TLG 2047 001 :: SYRIANI, SOPATRI ET MARCELLINI SCHOLIA AD HERMOGENIS STATUS :: Scholia ad Hermogenis librum περὶ στάσεων

SYRIANI, SOPATRI ET MARCELLINI SCHOLIA AD HERMOGENIS STATUS Rhet.
(p. A.D. 7)

Cf. et SOPATER Rhet. (2031)
Cf. et SYRIANUS Phil. (4017)

Scholia ad Hermogenis librum περὶ στάσεων

Source: Walz, C. (ed.), Rhetores Graeci, vol. 4. Stuttgart: Cotta, 1833 (repr. Osnabrück: Zeller, 1968): 39–846.

Dup. partim SYRIANUS Phil. (4017 004)

Citation: Volume — page — (line)

4

.

39

(1t)

ΣΥΡΙΑΝΟΥ ΚΑΙ ΣΩΠΑΤΡΟΥ
2tΚΑΙ ΜΑΡΚΕΛΛΙΝΟΥ
3tΕΙΣ ΣΤΑΣΕΙΣ ΤΟΥ ΕΡΜΟΓΕΝΟΥΣ
4nΠολλῶν ὄντων καὶ μεγάλων, ἃ τὴν ῥητορικὴν συνίστησι καὶ τέχνην
5nποιεῖ, καταληφθέντα τε ἐξ ἀρχῆς δηλαδὴ καὶ συγγυμνασθέντα τῷ
6nχρόνῳ σαφῆ τε τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ κἀν ταῖς βουλαῖς,
7nκἀν τοῖς δικαστηρίοις, καὶ πανταχοῦ, μέγιστον εἶναί μοι δοκεῖ τὸ
8nπερὶ τῆς διαιρέσεως αὐτῶν καὶ ἀποδείξεως.
9Συριανοῦ. Τὴν περὶ τῶν στάσεων πραγματείαν,
10οἱ μὲν οὐδ’ ὅλως ἠξίωσαν τέχνην, ὥσπερ τινὲς καὶ τὴν39

4

.

40

ὅλην ῥητορικὴν τέχνην οὐ βούλονται, ἀλλ’ ἐμπειρίαν ἀπὸ τῆς τῶν μεταχειρισαμένων ἀπαιδευσίας ὡρμημένοι· οἷον Δημάδου τοῦ ἀπὸ τῆς κώπης ἀνίπτοις τὸ τοῦ λόγου χερ‐ σὶν ἐπὶ τὸ βῆμα πηδήσαντος, καὶ Ἡγήμονος καὶ Πυθέου
5καὶ Ἀριστογείτονος καὶ ἔτι τοῦ ἐπὶ τῶν χρόνων Εὐαγό‐ ρου τοῦ σοφιστοῦ Ἀθήνησιν ἐπεισφθαρέντος ἀλόγου σοφιστοῦ, ὃς καί τινα ὅμιλον μαθητῶν ἐπήγετο φλυαρί‐ αν μὲν τὰς στάσεις ἀποκαλοῦντος, ἀξιοῦντος δὲ κατὰ τὴν συρφετὴν παροιμίαν τὸ λέγειν ἐκ τοῦ λέγειν πορίζε‐
10σθαι· καί τοι Πλάτωνος διαῤῥήδην βοῶντος ἐν μὲν Σω‐ κράτους ἀπολογίᾳ, ῥήτορος μὲν γὰρ ἔργον τὸ τἀληθῆ λέ‐ γειν, δικαστῶν δέ γε σωφρόνων τὰ δίκαια κρίνειν, ἐν δὲ Γοργίᾳ, τὸν γὰρ μέλλοντα ὀρθῶς ῥητορικῶς ἔσεσθαι δί‐ καιον ἄρα δεῖ εἶναι, ἐπιστήμονα τῶν δικαίων· ἐν δὲ Φαί‐
15δρῳ, εἰ γάρ σοι ὑπάρχοι φύσει ῥητορικῷ εἶναι, ἔσῃ ῥή‐ τωρ ἐλλόγιμος, προσλαβὼν ἐπιστήμην καὶ μελέτην· ὅτου
δ’ ἂν τούτων ἐλλίπῃς, ταύτῃ ἀτελὴς ἔσῃ· ἀλλὰ δὴ καὶ40

4

.

41

Διονυσίου τοῦ Ἁλικαρνασσέως τρία ταῦτα διατεινομένου τὴν ἀρίστην ἕξιν ἐν πολιτικοῖς λόγοις ἐμποιεῖν καὶ πάσῃ τέχνῃ τε καὶ ἐπιστήμῃ μάθησιν ἀκριβῆ, φύσιν δεξιὰν, ἄσκησιν ἐπίπονον· διὸ καὶ Δημοσθένης ἐν μὲν δικανικῷ
5καὶ συμβουλευτικῷ εὐδοκίμει, ἧττον δὲ τῷ πανηγυρικῷ, διὰ τὸ ἀτρεκὲς καὶ ἀμελέτητον· τοσούτων οὖν καὶ τοιού‐ των τέχνην ῥητορικὴν βεβαιούντων αὐτὸς οὗτος ὁ προ‐ ειρημένος σοφιστὴς ἀλόγῳ τριβῇ ταύτην κατορθοῦν διε‐ τείνετο· ἓν γοῦν τοῦτο καλῶς ποιῶν, ὅτι τοῦ μηδενὸς
10ἄξιον ἑαυτὸν ἀπέφαινεν, εἴγε μηδὲ μίαν ἕξιν τὴν ἀπὸ τῆς τέχνης τοῖς ὁμιληταῖς ἱκανῶς ἦν ἐμποιῆσαι· τούτων οὖν οὐκ εἶναι τὸ παρὰ πάντας στάσεις τέχνην ἀποφαινομένων, ἑτέρων δὲ πάλιν ἐκ διαμέτρου τούτοις χωρούντων, καὶ τὴν πᾶσαν ῥητορικὴν ἐν ταῖς στάσεσι διϊσχυριζομένων σοφῶς
15καὶ ἐντέχνως ἑκατέραν ἀμετρίαν εὐθὺς ἀφ’ ἑστίας ἐπιῤ‐ ῥαπίζων· τεχνικῆς τε θεωρίας ἔχεσθαι τὰς στάσεις ἀπο‐ δεικνύει καὶ πρὸς τὴν ῥητορικὴν τέχνην οὐ μόνας ἐξαρ‐ κεῖν· ὅτι μὲν γὰρ τεχνικῆς ἔχονται θεωρίας, δηλοῖ λέγων ὡς πολλῶν ὄντων καὶ μεγάλων, ἐξ ὧν ἡ ῥητορικὴ συνέ‐
20στηκε τέχνη, μέγιστόν ἐστι τὸ κατὰ τὴν διαίρεσιν τῶν πολιτικῶν ζητημάτων· ὅτι δὲ οὐ πᾶσα ἐν τούτοις ἡ ῥη‐ τορικὴ, πρόδηλον ἐκ τοῦ πολλὰ εἶναι ἕτερα τὰ συνι‐ στῶντα αὐτήν· ταύτῃ τοι καὶ ὡς τέχνην αὐτὴν οὐκ ἐμ‐ πειρίαν ὑποδεικνὺς τὸν τῆς τέχνης ὁρισμὸν συνῆψεν αὐ‐
25τῆς τοῖς μέρεσιν· ὁρισμὸς γὰρ τέχνης οὗτος· σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον
τῶν ἐν τῷ βίῳ· διὰ μὲν τοῦ συνίστησι τὸ σύστημα δη‐41

4

.

42

λῶν, εἶτα ἐπειδὴ ἐνδέχεται καὶ σύστημα εἶναι καὶ ἐμ‐ πειρικόν· οὕτως γ’ οὖν παρ’ Αἰγυπτίοις ἰατρικὴν τὴν ἀρχὴν εὑρῆσθαί φασιν ἐκ τῶν κατὰ μέρος νοσούντων τε καὶ τὰς τῶν νόσων ἰάσεις ἀπογραφομένων· προστίθησι
5τὸ τέχνην ποιεῖ· τὸ γὰρ μετὰ λόγου καὶ αἰτίας σύστημα περὶ θεωρημάτων ἰατρικῶν ἢ ῥητορικῶν ἢ μουσικῶν τέ‐ χνης ἂν εἴη, ὡς καὶ Πλάτων ἐν Γοργίᾳ μαρτυρεῖ λέγων· ἐγὼ γὰρ τέχνην οὐ καλῶ ὃ ἂν εἴη ἄλογον πρᾶγμα· διὰ δὲ τοῦ καταληφθέντα τὴν κατάληψιν ἐναργῶς μηνύει·
10κατάληψις δὲ λόγος γνῶσιν ἀτρεκῆ μετ’ αἰτίας τῶν ὑποκειμένων περιέχων· ὥστε καὶ τοῦτο κατὰ Πλάτωνα τεχνικόν· εἰ γὰρ τὸ ἄλογον οὐ τέχνη, τὸ μετ’ αἰτίας τέ‐ χνη· τέχνη δὲ ἡ ῥητορικὴ τῷ τὰς αἰτίας εἰδέναι, καθ’ ἃς οἱ τοιοίδε λόγοι τοὺς τοιούσδε πείθουσιν ἀκροατάς·
15ἄλλως μὲν τοὺς πρὸς δόξαν ὁρῶντας, ἑτέρους τοὺς πρὸς κέρδος ἀποβλέποντας. ἄλλως τοὺς ἀληθείᾳ καὶ δικαίῳ προσέχοντας εἰλικρινῶς· ἐμπειρία δέ ἐστι λόγος ἐκ πλει‐ όνων ὁμοίων καταλήψεων τὴν γνῶσιν ποιούμενος· ἐξ ἀρχῆς δὲ, ἀφ’ οὗπερ τῶν ἀνθρώπων φύσις ὑπέστη,
20σύνδρομος γὰρ ἡ ῥητορικὴ τῷ λόγῳ τῶν ψυχῶν· καὶ
πρὸ Νέστορός τε καὶ Παλαμήδους καὶ Φοίνικος καὶ42

4

.

43

Ὀδυσσέως καὶ πρὸ τῶν ἐν Ἰλίῳ ἤσκητο παρ’ ἀνθρώποις· ἡ γοῦν κατὰ Κάδμον καὶ Δαναὸν γραμματικὴ ἐπί τε τῶν Τρωϊκῶν ἠσκεῖτο, ὡς Δίκτυς ἐν ταῖς ἐφημερίσι φησὶ καὶ μέχρι τῶν Εὐκλείδου τοῦ ἄρξαντος μετὰ ταῦ‐
5τα διέμεινε χρόνων, τοὺς δὲ ἀνωτέρω τούτων σὺν ἀρετῇ τὸ πρᾶγμα μεταδιώξαντας ἡ τοῦ κατακλυσμοῦ σὺν τοῖς ἄλλοις ἠφάνισε λήθη· εἰ γὰρ αἰώνιος ἐν ψυχῇ λό‐ γος, πρόδηλον, ὅτι καὶ ἡ τοῦτον διευκρινοῦσα τέχνη καὶ τὴν ἀχλὺν αὐτοῦ καὶ τὴν ἀπαιδευσίαν κατὰ τὴν Ὁμηρι‐
10κὴν Ἀθηνᾶν διακαθαίρουσα οὐ χθές τε καὶ πρώην, ὥς φασι, παρέδυ, οὐδὲ οἱ πρότεροι τοῦ θειοτάτου τῶν ἐν ἡμῖν κατημέλουν, φημὶ δὴ τοῦ λόγου, οὐχ οἱ ἐπὶ τοῦ Κρόνου ζῶντες καὶ τοῦ χρυσοῦ γένους ἐπάξιοι· εὔδηλον γὰρ, ὡς κἀκεῖνοι τά τε θεῖα διαφερόντως ἐτίμων, καὶ
15τούς γε ἀγαθοὺς δι’ ἐπαίνων ἦγον· καὶ τοὺς προπετείᾳ φύσεως πρὸς τὸ χεῖρον ὁρμῶντας ἐλοιδόρουν, ἅπερ ἴδια τοῦ πανηγυρικοῦ· ἔτι τοῖς ἀγνοοῦσι τὸ προσῆκον καὶ
ὑπὸ νεότητος φλεγομένοις τὰ βέλτιστα συνεβούλευον43

4

.

44

τῶν μὲν ἀτόπων ἐξείργοντες, τῶν δὲ χρηστῶν ἔχεσθαι παρακαλοῦντες, δι’ ὧν τὸ συμβουλευτικὸν ἤσκητο παρ’ αὐτοῖς, ἀλλ’ οὐδὲ τοῦ δικανικοῦ κατημέλουν, ἀλλ’ ὡς θεῶν ἐρασταὶ δίκην τε καὶ τὸ δίκαιον ἐτίμων·
5καὶ τοῖς ὑπερβαίνειν ἐπιχειροῦσι τὰς τιμωρίας ἐπῆγον· τὸ δὲ δηλαδὴ σημαίνει, ὅτι ὥσπερ ἐπὶ τῶν ἄλλων πασῶν τεχνῶν ἀνάγκη πρότερον γίνεσθαι τὴν κατάληψιν, εἶθ’ οὕτως συνίστασθαι τὰς τέχνας, οὕτω κἀνταῦθα· τὸ δὲ συγγυμνασθέντα τῷ χρόνῳ δηλοῖ μὲν τῷ ὅρῳ τῆς τέ‐
10χνης συγγεγυμνασμένον· πρόσκειται τοῖς καταληφθεῖσι διὰ τὸ ἀδύνατον εἶναι τέλειον ἐνεργείᾳ ῥήτορα γενέσθαι καὶ τὴν κατάληψιν ἀκριβῆ τῶν εἰς τὴν τέχνην συντε‐ λούντων θεωρημάτων ποιήσασθαι, μὴ καὶ γυμνασίαν ἐν χρόνῳ μακρῷ τούτων ἀσκήσαντα· ὅθεν καὶ Πῶλος ὁ
15Γοργίου μαθητὴς ἐν τῇ τέχνῃ φησίν· πολλαὶ τέχναι ἐν
ἀνθρώποις εἰσὶν ἐκ τῶν ἐμπειριῶν ἐμπείρως εὑρημέναι,44

4

.

45

καὶ παράδειγμα τῶν λεγομένων Δημοσθένης, ἐν οἷς οὐκ ἐγυμνάσατο τοῦ πρὸς ἀκρίβειαν ἀστοχῶν, τὸ δὲ σα‐ φῆ τε τὴν ἀλήθειαν παρεχόμενα τῷ βίῳ τὸ ἐν τῷ ὅρῳ πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ παρῴδη‐
5σεν· ἐν ταὐτῷ δὲ καὶ περὶ ἃ χρήσιμος ἡ ῥητορικὴ δει‐ κνύει, ὅτι ἐν βουλαῖς καὶ δικαστηρίοις καὶ πανταχοῦ· τὸ πανταχοῦ διχῶς νοητέον· ἢ γὰρ ὡς ἓν ἀνθ’ ἑνὸς τὸ πανηγυρικόν· διὸ ποικίλη τις ἡ τούτου χρῆσις, ἐν ὕμνοις θεῶν, ἐν ἐπαίνοις ἀνθρώπων, ζώντων, τετελευτηκότων,
10ἐν ἑορταῖς, ἐν θρήνοις, διαβολαῖς κακίας, ἀρετῆς εὐ‐ φημίαις· ἢ τὸ μὲν πανηγυρικὸν παρῆκεν ὡς τῷ δι‐
κανικῷ τε καὶ συμβουλευτικῷ συμπλεκόμενον, ὡς δῆλον45

4

.

46

ἀπό τε τοῦ περὶ στεφάνου Δημοσθένους δικανικοῦ, καὶ ἀπὸ τοῦ πανηγυρικοῦ Ἰσοκράτους συμβουλευτικοῦ· ἢ τὸ πανταχοῦ κατὰ τῶν τριῶν ἔφησε τῆς ῥητορικῆς εἰ‐ δῶν· ὡς οὐ μόνον ἐν βουλευτηρίοις τὸ λυσιτελοῦν ἐξευ‐
5ρίσκει καὶ ἐν δικαστηρίοις διελέγχει τοὺς ἀδικοῦντας, ἢ ἐν θεάτροις τοὺς παντοδαποὺς τῆς πανηγυρικῆς ἰδέας διαπλέκει λόγους, ἀλλὰ καὶ ἰδίᾳ· πατέρων πρὸς υἱεῖς καὶ διδασκάλων πρὸς μαθητὰς, καὶ φίλων πρὸς ἑταί‐ ρους, τὸ δέον ἀποφαινομένων, ἐπαινούντων τε τὰ χρη‐
10στὰ, καὶ τὸ δίκαιον ἄριστα διακρινόντων· ὥστε διὰ τοῦ προοιμίου ταῦτα Ἑρμογένης διῳκήσατο· καὶ τέχνην ἀπέ‐ δειξεν ῥητορικὴν, πολλοὺς διὰ βραχέων ἐπιστομίσας, καὶ ὡς ἐξαρκεῖ πρὸς ὅλης ῥητορικῆς εἴδησιν ἡ περὶ τῶν στά‐ σεων τεχνικὴ διαίρεσις· ἔνθεν καὶ πρός τι τὸ προ‐
15οίμιον, ἀλλ’ οὐ καθ’ αὑτὸ πεποίηκε· διὸ δὴ ἐπάγει μέ‐ γιστον εἶναί μοι δοκεῖ, ἀφ’ οὗ καὶ δῆλον, ὡς οὐ πᾶσα ἡ ῥητορικὴ, ὡς εἴρηται, ἐν ταῖς στάσεσι περιείληπται, ἀλλὰ πολλὰ μὲν καὶ μεγάλα τὰ συνιστῶντα ταύτην, μέ‐ γιστον δὲ τὸ κατὰ τὰς στάσεις.
20 Σωπάτρου εἰς τὸ αὐτό. Σφόδρα τοῦ Πλάτω‐ νος διασύραντος ῥητορικὴν, ὡς πειθοῦς δημιουργὸν, ὡς πολιτικῆς μορίου εἴδωλον καὶ ἁπλῶς λέγοντος ὡς τὴν ῥη‐ τορικὴν ἐπιτήδευμα μὲν οὐ καλῶ τεχνικὸν, φύσεως δὲ δεξιᾶς καὶ λέγειν δυναμένης ἔργον, ἀλλὰ δὴ καί τινων
25ἄλλων περὶ αὐτῆς τῶν μὲν πρὸς τὸ κρεῖττον ἀποκλινάν‐ των, τῶν δὲ πρὸς τὸ χεῖρον, ὁ Ἑρμογένης ἐνταῦθα σο‐ φῶς τὸ προοίμιον ἔγραψε· τέχνην γὰρ βουλόμενος ἀπο‐ δεῖξαι αὐτὴν φανερῶς τοῦτο κατασκευάσαι ἀπέφυγεν
αἰδοῖ Πλάτωνος, καὶ ἵνα μὴ αὐτὸ τοῦτο διαβάλλῃ,46

4

.

47

πᾶν γὰρ κατασκευαζόμενον ἀμφιβάλλεται· οὐκ ἠβουλή‐ θη οὖν ὅλως ἀμφίβολον ποιῆσαι ῥητορικὴν τέχνην εἶ‐ ναι· ἀλλ’ οὐδὲ ἀκατασκεύαστον εἴασεν, ἵνα μὴ τὸ τοῦ προσώπου ἀξιόλογον πείσῃ· φανερῶς μὲν οὖν ταῦτα
5οὐ κατεσκεύασε, λεληθότως δὲ τὸν ὅρον τῆς τέχνης αὐ‐ τῇ περιάψας· πᾶν γὰρ πρᾶγμα ἐκεῖνό ἐστιν, ὑφ’ οὗ καὶ ὁρισμὸς περιέχεται. Ὁρισμὸς δὲ τέχνης οὗτος· σύστημα ἐκ καταλήψεων καὶ ἑξῆς. Διὰ μὲν τοῦ πολλῶν τὸ σύ‐ στημα ἐδήλωσε, διὰ δὲ τοῦ καταληφθέντα τὸ ἐκ κατα‐
10λήψεων, καὶ διὰ τοῦ συγγυμνασθέντα τὸ συγγεγυμνασ‐ μένον· διὰ δὲ τοῦ σαφῆ τε τὴν ὠφέλειαν καὶ ἑξῆς τὸ πρὸς τὸ τέλος καὶ τὰ λοιπά· ὥστε δῆλον ἀπὸ τούτων, ὅτι τέχνη ἂν εἴη· οὕτως μὲν οὖν ἀπὸ τοῦ σκοποῦ τὸ προοίμιον· ἴδωμεν δὲ καὶ κατὰ μέρος τὸν τῆς τέχνης
15ὁρισμὸν, καὶ ὅπως καὶ τῷ προοιμίῳ τούτῳ ἁρμόττει· σύστημα μὲν οὖν πρόσκειται· πολλῶν γὰρ ὀργάνων καὶ οὐχ ἑνὸς δεῖται τέχνη, ὃ καὶ ῥητορικὴ ἔχει, ἔχει γὰρ προοίμια, ἀγῶνας, ἐπιλόγους, σχήματα, ἰδέας· ἐκ κα‐ ταλήψεων δὲ καὶ ἑξῆς· ἐπειδὴ ἐξ αἰσθήσεως ἐγνώσθη
20ταῦτα· τουτέστιν ἐξ ὧν ἐδεήθημεν καὶ ἐδοκιμάσθη χρει‐ ώδη ὄντα. τῶν γὰρ τεχνῶν αἱ μὲν περὶ τὸ ἀναγκαῖον ἀσχολοῦνται τοῦ βίου, αἱ δὲ περὶ τὸ χρήσιμον, αἱ δὲ περὶ τὸ ἀναγκαῖον καὶ χρήσιμον, αἱ δὲ οὔτε περὶ τὸ ἀναγκαῖον, οὔτε περὶ τὸ χρήσιμον· ἀναγκαῖαι μὲν
25οὖν μόνον ὡς ἡ ὁπλοποιΐα, χρήσιμοι μόνον, ὡς ἡ γραμ‐
ματικὴ, ποικιλτικὴ, ἀναγκαῖαι δὲ καὶ χρήσιμοι, ὡς ἰα‐47

4

.

48

τρικὴ, ἀρτοποιητικὴ, νομοθετικὴ, καὶ ὅσαι τοιαῦται, ὧν χωρὶς ὁ βίος συστῆναι οὐ δύναται· ὡς καὶ Δημο‐ σθένης φησί· τὰ μὲν γὰρ ἐν τοῖς σώμασι πάθη τοῖς ἰα‐ τροῖς θεραπεύεται· τὰς δὲ τῶν ψυχῶν ἀγριότητας αἱ
5τῶν νομοθετῶν ἐξορίζουσι διάνοιαι· οὔτε δὲ ἀναγκαῖαι οὔτε χρήσιμοι, ὡς ἡ ἡνιοχικὴ, ἀλλὰ δὴ καὶ ῥητορικὴ ὡσαύτως ἔσχε τὴν σύστασιν ἐκ τῆς χρείας ἐπινενοημέ‐ νων τῶν ταύτης μερῶν· ἄλλος μὲν γὰρ εὗρε προοίμιον, ἄλλος προκατάστασιν, ἄλλος ἀγῶνας, ἄλλος ἐπιλόγους,
10ἐξεῦρε δὲ διὰ τὴν χρείαν· εἰπόντος γάρ τινος ἀγῶ‐ νας, καὶ τοὺς ἀκροατὰς εὑρόντος ἀμβλυτέρους πρὸς πειθὼ, ἐπενόησε προοίμια καὶ κατάστασιν, πάλιν εἰς ὀργὴν οὐχ εὑρὼν προτρεπομένους, τῶν ἐπιλόγων τὴν χρείαν προήγαγεν· ὅτι δὲ ταῦτα χρήσιμα τῷ βίῳ, εἰδεῖεν ἂν
15οἱ πόλεις κατοικοῦντες καὶ δικαίου τε χρείαν εἰδότες, καὶ πόλεις ἑτέρας προσλαμβάνοντες ὑπηκόους καὶ δι’ ἐπαίνου καὶ ψόγου τοὺς ἀγαθοὺς καὶ μὴ βουλόμενοι ἄγειν. Ἰστέον δὲ ὅτι τῷ πολλῶν ὄντων πρόσκειται τὸ μεγάλων, ἐπειδὴ ἐστί τινα πολλὰ μὲν, οὐ μὴν καὶ με‐
20γάλα, ἀλλ’ εὐτελῆ, ἐξ ὧν καὶ τὸ κατασκευαζόμενον εὐτελές· προστίθησιν οὖν τὸ μεγάλων εἰς ἐγκώμιον, ἵνα μὴ μόνον πολλὰ εἴη τὰ ποιοῦντα τέχνην τὴν ῥητορικὴν, ἀλλὰ καὶ μεγάλα, οἷς δὴ μεγάλη καὶ αὐτὴ νομισθείη· ὅτ’ ἂν γὰρ μεγάλα εἴη τὰ ποιοῦντα, μέγα εἰκότως καὶ
25τὸ πραττόμενον. Ἰστέον ὅτι τρία ταῦτα διὰ τοῦ προ‐ οιμίου ὁ τεχνογράφος ἀνύει· τὸ δηλῶσαι τοῦ συγγράμ‐ ματος τὸν σκοπὸν, τὸ δεῖξαι τέχνην οὖσαν τὴν ῥητορι‐ κὴν, καὶ μὴ μόνον τέχνην, ἀλλὰ καὶ τῶν τεχνῶν τὴν μεγίστην, ὅπερ ἐστὶ τῆς τέχνης ἐγκώμιον· ἀμέλει τὴν
30καθολικὴν τέχνην σύστημα μόνον εἰπόντων, αὐτὸς48

4

.

49

ἐκ περιουσίας εἰς ἐγκώμιον τῆς τέχνης τὸ μεγάλων προσ‐ τίθησι. πολλὰ δὲ τὰ συνιστῶντα ῥητορικήν· τρόποι προ‐ οιμίων, καταστάσεων, ἀγώνων, καὶ ἐπιλόγων· καὶ ἔτι ἀνωτέρω ἡ τῶν εἰδῶν διάκρισις, καὶ ἔτι κατωτέρω ἡ
5τῶν προγυμνασμάτων μελέτη· τὸ δὲ συνίστησιν ὅσοι τὸ ἀποδείκνυσι βούλονται δηλοῦν, οὐ καλῶς· φεύγει γὰρ ὡς εἴπομεν τὴν ἀπόδειξιν, ἀλλὰ τὸ συνίστησιν ἀντὶ τοῦ εἰς ἓν ἄγει καὶ τέλειον ποιεῖ· ἢ ὅτι ἐπειδὴ Πλάτων πο‐ λιτικῆς μορίου εἴδωλον αὐτὴν εἶπεν, τὸ δὲ εἴδωλον, ὡς
10Ἀριστείδης φησὶν, ὃ μέν ἐστιν οὐ φαίνεται, ὃ δ’ οὐδαμῶς ἐστι, φαίνεται. Ἀναγκαίως τὸ συνίστησι παραλαμβά‐ νει, ἵνα δηλώσῃ αὐτὸ τοῦτο τὸ εἰς ὑπόστασιν ἄγει· τὸ δὲ ποιεῖ τινὲς μὲν ἐμέμψαντο λέγοντες, ὡς οὐκ ἔδει τοῦτο εἰπεῖν, ἀλλὰ δείκνυσιν· εἰ γὰρ ποιεῖ, μὴ οὖσαν
15αὐτὴν ἐργάζεται· ἀλλὰ φαμὲν, ὡς μᾶλλον οὗτος, ἢ ὡς ἐκεῖνοί φασι, πέφυκε· δείκνυται γὰρ πολλάκις καὶ τὰ μὴ ὄντα φύσει τοιαῦτα, ὥσπερ ὁ ἀνδριὰς ἄνθρωπος καί‐ τοι οὐ φύσει ἄνθρωπος· εἰ γὰρ καὶ βαδίζειν δύναται διὰ μηχανῆς, ἀλλ’ οὖν οὐ καὶ φύσει τοῦτο ποιεῖ·
20ἄλλως τε οὐδὲν γίγνεται ὃ μὴ φύσει τυγχάνει· ὥσπερ οὖν εἰ λέγοις πολλῶν ὄντων τῶν ποιούντων οὐρανὸν, ἄστρων φορᾶς, σφαιροειδοῦς σχήματος, καὶ τῶν τοιού‐ των, οὐ τοῦτο λέγεις ποιεῖν οὐρανὸν, ἀλλ’ ἀφ’ ὧν ἐστι δεικνύεις, οὕτω καὶ ὁ τεχνικὸς λέγων πολλῶν ὄντων τῶν
25ποιούντων, ὧν ἐστιν ἓν καὶ τὸ περὶ διαιρέσεως, οὐχ ὡς μὴ οὖσαν ποιεῖ ἀλλὰ διδάσκει τὸν τρόπον, δι’ ὧν συνέστηκεν· ἢ τὸ ποιεῖ, σημαίνει, ὅτι ἐν γενέσει ἐστὶ
καὶ ποιήσει ὡς παρὰ θεοῦ γενομένη· πᾶν γὰρ ἀπὸ θεοῦ49

4

.

50

ποιηθὲν, ἣν ἔλαβε παρ’ αὐτοῦ ἰδέαν, ταύτην μένει ἔχον παρ’ αὐτῷ· διὰ ταῦτα οὖν εἶπεν τὸ ποιεῖ ἀντὶ τοῦ οὐδέποτε ἐκλείπει ἡ διασκευὴ καὶ ἡ διαγραφὴ τοῦ θείου ὡς ὁ ἄνθρωπος καθόλου· καταληφθέντα δὲ ἀντὶ
5τοῦ αἰσθήσει γνωσθέντα· διὰ τοῦτο δὲ δῆλον ὅτι τῶν ἀναγκαίων καὶ χρησίμων ῥητορική· ταύτης γὰρ τὸ νο‐ μοθετικόν· καὶ ὅτι τοῦτο χρήσιμον καὶ ἀναγκαῖον, δῆ‐ λον· πολλῶν γὰρ φέρε ἁρπαζόντων καὶ φόνων ἐκ τού‐ του γινομένων, ὁ νόμος ὁ τῆς ἀρετῆς τέθειται· καὶ
10ἐπινενόηνται νόμοι, τῆς χρείας ἐνεγκάσης αὐτούς· ὡς καὶ Αἰσχίνης φησίν· ἐκ γὰρ τοῦ γίνεσθαί τινα ὧν μὴ δεῖ, ἐκ τούτου τοὺς νόμους ἔθεντο οἱ παλαιοί· καὶ Σό‐ λων ἐρωτηθεὶς, διὰ τί νόμον οὐκ ἔγραψε κατὰ πατρο‐ κτόνου, μὴ πιστεύειν ἔφη δύνασθαι τοῦτο ποιῆσαι τὴν
15φύσιν, τὸ δὲ ἐξ ἀρχῆς πρόκειται, ἵνα ἅμα τοῖς ἀνθρώ‐ ποις αὐτὴν ἀποδείξῃ, ἤτοι ἀφ’ οὗ ἄνθρωποι τέχνας κο‐ σμεῖν ἤρξαντο· δύναται γὰρ καὶ ἀναγκαία καὶ χρήσιμος τελευταῖον ἐφευρῆσθαι· εὐτελὴς δὲ ἐκ τούτου ῥητορικὴ ἐδείκνυτο· διὸ ὥσπερ τῷ πολλῶν προσέθηκε τὸ μεγάλων
20εἰς ἐγκώμιον, οὕτως τῷ καταληφθέντα πάλιν τὸ ἐξ ἀρχῆς· τὸ δὲ συγγυμνασθέντα, καὶ διὰ τὸ ὁμωνυμῆσαι τῷ τῆς τέχνης ὁρισμῷ· καὶ διὰ τὸ γνωσθῆναι ὡς πεῖραν τῷ χρόνῳ ῥητορικὴ δέδωκεν, ὅτι ἀεὶ χρησίμη ἐστὶν ἅμα καὶ ἡδεῖα· τῶν γὰρ τεχνῶν αἱ μέν εἰσιν
25ἡδεῖαι ἅμα καὶ χρήσιμοι, ὡς ἡ μουσική· θέλγει γὰρ τὰς ψυχὰς καὶ νόσους θεραπεύει, ὅπερ λέγεται καὶ περὶ Τιμοθέου, ὅτι παροξυνομένου μὲν Ἀλεξάν‐ δρου, ἔπαυεν αὐτὸν τῆς ὀργῆς· ἀναπεπτωκότος δὲ, πά‐ λιν ἐπήγειρεν εἰς τοὺς πολέμους, ἀλλὰ καὶ περὶ Τερ‐
30πάνδρου, ὅτι κιθαρῳδὸς ὢν εἰς ὁμόνοιαν ἦγε τὴν Λα‐50

4

.

51

κεδαιμονίων πόλιν τοῖς αὐλοῖς· αἱ δὲ ἡδεῖαι μὲν μό‐ νον, ὡς ἡ τῶν αὐλούντων, χρήσιμοι δὲ μόνον ὡς ἡ ζωγραφία· αἱ δὲ οὔτε ἡδεῖαι, οὔτε χρήσιμοι, ὡς ἡ τῶν μηχανοποιῶν· κἂν γὰρ πολέμοις χρήσιμα ταῦτα, ἀλλ’
5οὖν ἕως ἂν ἀνθρώπους ἀδικῇ τοὺς καθ’ ὧν ἂν χρῶν‐ ται, χρήσαιντο δ’ ἂν καὶ πολέμιοι καθ’ ἡμῶν, οὐ χρή‐ σιμοι· ἐπεὶ οὕτω γε καὶ κλέπτης καὶ φονεὺς χρήσιμος, τὸ ἑαυτῷ περιποιούμενος ἐπωφελές· αἱ μὲν οὖν ἡδεῖαι καὶ χρήσιμοι διαμένουσιν ἅμα τῷ βίῳ προελθοῦσαι·
10διὰ τοῦτο εἶπεν τὸ γυμνασθέντα τῷ χρόνῳ, ἵνα δείξῃ μηδένα χρόνον ἐκτὸς ὄντα ῥητορικῆς· εἰ γὰρ καί ποτ’ ἂν ἐξ Ἑλλήνων ἠφανίσθη, ἀλλ’ οὐ καὶ πανταχοῦ. Εἰς ἐγκωμίου δὲ προσθήκην τὸ τῷ χρόνῳ πρόσκειται· αἱ δὲ μὴ ἡδεῖαι καὶ χρήσιμοι τῷ χρόνῳ ἀκμάζουσαι κατά
15τινα πάλιν ἀπογίνονται· τὸ δὲ σαφῆ τε τὴν ὠφέλειαν καὶ τοῦτο ἔπαινός ἐστι τῆς τέχνης τῆς ῥητορικῆς. Ἐξαίρει γὰρ τοῦτο τὴν ῥητορικὴν οὕτως· τῶν γὰρ τεχνῶν πάλιν διαιρουμένων εἰς καλοτεχνίαν, ὡς ἰατρικὴ, εἰς κακοτεχνίαν, ὡς φαρμακεία, εἰς ψευδοτεχνίαν, ὡς
20ὀρχηστικὴ, τὸ σαφῆ προστέθεικε τῆς καλλίστης αὐ‐ τὴν ἀποφαίνων· ὁμολογουμένη γὰρ καὶ οὐκ ἀμφισβη‐ τήσιμος ἡ τῆς ῥητορικῆς ὠφέλεια· οὐ γὰρ ὥσπερ ἡ ὀρ‐ χηστικὴ ἀτελὴς οὖσα ἅμα τῷ παύσασθαι σβέννυται, οὕτω καὶ ἡ ῥητορική· ἀλλ’ ὥσπερ ἡ ἰατρικὴ τέλος ἔχει
25τὴν ὑγείαν, καὶ παυσάμενον τὸ ἔργον ἔχει μαρτυροῦσαν τὴν ὠφέλειαν, οὕτω καὶ ἡ ῥητορικὴ τοῖς δεομένοις συν‐ αγωνιζομένη ἐν βουλαῖς, ἐν δικαστηρίοις, ἐν θεάτροις τὸ οἰκεῖον τέλος καὶ παυσαμένη κατέλιπε· πῆ μὲν τὸ συμφέρον, πῆ δὲ τὸ δίκαιον, πῆ δὲ τὸ καλὸν, τὸ χρή‐
30σιμον αὐτῆς κηρύττοντα· πῆ δὲ καὶ τὴν ὠφέλειαν χρη‐51

4

.

52

σίμην προστίθησι· φησὶ γὰρ, ὅτι κἀν ταῖς βουλαῖς, κἀν τοῖς δικαστηρίοις καὶ πανταχοῦ· ἐκ τούτων γὰρ ἡ σω‐ τηρία ταῖς πόλεσιν· καὶ τὸ συμβουλευτικὸν δὲ τῶν ἄλ‐ λων εἰδῶν προτάττει· φύσει γὰρ πρότερον· καὶ γὰρ
5οἱ ἄνθρωποι οὔπω πόλεις οἰκοῦντες, ἀλλὰ νομάδα ζῶντες βίον, τούτῳ χρησάμενοι τὰς πόλεις κατῴκησαν· εἶτα νόμους κατεστήσαντο πρὸς τὸ συμφέρον, οἷς τοὺς πο‐ νηρευομένους ἐξήλεγχον. Διὸ καὶ δεύτερον τὸ δικανικὸν, οὐκ εἶπεν δὲ ὥσπερ κἀν ταῖς βουλαῖς οὕτω κἀν ταῖς δί‐
10καις, διὰ τὸ διαβεβλημένον τοῦ τῆς δίκης ὀνόματος· τὸ δὲ πανταχοῦ οἱ μὲν περὶ τοῦ πανηγυρικοῦ ἠξίωσαν εἰρῆσθαι· ὡς οὐ μόνον ἐν εἰρήνῃ καὶ πολέμῳ χρησιμεῦον, ἀλλὰ κἀν τοῖς ἐναντίοις τόποις· οἷον ἐπὶ θαλάμῳ καὶ τάφῳ καὶ ἄλλοις τισὶ τοιούτοις· καὶ γὰρ τοῦτο καὶ τοῖς
15ἄλλοις δυσὶ συμπλέκεται· διὸ οὐδὲ ἁπλῶς εἶπεν, κἀν τῷ πανηγυρικῷ, ἀλλὰ πανταχοῦ, διὰ τούτου τὴν πρὸς ἄλ‐ λα ἐπιπλοκὴν αὐτοῦ ἐνδεικνὺς, ἔσθ’ ὅτε γὰρ καὶ αὐτὸς συμβουλὴν ἔχει, ὡς ἀπὸ τοῦ ἐπιταφίου Θουκυδί‐ δου δῆλον, παραίνεσιν ἔχοντος· καὶ τοῦ εἰς Εὐαγόραν
20Ἰσοκράτους· καὶ ὅτι τὸ μὲν πανηγυρικὸν καὶ καθ’ αὑτὸ δύναται ἐκτὸς συμβουλευτικοῦ εἶναι· τὸ δὲ συμ‐ βουλευτικὸν καὶ δικανικὸν ἐκτὸς πανηγυρικοῦ οὐδα‐ μῶς· ἐπεὶ καὶ συμβουλεύοντες καὶ δικαζόμενοι χρώμε‐ θα τῷ πανηγυρικῷ, ἢ προτρέποντες ἢ ἀποτρέποντες, ἢ
25ἐπαινοῦντες, ἢ κακίζοντες· ἄλλοι τὸ πανταχοῦ κατὰ τῶν δύο λαμβάνουσιν εἰδῶν, συμβουλευτικοῦ φημι καὶ δικανικοῦ· οὐ γὰρ μόνον ἐν βουλευτηρίοις ἢ δικαστη‐ ρίοις δύναται τὸ ἑαυτῶν ἐνδεικνύναι, ἀλλὰ καὶ παντα‐ χοῦ. ἐξὸν γὰρ καὶ ἐν πλοίῳ συμβουλεῦσαι ὡς Τευτία‐
30πλος ὁ Ἠλεῖος παρὰ Θουκυδίδῃ τοῖς Πελοποννησίοις·52

4

.

53

καὶ ἡ Θηβαίων καὶ Πλαταιέων δημηγορία δικανικὴ, κἂν μὴ ἐν δικαστηρίῳ. Τὸ τέλος γὰρ δείκνυσιν· οὐ γὰρ οἱ τόποι τὰ εἴδη χαρακτηρίζουσιν, ἀλλὰ τὰ τέλη. ἡ δὲ ἀπόδοσις ἐν τῷ μέγιστον εἶναί μοι δοκεῖ, ἵν’ ᾖ, πολλῶν
5ὄντων καὶ μεγάλων μέγιστον εἶναί μοι δοκεῖ· τὰ δὲ λοιπὰ πάντα μεταξύ· ἐξᾶραι δὲ βουλόμενος τὸ οἰκεῖον σύγγραμμα κατὰ παράθεσιν προηνέγκατο τὸ προοίμιον. καὶ ἐπειδὴ ἄρισται παραθέσεων, ἐν αἷς τῶν μειζόνων εἶναι δοκούντων κρείττω τὰ παρ’ ἡμῶν ἐπιφερόμενα,
10τοῦτο κἀνταῦθα ποιεῖ φάσκων· πολλῶν ὄντων καὶ με‐ γάλων μέγιστόν ἐστιν, ὡς καὶ Ὅμηρος· πρόσθε μὲν ἐσθλὸς ἔφευγε καὶ ἑξῆς. (Il. X. 158) Μαρκελλίνου εἰς τὸ αὐτό. Ἐπειδή τισιν ἔρ‐ γον ἦν τὸ διαβάλλειν τὴν ῥητορικὴν, καὶ ἔλεγον αὐτὴν
15μὴ εἶναι τέχνην, ἀλλὰ διοίκησίν τινα καὶ πραγματείαν, καὶ δύναμιν καὶ ἐμπειρίαν, ἕτεροι δὲ ἐπιστήμην, ὁ δὲ Πλάτων κολακείαν, ἔστι δ’ οὐχ οὕτως, ἀλλ’ ἕπεται μὲν δύναμις καὶ ἐμπειρία τῇ ῥητορικῇ, οὐ μέντοι ἐμπειρία ἡ ῥητορικὴ, ἀλλὰ τέχνη, διὰ ταῦτα ὁ τεχνογράφος κιν‐
20δυνευούσῃ γέγονε βοηθὸς τῇ τέχνῃ, μὴ συγχωρήσας αὐ‐ τὴν φθαρῆναι ταῖς τῶν πολεμίων ἐπιβουλαῖς· τοῦτο δὲ βουλόμενος ποιῆσαι, ἄντικρυς μὲν καὶ διαῤῥήδην οὐκ εἰσάγει τὸν ὅρον αὐτῆς, δριμέως δὲ καὶ πλαγίως καὶ ἐσχηματισμένως ἀποφαίνει τέχνην τὴν ῥητορικήν· τὰ
25γὰρ προσόντα τῇ ῥητορικῇ τέχνῃ παραβαλὼν, τῆς κοι‐ νῆς τέχνης αὐτὰ δείκνυσι, δύο ταῦτα πραγματευόμενος, καὶ τὸ σπουδαζόμενον ἀνύσαι καὶ φεύγειν τὸ δοκεῖν φι‐ λονεικεῖν πρὸς τοὺς διαβάλλοντας τὴν τέχνην. Δεῖ τοί‐ νυν πρῶτον ἐξετάσαι καὶ μαθεῖν ποῖον ὅρον ἀποδιδόασι
30τῆς κοινῆς τέχνης οἱ διαλεκτικοὶ φιλόσοφοι· ἐστὶ γὰρ οὗτος· τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων καθολικῶν καὶ ἐμπειρίᾳ γεγυμνασμένων πρός τι τέλος εὔχρηστον
τῶν ἐν τῷ βίῳ· πρὸς τοῦτον οὖν τὸν ὅρον ἀποτεινόμε‐53

4

.

54

νος παρεμβάλλει τὸν τῆς ῥητορικῆς ὅρον, καὶ εἰκότως. ὥσπερ γὰρ τὸ ὑποκείμενον τῷ ὅρῳ τοῦ ἀνθρώπου τοῦτό ἐστιν ἄνθρωπος, οὕτω καὶ τὸ ὑποκείμενον τῷ ὅρῳ τῆς ὅλης τέχνης τοῦτό ἐστι τέχνη· τί οὖν φησιν ὁ ὅρος τῆς
5ὅλης τέχνης σύστημα. Σύστημά ἐστιν ἡ ἐκ πολλῶν ὀργάνων συνδρομή· οὐ γὰρ ἐξ ἑνὸς πράγματος συνίστα‐ ται τέχνη, οἷον ἡ τεκτονικὴ οὐκ ἐκ πρίονος μόνου, ἀλ‐ λὰ δεῖται καὶ τῶν ἄλλων ὀργάνων· ἐκ καταλήψεων. Κατάληψίς ἐστιν ἡ ἐξ αἰσθήσεως πίστις καὶ τοῦ ὑπο‐
10κειμένου μάθησις· αἰσθηθέντες γάρ τινες τόδε τι ὀφει‐ λόμενον τῇ τέχνῃ καὶ χρήσιμον ὂν, ἐχρήσαντο. Καθο‐ λικῶν, ὅτι περὶ πάσης τέχνης ὁ ὅρος. ἐμπειρίᾳ συγγεγυμνασμένων. ἐπειδὴ δεῖ καὶ χρόνῳ βεβαιω‐ θῆναι τὰ καταληφθέντα παρὰ τῆς αἰσθήσεως· ἡ γὰρ
15μελέτη προστεθεῖσα εὑρέσει τὸ τέλειον ἀπεργάζεται. Πρός τι τέλος· ἐπειδὴ πάντως χρήσιμος ἡ τέχνη τῷ βίῳ· αἱ μὲν γὰρ τῶν τεχνῶν ἀναγκαῖαι καὶ χρήσιμοι· αἱ δὲ ψυχαγωγικαί· αἱ δὲ ἄμφω· ἀναγκαῖαι μὲν καὶ χρήσιμοι, ὡς οἰκοδομικὴ καὶ χαλκευτικὴ, καὶ γεωργία
20καὶ ῥητορική· ψυχαγωγικαὶ δ’ ὡς ζωγραφία καὶ γλυπτι‐ κή· κατ’ ἄμφω δ’ ὡς μουσική· αὕτη μὲν οὖν τοῦ ὅρου τῆς ὅλης τέχνης ἑρμηνεία. Ἴδωμεν δὲ καὶ τὸν Ἑρμογέ‐ νην τί φησιν. Πολλῶν ὄντων. διὰ τοῦ πολλῶν τὸ σύστημα δηλοῖ, πολλὰ γάρ εἰσι τὰ συντρέχοντα εἰς τὴν
25ῥητορικήν· οἷον προοίμια, προκατάστασις, κατάστασις, ἀγὼν, παρέκβασις, ἐπίλογος· ἡ εἰς τὰ εἴδη διαίρεσις, δικανικὸν, συμβουλευτικὸν, πανηγυρικόν· καὶ πάλιν ἡ ἀπὸ τούτων τομή· τοῦ μὲν δικανικοῦ εἰς κατηγορίαν καὶ ἀπολογίαν, τοῦ δὲ συμβουλευτικοῦ, εἰς προτροπὴν
30καὶ ἀποτροπὴν, τοῦ δὲ πανηγυρικοῦ, εἰς ἐγκώμιον καὶ
ψόγον. Καὶ μεγάλων· τὸ μεγάλων προσέθηκεν, ἔστι54

4

.

55

γὰρ καὶ ἐκ πολλῶν μὲν συγκειμένη τέχνη, οὐ μεγάλων δέ· ἵν’ οὖν ἐξ ἀμφοτέρων βραβεύσῃ τὸν ἔπαινον τῇ ῥητορικῇ προσέθηκε τὸ μεγάλων, διὰ τὸ ποιότητος καὶ ποσότητος κοσμῶν αὐτήν. Συνίστησι· τὴν ἐκ πολ‐
5λῶν ἐδήλωσε σύστασιν, τὴν φύσιν αὐτῆς πιστούμενος. καὶ τέχνην ποιεῖ· τῇ τῶν πραγμάτων ἐχρήσατο τά‐ ξει. Πρῶτον γὰρ εἰπὼν τὸ συνίστησι καὶ δηλώσας τὴν φύσιν αὐτῆς ἐπήνεγκε καὶ τέχνην ποιεῖ· οὐ γὰρ ζητοῦμεν πρότερον τὸ ὑποκείμενον, πρὶν τὴν οὐσίαν
10μάθωμεν, εἰ ἔστιν· οἷον εἰ θεωρήσαιμεν, τί ζῶον, οὐ λέγομεν, ὁποῖος ἵππος, πρὶν γνῶναι ὅτι ὅλως ἵππος ἐστί. Τινὲς δ’ ἐμέμψαντο τὸν τεχνικὸν, ἐπειδὴ εἶπεν ποιεῖ καὶ οὐ δείκνυσιν· εἰ γὰρ ποιεῖ φησιν, οὐκ ἔστιν. Ποιεῖν γάρ ἐστι τὸ πλάττειν τὸ μὴ ὄν· ἀλλὰ λέγομεν,
15ὅτι τὸ φύσιν ἔχον γενέσθαι καὶ γενέσθαι δύναται, τὸ δὲ μὴ φύσει ὂν οὐδὲ τὴν τοῦ γενέσθαι ἀρχὴν ἔσχεν. οἷον οὐκ ἔχει φύσει γενέσθαι θεός· οὐκοῦν οὐδ’ ἐγένε‐ το, ἀλλ’ ἀεί ἐστι· καλῶς οὖν εἶπεν τὸ ποιεῖ· τὸ γὰρ δείκνυσιν οὐ πάντως ἀλήθειαν ἔχει. οἷον εἰ ἀνδριάντα
20ὁρῶντες εἴπωμεν, ὅτι ἄνθρωπον δείκνυσιν, ὃν καὶ βα‐ δίζειν ὑπὸ μηχανῆς ἐγχωρεῖ· καίτοι εἰπόντες ἄνθρωπον δείκνυσιν, τὴν φύσιν οὐκ ἀνθρωπίνην ἐδείξαμεν. Χαλ‐ κὸς γάρ ἐστιν, καλῶς οὖν τὸ τέχνην ποιεῖ προσέθηκεν. οὐ γὰρ πάντως τὰ πολλὰ καὶ μεγάλα τέχνην ποιεῖ, ἐπεὶ
25καὶ κακοτεχνία ἐκ πολλῶν μὲν ἔστιν ὅτε καὶ μεγά‐ λων συνέστηκεν· οὐ μέντοι τέχνη ἐστὶν, οὐ γὰρ ἔχει τὸ χρήσιμον. Καταληφθέντα τε· κατελάβοντο γὰρ καὶ ἐνταῦθα σοφοί τινες, ὅτι δεῖ τὸν δεόμενον τοῦ κο‐ λακικὸν εἶναι καὶ προθεραπεύειν τὰς τῶν ἀκροατῶν
30ἀκοάς· καὶ χρησάμενοι προοιμίοις θεραπευτικοῖς ὠφελή‐55

4

.

56

θησαν· ἄλλοι δὲ μὴ χρησάμενοι ἐβλάβησαν καὶ ἐντεῦ‐ θεν ἔμαθον πάντες κεχρῆσθαι προοιμίοις· καὶ πάλιν ἑωρακότες ὅτι συμβάλλεται διήγησις, ἐχρήσαντο καὶ ὠφε‐ λήθησαν. Ἐξ ἀρχῆς. Οἱ μὲν λέγουσιν, ἐξ οὗ γεγό‐
5νασιν ἄνθρωποι, ὡς καὶ ὁ Πλάτων φησὶν, ὅτι τὸ λο‐ γικὸν συνεφύη τοῖς ἀνθρώποις· οἱ δὲ, ὅτι ἄτεχνος ἦν ἡ δύναμις αὐτῆς, καὶ λοιπὸν ἐξηγοῦνται τὸ ἐξ ἀρχῆς, ἀφ’ οὗ οἱ τεχνικοὶ καὶ σοφοὶ ἄνθρωποι κατελάβοντο τὴν ἐξ αὐτῆς ὠφέλειαν. Δηλαδή· βεβαιωσεώς ἐστιν
10ὁ λόγος, καὶ συγγυμνασθέντα τῷ χρόνῳ· μετὰ τὴν γνῶσιν καὶ κατάληψιν χρεία καὶ τῆς ἐν τῷ γυμνά‐ ζεσθαι διατριβῆς. Ἐντεῦθεν αἰτιῶνταί τινες τὸν Δη‐ μοσθένην, ὡς ἐν τῷ ἐπιταφίῳ ἔλαττον ἢ κατὰ τοὺς ἄλλους ἐνεχθέντα λόγους, καίτοι τὸ τέλειον αὐτῷ προσ‐
15μαρτυροῦντες· ἀδύνατον δὲ τὸν αὐτὸν τέλειον τε καὶ ἀτελῆ κατὰ ταὐτὰ φαίνεσθαι· ἔστιν οὖν οὐ περὶ τὴν τέχνην τὸ ἁμάρτημα, ὡμολόγηται γὰρ τὸ τέ‐ λειον ἔχειν, ἀλλὰ περὶ τὴν γυμνασίαν, ἐν οἷς γὰρ μᾶλ‐ λον ἠσκήθη τε καὶ γεγύμνασται, ἐν τούτοις διὰ πάντων
20ἔδειξε τὸ τέλειον, ἐν οἷς δὲ ἔλαττον, τὴν αἰτίαν ἔσχεν. Σαφῆ τε τὴν ὠφέλειαν παρεχόμενα. Τὸ χρή‐ σιμον αὐτῆς ὁριζόμενος τὸ σαφὲς προσέθηκε· τοῦτο δ’ εἶπεν, αἰνιττόμενος εἰς τὸν Πλάτωνα· οὗτος γὰρ ὁ καὶ μάλιστα τῆς ῥητορικῆς καθαψάμενος ὡμολόγησεν Ἀρι‐
25στείδην ῥήτορα δίκαιον γενέσθαι, ὡς τῆς τέχνης φύσιν ἐχούσης ὠφελεῖν· οὐ γὰρ ἂν Ἀριστείδης ῥήτωρ ἦν ἀγα‐ θὸς, εἰ μὴ φύσιν εἶχεν ὠφελεῖν ἡ ῥητορική· ὥσπερ γὰρ ἐπὶ τῆς κακοτεχνίας οὐκ ἔστιν εὑρεῖν τῶν μετιόν‐ των τινὰ χρηστὸν, οὐ γὰρ ἔχει φύσιν ὠφελεῖν, οὕτω
30καὶ ἐπὶ τῆς ῥητορικῆς οὐκ ἂν ἀγαθὸς ἦν, εἰ μὴ τοι‐56

4

.

57

αύτην εἶχεν ἡ τέχνη τὴν φύσιν· εἰ δέ ποτε καὶ κακοὶ γεγόνασι ῥήτορες τοῦτο οὐ τῆς τέχνης ἔλεγχος, ἀλλὰ τῆς τῶν μετιόντων κακίας· καὶ ὥσπερ ἐπὶ τῆς ἰατρι‐ κῆς αὐτὴ μὲν ὑγίειαν ἐπαγγέλλεται, τῶν δὲ ἰατρῶν τι‐
5νες οὐ μόνον οὐχ ὑγιαίνειν ποιοῦσιν, ἀλλὰ καὶ δια‐ φθείρουσι, καὶ ὅμως οὐδεὶς ἔγκλημα τοῦτο κατὰ τῆς τέχνης ὁρίζεται, οὕτω καὶ ἐπὶ τῆς ῥητορικῆς· οὐ διὰ τό τινας εἶναι κακοὺς ἐκβάλλεται τοῦ εἶναι τέχνη, ἀλλὰ διὰ τὸ χρήσιμον αὐτῆς τέχνη μάλιστα δείκνυται.
10Κἀν ταῖς βουλαῖς κἀν τοῖς δικαστηρίοις, καὶ πανταχοῦ. Οὐ μόνον τελείαν ὡρίσατο τὴν ἐξ αὐτῆς ὠφέλειαν, ἀλλὰ καὶ ἐν παντοδαποῖς εἴδεσί τε καὶ τόποις γιγνομένην· ὠφελεῖ γὰρ ἐν μὲν δικαστηρίοις, τὰ δίκαια ζητοῦσα· ἐν δὲ ἐκκλησίαις καὶ βουλευτηρίῳ
15τὰ συμφέροντα, ἐν ταῖς πανηγύρεσιν ἐγκωμιάζουσα τοὺς ἀγαθούς· τινὲς μὲν οὖν φασιν ὅτι πρὸς τὰ τρία εἴδη τῆς ῥητορικῆς ἀπαντῶν οὕτως εἶπεν. Τριῶν γὰρ ὄντων, δικανικοῦ, συμβουλευτικοῦ, πανηγυρικοῦ, τόποι τοῦ μὲν δικανικοῦ δικαστήρια, τοῦ δὲ συμβουλευτικοῦ ἐκκλησίαι
20καὶ δικαστήρια, τοῦ δὲ πανηγυρικοῦ πολλοὶ, λέγεται γὰρ καὶ ἐν παστάδι, καὶ ἐν τάφοις καὶ ἐν θεάτροις· ἄλλοι δέ φασιν, ὅτι τὸ πανταχοῦ νῦν οὐ σημαίνει τὸ πανηγυρικόν· τὸ γὰρ πανηγυρικὸν ἀστασίαστόν ἐστιν· αὐτὸς δὲ περὶ στάσεως διαλαμβάνει καὶ λοιπόν φασιν,
25ὅτι πανταχοῦ διὰ τὸ πανηγυρικὸν εἴρηται· ἀλλ’ εἰς ἐγ‐ κώμιον τῶν δύο εἰδῶν. ὁ γὰρ εἰδὼς ἐν δικαστηρίῳ δι‐ κάσασθαι, οἶδε καὶ ἐν οἴκῳ καὶ πανταχοῦ. Ἀμέλει γοῦν οἱ Πλαταιεῖς ἔξω τοῦ τείχους εὐθὺς ἐδικάζοντο·
καὶ πάλιν ὁ εἰδὼς ἐν ἐκκλησίαις συμβουλεῦσαι οἶδε καὶ57

4

.

58

πανταχοῦ· διὸ καὶ τὸν Τευτίαπλον ἔχομεν ἐν τῇ τρίτῃ ἱστορίᾳ τοῦ Θουκυδίδου εὐθὺς ἀποβεβηκότι τῶν νηῶν συμβουλεύοντα τῷ Ἀλκίδᾳ· ἡμεῖς δὲ λέγομεν, ὅτι οὐδὲν ἄτοπόν ἐστι καὶ τὸ πανταχοῦ σημαίνειν τὸ πανη‐
5γυρικόν· καὶ μὴ ὁμολογεῖν ὅτι περὶ τῶν τριῶν εἰδῶν διαλαμβάνει· ἐνδέχεται γὰρ οὕτως εἰπεῖν, ὅτι ἡ μὲν ῥη‐ τορικὴ πᾶσα χρήσιμός ἐστιν, ἐν τῷδε καὶ τῷδε καὶ τῷδε· ἐγὼ δὲ οὐ περὶ τῶν τριῶν, ἀλλὰ περὶ φόνων τῶν δύο ποιοῦμαι τὸν λόγον· τὶ οὖν ἐσίγησε καὶ μὴ τὸ ὄνομα
10προσέθηκε; φαμὲν, ὅτι εἰ μὲν τὸ πανηγυρικὸν εἶπεν, αὐτὸ μόνον ἐδήλου τοὔνομα· εἰπὼν δὲ τὸ πανταχοῦ, τὴν ποιότητα ἔδειξεν αὐτοῦ· πανταχοῦ γὰρ καλεῖται τὸ πανη‐ γυρικὸν, οὐ μόνον ὅτι αὐτὸ καθ’ ἑαυτὸ ἐν διαφόροις λέγεται τόποις, ἀλλ’ ὅτι καὶ αὐτὸ τὸ δικανικὸν καὶ συμ‐
15βουλευτικὸν διὰ τοῦ πανηγυρικοῦ γίνεται· ἀνάγκη γὰρ ἐν αὐτοῖς καὶ τοὺς κατηγοροῦντας διαβάλλειν, καὶ τοὺς συμβουλεύοντας ὁμοίως ἢ ἐγκωμιάζειν ἢ ψέγειν· εἰ δέ τις εἴποι, ὅτι καὶ ἐν πανηγυρικῷ εὑρίσκεται συμβουλευ‐ τικὸν, ὥσπερ ἐν τῷ ἐπιταφίῳ Θουκυδίδου· καὶ ἐν τῷ
20Εὐαγόρᾳ Ἰσοκράτους, οὐκοῦν εἰ διὰ τοῦτό φησι τὸ πανταχοῦ σημαίνει τὸ πανηγυρικὸν, ὅτι συμπλέκεται τοῖς ἄλλοις εἴδεσιν, ἐπεὶ καὶ τὸ συμβουλευτικὸν ἐπι‐ πλέκεται τῷ πανηγυρικῷ, ὤφειλε καλεῖσθαι πανταχοῦ. φαμὲν οὖν ὅτι τοῦ πανηγυρικοῦ ἐὰν ἐκβάλῃς τὸ συμ‐
25βουλευτικὸν, μένει τὸ πανηγυρικόν· τοῦ δὲ συμβουλευτι‐ κοῦ καὶ δικανικοῦ ἐὰν ἐκβάλωμεν τὸ πανηγυρικὸν, οὐ δυνάμεθα τοῖς δύο εἴδεσι χρήσασθαι. Μέγιστον εἶ‐ ναί μοι δοκεῖ. Ἐνταῦθα δηλοῖ τὸν σκοπὸν τοῦ βι‐ βλίου· καὶ ὅτι οὐ περὶ πάσης ῥητορικῆς διαλαμβάνει,
30ἀλλὰ περὶ μόνης τῆς διαιρέσεως τοῦ πολιτικοῦ ζητήμα‐58

4

.

59

τος, ὃ ἐν τοῖς δύο μόνοις εἴδεσι περιέχεται· καλῶς δὲ εἶπεν μέγιστον τοῦτο, ἵνα κἀκεῖνα δείξῃ μεγάλα· μέ‐ γιστόν δ’ ἐστιν τοῦτο τῶν ἄλλων. ὅτι ἐκ μὲν τῶν ἄλ‐ λων λόγῳ μόνον ἦν μαθεῖν τὴν ῥητορικὴν, ἐκ δὲ τῆς
5διαιρέσεως πείρᾳ· οἷον ἐπὶ τῆς ἰατρικῆς εἴ τις λέγοι, ὅτι μεγάλη ἐστὶν ἡ ἰατρικὴ, ὑγείαν γὰρ περιποιεῖ, λόγῳ μό‐ νον ἀποδείκνυσιν· εἰ δὲ διαιρῶν λέγοι· ὅτι τὸ θερμὸν πλεονάζον, τόδε τι ἀποτελεῖ ἢ τὸ ψυχρόν, ἢ ξηρὸν, ἀποδείξει κέχρηται μεγάλῃ· εἰ δέ τις εἴποι, διὰ τί δὲ
10συγκριτικὸν μόνον εἶπεν, λέγομεν, ὅτι πρῶτον μὲν Ἀτ‐ τικὸν τὸ τοῖς ὑπερθετικοῖς ἀντὶ τῶν συγκριτικῶν κεχρῆ‐ σθαι, ὥσπερ καὶ Θουκυδίδης ἐποίησεν ἀξιολογώτατον εἰ‐ πών· ἔπειτα οὐ τοσοῦτον ἐκόσμει τὴν νῦν πραγματείαν.
14nΛέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη· καὶ ἀπὸ τῶν ὅλων εἰς
15nμέρη· μικρὸν μὲν γὰρ οὐδὲ τοῦτο ῥητορικῆς μέρος, ἀλλ’ οὐ περὶ
16nτούτων νυνί· περὶ δὲ τῆς τῶν πολιτικῶν ζητημάτων διαιρέσεως
17nεἰς τὰ λεγόμενα κεφάλαια ὁ λόγος γενέσθω.
18Συριανοῦ. Ἐπειδὴ τὸ τῆς διαιρέσεως ὄνομα
πολλαῖς τέχναις ἁρμόττει ταῖς περὶ τῶν εἰδῶν τῆς ῥη‐59

4

.

60

τορικῆς διαλαμβανούσαις καὶ ταῖς περὶ τῶν μερῶν τοῦ πολιτικοῦ λόγου, διαστέλλει τὴν ὁμωνυμίαν φάσκων, λέ‐ γω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς τὰ εἴδη· οἱ γάρ τοι περὶ τῆς διαιρέσεως πραγματευόμενοι τῆς ἀπὸ τῶν γε‐
5νῶν εἰς εἴδη τῆς ῥητορικῆς γένος μὲν εἶναί φασιν τὴν ῥητορικὴν, εἴδη δὲ αὐτῆς οἱ μὲν δύο, πραγματικὸν καὶ ἐπιδεικτικὸν, οἱ δὲ τρία, δικανικὸν, συμβουλευτικὸν, πανηγυρικόν· εἰσὶ δὲ οἳ καὶ τέταρτον προστιθέασιν, ἱστορικόν. Ἀριστοτέλης δὲ δύο γένη τῶν πολιτικῶν λό‐
10γων, δικανικὸν καὶ δημηγορικόν· εἴδη δὲ ἑπτὰ, προ‐ τρεπτικὸν, ἀποτρεπτικὸν, ἐγκωμιαστικὸν, ψεκτικὸν, κα‐ τηγορικὸν, ἀπολογητικὸν, ἐξεταστικόν· ὃ μόνον, τὸ ἐξεταστικόν φημι, ἐν τοῖς ἀκροωμένοις ἐστίν· οἵπερ τῶν λεγομένων ἕκαστον ἐξετάζουσι· τὰ δὲ ἄλλα ἓξ ἐν
15τῷ λέγοντι· καὶ αὕτη μὲν ἡ ἀπὸ τῶν γενῶν, ἡ δὲ ἀπὸ60

4

.

61

τῶν ὅλων εἰς μέρη τοιαύτη· τοῦ πολιτικοῦ λόγου ὅλου ὄντος, οἱ μὲν ἔφασαν εἶναι μέρη, προοίμιον, διήγησιν, ἀντίθεσιν, λύσιν, ἐπίλογον· οἱ δὲ καὶ πλείω τούτων· πλὴν εἰς τὰ πέντε καταντῶσιν οἱ πάντες, κἂν τοῖς ὀνό‐
5μασι διαφέρωνται. Διαίρεσις δέ ἐστι λόγος τομὴν ἀκριβῆ τῶν ὑποκειμένων μετ’ εὐκρινείας ἀπεργαζόμε‐ νος· ταύτῃ καὶ διαφέρει συγκοπῆς· ὅτι εἰ καὶ ἀμφότε‐ ραι τέμνουσι τὸ ὑποκείμενον, ἀλλ’ ἡ μὲν ἕκαστα τὰ μέρη κατ’ ἰδίαν τέμνει περιγραφὴν, ζῶον μὲν κατ’ ἄρ‐
10θρα, λόγον δὲ κατὰ κεφάλαια· ἡ δὲ συγκοπὴ συγκεχυ‐ μένας καὶ ἀδιαρθρώτους ποιεῖται τὰς τομάς· τὴν αὐ‐ τὴν δὲ ἔννοιαν τὴν ἀρχὴν ἐκ τοῦ ἐναντίου ἐπιχειρήσας ἔφη· περὶ ὧν γὰρ εἶπεν ἀνωτέρω πολλῶν ὄντων καὶ με‐ γάλων, περὶ τῶν αὐτῶν νῦν λέγει· μικρὸν μὲν γὰρ
15οὐδὲ τοῦτο ῥητορικῆς μέρος· οἶδε γὰρ ὡς ἐπιστήμων καὶ τὰς περὶ αὐτῶν τεχνολογίας πολλῆς ἐξετάσεως δεο‐ μένας. Περὶ δὲ τῆς τῶν πολιτικῶν ζητημά‐ των· Πολιτικὰ ζητήματα λέγει πάντα τὰ ὑπὸ τὰς δε‐
κατρεῖς ἀναγόμενα στάσεις, περὶ ὧν καὶ διδάξει. Λε‐61

4

.

62

γόμενα δέ φησιν ἐπειδή τινες μὲν ζητούμενα ταῦτά φασι πρὸ τοῦ κατασκευασθῆναι· ἄλλοι δὲ συμπερά‐ σματα μετὰ τὰς ἀποδείξεις· ἕτεροι δὲ περιεχόμενα, ὡς ὑπὸ τῶν στάσεων ἢ τῶν ὅλων λόγων περιειλημμένα, κε‐
5φάλαια δὲ ὡς μεγάλα καὶ κυριώτατα τμήματα τῶν λό‐ γων ὄντα. Κεφάλαιον δέ ἐστι μέρος λόγου ἀπόδειξιν ἔχον τοῦ προκειμένου πράγματος, ἐκ νοημάτων τε καὶ ἐπιχειρημάτων συγκείμενον· ἡ δέ γε τῶν πολιτικῶν ζη‐ τημάτων διαίρεσις προηγουμένην μὲν ποιεῖται τὴν εἰς
10τὰ κεφάλαια τομήν· οἷον τὸ μὲν στοχαστικὸν εἰς τὰ στοχαστικὰ, τὸ ὁρικὸν δὲ εἰς τὰ ὁρικὰ καὶ ἑξῆς, παρ‐ επομένην δὲ τὴν εἰς τὰ μέρη τοῦ πολιτικοῦ λόγου. Σωπάτρου. Ἡ διαίρεσις πολλαχῶς ἢ ὡς γένος εἰς εἴδη· οἷον τὸ ζῶον εἰς ἄνθρωπον καὶ ἵππον· ἢ ὡς
15ὅλον εἰς μέρη. οἷον ὁ ἀνδριὰς εἰς χεῖρας, καὶ κεφα‐ λὴν καὶ τὰ λοιπά· ἢ ὡς οὐσία εἰς συμβεβηκός· ὡς ἵνα εἴπω τῶν ἀνθρώπων οἱ μὲν λευκοὶ, οἱ δὲ μέλανες· ἢ ὡς συμβεβηκὸς εἰς οὐσίαν, οἷον τὸ λευκὸν εἰς κύκ‐ νον, ψιμύθιον· ἢ ὡς εἶδος εἰς ἄτομα· οἷον ἄνθρωπος
20εἰς Σωκράτην καὶ Ἀλκιβιάδην, ἢ ὡς φωνὴ εἰς διάφορα σημαινόμενα· οἷον ὁ Αἴας εἰς τὸν Λοκρὸν καὶ τὸν Ὀϊλέως. Ἐπεὶ οὖν ἡ διαίρεσις πολλαχῶς διὰ τοῦτο προσέθηκεν· οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη καὶ ἑξῆς. Ψυχαγωγεῖ δὲ τὸν ἀκροατὴν ὡς καὶ περὶ διαι‐
25ρέσεως μέλλων ἐρεῖν· οὐ μέντοι καὶ φέρεταί τι τοι‐ οῦτον Ἑρμογένους· λέγω δὴ περὶ διαιρέσεως ῥητορικῆς· πολιτικῶν δὲ εἴπομεν ζητημάτων, ἐπειδή ἐστι καὶ φιλόσοφα, λεγόμενα δὲ κεφάλαια, ὅτι ὥσπερ ἡ κεφαλὴ
τὸ κῦρος τοῦ σώματος ἔχει παντὸς, οὕτω καὶ ταῦτα62

4

.

63

τὸ κῦρος τοῦ σύμπαντος λόγου ἔχοντα εἰκότως κεφά‐ λαια λέγονται ἢ ἀντὶ τοῦ βοώμενα καὶ θρυλούμενα κεφάλαια· ἄλλοι δὲ διὰ τό τινας τῇ ἐτυμολογίᾳ τού‐ των ἀπασχολεῖσθαι, οὐδὲν δέον. γραμματικῆς γὰρ ἔρ‐
5γον τοῦτο· ἀντὶ τοῦ οἵῳ δή ποτε τρόπῳ προσαγορευό‐ μενα κεφάλαια. Τὸ πολύϋλον τῆς ῥητορικῆς ἐνταῦθα σημαίνει. ἐξ ὧν διάφορον τὴν διαίρεσιν αὐτῆς ὑποτί‐ θεται· ἐπήγαγε δὲ ποίας διαιρέσεως· πλειόνων μὲν οὐ‐ σῶν, οὐκ ἀναγκαίου δ’ ὄντος περὶ πασῶν εἰπεῖν· ὁ μὲν
10γὰρ Ἑρμαγόρας οὕτω διαιρεῖ· ἔστι τι γένος, λογικὴ ἐπιστήμη, εἶδος δ’ αὐτῆς ἡ ῥητορική· ὅλον δὲ τῆς ῥη‐ τορικῆς τὸ δικανικὸν καὶ συμβουλευτικὸν καὶ πανηγυρι‐ κόν· μέρη δὲ τοῦ δικανικοῦ κατηγορία (δὲ) καὶ ἀπολο‐ γία. Λολλιανὸς δ’ ἀκριβέστερον ὁρίζεται λέγων· λέγο‐
15μεν τὴν ῥητορικὴν γένος, εἶδος δὲ τὸ δικανικὸν, ὅλα δὲ κατηγορίαν καὶ ἀπολογίαν· μέρη δὲ τὰ κεφάλαια· ταῦτα γὰρ οὐκέτι τέμνεται, ἐπειδὴ τὰ μέρη ἄτμητα μένου‐ σιν, οὐκ εἰσὶ δ’ ἄτμητα τοῦ Ἑρμαγόρου τὰ μέρη. Μι‐ κρὸν μὲν γὰρ οὐδὲ τοῦτο ῥητορικῆς. Ἵνα μὴ
20δοκῇ διὰ τὸ ἄχρηστον τοῦ πράγματος τὴν περὶ τού‐ των καταλελοιπέναι ζήτησιν, διὰ τοῦτο κἀκεῖνα ἐγ‐
κωμιάζει. Ἀλλ’ οὐ περὶ τούτων νῦν· τῷ εἰπεῖν οὐ63

4

.

64

περὶ τούτων νῦν ἐδήλωσεν, ὅτι μέλλει καὶ τοιαύτην τινὰ πραγματείαν εἰπεῖν. Περὶ δὲ τῆς τῶν πολιτικῶν. Πολιτικὸν ζήτημα καλεῖ τὸ ῥητορικὸν πρὸς ἀντιδιαστο‐ λὴν τῶν τε ἰατρικῶν καὶ τῶν φιλοσόφων· ταῦτα γὰρ
5μόνα περὶ τὰ τῆς πόλεως γίγνεται πράγματα· καὶ διὰ τί ἡ ῥητορικὴ μόνη καλεῖται πολιτικὴ τέχνη, καὶ οὔτε ἡ τεκτονικὴ, οὔτε ἡ χαλκευτικὴ, οὔτε ἡ οἰκοδομική; ὅτι οἱ ἄνθρωποι καὶ τούτων μὲν ἐκτὸς δύνανται ζῇν, ῥη‐ τορικῆς δὲ ἐκτὸς οὐδεὶς δύναται εἶναι· εἰ γὰρ μήτε πρὸς
10τὰ καλὰ προτρεψόμεθα τοὺς ἀνθρώπους, μή ποτε ἀπο‐ στρέψομεν τῶν φαύλων· καὶ εἰ μήτε τῶν ἀδικούντων κατηγορήσομεν μήτε τοὺς συκοφάντας ἐξελέγξομεν· καὶ εἰ μήτε τοὺς ἀγαθοὺς ἐγκωμιάσομεν, μήτε τοὺς φαύ‐ λους ψέξομεν, οὐδὲν τῶν ἀλόγων διοίσομεν ζώων· λε‐
15γόμενα δὲ κεφάλαια· τὰ θαυμαζόμενα καὶ θρυ‐ λούμενα.
17nἜστι δὲ σχεδὸν ὁ αὐτὸς τῷ περὶ εὑρέσεως· πλὴν ὅσον οὐ πάντα
18nἔχει τὰ περὶ εὑρέσεως· καὶ πρῶτόν γε ὅτι εἰς τὸ πολιτικὸν ζήτημα
19nῥητέον.
20Συριανοῦ. Ὁ τῆς διαιρέσεώς φησι λόγος παρα‐
πλήσιός ἐστι τῷ περὶ εὑρέσεως· ἡ μὲν οὖν διαίρεσις τὴν64

4

.

65

ἀπαρίθμησιν καὶ τὴν τάξιν διδάσκει τῶν κεφαλαίων ἑκάστης στάσεως· ἡ δὲ εὕρεσις πλατύτητα καὶ τὴν ἐρ‐ γασίαν χορηγεῖ τῶν κεφαλαίων· οἷον ὡς ἐπὶ ὑποδείγμα‐ τος· τὸ ἐγκώμιον ἢ ἡ τοῦ νόμου εἰσφορὰ τέμνεται τοι‐
5οῖσδε ἢ τοιοῖσδε τοῖς κεφαλαίοις· ἡ δὲ εὕρεσις τὰ προσ‐ ήκοντα εἰς ἕκαστον κεφάλαιον διερευνᾶται ἐνθυμήματα· καὶ ἡ μὲν διαίρεσις ὡρισμένως καὶ ἀεὶ ὡσαύτως ἔχει, ἡ δὲ εὕρεσις ἀόριστος καὶ ἄλλοτε ἄλλη, πρὸς τὰς τῶν ῥητορευόντων φύσεις μεταβαλλομένη, εὐπορωτέρα καὶ
10ἀσθενεστέρα γίνεται· διὸ καὶ, ὡς Πορφύριός φησι, τοῦ λόγου ψυχὴν ἔχειν δοκοῦντος καὶ σῶμα ἡ μὲν εὕρεσις τῶν νοημάτων ψυχὴ ἂν εἰκότως τοῦ λόγου λο‐
γίζοιτο· ἡ δὲ ἑρμηνεία σῶμα. Πλήν· τὸ πλὴν τοῦ65

4

.

66

σχεδόν ἐστι διασάφησις, ὡς καὶ παρὰ Θουκυδίδῃ· Πε‐ λοποννήσου τε τὰ πολλὰ, πλὴν Ἀρκαδίας· ἡ διαίρεσίς φησιν παρέοικε τῇ εὑρέσει· πηγὴ γάρ τίς ἐστι τῶν ἐν τοῖς λόγοις εὑρισκομένων ἐπιχειρημάτων· οὐ πάντα δὲ
5τὰ ἐν αὐτῇ ἐπιδέχεται· πολὺ γὰρ τὸ πλάτος τῆς εὑρέ‐ σεως ἀορίστου οὔσης. Σωπάτρου· ἀντιπίπτον ἐνταῦθα λέγει· καὶ γὰρ διαιρῶν εἰς κεφάλαια τὰς στάσεις, οἷον τὸν στοχασμὸν τυχὸν εἰς παραγραφικὸν, εἰς ἐλέγχων ἀπαίτησιν, εἶτα
10μὴ δυνάμενος δι’ ὁρισμῶν τι τούτων ἕκαστον ἀποδοῦ‐ ναι, ἐπειδὴ οὔτε τῶν γενικωτάτων οὔτε τῶν μερικῶν ἔνι ἀποδοῦναι ὁρισμὸν, ἐφρόντισε σαφηνείας. διὰ τοῦ‐ το εἰς παράστασιν ἐναργῆ τῶν κεφαλαίων ἀνάγκην ἔχει δι’ ἐργασίας αὐτὰ δεικνύναι καὶ ἐπιχειρημάτων.
15οἷον ὅτι τὸ παραγραφικὸν τέσσαρας ἔχει τρόπους. ὅτι ἡ βούλησις καὶ ἡ δύναμις διὰ τῶν ἐγκωμιαστικῶν τό‐ πων πρόεισι καὶ ἑξῆς· καὶ ἐπειδὴ τῆς εὑρέσεώς ἐστιν οὐ τῆς διαιρέσεως ἡ ἐργασία καὶ τὰ ἐνθυμήματα, ἀναγκαίως ὥς τινος ἐγκαλοῦντος, ὡς παρὰ τὸ ἐπάγγελμα πράττει,
20λέγει τὸ ἀντιπίπτον, φάσκων· ἔστι δὲ σχεδὸν ὁ αὐ‐ τὸς τῷ περὶ εὑρέσεως· κοινωνεῖ φησιν ἡ εὕρεσις τῇ διαιρέσει ταύτῃ· διαίρεσις μὲν γάρ ἐστι λόγος ἐκ δια‐ φόρων νοημάτων πρὸς ἕν τι τεινόντων τὸ κατασκευαζό‐ μενον, εὕρεσις δὲ λόγος νοήματα διάφορα περιέχων.
25Πρόσκειται δὲ τὸ σχεδόν· οὐ γὰρ πᾶσαν ἐργασίαν ἐξέ‐ θετο τῆς εὑρέσεως, ἀλλ’ ὅσον τὸ ὑποθέσθαι καὶ διδά‐ ξαι, διὸ καὶ ἐπάγει, πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως· οὐ γὰρ ὅσα ἄν τις εἴποι μελετῶν, ταῦτα εἰς
τὸν χαρακτηρισμὸν τῶν κεφαλαίων εἶπεν ὁ τεχνικός·66

4

.

67

οἷον ὡς ἐπὶ τοῦ παρίστατό τις νεοσφαγεῖ σώματι ἐπ’ ἐρημίας καὶ κρίνεται φόνου· ἐνταῦθα γὰρ βραχέα ἐν‐ θυμήματα· οἷον παρίστασο, οὐκοῦν ἐφόνευσας· καὶ πρῶτόν γε ὅτι ἐστὶ πολιτικόν· εἰς Μινουκιανὸν αἰ‐
5νίττεται, οὐχ ὡρίσατο γὰρ ἐκεῖνος ἀρχόμενος, τί ἐστι πολιτικὸν ζήτημα, αὐτὸς δὲ κατὰ τάξιν πρόεισι τὸν ὁρισμὸν τοῦ πολιτικοῦ ζητήματος προσφέρων. Μαρκελλίνου. Ἐζήτησάν τινες, τί δήποτε περὶ διαιρέσεως ἐπαγγειλάμενος κεφαλαίων εἰπεῖν, ἐμνήσθη
10νῦν τῆς εὑρέσεως, καὶ λέγομεν, ὅτι ἀντέπιπτεν αὐτῷ· ἀλλ’ οὐ μόνα τὰ κεφάλαια λέγεις ἐκτὸς τῶν νοημάτων· ἔστι δὲ ταῦτα τῆς εὑρέσεως· διὰ τοῦτο ἠναγκάσθη εἰ‐ πεῖν· ἔστι δ’ ὁ αὐτός· εἰπὼν γὰρ τοῦτο τὴν πρὸς τὰ κεφάλαια κοινωνίαν τῆς εὑρέσεως ἐδήλωσεν. Εἰ δέ τις
15εἴποι καὶ διὰ τί ὅλως ἐχρήσατο ἐνθυμήμασι, λέγομεν, ὅτι οὐκ ἠδύνατο ὅρον ἑκάστου κεφαλαίου δοῦναι· οἱ γὰρ ὅροι οὔτε τῶν ἀνωτάτω γενῶν εἰσιν οὔτε τῶν κατω‐ τάτω μερῶν· οἷον τῆς οὐσίας οὐ δυνάμεθα γένος εἰ‐ πεῖν, ὅθεν οὐδ’ ὅρον αὐτῆς κυρίως λέγομεν· ἀλλ’
20ὑπογραφῇ ταύτην δηλοῦμεν· οὐδὲ πάλιν τῶν κατω‐ τάτω μερῶν ἐστιν εὑρεῖν διαφορὰς καὶ ἰδιότητας· οἷον τῆς κεφαλῆς τοῦ ἀνθρώπου ἢ χειρῶν ἢ ποδῶν· διὸ οὐ‐ δὲ ὅρον πάλιν κυρίως αὐτῶν ὑποδιδόαμεν, ἀλλ’ ὑπο‐ γραφήν· φησὶν οὖν αὐτός· ὅτι οὐ περὶ εὑρέσεως λέγω,
25ἀλλὰ περὶ κεφαλαίων· οὐ δυνάμενος δ’ ὅρον ἑκάστου δοῦναι ἐνθυμηματικῶς αὐτὰ παραδιδοὺς δείκνυμι μετὰ τῶν κεφαλαίων τὴν εὕρεσιν· ἄξιον δὲ ζητῆσαι τί ἐστι κεφάλαιον, καὶ τί εὕρεσις· καὶ τίς ἡ διαφορὰ κεφα‐
λαίου καὶ εὑρέσεως. Κεφάλαιόν ἐστι μέρος λόγου ἐκ67

4

.

68

πολλῶν ἐπιχειρημάτων συγκείμενον· εὕρεσις δὲ νοημάτων εὐπορία· ἀμφοτέρων οὖν περὶ τὰ αὐτὰ ὄντων εἰκότως ἡ κοινωνία δείκνυται· οὐ μόνον δὲ κατὰ τοῦτό ἐστιν ἡ κοινωνία, ἀλλ’ ὅτι καὶ τὰ κεφάλαια καὶ τὰ ἐνθυμήμα‐
5τα ἁρμόζειν δεῖ τῇ παρούσῃ ὑποθέσει· οἷόν ἐστιν ἡμῖν Μηδείας ἠθοποιΐα, Γλαύκην γαμοῦντος Ἰάσονος· οὔτ’ ἀντὶ τῶν τῆς ἠθοποιΐας χρόνων δυνάμεθα τὰ τῆς ἀνασκευῆς θεῖναι κεφάλαια, οὔτ’ ἀντὶ τῶν τῇ Μη‐ δείᾳ πρεπόντων λόγων ὀφείλομεν τοὺς Πασιφάῃ πρέπον‐
10τας λέγειν, ἀλλὰ μόνους τοὺς τῇ Μηδεία· διαφορὰ δ’ αὐτῶν ἐστιν αὕτη· ὅτι ἡ μὲν εὕρεσις ἐπ’ ἄπειρόν τί ἐστι καὶ πρὸς τὴν ἑκάστου δύναμιν καὶ φύσιν εὑρίσκε‐ ται· τὰ δὲ κεφάλαια ὡρισμένην ἔχει ποσότητα· ἀμέλει γ’ οὖν τὴν αὐτὴν ὑπόθεσίν τινες ὁριζόμενοι καὶ τοῖς
15αὐτοῖς χρώμενοι κεφαλαίοις, οὐ τοῖς ἴσοις χρῶνται νοή‐ μασιν, ἀλλ’ οἱ μὲν πολλοῖς, οἱ δὲ ἐλάττοσι, καὶ ὅτι τὰ μὲν κεφάλαια ἀπὸ τῶν ἀγώνων ἀρξάμενα εἰς τοὺς ἀγῶνας λήγει καὶ ἐν μόνῳ τούτῳ τῷ μέρει τοῦ λό‐ γου εὑρίσκονται· ἡ μέντοι εὕρεσις ἐν παντὶ μέρει λόγου·
20καὶ γὰρ ἐν τοῖς προοιμίοις ἐστί· καὶ τὴν διήγησιν δι’ αὐτῆς ἐργαζόμεθα, καὶ τοῖς ἀγῶσιν αὕτη περιέχει τὰ σπέρματα· κἀν τοῖς ἐπιλόγοις φανεῖσα τὸ πᾶν συμπε‐ ραιοῖ τοῦ λόγου· τοῦτο οὖν εἰδὼς ὁ τεχνικὸς ἵνα μὴ νομίσωμεν τοῦτον ἀγνοεῖν καὶ μηδὲ μίαν ἡγεῖσθαι τού‐
25των διαφορὰν, προσέθηκε τὸ σχεδόν· ἵνα δι’ ἑνὸς ἐν‐ θυμήματος καὶ τὴν κοινωνίαν καὶ τὴν διαφορὰν ὁρί‐ σηται. Πλήν. Τινές φασιν ὅτι ταὐτόν ἐστι τὸ πλὴν τῷ σχεδόν· ἡμεῖς δὲ λέγομεν, ὅτι σαφηνείας ἕνεκα μείζονος τοῦτο πεποίηκεν· ἐν μὲν γὰρ τῷ εἰπεῖν σχεδὸν,
30ἐγινώσκομεν ὅτι ἔστι τις αὐτῶν διαφορὰ, οὐ μέντοι τὸν68

4

.

69

τρόπον τῆς διαφορᾶς· ἐν δὲ τῷ εἰπεῖν πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως, ἐδήλωσεν, ὅτι ἐν τῷ πο‐ σῷ ἐστιν ἡ διαφορά· ἔχομεν δὲ αὐτὸ καὶ παρὰ Θουκυ‐ δίδῃ εἰρηκότι. Πελοποννήσου τε τὰ πολλὰ πλὴν Ἀρκα‐
5δίας· καίτοι γε εἰρηκὼς, Πελοποννήσου τε τὰ πολλὰ ἐσήμανεν, ὅτι οὐ πᾶσα ἡ Πελοπόννησος· διὰ μὲν τοῦ τὰ πολλὰ εἰπεῖν σημαίνων τὴν ποσότητα, ὅτι οὐ πᾶσα· διὰ δὲ τοῦ πλὴν δηλῶν τὴν ποιότητα, ποῖα ἦν χωρία τὰ μὴ συνᾴδοντα τῇ Πελοποννήσῳ. Καὶ πρῶτον μὲν
10ὅτι ἐστὶ πολιτικόν. Τοῦτο εἰς Μινουκιανὸν ἀπο‐ τείνεται· ἐκεῖνος γὰρ οὐκ ἐπήνεγκεν ὅρον τοῦ πολιτικοῦ ζητήματος, ἄτοπον δὲ περὶ τῶν μερῶν τοῦ ζητήματος τῶν κεφαλαίων εἰπεῖν, πρὶν ἂν περὶ αὐτοῦ διδάξαι τοῦ ζητήματος, τί ποτε ἄρα ἐστίν· ζήτημα δέ ἐστι πρᾶγμα
15δύο ἢ καὶ πλείονας λόγους ἐπιδεχόμενον ἐναντίους ἀλ‐ λήλοις. Πολιτικὸν δὲ λέγουσι τὸ μὴ περὶ τὰς μεθόδους τὰς φυσικὰς ὑφιστάμενον, ἀλλὰ τῆς κοινῆς ἐννοίας ἔχον τὴν κρίσιν.
19nἜστι τοίνυν ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους, ἐκ τῶν παρ’ ἑκάστοις
20nκειμένων νόμων ἢ ἐθῶν περὶ τοῦ νομισθέντος δικαίου ἢ τοῦ
21nκαλοῦ ἢ τοῦ συμφέροντος ἢ καὶ πάντων ἅμα ἢ τινῶν. τὸ γὰρ
22nὡς ἀληθῶς τε καὶ καθόλου καλὸν ἢ τὰ τοιαῦτα σκοπεῖν,
23nοὐ ῥητορικῆς.
24Συριακοῦ. Λογικὴ πρόκειται διὰ τοὺς ἀθλητὰς
25καὶ παγκρατιαστὰς, οἱ στεφάνων ἀμφισβητοῦσι διὰ χει‐69

4

.

70

ρῶν καὶ πάλης· ὥσπερ καὶ στρατιῶται λαφύρων δι’
ὅπλων. Ἐπὶ μέρους δὲ διὰ τὰ φιλόσοφα καθόλον ὄντα70

4

.

71

ζητήματα. Οὐ γὰρ ζητοῦσιν οὗτοι, τί τὸ Λακεδαιμο‐ νίοις συμφέρον ἢ δίκαιον, ἀλλὰ τὸ πᾶσιν ἀνθρώποις. Εἶτα ἐπεὶ καὶ ἰατρῶν ἐστιν ἐπὶ μέρους ζητήματα· οἷον τί μὲν τοῖς ἐν Ἰνδίᾳ συντελεῖ πρὸς ὑγείαν, τί δὲ τοῖς
5ἐν Σκυθία, προσέθηκε τὸ ἐκ τῶν παρ’ ἑκάστοις κειμέ‐ νων· οὐ γὰρ ἐκ τούτων ἀμφισβητεῖ ὁ ἰατρὸς, ἀλλ’ ὁ ῥήτωρ· εἰ δὲ πολλάκις καὶ ῥήτορες καθολικὰ μεταχει‐ ρίζονται, ὡς ὁ Δημοσθένης· οἷον οὐκ ἔστιν ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν, κτήσασθαι· καὶ πά‐
10λιν πέρας γὰρ ἅπασιν ἀνθρώποις τοῦ βίου ὁ θάνατος· καὶ παρ’ Αἰσχίνῃ· οὐδεὶς γὰρ πώποτε πλοῦτος πονηροῦ τρόπου περιεγένετο· εἰδέναι δὲ χρὴ, ὅτι αἱ καθόλου ἐργασίαι τοῦ ἐπὶ μέρους ἐγένοντο. ὁ γὰρ ἀγὼν ὑπὲρ
τοῦ δεῖξαι, ὅτι ἀσθενὴς Φίλιππος, οὐχὶ δὲ, εἰ οἱ ἐπιορ‐71

4

.

72

κοῦντες κινδυνεύουσιν ἢ οὔ· καὶ πάλιν ὅτι καλῶς συν‐ εβούλευσεν ἐν Χαιρωνείᾳ ὑπὲρ ἀρετῆς ἀποθανεῖν· οὐχὶ δὲ εἰ θνητὸς ὁ ἄνθρωπος· ὁμοίως καὶ Αἰσχίνης ζητῶν δεῖξαι, ὅτι πονηρὸς Δημοσθένης, προσέθηκεν, ὅτι καὶ
5πλουτήσας, οὐχὶ δὲ πότερον φυσικὴ ἡ πονηρία ἡ καὶ μεταβάλλεσθαι δυναμένη· τὸ δὲ ἐκ τῶν παρ’ ἑκάστοις κειμένων νόμων τοιοῦτον· οἷον Ἀθήνησι τὰ τῶν Ἀθη‐ ναίων, ἐν Λακεδαίμονι τὰ τῶν Λακεδαιμονίων ἁρμόττει γενέσθαι· οὔτε γὰρ ἐν Ἀθήναις ἐπαινεσόμεθα τὴν ξε‐
10νηλασίαν, οὔτε ἐν Λακεδαίμονι τὸ τοῖς ξένοις ἐν τῇ πό‐ λει διδόναι μετοίκιον· οὔτε Σθενελαΐδας φεύξεται με‐ τοικίου γραφήν· οὔτε Ἀλκιβιάδης μὴ περιμείνας τὴν πανσέληνον· ἐκεῖνο μὲν γὰρ Ἀττικὸν, τοῦτο δὲ Λακω‐ νικόν· εἰ δέ τις χρήσηται κακόπλαστον ποιήσει τὸ ζήτη‐
15μα· φυλάττεσθαι δὲ καὶ τοῦτο χρή· οἷον Λακεδαιμό‐ νιον ζήτημα μελετῶντας, μὴ φάσει καὶ εἰσαγγελίᾳ
καὶ εἰσαγωγῇ καὶ ἐνδείξει χρήσασθαι, Ἀττικὰ γὰρ72

4

.

73

ταῦτα· εἰ δὲ καὶ Δημοσθένης τοῦ Λοκρῶν μέμνηται λό‐ γου ἐν τῷ κατὰ Τιμοκράτους· νόμον εἰσάγοντος Τιμο‐ κράτους, καὶ ἐν τῷ πρὸς Λεπτίνην, ὅτι καὶ Λακεδαι‐ μόνιοι καὶ Θηβαῖοι οὐδενὶ τῶν παρ’ ἑαυτοῖς διδόασι
5τοιαύτας δωρεὰς, καίτοι ταῦτα οὐκ ἐξ Ἀττικῶν νομί‐ μων εἰσὶ, κἀνταῦθα ἐροῦμεν· ὡς καὶ ταῦτα ἐργασία τῶν Ἀττικῶν ἐστι νόμων· εἰ μὲν γὰρ προὔκειτο ζητεῖν αὐτῷ, ὅτι Τιμοκράτης μόνον οὐκ ἐν βρόχῳ τὸν τράχη‐ λον ἔχων νομοθετεῖ, ἐκ τοῦ Λοκρῶν νόμου ἦν ἂν ἡ ἀμ‐
10φισβήτησις, καὶ πάλιν εἰ τοῦτο ἦν ἐν τῷ πρὸς Λεπτίνην· ὡς τὸ τῶν ἐφόρων καὶ τὸ τῶν γερόντων τάγμα οὐ γί‐ νεται παρ’ αὐτοῖς, ἐκ τῶν Λακωνικῶν νόμων ἡ ἀμ‐ φισβήτησις. νῦν δὲ τούτων μὲν οὐδέν ἐστιν, εἰς πίστιν δὲ καὶ ἀπόδειξιν ὡσπερεὶ μεμφόμενος Ἀθηναίων τὴν
15ἑτοιμότητα τὴν πρὸς τὸ νομοθετεῖν καὶ τὴν εὐκολίαν ἐμνημόνευσε τοῦ Λοκρῶν λόγου· ὅτι φανερόν ἐστι παρ’ αὐτοῖς τὸ νομοθετεῖν, διὸ καὶ χρηστοῖς ἀεὶ νόμοις χρῶν‐ ται καὶ τοῖς αὐτοῖς· καὶ πάλιν Λεπτίνην μεμφόμενος, ὡς ἀφελόμενον τὰς δωρεὰς τῶν εὐεργετῶν, εἶπεν ὅτι οἱ
20ἀλλαχοῦ πολῖται καὶ μείζους παρέχουσι τῆς ἀτε‐ λείας δωρεὰς, καὶ τοὺς εὐεργέτας τῶν ἰδιωτῶν δεσπό‐ τας καθιστᾶσιν, ἐθῶν δὲ πρόσκειται, ἢ ἵνα ἀρχαίαν ἀποδείξῃ ῥητορικήν· οἱ γὰρ νόμοι ἀπὸ ἔθους εἰσίν· οἷον Κέκρωψ πρῶτον συνήγαγεν ἄνδρα καὶ γυναῖκα, ὃς καὶ
25διὰ τοῦτο διφυὴς ἐκλήθη· καὶ τὸ ἀπὸ τούτου ἐκράτησεν· οὕτως καὶ ὁ περὶ μοιχείας νόμος ἐτέθη· ἢ ὅτι βουλό‐ μενος αὐτὴν κοινὴν ὥσπερ καὶ τὴν ἰατρικὴν ἀποδεῖξαι,
εἶπεν ἐθῶν· οὐδὲ γὰρ πάντες ἄνθρωποι νόμους ἔχουσιν73

4

.

74

ἐγγράφους, ἢ πάλιν ἐπειδὴ πολλάκις οἱ ῥήτορες τὸ ἔθος ἀντὶ νομίμου παραλαμβάνουσιν, ὡς καὶ Δημοσθένης ἐν τῷ περὶ στεφάνου· καὶ ὅτι ἐν τῇ πραγματικῇ τὸ ἔθος ὡς νόμιμον ἐξετάζεται· ἀλλὰ καὶ ἐν ἀντιλήψει Ἀλκι‐
5βιάδης εἰσάγεται τὰ περὶ Σικελίαν γράψας ἐν ἐκπώμασι, καὶ κρινόμενος ὑπὸ ἔθους διϊσχυρίζεται λέγων, ὅτι εἰ νόμος ἐκώλυσεν ἀλλὰ ἔθος ἐπιτρέπει ποιεῖν, ὃ ἄν τις βούλοιτο. Περὶ τοῦ νομισθέντος δικαίου ἢ τοῦ καλοῦ· ἡ σύνταξις οὕτως· ἀμφισβήτησις λογικὴ ἐπὶ
10μέρους· περὶ τοῦ νομισθέντος δικαίου ἢ τοῦ καλοῦ καὶ ἑξῆς· τὰ δὲ ἄλλα μεταξύ· νομισθέντος δὲ ἀντὶ τοῦ νόμῳ τεθέντος· τὸ γὰρ φύσει καλὸν καὶ δίκαιον καὶ συμφέρον φιλοσόφοις ἀνεῖται ζητεῖν· τὸ δὲ καλοῦ ἢ δι‐ καίου ἢ συμφέροντος οὕτως ἐξηγοῦνται· τρία φασὶν εἶ‐
15ναι τὰ ποιοῦντα τὴν στάσιν, ὕπαρξιν, ἰδιότητα, ποιό‐ τητα· ἡ μὲν οὖν ὕπαρξις τὸν στοχασμὸν ποιεῖ· ζητοῦ‐ μεν γὰρ, εἰ γέγονε τὸ πρᾶγμα ἢ οὔ· ἡ δὲ ποιότης τὰς ἄλλας ἕνδεκα ποιεῖ στάσεις· ἐπειδὰν γὰρ τὸ πραχθὲν δηλωθῇ καὶ τί τὸ ζητούμενον, ζητοῦμεν πάλιν, καὶ εἰ
20καλὸν, ἢ συμφέρον, ἢ δίκαιον· ὅπερ ἐστὶν οἰκεῖον ποιό‐ τητος· παραλέλειπται τοιγαροῦν ταῦτα τῷ τεχνικῷ, ἥ τε ὕπαρξις καὶ ἰδιότης· ἅ ἐστιν ὁ ὅρος καὶ ὁ στοχασμός· διὸ καὶ ἐλλιπῶς ἔχει ὁ ὁρισμός· οὕτως δ’ ἂν προ‐ αγάγοι τις ἀπταίστως αὐτόν· ἀμφισβήτησις λογικὴ ἐπὶ
25μέρους περὶ ὑπάρξεως καὶ ἰδιότητος καὶ τοῦ νομισθέν‐ τος δικαίου ἢ καλοῦ καὶ ἑξῆς. Οἱ γὰρ λέγοντες ὅτι οὐ παρέλιπέ τι τῶν στάσεων, ἀλλὰ καὶ περὶ τῶν τριῶν εἰ‐ δῶν τῆς ῥητορικῆς διέλαβε διὰ τοῦ καλοῦ καὶ δικαίου καὶ συμφέροντος οὐ καλῶς φασιν· τὸ γὰρ πανηγυρικὸν
30οὐ στασιάζεται, ὃ διὰ τοῦ καλοῦ βούλονται τὸν ὁρισμὸν74

4

.

75

περιλαμβάνειν. ἄλλως τε καὶ οὐδὲ περὶ ῥητορικῆς ὁ λό‐ γος, ἀλλὰ περὶ πολιτικοῦ ζητήματος· οἱ δὲ πάλιν λέγον‐ τες ὡς τὰ τρία γένη τῶν στάσεων δηλῶσαι βούλον‐ ται, διὰ μὲν τοῦ καλοῦ τὰς δικαιολογικὰς, διὰ δὲ τοῦ
5συμφέροντος τὴν πραγματικὴν πλανῶνται· ἡ γὰρ μετά‐ ληψις ἐκβολὴ τοῦ ἀγῶνος καὶ διαβολὴ οὖσα, οὐδενὸς τούτων μετέχει· ἄλλοι δέ φασιν ὅτι δύο χρόνων ὄντων τῶν ποιούντων τὰς στάσεις, παρεληλυθότος καὶ μέλλον‐ τος, περὶ μὲν τὸν παρεληλυθότα αἱ δεκαδύο στάσεις
10ὁρῶνται· τὸν μέλλοντα δὲ ἡ πραγματικὴ ἐκληρώσατο· ὡς οὖν ἰσόῤῥοπος ταῖς λοιπαῖς στάσεσιν, ἐνταῦθα ἐμνη‐ μονεύθη· ὡς ἀπὸ μέρους τοῦ ὅλου εἰσαγομένου· αὐτῆς γάρ ἐστι ταῦτα κεφάλαια· καλῶς δὲ οὗτοι ἔλεγον, εἰ μόνον ἦν πολιτικὸν ζήτημα ἡ πραγματική· εἰ δὲ ὥς
15φασιν ἀπὸ μέρους τὸ ὅλον εἶπεν, ἐχρῆν οὕτω προ‐ ενέγκασθαι· ὡσανεὶ περὶ τοῦ δικαίου ἢ τοῦ συμφέρον‐ τος· οὕτω γὰρ ἂν ἐδόκει μέρους μεμνῆσθαι πρὸς δι‐ δασκαλίαν τοῦ παρόντος· νῦν δὲ ὡς περὶ τούτων οὔσης μόνον τῆς ἀμφισβητήσεως ἀπεφήνατο· ἄλλως τε οὐδὲ
20τοῦ μεγίστου κεφαλαίου τῆς πραγματικῆς, καὶ δι’ οὗ πᾶσα αὐτῆς ἐστιν ἡ σύστασις, τοῦ δικαίου λέγω, ἐμνή‐ σθη· τὸ γὰρ καλὸν οὐ κεφάλαιον τῆς πραγματικῆς, ἀλλ’ ἐπεισαγόμενον τοῖς κεφαλαίοις, ὅπερ οὐδὲ καλὸν ἀλλ’ ἔνδοξον καλεῖται· ἀλλ’ οὐδὲ οἱ λέγοντες τὰ τε‐
25λικὰ κεφάλαια τὰ τρία ταῦτα εἶναι, ἃ ἐν πάσαις ταῖς στάσεσιν εὑρεθήσονται· καὶ διὰ τούτων δηλοῦ‐ σθαι τὰς στάσεις πάσας καλῶς ἀπεφήναντο· ἠγνόη‐ σαν γὰρ τί ποτέ ἐστι τελικά· ταῦτα γὰρ οὐκ ἐν τοῖς ἀγῶσιν, ἀλλ’ ἐν τοῖς ἐπιλόγοις ἐστίν· τὰ δὲ ζη‐
30τήματα τῶν ἀγώνων εἰσίν. Πῶς οὖν ἐπαγγειλάμενος διαίρεσιν ζητημάτων εἰπεῖν τοὺς ἀγῶνας ἀφεὶς τῶν ἐπι‐
λόγων ποιεῖται μνήμην· οἱ δὲ λέγοντες, ὅτι φυσικῶς75

4

.

76

ταῦτα τὰ κεφάλαια ἐμπίπτει ἐν πάσαις ταῖς στάσεσι, λελήθασιν ὡς οὐχ αἱ κοιναὶ ἔννοιαι τὰ ζητήματα, ἢ τὰς στάσεις ποιοῦσιν, ἀλλ’ αἱ ἰδικαὶ κατασκευαί· οὐ γὰρ εἰ κοιναί τινες ἐμπίπτουσιν, οἷον ὅτι καλὸν τὸ κολασθῆ‐
5ναι τόνδε ἢ ἀφεθῆναι ἤ τι τῶν τοιούτων, ταῦτα ζητή‐ ματά ἐστιν, ἀλλ’ ἔξωθεν ἐπεισαγόμενα· τὰ γὰρ ζητού‐ μενα ἀνάγκη ἢ περὶ ὑπάρξεως ἢ ἰδιότητος, ἢ ποιότητος εἶναι· ὥστε καλῶς ἔχει ἡ προσθήκη τοῦ ὁρισμοῦ, ἢ καὶ πάντων ἅμα ἢ τινῶν. αἰτιῶνται τοῦτο·
10οὐδὲ γὰρ δυνατὸν πασῶν ἅμα εἶναι ζήτησιν τῶν στάσεων ἢ γὰρ ἂν πᾶσαι μία εἶεν στάσεις· ἀλλ’ οὐδὲ τινῶν ἐν ἑνὶ ζητήματι, πλείους γὰρ ἑκάστη εὑρεθήσεται· τί οὖν τὸ λεγόμενον· τινὲς μὲν περὶ τῆς πραγματικῆς ἀπελογήσαντο τὸν λόγον εἶναι, ὅτι αὕτη ἐνίοτε καὶ δι’
15ἑνὸς καὶ διὰ πλειόνων μελετᾶται κεφαλαίων· οἳ τοῖς ἀνωτέρω περιπίπτουσιν ἁμαρτήμασιν· ἄλλοι διὰ τὴν ἔγγραφον μετάληψιν εἰρῆσθαι βούλονται τοῦτο, ἥτις οὐδέποτε μόνη μελετᾶται, ἀλλ’ ἕτερον ἐπαναφυόμενον ἔχει ζήτημα τῇ παραγραφῇ, τὸ τῆς εὐθυδικίας· τινὲς δὲ
20ὅτι διὰ τὰ τελικὰ κεφάλαια εἶπεν τοῦτο· ἃ δὴ ἐν πάσῃ εὑρίσκεται στάσει, ἐν ἐπιλόγοις· ἔνιοι πάλιν ὅτι τὴν ἐπι‐ πλοκὴν αἰνιττόμενος τῶν στάσεων λέγει ταῦτα, ὅτι πολ‐ λάκις πραγματικὴ κατὰ στοχασμὸν εὑρίσκεται καὶ ἀντινομίαν· κατὰ μὲν ἀντινομίαν, οἷον πατὴρ τὸν
25υἱὸν ἀνελὼν τυραννοῦντα ἀξιοῖ μὴ γράφεσθαι, μετὰ τοῦ σχήματος νόμου τοῦτο κελεύοντος· κατὰ δὲ στο‐ χασμὸν οἱ βουλόμενοι τὰς πύλας τῶν πολιορκουμέ‐ νων ἐξαίφνης ἀνοῖξαι· καὶ ἕτεραι δέ εἰσι στάσεων ἐπι‐
πλοκαί· καὶ Δημοσθένης τὸν παραπρεσβείας μελετῶν,76

4

.

77

ἀντιθέσεις μεταστατικὰς καὶ ἀντεγκληματικὰς τίθησι· καὶ ὅτι γίνονται ἔσθ’ ὅτε αἱ στάσεις ἀλλήλων κεφά‐ λαια· οὕτως ὅτ’ ἂν ἀτελεῖς ἀπὸ πραγμάτων πᾶσαι αἵ τε λογικαὶ καὶ νομικαὶ ἐμπίπτωσιν· ὅταν δὲ ἀπὸ ῥητοῦ
5ἦ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀντιθετικαὶ μὲν οὐχ εὑρε‐ θήσονται, νομικαὶ δὲ, ὅτ’ ἂν δὲ ἀπὸ πραγμάτων, τὸ ἐναντίον· ἢ πάλιν ὅτι μετὰ τὸν στοχασμὸν, πᾶσαι αἱ λοιπαὶ στάσεις τοῖς ἀλλήλων κεφαλαίοις μελετῶνται κα‐ τὰ τὴν τάξιν μόνον ἐναλλαγῆς τινος γενομένης· τοῦτο
10οὖν ἐστι τὸ ἢ πάντων ἅμα ἢ τινῶν, τὸ ἐνίοτε ἄλλα ἄλ‐ λοις ἐμπίπτειν κεφάλαια· ἢ καὶ ὅτι αἱ ἀντιθετικαὶ τέσ‐ σαρες στάσεις δι’ ἀλλήλων μελετῶνται, ἢ ὅτι αἱ κατα‐ σκευαὶ τῶν στάσεων κοιναὶ καὶ εἰ μὴ κεφάλαια εὑρί‐ σκεται, ἀλλ’ οὖν ἔννοιαι ἐχόμεναι ἀλλήλων ἐμπίπτου‐
15σιν· ἢ ὅτι ἡ πραγματικὴ τὸ μὲν δίκαιον ἔχει διὰ τῶν ἀντιθετικῶν· τὸ δὲ νόμιμον διὰ τῶν νομίμων· τὸ δὲ συμφέρον στοχαστικῶς μελετῶμεν· ὡς καὶ Δημοσθέ‐ νης ἐν τῷ κατ’ Ἀνδροτίωνος, καὶ ἀντιληπτικὸν τεθει‐ κὼς κεφάλαιον τὸ, φήσει τοίνυν τοῦτον τὸν τρόπον
20ἁπάσας εἰληφέναι τὰς βουλάς· καὶ λύσας μεταληπτικῶς, οὐ γὰρ εἴ τι πώποτε καὶ ἑξῆς· καὶ πάλιν τὴν πρὸ αὐ‐ τοῦ ἀντίθεσιν κατὰ ἀντινομίαν ἐργασάμενος· ὁ νό‐ μος φησὶ τῇ βουλῇ μὴ ἐξεῖναι καὶ μὴ ποιησαμένῃ τὰς τριήρεις αἰτεῖν τὴν δωρεὰν, καὶ λύσας αὐτὸν κατὰ ῥητὸν
25καὶ διάνοιαν· ἐγὼ δὲ τοὐναντίον ἡγοῦμαι καὶ ἑξῆς· καὶ συλ‐ λογισμὸν τέλειον εἰργάσατο, ἀποδεικνὺς ὅτι ταὐτόν ἐστι τὸ ἐρωτῆσαι τῷ αἰτῆσαι· δι’ ὧν φησι· καίτοι τοὺς μὴ αἰτοῦντας, μὴ δὲ λαβεῖν ἀξιοῦντας οὐδὲ ἐπερωτᾷν προσ‐ ήκει τὴν ἀρχήν· ὅτι δὲ τὸ συμφέρον στοχαστικῶς ἐξετά‐
30ζεται, δῆλον ἀπὸ Δημοσθένους καὶ τοῦτο· πρῶτον μὲν77

4

.

78

ὅτ’ ἂν λέγῃ, ἀλλ’ ὦ τὰν, οὐχὶ βούλεται· καὶ ὅτ’ ἂν παρ’ ἄλληλα τιθεὶς λέγῃ, ὅτι σωζομένων μὲν Ὀλυν‐ θίων, ἐν Λακεδαιμονίᾳ ἔσται ὁ πόλεμος καὶ ἑξῆς· καὶ ὅτ’ ἂν πάλιν ἐν τῷ κατὰ Ἀριστοκράτους λέγῃ· ὡς ἄδεια
5δοθήσεται τοῦ παρανομεῖν· τοῦτο γὰρ βούλεται διὰ τοῦ, εἰ μὲν γὰρ μηδεὶς ἦν, ὃς ἤμελλεν ὁμοίως τῶν ἡμετέρων νόμων καὶ ἑξῆς· στοχαστικὸν γὰρ καὶ τοῦτο· ὥστε ἀρίστη αὕτη ἡ ἐξήγησις· ἢ καὶ ὅτι ἐνταῦθα οὐ περὶ στάσεων ὁμολογουμένως διαλαμβάνει, ἀλλὰ περὶ τοῦ γένους, ὅ
10ἐστι τὸ πολιτικὸν ζήτημα, ὑφ’ ὃ καὶ κατὰ συμπλοκήν εἰσι στάσεις, καὶ ἁπλαῖ, ὡς ἤδη εἴρηται· ὃ διὰ τοῦ πάντων ἢ τινῶν παραστῆσαι ἠβουλήθη Ἑρμογένης. Σωπάτρου. Γένος τοῦ ὁρισμοῦ ἡ ἀμφισβήτησις· διαφορὰ τὰ λοιπὰ πρόσκειται λογική· ἐπειδὴ καὶ δι’
15ὅπλων καὶ ἔργων ἐστὶν ἀμφισβητεῖν, ὡς ἀθληταὶ καὶ στρατιῶται· περὶ μέρους δὲ διὰ τὰς φιλοσόφους, αἵ εἰσι καθόλου· οἷον νοῦ, ψυχῆς, εἰ σφαιροειδὴς ὁ κόσμος. Ἐκ τῶν παρ’ ἑκάστοις κειμένων. Ὁ γὰρ ῥήτωρ τὰ πολιτικὰ διαπλέκει ζητήματα, τὰς πίστεις ἐκ τῶν παρ’
20ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν ποιούμενος παρ’ οἷς ἂν καὶ δημηγοροῖντο· ταύτῃ ἐν Λακεδαίμονι μὲν βραχυλογίᾳ χρήσαιτο, τούτῳ γὰρ χαίρουσιν οὗτοι. Ἀθήνησι δὲ μα‐ κρολογίᾳ, τοῦτο γὰρ ἥδιον αὐτοῖς· καὶ οἱ μὲν τῶν δι‐ καστῶν πρὸς κέρδος, οἱ δὲ πρὸς ἀλήθειαν ἀποβλέπου‐
25σιν· πρὸς ἃ μεταβάλλεσθαι τὸν ῥήτορα χρή. Νόμος δέ ἐστι λόγος κοσμητικὸς καὶ μετρητικὸς τῶν ἐν τῇ πολιτείᾳ πραγμάτων, πᾶσι τὸ κατ’ ἀξίαν ἀπονέμων.
Ἔθος δὲ νόμιμον ἔγγραφον ἐκ συλλογῆς συνιστάμενον78

4

.

79

παραδειγμάτων, ὡς τὸ τεττιγοφορεῖν Ἀθηναίοις. Πε‐ ρὶ τοῦ νομισθέντος δικαίου· τὰ τελικὰ τῶν τριῶν τῆς ῥητορικῆς περιεῖλε τῷ ὁρισμῷ· διὰ τοῦ κα‐ λοῦ τὸ πανηγυρικὸν, διὰ τοῦ δικαίου τὸ δικανικόν· διὰ
5τοῦ συμφέροντος τὸ συμβουλευτικόν· τοῦ νομισθέντος δὲ, διὰ τὸ ἕτερον εἶναι τὸ ἀληθὲς τοῦ δοκοῦντος· οἷον ἀληθὲς μὲν καὶ δίκαιον καὶ συμφέρον, τοὺς ἀρίστους ἐν ἑκάστῃ πόλει ἄρχειν· ἀλλ’ ἐν Λακεδαίμονι μὲν οἱ βα‐ σιλεῖς Ἡρακλεῖδαι, ὁποῖοι ἄν ποτε εἶεν· Ἀθήνησι δ’
10οἱ ἄρχοντες ἐξ εὐπατριδῶν, κἂν Ἴρου μὲν πενέστεροι, Φαλάριδος δὲ ἀδικώτεροι καὶ ὠμότεροι. Ἢ καὶ πάν‐ των ἅμα ἢ τινῶν· ἢ γὰρ περὶ καλοῦ καὶ δικαίου καὶ συμφέροντος ἅμα τὴν ἐξέτασιν ποιεῖται τὸ πολιτικὸν ζήτημα, ἢ περὶ μόνων τῶν δύο ἢ τοῦ ἑνός. Τὸ γὰρ
15ὡς ἀληθῶς. Ἀξιωματικῶς προάγει τὴν ἐκ τοῦ ἐναν‐ τίου ἀπόφασιν, ἥκιστα ῥητορικῇ προσήκειν ἀποφαινόμε‐ νος τὴν περὶ τῶν ἀληθῶν καὶ καθόλου ζήτησιν, φιλο‐ σοφίας γὰρ ταῦτα, ἣ πηγὴ τεχνῶν καὶ ἐπιστημῶν ὑπάρ‐ χουσα οὐ δοκεῖν δικαία ἀλλ’ εἶναι θέλει. ἕκαστος
20ὅρος σύγκειται ἐκ γένους καὶ διαφορῶν· καὶ γένος μέν ἐστι τὸ ἐπαναβεβηκὸς, οἷον τὸ ζῶν· διαφοραὶ δὲ αἱ δια‐ κρίνουσαι τὸ ὁριστὸν ἀπὸ τῶν ὑποπιπτόντων τῷ αὐτῷ γένει, ἀμφισβήτησις οὖν τὸ γένος· εἶτα ἐπειδὴ ἀμ‐ φισβήτησίς ἐστι καὶ διὰ χειρῶν, ἐπήνεγκε τὴν διαφο‐
25ρὰν ἀποδιακρίνουσαν εἰπὼν λογικήν· καὶ πάλιν ἐπειδὴ79

4

.

