοι τῆς πόλεως· —ταῦτά τοι καὶ βασιλέως τύχην ἔνθεον ὠδίνειν μέλλουσα, Μούσαις ἐπέτρεψε τὴν τούτου φύσιν μαιεύεσθαι, ἵνα τοὺς πώποτε τῇδε τῇ τύχῃ κομή‐ | |
15 | σαντας ἀρετῇ πρὸ τύχης νικήσειεν· —οἱ δὲ ἡμέτεροι λόγοι καθάπερ ἔκ τινος εἱμαρμένης ἀμείνονος ἄνωθεν ἄρα τῇ πό‐ λει προσήκειν ἔμελλον. τεκμήριον δὲ ἐκεῖνο μέγιστον· ἐπειδὴ γὰρ ἔδει τούτους, μετὰ τοὺς Ἀττικοὺς ἄθλους καὶ τὰ τῆς Παρθένου μεγάλα στέμματα, καὶ τὴν ἄλλην γῆν ἐξ Ἀτ‐ | |
20 | τικῆς λόγων ἀρόσαι σπέρμασιν, οὐκ ἐπὶ Ῥῆνον ἦγεν ἑσπέ‐ ριον, οὐδ’ ἐπὶ τὴν Ὠκεανοῦ μυθώδη θάλασσαν καὶ τού‐ τοις τὴν ἀποδημίαν ἐπόρθμευσεν, ἀλλ’ ἔτι μὲν ἡβῶντας καὶ ἰούλῳ πρώτῳ χλοάζοντας παρ’ ὑμᾶς ἤγαγεν, ἵνα ἁπα‐ λοῖς ἔτι τοῖς κάλυξιν ὕμνον τῇ πόλει συμπλέξωσιν· ἐπειδὴ | |
25 | δὲ αὐτοῖς αὖ πάλιν πολιὰ μὲν κόμη, πολιὸς δὲ ἤδη ὁ βό‐ στρυχος, βασιλέα καθ’ ἑαυτὸν ἐπῄνεσαν, ἵνα τῶν εἰς ἐκεῖνον ὕμνων ἡ πόλις πάλιν γένηται προοίμιον. οὐκοῦν ἀφ’ ὧν | |
φρονεῖ τε καὶ γέγηθεν, ἀπὸ τούτων αὐτὴν καὶ πρῶτον ἤδη προσείπωμεν. ὦ τὸν ἐλεύθερον πυρσὸν ἀνθρώποις | 169 | |
30 | πᾶσιν ἀνάψασα· ὦ τὰς εὐτυχεῖς ὠδῖνας καὶ κυησαμένη καὶ λύσασα· ὦ κρείττονα τόκον καὶ αὐτῆς τῆς μητροπό‐ λεως φήνασα· τῆς μὲν γὰρ ὁ Κέκροψ τὸ πρῶτον βλά‐ στημα—οὔπω καθαρὸς ὁ Κέκροψ ἄνθρωπος, ὅτε τὰς ἐκ λαγόνων σπείρας τῆς μητρὸς εἶχεν, οὔπω τὴν γλῶτταν | |
35 | Ἀττικὰ φθεγγομένην—, τὸ σὸν δὲ ἄρα ἔκ τινος φύσεως ἀκηράτου συγκείμενον· τύχης γὰρ δήπου καὶ ἀρετῆς ἄκρας ἡ σύνοδος, οὐκ ἀφ’ ἡμισείας μοίρας ἀλλ’ ὁλοκλήρου συνυφη‐ ναμένης ἑκατέρας οἶμαι τὴν γένεσιν. Δῆλον μὲν δὴ τὴν νῆσον λαχοῦσαν τὰς θείας ὠδῖνας Ἀπόλλωνος ἅπασαι λύραι | |
40 | ᾠδὴν καὶ μέλος πεποίηνται, καὶ ταῦτα νῆσον ὀλίγην, μικροῦ κρυπτομένην τοῖς κύμασι· σὲ δὲ οὐδὲ νῆσον, οὐδέ τινα πόλιν, ἃς οὕτω καλοῦσιν ἄνθρωποι, ἀλλ’ ἤπειρον ὅλην ὀλίγου δεῖν πόλιν ποιήσασαν, τίς ποιητὴς ἢ λόγων συν‐ θέτης οὐκ ἂν εἰκότως ὑμνήσειε; θαυμάζω μέν σου καὶ τὰ | |
45 | λοιπὰ πάντα καὶ τέθηπα. σὺ μὲν γὰρ Εὐρώπης ἀρχή, σὺ δὲ καὶ πέρας καθέστηκας· σὺ δὲ καὶ Ἀσίας τὴν ἴσην μοῖραν κεκλήρωσαι· ἐν σοὶ μὲν Πόντος κυμαίνων ἵσταται, ἐκ σοῦ δὲ Αἰγαῖος γεννᾶται. σὸς δὲ καὶ γείτων ὁ μέγας Βόσπορος, πορθμὸς πάσης μὲν ποιήσεως, πάντων δὲ λό‐ | |
41(50) | γων ἀγώνισμα, πορθμὸς τοῖς Διὸς ἔρωσιν ὑποστορέσας | |
τὴν θάλασσαν, ὥσπερ οἶμαι καὶ προμαντευόμενος, ὅτι καὶ διογενῆ βασιλέως φύσιν κόλποις τοῖς ἑαυτοῦ τιθηνήσαιτο. λέγεται γὰρ Ἰὼ τὴν Ἰνάχου κρίσει Διὸς εἰς βοῦν ἐκ παρ‐ θένου τὴν ἑαυτῆς φύσιν ἀμείψασαν νήξασθαί τε ταύτην | 170 | |
55 | τὴν θάλασσαν καὶ δοῦναι τῷ πορθμῷ κλῆσιν τῆς τότε τύχης τὸ σύμβολον. τὸ δὲ σὸν μέγεθος ἢ κάλλος τίς ἂν ἢ μεγέθει λόγων ἢ κάλλει κατὰ τὴν ἀξίαν ὑμνήσειεν; ἀρξαμένη γὰρ ἐκ μέσων μικροῦ τῶν τοῦ πορθμοῦ κυμάτων ποτίζεσθαι, πολύν τινα | |
60 | δρόμον τὸ πρὸς ἑσπέραν ἐξέδραμε, μεγάλην ποιοῦσα πόλιν τὸ τῆς ἠπείρου δεχόμενον· κενὸν δὲ ἀφῆκε πόλεως οὐδ’ ὅσον εἰς λαγόνας καὶ τὴν κύκλῳ περιπτύσσουσαν νῆσον ἅπα‐ σαν μερίζεται, ἀλλ’ ἐπισχεθεῖσα μὲν πᾶσιν αἰγιαλοῖς καὶ πᾶσι πεδίοις, ἠπειρώσασα δὲ καὶ αὐτὴν ἤδη τὴν θάλασ‐ | |
65 | σαν καὶ βιασαμένη μερίδα γενέσθαι πόλεως, σαλεύουσαν φύσιν καὶ ἄστατον πεπηγέναι πεποίηκεν. Ὅμηρος μὲν οὖν τὸ τῆς Σπάρτης μέγεθος ὀνόματι καιρίῳ δηλῶσαι θέλων κατὰ τὴν ποίησιν, κητώεσσαν αὐτὴν ὡς εὐμήκη προσ‐ είρηκεν· εἰ δὲ τοῦτο ὄντως μεγέθους πόλεως ὄνομα, ἐμοὶ | |
70 | κατὰ σοῦ μᾶλλον, ἀλλ’ οὐχ Ὁμήρου προσρήματος, οὐ τῇ‐ δε αὐτῇ τοῦ μεγέθους οἶμαι τυγχάνοντος. ὥσπερ γὰρ ἐν ὅρμῳ τοὺς λίθους ὁ χρυσός, οὕτω καὶ ἡ πόλις τῷ μεγέθει | |
τὸ τῆς ὥρας ἄνθος ἐγκέκραται. ἔνθεν ὁ χρυσὸς μερίζει τὴν ὄψιν, ἐντεῦθεν τέχναι τοὺς θεωμένους ἀνθέλκουσι θαύμα‐ | 171 | |
75 | σιν· ἐντεῦθεν τὸ τῆς βουλῆς ἐκλάμπει συνέδριον, θέλγει τὰ λουτρά, προσδημαγωγεῖ τὰ θέατρα, κεστὸς ἀτεχνῶς τῆς Ἀφροδίτης τὰ σύμπαντα. οὔπω τὸν μέγιστον καὶ κάλ‐ λιστον τῆς πόλεως κόσμον εἴρηκα, ὃς παντὸς μὲν χρυσοῦ φανότερος περιλάμπει τὴν ἀγλαΐαν τῆς πόλεως, πάσης δὲ | |
80 | χειροποιήτου βαφῆς εὐανθεστέραν τὴν εὐμορφίαν ἐργάζε‐ ται. βασιλέα λέγω τὸν ἔνθεον, οὗ μυρίαι μὲν καθ’ ἑκάστην ἡμέραν αἱ χάριτες εἰς τὴν γειναμένην, μυρίοι δὲ κόσμοι καὶ στέφανοι τὴν κεφαλὴν ἀναδέουσιν, οὐ τῷ μεγέθει καὶ κάλ‐ λει τῶν οἰκοδομήσεων μόνον, ἀλλ’ ὅτι τοῦτο μὲν αὐτὸς τὸν | |
85 | κωλύοντα ζόφον ἀνατείνειν χεῖρας εἰς Ἥλιον ἀρετῇ καθή‐ ρας εἰς οὐρανὸν ἀναπέμπειν οἷον ἐκ ταρτάρου τινὸς καὶ ἀλαμποῦς βίου δεδώρηται, τεμένη μὲν ἐγείρων θεοῖς, τε‐ λετὰς δὲ θείας καθιδρύων τῇ πόλει ξένας, τῶν δ’ εἰς αὐτὴν θεῶν οὐρανίων μυστήρια θεοποιῶν· τὰ δὲ σύμπαντα ἰώ‐ | |
90 | μενος οὐ κατὰ μικρόν, ὥσπερ οἱ ταῖς ἀνθρωπίναις τέχναις τοὺς ἀρρωστοῦντας, ἀλλ’ ἀθρόαις εὐθὺς τῆς ὑγείας ταῖς χάρισιν· ἔδει γὰρ αὐτὸν ἡλίῳ φύσιν συνάπτοντα ὁμοῦ τε λάμψαι καὶ φῆναι βίον τὸν κρείττονα· τοῦτο δὲ ὅτι τοῖς καθημερινοῖς ἔργοις καὶ πράξεσιν ἐγείρει τὴν δόξαν τῆς | |
95 | πόλεως, ᾗ τὴν μὲν Ῥωμύλου πόλιν Ῥωμύλου πράξεις σε‐ μνύνουσι, καὶ τὴν Ἡρακλέους οἱ τῆς ἀρετῆς ἆθλοι τῆς Ἡρα‐ | |
κλέους θρυλούμενοι· κἂν τὰς Ἀθήνας ἐπέρηταί τις, τίνι τὸ φρονεῖν αὐταῖς μεῖζον ἢ κατὰ τοὺς ἄλλους περίεστιν, ἀπὸ Θησέως γενεαλογοῦσι τὰ κατορθώματα. καὶ κόσμος Ἀργείοις | 172 | |
41(100) | 〈Δαναόσ〉, καὶ Σπαρτιάταις ὁ Λυκοῦργος, τῆς Σπάρτης ἀρχή· τὰ πρὸ Λυκούργου δὲ μικροῦ καὶ ἀρνοῦνται τὴν οἴκησιν· Ἀμφιπολῖται δὲ εἰς Βρασίδαν ἐξ Ἅγνωνος τὴν ἑαυτῶν πατρίδα μετασκευάζοντες, τῇ τοῦ Λάκωνος ἀρετῇ κομῶσι πλέον ἢ οἷς ἡ φύσις αὐτοῖς εἰς θαῦμα τῆς χώρας δεδώρη‐ | |
105 | ται. τῇ πόλει δὲ τίς ἄλλος ἀμείνων κόσμος, ἢ βασιλεὺς τοσοῦτος πατρίδι τῇ πόλει καλλωπιζόμενος; ἡ μὲν οὖν Καρίνη Μοῦσα, τὴν Ἡροδότου λέγω, τὴν μικροῦ νικῶσαν καὶ ποίησιν, Ἀσσυρίαν τινὰ πόλιν ἐγείρουσα, βαρβάρῳ ποταμῷ σχίζει καὶ περιβάλλει τὴν πόλιν· τὸ σὸν δὲ τεῖ‐ | |
110 | χος βασιλεὺς μέγας καὶ θάλασσα, ὁ μὲν τοῖς ὅπλοις τει‐ χίζων τὴν πόλιν, ἡ δὲ πυργοῦσα τοῖς κύμασιν. ἀλλὰ γὰρ ἔδει τοσούτῳ μεγέθει καὶ τηλικούτῳ πόλεως ἰσόμετρον ὑπάρχειν καὶ τῶν οἰκητόρων τὸ πλήρωμα. εἰ γὰρ ἀστέρες οὐρανοῦ κόσμος, καὶ πόλεως κλέος οἰκήτορες. ὅσοι μὲν οὖν | |
115 | τὸ τῶν αὐτοχθόνων ἑαυτοῖς γένος ἐπιφημίζουσι, μῦθον προπάτορα γενεαλογοῦσι τῶν πόλεων, σπάνει τῆς ἐπιμι‐ ξίας τῆς κρείττονος τῶν τῆς φύσεως νόμων καταψευδόμενοι. 〈οὐ〉 τοιοῦτον τό γε ὑμέτερον, ἀλλ’ ὅσον ἐκ θεῶν ῥεῦσαν γένος πρὸς τὴν ῥέουσαν φύσιν ὡμίλησεν, ὁμιλῆσαν δὲ | |
120 | γένος ἡρώων ἐγέννησε, τοῦτο κραθὲν εἰς ὑμᾶς οὐρανοῦ τινος ὡς ἀληθῶς μίμησιν τήνδε τὴν πόλιν εἰργάσατο. τοι‐ γαροῦν παρ’ ὑμῖν φιλοσοφία ἡ μὲν ὀθνεῖος, ἡ δὲ ἐγχώριος πάσῃ τῇ φιληκοΐᾳ τῆς πόλεως ὥσπερ τις ἀγαθὴ μέλιττα ἐξ ἀκηράτων λειμώνων κηρία πλάττουσα πᾶσαν ἐπιβό‐ | 173 |
125 | σκεται αὐτήν, νῦν μὲν ἐμβομβοῦσα θεάτροις καὶ τὴν Ἀκα‐ δημίαν καὶ τὸν Ἀρίστωνος δι’ ἑαυτῆς ὑμῖν συνάπτουσα· νῦν δὲ ψυχὰς νέων ἀρετῆς πάσης γεμίζουσα, ὥσπερ που καὶ Πυθαγόραν λόγος, ὅτε Λυκείῳ τὴν Ἰταλίαν ἀντεπε‐ τείχιζε. ποιηταὶ μὲν οὖν τὴν Ἀργὼ τὸ τῆς Ἀθηνᾶς σκά‐ | |
130 | φος πηγνύμενοι, τὴν πρώτην ὁλκάδα ᾐόνας τε ὑμετέρας ἀνοίξασαν, θεῖον αὐτῇ τὸν φόρτον οἶμαι χαρίζονται· ἔδει γὰρ ἔργον Ἀθηνᾶς δήπου τυγχάνουσαν μόνην ὁλκάδων ἡρώων κώπαις ἐρέττεσθαι. καὶ σοὶ δὲ θεῖον μὲν ὥσπερ ἐκείνῃ τὸ πλήρωμα, οὐ μὴν ὥσπερ τριήρους μιᾶς, ἀλλ’ ὅλης πόλεως, | |
135 | ὥστε γενέσθαι φόρτον ἐξ ἀρχῆς εἰς τέλος θεοῖς κεκαθαρμένον. 〈τὸν κυβερνή〉την τῆς πόλεως δὲ ποῦ χοροῦ τάξομεν; ἢ δῆλον ὅτι ἐν πρώτοις, καθάπερ ἐπ’ ἀσπίδος κύκλου, ἧς ὅπερ ἂν λάβῃς τῆς περιθεούσης τὸν κύκλον ἄντυγος, τοῦτο καὶ πρῶτον νομίζεται. οὐκοῦν δῆλον ὡς πᾶσα ἀνάγκη τεχνί‐ | |
140 | την οἰάκων εἶναι τὸν ἐφιζάνειν μέλλοντα τοῖς πηδαλίοις τῆς πόλεως. μικρᾷ μὲν γὰρ πόλει μικρὸς ὁ κίνδυνος νόθος | |
ἀνὴρ τὴν ἀρχικὴν τέχνην καὶ βέβηλος· κλέπτεται γὰρ ἡ βλάβη τῇ τύχῃ συστελλομένη τῆς πόλεως· ὑψηλὴ δὲ τύ‐ χη ὑψηλὴν οἶμαι καὶ ζητεῖ φύσιν κυβερνήσειν μέλλουσαν | 174 | |
145 | τοσοῦτον πέλαγος πόλεως. ἤπιος ἔστω καθ’ Ὅμηρον ὁ κυ‐ βερνήτης τῆς πόλεως, ἵνα καὶ τὴν ἐρχομένην προσηγορίαν τὴν τῶν πατέρων ἐνέγκηται· πρᾶος τοὺς λόγους, ὀξὺς τὰ πράγματα, ἵνα τοὺς μὲν μὴ λυπῇ θορυβῶν, τοῖς δὲ φανῇ πράττων πρὶν ἐλπισθῆναι τὰ μέλλοντα· ἐγειρέτω πόλιν | |
41(150) | ἀλλὰ χαιρόντων, μὴ λυπουμένων τῷ δαπανᾶσθαι τῶν οἰ‐ κητόρων τῆς πόλεως—οὕτω γὰρ ἂν οὐκ αἴσθησιν τῆς δαπάνης ἡ πόλις λήψεται—, ἀλλὰ βαθυνέτω λιμένας καὶ περιπτυσσέτω στοάς, ἀσπαστὴν πλωτῆρσιν ἐκ θαλαττίων πόνων ἀνάπαυλαν· ἐγειρέτω δὲ καὶ τεμένη θεοῖς καὶ εὐ‐ | |
155 | μενίζοιτο τὸ κρεῖττον τῇ πόλει φίλον τ’ ἐργάζοιτο· ἀπο‐ τεινέτω δὲ καὶ στοὰν οἶμαι βασίλειον κάλλει καὶ μεγέθει βεβαιουμένην, καὶ 〈ἀπ〉έστω γνώμῃ δικαίᾳ μὴ φόβῳ νόμων τοῦ λήμματος· τὸ μὲν γὰρ δειλίας, τὸ δὲ σωφροσύνης τεκ‐ μήριον. τοῦτο δ’ ἂν εἰκότως γένοιτο, εἰ γένος μὲν εἴη γεν‐ | |
160 | ναῖος, ἐντραφείη δὲ παιδείᾳ καὶ λόγοις, ἐνακμάσειε δὲ βα‐ σιλείοις ὅροις, μάρτυρα δὲ τῆς ἀρετῆς τοσοῦτον βασιλέα κτήσαιτο, δικαιοσύνης δὲ μισθὸν ἀλλ’ οὐ χρυσίου τὸ τῆς ἀρχῆς γέρας κομίζοιτο. τῶν μὲν οὖν δημηγόρων τῶν ἐν Ἰλίῳ τὸν Πύλιον ἥδιον Ὅμηρος φθέγγεσθαι πεποίηκεν· | |
165 | οὗτος δὲ τοσαύτην ἀρχήν, τοσαύτην δὲ πόλιν ὑπ’ αὐτὸν καὶ ὅλην βουλὴν τοῖς σκήπτροις ἔχων ὑπήκοον, μέλιτος γλυκίων πᾶσιν ἐντυγχάνει, καὶ φαίνεται καὶ ταύτῃ νικῶν τὸν Νέστορα, ὅτι τοσοῦτον ἡλικίᾳ νικώμενος κρατεῖ τῶν λόγων ταῖς χάρισιν. ἀλλὰ γὰρ τοῖς τῆς πόλεως ἔρωσι | 175 |
170 | παραχωρήσας, τοὺς λόγους ἄμετρα σκιρτῶντας περὶ τὴν ἐρωμένην αἰσθάνομαι, καὶ δέδοικα, μὴ περὶ αὐτὴν βραδύ‐ νοντες Λωτοφάγων τινῶν λήθην ἐξαίφνης ἀλλάττωνται. διὸ δότε μοι, δότε νῦν μὲν αὐτοὺς τέχνῃ θηράσαντι βα‐ σιλέως θέαν ποιήσασθαι, αὖθις δὲ πάντα εἶναι τοῖς ἐρῶσιν, | |
175 | ὅσα καὶ βούλονται καθ’ ἑαυτῶν βέλη κυκλώσασθαι. | |
42(1t) | Εἰς Σαλούστιον ἔπαρχον. | |
2 | Τίς μετὰ Θεμιστοκλέα σοφός, καὶ τίς μετὰ Μιλτιά‐ δην σπουδαῖος, καὶ τίς μετὰ Ἀριστείδην κρείττων τοῦ | |
λήμματος; τίς εἰπεῖν κατὰ Περικλέα δεινότερος, τίς πρᾶξαι | 176 | |
5 | κατ’ Ἀλκιβιάδην θερμότερος; τίς εὐτυχὴς ἐν στρατηγίαις ὁποῖος ὁ Νικίας; τίς γνώμην χρηστὸς τὸ τοῦ Φωκίωνος γνώρισμα, τίς συκοφάνταις ἀνάλωτος τὸ Κεφάλου καλὸν θρυλούμενον, τίς ἐπὶ φίλους σπουδαῖος ὅπερ ὁ Λάκων ἐφρόνησεν; ... | |
10 | Εἴ μοι τοσοῦτον περιῆν χρυσίον, ὁπόσον Κροίσῳ τῷ Λυδῷ καὶ Μίδᾳ τῷ Φρυγὶ καὶ Κυπρίῳ Κινύρᾳ σύμπαντες ὑπάρξαι λέγουσιν ... Τοιαύτην τινὰ καὶ Ἡρακλέους καὶ Θησέως φιλίαν γε‐ νέσθαι λέγουσιν, οἳ θυμὸν ἕνα ὑπὲρ ἁπάντων ἀνθρώπων | |
15 | πνεύσαντες γῆν ἐκάθηραν ἐξ ἀρετῆς πᾶσαν καὶ θάλασσαν ... Ἤρθη ποτὲ καὶ Ἀγησίλαος βασιλεὺς παρ’ Ἴωσι Ἄν‐ τανδρον εὐτυχήσας ἐπιστολέα καὶ σύμβουλον, ὥστε δοκεῖν Ἀγησίλαον βασιλέα μὲν εἶναι τῷ σχήματι, ποθεῖν δὲ πάν‐ τας τοὺς Ἴωνας, οἵπερ ᾔδεσαν ἐν τοῖς δεομένοις ἀντιφθεγ‐ | |
20 | γόμενον· καθάπερ καὶ τὸν μέγαν Ἥλιον ὁρῶμεν συγκινού‐ μενον ταῖς τῶν ὡρῶν τροπαῖς, ἵνα σῴζῃ τῷ φωτὶ τὴν κατὰ καιροὺς ἀκμάζουσαν, μένοντα δὲ ὅμως κατὰ τὴν φύ‐ σιν ἀκίνητον· καθάπερ οἶμαι καὶ Θεμιστοκλέα φασὶν Εὐρυ‐ βιάδῃ τῆς ναυαρχίας παραχωρήσαντα αὐτὸν ἀεὶ φανῆναι | |
25 | τοῖς ἔργοις ναύαρχον ... | 177 |
43(1t) | Εἰς Φλαβιανὸν τὸν ἀνθύπατον. | |
2 | Ὅμηρος μὲν ἀρετὴν κοσμῆσαι δι’ Ὀδυσσέως βουλόμενος ὅλην ἐργάζεται ποίησιν ... Πηλεὺς μὲν οὖν γηραιὸς ἤδη καὶ τὴν μελίαν μηκέτι πάλ‐ | |
5 | λειν δυνάμενος ἔπεμψεν ἐπ’ Ἴλιον τὸν Ἀχιλλέα στρατεύεσθαι ... Σὺ δὲ ἡβώσῃ τῇ δεξιᾷ τὴν μελίαν πάλλων τὴν ἔνθεον, αὐτὸς πατὴρ καὶ διδάσκαλος τῶν Ἀττικῶν ὤφθης τῆς φύσεως ... Ἱέρωνι μὲν οὖν τῷ Σικελίας τυράννῳ ἡ Πινδάρου λύρα | |
10 | μέλει προσᾴσασα ἔνῳδον ἀνθρώποις ἀεὶ ποιεῖ τὸν Ἱέρωνα· σὲ δὲ ἡ πάσας μὲν Μούσας, πάσας δὲ σάλπιγγας γλῶσσα νικῶσα, λόγοις ὑμνήσασα, οὔποτε ἀφήσει λήθην κατὰ τῶν σῶν ἔργων τῷ χρόνῳ θρασύνεσθαι ... Ἰδού σε καὶ Ἀττικοὶ λόγοι, καθάπερ τινὰ Ὀλυμπιονί‐ | |
15 | κην χρυσῇ κοτίνῳ λαμπρύνουσιν, ὡς Γλαῦκον ἢ Τιμάσαρχον ἢ καὶ αὐτὸν Καλλίνικον, ταῖς ἐκ Λυκείου καὶ Ἀκαδημίας ἀναδοῦσι μίτραις καὶ στέμμασι ... Αἰγύπτιοι μὲν οὖν, ἐπειδὰν γεννώμενον τὸν Ἆπιν αἴσ‐ θωνται, ἐκ τῶν περὶ τὸν μόσχον συμβόλων τὴν μέλλουσαν | 178 |
20 | εὐδαιμονίαν τεκμαίρονται ... Ἔπρεπεν Ἡρακλεῖ πονοῦντι τοὺς ἄθλους συμπαρῶν τοῖς ἔργοις Ἰόλεως, καὶ τῷ Πηλέως ὁ Πάτροκλος ... | |
