TLG 2050 001 :: EUNAPIUS :: Vitae sophistarum

EUNAPIUS Hist. Soph.
(Sardianus: A.D. 4–5)

Scholia: Cf. ARETHAS Philol. et Scr. Eccl. (2130 X01)

Vitae sophistarum

Source: Giangrande, J. (ed.), Eunapii vitae sophistarum. Rome: Polygraphica, 1956: 1–101.

Citation: Book — chapter — section — (line)

t

1

.

1

ΕΥΝΑΠΙΟΥ ΒΙΟΙ ΦΙΛΟΣΟΦΩΝ ΚΑΙ ΣΟΦΙΣΤΩΝ

1

.

1

.

1

Ξενοφῶν ὁ φιλόσοφος, ἀνὴρ μόνος ἐξ ἁπάντων φιλο‐ σόφων ἐν λόγοις τε καὶ ἔργοις φιλοσοφίαν κοσμήσας (τὰ μὲν ἐς λόγους ἔστι τε ἐν γράμμασι καὶ ἠθικὴν ἀρετὴν γρά‐ φει, τὰ δὲ ἐν πράξεσί τε ἦν ἄριστος, ἀλλὰ καὶ ἐγέννα στρα‐

1

.

1

.

2

τηγοὺς τοῖς ὑποδείγμασιν· ὁ γοῦν μέγας Ἀλέξανδρος οὐκ ἂν ἐγένετο μέγας, εἰ μὴ Ξενοφῶν) καὶ τὰ πάρεργά φησι δεῖν τῶν σπουδαίων ἀνδρῶν ἀναγράφειν. ἐμοὶ δὲ οὐκ εἰς τὰ πάρ‐ εργα τῶν σπουδαίων ὁ λόγος φέρει τὴν γραφήν, ἀλλ’ εἰς
5τὰ ἔργα. εἰ γὰρ τὸ παίγνιον τῆς ἀρετῆς ἄξιον λόγου, ἀσε‐

1

.

1

.

3

βοῖτο ἂν πάντως τὸ σπουδαζόμενον σιωπώμενον. διαλεχθή‐ σεται δὲ ὁ λόγος τοῖς ἐντυγχάνειν βουλομένοις, οὔτε περὶ πάντων ἀσφαλῶς (οὐ γὰρ πάντα ἀκριβῶς ἦν ἀναλέγεσθαι), οὔτε ἀποκρίνων ἀλλήλων φιλοσόφους ἀρίστους καὶ ῥήτορας,

1

.

1

.

4

ἀλλὰ παρατιθεὶς ἑκάστῳ τὸ ἐπιτήδευμα. τὸ δὲ ἄριστος ὅτι ἦν εἰς ἄκρον ὁ γραφόμενος ὑπὸ τοῦ λόγου, τῷ βουλομένῳ ταῦτα δικάζειν ἐκ τῶν ὑποκειμένων σημείων καταλιμπάνει

1

.

1

.

5

(βούλεται μὲν γάρ) ὁ ταῦτα γράφων. καὶ ὑπομνήμασιν ἀκριβῶς ἐντετύχηκεν, δι’ ὧν, ἢ διαμαρτάνων τῆς ἀληθείας, ἐφ’ ἑτέρους ἀναφέροι τὸ ἁμάρτημα, ὥσπερ ἀγαθός τις μαθητὴς κακῶν τετυχηκὼς διδασκάλων, ἢ κατηγοριῶν1
5ἀλήθειαν ἔχοι καὶ τοὺς ἡγουμένους ἀξίους θαύματος, καὶ τό γε ἴδιον ἔργον αὐτοῦ καθαρὸν εἴη καὶ ἀμώμητον, ἀκο‐

1

.

1

.

6

λουθήσαντος οἷς ἀκολουθεῖν προσῆκεν. ἐπεὶ δὲ ὀλίγοι τε ἢ παντελῶς ἐλάχιστοί τινες ἦσαν οἱ περὶ τούτων γράφοντες, ἵνα τοῦτο εἴπῃ τις μόνον, οὔτε τὰ ἀπὸ τῶν πρότερον γραφέν‐ των λήσεται τοὺς ἐντυγχάνοντας, οὔτε τὰ ἐξ ἀκοῆς ἐς τόνδε
5καθήκοντα τὸν χρόνον, ἀλλ’ ἀμφοτέροις ἀποδοθήσεται τὸ πρέπον, τῶν μὲν γεγραμμένων κινηθῆναι μηδέν, τὰ δὲ ἐκ τῆς ἀκοῆς ὑπὸ τοῦ χρόνου κατασειόμενα καὶ μεταβάλλοντα διαπῆ‐ ξαι καὶ στηρίξαι τῇ γραφῇ πρὸς τὸ στάσιμον καὶ μονιμώτερον.

2

.

1

.

1

Τὴν φιλόσοφον ἱστορίαν καὶ τοὺς τῶν φιλοσόφων ἀνδρῶν βίους Πορφύριος καὶ Σωτίων ἀνελέξαντο. ἀλλ’ ὁ μὲν Πορφύριος (οὕτω συμβάν) εἰς Πλάτωνα ἐτελεύτα καὶ

2

.

1

.

2

τοὺς ἐκείνου χρόνους· Σωτίων δὲ καὶ καταβὰς φαίνεται, καίτοι γε ὁ Πορφύριος ἦν νεώτερος. τῆς δὲ ἐν τῷ μέσῳ φορᾶς φιλοσόφων τε ἀνδρῶν καὶ σοφιστῶν ἀδιηγήτου γενομένης κατὰ τὸ μέγεθος καὶ τὸ ποικίλον τῆς ἀρετῆς, Φιλόστρατος
5μὲν ὁ Λήμνιος τοὺς τῶν ἀρίστων 〈σοφιστῶν〉 ἐξ ἐπιδρομῆς μετὰ χάριτος παρέπτυσε βίους, φιλοσόφων δὲ οὐδεὶς ἀκριβῶς

2

.

1

.

3

ἀνέγραψεν· ἐν οἷς Ἀμμώνιός τε ἦν ὁ ἐξ Αἰγύπτου, Πλουτάρ‐ χου τοῦ θειοτάτου γεγονὼς διδάσκαλος, Πλούταρχός τε αὐ‐ τός, ἡ φιλοσοφίας ἁπάσης ἀφροδίτη καὶ λύρα, Εὐφράτης τε ὁ ἐξ Αἰγύπτου, καὶ Δίων ὁ ἐκ Βιθυνίας ὃν ἐπεκάλουν Χρυ‐2
5σόστομον, Ἀπολλώνιός τε ὁ ἐκ Τυάνων, οὐκέτι φιλόσοφος·

2

.

1

.

4

ἀλλ’ ἦν τι θεῶν τι καὶ ἀνθρώπου μέσον. τὴν γὰρ Πυθαγό‐ ρειον φιλοσοφίαν ζηλώσας, πολὺ τὸ θειότερον καὶ ἐνεργὸν κατ’ αὐτὴν ἐπεδείξατο. ἀλλὰ τὸ μὲν ἐς τοῦτον ὁ Λήμνιος ἐπετέλεσε Φιλόστρατος, βίον ἐπιγράψας Ἀπολλωνίου τὰ

2

.

1

.

5

βιβλία, δέον Ἐπιδημίαν ἐς ἀνθρώπους θεοῦ καλεῖν. Καρ‐ νεάδης δὲ ἦν κατὰ τούτους τοὺς χρόνους, καὶ τῶν κατὰ κυνισμὸν οὐκ ἀφανής, εἴ τινα καὶ κυνισμοῦ χρὴ λόγον ποιεῖ‐ σθαι, παρ’ οἷς ἦν Μουσώνιος, καὶ Δημήτριος καὶ Μένιππος,
5καὶ ἕτεροί γέ τινες πλείους· οὗτοι δὲ ἦσαν ἐπιφανέστεροι.

2

.

1

.

6

τούτων δὲ σαφεῖς μὲν καὶ ἀκριβεῖς οὐκ ἦν ἀνευρεῖν τοὺς βίους, ἅτε μηδενὸς συγγεγραφότος, ὅσα γε ἡμᾶς εἰδέ‐ ναι· ἱκανοὶ δὲ αὐτῶν ἦσάν τε καί εἰσι βίοι τὰ γράμματα, τοσαύτης ἀνάμεστα παιδείας καὶ θεωρίας ἔς τε ἠθικὴν
5ἀρετὴν καὶ ὅση πρὸς τὴν τῶν ὄντων διήρατο καὶ ἀνέβλεψε

2

.

1

.

7

φύσιν, τὴν ἄγνοιαν τῶν δυναμένων ἀκολουθεῖν, ὡς ἀχλύν τινα, σκεδάσασα. αὐτίκα οὖν ὁ θεσπέσιος Πλούταρχος τόν τε ἑαυτοῦ βίον ἀναγράφει τοῖς βιβλίοις ἐνδιεσπαρμένως καὶ τὸν τοῦ διδασκάλου, καὶ ὅτι γε Ἀμμώνιος Ἀθήνησιν ἐτε‐
5λεύτα, οὐ βίον προσειπών. καίτοι γε τὸ κάλλιστον αὐ‐ τοῦ τῶν συγγραμμάτων εἰσὶν οἱ καλούμενοι παράλληλοι

2

.

1

.

8

βίοι τῶν ἀρίστων κατὰ ἔργα καὶ πράξεις ἀνδρῶν· ἀλλὰ τὸ ἴδιον καὶ τοῦ διδασκάλου καθ’ ἕκαστον τῶν βιβλίων ἐγκατέσπειρεν, ὥστε, εἴ τις ὀξυδορκοίη περὶ ταῦτα, [καὶ] ἀνιχνεύων κατὰ τὸ προσπίπτον καὶ φαινόμενον, καὶ σωφρό‐3
5νως τὰ κατὰ μέρος ἀναλέγοιτο, δύνασθαι τὰ πλεῖστα τῶν

2

.

1

.

9

βεβιωμένων αὐτοῖς εἰδέναι. Λουκιανὸς δὲ ὁ ἐκ Σαμοσάτων, ἀνὴρ σπουδαῖος ἐς τὸ γελασθῆναι, Δημώνακτος φιλοσόφου κατ’ ἐκείνους τοὺς χρόνους βίον ἀνέγραψεν, ἐν ἐκείνῳ τε τῷ βιβλίῳ καὶ ἄλλοις ἐλαχίστοις δι’ ὅλου σπουδάσας.

2

.

2

.

1

Καὶ ταῦτά γε εἰς μνήμην ἐγὼ τίθεμαι, τοῦτο συνορῶν,

2

.

2

.

2

ὅτι τὰ μὲν ἔλαθεν ἴσως ἡμᾶς, τὰ δὲ οὐκ ἔλαθεν. ἐκείνου δὲ καίπερ πολλὴν ποιούμενος φροντίδα καὶ σπουδήν, τοῦ συνεχῆ καὶ περιγεγραμμένην εἰς ἀκρίβειαν ἱστορίαν τινὰ λαβεῖν τοῦ φιλοσόφου καὶ ῥητορικοῦ βίου τῶν ἀρίστων
5ἀνδρῶν, εἶτα οὐ τυγχάνων τῆς ἐπιθυμίας, ταὐτόν τι τοῖς

2

.

2

.

3

ἐρῶσιν ἐμμανῶς καὶ περιφλέκτως ἔπαθον. καὶ γὰρ ἐκεῖνοι, τὴν μὲν ἐρωμένην αὐτὴν ὁρῶντες καὶ τὸ περίψυκτον ἐν τῷ φαινομένῳ κάλλος, κάτω νεύουσιν, ὃ ζητοῦσιν ἰδεῖν ἐξασθε‐

2

.

2

.

4

νοῦντες, καὶ περιλαμπόμενοι· ἐὰν δὲ πέδιλον αὐτῆς ἢ πλόκιον ἢ ἐλλόβιον ἴδωσιν, ἐκείνων καταθαρσοῦντες, τὴν ψυχήν τε τῇ ὄψει προσαφιᾶσι καὶ κατατήκονται πρὸς τῷ θεάματι, τὰ σύμβολα τοῦ κάλλους μᾶλλον ἢ τὸ κάλλος ὁρᾶν ἀνεχόμενοι

2

.

2

.

5

καὶ στέργοντες. κἀγὼ πρὸς ταύτην ἐξώρμησα τὴν γραφήν, †ὅσα ἢ κατὰ ἀκοήν, ἢ κατὰ ἀνάγνωσιν, ἢ κατὰ ἱστορίαν
τῶν κατ’ ἐμαυτὸν ἀνθρώπων μὴ παρελθεῖν σιωπῇ καὶ βα‐ σκάνως†, ἀλλ’, εἰς ὅσον οἷόν τε ἦν ἀληθείας πρόθυρα καὶ4
5πύλας προσκυνήσαντα, παραδοῦναι τοῖς μετὰ ταῦτα ἢ βου‐ λομένοις ἀκούειν ἢ δυναμένοις ἀκολουθεῖν πρὸς τὸ κάλλιστον.

2

.

2

.

6

ἔσχε μὲν οὖν διακοπήν τινα καὶ ῥῆξιν ὁ χρόνος διὰ τὰς κοινὰς συμφοράς· τρίτη δὲ ἀνδρῶν ἐγένετο φορὰ (ἡ μὲν γὰρ δευτέρα μετὰ τὴν Πλάτωνος πᾶσιν ἐμφανὴς ἀνακεκήρυκται ὅτι †κατὰ τοὺς Κλαυδίου καὶ Νέρωνος†· τοὺς γὰρ ἀθλίους καὶ ἐνιαυσίους
5οὐ χρὴ γράφειν—οὗτοι δὲ ἦσαν οἱ περὶ Γάλβαν, Βιτέλλιον,

2

.

2

.

7

Ὄθωνα· Οὐεσπασιανὸς δὲ ὁ ἐπὶ τούτοις καὶ Τίτος καὶ ὅσοι μετὰ τούτους ἦρξαν—, ἵνα μὴ τοῦτο σπουδάζειν δόξωμεν· πλὴν ἐπιτρέχοντί γε καὶ συνελόντι εἰπεῖν, τὸ τῶν ἀρίστων

2

.

2

.

8

φιλοσόφων γένος καὶ εἰς Σεβῆρον διέτεινεν). ἀλλὰ εὐτυχές γε ὑπάρχει τοῖς βασιλεῦσι κατὰ τὴν συγγραφήν, ὅτι τὸ κατ’ ἀ‐ ρετὴν ὑπερέχον ἀριθμεῖται τῷ κατὰ τὴν τύχην. νεμεσάτω δὲ μηδὲ εἷς, εἴ γε καὶ ἡμεῖς οὕτως ἀναγράφομεν τοὺς χρόνους·
5ἀφ’ ὧν γε ἦν δυνατὸν συντεκμηριώσασθαι ἢ παραλαβεῖν τὴν προσήκουσαν ἀρχήν, ἀπὸ τούτων εἰς τὸν λόγον ἐπιβησόμεθα.

3

.

1

.

1

〈ΠΛΩΤΙΝΟΣ〉. Πλωτῖνος ἦν ἐξ Αἰγύπτου φιλόσοφος. τὸ ἐξ Αἰγύπτου νῦν γράφων, καὶ τὴν πατρίδα προσθήσω.

3

.

1

.

2

Λυκὼ ταύτην ὀνομάζουσιν· καίτοι γε ὁ θεσπέσιος φιλόσοφος Πορφύριος τοῦτο οὐκ ἀνέγραψε, μαθητής τε αὐτοῦ γεγε‐ νῆσθαι λέγων, καὶ συνεσχολακέναι τὸν βίον ἅπαντα ἢ τὸν

3

.

1

.

3

πλεῖστον. τούτου Πλωτίνου θερμοὶ βωμοὶ νῦν, καὶ τὰ βιβλία οὐ μόνον τοῖς πεπαιδευμένοις διὰ χειρὸς ὑπὲρ τοὺς Πλατωνικοὺς λόγους, ἀλλὰ καὶ τὸ πολὺ πλῆθος, ἐάν τι παρα‐5

3

.

1

.

4

κούσῃ δογμάτων, ἐς αὐτὰ κάμπτεται. τὸν βίον αὐτοῦ πάντα Πορφύριος ἐξήνεγκεν, ὡς οὐδένα οἷόν τε ἦν πλέον εἰσφέρειν· ἀλλὰ καὶ πολλὰ τῶν βιβλίων ἑρμηνεύσας αὐτοῦ φαίνεται.

3

.

1

.

5

αὐτοῦ δὲ Πορφυρίου βίον ἀνέγραψεν οὐδὲ εἷς, ὅσα γε [εἰς] ἡμᾶς εἰδέναι· ἀναλεγομένῳ δὲ ἐκ τῶν δοθέντων κατὰ τὴν ἀνάγνωσιν σημείων τοιαῦτα ὑπῆρχε τὰ περὶ αὐτόν.

4

.

1

.

1

〈ΠΟΡΦΥΡΙΟΣ〉. Πορφυρίῳ Τύρος μὲν ἦν πατρίς, ἡ πρώτη τῶν ἀρχαίων Φοινίκων πόλις, καὶ πατέρες δὲ οὐκ ἄσημοι.

4

.

1

.

2

τυχὼν δὲ τῆς προσηκούσης παιδείας, ἀνά τε ἔδραμε τοσοῦ‐ τον καὶ ἐπέδωκεν, ὡς—Λογγίνου μὲν ἦν ἀκροατής—καὶ

4

.

1

.

3

ἐκόσμει τὸν διδάσκαλον ἐντὸς ὀλίγου χρόνου. Λογγῖνος δὲ κατὰ τὸν χρόνον ἐκεῖνον βιβλιοθήκη τις ἦν ἔμψυχος καὶ περιπατοῦν μουσεῖον, καὶ κρίνειν γε τοὺς παλαιοὺς ἐπε‐ τέτακτο, καθάπερ πρὸ ἐκείνου πολλοί τινες ἕτεροι, καὶ ὁ

4

.

1

.

4

ἐκ Καρίας Διονύσιος πάντων ἀριδηλότερος. Μάλχος δὲ κατὰ τὴν Σύρων πόλιν ὁ Πορφύριος ἐκαλεῖτο τὰ πρῶτα (τοῦτο δὲ δύναται βασιλέα λέγειν)· Πορφύριον δὲ αὐτὸν ὠνόμασε Λογγῖνος, ἐς τὸ βασιλικὸν τῆς ἐσθῆτος παράσημον τὴν
5προσηγορίαν ἀποτρέψας. παρ’ ἐκείνῳ δὴ τὴν ἄκραν ἐπαι‐ δεύετο παιδείαν, γραμματικῆς τε εἰς ἄκρον ἁπάσης, ὥσπερ ἐκεῖνος, ἀφικόμενος καὶ ῥητορικῆς· πλὴν ὅσον οὐκ ἐπ’ ἐκείνην

4

.

1

.

5

ἔνευσε, φιλοσοφίας γε πᾶν εἶδος ἐκματτόμενος. ἦν γὰρ ὁ Λογγῖνος μακρῷ τῶν τότε ἀνδρῶν τὰ πάντα ἄριστος, καὶ τῶν βιβλίων τε αὐτοῦ πολὺ πλῆθος φέρεται, καὶ τὸ φερό‐
μενον θαυμάζεται. καὶ εἴ τις κατέγνω τινὸς τῶν παλαιῶν,6
5οὐ τὸ δοξασθὲν ἐκράτει πρότερον ἀλλ’ ἡ Λογγίνου πάντως

4

.

1

.

6

ἐκράτει κρίσις. οὕτω δὲ ἀχθεὶς τὴν πρώτην παιδείαν καὶ ὑπὸ πάντων ἀποβλεπόμενος, τὴν μεγίστην Ῥώμην ἰδεῖν ἐπι‐ θυμήσας, ἵνα κατάσχῃ διὰ σοφίας τὴν πόλιν, ἐπειδὴ τάχιστα εἰς αὐτὴν ἀφίκετο καὶ τῷ μεγίστῳ Πλωτίνῳ συνῆλθεν εἰς
5ὁμιλίαν, πάντων ἐπελάθετο τῶν ἄλλων, καὶ προσέθετο

4

.

1

.

7

φέρων ἑαυτὸν ἐκείνῳ. ἀκορέστως δὲ τῆς παιδείας ἐμφορού‐ μενος καὶ τῶν πηγαίων ἐκείνων καὶ τεθειασμένων λόγων, χρόνον μέν τινα εἰς τὴν ἀκρόασιν ἤρκεσεν, ὡς αὐτός φησιν, εἶτα ὑπὸ τοῦ μεγέθους τῶν λόγων νικώμενος, τό τε σῶμα
5καὶ τὸ ἄνθρωπος εἶναι ἐμίσησεν, καὶ διαπλεύσας εἰς Σικελίαν τὸν πορθμὸν τὴν Χάρυβδιν, ᾗπερ Ὀδυσσεὺς ἀναπλεῦσαι λέγεται, πόλιν μὲν οὔτε ἰδεῖν ὑπέμεινεν, οὔτε ἀνθρώπων ἀκοῦ‐ σαι φωνῆς (οὕτω τὸ λυπούμενον αὐτῶν καὶ ἡδόμενον ἀπέ‐ θετο), συντείνας δὲ ἐπὶ Λιλύβαιον ἑαυτὸν (τὸ δέ ἐστι τῶν
10τριῶν ἀκρωτηρίων τῆς Σικελίας τὸ πρὸς Λιβύην ἀνατεῖνον καὶ ὁρῶν), ἔκειτο καταστένων καὶ ἀποκαρτερῶν, τροφήν

4

.

1

.

8

τε οὐ προσιέμενος, καὶ ἀνθρώπων ἀλεείνων πάτον. οὐδ’ ἀ‐ λαοσκοπιὴν ὁ μέγας εἶχε Πλωτῖνος ἐπὶ τούτοις, ἀλλὰ κατὰ
πόδας ἑπόμενος 〈καὶ ἀνιχνεύων〉 ἢ τὸν πεφευγότα νεανί‐ σκον ἀναζητῶν, ἐπιτυγχάνει κειμένῳ, καὶ λόγων τε πρὸς7
5αὐτὸν εὐπόρησεν τὴν ψυχὴν ἀνακαλουμένων ἄρτι διΐπτασθαι τοῦ σώματος μέλλουσαν, καὶ τὸ σῶμα ἔρρωσεν ἐς κατοχὴν

4

.

1

.

9

τῆς ψυχῆς. καὶ ὁ μὲν ἔμπνους τε ἦν καὶ διανίστατο, ὁ δὲ τοὺς ῥηθέντας λόγους εἰς βιβλίον κατέθετο τῶν γεγραμ‐ μένων. τῶν δὲ φιλοσόφων τὰ ἀπόρρητα καλυπτόντων ἀσα‐ φείᾳ, καθάπερ τῶν ποιητῶν τοῖς μύθοις, ὁ Πορφύριος τὸ
5φάρμακον τῆς σαφηνείας ἐπαινέσας καὶ διὰ πείρας γευσάμε‐

4

.

1

.

10

νος, ὑπόμνημα γράψας εἰς φῶς ἤγαγεν. αὐτὸς μὲν οὖν ἐπὶ τὴν Ῥώμην ἐπανῆλθε, καὶ τῆς περὶ λόγους εἴχετο σπουδῆς ὥστε παρῄει καὶ εἰς τὸ δημόσιον κατ’ ἐπίδειξιν· τὸ δὲ Πορφυρίου κλέος εἰς Πλωτῖνον πᾶσα μὲν ἀγορά, πᾶσα δὲ
5πληθὺς ἀνέφερεν. ὁ μὲν γὰρ Πλωτῖνος τῷ τε τῆς ψυχῆς οὐρανίῳ καὶ τῷ λοξῷ καὶ αἰνιγματώδει τῶν λόγων βαρὺς

4

.

1

.

11

ἐδόκει καὶ δυσήκοος· ὁ δὲ Πορφύριος, ὥσπερ Ἑρμαϊκή τις σειρὰ καὶ πρὸς ἀνθρώπους ἐπινεύουσα, διὰ ποικίλης παι‐ δείας πάντα εἰς τὸ εὔγνωστον καὶ καθαρὸν ἐξήγγελλεν. αὐτὸς μὲν οὖν φησι (νέος δὲ ὢν ἴσως ταῦτα ἔγραφεν, ὡς

4

.

1

.

12

ἔοικεν), ἐπιτυχεῖν χρηστηρίῳ μηδενὶ τῶν δημοσίων· ἐν δὲ
αὐτῷ τῷ βιβλίῳ καταγράφει, καὶ μετὰ ταῦτα ἄλλα πραγ‐ ματεύεται πολλά, ὅπως χρὴ τούτων ποιεῖσθαι τὴν ἐπιμέ‐ λειαν. φησὶ δὲ καὶ δαιμόνιόν τινα φύσιν ἀπὸ λουτροῦ τινος8
5διῶξαι καὶ ἐκβαλεῖν· Καυσάθαν τοῦτον ἔλεγον οἱ ἐπιχώριοι.

4

.

2

.

1

Συμφοιτηταὶ μὲν οὖν, ὡς αὐτὸς ἀναγράφει, κράτιστοί τινες ὑπῆρχον, Ὠριγένης τε καὶ Ἀμέριος καὶ Ἀκυλῖνος, καὶ συγγράμματά γε αὐτῶν περισώζεται, λόγος δὲ αὐτῶν οὐδὲ εἷς· πολὺ γὰρ τὸ ἀκύθηρον, εἰ καὶ τὰ δόγματα ἔχει καλῶς,

4

.

2

.

2

καὶ ἐπιτρέχει τοῖς λόγοις. ἀλλ’ ὅ γε Πορφύριος ἐπαινεῖ τοὺς ἄνδρας τῆς δεινότητος, πᾶσαν μὲν αὐτὸς ἀνατρέχων χά‐ ριν, μόνος δὲ ἀναδεικνὺς καὶ ἀνακηρύττων τὸν διδάσκαλον, οὐδὲν δὲ παιδείας εἶδος παραλελοιπώς. ἔστι γοῦν ἀπορῆσαι
5καθ’ ἑαυτὸν καὶ θαυμάσαι, τί πλεῖόν ἐστι τῶν ἐσπουδασμέ‐ νων· πότερον τὰ εἰς ὕλην ῥητορικὴν τείνοντα, ἢ τὰ εἰς γραμ‐ ματικὴν ἀκρίβειαν φέροντα, ἢ ὅσα τῶν ἀριθμῶν ἤρτηται, ἢ ὅσα νεύει πρὸς γεωμετρίαν, ἢ ὅσα πρὸς μουσικὴν ῥέπει.

4

.

2

.

3

τὰ δὲ εἰς φιλοσοφίαν, οὐδὲ τὰ περὶ λόγους καταληπτόν, οὔτε τὸ ἠθικὸν ἐφικτὸν λόγῳ· τὸ δὲ φυσικὸν καὶ θεουργὸν τελεταῖς ἀφείσθω καὶ μυστηρίοις· οὕτω παντομιγές τι πρὸς

4

.

2

.

4

ἅπασαν ἀρετὴν ὁ ἀνὴρ αὐτὸς χρῆμά τι γέγονεν. καὶ τὸ
κάλλος αὐτοῦ τῶν λόγων, ἄν τις μᾶλλον ἢ *τὰ δόγματα9

4

.

2

.

5

πλέον εἰς αὐτὰ ἀπιδὼν ἢ τὴν δύναμιν τοῦ λόγου. γάμοις τε ὁμιλήσας φαίνεται, καὶ πρὸς Μάρκελλάν γε αὐτοῦ γυναῖκα γενομένην βιβλίον φέρεται, ἥν φησιν ἀγαγέσθαι καὶ ταῦτα οὖσαν πέντε μητέρα τέκνων, οὐχ ἵνα παῖδας ἐξ αὐτῆς ποιή‐
5σηται, ἀλλ’ ἵνα οἱ γεγονότες παιδείας τύχωσιν· ἐκ φίλου

4

.

2

.

6

γὰρ ἦν αὐτοῦ τῇ γυναικὶ τὰ τέκνα προϋπάρξαντα. φαίνεται δὲ ἀφικόμενος εἰς γῆρας βαθύ· πολλὰς γοῦν τοῖς ἤδη προ‐ πεπραγματευμένοις βιβλίοις θεωρίας ἐναντίας κατέλιπεν, περὶ ὧν οὐκ ἔστιν ἕτερόν τι δοξάζειν, ἢ ὅτι προϊὼν ἕτερα
5ἐδόξασεν. ἐν Ῥώμῃ δὲ λέγεται †μεταλαχεῖν† τὸν βίον.

4

.

3

.

1

Κατὰ τούτους ἦσαν τοὺς χρόνους καὶ τῶν ῥητορικῶν οἱ ἐπ’ Ἀθήνησι προεστῶτες Παῦλός τε καὶ Ἀνδρόμαχος ἐκ Συρίας. τούς τε χρόνους ἐς Γαλλίηνόν τε καὶ Κλαύδιον εἰκάζειν συνέβαινεν, Τάκιτόν τε καὶ Αὐρηλιανὸν καὶ Πρόβον, καθ’ οὓς
5ἦν καὶ Δέξιππος ὁ τὴν χρονικὴν ἱστορίαν συγγράψας, ἀνὴρ ἁπάσης παιδείας τε καὶ δυνάμεως λογικῆς ἀνάπλεως.

5

.

1

.

1

ἸΑΜΒΛΙΧΟΣ. Μετὰ τούτους ὀνομαστότατος ἐπιγίνεται φιλόσοφος Ἰάμβλιχος, ὃς ἦν καὶ κατὰ γένος μὲν ἐπιφανὴς καὶ τῶν ἁβρῶν καὶ τῶν εὐδαιμόνων· πατρὶς δὲ ἦν αὐτῷ Χαλκίς· κατὰ τὴν Κοίλην προσαγορευομένην ἐστὶν ἡ πόλις.

5

.

1

.

2

οὗτος Ἀνατολίῳ τῶν κατὰ Πορφύριον τὰ δεύτερα φερο‐ μένῳ συγγενόμενος, πολύ γε ἐπέδωκε καὶ εἰς ἄκρον φιλοσο‐
φίας ἤκμασεν· εἶτα μετ’ Ἀνατόλιον Πορφυρίῳ προσθεὶς ἑαυτόν, οὐκ ἔστιν ὅ τι καὶ Πορφυρίου διήνεγκεν, πλὴν10

5

.

1

.

3

ὅσον κατὰ τὴν συνθήκην καὶ δύναμιν τοῦ λόγου. οὔτε γὰρ εἰς ἀφροδίτην αὐτοῦ καὶ χάριν τὰ λεγόμενα βέβαπται, οὔτε ἔχει λευκότητά τινα καὶ τῷ καθαρῷ καλλωπίζεται· οὐ μὴν οὐδὲ ἀσαφῆ παντελῶς τυγχάνει, οὐδὲ κατὰ τὴν λέξιν ἡμαρ‐
5τημένα, ἀλλ’ ὥσπερ ἔλεγεν περὶ Ξενοκράτους ὁ Πλάτων,

5

.

1

.

4

ταῖς Ἑρμαϊκαῖς οὐ τέθυται Χάρισιν. οὔκουν κατέχει τὸν ἀκροατὴν καὶ γοητεύει πρὸς τὴν ἀνάγνωσιν, ἀλλ’ ἀπο‐ στρέφειν καὶ ἀποκναίειν τὴν ἀκοὴν ἔοικεν. δικαιοσύνην δὲ ἀσκήσας, εὐηκοΐας ἔτυχε θεῶν τοσαύτης, ὥστε πλῆθος μὲν
5ἦσαν οἱ ὁμιλοῦντες, πανταχόθεν δὲ ἐφοίτων οἱ παιδείας ἐπιθυμοῦντες· ἦν δὲ ἐν αὐτοῖς τὸ κάλλιστον δύσκριτον.

5

.

1

.

5

Σώπατρος γὰρ ἦν ὁ ἐκ Συρίας, ἀνὴρ εἰπεῖν τε καὶ γράψαι δεινότατος, Αἰδέσιός τε καὶ Εὐστάθιος ἐκ Καππαδοκίας, ἐκ δὲ τῆς Ἑλλάδος Θεόδωρός τε καὶ Εὐφράσιος, οἱ κατ’ ἀρετὴν ὑπερέχοντες, ἄλλοι τε πλῆθος, οὐ πολὺ λειπόμενοι κατὰ τὴν
5ἐν λόγοις δύναμιν, ὥστε θαυμαστὸν ἦν ὅτι πᾶσιν ἐπήρκει·

5

.

1

.

6

καὶ γὰρ ἦν πρὸς ἅπαντας ἄφθονος. ὀλίγα μὲν οὖν χωρὶς τῶν ἑταίρων καὶ ὁμιλητῶν ἔπραττεν ἐφ’ ἑαυτοῦ, τὸ θεῖον σεβα‐ ζόμενος· τὰ δὲ πλεῖστα τοῖς ἑταίροις συνῆν, τὴν μὲν δίαιταν ὢν εὔκολος καὶ ἀρχαῖος, τῇ δὲ παρὰ πότον ὁμιλίᾳ τοὺς παρ‐

5

.

1

.

7

όντας καθηδύνων καὶ διαπιπλὰς ὥσπερ νέκταρος. οἱ δέ, ἀλήκτως ἔχοντες καὶ ἀκορέστως τῆς ἀπολαύσεως, ἠνώχλουν αὐτῷ συνεχῶς, καὶ προστησάμενοί γε τοὺς ἀξίους λόγου, πρὸς αὐτὸν ἔφασκον· “τί δῆτα μόνος, ὦ διδάσκαλε θειό‐
5τατε, καθ’ ἑαυτόν τινα πράττεις, οὐ μεταδιδοὺς τῆς τελεω‐

5

.

1

.

8

τέρας σοφίας ἡμῖν; καίτοι γε ἐκφέρεται πρὸς ἡμᾶς λόγος ὑπὸ τῶν σῶν ἀνδραπόδων, ὡς εὐχόμενος τοῖς θεοῖς μετεωρίζῃ μὲν ἀπὸ τῆς γῆς πλέον ἢ δέκα πήχεις εἰκάζεσθαι· τὸ σῶμα δέ σοι καὶ ἡ ἐσθὴς εἰς χρυσοειδές τι κάλλος ἀμείβεται, παυο‐11
5μένῳ δὲ τῆς εὐχῆς σῶμά τε γίνεται [καὶ] τῷ πρὶν εὔχεσθαι ὅμοιον, καὶ κατελθὼν ἐπὶ τῆς γῆς τὴν πρὸς ἡμᾶς ποιῇ συν‐

5

.

1

.

9

ουσίαν.” οὔ τι μάλα γελασείων, ἐγέλασεν ἐπὶ τούτοις τοῖς

5

.

1

.

10

λόγοις Ἰάμβλιχος. ἀλλ’ εἰπὼν πρὸς αὐτούς, ὡς “ὁ μὲν ἀπα‐ τήσας ἡμᾶς οὐκ ἦν ἄχαρις, ταῦτα δὲ οὐχ οὕτως ἔχει· τοῦ λοιποῦ δὲ οὐδὲν χωρὶς ὑμῶν πεπράξεται” τοιαῦτα ἐπεδεί‐

5

.

1

.

11

ξατο· εἰς δὲ τὸν ταῦτα γράφοντα ἦλθεν παρὰ τοῦ διδα‐ σκάλου Χρυσανθίου τοῦ ἐκ Σάρδεων. ἐκεῖνος δὲ ἦν Αἰδεσίου μαθητής, Αἰδέσιος δὲ ἀνὰ τοὺς πρώτους Ἰαμβλίχου, καὶ

5

.

1

.

12

τῶν ταῦτα πρὸς αὐτὸν εἰρηκότων. ἔλεγεν οὖν ἐπιδείξεις αὐτοῦ μεγάλας τῆς θειότητος γεγενῆσθαι τάσδε. ἥλιος μὲν ἐφέρετο πρὸς τοῦ Λέοντος ὅρια, ἡνίκα συνανατέλλει τῷ κα‐ λουμένῳ Κυνί, καὶ θυσίας καιρὸς ἦν· ἡ δὲ εὐτρέπιστο ἔν

5

.

1

.

13

τινι τῶν ἐκείνου προαστείων. ὡς δὲ τὰ πάντα εἶχε καλῶς, 〈καὶ〉 ἐπὶ τὴν πόλιν ὑπέστρεφον, βάδην καὶ σχολαίως προϊόν‐ τες (καὶ γὰρ διάλεξις ἦν αὐτοῖς περὶ θεῶν τῇ θυσίᾳ πρέ‐ πουσα) τὸν νοῦν ἐπιστήσας ὁ Ἰάμβλιχος μεταξὺ διαλεγό‐
5μενος, ὥσπερ ἀποκοπεὶς τὴν φωνήν, καὶ τὰ ὄμματα εἰς τὴν γῆν ἀτρεμίζοντα χρόνον τινὰ ἐρείσας, ἀνά τε ἔβλεψεν εἰς τοὺς ἑταίρους, καὶ πρὸς αὐτοὺς ἐξεβόησε· “ἄλλην ὁδὸν πορευώ‐

5

.

1

.

14

μεθα· νεκρὸς γὰρ ἐντεῦθεν ἔναγχος παρακεκόμισται.” ὁ μὲν οὖν ταῦτα εἰπὼν ἄλλην ἐβάδιζε καὶ ἥτις ἐφαίνετο καθαρω‐
τέρα, καὶ σὺν αὐτῷ τινὲς ὑπέστρεφον, ὅσοις τὸ καταλιπεῖν τὸν διδάσκαλον αἰσχύνης ἄξιον ἔδοξεν· οἱ δὲ πλείους καὶ12
5φιλονεικότεροι τῶν ἑταίρων, ἐν οἷς καὶ ὁ Αἰδέσιος ἦν, ἔμειναν αὐτοῦ, τὸ πρᾶγμα ἐπὶ τερατείαν φέροντες, καὶ τὸν ἔλεγχον

5

.

1

.

15

ὥσπερ κύνες ἀνιχνεύοντες. καὶ μετὰ μικρὸν ἐπανῄεσαν οἱ θάψαντες τὸν τετελευτηκότα· οἱ δὲ οὐδὲ οὕτως ἀπέστησαν, ἀλλ’ εἰρώτησαν εἰ ταύτην εἶεν παρεληλυθότες τὴν ὁδόν· οἱ δέ, “ἀναγκαῖον ἦν”, ἄλλην γὰρ οὐκ ἔφασαν ἔχειν.

5

.

2

.

1

Ἔτι δὲ τούτου θειωδέστερον συνεμαρτύρουν, ὡς ἐνο‐ χλοῖ ἡ μὲν 〈τῶν ὁμιλητῶν πληθὺσ〉 αὐτῷ πολλάκις, μικρὸν τοῦτο εἶναι φάσκοντες καὶ ὀσφρήσεως ἴσως που πλεονέκ‐ τημα, βούλεσθαι δὲ διάπειραν λαβεῖν ἑτέρου μείζονος· ὁ δὲ
5πρὸς αὐτούς “ἀλλ’ οὐκ ἐπ’ ἐμοί γε τοῦτο” ἔλεγεν, “ἀλλ’ ὅ‐

5

.

2

.

2

ταν καιρὸς ᾖ”. μετὰ δὲ χρόνον τινὰ δόξαν αὐτοῖς ἐπὶ τὰ Γάδαρα· θερμὰ δέ ἐστι λουτρὰ τῆς Συρίας, τῶν γε μετὰ τὴν Ῥωμαϊκὴν ἐν Βαΐαις δεύτερα, ἐκείνοις δὲ οὐκ ἔστιν ἕτερα παραβαλέσθαι· πορεύονται δὲ εἰς τὰ Γάδαρα κατὰ τὴν
5ὥραν τοῦ ἔτους. ὁ μὲν ἐτύγχανε λούμενος, οἱ δὲ καὶ συν‐ ελοῦντο, καὶ περὶ τῶν αὐτῶν ἐνέκειντο. μειδιάσας δὲ ὁ Ἰάμβλιχος, “ἀλλ’ οὐκ εὐσεβὲς μέν,” ἔφη “ταῦτα ἐπιδεί‐

5

.

2

.

3

κνυσθαι, ὑμῶν δὲ ἕνεκε πεπράξεται.” 〈καὶ〉 τῶν θερμῶν κρηνῶν δύο, τὰς μικροτέρας μέν, τῶν δὲ ἄλλων χαριεστέρας, ἐκέλευσεν ἐκπυνθάνεσθαι τοὺς ὁμιλητὰς παρὰ τῶν ἐπιχω‐
ρίων ὅπως ἐκ παλαιοῦ προσωνομάζοντο. οἱ δὲ τὸ προσ‐13
5ταχθὲν ἐπιτελέσαντες, “ἀλλ’ οὐκ ἔστι γε πρόφασις·” εἶπον, “ἀλλ’ αὕτη μὲν Ἔρως καλεῖται, τῇ παρακειμένῃ δὲ Ἀντέ‐

5

.

2

.

4

ρως ὄνομα.” ὁ δὲ εὐθὺς ἐπιψαύσας τοῦ ὕδατος (ἐτύγχανε δὲ ἐπὶ τῆς κρηπῖδος κατὰ τὴν ὑπέρκλυσιν καθήμενος), καὶ βραχέα τινὰ προσειπών, ἐξεκάλεσεν ἀπὸ τῆς κρήνης κάτω‐

5

.

2

.

5

θεν παιδίον. λευκὸν ἦν τὸ παιδίον καὶ μετρίως εὐμέγεθες, καὶ χρυσοειδεῖς αὐτῷ κόμαι τὰ μετάφρενα καὶ τὰ στέρνα περιέ‐ στιλβον, καὶ ὅλον ἐῴκει λουομένῳ τε καὶ λελουμένῳ. κατα‐ πλαγέντων δὲ τῶν ἑταίρων, “ἐπὶ τὴν ἐχομένην” εἶπεν

5

.

2

.

6

“κρήνην ἴωμεν,” καὶ ἡγεῖτο ἀπιών, καὶ σύννους ἦν. εἶτα κἀκεῖ τὰ αὐτὰ δράσας, ἐξεκάλεσεν ἕτερον Ἔρωτα τῷ προ‐ τέρῳ παραπλήσιον ἅπαντα, πλὴν ὅσον αἱ κόμαι μελάντεραί τε καὶ ἡλιῶσαι κατεκέχυντο. καὶ περιεπλέκετό γε ἀμφότερα
5αὐτῷ τὰ παιδία, καὶ καθάπερ γνησίου τινὸς πατρὸς ἐμφύντα περιείχετο. ὁ δὲ ἐκεῖνά τε ταῖς οἰκείαις ἀπέδωκε λήξεσιν, καί,

5

.