80

καὶ φιλόσοφοι διὰ λόγων ἀμφισβητοῦσι, καὶ ἰατροὶ καὶ γεωμέτραι, καὶ οἱ λοιποὶ πάντες, ὅσοι τὰς λογικὰς ἐπι‐ στήμας μετέρχονται, καὶ ἑτέραν προσέθηκεν διαφορὰν εἰπών· Ἐπὶ μέρους. Οἱ γὰρ φιλόσοφοι, οὐ περὶ τὰ
5μερικὰ, ἀλλ’ ἐπὶ τὰ καθολικὰ τὸν λόγον ἔχουσι· διὰ δὲ τοῦ· ἐκ τῶν παρ’ ἑκάστοις κειμένων νόμων, ἢ ἐθῶν, διδάσκει ὁ τεχνικὸς, ὅτι προσήκει τὸν ῥήτορα τοῖς ἐν ἑκάστῃ πόλει δικαίοις ἁρμόζεσθαι· οἷον εἰπεῖν, τὸν Ἀθηναῖον ῥήτορα οὐ χρὴ τοῖς ἐγχωρίοις νόμοις μό‐
10νον ἁρμόζεσθαι, ἀλλὰ καὶ τοῖς ἐν Λακεδαιμονίᾳ, καὶ ἐν Κορίνθῳ, καὶ τοῖς ἑκασταχοῦ· ἵνα οὗ ἂν ἀφίκηται ἐν ἑτέρα χώρᾳ μεθαρμόττῃ ἑαυτὸν, καὶ στοχαζόμενος τῶν παρ’ ἐκείνοις νομίμων τοὺς λόγους ποιῆται, καὶ καταβάλλῃ τῷ τόπῳ τὴν τέχνην. εἰ δὲ μὴ, λήσει ἂν
15ἁμαρτάνων, εἰ τοῖς αὐτοῖς ἐπὶ πᾶσι χρήσεται. ἢ ἐθῶν. ἐπειδή τινες τὰ ἔθη ἀναγραψάμενοι νόμους ἐποίησαν, τινὲς δὲ καὶ ἔθεσι μόνοις καὶ οὐ νόμοις ἐγγράφοις χρῶν‐ ται ὥσπερ οἱ βάρβαροι. Νομισθέντος. Νόμῳ κρα‐ τήσαντος· νόμῳ γὰρ κρατεῖ τὰ ἐν πόλει δίκαια. Οἱ
20μὲν γὰρ ῥήτορες οὐχ ἕπονται τῷ φύσει δικαίῳ, ἀλλὰ τῷ νομισθέντι· οἱ δὲ φιλόσοφοι τοῖς φυσικοῖς· οὐ πάν‐ τως δὲ τὸ νόμῳ κρατῆσαν φύσει δίκαιον. Δικαίου, ἢ καλοῦ ἢ συμφέροντος. Φασὶν ὅτι λείπει τῷ ὅρῳ· ταῦτα γὰρ πάντα ἐκτός ἐστι τοῦ στοχασμοῦ
25καὶ τοῦ ὅρου. οὐ γὰρ ζητοῦμεν ἐν στοχασμῷ περὶ δι‐ καίου ἢ συμφέροντος ἢ καλοῦ ἀλλ’ αὐτὸ τοῦτο, εἰ ὅλως γέγονεν. οἷον εἰ προδέδωκεν Αἰσχίνης Φωκέας· καὶ πάλιν
ἐν ὅρῳ οὐ ζητοῦμεν περὶ τῶν προειρημένων κεφα‐80

4

.

81

λαίων· ἀλλὰ τὴν ἐξέτασιν ποιούμεθα· οἷον ὅτι τέλειον τὸ πεπραγμένον ἢ οὔ· καὶ πότερον κλέπτης οὗτος ἢ ἱε‐ ρόσυλος ὁ ὑφελόμενος τὰ ἰδιωτικὰ κτήματα ἐκ τοῦ ἱε‐ ροῦ. Ἄξιον δὲ εἰπεῖν τὸν τέλειον τοῦ πολιτικοῦ ζητήματος
5ὅρον, πολιτικὸν ζήτημά ἐστιν ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους ἐκ τῶν παρ’ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν περὶ οὐσίας, ἢ ὀνόματος, ἢ τοῦ δικαίου ἢ καλοῦ ἢ συμ‐ φέροντος· τινὲς δὲ λέγουσιν ὅτι τὰ τρία εἴδη τῆς ῥητο‐ ρικῆς περιέλαβεν ὁ ὅρος· ἄλλοι δ’ ὡς ταῦτα πραγματι‐
10κὴν μόνη περιλαμβάνει στάσιν· ἢ πάντων ἅμα ἢ τι‐ νῶν· ἐπειδή εἰσιν ὑποθέσεις καὶ μικταὶ ὡς αἱ τῶν ψη‐ φισμάτων εἰσφοραὶ, συμβουλευτικαὶ ἅμα καὶ δικανικαί· καὶ αἱ τῶν νόμων εἰσφοραὶ, συμβουλευτικαὶ καὶ ἐγκω‐ μιαστικαί.
15nΤὴν δὲ ἀμφισβήτησιν ταύτην ἀνάγκη περί τε πρόσωπα καὶ πρά‐
16nγματα εἶναι· ὧν πλείστη δήπου διαφορὰ, ἣν τοῖς ἐπιγνοῦσι ῥᾴ‐
17nδιον ἤδη τὰς διαιρέσεις συνιδεῖν τὰς εἰς τὰ κεφάλαια τῶν ζητημά‐
18nτων, καὶ ὅσα ὅλως διαιρεῖσθαι δύναται.
19Συριανοῦ. Τοῦ πολιτικοῦ ζητήματος γένος τὴν
20ἀμφισβήτησιν ἀποδιδοὺς εὐτάκτως πάνυ διδάσκει ἡμᾶς81

4

.

82

πρόσωπα καὶ πράγματα, περὶ ἃ συνίσταται αὕτη· πά‐ νυ δὲ καλῶς τὸ ἀνάγκη πρόσκειται· οὐ γὰρ οἷόν τε πο‐ λιτικὸν συστῆναι ζήτημα, προσώπου τε ὑφεστῶτος, τοῦ διαπραττομένου, καὶ πράγματός τινος, περὶ οὗ ἡ ἀμ‐
5φισβήτησις ἄνευ γὰρ θατέρου ἀσύστατον· πλείστην δὲ διαφορὰν εἶπεν προσώπων πρὸς πρόσωπα καὶ πραγμά‐ των πρὸς πράγματα· αὕτη γὰρ ἀρίστη ἐξήγησις καὶ τῆς τοῦ τεχνογράφου βαθυτάτης ἐπάξιος διανοίας· ἡ γὰρ τῶν προσώπων τε καὶ πραγμάτων ἀκριβὴς κατανό‐
10ησις εὐχερεστέραν ἡμῖν, ὡς καὶ αὐτός φησι, τὴν τῶν πολιτικῶν ζητημάτων ἀπεργάζεται διαίρεσιν, τά τε ἀδιαί‐ ρετα καὶ διαιρούμενα σαφῶς παραστήσει· μαρτυρεῖ δὲ καὶ αὐτὸς ταύτῃ τῇ ἐξηγήσει, ἀνὰ μέρος ἑκάστην διαφορὰν παραδοὺς προσώπων καὶ πραγμάτων ἀλλὰ
15καὶ μὴ ἀναμίξ. Σωπάτρου. Μετὰ τὸν ὅρον τοῦ πολιτικοῦ ζητή‐ ματος ἀκολούθως καὶ περὶ τῆς ὕλης τούτου διαλαμ‐ βάνει. ὡς γὰρ ὕλη γραμματικῆς τοῦ λόγου μέρη, οὕ‐ τως τῶν ζητημάτων τὰ πρόσωπα καὶ τὰ πράγματα· τὸ
20δὲ ἀνάγκη πρὸς Μινουκιανὸν ἀποτεινόμενος τέθεικεν, αὐτὸς γὰρ βούλεται ζήτημα γίνεσθαι ἐλλιπὲς πῆ μὲν προσώπου, πῆ δὲ πράγματος· προσώπου μὲν, ὡς τὸ τίς· δοκεῖ γὰρ ἐλλείπειν, διὰ τὸ ἀορισταίνειν· πράγματος δὲ ὡς ἐπὶ τοῦ συνεχῶς κεχρημένου τοῖς ἀνδροφόνων κα‐
25θαρσίοις, καὶ κρινομένου φόνου· ἐνταυθοῖ γὰρ ἐξ ὑπο‐ νοίας λέγουσι τὸ πρόσωπον κρίνεσθαι, ἄνευ πράγμα‐ τος, οὐκ ἀκριβῶς δὲ οὗτοι· αὐτὸ γὰρ τὸ κεχρῆσθαι τοῖς καθαρσίοις πρᾶγμά ἐστι τὸ γεγονὸς ἐν καιρῷ παρὰ τοῦ κρινομένου προσώπου καὶ παρέχον ὑπόνοιαν προαγόμε‐
30νον εἰς ἀπόδειξιν ἀφανοῦς τινος· δοκεῖ μέντοι καὶ αὐ‐
τὸς ὁ τεχνικὸς ὑποκατιὼν ἑαυτῷ ἐναντιοῦσθαι διὰ τοῦ82

4

.

83

τόπον δὲ ἄλλως ἐπέχει προσώπου· ἐλλιπὲς γὰρ ἐκ προ‐ σώπων οὕτως ἂν γένοιτο ζήτημα, ἀλλ’ οὐκ ἔστι τοῦτο· οὐ γὰρ ἄνευ προσώπου ἐστὶ τὸ ζήτημα, ἀλλ’ ἔχει μὲν τὸ πρόσωπον, ἀόριστον δὲ καὶ μὴ ἐπιδεχόμενον ἐξέτα‐
5σιν, διὸ καὶ δοκεῖ ἐλλείπειν. ὧν πλείστη δήπου διαφορά· προσώπων πρὸς πρόσωπα καὶ πραγμάτων πρὸς πράγματα· τῶν γὰρ πάνυ κοινωνούντων καὶ ἡ διαφορὰ, ὡς κυνὸς καὶ λύκου, οὐ τῶν ἑτερογενῶν· προ‐ σώπων δὲ διαφορὰ, καθὸ τὰ μέν ἐστι κύρια, τὰ δὲ
10προσηγορικὰ, τὰ δὲ πρός τι καὶ ἑξῆς· καὶ πάλιν τὰ μὲν ἔνδοξα καὶ διὰ τοῦτο ἐξεταζόμενα, τὰ δὲ ἄδοξα καὶ ἀσύστατον διὰ τοῦτο ποιοῦντα τὸ ζήτημα· οἱ γοῦν κωμάσαντες δέκα καὶ ἐν τῷ ὀρύγματι καταβληθέντες, ὑπὸ μὲν πορνοβοσκοῦ τοῦτο παθόντες, ἀξύστατον ἔχου‐
15σι τὸ ζήτημα, ὑπὸ δὲ στρατηγοῦ ἢ φιλοσόφου συνι‐ στάμενον. Τὰ μὲν γὰρ διὰ τὸ ἔνδοξον ἐξετάζονται, τὸ δὲ ἀνεξέταστον διὰ τὸ ἄδοξον· ἔσται δὲ ἀπὸ τῶν ἐνδόξων ἀντέγκλημα τὸ ζήτημα, τὸ γὰρ εὐδόκιμον τοῦ προσώπου δύναται ἀντεγκαλεῖν τῷ δικαίως ἐφ’ οἷς
20ἠσέλγαινον ἀνῃρῆσθαι, οὐκ ἔτι δὲ καὶ ὁ πορνοβοσκὸς, ἀλλὰ καὶ πραγμάτων ἐστὶ διαφορά· ὁ γὰρ τὸν πεποι‐ θότα αἰτιώμενος ἀντέγκλημα ποιήσει, οὐδὲ ἕτερον αἰ‐ τιώμενος μετάστασιν, καὶ πάλιν ὁ ἐπ’ ἐξουσίας ἓν τοῦ‐ το πρᾶγμα ποιούμενος, ἀντίληψιν, καὶ ὁ περὶ μέλλον‐
25τος ζητῶν πραγματικὴν, καὶ ἁπλῶς ἕκαστόν τι τῶν χρω‐ μάτων τοῦ πράγματος ἀμειβομένου, ἑτέραν οἶδε γενο‐ μένην τὴν στάσιν· διὸ καὶ πρόσκειται τὸ ὅσα ὅλως δι‐ αιρεῖσθαι δύναται· ἕκαστον γὰρ τούτων ἀμειβόμενον καὶ συνεστηκὸς ποιεῖ καὶ ἀσύστατον· καὶ ἐπειδὰν συν‐
30εστηκὸς δειχθῇ, τότε καὶ διαιρεθήσεται· καὶ γὰρ ἀν‐ τιστρέφει ταῦτα· εἰ γὰρ διαιρεῖται, συνίσταται· καὶ εἰ
συνίσταται, διαιρεῖται.83

4

.

84

Μαρκελλίνου. Ἀναγκαίως προσέθηκε τοῦτο· ἐπει‐ δὴ ἐκ τῶν προσώπων καὶ τῶν πραγμάτων ἡ σύστασις τοῦ πολιτικοῦ ζητήματος· ἐξ ἀμφοτέρων γὰρ τούτων πληροῦνται τὰ προβλήματα· ὧν καὶ ἡ ἀμφισβήτησις
5συνέχει τὴν μάχην· ἀνάγκη γὰρ τὸν μὲν πράττειν τὸν δὲ ὑπό τινος πράττεσθαι· εἰ δὲ μὴ οὕτως ἔχοι, πῶς δυνατὸν εἴη συνίστασθαι ζήτησιν; οἷον ὁ δεῖνα τό‐ δε τι ποιήσας κρίνεται· ἢ ὁ δεῖνα τόδε τι κατορθώσας ἢ ὁπωσοῦν εὐεργετήσας αἰτεῖ δωρεάν· ἢ πάλιν ὁ δεῖνα
10τόδε τι συμβουλεύει. Τῶν δὲ προσώπων καὶ τῶν πρα‐ γμάτων διττὴ ἡ ἀνωτέρω διαφορά· τὰ μὲν γὰρ αὐ‐ τῶν ἀφορμὴν πρὸς ἀπόδειξιν δίδωσι, τὰ δὲ συστάσεως ἕνεκα παραλαμβάνεται· διαιρεῖται δὲ τὰ πρόσωπα καὶ τὰ πράγματα τὰ ἐξέτασιν ἐπιδεχόμενα καὶ ὅσα οὐκ
15ἐπιδέχεται· ὕλη γὰρ τοῦ πολιτικοῦ ζητήματος τὰ πρό‐ σωπα καὶ τὰ πράγματα, ὥσπερ τῆς γραμματικῆς τὰ μέρη τοῦ λόγου. Ὧν πλείστη δήπου διαφορά. Τινὲς εἰρήκασι διαφορὰν τὴν ὑπὸ τῶν προσώπων εἰς τὰ πράγματα, ἔστι δὲ οὐχ οὕτως, ὧν γὰρ κοινωνία πρόσ‐
20εστιν ἀλλήλοις, τούτων καὶ διαφορὰν εὑρίσκομεν. οἷς δὲ οὐχ ὑπάρχει κοινωνία, τούτων οὐδὲ διαφορὰν εἶναι λέγειν καλόν· οἷον οὐκ ἔστι λίθου κοινωνία πρὸς ἄν‐ θρωπον, οὐκοῦν οὐδὲ διαφορά· ἔστι δ’ ἀνθρώπου κοι‐ νωνία πρὸς ἕτερα ζῶα, οὐκοῦν καὶ διαφορά· διαφορὰ
25οὖν λέγει πραγμάτων πρὸς πράγματα, καὶ προσώπων πρὸς πρόσωπα· εἰ γὰρ πρόσωπον ἓν αὐτὸ καθ’ αὑτὸ πρὸς τοὺς χρόνους ἔχει διαφορὰν, ὥσπερ ἐπὶ τοῦ Μιλ‐ τιάδου· ἄλλος γὰρ εὐδοκιμῶν ὥσπερ ἐν τοῖς Περσικοῖς λαμπρότητα μεγίστην ἔχων καὶ δύναμιν ἐξετάσεως καὶ
30ποιότητος μέγεθος καὶ κρίσιν προσώπου, ἄλλος δὲ ἐν
τῷ δεσμωτηρίῳ ἐξ ἐλέου τὴν σωτηρίαν θηρώμενος,84

4

.

85

ἤπου γε προσώπου πρὸς ἕτερα πρόσωπα πόση ὑπάρ‐ χει διαφορά. ἣν τοῖς ἐπιγνοῦσιν· ἐκ γὰρ τῆς τῶν προσώπων καὶ πραγμάτων διαφορᾶς τὴν διαίρε‐ σιν σαφῶς διακρίνομεν· ἐκ δὲ τῆς διαιρέσεως τὴν στά‐
5σιν· οἷον μελετῶν λέγεις κρινόμενος φόνου· οὐκ ἐφό‐ νευσα· καὶ γνωρίζεις ὅτι στοχασμός ἐστιν· ἢ πάλιν λέ‐ γεις ἄξιον τὸν παθόντα ἀμύνασθαι, καὶ ποιεῖς ἀντέγ‐ κλημα τὴν στάσιν. Καὶ ὅλως εἰ διαιρεῖσθαι δύναται. Τὸ γὰρ κρινόμενον πρᾶγμα ἢ πρόσωπον
10ἔχει ἢ ἐξέτασιν· κρινόμενον δὲ λέγω, τὸ ἔχον τινὰ ποιότητα· κρίνεται δὲ τῶν πραγμάτων τὰ μὴ ὡμολο‐ γημένα καὶ ἔχοντα ἀντίῤῥησιν, τὰ δὲ ὡμολογημένα καὶ μὴ ἔχοντα ἀντίῤῥησιν οὐ κρίνεται· οἷον ἐφωράθη τις φονεύων τινά· τὸ πρᾶγμα οὐκ ἔχει ποιότητα, οὔτε πρό‐
15σωπον, ὁμολογεῖται γὰρ ὁ φόνος· καὶ οὐκ ἔχει κρίσιν,
οὐδὲ ἐξέτασιν, ἀλλὰ κοινῶς γίνεται τόπος· πάλιν ἐάν85

4

.

86

τις ἐπὶ τῇ ἑαυτοῦ πολλάκις δή τινα καταλαβὼν γυναικὶ ἀποκτείνῃ, κατὰ τὸν παρὰ Δημοσθένει κείμενον νόμον οὐ κρίνεται· ἐπειδὴ ἔξεστιν ἐπὶ τούτοις ἀνελεῖν, ἐπὶ δὲ τῶν προσώπων τὸ ἐναντίον ἐξέτασιν ἔχει, καὶ ἰσχὺν καὶ
5κρίσιν, ὅσα ὡμολόγηται· τὰ γὰρ μὴ ὡμολογημένα οὐ κρίνεται, ὥσπερ τὸ τίς. Πᾶν δὲ ζήτημα, ὡμολογημένον ἔχον τὸ πρᾶγμα καὶ μὴ ἔχον τὸ πρόσωπον ὡμολογημένον, ἀσύστατον· διὰ τί δὲ τὰ πρόσωπα τῶν πραγμάτων προέταξε καί
10τοι τῶν πραγμάτων πολυϋλοτέρων ὄντων. καὶ λέγομεν· ὅτι οὐκ ἐβουλήθη τὸ ποιοῦν τοῦ ποιουμένου δεύτερον ποιῆσαι· πρῶτος γὰρ ὁ δράσας ὑφέστηκεν· εἶτα τὸ πρα‐ χθὲν πρᾶγμα, ἢ ὅτι πρόσωπα εὑρίσκομεν ἄνευ πρα‐ γμάτων συνεστηκὸς ποιοῦντα τὸ ζήτημα· οἷον ὡς ἐπὶ
15τούτου τοῦ παραδείγματος, ἐτελεύτησέ τις ἐπὶ σημείοις φαρμάκων· καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις αἰχμάλωτος καὶ μητρυιά· ἰδοὺ γὰρ ἐνταῦθα οὐδὲν ἔχομεν πεπραγμέ‐ νον παρ’ αὑτῶν, ἀλλὰ τὰ πρόσωπά ἐστι τὰ ποιοῦντα τὸ ζήτημα.
20nΤῶν οὖν προσώπων τὰ μέν ἐστιν οἷα καὶ δύναται ἐξετάζεσθαι,
21nτὰ δὲ οὔ· τόπον δὲ ἄλλως ἐπέχει προσώπου.
22 Συριανοῦ. Καθ’ ὅλου πρόσωπα καλεῖ ἐξεταζό‐ μενα τὰ ἔχοντά τινα ποιότητα· ἑξῆς ἡ περὶ τὸ πρόσ‐ ωπον ὕλη γνωρίζεται· οἷον Περικλῆς, Ἀλκιβιάδης, πέ‐
25νης, πλούσιος, ῥήτωρ, στρατηγός· τὰ δὲ ἀνεξέταστα ποιότητα μὲν οὐδὲ μίαν ἔχει, δι’ ἧς ἄν τις εὐπορίαν
τινὰ ἐν τῇ ὑποθέσει σχοίη, ὥσπερ τὰ ἀόριστα, εἰκόνα86

4

.

87

δὲ μόνην προσώπου ἔχει. ὅταν οὖν ἐν ὑποθέσει πα‐ ραληφθῇ ἀνεξέταστον, καθολικὸν ἡ τέχνη παραδίδωσι θεώρημα· ὡς χρὴ τῇ τοῦ πράγματος ἀκολουθεῖν ποιό‐ τητι, κἀκεῖθεν περιτιθέναι τῷ προσώπῳ τὸν χαρακτῆρα·
5ὁποῖον γὰρ ἂν ᾖ τὸ πρᾶγμα, χρηστὸν ἢ φαῦλον, τοιοῦ‐ τον καὶ τὸ πρόσωπον, ὡς καὶ Σωκράτης βοᾷ· οἷος ὁ βίος, τοιοῦτος καὶ ὁ λόγος, καὶ οἷος ὁ λόγος, τοιαῦται καὶ αἱ πράξεις. Σωπάτρου. Πρώτη διαίρεσις αὕτη τῶν προσώ‐
10πων εἰς ἐξεταζόμενα καὶ ἀνεξέταστα· ἐξετάζεσθαι οὐχ ὡς ἔνιοι τὸ ἀμφιβάλλεσθαι λέγει· οὐ γὰρ ἀμφιβάλλο‐ μεν, εἰ Αἰσχίνης ἐν τῷ παραπρεσβείας ἐστὶν ὁ κρι‐ νόμενος· οὐδὲ εἰ Λεπτίνης ἐν τῷ πρὸς Λεπτίνην, ἢ Τί‐ μαρχος ἐν τῷ κατὰ Τιμάρχου· ἀλλὰ τὸ ἐξετάζεσθαι, ὡς
15καὶ διὰ τῶν ἑπομένων γίνεται φανερόν, τὸ ὕλην καὶ ἀφορμὴν παρέχειν τῷ λόγῳ σημαίνει· τουτέστιν ὅτι πρὸς ἀπόδειξιν τοῦ κρινομένου συντελεῖ· τὸ δὲ ἄλλως ἀντὶ τοῦ εἰκῆ. Ἐζήτησαν δὲ, διὰ τί τὰ μὴ ἐξεταζό‐ μενα τόπον δὲ ἔχοντα προσώπου ὅλως ἐν ζητήματι τάτ‐
20τεται· καὶ φαμέν· ἐπειδὴ οὐκ ἦν δοκεῖν αὐτὸ πεπρᾶ‐ χθαι μὴ ὄντος τοῦ δοκοῦντος πεποιηκέναι, τοῦτο δὲ εἰ
καὶ μὴ ὕλην παρέχει πρὸς τὸν λόγον, ἀλλ’ οὖν σχῆμα87

4

.

88

πρὸς τὸ δοκεῖν γεγενῆσθαι· εἰκότως οὖν ἐν τάξει προσώ‐ που λαμβάνεται. Τὸ γὰρ παρίστατό τις ἐπ’ ἐρημίας νεοσφαγεῖ σώματι, ἀπόδειξιν μὲν οὐδ’ ἥντινα ἔχει τοῦ γεγενῆσθαι τὸν φόνον, ὥσπερ εἰ Δημοσθένης παρ‐
5ίστατο· καὶ γὰρ ἐπὶ τούτου δυνατὸν λέγειν ὡς εἰκὸς αὐτὸν τοῦτο πεποιηκέναι, θαῤῥοῦντα τῇ ῥητορικῇ καὶ τῇ δυνάμει τοῦ λέγειν, καὶ ὡς Νικόδημον ἀνελόντα πρό‐ τερον, καὶ ὡς Ἀρίσταρχον πεπεικότα τῶν ὁμοίων ἐπιθυμητὴν γενέσθαι· καὶ πάλιν ὅτι ἀδύνατον τοῦτο
10διαπράξασθαι Δημοσθένη τὸν τοὺς αἰχμαλώτους λυσά‐ μενον, τὸν τῆς πόλεως κηδόμενον, τὸν δημαγωγίας ἐρῶντα, τὸν σώφρονος βίου φροντίζοντα· ἐνταῦθα γὰρ τὸ ἐξεταζόμενον ὕλην παρέσχε πολλὴν τοῖς βουλομέ‐ νοις κατηγορεῖν καὶ συνηγορεῖν· τὸ μέντοι ἀόριστον
15ὕλην μὲν οὐ χορηγεῖ, τοῦ δὲ συστῆναι τὸ πρᾶγμα ἀφορμὴ καὶ γένεσίς ἐστιν. Μαρκελλίνου. Ἐξεταζόμενα λέγει, τὰ ἔχοντα ποιότητα καὶ χορηγίαν νοημάτων καὶ ἐπιχειρημάτων τῷ λέγοντι· τὸ δέ τίς ἀόριστον ὂν νοημάτων εὐπορίαν
20οὐκ ἔχει· οὔτε γὰρ γένος οὔτε ἀγωγὴ, οὔτε παίδευσις· διὰ τοῦτο οὐδὲ μία χορηγία ἀπὸ τοῦ προσώπου προσ‐ γίνεται· ἰστέον δὲ ὡς ἀπὸ τοῦ ὑποκειμένου πράγματος δυνάμεθα πολλάκις ἐπινοῆσαί τινα τῷ προσώπῳ βοήθει‐ αν καὶ ἀφορμήν· ἔχεις παρὰ τῷ Δημοσθένει τὸ πα‐
25ράδειγμα· ἤκουον δ’ ἔγωγέ τινος οὐδαμῶς οἵου τε ψεύ‐ σασθαι, ὡς οὐδὲ τοὺς λιμένας καὶ τὰς ἀγορὰς ἔτι δώσοιεν αὐτῷ καρποῦσθαι· ἐπειδὴ γὰρ ἄδηλος ἦν ἡ ποιότης τοῦ εἰρηκότος, εἴτε ψευδὲς, εἴτε ἀληθὲς, τῇ
γνώμῃ συνέστησε τὴν τοῦ προσώπου μαρτυρίαν εἰ‐88

4

.

89

πών· τὰ γὰρ κοινὰ Θετταλῶν ἀπὸ τούτων δέοι διοι‐ κεῖν, οὐ Φίλιππον λαμβάνειν. Τόπον δὲ ἄλλως ἐπέχει προσώπου· τὸ γάρ τίς μάταιον ἔχει τόπον προσώπου· κεῖται μὲν γὰρ διὰ τὴν χρείαν· ἐπειδὴ πάν‐
5τως δεῖ τὸ πρόβλημα πρόσωπον ἔχειν, ἀργὸν δέ ἐστι πρὸς ἐξέτασιν· ἐπειδὴ γὰρ ἐκ τῶν ἐγκωμιαστικῶν ἔχει τὴν ποιότητα τὰ πρόσωπα, οἷον γένους, ἀγωγῆς, ἐπι‐ τηδευμάτων, ἐξ ὧν γινώσκομεν, ὁποῖος ἕκαστός ἐστιν, ἀφ’ ὧν γέγονεν ἢ ἐτράφη, ἢ ἐπετήδευσεν ἢ ἔπραξεν,
10τὸ δὲ τίς πάντων ἀπεστέρηται τούτων, διὰ τοῦτό φα‐ μεν, ἐξέτασιν οὐκ ἔχειν τὸ τοιοῦτον· οὐ μὴν αὐτὸ μό‐ νον ἐξέπεσε τῆς ἐξετάσεως, ἀλλὰ καὶ τὰ ἐξισάζοντα διό‐ λου τῶν προβλημάτων· οἷον δύο νέοι πλούσιοι εἶδον ἀλλήλους ἀπὸ τῶν ἀλλήλων οἰκιῶν ἐξιόντας καὶ κρίνου‐
15σιν ἀλλήλους μοιχείας· δι’ ὅλου δ’ εἶπον, ἐπειδὴ μικρά τις εἰ γένοιτο διαφορὰ, σύστασιν λαμβάνει, πάντων δὲ ὄντων ἴσων ἡ ἐξέτασις ἐπιλέλοιπεν· ὃ γὰρ ἂν ὁ ἕτε‐ ρος ἐπενέγκοι τῶν προσώπων, τούτω καὶ αὐτὸς ἑάλωκε, καὶ λανθάνει μᾶλλον ἑαυτοῦ κατηγορῶν, οἷς μηδὲν ἔχει
20λέγειν κατὰ τοῦ ἑτέρου, ὃ μὴ καὶ αὐτὸς φαίνεται πράξας.
21nΤῶν δ’ αὖ ἐξεταζομένων ἰσχυροτάτην μὲν ἔχει δύναμιν τὰ ὡρι‐
22nσμένα, καὶ κύρια· οἷον ὁ Περικλῆς ὁ Δημοσθένης καὶ τὰ τοιαῦτα.
23 Συριανοῦ. Ἑπτὰ μὲν τὰς ὅλας τῶν προσώ‐ πων διαφορὰς παραδίδωσι· τὴν δὲ πρωτίστην τοῖς ὡρι‐
25σμένοις ἀποδίδωσι καὶ κυρίοις τάξιν, διὰ δύο αἰτίας·
ὅτι δὲ πᾶσα ἡ περὶ αὐτῶν ὕλη πρόδηλος ἐκ τῆς ἱστο‐89

4

.

90

ρίας, οἷον γένος, ἀγωγὴ, καὶ τὰ ἑξῆς, καὶ ὅτι καὶ πολ‐ λοὺς ἐπιδέχεται τρόπους· ὁ γὰρ Περικλῆς εἰ τύχοι πα‐ ραληφθεὶς, ὡρισμένον τέ ἐστι πρόσωπον, καὶ πρός τι· πατὴρ γὰρ καὶ δεσπότης, καὶ ἠθικὸν, φιλόπολις γὰρ
5καὶ ῥήτωρ· ὁ γοῦν Θουκυδίδης παραλαβὼν αὐτὸν εὐ‐ θὺς ἐκ τῆς τοῦ προσώπου ποιότητος, τὸ ἀξιόπιστον αὐτῷ περιτίθησι λέγων, καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀρ‐ γίζεσθε, ὃς οὐδενὸς ἥττων εἰμὶ, γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων
10κρείσσων. εἰ μὲν οὖν ἔνδοξα εἴη τὰ κύρια πρόσωπα, συστατικῶς χρησόμεθα τῇ περὶ αὐτῶν ὕλῃ· εἰ δὲ ἄδο‐ ξα, οἷον Φιλοκράτης ἢ Φρύνων ἢ Ἀριστογείτων, ἐκ τῶν ἐναντίων διαβαλοῦμεν ἐπιχειρημάτων. Σωπάτρου. Καλῶς τῷ ὡρισμένα πρόσκειται τὸ
15κύρια· τοῦτο γάρ φησιν, ὅτι τοῖς κυρίοις δεῖ προσκεῖ‐90

4

.

91

σθαι καὶ τὴν ἀπὸ τῆς ἱστορίας διάγνωσιν. εἰ γὰρ μὴ τοῦτο οὐδέ τινα ὕλην παρέξει τὸ κύριον ἄγνωστον ὂν, εἰ μήπου κατὰ τὸν παρευθὺς καιρὸν ὁ περὶ αὐ‐ τοῦ γίγνοιτο λόγος ἐν εἰδόσι· πλὴν καὶ οὕτως ἱστορίας
5χρεία τῶν ἤδη πεπραγμένων αὐτῷ· ἃ καὶ ἀμετακίνητα δεῖ φυλάττειν, ἵνα τυχὸν μὴ Σωκράτην ῥήτορα εἰσ‐ αγάγωμεν, ἢ Δημοσθένην φιλόσοφον ἢ φιλόπολιν Φρύ‐ νωνα. Περικλῆν δὲ καὶ Δημοσθένην εἰς ὑπόδειγμα παρ‐ έλαβεν, ὡς ἐπαμφοτερίζοντα πρός τε ἔπαινον καὶ ψό‐
10γον, καὶ περὶ μὲν Δημοσθένους μικρὸν ἔμπροσθεν εἴ‐ ρηται. Περικλῆν δὲ δυνατὸν καὶ ἐπαινεῖν ἀπό τε τῆς μεγαλοφυΐας καὶ ὅτι φιλόπολις· καὶ πάλιν ψέξαι ὡς τὰ σπέρματα τοῦ Πελοποννησιακοῦ παρεχόμενον πολέμου· τὰ κύρια δὲ προέταξε τῶν ἄλλων ὡς πολυϋλότερα·
15καὶ ὅτι τὸ ἀπ’ αὐτοῦ πολλάκις τοῦ πράγματος ὕλην χορηγεῖ· ὡς ἐπὶ Ἀλεξάνδρου καὶ Δημοσθένους· οἷον ἔγραψεν Ἀλέξανδρος μετὰ τὴν Δαρείου νίκην, ὡς εὕροιεν ἐν τοῖς λογισμοῖς Δαρείου πεντήκοντα τάλαντα εἰληφότα Δημοσθένην, καὶ κρίνεται παρ’ Ἀθηναίοις προδοσίας
20Δημοσθένης· τοῦτο γὰρ καὶ ἀπὸ τῆς ἱστορίας καὶ ἀπ’ αὐτοῦ πράγματος ὕλην χορηγεῖ· ἐχθρὸς γὰρ Ἀλέξανδρος, οἷα πρότερον καὶ Φίλιππος Ἀθηναίοις· καὶ διὰ ταῦτα Δημοσθένης — — — Μαρκελλίνου. Αἱ ἀνωτάτω τῶν προσώπων δια‐
25φοραὶ δύο· ὧν ἡ μὲν ἔχει ποιότητα, ἡ δὲ οὐκ ἔχει· καὶ ἡ μὲν οὐκ ἔχουσα κεχώρισται καθ’ ἑαυτὴν, ἡ δὲ ἔχουσα
διαιρεῖται εἰς ἰδίαν καὶ κοινήν· καὶ ἡ μὲν ἰδία ποιεῖ τὰ91

4

.

92

κύρια· καλεῖ δὲ αὐτὴν ἰδίαν· ἴδιος γὰρ ἑκάστου κυρίου ὁ βίος· ἕτερος γὰρ Περικλέους βίος, ἄλλος Θεμιστοκλέ‐ ους, ἄλλος Μιλτιάδου· ἡ δὲ κοινὴ τὰ πλείονα, ἃ καὶ καλοῦσι προσηγορικά· κοινὴ δὲ πολλῶν εἴρηται, ἐπειδὴ
5ταὐτὰ ἁρμόζει ἐνθυμήματα ἐπὶ πάντων τῶν ὁμοίων προσώπων· ὁ περὶ πατρὸς λόγος περὶ πάντων, ὁ περὶ δεσπότου ὁμοίως καὶ δούλου· οὐ γὰρ μόνον ἓν πρόσω‐ πον ἔχει καθάπερ ἡ ἰδία ποιότης τὸ κύριον· ποιεῖ γὰρ τὰ πρός τι, τὰ διαβεβλημένα, τὰ ἠθικὰ, τὰ κατὰ συμ‐
10πλοκὴν προσώπου καὶ πράγματος, τὰ ἁπλᾶ προσηγορι‐ κά· ταῦτα πάντα, ὅσα ἡ κοινὴ ποιότης ποιεῖ πρόσωπα, διαφέρει ἀλλήλων· τὰ πρός τι τῶν διαβεβλημένων· τὰ διαβεβλημένα τῶν ἠθικῶν καὶ ἑξῆς· δεούσῃ δὲ τάξει προήγαγε τὰ πρόσωπα· ἀρξάμενος γὰρ ἀπὸ τῶν πλεί‐
15στην χορηγίαν τῷ λέγοντι παρέχειν δυναμένων, διέξεισι μέχρι τῶν τελευταίων. Ἰσχυροτάτην μὲν ἔχει, φησὶ, δύναμιν τὰ ὡρισμένα καὶ κύρια· ἰσχυρὰ δὲ καλεῖ οὐχ ἁπλῶς, ἀλλὰ τὰ πλείονα τὴν εὐπορίαν παρεχόμενα· δῆ‐ λον δὲ, ὡς τὰ κύρια βασιλεύει τῶν πάντων ἐν εὐπορίᾳ·
20πᾶσαν γὰρ σχεδὸν ἐν αὐτοῖς ποιότητα περιείληφεν καὶ ὕλην· λέγω δὲ ὕλην τὴν περὶ τὰ γένη καὶ πράξεις καὶ περὶ τὰ ἐπιτηδεύματα ἐξέτασιν· ὡρισμένα δέ ἐστιν, ὧν ἡ ποιότης ἐν ταῖς ἱστορίαις καὶ ἐν τοῖς ποιήμασιν εὑ‐ ρίσκεται. Καὶ παρειλήφαμεν αὐτῶν γένος, ἀγωγὴν, πα‐
25τρίδα, ἐπιτηδεύματα, πράξεις καὶ πλείστην εὐπορίαν ἐν‐ θυμημάτων ἐν ταῖς ἱστορίαις ἐκεῖθεν λαμβάνομεν· εἰ‐ κότως οὖν προτάττοιτο τῶν ὅλων, ὅτι τε πλῆθος ἐν‐ θυμημάτων δίδωσιν ἀπὸ τῶν εἰρημένων τοῖς ποιήμασιν ἢ ἱστορίαις, ἐξ ὧν τοῦ λόγου τὰ σπέρματα, καὶ ὅτι
30πολλῶν προσώπων ἐπέχει τάξιν τὸ κύριον· εἰ γὰρ λά‐
βωμεν Δημοσθένην ἐν προβλήματι, ἴσμεν καὶ πολιτευό‐92

4

.

93

μενον ὄντα, καὶ πατέρα, πολλάκις δὲ καὶ παιδευτὴν, τυχὸν δὲ καὶ στρατιώτην, καὶ πολλὰ ἕτερα· ἃ καὶ πάν‐ τα ἐν τοῖς ζητήμασι καὶ καθ’ ἓν ἐμπίπτοντα κρίσιν ἐπιδέχεται· εἰ τοίνυν ποιήσειας τὸν Περικλέα συμβου‐
5λεύοντα Πελοποννησίοις ἐπιέναι, ἢ γραφόμενόν τινα ἢ ἀπολογούμενον, πλείστην ἐργασίαν σοι πίστεων ἡ ποιό‐ της τοῦ προσώπου παρέχεται· ἀφ’ ὧν εἴρηται γὰρ τῷ Θουκυδίδῃ περὶ αὐτοῦ, ὥσπερ γὰρ ἀπὸ θησαυροῦ λέγειν ἕξομεν ἱκανὰ, πολλῆς οὔσης τῆς μαρτυρίας· καὶ πάλιν
10εἰ τὸν Θεμιστοκλέα ὑποθώμεθα, κἀνταῦθα πολὺς ἡμῖν ὁ Θουκυδίδης μαρτυρῶν, ὃς περὶ ἐκείνου φησίν· ἦν γὰρ δὴ ὁ Θεμιστοκλῆς βεβαιότατα δὴ φύσεως ἰσχὺν δηλώ‐ σας. Ἰστέον δὲ ὡς οὐ μόνον ἐπὶ τῶν ἐνδόξων καὶ ἀγα‐ θῶν ἀνδρῶν τὰ ὡρισμένα πλείονα τὴν ἰσχὺν ἔχει καὶ
15τὴν εὐπορίαν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀδόξων καὶ τὴν ἐναν‐ τίαν ἐχόντων προαίρεσιν· εἰ γοῦν κατηγοροίης Φιλο‐ κράτους ἢ Φρύνωνος ἤ τινος ἄλλου τῶν ἐν ταῖς ἱστο‐ ρίαις κεκωμῳδημένων, πολλῶν ἀφορμῶν εἰς κατηγορίαν εὐπορίαν εὑρήσεις.
20nΔευτέραν δὲ τὰ πρός τι· οἷον πατὴρ, υἱὸς, δοῦλος, δεσπότης.
21 Συριανοῦ. Ταῦτα εἰ καὶ προσηγορικά ἐστι καὶ ταύτῃ τὴν τῶν κυρίων ὑποβέβηκε δύναμιν, ἀλλ’ οὖν διὰ τῆς πρὸς ἄλλο σχέσεως, διπλῆν ποιοτήτων χορη‐ γίαν παρέχει τῷ λόγῳ· ὁ γὰρ πατὴρ ἐν προβλήματι
25παραληφθείς, ἢ φιλότεκνός ἐστι, καὶ σύστασιν ἱκα‐93

4

.

94

νὴν ἐκ τούτου παρέξει, ἢ καὶ ὡς μισόπαις ὢν, κατα‐ δρομῆς ἀφθονίαν τοῖς αἰτιᾶσθαι βουλομένοις χορηγήσει· ὃ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος πεποίηκε, σκλη‐ ρότητος κατηγορῶν Δημοσθένους ἤθους, ἐν οἷς φησιν·
5ἑβδόμην δὲ ἡμέραν τῆς θυγατρὸς αὐτῷ τετελευτηκυίας, καὶ ἑξῆς· ὁ γὰρ πατὴρ καὶ ἡ ἀπὸ τούτου σχέσις πολ‐ λὴν ἀφορμὴν αὐτῷ διαβολῆς κεχορήγηκεν· πάλιν υἱὸς μελετώμενος ἐκ τῆς πρὸς τοὺς πατέρας ὁσιότητος ἢ ῥᾳθυμίας βελτίστου δόξαν ἢ πατραλοίου λήψεται· ὅ τε
10δεσπότης ἐκ τῆς πρὸς τοὺς οἰκέτας ἰταμότητος ἢ φι‐ λανθρωπίας εὐπρόσιτος, ἢ φιλαπεχθήμων τοῖς ἐν‐ τυγχάνουσιν δόξειεν· τόν τε οἰκέτην ἡ πρὸς τὸν δε‐ σπότην πίστις ἢ κακόνοια διελέγχει. Σωπάτρου. Δευτέραν ἔχει τὰ πρός τι τάξιν·
15διότι καὶ αὐτὰ διπλῆν ἔχει ποιότητα καὶ ἥττονα τῆς προτέρας· μίαν μὲν τὴν ἀπὸ τοῦ κειμένου πράγματος, ἑτέραν δὲ τὴν ἀπὸ τῆς φύσεως, ὅ ἐστιν ἀναντίῤῥητον
πρὸς ἀπόδειξιν· γνωμικὰ καὶ καθολικὰ καὶ ἀναντίῤῥη‐94

4

.

95

τα καὶ πᾶσι δοκοῦντα λέγειν· οἷον ὅτι φύσει πολέμιον τὸ δοῦλον τοῖς δεσπόταις· καὶ ὅτι πατὴρ οὐκ ἂν εἴη δύσνους υἱῷ· καὶ ὅτι ἀδελφοὶ ἀεὶ ζῆλον ἔχουσιν ἀλλή‐ λοις ἑπόμενον, ταῦτα ὕλην τινὰ καὶ ἀφορμὴν ἐκ τῶν
5πᾶσι δοκούντων δίδωσιν· ἥττονα δὲ τῶν πρώτων, ὅσῳ τὰ ἐκ τῶν κοινῶν πίστεων τῶν ἐκ τῶν παραδειγμάτων· τὰ μὲν γὰρ παραδείγματα ἐκ τῆς ἱστορίας, ὧν ἡ πεῖρα τὴν πίστιν ἔχει· ἡ δὲ κοινὴ πίστις, ἀφ’ ὧν ἔννοιάν τινα παρελάβομεν, τοῦτο δὴ οὕτως ἔχειν· ὥστε εἰκότως μετὰ
10τὰ κύρια τὰ πρός τι· ἄλλως τε καὶ ὅτι διττῆς οὔσης τῆς πίστεως τῆς μὲν ἐντέχνου, τῆς δὲ ἀτέχνου· καὶ ἐν‐ τέχνου τῆς ἀπὸ τοῦ προκειμένου πράγματος· ἀτέχνου, τῆς ἀπὸ τῶν μαρτύρων, ἤγουν τῆς ἱστορίας· τὰ κύρια ἔσθ’ ὅτε καὶ τὴν ἔντεχνον ἔχει πίστιν πρὸς τῇ ἀτέχνῳ·
15τὰ πρός τι δ’ οὐδέποτε, ἀλλ’ ἢ ἄρα ὡς ὡρισμένα καὶ κύρια. Μαρκελλίνου. Πάντα τὰ μετὰ τὰ κύρια προση‐ γορικὰ καλοῦσιν οἱ τεχνικοὶ, μέχρι τῆς ὑστέρας τάξεως· ὧν ἡ ποιότης καὶ κοινὴ καὶ διάφορος· κοινὴ μὲν, ὅτι
20τὰ αὐτὰ ἔχει ἐπιχειρήματα, καὶ κατὰ τοῦ αὐτοῦ προσώ‐ που· οἷον ἐὰν ἔχωμεν πατέρα, κατὰ παντὸς ὁμοίως πα‐ τρὸς ἢ φιλαργύρου ἢ δυσκόλου ἢ στρατηγοῦ ἢ δειλοῦ· ἡ γὰρ κοινὴ ποιότης ἐπὶ πάντων τῶν προσηγορικῶν θεωρεῖται· διάφορος δὲ ὅτι διάφορος ἡ ποιότης ἠθικοῦ,
25καὶ διαβεβλημένου καὶ πρός τι καὶ πάντων ὁμοίως.
Ἔστι δὲ πρός τι ἃ συνάγει θεωρίαν καὶ ἑτέρου προσώ‐95

4

.

96

που· εἰ γὰρ πατέρα τις εἴποι, υἱὸν ἐννοήσομεν· καὶ ὁ δοῦλος τινός ἐστι δοῦλος· σχέσιν γὰρ ἔχει πάντα πρὸς ἕτερον· καὶ λείπεται μὲν τῶν ὡρισμένων, ὅτι τὰ μὲν ὡρι‐ σμένα πεπηγυῖαν ἔχει καὶ βέβαιον τὴν ποιότητα· τὰ δὲ
5πρός τι οὐ πάντως, εἰ γὰρ καὶ χρηστῶν τῶν πατέρων τὸ πρόσρημα, ἀλλ’ εὑρίσκομέν τινας καὶ πονηροὺς καὶ φροντίσαντας ἔλαττον τῆς φύσεως· ὡς ἐπὶ Φρύνωνος, ὃς κατέλιπε τὸν υἱὸν ἐπ’ αἰσχρότητι Φιλίππῳ, ὅμως δὲ μετὰ τὰ ὡρισμένα τῶν ἄλλων ἐστὶν εὐπορώτερα πρὸς
10ἐξέτασιν· εἰ γὰρ καὶ μὴ ἔχομεν ἐν ταῖς ἱστορίαις αὐ‐ τῶν τὴν ποιότητα, πάντες γὰρ περὶ αὐτῶν τοιαύτην ἔχομεν ὑπόληψιν καὶ δόξαν· περὶ τῶν πατέρων, ὅτι χρηστοὶ, φιλότεκνοι, φιλόστοργοι, σωφρονέστεροι ταῖς ἡλικίαις καθεστῶτες· ὡσαύτως δὲ καὶ περὶ τῶν ὑπολοί‐
15πων, υἱῶν φημι καὶ φίλων καὶ τῶν ὁμοίων, κοινὴν ὑπόνοιαν εἰλήφαμεν, δι’ ἣν οὐκ ἀπορήσομεν λόγων. ὥσπερ ὅτ’ ἂν ὁρίσω· πατὴρ πορνεύοντα τὸν υἱὸν ἀπο‐ κηρύττει. ἐνταῦθα γὰρ καὶ ἀπὸ τῆς ποιότητος κατὰ φύσιν πολλὴν ἔχομεν ἐνθυμημάτων χορηγίαν, ὅτι φι‐
20λόστοργος ὁ πατὴρ, καὶ οὐ μάτην εἰς τὸν παῖδα λυ‐ πεῖται· ποῖος γὰρ πατὴρ ὃν ἔτεκεν, ὃν ἔθρεψε, μισεῖ, φιλεῖν ἀναγκαζούσης τῆς φύσεως, εἰ μή τι προσγέγονε παρὰ τοῦ παιδὸς ἁμάρτημα, διὸ πάλιν εὐνοίας τεκμή‐ ριον ἐκφέρεται μισῶν· καὶ γὰρ τὸ μῖσος τῶν πατέρων
25πόθου πάλιν σύμβολον· μισεῖ γὰρ ὅτι μὴ καλῶς πράτ‐ τοντα θεωρεῖ. καὶ τὸ μῖσος ἐνταῦθα συμβαίνει δι’ ἔρω‐ τα. Ὁ δὲ λέγων ὑπὲρ τοῦ παιδὸς φήσει· ὅτι οὐκ ἀπο‐ κηρύττειν προσήκει· τοῦτο γὰρ προφασίς ἐστιν ἄδειαν ἁμαρτάνουσι μείζονα δοῦναι· καὶ τὴν ἀσέλγειαν ἐπαυ‐
30ξῆσαι σπανίζοντος τῶν ἀναγκαίων καὶ προτρέψαι μᾶλ‐96

4

.

97

λον ἁμαρτάνειν· δεῖ δὲ νουθετεῖν, διδάσκειν, παραφυ‐ λάττειν, ἀπειλεῖν, φύλακας καθιστάναι, ἀσχολίαν αὐτῷ τινα ἐπιθεῖναι, πρὸς ἣν ἔχων τὸν νοῦν ὀλιγωροίη τῶν παρόντων· ἔχει δὲ καὶ τὴν ἀπὸ τοῦ πράγματος ἐξέτασιν
5ὁ πατὴρ τὸ πορνεύοντα ἐκβαλεῖν· ὥστε οὐ τῆς φύσεως δοκεῖν ἀλλότρια πράττειν, ἀλλὰ σύμφωνα καὶ ἐπιτήδεια τῷ τῆς εὐνοίας ὀνόματι.
8nΤρίτην δὲ τὰ διαβεβλημένα· οἷον, ἄσωτοι, μοιχοὶ, κόλακες.
9Συριανοῦ. Ἀσθενέστερα ταῦτα τῶν πρός τι,
10ὡς μίαν μόνην ποιότητα παρέχοντα· προτερεύει δὲ τῶν ἠθικῶν· ὡς τούτων μὲν ἐναγωνίων ὄντων, τῶν δὲ ἠθι‐ κῶν οὐδέποτε τοιούτων εὑρισκομένων· εἰ μή τι ἄρα ὑπο‐ κρινομένοις ἡμῖν κατὰ μίμησιν ὧν μέτιμεν προσώπων, δυσκόλων φημὶ τραχύτητας καὶ κατηφῶν καὶ τὸ πᾶν
15ὁτιοῦν μέμφεσθαι τῶν γιγνομένων εἰωθότων, οἷς ἡ κω‐ μῳδία τὰ πολλὰ χαίρει. Διαβεβλημένα δὲ καλεῖ τὰ διὰ τὴν φαυλότητα τοῦ τρόπου μισούμενα, ὧν αἱ πράξεις αὐταὶ κατηγοροῦσιν. Ἀποροῦσι δέ τινες, πῶς καὶ τοὺς μοιχοὺς, καθ’ ὧν αἱ παρὰ τῶν νόμων τιμωρίαι,
20τοῖς κόλαξι συνέταξαν, οὓς λοιδορεῖσθαι μὲν εἰώθαμεν διὰ τὸ τῶν τρόπων ἀπατηλὸν, οὐ μέντοι κολάζουσιν οἱ
νόμοι· ἔνιοι μὲν οὖν μοιχοὺς τοὺς μοιχικοὺς τὸν τρό‐97

4

.

98

πον ἐδέξαντο, οὐ πρὸς ἐνέργειαν δὲ τὸ πάθος καὶ τὴν ἕξιν ἐξενεγκόντας· οἱ δὲ ἄμεινόν φασιν, ὅτι διττὸν τὸ τῆς διαβολῆς ὄνομα, ἐπί τε γὰρ τῆς διαβολῆς αὐτῆς τάττεται· ὡς παρὰ Μενάνδρῳ· οὐκ ἔστιν οὔτε διάβολος
5γραῦς ἔνδον· καὶ ἐπὶ τῆς κατηγορίας, ὡς Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου φησίν· ὁρῶ γὰρ ὅτι τὰς αἰτίας καὶ τὰς διαβολὰς, αἷς ἐκ τοῦ πρότερον λέγειν ὁ διώκων ἰσχύει καὶ ἑξῆς· οἱ μὲν οὖν μοιχοὶ ὑπὸ κατηγορίαν ὡς παρανομοῦντες ἀνάγονται· οἱ δὲ ἄσωτοι καὶ κόλακες
10ὑπὸ διαβολὴν καὶ ψόγον. Σωπάτρου. Καλῶς μετὰ τοῦ πρός τι τὰ δια‐ βεβλημένα, οὐ μόνον ὅτι ὑποβέβηκε ταῦτα, καθὸ δι‐ πλῆν ἔχει καὶ αὐτὰ ποιότητα, ἀλλ’ ὅτι καὶ προτέρα τῶν τρόπων ἡ φύσις· δεῖ δὲ τὸν μελετῶντα τὰ πρός τι ἢ
15διαβεβλημένα καθολικοῖς κεχρῆσθαι ἐπιχειρήμασιν, ὡς καὶ Δημοσθένης· πονηρὸν, ὦ Ἀθηναῖοι, πονηρὸν ὁ συ‐ κοφάντης καὶ ἑξῆς. Ἰστέον δὲ ὡς ταῦτα οὐ πρὸς ἀπό‐ δειξιν συντελεῖ, ἀλλὰ πρὸς καταδρομήν· καὶ ἔστιν ἐπι‐ λογικά· ὅθεν οὐδὲ ἡ κατηγορία τούτων λυπεῖ τὸν ἀκρο‐
20ατὴν, προλήψει γάρ τινι καὶ ὑπονοίᾳ πονηρίας εἰσάγε‐
ται, ἀλλὰ ἡδέως πρὸς τὴν προγεγενημένην κατηγορίαν98

4

.

99

διατίθησι, τῆς ὑποψίας ἐκ τῆς τοῦ προσώπου διαβολῆς εὐπροσδέκτου γεγενημένης, μετὰ τῶν διαβεβλημένων δὲ ἔταξε τοὺς μοιχούς, καίτοι ἐπὶ τῶν τοιούτων ἀσυστά‐ των εἰωθότων τῶν προβλημάτων γίνεσθαι· οὐδεὶς γὰρ
5ἀμφιβάλλοι, εἰ μοιχόν τις εὕροι ἐπὶ γυναικὶ, οὐδὲ ζή‐ τημα ἐκ τούτου συστήσεται· διὰ ταῦτα ἔνιοι μὲν τοὺς μοιχικοὺς καὶ ἐν ὑπονοίᾳ τοιαύτῃ ἐξεδέξαντο, μὴ μέντοι καὶ ὡμολογημένους· περὶ ὧν καὶ ζήτησις ἔσται, καὶ ἀμ‐ φισβήτησις· ἄλλοι μοιχοὺς μὲν τοὺς ὁμολογουμένους
10ὑπέλαβον, οὐ μὴν καὶ ἀξιοῦσι περὶ μοιχείας εἰσάγεσθαι, ἀλλὰ περὶ ἑτέρου, ὡς ἐπὶ τούτου.
12nΝόμος τὸν ἀριστέα εἰς ἱερὰ τὰ ὅπλα ἀνατιθέναι, καὶ νόμος τὸν
13nμοιχὸν εἰς ἱερὸν μὴ εἰσιέναι· μοιχὸς ἀριστεύσας ἀνέθηκε καὶ κρίνε‐
14nται ἀσεβείας ὡς εἰσελθὼν εἰς ἱερόν· ἐνταῦθα γὰρ οὐχ ἡ μοιχεία,
15nἀλλ’ ἡ ἀσέβεια κρίνεται.
16 Μαρκελλίνου. Τὰ πρός τι προτέταχε τῶν δια‐ βεβλημένων, ὡς ἐγχειρήμασι πλείοσι καὶ λόγοις εὐπο‐ ροῦντα· ἡ γὰρ φύσις τῶν πρός τι χορηγὸς λόγων ἀφθό‐ νων, ὡσανεὶ πηγή τις ὕδωρ ἀναβλύζουσα καὶ πληροῦ‐
20σα ποταμούς· ἡ γὰρ ἀπὸ τῆς φύσεως κυριωτέρα τῶν ἀπὸ μιᾶς τινος ἑτέρας προσηγορίας γνωριζομένων· προσ‐ ηγορία μὲν γὰρ καὶ ὁ πατήρ· προσηγορία δὲ καὶ ὁ ἄσωτος, εὐπορώτερον δὲ ὁ πατὴρ πρόσωπον ἔχων ἐκ τῆς φύσεως χορηγούμενον. Εἰ δὲ τὸν μοιχὸν ἐνταῦθα
25προενέγκῃ τις ἡμῖν ὡς μέγιστον εἰς κατηγορίαν, λεκτέον, ὅτι μοιχὸν ἐνταῦθα καλεῖ οὐ τὸν φωραθέντα, οὐδὲ ὁμο‐ λογούμενον, ἦ γὰρ ἂν οὐδὲ ζήτησις ἦν οὐδὲ κρίσις, ἀλλὰ τιμωρία καὶ τόπος κοινὸς, οὐ πρόβλημα, ἀλλὰ τὸν δοξαζόμενον καὶ ὑπειλημμένον τοιοῦτον, ὥστε ἐξ ὑπονοίας
30οἱ λόγοι. Ἄλλοι δὲ λέγουσιν ὅπερ καὶ βέλτιον· ὅτι99

4

.

100

ἐνδέχεται καὶ μοιχὸν κρίνεσθαι ἐπὶ ἀλλοτρίῳ πράγμα‐ τι, ἐν ᾧ ἐνδέχεται τὴν ποιότητα τοῦ μοιχοῦ κρίνεσθαι· τὸν μέν τοι πατέρα ἢ υἱὸν ἐκ τῆς ἐμφύτου ποιότητος γνωρίζομεν· καὶ τὸν μὲν ἄσωτον οὐδὲν κωλύει καὶ με‐
5ταβάλλεσθαι, τὸν δὲ πατέρα ἢ υἱὸν μιᾶς διὰ βίου ἔχεσθαι προαιρέσεως· οὕτω γὰρ αἱ προσηγορίαι λαμ‐ βάνονται· τὰ δὲ ὡς ἑτέρως παράδοξα· οἷον εἰ εὑρε‐ θείη πατὴρ ἄστοργος ἢ κακὸς πρὸς υἱὸν ἢ υἱὸς πρὸς πατέρα· καὶ ὅτι ἐν μὲν τῷ πρός τι δύο προσώπων ποι‐
10ότης ἐμπίπτει, ἐνταῦθα δὲ ἑνός· μοιχὸν οὖν καλεῖ οὐ τὸν ὁμολογούμενον, ἀλλὰ τὸν μοιχικὸν τὴν ἕξιν καὶ πά‐ θος ἔχοντα τοιοῦτον· ὥσπερ καὶ κόλαξ πάθος κἂν ἀδι‐ κῇ, καὶ ἄσωτος ἐκ πάθους· διὸ καὶ τέτακται ἐν τού‐ τοις ὁ μοιχὸς, ὡς πάθος ὢν καὶ αὐτός· ὥσπερ γὰρ ὁ ἄσω‐
15τος μέτρον οὐκ ἔχει τρυφῆς, οὐδὲ ὁ μοιχὸς μέτρον ἡδο‐ νῆς· καὶ ὁ κόλαξ δὲ μοιχεύεται ὥσπερ τὴν ἀλήθειαν· διατί δὲ ταῦτα ἐκάλεσε διαβεβλημένα· τὰ γὰρ ἠθικὰ μᾶλλόν ἐστι τὰ διαβαλλόμενα μόνον, ὁ δειλὸς, ὁ φι‐ λάργυρος, ὁ δύσκολος· ἀλλὰ λέγομεν, ὅτι διαβεβλημένα
20ἐνταῦθα λέγει τὰ μισούμενα· οὐ γὰρ ἐν ψιλῇ μόνον διαβολῇ ὑπάρχει τὰ τοιαῦτα, ἀλλὰ καὶ μεμίσηται.
22nΤετάρτην δὲ τὰ ἠθικά· οἷον γεωργοὶ, λίχνοι καὶ τὰ ὅμοια.
23 Συριανοῦ. Ἠθικά φησιν ὅσα ἐκ μόνου τοῦ ἤθους τὴν εὐπορίαν τῆς συστάσεως ἢ διαβολῆς παρέχει
25τῷ λέγοντι· οἵ τε γὰρ γεωργοὶ ὡς ἐπίπαν αὐτουργοὶ καὶ ἐπίπονοί εἰσι καὶ τῷ ἀμίκτῳ χαίρουσι βίῳ· οἵ τε φιλάργυροι ὡς μικρολόγοι τινὲς καὶ πρὸς μόνον ἀεὶ τὸ κερδαίνειν ὁρῶντες· οἵ τε αὖ λίχνοι τοῦ ἡδέος ἕνεκα
πᾶν ὁτιοῦν ἕτοιμοι ποιεῖν· ὅθεν καὶ Μενάνδρῳ τῷ100

4

.

101

κάλλιστα τὸν βίον μιμησαμένῳ ἀπὸ τῶν τοιούτων αἱ ὑποθέσεις πᾶσαι συμπληροῦνται· εἰς ὃν καὶ Ἀριστοφά‐ νης ὁ γραμματικὸς εὐστοχώτατα εἶπεν ἐκεῖνο· ὦ Μέναν‐ δρε καὶ βίε, πότερος ἆρ’ ὑμῶν πότερον ἀπεμιμήσατο·
5ὑπὸ διαβολὴν μὲν οὖν καὶ ταῦτα ὥσπερ καὶ τὰ πρὸ τού‐ των· ἀλλὰ τὰ μὲν μισούμενα διὰ τὰς πράξεις καὶ τὸ ἐπιτηδευόμενον τοῦ τρόπου· τὰ δὲ ἠθικὰ ἐκ μόνου τοῦ ἤθους, κἂν μηδὲν αὐτοῦ ᾖ κατειργασμένον γνώρισμα, καὶ διὰ τὸ τοῦ ἤθους ἀπαίδευτον μᾶλλον ἐλεεῖται.
10 Σωπάτρου. Ἀπὸ τῶν εὐπορωτέρων ἐπὶ τὰ ἀπο‐ ρώτερα χωρεῖ· οὐ γὰρ ἀγωνιστικὰ τὰ ἠθικὰ, ἀλλ’ ὑπο‐ κρίσεως· διὸ καὶ ἠθικὰ προσαγορεύεται, ὡς ἤθους ἔχον‐ τα μίμησιν ἀλλ’ οὐ κατηγορίας καὶ ἀποδείξεως ποιό‐ τητα· ἔνθ’ εἴ τις τεχνικῶς τὰ πολλὰ τῶν ἠθικῶν μετ‐
15έλθοι πρὸς ἀπόδειξιν κατασκευάζων, ἀσύστατον ποιή‐ σει, οἷον, εἰ ἐροῦμεν, ὅτι γεωργὸς συνεχῶς τὴν γυναῖ‐ κα εἰς ἄστυ κατιοῦσαν ἀποπέμπεται, ἀσύστατον ἔσται, εἰ πειρώμεθα δεικνύναι ἔγκλημα τὸ εἰς ἄστυ κατιέναι, ἀπερίστατον γὰρ τοῦτο, ὃ πάντες οἱ ἀγρὸν οἰκοῦντες
20πράττουσιν· ὁμοίως καὶ ἐπὶ τοῦ γελάσαντος παιδὸς τῷ τοῦ πατρὸς ὀλισθήματι, καὶ τοῦ γείτονα ἔχοντος πλου‐ τήσαντα· οὔτε γὰρ τὸ γελᾷν, οὔτε τὸ πλουτεῖν ἔγκλημα· ὑποκρινομένων δὲ ἡμῶν τὰ ἤθη τῶν ὑποκειμένων συστή‐ σεται· τὰ δὲ ἐσχηματισμένα ζητήματα τοῖς παροῦσιν
25εἴδεσι τῶν ζητημάτων οὐ συνετάγη· οὐ γὰρ τῶν προσ‐101

4

.

102

ώπων ἔστιν ἡ διαφορὰ τοῦτο, ἀλλὰ τῶν πραγμάτων· τὰ γὰρ πρόσωπα ἢ κύρια, ὡς Δημοσθένης ἀξιῶν ἐκ‐ δοθῆναι Φιλίππῳ κατὰ τὴν αἴτησιν αὐτοῦ, καὶ Ἀγα‐ μέμνων εἰς Ἄργος ἐπανάγεσθαι, ἢ πρός τι, ὡς οἱ Θε‐
5μιστοκλέους παῖδες ἀξιοῦντες τὰ τείχη καθαιρεθῆναι, ἃ ὁ πατὴρ ἔκτισεν, ὡς ἂν μηδὲ μνημεῖον τοῦ προδό‐ του ὑπολίποιτο· προδότης γὰρ διεβλήθη· ἐσχηματισμέ‐ να δὲ λέγεται, ἐπεὶ μὴ κατευθὺ ἐκφέρεται· οὐ γὰρ ὃ βούλονται τοῦτο ἀξιοῦσιν, ἀλλὰ τὸ ἐναντίον διὰ τοῦ
10λέγειν κατασκευάζουσιν. Δημοσθένης μὲν, μεμφόμενος ὡς ὅλως Ἀθηναίων τοιαύτας παρὰ Φιλίππου ἀγγελίας καταδεχομένων, Ἀγαμέμνων δὲ, ὡς αἰσχρὸν τοὺς τοσοῦ‐ τον χρόνον καρτερήσαντας ἀπελθεῖν ἀπράκτους· οἱ δὲ Θεμιστοκλέους παῖδες, ὡς οὐ προδότης ὁ τείχεσι τὴν
15πόλιν περιβαλών. Μαρκελλίνου. Οὐχ ὡς τῶν ἄλλων προσώπων ἀμοιρούντων ἤθους, ταῦτα μόνον προσηγόρευσεν ἠθικὰ, καὶ ὁ πατὴρ γὰρ ἦθος ἔχει· καὶ τὰ κύρια καὶ ὁμοίως· ὥσπερ ὁ Θουκυδίδης τὸ Περικλέους πρόσωπον καὶ ἦθος
20ἐμφαίνει καὶ μεμίσηται· καὶ οὐδὲ ἓν πρόσωπον ἤθους ἀμοιρεῖ, οὐ δοῦλος, οὐ δεσπότης, οὐ πατὴρ, οὐχ υἱός· καὶ δεῖ τὸν ῥήτορα κατὰ τὸ ὑποκείμενον πρόσωπον τὸ ἦθος μιμεῖσθαι· λέγομεν οὖν, ὅτι κατ’ ἐξοχὴν ταῦτα μόνα κέκληται ἠθικά· ἅμα γὰρ τῷ ὀνόματι καὶ τὸ ἦθος
25συνυπακούεται τῶν τρόπων, ἅμα γὰρ τῇ προσηγορίᾳ ἐγνωσμένον καὶ ἀπὸ ἤθους ἔχον μόνου τὴν μίμησιν, ἐν οἷς καὶ ὁ Μένανδρος εὐπορεῖ, διὰ τῆς προσηγορίας μό‐ νης δεχόμενος τῶν λόγων τὰ σπέρματα· ἴσμεν οὖν ἅ‐ παντες μικρολόγους καὶ ἐπιπόνους ὄντας τοὺς γεωργοὺς
30καὶ μᾶλλον ὁμοίους τῷ δυσκόλῳ· ἡ γὰρ γεωργία τοιοῦ‐
τον ἀπεργάζεται τρόπον, ἐν ἐρημίᾳ τὴν δίαιταν ἔχουσα102

4

.

103

καὶ φεύγουσα συνέδρια καὶ ὁμιλίας καὶ τὰς συνδιατρι‐ βὰς τῶν πλειόνων, ἐξ ὧν ἀνήμερον εἰκὸς γενέσθαι τὸν τρόπον. Λίχνοι δέ εἰσιν οἱ φιλήδονοι, ὥσπερ καὶ πα‐ ράσιτοι. Διὰ τί δὲ μὴ καὶ ταῦτα ἐν τοῖς διαβεβλημέ‐
5νοις ἔταξε, λέγω δὴ τοὺς λίχνους καὶ τοὺς παρασίτους; ὅτι τὰ μὲν διαβεβλημένα ἐστὶ τὰ μεμισημένα· ταῦτα δὲ ἐλεεῖται μᾶλλον διὰ τὸ ἦθος, ἢ μισεῖται· εἰκότως δὲ καὶ τετάρτην ἔλαβε τάξιν· τὰ μὲν γὰρ ἀγῶνα ἐπι‐ δέχεται, τὰ διαβεβλημένα, τὰ δὲ ἤθους ἔχει μόνου τὴν
10μίμησιν καὶ γέλωτα καὶ πλάσμασίν ἐστιν ἐπιτήδεια· δέον δὲ ἐν τοῖς ἠθικοῖς τάξαι τὰ ἐσχηματισμένα παρέ‐ λιπε· τῶν γὰρ ἠθικῶν τὰ μὲν ἦθος μόνον ἔχει καὶ διὰ ἦθος πλάττεται, τὰ δὲ καὶ ἦθος καὶ σχηματισμόν· οἷον γεωργὸς συνεχῶς τὴν γυναῖκα ἀνιοῦσαν εἰς ἄστυ
15κρίνει πορνείας· τοῦτο ἠθικόν· καὶ ἤθους ἕνεκα πλάτ‐ τεται μόνου ἵνα γεωργοῦ δείξωμεν ἦθος. Λεκτέον δέ τι καὶ τῶν ἐσχηματισμένων· φήμη ἦν τὸν πατέρα συν‐ εῖναι τῇ γυναικὶ τοῦ υἱοῦ, ἀποπέμπεται τὴν γυναῖκα ὁ υἱός· τοῦ πατρὸς ἀπαιτοῦντος τὴν αἰτίαν, δι’ ἣν ἐξω‐
20θήσατο τὴν γυναῖκα, οὐ λέγει ὁ υἱὸς, καὶ ἀποκηρύττει αὐτὸν ὁ πατήρ· ἐνταῦθα γὰρ καὶ τὸ ἦθος ἐμφαίνεται τοῦ υἱοῦ· ὅτι λελύπηται, καὶ σχηματισμὸς ὑπόκειται, δι’ ἣν αἰτίαν οὐκ εἶπεν· αἰνίττεται γὰρ καθαπτόμενος τὴν συνουσίαν τοῦ πατρὸς πρὸς τὸ γύναιον. ἐρεῖ γάρ·
25αἰσχύνομαι τὸν πατέρα· καὶ διὰ τοῦτο λέγειν ὀκνῶ· ἀποκλείει μου τὴν παῤῥησίαν ὁ πατήρ· εἴθε μοι πρὸς ἄλλον ἦσαν οἱ λόγοι, οὗ μηδὲν ἔμελεν ἐμοὶ, καὶ ὀδύ‐ ρεσθαι νῦν ἕτοιμοι τὸ πρᾶγμα, καὶ ἀνάγκη σιωπᾷν· οὐδὲ πάσχοντί μοι κακῶς τὴν αἰτίαν εἰπεῖν δυνατὸν,
30λυπήσω γὰρ οὓς οὐ δίκαιον· ἔα με σιγῶντα σωφρόνως,
ὦ πάτερ, τῶν ἐμαυτοῦ κακῶν ἀνέχεσθαι· μὴ βούλῃ μα‐103

4

.

104

θεῖν, ἃ κρύπτεσθαι βέλτιον, μὴ ζήτει λόγους, ἐξ ὧν ἀλγήσεις· λόγισαι τὴν ἐμὴν σιωπήν· ἀποδέχου σώφρο‐ να λύπην ἐγκαρτεροῦντι τῷ παιδὶ θεωρῶν.
4nΠέμπτην τὰ κατὰ συμπλοκὴν δύο προσηγοριῶν· οἷον νέος πλούσιος
5nτούτων γὰρ ἑκάτερον ἰδίᾳ μὲν μικρὸν ἢ οὐδὲν ἰσχύει· συμπλακέν‐
6nτα δὲ εἰς ἓν ἄμφω δύναται κρίσιν ἀναδέξασθαι.
7 Συριανοῦ. Οἶδεν ἑκάτερον τῶν προσηγοριῶν ἀ‐ σθενὲς σφόδρα πρὸς εὐπορίαν ὑπάρχον, καὶ διὰ τοῦ‐ το δύο πρὸς ταὐτὸ συνήγαγεν, ἥ τε γὰρ νεότης ὡς ἐπί‐
10παν ἀφρονέστατον καὶ φίλαρχον· ἀεὶ γὰρ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται· σπανίως δὲ καὶ τῷ φρονεῖν ἄριστα διαφέρουσιν· ἐπὶ γ’ οὖν τοῦ Διομήδους Καὶ βουλῆ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος· ὅ τε πλοῦτος ὅτε μὲν κακίας μᾶλλον ἢ καλοκἀγαθίας
15ἐστὶν ὑπηρέτης κατ’ Ἰσοκράτην, ὅτε δὲ κατὰ Πλάτωνα οὐ τυφλὸς, ἀλλ’ ὀξὺ βλέπων, ἄν περ ἅμ’ ἕπηται φρο‐ νήσει. διεζευγμένα οὖν ἀσθενεῖ πρὸς τὰς ἐπιχειρήσεις, συμπλακέντα δὲ μέγα τι καὶ σφόδρα πολὺ συντελεῖ πρὸς ἀρετὴν ἢ κακίαν ῥέψαντα.
20Μαρκελλίνου. Οὐκ ἄδηλον τῷ προσέχοντι, διὰ
τί ταῦτα μετὰ τὰ ἠθικὰ τέτακται· αὐτίκα γὰρ ἐκ τοῦ104

4

.

105

λόγου γνώριμον· ἐκ δύο γάρ φησι προσηγοριῶν, ὡς ἑκάστης προσηγορίας αὐτῆς καθ’ αὑτὴν ἀσθενούσης· καὶ ὥσπερ χειραγωγοῦ τῆς ἑτέρας δεομένης πρὸς τὸ στῆναι, καὶ δύναμίν τινα καὶ εὐπορίαν λαβεῖν· πῶς οὖν
5οὐκ εὐπορώτερα ἐκεῖνα τῶν ὡσπερεὶ κατὰ συμμαχίαν ἐπιβοηθούντων ἀλλήλοις, καὶ μόνον στῆναι μὴ δυνη‐ θέντων· εἰ γὰρ ὑπόθοιο καθ’ αὑτὸν μόνον τὸν πλού‐ σιον τὸν τρέφοντα τοὺς ἀκηρύκτους, ἀφέλοιο δὲ ὅτι νέος ἦν, περιῄρηκας ἑκάστου προσώπου τὴν ποιότητα·
10καὶ εἰς στενὸν τόπον κατακέκλειται· καὶ πάλιν τὸ νέον χωρὶς τοῦ πλουσίου ἀσθενές· διὸ καὶ εἰκότως συνήγαγεν αὐτὰ ὁ τεχνικὸς εἰς ταὐτόν· ἐπειδὴ καὶ ὁ πλοῦτος τῶν μέσων, οὐ τῶν κακῶν ὁμολογουμένως· καὶ ἡ νεότης ὁμοίως· καὶ νέοι γὰρ σώφρονές εἰσιν· συντιθέμενα δὲ
15ἄμφω πλείω τὴν χορηγίαν δέχεται, τῇ ἐπιθυμίᾳ τῆς νεότητος διδόντος τὴν ἐξουσίαν τοῦ πλούτου· ὁ γὰρ νέος οὐ δύναται τυραννεῖν πλούτου χωρὶς, οὔτε πλού‐ σιος ἄνευ νεότητος· εἰ δέ τις λέγοι, ὅτι πραγμάτων ἐστὶ μᾶλλον ταῦτα ὀνόματα, ὁ πλούσιος καὶ ὁ νέος, ἡ γὰρ
20νεότης πρᾶγμα καὶ ὁ πλούσιος, λεκτέον, ὅτι πρόσωπά ἐστι, κἂν πραγμάτων ἔχῃ τὴν πρόφασιν· ἐκ δὲ τῶν πρα‐ γμάτων τοῖς προσώποις τούτοις ἡ δύναμις, τῷ νέῳ καὶ τῷ πλουσίῳ· ὁμοίως εἰ καὶ ἐκ πραγμάτων ἐστὶν ὁ νέος καὶ ὁ πλούσιος, γέγονε πρόσωπα· σημειωτέον δὲ, ὅτι ἐν
25μὲν στοχασμῷ ἑκατέρας χρεία εἶναι τῆς συμπλοκῆς, ἐπὶ δὲ τῶν ἄλλων στάσεων δύναται ὁ πλούσιος καὶ καθ’
αὑτὸν κρίσιν καὶ ἐξέτασιν ἐπιδέχεσθαι.105

4

.

106

(1n)

Ἕκτην τὰ κατὰ συμπλοκὴν προσώπου καὶ πράγματος, οἷον μειρά‐
2nκιον καλλωπιζόμενον φεύγει πορνείας.
3 Συριανοῦ. Ἐπὶ τὸ ἀσθενέστατον ἤδη χωρού‐ σης τῆς τῶν προσώπων δυνάμεως καὶ πρᾶγμα συνέζευξε
5προσώπῳ προσηγορικῷ· οὐκ ἀδίκημα ὁμολογουμένως ὑπάρχον οὐδὲ πρὸς καιρὸν γεγονὸς, ὡς τὸ παρεστά‐ ναι τῷ νεοσφαγεῖ σώματι, ἀλλὰ τῇ συνεχείᾳ τοῦ καλλωπίζεσθαι τῆς πορνείας τὴν ὑπόνοιαν βεβαιῶν. Σωπάτρου. Ἐμέμψαντό τινες ὡς παρὰ τὴν ἐπαγ‐
10γελίαν προενεχθὲν τοῦ τεχνογράφου, πρόσωπον γὰρ συνῆψε πράγματι, ὧν ἀνὰ μέρος ἐρεῖν ὑπέσχετο τὴν διαφοράν· ὥστε οὐ μέρος ἀλλὰ τέλειον ἂν εἴη ζήτημα, ἀλλὰ καὶ μονῆρες· οὐ γὰρ ἐπὶ ἑτέρων ὡς τὰ λοιπὰ λαμ‐ βάνεται, ἀλλὰ μόνον ἐπὶ τοῦ καλλωπιζομένου μειρακίου.
15 Μαρκελλίνου. Τὸ μὲν μειράκιον πρόσωπον, τὸ δὲ καλλωπίζεσθαι πρᾶγμα· ἀλλ’ ἐρεῖ τις, ὅτι οὐδὲν δια‐ φέρει τοῦ ἐκ δύο προσηγοριῶν· καὶ γὰρ καὶ ἡλικία πρᾶγ‐ μά ἐστι. Λέγομεν οὖν ὅτι ἐν προσώπῳ ἐστὶ, καὶ μετα‐ πέπλασται εἰς πρόσωπον· ἐκτὸς γὰρ προσώπου οὐ δύναται
20εἶναι ἡλικία ὥστε πρόσωπόν ἐστι· τὸ μέντοι καλλωπί‐ ζεσθαι δύναται καὶ ἐκτὸς εἶναι προσώπου· ἄλλως τε ὅτι τὸ καλλωπίζεσθαι πεποιηκέναι τί ἐστιν· ἡ μέντοι ἡλι‐ κία φυσικῶς ἐν προσώπῳ θεωρεῖται, οὐκ ἀπό τινος πε‐ ποιημένου· οὐ πεπηγυῖα δὲ κατὰ τοῦ παιδὸς ἡ διαβολὴ,
25οὐδὲ ὡμολογημένον ἐκ τοῦ καλλωπίζεσθαι τὸ ἔγκλημα·
εἰκὸς γὰρ καὶ δι’ ἄλλο τι καλλωπίζεσθαι, ὥστε μὴ φαί‐106

4

.

107

νεσθαι τοῖς ἐντυγχάνουσιν ἀηδής· διὸ καὶ σημεῖον γίνε‐ ται ἐγκλήματος, οὐκ αὐτὸ τὸ ἔγκλημα· ἦ γὰρ ἂν οὐδὲ στάσις ἦν, ἀλλὰ τόπος κοινός· εἴπερ τὸ καλλωπίζεσθαι καθ’ ἑαυτὸ δίχα τινὸς ἐγκλήματος ἐπαγομένου ἔγκλημα
5ἐποίουν οἱ νόμοι. Διὰ τί δὲ εἰς διαφορὰν ποιότητος προσώπου τὸ πρᾶγμα παρείληφεν· ἰδία γὰρ ἡ τῶν πρα‐ γμάτων καὶ τῶν προσώπων ἐξέτασις· τὸ τῶν προσώπων γὰρ ἂν ἀπέραντον εἴη· εἴπερ τὰ πράγματα καὶ τὰ ση‐ μεῖα τῶν ἐγκλημάτων προσώπων ποιοῦμεν διαφοράς·
10οἷον πένης πλούσιον κατορύττων, ἢ πλούσιος ἀφορῶν εἰς τὴν ἀκρόπολιν· ἀλλὰ λέγομεν ὅτι πολὺ διαφέρει τὸ καλλωπιζόμενον τοῦ κατορύττοντος. τὸ μὲν γὰρ εἰς πρόσωπον λαμβάνεται, τὸ δὲ εἰς πρᾶγμα· ἐπὶ μὲν γὰρ τοῦ κατορύττοντος πρόσκαιρός ἐστιν ἡ πρᾶξις·
15ἐπὶ δὲ τοῦ καλλωπιζομένου οὐκ ἔτι πρόσκαιρος ἡ πρᾶ‐ ξις τῷ μειρακίῳ, ἀλλὰ τὸ συνεχῶς καλλωπιζόμενον ὁρίζει, καὶ ὥσπερ βίον τὸ τοιοῦτο ποιησάμενον· διὸ καὶ ἐν τάξει προσώπου λαμβάνεται· δεῖ δὲ προσκεῖσθαι τὸ συνεχῶς· τὸ μὲν γὰρ ἁπλῶς καλλωπίζεσθαι οὔπω ση‐
20μεῖον πορνείας· ἡ δὲ συνέχεια ποιεῖ τὴν ὑποψίαν· ἔστι δὲ καὶ τοῦτο εἰπεῖν· ὅτι τὸ μὲν καλλωπίζεσθαι καὶ ἐν αὐτῷ ἐστι τῷ τοῦ ποιοῦντος σώματι· τὸ δὲ κατορύτ‐ τειν ἢ ἀφορᾷν ἔξωθεν καὶ ἐν ἄλλῳ καὶ τῶν ἐκτός· Ἰστέον δὲ, ὅτι οὐδὲ τὸ μειράκιον αὐτὸ καθ’ αὑτὸ ποιεῖ
25πρόσωπον ἐξεταζόμενον καὶ εὐπορίαν ἔχον, τὸ δὲ πρᾶ‐ γμα συναπτόμενον τὸ συνεχῶς καλλωπίζεσθαι δύναμιν καὶ εὐπορίαν τῷ προσώπῳ παρέχεται.
28nἙβδόμην τὰ ἁπλᾶ προσηγορικά. οἷον στρατηγός, ῥήτωρ.
29Συριανοῦ. Ὅπερ ἐπὶ τῆς τῶν προσώπων πέμ‐107

4

.

108

πτης τάξεως ὡς ἀσθενὲς παρητήσατο σμικρὸν ἢ οὐ‐ δὲν ἰσχύειν ἀποφηνάμενος, τοῦτο τελευταῖον ἀπεφή‐ νατο, ἀμυδροτάτην ὡς πρὸς τὰ πρόσωπα τὴν ἰσχὺν ἔχον. ἐν ταῖς ἐπιστημονικαῖς γὰρ διαιρέσεσιν αἱ ἐπὶ πλέον
5διαιρέσεις πρὸς τὰ μερικώτερα καὶ ἀπορώτερα χωροῦ‐ σιν· χρὴ δὲ τὰ ἁπλᾶ προσηγορικὰ ἀξιώματι περιέχειν· ὅπως ἂν εὐπορώτερα τὰ τῆς ὕλης ὑπάρχῃ. Σωπάτρου. Προσηγορικὰ ἐκλήθη ταῦτα διὰ τὸ κοινὴν ὕλην καὶ ἀφορμὴν λόγων ἐκ τῆς περὶ ἕκαστον
10ὑποκειμένης ἐννοίας ποιεῖν. οἷον· εἰ λέγοιμεν, στρατη‐ γοὶ, ῥήτορες, οὐ περὶ τοῦδε τοῦ ῥήτορος, ἢ τοῦδε, ἀλλὰ κοινῇ περὶ ῥητόρων ἃς ἔχομεν ὑπολήψεις εἰς ὕλην λό‐ γων προφέροντες· κατηγοροῦντες μὲν οὖν ῥητόρων οὕ‐ τως ἐροῦμεν, ὡς ἀεὶ συκοφάνται καὶ φιλοπράγμονες,
15ἅτε δικαστηρίοις σχολάζοντες· συνηγοροῦντες δὲ ὡς δη‐ μαγωγοί εἰσι ῥήτορες, καὶ τὰ πολλὰ τῆς πόλεως κήδον‐ ται, καὶ σύμβουλοι ἀγαθοί· ὡσαύτως δὲ καὶ περὶ στρα‐ τηγῶν καὶ τῶν λοιπῶν, λήψῃ δὲ ὕλην καὶ ἀπὸ τῶν συμβάντων, νίκης φημὶ ἢ ἥττης καὶ τῶν τοιούτων·
20ταῦτα γάρ, φημι, δὴ τὰ ἁπλᾶ προσηγορικὰ ἐκ τῶν ἐπιτηδευμάτων φαίνεται λαμβανόμενα· καὶ ἔστι κατὰ τὸ ἐπαμφοτερίζον· ἰσάζει γὰρ ἐπί τε κατηγορίας καὶ ἀπολογίας· μέσα γὰρ ὄντα καὶ τῶν ἐναντίων εἰσὶ δε‐
κτικά· ὅπου μὲν γὰρ νίκη τῇ στρατηγίᾳ παρέπεται,108

4

.

109

τότε καὶ τοῖς ἐπαίνοις χρησόμεθα ἀπὸ τῆς νίκης λα‐ βόντες ἀφορμήν· ὅπου δὲ τοὐναντίον ἧττα συμβαίνει, τότε χώραν ἔχει ἡ κατηγορία. Μαρκελλίνου. Προσηγορικὰ αὐτὰ ἐκάλεσεν, ὡς
5ἐν μόνῃ προσηγορίᾳ ψιλὴν τὴν δύναμιν ἔχοντα, οὐδὲν δὲ διὰ τῆς κλήσεως δηλοῦντα πρὸς ὑποψίαν καλοῦ ἢ κακοῦ· αὐτὸ γὰρ καθ’ αὑτὸ τὸ πρόσωπον τοῦ κατηγορήματος ἔμφασιν οὐδὲ μίαν ἢ δύναμιν ἔχει, πό‐ τερον ἀγαθὸς ἢ φαῦλος, καὶ πότερον ἐπὶ συμφέροντι
10τῆς πόλεως ἡγούμενος, ἢ τοῖς πολεμίοις τὰ κοινὰ προ‐ πίνειν προαιρούμενος· ἐπὶ πάντων οὖν τῶν τοιούτων ποιήσομεν ἀπὸ τῶν ὑποκειμένων πραγμάτων τὰς ποιό‐ τητας ἀναπλάσαντες, καὶ προσλαβόντες τῆς τιμῆς καὶ ἀρχῆς τὸ σχῆμα τῶν πίστεων εὐπορήσομεν· εἰ μὲν εἴη
15συμβᾶσα νίκη, φιλόπολιν ἀποκαλοῦντες, εἰ δ’ αὖ τοὐ‐ ναντίον ἧττα καὶ φυγὴ, ἐκ τῶν ἐφ’ ἑκάτερα, ὡς συμ‐ βαίνει, λέξει· πρὸς τὴν ποιότητα δὲ καὶ τοὺς λόγους ἁρμοστέον· καὶ εἰ μὲν ἄδοξον εἴη τὸ πρόσωπον, κατα‐ φορικώτερος ὁ λόγος ἔσται, εἰ δὲ ἐνδοξότερον εἴη, ἐπι‐
20εικέστερος· οὐκοῦν οὐ πολὺ διαφέρει ταῦτα τοῦ τίς, πλὴν ὅτι τὸ τίς οὐκ ἐξετάζεται παντελῶς· ὁ δὲ στρα‐ τηγὸς προσκειμένου τοῦ πράγματος ὑπόνοιάν τινα καὶ ἐξέτασιν ἐκ τῆς τιμῆς ἐπιδέχεται.
24nΤαυτὶ δὲ δῆλον μὲν, ὡς καὶ καθ’ ἓν ἐμπίπτει τοῖς ζητήμασι καὶ
25nκατὰ πλείονα· αὐτίκα ὁ Δημοσθένης καὶ πατὴρ ἦν δήπου, καὶ ῥή‐
26nτωρ καὶ πρεσβευτὴς, ἤδη δὲ καὶ στρατιώτης· ὅθεν καὶ μείζονα
27nἔχει δύναμιν τὰ ὡρισμένα καὶ κύρια.
28Συριανοῦ καὶ Σωπάτρου. Διελὼν τὴν τῶν
προσώπων ποιότητα, ἐδίδαξεν ὡς οὐκ ἀναγκαῖον ἰδίᾳ109

4

.

110

ἑκάστην ἐξετάζεσθαι· ἀλλ’ ἔστιν ὅτε καὶ πλείονες ποιό‐ τητες εὑρίσκονται κατὰ ταὐτὸν καὶ ἀφορμαί· καὶ τοῦτο διὰ τοῦ παραδείγματος ἐσήμανεν· ἀφ’ οὗ καὶ δῆλον, ὡς ἕκαστον τῶν κυρίων πλείονας ἔχει ποιότητας, διὸ
5καὶ προτέτακται τῶν λοιπῶν· ἔστι μέντοι καὶ ἐκτὸς τῶν κυρίων εὑρεῖν ἐν ἑνὶ τῶν προσώπων πλείονας ποι‐ ότητας, ὡς ἐπὶ τούτου, τρισαριστεὺς ἑταιροῦντα τὸν υἱὸν ἀπέκτεινε, καὶ κρίνεται φόνου· ἁπλοῦν μὲν γὰρ ὁ τρισαριστεὺς, καὶ πρός τι δὲ ὡς πατήρ· ὥστε οὐ μόνον
10κατὰ μίαν ἑκάστην, ἀλλὰ καὶ κατὰ πλείονας ἀνάγκη ἐμπίπτειν τὰς ποιότητας τῶν προσώπων· χρὴ μέντοι εἰδέναι, ὡς ἐν μὲν τοῖς ἀορίστοις τῷ ὅρῳ τοῦ ζητή‐ ματος ἤτοι τῇ ὑποκειμένῃ ὕλῃ προσέχειν δεῖ· ἐν δὲ τοῖς ὡρισμένοις τοῖς ἀπὸ τῆς ἱστορίας, μετὰ τῶν ἀπὸ τοῦ
15ζητήματος· ἐν μὲν οὖν τοῖς κυρίοις πολλαὶ ἐμπίπτου‐ σι ποιότητες αἱ ἀπὸ τῆς ἱστορίας, ἐν δὲ τοῖς ἀορί‐ στοις ὀλίγαι, αἱ ἀπὸ τοῦ ὅρου, διὸ καὶ μείζονα ἔχει δύναμιν τὰ ὡρισμένα καὶ κύρια.
19nἈλλὰ δεῖ περὶ ἑκάστου τῆς δυνάμεως ἰδίᾳ γνόντα χρῆσθαι αὐτοῖς
20nὡς ἂν ὁ καιρὸς διδῷ.
21 Συριανοῦ. Τὸ ὡς ἂν ὁ καιρὸς διδῷ οὕτω. τουτέστιν ὕλη καὶ περίστασις καὶ μέθοδος· οἷον ποῖον πρὸς ποῖον ποιεῖται τὴν κατηγορίαν ἢ ἀπολογίαν. πό‐ τερον ἔνδοξον πρὸς διαβεβλημένον, ἢ τὸ ἀνάπαλιν· ἢ
25τοῦτο λέγει· ὅτι τὰς ἑπτά σοι ποιότητας εἶπον, ἵνα ἐξῇ σοι γινώσκειν τὴν ἑκάστου δύναμιν· οἷον τὸ κύριον ἰδίως καὶ τὰ λοιπὰ, ἃ κατὰ μέρος ἐδίδαξεν, οὐ μέντοι
καὶ περὶ τῆς ἑκάστου δυνάμεως ἐδίδαξεν.110

4

.

111

Σωπάτρου. Τὸ ὡς ἂν ὁ καιρὸς διδῷ, περὶ τῶν κυρίων μόνον εἴρηται, ἐν μὲν γὰρ τοῖς ἄλλοις αἱ αὐταὶ καθόλου ποιότητές εἰσιν· ἐπὶ δὲ τῶν κυρίων, ἄλλοτε ἄλλως· διὸ καὶ δεῖ τοὺς καιροὺς φυλάττεσθαι· καθ’
5οὓς τὸ ζήτημα μελετῶμεν, ἵνα ταῖς προϋπαρξάσαις πρά‐ ξεσι χρησώμεθα μόναις, ἀλλὰ μὴ καὶ ταῖς μετὰ ταῦ‐ τα· οἷον εἰ κρίνοιτο Δημοσθένης ὡς συμβουλεύσας βοη‐ θεῖν Ὀλυνθίοις, οὐκ ἂν ἔχοις εἰπεῖν, ὅτι καὶ πρὸς Φί‐ λιππον ἀπελθὼν ἐσιώπησεν· οὕτω γὰρ γέγονεν· οὐδ’
10ὅτι συνεβούλευσεν ἐν Χαιρωνείᾳ μάχεσθαι· ἀλλὰ δεῖ τὰ πρὸ τούτων μόνα θεῖναι· καὶ πάλιν εἰ κρίνοιτο ὡς συμ‐ βουλεύσας βοηθεῖν Βυζαντίοις, καὶ Χεῤῥονησίοις μνή‐ μην μὲν ἂν ἔχοις τῶν Ὀλυνθίων, οὐ μέντοι καὶ τῶν ἐν Χαιρωνείᾳ, ὕστερον γὰρ τοῦτο· τοῦτο οὖν κελεύει
15φυλάττεσθαι, ἵνα τὰ προϋπηργμένα μόνα τιθῶμεν, μελετῶντες τὸ τοιοῦτο ζήτημα, μὴ μὴν καὶ τὰ μετὰ ταῦτα· ὥστε περὶ τῶν κυρίων τὸ ὡς ἂν ὁ καιρὸς διδῷ, εἴρηται μόνων· ἀλλ’ οὐχὶ καὶ περὶ τῶν λοιπῶν· τούτων γὰρ μόνων ἡ διάγνωσις τὸν καιρὸν ἐπιτρέπει φυλάτ‐
20τειν. Μαρκελλίνου. Εἰ περιέχει τὰ κύρια καὶ τὰ ἕτε‐ ρα πρόσωπα, ἀναγκαῖον περὶ ἑκάστου προσώπου πρῶτον διαγνῶναι τὴν δύναμιν καὶ τὴν ποιότητα· εἰ γὰρ εὑρί‐ σκεται ἐν ἑνὶ καὶ ἄλλο πρόσωπον ἀλλ’ οὐκ ἐπὶ πάντων
25τοῦτο συμβαίνει, ὡς ἂν ὁ καιρός, φησι, διδῷ χρηστέον· τουτέστιν ἡ ὕλη, καὶ περίστασις καὶ μέθοδος, πρὸς τὴν τῶν βιβλίων ἐξέτασιν τῶν παρὰ ποιηταῖς τε καὶ ῥήτορ‐ σιν· ἡ γὰρ τῶν προσώπων μετὰ ἀκριβείας ποιότης ἐξε‐ τασθεῖσα παρά τε τῶν ῥητόρων καὶ ποιητῶν τὰς δια‐
30φοράς τε καὶ μεθόδους αἷς χρηστέον παρίστησι καὶ πα‐111

4

.

112

ρασκευὴν πρὸς τὴν εὕρεσιν· δεῖ δὲ καὶ τὰ εἴδη τῶν λό‐ γων ὁποῖα ἐφ’ ἑκάστου τῶν προσώπων παρείληπται σκο‐ πεῖν· διάφορα γὰρ εὑρεθήσεται. αὐτίκα ὁ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου πρὸς τὸ πρόσωπον καταφορικῷ κέ‐
5χρηται λόγῳ· ἐν δὲ τῷ πρὸς Λεπτίνην ὑπὲρ διαβεβλημέ‐ νου προσώπου Κτησίππου πρὸς ἔνδοξον, ἑτέρου ἐδεήθη λόγου· τὸ οὖν ὡς ἂν ὁ καιρὸς διδῷ, τουτέστιν ἡ χρεία καὶ ἡ τῶν ὑποκειμένων περίστασις· οὐ γὰρ ἀεὶ τὰ εἰρη‐ μένα συμπίπτει τῷ κυρίῳ· τεχνικώτατον δὲ τὸ τῶν και‐
10ρῶν στοχαζόμενον μὴ ἐκπίπτειν τοῦ προσήκοντος.
11nΤὰ μὲν οὖν ἐξεταζόμενα τῶν προσώπων ταῦτα· καὶ δεῖ τοῖς ἐγκω‐
12nμιαστικοῖς ἀκολουθοῦντα τόποις χρῆσθαι τοῖς ἐμπίπτουσιν.
13Συριανοῦ. Ἐγκωμιαστικοὺς λέγει τόπους γέ‐
νος, ἀνατροφὴν, ἐπιτήδευμα, πράξεις· τὰ δὲ τοῖς ἐμπί‐112

4

.

113

πτουσιν, οὐ τοῖς εὑρισκομένοις φησίν· οὐδὲ γὰρ πάν‐ τως ἐξετάζειν ἕκαστα συμφέρει τῶν εὑρισκομένων, ἀλλὰ τοῖς κατὰ τεχνικὴν θεωρίαν τῷ λέγοντι συντελοῦσι· κἂν γὰρ ὦσιν ἐπί τινων πατέρες ἄδοξοι, ἢ πατρὶς, παρα‐
5λείψομεν· τὰ δὲ πρὸς σύστασιν ἐροῦμεν, τὰ βλάπτοντα σιωπῶντες· οὕτω καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στε‐ φάνου πεποίηκε, Γύλωνα μὲν τὸν πρὸς μητρὸς αὐτοῦ πάππον, ὡς φυγάδα καὶ πρὸς τοῦ δήμου θανάτῳ κατα‐ γνωσθέντα, διὰ τὴν προδοσίαν Νυμφαίου τοῦ ἐν τῷ
10Πόντῳ, καὶ τὴν μητέρα, ὡς Σκυθίδα τὸ γένος, ἃ δὴ πάντα ἐν τῷ κατὰ Κτησιφῶντος Αἰσχίνης παρέθηκε,
σιωπήσας, ἐπὶ δὲ τὴν ἑαυτοῦ ἀνατροφὴν ὡς χρηστὴν113

4

.

114

οὖσαν ἐχώρησεν· ἐν μέντοι τοῖς κατ’ Αἰσχίνου πρὸ παντὸς ἄλλου ἐπὶ τοὺς προγόνους ἐχώρησεν ὡς ἀδόξους, φάσκων· οὐκ ἀπορῶν δ’ ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ τοῦ πρῶτον μνησθῶ, πότερον ὡς ὁ πατήρ
5σου Τρόμης ἐδούλευσεν· εἴ τι δὲ χρηστὸν ἐκ τῆς ἀγωγῆς εἶχε καὶ τῆς περὶ λόγους ἀσκήσεως, παραλέλοιπεν· καὶ ἐν τῷ πρὸς Λεπτίνην ὑπὲρ διαβεβλημένου προσώπου Κτησίππου τοῦ Χαβρίου παιδὸς ἀσωτίαν νοσοῦντος πρὸς ἔνδοξον τὸν Λεπτίνην ποιούμενος τὸν λόγον, ἠθι‐
10κωτέρᾳ κέχρηται τῇ ἰδέᾳ καὶ ἐπιεικεστέρᾳ, λέγων· οὐδὲν γὰρ φαῦλον ἐρῶ σε· ἐν δὲ τῷ κατὰ Μειδίου καταφορι‐ κωτέρᾳ καὶ τραχυτέρᾳ, καὶ ἐν τῷ περὶ τοῦ στεφάνου, ἀπὸ τῶν ἐνδόξων πράξεων τὸν ὅλον λόγον διαπλέκων, πομπικωτέρᾳ καὶ λαμπροτέρᾳ· δεῖ γὰρ μὴ μόνον τὰς
15τῶν προσώπων ἐξετάζειν ποιότητας ἐν τοῖς τοιούτοις, ἀλλὰ καὶ τὰς ἰδέας κατ’ ἀλλήλους τοῖς ὑποκειμένοις ἐπιτιθέναι προσώποις· ἔστι τις καὶ ἑτέρα παρὰ Θουκυ‐ δίδῃ καὶ Δημοσθένει μέθοδος βιαιοτέρα· ἥτις καὶ τὰ πρὸς ἐπαίνου τῶν ἐναντίων ἀπὸ τῆς γνώμης διαβάλλει·
20καὶ τὰ κινοῦντα λοιδορίαν ἀπὸ τῆς διανοίας βέλτιστα δείκνυσιν. Δημοσθένης μὲν ἐν τῷ κατὰ Μειδίου τὴν διὰ τὴν ἐπίδοσιν τῆς τριήρους μεγαλοφροσύνην αὐ‐
τοῦ καταβάλλων· μέγα γὰρ ἦν Ἀθήνησι καὶ τὸ μό‐114

4

.

115

νον τριηραρχῆσαι, μήτι γε δὴ καὶ τὸ τριήρη ἐπιδοῦναι, ὁ δὲ διαβάλλων ἀπὸ τῆς διανοίας φησίν· ὡς στρατείας εἰς Εὔβοιαν γινομένης, δέον σὺν τοῖς ἱππεῦσιν αὐτὸν ἐξελθεῖν, ἐπιδέδωκε τριήρη, διαφυγεῖν τὸ στρατεύεσθαι
5σπεύδων· καὶ πάλιν αἰσθόμενος, ὅτι ξύλα διὰ τῆς τριή‐ ρους ἤνεγκεν ἐξ Εὐβοίας, φησὶ διαβάλλων, καὶ χρη‐ ματισμὸς, οὐ λειτουργία γέγονεν ἡ τριηραρχία τῷ κα‐ ταπτύστῳ τούτῳ· ἐν δὲ τῷ περὶ τοῦ στεφάνου φεύγων τὸ
μέγεθος τῆς διαβολῆς, τὸ περὶ Χαιρώνειαν γεγονὸς πά‐115

4

.

116

θος, ἀπὸ τῆς γνώμης αὐτὸ συνέστησεν εἰπὼν, ὡς καλὰ καὶ τῶν προγόνων ἄξια τὰ συμβουλευθέντα καὶ ἑξῆς. Ἔτι δὲ πλέον τὴν αὐτοῦ γνώμην βεβαιῶν μεταστατικῶς ἐπὶ τοὺς στρατηγοὺς μετάγει τὴν αἰτίαν οὕτως· εἰ δὲ ἢ
5δαίμονός τινος, ἢ τύχης ἰσχὺς, ἢ στρατηγῶν φαυλότης, ἢ πάντα ἐλυμήνατο καὶ ἑξῆς. Ὁ δὲ Θουκυδίδης πάλιν ζητουμένου, διὰ τί οἱ Κερκυραῖοι οὐδενὶ συνεμάχησαν, ἀπὸ τῆς γνώμης ἐπιχειρήσας τὸ αὐτὸ συνέστησέ τε καὶ διέβαλλεν· ὁ μὲν γὰρ Κερκυραῖος συνιστῶν τοῦτό φησιν·
10σύμμαχοί τε γὰρ οὐδενός πω ἑκούσιοι γεγόνασι καὶ ἑξῆς· καί φησιν, ὅτι δι’ ἀπραγμοσύνην, ὁ δὲ Κορίνθιος διαβάλλων, ὅτι ἐπὶ κακουργίᾳ καὶ οὐκ ἀρετῇ, φησιν, ἐπε‐ τήδευσαν, βουλόμενοι πρὸς τἀδικήματα οὐδὲ μάρτυρα ἔχειν.
15 Σωπάτρου. Τοῖς ἐμπίπτουσιν ἀντὶ τοῖς χρησι‐ μεύουσιν· οἷον περὶ Δημοσθένους λέγοντος, μὴ βιάζε‐ σθαι τὸ δειλὸν αὐτοῦ περιτρέψαι εἰς ἔπαινον· τοῦ πανηγυρικοῦ γὰρ τοῦτο· τινὲς γὰρ λέγουσιν, οἳ καὶ ἄμεινον, τοῖς κατὰ καιρὸν εὑρισκομένοις, ἵνα ἡ ἐξήγη‐
20σις ὁμοία ᾖ τῷ, ὡς ἂν ὁ καιρὸς διδῷ· οἷον εἰ κρίνεις Δημοσθένη διὰ τὴν συμβουλὴν τῆς συμμαχίας Ὀλυν‐ θίων, μὴ ὡς λειποτάκτην αὐτὸν διαβάλῃς ἢ μισότεκνον, ὅτι ἐλευχειμόνησεν ἐπὶ τῷ θανάτῳ τῆς θυγατρός· οὔπω
γὰρ γεγόνει ταῦτα.116

4

.

117

Μαρκελλίνου. Σφόδρα διδασκαλικὸν τοῦ λόγου τὸ σχῆμα· ἀνακεφαλαίωσιν γὰρ πάντων τῶν εἰρημένων ἔχει· τὸ δὲ τοιοῦτον σαφῆ καὶ εὐκρινῆ τὸν λόγον ἀπερ‐ γάζεται· ἐξέτασιν δὲ ἐπιδέχεται διὰ τὸ ἔχειν ποιότητα,
5ὅπερ οὐχ ὑπάρχει τοῖς ἀορίστοις· δεῖ δὲ εἰδέναι, ὅτι ἀκολουθεῖ τῷ προσώπῳ τὰ ἐγκωμιαστικά· ἀλλ’ οὐ πάντα εἰς πάντα, ἐπεὶ διάφορα τὰ πρόσωπα· καὶ τῷ μὲν κυρίῳ διὰ τὸ ὡρίσθαι τὸ πρόσωπον πάντα ἀκολουθεῖ, γένος, πατρὶς, καὶ ἑξῆς· οἷς χρηστέον, ὡς ἂν δοκιμάσωμεν συμ‐
10φέρειν, πολλάκις γὰρ καὶ σιωπῆσαί τινα προσήκει διὰ τὴν χρείαν· τῷ δὲ προσηγορικῷ οὐκ ἔτι πάντα ἐμπί‐ πτει· ἔχει δὲ πάντως τι τῶν ἐγκωμιαστικῶν· καὶ ἐπὶ τῶν κυρίων δὲ τοῖς ἐμπίπτουσι καὶ συμφέρουσι χρησό‐ μεθα· ὅ γ’ οὖν Δημοσθένης ἐγκωμιάζων οὐ πᾶσιν ἐχρή‐
15σατο, ἀλλὰ τὸ μὲν γένος ἐσιώπησεν ὡς ἀδοξότερον· ἀπὸ δὲ τῶν ἄλλων ποιεῖται τὸν λόγον καὶ τὸν ἔπαι‐ νον· ἐμοὶ μὲν παιδὶ ὄντι, φησὶν, ὑπῆρξε φοιτᾷν εἰς τὰ προσήκοντα διδασκαλεῖα. Αἰσχίνην δὲ συγκρίνων πρὸς ἑαυτὸν καὶ ἀπὸ τοῦ γένους καὶ ἀπὸ τῶν ἄλλων πεποί‐
20ηται ψόγον· μελετῶντες οὖν τὰ μὲν πρὸς ἡμῶν διεξ‐ ελευσόμεθα· τὰ διαβεβλημένα δὲ παρήσομεν· ἐπὶ δὲ τοῦ ἀντιδίκου τὸ ἐναντίον.
23nΟὐκ ἐπιδέχεται δὲ ἐξέτασιν τά τε ἀόριστα οἷον τὸ τίς, καὶ τὰ
24nἰσάζοντα δι’ ὅλου, οἷον δύο νέοι πλούσιοι εἰ ἐπί τῳ κρίνοιεν
25nἀλλήλους· ὃ γὰρ ἄν τις εἴποι κατὰ τοῦ ἑτέρου, τοῦτο καὶ κατὰ
26nτοῦ ἑτέρου ἔσται.
27Συριανοῦ καὶ Σωπάτρου. Μετὰ τὰ ἐξετα‐
ζόμενα ἐπὶ τὰ ἀνεξέταστα χωρεῖ· ταῦτα δὲ ἐπὶ μὲν πε‐117

4

.

118

πλασμένων ὑποθέσεων δύναται κρίσιν ἐπιδέξασθαι, ἐπὶ δὲ ἀληθείας οὐδαμῶς ἂν συσταίη· οὔτε γὰρ ἀορίστου προσώπου κατηγορία τις ἔννομος γενήσεται, οὔτε δύο πρόσωπα ἐξισάζοντα δι’ ὅλου ῥᾴδιον εὑρεῖν· κἂν γὰρ
5ἐπί τινων κοινωνία τις αὐτοῖς συμβαίνῃ, οἷον νεότητος, πλούτου, ἀλλ’ οὖν ἐν τῇ ἀγωγῇ καὶ ταῖς πράξεσιν οὐκ ἐνδέχεται τοῦτο ἢ ἔμπαλιν· οὐ μὴν οὐδὲ τὰ ἀνεξέταστα παντελῶς ἀκατασκεύαστα καταλέλοιπεν ἡ τέχνη, ἀλλὰ τῆς μὲν τῶν ἀορίστων ἐξετάσεως τρεῖς παραδέδωκε
10μεθόδους· ἢ γὰρ κατασκευαστικοὺς αὐτοῖς λογισμοὺς προσθήσομεν, ὡς Δημοσθένης ἐν Φιλιππικοῖς· ἤκουον
δ’ ἔγωγέ τινων, ὡς τὰς ἀγορὰς καὶ τοὺς λιμένας οὐκ118

4

.

119

ἐπιδοῖεν αὐτῷ καρποῦσθαι· ὃ καὶ κατασκευάζων διὰ τῆς τοῦ ἀορίστου σαθρότητος λογισμὸν ἐπάγει· τὰ γὰρ κοι‐ νὰ τὰ Θετταλῶν ἀπὸ τούτων δέοι διοικεῖν οὐ Φίλιππον λαμβάνειν· ἢ καὶ ἐπὶ κρίσει οἰκείᾳ τὸ ἀόριστον συνί‐
5στησιν· ἣν ῥήτωρ μὲν μεθ’ ὅρκου πιστώσεται· οἷον καὶ μὰ τὸν Δία οὐδὲν ἄπιστον ἴσως, ὁ δὲ Πλάτων τῷ οἰκείῳ ἀξιώματι, οἷον καὶ ἐγὼ πείθομαι· ἢ ἐπαίνῳ τοῦ εἰρηκότος, ὡς ὁ Δημοσθένης· ὡς δὲ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον ἀνδρὸς οὐδαμῶς
10οἵου τε ψεύδεσθαι· οὐδένων εἰσὶ βελτίους· ἵνα δείξῃ, ὅτι οὐ τῶν ἀκηκοότων ἀλλὰ τῶν αὐτοῖς τοῖς ἔργοις πε‐ πιστευκότων ὁ ἀπαγγείλας ἐστίν. Ἐπὶ δὲ τῶν ἐξισα‐ ζόντων προσκείμενον τὸ δι’ ὅλου, πάνυ ἀκριβῶς διδά‐ σκει ἡμᾶς ὡς καὶ τῆς βραχυτάτης εὑρισκομένης διαφο‐
15ρᾶς ἐν τοῖς ἐξισάζουσιν ἐξέτασιν ἐπιδέχεται· οὕτως καὶ Δημοσθένης ἐξισάζοντος αὐτῷ πρὸς Αἰσχίνην τοῦ ὅτι ἀμφότεροι πολιτεύονταί, φησι, σὺ μὲν γὰρ ὑπὲρ τῶν
ἐχθρῶν, ἐγὼ δὲ ὑπὲρ τῆς πατρίδος ἅπαντα πεπολίτευ‐119

4

.

120

μαι, καὶ πάλιν, ὅτι συμπρεσβευτὴς ἦν αὐτῷ Αἰσχίνης, καὶ κατὰ τοῦτο ἐξισάζειν δοκῶν φησιν· ἐγὼ δὲ οὐ συμ‐ πεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινὰ, ἐμαυτὸν δὲ ὑπὲρ τούτων τὰ βέλτιστα·
5Ὑπερίδης δὲ ἐν τῷ ὑπὲρ Φρύνης τῆς ἑταίρας ἐξισάζον‐ τος αὐτῷ τοῦ, ὅτι καὶ Εὐθίας ὁ κατήγορος αὐτῆς ἔγνω αὐτὴν, ὥσπερ καὶ ὁ συνηγορῶν Ὑπερίδης, εὗρε μικρὰν διαφοράν· τὸν μὲν ὅπως σωθήσεται ἐκ παντὸς τρόπου ζητεῖν, τὸν δὲ ὅπως ἀπολέσειεν.
10 Μαρκελλίνου. Παρατηρητέον ὅτι καὶ τὰ ἀόρι‐ στα πρόσωπα καλεῖ· φύσει γάρ ἐστι πρόσωπα, οὐ μὴν ἐξετάζεται· οὐ γὰρ ἔχει τὴν τῆς ποιότητος κατασκευὴν ἢ ἀπὸ γένους ἢ ἀπὸ ἐπιτηδευμάτων, ἢ ἀπὸ πράξεων ἢ ἁπλῶς εἰπεῖν τῶν παρακολουθούντων τῷ προσώπῳ, ὧν
15γὰρ ἡ γνῶσις ἀφανὴς, ἄδηλα ὁμοίως καὶ τὰ παρεπό‐ μενα· ὅπερ δὲ ἄνω παραλέλοιπεν ὁ τεχνικὸς, πληρώσας τὴν διαίρεσιν ἀναλαμβάνει· τί δὲ τοῦτο ἦν; τὸ ποῖα μὲν πρόσωπα ἐξέτασιν ἐπιδέχεται· τίνα δὲ ἄλλως χρείας ἕνεκα μόνης καὶ σχήματος παραλαμβάνεται· περὶ δὲ
20τῶν ἀορίστων φησὶν ὁ Πολέμων, ὅτι ἐπὶ μὲν τῶν πλα‐ σμάτων ποσῶς ἔχει χώραν δορυφορήματι ἐοικότα μόνον· ἐπὶ δὲ τῆς ἀληθείας οὐκ ἔτι· πῶς γὰρ οἷόν τε, ποιό‐ τητος μὴ ὑποκειμένης ἐξετάζειν πρόσωπα· ὅμως οὐ πάντη ἄχρηστα· αὐτὰ μὲν γὰρ καθ’ ἑαυτὰ σύστασιν
25οὐκ ἐπιδέχεται ἐξετάσεως, εἰς ἀπόδειξιν δὲ ἑτέρων παρα‐ λαμβάνεται· καὶ περὶ τούτου τρεῖς ἡμῖν παραδέδωκε με‐ θόδους ἡ τέχνη, ἃς καὶ παρεθέμεθα· τὰ δὲ ἰσάζοντα δι’ ὅλου οὐχ ὅτι πρόσωπα οὐκ ἔχει ἐξεταζόμενα, ἀλλὰ διὰ τὸ ἰσάζον τῶν προσώπων οὐ δέχεται ἐξέτασιν· δύ‐
30ναται δέ τις ἐπὶ τούτων καὶ μικρὰ διαφορὰ σύστασιν
δοῦναι τῷ προβλήματι.120

4

.

121

(1n)

Ὥσπερ δὲ τῶν προσώπων, οὕτω καὶ τῶν πραγμάτων ἐστὶ
2nδιαφορά.
3 Συριανοῦ καὶ Σωπάτρου. Οὐχὶ κατὰ τὴν ποσότητα φαμέν· τὰ μὲν γὰρ ἄχρις ἑπτὰ πρόεισι, τὰ
5δὲ τρία ἔχει μόνον, ἀλλὰ κατὰ τὴν ποιότητα· πολλὴ γὰρ καὶ τούτων ἡ πρὸς ἄλληλα διαφορά. Φασί τινες ἐνδεῶς κἀνταῦθα τὸν τεχνογράφον εἰπεῖν· ὥσπερ γὰρ ἀνωτέρω τὴν τῶν προσώπων ὕλην παρέλιπεν, μίαν μόνην εἰπὼν ἐπὶ τῶν ἑπτὰ διαφορὰν τὴν τῶν ἐγκωμιαστικῶν τόπων,
10ἣ μόνον τοῖς ὡρισμένοις ἁρμόττει καὶ κυρίοις, οὕτω κἀν‐ ταῦθα παντελῶς τὴν τῶν πραγμάτων ἠγνόησε διαφο‐ ράν· αὗται γὰρ, ἃς τίθησιν, οὐ παντός εἰσι πράγματος διαφοραὶ, ἀλλὰ στοχασμοῦ μόνου· εἴπωμεν δὲ ἡμεῖς ἄνωθεν ἀρχόμενοι τὴν τῶν πραγμάτων διαίρεσιν· τῶν
15πραγμάτων τὰ μέν ἐστι κατ’ εὐθύ, τὰ δὲ κατὰ τὸ ἐσχηματισμένον· ἢ γὰρ λέγει τις ὀνειδιζόμενος αὐτὸ τὸ πρᾶγμα ποιῆσαι, ὅπερ καὶ διδάσκει· διὸ καὶ καλεῖται κατὰ τὸ εὐθύ· ἢ ἄλλο μὲν λέγει, ἄλλο δὲ βούλεται δεῖ‐ ξαι· καὶ καλεῖται τοῦτο ἐσχηματισμένον· καὶ τοῦ μὲν
20κατ’ εὐθὺ τρεῖς αἱ ἀνωτάτω διαφοραί· τὸ κατὰ κρίσιν, τὸ κατὰ συμβουλὴν, τὸ κατὰ φυγὴν καὶ δίωξιν· τού‐ των δὲ τὸ μὲν κατὰ συμβουλὴν ἄτμητον· τὸ δὲ κατὰ κρίσιν τέμνεται, εἴς τε τὸ κατὰ ἀμφισβήτησιν· ἐν ἀμ‐ φοτέροις γὰρ κρίσις ἐστί· καὶ οὔτε κατηγορία, οὔτε
25ἀπολογία, ἀλλὰ κρίσις τοῦ εἰ δεῖ δοῦναι ἢ τοῦ ποῖον δοῦναι· ἢ τὸ τί δεῖ δοῦναι· τὸ δὲ κατὰ φυγὴν καὶ δίω‐ ξιν τέμνεται εἰς ὀκτὼ διαφοράς· πρῶτον ἐφ’ οἷς δέον ποιῆσαι οὐκ ἐποίησεν· ὡς ὁ στρατηγὸς ὁ μὴ ἀνοίξας
τὰς πύλας νύκτωρ τῶν αἰχμαλώτων ἐλθόντων, καὶ κρι‐121

4

.