44(1t) | Λαλιὰ εἰς τὸ γενέθλιον ἑταίρου τινός. | |
2 | Ὀδυσσέα παρ’ Ὁμήρῳ πατρίδα ποθοῦντα καὶ τῶν οἰκείων τὴν μνήμην εἰς ἀρετῆς ἐπίδειξιν ἤγειρε ξενίας χά‐ | |
ριν ἀγωνοθετῶν ὁ Ἀλκίνοος. δημοτελὴς γὰρ ἦν ἡ τῆς | 179 | |
5 | πανηγύρεως πρόφασις καὶ θεοῖς τελούμενα ἀθύρματα καὶ Φαίακες ἅπαντες λευχειμονοῦντες ἐν μέσῳ. ὁ δὲ παρὼν μόνῳ τῷ σώματι—τὴν γὰρ ψυχὴν ἐθήρα τῆς θρεψαμένης ὁ πό‐ θος—ἐθάρρει τοὺς ἄθλους καὶ βασιλεῖ θεατῇ τὴν ἀγωνίαν ηὐτρέπιζε. τοῦτο δὲ τὴν γνώμην ἡρμήνευεν, ὅτι φιλῶν τὴν | |
10 | μονήν, οὕτω πρὸς τὴν χρείαν καλούμενος ἀφορμὴν ἐξεῦρε τῆς ἀπουσίας μνημόσυνον. ἆρ’ οὖν οὐ ταὐτὸν ἐφ’ ἡμῶν, ὦ φίλοι, πάθος συμβέβηκεν; ἆρ’ οὐχὶ εἰκὼν ὁμοιότροπος πρὸς τἀμὰ σχηματίζεται; φέρε τοίνυν καὶ ἡμεῖς διὰ μιᾶς τῆς σπουδῆς καὶ τὸν γενέθλιον ᾄσωμεν, καὶ τὸν χωρισμὸν | |
15 | ἰασώμεθα, καὶ λόγῳ ζηλώσωμεν τὸν πάλαι τὰς χεῖρας ἀγωνιστὴν Ἰθακήσιον. ἔστι δ’ οἶμαι ὁμοία φωνῆς ἁρμονίας καὶ σώματος ῥώμης ἐπίδειξις. ὢ τοῦ παντὸς ἔτους τροπὴ καλλίστη καὶ τίμιος, ἐν ᾗ τὰ τῆς χώρας ἐξαίρετα Δημήτηρ καὶ Βάκχος συμβαίνουσιν· ἡ μὲν ἤδη πονοῦσα περὶ τὰς | |
20 | ἅλως καὶ λήγουσα, ὁ δὲ πρὶν λήγειν ἀρχόμενος, δώρῳ τὸ δῶρον διαδεχόμενος. ὦ δύο ταμίαι τοῦ βίου καιρὸν τὸν ἕνα κληρώσαντες· τρίτος δὲ ὁ ἐμὸς οὑτοσὶ μετὰ τῶν θεῶν ἀριθμούμενος, ὃν θνητὸν λέγειν αἰσχύνομαι, θεὸν δὲ ὀνο‐ μάζειν φυλάττομαι—τὸ μὲν γὰρ τόλμης ὑπεύθυνον, τὸ δὲ | |
25 | ψεῦδος προβαλλόμενον—· ἥρωα δὲ φήσω, καὶ πέποιθα τε‐ λεσιουργεῖν ἑκάτερον τὸν ἔπαινον. οὐ γάρ σοι τέρπει τὴν φρένα ξένων ἐγκωμίων ὀνόματα. οὐκ ἐξ ἐλέφαντος ὦμος | |
τῶν Πελοπιδῶν τὸ γνώρισμα, οὐ πτέρνης τάχος ὀξύτατον τῶν Περσειδῶν τὸ ἐγκώμιον, οὐ κρωβύλος χρυσοῦς ὑπὲρ | 180 | |
30 | κεφαλῆς ἀνακείμενος τῶν Κεκροπιδῶν τὸ σύμβολον, ἀλ‐ λ’ αἰδώς, χάρις, εὐγένεια τῶν σῶν τρόπων τὰ κτήματα. εἰ δὲ τῆς ἡμέρας ἠξίωσας τῆς γενεθλίας τὴν Αἴγυπτον καὶ παρὼν ἐνταῦθα τελεῖς τὸ τῆς πανηγύρεως εὔχαρι, ἄκουε τῆς χώρας τὸ κάλλιστον. τί ποτ’ οὖν, τίνι κεκόσμηται; | |
35 | ἔγνως τοῦ Νείλου τοὺς ἔρωτας, ἀκροατὴς γεγονὼς καὶ πάλιν αὐτόπτης τοῦ θαύματος· ἔγνως καὶ τούτου τὴν σύνευνον, καρπῶν ποικίλων φορὰν κυοφοροῦσαν καὶ τίκτου‐ σαν. τὸ δὲ δὴ μεῖζον τοῦ πράγματος, ὅτι καὶ λείπων ὁ ποταμὸς τοσοῦτον ἄπεστιν ὅσον ποθῆσαι καὶ στέργεσθαι. | |
40 | ἔστη τις ἀφορῶν καὶ τῶν πυραμίδων τὸ μέγεθος, καὶ τὸν Ἆπιν ἐθαύμασεν ἐν μόσχου προσχήματι προφήτην ὄντα τοῦ μέλλοντος· ἡ δὲ τῆς Μερόης ἠχὴ καὶ τῶν Καταδού‐ πων ὁ κτύπος πολλάκις ἐπέσχε τοὺς ὁδοιποροῦντας τῷ θαύματι. Μέμνων δὲ ἐκεῖνο τὸ μάρμαρον, τὸ δι’ ἀψύχου | |
45 | φωνῆς ζωτικὸν ἐκπέμπον τὸ φώνημα, θεὸς ἐνομίσθη θεὸν προσαγορεύων τὸν Ἥλιον. ταῦτα τῆς Αἰγύπτου τὰ κάλ‐ λιστα· ταῦτα κοσμεῖ σοι τὴν πανήγυριν. πρόσθες δὲ εἰ βούλει καὶ τὴν μικρὰν τὴν ἐμὴν Μοῦσαν θαύμασι, τὴν | |
πολλοῖς μὲν ἴσως ἀρέσκουσαν, ἕνα δὲ μόνον προκρίνουσαν. | 181 | |
44(50) | ἐπεὶ καὶ Ξενοφῶντα κατέχει λόγος, τὸν ἥδιστον, τὸν με‐ λισσῶν σμήνη παραδραμόντα τῷ λόγῳ καὶ τὸ μέλι βρύον τῇ διηγήσει μιμούμενον, μὴ φίλου σχεῖν εἰς τάξιν Ἀλκιβιά‐ δην τὸν ἥρωα, εἰ καὶ συνεφοίτα καὶ μόνον ἠγάπα καὶ Σωκράτους ἤκουσε κατὰ ταὐτὸν ὁ Κλεινίου, μήτε Πλάτωνος | |
55 | τοῦ σοφιστοῦ τὴν ἑταιρίαν ἀσπάσασθαι· ᾔδει γὰρ αὐτὸν ἐν φιλοσοφίᾳ πολύφιλον καὶ μεταλλάττοντα πρὸς τοὺς πλουσίους τὸν ἔρωτα· Κύρῳ δὲ μόνῳ συνών, τῆς Κύρου γέγονε παιδείας καλὸν ἐργαστήριον. ὁ δὴ Κῦρος εἰ τὴν ἀξίαν ἐγνώρισεν, ἐγὼ μὲν οὐκ ἔγνων ἐκ πείρας· Κῦρον δὲ εὑρίσκω | |
60 | παρὰ Ξενοφῶντος διὰ παντὸς κοσμούμενον. ἀλλ’ ὦ γενναῖε —νικᾷς γὰρ τοὺς λόγους τῇ χορηγίᾳ τῶν τρόπων—, μὴ τῷ μεγέθει κρίνῃς τὸ χαριστήριον, ἀλλὰ τῇ γνώμῃ, καὶ τῷ χρόνῳ μόνῳ λογίζου τὴν ἀδράνειαν τοῦ μέλους. Ἄν‐ δριοι μὲν γάρ, δῆμος εὐγνωμοσύνης οὐκ ἄπειρος, τύχης | |
65 | πειραθέντες δεξιᾶς παρ’ Ἀπόλλωνος, εἶτα βουληθέντες εὐ‐ γνωμονεῖν τὴν ἀντίδοσιν, πῦρ μόνον ὑφῆψαν, θυσίας ἑτέρας οὐκ εὐποροῦντες βελτίονος. ὁ δὲ θεὸς ἥσθη τῷ τρόπῳ καὶ μόνην τὴν φλόγα προσίετο καὶ σπονδῆς προέκρινε τὰ τῆς προαιρέσεως σύμβολα. ἡμεῖς δέ, ὦ φίλοι, βραχέα | |
70 | μὲν λέγομεν, μείζονα δ’ ὠδίνομεν ἔνδον. εἴη δὲ καὶ ταῦτα | |
τελεσφόρα σοὶ προσαγαγεῖν καὶ ὥρια. | 182 | |
45(1t) | Λαλιὰ εἰς τὸ ὑγιαίνειν τὸν ἑταῖρον. | |
2 | Ἀνοίγει ποτὲ καὶ θέατρα φωνῆς χελιδὼν μετὰ χειμῶνα καὶ κρύος, καὶ τῆς εὐγλωττίας τὸ μέλος οὐκ ἀποκρύπτεται, ὅταν ἁβρὸν ἔαρ ἀνθῆσαν πάλιν αἰσθάνηται· ᾄδουσι δ’ ἐν | |
5 | δρυμοῖς καὶ τέττιγες, ὅταν ὁ μὴν παραδράμῃ ὁ τοῦ βλα‐ στάνειν ἀντίπαλος· ἤκουσα δ’ ἐγὼ παρὰ παισὶ ποιητῶν φυλλοχόον τοῦτον καλούμενον. οὐκοῦν οὐκ ἀπεικὸς καὶ ἡμᾶς τάξιν πληρῶσαι τὴν πρέπουσαν καὶ μετὰ τὴν νόσον τοὺς ἔρωτας αὖθις διὰ μέλους ἀσπάσασθαι. οἵαν γὰρ ἡμέ‐ | |
10 | ραν ἐφανταζόμην τὴν πρώην, ὅτε καταβολὴ πυρετοῦ κλο‐ νεῖν ἐδόκει τὰ σύμπαντα· μετεῖχον γάρ, ὦ φίλοι, τοῦ πάθους καὶ πρὸς τὴν νόσον ἐμεριζόμην τῷ πόθῳ, καὶ μὴ καμόντος τοῦ σώματος τὴν ψυχὴν ἤλγουν δεινότερον· εἰ καὶ οὐκ ἔχω τῇ γνώμῃ μέμψασθαι· τῆς γὰρ κεφαλῆς ὀδυ‐ | |
15 | νωμένης ἐξαίφνης πάντα τὰ ἀρρωστήματα συμβαίνειν ἔφη | |
καὶ Δημοσθένης. οὕτω καὶ κυβερνήτου νοσοῦντος, ὅλον συμπάσχει τὸ σκάφος· καὶ χορὸς ἀβάκχευτος μένει, τοῦ χοροστάτου κειμένου. οὐκοῦν εἰκότως ἀμβλύτερον ἑώρων τότε τὸν ἥλιον· Νεῖλος δ’ ἐδόκει μοι κατηφής, καίπερ πλημ‐ | 183 | |
20 | μυρῶν τοῖς ῥεύμασι· μικροῦ δὲ ἀντηλλαξάμην τὸν Κιμμερίων βίον ἀφώτιστον. ἀλλὰ νῦν ἐξεῖμεν τὸν φθόνον, πανήγυρις δὲ τὰ λοιπὰ διαδέχεται. ἐθέλω δὲ ὑμῖν, ὦ φίλοι, διήγημά τι πρὸς τὸ συμβὰν αἰνίξασθαι. ἦν νέος ἔτι Διόνυσος, καὶ κατὰ τοῦ θεοῦ τὸ τῶν Τελχίνων γένος ἐφύετο· ηὐξάνετο | |
25 | Βάκχος, καὶ Τιτᾶνες πάντες διερρήγνυντο φθόνῳ· τέλος δὲ μὴ στέγειν δυνάμενοι, διασπάσαι τοῦτον ἠθέλησαν, τέχνας δ’ ἐμελέτων καὶ φάρμακα καὶ κέντρα διαβολῆς καὶ φύσεως μαγγανεύματα. ἐμίσουν δ’, ὡς οἶμαι, τὸν Σειληνὸν καὶ τὸν Σάτυρον, καὶ γόητας τούτους ἐφθέγξαντο, ὅτι τῷ Βάκχῳ | |
30 | ἠρέσκοντο. τί οὖν ἐπὶ τούτοις; Διόνυσος ἔκειτο μὲν οἶμαι βληθεὶς καὶ τὴν πληγὴν καιρίαν ἐστέναζεν· ἄμπελος δ’ ἦν κατηφής, καὶ σκυθρωπὸς οἶνος, καὶ βότρυς ὥσπερ δακρύων, καὶ Βάκχος οὐκέτι σφυρὸν εἰς τὴν κίνησιν εἶχεν εὐάρμο‐ στον. ἀλλ’ οὐ διὰ τέλους τὸ δάκρυον, οὐδὲ πολεμίων τὸ | |
35 | τρόπαιον. ὁ γὰρ Ζεὺς ἐποπτεύων ἑώρα πάντα, καὶ τὸν Διόνυσον ἐγείρας, ὡς λόγος, Τιτᾶνας ἐποίει παρὰ τῶν | |
μύθων ἐλαύνεσθαι. | 184 | |
46(1t) | Εἰς τοὺς ἐπιβουλεύοντας καὶ εἰς τὸν ἀνθύπατον | |
2t | Βασίλειον. | |
3 | Τίς ἄρα σὲ καὶ τῶν ἡμετέρων, ὦ φίλε, λόγων ἔρως κατέσχηκε; τίς ἐρριμμένην τε καὶ ἄτιμον μοῦσαν οἷον δή τι | |
5 | μέγα καὶ πάγκαλον τῶν σῶν εἴσω παράγειν ὤτων ἀνέπει‐ σεν; ἢ οὐκ ᾔσθησαι, πρὸς Μουσῶν αὐτῶν; ταύτας γὰρ ἴσως ἐπιβοᾶσθαί μοι λείπεται, ἐλευθέρας τε θεὰς καὶ εὐδαί‐ μονας· οὐ γὰρ δήπου καὶ εἰς ἐκείνας τὸ πολέμιον καθ’ ἡμῶν ἀφῖκται κήρυγμα· φιλοῦσι τοὺς Ἀπόλλωνός τε καὶ Ἑρμοῦ | |
10 | προστάτας καὶ μετὰ τούτων ἀθύρουσιν· ἐπίταγμα γὰρ φθονερόν τε καὶ ἄγριον ἀνθρώπων μὲν ἴσως, καὶ οὐδὲ αὐτῶν πάνυ γενναίων, κρατεῖ· θείου γε μὴν χοροῦ πόρρω πάμπαν ἐλαύνεται. ἆρ’ οὖν ἔγνως, ὦ φίλε—φίλον γὰρ σέ τε καὶ Μού‐ σας καλῶ—, ὡς ἀτεχνῶς δή τινι πολιορκίᾳ μακρᾷ καὶ τοὐ‐ | |
15 | μὸν προσέοικε πρᾶγμα; ἐμοὶ γὰρ πολεμεῖ μὲν ἅπας λεώς, ὁ μὲν ἑκών, ὁ δὲ καὶ πρὸς ἑτέρων σύνθημα· ἔγκλημα δὲ τοῦ πολέμου τούτου ἐγὼ μὲν οἶδα οὐδέν· φασὶ δὲ λεγόντων | |
ἀκούειν, ὅτι ἄρα Μούσαις χορεύειν βούλομαι. Λειβήθριοι μὲν οὖν Παγγαίου πρόσοικοι Ὀρφέα τὸν Καλλιόπης τὸν Θρᾴ‐ | 185 | |
20 | κιον, πρὶν μὲν δημοσιεύειν εἰς αὐτοὺς τὴν ᾠδήν, ἣν ἤδη παρὰ τῆς μητρὸς τῆς Μούσης μαθὼν ἦν, ἐθαύμαζόν τε καὶ συνήδοντο· ἐπειδὴ δὲ τῆς λύρας ἥψατο καὶ προσῇσέ τι μέλος ἔνθεον, φθόνῳ νικηθέντες οἱ δείλαιοι, γυναικείαν ὕβριν ἐπ’ αὐ‐ τόν τε καὶ τὰ μέλη τῆς ᾠδῆς τολμήσαντες γυναῖκες ὕστερον | |
25 | ὑπὸ τῶν μύθων ἐγένοντο. φασὶ δὲ καὶ Αἴσωπον τὸν λογο‐ ποιὸν τὸν Φρύγα, οὗ μὴ ὅτι τοὺς λόγους τινές, ἀλλ’ ἤδη καὶ αὐτὸ τὸ πρόσωπον καὶ τὴν φωνὴν γέλωτα καὶ χλεύην ἥγηντο, γενέσθαι μὲν πάνσοφον καὶ διὰ τοῦτο ἱερὸν τοῦ Ἀπόλλωνος· Δελφοὺς δέ, καὶ ταῦτα παροικοῦντας μαντικῷ | |
30 | τῷ θεῷ, οὕτως ἀγνοῆσαι τὸν ἄνδρα, ὥστε ψῆφον ἄδικον ἐπ’ αὐτῷ κομίσαντας ῥῖψαι κατὰ σκοπέλων καὶ ἀφανίσαι τὸν Αἴσωπον. ἀλλ’ οὔτε ἡ μήτηρ ἠμέλει μετὰ τὴν λύραν Ὀρφέως, οὔτε τοῦ Φρυγὸς ὁ Ἀπόλλων· ἀλλὰ Λειβήθριοι μὲν ἀντὶ τῆς Ὀρφέως λύρας, ἣν ἀτιμάζειν εἵλοντο, μανίαν τε καὶ | |
35 | ἀμουσίαν καὶ σιωπὴν ἠλλάξαντο· καὶ φεύγει μὲν ἐκείνους τὸ μέλος, εἰς δὲ τὴν ἐρημίαν ἔρχεται καὶ πείθει δρῦς τε καὶ πέτρας καὶ ἀγρονόμους ὄρνιθας καὶ μικρόν τι ποιμένων σύστημα, οἷς μᾶλλον ἔχαιρεν ὀλίγα φθεγγομένοις Ὀρφεύς, ἢ τῇ Λειβηθρίων φωνῇ, ὅτι μουσικοί τινες ὄντες καὶ ἡσυχῆ | |
40 | τοῦ μέλους ἀκούοντες λιγυρὸν ἀντεφθέγγοντο καὶ αὐτοὶ τῇ φόρμιγγι. Δελφοὶ δὲ τῆς εἰς Αἴσωπον ὕβρεως ἔδοσαν δίκας αὐτῷ τῷ πατρίῳ θεῷ. ἀλλὰ ταῦτα λογίοις θεοῖς ἔμελέ τε | |
καὶ μελήσει· τὰ δὲ σὰ νῦν δέον καὶ αὐτῷ τῷ Μουσηγέτῃ εἰκάζεσθαι, οἷον αὐτὸν καὶ Σαπφὼ καὶ Πίνδαρος ἐν ᾠδῇ κόμῃ | 186 | |
45 | τε χρυσῇ καὶ λύρᾳ κοσμήσαντες, κύκνοις ἔποχον εἰς Ἑλι‐ κῶνα πέμπουσι, Μούσαις Χάρισί τε ὁμοῦ συγχορεύσοντα· ἢ οἷον τὸν Βακχειώτην—οὕτω γὰρ αὐτὸν ἡ λύρα καλεῖ, τὸν Διόνυσον λέγουσα—ἦρος ἄρτι τὸ πρῶτον ἐκλάμψαντος, ἄνθεσί τ’ ἠρινοῖσι καὶ κισσοῦ κορύμβοις Μούσαις κάτοχοι | |
46(50) | ποιηταὶ στέψαντες, νῦν μὲν ἐπ’ ἄκρας κορυφὰς Καυκάσου καὶ Λυδίας τέμπη, νῦν δ’ ἐπὶ Παρνασσοῦ σκοπέλους καὶ Δελ‐ φίδα πέτραν ἄγουσι, πηδῶντά τε αὐτὸν καὶ ταῖς Βάκχαις ἐνδιδόντα τὸν εὔϊον· ὅτε καὶ τὴν γῆν λόγος, οἷον αἰσθα‐ νομένην τῆς ἐπιδημίας αὐτοῦ, ῥεῖν μὲν μέλι καὶ γάλα καὶ | |
55 | ποταμούς τινας αὐτοῦ τοῦ νέκταρος Σατύροις τε καὶ Βάκ‐ χαις ἀρύεσθαι, καὶ μειδιᾶν μὲν ὁμοῦ ἡδύ τι καὶ χρυσαυγές, πορφύρειν δὲ ὅλην τοῖς ἄνθεσιν, ὅπως ἂν ἔχοι σκιρτᾶν τε καὶ ἀθύρειν ἐπ’ αὐτῶν ὁ θεός· ἐμοὶ γὰρ καὶ τοῦτο τῷ θεῷ δοκεῖ εἰκότως ἐργάζεσθαι. ἆρα ποθεῖς καὶ τοὺς ἡμετέρους | |
60 | λόγους ἰδεῖν; ἆρ’ ἥκει μοι παρὰ σοῦ τὸ σύνθημα; ναὶ πεί‐ θομαι, καὶ τὸν ἀγῶνα θαρρῆσαι διὰ τοῦτο τοὺς λόγους | |
ἔπεισα καὶ τεκεῖν καὶ δεῖξαι τοῖς ἄλλοις τὰ κυήματα καὶ ἐναφεῖναι τοῖς σοῖς σηκοῖς ἐναυλίζεσθαι ὥσπερ τοὺς ὄρνις τοὺς ἱεροὺς τῶν θεῶν ἐν τοῖς ἄλσεσι. τὸ γοῦν μεῖζον ἠπεί‐ | 187 | |
65 | λησαν—κατερῶ γὰρ ἐμαυτοῦ πρὸς σέ—, ὅτι μόνον ἁφθέντες καὶ ἀποδοῦναι τολμήσαντες ἐφ’ ἑαυτούς τε καὶ τὸν πατέρα σε τρώσουσιν. ἰδοὺ θαρροῦσι καὶ ἐγείρονται καὶ πλέκουσιν ἐπὶ σοὶ τὸν κεστὸν καὶ κινοῦσι τὰ θέλγητρα· ἀλλὰ καὶ χορεύουσιν ἤδη καὶ σοί τι καὶ μέλος δι’ ἐμοῦ προσᾴδουσιν. | |
70 | ὦ θείας κεφαλῆς παῖ· ὦ πατρὸς ὑπάτου βλάστημα· ὦ σκῆπτρον ἀρετῆς πατρῴας δεξάμενε, οὐ μεῖον ἤδη, ἢ οἷον δίδωσιν Ὅμηρος τῷ τῶν Ἀχαιῶν βασιλεῖ, ἐκ Διὸς ἄνωθεν τὸ σχῆμα φέρων εἰς Ἀγαμέμνονα. ἀστὴρ οἶμαι σύ τις ἑσπέριος, ἀστέρων πάντων ὁ κάλλιστος· Σαπφοῦς τοῦτο δὴ | |
75 | τὸ 〈ἐσ〉 Ἕσπερον ᾆσμα. Πηλέα μὲν οὖν λόγος τὸν Θεσσαλόν, ἐπειδὴ γηραιὸς ἦν ἤδη καὶ πρὸς τοὺς πολέμους δι’ ἡλικίαν οὐκ εὔκολος, τοῖς ὅπλοις κοσμήσαντα τοῖς ἑαυτοῦ τὸν Ἀχιλλέα τὸν παῖδα, ἔτι νέον ὄντα καὶ ὑπηνήτην, ἐπὶ τὸ Ἴλιον πέμ‐ ψαι στατηγὸν τοῖς Ἕλλησιν, οὐκ ἐκ παρθενῶνος καὶ Λυκο‐ | |
80 | μήδους—μὴ γὰρ δὴ τοῖς μύθοις πιστεύωμεν—, ἀλλ’ ἐκ Πηλίου καὶ Χείρωνος. ὅθεν καὶ παρὰ τοὺς πολέμους αὐτοὺς λύραν ἐκίνει καὶ ᾖδε ταῦτα δὴ τὰ τοῦ Κενταύρου διδάγματα. ἐκεῖνος μὲν ὅπλα ἔχων χρυσᾶ 〈Τρῶασ〉 ἐφόβει καὶ διέσῳζεν Ἕλληνας· | |
σὺ δὲ ἡμῖν οὐχ ὅπλα χρυσᾶ, δίκην δέ τινα χρυσῆν καὶ θέμιν, | 188 | |
85 | ταύτας δὴ τὰς τοῦ πατρὸς 〈τῶν θ〉εῶν παρέδρους λαβὼν ἥκεις εἰς Ἕλληνας, αἳ καὶ τεχθέντα σε κόλποις ἐδέξαντο καὶ ἐκ σπαργάνων ἐτιθηνήσαντο, οὐ κηρίοις μελιττῶν τισίν, ἀλ‐ λ’ εὐνομίᾳ καὶ λόγοις, οἷς ψυχῆς φύσις τρέφεται καὶ ἄρδεται, καὶ πρῶτον ἤγαγον παρὰ τὴν Διός, ἁβρυνόμεναι οἷον ἔρνος | |
90 | ἑαυτῶν ἄγουσι τῇ θεῷ. ποιητοῦ δ’ ἦν ἄρα καὶ Φήμῃ δοῦναι πτερὰ καὶ πέμψαι ταύτην ἐπὶ τὴν ἑσπέραν μετάρσιον δόξης ἄγγελον τῷ πατρὶ τῆς σῆς καὶ τῶν ὅσα ἐπὶ σοὶ Ἕλληνες φθέγγονται, καὶ στῆσαι μὲν κύκνων ἀμφὶ τὴν Φήμην χορόν, σὲ δὲ ποιῆσαι τὴν ᾠδὴν τοῖς ὄρνισιν. ἀλλὰ ταῦτα μὲν ... | |
95 | πεζὸν νόμον προσᾴδω τε νῦν καὶ αὖθις ἴσως προσᾴσομαι. | |