2

.

7

σεβαζομένων τῶν ἑταίρων, ἐξῄει λουσάμενος. οὐδὲν μετὰ τοῦτο ἐζήτησεν ἡ τῶν ὁμιλητῶν πληθύς, ἀλλὰ ἀπὸ τῶν φανέντων δειγμάτων, ὥσπερ ὑπ’ ἀρρήκτου ῥυτῆρος εἵλ‐ κοντο, καὶ πᾶσιν ἐπίστευον. ἐλέγετο δὲ καὶ παραδοξότερα
5καὶ τερατωδέστερα, ἐγὼ δὲ τούτων ἀνέγραφον οὐδέν, σφα‐ λερόν τι καὶ θεομισὲς πρᾶγμα ἡγούμενος εἰς συγγραφὴν στά‐ σιμον καὶ πεπηγυῖαν ἐπεισάγειν ἀκοὴν διεφθαρμένην καὶ

5

.

2

.

8

ῥέουσαν. ἀλλὰ καὶ ταῦτα γράφω δεδοικὼς ἀκοὴν οὖσαν, πλὴν ὅσαγε ἕπομαι ἀνδράσιν, οἵ, τοῖς ἄλλοις ἀπιστοῦντες, πρὸς τὴν τοῦ φανέντος αἴσθησιν συνεκάμφθησαν. οὐδεὶς δὲ

5

.

2

.

9

αὐτοῦ τῶν ἑταίρων ἀνέγραψεν, ὅσα γε ἡμᾶς εἰδέναι· τοῦτο δὲ εἶπον μετρίως, Αἰδεσίου φήσαντος μήτε αὐτὸν γεγραφέ‐ ναι, μήτε ἄλλον τινὰ τετολμηκέναι.14

5

.

3

.

1

Κατὰ τοὺς Ἰαμβλίχου καιροὺς ἦν καὶ ὁ διαλεκτικώτατος Ἀλύπιος, ὃς ἔτυχε μὲν σώματος μικροτάτου, καὶ τὸ σῶμα πυγμαῖον παρέβαινεν ἐλάχιστον, ἐκινδύνευε δὲ καὶ τὸ φαι‐

5

.

3

.

2

νόμενον σῶμα ψυχὴ καὶ νοῦς εἶναι· οὕτω τὸ φθειρόμενον οὐκ ἐπέδωκεν εἰς μέγεθος, δαπανηθὲν εἰς τὸ θεοειδέστερον. ὥσπερ οὖν ὁ μέγας Πλάτων φησὶ τὰ θεῖα σώματα τὸ ἀνά‐ παλιν ἔχειν ἐγκείμενα ταῖς ψυχαῖς, οὕτως ἄν τις εἴποι κἀ‐
5κεῖνον ἐμβεβηκέναι τῇ ψυχῇ καὶ συνέχεσθαι καὶ κρατεῖσθαι

5

.

3

.

3

ᾗ παρά του κρείττονος. ζηλωτὰς μὲν οὖν εἶχεν πολλοὺς ὁ Ἀλύπιος, ἀλλ’ ἡ παίδευσις ἦν μέχρι συνουσίας μόνης, βιβλίον δὲ προέφερεν οὐδὲ εἷς· ὥστε μάλα ἀσμένως πρὸς τὸν Ἰάμβλιχον ἀπέτρεχον, ὡς ἐκ πηγῆς ὑπερβλυζούσης,
5οὐ μενούσης καθ’ ἑαυτήν, ἐμφορησόμενοι καὶ πιούμενοι. κατὰ δὲ τὸ κλέος ἀμφοῖν αὐξόμενον ἄνω καὶ συνέτυχόν ποτε ἀλλήλοις ἢ συνήντησαν ὥσπερ ἀστέρες, καὶ περιεκαθέσθη

5

.

3

.

4

γε αὐτοὺς θέατρον οἷον εἰκάσαι μεγάλου μουσείου. Ἰαμ‐ βλίχου δὲ τὸ ἐπερωτηθῆναι μᾶλλον ὑπομείναντος ἢ τὸ ἐπερωτᾶν, ὁ Ἀλύπιος παρὰ πᾶσαν ὑπόνοιαν ἀφεὶς ἅπασαν φιλόσοφον ἐρώτησιν, τοῦ δὲ θεάτρου γενόμενος, “εἰπέ μοι,
5φιλόσοφε,” πρὸς αὐτὸν ἔφη “ὁ πλούσιος ἢ ἄδικος ἢ ἀδίκου κληρονόμος, ναὶ ἢ οὔ; τούτων γὰρ μέσον οὐδέν.” ὁ δὲ τὴν πληγὴν τοῦ λόγου μισήσας, “ἀλλ’ οὐχ οὗτός γε,” ἔφη
“θαυμασιώτερε πάντων ἀνδρῶν, ὁ τρόπος τῆς ἡμετέρας διαλέξεως, εἴ τῳ τι περιττόν ἐστι κατὰ τὰ ἐκτός, ἀλλ’ εἴ15
10τι πλεονάζει κατὰ τὴν οἰκείαν ἀρετὴν φιλοσόφῳ καὶ πρέ‐

5

.

3

.

5

πουσαν.” ταῦτα εἰπὼν ἀπεχώρησεν, καί, διαναστάντος, οὐκ ἦν ὁ σύλλογος. ἀπελθὼν δὲ καὶ γενόμενος ἐφ’ ἑαυτοῦ, καὶ τὴν ὀξύτητα θαυμάσας, πολλάκις τε ἰδίᾳ συνέτυχεν αὐτῷ, καὶ οὕτως ὑπερηγάσθη τὸν ἄνδρα τῆς ἀκριβείας

5

.

3

.

6

καὶ συνέσεως, ὥστε καὶ ἀπελθόντος βίον συνέγραψε. καὶ ἐνέτυχεν ὁ ταῦτα γράφων τοῖς γεγραμμένοις· τὰ γεγραμ‐ μένα δὲ ὑπὸ τῆς συνθήκης ἐμελαίνετο, καὶ νέφος αὐτοῖς ἐπέτρεχε βαθύ, οὔ τι δι’ ἀσάφειαν τῶν λεγομένων, ἀλλὰ
5διδάσκαλον εἶχε τῶν Ἀλυπίου λόγον μακρόν τινα, καὶ δια‐

5

.

3

.

7

λέξεων οὐ προσῆν μνήμη λόγον ἐχουσῶν. ἀποδημίας τε εἰς τὴν Ῥώμην ἔφραζε τὸ βιβλίον, αἷς οὔτε αἰτία προσῆν, οὔτε τὸ τῆς ψυχῆς συνεφαίνετο μέγεθος. ἀλλ’ ὅτι μὲν εἵποντο πολλοὶ τεθηπότες τὸν ἄνδρα παραδηλοῦται· ὅ τι δὲ εἶπεν

5

.

3

.

8

ἢ ἔπραξεν ἀξιόλογον, οὐκ ἐπιφαίνεται· ἀλλ’ ἔοικεν ὁ θαυ‐ μάσιος Ἰάμβλιχος ταὐτὸν πεπονθέναι τοῖς γραφικοῖς, οἳ τοὺς ἐν ὥρᾳ γράφοντες, ὅταν χαρίσασθαί τι παρ’ ἑαυτῶν εἰς τὴν γραφὴν βουληθῶσιν, τὸ πᾶν εἶδος τῆς ὁμοιώσεως
5διαφθείρουσιν, ὥστε ἅμα τε τοῦ παραδείγματος ἡμαρτη‐

5

.

3

.

9

κέναι καὶ τοῦ κάλλους. οὕτω κἀκεῖνος ἐπαινέσαι προελόμενος διὰ τὴν ἀλήθειαν, τὸ μὲν μέγεθος ἐμφαίνει τῶν καθ’ ἑαυτὸν ἐν τοῖς δικαστηρίοις κολάσεων καὶ ἀτυχημάτων, αἰτίας δὲ ἐπὶ τούτοις ἢ προφάσεις οὔτε πεφυκὼς ἐξηγεῖσθαι πολι‐
5τικῶς, οὔτε προελόμενος, τὸν πάντα χαρακτῆρα συνέχεε τοῦ βίου, μόλις τοῦτο καταλιπὼν τοῖς ὀξυδορκοῦσι ξυλ‐ λαβεῖν, ὅτι τὸν ἄνδρα ἐθαύμαζεν, καὶ διαφερόντως αὐτοῦ
τήν τε παρὰ τὰ δεινὰ καρτερίαν καὶ τὸ ἀνέκπληκτον, τήν16

5

.

3

.

10

τε ἐν τοῖς λόγοις ὀξύτητα καὶ †τομὴν κατεσκευάζετο†. ἐξ Ἀλεξανδρείας δὲ οὗτος ἦν. καὶ τὰ μὲν εἰς Ἀλύπιον ταῦτα. καὶ ἐτελεύτα γε ἐν Ἀλεξανδρείᾳ γηραιός, Ἰάμβλιχός τε ἐπ’ αὐτῷ, πολλὰς ῥίζας τε καὶ πηγὰς φιλοσοφίας ἀφείς. ταύτης ὁ ταῦτα
5γράφων τῆς φορᾶς εὐτύχησεν. ἄλλοι μὲν γὰρ ἀλλαχοῦ τῶν εἰρημένων ὁμιλητῶν διεκρίθησαν εἰς ἅπασαν τὴν Ῥωμαϊκὴν ἐπικράτειαν· Αἰδέσιος δὲ κατέλαβε τὸ Μύσιον Πέργαμον.

6

.

1

.

1

ΑΙΔΕΣΙΟΣ. Ἐκδέχεται δὲ τὴν Ἰαμβλίχου διατριβὴν καὶ ὁμιλίαν ἐς τοὺς ἑταίρους Αἰδέσιος ὁ ἐκ Καππαδοκίας. ἦν δὲ τῶν εὖ γεγονότων εἰς ἄκρον, πλοῦτος δὲ οὐχ ὑπῆν τῷ γένει πολύς, καὶ ὅ γε πατὴρ αὐτὸν ἐκπέμψας ἐπὶ παιδείαν
5χρηματιστικὴν ἐκ Καππαδοκίας ἐπὶ τὴν Ἑλλάδα, εἶτα ἐκδε‐ χόμενος ὡς θησαυρὸν ἐπὶ τῷ παιδὶ εὑρήσων, ἐπειδή πο‐ τε, ἐπανελθόντος, φιλοσοφοῦντα ᾔσθετο, τῆς οἰκίας ὡς

6

.

1

.

2

ἀχρεῖον ἀπήλαυνε. καὶ ἐκδιώκων “τί γάρ” ἔφη “σοφία ὠφε‐ λεῖ;” ὁ δὲ ὑποστραφείς “οὐ μικρά, πάτερ,” ἔφη, “πατέρα καὶ διώκοντα προσκυνεῖν.” καὶ τοῦτο ἀκούσας ὁ πατήρ,

6

.

1

.

3

ἀνά τε ἐκαλέσατο τὸν παῖδα, καὶ τὸ ἦθος ἐθαύμασε. καὶ ὅλον ἐπιδοὺς ἑαυτὸν ἀνέθηκε φέρων ἐς τὴν ἔτι λειπομένην παιδείαν. καὶ ὁ μὲν τὸν παῖδα προπέμψας εὔθυμος ἦν, καὶ περιέχαιρεν, ὡς θεοῦ γεγονὼς μᾶλλον ἢ ἀνθρώπου πατήρ.

6

.

1

.

4

Ὁ δὲ τοὺς ἄλλους ἅπαντας παραδραμών, ὅσοι τῶν τότε ἦσαν εὐκλεέστεροι καὶ ὧν ἐτύγχανεν ἀκηκοώς, καὶ πείρᾳ τὴν σοφίαν συλλεξάμενος, ἐπὶ τὸν ἐρικυδέστατον Ἰάμβλιχον οὐ μακρὰν ὁδὸν ἐκ Καππαδοκίας εἰς Συρίαν συνέ‐
5τεινε καὶ διήνυεν. ὡς δὲ εἶδέν τε τὸν ἄνδρα καὶ ἤκουσε λέ‐ γοντος, ἐξεκρέματο τῶν λόγων, καὶ τῆς ἀκροάσεως οὐκ ἐνε‐ πίπλατο· ἐς ὃ τελευτῶν Αἰδέσιός* τε ἐγένετο καὶ μικρὸν ἀποδέων Ἰαμβλίχου, πλὴν ὅσα γε εἰς θειασμὸν Ἰαμβλίχου17

6

.

1

.

5

φέρει. τούτων γὰρ οὐδὲν εἴχομεν ἀναγράφειν, ὅτι τὸ μὲν ἐπέκρυπτεν ἴσως Αἰδέσιος αὐτὸς διὰ τοὺς χρόνους (Κωνσταν‐ τῖνος γὰρ ἐβασίλευε, τά τε τῶν ἱερῶν ἐπιφανέστατα κατα‐ στρέφων καὶ τὰ τῶν χριστιανῶν ἀνεγείρων οἰκήματα), τὰ
5δὲ ἴσως καὶ τῶν ὁμιλητῶν ἄριστον πρὸς μυστηριώδη τινὰ σιωπὴν καὶ ἱεροφαντικὴν ἐχεμυθίαν ἐπιρρεπὲς ἦν καὶ συνε‐

6

.

1

.

6

κέκλιτο. ὁ γοῦν ταῦτα γράφων ἐκ παιδὸς ἀκροατὴς Χρυσαν‐ θίου γενόμενος, μόλις εἰς εἰκοστὸν ἔτος ἠξιοῦτο τῶν ἀλη‐ θεστέρων, οὕτω μέγα τι χρῆμα εἰς ἡμᾶς τῆς Ἰαμβλίχου φιλοσοφίας διετάθη καὶ συμπαρέτεινε τῷ χρόνῳ.

6

.

2

.

1

Ἰαμβλίχου δὲ καταλιπόντος τὸ ἀνθρώπειον, ἄλλοι μὲν ἀλλαχῆ διεσπάρησαν, καὶ οὐδεὶς ἦν ἔξω φήμης καὶ ἄγνω‐ στος. Σώπατρος δὲ ὁ πάντων δεινότερος, διά τε φύσεως ὕψος καὶ ψυχῆς μέγεθος, οὐκ ἐνεγκὼν τοῖς ἄλλοις ἀνθρώ‐
5ποις ὁμιλεῖν, ἐπὶ τὰς βασιλικὰς αὐλὰς ἔδραμεν ὀξύς, ὡς τὴν Κωνσταντίνου πρόφασίν τε καὶ φορὰν τυραννήσων καὶ μετα‐

6

.

2

.

2

στήσων τῷ λόγῳ. καὶ ἐς τοσοῦτόν γε ἐξίκετο σοφίας καὶ δυ‐ νάμεως, ὡς ὁ μὲν βασιλεὺς ἑαλώκει τε ὑπ’ αὐτῷ, καὶ δημοσίᾳ σύνεδρον εἶχεν, εἰς τὸν δεξιὸν καθίζων τόπον, ὃ καὶ ἀκοῦσαι

6

.

2

.

3

καὶ ἰδεῖν ἄπιστον. οἱ δὲ παραδυναστεύοντες ῥηγνύμενοι τῷ φθόνῳ πρὸς βασιλείαν ἄρτι φιλοσοφεῖν μεταμανθάνουσαν, τὸν Κερκώπων ἐπετήρουν καιρόν (οὐ τὸν Ἡρακλέα καθεύ‐
δοντα μόνον, ἀλλὰ καὶ τὴν ἄλογον ἐγρηγορυῖαν Τύχην)18
5καὶ συλλόγους τε λαθραίους ἐποιοῦντο, καὶ οὐκ ἔστι καθ’ ὅ τι

6

.

2

.

4

μέρος τῆς κακοδαίμονος ἐπιβουλῆς ἠμέλουν. ὥσπερ οὖν ὅτε ἐπὶ τοῦ παλαιοῦ καὶ μεγάλου Σωκράτους ἁπάντων Ἀθηναίων (εἰ καὶ δῆμος ἦσαν) οὐκ ἄν τις ἐτόλμησε κατηγορίαν καὶ γρα‐ φήν, ὅν γε ᾤοντο πάντες Ἀθηναῖοι περιπατοῦν ἄγαλμα σο‐
5φίας τυγχάνειν, εἰ μὴ μέθη καὶ παραφροσύνη καὶ τὸ τῶν Διο‐ νυσίων τῆς ἑορτῆς καὶ παννυχίδος ἀνειμένον, ὑπὸ γέλωτος καὶ ὀλιγωρίας καὶ τῶν εὐκόλων καὶ σφαλερῶν παθῶν ἐπὶ τοῖς ἀν‐ θρώποις ἐξευρημένων, πρῶτος Ἀριστοφάνης ἐπὶ διεφθαρμέ‐ ναις ψυχαῖς τὸν γέλωτα ἐπεισαγαγὼν καὶ τὰ ὑπὸ τῆς σκηνῆς
10κινήσας ὑπορχήματα, τότε θέατρον ἀνέπεισεν, ἐπὶ τοσαύτῃ σοφίᾳ ψυλλῶν πηδήματα καταμωκώμενος, καὶ νεφελῶν δια‐ γράφων εἴδη καὶ σχήματα καὶ τἄλλα ὅσα κωμῳδία ληρεῖν

6

.

2

.

5

εἴωθεν εἰς γέλωτος κίνησιν. ὡς δὲ εἶδον ἐγκεκλικὸς πρὸς τὴν ἡδονὴν τὸ θέατρον, κατηγορίας ἥψαντό τινες, καὶ τὴν ἀσεβῆ γραφὴν εἰς ἐκεῖνον ἐτόλμησαν, καὶ δῆμος ὅλος ἐπ’ ἀν‐

6

.

2

.

6

δρὸς ἠτύχει φόνῳ. ἔστι γὰρ ἐκ τῶν χρόνων λογιζομένῳ συλλαβεῖν ὅτι, Σωκράτους ἀπελθόντος βιαίως, οὐδὲν ἔτι λαμπρὸν Ἀθηναίοις ἐπράχθη, ἀλλ’ ἥ τε πόλις ὑπέδωκεν, καὶ διὰ τὴν πόλιν τὰ τῆς Ἑλλάδος ἅπαντα συνεφθάρη·

6

.

2

.

7

οὕτω καὶ τότε συνορᾶν ἐξῆν τὸ κατὰ Σώπατρον ἐπιβού‐ λευμα. ἡ μὲν γὰρ Κωνσταντινούπολις, τὸ ἀρχαῖον Βυζάν‐ τιον, κατὰ μὲν τοὺς παλαιοὺς χρόνους Ἀθηναίοις παρεῖχε τὴν σιτοπομπίαν, καὶ περιττὸν ἦν τὸ ἐκεῖθεν ἀγώγιμον·

6

.

2

.

8

ἐν δὲ τοῖς καθ’ ἡμᾶς καιροῖς, οὐδὲ τὸ ἀπ’ Αἰγύπτου πλῆθος τῶν ὁλκάδων, οὐδὲ τὸ ἐξ Ἀσίας ἁπάσης, Συρίας τε καὶ Φοινίκης καὶ τῶν ἄλλων ἐθνῶν συμφερόμενον πλῆθος σίτου, κατὰ ἀπαγωγὴν φόρου, ἐμπλῆσαι καὶ κορέσαι τὸν μεθύοντα19
5δύναται δῆμον, ὃν Κωνσταντῖνος, τὰς ἄλλας χηρώσας πόλεις ἀνθρώπων, εἰς τὸ Βυζάντιον μετέστησε, καὶ πρὸς τοὺς ἐν τοῖς θεάτροις κρότους παραβλυζόντων κραιπάλης ἀνθρώπων ἑαυτῷ συνεστήσατο, σφαλλομένων ἀνθρώπων ἀγαπήσας ἐγκώμια καὶ μνήμην ὀνόματος, τῶν μόλις ὑπὸ

6

.

2

.

9

εὐηθείας φθεγγομένων τοὔνομα· συμβέβηκε δὲ καὶ τῇ θέσει τοῦ Βυζαντίου μηδὲ εἰς πλοῦν ἁρμόζειν τῶν καταφερομένων πλοίων, ἂν μὴ καταπνεύσῃ νότος ἀκραὴς καὶ ἄμικτος. καὶ τότε δὴ τοῦ πολλάκις συμβαίνοντος κατὰ τὴν ὡρῶν φύσιν
5συμβάντος, ὅ τε δῆμος ὑπὸ λιμοῦ παρεθέντες συνῄεσαν εἰς τὸ θέατρον, καὶ σπάνις ἦν τοῦ μεθύοντος ἐπαίνου, καὶ

6

.

2

.

10

τὸν βασιλέα κατεῖχεν ἀθυμία. καὶ οἱ πάλαι βασκαίνοντες, εὑρηκέναι καιρὸν ἡγούμενοι κάλλιστον, “ἀλλὰ Σώπατρός γε,” ἔφασαν “ὁ παρὰ σοῦ τιμώμενος κατέδησε τοὺς ἀνέ‐ μους δι’ ὑπερβολὴν σοφίας, ἣν καὶ αὐτὸς ἐπαινεῖς, καὶ δι’ ἣν

6

.

2

.

11

ἔτι τοῖς βασιλείοις ἐγκάθηται θρόνοις.” καὶ ὁ Κωνσταντῖνος ταῦτα ἀκούσας καὶ συμπεισθείς, κατακοπῆναι κελεύει τὸν ἄνδρα, καὶ ἐγίνετο διὰ τοὺς βασκαίνοντας ταῦτα θᾶττον

6

.

2

.

12

ἢ ἐλέγετο. ὁ δὲ τῶν κακῶν ἁπάντων αἴτιος ἦν Ἀβλάβιος, ἔπαρχος μὲν τῆς βασιλικῆς αὐλῆς, ὑπὸ Σωπάτρου δὲ παρευ‐ δοκιμούμενος ἀπήγχετο. ἐμοὶ δέ, ὥσπερ προείρηται, πεπαι‐ δευμένων ἀνδρῶν εἰς πᾶσαν παιδείαν ἀναγράφοντι βίους,
5τὰ εἰς τὴν ἐμὴν ἀκοὴν σωζόμενα, διάφορον οὐδὲν εἰ καὶ τῶν
εἰς αὐτοὺς ἐξημαρτηκότων βραχέα τινὰ ἐπιδράμοιμι.20

6

.

3

.

1

Ἀβλαβίῳ τῷ τὸν φόνον ἐργασαμένῳ γένος ἦν ἀδο‐ ξότατον, καὶ τὰ ἐκ πατέρων τοῦ μετρίου καὶ φαύλου ταπει‐ νότερα. καὶ λόγος τε ὑπὲρ αὐτοῦ τοιοῦτος διασώζεται, καὶ οὐδεὶς τοῖς λεγομένοις ἀντέλεγεν. τῶν ἐξ Αἰγύπτου τις περὶ
5τὸ καλούμενον μάθημα συντεταμένων, παρελθὼν εἰς τὴν πόλιν (ἱκανοὶ δέ εἰσιν Αἰγύπτιοι καὶ δημοσίᾳ μετ’ ὀλιγω‐

6

.

3

.

2

ρίας ἐν ταῖς ἀποδημίαις ἀσχημονεῖν· εἰκὸς δὲ αὐτοὺς καὶ οἴκοθεν οὕτω παιδεύεσθαι), παρελθὼν δὲ ὅμως, εἰς τὸ πολυτελέστερον ὠθεῖται τῶν καπηλείων, καὶ ξηρός τε εἶναι, πολλὴν ἀνύσας ὁδόν, ἔφασκεν καὶ ὑπὸ δίψους αὐτίκα
5μάλα ἀποπεπνίξεσθαι, καὶ γλυκὺν ἠρτυμένον ἐγχεῖν ἐκέ‐

6

.

3

.

3

λευσε τὸν οἶνον, καὶ προέκειτο τὸ ἀργύριον. ἡ δὲ προεστῶσα τοῦ καπηλείου τὸ κέρδος ὁρῶσα, πρὸς τὴν ὑπηρεσίαν παρ‐ εσκευάζετο, καὶ διετρόχαζεν. ἡ δὲ ἐτύγχανε μὲν ἱκανὴ καὶ μαιώσασθαι γυναῖκας ἐπὶ τῷ λοχεύεσθαι. 〈καὶ〉 προθεμένης
5αὐτῆς κύλικα τῷ Αἰγυπτίῳ καὶ τὸν ἠρτυμένον οἶνον κατα‐ χεομένης, προσδραμοῦσά τις ἐκ γειτόνων “ἀλλὰ κινδυνεύει σοι” εἶπεν λέγουσα πρὸς τὸ οὖς “ἐπὶ ταῖς ὠδῖσιν ἡ φίλη καὶ συγγενής,” καὶ γὰρ οὕτως εἶχεν, “εἰ μὴ θᾶττον ἀφί‐

6

.

3

.

4

κοιο.” καὶ ἡ μὲν ταῦτα ἀκούσασα, καὶ καταλιποῦσα τὸν Αἰγύπτιον, πρὶν τὸ θερμὸν ὕδωρ ἐπιβαλεῖν, κεχηνότα, κἀ‐ κείνην ἀπολύσασα τῶν ὠδίνων, καὶ συντελέσασά γε ὅσα ἐπὶ ταῖς λοχείαις γίνεται, παρῆν αὐτίκα, διακαθήρασα τὰς

6

.

3

.

5

χεῖρας, πρὸς τὸν ξένον. ὡς δὲ ἀγανακτοῦντα κατέλαβε καὶ τῷ θυμῷ περιζέοντα, τὴν αἰτίαν ἀπήγγειλεν ἡ γυνὴ τῆς βραδυτῆτος. ὡς δὲ ἤκουσεν ὁ βέλτιστος Αἰγύπτιος καὶ πρὸς τὴν ὥραν εἶδεν, ὀξέως μᾶλλον ἐδίψησεν ἐξειπεῖν τὸ21
5παρὰ τῶν θεῶν ἐπελθὸν ἢ τὸ τοῦ σώματος θεραπεῦσαι

6

.

3

.

6

πάθος, καὶ μέγα φθεγξάμενος· “ἀλλ’ ἄπιθί γε, ὦ γύναι· φράζε τῇ τεκούσῃ ὅτι μικροῦ βασιλέα τέτοκε.” καὶ τοῦτο δηλώσας, ἑαυτόν τε ἐπλήρωσεν ἀφθόνως τῆς κύλικος, καὶ

6

.

3

.

7

τὸ ὄνομα ὅστις εἴη κατέλιπε τῇ γυναικὶ εἰδέναι. καὶ ὁ τε‐ χθεὶς ἦν Ἀβλάβιος, καὶ τοσοῦτον ἐγένετο παίγνιον τῆς εἰς ἅπαντα νεωτεριζούσης Τύχης, ὥστε οὕτω πλείονα ἐδύνατο τοῦ βασιλεύοντος, ὥστε καὶ Σώπατρον ἀπέκτεινεν, αἰτίαν
5ἐπενεγκὼν τῆς Σωκρατικῆς εὐηθεστέραν, ὥσπερ ἀτάκτῳ

6

.

3

.

8

δήμῳ τῷ τότε βασιλεύοντι 〈χρώμενοσ〉. Κωνσταντῖνος μὲν οὖν καὶ Ἀβλάβιον τιμῶν ἐκολάζετο, καὶ ὅπως γε ἐτελεύτα ἐν τοῖς περὶ ἐκείνου γέγραπται. Ἀβλαβίῳ δὲ τὸν παῖδα κατέλιπε Κωνστάντιον, συμβασιλεύσαντα μὲν αὐτῷ, διαδε‐
5ξάμενον δὲ τὴν ἀρχὴν τοῦ πατρὸς σὺν Κωνσταντίνῳ καὶ Κώνσταντι τοῖς ἀδελφοῖς. ἐν δὲ τοῖς κατὰ τὸν θειότατον

6

.

3

.

9

Ἰουλιανὸν ἀκριβέστερον ταῦτα εἴρηται. διαδεξάμενος δὲ ὁ Κωνστάντιος τὴν βασιλείαν καὶ κληρωθεὶς ὅσα γε ἐκληρώθη, ταῦτα δὲ ἦν τὰ ἐξ Ἰλλυριῶν εἰς τὴν ἑῴαν καθήκοντα, τὸν μὲν Ἀβλάβιον αὐτίκα παραλύει τῆς ἀρχῆς, ἄλλο δὲ περὶ

6

.

3

.

10

αὑτὸν ἑταιρικὸν συνέστησε. καὶ ὁ μὲν Ἀβλάβιος τὰ περὶ Βιθυνίαν χωρία πάλαι παρεσκευασμένος, βασιλικάς τε κατα‐ φυγὰς καὶ ῥᾳθυμίας ἔχοντα, διέτριβεν ἐν ἀφθόνοις, πάντων

6

.

3

.

11

ἀνθρώπων θαυμαζόντων ὅτι βασιλεύειν οὐ βούλεται. ὁ δὲ
Κωνστάντιος ἐγγύθεν ἐκ τῆς τοῦ πατρὸς πόλεως ξιφηφόρους τινὰς ἐπ’ αὐτὸν ἐκπέμψας οὐκ ὀλίγους, τοῖς μὲν πρώτοις ἐκέλευσεν ἀποδιδόναι γράμματα. καὶ προσεκύνησάν γε αὐ‐22
5τόν, ὥσπερ νομίζουσιν Ῥωμαῖοι βασιλέα προσκυνεῖν, οἱ τὰ γράμματα ἐγχειρίζοντες· καὶ ὃς μάλα σοβαρῶς δεξάμενος τὰ γράμματα καὶ παντὸς ἀπολυθεὶς φόβου, τήν τε ἁλουργίδα τοὺς ἐλθόντας ἀπῄτει, βαρύτερος ἤδη γινόμενος, καὶ φοβε‐

6

.

3

.

12

ρὸν ἦν τοῖς ὁρωμένοις. οἱ δὲ ἔφασαν πρὸς αὐτόν, αὐτοὶ μὲν τὰ γράμματα κομίζειν, πρὸ θυρῶν δὲ εἶναι τοὺς ταῦτα

6

.

3

.

13

πεπιστευμένους. καὶ ὁ μὲν ἐκείνους ἐκάλει μέγα φρονῶν καὶ τῇ γνώμῃ διηρμένος· οἱ δὲ συγχωρηθέντες εἰσελθεῖν πλῆθός τε ἦσαν καὶ ξιφηφόροι πάντες, καὶ ἀντὶ τῆς ἁλουργίδος ἐπῆγον αὐτῷ “τὸν πορφύρεον θάνατον,” κρεουργηδόν,
5ὥσπερ τι τῶν ἐν ταῖς εὐωχίαις ζῷον, κατακόψαντες. καὶ ταῦτα ἔτισε Σωπάτρῳ δίκην ὁ πάντα εὐδαίμων Ἀβλάβιος.

6

.

4

.

1

Τούτων δὴ οὕτω κεχωρηκότων καὶ τῆς Προνοίας οὐκ ἀφιείσης τὸ ἀνθρώπινον, ὁ τῶν περιλειφθέντων ἐνδοξότατος Αἰδέσιος κατελίπετο. καταφυγὼν δὲ ἐπί τινα μαντείαν δι’ εὐ‐ χῆς ᾗπερ ἐπίστευε μάλιστα (αὕτη δὲ ἦν δι’ ὀνείρατος), ὁ
5μὲν θεὸς ἐφίστατο πρὸς τὴν εὐχήν, καὶ ἔχρησεν ἐν ἑξαμέτρῳ

6

.

4

.

2

τόνῳ τάδε· ὁ δέ, ἀνακαλύψας ἄρτι τὰ βλέφαρα καὶ περί‐ φοβος ὢν ἔτι, τὸν μὲν νοῦν ἐμέμνητο τῶν εἰρημένων, τὸ δὲ ὑπερφυὲς καὶ οὐρανόμηκες τῶν ἐπῶν περιέφευγεν αὐτὸν καὶ διωλίσθαινε. τόν τε οὖν παῖδα καλεῖ, τὴν ὄψιν καὶ τὸ
5πρόσωπον ἀποσμῆσαι τῷ ὕδατι βουλόμενος, καὶ ὁ θερά‐ πων πρὸς αὐτὸν ἔλεγεν, “ἀλλ’ ἡ ἀριστερά γε χεὶρ ἔξωθεν23

6

.

4

.

3

κατάπλεως ἐστὶ γραμμάτων.” καὶ ὃς εἶδεν καὶ τὸ πρᾶγμα θεῖον εἶναι συνεφρόνησε, καὶ προσκυνήσας τὴν ἑαυτοῦ χεῖρα καὶ τὰ γεγραμμένα, εὗρε τὸν χρησμὸν ἐπὶ τῆς χειρὸς

6

.

4

.

4

γεγραμμένον. ἔστι δὲ οὗτος· δοιῶν Μοιράων ἐπὶ νήμασι νήματα κεῖται εἵνεκα σῆς βιοτῆς. εἰ μὲν πτολίεθρ’ ἀγαπάζοις ἄστεά τ’ αὖ φωτῶν, καί σοι κλέος ἄφθιτον ἔσται,
5ἀνδρῶν ποιμαίνοντι νέων θεοείκελον ὁρμήν. ἢν δ’ αὖ ποιμαίνῃς μήλων νομὸν ἠδ’ ἔτι ταύρων, δὴ τότε σαυτὸν ἔελπε συνήορα καὶ μακάρεσσιν ἔμμεναι ἀθανάτοισι. λίνον δέ τοι ὧδε νένευκεν.

6

.

4

.

5

Καὶ ὁ μὲν χρησμὸς ταῦτα εἶχεν· ὁ δὲ ἑπόμενος, ὥσπερ ἕπεσθαι χρή, πρὸς τὴν κρείττονα ὁδὸν συνηπείγετο, καὶ χωρίδιόν τέ τι περιεσκόπει καὶ πρὸς αἰπολίου τινὸς βοτῆρος ἑαυτὸν ἐνέτεινε βίον· τοὺς δὲ λόγων δεομένους ἢ παιδείας
5διὰ τὸ προκατακεχυμένον κλέος οὐκ ἐλάνθανεν, ἀλλ’ ἀνι‐ χνεύοντες αὐτὸν περιεστήκεσαν, ὥσπερ κύνες ὠρυόμενοι περὶ τὰ πρόθυρα, καὶ διασπάσασθαι ἀπειλοῦντες, εἰ τοσαύ‐ την καὶ τηλικαύτην σοφίαν ἐπὶ τὰ ὄρη καὶ τοὺς κρημνοὺς καὶ τὰ δένδρα τρέποι, καθάπερ οὐδὲ ἄνθρωπος γεγονὼς

6

.

4

.

6

οὐδὲ εἰδὼς τὸ ἀνθρώπινον. τοιούτοις δὲ λόγοις τε καὶ ἔργοις ἐκβιασθεὶς εἰς τὴν κοινὴν ὁμιλίαν, ἐπέδωκεν ἑαυτὸν φέρων τῇ χείρονι τῶν ὁδῶν, καὶ τὴν μὲν Καππαδοκίαν ἐξέλιπεν,
Εὐσταθίῳ παραδοὺς ἐπιμελεῖσθαι τῶν ἐκείνῃ (καὶ κατὰ24

6

.

4

.

7

γένος οὐκ ἀφεστήκεσαν). αὐτὸς δὲ εἰς τὴν Ἀσίαν διαβάς, ὅλης Ἀσίας προτεινούσης αὐτῷ χεῖρας, ἐν τῷ παλαιῷ Περγάμῳ καθιδρύθη, καὶ παρ’ ἐκεῖνον μὲν Ἕλληνές τε ἐφοί‐ των καὶ οἱ πρόσχωροι, καὶ ἡ δόξα τῶν ἄστρων ἔψαυεν.

6

.

5

.

1

Περὶ δὲ Εὐσταθίου καὶ ἀσεβές ἐστι παραλιπεῖν τὰ ἐς ἀλήθειαν φέροντα· παρὰ πάντων γὰρ συνωμολογεῖτο τὸν ἄνδρα τοῦτον ὀφθῆναι καὶ εἶναι κάλλιστον, καὶ εἰς πεῖραν λόγων ἐλθεῖν δεινότατον, τό τε ἐπὶ τῇ γλώσσῃ καὶ τοῖς
5χείλεσιν αἱμύλιον οὐκ ἔξω γοητείας ἐδόκει. καὶ τὸ μείλιχον καὶ ἥμερον ἐπὶ τοῖς λεγομένοις ἐπήνθει καὶ συνεξεχεῖτο τοσοῦτον, ὥστε οἱ τῆς φωνῆς ἀκούσαντες καὶ τῶν λόγων, παραδόντες αὑτούς, καθάπερ οἱ τοῦ λωτοῦ γευσάμενοι,

6

.

5

.

2

τῆς φωνῆς ἐξεκρέμαντο καὶ τῶν λόγων. οὕτω δὴ πολύ τι τῶν μουσικῶν οὐκ ἀπεῖχε Σειρήνων, ὥστε ὁ βασιλεὺς 〈μετεκάλεσεν〉 αὐτόν, καί τοί γε τοῖς τῶν χριστιανῶν ἐνε‐ χόμενος βιβλίοις, ἐπειδὴ θόρυβος αὐτὸν κατεῖχε, καὶ παρὰ
5τοῦ Περσῶν βασιλέως ἀνάγκη τις ἐπέκειτο, καὶ τὴν Ἀντιό‐ χειαν ἤδη περιειργασμένου καὶ συντοξεύοντος, ὅς γε τὴν ἄκραν τὴν ὑπερκειμένην τοῦ θεάτρου καταλαβὼν ἀδοκήτως καὶ ἐξαπιναίως, τὸ πολὺ πλῆθος τῶν θεωμένων συνετό‐

6

.

5

.

3

ξευσε καὶ διέφθειρε. τούτων δὲ ὅμως κατεχόντων, οὕτως πάντες ἦσαν ᾑρημένοι καὶ κατακεκηλημένοι, ὥστε μὴ κατ‐ οκνῆσαί τινα Ἕλληνα ἄνθρωπον ἐς τὰ ὦτα τοῦ βασιλέως παραβαλεῖν· καί τοί γε εἰώθεσαν πρότερον οἱ βασιλεύον‐
5τες τοὺς κατὰ στρατιὰν ἐπαινουμένους ἐπὶ τὰς πρεσβείας χειροτονεῖν, ἤτοι γε στρατοπεδάρχας ἢ ὅσοι γε μετ’ ἐκεί‐25

6

.

5

.

4

νους ἐς τὸ ἄρχειν ἐξῃρημένοι· τότε καὶ ἀνάγκης τυραν‐ νούσης, ὁ φρονιμώτατος ἁπάντων περιεσκοπεῖτο καὶ συνω‐ μολογεῖτο Εὐστάθιος. μετεκλήθη τε οὖν ἐκ τοῦ βασιλέως, καὶ αὐτίκα παρῆν, καὶ τοσαύτη τις ἐπῆν ἀφροδίτη τοῖς
5χείλεσιν, ὥστε οἱ συμβουλεύσαντες τὴν πρεσβείαν δι’ Εὐστα‐ θίου πεμφθῆναι, ἀξιωμάτων τε ἔτυχον παρὰ τῷ βασιλεῖ μειζόνων, καὶ πρὸς τὴν εὔνοιαν αὐτῶν ὁ βασιλεὺς ἐπεκλί‐

6

.

5

.

5

νετο. τούτων μὲν οὖν τινες αὐτῷ καὶ ἐθελονταὶ συνεξώρ‐ μησαν ἐπὶ τὴν πρεσβείαν, μείζονα διάπειραν θέλοντες λα‐ βεῖν, εἰ καὶ πρὸς τοὺς βαρβάρους ἔχοι τὸ αὐτὸ θελκτήριον

6

.

5

.

6

ὁ ἄνθρωπος. ὡς δὲ εἰς τὴν Περσῶν ἀφίκοντο χώραν, καί τοί γε τυραννικὸς καὶ ἄγριός τις Σαπώρης εἶναι πρὸς τοὺς ἐσιόντας, ἦν τε ἀληθῶς, [καὶ] ἐξηγγέλλετο, ἀλλ’ ὅμως ἐπεὶ πρόσοδος Εὐσταθίῳ κατὰ τὴν κοινὴν πρεσβείαν ἐγένετο
5πρὸς τὸν βασιλέα, τήν τε ὑπεροψίαν τὴν ἐν τοῖς ὄμμασι καὶ τὸ μείλιχον ἐθαύμασε, καί τοί γε πολλὰ ἐς κατάπληξιν

6

.

5

.

7

τοῦ ἀνδρὸς μηχανησάμενος. καὶ ὡς ἡμέρως καὶ ἀλύπως διαλεγομένου τῆς φωνῆς ἤκουσεν, καὶ τῶν ἐπιτρεχουσῶν κοσμίως καὶ εὐκόλως ἀποδείξεων, ἐξελθεῖν μὲν αὐτὸν κελεύει, καὶ ὃς ἐξῄει λόγῳ συνῃρηκὼς τύραννον· ὁ δὲ ἐπὶ τράπεζάν
5τε εὐθὺς διὰ τῶν θαλαμηπόλων εἰσεκάλει, καί, πρὸς τοῦτο ὑπακούσαντος (ἐῴκει γὰρ εὖ πεφυκέναι πρὸς ἀρετῆς ῥοπήν),

6

.

5

.

8

ἀπήντησεν ἐπὶ τὴν θοίνην. καὶ ὁμοτράπεζος ἐγένετο, καὶ κατεκράτει τῷ λόγῳ τοσοῦτον, ὥστε μικροῦ τινὸς ἐδέησε
τὸν Περσῶν βασιλέα τήν τε ὀρθὴν μεταβαλεῖν τιάραν καὶ τοὺς περιπορφύρους καὶ λιθοκολλήτους ἀπολῦσαι κόσμους,26
5καὶ τὸ τριβώνιον Εὐσταθίου μεταμφιάσασθαι· τοσαύτην τῆς τύχης ἐποιήσατο καταδρομὴν καὶ τῶν περὶ σῶμα κόσμων, καὶ εἰς τοσοῦτο κακοδαιμονίας τοὺς φιλοσωμά‐

6

.