122

νόμενος· καὶ ἐφ’ οἷς δέον μὴ ποιῆσαι ἐποίησεν· ὡς ὁ ἐπακολουθῶν ἄχειρι ἀριστεῖ καὶ γελῶν καὶ κρινόμενος ὕβρεως· καὶ ἀπὸ τῶν τῆς ψυχῆς παθῶν· ὡς γυνὴ νύκτωρ δακρύουσα καὶ κρινομένη μοιχείας· ἢ ἀφ’ ὧν
5εἶπέν τις, ὡς ὁ πλούσιος ὁμώσας ἐν συμποσίῳ τυραννή‐ σειν, καὶ κρινόμενος, ἢ ἀφ’ ὧν ἕτεροι εἶπον κρινόμενοι περὶ αὐτοῦ, ὡς ὁ Θεμιστοκλῆς κρινόμενος, ἐπειδὴ Παυ‐ σανίας ἔφη κρινόμενος, κοινωνὸν αὐτὸν εἶναι τῆς προ‐ δοσίας· καὶ αἱ τρεῖς αὗται, ἃς ὁ τεχνικὸς προσεκόμι‐
10σεν· καὶ τοῦ μὲν κατὰ τὸ εὐθὺ αὕτη ἡ διαίρεσις, τοῦ δὲ κατὰ τὸ ἐσχηματισμένον τρεῖς αὗται διαφοραί· καὶ ἐκ τοῦ μείζονος· οἷον Δημοσθένης ἥλω ἐπὶ τοῖς Ἁρπα‐ λείοις χρήμασι· καὶ ὁ μὲν κατήγορος φυγῇ αὐτὸν ζη‐ μιοῖ, ὁ δὲ τεθνάναι ἀξιοῖ· τοῦτο γὰρ ἐσχημάτισται· οὐ
15γὰρ ἀποθανεῖν βούλεται, ἀλλ’ εὔνουν διὰ τούτου ἑαυ‐ τὸν δεῖξαι βούλεται τῇ πόλει· ἐκ τοῦ μείζονος δὲ λέγε‐ ται, διὰ τὸ προτεῖναι μεῖζον τοῦ κατηγόρου τὸ οἰκεῖον ἐπιτίμιον· ἕτερον δὲ πάλιν κατὰ τὸ πλάγιον· οἷον φήμη συνεῖναι τὸν πατέρα τῇ τοῦ υἱοῦ γυναικὶ, καὶ νόμος τὸν
20τρισαριστέα αἰτεῖν ὃ βούλεται γέρας· ἠρίστευσεν ὁ πα‐ τὴρ, ἐλειποτάκτησε δὲ ὁ παῖς· καὶ ὁ μὲν πατὴρ ἀξιοῖ εἰς τὸ γέρας μένειν τὸν υἱόν· ὁ δὲ παῖς φεύγειν αἰτεῖ. πλαγίως γὰρ τὴν μοιχείαν εἰσφέρει, καὶ οὐ φανερῶς, φάσκων αὐτὸν ἄξιον μὲν εἶναι φεύγειν, τὴν δὲ γυναῖκα
25ἱκανὴν τὸν πατέρα θεραπεύειν· καὶ ὅτι οὐ δεήσει ἑτέρας γυναικὸς τῆς μητρὸς θανούσης τῷ πατρί· τρίτον εἶδος τὸ ἐκ τοῦ ἐναντίου· οἷον νόμος τοῦ προδότου μηδὲν εἶ‐ ναι μνημεῖον· καὶ οἱ Θεμιστοκλέους παῖδες ἀξιοῦσι κα‐ θαιρεθῆναι τὰ τείχη, οὐ γὰρ τοῦτο βούλονται, ἀλλὰ
30διὰ τῆς τῶν τειχῶν ἀναμνήσεως εὔνουν ἀποδεῖξαι Θεμι‐
στοκλέα τῇ πόλει, καὶ εὐεργέτην, ἀλλ’ οὐ προδότην· διὸ122

4

.

123

καὶ ἀπὸ τοῦ ἐναντίου εἴρηται· ἐναντίον γὰρ εὔνους τῷ προδότῃ. Μαρκελλίνου. Καθάπερ τῶν προσώπων λέγων τὴν ποιότητα, τὰ ἰσχυρότερα καὶ πλείονα τὴν ἐξέτασιν
5ἐπιδεχόμενα προέταξε, τὸν αὐτὸν τρόπον καὶ περὶ τῶν πραγμάτων ποιεῖ, τὰ ἰσχυρότερα προτάττων τῶν ἀσθε‐ νεστέρων. Ἰστέον δὲ ὅτι ἐν μὲν τῷ στοχασμῷ τὰ πρά‐ γματά ἐστι τὰ σημεῖα· ἐν δὲ ταῖς ἄλλαις στάσεσι τὰ ἐγκλήματα, ἐν μὲν γὰρ τῷ στοχασμῷ ἐπειδὴ περὶ τῆς
10οὐσίας ἔστιν ἡ ζήτησις, εἰ ἔστι τὸ ἐγκαλούμενον καὶ εἰ γέγονεν οὕτως, ὡς ὁ κατήγορός φησι, τὰ σημεῖά ἐστι τὰ ἐξεταζόμενα· δι’ ὧν σπουδάζομεν ἀποδεῖξαι, καὶ συ‐ στῆναι τὸ ἔγκλημα, ἐν δὲ ταῖς ἄλλαις ἐπειδὴ οὐκ ἔτι περὶ τῆς οὐσίας ἐστὶν ἡ ζήτησις, αὐτὸ τὸ ἐγκαλούμενόν
15ἐστιν τὸ ἐξεταζόμενον.
16nΚαὶ ἰσχυροτάτην μὲν ἐξέτασιν ἐπιδέχεται ταῦτα, ἐφ’ οἷς τις αὐ‐
17nτὸς ὡς ποιήσας κρίνεται, ὡς ὁ θάπτων τὸ νεοσφαγὲς σῶμα ἐπ’
18nἐρημίας, καὶ φωραθεὶς καὶ φόνου φεύγων.
19Συριανοῦ. Εἰκότως, τοὺς γὰρ λογισμοὺς, ὧν ἂν
20βουλοίμεθα πράττειν, ἀεὶ προχείρους ἔχομεν, καὶ τὰς αἰτίας προηυτρεπικότες· ἀπολογίας τε καὶ προφάσεις πιθανὰς οἱ τολμῶντες τόδε τι ποιεῖν, οὕτως πρὸς τὰ πράγματα χωροῦσιν. Σωπάτρου. Ἰσχυρότερα γὰρ πρὸς ἐξέτασιν ταῦ‐
25τα, ἐφ’ οἷς τις ποιήσας κρίνεται, ἢ ἐφ’ οἷς ἕτεροι. Ἰστέον δὲ ὅτι ἐφ’ οἷς εἶπεν οὐχὶ ἐξ ὧν· καίτοι τὸ παρά‐ δειγμα στοχαστικὸν ἐπήνεγκεν· ἐν δὲ τοῖς στοχασμοῖς
οὐκ ἐφ’ οἷς ἐποίησέ τις κρίνεται, ἀλλ’ ἐξ ὧν· κρίνεται123

4

.

124

γὰρ ἐκ τοῦ παρεστάναι· τὸ γὰρ ἐφ’ οἷς ἐν ταῖς ἄλλαις ὁρᾶται στάσεσι· πρὸς ὅ φαμεν, ὅτι οὐ πρόκειται αὐτῷ νῦν ἰδιαζόντως περὶ τῶν ἐμπιπτόντων ἑκάστῃ στάσει δια‐ λαβεῖν, ἀλλ’ ἁπλῶς περὶ πραγμάτων ἐξέτασιν ἐπιδεχο‐
5μένων, καὶ κατεχρήσατο τῷ πράγματι σαφηνείας ἕνεκεν. Μαρκελλίνου. Πλείστην εὐπορίαν, καὶ ἐξέτασιν ἐπιδέχεται, ὅτ’ ἂν ἐφ’ οἷς τις αὐτὸς ποιήσας κρίνεται· τοῖς γὰρ ἐξ αὐτοῦ πεπραγμένοις τοῦ φεύγοντος μαρτυρεῖ χρώμενος ὁ κατήγορος· καὶ πολλὴν ἕξει τὴν ὕλην καὶ
10εὐλογωτέραν ἔχει τὴν κατηγορίαν· τοῦτο δὲ δῆλον ἐκ τοῦ παραδείγματος· ἀπὸ γὰρ τοῦ θάπτειν ἡ ὕλη καὶ ἡ εὐπορία καὶ τὰ ἐνθυμήματα τῷ κατηγόρῳ ἀφ’ οὗ πέπραχεν ὁ φεύγων· εὐδιαιρέτως καὶ σαφῶς τὴν σύγχυ‐ σιν φυλαττόμενος, περὶ τῆς τῶν πραγμάτων δυνάμεως
15λέγων στοχασμὸν ὡρίσατο μὴ ἔχοντα προσώπου ἐξέτα‐ σιν, ἀλλὰ πρόσωπον ἀόριστον τὸ τίς, ἵνα φανερῶς ἡμᾶς τοῦ πράγματος τὴν ἰσχὺν καὶ τὴν εὐπορίαν αὐτὴν καθ’ αὑτὴν διδάξῃ· καὶ μὴ ταραχθῶμεν τῇ συγχύσει· μηδὲ ἀνα‐ μεμιγμένου προσώπου ἀμφιβάλωμεν, εἰ τὸ πρᾶγμά ἐστι
20τὸ τὴν εὐπορίαν παρεχόμενον, ἀλλ’ ἰδίᾳ καὶ τῶν πρα‐ γμάτων καὶ τῶν προσώπων γινώσκωμεν τὴν ἰσχὺν, διά τί δὲ μὴ εἶπεν ἐξ ὧν, ἀλλ’ ἐφ’ οἷς, καὶ στοχαστικὸν ἤνεγκε παράδειγμα; περίεργον ἡγεῖτο περὶ τούτων δι‐ δάσκειν, πάντα γὰρ πράγματά εἰσι καὶ τὰ σημεῖα καὶ
25τὰ ἐγκλήματα.
26nΔευτέραν δὲ, ὅτ’ ἂν ἑτέρου πράξαντος ἄντικρυς εἰς αὐτὸν ἀνα‐
27nφέρηται τὸ κρινόμενον· οἷον τρισαριστέως εἰκόνα ἔστησαν οἱ
28nπολέμιοι, καὶ φεύγει προδοσίας.
29Συριανοῦ καὶ Σωπάτρου. Δευτέραν ἔχει124

4

.

125

τάξιν ταῦτα· διότι πεπλανημένους ἐπιδέχεται τοὺς λο‐ γισμούς· ὧν γὰρ ἄλλοι πεπράχασι, πῶς ἂν ὡρισμένας ἀποδοίημεν αἰτίας· εἴ γε μὴ συνῄδει μὲν αὐτοῖς· τὸ δὲ συνειδέναι τῷ κακῷ πάντως ὑπεύθυνον.
5 Μαρκελλίνου. Ἐνταῦθα γὰρ ἄλλου μὲν ἡ πρᾶ‐ ξις, λέγω δὴ τὸ στῆσαι τὴν εἰκόνα, φανερῶς δὲ εἰς αὐ‐ τὸν ἔχει τὴν ἀναφορὰν τὸ κρινόμενον· αὐτὸς γάρ ἐστιν
ὁ γεγραμμένος, ὅθεν καὶ κρίνεται· πῶς γὰρ ἠδύνατο125

4

.

126

κρίνεσθαι, εἴ γε ἄδηλον ἦν, τίνος ἡ εἰκών· καλῶς οὖν ἡ προσθήκη τοῦ ἄντικρυς εἰς αὐτὸν ἀναφέρεται.
3nΤρίτην ἃ μεταξὺ τούτων ἐστίν· οἷον ἔγραψεν ὁ Περικλῆς εἰς δέον
4nἀνηλωκέναι πεντήκοντα τάλαντα, καὶ Ἀρχίδαμος δώρων φεύγει· τὸ
5nγὰρ τῶν πεντήκοντα ταλάντων ἀναφέρεται μὲν ἄντικρυς εἰς αὐτὸν
6nοὐδαμῶς· διὰ δὲ τἄλλα ἐνδέχεται ἐξετασθῆναι ὡς
7nἀναφερόμενον.
8 Συριανοῦ. Τρίτην εἰκότως ἐπιδέχεται τάξιν τὰ ἐξ ὑπονοίας, ὡς ἀσθενέστερα· σφόδρα γὰρ καὶ παντά‐
10πασιν ἀβέβαια τὰ τῶν ὑπονοιῶν, ἀληθείας καὶ ψεύδους ἐπίσης μετέχοντα· τὸ δὲ μεταξὺ πρόδηλον, ὡς μεσότητά τινα δηλοῖ· τρίτην μὲν οὖν ἔλαχε τάξιν, ὅτι τὴν εὐπο‐ ρίαν ἐλάττονα χορηγεῖ· μεταξὺ δὲ αὐτὰ καλεῖ· ἐπειδή‐ περ ἀμφοτέρων μετέχει τῶν ἀνωτέρω τάξεων· οἷον ἐπὶ
15Ἀρχιδάμου· κοινωνεῖ γὰρ τοῦτο τῇ μὲν πρώτῃ τάξει, διότι αὐτὸς Ἀρχίδαμος τὰ σπέρματα παρέσχε τῆς ὑπο‐ νοίας τοῦ δωροδοκῆσαι ἐμβραδύνας τῷ Ἰσθμῷ, τῶν Πε‐ ρικλέους ἀγρῶν φεισάμενος· τῇ δευτέρᾳ δὲ, διότι τὸ ὑπὸ Περικλέους πεπραγμένον, οὐ μάτην εἰς Ἀρχίδαμον
20ἀναφέρεται, ἀλλὰ διὰ τὰ πρότερον ὑπ’ αὐτοῦ Ἀρχιδά‐ μου χάριν Ἀθηναίων γεγονότα· ἐπὶ μὲν τῶν κυρίων ἀληθεῖς αἱ ὑποθέσεις· καὶ δεῖ τοῖς ἐγκωμιαστικοῖς χρή‐ σασθαι τόποις· ἐπὶ δὲ τῶν λοιπῶν, τῇ ἀπ’ αὐτοῦ τοῦ
πράγματος ποιότητι· αὕτη γὰρ ἔπαινον ἢ ψόγον χορη‐126

4

.

127

γήσει, καὶ ἀπὸ τῶν παρόντων στοχαστικῶς καὶ τὰ φθά‐ σαντα ἐξετασθήσεται. Σωπάτρου. Ἡ τρίτη τάξις τῶν πραγμάτων αὕ‐ τη ἐστὶν, ἣν καὶ ἐξ ὑποψίας καλεῖ, καὶ μέσην ἀμφοτέ‐
5ρων τῆς πρώτης φημὶ καὶ τῆς δευτέρας· ἔστι δὲ τοῦτο οὐκ ἀληθὲς, τὰ γὰρ μεταξὺ ἢ ἀμφοτέρων ἢ οὐδετέρων μετέχει· ὅπερ ἐπὶ τούτου οὐκ ἔστιν εὑρεῖν· ἀλλ’ ἢ ἆρα τὸ ἀφ’ ὧν ἕτερον ἐποίησε μόνον· ἀφ’ ὧν γὰρ ὁ Περι‐ κλῆς εἶπεν, ἡ κρίσις γίνεται τῷ Ἀρχιδάμῳ· ἔνθεν δεῖ
10μηδὲ μεταξὺ καλεῖν αὐτό· ἀλλ’ εἰ ἄρα συνίσταται ἐξ ὑποψίας ἐστίν· ἡ γὰρ ὑποψία τῆς τοῦ προσώπου ποιό‐ τητος τὴν κρίσιν αὐτῷ δίδωσιν· εἰ δέ τις ἐρεῖ, ὅτι ἔστι καὶ ἐνταῦθά τινα πεπραγμένα αὐτῷ τῷ βραδῦναι περὶ τὸν Ἰσθμὸν καὶ περὶ τὴν Οἰνόην, ἐροῦμεν, ὡς ταῦτα
15τῆς τοῦ προσώπου ποιότητός ἐστιν, οὐ τῆς τοῦ πράγμα‐ τος· ἐφ’ ἑτέρου γὰρ προσώπου ταῦτα οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ ἀμειφθείη Ἀρχίδαμος ἀπὸ τοῦδε τοῦ ζητή‐ ματος, τεθείη δὲ Σθενελαΐδας ἢ Βρασίδας, οὐ συνίστα‐ ται· τὰ δὲ εἴδη ἐφ’ οἵου δή ποτε προσώπου συνίσταται·
20εἰ γοῦν τῷ θάπτοντι τὸ νεοσφαγὲς σῶμα ἢ οὗ εἰκόνα ἔστησαν οἱ πολέμιοι ὁπότερον δὴ προσέλθοι πρόσωπον ὡρισμένον ἢ προσηγορικὸν, σώζουσι τὴν ἑαυτῶν δύνα‐ μιν· καὶ γὰρ ἐξὸν καὶ μετὰ Βρασίδου, καὶ Δημοσθέ‐ νους καὶ στρατηγοῦ καὶ ῥήτορος τὰ προειρημένα μελε‐
25τῆσαι ζητήματα, καὶ μηδὲν λυμήνασθαι τὴν τῶν προσώ‐ πων ἐναλλαγὴν τοῖς ζητήμασιν· εἰ οὖν ἑνὶ μόνῳ ἁρμόττει τὸ παρὸν, οὐκ ἂν εἴη ζητήματος εἶδος· ἄλλως τε δὲ οὐ‐ δέποτε στοχασμὸς ἄνευ φανεροῦ σημείου συνίσταται· πᾶν δὲ φανερὸν σημεῖον καὶ ἀνεύθυνον, πλὴν τῶν συγ‐
30κατασκευαζομένων· ἀφ’ ὧν δὲ Περικλῆς εἶπεν, οὐδὲν φανερὸν σημεῖον· παντὸς δὲ στοχασμοῦ τοῦ σημείου ἀφαιρουμένου ἀσυστάτου γενομένου· καὶ γὰρ εἰ ἀφέ‐
λωμεν τὸ παρεστάναι τοῦ νεοσφαγοῦς τινα σώματος127

4

.

128

καὶ τοῦ ἀφορᾷν καὶ δακρύειν τῆς ἀκροπόλεως ἀσύστα‐ τον εὑρίσκεται, τοῦ προκειμένου ζητήματος, καὶ ἀφαι‐ ρουμένου τοῦ τῶν πεντήκοντα ταλάντων ὑπὸ Περικλέους εἰρημένων, οὐδὲν ἧττον συνισταμένου, δῆλον ὅτι οὐκ
5ἂν εἴη σημεῖον· καὶ γὰρ εἰ ὁρίσω οὕτως τὸ παρὸν ζήτη‐ μα, καὶ εἴπω· Ἀρχίδαμος ἐπανελθὼν ἐκ τῆς Ἀττικῆς κρίνεται δώρων, συνίσταται· τὴν γὰρ κατηγορίαν καὶ τὸ σημεῖον ἀπὸ τῆς ἱστορίας ἔχει· φημὶ τοῦ βραδῦναι καὶ τῶν λοιπῶν καὶ οὐδὲν δεῖται τῶν Περικλέους λόγων
10εἰς ἀφορμὴν σημείου· ἄλλως τε οὐδέποτε ἄδηλον ἀδήλῳ κατασκευάζεται, ἀλλὰ τῷ δήλῳ τὸ ἄδηλον, ὡς ἐπὶ τοῦ ἀφορῶντος νέου εἰς τὴν ἀκρόπολιν καὶ δακρύοντος, ἐκ γὰρ τοῦ δακρύειν δήλου, τὸ ἄδηλον ἡ τυραννὶς βεβαι‐ οῦται· ἐνταῦθα δὲ καὶ Ἑρμογένης μαρτυρεῖ, ἄδηλον εἶ‐
15ναι τὸ σημεῖον· φησὶ γὰρ ὅτι τῶν πεντήκοντα ταλάν‐ των ἄντικρυς οὐδαμῶς εἰς Ἀρχίδαμον ἀναφέρεται· ὥστε τοῦτο οὐκ ἔστιν εἶδος ζητήματος, τὸ ἐξ ὑποψίας λέγω· ὅλως δὲ τοῦτο τέθεικεν Ἑρμογένης πρὸς Μινουκιανὸν ἐνιστάμενος· ἐπειδὴ ἐκεῖνος εἴρηκε στοχασμὸν καὶ ἀπὸ
20πράγματος ἐλλιπῆ, οὗ καὶ παράδειγμα τὸ τοῦ ἀσώτου, ὃς φόνου κρίνεται, ἀφανοῦς γενομένου τοῦ πατρός· φυσικώτερον δὲ τοῦτο ἀποδέδωκε κἂν Ἑρμογένης βούλη‐ ται πρᾶγμα τὴν ἀσωτίαν καὶ σημεῖον εἶναι· οὐ γάρ ἐστιν ἡ ἀσωτία πρᾶγμα, ἀλλὰ ποιότης, τὸ πρόσωπον
25συνιστῶσα· ὡς καὶ Ἀρχίδαμον τὸ περὶ τὸν Ἰσθμὸν βρα‐ δῦναι· ὅθεν οὐδὲ ἀμειβομένου τοῦ προσώπου ἐπὶ τῶν ζητημάτων τούτων συνίσταται· Ἑρμογένης μέντοι φεύ‐ γων τὸν ἀπὸ πράγματος ἐλλιπῆ στοχασμὸν, τὸ μεταξὺ τοῦτο ἐφεῦρεν εἶδος.
30 Μαρκελλίνου. Κακῶς εἶπεν ἃ μεταξὺ τούτων ἐστίν· τὸ γὰρ μεταξὺ τούτων μετέχειν θέλει ἑκατέρων· τοῦτο δὲ τοῦ μὲν πρώτου οὐδὲν μετέχει, τὸ ἀφ’ ὧν
αὐτὸς ἐποίησεν, τοῦ δὲ δευτέρου ὀλίγον τι, τὸ ἀφ’ ὧν128

4

.

129

ἕτερος ἐποίησε μόνον· τινὲς δὲ φιλονείκως λέγουσιν, ὅτι καὶ τοῦ πρώτου μετέχει τὸ ἀφ’ ὧν αὐτὸς ἐποίησεν· ὁ γὰρ ἄσωτος ἀφ’ ὧν πράττει αὐτὸς, ἄσωτος κρίνεται καὶ γνωρίζεται, ἀλλὰ λέγομεν, ὅτι οὐκ ἐπὶ τῆς ἀφα‐
5νείας τοῦ πατρὸς ἄσωτος ἐγένετο· ἀλλὰ πρὸ δέκα, εἰ τύχοι, ἢ καὶ εἴκοσιν ἐτῶν· διὸ οὐκ ἂν εἴη σημεῖον ἡ ἀσωτία τῆς ἀφανείας· δεῖται γὰρ τὰ σημεῖα τὰ εἰκότα ἢ τὰ τεκμήρια ἀπὸ τῶν χρόνων ἀποδεικνύναι γεγονότα, ἐν οἷς καὶ τὰ ἐγκλήματα γεγονέναι φάσκομεν· ἀποδέ‐
10δεικται οὖν ἡμῖν ἐκ τούτων, ὡς οὐ μετέχει τῆς πρώ‐ της· τινὲς δὲ ἐξηγήσαντο τὸ μεταξὺ, τὸ μηδενὸς τῶν δύο μετέχον· τρίτην δ’ ἔχει τάξιν, ἐπειδὴ πολὺ ἀπο‐ ρώτερόν ἐστιν εἰς κατασκευὴν τῷ κατηγόρῳ, μήτε ἀφ’ ὧν ἐποίησεν ὁ κρινόμενος οὔσης τῆς κρίσεως, μήτε ἄν‐
15τικρυς εἰς αὐτὸν ἀναφερομένου τοῦ πραχθέντος τὸν κρινόμενον· καλῶς δὲ προσέθηκε τὸ ἐξ ὑπονοίας· οὐ γὰρ ἔχομεν εἰπόντα τι Περικλέα ἐν τῷ προβλήματι περὶ Ἀρχιδάμου, ἀλλ’ ἐξ ὑπονοίας ὁ Ἀρχίδαμος ὡς στρα‐ τηγὸς ὢν κρίνεται, εἰπόντος Περικλέους, εἰς δέον ἀνη‐
20λωκέναι τὰ χρήματα, δῆλον γὰρ, φήσει ὁ κατηγορῶν, ὅτι οὐδενὶ παρεῖχεν ἂν εἰ μὴ τῷ στρατηγῷ, τῷ καὶ προδοῦναι καὶ καθυφεῖναι δυναμένῳ· τὸ γὰρ ἄλλο πλῆ‐ θος ἕπεται τῷ στρατηγῷ.
24nἈπέοικε δ’ οὐδὲν τοῦ ζητήματος τούτου καὶ ὁ ἄσωτος ἐπὶ τῷ πατρὶ
25nἀφανεῖ γενομένῳ φόνου φεύγων. Καὶ οὐκ ἀγνοῶ γε, ὡς ᾠήθησάν
26nτινες μὴ εἶναι πρᾶγμα ἐνταυθοῖ τὸ κρινόμενον.
27Συριανοῦ. Ἐπὶ τοῦ ζητήματος τούτου τὸ πρᾶ‐129

4

.

130

γμα τὸ εὐθυνόμενον τῆς τρίτης ὑπάρχον τάξεως ἐξ ὑπονοίας εἰς τὸν ἄσωτον ἀναφέρεται· ὁ γὰρ πᾶσαν τὴν οὐσίαν οὕτως ἀκόσμως εἰς τὰ μὴ δέοντα καταναλίσκων ἴσως καὶ τῷ παρανομωτάτῳ τῶν ἔργων ἐπεχείρησε, μη‐
5δένα τὸν σωφρονίζοντα βουλόμενος ἔχειν. καὶ οὐκ ἀγνοῶ γε. Τοῦτο εἰς ἐνίους ἀποτείνεται τῶν τεχνο‐ γράφων· οἳ τὰ ἐξ ὑπονοίας πράγματα ὡς ἀνεξέταστα παραλαμβάνουσιν ἐν τοῖς ζητήμασι καὶ μελετῶντες αὐ‐ τά· ἐκ μὲν τοῦ πράγματος οὐδὲ ἓν κινοῦσι κεφά‐
10λαιον, τὰ δὲ ἐκ τοῦ προσώπου μόνον ἐξετάζουσι· τῶν γὰρ στοχαστικῶν κεφαλαίων τὰ μὲν ἐκ τοῦ προσώπου μόνου κινεῖται, ὡς βούλησις καὶ δύναμις· τὰ δὲ ἐκ τοῦ πράγματος, ὡς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀντίληψις, χρῶμα, ὃ καὶ μετάθεσις αἰτίας καλεῖται, πιθανὴ ἀπο‐
15λογία· ἰστέον δὲ ὡς τὸ πρᾶγμα διχῶς λέγεται ἐν τοῖς στοχαστικοῖς ζητήμασι, τό τε σημεῖον καὶ τὸ πρᾶ‐ γμα αὐτό· τὸ μὲν οὖν πρᾶγμα ἀδύνατον ἐκλιπεῖν ποτε· πῶς γὰρ ἂν ἡ κρίσις συσταίη, μὴ ὄντος τοῦ εὐθυνομένου πράγματος· τὸ δὲ σημεῖον ἐκλείπει πολλά‐
20κις, ὡς ἐν τοῖς ἐξ ὑπονοίας στοχασμοῖς· διὸ τοὺς τοι‐ ούτους ἀτελεῖς ἐκ πραγμάτων καλοῦσι στοχασμούς· τοῦ
τοίνυν χρώματος ἀεὶ τὸ σημεῖόν ἐστιν, ᾧπερ μάλιστα130

4

.

131

ὁ κατήγορος ἰσχυρίζεται, διὸ καὶ τοῦ σημείου ἐκλεί‐ ποντος, περιττή τις ἂν εἴη καὶ ἡ διὰ τοῦ χρώματος ἀπολογία. Σωπάτρου. Ἐνταῦθα ἐφανέρωσεν ὁ τεχνικὸς τὸν
5ἑαυτοῦ σκοπὸν, ὅτι πρὸς Μινουκιανὸν φιλονείκως ἵστα‐ ται· καὶ γὰρ Μινουκιανὸς ἐν τῇ αὐτοῦ τέχνῃ ἀτελοῦς ἐκ πραγμάτων στοχασμοῦ ὑπόδειγμα τὸ τοῦ ἀσώτου τέ‐ θεικεν· διὰ ταῦτα οὖν λέγει, ἀπέοικε δ’ οὐδὲν, ἀντὶ τοῦ ὅμοιόν ἐστιν· ὥστε εἰ τοῦτο ἔχει πρᾶγμα, κἀκεῖνο
10ἔχει. Μαρκελλίνου. Καίτοι οὐδὲν ἔοικεν, οὐδὲ γὰρ ἀφ’ ὧν ἔπραξέ τίς ἐστιν, οὔτε φανερὸν ὅλως εἰ ἀπέ‐ θανεν ὁ πατήρ· τοῦ Μινουκιανοῦ δὲ εἰρηκότος ὅτι ἔστιν ἁπλοῦς τέλειος στοχασμὸς, ὅταν καὶ τὰ πρόσωπα κρί‐
15νηται καὶ τὰ πράγματα, ἔστι δὲ καὶ ἁπλοῦς ἀτελὴς ἐκ μόνων πραγμάτων, ἔστι καὶ ἁπλοῦς ἀτελὴς ἐκ μόνων προσώπων, οὗτος φιλονείκως λέγει μὴ εἶναι ἐκ μόνων
προσώπων στοχασμὸν κρινόμενον, ἐπιλειπούσης ἐξετά‐131

4

.

132

σεως τῶν πραγμάτων, καὶ παρατίθεται τὸ τοῦ ἀσώτου ζήτημα· βούλεται οὖν συλλογίσασθαι, ὅτι ἡ ἀφάνεια πρᾶγμά ἐστιν ἐξεταζόμενον, τοῦ Μινουκιανοῦ λέγοντος, ὅτι ἐν τοῖς τοιούτοις ζητήμασιν ὅπου τὸ σημεῖον οὐκ
5ἔστι φανερὸν, τὸ δὲ πρόσωπον ἐξεταζόμενον, ἀπὸ τοῦ προσώπου ἐστὶν ἡ κατασκευὴ καὶ ἡ πᾶσα ἐξέτασις καὶ εὐπορία, οὐκ ἀπὸ τοῦ πράγματος· λεκτέον δὲ, ὅτι ἐπειδὴ τὸ πρᾶγμά ἐστιν ἐν στοχασμῷ τὸ σημεῖον, τὸ δὲ ἐγκα‐ λούμενον ἀφανές ἐστι καὶ ἄδηλον, δεῖ φανερὸν εἶναι
10τὸ σημεῖον καὶ ὁμολογούμενον, ἵνα τὸ ἀφανὲς ἐκ τοῦ φανεροῦ κατασκευάσωμεν, νῦν δὲ ἡ ἀφάνεια οὐκ ἔστι φανερὸν σημεῖον τοῦ ὅτι ἀπέθανεν ὁ πατήρ· οὐδὲ γὰρ εἰ ἀφανὴς γέγονε πάντως ὅτι καὶ τέθνηκεν· ὥστε πῶς δύναται τοῦ πεφονεῦσθαι ὑπὸ τοῦ παιδὸς τὸν πατέρα
15σημεῖον εἶναι ἡ ἀφάνεια, ὅπου καὶ τοῦτο ἀμφίβολον, εἰ ὅλως ἀπέθανεν· ἀπὸ μὲν οὖν τῆς ἀφανείας οὐδὲν δυνατὸν κατασκευάσαι, ἀλλὰ τὸ πρόσωπον μόνον, λέγω δὲ τὸ εἶναι ἄσωτον, ποιεῖ τὴν ὑποψίαν καὶ τὴν σύστα‐ σιν τοῦ ζητήματος, καὶ τὴν ἀφάνειαν διαβεβλημένον
20τὸ πρόσωπον φόνου τεκμήριον ποιεῖ· ὅτι δὲ ἡ ποιότης τοῦ προσώπου καὶ τὸ ἄδοξον ποιεῖ τὴν ὑποψίαν καὶ οὐ τὸ σημεῖον, ἀμέλει ἐὰν πλάσῃς ἔνδοξον πρόσωπον, ἢ τὸ τίς ἀντὶ τοῦ ἀσώτου λάβῃς, ἀσύστατον γίνεται· οἷον ἐὰν ὁρίσωμεν, πατήρ τινος ἀφανὴς γίνεται καὶ
25κρίνεται. Σημειωτέον δὲ, ὅτι καὶ Δημοσθένης ἀπὸ τῆς ἐπιεικείας τὸ ἐναντίον ἀπωθεῖται φόνου διαβολὴν λέ‐ γοντα πεποιηκὼς τὸν Διόδωρον· τὸν πατέρα ὡς ἀπέ‐ κτονα ἐγὼ τὸν ἐμαυτοῦ· τὸ γὰρ ἐγὼ ἐπιεικείας ἔμ‐
φασιν ἔχει.132

4

.

133

(1n)

Θαυμάζω δὲ εἰ μὴ κρινομένου τοῦ πράγματος, αἰτίαν τις ἀποδώσει
2nκαὶ τὸ λεγόμενον χρῶμα· ἀπολογήσεται δ’ οἶμαι ὁ ἄσωτος
3nκαὶ ἐρεῖ τι.
4Συριανοῦ. Ἐνδοιαστικῶς τὸν λόγον προφέρει·
5οἶδε γὰρ μὴ σφόδρα θαῤῥῶν τῇ δόξῃ ταύτῃ· οἱ μὲν οὖν ὡς ἀτελὲς ἐκ πραγμάτων τὸ παρὸν ζήτημα διελόν‐ τες οὐδὲ χρώματι ὅλως ἐχρήσαντο· εἰ δέ τις καθ’ Ἑρμογένην ἐπὶ τούτου χρῶμα κινοίη, τῶν πεπλανημέ‐ νων τινὰ ἐρεῖ· ὡς εἰκὸς ὑπ’ ἐχθρῶν ἐμῶν ἀνῃρῆσθαι
10τὸν πατέρα ἢ ὅτι λαθραίαν ἀποδημίαν ἐστείλατο· καὶ ἐρεῖ τι· οἱ μὲν ἄλλοι φασὶν, ὡς ἐκ βουλήσεώς τε καὶ δυνάμεως παραγραφικοῦ τε τοῦ ἀπὸ τῶν λειπόντων καὶ ἐλέγχων ἀπαιτήσεως πλατυνεῖ τὴν ἀπολογίαν ὁ ἄ‐ σωτος· ὁ δὲ Ἑρμογένης καὶ τοῖς ἐκ τοῦ πράγματος κε‐
15φαλαίοις φησὶ δεῖν αὐτὸν κεχρῆσθαι. Σωπάτρου. Βουλόμενος πιστώσασθαι τὰ παρ’ αὐτοῦ κακῶς ῥηθέντα συλλογισμῷ κέχρηται τοιούτῳ· πᾶς στοχασμὸς ἀπολογίαν ἔχει· ἡ ἀπολογία ἐκ τῆς με‐ ταθέσεώς ἐστι τῆς αἰτίας· αὕτη λύσις ἐστὶ τῶν ἀπ’
20ἀρχῆς ἄχρι τέλους· ταῦτα τὰ πράγματά ἐστι· πᾶς ἄρα στοχασμὸς πρᾶγμα ἔχει τὸ κρινόμενον, διὸ καὶ ὁ πα‐ ρὼν, ἀπὸ τοῦ ἐν ὅλῳ ὁ συλλογισμὸς, ἀπὸ γὰρ τῶν με‐ ρικῶν ἐπὶ τὰ καθόλου ἀνατρέχει, παραλιμπάνων τὸ συμπέρασμα διὰ τὸ πρόδηλον, καὶ οὕτω μὲν οὗτος·
25ἔοικε δὲ τοὺς ἀνοήτους παρακρουόμενος· ἀλλ’ ἡμεῖς οὕτως φήσομεν· ὅτι ἀπολογήσεται ὁ κρινόμενος καὶ ἄνευ μεταθέσεως αἰτίας ἀπὸ βουλήσεως καὶ δυνάμεως, ἀπὸ ἐλέγχων ἀπαιτήσεως, ἀπὸ τοῦ παραγραφικοῦ, οὐ γὰρ εἰ πάντως ἀπολογίαν ἔχει, ἤδη καὶ ἀπὸ μόνης τῆς
30μεταθέσεως, ἐπεὶ μηδὲ οἱ ἀτελεῖς ἐκ πραγμάτων στο‐133

4

.

134

χασμοὶ, οὓς μετ’ ὀλίγον ἐρεῖ, τῇ τῆς ἀπολογίας εἰση‐ γήσει καὶ τὴν μετάθεσιν εἰσάγουσι τῆς αἰτίας· ὅτι μηδὲ ἡ κατηγορία ἀπὸ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶν, ὡς καὶ αὐτὸς ἐν τοῖς ἐφεξῆς δείξει λέγων· ὅτι τὸ ἐξι‐
5σάζον πρᾶγμα οὐ κρίνεται· εἰ οὖν ἐστί τι πρᾶγμα μὴ κρινόμενον καθὸ ζήτημα, ἐκ τῆς τοῦ προσώπου μόνης ποιότητος τὴν ἀπολογίαν κινοῦμεν, οἷον βουλήσεως, δυ‐ νάμεως καὶ τῶν ἑξῆς· ἢ καὶ ἐπὶ τούτου ἀπολογία μέν ἐστιν, οὐ μέντοι καὶ ἀπὸ τοῦ χρώματος· ὥσπερ γὰρ ἐν
10τοῖς ἀτελέσιν ἐκ προσώπων στοχασμοῖς ἡ βούλησις μὲν καὶ ἡ δύναμις ἐκλείπει, καὶ ὅσα ἀπὸ τοῦ προσώπου· ἐκ δὲ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τῶν λοιπῶν ἡ κρίσις γίνεται, οὕτω δήπου κἀνταῦθα καὶ ἐπὶ πάντων τῶν ἐκ πραγμάτων ἀτελῶν στοχασμῶν, οὐδὲν ἄτοπον,
15καὶ εἶναι ἀπολογίαν καὶ μὴ πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους διὰ τὸ ἐκλείπειν αὐτὰ τῇ τοῦ πράγματος ἐκλεί‐ ψει· πλὴν καὶ αὐτὸς τὸ μὲν ὅτι ἀπολογήσεται εἴρηκε, τί δὲ οὐ προσέθηκεν· εἰ γὰρ ἰσχυρὸν τὸ παρ’ αὐτοῦ νῦν κομιζόμενον εἰς ἀπόδειξιν, ἔδει καὶ τὸ ἀπολογήσεται
20προσθεῖναι· τὸ γὰρ τί οὐκ ἀφωρισμένως ἐπὶ τοῦ χρώ‐ ματος, ἀλλὰ δύναται καὶ ἐπὶ τῆς ἀπὸ τοῦ παραγραφι‐ κοῦ κινουμένης ἀπολογίας καὶ τῶν λοιπῶν μεταλαμβά‐ νεσθαι· Ἰστέον δὲ, ὅτι χρῶμα ἡ μετάθεσις λέγεται τῆς αἰτίας διὰ τὸ πρόφασιν παρέχειν τῆς ἀπολογίας καὶ οἱ‐
25ονεὶ χρωννύναι τὸν λόγον· ὡς γὰρ τὸ χρῶμα τυποῖ τὸ τοιόνδε τι εἶδος, οὕτω καὶ ἡ μετάθεσις τῆς αἰτίας τὸν ὅλον λόγον· οὐκ ἄλλο δὲ αἰτία καὶ χρῶμα· ἀλλὰ ταὐ‐ τὸν μὲν, ἐκ παραλλήλου δὲ κεῖται. Μαρκελλίνου. Τεχνικῶς καὶ ἀκριβῶς συλλογί‐
30ζεται· εἰ καὶ κακῶς φιλονεικεῖ· εἰ γὰρ πᾶν ζήτημά φη‐
σιν ἀπολογίαν ἔχει, τὸ δὲ χρῶμα ἡ αἰτία τοῦ πράγμα‐134

4

.

135

τός ἐστιν, ὅ ἐστι τοῦ σημείου, πᾶν ἄρα ζήτημα πρᾶγμα ἔχει· ἀλλὰ λεκτέον, ὅτι πᾶν μὲν ζήτημα ἀπολογίαν ἔχει, ἀλλ’ οὐ μόνον τὸ χρῶμα ἀπολογία ἐστὶν, ἀλλὰ ἐκ τῆς τοῦ προσώπου ποιότητος γίνεται ἀπολογία· λέγω δὲ ἀπὸ
5βουλήσεως καὶ δυνάμεως, γίνεται δὲ καὶ ἀπὸ τοῦ παρα‐ γραφικοῦ, ὥσπερ ἐνταῦθα. ἐρεῖ γάρ· δεῖξον εἰ ὅλως πεφόνευται ὁ πατήρ· ὥστε οὐ χρῶμα τὸ τοιοῦτον· δυοῖν γὰρ ὄντοιν περὶ τὸ ζήτημα, προσώπου καὶ πράγματος, ὅτε μὲν ἄμφω ἐστὶν ἐξεταζόμενα καὶ τέλειος ὁ στο‐
10χασμὸς ἑκατέρων, τοῦ τε προσώπου καὶ τοῦ πράγματος, ἐμπίπτει τὰ κεφάλαια, ὅτε δὲ τὸ πρόσωπον μόνον, τὰ τοῦ προσώπου μόνου ἐμπίπτει κεφάλαια· ὅτε δὲ τὰ πράγματα, τὰ τοῦ πράγματος· ἔστι δὲ τὰ μὲν τοῦ προσώπου βούλησις καὶ δύναμις· τὰ δὲ τοῦ πράγματος
15ἀπ’ ἀρχῆς ἄχρι τέλους, μετάθεσις αἰτίας, ὃ καὶ χρῶμα καλεῖται, ἀντίληψις, μετάληψις, πιθανὴ ἀπολογία· τὸ δὲ παραγραφικὸν καὶ ἐλέγχων ἀπαίτησις ἔξωθέν ἐστιν· ἐκλείποντος οὖν τοῦ πράγματος ἐκλείπει καὶ τὰ τούτου κεφάλαια· καὶ πάλιν ἐκλείποντος τοῦ προσώπου ἐκλείπει
20καὶ τὰ τοῦ προσώπου κεφάλαια. Ἐπιλείποντος οὖν ὧδε τοῦ σημείου, συνεπιλείπει καὶ τὸ λεγόμενον χρῶμα, τουτ‐ έστιν ἡ μετάθεσις τῆς αἰτίας, ἡ τὸ ὑπεύθυνον εἰς τὸ ἀνεύθυνον μεταθεῖσα· οἷον συνεχῶς γυνὴ νύκτωρ δα‐ κρύει καὶ κρίνει αὐτὴν ὁ ἀνὴρ μοιχείας· τοῦ γὰρ κατη‐
25γόρου ἐνταῦθα τὸ σημεῖον εἰς τὸ ὑπεύθυνον ἄγοντος, ὅτι ἐδάκρυες ζητοῦσα τὸν μοιχὸν μετατίθησιν αὕτη τὸ σημεῖον πρὸς τὸ ἀνεύθυνον· φήσει γὰρ διὰ τοῦτο δα‐ κρύειν, ὡς λογιζομένη τὰ ἐπὶ τῇ χηρείᾳ κακὰ, μήποτε καὶ αὕτη τοῖς αὐτοῖς περιπέσῃ· ἆρ’ οὖν οὐκ ἐμπίπτει ἐν τῷ
30ἀσώτῳ μετάθεσις τῆς αἰτίας; ναί· οὐκ ἀναγκαίως δέ· δύναται γὰρ καὶ μὴ λύσας τὸ τῆς ἀφανείας χρήσασθαι τῷ παραγραφικῷ, καὶ τῇ τῶν ἐλέγχων ἀπαιτήσει, καὶ
συνέστηκεν, ἐν δὲ τοῖς ἄλλοις ζητήμασιν, ἐὰν μὴ χρήση‐135

4

.

136

ται τῇ μεταθέσει τῆς αἰτίας, οὐ συνέστηκεν· οἷον ὁ παριστάμενος τῷ νεοσφαγεῖ σώματι, ἐὰν μὴ εἴπῃ διὰ τί παρίστατο, ὑπεύθυνός ἐστιν· ἐν δὲ τῷ ἀσωμάτῳ κἂν μὴ λύσῃ τὸ τῆς ἀφανείας, οὔπω δῆλον ὅτι αὐτὸς
5αὐτὸν ἐφόνευσεν.
6nΠρᾶγμα δὲ οὐ κρίνεται, κατά γε ἐμέ, τὸ ἐξισάζον μόνον· οἷον πέ‐
7nνης καὶ πλούσιος, ἑκάτεροι ὡραίας ἔχοντες γυναῖκας, πεφωράκα‐
8nσιν ἀλλήλους ἐξιόντας ἀπὸ τῶν ἀλλήλων οἰκιῶν, καὶ μοιχείας ἀλ‐
9nλήλοις ἀντεγκαλοῦσιν· ἐνταῦθα γὰρ αὖ πάλιν τὰ μὲν πρόσωπα διαλ‐
10nλάττοντα ἐπιδέχεται ἐξέτασιν, τὰ πράγματα δὲ οὔ, διὰ τὸ
11nἰσάζειν.
12 Συριανοῦ. Τὴν οἰκείαν δόξαν ἐκφαίνει ἐνταῦθα φανερῶς, ὡς μόνα τὰ δι’ ὅλου ἰσάζοντα τῶν πραγμάτων οὐκ ἐπιδέχεται ἐξέτασιν ἐν τοῖς ζητήμασιν· τὰ δ’ ἄλλα
15πάντα κρίνεσθαι διαγορεύει· ἐπιστῆσαι δὲ ἄξιον, ὥσπερ ἐν τοῖς προσώποις δύο τινά εἰσιν ἀνεξέταστα, τά τε ἀόριστα καὶ τὰ ἰσάζοντα δι’ ὅλου, οὕτω καὶ ἐν τοῖς πράγμασι τά τε ἐξ ὑπονοίας καὶ τὰ ἰσάζοντα· καὶ ἀναλογεῖ τοῖς ἀορίστοις τὰ ἐξ ὑπονοίας· ὡς γὰρ ἐκεῖ οὐδὲ μία ποιότης ὡρισμένη
20τοῦ ἀορίστου κατηγορεῖται, οὕτω καὶ τῷ ἐξ ὑπονοίας πρά‐ γματι οὐδέν τι βέβαιον τεκμήριον χορηγεῖ τὴν σύστασιν. Σωπάτρου. Ἄνω μὲν ἐν τῇ τῶν προσώπων διδα‐
σκαλίᾳ, ἐπειδὴ προὔκειτο αὐτῷ περὶ προσώπων ἀνεξετάστων136

4

.

137

εἰπεῖν, παρέλαβεν ἐξισάζοντα τὸ δύο νέοι πλούσιοι εἰ ἐπὶ τῷ κρίνοιεν ἀλλήλους, τὸ τῶν πραγμάτων ἀόριστον καταλι‐ πών. Ἐνταῦθα δὲ ἐπειδὴ βούλεται περὶ πραγμάτων ἀνε‐ ξετάστων εἰπεῖν, ἀναπλάττει τὸ πρόβλημα, καὶ λαμβάνει
5διαφορὰν μὲν προσώπων, ἅτινα δύναται ἐξετάζεσθαι· πρᾶγμα δὲ ἐξισάζον, τὸ ἐξιέναι ἀπὸ τῆς οἰκίας, ὅθεν εἰ ὁ ἕτερος χρήσεται αὐτῷ ὡς τεκμηρίῳ τῆς μοιχείας, τοῦτο καὶ ὁ ἕτερος κατὰ τὴν τῶν προτέρων κατασκευήν· ἐρεῖ γὰρ ὁ πένης, ὅτι τὴν ἐμὴν ἐμοίχευσας γυναῖκα, πλούσιος γὰρ εἶ·
10τὰ δὲ γύναια μᾶλλον πλούτῳ χαίρουσιν, ἀλλὰ καὶ ὁ πλού‐ σιος τῷ πένητι, ὅτι εἰ καὶ πένης εἶ, ἀλλ’ οὖν θωπείᾳ καὶ κολακείᾳ χρησάμενος, οἷς ὑπάγονται μάλιστα γυναῖκες, ἴσχυ‐ σας μοιχεῦσαι τοὐμὸν γύναιον. Μαρκελλίνου. Ἰσάζοντα καλεῖ τὰ ἔχοντα τὰς
15προτάσεις ἴσας καὶ πίστεις τὰς αὐτὰς τοῖς ἀντιδίκοις, ὃ γὰρ ἂν εἴπῃ τις κατηγορῶν τοῦ ἑτέρου, τοῦτο καὶ ἑαυτοῦ φαί‐ νεται κατηγορῶν κατὰ τὸ ποιητικόν· Ὁπποῖόν κ’ εἴπῃσθα ἔπος, τοῖόν κ’ ἐπακούσαις. ἐὰν δ’ ὀλίγον δῷς διαφορὰν, συνίσταται τὸ ζήτημα, οἷον
20ἐβιάσατό τις δύο κόρας κατὰ ταὐτόν· νόμου ὄντος ἢ γά‐ μον ἢ θάνατον αἱρεῖσθαι τοῦ βιασαμένου, ἡ μὲν αἱρεῖται τὸν γάμον, ἡ δὲ τὸν θάνατον· ἐνταῦθα γὰρ ἡ μὲν βία ἴση καὶ τὰ πρόσωπα τῶν ἠδικημένων· οὐκ ἔστι μέντοι ἡ αἵρεσις ἴση, καὶ τοῦτό ἐστι τὸ ποιοῦν συστῆναι τὸ πρόβλη‐
25μα· καὶ μέντοι τὰ πρόσωπα διαλλάττοντα συνίσταται, ὡς ἐπὶ τοῦ πένητος καὶ τοῦ πλουσίου· δύναται γὰρ λέγειν ὁ πένης· σὺ μὲν χρήματα ἔχων ῥᾳδίως ἔπειθες· ἐγὼ δὲ ἠπό‐ ρουν καὶ οὐκ ἠδυνάμην πεῖσαι· ὁ δὲ πλούσιος ἔχει ταῦτα εἰπεῖν· ὅτι κολακείαις μᾶλλον ἢ χρήμασι χαίρει τὰ γύναια·
30ἐξάγει δὲ πρὸς ἡδονὰς ἡ θρύψις, καὶ ἡ φύσις· καὶ οὐ χρη‐
μάτων ἕνεκα συνεῖναι βούλονται.137

4

.

138

(1n)

Μετὰ ταῦτα τοίνυν ἔστιν ἐξ αὐτῶν ἐπιγνῶναι τά τε συνεστῶτα καὶ
2nτὰ διαιρεῖσθαι δυνάμενα τῶν ζητημάτων καὶ ὅσα μὴ συνέστηκεν.
3 Μαρκελλίνου. Ἐκθέμενος ἡμῖν τῶν τε προσώπων καὶ τῶν πραγμάτων διαφορὰν βούλεται καὶ τὸ χρήσιμον
5τῆς τούτων διαφορᾶς εἰπεῖν, καὶ πρὸς τί συμβάλλεται τού‐ των ἡ γνῶσις· ὅτι, φησὶν, ἐξ αὐτῶν γινώσκομεν τὰ συνεστῶτα τῶν προβλημάτων καὶ διαιρεῖσθαι δυνάμενα· ἀπὸ γὰρ τῆς ποιότητος τῶν προσώπων καὶ τῶν πραγμάτων ἢ καὶ ἀμ‐ φοτέρων συνίσταται τὸ ζήτημα, ὅταν δὲ μήτε τὸ πρόσωπον
10μήτε τὸ πρᾶγμα ἔχῃ ἐξέτασιν ποιότητος, ἀσύστατον κα‐ θάπαξ καὶ ἀδιαίρετον τὸ ζήτημα, πρὸς ἀμφότερα οὖν συμ‐ βάλλεται τῶν τε προσώπων καὶ τῶν πραγμάτων ἡ φύσις εἰς τὸ γνῶναι τό τε ἀσύστατον καὶ τὸ σύστασιν ἐπιδεχόμε‐ νον. Καλῶς δὲ ἡ προσθήκη τοῦ καὶ διαιρεῖσθαι δυνάμενα
15τῶν ζητημάτων· τὰ γὰρ συνεστῶτα καὶ διαιρεῖται· εἰ δὲ μὴ συνεστήκοι, οὐδὲ διαίρεσιν ἐπιδέχεται· τινὲς δὲ μέμφον‐ ται τὸν τεχνικὸν λέγοντα καὶ ὅσα μὴ συνέστηκε τῶν ζητη‐ μάτων· εἰ γὰρ ζήτημά φησι, καὶ συνίσταται· προβλήματα μὲν γὰρ πολλὰ καὶ ἀσύστατά ἐστι, ζήτημα δὲ οὐδαμῶς ἂν
20κληθείη, εἰ μὴ τὸ συνεστηκός. Λεκτέον δὲ ὅτι καταχρη‐
στικῶς εἶπεν ζητημάτων, δέον εἰπεῖν προβλημάτων.138

4

.

139

(1n)

Τὰ μὲν γὰρ ἤτοι ἄμφω καὶ πρόσωπον ἔχοντα καὶ πρᾶγμα κρινόμε‐
2nνον ἢ τὸ ἕτερόν γε πάντως καὶ τοὺς ἐξ ἑκατέρου μέρους λόγους σὺν
3nτῷ πιθανῷ διαφόρους τε καὶ ταῖς πίστεσιν ἰσχυρούς· ἔτι τε ὅπερ
4nἐστὶ παρὰ τοῖς δικασταῖς τὸ τῆς κρίσεως ἀφανὲς, καὶ μὴ προειλημ‐
5nμένον τῇ κρίσει, δυνάμενόν τε πέρας λαβεῖν συνέστηκεν.
6 Συριανοῦ. Τέσσαρας τούτους κανόνας ἡμῖν πα‐ ραδίδωσι τῆς τῶν συνεστηκότων ἐπιγνώσεως· πρῶτον μὲν, ἵνα πρόςωπόν τε καὶ πρᾶγμα ἔχῃ κρινόμενον, ἤτοι ἐξετά‐ ζεσθαι δυνάμενον· ἢ τὸ ἕτερον πάντως· δεύτερον, ὥστε
10τὰς ἐξ ἑκατέρου μέρους δικαιολογίας πιθανάς τε καὶ δια‐ φόρους εἶναι καὶ ταῖς πίστεσιν ἐῤῥωμένας. Τρίτον, ὥστε τὸν δικαστὴν μὴ προειληφότα τὴν κρίσιν οἴκοθεν ἐπὶ τὸ δικαστήριον ἰέναι, ἀλλ’ ἐκ τῶν φαινομένων ἐν τῇ δίκῃ, τὴν φαινομένην αὐτῷ δικαίαν τε καὶ ἀδωροδόκητον ἐπάγειν
15ψῆφον. Τέταρτον, ὥστε μετὰ τὰς προσηκούσας δικαιολο‐ γίας δύνασθαι τὸ ζητούμενον ἐπιδέξασθαι πέρας· εἰ γὰρ ἀπέρατα τὰ τῆς ὑποθέσεως ὑπάρχοι, λίθον ἕψειν δό‐ ξομεν δικαζόμενοι περὶ πράγματος, ᾧ πέρας ἀδύνατον ἐπιθεῖναι.
20 Σωπάτρου. Διδάξας τί τὸ πολιτικὸν ζήτημα, καὶ τίς ἡ ὕλη τοῦ πολιτικοῦ ζητήματος καὶ ἔτι προθεὶς τὴν διαφορὰν τῆς ὕλης, τουτέστι προσώπων τε καὶ πραγμάτων, ἀναγκαίως ἐπὶ τὸν λόγον τῶν συνεστώτων τε καὶ ἀσυστά‐ των ἔρχεται. Ὅρον οὖν τοῦ συνεστῶτος ζητήματος λέγων
25πάντα τὰ ἀσύστατα περιλαμβάνει κατὰ τὸ ἐναντίον· εἰ γὰρ τὰ καὶ πρόσωπον ἔχοντα καὶ πρᾶγμα κρινόμενον συν‐ ίσταται, πάντως τὰ μηδὲν ἔχοντα τούτων ἀσύστατα γίνε‐
ται συνεστῶτας ζητήματα, ὡς καὶ Μινουκιανῷ δοκεῖ, ἐκ139

4

.

140

τριῶν τούτων· αἰτίου, συνέχοντος, κρινομένου· καὶ αἴτιον μὲν ἡ τοῦ κατηγόρου φωνὴ, ὃ καὶ οὕτω λέγεται διὰ τὸ τὴν αἰτίαν τῆς κρίσεως μηνύειν· συνέχον δὲ ἡ ἀπολογία, παρὰ τὸ εἰς αὐτὴν συνάγεσθαι τὸν λόγον· κρινόμενον δὲ, περὶ οὗ
5οἱ δικασταὶ ζητοῦσι· τοῖς οὖν συνεστηκόσι τῶν ζητημάτων ἀνάγκη πάντως τὰ τρία συντρέχειν· εἰ γὰρ ἕν τι τούτων ἀ‐ πολίποι, ἀσύστατον· εἴτε γὰρ μὴ ἔχει αἴτιον, ἀσύστατον ὡς τὰ ἀπίθανα· εἴτε συνέχον μὴ ᾖ, ὁμοίως ὡς τὰ μονομε‐ ρῆ· εἴτε κρινόμενον πάλιν ἐνδεῖ, ὡςαύτως ἀσύστατον, ὡς
10τὰ ἰσάζοντα καὶ τὰ ἄπορα. Ἑρμογένης δὲ πολλῷ ἐκείνου σαφέστερον διδάσκει· τέσσαρας γὰρ τρόπους συνεστώτων ἐκτίθεται, δι’ αὐτῶν καὶ τὰ μὴ συνεστῶτα μηνύσας· τριῶν γὰρ ὄντων ὡς ἤδη εἴρηται, ἀφ’ ὧν πᾶν ζήτημα συνίστα‐ ται, αἰτίου, συνέχοντος, κρινομένου, οἱ τέσσαρες οὗτοι ἐκ
15τούτων τρόποι ἀποτελοῦνται, συνεστῶτος ζητήματος, οὓς καὶ παραδίδωσιν ἐνταῦθα Ἑρμογένης, δι’ ὧν φησιν· ἤτοι γὰρ ἄμφω καὶ πρόσωπον ἔχοντα καὶ πρᾶγμα κρινόμενον. Τουτέστιν ὅτι τὰ συνεστῶτα ζητήματα ἢ καὶ πρόσωπον ἔχει καὶ πρᾶγμα κρινόμενον καὶ ἔστι τοῦτο
20πρῶτος τρόπος· ἢ πάντως τὸ ἕτερον· ἀφ’ οὗ καὶ ἐπε‐ λάβοντό τινες τοῦ τεχνικοῦ, ὡς Μινουκιανῷ συντρέχοντος διὰ τοῦ ῥησειδίου τούτου, ἑαυτῷ καὶ ἐναντιουμένου· ἄνω μὲν γὰρ οὐκ ἐβούλετο ἐλλιπὲς ἐκ πράγματος εἶναι ζήτημα· ἐνταῦθα δὲ φάσκων ἢ τὸ ἕτερόν γε πάντως, δῆλός ἐστι τὸ
25ἐναντίον κατασκευάζων· ἀνάγκη γὰρ τὸ ζήτημα ἢ πρόσω‐ πον ἔχειν, ἢ πρᾶγμα· ἀλλ’ ἀπολογοῦνταί τινες περὶ τού‐ του, ὡς περὶ τοῦ ἐξισάζοντος εἶπεν, ἢ τὸ ἕτερόν γε πάντως· ὅπερ μόνον ἀνεξέταστον τῶν πραγμάτων· δεύτερος δὲ τρό‐ πος ἵνα ἑκάτερος αὐτῶν πιθανοὺς ἔχῃ λόγους καὶ ἰσχυρούς.
30Τρίτος, ἵνα μὴ ᾖ προειλημμένον τοῖς δικάζουσι· τέταρτος,
ἵνα μὴ τὸ πέρας ἀδύνατον ᾖ· καὶ οὐκ ἐπειδὴ ταῦτα πάντα140

4

.

141

συνεστηκὸς ποιεῖ ζήτημα ὑφ’ ἓν ταττόμενον, ἤδη καὶ ὅσα ἐλλείποντα ἀσύστατον ποιεῖ· ἄλλ’ ἐξαρκεῖ καὶ μόνον ἓν ἐλλεῖπον τῷ ὅλῳ λυμήνασθαι· ὥσπερ γὰρ ἡ μὲν τῶν χορ‐ δῶν πασῶν συμφωνία ἁρμονίαν ποιεῖ, ἀρκεῖ δὲ πρὸς ἀναρ‐
5μοστίαν καὶ ἡ μιᾶς χορδῆς ἔλλειψις· εἰ βούλει δὲ κἀν τοῖς ὁρισμοῖς· οἱ πάντες γὰρ προσόντες προσδιορισμοὶ τελείους αὐτοὺς ἀποφαίνουσιν ἑκάστους· ἀρκεῖ δὲ πρὸς τὸ ἀτελὲς καὶ ἡ ἑνὸς προσδιορισμοῦ ἔνδεια, οὕτως κἀνταῦθα· τὸ γ’ οὖν ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητὸν, ἱκανὸν ἤτοι τὸ
10ζῶον ἢ τὸ θνητὸν ἢ ὁτιοῦν τούτων ἀφαιρεθὲν ἀτελῆ καταστῆσαι. Ἰστέον δὲ ὅτι ταῦτα λέγω· οἷον· τὰ μὲν γὰρ ἤτοι ἄμφω καὶ πρόσωπον ἔχοντα καὶ πρᾶγμα κρινό‐ μενον διὰ τὸ ἀπερίστατον εἶπεν· ἀπερίστατον δέ ἐστι τὸ μήτε ἐκ προσώπου μήτε ἐκ πράγματος ὕλην ἔχον· οἷον
15φόνος ἐγένετο ἔν τινι πόλει καὶ κρίνεταί τις· τό τε γὰρ τίς ἀόριστον καὶ κρίσιν οὐκ ἐπιδέχεται· τό τε πρᾶγμα, ὁ φόνος λέγω, χρόνῳ οὐκ ἐπισημαινόμενον, ἀνεξέταστον· ὁμοίως καὶ τὸ ἀποκηρύσσει τις τὸν υἱὸν ἐπ’ οὐδεμιᾷ αἰτίᾳ· εἰ γὰρ καὶ τὸ τοῦ υἱοῦ πρόσωπον δοκεῖ τῶν ἐξεταζομένων
20εἶναι· ἀλλ’ ὕλην οὐ παρέχει· ἐπ’ αἰτίας γὰρ υἱοὶ ἀποκη‐ ρύσσονται· ὅθεν εἰ προσθείης τῷ μὲν ἄνω τὸν χρόνον μετὰ τοῦ σημείου· οἷον ὅτι φόνος ἐγένετο ἔν τινι πόλει καὶ κατὰ ταὐτὸν εὕρηταί τις ᾑμαγμένον ἔχων χιτῶνα, συν‐ ίσταται· κἂν γὰρ τὸ πρόσωπον ἀόριστον, ἀλλά γε τὸ
25ἕτερον, τὸ πρᾶγμα λέγω, μετὰ περιστάσεως, χρόνου φημὶ καὶ αἰτίας· χρόνου μὲν, τοῦ κατὰ ταὐτὸν, αἰτίας δὲ τοῦ ᾑμάχθαι· πάλιν συνεχῶς τις κρινόμενος φόνου ἀπέφυγεν· ἐγένετο φόνος καὶ ὑπάγεται· ἡ περίστασις πάλιν ἐνταῦθα ἀπὸ τῆς τοῦ προσώπου ποιότητος, οὐκ ἐκ τοῦ πράγματος·
30οὐδὲ γὰρ ἔχει σημεῖον, δι’ οὗ δύναται κρίσις γενέσθαι·
διὸ καὶ συνίσταται· τὸ δὲ καὶ τοὺς ἐξ ἑκατέρου μέρους λό‐141

4

.

142

γους διὰ τὸ μονομερές· τὸ γὰρ μονομερὲς τοὺς ἐξ ἑκατέ‐ ρου μέρους λόγους οὐκ ἔχει· ἀλλ’ ἢ κατηγορίαν ἰσχυρὰν ἀπολογίας ὑπούσης, ὡς ἐπὶ τοῦ πορνοβοσκοῦ τοῦ τοὺς δέκα νέους κωμάζοντας ἐνηδρευκότος· ἐνταῦθα γὰρ ἐκλείπει ἡ
5ἀπολογία· τό τε γὰρ τοῦ προσώπου ἄδοξον, τό τε πλῆθος τῶν νέων, ᾧ ἤρκεσαν καὶ δύο ἢ τρεῖς πρὸς ἀναίρεσιν. Τό τε πρᾶγμα, ὅτι οὐδὲν ἐπαχθὲς ἦν τὸ κωμάζειν· οὐδὲ γὰρ ἐπεβούλευον ἢ ἔκλεπτον, ἤ τι τοιοῦτον ἄλλο ἐποίουν, ἵν’ ἔχῃ πρὸς τοῦτο καταφεύγειν· τό τε δόλῳ ἀνῃρῆσθαι
10αὐτοὺς πᾶσαν περιαιρεῖ ἀπολογίαν· κατηγορίαν μὲν οὖν ἰσχυρὰν ἀπολογίας ἀπούσης οὕτως· ἢ ἀπολογίαν μὲν ἰσχυ‐ ρὰν, κατηγορίαν δὲ οὐδ’ ὅλως· ὡς ἐπὶ τοῦ μειρακίου τοῦ ὡραίου καὶ σώφρονος, ὃ ἐρώμενον ὑπὸ πολλῶν καὶ μὴ ἐνδιδὸν, εἶτα ἐκείνων μὴ τυγχανόντων, καὶ ἑαυτοὺς βροχι‐
15ζόντων, αὐτὸ ὑπεξελθὸν διὰ τοῦτο τῆς πόλεως μέχρι τοῦ εἰς ἄνδρας ἀφικέσθαι ὕστερον μετὰ τὴν ἐπάνοδον κρίνεται φόνου· καὶ γὰρ ἐνταῦθα ἐκ τοῦ ἐναντίου τὸ σω‐ φρονεῖν τὸ μειράκιον καὶ τοῖς μὲν χαρίζεσθαι, τοῖς δ’ οὔ. τό τε ἀγνοεῖν ἐξ ἀρχῆς τὸ γιγνόμενον· εἶτα μετὰ τὸ γνῶ‐
20ναι ὑπεξελθεῖν ἄχρις ἀνδρωθῆναι· καὶ αὖθις κατελθεῖν· καὶ τὸ τοῦ πράγματος ἀνεύθυνον ἀπολογίαν μὲν ἰσχυρὰν δίδωσι, κατηγορίαν δὲ οὐδαμῶς. Τὸ δὲ σὺν τῷ πιθανῷ διὰ τὸ ἀπίθανον· ἀπίθανον δέ ἐστι τὸ τὴν κατηγορίαν παντελῶς ἐναντίαν τῆς τοῦ προσώπου ποιότητος γίνεσθαι·
25οἷον εἰ Σωκράτης ἐγκαλοῖτο πορνείας ἢ Ἀριστείδης κλο‐ πῆς· διαφόρους δὲ διὰ τὸ ἰσάζον· τοῦτο γὰρ ἔχει λόγους μὲν, τοὺς αὐτοὺς δέ. Ἰσχυροὺς δὲ διὰ τὸ ἀντιστρέφον· ἀντιστρέ‐ φον δέ ἐστιν, ὅτ’ ἂν ὧν τις λέγει πρότερον τοὐναντία ὕστερον λέγῃ, καὶ τὰ μὲν αὐτοῦ καταβάλῃ, τοῖς δὲ τοῦ ἐναντίου
30πρὸς ἀπόδειξιν χρῆται. Τὸ δὲ ἔτι ὅπερ ἐστὶ παρὰ
τοῖς δικασταῖς, καὶ ἑξῆς· διὰ δύο φησὶ τὸ ἄπορον καὶ142

4

.

143

τὸ ἀδύνατον· ἐν ἀμφοτέροις γὰρ τούτοις τὸ πέρας καὶ ἡ τῶν δικαστῶν κρίσις ἐκλέλοιπεν· τό τε γὰρ ἄπορον αὐτὸ ἑαυτῷ ἔχει τὴν κατασκευὴν ἐναντίαν· τό τε ἀδύνατον τὸ μάχεσθαι τῇ φύσει.
5 Μαρκελλίνου. Χαρακτῆρα ἡμῖν καὶ εἰκόνα ὑπογρά‐ φει τῶν ζητημάτων Μινουκιανὸς φάσκων, ὅτι πᾶν πρό‐ βλημα ἐκ τριῶν συνίσταται τούτων, αἰτίου, συνέχοντος, κρι‐ νομένου· τὸ μὲν οὖν αἴτιόν ἐστιν ἡ τοῦ κατηγόρου φύσις, οἷον ἀπέκτεινας ἢ ἱεροσύλησας, ἢ ὅ τι δή ποτε ὑπάρχει
10τὸ ἔγκλημα· τὸ δὲ συνέχον ἡ τοῦ φεύγοντος ἀπόφασις· οἷον οὐκ ἐφόνευσα· τὸ δὲ κρινόμενον ἐν τοῖς δικασταῖς καταλείπεται, τὸ κρῖναι εἰ ἀπέκτεινεν· ὁ μὲν οὖν Μινουκια‐ νὸς οὕτως· ὁ δὲ Ἑρμογένης εὐδιαιρετώτερόν πως καὶ ἀκριβέ‐ στερον τὸν περὶ τούτων ἡμῖν ἀποφαίνεται λόγον· δηλῶν
15συντόμως καὶ ὡς ἐν κεφαλαίῳ καὶ γενικῶς τὰ ἀσύστατα καὶ ἀποκλείων ἔξω τῆς μορφῆς τῶν συνισταμένων, καὶ μέθοδον ἡμῖν διδοὺς τοῦ μηδὲ τὰ ἀσύστατα ἀγνοεῖν· δῆ‐ λον γὰρ, ὅτι τὰ μὴ ἐμπίπτοντα τῷ κανόνι τῶν συνισταμέ‐ νων ἀσύστατά ἐστιν· λοιπὸν λέγει τρόπους, οἷς γινώσκο‐
20μεν ὅτι συνέστηκε, καὶ τὸν κανόνα ἡμῖν τῶν συνισταμένων καθολικῶς ὁρίζεται. Τέσσαρα ταῦτά, φησι, προσεῖναι δεῖ τοῖς ζητήμασι· πρῶτον μὲν πρόσωπον καὶ πρᾶγμα ἐξετα‐ ζόμενον· ἢ τὸ ἕτερον· καλῶς δὲ ἐπηνωρθώσατο· ἐπειδὴ ἔστιν ὅτε λείπει μὲν ἐξέτασις προσώπου, τὸ δὲ πρᾶγμα κρι‐
25νόμενον συνίστησι τὸ ζήτημα· δεύτερον δὲ τὸ τοὺς ἀντι‐ δίκους ἀμφοτέρους λόγων εὐπορεῖν διαφόρων τε καὶ πιθανῶν· καλῶς δὲ τὸ ἀμφοτέρους· οὐ γὰρ τὸ κρινόμενον ἐν τῷ συν‐ εστηκότι ζητεῖται μόνον, ἀλλὰ καὶ τὸ τοῦ κατηγόρου· τρίτον δὲ τὸ τοῖς δικασταῖς ἄδηλον εἶναι τὸ κρινόμενον
30καὶ μὴ προειλῆφθαι τὴν κρίσιν· τέταρτον δὲ, τὸ δύνα‐
σθαι πέρας λαβεῖν τὸ κρινόμενον· οἱ τέσσαρες δὲ οὗτοι143

4

.

144

τρόποι ὑπαινίττονται ἀσυστάτων τρόπους ἑπτὰ, ὡς ἐπιδεί‐ ξομεν· διὰ μὲν γὰρ τοῦ εἰπεῖν τὰ ἔχοντα ἄμφω καὶ πρόσωπον καὶ πρᾶγμα κρινόμενον ἢ τὸ ἕτερον δηλοῖ, ὅτι τὰ μετέχοντα μήτε πρόσωπον μήτε πρᾶγμα κρι‐
5νόμενον ἀσύστατα κατὰ τὸ ἀπερίστατον· ἀπερίστατον δέ ἐστι τὸ μὴ ἔχον μηδὲ μίαν περίστασιν, μηδὲ ἐξέτασιν, μήτε εὐπορίαν, μήτε ὕλην. Διὰ δὲ τοῦ εἰπεῖν καὶ τοὺς ἐξ ἑκατέρου λόγους μέρους ἰσχυροὺς, ἐδήλωσεν, ὅτι μὴ ἔχων ἐξ ἑκατέρου μέρους ἰσχυροὺς λόγους ἀσύστα‐
10τον κατὰ τὸ μονομερές· μονομερὲς γάρ ἐστιν, ἐν ᾧ τὸ μὲν ἕτερον τῶν προσώπων ἰσχύει τοῖς λόγοις, τὸ δὲ ἕτερον παντελῶς ἀσθενεῖ. Ἰστέον δὲ, ὅτι τούτῳ περιέχεται καὶ τὸ ἑτεροῤῥεπές· διὰ δὲ τοῦ εἰπεῖν σὺν τῷ πιθανῷ ἐδήλωσεν, ὅτι τὸ μὴ ἔχον λόγους πιθανοὺς ἀσύστατον
15κατὰ τὸ ἀπίθανον· ἀπίθανον γάρ ἐστι τὸ μὴ ἔχον πι‐ θανοὺς λόγους· ὡς εἴ τις πλάσσοι πορνοβοσκοῦντα Σωκράτην, ὅπερ καθάπαξ ἀπίθανον· ἐν τούτῳ δὲ εὑρί‐ σκεται καὶ τὸ ἀδύνατον· πολλῶν γὰρ ἀπιθάνων σύνοδος ποιεῖ τὸ ἀδύνατον, ὡς μετ’ ὀλίγον δηλώσομεν· διὰ δὲ τὸ
20εἰπεῖν διαφόρους διὰ τὸ ἰσάζον· ἐν αὐτῷ γὰρ οὐ δια‐ φόρους προτείνουσι λόγους, ἀλλὰ τοὺς αὐτούς· διὰ δὲ τοῦ εἰπεῖν ἰσχυροὺς τὸ ἀντιστρέφον· ἀντιστρέφον γάρ ἐστιν, ὅτ’ ἂν τοῖς ἀλλήλων οἱ ἀντίδικοι περιπέσωσι λόγοις, οὗτος τοῖς ἐκείνου, κἀκεῖνος τούτου, ὅ ἐστι περιπεσεῖν τοῖς
25ἀλλήλων· ἀντηλλάξατο γὰρ οὗτος τὰ ἐκείνου καὶ ἐκεῖνος τὰ τούτου· διὸ καὶ ἀντιστρέφον ἐκλήθη· εἰς πίστιν οὖν ἀσθενὲς τὸ τοιοῦτον, οὐδεὶς γὰρ αὐτῶν ἔτι πιστεύεται· ἐν τούτῳ εὑρίσκεται καὶ τὸ ἄδοξον· καὶ ἐν αὐτῷ γὰρ ὁ
δικαστὴς οὐ καταδέχεται τὴν κρίσιν· διὰ δὲ τοῦ εἰπεῖν τὸ144

4

.

145

τῆς κρίσεως ἀφανὲς, δηλοῖ ὅτι τὸ μὴ ἔχον ἀφανῆ κρίσιν, οὐ συνίσταται κατὰ τὸ προειλημμένον, ἐν ᾧ προ‐ κατελήφθησαν οἱ δικασταί· διὰ δὲ τοῦ εἰπεῖν δυνά‐ μενον πέρας λαβεῖν, ἀσύστατον κατὰ τὸ ἄπορον·
5ἄπορον γάρ ἐστι τὸ μὴ δυνάμενον πέρας λαβεῖν· δι’ ὧν γὰρ προτρέπεις ἐν τῷ ἀπόρῳ, ἀποτρέπεις, καὶ δι’ ὧν ἀποτρέπεις, προτρέπεις· οἷον Ἀλέξανδρος ὄναρ εἶδεν ὀνείρῳ μὴ πιστεύειν, καὶ βουλεύεται· ἐν δὲ τῷ λέγειν αὐτὸν καὶ τοὺς ἐξ ἑκατέρου μέρους λόγους ἰσχυροὺς
10μηδεὶς φιλονεικείτω λέγειν, ἀνάγκην εἶναι καθάπερ ἐπὶ τρυτάνης ἐξ ἴσου τοῖς μέρεσιν εἶναι δικαιώματα· γελοῖον γὰρ τοῦτό γε· ἐπεὶ κἀν ταῖς ἀληθιναῖς ὑποθέσεσιν οὐ πάντα ἐξ ἴσου τὰ δικαιώματα· καὶ οὐ διὰ τοῦτο τὰ τῆς ὑποθέσεως ἀνῄρηται· ἀλλ’ ἀγωνιστικώτερον μὲν τὸ εἶναι
15τὴν δύναμιν ἴσην, οὐ μὴν ἀσύστατον, εἰ μικρὸν τὸ ἕτερον ἰσχύει πλεῖον θατέρου· ἀλλ’ ἐὰν μὲν καθάπαξ τὸ ἕτε‐ ρον ἀπορῇ, τὸ δὲ ἄλλο πᾶσαν ἔχῃ τὴν εὐπορίαν, τότε ἀσύστατον κατὰ τὸ μονομερές· ἐὰν δὲ ἀμφότερα μὲν ἰσχύῃ τὰ μέρη, πλέον δὲ θάτερον ἰσχύῃ θατέρου, συν‐
20έστηκε μὲν, ἔλαττον δὲ ἰσχύει τὸ ἓν μέρος· καλῶς δὲ εἶπεν σὺν τῷ πιθανῷ καὶ οὐ τῷ ἀληθεῖ· ἀμήχανον γὰρ ἑκατέ‐ ρους τοῖς ἀληθέσι κεχρῆσθαι τοὺς ἀντιδίκους· εἰ γὰρ ἐναντία ἑαυτοῖς λέγουσι, πῶς δύναται καὶ οὗτος κἀκεῖνος ἀληθῆ λέγειν. Τὸ τῆς κρίσεως ἀφανές. Ἀφανὲς
25λέγει τῇ ἐκβάσει· οὗ ἀφανὴς ἡ ἔκβασις, τοῦτο καὶ Δημο‐ σθένης ἐν τῷ κατὰ Ἀριστογείτονος ἐπισημαίνεται· πρὸς ἅπαντα ἔρχονται τὰ δικαστήρια· οἱ μὲν δικασταὶ ἀγνο‐ οῦντες, ὅτῳ ψηφίσονται καὶ τὰ ἑξῆς· οἱ δὲ φεύγοντες μεθ’ ἑαυτοῦ δείξων ἑκάτερος τὰ τῶν νόμων δίκαια
30ἰσχυρά· εἰ γὰρ δὴ πρὸ τῆς κρίσεως εἰδείη ὁ δικαστὴς,145

4

.

146

τίνι θήσεται, πῶς οὐ τηνάλλως πως συναχθήσεται δι‐ καστήριον· σημειωτέον οὖν καὶ τοῦτο, ὅτι δεῖ συνεστη‐ κέναι τῷ ἀγνοεῖν τὸ πέρας τὸν δικάζοντα, καὶ τίνι τὴν ψῆφον προσθήσεται· δυνάμενον δὲ πέρας λαβεῖν.
5ἀκολούθως καὶ τοῦτο· τί γὰρ ὄφελος ἀγῶνος τὸ πέρας ἄπορον ἔχοντος.
7nΤὰ δ’ οὖν τινος τούτων ἐνδεᾶ ταῦτα ἀσύστατά ἐστιν· εἰρήσεται δὲ
8nκαὶ κατ’ εἶδος.
9Συριανοῦ καὶ Σωπάτρου. Τὰ καὶ ἑνὸς μό‐
10νου τῶν τεσσάρων ἀποδέοντα κανόνων ἐν τοῖς ἀσυ‐ στάτοις τετάχθαι δίκαιον· διδάξας δὲ τὰ συνεστῶτα πάν‐ τα διὰ τῆς ἀναιρέσεως τῶν συνεστώτων εἰσήνεγκε τὰ ἀσύστατα· φησὶ γάρ· τὰ δ’ οὖν τινος τούτων ἐνδεᾶ, ταῦτα ἀσύστατά ἐστι· καὶ γὰρ ἐπὶ τῶν ἀμέσων ἐναν‐
15τίων ἡ θατέρου ἀναίρεσις θάτερον εἰσάγει· ὡς σκό‐146

4

.

147

τος μὲν φῶς· ἢ τὸ ἔμπαλιν· τοῦτο δὲ ποιεῖ, διὰ τὸ τὰ μὲν συνεστῶτα θέσιν εἰσάγειν, ἄρσιν δὲ τὰ ἀσύ‐ στατα· φυσικῶς δὲ τὴν θέσιν τῆς ἄρσεως προηγεῖσθαι. Ἐζήτησαν δέ τινες, τί δήποτε περὶ διαιρέσεως συνεστώ‐
5των ἐπαγγειλάμενος ζητημάτων ποιεῖσθαι τὸν λόγον, νῦν ὥσπερ ἐπιλαθόμενος, τὸ μὲν ἐπάγγελμα ἀνεβάλετο, περὶ τῶν ἀσυστάτων δὲ οὐδὲν δέον ποιεῖται τὴν διδα‐ σκαλίαν· καίτοι ἀχρήσιμα ταῦτα καὶ ἀνωφελῆ· τὰ δὲ συνεστῶτα χρειώδη καὶ ἐπωφελῆ· λέγομεν οὖν πᾶν τὸ
10μὴ ὂν φύσει πρῶτόν ἐστι τοῦ πραττομένου, ἐκ γὰρ τοῦ μὴ εἶναι τὸ πραττόμενον συνίσταται· ἐκ τῶν οὖν ἀσυ‐ στάτων πρὸς τὰ συνεστηκότα φερόμεθα· ἀναλογεῖ μὲν γὰρ τοῖς μὲν μὴ οὖσι τὰ ἀσύστατα, τοῖς δὲ πραττο‐ μένοις τὰ συνεστηκότα· ἄλλως τε δὲ καὶ ὅτι ἔδει ἀπὸ
15τῶν ἁπλουστέρων χωρῆσαι καὶ ἐπὶ τὰ πολυϋλότερα· πο‐ λυϋλότερα δὲ τὰ συνεστηκότα τῶν ἀσυστάτων· τὰ μὲν γὰρ πολυειδῆ καὶ διάφορα· τὰ δὲ ἀσύστατα μονοειδῆ. ἑνὸς γὰρ ἐλλελειμμένον τῶν τριῶν, αἰτίου φημὶ ἢ συν‐ έχοντος ἢ κρινομένου, ἀσύστατον γίνεται· ἀκολούθως οὖν
20τὰ μονοειδῆ καὶ ἑνὶ γνωριζόμενα κανόνι καὶ σαφῆ πρὸς ἐξέτασιν τῶν πολυϋλοτέρων προτέτακται, ὡς ἂν σαφής τε ὁ λόγος αὐτῷ ἐκ τούτου εἴη· καὶ τῇ τῶν ἐναντίων ἐπιγνώσει τὰ ἐναντία διαδηλότερα γίγνοιτο· τῇ γὰρ τῶν ἐναντίων παραθέσει τὰ πράγματα κρίνεται καὶ πρὸ
25τῶν συνεστώτων τὴν τούτων εἰσάγει διδασκαλίαν· πῆ μὲν δι’ ὁρισμοῦ, πῆ δὲ καὶ διὰ τῆς τῶν καθ’ ἕκαστα προαγωγῆς, ἣν καὶ κατ’ εἶδος καλεῖ, σοφοῦ τι ποιῶν καὶ προμήθους διδασκάλου· οὔτε γὰρ τὸ ὄνομα ἀκριβῆ γνῶσιν τοῦ ὑποκειμένου ποιεῖ, οὔτε ὁ λόγος, κἂν εἰς τὰ
30μέρη διέξεισιν· ἔστ’ ἂν καὶ ἡ πεῖρα αὐτὴ μαρτυρήσῃ οἷς μὲν αἰσθήσει, οἷς δὲ καὶ παραδείγματι, ὃ δηλοῦν
βούλεται τὸ εἰρήσεται δὲ καὶ κατ’ εἶδος.147

4

.

148

Μαρκελλίνου. Ἐπειδὴ ὥσπερ φησὶ τὰ χολοβαφῆ χαλκώματα περιέχει χρυσοῦ χρῶμα καὶ ποιεῖ ἄγνοιαν, οὕτω φησὶ καὶ τῇ ὁμοιότητι ἐγγίνεται πλάνη, καὶ νο‐ μίζει τὶς ἀπὸ τῆς ὁμοιότητος συνίστασθαι τὰ ἀσύστατα·
5διὰ τοῦτο λέγει καὶ κατὰ εἶδος τῶν ἀσυστάτων πρὸς κρίσιν ἀκριβῆ, καὶ λέγει ἑκάστου τὸ ὄνομα, τὸν ὅρον, τὸ παράδειγμα, ἵνα ἐκ πάντων βεβαιώσῃ τῶν ἀσυστά‐ των τὴν γνῶσιν.
9nΚαὶ πρῶτον μὲν ἀσυστάτων εἶδος τὸ μονομερὲς, ᾧ καὶ τὰ τῶν λό‐
10nγων μὴ ἑκατέρωθεν ἰσχυρά· οἷον πορνοβοσκὸς δέκα νέους κωμά‐
11nζοντας ἐπὶ τὴν οἰκίαν αὐτοῦ, ὄρυγμα ποιήσας, ὑποδεξάμενος, ἀπέ‐
12nκτεινε καὶ φόνου φεύγει.
13 Συριανοῦ. Παρὰ τὸν δεύτερόν ἐστι τοῦτο κανό‐ να· οὐ γὰρ ἔχει τὰς ἐξ ἑκατέρου μέρους δικαιολογίας
15ἐῤῥωμένας, ὅπερ ἐκεῖ παρήγγειλεν, ἀλλὰ θατέρῳ τοῖν μεροῖν τὴν πᾶσαν ἰσχὺν προσνέμει τῶν λόγων· ἰστέον δὲ, ὡς ὁ Ἀκύλας τὸ παρὸν κατὰ τὸν πορνοβοσκὸν πα‐ ράδειγμα τοῦ κατὰ πρόσωπον ἀδόξου τρόπου φησὶν εἶναι. Σωπάτρου. Ὥσπερ ἐπὶ τῶν πραγμάτων καὶ τῶν προσ‐
20ώπων τῆς διαιρέσεως ἀπὸ τῶν ἰσχυροτέρων ἤρξατο, οὕτως κἀνταῦθα ἀπὸ τῶν ἀπορωτέρων· τὰ γὰρ μονομερῆ ἀπορώ‐ τερα καὶ τῶν ἀπεριστάτων· ὁ γὰρ μὴ παντάπασι φθέγγε‐ σθαι δυνάμενος, ὡς ὁ πορνοβοσκὸς ἀπορώτερος τοῦ ὡς πα‐ τρὸς ποσῶς φθεγγομένου· κἂν γὰρ αἰτίαν μὴ ἔχῃ τῆς τοῦ
25υἱοῦ ἀποκηρύξεως· ἀλλ’ οὖν ὡς πατὴρ ἐξουσίας ἐπείληπτο. Ἰστέον μέντοι, ὡς οὐ μόνον ἀπὸ τοῦ φεύγοντος τὸ μονομε‐ ρὲς ὡς ἐπὶ τοῦ προκειμένου, ἀλλὰ καὶ ἀπὸ τοῦ κατηγόρου εὑρίσκεται· ὡς ἐπὶ τοῦ σώφρονος μειρακίου, ὡς ἔφθη‐
μεν εἰπόντες· ἔστι δὲ ἀσύστατον τοῦτο· τὸ μὲν ἀπὸ148

4

.

149

τοῦ φεύγοντος, τοῦ συνέχοντος ἐκλείποντος· τὸ δὲ ἀπὸ τοῦ κατηγόρου, τοῦ αἰτίου· ὥστε τὸ μονομερὲς γίνεται ἢ τοῦ συνέχοντος ἢ τοῦ αἰτίου ἐλλείποντος· οὐκ ἠγνό‐ ησε δὲ ὁ Ἑρμογένης, τὸ ἀπὸ τοῦ κατηγόρου μονομε‐
5ρὲς, ὥς τινες φιλονεικοῦσιν, ἀλλ’ ἠρκέσθη ἑνὶ παρα‐ δείγματι ὁποίῳ οὖν χαρακτηρίσαι τὸν λόγον· ἐπεὶ ὅτι οἶδε τοῦτο, δῆλον ἀφ’ ὧν φησιν· ᾧ τὰ τῶν λόγων μὴ ἑκατέρωθεν ἰσχυρά· τὸ γὰρ ἑκατέρωθεν πάντως ἐπ’ ἀμ‐ φοῖν, τοῦ τε διώκοντος τοῦ τε φεύγοντος, λαμβάνεται·
10ἀλλ’ οὐχὶ ἐπὶ τοῦ ἑνὸς ἀφωρισμένως. Ἰστέον δὲ, ὡς ταῦτα τὰ μονομερῆ δύναται καὶ συνεστῶτα γενέσθαι, εἰ τὸ μὲν ἀπὸ τοῦ φεύγοντος τὴν τοῦ προσώπου ποιό‐ τητα ἐναλλάξει, οἷον ἀντὶ τοῦ πορνοβοσκοῦ στρατηγόν· τὸ γὰρ τοῦ προσώπου ἔνδοξον οὐχ ἑτοίμην τὴν διαβο‐
15λὴν ποιήσει· ἔχει γὰρ τὴν ἀγανάκτησιν διὰ τὴν ὕβριν· καὶ ἡ τῶν διωκόντων ποιότης παρέχει τὴν ἐξέτασιν διὰ τὸ πλῆθος τῶν φόνων· τὸ δὲ ἀπὸ τοῦ διώκοντος εἰ ἀπὸ τοῦ ἐνδόξου εἰς ἄδοξον ἀμειφθείη τὸ πρόσωπον· εἰ γὰρ τὸ σῶφρον μειράκιον τοῖς μὲν τῶν ἐραστῶν λε‐
20χθείη χαρίζεσθαι, τοῖς δ’ οὒ, ἔνοχον ἔσται ὡς ἄδοξον τῆς τῶν βροχισάντων αὐτοὺς ἀναιρέσεως· ἔχει γὰρ κα‐ τηγορίαν τὸ προδιαβεβλῆσθαι τὸ πρόσωπον· καὶ πρὸς ἀσέλγειαν ἐνίους αὐτὸ ἐκδεδωκέναι. Μαρκελλίνου. Ἔστι τὰ γενικώτατα εἴδη τῶν
25ἀσυστάτων δύο· ἢ γὰρ τὰ ἐναργῆ καὶ αὐτόθεν δῆλα οὐ ζητεῖται· οἷον ὥσπερ ἐν ἡμέρᾳ οὐ ζητῶμεν, εἰ ἡμέ‐ ρα ἐστίν. ἢ τὰ ἀδύνατα εὑρεθῆναι, οἷον εἰ ἄρτιοι οἱ ἀστέρες· λείπεται λοιπὸν εἶναι ζητήματα ἐκεῖνα, ἃ καθ’ ἑαυτὰ μὲν ἄγνωστά ἐστιν, ἀπὸ δὲ ζητήσεως εὑρεθῆναι
30δύναται· προτέτακται δὲ τὸ μονομερὲς τῶν ἄλλων,
ὅτι ἑκάτερον πρόσωπον οὐκ ἔχει τὴν ἴσην χορηγίαν.149

4

.

150

ἀλλὰ τὸ μὲν ἓν πάντων κύριόν ἐστι τῶν λόγων· τὸ δὲ ἄλλο παντελῶς οὐδὲν ἔχει εἰπεῖν· ἐν τοῖς ἄλλοις ἀσυ‐ στάτοις ἔχει τι λέγειν ἑκάτερον πρόσωπον, ἀλλὰ καθ’ ἕτερόν τι ἀσύστατον διὰ τὸ μὴ πιθανὸν εἶναι τὸν λό‐
5γον, ἢ δι’ ἄλλο τι. πάνυ δὲ ἀσύστατον, ὅταν μὴ ἔχῃ τι λέγειν καθάπαξ θάτερον πρόσωπον· οἷον ὁ πορνο‐ βοσκός· ἔχει μὲν γάρ τι λέγειν, τὸ κωμάζειν τοὺς νέ‐ ους· ἀλλὰ διὰ τὴν ποιότητα τοῦ προσώπου ἀσύστα‐ τόν ἐστιν· καὶ γὰρ ἔπραττον οἱ νέοι τοῦτο, ἐφ’ ᾧπερ
10ἥδεται ὁ πορνοβοσκός· εἰ δὲ ἦν στρατηγὸς ὁ ποιήσας τὸ ὄρυγμα εἶχε λόγον, ἐνδόξου τοῦ προσώπου ὄντος· ἔστι δ’ ὅτε πάλιν ὁ μὲν κατήγορος ἀποκέκλεισται λόγων, ὁ δὲ φεύγων πᾶσαν ἔχει τὴν ἐξέτασιν ὡς ἐπὶ τούτου· νόμος τὸν ἡταιρηκότα μὴ πολιτεύεσθαι· μειράκιον
15ἡταιρηκὼς κωλύει ὁ στρατηγὸς πολιτεύεσθαι· καὶ κρίνει αὐτὸν ὕβρεως τὸ μειράκιον, οὐκ ἔχει οὐδὲν λέγειν· ὁ δὲ στρατηγὸς πολλὴν εὐπορίαν ἔχει κατὰ τούτου τὴν ἐκ τῆς ἑταιρήσεως.
19nΔεύτερον τὸ ἰσάζον δι’ ὅλου· οἷον δύο νέοι πλούσιοι, ἑκάτεροι
20nὡραίας ἔχοντες γυναῖκας, κατὰ ταὐτὸν πεφωράκασιν ἐξιόντας ἀλλή‐
21nλους ἐκ τῶν ἀλλήλων οἰκιῶν καὶ μοιχείας ἀλλήλοις ἀντεγκαλοῦσιν.
22 Συριανοῦ. Τοῦτο παρὰ τὸν πρῶτον κανόνα ἐστίν· οὔτε γὰρ πρόσωπα οὔτε πράγματα ἔχει κρινό‐ μενα· ἀλλὰ τῷ ἰσάζειν ἀσύστατον ποιοῦσι τὴν κρίσιν.
25 Σωπάτρου. Καλῶς τὸ δι’ ὅλου· ἓξ γὰρ ὄντων τῶν περιστατικῶν, προσώπου, πράγματος, αἰτίας, χρό‐ νου, τόπου, τρόπου· εἰ μικρά τις τούτων ἐμπέσοι δια‐ φορὰ, συνεστὼς ποιήσει τὸ ζήτημα, ἐπὶ προσώπου μὲν,
εἰ ὁ μὲν πλούσιος, ὁ δὲ πένης, ἢ νέος ἢ πρεσβύτης·150

4

.

151

ἐπὶ χρόνου δὲ, εἰ τὸν μὲν ἐν νυκτὶ, τὸν δὲ ἐν ἡμέρᾳ εἴπομεν πεφωρακέναι ἀλλήλους· ἐπὶ τόπου δὲ, οἷον ὁ μὲν ἐν βαλανείῳ, ὁ δὲ ἐν οἰκίᾳ, ἐπὶ τρόπου δὲ, οἷον ὁ μὲν ταῖς θεραπαινίσι διαλεγόμενος, ὁ δὲ αὐτοπρο‐
5σώπως· αἰτίας δὲ, οἷον κάλλους, πράγματος δὲ, εἰ ὁ μὲν ἐξιὼν, ὁ δὲ φιλῶν· καλῶς οὖν τὸ δι’ ὅλου πρόσ‐ κειται· ὅτι ὀλίγη τις ἐμπεσοῦσα τούτων διαφορὰ συνε‐ στὼς ποιήσει τὸ ζήτημα, εἰκότως δὲ ταῦτα δευτέραν ἔχει τάξιν· κοινωνεῖ γὰρ τῷ μονομερεῖ τούτῳ· καὶ
10λόγους οὐκ ἔχει· καὶ ὅτι ὥσπερ διπλοῦν μονομερὲς ἂν εἴη· παρ’ οὐδετέρου γὰρ μέρους λόγοι εὑρίσκονται· τούτῳ δὲ διαφέρει τῷ ἐν μὲν τῷ μονομερεῖ ἐκ τοῦ ἑνὸς μέρους πάντη μὴ εἶναι λόγον· ἐνταῦθα δὲ εἶναι μὲν, ἀχρήστους δὲ, τῷ τοὺς αὐτοὺς εἶναι· ἐλλείποντος
15τοῦ κρινομένου· ὁ γὰρ δικαστὴς ταῦτα λεγόντων ἀμ‐ φοτέρων ἀπορεῖ πρὸς τὴν κρίσιν. Μαρκελλίνου. Καλῶς τὸ δι’ ὅλου, τουτέστι κα‐ τὰ τὰ πρόσωπα καὶ τὰ πράγματα· καὶ τὸ κατ’ αὐτὸν δὲ οὐχ ἁπλῶς· ἀλλ’ ἵνα μηδὲ παρὰ τὸν καιρὸν δια‐
20φορά τις γένηται· οἷον ὁ μὲν νύκτωρ, ὁ δὲ μεθ’ ἡμέ‐ ραν· δύναται γὰρ ὁ ἕτερος λέγειν· οὐκ ἂν μεθ’ ἡμέ‐ ραν ταῦτα ἐποίουν· ἡ δὲ νὺξ μᾶλλον πρὸς μοιχείαν ἁρ‐ μόττει· ἄλλο παράδειγμα τοῦ ἰσάζοντος· δύο κατὰ ταὐ‐ τὸν ἐπὶ ἕνα βάλλοντες σκοπὸν, ἥμαρτον μὲν ἀμφότεροι
25τοῦ σκοποῦ· βάλλουσιν ἀλλήλους καὶ κρίνουσιν ἀλλήλους· ἔστι δὲ εὑρεῖν καὶ κατὰ αἴτησιν δωρεᾶς ἰσάζον· οἷον δύο κατὰ ταὐτὸν ἀριστεύσαντες αἰτοῦσι τὸν ἀλλήλων θά‐
νατον.151

4

.

152

(1n)

Τρίτον κατὰ τὸ ἀντιστρέφον· οἷον ἀπῄτει τις δάνειον καὶ τόκους
2nὁ δὲ παρακαταθήκην φάσκων ἔχειν, οὐκ ὀφείλειν ἔλεγε τόκους· με‐
3nταξὺ πεποίηται χρεῶν ἀποκοπὰς ὁ δῆμος· καὶ ὁ μὲν ὡς παρακατα‐
4nθήκην ἀπῄτει, ὁ δὲ ὡς χρέως οὐκ ὀφείλειν ἔλεγεν· ἐνταῦθα γὰρ
5nοὔτε διάφορα οὔτε ἰσχυρὰ τὰ τῶν πίστεων αὐτοῖς· περιπετεῖς γὰρ
6nτοῖς ἑαυτῶν ἄμφω γεγόνασι λόγοις.
7 Συριανοῦ. Καὶ τοῦτο παρὰ τὸν δεύτερον κανόνα ἐστὶν, οὐ γὰρ ἰσχυρὰ τὰ τῶν πίστεων αὐτοῖς, ἀλλὰ σα‐ θρότατα, διαφέρει δὲ τοῦ ἰσάζοντος· ὅτι ἐκεῖ μὲν τοῖς
10ἀλλήλων, ἐνταῦθα δὲ τοῖς ἑαυτῶν οἱ δικαζόμενοι περι‐ πίπτουσι λόγοις, ἀντιστρέφουσι γὰρ καὶ ἐναλλάττου‐ σι τοὺς λόγους, ὃ γὰρ ἔλεγεν ὁ κατήγορος πρότερον, πάλιν λέγει, καὶ διὰ τοῦτο ἀντιστρέφον καλεῖται· ἔστι δὲ ἀσύστατον, κατὰ τὸ κρινόμενον· καὶ γὰρ ὑφίσταται
15μὲν τὸ συνέχον καὶ αἴτιον, ἀπορεῖ δὲ πρὸς τὴν κρίσιν ὁ δικαστής· συσταίη δ’ ἂν τῷ προσδιορισμῷ τῆς ποιό‐ τητος· οἷον ἵν’ οὕτως ὁρίσωμεν, ἀπῄτει τις δάνειον καὶ τόκους· ὁ δὲ ἀργύριον μὲν ἔχειν ὡμολόγει, τόκους δὲ οὒ, ἀλλ’ οὐδὲ δάνειον· προσδιορισμὸς γὰρ τοῦτό ἐστι
20τῆς ποιότητος· τρίτην δὲ τάξιν εἴληφε τοῦτο· ἐπεὶ δο‐ κεῖ πως ἔχειν λόγους· καὶ τοῦτο τοῦ ἰσάζοντος διενήνο‐ χε· κοινωνεῖ μὲν γὰρ καὶ τῷ μονομερεῖ καὶ τῷ ἰσάζον‐
τι, τῷ μὲν μονομερεῖ κατὰ τὸ μὴ ἐξεταζομένους ἔχειν152

4

.

153

τοὺς λόγους, διαφέρει δὲ ἀμφοτέρων· τοῦ μὲν πρώτου, ὅτι εἰ καὶ ἀχρήστους, ἀλλ’ οὖν παρ’ ἑκατέρου μέρους ἔχει λόγους· τοῦ δὲ δευτέρου, ὅτι οὐ τοὺς αὐτοὺς, ἀλλὰ διαφόρους ἔχει λόγους· καὶ ὅτι τὸ μὲν δεύτερον ἅμα καὶ
5ἐν τῷ αὐτῷ χρόνῳ τοὺς λόγους ἔχει γινομένους· ἐν δὲ τούτῳ, ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ· καὶ ὅτι ἐν μὲν τοῖς ἐξισάζουσι τοῖς ἀλλήλων χρῶνται λόγοις πρὸς μὲν ἀλ‐ λήλων ἀνατροπὴν, οὐ μέντοι καὶ ἑαυτῶν· ἐν δὲ τοῖς ἀναστρέφουσι πρὸς ἀνατροπὴν αὐτῶν ὁρᾷ τὰ παρ’ ἑκα‐
10τέρου λεγόμενα· ἐζήτηται δὲ, εἰ διαφέρειν ἀπεδείχθη τὸ ἀντιστρέφον τοῦ ἰσάζοντος, πῶς ἐνταῦθα αὐτός φησιν, ὅτι οὐ διάφορα, οὐδὲ ἰσχυρὰ τὰ τῶν πίστεων· φαμὲν οὖν ὡς διὰ τοῦτό φησιν οὐ διάφορα, ἐπειδὴ οἷς ὁ διώ‐ κων ἰσχυρίζεται πρότερον, τοῖς αὐτοῖς πάλιν ὁ φεύγων·
15τοῖς αὐτοῖς μετὰ ταῦτα ὁ διώκων· καὶ τοῖς ἀλλήλων ἐκ τούτων ἁλίσκονται πτεροῖς· διὸ καίτοι διάφορα κατὰ ταὐτὸν ὄντα, οὐ διάφορα μετὰ βραχὺ εὑρίσκεται· ἀμεί‐ βουσι γὰρ τῇ τάξει τοῦ χρόνου καὶ τὰς ἐπιχειρήσεις· διάφορα δὲ μὴ ὄντα οὐδὲ ἰσχυρά ἐστιν· οὐδὲ γὰρ ἐπ‐
20άγονται τὸν ἀκροατὴν, τὰ οἰκεῖα ἀρνούμενος ἕκαστος καὶ ἐπὶ τὰ τοῦ ἀντιδίκου καταφεύγων· ἄλλοι δέ φασιν ὡς οὐ διάφορα εἶπεν, ἀλλ’ οὐχὶ οὐ πολλὰ, ὅτι γὰρ οὐ πολλὰ, ἐνταῦθα γνωστέον· ὁ μὲν γὰρ παρακαταθήκην ἀπαιτεῖ, καὶ μιᾷ ἀποδείξει χρῆται τῷ λέγειν, ὅτι, σὺ
25εἶπας· ὁ δὲ δάνειον ὁμολογεῖ καὶ ἰσχυρίζεται τὸ, σὺ εἶ‐ πας, καὶ αὐτός.
27nΤέταρτον κατὰ τὸ ἄπορον· οὗ μὴ ἔστι λύσιν εὑρεῖν μηδὲ πέρας·
28nοἷον Ἀλέξανδρος ὁ βασιλεὺς ὄναρ εἶδεν ὀνείροις μὴ πιστεύειν, καὶ
29nβουλεύεται· ὅ τι γὰρ ἂν συμβουλεύῃ τις ἐνταῦθα, τὸ ἐναντίον αὐτῷ
30nπερανεῖ.
31Σωπάτρου. Ἀδιαφόρως χρῆται τῇ τάξει τῶν153

4

.

154

ἀσυστάτων· καὶ λαμβάνει τέταρτον εἶδος κατὰ τὸ ἄπο‐ ρον, ὅπερ ἐν τῷ ὁρισμῷ τελευταῖον ἔθηκε· γίνεται δὲ τὸ ἄπορον, ἡνίκα τις τοῖς ἰδίοις ἐναντιοῦται λογισμοῖς, καὶ ἄλλο παρ’ ὃ βούλεται κατασκευάζει· οἷον ἵν’ ᾖ τὸ
5κατασκευαζόμενον τῇ κατασκευῇ ἐναντίον· ὅτ’ ἂν γὰρ συμβουλεύῃς, ὅτι τοῖς ὀνείροις δεῖ πείθεσθαι, αὐτῷ τῷ νῦν ὀνείρῳ ἠπίστησας, ὅτ’ ἂν δὲ μὴ πείθεσθαι αὐτῷ, ἐπίστευσας τῷ συμβουλεύοντι μὴ πείθεσθαι· κοι‐ νωνεῖ δὲ καὶ τοῦτο τοῖς προλαβοῦσι, τῷ ἀχρήστους ἔχειν
10τοὺς λόγους, διαφέρει δὲ τοῦ τε ἰσάζοντος καὶ τοῦ ἀντι‐ στρέφοντος· τοῦ μὲν ἰσάζοντος, ὅτι οὐ τοὺς αὐτοὺς ἔχει λόγους, οὐδὲ τοὺς ἴσους· τοῦ δὲ ἀντιστρέφοντος, καθὸ ἐν μὲν τῷ ἀντιστρέφοντι τοῖς ἰδίοις λόγοις ἐναντιοῦν‐ ται· καὶ γὰρ τὰ προειρημένα ἀρνούμενος ἐπὶ τὰ τοῦ
15ἐναντίου καταφεύγει· ἐν δὲ τῷ ἀπόρῳ ὁ διώκων διάφο‐ ρόν τι ἔχει τὴν ἐξέτασιν, καὶ ἐκ διαφόρων γινομένην ἀποδείξεων κατασκευάζεσθαι· ὅ τε γὰρ συμβουλεύων πείθεσθαι πολλὰ καὶ ἱκανὰ πρὸς ἀπόδειξιν ἔχει τοῦ πεῖσαι· ὅ τε μὴ πείθεσθαι ὁμοίως· τὸ δὲ πέρας τῆς
20συμβουλῆς ἑαυτῷ ἐναντιούμενον οὐκ ἔχει τὴν κατασκευ‐ ὴν, οὐ γὰρ οἱ λόγοι πίστιν οὐκ ἔχουσιν ἐνταῦθα, ἀλλὰ τὸ κατασκευαζόμενον ἐναντίον ὂν τοῖς κατασκευάζουσι τὴν ἀπορίαν δίδωσι τῷ ἀκροατῇ· ἐν δὲ τῷ ἀντιστρέ‐ φοντι ἐν ἑτέρῳ καὶ ἑτέρῳ καιρῷ συμβαίνει τὸ ἐναντίω‐
25μα· ὅμοιον τούτῳ καὶ τὸ κατὰ Κόρακα καὶ Τισίαν, καὶ ὁ Κροκοδειλίτης, ἀλλὰ καὶ τὸ τοιοῦτο πλάσμα· μάν‐ τεως θυγάτηρ ὑπὸ λῃσταῖς ἐγένετο· ἦλθεν ὁ μάντις αἰ‐ τῶν τὴν παῖδα, οἱ δὲ ὤμοσαν αὐτῷ δώσειν εἰ τἀληθῆ μαντεύσαιτο περὶ τοῦ πότερον λήψεται ἢ οὔ· ὁ δὲ,
30οὐ λήψομαι, ἔφη· καὶ βουλεύονται οἱ λῃσταί· εἰ γὰρ
δοῖεν αὐτῷ τὴν κόρην, ψευδομένῳ δώσουσιν· ἔφη γὰρ,154

4

.

155

οὐ λήψομαι· εἰ δὲ μὴ δοῖεν, οὐκ εὐορκήσουσιν, ἀλη‐ θεύοντι μὴ πληροῦντες τὰς ὑποσχέσεις· συσταίη δ’ ἂν ταῦτα πάντα τὸν ἐκ τοῦ χρόνου λαβόντα διορισμόν· οἷον τὸν μὲν κατὰ Ἀλέξανδρον ὄνειρον οὕτως· ὄνειρον
5Ἀλέξανδρος εἶδεν τοῖς μετὰ ταῦτα ὀνείροις ἢ τοῖς μεθ’ ἡμέραν μὴ πιστεύειν. τὸ δὲ κατὰ Τισίαν καὶ Κόρακα, εἰ λέγοι, εἰ εἴσω τῶν δύο ἐτῶν νικήσω τὴν πρώτην δίκην· τὸ δὲ ἐπὶ τοῦ μάντεως, εἰ εἴποι, σήμερον δὲ οὐκ ἀπο‐ δοίητε, αὔριον δέ.
10 Μαρκελλίνου. Τοῦτο ἀκριβῶς παρὰ τὸν τέ‐ ταρτόν ἐστι κανόνα· οὐ γὰρ δύναται πέρας λαβεῖν. Αὐτόθεν ἀπὸ τῆς προσηγορίας πρόδηλον τὸ λεγόμε‐ νον· δεῖ γὰρ τὸ σύμβολον τοιοῦτον εἶναι, ὥστε καὶ συμ‐ βουλεύειν περὶ τῶν δυναμένων πέρας λαβεῖν, οἷον βοη‐
15θῆσαι Ὀλυνθίοις, ἢ σπείσασθαι πολεμίοις ἢ ἄλλο τι, περὶ οὗ πρόκειται συμβουλή. εἰ γὰρ μὴ οὕτως ἔχει, μάταιος ἡ συμβουλὴ τέλος μὴ ἔχουσα· ἐνταῦ‐ θα δὲ ἑκάτερος τῶν συμβούλων εἰς ἐναντίον τῷ σκο‐ πῷ πέρας τελευτήσει· εἰ μὲν γὰρ τῷ φανέντι ὀνείρῳ
20πείθεσθαι συμβουλεύσει, ἐναντιώματι μεγάλῳ περιπε‐ σεῖται· οἷς γὰρ κελεύει πεισθέντας τῷ φανέντι ἀπι‐ στεῖν τοῖς ὀνείροις, πέπεισται πάλιν, ὀνείρῳ μὴ πιστεύ‐ ειν συμβουλεύων· εἰ δὲ πάλιν λέγει, ὅτι δεῖ πιστεύειν ὀνείροις, τί ἠπίστησε τῷ φανέντι· καὶ ἄλλως εἰ μὲν
25λέγει ὁ σύμβουλος, ὅτι δεῖ πείθεσθαι τῷ φανέντι· κα‐ λὸν γὰρ τὸ πείθεσθαι τῷ ὀνείρῳ, διὰ γὰρ τούτου ση‐ μαίνουσιν ἡμῖν οἱ θεοὶ, περὶ ὧν βούλονται· τὸ αὐτὸ καὶ ἐπὶ πάντων ὀνείρων ἰσχύει· οἰκοῦν πᾶσιν πείθε‐ σθαι δεῖ τούτων τῷ λόγῳ. Εἰκότως οὖν ἄπο‐
30ρον ἐκλήθη· ἄπορον γάρ ἐστιν, ἐν ᾧ τὸ ἐναντίον οὗ155

4

.

156

βούλεταί τις κατασκευάζει· καὶ ἐξ ὧν τις προτρέπεται ἀποτρέπει· καλεῖται δὲ καὶ μαχόμενον· διαφέρει δὲ τοῦ ἀντιστρέφοντος, ὅτι ἐν μὲν τῷ ἀντιστρέφοντι τοῖς ἑαυ‐ τῶν μόνον λόγοις ἐναντιούμεθα, οὐ τῷ βουλεύματι τῷ
5ἑαυτῶν ἀντιπίπτομεν· καὶ θάτερον θατέρου ἀναιρε‐ τικὸν γίνεται· τῷ μὲν γὰρ ἀπαιτοῦντι τὸ δάνειον σκο‐ πὸς ἦν τὸ ἀποβαλεῖν τὰ χρήματα, καὶ οὐ μάχεται τῇ γνώμῃ τῇ ἑαυτοῦ, εἴτε παρακαταθήκην εἴτε δάνειον λέγει· ἐν δὲ τῷ ἀπόρῳ ἐὰν εἴπῃς μὴ πιστεύειν, πιστεύεις τῷ
10φανέντι, καὶ ἐν τούτῳ τὰ ἐναντία τῇ βουλήσει περα‐ νοῦμεν, οὐ τῷ λόγῳ· ὅρα δὲ πῶς φησι πρῶτον μὲν τὸ ὄνομα ἄπορον, οὗ μὴ ἔστι πέρας εὑρεῖν· καὶ μετὰ ταῦ‐ τα τὸ παράδειγμα· εἴπομεν δὲ καὶ ἄλλο παράδειγμα παρὰ τὸ κείμενον· ἔγραψέ τις ψήφισμα· μὴ κυρωθέντος
15αὐτοῦ γράφει ἕτερον, ὥστε μὴ πιστεύειν ψηφίσματι, εἰ γὰρ πεισθείημεν αὐτῷ λέγοντι, εὑρισκόμεθα τῷ αὐτοῦ πιστεύσαντες· εἰ δὲ βεβαιώσομεν τὸ μὴ πιστεύειν, τὸ παρ’ αὐτοῦ γραφὲν ἀνατρέπομεν.
19nΠέμπτον κατὰ τὸ ἀπίθανον, οἷον εἰ Σωκράτην τις πλάττει πορ‐
20nνοβοσκοῦντα, ἢ Ἀριστείδην ἀδικοῦντα.
21 Συριανοῦ. Καὶ τοῦτο παρὰ τὸν δεύτερόν ἐστι κανόνα· οὐ γὰρ ἐκ πιθανῶν σύγκειται λόγων, ἀλλὰ ταῖς πάντων ἀκριβῶς ἐναντίων δόξαις οὐ συνᾴδοντα λέγειν ἐπιχειρεῖ· τριῶν δὲ ὄντων περὶ ἕκαστον τῶν
25πραγμάτων, χρήσεως καὶ φύσεως καὶ δόξης, τὰ μὲν δύο τῷ ῥήτορι ἀπονενέμηται, χρῆσις καὶ δόξα, φύσις δὲ
τοῖς φιλοσόφοις· αὐτῶν δὲ τῶν δύο τῶν παρὰ τοῖς156

4

.

157

ῥήτορσι, κυριώτερον τὸ τῆς χρήσεως, ἀπὸ γὰρ αὐτῆς καὶ ἡ δόξα ἀναφαίνεται· εἰ γὰρ καὶ τὰς φύσεις οὐκ ἐπιζητοῦσι τῶν πραγμάτων, ἀλλ’ οὖν ἐκ τῆς χρήσεως οἶμαι τόδε τι περὶ τοῦδε τοῦ πράγματος νομίζουσιν, ἢ
5οὐ νομίζουσιν, διόπερ τὸ ἄπορον πρῶτον ἔταξε τοῦ ἀπιθάνου· ὡς τὸ μὲν ἀπὸ τῆς χρήσεως ἔχον τὴν βλά‐ βην, τὸ δὲ ἀπὸ τῆς δόξης. Σωπάτρου. Ἀσθενησάντων τῶν ἀσυστάτων ἐπὶ τὰ μᾶλλον ἔχοντα λόγον χωρεῖ· σκόπει γὰρ, ὅτι τὸ μὲν
10μονομερὲς ἐκ τοῦ ἑνός ἐστι πάντη ἐλλελειμμένον· τὸ δὲ ἐξισάζον ἔχει μὲν ἐξ ἑκατέρου λόγους, τοὺς αὐτοὺς δέ· τὸ δὲ ἀντιστρέφον ἔχει μὲν διαφόρους λόγους καὶ τοὺς αὐτοὺς, πίστιν δὲ οὐκ ἔχοντας· τὸ δὲ ἄπορον καὶ λό‐ γους ἔχει, καὶ οὐ τοὺς αὐτοὺς καὶ πίστιν δεχομένους· ἐκ δὲ
15τοῦ κατασκευαζομένου τὸ ἀσύστατον· τὸ δὲ ἀπίθανον ὕλην ἔχει πάντων πλείονα, διὸ καὶ σχεδὸν συνέστηκεν· ὥστε κα‐ λῶς ἤδη εἴρηται· ὥσπερ ἐπὶ τῶν ἐξεταζομένων προσώ‐ πων καὶ πραγμάτων ἀπὸ τῶν πολυϋλοτέρων διεχώ‐ ρησεν ἐπὶ τὰ ἀπορώτερα καὶ ἀσθενέστερα, οὕτω πά‐
20λιν ἐνταῦθα ἀπὸ τῶν ἀπορωτέρων ἐπὶ τὰ εὐπορώτερα· ὡς γὰρ ἐκεῖ τῷ συνιστάναι χαρακτηριζόμενα ἐπεζήτει τὰ πλείονα σύστασιν χορηγοῦντα προτάττειν, οὕτω κἀν‐ ταῦθα τὰ τῷ ἀσυστάτῳ τὸ ἑαυτῶν εἰληχότα γνώριμον τὰ ἀπορώτερα τῶν εὐπορωτέρων προτιθέναι φιλεῖ· ταύ‐
25τῃ τοι καὶ τοὺς τοῦ κανόνος τέσσαρας προςδιορισμοὺς, οὐ κατὰ τάξιν ἐπὶ τῶν ὑποδειγμάτων φυλάττειν ἀλλὰ φύρδην καὶ ἀναμὶξ, ὡς ἂν ἡ χρεία τῶν ἀσυστάτων τὴν τάξιν παρέχηται· ἐζήτησαν δέ τινες, πῶς τὸ παρὸν ἀσύ‐ στατόν ἐστι· καίτοι καὶ Σωκράτης καὶ Ἀριστείδης γρα‐
30φὰς ὑπέμειναν· καὶ ὁ μὲν ἐξωστρακίσθη, Σωκράτης δὲ
θανάτῳ ἐζημιώθη· εἰ δὲ μὴ ἦν κατὰ τούτων κατηγορία,157

4

.