47(1t) | Εἰς Βασίλειον Παναθηναίοις ἀρχομένου | |
2t | τοῦ ἔαρος. | |
3 | «Χαῖρε φίλον φάος χαρίεντι μειδιῶν προσ‐ ώπῳ»· μέλος γάρ τι λαβὼν ἐκ τῆς λύρας, εἰς τὴν σὴν | |
5 | ἐπιδημίαν προσᾴσομαι, ἡδέως μὲν ἂν πείσας καὶ αὐτοὺς τοὺς λόγους λύραν μοι γενέσθαι καὶ ποίησιν, ἵνα τι κατὰ σοῦ νεανιεύσωμαι, ὁποῖον Σιμωνίδης ἢ Πίνδαρος κατὰ Διονύσου καὶ Ἀπόλλωνος· ἐπεὶ δὲ ἀγέρωχοί τε ὄντες καὶ ὑψαύχενες ἄφετοί τε καὶ ἔξω μέτρων ἀθύρουσιν, ὀλίγα | 189 |
10 | παρακαλέσας τὴν ποίησιν δοῦναί μοί τι μέλος Τήιον—ταύ‐ την γὰρ φιλῶ τὴν μοῦσαν—, ἐκ τῶν ἀποθέτων τῶν Ἀνα‐ κρέοντος τοῦτόν σοι φέρων τὸν ὕμνον ἔρχομαι, καί τι καὶ αὐτὸς προσθεὶς τῷ ᾄσματι· «Ὦ φάος Ἑλλήνων καὶ τῶν ὅσοι Παλλάδος ἱερὸν δάπεδον Μουσάων τ’ ἄλση νεμόμεθα». | |
15 | πεισθεὶς γὰρ ἤδη τοὺς λόγους καὶ μέλη φθέγγεσθαι ἐφάνης ἡμῖν, ἐφάνης οἷον Ὅμηρος μὲν τοῖς ἀπειρηκόσι ναυτίλοις φησὶ τὸν οὖρον καὶ τοῖς Ἀφροδίτῃ χορεύειν μέλλουσι τὸν Ἕσπερον ὁποῖον εἰκὸς φανῆναι. τινὲς μὲν οὕτω κάμνοντες εἰρήνης ἐπόθησαν ἄγγελον· τινὲς δὲ χειμῶνας καὶ νεφέλας | |
20 | φεύγοντες λαμπρὸν ἰδεῖν ἠράσθησαν ἥλιον. νῦν ἔαρ, ὦ παῖδες, ὡς ἀληθῶς· νῦν ἐγὼ τῆς ὥρας αἰσθάνομαι· νῦν ᾠδὴ μέν, οὐ θρῆνος ἐμοὶ τὰ τῶν ἀηδόνων ᾄσματα· καὶ | |
συγχωρῶ τοῖς λέγουσιν, οὐκ ἐπὶ τῷ παιδὶ τὸ μέλος τὰς ὄρνις, ἀλλ’ ἐφ’ ὕμνῳ θεῶν ἀναβάλλεσθαι. ἀφίημι δὲ καὶ | 190 | |
25 | ταῖς χελιδόσι ταῖς Ἀττικαῖς τὸν μῦθον ἐκεῖνον τὸν Θρᾴκιον, καὶ μετὰ τῶν ἀηδόνων καὶ ταύτας πείθομαι οὐ γοερὰν ᾠδήν, ἀλλὰ μέλος ἠρινὸν ἀναβάλλεσθαι. νῦν πλούσια μὲν Ἰλισσοῦ καὶ διαφανῆ τὰ νάματα, καὶ τάχα Δηοῦς μαντεύ‐ εται πάλιν ὁ ποταμὸς τὰ μυστήρια· κύκνοι δέ, εἰ μὲν ἀμφὶ | |
30 | τὰς ὄχθας Ἰλισσοῦ μετὰ Ζεφύρου ποτὲ μέλος εἰργάσαντο, ὥσπερ ἐπὶ Καΰστρῳ τε καὶ Ἕβρῳ, νῦν πλέον ἢ πρότερον μουσικῆς τὰς ὄχθας ἐμπλήσουσιν· εἰ δὲ καὶ οὐκ εἶδέ τις ἄλλοτε τούτους ἐπὶ τῷ ποταμῷ τοὺς ὄρνιθας, καὶ ταύτην ἥξειν τὴν μουσικὴν ἐπὶ λειμῶνας Ἀττικοὺς μαντεύεται. ἆρά | |
35 | τις ὑμῶν τεθέαται καὶ αὐτὴν τὴν γῆν, ὅσον εὐθαλεῖ τε καὶ τέθηλε; κομᾷ μὲν ἐπὶ σοὶ καὶ πρὸ ὥρας αὐτῆς τὰ λήια καὶ δείκνυσι στάχυν ὥριον, ὅτε καὶ ἄνθος ἠρινὸν θαῦμα τοῖς ἰδοῦσιν ἐφαίνετο· στεφανοῦται δὲ ἡ γῆ καὶ ἀγάλλεται, οὐκ ἀνεμώναις καὶ ἴοις καὶ τοῖς ἄλλοις ἄνθε‐ | |
40 | σιν, ἀλλὰ τοῖς Διονύσου τε δώροις καὶ τῷ γλαυκῷ τῆς Δηοῦς στέμματι, ὥσπερ οἶμαι τῶν θεῶν διὰ σὲ ταῦτα χα‐ ριζομένων τοῖς Ἕλλησι. Λυδοὶ μὲν οὖν παρὰ χρυσῷ πο‐ ταμῷ τῷ Διονύσῳ βακχεύοντες—χρυσοῦν γὰρ ὁ Λύδιος λόγος ἐπονομάζει τὸν Πακτωλόν—μαίνονται μὲν τῷ θεῷ | |
45 | καὶ χορεύουσιν, ἐπειδὰν αὐτοῖς ἔαρ ἐνέγκῃ τὰς ὥρας ἀμεί‐ βων ὁ ἥλιος, οὐκ ὀρνίθων ᾠδαῖς, οἳ πολλοί τε εἰσὶ καὶ εὐστομοῦσιν ἐν ἄλσεσιν, οὔτε λειμῶσιν ἡδύ τι καὶ ἁπα‐ | |
λὸν χλοάζουσιν, ἀλλ’ ἐπειδὰν αὐτοῖς ὁ Διόνυσος Νῦσαν καταλιπὼν καὶ Αἰθίοπας ἐπὶ Τμῶλον κωμάζῃ καὶ Πακτω‐ | 191 | |
47(50) | λόν, καὶ τὰς Βάκχας ἐπὶ τὸ σκίρτημα σεισθείσας αἴσθωνται, τότε καὶ ἔαρ ἥκειν νομίζουσι καὶ μετὰ τοῦ θεοῦ καὶ τὴν ὥραν ἀσπάζονται. Λυδοῖς μὲν οὖν ἔαρ Διόνυσος ἄγει καὶ τὰ Διονύσου βακχεύματα, σὺ δὲ ἡμῖν τε καὶ λόγοις. ἐκμαίνεις δὲ ἀντὶ μὲν βάκχων τε καὶ Σατύρων τοὺς Μου‐ | |
55 | σῶν τε καὶ Ἑρμοῦ προφήτας· ἀντὶ δὲ τοῦ βοᾶν τὸν Εὔιον, σαυτὸν ἡμῖν δίδως ἀνακαλεῖν τε καὶ ἀναφθέγγεσθαι μέγα μουσικῆς χορείας σύνθημα. καὶ μηδεὶς ὑμῶν θαυμάσῃ, εἰ θεοῖς τὸν ἄνδρα εἰκάζειν οἱ λόγοι βούλονται. οὐ γὰρ δὴ Ὁμήρῳ μὲν ἔξεστι καὶ τρισὶν εἰκάζειν θεοῖς τὸν βασιλέα τῶν | |
60 | Ἀχαιῶν, τὸν Ἀγαμέμνονα, ἡμῖν δὲ οὐδαμῶς· μᾶλλον μὲν οὖν εἰκότως ἡμᾶς τίς οὐ μέμψαιτο, ὅτι μὴ ποιητικὸν κομπάζομεν, μηδὲ πόρρω τῆς ἀληθείας βαίνομεν, καὶ ταῦτα πλέον ἐπὶ τοῦ‐ δε ἔχοντες φθέγγεσθαι, ἢ κατ’ Ἀγαμέμνονος Ὅμηρος εἴρηκεν; ὦ θεοῖς μὲν φίλε, θεοῖς δὲ καὶ πρέπον εἰκάζεσθαι· Διὶ μὲν οἶμαι | |
65 | τάχα μὲν καὶ αὐτῷ τῷ προσώπῳ καθ’ Ὅμηρον—ὄμματα γὰρ ἴκελος Διὶ τερπικεραύνῳ κατὰ σοῦ μᾶλλον ἂν Ὁμηρίδης φθέγξαιτο—, πολλῷ δὲ πλέον οἶμαι καὶ ὅτι τοῖς τῆς ψυχῆς κάλλεσι Διὶ σὲ πρέπον εἰκάζεθαι. «οὐ γάρ τι τῶν σῶν ἀτελεύτητον ὅ τι κεν κεφαλῇ | |
70 | κατανεύσοις», τοῦτο δὴ τὸ τοῦ Διὸς ἐγκώμιον· οὐδέ τις ἀνθρώπων τοσοῦτον αὐχήσει ποτέ, ὡς ἀπάτῃ | |
κατὰ σοῦ χρησάμενος, οὐδ’ εἰ τὸν κεστὸν ἔχων τὸν Ὁμήρου φθέγξαιτο, ᾧ καὶ αὐτὸν εἶξαι τὸν Δία φησὶν ἡ ποίησις. σοὶ μὲν καὶ Ἀπόλλων φίλος καὶ διὰ τοῦτο οἶμαι καὶ | 192 | |
75 | ὅμοιος· Μουσηγέτης ἐστὶν ἐκεῖνος καὶ χοροὺς Μουσῶν καθ’ Ἑλικῶνα τὸν Βοιώτιον ἵστησιν· ἔνθα δὴ καὶ τοὺς ποιμένας αἱ Μοῦσαι ποιητὰς ἐργάζονται. οὐκοῦν τοῦτο αὐτὸ καὶ σὲ τῷ θεῷ συνάπτει· μουσικῆς μὲν γὰρ καὶ αὐτὸς τὴν Ἀττικὴν πεποίησαι ἐργαστήριον, ὥσπερ τὸν | |
80 | Ἑλικῶνα ὁ Ἀπόλλων· μουσικὴν δὲ καὶ ἡμᾶς κελεύεις ἐργά‐ ζεσθαι, αὐτὸς ἐνδιδοὺς τὸ σύνθημα, ὥσπερ ὁ θεὸς ταῖς Διὸς παρθένοις ταῖς Μούσαις. ἵππειον Ποσειδῶνα τιμῶσιν Ἕλληνες καὶ θύουσιν ἐπὶ Ἰσθμῷ τῷ θεῷ, δεικνύοντες αὐτὸν ἡνίοχον καὶ ἐν αὐτοῖς τοῖς ἀγάλμασιν. ἆρ’ οὖν ἄν | |
85 | τις πρὸ σοῦ καὶ τῷδε δικαίως ἂν τῷ θεῷ παραβάλλοιτο, ἢ μαθητὴν προσαγορεύων τῆς τέχνης, διαμάρτοι τῆς κλή‐ σεως; πῶς γὰρ οὐ σοὶ μᾶλλον προσήκει Ποσειδῶν ἱππι‐ κῆς διδάσκαλος, ἢ τῷ Πυλίῳ νεανίσκῳ; ὁ μὲν γὰρ βραδὺς τοῖς ἵπποις ὀχούμενος τοῦ θεοῦ τὴν τέχνην ἤλεγχε· σὺ δέ | |
90 | μοι δοκεῖς κἂν αὐτὸν Βουκεφάλαν καὶ Πήγασον καὶ τὴν ἀθάνατον ξυνωρίδα τὴν Ἀχιλλέως ὑποθεῖναι ψαλίῳ καὶ μάστιγι. Ὅμηρος μὲν οὖν τὸν Διὸς παῖδα τὸν Κάστορα ὡς ἀγαθὸν ἱππεύειν ὑμνεῖ τοῖς ἔπεσι, καὶ τοῦτο αὐτὸ καθ’ ἑαυτὸ χαρίζεται, ὡς ἀρκοῦν οἶμαι καὶ μόνον καὶ Διὸς | |
95 | ὄντα παῖδα κοσμῆσαι τὸν Κάστορα· Βελλεροφόντην δὲ τὸν Ἐφυραῖον ᾠδῆς τε καὶ μέλους ἄξιον ἵππος ἐποίησε, καὶ βασιλέα μὲν Δαρεῖον ἐν Πέρσαις, μέγαν δὲ ἐν Μακε‐ δόσιν Ἀλέξανδρον· σοὶ δὲ οἶμαι ἀθύρματα τὰ τῶν μεγά‐ λων βασιλέων ἐγκώμια. βούλομαι δὲ σοί τι καὶ διήγημα, | 193 |
47(100) | τῆς τε πόλεως ἐπιχώριον καὶ τῆς πανηγύρεως ἐφ’ ἣν ἥκεις, διηγήσασθαι. πάντως ἡδὺ καὶ ἀξιάγαστον οὐ θεᾶσθαι μόνον Παναθήναια, ἀλλὰ καὶ λέγειν τι περὶ αὐτῶν ἐν τοῖς Ἕλλησιν, ὅταν ἐν τῇδε τῇ πανηγύρει τὴν ἱερὰν Ἀθηναῖοι τριήρη τῇ θεῷ πέμπωσιν. ἄρχεται μὲν εὐθὺς ἐκ πυλῶν, | |
105 | οἷον ἔκ τινος εὐδίου λιμένος, τῆς ἀναγωγῆς ἡ ναῦς· κινη‐ θεῖσα δὲ ἐκεῖθεν ἥδε, καθάπερ κατά τινος ἀκυμάντου θα‐ λάσσης, διὰ μέσου τοῦ δρόμου κομίζεται, ὃς εὐθυτενής τε καὶ λεῖος καταβαίνων ἄνωθεν, σχίζει τὰς ἐκατέρωθεν αὐτῷ παρατεταμένας στοάς, ἐφ’ ὧν ἀγοράζουσιν Ἀθηναῖοί τε | |
110 | καὶ οἱ λοιποί. τὸ μὲν οὖν πλήρωμα τῆς νεὼς ἱερεῖς τε καὶ ἱέρειαι, εὐπατρίδαι πάντες, χρυσοῖς, οἱ δὲ ἀνθινοῖς, ἐστε‐ φανωμένοι τοῖς στέμμασιν· αὐτὴ δὲ ὑψηλὴ καὶ μετάρσιος, οἷον ἐπὶ τινῶν κυμάτων ὑποκειμένων, κύκλοις φέρεται, οἳ πολλοῖς τε καὶ ἐπικαρσίοις ἐνηρμοσμένοι τοῖς ἄξοσιν ἀκω‐ | |
115 | λύτως ἄγουσιν ἐπὶ τὸν κολωνὸν τῆς Παλλάδος τὸ σκάφος· ὅθεν ἡ θεὸς ἐποπτεύει τήν τε πανήγυριν οἶμαι καὶ τὴν πᾶσαν ἱερομηνίαν. λύσει δὲ τῆς νεὼς ᾠδὴ τὰ πείσματα, | |
ἣν ἱερὸς προσᾴδουσιν Ἀθηναῖοι χορός, καλοῦντες ἐπὶ τὸ σκάφος τὸν ἄνεμον, παρεῖναί τε αὐτὸν καὶ τῇ θεωρίδι | 194 | |
120 | συμπέτεσθαι. ὁ δέ, ἐπιγνοὺς οἶμαι τὴν Κείαν ᾠδήν, ἣν Σιμωνίδης αὐτῷ προσῇσε μετὰ τὴν θάλατταν, ἀκολουθεῖ μὲν εὐθὺς τοῖς μέλεσι, πολὺς δὲ πνεύσας κατὰ πρύμνης οὔριος ἐλαύνει τὴν ὁλκάδα τῷ πνεύματι. Νεῖλον μὲν δὴ λόγος τὸν ποταμὸν τὸν Αἰγύπτιον, ἐπειδὰν οὐρανοῦ τὸ | |
125 | μέσον ἱππεύων ἥλιος ὥραν τὴν θερινὴν ἐργάζηται, ὑπὲρ γῆς Αἰγυπτίων χεόμενον καὶ κρύπτοντα τὰς ἀρούρας τῷ ῥεύματι, πέλαγός τε ναυσίπορον καὶ πλωτὴν ὁλκάσιν ἀπο‐ φαίνειν τὴν Αἴγυπτον· ἡ δὲ ἱερὰ τριήρης ἡ τῆς Παρθένου, οὐ Νειλῴου τινὸς παραδόξου δεηθεῖσα ῥεύματος, διὰ τῆς ἠπείρου | |
130 | στέλλεται· ἀλλ’ αὖραι ταύτην λιγυρὸν ἐπηχοῦσαι πέμπου‐ σιν ἐξ αὐλῶν Ἀττικῶν πνέουσαι. τὸ δὲ δὴ μέγιστον θαῦμα, αὐτὸς ἡλίῳ συνεκλάμπων Ἕσπερος καὶ μόνος ἀστέρων τότε ἄλλων συμφαινόμενος μεθ’ ἡμέραν καὶ συνάπτων ὑπὲρ τῆς νεὼς τὴν λαμπάδα τῷ πατρί. ἐφάνης τοίνυν οὗτος ἐκεῖνος | |
135 | ἀστέρων πάντων ὁ κάλλιστος· σὲ γὰρ Ἀθηναῖοι καλοῦσιν Ἕσπερον· καὶ δεξιὰν ἤγαγες τὴν ἱερομηνίαν Ἕλλησι, χρηστὰ δ’ ἐπαγγέλλῃ συμβόλοις αἰσίοις τὰ μέλ‐ λοντα, ὡς ὁ δῆμός τε ὅδε εἴρηκε, κἀγὼ τοῖς ῥηθεῖσι | |
πείθομαι. | 195 | |
48(1t) | Εἰς τὸν Ἑρμογένην τὸν τῆς Ἑλλάδος | |
2t | ἀνθύπατον. | |
3 | Ἐπόθησάν ποτε καὶ Φιλοκτήτην μετὰ τὴν νόσον οἱ Ἕλληνες καὶ πολλὰ τοῖς θεοῖς ηὔξαντο· ὁ δὲ λωφήσαντος | |
5 | αὐτῷ τοῦ πάθους, λαβὼν εἰς χεῖρας τὰ τόξα, ἐζήτει μαθεῖν εἰ πέμπει πάλιν φιλόσκοπα. Φιλοκτήτην μὲν οὖν ἐκεῖνον καὶ ἐπὶ τὸν ἆθλον ἤγειρεν Ὀδυσσεὺς παρὼν καὶ διδοὺς τῆς τέχνης τὸ σύνθημα, Ὀδυσσεὺς ἐκεῖνος, ὃς καὶ τὴν Ὁμήρου ποίησιν μικροῦ δεῖν πᾶσαν ἐργάζεται, αὐτὴν διδοὺς μετ’ ᾠ‐ | |
10 | δῆς καὶ μέλους ψάλλεσθαι· περὶ μὲν γὰρ Ἀχιλλέα τὸν Θέ‐ τιδος ὀλίγα ἐκεῖνος ἀσχολεῖ τὴν ποίησιν, μάχην τε αὐτοῦ γράφων ἐπὶ Σκαμάνδρῳ καὶ δρόμον, Ὀδυσσεὺς δὲ αὐτὸς πανταχοῦ τέ ἐστι τῶν ἐπῶν καὶ περὶ αὐτὸν τὰ πολλὰ κάμνων ὁ ποιητὴς ἁλίσκεται. τῆς μὲν οὖν Φιλοκτήτου νίκης | |
15 | καὶ ὅσα κατὰ τὴν Τροίαν εἰργάζετο τοξεύων οὗτος ὁ Φι‐ λοκτήτης, Ὀδυσσεὺς ἐλάμβανε τὴν αἰτίαν παρ’ Ἕλλησι. σὺ δὲ ἡμᾶς, ὦ φίλος, οὐχ Ἡρακλέους τόξα, μέλη δὲ τὰ Μουσῶν λαβόντας κελεύεις τοξεύειν Ἕλλησιν. ἰδού σοι καὶ ταῦτα πείθομαι. ἀλλ’ εἰ γὰρ καὶ πάλαι τὴν ἐμὴν ἐκίνησα φόρμιγγα, | |
20 | ὥς 〈σ’〉 ἐπόθουν ἐν μέσοις ἐγὼ προσειπεῖν τοῖς Ἕλλησι, νυνὶ δὲ κατηγορῆσαι μεθ’ ὑμῶν, ὦ παῖδες, τῶν Ἀττικῶν ἐρώτων βούλομαι, ὅτι πολὺν χρόνον τὰ μέλη κοιμίσαντες, τοῖς Ἐφυ‐ ραίοις ἔρωσι τοῦτον ἀφῆκαν ποιμαίνεσθαι. ὢ πῶς ἂν εἴποιμι μεθ’ οἵας σιγῆς τὴν χειμέριον ὥραν παρήλθομεν; λευκαὶ μὲν | 196 |
25 | Ὑμηττοῦ δειράδες, Πληιάδες δὲ εἰς δύσιν ἔσπευδον, ἥλιος δὲ οὐκέτι τὰ πυρώδη πυρσεύειν ἤθελεν, ἀλλὰ πρᾶον ποιήσας τὸ φῶς καὶ μείλιχον, ἐκάλει τὰς Μούσας ἀφ’ Ἑλικῶνος ἐλθεῖν· αἱ δὲ ἐλθοῦσαι τοὺς συνήθεις χοροὺς περὶ τοὺς Ἀττικοὺς λειμῶ‐ νας ἵστασαν. χειμῶνος δὲ ἤδη λαμπροῦ πᾶσαν κατειληφότος | |
30 | τὴν ἤπειρον, ἀγέλαι μὲν νέων περὶ τοὺς ἡγεμόνας ἐχόρευον, εὐτρεπεῖς δὲ ἦσαν πρὸς μέλος Ἀττικὸν ποιμένων σύριγγες, προσηχῆσαι τὸ μέλος τῷ Μουσηγέτῃ σπεύδουσαι. ὁ δὲ δὴ Μουσηγέτης αὐτός, ὃν ἐκάλει μὲν Ἀττικὸς λεώς, ἐπόθει δὲ ἡ θεὸς ἡ παρθένος, πόρρωθεν τὰς Ἀττικὰς Μούσας ἠσπάζετο. | |
35 | πῶς οὐκ ἐπὶ τούτοις ἐγὼ τοῖς Ἀττικοῖς ἔρωσι μέμψωμαι; νῦν ἔδει μοι Τηΐων μελῶν, νῦν ἔδει μοι τῆς Ἀνακρέοντος λύρας, ἥν, ὅταν ὑπὸ παιδικῶν ἐκεῖνος ὑπεροφθῇ ποτε, καὶ κατ’ αὐ‐ τῶν Ἐρώτων οἶδεν ἐργάσασθαι· εἶπον ἂν πρὸς αὐτοὺς τὰ ἐκείνου ῥήματα· «ὑβρισταὶ καὶ ἀτάσθαλοι, καὶ | |
40 | οὐκ εἰδότες ἐφ’ οὓς τὰ βέλη κυκλώσεσθε·» τάχα δ’ ἂν καὶ ἠπείλησα τὴν ἀπειλήν, ἣν Ἀνακρέων ἀπει‐ λεῖ τοῖς Ἔρωσιν· ἐκεῖνος γάρ ποτε ἐρασθεὶς ἐφήβου καλοῦ, | |
ἐπειδήπερ ἑώρα τὸν ἔφηβον ὀλίγον αὐτοῦ φροντίζοντα, λύραν ἁρμόσας ἠπείλει τοῖς Ἔρωσιν, εἰ μὴ αὐτῷ τιτρώσκοιεν | 197 | |
45 | αὐτίκα τὸν ἔφηβον, μηκέτι μέλος εὔφημον εἰς αὐτοὺς ἀνα‐ κρούσασθαι. ἀλλ’ ἐνταῦθα γενόμενος μακαρίζω τὴν ποίησιν, εἰ τοσοῦτον ἔξεστιν, ὥστε κατ’ Ἐρώτων αὐτῶν μέγα καὶ φοβερὸν ἀνατείνασθαι· ἐγὼ δέ—ἀδικοῦσα γάρ με τῶν λό‐ γων ἡ τέχνη οὐ λύραν ἐδίδαξεν οὐδὲ βάρβιτον, ἀλλὰ τὰ | |
48(50) | πεζὰ ταῦτα χορεύειν ταῖς Μούσαις—ἐκεῖνα μὲν ποιηταῖς ἀφήσω μαίνεσθαι· ἐγὼ δὲ τὸν ἐμαυτοῦ τρόπον τῷ Μουση‐ γέτῃ μέμψομαι. τί μοι τοσοῦτον κατὰ τῶν μουσικῶν ὑπέρ‐ οπτος; τί μοι τοσοῦτον Ἀττικῶν θεάτρων ἠμέλησας, ὦ Μουσῶν ἔρνος καὶ βλάστημα; οὐχ ὑπὸ σοὶ μὲν τὰ Μουσῶν | |
55 | χορεύειν ὀφείλομεν; οὐ διὰ τοῦτό σε θεὸς ἤγαγεν Ἕλλησιν, ἵνα πάλιν ἡβήσωσιν ἀρχαίαν ἥβην οἱ λόγοι; ἢ τοὺς μὲν τὰ Δίκης καὶ Θέμιδος τελεῖσθαι μέλλοντας καὶ πανημερίους ἐχρῆν καὶ παρὰ πᾶσαν ὥραν ἔτους ὑπὸ σοὶ τελεῖσθαι καὶ φθεγγομένῳ καὶ φαίνοντι, τοὺς δὲ Ἑρμοῦ καὶ Μουσῶν προ‐ | |
60 | φήτας ὀψὲ καὶ μόλις ἐχρῆν τὴν ἐκεχειρίαν δέξασθαι; πότε μὲν ἂν ἥδιον κατὰ τὴν χειμέριον ὥραν ἐν τεμένει Μουσῶν ἐσκιρτήσαμεν, ἢ παρὰ σοῦ λαβόντες τὸ σύνθημα, ὃν καὶ βασιλέα τῆς ἡμετέρας τέχνης προσειπὼν ἄν τις οὐ ψεύ‐ σαιτο; πότε δ’ ἂν μᾶλλον εὐανθεῖς τε καὶ γενναίους τοὺς | |
65 | λόγους ἐδείξαμεν, ἢ σὲ θεατὴν τῶν πόνων κτησάμενοι; ἢ Σατύρους μὲν οἴει καὶ Βάκχας κατὰ Λυδίαν μὴ πρότερον εὐάζειν τῷ Διονύσῳ καὶ μαίνεσθαι, πρὶν ἂν ἔαρ τε ἔλθῃ καὶ ἐπιστὰς ὁ θεὸς δοίη τὸ μανίας σύνθημα, ἡμᾶς δὲ οὐ πολλὰ ποθῆσαι τὸν τὴν ὥραν ἡμῖν ἐμφανεστέραν ποιήσαντα; ὦ | |