5

.

9

τους ἀνήγαγε. ἀλλὰ τοῦτο μὲν ἐκώλυσαν οἱ παρατυχόντες τῶν μάγων, γόητα εἶναι τελείως τὸν ἄνδρα φάσκοντες, καὶ τὸν βασιλέα συμπείσαντες ἀποκρίνασθαι τῷ βασιλεῖ

6

.

5

.

10

Ῥωμαίων· τί δήποτε ἄνδρας εὐτυχοῦντες τοιούτους, εἶτα πέμπουσιν ἀνδραπόδων πλουτούντων οὐδὲν διαφέροντας; τὰ δὲ κατὰ τὴν πρεσβείαν ἅπαντα ἦν ὑπὲρ ἐλπίδας.

6

.

6

.

1

Περὶ τούτου γε τοῦ ἀνδρὸς καὶ τοιοῦτόν τι ἐς τὴν ἐμὴν ἱστορίαν συνέπεσεν, ὡς ἅπασα μὲν ἡ Ἑλλὰς ἰδεῖν αὐτὸν

6

.

6

.

2

ηὔχοντο καὶ ᾔτουν τοὺς θεοὺς τὴν ἐπιδημίαν· καὶ αἵγε μαντεῖαι τοῖς περὶ ταῦτα δεινοῖς ἐς τοῦτο συνέβαινον. ὡς δὲ διημάρτανον, οὐ γὰρ ἐπεδήμει, πρεσβείαν παρ’ αὐτὸν στέλλουσιν οἱ Ἕλληνες, τοὺς ἄκρους ἐπὶ σοφίᾳ κατὰ τὴν
5πρεσβείαν προελόμενοι. νοῦς δὲ ἦν αὐτοῖς διαλέγεσθαι πρὸς

6

.

6

.

3

τὸν μέγαν Εὐστάθιον· τί δήποτε ἐπὶ τοῖσδε τοῖς σημείοις τὸ ἔργον οὐκ ἀπήντησεν; ὁ δὲ ἀκούσας, καὶ τοὺς ὀνομα‐ στοὺς ἐπ’ ἐκείνοις καὶ πολυυμνήτους ἀναθεωρῶν καὶ δια‐ κρίνων ἐβασάνιζε, καὶ συνηρώτα τό τε μέγεθος καὶ τὴν
5χροιὰν καὶ τὸ σχῆμα τῶν σημείων, εἶτα μειδιάσας συνηθῶς πρὸς αὐτούς, ὡς ἤκουσε τὰ ὄντα (ψεῦδος γὰρ οὐ μόνον ἔξω θείου χοροῦ, ἀλλὰ καὶ λόγου ἵσταται), “ἀλλὰ ταῦτά
γε” εἶπεν “τὴν ἐμὴν τήνδε ἐπιδημίαν οὐκ ἐμαντεύετο.”27

6

.

6

.

4

καί πού τι καὶ παρὰ τὸ ἀνθρώπειον κατά γε ἐμὴν ἐφθέγξατο κρίσιν· ἀπεκρίνατο γὰρ ὡς “μικρότερα ἦν καὶ βραδύτερα τῶν ἐμῶν καλῶν τὰ φανθέντα σημεῖα.”

6

.

6

.

5

Οὕτως Εὐστάθιος ὁ τοσοῦτος Σωσιπάτρᾳ συνῴκη‐ σεν, ἣ τὸν ἄνδρα τὸν ἑουτῆς δι’ ὑπεροχὴν σοφίας εὐτελῆ

6

.

6

.

6

τινὰ καὶ μικρὸν ἀπέδειξε. περὶ ταύτης δὲ ἐν ἀνδρῶν σοφῶν καταλόγοις καὶ διὰ μακροτέρων εἰπεῖν ἁρμόζει, τοσοῦτον κλέος τῆς γυναικὸς ἐξεφοίτησεν. καὶ ἦν γὰρ ἐκ τῆς περὶ Ἔφεσον Ἀσίας, ὅσην Κάϋστρος ποταμὸς ἐπιὼν καὶ διαρ‐
5ρέων γῆν τὴν ἐπωνυμίαν ἀφ’ ἑαυτοῦ τῷ πεδίῳ δίδωσι. πατέρων δὲ ἦν καὶ γένους εὐδαίμονός τε καὶ ὀλβίου· παιδίον δὲ ἔτι νήπιον οὖσα, ἅπαντα ἐποίει ὀλβιώτερα, τοσοῦτό

6

.

6

.

7

τι κάλλους καὶ αἰδοῦς τὴν ἡλικίαν κατέλαμπεν. καὶ ἡ μὲν εἰς πενταετῆ συνετέλει χρόνον· ἐν δὲ τούτῳ πρεσβῦται δύο τινές (ἄμφω μὲν τὴν ἀκμὴν παρήλλαττον, ὁ δὲ ἕτερος ἦν ἀφηλικέστερος) πήρας βαθείας ἔχοντες, καὶ δέρματα ἐπὶ
5τῶν νώτων ἐνημμένοι, πρός τι χωρίον συνωθοῦνται τῶν γονέων τῆς Σωσιπάτρας, καὶ τὸν ἐπιτροπεύοντα συμπεί‐ θουσιν (ῥᾴδιον δὲ ἦν αὐτοῖς τοῦτο ποιεῖν) ἀμπελίων ἐπι‐

6

.

6

.

8

μέλειαν αὐτοῖς πιστεῦσαι. ὡς δὲ ὁ καρπὸς ἀπήντησε παρὰ τὴν ἐλπίδα (καὶ ὁ δεσπότης παρῆν καὶ τὸ παιδίον ἡ Σωσι‐ πάτρα συμπαρῆν), τὸ μὲν θαῦμα ἄπειρον ἦν καὶ πρὸς

6

.

6

.

9

ὑπόνοιαν ἔφερε θειασμοῦ τινός· ὁ δὲ τοῦ χωρίου δεσπότης ὁμοτραπέζους αὐτοὺς ἐποιήσατο καὶ πολλῆς ἐπιμελείας ἠξίου, τοῖς συγγεωργοῦσι τὸ χωρίον καταμεμφόμενος, ὅτι

6

.

6

.

10

μὴ τὰ αὐτὰ πράττοιεν. οἱ δὲ πρεσβῦται ξενίας τε Ἑλληνικῆς καὶ τραπέζης τυχόντες, τοῦ δὲ παιδίου τῆς Σωσιπάτρας
τῷ τε περιττῶς καλῷ καὶ λαμυρῷ δηχθέντες καὶ ἁλόντες, “ἀλλ’ ἡμεῖς γε” ἔφασαν “τὰ μὲν ἄλλα κρύφια καὶ ἀπόρ‐28
5ρητα πρὸς ἑαυτοὺς ἔχομεν, καὶ ταυτησὶ τῆς ἐπαινουμένης †εὐνοίας† ἐστὶ γέλως, καὶ παίγνιόν τι μετ’ ὀλιγωρίας τῶν

6

.

6

.

11

παρ’ ἡμῖν πλεονεκτημάτων. εἰ δέ τι βούλει σοι τῆς τραπέζης ταύτης καὶ τῶν ξενίων δοθῆναι παρ’ ἡμῶν οὐκ ἐν χρήμασι οὐδὲ ἐν ἐπικήροις καὶ διεφθαρμέναις χάρισιν, ἀλλ’ ὅσον ὑπὲρ σέ τέ ἐστιν καὶ τὸν σὸν βίον, δῶρον οὐρανόμηκες
5καὶ τῶν ἀστέρων ἐφικνούμενον, ἄφες παρ’ ἡμῖν τὴν Σωσι‐ πάτραν ταύτην τροφεῦσι καὶ πατράσιν ἀληθεστέροις, καὶ εἴς γε πέμπτον ἔτος μηδὲ νόσον περὶ τῇ παιδίσκῃ φοβηθῇς,

6

.

6

.

12

μηδὲ θάνατον, ἀλλ’ ἥσυχος ἔσο καὶ ἔμπεδος. μελέτω δέ σοι μὴ πατῆσαι τὸ χωρίον μέχρις ἂν τὸ πέμπτον ἔτος, περι‐ τελλομένων τῶν ἡλιακῶν κύκλων, ἐξίκηται. καὶ πλοῦτός τέ σοι αὐτόματος ἀπὸ τοῦ χωρίου φύσεται καὶ ἀναθηλήσει,
5καὶ ἡ θυγάτηρ οὐ κατὰ γυναῖκα καὶ ἄνθρωπον ἔσται μόνον, ἀλλὰ καὶ αὐτὸς ὑπολήψῃ τι περὶ τῆς παιδίσκης πλέον. εἰ μὲν οὖν ἀγαθὸν ἔχεις θυμόν, ὑπτίαις χερσὶ δέξαι τὰ λεγόμενα·

6

.

6

.

13

εἰ δέ τινας ὑπονοίας ἀνακινεῖς, οὐδὲν ἡμῖν εἴρηται.” πρὸς ταῦτα τὴν γλῶτταν ἐνδακὼν καὶ πτήξας ὁ πατήρ, τὸ παι‐ δίον ἐγχειρίζει καὶ παραδίδωσι, καί, τὸν οἰκονόμον μετα‐ καλέσας, “χορήγει” πρὸς αὐτὸν εἶπεν “ὅσα οἱ πρε‐

6

.

6

.

14

σβῦται βούλονται, καὶ πολυπραγμόνει μηδέν.” ταῦτα εἶπεν· οὔπω δὲ ἕως ὑπέφαινεν, 〈καὶ〉 ἐξῄει καθάπερ φεύγων καὶ
τὴν θυγατέρα καὶ τὸ χωρίον.29

6

.

7

.

1

Οἱ δὲ παραλαβόντες τὸ παιδίον (εἴτε ἥρωες, εἴτε δαί‐ μονες, εἴτε τι θειότερον ἦσαν γένος), τίσιν μὲν συνετέλουν αὐτὴν μυστηρίοις ἐγίνωσκεν οὐδὲ εἷς, καὶ πρὸς τί τὴν παῖδα

6

.

7

.

2

ἐξεθείαζον ἀφανὲς ἦν καὶ τοῖς πάνυ βουλομένοις εἰδέναι. ὁ δὲ χρόνος ἤδη προσῄει, καὶ τά τε ἄλλα πάντα συνέτρεχε προσόδων πέρι τοῦ χωρίου, καὶ ὁ πατὴρ τῆς παιδὸς παρῆν εἰς τὸν ἀγρόν, καὶ οὔτε τὸ μέγεθος ἐπέγνω τῆς παιδός, τό
5τε κάλλος ἑτεροῖον αὐτὸ κατεφαίνετο· τὸν δὲ πατέρα σχε‐

6

.

7

.

3

δόν τι καὶ ἠγνόει. ὁ δὲ καὶ προσεκύνησεν αὐτήν, οὕτως ἄλλην τινὰ ὁρᾶν ἔδοξεν. ὡς δὲ οἵ τε διδάσκαλοι παρῆσαν καὶ ἡ τράπεζα προὔκειτο, οἱ μὲν ἔφασαν· “ἐρώτα ὅ τι

6

.

7

.

4

βούλει τὴν παρθένον.” ἡ δὲ ὑπέλαβεν· “ἀλλ’ ἐρώτησόν γε, πάτερ, τί σοι πέπρακται κατὰ τὴν ὁδόν.” τοῦ δὲ εἰπεῖν ἐπιτρέψαντος (διὰ δὲ εὐδαιμονίαν ἐπὶ τετρακύκλου ὀχήματος ἐφέρετο· συμβαίνει δὲ πολλὰ ἐπὶ τοῖς τοιούτοις ὀχήμασι
5πάθη), πάντα οὕτως ἐξήγγειλεν φωνάς τε καὶ ἀπειλὰς καὶ

6

.

7

.

5

φόβους, ὥσπερ αὐτὴν συνηνιοχοῦσαν· καὶ εἰς τοσόνδε προῄει θαύματος ὁ πατήρ, ὥστε οὐκ ἐθαύμαζεν, ἀλλὰ κατε‐ πλήττετο, καὶ θεὸν εἶναι τὴν παῖδα ἐπέπειστο. προσπεσὼν δὲ τοῖς ἀνδράσιν, ἱκέτευεν εἰπεῖν οἵτινες εἶεν· οἱ δὲ μόλις καὶ
5βραδέως (δόξαν δὲ ἴσως οὕτω καὶ θεῷ) παρέφηναν εἶναι τῆς Χαλδαϊκῆς καλουμένης σοφίας οὐκ ἀμύητοι, καὶ τοῦτο δι’ αἰ‐

6

.

7

.

6

νίγματος καὶ κάτω νεύοντες. ὡς δὲ ὁ τῆς Σωσιπάτρας πα‐ τὴρ προσπεσὼν τοῖς γόνασιν ἱκέτευεν, δεσπότας εἶναι τοῦ χωρίου παρακαλῶν, καὶ τὴν παῖδα ἔχειν ὑφ’ ἑαυτοῖς καὶ μυεῖν εἰς τὸ τελεώτερον, οἱ μὲν ἐπινεύσαντες ὅτι οὕτω ποιή‐
5σουσιν, οὐκέτι ἐφθέγξαντο· ὁ δὲ ὥσπερ ἔχων ὑπόσχεσίν
τινα ἢ χρησμόν, ἐθάρσει καθ’ ἑαυτόν, καὶ πρὸς τὸ χρῆμα30

6

.

7

.

7

ἠπόρει· καὶ ὑπερεπῄνει γε τὸν Ὅμηρον κατὰ ψυχήν, ὡς ὑπερφυές τι χρῆμα καὶ δαιμόνιον τοῦτο ἀνυμνήσαντα·
καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας.
5καὶ γὰρ αὐτὸς ᾤετο ξένοις μὲν ἀνδράσι, θεοῖς δὲ συντετυχη‐

6

.

7

.

8

κέναι. καὶ ὁ μὲν τοῦ πράγματος ἐμπιπλάμενος ὕπνῳ κατεί‐ χετο, οἱ δὲ ἀποχωρήσαντες τοῦ δείπνου καὶ τὴν παῖδα παραλαβόντες, τήν τε στολὴν τῆς ἐσθῆτος ἐν ᾗ τετέλεστο μάλα φιλοφρόνως αὐτῇ καὶ συνεσπουδασμένως παρέδοσαν,
5καὶ ἄλλα τινὰ προσθέντες ὄργανα καὶ τὴν κοιτίδα τῆς Σωσιπάτρας, κατασημήνασθαι κελεύσαντες καὶ προσεμβα‐

6

.

7

.

9

λόντες τινὰ βιβλίδια. καὶ ἡ μὲν ὑπερεγάννυτο τοὺς ἄνδρας τοῦ πατρὸς οὐκ ἔλαττον. ὡς δὲ ἕως ὑπέφαινεν καὶ ἀνεῴ‐ γνυντο θύραι, καὶ πρὸς ἔργα ἐχώρουν ἄνθρωποι, κἀκεῖνοι τοῖς ἄλλοις συνεξέβησαν κατὰ τὸ εἰωθός. ἡ μὲν παῖς παρὰ
5τὸν πατέρα ἔδραμεν εὐαγγέλια φέρουσα, καὶ τὴν κοιτίδα

6

.

7

.

10

τῶν τις θεραπευτήρων ἐκόμιζεν· ὁ δὲ πλοῦτόν τε ὃν εἶχε ἐς τὸ παρατυχόν, καὶ παρὰ τῶν οἰκονόμων ὅσον ἦν ἀναγκαῖον αὐτῆς αἰτήσας, μετεκάλει τοὺς ἄνδρας· οἱ δὲ ἐφάνησαν οὐδαμοῦ. καὶ πρὸς τὴν Σωσιπάτραν εἶπε· “τί δὴ τοῦτό

6

.

7

.

11

ἐστιν, ὦ τέκνον;” ἡ δὲ ἐπισχοῦσα μικρόν, “ἀλλὰ νῦν
γε” ἔφη “συνορῶ τὸ λεχθέν. ὡς γὰρ ταῦτα ἐμοὶ δακρύον‐ τες ἐνεχείριζον, σκόπει, ἔφασαν, ὦ τέκνον· ἡμεῖς γὰρ ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν ἐνεχθέντες, αὐτίκα ἐπανήξομεν.” τοῦτο31
5συμφανέστατα δαίμονας εἶναι τοὺς φανέντας ἀπήλεγξεν.

6

.

8

.

1

καὶ οἱ μὲν ἀπιόντες ᾤχοντο ὁπῃδήποτε καὶ ἀπῄεσαν· ὁ δὲ πατὴρ τὴν παῖδα παραλαβὼν τεθειασμένην καὶ σωφρό‐ νως ἐνθουσιῶσαν, συνεχώρει τε ζῆν ὅπως βούλεται, καὶ περιειργάζετο τῶν κατ’ ἐκείνην οὐδέν, πλὴν ὅσα γε πρὸς

6

.

8

.

2

τὴν σιωπὴν αὐτῆς ἐδυσχέραινεν. ἡ δὲ προϊοῦσα εἰς μέτρον ἀκμῆς, διδασκάλων τε ἄλλων οὐ τυχοῦσα, τά τε τῶν ποιη‐ τῶν βιβλία διὰ στόματος εἶχε καὶ φιλοσόφων καὶ ῥητόρων, καὶ ὅσα γε τοῖς πεπονηκόσι καὶ τεταλαιπωρημένοις μόλις
5ὑπῆρχε καὶ ἀμυδρῶς εἰδέναι, ταῦτα ἐκείνη μετ’ ὀλιγωρίας ἔφραζε, εὐκόλως καὶ ἀλύπως εἰς τὸ σαφὲς ἐπιτρέχουσα.

6

.

8

.

3

ἔδοξε γοῦν αὐτῇ καὶ ἀνδρὶ συνελθεῖν. καὶ ἀναμφίλεκτον ἦν ὅτι ἐξ ἁπάντων ἀνδρῶν μόνος Εὐστάθιος ἄξιος ἦν τοῦ γάμου. ἡ δὲ πρὸς Εὐστάθιος καὶ τοὺς παρόντας εἰποῦσα· “ἀλλ’ ἄκουε μὲν 〈σύ,〉 Εὐστάθιε, συμμαρτυρούντων δὲ οἱ
5παρόντες. παῖδας μὲν ὑπὸ σοὶ τέξομαι τρεῖς, πάντες δὲ τὸ ἀνθρώπινον δοκοῦν ἀγαθὸν 〈οὐδὲν〉 ἀτυχήσουσι, πρὸς τὸ

6

.

8

.

4

θεῖον δὲ [οὐδὲ] εἷς. καὶ σὺ δὲ προαπολείψεις ἐμέ, καλὴν μεταλαχὼν λῆξιν καὶ πρέπουσαν, ἐγὼ δὲ ἴσως κρείσσονα. σοὶ μὲν γὰρ περὶ σελήνην ἡ χορεία, καὶ οὐκέτι λατρεύσεις
καὶ φιλοσοφήσεις τὸ πέμπτον, οὕτω γάρ μοί φησιν τὸ σὸν32
5εἴδωλον, ἀλλὰ καὶ τὸν ὑπὸ σελήνην παρελεύσῃ τόπον σὺν

6

.

8

.

5

ἀγαθῇ καὶ εὐηνίῳ φορᾷ· ἐγὼ δὲ καὶ ἐβουλόμην μὲν εἰπεῖν τὰ κατ’ ἐμαυτήν,” εἶτα ἐπισιωπήσασα τῷ λόγῳ βραχύν τινα χρόνον, “ἀλλ’ ὁ ἐμός,” ἀνεφθέγξατο, “θεός με κωλύει.”

6

.

8

.

6

ταῦτα εἰποῦσα, Μοῖραι γὰρ οὕτως ἔνευον, τῷ τε Εὐσταθίῳ συνῆλθε, καὶ τὰ λεχθέντα οὐδὲν διέφερε τῶν ἀκινήτων μαν‐ τειῶν, πάντα γὰρ ἐγένετο καὶ ἀπέβη καθάπερ γεγενημένα.

6

.

9

.

1

Προσιστορῆσαι δὲ τοῖς γεγενημένοις τάδε ἀναγκαίως εἴη· Σωσιπάτρα, μετὰ τὴν ἀποχώρησιν Εὐσταθίου, πρὸς τὰ αὑτῆς ἐπανελθοῦσα κτήματα, περὶ τὴν Ἀσίαν καὶ τὸ παλαιὸν Πέργαμον διέτριβεν· καὶ ὁ μέγας Αἰδέσιος θερα‐

6

.

9

.

2

πεύων αὐτὴν ἠγάπα, καὶ τοὺς παῖδας ἐξεπαίδευε. καὶ ἀντε‐ κάθητό γε αὐτῷ φιλοσοφοῦσα κατὰ τὴν ἑαυτῆς οἰκίαν ἡ Σωσιπάτρα, καί, μετὰ τὴν Αἰδεσίου συνουσίαν, παρ’ ἐκείνην φοιτῶντες, οὐκ ἔστιν ὅστις τὴν μὲν ἐν λόγοις ἀκρίβειαν
5Αἰδεσίου 〈οὐ〉 περιηγάπα καὶ συνεθαύμαζεν, τὸν δὲ τῆς γυναικὸς ἐνθουσιασμὸν προσεκύνει καὶ ἐσεβάζετο.

6

.

9

.

3

Φιλομήτωρ γοῦν τις αὐτῆς ἀνεψιὸς ὤν, τοῦ τε κάλ‐ λους ἡττηθεὶς καὶ τῶν λόγων, εἰς ἔρωτα ἀφίκετο, καὶ τὴν γυναῖκα εἰδὼς θειοτέραν· ἔρως δὲ συνηνάγκαζε καὶ κατε‐ βιάζετο. καὶ ὁ μὲν ἀμφὶ ταῦτα ἦν πολύς, καὶ ἡ γυνὴ συν‐
5ῃσθάνετο τῆς πείρας· καὶ πρὸς τὸν Μάξιμον, οὗτος δὲ ἀνὰ τὰ πρῶτα τῆς ὁμιλίας ἐφέρετο τοῦ Αἰδεσίου, καὶ οὐδὲ συγ‐

6

.

9

.

4

γενείας κεχώριστο· “ἀλλὰ κατάμαθέ γε, ὦ Μάξιμε, ἵνα μὴ πράγματα ἐγὼ ἔχω, τί τὸ περὶ ἐμὲ πάθος ἐστί.” τοῦ δὲ ὑπολαβόντος· “τί γάρ ἐστι τὸ πάθος;” “ἂν μὲν παρῇ
Φιλομήτωρ,” ἔφη πρὸς αὐτόν “Φιλομήτωρ γέ ἐστι, καὶ33

6

.

9

.

5

διαφέρει τῶν πολλῶν ὑμῶν οὐδὲ ἕν· ἂν δὲ ἀποχωροῦντα θεάσωμαι, δάκνεταί μου καὶ στρέφεταί πως πρὸς τὴν ἔξοδον ἔνδον ἡ καρδία. ἀλλ’ ὅπως ἀθλήσῃς περὶ ἐμοὶ καὶ θεοφιλὲς ἐπιδείξῃ τι,” προσέθηκεν. καὶ ὁ μὲν Μάξιμος ἐξῄει τοιαῦτα
5ἀκηκοώς, ὑπέρογκος ὤν, ὡς ἂν ἤδη τοῖς θεοῖς ὁμιλῶν, ὅτι

6

.

9

.

6

ὑπὸ τοσαύτης γυναικὸς τοιαῦτα ἐπεπίστευτο. Φιλομήτωρ δὲ τοῖς προτεθεῖσιν ἐνέκειτο, Μάξιμος δὲ ἀντενέκειτο, διὰ σοφίας μὲν θυτικῆς καταμαθὼν ᾧτινι κέχρηται, βιαιοτέρῳ δὲ καὶ δυνατωτέρῳ καταλύσας τὸ ἔλαττον. καὶ ὁ μὲν ταῦτα
5συντελέσας ὁ Μάξιμος ἔδραμε παρὰ τὴν Σωσιπάτραν, καὶ παραφυλάττειν ἠξίου μάλα ἀκριβῶς, εἰ τὸ αὐτὸ τοῦ λοιποῦ

6

.

9

.

7

πείσεται· ἡ δὲ οὐκέτι πάσχειν ἔφη, καὶ τήν γε εὐχὴν ἀπήγ‐ γειλε τῷ Μαξίμῳ καὶ τὴν ἅπασαν πρᾶξιν, καὶ τήν γε ὥραν προσέθηκεν, ὥσπερ συμπαροῦσα, καθ’ ἣν ταῦτα ἔπραττεν, καὶ τὰ φανέντα ἀνεκάλυψε σημεῖα. τοῦ δὲ πεσόντος ἐπὶ
5τὴν γῆν ἀχανοῦς, καὶ θεὰν ἄντικρυς εἶναι τὴν Σωσιπάτραν ὁμολογοῦντος, “ἀνίστω” φησίν “ὦ τέκνον· θεοί σε φιλοῦσιν, ἐὰν σὺ πρὸς ἐκείνους βλέπῃς καὶ μὴ ῥέπῃς ἐπὶ

6

.

9

.

8

τὰ γήϊνα καὶ ἐπίκηρα χρήματα.” καὶ ὁ μὲν ταῦτα ἀκούσας, ἐξῄει μεγαλαυχότερος γεγονώς, καὶ τῆς κατὰ τὴν γυναῖκα δὲ θειότητος ἀσφαλῶς πεπειραμένος. ὁ δὲ Φιλομήτωρ φαι‐ δρὸς ἀπήντα περὶ θύρας αὐτῷ μετὰ πολλῶν ἑταίρων εἰσιών·

6

.

9

.

9

ὁ δὲ πόρρωθεν μέγα φθεγξάμενος εἶπεν ὁ Μάξιμος· “τοὺς
θεούς σοι, Φιλομήτωρ” εἶπεν “ἑταῖρε, παῦσαι μάτην κατακαίων τὰ ξύλα” ἐνεωρακώς τι τοιοῦτον ἴσως αὐτῷ34

6

.

9

.

10

περὶ ἃ κακουργῶν ἔπραττεν. καὶ ὁ μὲν τὸν Μάξιμον ὑπερ‐ ευλαβηθεὶς θεὸν ᾠήθη, καὶ τῆς γε ἐπιβουλῆς ἐπαύσατο, καταγελάσας τῆς προθέσεως ὅ τι καὶ ἐνεχείρησεν· ἡ δὲ Σωσιπάτρα γνησίως καὶ διαφερόντως ἑώρα τοῦ λοιποῦ τὸν

6

.

9

.

11

Φιλομήτορα, θαυμάζουσα αὐτὸν ὅτι αὐτὴν ἐθαύμασε. ποτὲ γοῦν συνεληλυθότων ἁπάντων παρ’ αὐτῇ Φιλομήτωρ δὲ οὐ παρῆν, ἀλλ’ ἐν ἀγρῷ διέτριβεν, ἡ μὲν πρόθεσις ἦν καὶ

6

.

9

.

12

τὸ ζήτημα περὶ ψυχῆς· πολλῶν δὲ κινουμένων λόγων, ὡς ἤρξατο Σωσιπάτρα λέγειν, κατὰ μικρὸν ταῖς ἀποδείξεσι διαλύουσα τὰ προβαλλόμενα, εἶτα εἰς τὸν περὶ καθόδου ψυχῆς καὶ τί τὸ κολαζόμενον καὶ τί τὸ ἀθάνατον αὐτῆς
5ἐμπίπτουσα λόγον, μεταξὺ τοῦ κορυβαντιασμοῦ καὶ τῆς ἐκβακχεύσεως, ὥσπερ ἀποκοπεῖσα τὴν φωνήν, ἐσιώπησεν, καὶ βραχὺν ἐλλιποῦσα χρόνον, “τί τοῦτο;” ἀνεβόησεν εἰς μέσους· “ὁ συγγενὴς Φιλομήτωρ φερόμενος ἐπ’ ὀχήματος, τό τε ὄχημα κατά τινα δυσχωρίαν περιτέτραπται, κἀκεῖνος

6

.

9

.

13

κινδυνεύει περὶ τὼ σκέλη· ἀλλ’ ἐξῃρήκασί γε αὐτὸν οἱ θεράποντες ὑγιαίνοντα, πλὴν ὅσα περὶ τοῖς ἀγκῶσι καὶ χερσὶ τραύματα εἴληφε, καὶ ταῦτά γε ἀκίνδυνα· ἐπὶ φο‐

6

.

9

.

14

ρείου δὲ φέρεται ποτνιώμενος.” ταῦτα ἔλεγεν καὶ εἶχεν οὕτως, καὶ πάντες ᾔδεσαν ὅτι πανταχοῦ εἴη Σωσιπάτρα, καὶ πᾶσι πάρεστι τοῖς γινομένοις, ὥσπερ οἱ φιλόσοφοι περὶ

6

.

9

.

15

τῶν θεῶν λέγουσιν. καὶ ἐτελεύτα δὲ ἐπὶ τοῖς τρισὶ παισί.
καὶ τῶν μὲν δύο τὰ ὀνόματα οὐδὲν δέομαι γράφειν, Ἀντωνῖ‐ νος δὲ ἦν ἄξιος τῶν πατέρων, ὅς γε τὸ Κανωβικὸν τοῦ Νεί‐ λου καταλαβὼν στόμα, καὶ τοῖς ἐκεῖ τελουμένοις προσθεὶς35
5ὅλον ἑαυτόν, τήν τε ἀπὸ τῆς μητρὸς πρόρρησιν ἐξεβιάζετο.

6

.

9

.

16

καὶ ἡ νεότης τῶν ὑγιαινόντων τὰς ψυχὰς καὶ φιλοσοφίας ἐπιθυμούντων ἐφοίτων πρὸς αὐτόν, καὶ τὸ ἱερὸν νεανί‐

6

.

9

.

17

σκων ἱερέων μεστὸν ἦν. αὐτὸς μὲν οὖν ἔτι ἄνθρωπος εἶναι δοκῶν καὶ ἀνθρώποις ὁμιλῶν, πᾶσι τοῖς ὁμιληταῖς προὔ‐ λεγεν, ὡς μετ’ ἐκεῖνον οὐκ ἔτι τὸ ἱερὸν ἔσοιτο, ἀλλὰ καὶ τὰ μεγάλα καὶ ἅγια τοῦ Σεράπιδος ἱερὰ πρὸς τὸ σκοτοειδὲς
5καὶ ἄμορφον χωρήσει καὶ μεταβληθήσεται, καὶ τὸ μυθῶδες καὶ ἀειδὲς σκότος τυραννήσει τὰ ἐπὶ γῆς κάλλιστα. ὁ δὲ χρόνος ἀπήλεγξεν ἅπαντα, καὶ τὸ πρᾶγμά γε εἰς χρησμοῦ συνετελέσθη βίαν.

6

.

10

.

1

Τούτου δὲ τοῦ γένους, οὐ γὰρ τὰς Ἡσιόδου καλου‐ μένας Ἠοίας ἔσπευδον γράφειν, ἀπόρροιαί τινες, ὥσπερ ἀστέρων περιελείφθησαν, καὶ εἰς φιλοσοφούντων ἕτερα ἄττα γένη διεσπάρησαν καὶ κατενεμήθησαν, οἷς τοῦ φιλοσοφεῖν

6

.

10

.

2

ἡ συγγένεια κέρδος ἦν. τὰ πλεῖστα δὲ ἐν δικαστηρίοις, ὥσπερ ὁ Σωκράτης περὶ τὴν τοῦ βασιλέως στοάν, ἐκιν‐ δύνευον· οὕτω περιεφρόνησαν χρήματα καὶ κατεστύγησαν

6

.

10

.

3

χρυσίον. ἦν γοῦν αὐτοῖς φιλοσοφία, τὸ τριβώνιον καὶ τὸ μεμνῆσθαι Σωσιπάτρας, καὶ τὸν Εὐστάθιον διὰ στόματος φέρειν, τὰ δὲ ἐν τοῖς ὁρωμένοις σακκία τε ἁδρὰ καὶ ὑπόμεστα βιβλιδίων, καὶ ταῦτα ὡς ἂν ἄχθος εἶναι καμήλων πολλῶν.

6

.

10

.

4

καὶ ἐξηπίσταντό γε πάνυ ἀκριβῶς τὰ βιβλία· καὶ ταῦτά
γε ἦν εἰς οὐδένα φέροντα τῶν παλαιῶν φιλοσόφων, ἀλλὰ διαθῆκαί τε καὶ ἀντίγραφα τούτων, καὶ συμβόλαια καὶ 〈περὶ ὠνῶν καὶ〉 περὶ πράσεων, καὶ ὅσα ὁ κακοδαίμων καὶ36
5ὁ πρὸς τὴν πλανωμένην καὶ ἄτακτον ἄτην ἐπικλίνων βίος

6

.

10

.

5

ἐπαινεῖν εἴωθεν. οὕτως οὐδὲ 〈ἓν〉 ἐν τοῖς μετὰ ταῦτα Σωσι‐ πάτρα ἐς τὸν χρησμὸν ἀπετύγχανε, καὶ τούτων γε τὰ ὀνόματα οὐδὲν δέομαι γράφειν· ὁ γὰρ λόγος οὐκ ἐπὶ τοὺς

6

.

10

.

6

φαύλους ἀλλ’ ἐπὶ τοὺς ἀγαθοὺς φέρειν συνεπείγεται. πλὴν ὅσα εἷς αὐτῆς τῶν παίδων (Ἀντωνῖνος ἦν 〈ὄνομα〉 αὐτῷ, οὗ καὶ πρὸ βραχέος ἐπεμνήσθην, ὁ διαβαλὼν ἐς τὴν Ἀλε‐ ξάνδρειαν, εἶτα τὸ Κανωβικὸν θαυμάσας τε καὶ ὑπεραγα‐
5σθεὶς τοῦ Νείλου στόμα, καὶ τοῖς ἐκείνῃ θεοῖς τε καὶ ἀρρήτοις ἱεροῖς ἀναθεὶς καὶ προσαρμόσας ἑαυτόν) ταχὺ μάλα πρὸς τὴν τοῦ θείου συγγένειαν ἐπέδωκεν, σώματός τε περι‐ φρονήσας καὶ τῶν περὶ τοῦτο ἡδονῶν ἀπολυθείς, σοφίαν τε ἄγνωστον τοῖς πολλοῖς ἐπιτηδεύσας· περὶ οὗ προσῆκε

6

.

10

.

7

καὶ διὰ μακροτέρων εἰπεῖν. ἐπεδείκνυτο μὲν γὰρ οὐδὲν θεουργὸν καὶ παράλογον ἐς τὴν φαινομένην αἴσθησιν, τὰς βασιλικὰς ἴσως ὁρμὰς ὑφορώμενος ἑτέρωσε φερούσας· τοῦ δὲ τὴν καρτερίαν καὶ τὸ ἄκαμπτον καὶ ἀμετάστατον ἐθαύ‐

6

.

10

.

8

μαζον ἅπαντες. καὶ κατῄεσάν γε παρ’ αὐτὸν ἐπὶ θάλασσαν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν τότε σχολάζοντες, ἡ δὲ Ἀλεξάν‐ δρεια διά γε τὸ τοῦ Σεράπιδος ἱερὸν ἱερά τις ἦν οἰκουμένη·

6

.

10

.

9

οἱ γοῦν πανταχόθεν φοιτῶντες ἐς αὐτὴν πλῆθός τε ἦσαν τῷ δήμῳ παρισούμενοι, καί, μετὰ τὰς θεραπείας τοῦ θείου,
παρὰ τὸν Ἀντωνῖνον ἔτρεχον, οἱ μὲν διὰ γῆς, ὅσοι γε ἔτρεχον, τοῖς δὲ ἐξήρκει τὰ ποτάμια πλοῖα, μετὰ ῥᾳστώνης37

6

.

10

.

10

ἐπὶ τὴν σπουδὴν ὑποφέροντες. συνουσίας δὲ ἀξιωθέντες, οἱ μὲν λογικὸν πρόβλημα προθέμενοι, ἀφθόνως καὶ αὐθωρὸν τῆς Πλατωνικῆς ἐνεφοροῦντο σοφίας, οἱ δὲ τῶν θειοτέρων τι προβάλλοντες, ἀνδριάντι συνετύγχανον· οὐκοῦν ἐφθέγγετο
5πρὸς αὐτῶν οὐδένα, ἀλλὰ τὰ ὄμματα στήσας καὶ διαθρήσας εἰς τὸν οὐρανόν, ἄναυδος ἔκειτο καὶ ἄτεγκτος, οὐδέ τις εἶδεν αὐτὸν περὶ τῶν τοιούτων ῥᾳδίως εἰς ὁμιλίαν ἐλθόντα ἀνθρώπων.

6

.

11

.

1

Ὅτι δὲ ἦν τι θειότερον τὸ κατ’ αὐτόν, οὐκ εἰς μακρὰν ἀπεσημάνθη· οὐ γὰρ ἔφθανεν ἐκεῖνος ἐξ ἀνθρώπων ἀπιών, καὶ ἥ τε θεραπεία τῶν κατὰ τὴν Ἀλεξάνδρειαν καὶ τὸ Σεραπεῖον ἱερὸν διεσκεδάννυτο· οὐχ ἡ θεραπεία μόνον,
5ἀλλὰ καὶ τὰ οἰκοδομήματα, καὶ πάντα ἐγίνετο καθάπερ ἐν

6

.

11

.

2

ποιητικοῖς μύθοις, τῶν Γιγάντων κεκρατηκότων. καὶ τὰ περὶ τὸν Κάνωβον ἱερὰ ταὐτὸ τοῦτο ἔπασχον, Θεοδοσίου μὲν τότε βασιλεύοντος, Θεοφίλου δὲ προστατοῦντος τῶν ἐναγῶν, ἀνθρώπου τινὸς Εὐρυμέδοντος
5
ὅς ποθ’ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν, Εὐαγρίου δὲ τὴν πολιτικὴν ἀρχὴν ἄρχοντος, Ῥωμανοῦ δὲ

6

.

11

.

3

τοὺς κατ’ Αἴγυπτον στρατιώτας πεπιστευμένου· οἵτινες, ἅμα φραξάμενοι κατὰ 〈τῶν ἱερῶν〉 λιθ〈ίν〉ων καὶ λιθοξο〈άν〉ων,
ἐπὶ θυμὸν ταῦτα βαλλόμενοι, πολέμου δὲ μήτε ἀκοὴν 〈μήτε παρακοὴν〉 ὑφιστάμενοι, τῷ τε Σεραπείῳ κατελυμήναντο38
5καὶ τοῖς ἀναθήμασιν ἐπολέμησαν, ἀνανταγώνιστον καὶ ἄμα‐

6

.

11

.

4

χον νίκην νικήσαντες. τοῖς γοῦν ἀνδριᾶσι καὶ ἀναθήμασι ἐς τοσόνδε γενναίως ἐμαχέσαντο, ὥστε οὐ μόνον ἐνίκων αὐτά, ἀλλὰ καὶ ἔκλεπτον, καὶ τάξις ἦν αὐτοῖς πολεμικὴ τὸ

6

.

11

.

5

ὑφελόμενον λαθεῖν. τοῦ δὲ Σεραπείου μόνον τὸ ἔδαφος οὐχ ὑφείλοντο διὰ βάρος τῶν λίθων, οὐ γὰρ ἦσαν εὐμετακίνητοι· συγχέαντες δὲ ἅπαντα καὶ ταράξαντες, οἱ πολεμικώτατοι καὶ γενναῖοι, καὶ τὰς χεῖρας ἀναιμάκτους μέν, οὐκ ἀφιλο‐
5χρημάτους δὲ προτείναντες, τούς τε θεοὺς ἔφασαν νενικη‐ κέναι, καὶ τὴν ἱεροσυλίαν καὶ τὴν ἀσέβειαν εἰς ἔπαινον σφῶν αὐτῶν κατελογίζοντο.

6

.

11

.

6

Εἶτα ἐπεισῆγον τοῖς ἱεροῖς τόποις τοὺς καλουμένους μοναχούς, ἀνθρώπους μὲν κατὰ τὸ εἶδος, ὁ δὲ βίος αὐτοῖς συώδης, καὶ ἐς τὸ ἐμφανὲς ἔπασχόν τε καὶ ἐποίουν μυρία κακὰ καὶ ἄφραστα. ἀλλ’ ὅμως τοῦτο μὲν εὐσεβὲς ἐδόκει, τὸ

6

.

11

.

7

καταφρονεῖν τοῦ θείου· τυραννικὴν γὰρ εἶχεν ἐξουσίαν τότε πᾶς ἄνθρωπος μέλαιναν φορῶν ἐσθῆτα, καὶ δημοσίᾳ βουλόμενος ἀσχημονεῖν· εἰς τοσόνδε ἀρετῆς ἤλασε τὸ ἀν‐ θρώπινον. ἀλλὰ περὶ τούτων μὲν καὶ ἐν τοῖς καθολικοῖς

6

.

11

.

8

τῆς ἱστορίας συγγράμμασιν εἴρηται. τοὺς δὲ μοναχοὺς τού‐ τους καὶ εἰς τὸν Κάνωβον καθίδρυσαν, ἀντὶ τῶν νοητῶν θεῶν εἰς ἀνδραπόδων θεραπείας, καὶ οὐδὲ χρηστῶν, κατα‐ δήσαντες τὸ ἀνθρώπινον. ὀστέα γὰρ καὶ κεφαλὰς τῶν ἐπὶ
5πολλοῖς ἁμαρτήμασιν ἑαλωκότων συναλίζοντες, οὓς τὸ πολιτικὸν ἐκόλαζε δικαστήριον, θεούς τε ἀπεδείκνυσαν, καὶ
προσεκαλινδοῦντο τοῖς ὀστοῖς καὶ κρείττους ὑπελάμβανον39

6

.

11

.

9

εἶναι μολυνόμενοι πρὸς τοῖς τάφοις. μάρτυρες γοῦν ἐκα‐ λοῦντο καὶ διάκονοί τινες καὶ πρέσβεις τῶν αἰτήσεων παρὰ τῶν θεῶν, ἀνδράποδα δεδουλευκότα κακῶς, καὶ μάστιξι καταδεδαπανημένα, καὶ τὰς τῆς μοχθηρίας ὠτειλὰς ἐν τοῖς

6

.