158

πῶς ἔργῳ ἐκβᾶσα φαίνεται· φαμὲν οὖν ὡς τοῦτο ἀπίθανόν ἐστι καὶ τὰ τούτῳ ὅμοια, ἡνίκα κατ’ αὐτὸ τοῦτο καθ’ ὃ ἔνδοξόν ἐστι τὸ πρόσωπον πειρῷτό τις διαβάλλειν. Σωκράτης τε γὰρ ἐπὶ σωφροσύνῃ βοώμενος
5καὶ Ἀριστείδης ἐπὶ δικαιοσύνῃ ἀπίθανον ποιήσουσι τὸν ἐπιχειροῦντα, ἐπὶ τούτοις αὐτοῖς γράφεσθαι· οἷον Σω‐ κράτη μὲν ἐπὶ ἀσελγείᾳ, Ἀριστείδην δὲ ἐπὶ ἀδικίᾳ· ἡνί‐ κα δὲ οὐ κατὰ τοῦτο, καθ’ ἕτερον δὲ, πρόσωπον γὰρ οὐδὲν ἀναμάρτητον, συνίσταται· οἷον εἰ Ἀριστείδην λει‐
10ποταξίου τις γράψεται ἢ ὑπερηφανίας, Σωκράτην δὲ ἀσεβείας· ἃ καὶ κατ’ αὐτῶν γεγενημένα, τὸν μὲν ἀπο‐ κτανθῆναι, Ἀριστείδην δὲ ἐξοστρακισθῆναι πεποίη‐ κεν, οὕτως καὶ Ἀχιλλέα μὲν δειλίας τις γραφόμενος ἢ λειποταξίου ἀπίθανος· προδότην δὲ καὶ χρημάτων ἥτ‐
15τονα ἢ ὑπερήφανον, πιθανός· ὥστε τὰ ἀπίθανα κατὰ ἐναλλαγὴν τοῦ πράγματος συνίσταται. Μαρκελλίνου. Οὐκ ἀγνοοῦμεν ἀπὸ τῆς ἱστορίας τὴν τούτων ποιότητα, διαβεβοημένοι γὰρ οἱ ἄνδρες ἐπὶ τοῖς βελτίοσιν ἦσαν· ὁ μὲν Ἀριστείδης ἐπὶ δικαιοσύνῃ,
20ὁ δὲ Σωκράτης ἐπὶ σωφροσύνῃ· εἰ τοίνυν ἐπιχειροίη τις τὰ ἐναντία περιτιθέναι τῆς δόξης, καὶ λέγοι τὸν σώ‐ φρονα πορνοβοσκὸν, ἢ τὸν δίκαιον ἀδικοῦντα, τίς ἀνέ‐ ξεται παντάπασιν ἀπίθανα διαβάλλοντος· ἀλλ’ εἴποι τις, ὅτι μεταβέβληται πολλάκις καὶ φύσιν· ἀλλά φαμεν, ὅτι
25κἂν ἀληθὲς τοῦτο δῶμεν μεταβάλλεσθαι, ἀλλὰ διὰ τὴν δόξαν τῶν ἀνδρῶν τὴν ἤδη κρατήσασαν ὡς νόμον ἀπί‐ θανόν ἐστι τὸ πλάσμα· μάχεται γὰρ αὕτη καὶ τῇ ἀλη‐ θείᾳ, δέεται δὲ καὶ ἡ ἀλήθεια τοῦ πιθανοῦ· καὶ γὰρ αὐτὸ τὸ ἀληθὲς, ἐὰν μὴ ἔχῃ τὸ πιθανὸν, μάταιον εἰς
30τὸ πείθειν· δεῖ δὲ νοεῖσθαι ἀπίθανον, καὶ ἅμα προ‐
κεῖσθαι τῷ λόγῳ τὸ καθ’ ὑπερβολήν· τὰ γὰρ πρὸς ὑπερ‐158

4

.

159

βολὴν ἄδοξα ἀσύστατα· τὰ δὲ μὴ πρὸς ὑπερβολὴν συν‐ ίσταται. Παράδειγμα ἄλλο τοῦ ἀπιθάνου. Περικλῆς τῇ Ἀσπασίᾳ συνόντα Σωκράτη κρίνει μοιχείας.
4nἝκτον κατὰ τὸ ἀδύνατον· οἷον εἰ Σιφνίους τις ἢ Μαρωνείτας
5nπερὶ ἀρχῆς τῶν Ἑλλήνων εἴποι βουλεύεσθαι, ἢ τὸν Πύθιον
6nψεύδεσθαι.
7 Συριανοῦ. Καὶ τοῦτο παραπλησίως τῷ πέμπτῳ, παρὰ τὸν δεύτερόν ἐστι κανόνα· οὔτε γὰρ πιθανοὶ, οὔτε ταῖς πίστεσιν ἰσχυροὶ οἱ ἐν αὐτῷ λόγοι· διαφέ‐
10ρει δὲ τοῦ ἀπιθάνου· ὅτι τὸ μὲν ἀδύνατον οὐδὲ μίαν ἔχει τοῦ γενέσθαι φύσιν, ὃ δὲ ἀδύνατον πραχθῆναι, πῶς οὐκ ἄτοπον πράττειν, τὸ δὲ ἀπίθανον τῶν ἐνδεχο‐ μένων ἐστίν· ἐνδέχεται γὰρ Σωκράτη τε διὰ φιλαν‐ θρωπίαν ἑταίρᾳ χορηγῆσαι τροφὴν, καὶ Ἀριστείδην
15ἀπατηθέντα πρᾶξαί τι ἄδικον. Σωπάτρου. Τοῦτο οὐκ ἠδύνατο πρὸ τοῦ ἀπι‐ θάνου τάττεσθαι· εἰ γὰρ καὶ ἀπὸ τῶν σφόδρα ἀσυ‐ στάτων ἐπὶ τὰ ἥττω καταβαίνειν ἐπάγεται, ἀλλ’ οὖν ὡς βουλόμενος ὁ τεχνικὸς ἀεὶ τὰ πρόσωπα τῶν πραγμά‐
20των προτάττειν καὶ ἐπὶ τῶν παρόντων τὴν ἰδίαν ἐφύ‐
λαξε πρόθεσιν· καὶ τὸ ἀπίθανον τοῦ ἀδυνάτου προέταξε·159

4

.

160

καὶ γὰρ τὸ μὲν ἀπίθανον, διὰ τὴν τοῦ προσώπου ποι‐ ότητα γίνεται, τὸ δὲ ἀδύνατον διὰ τὴν τοῦ πράγματος· ἄλλως τε δὲ τὸ ἀδύνατον ἐπιτεταμένον ἐστὶν ἀπίθανον, καὶ πᾶν μὲν ἀδύνατον ἀπίθανον, οὐ μέντοι καὶ ἔμπα‐
5λιν· καὶ τὸ μὲν ἀπίθανον ἐκ τῆς προαιρέσεως, ἠδύνατο γὰρ Σωκράτης πορνοβοσκεῖν, ἀλλ’ οὐκ ἠβούλετο· τὸ δὲ ἀδύνατον οὐκ ἐνδεχόμενον γενέσθαι, ὅπερ ἐκ φύσεως γίνεται, ἔτι καὶ τὸ ἀπίθανον ἀδυνάτου τάξιν ἐπέχει· εἰ γὰρ ἀπίθανόν ἐστιν οὐκ ἂν ἐγένετο· οὐδὲ δυνατὴν ἔχει
10τὴν κατηγορίαν ὡς ἐπαναβεβηκός· τὸ δὲ ἀδύνατον δύ‐ ναται μὲν πιθανοὺς ἔχειν λόγους, τὸ δὲ πέρας ἀδύνα‐ τον· ὅπερ, ὡς ἔφαμεν, οἰκεῖόν ἐστι τοῦ πράγματος· κοινωνεῖ δὲ τοῦτο σφόδρα τῷ ἀπόρῳ· ὥσπερ γὰρ ἐκεί‐ νου τὸ πέρας ἀδύνατον, οὕτω καὶ τούτου· διαφέρει δὲ,
15ὅτι ἐνταῦθα μὲν κατὰ τὴν φύσιν τῶν πραγμάτων τὴν κοινὴν ἁπάντων ἐστὶν ἀδύνατον· ἐκεῖ δὲ μόνῃ τῇ αὐτοῦ τοῦ κατασκευαζομένου φύσει, καὶ τῷ τοῦ Ἀλεξάνδρου ὀνείρῳ καὶ τῇ τοῦ μάντεως προτάσει μόναις ταῖς κατα‐ σκευαῖς ἐναντία τὰ κατασκευαζόμενα· ἐπὶ μέντοι τοῦ
20τὸν Πύθιον ψεύδεσθαι, καὶ τῇ κοινῇ φύσει τῶν πρα‐ γμάτων εὑρίσκεται τοῦτο ἐναντίον· οὐδέποτε γὰρ θεὸς ψεύδεται· πάλιν ἐὰν εἴπω, ὅτι Θεσσαλοὶ τὴν Ὄσσαν ἐπὶ τὸ Πήλιον καὶ τὸν Ὄλυμπον βούλονται θέντες ἀναβα‐ τὸν ποιῆσαι τὸν οὐρανὸν, τῇ φύσει τῶν πραγμάτων καὶ
25τοῦτό ἐστιν ἐναντίον. Σιφνίους δὲ καὶ Μαρωνείτας ὑπόδειγμα τίθησι, καίτοι οὐ τῶν ἀδυνάτων τοῦτο, εἴγε οἱ ἐκ Πέλλης περὶ ἀρχῆς τῶν Ἑλλήνων ἐβουλεύσαντο, ἀλλὰ καὶ καθ’ Ἡρόδοτον καὶ Θουκυδίδην πολλαὶ πόλεις τὰς τύχας αἱ μὲν ἐπὶ τὸ μεῖζον, αἱ δὲ ἐπὶ τὸ ἔλαττον
30ἤμειψαν· οὐδὲν οὖν ἄτοπον καὶ Σιφνίους ἢ Μαρωνείτας τῷ χρόνῳ αὐξηθέντας πρὸς τοῦτο ἰδεῖν. Ἔοικεν οὖν ὁ τεχνογράφος τέχνην συνιστὰς, τῶν μὲν Ἑλληνικῶν πρα‐
γμάτων ἤδη ἐκλελοιπότων, καὶ τῆς Ῥωμαίων ἀρχῆς γε‐160

4

.

161

νομένης, ἐν ᾗ δι’ ὅλου Σιφνίους καὶ Μαρωνείτας ἀσθενεῖς παρειλήφαμεν· φησὶ γὰρ ἐκεῖνος ἐν συμβουλευτικοῖς, εἰ μὲν Σίφνιοι ἢ Μαρωνεῖται περὶ ἀρχῆς συνεβούλευον, συσταίη δ’ ἂν καὶ τοῦτο ἐναλλαγῇ προσώπου· εἰ λέγοι‐
5μεν, περὶ μὲν Ὄσσης βουλεύονται οἱ θεοί· ἐπὶ δὲ τῆς ἀρχῆς βουλεύονται Λακεδαιμόνιοι· ἐπὶ δὲ τῆς Πυθί‐ ας, εἰ τὸν πρόμαντιν εἴπω ψεύδεσθαι, ὡς καὶ Δημοσθέ‐ νης πολλάκις τὴν Πυθίαν φιλιππίζειν ἔλεγεν. Μαρκελλίνου. Ἴσμεν ὅτι καθάπαξ ἀσθενῆ
10ταῦτα τὰ γένη καὶ εὐτελῆ· πόθεν οὖν τούτοις ἡ ῥώμη; πόθεν βουλεύσασθαι δυνατὸν περὶ ἡγεμονίας καὶ μά‐ λιστα τῆς Ἑλλάδος ἁπάσης; μεῖζον γὰρ τῆς δυνάμεως αὐτῶν καθ’ ὅλον τὸ ἐγχείρημα· παραπλήσιον δὲ καὶ ἐπὶ τοῦ Πυθίου· πῶς γὰρ θεὸν ψεύσασθαι δυνατὸν, ὡς
15τὸν ἐπιχειροῦντα τὰ τοιαῦτα πλάττειν ζητήματα εὐήθη κρινοῦμεν καὶ ἀνόητον· ὅμοιον δὲ κἀκεῖνο, Ἀλέξανδρος βουλεύεται μεταθεῖναι τὰς νήσους εἰς ἤπειρον· φασὶ δέ τινες, ὅτι οὐ τάξει λέγει τὰ ἀσύστατα, ἔδει γὰρ ὕστερον ταχθῆναι τὸ ἀπίθανον τοῦ ἀδυνάτου, καθ’ ὃ τὸ ἀδύ‐
20νατον πλέον ἀσύστατόν ἐστιν· οἱ δὲ βουλόμενοι τάξιν ἔχειν φασὶν, ὅτι τὸ ἀδύνατον ἐκ τοῦ ἀπιθάνου σύγκει‐ ται· συναγωγὴ γὰρ ἀπιθάνων ἀποτελεῖ τὸ ἀδύνατον· ἄτοπον δὲ ἡμᾶς τὸ γενόμενον καὶ δεύτερον ζητεῖν, πρὶν τὸ ἀποτελοῦν καὶ ποιοῦν εἰδέναι· πρότερα γὰρ τῇ φύ‐
25σει τὰ ποιοῦντα τῶν γινομένων, ὥσπερ πατὴρ καὶ μή‐ τηρ υἱοῦ. οὐκ ἀγνοήσας δὲ, ὡς ἀσθενὲς καὶ σαθρὸν τὸ κατὰ Σιφνίους καὶ Μαρωνείτας τοῦ ἀδυνάτου παρά‐ δειγμα, προσεδεήθη τῆς τοῦ ψεύδεσθαι τὸν Πύθιον
προσθήκης· οὐκ ἀδύνατον γὰρ ἦν ἐκείνους περὶ ἀρχῆς161

4

.

162

τῶν Ἑλλήνων ἀμφισβητεῖν· καὶ γὰρ αἱ Μυκῆναι μικρὸν πόλισμα, ὡς μέμνηται Θουκυδίδης, ὅμως ἦρξεν.
3nἝβδομον κατὰ τὸ ἄδοξον. οἷον ἐκμισθώσας τις τὴν ἑαυτοῦ γυ‐
4nναῖκα, τὸν μισθὸν οὐκ ἀπολαμβάνων, δικάζεται τῷ
5nμισθωσαμένῳ.
6 Συριανοῦ. Ἄδοξόν φησιν ἐνταῦθα οὐ τὸ εὐτε‐ λὲς, πολλὰ γὰρ καὶ τῶν εὐτελεστάτων πραγμάτων ἐξέ‐ τασιν ἐν ζητήμασιν ἐπιδέχεται, ἀλλὰ τὸ κακόδοξον καὶ αἰσχρόν. Ἰστέον δὲ, ὡς Ἀκύλας ἄδοξον κατὰ τὸ πρᾶγμα
10τὸν τρόπον τοῦτον καλεῖ· ἡμάρτηται δὲ καὶ οὗτος ὁ τρό‐ πος, παρά τε τὸν δεύτερον κανόνα καὶ παρὰ τὸν τρί‐ τον, ποίαν γὰρ ἰσχυρὰν προβαλεῖται πίστιν ἀνὴρ προ‐ αγωγὸς τῆς αὐτοῦ γαμετῆς ὑπὲρ οὕτω διαβεβλημένης πράξεως κατηγορεῖν ἐπιχειρῶν· ποῖος δὲ δικαστὴς σω‐
15φρονῶν οὐ πρὸ τῆς κρίσεως καταλεύσει τὸν μηδὲ τῶν οἰκειοτάτων δι’ αἰσχροκέρδειαν φεισάμενον· ὥστε καὶ διὰ τὸ προειλῆφθαι τῇ κρίσει ἡμάρτηται. Σωπάτρου. Τοῦτο τὸ εἶδος παρ’ Αἰσχίνου ἐπι‐ νενόηται; ὃ σαφῶς ἐν τῷ κατὰ Τιμάρχου δείκνυσιν· ἐν
20οἷς γὰρ διαλαμβάνει περὶ τοῦ κατὰ γραμματεῖον ἡται‐ ρηκέναι καὶ κατασκευάζει ὡς ἄχρηστον· καὶ παρὰ τοῦ πεποιηκότος, καὶ παρὰ τοῦ πεπονθότος μὴ δυνάμενον ἐμφανισθῆναι, ἀλλὰ διὰ τὴν τῶν ἀκροωμένων αἰσχύνην κραυγῆς τε καὶ θορύβου λέγων τὸν λέγοντα ἀπολαύειν,
25ἐδίδαξε τοῦτο, ὅτι συστῆναι οὐ δύναται· ἐν οἷς ὁ ἀκροατὴς αἰσχυνόμενος, ὡς ἂν μὴ τοιαύτη τῇ πόλει
ὕβρις προστριβῇ τὸν λέγοντα οὐ προσίεται· τοῦ αἰ‐162

4

.

163

τίου δὲ συνισταμένου, ἂν καὶ νόμος ἢ ἔθος προστεθείη τοῦ δύνασθαι τοῦτο πράττεσθαι, ἐν τοῖς ἐξεταζομένοις ἔσται τὸ παρὸν ζήτημα· ἰστέον δὲ, ὅτι ἐπὶ τῶν τοιού‐ των τῶν μέσων δεῖ εἶναι τὸ πρόσωπον, τὸ δὲ πρᾶγμα
5καθ’ ὑπερβολὴν ἄδοξον· ἐπὶ γὰρ τῶν διαβεβλημένων προσώπων συνίσταται· ἐὰν γὰρ λέγω, πορνοβοσκὸν γυ‐ ναῖκα μισθωσάμενον, καὶ μὴ ἀπολαβόντα τὸν μισθὸν δικάζεσθαι τῷ μισθωσαμένῳ, δύναται διὰ τὴν τοῦ προσώπου ποιότητα σύστασιν ἔχειν· τὰ γὰρ τῆς ἀδο‐
10ξίας ἐπὶ τούτου οὐκ ἔσται· διαφέρει δὲ τοῦτο τῶν δια‐ βεβλημένων, καθὸ ἐκεῖ μὲν οὐδείς ἐστι λόγος ἀπὸ τούτων· ἐνταῦθα δὲ λόγοι μέν εἰσιν, ἀπὸ δὲ τῶν δικα‐ στῶν ἀποδοκιμάζεται· ἀσύστατον δέ ἐστι παρὰ τὸ κρι‐ νόμενον.
15 Μαρκελλίνου. Εἰκότως παρῃτήσαντο τὸ ἄδοξον οἱ τεχνικοὶ ὡς ἀσύστατον, εἰ καὶ τοῖς πράγμασιν ἰσχύει, ἐπειδὴ τὰ οὕτως ἄδοξα καὶ μεμισημένα οὐκ ἂν ἐπ’ αὐ‐ τῆς τῆς ἀληθείας εὑρεθείη· εἰ δὲ καὶ εὑρίσκεται, οὐδεὶς ἂν αὐτὰ προσδέχοιτο· τίς γὰρ πεισθείη περὶ τῶν τοιού‐
20των ἀκούειν· περιφανὴς γὰρ τῆς ἀδοξίας ἡ ὑπερβολὴ, τὸ ἐκμισθῶσαι τὴν οἰκείαν γυναῖκα· οὐκ ἂν οὖν οὕτως ἐπ’ ἀληθείας οὔτε ἐν πλάσματι περὶ τῶν τοιούτων δι‐ κάζεσθαί τις τολμήσειεν· εἰ μέντοι τὸ πρόσωπον ἄδοξον εἴη, καὶ τὸ πρᾶγμα συνίσταται· τῷ γὰρ ἀδόξῳ καὶ χα‐
25μαὶ κειμένῳ προσώπῳ καὶ τὸ ἄδοξον πρέπει τῶν ἔργων. ὅτ’ ἂν δὲ διαφέρῃ τό τε πρᾶγμα καὶ τὸ πρόσωπον, οὐ συγχωρήσειεν ἡ ἀνωμαλία συνεστάναι τὸ πρόβλημα· ἄδοξον δὲ λέγει νῦν οὐ τὸ παράδοξον, ἀλλὰ τὸ κακόδο‐ ξον καὶ αἰσχρὸν καὶ ἀσελγὲς καὶ παρὰ τὴν τοῦ προ‐
30σώπου ποιότητα· πῶς γὰρ οὐκ ἄδοξον ἀνὴρ προαγωγὸς
καὶ μισθὸν τῆς πράξεως εἰςπραττόμενος καὶ καθίζων163

4

.

164

ἐπὶ πορνείᾳ δικαστήριον· παράδειγμα ἄλλο. Φιλοκρά‐ της ἐκμισθώσας τὰς Ὀλυνθίας γυναῖκας καὶ ἀναγκάζων φέρειν ἑαυτῷ τὸν μισθὸν, δημοσίων ἀδικημάτων φεύ‐ γει· εἰ δέ τις εἴποι, ὅτι ἔοικε τῷ μονομερεῖ, κἀκεῖ γὰρ
5τὸ πρόσωπον ἀπὸ ψιλῆς μόνης ἐννοίας γινώσκεται, λέ‐ γομεν· ἀλλ’ ἐκεῖ ἐν τῷ μονομερεῖ τὸ πρᾶγμα οὐκ ἔστιν ἄδοξον καθ’ ὑπερβολὴν, ὥσπερ ἐνταῦθα.
8nὌγδοον κατὰ τὸ ἀπερίστατον· οἷον ἀποκηρύττει τις τὸν ἑαυτοῦ
9nυἱὸν ἐπ’ οὐδεμιᾷ αἰτίᾳ, ταῦτα γὰρ οὐκ ἂν εἴη ζητήματα.
10 Συριανοῦ. Ἔγνωσται πολλάκις καὶ ἐν προγυ‐ μνάσμασιν, ὅτι ἕξ εἰσι τὰ περιστατικὰ μόρια, καὶ τούτων μετά γε τὸ πρόσωπον καὶ τὸ πρᾶγμα συνεκτικώτατον ἡ αἰτία· ἀπερίστατον οὖν διὰ τοῦτο καλεῖ τὸ μηδεμίαν προφανῆ αἰτίαν τῆς κατηγορίας ἔχον· ἐνταῦθα οὖν
15τελείως ἐκλείπει τό τε πρᾶγμα καὶ τὸ τεκμήριον· ὅπερ οὐδὲ ἐπὶ τῶν ἀτελῶν ἐστιν ἐκ πραγμάτων στοχασμῶν εὑρεῖν ποτε· καὶ οὗτος οὖν ὁ τρόπος παρὰ τὸν δεύτερόν ἐστι κανόνα· μηδὲ μίαν ἰσχυρὰν πίστιν ἐφ’ οἷς ἐγκαλεῖ παρεχομένου τοῦ πατρός.
20 Σωπάτρου. Τοῦτο πρὸ πάντων τάξας ἐν τῷ ὁρισμῷ τῶν συνεστώτων καὶ καλῶς τάξας ἐνταῦθα οἰ‐ κείως τελευταῖον αὐτὸ τάττει· καὶ γὰρ πάντων πλέον τὸ ἀσύστατον ἔχει, διὰ τὸ ἐκείνοις μὲν ποσῶς προσεῖναι
λόγους, τούτῳ δ’ οὐδενός· ἀσύστατον δὲ περὶ τὸ αἴτιον164

4

.

165

γίνεται· ὅθεν εἰ τοῦτο λάβοι, συνίσταται· ἐξαιρέτως δὲ τὴν αἰτίαν καλεῖ περίστασιν, διὰ τὸ μὴ δύνασθαι ἄνευ ταύτης κἂν πρόσωπον εἴη καὶ πράγματα τὸ ζήτημα σύ‐ στασιν ἐπιδέχεσθαι· ὥσπερ καὶ πραγμάτων πάλιν
5καὶ προσώπων ἐκλελοιπότων, κἂν ἡ αἰτία εἴη· ἀλλ’ ἐπ’ ἐκείνων μὲν τῶν δύο ἐκλελοιπότων τὸ ἀσύστατον· ἐν‐ ταῦθα δὲ τῆς αἰτίας μόνης διὸ καὶ κατ’ ἐξαίρετον ἀ‐ περίστατον κέκληται· ὅτι ὃ ἐκεῖνα ἄμφω ἐκλείποντα ποιεῖ, τοῦτο δύναται μόνον ἐκλεῖπον· οὔτε γὰρ πρόσω‐
10πον ἐκλεῖπον μόνον ἀσύστατον ποιήσει· εἴγε ἔστι μετὰ ἀορίστου ζήτημα μελετῆσαι προσώπου, οὔτε πράγματος μόνου· εἴπερ τὸ κατὰ τὸν ἄσωτον ἀπὸ τῆς τοῦ προσώ‐ που ποιότητος μόνης τὴν σύστασιν ἐπιδέχεται, αἰτίας δὲ ἐπιλελοιπυίας ὡς ἐνταῦθα ἀσύστατον πάντη· ὅθεν
15εἰκότως, ὡς τοῖς δύο ἰσοδυναμοῦν, ἀπερίστατος κατ’ ἐξ‐ αίρετον ἐκλήθη. Μαρκελλίνου. Περίστασίς ἐστιν ὕλη τοῦ πλά‐ σματος, οἷον αὐτὰ τὰ ὑποκείμενα κατὰ τὸ πρόβλημα· πλεῖστα μὲν οὖν ἐστι τὰ περιστατικὰ καὶ πρόσωπον καὶ
20πρᾶγμα, καὶ αἰτία καὶ τρόπος καὶ χρόνος, τὸ δὲ κυριώ‐ τατον καὶ μεῖζον ἡ αἰτία, καὶ ἀπὸ ταύτης αἱ ἀφορμαὶ τοῖς λόγοις γίνονται καὶ φύονται· τούτου δὲ ἐλλείποντος ἀνυπόστατοι γίνοιντ’ ἂν αἱ ὑποθέσεις· καὶ χρεία μέν ἐστι τῆς αἰτίας ἐν πᾶσι πράγμασι, μά‐
25λιστα δὲ ἐν τοῖς μεγάλοις· ὥσπερ οὖν καὶ τὸ προκείμε‐ νον· εἴ γε πατὴρ παῖδα ἀποκηρύττει· καὶ διΐσταταί πως τὰ ἡνωμένα τῇ φύσει, πῶς οὐκ ἀνάγκη τῶν τηλι‐ κούτων ἀξιόχρεων φαίνεσθαι τὴν αἰτίαν, ὅταν δὲ μηδ’ ἡ τυχοῦσα ὑπάρχῃ, τίνα λόγον ἔχοι ἂν τὸ ὑποκείμενον,
30ὁρῶμεν δὲ καὶ τοὺς τεχνογράφους παραγγέλλοντας, ὅτ’165

4

.

166

ἂν μὴ πάνυ πιστευόμενον ὑπάρχῃ πρᾶγμα τὰς αἰτίας πιστωτικὰς παραπλέκειν αὐτῷ, καὶ μὴ πάντη γυμνὰ τι‐ θέναι τὰ ἀπιστούμενα· οὕτως ἰσχυρὸν ἡ αἰτία· ἀμέλει ἐν τῷ κατὰ Μειδίου ὁ Δημοσθένης μὴ δυνάμενος δια‐
5βαλεῖν τὴν ἐπίδοσιν τῆς τριήρους, εὐεργεσίας γὰρ ἦν, αὐτὴν μὲν οὐ διέβαλε, τὴν δὲ αἰτίαν τῆς ἐπιδόσεως αἰτιᾶται· πάλιν ἐν τῷ ὑπὲρ τοῦ στεφάνου· ἐπειδὴ τὰ τῆς τύχης ἐν φαύλῳ ἦν ἀποβεβηκότα τὴν αἰτίαν παρέ‐ χεται, δι’ ἣν ταῦτα συνεβούλευσεν· σκόπει γάρ, φησι,
10μὴ τὰ ἐκβάντα διὰ τὴν τύχην, ἀλλ’ εἰ τῆς πόλεως ἄξια πράγματα εἱλόμεθα· εὕροι δ’ ἄν τις κἀν τοῖς ψηφίσμα‐ σι κἀν τοῖς νόμοις πολλαχοῦ προσκειμένας τὰς αἰτίας, δι’ ἃς ἐγένοντο οἱ στέφανοι· οἷον δεδόχθω τῷ δήμῳ στεφανῶσαι Δημοσθένη χρυσῷ στεφάνῳ· εἶτα ἡ αἰτία,
15ἀρετῆς ἕνεκα καὶ εὐνοίας· εἰκότως οὖν, εἰ καὶ τὰ ἄλλα περιστατικὰ ἔχει τὸ πρόβλημα, τοῦτο δὲ λείπει τὸ τῆς αἰτίας, ἀσύστατον· ὥσπερ ἐπὶ τοῦ προκειμένου· ἔστι γὰρ πρόσωπον ὁ πατήρ· ἔστι δὲ καὶ πρᾶγμα τὸ ἀπο‐ κηρύξαι· ἀλλ’ ἐπειδὴ τὸ κυριώτερον ἡ αἰτία λείπει, ἀ‐
20σύστατον· πῶς γὰρ οὐκ ἄτοπον τὴν φύσιν ἑαυτῇ πολε‐ μεῖν, καὶ ἀλλοτριοῦν τοὺς παῖδας μὴ ὑποκειμένης αἰ‐ τίας· τὸ γὰρ συνέχον τὰ τοιαῦτα μάλιστα ἡ αἰτία ἐστίν· εἰ δὲ λέγοι τις, ἀλλ’ ἔχει τὴν τοῦ πατρὸς ἐξουσίαν, ἐροῦμεν, ἀλλ’ οὐκ ἀρκοῦσαν πρὸς δικαστάς· ζητοῦσι
25γὰρ αἰτίαν. Τινὲς δέ φασι καὶ ἄλλους ἀσυστάτων τρό‐ πους· λεκτέον δὲ, ὅτι καὶ οὗτοι ἀνάγονται εἰς τοὺς προ‐ ειρημένους· ποικιλίας δὲ ἕνεκα καὶ γνώσεως οὐδὲν ἄκαι‐ ρον κατὰ τούτους λέγειν· εἰσὶ δὲ οὗτοι, κατὰ τὸ ἀπρε‐ πὲς, οἷον ἠράσθη τις τῆς ἑαυτοῦ μητρὸς, ᾔτησε τὸν
30πατέρα δοῦναι αὐτῷ εἰς συνουσίαν, δίδωσιν ὁ πα‐
τὴρ, καὶ κρίνονται οἱ τρεῖς κακοῦ βίου· ἄλλο τοῦ αὐ‐166

4

.

167

τοῦ παράδειγμα. Σωκράτης ἀριστεύσας ᾔτησε πολίτου οὐσίαν εἰς τὸ γέρας· κατὰ τὸ πάντη ἄδηλον· δύο τινων ἐκ πολέμου σωθέντων, καὶ ἀναχωρησάντων ἅμα, ὁ ἕτε‐ ρος ἐπανελθὼν κρίνεται φόνου· ἄδηλον γὰρ πάντη, εἰ
5ὅλως τέθνηκεν· ἀλλὰ μὴν οὐδὲ ἀπὸ τῆς περὶ τὸ πρόσω‐ πον ὑποψίας συστῆναι δύναται· ὥσπερ ὁ ἄσωτος, οὔτε γὰρ ἐχθρὸν πρόσωπον οὔτε ἀντιπολιτευόμενον, οὔτε ἄλ‐ λο τι τῶν τοιούτων ὡρισάμεθα· ἄλλο τοῦ αὐτοῦ παρά‐ δειγμα· δύο τις ἔχων παῖδας, ἐπὶ τελευτῇ προσκαλεσά‐
10μενος τὸν ἕνα διείλεκταί τι αὐτῷ· μετὰ τὸν τοῦ πα‐ τρὸς θάνατον ἀξιοῖ αὐτὸν ὁ ἀδελφὸς εἰσενεγκόντα ὃν ἤκουσε παρὰ τοῦ πατρὸς θησαυρὸν οὕτω μερίζεσθαι τὴν οὐσίαν ἢ μὴ κληρονομεῖν· ἀπ’ οὐδενὸς γὰρ δύναται τεκμηρίου δεῖξαι, ὅτι περὶ θησαυροῦ εἶπεν ὁ πατήρ·
15κατὰ τὸ πάντη φανερόν· ἀποκτείνας τις τὸν ἑαυτοῦ ἐχθρὸν κρίνεται φόνου· φανερὸν γὰρ ἐπὶ τούτου, ὅτι οὐδὲ μία ἐστὶν αἰτία τῷ κρινομένῳ, ἀλλὰ κοινὸς τό‐ πος, κατὰ τὸ αὐτὸ πέρας ἀσύστατον· νόμος τοὺς παῖ‐ δας ἐξ ἴσου κληρονομεῖν· δύο τις ἔχων παῖδας ἀπεκήρυξε
20τὸν ἕτερον· ὑπὸ λῃσταῖς γενόμενος ὁ πατὴρ μεταπέμ‐ πεται τὸν ἀποκήρυκτον· ἐκεῖνος ἐλθὼν ἐλύσατο· ἐπαν‐ ελθὼν ὁ πατὴρ παρατίθεται ἐξ ἴσου τοὺς παῖδας κλη‐ ρονομεῖν, ἀναλαβὼν τὸν ἀποκήρυκτον, καὶ κρίνει αὐτὸν παρανοίας ὁ παῖς ὁ ἐπὶ τῆς οἰκίας· ἀμφότεροι γὰρ
25ἐξ ἴσου κληρονομοῦσιν οἱ παῖδες· καὶ τὸ αὐτὸ κατ’ ἀμ‐ φοτέρους πέρας ἔσται· εἰ μὲν γὰρ δῶμεν, ὅτι παράνους ὁ πατὴρ, οὐκοῦν καὶ τότε παράνους ἦν, ἡνίκα ἀπεκή‐ ρυττεν· εἰ δὲ οὐ παράνους, ἡ διασκευὴ τοῦ πατρὸς ἔσται κυρία· κατὰ τὸ ἀνακόλουθον· ἐγέλασεν Ἀλκιβιά‐
30δης ἐπαγγειλαμένου τὰ περὶ Πύλον Κλέωνος, καὶ ἐπανελ‐167

4

.

168

θὼν ὁ Κλέων κρίνει αὐτὸν βλάβης, ἀνακόλουθον γὰρ τὸ κρῖναι βλάβης· ἐὰν δὲ ὁρίσῃς, ὕβρεως, συνίσταται· ἐκλήθη δὲ οὕτω παρὰ τὸ μὴ συμφωνοῦσαν ἔχειν τῷ ἀδικήματι τὴν κρίσιν· κατὰ τὸ ἀπίθανον ὁμοῦ καὶ ἀδύ‐
5νατον καὶ ἀνακόλουθον, ἑκατόν τις εὑρὼν μοιχοὺς ἐπὶ τῇ γυναικὶ πάντας ἀπέκτεινε καὶ κρίνεται βλάβης· ἀπί‐ θανον μὲν γὰρ τὸ ἑκατὸν εἶναι μοιχούς· ἀδύνατον δὲ τὸ τοσούτους ἕνα φονεῦσαι, ἀνακόλουθον δὲ τὸ βλά‐ βης καὶ μὴ φόνου κρίνεσθαι· κατὰ τὸ κακοσύστατον·
10ἐρασθείς τις τῆς μητρυιᾶς, ᾔτησε τὸν πατέρα φάσκων ἀπολεῖσθαι, εἰ μὴ λάβοι, δίδωσιν ὁ πατήρ. μετὰ τριή‐ μερον ἀποδίδωσιν αὐτὴν τῷ πατρὶ πάλιν, ὡς πληρω‐ θέντος τοῦ ἔρωτος· ὕστερον ἑάλω συνὼν αὐτῇ, καὶ ὁ μὲν πατὴρ τεθνάναι αὐτὸν ἀξιοῖ κατὰ τὸν νόμον τὸν
15λέγοντα, τὸν συνόντα τῇ μητρυιᾷ τεθνάναι· ὁ δὲ παῖς ἀξιοῖ χρήματα ἐκτίνειν κατὰ τὸν κελεύοντα νό‐ μον, εἴ τις ἀποπεμψάμενος τὴν γυναῖκα καὶ αὖθις ἁλῷ συνὼν αὐτῇ, χρήμασι ζημιοῦσθαι· κακοσύστατον οὖν. ἐπειδὴ ἀμφότεροι εὐποροῦσι λόγων· διὰ δὲ τὸ ἄδοξον
20γίνεται ἀσύστατον, ἐπεὶ ἀντινομία ἂν εἴη· κατὰ τὴν ἀναντίῤῥητον ἀπολογίαν, ἐπέμφθη Δημοσθένης πρεσ‐ βευτὴς εἰς Φώκαιαν, Αἰσχίνου ἐν τῇ πόλει ὄντος· ἐπανιὼν εὕρηται νεκρὸς ἀσκύλευτος, καὶ κρίνεται Αἰ‐ σχίνης φόνου· ἐνταῦθα γὰρ ἀναντίῤῥητος ἡ ἀπολογία·
25φήσει γὰρ ὡς οὐ δίκαιον κατηγορεῖσθαι τὸν ἅμα ἡμῖν ἐνταῦθα τυγχάνοντα· ἔστι δὲ τὸ αὐτὸ κατά τινας τῷ μονομερεῖ· διαφέρει δὲ ὅμως αὐτοῦ, ὅτι ἐν ἐκείνῳ μὲν λόγοι εἰσὶ τοῦ φεύγοντος εἰ καὶ ἄδεκτοι· ἐνταῦθα δὲ
νίκη πάντως· ἀσύστατον δὲ τοῦτο κατὰ τὸ αἴτιον·168

4

.

169

κατὰ τὸ ἀναπολόγητον· τὴν ἱέρειαν νόμος παρθένον εἶ‐ ναι· εὕρηται ἱέρεια ἀτόκιον φοροῦσα καὶ κρίνεται πορ‐ νείας· οὐδὲ γὰρ ὁτιοῦν ἐρεῖ πρὸς ἀπολογίαν· ἔοικε δὲ τῷ μονομερεῖ· διενήνοχε δὲ αὐτοῦ, ὅτι ἐν ἐκείνῳ μὲν ὁ
5φεύγων λόγους ἔχει, εἰ καὶ ἀδέκτους· ἐνταῦθα δὲ οὐ‐ δαμῶς· ἀσύστατον δὲ τοῦτο, κατὰ τὸ συνέχον· κατὰ τὸ ἰσοτέλευτον, ὅ τινες καὶ κατὰ τὸ ἄχρηστον ἐκάλεσαν πέρας· νόμος τὸν γνήσιον καὶ τὸν νόθον ἰσοκληρονόμους εἶναι, ἐὰν τὸν νόθον ὁ πατὴρ εἰς τὴν οἰκίαν εἰσαγάγῃ,
10ἔχων τις, εἰσήγαγεν ἔτι περιὼν, καὶ διέθετο ἐξ ἴσου κλη‐ ρονόμους εἶναι· ἀπεβίω, καὶ γράφεται ὁ γνήσιος τὰς διαθήκας παρανοίας· καὶ νικᾷ, ἀλλ’ οὐδὲ πλέον ἔχει· κατὰ γὰρ τὸν νόμον κληρονομεῖ τὸ ἴσον ὁ νόθος· διὸ καὶ ἰσοτέλευτον ἐκλήθη· διὰ τὸ μηδὲν πλέον τῆς ἥττης
15τὴν νίκην ποιεῖν· ἔοικε δὲ τῷ ἰσάζοντι· διαφέρει δὲ ὅτι ἐκεῖ μὲν ἰσάζοντες οἱ λόγοι δι’ ὅλου· ἐνταῦθα δὲ ἰσά‐ ζουσι μὲν κατὰ τὸ τέλος, διαφέρουσι δὲ τῇ κατασκευῇ· ἀσύστατον δέ ἐστι τὸ κατακρινόμενον· κατὰ τὸ κακό‐ ηθες· γνήσιον καὶ νόθον υἱοὺς ἔχων τις ἔγραψε κληρο‐
20νόμους, διανεῖμαι δὲ τὴν οὐσίαν τὸν γνήσιον, ὃς ἔθηκε τὴν μητέρα τοῦ νόθου εἰς μέρος· καὶ τὴν λοιπὴν ἅπα‐ σαν οὐσίαν εἰς τὸ λοιπὸν μέρος· παραπλήσιον δὲ καὶ τοῦτο τῷ προειλημμένῳ· διαφέρει δὲ, ὅτι ἐκεῖ μὲν κατ’ εὔνοιαν τοῦ κρινομένου οἱ δικασταὶ ποιοῦσι τὴν κρίσιν,
25ἐνταῦθα δὲ κατὰ τὸ ὁμολογούμενον· δυνάμεθα δὲ καὶ ἄλλα ἀσύστατα ἐπινοεῖν, ἀναγόμενα δ’ ὅμως ἐπὶ τὰ προ‐ ειρημένα τῷ τεχνικῷ· ἐπειδὰν γὰρ ἐκπέσωμεν τῶν συν‐ εστηκότων, τότε ἡ διάνοια τέμνεται εἰς διάφορα πλα‐ νωμένη. Κατὰ τὸ τεκμήριον δῆλον· οἷον Αἰσχίνης κρι‐
30νόμενος ἐπὶ τῷ προδεδωκέναι Κερσοβλέπτην ἐπέδειξεν169

4

.

170

ἐπιστολὴν δηλοῦσαν, ὡς πρὶν αὐτὸν ἐπὶ τὴν πρεσβείαν ἐξελθεῖν Κερσοβλέπτης ἦν ἁλοὺς ὑπὸ Φιλίππου· καὶ οὐδὲν ἧττον κρίνεται· κατὰ τὸ ἄπορον ἐν κατηγορίᾳ· ὃν καὶ κροκοδειλίτην φασὶν οἱ Στωϊκοὶ, ὃς διαφέρει τοῦ
5ἑτέρου ἀπόρου· ὅτι ἐκεῖ μὲν ἐν τῷ βουλεύεσθαί ἐστιν ἀπορία, ἐνταῦθα δὲ ἐν κατηγορίᾳ καὶ ἀπολογίᾳ.
7nΠαρὰ δὲ ταῦτα εἴδη τῶν ἀσυστάτων εἰσὶν ἕτερα, ἐγγὺς μὲν
8nἀσυστάτων, μελετώμενα δὲ ὅμως.
9Συριανοῦ. Διεξελθὼν τὰ πάντη ἀσύστατα οὐκ
10ἀθρόως ἐπὶ τὰ συνεστῶτα χωρεῖ, ἀλλ’ ἐπὶ τὰ μέσα τῶν τε συνεστώτων καὶ τῶν ἀσυστάτων· οἱ γὰρ τρεῖς τρό‐ ποι, οὓς ἐκτίθεται, μετέχουσι τῶν μὲν συνεστώτων ἐπὶ πλέον, τῶν ἀσυστάτων ἐπ’ ἐλάχιστον. Σωπάτρου. Τέως μὲν τὰ πάντη συνεστῶτα ἀνε‐
15βάλετο, ἵνα ἀπὸ τῶν ἀτελεστέρων ἐπὶ τὰ τέλεια προϊὼν κατάλληλον τέχνῃ τὴν διδασκαλίαν ποιήσῃ· τελειότερα δὲ τὰ νῦν τῶν προειρημένων, ἅτε τινὰς ἀφορμὰς ἔχοντα λόγων, κἂν μὴ συνέστηκεν. Μαρκελλίνου. Ταῦτα ἧττον ἀσύστατα ὄντα εὐ‐
20πορίαν τινὰ ἔχει βραχεῖαν πρὸς μελέτην· διαφέρει δὲ τῶν ἀσυστάτων, ὅτι τὰ μὲν ἀσύστατα μελετᾶσθαι οὐ δύνα‐ ται οὔτε πλάσιν ἔχει· ταῦτα δὲ μετέχει καὶ τῆς τῶν ἀσυστάτων φύσεως καὶ τῆς τῶν συνεστώτων μελέτης· ὃν δὲ τρόπον ἡμῖν τὰ ἀσύστατα ἐξέθετο ἐξαίρων αὐτὰ
25τῶν συνισταμένων, οὕτω καὶ τὰ ἐγγὺς ἀσυστάτων προ‐ αναιρεῖ, ἵνα καθαρὰν ἡμῖν τὴν τῶν ἀσυστάτων παρά‐
δοσιν ποιήσηται εἰκότως δὲ προτάττει τούτων τὰ170

4

.

171

ἀσύστατα· πῶς γὰρ ἡμᾶς δυνατὸν ἦν τὰ ἐγγὺς ἀσυστάτων γνῶναι, μὴ εἰδότας ὅλως τί ἐστιν ἀσύστατον; καλῶς δὲ τὸ ἐγγὺς οὐκ αὐτὸ τί ἐστιν οὗ ἐγγύς ἐστιν, ἀλλὰ παρόμοιον.
4nΠρῶτον μὲν τὸ ἑτεροῤῥεπές· οἷον καταφυγόντος Κριτίου ἐπὶ τὰς
5nἉρμοδίου καὶ Ἀριστογείτονος εἰκόνας βουλεύονται οἱ Ἀθηναῖοι, εἰ
6nχρὴ αὐτὸν ἀποσπᾷν, τουτὶ γὰρ μονομερὲς μὲν οὐκ ἔστιν,
7nἑτεροῤῥεπὲς δέ.
8 Συριανοῦ. Τοῦτο πλησιάζει μὲν τῷ μονομερεῖ. καθότι θατέρῳ τοῖν μεροῖν πολλὴν σφόδρα χορη‐
10γεῖ τὴν δικαιολογίαν, ὥσπερ ἐκείνῳ τὴν ὅλην· διενήνοχε δὲ τῷ ἐν ἐκείνῳ μὲν τὸ ἕτερον μέρος μηδὲ μιᾶς εὐπο‐ ρεῖν ἀπολογίας, ἐνταῦθα δὲ βραχεῖς ἔχειν τοὺς συνα‐ γωνιζομένους τῶν λόγων. Σωπάτρου. Ἐγγὺς ἀσυστάτων ταῦτα· ἐπειδὴ ἐπ’
15ἀμφοῖν τοῖν μεροῖν ἔχουσι ταῦτα λόγους, ἀλλ’ οὖν ἀσύ‐ στατα· καὶ γὰρ ἐπὶ τοῦ παρόντος λόγοι μὲν ἀφ’ ἑκα‐ τέρων προσώπων εἰσὶν, οὐ μὴν ἰσχυροί· ἀλλ’ οὐδὲ πάν‐ τη ἐλλελειμμένοι, ἀλλ’ ἑνὶ μὲν μέρει ἐλλελειμμένοι καὶ πλείονες, τῷ δὲ ἑτέρῳ εὐτελέστεροι μὲν, ἔχοντες δὲ πρὸς
20τὴν ἀπολογίαν ἰσχύν· διὸ καὶ ἑτεροῤῥεπὲς λέγεται· ἐπει‐ δὴ κατὰ τὸ ἓν μέρος πλεονεκτεῖ, ἀπὸ μεταφορᾶς τῆς πλάστιγγος· καὶ γὰρ ἐν τῷ ζητήματι ᾧ παρέθετο ὁ κα‐ τήγορος ἔχει τὸ πλεῖον· δύναται γὰρ εἰπεῖν, ὅτι διὰ
τοῦτο τοὺς περὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα τετιμήκα‐171

4

.

172

μεν, ἐπειδὴ τυράννων ἦσαν σφαγεῖς· οὐκοῦν καὶ τὸν ἐπ’ ἐκείνους καταφυγόντα τύραννον ἀποδρᾶναι τὴν τι‐ μωρίαν οὐ χρὴ, ἐνταῦθα γὰρ ἡ μὲν κατηγορία καὶ ἡ ποιότης τοῦ προσώπου τοῦ Κριτίου τὴν μεγίστην ἰσχὺν
5ἔχει καὶ καταδρομήν· ἡ δὲ ἀπολογία βραχεῖά τίς ἐστι καὶ γλίσχρα· οὔτε γὰρ ἐπαινέσαι δύναται τοῦτον, ὑπὲρ οὗ τοὺς λόγους ποιεῖται· ὅπερ ἐστὶν ἀεὶ ἐν ταῖς ἀπολογίαις· οὔτε ἐλλελειμμένης τῆς τοῦ προσώπου ποιό‐ τητος ἐπὶ τὰ πράγματα καταφεύξεται ὡς οὐ δυνατὰ πε‐
10ποιημένα, ἀλλ’ ἀμφοτέροις τούτοις ἁλισκόμενος, ἐπὶ τὸν τῶν εἰκόνων νόμον καταφεύξεται, ὡς χρὴ τούτῳ τὴν δη‐ μοκρατίαν κυρῶσαι τῷ μὴ τὸν κρατοῦντα νόμον λυθῆ‐ ναι· καὶ αὐτὸς δέ πως ἀσθενὴς διὰ τὸ τυραννοκτό‐ νων εἰκόνας τὸ καταφύγιον εἶναι.
15 Μαρκελλίνου. Ἑτεροῤῥεπὲς καλεῖται τὸ μηδὲ ἴσην τὴν χορηγίαν ἑκατέρωθεν ἔχον, ὡς ἐπὶ τρυτάνης γὰρ ἑτεροῤῥεπὲς τὸ ῥέπον ἐπὶ ἓν μέρος, οὐδὲ τοῦ ἄλλου παντελῶς ὄντος γυμνοῦ· ἔχει δέ τινα συγγένειαν πρὸς τὸ μονομερὲς, ἀλλ’ ἐν μὲν τῷ ἑτεροῤῥεπεῖ, εἰ καὶ μὴ
20ἴσα ἑκατέροις τὰ τῆς ἐξετάσεως, ὅμως εὐπορήσει λόγων ἑκάτερος· ἐπὶ δὲ τοῦ μονομεροῦς οὐδὲν ἄλλο, ἢ σιωπᾷν λείπεται τῷ ἑτέρῳ· ὥσπερ ἐπὶ τρυτάνης εἰρήκαμεν, ἡ μὲν μία τῶν πλαστίγγων μεστὴ, ἡ δὲ ἑτέρα παντάπασι γυ‐ μνή· καὶ γὰρ ἐνταῦθα οἱ μὲν περὶ Ἀριστογείτονα τυ‐
25ραννοφόνοι, ὁ δὲ Κριτίας ὠμότατος καὶ τύραννος· οὐκοῦν εὐπορώτερος εἰς λόγους ὁ συμβουλεύων ἀποσπᾷν· ὡς οὐ βούλονται σώζεσθαι τύραννον οἱ τυράννους ἀνῃρηκό‐ τες. Οἶμαι δ’ ἂν αὐτοὺς, εἴ τίς ἐστιν αἴσθησις τοῖς τετελευτηκόσιν, αὐτοχειρίᾳ τοῦτον ἀνελεῖν, ὅμως δὲ καὶ
30ὁ ἕτερος βραχέως εὐπορήσει λόγου, ὅτι νόμῳ δεδώκατε172

4

.

173

τοῖς τυραννοφόνοις ἀσυλίαν· τινὲς δὲ παντελῶς φανερῶς ἀσύστατον εἶναι βούλονται τοῦτο· ἐπειδὴ βουλῆς, φησιν, οὐ προσέδει, τῶν μὲν νόμων ἀνῃρημένων ὑπὸ Κριτίου, πάσης δὲ τῆς πόλεως ἀναστάτου γενομένης· διὸ καὶ Ἀρι‐
5στείδης λέγων τὸν λόγον τοῦτον διὰ βραχέων ἐπλήρωσεν, ὡς ὁμολογουμένου τοῦ δεῖν ἀνελέσθαι τὸν τύραννον· καὶ σχεδὸν οὐχ ὡς ζήτημα, ἀλλ’ ὡς κοινὸν τόπον διεξῆλθεν· ὁ αὐτὸς δὲ Ἀριστείδης ἐν ἄλλῳ λόγῳ ἐμήκυνε, καὶ μὴ θαυμάσῃς, ἐν μὲν γὰρ τῷ πρώτῳ, κατὰ τὴν βαθύτητα
10καὶ τὴν τέχνην ἐμελέτησεν· ἐν δὲ τῷ δευτέρῳ τὴν ἑαυ‐ τοῦ τῶν λόγων περιουσίαν ἠθέλησε δεῖξαι· τινὲς δὲ πιθα‐ νῶς ἐζήτησαν· εἰ τὸ μονομερὲς καὶ τὸ ἰσάζον δι’ ὅλου ἀσύστατα, τὸ δὲ ἑτεροῤῥεπὲς ἐγγὺς ἀσυστάτων, ποῖα λοι‐ πὸν τὰ συνιστάμενα; ἕκαστον γὰρ τῶν πραγμάτων ἕν
15τι τούτων ἐστίν· καὶ λέγομεν, ὅτι τὰ ἰσάζοντα λέγειν, οὐ τοῖς δικαιώμασιν, ἀλλὰ τοῖς ἐγχειρήμασιν· ὅτ’ ἂν ἴσα τινὲς πράξαντες περὶ τῶν αὐτῶν ἐγκαλῶσιν ἀλλή‐ λοις· τὰ γοῦν κατὰ τὸ δίκαιον ἐξισάζοντα, ταῦτα ἐξ‐ ετάζεται, τὰ δὲ κατὰ τοὺς λόγους ἀσύστατά ἐστιν.
20nΕἶτα τὸ κακόπλαστον, οἷον μετὰ τὴν Νικίου ἐπιστολὴν γράφει
21nτις, πέμπειν Κλέωνα στρατηγεῖν, ἢ πάλιν πρόκειται Μαρδονίῳ
22nἀναχωρήσαντι μετὰ τὴν ἧτταν ἀπολογία παρὰ βασιλεῖ· ἡ πλάσις
23nγὰρ ἡμάρτηται παραπλησίως ἐπ’ ἀμφοῖν· ἐπεὶ τεθνᾶσι γὰρ δήπου
24nΚλέων τε καὶ Μαρδόνιος· ὁ μὲν πρὸ τῶν Σικελικῶν, καὶ Μαρδό‐
25nνιος πρὶν ἢ ἐπανελθεῖν τοὺς φυγόντας τῶν Περσῶν.
26Συριανοῦ. Τοῦτο πανταχόθεν μὲν συνέστηκε,173

4

.

174

μόνην δὲ τὴν πρὸς τὰ πρόσωπα παρεξέτασιν χωλεύου‐ σαν ἔχει, διότι τοὺς τεθνεῶτας ὡς ζῶντας ὑποτίθεται· εἰ γοῦν ἀντὶ τοῦ Κλέωνος γράψειέ τις Θηραμένην πέμ‐ πειν στρατηγὸν, τελέως ἔῤῥωται τὸ ζήτημα· ὥστε
5καὶ ἐν τούτοις ἡμαρτημένον παρὰ τὸν πρότερόν ἐστι κα‐ νόνα· τὰ γάρ τοι μὴ ὑποπίπτοντα πρόσωπα πῶς ἂν κρίσιν ἐπιδέχοιτο. Σωπάτρου. Παρὰ τὴν ἱστορίαν τοῦτο· καὶ ἔοικε τῷ ἀδυνάτῳ· λόγους μὲν γὰρ ἔχει καὶ ἱκανοὺς καὶ πι‐
10θανοὺς, ἀδύνατον δὲ τὴν ἔκβασιν· μελετηθείη δ’ ἂν κατὰ ἔκβασιν, μελετηθείη δ’ ἂν κατὰ αἴτησιν· ὡς ἐν ὑποθέσει· ὥσπερ καὶ κατὰ μέρος ἔν τισι λόγοις ὁ Δημο‐ σθένης φησὶ τῷ καθ’ ὑπόθεσιν σχήματι χρώμενος· εἰ ἐκρινόμην μὲν ἐγώ, κατηγόρει δ’ Αἰσχίνης, Φίλιππος δ’
15ἦν ὁ κρίνων· ταῦτα γὰρ οὐκ ἐγένετο, ἀλλὰ καθ’ ὑπό‐ θεσιν ἐξήνεκται· διαφέρει δὲ τοῦ ἀδυνάτου τὰ κακό‐ πλαστα τῷ χρόνῳ μόνῳ· οὐ γὰρ ὡς ἀδύνατα τῇ φύσει πλάττεται, ὅπερ ἴδιον τῶν ἀδυνάτων· ἀλλ’ ὡς μὴ συμ‐ βαίνοντα τῷ χρόνῳ ταῦτα πραττόμενα κακόπλαστα λέ‐
20γεται. Μαρκελλίνου. Ἰστέον, ὅτι τὰ τοιαῦτα ἀγῶνος ἕνεκα καὶ ἀποδείξεως συνέστηκε διὰ τὸ συνεστάναι, καὶ ἰσχύειν τοῖς πράγμασιν· ἀσύστατα δὲ αὐτὰ καθίστησιν
ἡ ἱστορία καὶ ἡ παρ’ ἱστορίαν πλάσις· ὁ γὰρ συμβου‐174

4

.

175

λεύων πέμψαι Κλέωνα στρατηγὸν εἰς Σικελίαν, καὶ πά‐ λιν ὁ ἀποκρινόμενος παρὰ βασιλεῖ Μαρδόνιος, εὐπορή‐ σουσι μὲν ὡς ἐπὶ τῶν συνεστηκότων ἀκριβῶς καὶ ἐνθυ‐ μημάτων καὶ παραδειγμάτων· μόνος δὲ αὐτοῖς ἐμποδὼν
5ὁ τῆς ἱστορίας χρόνος, διὰ τὸ ἀδύνατον καὶ μὴ ἐνδεχόμε‐ νον· ἔοικε γὰρ οὗτος ὁ τρόπος τῷ ἀδυνάτῳ· τὸν γὰρ ἀπο‐ θανόντα πῶς δυνατὸν πέμπειν; διαφέροι δὲ, ὅτι τὸ μὲν ἀδύνατον παντελῶς καὶ ἐν παντὶ καιρῷ ἀδύνατον ὁμο‐ λογεῖται, τὸ δὲ γενέσθαι μὲν δυνατόν· διὰ δὲ τὴν ἱστο‐
10ρίαν μόνην ἀδύνατον· καὶ τὸ μὲν φύσει ἀδύνατον, τὸ δὲ οὐ φύσει, ἀλλὰ τῷ χρόνῳ τῆς ἱστορίας· οὐ γὰρ συνή‐ κμασαν Νικίας καὶ Κλέων. Διατί δὲ μὴ μετὰ τῶν ἀσυστάτων τοῦτο ἔταξεν, εἴ γε κακόπλαστόν ἐστι, τὰ δὲ κακόπλαστα ἀσύστατα; εἰ δὲ καὶ ἔστιν ἀσύστατον,
15διὰ τί μὴ εἰδικῷ αὐτὸ ὀνόματι ἐκάλεσεν ὡς τὸ μονομε‐ ρὲς, καὶ τὰ ἄλλα, ἀλλὰ τῷ κοινῷ; πᾶν γὰρ ἀσύστατον κακόπλαστον· λεκτέον δὲ, ὅτι δεῖ προσκεῖσθαι τὸ παρ’ ἱστορίαν· τοῦτο γὰρ ἴδιον τούτῳ.
19nἜστιν ἐν τούτοις καὶ τὸ προειλημμένον τῇ κρίσει· οἷον μηδε‐
20nνὸς ἐπιγνῶναι δυναμένου τὴν ἄνοδον τὴν ἐπὶ τὸν τύραννον, ἔδειξε
21nγυνή τις τῷ ἑαυτῆς ἀνδρὶ, ὁ δὲ ἀνελθὼν ἀπέκτεινεν ἐκεῖνον καὶ
22nμοιχείας αὐτῇ ἐγκαλεῖ.
23 Συριανοῦ. Καὶ τὸ προειλημμένον τῇ κρίσει τοῦ‐ το φανερώτατα παρὰ τὸν τρίτον ἐστὶ κανόνα· καὶ ἡ
25μὲν πλάσις αὐτοῦ πᾶσα συνέστηκεν· οἱ δὲ κριταὶ πρὸς τῆς γυναικὸς εὖ πεπονθότες οὐδὲ μίαν κατ’ αὐτῆς ἐξ‐ οίσουσι ψῆφον· κἂν περιφανῶς ἐλέγχοιτο μεμοιχευ‐
μένη.175

4

.

176

Σωπάτρου. Προειλημμένον γὰρ, ἔνθα πρόδηλος ἡ τῶν δικαστῶν κρίσις διὰ τὴν ποιότητα τοῦ κρινομέ‐ νου ἀσώτου, ἢ ἀναντίῤῥητον ἔχουσα ἀρετὴν, καὶ διὰ τοῦ‐ το προδήλως σωζομένη· καὶ ὁ μὲν τεχνικὸς δι’ ἀρετὴν
5μόνην λέγει τὸ προειλημμένον· γίνεται δὲ καὶ διὰ κα‐ κίαν· ὡς ἂν εἰ Πολυτίων κρίνοιτο προαγωγείας· προ‐ είληπται γὰρ ἡ κρίσις· ὅτι καταψηφιοῦνται αὐτοῦ τῷ εἶναι προαγωγόν· ἢ ὅτ’ ἂν ὁμολογουμένως ἡταιρηκὼς κρίνηται· ὅπερ Αἰσχίνης κατασκευάζει ἐν τῷ κατὰ Τι‐
10μάρχου. Λέξει γὰρ τοὺς Τιμάρχου συνηγόρους ἢ ἐκ τῶν ἡταιρηκότων, ἢ τῶν συγγινομένων τοῖς παισὶν, ἢ τῶν ἀσώτων εἶναι· τοῦτο γὰρ οὐχ ἁπλῶς λέγει· ἀλλὰ προκαταλαμβάνων τὸν δικαστὴν εἰς τὸ πάντως κατα‐ ψηφίσασθαι, δεδιότα μὴ ἐκ τοῦ ἀφεῖναι τὴν ἰδίαν ὑπό‐
15νοιαν λάβῃ Τιμάρχῳ· ἐζήτηται δὲ, διὰ τί ἄνω μὲν ἐν τῷ κανόνι τῶν συνεστώτων καὶ ἀσυστάτων εἶπεν τὸ μὴ προειλημμένον τῇ κρίσει, δυνάμενόν τε πέρας λαβεῖν συνίστασθαι· μὴ συνίστασθαι δὲ τὰ μὴ οὕτως ἔχοντα· ἐνταῦθα δὲ ἐγγὺς τῶν συνεστώτων τὸ προειλημμένον
20ἔταξε τῇ κρίσει· καὶ λέγουσιν, ὅτι πρὸς ἄλλο καὶ ἄλλο τοῦτό φησιν· εἰ μὲν γὰρ ἔνθα γέγονε κρίνοιτο, οὐ συ‐ στήσεται διὰ τὴν εὐεργεσίαν· οὐ γάρ τις ἀνέξεται τὴν εὐεργεσίαν κρινομένην ἰδεῖν· εἰ δ’ ἀλλαχῆ που ἡ κρί‐ σις συσταίη· τῶν μὴ προειλημμένων γάρ ἐστι καὶ δυ‐
25ναμένων κρίνεσθαι· τῆς γὰρ εὐεργεσίας ἐκτός εἰσιν οἱ κρίνοντες· φείσονται δ’ ὅμως τῆς γυναικὸς ἀκηκοότες τὴν ἐλευθερίαν δι’ αὐτῆς τῆς πατρίδος γεγενημένην. Μαρκελλίνου. Προειλημμένον ἐστὶν, ἐν ᾧ ἡ ψῆφος ἡ παρὰ τῶν κρινόντων ἀλογωτέρα πως φαίνεται· τουτ‐
30έστι τὸ τῇ γνώμῃ τοῦ δικάζοντος προδεδηλωμένον καὶ
φανερὸν ἔχον τέλος· διὰ τί δὲ νῦν ἐν τοῖς ἐγγὺς ἀσυ‐176

4

.

177

στάτων ἔθηκεν αὐτό· καί τινες μέν φασιν, ὅτι ὡς ἐν παραδρομῇ αὐτὸ λέγει καὶ αἰνίττεται ἐν τῷ ὅρῳ τῶν συνισταμένων ὡς περὶ ἀσυστάτου· κατανοήσας δὲ, ὅτι εἰ καὶ σφόδρα εὐεργέτησεν ἡ γυνὴ, ἀλλὰ καθὸ δικα‐
5σταὶ πρὸς τὸ δίκαιον κρίνουσιν, οὐ πρὸς τὴν εὐεργε‐ σίαν ἀφορῶνται καθάπαξ, οὐδὲν τοῦ δικαίου προυρ‐ γιαίτερον δικασταῖς, ἐξ οὗ καὶ τὴν προσηγορίαν ἔχουσι, διὰ τοῦτο οὐκ ἔταξεν αὐτὸ τὸ εἶδος ἐν τοῖς ἀσυστάτοις, ἀλλὰ καὶ τοῖς ἐγγὺς ἀσυστάτων, ἀκριβέστερον ἡμῖν τὸ
10εἶδος αὐτοῦ παραδιδοὺς καὶ τὴν φύσιν· τινὲς δέ φασιν ὅτι ἀκριβέστερον ἐν τῷ ὅρῳ συμπεριλαβὼν αὐτὸς ἐδή‐ λωσεν ἡμῖν ὅτι ἀσύστατον· ἔταξε δὲ αὐτὸ καὶ ἐγγὺς τῶν ἀσυστάτων, ἵνα ἀσύστατον μὲν ᾖ παρὰ τοῖς εὐεργετου‐ μένοις δικασταῖς· ἐγγὺς ἀσυστάτων δὲ παρ’ ἄλλοις δι‐
15κασταῖς. Πάλιν οὐ τελείως συνιστάμενον· εἰ γὰρ καὶ ξένοι οἱ δικασταὶ, ἀλλ’ ὅμως καὶ αὐτοὶ θαυμάζουσι καὶ κατοκνοῦσι καταψηφίζεσθαι γυναικὸς, τὴν οἰκείαν ἐλευ‐ θερωσάσης πόλιν, ἢ ὅτι πρὸς μὲν τὴν εὔνοιαν τῶν δι‐ καστῶν ἀσύστατον εἴρηκεν αὐτὸ, πρὸς δὲ τὴν ἐξέτασιν τοῦ
20πράγματος μελετώμενον· ἔχει μὲν γὰρ εὐπορίαν λόγων καὶ μελέτην ὅ τε κατήγορος καὶ ὁ φεύγων, ἀλλ’ ἡ τῶν δικαζόντων εὔνοια καὶ τὸ προδεδηλῶσθαι τὴν κρίσιν ἀσύστατον αὐτὸ ποιεῖ· ἢ ὅπερ καὶ ἄμεινον, ὅτι τὸν κα‐ νόνα τοῦ συνεστῶτος ζητήματος λέγων, ὡρίσατο· ὅτι τὸ
25ἔχον τόδε καὶ τόδε συνέστηκε· τὰ δ’ οὖν τινος τούτων ἐνδεᾶ οὐ συνέστηκεν· εἶτα ἐπιδιαιρεῖ τὰ ἀσύστατα καὶ λέγει, ὅτι τῶν μὴ συνεστώτων τὰ μέν εἰσι καθάπαξ ἀσύστατα, τὰ δὲ ἐγγύς· ὥστε τὸ προειλημμένον εἰ καὶ εἶπεν μὴ συνεστάναι ἀλλ’ οὐχ ὁμολογουμένως ἀσύστα‐
30τον εἶπεν.177

4

.

178

(1n)

Θαυμάζω γὰρ εἴ τις καταψηφιεῖται ταύτης, κἂν ἐλεγχθῇ μεμοι‐
2nχευμένη, δι’ ἣν ὁ τύραννος ἀνῄρηται.
3 Συριανοῦ καὶ Σωπάτρου. Ἠπόρησαν ἐνταῦ‐ θά τινες, εἰ τὸ ὑπάρχειν τὶ εὐεργέτημα παρὰ τῶν δικα‐
5στῶν γνωριζόμενον, τοῦτο ἀσύστατον ποιεῖ, οὐκοῦν καὶ αἱ ἀντιστατικαὶ ζητήσεις καὶ αἱ κατὰ ῥητὸν καὶ διά‐ νοιαν οὐκ ἂν εἴησαν συνεστηκυῖαι· καὶ γὰρ ἐν τούτοις ἐστί τις εὐεργεσία· ἐν μὲν ἀντιστατικαῖς ὡς ἐπὶ τούτου, στρατηγὸς συνεχῶς τῶν στρατιωτῶν φευγόντων ἐπὶ τοῦ
10τείχους, τὸ τεῖχος καθελὼν ἠγωνίσατο, καὶ ἐνίκησε τοὺς πολεμίους· καὶ μετὰ τοῦτο κρίνεται δημοσίων ἀδι‐ κημάτων· σαφὴς γὰρ ἐνταῦθα ἡ εὐεργεσία καὶ ὅμως κρίνεται· ἐν δὲ ταῖς κατὰ ῥητὸν καὶ διάνοιαν, ὡς ἐν πο‐ λέμου καιρῷ ξένος ἀνελθὼν εἰς τὸ τεῖχος τοῦ νόμου κω‐
15λύοντος τοῦτο, ἠρίστευσε, καὶ κρίνεται δημοσίων ἀδικη‐ μάτων· δῆλα γὰρ καὶ ἐνταῦθα τὰ τῆς εὐεργεσίας διὰ τῆς νίκης, ἀλλ’ ὅμως οὐκ ἀσύστατον. φαμὲν οὖν, ὡς οὐχ ὅμοια ταῦτα κἀκεῖνα· ἐν ἐκείνοις μὲν γὰρ, τῇ ἀν‐ τιστάσει φημὶ, καὶ τῷ ῥητῷ καὶ διανοίᾳ, ἤτοι ἄμφω,
20τὰ ἀδικήματά φημι καὶ εὐεργεσίαι, δημόσια, ἢ ἄμφω ἰδιωτικά· δημόσια μὲν ὡς ἐπὶ τοῦ στρατηγοῦ καὶ τοῦ ξένου· ἰδιωτικὰ δὲ οἷον· στρατιώτην ἵππος ἀπέφερεν εἰς τοὺς πολεμίους· ἠκόντισται ὁ ἵππος παρὰ τοῦ στρατιώ‐ του καὶ κρίνεται ὁ ἀκοντιστὴς βλάβης· ταῦτα οὖν εἰκό‐
25τως ἐξετάζεται· ἐπειδὴ ἓν ἕκαστον τῶν προβλημάτων ἴσον ἐστίν· ἐὰν δὲ τὸ μὲν ὑπάρχῃ δημόσιον, τὸ εὐεργέ‐ τημα, τὸ δὲ ἰδιωτικὸν, τὸ ἀδίκημα, τότε τῶν οὐ συνε‐ στώτων ἐστὶν, μεῖζον γὰρ κοινῇ πᾶσαν ὠφεληθῆναι τὴν πόλιν, ἢ ἕνα τινὰ περὶ τὴν εὐνὴν εἰ τύχοι ὑπομεῖναι
30καὶ τὴν ἀδικίαν.
Μαρκελλίνου. Ἐπειδὴ πολλὴν κοινωνίαν ἔχει.178

4

.

179

Τοῦτο πρὸς τὸ ῥητὸν καὶ διάνοιαν καὶ πρὸς ἀντίστα‐ σιν, ζητητέον τίνι διαφέρει τούτων· διαφέρει τοίνυν ῥη‐ τοῦ καὶ διανοίας, ὅτι ἐκεῖ μὲν κοινὰ ἀμφότερα καὶ τὸ ἀδίκημα καὶ τὸ εὐεργέτημα, ἢ πάλιν ἀμφότερα ἰδιωτι‐
5κά· ἐν δὲ τούτῳ κοινὴ μὲν ἡ εὐεργεσία, ἰδιωτικὸν δὲ τὸ ἀδίκημα· τῆς δ’ ἀντιστάσεως διαφέρει· ὅτι ἐκεῖ μὲν ἀντίῤῥοπον τὸ ἀδίκημα τῷ εὐεργετήματι, ἐν δὲ τῷ προειλημμένῳ ἄδηλον τὸ ἀδίκημα, καὶ ἰδιωτικὸν, κοι‐ νοῦ ὄντος τοῦ εὐεργετήματος καὶ φανεροῦ, τοῦ δὲ ἑτε‐
10ροῤῥεποῦς, ὅτι ἐκεῖ μὲν κατὰ τὸ πρᾶγμα αὐτὸ ῥέπει πρὸς τὸ ἕτερον τῶν προσώπων ὁ λόγος· ἐνταῦθα δὲ τὸ μὲν πρᾶγμα ἴσον· ὁμοίως γὰρ εὐπορήσουσιν ὅ τε μοιχείαν τῆς γυναικὸς κατηγορῶν, καὶ ὁ λέγων ὑπὲρ τῆς γυναικός· ἑτεροῤῥεπεῖ δὲ μόνον τῇ εὐνοία τῶν δι‐
15καστῶν.
16nΤάχα δ’ ἂν καὶ παρὰ ταῦτα εἴδη τινὰ εὑρεθείη ἄλλα τοιαῦτα·
17nἀλλά γε περὶ τῆς τῶν συνεστώτων διαιρέσεως ἤδη λεκτέον.
18Μαρκελλίνου. Ἀσφαλίζεται καὶ προευλαβεῖ‐179

4

.

180

ται, μήποτε καὶ ἄλλα εὑρεθείη· ἀσύστατα δὲ καὶ ὡς οὐδὲ ἀναγκαίαν παραλείπει τῶν τοιούτων τὴν μνήμην· ὥσπερ ἀπέραντον οὖσαν τῶν ἀσυστάτων τὴν φύσιν, καὶ τὴν κακίαν· φύσει γὰρ ἡ κακία πρᾶγμα ποικίλον καὶ ἀμή‐
5χανον· οἶδε δὲ ὅτι ἂν εὑρεθείη τοιοῦτον, εἰς τὰ προ‐ ειρημένα ἀναφέρεται· μέσος οὖν χωρεῖ· οὔτε ἀνερῶν τὸ εἶναι ἄλλα ἀσύστατα· οἶδε γὰρ ὅτι ἔσται καὶ ἕτερα, οὔτε μὴν ἐκτιθέμενος ἐκεῖνα βούλεται μακρολογεῖν, εἰ‐ δὼς ὡς εἴ τι ἄλλο εὑρεθείη ἐν τούτοις ἐστίν.
10 Σωπάτρου. Οἶδε καὶ αὐτὸς παρείς τινα, ὧν πρῶτόν ἐστι τὸ κατὰ ἦθος καὶ μάχην· οὐ γὰρ πα‐ ράδειγμα τόδε· νόμος τοὺς πρεσβευτὰς μὴ συμπλεῖν· πένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικὰ, ἐπρέσβευον ἀμ‐ φότεροι· ἐναυάγησεν ὁ πένης καὶ προσῆλθε περινηξά‐
15μενος τῇ τοῦ πλουσίου νηΐ· ὁ δὲ οὐκ ἀνέλαβεν αὐτόν· ἀπέθανε, καὶ κρίνεται ὁ πλούσιος· ἐνταῦθα κατὰ μὲν τὸ ἦθος ἀσύστατόν ἐστιν· ὡμολόγηται γὰρ ὅτι ὡς ἐχθρὸν αὐτὸν οὐκ ἀνέλαβεν· κατὰ δὲ τὴν μάχην συνίσταται· ἡ γὰρ τοῦ νόμου ἰσχὺς δίδωσι λόγους αὐτῷ· τοῦτό τι‐
20νες μετάστασίν φασι, διὰ τὸν νόμον· ἐπὶ τοῦτον γάρ φησι τὴν αἰτίαν ἀναθήσει ὁ πένης, οὐκ ἔστι δέ· ἀλλὰ τοῦ ἑτεροῤῥεποῦς· διὰ τὴν προϋπάρχουσαν ἔχθραν· ὅ‐
περ οὐκ ἔστιν ἐν μεταστάσει. Ἰστέον ὅτι Μινουκιανὸς180

4

.

181

μετὰ τῶν συνεστώτων τάττει τὰ ἄδοξα· ἡμεῖς δὲ μετὰ τῶν ἀσυστάτων· οὐ μάτην δὲ τοῦτο ὁ Μινουκιανὸς ἐποίησεν, ἀλλ’ ὡς ἤδη ἔφαμεν, ὅτι αἱ ἄδοξοι πράξεις μετὰ μὲν ἐνδόξων προσώπων ἀσύστατοι· μετὰ δὲ ἀδό‐
5ξων ἐξετάζονται· ἡ γὰρ τοῦ προσώπου ποιότης πρόσφο‐ ρος οὖσα τῇ πράξει, ἐξετάζειν ἐνάγει τοὺς ἀκροατάς.
7nΕἴδους γὰρ ἕνεκα προβλημάτων καὶ τρόπων περίεργον ἂν εἴη λέγειν
8nἐν τῷ παρόντι.
9Συριανοῦ. Ἔσφαλται ἐνταῦθα, εἰ μὴ κατε‐
10χρήσατο εἰπὼν προβλημάτων· τὰ γὰρ προβλήματα οὐ181

4

.

182

τῶν μελετωμένων ἐστίν· εἰ δὲ οὐ μελετᾶται, οὐδὲ εἶδος οὐδὲ τρόπον ἔχει· διὸ ἔδει ζητημάτων, ἀλλὰ μὴ προβλη‐ μάτων εἰπεῖν· ὥσπερ δὲ ὁ ἄνθρωπος ἔχει χαρακτῆρα καὶ ἰδέαν τινὰ, ὅπερ εἶδος λέγομεν ἑκάστου· λέγομεν δὲ
5τὸν τύπον τοῦ σώματος ἑκάστου ἰδέαν, οὕτω δὴ καὶ τὰ ζητήματα ἔχει χαρακτῆρα καὶ ἰδέαν τινά· καὶ καθάπερ ἡμεῖς πρὸς τῷ εἴδει καὶ τρόπον ἔχομεν καλὸν ἢ κακὸν, ὁμοίως καὶ τὰ πράγματα περὶ τούτων ἀμφοτέρων, τῶν εἰδῶν φημι καὶ τρόπων· Μινουκιανὸς εἶπεν, εἴδη προ‐
10βλημάτων εἶναι τέσσαρα, ἠθικὸν, παθητικὸν, δικανι‐182

4

.

183

κὸν, μικτόν· ἠθικὰ μὲν οὖν εἰσίν· ἐν οἷς οἰκειότης τίς ἐστιν. ὡς υἱῷ πρὸς πατέρα ἢ ἀδελφοῦ πρὸς ἀδελφόν· λέγεται δὲ καὶ ἄλλως ἠθικά· ἐν οἷς διάθεσίς τισιν ὑπάρ‐ χει πρὸς ἀλλήλους, οἷον ἐρῶντος πρὸς ἐρώμενον· ἔστι δὲ
5καὶ τρίτος τρόπος· οἷον φιλαργύρων, λίχνων, δυσκό‐ λων, μισανθρώπων, διὸ καὶ ἠθικὰ καλεῖται διὰ τὸ ἤ‐ θους τινὸς εἶναι ἐξαγγελτικά· παθητικὰ δέ εἰσιν, ἐν οἷς ἔνεστι φόβος, ὀργὴ, λύπη, καὶ τὰ τοιαῦτα· ἂν γάρ τι τούτων ἔχῃ πρόβλημα παθητικόν ἐστι· δικανικὰ δὲ,
10ἐν οἷς ψιλὴ μάχη ὑπάρχει, περὶ διαθήκης ἢ ψηφισμά‐ των ἢ νόμων· ἐν γὰρ τοῖς τοιούτοις οὔτε ἐγκωμιάζομεν, οὔτε ψέγομεν, ἀλλ’ ἀποδείξεως μόνης χρῄζομεν· περὶ γὰρ τοῦ δικαίου ὁ ἀγὼν μόνον· μικτὰ δὲ τὰ συμπεπλεγμένα ἔκ τινος τῶν ἠθικῶν καὶ δικανικῶν καὶ παθητικῶν·
15τρόποι δὲ τέσσαρες καὶ αὐτοί· ἔνδοξος, ἄδοξος, παράδο‐ ξος, ἀμφίδοξος· καὶ ἔνδοξος μέν ἐστιν, ἐν ᾧ ἄμφω ἐπαινεῖται καὶ πρόσωπον καὶ πρᾶγμα· οἷον ἀριστεὺς αἰ‐ τεῖ ἱερωσύνην· ἄδοξος δὲ ὁ κατὰ τὸ ἐναντίον τοιούτῳ· οἷον Ἀριστογείτων ἐν σπάνει χρημάτων γράφει νόμον
20παρ’ Ἀθηναίοις μισθοῦ μυεῖσθαι· ἀμφίδοξος δὲ, ὁ πῆ μὲν ἐπαινετὸς, πῆ δὲ ψεκτός· οἷον ἀριστεύσας τις αἰτεῖ πολίτου σφαγήν· παράδοξος δὲ, ὅτ’ ἂν παρὰ τὴν δό‐ ξαν τῶν ἀκουόντων τι πράττηται· οἷον πορνοβοσκὸς ἐκή‐ ρυξε τοὺς ἀπάτορας προῖκα δέχεσθαι· παρὰ γὰρ τὴν δό‐
25ξαν τῶν ἀνθρώπων τοῦτο, πλὴν οἱ πορνοβοσκοὶ πρὸς ἀργύριον πάντα πράττουσι· περὶ τούτων οὖν φησι τρό‐ πων καὶ εἰδῶν περίεργον ἂν εἴη λέγειν ἐν τῷ παρόντι· κατὰ δὲ τὴν ὁμωνυμίαν ἐπιλαμβάνεται Μινουκιανοῦ· τοῦ γὰρ εἴδους τριχῶς λεγομένου· πρῶτον μὲν ἐπὶ τοῦ
30τῆς ῥητορικῆς μέρους· ὥσπερ ἐλέγομεν εἶδος εἶναι ῥητο‐ ρικῆς τὸ δικανικὸν φέρε ἢ συμβουλευτικὸν ἢ πανηγυρι‐
κόν· δευτέρου δὲ τοῦ ἐν τῷ προβλήματι καὶ ζητήματι183

4

.

184

καὶ τρίτου τοῦ ἐξαγγελτικοῦ τῆς φράσεως, ὁ μὲν Μι‐ νουκιανὸς περὶ εἰδῶν διαλαμβάνων καὶ τρόπων οὐ περὶ τῶν τῆς ῥητορικῆς, οὐ περὶ τῆς ποιᾶς φράσεως τῶν εἰδῶν προυτίθετο λέγειν, περὶ δὲ τῶν εἰδῶν τῶν ἐν τοῖς
5προβλήμασιν· ὁ δὲ Ἑρμογένης ἐπιλαμβάνεται τοῦ λόγου· τῇ τοῦ εἴδους ὁμωνυμίᾳ λέγων περίεργον εἶναι περὶ εἴ‐ δους καὶ τρόπου λέγειν πρὸ τῆς τῶν στάσεων καὶ τῆς τῶν ῥητορικῶν εἰδῶν γνώσεως· οὐ μέντοι καὶ περίεργον ἐποίησε Μινουκιανός· ἀλλὰ καὶ πάνυ ἁπλοῦν, τῇ παρ‐
10ούσῃ ὑποθέσει συμβαῖνον· λέγων γὰρ περὶ πολιτικῶν ζητημάτων καὶ χαρακτῆρος καὶ εἴδους αὐτῶν, οἰκείως ἐμνήσθη καὶ διεῖλε ταῦτα εἰς τὰ προκείμενα τέσσαρα εἴδη· ἔστι δὲ ἕτερον εἶδος ζητήματος, καὶ ἕτερον ἡ ἐξ‐ αγγελία τῆς φράσεως· ἡ μὲν γὰρ φράσις ἐκ τοῦ ῥήμα‐
15τος γίνεται· τὸ δὲ εἶδος τοῦ προβλήματος ἐκ τῶν ἐν τῷ ζητήματι εὑρισκομένων προσώπων καὶ πραγμάτων, ἅπερ ὕλη ἐστὶ τοῦ προβλήματος, ἣν λαβὼν ὁ ῥήτωρ μελετᾷ· καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, φανε‐ ρὸν ἐξ ὧν ἐπιφέρει· τὰ μὲν γὰρ εἴδη καὶ τοὺς τρόπους
20διὰ τοῦτο μανθάνομεν δήπου, ἵνα ταῖς οἰκείαις ἰδέαις τὰ προβλήματα μελετῶμεν· ὥστε καὶ αὐτὸς οἶδεν ὡς οὐ ταὐτὸν εἶδος προβλήματος καὶ φράσεως· ἀλλὰ μάτην ἐρεσχελεῖ πρὸς Μινουκιανὸν ἐνιστάμενος. Μαρκελλίνου. Ποίᾳ ἰδέᾳ δεῖ κεχρῆσθαι ἐπὶ
25ἑκάστου ζητήματος καὶ ποίῳ τρόπῳ δεῖ φράσαι τὸ ζή‐ τημα· πρὸς γὰρ τὸν τρόπον καὶ ἡ μελέτη· δεῖ γὰρ ἡμᾶς γνῶναι, ὁποῖος ὁ τρόπος τοῦ ζητήματος ἤτοι ἔν‐ δοξος ἢ ἄδοξος, ἢ ἀμφίδοξος, ἢ παράδοξος· ἵνα πρὸς τὸν τρόπον ἁρμόσωμεν τοὺς λόγους· φησὶν οὖν ὁ τε‐
30χνικὸς, ἐγὼ οἴομαι περιττὸν τὸ λέγειν περὶ ἰδέας· σῶμα
μὲν γὰρ τῆς ὑποθέσεως οἱ λόγοι· ἡ δὲ ἰδέα καὶ ὁ χα‐184

4

.

185

ρακτὴρ ἐν τῷ λόγῳ θεωρεῖται, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν ἐν σώματι· οὐ τοῦτο δὲ τοῦ παρόντος βιβλίου τὸ ἐπάγγελμα· διαφέρει δὲ τοῦ εἴδους τῆς ῥητορικῆς τὸ ὁμώνυμον εἶδος, ὅ ἐστιν ἡ ἰδέα· καθ’ ὃ τὸ μὲν εἶδός
5ἐστιν, οὗ προτέτακται τὸ γένος, οἷον ὁ ἄνθρωπος· ἔστι δὲ τὸ γένος τούτου ζῶον, ὃ προτέτακται· ἡ δὲ ἰδέα αὕτη ἡ μορφὴ τοῦ ἀνθρώπου· τινὲς δὲ τὸν λόγον ὥσ‐ περ ἐκ σώματος καὶ ψυχῆς εἶναι βούλονται· καὶ τὰ μὲν διανοήματα καὶ τὰς διασκευὰς ψυχὰς παραλαμβάνουσι,
10τὴν δὲ ἰδέαν καὶ τὸ κάλλος τῶν ὀνομάτων σώματα· αἰνίττεται δὲ εἰς τὸν Μινουκιανόν· ἐπειδὴ γὰρ ἐκεῖνος ἐμνήσθη περὶ ἰδεῶν καὶ τρόπων, οὗτος εἰς ἐκεῖνον ἀπο‐ τεινόμενός φησιν, ὅτι ἐγὼ περὶ ἰδεῶν οὐ λέγω οὐδὲ τρό‐ πων· περιττὸν γὰρ τοῦτο καὶ ἔξωθεν τοῦ παρόντος βι‐
15βλίου· εἶδος γὰρ λέγει ἐνταῦθα τὴν ἰδέαν· οὐδὲν δὲ ἄτο‐ πον ἡμᾶς, εἰ καὶ ὁ τεχνικὸς παρῆκεν, ἐπιμνησθῆναι περὶ τούτων, ἅ φησι Μινουκιανός· ὑποτίθεται γὰρ εἶ‐ ναι ἰδέας, πανηγυρικὴν, δικανικὴν, ἠθικὴν, παθητικὴν, μικτήν· ἰδέα δέ ἐστιν ἡ ἐξαγγελία τοῦ λόγου καὶ τὸ
20σῶμα αὐτὸ καὶ ὁ χαρακτήρ· παράδειγμα μὲν οὖν ἰδέας πανηγυρικῆς· συμβουλεύει μετὰ τὰ Μηδικὰ Θεμιστοκλῆς ἀνέμοις θύειν· ἐν τούτῳ γὰρ τῷ ζητήματι ἔπαινον διέξ‐ εισι τῶν ἀνέμων· καὶ οὐδὲν ἄλλο ἢ ἐγκωμιάζει, δι’ ὧν ἡ νίκη τοῖς Ἕλλησιν ἐμπομπεύει· τοιγαροῦν τοῖς λόγοις
25πανηγυρίζων διαπεραιοῖ τὸν λόγον· δικανικῆς δὲ παρά‐ δειγμα, τὰς ἱερωσύνας τοὺς παῖδας τῶν πατέρων διαδέ‐ χεσθαι, ἀριστεύσας τις ᾔτησεν ἱερωσύνην τινὸς ἀφελέ‐ σθαι παῖδα ἔχοντος· ἔλαβε, μετὰ ταῦτα ἀπέθανον ἀμ‐ φότεροι, ὅ τε ἀριστεὺς καὶ ὁ ἐξ ἀρχῆς ἱερεύς· καὶ ἀμ‐
30φισβητοῦσι περὶ τῆς ἱερωσύνης οἱ τούτων παῖδες· ἐν τούτῳ ἀναγκαίως ἡ ἰδέα δικανική ἐστιν· οὐδὲ γὰρ πει‐
στέον τοῖς λέγουσιν, ὅτι πανηγυρική ἐστιν, ἐπειδὴ συμ‐185

4

.

186

πλέκεται αὐτῷ ἡ ἀριστεία, καὶ ἡ ἱερωσύνη, πράγματα ὕλην ἔχοντα πανηγυρικήν· οὐδεμία γὰρ ἀνάγκη κατὰ τὸν παρόντα ἀγῶνα, ἢ τὸ σεμνὸν ἀφηγεῖσθαι τῆς ἱερωσύνης ἢ τὸ ἔνδοξον τῆς ἀριστείας, ἀλλὰ ψιλῆς μάχης περὶ
5τῶν δικαίων τοῖς παισίν· εἴ τις δικαιότερός ἐστιν ἀπο‐ λαύειν τοῦ νόμου τοῦ κελεύοντος τὰς ἱερωσύνας εἶναι τῶν παίδων, ὁ τοῦ ἐξ ἀρχῆς ἱερέως παῖς καὶ ἀφαιρε‐ θέντος· ἢ ὁ τοῦ ὕστερον κατὰ γέρας καὶ ἐντελευτήσαν‐ τος τῇ ἱερωσύνῃ· ὥστε δικανικὴ ἡ ἰδέα· ἠθικῆς δὲ πα‐
10ράδειγμα οἱ φιλάργυροι καὶ οἱ δύσκολοι καὶ οἱ γεωρ‐ γοί· ταῦτα γὰρ ἤθους ἕνεκα μόνου παραλαμβάνεται ὡς καὶ ἀπ’ αὐτῆς τῆς προσηγορίας γνωρίζεται, πᾶν μὲν γὰρ πρόσωπον ἦθος ἔχει καὶ Περικλῆς καὶ Θεμιστοκλῆς· ἀλλ’ ἐξαιρέτως ταῦτα ἠθικά· καὶ τὰ ἐσχηματισμένα·
15ἐν οἷς δεῖ τὸν μεταχειριζόμενον ἄλλο μὲν λέγειν, ἄλλο δὲ διὰ τοῦ ἤθους ἐμφαίνειν· οἷον τοῦ Περικλέους Ὀλυμ‐ πίου κληθέντος, εἰσηγεῖται Ἀριστοφάνης Ἥραν τὴν Ἀσπασίαν καλεῖν, οὐ μόνον δὲ ταῦτα ἠθικὰ προσήκει καλεῖν, ὅσα δυσκόλων ἢ φιλαργύρων ἢ παρασίτων ἔχει
20πρόσωπα, ἀλλὰ κἀκείνας τὰς ὑποθέσεις, ἐν αἷς οἱ λέ‐ γοντες αἰδούμενοί τινας αἰσχύνονται καταφορικῷ χρήσα‐ σθαι λόγῳ, καὶ μετὰ ἤθους προάγουσιν αὐτὸν, ὥσπερ τὸν πρὸς Λεπτίνην ὁ ῥήτωρ ἐποίησε· καὶ δεῖ ἐν τούτοις βαθυτέρᾳ τῇ μεταχειρήσει τὸ ἦθος ἐμφαίνειν· ἀμέλει ὁ
25Δημοσθένης μετὰ ἤθους προαγόμενος τὸν λόγον, καί μοι μηδὲν ὀργισθῇς, ἔφη, Λεπτίνη· οὐδὲν γὰρ φαῦ‐ λον ἐρῶ σε· παθητικῆς δὲ παράδειγμα· ἐν μανίᾳ τις ἁπτόμενον αὑτοῦ τὸν υἱὸν ἀπέκτεινε, καὶ κρίνεται φόνου ἀνενεγκών· πανταχοῦ γὰρ πάθος περισώζεται ἐκ τῶν
30προσώπων καὶ ἐκ τῶν πραγμάτων· τὰ μὲν γὰρ πρόσ‐ ωπα πατὴρ καὶ υἱός· τὰ δὲ πράγματα μανία καὶ φόνος·
ἀκριβέστερον δὲ τὸ πάθος γυμνοῦται καὶ δείκνυται, ὅτ’186

4

.

187

ἂν ὁ πατὴρ ὁ κατηγορούμενος λέγῃ· ἔσονται γὰρ καὶ βα‐ ρύτητες στένοντος τοῦ πατρὸς καὶ βέλτιον ἑαυτῷ τὸ τεθνάναι λέγοντος· διὰ δὲ τῆς τῶν παθῶν ἀφηγήσεως εἰς οἶκτον τοὺς δικαστὰς ἐκβιβάζοντος· μικτῆς δὲ παρά‐
5δειγμα· τραυματίας ἀριστεὺς παρεχώρησε τὴν δωρεὰν ἀτρώτῳ ἀριστεῖ· καὶ ὁ μὲν αἰτεῖ εἰς τὸ γέρας τὴν γυναῖκα τοῦ παραχωρήσαντος, ὁ δὲ ἀξιοῖ μονομαχεῖν· ἔστι γὰρ τοῦτο ἐκ πάθους καὶ ζητήσεως· πάθους μὲν διὰ τὰ τραύματα· ζητήσεως δὲ διὰ τὸ ἀμφιβάλλειν περὶ
10τῆς γυναικός· προάγεται δὲ καὶ τὰ τοιαῦτα ἐν ἤθει· ἐὰν γὰρ ἔλθῃ πρωτοτύπως ἐπὶ τὴν μάχην, ὅτι παρεχώ‐ ρησά σοι τῆς δωρεᾶς, οὐκ ἐπὶ τῷ ἀφαιρεθῆναι τῆς γυ‐ ναικὸς, οὐδὲ γὰρ ὁ νόμος ταῦτα βούλεται· οἷς τὸ μονο‐ μαχεῖν ἐξ ἀνάγκης περιστρέφεται οὐκ ἔτι σώζει τὸ πά‐
15θος, ἀλλὰ δεῖ μᾶλλον πλεονάζειν τὸ πάθος· διὰ μὲν τοῦ λόγου φάσκοντος τοῦ τραυματίου ἐθέλειν μονομα‐ χεῖν, πειρωμένου δὲ διὰ τοῦ πάθους δυσωπεῖν, ὡς μήτε τῆς γυναικὸς ἀφαιρεθῆναι, μήτε εἰς μάχην ἐλθεῖν. Σωπάτρου. Ἀκύλας δὲ τούτων μὲν ἐπιλαμβάνε‐
20ται· ὅτι τῷ δικανικῷ περιληπτικῷ ὄντι τοῦ τε ἠθικοῦ καὶ παθητικοῦ ἀντιδιαιρεῖται ταῦτα· ἔπειθ’ ὅτι τὸ πανη‐ γυρικὸν οὐδέποτε καθ’ αὑτὸ ἐμπίπτον ἐν ζητήμασιν, ὡς μόνον παραλαμβάνεται ἐνταῦθα· τά τε συμβουλευτικὰ παρεῖται πολλαχοῦ εὑρισκόμενα, διόπερ αὐτὸς ἑτέρως δι‐
25αιρῶν φησιν· τῶν ζητημάτων τὰ μὲν εἶναι ἠθικὰ, τὰ δὲ παθητικά· τὰ δὲ πραγματικὰ, τὰ δὲ μικτά· ταῦτα γὰρ ἐν δικανικοῖς τε καὶ συμβουλευτικοῖς εἴδεσι λόγων εὑρίσκονται· ἰστέον δὲ, ὅτι εἶδος καλοῦσιν οἱ τεχνικοὶ ὁμωνύμως καὶ τὴν ἰδέαν καὶ τὸ εἶδος τῆς ῥητορικῆς·
30τουτέστι τὰ τρία εἴδη αὐτῆς· ἀμέλει ἐν τῷ ὑπὲρ τοῦ187

4

.

188

στεφάνου τὸ μὲν εἶδος δικανικόν ἐστιν, ἡ δὲ ἰδέα πανη‐ γυρική· ἐπειδὴ περὶ εὐνοίας ὁ ἀγών· τινὲς δὲ καὶ συμ‐ βουλευτικὴν ἰδέαν φασί· ψεῦδος δέ· πανηγυρικὴ δὲ ἰδέα, τὰ συμβουλευτικὰ ἐξετάζεται· φρόνημα καὶ σεμνό‐
5τητα τοῦ προσώπου περιτιθέντος ἑαυτῷ, ἵνα καὶ πείσῃ· ὑποτίθεται δὲ ὁ αὐτὸς Μινουκιανὸς καὶ τρόπους ζητη‐ μάτων τέσσαρας· ἔνδοξον, ἄδοξον, παράδοξον, ἀμφί‐ δοξον· τοῦ ἐνδόξου παράδειγμα τόδε· μετὰ τὰ Μηδικὰ Ἀθηναῖοι περὶ τῆς προπομπείας δικάζονται· καὶ εἰκότως
10εἶπεν ἔνδοξον τοῦτο· ὅπου καὶ τὰ πρόσωπα ἔνδοξα καὶ τὰ πράγματα· οὐ γὰρ ἀρκεῖ τὸ πρᾶγμα καταμόνας ἔνδοξον ποιῆσαι τὴν ὑπόθεσιν· οὐδ’ αὖ τὸ πρόσωπον ἰδέα, ἀλλὰ μέρος τῆς ὑποθέσεως, τί οὖν εἰ μὴ ὡρισμέ‐ νον εἴη τὸ πρόσωπον, ἀλλ’ ἀόριστον, πῶς γνωσόμεθα εἰ
15ἐνδόξου προσώπου τὸ ζήτημα· τὰ γὰρ ἀόριστα τὴν ὕλην οὐ δείκνυσι· ῥητέον δὲ, ὅτι ἐπὶ τῶν ἀορίστων ἐκ τῆς τῶν πραγμάτων περιστάσεως καὶ ἡ τοῦ προσώπου δόξα δείκνυται κἂν ἀόριστον ᾖ. Ἀδόξου δὲ παράδειγμα τόδε, πορνοβοσκὸς τίθεται ταῖς ἑταίραις τῶν Μουσῶν τὰ ὀνό‐
20ματα, καὶ κρίνεται ἀσεβείας· ἐνταῦθα γὰρ ἄμφω ἄδοξα· καὶ εἰ τρόπον τίθεται τὸ ἄδοξον, διὰ τί ἐν τοῖς ἀσυ‐ στάτοις αὐτὸ ἠρίθμησεν· εἰ γὰρ λυμαίνεται τῇ συστάσει· πῶς παραλαμβάνει αὐτὸ ἐν τοῖς τρόποις τῶν προβλη‐ μάτων ὡς συνιστάμενον· λέγομεν ὅτι ἐν τῷ ἀσυστάτῳ
25δεῖ προσυπακούειν τὸ πάνυ ἄδοξον· ἔπειτα ἐπὶ μὲν τῶν συνεστηκότων δεῖ ἀκολουθεῖν τὴν τοῦ πράγματος ἀδοξίαν τῇ τοῦ προσώπου καὶ ἀμφότερα ἄδοξα· καὶ γὰρ ἡ ἀκολουθία ἡ πρὸς ἄλληλα ποιήσει τὸ συνεστώς· ἐπὶ δὲ τῶν ἀσυστάτων, δεῖ τὸ μὲν πρᾶγμα ἄδοξον εἶναι·
30τὸ δὲ πρόσωπον ὡμολογημένον ὡς ἄτιμον, ἵνα ἡ πρὸς ἄλληλα διαφορὰ τὸ ἀσύστατον ἐργάσηται· οἷον ἐκμισθώ‐
σας τις τὴν ἑαυτοῦ γυναῖκα καὶ τὸν μισθὸν οὐκ ἀπο‐188

4

.

189

λαβὼν δικάζεται τῷ μισθωσαμένῳ· ἐν μὲν γὰρ τούτῳ τὸ πρόσωπον οὐκ ἔστιν ὡμολογημένον ἄτιμον, τὸ δὲ πρᾶγμα ἄδοξον· διὰ τοῦτο γὰρ οὐ συνίσταται· οὐ γὰρ δόξει λόγον ἔχειν τὸ τὴν ἑαυτοῦ γυναῖκά τινα μισθῶσαι
5καὶ μισθὸν ὑπὲρ τῆς ἀλόγου πράξεως ἀπαιτεῖν· εἰ μέν‐ τοι δοίης ἑκάτερα ἄδοξα συνίσταται· τοῖς γὰρ ἀδόξοις πρέπει τὰ ἄδοξα πράττειν· ἐπεὶ καὶ οἰκεῖον τοῖς ἀδόξοις τὸ ἄδοξον· καὶ ἐν τούτῳ γὰρ, ὅτι αἰσχρὸς ὢν ὁ πορνο‐ βοσκὸς καὶ αἰσχρόν τι διαπράττεται, οὐκ ἔστιν ἀπωθή‐
10σασθαι τὸ κατηγορούμενον ὡς ἄπιστον· ἴσως δὲ καὶ συνηγόρους προσήκει διδόναι τῷ πορνοβοσκῷ, ὡς ἀτίμῳ καὶ μὴ ἐξὸν αὐτῷ λέγειν. Παραδόξου παράδειγμα· πένης καὶ πλούσιος ἐχθροί· κατεγνώσθη ὁ πένης θανάτῳ· ἐκ‐ δίδοται τῷ δημίῳ, πείσας ὁ πλούσιος τὸν δήμιον ταλάν‐
15του ἀπέκτεινε καὶ φόνου φεύγει· ταῦτα τοίνυν ἔοικε κοι‐ νοῖς τόποις καὶ καταφορᾷ, οὐδὲ γὰρ ἄδοξον τὸ πρόσω‐ πον καὶ ἀπὸ τῆς πράξεως ἄδοξον παρασκευάζεται· διὸ καὶ παράδοξον κέκληται· τὸ μὲν γὰρ πρᾶγμα δυσωπεῖν οὐ δύναται, πρέπει δὲ οὐδαμῶς τῇ περὶ τοῦ προσώπου
20τύχῃ· πάντα γὰρ παράδοξα· τὸ αἰτῆσαι οὕτω παρά‐ δοξα καὶ ἀναιδῆ περὶ αὐτὸν οὐκ ὄντα ἄδοξα· καὶ τὸ τὸν δῆμον ἀπονεῦσαι ἐπὶ τὰ ἄλλα ὁμοίως. Ἀμφιδόξου δὲ παράδειγμα· στρατηγὸς προέστησε τοὺς αἰχμαλώτους τοῦ οἰκήματος καὶ κρίνεται δημοσίων ἀδικημάτων· ἐπὶ
25τούτων τὴν ἄγαν καταφορὰν ἐμποδίζει τὸ πρόσωπον ἔνδοξον ὄν· καὶ χρὴ πρότερον ἀπὸ τῆς πράξεως διαβε‐ βλημένον αὐτὸν ἐπιδεῖξαι· εἶθ’ οὕτως ἠρέμα ἐπιτείνειν καὶ τὸν κατὰ τοῦ προσώπου λόγον· διὰ τοῦτο γὰρ ἀμ‐ φίδοξον· ἐπειδὴ τὸ μὲν πρόσωπον ἔνδοξον, τὸ δὲ πρᾶγμα
30ἄδοξον· διαφέρει δὲ τοῦ ἀσυστάτου, ἐκεῖ γὰρ τὸ ἄδοξον λέγομεν, ὅτι πάνυ τὸ πρᾶγμα ἄδοξόν ἐστιν, ἐνταῦθα δὲ οὐχ ὁμοίως· πῶς γὰρ ὅμοιον γυναῖκα ἰδίαν μισθοῦν
καὶ αἰχμαλώτους προστῆσαι οἰκήματος.189

4

.

190

(1n)

Τὰ μὲν γὰρ εἴδη καὶ τοὺς τρόπους διὰ τοῦτο μανθάνομεν δήπου,
2nἵνα ταῖς οἰκείαις ἰδέαις τῶν λόγων χρώμενοι τὰ προβλήματα
3nμελετῶμεν.
4Μαρκελλίνου. Τὰ εἴδη φησὶ καὶ τοὺς τρόπους·
5τοῦ μελετᾷν ἕνεκα κατὰ λόγον τὰ ζητήματα, καὶ μὴ ἀνοικείαν τὴν ἰδέαν καὶ τὴν ἐξαγγελίαν ποιεῖσθαι τοῦ λόγου μανθάνωμεν· οὐκοῦν ἀκολούθως χρὴ πρῶτον μαν‐ θάνειν τὸ εἶδος τῶν ζητημάτων· καὶ τὰς στάσεις καὶ τὰς διαιρέσεις τοῦ πολιτικοῦ ζητήματος, καὶ οὕτω περὶ
10ἰδέας ζητεῖν· οὔπω δὲ εἰδότας τὴν στάσιν καὶ τὴν διαίρεσιν, ὅπερ τοῦτο μόνον τὸ βιβλίον ἐπαγγέλλεται, οὐ δυνατὸν τὰ εἴδη μαθεῖν καὶ τοὺς τρόπους· ταῦτα δὲ τὰ εἴδη Διονύσιος χαρακτῆρας καλεῖ· τὰ πανηγυρικὰ, ἠθικὰ, παθητικὰ, συμβουλευτικὰ, μικτά· δεῖ οὖν τὸν
15μελετῶντα γνῶναι καὶ μαθεῖν, πότερον πανηγυρικῆς ἰδέας τὸ προκείμενον ἢ ἑτέρας· ἵνα πρὸς τὸ ὑποκείμε‐ νον τοῖς λόγοις χρήσηται καὶ πρὸς τοὺς τρόπους ὁμοίως, καὶ μὴ διαφθείρῃ τοῦ ζητήματος τὴν ἀληθῆ μορφήν.
20nΟἷον δικανικῶς τὸ δικανικὸν καὶ συμβουλευτικῶς τὸ συμβουλευτικὸν
21nκαὶ ἐπιδεικτικῶς τὸ ἐπιδεικτικὸν, καὶ ἕκαστον ὡς προσήκει
22nπροσφόρως τοῖς ὑποκειμένοις.
23 Συριανοῦ. Ἐπισημαίνονταί τινες τῷ χωρίῳ ὡς οὐκ ὀρθῶς ἔχοντι· οὐ γὰρ πάντως τὸ δικανικὸν εἶδος
25τοῦ λόγου καὶ δικανικῶς ἐξενεχθήσεται· ὁ γοῦν Δημο‐ σθένης ἐν τῷ περὶ στεφάνου, δικανικωτάτῳ τῶν λόγων ὄντι, πανηγυρίζει, τῇ λαμπρότητι τῶν οἰκείων ἐναβρυ‐ νόμενος πολιτευμάτων· καὶ Ἰσοκράτης συμβουλευτικὸν
εἶδος λόγου διαπλέκων, πανηγυρίζει πανταχοῦ, Ἀττικῶν190

4

.

191

ἀνδραγαθημάτων μνήμῃ, ἐροῦμεν οὖν ὅτι τοῖς ἀκρι‐ βῶς κατανοοῦσιν, οὐδ’ ὁτιοῦν ὁ τεχνογράφος φαίνεται ἡμαρτηκώς· εἰ γὰρ καὶ πανταχοῦ ἡ πανηγυρικὴ ἐγκα‐ ταμίγνυται ὕλη τοῖς προειρημένοις λόγοις, ἀλλ’ οὖν τῶν
5οἰκείων ἰδεῶν τοῖς προκειμένοις εἴδεσιν οὐδαμῶς ἀφί‐ στανται Δημοσθένης καὶ Ἰσοκράτης· ἀλλ’ ὁ μὲν τῇ τε δεινότητι καὶ τραχύτητι, ἤδη δὲ καὶ γοργότητι πολλῇ κεχρημένος, δικανικῶς κομιδῇ τὸ δικανικὸν καὶ πανη‐ γυρίζειν δοκῶν ὁ δαιμόνιος ἀπεργάζεται· ὁ δὲ τοῦ
10προσήκοντος πανταχῆ τῷ συμβουλεύοντι στοχαζόμενος ἤθους σεμνότητά τε καὶ λαμπρότητα μεταδιώκων, αἳ μάλιστα τοῦ κατὰ συμβουλὴν ἀξιωματικοῦ εἰσιν ἀπερ‐ γαστικαὶ, συμβουλευτικῶς τὸ συμβουλευτικὸν διὰ πανηγυ‐ ρικῆς ἰδέας περαίνει· οὐ γὰρ ἡ τῆς ὅλης ἐπιπλοκὴ ἀλλοιό‐
15τερον ἀπεργάζεται τὸ εἶδος· ἀλλ’ ὅπερ ἂν ἐξ ἀρχῆς ὁ τεχνίτης ἐπιθεῖναι τῷ λόγῳ πρόσφορον εἶδος βουλεύσεται, τοῦτο καὶ τὴν ὕλην ἐξ ἀνάγκης ἑπομένην δημιουργεῖ, καθάπερ οἵ τε πλάσται καὶ οἱ γραφεῖς. Σωπάτρου. Οὐκ ἀκριβῶς ἐνταῦθα λέγει· οὐ γὰρ
20ἀεὶ τὸ δικανικὸν δικανικῶς μελετᾶται, τὸ μὲν γὰρ πρό‐ βλημά ἐστι τοῦ δικανικοῦ εἴδους· πανηγυρικοῦ δὲ ἡ ἰδέα, τουτέστιν ἡ ἐξαγγελία καὶ ἡ ποιὰ φράσις. Διαφέρει δὲ εἴδους ἡ ἰδέα· καθὸ τὸ μὲν εἶδος ἀπὸ γένους τέμνεται,
ἡ δὲ ἰδέα ποιότης ἐστὶ τῆς φράσεως· οἷον σφοδρότης,191

4

.

192

ταπεινότης, τραχύτης, λαμπρότης· πλὴν ἔσθ’ ὅτε καὶ τὸ εἶδος ἀντὶ τῆς ἰδέας λαμβάνεται· δικανικὸς δὲ ὁ περὶ στεφάνου· καὶ γὰρ ζητεῖται καὶ ἀμφισβητεῖται, εἰ ἄξιος στεφάνου ὁ Δημοσθένης, ἢ μὴ, ἀλλὰ καὶ οἱ
5Φιλιππικοὶ συμβουλευτικοὶ ὄντες, εἰ χρὴ ἀμφικτύονα Φίλιππον ποιῆσαι, πανηγυρικῶς μελετᾶται· καὶ γὰρ πο‐ λύς ἐστιν ἐνταῦθα Δημοσθένης κατὰ Φιλίππου δημη‐ γορῶν, ἀλλὰ καὶ ὁ πρὸς Λεπτίνην δικανικὸς ὢν τῷ εἴδει, μικτῶς μελετᾶται· συμβουλευτικῶς φημι καὶ πανη‐
10γυρικῶς· γίνεται δὲ τοῦτο καὶ δικανικῶς· μελετᾶται τὸ συμβουλευτικὸν, ὅτε ἐναντιοῦνται ἡμῖν συμβουλεύσουσιν ἢ νόμος, ἢ ψήφισμα ἤ τι τῶν ἐν ῥητοῖς· δεῖ δὲ τὸν μὲν συμβουλεύοντα ἤτοι τὸν συμβουλευτικὸν ἐπιδεικνύ‐ μενον λόγον, πανταχοῦ φαίνεσθαι θαῤῥοῦντα· καὶ τοῖς
15λόγοις τὸ μεῖζον ἐνδεικνύμενον· οὐ γὰρ ἀνέξεται τις συμ‐ βούλου ταπεινοῦ γενομένου καὶ μηδὲν κρεῖττον ἐπιδεικνυ‐ μένου· τὸν δικαζόμενον δὲ τοὐναντίον ταπεινὸν καὶ μη‐ δὲν φρόνημα ἔχοντα, ἀλλὰ τὰ ζητήματα ταπεινῷ λόγῳ ἤτοι ἰσχνῷ χαρακτῆρι μεταχειρίζεσθαι· τὸν δὲ ἐγκωμιά‐
20ζοντα ἐμπομπεύειν τοῖς ἔργοις, ἐπιδεικτικῶς τοὺς λόγους μεταχειρίζεσθαι· ἰστέον δὲ ὅτι δικανικὸς χαρακτήρ ἐστιν ὁ ἰσχνὸς, καὶ λεπτὸς καὶ πυκνὸς, καὶ συλλογιστικὸς, ὡς καὶ αὐτός φησιν ἐν τῷ περὶ ἰδεῶν, οὗ καὶ παράδειγμα ὁ κατὰ Ἀριστοκράτους, πανηγυρικὸς δὲ ὁ πομπικὸς καὶ
25λαμπρὸς πανταχοῦ καὶ ἐπιδεικτικός· ὃς οὕτως εἴρηται ἀπὸ τοῦ ἐπιδεικνύναι καὶ τὰ καλὰ καὶ τὰ φαῦλα ἑκά‐ στου· συμβουλευτικὸς δὲ ὁ μετὰ πεποιθήσεως καὶ θάρ‐ σους τὸ μεῖζον ἐνδεικνύμενος. Μαρκελλίνου. Δικανικὸν λέγει ἐνταῦθα τὴν δι‐
30κανικὴν ἰδέαν, οὐ τὸ εἶδος· δῆλον δὲ ἀπὸ τοῦ λεγομέ‐
νου· οὐ γὰρ πρὸς τὸ εἶδος ἡ ἰδέα· ἀμέλει ἐν τῷ ὑπὲρ192

4

.

193

στεφάνου δικανικοῦ ὄντος εἴδους, οὐκ ἔστιν ἡ ἰδέα δικανικὴ, ἀλλὰ πανηγυρική· αὐτίκα καὶ τῶν συμβου‐ λευόντων τινὰς ὁρῶμεν ἑαυτοὺς ἐγκωμιάζειν ὑπομείναν‐ τας καὶ φορτικόν τι ποιοῦντας τῷ σεμνύνειν τὰς ἑαυ‐
5τῶν γνώμας· ὥσπερ ὁ Περικλῆς πεποίηται τῷ Θουκυ‐ δίδῃ λέγων· καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε. Ἔστι τοίνυν τὸ μὲν εἶδος συμβουλευτικὸν, ἡ δὲ ἰδέα πανηγυ‐ ρική· ἡ γὰρ χρεία πεποίηκε τὸν ἔπαινον· δεῖ γὰρ ὡς ἐπίπαν σεμνότητος τῷ συμβούλῳ, ἵνα καὶ δυνηθῇ δυσω‐
10πῆσαι· καὶ Ἰσοκράτης ἐν ταῖς παραινέσεσιν ὁμοίως ἑαυ‐ τὸν ἐπαινῶν φαίνεται λέγων· ἐγὼ δὲ τοὺς φιλοσοφοῦν‐ τας ἐπανορθῶ· ὁμοίως δὲ καὶ ἐν τῷ πανηγυρικῷ εὐ‐ θὺς ἀρχόμενος σεμνότητα ἑαυτῷ καὶ ὄγκον καὶ φρόνη‐ μα περιτίθησιν· ἐξ ἐπιτιμήσεως γὰρ ἄρχεται ἐνδόξων
15προσώπων· τῶν γὰρ ἐξ ἀρχῆς τοὺς ἀγῶνας καταστησάν‐ των φησὶ θαυμάζειν, ὅτι τὴν τοῦ σώματος ἄσκησιν ἄθλων ἠξίωσαν, μόνος δὲ ὁ Δημοσθένης ἐξαρκεῖ πρὸς τὸ τοιοῦτον· ἐν γὰρ τῷ ὑπὲρ τοῦ στεφάνου δικανικοῦ ὄντος εἴδους ἐγκωμιάζει ἑαυτὸν καταλέγων τὴν πολι‐
20τείαν, καὶ τριηραρχίας ἑαυτοῦ καὶ εἰσφορὰς καὶ λει‐ τουργίας ἑτέρας· ὥστε διὰ τὸ φορτικὸν καὶ προθερα‐ πείᾳ κέχρηται, λέγων· τούτων τοίνυν ὃ μέν ἐστιν πρὸς ἡδονὴν, τούτῳ δέδοται· ὃ δὲ πᾶσιν, ὡς ἔπος εἰπεῖν, ἐνοχλεῖ, λοιπὸν ἐμοί· ὥστε οὐ πρὸς τὰ εἴδη τῆς ῥητορι‐
25κῆς ἡ ἰδέα, ἀλλὰ πρὸς τὰς ἰδέας μελετῶμεν τὴν δικανι‐ κὴν ἰδέαν δικανικῶς· τὴν πανηγυρικὴν πανηγυρικῶς· εἰ δέ τις ἀντιθῇ ἡμῖν· διὰ τί ἐν τῷ κατὰ Μειδίου λαμ‐ προῦ ὄντος τοῦ προσώπου, δέον ἠθικῇ ἰδέᾳ χρήσασθαι, καταφορικῶς εἶπεν, λεκτέον, ὅτι ὀργιζόμενος διὰ τὰς
30πληγὰς καὶ θαῤῥῶν τῇ τοῦ δήμου χειροτονίᾳ κατέδρα‐
μεν· ὥστε δι’ αἰτίαν οὐχ ὡς ἔτυχεν οὐδ’ ἐνταῦθα τοῖς193

4

.

194

λόγοις καταφορικώτερον ἐχρήσατο· ἡμαρτῆσθαι δὲ νομί‐ ζουσι τῷ τεχνικῷ εἰπόντι καὶ συμβουλευτικῶς τὸ συμ‐ βουλευτικόν· ὡς γὰρ πρὸς τὰ εἴδη τῆς ῥητορικῆς, οὕτω καὶ τὰς ἰδέας ὁρίσασθαι αὐτόν φασιν· ἀλλὰ λέγομεν,
5ὅτι τὴν συμβουλευτικήν φησιν ἰδέαν, συμβουλευτικῶς μελετητέον, τουτέστι μετὰ φρονήματος, πρὸς γὰρ τὴν ὕλην δῆλον ὅτι καὶ ἡ ἰδέα.
8nΤοὺς δὲ μή πω περὶ ψιλῆς τῆς εἰς τὰ λεγόμενα κεφάλαια διαιρέ‐
9nσεως τῶν ζητημάτων ἐπεσκεμμένους, μηδ’ αὐτὸ τοῦτο τὰς λεγομέ‐
10nνας στάσεις τῶν προβλημάτων εἰδότας, ἀμήχανον δήπου τῶν προει‐
11nρημένων τι καλῶς γινώσκειν· διδάσκει οὖν πρό γε ἐκείνων τὸν
12nπερὶ ἰδεῶν λόγον, καὶ πάντη ἀνόητον, ἄλλως τε κἂν ἐπιχειρήσωμέν
13nτι λέγειν περὶ αὐτῶν νῦν, πλείων ἂν ἡμῖν ὁ τοῦ παρέργου λόγος
14nἢ τοῦ ἔργου γένοιτ’ ἄν.
15 Συριανοῦ καὶ Σωπάτρου. Οἶδε τοῦ πολιτικοῦ λόγου τὰ μὲν μέρη ὡς τὰ πέντε ἐκεῖνα, προοίμιον, διήγησιν, ἀντίθεσιν, λύσιν, ἐπίλογον· τὰ δὲ κεφάλαια, ὡς τὰ στοχαστικά· τὰ ἀντιληπτικὰ, ἅπερ τοῖς μέρεσι τοῦ λόγου συμπλέκονται· λεγόμενα δὲ ταῦτα καλεῖ διὰ
20τὴν πολυωνυμίαν, οἱ μὲν γὰρ συμπεράσματα αὐτὰ κα‐ λοῦσιν, οἱ δὲ ἐπιφορὰς, οἱ δὲ ζητήματα, οἱ δὲ περιεχό‐ μενα· τὰ μερικώτερα τοίνυν ἀγνοοῦντας πρὸς τὴν τῶν ὁλικωτέρων τρέπεσθαι ζήτησιν, ἅπερ ἐστὶ τά τε εἴδη καὶ οἱ τρόποι, παντελῶς ἀνόητον.
25Μαρκελλίνου. Τρίτην ἀποδίδωσιν αἰτίαν τοῦ
μὴ περὶ ἰδεῶν διαλαβεῖν τανῦν· μίαν μὲν, ὅτι δεῖ πρῶ‐194

4

.