70 | τολμηροί τινες ἄρα ἐκεῖνοι οἱ πρὸ τῆς ἐπιδημίας τῆς σῆς κατὰ τὴν χειμέριον ὥραν τὰ λόγων χορεῦσαι τολμήσαντες· τίνα ποτ’ ἄρα τῆς μουσικῆς προστησάμενοι τὴν ἑαυτῶν τέχνην εἰργάσαντο; σιγᾷ καὶ κύκνος παρὰ Καΰστρῳ ἑτέρου τινὸς ἀνέμου πνεύσαντος, ἀλλὰ κἂν ἄλλοι πολλάκις ᾄδωσιν | 198 |
75 | ὄρνιθες, αὐτὸς περιμένει τὸν Ζέφυρον, ὑπ’ ἐκείνῳ μόνῳ βου‐ λόμενος τὴν ἑαυτοῦ μουσικὴν ἐργάζεσθαι. ἀλλὰ γὰρ ὥρα μοι καταλύειν τὸ ἔγκλημα. ἔμαθον τοῦ Μουσηγέτου τὸν νοῦν καὶ δι’ ὃ ταύτην τὴν ὥραν εἰς τὴν ἐπιδημίαν προὐτί‐ μησεν· ἐδίδαξέ με τοῦτο πρώην † ἐφ’ ἡμῖν † ἡ ποίησις, | |
80 | ὥστε δὴ καὶ παλινῳδίαν ᾆσαι βούλομαι καὶ ὑπὲρ τοῦ Μου‐ σηγέτου πρὸς ὑμᾶς ἀπολογήσασθαι, τὸν μῦθον ἐκεῖνον ἀνα‐ λαβών. τὸν Νεῖλον τὸν ποταμὸν τὸν Αἰγύπτιον ἀεὶ μὲν ποθοῦσιν Αἰγύπτιοι, καὶ παρεῖναι διὰ τῶν προφητῶν ἐξ Αἰθιοπίας εὔχονται· ὁ δὲ ποθεῖ μὲν καὶ ταῖς ἄλλαις ὥραις | |
85 | τοῦ ἔτους τὴν Αἴγυπτον, ἅτε σοφὴν οὖσαν καὶ ἔνθεον, καὶ τὰς εὐχὰς αὐτῶν ἡδέως προσίεται· ἐπειδὰν δὲ Αἰγύπτιοι Δημήτρια θύσαντες περὶ τὰς ἅλως πονήσωσι, τότε ἐκχυθεὶς ἐξ Αἰθιοπίας πολύς, πέλαγος ἐξαίφνης ἅπασαν ποιεῖ τὴν Αἴγυπτον. ἴδοις ἄν, ἴδοις καὶ τὰ μεγάλα τότε κατὰ τὴν | |
90 | ἐκεῖσε χώραν θαύματα· ἐπὶ μιᾶς γῆς πλωτῆρα τὸν αὐτὸν καὶ γηπόνον, καὶ νεμομένας βοῦς καὶ μετ’ ὀλίγον ὁλκάδας, καὶ νῆσον ἐξαίφνης τὴν πρόσθεν πόλιν χερσεύουσαν. τότε δὴ τότε πᾶσαν εὐπαθεῖν λόγος τὴν Αἴγυπτον ἐν χοροῖς | |
τε εἶναι καὶ μέλεσι· πλέουσι μὲν τὸν Νεῖλον αἱ συνήθεις | 199 | |
95 | ὁλκάδες, οὐ κατὰ χρείαν μόνον, ὥσπερ καὶ πρώην ἀνήγοντο, ἀλλ’ οἷον πομπήν τινα διὰ τοῦ πελάγους τῷ ποταμῷ πομπεύουσαι· οἱ δὲ δὴ πλωτῆρες αὐτῶν ὑπερήδονται καὶ πάντες χορεύουσιν, ἀντὶ τῶν ὅπλων τῶν ναυτικῶν φέ‐ ροντες κύμβαλα. πλεῖ ποτὲ καὶ μυριόφορτος ὁλκάς, πολὺν | |
48(100) | μὲν χρόνον χερσεύουσα, ὅτι μὴ πέλαγος τοσοῦτον εὕρισκεν, ὥστε καὶ λῦσαι τὰ πείσματα· τότε δὴ καὶ ἐκ λιμνῶν ἀνά‐ γεται καὶ τοῖς παντοίοις ἀνέμοις ἁπλώσασα μετέωρος ὑπὲρ τῶν κυμάτων φέρεται. πῶς ὑμῖν, ὦ παῖδες, ἔχειν ταῦτα δοκεῖ; ἆρ’ οὐχὶ καλῶς τά τε ἄλλα καὶ ὅτι τοῖς παροῦσι | |
105 | μάλα προσφόρως ἀπείκασται; ἐθέλω δὲ ὑμῖν καὶ Ἀλκαίου τινὰ λόγον εἰπεῖν, ὃν ἐκεῖνος ᾖσεν ἐν μέλεσι παιᾶνα γρά‐ φων Ἀπόλλωνι. ἐρῶ δὲ ὑμῖν οὐ κατὰ τὰ μέλη τὰ Λέ‐ σβια, ἐπεὶ μηδὲ ποιητικός τις ἐγώ, ἀλλὰ τὸ μέτρον αὐτὸ λύσας εἰς λόγον τῆς λύρας. ὅτε Ἀπόλλων ἐγένετο, κοσμή‐ | |
110 | σας αὐτὸν ὁ Ζεὺς μίτρᾳ τε χρυσῇ καὶ λύρᾳ, δούς τε ἐπὶ τούτοις ἅρμα ἐλαύνειν—κύκνοι δὲ ἦσαν τὸ ἅρμα—εἰς Δελφοὺς πέμπει 〈καὶ〉 Κασταλίας νάματα, ἐκεῖθεν προφη‐ τεύοντα δίκην καὶ θέμιν τοῖς Ἕλλησιν. ὁ δὲ ἐπιβὰς ἐπὶ τῶν ἁρμάτων ἐφῆκε τοὺς κύκνους ἐς Ὑπερβορέους πέτε‐ | |
115 | σθαι. Δελφοὶ μὲν οὖν, ὡς ᾔσθοντο, παιᾶνα συνθέντες καὶ μέλος, καὶ χοροὺς ἠιθέων περὶ τὸν τρίποδα στήσαντες, ἐκά‐ | |
λουν τὸν θεὸν ἐξ Ὑπερβορέων ἐλθεῖν· ὁ δὲ ἔτος ὅλον παρὰ τοῖς ἐκεῖ θεμιστεύσας ἀνθρώποις, ἐπειδὴ καιρὸν ἐνομοθέτει καὶ τοὺς Δελφικοὺς ἠχῆσαι τρίποδας, αὖθις κελεύει τοῖς κύ‐ | 200 | |
120 | κνοις ἐξ Ὑπερβορέων ἀφίπτασθαι. ἦν μὲν οὖν θέρος καὶ τοῦ θέρους τὸ μέσον αὐτό, ὅτε ἐξ Ὑπερβορέων Ἀλκαῖος ἄγει τὸν Ἀπόλλωνα· ὅθεν δὴ θέρους ἐκλάμποντος καὶ ἐπιδη‐ μοῦντος Ἀπόλλωνος θερινόν τι καὶ ἡ λύρα περὶ τὸν θεὸν ἁβρύνεται. ᾄδουσι μὲν ἀηδόνες αὐτῷ ὁποῖον εἰκὸς ᾆσαι | |
125 | παρ’ Ἀλκαίῳ τὰς ὄρνιθας· ᾄδουσι δὲ καὶ χελιδόνες καὶ τέτ‐ τιγες, οὐ τὴν ἑαυτῶν τύχην τὴν ἐν ἀνθρώποις ἀγγέλλουσαι, ἀλλὰ πάντα τὰ μέλη κατὰ θεοῦ φθεγγόμεναι· ῥεῖ καὶ ἀρ‐ γυροῖς ἡ Κασταλία κατὰ ποίησιν νάμασι, καὶ Κηφισὸς μέγας αἴρεται πορφύρων τοῖς κύμασι, τὸν Ἐνιπέα τοῦ Ὁμήρου | |
130 | μιμούμενος. βιάζεται μὲν γὰρ Ἀλκαῖος ὁμοίως Ὁμήρῳ ποιῆ‐ σαι καὶ ὕδωρ θεῶν ἐπιδημίαν αἰσθέσθαι δυνάμενον. ἆρ’ οὐχ ἱκανῶς ὑμῖν δοκεῖ λελῦσθαι τὸ ἔγκλημα; καὶ μὴν ἔγωγε ἕτοιμος αὐτός τε ἐπιψηφίσασθαι, καὶ ὑμᾶς ἀξιοῦν τὴν αὐτὴν φέρειν ὑπὲρ τῶν παρόντων ψῆφον ἐμοί. ἐγὼ δὲ ἤδη τὸν | |
135 | Μουσηγέτην προσφθέγξομαι, ὀλίγα πρότερον ψυχῆς πέρι διεξελθών, ἵνα καθάπερ ἐν κατόπτρῳ τινὶ τοῖς περὶ θείας καὶ μακαρίας ψυχῆς λόγοις ἐμφερόμενον τὸν ἄνδρα σκέψησθε. ἔχει δὲ ὧδε ψυχὴ θεία καὶ νεοτελής. τῶν καλλίστων ἀεὶ καὶ μεγίστων ἐπιτηδευμάτων ὀρέγεται· ἅτε γὰρ ὀπαδὸς θεοῦ | |
140 | γενομένη καὶ πολλάκις ἐν τῇ περιφορᾷ τὸ τῆς ἀληθείας πεδίον ἰδοῦσα καὶ τῶν ἐκεῖ θεαμάτων ἐμφορηθεῖσα τῆς θέας, ἐπειδὰν συντυχίᾳ τινὶ χρησαμένη, περιρρυέντων αὐτῇ τῶν | |
πτερῶν, τὸν τῇδε οἰκῆσαι τόπον σῶμα περιθεμένη δέξηται, κἂν ἐπ’ ὀλίγον εἰς τὴν ἐναντίαν τύχην πεσοῦσα, λήθης τῶν | 201 | |
145 | ἐκεῖ θεαμάτων ἐμπλησθῇ, οὐ μέχρι παντὸς ἄπτερός τε μένει καὶ ἐν ἀγνοίᾳ καταναλίσκει τὸν βίον· ἀλλ’ ἐπειδὰν ἴδῃ τι τῶν τῇδε καλῶν, ἐγείρεταί τε καὶ πρὸς ἐκεῖνα τῇ μνήμῃ φέρεται, ἅ ποτ’ εἶδεν, ὅτε μετὰ τῶν θεῶν περὶ τὸν οὐρανὸν αὐτὸν ἐστρέφετο· κινηθεῖσα δὲ μετεωροπολεῖ τε καὶ τὸν | |
48(150) | ἐκεῖ τόπον ζητεῖ καὶ τὰ ὄντα περιεργάζεται. τὸ δὲ ἥμερον τῆς ἀληθῶς θείας φύσεως τοῖς πειρωμένοις ἐπιδείκνυται· ἀρχική τε νόμων ἐθέλει καὶ πόλεων γίνεσθαι, πημαίνει δὲ οὐδένα πώποτε· οὐ γὰρ θέμις θείαν ποτὲ φύσιν κακοῦ τινος ἀνθρώποις αἰτίαν γίνεσθαι, κρείττων τέ ἐστι φόβων καὶ βα‐ | |
155 | σιλεύει τῶν ἡδονῶν, καὶ καθαρὰ πάθους φαίνεται· σῶμα δὲ διαπλάττει πρὸς τὴν ἑαυτῆς φύσιν ἁρμόζουσα, ὄμμα μέ〈λαν〉 ζητεῖ, πρόσωπον ἐμβριθές, μελῶν συμμετρίαν ἀληθῆ, ὃ δὴ κάλλος σοφῶν παῖδες ἐπονομάζουσιν, ἵνα καλόν τε καὶ γεν‐ ναῖον ἐξ ἀμφοῖν τὸ σῶμα πήξασα οἷον θεοῦ τινος εἰκόνα | |
160 | τοῖς ἀνθρώποις παρέχῃ ἰνδάλλεσθαι. ὁρᾶτε ὅπως ὁ λόγος ὑμῖν γράφει τὸν ἄνδρα, παντὸς κηροῦ καὶ πάντων χρωμά‐ των ἀκριβεστέραν εἰκόνα δι’ ἑαυτοῦ ταύτην ἐκτυπωσάμενος. εἰ μὲν οὖν καὶ τὰς πάσας τέχνας ἔτι καὶ νῦν εὐδοκιμεῖν συνέβαινε τὰς ἀμφὶ τὴν πλαστικήν, καὶ ὅσαι περὶ τὴν τῶν | |
165 | σωμάτων ἀπεικασίαν ἐσπούδασαν, ἀγώνισμα ἄν σε προὐ‐ θέμην ἔγωγε καὶ τῶν δημιουργῶν ταῖς χερσίν. οὐ γὰρ δὴ Λυσίππῳ ὄνομά τ’ ἐδίδου καὶ δόξαν Ἀλέξανδρος ὑπ’ ἐκείνου | |
πλαττόμενος, ὡς καὶ αὐτὴν τὴν ποίησιν σφόδρα θαυμάσαι τὸ φιλοτέχνημα. ἢ οὐκ ἀκούετε τὸ ἐπίγραμμα τὸ ἐπὶ εἰκόνος | 202 | |
170 | τῆς Ἀλεξάνδρου λεγόμενον, τὸ Λύσιππε πλάστα Σικυώνιε, δαιδαλέη χείρ, καὶ ὅσα ἄλλα τῷ ποιητῇ πρὸς τούτοις εἰς τὸν τεχνίτην πεποίηται; σὲ δέ τις τοῖς Ἕλλησιν ἐκτυπωσάμενος πῶς οὐκ ἂν εἰκότως μέγα κατὰ τῶν ἄλλων δημιουργῶν ἐφρόνησεν, | |
175 | ἅτε φιλόσοφόν τε ὁμοῦ καὶ στρατηγὸν μιμησάμενος; εἶτα ποιήσεως ἠπόρησέ τις κοσμῆσαι δυναμένης τὸ δημιούργημα, ἀλλ’ οὐ πᾶσα μὲν ἂν λύρα, πᾶσα δὲ ἄλλη ποίησις ἔργον ἐποιήσατο τὴν εἰκόνα τὴν σήν; ἔδωκα δ’ ἂν ἔγωγε καὶ ἀνάστασιν τῷ ἀγάλματι ἐν Ἀττικοῖς τεμένεσι παρὰ τὴν | |
180 | θεὸν τὴν παρθένον—σὺ γὰρ τὴν σοφίαν καὶ τὴν σωφρο‐ σύνην τετίμηκας—, εἴπερ δὴ συνεχώρουν τοῦτο οἱ σύμπαντες Ἕλληνες. εἰ δ’ ἄρα ἠμφισβήτουν τοῦ ἀναθήματος, ἀγαγών σε ἂν εἰς Δελφούς, παρὰ τὸν τρίποδα τῶν ἑπτὰ σοφῶν ἀνέθηκα, ἅτε κοινωνόν τε ἐκείνοις τῆς γνώμης τυγχάνοντα, | |
185 | καὶ ἅμα πρέπον ἐν Πυθίου κατὰ τὴν δημοσίαν πανήγυριν τοῖς εἰσαφικνουμένοις 〈τὸ〉 ἀνάθημα φαίνεσθαι. νυνὶ δὲ ἐπεὶ μηδὲ Λύσιππος μηδὲ ἄλλος τις τῶν ὄντων οἷός τέ ἐστιν ἀξίαν χεῖρα παρασχέσθαι τοῦ παραδείγματος, σπουδάζουσι μὲν καὶ αἱ νέαι περὶ σὲ τέχναι, χορηγοῦσι δὲ αὐταῖς οἱ τῶν | |
190 | πανταχόθεν λογάδες, Ἀττικοῖς δὲ θεάτροις πρέπον εἶναι τὸ | |
ἀνάθημα κρίνοντες ἀνατιθέναι οὕτως ψηφίζονται. ἐγὼ δὲ σὲ λόγῳ τε γράψαι καὶ τοῖς ἐμοῖς φαρμάκοις ἐσπούδασα, ἃ μηδεὶς πώποτε χρόνος νεανιεύσεται ἀφανίσαι. φέρε οὖν καθ’ ἕκαστον τῶν σῶν καλῶν διεξιὼν διηγήσομαι—μή τις | 203 | |
195 | δὲ ἄρα τῶν κομψοτέρων ἡμᾶς αἰτιάσηται σπάνει τῶν ἀλη‐ θινῶν ἐγκωμίων πορρωτέρω τῶν γινομένων ἀναβιβάζειν τὸν λόγον—· εἰρήσεται δὲ ταῦτα καθ’ ὅσον ὅ τε καιρὸς καὶ τὸ τοῦ λόγου μέτρον ἐνδίδωσι. καίτοιγε ἐβουλόμην καθάπερ τις ἵππος ἄφετος καθημένου πεδίου λαβόμενος, τοσοῦτον | |
48(200) | δραμεῖν ἐν τοῖς λόγοις, ὅσον εἰκὸς ἀνδρὸς τοσούτου φύσιν ἀνακηρῦξαι τῷ γένει τῷ τῶν ἀνθρώπων σπεύδοντα. ἀλ‐ λ’ ἐνταῦθα πάλιν ἑτέραν κατηγορίαν φυλαττόμενος μακρο‐ λογίαν μὲν εἰσαῦθις ὑπερθήσομαι, νῦν δὲ ἐπιτρέψω τῷ λόγῳ διαλέγεσθαι ὑπὲρ ὧν καὶ λέγειν ἐξ ἀρχῆς ὡρμήθη ὁ λόγος | |
205 | οὗτος. ἡνίκα τοίνυν ἐφ’ ἑτέροις μὲν ἦν ἀγαγεῖν τε καὶ ἡγεῖ‐ σθαι τῶν ἐπιτηδευμάτων αὐτοῦ, ἐκείνους μὲν τοὺς λόγους, ἐκεῖνα δὲ τὰ ἔργα ἐμάνθανεν, ἃ τοῖς τε ἡγουμένοις βουλο‐ μένοις ἦν καὶ ἃ ἐδόκει κάλλιστα φαίνεσθαι· εὐπειθὲς γὰρ τὸ φιλόσοφον. ἐν δὲ ταῖς βασιλικαῖς αὐλαῖς κατὰ τὴν πρώ‐ | |
210 | την ἡλικίαν γενόμενος, τοσαύτης ἠξίωτο πίστεως, ὥστε μόνος ἀξιόχρεως φύλαξ τῶν ἀπορρήτων νομίζεσθαι· καὶ τοῦτο μὲν ἐχρημάτιζεν ὑπὲρ ἐκείνων τοῖς θεοῖς, τοῦτο δὲ διεπόρθμευε τὰς θείας φήμας ἐπὶ τὸν πέμψαντα· νόμων τε ἐξηγητὴς καὶ ἐθῶν τῶν καλλίστων ἐγένετο, πραΰνειν ἀεὶ | |
215 | τὴν διάνοιαν τοῦ κρατοῦντος βουλόμενος, ὥσπερ που φασὶ καὶ Πυθαγόραν τὸν Σάμιον, ἡνίκα Φαλάριδι περὶ Σικελίαν ὡμίλει. λέγεται γὰρ δὴ ὁ Φάλαρις, αὐξανομένης αὐτῷ τῆς | |
τυραννίδος, τῆς Πυθαγόρου συνηθείας εἰς ἐπιθυμίαν ἐλθεῖν. ἦλθε δὴ ὁ Πυθαγόρας καλούμενος, οἰόμενος, εἰ συγγένοιτο | 204 | |
220 | Φαλάριδι, βελτίω τὸ λοιπὸν αὐτὸν τοῖς ἀρχομένοις ἀπερ‐ γάσασθαι. ἀνιάτως δὲ πρὸς τὴν μεταβολὴν τοῦ τρόπου τοῦ Φαλάριδος ἔχοντος, ὡς οὐδὲν προὐχώρει τῶν προκει‐ μένων, παραχρῆμα ἐκ Σικελίας ὁ Πυθαγόρας ἀπηλλάττετο. ἐκεῖνος μὲν οὖν αὐτὸς προαπεῖπεν ἢ τὸν τύραννον φιλαν‐ | |
225 | θρωπότερον ποιῆσαι, ἢ πεῖσαι τοῖς ἀρχομένοις σπείσασθαι· οὑτοσὶ δὲ μέχρι τοσούτου διαλεγόμενος εἴρηκεν, ὡς πραοτέ‐ ραν τὴν ἀρχὴν τοῦ κρατοῦντος ἀποφῆναι, μύθους τε ἀρ‐ χαίους καὶ τὰ ἐκ ποιήσεως καὶ συγγραφῆς διηγούμενος· ἦν γὰρ ἤδη καὶ πρὸ φιλοσοφίας φιλομαθής. ἀνὴρ δὲ ἤδη γενό‐ | |
230 | μενος καὶ τὸ τέλειον τῆς ἡλικίας λαβών, ὅτε φρόνησις τοὺς αὐτὴν κεκτημένους ἐκ τῆς αἱρέσεως τοῦ βίου δείκνυσι, τιμαῖς μὲν ἐκείναις καὶ δυνάμεσι χαίρειν εἰπὼν ἀπηλλάττετο, ἀρετῆς δὲ καὶ ἐπιστήμης ἐραστὴς γενόμενος, αἷς ψυχὴ τρέφεται καὶ ἀρδομένη μετέωρος καὶ κούφη πρὸς τὴν ἄνω πορείαν γίνε‐ | |
235 | ται, τοσοῦτον ἐν αὐταῖς ἔλαμψεν, ὥστε εἴ τις ἔτι σῶμα οἰκῶν τὸν ἐκεῖ τόπον ἱστόρησε καὶ τῷ τῆς ψυχῆς κυβερ‐ νήτῃ τῶν ἄνω θεαμάτων ἥψατο, τοσοῦτον ἐκεῖνον γενέσθαι πείθομαι ἐγώ. ἀκούω καὶ Πλάτωνα τὸν Σωκράτους ὁμιλητὴν τὰ μὲν πρῶτα τοῦ βίου πάλην τε ἀσκῆσαι καὶ ἐπιμελη‐ | |
240 | θῆναι τοῦ σώματος· προϊούσης δὲ τῆς ἡλικίας αὐτῷ, ἀκού‐ σαντα Σωκράτους διαλεγομένου τοῖς νέοις, τοσοῦτον ἔρωτα φιλοσοφίας λαβεῖν, ὥστε ἀποστραφῆναι μὲν τὰ πρόσθεν ἐπιτηδεύματα, συγγενόμενον δὲ Σωκράτει, πηγὴν καὶ ἀρχὴν φιλοσοφίας γενέσθαι τοῖς ὕστερον. τοιοῦτός τις ἔρως καὶ | |
245 | τοῦτον φιλοσοφίας λαμβάνει· ἅτε δὴ οὖν ἐκ θεοῦ τινος κατασχεθεὶς καὶ οἷόν τις ἄνθους τῶν μεγίστων μυστηρίων ἁψάμενος, οὐδενὶ μέτρῳ τῆς τούτων τελετῆς ἐνεπίμπλατο. πρῶτον μὲν δὴ τῶν ὀργάνων πλείστην ποιεῖται τὴν ἐπιμέ‐ λειαν, καθάπερ τις τεχνίτης ἀγαθός, ὃς τότε κάλλιστα ἕκα‐ | 205 |
48(250) | στον τῶν ἐγχειρουμένων οἴεται ἀπεργάζεσθαι, ὅταν μηδὲν ἀπῇ τῶν ὀργάνων, οἷς ἂν προσῇ τὸ προτεθὲν ἀποτελεσθῆ‐ ναι δημιούργημα. ἐκεῖθεν ἀπόδειξίν τε μανθάνει καὶ σοφιστὰς ἑλεῖν καὶ τῶν ἀδολεσχούντων κρατεῖν, καὶ τεχνικὴν ἁρμονίαν προστίθησι τῷ εὐγενεῖ τῶν ὀνομάτων, ᾗ πέφυκέ τε καὶ | |
255 | λέγεται μόνος ἀκριβῶς ἐξεπιστάμενος ῥήτωρ τε ἐπιστήμων καὶ ποιητὴς ἔνθεος γίνεσθαι, καὶ πάντα ἁπλῶς ταῦτα κτησάμενος διανοίᾳ παρακατατίθεται. ἠθροισμένων δὲ αὐτῷ τῶν ὀργάνων, οὕτως ἤδη καὶ ἐπὶ τὴν θεωρίαν τῶν πραγ‐ μάτων ἔρχεται. τριχῆ δὲ τῆς πάσης φιλοσοφίας νενεμημένης, | |
260 | καὶ τῆς μὲν εἰς τὰς πράξεις, τῆς δὲ περὶ τὴν φύσιν, τῆς δὲ τὰ ὑπὲρ οὐρανὸν ζητούσης τε καὶ πραγματευομένης, οὐ τὴν μὲν εἶδε, τῆς δὲ ἠμέλησε, τὴν δὲ ὡς ἄχρηστον πρὸς χρῆσιν εὐδαίμονος ἠτίμασεν, ἀλλὰ πάσαις δοὺς ἑαυτὸν οὕτως ἁπάσας ἐκτήσατο, ὡς οὐδεὶς ἕτερος μίαν τινὰ κτήσασθαι περὶ πολλοῦ | |
265 | ποιησάμενος. πρεσβεύει μὲν οὖν τὴν Πλάτωνος καὶ Ἀρι‐ στοτέλους δόξαν καὶ ἐπὶ ταῖς τούτων φιλοσοφίαις ἐσπού‐ | |
δακεν· ἐπῄει δὲ καὶ τὰ τούτων συγγράμματα. οἶδεν ὅσα περὶ τὴν στοὰν ἐφιλοσόφησαν Ζήνωνές τε καὶ Κλεάνθαι, ἔτι δὲ Χρύσιπποί τε καὶ ὅσοι τὴν ἄλογον πρᾶξιν λόγῳ | 206 | |