11

.

10

εἰδώλοις φέροντα· ἀλλ’ ὅμως ἡ γῆ φέρει τούτους τοὺς θεούς. τοῦτο γοῦν εἰς μεγάλην πρόνοιαν καὶ 〈εὐστοχίαν〉 Ἀντωνίνου συνετέλεσεν, ὅτι πρὸς ἅπαντας ἔφασκεν τὰ

6

.

11

.

11

ἱερὰ τάφους γενήσεσθαι· (ὥσπερ που καὶ Ἰάμβλιχος ὁ μέγας—ὅπερ ἐν τοῖς κατ’ ἐκεῖνον παραλελοίπαμεν—ἀν‐ δρός τινος Αἰγυπτίου τὸν Ἀπόλλω καλέσαντος, τοῦ δὲ ἐλθόντος, καὶ καταπλαγέντων τὴν ὄψιν τῶν παρόντων,
5“παύσασθε,” εἶπεν “ἑταῖροι, θαυμάζοντες· μονομαχή‐ σαντος γὰρ ἀνδρός ἐστιν εἴδωλον·” οὕτως ἕτερόν τί ἐστιν τῷ νῷ θεωρεῖν καὶ τοῖς τοῦ σώματος ἀπατηλοῖς ὄμμασιν. ἀλλ’ Ἰάμβλιχος μὲν τὰ παρόντα δεινά, Ἀντωνῖνος δὲ τὰ μέλλοντα προεῖδεν· καὶ τοῦτό γε αὐτοῦ μόνον ἀσθέ‐

6

.

11

.

12

νειαν φέρει). ἄλυπον δὲ αὐτῷ τὸ τέλος εἰς γῆρας ἄνοσον ἀφικομένῳ καὶ βαθύ, καὶ λυπηρὸν τοῖς νοῦν ἔχουσι τὸ προεγνωσμένον ἐκείνῳ τῶν ἱερῶν τέλος.

7

.

1

.

1

ΜΑΞΙΜΟΣ. Μαξίμου καὶ πρότερον ἐμνήσθημεν, καὶ ὁ ταῦτα γράφων οὐκ ἦν ἀθέατος τοῦ ἀνδρός, ἀλλὰ νέος ἔτι γηραιῷ συνετύγχανεν καὶ φωνῆς τε ἤκουσεν, οἵας ἄν τις ἤκουσε τῆς Ὁμηρικῆς Ἀθηνᾶς ἢ τοῦ Ἀπόλλωνος. τῷ
5δὲ καὶ πτηναὶ μέν τινες ἦσαν αἱ τῶν ὀμμάτων κόραι, πο‐
λιὸν δὲ καθεῖτο γένειον, τὰς δὲ ὁρμὰς τῆς ψυχῆς διεδήλου τὰ40

7

.

1

.

2

ὄμματα. καὶ ἁρμονία γέ τις ἐπῆν καὶ ἀκούοντι καὶ ὁρῶντι, καὶ δι’ ἀμφοῖν τῶν αἰσθήσεων ὁ συνὼν ἐπλήττετο, οὔτε τὴν ὀξυκινησίαν φέρων τῶν ὀμμάτων, οὔτε τὸν δρόμον τῶν

7

.

1

.

3

λόγων. ἀλλ’ οὐδὲ εἴ τις τῶν ἐμπειροτάτων πάνυ καὶ δεινῶν διελέγετο πρὸς αὐτόν, ἀντιλέγειν ἐτόλμα, ἀλλ’ ἡσυχῆ πα‐ ραδόντες αὑτούς, τοῖς λεγομένοις ὥσπερ ἐκ τριπόδων εἵ‐ ποντο· τοσαύτη τις ἀφροδίτη τοῖς χείλεσιν ἐπεκάθητο.

7

.

1

.

4

ἦν μὲν οὖν τῶν εὖ γεγονότων, καὶ πλοῦτος ἁδρότερος ὑπῆν αὐτῷ, ἀδελφοὺς δὲ εἶχε γνησίους, οὓς ἐκώλυεν εἶναι πρώτους αὐτὸς ὤν, Κλαυδιανόν τε τὸν καταλαβόντα τὴν Ἀλεξάνδρειαν κἀκεῖ παιδεύσαντα, καὶ Νυμφιδιανὸν τὸν ἐν
5Σμύρνῃ περιφανῶς σοφιστεύσαντα.

7

.

1

.

5

Ἦν δὲ ὁ ἀνὴρ οὗτος τῶν διαπλησθέντων τῆς Αἰδεσίου σοφίας. Ἰουλιανοῦ δὲ τοῦ βασιλεύσαντος ἠξιώθη γενέσθαι διδάσκαλος. οὗτος, πάντων ἀνῃρημένων ὑπὸ τοῦ Κωνσταν‐ τίου (ταῦτα δὲ ἐν τοῖς κατὰ Ἰουλιανὸν ἀκριβέστερον γέ‐
5γραπται), καὶ ψιλωθέντος τοῦ γένους Ἰουλιανοῦ, περιελείφθη

7

.

1

.

6

μόνος, δι’ ἡλικίαν περιφρονηθεὶς καὶ πρᾳότητα. εὐνοῦχοι δὲ αὐτὸν ὅμως ἀμφεπόλευον βασιλικοὶ καὶ παραφυλακαί τινες ἦσαν, ὅπως εἴη χριστιανὸς βέβαιος· ὁ δὲ καὶ πρὸς ταῦτα τὸ

7

.

1

.

7

μέγεθος τῆς φύσεως ἐπεδείκνυτο. πάντα γοῦν οὕτω διὰ στό‐ ματος εἶχε τὰ βιβλία, ὥστε ἠγανάκτουν ἐκεῖνοι πρὸς τὴν βραχύτητα τῆς παιδείας, ὡς καὶ οὐκ ἔχοντες ὅ τι διδάξουσι

7

.

1

.

8

τὸ παιδίον. ὡς δὲ οὔτε ἐκεῖνοι παιδεύειν εἶχον, οὔτε Ἰουλιανὸς μανθάνειν, ἐξῄτησαν τὸν ἀνεψιὸν ἐπιτραπῆναί οἱ καὶ ῥητο‐
ρικῶν ἀκροάσασθαι καὶ φιλοσόφων λόγων. ὁ δέ, θεοῦ νεύ‐ σαντος, ἐπέτρεψεν, περὶ τὰ βιβλία πλανᾶσθαι βουλόμενος41
5αὐτὸν καὶ ἀργεῖν μᾶλλον ἢ τοῦ γένους καὶ τῆς βασιλείας

7

.

1

.

9

ὑπομιμνήσκεσθαι. τοῦτο δὲ ἐπιτραπὲν αὐτῷ, πανταχοῦ βαθέων καὶ βαρυτάτων ὑποκειμένων κτημάτων, μετὰ βασι‐ λικῆς ὑπονοίας καὶ δορυφορίας περιεφοίτα, καὶ διέστειχεν ὅπῃ βούλοιτο. καὶ δὴ καὶ εἰς τὸ Πέργαμον ἀφικνεῖται κατὰ

7

.

1

.

10

κλέος τῆς Αἰδεσίου σοφίας. ὁ δὲ ἤδη μὲν εἰς μακρόν τι γῆρας ἀφῖκτο, καὶ τὸ σῶμα ἔκαμνε· τῆς δὲ ὁμιλίας αὐτοῦ προεστή‐ κεσαν καὶ ἀνὰ τοὺς πρώτους ἐφέροντο Μάξιμός τε, ὑπὲρ οὗ τάδε γράφεται, καὶ Χρυσάνθιος ὁ ἐκ Σάρδεων, Πρίσκος
5τε ὁ Θεσπρωτὸς ἢ Μολοσσός, Εὐσέβιός τε ὁ ἐκ Καρίας Μύν‐

7

.

1

.

11

δου πόλεως. καὶ συνουσίας ἀξιωθεὶς τῆς Αἰδεσίου, ὁ καὶ ἐν μειρακίῳ πρεσβύτης Ἰουλιανός, τὴν μὲν ἀκμὴν καὶ τὸ θεοειδὲς τῆς ψυχῆς καταπλαγείς, οὐκ ἐβούλετο χωρίζεσθαι, ἀλλ’, ὥσπερ οἱ κατὰ τὸν μῦθον ὑπὸ τῆς διψάδος δηχθέντες, χανδὸν
5καὶ ἀμυστὶ τῶν μαθημάτων ἕλκειν ἐβούλετο, καὶ δῶρά γε

7

.

1

.

12

ἐπὶ τούτοις βασιλικὰ διέπεμπεν· ὁ δὲ οὐδὲ ταῦτα προσίετο, καὶ μετακαλέσας τὸν νεανίσκον, εἶπεν· “ἀλλὰ σὺ μὲν καὶ τὴν ψυχὴν τὴν ἐμὴν οὐκ ἀγνοεῖς, τηλικαύταις ἀκοαῖς ἀκροώ‐ μενος, τὸ δὲ ὄργανον αὐτῆς συνορᾷς ὅπως διάκειται, τῆς

7

.

1

.

13

γομφώσεως καὶ πήξεως διαλυομένης, εἰς τὸ συντεθέν· σὺ δέ, εἴ τι καὶ δρᾶν βούλει, τέκνον σοφίας ἐπήρατον (τοιαῦτα γάρ σου τὰ τῆς ψυχῆς ἰνδάλματα καταμανθάνω), πρὸς τοὺς ἐμοὺς παῖδας πορευθεὶς ὄντας γνησίους, ἐκεῖθεν ῥύδην ἐμφο‐
5ροῦ σοφίας ἁπάσης καὶ μαθημάτων· κἂν τύχῃς τῶν μυστη‐ ρίων, αἰσχυνθήσῃ πάντως ὅτι ἐγένου καὶ ἐκλήθης ἄνθρωπος.

7

.

1

.

14

ἐβουλόμην μὲν οὖν παρεῖναι καὶ Μάξιμον, ἀλλ’ ἐπὶ τὴν Ἔφεσον ἔσταλται. καὶ περὶ Πρίσκου τὰ ὅμοια διελέχθην ἄν, ἀλλὰ κἀκεῖνος ἐπὶ τῆς Ἑλλάδος πέπλευκεν· λοιποὶ δὲ τῶν ἐμῶν ἑταίρων Εὐσέβιός τε καὶ Χρυσάνθιος, ὧν ἀκροώμενος42
5ἐλάχιστα τὸ ἐμὸν ἐνοχλήσεις γῆρας.”

7

.

2

.

1

Ὡς δὲ ταῦτα ἤκουσεν Ἰουλιανός, τοῦ φιλοσόφου μὲν οὐδ’ ὣς ἀφίστατο, προσέκειτο δὲ κατὰ τὸν πολὺν χρόνον Εὐσεβίῳ τε καὶ Χρυσανθίῳ. ἦν δὲ ὁ Χρυσάνθιος ὁμόψυχος Μαξίμῳ, τὰ περὶ θειασμὸν συνενθουσιῶν, καὶ ὑφεῖλκεν ἑαυτὸν

7

.

2

.

2

ἐν τοῖς μαθήμασιν, καὶ τὸ ἄλλο ἦθος τοιοῦτον ἔχων. Εὐσέβιος δέ, παρόντος μὲν Μαξίμου, τὴν ἀκρίβειαν τὴν ἐν τοῖς μέρεσι τοῦ λόγου καὶ τὰς διαλεκτικὰς μηχανὰς καὶ πλοκὰς ὑπέφευ‐ γεν, ἀποστάντος δὲ ὥσπερ ἡλιακοῦ φέγγους ἀστὴρ ἀπέλαμ‐
5πεν· τοσαύτη τις εὐκολία καὶ χάρις ἐπήνθει τοῖς λόγοις. καὶ ὁ Χρυσάνθιος παρὼν ἐπῄνει καὶ συνεπένευεν, ὅ τε Ἰου‐

7

.

2

.

3

λιανὸς τὸν ἄνδρα ἐσεβάζετο. προσετίθει δὲ μετὰ τὴν ἐξήγησιν ὁ Εὐσέβιος, ὡς ταῦτα εἴη τὰ ὄντως ὄντα, αἱ δὲ τὴν αἴσθησιν ἀπατῶσαι μαγγανεῖαι καὶ γοητεύουσαι, θαυματοποιῶν ἔργα, καὶ πρὸς ὑλικάς τινας δυνάμεις παραπαιόντων καὶ

7

.

2

.

4

μεμηνότων. τοῦτο ἀκούων τὸ ἐπιφώνημα πολλάκις ὁ θειό‐ τατος Ἰουλιανός, ἰδίᾳ τὸν Χρυσάνθιον ἀπολαβών, “εἴ τί σοι μέτεστιν ἀληθείας, ὦ φίλε Χρυσάνθιε,” πρὸς αὐτὸν ἔφη “φράσον μοι σαφῶς τίς ὁ ἐπίλογος οὗτος τῆς ἐξηγήσεως.”
5ὁ δὲ βαθέως μάλα καὶ σωφρόνως ἀνενεγκών “ἀλλὰ πρᾶγμα ποιήσεις” ἔφη “σοφόν, μὴ παρ’ ἐμοῦ ταῦτα, ἀλλὰ παρὰ ἐκεί‐

7

.

2

.

5

νου πυθόμενος.” καὶ μαθὼν τοῦτο ἤκουσε καὶ ἐποίησε, θεόν τινα νομίσας τὸν Χρυσάνθιον ἐπὶ τῷ λόγῳ. γενομένης δὲ τῆς συνουσίας, ὁ μὲν τὰ αὐτὰ προσεπέραινεν, ὁ δὲ Ἰουλια‐ νὸς θαρσαλέως ἤρετο, τί τοῦτο αὐτῷ βούλεται συνεχῶς43

7

.

2

.

6

ἐπιλεγόμενον. ἐνταῦθα ὁ Εὐσέβιος τὴν ἑαυτοῦ πετάσας εὐγλωττίαν, καὶ τὸ εὔστομον ἐπὶ τὸ φράζειν ἀκώλυτον ἀφεὶς φέρεσθαι, “Μάξιμος” εἶπεν “τὶς ἐστὶ τῶν πρεσβυ‐

7

.

2

.

7

τέρων ἀκροατῶν καὶ πολλὰ ἐκπεπαιδευμένων· οὗτος διὰ μέγεθος φύσεως καὶ λόγων ὑπεροχὴν καταφρονήσας τῶν ἐν τούτοις ἀποδείξεων, ἐπὶ μανίας τινὰς ὁρμήσας καὶ δραμών, συνεκάλεσεν ἡμᾶς πρώην τοὺς παρόντας εἰς τὸ Ἑκατήσιον,

7

.

2

.

8

καὶ πολλοὺς ἐδείκνυ τοὺς καθ’ ἑαυτοῦ μάρτυρας. ὡς δὲ ἀπηντήσαμεν, καὶ τὴν θεὸν προσεκυνήσαμεν, “καθῆσθε μέν,” εἶπε πρὸς ἡμᾶς, “ὦ φίλτατοι ἑταῖροι, καὶ τὸ μέλλον

7

.

2

.

9

ὁρᾶτε, καὶ εἴ τι διαφέρω τῶν πολλῶν ἐγώ.” τοῦτο δὲ εἰπών, καὶ καθεσθέντων ἡμῶν ἁπάντων, χόνδρον καθαγίσας λιβα‐ νωτοῦ, καὶ πρὸς ἑαυτὸν ὅντινα δήποτε ὕμνον περαίνων, εἰς τοσόνδε παρῆλθεν ἐπιδείξεως, ὥστε τὸ μὲν πρῶτον ἐμειδία

7

.

2

.

10

τὸ ἄγαλμα, εἶτα καὶ γέλως ἦν τὸ φαινόμενον. θορυβουμένων δὲ ἡμῶν ὑπὸ τῆς ὄψεως, “ἀλλὰ ταραχθήτω γε ὑμῶν ὑπὸ τούτων μηδὲ εἷς, αὐτίκα γὰρ καὶ αἱ λαμπάδες ἀνάψουσιν, ἃς ἐν ταῖν χεροῖν ἡ θεὸς φέρει·” καὶ τοὺς λόγους ἔφθανεν
5τὸ φῶς ταῖς λαμπάσι περιφλεγόμενον. ἡμεῖς μὲν οὖν τὸν θεα‐ τρικὸν ἐκεῖνον θαυματοποιὸν πρὸς τὸ παρὸν καταπλαγέντες,

7

.

2

.

11

ἀνεχωρήσαμεν· σὺ δὲ τούτων μηδὲν θαυμάσῃς, ὥσπερ οὐδὲ ἐγώ, τὴν διὰ τοῦ λόγου κάθαρσιν μέγα τι χρῆμα ὑπολαμ‐

7

.

2

.

12

βάνων.” ὁ δὲ θειότατος Ἰουλιανὸς τοῦτο ἀκούσας, “ἀλλ’ ἔρ‐ ρωσο” εἶπε “καὶ πρόσεχε τοῖς βιβλίοις, ἐμοὶ δὲ ἐμήνυσας
ὃν ἐζήτουν.” καὶ ταῦτα εἰπών, καὶ Χρυσανθίου καταφι‐ λήσας τὴν κεφαλήν, ἐπὶ τὴν Ἔφεσον ἐξώρμησε. συντυχὼν44
5δὲ ἐκεῖ Μαξίμῳ, ἐξεκρέματό τε τοῦ ἀνδρός, καὶ ἀπρὶξ τῆς

7

.

2

.

13

ὅλης σοφίας εἴχετο. ὁ δὲ Μάξιμος ὑφηγεῖται αὐτῷ καὶ τὸν θειότατον μετακαλέσαι Χρυσάνθιον, καί, γενόμενον οὕτως, μόλις ἤρκουν ἄμφω τῇ τοῦ παιδὸς ἐς τὰς μαθήσεις εὐρυχωρίᾳ.

7

.

3

.

1

Ὡς δὲ καὶ ταῦτα εἶχε καλῶς, ἀκούσας τι πλέον εἶναι κατὰ τὴν Ἑλλάδα παρὰ τῷ ταῖν Θεαῖν ἱεροφάντῃ, καὶ πρὸς ἐκεῖνον ὀξὺς ἔδραμεν. τοῦ δὲ ἱεροφάντου, κατ’ ἐκεῖνον τὸν χρόνον ὅστις ἦν, τοὔνομα οὔ μοι θέμις λέγειν· ἐτέλει γὰρ

7

.

3

.

2

τὸν ταῦτα γράφοντα, καὶ εἰς Εὐμολπίδας ἦγε· καὶ οὗτός γε ἦν ὁ καὶ τὴν τῶν ἱερῶν καταστροφὴν καὶ τῆς Ἑλλάδος ἀπώλειαν ἁπάσης προγνούς, τοῦ συγγραφέως παρόντος, καὶ φανερῶς διαμαρτυρόμενος ὡς μεθ’ αὑτὸν ἱεροφάντης
5γενήσοιτο, ᾧ μὴ θέμις ἱεροφαντικῶν ἅψασθαι θρόνων, ἐπειδὴ θεοῖς ἑτέροις καθιέρωται, καὶ ὀμώμοκεν ἀρρήτους

7

.

3

.

3

ὅρκους ἑτέρων ἱερῶν μὴ προστήσεσθαι· προστήσεσθαι δὲ ἔλεγεν ὅμως αὐτὸν μηδὲ Ἀθηναῖον ὄντα. καὶ (εἰς τοσόνδε προνοίας ἐξικνεῖτο) ἐφ’ αὑτῷ τε τὰ ἱερὰ κατασκαφήσεσθαι καὶ δῃωθήσεσθαι ἔφασκεν, κἀκεῖνον ζῶντα ταῦτα ἐπόψεσθαι,
5διὰ φιλοτιμίαν περιττὴν ἀτιμαζόμενον, καὶ προτελευτήσειν γε αὐτοῦ τὴν θεραπείαν ταῖν Θεαῖν, τὸν δὲ τῆς τιμῆς ἀπο‐ στερηθέντα, μήτε τὸν ἱεροφάντην μήτε τὸν γηραιὸν βίον

7

.

3

.

4

ἔχειν. καὶ ταῦτά γε οὕτως· ἅμα τε γὰρ ὁ †ἐκ θεσπιὼν† ἐγίνετο, πατὴρ ὢν τῆς Μιθριακῆς τελετῆς, καὶ οὐκ εἰς μακρὰν πολλῶν καὶ ἀδιηγήτων ἐπικλυσθέντων κακῶν, ὧν τὰ μὲν ἐν τοῖς διεξοδικοῖς τῆς ἱστορίας εἴρηται, τὰ δέ, ἐὰν ἐπιτρέπῃ45
5τὸ Θεῖον, λελέξεται, ὁ [τε] Ἀλλάριχος ἔχων τοὺς βαρβάρους διὰ τῶν Πυλῶν παρῆλθεν, ὥσπερ διὰ σταδίου καὶ ἱππο‐

7

.

3

.

5

κρότου πεδίου τρέχων· τοιαύτας αὐτῷ τὰς πύλας ἀπέδειξε τῆς Ἑλλάδος ἥ τε τῶν τὰ φαιὰ ἱμάτια ἐχόντων ἀκωλύτως προσπαρεισελθόντων ἀσέβεια, καὶ ὁ τῶν ἱεροφαντικῶν θεσμῶν παραρραγεὶς νόμος καὶ σύνδεσμος, ἀλλὰ ταῦτα
5μὲν ἐς ὕστερον ἐπράχθη, καὶ ὁ λόγος διὰ τὴν πρόγνωσιν παρήνεγκεν.

7

.

3

.

6

Τότε δὲ ὁ μὲν Ἰουλιανὸς τῷ θειοτάτῳ ἱεροφαντῶν συγ‐ γενόμενος καὶ τῆς ἐκεῖθεν σοφίας ἀρυσάμενος χανδόν, ἐσόμενος ὑπὸ τὸν Κωνστάντιον, ἀπήγετο σφοδρῶς ὡς παραβασιλεύ‐ σων εἰς τὸν Καίσαρα, Μάξιμος δὲ ἦν κατὰ τὴν Ἀσίαν, Αἰδε‐
5σίου δὲ μεταλλάξαντος, πήχεσιν δὲ ἐπὶ πᾶσαν σοφίαν αὐξό‐

7

.

3

.

7

μενος· ὥστε ὁ μὲν Ἰουλιανὸς ἔτυχεν ὧν οὐκ ἐβούλετο μέν, ἀλλ’ ἠναγκάζετο. πεμφθεὶς δὲ Καῖσαρ ἐπὶ Γαλατίας οὐχ ἵνα βασιλεύῃ τῶν ἐκείνῃ μόνον, ἀλλ’ ἵνα ἐν τῇ βασιλείᾳ διαφθαρῇ, παρὰ δόξαν ἅπασαν ἐκ τῆς τῶν θεῶν προνοίας ἀνήνεγκεν,
5πάντας μὲν λανθάνων ὅτι θεραπεύει θεούς, πάντας δὲ νικῶν ὅτι ἐθεράπευε θεούς, καὶ τόν τε Ῥῆνον ἐπεραιώθη, καὶ πάντα ὅσα ὑπὲρ ἐκεῖνον ἔθνη βάρβαρα συνελὼν καὶ δουλωσάμενος, πολλῶν ἐπιβουλῶν καὶ μηχανημάτων πλεκομένων αὐτῷ (ὡς ἐν τοῖς περὶ ἐκεῖνον ἀναγέγραπται), τὸν ἱεροφάντην
10μετακαλέσας ἐκ τῆς Ἑλλάδος καὶ σὺν ἐκείνῳ τινὰ μόνοις ἐκείνοις γνώριμα διαπραξάμενος, ἐπὶ τὴν καθαίρεσιν ἠγέρθη46

7

.

3

.

8

τῆς Κωνσταντίου τυραννίδος. ταῦτα δὲ συνῄδεσαν Ὀρι‐ βάσιος ἐκ τοῦ Περγάμου, καί τις τῶν ἐκ Λιβύης, ἣν Ἀφρικὴν καλοῦσι Ῥωμαῖοι κατὰ τὸ πάτριον τῆς γλώττης, Εὐήμερος. ταῦτα δὲ πάλιν ἐν τοῖς κατὰ Ἰουλιανὸν βιβλίοις ἀκριβέστερον

7

.

3

.

9

εἴρηται. ὡς δ’ οὖν καθεῖλε τὴν τυραννίδα Κωνσταντίου, καὶ τὸν ἱεροφάντην ἀπέπεμψεν ἐπὶ τὴν Ἑλλάδα, καθάπερ θεόν τινα ἀποπέμπων φανέντα, καὶ παρασχόντα ἃ ἐβούλετο, καὶ βασιλικά γε αὐτῷ δῶρα 〈καὶ〉 θεραπείαν συνέπεμψε πρὸς
5τὴν ἐπιμέλειαν τῆς Ἑλλάδος ἱερῶν, τὸν Μάξιμον εὐθὺς μετε‐

7

.

3

.

10

πέμψατο καὶ τὸν Χρυσάνθιον. καὶ μία γε ἦν ἐπ’ ἀμφοῖν ἡ κλῆσις. τοῖς δὲ ἐπὶ τοὺς θεοὺς καταφεύγειν ἐδόκει, καὶ ἄνδρες οὕτω δραστήριοι καὶ πεῖραν ἔχοντες, καὶ συνενεγκόντες εἰς ταὐτὸ τὴν πεῖραν, καὶ τὴν περὶ ταῦτα ὀξυδορκίαν καὶ διά‐
5θρησιν τῆς ψυχῆς ἀνεγείραντες καὶ συστησάμενοι, σημείοις

7

.

3

.

11

ἐγχρίμπτουσιν ἀπηνέσι καὶ ἀγρίοις (ἐκεῖνοι ᾔδεσαν τὰ φαν‐ θέντα σημεῖα). ὁ μὲν οὖν Χρυσάνθιος εὐθὺς καταπλαγεὶς καὶ πρὸς τὴν ὄψιν ὑποπτήξας, τὴν γλῶσσαν ἐνδακών, “οὐ μενετέον” εἶπεν “ἐμοὶ μόνον ἐνταῦθα, ὦ Μάξιμε φίλτατε,

7

.

3

.

12

ἀλλὰ καὶ φωλευτέον·” ὁ δὲ ἀναστήσας ἑαυτόν “ἀλλ’ ἐπι‐ λελῆσθαί μοι δοκεῖς,” εἶπεν “ὦ Χρυσάνθιε, τῆς παιδείας ἣν ἐπαιδεύθημεν, ὡς τῶν ἄκρων γέ ἐστιν Ἑλλήνων καὶ ταῦτα πεπαιδευμένων μὴ πάντως εἴκειν τοῖς πρώτως ἀπαν‐
5τήσασιν, ἀλλ’ ἐκβιάζεσθαι τὴν τοῦ θείου φύσιν ἄχρις ἂν ἐπικλίνῃ πρὸς τὸν θεραπεύοντα.” Χρυσανθίου δὲ ὑπολα‐

7

.

3

.

13

βόντος, “ἴσως σὺ ταῦτα πράττειν εἶ δεινὸς καὶ τολμηρός, ἐγὼ δὲ τούτοις οὐκ ἂν μαχεσαίμην τοῖς σημείοις” καὶ μετὰ τοὺς λόγους ἀποχωρήσαντος, ὁ μὲν Μάξιμος ἐπέμεινεν ἅπαντα

7

.

3

.

14

πράττων, ἔστε ἔτυχεν ὧν ἐβούλετο καὶ κατεπεθύμει· ὁ δὲ Χρυσάνθιος ἀκινητότερος ἐπέμενεν ἀνδριάντος, τοὺς ἐξ ἀρχῆς πεπηγότας παρ’ ἑαυτῷ λογισμοὺς μηδὲ κινῆσαι διανοούμε‐ νος. πάντες οὖν ἄνθρωποι παρὰ τὸν Μάξιμον ἤδη συνετρό‐47
5χαζον κατὰ τὴν Ἀσίαν, ὅσοι τε ἦσαν ἐν ἀρχαῖς καὶ ὅσοι

7

.

3

.

15

τούτων ἀπελέλυντο, τό τε κρεῖττον τῶν βουλευτηρίων. καὶ δῆμος ἐστενοχώρει τὰς προόδους τῷ Μαξίμῳ μετὰ βοῆς πηδῶντες, ἣν δῆμος, ὅταν τινὰ θεραπεύειν, ἐκ πολλοῦ μεμε‐ λέτηκεν· αἵ τε γυναῖκες παρὰ τὴν γυναῖκα τῇ πλαγίᾳ θύρᾳ
5παρεισεχέοντο, τὴν εὐδαιμονίαν θαυμάζουσαι καὶ μεμνῆσθαι

7

.

3

.

16

σφῶν ἀξιοῦσαι· ἡ δὲ φιλοσοφίας ἕνεκεν Μάξιμον 〈οὔτε νεῖν〉 οὔτε γράμματα εἰδότα ἀπέφαινεν. ὁ μὲν οὖν Μάξιμος ὑπὸ τῆς Ἀσίας πάσης προσκυνούμενος, ἐπὶ τὴν συντυχίαν ἀνῄει τοῦ βασιλέως, Χρυσάνθιος δὲ ἔμεινε κατὰ χώραν, ἐκεῖνο
5θεοῦ κατ’ ὄναρ, ὡς πρὸς τὸν ταῦτα γράφοντα ἔλεγεν ἐς ὕστερον, εἰπόντος· ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ’ ἔκλυον αὐτοῦ.

7

.

4

.

1

Ὡς δὲ καὶ ὁ Μάξιμος μετὰ τοσαύτης πομπείας ἐπὶ τὴν Κωνσταντινούπολιν ὥρμησέ τε καὶ διὰ ταχέων εἰς αὐτὴν παρελθὼν ἐξέλαμψεν, ὅ τε γὰρ βασιλεὺς καὶ οἱ βασιλευό‐ μενοι πάντα ἦσαν ἐπὶ Μαξίμῳ, νὺξ καὶ ἡμέρα διέφερεν
5αὐτοῖς οὐδέν, οὕτως ὑπὲρ τῶν παρόντων ἐπὶ τοὺς θεοὺς

7

.

4

.

2

ἅπαντα ἀνέφερον· ἐνταῦθα ὁ μὲν Μάξιμος βαρὺς ἦν ἤδη περὶ τὰ βασίλεια, στολήν τε ἁβροτέραν ἢ κατὰ φιλόσοφον
περιχεόμενος, καὶ πρὸς τὰς ἐντεύξεις ὢν χαλεπώτερος καὶ48

7

.

4

.

3

δυσχερέστερος· ὁ δὲ βασιλεὺς ἠγνόει τὰ πραττόμενα. μετα‐ πέμψασθαι γοῦν αὐτοῖς, ἐκβιασαμένου τοῦ βασιλέως, ἔδοξε καὶ τὸν Πρίσκον· ὁ δὲ Μάξιμος ἀπῄτει, προσαναγκάζων,

7

.

4

.

4

καὶ τὸν Χρυσάνθιον. καὶ ἄμφω γε ἦσαν μετάπεμπτοι, ὁ μὲν Πρίσκος ἐκ τῆς Ἑλλάδος, Χρυσάνθιος δὲ ἀπὸ Λυδίας καὶ Σάρδεων. καὶ οὕτω γε ἐξεκρέματο τῆς τοῦ ἀνδρὸς συνουσίας ὁ θεσπέσιος Ἰουλιανός, ὥστε τοῖς μὲν ὡς φίλοις ἐπέστελλεν,

7

.

4

.

5

καθάπερ θεοὺς ἱκετεύων ἐλθεῖν καὶ συνεῖναι· τῷ δὲ Χρυσαν‐ θίῳ καὶ γυναῖκα εἶναι πυθόμενος, Μελιτὴν ὄνομα ἔχουσαν καὶ ὑπ’ αὐτοῦ θαυμαζομένην διαφερόντως (τοῦ δὲ ταῦτα γράφοντος ἀνεψιάν), ἰδίᾳ που καθίσας ἑαυτόν, καὶ πρὸς τὴν
5γυναῖκα ἐπέστελλεν αὐτὸς γράφων, οὐδενὸς εἰδότος, καὶ παντοίας ἀφιεὶς φωνάς, τὸν ἄνδρα πείθειν μηδαμῶς ἀπα‐

7

.

4

.

6

γορεῦσαι τὴν ἔξοδον· καὶ τὴν πρὸς Χρυσάνθιον αἰτήσας ἐπιστολήν, εἶτα εἰσβαλὼν ἐκείνην καὶ σφραγῖδα ἀμφοτέραις ἐπιθείς, †ὡς ἂν τὴν μίαν† τοὺς ἄξοντας ἔστελλεν πολλὰ καὶ ἀπὸ στόματος φράσας ἃ χρήσιμα ἐνόμιζεν πρὸς τὸ
5ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.

7

.

4

.

7

ὁ μὲν οὖν Πρίσκος ἦλθε, καὶ ἐλθὼν ἐσωφρόνει· καί τοί γε οὐκ ἐλάττους ἦσαν αὐτὸν οἱ θεραπεύοντες, ἀλλ’ ἔμενεν ὅμως ἀκίνητος, οὐχ ὑπὸ τῆς βασιλείας ἐπαιρόμενος, ἀλλὰ τὴν
βασιλείαν καταφέρων καὶ ὁμαλίζων ἐς τὸ φιλοσοφώτερον.49

7

.

4

.

8

Ὁ δὲ Χρυσάνθιος οὐδὲ ταύταις ἑάλω ταῖς ἄρκυσιν καὶ μηχαναῖς, ἀλλὰ τοῖς θεοῖς ἐντυχών, ὡς τὰ παρὰ τῶν θεῶν ἦν ἀμετάβλητα, καὶ αὐτὸς εἵπετο τοῖς θεοῖς, καὶ πρὸς τὸν βασιλέα ἐπέστελλεν, ὡς ὑπὲρ τοῦ βασιλέως ἢ κατὰ Λυδίαν *

7

.

4

.

9

ὑπὲρ αὐτοῦ γίνοιτο μόνον, καὶ οἱ θεοὶ ταῦτα ἔφραζον. ὁ δὲ ὑπώπτευσε μὲν τὴν ἀποτυχίαν τῆς κλήσεως, ἀρχιερέα δὲ ἀποδείξας τόν τε ἄνδρα καὶ τὴν γυναῖκα τῆς Λυδίας, καὶ ὑπ’ ἐκείνοις ἐπιτρέψας εἶναι τῶν ἄλλων τὴν αἵρεσιν, αὐ‐
5τὸς ἐπὶ τὸν Περσικὸν συνήγετο πόλεμον. Μαξίμου δὲ καὶ Πρίσκου συνεπομένων, καὶ ἄλλοι δέ τινες συμπαρωμάρτουν εἰς πλῆθος συντελοῦντες, ἑαυτοὺς ἐγκωμιαζόντων ἀνθρώ‐ πων ὄχλος, καὶ σφόδρα γε διογκουμένων, ὅτι ὁ βασιλεὺς

7

.

4

.

10

ἔφησεν αὐτοῖς συντετυχηκέναι. ὡς δὲ τὰ πράγματα συν‐ τόνως ἀπὸ τῶν μεγάλων ἐκείνων καὶ λαμπρῶν ἐλπίδων ἐς τὸ ἀφανὲς καὶ ἄμορφον κατερράγη καὶ διωλίσθησεν, ὡς ἐν τοῖς διεξοδικοῖς τοῖς κατὰ Ἰουλιανὸν εἴρηται, ὅ τε Ἰο‐

7

.

4

.

11

βιανὸς ἐβασίλευσε καὶ τιμῶν τοὺς ἄνδρας διετέλεσεν· εἶτα μάλα ταχέως καὶ σφοδρῶς συναπῆλθε τῷ προβασιλεύσαντι (εἴ γε μὴν παρὰ τοὺς πλείονας οὕτως ἀπῆλθε), Βαλεντι‐ νιανός τε καὶ Βάλης ἐπέστησαν τοῖς πράγμασι. ἐνταῦθα
5συναρπάζονται μὲν Μάξιμος καὶ Πρίσκος, πολὺ τῆς κλή‐

7

.

4

.

12

σεως διαφερούσης ἢ ὅτε Ἰουλιανὸς ἐκάλει. ἐκείνη μὲν γάρ τις ἦν πανηγυρικὴ καὶ πρὸς τιμὴν περιττῶς διαλάμπου‐ σα, ταύτης δὲ τῆς δευτέρας πρὸ τῶν ἐλπιζομένων καὶ τὸ φαινόμενον κίνδυνος ἦν, οὕτως ἀτιμία τις ἁδρὰ καὶ50
5περιφανὴς κατεκέχυτο τῶν ὁρωμένων, ἀλλ’ ὁ μὲν Πρίσκος οὐδὲν ὑποστὰς δεινόν, ἀλλὰ καὶ προσμαρτυρηθεὶς ἀγαθὸς εἶναι καὶ γεγενῆσθαι κατὰ τὸν καιρὸν ἐκεῖνον, ἐπανῆλθεν

7

.

4

.

13

εἰς τὴν Ἑλλάδα· καὶ ὁ ταῦτα γράφων ἐπαιδεύετο κατ’ ἐ‐ κείνους τοὺς χρόνους παῖς ὢν καὶ εἰς ἐφήβους ἄρτι τελῶν. ὁ δὲ Μάξιμος, πολλοὶ μὲν γὰρ αὐτοῦ κατεβόων δημοσίᾳ τε ἐν τοῖς θεάτροις καὶ ἰδίᾳ πρὸς τὸν βασιλέα, θαυμαστὸς δὲ
5ἦν καὶ οὕτως, ὅτι πρὸς τοσαύτας ἀνέφερε συμφοράς· πλὴν ἐς τὸ βαθύτατον αὐτὸν τῆς τιμωρίας περιάγουσιν, τοσούτων τιμήσαντες χρημάτων, ὅσα μήτε ἀνὴρ ἀκούειν ἐδύνατο φι‐ λοσοφῶν 〈μήτε ἰδεῖν〉 (ὑπώπτευον γὰρ αὐτὸν τὰ πάντα

7

.

4

.

14

ἔχειν), καὶ μετεγίνωσκον, ὡς ὀλίγου τιμήσαντες αὐτῷ. καὶ ἀνεπέμφθη γε εἰς τὴν Ἀσίαν ἐπὶ καταβολῇ τῶν χρημάτων, καὶ ὅσα μὲν ἔπασχεν ὑπὲρ πᾶσάν ἐστι τραγῳδίαν, καὶ οὐ‐ δεὶς ἂν εἴη μεγαλόφωνος, οὐδὲ ἡδόμενος κακοῖς, ὥστε ἐξαγγέλ‐

7

.

4

.

15

λειν ἀνδρὸς τοσούτου τηλικαύτας συμφοράς. μικρὰ γὰρ καὶ ἡ Περσῶν λεγομένη σκάφευσις, καὶ οἱ γυναικεῖοι τῶν Ἀρτά‐ βρων σκαλισμοί, πρὸς τὰς ἐπιφερομένας ὀδύνας τῷ σώματι.

7

.

4

.

16

καὶ 〈ἡ〉 θαυμασία γυνὴ παρῆν καὶ ὑπερήλγει. ὡς δὲ ἦν ἄπειρον, καὶ ἐπετείνετο, “πριαμένη,” φησίν “ὦ γύναι,

7

.

4

.

17

φάρμακον, ἐπίδος, καὶ ἐλευθέρωσον.” ἡ δὲ καὶ ἐπρίατο καὶ παρῆν ἔχουσα. ἐνταῦθα ὁ μὲν ᾔτει πιεῖν, ἡ δὲ ἠξίωσεν προ‐ πιεῖν, καὶ αὐτίκα γε ἀπολομένης, τὴν μὲν οἱ προσήκοντες ἔθαπτον· ὁ δὲ Μάξιμος ἔπιεν οὐκέτι.51

7

.

5

.

1

Ἐνταῦθα δὴ πᾶς λόγος ἐλάττων, καὶ πᾶν ὅσον ἂν τὸ

7

.

5

.

2

ποιητικὸν ὑμνήσειε γένος, πρὸς τὰς Κλεάρχου πράξεις. ἦν μὲν γὰρ ὁ Κλέαρχος ἐκ Θεσπρωτῶν τῶν εὐδαιμόνων, καὶ διαφερόντως 〈περιττὸσ〉 περὶ δόξαν καλὴν γενόμενος, τῶν πραγμάτων ἤδη μεταβεβλημένων, καὶ Βαλεντινιανοῦ μὲν
5εἰς τὴν ἑσπέραν ἀποκεχωρηκότος, τοῦ δὲ βασιλέως Βάλεντος κινδύνοις τοῖς ἐσχάτοις ἐμβεβηκότος, καὶ οὐ τὸν περὶ βασι‐ λείας, ἀλλὰ τὸν περὶ τῆς σωτηρίας ἀγῶνα τρέχοντος (ὁ γὰρ Προκόπιος ἀνταναστὰς πολλαῖς καὶ ἀπείροις δυνάμεσι, πανταχόθεν αὐτὸν περιέκοπτεν εἰς τὸ †συνήμεναι†) τῆς οὖν
10Ἀσίας ἁπάσης κατ’ ἐκεῖνον τὸν καιρὸν ὁ Κλέαρχος ἐπεστάτει, ὅση κατὰ τὴν ἐξουσίαν ἀφ’ Ἑλλησπόντου διὰ Λυδίας καὶ

7

.

5

.

3

Πισιδίας ἐπὶ Παμφυλίαν ἀφορίζεται. 〈καὶ〉 πολλὴν εἰς τὰ πράγματα συνέφερεν εὔνοιαν, τῷ τε σώματι παραβαλλόμενος ἐς τοὺς πρώτους κινδύνους, καὶ πρὸς τὸν τῆς αὐλῆς ἔπαρχον ἄντικρυς διαφερόμενος, ὥστε οὐδὲ ὁ βασιλεὺς τὴν διαφορὰν
5ἠγνόει. καί τοί γε ἦν ἔπαρχος Σαλούτιος, ἀνὴρ καὶ ἐπὶ τῆς Ἰουλιανοῦ βασιλείας κοσμήσας τὴν ἑαυτοῦ τύχην, ἀλλ’ ὅμως
τήν τε βλακείαν αὐτοῦ διὰ τὸ γῆρας ἀπήλεγχεν καὶ Νικίαν52

7

.