195

τον τὴν διαίρεσιν ἐπιγνῶναι τῶν κεφαλαίων σαφῶς, καὶ τὴν στάσιν ἥτις καθέστηκε καὶ τὰ πρόσωπα καὶ τὰ πράγματα, πρὸς ἃ ἀνάγκη τοὺς λόγους ἐπενεγκεῖν· ἀμή‐ χανον γὰρ, τὸν μὴ πρότερον ἐγνωκότα ταῦτα, ἐκεῖνα
5μαθεῖν. Δεύτερον δὲ ὅτι οὐ τοῦ παρόντος καιροῦ περὶ τούτων εἰπεῖν· ἢ γὰρ μικρὰ περὶ αὐτῶν εἰπόντες ἀτε‐ λῆ, φησι, τὸν λόγον ἐάσωμεν, ταὐτὸν Μινουκιανῷ πα‐ θόντες· εἰς αὐτὸν γὰρ τὸ πάντη ἀνόητον αἰνιττόμενος λέγει· ἢ σαφῶς περὶ αὐτῶν εἰπεῖν βουλόμενος περιττόν
10τι καὶ ἀπειρόκαλον ὑποίσομεν πέρα τοῦ δέοντος τὸν λό‐ γον ἐκτείναντες· ἀμφότερα δὲ τοῦ δέοντος ἁμαρτάνει καὶ τοῦ καλοῦ. Τρίτην δὲ ὅτι τὸ περὶ ἰδεῶν ἐντελέστε‐ ρόν ἐστι τοῦ περὶ διαιρέσεως· ἄτοπον δὲ τὸ ἐντελέστερον πρὸ τοῦ ἀτελεστέρου διδάξαι· διὸ περὶ τούτων εἰς αὖθις
15εἰπεῖν ἀναβάλλεται. Ἰστέον δὲ, ὅτι τὰς λεγομένας στά‐ σεις φησὶν, οὐ γὰρ συντίθεται Μινουκιανῷ τὴν στάσιν ἀπὸ τούτου εἰρῆσθαι ἐτυμολογοῦντι, ἀπὸ τῆς γενικωτέρας ἐν ταῖς πόλεσι στάσεως, καὶ διὰ τοῦτο εἶπεν τὰς λεγομέ‐ νας στάσεις, ἀντὶ τοῦ ὁμωνύμως λεχθείσας· ἄλλοι δὲ
20λεγομένας ἀντὶ τοῦ οὐκ οἶδα πῶς τὸ ὄνομα τοῦτο ἐχού‐ σας· ὡς δῆλον καὶ ἀπὸ τῶν ἑξῆς ἀφ’ ὧν φησιν· ὅθεν μὲν γὰρ εἴρηται στάσις, ἀντὶ τοῦ οὐ περιεργάζομαι, πόθεν εἴρηται τὸ ὄνομα.
25nΠραγματείας γὰρ ἰδίας, καὶ οὐ σμικρᾶς εἰ μὴ καὶ τῆς μεγίστης
26nκαὶ τελεωτάτης ἐστὶν ὁ περί τε τῶν ἰδεῶν τοῦ λόγου καὶ τῆς χρή‐
27nσεως αὐτῶν ἑκάστης λόγος· νῦν οὖν περὶ ἐκείνης τῆς διαιρέσεως
28nλεκτέον τῆς εἰς τὰ κεφάλαια.
29Συριανοῦ. Σφόδρα τὴν περὶ ἰδεῶν ἀνυμνεῖ
30πραγματείαν, ὡς ἕξεως ἤδη ἐπιστημονικωτέρας τε καὶ τε‐195

4

.

196

λεωτέρας δεομένην· πρός τε τὴν ἐπίγνωσιν αὐτῶν καὶ μάλιστα πρὸς τὴν εὔκαιρον χρῆσιν ἑκάστης· ἀλλ’ ἵνα μὴ τὸ τοῦ ὀνόματος ξένον ἀγνοοῦντας καταλίπῃ τοὺς ἀκροατὰς, ἀναγκαῖον εἰδέναι, ὡς ἑπτά φησιν εἶναι τὰς
5γενικωτέρας ἰδέας, σαφήνειαν, μέγεθος, κάλλος, γοργό‐ τητα, ἦθος, ἀλήθειαν, δεινότητα, ἑκάστην δὲ τῶν ἰδεῶν τούτων ἐν ὀκτὼ τούτοις θεωρεῖσθαι, ἐννοίᾳ, λέξει, με‐ θόδῳ, σχήματι, κώλῳ, συνθήκῃ, ῥυθμῷ καὶ ἀνα‐ παύσει.
10 Μαρκελλίνου. Τὸ διδάξαι ποίᾳ χρηστέον ἰδέᾳ καὶ ποίοις μετασχηματισμοῖς, οἷον τῇ σφοδρότητι, τῇ τραχύτητι, τῇ λαμπρότητι, καὶ ὅσα τοιαῦτα. Ποῖον εἶδος λογοποιεῖ καθαρὰν ἔννοιαν, ἀνάπαυσιν, ἀφέλειαν, καθαρότητα, ἃ τῇ περὶ ἰδεῶν βίβλῳ διεξέρχεται· τὸ οὖν
15εἰπεῖν, τίς ἑκάστῃ αὐτῶν ἡ χρεία καὶ πότε χρηστέον καὶ πῶς, οὐ τῆς τυχούσης πραγματείας· πολλάκις γὰρ ἀπὸ τοῦ σφοδροῦ μεταφέρομεν πρὸς τὴν χρείαν τοὺς λόγους· ὁ γ’ οὖν Δημοσθένης τὴν βραδυτῆτα καὶ ἄλλα πολλὰ διαβάλλων, ἐπειδὴ εἶδεν τὴν σφοδρότητα μικροῦ δεῖν
20τὸν καιρὸν καὶ τὸ χρήσιμον ὑπερβαίνουσαν, ἀναγα‐ γὼν ἑαυτὸν ἐπὶ τὰ τῶν προγόνων κατορθώματα, μετα‐ φέρει μὲν ἀπὸ τῆς σφοδρότητος τὸν λόγον· ἀναλαμβά‐ νει δὲ τοὺς ἀκούοντας σὺν ἡδονῇ, τῆς παλαιᾶς ὑπο‐ μιμνήσκων εὐδοξίας.
25 Σωπάτρου. Ἐπανῆλθεν ἐπὶ τὴν ὑπόθεσιν τοῦ συγγράμματος· ὑπόθεσις δέ ἐστιν αὐτῶν ὡς πολλάκις εἴπομεν περὶ τῶν στάσεων καὶ τῆς εἰς τὰ κεφάλαια
διαιρέσεως αὐτῶν.196

4

.

197

(1n)

Διαιρήσει τοίνυν ὀρθῶς ὁ τήν τε διαφορὰν καὶ τὴν δύναμιν τῶν τε
2nπροσώπων καὶ τῶν πραγμάτων καὶ ἔτι τὴν λεγομένην στάσιν
3nἐπιγνοὺς τοῦ ζητήματος.
4Συριανοῦ καὶ Σωπάτρου. Τεχνικῶς πάνυ τὰ
5διὰ πλειόνων εἰρημένα συντόμως ἐπανακεφαλαιοῦται, τὴν γὰρ διαιρετικὴν τῶν ζητημάτων ἐπιστήμην μόνῳ προσεῖ‐ ναί φησι τῷ τὴν διαφορὰν ἀκριβῶς ἐπεσκεμμένῳ τῶν τε προσώπων πρὸς πρόσωπα καὶ πραγμάτων πρὸς πρά‐ γματα, καὶ τὴν ἑκάστου δύναμιν, τουτέστι τὴν εὐπο‐
10ρίαν ἣν παρέχει τοῖς ζητήμασι καὶ τὴν στάσιν· οἷον ἐπὶ μὲν τῶν προσώπων πόσην ὕλην ἔχει τὰ κύρια καὶ τὰ προσηγορικὰ, καὶ τὰ ἄλλα, καὶ τί διενηνόχασιν ἀλ‐ λήλων· ἐπὶ δὲ τῶν πραγμάτων σκοπεῖν δεῖ τὸ κρινόμε‐ νον, εἰ αὐτοῦ τοῦ φεύγοντος ποιήσαντος ἐγκαλουμένου
15ἢ ἑτέρου πράξαντος, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· μετὰ δὲ τοῦτο καὶ τὴν στάσιν εἰδέναι χρὴ, οὐ γὰρ πάντα τὰ ζητήματα μιᾶς ἐστι στάσεως. Εἰδότες γὰρ τὰ ἐξεταζό‐ μενα, καὶ μὴ, τῶν τε προσώπων καὶ τῶν πραγμάτων καλῶς τῇ διαιρέσει χρησόμεθα· ἂν γὰρ τὰ πρόσωπα τῶν
20ἐξεταζομένων ᾖ, τὴν βούλησιν καὶ τὴν δύναμιν ἅπερ ἐστὶ τῶν προσώπων ἐπιζητοῦμεν, ἐὰν δὲ πράγματα, τὰ ἑπόμενα τοῖς πράγμασιν· οἷον τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, μετάθεσιν αἰτίας, ἀντίληψιν, πιθανὴν ἀπολογίαν· ταῦ‐ τα γὰρ τῶν πραγμάτων ἴδια· καὶ πάλιν ἐν ᾧ ζητή‐
25ματι ἀπὸ μόνων τῶν πραγμάτων συνίσταται ἡ ζήτησις, τὰ ἀπὸ τῶν πραγμάτων μόνα κινήσομεν κεφάλαια· ἐν
ᾧ δὲ ἀπὸ μόνων τῶν προσώπων, τὰ ἀπὸ τῶν προσώπων197

4

.

198

μόνα· ἔτι δέ, φησι, δεῖ καὶ τὴν στάσιν εἰδέναι· ἀπὸ γὰρ τῆς στάσεως τῶν κεφαλαίων αἱ ἀποδείξεις τῶν πραγμά‐ των γίνονται· τινὲς δὲ τοῦτο ἐπανόρθωσιν ἡγήσαντο τῶν προκειμένων, οἷον τὸ εἰπεῖν καὶ ἕκαστον ὡς προσή‐
5κει προσφόρως τοῖς ὑποκειμένοις· διὰ γὰρ τούτου ᾐνί‐ ξατο, ὡς οὐ τῷ εἴδει ἀκολουθεῖ ἡ ἰδέα πάντη, ἀλ‐ λὰ καὶ τῇ περιστάσει τοῦ ζητήματος. Μαρκελλίνου. Πάλιν ὑπομιμνήσκει τῶν προτέ‐ ρων θεωρημάτων, τῆς τε τῶν προσώπων καὶ πραγμά‐
10των διαφορᾶς· καὶ τὸ χρήσιμον ἐκ τούτου ἀποφαίνεται, ὡς ἐκ τούτων τῆς στάσεως γνωριζομένης, ἥτις ἐστί, καὶ τῆς διαιρέσεως τῶν κεφαλαίων φανερῶς ἐκ τούτων εὑρισκομένης· εἰ γὰρ τὸ πολιτικὸν ζήτημα περὶ πρόσω‐ πα καὶ πράγματα γίνεται, ὁ τὴν τούτων θεωρίαν ἀκρι‐
15βῆ παρέχων παρ’ ἑαυτῷ, ῥᾷον καὶ τὴν στάσιν ἐξ αὐ‐ τῶν εἴσεται καὶ τῇ διαιρέσει τῶν κεφαλαίων ἐπιβαλεῖν δυνήσεται· ἔνια γὰρ τοῦ πράγματός ἐστι τὰ κεφάλαια· ἔνια δὲ τοῦ προσώπου· ὥστε ὁ τὰ πράγματα εἰδὼς καὶ τὰ πρόσωπα οἶδε καὶ τὰ ἐμπίπτοντα ἑκάστῳ ζητήματι
20κεφάλαια, καὶ τὴν λεγομένην στάσιν.
21nὍθεν μὲν γὰρ εἴρηται στάσις, εἴτε ἀπὸ τοῦ στασιάζειν τοὺς ἀγω‐
22nνιζομένους, εἴτε ὅθεν οὖν ἑτέροις ἐξετάζειν παρίημι.
23 Συριανοῦ. Τὴν περὶ τὰς ἐτυμολογίας λεπτολο‐ γίαν οἶδε γραμματικοῖς μᾶλλον ἁρμόζουσαν, οὐ μὴν
25οὐδὲ τῆς τῶν ῥητόρων ἀπᾴδουσαν πολυμαθείας· διὸ τὸ μέν τι περὶ αὐτῆς ἔφη· τὸ δὲ παραλείψειν ἑτέροις
φησίν· οἱ μὲν γὰρ ἀπὸ τοῦ στασιάζειν τοὺς ἀγωνιζομέ‐198

4

.

199

νους πρὸς ἀλλήλους φασὶν ὠνομάσθαι τὴν στάσιν· οἱ δὲ ἀπὸ τοῦ ἑκάτερον τῶν ἀντιδίκων ὡς ἐπί τινος ἀσφα‐ λοῦς κρηπῖδος ἑστάναι περὶ τὰ οἰκεῖα δίκαια. Σωπάτρου. Ταῦτα πρὸς τὸν Μινουκιανὸν αἰνίτ‐
5τεται· αὐτὸς γὰρ εἶπεν, ὅτι εἴρηται στάσις ἀπὸ τοῦ στα‐ σιάζειν ἐν αὐτῇ τοὺς ἀγωνιζομένους, ἢ παρὰ τὸ ἵστασθαι εἰς τὸ βῆμα τοῖς δικαίοις αὐτῶν ἕκαστον, ἢ παρὰ τὸ τοὺς δικάζοντας ἐν αὐτοῖς ἀμφιβάλλειν, οὐδέ ποτε γὰρ ἅμα πάντες ὁμογνώμονες γίνονται οἱ δικασταί· ἐπεὶ
10ἢ προειλημμένον ἔσται τὸ ζήτημα, ἢ ἄλλως ἀσύστα‐ τον· τινὲς δέ φασιν εἰρῆσθαι παρὰ τὸ σταθερὰς ἔχειν τὰς ἀποδείξεις, πρὸς ἀντιδιαστολὴν τῶν ἀσυστάτων· καὶ γὰρ ἐκεῖνα οὐκ ἔχουσι σταθεράς.
14nὌνομα δὲ ἀφεὶς εἶναι τοῦτο κοινὸν ἢ καὶ συμβεβηκὸς τῶν ζητη‐
15nμάτων ἁπάντων, ὅπως τούτων ἐπιγνωσόμεθα τὴν μέθοδον ἐνταυ‐
16nθοῖ προτάξας, ποιήσομαι τὴν ἀρχὴν τῆς διαιρέσεως τῶν κεφα‐
17nλαίων ἀπὸ τοῦ στοχασμοῦ, ἀναγκαίως ὡς αὐτὸ δηλώσει· ἐφεξῆς δὲ
18nκαὶ περὶ τῶν ἄλλων ἁπάντων λελέξεται· ἡ δ’ οὖν μέθοδός
19nἐστιν ἥδε.
20 Συριανοῦ. Τῶν ὀνομάτων τὰ μὲν προσηγορικὰ καὶ μόνως ἐστὶν, ὡς λίθοι καὶ κίονες, τὰ δὲ συμ‐ βαίνουσαν ἔχει τὴν προσηγορίαν τῷ ὑποκειμένῳ πράγμα‐
τι· ὡς ἄνθρωπός τε ἀπὸ τοῦ ἀναθρεῖν ἃ ὄπωπεν· καὶ199

4

.

200

ἵππος ἀπὸ τοῦ ἵεσθαι τοῖς ποσί· ταχύτατον γὰρ τοῦτο ἐπὶ γῆς· τοιοῦτον οὖν καὶ ἡ στάσις ἐστίν· κοινῶς. τε γὰρ κατὰ πασῶν κατηγορεῖται τῶν στάσεων, καὶ συμ‐ βέβηκεν αὐτῇ τὸ ὄνομα, διὰ τὰς προειρημένας ἐτυμο‐
5λογίας. Ἐπειδὴ δὲ τὸν τῆς στάσεως ὅρον παραλέλοιπεν ὁ τεχνογράφος ἀναγκαῖον ἂν εἴη καὶ περὶ τούτου βρα‐ χέα διελθεῖν· στάσις τοίνυν ἐστὶ πρότασις ἁπλῆ ῥη‐ τορικὴ πρὸς ἀπόδειξιν κομιζομένη μιᾶς φάσεως τῶν ἐν τῷ πολιτικῷ ζητήματι κειμένων, καθ’ ἣν ἡ διαίρεσις
10γίνεται τῶν κεφαλαίων, τῶν πρὸς πίστιν κομιζομένων· ἐπειδὴ δὲ τῶν προτάσεων αἱ μέν εἰσιν ἁπλαῖ, αἱ δὲ διπλαῖ, διὰ τοῦ ἁπλῆ πασῶν αὐτὸ τῶν διπλῶν καὶ τρι‐ πλῶν ἐχώρισεν· διὰ δὲ τοῦ ῥητορικὴ, τῶν τε ἰατρῶν καὶ τῶν φιλοσόφων· καὶ ἐπειδὴ ἐν αὐτῇ τῇ στάσει πολλαί
15εἰσιν αἱ ἀποδεικνύμεναι προτάσεις, διακρίνων αὐτὰς200

4

.

201

ἔφη· πρὸς ἀπόδειξιν κομιζομένη μιᾶς φάσεως, τουτέστιν ἑνὸς αὐτοτελοῦς λόγου τῶν ἐν τῷ πολιτικῷ ζητήματι κει‐ μένων, καθ’ ἣν ἡ διαίρεσις γίνεται τῶν κεφαλαίων, καὶ ἑξῆς· κατὰ ταύτην γὰρ τὴν μίαν φάσιν τὴν συνεκτικω‐
5τάτην τοῦ ζητήματος ἡ διαίρεσις γίνεται τῶν κεφαλαίων, τῶν ὁρικῶν φέρε ἢ ἀντιληπτικῶν, ἢ ὧν ἂν ἄλλων τύχῃ· πάλιν ἐπειδὴ πολλὰ κεφάλαιά ἐστιν ἐν τῷ ζητήματι, τὰ μὲν ὡς μέρη τοῦ πολιτικοῦ λόγου, τὰ δὲ τὸ προκεί‐ μενον ἀποδεικνύντα, πρόκειται τῶν πρὸς πίστιν κομιζο‐
10μένων· οἷον ὡς ἐπὶ παραδείγματος· πλούσιος ἀριστεύ‐ σας ᾔτησεν εἰς τὸ γέρας ἐχθροῦ πένητος φόνον· ἔλαβεν, ἀπέκτεινε, καὶ μὴ πολιτευομένων τῶν πενήτων ἔτι κρί‐ νεται δημοσίων ἀδικημάτων· ἐνταῦθα γὰρ τὸ μὲν ἀπο‐ κρίνασθαι, ὅτι ἀντίληψίς ἐστι τὸ προκείμενον ζήτημα,
15πρότασίς ἐστιν ἁπλῆ ῥητορική· μία δὲ φάσις ἐν αὐτῷ ἐκείνης συνεκτικὴ αὕτη· ἀλλ’ οὐκ ἀδικῶ τὴν πόλιν τὸν κατὰ δωρεάς μοι δεδωρημένον ἀνῃρηκὼς, καὶ κατὰ ταύτην ἀντιληπτικὴν οὖσαν ἡ πᾶσα διαίρεσις γίνεται τῶν ἀντιληπτικῶν κεφαλαίων ἐν τῷ ζητήματι, ἃ πρὸς
20πίστιν κομίζεται, τὸ μὴ τὸν πλούσιον ἀδικεῖν· ὡσ‐ αύτως καὶ ἐπὶ τοῦ παρεστῶτος τῷ νεοσφαγεῖ σώματι· τὸ μὲν εἰπεῖν ὅτι στοχασμός ἐστιν ἡ στάσις πρότασίς ἐστιν ἁπλῆ· φάσις δὲ ἐν τούτῳ συνεκτικὴ ἐκείνης αὕτη· ἀλλὰ θάψαι βουλόμενος παριστάμην· ἢ ὡς ἐπὶ
25Μειδίου, οἷον ἀσεβεῖ καὶ ὑβρίζει Μειδίας· χορηγὸν ὄντα μετασπῶν ἐν ἱερομηνίᾳ· ἡ φάσις μὲν αὕτη·
ἡ δὲ πρότασις, ὅτι ὅρος ἐστὶν ἡ στάσις.201

4

.

202

Σωπάτρου καὶ Μαρκελλίνου. Κοινὸν τὸ μὴ ἴδιον, φέρεται γὰρ καὶ καθ’ ἑτέρων πλείστων ἡ στάσις τὸ ὄνομα, ἐπί τε τῶν στασιαζόντων καὶ πυκτευόν‐ των ἴδιον, τὸ ἐξ αἰτίας τινὸς καὶ ὑπὸ συμβεβηκότος,
5ὡς Μεγαπένθης, Νεῖλος· εἴτ’ οὖν φησι κοινὸν τὸ τῆς στάσεως ὄνομα, καὶ ἀναίτιον, εἴτε ἰδιάζον, καὶ ἐξ αἰ‐ τίας τινὸς ὠνόμασται, παρήσω τοῦτο ὡς μηδὲν βλάπτον ἢ ὠφελοῦν τὴν τῆς στάσεως δύναμιν· εἴπωμεν δὲ καὶ ὅρον τῆς στάσεως· στάσις ἐστὶ φάσις τουτὶ πεπρᾶχθαι
10ἢ κληθῆναι, ἢ ποιότητος ἐξέτασις· πρόσκειται φά‐ σις, ἐπειδὴ φάσις ἐστὶν ἀπόφασις καὶ κατάφασις, ὃ σημαίνει τὸ αἴτιον καὶ τὸ συνέχον· ἡ γὰρ φάσις ἐστὶ, τὸ φῆναι τὸν κατήγορον ἐπ’ αὐτό· ἡ δὲ ἀπόφασις τὸ ἀπολύσασθαι τὴν φάσιν τὴν ἐξ αὐτοῦ· οἷον ἐφόνευσας,
15οὐκ ἐφόνευσα· ἐποίησας· ναί· ἀλλ’ οὐ παράνομον· τὸ δὲ τουτὶ πεπρᾶχθαι, διὰ τὸν στοχασμόν· ἐνταῦθα μετὰ τὸ αἴτιον καὶ τὸ συνέχον, καὶ περὶ τοῦ κρινομένου ὁ ὅ‐ ρος διαλαμβάνει· ἐν γὰρ τῷ, τίς ὁ πράξας, ἡ στοχαστι‐ κὴ ζήτησις· ἐν δὲ τῷ τί κληθῆναι ἡ ὁριστική· ἐν δὲ τῇ
20ποιότητι αἱ λοιπαὶ στάσεις· τὴν μὲν οὖν αἰτίαν οὐ λέ‐ γει, δι’ ἣν ἀπὸ στοχασμοῦ ἤρξατο· Μινουκιανὸς μέντοι λέγει τοιαύτην, ὅτι προτέτακται τῶν ἄλλων στάσεων ὁ στοχασμός· ἐπειδὴ ἄρνησιν ἔχει τοῦ ἐπιφερομένου ἐγκλή‐ ματος· κατὰ φύσιν δὲ τοῖς ἀνθρώποις εἶναι καὶ ἀρνεῖ‐
25σθαι ἐν τῷ ἐγκλήματι· τοῦτο δὲ οὐκ ἰσχυρόν· κατὰ γὰρ τοῦτο καὶ ἀντίληψις καὶ ὅρος ὀφείλει προτάττεσθαι τῶν λοιπῶν, ἔχει γὰρ καὶ ἀντίληψις ἄρνησιν· οἷον, ἐγέ‐
λασας, οὐκοῦν ὕβρισας· ἀλλὰ καὶ ὁ ὅρος· ὁ γὰρ τῷ πέ‐202

4

.

203

νητι πλούσιος ἐπανατεινόμενος τὰς χεῖρας καὶ κρινόμε‐ νος ὕβρεως ἀρνήσεται, οὐχ ὡς ὑβρίζων τοῦτο ἐποίησεν· Μητροφάνης δὲ διὰ τὸ τὰ στοχαστικὰ κεφάλαια ἐν πά‐ σαις ταῖς στάσεσιν ἐμπίπτειν· καὶ γὰρ τὰ ἀπ’ ἀρχῆς ἐν
5πάσαις ἔστιν εὑρεῖν ταῖς στάσεσιν, βούλησιν δὲ καὶ δύ‐ ναμιν ἐν πλείσταις· ἀλλὰ τούτῳ τῷ λόγῳ, ἐπειδὴ καὶ ἀντίληψις καὶ μετάληψις ἐν στοχασμῷ ἐμπίπτουσιν, ὤ‐ φειλε θατέρα τῶν στάσεων τούτων προτάσσεσθαι τοῦ στοχασμοῦ· ἡ μέντοι ἀληθεστέρα αἰτία αὕτη· ἐπειδὴ
10ἀρίστη διδασκαλία ἐστὶν αὕτη, ἀπὸ τῶν παρ’ ἡμῖν πρῶ‐ τον ποιεῖσθαι τὴν ἀρχήν· ἐν πολλοῖς δὲ πράγμασι τοῖς ἡμετέροις ζητοῦμεν πρῶτον, εἰ ἔστιν, τί ἔστιν· εἶτα ποῖόν τί ἐστι, διὰ τοῦτο ὁ στοχασμὸς προηγεῖται, ὡς περὶ τοῦ εἰ ἔστιν ἔχων τὴν ζήτησιν· ἔπειτα ὁ ὅρος, ὡς περὶ
15τοῦ τί ἐστιν· εἶτα αἱ λοιπαὶ στάσεις ὡς τῆς ποιότη‐ τος· καὶ ὅτι ἐν στοχασμῷ περὶ οὐσίαν ἐστὶν ἡ ζήτη‐ σις· πανταχοῦ δὲ ἡ οὐσία, πρωτεύει ὀνόματος καὶ ποιότητος.
19tΔιαίρεσις τῶν στάσεων.
20nΠαντὸς οὗτινος οὖν προτεθέντος ζητήματος εἰ συνεστήκοι, ἐπισκο‐
21nπεῖν δεῖ τὸ κρινόμενον, εἰ ἀφανές ἐστιν ἢ φανερόν· κἂν μὲν
22nἀφανὲς ᾖ, στοχασμὸς ἔσται.
23 Συριανοῦ. Πᾶν ζήτημα ἐκ τριῶν τούτων συνε‐ στάναι φησὶν ὁ Μινουκιανὸς, αἰτίου, συνέχοντος, κρινο‐
25μένου, οἷον πλούσιος ἐχθρῷ πένητι συνεχῶς ἐπανα‐ τείνεται τὰς χεῖρας, καὶ κρίνεται ὑπ’ αὐτοῦ ὕβρεως, ἐν‐
ταῦθα αἴτιον μέν ἐστι τὸ παρὰ τοῦ κατηγόρου ἐγκαλού‐203

4

.

204

μενον· οἷον ἀδικεῖς ὑβρίζων καὶ τὰς χεῖρας ὥσπερ οἰ‐ κέτῃ προςάγων· συνέχον δὲ ἡ τοῦ φεύγοντος ἀπολογία· οἷον οὐχ ὕβρισα, οὐ γὰρ πληγὰς ἐπήνεγκα· κρινόμενον, τὸ ἐν τῇ τῶν δικαστηρίων κρίσει καταλαμβανόμενον·
5πότερον ὑβριστὴς ὁ δεῖνα ἢ οὔ· ὁ δὲ Ἀκύλας ἐναλλάξας αἴτιον μέν φησιν ἐν ἑκάστῳ προβλήματι, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· οἷον τὸ παρεστάναι τῷ νεοσφαγεῖ σώματι· τὸ δακρύειν νύκτωρ τὴν γυναῖκα· κρινόμενον δὲ τὴν τοῦ ἀπολογουμένου φάσιν· συνέχον δὲ τὸ ἐν τῇ τῶν δικα‐
10στῶν κρίσει καταλαμβανόμενον· παραγγέλλει τοίνυν ὁ τεχνογράφος τὴν πᾶσαν ἀπολογίαν τε καὶ κατηγορίαν περὶ τὴν ἐξέτασιν τοῦ κρινομένου ποιεῖσθαι, καὶ μὴ ταύτης περιφρονήσαντας ἐπὶ τοὺς κοινοὺς κατατρέχειν τόπους, ὅπερ πάσχουσιν οἱ τῆς τεχνικῆς ἐργασίας τῶν
15λόγων ἄπειροι, τοῦ μὲν ἀποδεῖξαι διὰ τῶν ἐντέχνων καὶ ἀ‐ τέχνων πίστεων οὐδὲ μίαν πρόνοιαν ποιούμενοι· τὸ δὲ ζητούμενον ὡς ὁμολογούμενον λαμβάνοντες κατατρέχουσι
τῶν ἀδίκως εἰργασμένων φόνους τυχὸν ἢ ὕβριν, ἤ τι204

4

.

205

τῶν τοιούτων· χρὴ δὲ τοὺς μετὰ τέχνης ἐργάζεσθαι τοὺς λόγους ἐπιχειροῦντας ταῖς ἀποδείξεσι συμπλέκειν τὰς ἐπιφορὰς, ἀλλὰ μὴ ἔξω τοῦ προκειμένου βαδίζειν. εἴπερ μὴ μέλλοιμεν τὸ τοῦ Αἰσχίνου παθεῖν· καθ’ ἑαυ‐
5τῶν φασιν ἀμώμενοι κόνιν· καὶ γὰρ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος οὐκ ἀρκεσθεὶς παράνομον δεῖξαι τὸ γραφὲν κατὰ τοῦ Δημοσθένους ψήφισμα, ἀλλὰ προσθεὶς, ὡς οὐδὲ ἄξιος στεφάνου ὁ Δημοσθένης πρό‐ φασιν τῷ ἀντιδίκῳ τῆς τῶν οἰκείων πολιτευμάτων διεξό‐
10δου κεχορήγηκεν ἄφθονον· εἰ δὲ περὶ μόνον ἔστη τὸ κρινόμενον, θᾶττον ἂν εἷλε Δημοσθένην Τιμάρχου· μά‐ λιστα μὲν οὖν δεῖ περὶ τὸ κρινόμενον ἵστασθαι τὴν πᾶσαν δικαιολογίαν· εἰ δ’ ἄρα τι κατεπείγει ἔξωθέν τινα παρεισάγειν, μιᾷ τῶν τριῶν μεθόδων χρησόμε‐
15θα τῶν τεχνικῶν, αἷς ὅ τε Θουκυδίδης κέχρηται καὶ Δημοσθένης παρ’ αὐτοῦ μαθών· ἢ γὰρ ἐπὶ τὰ πρά‐ γματα ἀνοίσομεν τὴν αἰτίαν· ἢ ἐπὶ τὰ πρόσωπα ἔξωθεν. ἢ τὸ βιαιότερον εἰς αὐτὸν τὸν ἀντίδικον· ἐπὶ μὲν τὰ πράγματα, ὡς ἐν τῷ περὶ τῆς παραπρεσβείας φησὶ
20Δημοσθένης, ἔστι δὲ ἀναγκαῖον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ προσῆκον ἴσως ὡς κατ’ ἐκείνους τοὺς χρόνους εἶχε τὰ πράγματα ὑμᾶς ἀναμνῆσαι, ἵνα πρὸς τὸν ὑπάρχοντα καιρὸν ἕκαστα θεωρῆτε, ἐπὶ δὲ τὰ ἔξωθεν πρόσωπα ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους· ἀναγκαῖον δὲ ὑπολαμβά‐
25νω καὶ δίκαιον ἅμα περὶ τούτων πρῶτον εἰπεῖν, ἵνα μη‐ δεὶς ὑμῶν τοῖς ἔξωθεν λόγοις ἠγμένος ἀλλοτριώτερον τῶν
ὑπὲρ τῆς γραφῆς δικαίων ἀκούῃ μου· ἐπὶ δὲ τὸν205

4

.

206

ἀντίδικον αὐτόν· ὡς ἐν τῷ περὶ τοῦ στεφάνου· ἀξιῶ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δέομαι τούτου με‐ μνῆσθαι παρ’ ὅλον τὸν ἀγῶνα· ὅτι μὴ κατηγορήσαντος Αἰσχίνου μηδὲν ἔξω τῆς γραφῆς οὐδ’ ἂν ἐγὼ λόγον οὐ‐
5δένα ἐποιούμην ἕτερον· ἁπάσαις δὲ αἰτίαις καὶ βλα‐ σφημίαις ἅμα τούτου κεχρημένου, ἀνάγκη κἀμοὶ πρὸς ἕκαστα τῶν κατηγορημένων μικρὰ ἀποκρίνασθαι καὶ ἑξῆς· καὶ πάλιν· εἰ μὲν οὖν περὶ ὧν ἐδίωκε μόνον κατηγόρησεν Αἰσχίνης, κἀγὼ περὶ αὐτοῦ τοῦ προβλήμα‐
10τος εὐθὺς ἂν ἀπελογούμην· ἐπειδὴ δὲ οὐκ ἐλάττω λό‐ γον τἄλλα διεξιὼν ἀνήλωκε καὶ τὰ πλεῖστα κατεψεύσατό μου, ἀναγκαῖον εἶναι νομίζω καὶ δίκαιον ἅμα βραχέα περὶ τούτων διεξελθεῖν· ἐπισημήνασθαι δὲ ἄξιον, ὡς οὐκ ἀρκεῖ μόνον μιᾷ τῶν τριῶν χρήσασθαι μεθόδῳ,
15βουλομένους τι παρὰ τὸ κρινόμενον εἰπεῖν, ἀλλὰ καὶ ἐν‐ δείκνυσθαι, ὅτι διὰ βραχέων λέξει τὰ περὶ τὸ κρι‐ νόμενον, καὶ εὐθὺς ἐπὶ τὸ κρινόμενον ἥξει· πανταχοῦ γοῦν καὶ Δημοσθένης τό γε πρῶτον προστίθησι τὸ μικρὰ ἢ διὰ βραχέων περὶ τῶν ἐξαγωνίων ἐρεῖν· ἀλλὰ
20καὶ Θουκυδίδης πρὸ Δημοσθένους· κρινομένου γὰρ, πότε‐ ρον συμφέρει βοηθῆσαι τοῖς Κερκυραίοις ἢ μὴ, ὁ Κο‐ ρίνθιος οὕτως ἤρξατο τοῦ λόγου, ἐπὶ τὸν ἀντίδικον μετενεγκὼν τὴν αἰτίαν τοῦ παρὰ τὸ κρινόμενον εἰπεῖν· ἀναγκαῖον Κερκυραίων τῶνδε οὐ μόνον περὶ τοῦ δέξα‐
25σθαι σφᾶς τὸν λόγον ποιησαμένων, ἀλλ’ ὡς καὶ ἡμεῖς206

4

.

207

τε ἀδικοῦμεν καὶ αὐτοὶ οὐκ εἰκότως πολεμοῦνται, μνη‐ σθέντας πρῶτον καὶ ἡμᾶς περὶ ἀμφοτέρων οὕτως καὶ ἐπὶ τὸν ἄλλον λόγον ἰέναι· καὶ γὰρ ἐπὶ τὸν ἀντίδικον μετήνεγκε τὴν αἰτίαν τοῦ παρὰ τὸ κρινόμενον εἰπεῖν·
5καὶ διὰ τοῦ μνησθέντας ἐνεδείξατο δι’ ἐλαχίστων ἐρεῖν καὶ πρὸς τὸν ἄλλον λόγον οὕτως ἰέναι λέγων, τὸ κρι‐ νόμενον ἐξετάσειν ὀρθῶς ἐπηγγείλατο. Σωπάτρου. Περιττὸν εἰ συνεστήκοι. εἰ γὰρ ζήτημα πάντως καὶ συνεστώς· καὶ ὅτι τοῦτο ἀληθὲς,
10μάρτυς αὐτός· ἀνωτέρω γὰρ περὶ τῶν ἀσυστάτων φη‐ σίν· ταῦτα γὰρ οὐκ ἂν εἴη ζητήματα, ὡς τῶν ζητη‐ μάτων τὸ συνεστὼς ἐχόντων· ἀσαφῶς δὲ δοκεῖ τὸ ἑξῆς εἰρῆσθαι· οἷον τὸ ἐπισκοπεῖν δεῖ τὸ κρινόμενον· λέγεται γὰρ κρινόμενον καὶ τὸ φεῦγον πρόσωπον· ὥσπερ λέγο‐
15μεν κρίνεταί τις φόνου ἢ ὕβρεως· λέγεται κρινόμενον καὶ ἡ γνῶσις τῶν δικαστῶν· καὶ γάρ φαμεν, τί ἔκριναν οἱ δικασταί· λέγεται κρινόμενον καὶ τὸ πρᾶγμα, περὶ οὗ ἡ δίωξις· ὃ εἰ καί τις ὑπολάβοι μόνον εἰρῆσθαι κρι‐ νόμενον ἐνταῦθα, οὐ καλῶς, οὐ γὰρ ἀεὶ πρᾶγμα τὸ
20κρινόμενον, ἀλλὰ καὶ πρόσωπον· ὥσπερ καὶ ὁ ἄσωτος καὶ γνώμη· ὡς ἡ μητρυιὰ ἡ ἐν δόξῃ μανίας τὸν πρόγο‐ νον ἀποκτείνασα· ἐνταῦθα γὰρ τοῦ πράγματος σαφοῦς ὄντος, φόνος γὰρ, ἡ γνώμη ζητεῖται ἐν τῇ ἀληθείᾳ, μαινομένη ἢ ἐν προσποιήσει μανίας τὸν πρόγονον ἀπέ‐
25κτεινεν· ἀλλά φαμεν, ὡς τὸ κρινόμενον εἰπὼν πάντα ταῦτα περιέλαβεν· εἰ γὰρ κρίνοιτο, πάντως ὅτι καὶ διῶ‐ κον ἔχει καὶ φεῦγον καὶ κρινόμενον, ἃ δή τινες αἴτιον
ἐκάλεσαν καὶ συνέχον καὶ κρινόμενον· ὥστε οὐκ ἀσα‐207

4

.

208

φῶς εἴρηκεν, εἴγε τούτων ἁπάντων ἐστὶ περιληπτικὸν τὸ κρινόμενον· ἐπεὶ γὰρ εἴρηκε ζήτημα τῶν τριῶν συνεκτικὸν, μάτην αὐτῷ τὴν ἀσάφειαν ἐνεκάλεσαν. Εἰ ἀφανές ἐστιν ἢ φανερόν. ἄφυκτος ἡ διαί‐
5ρεσις· οὐδὲν γὰρ μεταξὺ φανεροῦ καὶ ἀφανοῦς, ἐπὶ παν‐ τὸς γὰρ πράγματός ἐστί τι ἀφανές· οἷον ἡ τῶν δικα‐ στῶν κρίσις, καὶ ἐπὶ παντὸς ζητήματος ἔστι τι φανε‐ ρόν· οἷον ἐν τῇ ἀντιλήψει μὲν τὸ, εἰ ἐπ’ ἐξουσίας τῷ φεύγοντι τὸ ποιεῖν· καὶ ἐν ὅρῳ τὸ, τί ἐστι τὸ πε‐
10πραγμένον· τὸ εἰ ὅλως ὑπῆρξε τὸ πρᾶγμα ἢ ὑπάρξει· βούλονται γάρ τινες καὶ ἐνεστῶτος χρόνου τιθέναι στο‐ χασμὸν, περὶ οὗ εἰρήσεται. Μαρκελλίνου. Προβληθέντος σοί, φησι, ζητήμα‐ τος πολιτικοῦ, σκόπησον τὸ κρινόμενον, τουτέστι τὸ
15ἔγκλημα· πότερον ἀφανές ἐστιν ἢ φανερόν· ἀφανὲς δὲ λέγει κατὰ τὴν οὐσίαν, οὐ κατὰ κρίσιν· κατὰ κρίσιν γὰρ πάντα ὁμοίως ἀφανῆ· ἄδηλον γὰρ ἐπὶ παντὸς πράγμα‐ τος τὸ μέλλον κριθῆναι παρὰ τῶν δικαστῶν· ἀμέλει τὸ προειλημμένον διὰ τοῦτο δοκεῖ ἀσύστατον εἶναι, ἐπειδὴ
20προέγνωσται τῶν δικαστῶν ἡ κρίσις, ὅτι οὐ καταψη‐ φιοῦνται τοιαύτης γυναικός· οὐκοῦν προβληθέντος ἡμῖν ζητήματος ζητοῦμεν, εἰ κατὰ τὴν οὐσίαν ἀφανές ἐστιν ἢ φανερὸν ἐγκαλούμενον· καλῶς δὲ προσέθηκε τὸ εἰ συνεστήκοι· τὸ γὰρ ἀσύστατον ἐκβληθήσεται· τινὲς δέ
25φασιν, ὅτι περιττὸν τὸ εἰ συνεστήκοι· εἰ γὰρ ζήτημα, δῆλον ὅτι καὶ συνέστηκεν· οὐ γὰρ προσαγορεύομεν ζή‐ τημα τὸ ἀσύστατον· ἕτερον γάρ ἐστι ζήτημα, καὶ ἕτερον πρόβλημα· ζήτημα μὲν τὸ συνιστάμενον, πρόβλημα δὲ τὸ ἀσύστατον· καὶ τὸ μὲν ζήτημα καλέσαιμεν ἂν καὶ
30πρόβλημα, τὸ δὲ πρόβλημα οὐ πάντως καὶ ζήτημα· ἀφα‐ νὲς δὲ λέγει οὐ τὸ μέλλον κριθῆναι παρὰ τῶν δικαστῶν, ἄδηλον γὰρ οὐ μόνον ἐπὶ τῶν στοχαστικῶν ζητημάτων,
ἀλλὰ καὶ ἐπὶ πάντων τῶν παραπλησίων, ὃ μέλλουσι κρί‐208

4

.

209

νειν οἱ δικασταί· ἦ γὰρ ἂν οὐδὲ δικαστηρίων ἐγίνετο χρεία, εἰ φανερὸν ἦν τὸ μέλλον κριθῆναι, ἀλλὰ προει‐ λημμένον ἐγίνετο· ἀφανὲς οὖν λέγει κατὰ τὴν οὐσίαν· καὶ φανερὸν ὁμοίως κατὰ τὴν οὐσίαν· ἔστι δὲ σφόδρα
5θαυμάσαι τὸν Ἑρμογένην, καὶ γὰρ τὴν ἀντίφασιν οἶδε πάντως τι κατορθοῦσαν· οἷον τὸ ναὶ ἢ οὒ, ὅ ἐστι στο‐ χασμοῦ· ἢ τόδε ἔστιν ἢ τόδε, ὅ ἐστιν ὅρου· ἢ μέλαν, ἢ λευκὸν, ὅ ἐστι τῆς ποιότητος, τρεῖς γὰρ αἱ ἀνωτάτω ζητήσεις· εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστιν· οἷον οὐσία,
10ἰδιότης, ποιότης· οὐσία μὲν ἐν στοχασμῷ, ἰδιότης δὲ ἐν ὅρῳ· ποιότης δὲ ἐν ταῖς ἄλλαις στάσεσι πάσαις· μήτηρ γὰρ ἡ ποιότης τῶν στάσεων πασῶν, ἐν αἷς ὁποῖόν τί ἐστι τὸ κρινόμενον ζητοῦμεν· καλῶς δὲ τῇ τάξει κέ‐ χρηται· πρῶτον μὲν γάρ ἐστι τὸ εἰ ἐφόνευσε· δεύτερον
15δὲ κατὰ ζήτησιν, εἰ νόμιμος ὁ φόνος ἢ δίκαιος, ἢ σύμ‐ φορος· ὥσπερ ἐπὶ τῶν τικτομένων πρῶτον ζητοῦμεν, εἰ ἐτέχθη· εἶτα τί ἐστι, πότερον ἄῤῥεν ἢ θῆλυ. εἶτα ὁ‐ ποῖόν τί ἐστι, πότερον μέλας ἢ λευκός· καλὸς ἢ κακός. Εἰ ἀφανές ἐστιν ἢ φανερόν· καὶ πῶς δυνα‐
20τὸν ἀφανὲς ἢ φανερὸν πρᾶγμα κρίνεσθαι, τὸ μὲν γὰρ οὐχ ὑφίσταται· τὸ δὲ περιττὸν ὑπάρχει· λέγομεν οὖν, ὅτι ἀφανὲς τῇ οὐσίᾳ, οὐ τῷ δικαστηρίῳ· τὸ δὲ φανερὸν πά‐ λιν, ἐν ᾧ οὐ τὴν οὐσίαν ζητοῦμεν, ἀλλὰ τὴν ποιότητα.
24nἜστι γὰρ στοχασμὸς ἀδήλου πράγματος ἔλεγχος οὐσιώδης ἀπό τινος
25nφανεροῦ σημείου, ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον ὑποψίας· οἷον πεφώ‐
26nραταί τις θάπτων νεοσφαγὲς σῶμα ἐπ’ ἐρημίας, καὶ φόνου φεύγει·
27nἀπὸ γὰρ τοῦ θάπτειν φανεροῦ ὄντος ἀφανές τι πρᾶγμα ζητοῦμεν
28nοὐσιωδῶς, τὸ τίς ὁ φονεύσας.
29Συριανοῦ καὶ Σωπάτρου. Ἄνωθεν ἀναλα‐209

4

.

210

βόντες τὸν ὁρισμὸν ἕκαστα αὐτοῦ τὰ μέρη διασαφήσο‐ μεν· πρόκειται ἔλεγχος, ἀλλ’ οὐ ζήτησις· ἐπειδὴ καὶ ἐν ταῖς ἄλλαις τέχναις ἔστι ζητήματα ἄδηλα καὶ ταῖς ἐπι‐ στήμαις, ὥσπερ ἐπὶ φιλοσόφων καὶ ἰατρῶν, ἔλεγχος δέ
5ἐστι μόνων ῥητορικῶν διὰ τὴν παρὰ τῶν δικαστῶν ἐπι‐ φερομένην ψῆφον· ἐφ’ ὧν γὰρ τιμωρία, ἔλεγχος λέγεται. τὸ δὲ οὐσιώδης πρὸς ἀντιδιαστολὴν τῶν λοιπῶν στάσεων· ἐν αἷς ἀφανὲς μέντοι ζητεῖται, οὐ μέντοι καὶ οὐσιωδῶς· στοχασμοῦ γὰρ τοῦτο μόνου· καλῶς δὲ καὶ τὸ ἀπό τι‐
10νος φανεροῦ σημείου· δεῖ γὰρ τὸ σημεῖον φανερὸν εἶ‐ ναι· ἀφανὲς γὰρ ἀφανεῖ οὐ κατασκευάζεται οὐδὲ δεί‐ κνυται· τινὲς μέντοι ἔδοξαν ἑαυτῷ τὸν τεχνικὸν ἐναντι‐ οῦσθαι ἐνταῦθα· εἰ ἄνωθεν μὲν ἐν τῷ περὶ ἀσώτου ζητήματι τὴν ἀφάνειαν τοῦ πατρὸς ὡς σημεῖον τῆς
15ἀναιρέσεως αὐτοῦ ἐλάμβανεν· πάντως δὲ ἡ ἀφάνεια οὐ φανερὸν τοῦ τεθνάναι σημεῖον, ἐνταῦθα δὲ ἀπὸ τινός φησι φανεροῦ σημείου· ἀλλά φαμεν, ὅτι εἰ καὶ ἐκεῖ ὡς σημεῖον ἡ ἀφάνεια λαμβάνεται, ἀλλ’ οὖν οὐ διαμάχεται ἑαυτῷ νῦν τῶν φανερῶν λόγων τὸ σημεῖον· δεῖ γὰρ εἰ‐
20δέναι, ὅτι φανερὰ λέγομεν τὰ σημεῖα οὐχ ὡς ὄντα τῶν ἐγκλημάτων δηλωτικὰ, ἦ γὰρ ἂν οὐδὲ ζήτησις κατελίπε‐ το, εἴ γε φανερῶς αὐτόθεν ἐδηλοῦτο τὸ ἔγκλημα· ἀλ‐ λά φαμεν τὰ σημεῖα φανερὰ εἶναι, ὡς πράγματα γεγε‐ νημένα ὑπὸ τοῦ φεύγοντος ἢ τοῦ διώκοντος· εἰ τοίνυν
25καὶ ὁ ἄσωτος ὁμολογεῖ τὴν ἀφάνειαν, πάντως ὅτι φα‐ νερὸν τοῦτό ἐστι σημεῖον· καὶ οὐκ ἐναντιοῦται ἑαυτῷ ὁ τεχνικός· τισὶ δὲ ἔδοξεν ἀτελῶς ἔχειν ὁ παρὼν ὁρισμὸς, οὐδὲ γὰρ πάντα στοχασμὸν περιλαμβάνει φησίν· ἐν οἷς λέγει ἀπό τινος φανεροῦ σημείου· ἐκπίπτουσι γὰρ τοῦ
30στοχασμοῦ, ὅ τε παράδοξος καὶ ὁ ἀπὸ γνώμης καὶ οἱ
ἀντεγκληματικοὶ, καὶ οἱ ἀτελεῖς ἐκ πραγμάτων, οἳ δὴ καὶ210

4

.

211

ἐξ ὑποψίας καλοῦνται· ἐν πᾶσι γὰρ τούτοις οὐδὲν φανε‐ ρὸν σημεῖον· οὔτε γὰρ ἐν τῷ παραδόξῳ, οὗ παράδειγμα τοῦτο· μάγος ὑπέσχετο ἐν τρισὶν ἡμέραις τύραννον κα‐ θελεῖν· σκηπτοῦ κατενεχθέντος ἐπὶ τὸν τύραννον καὶ
5ἀναιρεθέντος αἰτεῖ ὁ μάγος τὴν δωρεάν· οὔτε ἐν τῷ ὑπὸ γνώμης, οὗ παράδειγμα ἡ μητρυιὰ ἡ ἐν δόξῃ μανίας τὸν υἱὸν τρώσασα, τὸν δὲ πρόγονον ἀποκτείνασα· εἰ δέ τις λέγοι ἐπὶ μὲν τοῦ μάγου σημεῖον τὸ τὸν σκηπτὸν κατενεχθῆναι· ἐπὶ δὲ τῆς μητρυιᾶς τρῶσαι, τὸν δὲ ἀνε‐
10λεῖν, ἴστω ὁ τοιοῦτος, ὅτι ταῦτα ὁμολογεῖται καὶ ση‐ μεῖον οὐδέν· ἀλλὰ μᾶλλον εἰς τὴν τοῦ προσώπου ὑπο‐ ψίαν ταῦτα ἀνατρέχει· τὸ γὰρ τὸν μὲν εἶναι μάγον, τὴν δὲ μητρυιὰν δοκεῖ ταῦτα γεγενῆσθαι· τουτέστι τὸν μὲν τυραννοκτόνον, τὴν δὲ προγονοκτόνον ἐξ ἐπιβουλῆς·
15πάλιν οἱ ἀντεγκληματικοὶ καὶ οἱ ἀτελεῖς ἐκ πραγμάτων σημεῖον οὐκ ἔχουσιν, εἴπερ μηδὲ πρᾶγμα ἐξεταζόμενον· οὔτε γὰρ ἐπὶ τρισαριστέως τοῦ μητρυιὰν ἔχοντος καὶ αἰχμάλωτον καὶ ἐπὶ σημείοις φαρμάκων ἀποθανόντος, οὔτε ἐπὶ τοῦ ἀσώτου ὕπεστι πρᾶγμα ἐξεταζόμενον· πρά‐
20γματος δὲ μὴ ὄντος οὐδὲ σημεῖον εὑρίσκεται, ὥστε εἰ μὴ ταῦτα περιλαμβάνει ὁ παρὼν ὁρισμὸς, ἀναγκαίως προστε‐ θήσεται αὐτῷ τὸ ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον ὑποψίας· αὕτη γὰρ ἡ ὑποψία εἰκὸς μέν ἐστιν, ἀλλ’ οὐχὶ σημεῖον· τὰ γὰρ σημεῖα ἐπὶ τῶν πραγμάτων λέγομεν, τὰ δὲ εἰ‐
25κότα ἐπὶ τῶν προσώπων· τοῦτο δὲ πεποίηκε πρὸς τὸν ἴδιον σκοπὸν τὸν ὁρισμὸν ἀποδούς· καὶ γὰρ αὐτὸς οὐ βούλεται ἀπὸ μόνου προσώπου στοχασμὸν εἶναι· ἀλλά φαμεν, ὅτι οὐκ ἔχει ἐλλιπῶς ὁ ὁρισμός· διὰ γὰρ μιᾶς λέξεως τρόπον τινὰ πάντα τὰ εἴδη τοῦ στοχασμοῦ περιέ‐
30λαβεν· διὰ γὰρ τοῦ σημείου καὶ τὸ εἰκὸς ἐδήλωσεν·
τρόπον γάρ τινα καὶ τὸ πρόσωπον ὕποπτον τυγχάνον211

4

.

212

σημεῖον καθίσταται· ἰστέον δὲ, ὅτι οὐ πᾶς στοχασμὸς περὶ οὐσίας ἔχει τὴν ζήτησιν, ἀλλὰ καὶ περὶ ποιότη‐ τος, ὡς ἐπὶ τῆς μητρυιᾶς· καὶ γὰρ ἐκεῖ οὐ ζητεῖται, τίς ὁ φονεύσας, φανερὸν γὰρ, ἀλλὰ ποίᾳ γνώμῃ πεφό‐
5νευκεν· πάλιν καὶ οὗτος τρόπον τινὰ περὶ οὐσίας ἔχει τὴν ζήτησιν· ἐὰν μὲν γὰρ δειχθῇ, ὅτι ἑκοῦσα πεφόνευ‐ κεν, ὑπάγεται ὡς φονεὺς τῇ τιμωρίᾳ· ἐὰν δὲ ἄκουσα, ἐλευθεροῦται τοῦ ἐγκλήματος· δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὡς παράδοξος στοχασμὸς διὰ τοῦτο λέγεται· ἐπειδὴ ἐν
10μὲν τοῖς ἄλλοις στοχασμοῖς ὁ φεύγων ἀρνεῖται τὸ ἔγκλη‐ μα· ἐνταῦθα δὲ ὁμολογεῖ· ἀλλ’ οὐδὲ τοῦτο ἴσως χεῖρον γινώσκειν· ὅτι καὶ πᾶν ζήτημα ἢ κατὰ δίωξίν ἐστι καὶ φυγὴν, ἢ κατὰ αἴτησιν, ἢ κατὰ ἀμφισβήτησιν, εἰσὶ δὲ καὶ στοχασμοὶ τοιοῦτοι· κατὰ δίωξιν μὲν καὶ φυγὴν
15ὡς ἐπὶ τοῦ πεφωραμένου ἐπ’ ἐρημίας νεοσφαγὲς θάπτον‐ τος σῶμα, καὶ κρινομένου φόνου· ἐνταῦθα γὰρ ὁ μὲν διώκων ἐρεῖ πεφόνευκας, παρίστασο γάρ· ὁ δὲ φεύγων, οὐκ ἀνεῖλον, ἀλλὰ παριστάμην ἐλεῶν τὴν φύσιν· κατὰ αἴτησιν δὲ, ὡς ἐπὶ τοῦ μάγου· ἐνταῦθα γὰρ ὅτι μὲν
20ἀνῄρηται ὁ τύραννος, σαφὲς, εἰ δὲ διὰ τὸν μάγον οὔπω δῆλον· ἐνταῦθα καὶ ὁ ἀντιλέγων μὴ ἐκ τοῦ μάγου τοῦ‐ το γεγενῆσθαι, ὁ δὲ μάγος λέγει ἀνῃρηκέναι καὶ κέχρη‐ ται σημείῳ τῇ ὑποσχέσει· διὸ καὶ αἰτεῖ δωρεάν· χρὴ δὲ γινώσκειν, ὅτι ἀντέστραπται ἐνταῦθα πρόσωπα· καὶ
25γὰρ ὁ φεύγων τὴν τοῦ κατηγόρου τάξιν ἐπέχει· ὁ γὰρ πρῶτος λέγων τὸ τοῦ διώκοντος πρόσωπον κληροῦται· κατ’ ἀμφισβήτησιν δέ· οἷον τύραννος ᾔτησεν ἀλεξιφάρ‐ μακον παρὰ ἰατροῦ, φήσας δηλητήριον παρὰ τοῦ ἰδίου
ἰατροῦ κεκομικέναι· καὶ λαβὼν ἐτελεύτησε παραυτίκα,212

4

.

213

καὶ ἀμφισβητοῦσιν οἱ δύο τῆς δωρεᾶς τοῦ τυραννοκτό‐ νου· κέχρηται γὰρ ἑκάτερος σημείοις, ὁ μὲν παρὰ τοῦ τυράννου ὑποπτευθέν· ὁ δὲ τὸ παραυτίκα τεθνάναι τὸν τύραννον τῇ τοῦ φαρμάκου μεταλήψει· δεῖ δὲ τὰ ση‐
5μεῖα ἐπὶ τοῦ στοχασμοῦ ἀνεύθυνα εἶναι καὶ ὁμολογεῖ‐ σθαι περί τε τοῦ φεύγοντος καὶ τοῦ διώκοντος· ἴδιον γὰρ στοχασμοῦ τὸ δύο πράγματα ἔχειν· ὧν τὸ μὲν ἀνεύ‐ θυνον καὶ φανερὸν καὶ σημεῖον, τὸ δὲ ὑπεύθυνον, ὃ καὶ ἀφανές· αἰτιῶνται δέ τινες τὸ παράδειγμα τοῦ στο‐
10χασμοῦ, ὡς ἀτελὲς ἐκ προσώπου· τὸ γὰρ τίς τῶν ἀνεξε‐ τάστων· ἀλλ’ ἴσως τῷ ὁρισμῷ κατακολουθῶν τῷ ἑαυ‐ τοῦ Ἑρμογένης, ὃς ἀπὸ μόνου σημείου τὸν στοχασμὸν λέγει γίγνεσθαι, τοῦ προσώπου πάντη καταπεφρόνηκεν· ἐμέμψαντο δὲ καὶ τὸ λέγειν, τίς ὁ φονεύσας· τοῦτο
15γὰρ ἀντεγκλήματος· ὤφειλε γὰρ εἰπεῖν οὐ τίς, ἀλλ’ εἰ οὗτος ὁ φονεύσας· περὶ γὰρ οὐσίας ἡ ζήτησις· τρεῖς δὲ τρόπους ἡμῖν τῆς τῶν στάσεων ἀκριβοῦς παραδίδωσι δι‐ δασκαλίας· μέθοδον, ὁρισμὸν, παράδειγμα· καὶ ἡ μὲν μέθοδός ἐστιν οἵα τις ὑπογραφὴ τῆς στάσεως καὶ κα‐
20νών· ὁ δὲ ὁρισμὸς τῆς ἰδιότητος διδασκαλία, καὶ τῆς φύσεως τοῦ προκειμένου· τὸ δὲ παράδειγμα τὰ εἰρημέ‐ να σαφῆ καθίστησιν· ὥστε διὰ πάντων τούτων ἡ διδα‐ σκαλία καθίσταται· ἐχρήσατο δὲ καὶ τῇ τάξει καλῶς τῆς διδασκαλίας· καὶ γὰρ οἱ διαλεκτικοὶ τέσσαράς φασιν εἶ‐
25ναι τάξεις τῆς διαλεκτικῆς διδασκαλίας, διαιρετικὴν, ὁρι‐ στικὴν, ἀναλυτικὴν, ὑποδειγματικήν· ᾗ καὶ Ἑρμογένης
κατακολουθεῖ· πρῶτον μὲν τῇ μεθόδῳ διαιρεῖ· ἔπειτα213

4

.

214

διὰ τῶν ὑπογραφῶν ὁρίζεται, καὶ τρίτον διὰ τῶν παρα‐ δειγμάτων ἀναλύει καὶ ἀποδεικνύει τὰ εἰρημένα· τὸ γὰρ παράδειγμα διπλῆν αὐτῷ τὴν χρείαν πληροῖ, ἀναλυ‐ τικήν φημι καὶ ἀποδεικτικήν· τὸ μὲν γὰρ σπεύδειν τὰ
5μέρη τῆς ὑπογραφῆς λαβόντα ἐκ τοῦ παραδείγματος πι‐ στοῦσθαι τὸ διὰ τί οὕτως εἴρηται, τρόπον τινὰ ἀναλυ‐ τικῆς· οἷον τὸ ἀπό τινος φανεροῦ σημείου τῆς ὑπογρα‐ φῆς μέρος ἐστίν· ὃ διὰ τοῦ φάσκειν, ἀπὸ γὰρ τοῦ θά‐ πτειν, φανεροῦ ὄντος, ἀφανές τι πρᾶγμα ζητοῦμεν δη‐
10λοῖ, ἀφ’ οὗ δῆλον, ὡς τὸ διὰ τί ἑκάστη λέξις ἐν τῷ ὁρισμῷ πρόκειται, διὰ τῶν ὑποδειγμάτων βούλεται παρ‐ ιστάνειν· τὸ δὲ καὶ πᾶν ζήτημα σαφὲς καθιστᾷν διὰ τοῦ αὐτοῦ παραδείγματος ἀποδεικνύντος ἐστὶ κατὰ τὸν ἐνδεχόμενον τρόπον· καὶ γὰρ αἱ ῥητορικαὶ πίστεις ἢ δι’
15ἐνθυμημάτων ἢ διὰ παραδειγμάτων γίνονται. Μαρκελλίνου. Ὁ μὲν οὖν Μινουκιανὸς ὡρίσατο ἄρνησις παντελὴς τοῦ ἐπιφερομένου ἐγκλήματος, βέλτιον δὲ ὁ Ἑρμογένης, ἀδήλου πράγματος ἔλεγχος· τὸ μὲν γὰρ ζητῆσαι κοινὸν ἦν καὶ τῶν ἄλλων ἐπιτηδευμάτων·
20καὶ γὰρ ἡ μηχανικὴ περὶ ἀδήλου πράγματος ἔχει τὴν ζήτησιν· καὶ ἄλλα δὲ πλεῖστα· μόνῳ δὲ στοχασμῷ ἀνά‐ κειται τῶν κατ’ οὐσίαν ἀδήλων ὁ ἔλεγχος· ἐλέγχει γὰρ τοῖς ἰδίοις κεφαλαίοις τὸ ἀφανές· οὐκ εἶπεν δὲ ζήτη‐ σις ἀλλ’ ἔλεγχος· καὶ ὁ μὲν ἔλεγχος καὶ ζήτησις, ἡ δὲ
25ζήτησις οὐ πάντως ἔλεγχος· οὐσιώδης· ἐπειδὴ περὶ ὑπάρξεως ἡ ζήτησις, καὶ τὴν οὐσίαν ζητοῦμεν, εἰ ὅλως πέπρακται τὸ ἐγκαλούμενον παρὰ τοῦ κρινομένου· οἷον ἐφόνευσεν οὗτος· φανεροῦ σημείου· θαυμασίως σφό‐ δρα τοῦτο προσέθηκε· πῶς γὰρ τὸ ἀφανὲς ἐξ ἀφανοῦς
30ὁμοίου πιστοῦσθαί τις δυνήσεται· πρὸς δὲ τὸν ἑαυτοῦ
ὅρον καὶ τὸ παράδειγμα ἐπήνεγκεν ἀπὸ πράγματος μό‐214

4

.

215

νου στοχασμόν· ἰστέον δὲ, ὅτι γίνεται ὁ στοχασμὸς κα‐ τὰ τοὺς τρεῖς χρόνους, παρεληλυθότα, ἐνεστῶτα, μέλ‐ λοντα· καὶ παράδειγμα τοῦ παρεληλυθότος ὁ θάπτων τὸ νεοσφαγὲς σῶμα· ὡς ἐπὶ πεπραγμένῳ γὰρ τῷ φόνῳ
5κρίνεται· τοῦ δὲ ἐνεστῶτος ὁ ἀσωτευόμενος πένης καὶ λῃστείας κρινόμενος· ἔτι γὰρ νῦν λῃστεύειν ἐγκαλεῖ‐ ται· τινὲς δ’ οὐ καλῶς φασι τὸ παράδειγμα κεῖσθαι, ἐπὶ γὰρ τῇ ἤδη γενομένῃ λῃστείᾳ κρίνεται ὁ ἄσωτος· καὶ λέγουσιν ἄλλο παράδειγμα· ἀναγομένων Ἀθηναίων
10ἀπὸ Κερκύρας ἀπαγγέλλει Συρακουσίοις ὁ Ἑρμοκρά‐ της τὴν ἄφιξιν· ἰδοὺ γὰρ ἐνταῦθά φασιν ἔτι γενομένου τοῦ πλοῦ, καὶ ἔστι πιθανὸν μὲν τὸ παράδειγμα, ὡς πρὸς τῷ ἄνω· δοκεῖ δέ μοι τὸν μέλλοντα μηνύειν ἐπίπλουν γενήσεσθαι· τοῦ δὲ μέλλοντος, ὡς ἀφορῶν εἰς τὴν ἀκρό‐
15πολιν νέος πλούσιος καὶ δακρύσας καὶ κρινόμενος τυραν‐ νίδος ἐπιθέσεως· φαμὲν γὰρ αὐτὸν τυραννήσειν· ἰστέον μέντοι, ὅτι κρίνεταί τις κατασοφισμοῦ ἐν στοχασμῷ· οἷον νόμος μὴ γαμεῖσθαι τὴν ὀρφανὴν μήτε τῷ ἐπι‐ τρόπῳ μήτε τοῦ ἐπιτρόπου παιδί· ἐπίτροπος ἀπεκήρυξε
20τὸν ἑαυτοῦ παῖδα, ἐκεῖνος ἐβιάσατο τὴν ὀρφανήν· εἵλετο αὐτοῦ γάμον ἡ παῖς· μετὰ ταῦτα ἀνέλαβεν αὐτὸν ὁ πα‐ τήρ· καὶ κρίνεται κατασοφισμοῦ.
23nἘὰν δὲ ᾖ φανερὸν τὸ κρινόμενον, πάλιν ἐπισκεπτέον εἰ τέλειόν ἐστιν
24nἢ ἀτελές. λέγω δὲ ἀτελὲς, ᾧ προστεθέντος τινὸς ὡς λείποντος ὄνομά
25nτε εὐθὺς γίνεται· καὶ μετὰ ταῦτα οὐκέτι ἔχει ζήτησιν οὐδὲ μίαν τὸ
26nπρᾶγμα. ἂν γὰρ ᾖ τοιοῦτον, ὁρικὴν ποιεῖται τὴν στάσιν.
27Συριανοῦ. Ἄφυκτος καὶ αὕτη ἡ διαίρεσις· τε‐
λείου γὰρ καὶ ἀτελοῦς οὐδὲν μεταξύ· πάνυ δὲ ἀκριβῶς καὶ215

4

.

216

τὸ ὡς λείποντος πρόκειται· οὐδὲ γὰρ ἀτελές ποτε πρᾶγμα εἰς δικαστήριον εἰσάγεται· ἀλλὰ φύσει μὲν πᾶν πρᾶγμα κρινόμενον τέλειόν ἐστιν· ἡ δὲ τοῦ ὅρου ἀτέλεια περὶ τὸ σχεῖν ὄνομα· διὸ καὶ ἐπάγει, ὄνομά τε εὐθὺς γίνεται, ὡς
5εἰδὼς ὅτι φύσει τέλειόν ἐστι, καὶ ἅμα τῷ προστεθῆναι τὸ ὄνομα, περὶ οὗ ἡ ἀμφισβήτησις, τέλειον γίνεται· δεῖ δὲ εἰδέναι, ὅτι κρινόμενον νῦν λέγει τὸ ἐνεργηθὲν, ἤτοι τὸ ἐκ τῆς ἐνεργείας γεγονός· περὶ οὗ ἡ κρίσις· οἷον ἀνῆλθέ τις ἐπὶ τὴν ἀκρόπολιν, ὡς ἀποκτενῶν τὸν
10τύραννον, καὶ ἐδίωξεν· ἕτερος ἐντυχὼν ἐφόνευσε· νόμου ὄντος τὸν τυραννοκτόνον λαμβάνειν δωρεὰν, ἀμφισβη‐ τοῦσιν ἀλλήλοις περὶ τῆς δωρεᾶς· ἐνταῦθα τὸ μὲν πρᾶ‐ γμα ἡ τυραννοκτονία φανερόν· ζητεῖται δὲ ἡ ἑκατέρου ἐνέργεια τοῦ τε ἀναβάντος καὶ διώξαντος· καὶ τοῦ πε‐
15φονευκότος φεύγοντα· πότερος τούτων ὁ τυραννοκτόνος· ὁ μὲν γὰρ λέγει δεδωκέναι τὸ σπέρμα καὶ τὴν ἀρχήν· ὁ δὲ λέγει τὴν πρᾶξιν ἀνύσαι, καὶ ταῖς χερσὶ διαχρή‐ σασθαι. ἀτελές. διττόν ἐστι τὸ ἀτελὲς ἐνταῦθα· ἢ γὰρ τῇ ἐνεργείᾳ καὶ τῇ πράξει τοῦ φεύγοντός ἐστιν ἀτελές·
20ἢ πρὸς τὴν φωνὴν τοῦ κατηγόρου· τῇ μὲν ἐνεργείᾳ ὡς ἐπὶ τούτου· κενοτάφιόν τις ὀρύξας κρίνεται τυμβωρυ‐ χίας· ἐνταῦθα γὰρ τὸ μὲν ὄρυγμα καὶ τὸν τάφον καὶ αὐτὸς ὡμολόγησεν ὁ φεύγων, ἡ δὲ τυμβωρυχία οὐδ’ ὅλως πέπρακται· οὐ γὰρ ὑφείλετο τοῦ νεκροῦ τὴν ἐσθῆτα,
25ἢ ἄλλο τι τοιοῦτον· κατὰ δὲ τὴν φωνὴν τοῦ κατηγό‐ ρου· ὡς ἐφ’ οὗ ζητήματος παρατίθεται Ἑρμογένης· ἡ μὲν γὰρ τοῦ κατηγόρου φωνὴ περὶ μείζονός ἐστιν, ὁ δὲ φεύγων ἀνθαιρεῖται τὸ ἔλαττον· καὶ ἡ μὲν πρᾶξις τελεία, πρὸς δὲ τὴν τοῦ κατηγόρου φωνὴν ἀτελής. εἰ
30γὰρ προστεθείη ὅτι καὶ ἱερὰ τὰ χρήματα, σαφὴς οὗ‐
τος ἱερόσυλος.216

4

.

217

Μαρκελλίνου. Φανερὸν λέγει οὐ τὸ τοῖς δικα‐ σταῖς ὁμολογούμενον, ἦ γὰρ οὐδὲ κρίσις ἦν, ἀλλὰ προ‐ ειλημμένον ἐγίνετο, ἀλλὰ φανερὸν τῇ οὐσίᾳ· ἐὰν μὲν οὖν εἴη φανερὸν, καὶ τοῦτο διπλοῦν ὑπάρχει τῇ φύσει·
5εἰ γὰρ καὶ φανερόν ἐστιν, ἀλλ’ οὐ πάντως τέλειόν ἐστιν· ἀλλὰ τὸ μέν ἐστιν αὐτοῦ ἀτελὲς, τὸ δὲ τέλειον, ἀτελὲς δέ ἐστι τὸ ἔτι προσθήκης δεόμενον εἰς ἀναπλή‐ ρωσιν· τὸ οὖν ἀτελὲς ἐνταῦθα ποιεῖ τὴν ζήτησιν· χρὴ δὲ σκοπεῖν τὸ ἐνεργηθὲν, εἰ ἀτελῶς ἐνήργηται· δοκεῖ
10μὲν γὰρ τὸ πεπραγμένον τέλειον εἶναι· ἀλλὰ τὸ ἐνεργη‐ θὲν ἐν τῷ ἱερῷ ζητοῦμεν· ὅπερ Δημοσθένης φανερὸν ποιεῖ· φησὶ γοῦν τὴν ἱερὰν ἐσθῆτα· εἰ τοίνυν ἀτελὲς καλῶς ἐπήγαγε σαφηνίσαι βουλόμενος· ᾧ προτεθέν‐ τος τινὸς ὡς λείποντος ὄνομα γίνεται, ὡς μή‐
15πω τοῦ πράγματος διὰ τὸ ἀτελὲς τῆς πράξεως ὄνομα δυναμένου λαβεῖν· καθάπερ ἐπὶ τῶν τικτομένων παι‐ δίων, ἕως ἄδηλος ἡ φύσις, πότερον ἄῤῥενος ἢ θήλεος, οὐ δύναται λαβεῖν ὄνομα· ὅταν δὲ γνωσθῇ, τότε λαμ‐ βάνει τὴν προσηγορίαν· ὡς λείποντος, πρὸς τὴν τοῦ
20ἀντιδίκου φωνὴν, ἀτελὲς γὰρ ὡς πρὸς ταύτην· ὄνομά τε εὐθὺς γίνεται, λαμβάνει ὄνομα τὸ πραχθέν· καὶ οὐκέτι περὶ τοῦ ὀνόματος ἀμφιβάλλεται.
23nἜστι γὰρ στάσις ὁρικὴ ὀνόματος ζήτησις περὶ πράγματος, οὗ τὸ
24nμὲν πέπρακται, τὸ δὲ λείπει πρὸς αὐτοτέλειαν τοῦ ὀνόματος· οἷον
25nἐξ ἱεροῦ ἰδιωτικά τις ὑφείλετο χρήματα· νόμου κελεύοντος τὸν μὲν
26nἱερόσυλον τεθνάναι, τὸν δὲ κλέπτην διπλᾶ διδόναι, ὡς ἱερόσυλος
27nὑπάγεται· ὁ δὲ κλέπτης εἶναι λέγει· ἐὰν γὰρ προσθῇ τὸ καὶ ἱερὰ
28nεἶναι τὰ χρήματα, σαφής γε οὗτος ἱερόσυλος· καὶ οὐκ ἔτι ἔχει τὸ
29nπρᾶγμα ζήτησιν, οὐδὲ μίαν.
30 Συριανοῦ. Ὀνόματος εἶπεν ζήτησις· οὐδὲ γὰρ τοῦ πεποιηκότος ζητοῦμεν τὸ ὄνομα· οὐ γὰρ ἀνώνυμος
ὁ πεποιηκώς· ἀλλ’ αὐτὸ τὸ πρᾶγμα τί κληθήσεται, αὐ‐217

4

.

218

τὴν τὴν ἐνέργειαν· ἀκολουθίαν δὲ ἔχει ὁ ὅρος πρὸς τὸν στοχασμόν· διότι ἐν μὲν τῷ στοχασμῷ περὶ ὑπάρξεως ἡ ζήτησις, ἐν δὲ τῷ ὅρῳ περὶ κλήσεως· ἀκολουθεῖ δὲ τῇ γενέσει ἡ κλῆσις· ὥσπερ ἐπὶ τοῦ παιδίου τοῦ ἀρτι‐
5γενοῦς ζητοῦμεν, τί χρὴ θεῖναι ὄνομα τῷ τεχθέντι· ἰστέον δὲ, ὅτι καὶ ὅρος ἐστὶ παράδοξος, ὅτε κατὰ τὸ πλεονάζον ἐλλείπει· ὡς ἐπὶ τούτου· νόμος τὸν ὁλόκλη‐ ρον ἱερᾶσθαι· ἑξαδάκτυλον κωλύει τις ἱερᾶσθαι· ζητεῖ‐ ται γὰρ εἰ τέλειος ὁ ἑξαδάκτυλος· δοκεῖ γὰρ τῷ πλεονά‐
10ζειν τοῖς δακτύλοις ἀτελὴς εἶναι· αἱ γὰρ ὑπερβολαὶ καὶ αἱ ἐλλείψεις κακίαι· ὅμοιον καὶ τοῦτο. νόμος τὸν και‐ νὸν ὅπλον εὑρηκότα δωρεὰν λαμβάνειν· ἵππον τὶς ἐδί‐ δαξε μάχεσθαι καὶ αἰτεῖ τὸ γέρας· πλεονάζει γὰρ τοῦτο κατὰ τὸ ἔμψυχον· πᾶν γὰρ ὅπλον ἄψυχον· ὥσπερ δὲ
15ἐν στοχασμῷ γίνεται κατὰ φυγὴν καὶ δίωξιν ζήτημα καὶ κατὰ ἀμφισβήτησιν, οὕτω καὶ ἐν ὅρῳ· κατὰ φυγὴν καὶ δίωξιν ὡς ἐπὶ τοῦ ἱεροσύλου· κατὰ αἴτησιν ὡς ἐπὶ τούτου· φιλόσοφος ἔπεισε τύραννον ἀποθέσθαι τὴν τυ‐ ραννίδα καὶ αἰτεῖ δωρεάν· καὶ ἀντιλέγει τις· ἐνταῦθα
20ἑκάτερος τὸν νόμον προβάλλεται· ἀλλ’ ὁ μὲν φεύγων κατὰ τὸ ἁπλῶς ἀπαλλάξαι τυραννίδος τὴν πόλιν· μηδὲν γὰρ διαφέρειν τοῦ τὸν τύραννον ἀνελεῖν, τὸ παῦσαι τὴν τυραννίδα· ὁ δὲ διώκων κατὰ τὸ περίεργον· ζητεῖ γὰρ καὶ τὸν τυράννου φόνον, τοῦτο βουλόμενος εἶναι τυραν‐
25νοκτονίαν, ἀλλ’ οὐχὶ τὸ ἀπαλλάξαι τυραννίδος τὰς πό‐ λεις· καὶ ἑκάτερος αὐτῶν τὴν τοῦ νομοθέτου γνώμην προβάλλεται· καὶ ὁ μέν φησιν, ὅτι ὁ νομοθέτης τοῦτο μόνον ἐσκόπησεν, ὅπως τυραννίδος ἀπαλλάξῃ τὴν πόλιν· καὶ τοῦ πείσαντα παῦσαι τὴν τυραννίδα, ὁ δ’ ἀντιλέγων
30φησὶν, ὅτι ὁ νομοθέτης κατανοήσας, ποῖα παρέπεται τῷ
τύραννον ἀνελεῖν βουλομένῳ, καθάπερ τι παραμύθιον218

4

.

219

τὸ γέρας ὡρίσατο· κατὰ ἀμφισβήτησιν δὲ, ὡς ἐπ’ ἐκεί‐ νου· ἀνῆλθέ τις ἐπὶ τὴν ἀκρόπολιν, ὡς ἀποκτενῶν τὸν τύραννον καὶ ἑξῆς· καὶ γὰρ ἐπὶ τούτου ζητεῖται, τίς ἄξιος λαμβάνειν τὴν δωρεὰν, ὁ διώξας, ἢ ὁ ὑπαντήσας καὶ
5ἀνελών· καὶ ὁ μὲν τὴν ἀρχὴν, ὁ δὲ τὸ τέλος προβάλ‐ λεται· τῷ μὲν γὰρ ἐλλείπει ἡ ἀρχὴ, τῷ διώξαντι δὲ τὸ τέλος· ἀλλ’ ἐπειδὴ καὶ ὅροι καὶ στοχασμοὶ παράδοξαι εὕρηνται· καὶ κατὰ φυγὴν καὶ δίωξιν καὶ ἔτι κατὰ αἴτησιν καὶ ἀμφισβήτησιν, ἄξιον εἰπεῖν κατὰ τί κοινω‐
10νοῦσι καὶ διαφέρουσιν ἀλλήλων· κοινωνεῖ τοίνυν ὁ παρά‐ δοξος στοχασμὸς τῷ παραδόξῳ ὅρῳ, καθ’ ὃ ἀμφότεροι ξένα τινὰ εἰσάγουσι· διαφέρει δὲ, ὅτι ὁ μὲν στοχασμὸς ἀμείβει τὴν τάξιν τοῦ φεύγοντος καὶ διώκοντος· ὁ δὲ ὅρος οὐδὲν τοιοῦτον ποιεῖ· ἀλλὰ καὶ οἱ κατὰ αἴτησιν
15στοχασμοὶ καὶ ὅροι κοινωνοῦσι, καθ’ ὃ ἑκάτεροι εὐερ‐ γεσίαν προβάλλονται· διαφέρουσι δὲ, ὅτι ἐν μὲν τῷ στο‐ χασμῷ εἰς ἕτερόν τι τὴν αἰτίαν μεταβιβάζει, ὡς ἐπὶ τοῦ μάγου ἐπί τινα τύχην καὶ δαίμονα τὴν τοῦ τυράννου κε‐ ραυνοβολίαν ὁ διώκων ἀνατίθεται. καὶ ἐν τῷ στο‐
20χασμῷ ἄδηλον, εἴπερ ἐξ αὐτοῦ γέγονε τὸ πραχθέν· ἐπὶ δὲ τοῦ ὅρου δῆλον μὲν, ὅτι αὐτός ἐστιν ὁ πεποιηκὼς, καὶ τὰ τῆς εὐεργεσίας πρόδηλα, τοῦτο δὲ μόνον φησὶν, ὅτι οὐκέτι τυραννοκτονήσας ὡς ὁ νομοθέτης διαγορεύει· ὡσαύτως καὶ οἱ κατὰ ἀμφισβήτησιν ὅροι καὶ στοχασμοὶ
25κοινωνοῦσι μὲν, καθὸ ἐν ἀμφοτέροις ζήτησίς ἐστι, τίνα δεῖ λαβεῖν καὶ καθ’ ὃ ἐν ἀμφοτέροις πέπρακταί τι παρ’ ἑκατέρου προσώπου, διαφέρουσι δὲ, ὅτι ἐν μὲν τῷ ὅρῳ ὁμολογεῖται τὸ παρ’ ἑκατέρου πεπραγμένον, καὶ ἔστιν ἀτελὲς καὶ δεῖται τῆς ἀπὸ τοῦ ἑτέρου πράξεως· καὶ ὅτι
30μείζω ἔχει τὴν ζήτησιν τὸ διῶξαι ἢ τὸ ἀνελεῖν· ἐν δὲ τῷ στοχασμῷ οὐχ ὁμολογεῖται τὸ παρ’ ἑκατέρων πεπρα‐
γμένον, οὐδὲ περὶ τοῦ μείζονος ἀμφισβητοῦσιν· ἀλλ’219

4

.

220

ἑκάτερος τὸ τοῦ ἑτέρου πάντως ἀνελὼν τὸ πᾶν ἑαυτῷ περιτίθησιν· ἀλλὰ καὶ οἱ κατὰ φυγὴν καὶ δίωξιν κοινω‐ νοῦσι μὲν, καθὸ ἀμφότεροι ἀρνοῦνται τὸ πεπραγμένον, διαφέρουσι δὲ, ὅτι ἐν μὲν ὅρῳ ἄρνησίς ἐστιν ἑτέρου
5ὁμολογουμένου· ἐν δὲ στοχασμῷ οὐδὲν ὁμολογεῖται· καὶ τῷ μὲν στοχασμῷ εἰς ἑτέρου σημεῖον λαμβάνεται τὸ πραχθέν· ἐν δὲ τῷ ὅρῳ τὸ πραχθέν ἐστιν τὸ ἐγκαλού‐ μενον· ἔτι κοινωνοῦσι, καθὸ ἐν ἀμφοτέροις ὁ φεύγων ὁμολογεῖ ἀνεύθυνον εἶναι τὸ πραχθέν· διαφέρουσι δὲ,
10ὅτι ἐν μὲν στοχασμῷ τὸ ὁμολογούμενον οὐδὲν μέρος τυγχάνει τοῦ ἐγκλήματος. Μαρκελλίνου. Ὅρα πῶς ἀσφαλῶς ὡρίσατο· οὐ γὰρ εἶπεν ὀνόματος ἁπλῶς, ἀλλὰ περὶ πρᾶγμα· πρᾶγμα δέ φησι τὸ ἔγκλημα, ἢ τὸ κατόρθωμα· οὐ γὰρ προσώ‐
15που ἐστὶν ὄνομα τὸ ζητούμενον· ἔχει γὰρ ἴδιον ὄνομα ὁ ἐκ τοῦ ἱεροῦ ὑφελόμενος τὰ χρήματα, ἀλλ’ ἐκ τοῦ πρά‐ γματος τοῦ ἐνεργηθέντος ζητοῦμεν τὸ ὄνομα· ἰστέον δὲ, ὅτι μόνον τοῦ κατὰ κρίσιν ὅρου ὁ τεχνικὸς ἐπήνεγκε τὸ παράδειγμα, σιωπήσας τὸν κατὰ ἀμφισβήτησιν· τὸ γὰρ
20παράδειγμα πρὸς τὸ δεῖξαι νῦν τὸ ἴδιον τῆς στάσεως ἔλαβεν· εἰκότως δὲ καὶ τὸν ὅρον τῶν ἄλλων προέταξεν· ἐπειδὴ ὥσπερ ἐγγύς ἐστι τοῦ στοχασμοῦ, καὶ πνεῖ καὶ αὐτὸς τῆς οὐσίας διὰ τὸ ἄδηλον τοῦ ὀνόματος· καὶ ὅτι περὶ οὐ τελείου ἐστὶν, ἀλλ’ ἀτελοῦς ἀμφισβητεῖται.
25nἊν μέντοι φανερὸν ᾖ καὶ τέλειον τὸ κρινόμενον, ἡ ζήτησις περὶ τὴν
26nποιότητα τοῦ πράγματος ἵσταται· οἷον εἰ δίκαιον, εἰ συμφέρον,
27nεἰ ἔννομον, ἤ τι τῶν τούτοις ἐναντίων, καὶ ὄνομα μὲν γενικὸν τού‐
28nτῳ ποιότης· ἤτοι δὲ περί τι πρᾶγμα ἔχει τὴν ζήτησιν, ἢ περὶ ῥη‐
29nτόν· κἂν μὲν περὶ ῥητὸν, νομικὴν ποιεῖται τὴν στάσιν· περὶ ὧν
30nὕστερον ἐροῦμεν· ἐὰν δὲ περὶ πρᾶγμα, λογικήν· διαιρέσεις δὲ καὶ
31nτοῦτο δίχα· ἢ γὰρ περὶ μέλλοντος πράγματος ἔχει τὴν ζήτησιν· ἢ
32nπερί τινος ἤδη γεγονότος, κἂν μὲν περὶ μέλλοντος, ἔσται πρα‐
33nγματική.
34Ἔφαμεν ἤδη, ὅτι τρεῖς εἰσιν αἱ ἀνωτάτω ζητήσεις·220

4

.

221

ἢ γὰρ περὶ ὑπάρξεως, ἢ περὶ ἰδιότητος, ἢ περὶ ποιότη‐ τός ἐστιν ἡ ζήτησις, περὶ ἧς νῦν ἐρεῖ· ἧς καὶ τὴν διαί‐ ρεσιν ἀκολούθως τοῖς πράγμασι ποιεῖται, εἰπὼν ἢ περὶ πρᾶγμα ἢ περὶ ῥητὸν εἶναι τὴν ἀμφισβήτησιν· ἢ γὰρ
5ἀμφισβητεῖται ἡ πρᾶξις, ὁμολογουμένων τῶν νόμων, ἢ τῆς πράξεως ὁμολογουμένης, ἀμφισβητεῖται ὁ νόμος· καὶ οὐδὲν παρὰ ταῦτα· διὰ τί δὲ ἐν τῇ ὁρικῇ στάσει εἰπὼν ὅτι, ἐὰν τὸ λεῖπον προστεθῇ καὶ τέλειον γένηται, οὐκέτι λείπεται ζήτησις, ἐνταῦθά φησιν, ἐὰν μέντοι φανερὸν
10ᾖ καὶ τέλειον τὸ κρινόμενον· φαμὲν οὖν, ὅτι ἐκεῖ ὁρι‐ κὴν στάσιν τοῦτό φησι· δεῖ γὰρ ἐν ἐκείνῃ τὸ μὲν πε‐ πρᾶχθαι, τὸ δὲ λείπειν· λείπειν δὲ κατὰ τὸ ὄνομα μό‐ νον· ἐν μέντοι ταῖς κατὰ ποιότητα στάσεσι τέλειόν ἐστι τὸ πρᾶγμα· αὕτη δὲ τέμνεται εἰς τὰ ῥητὰ καὶ πράγμα‐
15τα· καὶ τὰ μὲν ῥητὰ ποιεῖ τὰς νομικάς· τὰ δὲ πράγματα τὰς λογικάς· λογικαὶ δὲ λέγονται οὐχ ὅτι αὗται μόναι λόγῳ βεβαιοῦνται· πασῶν γὰρ τοῦτο καὶ λογικῶν καὶ νομικῶν, ἀλλ’ ὅτι τῶν μὲν νομικῶν αἱ πίστεις περὶ τὴν τῶν ῥητῶν ἐξέτασίν εἰσι· τῶν δὲ λογικῶν περὶ τὰς τε‐
20χνικὰς καλουμένας ἀποδείξεις, αἱ γὰρ τῶν νομικῶν πί‐ στεις ἤτοι ἀποδείξεις ἄτεχνοί εἰσι· τοῦ τὸν μοιχὸν γὰρ μὴ εἰσιέναι εἰς ἱερὸν νομίμου ὄντος, εἰ εἰσέλθοι οὐδὲ μιᾶς τεχνικῆς χρεία πίστεως πρὸς τὸ δεῖξαι παραβεβασμένον τὸν νόμον· αἱ μέντοι τῶν λογικῶν πίστεις ἔντεχνοι· αἵ‐
25περ γίνονται προτάσεσί τε καὶ ἐπαγωγαῖς καὶ συλλογι‐ σμοῖς καὶ παραδείγμασι καὶ τῆς ἐκ τοῦ ὁμοίου παραθέ‐ σεως, ἃς ἡ τοῦ λόγου τέχνη ἐπινενόηκεν· αἱ μὲν οὖν περὶ πραγμάτων τὰς ἀμφισβητήσεις ἔχουσαι λογικαὶ λέ‐ γονται· λόγων γὰρ, ὡς ἔφαμεν, δέονται καὶ ῥητορικῆς
30εἰς κατασκευὴν δεινότητος· αἱ δὲ περὶ ῥητὰ νομικαί· οὐ γὰρ λόγους ἀπαιτοῦσι πολλούς· ἀλλ’ ἔξεστι καὶ τοῖς
ἰδιώταις προϊσχομένους τὸν νόμον τῶν δικαίων τυχεῖν·221

4

.

222

τὸ γὰρ κυριώτατον ἐν ῥητοῖς νόμος· ὅθεν τοῦ ῥητοῦ πολλαχῶς λεγομένου, ἐπί τε γὰρ ψηφίσματος καὶ ἐπι‐ στολῆς καὶ διαθήκης καὶ κηρύγματος καὶ νόμου, ἐκνενί‐ κηκε τὸ κυριώτατον ὁ νόμος ἀφ’ ἑαυτοῦ νομικὰς καλέ‐
5σαι τὰς περὶ ῥητὸν στάσεις· πᾶν γὰρ ῥητὸν ὑπὸ τὸν νόμον πάντως ἐστίν· χρὴ δὲ εἰδέναι, ὅτι ἐπειδὰν παρα‐ λάβωμεν ἐν ταῖς λογικαῖς τῶν στάσεων ῥητὸν, εἰς ἀπό‐ δειξιν αὐτὸ παραλαμβάνομεν τῶν ζητουμένων πραγμά‐ των· ἀλλ’ οὐκ αὐτὰ ζητοῦντες τὰ ῥητά· προέταξε δὲ
10τὰς λογικὰς τῶν νομικῶν, τῇ φύσει ἀκολουθῶν· πρῶτον γὰρ ὑπῆρχε τὰ πράγματα, καὶ οὕτως νόμοι ἐτέθησαν· ὡς καὶ Αἰσχίνης φησίν· ἐκ γὰρ τοῦ τινὰς ἁμαρτάνειν τοὺς νόμους ἔθεσθε· ζητοῦσι δέ τινες, ἆρα καὶ ὁ στο‐ χασμὸς καὶ ὅρος λογικαί εἰσι στάσεις, ἢ οὔ· καὶ εἰ λο‐
15γικαὶ, πῶς μετὰ ταύτας τὴν διαίρεσιν ἐποιήσατο τῶν λο‐ γικῶν νομικῶν· ἄλλως τε καὶ πῶς ἂν λογικαὶ κληθεῖεν· τῶν μὲν λογικῶν ὑπὸ τὴν ποιότητα τελουσῶν, αὐτῶν δὲ ἀντιδιαστελλομένων τῆς ποιότητος· περὶ γὰρ ὕπαρξιν καὶ ἰδιότητα θεωροῦνται· φαμὲν οὖν, ὅτι λογικαὶ μὲν καὶ
20αὗται, οὐ γὰρ περὶ ῥητὰ τὴν ζήτησιν ἔχουσιν, ἀλλὰ περὶ πράγματα· οὐ μέντοι διὰ τοῦτο καὶ ὑπὸ τὴν ποιότητα ἂν τελοῖεν· τὸ γὰρ περὶ τὰς στάσεις λογικὸν καὶ τῆς ποιότητος περιεκτικώτερον· ὡς γὰρ τὸ ἐν οὐσίᾳ λογικὸν καὶ πρὸ τοῦ ἀνθρώπου καὶ πρὸ τοῦ ζώου· φαμὲν δὲ,
25ὅτι τοῦ ζώου τὸ μὲν λογικὸν, τὸ δὲ ἄλογον· καὶ οὐ δήπου διὰ τοῦτο τὰς ἀσωμάτους οὐσίας ἢ τῆς λογιότη‐ τος ἐκβάλλομεν, ἢ ὑπὸ τὰς συνθέτους τελεῖν τὰς ἁπλᾶς ἀναγκάζομεν· ἀλλ’ αὐτὸ τοῦτο τὸ λογικὸν πρὸς ἀντι‐ διαστολὴν τῶν ἀλόγων κομίζομεν, οὕτω κἀνταῦθα τὰς
30λογικὰς αὐτὸ τοῦτο μόνον πρὸς ἀντιδιαστολὴν τῶν νο‐ μικῶν παραλαμβάνοντες οὔτε τὸν στοχασμὸν καὶ ὅρον τῶν λογικῶν ἀποδιϊστῶμεν, οὔτε μὴν ὑπὸ τὴν ποιότητα
τελεῖν αὐτὰς βιαζόμεθα· ἤ τι τῶν τούτοις ἐναν‐222

4

.

223

τίων· τοῦτο περιττῶς κεῖται, κατασκευάζοντες γὰρ τὸν νόμον, εἰ δίκαιον, εἰ συμφέρον καὶ τὰ ἐναντία τούτων ἀνατρέπομεν· καὶ ὄνομα μὲν γενικὸν τούτῳ ποι‐ ότης· ἐνταῦθα τοὺς περὶ Ἑρμαγόραν ἐλέγχει· ἐκεῖνος
5μὲν γὰρ στάσιν ἔλεγε κοινὴν τὴν ποιότητα· τὰς δὲ λο‐ γικὰς εἴδη τῆς ποιότητος· ὥσπερ ἡμεῖς στοχασμοῦ εἴδη φαμὲν τὸ διπλοῦν καὶ ἁπλοῦν ὡσαύτως καὶ ὅρον· ἀκρι‐ βέστερον δὲ Ἑρμογένης κοινὸν ὄνομα τὴν ποιότητα εἶ‐ πεν, τῶν κατὰ ποιότητα ἐξεταζομένων· ὡς γὰρ κοινὸν
10μὲν ὄνομα τὸ ὂν τῶν γενικωτάτων, γένη δὲ αὐτὰ τὰ δέ‐ κα· καὶ εἴδη οἷον ἄνθρωπος, δίπηχυ, τρίπηχυ, λευκὸν, δεξιὸν καὶ ἑξῆς· κύριον δὲ οἷον Σωκράτης· οὕτω καὶ ἐπὶ τούτου· κοινὸν μὲν ἡ ποιότης· γένη δὲ ἀντίληψις, ἀντίστασις καὶ ἑξῆς· κύρια δὲ ταῦτα, ὡς ἄτομα· ἄτομα
15γὰρ αἱ καθ’ ἕκαστα στάσεις· προέταξε δὲ τὸν μέλλοντα τοῦ παρεληλυθότος, οἷον τὰς περὶ τὸν μέλλοντα στάσεις τῶν περὶ τὸν παρεληλυθότα· καὶ γὰρ ἡ πραγματικὴ τοῦ μέλλοντός ἐστιν· ἐπειδὴ ὁ περὶ τοῦ μέλλοντος λόγος βρα‐ χὺς, οὐ γὰρ διαφορὰς ἐπιδέχεται· δι’ ὧν οὐδὲ πολλῶν
20ἐστι στάσεων περιεκτικός· διὰ τοῦτο ὡς ὀλίγον καὶ συν‐ τομώτερον τὸν περὶ αὐτοῦ λόγον προὔθηκε τοῦ παρελη‐ λυθότος· πολλῶν γὰρ στάσεων ὁ παρεληλυθὼς περιε‐ κτικὸς, καὶ διὰ τοῦτο πολλοῦ καὶ λόγου δεόμενος παρ‐ εχώρησε τῷ βραχυτέρῳ.
25 Μαρκελλίνου. Εἰς τρία διεῖλεν ὁ τεχνικός· εἰς ἀφανὲς, εἰς φανερὸν ἀτελὲς, εἰς φανερὸν καὶ τέλειον· πληρώσας τοίνυν τὸν περὶ τοῦ ἀφανοῦς λόγον, ᾧ τὸν στοχασμὸν ἀποδέδωκε, καὶ τὸν μετὰ τοῦτον τὸν περὶ τοῦ φανεροῦ ἀτελοῦς διεξελθὼν, ὃ ποιεῖ τὸν ὅρον, βού‐
30λεται λοιπὸν εἰπεῖν περὶ τοῦ φανεροῦ καὶ τελείου· ἐν ᾧ οὐκέτι περὶ οὐσίας ζητοῦμεν, οὔτε περὶ ἰδιότητος, ἀλλὰ
περὶ ποιότητος· ἡ δὲ ποιότης οὐ μία στάσις, ἀλλὰ γέ‐223

4

.

224

νος, εἰς ὃ πᾶσαι αἱ λοιπαὶ στάσεις ἀνάγονται· ζητῆσαι δὲ ἄξιον, εἰ φανερὸν καὶ τέλειον, πῶς ἔτι συνίσταται· ἀλ‐ λὰ φαμὲν, ὅτι φανερὸν λέγει ἐνταῦθα οὐ τῷ ἐγκλήμα‐ τι, ἀσύστατον γὰρ ἂν ἦν, ἀλλὰ καὶ τῇ οὐσίᾳ καὶ τῇ
5ὑπάρξει καὶ τῇ φύσει τοῦ πράγματος. Εἰ νόμιμον, εἰ δίκαιον, εἰ συμφέρον· ἐνόμισάν τινες ἐνταῦθα μετὰ τὸν στοχασμὸν καὶ τὸν ὅρον περὶ πραγματικῆς αὐ‐ τὸν εἰπεῖν· ταῦτα γάρ φησι τὸ δίκαιον, τὸ νόμιμον καὶ τὸ συμφέρον κεφάλαια πραγματικῆς· ἀλλά φαμεν, ὅτι
10δίκαιον ἐνταῦθα λέγει πάσας τὰς στάσεις, ἔνθα περὶ δικαίων ἡ ἐξέτασις, καὶ οὐκέτι ἀμφίβολος ἡ οὐσία· οὐ‐ δὲ ζήτησις περὶ τοῦ ἀτελοῦς, ἀλλὰ σκοποῦμεν τελείου ὄντος καὶ φανεροῦ, εἰ δίκαιον τὸ πεπραγμένον. Καὶ νόμιμον δὲ πάλιν τὰς νομικάς· διὰ δὲ τοῦ συμ‐
15φέροντος τὴν πραγματικήν· ἔστι δὲ καὶ κοινῶς νοῆσαι περὶ πασῶν τῶν ὑπὸ τὴν ποιότητα στάσεων· ὅτι ἐν πά‐ σαις ταῦτα κοινῶς ζητοῦμεν· εἰ δίκαιον, εἰ νόμιμον, εἰ συμφέρον. Ἤ τι τῶν τούτοις ἐναντίων· ὡς πρὸς τὰ δύο πρόσωπα τοῦ κατηγόρου καὶ τοῦ φεύγοντος·
20ὁ μὲν γὰρ κατασκευάζει, ὅτι νόμιμον, ὁ δὲ ὅτι παρά‐ νομον ἐκ τῶν ἐναντίων ὡρμημένος. Καὶ ὄνομα μὲν γενικὸν τούτῳ ποιότης· ὡς πολυειδὴς οὖσα οὐκ ἠδυνήθη στάσις εἶναι ἡ ποιότης· μήτηρ δὲ ἐγένετο στάσεων· πλὴν γὰρ στοχασμοῦ καὶ ὅρου αἱ λοιπαὶ πᾶ‐
25σαι ἐντεῦθεν ὥρμηνται· ἐπειδὴ ἡ ποιότης γενικώτατόν ἐστι· γένος γὰρ γενῶν ἐστιν· ἡ γὰρ δικαιολογία εἰδι‐ κὸν οὖσα καὶ γένος τῶν ἐξ αὐτῆς καὶ ὑπ’ αὐτὴν στά‐ σεων· καὶ ἀντιθέσεις ὁμοίως ὑπὸ τὴν ποιότητά εἰσιν, οὖσαι καὶ αὗται γένη μερικώτερα. Κἂν μὲν περὶ
30ῥητόν. Τέμνεται ἡ ποιότης εἰς πρᾶγμα καὶ ῥητόν·
καὶ τὸ μὲν πρᾶγμα ποιεῖ τὰς λογικάς· διὰ τί δὲ προ‐224

4

.

225

έταξε τὴν λογικήν; ὅτι πρῶτά ἐστι τῶν ῥητῶν τὰ πρά‐ γματα· εἰ δέ τις ἡμῖν τὸ Δημοσθένους ἀντιθῇ, νόμους ἔθεσθε πρὸ τῶν ἀδικημάτων ἐπ’ ἀδήλοις μὲν τοῖς ἀδι‐ κοῦσιν, ἀδήλοις δὲ τοῖς ἀδικηθησομένοις, λεκτέον, ὅτι πρὸ
5τῶν ἀδικημάτων εἶπεν οὐ τῶν πραγμάτων. Λογικήν· εἰ δέ τις εἴποι, ἀλλὰ ἐν ταῖς λογικαῖς εὑρίσκεται νόμος, ὡς ἐν τῷ κατὰ Μειδίου, φαμὲν, ὅτι ἡ σύστασις δήπου τοῦ πράγματος τὸ ῥητὸν παραλαμβάνεται· καὶ πάλιν ἐν ταῖς νομικαῖς οὐ περὶ πρᾶγμα ἡ ζήτησις, ἀλλ’ εἰς
10κατασκευὴν τοῦ ῥητοῦ παραλαμβάνεται· φασὶ δέ τινες, ὅτι ἔδει τὴν μὲν νομικὴν καλεῖσθαι λογικὴν, τὴν δὲ λογικὴν πραγματικὴν, ἐπειδὴ καὶ περὶ πρᾶγμα ἔχει τὴν ζήτησιν· λεκτέον δὲ, ὅτι ἐξ ὧν ἑκάτερα τὴν ἰσχὺν ἔχει, ἐκ τούτου καὶ τὴν προσηγορίαν εἴληφεν· ἡ μὲν γὰρ νο‐
15μικὴ ἐκ νόμων ἔχει· καὶ τοσοῦτον δεῖται τῶν λόγων, ὁπότε καὶ ἰδιώτης δύναται τῷ νόμῳ διϊσχυριζόμενος ἑαυτῷ βοηθεῖν· καὶ σχεδὸν ἄτεχνός ἐστι πίστις, ἐκ νό‐ μων ἀποδεικνυμένη· ἡ δὲ τῶν πραγμάτων ἐξέτασις πλείονος δεῖται καὶ τεχνικῆς τῆς τῶν λόγων κατασκευῆς·
20οὐκ ἀλλαχόθεν τῶν πραγμάτων ἐχόντων τινὰ ῥοπήν· καλῶς οὖν νομικὴν ἐκάλεσεν τὴν ἔχουσαν ὅλην τὴν ζή‐ τησιν ἐπὶ τοῦ ῥητοῦ, ἢ νόμου, ἢ ψηφίσματος, ἢ δια‐ θήκης, ἢ ἐπιστολῆς, ἢ κηρύγματος ἤ τινος ἄλλου ἐγ‐ γράφου. Νομικὴν ποιεῖ· ἀσφαλῶς· οὐ γὰρ εἶπεν
25τέμνεται, ἐπεὶ οὐ στάσις αὕτη· περὶ ὧν ὕστερον ἐροῦ‐ μεν· εἰκότως· ἐπειδὴ τὰ πράγματα πρῶτα τῶν νόμων· ὁ νόμος γὰρ ἐπὶ τοῖς πράγμασιν· ὃ οὖν πέφυκε πρῶτον, καὶ προτάττει τῇ τάξει. Ἢ γὰρ περὶ μέλλοντος. Σημειωτέον, ὅτι τριῶν ὄντων χρόνων, ἐνεστῶτος, παρε‐
30ληλυθότος, μέλλοντος, ὁ ἐνεστὼς εἰς χρόνον οὐ παρα‐
λαμβάνεται, ἐπειδὴ ἀκαριαῖός ἐστι, καὶ ἅμα ἔστι τε καὶ225

4

.

226

παρῆλθεν· ἅμα τίκτεται παιδίον καὶ παρῆλθεν ὁ τῆς γενέσεως χρόνος· διὰ δὲ τοῦ εἰπεῖν, ἢ γὰρ περὶ μέλλον‐ τος ἔχει τὴν ζήτησιν, φανερὸν ἡμῖν κατέστησε, τί δια‐ φέρει τῆς δικαιολογίας· τῷ χρόνῳ γὰρ τὴν διαφορὰν
5αἰνίττεται· προέταξε δὲ τὴν πραγματικὴν, ἐπειδὴ τῶν χρόνων τῶν δύο, τὸν ἕνα, φημὶ δὴ τὸν μέλλοντα, μόνη ἀπείληφε· καὶ ὅτι δύο ὄντων εἰδῶν τῆς ῥητορικῆς, εἰς ἃ πᾶσαι ἀνάγονται αἱ στάσεις, συμβουλευτικοῦ καὶ δι‐ κανικοῦ, τὸ μὲν συμβουλευτικὸν ἔχει μόνη, τοῦ δὲ δι‐
10κανικοῦ μετέχει· καθάπερ ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, καὶ τῷ πρὸς Λεπτίνην, καὶ τῷ κατὰ Ἀριστοκράτους.
12nΠραγματικὴ γάρ ἐστιν ἀμφισβήτησις περὶ πράγματος μέλλοντος, εἰ
13nδεῖ γενέσθαι τόδε τι ἢ μὴ γενέσθαι· δοῦναι ἢ μὴ δοῦναι· οἷον
14nβουλεύονται Ἀθηναῖοι, εἰ δεῖ θάπτειν τοὺς ἐν Μαραθῶνι
15nπεσόντας τῶν βαρβάρων.
16 Συριανοῦ καὶ Σωπάτρου. Ἀτελῶς τὴν πρα‐ γματικὴν ὡρίσατο· τεσσάρων γὰρ ὄντων εἰδῶν τῆς πρα‐ γματικῆς, τοῦ τε συμβουλευτικοῦ καὶ τοῦ κατὰ ἀμφισβή‐ τησιν καὶ τοῦ κατὰ αἴτησιν καὶ τῆς τῶν παρανόμων
20γραφῆς, ἐνταῦθα δύο μόνα ὁ ὁρισμὸς περιλαμβάνει· διὰ μὲν τοῦ εἰ δεῖ γενέσθαι, τὸ συμβουλευτικόν· διὰ δὲ τοῦ δοῦναι ἢ μὴ δοῦναι τὸ κατὰ αἴτησιν· ἐκπίπτουσι δὲ τὰ λοιπὰ δύο· οὔτε γὰρ ἐν τῇ τῶν παρανόμων γραφῇ τὸ εἰ δεῖ γενέσθαι ἢ μὴ γενέσθαι, οὔτε τὸ εἰ χρὴ δοῦναι ἢ
25μή· ἀλλὰ τὸ εἰ δεῖ κυρωθῆναι· ἀλλ’ οὐδὲ ἐν τῷ κατὰ ἀμφισβήτησιν ἡ ζήτησίς ἐστιν, εἰ δεῖ δοῦναι ἢ μὴ, τοῦ‐ το γὰρ ὡμολόγηται· ἀλλὰ τίνι δοῦναι· διὸ, εἰ μέλλοι ὀρθῶς ἔχειν, οὕτω προακτέον· πραγματική ἐστιν ἀμ‐ φισβήτησις περὶ μέλλοντος πράγματος, εἰ δεῖ γενέσθαι
30τόδε τι ἢ μὴ γενέσθαι, ἢ δοῦναι τόδε τι ἢ μὴ δοῦναι
τόδε, ἀλλὰ ἕτερόν τι, καὶ τίνι δεῖ δοῦναι, καὶ εἰ δεῖ226

4

.

227

κυρῶσαι τόδε ἢ μὴ κυρῶσαι· οὗτος γὰρ πᾶσαν περιλαμ‐ βάνει τὴν πραγματικήν· διὰ μὲν γὰρ τοῦ εἰ δεῖ γενέ‐ σθαι τὸ κατὰ συμβουλήν· διὰ δὲ τοῦ δοῦναι τόδε τι ἢ μὴ, ἀλλ’ ἕτερόν τι, τὸ κατὰ αἴτησιν, οὐ γὰρ τὸ δοῦ‐
5ναι ἢ μὴ, ἐν τοῖς κατ’ αἴτησιν τῆς πραγματικῆς ἀμ‐ φισβητεῖται εἴδεσι, τοῦτο γὰρ ὁμολογεῖται, ἀλλὰ τὸ εἶ‐ δος τῆς δωρεᾶς· οἷον πότερον στέφανον, ἢ σίτησιν δη‐ μοσίαν ἤ τι τοιοῦτον, ἀλλ’ οὐχὶ ὃ αἰτεῖ ὁ μέλλων λή‐ ψεσθαι· ὥσπερ ὁ Κλέων αἰτῶν Πύθιος καλεῖσθαι με‐
10τὰ τὰ ἐν Πύλῳ· διὰ δὲ τοῦ τίνι δοῦναι τὸ κατὰ ἀμ‐ φισβήτησιν, διὰ δὲ τοῦ εἰ δεῖ κυρῶσαι τὴν τῶν παρα‐ νόμων γραφήν. εἴρηται δὲ πραγματικὴ κατ’ ἐξαίρετον· οὐχ ὅτι καὶ ἐν ταῖς ἄλλαις στάσεσιν οὐκ ἔστι πράγμα‐ τα, ἀλλ’ ὅτι μόνη τῶν ἄλλων πλεονάζει τοῖς πράγμα‐
15σι· καὶ ὅτι μόνη τὸν μέλλοντα χρόνον ἐκληρώσατο, αἱ δ’ ἄλλαι τὸν παρεληλυθότα· καὶ ὅτι μόνη περὶ τὸ δι‐ κανικόν τε καὶ συμβουλευτικὸν καλεῖται, αἱ δ’ ἄλλαι περὶ τὸ δικανικόν. φασὶ δέ τινες καὶ περὶ τὸν παρῳχη‐ μένον τὴν πραγματικὴν καταγίνεσθαι στάσιν· καὶ τού‐
20του δείγματα παρέχουσι τὸ περὶ τὴν παρανόμων γραφὴν εἶδος· οἷον ὡς ἐπὶ τοῦ ψηφίσματος οὗ ἔγραψεν Ἀριστο‐ κράτης· περὶ γὰρ τοῦ ἤδη γεγραμμένου, φασὶν, ἐστὶν ἡ ζήτησις· ἀλλά φαμεν ὡς οὐκ ἔστιν ἡ ζήτησις περὶ τοῦ εἰ γέγραπται ἢ μή· ἀλλὰ περὶ τοῦ εἰ δεῖ κυρωθῆναι ἢ
25μὴ, ὡσαύτως καὶ ἐν τῷ πρὸς Λεπτίνην, καίτοι ἐκεῖ γρα‐ φέντος τοῦ νόμου καὶ δοθέντος. ἀλλὰ καὶ ἐπὶ τούτου περὶ μέλλοντος ἡ ζήτησις, εἰ δεῖ γὰρ ψήφῳ τῶν δικαστῶν κύριον γενέσθαι τὸν νόμον ἢ μή· κατὰ τὸν αὐτὸν λό‐ γον καὶ ἐπὶ τῆς ἐγγράφου πραγματικῆς περὶ μέλλοντος
30ἡ ζήτησις· οἷον Φιλίππου τὴν Ἐλάτειαν καταλαβόντος γράφει Δημοσθένης, ἐξελθόντας βοηθῆσαι τοὺς Ἀθη‐
ναίους· οὐ γὰρ περὶ τοῦ καταλαβεῖν Φίλιππον τὴν227

4

.

228

Ἐλάτειαν ἡ ζήτησις, ἀλλ’ εἰ χρὴ βοηθεῖν· ὥσπερ δὲ ἐπὶ τῶν προλαβουσῶν στάσεων ἐλέγομεν εἶναι κατὰ φυ‐ γὴν καὶ δίωξιν, κατὰ αἴτησιν καὶ κατὰ ἀμφισβήτησιν εἴδη ζητημάτων, οὕτω καὶ ἐπὶ τῆς πραγματικῆς, κατὰ
5φυγὴν μὲν καὶ δίωξιν, ὡς ἐπὶ τοῦ Ἀριστοκράτους· κατὰ αἴτησιν ὡς ἐπὶ τούτου· νόμος τὸν ἀριστέα αἰτεῖν ἣν βούλεται δωρεὰν, ἀριστεύσας τις αἰτεῖ πολίτου φόνον, καὶ βουλεύονται οἱ πολῖται· τοῦ δὲ κατὰ ἀμφισβήτησιν τοῦτο· νόμος τὸν καλῶς πολιτευσάμενον δωρεὰν παρὰ
10τῆς πόλεως δέχεσθαι. Ἀριστοφῶν καὶ Κέφαλος ἀμ‐ φισβητοῦσι τῆς δωρεᾶς· ἰστέον δὲ ὅτι κοινωνεῖ ἡ κα‐ τὰ φυγὴν καὶ δίωξιν πραγματικὴ τῷ στοχασμῷ καὶ τῷ ὅρῳ τῷ κατὰ φυγὴν καὶ δίωξιν· ἐπειδὴ ἐν ἑκάστῳ αὐτῶν ἐστι καὶ φεύγων καὶ διώκων καὶ πρᾶγμα κρινό‐
15μενον, διαφέρει δὲ ὅτι ἐν μὲν τῷ στοχασμῷ περὶ τῆς ὑπάρξεως ἡ ἀμφισβήτησις, ἐν δὲ τῷ ὅρῳ τῆς ἰδιότητός ἐστιν ἡ ζήτησις· ἐν δὲ τῇ πραγματικῇ οὔτε περὶ ὑπάρ‐ ξεως, ὁμολογεῖται γάρ· οὔτε περὶ ἰδιότητος, ἔγνωσται γὰρ, τί ἐστι· περὶ δὲ τῆς ποιότητός ἐστιν ἡ ἀμφισβή‐
20τησις, ὁποῖον δεῖ νομίζειν τὸν γενησόμενον χρηστὸν ἢ φαῦλον, ἵν’ ἢ κυρωθῇ ἢ μή· ἡ δὲ κατὰ αἴτησιν πραγμα‐ τικὴ τῷ στοχασμῷ καὶ τῷ ὅρῳ τῷ κατὰ αἴτησιν κοινω‐ νεῖ μὲν, ἐν ἑκάστῳ γὰρ καὶ νόμος ἐστὶν ὁ κελεύων, καὶ εὐεργεσία περὶ τὴν πόλιν γεγένηται· διαφέρει δὲ, ὅτι ἐν
25μὲν τῷ στοχασμῷ ἀγνοεῖται, εἰ αὐτὸς εἴη ὁ δεδρακώς· ἄδηλον γάρ· ἐν δὲ τῷ ὅρῳ ὁμολογεῖται μὲν ὁ δράσας καὶ τὸ πραχθὲν παρ’ αὐτοῦ· ζητεῖται δὲ εἰ κατὰ τὸν νόμον εἴη πεποιηκὼς, ὡς ὁ παύσας φιλόσοφος τὴν τυ‐ ραννίδα· ἐν δὲ τῇ πραγματικῇ ὡμολόγηται μὲν τὸ
30πραχθὲν ὑπὸ τοῦ ἀριστέως, ὡς κατὰ τὸ ἀπὸ τῶν νό‐
μων διωρισμένον ἐστίν· ἐνίσταται δὲ ὁ ἀντιλέγων φά‐228

4

.