270 | κοσμήσαντες, ἐξ ἑτέρας εἰς ἑτέραν τὴν ἑαυτῶν φιλοσοφίαν μετεκόσμησαν. οἶδε δὲ καὶ τὰς κοινὰς Ἐπικούρου τε καὶ Δημοκρίτου δόξας καὶ ὃν τρόπον ἐκεῖνοι περὶ τῆς φύσεως ἐφαντάσθησαν· καὶ μὴν καὶ τὰς Ἀκαδημίας ἁπάσας ἐπί‐ σταται, καὶ τὴν ἐκ Λυκείου μέχρι Λιβύης τε καὶ Κυρήνης | |
275 | σοφίαν ἀποδημήσασαν. τοὺς δὲ Πύρρωνος τρόπους καὶ τὴν ἐκεῖθεν ἔριν παρὰ τοῖς πᾶσιν ἀνθήσασαν οὐχ ὡς μέγα τι σπούδασμα, οἷον δέ τι παρόψημα τῆς ἄλλης φιλοσοφίας εἶναι νομίζων, μετέρχεται. ἀστρονομίας τε ἐπιστήμων καὶ γεωγραφίας γενόμενος γινώσκει μὲν καὶ τὰ παρὰ τοῖς ἄλλοις | |
280 | συγγράμματα, πείρᾳ δὲ ταῦτα καὶ ἀκριβῶς μαθεῖν βουλό‐ μενος καὶ θεατὴν αὑτὸν ἐπιστῆσαι τῶν εἰρημένων ἐν τοῖς βιβλίοις, περίπολος μικροῦ πάσης τῆς ὑφ’ ἥλιον γίνεται, μιμητὴς Πλάτωνος. καὶ γὰρ ἐκεῖνος μετὰ τὴν Σωκράτους νουθεσίαν εἰς Αἴγυπτόν τε καὶ τοὺς ἐκεῖ προφήτας ἔρχεται, | |
285 | πλέον τι τῶν Ἀττικῶν μαθημάτων ἐρευνήσασθαι παρ’ ἐκεί‐ νοις βουλόμενος, ἔτι δὲ εἰς Σικελίαν καὶ παρ’ οἷς ἔτι μετὰ Πυθαγόραν ἡ Πυθαγόρου φιλοσοφία διασῴζεται. ἀκούω δὲ ἔγωγε καὶ περὶ Διονύσου τοιόνδε τινὰ λόγον. τὸν Διόνυσον φασὶν οἱ μῦθοι, πρὶν εἰς θεῶν φύσιν ἐλθεῖν, ἱερά τε δρῶντα | |
290 | καὶ βουλόμενόν τι πλέον παρ’ ἐκεῖνα μαθεῖν, οὕτως εἴς τε Αἴγυπτον καὶ τὸν Νεῖλον δραμεῖν, ἔτι δὲ παρ’ Ἰνδούς τε καὶ Αἰθίοπας καὶ τοὺς ἄλλους ἀνθρώπους ἅπαντας πολυ‐ | |
πραγμονοῦντα τὴν φύσιν· ἐλθόντα δὲ ἐκεῖθεν εἰς Ἕλληνας ἀσμένως μὲν καὶ πᾶσιν ὀφθῆναι τοῖς Ἕλλησι καὶ τὰς ὑπ’ αὐ‐ | 207 | |
295 | τῶν τιμὰς ἀποδέξασθαι· βουλόμενον δὲ Ἀθηναίοις πρώτοις τῶν ἑαυτοῦ δώρων ἀπάρξασθαι καὶ ἀγωγίμων, Ἀθήναζε ἐλθεῖν· τοὺς δὲ Ἀθηναίους—τυχεῖν γὰρ τότε πανηγυρί‐ ζοντας—δημοσίαν τε ἄγειν Διονύσῳ τὴν πανήγυριν καὶ τὸ ἐκ τούτου λοιπὸν ὡς θεῷ πομπεύειν τῷ Διονύσῳ ψη‐ | |
48(300) | φίσασθαι. τοιοῦτος μὲν τῆς ἀποδημίας ὁ νοῦς, καὶ αὐτοῦ διηγουμένου ἔθνη τε ὁμοῦ καὶ πόλεις ἀκούων τοῦτο μὲν τῆς μνήμης αὐτόν, τοῦτο δὲ τῆς ἡδονῆς θαυμάσαις. ἀτεχνῶς γὰρ οἷον μέλιτος σταγόνες τῶν τούτου λόγων ἀποστά‐ ζουσαι, γλυκείας πληροῦσιν ἡδονῆς τοὺς ἀκροωμένους ἅπαν‐ | |
305 | τας· ὥστε ἔγωγε πρότερον ἐπὶ τοῖς Ἡροδότου λόγοις ἡδέως διατιθέμενος, παῖδα ἤδη τὸν Ἡρόδοτον πρὸς τὴν τούτου χάριν ὑπείληφα· μικροὶ δέ μοι λοιπὸν Ἑλλάνικοί τε καὶ Δούριδες, ἔτι δὲ ἡ τοῦ Ἁλικαρνασέως ποίησις καὶ ὅσοις λόγῳ γράψαι τὴν οἰκουμένην σπουδὴ ἐγένετο, πρὸς | |
310 | ἐκείνας τὰς ἴυγγας, αἷς οὕτω κατακηλεῖ τοὺς ἀκούοντας. εἰκασθῆναι δὲ ἅπαξ θεῷ βουλόμενος, καὶ γνοὺς τὸ θεῖον ἐπι‐ μελὲς τῆς ἀνθρωπίνης φύσεως, τὴν πολιτικὴν ἀρετὴν ἐκρά‐ τυνε, τὼ λόγω Ἕλληνά τε καὶ Ἰταλιώτην ὥσπερ τινὰς οἶμαι δορυφόρους πρὸς τὴν τοιαύτην ἕξιν ὑπηρέτας κτησά‐ | |
315 | μενος. ἔστι δέ τις πόλις ἐπὶ τῷ στόματι τοῦ Εὐξείνου πόντου κειμένη ἐν ἀριστερᾷ τοῖς εἰς τὸν Πόντον εἰσπλέουσι κατ’ αὐτὸ μάλιστα τῆς Εὐρώπης τὸ ἔσχατον, μεγάλη τε καὶ | |
εὐδαίμων, καθ’ ἣν πορθμὸς ὀλίγος θαλάσσης θλιβόμενος σχίζει τὰς ἠπείρους τῷ ῥεύματι, οἷον ὅρος τις μέσος ἀμφοτέραις | 208 | |
320 | γινόμενος. ἐνταῦθα ἐλθὼν δίδωσιν ἑαυτὸν εὐνομωτάτῳ βα‐ σιλεῖ καὶ γενναίῳ τὴν φύσιν, παρ’ ᾧ δυνατὸν τῇ παρασκευῇ τῆς ἐπιστήμης χρήσασθαι. ὃς δὲ ἄσμενός τε τὸν ἄνδρα δέχε‐ ται καὶ κοινωνὸν εὐθὺς τῶν πραγμάτων ἐποιήσατο, οὐχ ἧτ‐ τον ἢ Θησέα μὲν Ἡρακλῆς, Κῦρος δὲ Κλέαρχον, Σιμωνίδην δὲ | |
325 | Ἱέρων, Ἀλκιβιάδης δὲ Σωκράτην. καὶ τοίνυν τούτῳ μὲν τὰ πάντα ἐπείθετο, πρὸς δὲ τοῦτον ἑώρα, τοῦτον δὲ καθάπερ τινὰ κυβερνήτην νομίζων τῆς ἀρχῆς, ἐθαύμαζεν· ὡς τοὔ‐ νομα μὲν τῆς ἡγεμονίας ἐκεῖνον, τὸ δὲ ἔργον τοῦτον παρέ‐ χεσθαι, κατὰ Θεμιστοκλέα τὸν πάνσοφον, ὃς Εὐρυβιάδῃ | |
330 | συστράτηγος ταχθείς, ἡνίκα ἐπὶ Πέρσας ὁ τῶν Ἑλλήνων στόλος ἀνήγετο, τὸ μὲν σχῆμα τῆς ναυαρχίας παρεχώρει τῷ Λάκωνι, ἑαυτὸν δὲ ἐπὶ τῆς χρείας ἐδείκνυε τοῖς Ἕλλησι ναυαρχεῖν. τίνες μὲν οὐ φιλάνθρωποι νόμοι διὰ τοῦτον ἐτολμήθησαν; τίνες δὲ οὐ τῶν κινδυνευόντων διὰ τοῦτον | |
335 | τοὺς κινδύνους ἀπέφυγον; τίνες μὲν τῶν ἀξίων ἀρχῆς διὰ τοῦτον οὐκ ἔτυχον; τίνες δὲ τῶν τινὸς δεομένων οὐκ ἐπὶ τοῦτον κατέφυγον; μέσος γὰρ βασιλέως τε καὶ τῶν ἀρχο‐ μένων ἑστώς, ἐκείνῳ μὲν τὰς τῶν ὑπηκόων χρείας, τοῖς δὲ τὰ παρὰ τοῦ βασιλέως διηκόνει προστάγματα· ὁποῖον δὴ | |
340 | καὶ τὸν Ἑρμῆν οἱ μῦθοι λέγουσιν ἄγγελόν τε εἶναι Διὸς καὶ τὴν ἐκείνου διάνοιαν θεοῖς τε ἀγγέλλειν καὶ ἀνθρώποις μανθάνοντα. ἐπεὶ δὲ καὶ θεός τε καὶ χρόνος καὶ τοῦτον | |
αὐτοκράτορα τῇ μεγίστῃ γῆς ἀρχῇ ἐγκατέστησεν—εἴπερ μέγιστον καὶ κάλλιστον τῶν ὑφ’ ἥλιον τὸ τῶν Ἑλλήνων | 209 | |
345 | γένος πεπίστευται—, ἐνταῦθά μοι λοιπὸν Ἕλληνες αὐτοὶ τῆς εὐφημίας συλλάβεσθε, καὶ πρῶτοι μὲν ἡμεῖς Ἀττικός τε καὶ ἀρχαῖος λαὸς κοινῇ τὴν εὐφημίαν συμπλέξαντες οἷόν τινα χορὸν παναρμόνιον περὶ τοὺς τῆς Δίκης θρόνους στη‐ σόμεθα· δώσω δὲ ἐγὼ τοῦ χοροῦ τὸ σύνθημα. γαλήνη | |
48(350) | μὲν ἔχει τοὺς ἀρχομένους ἅπαντας, καθάπερ ἐκ τρικυμίας καὶ ζάλης εἰς ὅρμον ἐλθόντας ἀκύμαντον· ὕβρεως δὲ οὐκ ἔργον ἐστίν, οὐκ ὄνομα· λόγος δὲ εὐθύνει τὰ σύμπαντα, οὐδὲν σιδήρου δεόμενος· οἶδα δὲ ἐγὼ καὶ ποιμένας, ὅσοι προβατεύειν χρηστοί, ὀλίγον μὲν χρωμένους καλαύροπι, | |
355 | ποιμαίνοντας δὲ τὰ θρέμματα τῇ σύριγγι. νῦν ὄντως ἔγνωμεν τὸν Ὁμηρικὸν ἐκεῖνον ἄρχοντα, ὃν ἐκ φιλανθρω‐ πίας εἰκάσαι βουλόμενος, πατρὸς προσηγορίᾳ τετίμηκε· «Πατήρ, φησίν, ὣς ἤπιος ἦεν». καλὸν μὲν γάρ, καλὸν καὶ αὐτὸν οὕτως ἔτι προσφθέγγεσθαι, ὃς μόνος μὲν | |
360 | ὑπὲρ ἁπάντων πονεῖς, μόνος δὲ ἕλκεις ὑπὲρ Ἑλλήνων ἄγρυ‐ πνον ὄμμα καὶ νόημα, ὥσπερ τις κυβερνήτης χρηστός, ὃς πάντας ἀφεὶς τοὺς πλωτῆρας ἀπόνως ἐπὶ τῆς ὁλκάδος φέ‐ ρεσθαι, μόνος ἐπὶ τῶν οἰάκων ἑστὼς εὐθύνει τὸ σκάφος ἀκύμαντον. σὲ μὲν πολλάκις Ἑωσφόρος ἤγαγεν ἐπὶ τὰ δίκης | |
365 | ἀνάκτορα, Ἕσπερος δὲ πάλιν ἐκεῖθεν προὔπεμψε, καθαρὸν ἐπαστράπτων τοῖς ὀργίοις τὸ φέγγος. σὲ μὲν καλοῦσι δῆ‐ μοι καὶ πόλεις, σὲ δὲ παρ’ αὐτοὺς ἐλθεῖν προσεύχονται, καὶ | |
μακαρίζουσι μὲν Ἀθηναίους τῆς τύχης, οὐκ ἔχουσι δὲ ὃ πρὸς τοὺς νικήσαντας φθέγξονται. ἡμεῖς τοι καὶ τὸν Ἀπόλ‐ | 210 | |
370 | λωνα τὸν Δήλιον ἐπείσαμεν ἀφέντα τὴν νῆσον καὶ στῆναι παρ’ ἡμῖν καὶ πατρῷον γενέσθαι καὶ ἐν Ἀθηναίοις πᾶσι πρώτην ἁρμόσαι τὴν φόρμιγγα. διὰ σὲ καὶ λόγοι θάλ‐ λουσι καὶ τολμῶσιν ὅπερ οὐ πρόσθεν ἐτόλμησαν. ἀλλ’ ὦ πᾶσι μὲν ὕμνοις ἄξιε καὶ ἔπεσιν ᾄδεσθαι, μάλιστα δὲ πάν‐ | |
375 | των ἐμοὶ καὶ λόγοις, οὓς καὶ ἐν σπαργάνοις αὐτοῖς πλατ‐ τομένους ἠγάπησας καὶ πολλάκις περὶ αὐτῶν ἐμάντευσας, ὡς πᾶσα ἀνάγκη τούτους ἡβήσαντας πολὺ καὶ μέγα κατὰ ἀνθρώπους ἐκλάμψαι τῷ θαύματι. ἄθρησον, εἴ σοι πλη‐ ροῦσι τὸ μάντευμα· ἐγὼ δὲ αὐτοῖς θαρρεῖν καὶ πηδᾶν | |
380 | ἐγκελεύσομαι. ἄγε δή μοι πτεροῦσθε τὸ λοιπόν, ὦ λόγοι, καὶ τὸ κάτω μεθέντες πρὸς αἰθέρα τὸ ἐντεῦθεν φέρεσθε. πτεροῖ γὰρ ὑμᾶς ὁ Μουσηγέτης καὶ τοῖς ὑφ’ ἥλιον δείκνυ‐ σιν, οὐ κατὰ Δαίδαλον προστιθεὶς πτερά, οἷς ἐπαρθέντα λόγος τὸν Ἀττικὸν νεανίσκον Ἴκαρον πιστεῦσαι μὲν ὑπὲρ | |
385 | θαλάσσης πτήσεσθαι, ἐγγὺς δὲ ἡλίου γενόμενον ὁμοῦ τε τῷ κηρῷ λυθῆναι καὶ μῦθον γενέσθαι μετὰ τῶν πτερῶν τοῖς ὕστερον· τὰ δὲ ὑμῶν πτερὰ Μοῦσαι μὲν ἔφυσαν ἐν Μνημοσύνης κήποις, ἔθρεψαν δὲ Ὧραι καὶ Χάριτες, ἐκ πηγῶν ἀληθείας ἐπάρδουσαι. ὅθεν αἴρεσθε μὲν ὑπὲρ τοὺς | |
390 | πολλοὺς καὶ κουφίζεσθε, βεβήλοις δὲ ἐστὲ καὶ ἀπτέροις ψυχαῖς ἀθέατοι οὐχ ἧττον ἢ Κιμμερίοις φασὶ τὸν ἥλιον. διὸ δὴ καὶ κατὰ φύσιν τὴν ἡμετέραν αὐτὸν τὸν ἐραστὴν προσείπατε. | |
ἦλθες ἐμοὶ γλυκύ τε φάος καὶ μείλιχον, ὁποῖον Ἑωσφόρος μὲν ἀνθρώποις ἔλαμψεν ἠρινῆς ἡμέρας ἄγγελος, ἥλιος δὲ | 211 | |
395 | κατὰ μεσημβρίαν ἔστησε τοῖς ἐν χειμῶνι κάμνουσιν. ἐγὼ δὲ σὲ καὶ ἐπὶ Ἴστρου δίναις ἔτι μετὰ τῶν κύκνων ἐκεῖ τῷ Μουσηγέτῃ χορεύοντα καὶ ἰδεῖν ἐπόθησα, καί τινα ἐζήτουν καὶ αὐτὸς τοιαύτην εὑρεῖν τέχνην, δι’ ἧς ἀρθεὶς ἀφ’ Ἑλλή‐ νων ὑπόπτερος, μετάρσιος ἐκεῖσε πέτωμαι. ἀλλὰ γὰρ ἔφθης, | |
48(400) | ὦ φίλε, τοὺς ἡμετέρους πόθους· ἔδει γὰρ ἔδει πᾶσιν ἐκλάμ‐ ψαι τοῖς Ἕλλησι μέγα τε οὕτω καὶ κάλλιστον θέαμα. ἀλλ’ ἐθέλω γὰρ αὐτοῖς τοῖς θεοῖς τι μικρὸν ὑπὲρ Ἑλλήνων εὔξασθαι· καλῶ δὲ πρῶτον εἰς εὐχὴν τὰς ἐμὰς θεὰς τὰς Μούσας. ὦ Διὸς παῖδες, ἴτε, ἴτε Μοῦσαι χρυσοπτέρυγοι | |
405 | —ἔπεισι γάρ μοι καὶ ποιητικὸν εἰς ὑμᾶς ἀναφθέγξασθαι—, εἴτε καθ’ Ἑλικῶνα καὶ Πιερίαν ἅμα Ἀπόλλωνι τὸν χορὸν ἐξελίττετε, γλυκύ τι καὶ θεῖον μέλος ἐπηχοῦσαι τῇ φόρ‐ μιγγι, εἴτε περὶ Δελφοὺς καὶ Κασταλίαν ὁμοῦ νύμφαις ἐκεῖ Κασταλίσιν ἀθύρετε, ἢ κατὰ τοὺς Ἀττικοὺς λειμῶνας ἱπτά‐ | |
410 | μεναι στεφάνους τῷ Μουσηγέτῃ συμπλέκετε· ἔλθετε εὐχῆς ἐπήκοοι ταύτης, ἣν ὑπὲρ Ἑλλήνων εὔχομαι, καὶ τόνδε τὸν ἄνδρα δοίητε ἐπὶ πλεῖστον τὰς τῶν νέων εὐθύνειν ἀγέλας, ἵνα καὶ δευτέρου καὶ τρίτου κρατῆρος οἱ λόγοι τούτῳ | |
σπείσωσιν. | 212 | |
49(1t) | Εἰς Πλοκιανὸν τὸν ἀνθύπατον. | |
50(1t) | Εἰς Ἀμπέλιον τὸν ἀνθύπατον. | |
51(1t) | Εἰς τὸν ἀνθύπατον τῆς Ἑλλάδος Πραιτέξτατον | |
2t | καὶ τοὺς ἑταίρους. | 213 |
52(1t) | Εἰς τὸν βασιλέα Ἰουλιανόν. | |
53(1t) | Ἐν Νικομηδείᾳ. | |
54(1t) | Εἰς νεήλυδας. | |
2 | Ὡς ἡδύ μοι πάλιν τὸ θέατρον, χορὸς ἐμός, ἴσον δὲ εἰπεῖν καὶ Μουσῶν, περὶ τὴν ἡμετέραν αὖθις λύραν ἐγείρων σκιρτήματα. ὦ τίνες μὲν ἐκείνων τόλμαι, τίνες δὲ ἄρα καρ‐ | |
5 | δίαι τῶν ὅσοι ποτὲ πόρρω τῆς ἡμετέρας φιλίας ἤνεγκαν ὅσον ἡμέραν μίαν αὐλίζεσθαι; θρασεῖς τινες ὄντες καὶ ἀτάσθαλοι καὶ μικρὸν ἐρώτων φροντίζοντες. ὡς ἔγωγε, εἴ πως ἐνῆν, ἥδιστα ἂν ἠρόμην αὐτούς· τί μὲν αὐτοῖς τῆς ἡμετέρας γλώττης ἡδὺ ἄκουσμα; τί δὲ σχῆμα ἰδεῖν φαι‐ | 214 |
10 | δρότερον; τίνες μὲν ἠρινοὶ ᾠδικοί τε τὴν φύσιν ὄρνιθες οὕτως ἡδὺ καὶ χαρίεν φθέγγονται; τίς δὲ χορὸς εὐμε‐ λής τε καὶ εὔρυθμος αὐλοῖς ἐπηχῶν ἢ δόναξι τοσοῦτον τῆς ψυχῆς αὐτῶν ἥψατο, ὅσον ὁ τῶν ἡμετέρων θεάτρων ἦχος; διὸ δὴ καὶ ἀγελάρχαις ἐκείνοις μέμφομαι, ὅσοι τὰς | |
15 | ἑαυτῶν ἀφέντες ἀγέλας μέλει ποιμαίνειν καὶ σύριγγι, πλη‐ γὴν ἀπειλοῦσι καὶ μάστιγας. τῆς δὲ ἡμετέρας ἀγέλης καὶ τῶν θρεμμάτων τῶν ἐμῶν—μὴ γάρ ποτε σκυθρωπάζων ἐγὼ θεασαίμην τὸ ποίμνιον—λόγος ἡγείσθω πρὸς Μου‐ σῶν λειμῶνας καὶ νάματα, ἀντὶ δὲ πληγῆς ἀπηνοῦς τὰ | |
20 | ᾄσματα, ἵνα τὸν ἐπ’ ἀλλήλοις ἐκ τούτων πόθον ἐκτρέφον‐ τες μουσικῇ τε καὶ ἁρμονίᾳ τὴν ἀρχὴν ταύτην εὐθύνωμεν. τοῖσδε τοῖς νόμοις, ὦ παῖδες, καὶ τούσδε τοὺς νεήλυδας ξενί‐ σατε, ἵνα τῶν καλλίστων ἐθῶν καὶ νόμων παρὰ τὴν πρώτην ἐπιδημίαν γευσάμενοι, τελεώτεροι τὸ ἐντεῦθεν πρὸς τὴν θέαν | |
25 | τῶν ἡμετέρων ἱερῶν ἔρχωνται. ἀγαθοὶ μὲν γὰρ μυσταγωγοὶ μύσταις ἀνδράσιν, ὅσοι τελετῆς ἐμπείρως ἔχουσιν· ἀγαθοὶ δὲ πρὸς πλοῦν καὶ ναυτιλίαν ἡγήσασθαι, ὅσοι τὴν πολλὴν καὶ μεγάλην ἔγνωσαν θάλασσαν. διδάσκουσι δὲ καὶ σκυ‐ λάκων τοὺς ἄρτι θήραν μανθάνοντας, ὅσοις τῶν κυνῶν τὰ | |
30 | θηρία μελέτη τυγχάνει κρατεῖν. φασὶ δὲ καὶ ὀρνιθευτῶν παῖδες, τῶν ἀετῶν τοὺς ἄρτι πτεροῦσθαι μέλλοντας οὐκ | |
ἀνασχέσθαι τῶν μειζόνων τῇ πτήσει λείπεσθαι, ἀλλὰ μέχρι τοσούτου συνέπεσθαι ἕως ἂν ὑπὲρ αὐτὰς τὰς νεφέλας γε‐ νόμενοι περὶ αὐτὸν ἤδη τὸν μέγαν ἥλιον πέτωνται. βού‐ | 215 | |
35 | λομαι δ’ ὑμῖν καὶ βασιλέως πέρι διηγήσασθαι. Ἀλέξανδρον τὸν Φιλίππου λόγος—γνώριμος δὲ οἶμαι πᾶσι τοῖς Ἕλλη‐ σιν ἐκ τῶν βιβλίων Ἀλέξανδρος—, τοῦτον ἀκούομεν γενναῖον τῇ φύσει γενόμενον, τροφῇ τε παραπλησίᾳ τῇ φύσει χρη‐ σάμενον—σὺν τροπαίοις γὰρ καὶ νίκαις καὶ πράξεσι πολε‐ | |
40 | μικαῖς ... —, εἴ ποτε αἰσθάνοιτο τὸν πατέρα ἐπὶ πολέμους ἐρχόμενον, οὐκ ἐθέλειν ὑστερίζειν τῆς φάλαγγος, ἀλλὰ ἀκολουθεῖν τῷ πατρί, καὶ ταῦτα ἔτι νέον ὄντα καὶ ὑπη‐ νήτην καὶ μηδέπω τὴν ἡλικίαν ὡραῖον πρὸς τὰς μάχας τυγχάνοντα. δεδιότος δὲ περὶ τοῦ παιδὸς τοῦ πατρὸς | |
45 | καὶ οἴκοι μένειν κελεύοντος, οὐκ ἀνέχεσθαι τὸν Ἀλέξαν‐ δρον, ἀλλ’ ἃ μικρὸν πρόσθεν εἶπον περὶ τῶν σκυλάκων πρὸς ὑμᾶς παραδείγματα, καὶ τοῦτον πρὸς τὸν πατέρα διεξιέναι, ὅτι ἄρα αἱ γενναῖαι τῶν κυνῶν ἐν τῷ μέλλειν θηρᾶν σκυλακεύονται, συμπεῖσαί τε ἐφεῖναι τὸν πατέρα | |
54(50) | στρατεύεσθαι, καὶ οὕτως ἐκ νέου τὴν πολεμικὴν ἐμπειρίαν κτησάμενον κτῆμα τῆς ἑαυτοῦ δεξιᾶς τὴν ὑφ’ ἥλιον πᾶσαν ποιήσασθαι. ταῦτα μὲν φασὶν εἰπεῖν τὸν Ἀλέξανδρον. συμ‐ βουλεύοι δὲ ἂν οἶμαι περὶ τῶν αὐτῶν καὶ Ὅμηρος. νέος ἐστὶ παρ’ αὐτῷ στρατιώτης Ἀντίλοχος καὶ φιλοπόλεμος, | |