5

.

4

ἀπεκάλει· καὶ γὰρ ἔμελεν αὐτῷ κατὰ τὸν καιρὸν ἐκεῖνον μοσχεύειν καὶ ῥωννύναι τὴν ψυχὴν ὑπ’ ἀναγνώσεώς τε καὶ τῆς ἱστορικῆς ἐμπειρίας.

7

.

5

.

5

Χωρησάντων δὲ καλῶς τῶν πραγμάτων, ὁ Βάλης ὑπερηγάσθη τὸν Κλέαρχον, καὶ οὐκ ἀπέλυσε τῆς ἀρχῆς, ἀλλ’ εἰς ἀρχὴν μετέστησε χείρονα, ἀνθύπατον αὐτὸν ἐπιστή‐

7

.

5

.

6

σας τῆς νῦν ἰδίως Ἀσίας καλουμένης. αὕτη δὲ ἀπὸ Περγά‐ μου τὸ ἁλιτενὲς ἐπέχουσα πρὸς τὴν ὑπερκειμένην ἤπειρον ἄχρι Καρίας ἀποτέμνεται, καὶ ὁ Τμῶλος αὐτῆς περιγράφει τὸ πρὸς Λυδίαν. ἔστι δὲ ἀρχῶν ἐνδοξοτάτη, καὶ οὐ κατήκοος
5τοῦ τῆς αὐλῆς ἐπάρχου, πλὴν ὅσα γε νῦν πάλιν ἐς τὸν νεώτερον τουτονὶ θόρυβον ἅπαντα συμπεφύραται καὶ ἀνα‐

7

.

5

.

7

τετάρακται. τότε δὲ τὴν ὑγιαίνουσαν Ἀσίαν ἀπολαβὼν ὁ Κλέαρχος, εὗρεν ἐκεῖ τὸν Μάξιμον κατατεινόμενον ταῖς βασά‐

7

.

5

.

8

νοις, καὶ μόλις ἀνέχοντα. θεῖον δὴ τὸ μετὰ ταῦτά ἐστιν εἰπεῖν ἔργον, οὐ γὰρ ἄν τις οὕτως τὸ παράλογον ἐς ἄλλον τινὰ ἀναφέροι δικαίως ἢ θεόν· τούς τε γὰρ στρατιώτας ἅπαντας, οἳ ταύταις ἐφεστήκεσαν ἀλήκτως ταῖς κολάσεσιν,
5μείζονι βίᾳ φυγεῖν ἀπηνάγκασεν, καὶ τὸν Μάξιμον ἀνῆκε τῶν δεσμῶν, ἐπιμέλειάν τε ἐποιήσατο τοῦ σώματος, καὶ ὁμοτρά‐ πεζον ἔθετο, καὶ πρὸς τὸν βασιλέα τοσαύτῃ κατεχρήσατο παρρησίᾳ, ὡς ὁ βασιλεὺς ἤδη καὶ μεθῆκε τὴν ψυχήν, καὶ

7

.

5

.

9

πάντα γε συνεχώρησεν ὅσα Κλέαρχος ἔπειθεν. τῷ γοῦν Σα‐ λουτίῳ τὴν ἀρχὴν παραλύσας, Αὐξόνιον ἐπενόησε τοῖς τῆς αὐλῆς ἔργοις 〈ἐπιστῆσαι〉. ὁ δὲ Κλέαρχος τούς τε κολαστῆ‐ ρας ἐκείνους στρατιώτας, καὶ ὅσον κατὰ τὸν ἀτυχῆ χρόνον
5ἐκεῖνον ἦσαν ὑφελόμενοί τι καὶ ὑβρίσαντες, τοὺς μὲν ἠμύνετο,53

7

.

5

.

10

τοὺς δὲ εἰσεπράττετο· καὶ πάντες τοῦτο διὰ στόματος εἶχον

7

.

6

.

1

ὡς εἴη δεύτερος Ἰουλιανὸς τῷ Μαξίμῳ. ἐνταῦθα δὴ καὶ δημο‐ σίας τινὰς ἐπιδείξεις ὁ Μάξιμος ἐποιήσατο, ἀλλ’ (οὐ γὰρ ἐπεφύκει πρὸς θέατρον) τὴν δόξαν εἰς ἐλάχιστον ἤνεγκεν, ὡς ἀνέφερεν ἑαυτόν, διαλεγόμενος πάλιν. πολλὰ γοῦν τῶν
5τε κτημάτων ἀνεκομίζετο, καὶ τῶν ἑτέρως πως διακεκλεμ‐ μένων, καὶ ἦν ταχὺ μάλα ὄλβιος, καὶ ὥσπερ ἄρτι παριὼν εἰς

7

.

6

.

2

τὴν Ἰουλιανοῦ βασιλείαν. ὁ δὲ καὶ εἰς τὴν Κωνσταντινού‐ πολιν περιφανὴς ὢν ἐπεδήμησε, καὶ πάντες αὐτὸν ἐδεδοί‐ κεσαν, τήν τε τύχην ἀνισταμένην ὁρῶντες· καὶ τῆς δεινότη‐ τος τῆς περὶ θεουργίας ἐστὶ μὲν πεπειραμένος, τὴν δὲ ἐς
5τὸν λόγον ἐπὶ πλέον ἐδόξαζεν. ἐνταῦθα δὲ αὐτῷ πάλιν διὰ

7

.

6

.

3

τὸ πολὺ κλέος ταχύτερον ἀνέφυ πάθος. οἱ γὰρ περὶ τὰ βασίλεια τοῖς βασι〈λεῦσι ἐπιβουλὴν〉 τινὰ συστησάμενοι καὶ προστησάμενοι μαντεῖον ἰδιωτικὸν (οὐ παντός ἐστι καταμα‐ θεῖν ὃ λέγω), χρησμοῦ τινὸς ἐκπεσόντος ἀσαφεστέρου, τὸν
5χρησμὸν ἐπὶ τὸν Μάξιμον ἀνήνεγκαν, τὸ μὲν πρᾶγμα οὐχ ὁμολογήσαντες, ὡς δ’ ἂν αὐτοῦ χρήσαντος καὶ ἀνελόντος τὶ σαφέστερον βουλόμενοι μαθεῖν· δέδεικτο γὰρ τότε τὰ τῶν θεῶν Μάξιμον μόνον πάντων ἀνθρώπων εἰδέναι, κἂν ἐπικε‐

7

.

6

.

4

καλυμμένα πρὸς τοὺς ἄλλους φέρηται. ὁ δὲ τὸν νοῦν ἐπιστή‐ σας καὶ διαθρῶν τὰ λεγόμενα, τὸ κεκρυμμένον μὲν ἐν τοῖς λόγοις, ὂν δὲ ἀληθῶς, εἶδεν ὀξέως, καὶ μαντείων ἀληθέστερον ἐξήνεγκεν, ὡς τόν τε ἀναγνόντα (λέγων ἑαυτόν) ἀπώλεσαν,
5καὶ πάντας (οὐ τοὺς εἰδότας τὴν 〈παρά〉ταξιν μόνον προσέ‐ θηκεν, ἀλλὰ καὶ τὸ κολασθησόμενον ἀδίκως πλέον ἀπεφήνα‐ το), ἀνύτων δὲ ἐπέθηκεν ὅτι “μετὰ τὴν ἁπάντων κοινὴν καὶ πολύτροπον φθοράν, ἐν ᾗ τὸν φόνον εἰργασάμεθα, ὁ βασι‐ λεὺς ξένον τινὰ ἀναφθαρήσεται τρόπον, οὐδὲ ταφῆς ἀξιω‐54

7

.

6

.

5

θείς, οὐδὲ ἐνδόξου τάφου.” καὶ ταῦτα ἔσχεν οὕτως, καὶ ἐν τοῖς διεξοδικοῖς ἀκριβέστερον γέγραπται. ἑαλώκεσαν μὲν γὰρ αὐτίκα οἵ τε συστησάμενοι καὶ ἀρθμήσαντες· πάντων δὲ πανταχοῦ ἁρπαζομένων καὶ κατακοπτομένων, ὥσπερ
5ἀλεκτορίδων ἐν ἑορτῇ καὶ συμποσίῳ κοινὴν εὐωχίαν ἔχοντι, καὶ ὁ Μάξιμος συνηρπάσθη μέν, καὶ εἰς τὴν Ἀντιόχειαν ἦλ‐

7

.

6

.

6

θεν, ἔνθα ὁ βασιλεὺς διέτριβεν· αἰσχυνθέντες δὲ αὐτοῦ τὸν φόνον, ὡς πάντα ἐπὶ τῆς κρίσεως ἠλέγχθη, καὶ ὅτι κατέγνω τῶν ἐγχειρησάντων, καὶ ὅτι προεῖπεν ἀκριβῶς ἅπαντα, καθάπερ ἐν τῷ Μαξίμου σώματι θεόν τινα κολάζοντες, φονι‐
5κήν τινα καὶ μαγειρώδη ψυχὴν τὸν Φῆστον ἐπὶ τὴν Ἀσίαν αὐτῷ συνεξέπεμψαν, τὴν Ἀσίαν τοιούτου τινὸς ἀξιώσαντες.

7

.

6

.

7

ὁ δὲ παραγενόμενος τὸ προσταχθὲν ἔπραξε καὶ παρ’ ἑαυτοῦ προσέθηκεν, ἄφθονόν τινα χορηγίαν τῷ συώδει καὶ λελυσση‐ κότι τῆς ψυχῆς νέμων· πολλοὺς γὰρ προκατακόψας αἰτίους τε καὶ ἀναιτίους, καὶ τὸν μέγαν Μάξιμον αὐτοῖς ἐπέσφαξε.

7

.

6

.

8

κἀκεῖνο μὲν εἶχεν ἡ μαντεία τέλος, ἀπέβαινε δὲ καὶ τὰ λειπό‐

7

.

6

.

9

μενα. ὅ τε γὰρ βασιλεὺς ἐν μεγάλῃ τῶν Σκυθῶν μάχῃ ξένον τινὰ ἠφανίσθη τρόπον, ὥστε οὐδὲ ὀστέον εἰς ἀναίρεσιν εὑ‐ ρέθη· προσεπέθηκε δὲ ὁ δαίμων καὶ ἕτερόν τι μεῖζον· ὁ γὰρ Φῆστος ἐκεῖνος (καὶ ταῦτα δὲ ἀκριβῶς ὁ γράφων παρὼν
5συνηπίστατο) παραλυθεὶς τῆς ἀρχῆς, καὶ ἀποδημήσας πρὸς
τὸν νεωστὶ βασιλεύοντα Θεοδόσιον, εἶτα ἐπανελθών (ἐγε‐ γαμήκει γὰρ ἐκ τῆς Ἀσίας γάμον τυραννίδι πρέποντα), καὶ τὴν τρυφὴν ἐπιδεικνύμενος καὶ τὸ διαπεφευγέναι τὰ ἐγκλή‐ ματα, ἑορτήν τε ἐπήγγελλε πολυτελῆ τοῖς ἐν ἀξιώματι καὶ55

7

.

6

.

10

κατὰ εὐγένειαν προβεβηκόσι. ἡ τρίτη δὲ ἦν ἡμέρα τῶν καλαν‐ δῶν, ἃς οὕτως Ἰανουαρίας ἡμέρας Ῥωμαῖοι προσονομάζουσι, καὶ προσκυνήσαντες πάντες αὐτῷ ὑπέσχοντο τὴν εὐωχίαν.

7

.

6

.

11

ὁ δὲ παρῆλθε μὲν εἰς τὸ τῶν Νεμέσεων ἱερόν (καί τοί γε οὐδέ‐ ποτε φήσας θεραπεύειν θεούς, ἀλλ’ οὓς ἐκόλασεν ἅπαντας διὰ τοῦτο ἀνῃρηκώς), παρελθὼν δὲ ὅμως, αὐτοῖς ὄναρ

7

.

6

.

12

ἀπήγγειλε καὶ κατεδάκρυε τὴν ὄψιν διηγούμενος. τὸ δὲ ὄνει‐ ρον ἦν· τὸν Μάξιμον ἔφασκεν τραχηλάγχην ἐπιβαλόμενον ἕλκειν αὐτὸν εἰς τὸν ᾅδην, ὡς δικασόμενον ἐπὶ τοῦ Πλου‐ τέως. οἱ δὲ παρόντες, καίπερ δεδιότες καὶ πρὸς τὸν ὅλον τοῦ
5ἀνδρὸς ἀναφέροντες βίον, τά τε δάκρυα ἀπέψηχεν ἕκαστος, καὶ ταῖν Θεαῖν ἐκέλευον εὔχεσθαι· ὁ δὲ ἐπείθετο καὶ ηὔχετο.

7

.

6

.

13

ἐξιόντι δὲ αὐτῷ, τοῖν ποδοῖν ἀμφοῖν ὑπενεχθέντων, ἐπὶ τὰ νῶτα ἐξολισθαίνει τὸ σῶμα, καὶ ἄναυδος ἔκειτο· καὶ ἀπε‐ νεχθεὶς αὐτίκα ἐτελεύτησε, καὶ τοῦτο ἔδοξεν εἶναι τῆς Προ‐ νοίας ἔργον ἄριστον.

8

.

1

.

1

ΠΡΙΣΚΟΣ. Περὶ δὲ Πρίσκου τὰ μὲν πολλὰ κατὰ τὴν περιπεσοῦσαν ἀνάγκην· καὶ πρότερον εἴρηται ὅθεν γε ἦν· ἴδιον δὲ κατὰ τὸ ἦθος αὐτοῦ τοιοῦτον ἀπομνημονεύεται· κρυψίνους τε ἦν ἄγαν καὶ βαθυγνώμων, μνήμης τε εἰς ἄκρον
5ἀφιγμένος, καὶ τὰς δόξας ἁπάσας τῶν παλαιῶν συνῃρηκὼς

8

.

1

.

2

καὶ ἐπὶ στόματος ἔχων· κάλλιστος δὲ ὢν καὶ μέγας ὀφθῆναι, καὶ ἀπαίδευτος ἂν ἔδοξεν εἶναι διὰ τὸ μόλις χωρεῖν ἐς διά‐ λεξιν, ἀλλ’ ὡς θησαυρόν γέ τινα ἐφύλαττε τὰ δόγματα, καὶ
τοὺς εὐκόλως περὶ αὐτῶν προϊεμένους φωνὴν ἀσώτους56

8

.

1

.

3

ἔφασκεν. οὐ γὰρ νικώμενον ἐν ταῖς διαλέξεσιν ἐξημεροῦσθαι μᾶλλον ἔφασκεν, ἀλλὰ πρὸς τὴν δύναμιν τῆς ἀληθείας ἀντι‐ βαίνοντα, ταῖς δὲ ἡδοναῖς καὶ τῷ φιλοσωμάτῳ κατακλώ‐ μενον ἀγριοῦσθαι, καὶ μισόλογόν τε ἅμα καὶ μισοφιλόσοφον

8

.

1

.

4

ἀποτελεῖσθαι καὶ διαπράττεσθαι. διὰ ταύτην οὖν τὴν αἰτίαν ἐπεῖχε τὰ πολλά. καὶ βραδὺς ἦν καὶ ὀγκώδης κατὰ τὸ ἦθος, καὶ τὸ ἦθος ἐφύλαττεν οὐ μόνον ὅτε ἑταίροις καὶ ὁμιληταῖς

8

.

1

.

5

συνῆν, ἀλλ’ ἐκ νεότητος αὐτῷ τὸ ἀξίωμα συνεγήρασεν. ὁ γοῦν Χρυσάνθιος πρὸς 〈τὸν〉 ταῦτα γράφοντα ἔλεγεν, ὡς ὁ μὲν Αἰδεσίου τρόπος κοινὸς ἦν καὶ δημοτικός, καὶ μετά γε τοὺς ἄθλους ὅσοι περὶ λόγους ἦσαν, πρὸς περίπατον ἐξῄει
5κατὰ τὸ Πέργαμον, καὶ τῶν ἑταίρων παρῆσαν οἱ τιμιώτεροι·

8

.

1

.

6

ὁ δὲ διδάσκαλος ἁρμονίαν τινὰ καὶ ἐπιμέλειαν πρὸς τὸ ἀν‐ θρώπειον ἐμφυτεύων τοῖς μαθηταῖς, ὡς ἀσυφήλους αὐτοὺς ἑώρα, καὶ δι’ ἀγερωχίαν τῶν δογμάτων ὑπέρφρονας, καὶ τὰ πτερὰ μακρότερα καὶ ἁπαλώτερα τοῦ Ἰκαρίου, κατα‐
5βιβάζων αὐτοὺς οὐκ ἐπὶ τὸν πόντον, ἀλλ’ ἐπὶ τὴν γῆν καὶ

8

.

1

.

7

τὸ ἀνθρώπινον. αὐτὸς ὁ ταῦτα διδάσκων λαχανόπωλίν τε ἀπαντήσας ἡδέως ἂν εἶδε, καὶ τὴν πορείαν ἐπιστήσας προ‐ σεφθέγξατο, καὶ περὶ τιμῆς ἂν διειλέχθη πρὸς αὐτήν, ὅτι πολὺ τὸ καπηλεῖον ἐργάζεται, καὶ ἅμα διῄει τὴν γεωργίαν
5τοῦ λαχάνου πρὸς αὐτήν. καὶ πρὸς ὑφάντην τοιοῦτον ἄν τι

8

.

1

.

8

ἐποίησεν ἕτερον, καὶ πρὸς χαλκέα καὶ τέκτονα. οἱ μὲν οὖν σωφρονέστεροι τῶν ἑταίρων ἐξεπαιδεύοντο ταῦτα, καὶ μά‐ λιστα Χρυσάνθιος, καὶ εἴ τις ἦν ἐκείνης τῆς διατριβῆς Χρυ‐ σανθίῳ παραπλήσιος.57

8

.

1

.

9

Μόνος δὲ ὁ Πρίσκος οὐδὲ παρόντος ἐφείδετο τοῦ διδα‐ σκόλου, ἀλλὰ προδότην τε αὐτὸν ἐκάλει τοῦ τῆς φιλοσοφίας ἀξιώματος, καὶ ἄνθρωπον λογάρια εἰδότα, κρείττονα μὲν πρὸς ψυχῆς ἀναγωγήν, οὐ φυλαττόμενα δὲ ἐπὶ τῶν ἔργων.

8

.

1

.

10

ἀλλ’ ὅμως τοιοῦτος ὤν, καὶ μετὰ τὴν Ἰουλιανοῦ βασιλείαν ἀμώμητος ἔμεινε, καὶ πολλούς τε νεωτερισμοὺς ἐνεγκὼν κο‐ ρυβαντιώντων ἐπὶ σοφίᾳ μειρακίων, καὶ ἐπὶ πᾶσι τὸ βαθὺ διαφυλάττων ἦθος, καὶ γελῶν τὴν ἀνθρωπίνην ἀσθένειαν,
5τοῖς τῆς Ἑλλάδος ἱεροῖς, εἰς μακρόν τι γῆρας ἀνύσας, ὅς γε

8

.

1

.

11

ἦν ὑπὲρ τὰ ἐνενήκοντα, συναπώλετο· πολλῶν καὶ ἄλλων ἐν τῷδε τῷ χρόνῳ τῶν μὲν διὰ λύπην προϊεμένων τὸν βίον, οἱ δὲ καὶ ὑπὸ τῶν βαρβάρων κατεκόπτοντο· ἐν οἷς Προτέ‐ ριός τε ἦν τις ἐκ Κεφαληνίας τῆς νήσου, καὶ ἐμαρτυρεῖτο καλὸς

8

.

2

.

1

καὶ ἀγαθὸς εἶναι. Ἱλάριον δὲ καὶ ὁ ταῦτα γράφων ἠπίστατο, ἄνδρα Βιθυνὸν μὲν τὸ γένος, Ἀθήνησι δὲ καταγηράσαντα, πρὸς δὲ τῷ καθαρῷ τῆς ἄλλης παιδείας, κατὰ γραφικὴν οὕτω φιλοσοφήσαντα, ὥστε οὐκ ἐτεθνήκει ἐν ταῖς ἐκείνου χερσὶν ὁ

8

.

2

.

2

Εὐφράνωρ. καὶ ὁ ταῦτα γράφων διὰ τοῦτο αὐτὸν 〈τὸ ἐν〉 εἴδεσι καλὸν ἐθαύμαζεν καὶ ὑπερηγάπα. ἀλλ’ ὅμως καὶ Ἱλά‐ ριος τῶν ἀπολαυσάντων ἦν τῆς κοινῆς συμφορᾶς, ἔξω μὲν εὑρεθεὶς τῶν Ἀθηνῶν (πλησίον γάρ που Κορίνθου διέτριβεν)

8

.

2

.

3

κατακοπεὶς δὲ παρὰ τῶν βαρβάρων ἅμα τοῖς οἰκέταις. καὶ ταῦτα μὲν ἐν τοῖς διεξοδικοῖς, ἐὰν τῷ δαίμονι δόξῃ, γραφήσε‐ ται, οὐ τὸ καθ’ ἕκαστον ἔχοντα, ἀλλὰ τὸ κοινὸν ἐκεῖ σαφέ‐58

8

.

2

.

4

στερον λελέξεται· νυνὶ δὲ ὅσον ἐπέβαλεν τὸ καθ’ ἕκαστον ἱκανῶς ἐς ἀφήγησιν εἴρηται.

9

.

1

.

1

ἸΟΥΛΙΑΝΟΣ. Ἰουλιανὸς δὲ ὁ ἐκ Καππαδοκίας σοφιστὴς εἰς τοὺς Αἰδεσίου χρόνους ἤκμαζεν καὶ ἐτυράννει γε τῶν Ἀθηνῶν, καὶ παρὰ τοῦτον ἡ πᾶσα νεότης πανταχόθεν ἐχώρει, ῥητορικῆς ἕνεκεν τὸν ἄνδρα καὶ μεγέθους φύσεως
5σεβαζόμενοι. ἦσαν μὲν γὰρ καὶ κατὰ ταὐτὸν ἕτεροί τινες παραψαύοντες τοῦ καλοῦ, καὶ πρὸς τὴν ἐκείνου δόξαν διαι‐ ρόμενοι, Ἀψίνης τε ὁ ἐκ Λακεδαίμονος, δόξαν ἔχων τεχνικοῦ τινος, καὶ Ἐπάγαθος, καὶ τοιαύτη τις ὀνομάτων χορηγία·

9

.

1

.

2

ὁ δὲ τῷ μεγέθει τῆς φύσεως ἁπάντων κατεκράτει, καὶ τὸ ἔλαττον μακρῷ τινι ἦν ἔλαττον. ὁμιληταὶ δὲ αὐτοῦ πολλοὶ μὲν καὶ πανταχόθεν, ὡς εἰπεῖν, καὶ πανταχῆ διασπαρέντες,

9

.

1

.

3

καὶ θαυμασθέντες ὅπου ποτὲ ἱδρύθησαν· ἀπόλεκτοι δὲ τῶν ἄλλων ἁπάντων ὅ τε θειότατος Προαιρέσιος, καὶ Ἡφαιστίων, Ἐπιφάνιός τε ὁ ἐκ Συρίας, καὶ Διόφαντος ὁ Ἀράβιος. Του‐ σκιανοῦ δὲ μνησθῆναι καλόν, καὶ γὰρ οὗτος ἐκείνου μετέσχε
5τῆς ὁμιλίας, ἀλλὰ τούτου μὲν καὶ ἐν τοῖς κατὰ Ἰουλιανὸν

9

.

1

.

4

ἐμνήσθημεν διεξοδικοῖς. Ἰουλιανοῦ δὲ καὶ τὴν οἰκίαν ὁ συγ‐ γραφεὺς Ἀθήνησιν ἑώρα, μικρὰν μὲν καὶ εὐτελῆ τινα, Ἑρμοῦ δὲ ὅμως καὶ Μουσῶν περιπνέουσαν, οὕτως ἱεροῦ τινος ἁγίου διέφερεν οὐδέν· Προαιρεσίῳ δὲ αὐτὴν καταλελοίπει.

9

.

1

.

5

καὶ εἰκόνες δὲ τῶν ὑπ’ αὐτοῦ θαυμασθέντων ἑταίρων ἀνέκειν‐ το, καὶ τὸ θέατρον ἦν ξεστοῦ λίθου, τῶν δημοσίων θεάτρων

9

.

1

.

6

εἰς μίμησιν, ἀλλὰ ἔλαττον καὶ ὅσον πρέπειν οἰκίᾳ. τοσαύτη γὰρ ἦν Ἀθήνησιν ἡ στάσις τῶν τότε ἀνθρώπων καὶ νέων, καθάπερ τῆς πόλεως, ἐκ τῶν παλαιῶν ἐκείνων πολέμων, τὸν ἐντὸς τείχους ἀσκούσης κίνδυνον, ὥστε οὐδεὶς ἐτόλμα59
5τῶν σοφιστῶν δημοσίᾳ καταβὰς διαλέγεσθαι, ἀλλ’ ἐν τοῖς ἰδιωτικοῖς θεάτροις ἀπολαβόντες τὰς φωνὰς αὑτῶν μειράκια 〈προσ〉ελέγοντο, οὐ τὸν περὶ ψυχῆς θέοντες, ἀλλὰ τὸν περὶ κρότου καὶ φωνῆς ἀγωνιζόμενοι.

9

.

2

.

1

Πολλῶν δὲ σιωπωμένων, τοῦτο ἀνάγκη περὶ αὐτοῦ καταβαλεῖν καὶ συνεισενεγκεῖν ἐς τὸν λόγον, δεῖγμα τῆς

9

.

2

.

2

ὅλης τοῦ ἀνδρὸς παιδείας καὶ συνέσεως. ἔτυχον μὲν γὰρ οἱ θρασύτατοι τῶν Ἀψίνου μαθητῶν ταῖς χερσὶ κρατήσαντες τῶν Ἰουλιανοῦ κατὰ τὸν ἐμφύλιον ἐκεῖνον πόλεμον· χερσὶ δὲ βαρείαις καὶ Λακωνικαῖς χρησάμενοι, τῶν πεπονθότων
5περὶ τοῦ σώματος κινδυνευόντων, ὥσπερ ἀδικηθέντες, κατη‐

9

.

2

.

3

γόρουν. ἀνεφέρετο δὲ ἐπὶ τὸν ἀνθύπατον ἡ δίκη, καὶ ὃς βαρύς τις εἶναι καὶ φοβερὸς ἐνδεικνύμενος, καὶ τὸν διδάσκαλον συναρπασθῆναι κελεύει καὶ τοὺς κατηγορηθέντας ἅπαντας

9

.

2

.

4

δεσμώτας, ὥσπερ τοὺς ἐπὶ φόνῳ κατακεκλεισμένους. ἐῴκει δὲ ὡς Ῥωμαῖός τις οὐκ εἶναι τῶν ἀπαιδεύτων, οὐδὲ τῶν

9

.

2

.

5

ὑπ’ ἀγροίκῳ καὶ ἀμούσῳ τύχῃ τεθραμμένων. ὅ τε γοῦν Ἰουλιανὸς παρῆν, οὕτως ἐπιταχθέν, καὶ ὁ Ἀψίνης συμπαρῆν, οὐκ ἐπιταχθέν, ἀλλ’ ὡς συνηγορήσων τοῖς κατηγορηκόσιν. καὶ ἡ μὲν ἐξέτασις προὔκειτο, καὶ τοῖς διώκουσιν εἴσοδος

9

.

2

.

6

ἐδόθη. προειστήκει δὲ τῆς ἀτάκτου Σπάρτης Θεμιστοκλῆς τις Ἀθηναῖος, ὃς ἦν καὶ τῶν κακῶν αἴτιος· προπετέστερος
δὲ ὢν καὶ θρασύτερος, ἐς τὴν ἐπωνυμίαν ὕβριζεν. εὐθὺς μὲν οὖν ὁ ἀνθύπατος ταυρηδὸν ὑπιδὼν τὸν Ἀψίνην, “σὲ δὲ τίς”60

9

.

2

.

7

εἶπεν “ἐλθεῖν ἐκέλευσεν;” ὁ δὲ ἀπεκρίνατο “περὶ τοῖς ἑαυ‐ τοῦ τέκνοις ἀγωνιῶν ἐληλύθειν.” καὶ τῇ σιωπῇ κρύψαντος τὴν ἔννοιαν τοῦ ἄρχοντος, εἰσῄεσαν πάλιν οἱ δεσμῶται καὶ ἠδικημένοι, καὶ ὁ διδάσκαλος μετ’ αὐτῶν, κόμας ἔχοντες καὶ
5τὰ σώματα κεκακωμένοι λίαν, ὥστε οἰκτροὺς αὐτοὺς φανῆναι

9

.

2

.

8

καὶ τῷ κρίνοντι. δοθέντος δὲ τοῦ λόγου τοῖς κατηγοροῦσιν, ἤρξατο μὲν ὁ Ἀψίνης τοῦ λόγου, ἀλλ’ ὁ ἀνθύπατος ὑπολα‐ βών, “ἀλλ’ οὐ τοῦτό γε” εἶπεν “Ῥωμαῖοι δοκιμάζουσιν· ἀλλ’ ὁ τὴν πρώτην εἰπὼν κατηγορίαν κινδυνευέτω περὶ
5τῆς δευτέρας.” ἐνταῦθα παρασκευὴ μὲν οὐκ ἦν πρὸς τὴν τῆς

9

.

2

.

9

κρίσεως ὀξύτητα· ἦν δὲ ὁ Θεμιστοκλῆς κατηγορηκώς, καὶ λέγειν ἀναγκαζόμενος, χροιάν τε ἤλλαξε καὶ τὰ χείλη διέ‐ δακνεν ἀπορούμενος, καὶ πρὸς τοὺς ἑταίρους ὑπέβλεπεν καὶ παρεφθέγγετο τί πρακτέον· εἰσεληλύθεσαν γὰρ ὡς ἐπὶ τῇ
5συνηγορίᾳ τοῦ διδασκάλου μόνον κεκραξόμενοι καὶ βοη‐

9

.

2

.

10

σόμενοι. πολλῆς οὖν σιωπῆς καὶ ταραχῆς οὔσης, σιωπῆς μὲν καθ’ ὅλον τὸ δικαστήριον, ταραχῆς δὲ περὶ τὸ τῶν διωκόν‐ των μέρος, ἐλεεινόν τι παραφθεγξάμενος ὁ Ἰουλιανός, “ἀλ‐

9

.

2

.

11

λ’ ἐμέ γε εἰπεῖν” ἔφη “κέλευσον·” ὁ δὲ ἀνθύπατος ἀναβοή‐ σας· “ἀλλ’ οὐδεὶς ὑμῶν γ’ ἐρεῖ τῶν ἐσκεμμένων διδασκάλων, οὐδὲ κροτήσει τις τῶν μαθητῶν τὸν λέγοντα, ἀλλ’ εἴσεσθέ γε αὐτίκα ἡλίκον ἐστὶ καὶ οἷον τὸ παρὰ Ῥωμαίοις δίκαιον.

9

.

2

.

12

ἀλλὰ Θεμιστοκλῆς μὲν περαινέτω τὴν κατηγορίαν, ἀπολο‐ γείσθω δὲ ὃν ἂν σὺ ἀποκρίνῃς ἄριστον.” ἐνταῦθα κατηγόρει

9

.

2

.

13

μὲν οὐδείς, ἀλλὰ Θεμιστοκλῆς ὀνόματος ἦν ὕβρις. ἀπολο‐ γεῖσθαι δὲ πρὸς τὴν προτέραν κατηγορίαν ὡς ἐκέλευσε τὸν
δυνάμενον, ὁ σοφιστὴς Ἰουλιανός “σὺ μέν,” εἶπεν “ἀνθύ‐ πατε, διὰ τὴν ὑπεροχὴν τοῦ δικαίου πεποίηκας Πυθαγόραν61
5Ἀψίνην, βραδέως τὸ σιωπᾶν, ἀλλ’ ὅμως δικαίως, μαθόντα·

9

.

2

.

14

ὁ δὲ πάλαι (τοῦτο γὰρ αὐτὸς καταμανθάνεις) καὶ τοὺς ἑταίρους πυθαγορίζειν [καὶ σιωπᾶν] ἐδίδαξεν. εἰ δὲ ἀπολο‐ γεῖσθαι κελεύεις τῶν ἐμῶν ἑταίρων τινά, κέλευσον ἀπολυ‐ θῆναι τῶν δεσμῶν Προαιρέσιον, καὶ δοκιμάσεις αὐτὸς πότε‐

9

.

2

.

15

ρον ἀττικίζειν ἢ πυθαγορίζειν πεπαίδευται.” ὡς δὲ ταῦτα ἐπέτρεψε καὶ ἅμα εὐκόλως (ταῦτα δὲ πρὸς τὸν συγγρα‐ φέα Τουσκιανὸς ἐξήγγελλε παρὼν τῇ κρίσει, καὶ εἴσω τῶν κατηγορουμένων) παρελθὼν εἰς μέσους Προαιρέσιος
5ἄδεσμος, ἐμβοήσαντος αὐτῷ τοῦ διδασκάλου σφοδρόν τε καὶ διάτονον ὥσπερ ἐπὶ τῶν στεφανιτῶν οἱ παρακελευόμενοι καὶ προτρέποντες, ἐμβοήσαντος δὲ ὀξέως τό “λέγε, Προαι‐ ρέσιε, νῦν καιρὸς τοῦ λέγειν”, ὁ μὲν προοίμιόν τι ἔφη (οὐ γὰρ ἠπίστατό γε αὐτὸ Τουσκιανός, τὸν δὲ νοῦν ἔφραζεν),
10ἐξήνεγκεν εἴς τε οἶκτον ὧν ἐπεπόνθεσαν ῥέπον καὶ μεμιγ‐

9

.

2

.

16

μένον τινὰ εἶχε τὸ προοίμιον ἔπαινον τοῦ διδασκάλου· καί πού τις καὶ διὰ λέξεως μιᾶς διαβολή τις ἐγκατεσπείρετο τῷ προοιμίῳ, προπέτειαν ἐμφαίνουσα τῆς ἀνθυπατικῆς ἀρχῆς, ὡς οὐ προσῆκον αὐτοῖς οὐδὲ μετὰ τοὺς ἐλέγχους τοιαῦτα

9

.

2

.

17

ὑποστῆναι καὶ παθεῖν. κάτω δὲ τοῦ ἀνθυπάτου νεύοντος, καὶ τόν τε νοῦν τῶν λεγομένων καταπεπληγμένου καὶ τὸ βάθος τῶν λέξεων καὶ τὴν εὐκολίαν καὶ τὸν κρότον, καὶ πάν‐ των μὲν βουλομένων ἐπαινεῖν, καταπτηξάντων δὲ ὥσπερ
5διοσημείαν, καὶ σιωπῆς κατακεχυμένης μυστηριώδους, εἰς
δεύτερον προοίμιον ὁ Προαιρέσιος ἐντείνων τὸν λόγον (τοῦ‐62

9

.

2

.

18

το γὰρ ἐμέμνητο Τουσκιανός), ἐνθένδε ἤρξατο· “εἰ μὲν οὖν ἔξεστι καὶ ἀδικεῖν ἅπαντα καὶ κατηγορεῖν καὶ λέγοντα πιστεύεσθαι πρὸ τῆς ἀπολογίας, ἔστω, γινέσθω Θεμιστο‐

9

.

2

.

19

κλέους ἡ πόλις.” ἐνταῦθα ἀνά τε ἐπήδησεν ὁ ἀνθύπατος ἐκ τοῦ θρόνου, καὶ τὴν περιπόρφυρον ἀνασείων ἐσθῆτα (τήβεννον αὐτὴν Ῥωμαῖοι καλοῦσιν), ὥσπερ μειράκιον ὁ

9

.

2

.

20

βαρὺς ἐκεῖνος καὶ ἀμείλικτος ἐκρότει τὸν Προαιρέσιον· συν‐ εκρότει δὲ ὁ Ἀψίνης οὔτι ἑκών, ἀλλ’ ἀνάγκης βιαιότερον οὐδέν· ὁ διδάσκαλος Ἰουλιανὸς ἐδάκρυε μόνον. ὁ δὲ ἀνθύ‐ πατος τὸ μὲν διωκόμενον μέρος ἐξελθεῖν κελεύσας, τοῦ δὲ
5διώκοντος τὸν διδάσκαλον μόνον, εἶτα ἀπολαβὼν τὸν Θε‐ μιστοκλέα καὶ τοὺς Λάκωνας, τῶν ἐν Λακεδαιμονίᾳ μαστίγων

9

.

2

.

21

ὑπέμνησε, προσθεὶς αὐτοῖς καὶ τῶν Ἀθηναίων. εὐδοκιμῶν δὲ καὶ αὐτὸς ἄγαν καὶ διὰ τῶν ὁμιλητῶν, Ἀθήνησιν ἐτελεύτα, μέγαν ἐπιτάφιον ἀγῶνα τοῖς ἑαυτοῦ παραδεδωκὼς ἑταίροις.

10

.

1

.

1

ΠΡΟΑΙΡΕΣΙΟΣ. Περὶ δὲ Προαιρεσίου καὶ προλαβοῦσιν ἱκανῶς εἴρηται, καὶ ἐν τοῖς ἱστορικοῖς κατὰ τὴν ἐξήγησιν ὑπομνήμασιν. καὶ νῦν δὲ ἐπελθεῖν καιρὸς εἰς τὸ ἀκριβέστερον εἰδότι τε ἀσφαλῶς καὶ ἀξιωθέντι τῆς ἐκείνου γλώττης καὶ
5ὁμιλίας· καὶ ταῦτά γε, εἰ καὶ πάνυ μεγάλα καὶ οὐρανομήκη πρὸς χάριν, εἴ τις διδάσκαλος, ἀλλ’ ὅμως πολλῷ τινι καὶ μακρῷ τῆς εἰς τὸν συγγραφέα φιλίας ἀφεστήκεσαν αἱ τοσαῦ‐

10

.

1

.

2

ται καὶ ἀδιήγητοι χάριτες. διέβαλε μὲν γὰρ ὁ ταῦτα συντι‐ θεὶς ἐξ Ἀσίας εἰς τὴν Εὐρώπην καὶ Ἀθήνας, τελῶν εἰς ἕκτον
καὶ δέκατον ἔτος. ὁ δὲ Προαιρέσιος προεληλύθει μὲν ἐπὶ τὸ ἕβδομον ἐπὶ τοῖς ὀγδοήκοντα ἔτεσιν, ὡς αὐτὸς ἔλεγεν· καὶ63
5περὶ τὴν ἡλικίαν ταύτην οὔλη τε ἦν αὐτῷ καὶ ἄγαν συνεχὴς ἡ κόμη, καὶ διὰ πλῆθος πολιῶν τριχῶν ἀφριζούσῃ θαλάσσῃ

10

.

1

.

3

προσεμφερὴς καὶ ὑπαργυρίζουσα. ἤκμαζε δὲ οὕτω τὰ εἰς λόγους, τῇ νεότητί τε τῆς ψυχῆς τὸ σῶμα κεκμηκὸς συν‐ ηγείρετο, ὥστε ὁ ταῦτα συγγράφων ἀγήρων τινὰ καὶ ἀθά‐ νατον αὐτὸν ἐνόμιζε, καὶ προσεῖχε ὥσπερ αὐτοκλήτῳ καὶ

10

.

1

.

4

ἄνευ τινὸς πραγματείας φανέντι θεῷ. καίτοι γε ἦν σχὼν εἰς τὸν Πειραιᾶ περὶ πρώτην φυλακήν, ἐπὶ πυρετῷ λά‐ βρῳ κατὰ πλοῦν γενομένῳ, καὶ πολλοί τινες ἄλλοι κατὰ γένος γε αὐτῷ προσήκοντες συνεισπεπλεύκεσαν, καὶ περὶ
5τὴν ὥραν ἐκείνην, πρίν τι γενέσθαι τῶν εἰωθότων (τὸ γὰρ πλοῖον ἦν τῶν Ἀθήνηθεν, καὶ περὶ τὰς κατάρσεις οὐκ ὀλίγοι τινὲς ἐναυλόχουν ἀεὶ τῶν εἰς ἕκαστον διδασκαλεῖον μεμη‐ νότων), ὁ ναύκληρος εἰς Ἀθήνας συνέτεινε, τῶν μὲν ἄλλων βαδιζόντων, ὁ δὲ βαδίζειν ἀδυνάτως ἔχων, ὅμως ἐκ διαδοχῆς

10

.

1

.

5

ἀνεχόμενος, ἀνεκομίσθη πρὸς τὴν πόλιν. ἦν τε νυκτὸς τὸ σταθερώτατον, ἡνίκα ἥλιος μακροτέραν ποιεῖ τὴν νύκτα γινόμενος νοτιώτερος (ἐνεβεβήκει γὰρ τῷ Ζυγῷ καὶ τὰ νυκτερεῖα ἔμελλε)· καὶ ὁ ναύκληρος ὤν που καὶ ξένος
5Προαιρεσίου παλαιός, τοσοῦτον ὄχλον ὁμιλητῶν, ἀράξας τὴν θύραν, εἰσήγαγεν εἰς τὴν οἰκίαν, ὥστε, ἡνίκα πόλεμοί τινες ἐγίνοντο περὶ ἑνὸς μειρακίου καὶ δυοῖν, πλήρωμα δια‐

10

.

1

.

6

τριβῆς ὅλους σοφιστικῆς τοὺς ἐληλυθότας φαίνεσθαι. τούτων οἱ μὲν εἰς σώματος ἀλκὴν ἐτέλουν, οἱ δὲ εἰς πλοῦτον ἦσαν ἁβρότεροι, τὸ δὲ εἶχεν ἀνὰ μέσον· ὁ δὲ συγγραφεὺς ἐλεεινῶς
διακείμενος τὰ πλεῖστα τῶν ἀρχαίων ἐπὶ στόματος μόνον64

10

.

1

.

7

εἶχε βιβλία. εὐθὺς μὲν οὖν χαρμονή τε ἦν περὶ τὴν οἰκίαν καὶ διαδρομαί τινες ἀνδρῶν. τε καὶ γυναικῶν, καὶ οἱ μὲν

10

.

1

.