229

σκων μὴ δεῖν τοιαύτας αἰτεῖν δωρεάς· ἡ δὲ κατὰ ἀμ‐ φισβήτησιν πραγματικὴ κοινωνεῖ μὲν, καθὸ ἐν ἑκάστῳ δύο εἰσὶν ἀμφισβητοῦντες, καὶ ἀμφότεροι εὐεργέται καὶ χρηστοὶ περὶ τὴν πόλιν γεγενῆσθαι· διαφέρει δὲ στο‐
5χασμοῦ μὲν, ὅτι ἐν ἐκείνῳ παντάπασιν ἕτερος θατέρου τὴν πρᾶξιν ἀναιρεῖν ἐπιχειρεῖ· ἐν δὲ τῇ πραγματικῇ οὐκ ἀναιρεῖ ὁ ἕτερος τοῦ ἑτέρου τὴν πρᾶξιν, τὸ πᾶν ἑαυ‐ τῷ ἰδιοποιούμενος, ἀλλὰ κατὰ σύγκρισιν ἀμφότεροι προΐασι καλοῦ καλλίονα ἑκάτερος ἑκατέρου ἀποδεικνύναι
10ἑαυτὸν πειρώμενος· ὅρου δὲ, καθὸ ἐν μὲν ὅρῳ ὁμολογεῖ μὲν ἑκάτερός τι συμβάλλεσθαι πρὸς τὴν πρᾶξιν τὸν ἕτερον· ἐν μέντοι τῷ παρ’ αὐτοῦ πεπραγμένῳ τὸ πᾶν τίθεται τῆς πράξεως· ἐν δὲ τῇ πραγματικῇ περὶ βίον ὅλον ἡ ζήτησις· καὶ βίος βίῳ ἐνάμιλλος ἑαυτὸν τοῦ ἀν‐
15τιθέτου ἀποδεῖξαι λαμπρότερον διϊσχυριζόμενος· ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἐν τῇ κατὰ αἴτησιν πραγματικῇ δεῖ καὶ τὸ ὄνομα προστιθέναι τῆς δωρεᾶς, οὐ μέντοι γε καὶ ἐν στοχασμῷ ἢ ὅρῳ· ἔτι καὶ τοῦτο δεῖ εἰδέναι, ὡς οὐ μόνον ἐπὶ πραγματικῆς τῆς κατὰ ἀμφισβήτησιν πλείονα
20δύο προσώπων ἀμφισβητοῦσιν ἀλλήλοις, ἀλλὰ καὶ ἐν ὅρῳ ἐνίοτε, ὡς ἐπὶ τούτου τοῦ ὅρου· πυνθανομένῳ τινὶ μάντεων τεσσάρων, ὁποῖον ἕξει τοῦ βίου τὸ τέλος. ὁ μὲν ὑπὸ λῃστῶν ἀναιρέσεως εἶπεν, ὁ δὲ ἐξ ὕψους πεσόν‐ τι, ὁ δὲ ἐξ ὕδατος, ὁ δὲ ὑπὸ θηρίων· διωκόμενος ὑπὸ
25λῃστῶν ἀνέβη εἰς δένδρον, ἐκεῖθεν κατέπεσεν εἰς ποτα‐ μόν· ἐνταῦθα θηρίον παρατυχὸν ὑποδεξάμενον κατέφαγε· καὶ ἀμφισβητοῦσιν οἱ μάντεις, τίς ὁ ἐπιτευκτικὸς τῆς ἀληθείας· ἰστέον ὅτι ἡ πραγματικὴ οὐ μόνον ἕνα μόνον εἰσάγει, ἀλλὰ καὶ δύο· καὶ ἔτι μέρος νόμου καὶ ψηφί‐
30σματος· ταὐτὸ καὶ ἐπὶ συνθηκῶν καὶ ἁπλῶς εἰπεῖν ἐγ‐
γράφων τε καὶ ἀγράφων.229

4

.

230

Μαρκελλίνου. Εἴποι τις ὡς ἔδει προσθεῖναι καὶ ποιότητος πράγματος· ἐπειδὴ καὶ ἐν στοχασμῷ περὶ μέλ‐ λοντός ἐστιν ἡ ζήτησις ἐνίοτε, ὅτ’ ἂν ἔχωμεν κρινό‐ μενον πλούσιον τυραννίδος ἐπιθέσεως· ἀλλὰ λέγομεν,
5ὅτι προσέθηκεν, εἰ δεῖ τόδε γενέσθαι ἢ δοῦναι ἢ μὴ δοῦ‐ ναι, ὅπερ οὐκ ἔστι στοχασμοῦ· ἐν μὲν γὰρ τῷ στοχασ‐ σμῷ εἰ ἔστι ζητοῦμεν, εἰ τυραννήσειεν ὁ νέος· ἐνταῦθα δὲ ὁποῖόν τι ἔσται· τὴν γὰρ ποιότητα μόνην ἐξετάζο‐ μεν· πάλιν ἐρεῖ τις, ὅτι κἂν ταῖς ἄλλαις στάσεσι μέλ‐
10λον τι ζητοῦμεν, τουτέστι τὴν κρίσιν τῶν δικαστῶν, ἀλ‐ λὰ λέγομεν, ὅτι κρίσις τῶν δικαστῶν ἐν ἐκείναις μέλ‐ λοντός ἐστιν, ἐνταῦθα δὲ τὸ πρᾶγμα αὐτὸ μέλλει, περὶ οὗ συμβουλεύομεν ἢ δοῦναι ἢ μὴ δοῦναι· ἑνὸς δὲ ἐπή‐ γαγε παράδειγμα, ὡς ἀπὸ τούτου εἰδότων ἡμῶν καὶ τὰ
15ἄλλα χαρακτηρίσαι· βουλεύονται Ἀθηναῖοι, εἰ χρὴ θά‐ ψαι τοὺς ἐν Μαραθῶνι πεσόντας τῶν βαρβάρων· ὁρᾷς ἐνταῦθα ὅτι περὶ ποιότητος μέλλοντός ἐστιν ὁ λόγος· εἰ νόμιμον τὸ θάπτειν τοὺς πολεμίους, εἰ δίκαιον, εἰ συμφέρον· ἃ εἰ καὶ ἐν στοχασμῷ καὶ ὅρῳ ζητοῦμεν,
20ἀλλ’ ἄδηλον ἐκαλεῖτο τὸ πρᾶγμα καὶ ἀτελές.
21nἊν μέντοι πεπραγμένον ᾖ, περὶ οὗ ἡ κρίσις ἤδη, κοινὸν μὲν ὄνομα
22nτούτῳ δικαιολογία, ὥσπερ ἐκείνῳ ποιότης.
23 Σωπάτρου. Διὰ τοῦ πεπραγμένου τὸν παρεληλυ‐ θότα εἰσάγει, ὃς τεμνόμενος τὰς λοιπὰς ποιεῖ στάσεις.
25Ὥσπερ ἐκείνῳ ποιότης· ἐκείνῳ φησὶν ὁ τεχνογρά‐ φος, τῷ καθ’ ὅλου, τῷ φερομένῳ κατά τε τῆς περὶ πρᾶγμα ζητήσεως καὶ τῆς περὶ ῥητὸν, ὅπερ ἐστὶν ἡ ποι‐ ότης· ὥσπερ δὲ ἡ ποιότης πολλὰς περιέχουσα στάσεις οὐ στάσις ἦν αὐτὴ, ἀλλὰ μήτηρ στάσεων, οὕτω καὶ ἡ δι‐
30καιολογία, κοινὸν ὄνομα καὶ μήτηρ στάσεων· περὶ γὰρ230

4

.

231

τήν τε ἀντίληψιν καὶ τὰς ἀντιθετικὰς στάσεις· ποιότητα δὲ τὴν πραγματικὴν εἴρηκε τῷ γενικῷ ὀνόματι, ὅτι περὶ τὴν ποιότητα ἀφορίζεται· ἔνθεν καὶ ἐζήτησάν τινες, διὰ τί μέρος τῆς ποιότητος καὶ τὴν δικαιολογίαν ἐκάλεσε·
5καίτοι τῆς πραγματικῆς δικαιολογούμενον ἐχούσης, ὡς ἐν ταῖς τῶν παρανόμων γραφαῖς· φεύγων γὰρ ἐνταῦθα καὶ διώκων· εἰ γάρ τις πρὸς ἀντιδιαστολὴν τῶν νομι‐ κῶν τοῦτο ἐρεῖ εἰρῆσθαι ἐκείνων ἐκ ῥητῶν ἐχουσῶν τὴν πᾶσαν ἰσχὺν, ἐροῦμεν, ὡς καὶ ἡ πραγματικὴ τοῦτο ἔχει
10ἐν τῇ τῶν παρανόμων γραφῇ· νομικὴ γὰρ ἐνταῦθα ἡ ζήτησις· ῥητοῦ γὰρ ζήτησις ὧδε, πότερον παραβέβα‐ σται ἢ μή· περὶ ὧν ἐν ταῖς νομικαῖς ἀκριβέστερον δια‐ ληψόμεθα· φαμὲν οὖν, ὅτι εἰκότως μέρος τῆς ποιότητος τὸ δικαιολογικόν· οὐ γὰρ ἀεὶ ἡ πραγματικὴ δικαιολογίᾳ
15χρῆται· εἰ μὴ τὸ κατὰ φυγὴν καὶ δίωξιν τῆς δικαιολο‐ γικῆς εἶδος· ἀπὸ τοῦ ἐπιπολάζοντος οὖν καὶ πλεονάζον‐ τος ἡ πραγματικὴ χαρακτηρισθεῖσα μέρος τῆς ποιότητος τὴν δικαιολογίαν ἔσχεν. Μαρκελλίνου. Καλῶς ἐνταῦθα οὐκ εἶπεν ζήτη‐
20σις, ἀλλὰ κρίσις· κυρίως γὰρ ἐνταῦθα ἔλαβε τὴν κρίσιν, ἐπειδὴ καθόλου ἐν ταῖς δικαιολογικαῖς ἐγκλήματα ἔχο‐ μεν καὶ κατηγορίας· τοῦτο γὰρ ἴδιον τούτων τῶν στά‐ σεων· ἆρ’ οὖν καὶ ἐν ταῖς ἄλλαις λογικαῖς οὐκ ἔστι δι‐ καιολογία· φαμὲν, ὅτι ἐν ἐκείναις μὲν περὶ τῆς τιμωρίας
25ἡ δικαιολογία· ἐνταῦθα δὲ ἐν ταῖς δικαιολογικαῖς περὶ αὐτοῦ τοῦ ἐγκλήματος δικαιολογούμεθα τὸ πεπραγμένον δίκαιον εἶναι φάσκοντες· ἡ μὲν οὖν δικαιολογία καὶ λο‐ γικὴ, ἡ δὲ λογικὴ οὐ πάντως δικαιολογία, ὁ γοῦν στο‐ χασμὸς καὶ ὅρος λογικὸν μὲν, οὐ μὴν καὶ δικαιολογικαί·
30ἐρεῖ δέ τις, ὅτι καὶ ἐν στοχασμῷ καὶ ὅρῳ οὐ δικαιολο‐
γηθήσεται ὁ κρινόμενος· λέγομεν, ὅτι οὐ δικαιολογη‐231

4

.

232

θήσεται, ἀλλ’ ἀπολογήσεται· ἕως γὰρ ἔτι ἡ οὐσία τοῦ πράγματος καὶ ἰδιότης ζητεῖται, πῶς δικαιολογήσασθαι δύναται· εἰ δὲ καὶ δικαιολογήσεται, ἀλλ’ ἔτι ἄδηλον τὸ πρᾶγμα καὶ ἀτελὲς, καὶ οὐκ αὐτὸ ζητοῦμεν τὸ πρᾶγμα,
5εἰ δίκαιον, ἀλλ’ εἰ δίκαιον τὸν τοιοῦτον τιμωρεῖσθαι ὁ δικαστὴς ζητήσει. Ὥσπερ ἐκείνῳ ποιότης. Ἐκεί‐ νω λέγει τῇ λογικῇ· αὕτη γὰρ εἶδος τῆς ποιότητος· εἰς δύο διαιρουμένης τῆς ποιότητος, εἴς τε λογικὴν καὶ νο‐ μικήν.
10nΠάλιν δ’ αὖ καὶ τοῦτο διαιρήσεις δίχα· ἢ γὰρ ἐρεῖ τι πεποιη‐
11nκέναι, ὡς ἀδίκημα ὁ φεύγων καὶ κατά τι κεκωλυμένον ἢ οὔ· κἂν
12nμὲν μηδαμῶς φάσκῃ κεκωλύσθαι τὸ πεπραγμένον, ἀντίληψιν ποιεῖ·
13 Σωπάτρου. Ἐπιπλήξειέ τις τῷ Ἑρμογένει, ὅτι τὸν ἠδικηκότα ὁμολογεῖν λέγει ἀδικεῖν· οὐδεὶς γὰρ πώ‐
15ποτε, ὥς φησι Δημοσθένης, ὁμολογῶν ἀδικεῖν ἑάλω· ἀλλὰ ἀναισχυντοῦσιν, ἀρνοῦνται, λόγους πλάττονται, πάντα ποιοῦσιν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην· δῆλον γὰρ ὡς ἐὰν ὁμολογῇ φεύγων ἠδικηκέναι, λύεται ἡ ἀμφισβήτησις, καὶ ἕπεται τῇ ὁμολογίᾳ ἡ τιμωρία· ἐχρῆν οὖν οὕτως
20μᾶλλον εἰπεῖν· ἢ γὰρ ἐρεῖ τι πεποιηκέναι κεκωλυμένον ὁ φεύγων, ἢ οὔ· οὕτω γὰρ τήν τε προφανῆ διωρθοῦτο ἁμαρτίαν, καὶ τὴν ἀντίληψιν μετὰ τῶν λοιπῶν ἀντιθε‐ τικῶν περιελάμβανεν. Μαρκελλίνου. Θαυμασίως προσέθηκε τὸ ὡς· οὐ
25γὰρ ἀληθῶς ἀδίκημα ὁ φεύγων ὁμολογήσει· ἀνόητον γὰρ ἀδίκημα φύσει τυγχάνει ὂν ἐν ταῖς δικαιολογικαῖς τὸ πεπραγμένον· τινὲς δέ φασιν ὅτι περιττὸν τὸ ὡς ἀδί‐ κημα· οὐ γὰρ λέγει ἀδικεῖν· ἢ γὰρ ἂν οὐδὲ δικαιολο‐ γίαν ἐποίει· ὡς ἀδίκημα οὖν, ὡς ἀπὸ τοῦ κατηγόρου·
30ἐκεῖνος μὲν γὰρ ὡς ἀδίκημα προβάλλεται· ὁ δὲ φεύγων232

4

.

233

οὐχ ὁμολογεῖ ὡς ἀδίκημα, ἀλλὰ προβάλλεταί τι δίκαιον· ἔστι δὲ εἰπεῖν ὅτι πρὸς τὴν περίστασιν ἀφορῶν εἶπεν τὸ, ὡς ἀδίκημα, ὀρθῶς πρός τε τὴν φύσιν τοῦ πράγμα‐ τος καὶ τὴν περίστασιν ἁρμοζόμενος· ἐπειδὴ δέ φησι
5πεποιηκέναι τι, εἰκότως καὶ δικαιολογεῖται· καὶ δικαιολο‐ γίᾳ κέκτηται τὸ τοιοῦτο· διὰ τί δὲ μὴ καὶ ἡ δικαιολο‐ γία στάσις, ἀλλὰ γένος· λέγομεν ὅτι οὐχ ἁπλῶς, ἀλλ’ ὅτι οὐχ εἷς τρόπος ὑπάρχει δικαιολογίας, ἀλλὰ πολλοί· ὅσοι δὲ τρόποι, τοσαῦται καὶ στάσεις. Καὶ κατά τι.
10διὰ τί κατά τι καὶ οὐ καθόλου; λέγομεν, ὅτι ἐμφαίνει ὡς ἐν ταῖς ἀντιθετικαῖς φύσει μέν ἐστιν ἀδίκημα τὸ πεπραγμένον, κατὰ δὲ τὴν περίστασιν οὐ κεκώλυται, ἀλλ’ ἔχει ταύτην ἐπικουροῦσαν τῷ ἀδικήματι.
14nἜστι γὰρ ἀντίληψις ἀνευθύνου πράγματος εἶναι δοκοῦντος, ὡς
15nὑπευθύνου κατηγορία· οἷον γεωργὸς φιλοσοφοῦντα τὸν υἱὸν ἀποκη‐
16nρύττει.
17 Συριανοῦ καὶ Σωπάτρου. Ἰστέον ὡς οὐκ εὖ ἔχει ὁ ὁρισμὸς ὁ ἀποδεδομένος τῆς ἀντιλήψεως· δύο μὲν εἰδῶν ὄντων, ὡς καὶ αὐτὸς ἐφεξῆς ἐρεῖ, τῆς τε ἐπ’
20αὐτῷ τῷ πεπραγμένῳ τὴν κρίσιν ἐχούσης, ὡς Ἀλκιβιάδης ὁ κρινόμενος ἐν ἐκπώμασι τὰ περὶ Σικελίαν γράψας, καὶ τῆς ἐκ περιστάσεως, ὡς ὁ ζωγράφος ὁ κρινόμενος ἐν τῷ λιμένι γεγραφὼς τὰ ναυάγια τῶν ἐμπόρων μὴ καταιρόντων· δύο οὖν τούτων εἰδῶν ἀντιλήψεως ὄντων,
25πέντε δὲ τρόπων· τοῦ κατὰ νόμον, ὡς ἐπὶ τοῦ τρισαρι‐ στέως, ὃν μοιχεύοντά τις κατὰ τὸν περὶ τοὺς μοιχοὺς νόμον ἀπέκτεινεν· τοῦ κατὰ φύσιν, ὡς ἐπὶ τοῦ Ἀλκιβιά‐ δου, γελάσαντος ταῖς ὑποσχέσεσι Κλέωνος ἐπαγγειλαμέ‐ νου τὰ περὶ Πύλον· τοῦ κατὰ τέχνην, ὡς ἐπὶ τοῦ γρά‐
30ψαντος ζωγράφου ἐν τῷ λιμένι τὰ ναυάγια· τοῦ κατὰ233

4

.

234

ἔθος, ὡς ἐπὶ τοῦ Ἀριστοφάνους κρινομένου αἰτίας θα‐ νάτου, μετὰ τοὺς ἱππέας τὸ δρᾶμα ὑπεξαγαγόντος ἑαυτὸν Κλέωνος· τοῦ κατὰ τὸ μὴ κεκωλύσθαι, ὡς ἐπὶ τοῦ γεωργοῦ οὗ καὶ αὐτὸς ἐμνήσθη ὁ ἀποδεδομένος
5ὁρισμός· ἓν μὲν τῶν εἰδῶν περιλαμβάνει μόνον, τὸ ἐπ’ αὐτῷ τῷ πεπραγμένῳ τὴν ζήτησιν ἔχον, ὡς ἐφ’ οὗ παρ‐ έθετο παραδείγματος τοῦ γεωργοῦ· τοῦτο γὰρ καὶ μό‐ νον μηνύει τὸ ἀνευθύνου πράγματος εἶναι δοκοῦντος, ὡς ὑπευθύνου κατηγορία· τὸ δὲ ἐκ περιστάσεως εἶδος κατα‐
10λέλοιπεν· ἀλλὰ δὴ καὶ τῶν τρόπων ἕνα μόνον οἰκειοῦται τὸν κατὰ τὸ μὴ κεκωλύσθαι, ὡς ἐπὶ τοῦ προῤῥηθέντος τοῦ γεωργοῦ παραδείγματος· ἄλλως τε δὲ καὶ οὐδὲ μό‐ νην τὴν ἀντίληψιν ὁ παρὼν ὁρισμὸς ὁρίζεται· ἀλλὰ καὶ τὴν ἀντίστασιν ὑφ’ αὑτὸν ἄγει καὶ τὴν μετάστασιν·
15κἀκεῖναι γὰρ ἀνεύθυνα πράγματα ἔχουσι· διὸ καλῶς ἔδοξεν ἐπιδιορθουμένους τὸν ὁρισμὸν οὕτω προαγαγεῖν· ἀντίληψίς ἐστιν ἀμφισβήτησις περὶ πρᾶγμα, ὅπερ ὁ μὲν διώκων ὡς ἀδίκημα ἐπάγει, ὁ δὲ φεύγων τὴν ἐξουσίαν προβάλλεται τοῦ πεποιηκέναι κατὰ νόμον ἢ φύσιν ἢ
20τέχνην ἢ ἔθος ἢ κατὰ τὸ μὴ κεκωλύσθαι· ὡς ὑπευθύ‐ νου ἢ ἐκ περιστάσεως κατηγορία· οὗτος τοῦ προαποδε‐ δομένου ἀκριβέστερος· ὡς πάντα τὰ ἐλλιπῶς ἔχοντα διορ‐ θωσάμενος· λέγεται δὲ τῶν τῆς ἀντιλήψεως τρόπων ὁ μὲν κατὰ νόμον, διότι τὸν νόμον ὁ φεύγων προβάλ‐
25λεται τὴν ἄδειαν αὐτῷ τῆς πράξεως παρασχεῖν· ὁ δὲ κατὰ φύσιν· διότι τὸ γελᾷν φυσικὸν, ἀλλ’ οὐχ ὕβρις, καὶ τοῦτο προβάλλεται ὡς ἀνεύθυνον· οὐ γὰρ τὸν φι‐
λόγελων τις κρίνει ἐπ’ αὐτῷ τούτῳ, φύσεως γὰρ ἔργον·234

4

.

235

ὁ δὲ κατὰ τέχνην, ἐπεὶ καὶ ὁ ζωγράφος τὴν τέχνην προβάλλεται τὰς ἀφορμὰς τῆς γραφῆς παρασχεῖν· μιμη‐ τικὴ γὰρ παντὸς οὑτινοσοῦν τῶν αἰσθητῶν ἡ γραφική· ὁ δὲ κατὰ ἔθος· ἐρεῖ γὰρ Ἀριστοφάνης, ὡς ἔθος ἐν
5τοῖς Διονυσίοις καθεῖναι τὰ δράματα· ὁ δὲ κατὰ τὸ μὴ κεκωλύσθαι· διότι ἐπ’ ἐξουσίας ἐστὶν ἑκάστῳ ὃ βού‐ λεται ἐν ἐκπώματι γράφειν· οἱ μὲν οὖν αἰτιώμενοι τὸν ὁρισμὸν οὕτως· ἐγὼ δ’ εἴποιμ’ ἂν, ὡς εἰ μὲν κατὰ τὴν ἀπόδοσιν τοῦ ὁρισμοῦ τις εὐθύνοι καὶ τὴν ἀκριβολο‐
10γίαν τῆς ἀποδόσεως οὐκ εὖ ἔχει ὁ Ἑρμογένους ὁρισμὸς, ἅτε δὴ μὴ ἐκ γένους ἀποδεδομένος καὶ διαφορῶν· εἰ δὲ καὶ καθ’ ὑπογραφὴν ἀσφαλὴς καὶ ἀνεύθυνος, καὶ τῷ ἁπλου‐ στέρῳ τῶν φιλαιτίων νικῶν τὰς μέμψεις, πάντα γὰρ περιλαμβάνει καὶ τὰ εἴδη καὶ τοὺς τρόπους, καὶ τοῦτο
15δῆλον καὶ τοῖς μικρὸν περιστήσασι περὶ τὰ τοιαῦτα· κοινωνεῖ δὲ ἀντίληψις στοχασμῷ, ὡς καὶ ἐπὶ τούτου, συνε‐ χῶς τις ἐν τοῖς θεάτροις συρίττεται καὶ κρίνεται κακοῦ βίου· στοχασμὸς τοῦτο καὶ πάλιν τοὺς φυγάδας ἐξεῖναι ἀποκτιννύναι· πολλούς τις καταστείχοντας ἀναιρεῖ φυ‐
20γάδας καὶ κρίνεται κακοῦ βίου· ἀντίληψις τοῦτο. ἀμφό‐ τερα δὲ κοινωνεῖ· καθὸ βίου ἐξέτασίς ἐστιν ἐν ἀμφοῖν καὶ κατηγορία ἡ αὐτή· διαφέρει δὲ κατὰ μὲν Μινουκια‐ νὸν, καθὸ ἐν μὲν τῷ στοχασμῷ, ἀφ’ ὧν ἕτεροι πεποιή‐ κασιν, ἡ κρίσις, ἐν ἀντιλήψει δὲ ἀφ’ ὧν αὐτὸς πεποίη‐
25κεν· ἡ δὲ ἀληθὴς διαφορὰ παντὸς στοχασμοῦ πρὸς ἀντίληψιν αὕτη· ὅτι ἐν μὲν στοχασμῷ ἄλλο τὸ πρα‐ χθὲν, ἄλλο τὸ κρινόμενον· ἐν δὲ ἀντιλήψει αὐτὸ τὸ πρα‐ χθέν· οὕτω γὰρ καὶ οἱ στοχασμοὶ, οἱ ἀφ’ ὧν αὐτός τις πεποίηκε τὴν κρίσιν ἔχοντες, μάλιστα κοινωνοῦσιν ἀντι‐
30λήψεσιν· διὸ καὶ ἀντιληπτικὸν ἔχουσι κεφάλαιον· ἔστι δὲ στοχασμοῦ μὲν ἡ νύκτωρ δακρύουσα γυνὴ καὶ κρινο‐
μένη μοιχείας ὑπόδειγμα· ἀντιλήψεως δὲ ὁ τοῦ δολοφο‐235

4

.

236

νηθέντος πένητος υἱὸς τῷ πλουσίῳ κατακολουθῶν καὶ συκοφαντίας κρινόμενος· ἀμφότεροι γὰρ τὴν τοῦ δακρύειν ἐξουσίαν προτενοῦνται· διαφέρουσι δὲ, ὅτι ἐν μὲν τῷ στοχασμῷ σημεῖόν ἐστι τὰ δάκρυα τῆς μοιχείας·
5ἐν ἀντιλήψει δὲ αὐτὰ τὰ δάκρυα τὸ ἀδίκημα· ἔτι κοι‐ νωνοῦσιν ἀντιλήψεις στοχασμοῖς ἐν τοῖς κατασοφισμοῖς· ὑπόδειγμα δὲ στοχασμοῦ μὲν τοῦ ἐκ κατασοφισμοῦ τοῦτο· νόμος τὸν ἄπαιδα μὴ στρατηγεῖν· θέμενός τις υἱὸν ἐστρα‐ τήγησε· μετὰ τὴν στρατηγίαν ἀπεκήρυξε τὸν υἱόν· καὶ
10κρίνεται κατασοφισμοῦ· ἀρνεῖται γὰρ ἐνταῦθα πάντη τὸν κατασοφισμόν· οἷον ὡς οὐ διὰ τὸ στρατηγῆσαι ἔθετο· εἰ γὰρ ὁμολογήσει, ἀσύστατον· ἔχει δὲ μετάθεσιν αἰτίας, ἢ τὴν ἀταξίαν τοῦ παιδὸς ἢ τὸ μὴ στέργεσθαι ἴσως παρ’ αὐτοῦ· ἀντιλήψεως δὲ, οἷον ἐξεῖναι τοῖς πατράσιν
15ἰσοκληρονόμους τάττειν τοὺς νόθους τοῖς γνησίοις· ἔχων τὶς νόθον ἐκ δούλης καὶ γνήσιον, ἔταξεν ἀμφοτέρους ἰσοκληρονόμους· ὁ νόμος δέδωκε τῷ γνησίῳ τῆς διανο‐ μῆς τὴν ἐξουσίαν· ὃς τὴν παροῦσαν οὐσίαν μερίδα θεὶς ἀντέθηκε τῇ ἑτέρᾳ μερίδι τὴν τοῦ νόθου μητέρα· καὶ
20ἐπέτρεψεν ἐκλέγεσθαι· εἵλετο μὲν οὖν τὴν μητέρα· δι‐ κάζεται δὲ κατασοφισμοῦ τῷ γνησίῳ· ἀντιληπτικὸν δὲ τοῦτο· τὴν γὰρ ἐξουσίαν προκαλεῖται τοῦ ὡς ἂν ἐθέλοι διανέμειν· διαφέρει ὅτι ἐν μὲν τῷ στοχασμῷ ἐπὶ συμ‐ βάντι τὸ τοῦ κατασοφισμοῦ ἔγκλημα ποιεῖται· τὸ γὰρ
25ἀποκηρύξαι τὸν παῖδα τὴν ὑπόνοιαν τοῦ κατασοφισμοῦ πεποίηκεν· ἐν ἀντιλήψει δὲ οὐκ ἐπισυμβέβηκεν· ἀλλ’ αὐτὸ καθ’ αὑτὸ τὸ πεπραγμένον ὑπεύθυνον εἶναι δοκεῖ· κοινωνοῦσι δὲ καὶ ὅροις αἱ ἀντιλήψεις· ἐν ἀμφοτέροις γὰρ ἔσθ’ ὅτε εὑρίσκεται ἐξουσία καὶ ζήτησις τοῦ εἰ τοῦ‐
30τό ἐστι τὸ ἀδίκημα· ὡς ἐπὶ τοῦ εὐνούχου, ὃν ἐπὶ τῇ γυναικὶ ὡς μοιχόν τις εὑρὼν ἀπέκτεινε· κατὰ ἀντίληψιν
γὰρ οὗτος ὁ ὅρος προάγεται· ἀντιληπτικὸν γὰρ τὸ εἶ‐236

4

.

237

ναι ὡς μοιχὸν ἀποκτεῖναι· τὸ δέ γε εἰ μοιχὸς ὁ εὐνοῦ‐ χος ζητεῖν ὁρικόν· καὶ ὅρου μὲν τοῦτο παράδειγμα· ἀν‐ τιλήψεως δὲ τῆς κατὰ ὅρον ἐξεταζομένης τοῦτο· ἔγραψέ τις τὰ περὶ Σικελίαν· προὔθηκε δημοσίᾳ· καὶ κρίνεται
5δημοσίων ἀδικημάτων· ὁρικῶς γὰρ ἐξετάζεται· περὶ γὰρ ὄνομα ἔχει τὴν ζήτησιν· οἷον εἰ δημόσιον τοῦτο ἀδίκημα· διαφέρει δὲ, ὅτι ἐν μὲν ὅρῳ περὶ ὁμολογουμένου ἀδικήμα‐ τος ἐλλιπῶς ἔχοντος ἡ ζήτησις· ἐν δὲ ἀντιλήψει αὐτὸ τοῦτο ζητοῦμεν, εἰ ἀδίκημα τὸ ἐπ’ ἐξουσίας τοῦ δεδρακότος
10πραχθέν. Μαρκελλίνου. Ζητητέον πῶς εἰ ἀνεύθυνον τὸ πεπραγμένον συνίσταται· καὶ λέγομεν, ὅτι τῇ περιστάσει ὑπεύθυνον γίνεται· θαυμασίως δὲ ἔχει καὶ ἡ προσθήκη ἀνευθύνου δοκοῦντος· οὐ γὰρ πάντως ἀνεύθυνον· οὐδὲ
15γὰρ εἶπεν ὄντος· ἦ γὰρ ἂν ἀσύστατον ἦν· διὸ δοκοῦντος εἴρηκεν, οὐκ ὄντος· καὶ πάλιν ἀσφαλῶς προσέθηκεν ὑπευθύνου· οὐκ εἶπεν ἄντικρυς ὑπευθύνου, ἦ γὰρ ἂν οὐκ ἀντίληψις, ἀλλὰ μία τῶν ἀντιθετικῶν ἐγίνετο· δο‐ κοῦντος διὰ τὴν φύσιν εἶναι ἀνευθύνου, γινομένου δὲ
20ὑπευθύνου διὰ τὴν περίστασιν· τινὲς δέ φασιν ὅτι κα‐ κῶς ὡρίσατο· ἁρμόζει γὰρ καὶ κατὰ πασῶν τῶν ἀντι‐ θετικῶν· οὐδὲ ἐν ἐκείναις γὰρ ὁμολογεῖ τις ὑπεύθυνος εἶναι, ἐπειδὴ ἥλωκεν· ἁμαρτάνουσι δέ· τοὐναντίον γὰρ ἐν ἐκείναις μὲν ὑπευθύνου πράγματος εἶναι δοκοῦντος
25ὡς ἀνευθύνου ἀπολογία· τούτῳ διαφέρουσι τῆς ἀντιλή‐ ψεως, ὅτι ἐν ἐκείναις μὲν ἀπὸ φύσεώς ἐστιν ὑπεύθυνον τὸ πραχθέν· διὰ δὲ τὴν περίστασιν, λέγω δὲ τὸ ἀνα‐ ζεῦξαι τοὺς πολεμίους, ἀντιτάττεται ὁ φεύγων λέγων ἀνεύθυνον τὸ πραχθὲν διὰ τὴν εὐεργεσίαν· τὸ δὲ ἐναν‐
30τίον ἐπὶ τῆς ἀντιλήψεως· ἀνεύθυνον μὲν τὸ φιλοσοφεῖν· διὰ δὲ τὴν τοῦ γεωργοῦ περίστασιν ὡς ὑπεύθυνον κρί‐
νεται· ἔστι δὲ καὶ ἄλλο εἶδος ἀντιλήψεως ἀπὸ τοῦ συμ‐237

4

.

238

βεβηκότος· οἷον ἐπρέσβευσε Φρύνων περὶ εἰρήνης πρὸς Φίλιππον· ἐσπείσατο τὸν παῖδα ὡραῖον ἐκεῖ καταλιπών· ἐγράψατο αὐτὸν προαγωγείας ἐπανελθόντα Δημοσθένης· εἷλεν, ἔλυσε τὴν εἰρήνην Φίλιππος, καὶ κρίνεται Δημο‐
5σθένης δημοσίᾳ· ἐνταῦθα καὶ παραγραφικὰ διάφορα ἐμπεσεῖται· οὐ δεῖ με κρίνεσθαι περὶ ὧν ἐποίησε Φίλιπ‐ πος ἐχθρὸς ὤν· ἔδει τότε ἀντιλέγειν· τρίτον ὅτι οὐ δί‐ καιον ἐφ’ οἷς ὁ δῆμος ἔγνωκε κρίνεσθαί με.
10nἘὰν δὲ ὁμολογῇ τι πεποιηκέναι, ὡς ἀδίκημα, ὄνομα μὲν πάλιν γενι‐
11nκὸν τούτῳ ἀντίθεσις· διαιρήσομεν δὲ οὕτως καὶ τοῦτο, ἤτοι γὰρ
12nεἰς ἑαυτὸν ἀναδέχεται πᾶν ὁ φεύγων τὸ γεγονὸς, ἢ εἴς τι τῶν ἔξω‐
13nθεν αὐτὸ μεθίστησι· κἂν μὲν εἰς ἑαυτὸν ἀναδέχηται,
14nποιεῖ ἀντίστασιν.
15 Σωπάτρου. Καλῶς προσέθηκε τὸ γενικὸν, οἱ γὰρ πρὸ τούτου τεχνικοὶ πλὴν Μινουκιανοῦ ἀντίθεσιν μίαν ἴσασι στάσιν, διά τοι τοῦτο, ἵνα μὴ πλάνη τις ἐμπέσῃ, προσέθηκε τὸ γενικὸν, ἵνα μηνύσῃ, ὅτι οὐ στάσις ἐστὶν, ἀλλὰ γένος στάσεων· ἕκαστον γὰρ γένος τέμνεται εἰς
20εἴδη· ἔσθ’ ὅτε καὶ εἰς ὑπάλληλα γένη· οὕτως ἡ μὲν ποιό‐ της τέμνεται εἰς λογικὴν καὶ νομικήν· ἡ δὲ λογικὴ εἴς τε πραγματικὴν καὶ δικαιολογίαν· ἥτις δικαιολογία ὑπάλ‐ ληλον γένος οὖσα τέμνεται εἰς ἀντίληψιν καὶ ἀντίθεσιν· ὑπάλληλον δὲ καὶ αὕτη γένος· καὶ γὰρ τέμνεται εἰς τὰς
25τέσσαρας ἀντιθετικὰς, ἀντίστασιν, ἀντέγκλημα, μετά‐ στασιν, συγγνώμην· ἀντιθετικαὶ δὲ λέγονται, ἐν ταύταις γὰρ μόναις ταῖς στάσεσι, προδήλου τινὸς ὄντος ἀδική‐ ματος ὁ φεύγων ἀντιτίθησί τι, ὥσπερ κωλύων τὴν ὅλην ἀτραπὸν τοῦ λόγου καὶ σπανίζων τὸ ἔγκλημα· ὅπερ οὔτε
30ἐν ὅρῳ οὔτε ἐν στοχασμῷ, οὔτε ἐν ταῖς προλαβούσαις
ἐστὶν εὑρεῖν· οὐ γὰρ πρόδηλον ἐν ἐκείναις, ὥσπερ ἐπὶ238

4

.

239

τούτων τὸ ἀδίκημα, ἀλλὰ ἄδηλον παρὰ τῷ δικαστῇ, διὸ καὶ ζητεῖται· ἐπὶ δὲ τῶν ἀντιθετικῶν οὐχ οὕτως· ἀλλ’ ὁ μὲν δικαστὴς οἶδε τὸ ἀδίκημα, πρὸς τοῦτο δὲ ἀντιτί‐ θησί τι ὁ φεύγων λυτικόν· τό τε γὰρ κατασκάψαι τὸ
5τεῖχος ἀδίκημα παρὰ τῷ δικαστῇ κρίνεται, πρὸς ὃ ὁ φεύγων τὴν νίκην ἀντιτίθησιν· τό τε τὸν τρισαριστέα τὸν υἱὸν ἀνελεῖν, ἀδίκημα οἶδεν ὁ δικαστής· ἀντιτίθησι δὲ τούτῳ τὸ ἡταιρηκέναι· ὡσαύτως καὶ τὸ μὴ ἐν τῷ ὡρισμένῳ πρεσβεῦσαι καιρῷ ἀδίκημα προφανὲς ἀντιτί‐
10θησί τι ὥσπερ λυτικὸν ὁ φεύγων. Μαρκελλίνου. Ἡ δικαιολογία, ὡς ἤδη προειρή‐ καμεν, τέμνεται εἰς δύο, τό τε κεκωλυμένον καὶ μή· τὸ μὲν οὖν μὴ κεκωλυμένον καὶ δοκοῦν εἶναι ἀνεύθυνον, ποιεῖ στάσιν μίαν· τὸ δὲ ἕτερον ποιεῖ τὴν ἀντίθεσιν,
15οὐ στάσιν μίαν, ἀλλὰ γένος, ὃ τέμνεται εἰς τέσσαρας στάσεις· τὴν ἀντίστασιν, τὴν μετάστασιν, τὸ ἀντέγκλη‐ μα, τὴν συγγνώμην· εἴρηται δὲ ἀντίθεσις, ὅτι ἀντιτίθη‐ σιν ὁ φεύγων ὥσπερ ἔρυμά τι δίκην ῥεύματος φερομέ‐ νου τοῦ διώκοντος· ἐπειδὴ καὶ ὁ φεύγων ὁμολογεῖ ἐν‐
20ταῦθα τὸ ἀδίκημα, καὶ δέεται τρόπον τινὰ εὑρεῖν ἀπο‐ λογίαν ἀντιστῆσαι τῇ ῥύμῃ τοῦ διώκοντος· τινὲς δὲ ἀν‐ τίθεσιν διὰ τοῦτο εἰρήκασι καλεῖσθαι, ἐπειδὴ ἑαυτῷ ἀντιτίθησιν ὁ φεύγων διὰ τοῦ ὁμολογεῖν τὸ ἀδίκημα ὅπερ ἄτοπον. Κἂν μὲν εἰς ἑαυτὸν ἀναδέχεται·
25τοῦτο λέγει ἀντιδιαστέλλων πρὸς τὸ ἔγκλημα τὴν ἀντί‐ στασιν· ἐν μὲν γὰρ μεταστάσει καὶ συγγνώμῃ ἀκούσιον τὸ πραχθέν· ἐν δὲ ἀντιστάσει καὶ ἀντεγκλήματι ἑκού‐ σιον. ἐν μὲν οὖν τῇ ἀντιστάσει τὸ πᾶν ἑαυτοῦ τίθεται εἶναι ὁ φεύγων, τῷ συμφέροντι φιλοτιμούμενος, καὶ
30θαῤῥῶν ὡς διὰ τῆς εὐεργεσίας λύσει τὰς αἰτίας· ἐν δὲ τῷ ἀντεγκλήματι οὐ τὸ πᾶν ἑαυτοῦ τίθεται· ἀλλὰ τὸ μὲν
ἑαυτοῦ, τὸ δὲ τοῦ πεπονθότος, ἄξιον αὐτὸν φάσκων239

4

.

240

ὧν πέπονθεν εἶναι· ὥσπερ ὁ τρισαριστεὺς τὸν υἱὸν ἀ‐ ποκτείνας πορνεύοντα καὶ κρινόμενος φόνου. Ἀντίστα‐ σιν ποιεῖ. Μία τῶν ἀντιθετικῶν ἐστιν· ἴδιον δὲ αὐ‐ τῆς τὸ τὸν κρινόμενον ὁμολογεῖν μὲν πεπραχέναι ὃ ἐγ‐
5καλεῖται καὶ λέγειν ἠδικηκέναι, ἀντιθεῖναι δέ τι μεῖζον εὐεργέτημα ἐξ αὐτοῦ γινόμενον τοῦ ἀδικήματος· ὃ πει‐ ρᾶται ὁ κατήγορος ἀναγκαίως ἀποδεικνύναι ἧττον τῆς βλάβης· εἰκότως δὲ ὁμολογεῖ ὁ φεύγων τὸ ἀδίκημα· οὐ‐ δὲ γὰρ δύναται ἔξαρνος γενέσθαι· οὕτως ὁμολογούμενόν
10ἐστι· διὸ καὶ ἀνθίστησι τῷ ἀδικήματι τρόπον ἀπολο‐ γίας εὔλογον· ὅθεν καὶ ἀντίστασις κέκληται παρὰ τὸ ἀντιστῆσαι τὸ εὐεργέτημα τῷ ἀδικήματι.
13nΓίνεται γὰρ ἀντίστασις, ὅταν ὁμολογῶν ὁ φεύγων πεποιηκέναι τι ὡς
14nἀδίκημα ἀνθιστᾷ ἕτερόν τι εὐεργέτημα μεῖζον δι’ αὐτοῦ τοῦ
15nἀδικήματος πεπραγμένον.
16 Συριανοῦ. Καλῶς εἶπεν δι’ αὐτοῦ τοῦ ἀδικήμα‐ τος πεπραγμένον· χρὴ γὰρ ἀντιτιθέναι τῷ δοκοῦντι ἀδι‐ κήματι γεγονέναι εὐεργεσίαν μείζονα δι’ αὐτοῦ τοῦ ἀδι‐ κήματος πεπραγμένην τῷ φεύγοντι, ἵν’ ᾖ δικαιολογίας
20ἀφορμὴ πρὸς τὸ ἐπαγόμενον ἔγκλημα· ἄλλ’ ἐπειδὴ λέγε‐ ται οὐκ ὀρθῶς τὸν φεύγοντα ὁμολογεῖν ἠδικηκέναι δέον οὕτω θεραπεύοντας τὸν ὁρισμὸν ἀποδιδόναι· ἀντίστασίς ἐστιν ὅτ’ ἂν ὁ μὲν κατήγορος ἐπάγῃ τὶ ὡς ἀδίκημα, ὁ δὲ φεύγων αὐτὸ τοῦτο ἀρχὴν εὐεργεσίας λέγῃ· καὶ δι’
25αὐτοῦ τοῦ ἀδικήματος μεῖζον τὸ πραχθὲν εὐεργέτημα. Σωπάτρου καὶ Μαρκελλίνου. Θαυμασίως ἡ προσθήκη τοῦ ἐξ αὐτοῦ τοῦ ἀδικήματος· οὔτε γὰρ ἐπεισ‐ άξει ἄλλο ἔξωθεν εὐεργέτημα· καὶ ἅμα ἐδήλωσε διὰ
τούτου τὴν διαφορὰν τῆς ἀντιστάσεως πρὸς τὸ ἀντι‐240

4

.

241

στατικὸν κεφάλαιον· ἡ μὲν γὰρ ἐξ αὐτοῦ τοῦ ἀδικήμα‐ τος ἔχει τὸ εὐεργέτημα, τὸ δὲ ἔξωθεν καὶ οὐχὶ ἐκ τοῦ ἀδικήματος. παράδειγμα τοῦ ἀντιστατικοῦ ἐν τῷ κατ’ Αἰσχίνου, ἐν οἷς ὁ ῥήτωρ φησίν· ἂν τοίνυν ἀντὶ Φω‐
5κέων καὶ Πυλῶν Χεῤῥόνησος ὡς περίεστι τῇ πόλει λέ‐ γῃ· εἰ δέ τις εἴποι, ὅτι καὶ ἐν μεταστάσει εὑρίσκομεν εὐεργέτημα ἐξ αὐτοῦ τοῦ ἀδικήματος ὡς ἐπὶ τοῦ ἀνα‐ ζεύξαντος Ἀρχιδάμου ἐν τῇ νόσῳ, ἀπὸ γὰρ τῆς ἀναχω‐ ρήσεως τὴν εὐεργεσίαν προβάλλεται τὸ μὴ νοσῆσαι αὐ‐
10τοὺς, ἐροῦμεν, ὅτι πρῶτον μὲν τοῦτο ἀναίρεσίν τινος ἔχει κακοῦ ἢ φυλακήν τινος μέλλοντος κακοῦ, οὐ γενο‐ μένην τινὰ κατόρθωσιν· ἔπειτα ἄδηλόν ἐστιν ἐν τούτῳ τὸ εὐεργέτημα καὶ κατὰ στοχαστικὴν ζήτησιν, ζητοῦμεν γὰρ, πότερον διὰ τὴν νόσον ἢ προδοσίαν ἀνεχώρησεν·
15ἐν δὲ τῇ ἀντιστάσει δεῖ ὁμολογεῖσθαι τὴν εὐεργεσίαν, συγκρίνεσθαι δὲ πρὸς τὸ ἀδίκημα· συνέζευκται δὲ καὶ ἄλλαις στάσεσιν ἡ ἀντίστασις, ἔστι γὰρ εὑρεῖν ἐν τῷ αὐτῷ καὶ μετάστασιν καὶ ἀντίστασιν· ὡς ἐν τῷ ζητή‐ ματι ᾧ προειρήκαμεν τῷ ἀναζεύξαντι Ἀρχιδάμῳ καὶ
20κρινομένῳ δημοσίων· μεθίστησι μὲν γὰρ τὸν ἐπὶ τὴν αἰτίαν καιρόν· ἐρεῖ δὲ καὶ λυσιτελέστερον εἶναι τὸ ἀπελ‐ θεῖν τοῦ μεῖναι.
23nἊν δὲ εἴς τι τῶν ἔξωθεν· ἤτοι εἰς αὐτὸν τὸν παθόντα ἢ εἰς ἄλλο
24nτι· κἂν μὲν εἰς τὸν παθόντα, ποιεῖ ἀντέγκλημα· γίνεται γὰρ ἀν‐
25nτέγκλημα, ὅταν ὁμολογῶν ὁ φεύγων πεποιηκέναι τι ὡς ἀδίκημα ἀν‐
26nτεγκαλῇ τῷ πεπονθότι ὡς ἀξίῳ παθεῖν ἃ πέπονθεν.
27 Συριανοῦ καὶ Σωπάτρου. Ἐπιστῆσαι ἄξιον, τίνος ἕνεκεν πανταχοῦ μετὰ τὴν ὑπογραφὴν τῆς στά‐ σεως τὸ παράδειγμα πρὸς ἀκριβεστέραν τιθεὶς εὐθὺς
30διάγνωσιν τοῦ προκειμένου, ἐπὶ ἀντιστάσεως καὶ ἀν‐241

4

.

242

τεγκλήματος οὐχὶ τοῦτο ἐποίησεν· ὑπέγραψε γὰρ μόνον οὐδὲν προθεὶς παράδειγμα· φαμὲν οὖν ὡς εἰκὸς τοῦτο ποιῆσαι, διὰ τὸ πάντη δήλην ἔχειν τὴν ἔννοιαν, καὶ ἀπ’ αὐτῆς τῆς ὑπογραφῆς εὐεπίστατον εἶναι τὴν τούτων
5γνῶσιν, ὅθεν καὶ οὐδὲ τί ἐστιν ἀποδέδωκεν, ἀλλὰ πῶς γίνεται, σαφεστάτην διὰ τούτων ποιούμενος τὴν διδα‐ σκαλίαν καὶ οἷον μετὰ ὑποδείγματος· παράδειγμα δὲ ἀντιστάσεως μὲν τοῦτο· ἐν πολιορκίᾳ τῶν στρατιωτῶν καταφευγόντων ἐπὶ τὸ τεῖχος καὶ μὴ βουλομένων πολε‐
10μεῖν κατέσκαψεν ὁ στρατηγὸς τὸ τεῖχος· ἐξελθόντες οἱ στρατιῶται νενικήκασι τοὺς πολεμίους· καὶ μετὰ τὴν νί‐ κην κρίνεται ὁ στρατηγὸς ἐπὶ τῇ τοῦ τείχους κατασκαφῇ δημοσίων ἀδικημάτων· ἀντεγκλήματος δὲ τοῦτο· τρισα‐ ριστεὺς ἑταιροῦντα τὸν υἱὸν ἀπέκτεινε καὶ κρίνεται φό‐
15νου· χρὴ δὲ καὶ τούτῳ ἐπιστῆσαι, πῶς φησιν ὁ τεχνικὸς τοῦτο· ἐπὶ μὲν τῆς ἀντιστάσεως παρ’ ἑαυτῷ τὸν φεύγον‐ τα τὸ ἔγκλημα τίθεσθαι, ἐπὶ δὲ ἀντεγκλήματος τὰ ἔξω‐ θεν αἰτιᾶσθαι· ἐρεῖ γάρ τις τοῦτο καὶ ἐπὶ ἀντιστάσεως, ὡς καὶ αὐτὸ ἔξωθεν ἔχει τὸ αἴτιον, ἀλλ’ οὐ παρὰ τῷ
20πεποιηκότι ἐστίν· ὡς γὰρ ἐπὶ τοῦ τρισαριστέως ἔξωθεν τὸ καταναγκάσαν αὐτὸν τὸν παῖδα, οἷον ὁ τοῦ παιδὸς διεφθαρμένος βίος, οὕτω κἀνταῦθα εἴποιμ’ ἂν ἔξωθεν εἶναι ἐπὶ τῆς ἀντιστάσεως τὸ καταναγκάσαν τὸν στρα‐ τηγὸν διελεῖν τὸ τεῖχος, τὴν τῶν στρατιωτῶν ῥᾳθυμίαν·
25εἴποι γὰρ ἂν, ὅτι ἡ κακία καὶ ἡ φυγὴ τούτων ἠνάγκα‐ σέ με τοῦτο ποιῆσαι· πῶς οὖν ὁ τεχνικὸς τὸ παρ’ ἑαυτῷ καὶ τὸ ἔξωθεν ἀντίστασιν καὶ ἀντέγκλημα ἐχαρακτήρι‐ σεν· ἀλλ’ ἴσως ἐπὶ μὲν τῆς ἀντιστάσεως οὐδὲν τῶν ἔξω‐ θεν αἰτιᾶται, ἀλλ’ ἐπὶ τῷ πεποιηκότι τὸ πᾶν ἀνατίθε‐
30ται· ὡς μήτε προφανοῦς ὄντος, ὡς δειλίᾳ καταπεφεύγασι
τῷ τείχει οἱ στρατιῶται· εἰκὸς γὰρ καὶ φυλακῆς ἕνεκα242

4

.

243

τοῦτο ποιῆσαι· μήτε ὡς ἁλώσονται ὑπὸ τῶν πολεμίων· τοῦτο γὰρ ἀμφίβολον· ἀμφιβόλου δὲ ὄντος τὸ πᾶν τοῦ γεγονότος τὴν τοῦ στρατηγοῦ αἰτιᾶται γνώμην· ἄλλως τε καὶ τὸ πεπονθὸς οὐδὲν ἐπὶ τούτῳ παρώξυνε τὸν πε‐
5ποιηκότα· τεῖχος γὰρ μηδὲν μήτε δρᾷν μήτε πάσχειν δυνάμενον· καὶ τὸ πραχθὲν εὐεργεσία, εἰ καὶ μὴ τοῦ πεπονθότος· ἐπὶ δὲ ἀντεγκλήματος τὸ πᾶν τῆς αἰτίας, τῶν ἔξωθεν λέγει, διά τε τὸ πρόδηλον εἶναι ὡς εἰς βά‐ θος ὠλίσθησε κακοῦ τῇ ἑταιρίᾳ ὁ τοῦ τρισαριστέως
10υἱός· καὶ τὸ ἑκοντὶ εἰς τοῦτο γεγονότα τὸν πατέρα πρὸς τὸν αὐτοῦ φόνον κινῆσαι· καὶ τὸ πᾶν τοῦ πάθους οὐχ ἑτέρους ἀλλ’ αὐτὸν παρασχεῖν τὸν πεπονθότα, καὶ τὸ τὴν πρᾶξιν οὐχ ἑτέραν εὐεργεσίαν γενέσθαι, οὐδ’ ἐφ’ ἑτέρους διαβῆναι· ἀλλ’ αὐτοῦ τοῦ ἐπὶ τοῦτο παρωρμη‐
15κότος εἴτε εὐεργεσίαν εἴτε τιμωρίαν γενέσθαι. Μαρκελλίνου. Σχεδὸν τοῦτο λέγων καὶ τὰς ἄλ‐ λας τρεῖς τῶν ἀντιθετικῶν στάσεις ποιεῖ· ἕκαστος γὰρ ἐν ταύταις δύναται ἐπὶ τῶν ἔξωθεν μεταφέρειν· φαμὲν οὖν, ὅτι ἴδιόν τι παρὰ τὰς ἄλλας ἀντιθετικὰς ἡ μετά‐
20στασις ἔχει· ἐν γὰρ ταύτῃ τὴν αἰτίαν μεταφέρει ὁ φεύ‐ γων ἐπ’ ἄλλον τοῦ ἀδικήματος, αὐτὸς οὐδὲν διαπραξά‐ μενος, ὅπερ οὔτε ἐν τῷ ἀντεγκλήματι οὔτε ἐν τῇ συγγνώ‐ μῃ εὑρίσκεται· οὐ γὰρ δύναται ἑαυτὸν ἀλλοτριοῦν τῆς πράξεως αὐτὸς πράξας· γνωστέον δὲ, ὅτι ἐν τῇ ἀντιστά‐
25σει καὶ τῷ ἀντεγκλήματι ἑκούσιόν ἐστι τὸ πραχθέν· ἐν δὲ μεταστάσει καὶ συγγνώμῃ ἀκούσιον· πρὸς τί οὖν ἀπο‐ βλέπων τὰς τρεῖς οὕτως ὡρίσατο; καὶ λέγομεν, ὅτι πρὸς σύγκρισιν τῆς ἀντιστάσεως, οὕτως ὡρίσατο καὶ τὸ ἀν‐ τέγκλημα ἐπὶ τῶν ἔξωθεν γίνεσθαι, ἐπειδὴ ἐκεῖ, λέγω δὴ
30ἐν τῇ ἀντιστάσει, ἅπαν ἑαυτοῦ ποιεῖται τὸ ἔργον ὁ
κρινόμενος, τῷ συμφέροντι φιλοτιμούμενος· καὶ γὰρ ἐν243

4

.

244

τῇ εὐεργεσίᾳ θαῤῥῶν καὶ σεμνυνόμενος τὸ πᾶν οἰκειοῦ‐ ται τῆς πράξεως, εἰ δέ τις εἴποι, ὅτι καὶ ἐν ἀντεγκλή‐ ματί ἐστιν εὐεργεσία, ὥσπερ ἐπὶ τοῦ στρατηγοῦ τοῦ ἀποκτείναντος τὸν ἀναβοήσαντα στρατιώτην, λέγομεν,
5ὅτι ἀντεγκληματικόν ἐστιν ὧδε καὶ οὐκ ἀντέγκλημα· ἀντεγκαλεῖται γὰρ τῷ παθόντι· καλῶς δὲ προσέθηκεν ὡς ἀξίῳ παθεῖν ἃ πέπονθεν· τούτῳ γὰρ διαφέρει ἀν‐ τέγκλημα ἀντεγκληματικοῦ· καθὸ τὸ μὲν ἀντέγκλημα ἄξιόν φησι τὸν πεπονθότα τοῦ προηγησαμένου πάθους
10ὃ ἤδη πέπονθεν, τὸ δὲ ἀντεγκληματικὸν κεφάλαιον οὐκ ἐπὶ ἤδη προγεγενημένῳ πάθει, ἀλλ’ ἐπὶ μέλλοντι κατα‐ σκευάζομεν, ὅτι ἀξίως πείσεται· ἰστέον δὲ ὅτι ἐπὶ τοῦ ἀντεγκλήματος ὁ κρινόμενος ἀντεγκαλεῖ ἢ ὅλῃ πόλει ἢ ἑνὶ ἀνδρί· ὅτ’ ἂν οὖν κατηγορῇ τοῦ παθόντος ὁ φεύ‐
15γων, ἀπολογεῖσθαι δεῖ τὸν κατήγορον ὑπὲρ αὐτοῦ· ἢ οὐκ ἀπολογήσεται μὲν ὁμολογουμένου τοῦ ἀδικήματος, μὴ τηλικαύτης δὲ ἄξια τὰ πεπραγμένα τιμωρίας λέξει· θεασώμεθα τοίνυν ἐπὶ παραδειγμάτων· ἀνεβόησεν ἐν παρατάξει στρατιώτης· στρατηγὲ, ἡττώμεθα, ἀπέκτεινεν
20αὐτὸν ὁ στρατηγὸς, νίκη γέγονε, καὶ φόνου κρίνεται· ὁ κρίνων τὸν στρατηγὸν οὐδὲν ἡμαρτηκέναι λέγει τὸν στρατιώτην· καὶ πάλιν πορνεύοντα τὸν υἱὸν ὁ πατὴρ ἀπέκτεινε, καὶ κρίνεται φόνου· ἐνταῦθα μὲν ἐξελέσθαι αἰτίας οὐχ οἷόν τε τὸν πόρνον, ὡμολόγηται γὰρ τὸ ἀδί‐
25κημα· φήσει δὲ ὁ κατήγορος ἐλάττονος αὐτῷ δίκης ἄξια πλημμελεῖσθαι· συνενηνοχέναι οὖν τὴν τιμωρίαν λέξομεν, τῷ μὲν παθόντι, ὥσπερ τῷ παιδὶ τοῦ ἀριστέως· ἀπηλ‐ λάχθαι γὰρ αὐτὸν αἰσχύνης μεγίστης ὁ πατὴρ ἐρεῖ, τῇ δὲ πόλει ὡς ἐπὶ τοῦ βοήσαντος, στρατηγὲ ἡττώμεθα,
30συνήνεγκε γὰρ τῇ πόλει τὸ ἀναιρεθῆναι· εὑρίσκεται
δὲ καὶ στοχασμὸς ἐν ἀντεγκλήματι, ὡς ἐπὶ τούτου· ζη‐244

4

.

245

τοῦμεν γὰρ, πότερον ἐπιβουλεύων τῇ πόλει, καὶ τὰ πρά‐ γματα διαφθείρειν βουλόμενος εἶπεν, ἢ τὸν στρατηγὸν ὁρῶν τοῦ πολέμου κακῶς προεστηκότα.
4nἘὰν δὲ εἰς ἕτερόν τι μεθιστᾷ πάλιν διαιρετέον· ἢ γὰρ εἰς ὑπεύ‐
5nθυνόν τι δυνάμενον γενέσθαι πρᾶγμα ἢ πρόσωπον μεθίστησι τὸ
6nἔγκλημα, ὁμολογῶν τι πεποιηκέναι ὡς ἀδίκημα, καὶ ποιεῖ μετάστα‐
7nσιν, ἢ ὡς οὐ δυνάμενον ὑπεύθυνον γενέσθαι ἀνεύθυνον δὲ πάντη,
8nκαὶ πεποίηκε συγγνώμην· μεταστάσεως μὲν παράδειγμα ὁ πρεσβευ‐
9nτὴς, ὃν εἴσω τριάκοντα ἡμερῶν δέον ἐξιέναι λαβόντα παρὰ τοῦ τα‐
10nμίου χιλίας δραχμὰς εἰς ἐφόδιον, μὴ λαβὼν δὲ καὶ διὰ τοῦτο μὴ ἐξ‐
11nελθὼν εἶτα κρινόμενος· συγγνώμης δὲ παράδειγμα οἱ δέκα στρατη‐
12nγοὶ οἱ διὰ τὸν χειμῶνα μὴ ἀνελόμενοι τὰ σώματα, καὶ κρινόμε‐
13nνοι· εἰ δέ τις ἡμῖν περὶ τούτων ἀμφισβητεῖ, συγγνώμης λέγω καὶ
14nμεταστάσεως, ἀκριβέστερον ἐν τῷ περὶ ἀντιθέσεως λελέξεται.
15 Συριανοῦ καὶ Σωπάτρου. Ἔσφαλται ἐνταῦθα ὁ τεχνικὸς, καὶ αὐτὸς ὁμολογεῖ τοῦτο· διὸ καὶ ἀκρι‐ βέστερον ἐρεῖν ὑπισχνεῖται περὶ τούτων· ἠλίθιον γάρ, πρᾶγμα ὑπεύθυνον γάρ ἐστι τὸ εἰς εὐθύνας καὶ δικα‐ στήριον καὶ δίκην ἀγόμενον· εἰς ταῦτα δὲ οὔτε χειμὼν
20οὔτε βρονταὶ οὔτε τι τῶν τοιούτων ἄγεται· διὸ ἤρκει εἰπεῖν τὸ, ἤτοι εἰς πρόσωπον ἢ εἰς πρᾶγμα μεθίστησι καὶ ποιεῖ μετάστασιν· οὕτω γὰρ σαφὴς ἦν ἡ διαφορὰ καὶ ἐσώζετο τὸ ἴδιον τῆς στάσεως· ἡ γὰρ μετάστασις γί‐ νεται, ὅτ’ ἂν εἰς καιρὸν ἢ εἰς πρόσωπον ἤ τι τοιοῦτον
25τῶν ἔξωθεν μεταφέρῃ τὸ ἔγκλημα ὁ φεύγων· εἰς καιρὸν μὲν, ὡς ἐφ’ οὗ παρέθετο παραδείγματος αὐτὸς ἐπὶ συγγνώμης, καὶ γὰρ ἀντιστατικὸν καὶ αὐτό· εἰς πρόσω‐ πον δὲ, ὡς ἐφ’ οὗ παρατίθεται καὶ παραδείγματος ἐπὶ μεταστάσεως. τοῦ μὴ λαβόντος τὰς χιλίας δραχμὰς
30πρεσβευτοῦ· ἡ δὲ συγγνώμη, ὅτ’ ἂν εἰς τὰ τῆς ψυχῆς245

4

.

246

πάθη, οἷον φόβον, ἔρωτα, λύπην, ἤ τι τοιοῦτον· ἔστι καὶ ἄλλη διαφορὰ συγγνώμης καὶ μεταστάσεως· ἡ μὲν γὰρ μετάστασις, ἐφ’ οἷς τις οὐκ ἐποίησε δέον ποιῆσαι, ἔχει τὴν κρίσιν· ἡ δὲ συγγνώμη, ἐφ’ οἷς ἐποίησε δέον
5μὴ ποιῆσαι· κοινωνεῖ δὲ μετάστασις καὶ συγγνώμη σφό‐ δρα· ἐν ἀμφοτέραις γὰρ ἡ ἀνάγκη τοῦ βιασαμένου· διαφέρει δὲ τοῖς τε εἰρημένοις καὶ οἷς εἰρήσεται· κοινω‐ νεῖ δὲ ἡ μετάστασις τῷ στοχασμῷ τῷ ἀφ’ ὧν αὐτός τις ποιήσας κρίνεται, ὡς ἐπὶ τούτου· νόμος μὴ ἀνοίγειν
10νύκτωρ τὰς πύλας τῆς πόλεως· Κλέωνος ἐπανάγοντος ἐκ Σφακτηρίας, Νικίας οὐκ ἤνοιξε καὶ κρίνει αὐτὸν βλά‐ βης· ἐνταῦθα γὰρ προβαλλομένου τοῦ Νικίου τὸν νό‐ μον ἀναφαίνεται στοχαστικὴ ζήτησις, πότερον φθόνῳ τοῦ κατορθώματος ἢ τῇ ἀληθείᾳ δέει τοῦ νόμου οὐκ
15ἤνοιξε τὰς πύλας· ἔστι δὲ μετάστασις ἡ στάσις· διαφέ‐ ρει δὲ, ὅτι ἐν μὲν στοχασμῷ παντὶ δύο εἰσὶ τὰ πράγμα‐ τα· ἐνταῦθα δὲ ἕν ἐστι τὸ πρᾶγμα αὐτὸ τὸ μὴ ἀνοῖξαι τὰς πύλας· δύο δὲ τοῦ στοχασμοῦ πράγματα, τό τε ὑπεύ‐ θυνον καὶ τὸ ἀνεύθυνον· ἔτι κοινωνεῖ ἡ μετάστασις σφόδρα
20αὐτῇ τῇ ἀντιλήψει τῇ κατὰ νόμον· οἷον, νόμος τὸν μοιχὸν τεθνάναι· ἀριστέα τὶς μοιχὸν ἀπέκτεινε καὶ κρίνεται φό‐ νου· μετάστασις δὲ κατὰ νόμον, ἥτις καὶ ἀντιληπτικὴ λέγεται τὸ προειρημένον ὑπόδειγμα τοῦ μὴ ἀνοίξαντος τὰς πύλας· κοινωνοῦσι γὰρ αὗται καθὸ ἀμφοῖν ὁ νόμος
25προβάλλεται εἰς ἀντίληψιν· διαφέρουσι δὲ, ὅτι ἐν μὲν ἀντιλήψει οὐ φαῦλον τὸ γεγονὸς, ἀλλ’ ἐκ περιστάσεως διὰ τὸ ἀριστέα εἶναι τὸν μοιχὸν, ἐν μεταστάσει δὲ ὁμο‐ λογουμένως καὶ πάντως ἐστὶ φαῦλον τὸ γεγενημένον· οἷον τὸ μὴ ἀνοῖξαι τὰς πύλας· ἔτι διαφέρουσι, καθὸ
30ἐν μὲν ἀντιλήψει συγκεχώρηκέ τι ὁ νόμος· ἐν δὲ μετα‐
στάσει κεκώλυκε· καὶ ὁ ποιῶν ἐν μὲν τῇ ἀντιλήψει ἀκό‐246

4

.

247

λουθα νόμῳ ποιεῖ. Κοινωνεῖ ἡ συγγνώμη τῇ ἀντιλήψει· οἷον νόμος τοὺς κατιόντας φυγάδας ἐξεῖναι ἀποκτιννύ‐ ναι· καταστείχοντάς τις φυγάδας ἀπέκτεινε καὶ κρίνεται· ἀντίληψις τοῦτο· συγγνώμη δὲ, ἐρασθέντι τῷ υἱῷ τῆς
5μητρυιᾶς ὁ πατὴρ παρεχώρησε, καὶ κρίνονται οἱ τρεῖς κακοῦ βίου· κοινωνοῦσι γὰρ τῷ ἐν ἀμφοτέροις ἐν τῷ πεπραγμένῳ τὸ ἔγκλημα εἶναι καὶ κακοῦ βίου τὴν γρα‐ φήν· διαφέρουσι δὲ, τῷ τὰ μὲν τῆς ἀντιλήψεως ὁμολο‐ γουμένως εἶναι ἑκούσια, τὰ δὲ τῆς συγγνώμης ἀκούσια·
10οὐ γὰρ ἑκὼν ὁ νεανίσκος ἐρᾷ, οὐδ’ ὁ πατὴρ παραχω‐ ρεῖ, ἀλλὰ δι’ ἔλεον τοῦ παιδός· ἀλλ’ οὐδὲ ἡ μητρυιὰ, εἰ μὴ τῷ τὰ πάντα πείθεσθαι τῷ ἀνδρί· κατὰ γὰρ τοὺς Ἀττικοὺς νόμους ἐξῆν τοῖς ἀνδράσι τὰς ἑαυτῶν γυναῖ‐ κας ἑτέροις ἐκγαμίζειν· εἰ γὰρ μὴ τοῦτο, ἀσύστατον
15ἔσται τὸ ζήτημα κατὰ τὸ ἀπίθανον. Κοινωνεῖ μετά‐ στασις συγγνώμῃ· ἐν ἀμφοτέροις γὰρ πρόκειται βία· ἢ ἀπὸ καιροῦ, ἢ τύχης, ἢ ἀπὸ προσώπου, ἢ ἀπὸ πρά‐ γματος· διαφέρει δὲ, καθὸ συγγνώμη μὲν ἐπὶ τὰ τῆς ψυχῆς φέρει παθήματα· μετάστασις δὲ ἐπὶ τὰ ἔξω·
20ἰστέον δὲ, ὅτι οὐχ ὥς τινες ᾠήθησαν ἡ μετάστασις ἐπὶ πρόσωπον μόνον φέρει· ἡ δὲ συγγνώμη ἐπὶ πρᾶγμα, ὡς ἐπὶ τοῦ Ἀρχιδάμου τοῦ διὰ τὸν χειμῶνα καὶ τοὺς σκη‐ πτοὺς ἀναζεύξαντος ἐκ Πλαταιῶν· φέρει γὰρ συγγνώμη ἐπὶ πρόσωπον, ὡς ἐπὶ τῆς ληφθείσης παρὰ τῶν πολε‐
25μίων χοηφορούσης, καὶ βασάνοις τὰ ἀπόῤῥητα ἐξει‐ πούσης. Μαρκελλίνου. Καλῶς ἠσφαλίσατο εἰπὼν δυνά‐ μενον κριθῆναι· τοῦτο γὰρ καλεῖ ὑπεύθυνον καὶ οὐ τὸ ἤδη ὑπεύθυνον γενόμενον· πρόδηλον γὰρ καὶ ἀσύστατον
30ἐγίνετο· διὰ τί δὲ εἶπεν ἢ πρόσωπον ἢ πρᾶγμα ὑπεύθυ‐
νον γενέσθαι δυνάμενον· ἔστω γάρ φησι πρόσωπον· μὴ247

4

.

248

καὶ πρᾶγμα δύναται ὑπεύθυνον γενέσθαι· οὐ γὰρ τὰ ἄψυχα ἄξομεν εἰς δικαστήρια· λέγομεν οὖν, ὅτι ἔστι καὶ πρᾶγμα ὑπεύθυνον, οἷον νόμος· πρᾶγμα γὰρ ὁ νό‐ μος, ὃς ὑπεύθυνον δύναται εἶναι κατὰ δύο τρόπους·
5ὅτι τοῦτο μὲν τὸν νομοθέτην εὐθυνοῦμεν διὰ τῶν πρα‐ γμάτων καὶ τῶν ἡμαρτημένων αὐτὸν αἰτιώμενοι· καὶ τὸν τὸ ψήφισμα γράψαντα ὁμοίως, ἤ τι τοιοῦτον· ἐὰν γὰρ εἰς τὰ γεγραμμένα ἀναφέρωμεν τοὺς γράψαντας αἰτιώμεθα· τοῦτο δὲ ὅτι καὶ λῦσαι τὸν νόμον, ἐὰν
10ἀσύμφορος ᾖ, δυνατόν· τιμωρία δ’ ὥσπερ τοῦ νόμου ἡ λύσις τοῦ νόμου, δείξαντες γὰρ αὐτὸν ἀσύμφορον ἐκ‐ βαλεῖν δυνησόμεθα· ἰστέον δὲ ὅτι ἐπὶ τοῦ προβλήματος τούτου Ἀθηναῖοι μετὰ τὴν Φωκίδος κατασκαφὴν οὐκ ἔπεμψαν τὴν θεωρίαν εἰς Δελφοὺς καὶ κρίνονται ἀσε‐
15βείας· καὶ γὰρ ἐνταῦθα μεταφέρει ἐπὶ πρᾶγμα τὴν αἰ‐ τίαν ἐπὶ τὴν κατασκαφὴν, καίτοι οὐ δυνάμενον εὐθύ‐ νεσθαι, ὅτι πρῶτον μὲν, ὥσπερ νόμος ὑπεύθυνος, καὶ ἐπιδέχεται κρίσιν καὶ αὐτὸς ὁ νόμος καὶ ὁ τούτου νο‐ μοθέτης, οὕτω ἐνταῦθα διὰ τοῦ πράγματος ὁ πράξας
20δύναται κρίνεσθαι· ἔπειτα γνωστέον, ὅτι καὶ τὰ ἀνεύ‐ θυνα καὶ ὑπεύθυνα τῇ μεταστάσει ἀποδοτέον· καὶ γὰρ ἄμφω, τό τε ἀνεύθυνον καὶ τὸ ὑπεύθυνον τὴν μετάστα‐ σιν ποιεῖ, μόνα δὲ τὰ πάθη τῆς ψυχῆς τὴν συγγνώ‐ μην. Φιλονείκως δὲ ὁ Ἑρμογένης τῷ ὑπευθύνῳ καὶ
25ἀνευθύνῳ διορίζει τὴν συγγνώμην καὶ τὴν μετάστασιν· διαφορὰ δὲ ἀληθὴς μεταστάσεως καὶ συγγνώμης μία μὲν, ἣν εἴπομεν, ὅτι ἡ μὲν καὶ τὸ ἀνεύθυνον ἔχει καὶ τὸ ὑπεύθυνον· ἡ δὲ μόνα τῆς ψυχῆς τὰ πάθη, ἑτέρα δὲ ὅτι ἐν τῇ μεταστάσει οὐ μεγάλη ἀνάγκη τυγχάνει,
30ἀλλ’ ἐπιδέχεται καὶ ἄλλον τρόπον πραχθῆναι, ὡς ἐπὶ τοῦ πρεσβευτοῦ· ἐδύνατο γὰρ καὶ ἄλλοθεν εὐπορῆσαι χρημάτων καὶ δανείσασθαι πρὸς τὴν κατεπείγουσαν
χρείαν· ἐν δὲ τῇ συγγνώμῃ ἀνάγκη ἀφόρητος καὶ τὸ248

4

.

249

ἀδύνατον ἔχουσα τῷ πάθει τῆς συγγνώμης· ἀλλ’ αὕτη ἡ διαφορὰ τῆς προτέρας διαφορᾶς ἀσθενεστέρα· εὑρί‐ σκομεν γὰρ καὶ ἐν μεταστάσει ἀπαραίτητον ἀνάγκην, ὡς ἐπ’ ἐκείνου τοῦ παραδείγματος· οὐκ ἀνείλοντο τὰ
5σώματα τῶν ἐν Ἀργινούσαις πεσόντων οἱ στρατηγοὶ, καὶ κρίνονται· ἀπαραίτητος γὰρ ὁ χειμών· οὐκοῦν τῇ πρώτῃ χρηστέον ὡς ἀναγκαιοτέρᾳ· ὁ μέντοι τεχνικὸς εἰδὼς, ὅτι φιλονείκως πρὸς Μινουκιανὸν ἀποτείνεται περὶ τούτου, λέγει γὰρ ὡς οὐκ ἀγνοῶ, ὅτι τινὲς οὐ τῷ ἀνευ‐
10θύνῳ καὶ ὑπευθύνῳ χωρίζουσι τὴν συγγνώμην καὶ τὴν μετάστασιν, ἀναβάλλεται τὸν περὶ τούτου λόγον εἰς ὕστε‐ ρον εἰπὼν, ὅτι ἀκριβέστερον ἐν τῷ περὶ ἀντιθέσεων λε‐ λέξεται· τινὲς γὰρ τὸ τῶν δέκα στρατηγῶν ἀποδιδόασι τῇ μεταστάσει λέγοντες πρᾶγμα εἶναι, οὐ φόβον, ἄλλοι
15δὲ λέγουσι συγγνώμης εἶναι, πάθος λέγοντες καὶ τὸν φόβον τὸν ἀπὸ χειμῶνος· ὁ μέντοι Ἑρμογένης οὐ διὰ φόβον λέγει αὐτὸ τῆς συγγνώμης, ἀλλ’ ἐπειδὴ τῷ ἀνευ‐ θύνῳ καὶ ὑπευθύνῳ χωρίζει τὴν συγγνώμην καὶ τὴν με‐ τάστασιν ὡς πρᾶγμα ἀνεύθυνον ὄντα τὸν χειμῶνα ἀπο‐
20δίδωσι τῇ συγγνώμῃ· ἀλλ’ οὖν τὰ τῆς ψυχῆς πάθη τῆς συγγνώμης· πάθη δὲ ψυχῆς οἷον φόβος, ἔρως, ἄνοια, ἔλεος, ἤ τι τοιοῦτον· φόβου μὲν, Μεσσηνίους ἔκριναν ἀχαριστίας Θηβαῖοι μὴ ὑποδεξαμένους αὐτῶν τὴν φυ‐ γήν· ἐροῦσι γὰρ φόβῳ Ἀλεξάνδρου· ἔρωτος δὲ, μητρυιᾶς
25ἠράσθη ὁ πρόγονος, ἔγνω τοῦτο ὁ τύραννος, ὑπέσχετο συμπράξειν τῷ ἔρωτι, εἰ τὸν πατέρα ἀτιμάσοι, ἠτίμα‐ σεν, ἔτυχε τῆς ἐπαγγελίας, μετὰ τὴν τοῦ τυράννου κα‐ θαίρεσιν κρίνεται ὡς πατραλοίας· ἐπὶ γὰρ τὸ τοῦ ἔρω‐ τος καταφεύξεται· ἀνοίας, ἐν νυκτομαχίᾳ τὶς ἀγνοήσας
30ἀνεῖλεν ὁμόφυλον καὶ κρίνεται φόνου· ἐλέου, τὸν ἁλόν‐
τα παρανοίας δεδέσθαι παρὰ τοῦ παιδός· ἐδέδετό τις,249

4

.

250

ἔλυσεν αὐτὸν ὁ τοῦ παιδὸς παῖς, καὶ ἀποκηρύσσεται· μέθης, ὡς παρὰ Δημοσθένει, ἔπειτα ὁ τὸν θεσμοθέ‐ την πατάξας τρεῖς εἶχε προφάσεις, μέθην, ἔρωτα, ἄ‐ νοιαν· ὀργῆς, καὶ παρὰ τῷ αὐτῷ Δημοσθένει, ὀργῇ
5καὶ τρόπου προπετείᾳ φθάσας τὸν λογισμὸν ἔπαισεν· ὁ δὲ Μινουκιανὸς βούλεται καὶ ἀπὸ τῆς ἡλικίας γενέσθαι συγγνώμην· ὅτι ἡ νεότης συγγνώμης ἀξία πταίουσα· βούλεται δὲ ὁ αὐτὸς συγγνώμην εἶναι καὶ ὅταν μηδὲν ἔχων τὶς εἰπεῖν ὑπὲρ τῶν πεπραγμένων ἐπαγγελίᾳ τοῦ
10μέλλοντος συγγνώμην αἰτῇ· ὡς ὁ Ἄγις παρὰ Λακεδαι‐ μονίοις κρινόμενος ὑπὲρ τῆς ἐξ Ἄργους ἀναχωρήσεως· ἔφη γὰρ ἔργῳ καλῷ ἀπολύσασθαι τὴν διαβολήν· τινὲς δέ φασι καὶ ἐφ’ οἷς τις οὐκ ἔπραξε συγγνώμην εἶναι· οἷον ἀριστεὺς ἔχει μοιχὸν καταλαβὼν, προσέταξε τῷ παι‐
15δὶ ἀποκτεῖναι, τοῦ δὲ μὴ βουλομένου διέφυγεν ὁ μοιχὸς καὶ ἀποκηρύσσει αὐτὸν ὁ πατήρ· ὥσπερ δὲ εἰρήκαμεν ἐπὶ τῶν ἄλλων ἀντιθετικῶν καὶ δημοσίας εἶναι καὶ ἰδίας, οὕτω καὶ συγγνώμην καὶ ἑνὶ προσώπῳ καὶ ὅλῃ τῇ πόλει· ἑνὶ μὲν, ἐτύπτησέ τις τὸν πατέρα ὑπὸ τοῦ τυράννου
20κελευόμενος· κινδυνεύει μετὰ τὴν τυραννίδα περὶ τῶν χειρῶν, νόμου κελεύοντος· ὅλῃ δὲ πόλει· ὡς οἱ κρινόμε‐ νοι Μεσσήνιοι παρὰ Θηβαίων ἀχαριστίας.
23nΤὰς μὲν οὖν λογικὰς τῶν στάσεων ἐκ τούτων ἐπιγνωσόμεθα· τὰς
24nδ’ αὖ νομικὰς οὕτω· πρῶτον μὲν περὶ ῥητὰ ἀνάγκη τὴν ζήτησιν
25nἐνταῦθα γίνεσθαι· ῥητὰ δὲ λέγω, οἷον νόμους, διαθήκας, ψη‐
26nφίσματα, ἐπιστολὰς, κηρύγματα ὡρισμένα, πάντα ἁπλῶς τὰ
27nἐν ῥητοῖς.
28Συριανοῦ καὶ Σωπάτρου. Πληρώσας τὸν περὶ
τῶν λογικῶν στάσεων ἐξετασμὸν νῦν εἰκότως ἐπὶ τὰς250

4

.

251

νομικὰς μεταβέβηκεν· εἰρήκαμεν γὰρ, ὅτι διαιρεῖ τὸ φα‐ νερὸν καὶ τέλειον εἰς πρᾶγμα καὶ ῥητόν· καὶ τὸ μὲν πρᾶγμα εἴς τε τὴν πραγματικὴν καὶ τὰς λογικὰς, τὸ δὲ ῥητὸν εἰς τὰς τέσσαρας νομικάς· δι’ ἣν δὲ αἰτίαν προ‐
5ετάγησαν αἱ λογικαὶ, εἴρηται· ἰστέον δὲ, ὅτι τὸ κατὰ ῥητὸν ζήτημα γίνεται, ὅτ’ ἂν ὁμολογουμένων τῶν πρα‐ γμάτων ἐκ τῶν νόμων ἡ ζήτησις ἀνακύπτῃ· ἐζήτηται δὲ δι’ ἣν αἰτίαν εἰ καὶ ἐν ταῖς λογικαῖς εὑρίσκονται νόμοι, ὥσπερ ἐν τῇ μεταστάσει τῇ ἐπὶ ῥητὸν φερομένῃ καὶ ἐν
10ἀντιλήψει καὶ ὅρῳ καὶ ἄλλοις τισὶ, τί διοίσουσιν αἱ νο‐ μικαὶ τῶν λογικῶν· καὶ ἤδη μὲν ἀποχρώντως εἴρηται· εἰρήσεται δὲ καὶ νῦν, ὅτι εἰ καὶ ἐν ἐκείναις καὶ ταύταις ῥητά ἐστιν, ἀλλ’ οὖν ἐν μὲν ταῖς λογικαῖς ἀπὸ ῥητῶν μὲν ἡ ζήτησις οὐ μὴν καὶ περὶ ῥητά· ἐν δὲ ταῖς νομι‐
15καῖς καὶ ἀπὸ ῥητοῦ καὶ περὶ ῥητόν· καὶ τοῦτο καὶ ὁ τεχνικὸς ἐδήλωσεν οὕτως εἰπών· πρῶτον μὲν περὶ ῥητὰ ἀνάγκη τὴν ζήτησιν γίνεσθαι, οἷον ὡς ἐπὶ παραδείγμα‐ τος ἐν ἀντιλήψει τῇ κατὰ νόμον, ὡς ἐπὶ τοῦ τὸν τρισα‐ ριστέα μοιχεύοντα ἀνελόντος διὰ τὸν νόμον τὸν τοὺς
20μοιχοὺς κελεύοντα ἀποκτιννύναι οὐδὲ μία πρὸς τὸ ῥη‐ τόν ἐστι ζήτησις· οὐδέ φαμεν, ὅτι οὐ τοῦτο, ἀλλὰ τόδε σημαίνει τὸ ῥητόν· οὐδ’ ὅτι ἕτερον αὐτῷ ἐστι ῥητὸν ἐναντίον· τοῦτο γὰρ οἰκεῖον τῶν νομικῶν, ἀλλ’ ὁμολο‐ γεῖται μὲν τὸ ῥητὸν, περὶ δὲ τὴν τοῦ πράγματος περί‐
25στασιν ἡ ζήτησις γίνεται, οἷον τὸ εἶναι τρισαριστέα. ὡσαύτως καὶ ἐν τῇ μεταστάσει τῇ ἀπὸ ῥητοῦ· τὸ γὰρ τὰς πύλας νύκτωρ μὴ ἀνοῖξαι κατὰ τὸν νόμον, τοὺς αἰχμαλώτους δὲ διὰ τοῦτο ὑπὸ τῶν πολεμίων κατα‐ ληφθῆναι καὶ ἀποκτανθῆναι οὐδὲ μίαν ἔχει ζήτησιν, ὥσπερ
30ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ· οὐ γὰρ ζητεῖται ὅ τι ποτὲ ἔχει ὁ νόμος, ἀλλ’ ὁμολογεῖται μὲν οὕτως ἔχων ὁ νόμος καὶ
ἐπὶ τούτοις κείμενος· ἡ δὲ τοῦ πράγματος περίστασις251

4

.

252

τὸ εἶναι τοὺς φεύγοντας αἰχμαλώτους ποιεῖ τὴν ζήτησιν· ἐν δὲ ταῖς νομικαῖς αὐτό ἐστι τὸ ῥητὸν τὸ ζητούμενον ἢ κατὰ τὴν διάνοιαν εἰ τοῦτο σημαίνει, ἢ καθ’ ἕτερον ῥητὸν ἐναντίον, ἢ κατ’ ἄλλο τι περὶ ὧν ἑξῆς ἐροῦμεν.
5ῥητὰ δὲ λέγω· ἐπισημαντέον ὅτι ῥητὰ οὐ νόμους λέ‐ γει μόνον, ἀλλὰ πάντα ἁπλῶς τὰ γεγραμμένα· καίτοι οὐ πάντων νομίμων. Ὅμως νομικαὶ καλοῦνται τῷ τὸν νόμον κυριώτατον καὶ τιμιώτατον ἐν τοῖς ῥητοῖς ἁπάν‐ των εἶναι· ἐκ τῶν οἰκείων οὖν τὰς στάσεις χαρακτηρίσας,
10πάνυ τεχνικῶς τῇ συνήθει χρώμενος ἀκολουθίᾳ, πρῶτον κοινῶς πάσας τεχνολογεῖ λέγων τότε γίνεσθαι νομικὰς, ὅταν τι ῥητὸν παρέχῃ τὴν ἀμφισβήτησιν· ὥσπερ καὶ ἐν ταῖς κατὰ ποιότητα ἐποίησε, γένος μὲν αὐτῶν πρῶτον τὴν ποιότητα εἶπεν, εἶτα καθ’ ἑκάστην ἀκριβῶς διείλετο,
15οὕτω κἀνταῦθα ἁπάσας περιλαβὼν τὰς νομικὰς διαίρε‐ σιν αὐτῶν ἐποιήσατο· ἔστι δὲ ἐκ μὲν νόμου· νόμος τὸν ἀνελθόντα ξένον ἐπὶ τὸ τεῖχος τεθνάναι πολέμου ὄντος· ἀνελθὼν ἠρίστευσε καὶ ὑπάγεται τῷ νόμῳ· ἐκ δὲ δια‐ θήκης· οἷον ἔγραψέ τις ἐν ταῖς διαθήκαις τελευτῶν
20ἀριστεὺς, ἐκ τῶν ὑπαρχόντων αὐτῷ γενέσθαι Ἄρεα χρυ‐ σοῦν ἔχοντα δόρυ· ἐκ δὲ ψηφισμάτων, οἷον μετὰ τὴν τῶν τυράννων κατάλυσιν Μεγαρεῖς διέσωσαν τῶν Ἀθη‐ ναίων τὰ ἔκθετα βρέφη· καὶ ἀποδιδόντων γράφει τὶς τὸ κατὰ Μεγαρέων ἀναιρεῖν πινάκιον· ἐκ δὲ κηρυγμάτων,
25οἷον ἐκήρυξεν ὁ νόμος, τὸν θεραπεύσαντα νοσοῦντα Πε‐ ρικλέα λαμβάνειν δωρεὰν ἣν ἂν βούληται· Μεγαρεὺς θεραπεύσας ἀξιοῖ λυθῆναι τὸ κατὰ Μεγαρέων ψήφισμα· ἐξ ἐπιστολῶν δέ· οἷον ἔγραψεν ὁ πατὴρ τῷ διδασκάλῳ μὴ ἐκμανθάνοντα τὸν υἱὸν ἀποκτεῖναι· ἀπέκτεινε δὲ ὁ
30διδάσκαλος μὴ ἐκμανθάνοντα καὶ κρίνεται· πρόσκειται252

4

.

253

δὲ τοῖς κηρύγμασι τὰ ὡρισμένα ἀντὶ τοῦ τῷ δήμῳ ἀρέ‐ σοντα, κεκυρωμένα, οἷον ἐκ προστάγματος καὶ ψήφῳ τοῦ δήμου κεκηρυγμένα· ἰστέον δὲ ὡς τῶν ῥητῶν τού‐ των τὰ μὲν ἔγγραφα, τὰ δὲ ἄγραφα καλεῖται· ἔγγραφα
5μὲν οὖν νόμοι, διαθῆκαι, ψηφίσματα, στῆλαι· ἄγραφα δὲ, οἷον κηρύγματα, χρησμοὶ, ἔθη. Κοινωνεῖ σφόδρα ῥητὸν καὶ διάνοια τῷ κατὰ νόμον ὅρῳ, τῷ ἀμφότερα εἰς τὴν τοῦ ῥητοῦ ἐξέτασιν καταφεύγειν· καὶ παράδειγμα μὲν ῥητοῦ καὶ διανοίας ὁ ῥίψας τὴν ἀσπίδα καὶ ἀπο‐
10κτείνας τὸν τῶν πολεμίων στρατηγὸν καὶ κρινόμενος ῥι‐ ψασπίας· ὅρου δὲ τοῦτο· νόμος τὴν τρὶς γαμηθεῖσαν ἄτιμον εἶναι· ἀπολιποῦσά τις τὸν πρότερον ἄνδρα ἐγα‐ μήθη δευτέρῳ· πάλιν διαλυσαμένη αὐτῷ πρὸς τὸν πρῶ‐ τον ὑπέστρεψε καὶ κρίνεται· ἐνταῦθα γὰρ αὐτὸ τοῦτό
15ἐστι τὸ ζητούμενον, εἰ τρὶς τοῦτό ἐστι γαμηθῆναι· ὥσπερ οὖν ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ λέγομεν μὴ τοῦτο ση‐ μαίνειν τὴν ῥιψασπίαν, ἣν λέγει ὁ νόμος, ἀλλ’ ἕτερον, οὕτω καὶ ἐν τῷ ὅρῳ λέγομεν, μὴ εἶναι τοῦτο τρὶς γα‐ μηθῆναι· λέγοντες δὲ τοῦτο οὐ τὴν διάνοιαν ἐξηγούμεθα
20τοῦ νόμου· ἀλλ’ ὁμολογοῦντες τὴν διάνοιαν πρὸς ἅπαν ἐναντιούμεθα. διαφέρουσι δὲ, καθὸ ἐν μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ὁμολογούμενόν ἐστι τὸ ῥητὸν καὶ ἰσχυρόν· καὶ ζητοῦμεν τὸν σκοπὸν αὐτοῦ, διότι τῇ διανοίᾳ χρώ‐ μεθα· ἐν δὲ τῷ ὅρῳ πρὸς αὐτὸ τὸ ῥητόν ἐστιν ἡ μάχη,
25εἰ ὅλως παραβέβασται· ἔτι κοινωνεῖ ῥητὸν καὶ διάνοια πραγματικῇ τῇ κατὰ ῥητὸν καὶ διάνοιαν, ὅτι ἐν ἀμφο‐ τέραις ταῖς στάσεσιν ἡ τοῦ ῥητοῦ διάνοια ἐξετάζεται· καὶ πραγματικῆς μὲν παράδειγμα τοῦτο, νόμος τὸν ἀστράτευτον μὴ στρατηγεῖν· ἀστράτευτος ἀποκτείνας τύ‐
30ραννον ἀξιοῖ στρατηγεῖν· ῥητοῦ δὲ καὶ διανοίας τὸ προ‐ ειρημένον τοῦ ῥιψάσπιδος· ἐν ἀμφοτέροις γὰρ ἡ διάνοια
ἐκζητεῖται, ἀλλ’ οὐχ ἡ ἐπιπόλαιος τοῦ ῥητοῦ προαγωγή·253

4

.

254

διαφέρει δὲ, ὅτι ἐν μὲν τῇ πραγματικῇ ὑπὲρ τοῦ τί πρα‐ χθῆναι δεῖ εἰς τιμήν ἐστιν ἐξέτασις· ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ὑπὲρ τοῦ τιμωρηθῆναι ἢ μὴ τιμωρηθῆναι, καὶ ὅτι ἐν μὲν τῇ πραγματικῇ ἰσχυρὰ σφόδρα ἐστὶν ἡ
5τοῦ ῥητοῦ καὶ τῆς διανοίας ζήτησις· λέγει γὰρ ὡς οὐκ ἀστράτευτος, εἰ ὅπλα ἐφόρησεν, εἰ μάχῃ ἐμαχέσατο, εἰ πολεμίου πολλῷ χαλεπώτερον ἀπέκτεινε τύραννον· ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ἀσθενής ἐστιν· οὐ γὰρ δύναται ἰσχυρῶς ἀγωνίσασθαι, ὅτι οὐ τοῦτό ἐστι τὴν ἀσπίδα ῥῖ‐
10ψαι· ἀλλ’ ἐγχειρήματι μὲν χρῆται ὡς οὐ τοῦτό ἐστι ῥῖ‐ ψαι τὴν ἀσπίδα, ἀλλ’ ἀριστεῦσαι, οὐκ ἰσχυρῶς δέ· ἀναι‐ σχυντεῖ γὰρ, ὁμολογεῖν μὲν ῥίψασπις εἶναι· ἐπειδὴ δὲ καὶ οἱ νόμοι ῥητὰ καλοῦνται, εἰκότως νομικὰς τὰς περὶ ῥητὰ ἐκάλεσε στάσεις.
15 Μαρκελλίνου. Σκόπει τοῦ τεχνικοῦ τὴν ἀκρί‐ βειαν· πρὶν γὰρ εἰπεῖν περὶ ἑκάστης τῶν νομικῶν στά‐ σεων, πρῶτον τίς ἡ νομικὴ ζήτησις διδάσκει· ὁ γὰρ ἀγνοῶν, τίς ἡ νομικὴ ζήτησις, πρὶν ἂν μάθῃ τί ἴδιον νομικῆς στάσεως· σφόδρα δὲ ἀκριβῶς ὡρίσατο εἰπὼν
20περὶ τὸ ῥητόν· οὐ γὰρ ἁπλῶς, ὅπου δ’ ἂν ἐμπίπτῃ ῥη‐ τὸν, νομικὴν ποιήσει τὴν στάσιν· ἀλλ’ ὅταν περὶ τὸ ῥη‐ τὸν ἡ ζήτησις ᾖ. Ῥητὰ δὲ λέγω. Τὸ ῥητὸν ὡς γέ‐ νος εἶπεν, οὐ γὰρ εἴ τι τὸ ῥητὸν τυγχάνει, ἀλλ’ ὅσα ἔγ‐ γραφα, μᾶλλον δέ ἐστιν ἃ καὶ ἄγραφα, ἐν λόγοις ἀγρά‐
25φοις, μαντεῖαι, κηρύγματα, καὶ ὅλως φωνή τις· ἀλλ’ εἴ‐ ποι τις, ὅτι καὶ ἐν ἄλλαις στάσεσίν ἐστιν ῥητά· ἀλλ’ οὐ περὶ ταῦτα ἡ ζήτησις, ἀλλὰ περὶ τὸ πρᾶγμα· ἐνταῦθα δὲ πᾶσα ἡ ἐξέτασις περὶ αὐτὸ τὸ ῥητὸν γίνεται, ζητούν‐ των ἡμῶν εἰ τοῦτο ὁ νόμος βούλεται· εἰ δὲ καὶ ἐν πρα‐
30γματικῇ εὑρίσκομεν νόμον καὶ ψηφισμάτων εἰσφορὰς,
ἀλλ’ ἐκεῖ μὲν περὶ τοῦ μέλλοντος ἡ σκέψις, πότερον δεῖ254

4

.

255

κυρῶσαι τὸ ἔγγραφον ἢ οὔ· ἐνταῦθα δὲ τὸ ῥητὸν κεκυρω‐ μένον ἔχομεν καὶ κείμενόν ἐστι· καλῶς δὲ τὸ ἰσχυρότερον τῶν ἄλλων ῥητῶν προέταξε, λέγω δὴ τὸν νόμον· ὅθεν καὶ τὴν προσηγορίαν ἔλαβον αἱ νομικαὶ κατ’ ἐξοχὴν
5ἀπὸ τοῦ προὔχοντος. Ὡρισμένα. ὅταν ἐπὶ συμφέ‐ ροντι τῆς πόλεως κηρύττηται, ταῦτα καλεῖ ὡρισμένα· καὶ τὰ δημόσια, οἷον ὁ ἀγωνιζόμενος ὑπὲρ τῆς ἐλευθερίας τῆς πόλεως στεφανούσθω, ἢ ὡρισμένα λέγει τὰ ὡρισμέ‐ νον ἔχοντα χρόνον, ὡς ὁ Βρασίδας ἐκήρυξεν ἄχρι πέντε
10ἡμερῶν· τινὲς δὲ ὡρισμένα καλοῦσι τὰ ἐπὶ ὡρισμένῳ προσώπῳ· οἷον Δημοσθένη Δημοσθένους Παιανιέα στε‐ φανῶσαι χρυσῷ στεφάνῳ. Πάντα ἁπλῶς τὰ ἐν ῥη‐ τοῖς· Καλῶς σφόδρα· οὐ γὰρ μόνον τὰ ἔγγραφα ῥητά· ἀλλὰ καθόλου καὶ λόγος καὶ φωνὴ καὶ μαντεύματα καὶ
15χρησμοί.
16nΤαύτην δὲ τὴν ζήτησιν ἤτοι περὶ ἓν ἢ καὶ πλείονα συμβαίνει γίνε‐
17nσθαι ῥητά· λέγω δὲ πλείονα, κἂν ἕν τι ῥητὸν εἰς δύο μέρη διαιρῆ‐
18nται· καὶ μέρει μὲν ὁ ἕτερος, μέρει δὲ ὁ ἕτερος τῶν δικαζομένων
19nχρώμενοι φαίνωνται.
20 Σωπάτρου. Ἐπὰν γὰρ ἕτερον τῶν προσώπων τῷ ῥητῷ χρῆται, τὸ δὲ ἕτερον ταῖς διανοίαις ἀπαντᾷ πρὸς λύσιν καὶ ἀνατροπὴν τοῦ ῥητοῦ, ποιεῖ ῥητὸν καὶ διάνοιαν· μέρη δὲ ταῦτα καλεῖ τοῦ ῥητοῦ, τῷ τὸν λόγον ἐξ ὕλης καὶ εἴδους συνεστάναι· ὕλης τῆς λέξεως, εἴδους τῆς δια‐
25νοίας· ἃ καὶ μέρη κυριώτατα αὐτοῦ ἐστιν· ἐπεὶ τοίνυν ὁ μὲν σχεδὸν τῇ λέξει χρῆται ἁπλῶς μηδὲν τὴν διάνοιαν περιεργαζόμενος, ἀλλὰ κατὰ τὸ πρόχειρον προφέρων τὸ ῥητὸν, ὁ δὲ τῆς μὲν προχείρου περιφρονεῖ προαγωγῆς καὶ τῆς λέξεως, ἐπὶ δὲ τὴν διάνοιαν καταφεύγει τοῦ ῥη‐
30τοῦ καὶ τὴν τοῦ γεγραφότος διάθεσιν, εἰκότως ὁ τεχνο‐
γράφος εἴρηκε τοῖς τοῦ ῥητοῦ χρῆσθαι μέρεσι τοὺς κατὰ255

4

.

256

ῥητὸν καὶ διάνοιαν ἀμφισβητοῦντας. Ἢ περὶ πλείο‐ να· ἐμφαίνει τὴν ἀντινομίαν· ἀνάγκη γὰρ ἐνταῦθα πλείονα εἶναι τὰ ῥητά· πῶς γὰρ δύναται εἶναι ἀντινομία χωρὶς πλήθους διαφόρων νόμων;
5nἊν μὲν οὖν ᾖ περὶ ἓν ῥητὸν ἡ ζήτησις, ἤτοι περὶ τὰς τούτου δια‐
6nνοίας μόνας ἢ καθ’ αὑτὸ θάτερον τῶν μερῶν, ῥητὸν καὶ διάνοια
7nγίνεται· γίνεται γὰρ ῥητὸν καὶ διάνοια, ὅταν τοῦ ἑτέρου τὸ ῥητὸν
8nπροβαλλομένου καὶ ὡς ἐπὶ τὸ πλεῖστόν γε τοῦ διώκοντος, θάτερον
9nμέρος χρῆται ταῖς διανοίαις· οἷον ξένος ἐπὶ τὸ τεῖχος εἰ ἀνέλθοι,
10nτεθνάτω· πολιορκίας οὔσης ἀνελθών τις ἠρίστευσε, καὶ ὑπάγεται τῷ
11nνόμῳ.
12 Συριανοῦ καὶ Σωπάτρου. Καλῶς πάνυ τὸ θάτερον ἀορίστως ἀλλ’ οὐχὶ ὡρισμένως· τινὲς γὰρ ᾠή‐ θησαν πάντως δεῖν τὸν φεύγοντα ἔχειν τὴν διάνοιαν,
15τὸν διώκοντα δὲ τὸ ῥητόν· ἔχει δὲ οὐχ οὕτως ἀλλὰ καὶ ἀντεστραμμένως· καθόλου δὲ εἰπεῖν ἐν μὲν τοῖς κατὰ φυγὴν καὶ δίωξιν ῥητοῖς καὶ διανοίαις ὁ διώκων τὸ ῥη‐ τὸν ἔχει· ὁ δὲ φεύγων τὴν διάνοιαν· εἰ μὴ ἴσως ἐν ἑνί ποτε τοὐναντίον εὑρεθῇ· ἐν δὲ τοῖς κατὰ ἀξίωσιν πάντως
20ὁ φεύγων ἔχει τὸ ῥητὸν καὶ ὁ ἐναντιούμενος τὴν διάνοιαν καὶ τοῦ μὲν κατὰ φυγὴν καὶ δίωξιν παράδειγμα ὁ ῥίψας τὴν ἀσπίδα καὶ ἀνελὼν τὸν πολέμιον, καὶ κρινόμενος· τοῦ δὲ κατὰ ἀξίωσιν ὁ Ἀριστογείτων ὁ ἡττηθεὶς τὴν τῶν παρανόμων γραφὴν καὶ ἀξιῶν ἐπίτιμος εἶναι· ἢ ὁ ἄσω‐
25τος ὁ ἑαυτὸν πηρώσας καὶ ἀξιῶν δημοσίας τυγχάνειν σι‐ τήσεως, τοῦ νόμου κελεύοντος τοὺς πηροὺς τρέφεσθαι ἐκ τοῦ ταμείου· γίνεται δὲ καὶ κατὰ αἴτησιν ῥητὸν καὶ διάνοια· οἷον νόμος τὸν ῥήξαντα τὴν φάλαγγα τῶν πο‐ λεμίων αἰτεῖν ἣν βούλεται δωρεάν· στρατιώτης ἐν αὐτο‐
30μόλου σχήματι ἐπανελθὼν διέῤῥηξε τὴν τῶν πολεμίων256

4

.

257

φάλαγγα καὶ αἰτεῖ τὴν δωρεάν· ἐνταῦθα γὰρ ὅπερ ἐκ τοῦ νόμου διώρισται γέγονε· ζητεῖται δὲ ὁ τρόπος εἴπερ τὸν δι’ ἀριστείας μόνον ῥήξαντα τὴν φάλαγγα τῶν πο‐ λεμίων ἢ τὸν ὅπως δήποτε ὁ νόμος κελεύει τιμᾶσθαι.
5Ἰστέον δὲ, ὅτι τοῦ ῥητοῦ καὶ τῆς διανοίας οὐκ ἀπέδωκεν ὁρισμὸν, ἀλλὰ μόνον τύπον τοῦ πῶς γίνεται· διὸ δεῖ καὶ ὁρισμὸν ἡμᾶς τούτου ἀποδοῦναι· ῥητὸν καὶ διάνοιά ἐστι ζήτησις περὶ τοῦ ὅ τί ποτε βούλεται τὸ ῥητὸν μηνύ‐ ειν, εἰ τὸ φανερῶς πεπραγμένον ἢ τὸ κατηγορούμενον ἢ
10ἕτερόν τι· ἐζήτηται δὲ, τίνος χάριν ταύτην τὴν στάσιν πασῶν προέταξε τῶν νομικῶν, καί τοι γε ἀτελεστέραν οὖ‐ σαν πασῶν· οὐ γὰρ δὴ ἀγνοοῦμεν, ὡς ἡ ἀντινομία δύο νόμους ἔχουσα τελεωτέρα τῆς μιᾶς ἐστι· καὶ ὁ συλλογι‐ σμὸς τέλειον τελείῳ συνάπτων ἐπαναβαίνει· ἐροῦμεν οὖν,
15ὅτι αὐτὸ τοῦτο τὸ ἀτελῆ εἶναι προτίθησιν αὐτὴν τῶν λοιπῶν τελείων οὐσῶν· τὰ γὰρ ἀτελῆ πρὸ τῶν τελείων ὡς εἰσαγωγικώτερα· ἄλλως τε δὲ καὶ ἡ ἀντινομία δύο ἔχουσα νόμους καὶ οἷον διπλοῦν ὑπάρχουσα ῥητὸν καὶ διάνοια παρεχώρησε τῇ ἑνὶ κρατυνομένῃ νόμῳ στάσει καὶ τῶν
20ἁπλῶς· ὡς γὰρ τὸ ἁπλοῦν πρὸ τοῦ διπλοῦ, καὶ τὸ ἓν πρὸ τῶν δύο, καὶ ὃν τρόπον ὁ στοχασμὸς πασῶν τῶν λογικῶν προτέτακται, τῷ ἐν πάσαις ἐμπίπτειν, οὕτως καὶ τὸ ῥη‐ τὸν καὶ ἡ διάνοια προτέτακται, ἐπειδὴ ἐν πάσαις ἐμπί‐ πτει· ἥ τε γὰρ ἀντινομία, ὡς καὶ ὁ τεχνικός φησι, διπλοῦν
25ἐστι ῥητὸν καὶ διάνοια· ὅ τε συλλογισμὸς ζητουμένην ἔχει τὴν διάνοιαν τοῦ νόμου· ἔδει οὖν ὅ τι ποτέ ἐστι πρῶ‐ τον ῥητὸν καὶ διάνοια εἰπεῖν, ἵν’ ἐν τούτῳ εἰδῶμεν αὐ‐ τοῦ τὴν φύσιν. Μαρκελλίνου. Προκείσθω τοῦτο, ὅτι ἐν ῥητῷ
30καὶ διανοίᾳ πάντως δεῖ παραβεβάσθαι ῥητὸν, καὶ οὕτως257

4

.

258

συνεστάναι τὴν ζήτησιν καὶ τὴν μάχην εἶναι περὶ τὸ ῥη‐ τόν· ἐὰν δὲ τὴν διάνοιαν ἀφεὶς ἄγραφόν τι παραθῇ τῷ ἐγγράφῳ, μηδὲν ταῦτα ἀλλήλων διαφέρειν ἰσχυριζόμενος, ποιεῖ συλλογισμόν. Ὡς ἐπὶ τὸ πλεῖστον. Ἴσως, ἐπει‐
5δὴ τὸ ῥητὸν συμβαίνει ποτὲ καὶ τοῦ φεύγοντος εἶναι, ἀλ‐ λὰ σπανίως· εἰ γὰρ ἀνάγκη ἐν ῥητῷ καὶ διανοίᾳ παράβα‐ σιν εἶναι ῥητοῦ, καὶ κρίνεταί τις ὡς παραβὰς τὸ ῥητὸν, πῶς ὁ φεύγων δύναται ῥητὸν προτείνεσθαι ἐφ’ ᾧ κρίνε‐ ται; τότε ἴσως ὁ φεύγων προβάλλεται τὸ ῥητὸν, ἡνίκα
10τις ἀξίωσις ἦν· τότε γὰρ οὐκέτι κατήγορός ἐστιν· ἀλλ’ ὅμως καὶ ἐν ἀξιώσει τάξιν ἔχει κατηγόρου ὁ αἰτῶν, καὶ γὰρ πρῶτος λέγει, καὶ φεύγοντος ὁ ἀντιλέγων· οἷον· νόμος τὸν πρῶτον διαῤῥήξαντα τὴν φάλαγγα τῶν πολεμίων ἀξιοῦσθαι δωρεᾶς· ἐν αὐτομόλου τις σχήματι ῥήξας τὴν
15φάλαγγα αἰτεῖ δωρεάν· τινὲς δέ φασιν, ὅτι ὁ ἀντιλέγων ἐστὶν ἐν τούτους ὁ τὴν τοῦ κατηγόρου τάξιν ἐπέχων· ὥστε ὁ φεύγων τὸ ῥητὸν προβάλλεται· δεῖ δὲ εἰδέναι, ὅτι ἐπὶ τοῦ ῥητοῦ καὶ τῆς διανοίας ὁ νόμος ποιεῖ τὸ ἔγκλημα καὶ νόμου παράβασις εὑρίσκεται· ἀναιρεθέντος δὲ τοῦ
20νόμου οὐδαμῶς ἔσται ἀδίκημα τὸ πραχθέν· ποῖον γὰρ ἀδίκημα τὸ ἀνελθεῖν ξένον εἰς τὸ τεῖχος, εἰ μὴ νόμος ἐκώ‐ λυεν· ἐνίοτε μὲν οὖν ὁ παραβὰς τὸ ῥητὸν ἑκὼν λέγει παραβεβηκέναι διὰ τὸ συμφέρον· ἐνίοτε δὲ ἄκων τὴν αἰ‐ τίαν τοῦ πραχθέντος ἐπὶ τὸ δυνατώτερον ἄγων ἢ ἐπὶ θεόν·
25παράδειγμα τούτων τοῦ μὲν πρώτου τὸ παρὰ τοῦ τεχνι‐ κοῦ τεθέν· φήσει γὰρ ἑκὼν παραβεβηκέναι τῆς κοινῆς ὠφελείας ἕνεκα· τοῦ δ’ ἄλλου, νόμος τὸν φύλακα μὴ κα‐ θεύδειν ἢ θανάτῳ ζημιοῦσθαι· φύλαξ κοιμηθεὶς ἔφη πρὸς τὸν στρατηγὸν ἐνύπνιον ἑωρακέναι προστάττον ἐν τῷδε
30τῷ τόπῳ συμβαλεῖν ὡς νίκης γενησομένης· συμβαλὼν
ἐνίκησεν· ὑπάγεται ὡς καθευδήσας ὁ φύλαξ καὶ συναγο‐258

4

.

259

ρεύει αὐτῷ ὁ στρατηγός· οὐχ ἑκόντα γὰρ φήσει καθευδή‐ σειν τοῦτον, ἀλλ’ ὑπὸ τοῦ θεοῦ κατενεχθέντα, ἵνα προ‐ είπῃ τὸν τῆς νίκης τρόπον· ὡς ἐπίπαν δὲ τὸ ἀκούσιον ἐν ῥητῷ καὶ διανοίᾳ σπάνιόν ἐστιν· ἀποφαινώμεθα δὲ
5περὶ καθολικῶν θεωρημάτων κατὰ τὸ πλεονάζον.
6nἪ τοῦτο μὲν οὐχί· τῷ ῥητῷ δὲ παρατίθησί τι πρᾶγμα εἰς ταὐτὸν
7nσυνάγον τὸ ἄγραφον τῷ ἐγγράφῳ καὶ ποιεῖ συλλογισμόν· ἔστι γὰρ
8nσυλλογισμὸς ἀγράφου πράγματος πρὸς ἔγγραφον παράθεσις εἰς
9nταὐτὸν συνάγοντός τινος τὸ ἄγραφον τῷ ἐγγράφῳ· οἷον τὸν ἐξ ἑ‐
10nταίρας μὴ λέγειν· ἐκ πόρνου τινὰ γεγονότα λέγειν κωλύει τίς.
11 Συριανοῦ καὶ Σωπάτρου. Τριττῇ χρῆται πε‐ ρὶ συλλογισμοῦ τῇ διδασκαλίᾳ· τῇ διατυπώσει, οἷον πῶς γίνεται· τῷ ὁρισμῷ, οἷον τί ἐστι, καὶ τῷ ὑποδείγματι, ὃ σαφέστερον καὶ ἐκτυπώτερον τῶν λοιπῶν, ὡς ἐξ αἰσθή‐
15σεως τὴν γνῶσιν ἐμποιοῦν· τοῦτο δὲ οὐ μάτην· ἀλλ’ ἐπειδὴ πλεῖστον αὕτη κοινωνεῖ ἡ στάσις ὅρῳ καὶ τῷ ῥη‐ τῷ καὶ διανοίᾳ· ὅρῳ μὲν ὡς εἰς ταὐτὸν ἄγον τὸ ἄγρα‐ φον τῷ ἐγγράφῳ, ἐπεὶ κἀκεῖ, ἐν ὅρῳ φημὶ, τοῦτο πει‐ ρώμεθα δεικνύναι, ὡς οὐδὲν διαφέρει τοῦτο ἐκείνου· ῥη‐
20τῷ δὲ καὶ διανοίᾳ, ἐπειδὴ καὶ ἡ διάνοια ἄγραφόν τί ἐστιν, ἔγγραφον δὲ τὸ ῥητόν· διὰ τοῦτο πολυειδῆ τὴν διδασκαλίαν αὐτοῦ ποιεῖται, ἵνα τῷ σαφεστέρῳ ἀποδια‐ στήσῃ αὐτὸν τῶν ἐπικοινωνούντων· μετὰ δὲ τὸ ῥητὸν εὐθὺς καὶ τὴν διάνοιαν τέτακται, ἀλλ’ οὐ μετὰ ταύτην,
25καίτοι τῆς ἀντινομίας κατὰ πολλὰ κοινωνούσης ῥητῷ καὶ
διανοίᾳ, ἐπειδὴ ὥσπερ ἐλέγομεν τὸ ῥητὸν καὶ τὴν διά‐259

4

.

260

νοιαν τῷ ἐν πάσαις ἐμπίπτειν ταῖς νομικαῖς προηγεῖσθαι πασῶν, οὕτω κἀνταῦθα, ἐπεὶ δεῖται ἡ ἀντινομία συλλο‐ γισμοῦ, ἐν οἷς τὸ περιεχόμενον καὶ περιέχον ζητοῦμεν συλλογισμῷ δηλῶσαι· ἔστι δὲ καὶ ἄλλως ὁ συλλογισμὸς φύ‐
5σιν ἔχων ῥητοῦ καὶ διανοίας· δοκεῖ γὰρ καὶ αὐτὸς καθ’ ἓν μέρος ἔχειν τὸ ῥητὸν, καθ’ ἓν δὲ τὴν διάνοιαν· τού‐ του χάριν εὐθὺς μετὰ τὸ ῥητὸν ὡς συνεγγίζων καὶ πρὸ τῆς ἀντινομίας, ὡς συμβαλλόμενος αὐτῇ πρὸς τὴν ἀπό‐ δειξιν· τὰ γάρ τινι συντελοῦντα πρὸς ἀπόδειξιν προη‐
10γεῖται κατὰ τὴν μάθησιν, ὡς ἁπλούστερα τῶν ἀποδει‐ κνυμένων. Εἴδη δὲ συλλογισμῶν τέσσαρα· ἐκ τοῦ ἴσου καὶ τοῦ ὁμοίου, ὡς ἐπὶ τοῦ πόρνου, ὃς κωλύει λέγειν, τῷ νόμον εἶναι τὸν ἐξ ἑταίρας μὴ λέγειν, ἴσον γὰρ τοῦ‐ το· ὁ γὰρ κατήγορος προστίθησι τῷ νόμῳ καὶ τὸ πρᾶ‐
15γμα, λέγων ταὐτὸν εἶναι ἐκ πόρνου καὶ ἐξ ἑταίρας, ὁ γὰρ βίος ἐπ’ ἀμφοῖν ὅμοιος· ἐκ τοῦ ἀκολούθου τοῦ καὶ ἀποβαίνοντος, ὡς ἐπὶ τοῦ ἀποκτείναντος ἐκ τοῦ στίζειν, νόμου ὄντος τὸν μοιχὸν στίζειν· ἐνταῦθα γὰρ συλλογί‐ ζεται λέγων, ὅτι ὁ τὸ στίζειν δεδωκὼς νόμος ἀνεύθυνον
20εἶναι δίδωσι, κἄν τι συμβῇ δυσχερὲς ἀπὸ τῶν στιγμάτων· ἐκ τοῦ μείζονος ἐπὶ τὸ ἔλαττον, οὐ μὴν ἀπὸ τοῦ ἐλάττο‐ νος ἐπὶ τὸ μεῖζον· οὐ γὰρ ἂν δύναιτο εἰπεῖν, ὡς ὁ τὸ ἔλαττον δοὺς καὶ τὸ μεῖζον δέδωκεν· οἷον, νόμου ὄντος τοὺς μοιχοὺς ἀναιρεῖν, μὴ ἀνελών τις ἀλλὰ στίξας κρί‐
25νεται· ἐνταῦθα γὰρ συλλογίζεται, ὅτι εἰ τὸ μεῖζον δέδω‐ κεν τὸ ἀναιρεῖν, πολλῷ πλέον τὸ εὐτελέστερον τὸ στίζειν· ἐκ τοῦ ἐναντίου· νόμος τῷ ἀριστεῖ γέρας εἶναι· ἀριστέα λιπόντα τὴν τάξιν ἀπέκτεινεν ὁ στρατηγὸς καὶ φεύγει φόνου· ἐνταῦθα γὰρ συλλογίζεται, ὅτι ὁ λιπὼν τὴν τά‐
30ξιν οὐκ ἀριστεύς. Οἱ συλλογισμοὶ τοῖς ὅροις κοινωνοῦ‐ σιν, ὡς καὶ αὐτὴ ἡ φύσις τοῦ πράγματος ἐδίδαξεν, κε‐
φάλαιον τοῦ ὅρου τὸν συλλογισμὸν ποιήσασα, ὁ γὰρ ὁρι‐260

4

.