55 | καὶ μιμητὴς Ἀχιλλέως γίνεται καὶ τοῖς τροπαίοις ἀνά‐ | |
γραπτος τοῖς ἀπὸ τῆς Ἀσίας, καὶ μιμεῖται μὲν παρ’ ἄλλοις ποιηταῖς Ἡρακλέα μὲν Ἰόλαος, καὶ Θησεὺς Πειρίθουν· καὶ 〈οὕτω〉 λόχος ὅλος νεανίσκων γενναίων ἔνδοξος γίνεται. φέρε οὖν καὶ αὐτοὶ τάδε διδάσκετε, ἵνα ὑπὸ τούτοις οὗτοι | 216 | |
60 | τραφέντες τοῖς ἤθεσιν, Ἀττικοῖς λειμῶσιν ἐμπρέψωσι, καὶ τὰ κάλλη τῶν ἀγωγίμων ἐνθένδε λαβόντες, οὕτως ἐπὶ τὰ ἑαυτῶν ἀσκήσωσιν. | |
55(1t) | Εἰς νέηλυν. | |
56(1t) | Εἰς Ζήνωνα τὸν ἑταῖρον. | 217 |
57(1t) | Εἰς Ἀφόβιον νέηλυν. | |
58(1t) | Εἰς τὸν ἐκ τοῦ χρησμοῦ τοῦ Ποσειδῶνος | |
2t | φοιτήσαντα. | |
59(1t) | Εἰς τοὺς ἀπ’ Ἰωνίας ἐπιδημήσαντας. | |
2 | Ἴωνες οἱ ξένοι, γένος Ἀττικόν· φέρε αὐτοῖς πρὸ τοῦ τέτ‐ τιγος τὴν μητρόπολιν τῷ λόγῳ δείξωμεν. μέλιττα γὰρ ἀπιοῦ‐ | |
σιν αὐτοῖς ἐπ’ Ἰωνίαν ἡγήσατο, λόγος δ’ ἐκεῖθεν ἐπανιοῦσιν | 218 | |
5 | Ἀθήναζε. ἐγὼ ξεναγήσω μὲν ὑμᾶς καὶ ἐπὶ τὰ μεγάλα τῶν πατέρων γνωρίσματα· δείξω μὲν ὑμῖν τὸν Μαραθῶνα ἐν τῇ γραφῇ καὶ τοὺς πατέρας τοὺς ὑμετέρους καὶ τὴν Περ‐ σῶν φορὰν δρόμῳ καὶ τομαῖς ἐλέγχοντας· δείξω δὲ ὑμῖν καὶ στρατιώτας ἐμούς, τὸν μὲν τῇ φύσει κἀν τῇ γραφῇ | |
10 | μαχόμενον—δόξει γὰρ ὑμῖν καὶ παρὰ τῇ τέχνῃ πολεμοῦντι μᾶλλον ἐοικέναι ἢ τεθνεῶτι Καλλίμαχος—, τὸν δὲ ἄλλον διὰ χειρῶν τὸν Περσῶν στόλον βαπτίζοντα καὶ ταῖς τῶν στοι‐ χείων χρείαις τὴν σώματος φύσιν μερίζοντα. ἄξω δὲ μετὰ τὴν Ποικίλην ἐπὶ τὸν λόφον ἄνω τὸ τῆς Ἀθηνᾶς ἐργαστή‐ | |
15 | ριον· ἔνθα μυρίων ὑμῖν ὑπάρξει διηγημάτων ἐμπίμπλασθαι, καθάπερ ἔν τινι πίνακι τὰ τῶν πατέρων ἀνιστοροῦσι γνω‐ ρίσματα. ὄψεσθε μὲν τὸ τῆς ἐλαίας ἔρνος, θεοῦ τῆς ὡπλι‐ σμένης τὸ τρόπαιον· ὄψεσθε δὲ κῦμα ἐπὶ τοῦ λόφου μετάρσιον ἠχοῦν ἔτι, καθάπερ τῷ θεῷ περὶ τῶν παιδικῶν | |
20 | ἀγωνιῶντι συγκραδαινόμενον. ἄξω δὲ τῷ λόγῳ καὶ ἐπὶ τὸ τῶν θεῶν ἐργαστήριον, δεικνὺς τὸν πάγον, καὶ μυθολογῶν ἅμα τῇ θέᾳ ἥδιον ποιήσω τὸ θέαμα τῷ διηγήματι. τάχα με καὶ βραδυτῆτος γράψεσθε, καὶ τὸν τῶν πατέρων δα‐ νεισάμενοι νόμον, ὃν περὶ τῆς ἀργίας εἰσήνεγκαν, γραφὴν | |
25 | ἀπαγγελεῖτε κατ’ ἐμοῦ τινὰ καὶ ἔγκλημα, ὅτι μήπω τοῖς λόγοις ὑμᾶς ἤνεγκα ἐπὶ τὸν πατέρα τὸν Ἴωνος. φέρε οὖν γράψω καὶ τοῦτον ὑμῖν τῷ λόγῳ καὶ τὴν ἀκοὴν ὑμῶν προεστιάσω τῆς ὄψεως. κόμη μὲν αὐτῷ χρυσῆ περὶ με‐ | |
τώπῳ σχίζεται, πλόκαμοι δὲ ἑκατέρωθεν κατὰ τοῦ αὐχένος | 219 | |
30 | καθέρποντες τοῖς θείοις στέρνοις ἐπικυμαίνουσι· ποδήρης χιτών, λύρα, τόξον οὐδαμοῦ, μειδιῶν ὁ θεός, καθάπερ τις μαντεύων τὴν ἀποικίαν τοῖς Ἴωσι. μουσικὸς ὁ θεός, ὦ παῖδες· πλήττωμεν καὶ αὐτοὶ τὴν ἐν τῇ ψυχῇ λύραν, ἵνα μεγάλα κατὰ τοὺς λόγους ἠχήσαντες τῇ μητροπόλει τὴν | |
35 | ἀποικίαν συνάψωμεν. | |
60(1t) | Εἰς τοὺς Ἴωνας ξένους. | |
2 | Χθὲς ἁβρᾷ Μούσῃ τὴν Ἰωνίαν προσείπομεν, παίζοντες ἅμα καὶ τῷ λόγῳ τὸ ἄστυ μετὰ τῶν λόγων θεώμενοι· νῦν δὲ αὐτοῖς πάλιν τὸν ὄρθιον νόμον προσᾴσωμεν. οὐ | |
5 | γὰρ οἱ λινοῖ χιτῶνες οὐδὲ ὁ χλιδῶν ἐκεῖνος κρωβύλος, οὐδὲ ἡ τρυφῶσα τράπεζα τῆς Ἰωνίας μόνον τὸ γνώρισμα, ἀλλὰ καὶ σπουδὴ καὶ λόγοι καὶ ὅπλα καὶ μάχαι· καὶ σχεδὸν εἰπεῖν, ἐφ’ οἷς οἱ πατέρες, καὶ τὸ τῶν Ἰώνων γένος σεμνύ‐ νεται. ἐπέζευσαν μὲν Αἰγαῖον, τὴν Περσῶν ὕβριν καθαι‐ | |
10 | ροῦντες, ἔπλευσαν δὲ Ἰόνιον, τὴν Σικελίαν οἰκίζοντες, καὶ τοὺς Ἰταλῶν δήμους Ἑλλάδα κληθῆναι τῇ Πυθαγόρου γλώττῃ κατέδειξαν. τὴν δὲ ἡμετέραν τέχνην λεπτὴν τέως οὖσαν καὶ ἄσκευον, ὅρον τε ἔχουσαν τὸν λόγον ἐπὶ τὰ δικαστήρια, ὑψηλὴν ἄρα μετεωρίσαντες μεῖζον ἠχῆσαι τῆς | 220 |
15 | τραγῳδίας ἐποίησαν· Ἰωνικὴ δὲ καὶ ἡ πολλὴ λύρα καὶ ἰατρικὴ καὶ ποίησις. καὶ μὴν τῆς Ἡρακλείτου σοφίας, ὑφ’ ἧς πτερωθεῖσα ἡ Πλάτωνος φύσις τὴν ὑπεράνω τῶν λόγων γνῶσιν ἐπώπτευσεν, οὗτοι πολῖται καὶ συγγενεῖς. ἐκεῖ καὶ ποταμοὶ ποιητὰς γεννῆσαι λέγονται καὶ τὴν Ὁμήρου φύ‐ | |
20 | σιν Μέλητι πάντες χαρίζονται. ταῦτά τοι καὶ ὁ Μουσηγέ‐ της τὴν ὑφ’ ἥλιον πᾶσαν πρὸς τὴν ἀδελφὴν νειμάμενος, αὐτὸς μὲν οἰκεῖ παρ’ Ἕλλησιν, Ἀρτέμιδος δὲ ἀπέδειξε κλῆ‐ ρον ὑπάρχειν τὴν Ἔφεσον· μᾶλλον δὲ περιπτύσσων τῇδε κἀκεῖσε τὴν πόλιν, ἔνθεν μὲν ἐκ Βραγχιδῶν, ἑτέρωθεν δὲ | |
25 | ἐκ Κολοφῶνος πλήττει τοὺς τρίποδας. ταῦτα δι’ ὑμῶν, ὦ φίλοι ξένοι, τὴν Ἰωνίαν προσφθέγγομαι· ἀπαγγέλλειν δὲ αὐτοῖς, ὅτι τῶν δικαίων λόγων γλώττης ἀφ’ ἡμετέρας τυγχάνουσιν. ἐγὼ δὲ ὑμῖν διήγημα Ἀττικόν τε ὁμοῦ καὶ Ἰωνικὸν διηγήσομαι. ἦν Διονύσια, καὶ τὸ θέατρον εἶχε | |
30 | μετὰ τῆς λύρας ὁ Πίνδαρος συνηθείᾳ· ξένοι δέ τινες ἄρα Ἴωνες, Ἰώνων τὰ πρῶτα, τῶν ὅσοι εἰς Κόδρον καὶ Νηλέα ἑαυτῶν τὸ γένος ἀναβιβάζουσι, πῦρ τὸ μυστικὸν καὶ τὴν | |
τελετὴν τὴν κατ’ Ἐλευσῖνα ποθήσαντες, ἧκον Ἀθήναζε. καταλαμβάνουσι δὲ ἄρα τὸν Πίνδαρον ξυνωρίδα τινὰ νέων | 221 | |
35 | ἄρτι τελεῖν ἀπαρχόμενον. ὁ δὲ ἡσθεὶς ταῖς Μούσαις τότε μὲν ὡς εἶχεν, ἐπειδή τις αὐτῷ καὶ ἀρρωστία συνέπεσε, μικρῷ τινι μέλει τὴν παρουσίαν αὐτῶν ἠσπάσατο· εἰπὼν δὲ ἥκειν αὔριον εἰς θέατρον, εἰς ὄρθιον νόμον τὴν λύραν αὐτοῖς μεθήρμοσεν. | |
61(1t) | Εἰς τοὺς ἑταίρους. | |
2 | Τὴν ὥραν τῶν λόγων λόγῳ κοσμήσωμεν, ἵνα καθ‐ άπερ ὑπό τινι λύρᾳ τῶν Μουσῶν μέλει τὰς Ἑρμοῦ θύρας ἀνοίξωμεν. οὐ γὰρ δὴ θάλαμον μὲν αὐλὸς πετάννυσι καὶ | |
5 | προπομπεύουσι τῶν ἀγωνοθετούντων αἱ σάλπιγγες καὶ ποίμνης μέλη τὰ νόμια, ἀρχὴ δὲ λόγων οὐ καλέσει τοὺς λόγους. καίτοι ἔγωγε καὶ τῶν ἄλλων δημιουργῶν πολλάκις ᾔσθημαι, οὐχ ὅσοι μουσικοὶ μόνον, ἀλλὰ καὶ ὅσοι τούτων χειρώνακτες, παραδείγματα ἄττα τοῖς ἐπὶ τῇ παρ’ ἑαυτοῖς | |
10 | τέχνῃ φοιτῶσι προδιαπλάττοντας, ὅπως ἂν ῥᾷον οἱ νέοι τὰς τέχνας ταύτῃ μανθάνοιεν. πίναξ μὲν ἄρτι εὐτρεπὴς τῷ ζωγράφῳ καὶ πρὸς σκιαγραφίαν ἕτοιμος· τῷ δὲ πλαστικῷ κηροὶ καὶ μικρὰ ἄττα ἀγάλματα τῆς τέχνης ταύτης προοί‐ μια. διδάσκει δὲ καὶ αὐλητὴς τὸν αὐλητικὸν αὐτὸς προεμ‐ | 222 |
15 | πνέων τῷ καλάμῳ τὸ μέλος πρότερος, καὶ ὁ κιθαρῳδὸς τὸν κιθαριστικὸν αὐτὸς προπλήττων τῶν μανθανόντων τὴν φόρμιγγα. συνεφάπτεται δὲ καὶ παῖς τοῦ πηδαλίου τῷ γέροντι, καὶ Ἰνδῷ τοξότῃ τοῦ βέλους ὁ μανθάνων τὴν τέχνην ἔφηβος. αἱ δὲ ὄρνιθες οὐκ, ἐπειδὰν ἐξαγάγωσι τῆς | |
20 | καλιᾶς τὰ νεόττια, ὑφαπλώσασαι τὰς πτέρυγας, οὕτω τολ‐ μᾶν τὴν πτῆσιν ἀναδιδάσκουσιν; οὕτω δὴ καὶ λόγων διδάσκαλος ποιεῖ, ἵνα καθάπερ οἱ τοὺς νεῖν ἀδυνάτους ταῖς ἑαυτῶν χερσὶν ἀνέχοντες ποιοῦσι νεῖν, οὕτω καὶ οὗτος κουφίζων τὰς ψυχὰς τῶν νέων τολμᾶν διδάσκῃ τὰ ῥήματα. | |
25 | ἡμῖν δὲ οὐδὲ ἀπὸ καιροῦ τὰ τῶνδε τῶν λόγων. δύο γὰρ ἐν ἡμετέροις ξένοι, ὁ μὲν ἡλικιώτης πάλαι τῶν λόγων, νυνὶ δὲ θεωρὸς καὶ ἀγωνοθέτης, ... † ἣν † ὁ σχίζων μέσος Ἑλ‐ λήσποντος Ἀσίαν ὁρίζει καὶ Εὐρώπην τοῖς κύμασιν· ὁ δὲ νέος ἔτι καὶ ἔπηλυς γεύσασθαι τελετῆς τῆς ἡμετέρας βου‐ | |
30 | λόμενος. φέρ’ οὖν αὐτῷ καὶ ἐπιχώριον διέλθωμεν τὸ διήγημα. Πάμφυλοι πρὸ Κίμωνος ἀκριβῶς οὐκ ἦσαν Ἕλληνες, ἀλλ’ ἐμή‐ διζον ἔτι καὶ Ξέρξῃ καὶ Πέρσαις εἵποντο· ἐπεὶ δὲ Κίμων δι‐ πλοῖς τροπαίοις τὴν Παμφυλίαν κατέστρεψεν, ὁ μὲν Εὐρυμέδων ὑπὲρ τὸν Νεῖλον ἐν λόγοις ᾄδεται, ἀττικίζουσι δὲ Πάμφυλοι, | |
35 | καὶ τοὔνομα τῆς πόλεως καὶ παρ’ ἐκείνοις ἀνακηρύττεται. | 223 |
62(1t) | Ἑταίρῳ Κωνσταντινουπολίτῃ. | |
2 | Τὸν λίθον ἀκούω τὸν Αἰθιοπικόν, ὃν καὶ αὐτοὶ κα‐ λοῦσιν ἐκεῖνοι Μέμνονα, ἐπώνυμον εἶναι λέγοντες τοῦ παιδὸς τῆς Ἡμέρας τοῦ Μέμνονος, παράδοξόν τι μουσικῆς πρὸς τὸ | |
5 | φῶς τῆς ἡμέρας ἐργάζεσθαι. φασὶ γὰρ δήπου Αἰθίοπες ὡς, ἐπειδὰν ἴδῃ τὴν ἠῶ μειδιῶσαν πρῶτον, λύσας τὴν ἀφω‐ νίαν ἐξαίφνης μουσικόν τι ἠχεῖ καὶ μέλη κατὰ τῆς μητρὸς ἀναφθέγγεται. ἆρ’ οὖν, ὦ φίλοι, χείρους ἡμᾶς τὰ περὶ μουσικὴν φανῆναι προσήκει τοῦ Μέμνονος, ἢ σιωπῇ προσ‐ | |
10 | ιδεῖν τὴν πόλιν, ἀλλ’ οὐ πᾶσαν μὲν μουσικήν, πᾶσαν δὲ ἐπ’ αὐτῇ κινῆσαι Σειρῆνα; καί μοι δοκῶ καὶ τῆς Πινδάρου λύρας λαβὼν μέλος ἐκεῖθεν εἰς αὐτὴν ἀναφθέγξασθαι, ὡς τῆς Ἑλλάδος μὲν εἰπεῖν ἔρεισμα—μικρόν, ὅπερ εἰς τὰς Ἀθή‐ νας ᾖσται Πινδάρῳ—, πάσης δὲ τῆς ὑφ’ ἥλιον ἥδιστον | |
15 | ἄγαλμα. σὲ μὲν καὶ Ποσειδῶν ὁ βασιλεὺς ὁ θαλάσσιος γλαυ‐ κοῖς περιβάλλει τοῖς κύμασιν, οἷά τινα νύμφην Ναΐδα, καὶ πανταχόθεν περιπτύσσει καὶ γέγηθε· σὲ δὲ καὶ Νηρηΐδων ἁλιπορφύρων χοροὶ ἄκροις ἐπισκιρτῶντες τοῖς κύμασι κύ‐ | |
κλῳ περὶ πᾶσαν χορεύουσι· σὸς ἐραστὴς οὐ ποταμός τις | 224 | |
20 | ἀλλόφυλος, ὁποῖα περί τινας πόλεις ποιητῶν φῆμαι κομ‐ πάζουσιν, ἀλλὰ βασιλεῖς μὲν ἔνθεοι, οἳ καὶ χρυσᾶ σοι πε‐ ριβαλόντες τὰ κρήδεμνα οἷόν τι κάλλος οὐράνιον τοῖς περὶ γῆν τύποις ἐνήρμοσαν. σὲ καὶ κορυφὴν τῆς Εὐρώπης ὅλης προσειπὼν ἄν τις οὐ ψεύσαιτο· ἀπὸ σοῦ γὰρ τὴν ἀρχὴν | |
25 | λαμβάνουσα εἰς Ὠκεανόν τε αὐτὸν καὶ Ἀτλαντίας ᾐόνας ἐκτείνεται. περὶ σὲ πᾶσα φύσις θαλάσσης δείκνυται· ἔνθεν μὲν Αἰγαῖος δι’ Ἑλλησπόντου μέσου τοῖς σοῖς αἰγιαλοῖς προσορμίζεται· ἑτέρωθεν πορθμὸς θλιβόμενος ποταμοῦ φύ‐ σιν ἀλλάττεται, ὥσπερ στενούμενος, ἵνα σοι δι’ ἑαυτοῦ | |
30 | δῶρον προσαγάγῃ τὴν ἤπειρον· καὶ δὴ καὶ Κυάνεαι, ἃς δὴ συμπληγάδας πέτρας ἡ τραγῳδία προσείρηκε, κατ’ ἄλλο μέρος τῆς χώρας τὴν Προποντίδα συγκλείουσαι, τὸν μέγαν ἐκεῖθεν πόντον ἀφ’ ἑαυτῶν προπέμπουσι. διὸ δὴ καὶ Ὁμήρῳ μέμφομαι, ὅτι γάμον Ποσειδῶνος ποιῆσαι βουλόμενος, κῦμα | |
35 | αὐτῷ ποταμοῦ ποιεῖ τὸν θάλαμον, δέον ἐπὶ ταῖς ὑμετέραις ᾐόσι τοῦ θεοῦ τὴν παστάδα πήξασθαι, ἔνθα οὐχ ὕδωρ ὀλίγον, ἀλλὰ πᾶσαν εἶχεν αὐτῷ κύκλῳ περιβάλλειν τὴν θάλασσαν, οὐ κῦμά τι μιμουμένην πελάγιον, ἀλλ’ αὐτὴν ὅλην περὶ τὴν παστάδα πορφύρουσαν. σὺ καὶ τὴν Ῥω‐ | |
40 | μύλου πόλιν μόνη παρῆλθες τῷ θαύματι, τοσοῦτον κάλλος | |
τῷ μεγέθει μίξασα, ὡς καὶ τοὺς ἐκείνης οἰκήτορας οὐκ ἔχειν ὅ τι πρὸς τὸ κάλλος ἀντιφθέγξονται. σοὶ πανταχόθεν ὁλ‐ κάδες καὶ ἐκ πάντων λιμένων ἀνάγονται, οὐδὲν δεόμεναι Θύμβριδος, ἵν’ ὡς περίβολον γένωνται, ἀλλ’ ἐκ θαλάττης τε | 225 | |
45 | εὐθὺς καταίρουσι καὶ ἐξ αὐτῶν τειχῶν ἀναδοῦσι τὰ πείσματα. ἐπειδὴ δὲ καὶ Μούσας μετὰ τῶν ἄλλων θεῶν δεῖ τιμῆσαι τὴν πόλιν, πᾶσαι πανταχόθεν ἀθροίζονται, οὐκ ἐξ Ἑλι‐ κῶνος μόνον καὶ Πιερίας, οὔτε ὅσαι κατοικοῦσι τὸ Πάγ‐ γαιον, ἀλλὰ καὶ ὅσας Ἀττικοὶ λειμῶνες ἐκτρέφουσι· καί | |
62(50) | μοι δοκοῦσι φιλεῖν μὲν ἀεὶ τὴν πόλιν καὶ τοὺς χοροὺς ἐνταῦθα ἡδέως πήγνυσθαι, νυνὶ δὲ πλέον πολλῷ τὴν ἐνθάδε χορείαν ἀσπάζεσθαι, ὅσῳ καὶ ἄνδρα αὐτῶν ἐπώνυμον καὶ ταῖς ἐκείνων τελεταῖς ἐνσκιρτήσαντα ἡγεῖσθαι τῆς πόλεως συμβαίνει. διὸ δὴ καὶ Σιμωνίδῃ πείθομαι, ὅπερ ἐκεῖνος ἐν μέλεσι | |
55 | περὶ Μουσῶν ἀνύμνησε. φησὶ γὰρ δήπου τοῦτο ἐκεῖνος· ἀεὶ μὲν αἱ Μοῦσαι χορεύουσι καὶ φίλον ἐστὶ ταῖς θεαῖς ἐν ᾠδαῖς τε εἶναι καὶ κρούμασιν· ἐπειδὰν δὲ ἴδωσι τὸν Ἀπόλ‐ λωνα τῆς χορείας ἡγεῖσθαι ἀρχόμενον, τότε πλέον ἢ πρό‐ τερον τὸ μέλος ἐκτείνασαι ἦχόν τινα παναρμόνιον καθ’ Ἑ‐ | |
60 | λικῶνος ἐκπέμπουσιν. ὃ δὲ καὶ ἐπὶ σοῦ κατὰ τήνδε νῦν ὁρᾶν τὴν πόλιν ἔξεστι—πανταχοῦ γὰρ πάντα μουσικῆς γέμει καὶ διὰ ταύτην κεκόσμηται—· ὅσοι γὰρ δὴ πόθοι καὶ τοὺς ἡμετέρους ἀναστήσαντες λόγους, πρὶν πολιὸν ἐν Ἀττικοῖς λειμῶσι κομίσαι τὸν πλόκαμον, ἐνθάδε τε ἤγα‐ | |
65 | γον καὶ δημοσιεύειν τὴν ὥραν πείθουσιν. ἀλλ’ ὦ Μουσῶν | |
θρέμμα κάλλιστον—τοῦτο γὰρ ἐπὶ σοὶ καλὸν εἰπεῖν—, γαληνῷ μὲν ὄμματι τὰς ἀπαρχὰς πρόσδεξαι, ἴδοις δὲ οὕ‐ τως τοὺς λόγους, ὥσπερ καὶ αὐτοὶ προσδοκήσαντες τὴν παροῦσαν ἀγωνίαν ὑπέστησαν. | 226 | |
63(1t) | Διάλεξις ἐν τοῖς ἑταίροις μετὰ τὴν ἀπὸ | |
2t | τῆς πατρίδος ἐπάνοδον. | |
3 | Οἴκοι πρῶτον ταῖς Μούσαις θύσωμεν—λόγοι δὲ ἄρα θυσία Μουσῶν—, καὶ ἀπὸ τῆς ἔνδον ἑστίας τῶν ἱερῶν | |
5 | ἀπαρξώμεθα· Ἀττικὸς γὰρ καὶ οὗτος ὁ νόμος, πρὸ τῶν ἔξω μυστηρίων ταῖς ἔνδον θυσίαις ἀρέσκειν τοὺς κρείττονας. εἰθίσμεθα ἄρα καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων ἐκ μικροτέ‐ ρας ἀρχῆς πρὸς τὴν τῶν μειζόνων τόλμαν σπεύδειν. οὐδεὶς ἐπὶ μέγα πέλαγος πλωτὴρ ἄγεται, πρὶν ἔσω λιμένων ἀνα‐ | |
10 | κινῆσαι τὸ σκάφος· ἐπειδὰν δὲ στεγούσης τῆς νεὼς ὁ ναυτίλος τὴν ὀλίγην αἴσθηται θάλασσαν, τότε ἤδη θαρ‐ ρῶν κατὰ τῆς πολλῆς ἀφίησι φέρεσθαι. καὶ μὲν δὴ καὶ ἀθλητὴς γενναῖος κἂν Ὀλυμπίων νικητής τις ᾖ, κἂν τὸ μέγα κήρυγμα παρ’ Ἠλείων δεξάμενος, ἐπειδὰν χρόνῳ σχο‐ | |
15 | λάζουσαν τὴν ἑαυτοῦ ῥώμην αἴσθηται, οὐ πρότερον ἐπὶ τὸ στάδιον ἔρχεται, πρὶν ταῖς παλαίστραις ἐναποδύσα‐ σθαι. οἶδα δ’ ἐγὼ καὶ τοὺς ἀμφὶ μουσικὴν σπουδάζοντας οὐκ εὐθὺς ἐπὶ τὰ πάνδημα θέατρα σπεύδοντας, πρὶν οἴκοι τύχωσι τὴν χεῖρα γυμνάσαντες. καὶ οὔτε αὐλητὴς ἐπιτολμᾷ | 227 |