8

ἐγέλων, οἱ δὲ ἐχλεύαζον. ὁ δὲ Προαιρέσιος συγγενεῖς ἰδίους κατὰ τὴν ὥραν ἐκείνην μεταπεμψάμενος, παραλαβεῖν τοὺς ἐλθόντας κελεύει. ἦν δὲ αὐτός τε ἐξ Ἀρμενίας (ὅσον ἐστὶν Ἀρμενίας Πέρσαις εἰς τὰ βαθύτατα συνημμένον), 〈καὶ〉

10

.

1

.

9

Ἀνατόλιος οὗτοι καὶ Μάξιμος ἐκαλοῦντο. καὶ οἱ μὲν ἀπεδέ‐ ξαντο τοὺς ἐλθόντας, καὶ ἦσαν ἐκ γειτόνων, καὶ περὶ τὰ λουτρὰ μετὰ πάσης ἐπιδείξεως ἡ τότε νεότης ἐς αὐτοὺς ἐπε‐ δείκνυτο καὶ χλευασίαν καὶ γέλωτα. καὶ οἱ μὲν τούτων ποτὲ
5ἀπηλλάγησαν ἅπαξ λουσάμενοι, ὁ δὲ συγγραφεύς, ἐντείναν‐ τος αὐτῷ τοῦ νοσήματος, διεφθείρετο, μήτε Προαιρέσιον μήτε τὰς Ἀθήνας ἰδών, ἀλλὰ ὀνειρῶξαι δοκῶν ἐκεῖνα ὧν ἐπεθύμη‐

10

.

1

.

10

σεν, οἱ δὲ ὁμοεθνεῖς καὶ ἐκ Λυδίας βαρέως ἔφερον. καὶ ὥσπερ τοῖς κατὰ τήνδε τὴν ἡλικίαν ἀπιοῦσιν ἐπὶ τὸ πλέον ἅπαντες εἰώθασι χαρίζεσθαι, πολλά τινα καὶ μεγάλα περὶ αὐτοῦ καταψευσάμενοι καὶ συμφορήσαντες ἐτερατεύσαντο, καὶ πέν‐
5θος κατεῖχε τὴν πόλιν παράλογον, ὡσὰν ἐπὶ μεγάλῃ συμ‐

10

.

1

.

11

φορᾷ. Αἰσχίνης δέ τις, οὐκ Ἀθηναῖος (ἀλλὰ ἡ Χίος ἦν αὐτῷ πατρίς), πολλοὺς ἀνῃρηκὼς οὐχ ὅσους ἐπηγγείλατο θερα‐ πεύειν, ἀλλὰ καὶ ὅσους εἶδεν μόνον, εἰς μέσους ἀναβοήσας τοὺς πενθοῦντας, ὡς μετὰ ταῦτα ἐγένετο φανερόν “ἀλλὰ
5συγχωρήσατέ γε,” εἶπεν “τῷ νεκρῷ με δοῦναι φάρμακον.”

10

.

1

.

12

οἱ δὲ συνεχώρησαν Αἰσχίνῃ διαφθεῖραι καὶ τοὺς ἀπολωλό‐ τας. ὁ δὲ ὅ τι μὲν ἐνέχεεν, ὀργάνοις τισὶ τὸ στόμα διαστήσας, μετὰ ταῦτα ἐξεῖπεν καὶ ὁ θεὸς πολλοῖς ὕστερον ἐμαρτύρησε χρόνοις, ἐμβαλὼν δὲ ὅμως, τοῦ μὲν ἡ γαστὴρ ἀθρόως ἀπε‐

10

.

1

.

13

λυμάνθη, καὶ τὸν ἀέρα εἶδεν καὶ ἐπέγνω τοὺς οἰκείους. ὁ
δὲ Αἰσχίνης ἑνὶ τούτῳ γε ἔργῳ θάψας τὰ προγεγενημένα τῶν ἁμαρτημάτων, ὑπό τε τοῦ σωθέντος προσεκυνεῖτο, καὶ65

10

.

1

.

14

τῶν ἡδομένων ὅτι σέσωσται. καὶ ὁ μέν, ἐπὶ τῇ τοιαύτῃ πράξει πάντων σεβαζομένων αὐτόν, εἰς τὴν Χίον ἀπῆρε, πλὴν ὅσα γε παραμείνας εἰς ῥῶσιν τοῦ σώματος προσέδωκε πάλιν τῆς δυνάμεως τοῦ φαρμάκου, καὶ τότε συνῆλθεν
5ἀκριβῶς ὁ σωθεὶς τῷ σώσαντι.

10

.

2

.

1

Ὁ δὲ θειότατος Προαιρέσιος οὔπω τὸν συγγραφέα τεθεαμένος, ἀλλὰ καὶ αὐτὸς ὅσον οὐκ ἤδη κατοδυρόμενος, ὡς ἐπύθετο τὴν ἄλογον ταύτην καὶ ἀνεκλάλητον σωτηρίαν, μετακαλέσας τοὺς κρατίστους καὶ γενναιοτάτους τῶν ὁμιλη‐
5τῶν καὶ παρ’ οἷς ἐπῃνεῖτο χειρῶν ἀλκῆς ἔργον, “πέπονθά τι” πρὸς αὐτοὺς εἶπεν “ἐπὶ τῷ σωθέντι παιδίῳ, καί τοί γε οὔπω τεθεαμένος, ἀλλ’ ὅμως ἔπασχον ἡνίκα ἀπώλλυτο.

10

.

2

.

2

εἴ τι δὴ βούλεσθε χαρίσασθαί μοι, τῷ δημοσίῳ λουτρῷ τοῦ‐ τον καθήρατε, πάσης χλευασίας φεισάμενοι καὶ παιδιᾶς,

10

.

2

.

3

ὥσπερ ἐμόν τινα παῖδα ψαίροντες.” καὶ ταῦτα μὲν ἔσχεν οὕ‐ τως καὶ ἀκριβέστερον ἐν τοῖς κατ’ ἐκεῖνον χρόνοις λελέξεται· ὅμως δὲ ὁ συγγραφεύς, ὁμολογῶν τὰ ἐς αὐτὸν θεοῦ τινος προνοίας τετυχηκέναι, ἐκ τῆς Προαιρεσίου σπουδῆς οὐδὲν
5εἰς τὸ καθόλου περὶ τοῦ ἀνδρὸς ἀποστήσεται τῆς ἀληθείας, εἴ γε πεπηγὼς ὁ Πλάτωνος λόγος, ὡς ἀλήθεια πάντων μὲν ἀγαθῶν θεοῖς, πάντων δὲ ἀνθρώποις ἡγεῖται.

10

.

3

.

1

Προαιρεσίῳ δὲ (φερέσθω γὰρ ἐπ’ αὐτὸν ὁ λόγος) τὸ μὲν κάλλος ἦν τοῦ σώματος τοιοῦτον, καί τοι γηραιὸς ὢν ἦν, ὥστε ἀπορεῖν τε εἴ τις ἐφ’ ἡλικίας οὕτω γέγονε καλός, καὶ
θαυμάζειν τὴν τοῦ κάλλους δύναμιν ὅτι πρὸς τοσοῦτο σῶμα66

10

.

3

.

2

διὰ πάντων εἰς τὴν ἀρίστην πλάσιν ἐξήρκεσεν· τὸ δὲ μέγεθος ἦν ἡλίκον ἄν τις οὐ πιστεύσειεν, ἀλλὰ εἰκάσειεν μόλις. ἀνε‐ στηκέναι γὰρ εἰς ἔνατον πόδα κατεφαίνετο, ὥστε κολοσσὸς ἐδόκει, παρὰ τοὺς μεγίστους ὁρώμενος τῶν καθ’ ἑαυτὸν

10

.

3

.

3

ἀνθρώπων. νέον δὲ αὐτὸν ἐξ Ἀρμενίας ἀναστήσαντος τοῦ δαίμονος, καὶ πρὸς τὴν Ἀντιόχειαν διαβαλόντος (οὐ γὰρ ἐπεθύμησεν εὐθὺς τῶν Ἀθηνῶν, ἥ τε ἔνδεια παρελύπει τῶν χρημάτων· γεγονὼς γὰρ ἄνωθεν καλῶς, τοῦτο ἠτύ‐
5χει), καὶ πρὸς τὸν Οὐλπιανὸν κρατοῦντα τῆς Ἀντιοχείας ἐπὶ λόγοις ὠσθείς, καὶ παρελθών, εὐθὺς ἀνὰ τοὺς πρώτους

10

.

3

.

4

ἦν. καὶ χρόνον οὐκ ὀλίγον ὁμιλήσας ἐκείνῳ, συνέτεινεν ἐπὶ τὰς Ἀθήνας καὶ τὸν Ἰουλιανὸν σφοδρῶς, καὶ πάλιν Ἀθήνησι

10

.

3

.

5

πρῶτος ἦν. Ἡφαιστίων δὲ αὐτῷ συνείπετο, φιλοῦντες μὲν ἀλλήλους ἄμφω καὶ πάνυ, φιλονεικοῦντες δὲ ἀλλήλοις εἰς πενίαν καὶ περὶ τῶν ἐν λόγοις πρωτείων. ἓν γοῦν αὐτοῖς ὑπῆν ἱμάτιον καὶ τριβώνιον, καὶ πλέον οὐδέν, καὶ στρώ‐
5ματα τρία που ἢ τέτταρα, τὴν οἴκοθεν βαφὴν μετὰ τῆς

10

.

3

.

6

παχύτητος διὰ χρόνον ἀπαγορεύοντα. περιῆν οὖν αὐτοῖς ἑνί τε ἀνθρώπων καὶ δυεῖν εἶναι, ὥσπερ τὸν Γηρυόνην οἱ μῦθοί φασιν ἐκ τριῶν συντεθῆναι· κἀκεῖνοι δύο τε ἦσαν

10

.

3

.

7

καὶ εἷς. Προαιρεσίου μὲν γὰρ δημοσίᾳ φανέντος, Ἡφαι‐ στίων ἦν ἀφανὴς ἐν τοῖς στρώμασι κατακείμενος, καὶ συ‐ νασκῶν ἑαυτὸν περὶ τοὺς λόγους· ταὐτὰ δὲ καὶ Προαι‐ ρεσίῳ συνέβαινεν Ἡφαιστίωνος φανέντος· τοσαύτη τις εἶχεν
5αὐτοὺς ἔνδεια.

10

.

3

.

8

Ἀλλ’ ὅμως Ἰουλιανὸς ἐπὶ τὸν Προαιρέσιον ἐπέκλινε τὴν ψυχήν, καὶ πρὸς ἐκεῖνον αὐτῷ τὰ ὦτα ἀνειστήκει, καὶ τὸ
μέγεθος κατεδείμαινε τῆς φύσεως. ὡς δέ, ἀπελθόντος Ἰου‐ λιανοῦ, τὰς Ἀθήνας εἶχεν ἔρως τῆς διαδοχῆς τῶν ἐπὶ τοῖς67
5λόγοις πλεονεκτημάτων παραγγέλλουσι μὲν ἐπὶ τῷ κράτει τῆς σοφιστικῆς πολλοὶ καὶ ἄλλοι, ὥστε ὄχλος ἦν καὶ ταῦτα

10

.

3

.

9

γράφειν. χειροτονοῦνται δὲ δοκιμασθέντες ἁπάσαις κρίσεσιν, Προαιρέσιός τε καὶ Ἡφαιστίων καὶ Ἐπιφάνιος καὶ Διόφαντος, Σώπολις ἐκ τῆς παραβύστου καὶ παρημελημένης ἐς τὸν

10

.

3

.

10

ἀριθμὸν ἐνδείας, καὶ Παρνάσιός τις ἐκ τῆς εὐτελεστέρας. ἔδει γὰρ πολλοὺς εἶναι, κατὰ τὸν νόμον τὸν Ῥωμαϊκόν, Ἀθήνησι

10

.

3

.

11

τοὺς μὲν λέγοντας, τοὺς δὲ ἀκούοντας. χειροτονηθέντων δὲ τούτων, οἱ μὲν εὐτελέστεροι τὸ ὄνομα εἶχον, καὶ μέχρι τῶν σανίδων ἦν τὸ κράτος καὶ τοῦ βήματος ἐφ’ ὃ παρῄεσαν, εἰς δὲ τοὺς δυνατωτέρους ἡ πόλις εὐθὺς διῄρητο, καὶ οὐχ ἡ
5πόλις μόνη, ἀλλὰ τὰ ὑπὸ Ῥωμαίοις ἔθνη, καὶ περὶ λόγων οὐκ ἦν αὐτοῖς ἡ στάσις, ἀλλ’ ὑπὲρ ἐθνῶν ὅλων ἐπὶ τοῖς

10

.

3

.

12

λόγοις. ἡ μὲν γὰρ ἑῴα καθάπερ τι γέρας Ἐπιφανίῳ σαφῶς ἐξῄρητο, τὴν δὲ Ἀραβίαν εἰλήχει Διόφαντος, Ἡφαιστίων δὲ καταδείσας Προαιρέσιον ἀπῆλθεν ἐξ Ἀθηνῶν τε καὶ ἀνθρώ‐ πων, Προαιρεσίῳ δὲ ὁ Πόντος ὅλος καὶ τὰ ἐκείνῃ πρόσ‐
5οικα τοὺς ὁμιλητὰς ἀνέπεμπεν, ὥσπερ οἰκεῖον ἀγαθὸν τὸν

10

.

3

.

13

ἄνδρα θαυμάζοντες· προσετέθη δὲ καὶ Βιθυνία πᾶσα καὶ Ἑλλήσποντος, ὅσα τε ὑπὲρ Λυδίας, διὰ τῆς καλουμένης νῦν Ἀσίας ἐπὶ Καρίαν καὶ Λυκίαν τείνοντα, πρὸς Παμφυλίαν καὶ τὸν Ταῦρον ἀφορίζεται, Αἴγυπτός τε πᾶσα τῆς ἐπὶ τοῖς
5λόγοις ἀρχῆς [καὶ] κλῆρος ἦν οἰκεῖος αὐτῷ, καὶ ὅσα, ὑπὲρ Αἰγύπτου πρὸς Λιβύην συρόμενα, τό τε ἄγνωστον τέλος

10

.

3

.

14

ἔχει καὶ τὸ οἰκήσιμον. ταῦτα δὲ ὡς ἐπὶ πλέον εἴρηται, ἐπεί,
τό γε ἀκριβῶς, καὶ διαφθορὰς ἔσχε τὰ ἔθνη ἐν ὀλίγοις τισὶ μειρακίοις, ἢ μεταναστᾶσι παρ’ ἑτέρους ἤ πού τις καὶ68

10

.

3

.

15

κατ’ ἀρχὰς ἀπατηθεὶς ἑτέρῳ προσῆλθε. πρὸς δὲ τὸ μέγεθος τῆς Προαιρεσίου φύσεως, συστάσεως νεανικῆς καὶ μάλα σφοδρᾶς γενομένης, τῶν ἄλλων ἁπάντων ἐς τοσόνδε ἴσχυσεν ἡ σύστασις, ὥστε τὸν ἄνδρα ἐξόριστον τῶν Ἀθηνῶν εἰργά‐
5σατο δεκάσαντες τὸν ἀνθύπατον, καὶ τὴν ἐπὶ λόγοις βασι‐

10

.

3

.

16

λείαν εἶχον αὐτοί. ὁ δὲ καὶ πρὸς τὴν φυγὴν μετὰ πενίας ἰσχυρᾶς ὥσπερ ὁ Πεισίστρατος ἐκπεσὼν κατῆλθε τὸ δεύτε‐ ρον· ἀλλ’ ὁ μὲν διὰ πλοῦτον, Προαιρεσίῳ δὲ ὁ λόγος ἤρκει μόνος, ὥσπερ ὁ Ὁμηρικὸς Ἑρμῆς ἐπὶ τὴν σκηνὴν τὴν Ἀχιλ‐

10

.

3

.

17

λέος κἀν τοῖς πολεμίοις παραπέμπων τὸν Πρίαμον. συνῆν δέ τις αὐτῷ καὶ ἀγαθὴ τύχη νεώτερον ἀνθύπατον κατὰ φήμην ἀγανακτοῦντα ἐπὶ τοῖς γινομένοις ἐπιστήσασα τοῖς πράγ‐

10

.

4

.

1

μασιν. καὶ ὁ μέν, οὕτω βασιλέως ἐπιτρέψαντος, καὶ μετα‐ πεσόντος ὀστράκου, κατῄει τὸ δεύτερον εἰς τὰς Ἀθήνας, οἱ δὲ ἐχθροί, τὸ δεύτερον αὖθις ἑλιχθέντες καὶ συσπειρασά‐ μενοι καθ’ ἑαυτούς, ἀνίσταντο καὶ πρὸς τὸ μέλλον ἑτέρας

10

.

4

.

2

ἐξηρτύοντο μηχανάς. καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· προηγου‐ μένων δὲ τῶν εὐτρεπιζόντων τὴν κάθοδον, κατελθὼν ὁ Προαιρέσιος (ταῦτα δὲ ἀκριβῶς ὁ Λυδὸς παρὼν Τουσκιανὸς ἐξήγγελλεν, ὃς Προαιρέσιος ἂν ἦν, εἰ μὴ Προαιρέσιος ἦν),
5κατελθὼν δέ, ὅμως, εὑρίσκει μέν, ὥσπερ τις Ὀδυσσεὺς διὰ
μακροῦ παραγενόμενος, ὀλίγους τῶν ἑταίρων, ἐν οἷς καὶ ὁ Τουσκιανὸς ἦν, ὑγιαίνοντας, καί, ἐπὶ τῷ ἀπίστῳ τοῦ69

10

.

4

.

3

θαύματος, τοὺς πρὸς ἐκεῖνον βλέποντας· εὑρὼν δέ, καὶ πλη‐ ρωθεὶς ἀγαθῶν ἐλπίδων “περιμένετε,” φησί, “τὸν ἀνθύπα‐ τον”· ὁ δὲ θᾶττον ἦλθεν ἐλπίδος. ἀφικόμενος δὲ Ἀθήναζε,

10

.

4

.

4

συνεκάλει τε τοὺς σοφιστάς, καὶ διετάραττεν ἅπαντα. οἱ δὲ μόλις μὲν καὶ βάδην συνῄεσαν. ἀνάγκης δὲ καλούσης, προ‐ βλήματά τε αὐτοῖς προεβλήθη, καὶ κατὰ δύναμιν αὐτῶν ἕκαστος ἐνεχθέντες, ἐκ παρακλήσεως καὶ παρασκευῆς τῶν
5κρότων συντελουμένων, ἀπηλλάγησαν, καὶ τοὺς Προαι‐

10

.

4

.

5

ρεσίου φίλους εἶχεν ἀθυμία. ὁ δὲ ἀνθύπατος αὐτοὺς τὸ δεύ‐ τερον ὡς ἐπὶ τιμαῖς συγκαλέσας, ἅπαντας κατασχεθῆναι κελεύει, καὶ τὸν Προαιρέσιον ἐξαπιναίως εἰσκαλεῖ. οἱ δὲ παρ‐

10

.

4

.

6

ῆσαν ἀγνοοῦντες τὰ μέλλοντα. ὁ δὲ ἀνθύπατος “βούλο‐ μαι” ἀνέκραγε, “πᾶσιν ὑμῖν ἓν ζήτημα προβαλών, πάντων ὑμῶν ἀκροάσασθαι σήμερον· ἐρεῖ δὲ μεθ’ ὑμᾶς, ἢ ὅπως ἂν

10

.

4

.

7

βούλησθε, καὶ Προαιρέσιος.” τῶν δὲ τὸ πρᾶγμα φανερῶς παραιτησαμένων, καὶ τὰ Ἀριστείδου μετὰ πολλῆς σκέψεως καὶ πόνου (ἔδει γὰρ μηδὲν ἴδιον αὐτοὺς λέγειν), προενεγ‐ κόντων δὲ ὅμως ὡς οὐκ εἰσὶ τῶν ἐμούντων ἀλλὰ τῶν ἀκρι‐
5βούντων, τὸ δεύτερον ἐμβοήσας ὁ ἀνθύπατος “λέγε,” φησίν

10

.

4

.

8

“ὦ Προαιρέσιε.” ὁ δὲ ἀπὸ τῆς καθέδρας εἰς προάγωνά τινα διαλεχθεὶς οὐκ ἀχαρίστως, καὶ τὸν σχέδιον ὅσος ἐστὶν ἐξάρας λόγον, ἀνέστη θαρραλέως ἐπὶ τὸν ἀγῶνα. ἐνταῦθα ὁ μὲν ἀνθύπατος ὅρον τινὰ προβαλεῖν ἕτοιμος ἦν, ὁ δὲ ἀν‐

10

.

4

.

9

ενεγκὼν τὸ πρόσωπον, περιέβλεπε κύκλῳ τὸ θέατρον. ὡς
δὲ πολὺ μὲν ἑώρα τὸ πολέμιον, τὸ δὲ φίλιον μικροῦ καὶ δια‐70

10

.

4

.

10

λανθάνον, ἐγένετο μὲν κατὰ λόγον ἀθυμότερος· ζέοντος δὲ τοῦ συγχορεύοντος αὐτῷ δαίμονος, περισκοπῶν ἅπαντα, συγκεκαλυμμένους ὁρᾷ περὶ τὴν ἐσχάτην ἄντυγα τοῦ θεά‐ τρου δύο τινὰς ἄνδρας τῶν περὶ ῥητορικὴν τετριμμένων καὶ
5ὑφ’ ὧν ἐπεπόνθει τὰ πλεῖστα τῶν κακῶν, καὶ ἀναβοήσας “ὦ θεοί,” φησίν “ἐνταῦθα οἱ βέλτιστοι καὶ σοφοί. τούτους ἐμοὶ κέλευσον, ἀνθύπατε, προβαλεῖν· ἴσως γὰρ ὅτι ἠσέβη‐

10

.

4

.

11

σαν πεισθήσονται.” οἱ μὲν οὖν ταῦτα ἀκούσαντες, εἰς τὸν ὄχλον τε τῶν καθημένων κατεδύοντο, καὶ διαλανθάνειν

10

.

4

.

12

ἔσπευδον. ὁ δὲ ἀνθύπατος, διαπέμψας τινὰς τῶν στρατιω‐ τῶν, εἰς μέσον αὐτοὺς περιήγαγε· καὶ καταστήσας ἔκ τινος προτροπῆς τὸ προβαλεῖν τὸν καλούμενον ὅρον, ὡς ἐκεῖνοι, βραχύν τινα χρόνον σκεψάμενοι καὶ πρὸς ἀλλήλους δια‐
5λεχθέντες, τὸν τραχύτατον ὧν ᾔδεσαν καὶ φαυλότατον ἐξή‐ νεγκαν, ἰδιωτικὸν καὶ τοῦτον, καὶ οὐ βάσιμον ῥητορικῇ πομπείᾳ, ταυρηδὸν μὲν αὐτοὺς ὑπέβλεψε, πρὸς δὲ τὸν ἀνθύ‐

10

.

4

.

13

πατον· “ἃ πρὸ τοῦ ἀγῶνος αἰτῶ δίκαια, ταῦτά σε ἱκε‐ τεύω δοῦναι”· τοῦ δὲ εἰπόντος ὡς οὐδενὸς ἀτυχήσει δικαίου, “ἀξιῶ” φησί “δοθῆναί μοι τοὺς ταχέως γράφοντας, καὶ στῆναι κατὰ τὸ μέσον οἳ καθ’ ἡμέραν μὲν τὴν τῆς Θέμιδος
5γλῶτταν ἀποσημαίνονται, σήμερον δὲ τοῖς ἡμετέροις ὑπη‐

10

.

5

.

1

ρετήσονται λόγοις.” τοῦ δὲ παρελθεῖν τοὺς ἄκρους τῶν γραφέων ἐπιτρέψαντος, οἱ μὲν ἑκατέρωθεν ἔστησαν ἐς τὴν γραφὴν ἕτοιμοι, καὶ τὸ μέλλον οὐδεὶς ἠπίστατο· τοῦ δὲ εἰπόντος ὡς “καὶ ἕτερον αἰτήσω βαρύτερον,” εἶτα κελευ‐

10

.

5

.

2

σθέντος εἰπεῖν, “κροτείτω με” φησί “μηδὲ εἷς.” ὡς δὲ καὶ τοῦτο μετὰ πολλοῦ πᾶσιν ἐπετέ〈θη〉 φόβου, ἄρχεται μὲν ὁ
Προαιρέσιος λέγειν ῥύδην, κατὰ τὸν κρότον ἀναπαύων ἑκάστην περίοδον, τὸ δὲ ἀναγκαίως Πυθαγορικὸν θέατρον71
5ὑπὸ τοῦ θαύματος καταρρηγνύμενον, μυκηθμοῦ καὶ στόνου διάμεστον ἦν. ὡς δὲ ὁ λόγος ἐπεδίδου, καὶ ὁ ἀνὴρ ὑπὲρ πάντα ἐφέρετο λόγον καὶ πᾶσαν δόξαν ἀνθρωπίνην, πρόεισι μὲν εἰς θάτερον μέρος καὶ συμπληροῖ τὴν κατάστασιν·

10

.

5

.

3

ἐνθουσιῶν δὲ καὶ πηδῶν, ὥσπερ ἀναπολόγητον τὸ λειπό‐ μενον ἀφιεὶς μέρος, εἰς τὴν ἐναντίαν ὑπόδεσιν ἐπαφῆκε τὸν λόγον. καὶ οἱ γράφοντες μόλις εἵποντο, καὶ τὸ θέατρον μόλις σιωπᾶν ἠνείχετο, καὶ πλῆθος ἦν τῶν εἰρημένων. ἐπιστρέ‐
5ψας εἰς τοὺς γράφοντας τὸ πρόσωπον, “ὁρᾶτε ἀκριβῶς” ἔφη “εἰ πάντα ταῦτα ἃ προλαβὼν εἶπον μέμνημαι”· καὶ μηδὲ περὶ μίαν λέξιν σφαλείς, τὰ αὐτὰ δεύτερον ἀπήγγελλεν.

10

.

5

.

4

οὔτε ὁ ἀνθύπατος ἐνταῦθα τοὺς ἑαυτοῦ νόμους ἐφύλαττεν, οὔτε τὸ θέατρον τὰς ἀπειλὰς τοῦ ἄρχοντος· καὶ τὰ στέρνα τοῦ σοφιστοῦ περιλιχμησάμενοι καθάπερ ἀγάλματος ἐνθέου πάντες οἱ παρόντες, οἱ μὲν πόδας, οἱ δὲ χεῖρας προσεκύνουν,

10

.

5

.

5

οἱ δὲ θεὸν ἔφασαν, οἱ δὲ Ἑρμοῦ Λογίου τύπον· οἱ δὲ ἀντί‐ τεχνοι διὰ φθόνον παρεθέντες ἔκειντο, τινὲς δὲ αὐτῶν οὐδὲ κείμενοι τῶν ἐπαίνων ἠμέλουν. ὁ δὲ ἀνθύπατος καὶ δορυ‐ φορῶν μετὰ πάντων [ἢ τῶν δυνάμεων] ἐκ τοῦ θεάτρου

10

.

5

.

6

παρέπεμψε. μετὰ ταῦτα οὐδεὶς ἀντέλεγεν, ἀλλ’ ὥσπερ ὑπὸ σκηπτοῦ πληγέντες, ἅπαντες συνεχώρησαν εἰς τὸ εἶναι
κρείττονι. χρόνῳ δὲ ὕστερον ἀναφέροντες, ὥσπερ αἱ τῆς Ὕδρας κεφαλαί, πρὸς τὸ οἰκεῖον ἀνωρθοῦντο καὶ διηγεί‐72
5ροντο, καὶ τραπέζαις τε πολυτελέσι καὶ θεραπαινιδίοις κομ‐ ψοῖς τινὰς τῶν ἀκμαζόντων δελεάζοντες, ὥσπερ οἱ τῶν βασιλέων ἔννομον καὶ ὀρθὴν μάχην νενικημένοι, ἐν τοῖς ἀπόροις εἰς τὸ ἔσχατον συνελθόντες ἐπὶ ψιλοὺς καὶ σφεν‐ δονήτας καὶ γυμνήτας καὶ τὸ εὐτελὲς ἐπικουρικὸν καταφεύ‐
10γουσιν, οὐ ταῦτα τιμῶντες ἐξ ἀρχῆς, ὅμως δὲ δι’ ἀνάγκην

10

.

5

.

7

ταῦτα τιμῶντες· οὕτω κἀκεῖνοι πρὸς ἀναγκαῖον συμμαχικὸν ἐπτοημένοι, τοιαύτας ἐπιβουλὰς ἤρτουν, αἰσχρὰς μέν, ἀν‐

10

.

5

.

8

επίφθονοι δὲ ἦσαν, εἴ τις ἑαυτὸν καὶ κακῶς φιλεῖ. εἶχον γοῦν ἑταίρων πλῆθος, καὶ ἀπήντα τὸ σόφισμα κατὰ λόγον αὐτοῖς. τὸ δὲ Προαιρεσίου τυραννὶς ἐδόκει τις εἶναι, καὶ εὐτυχεῖν

10

.

5

.

9

ἡ ἀρετὴ τῶν λόγων ἐδόκει καλῶς· ἢ γὰρ οἱ νοῦν ἔχοντες ἅπαντες αὐτὸν ᾑροῦντο, ἢ οἱ προσελθόντες εὐθὺς νοῦν εἶχον ὅτι Προαιρέσιον ᾕρηντο.

10

.

6

.

1

Κατὰ δὲ τούτους τοὺς χρόνους ἤνεγκεν ὁ βασιλικὸς τῆς αὐλῆς ὅμιλος ἄνδρα καὶ δόξης ἐραστὴν καὶ λόγων. ἦν μὲν γὰρ ἐκ Βηρυτοῦ πόλεως, καὶ Ἀνατόλιος ἐκαλεῖτο· οἱ δὲ βασκαίνοντες αὐτῷ καὶ Ἀζουτρίωνα ἐπίκλησιν ἔθεντο, καὶ ὅ
5τι μὲν τὸ ὄνομα σημαίνειν βούλεται ὁ κακοδαίμων ἴστω τῶν

10

.

6

.

2

θυμελῶν χορός. δόξης δὲ ἐραστὴς ὁ Ἀνατόλιος καὶ λόγων γενόμενος, ἀμφοτέρων ἔτυχεν· καὶ τῆς τε νομικῆς τελουμένης παιδείας εἰς ἄκρον ἀφικόμενος, ὡσὰν πατρίδα ἔχων τὴν Βη‐ ρυτὸν ἣ τοῖς τοιούτοις μήτηρ ὑποκάθηται παιδεύμασι, καὶ
5διαπλεύσας εἰς τὴν Ῥώμην, καὶ φρονήματος ἐμπλησθεὶς καὶ λόγων ὕψος ἐχόντων καὶ βάρος, εἰσφρήσας τε εἰς τὰ βασί‐ λεια, ταχὺ μάλα πρῶτος ἦν, καὶ διὰ πάσης ἐλθὼν ἀρχῆς, ἐν πολλαῖς τε ἀρχαῖς εὐδοκιμήσας (καὶ γὰρ οἱ μισοῦντες αὐτὸν ἐθαύμαζον), προϊὼν καὶ εἰς τὸν ἔπαρχον τῆς αὐλῆς ἤλασεν·73

10

.

6

.

3

ἡ δὲ ἀρχὴ βασιλεία ἐστὶν ἀπόρφυρος. τυχὼν δὲ κατὰ τὴν ἑαυτοῦ φιλοτιμίαν τύχης ἀξίας (τὸ γὰρ καλούμενον Ἰλλυ‐ ρικὸν ἐπετέτραπτο), καὶ φιλοθύτης ὢν καὶ διαφερόντως Ἕλλην (καί τοί γε ἡ κοινὴ κίνησις πρὸς ἑτέρας ἔφερε ῥοπάς),
5ἐξὸν αὐτῷ πρὸς τὰ καίρια τῆς ἀρχῆς ἐλθεῖν, καὶ διοικεῖν ἕκαστα πρὸς ὃ βούλοιτο, ὁ δέ, χρυσῆς τινὸς αὐτὸν μανίας ὑπολαβούσης ἰδεῖν τὴν Ἑλλάδα, καὶ τὰ τῶν λόγων εἴδωλα διὰ τῆς παιδεύσεως ἐπὶ τὴν αἴσθησιν, μεθ’ οὕτως ἀριπρε‐ ποῦς ἀξιώματος φερόμενος, συλλαβεῖν, καὶ τὸ νοούμενον ἐκ
10τῶν ἀρχαίων ἰνδαλμάτων φάντασμα ἐπὶ τὴν ὄψιν σπάσαι,

10

.

6

.

4

πρὸς τὴν Ἑλλάδα ἔσπευσε. καὶ πρόβλημά γέ τι τοῖς σοφι‐ σταῖς προπέμψας (ἐτεθήπεσαν δὲ αὐτὸν ἡ Ἑλλάς, τό τε φρόνημα ἀκούοντες καὶ τὴν παιδείαν, καὶ ὅτι ἀκλινὴς ἦν καὶ ἀδωροδόκητος), ἐκέλευεν ἅπαντας τὸ αὐτὸ μελετᾶν

10

.

6

.

5

πρόβλημα. οἱ δὲ τοῦτο αὐτὸ ἐπιτηδεύοντες καὶ κατὰ τὴν ἑκάστην ἡμέραν ἀλλήλοις ἐπιβουλεύοντες, ὅμως (ἀνάγκη γὰρ ἐκέλευεν) συνεκρίθησαν, καὶ περὶ τῆς καλουμένης στά‐ σεως τοῦ προβλήματος πολλοὺς ἐν ἀλλήλοις λόγους ἀντε‐
5πιχειρήσαντες (οὐκ ἔγνω τούτου τοῦ πράγματος γελοιότε‐ ρον ὁ συγγραφεύς), διεκρίθησαν ἀπ’ ἀλλήλων ἕκαστος, διὰ φιλοτιμίαν ἕκαστος ἐπαινῶν τὴν ἰδίαν δόξαν καὶ πρὸς τὰ

10

.

6

.

6

μειράκια φιλοτιμούμενος. ὡς δὲ βαρύτερος ἦν τῆς Περσικῆς ἐκείνης καὶ πολυυμνήτου στρατιᾶς ἐπὶ τὴν Ἑλλάδα κατιὼν ὁ Ἀνατόλιος, καὶ ὁ κίνδυνος ἦν παρὰ πόδας οὐ τοῖς Ἕλλη‐
σιν ἀλλὰ τοῖς σοφιστεύουσιν, ἐνταῦθα οἱ μὲν ἄλλοι πάντες74
5(προσεγεγένητο γὰρ αὐτοῖς καὶ Ἱμέριός τις σοφιστὴς ἐκ Βιθυνίας· οὐκ ἔγνω τοῦτον ὁ συγγραφεύς, πλὴν ὅσα γε διὰ συγγραμμάτων), ἐταλαιπωροῦντο δὲ ὅμως ἅπαντες, καὶ πολλῷ καμάτῳ παρετείνοντο, τὴν δόξασαν ἕκαστος

10

.

6

.

7

μελετῶντες στάσιν. ἐνταῦθα ὁ Προαιρέσιος θαρσῶν τῇ φύσει, βαρὺς ἦν οὔτε φιλοτιμούμενος οὔτε ἐκφέρων τὸ ἀπόρ‐

10

.

6

.

8

ρητον. ὁ δὲ Ἀνατόλιος ἐγγύθεν, καὶ εἰσεδήμησεν Ἀθήναζε. θύσας δὲ θαρσαλέως καὶ περιελθὼν τὰ ἱερὰ πάντα, ᾗ θεσμὸς ἱερὸς ἐκέλευεν, ἐξεκάλει τοὺς σοφιστὰς ἐπὶ τὸν ἀγῶνα. καὶ οἱ παρόντες ἕκαστος πρῶτος ἐς τὴν ἐπίδειξιν ἠπείγετο·

10

.

6

.

9

οὕτω φίλαυτόν τι χρῆμα ἄνθρωπος· ὁ δὲ Ἀνατόλιος καὶ τοὺς κροτοῦντας, τὰ μειράκια, ἐγέλα, καὶ τοὺς πατέρας ἠλέει τῆς τῶν παίδων παιδείας ὑπὸ τίσιν παιδεύονται. ἐκάλει

10

.

6

.

10

δὲ τὸν Προαιρέσιον· μόνος γὰρ ἀπολέλειπτο· ὁ δὲ θεραπεύ‐ σας τινὰ τῶν οἰκείων αὐτοῦ καὶ πάντα ἐξειδότων, μαθὼν τὴν στάσιν ἣν ἐπαινεῖ (τοῦτο γὰρ ὁ συγγραφεὺς ἔφη γε‐ λοῖον ἐν τοῖς ἄνω λόγοις), καί τοί γε οὐδενὸς ἦν ἄξιον λόγου,
5οὐδὲ Ἀνατόλιον ἔδει ταῦτα νικᾶν, ὅμως πρός τε τὴν κλῆσιν ὑπήκουσεν ἀθρόως, καὶ πρὸς ἐκείνην τὴν στάσιν διαθέμενος τὸν ἀγῶνα, ἐς τοσόνδε ἤρκεσε πρὸς τὸ κάλλος τοῦ λόγου, ὥστε ἐπήδα τε ὁ Ἀνατόλιος, καὶ τὸ θέατρον βοῶν τε ἐρρή‐

10

.

6

.

11

γνυτο, καὶ οὐδεὶς ἦν ὃς οὐχὶ θεὸν ὑπελάμβανε. τιμήσας οὖν ἐκεῖνον διαφερόντως φαίνεται, καί τοί γε τοὺς ἄλλους μόλις

10

.

6

.

12

ἀξιώσας τῆς ἑαυτοῦ τραπέζης. (ὁ δὲ Ἀνατόλιος σοφιστὴς ἦν ἐν τοῖς κατ’ εὐωχίαν καὶ πρὸς συμπόσιον· οὐδὲ τὸ συμπόσιον ἦν ἄλογον καὶ ἀπαίδευτον. ἀλλὰ ταῦτα μὲν ἐγένετο πρὸ πολλῶν χρόνων, καὶ οὕτως ἐξηκρίβου τὴν

10

.

6

.

13

ἀκοὴν ὁ συγγραφεύς. ὁ δὲ Ἀνατόλιος καὶ τὸν Μιλήσιον ὑπερεθαύμαζεν, ὃς ἦν μὲν ἐκ Σμύρνης τῆς Ἰωνικῆς, φύσεως δὲ ἀρίστης τυχών, ἐς ἀφιλότιμόν τινα καὶ σχολαστὴν ἑαυτὸν ἐμβαλὼν βίον, πρός τε ἱεροῖς ἦν καὶ γάμων ἠμέλησε, ποίησίν75
5τε ἅπασαν καὶ μέλος ἐξήσκησε, καὶ ποιήσεως ὅσον ἐπαι‐ νοῦσι Χάριτες. οὕτω γοῦν εἷλε τὸν Ἀνατόλιον, ὥστε καὶ

10

.

6

.

14

Μοῦσαν ἐκάλει τὸν ἄνθρωπον. Ἐπιφανίου δὲ τοῦ σοφι‐ στεύοντος τὰ ζητήματα διαιρέσεις ἔφασκεν, εἰς μικρολογίαν

10

.

6

.

15

καὶ περιττὴν ἀκρίβειαν κωμῳδῶν τὸν παιδεύοντα). περὶ δὲ τῆς διαφωνίας αὐτῶν τῆς κατὰ τὴν στάσιν, διασιλλαίνων ἅπαντας, “εἰ πλείους” ἔφη ”†τῶν δεκατριῶν† ἐτύγχανον οἱ σοφιστεύοντες, τάχ’ ἂν ἑτέρας προσεξεῦρον στάσεις, ἵνα
5διαφόρως ἓν πρόβλημα μελετήσωσιν.” Προαιρέσιον δὲ πάν‐

10

.

7

.

1

των ἕνεκε μόνον ὑπερεθαύμαζεν. ἐτύγχανε δὲ ὁ Προαιρέσιος οὐ πρὸ πολλοῦ χρόνου μετάπεμπτος ὑπὸ τοῦ βασιλεύοντος γεγονὼς Κώνσταντος ἐς τὰς Γαλλίας, καὶ κρατήσας τοῦ βασιλεύοντος ἐς τοσοῦτον, ὥστε ὁμοτράπεζος ἅμα τοῖς τιμιω‐
5τάτοις ἦν αὐτῷ, καὶ ὅσον γε τῶν ἐκείνῃ τότε ἀνθρώπων οὐκ ἐξικνοῦντο τούς τε λόγους ἀναθεωρεῖν καὶ τὰ ἀπόρρητα τῆς ψυχῆς θαυμάζειν, πρὸς τὴν ὄψιν καὶ τὰ φαινόμενα μεταφέ‐ ροντες τὴν ἔκπληξιν, τοῦ τε σώματος αὐτοῦ τὸ κάλλος καὶ τὸ ὕψος ἐτεθήπεσαν, ὥσπερ ἐς ἀνδριάντα τινὰ καὶ τὸ κολοσ‐

10

.

7

.

2

σὸν μόλιν ἀναβλέποντες· οὕτω τὰ πάντα ἦν ὑπὲρ ἄνθρω‐ πον. τήν γε μὴν καρτερίαν ὁρῶντες, ὄντως ἀπαθῆ τινα καὶ σιδήρεον ὑπελάμβανον, ὅτι λεπτὸν ἔχων τριβώνιον, ἀνυπό‐ δητος, τρυφῆς περιουσίαν ἐτίθετο τοὺς Γαλατικοὺς χειμῶνας

10

.

7

.

3

καὶ πεπηγότα σχεδόν τι τὸν Ῥῆνον ἔπινεν· καὶ τόν γε ὅλον οὕτω διετέλεσε βίον, ἀπείρατος θερμοῦ γενόμενος ποτοῦ. ἀπέστειλε γοῦν αὐτὸν ὁ βασιλεὺς εἰς τὴν μεγάλην Ῥώμην, φιλοτιμούμενος οἵων βασιλεύειν ἔλαχεν· οἱ δὲ οὐκ εἶχον ὅ τι76
5θαυμάσουσιν, οὕτω πάντα ἦν παρὰ τὴν ἀνθρωπίνην φύσιν.

10

.

7

.