261

ζόμενος ἀνάγκην ἔχει καὶ συλλογίζεσθαι, ὅτι τοῦτο τούτου οὐδὲν διαφέρει· διαφέρουσι δὲ, ὅτι ἐν μὲν τοῖς ὅροις πρὸς τὸ ῥητὸν μαχόμεθα μὴ εἶναι· καὶ τοῦτο λέγοντες οἷον ὅτι οὐκ ἦν τοῦτο τυραννοκτονία· ἐν δὲ τοῖς συλλογισμοῖς
5τοὐναντίον τὸ ῥητὸν ἀπὸ ὁμοιότητος τῶν πεπραγμένων συνιστῶμεν, καὶ ὅτι ἐν συλλογισμῷ τὸ ῥητὸν ἐξ ἀνθυ‐ ποφορᾶς λαμβάνει· ἔπειτα ἀφεὶς τὸ ὁρίζεσθαι ἐπὶ τὸ ὅμοιον αὐτὸ δεικνύναι μεταβαίνει· ἔτι κοινωνεῖ συλλογισ‐ μὸς ῥητῷ καὶ διανοίᾳ σφόδρα, ὡς καί τινα ζητήματα
10κατὰ ῥητὸν καὶ διάνοιαν δοκεῖν συλλογισμοὺς εἶναι, οἷον ὡς ἐπὶ τοῦ ζητήματος τούτου· νόμος τὸν ἄπαιδα μὴ στρα‐ τηγεῖν· τῷ πατρὶ στρατηγοῦντι συνεστρατεύσαντο παῖδες· πεπτώκασι καὶ κωλύεται στρατηγεῖν· δοκεῖ γὰρ τοῦτο συλ‐ λογισμὸς εἶναι, ὅτι ταὐτόν ἐστι τῷ μηδὲ ὅλως ἔχειν τὸ
15ἔχοντα ἀποβαλεῖν καὶ οὐδὲν διαφέρει· οὐ μέντοι ἡ στάσις συλλογισμὸς, ἀλλὰ ῥητὸν καὶ διάνοια· τοῦ γὰρ φεύγοντος ἐπὶ τὴν διάνοιαν καταφεύγοντος καὶ ταύτην ἐξηγουμένου, ὅτι ἄπαιδα λέγει τὸν μὴ ἔχοντα παῖδα οὐ τὸν ἔχοντα καὶ ἀποβαλόντα δι’ ἀριστείας ἢ ἐκ τύχης, ὁ κατήγορος
20τὸ ῥητὸν προβάλλεται μόνον. Τίνι οὖν διαφέρει; φαμὲν ὅτι ἐν μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ τῇ κατὰ φυγὴν καὶ δίωξιν ὁ κατήγορος ἔχει τὸ ῥητὸν, καὶ ὁ φεύγων τὴν διά‐ νοιαν· ἐν δὲ τῷ συλλογισμῷ τοὐναντίον ὁ φεύγων τῷ ῥη‐ τῷ χρῆται, καὶ ὁ κατήγορος τῇ διανοίᾳ, οἷον ἐπὶ τοῦ
25παραδείγματος οὗ παρέθετο· ἐνταῦθα γὰρ οὐχὶ ὁ φεύ‐ γων χρῆται τῇ διανοίᾳ, φάσκων ὅτι τὸν ἐκ πόρνης ὁ νό‐ μος ἐτιμωρήσατο, οὐ τὸν ἐκ πόρνου· τοῦτο γὰρ πρόχει‐ ρον τῷ ῥητῷ συναναφαινόμενον· ἀλλ’ ὁ διώκων χρῆται ταῖς διανοίαις ταὐτὸν εἶναι ἀξιῶν πόρνον καὶ πόρνην,
30καὶ μηδὲν διαφέρειν, ἀλλὰ τὴν δυσγένειαν εἶναι τὴν με‐ μισημένην· οὐ γὰρ δύναται τῷ ῥητῷ ὁ κατήγορος χρῆ‐
σθαι, ὡς ἐξ αὐτῆς βαλβῖδός φασι τὴν στάσιν διαλύοντι.261

4

.

262

Μαρκελλίνου. Ζητήσειεν ἄν τις, ὅτου χάριν τὸν συλλογισμὸν ἐτεχνολόγησε μετὰ τὸ ῥητὸν καὶ τὴν διά‐ νοιαν καὶ οὐ τὴν ἀντινομίαν· καὶ φαμὲν, ὅτι οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε τὸν συλλογισμὸν προέταξε τῆς ἀντινομίας,
5δέον προτέραν τὴν ἀντινομίαν· ἀλλ’ ἐπειδὴ περὶ ἑνὸς ῥητοῦ ἐν ἀμφοτέραις ὁ λόγος, διὰ τοῦτο συνῆψε τὸ ῥητὸν καὶ τὴν διάνοιαν τῷ συλλογισμῷ, ἵνα μὴ διακόψῃ τὴν τεχνολογίαν· τῇ γὰρ φύσει δευτέρα ἡ ἀντινομία, διπλοῦν ὥσπερ ῥητὸν καὶ διάνοια τυγχάνουσα· ἔγγραφον δὲ καλεῖ
10τὸ τοῦ νόμου πρόσταγμα, ἄγραφον δὲ τὸ μὴ κείμενον ἐν τῷ ῥητῷ· ὅπερ εἰς ἴσον πειρᾶται ὁ κατήγορος· αὐτὸς γάρ ἐστιν ὁ ποιῶν τὸν συλλογισμόν· ὅρα δὲ ἐκ τοῦ παραδεί‐ γματος, πῶς τῷ ἐγγράφῳ τῷ ἐξ ἑταίρας, τὸ ἄγραφον τὸ ἐκ πόρνου παραλαβεῖν πειρᾶται καὶ ὅμοια ἀποφαίνειν τὰ
15δύο· γινώσκεται μὲν οὖν ὁ συλλογισμὸς ἀπὸ τοῦ κατηγό‐ ρου ὡς ἐπὶ προτεθέντος παραδείγματος· ἔστι δ’ ὅτε καὶ ἀπὸ τοῦ φεύγοντος· οἷον νόμος τὸν μοιχὸν στίζειν· στίζων τις μοιχὸν ἀπέκτεινε καὶ κρίνεται φόνου· ὁ φεύγων ἐν‐ ταῦθα συλλογίζεται καὶ πάλιν· ἴδιον συλλογισμοῦ τὸ πει‐
20ρᾶσθαι δεικνύναι τὸ συλλογιζόμενον· ἴσον τῷ προτετα‐ γμένῳ ἢ τῷ ἀπειρημένῳ ὑπὸ τοῦ νόμου τὸ πεπραγμένον καὶ τοὔνομα προκείμενον, περὶ οὗ τὴν κρίσιν εἶναι συμ‐ βέβηκεν.
24nΕἰ μέντοι περὶ δύο ῥητὰ ἢ καὶ περὶ πλείονα, ἢ καὶ ἓν εἰς δύο
25nδιαιρούμενον ἡ ζήτησις εἴη, ἀντινομία γίνεται.
26 Συριανοῦ καὶ Σωπάτρου. Τρίτη ἡ ἀντινο‐ μία τῶν νομικῶν ἐστι στάσεων· παρεχώρησε γὰρ τῷ συλ‐ λογισμῷ δι’ ἃς εἴπομεν αἰτίας· ἐπεί τοι ὤφειλε μετὰ τὸ ῥητὸν καὶ τὴν διάνοιαν τετάχθαι· οὕτω γὰρ συγγενὴς
30ταύτῃ ἡ ἀντινομία, ὡς καί τισι δόξαι τὴν αὐτὴν εἶναι τῷ
ῥητῷ καὶ τῇ διανοίᾳ· διπλοῦν μέντοι ῥητοῦ καὶ διανοίας262

4

.

263

εἶδος, ὥσπερ καὶ στοχασμοῦ εὑρίσκεται διπλᾶ εἴδη καὶ ὅρου· οὓς ἐλέγξει τις οὕτως, ὅτι τὰ εἴδη τῶν στάσεων τρία ταῦτα ποιεῖν εἴωθε, πλεονασμὸς, ἔλλειψις, ἐναλλαγή· ποιεῖ δὲ οὐχ ἅμα συνδραμόντα, ἀλλ’ ἓν μόνον εὑρεθέν·
5εἰς γὰρ δύο οὐκ ἔτι εἴδους διαφορὰν ποιήσει ἀλλὰ γένος· ὥσπερ ἐπὶ τοῦ ὅρου καὶ τοῦ συλλογισμοῦ· οὐ γὰρ μόνον ἐναλλαγὴ τῶν κεφαλαίων ἐνταῦθα τοῦ συλλογισμοῦ πρὸς τὸν ὅρον, ἀλλὰ καὶ πλεονασμὸς τοῦ ῥητοῦ καὶ τοῦ βιαίου ὅρου· ἐν οἷς οὖν καὶ ἐνταῦθα ἀντινομίας οὐ μόνον ἐναλ‐
10λαγὴ τῶν κεφαλαίων, ἀλλὰ καὶ πλεονασμὸς παρακολουθεῖ πρὸς τὸ ῥητὸν καὶ τὴν διάνοιαν, ἀναγκαίως ἕτερον γένος στάσεως τοῦ ῥητοῦ καὶ τῆς διανοίας ἡ ἀντινομία εἴη, ἀλλ’ οὐκ εἶδος ταύτης τῆς στάσεως διπλοῦν. Ἰστέον δὲ ὡς οὐ μόνου ἐκ δύο νόμων, ἀλλὰ καὶ κατὰ πλείονας νόμους ἀν‐
15τινομία γίνεται· κατὰ μὲν δύο, ὡς ἐφ’ οὗ παρέθετο πα‐ ραδείγματος ὁ τεχνικός· κατὰ πλείονας δὲ οὕτω· νόμος τὴν ἐπίκληρον συγγενεῖ γαμεῖσθαι· καὶ νόμος τὰς μνη‐ στείας βεβαίας εἶναι· καὶ νόμος τὰς τοῦ δήμου δωρεὰς κυρίας εἶναι· καταλειφθείσης ἐπικλήρου κόρης ἀριστεὺς
20ᾔτησε γαμηθῆναι αὐτῇ, ἄλλος μνηστευσάμενος ἦν, καὶ συγγενὴς ἀξιοῖ λαβεῖν αὐτήν· καὶ ἀμφισβητοῦσι πρὸς ἀλλήλους.
23nἜστι γὰρ ἀντινομία δύο ἢ καὶ πλειόνων ῥητῶν, ἢ καὶ ἑνὸς διαιρου‐
24nμένου μὴ φύσει ἐναντίων, κατὰ περίστασιν δὲ μάχη· καὶ ὅλως δι‐
25nπλῆ τίς ἐστι ζήτησις ῥητοῦ καὶ διανοίας· οἷον ἀποκήρυκτος μὴ μετε‐
26nχέτω τῶν πατρῴων, καὶ ὁ ἐπιμείνας χειμαζομένῃ νηῒ δεσπότης ἔστω
27nτῆς νεώς· ἀποκήρυκτος ἐπέμεινε χειμαζομένῃ νηῒ, καὶ εἴργεται αὐτῆς
28nὡς πατρῴας· τοῦ δὲ κατὰ διαίρεσιν ῥητοῦ ποιοῦντος ἀντινομίαν πα‐
29nράδειγμα τόδε· ἡ βιασθεῖσα ἢ γάμον ἢ θάνατον αἱρείσθω τοῦ βια‐
30nσαμένου· δύο τις κατὰ ταὐτὸν ἐβιάσατο κόρας· καὶ ἡ μὲν γάμον
31nαὐτοῦ, ἡ δὲ θάνατον αἱρεῖται.
32Συριανοῦ καὶ Σωπάτρου. Ὅπως πλειόνων
εἴρηται· ὅπως δὲ καὶ ἑνὸς εἰρήσεται· καλῶς δὲ πρόσκει‐263

4

.

264

ται τὸ μὴ φύσει ἐναντίων· αὐτοὶ μὲν γὰρ καθ’ ἑαυτοὺς οἱ νόμοι οὐδὲν ἐναντίον λέγουσιν ἀλλήλοις· οὐδὲ γὰρ ἐναντίος ὁ νόμος ὁ λέγων τὸν ἀποκήρυκτον μὴ μετέχειν πατρῴων τῷ λέγοντι τὸν ἐναπομείναντα χειμαζομένῃ νηῒ
5δεσπότην εἶναι τῆς νηός· ἡ δὲ μετὰ τὴν τύχην ἐκ τῶν πραγμάτων πλοκὴ καὶ περίστασις καὶ ἡ ὕλη τὴν μάχην τῶν νόμων ποιεῖ· πρὸ δὲ τούτων οὐδὲν εἶχον τοιοῦτον· εἰ γὰρ δύο ἦσαν κατὰ φύσιν νόμοι, ὁ μὲν κελεύων δεδόσθαι, ὁ δὲ μὴ, σύγχυσις ἦν, καὶ οὐ πολιτείας θεσμὸς οὐδὲ σύ‐
10στασις· ὡμολόγηται γὰρ, ὡς οὐκ ἂν συσταίη πολιτεία, ἐν ᾗ φύσει ἐναντίοι ἀλλήλοις εἰσὶν οἱ νόμοι· πῶς γὰρ κατὰ τὸν Δημοσθένη τὰ αὐτὰ κύρια καὶ μὴ κύρια ἐστὶν εὑρεῖν· εἰ γὰρ ἑκάτερος τῶν ἀγωνιζομένων τὸν ἐναντίον προΐσχη‐ ται νόμον, οὐχ οἷόν τε τοὺς δικαστὰς εὔορκον θέσθαι τὴν
15ψῆφον· ἡ γὰρ τοῦ ἑνὸς νόμου κύρωσις θατέρου ποιεῖ τὴν ἀναίρεσιν· ὡς οὖν εἴρηται, δεῖ μὲν τοὺς νόμους αὐτοὺς ὡς ἔνι μάλιστα μὴ ἐναντίους εἶναι, καὶ κυρίους ἀμφοτέ‐ ρους. Τὸ δὲ συμβὰν τὴν ἐναντιότητα ἐργάζεται, οἷον εἰ νόμος τὸν μοιχὸν εἰς ἱερὸν μὴ εἰσιέναι, καὶ νόμος πάλιν
20τὸν ἀριστέα εἰς ἱερὸν τὴν πανοπλίαν ἀνατιθέναι· μοιχὸς δέ τις ἀριστεύσας ἀνέθετο τὴν πανοπλίαν· μάχην εὐ‐ θὺς τοῖς τέως μηδὲν ἔχουσιν μαχόμενον νόμοις εἰργάσατο· εἰργάσατο δὲ τὸ συμβὰν τὴν ἐναντίωσιν· οἷον τὸ τὸν μοι‐ χὸν ἀριστεῦσαι· φασὶ δὲ, ὅτι καὶ διπλῆ τίς ἐστι ζήτησις
25ῥητοῦ καὶ διανοίας ἡ ἀντινομία· εἰ γὰρ πᾶν ῥητὸν ἢ ἑτέρῳ ῥητῷ ἢ διανοίᾳ λύεται, ἕκαστον δὲ τῶν ῥητῶν παρὰ τοῦ ἐναντίου τῇ διανοίᾳ λύεται, διπλοῦν ἂν εἴη ῥητὸν καὶ διά‐ νοια· δεῖ δὲ καὶ τοῦτο προσθεῖναι· ὅτι ἐν τοῖς τοιούτοις δεῖ τὸν ἕτερον νόμον παραβεβάσθαι, καὶ τοῦτο ὁμολογού‐
30μενον εἶναι· ἐπὶ δὲ τούτου σαφέστερον διὰ τοῦ προβλή‐
ματος τὸ λεγόμενον· οἷον νόμος τὸν ἀποδόντα τὴν σκευὴν264

4

.

265

θανάτῳ ζημιοῦσθαι· καὶ νόμος τὸν τὸν πατέρα ἄταφον περιορῶντα θανατοῦσθαι· πένης στρατιώτης τοῦ πατρὸς ἀποθανόντος ἀπέδοτο τὴν πανοπλίαν καὶ ἔθαψε τὸν πατέρα, καὶ ὑπάγεται τῷ νόμῳ· ἰδοὺ γὰρ ἐνταῦθα σα‐
5φῶς θάτερος τῶν νόμων παραβέβασται· ἐν τοῖς οὖν τοι‐ ούτοις ὁμολογῶν παραβεβάσθαι τὸν νόμον, κυριώτερον δείξει τοῦ παραβεβασμένου τὸν σεσωσμένον· εἴτε ὑπὸ τοῦ παλαιότερον εἶναι, ὡς ἂν ὁ καιρὸς ὑπουργῇ, εἴτε ὑπὸ τοῦ νομοθέτου· οἷον Σόλων μέν ἐστιν ὁ τοῦτον τε‐
10θεικώς· τὸν δ’ ἄλλον ἕτερος· τότε γὰρ ὁ δικαστὴς κρι‐ νεῖ, οὐκ εἰ παραβέβηκεν, ὡμολόγηται γὰρ, ἀλλ’ ὁπότερον παραβάς ἐστιν ἀνεύθυνος· δεῖ δὲ προσέχειν, εἰ κύριοι ἄμ‐ φω οἱ νόμοι, καὶ τὰ δύο ῥητὰ ἐν ἀντινομίᾳ κεκυρωμένα εἶναι· τοῦτο δ’ εἶπον, ἐπειδὴ συμβαίνει τὸ μὲν ἓν πάλαι
15κεκυρῶσθαι, τὸ δὲ ἓν νῦν εἰσάγεσθαι· τοῦτο δὲ οὐ ποιεῖ ἀντινομίαν, ἀλλὰ πραγματικήν· οἷον νόμος ἐν τρισὶν ἡμέραις περὶ πολέμου βουλεύεσθαι. Ἐλάτειαν Φιλίππου καταλαβόντος γράφει Δημοσθένης αὐθημερὸν προελθεῖν, καὶ κρίνεται· ἐνταῦθα γὰρ ἐπειδὴ οὔπω τὸ ψήφισμα
20κεκύρωτο, ὁ νόμος μὲν ὁ πρότερος οὐ παραβέβαστο· καὶ τούτου χάριν ἀντινομία μὲν οὐκ ἔστι, πραγματικὴ δὲ κατὰ ῥητὸν καὶ διάνοιαν· βουλεύονται γὰρ, εἰ δεῖ τὸ ψήφισμα κύριον εἶναι ἢ μή· καὶ εἰ συμφέρει τῇ πόλει ἢ οὔ· κατὰ δὲ ῥητὸν ἔφαμεν καὶ διάνοιαν τὴν τοιαύτην
25πραγματικήν· ἐπειδὴ ὁ φεύγων φησὶν, ὅτι διὰ τὸ συμ‐ φέρον τὴν τῶν τριῶν ἡμερῶν προθεσμίαν ὁ νομοθέτης εἰς βουλὴν παρέχει· τὸ συμφέρον δὲ, τὸ ὡς τάχιστα τὸν πολέμιον ἀμύνασθαι· ἄλλως τε καὶ ὁ νόμος ἔῤῥωται· ὅτε καθ’ ἑτέρων αὐτοὶ χωρεῖν προαιρούμεθα, οὐχ ὅτε
30ἡμῖν ἐπιόντες ἄλλοι φαίνονται· οὐ χεῖρον δὲ ἴσως οὐδὲ
τοῦτο ἀγνοεῖν, ὡς ἔστι τι ὁρικὸν ζήτημα, δοκοῦν εἶναι265

4

.

266

ῥητὸν καὶ ἀντινομία· οἷον νόμος τὰ εὑρισκόμενα λάφυ‐ ρα τοῦ στρατηγοῦ εἶναι· καὶ νόμος τὰ ναυάγια τῶν τελωνῶν εἶναι· λάφυρα χειμῶνος γενομένου ἐπὶ τοὺς λι‐ μένας ἠνέχθη καὶ ἀμφισβητοῦσι περὶ αὐτῶν οἱ τελῶναι
5καὶ ὁ στρατηγός· ἐνταῦθα οὐ δεῖ τῇ τῶν νόμων ἀνα‐ γνώσει προσέχοντας πλανηθῆναι, ἀλλὰ τὴν φύσιν πρα‐ γμάτων σκοπεῖν· ὡς γὰρ εἴρηται καὶ ἐν ταῖς νομικαῖς πραγμάτων ὁρῶμεν ἐξέτασιν, καὶ ἐν ταῖς δικαιολογικαῖς νόμων ἀνάγνωσιν, καὶ οὐ δή που παρὰ τοῦτο ἢ τὰς
10λογικὰς νομικὰς φήσομεν ἢ τὰς νομικὰς λογικάς. οὕτως οὖν καὶ ἐν τῷ παρόντι προβλήματι, εἰ καὶ νόμοι εἰσὶν οἱ ἐγκείμενοι, οὐ παρὰ τοῦτο νομικὴν ἀποφαινόμεθα ζήτησιν. οὐδὲ γάρ ἐστιν ἡ κρίσις, εἰ κύριός ἐστιν ὁ νό‐ μος ἢ μή· οὐδὲ γὰρ ὁ εἷς παραβέβασται νόμος, ἅτερος
15δὲ σέσωσται· ἀλλ’ ἔστι περὶ τὴν ἰδιότητα τοῦ ὀνόματος, εἰ δεῖ λάφυρα ταῦτα καλεῖν ἢ ναυάγια· ὅπερ τῷ χρόνῳ μᾶλλον προσήκει· ὁ μὲν γὰρ ἀπὸ τοῦ πρώτου χρόνου λάφυρά φησι ταῦτα εἶναι, ὁ δὲ ἀπὸ τοῦ συμβάντος ναυάγια. ἐμέμψαντο δέ τινες Ἑρμογένει, ἀφ’ ὧν εἶπεν,
20ἢ καὶ ἑνὸς διαιρουμένου· φασὶ γὰρ ὡς οὐ δύναται ὁ εἷς διαιρεῖσθαι εἰς δύο νόμους· ὁ δὲ αὐτὸς ἑαυτῷ ἐναντίος εἶναι, ἀλλ’ οὐδὲ τὸ παράδειγμα τῶν συνεστώτων, πῶς γὰρ οἷόν τε κατὰ ταὐτὸν τὰς δύο βιάσασθαι. ἔστιν οὖν ἀσύστατον κατὰ τὸ ἀπίθανον καὶ διάνοιαν· ἄλλως
25τε δὲ καὶ ἐξισάζει, ἐπ’ ἀμφοῖν γὰρ ὁ νόμος τὴν ἐξουσίαν δίδωσι τὴν αὐτὴν, εἰ καὶ διαφόροις αἰτήσεσιν· καὶ οὐδὲ τὸ μὲν τοῦ νόμου πέπρακται, τὸ δὲ παραβέβασται, ὅπερ ἀντινομίας ἴδιον· ἀλλ’ οὐδὲ ὅμοιόν τι ἄλλο τούτου τοῦ εἴδους εὑρήσεις, ἐπ’ οὐδενὸς γὰρ ἄλλου ζητήματος εὑρε‐
30θείη τοιοῦτο παράδειγμα· ἔστι γὰρ καὶ περὶ ἓν ῥητὸν ἀντινομία, μὴ διαιρουμένου μὲν τοῦ ῥητοῦ, ἐξ ἴσου δὲ
παρ’ ἑκατέρου μέρους προφερομένου τοῦ ῥητοῦ· οἷον νό‐266

4

.

267

μος τὸν μὴ ἐπαμύνοντα δεομένοις τοῖς γονεῦσιν ἄτιμον εἶναι· ῥήτορος γονεῖς ἔθεντο διαζύγιον· ἐκάλεσαν ἀμ‐ φότεροι εἰς τὸ δικαστήριον εἰς συνηγορίαν, συνηγόρησε τῇ μητρὶ, νενίκηκεν, ὁ πατὴρ ἡττηθεὶς ὑπάγει αὐτὸν
5τῇ ἀτιμίᾳ καὶ ἡ μήτηρ ἀντιλέγει· ἐνταῦθα γὰρ τὸ ῥη‐ τὸν οὐ διαιρεῖται· ἐξίσου δὲ παρ’ ἑκατέρου προφέρονται· τοῦ γὰρ πατρὸς τὸ μὴ βεβοηθηκέναι προβαλλομένου, τῆς δὲ μητρὸς πάλιν τὸ βεβοηθηκέναι, ἐξίσου οἱ δύο τὸ ῥητὸν ἀναγινώσκουσιν· ἔστι καὶ ἕτερον παράδειγμα περὶ
10τούτου τοῦ ζητήματος· νόμου γὰρ τοῦ αὐτοῦ κειμένου ληφθείς τις ὑπὸ λῃσταῖς ἔγραψε τῇ γυναικὶ περὶ λύ‐ τρων· ἡ γυνὴ δακρύουσα ἐτυφλώθη· ὁ παῖς ἐξελθὼν δέ‐ δωκεν ἑαυτὸν ἀντὶ τοῦ πατρὸς τοῖς δεσμοῖς· ἔῤῥιψαν αὐ‐ τὸν οἱ λῃσταὶ εἰς τὴν θάλασσαν, προσηνέχθη τῇ πόλει,
15βούλεται θάψαι αὐτὸν ὁ πατὴρ καὶ ἡ μήτηρ ἀντιλέγει ὡς ἀμελήσαντος αὐτοῦ ἐν τῇ πηρώσει τῆς μητρός· καὶ ταῦτα μὲν οἱ μεμφόμενοι Ἑρμογένει· ἔστι δὲ εἰπεῖν ὡς οὐδὲν ἄξιον μέμψεως ἔχει διὰ τούτου Ἑρμογένης, ἀλλὰ κἀκεῖνο συνίσταται. ὡς γὰρ τοὺς μὴ φύσει ἐναντίους
20νόμους ἡ περίστασις ποιεῖ ἐναντίους, οὕτω καὶ τὸν ἕνα νόμον ἡ περίστασις ἀντιφάσκειν ἑαυτῷ ποιεῖ· ἄλλως τε καὶ εἴ τις ἀκριβῶς σκοπήσοι, οὐδὲ ἓν τὸ τοῦ νόμου ῥη‐ τὸν, ἀλλ’ ἓν μὲν τῇ προφορᾷ, διττὸν δὲ τῇ ἐννοίᾳ· ἄλ‐ λο γὰρ ἡ τοῦ γάμου αἵρεσις, καὶ ἄλλο ἡ τοῦ θανάτου·
25εἴ τις μὲν οὖν μέμψιν διὰ τοῦτο κινοίη τῷ τεχνικῷ, ὡς περὶ ἓν ῥητὸν βουλομένῳ δεῖξαι ἀντινομίαν, ὁ δὲ διπλοῦν τέθεικεν, ἴσως οὐκ ἄτοπος· ἐπεὶ κατά γε τὰ ἄλλα ἄτοπος καὶ συκοφάντης· οὔτε γὰρ τὸ περὶ τοῦ ὑποδείγματος εἰρημένον ἀδύνατον· εἰ γὰρ καὶ κατὰ ταὐ‐
30τὸν εἴρηκεν ὁ τεχνογράφος, οὐ δήπου καὶ τὸ ἀκαριαῖον· εἰκὸς γὰρ καὶ πρότερον θατέραν ἐγνωκέναι καὶ μηδὲν
ταύτην κατ’ αὐτοῦ κινῆσαι, τῇ ἐλπίδι τοῦ γάμου τέως267

4

.

268

ἡσυχάζουσαν· μετὰ μικρὸν δὲ αὖθις ἀκούσασαν, ὡς ἑτέραν διέφθειρε, τότε τὴν τοῦ θανάτου κατ’ αὐτοῦ κι‐ νῆσαι αἵρεσιν· ὡς εἶναι τὴν περίστασιν διττὴν, ἀπό τε τοῦ χρόνου καὶ τοῦ προσώπου, τὸ δὲ καὶ τὸ ἐξισάζειν
5αἰτιᾶσθαι, ὡς ἀσύστατον ποιοῦντος τὸ πρόβλημα, σκαιοῦ καὶ ἑαυτῷ περιπίπτοντος· εἴγε καὶ ἐφ’ οὗ παρέθεντο αὐτοὶ ὑποδείγματος τοῦτο εὑρίσκεται· φημὶ τὸ ἐξίσου ἑκάτερα τὰ μέρη τὸ ῥητὸν προφέρειν· τὸ δὲ λέγειν ὡς οὐκ ἔστι τι παραβεβασμένον τοῦ ῥητοῦ, ἀνοήτου· καὶ
10γὰρ παραβέβασταί τι τοῦ ῥητοῦ, τῇ τῆς ἑτέρας γὰρ παραβέβασται ἡ τῆς προγενεστέρας ἐλπὶς τοῦ γάμου· οὐδὲ γὰρ ἐνῆν τὰς δύο εἰς ὑμέναιον ἀγαγέσθαι· τὸ δὲ μονῆρες τοῦ ζητήματος αἰτιᾶσθαι πάντη ἄλογον· πολ‐ λὰ γὰρ τοιαῦτά ἐστιν εὑρεῖν ζητήματα ἐν ταῖς στά‐
15σεσι, μονήρη φημί. Μαρκελλίνου. Δεῖ τὰ δύο ῥητὰ ἐν ἀντινομίᾳ κεκυρωμένα εἶναι· τοῦτο δὲ εἶπον, ἐπειδὴ συμβαίνει τὸ μὲν ἓν πάλαι κεκυρῶσθαι, τὸ δὲ ἓν νῦν εἰσάγεσθαι· τοῦ‐ το δὲ οὐ ποιεῖ ἀντινομίαν, ἀλλὰ πραγματικὴν, ὥς φησιν
20ὁ Πορφύριος· οἷον νόμος ἐκέλευε ἐν τρισὶν ἡμέραις περὶ πολέμου βουλεύεσθαι, Ἐλάτειαν κατειληφότος Φι‐ λίππου γράφει Δημοσθένης αὐθημερὸν ἐξιέναι, Αἰσχίνης ἀντιλέγει· ἐν τούτῳ γὰρ ὁ μὲν νόμος κεκύρωται· τὸ δὲ εἰςφερόμενον ψήφισμα δοκιμασθῆναι δεῖ· ἔοικε δὲ μᾶλ‐
25λον ὁ Πορφύριος ἀγνοεῖν τὴν διαφορὰν πραγματικῆς τῆς κατὰ ἀντινομίαν καὶ ἀντινομίας αὐτῆς· ἔστι γὰρ ὅτε καὶ ἡ πραγματικὴ κεκυρωμένους ἔχει τοὺς δύο νόμους· ἀλλ’ ἐν μὲν τῇ ἀντινομίᾳ ἐπὶ ἤδη παραβεβασμένῳ νόμῳ ἡ κρίσις· ἐν δὲ τῇ πραγματικῇ βουλή ἐστι καὶ σκέψις,
30τίνα μὲν δεῖ παραβῆναι τῶν νόμων, ποῖον δὲ ἐᾶσαι κε‐268

4

.

269

κυρωμένον· τὸ δ’ αὐτὸ καὶ ἐπὶ τοῦ ἀποδομένου τὴν πανοπλίαν στρατιώτου καὶ θάψαντος τὸν πατέρα· ἰδοὺ γὰρ ἐνταῦθα παρέβη τὸν νόμον ὁ στρατιώτης· ἐν δὲ τῇ πραγματικῇ ζητεῖται εἰ δεῖ παραβῆναι, οἷον νόμος τὸν
5τύραννον ὑπερόριον ῥίπτεσθαι· καὶ τὸν σκηπτῷ βληθέντα αὐτοῦ θάπτεσθαι οὗ ἔπεσεν, ἠνέχθη σκηπτὸς ἐπὶ τὸν τύραννον, καὶ βουλεύονται· ἐν τούτῳ νόμος οὐ παραβέ‐ βασται· οὐδὲ ἐπὶ ἤδη γενομένῃ παρανομίᾳ ἡ κρίσις, ἀλ‐ λὰ βουλὴ πρόκειται, ποῖον τῶν νόμων δεῖ παρα‐
10βῆναι· ἴδιον δὲ καὶ τοῦτο ἀντινομίας, τὸ τὸν κρινόμενον παραβεβηκέναι μὲν νόμον, νόμῳ δὲ κεχρῆσθαι. Ἢ καὶ πλειόνων· τοῦτο προσέθηκεν, ἐπειδὴ ἔστι καὶ ἐκ τριῶν νόμων ἀντινομία· οἷον νόμος τῷ προδότῃ συμφεύγειν τοὺς παῖδας· καὶ τὸν καταστείχοντα φυγάδα θανάτῳ
15ζημιοῦσθαι· καὶ τῷ ἀνδρὶ τυφλῷ ὄντι ὀρεγέτω χεῖρα ἡ γυνή· προδότῃ οὐ συνῆλθεν ἡ θυγάτηρ, ὀρέγουσα τῷ ἀν‐ δρὶ τυφλῷ ὄντι χεῖρα, ἀπέκτεινεν αὐτὴν ὁ στρατηγὸς ὡς κα‐ ταστείχουσαν καὶ κρίνεται φόνου· διαφέρει δὲ τῆς ἐκ δύο νόμων ἀντινομίας, ὅτι ἐκεῖ μὲν ὁμολογεῖ παραβῆναι νόμον,
20καὶ ἀπὸ τῆς ἀντιλήψεως ἄρχεται, ὡς ἐπὶ τῆς ὀρεγούσης τῷ ἀνδρὶ τυφλῷ ὄντι χεῖρα· ἢ καὶ ἑνός. τὸ γὰρ ἓν διαι‐ ρούμενον ἀναπληροῖ δύο νόμων τάξιν· καὶ γίνεται νόμος ἕκαστον μέρος ἑκάστῳ τῶν προσώπων ἀντὶ νόμου ἐντε‐ λοῦς· τέλειον γὰρ ἔστιν ἕκαστον τῶν μερῶν καὶ οὐδὲ
25ἐναντίον ἕκαστον αὐτῶν τῷ ἄλλῳ κατὰ φύσιν· ἢ γὰρ τόδε ὁρίζεται ἢ τόδε· ἀλλὰ πάλιν κἀνταῦθα ἡ περίστα‐ σις καὶ ἡ πλοκὴ τὴν μάχην ἐποίησεν. Καὶ ὅλως δι‐ πλῆ τίς ἐστι ζήτησις. Ζητητέον εἰ διπλῆ ἐστιν ἐξέ‐ τασις ῥητοῦ καὶ διανοίας· διατὶ μὴ διπλοῦν ῥητὸν καὶ
30διάνοια καλεῖται ἡ ἀντινομία, ὥσπερ διπλοῖ εἰσι στοχασμοὶ καὶ ὅροι· λέγομεν, ὅτι ἐν ῥητῷ καὶ διανοίᾳ παράβασις
εὑρίσκεται νόμου, ἐν δὲ τῇ ἀντινομίᾳ τῶν νόμων ὁ ἕτε‐269

4

.

270

ρος εὑρίσκεται φυλαττόμενος· τὸ οὖν διάφορον ἐποίησε στάσιν ἑτέραν· ὀλίγη γὰρ ἐναλλαγὴ στάσιν ἑτέραν ἐργά‐ ζεται· ἐν δὲ τῷ στοχασμῷ ἐπὶ πάντων τῶν εἰδῶν τὸ ὅμοιον σώζεται· διπλῆ δὲ διὰ τοῦτο, ἐπειδὴ ἀμφότερα
5διπλᾶ δείκνυται οὐχ ὥσπερ ἐν ῥητῷ καὶ διανοίᾳ, ὁ μὲν τὸ ῥητὸν, ὁ δὲ τὴν διάνοιαν, ἀμφότερα ἀμφότεροι κέκτην‐ ται· ἑκάτερος γὰρ λύσας τῇ διανοίᾳ τὸ τοῦ ἐναντίου ῥη‐ τὸν οὕτως ἐπεισάξει τὸ ἴδιον· καθολικὸν γὰρ τοῦτο τὸ τοῖς βλάπτουσι ῥητοῖς ἀντιτάττειν τὰς διανοίας· εἰκό‐
10τως δὲ διπλᾶ τέθεικε τὰ παραδείγματα· ἐπειδὴ γὰρ προείρηκε τὴν ἀντινομίαν γίνεσθαι ἢ περὶ δύο ῥητὰ ἢ περὶ ἓν διαιρούμενον τὴν ζήτησιν εἶναι, πιστοῦται τοῖς παραδείγμασιν· ἔδοξε δὲ τοῦτο ἰσάζειν· ἥ τε γὰρ βία ἴση καὶ τὰ πρόσωπα ἴσα, καὶ ὁ καιρὸς δὲ ἄδηλος, ποτέρα
15προτέρα· ὥστε μηδὲ ταύτῃ διαφέρειν· καὶ ὁ μὲν Μινου‐ κιανὸς οὐκ ἰσάζειν φησὶ διὰ τὸ ἀνόμοιον τῆς αἰτήσεως· ἡ μὲν γάμον αἰτεῖ, ἡ δὲ θάνατον· ἔοικε δὲ οὐκ εἶναι αὕτη ἰσχυρὰ διαφορὰ πρὸς τὸ μὴ ἐξισάζειν τὸ πρόβλημα· εἰ γὰρ καὶ διάφορα τὰ τῆς αἰτήσεως, ἀλλ’ οὖν ἰσάζει
20τῷ ἀμφοτέρας αἰτεῖν τι· λεπτὴ δέ τις ὑπάρχει διαφορά· δύναται γὰρ ἡ αἰτοῦσα θάνατον λέγειν, ὡς εἰ τεθνήξεται, ἀμφότεραι λήψονται δίκην τῆς βίας· καὶ οὐδὲν μᾶλλον ὑπὲρ αὐτῆς ἢ καὶ ὑπὲρ ἐκείνης αἰτεῖ· ἡ δ’ αὖ γάμον αἰ‐ τοῦσα δύναται χρήματα αὐτὴ δώσειν ἐπαγγείλασθαι ὑπὲρ
25τῆς βίας· αὕτη μὲν τῆς ἀντινομίας ἡ φύσις· ὁ δὲ Μινου‐ κιανός φησι καὶ τοιαύτην ἑτέραν ἀντινομίαν γίνεσθαι, ἐν ᾗ εἷς μὲν ἔστιν ὁ νόμος οὐδὲ οὗτος διμερὴς, δύο δὲ πρόσωπα τῷ αὐτῷ κεχρημένα νόμῳ· οἷον ἠρίστευσαν
δύο ἀδελφοὶ καὶ ὁ μὲν αὐτῶν αἰτεῖ ἀναιρεθῆναι τὴν κα‐270

4

.

271

τὰ τῆς μητρυιᾶς γραφήν· ἀπέκειτο γὰρ κατ’ αὐτῆς κατη‐ γορία· ὁ δὲ εἰσελθεῖν ἀξιοῖ· ἐνταῦθα γὰρ ὁ μὲν νόμος εἷς καὶ ταῦτα οὐδὲ μεμερισμένος· ἰσχυρίζονται δὲ τῷ αὐ‐ τῷ ἀμφότεροι· διαιρήσεις δέ φησι τὴν ἀντινομίαν ταύ‐
5την ἀπὸ συγκρίσεως ἀρξάμενος, τίς νομιμωτέρα αἴτη‐ σις, τίς δικαιοτέρα.
7nἩ μέντοι ἀμφιβολία καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματός ἐστι φανερά· ἔστι
8nγὰρ ἀμφιβολία ἀμφισβήτησις περὶ ῥητὸν ἐκ προσῳδίας ἢ διαστάσεως
9nσυλλαβῶν γενομένη. ἐκ μὲν προσῳδίας· οἷον ἑταίρα χρυσία εἰ φο‐
10nροίη, δημοσία ἔστω· πεφώραταί τις φοροῦσα, καὶ ἡ μὲν τὰ χρυσία
11nφησὶν εἶναι δημόσια προπαροξυτόνως ἀναγιγνώσκουσα τὸν νόμον, οἱ
12nδὲ οὐ τὰ χρυσία, ἀλλ’ αὐτὴν δημοσίαν εἶναι παροξυτόνως ἀναγι‐
13nνώσκοντες· περὶ δὲ διάστασιν συλλαβῶν· οἷον δύο ἦσάν τῳ παῖδες,
14nΛέων καὶ Πανταλέων· καὶ τελευτῶν ὁ πατὴρ διέθετο οὕτως· ἐχέ‐
15nτω τὰ ἐμὰ Πανταλέων καὶ ἑκάτερος ἀντιποιεῖται πάντων· ὁ μὲν ὑφ’
16nἓν ἀναγινώσκων Πανταλέων· ὁ δὲ διϊστὰς πάντα, εἶτα Λέων·
17nταύτας μὲν οὕτως ἐπιγνωσόμεθα.
18 Συριανοῦ καὶ Σωπάτρου. Τελευταία τῶν νο‐ μικῶν ἡ ἀμφιβολία· ἀμφίβολος γὰρ καὶ ὑπ’ αὐτοῦ τοῦ
20ὀνόματός ἐστιν· ἔνθεν καί τινες οὐδὲ στάσιν αὐτὴν ἀξιοῦ‐ σιν εἶναι, λέγοντες μὴ συνίστασθαι τοιαῦτα ζητήματα· ἐμπίπτει γὰρ εἰς τὸ ἐξισάζον, τοῦ μὲν λέγοντος ἄνευ διαστολῆς, τοῦ δὲ μετὰ διαστολῆς ἀναγιγνώσκοντος· καὶ δοκεῖ μὲν ἀδιάκριτον εἶναι, ὅσον ἐκ τῶν ἐγκειμένων·
25ἄδηλος γὰρ ἐν τούτοις ἡ διάνοια· διὰ τοῦτο οὖν, ὡς ἔφα‐ μεν, οὐδὲ στάσις εἶναι πρὸς ἐνίων ἠξίωται· ἡμεῖς δέ φα‐ μεν εἶναι, ἄπορον δέ· ὅθεν καὶ οἱ ῥήτορες τὰς τοιαύτας ἐκφεύγουσι ζητήσεις· καὶ ἔστι μὲν ἄπορος καθ’ ἑαυτὴν παραλαμβανομένη, ὡς μέρος μέντοι ἐν τοῖς ἄλλοις ζητή‐
30μασι παραλαμβανομένη μείζονα τὴν εὐπορίαν λαμβάνει, ἔστι τοίνυν στάσις· ἡ γὰρ τέχνη μιμουμένη τὴν ἀλή‐
θειαν, περὶ πάντων ἡμῖν παραδίδωσιν, εἰκὸς γὰρ καὶ271

4

.

272

τοιαῦτα συμβαίνειν· αἱ μὲν οὖν ἄλλαι στάσεις τῶν νομι‐ κῶν περὶ τὸ πρᾶγμα τὴν ζήτησιν ἔχουσαι σαφεῖς τυγχά‐ νουσι καὶ πρόδηλοι τί βούλονται λέγειν ὅσον ἀπὸ τῶν ἐγκειμένων ῥητῶν· αὕτη δὲ τὴν ἀρχὴν ἀμφίβολός ἐστιν·
5οἷον πῶς δεῖ τὸ ῥητὸν ἀναγινώσκειν ἢ νοεῖν· διὰ ταῦτα μὲν οὖν αὕτη τελευταία τῶν νομικῶν· γίνεται δὲ ἀμφι‐ βολία κατὰ δύο τρόπους, παρὰ τὴν διαστολὴν, ὃ καὶ κατὰ σύνθεσίν τινες· οἷον τελευτῶν τις ἔγραψεν ἐν διαθήκαις Ἡρακλέα στῆσαι χρυσοῦν ῥόπαλον ἔχοντα· τοῦτο γὰρ
10πρὸς διάφορόν τι στιγμὴν διάφορον καὶ διάνοιαν ποιεῖ· παρὰ τὴν ὁμωνυμίαν· Ξέρξου ἐπιόντος ἔχρησεν ὁ θεός· Τεῖχος τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς. καὶ οἱ μὲν συμβουλεύουσιν, ἔχεσθαι τῆς ἀκροπόλεως ῥάχῳ γὰρ ἐπέφρακτο, οἱ δὲ ἐμβαίνειν εἰς τὰς ναῦς· καὶ
15πάλιν· Ὦ θεία Σαλαμὶς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν. ἀμφίβολον γὰρ ποῖα τέκνα λέγει τῶν βαρβάρων ἢ τῶν Ἑλλήνων, καὶ πάλιν δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶ‐ ναι· φόνου κριθείς τις ἀπέφυγεν· ὕστερον χρωμένῳ αὐ‐
20τῷ ἀνεῖλεν ὁ θεὸς, ἀνδροφόνοις οὐ χρῶ· καὶ κρίνεται πάλιν φόνου· καὶ τὸν νόμον προβάλλεται ὁ φεύγων, δί‐ κην τὸ δικάσασθαι καλῶν· ὁ δ’ οὖν διώκων δίκην τὴν τιμωρίαν ἀξιῶν εἶναι ἕλκει πάλιν ὡς εἰς δικαστήριον τῷ μὴ δοῦναι τοῦ φόνου ποινὴν, καὶ πάλιν· παῖς μὴ
25μαρτυρείτω· δύναται τοῦτο μεταληφθῆναι ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ δούλου καὶ τοῦ ἀνήβου· τούτοις δὲ παραπλή‐ σιον καὶ τὸ παρὰ τῷ Δημοσθένει ἐν τῷ παραπρεσβείας, ἐν οἷς τοῦ θεοῦ χρήσαντος τοὺς ἡγεμόνας φυλάττεσθαι κατασκευάζει ὁ ῥήτωρ ἀπὸ τοῦ καιροῦ, ὅτι τοὺς ῥήτο‐
30ρας λέγει· ἐν εἰρήνῃ γὰρ ἔχρησεν οὐκ ἐν καιρῷ πολέμου·272

4

.

273

δύνῃ δὲ καὶ πλᾶσαι αὐτὸ ὡς ζήτημα οὕτω· τοῦ θεοῦ χρήσαντος ἡγεμόνας φυλάττεσθαι ἀντιπροβάλλονται ἀλ‐ λήλους οἱ ῥήτορες καὶ οἱ στρατηγοί· δεῖ δὲ εἰδέναι, ὅτι χρὴ τὸν ῥήτορα ἐπινοῆσαι ὀξυτάτην διαφοράν· ἔστι δὲ
5παρ’ ὁμωνυμίαν, ὅτ’ ἂν τὸ ἓν ὄνομα μὴ ἓν ἀλλὰ πλείο‐ να σημαίνῃ, ἔστι καὶ παρὰ προσῳδίαν ἀμφιβολία, ὡς ἐφ’ οὗ παρέθετο τῆς ἑταίρας ὑποδείγματος ὁ τεχνικός· τῆς δὲ κατὰ πνεῦμα ἀμφιβολίας παράδειγμα τόδε, κατέλιπέ τις φίλῳ τὴν οὐσίαν προστάξας τὸν αὐτοῦ παράσιτον
10τρέφειν ἕνδεκα ἔτεσι· καὶ ὁ μὲν ἀξιοῖ ἕνδεκα δασύνων· ὁ δὲ ψιλῶς ἐν δέκα ἔτεσιν· τὸ ἓν τοίνυν πρὸς μὲν τὸν παράσιτον ἀριθμὸς ἂν εἴη, πρὸς δὲ τὸν κληρονόμον πρόθεσις· τὸ δὲ περὶ διάστασιν συλλαβῶν τινὲς δια‐ βάλλουσι φάσκοντες ἀσύστατον εἶναι τοῦτο κατὰ τὸ
15ἰσάζον· οὔτε γὰρ τέχνης οὔτ’ ἄλλου τινὸς διαφορὰ παρέχει ὕλης λόγον· ἀλλὰ φαμὲν ὡς εἰ καὶ τὸ παράδειγμα ἡμάρ‐ τηται ἴσως, ἀλλ’ οὐχὶ καὶ τὸ εἶδος, ὅμως δύναται καὶ τὸ παράδειγμα ἐναλλαγῇ ποιότητος διορθωθῆναι, οἷον εἰ οὕτως εἴπωμεν· δύο ἦσάν τῳ παῖδες Λέων καὶ Παν‐
20ταλέων· τοῦ μὲν Λέοντος ῥήτορος ὄντος, τοῦ Πανταλέον‐ τος δὲ ἰατροῦ· ἡ γὰρ τῶν προσώπων ποιότης ὑγιὲς τὸ ζήτημα ἀποφανεῖ ἐκ περιστάσεως χρόνου ἢ αἰτίας τὸ ἄρτιον αὐτοῦ περιποιοῦσα· χρόνου μὲν, εἰ Πανταλέων λέγοι ὡς ἰατρῷ χαρίζεσθαι τὸν πατέρα αὐτῷ τὴν οὐ‐
25σίαν, διὰ τὸ πολλῆς αὐτὸν ἠξιῶσθαι παρὰ τὸν τῆς νό‐ σου καιρὸν θεραπείας· αἰτίας δὲ, εἰ Λέων πάλιν λέγοι ὡς ῥήτορι χαρίζεσθαι αὐτῷ τὸν πατέρα τὴν οὐσίαν πᾶ‐ σαν τῷ περίβλεπτον δι’ αὐτὸν γενέσθαι καὶ πᾶσι περι‐ βόητον καὶ θαυμάσιον· ἔνθεν καὶ πλέον ἀγαπᾶσθαι
30αὐτὸν ὑπὸ τοῦ πατρὸς Πανταλέοντος· οἶδε δὲ ταύτην273

4

.

274

καὶ Δημοσθένης τὴν ζήτησιν· ὡς ἐν τῷ παραπρεσβείας· εἰ μὲν οὖν ἀνεῖλεν ὁ θεὸς τοὺς ἡγεμόνας φυλάττεσθαι· καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους, ἐν οἷς φησιν· ἐάν τις ἀποκτείνῃ Χαρίδημον, ἀγώγιμος ἔστω· ὁ μὲν γὰρ τὸ
5ἀγώγιμον ἐπὶ θανάτῳ λέγει εἶναι, ὁ δὲ ἐπὶ κρίσει. Ἰστέον δὲ ὡς λύονται αἱ ἀμφιβολίαι δοκοῦσαι ἐξισάζειν ἀπὸ τῶν εἰκότων καὶ τῶν ἄλλων τεκμηρίων, οἷον τὸ μὲν τοῦ Λέ‐ οντος καὶ τοῦ Πανταλέοντος ἀπὸ τοῦ τίνι μᾶλλον ὁ πατὴρ προσετίθετο τῶν παίδων· τούτῳ γὰρ ἐροῦμεν παραχω‐
10ρεῖν τῆς οὐσίας, ὃν πλέον ἔστεργεν· τὸ δὲ τῆς ἑταίρας παραδείγμασι τοῖς προγεγενημένοις, οἷον εἴ τι τοιοῦ‐ τον ἐπράχθη καὶ πρῴην κατὰ τοῦτο καὶ νῦν· τὸ δὲ τοῦ τελευτῶντος καὶ διαθεμένου περὶ τοῦ Ἄρεος, ἀπὸ τῆς περιουσίας· αὕτη γὰρ ὡς ἔχει εὐπορίας ἀποφανεῖ
15τὴν γνώμην τοῦ διατιθεμένου, εἴ τε πάντα τὸν Ἄρεα εἴτε δόρυ μόνον διαγορεύει γενέσθαι χρυσοῦν· δῆλον γὰρ, ὡς ἡ μὲν ἐξικνεῖται ἡ περιουσία τοῖς τε κληρονό‐ μοις περιποιῆσαι τὸ ἱκανὸν, τῇ τε τοῦ ἀνδριάντος ὕλῃ ὑπουργῆσαι ἔχει τινὰ λόγον ἡ τῶν ἀντιποιουμένων τοῦ
20χρυσοῦ ἀνδριάντος ἀξίωσις· εἰ δ’ ἀπόρως ἔχοι οὐδὲν ὠφελήσει, κἂν εἰ προβάλλοιντο οἱ ἀντιλέγοντες, μὴ δεῖν ἐν μέρει μὲν τιμᾷν Ἄρεα τῷ χρυσῷ δόρατι, ἐν μέρει δ’ ἀτιμοῦν τῷ χαλκοῦν ὅλον ποιεῖν· οὐδὲ γὰρ ἐπὶ βλάβῃ τῶν κληρονόμων εἴποιεν ἂν αὐτοὶ διαθέσθαι τὸν πα‐
25τέρα. Μαρκελλίνου. Ζητητέον διὰ τί μὴ εἴη ἀντεγκλη‐ ματικὸς ὁ τοῦ χρησμοῦ τοῦ κελεύοντος τοὺς ἡγεμόνας φυλάττεσθαι· ἀντεγκαλοῦσι γὰρ ἑαυτοῖς οἱ ῥήτορες καὶ οἱ στρατηγοί· σημεῖον δὲ ἔχουσι τὸν χρησμόν· ἀλλὰ φα‐
30μὲν, ὅτι δεῖ τὸ σημεῖον φανερὸν εἶναι ἐν στοχασμῷ·274

4

.

275

ἐνταῦθα δὲ αὐτὸ τὸ ῥητὸν ἀμφιβάλλεται, ὥστε οὐκ ἂν εἴη σημεῖον· τοῦτο δὲ ἴδιον ἀμφιβολίας τὸ ἑκάτερον ἀν‐ τέχεσθαι τοῦ ῥητοῦ· οἱ μὲν οὖν συνδίοικοι τῆς πόλεως, ὡς μεγάλης τῆς οὐσίας οὔσης, ὁ δὲ κληρονόμος ὡς μι‐
5κρᾶς καὶ τὸ μὴ διῃρῆσθαί τι τούτων ἐν τῷ ζητήματι, ἰσάζειν ποιεῖ τὸν λόγον· ἰστέον δὲ ὅτι ἐπὶ μὲν τῶν ἀλη‐ θινῶν ἀγώνων ἔχει τινὰ χώραν καὶ στάσιν ἡ ἀμφιβολία, διὰ τὸ ἐκ μαρτύρων ἢ γραμματίου ἢ τεκμηρίου ἢ ἄλλο‐ θέν ποθεν ἔχειν διαφορὰν τοὺς παρ’ ἀμφοῖν λόγους·
10οἷον ὡς ἐπὶ τοῦ Λέοντος καὶ Πανταλέοντος· ἐὰν ἐπ’ ἀληθεῖ ἀγῶνι τοιαύτη τις ἀμφισβήτησις ἐμπέσῃ, δύναται πολλά‐ κις ὁ ἕτερος παρασχόμενος μαρτυρίαν, ὡς περὶ αὐτὸν εὐνούστερος ἦν ὁ πατὴρ, διαφοράν τινα ἐμποιεῖν· ὁ δὲ ἕτερος, ὅτι αὐτὸς εὔνους τῷ πατρὶ, ὅτι σώφρων, ὅτι οὐκ
15ἀσελγὴς, ὅθεν ἤρεσε τῷ πατρί· ἐν δὲ πλάσμασι πάντων ἰσαζόντων, πολλὴν ἀπορίαν ἔχει· πῶς γὰρ ἔσται ἐνθυ‐ μημάτων εὐπορία, ἔνθα μηδὲ μία φορά· τινὲς δὲ παρά‐ δοξόν τι λέγειν ἐπιχειροῦσιν, ὅτι τοῦ στοχασμοῦ τὸ μέν ἐστι περὶ ῥητὸν, τὸ δὲ περὶ πρᾶγμα· καὶ τὸ μὲν περὶ
20πρᾶγμα ποιεῖ αὐτὸν τὸν στοχασμὸν, ὃν δὴ κυρίως οὕτως ὀνομάζομεν, τὸ δὲ περὶ ῥητὸν ποιεῖ τὴν ἀμφιβολίαν· στο‐ χαζόμεθα δὲ πότερον τόδε ἢ τόδε δηλοῖ τὸ ῥητόν.
23nΤὴν δὲ μετάληψιν οὐκ ἔθ’ ὁμοίως, ἀλλ’ ὅτ’ ἂν ἡ ζήτησις ᾖ περὶ
24nτοῦ εἰ δεῖ τὸν ἀγῶνα εἰσελθεῖν· ἐν γὰρ τῇ μεταλήψει οὔτε εἰ ἔσται
25nτι προηγουμένως ζητήσεις, καθάπερ ἐν στοχασμῷ, οὔτε τί ἐστι κα‐
26nθάπερ ἐν ὅρῳ· οὔτε ὁποῖόν τί ἐστιν, ὡς ἐν ταῖς λοιπαῖς, ἀλλ’ αὐ‐
27nτὸ τοῦτο εἰ δεῖ ζητῆσαί τι τούτων, παραγραφὴ γάρ ἐστι, δύο δὲ
28nαὐτῆς εἴδη. ἡ μὲν γάρ ἐστιν ἔγγραφος, ἀπὸ ῥητοῦ τινος
29nλαμβάνουσα τὴν ζήτησιν, ἡ δὲ ἄγραφος.
30 Συριανοῦ καὶ Σωπάτρου. Τὴν μετάληψιν τε‐ λευταίαν ἔταξεν Ἑρμογένης καὶ δι’ ἕτερα μὲν, μάλιστα
δὲ διὰ ταῦτα· αἱ μὲν γὰρ ἄλλαι στάσεις περὶ τὸ πρᾶγμα275

4

.

276

καταγινόμεναι, ἤτοι ἄρνησιν ἔχουσι τοῦ κρινομένου πρά‐ γματος, ἢ τὸ ἰμὲν ὁμολογοῦσι, τὸ δ’ οὒ, ἤ τι τῶν τοιού‐ των· ἡ μετάληψις δὲ οὐδὲ ἀπολογίας ἀξιοῖ τὸν κατήγο‐ ρον· ἀλλ’ ὅμως ἐκβολὴν ποιεῖται τοῦ πράγματος· αὕτη
5δ’ ἡ στάσις λαμβάνει τὴν σύστασιν ἀπὸ τῶν ἀνωτάτω δύο στάσεων· εἰρήκαμεν γὰρ, ὅτι τὸ φανερὸν καὶ τέλειον πρᾶγμα διαιρεῖται εἴς τε τὰς λογικὰς καὶ τὰς νομικάς· ἔχει οὖν ἡ μετάληψις τὴν σύστασιν ἀπ’ ἀμφοτέρων τού‐ των, ἀπό τε τῶν λογικῶν καὶ τῶν νομικῶν· διὸ καὶ
10αὐτὴν τὴν ποιότητα διάφορον ἔσχεν· ἡ μὲν γὰρ ἔγγρα‐ φός ἐστιν, ἥτις καὶ μετάληψις καὶ παραγραφὴ λέγεται· ἣ δ’ ἄγραφος, ἥτις καὶ κυρίως μετάληψις· ὥσπερ δὲ τὴν παραγραφὴν ὁμωνύμως μετάληψιν ἔφαμεν, οὕτω δύ‐ ναιτ’ ἄν τις καὶ τὴν μετάληψιν καλέσαι παραγραφήν·
15ἔχει δὲ αὕτη ὡς ἔφαμεν τὴν μὲν ἔγγραφον ἀπὸ τῶν νομικῶν, τὴν δὲ ἄγραφον ἀπὸ τῶν λογικῶν· ὥστε εἰκό‐ τως μετὰ τὰ ἀποτελοῦντα τὸ ἀποτέλεσμα. τριῶν δὲ οὐ‐ σῶν τῶν ποιουσῶν τὴν στάσιν, ὑπάρξεως, ἰδιότητος, ποιότητος, οὐδενὸς τούτων μετέχει ἡ μετάληψις, ἀλλὰ
20τὴν ζήτησιν ἔχει περὶ τοῦ εἰ δεῖ τὸν ἀγῶνα εἰσελθεῖν, ὡς καὶ αὐτός φησιν ὁ τεχνικός· μέμφονται δὲ αὐτόν τι‐ νες ὡς πᾶσαν τὴν μετάληψιν περὶ τοῦ εἰ δεῖ τὸν ἀγῶ‐ να εἰσελθεῖν ἀποφηνάμενον εἶναι· μόνης γάρ φασι τῆς ἐγγράφου εἶναι τοῦτο· ἡ γὰρ ἄγραφος οὐ περὶ εἰσαγω‐
25γῆς ἔχει τὴν ζήτησιν, ἀλλὰ περὶ τῆς τοῦ πράγματος πε‐ ριστάσεως· ἐὰν γὰρ ᾖ νόμος τὸν μοιχὸν ἐξεῖναι ἀποκτιν‐ νύναι καὶ τὴν μοιχευομένην, καταλάβοι δέ τις τὴν μη‐ τέρα μοιχευομένην, καὶ ἀποκτείνοι, εἶτα διὰ τοῦτο κρί‐ νοιτο, οὐ περὶ εἰσόδου, ἐστὶν ἡ ζήτησις ἐνταῦθα, ἀλλὰ
30περὶ αὐτῆς τῆς εὐθυδικίας, μεταλαμβάνεται γὰρ ἀπὸ
τοῦ προσώπου, ὅτι παῖδα ὄντα οὐκ ἐχρῆν φονεῦσαι·276

4

.

277

ἐχρῆν οὖν διὰ ταῦτα οὕτως ὁρίσασθαι καὶ εἰπεῖν· τὴν δὲ μετάληψιν οὐκ ἔτι ὁμοίως ἐπιγνωσόμεθα· ἔστι γὰρ ἡ ζήτησις ἢ περὶ τοῦ τὸν ἀγῶνα εἰσελθεῖν, ἢ περί τινων τῶν περιστατικῶν· οὕτω γὰρ ἂν καὶ τὴν ἄγραφον πε‐
5ριελάμβανε τὴν περὶ τὴν εὐθυδικίαν τὴν ζήτησιν ἔχου‐ σαν, μεταλαμβανομένην δὲ ἀπό τινος τῶν περιστατικῶν, καὶ τὴν ἔγγραφον τελείαν οὖσαν ἀπαγωγὴν τῆς εὐθυδι‐ κίας· πῶς δὲ αὕτη τῆς εὐθυδικίας ἐπάγει καὶ τί ἐστιν εὐθυδικία λεκτέον· εὐθυδικία τοίνυν ἐστὶ τὸ κατευθὺ τῆς
10δίκης ἰέναι, καὶ μὴ μόνον ἀπὸ τοῦ νόμου προβάλλεσθαι ἄδειαν, ἀλλὰ καὶ τὴν ἀπὸ τῶν πραγμάτων ἀπολογίαν ποιεῖσθαι, ὡς ἔστι παρὰ πᾶσι τοῖς ἀρχαίοις εὑρεῖν ῥή‐ τορσιν· οἷον ὡς ἐφ’ οὗ λέγει ὁ τεχνικὸς ὑποδείγματος· ἑλκόμενος εἰς ἀπολογίαν τοῦ μὴ πεποιηκέναι τὸν φόνον
15προβαλεῖται μὲν νόμον τὸν μὴ ἐξεῖναι δὶς περὶ τῶν αὐ‐ τῶν διαγορεύοντα ἀγωνίζεσθαι· προσθήσει δὲ καὶ τὴν εὐθυδικίαν λέγων οὕτως, ὅτι εἰ καὶ μὴ νόμος ἐξαιρεῖταί με τοῦ κινδύνου, οὐδ’ οὕτως ὑπεύθυνός εἰμι τιμωρίᾳ· οὐ γὰρ ἔδρασα φόνον, καὶ ταύτῃ καὶ τὴν πρὶν ἀπέφυγον
20δίκην· ἀλλὰ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον. Ἰστέον δὲ, ὡς τελευταίαν πασῶν ἔταξε τὴν μετάληψιν, καίτοι δοκῶν τοῖς οἰκείοις μάχεσθαι κανόσι· λέγει γὰρ, ὅτι ὅπου δ’ ἂν εὑρεθείη τὸ παραγραφικὸν, πρῶτον ἐκεῖνο εἶναι δεῖ· πλὴν εἰ μή τι κωλύοι· ἐνίοτε γὰρ ἐξ ἀνάγκης καὶ ἡ τάξις αὐ‐
25τοῦ διαλλάττεται· οὐκοῦν χρὴ καὶ τὴν παραγραφὴν πρώ‐ την γενέσθαι τῶν στάσεων· πρὸς οὓς φαμὲν, ὅτι καλῶς ἄγαν ὁ τεχνογράφος ταύτην τὴν τάξιν ἐτήρησεν, οὐ γὰρ ἐνῆν μαθεῖν τὴν μετάληψιν, εἰ μὴ πρῶτον ἔγνωμεν δι’ ὧν γίνεται μετάληψις, πῶς γὰρ ἐδυνάμεθα γνῶναι, ὅτι
30οὐ δύναται πρᾶγμα μελετηθῆναι καθ’ οἵαν δή ποτε στά‐ σιν μὴ πρότερον τὰς στάσεις μεμαθηκότες· ἄλλως τε καὶ
ὅτι οὐδέποτε ἐκτὸς στάσεως μελετᾶται· ἀλλὰ ἀνάγκη τὴν277

4

.

278

παραγραφὴν τὴν εὐθυδικίαν ἔχειν, παραγραφὴν δὲ ἡ μετάληψις· οἷον ἐγράψατο Τίμαρχος Αἰσχίνην παρα‐ πρεσβείας· καὶ παραγράφεται αὐτὸν κατὰ τὸν νόμον τὸν κελεύοντα τὸν ἑταιροῦντα μὴ λέγειν· καὶ γὰρ ἐνταῦθα
5ἡ πρώτη ζήτησίς ἐστιν, εἰ δεῖ εἰσιέναι τὸν ἀγῶνα. Μαρκελλίνου. Καλῶς ὁ τεχνικὸς τελευταίαν ἔθηκε τὴν μετάληψιν, ἐπειδὴ καὶ ἐσχάτη τῶν ἄλλων τῇ δυνάμει τυγχάνει· οὐ γὰρ περὶ τοῦ πράγματος ἔχει τὴν ζήτησιν, ἀλλὰ περὶ μόνην τὴν περίστασιν στρέφεται,
10ὡμολογημένου τοῦ πράγματος· χαρακτηρίζει δὲ αὐτὴν δι’ ὧν καὶ νομίζει ἐν ᾗ φησιν οὐ ζητοῦμεν οὐδὲν τῶν προειρημένων· τριῶν γὰρ οὐσῶν, ὡς ἐμνήσαμεν, τῶν ἄνω ζητήσεων, εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστιν, ἐν τῇ με‐ ταλήψει τούτων οὐδὲν ζητεῖται, οὐδὲ ἐξετάζεται· ἀλλ’ εἰ
15δεῖ τούτων τῶν ἐν τούτοις ζητουμένων ἢ τῇ κατ’ οὐσίαν ἐξετάσει ἢ τῇ κατὰ ἰδιότητα ἢ τῇ κατὰ ποιότητα εἰ‐ σενεχθῆναί τι· ὅθεν τινὲς λέγουσιν ὡς πρώτην αὐτὴν ἔδει ταχθῆναι, ἐπειδὴ παραγράφει τὸν ἀγῶνα· πεφύκασι δὲ πάντες οἱ ἄνθρωποι ἐν ταῖς προτεθείσαις δίκαις αὐ‐
20τὸ τοῦτο σπουδάζειν, τὸ μηδὲ εἰσελθεῖν, ἀλλὰ παραγρά‐ φεσθαι τὸν ἀγῶνα· ἀλλὰ λέγομεν, ὅτι τῶν λεγόντων πρώτην δεῖν τάττεσθαι τὴν μετάληψιν, ὥσπερ ὑποτεμνό‐ μενος τοὺς λόγους ὁ τεχνικὸς ὅρα πῶς ἀσφαλῶς ὡρίσα‐ το, εἰ δεῖ τι τούτων εἰσενεχθῆναι φήσας· ἀδύνατον δὲ
25τούτων ἦν τι παραγράφεσθαι μήπω μαθόντας ὅλως, τί ταῦ‐ τά ἐστι, τῆς οὐσίας, ἢ τῆς ἰδιότητος, ἢ τῆς ποιότητος· ὥστε δεῖ πρῶτον μαθεῖν ἃ παραγράφεται ἡ μετάληψις· πρὶν γὰρ εἰδέναι ἀγνοοῦμεν ὅ τι παραγραψόμεθα, οὔτε εἰ ἔστι τι προηγούμενον. τινὲς ἐκ τούτου κινηθέντες φασὶν, ὅτι εἰ
30καθόλου τρία ἐστὶ τὰ ζητούμενα, ὡς φθάσαντες εἰρή‐
καμεν, τούτων δὲ οὐδέν ἐστιν ἡ μετάληψις, οὐκ ἂν εἴη278

4

.

279

στάσις, ἀλλὰ φαμὲν ὡς καθόλου οὐκ ἀνεῖλεν αὐτήν· ἀλλὰ προηγουμένως φησὶ περὶ τούτων, οὐκ ἔχει τὴν ζή‐ τησιν· ἔπειτα εἰ καὶ μὴ περὶ τούτων ἔχει τὴν ζήτησιν, λέγομεν δὲ τὴν περίστασιν αὐτῆς εἶναι ἰδίαν· οὐκ ἄρα
5ἔξω ζητήσεώς ἐστιν, οὐδὲ ἀσύστατον· ἀλλὰ μέρος καὶ ἡ μετάληψις τῆς ποιότητος· ζητοῦμεν γὰρ καὶ ἐν αὐτῇ, εἰ τοῦτο δίκαιον τὸ παραγράφεσθαι τὴν δίκην· ἢ καὶ τὸ εἰσελθεῖν εἰς δίκην, μικρὸν δὲ ὅμως μέρος ποιότητός ἐστι· διὸ καὶ τρύγα αὐτὴν καλοῦσι ποιότητος· καλῶς δὲ προσ‐
10έθηκε τὸ προηγουμένως· ἐν γὰρ τῇ ἐγγράφῳ μεταλήψει ἣν καὶ καλοῦμεν παραγραφὴν ἐμπίπτει πάντως καὶ δεύ‐ τερον ζήτημα παρὰ τὸ τῆς γραφῆς κατὰ μίαν τῶν ἄλ‐ λων στάσεων· οὐ μὴν προηγουμένως, ἀλλ’ ἐν δευτέρῳ λόγῳ· δύο γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἐν παραγραφῇ τὰ
15ζητούμενα, ὧν τὸ μὲν πρότερον ἔχει τὴν παραγραφὴν, ἀπαγωγὴν οὖσαν τῆς εὐθυδικίας, τὸ δὲ δεύτερον κατὰ μίαν τῶν προειρημένων στάσεων· ζητητέον δὲ, πῶς με‐ τάληψις καὶ ἡ ἔγγραφος καὶ ποίαν αἵρεσιν ἔχουσα τῆς κατηγορίας· λέγομεν ὅτι ἐκ τῶν αὐτῶν περιστατικῶν ὁ‐
20μοίως γίνονται ἡ ἔγγραφος καὶ ἡ ἄγραφος· διαφέρει δὲ, ὅτι ἡ μὲν παντελῶς ἐκβάλλει τὸν ἀγῶνα δι’ ἑνὸς τῶν περιστατικῶν ἐν τῷ νόμῳ κειμένου· ἡ δὲ δεχομένη τὴν ἐξουσίαν τοῖς περιστατικοῖς πάλιν κέχρηται· ἀμφότερα δὲ τὰ εἴδη μεταλήψεις εἰσίν· μεταλαμβάνει γὰρ ἑκάστη
25τὴν περίστασιν· καὶ γὰρ ὁ νόμος ἀπὸ περιστατικοῦ τι‐ νος· ἀλλὰ μὴν καὶ ἀμφότεραι πάλιν παραγραφαί· παρα‐ γράφεται γὰρ ἡ μὲν φανερῶς, ἡ δὲ τὴν ἐξουσίαν τῆς πράξεως καθάπερ τὴν κατηγορίαν ἐκβάλλουσα· ἀλλ’ ἡ μὲν παραγραφὴ περὶ τὸ ῥητὸν ἔχει τὴν ζήτησιν, ἡ δὲ
30οὔ· οὐ γὰρ ἰσχύει τῷ ῥητῷ· διὰ τοῦτο καὶ μετάληψις γίνεται, παραχωροῦσα μὲν τοῦ ῥητοῦ, ἰσχυριζομένη δὲ τῇ περιστάσει· ὅθεν καὶ τὴν προσηγορίαν ἰδίαν κέκτηται·
ἰστέον δὲ, ὅτι ἡ μὲν ἔγγραφος τελείως ἐκβάλλει τὸν279

4

.

280

ἀγῶνα ἐν πρώτοις καὶ προηγουμένως· ἡ δὲ ἄγραφος ἡ ἀπὸ τοῦ κατηγόρου γνωριζομένη δέχεται μὲν τὴν εὐθυ‐ δικίαν, ἐκβάλλει δὲ τοῖς περιστατικοῖς· φασὶ δὲ γίνεσθαί ποτε τὴν ἄγραφον καὶ ἀπὸ τοῦ φεύγοντος· ὡς ἐπὶ τὸ
5πλεῖστον δὲ ἀπὸ τοῦ κατηγόρου ἐστίν· καὶ αὐτὴ ἡ ἀπὸ τοῦ φεύγοντος δέχεται τὴν εὐθυδικίαν. Παραγραφὴ γάρ ἐστι. παραδόξως ὁ τεχνικὸς τὴν μετάληψιν ὅλην παραγραφὴν ἐκάλεσε, καὶ τὸ ἴδιον τῆς ἐγγράφου κοινὸν ἀμφοτέρων πεποίηται τῶν εἰδῶν· ζητητέον δὲ, διατί ἡ
10παραγραφὴ ὄνομα ἄλλο ἔσχε παρὰ τὸ γένος, ἄλλως κα‐ λουμένου τοῦ γένους, ἡ γὰρ πραγματικὴ οὐχ οὕτως· ὁ‐ μοίως γὰρ καὶ ἡ ἔγγραφος καὶ ἄγραφος πραγματική· ἀλλὰ ῥητέον, ὅτι ἀμφότεραι μὲν ἀπὸ τοῦ ῥητοῦ ὥρμην‐ ται καὶ ἡ ἄγραφος καὶ ἡ ἔγγραφος· ἀλλ’ ἐπειδὴ ἡ μὲν
15ἰσχύει τῷ ῥητῷ πλέονα, καθάπαξ ἀναίρεσιν ἔχουσα τοῦ ἀγῶνος· γνωστέον οὖν, ὡς καὶ ἀμφότεραι παραγραφαί εἰσι καὶ ἀμφότεραι πάλιν μεταλήψεις· ἐν μὲν τῇ ἐγγρά‐ φῳ μεταλαμβάνει ὁ φεύγων τὸν νόμον, οὐ μόνον ὡς περιστατικὸν, ἀλλ’ ὅτι καὶ αὐτὸς ὁ νόμος ἀπὸ παραστα‐
20τικοῦ τὴν σύστασιν εἴληφεν· ἐν δὲ τῇ ἀγράφῳ δῆλον, ὡς αὐτὴν τὴν περίστασιν ἔχει τὴν ἰσχύν· ὅθεν κυρίως καὶ τὸ ὄνομα τοῦ γένους αὕτη ἐκληρώσατο· ἀλλ’ ὅμως ἐκεῖ μὲν ὁ φεύγων, ἐνταῦθα δὲ ὁ κατήγορος μεταλαμβάνων παραγράφεται· εἰκότως οὖν ἑκάτεροι τὴν προσηγορίαν
25ἐσχήκασιν· ἡ μὲν μετάληψις ὁμωνύμως τῷ γένει καλου‐ μένη· εἰ δὲ ἄγραφος, ἀπὸ τοῦ πράγματος οὗ ποιεῖ, ἰδίαν δεξαμένη προσηγορίαν παρὰ τὸ γένος· ὅλον γὰρ παρα‐ γράφεται τὸν ἀγῶνα· ἔχει δὲ καὶ τὸ τοῦ γένους ἀπὸ περιστατικοῦ τινος παραγραφομένη τὴν κρίσιν· ἔστι μὲν
30οὖν ἑκατέρων ἴδιον τὸ περιστατικόν· εἰ δὲ διαφέρειν δοκεῖ ἀλλήλων τὰ εἴδη, τουτέστι τὰ μέρη, οὐδὲν θαυμα‐ στόν· τοῦτο γὰρ καὶ ἐν ταῖς ἄλλαις στάσεσιν εὑρίσκο‐
μεν· καὶ ὄνομα ἰδίᾳ δέχονται· διὸ καὶ στοχασμὸς προ‐280

4

.

281

κατασκευαζόμενος, καὶ ἀπὸ γνώμης, καὶ ἐν ὅρῳ δὲ ἀν‐ τονομάζων καὶ κατὰ σύλληψιν. ἴδιον δὲ ὡς εἰρήκαμεν παραγραφῆς τὸ κατασκευάζειν, ὡς οὐ δεῖ ἐπὶ τούτοις κα‐ θίσαι δικαστήριον· εἰ δέ τις λέγοι ὅτι οὐ μεταλήψεως
5τοῦτο ἀλλὰ μόνης παραγραφῆς, λέγομεν, ὅτι κοινόν· ἐπειδὴ καὶ αὕτη ἀπὸ ῥητοῦ τινος ἄρχεται, οὐ μὴν ἔτι τὸν αὐτὸν τρόπον,
8nΚαὶ ἡ μὲν ἔγγραφός ἐστιν ἀπαγωγὴ τῆς εὐθυδικίας κατὰ παραγρα‐
9nφὴν ἀπὸ ῥητοῦ τινος, περὶ οὗ ἡ ζήτησις, οἷον δὶς περὶ τῶν αὐτῶν
10nδίκας μὴ εἶναι· φόνου κρινόμενός τις ἀπέφυγεν· ὕστερον αὐτῷ χρω‐
11nμένῳ ἀνεῖλεν ὁ θεός· ἀνδροφόνοις οὐ χρῶ· καὶ πάλιν φεύγει· κατὰ
12nῥητὸν καὶ διάνοιαν ἡ πρώτη ἐξέτασις· εἶθ’ ἕπεται
13nτὸ στοχαστικόν.
14Συριανοῦ καὶ Σωπάτρου. Τεχνολογητέον πρῶ‐
15τον τὴν παραγραφὴν κατὰ μέρος· γίνεται τοίνυν παρα‐ γραφὴ, ὅτ’ ἂν εἰς ἀπολογίαν ἑλκόμενος νόμον προβά‐ ληται, καθ’ ὅν φησι δεῖν μὴ ὑποκεῖσθαι κατηγορίᾳ. ὡς ἐφ’ οὗ παρατίθεται ὑποδείγματος· καὶ οὕτω μὲν γί‐ νεται πᾶσα παραγραφή· ἐπειδὴ δὲ πᾶς χρώμενος τούτῳ
20τῷ τρόπῳ τῆς ἀπολογίας ὕποπτος πρὸς τοὺς δικαστὰς γίνεται, ὡς οὐ τοῖς δικαίοις θαῤῥῶν· εἰ γὰρ ἔῤῥωτο προσήκουσι λογισμοῖς, τί ἔδει τὸν κατήγορον ἢ τὴν κα‐ τηγορίαν ἐκβάλλειν· διὰ τοῦτο ἡ τέχνη τοῦτο παραμυ‐ θουμένη ἐφεῦρε τὴν εὐθυδικίαν· τίς δὲ αὕτη καὶ ὅπως
25χρηστέον αὐτῇ προείρηται· ἰστέον δὲ ὡς οὐκ ἀνάγκη παν‐ ταχοῦ ταῖς εὐθυδικίας χρῆσθαι, ἀλλὰ δίδωσι μὲν ἡ τέχνη, ὅπη μέντοι ἐμπίπτει καὶ ὁ καιρὸς ἐπιτρέπει χρηστέον· ὥσπερ ἐν τῷ κατὰ Τιμάρχου Αἰσχίνης ἐχρήσατο· παρα‐ λέλοιπε γὰρ τὴν εὐθυδικίαν, καὶ τὸ αἴτιον· ἐπειδὴ δύο
30πρὸς τὴν κατηγορίαν ἐνέστησαν Τίμαρχος καὶ Δημοσθέ‐281

4

.

282

νης· τῷ μὲν τὴν παραγραφὴν ἀντέθηκε, Δημοσθένης δὲ τὴν εὐθυδικίαν ἐφύλαξεν· εἰ γὰρ ἐν τῷ κατὰ Τιμάρχου ἐχρήσατο τῇ εὐθυδικίᾳ, προηγουμένως ταύτην ποιούμε‐ νος ἤμβλυνε τὴν πρὸς Δημοσθένην ἀπολογίαν· ἐπειρά‐
5θησαν δέ τινες τὸν κατὰ Τιμάρχου μηδ’ ὅλως παρα‐ γραφὴν εἰπεῖν, ἀλλὰ στοχασμόν· οὓς ἐπειδὰν ἐλέγξω‐ μεν ἀπὸ τῆς τῶν νόμων ἀναγνώσεως, ὡς οὐκέτι στο‐ χασμὸς, φασὶν ὅτι προκατασκευῆς ἕνεκεν τοὺς νόμους ἀναγινώσκει· ἀλλὰ καὶ τούτῳ ἀντιτίθεμεν, ὅτι οὐδεὶς
10κατηγορούμενος ἀντικατηγορεῖν δύναται, μὴ πρότερον ἀπολογησάμενος· καὶ ὅτι μὲν ὁ Τίμαρχος κατηγόρησε, παντί τῳ δῆλον· ἔκ τε τῶν ἱστορικῶν καὶ ἐξ ὧν ὁ Δη‐ μοσθένης φησίν· τὸν μὲν ἀνῄρηκε τῶν ἐπὶ τὰς εὐθύνας ἐλθόντων. Εἰ τοίνυν κατηγόρησεν ὁ Τίμαρχος, οὐδαμοῦ
15δὲ πρὸς τὴν κατηγορίαν Αἰσχίνης ἀπήντησε, δῆλον ὡς παραγραφὴ ἂν εἴη· παραγραφὴ μέντοι κατὰ στοχασμὸν, στοχαστικῶς γὰρ ζητεῖται τὰ περὶ τῆς ἑταιρήσεως. Ἰστέον δὲ καὶ τοῦτο, ὡς ἡ ἔγγραφος αὕτη μετάληψις, ἥτις καὶ παραγραφὴ κυρίως καλεῖται, παρώθησίς τις οὖσα τῆς γρα‐
20φῆς κατὰ δύο στάσεις ἀεὶ μελετᾶται, καὶ γὰρ ἡ μὲν πρώτη ζήτησις, ἡ περὶ τῆς παραγραφῆς, κατὰ μίαν τῶν νομικῶν ἔχει τὴν ζήτησιν· ἀπὸ νόμου γὰρ ἀεὶ ἡ παρα‐ γραφή· ἡ δὲ ἑτέρα, ἡ τῆς εὐθυδικίας, ἐκ τῆς φύσεως τοῦ πράγματος ἀναφυομένη, καθ’ ἣν ἂν ἐμπέσῃ στάσιν με‐
25λετᾶται· κατὰ γὰρ πάσας τὰς στάσεις ἡ εὐθυδικία στο‐ χασμόν φημι καὶ ὅρον καὶ ἑξῆς· διά τοι τοῦτο χρὴ διαιροῦντα ζητεῖν μετὰ τὴν παραγραφὴν, ὑπὸ τίνα τῶν στάσεων ἀνάγεται ἡ εὐθυδικία· καὶ κατὰ τὰ ταύτης κε‐ φάλαια διαιρεῖν τὸ ζήτημα, περὶ οὗ ἡ παραγραφή· ὡς
30γὰρ ἔφαμεν, κατὰ πάσας τὰς στάσεις ἡ εὐθυδικία εὑρί‐
σκεται πλὴν τῆς μεταλήψεως τῆς ἐγγράφου τε καὶ ἀγρά‐282

4

.

283

φου· πῶς γὰρ οἷόν τε στάσιν εὑρεθῆναι ἐν τῇ αὐτῇ στά‐ σει· ὑποδείγματος δὲ χάριν· οἷον ἐπὶ τῆς παραγραφῆς τῆς ὑπὲρ Φορμίωνος στοχαστικὴ ἀνεφύη εὐθυδικία· ζητεῖ γὰρ πότερον χρεωστεῖ τὴν ἐνθήκην τῆς τραπέζης Φορ‐
5μίων ἢ οὔ· ἐπὶ δὲ τῆς πρὸς Παταίνετον, μεταστατική· περὶ Εὔεργον τὸν Μνησιβούλου μεταγενομένης τῆς αἰτίας· τῆς τε κατὰ διπλοῦν τῆς γραφῆς καὶ τῆς τοῦ Μετέλλου ἐπηρείας· στοχαστικὴ δὲ εὐθυδικία καὶ ὡς ἐν τῷ κατὰ Τιμάρχου· ζητεῖται γὰρ ἐκεῖ εἰ ἡταίρηκε Τίμαρχος· κα‐
10τὰ δὲ ὅρον ἐνώπιόν τις τῆς μητρὸς ἀπέκτεινε τοὺς υἱεῖς ἐκ καταδίκης νόμου· ἐξέθανεν ἡ μήτηρ καὶ κρίνεται ὁ ἀποκτείνας αἰτίας θανάτου· ζητεῖται γὰρ μετὰ τὴν πα‐ ραγραφὴν εἰ τοῦτό ἐστιν αἰτία θανάτου· κατὰ δὲ πρα‐ γματικὴν, οἷον πλούσιος καὶ πένης ἐχθροὶ τὰ πολιτικά·
15πρεσβεύοντος τοῦ πένητος ἔγραψεν ὁ πλούσιος τὸν ἧττον πέντε ταλάντων κεκτημένον οὐσίαν μὴ πολιτεύεσθαι· νό‐ μου ὄντος μέχρι ἐνιαυτοῦ ἄκρα εἶναι τὰ ψηφίσματα, ἐμβραδύναντος τοῦ πένητος τῇ πρεσβείᾳ κεκύρωται ὁ νό‐ μος· μετὰ ταῦτα ἐπανελθὼν κρίνει τὸν πλούσιον παρα‐
20νόμων καὶ παραγράφεται ὁ πλούσιος τὴν ὑπὸ τοῦ νόμου προβαλλόμενος προθεσμίαν, καὶ ὡς ἐκπέπτωκε ταύτης· καὶ λοιπὸν ἡ εὐθυδικία κατὰ πραγματικὴν, οἷον εἰ δί‐ καιος, εἰ συμφέρων ὁ νόμος. Εἰσὶ καὶ κατὰ τὰς λοιπὰς στάσεις εὐθυδικίαι· χρὴ δὲ γινώσκειν, ὡς τῆς παραγρα‐
25φῆς ἡ μὲν τελεία ἐστὶν, ἡ δ’ ἀτελὴς, τελεία μὲν ὅτε τοῦ πράγματός ἐστι παραγραφὴ, ὡς ἐπὶ τοῦ φεύγοντος φό‐ νου καὶ λέγοντος ὅτι ἐκρίθη· ἐν τούτῳ γὰρ οὔτε τὸν κα‐ τηγοροῦντα οὔτ’ ἄλλον τινὰ δέχεται· λέγει γὰρ ὅτι οὔτε σοὶ οὔτ’ ἄλλῳ τινὶ δικάζομαι περὶ τούτου· ἀτελὴς δὲ γί‐
30νεται, ὅτε προσώπου μόνου γίνεται παραγραφή· λέγει
γὰρ ὅτι σοὶ μὲν οὐ δικάζομαι, ἑτέρῳ δὲ τῷ βουλομένῳ·283

4

.

284

ὥσπερ Αἰσχίνης τὸν Τίμαρχον παραγραψάμενος πρὸς Δημοσθένην ἠγωνίσατο περὶ τῶν κατηγορουμένων. Δέον δὲ καὶ τοῦτο προσθεῖναι ὡς ἐν ταῖς παραγραφαῖς· ἐὰν μὲν ἔχωμεν ἰσχυροτέρας τὰς ἀποδείξεις τῆς εὐθυδικίας,
5ὀλίγα χρὴ εἰπόντας ἡμᾶς περὶ τῆς παραγραφῆς εὐθὺς χωρεῖν ἐπὶ τὸν λόγον τῆς εὐθυδικίας· ὅπερ καὶ Δημο‐ σθένης ποιεῖ ἐν ταῖς παραγραφαῖς· ἵνα μὴ δοκῶμεν φεύ‐ γοντες τὴν εὐθυδικίαν τῇ παραγραφῇ κεχρῆσθαι· ἐὰν δὲ ἀσθενῶμεν κατὰ τὴν εὐθυδικίαν, μένειν δεῖ τῷ τῆς πα‐
10ραγραφῆς κατασκευάζοντας τὸ μὴ δεῖν εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ τὴν εὐθυδικίαν· ἀλλὰ καὶ τοῦτο μὴ ἀγνοεῖν προσῆκεν, ὡς πᾶσα παραγραφὴ, ἥτις ἐστὶ καὶ ἔγγραφος μετάληψις; μεταλαμβάνεται γὰρ, εἴδη ἔχει δύο· ὥσπερ καὶ πραγματικῆς ἡ μὲν ἔγγραφος, ἡ δὲ ἄγραφος·
15καὶ ἡ μὲν ἔγγραφος παραγραφὴ καλεῖται, παρ’ ἐνίων δὲ ἔγγραφος μετάληψις· ἡ δὲ ἄγραφος ὁμωνύμως τῷ γένει μετάληψις, διὸ καὶ ζητεῖται, πῶς ὥσπερ ἐνταῦθα τὴν μετάληψιν διεῖλεν εἰς ἔγγραφον καὶ ἄγραφον, καὶ ἑκατέραν ἐτεχνολόγησε διελθὼν πρότερον· καὶ γὰρ καὶ
20αὕτη καὶ ἔγγραφός ἐστι καὶ ἄγραφος· φαμὲν οὖν ὡς ἐν τῇ πραγματικῇ οὐδὲ μία τῆς διαιρέσεως ἀνάγκη ἢ τῆς τεχνολογίας· ἀμφότερα γὰρ τὰ τῆς πραγματικῆς εἴδη μίαν καὶ τὴν αὐτὴν ἔχει τεχνολογίαν· οἷς γὰρ ἡ ἔγγρα‐ φος διαιρεῖται κεφαλαίοις, τούτοις καὶ ἡ ἄγραφος· ἐν‐
25ταῦθα δὲ οὐχ οὕτως, ἑκάτερον δὲ εἶδος ἰδίοις διαιρεῖ‐ ται κεφαλαίοις, καὶ διενήνοχεν ἀλλήλων. Οἷον δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι· τὸ μὲν παρά‐ δειγμα τοῦ τεχνικοῦ εὖ ἔχει· τὸ δὲ εἰπεῖν, κατὰ ῥητὸν καὶ διάνοιαν ἔστιν ἡ πρώτη ἐξέτασις, ἔσφαλται· τοῦτο δὲ
30ἔπταισεν ἀγνοήσας τὴν καθ’ ὁμωνυμίαν ἀμφιβολίαν·
τοῦ μὲν λέγοντος δίκας εἶναι τὰς κρίσεις, τοῦ δὲ τὰς τι‐284

4

.

285

μωρίας· ἔστι γὰρ ἡ πρώτη ζήτησις κατὰ ἀμφιβολίαν· οἷον πότερον δίκας λέγει τὰς τιμωρίας ἢ αὐτὸ τὸ δι‐ κάζεσθαι· οὐδὲ γὰρ ἡ τοῦ ῥητοῦ διάνοια ζητεῖται, ἀλλ’ αὐτὸ τὸ ὄνομα τί σημαίνει· ἐπλανήθησαν δέ τινες ἀφ’
5ὧν εἶπεν ὁ τεχνικὸς, εἶτα ἕπεται τὸ στοχαστικὸν, ὅτι κα‐ τὰ μόνον στοχασμὸν ἡ εὐθυδικία μελετᾶται· οὐκ ἔστι δέ· ἀλλ’ ὡς προαποδέδεικται κατὰ τὰς ἄλλας στάσεις· ἐνταῦθα δὲ ἡ μὲν παραγραφὴ ἐξ ἀμφιβολίας, ἡ δὲ εὐ‐ θυδικία κατὰ στοχασμόν· ἄλλοι δὲ καλῶς εἰρηκέναι φασὶ
10τὸν τεχνικὸν κατὰ ῥητὸν καὶ διάνοιαν· λέγοντος γὰρ τοῦ φεύγοντος, φησὶ, νόμον εἶναι δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι, ὁ κατήγορος λέγει· ὅτι τοῦτο εἴρηκεν ὁ νόμος περὶ τῶν εὐτελῶν πραγμάτων καὶ τῶν ἐν χρήμασιν ἀγώ‐ νων, οὐ περὶ τῆς κοινῆς σωτηρίας, οὐ περὶ μεγάλων
15πραγμάτων· στοχαστικὴ δὲ ἡ εὐθυδικία· ἀπὸ γὰρ τῆς τοῦ θεοῦ φωνῆς καὶ μαρτυρίας ἐξετάζομεν, ὡς οὗτος ἀνδροφόνος. Μαρκελλίνου. Ἀπαγωγήν φησι τὴν ἐκβολὴν τῆς τοῦ πράγματος κρίσεως, ὅπερ ἴδιον τῆς ἐγγράφου με‐
20ταλήψεως τὸ φάσκειν, μηδὲ τὴν ἀρχὴν δεῖν κρίνεσθαι περὶ οὗ ἡ ζήτησις· χαρακτηριστικώτατον δὲ τοῦτο τῆς παραγραφῆς τὸ εἶναι τὴν ἰσχὺν ἀπό τινος ὡρμημένην ῥητοῦ, καὶ περὶ αὐτὸ γίνεσθαι τὴν ζήτησιν. Νόμος περὶ τῶν αὐτῶν δίκας. Ὁρᾷς ὅτι ἐνταῦθα ὁ φεύ‐
25γων οὐκ εὐθὺς ἀπολογήσεται περὶ τοῦ ἐγκλήματος· ἀλ‐ λὰ καθάπαξ ἀνελεῖν τὴν κρίσιν ἐξ ἀρχῆς πειράσεται· παρατηρητέον δὲ ὡς διπλῆ τις ἡ τοιαύτη στάσις, τουτ‐ έστιν ἡ ζήτησις· δύο γὰρ ἐν ταύτῃ τὰ ζητήματα· καὶ τὸ μὲν πρῶτον, εἰ μὴ δεῖ κρίνεσθαι τὴν ἀρχὴν ἐπὶ τούτοις·
30ἔστι δὲ κατὰ ῥητὸν καὶ διάνοιαν ἡ πρώτη ζήτησις· τοῦ
μὲν φεύγοντος ἐνταῦθα προτεινομένου τὸ ῥητὸν, τοῦ δὲ285

4

.

286

κατηγόρου τὴν διάνοιαν· λέξει γὰρ ἔχειν μὲν οὕτω τὸν νόμον, οὐ μὴν ἐπὶ τούτοις· οἷον οὐκ ἐπὶ τῶν οὕτω μεγάλων καὶ δεινῶν, ἀλλ’ ἐπὶ τῶν εὐτελῶν ἅπαξ κρίνε‐ σθαι προστάττει· ἐπὶ μὲν γὰρ τούτων καὶ τὴν μίαν
5ἐξέτασιν ἀρκεῖν ἡγήσατο, ἐπὶ δὲ τῶν μειζόνων καὶ πλείο‐ νας· ἄλλοι δὲ κατὰ ἀμφιβολίαν τὴν πρώτην εἰρήκασι γίνεσθαι· ὁμωνύμως γὰρ τὰς δίκας νοεῖσθαι καὶ τὰς τιμωρίας· οἷον τιμωρεῖσθαι μὲν δεύτερον κωλύει, κρίνε‐ σθαι δὲ δεύτερον οὐ κωλύει. Εἶτα ἕπεται τὸ στο‐
10χαστικόν· τὸ ἕτερόν φησι ζήτημα τὸ τῆς εὐθυδικίας, ὅ ἐστι τοῦ πράγματος ἡ ἐξέτασις, ὅπερ ἐξ ἀρχῆς παρε‐ γράψατο· οὐ πάντως δὲ ἐπὶ πάσης παραγραφῆς στοχα‐ στικόν· ἀλλ’ ἐνταῦθα μὲν στοχαστικόν· ἑκάστοτε δὲ πρὸς τὸ προκείμενον· στοχαστικὸν δὲ λέγει οὐ κεφάλαιον, ἀλ‐
15λὰ ζήτημα· τινὲς δὲ τὸ προσὸν χρῶμα τῷ φεύγοντι ἀγνοοῦντες, ὅτι λοξίας ὁ θεὸς διὰ τὸ καὶ λοξὰ καὶ σα‐ φῆ εἶναι τὰ μαντεύματα, λογιζόμενοι δὲ μόνον ὅτι βα‐ ρεῖ αὐτὸν ἡ φωνὴ τοῦ θεοῦ, οὐ γὰρ ἄνθρωπός φησιν ὁ κατήγορος, ἀσύστατον εἶναι τὸ ζήτημα ᾠήθησαν· οὐ
20γὰρ ψεύδεταί φησιν ὁ θεός· ἔπειτα δὲ χρώματος κατη‐ γορήσει· λέξει γὰρ ὅτι αὐτὸ τοῦτο τὸν θεὸν ἠρώτησα, εἰ μέτεστι τοῖς ἀνδροφόνοις τοῦ μαντείου καὶ ἔχρησέ μοι· καὶ ἄλλως, ὅτι οὐ περὶ ἐμοῦ εἶπεν, ἀλλὰ φοβῆσαι τοὺς ἄλλους βουλόμενος, ὥστε φυλάττεσθαι φονεύειν μὲν πά‐
25λιν, ὅτι οὐκ ἀνδροφόνος ἐγώ· ἦ γὰρ ἂν οὐδὲ αὐτὸ τοῦ‐ το ἔχρησέ μοι· ἀλλ’ ἐρεῖ ὁ ἕτερος· διατί δὲ μὴ ἄλλῳ, ἀλλὰ σοὶ τοῦτο ἔχρησεν, εὐπορήσει δὲ καὶ πρὸς τοῦτο ὁ φεύγων· ἐρεῖ γὰρ, ᾔδει με ὑπονοηθέντα, καὶ ἐζήτει με
τῆς τοιαύτης αἰτίας ἀπολύσασθαι· ζητητέον δὲ, πῶς ἀεὶ286

4

.

287

τοῦ πρώτου ζητήματος χαρακτηρίζοντος τὴν στάσιν, ἐν‐ ταῦθα ἡ πρώτη ἐξέτασις κατὰ ῥητὸν καὶ διάνοιαν· καί‐ τοι μὴ οὔσης τῆς στάσεως ῥητοῦ καὶ διανοίας, ἀλλὰ παραγραφῆς· καὶ λέγομεν ὡς ὁμολογουμένου ὅτι παρα‐
5γραφή ἐστιν, οὐκ εἴρηκεν· καθὸ δὲ ἡ παραγραφὴ τὴν ἐξέτασιν ἔχει, ἀναγκαίως δὲ καὶ διάνοιαν· ἐπειδὴ τὸ ῥη‐ τὸν διάνοια λέγεται, ὅτ’ ἂν περὶ αὐτὸ ἡ ζήτησις ᾖ· πρῶτον δὲ εἴρηκεν, ὡς πρὸς τὸ στοχαστικόν· ζητητέον δὲ καὶ τοῦτο, πῶς δύο ζητημάτων ὄντων ἐν τῇ παραγρα‐
10φῇ, ἐξ ἑνὸς τῇ στάσει τὴν ἐπωνυμίαν δέδωκεν· πρόδη‐ λος δὲ ἡ λύσις· τὸ γὰρ προκείμενον χαρακτηρίζει τὴν στάσιν· ἀμέλει καὶ ἐν στοχασμῷ ἐμπίπτει ἀντίληψις· καὶ ἐν ταῖς ἀντιθετικαῖς βίαιος ὅρος, καὶ ἐν τῷ ὅρῳ συλλογισμός· ἀλλ’ οὔτε τὸν στοχασμὸν διὰ τοῦτο εἴποις
15ἀντίληψιν, οὔτε τὸν ὅρον συλλογισμόν, οὔτε τὰς ἀντι‐ θετικὰς ὅρον.
17nἩ δὲ ἄγραφος ἔστι μὲν ἀπαγωγὴ τῆς εὐθυδικίας καὶ αὐτὴ κα‐
18nτὰ παραγραφὴν ἀπὸ ῥητοῦ· τὴν δὲ ζήτησιν οὐ περὶ τὸ ῥητὸν ἔχει,
19nἀλλὰ περί τι τῶν περὶ τὸ πρᾶγμα, τόπον, ἢ χρόνον, ἢ πρόσω‐
20nπον, ἢ αἰτίαν ἢ τρόπον· ὅταν τὸ μὲν πρᾶγμα συγχωρῶμεν, ἓν
21nδέ τι τούτων αἰτιώμεθα δήπου μεταλαμβάνοντες· οἷον ἐξῆν ἀποκτιν‐
22nνύναι καὶ τὸν μοιχὸν καὶ τὴν μοιχευομένην· τὸν μοιχὸν ἀποκτείνας
23nτις μόνον, χρόνῳ ὕστερον ἐπὶ τῷ τάφῳ τοῦ μοιχοῦ δακρύουσαν εὑ‐
24nρὼν ἀπέκτεινε τὴν γυναῖκα καὶ φόνου φεύγει· τὸν γὰρ τόπον
25nἐνταῦθα καὶ τὸν χρόνον αἰτιώμεθα δήπουθεν.
26 Συριανοῦ καὶ Σωπάτρου. Ἐν ταύτῃ τῇ μετα‐ λήψει ἥτις ὁμώνυμός ἐστι τῷ οἰκείῳ γένει περὶ τοῦ ποῖόν τί ἐστι ζητοῦμεν· λέγομεν γὰρ μεταλαμβάνοντες, ὡς οὐ δικαίως γέγονεν ὁ φόνος ἐνταῦθα· ἢ ἀπὸ τοῦδε τοῦ
30προσώπου, ὡς ἐπὶ τοῦ τὴν μητέρα μοιχευομένην ἀνελόν‐287

4

.

288

τος· ἢ ἐν τῷ νῦν χρόνῳ, ἢ ἀπό τινος τῶν περιστατικῶν· παρωθεῖται μὲν γὰρ καὶ αὕτη τὴν γραφὴν, οὐκ ἀπὸ τοῦ νόμου δὲ, ἀλλ’ ἀπὸ τῶν περιστατικῶν· γίνεται δὲ ἡ μετάληψις ἀπὸ τοῦ κατηγόρου· ἡ δὲ παραγραφὴ ἀπὸ
5τοῦ φεύγοντος· ὁ γὰρ φεύγων ἐστὶν ὁ νόμῳ ἐκβάλλων τὸν ἀγῶνα καὶ τὴν εὐθυδικίαν· διὸ καὶ ταύτῃ διαφέρει τῆς παραγραφῆς ἡ μετάληψις· ἡ μὲν γάρ ἐστιν ἀπὸ τοῦ φεύγοντος ἡ παραγραφὴ, ἡ δὲ ἀπὸ τοῦ διώκοντος, ἡ με‐ τάληψις· πλὴν ἀκριβέστερον τεχνολογητέον καὶ αὐτήν·
10ἡ γὰρ μετάληψις γίνεται μὲν ἀπὸ ῥητοῦ· οὐ μέντοι περὶ ῥητοῦ τὴν ζήτησιν ἔχει, ὡς ἡ ἔγγραφος, ἀλλὰ μόνου τοῦ νόμου γίνεται προβολή· οἷον νόμος τὸν μοιχὸν ἀναιρεῖ‐ σθαι· ἐνέπρησέ τις μετὰ μοιχοῦ τὴν οἰκίαν καὶ κρίνεται· ἐνταῦθα γὰρ τὸν νόμον προβάλλεται καθ’ ὃν ἔδει κολά‐
15ζειν τὸν μοιχόν· ἀλλ’ οὔτι γε περὶ τὸν νόμον ἡ ζήτησις· ὁμολογεῖ γὰρ καὶ ὁ κατήγορος μέμφεται δὲ μόνον τὸν τρόπον, ὅτι οὐχ οὕτως ἔδει κολάζειν· καὶ ἁπλῶς εἰπεῖν γίνεται ἡ μετάληψις ἐκ τῶν περιστατικῶν, ὅτ’ ἂν ἢ πρόσωπον, ἢ πρᾶγμα, ἢ τρόπον, ἢ χρόνον, ἢ τόπον, ἢ
20αἰτίαν μεταλαμβάνοντες ἐγκαλοῦμεν. πρόσωπον μὲν ὡς ἐπὶ τοῦ τὴν μοιχευομένην ἀνελόντος μητέρα· πρᾶγμα δὲ ὡς ἐπὶ τῆς ἱερείας τῆς μυούσης τὸν τύραννον καὶ ἀπο‐ κτεινάσης· οὐ γὰρ ἐχρῆν ἀποκτεῖναι, τὸ πρᾶγμα γὰρ με‐ ταλαμβάνοντες ἐγκαλοῦμεν· ἐν τούτῳ δὲ τῷ ζητήματι
25καὶ ἀπὸ τοῦ προσώπου γίνεται μετάληψις· οὐ γὰρ ἐξῆν ἱέρειαν οὖσαν ἀποκτεῖναι, καὶ ἀπὸ τοῦ χρόνου· παρὰ γὰρ τὸν καιρὸν τῆς μυήσεως· καὶ ἀπὸ τόπου· ἐν ἱερῷ γὰρ ἀθέμιτον φόνος· τρόπον δὲ, ὡς ἐπὶ τοῦ καταφλέ‐ ξαντος σὺν τῷ μοιχῷ τὴν οἰκίαν· ὁ τρόπος γὰρ ἐνταῦ‐
30θα μέμφεται τῆς τιμωρίας· τόπον δὲ καὶ χρόνον, ὡς ἐφ’ οὗ ὁ τεχνικὸς παρατίθεται ὑποδείγματος· καὶ ἐν ταύτῃ γὰρ τῇ μεταλήψει φημὶ ὁ κατήγορος προβάλλεταί
τι τῶν τοιούτων, καθ’ ἣν ἡ στάσις γίνεται· αἰτίαν δὲ ὡς288

4

.

289

ἐπὶ τούτου· νόμος τὸν μοιχὸν ἢ χρήμασιν ἢ θανάτῳ ζημιοῦσθαι· εὑρών τις μοιχὸν χρήμασιν αὐτὸν ἐζημίωσεν· εἰλήφει παρ’ ἐχθροῦ αὐτοῦ διπλάσια, καὶ ὑπαντήσας αὐτῷ ἐν ὁδῷ ἀπέῤῥιψε τὰ χρήματα καὶ ἀπέκτεινε καὶ
5κρίνεται· ἐνταῦθα γὰρ ἡ αἰτία μεταλαμβάνεται, ὅτι οὐκ ἔδει ἐπὶ χρήμασιν αὐτὸν ἀποκτεῖναι, δύναται δὲ καὶ ἀπὸ τοῦ χρόνου μεταληφθῆναι. Ἰστέον δὲ, ὡς ἔπταισε καὶ ἐνταῦθα ὁ τεχνικὸς ἐπειπὼν, ἐπὶ τῆς μεταλήψεως λέγω, ἀπαγωγὴν αὐτὴν εἰπὼν τῆς εὐθυδικίας· παντελὴς
10γὰρ οὐκ ἔστιν ἀπαγωγὴ τῆς εὐθυδικίας ἡ ἔγγραφος· ἀλλ’ ἡ εὐθυδικία ταύτης εἰσαγώγιμος, εἰ μὲν γὰρ ἐρεῖ, ὅτι διαβολὴ γίνεται ἀπ’ ἀρχῆς τῆς εὐθυδικίας, εὐθὺς γὰρ ἐν ἀρχῇ ὁ φεύγων ἐπὶ τὴν ἐξουσίαν καταφεύγει, τοῦτο ἐροῦμεν καὶ ἡμεῖς, ὅτι καὶ ἐν ἀντιλήψει συμβαίνει,
15καὶ ἐν στοχασμῷ· ἐρεῖ γὰρ κἀκεῖ ὁ φεύγων, ἐπ’ ἐξου‐ σίας αὐτῷ εἶναι τὸ παρεστάναι· καὶ καθ’ ὅλου ἐν οἷς τί ἐστι τῶν περιστατικῶν, διαβολή ἐστι τοῦ ἀγῶνος· οὐ μὴν διὰ τοῦτο ἀπαγωγή ἐστι τῆς εὐθυδικίας τε‐ λεία· ἀμέλει αὐτὸς ὁ τεχνικὸς ἐν τῇ διαιρέσει τῆς ἀντι‐
20λήψεως πρῶτον κεφάλαιον θήσει τὰ μόρια τοῦ δικαίου καὶ τὸ πρόσωπον, ἅπερ ἄμφω παραγραφικοῦ τάξιν ἐπέ‐ χει, ἀλλ’ οὐκ ἤδη καὶ ἀπαγωγή ἐστι τῆς εὐθυδικίας· ἀλλ’ οὐδὲ τὸ ἐν στοχασμῷ παραγραφικὸν οὕτως, ἀλλὰ μόνον διαβολὴ τοῦ ἀγῶνος. Τί οὖν ἴσως ἐρεῖ τις μετά‐
25ληψις ἀντιλήψεως διαφέρει, εἴγε καὶ ἐν ἀντιλήψει ὁ φεύγων τῆς ἐξουσίας ἀντιλαμβάνεται καὶ ἐν μεταλήψει; φαμὲν οὖν, ὅτι ἐν μὲν ἀντιλήψει οὐ πάντη ὡμολόγηται ἡ ἐξουσία, ἀλλ’ ἀμφισβητεῖται, ταύτῃ καὶ ὁ κατήγορος πολὺς ἄνω καὶ κάτω ἐκβάλλειν ταύτην πειρώμενος· ἐν
30δὲ τῇ μεταλήψει ὁ κατήγορος τῷ φεύγοντι παραχωρῶν τῆς ἐξουσίας, ἀπό τινος τῶν περιστατικῶν ἐνίσταται καὶ
τούτῳ πρὸς αὐτὸν διαμάχεται· ἔτι κἀκεῖνο ἄν τις εἴποι289

4

.

290

διάφορον, ὅτι ἐν μὲν τῇ ἀντιλήψει ἀπὸ τοῦ παθόντος πειρᾶται ποιεῖν τὴν ἀντίῤῥησιν, λέγων μὴ ἐξεῖναι τρισ‐ αριστέα φονεύειν· ἐν δὲ μεταλήψει πρὸς τὸν δράσαν‐ τα μόνον ἀγωνίζεται, λέγων οὐ κατὰ τὸ δέον πεποιηκέ‐
5ναι, τοὐναντίον ὁμολογῶν ἀξίως τὸν παθόντα ὑπομεμενη‐ κέναι τὴν κόλασιν· ὡς ἐπὶ τοῦ ζητήματος τοῦ κατὰ τὴν ἱέρειαν, ἣ μυοῦσα τὸν τύραννον ἀπέκτεινε καὶ κρίνεται φόνου· ἐνταῦθα γὰρ ὁ κατήγορος, ὅτι μὲν αὐτῇ οὐ δί‐ δωσι τὴν ἐξουσίαν ὁ νόμος, ἐναντιοῦται, οὐδ’ ὅτι οὐκ
10ἦν ἄξιος ἀναιρεθῆναι ὁ τύραννος· τοῦτο δὲ μόνον μά‐ χεται λέγων, οὐκ ἔδει ἱέρειαν οὖσαν, οὐκ ἔδει μυοῦσαν τὸν φόνον ἐργάσασθαι. ἔτι καὶ τοῦτο διαφέρουσιν, ὅτι ἐν μὲν ἀντιλήψει ἀκόλουθόν ἐστι τὸ ὄνομα τῆς γραφῆς τῷ πεπραγμένῳ, ἐν δὲ τῇ μεταλήψει ἕτερον τὸ ὄνομα
15τοῦ ἐγκλήματος· ἐν γὰρ τῷ ἀριστεῖ φόνου γεγονότος φόνος κρίνεται· ἐν δὲ τῇ μεταλήψει φόνου γεγονότος ἕτερον τὸ κρινόμενον· οὐ γὰρ ὁ φόνος τῆς ἱερείας κα‐ τηγορεῖται, ἀλλὰ τὸ ἀπαίσιον. ἔτι κοινωνεῖ μετάληψις συλλογισμῷ, ὡς ἐπὶ τούτου· μοιχόν τις λαβὼν ἀπέκτει‐
20νεν οὔπω τοῦ τιμήματος τοῦ κατὰ τὸν μοιχὸν κειμένου, καὶ εἰσενεγκὼν νόμον ἐκύρωσεν ἐξεῖναι τὸν μοιχὸν ἀπο‐ κτιννύναι· πεφώραται προαποκτείνας καὶ κρίνεται· δοκεῖ μὲν εἶναι συλλογισμὸς τῷ συλλογίζεσθαι τὸν φεύγοντα· καὶ λέγειν μηδὲν διαφέρειν, εἴτε νῦν εἴτε ἄλλοτε ἀνῄρη‐
25ται, ὅτε ὁ νόμος δίδωσί μοι τὸ ἀναιρεῖν· οὐκ ἔστι δὲ, ἀλλὰ πολὺ διαφέρει, καὶ γὰρ ἐν μὲν τῷ συλλογισμῷ ὁ μὲν φεύγων τὸ ῥητὸν προβάλλεται· μετάληψις οὖν ἐστιν ἀπὸ καιροῦ μεταλαμβανομένη· ἐντεῦθεν δῆλον, ὡς ἡ μὲν παραγραφὴ τελεία ἐστὶν ἐκβολὴ τοῦ ἀγῶνος, ἡ μέντοι
30μετάληψις οὐκ ἔστι τελεία ἐκβολὴ τῆς εὐθυδικίας· καὶ τοῦτο ἀπὸ τοῦ Δημοσθένους παραγραφῶν φανερὸν, οὐ γὰρ συγχωροῦσι τὸ πρᾶγμα, ἀλλὰ τὴν ζήτησιν ἔχουσι
περὶ τοῦ εἰ δεῖ εἰσελθεῖν· διὸ καὶ ἀντιστρέφουσι τὸν290

4

.

291

ἀγῶνα· τὸν γὰρ φεύγοντα πρῶτον ποιοῦσι λέγοντα καὶ κατηγόρου τάξιν ἐπέχοντα· ὡς ἐν τῷ κατὰ τοῦ Στεφάνου Δημοσθένης φησί· προλαβὼν δέ μου διὰ τὸ πρότερος λέγειν παραγραφὴν ἀγωνίζεσθαι· ὡσαύτως καὶ Αἰσχίνης
5ἐν τῷ κατὰ Τιμάρχου παραγραφικῷ ὄντι οὐ συγχωροῦσι τὸ πρᾶγμα· εἰ δὲ ἡ μετάληψις συγχωρεῖ, οὐ τελεία ἐστὶν ἀπαγωγὴ τῆς εὐθυδικίας, ἀλλ’ ὁ κατήγορος μεταλαμβά‐ νων τι τῶν περιστατικῶν πειρᾶται τὸ ἐκ τοῦ νόμου συγχωρούμενον διαβάλλειν· διὸ καὶ μετάληψις ἐκλήθη
10καὶ τῇ παραγραφῆ συνήφθη· ὡς γὰρ ἐκείνη ἐκβάλλει τὴν εὐθυδικίαν ἐκ τοῦ νόμου, οὕτω καὶ ἡ μετάληψις ἀπὸ τῶν περιστατικῶν διαβάλλει τὸ ἐκ τοῦ νόμου συγχωρηθέν. Μαρκελλίνου. Ὅτι παραγραφὴ καὶ ἡ ἄγραφος,
15σαφῶς ἐνταῦθα ἐδήλωσεν, εἰπὼν κατὰ παραγραφὴν ἀπὸ ῥητοῦ· οὐκέτι δὲ περὶ ῥητὸν, ἐπειδὴ μὴ ἰσχύει, δηλονότι τῷ ῥητῷ· ἦ γὰρ ἂν φανερῶς ἦν ἔγγραφος· ἐδήλωσε καὶ τὴν διαφορὰν αὐτοῦ πρὸς τὴν ἔγγραφον εἰπὼν, οὐκ ἔτι δὲ τὴν ζήτησιν περὶ τὸ ῥητὸν ἔχει, ἀλλὰ τρόπον τι‐
20νὰ παραγράφεται ἐκβάλλουσα τὴν ἐξουσίαν τῆς πράξεως· κέχρηται μὲν γὰρ κἀνταῦθα ὁ φεύγων τῷ ῥητῷ· ἀπο‐ στὰς δὲ ταχέως τοῦ ῥητοῦ ἐπὶ τὸ πρᾶγμα μετέρχεται· τοιγάρτοι καὶ ὁ κατήγορος τὸ γεγενημένον κατὰ νόμον ὁμολογῶν γενέσθαι, ἕν τι τῶν περιστατικῶν αἰτιάσεται·
25ὥστε τὴν χρείαν μόνον ἐνταῦθα παρεχόμενοι οὐκ ἐμμέ‐ νομεν αὐτῷ· ἐν δὲ τῇ ἐγγράφῳ ἐνδιατρίβομεν αὐτῷ τῷ ῥητῷ· τὸ δ’ αἴτιον, ὅτι ἐν μὲν τῇ ἐγγράφῳ τὸ ῥητὸν ἄντικρυς εἰς τὴν ἀπαγωγὴν τῆς εὐθυδικίας τείνει· διὸ καὶ τὴν πλείστην χορηγίαν ἔχοντες ἐξ αὐτοῦ εἰκότως
30ἐνδιατρίβομεν αὐτῷ ἀγωνιζόμενοι· ἐν δὲ τῇ ἀγράφῳ
τοιοῦτον μὲν οὐδὲν ἔχομεν τοῦ πεπραγμένου παρὰ τοῦ291

4

.

292

νόμου· ἐκ δὲ τῶν παραδειγμάτων ἔσται φανερὸν τὸ εἰ‐ ρημένον· δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι· ὁρᾷς ὅτι φανερῶς ὁ νόμος ἀναιρεῖ τὴν κρίσιν· τῆς ἀγράφου πα‐ ράδειγμα· ἱέρεια μυούμενον ἀπέκτεινε τύραννον, καὶ φεύ‐
5γει ἀσεβείας· μὴ ἄντικρυς ὁ νόμος ἐνταῦθα πρὸς τὴν κρίσιν ἐναντιούμενος φαίνεται; τοῦ μὲν γὰρ ἀνελεῖν τὸν τύραννον τὴν ἐξουσίαν προβάλλεται· οὐ μὴν μὴ κρίνε‐ σθαι τὸν ἐν ἱερῷ φονεύσαντα κεκώλυκεν· καὶ ἄλλως· ἡ μὲν ἔγγραφος τοῦ ἑνὸς ἔχοντος τὸ ῥητὸν τὴν διάνοιαν
10παρέχει τῷ ἐναντίῳ, ὥστε μερίζονται ὁ μὲν τὸ ῥητὸν, ὁ δὲ τὴν διάνοιαν. ἐν δὲ μεταλήψει μόνον ἐστὶ τὸ ῥη‐ τὸν, τοῦ ἅπαξ χρωμένου εἴτε τοῦ φεύγοντος εἴτε τοῦ κα‐ τηγόρου· οὐκ ἔτι δὲ ἔχει τούτου τὴν διάνοιαν τὸ ἐναν‐ τίον, ἀλλὰ καὶ συνομολογεῖ ὅτι ἔξεστιν, αἰτιᾶται δὲ ἀπό
15τινος τῶν περιστατικῶν· εἴ τις δὲ ζητοίη, τί διαφέρει τῶν νομικῶν ἡ ἔγγραφος, λεκτέον, ὅτι ἐκεῖ μέν ἐστιν ἡ ζήτη‐ σις, εἰ κατὰ νόμον τὸ πραχθέν· ἐνταῦθα δὲ εἰ δεῖ ὅλως εἰσελθεῖν τὸν ἀγῶνα· ζητητέον δὲ ἐπειδὴ καὶ τελείαν εἶ‐ πεν εἶναι παραγραφὴν ἐν τοῖς ἑξῆς, ποία μὲν τελεία,
20ποία δὲ ἀτελής· οἱ μὲν οὖν τὴν ἄγραφον εἰρήκασιν ἀτε‐ λῆ, ἐπειδὴ ἄρχεται ἀπὸ ῥητοῦ, οὐκ ἐκβάλλει δὲ κρίσιν· τελείαν δὲ τὴν ἔγγραφον· ἀλλὰ λέγομεν, οὐ περὶ τοῦ ἀγράφου νῦν ὁ λόγος· ἔτι τοίνυν παραγραφὴ τελεία ἡ παντελῶς ἐκβάλλουσα τὴν εὐθυδικίαν ὡς οὐκ εἰσαγώγι‐
25μον, ὡς ὁ πλούσιος· ἀτελὴς δὲ ἡ μὴ ἐκβάλλουσα μὲν, αἰτιωμένη δὲ πρόσωπον ὡς ἐν τῷ κατὰ Τιμάρχου· οὐ γὰρ ἐκβάλλει καθόλου τὴν κρίσιν· ἀλλὰ τὸ πρόσωπον αἰτιᾶται, ὅτι σοι οὐ προσήκει κατηγορεῖν μου, ἀμέλει πρὸς Δημοσθένην ἀπελογήσατο· τινὲς δὲ παράδειγμα εἰ‐
30ρήκασι τῆς ἀγράφου μεταλήψεως ἀπὸ τοῦ φεύγοντος,
ἐπειδὴ εἰρήκαμεν, ὅτι γίνεται σπανίως μετάληψις ἀπὸ292

4

.