20 | τῇ σκηνῇ, εἰ μὴ παρ’ ἑαυτῷ πρῶτον τῶν αὐλητικῶν ὀργά‐ νων ἀπάρξηται· οὔτε κιθαρῳδὸς εἰς μέσον ἔρχεται, πρὶν καὶ σχολῇ διαψήλῃ τὴν λύραν. ὁρῶμεν δὲ ἄρα καὶ τοὺς μουσικοὺς ἐκείνους ὄρνιθας, ὅτι ἐπειδὰν τοῦτον τὸν τρό‐ πον γυμνάσῃ τὰ μέλη, μετάρσιον ἤδη καὶ ἐπὶ τῶν ὑψηλῶν | |
25 | δένδρων τὴν μουσικὴν ἐργάζεται. οὕτω καὶ τέττιξ τὰ μέλη φθέγγεται, οὕτω καὶ κύκνος εὐτρεπίζει τὸ πτερὸν πρὸς τοὺς ὕμνους Ἀπόλλωνος. οὔτε ἡνίοχος εὐθὺς ὑφ’ ἅρμα τὸν πῶλον ζεύγνυσιν, ἂν διὰ μακροῦ πρὸς ἀγωνίαν τὸν ἵπ‐ πον ἄγῃ δραμούμενον, ἀλλ’ ἔξω τῆς ζεύγλης ἀφεὶς τὰ | |
30 | πρῶτα τῶν τρόχων γυμνάζεσθαι, οὕτως ἔποχος κατὰ τῶν ἀντιπάλων ἰθύνει τὸν πῶλον. ἐθέλω δὲ ὑμῖν περὶ αὐτοῦ τούτου καὶ λόγον τινὰ διηγήσασθαι. Αἰθίοπες οἱ πρὸς ἥλιον ἀνίσχοντα νομάδες τέ εἰσι καὶ τοξόται, καὶ τοῦτο μὲν ὁ βίος ἐκ τόξων τῷ γένει—θήρα γὰρ αὐτοῖς | |
35 | ἡ τροφή—, τοῦτο δὲ ὁ πόλεμος ἐκ τῆς αὐτῆς σκευῆς τοιοῦτός τις· ἐπὶ γὰρ τῶν ἐλεφάντων ἄνω καθάπερ ἵπποις ὀχούμενοι, καὶ τοὺς πολεμίους ἐκεῖθεν βάλλουσιν. ἐπὶ τού‐ τους δὴ τοὺς Αἰθίοπας, τὴν πολλὴν παρεξιὼν γῆν, Ἀλέ‐ | |
ξανδρος ἔρχεται· πυθόμενος δὲ καὶ μαθὼν ὅστις Αἰθιόπων | 228 | |
40 | εἴη τοξεύειν ἄριστος, προσκαλεῖται τὸν ἄνδρα καὶ δεικνύναι τὴν τέχνην ἐκέλευσεν. ὁ δὲ μικρὸν ἐπισχὼν καὶ ἠρέμα σύν‐ νους γενόμενος, προσδεῖν ἔφη μελέτης αὐτῷ· τυχεῖν γὰρ μιᾶς ἡμέρας πόρρω τοῦ τοξεύειν γενόμενος. οὗτος ὁ τοῦ Αἰθίοπος λόγος. ἐμοὶ δὲ δοκεῖ καὶ Ὅμηρος τοῦτο αὐτὸ διὰ τῶν | |
45 | ἐπῶν ἐθέλειν αἰνίξασθαι. οὐκ εὐθὺς ὁπλίζει κατ’ Ἀντινόου τὸν Ἰθακήσιον, ὃς ἦν τῶν μνηστήρων ἀτάσθαλος, ἄρτι τῆς θαλάσσης ἐκβάντα καὶ τῆς Φαιάκων ὁλκάδος, ἀλλὰ μελέτην αὐτῷ τοὺς πελέκεις προθείς, ἐπειδὴ τούτων ἐποίει τυγχάνοντα, οὕτως ἤδη παράγει καὶ κατ’ ἐκείνου τὸ μέγα | |
63(50) | τόξον κυκλώσαντα. φέρε οὖν καὶ ἡμεῖς, ὦ παῖδες, ἐπειδὴ χρόνιοι τῶν λόγων ἁπτόμεθα, πρὶν ἐπὶ τῆς δημοσίας αὐ‐ τοὺς ἀποδῦσαι σκηνῆς, εἴσω τῶν ἡμετέρων σηκῶν παρά‐ γοντες γυμνάζωμεν· εἰ καὶ τὰ μάλιστα τολμηροί τινες ὄντες καὶ κατὰ πάντα ὑψαύχενες, ἀκμῆτές τε εἶναι καὶ | |
55 | ἀνθηροὶ τὴν φύσιν βούλονται, κατὰ τὸν ἀρχηγέτην αὐτῶν τὸν θεόν, ὃν ἡβῶντα ἀεὶ καὶ νέον ποιηταὶ γραφεῖς τε καὶ πλάσται δεικνύουσιν, οὐ κομμωτικῆς τινος εἶναι τῆς τέχνης ὑπισχνουμένης, ἀλλ’ ὁποῖον αὐτὸν ὁ πατὴρ ἐκ τῆς θεᾶς ἐγέννησε, τοιοῦτον ἀεὶ αὐτὸν φαινόμενον ποιούσης. οὐ μὴν | |
60 | ἀλλ’ ἐπειδήπερ ἔθος ἐν ταῖς μελέταις κατείληφε πρὸ τῶν ἀγώνων γυμνάζεσθαι, ταῦτα μὲν ἔνδον παρ’ αὐτοῖς ἀθύ‐ ρωμεν, τοὺς δὲ ἀγῶνας αὐτοὺς τῷ μεγάλῳ θεάτρῳ τη‐ | |
ρήσωμεν. | 229 | |
64(1t) | Λαλιὰ ἐξ αὐτοσχεδίου εἰς τὴν ἑαυτοῦ | |
2t | διατριβήν. | |
3 | Ἐν Δήλῳ ταύτῃ τῇ 〈γείτονι〉 νήσῳ ναὸν τινὰ φασὶν οἱ ἐπιχώριοι δείκνυσθαι ὀλίγον μὲν ταῖς κατασκευαῖς, 〈μέ‐ | |
5 | γαν δὲ〉 καὶ τῷ λόγῳ καὶ τοῖς περὶ αὐτοῦ διηγήμασιν. ἔνθα κατέχει λόγος, ὅτε ἔτικτεν ἡ Λητὼ τοὺς θεούς, λυ‐ θῆναι τὰς ὠδῖνας αὐτῇ καὶ τὸν Ἀπόλλωνα τιμῇ τοῦ χωρίου μετὰ κλάδων ἐκεῖ τοὺς ἱεροὺς πηγνύμενον τρίποδας, θεμιστεύειν ἐκεῖθεν τοῖς Ἕλλησιν. ἡδὺ γὰρ τοῦτο ἑκάστῳ | |
10 | καὶ τίμιον, ἀφ’ οὗπερ ἂν τὸ πρῶτον ἄρχηται, κἂν μικρὸν τὴν φύσιν φαίνηται. χαίρει μὲν πλωτὴρ ἐκείνῳ λιμένι, ἀφ’ οὗ τῆς πρώτης ναυτιλίας ἀπήρξατο, χαίρει δὲ στρατιώ‐ της πεδίῳ, ἔνθα τὸ πρῶτον ἤγειρε τρόπαιον, καὶ γῆν γηπόνος ἀσπάζεται, ἀφ’ ἧς τὰ πρῶτα ἔκειρε δράγματα. | |
15 | ᾐσθήμεθα δὲ τοῦτο ὁμοίως καὶ ἐπὶ τῶν παλαιῶν σῳζόμε‐ νον. προτιμᾷ μὲν Ὀδυσσεὺς αὐτῆς Ὠγυγίας καὶ Καλυψοῦς τὴν μικρὰν Ἰθάκην [καὶ νῆσον]· προτιμᾷ δὲ Νέστωρ Ἰλίου τὴν Πύλον, καὶ Αἰακὸς τῆς Κορίνθου τὴν Αἴγιναν. Δημο‐ | |
κήδην δὲ τὸν Κροτωνιάτην φασὶ παρὰ βασιλεῖ τῶν Περσῶν | 230 | |
20 | τὰς διατριβὰς ποιούμενον καὶ πάντων παρ’ αὐτῷ τῶν καλ‐ λίστων τυγχάνοντα, οὐδὲν ἐκείνων προτιμῆσαι ποτὲ τοῦ Κρότωνος, ἀλλὰ καὶ Σοῦσα καὶ Βάκτρα καὶ Χοάσπου νά‐ ματα καὶ αὐτὴν τὴν χρυσῆν τοῦ βασιλέως τράπεζαν μικρο‐ τέραν ἡγεῖσθαι ἧς εἶχε διαίτης ἐν Κρότωνι. φέρε οὖν | |
25 | ἐπειδὴ καὶ ἡμεῖς ἐν πολλοῖς καὶ μεγάλοις θεάτροις ἀθλή‐ σαντες πάλιν ἐνταῦθα ἐπὶ τοὺς λόγους συνήλθομεν, τὸ μικρὸν τοῦτο προσείπωμεν θέατρον. ὦ Μουσῶν καὶ Ἑρμοῦ τέμενος· ὦ χωρίον ἱερὸν καὶ κάλλιστον, καὶ τὰς ἡμετέρας τῶν λόγων ὠδῖνας πρῶτον δεξάμενον· σὲ ποθῶν ἐγὼ καὶ | |
30 | ἀσπαζόμενος χαίρειν μὲν εἶπον χρυσοστέγοις αὐλαῖς, χαίρειν δὲ πλούτῳ καὶ τιμαῖς ἐκείναις, ἃς ὁ πολὺς ἀνθρώπων ὄχλος ἀσπάζεται, ὑψηλοτέραν ἁπάντων τὴν παρὰ σοῦ δόξαν ἔχειν οἰόμενος. μεῖζον μὲν γὰρ οἶμαι ἐκ τῶν μικροτέρων, ἢ τῶν δοκούντων μεγάλων εἶναι, πολλάκις τὸ θαῦμα τοῖς | |
35 | ἀνθρώποις ἀθροίζεται. τίς ξένος ἐλθὼν Ἀθήναζε πρὸ τῆς Δημοσθένους στέγης καὶ τῆς Σωκράτους αὐλῆς τὸν μέγαν οἶκον Ἱππονίκου περιεργάζεται; τίς δὲ εἰς Θήβας ἀφικό‐ μενος πρὸ τῆς οἰκίας τῆς Πινδάρου τὸν οἶκον Τιμαγενίδου καὶ τῶν ἄλλων πλουσίων ἐν Θήβαις ἰδεῖν ἐζήτησε; Λακεδαι‐ | |
40 | μόνιοι δὲ ἐν τοῖς μάλιστα τῶν παρ’ ἑαυτοῖς καὶ τὸν οἶκον τοῦ Λυκούργου τοῖς εἰς Σπάρτην βαδίζουσι ξένοις δεικνύουσι. μὴ τοίνυν, ὦ παῖδες, αἰσχρὸν εἶναι καὶ αὐτοὶ τοῦτο ἡγώ‐ μεθα, εἰ ἐνταῦθα τὰ περὶ τοὺς λόγους σπουδάζοιμεν. μικρὸν μὲν ἐργαστήριον τὸ Φειδίου, ἀλλὰ Ζεὺς ἐν αὐτῷ καὶ ἡ | |
45 | Παρθένος ἐπλάττετο· μικρὸν δὲ τὸ Πραξιτέλους, ἀλλὰ πάν‐ | |
τες εἰς Κνίδον 〈εἰς τὴν θέαν〉 ἀνήγοντο. ὀλίγη μὲν τῆς ἀηδόνος ἡ φωνή, ἀλλὰ πόρρω πάντες τῆς μελῳδίας ἀκούου‐ σιν· ὀλίγος 〈δὲ〉 ὁ λαιμὸς τοῦ κύκνου, ἀλλ’ ᾄδοντι αὐτῷ συνυπηχεῖν ἐθέλει τὰ σύμπαντα. ἀλλ’ ὦ Μούσειε Ἄπολλον | 231 | |
64(50) | —χαίρεις γὰρ οἶμαι καὶ σὺ ποιητῶν ὕμνοις καλούμενος—, ὦ Μουσῶν Ἑλικωνίδων χορός, μήποτε ἡμᾶς λόγους ποιοῦντας προλείπητε, ἀλλὰ κἂν ἐν μικροῖς θεάτροις κἂν ἐν μεγάλοις χορεύωμεν, πανταχοῦ τὴν μουσικὴν συνεργάζεσθε. | |
65(1t) | Εἰς τοὺς ἐν τῇ συμπληγάδι ὄντας καὶ τῆς | |
2t | ἀκροάσεως ἀπολιμπανομένους. | |
3 | Συνάγει ποτὲ καὶ Ἀχιλλέως ἀπόντος ἐκκλησίαν Ὅμη‐ ρος, ἀλλὰ μικρὰν ταύτην καὶ σκυθρωπάζουσαν, ὥσπερ | |
5 | οἶμαι ἐθέλων ἐνδείξασθαι, ὅτι ἄκων καὶ μὴ βουλόμενος τοῦτον ἀγείρει τὸν σύλλογον. ἐκεῖνο τὸ θέατρον καὶ τὴν ἐπ’ αὐτῷ γνώμην τοῦ ποιητοῦ κατανόησον, ὅτι στυγνάζει μὲν ὁ βασιλεὺς ἐπὶ τοῖς παροῦσι πράγμασι καὶ κατηγορεῖ τῆς τύχης, ὅτι αὐτῷ τραυματίαν τὸν λαὸν ὅλον πεποίηκεν· | |
10 | οἱ δὲ αὐτοῦ στρατιῶται καὶ στρατηγοί, ὁ μὲν ἐπὶ τοῦ | |
μετώπου τὴν πληγὴν δείκνυσι, τῷ δὲ ἡ κεφαλὴ βέβληται, ὁ δὲ πονηρῶς ἔχει τὴν χεῖρα, τῷ δὲ εἰς σκέλος τὸ βέλος πέπηγε. χαλεπῶς μὲν οὖν ὁ βασιλεὺς καὶ τοῦτο φέρει τὸ θέαμα· καὶ γάρ πως καὶ φιλοστρατιώτης ἡμῖν λίαν ὑπὸ | 232 | |
15 | τῆς ποιήσεως ἐκεῖνος δείκνυται· λυπεῖ δὲ αὐτὸν καὶ κα‐ τηφῆ πλέον ἐργάζεται αὐτὸς ὁ τῶν Ἑλλήνων ἔξαρχος και‐ ρίᾳ πληγῇ ἀποβιασθεὶς μένειν ἀπόμαχος. ἀποδεξώμεθα τοῦτο τοῦ βασιλέως, ὦ παῖδες· στρατηγικῆς γὰρ οἶμαί που τοῦτο διανοίας τεκμήριον, καὶ νικῶσι στρατιώταις | |
20 | συνήδεσθαι καὶ σφαλλομένοις συνάχθεσθαι. οὐ γὰρ δὴ χοροῦ μὲν δεξιὸς ὁ καὶ τὰ ἀτερπῆ τῶν χορευτῶν ὑπομέ‐ νων, οὐδὲ ναυτικῆς ὁ τῶν ναυτῶν τὴν ἀτεχνίαν φέρων· οὐδὲ λύρα φθέγγεται μέλος, ἐπειδὰν εἷς φθόγγος λείπει τῷ παντὶ τῆς ἁρμονίας συστήματι. καὶ τεττίγων δὲ ἀκούομεν | |
25 | ἡδέως, ἀλλ’ ὅταν πάντες ὁμοῦ τὸ θερινὸν μέλος ἐργάζωνται. ἀλλ’ οὐ γὰρ ἔτι τάχα σκυθρωπάζειν καιρός· παλινῳ‐ δίαν ἡ τύχη πρὸς ἡμᾶς ἐπαγγέλλεται. φέρε οὖν τοὺς στυγνοτέρους ἀφέντες τῶν λόγων, τὴν θεῶν νίκην ὑμνήσωμεν, καὶ παρεῖναι τῷδε καθικετεύσωμεν· Νίκη χρυσοπτέρυγε, | |
30 | Νίκη Διὸς τοῦ μεγάλου παῖ, εὐπατέρεια καὶ φιλόγελως —τούτοις γὰρ σὲ τοῖς ὀνόμασιν ἀγάλλει ἡ ποίησις—, ἵλεως εἴης καὶ δοίης θῦσαι πάλιν κατὰ βαρβάρων ὥσπερ | |
καὶ πρόσθεν τὰ νικητήρια. | 233 | |
66(1t) | Εἴς τινας δόξαντας ἀφηνιάζειν | |
2t | τῶν φοιτητῶν. | |
3 | Πάλιν μύθῳ πρὸς τὸν παρόντα χρησόμεθα· πάλιν ἐλθεῖν μοι συνέριθον παρακαλέσω τὸν Αἴσωπον. λόγον δὲ | |
5 | ὑμῖν οὐ Λιβυκόν τινα, ἢ Αἰγύπτιον, ἀλλ’ ἐκ μέσων τῶν πάνυ Φρυγῶν, ὅπου καὶ τὸ πρῶτον ὁ μῦθος ἐγένετο, ἐν αὐτοῖς εὑρὼν τοῖς Αἰσωπείοις ἀθύρμασιν, ἐθέλω καὶ πρὸς ὑμᾶς διηγήσασθαι. ὁ Ἀπόλλων ἐπειδὰν εἰς μέλος ἁρμόσῃ τὴν λύραν—ἁρμόζει δὲ οἶμαι ἀεί, ἅτε οὐδὲν ἄλλο τι ὢν ὅτι μὴ | |
10 | λύρα καὶ λόγος—, περιίστανται μὲν αὐτὸν πανταχόθεν αἱ Μοῦσαι, καὶ χορὸς τῇ λύρᾳ γίνονται· ἀτὰρ δὴ καὶ ἄλλος ὅμιλος θεατὴς μελῳδίας ἔρχεται, Δρυάδες τινὲς καὶ Ἁμα‐ δρυάδες νύμφαι, ὄρειοι δαίμονες, καὶ οὐκ οἶδα εἰ πάμπαν ἀτάσθαλοι. αἱ δὲ ὅταν μὲν ἅμα ταῖς Μούσαις χορεύειν | |
15 | βούλωνται, θεαί τε εἶναι δοκοῦσι καὶ ὡσπερεὶ Μοῦσαι νομί‐ | |
ζονται· ἐπειδὰν δέ τι πρὸς τὴν ἀκοὴν ἄγροικόν τε καὶ πονηρὸν σκίρτημα κατὰ τῆς λύρας σκιρτήσωσιν, ἀγανακτεῖ μὲν ὁ Ἀπόλλων—τί δὲ οὐ μέλλει; ἐπειδὰν ἀμουσοτάτου χοροῦ πηδῶντος αἰσθάνηται, —οὐ μὴν εὐθὺς ἐπὶ βέλη | 234 | |
20 | καὶ φαρέτραν ἔρχεται· οὐ γὰρ οἷα περὶ αὐτοῦ λέγειν ἐν Ἰλιάδι τετόλμηκεν Ὅμηρος, τοιαῦτα καὶ Αἴσωπος μυθολο‐ γεῖ κατὰ τοῦ Ἀπόλλωνος. Ὅμηρος μὲν γὰρ δημαγωγεῖν ἐθέλων τὸ θέατρον, πολλάκις καὶ θεῶν καταψεύδεται· διόπερ ἔγωγε τοιούτους εἶναι ἑκὼν οὐ πείσομαι, ἀλλά μοι | |
25 | συγγνώμην ἔχειν Ὁμηρίδας αἰτήσομαι, εἰ τοιαῦτα περὶ θεῶν καὶ αὐτὸς 〈οὐ〉 δήπου προσίεμαι. ποῦ γὰρ ἂν ἔγωγε ταῦτα πιστεύσαιμι, ὅτι θεὸς ὢν Ἀπόλλων καὶ μουσηγέ‐ της, ἀεὶ θυμοῦται τοσοῦτον, ὁπόσον Ὅμηρος βούλεται, ἢ εἰς νύκτα ἀμείβει τὰ πρόσωπα, ἢ διὰ τοῦτο βελῶν ἅπτεται, | |
30 | ἵνα ὑπήκοον πλήξῃ καὶ Ἕλληνα; ταῦτα μὲν οὖν παραι‐ τησώμεθα Ὁμηρίδας καὶ εἴ τις ἄλλος ποιητὴς τοιοῦτος ᾖ κατὰ θεῶν εὐχερῶς ἐθέλων ψεύδεσθαι, Αἰσώπῳ δὲ μᾶλλον πιστεύσωμεν. παρακαλεῖ γὰρ καὶ θεοὺς αὐτοὺς ἐπὶ τὸν μῦθον ὁ Αἴσωπος καὶ εἰς οὐρανοὺς αὐτοὺς ἀναβιβάζει τὸν | |
35 | ἔλεγχον· οὐ μὴν ἴσα ποιηταῖς ὁ Φρὺξ ἐθέλει κατὰ θεῶν θρασύνεσθαι, ἀλλὰ καίπερ μύθων ποιητὴς ὤν, ὅσον αἰνί‐ ξασθαί τι σοφόν, περὶ θεῶν λέγει καὶ φθέγγεται. τί οὖν ἐκεῖνος, ἀτακτοῦντος χοροῦ ἐν γραφῇ; ποιεῖ τὸν Ἀπόλλωνα μεθαρμόζοντα ἐκ προσηνοῦς εἰς τραχὺ μέλος τὴν λύραν, | |
40 | καὶ οὐ δακτύλοις, πλήκτρῳ δὲ τὰς χορδὰς πλήττοντα· καὶ συναγανακτεῖ μὲν αὐτῷ πρὸς Νυμφῶν ἀδικουμένῳ κατ’ Αἴσω‐ πον ὄρη καὶ νάπαι καὶ ποταμοὶ καὶ ὄρνιθες, ἤδη δὲ καὶ ὁ Ἑλικὼν αὐτὸς ὑπὸ τοῦ πάθους μεταβληθεὶς εἰς ἄνθρωπον, φωνήν τε ἀφίησι καὶ κατὰ Νυμφῶν ῥήτωρ γίνεται. καὶ | 235 |
45 | μὴ τολμηρὸν τὸ τοῦ μύθου νομίζωμεν· οὐ γὰρ δήπου αὐτὸς μὲν ὁ Ἑλικὼν ἐκ ποιμένων οἶδε ποιητὰς ἐργάζεσθαι —καὶ τοῦτο πάντως Ἡσιόδῳ πιστεύομεν—, ἡμᾶς δὲ τῷ Φρυγὶ νεμεσᾶν ἄξιον, ὅτι λαλοῦν ὄρος τι μεμίμηται. τί δὲ δὴ ὁ Ἑλικὼν πρὸς τὰς Νύμφας ἐν τῷ μύθῳ φθέγγεται; | |
66(50) | «Ποῖ φέρεσθε, ὦ Νύμφαι; τίς οὗτος ὑμᾶς πονηρὸς οἶ‐ στρος ἐξέμηνε; τί δὲ ἀφεῖσαι τὸν Ἑλικῶνα, τὸ τῶν Μου‐ σῶν ἐργαστήριον, ἐπὶ τὸν Κιθαιρῶνα σπεύδετε; συμφοραὶ ἐκεῖ καὶ πάθη καὶ τραγῳδίας πηγὴ τὰ Κιθαιρῶνος ἐγκώ‐ μια. ἐγὼ ποιητὰς ἐκ ποιμένων, ὁ δὲ ἄφρονας ἐκ σωφρο‐ | |
55 | νούντων ἐργάζεται· ἐκεῖ μήτηρ κατὰ παιδὸς μαίνεται, καὶ πολεμεῖ τὸ γένος τῷ γένει· ἐνταῦθα Μουσῶν γοναὶ καὶ Μνημοσύνης κῆποι καὶ αἱ τῶν γεννηθέντων τροφαί. Ἀπόλ‐ λωνι μὲν οὖν συγχορευταὶ καὶ ξυμπαίστριαι νῦν τε εἰσὶ καὶ ἀεὶ πάντως μελῳδοῦντι παρέπονται· τὸ δὲ ὑμέτερον | |
60 | πάθος δέδοικα, μὴ σκηνῆς τι μέρος καὶ σκυθρωπῆς ὑμῖν | |
προοίμιον τραγῳδίας γένηται. ἀλλὰ τί ταῦτα; φθάνουσι δήπου τάχα τῆς ἐμῆς δημηγορίας τὸ πέρας αἱ Νύμφαι· ἡ μὲν ἐκεῖ που πρὸς τὸν θεὸν τῶν Νυμφῶν, ἡ δὲ μέλλει, ἡ δὲ ὅσον οὔπω τῷ χορῷ τούτῳ προσπείσεται. δειναὶ γὰρ αἱ | 236 | |
65 | τῆς Ἀπόλλωνος λύρας ἴυγγες καὶ πάντα κεστὸν Ἀφροδίτης παριοῦσαι ταῖς χάρισι». ταῦτα ὁ Ἑλικὼν παρὰ Αἰσώπῳ δημηγορεῖ. εἰ δέ τι φέρει πρὸς τὸν παρόντα ὁ μῦθος, ὑμέτερον ἂν εἴη στοχάζεσθαι. | |
67(1t) | Εἰς τοὺς περὶ Κυντιανὸν ἀτάκτως | |
2t | ἀκούσαντας. | 237 |
68(1t) | Προτρεπτικὴ πρὸς τὸ χρῆναι τὴν ποικιλίαν | |
2t | τὴν ἐν τοῖς λόγοις ἀσπάζεσθαι. | |
3 | Αὐχμῶντα ἰδὼν Ἀττικῶν λόγων τὰ θέατρα, λῦσαι τὸν αὐχμὸν καθάπερ ὄμβρῳ ῥαγέντι τοῖς λόγοις ὥρμησα. | |
5 | ἄλλων μὲν γὰρ ἄλλαι χῶραι καρπῶν τε καὶ τόκων εὔφο‐ ροι· ἵππος δεικνύει τὸν Θετταλὸν, τὸν δὲ Κελτὸν κόμη, τὸν Μῆδον τράπεζα, τὸν Δελφὸν δάφνη, τὸν Σπαρτιάτην ὁ πόλεμος· καρπὸς δὲ τῆσδε τῆς πόλεως λόγος καὶ ἄν‐ θρωπος. ὥσπερ οὖν ἐκείνων ἕκαστον ὅταν φθίνηται, πονη‐ | |