4

πολλὰ δὲ ἐπὶ πολλοῖς ἀγασθέντες, καὶ τυχόντες ἐπαίνων, ἀν‐ δριάντα κατασκευασάμενοι χαλκοῦν ἰσομέτρητον, ἀνέθηκαν ἐπιγράψαντες· Η ΒΑΣΙΛΕΥΟΥΣΑ ΡΩΜΗ ΤΟΝ ΒΑΣΙΛΕΥΟΝΤΑ ΤΩΝ ΛΟΓΩΝ.

10

.

7

.

5

Ὁ δὲ βασιλεὺς ἀπιόντα πάλιν Ἀθήναζε καὶ δωρεὰν αἰτεῖν ἔδωκεν. ὁ δὲ τῆς ἑαυτοῦ φύσεως ἄξιον ᾔτησε, νήσους οὐκ ὀλίγας οὐδὲ μικρὰς εἰς ἀπαγωγὴν φόρου καταστρεψάμε‐ νος ταῖς Ἀθήναις. ὁ δὲ καὶ ταῦτα ἔδωκεν, καὶ προσέθηκε τὸ
5μέγιστον τῶν ἀξιωμάτων, στρατοπεδάρχην ἐπιτρέψας καλεῖ‐ σθαι, ὅπως νεμεσῴη μηδεὶς εἰ τοσαῦτα ἐκ τοῦ δημοσίου

10

.

7

.

6

κομίζοιτο. ταύτην τὴν δωρεὰν ἔδει βεβαιοῦν τὸν τῆς αὐλῆς ἔπαρχον (νεωστὶ γὰρ παρῆν ἐκ Γαλατίας ὁ ἔπαρχος)· καὶ μετὰ τοὺς ἐπὶ τοῖς λόγοις ἐκείνους ἀγῶνας, παρὰ τὸν Ἀνατό‐ λιον ἐλθών, ἠξίου βεβαιοῦν τὴν χάριν, καὶ συνηγόρους 〈οὐκ〉
5ἐκάλεσε μόνους, ἀλλὰ σχεδόν τι πάντας τοὺς πεπαιδευμέ‐

10

.

7

.

7

νους ἐκ τῆς Ἑλλάδος· πάντες γὰρ ἦσαν Ἀθήνησι διὰ τὴν ἐπιδημίαν. ὡς δὲ ἐπληρώθη τὸ θέατρον, καὶ ὁ Προαιρέσιος ἠξίου τοὺς συνηγόρους λέγειν, παραδραμὼν τὴν ἁπάντων δόξαν ὁ ἔπαρχος, καὶ βασανίζων τὸν Προαιρέσιον ἐς τὸ
5σχέδιον “λέγε,” φησίν, “ὦ Προαιρέσιε· αἰσχρὸν γάρ ἐστιν καὶ λέγειν καὶ βασιλέα ἐπαινεῖν σοῦ παρόντος ἕτερον.”

10

.

7

.

8

ἐνταῦθα ὁ Προαιρέσιος, ὥσπερ ἵππος εἰς πεδίον κληθείς, τοὺς ἐπὶ τῇ δωρεᾷ λόγους, τόν τε Κελεὸν καὶ Τριπτόλεμον καὶ τὴν Δήμητρος ἐπιδημίαν ἐπὶ τῇ τοῦ σίτου δωρεᾷ παρή‐ γαγεν, καὶ τὴν τοῦ βασιλέως χάριν ἐκείνοις προσάπτων77
5τοῖς διηγήμασι, ταχὺ μάλα μετέστησεν εἰς τὸν ἀρχαῖον ὄγκον τὰ γινόμενα, καὶ τοῖς λεγομένοις ἐπεχόρευεν, ἐπιδει‐ κνύμενος ἐς τὴν ὑπόθεσιν· καὶ ὁ τῶν λόγων ἔλεγχος ἦν αὐτῷ φιλοτιμία.

10

.

7

.

9

Γάμος δὲ αὐτῷ συνέπεσεν ἐξ Ἀσίας, τῆς Τραλλιανῶν πόλεως· Ἀμφίκλεια μὲν ὄνομα τῇ γυναικί· θυγάτρια δὲ αὐτοῖς ἐγενέσθην τοσοῦτον παραλλάττοντα κατὰ τὴν ἡλι‐ κίαν χρόνον, ὅσος ἐς τὸ κυεῖν καὶ γίνεσθαι καταναλίσκεται.
5προελθόντα δὲ εἰς ὥραν ἐν ᾗ πάγκαλόν τι χρῆμα καὶ μα‐ κάριον παιδίον, καὶ τὴν τοῦ πατρὸς ψυχὴν ὑφ’ ἡδονῆς ἀνασείσαντα, ἐν ὀλίγαις ἡμέραις ἄμφω τοὺς πατέρας ἀπέ‐ λιπεν, ὥστε μικροῦ τὸ πάθος καὶ τῶν προσηκόντων ἐκβα‐

10

.

7

.

10

λεῖν λογισμῶν τὸν Προαιρέσιον. ἀλλὰ πρὸς τοῦτο μὲν ἤρκε‐ σεν ἡ Μιλησίου μοῦσα, τὰς ἁρμονικὰς ἀναψαμένη χάριτας, καὶ πολλὰ 〈παρα〉πεσοῦσα μετ’ ἀφροδίτης, καὶ τὸν λογισμὸν ἀνακαλουμένη. τοῖς δὲ Ῥωμαίοις ἀξιοῦσιν ὁμιλητὴν ἴδιον
5ἀποπέμπειν, ὁ Προαιρέσιος τὸν Εὐσέβιον ἐξέπεμψεν, ὃς ἦν μὲν ἐξ Ἀλεξανδρείας, —ἐναρμόσειν ἄλλως ἐδόκει τῇ πόλει, κολακεύειν τε εἰδὼς καὶ σαίνειν τὸ ὑπερέχον—στασιώδης

10

.

7

.

11

δὲ κατὰ τὰς Ἀθήνας ἐφαίνετο. καὶ ἅμα ἐβούλετο μεῖζον τὸ καθ’ ἑαυτὸν ποιεῖν, ἄνδρα πέμπων πολιτικῆς κακοτεχνίας οὐκ ἀμύητον· ἐπεὶ τά γε κατὰ ῥητορικὴν ἐξαρκεῖ τοσοῦτον

10

.

7

.

12

εἰπεῖν ὅτι ἦν Αἰγύπτιος. τὸ δὲ ἔθνος ἐπὶ ποιητικῇ μὲν σφόδρα μαίνονται, ὁ δὲ σπουδαῖος Ἑρμῆς αὐτῶν ἀποκεχώρηκεν.

10

.

7

.

13

ἐπανέστη δὲ αὐτῷ ὁ Μουσώνιος, εἰς σοφιστικὴν ὁμιλητὴς ὢν αὐτοῦ (περὶ οὗ πολλὰ διὰ τὰς ἄλλας 〈πράξεισ〉 ἐν τοῖς διεξοδικοῖς γέγραπται), καὶ ὅτε γε ἀντῆρε, καταμαθὼν πρὸς τίνα ἔχει τὸν ἀγῶνα, ταχὺ μάλα ἐπὶ τὴν πολιτικὴν78
5κατεπήδησεν.

10

.

8

.

1

Ἰουλιανοῦ δὲ βασιλεύοντος, 〈ἐν〉 τόπῳ τοῦ παιδεύειν ἐξειργόμενος (ἐδόκει γὰρ εἶναι χριστιανός) συνορῶν τὸν ἱεροφάντην ὥσπερ Δελφικόν τινα τρίποδα πρὸς τὴν τοῦ μέλλοντος πρόνοιαν πᾶσι τοῖς δεομένοις ἀνακείμενον, σοφίᾳ

10

.

8

.

2

τινὶ περιῆλθε ξένῃ τὴν πρόγνωσιν. ἐμέτρει μὲν γὰρ ὁ βασι‐ λεὺς τὴν γῆν τοῖς Ἕλλησιν εἰς τὸν φόρον, ὅπως μὴ βαρύ‐ νοιντο· ὁ δὲ Προαιρέσιος ἠξίωσεν αὐτὸν ἐκμαθεῖν παρὰ τῶν θεῶν, εἰ βέβαια μένει τὰ τῆς φιλανθρωπίας. ὡς δὲ ἀπέ‐
5φησεν, ὁ μὲν ἔγνω τὸ πραχθησόμενον, καὶ ἦν εὐθυμότερος.

10

.

8

.

3

ὁ δὲ συγγραφεὺς κατὰ τουτονὶ τὸν χρόνον ἐς ἕκτον που καὶ δέκατον ἔτος τελῶν, παρῆλθέν τε εἰς τὰς Ἀθήνας καὶ τοῖς ὁμιληταῖς ἐγκατεμίγη· καὶ ἀγαπηθεὶς ὑπ’ αὐτοῦ καθ‐ άπερ παῖς γνήσιος, ἠπείγετο μὲν μετὰ πέμπτον ἔτος εἰς
5τὴν Αἴγυπτον, οἱ δὲ πατέρες καλοῦντες ἐπὶ Λυδίας ἐξεβιά‐ σαντο· κἀκείνῳ μὲν σοφιστικὴ προὔκειτο, καὶ πρὸς τοῦτο

10

.

8

.

4

ἐξεκάλουν ἅπαντες. Προαιρέσιος δὲ ἐξ ἀνθρώπων ἀνεχώρει μετ’ οὐ πολλὰς ἡμέρας· τοσοῦτος καὶ τοιοῦτος γενόμενος καὶ διαπλήσας τῶν ἑαυτοῦ λόγων τε καὶ ὁμιλητῶν τὴν οἰκουμένην.

11

.

1

.

1

ἘΠΙΦΑΝΙΟΣ· οὗτος ἦν μὲν ἐκ Συρίας, δεινότατος δὲ εἶναι περὶ τὰς διακρίσεις δόξας τῶν ζητημάτων, τὸν δὲ λόγον ἀτονώτερος, ὅμως ἀντεσοφίστευσέν τε Προαιρεσίῳ καὶ εἰς πολὺ δόξης ἐχώρησεν· οὐ γὰρ φέρει τὸ ἀνθρώπινον
5ἕνα θαυμάζειν, ἀλλ’ ἐγκεκλικὸς καὶ ἡττώμενον ὑπὸ φθόνου, τοῖς πολυκρατοῦσι καὶ ὑπερέχουσιν ἕτερον ἀντικαθίστησιν, ὥσπερ ἐν φυσικῇ τὰς ἀρχὰς ἐκ τῶν ἐναντίων λαμβάνοντες.79

11

.

1

.

2

ἐτελεύτα δὲ οὐκ εἰς βαθὺ γῆρας ἀφικόμενος, τὸ αἷμα νοσήσας· καὶ ἡ γυνὴ ταὐτὸ τοῦτο ἔπαθε, καλλίστη πασῶν γενομένη. καὶ παιδίον οὐκ ἦν αὐτοῖς. τοῦτον ὁ ταῦτα γράφων οὐκ ἔγνω, πολὺ προαπελθόντα τῆς ἐπιδημίας.

12

.

1

.

1

ΔΙΟΦΑΝΤΟΣ. Καὶ Διόφαντος ἦν μὲν ἐξ Ἀραβίας, καὶ εἰς τοὺς τεχνικοὺς ἐβιάζετο· ἡ δὲ αὐτὴ δόξα τῶν ἀνθρώπων Προαιρεσίῳ κἀκεῖνον ἀντήγειρεν, ὡσεὶ Καλλίμαχος Ὁμήρῳ τις ἀναστήσειεν. ἀλλ’ ἐγέλα ταῦτα ὁ Προαιρέσιος, καὶ τοὺς

12

.

1

.

2

ἀνθρώπους ὅ τι εἰσὶν ἐν διατριβῆς εἶχεν [ἐν] μέρει. τοῦτον ἐγίγνωσκεν ὁ συγγραφεύς, καὶ ἠκροάσατό γε πολλάκις δημοσίᾳ λέγοντος. παραθεῖναι δὲ τῇ γραφῇ τῶν λεχθέντων καὶ μνημονευθέντων οὐδὲν ἐδόκει καλῶς ἔχειν· μνήμη γάρ

12

.

1

.

3

ἐστιν ἀξιολόγων ἀνδρῶν, οὐ χλευασμός, ἡ γραφή. ἀλλ’ ὅμως ἐπιτάφιόν τε εἰπεῖν τινα τοῦ Προαιρεσίου λέγεται (προ‐ απῆλθε γὰρ ὁ Προαιρέσιος), καί τι τοιοῦτο ἐπιφθέγξασθαι διαμνημονεύουσιν ἐπὶ τῇ Σαλαμῖνι καὶ τοῖς Μηδικοῖς· “ὦ

12

.

1

.

4

Μαραθὼν καὶ Σαλαμίν, νῦν σεσίγησθε. οἵαν σάλπιγγα τῶν ὑμετέρων τροπαίων ἀπολωλέκατε.” οὗτος ἀπέλιπε δύο παῖδας ἐπὶ τρυφὴν καὶ πλοῦτον ὁρμήσαντας.

13

.

1

.

1

ΣΩΠΟΛΙΣ. Καὶ Σωπόλιδος ἠκροάσατο πολλάκις ὁ ταῦ‐ τα γράφων. καὶ ἦν ἀνὴρ εἰς τὸν ἀρχαῖον χαρακτῆρα τὸν λόγον ἀναφέρειν βιαζόμενος, καὶ τῆς ὑγιαινούσης Μούσης ψαύειν ὀριγνώμενος. ἀλλ’ ἔκρουε μὲν τὴν θύραν ἱκανῶς,
5ἠνοίγετο δὲ οὐ πολλάκις· ἀλλ’ εἴ πού τι καὶ ψοφήσειεν ἐκεῖθεν, λεπτόν τι καὶ ἀσθενὲς παρωλίσθαινεν ἔσωθεν τοῦ

13

.

1

.

2

θείου πνεύματος· τὸ δὲ θέατρον ἐμεμήνεσαν, οὐδὲ τὴν πε‐ πιεσμένην ῥανίδα τὴν Κασταλίαν φέροντες. τούτῳ παῖς ἐγέ‐ νετο· καὶ ἐπιβεβηκέναι τοῦ θρόνου τὸν παῖδα φάσκουσιν.80

14

.

1

.

1

ἹΜΕΡΙΟΣ· τὸν ἄνδρα τοῦτον ἤνεγκε μὲν Βιθυνία, οὐκ ἔγνω δὲ αὐτὸν ὁ ταῦτα γράφων· καί τοί γε ἦν κατ’ ἐκείνους τοὺς χρόνους. ἀλλὰ πρὸς τὸν αὐτοκράτορα διαβὰς Ἰουλια‐ νὸν κατ’ ἐπίδειξιν, ὡς, διὰ τὴν ἐς Προαιρέσιον ἀχθηδόνα
5τοῦ βασιλέως, ἀσμένως ὀφθησόμενος, Ἰουλιανοῦ κατα‐ λείποντος τὸ ἀνθρώπινον, ἐνδιέτριψε τῇ ἀποδημίᾳ, καί,

14

.

1

.

2

Προαιρεσίου τελευτήσαντος, Ἀθήναζε ἠπείγετο. εὔκολος δὲ ἀνὴρ εἰπεῖν καὶ συνηρμοσμένος· κρότον δὲ ἔχει καὶ ἦχον ἡ συνθήκη πολιτικόν· καί που σπάνιος καὶ παρὰ τὸν θεῖον Ἀριστείδην ἵσταται. ἐπὶ θυγατρὶ δὲ ἐτελεύτα, τῆς ἱερᾶς
5νόσου πρὸς γήρᾳ μακρῷ καταλαβούσης αὐτόν.

15

.

1

.

1

ΠΑΡΝΑΣΙΟΣ. Ἐν τούτοις ἦν τοῖς χρόνοις καὶ Παρνάσιος ἐπὶ τοῦ παιδευτικοῦ θρόνου, ὁμιλητὰς εὐαριθμήτους ἔχων· καὶ τοῦ γε ὀνόματος οὐκ ἀπεστερημένος.

16

.

1

.

1

ΛΙΒΑΝΙΟΣ. Λιβάνιον δὲ Ἀντιόχεια μὲν ἤνεγκεν ἡ τῆς Κοίλης καλουμένης Συρίας πρώτη 〈τῶν〉 πόλεων, Σελεύκου τοῦ Νικάτορος ἐπικληθέντος ἔργον. ἦν δὲ τῶν εὖ γεγονότων

16

.

1

.

2

καὶ εἰς τοὺς ἄκρους ἐτέλει. νέος δὲ ὢν ἔτι καὶ κύριος ἑαυτοῦ, πατέρων ἀπολελοιπότων, ἀφικόμενος Ἀθήναζε, οὔτε ὡς ἐκ Συρίας Ἐπιφανίῳ προσῆλθε μεγίστην ἔχοντι δόξαν, οὔτε παρὰ Προαιρέσιον ἐφοίτησε, ὡς ἐν τῷ πλήθει τῶν ὁμιλητῶν
5καὶ 〈τῷ〉 μεγέθει τῆς δόξης τῶν διδασκάλων καλυφθησό‐ μενος. ἐνεδρευθεὶς δὲ ὑπὸ τῶν Διοφαντείων, Διοφάντῳ προσ‐

16

.

1

.

3

ένειμεν ἑαυτόν· καί, ὡς οἱ πάνυ τὸν ἄνδρα καταμεμαθη‐ κότες ἔφασκον, ταῖς μὲν ὁμιλίαις καὶ συνουσίαις, τὸ γεγονὸς
συμμαθών, ἐλάχιστα παρεγίνετο, καὶ τῷ διδασκάλῳ τις ὀχληρὸς οὐκ ἦν· αὐτὸς δὲ ἑαυτὸν ἐπὶ ταῖς μελέταις συνεῖ‐81
5χεν, καὶ πρὸς τὸν ἀρχαῖον ἐξεβιάζετο τύπον, τὴν ψυχὴν

16

.

1

.

4

διαπλάττων καὶ τὸν λόγον. ὥσπερ οὖν οἱ πολλάκις πέμ‐ ποντες, ἔστιν ὅτε καὶ τυγχάνοντες τοῦ σκοποῦ, καὶ τὸ συνεχὲς τῆς μελέτης αὐτοῖς διὰ τῆς γυμνασίας τῶν ὀργά‐ νων ὡς ἐπὶ τὸ πλεῖστον εὐστοχίας οὐκ ἐπιστήμην ἔφυσεν,

16

.

1

.

5

ἀλλὰ τὴν τέχνην· οὕτω καὶ Λιβάνιος, ἐκ τοῦ ζήλου καὶ τῆς παραθέσεως τῆς κατὰ μίμησιν, προσαρτῶν ἑαυτὸν καὶ παραξέων ἡγεμόσιν ἀρίστοις, τοῖς ἀρχαίοις καὶ οἷς ἐχρῆν ἑπόμενος, ἴχνος τε ἄριστον ἐνέβαινε καὶ ἀπήλαυσε τῆς ὁδοῦ

16

.

1

.

6

εἰκότα. θαρσήσας δὲ ἐπὶ τῷ λέγειν καὶ πείσας ἑαυτὸν ὡς ἐνάμιλλος εἴη τοῖς ἐπὶ τούτῳ μέγα φρονοῦσι, οὐχ εἵλετο περὶ μικρὰν πόλιν κρύπτεσθαι, καὶ συγκαταπίπτειν τῷ τῆς πόλεως ἀξιώματι, ἀλλ’ ἐπὶ τὴν Κωνσταντίνου πόλιν
5διαβαλὼν ἄρτι παριοῦσαν εἰς μέγεθος καὶ ἀκμάζουσαν, καὶ δεομένην ἔργων τε ὁμοῦ καὶ λόγων οἳ κατακοσμήσουσιν, ταχὺ μάλα καὶ κατ’ αὐτὴν ἐξέλαμψεν, εἰς συνουσίαν τε ἄριστος καὶ χαριέστατος φανείς, καὶ εἰς ἐπίδειξιν λόγων ἐπαφρόδιτος.

16

.

1

.

7

διαβολῆς δὲ αὐτῷ τινος γενομένης περὶ τὰ μειράκια—θεμι‐ τὸν οὐκ ἦν ἐμοὶ γράφειν, ἐς μνήμην ἀξιολόγων ἀνέντι τὴν γραφήν—ἐκπεσὼν τῆς Κωνσταντίνου πόλεως, κατέσχε τὴν

16

.

1

.

8

Νικομήδειαν. κακεῖ δέ, τῆς φήμης ἐπισπομένης καὶ παρα‐ θεούσης αὐτῷ διὰ ταχέων ἀποκρουσθείς, ἐπὶ τὴν ἑαυτοῦ πατρίδα καὶ πόλιν ἐπανέρχεται, κἀκεῖ τὸν πάντα ἐβίω χρόνον, μακρὸν καὶ παρατείνοντα γενόμενον.

16

.

1

.

9

Μνήμην μὲν οὖν αὐτῷ τὴν πρέπουσαν κἀν τοῖς βιβλίοις
τοῖς κατὰ τὸν Ἰουλιανὸν ἡ γραφὴ πεποίηται, τὰ δὲ καθ’ ἕκα‐ στον νῦν ἐπεξελεύσεται. οὐδεὶς τῶν συλλεγέντων Λιβανίῳ82

16

.

1

.

10

καὶ συνουσίας ἀξιωθέντων ἀπῆλθεν ἄδηκτος· ἀλλὰ τό τε ἦθος εὐθὺς οἷός τις ἦν ἔγνωστο, καὶ συνεῖδεν αὐτοῦ τά τε τῆς ψυχῆς ἐπί τε τὸ χεῖρον καὶ τὸ κρεῖττον ῥέποντα, καὶ τοσοῦτος ἦν ἐς τὴν πλάσιν καὶ τὴν εἰς ἑκάτερον ἐξομοίωσιν,
5ὥστε ὁ μὲν 〈πολύπουσ〉 λῆρος ἦν αὐτῷ, τῶν δὲ συνόντων ἕκαστος ἄλλον ὁρᾶν ἑαυτὸν ὑπελάμβανεν. ἔφασκον γοῦν αὐτὸν οἱ πεπειραμένοι, πίνακά τινα καὶ ἐκμαγεῖον εἶναι

16

.

1

.

11

παντοδαπῶν ἠθῶν καὶ ποικίλων· οὐδ’ ἂν ἥλω ποτὲ πολλῶν καὶ διαφόρων συνεληλυθότων ᾧ μᾶλλον τέρπεται, ἀλλ’ ἐπὶ τοῖς ἐναντίοις ἐπῃνεῖτο παρὰ τῶν τὸν ἐναντίον ἐλαυνόντων βίον, καὶ πᾶς τις αὐτὸν τὰ σφέτερα θαυμάζειν ᾤετο· οὕτω

16

.

1

.

12

πολύμορφόν τι χρῆμα καὶ ἀλλοπρόσαλλον ἦν. γάμου δὲ καὶ οὗτος ἠμέλησεν, πλὴν ὅσα γε αὐτῷ γυνή τις ξυνῆν, οὐκ ἀπὸ ὁμοίας τῆς ἀξιώσεως.

16

.

2

.

1

Ὁ δὲ λόγος αὐτῷ, περὶ μὲν τὰς μελέτας, παντελῶς ἀσθενὴς καὶ τεθνηκὼς καὶ ἄπνους, καὶ διαφαίνεταί γε οὗτος μὴ τετυχηκέναι διδασκάλου· καὶ γὰρ τὰ πλεῖστα τῶν

16

.

2

.

2

κοινῶν καὶ παιδὶ γνωρίμων περὶ τὰς μελέτας ἠγνόει· περὶ δὲ ἐπιστολὰς καὶ συνουσίας ἑτέρας, ἱκανῶς ἐπὶ τὸν ἀρχαῖον ἀναφέρει καὶ διεγείρεται τύπον, καὶ χάριτός γε αὐτῷ καὶ κωμικῆς βωμολοχίας καταπέπλησται τὰ συγγράμματα, καὶ
5ἡ κομψότης περιτρέχει πανταχοῦ διακονουμένη τοῖς λόγοις,
καὶ ὃ πάντες οἱ Συροφοίνικες ἔχουσιν κατὰ τὴν κοινὴν ἔν‐ τευξιν ἡδὺ καὶ κεχαρισμένον, τοῦτο παρ’ ἐκείνου λαβεῖν μετὰ83

16

.

2

.

3

παιδείας ἔξεστιν· οἱ μὲν οὖν Ἀττικοὶ μυκτῆρα καὶ ἀστεϊσμὸν αὐτὸ καλοῦσιν· ὁ δὲ ὥσπερ κορυφὴν παιδείας τοῦτο ἐπετή‐ δευσεν, ἐκ τῆς ἀρχαίας κωμῳδίας ὅλος εἰς τὸ ἀπαγγέλλειν εἱλκυσμένος, καὶ τοῦ κατὰ θύραν τερπνοῦ καὶ γοητεύοντος

16

.

2

.

4

τὴν ἀκοὴν γινόμενος. παιδείας δὲ ὑπερβολὴν καὶ ἀναγνώ‐ σεώς ἐστιν εὑρεῖν ἐν τοῖς λόγοις, λέξεσι κατεγλωττισμέναις ἐντυγχάνοντα. τὰ γοῦν Εὐπόλιδος δένδρα Λαισποδίαν καὶ Δαμασίαν οὐκ ἂν παρῆκεν, εἰ τὰ ὀνόματα ἔγνω τῶν δένδρων,

16

.

2

.

5

οἷς νῦν αὐτὰ καλοῦσιν οἱ ἄνθρωποι. οὕτω λέξιν εὑρών τινα περιττὴν καὶ ὑπ’ ἀρχαιότητος διαλανθάνουσαν, ὡς ἀνά‐ θημά τι παλαιὸν καθαιρῶν, εἰς μέσον τε ἦγεν καὶ διακαθήρας ἐκαλλώπιζεν, ὑπόθεσίν τε αὐτῇ περιπλάττων ὅλην καὶ δια‐
5νοίας ἀκολουθούσας, ὥσπερ ἅβρας τινὰς καὶ θεραπαίνας

16

.

2

.

6

δεσποίνῃ νεοπλούτῳ καὶ τὸ γῆρας ἀπεξεσμένῃ. ἐθαύμασε μὲν οὖν αὐτὸν ἐπὶ τούτοις καὶ ὁ θειότατος Ἰουλιανός, ἐθαύ‐ μασε δὲ καὶ ὅσον ἀνθρώπινον τὴν ἐν τοῖς λόγοις χάριν. καὶ πλεῖστά γε αὐτοῦ περιφέρουσι βιβλία, καὶ ὁ νοῦν ἔχων ἀνα‐

16

.

2

.

7

λεγόμενος ἕκαστον αὐτῶν εἴσεται. ἱκανὸς δὲ ἦν καὶ πολιτικοῖς ὁμιλῆσαι πράγμασι, καὶ παρὰ τοὺς λόγους ἕτερά τινα συντολ‐

16

.

2

.

8

μῆσαι καὶ ῥᾳδιουργῆσαι πρὸς τέρψιν θεατρικωτέραν. τῶν δὲ μετὰ ταῦτα βασιλέων καὶ τῶν ἀξιωμάτων τὸ μέγιστον αὐτῷ προσθέντων (τὸν γὰρ τῆς αὐλῆς ἔπαρχον μέχρι προσ‐
ηγορίας ἔχειν ἐκέλευον), οὐκ ἐδέξατο φήσας τὸν σοφιστὴν84

16

.

2

.

9

εἶναι μείζονα. καὶ τοῦτό ἐστιν οὐκ ὀλίγος ἔπαινος, ὅτι δόξης ἐλάττων ἀνήρ, μόνης ἥττητο τῆς περὶ τοὺς λόγους, τὴν δὲ

16

.

2

.

10

ἄλλην δημώδη καὶ βάναυσον ὑπελάμβανεν. ἀλλ’ ἐτελεύτησε καὶ οὗτος εἰς γῆρας ἀφικόμενος μακρότατος, καὶ θαῦμα οὐκ ὀλίγον ἀπολιπὼν ἅπασιν. [τούτῳ δὲ ὁ ταῦτα γράφων οὐ συνεγένετο, ἄλλοτε ἄλλων ἐμποδισμάτων ἐπηρείᾳ τύχης
5συμβάντων.]

17

.

1

.

1

ἈΚΑΚΙΟΣ. Παλαιστίνης Καισάρεια τὸν Ἀκάκιον ἤνεγ‐ κεν, καὶ ἦν συνανασχὼν τῷ Λιβανίῳ κατὰ τοὺς αὐτοὺς χρόνους· τόνου δὲ σοφιστικοῦ καὶ πνεύματος, εἴπερ τις ἄλλος, γέμων, καὶ ἡ λέξις μετὰ κρότου πρὸς τὸν ἀρχαῖον
5ἐπέστρεφε τρόπον· συνανασχὼν δὲ Λιβανίῳ, κατέσεισε τὰ

17

.

1

.

2

πρῶτα, καὶ περιῆν ἰσχυρῶς. βιβλίδιον γοῦν τῷ Λιβανίῳ περὶ εὐφυΐας τι γέγραπται, πρὸς τὸν Ἀκάκιον ἅπαν ἐκτεθει‐ μένον, ἐν ᾧ δῆλός ἐστιν ἐπὶ τῷ κρατεῖσθαι τὸ μέγεθος τῆς ἐκείνου φύσεως αἰτιώμενος, αὐτὸς δὲ ἑαυτῷ μαρτυρῶν τὴν

17

.

1

.

3

περὶ τὰ λεξείδια 〈ἐπί〉στασιν καὶ ἀκρίβειαν· ὥσπερ ἀγνοῶν ὅτι μήτε Ὁμήρῳ παντὸς ἔμελε μέτρου, ἀλλ’ εὐφωνίας τινὸς καὶ μέλους, μήτε Φειδίᾳ τοῦ τὸν δάκτυλον παραλαβεῖν καὶ τὸν παῖδα πρὸς ἔπαινον τῆς θεᾶς, ἀλλὰ τυραννεῖν τὸ μὲν
5κατὰ τὴν ἀκοήν, 〈τὸ δὲ κατὰ τὴν ὄψιν〉, καὶ τὸ αἴτιον ὑπάρ‐ χειν ἀνεύρετον ἢ δύσκριτον, ὥσπερ ἐν τοῖς καλοῖς καὶ ἐρα‐ σμίοις σώμασιν, οὐ πάντες τὸ αὐτὸ θαυμάζουσιν, ὁ δὲ ἁλοὺς οὐκ οἶδεν ὅθεν εἴληπται. ὁ μὲν οὖν Ἀκάκιος ἐς τὸ ἄριστον
ἀναδραμών, καὶ πολλὴν ἑαυτῷ παρασχὼν δόξαν ὡς τοῦ85
10Λιβανίου κρατήσων, ἀπῄει νέος ὢν ἔτι· οἱ δὲ ἄνθρωποι, ὅσον σπουδαῖον ἐν αὐτοῖς, ἐθαύμαζον αὐτὸν ὥσπερ εἰς γῆρας ἀφιγμένον.

18

.

1

.

1

ΝΥΜΦΙΔΙΑΝΟΣ. Νυμφιδιανὸς δὲ ἦν μὲν ἐκ Σμύρνης, Μά‐ ξιμος δὲ ἦν ὁ φιλόσοφος ἀδελφὸς αὐτῷ, καὶ Κλαυδιανὸς ἕτερος, φιλοσοφῶν καὶ αὐτὸς ἄριστα. ἀνὴρ δὲ τῆς μὲν Ἀθή‐ νησι παιδείας καὶ ἀγωγῆς οὐ μετεσχηκώς, γεγονὼς δὲ

18

.

1

.

2

εἰς ῥητορικὴν καὶ τοῦ τῶν σοφιστῶν ὀνόματος ἄξιος. ὁ δὲ αὐτοκράτωρ Ἰουλιανὸς αὐτῷ καὶ τὴν βασιλικὴν γλῶτταν ἐπέτρεψε, ταῖς ἐπιστολαῖς ἐπιστήσας, ὅσαι διὰ τῶν ἑλληνι‐ κῶν ἑρμηνεύονται λόγων. κρείττων δὲ κατὰ τὰς καλουμένας
5μελέτας καὶ τὰ ζητήματα, τὰ δὲ ἐν προάγωσιν καὶ τῷ δια‐

18

.

1

.

3

λεχθῆναι οὐκ ἔθ’ ὅμοιος. τελευτὴ δὲ αὐτῷ συνέβη γενομένῳ πρεσβύτῃ, καὶ μετὰ τὸν ἀδελφὸν Μάξιμον.

19

.

1

.

1

ΖΗΝΩΝ. Ἰατροὶ δὲ κατὰ τούτους ἤκμαζον τοὺς χρόνους, Ζήνων τε ὁ Κύπριος, διδασκαλίαν τε πολυύμνητον συστησά‐ μενος (ἀλλ’ ἐπέβαλε τοῖς χρόνοις Ἰουλιανῷ τῷ σοφιστῇ) καὶ μετ’ ἐκεῖνον, κατὰ τοὺς Προαιρεσίου χρόνους, οἱ διάδοχοι Ζή‐

19

.

1

.

2

νωνος. ἄμφω δὲ ὁ Ζήνων ἐξήσκητο λέγειν τε καὶ ποιεῖν ἰατρι‐

19

.

1

.

3

κήν. τῶν δὲ ὀνομαστῶν ὁμιλητῶν αὐτοῦ διαλαχόντες, οἱ μὲν τὸ ἕτερον, οἱ δὲ ἀμφότερα, κατελείφθησαν· ἐκράτουν δὲ ὅμως καὶ καθ’ ὅ τις ἐκληρονόμησεν ἔργου τε καὶ λόγου.

20

.

1

.

1

ΜΑΓΝΟΣ. Οὗτος ἐκ μὲν Ἀντιοχείας ἦν γεγονώς, τῆς

20

.

1

.

2

ὑπὲρ τὸν Εὐφράτην, ἣν νῦν Νίσιβιν ὀνομάζουσιν· ἀκροατὴς δὲ γενόμενος Ζήνωνος καὶ †τῇ περὶ τῶν σωμάτων τῶν
προαιρετικῶν φύσει,† τὸν Ἀριστοτέλην ἐς τὸ δύνασθαι λέγειν συνεφελκυσάμενος σιωπᾶν μὲν ἐν τῷ λέγειν τοὺς86
5ἰατροὺς ἠνάγκαζε, θεραπεύειν δὲ οὐκ ἐδόκει δυνατὸς εἶναι

20

.

1

.

3

καθάπερ λέγειν. ὥσπερ οὖν οἱ παλαιοί φασιν Ἀρχίδαμον, εἰ Περικλέους εἴη δυνατώτερος ἐρωτώμενον “ἀλλὰ κἂν καταβάλω Περικλέα,” φάναι “λέγων ἐκεῖνος ὅτι μὴ κατα‐ βέβληται, νενίκηκεν,” οὕτω καὶ τοὺς θεραπευθέντας ὑφ’ ἑτέ‐

20

.

1

.

4

ρων ἀπεδείκνυ Μάγνος ἔτι νοσοῦντας. οἱ δὲ ὑγιαίνοντες καὶ ἐρρωμένοι χάριν ὡμολόγουν τοῖς θεραπεύσασιν· ἀλλ’ ἐκρά‐ τει τῶν ἰατρῶν μέχρι τοῦ στόματος καὶ τῶν ἐρωτήσεων.

20

.

1

.

5

καὶ διδασκαλεῖον μὲν ἐξῄρητο κοινὸν αὐτῷ κατὰ τὴν Ἀλεξάν‐ δρειαν, καὶ πάντες ἔπλεον καὶ παρ’ αὐτὸν ἐφοίτων, ὡς θαυμάσαντές τι μόνον ἢ ληψόμενοι τῶν παρ’ ἐκείνου καλῶν.

20

.

1

.

6

καὶ ἀποτυγχάνειν οὐ συνέβαινεν αὐτοῖς· ἢ γὰρ τὸ λαλεῖν ἐκέρδαινον, ἢ καὶ τὸ δύνασθαι ποιεῖν τι καὶ ἐνεργεῖν διὰ τῆς σφετέρας ἐπιμελείας προσελάμβανον.

21

.

1

.

1

ὈΡΙΒΑΣΙΟΣ. Ὀριβάσιον δὲ Πέργαμος ἤνεγκε, καὶ τοῦτο εὐθὺς οὕτω συνετέλει πρὸς δόξαν, ὥσπερ τοῖς Ἀθήνησι γεγονόσιν, ὅταν εὐδοκιμῶσι κατὰ τοὺς λόγους, πολὺς ἄνω χωρεῖ λόγος ὅτι Ἀττικὴ Μοῦσα καὶ τὸ ἀγαθὸν οἰκεῖον.
5ἑκατέρων δὲ εὖ πεφυκώς, ἐκ παιδὸς ἦν ἐπιφανής, πάσης παιδείας μετεσχηκὼς ἣ πρὸς ἀρετὴν συμφέρει τε καὶ τελεῖ.

21

.

1

.

2

προϊὼν δὲ ἐς ἡλικίαν, ἀκροατής τε ἐγένετο τοῦ μεγάλου

21

.

1

.

3

Ζήνωνος, καὶ Μάγνου συμφοιτητής. ἀλλὰ τὸν Μάγνον ἀπο‐
λιπὼν παλαίοντα τοῖς νοήμασιν, αὐτὸς καὶ ἐν τούτοις ἄριστος ὤν, καὶ πρὸς τὸ ἄκρον ἐκδραμὼν τῆς ἰατρικῆς, τὸν πάτριον ἐμιμεῖτο θεόν, ὅσον ἀνθρώπῳ δυνατὸν ἐς τὴν μίμησιν ὑπελ‐87

21

.

1

.

4

θεῖν τοῦ θείου. ἐκ μειρακίου δὲ οὕτω ἐπιφανὴς γενόμενος, Ἰουλιανὸς μὲν αὐτὸν εἰς τὸν Καίσαρα προϊὼν συνήρπασεν ἐπὶ τῇ τέχνῃ, ὁ δὲ τοσοῦτον ἐπλεονέκτει ταῖς ἄλλαις ἀρεταῖς, ὥστε καὶ βασιλέα τὸν Ἰουλιανὸν ἀπέδειξεν· καὶ ταῦτά

21

.

1

.

5

γε ἐν τοῖς κατ’ ἐκεῖνον ἀκριβέστερον εἴρηται. ἀλλ’ οὐδὲ κορυ‐ δαλλίς, ἡ παροιμία φησίν, ἄνευ λόφου, οὐδὲ Ὀριβάσιος ἦν ἄνευ φθόνου. ἀλλὰ διὰ τὴν ὑπεροχὴν τῆς δόξης, οἱ μετὰ Ἰουλιανὸν βασιλεύοντες τῆς τε οὐσίας ἀφείλοντο, καὶ δια‐
5φθεῖραι τὸ σῶμα βουληθέντες, τὸ μὲν ἔργον ὤκνησαν, ἑτε‐

21

.

1

.

6

ροίως δὲ ἔπραξαν ὅπερ ᾐσχύνθησαν· ἐξέθηκαν γὰρ αὐτὸν εἰς τοὺς βαρβάρους, ὥσπερ Ἀθηναῖοι τοὺς κατ’ ἀρετὴν

21

.

2

.

1

ὑπερέχοντας ἐξωστράκιζον. ἀλλ’ ἐκείνοις μὲν τὸ τῆς πόλεως ἐκβαλεῖν ὁ νόμος ἔλεγεν, καὶ προσῆν οὐδέν· οἱ δὲ βασιλεύοντες καὶ τὸ παραδοῦναι τοῖς ὠμοτάτοις βαρβάροις ἐπέθεσαν,

21

.

2

.

2

ἐκείνους ποιοῦντες κυρίους τοῦ σφετέρου βουλήματος. Ὀρι‐ βάσιος δὲ ἐκτεθεὶς εἰς τὴν πολεμίαν, ἔδειξε τῆς ἀρετῆς τὸ μέγεθος, οὐ τόποις ὁριζομένης, οὐδὲ 〈περι〉γραφομένης ἤθεσιν, ἀλλὰ τὸ στάσιμον καὶ μόνιμον ἐπιδεικνυμένης κατὰ
5τὴν ἑαυτῆς ἐνέργειαν, κἂν ἀλλαχόθι κἂν παρ’ ἄλλοις φαίνη‐

21

.

2

.

3

ται, ὥσπερ τοὺς ἀριθμούς φασι καὶ τὰ μαθήματα. εὐδοκίμει τε γὰρ εὐθὺς παρὰ τοῖς βασιλεῦσι τῶν βαρβάρων, καὶ ἀνὰ τοὺς πρώτους ἦν, καὶ κατὰ τὴν Ῥωμαίων ἀρχὴν ἀποβλε‐
πόμενος παρὰ τοῖς βαρβάροις προσεκυνεῖτο καθάπερ τις88
5θεός, τοὺς μὲν ἐκ νοσημάτων χρονίων ἀνασώζων, τοὺς δὲ

21

.

2

.

4

ἀπὸ τῆς τοῦ θανάτου πύλης διακλέπτων. καὶ ἦν αὐτῷ τὸ τῆς λεγομένης συμφορᾶς εὐδαιμονίας ἁπάσης πρόφασις, ὥστε καὶ οἱ βασιλεύοντες ἀπαγορεύσαντες μάχεσθαι πρὸς τὴν διὰ πάντων τοῦ ἀνδρὸς δύναμιν, ἐπανιέναι συνεχώρησαν.

21

.

2

.

5

ὁ δέ, ὡς ἔτυχε τῆς ἐπανόδου, μόνον ἑαυτὸν ἔχων ἀντὶ πάσης οὐσίας, καὶ τὸν ἀπὸ τῶν ἀρετῶν πλοῦτον ἐπιδεικνύμενος, γυναῖκά τε ἠγάγετο τῶν κατὰ πλοῦτον ἐπιφανῶν καὶ γένος,

21

.

2

.

6

καὶ παῖδας ἔσχε τέτταρας, οἵτινές εἰσί τε καὶ εἴησαν· αὐτὸς δὲ κατὰ τὸν καιρὸν τοῦτον τῆς γραφῆς ἐν ἀνθρώποις ἔστι τε καὶ εἴη· ἀλλὰ τὸν ἀρχαῖον πλοῦτον ἐκ τῶν δημοσίων ἀνακομισάμενος, τῶν μετὰ ταῦτα βασιλέων συγκεχωρη‐

21

.

2

.

7

κότων, ὡς ἐπ’ ἀδίκῳ τῇ προτέρᾳ κρίσει. ταῦτα μὲν οὖν ἐστι καὶ οὕτως ἔχει. Ὀριβασίῳ τε συντυχεῖν ἀνδρός ἐστι φιλοσο‐ φοῦντος γενναίως, ὥστε εἰδέναι τί πρὸ τῶν ἄλλων θαυμάσει·

21

.

2

.

8

τοσαύτη τις ἡ διὰ πάντων ἐστὶ προϊοῦσα καὶ παρατρέχουσα ταῖς συνουσίαις ἁρμονία καὶ χάρις.

22

.

1

.

1

ἸΩΝΙΚΟΣ. Ἰωνικὸς δὲ ἦν μὲν ἐκ Σάρδεων, καὶ πατρὸς ἰατρεύσαντος ἐπιφανῶς· Ζήνωνος δὲ ἀκροατὴς γενόμενος, εἰς ἄκρον τε ἐπιμελείας ἐξίκετο, καὶ Ὀριβάσιός γε αὐτοῦ

22

.

1

.

2

θαυμαστὴς ἐτύγχανεν. ὀνομάτων δὲ πάντων ἰατρικῆς ἐμπει‐ ρότατος γενόμενος καὶ πραγμάτων, κρείττων ἦν ἐν τῇ καθ’ ἕκαστον πείρᾳ, τῶν τε τοῦ σώματος μορίων ἄκρως δαημονέστερος γενόμενος, καὶ τῆς ἀνθρωπίνης φύσεως ἐξετα‐

22

.

1

.

3

στικός. οὐκοῦν οὔτε φαρμάκου τινὸς ἔλαθε κατασκευὴ αὐτὸν καὶ κρίσις οὐδ’ ὅσα ἐμπλάττουσιν οἱ τεχνικώτατοι τοῖς
ἕλκεσι, τὰ μὲν τὴν ἐπιρροὴν ἐπέχοντες, τὰ δὲ τὴν ἐμπεσοῦσαν89

22

.

1

.

4

διακιδνάντες, ἐκεῖνον ἐλάνθανεν. ἀλλὰ καὶ δῆσαι τὸ πεπονθὸς μόριον, †οὐ σχίσαι τοῖς μέρεσιν† εὑρετικώτατός τε ἦν καὶ

22

.

1

.

5

διεξητασμένος. ἔργα τε οὖν καὶ ὀνόματα τούτων ἠπίστατο, ὥστε τοὺς μέγα φρονοῦντας ἐπὶ τῷ θεραπεύειν ἐξίστασθαι πρὸς τὴν ἀκρίβειαν, καὶ φανερῶς ὁμολογεῖν ὅτι συντυγχά‐ νοντες Ἰωνικῷ, τὰ παρὰ τοῖς παλαιοῖς εἰρημένα μανθάνου‐
5σιν ἔργῳ, καὶ πρὸς τὴν χρείαν ἐξάγουσιν, ὥσπερ ὀνόματα κρυπτόμενα μέχρι τῆς γραφῆς.

22

.

2

.

1

Τοιοῦτός τε ὢν κατὰ τὴν ἐπιστήμην, καὶ πρὸς φιλο‐ σοφίαν ἅπασαν ἔρρωτο, καὶ πρὸς θειασμόν, ὅσος τε ἐξ ἰατρικῆς ἐς ἀνθρώπους ἥκει τῶν καμνόντων ἐς πρόγνωσιν, καὶ ὅσος, ἐκ φιλοσοφίας παράβακχος ὤν, ἐς τοὺς δυναμένους

22

.

2

.

2

ὑποδέχεσθαι καὶ σώζειν ἀπολήγει καὶ διασπείρεται. ἔμελε δὲ αὐτῷ καὶ ῥητορικῆς ἀκριβείας, καὶ λόγων ἁπάντων τέ‐ χνης· οὐκοῦν οὐδὲ ποιήσεως ἀμύητος ἦν. ἀλλ’ ἐτελεύτα μι‐ κρόν τι πρὸ τῆς γραφῆς ἐπὶ δύο παισὶν ἀξίοις λόγου τε καὶ
5μνήμης.

22

.

2

.

3

Καὶ Θέων δέ τις ἐν Γαλατίᾳ κατὰ τούτους τοὺς καιροὺς πολλῆς δόξης ἐτύγχανεν.

22

.

2

.

4

Ἐπανιτέον δὲ ἐπὶ τοὺς φιλοσόφους πάλιν ὅθεν ἐξέβημεν.

23

.

1

.

1

ΧΡΥΣΑΝΘΙΟΣ. Ταυτησὶ τῆς γραφῆς αἴτιος ἐγένετο Χρυσ‐ άνθιος, τόν τε γράφοντα ταῦτα πεπαιδευκὼς ἐκ παιδός, καὶ διασεσωκὼς εἰς τέλος, ὥσπερ νόμον τινά, τὴν περὶ αὐτὸν

23

.

1

.

2

εὔνοιαν. ἀλλ’ οὐδέν γε διὰ τοῦτο ῥηθήσεται πρὸς χάριν· ἐκεῖνός τε γὰρ ἀλήθειαν ἐτίμα διαφερόντως καὶ τοῦτο πρῶτον ἐπαίδευεν, ἡμεῖς τε οὐ διαφθεροῦμεν τὴν δοθεῖσαν δωρεάν, πλὴν ἤ πού τι καὶ ὑφήσομεν ἐπὶ τὸ καταδεέστερον ἄγοντες,
5ἐπειδὴ ταῦτα συνωμολογήσαμεν.90

23

.

1

.

3

Τῶν μὲν οὖν εἰς βουλὴν τελούντων ἦν ὁ Χρυσάνθιος, καὶ τῶν ἀνὰ τοὺς πρώτους ἐπ’ εὐγενείᾳ φερομένων· ἐγεγό‐ νει δὲ αὐτῷ πάππος, Ἰνοκέντιός τις, εἴς τε πλοῦτον ἐλθὼν οὐκ ὀλίγον, καὶ δόξαν ὑπὲρ ἰδιώτην τινὰ λαχών, ὅς γε
5νομοθετικὴν εἶχε δύναμιν παρὰ τῶν τότε βασιλευόντων

23

.

1

.

4

ἐπιτετραμμένος. καὶ βιβλία γε αὐτοῦ διασώζεται τὰ μὲν εἰς τὴν Ῥωμαίων γλῶσσαν, τὰ δὲ εἰς τὴν Ἑλλάδα φέροντα, τό τε ἐξεταστικὸν καὶ βαθὺ τῆς γνώμης ἑρμηνεύοντα, καὶ τὴν περὶ ταῦτα κατάληψιν τοῖς ταῦτα βουλομένοις θαυ‐

23

.

1

.

5

μάζειν συνειληφότα. Χρυσάνθιος δὲ αὐτός, νέος ἀπὸ τοῦ πατρὸς ἀπολειφθείς, καὶ φιλοσοφίας ἐρασθεὶς διὰ φύσεως θειότητα, πρός τε τὸ Πέργαμον καὶ τὸν μέγαν Αἰδέσιον

23

.

1

.

6

συνέτεινεν· ἀκμάζοντι δὲ πρὸς μετάδοσιν σοφίας διψῶν περιτυχών, χανδόν, ἑαυτὸν ὑποθείς, ἐνεφορεῖτο τῆς τοιαύτης σοφίας 〈οὐ τῆς συν〉τυχούσης, οὔτε πρὸς ἀκρόασιν ἀπα‐ γορεύων τινά, οὔτε εἰς μελέτην ἐλάττων τινὸς φαινόμενος·

23

.

1

.

7

καὶ γὰρ ἔτυχεν ἀτρύτου καὶ ἀδαμαντίνου σώματος, ἐς

23

.

1

.

8

πᾶσαν ἄσκησιν ὑπουργεῖν εἰωθότος. ὁ δὲ τῶν τε Πλάτωνος καὶ τῶν Ἀριστοτέλους λόγων μετασχὼν ἱκανῶς, καὶ πρὸς πᾶν εἶδος φιλοσοφίας τρέψας τὴν ψυχήν, καὶ πᾶν εἶδος ἀναλεγόμενος, ὡς περὶ τὴν γνῶσιν τῶν ἐν τοῖς λόγοις ὑγίαι‐
5νεν καὶ ἔρρωτο, καὶ τῇ συνεχεῖ χρήσει πρὸς τὴν χρῆσιν αὐτῶν ἕτοιμος ὑπῆρχεν, καὶ πρὸς ἐπίδειξιν ἐθάρσει τοῦ κατωρθωμένου, τὰ μὲν εἰπεῖν, τὰ δὲ σιωπῆσαι δυνάμενος, καὶ πρὸς τὸ δύνασθαι κρατεῖν, εἴ που βιασθείη, τυγχάνων
πομπικώτερος, ἐντεῦθεν ἀφῆκεν αὑτὸν ἐπὶ θεῶν γνῶσιν,91
10καὶ σοφίαν ἧς Πυθαγόρας τε ἐφρόντιζεν καὶ ὅσοι Πυθαγόραν ἐζήλωσαν, Ἀρχύτας τε ὁ παλαιός, καὶ ὁ ἐκ Τυάνων Ἀπολ‐ λώνιος, καὶ οἱ προσκυνήσαντες Ἀπολλώνιον, οἵτινες σῶμά

23

.

1

.

9

τε ἔδοξαν ἔχειν καὶ εἶναι ἄνθρωποι. καὶ πρὸς ταῦτά γε Χρυσάνθιος εὐθὺς ἀναδραμὼν καὶ πρώτης τινὸς λαβῆς ἐπι‐ δραξάμενος, ταῖς ἀρχαῖς αὐταῖς ἡγεμόσι χρώμενος, εἰς τοσοῦ‐ τον ἐκουφίσθη τε καὶ ἀνηγέρθη παρὰ τοῦ τῆς ψυχῆς
5τελειώματος, ᾗ φησιν ὁ Πλάτων, ὥστε πᾶν μὲν εἶδος αὐτῷ παντοίας παιδείας εἰς ἄκρον ὑπάρχειν, καὶ πᾶσαν κατορθοῦ‐

23

.

1

.

10

σθαι πρόγνωσιν. ὁρᾶν γοῦν ἄν τις αὐτὸν ἔφησε τὰ ἐσόμενα μᾶλλον ἢ προλέγειν τὰ μέλλοντα, οὕτως ἅπαντα διήθρει καὶ συνελάμβανε, ὡσανεὶ παρών τε καὶ συνὼν τοῖς θεοῖς.

23

.

2

.

1

Χρόνον δὲ ἱκανόν τινα περὶ ταῦτα διατρίψας, καὶ †συν‐ αναθλήσας† τῷ Μαξίμῳ πολύ τι, τὸν κοινωνὸν ἀπέλιπεν. ὁ μὲν γὰρ ἔχων τι φιλόνεικον ἐν τῇ φύσει καὶ δυσεκβίαστον, τοῖς φανθεῖσιν σημείοις παρὰ τῶν θεῶν ἀντιβαίνων, ἕτερα

23

.

2

.

2

ᾔτει καὶ προσηνάγκαζεν· ὁ δὲ Χρυσάνθιος, τοῖς πρώτοις θεωμένοις 〈χρώμενοσ〉 κατὰ μικρὸν ἐκ παραγωγῆς ἐπὶ τὴν κίνησιν τῶν δοθέντων ἐβάδιζεν· εἶτα τυχὸν μὲν ἐνίκα, δια‐ μαρτὼν δέ, τῷ φαινομένῳ τὸ παρὰ τῆς ἀνθρωπίνης βουλῆς

23

.

2

.

3

ἐφήρμοζεν. οὕτω γοῦν καὶ ἡνίκα ὁ βασιλεὺς Ἰουλιανὸς ἄμφω μετεκάλει διὰ μιᾶς κλήσεως, καὶ οἱ πεμφθέντες στρα‐
τιῶται μετὰ τιμῆς τὴν Θετταλικὴν ἐπῆγον πειθανάγκην, ὡς ἔδοξε κοινώσασθαι τοῖς θεοῖς τὸ ἔργον περιφανῶς, ὡς κἂν92
5ἰδιώτην καὶ βάναυσον διακρῖναι τὰ σημεῖα, τοῦ θεοῦ τὴν ὁδὸν ἀπαγορεύσαντος, ὁ μὲν Μάξιμος ἐνεφύετο τοῖς ἱεροῖς, καὶ ποτνιώμενος ἐπὶ τοῖς δρωμένοις μετ’ ὀλοφυρμῶν ἐνέ‐ κειτο, τυχεῖν ἑτέρων σημείων ἱκετεύων τοὺς θεοὺς καὶ μετα‐

23

.

2

.

4

τεθῆναι τὰ εἱμαρμένα· καὶ πολλά γε ἐπὶ πολλοῖς αὐτῷ διατεινομένῳ καὶ παρακλίνοντι ὡς ἐξηγεῖτο Χρυσάνθιος, ἡ βούλησις τελευτῶντι τὰ φαινόμενα ἔκρινε, καὶ τὸ δοκοῦν

23

.

2

.

5

ἐν τοῖς ἱεροῖς ἐφαίνετο, οὐ τὸ φανθὲν ἐδοξάζετο. οὕτως οὖν ὁ μὲν ὥρμησε τὴν ἀρχέκακον ὁδὸν ἐκείνην καὶ ἀποδημίαν, ὁ δὲ Χρυσάνθιος ἔμεινε κατὰ χώραν. καὶ τὰ πρῶτα μὲν ὁ βασιλεὺς ἤλγησεν ἐπὶ τῇ μονῇ, καί πού τι καὶ τῶν ἀληθῶν
5προσυπενόησεν, ὡς οὐκ ἂν ἠρνήσατο Χρυσάνθιος τὴν κλῆσιν

23

.

2

.

6

εἰ μή τι δυσχερὲς ἐνεῖδε τοῖς μέλλουσιν. ἔγραφεν οὖν καὶ πάλιν μετακαλῶν, καὶ οὐ πρὸς αὐτὸν μόνον αἱ παρακλήσεις ἦσαν· ὁ δὲ τὴν γυναῖκα συμπείθειν τὸν ἄνδρα διὰ τῶν γραμμάτων ἐνῆγεν. καὶ πάλιν ἦν πρὸς τὸ θεῖον ἀναφορὰ παρὰ τοῦ
5Χρυσανθίου, καὶ τὰ παρὰ τῶν θεῶν οὐκ ἔληγεν εἰς ταὐτὸ

23

.

2

.

7

συμφερόμενα. ὡς δὲ πολλάκις τοῦτο ἦν καὶ 〈ἔληγεν ὢν〉 ὁ μὲν βασιλεὺς ἐπαίτης, ὁ δὲ Χρυσάνθιος τὴν ἀρχιερωσύνην τοῦ παντὸς ἔθνους λαβών, καὶ τὸ μέλλον ἐξεπιστάμενος σαφῶς, οὐ βαρὺς ἦν κατὰ τὴν ἐξουσίαν, οὔτε τοὺς νεὼς
5ἐγείρων, ὥσπερ ἅπαντες θερμῶς καὶ περικαῶς ἐς ταῦτα συνέθεον, οὔτε λυπῶν τινας τῶν χριστιανῶν περιττῶς·

23

.

2

.

8

ἀλλὰ τοσαύτη τις ἦν ἁπλότης τοῦ ἤθους, ὡς κατὰ Λυδίαν μικροῦ καὶ ἔλαθεν ἡ τῶν ἱερῶν ἐπανόρθωσις. ὡς γοῦν ἑτέρωσε τὰ πρῶτα ἐχώρησεν, οὐδὲν ἐδόκει πεπρᾶχθαι νεώ‐
τερον, οὐδὲ πολύ τι καὶ ἀθρόον κατὰ μεταβολὴν ἐφαίνετο,93
5ἀλλ’ ἐπιεικῶς ἐς ὁμαλότητά τινα καὶ ἀκινησίαν ἅπαντα συνέστρωντο, καὶ μόνος ἐθαυμάζετο, τῶν ἄλλων ἁπάντων ὥσπερ ἐν κλύδωνι κινουμένων, καὶ τῶν μὲν ἐξαπιναίως κατεπτηχότων, τῶν δὲ πρότερον ταπεινῶν ἀνεστηκότων·

23

.

2

.

9

ἐθαυμάσθη γοῦν ἐπὶ τούτοις, ὡς οὐ μόνον δεινὸς τὰ μέλλοντα προνοεῖν, ἀλλὰ καὶ τοῖς γνωσθεῖσι χρήσασθαι.

23

.

3

.

1

Ἦν δὲ τὸ πᾶν ἦθος τοιοῦτος, ἢ πρὸς τὸν Πλατωνικὸν Σωκράτην ἀναπεφυκώς, ἢ κατά τινα ζῆλον καὶ μίμησιν ἐκ παιδὸς αὐτῷ γενομένην ἐς ἐκεῖνον συνεσχηματισμένος. τό τε γὰρ ἐπιφαινόμενον ἁπλοῦν καὶ ἀφελὲς ἀδιήγητον ἐπε‐
5κάθητο τοῖς λόγοις, ἥ τε ἐπὶ τούτοις ἀφροδίτη τῶν ῥημάτων

23

.

3

.

2

κατέθελγε τὸν ἀκροώμενον. πᾶσίν τε εὔνους ἦν κατὰ τὴν συνουσίαν, καὶ τῶν ἀπιόντων ἕκαστος, ὅτι φιλοτιμοῖτο

23

.

3

.

3

μᾶλλον, ἀπῄει πεπεισμένος. ὥσπερ οὖν τὰ κάλλιστα καὶ γλυκύτερα τῶν μελῶν πρὸς πᾶσαν ἀκοὴν ἡμέρως καὶ πρᾴως καταρρεῖ καὶ διολισθαίνει καὶ μέχρι τῶν ἀλόγων διϊκνούμενα, καθάπερ φασὶ τὸν Ὀρφέα, οὕτω καὶ Χρυσανθίου λόγος
5πᾶσιν ἦν ἐναρμόνιος, καὶ τοσαύταις διαφοραῖς ἠθῶν ἐνέ‐

23

.

3

.

4

πρεπεν καὶ καθηρμόζετο. δυσκίνητος δὲ ἦν περὶ τὰς διαλέ‐ ξεις καὶ φιλονεικίας, ἐπὶ τούτοις μάλιστα τοὺς ἀνθρώπους

23

.

3

.

5

ὑπολαμβάνων ἐκτραχύνεσθαι· οὐδ’ ἂν ῥᾳδίως ἤκουσέ τις αὐτοῦ τὴν παιδείαν ἣν εἶχεν ἐπιδεικνυμένου, καὶ διὰ τοῦτο πρὸς τοὺς ἄλλους οἰδοῦντος καὶ διογκυλλομένου, ἀλλὰ τά τε λεγόμενα ὑπ’ αὐτῶν ἐθαύμαζεν, εἰ καὶ φαύλως ἐλέγετο,
5καὶ τὰ δοξαζόμενα κακῶς ἐπῄνει, καθάπερ οὐδὲ τὴν ἀρχὴν ἀκούων, ἀλλὰ ἐς τὸ συμφατικὸν διὰ τὸ μὴ λυπεῖν γεγονώς.

23

.

3

.

6

εἰ δέ πού τις, τῶν ἐπὶ σοφίᾳ πρώτων παρόντων, ἐγένετο κίνησις, καὶ συμβαλέσθαι τι τοῖς λεγομένοις ἔδοξεν αὐτῷ, πάντα ἦν ἡσυχίας μεστά, καθάπερ οὐ παρόντων ἀνθρώπων·94

23

.

3

.

7

οὕτως οὔτε τὰς ἐρωτήσεις, οὔτε τοὺς διορισμούς, οὔτε τὰς μνήμας ὑπέμενον τοῦ ἀνδρός, ἀλλ’ ἀνέχαζον, ἔξω λόγου καὶ ἀντιρρήσεως ἑαυτοὺς φυλάττοντες, ὅπως μὴ καταφανεῖς

23

.

3

.

8

ἁμαρτάνοντες γίνωνται. καὶ πολλοὶ τῶν μετρίως ἐγνω‐ κότων αὐτόν, διὰ τοῦ βάθους τῆς ψυχῆς οὐκ ἀφιγμένων, κατηγορούντων τε ἀλογίαν, καὶ τὴν πρᾳότητα μόνον ἐπαινούντων, ὡς ᾔσθοντο διαλεγομένου καὶ ἀνελίττοντος
5ἑαυτὸν εἰς δόγματα καὶ λόγους, ἕτερόν τινα τοῦτον ἐνό‐

23

.

3

.

9

μισαν παρ’ ὃν ᾔδεισαν· οὕτως ἀλλοιότερός τις ἐν ταῖς λο‐ γικαῖς κινήσεσιν ἐφαίνετο, τῆς τε τριχὸς ὑποφριττούσης αὐτῷ, καὶ τῶν ὀφθαλμῶν ἑρμηνευόντων χορεύουσαν ἔνδον

23

.

3

.

10

τὴν ψυχὴν περὶ τὰ δόγματα. εἰς μακρὸν δὲ γῆρας ἀφικόμενος, τὸν πάντα διετέλεσε βίον, οὐδενὸς τῶν κατ’ ἀνθρώπους ἑτέρου φροντίσας 〈ἢ〉 οἰκονομίας τινός, ἢ γεωργίας, ἢ χρη‐ μάτων ὅσα δικαίως παραγίνεται. ἀλλὰ πενίαν μὲν ἔφερε
5ῥᾷον ἢ πλοῦτον ἕτεροι, διαίτῃ δὲ τῇ παραπεσούσῃ προσ‐ εκέχρητο, τῶν μὲν ὑείων οὐδέποτε, τῶν ἄλλων κρεῶν ἐλά‐

23

.

3

.

11

χιστα γευόμενος, τὸ δὲ θεῖον θεραπεύων συντονώτατα. τῆς 〈τε〉 τῶν ἀρχαίων ἀναγνώσεως ἀπρὶξ εἴχετο, καὶ διέφερεν οὐδὲν νεότης τε καὶ γῆρας, ἀλλ’ ὑπὲρ ὀγδοήκοντα γεγονὼς ἔτη, τοσαῦτα ἔγραφεν αὐτοχειρίᾳ, ὅσα μόλις ἀναγινώ‐

23

.

3

.

12

σκουσι νεάζοντες ἕτεροι. τῶν γοῦν γραφόντων τὰ ἄκρα δα‐ κτύλων ὑπὸ τῆς ἀλήκτου μελέτης καὶ χρήσεως ἐνεκέκαμπτο. ἀναστὰς δὲ ἀπὸ τῆς ἀσκήσεως, ταῖς τε δημοσίαις προόδοις
ἐτέρπετο, καὶ τόν τε ταῦτα γράφοντα παραλαβών, μακροὺς95

23

.

3

.

13

μὲν τοὺς περιπάτους, σχολαίους δὲ ἀπέτεινεν· ἔλαθέ τε ἄν τις περιαλγὴς τοὺς πόδας γενόμενος, οὕτως ὑπὸ τῶν διηγη‐ μάτων κατεθέλγετο. λουτροῖς δὲ ἐλάχιστα ἐκέχρητο, καὶ

23

.

3

.

14

ὅμως ἐῴκει διὰ παντὸς ἄρτι λελουμένῳ. πρὸς δὲ τὰς τῶν ἀρχόντων συντυχίας τὸ ὑπερφυὲς οὐκ ἦν δι’ ἀλαζονείαν συνιδεῖν ἢ τύφον γινόμενον, ἀλλ’ ἁπλότητα ἄν τις ὑπέλαβεν ἀγνοοῦντος ἀνδρὸς ὅ τι ἐστὶν ἐξουσία· οὕτω διελέγετο κοι‐

23

.

3

.

15

νῶς αὐτοῖς καὶ ἐπιδεξίως. τὸν δὲ ταῦτα γράφοντα ἐκπαιδεύ‐ σας νέον ἔτι ὄντα, ἡνίκα ἐπανῆλθεν Ἀθήνηθεν, οὐκ ἔλαττον ἠγάπα, ἀλλὰ καὶ προσετίθει καθ’ ἡμέραν τῷ διαφέροντι τῆς εὐνοίας, εἰς τοῦτο ἐκνικήσας, ὥστε τὰ ἑωθινὰ μὲν ὁ συγ‐
5γραφεὺς ἐπὶ ῥητορικοῖς λόγοις ἑτέροις συνῆν, καὶ τοὺς δεο‐ μένους ἐπαίδευεν, μικρὸν δὲ ὑπὲρ μεσημβρίας ἐπαιδεύετο, παρὰ τὸν ἐξ ἀρχῆς ἰὼν διδάσκαλον, τοὺς θειοτέρους καὶ

23

.

3

.

16

φιλοσόφους τῶν λόγων· ἡνίκα οὔτε ὁ παιδεύων ἔκαμνεν ἐρῶντι συνών, τῷ τε ἐκδεχομένῳ τὰ μαθήματα τὸ ἔργον ἦν πανήγυρις.

23

.

4

.

1

Τοῦ δὲ τῶν χριστιανῶν ἐκνικῶντος ἔργου καὶ κατέ‐ χοντος ἅπαντα, διὰ μακροῦ τις ἀπὸ τῆς Ῥώμης εἰσεφοίτη‐ σεν ἄρχων τῆς Ἀσίας (Ἰοῦστος ὠνομάζετο), πρεσβύτης μὲν ἤδη κατὰ τὴν ἡλικίαν, γενναῖος καὶ ἄλλως τὸ ἦθος,
5καὶ τῆς ἀρχαίας καὶ πατρίου πολιτείας οὐκ ἀπηλλαγμένος, ἀλλὰ τὸν εὐδαίμονα καὶ μακάριον ἐκεῖνον ἐζηλωκὼς τρόπον, πρός τε ἱεροῖς ἦν ἀεί, καὶ μαντείας ἐξεκρέματο πάσης, μέγα

23

.

4

.

2

φρονῶν ὅτι τούτων ἐπεθύμησέν τε καὶ κατώρθωσεν. οὗτος
εἰς τὴν Ἀσίαν διαβὰς ἐκ τῆς Κωνσταντινουπόλεως, καὶ τὸν ἡγεμόνα τοῦ ἔθνους καταλαβὼν (Ἱλάριος ἐκεῖνος ἐκαλεῖτο) συγκορυβαντιῶντα πρὸς τὴν ἐπιθυμίαν, βωμούς τε ἀνέστη‐96
5σεν αὐτοσχεδίους ἐν Σάρδεσιν (οὐ γὰρ ἦσαν αὐτόθι), καὶ τοῖς ἴχνεσι τῶν ἱερῶν, εἴπου τι ἴχνος εὑρέθη, χεῖρα ἐπέβαλεν,

23

.

4

.

3

ἀνορθῶσαι βουλόμενος. δημοσίᾳ τε θύσας, ἔπεμπε καὶ συνεκάλει τοὺς πανταχόθεν ἐπὶ παιδείᾳ δόξαν ἔχοντας. οἱ δὲ παρῆσαν θᾶττον ἢ κληθῆναι, τόν τε ἄνδρα θαυμάζοντες, καὶ καιρὸν τῆς σφῶν αὐτῶν ἐπιδείξεως ἡγούμενοι, τινὲς δὲ
5αὐτῶν ἐπὶ τῇ κολακεία θαρσοῦντες ὥσπερ παιδείᾳ, καὶ διὰ ταύτης ἐλπίζοντες ἢ τιμὴν ἢ δοξαρίδιον ἢ ἀργύριον ἀπο‐

23

.

4

.

4

κερδαίνειν. ἱερουργίας οὖν δημοσίᾳ προτεθείσης, παρῆσαν μὲν ἅπαντες, καὶ ὁ ταῦτα γράφων παρῆν· ὁ δὲ Ἰοῦστος ἐπιστήσας, καὶ τὴν τῶν ὀφθαλμῶν στάσιν ἐπερείσας (ἔκειτο δὲ τὸ ἱερεῖον ἐν ᾧ δήποτε τῷ σχήματι), καὶ τοὺς παρόντας
5ἀνηρώτα· “τί βούλεται τὸ σχῆμα τοῦ πτώματος;” ἔνθα οἱ μὲν κόλακες παρεφρύγοντο θαυμάζοντες, ὅτι καὶ ἀπὸ σχημάτων ἐστὶ μαντικός, καὶ μόνῳ παρεχώρουν ἐκείνῳ

23

.

4

.

5

ταῦτα εἰδέναι· οἱ δὲ σεμνότεροι τὰς ὑπήνας καταψήσαντες ἄκροις τοῖς δακτύλοις, καὶ τὰ πρόσωπα διαστυγνάσαντες, τάς τε κεφαλὰς βαρύ τι καὶ ἠρεμαῖον ἐπισείοντες, παρεθεώ‐

23

.

4

.

6

ρουν ἐς τὸ προκείμενον, ἄλλος ἄλλο λέγοντες, ὁ δὲ Ἰοῦστος, ὡς μόλις τὸν γέλωτα ἀνῆκεν, ἐπιστρέψας εἰς τὸν Χρυσάν‐ θιον “σὺ δὲ τί φῄς,” ἐβόησεν, “ὦ πρεσβύτατε;” καὶ ὁ Χρυσάνθιος οὐδὲν διαταραχθείς, πάντων ἔφησε καταγινώ‐

23

.

4

.

7

σκειν· “ἀλλ’ εἴ τι βούλει κἀμέ,” ἔφη “περὶ τούτων εἰπεῖν, τίς μὲν ὁ τρόπος τῆς μαντείας, εἴ γε τοὺς μαντικοὺς τρόπους
ἐπίστασαι, εἰπὲ τὸ πρότερον, καὶ ποίου τινὸς εἴδους, τίς97

23

.

4

.

8

δὲ ἡ πεῦσις, καὶ κατὰ τίνα μέθοδον ἐπηρώτηται. καὶ εἰ ταῦτα λέγοις, εἴποιμ’ ἂν ὅπῃ τὸ φαινόμενον εἰς τὸ μέλλον φέρει. πρὶν δὲ ταῦτα λέγειν, βάναυσόν ἐστι πρὸς τὴν σὴν ἐρώτησιν, σημαινόντων τὸ μέλλον τῶν θεῶν, ἐμὲ καὶ περὶ
5τῆς ἐρωτήσεως καὶ τοῦ μέλλοντος λέγειν, συνάπτοντα τῷ

23

.

4

.

9

γεγονότι τὸ ἐσόμενον· δύο γὰρ οὕτως ἂν γίνεσθαι τὰς ἐρωτήσεις. περὶ δύο δὲ ἢ πλειόνων οὐδεὶς ἐρωτᾷ κατὰ ταὐ‐ τόν· τὸ γὰρ ἐν τοῖς ὡρισμένοις διάφορον ἕνα λόγον οὐκ ἔχει.” ἐνταῦθα Ἰοῦστος ἀνέκραγεν ὡς μανθάνων ὅσα μὴ
5πρότερον ἠπίστατο, καὶ τοῦ λοιποῦ γε οὐκ ἐπαύσατο

23

.

4

.

10

συνὼν ἰδίᾳ καὶ τῆς πηγῆς ἀρυόμενος. καὶ εἴ τινες ἕτεροι κατ’ ἐκείνους τοὺς χρόνους τῶν ἐπὶ σοφίᾳ περιβοήτων Χρυσανθίῳ κατὰ κλέος ἦλθον εἰς λόγους, πεισθέντες ὅτι

23

.

4

.

11

πόρρω τῆς δεινότητος ἐκείνης εἰσίν, ἀπιόντες ᾤχοντο. τοῦ‐ το δὲ καὶ Ἑλλησπόντιος ὁ ἐκ Γαλατίας ἔπαθεν, ἀνὴρ διὰ πάντα ἄριστος, καὶ εἰ μὴ Χρυσάνθιος ἦν, πρῶτος ἁπάντων

23

.

4

.

12

φανείς. σοφίας μὲν γὰρ ἐραστὴς οὗτος ὁ ἀνὴρ ἐς τοσόνδε ἐγένετο, ὥστε ἐπῆλθε μικροῦ καὶ τὴν ἀοίκητον, μαστεύων εἴ πού τινι περιτύχοι πλέον εἰδότι· καλῶν δὲ ἔργων καὶ λόγων ἀνάπλεως γενόμενος, καὶ εἰς τὰς παλαιὰς Σάρδεις
5ἀφίκετο διὰ τὴν Χρυσανθίου συνουσίαν. ἀλλὰ ταῦτα μὲν ὕστερον.

23

.

5

.

1

Ἐγένετο δὲ Χρυσανθίῳ καὶ παῖς ἐπώνυμος τῷ κατὰ τὸ Πέργαμον αὐτῷ γενομένῳ διδασκάλῳ (μεμνήμεθα δὲ πρό‐ τερον Αἰδεσίου), καὶ ἦν ὁ παῖς ἐκ παιδὸς ἐπτερωμένον τι
χρῆμα πρὸς ἅπασαν ἀρετήν, καὶ τῶν ἵππων οὐ μετεῖχε98
5θατέρου, ᾗ φησιν ὁ Πλάτων, οὐδὲ ἔβριθε τὸ κατανοοῦν αὐτῷ, ἀλλὰ πρός τε μαθήματα σφοδρὸς καὶ ἄγαν ὀξὺς γενό‐ μενος, καὶ πρὸς θεῶν θεραπείαν διαρκέστατος, ἐς τοσόνδε διέφευγε τὸ ἀνθρώπινον, ὥστε ἄνθρωπος ὢν ἐκινδύνευεν

23

.

5

.

2

ὅλος εἶναι ψυχή. τὸ γοῦν σῶμα ἐν ταῖς κινήσεσιν οὕτως αὐτοῦ κοῦφον ἦν, ὥστε ἦν ἀπίθανον γράφειν, καὶ μάλα

23

.

5

.

3

ποιητικῶς, εἰς ὅσον ὕψος ἐφέρετο μετάρσιος. ἡ δὲ πρὸς τὸ θεῖον οἰκειότης οὕτως ἦν ἀπραγμάτευτος καὶ εὔκολος, ὥστε ἐξήρκει τὸν στέφανον ἐπιθεῖναι τῇ κεφαλῇ, καὶ πρὸς τὸν ἥλιον ἀναβλέποντα χρησμοὺς ἐκφέρειν, καὶ τούτους ἀψευ‐
5δεῖς, καὶ πρὸς τὸ κάλλιστον εἶδος ἐνθέου πνεύματος γεγραμ‐

23

.

5

.

4

μένους· καί τοί γε οὔτε μέτρον ἠπίστατο, οὔτε εἰς γραμματι‐

23

.

5

.

5

κὴν ἐπιστήμην ἔρρωτο, ἀλλὰ θεὸς ἅπαντα ἦν αὐτῷ. νοσή‐ σας δὲ οὐδαμῶς κατὰ τὸν ὡρισμένον βίον, ἀμφὶ τὰ εἴκοσιν ἔτη μετήλλαξεν, ὁ δὲ πατὴρ καὶ τότε διέδειξεν φιλόσοφος

23

.

5

.

6

ὤν· ἢ γὰρ τὸ μέγεθος τῆς συμφορᾶς εἰς ἀπάθειαν αὐτὸν μετέστησεν, ἢ τῷ παιδὶ συγχαίρων τῆς λήξεως, ἔμεινεν ἄτρεπτος· καὶ ἡ μήτηρ δέ, πρὸς τὸν ἄνδρα ὁρῶσα, τὴν γυναικείαν ὑπερήνεγκε φύσιν, πρὸς τὴν ἀξίαν τοῦ πάθους
5ὀλοφύρσεις ἐκλύσασα.

23

.

6

.

1

Τούτων δὲ οὕτω κεχωρηκότων, ὁ Χρυσάνθιος ἦν ἐν τοῖς συνήθεσιν· καὶ πολλῶν καὶ μεγάλων ἐμπιπτόντων δημοσίων καὶ κοινῶν πραγμάτων, ἃ τὰς ἁπάντων ψυχὰς κατέσεισεν εἰς φόβον, μόνος ἔμεινεν ἀσάλευτος, ὥστε εἴκα‐

23

.

6

.

2

σέν τις * οὔτε ἐπὶ γῆς εἶναι τὸν ἄνδρα. κατ’ ἐκείνους δὴ τοὺς χρόνους καὶ Ἑλλησπόντιος παρ’ αὐτὸν ἀφικνεῖται, καὶ βρα‐ δέως μὲν συνῆλθον εἰς λόγους· ἐπεὶ δὲ εἰς ταὐτὸν συνήντησαν, τοσοῦτον Ἑλλησπόντιος ἑαλώκει, ὥστε, πάντα μεθέμενος,99
5ἕτοιμος ἦν σκηνοῦσθαι παρὰ Χρυσάνθιον, καὶ νεάζειν ἐν

23

.

6

.

3

τῷ μανθάνειν· μετέμελε δὲ αὐτῷ τοσοῦτον πεπλανημένος χρόνον, καὶ εἰς γῆρας ἀφικόμενος, πρὶν ἤ τι τῶν χρησίμων ἐκμαθεῖν. καὶ ὁ μὲν ἐπὶ τούτῳ τὴν γνώμην ἔτεινεν· τῷ δὲ Χρυσανθίῳ συμβὰν ἔκ τινος συνηθείας τὴν φλέβα διελεῖν,
5ὅ τε συγγραφεὺς παρῆν, οὕτω προστάξαντος, καὶ τῶν ἰατρῶν κενῶσαι βουλομένων τὸ 〈ἐπι〉φερόμενον, αὐτὸς ἐπὶ τὸ συμφέρον φεισάμενος, παράλογον εἶναι τὸ κενωθὲν ἔφη, καὶ οὕτως ἐπισχεῖν ἐκέλευσεν· οὐδὲ γὰρ ἄπειρος ἦν ἰατρι‐

23

.

6

.

4

κῆς ὁ ταῦτα γράφων. Ἑλλησπόντιος δὲ ἀκούσας παρῆν, ἀγανακτῶν καὶ ποτνιώμενος, ὡς μεγάλου κακοῦ γεγονότος, εἰ πρεσβύτης οὗτος ἀνὴρ τοσούτου διὰ τῆς χειρὸς αἵματος

23

.

6

.

5

ἀφῄρηται. ὡς δὲ ἤκουσεν τῆς φωνῆς, καὶ ὑγιαίνοντα εἶδεν, πρὸς τὸν συγγραφέα τὸν λόγον ἐπιστρέψας “ἀλλά σέ γε” φησίν “ἡ πόλις αἰτιῶνται δεινόν τι δεδρακέναι· νῦν δὲ

23

.

6

.

6

ἅπαντες σιωπήσουσιν, ὁρῶντες ὑγιαίνοντα.” τοῦ δὲ εἰπόν‐ τος, ὡς οὐκ ἠγνόει τὸ συμφέρον, ὁ μὲν Ἑλλησπόντιος ὡς συσκευασάμενος τὰ βιβλία, καὶ παρὰ τὸν Χρυσάνθιον ἥξων

23

.

6

.

7

ἐπὶ μαθήσει, τῆς πόλεως ἐξῄει. καὶ ἡ γαστὴρ αὐτοῦ νοσεῖν ἤρχετο, καὶ παρελθὼν εἰς Ἀπάμειαν τῆς Βιθυνίας μετ‐ ήλλαξε 〈τὸν βίον〉, τῷ παρόντι τῶν ἑταίρων Προκοπίῳ
πολλὰ ἐπισκήψας μόνον θαυμάζειν Χρυσάνθιον. καὶ ὁ Προ‐100
5κόπιος παραγενόμενος εἰς τὰς Σάρδεις, ταῦτα ἐποίει τε καὶ ἀπήγγειλεν.

23

.

6

.

8

Ὁ δὲ Χρυσάνθιος, εἰς τὴν ἐπιοῦσαν ὥραν τοῦ ἔτους, κατὰ θέρος ἱστάμενον, ἐπὶ τὴν αὐτὴν θεραπείαν ἐλθών, καί τοι τοῦ συγγραφέως προειπόντος τοῖς ἰατροῖς περιμένειν αὐτὸν κατὰ τὸ σύνηθες, οἱ μὲν ἔφθασαν ἐλθόντες, ὁ δὲ
5ὑπέσχε τὴν χεῖρα, καὶ παρὰ μέτρον γενομένης τῆς κενώσεως, παρέσεις τε τῶν μερῶν ἠκολούθησαν καὶ τὰ ἄρθρα συνέ‐

23

.

6

.

9

καμνεν, καὶ κλινοπετὴς ἦν. καὶ Ὀριβάσιος ἐνταῦθα παρα‐ γίνεται, δι’ ἐκεῖνον καθ’ ὑπερβολὴν μὲν ἐπιστήμης μικροῦ καὶ βιασάμενος τὴν φύσιν καὶ χρίσμασι θερμοτέροις καὶ μαλάττουσι τὰ κατεψυγμένα μικροῦ πρὸς τὸ νεάζειν ἐπή‐

23

.

6

.

10

γαγεν. ἀλλ’ ἐνίκα τὸ γῆρας· ὀγδοηκοστὸν γὰρ ὑπελθὼν ἔτος ἐτύγχανε, καὶ τῇ τοῦ θερμοῦ κατὰ τὸ πλεονάζον ἀλλο‐ τριώσει τὸ γῆρας ἐδιπλασιάσθη· καὶ τεταρταῖος νοσηλευ‐ θείς, εἰς τὴν πρέπουσαν λῆξιν ἀνεχώρησεν.

24

.

1

.

1

ἘΠΙΓΟΝΟΣ ΚΑΙ ΒΕΡΟΝΙΚΙΑΝΟΣ. Εἰσὶν δὲ μετ’ αὐτὸν διά‐ δοχοι φιλοσοφίας Ἐπίγονός τε ὁ ἐκ Λακεδαίμονος, καὶ Βε‐ ρονικιανὸς ὁ ἐκ Σάρδεων, ἄνδρες ἄξιοι τοῦ τῆς φιλοσοφίας

24

.

1

.

2

ὀνόματος· πλὴν ὅσα γε ὁ Βερονικιανὸς ταῖς Χάρισιν ἔθυσεν,
καὶ ἱκανὸς ἀνθρώποις ὁμιλεῖν ἐστι· καὶ εἴη.101