10 | ρῶς ἔχειν τὰς χώρας λέγομεν, οὕτω καὶ Ἀθήνας ὑψηλὰς μὲν ποιοῦσιν οἱ λόγοι θάλλοντες, συστέλλουσι δ’ αὖ πάλιν, ἐπειδὰν ἠχοῦντες παύωνται. ἔξεστι δὲ ταῦτα κἀκ τῶν ἄνω χρόνων τεκμήρασθαι. ἤκμαζεν ἡ σκηνή, καὶ τῇ σκηνῇ δὲ ἡ πόλις ὡς ὁ λόγος συνήκμαζεν, ἤνθει τὸ βῆμα τοῖς ῥή‐ | |
15 | τορσι, καὶ τὸ φρόνημα συνήνθει τοῦ δήμου· τότε δὴ ἐκόμα σοφοῖς τὸ Λύκειον, καὶ πάντα πανταχοῦ μεστὰ σοφίας βασίλεια. σιωπησάσης δὲ τῆς δημοσίας φωνῆς, εἰς ναύτας καὶ δούλους μικροῦ τὸ λέγειν μετεσκευάζετο. ἄγε δή, ὦ | |
παῖδες, καθάπερ τι πῦρ ἄσβεστον τοὺς λόγους πάντας | 238 | |
20 | ἐξάπτωμεν καὶ τηρῶμεν ἐν τῷ πυρσῷ τούτῳ τὴν σωτη‐ ρίαν τῆς πόλεως. αἴροιτο δ’ ἂν ὁ πυρσὸς οὗτος ἄνω καὶ καταυγάζοι τὰ σύμπαντα, εἰ μὴ τοῖς ἀρχαίοις ἀεὶ τύποις οἱ ποιηταὶ τῶν λόγων στέργοιεν, ἀλλ’ ἀεί τι δαίδαλμα νέον ἐπινοοῦντες τεκταίνοιντο. ἐπεὶ καὶ τὴν Φειδίου φύσιν καὶ | |
25 | τὰς τῶν ἄλλων δημιουργῶν τέχνας, ὧν αἱ χεῖρες ἐπὶ σοφίᾳ θαυμάζονται, ἡ τῶν νέων εὕρεσις ἔργων ὡς ἔπος εἰπεῖν ἐκρά‐ τυνεν. οὐκ ἀεὶ Δία Φειδίας ἔπλαττεν, οὐδὲ σὺν ὅπλοις ἀεὶ τὴν Ἀθηνᾶν ἐχαλκεύετο, ἀλλὰ καὶ εἰς ἄλλους θεοὺς ἀφῆκε τὴν τέχνην καὶ τὴν παρθένον ἐκόσμησεν ἐρύθημα καταχέας | |
30 | τῆς παρειᾶς, ἵνα ἀντὶ κράνους ὑπὸ τούτου τῆς θεοῦ τὸ κάλλος κρύπτοιτο. ὁ δὲ ἀμφὶ τὸν Διόνυσον τῆς τέχνης λό‐ γος, ὃν εἰς νέου φύσιν θεολόγων παῖδες ἀμείβουσι, τί ἄλλο ἢ τοῦτο βούλεται; κομᾷ τὴν παρειὰν ὁ θεός, καὶ χρυσοῦς καθέρπει τῆς γενειάδος ἴουλος· ἔδει γὰρ οἶμαι τὸν καλὸν | |
35 | Διόνυσον καὶ τούτῳ κεκοσμῆσθαι καὶ συνανθοῦσαν ἔχειν ἦρος ὥρᾳ τὴν ὥραν τοῖς ἄνθεσιν. ὁ δὲ δὴ μέγας ἐν τῷ οὐρανῷ σοφιστὴς πῶς περὶ τῶν ἄλλων βεβούλευται; νῦν κρύπτει νεφέλαις ἥλιον καὶ λευκαίνει γῆν νιφάδι πᾶσαν καὶ θάλατταν, καὶ φοβεῖ μὲν ἐν θαλάττῃ πλωτῆρα καὶ σκάφη, | |
40 | βουκόλον δὲ λειμώνων ἐλαύνει καὶ θρέμματα, σπένδεται δὲ καὶ ὁπλίτῃ καὶ κρύπτει τὸ ξίφος καὶ ποιεῖ τὸν στρατιώ‐ την ἀπόλεμον. νῦν ἔαρ ἀνθρώποις δίδωσι, 〈σκεδάσασ〉 τὰς | |
νεφέλας καὶ χρυσοῦν ἐκπέμψας ἥλιον· καὶ γῆν μὲν στέφει τοῖς ἄνθεσιν, οὐρανὸν δὲ ἄστρων χοροῖς, γαλήνῃ δὲ καὶ | 239 | |
45 | νηνεμίᾳ τὴν θάλασσαν· στάχυς μετὰ τοῦτο καὶ δράγματα, καὶ μετὰ τὸν στάχυν μῆλα καὶ βότρυς, καὶ ὁ ληνοβάτης σκιρτῶν, καὶ μετοπώρου χάρις ἐκλάμπουσα. βλέψον εἰ βού‐ λει καὶ τὸν Ὁμήρου λειμῶνα τὸν καλὸν ἐκεῖνον καὶ πάμ‐ φορον, ὃν Ἀχιλλέως ἀσπίδα φασὶν οἱ ποιηταί, καὶ τὴν ἐκεῖ | |
68(50) | πανδαισίαν, ὅση τὸ πλῆθος, ἱστόρησον. ὁ μὲν πολεμεῖ τις, ὁ δὲ ναυτίλλεται, τῷ μὲν γάμος μέλει, τῷ δὲ βουκόλια, ὁ μὲν κιθάραν πονεῖ, ὁ δὲ καταχεῖ μέλος τῆς σύριγγος, ἄλλος δρε‐ πάνῃ κείρει τὰ δράγματα, ἕτερος ἀρότρῳ χρυσέῳ ἐργάζεται, οὗ κατόπιν σχιζομένη δοκεῖ γῆ καὶ μελαίνεται. μιμώμεθα, | |
55 | ὦ παῖδες, καὶ τὴν Ἀπόλλωνος λύραν τὴν πάνσοφον. πῶς οὖν ἐκείνην ὁ θεὸς ἥρμοζε; Κολοφὼν μὲν γὰρ ἔχει τὴν λύραν· τρίποδες δὲ ἄλλως ἠχοῦσιν· ἀλλὰ καὶ Βραγχιδῶν πηγὰς συναμειβούσας ὄψει τὸ μάντευμα, καὶ τοῖς Δηλίων φυτοῖς αὖθις τὸν θεὸν συμπροφητεύοντα. τιμῶμεν δὲ αὐτὸν | |
60 | νῦν μὲν ὡς ἥλιον, ὅταν ἐξ ὠκεανοῦ λουσάμενος ὑπὲρ γῆς ἱππεύῃ πυρσῷ κατάκομος λάμποντι, νῦν δὲ ὡς εὐχαίτην Διόνυσον, ὅταν κοιμίσας τὴν φλόγα χοροῖς ἐνα‐ θύρῃ καὶ μέλεσι. δοκεῖ δέ μοι καὶ ὁ Πρωτεὺς σοφιστής τις τοὺς λόγους δεινὸς γενόμενος, ἐπειδή τις αὐτὸν μῶμος ἐκ | |
65 | φιλοψόγου γλώττης ἠνώχλησεν, εἰς πολλὰς ἰδέας μερίσας τοὺς λόγους, ἵνα οὕτως ἐλέγχῃ τὰ σκώμματα, περιπεσὼν | |
δὲ αὐτὸς σοφιστῇ δεινοτέρῳ, τῷ μύθῳ παρ’ ἐκείνου παθεῖν ὃ κατὰ τοὺς λόγους εἰργάζετο. ἐκεῖθεν ὁ παρ’ Ὁμήρῳ Πρω‐ τεὺς ὡς πυρσὸς ἅπτεται, ὡς ὕδωρ λύεται, ὡς λέων βρυχᾶται, | 240 | |
70 | ὡς δένδρον ὀρθοῦται καὶ τέθηλεν. ἐθέλω δὲ ὑμῖν καὶ Πρωταγό‐ ρου λόγον τινὰ εἰπεῖν. ἡ φύσις ὅτε τὸν ἄνθρωπον καὶ τὰ ἄλλα ζῷα εἰργάσατο, πρὸς ἓν εἶδος μικροῦ ῥεύσασα, μιᾷ μορφῇ τὴν πάντων ὄψιν ἐγέννησε. τῆς οὖν ἀκοσμίας ταύτης ὁ Ζεὺς αἰσθόμενος, τοῖν δυοῖν δαιμόνοιν ἐπινεύει—τὸν Προμηθέα τε | |
75 | καὶ τὸν Ἐπιμηθέα λέγω—βοηθὼ πέμπειν τῆς φύσεως· καὶ τὼ μὲν νοῦν τε καὶ αἴσθησιν, ἔτι δὲ ἰσχύν τε καὶ τάχος ἐνεγ‐ καμένω παρὰ τοῦ πέμψαντος, οὕτω τὸ εἶδος ἐποίκιλλον τὸ τῆς φύσεως ἐν τούτῳ τῷ πολυτρόπῳ τῆς θέας μεταρρυθ‐ μίζοντες. ἐκεῖθεν λόγος μὲν ἄνθρωπον, τῶν δὲ ἄλλων ζῴων | |
80 | ἕκαστον αἱ λοιπαὶ δυνάμεις ἀπολαβοῦσαι κατὰ τὸ πρόσφο‐ ρον, σύγκρατον ἤδη τὸ τῆς φύσεως κάλλος τῇ πολυμορφίᾳ τῶν γεννηθέντων ἐδημιούργησαν. ἔχετε οὖν, ὦ παῖδες, καὶ τὸν Πρωταγόρου λόγον οὐχ ἧττον ἡμῶν πρὸς τὸ ποικίλ‐ λειν τοὺς λόγους διὰ τοῦ μύθου παρασκευάζοντα. μᾶλλον | |
85 | δέ—αὐτοὶ γὰρ φθάνετε καὶ Πρωταγόραν κἀμὲ τὴν ποικι‐ λίαν αἱρούμενοι—χθὲς ὑμᾶς εἶδον τῷ ῥήτορι δημιουργούς, ὅτε τὰ βιβλία ῥίψαντες αὐτοσχέδιον θέατρον τόδε ταῖς Μούσαις ἐδείμασθε πολὺ τοῦ τείχους ἐκείνου βέλτιον, ὃ Δημοσθένει καὶ Ἀθηναίοις ἐν Πύλῳ κατὰ Λακεδαιμονίων | |
90 | ἐγήγερτο. τοῦ μὲν γὰρ χειμὼν ἡ πρόφασις, τοῦ δὲ ἔρως | |
καὶ πόθος νέον ἀκοῆς ὠδινούσης ἀγώνισμα. ἀλλὰ γὰρ μεταθέντες ἀπὸ τῶν τειχῶν ἐπὶ τὴν γλῶτταν τὸ θέαμα, τὸν Ἀμφίονά μοι μιμήσασθε, ὃς τῷ τε τείχει καὶ τῇ λύρᾳ μερίσας τὰς χεῖρας, φήμην τῆς πατρίδος κατέχεεν, ὅτι τὰς | 241 | |
95 | Θήβας ἐμμελῶς ἐτείχισεν. | |
69(1t) | Μετὰ τὴν τοῦ τραύματος θεραπείαν. | |
2 | Ἀνοίγειν, ὦ παῖδες, ὥρα τὸ θέατρον, ὅτε καὶ τὴν ὥραν αἱ Μοῦσαι τοῖς λόγοις· ὥσπερ δήπου φασὶ καὶ Ἡσίοδον, ὅτε τὴν μικρὰν ἀπορρίψας σύριγγα, ἐν λύρᾳ συνεῖναι | |
5 | ταῖς Μούσαις ἤθελεν. ἐνταῦθα καὶ τοῖς εἰς ἡμέτερα ξένοις φοιτήσασι πρῶτον ἑστίαν προθώμεθα, ἵνα ὀψέ ποτε πα‐ λαιὸν χρέος ἐκτίσωμεν, ἄκοντες μὲν δεῦρο τὴν ὑπερημερίαν ἐκτείνοντες, ἐπεὶ μηδὲ ἡδὺ τοῖς λόγοις σχολή, καθάπερ οἷς ἔθος ἐπὶ συλλογὴν χρημάτων ἀναχωρεῖν ἐθέλειν τοῦ ὁμί‐ | |
10 | λου, ἵνα σεμνότερον δῆθεν τοῖς θεωμένοις ἐντύχοιεν. ἀλλὰ γὰρ δεινὸς ὁ φθόνος οὐ τύχαις μόνον ὑψηλαῖς, ἀλλὰ καὶ γλώτταις λυμαίνεσθαι, καὶ πολὺ μείζων πρὸς λόγους ἢ | |
τύχην ἡ μάχη τῷ φθόνῳ. ἡ μὲν γὰρ μικροτέρα τύχη πολλάκις ἐπικομίσασα οὐ λίαν κνίζει τὸν φθόνον, γλῶσσα | 242 | |
15 | δὲ ὑψηλὴ καὶ ὑπέρογκος αὐτῆς που μέσης τοῦ φθόνου τῆς καρδίας οἶμαι στοχάζεται. ταῦτά τοι Σαρδαναπάλῳ μὲν τῶν ἄλλων ἁπάντων οὐδεὶς ἀνθρώπων ἐφθόνησε, καίτοι μυ‐ ρίων μὲν ἡγεῖτο ἀνθρώπων, μικρὸν δὲ ἀπεῖχεν ὑπὸ τοῦ περὶ τὸ σῶμα κόσμου τὸ μὴ καὶ χρυσοῦν νομίζεσθαι. Παλαμήδην | |
20 | δὲ καὶ Ὀρφέα οὐ πρότερον ἀνῆκεν ὁ φθόνος ἐπηρεάζων, πρὶν τὸν μὲν ἔργον μανίας, τὸν δὲ συκοφάντου εἰργάσατο. εἶδον δὲ ἐγὼ καὶ ἐν Ὁμήρου πεδίοις τῶν ἡμιθέων πολλοὺς ἄθυρμα τοῦ φθόνου γεγενημένους καὶ παίγνιον· οὔτασται μὲν ὁ Τυδεΐδης κρατερὸς Διομήδης, | |
25 | οὔτασται δ’ Ὀδυσεὺς ὁ δορικλυτός, ἠδ’ Ἀγαμέμνων· ὅλην ἡρώων διώκει φάλαγγα ὁ φθόνος ἐκ μάχης τοῖς τραύ‐ μασιν. ἔπληξε δὲ ἄρα καὶ θεοὺς αὐτοὺς ἡ ποίησις, ὥσπερ παραμυθεῖσθαι τοὺς ἀρίστους βουλομένη τῶν ἀνδρῶν, ὅτι καὶ ἄχρι οὐρανοῦ βάλλει τὸ βέλος ὁ φθόνος. Θερσίτης δὲ | |
30 | ἄρα μόνος Ὁμήρῳ οὐ τέτρωται· οὐ γὰρ εἶχεν οὐδὲν δι’ οὗ λυπήσῃ τὸν φθόνον. Ἀλλὰ «τέτλαθι δὴ κραδίη», σοφὸς ἀνὴρ μετὰ Κύκλωπας καὶ Λαιστρυγόνας καὶ θάλασ‐ σαν. ἀλλὰ τί δεῖ Ὀδυσσέως ἐμοί; τί δὲ Ὁμήρου καὶ Κύ‐ | |
κλωπος; φέρε οὖν ἐκ Μουσῶν, φέρε ἐκ λύρας τοῦ μώμου | 243 | |
35 | τὴν μάχην παραμυθώμεθα. ἥρμοσε μὲν καὶ Ἀνακρέων μετὰ τὴν νόσον τὴν λύραν, καὶ τοὺς φίλους ἔρωτας αὖθις διὰ μέλους ἠσπάζετο· ἥρμοσε δὲ καὶ Στησίχορος μετὰ τὸ πάθος τὴν φόρμιγγα. Ἴβυκον δὲ κατέχει λόγος ἀπολισθεῖν μὲν ἐξ ἅρματος, ἐς Ἱμέραν ἀπὸ Κατάνης ὀχούμενον· συντρι‐ | |
40 | βείσης δὲ αὐτῷ τῆς χειρὸς συχνόν τινα χρόνον ἀπῳδὸν γενέθαι, τὴν λύραν δὲ ἀναθεῖναι Ἀπόλλωνι. ἀλλὰ γὰρ ἅλις κακῶν, ἅλις ὀδύνης καὶ νόσου· φθόνου δὲ ἴσως οὐχ ἅλις, ἕως ἂν οἱ λόγοι χρυσαῖς κουφίζωνται πτέρυξι. πάλιν φθεγγώ‐ μεθα, πάλιν χορηγῶμεν τῷ φθόνῳ· ἀμβλῦναι δὲ τὰς ἀκίδας | |
45 | αὐτοῦ πάντως μελήσει ταῖς Μούσαις, ὑφ’ αἷς οἱ λόγοι ποι‐ μαίνονται. νυνὶ γὰρ Μουσῶν ἠχοῦσι σάλπιγγες, ναυτῶν δὲ λήγει κελεύσματα· καὶ τέττιγες μὲν τῶν μελῶν παραχω‐ ροῦσι τοῖς λόγοις, ἀηδόνες δὲ σοφισταῖς τῆς εὐστομίας ἀφίστανται· καὶ Νεῖλος μὲν λήγει τοῖς ῥεύμασι, καὶ ποτα‐ | |
69(50) | μὸς ἡ τέως θάλασσα, πλημμυροῦσι δὲ Μουσῶν καὶ ποτα‐ μοὶ καὶ νάματα. φέρε οὖν πρὸ τελετῆς καὶ ἀνακτόρων, ἅ τε ποιεῖν θέμις ἅ τε μὴ ποιεῖν, κηρύττωμεν. ἀκουέτω πᾶς μύστης καὶ ἐπόπτης ἀνήρ. σφαῖρα μὲν ἐρρίφθω χεροῖν, γραφεῖον δὲ ἔστω τὸ σπούδασμα· κεκλείσθω μὲν παλαί‐ | |
55 | στρας παίγνια, ἀνοιγέσθω δὲ τὰ τῶν Μουσῶν ἐργαστή‐ | |
ρια· ἄφες τὸν στενωπόν, οἰκούρει πλέον καὶ γράφε· μίσει πάνδημον θέατρον, δὸς ἀκοὴν θεάτρῳ κρείττονι· τρυφὴ δὲ καὶ χλιδὴ πόνων ἀλλότρια· αὐχμῶν μοι φαίνου καὶ τρυφῆς κρείττων γενόμενος. τουτὶ τὸ κήρυγμα καὶ οὗτος | 244 | |
60 | ὁ νόμος πολὺς ἐν βραχέσι τοῖς ῥήμασιν. ὑμῶν δὲ ὅστις μὲν ἀκούει καὶ πείθεται, πολὺν ἠχήσει τὸν Ἴακχον· τῷ δὲ ἀπει‐ θοῦντι καὶ παρακούσαντι κρύψω τὸ πῦρ καὶ κλείσω λόγων ἀνάκτορα. κοινὸν μὲν πάντων τὸ κήρυγμα, μάλιστα δὲ ἔστι πρὸς ὑμᾶς, ὦ νέοι, τοὺς ἀρτιτελεῖς τε καὶ νέον παρ’ ἡμᾶς | |
65 | ἥκοντας, ὧν τὸν μὲν Ἀργαῖος ἔπεμψεν, ὑφ’ ᾧ γένος ἐμὸν χρυ‐ σοῖς βλαστάνει τοῖς ὅρπηξι, τὸν δὲ Γαλατῶν δῆμοι καὶ πόλεις, πρώτην ταύτην τὴν ἀποικίαν παρὰ τοὺς λόγους ἐκπέμψασαι. ἥκουσι δέ τινες ἐπὶ μυστηρίῳ καὶ ποταμῷ Καΐκῳ γείτονες, ὃν χρυσοῖς οἶμαι τότε κυμῆναι τοῖς νάμασιν, ὅταν ἀφ’ ἡμῶν εἰς αὐ‐ | |
70 | τὸν ἡ ξυνωρὶς αὕτη πορεύηται. ἔστι δέ τις ἄρα ἐν μύσταις καὶ Νειλῷος χορός, ὃν ἀπ’ Ἰλισσοῦ Μουσῶν κοσμήσαντες στέμ‐ μασιν Αἰγύπτῳ σὺν λύρᾳ πέμψομεν, ἵν’ Ἀττικοῖς σείστροις ὑμνήσῃ τὴν Νείλου θάλατταν. ἡ μὲν οὖν πρόρρησις καὶ δὴ προείρηται· ἡμεῖς δὲ ἱερὰ μύσταις καὶ ἔργῳ καὶ λόγῳ φαίνωμεν. | |
70(1t) | Μετὰ τὴν ἀπὸ Κορίνθου ἐπάνοδον. | 245 |
71(1t) | Εἰς τὸ γραφεῖον καὶ τοὺς ἑταίρους. | |
72(1t) | Εἰς τὴν Λακεδαιμονίων πόλιν. | |
73(1t) | Ὅτι οὐ δεῖ πάντως δημοσίᾳ τὰς ἀκροάσεις | |
2t | ἀπαγγέλλειν. | 246 |
74(1t) | Ὅτι δεῖ ἀεὶ ἐν γυμνασίαις εἶναι. | |
2 | «Μελέτη δέ τοι ἔργον ὀφέλλει»· ποιητοῦ φι‐ λοτίμου ταῦτα τὰ ῥήματα. ἀλλ’ ἵνα μὴ μόνον τοῖς ποιηταῖς περὶ τούτου πειθώμεθα, ἀλλ’ εἴ τις ἡμᾶς καὶ ἄλλος παρὰ | |
5 | τοῦτον προτρέπει λόγος, καὶ τούτου φανῶμεν μνημονεύοντες, φέρε τι διήγημα περὶ τούτων ὑμῖν διηγήσομαι. ἦν Πύθια, καὶ Ἀντιγενίδας αὐλὸν προήγγελλε· πρὶν δὲ αὐτῷ τὴν ἀγωνίαν πρὸς τοὺς ὁμοτέχνους συνίστασθαι, ἠρέμα ὑπαναχωρῶν τοῦ ὁμίλου ἐπὶ μόνων ἤσκει τῶν γνωρίμων τὴν ἄσκησιν, νῦν μὲν | |
10 | ἐφ’ ἑνὸς αὐλοῦ γυμνάζων τὸ μέλος, νῦν δὲ σφοδροτέρῳ τῷ πνεύματι κατ’ ἀμφοτέρων τῶν ὀργάνων χρώμενος, καὶ ποτὲ μὲν ἐναθύρων τῷ μέλει καὶ ὅσον εἰς προνόμιον τέχνῃ γυμνάζων τὸ μέλος, νῦν δὲ καὶ αὐτὸν ἄγων τὸν τῆς ἀγωνίας Ἀθηνᾶς ἐπικαλούμενον νόμον. πεφύκασι γάρ πως ἐγείρειν καὶ μείζους | |
15 | ἀεὶ τὰς τέχνας αἱ μελέται μᾶλλον ἐργάζεσθαι. οὕτω καὶ ἵππος | |
ταχὺς πρὸς δρόμον γίνεται, ὅταν μὴ μᾶλλον ἀπὸ τῆς φάτνης ἢ τῆς μελέτης βλέπῃ τὸ στάδιον· καὶ ἀθλητῇ ταχέως φοιτᾷ τὸ κήρυγμα, ὅταν τὰ γυμνάσια πρὸ τῆς τραπέζης ἀσπάζηται. κελεύω δὲ ἐγὼ καὶ εἴ τις πολεμικὸς ἀνήρ, μὴ περιμένειν τὰς μά‐ | 247 | |
20 | χας, ἀλλ’ ἐν εἰρήνῃ πρὸ τοῦ πολέμου τὰ περὶ τὰ ὅπλα γυμνά‐ ζεσθαι. ὁρῶμεν δὲ καὶ τοὺς ἀμφὶ τὴν γεωργίαν σπεύδοντας πρὶν μὲν ἢ δῦναι Πλειάδας ἐπ’ ἀρότου, πρὶν δ’ ἢ ἐπιτέλλειν τὰς θεάς, τὴν δρεπάνην θήγοντας, ἵνα αὐτοῖς τοῦ θέρους ἐνστάντος ἑτοίμως κείρωσι τὰ λήια. τοὺς δὲ περὶ λόγον σπεύδοντας τί | |
25 | ποτε ἄλλο προσήκει ποιεῖν, ἢ μελετᾶν ἀεὶ τοὺς λόγους; ἤκουσα δὲ ἐγώ ποτε ἀνδρὸς σοφοῦ—σοφὸς γὰρ ἦν οὗτος τὰ περὶ τὴν τέχνην, ἐφ’ ᾗ σπουδάζομεν—καὶ τοιαύτην τινὰ γνώμην ἀπο‐ φαινομένου περὶ τοῦ πράγματος, ὡς ἐκ τοῦ λαλεῖν ἀεὶ τὸ λαλεῖν παραγίνεται. ὁ δὲ δὴ μῦθος ὁ Ἀττικὸς διὰ | |
30 | τοῦτο ἀφαιρεῖ τῆς ἀηδόνος τὴν γλῶτταν, ὅτι μὴ λαλεῖ ἀεὶ, ἀλλὰ μερίζει σιωπῇ καὶ μέλει τὸν χρόνον. ταῦτά τοι καὶ θρῆ‐ νον αὐτῆς τὴν ᾠδὴν καλεῖ, ὀνειδίζων οἶμαι αὐτῇ, ὅτι Ἀττικὴ τὸ γένος τυγχάνουσα μὴ ἀεὶ σχολάζει τῷ μέλει. τοὺς δὲ δὴ κύκνους καὶ ἱερούς φησιν Ἀπόλλωνος καὶ θαυμάζει αὐτῶν τὴν ᾠδήν, | |
35 | ὅτι μὴ παύονται ὕμνον τῷ θεῷ διὰ τῆς ᾠδῆς ἐργαζόμενοι. | |
75(1t) | Λαλιὰ ἐν Κορίνθῳ ἐκδεδομένη. | 248 |