293

τοῦ φεύγοντος, τοιοῦτο· νόμος, τὸν βιασάμενον κόρην Ἀθήνησι χιλίας διδόναι· καὶ νόμος ἐν Λακεδαίμονι τὸν βιασάμενον θανάτῳ ζημιοῦσθαι· βιασάμενός τις Ἀθήνησι κατέβαλε τὰς χιλίας· ἐπανελθὼν εἰς Λακεδαίμονα κρί‐
5νεται κατὰ τὸν ἐκεῖ νόμον· καὶ παραγράφεται ἀπὸ τό‐ που ὁ φεύγων.
7nΤὰς μὲν οὖν λεγομένας στάσεις οὕτως ἐπιγνωσόμεθα· περὶ δὲ τῆς
8nκαθ’ ἑκάστην διαιρέσεως ἤδη λεκτέον· εἰδέναι μέντοι χρὴ ὡς τὰ
9nπερὶ στοχασμοῦ λεχθησόμενα, περὶ οὗ δὴ πρῶτον ἀναγκαίως λελέξε‐
10nται, σχεδὸν εἰς ἅπαντα συντελεῖ τὰ μετὰ ταῦτα, διὸ καὶ
11nεἰκότως μακρότερα ἔσται.
12 Συριανοῦ καὶ Σωπάτρου. Ἔφαμεν ἤδη ὅτι τὰς στάσεις λεγομένας φησὶν ἤτοι διὰ τὸ πολυώνυμον· οἱ μὲν γὰρ στάσεις αὐτὰς καλοῦσιν· οἱ δὲ γενικὰ προ‐
15βλήματα· οἱ δὲ περιέχοντα, ὡς περιεκτικὰ τῶν οἰκείων κεφαλαίων· εἴγε καὶ περιεχόμενα, ὡς ἔφαμεν τὰ κεφά‐ λαια, ἢ ἀντὶ τὰς πολυθρυλήτους, δοὺς δὲ μέθοδον πρὸς ἐπίγνωσιν τῶν στάσεων ἐπισφραγίζεται βεβαιῶν αὐτοῦ τὴν διδασκαλίαν, ὡς πάντως οὕτως ἔνι καὶ, οὐκ ἄλλως
20ἐπιγνῶναι αὐτάς· ἐπισημαίνεται δὲ καὶ, ὡς διὰ τοῦτο πρῶτον περὶ στοχασμοῦ διαλήψεται, διότι οὐ μόνον αὐ‐ τὸς σχεδὸν εἰς πάσας ἐμπίπτει τὰς στάσεις, ἀλλ’ ὅτι καὶ τὰ κεφάλαια τοῦ στοχασμοῦ σχεδὸν εἰς ἁπάσας τὰς ἄλλας συντελεῖ στάσεις· ὥσπερ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐
25λους, ἀντίληψις, μετάληψις, ποιότης. Μαρκελλίνου. Καλῶς προσέθηκε τὸ ἀναγκαίως· σημειωτέον δὲ, ὅτι αὐτὸς μὲν προστίθησι τὴν αἰτίαν τοῦ προτάξαι τὸν στοχασμὸν διὰ τὸ ἐμπίπτειν φησὶ παντα‐ χοῦ καὶ ἐν ταῖς ἄλλαις στάσεσιν· οὐκ ἀκριβὴς δὲ ἡ αἰτία,
30εἰ καὶ πιθανή· οὐ γὰρ μόνος στοχασμὸς ἐμπίπτει ἐν293

4

.

294

ταῖς ἄλλαις στάσεσιν, ἀλλὰ καὶ ὁρικὸν καὶ ἀντιστατικὸν πολλάκις ἐν ταῖς ἄλλαις εὑρίσκεται· ἄμεινον οὖν διὰ τὸ τὴν οὐσίαν φύσει προτέραν εἶναι τῇ τάξει, περὶ ἧς ἐν στοχασμῷ ἡ ζήτησις· ταύτης γὰρ μὴ γενομένης φα‐
5νερᾶς οὐκ ἔχει τὰ ἄλλα χώραν, οὔτε ἡ ἰδιότης, οὔτε ἡ ποιότης. Περὶ στοχασμοῦ. Συριανοῦ καὶ Σωπάτρου. Ἐπειδὴ περὶ τῆς
μεθόδου τῶν στάσεων ἀρκούντως διελέχθημεν, ἀναγκαῖον294

4

.

295

καὶ περὶ τῶν ἑξῆς εἰπεῖν· εἰδέναι τοίνυν χρὴ, ὡς δύο
ταῦτα συνελθόντα ἓν τέλειον ἀπεργάζεται, τό τε ἀπο‐295

4

.

296

δεικνύον καὶ τὸ ἀποδεικνύμενον· ἀλλὰ τὸ μὲν ἀποδει‐ κνύον αἱ στάσεις εἰσὶν, ἤτοι ἡ τέχνη· τὸ δὲ ἀποδεικνύ‐ μενον τὸ πρᾶγμα περὶ οὗ ἡ στάσις, τουτέστι τὸ ζήτημα· λέγεται, δὲ καὶ τοῦτο πλεοναχῶς· οὐ μόνον γὰρ ζήτημα
5λέγεται, ἀλλὰ καὶ πρόβλημα καὶ ὅρος καὶ ὑπόθεσις καὶ μελέτη καὶ πλάσμα καὶ γύμνασμα. ζήτημα μὲν διὰ τὴν ἐν αὐτῷ τοῦ δικαίου ζήτησιν· πρόβλημα δὲ ἀπὸ τοῦ προβάλλεσθαι πρὸς διάγνωσιν τῆς ἐν αὐτῷ στάσεως· ὅρος δὲ ἀπὸ τοῦ περιγράφειν καὶ προορίζειν τινὰ ὑπό‐
10θεσιν· ὑπόθεσις δὲ ἀπὸ τοῦ ὑποτίθεσθαι πρᾶγμά τι γεγονὸς ἐκ προσώπου· μελέτη δὲ διότι οὐκ ἄνευ τινὸς συνεχοῦς ἀσκήσεως ἡ περὶ τοὺς ῥητορικοὺς λόγους ἐπι‐ στήμη προσγίνεται ἀνθρώπῳ ὡς καὶ τῶν ἄλλων ἕκα‐ στον· πλάσμα δὲ καὶ γύμνασμα, ἀπὸ τοῦ καὶ πράγμα‐
15τος ἀληθοῦς μὴ ὑποκειμένου, γυμνασίας δὲ ἕνεκα μό‐ νης διαπλάττειν τινὰς ὑποθέσεις· ἄξιον δὲ καὶ τὸ χρή‐ σιμον τῆς περὶ τῶν στάσεων μεθόδου κατανοήσαντας, οὕτως ἐπὶ τὴν ἑκάστης χωρῆσαι διαίρεσιν· τὸ γάρ τοι τὰς ἀπείρους παρὰ τοῖς ῥήτορσιν ἀποδείξεις εἰς δέκα
20τέσσαρας μόνας ἀγαγεῖν προτάσεις, φημὶ δὴ τὰς στά‐296

4

.

297

σεις, οὐ πόῤῥω τινὸς διαιρετικῆς ἐστι φιλοσοφίας· ὥσπερ γὰρ Ἀρχύτας ὁ Πυθαγόρειος καὶ μετ’ αὐτὸν ὁ δαιμό‐ νιος Ἀριστοτέλης θαύματος ἄξιοι ὑπὸ τὰς δέκα κατη‐ γορίας τὰς ἀπείρους λέξεις ἀνενεγκόντες, οὕτως ἐπαίνου
5ἀξίους ἡγητέον, ὡς μικρὰ μεγάλοις εἰκάσαι, τοὺς πᾶσαν ῥητορικὴν δικαιολογίαν ἀριθμῷ δεκατεσσάρων ὁρίσαν‐ τας στάσεων· χρήσιμον δὲ καὶ τοῦτο· διὰ γὰρ τῆς τούτων ἐπιγνώσεως τοῖς τε προσήκουσι κεφαλαίοις ἐν ἑκάστῃ χρησόμεθα· καὶ τῶν οἰκείων ἑκάστης εὐπορή‐
10σομεν νοημάτων καὶ σύγχυσιν οὐδεμίαν ἐργασόμεθα, τοῖς στοχαστικοῖς ἐν ὅρῳ κεχρημένοι, ἢ τοῖς ὁρικοῖς ἐν πραγματικῇ, ἀλλὰ τὰ προσεχῆ νοήματα ζητήσομεν ἐν ἑκάστῃ, τὰ δὲ παντελῶς ἀπᾴδοντα διαγράψομεν· καὶ γὰρ Ἀριστοτέλης ἐν ταῖς ῥητορικαῖς τέχναις πρὸς τέσ‐
15σαρα ταῦτα χρήσιμον εἶναί φησι τὴν ῥητορικὴν καὶ τὰς δι’ αὐτῆς ἀποδείξεις· πρῶτον μὲν πρὸς τὴν τῶν ἀλη‐ θῶν καὶ δικαίων ἐν τοῖς πολιτικοῖς πράγμασιν ἐπίγνω‐ σιν· ὡς καὶ Πλάτων φησὶν ἐν Φαίδρῳ· ῥήτορος μὲν γὰρ ἔργον τὸ τἀληθῆ λέγειν, δικαστῶν δέ γε σωφρόνων
20τὸ τὰ δίκαια λέγειν· δεύτερον δὲ τὸ διὰ τῶν κοινῶν καὶ πιθανῶν λόγων πείθειν τοὺς πολλοὺς, ἀλλὰ μὴ διὰ τῶν ἐπιστημονικῶν, ὡς ἐπαΐειν παντελῶς ἀδυνατοῦσιν· τρί‐ τον τὸ πρὸς τὰ ἀντικείμενα δύνασθαι διὰ λόγων βοη‐ θεῖν ἑαυτοῖς· τέταρτον τὸ πᾶσαν ἐν λόγοις εὔροιαν,
25ἥτις πρὸς ἅπασαν ἐπιστήμην χρήσιμος, ἐκ ταύτης ἡμῖν περιγίνεσθαι· ὅθεν καὶ Ἀριστοτέλης ἐν ταῖς δειλιναῖς
προόδοις τῶν ἑταίρων ῥητορικὰ προβλήματα μελετᾷν αὐ‐297

4

.

298

τοὺς κατηνάγκαζε, δύο τέχνας φάσκων εἶναι τοῦ πείθειν ἐν λόγοις, ῥητορικὴν καὶ διαλεκτικὴν, τὴν μὲν ἐν τῷ λέγειν ἀποτάδην, διαλεκτικὴν δὲ ἐν τῷ διαλέ‐ γεσθαι· καὶ συνεχῶς ἐπεβόα· αἰσχρὸν σιωπᾷν, Ἰσο‐
5κράτην δ’ ἐᾷν λέγειν· οἱ μὲν οὖν τῶν δειλινῶν ἀκροώ‐ μενοι συνόδων, αἳ πρὸς τοὺς λοιποὺς ἐγύμναζον λόγους, ἐξωτερικοὶ ἐκαλοῦντο· οἱ δὲ τῶν ἑωθινῶν περὶ φιλοσο‐ φίαν λόγων ἀκροαματικοί· ὠνόμασται δὲ στοχασμὸς, ἀπὸ μεταφορᾶς τῶν ἐπί τινα σκοπὸν εὐστόχως ἱέντων τὰ
10βέλη, καὶ γὰρ ἐνταῦθα στοχαστικοῖς τοῦ προκειμένου καὶ τοῖς ἐξ εἰκότων λόγοις ὅ τε κατήγορος κατασκευάζει τὸ ἐπαγόμενον ἔγκλημα, καὶ ὁ φεύγων διωθεῖσθαι σπεύδει
τὰς αἰτίας· ὁρίζεται δὲ αὐτὸν Μινουκιανὸς μὲν οὕτως·298

4

.

299

στοχασμός ἐστιν ἄρνησις παντελὴς τοῦ ἐπιφερομένου ἐγ‐ κλήματος, οὐκ εὖ δὲ ἔχει ὁ ὁρισμός· οὔτε γὰρ ἐκ γένους ἐστὶ καὶ συστατικῶν διαφορῶν· καὶ πρὸς τούτῳ τὸ ἀρ‐ νεῖσθαι τὸ ἐπιφερόμενον ἔγκλημα κοινόν ἐστι καὶ τῶν
5ἄλλων στάσεων· ἔτι δὲ οὐ παντὶ στοχασμῷ ἁρμόττει· ἐν γὰρ τοῖς συνεζευγμένοις στοχασμοῖς οὐχ ἓν τὸ ἐπιφε‐ ρόμενον ἔγκλημα, ἀλλὰ δύο, καὶ ὅτι τοῦ στοχασμοῦ ἐξ ἑκατέρου γνωριζομένου τῶν μερῶν, ἐκ μόνου τοῦ φεύγον‐ τος αὐτὸν ὡρίσατο, ἡ γὰρ ἄρνησις οἰκεία δῆλον ὅτι τοῖς
10φεύγουσιν. Ἑρμογένης δὲ καὶ Μητροφάνης οὕτως ὁρίζονται· στοχασμός ἐστιν ἀδήλου πράγματος ἔλεγχος οὐσιώδης ἀπό τινος φανεροῦ σημείου· ἔχει δὲ καὶ οὗτος ἀτελῶς ὁ ὁρισμός· ὡς μήτε ἐκ γένους καὶ
συστάσεως ὑπάρχων διαφορῶν· μήτε τῶν ἀγωνιζομέ‐299

4

.

300

νων ἑκάτερα τὰ μέρη περιλαμβάνων, ἀλλ’ ἐναντίως μὲν τῷ Μινουκιανῷ ἐπιχειρῶν καὶ ἀπὸ τοῦ διώκοντος τὸν στοχασμὸν ὁριζόμενος· ὁ γὰρ ἔλεγχος τῷ κατηγόρῳ πρε‐ πώδης· τοῖς αὐτοῖς δὲ ἐκείνῳ περιπίπτων ἁμαρτήμασιν,
5οὐδὲ γὰρ πάντα στοχασμὸν περιλαμβάνει· εἰσὶ γάρ τι‐ νες οἳ τεκμήρια οὐκ ἔχουσι στοχασμοί· οὓς καὶ ἀτελεῖς ἐκ πραγμάτων καλοῦμεν, ὡς ἐπὶ τοῦ ἀσώτου· ἰστέον δὲ, ὅτι διαφέρει τεκμήριον τοῦ κρινομένου· τὸ μὲν γὰρ ἀπο‐ δείκνυσι, τὸ τεκμήριον τοῦ κρινομένου· τὸ μὲν γὰρ ἀπο‐
10δείκνυσι, τὸ τεκμήριον· ἀποδείκνυται δὲ τὸ κρινόμενον· καὶ ὅτι τὸ μὲν στοχασμοῦ μόνου· τὸ κρινόμενον δὲ καὶ ἐν ταῖς ἄλλαις ἐμπίπτει στάσεσιν· τὸ δὲ ἀνεύθυνον μὲν εἶναι τὸ τεκμήριον, ἕτερον δέ τι δι’ αὐτοῦ κρίνεσθαι ἴδιον μὲν στοχασμοῦ· οὐ παντὸς δέ· ἔνια γὰρ τῶν
15τεκμηρίων ἐστὶν ὑπεύθυνα, ὡς ἐπὶ τοῦ νέου πλουσίου τοῦ γήμαντος ἐξ ἀστυγείτονος πόλεως θυγατέρα τυ‐ ράννου, καὶ κρινομένου τυραννίδος ἐπιθέσεως· ὁρισμὸς δὲ αὐτοῦ τέλειος ἔχει οὕτω, στοχασμός ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους περὶ τοῦ τί ἐστι
20τὸ κρινόμενον ἤτοι περὶ οὐσίας τὴν ζήτησιν ἔχων· γέ‐300

4

.

301

νος γὰρ τοῦ ὅρου ἐστὶν ἡ στάσις· ὑπὸ γὰρ τὴν στάσιν καὶ αἱ ἄλλαι πᾶσαι ἀνάγονται ζητήσεις· τὰ δὲ λοιπὰ διαφοραί· ἐπεὶ γὰρ τῶν στάσεων αἱ μέν εἰσι μουσικαὶ, αἱ δὲ ἀριθμητικαί, αἱ δὲ πολιτικαὶ, προσθεὶς τὸ πο‐
5λιτικοῦ πράγματος τῶν ἄλλων αὐτὴν ἐχώρισε στάσεων· πάλιν ἐπειδὴ τῶν πολιτικῶν ζητήσεων αἱ μέν εἰσι καθ’ ὄλου, αἱ δὲ μερικαὶ, προσθεὶς τὸ ἐπὶ μέρους ἐχώ‐
ρισεν αὐτὰς τῶν καθόλου ἤτοι τῶν φιλοσόφων· διὰ301

4

.

302

δὲ τοῦ περὶ οὐσίας ἔχων τὴν ζήτησιν, τὴν ἰδιότητα τοῦ
στοχασμοῦ παρέστησεν, ἥτις καὶ χωρίζει αὐτὴν τῶν ἄλ‐302

4

.

303

λων στάσεων· εἰσὶ δὲ κεφάλαια τοῦ στοχασμοῦ, ὡς καὶ αὐτὸς ἐπισημαίνεται Ἑρμογένης, ἐννέα· ἡ γὰρ ποιότης κοινή· τούτων δὲ τὰ μὲν ἀπὸ τοῦ προσώπου κρίνεται, τὰ δὲ ἀπὸ τῆς τῶν πραγμάτων ποιότητος, τὰ δὲ ἔξωθεν
5ἔχει τὴν σύστασιν· ἀπὸ μὲν οὖν τοῦ προσώπου· βούλη‐ σις καὶ δύναμις· διόπερ ἐν τοῖς ἐκ προσώπων ἀτελέσι στοχασμοῖς καὶ ταῦτα ἐκλείπει· ἀπὸ δὲ τοῦ πράγματος ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἔξωθεν δὲ ἐμπίπτουσι δύο, πα‐ ραγραφικὸν καὶ ἐλέγχων ἀπαίτησις, ἅπερ κοινά ἐστιν
10ἀμφοῖν τοῦ τε προσώπου καὶ τοῦ πράγματος· πάλιν τούτων τῶν κεφαλαίων τὰ μὲν τοῦ κατηγόρου ἐστὶ, τὰ δὲ τοῦ φεύγοντος, τὰ δὲ κοινὰ ἀμφοῖν· τοῦ μὲν κατηγό‐ ρου δύο, ἀπ’ ἀρχῆς ἄχρι τέλους, μετάληψις, τοῦ δὲ φεύ‐ γοντος, πέντε· ὥσπερ ὑπ’ αὐτῆς βοηθουμένου τῆς τέχνης
15καὶ τὸ φοβερὸν τῆς κατηγορίας τῷ πολυτρόπῳ τῆς ἀπο‐ λογίας ἐκκρούοντος, ἔστι δὲ τάδε· παραγραφικὸν, ἐλέγ‐ χων ἀπαίτησις, ἀντίληψις, χρῶμα, πιθανὴ ἀπολογία·
κοινὰ δὲ ἀμφοῖν κεφάλαια, βούλησις καὶ δύναμις·303

4

.

304

προτέτακται δὲ ὁ στοχασμὸς, ἤτοι ὅτι φυσικῶς ἐν πά‐
σαις ἐμπίπτει ταῖς στάσεσι ταῖς τε νομικαῖς καὶ λογι‐304

4

.

305

καῖς· ἢ ὅτι ἡ στοχαστικὴ ζήτησις καὶ ἐξ αὐτοῦ τοῦ ὀνό‐ ματος τὴν πίστιν ἔχει πρὸ πάντων οὖσα, τὰ γὰρ ἄδηλα πρὸ τῶν δήλων ἀναγκαῖον κατασκευάζεσθαι· τριῶν δὲ ὄντων τῶν ποιούντων τὰς στάσεις, αἰτίου, συνέχον‐
5τος, κρινομένου, ἔδει μὲν τὰ τοῦ αἰτίου ὡς πρώτου προ‐ τετάχθαι κεφάλαια, ἤτοι τὰ τοῦ κατηγόρου· οὐδὲ γὰρ ἄνευ κατηγορίας ἐστὶν ἀπολογία· ἀλλ’ ἐπειδὴ ἐν μὲν ταῖς ἄλλαις στάσεσι τὸ ἔγκλημα πεπραγμένον ἐστὶ καὶ σαφές, ὁ δὲ στοχασμὸς περὶ ἀδήλου ἐστὶ καὶ ἀφανοῦς
10πράγματος, τὰ δὲ τοῦ κατηγόρου κεφάλαια κατασκευα‐ στικὰ, οὐκ ἀποδείξεις, οὐκ ἠδυνήθη ταῦτα προταγῆναι εἰς ἀπόδειξιν τοῦ ἀδήλου πρὸ τῆς κατασκευῆς.
13nὉ στοχασμὸς τοίνυν διαιρεῖται ὅτε καὶ πρόσωπα ἔχει καὶ
14nπράγματα κρινόμενα.
15 Συριανοῦ καὶ Σωπάτρου. Ὅτι μὲν ὁ στο‐ χασμὸς περὶ τῆς οὐσίας ἔχει τὴν ζήτησιν, καὶ ὅτι ἄρνη‐ σιν ἔχει παντελῆ τοῦ ἐπιφερομένου ἐγκλήματος, καὶ ὅτι πάντα τὰ κεφάλαια αὐτοῦ σχεδὸν στοχαστικά εἰσιν, ἔτι τε καὶ ὅτι τὸ σημεῖον ἔχει ὁμολογούμενον καὶ ἀνεύθυνον,
20καὶ ὅτι περὶ τὸν παρεληλυθότα γίνεται χρόνον, δῆλον ἀφ’ ὧν ἤδη εἰρήκαμεν· νῦν δεῖ λοιπὸν περὶ τῆς τάξεως αὐτοῦ ζητεῖν· πρῶτος τοίνυν τέτακται, ὡς καὶ αὐτός φη‐ σιν ὁ τεχνικὸς, ὅτι τὰ πλεῖστα τῶν κεφαλαίων ἐμπίπτει τῇ στάσει ταύτῃ· αὕτη δὲ οὐχ ἱκανὴ ἀπολογία, ἐπεὶ καὶ
25ἐν τῇ πραγματικῇ πολλὰ ἐμπίπτει ἐκ τῶν ἄλλων κε‐ φάλαια· ὥσπερ τὰ τῶν νομικῶν πασῶν καὶ τῶν δι‐ καιολογικῶν τὰ πλεῖστα· ἀλλ’ ὅμως οὐ διὰ τοῦτο προ‐ τέτακται· τὸ δὲ ἀληθέστερον, ὅτι περὶ τῆς ὑπάρξεως
ἔχει τὴν ζήτησιν· τὸ δὲ περὶ τῆς ὑπάρξεως τοῦ πράγμα‐305

4

.

306

τος ζητούμενον πρῶτόν ἐστι τῇ φύσει τῶν περὶ τὸ πρᾶ‐ γμα αὐτὸ συμβαινόντων· ἐπεὶ δὲ τῶν στοχασμῶν οἱ μέν εἰσι τέλειοι, οἱ ἀπὸ προσώπων ἅμα καὶ πραγμάτων συνεστηκότες, οἱ δὲ ἀτελεῖς οἱ θατέρου τούτων ἐλλιπεῖς,
5διὰ τοῦτο Ἑρμογένης ἀρχόμενος τῆς διαιρέσεως τοῦ στο‐ χασμοῦ φησιν, ὅτε καὶ πρόσωπα ἔχει καὶ πράγματα κρινόμενα, ὡς τὴν ἀκριβεστάτην καὶ ἐπιστημονικωτέραν τῶν τελείων στοχασμῶν ποιούμενος διαίρεσιν καὶ διδα‐ σκαλίαν· ἡ γὰρ τῶν τελείων γνῶσις καὶ τὴν τῶν ἀτελῶν
10συμπεριλαμβάνει· οἱ μὲν οὖν τέλειοι τούτοις πᾶσι σχε‐ δὸν τέμνονται τοῖς κεφαλαίοις· οἱ δὲ ἀτελεῖς συνεκλιμ‐ πάνοντα ἔχουσι τὰ ᾧ ἑκάτερον τῶν μερῶν ᾠκείωται κεφάλαια· ἔφαμεν γὰρ ἤδη, ὡς τὰ μὲν τῶν κεφαλαίων ἀπὸ τοῦ προσώπου, τὰ δὲ ἀπὸ τοῦ πράγματος κινεῖται·
15τινὰ δὲ καὶ κοινὰ ἀμφοῖν· ἰστέον μέντοι, ὡς ἔσθ’ ὅτε ἐκλείπει τὸ παραγραφικὸν, καθ’ αὑτὸ μέντοι· οὐδὲ γὰρ τῇ θατέρᾳ τῶν μερῶν ἐκλείψει, ὡς ἤδη εἰρήκαμεν· καὶ τοῦτο ἐδήλωσε καὶ Ἑρμογένης, δι’ ὧν φησι· παραγρα‐ φικῷ ἔστιν ὅτε· ἐκλείπει δὲ ἐν τοῖς κατὰ ἀμφισβήτησιν
20στοχασμοῖς· ἰσάζειν γάρ πως δοκεῖ τότε· ἐμπεσεῖται δὲ ἐν τοῖς τοιούτοις, εἰ διάφορος ἡ τῶν ἐγκαλούντων ποιότης, ὡς ἐπὶ τούτου· δύο τις ἔχων παῖδας θάτερον ἀπεκήρυξεν· τελευτῶν ἐπὶ τοῖς σημείοις φαρμάκων ἔφη, παῖς με ἀναιρεῖ, καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις οἱ παῖδες·
25παρεγράψατο γὰρ ὁ ἀποκήρυκτος καὶ ἐρεῖ, μὴ δεῖ κρί‐ νεσθαι ὡς μηδὲ τὴν ἀρχὴν ὢν παῖς· ὁ γὰρ ἀποκήρυκτος οὐκ ἔτι παῖς· συνεκλείπει δὲ τῷ παραγραφικῷ καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις· πλὴν ἐμπίπτει καὶ αὕτη ἐν τοῖς κατὰ ἀμφισβήτησιν στοχασμοῖς, ἐπὰν διάφορος ἡ τῶν
30ἀντεγκαλούντων τύχη· ὡς ἐπὶ τῶν ἰατρῶν τῶν ἀμ‐306

4

.

307

φισβητούντων τῆς τυράννου ἀναιρέσεως· ὁ μὲν γὰρ ἀπὸ τῆς κάτω πόλεως ἀνελθὼν ἐλέγχων ἕξει ἀπαίτησιν, οἷον τίνι προεῖπες τῶν πολιτῶν, τίνι ἀνεκοινώσω τὴν τοῦ τυράννου ἀναίρεσιν· ὁ μέντοι τῷ τυράννῳ συνὼν οὐκ
5ἀπαιτηθήσεται· ἐπισφαλὲς γὰρ τὸν συνόντα τυράννῳ τινὶ ἐξειπεῖν τὸ ἐγχείρημα. χρὴ δὲ γινώσκειν, ὡς δύο εἰσὶ διαιρέσεις, ἡ μὲν φυσικὴ, ἡ δὲ τεχνική· τὴν μὲν οὖν φυσικὴν ὁ τεχνικὸς εἶπεν αἰτίαν ἔχουσαν, δι’ ἣν ἕκαστον κεφάλαιον τοῦ ἑτέρου προτέτακται· τὴν δὲ τέχνην οἱ ῥή‐
10τορες ἐπινοοῦσι διὰ πάθος καὶ αἰτίαν τινά· ἔσθ’ ὅτε τὴν τάξιν αὐτῶν ἀμείβοντες, τινὰ δὲ καὶ ἐλλείποντες. Μαρκελλίνου. Θαυμασίως ἀπὸ τοῦ τελείου στο‐ χασμοῦ πρῶτον ᾐνίξατο, ἔνθα καὶ τελεία τῶν κεφαλαίων ἡ διαίρεσις· ταύτης ἐγνωσμένης, φημὶ δὴ τῆς τοῦ τελείου
15διαιρέσεως, καὶ ἡ τοῦ ἀτελοῦς ἔγνωσται· εἰ γὰρ ἀμφο‐ τέρων ἔχει τὰ κεφάλαια ὁ τέλειος, τοῦ τε προσώπου καὶ τοῦ πράγματος, δῆλον ὅτι ταῦτα ἐγνωκὼς καὶ τὰ τοῦ ἑνὸς ἐπίσταται, ἤτοι τοῦ προσώπου ἢ τοῦ πράγματος· ἀμφοῖν γὰρ τὴν διδασκαλίαν περιλαμβάνει ὁ τέλειος·
20τὸ δὲ κρινόμενον νῦν δηλοῖ τὸ ἐξέτασιν ἐπιδεχόμενα· οὐ‐ κοῦν ἔστι καὶ πρᾶγμά ποτε οὐ κρινόμενον· εἶπεν γὰρ ὅτε ὡς μὴ ἀεὶ ὄντος· ἑάλω τοίνυν τὸ θεώρημα τοῦ τεχνικοῦ τὸ ὅτι δὴ ὁ στοχασμὸς ὁ συνιστάμενος ἔχει πρᾶγμα κρινόμενον· οὐ γάρ ἐστιν ἀπὸ προσώπου μόνου συνι‐
25στάμενος ὁ στοχασμός· ἔοικε δὲ καὶ αὐτὸς ὡς πρὸς τὸ ἐξισάζον τοῦτο εἰρηκέναι τὸ ὅτε ἔχει καὶ πρᾶγμα καὶ ἑξῆς· πλὴν γὰρ τούτου πανταχοῦ βούλεται πρᾶγμα ἐμ‐ πίπτειν. Ἰστέον δὲ, ὅτι τὸν κατὰ φύσιν ὁ Ἑρμογένης διαιρεῖ στοχασμόν· τοῦ γὰρ δὴ κατὰ διαίρεσιν καὶ τέχνην
30ἑτέρα διαίρεσις ὡς πρὸς τὴν ὕλην τὴν ἐμπίπτουσαν· ἡ γὰρ τέχνη διδάσκαλος ὡς πρὸς τὴν ὕλην· τί μὲν λεκτέον,
τί δὲ σιωπητέον· καὶ τί μὲν ἐμπίπτει, τί δὲ οὐκ ἐμπίπτει,307

4

.

308

δηλοῦσι δὲ τὸν στοχασμὸν ὡς ἐπὶ τὸ πλεῖστον οἱ τοιοῦ‐ τοι τῶν ὁρισμῶν· κρίνεταί τις προδοσίας, συνειδότος, καθυφέσεως, λῃστείας, τυραννίδος ἐπιθέσεως, μοι‐ χείας, μηδισμοῦ, φαρμάκων· γίνεται δὲ καὶ περὶ γῆς
5ὅρων στοχασμὸς ὅτ’ ἂν ἀμφισβητῶσί τινες· γίνεται δὲ καὶ περὶ χρημάτων, ὡς ἐν τοῖς ἐπιτροπικοῖς· ἔλαθε δὲ, φασί τινες, ἑαυτὸν ὁ τεχνικὸς ἐλέγξας δι’ ὧν φησιν ἐν‐ ταῦθα, ὅτε καὶ πρόσωπον ἔχει καὶ πρᾶγμα κρινόμενον· πρῴην γὰρ οὐκ ἐβούλετο ἀτελῆ ἐκ πραγμάτων εἶναι
10στοχασμὸν, ὅτε περὶ τοῦ ἀσώτου ἔλεγεν· ἀλλ’ ὡς ἔφα‐ μεν διὰ τὸν ἰσάζοντα στοχασμὸν τοῦτο προσέθηκεν· ἐζή‐ τησαν δέ τινες, διατί μὴ καὶ ἐν ταῖς ἄλλαις στάσεσι τοῦτο λέγει· καί φαμεν, ὅτι ἐπειδὴ πρῶτος ὁ στοχασμὸς, ἐκ τούτου βούλεται ὑπόδειγμα ἡμῖν τῶν ἄλλων στάσεων
15παρασχέσθαι, ὅπερ καὶ ἄμεινον· ὅτι ἐν στοχασμῷ, ἐὰν ἐκλείπῃ τὸ πρόσωπον, ἐκλείπει καὶ τὰ τοῦ νόμου κεφά‐ λαια· καὶ ἐπὶ τοῦ πράγματος ὁμοίως· ἐν δὲ ταῖς ἄλλαις οὐκ ἔτι· αἴτιον δὲ τούτου, ὅτι ἐν μὲν ταῖς ἄλλαις πρό‐ δηλόν ἐστι τὸ πρᾶγμα καὶ οὐκ ἔτι περὶ τούτου ζητοῦμεν
20εἰ ἔστι, καὶ διὰ τοῦτο οὐκ ἔτι βουλήσεως οὐδὲ δυνάμεως δεόμεθα πρὸς ὑποψίαν τοῦ προκειμένου συντελούντων τῶν κεφαλαίων, ἐν δὲ τῷ στοχασμῷ ἀδήλου ὄντος τοῦ πράγματος ἐκ τῆς περὶ τὸ πρόσωπον ὑποψίας ἢ ἀπὸ τῶν τοῦ πράγματος σημείων συνίσταται ἡ ζήτησις· οὐ‐
25κοῦν εἰκότως ἐν τούτῳ ἀφώρισται τὰ κεφάλαια, ἐν δὲ ταῖς ἄλλαις μέμικται. Διατί δὲ μὴ ἀπὸ τῶν κεφαλαίων ἤρξατο ἐνταῦθα ὥσπερ ἐν ταῖς ἄλλαις στάσεσιν, ἀλλ’ ἀπὸ τοῦ εἴδους τῆς στάσεως ἤρξατο εἰπὼν, ὅτε καὶ πρό‐ σωπον ἔχει καὶ πρᾶγμα; ἐπειδὴ τῶν κεφαλαίων οὐκ ἀεὶ
30τούτων ἡ χρῆσις ἐμπίπτει, ἀλλὰ πρὸς τὰ εἴδη τοῦ στο‐
χασμοῦ· καὶ ὅτι τῶν κεφαλαίων τὰ μέν ἐστιν ἴδια τοῦ308

4

.

309

προσώπου, τὰ δὲ ἴδια τοῦ πράγματος, διὰ τοῦτο παρα‐ στῆσαι τὴν ἑκάστου κεφαλαίου δύναμιν βουλόμενος ἀπὸ τοῦ τελείου στοχασμοῦ ἤρξατο τῆς διαιρέσεως, ἐξ οὗ τῶν ἄλ‐ λων ἴσμεν τὴν διαίρεσιν· ἐκλείποντος γὰρ τοῦ προσώπου
5συνεκλείπει καὶ τὰ τοῦ προσώπου κεφάλαια· καὶ ἐπὶ τοῦ πράγματος ὁμοίως.
7nΠαραγραφικῷ ἔστιν ὅτε.
8 Ἐζήτηται, διὰ τί πασῶν τῶν λογικῶν στάσεων ὁμώ‐ νυμον ἑαυταῖς κεφάλαιον ἐχουσῶν, μόνος ὁ στοχασμὸς καὶ
10ἡ πραγματικὴ οὐκ ἔχει· καὶ περὶ μὲν τῆς πραγματικῆς κατὰ καιρὸν ἐροῦμεν· περὶ δὲ τοῦ στοχασμοῦ τοῦτό φαμεν, ὡς ἐν μὲν ταῖς ἄλλαις στάσεσιν ἡ πρότασις ὡμολόγηται· οἷον ἐν ὅρῳ τὸ τετυπτηκέναι Δημοσθένη· ἐν τῇ ἀντιλήψει τὸ γεγραφηκέναι τὰ ναυάγια· ἐν μό‐
15νῳ δὲ στοχασμῷ ἄδηλός ἐστιν ἡ πρότασις· οὐκ ἠδύνατο οὖν ἄδηλον ἀδήλου κατασκευὴ γενέσθαι· ἐν δὲ ταῖς ἄλ‐ λαις λογικαῖς τὸ δῆλον εἰς κατασκευὴν προβάλλεται τοῦ ἀμφισβητουμένου· διὰ τοῦτο τοίνυν οὐκ ἔχει ὁμώνυμον ἑαυτῷ κεφάλαιον ὁ στοχασμός· ἡ αὐτὴ αἰτία καὶ τοῦ
20μηδὲ τὴν καλουμένην προβολὴν ἔχειν τὸν στοχασμὸν, ὡς αἱ ἄλλαι στάσεις· μηδὲ τὰ ἀπὸ τοῦ κατηγόρου πρῶτα κεφάλαια, τῆς τέχνης τοῦτο ἀπαιτούσης, ἀλλὰ τὸ παρα‐ γραφικὸν ὃ τοῦ φεύγοντός ἐστι κεφάλαιον· καὶ γὰρ, ὡς ἤδη εἴρηται, ὁ στοχασμὸς ἀδήλου πράγματός ἐστι ζήτη‐
25σις· τί οὖν ἔχει προβάλλεσθαι εἰς πρότασιν, οὐ γὰρ αὐ‐ τὸ τὸ κατασκευαζόμενον προκαλεῖται· ἐν μὲν γὰρ τῷ ὅρῳ ἡ προβολή· οἷον τὰ μὲν εἰς ἐμὲ καὶ τοὺς φυλέτας ἡμαρτημένα καὶ τὰ περὶ τὴν ἑορτὴν ἀδικήματα ἐφ’ οἷς
αὐτὸν προὐβαλόμην, ταῦτ’ ἐστιν· ἐπὶ δὲ τῆς ἀντιλή‐309

4

.

310

ψεως ἡ προβολή· οἷον τὰ ναυάγια γράψας τὴν πόλιν ἠδίκησας· καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτης· ἐν μόνῳ δὲ τῷ στοχασμῷ τὸ πεπραγμένον σημεῖον ἐν ἐγκλήματι ὂν, ἀλλ’ οὐχὶ ἔγκλημα, οὐκ ἔχει προβολήν· ἀλλὰ τὸ παρα‐
5γραφικὸν πρῶτον, διότι φύσει πᾶσιν ἀνθρώποις ὑπάρ‐ χει τὸν ἀγῶνα μέμφεσθαι· καὶ πάντες οἱ κατηγορούμε‐ νοι πρῶτον αἰτιῶνται, ὅτι κατηγοροῦνται· συμβάλλεται δὲ εἰς τὸ μέμφεσθαι τὸ παραγραφικόν· ἢ καὶ ὅτι εὔη‐ θές ἐστι τὸν ἅπαξ ἀπολογησάμενον καὶ καταδεξάμενον
10τὴν κρίσιν αὖθις παραγράφεσθαι· ἢ καὶ ὅτι ἂν τὸ πα‐ ραγραφικὸν ἰσχύσῃ σχολάζει τῶν λοιπῶν κεφαλαίων ἡ ἐξέτασις· ἢ ὅτι ἡ παραγραφὴ τῆς εὐθυδικίας οὖσα ἀν‐ τιστρέφει τὸν ἀγῶνα καὶ τὸν φεύγοντα κατήγορον ποιεῖ, καὶ φύσει πρώτη γίνεται τοῦ πράγματος· εἰκότως οὖν
15καὶ τὸ παραγραφικὸν, εἰ καὶ μὴ τελεία ἐκβολὴ τοῦ ἀγῶ‐ νος, ἀλλ’ οὖν γε τὴν φύσιν τῆς παραγραφῆς σῶζον πρὸ τῶν ἄλλων τέτακται. Ἠκολούθησε τῇ φύσει τῶν πρα‐ γμάτων ἡ τέχνη· πρῶτον γάρ ἐστι κατὰ φύσιν τὸ τὴν γραφὴν μέμφεσθαι καὶ παραγράφεσθαι· παραγραφικὸν
20δέ ἐστι λόγος τὴν δίκην ὡς οὐ δεόντως εἰσαγομένην κα‐ ταμεμφόμενος· ἔχει δὲ κοινωνίαν πρὸς τὴν παραγραφὴν τὴν στάσιν· διαφορὰν δὲ, ὅτι ἡ μέν ἐστι τελεία ἐκβολὴ τῆς εὐθυδικίας, τὸ δὲ ἔνδειξις μόνον ἐκβολῆς· καὶ τοσοῦ‐ τον δύναται, ὅσον διαβαλεῖν τὴν κρίσιν· μεταλήψεως
25δὲ διαφέρει πάλιν· ὅτι ἡ μὲν μετάληψις ἀπὸ τοῦ κατη‐ γόρου, τὸ δὲ παραγραφικὸν ἀπὸ τοῦ φεύγοντος· ἔστι δὲ κοινοτέρα τοῦ παραγραφικοῦ διαφορὰ πρὸς ἀμφοτέ‐ ρας, τήν τε παραγραφὴν καὶ τὴν μετάληψιν, ὅτι ἐκεῖ‐ ναι μὲν ἀπὸ ῥητοῦ, τὸ δὲ παραγραφικὸν οὐχ οὕτω·
30λαμβάνεται δὲ ἀπὸ τῶν περιστατικῶν, χρόνου, ὅτι παρ’
αὐτὰ τὰ συμβάντα ἔδει με κρίνειν, οὐ χρόνοις ὕστερον·310

4

.

311

τρόπου, ὡς Δημοσθένης· εἰ μὲν εἰσαγγελίας ἄξιά με πράττοντα ἑώρα εἰσαγέλλοντα καὶ τοῦτον τὸν τρόπον εἰς κρίσιν καθιστάντα παρ’ ὑμῖν· εἰ δὲ γράφοντα πα‐ ράνομα, παρανόμων γραφόμενον· ἐὰν δὲ νόμος προστε‐
5θῇ τῷ παραγραφικῷ καὶ πρὸς τοῖς ἀγράφοις δικαίοις λάβῃ τοῦτο, γίνεται παραγραφή· ἔχει δὲ διττὴν χώραν τὸ παραγραφικόν· ὁτὲ μὲν γὰρ ἐν ἀρχῇ τάττεται· ὁτὲ δὲ μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐν ἀρχῇ μὲν, ὅτι οὐ δεῖ εἶναι τὸν ἀγῶνα, εἰ μὴ τόδε τι ὑπάρχοι, ὡς ἐπὶ
10τοῦ ἀσώτου· ἐρεῖ γὰρ, ὅτι τόδε τι δεῖ κρίνειν με, ὅτ’ ἂν δείξῃς τεθνηκότα τὸν πατέρα· καὶ ἐπὶ τῆς γυναικὸς τῆς νύκτωρ δακρυούσης καὶ κρινομένης μοιχείας· δεῖ γὰρ πρῶτον φανῆναι τὸν μοιχόν· μετὰ δὲ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους εὑρίσκομεν τὸ παραγραφικὸν, ὅτ’ ἂν ἡ ὕλη
15εὐλογωτέραν τῷ κεφαλαίῳ παρέχῃ τὴν τοιαύτην τάξιν, ὡς ἐπὶ τοῦ τρισαριστέως, οὗ εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ φεύγει προδοσίας, πρὸς τοῦτο εἰσάγει τὸ παραγρα‐ φικὸν ὁ φεύγων· ὅτι οὐ δεῖ με κρίνεσθαι ἐφ’ οἷς ἄλλοι πεποιήκασιν. Ἔστιν ὅτε· ἀσφαλῶς ὥρισεν, οὐ γὰρ
20ἀεὶ εὑρίσκεται, ἀλλ’ ὅτε ἔστιν ἀπὸ τῶν περιστατικῶν διαβαλεῖν· ἐκ τούτων γὰρ ἔχει τὴν σύστασιν τὸ κεφά‐ λαιον· κεφαλαιωδῶς δὲ τότε ἐμπίπτει, ὅτ’ ἂν δέον τι πραχθῆναι, μὴ πραχθῇ· ἢ ὅτε πεπραγμένον, ὑπαιτίως πραχθῇ.
25nἘλέγχων ἀπαιτήσει.
26 Σωπάτρου. Ἐφεξῆς δύο κεφάλαια τοῦ φεύγοντος τέτακται, μὴ διακοπτόμενα τοῖς ἀπὸ τοῦ κατηγόρου κε‐ φαλαίοις, ἐπειδὴ ταῦτα, ὡς ἤδη εἴρηται, ἀλλήλοις ἀκο‐ λουθεῖ συνεκλιμπάνοντα· ἀλλ’ οὔτε τῇ τοῦ προσώπου
30ἐκλείψει οὐδὲ τῇ τοῦ πράγματος· ἀπ’ οὐδετέρου γὰρ τού‐311

4

.

312

των ἐμπίπτει, ἑτέρα δὲ αἰτία, ἥτις εἴρηται, ἤδη δευτέρα δὲ ἡ τῶν ἐλέγχων ἀπαίτησις· διότι ὁ στοχασμὸς ἄρνησίς ἐστι τοῦ ἐπαγομένου ἐγκλήματος· ἀναγκαίως οὖν ἀπαιτή‐ σει τὸν ἔλεγχον ὁ φεύγων τῷ ἐπιφερομένῳ ἐγκλήματι.
5 Μαρκελλίνου. Τοῦτο δεύτερον μὲν τῇ τάξει· ἰσχυρὸν γὰρ τὸ κεφάλαιον ἐκ τῶν ἀτέχνων πίστεων γινό‐ μενον, οἷον μαρτύρων, διαθηκῶν, νόμων, ψηφισμάτων, ἐπιστολῶν, βασάνων.
9nΒουλήσει, δυνάμει.
10 Σωπάτρου. Ἀναγκαίως ταῦτα τὴν ἐφεξῆς ἔχει τάξιν μετὰ τὰ κοινά· καὶ γὰρ τοῦ προσώπου ἐστὶν ἡ βούλησις καὶ ἡ δύναμις, ἀλλ’ οὐ τοῦ πράγματος· ταύτῃ δὲ καὶ προτέτακται τῶν ἀπὸ τοῦ πράγματος κεφαλαίων· φύσει γὰρ τὸ πρόσωπον τοῦ πράγματος πρῶτον, ὡς
15ποιοῦν ποιουμένου· ἀλλὰ καὶ ἡ βούλησις τῆς δυνάμεως φυσικῶς προηγεῖται, πρῶτον γάρ τις βουλεύεται, εἶτα πράττει· ὅ ἐστι τῇ δυνάμει κεχρῆσθαι, καὶ ὅτι βούλησις μὲν ἄνευ δυνάμεως κρίνεται, δύναμις δὲ ἄνευ βουλήσεως οὔ· κοινὰ δὲ καὶ ταῦτα, ἀλλ’ οὐχὶ τοῦ προσώπου ἢ τοῦ
20πράγματος ὡς τὸ παραγραφικὸν καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις, ἀλλὰ κοινὰ τοῦ κατηγόρου καὶ τοῦ ἀπολο‐ γουμένου· διὸ καὶ πρὸ τῶν ἰδικῶν ἑκάστου τέτακται. Μαρκελλίνου. Ταῦτα τοῦ προσώπου κεφάλαια, πρῶτον δέ ἐστι τὸ πρᾶττον τοῦ πραττομένου, τουτέστιν
25τὸ πρόσωπον τοῦ πράγματος· διὸ προτέτακται ἡ βούλη‐ σις καὶ ἡ δύναμις· τὰ γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους τὰ πράγματά ἐστιν· εἰκότως δὲ τὰ δύο κεφάλαια ὁμοῦ ἔταξεν· ἀκολουθεῖ γὰρ τῇ βουλήσει ἡ δύναμις καὶ ἀχώ‐ ριστός ἐστι· μάταιον γὰρ ἡ βούλησις ἀπούσης δυνάμεως,
30καὶ ἡ δύναμις ἀπούσης βουλήσεως.312

4

.

313

(1n)

Τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους.
2 Σωπάτρου. Τοῦτο πρῶτόν ἐστι κεφάλαιον ἴδιον τοῦ κατηγόρου· πλὴν ὅτι ἐν σπανίοις κοινόν τε καὶ ἴδιον εὑρίσκεται τοῦ κατηγόρου, ὡς ἐφεξῆς ἐροῦμεν·
5εἰκότως οὖν, ἐπειδὴ μετὰ τὸ πρόσωπόν ἐστι τὸ πρᾶγμα, τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους αὐτὰ τὰ πράγματά ἐστι, μετὰ τὴν βούλησιν καὶ τὴν δύναμιν τεταγμένα ἐστίν· ἡ γὰρ ὁδὸς ταύτην ἔχει τὴν τάξιν βουλομένη πρᾶξαι· πρᾶξαι δὲ τόδε τι, ὅπερ ἐστὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους,
10ἵνα πρὸς αὐτὰ ἡ ἀπολογία γένηται. Μαρκελλίνου. Οὕτω κέκληται τουτὶ τὸ κεφά‐ λαιον, ἐπειδὴ πανταχοῦ εὑρίσκεται καὶ ἐν προοιμίοις καὶ ἐν ἐπιλόγοις· ἰστέον δὲ, ὅτι τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους ὡς ἐπὶ τὸ πλεῖστον ὁ κατήγορος κέχρηται· καλεῖται δὲ
15καὶ ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ πράγματα καὶ σημεῖα· τὰ δ’ αὐτὰ ἐν στοχασμῷ· καὶ μέγιστον ἐν τούτοις ὁ κα‐ τήγορος ἰσχύει· διὸ καὶ πανταχοῦ αὐτοῖς κέχρηται ἐν προοιμίοις, ἐν ἐπιλόγοις.
19nἈντιλήψει, μεταλήψει.
20 Σωπάτρου. Ἔδει μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, φύσιν ἐχόντων αὔξειν τὸ πρᾶγμα καὶ μέγεθος περιτι‐ θέναι τῷ ἀδικήματι, τὴν μετάθεσιν τῆς αἰτίας τάττειν· ἥτις ἀπολογία τέ ἐστι καὶ τῆς ἀρνήσεως κατασκευὴ, ἀλλ’ οὐχὶ τὴν ἀντίληψιν, ὃ τολμηρότερόν ἐστι καὶ θρασύτερον,
25εὐθὺς ἐπὶ τὴν ἐξουσίαν καταφεύγειν, καὶ πρὸς τὴν ὀρ‐ γὴν ἄγει τὸν δικαστὴν καὶ μηδὲ ἀποδεικνύναι πρῶτον, ὅτι οὐ πεποίηκεν· ἄλλως τε καὶ ὅτι ἡ μὲν μετάθεσις τῆς αἰτίας ἀεὶ τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀκολουθεῖ·
τὸ δὲ ἀντιληπτικὸν οὐκ ἀεὶ ἐμπίπτει, εἰ μὴ ὅτ’ ἄν τις313

4

.

314

ἀφ’ ὧν αὐτὸς ποιήσας κρίνηται· ἔδει οὖν καὶ κατὰ τοῦτο τὸ χρῶμα τῆς ἀντιλήψεως προταγῆναι, τὰ γὰρ ἀεὶ τῶν ποτε τιμιώτερα, καὶ κατὰ τοῦτο ὁ μὲν Μινου‐ κιανὸς καὶ οἱ ἄλλοι τεχνικοὶ μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι
5τέλους τὸ χρῶμα τάττουσιν, Ἑρμογένης δὲ τὴν ἀντί‐ ληψιν· καλῶς δὲ καὶ οὗτος· κἀκεῖνοι οὐκ ἔξω σκοποῦ· κατηγοροῦντας μὲν γὰρ δεῖ Ἑρμογένει κατακολουθεῖν. προτάττοντας τοῦ χρώματος τὴν ἀντίληψιν, πρὸς βάρος τοῦ φεύγοντος, ἀπολογουμένους δὲ Μινουκιανῷ τὴν με‐
10τάθεσιν τῆς αἰτίας, τὴν ἀντίθεσιν τὴν ἐκ τῶν ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους γινομένην· εἰκότως δὲ ἀντίληψιν προ‐ τάξας, ἐπήγαγε τὴν μετάληψιν λυτικὴν οὖσαν ἀεὶ τῆς ἀντιλήψεως. Μαρκελλίνου. Μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους
15ἡ ἀντίληψις· φύσει γὰρ πάντες τὴν ἐξουσίαν πρὸ τῶν ἄλλων προβαλλόμεθα· καὶ μετὰ τὴν ἐξουσίαν, τότε τὴν αἰτίαν ἐπιφέρομεν τῆς πράξεως, ὅ ἐστι τὴν μετάθεσιν τῆς αἰτίας· οὐδεὶς δὲ τῇ ἐξουσίᾳ θαῤῥῶν ταύτην παρεὶς πρῶτον τὴν αἰτίαν τῆς πράξεως προτάττει τῆς ἐξουσίας.
20nΜεταθέσει τῆς αἰτίας, πιθανῇ ἀπολογί.
21Σωπάτρου. Περὶ μὲν τοῦ χρώματος εἴρηται.
ἡ δὲ πιθανὴ ἀπολογία τελευταία τέτακται· εἰ καὶ τὰ314

4

.

315

μάλιστα δοκεῖ ἀντιστρέφειν τὸν ἀγῶνα· ἀλλ’ ὅμως γλι‐ σχρότερόν τέ ἐστι καὶ ἀσθενές· τοῦτο δὲ καὶ τὸ ὄνομα κατηγορεῖ· οὐ γὰρ ὡμολόγηται, ἀλλὰ πιθανή τίς ἐστιν.
4nΠοιότητι κοιν.
5 Μαρκελλίνου. Ἡ ποιότης καὶ ἡ γνώμη κοινά ἐστι πασῶν τῶν στάσεων· ταῦτα γὰρ τῶν ἐπιλόγων ἐστίν· αὕτη ἡ αἰτία τῆς προτάξεως τῶν κεφαλαίων.
8nΤὸ παραγραφικὸν γίνεται κατὰ τρόπους τέσσαρας, ἤτοι ἀπὸ τοῦ
9nλείποντος· οἷον ἀσώτου πατὴρ ἀφανὴς γέγονε καὶ φόνου φεύγει·
10nἀξιώσει γὰρ δεικνύναι πρῶτον εἰ ἀνῄρηται· ἢ ἀπὸ τοῦ ὑπερβάλλον‐
11nτος· οἷον, δέκα νέοι συνώμωσαν μὴ γῆμαι καὶ φεύγουσι κακοῦ βίου·
12nἕκαστος γὰρ αὐτῶν ἀξιώσει κρίνεσθαι ἰδίᾳ. ἢ ὅτι ἀφ’ ὧν ἕτεροι
13nπεποιήκασιν, οὐ δεῖ κρίνεσθαι· ὡς ὁ τρισαριστεὺς οὗ εἰκόνα ἔστη‐
14nσαν οἱ πολέμιοι, καὶ προδοσίας φεύγων· ἢ κατὰ χρόνον· οἷον δει‐
15nλοῦ παῖς ἠρίστευσε, καὶ μοιχείας κρίνει τὴν γυναῖκα· τοσούτοις γάρ
16nφησιν ὕστερον χρόνοις μὴ δεῖν κρίνεσθαι· τοῦτο δὲ ἀπὸ μὲν ῥητοῦ
17nτινος εἰ γίγνοιτο, ἰσχυρότερόν ἐστι καὶ τελεία γίνεται παραγραφή·
18nἄλλως δὲ ἀσθενὲς μέν ἐστι, συλλαμβάνει δὲ οὖν σμικρὸν τῷ χρω‐
19nμένῳ· τοῦ δὲ ἀπὸ ῥητοῦ παράδειγμα, ὃ δή φαμεν τελείαν εἶναι με‐
20nτάληψιν καὶ παραγραφήν· οἷον κριθείς τις φόνου ἀπέφυγεν· ὕστε‐
21nρον δὲ χρωμένῳ αὐτῷ ἀνεῖλεν ὁ θεός· ἀνδροφόνοις οὐ χρῶ· καὶ
22nπάλιν φεύγει· δὶς γὰρ περὶ αὐτῶν οἱ νόμοι κωλύουσι κρίνεσθαι·
23nπαραγράφεται οὖν καὶ γίνεται πρῶτον ζήτημα νομικὸν
24nἐκ παραγραφῆς.
25Σωπάτρου. Τέσσαρας μὲν ἀπαριθμεῖται τοὺς315

4

.

316

τοῦ παραγραφικοῦ τρόπους ὁ τεχνικός· τρεῖς δέ εἰσι τῇ ἀληθείᾳ· τοῦ γὰρ παραγραφικοῦ ἀεὶ ἀφ’ ἑνὸς καὶ πε‐ ριστατικοῦ κινουμένου, οἷον προσώπου, πράγματος, αἰ‐ τίας, χρόνου, τρόπου, ὕλης, τὰ παρόντα ἀπὸ τριῶν εἰσι·
5τό τε γὰρ τοῦ ἀσώτου ἀπὸ τοῦ πράγματός ἐστι· ζητεῖ‐ ται γὰρ εἰ ἀνῄρηται ὁ πατήρ· τὸ δέ γε τοῦ τρισαριστέως καὶ τῶν δέκα νέων ἀπὸ τοῦ προσώπου ἐστί· καὶ τὸ τοῦ δειλοῦ ἀπὸ χρόνου· ὅτι δέ εἰσιν ἀπὸ πάντων τῶν περι‐ στατικῶν παραγραφικὰ κινούμενα, δῆλον ἐντεῦθεν· ἀπὸ
10μὲν οὖν προσώπου καὶ πράγματος ἔχομεν τοῦ τεχνικοῦ παραδείγματα· ὡσαύτως καὶ ἀπὸ χρόνου· τῶν δὲ λοιπῶν ἡμεῖς ἐροῦμεν· ἀπὸ μὲν γὰρ τόπου, ὡς τοῦτο· κρίνεται Δημοσθένης ἐπὶ τοῖς ἁρπαγεῖσι χρήμασιν ἐν Ἀρείῳ πά‐ γῳ καὶ παραγράφεται ἀξιῶν ἐν τῇ ἡλιαίᾳ κρίνεσθαι·
15ἀπὸ τρόπου δέ· Εὐξίθεος καὶ Ἡρώδης ἔπλεον ἅμα· εὕρη‐ ται ὁ Εὐξίθεος καθεύδων ἔχων αἷμα ἐγγὺς καὶ κρίνεται κακουργίας· παραγράφεται γὰρ τὸν τρόπον ὡς οὐκ ὀφείλει τοῦτον τὸν τρόπον κρίνεσθαι, ἀλλὰ δειχθέντος τοῦ φόνου· ἀπὸ αἰτίας δὲ, οἷον ἔγραψεν Ἀλέξανδρος ἐν
20τοῖς Δαρείου λογισμοῖς εὑρηκέναι, Δημοσθένη εἰληφέναι πεντήκοντα τάλαντα, καὶ κρίνεται Δημοσθένης· παρα‐ γράψεται γὰρ ὡς οὐκ ὀφείλω ἐπὶ τούτοις κρίνεσθαι, τῷ ἐχθρόν μου εἶναι τὸν γεγραφότα· δεῖ δὲ εἰδέναι, ὅτι τὸ ἀπὸ τοῦ ὑπερβάλλοντος καὶ ἐκ τοῦ ἐναντίου λαμβάνε‐
25ται· ὃ παρέλιπεν ὁ τεχνικός· τούτῳ δὲ κέχρηται ὁ Δη‐ μοσθένης ἐν τῷ κατὰ Στεφάνου ψευδομαρτυριῶν· καὶ γὰρ Ἄφοβος ἐγράψατο ψευδομαρτυρίας Στέφανον καὶ Δημοσθένης παραγράφεται· καὶ λέγει ὡς δέον αὐτὸν μετὰ τῶν ἄλλων μαρτύρων κρίνεσθαι· ἰστέον δὲ ὡς ἀεὶ
30τοῦ φεύγοντός ἐστι τὸ κεφάλαιον· ἐφεδρεύων γὰρ τοῖς εἰρημένοις τρόποις, ἤτοι αὐτὸς ὁ φεύγων ἢ ὁ ὑπὲρ τοῦ
φεύγοντος λέγων, καὶ κατανοήσας, εἴ πη χώραν ἔχει316

4

.

317

κατά τινα τῶν τρόπων τὸ παραγραφικὸν εἰσάγειν, χρή‐ σεται μετὰ ἀδείας αὐτῷ· διαφέρει δὲ τὸ παραγραφικὸν τῆς παραγραφῆς, ὡς καὶ αὐτὸς ἐρεῖ, τῷδε, τῷ τὴν μὲν παραγραφὴν ἀπὸ νόμου τὴν ἰσχὺν ἔχουσαν τὴν εὐθυ‐
5δικίαν ἐκβάλλειν· τὸ μέντοι παραγραφικὸν ἐκ τῶν περι‐ στατικῶν λαμβάνεται· εἰ δὲ καὶ ἡ μετάληψις ἐκ τούτων, ἀλλ’ αὕτη μὲν ἐκ τοῦ κατηγόρου· τὸ μέντοι παραγρα‐ φικὸν ἀεὶ τῷ φεύγοντι συγκεκλήρωται· καὶ ἡ μὲν παρα‐ γραφὴ ὅλον ἐκβάλλει τὸν ἀγῶνα· τὸ δὲ παραγραφικὸν
10μέρος τι τῶν περὶ τὸ πρᾶγμα αἰτιᾶται· συμβαλλόμενον ἡμῖν ἐπὶ πάσης δίκης· οὐ χεῖρον δὲ καὶ τοῦτο εἰδέναι ὡς ἐπὶ τοῦ ἀπὸ τοῦ ὑπερβάλλοντός τινες ἐνέστησαν, ὡς οὐκ ἔχει τὸ παραγραφικὸν χώραν, καίτοι ζητήματος συν‐ ισταμένου· εἰ γὰρ καὶ τὰ μάλιστα οἱ δέκα νέοι πλῆ‐
15θός εἰσιν, ἀλλ’ οὖν γε μίαν ἔχουσι ποιότητα, τοῦ ἀόρι‐ στον εἶναι· ἐπὶ μὲν οὖν τούτων διὰ τὸ ἀόριστον εἶναι τὴν ποιότητα οὐ συνίσταται τὸ παραγραφικόν· ἐπὶ δὲ τοῦ ζητήματος τούτου χώραν ἕξει· οἷον Αἰσχίνης καὶ Δημοσθένης ἐκ τῆς παρὰ Φιλίππου ἐπανήκοντες παρα‐
20πρεσβείας, εὕρηται ὁ μὲν χρυσίον κατορύττων, ὁ δὲ πα‐ ραπρεσβείας ἀπολογίαν γράφων, καὶ Ὑπερίδης ἀμφοτέ‐ ρων κατηγορεῖ· ἐνταῦθα γὰρ διάφορος οὖσα τῶν προσ‐ ώπων ἡ ποιότης χώραν ἔχει λέγειν, ὅτι ἰδίᾳ θέλω κρίνε‐ σθαι καὶ μὴ μετέχειν τῆς ἐκείνου ποιότητος· πλὴν καὶ
25ὑπὲρ τῶν νέων ἀπολελόγηται Συριανός· τὸ μέντοι ὅλον παραγραφικὸν οὐχ ὡς ἔτυχε δεῖ μεταχειρίζεσθαι, ἀλλὰ πρὸς τὸ χρήσιμον ἀεί· εἰδέναι γὰρ δεῖ, ὅτι τοῦτο τὸ κε‐ φάλαιον, καθὸ μὲν τὴν κατηγορίαν διαβάλλει καὶ τὴν ἰσχὺν αὐτῆς διαλύει, κατὰ τοῦτό ἐστιν ἰσχυρὸν καὶ ὠφέ‐
30λιμον· καθὸ δὲ ὅλως δοκεῖ παραγράφεσθαι καθαιρετι‐ κόν ἐστι τῶν ἀξιωμάτων· ὁ γὰρ κρινόμενος εἰ τύχοι προδοσίας ἢ ἀσεβείας, εἶτα λέγων, ὅτι ἔδει με πρὸ χρό‐
νου κριθῆναι ἢ τῷδε τῷ τρόπῳ τὰς εὐθύνας ὑπέχειν,317

4

.

318

ἢ τοιόνδε τι λέγων δῆλός ἐστι μὴ λίαν παῤῥησιαζόμε‐ νος· καὶ συνειδώς τι τῶν ἐγκαλουμένων ἑαυτῷ· καὶ κατὰ τοῦτο καθαιρήσει τὸ ἀξίωμα κατὰ δύο τρόπους· ἕνα μὲν, ὅτ’ ἂν ἔστι τὰ πρόσωπα ἔνδοξα οἷον Περικλῆς
5ἢ Δημοσθένης· δεύτερον δὲ, ὅταν τὸ πρᾶγμα μέγιστον εἴη, οἷον προδοσία ἢ ἀσέβεια· τίς γὰρ ἂν μὴ πιστεύσῃ τοῖς ἐγκλήμασι τούτοις ὑπεύθυνον εἶναι· ἐπειδὴ μὴ πρό‐ τερον ὑπέστη τὴν κατηγορίαν· διὰ ταῦτα μὲν οὖν ἐμ‐ μεθόδως χρηστέον αὐτῷ, ἀλλ’ οὐχ ἁπλῶς, ἐπεὶ καθαι‐
10ρετικὸν οὕτω τοῦ ἀξιώματος, οὐ δήπου παρασιωπήσομεν αὐτὸ, εἰ βλάπτει δυνάμενον ἐν τῷ λέγεσθαι ὅλον διασεῖ‐ σαι τὸν ἀγῶνα· ἀλλ’ ὡς προείρηται ἐμμεθόδως καὶ ὥσπερ οἱ παλαιοί· ἐχρήσαντο μὲν γὰρ οὗτοι αὐτῷ διὰ τὸ ἐξ αὐτοῦ ὠφέλιμον, ὥσπερ δὲ φεύγοντες αὐτὸ, οἷον
15Περικλῆς αἰτίαν ἔχων ὡς τοῦ πολέμου αἴτιος γέγονε καὶ διὰ τοῦτο μέλλων ἀπολογεῖσθαι, οὔτε πάντη παρῆκεν αὐτὸ διὰ τὸ ἐξ αὐτοῦ ὠφέλιμον, οὔτε ἐνέμεινεν αὐτῷ διὰ τὸ λυμαινόμενον αὐτοῦ τὸ ἀξίωμα· ἀλλ’ ὅσον μνη‐ μονεύσας ἀπεπήδησεν εὐθέως εἰς τὸ κατασκευαστικὸν
20τοῦ ἀξιώματος· λέγων γὰρ τὸ παραγραφικὸν ἀπὸ χρό‐ νου· οἷον καὶ ἐμὲ τὸν παραινέσαντα πολεμεῖν καὶ ὑμᾶς αὐτοὺς, οἷον ἐπείσθητε, δι’ αἰτίας ἔχετε, τρόπον γάρ τινα λέγει ὅτι μὴ τότε ἐλέγετε ἀλλὰ μεταβάλλεσθε ἐπὶ τοῖς ἅπαξ δόξασιν, εὐθέως ἐπὶ τὴν κατασκευὴν
25ἐχώρησεν εἰπών· καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζε‐ σθε, ὃς οὐδενὸς ἥττων εἰμὶ γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα· φιλόπολίς τε καὶ χρημάτων κρείσ‐ σων· ἐδεδίει γὰρ ἐπεξελθεῖν τῷ παραγραφικῷ, μὴ δόξῃ τὸν ὀρθὸν ἠγνοηκέναι· ὁμοίως καὶ Πλάτων ἐν τῇ Σω‐
30κράτους ἀπολογίᾳ τὸ καθαιρετικὸν τούτου δεδιὼς, οὕ‐ τως ἐχρήσατο· νῦν ἐγὼ πρῶτον ἐπὶ δικαστήριον ἀναβέ‐
βηκα ἔτη γεγονὼς ἑβδομήκοντα, ἀτέχνως οὖν ἔχω τῆς318

4

.

319

ἐνθάδε διαλέξεως· ἐνταῦθα γάρ ἐστι τὸ παραγραφικὸν, ὅτι τοσούτων ἐτῶν γεγονὼς, εἴ πη ἦν ἀληθὴς ἡ κατη‐ γορία, πῶς οὐκ ἐκρίθη παρ’ ὑμῖν· ἀλλ’ οὐκ ἐπεξειργά‐ σατο διὰ τὸ καθαιρετικὸν τοῦ ἀξιώματος· ὁ δὲ Δημο‐
5σθένης θείᾳ τινὶ μεθόδῳ κεχρημένος τούτῳ καὶ τὸ ἀξίωμα φυλάττει λαμπρὸν, καὶ ὅσον βούλεται ἀπαγωνί‐ ζεται· καὶ τὸ δὴ μέγιστον ὅτι καὶ χρώμενος αὐτῷ ἐξαί‐ ρει τὸ φρόνημα, ὥσπερ ἐν τῷ περὶ στεφάνου, τοὺς μὲν παραγραφικοὺς λόγους τῷ ἀντιδίκῳ συνέπλεξε, πρὸς αὐ‐
10τὸν ἀποτεινόμενος, ὡς διὰ τοῦτο ἐφ’ ὅσον βούλεται χώ‐ ραν παρέχων τῷ παραγραφικῷ· τοὺς δὲ τῆς ἀπολογίας τοῖς παροῦσι τὴν ἑαυτοῦ παῤῥησίαν οὐδὲν ἧττον ἐξαί‐ ρων· προὔταξε δὲ τὴν ἀπολογίαν τοῦ παραγραφικοῦ πάνυ τεχνικῶς τῷ μὴ δόξαι ἀσθενῶς ἔχειν περὶ τὴν ἀπο‐
15λογίαν· ἔπειτα ἐπάγειν τὸ παραγραφικὸν οὕτω πως λέ‐ γων· ἔστι δὲ ταυτί μοι πάντα πρὸς ὑμᾶς ἅμα καὶ τοὺς περιεστηκότας ἔξωθεν καὶ ἀκροωμένους, ἐπεὶ πρός γε τοῦτον αὐτὸν τὸν κατάπτυστον βραχὺς καὶ σαφὴς ἐξήρ‐ κει μοι λόγος· εἰ μὲν γὰρ ἦν σοι πρόδηλα τὰ μέλλοντα
20καὶ ἑξῆς· καὶ ἡ μὲν τῆς μεταχειρήσεως τοῦ παραγραφι‐ κοῦ μέθοδος τοιαύτη· περὶ δὲ τῆς τάξεως φαμὲν, ὅτι Δη‐ μοσθένης συνιδὼν τὴν τοῦ κεφαλαίου δύναμιν καὶ πρώ‐ την αὐτῷ καὶ μέσην χώραν ἀπένειμε καὶ τελευταίαν· καὶ πάντα ταῦτα ἐν τῷ περὶ στεφάνου εὑρήσεις, κατὰ μὲν
25ἀρχὴν μετὰ τὰς προοιμικὰς ἐννοίας οὕτω· τὰ μὲν οὖν κατηγορημένα πολλάκις περὶ ὧν ἔνιοι τὰς ἐσχάτας τάτ‐ τουσι τιμωρίας καὶ ἑξῆς· κατὰ δὲ μέσον, οἷον· ἔστιν οὖν ὅπου οὐ παρὼν τοιαύτην πρᾶξιν ἢ συμμαχίαν ἡλί‐ κην νῦν διεξῄεις ὁρῶν ἀφαιρούμενον τῆς πόλεως καὶ
30ἑξῆς· κατὰ δὲ τὸ τέλος οὕτως, ἦν μέντοι τοῦ δικαίου
πολίτου τότε λέγειν, μὴ νῦν ἐπιτιμᾷν· ὁ γὰρ συμβουλεύων319

4

.

320

καὶ ἑξῆς· ἐν ἀρχῇ μὲν οὖν ἐτάγη, ἐπειδὴ ὡς εἴπομεν δια‐ βολὴ τῆς κατηγορίας ἐστὶ καὶ τοῦ κατηγόρου, τοῦτο δὲ πρέπει μάλιστα ἐν ἀρχῇ ποιεῖσθαι, ἀλλ’ εἰ καὶ δια‐ βολὴν ἔχει τῆς κατηγορίας, ἀλλ’ εἴπομεν ὅτι καὶ τοῦ
5ἀξιώματός ἐστι καθαιρετικόν· διὰ τοῦτο καὶ πρέπει πρὸς τῷ τέλει τετάχθαι τῆς ἀπολογίας, ἵνα δοκῇ ἐκ περι‐ ουσίας εἰρῆσθαι· καὶ πολλὴν ἔχει τὴν ἰσχὺν, ἐν δὲ τῷ μέσῳ, ἐπειδὴ ἰσχυρόν ἐστιν, ὤφειλε δι’ ὅλου ἐσπάρθαι· μιγνύμενον γὰρ πανταχοῦ τῆς ἀπολογίας, οὐκ ἀφαιρεῖ‐
10ται τὴν παῤῥησίαν τοῦ λέγοντος, καὶ μάλιστ’ ἂν ἐπι‐ στημόνως λεχθείη· ἔτι δὲ καὶ διὰ τοῦτο ἐπειδὴ πολλὰς τῶν ἀντιθέσεων διὰ τούτου λύομεν, ὅτ’ ἂν ἀπὸ χρόνου λαμβάνωνται, ὡς καὶ Δημοσθένης, ἐγκαλούμενος γὰρ, ὅτι οὐκ ἀφίκου μετὰ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων
15ποιῆσαι τὴν εἰρήνην, λύει τῷ παραγραφικῷ εἰπών· ἔστιν οὖν ὅπου σὺ παρὼν τηλικαύτην πρᾶξιν καὶ ἑξῆς· τί τε γὰρ ἐποίησεν εἴρηκεν· ὡς ὅτι σιγᾷ· καὶ τί ἔδει ποιῆσαι. ὅτι βοᾷν καὶ διαμαρτύρασθαι· καὶ τί οὐκ ἐποίησεν, ὅτι οὐκ ἐφθέγξατο· διὰ γὰρ τούτων τὴν ἀντίθεσιν ἔλυσεν·
20καὶ πάλιν ἑτέρωθι λέγοντος Αἰσχίνου, ὅτι ἄνισον τὴν συμμαχίαν ἐποίησας, ἐκ τοῦ παραγραφικοῦ λύει· οἷον, εἰ δὲ λέγεις τὰ πρὸς τοὺς Θηβαίους δίκαια Αἰσχίνη καὶ ἑξῆς· οὕτω μὲν δὴ καὶ ἡ τάξις· περὶ δὲ τῆς ἐργα‐ σίας τοῦτό φαμεν· δύο τινα περὶ αὐτὸ θεωρεῖται· ῥᾳ‐
25στώνη μὲν ἐκ τοῦ παρόντος χρόνου· δυσχέρεια δὲ ἐκ τοῦ παρελθόντος· οἷον εἰ παρ’ αὐτὰ τὰ ἀδικήματα ἠλέγχθη, ῥᾳστώνην εἶχεν ἡ κατηγορία· χαλεπότης δέ ἐστιν ἐκ τῶν μετὰ χρόνον ῥηθῆναι, ὥσπερ ὁ Δημοσθένης, καὶ ὁπηνίκα ἐφαίνετο ταῦτα ποιῶν καὶ τοῦτον τὸν τρόπον
30κεχρημένος τοῖς πρὸς ἐμὲ, ὡμολογεῖτο ἂν ἡ κατηγορία320

4

.

321

τοῖς ἔργοις αὐτοῦ· νῦν ἐκστὰς τῆς ὀρθῆς καὶ δικαίας ὁδοῦ καὶ τὰ λοιπά· δεῖ δὲ ἐν τούτοις καὶ τὰ ἀντιπίπτοντα λύειν, ὥσπερ ὁ αὐτός· ἵνα γὰρ μή τις λέγῃ, ὅτι ἢ δι’ ἐπι‐ είκειαν οὐ κατηγόρησεν, ἢ δι’ ἀπραγμοσύνην, ἢ ὅτι οὐκ
5ἔτυχε παρὼν, ἢ ὅτι περὶ μικρῶν, ἢ ὅτι οὐκ ἐνόησε, λύει ταῦτα πάντα Δημοσθένης, οὕτως εἰπών· τὴν μὲν ἐπιεί‐ κειαν οὕτως· οὐ γὰρ δὴ Κτησιφῶντα δύναται μὲν διώ‐ κειν δι’ ἐμὲ, ἐμὲ δὲ εἴπερ ἠδύνατο, οὐκ ἂν ἐγράψατο, πῶς γὰρ ἀπράγμων δόξειεν εἶναι ὁ καὶ δι’ ἐμὲ πρά‐
10γματα παρέχων ἑτέροις· τὰ δὲ λοιπὰ πάντα δι’ ἑνὸς οὕ‐ τως· ἔστιν ὅπου καὶ σὺ παρὼν τηλικαύτην τάξιν ἡλίκην νῦν ἐτραγῴδεις· διὰ μὲν γὰρ τοῦ παρὼν λύει τὸ οὐ παρῆν· διὰ δὲ τοῦ τηλικαύτην, ὅτι οὐ μικρὰ ἢ φαύλη· διὰ δὲ τοῦ νῦν ἐτραγῴδεις τὸ ὅτι οὐκ ἐνόησας ὃ πε‐
15ποίηκας· οὐ δεῖ δὲ οὐδὲ ἔρημον καταλείπειν τὸ παραγρα‐ φικὸν ἐν ταῖς ἐργασίαις, βλαψόμεθα γὰρ ἂν μᾶλλον, ἀλλὰ συμπλέκοντα αὐτῷ τὰς ἀποδείξεις οὕτω ποιεῖσθαι τὸν λόγον, ὡς Δημοσθένης· χωρὶς δὲ τούτου καὶ διαβάλ‐ λει τὴν πόλιν ἐν οἷς λέγει· καθόλου δὲ συμπληροῦν δεῖ
20τὸ παραγραφικὸν, ἐπανάγοντα ἐπὶ τὴν διαβολὴν τῆς κα‐ τηγορίας· οἷον πάντα μὲν οὖν τὰ κατηγορημένα ἐκ τού‐ των ἄν τις ἴδοι, καὶ ἀποστρέφοντα τὸν λόγον ἐπὶ τὸν ἀντίδικον ὡς ἐπὶ τούτου· ἐπεὶ πρός γε τοῦτον τὸν κατά‐ πτυστον βραχὺς καὶ σαφὴς καὶ ἑξῆς· ἀλλὰ κἀνταῦθα,
25ὦ τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι· οὐ γὰρ δὴ ἡμῶν οἱ δικάζοντες ἀνάσχοιντο εἰ λέγοιμεν, ὅτι ἐπειδὴ μὴ πρότερον ἐκρίθημεν οὐκ ἔξεστιν οὐδὲ νῦν κριθῆναι, χα‐ λεπώτερος γὰρ ὁ λόγος οὗτος φανήσεται καὶ τὸ ἰσχυρὸν ἡμῖν περιτρέπεται· συμπληροῦντες δὲ τῇ πρὸς τὸν ἀντίδικον
30ἀποστροφῇ τὸ παραγραφικὸν, εἶτα μεταβαίνοντες ἐπὶ
τοὺς δικαστὰς χρησόμεθα τῇ ἀπολογίᾳ, ὡς ἐπὶ τούτου,321

4

.

322

χωρὶς δὲ τούτου, διαβάλλει τὴν πόλιν καὶ ἐπὶ τούτου· εἰ γὰρ ὑμεῖς ἅμα τοὺς Ἕλληνας εἰς πόλεμον παρεκα‐ λεῖτε καὶ ἑξῆς. Συριανοῦ. Πλατύνεται τὸ παραγραφικὸν δι’ ἀπο‐
5στροφῶν, διὰ παραδειγμάτων, δι’ ἐνθυμημάτων· δι’ ἀπο‐ στροφῶν μὲν, οἷον ὡς ἐπὶ Περικλέους· φέρε γὰρ εἰ σὺ στρα‐ τιώτας ἐκ τῶν προσόντων ἔτρεφες ἑκατὸν, ὅπως ἐν τῷ δέοντι προθύμως ἐπαμύνοις τῇ πατρίδι· εἶτα τῶν συκοφαντῶν τις τυραννίδος ἐπάγοι κατὰ σοῦ γραφήν·
10οὐκ ἂν ἠγανάκτεις εὐθυνόμενος ἐφ’ οἷς εὐεργέτεις; ἐγὼ μὲν ἡγοῦμαι· διὰ παραδειγμάτων, ὡς ἐπὶ τοῦ αὐτοῦ, καὶ γὰρ πρότερον ἀκούω Κλεινίαν ἐν καιρῷ τῇ πόλει πορίσασθαι τὴν ἐπικουρίαν, διότι πολλοῖς καὶ πρότερον ἐκ τῶν προσόντων ἐπαρκῶν, ἐν τῇ κατὰ Μήδων ἐπ’ Ἀρ‐
15τεμισίῳ ναυμαχίᾳ τριήρη σὺν διακοσίοις ἀνδράσιν ἐπιδέ‐ δωκε τῇ πατρίδι· καὶ τῆς κατὰ βαρβάρων ἀριστείας αἰ‐ τιώτατος ὑπῆρξεν· ἀλλ’ οὐδεὶς ἐκεῖνον ὁρῶν ἀνδρῶν το‐ σούτων ἰδιώτην ὄντα δύναμιν περιβαλλόμενον ἠγανά‐ κτησεν, ἢ πρὸς δικαστήριον εἵλκυσεν, ἢ τυραννίδος ἐγρά‐
20ψατο· διὰ δὲ ἐνθυμημάτων, ὅτ’ ἂν οἰκείαις τῷ προκει‐ μένῳ χρώμενος ἐννοίαις κατασκευάζει τὸ παραγραφικὸν λέγων· ποῦ γὰρ δίκαιον τηλικούτους ἀγῶνας ὑπομένειν, ὑπὲρ ὧν εὖ ποιεῖν ἐσπουδάκασιν ἄνθρωποι; ποῦ τὸν προ‐ λαβόντα παρασκευῇ τοὺς κινδύνους εὐθύνειν ἄξιον;
25ποῦ τὴν θρεψαμένην προαναρπάζειν τῶν δεινῶν οὐκ εὔ‐ λογον; εἰ γὰρ περιμενοῦμεν τοὺς καιροὺς καὶ τῶν πολε‐ μίων ἤδη τὴν χώραν λεηλατούντων τότε πρὸς τὴν ἐπιμέ‐ λειαν τρεψόμεθα τῶν δεόντων, ὀκνῶ λέγειν μὴ τοῖς
ἐναντίοις ἅπαντα πρὸς ἡδονὴν πολιτευσώμεθα· ὁ μὲν322

4

.

323

οὖν φεύγων τούτοις τοῖς τόποις παρασκευάζει τὸ πα‐ ραγραφικόν· ὁ δὲ διώκων ἀνατρέψει αὐτὸ καθολικοῖς λο‐ γισμοῖς· οἷον τῶν συνειδότων ἑαυτοῖς ἐστι τὸ παρα‐ γράφεσθαι· τῶν δὲ θαῤῥούντων τὸ δέχεσθαι τὸν ἀγῶνα·
5δυοῖν γὰρ θάτερον, ὦ χρηστὲ, ἢ κατὰ τῆς πόλεως ἅπαν‐ τα κακουργεῖς, ἢ κηδόμενος ἡμῶν, ὡς ἄνω καὶ κάτω θρυλεῖς παρασκευάσαι τὰ πρὸς τυραννίδα· εἰ μὲν οὖν εὖ ποιῶν φανῇς, πρόδηλον ὡς καὶ δωρεὰς λήψῃ παρὰ τῶν πολιτῶν· εἰ δ’ ὥσπερ ἐπιδείξειν ἐγὼ πεπίστευκα, καθ’
10ἡμῶν ἅπαντα ταυτὶ πεφωράσῃ σκευωρούμενος· αὐτός τε ἐπιβουλεύων εὖ οἶδα παύσῃ, καὶ τοὺς ἄλλους σωφρο‐ νεστέρους ὁ κατὰ σοῦ σήμερον ἀγὼν παρασκευάσει· κατ’ ἀμφότερα τοίνυν ἥκιστα παραγραπτέον σοι τὴν δίκην· διαφέρει δὲ τῆς παραγραφῆς τὸ παραγραφικὸν,
15ὅτι ἡ μὲν στάσις, τὸ δὲ κεφάλαιον· καὶ ἡ μὲν νόμον ἔχει πάντως προκείμενον, τὸ δὲ οὔ· καὶ ἡ μὲν ἐκβάλλει τὸν ἀγῶνα, τὸ δὲ διαβάλλει· καὶ τὸ μὲν κατὰ τοὺς εἰ‐ ρημένους γίνεται τρόπους, ἡ δὲ διαφόρων γίνεται θεωρημάτων.
20 Μαρκελλίνου. Δοκεῖ μὲν διδάσκειν τοῦ κεφα‐ λαίου τὴν δύναμιν καὶ τὴν φύσιν ὁ τεχνικὸς, οὐ μὴν πάντα τὰ παραγραφικὰ περιέλαβεν· οὐ γὰρ ἐκ μόνων τούτων συνίσταται· ἀλλ’ ἔδει καθόλου εἰπεῖν, ὅτι τοσαῦ‐ τά εἰσιν τὰ παραγραφικὰ, ὅσα καὶ τὰ περιστατικὰ τυγ‐
25χάνει· ἀλλ’ ἴσως ἐπειδήπερ ἐκ τούτων τὰ πολλὰ συμβαί‐ νει παραγραφικὰ γίγνεσθαι, ἐκ τούτων εἶπεν καὶ γίνεσθαι·
εἰ γὰρ τὸ παραγραφικὸν ἐκ τῆς παραγραφῆς ἔσχε τὴν323

4

.

324

γένεσιν, τουτέστι τῆς μεταλήψεως, εἰκότως ἐξ ὧν ἡ με‐ τάληψις γίνεται, ἐκ τῶν αὐτῶν καὶ τὸ παραγραφικὸν γί‐ νεται· ἔπειτα γνωστέον οὓς αὐτὸς εἶπεν τέσσαρας τρό‐ πους· ἀπὸ τοῦ λείποντος, ἀπὸ τοῦ ὑπερβάλλοντος, ἀφ’
5ὧν ἕτεροι πεποιήκασιν, ἀπὸ χρόνου, οὗτοι πάντες δύο εἰσὶ, τὸ γὰρ ἀπὸ τοῦ προσώπου εἰς τρία ἐμέρισε, καὶ οὕ‐ τως ἐποίησε τέσσαρας, εἰ δὲ μὴ, δύο τυγχάνει τὸ ἀπὸ χρόνου καὶ προσώπου· ἰστέον δὲ καὶ τοῦτο, ὅτι καὶ εἰς ἀτελῆ καὶ εἰς τέλειον ἐμπίπτει στοχασμόν· καὶ ὅπου ἂν
10ἐμπίπτῃ, διὰ τῶν περιστατικῶν κατασκευάζεται· ὅτε τοί‐ νυν ἔχομεν ἐκ τούτων διαβαλεῖν τὴν κατηγορίαν, ἐμπίπ‐ τει· εἰ δὲ μὴ, ἐκλείπει· διὸ καὶ προσέθηκεν ὁ τεχνικὸς, τὸ ἔστιν ὅτε· ὁ δὲ Μαΐωρ διαιρῶν πλατύτερον τὰ πρά‐ γματα ἔθηκεν, ἐν οἷς εὑρίσκεται καὶ ταῦθ’ ἃ παραθη‐
15σόμεθα· τότε, φησὶν, εὑρίσκεται παραγραφικὸν, ὅτ’ ἂν δύο προσώπων ὑπευθύνων ὄντων, θάτερον μὲν ἐμφανὲς ᾖ, θάτερον δὲ ἀγνοῆται. οἷον γυνὴ συνεχῶς νύκτωρ δα‐ κρύει, καὶ κρίνει αὐτὴν ὁ ἀνὴρ μοιχείας, ἄδηλον ὂν εἰ ἔστι μοιχὸς, ἢ τίς ὁ μοιχός· ἐρεῖ τοίνυν ἡ γυνὴ, ἢ ὁ ὑπὲρ
20ταύτης. λέγων· φανῆναι δεῖ πρῶτον, τίς ὁ μεμοιχευμένος, ἢ ὅτ’ ἂν κρίνηταί τις φόνου μή που δῆλον ὂν εἰ ἀνῄ‐ ρηταί τις ὡς ἐπὶ τοῦ ἀσώτου· ἐρεῖ γὰρ δεῖξαι πρῶτον εἰ τέθνηκεν, καὶ πάλιν ὡς ἐπὶ τοῦ κρινομένου φόνου, ἐπει‐ δὴ συχνοῖς κέχρηται καθαρσίοις· ἢ ὅτ’ ἂν φεύγῃ τις συν‐
25ειδότος μηδέπως ἑαλωκότος, ᾧ φησιν ὁ κατήγορος αὐ‐ τὸν συνειδέναι· οἷον Ἀρίσταρχος ἐπὶ Νικοδήμῳ φόνου λαβὼν αἰτίαν, ἔτι μετεώρου τῆς δίκης οὔσης ὑπεξῆλθε καὶ κρίνεται Δημοσθένης συνειδότος· λέξει γὰρ μηδέ‐ ποτε τοῦ Ἀριστάρχου ἁλόντος οὐχ οἷόν τε συνειδότος ἐμὲ
30κρίνεσθαι· ἰστέον δὲ, ὡς τὸ παραγραφικὸν τὸ ἀπὸ τοῦ ὑπερβάλλοντος τότε μόνον θέλει ἐμπίπτειν ὁ Μαΐωρ ὅτ’ ἂν διάφοροι τῶν στρατηγῶν αἱ πράξεις, ὅτ’ ἂν δὲ μία
ἡ ποιότης ᾖ ῥητόρων ἢ νέων, οὐκ ἔχει χώραν τὸ κεφά‐324

4

.

325

λαιον· ἀμέλει φησὶν ὁ Λυσίας ἐν τῷ ὑπὲρ Νικομάχης διώκων Ἐκφαντίδην καὶ Διοφάνην, οὐκ ἦλθεν ἐπὶ τὸ κεφάλαιον τοῦτο, διὰ τὸ μίαν εἶναι ἀμφοτέρων τὴν ποι‐ ότητα.
5nἩ τῶν ἐλέγχων ἀπαίτησις διπλῆ ἐστιν· ἢ γάρ εἰσιν οἱ μάρτυρες
6nἢ οὔ. οἷον μνωμένῳ τινὶ κόρην ἡ μήτηρ ἔφη τῆς κόρης, θᾶττον τε‐
7nθνήξεσθαι αὐτὴν ἢ ἐκείνῳ δοθήσεσθαι· ἀπέθανεν ἐπὶ σημείοις φαρ‐
8nμάκων ἡ παῖς· εἶτα βασανίζων ὁ πατὴρ τὰς θεραπαινίδας, περὶ
9nμὲν τῆς φαρμακείας ἀκήκοε πλέον οὐδὲν, μοιχείαν δὲ τῆς γυναικὸς
10nπρὸς τὸν μνηστῆρα καὶ φαρμακείας κρίνει τὴν γυναῖκα· ἐνταῦθα
11nγάρ εἰσιν οἱ μάρτυρες αἱ θεραπαινίδες δηλονότι· οὔκουν ἀπαιτήσει
12nτοὺς μάρτυρας, ἀλλὰ διαβαλεῖ, ὅτι μὴ δεῖ πιστεύειν· φύσει γὰρ
13nἐχθρὸν τὸ δοῦλον τοῖς δεσπόταις· καὶ ὅτι οὐδὲ τοὺς ἐλευθέρους
14nπάντας ἀξιοπίστους ὑπολαμβάνοντες σχολῇ γ’ ἂν τοῖς δούλοις πι‐
15nστεύσαιμεν· καὶ πλεῖον δ’ ἂν εὕροις· δεῖ δὲ ἀντιτιθέναι τοῖς μάρ‐
16nτυσι τοὺς μάρτυρας, πότεροι ἀξιοπιστότεροι, καὶ ἀντεξετάζειν, ὡς
17nἐν τῷ κατὰ Κόνωνος ὁ Δημοσθένης· τουτὶ γάρ σοι καθόλου περὶ
18nμαρτύρων ἔστω τεχνικόν τι θεώρημα· ἢ διαβάλλειν αὐτοὺς ὅτι πρὸς
19nχάριν ἢ δι’ ἔχθραν ἢ διά τινα οἰκειότητα αὐτοῦ μαρτυροῦσιν, ἢ
20nδιὰ κέρδος τι οἰκεῖον, ἢ διὰ τὸ μὴ εἶναι δι’ ἡλικίαν ἀξιοπίστους·
21nεἰ δὲ μὴ εἶεν μάρτυρες, ὁ μὲν φεύγων χρήσεται ἀπαιτῶν αὐτοὺς
22nτοῖςδε· προσώπῳ, οἷον τίς ὁ δούς· πράγματι, οἷον τί δούς· τόπῳ,
23nοἷον ποῦ· τρόπῳ, οἷον πῶς· χρόνῳ, οἷον πότε. αἰτίᾳ, οἷον διὰ τί·
24nκαὶ τούτοις χρήσεται πᾶσιν ἢ τοῖς ἐμπίπτουσιν· ὁ δὲ κατηγορῶν
25nἀποφανεῖ τὸν διὰ τῶν πραγμάτων ἔλεγχον ἀξιοπιστότερον τοῦ διὰ
26nτῶν μαρτύρων· οὔτε γὰρ πεπεισμένα τὰ πράγματα οὔτε χαριζόμενά
27nτῳ λέξει, ὥσπερ οἱ μάρτυρες πολλάκις· ἀλλ’ οἷά ἐστι φύσει,
28nτοιαῦτα καὶ ἐξεταζόμενα φαίνεται.
29Συριανοῦ. Ἐλέγχων ἀπαίτησις ὠνόμασται ἀπὸ
30τοῦ τὸν φεύγοντα μάρτυρας ἀπαιτεῖν τῶν κατηγορουμέ‐
νων, καὶ τῷ διώκοντι μὴ συγχωρεῖν ἀμαρτύρους ποι‐325

4

.

326

εῖσθαι τὰς κατηγορίας· πλατύνεται δὲ ὑπὸ τοῦ φεύγον‐ τος τετράσι τούτοις τόποις· πηλικότητι, συγκρίσει, τοῖς πρός τι, τοῖς περιστατικοῖς μυρίοις· ἔοικε δὲ ἡ πηλικό‐ της καὶ ἡ σύγκρισις καὶ τὰ πρός τι τῇ ἐν κοινῷ τόπῳ
5τριπλῇ συγκρίσει· ἀπὸ τοῦ μείζονος, ἀπὸ τοῦ ἴσου, ἀπὸ τοῦ ἐλάττονος, καὶ πηλικότητι μὲν οὕτω· μέγα ἐστὶν ὁμολογουμένως τὸ ἔγκλημα, οἷον εἰ τυραννὶς, εἰ προ‐ δοσία τὸ κρινόμενον· οὐκοῦν χρὴ μαρτύρων ἀπόντων, πε‐ ρὶ τηλικούτων πραγμάτων ποιεῖσθαι τὴν κρίσιν· συγκρί‐
10σει δὲ, ὅτι καὶ ἐπὶ πάντων ὁμοίως ἔχει τῶν παρα‐ πλησίων· οἷον φόνου, δωροδοκίας, παραπρεσβείας· ἅπερ ἅπασαν ἀνατρέπει διὰ τῆς παρανομίας τὴν πόλιν· ἀλλ’ ὅμως οὐδὲ ἐκείνων οὐδεὶς πώποτε τῶν ἐλεγξόντων ἀπόντων ὑπέσχε τὴν κρίσιν· τοῖς δὲ πρός τι· ὅτι ἄ‐
15τοπον ἐπὶ μὲν ὕβρεως καὶ κλοπῆς μηδένα ἐξ ὑποψίας κρίνεσθαι· ἐπὶ δὲ τῶν τηλικούτων ἀμαρτύρους ποιεῖσθαι τὰς κατηγορίας· τοῖς δὲ περιστατικοῖς· προσώπῳ μὲν, οἷον τίς οἶδεν· χρόνῳ δὲ, οἷον πότε· τόπῳ, οἷον ποῦ· καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως κατὰ τὴν χρείαν· διαφέ‐
20ρει δὲ ἡ σύγκρισις τῶν πρός τι· ὅτι ἡ μὲν ἀπὸ τῶν ἴσων λαμβάνεται, τὰ δὲ ἀπὸ τῶν ἐλαττόνων· διὸ καὶ
ἄμφω συγκριτικὰ ὠνόμασται παρὰ τῶν τεχνογράφων·326

4

.

327

ἀνατρέπεται δὲ ὑπὸ τοῦ κατηγόρου ἡ τῶν ἐλέγχων ἀπαί‐ τησις τοῖς αὐτοῖς τόποις· πηλικότητι μὲν, ὅτι μέγα ὁμο‐ λογουμένως τὸ ἔγκλημα, τὰ δὲ μεγάλα λαθεῖν ἀδύνα‐ τον, οὔκουν ἔδει μάρτυρας ἐπὶ τοῦτο καλεῖν, ἀλλὰ
5πράγμασι προσέχειν, ἅπερ πιστότερά ἐστι μαρτύρων ἁπάντων· καὶ τοιούτοις πολλοῖς ἑτέροις χρησάμενος λογισμοῖς, τὰ πρός τι συνάψει λέγων, ὅτι ἐπὶ μὲν ὕβρε‐ ως καὶ κλοπῆς καὶ τῶν μικροτέρων ἀδικημάτων εἰκότως χρεία μαρτύρων, ὅπου καὶ λανθάνειν ἡ τῶν ἀδικημάτων
10παρασκευάζει βραχύτης, ἐπὶ δὲ τῶν μειζόνων οὐ μαρ‐ τυρίαις πεπλασμέναις, ἀλλὰ τῶν δρωμένων ταῖς ὑπερβο‐ λαῖς προσέχειν ἄξιον· τοῖς δὲ περιστατικοῖς οὕτω· τίνας δὲ καὶ βούλει καλέω μάρτυρας, φίλους σούς; ἀλλ’ οὗτοι σοὶ συνεργοῦσιν· οὔκουν καθ’ ἑαυτῶν ἐροῦσιν· ἀλλὰ τοὺς
15ἀπεχθῶς πρὸς σὲ διακειμένους; ἀλλ’ εὔδηλον ὡς τῆς ψευδομαρτυρίας αἰτιάσῃ τὴν ἀπέχθειαν· ἀλλὰ τοὺς οἰ‐ κέτας βασάνῳ τἀληθῆ λέγειν καταναγκάσομεν; καὶ τίς οὐκ οἶδεν ὡς ἐπίορκος ἀεὶ καὶ ἄπιστος ἡ τῶν ἀνδραπό‐ δων φύσις· καὶ τῶν αἰκισμῶν ἐθάδες ὑπάρχοντες δια‐
20καρτεροῦσι πρὸς τὰς πληγάς· ὅλως δὲ εἰ καὶ μάρτυρας παρείχομεν τοὺς ἐπ’ αὐτοφώρῳ κατειληφότας, οὐδεὶς ἔτι κρίσεως ὑπελείπετο καιρός· ἀπὸ δὲ χρόνου, νύκτα γὰρ ἐπετήρεις· ἀπὸ δὲ τόπου, οἴκοι γὰρ ταῦτα κατέκρυπ‐ τες, ἐπιβουλεύειν ἡνίκα ἂν δοκῇ σοι τοῖς πολίταις
25ἐσπουδακώς· καὶ ὡς ἐρημίαν, ὦ φονεῦ, ἐπετήρεις τὴν παράνομον ἐμπλῆσαι προαίρεσιν ἐπειγόμενος. ὁ μὲν οὖν
φεύγων ἐν ἀρχῇ τῆς ἀπολογίας κέχρηται τῇ τῶν ἐλέγχων327

4

.

328

ἀπαιτήσει· ὁ δὲ διώκων ἀνατρέπει αὐτὴν μετὰ βού‐ λησιν καὶ δύναμιν καὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· καὶ ἔστι τῶν ἀεὶ ἐμπιπτόντων ἐν τῷ τελείῳ στοχασμῷ τὸ κεφάλαιον· ἐν μόνῳ δὲ τῷ ἀπὸ γνώμης ὄντι ἁπλῷ
5οὐκ ἐμπίπτει ἡ τῶν ἐλέγχων ἀπαίτησις· οἷον ὡς ἐπὶ τούτου· νόμος τὴν ἐπιτροπευομένην γυναῖκα μήτε τὸν ἐπίτροπον μήτε τὸν παῖδα αὐτοῦ γαμεῖν· ἐπίτροπος ἀπε‐ κήρυξε τὸν υἱόν· ἐβιάσατο τὴν κόρην ὁ παῖς· ἐκείνη γα‐ μηθῆναι εἵλετο τῷ βιασαμένῳ· ἀναλαμβάνει τὸν παῖδα
10μετὰ τοῦτο ὁ πατὴρ, καὶ κρίνεται κατασοφισμοῦ. Σωπάτρου. Ταῦτα τὰ δύο κεφάλαια, τὸ παρα‐ γραφικόν φημι καὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν, εὐθέως ἐξ ἀρχῆς ἡ τέχνη παρέσχε τῷ φεύγοντι· ἐπειδὴ γὰρ ἐκ τῆς τοῦ κατηγόρου καταφορᾶς ἐξασθενεῖσθαι δοκεῖ ὁ
15φεύγων, ἡ τέχνη ἐπιῤῥωννῦσα αὐτὸν καὶ τὴν ἀπολογίαν ἐνάμιλλον καθιστᾶσα, ταῦτα τὰ κεφάλαια πρῶτον αὐτῷ παραδίδωσιν. Ἐλέγχων ἀπαίτησις εἴρηται διὰ τὸ τὸν φεύγοντα ἐλέγχους ἀπαιτεῖν τοῦ πράγματος, περὶ οὗ ἡ κρίσις· ἀπαιτεῖ δὲ ἐκ τῶν ἀτέχνων πίστεων ἀξιῶν γίγνε‐
20σθαι τὴν κρίσιν, καὶ τὰς ἀποδείξεις τοῦ ἐπαγομένου ἐγκλήματος, οἷον ἐκ βασάνων, μαρτύρων· ἄτεχνοι δὲ εἴ‐ ρηνται, ἐπειδὴ ἡ ὕλη τοῦ προβλήματος ἔχει αὐτὰς καὶ τοῦ πράγματος, καὶ οὐ γίνονται ἔξωθεν ἀπὸ τῆς τοῦ ῥήτορος τέχνης· δύναται δὲ τὸ κεφάλαιον ὥσπερ καὶ τὸ
25παραγραφικὸν διαβάλλειν τὴν κρίσιν ὡς οὐ δεόντως γινομένην· ὥσπερ δὲ τὸ παραγραφικὸν ῥυπαίνει τὸν χρώ‐ μενον, ὑποψίαν ποιοῦν μὴ ἔχειν ἀπολογίαν, οὕτω καὶ τοῦτο ῥυπαίνει μὲν αὐτὸν ὡς ζητοῦντα ἀπὸ ἑτέρου προ‐
σώπου τὸν ἔλεγχον καὶ μὴ ἑαυτῷ δυνάμενον συνίστα‐328

4

.

329

σθαι ἐν τῇ κρίσει· δείκνυσι δὲ οὐκ ἰσχυρὰν τὴν κατη‐ γορίαν· ὁ δὲ κατήγορος μόνον ἐκβάλλει χρώμενος τῷ ἀπὸ τῶν εἰκότων καὶ τεκμηρίων ἐλέγχῳ· ἐζήτηται δὲ ἐν‐ ταῦθα πῶς ἄρνησιν οὐσιώδη ἔχοντος τοῦ στοχασμοῦ,
5ἐλέγχων ἀπαίτησις γίνεται· τοῦ γὰρ ἀφανοῦς εὔηθές ἐστι μάρτυρας ἀπαιτεῖν· καί τινες μὲν οὕτως ἀπολο‐ γοῦνται, ὅτι τοῦ σημείου τοὺς μάρτυρας ἀπαιτοῦσι· τοῦτο δὲ κακῶς· οὐδὲ γὰρ περὶ αὐτοῦ ἐστιν ἡ κρίσις, ἢ ἡ κατηγορία, ἄλλως τε οὐδὲ μαρτύρων δεῖται τὸ φανε‐
10ρόν· ἄλλοι δὲ ἄμεινον ἀπολογούμενοί φασιν, ὡς φύσει ἐστὶν τοῖς φεύγουσιν ἀπαιτεῖν μάρτυρας ἐν οἷς ἴσασι μὴ ὑφεστῶτας· εἰ γὰρ ᾔδεισαν ὄντας, οὐκ ἂν ἀπῄτουν· τοσοῦτον δὲ εἰδέναι χρὴ, ὅτι ἐν μὲν τοῖς ἀληθέσι τῶν ἀγώνων μάρτυρες προφέρονται, ὡς ἐν τοῖς ἐπιτροπικοῖς
15Δημοσθένους· οἱ γὰρ δικασταὶ οὐκ ἀνέχονται ἄνευ μαρ‐ τύρων κρῖναι· εὕρηνται δὲ καὶ λόγοι ἀμάρτυροι ὡς ἐν τῷ κατὰ Τιμάρχου· ἐν δὲ τοῖς πλασματικοῖς οὒ, διὸ ἀδιο‐ ρίστως εἰπὼν ἔπταισεν ὁ τεχνικὸς, εἰσὶ μάρτυρες ἢ οὔ· ἀδύνατον γὰρ ἐν τοῖς πλασματικοῖς μάρτυρας παρενεχ‐
20θῆναι· ἄλλως τε καὶ ἀσύστατα γίνεται διὰ τῶν μαρτύ‐ ρων γινόμενα· ἔνθεν δῆλον ὅτι περὶ μόνων τῶν ἀληθῶν ζητημάτων διαλαμβάνει· ἔθει δὲ κεκρατηκότι καὶ ἐν τοῖς ζητήμασι καὶ ἐν τοῖς πλάσμασιν ἀπαιτεῖ μὲν ὁ φεύγων μάρτυρας, παρενεγκεῖν δὲ ὁ κατήγορος οὐ δύναται· τού‐
25του χάριν καὶ ὁ τεχνογράφος τελείαν αὐτοῦ τὴν ἐργα‐ σίαν ποιούμενος φησὶν εἶναι διττὸν τὸ κεφάλαιον· ἢ γάρ εἰσι μάρτυρες ἢ οὐκ εἰσίν· ὅτε μὲν οὖν εἰσὶν, ἢ δοῦ‐ λοι τυγχάνουσιν ἢ ἐλεύθεροι· καὶ δοῦλοι ἢ τῶν ἔξωθεν, ἢ αὐτοῦ τοῦ καταμαρτυρουμένου· ἐνίοτε γὰρ καὶ οἰκέτας
30κατὰ τῶν οἰκείων δεσποτῶν εἰς μαρτυρίαν παράγουσιν· τῶν μὲν γὰρ ἔξωθεν ἐκβαλοῦμεν ἐκ τῆς τύχης τὴν μαρ‐
τυρίαν, εἰ μὲν γὰρ μετὰ βασάνων μαρτυροῦσι, φήσομεν,329

4

.

330

ὡς οὐδὲν φροντίζουσι τῶν βασάνων· κατεπήγγελται γὰρ αὐτοῖς ἐλευθερία ἀντὶ τῶν ἐνταῦθα πληγῶν ἢ ἄλλο τι τοιοῦτον. εἰ δὲ ἐκτὸς βασάνων, ἐροῦμεν, ὅτι οὐδὲ μετὰ βασάνων ἀληθὴς ἡ μαρτυρία· πολλοὶ γὰρ ἑάλωσαν
5τὰ ψευδῆ μαρτυροῦντες, μή τι γε βασάνων ἐκτός· τῶν δὲ οἰκείων· ὥσπερ εἶπεν ὁ τεχνικὸς, ὅτι φύσει πολέμιον τὸ δοῦλον τοῖς δεσπόταις, οἱ δὲ ἐλεύθεροι, ἢ ξένοι, ἢ πολῖ‐ ται· τοὺς μὲν οὖν ξένους αὐτὸ τοῦτο διαβαλοῦμεν, ὅτι ἔξωθεν τῇ πόλει παρεισενεχθέντες καὶ μὴ γνήσιον ἔχον‐
10τες τὸ γένος, ὡς οὐδὲν θαυμαστὸν, εἰ φόνῳ πολιτῶν ἐφ‐ ήδονται· ἐθέλουσι γὰρ κατὰ βραχὺ δαπανωμένων τῶν πολιτῶν ἔχειν ἐντεῦθεν τὴν ἄδειαν· τοὺς δὲ πολίτας πά‐ λιν ἐξεταστέον· ἢ γὰρ πένητές εἰσι ἢ πλούσιοι· τοὺς μὲν οὖν πένητας ἐκβαλοῦμεν φάσκοντες ὡς ῥᾳδίως ἐπὶ τῷ
15λήμματι μαρτυροῦσιν ὥσπερ καὶ Δημοσθένης· τοῦ γὰρ Αἰσχίνου παρενεγκόντος μάρτυρας τοὺς Φωκεῖς, ὡς οὐκ αὐτὸς εἴη ὁ τὴν πόλιν αὐτῶν ἀπολωλεκὼς, φησίν· ὅτι εἰσί τινες ἐν αὐτοῖς ἐπὶ χρήμασι πάντα ῥᾳδίως ποι‐ οῦντες· εἰ δὲ πλούσιοι, πάλιν οὗτοι ἢ πονηροὶ ἢ ἐπιεικεῖς·
20πονηρῶν μὲν οὖν ὄντων ἐκβαλοῦμεν τὴν μαρτυρίαν ἐκ τούτων· καὶ μάλιστα εἰ ὡς φιλόδικοι διαβάλλοιντο· εἰ δὲ ἐπιεικεῖς δοκοῖεν, ἐκ τῶν ἐνόντων πρὸς τὴν ὑπόθεσιν ἐκ‐ βαλοῦμεν τὴν μαρτυρίαν, ἢ φιλίαν τοῦ συνηγόρου αἰτιώ‐ μενοι ἢ οἶκτον ἢ καὶ αὐτὸ τοῦτο τὸν πλοῦτον αἰτια‐
25σόμεθα, ὅτι θαῤῥοῦντες διὰ τὸν πλοῦτον ὡς οὐδὲν πεί‐ σονται, ἐπὶ τὴν μαρτυρίαν ἀπήντησαν· ἂν δέ γε μὴ ὦ‐ σιν, αἰτεῖν χρὴ τὸν φεύγοντα καὶ διαβάλλειν τὴν πίστιν, ὡς ἀσθενῆ τὴν μὴ ἐκ μαρτύρων ἀλλ’ ἐξ εἰκότων γιγνο‐ μένην· οὐ δεῖ δὲ τοῦτο ποιεῖν ὡς ἔτυχεν· ἀλλὰ πρῶτον
30ἐφορᾷν, εἰ ἐνδέχεται διὰ μαρτύρων συστῆναι τὴν ὑπόθε‐ σιν ἢ μή· καὶ ὅτ’ ἂν εὕρωμεν πανταχόθεν μαρτύρων ἀ‐
πορίαν, τότ’ ἐπιθησόμεθα ἀπαιτοῦντες τοὺς ἐλέγχους· εἰ330

4

.

331

γὰρ εἴησαν, εἶτα ἡμεῖς ἀπαιτήσομεν αὐτούς· ἐκείνων παρεχομένων οὐ χαλεπῶς ἁλισκόμεθα· δεῖ τοίνυν μὴ ὄν‐ των ἀπαιτεῖν· ἀπαιτεῖν δὲ οὐ μόνον πηλικότητι καὶ συγ‐ κρίσει καὶ τοῖς πρός τι, ὡς ἤδη ἔφαμεν, ἀλλὰ καὶ ἔθει
5καὶ νόμοις καὶ δικαστηρίοις· ἔθει μὲν οὕτω λέγοντας, ἔθος γὰρ ὑμῖν ποιεῖν τὰ τοιαῦτα· νόμῳ δὲ οὕτω· καὶ οἱ νόμοι δὲ οὕτω κελεύουσι τὰς ἀποδείξεις ἐκ τῶν φανε‐ ρῶν ἐλέγχων καὶ ἀναμφισβητήτων· δικαστηρίοις δὲ οἷον· καὶ γὰρ τούτου χάριν καὶ τὰ δικαστήρια συγκροτεῖται·
10ἰστέον δὲ, ὅτι τοῦτο διαφέρει σύγκρισις τῶν πρός τι· ἄμφω μὲν γὰρ συγκριτικά· ἀλλ’ ἐπὰν μὲν ἀορίστως εἰσ‐ άγηται· οἷον ὅτ’ ἂν λέγωμεν, ὅτι καὶ ἐπ’ ἄλλων οὕτως εἰώθατε καὶ μικροτέρων ποιεῖσθαι τὰς κρίσεις, τοῖς πρός τι χρώμεθα· ὅτ’ ἂν δὲ ὡρισμένως οἷον καί τινων ἀδικη‐
15μάτων, κλοπῆς ἢ μοιχείας ἤ τινος τῶν τοιούτων, τότε συγκρίνομεν, καὶ τούτοις μὲν τοῖς τρόποις, ὅτ’ ἂν ἀπαι‐ τῆσαι βουληθείης ἐλέγχους, χρήσῃ· χρήσῃ δὲ καὶ ἑτέ‐ ρᾳ μεθόδῳ· ὡς καὶ αὐτός φησιν ὁ τεχνικὸς ἀπὸ τῶν περιστατικῶν ἀπαιτῶν τοὺς ἐλέγχους· περιστατικὰ δὲ εἴ‐
20ρηται πολλάκις ὡς ἔστι ταῦτα, πρόσωπον, πρᾶγμα, χρό‐ νος, τόπος, τρόπος, αἰτία, ὕλη, ἐξετάζεται δὲ τὸ πρόσ‐ ωπον ἀπὸ τῶν ἐγκωμιαστικῶν, γένους, ἀγωγῆς, πρά‐ ξεως, ἐπιτηδευμάτων, καὶ τῶν ἄλλων τῶν παρεπομένων τοῖς ἐγκωμιαστικοῖς προσώποις· οἷον πρόσωπα μὲν, τίς
25μου καταμαρτυρεῖ ταῦτα πεποιηκέναι, δοῦλος, ἐλεύθερος, ξένος, πολίτης. Χρόνῳ δὲ, οἷον πότε ἑωρακέναι, νύκ‐ τωρ ἢ μεθ’ ἡμέραν· ἐν πολέμῳ ἢ ἐν εἰρήνῃ· τόπῳ δὲ, οἷον· ποῦ, ἐν ἀγορᾷ, ἐν πόλει, ἐν ἐρημίᾳ· πραγ‐ ματικῇ δὲ, οἷον τί ποιοῦντα· ἐφ’ ἅπασι δὲ καὶ τὴν αἰ‐
30τίαν ἐπιζητήσει· οἷον κέρδους ἕνεκεν ἢ δι’ ἔχθραν· καὶ
τούτοις ἅπασιν ἐπεξέρχεται κατὰ διαίρεσιν προϊὼν καὶ331

4

.

332

τὴν αἰτίαν ἀκριβέστερον ἐξετάζων, τοῦτο γάρ ἐστι τὸ κυ‐ ριώτερον ἐν ταῖς δίκαις· εἰ μὲν γὰρ εἴη ὁ τὴν αἰτίαν τοῦ φόνου φεύγων πλούσιος, ὁ δὲ ἀνῃρημένος πένης, ἐρεῖ ὁ τὴν αἰτίαν ἔχων· τίνος ἕνεκα τὸν φόνον εἴργασ‐
5μαι; χρημάτων ἐρῶν; καὶ μὴν εὐπορώτερος μὲν ἐγὼ, ὁ δὲ πένης ἐτύγχανεν, εἰ δὲ τοὐναντίον, ἐρεῖ, ὅτι τὸν φό‐ νον τί βουλόμενος εἴργασμαι; ἆρα χρημάτων ἐρῶ; καὶ μὴν παῖδας εἶχεν ὁ τεθνεὼς ἂν οὕτω τύχοι ἢ συγγενεῖς· καὶ πάλιν εἰ τοῦ Ἀλκιβιάδου λάβωμεν πρόσωπον, καὶ
10ἐπὶ τυραννίδι κρίνοιμεν, ἐροῦμεν· ὅτι ὑβριστὴς ἀεὶ καὶ ἐναγής· διὸ καὶ τυραννεῖν ἐπεχείρησεν ἢ πάλιν τὸ τῶν Ἀθηναίων, ὅτι νεωτεροποιοί· ὥσπερ καὶ Θουκυδίδης φη‐ σίν· οὕτω μὲν οὖν ἡ αἰτία καὶ ἀπὸ τοῦ φεύγοντος καὶ ἀπὸ τοῦ διώκοντος· χρὴ δὲ εἰδέναι, ὡς τὸ τῆς αἰτίας
15ἀεὶ τηρεῖν δεῖ εἰς τὴν βούλησιν καὶ τὸ τῆς ἡλικίας· τὸ δὲ τῆς ὕλης εἰς τὴν δύναμιν τῶν παρεπομένων τοῖς ἐγ‐ κωμαστικοῖς προσώποις· καὶ οὕτω μὲν ὁ φεύγων χρή‐ σεται τῷ κεφαλαίῳ· ὁ μέντοι κατήγορος, εἰ μὲν ἔχει μάρ‐ τυρας, ἀπὸ τούτου συνίστησιν, ὅτι κρείττων ἡ μαρτυ‐
20ρία καὶ τεκμηρίων καὶ τῶν εἰκότων, παράθεσιν τούτων ποιούμενος· εἰ δὲ ἐκ βασάνων παρέχοι τὸν ἔλεγχον, ὅτι ὁ τῶν βασάνων ἔλεγχος ἀληθέστερός ἐστι πάλιν ἐρεῖ· ἀνατρέψει δὲ καὶ τὴν τοῦ αἰτοῦντος τοὺς ἐλέγχους πηλι‐ κότητα καὶ σύγκρισιν καὶ τὰ λοιπὰ ἀπὸ τῶν αὐτῶν τό‐
25πων· ἐρεῖ γὰρ, ὅτι εἰ ἐπίστευσεν οὗτος ὡς ἀποτρίψασθαι δύναται τὸ ἔγκλημα τὸ ἐπαγόμενον παρ’ ὑμῶν οὐκ ἂν ὑμᾶς ἠξίου παρέχεσθαι, ἀλλ’ εὐθὺς ἐπὶ τὸ πρᾶγμα ἐπο‐ ρεύετο· καὶ τὴν ἀπολογίαν τοῦ ἐγκλήματος ἐποιεῖτο δι’ αὐτοῦ· εἶθ’ ὡς λέγει μάρτυρας εἰ εἴχομεν, οὐκ ἂν αὐ‐
30τὸν ἔδει κρίνεσθαι ἀλλὰ τιμωρεῖσθαι· ἐπὶ γὰρ τῶν ἀφα‐
νῶν εἰσι κρίσεις, ἐπὶ δὲ τῶν ὁμολογουμένων αἱ τιμωρίαι·332

4

.

333

τρίτον οὐχ οἷόν τέ ἐστι πάντα διὰ μαρτύρων ἐλέγχεσθαι, αὐτὸ γὰρ τοῦτο δεδιότες οἱ ἀδικοῦντες πειρῶνται, ἵνα μὴ κατάφωροι γένωνται. τέταρτον ὅτι αὐτὰ τὰ πράγματα ἐλέγχει αὐτόν· μετὰ ταῦτα ἀπὸ τῆς πηλικότητος· οὐδὲ
5γὰρ ἐπὶ τῶν μεγάλων ἀδικημάτων χρὴ μάρτυσι πιστεύ‐ ειν· οἱ γὰρ μαρτυροῦντες ἢ δι’ ἔχθραν ἢ χάριτι μαρ‐ τυρήσαντες ἑάλωσαν πολλάκις. συγκρίσει· εἰ καὶ ἐπὶ τῶν μικροτέραν πολλάκις ἐπιχειροῦσι τὰ ψευδῆ λέγειν καὶ μαρ‐ τυρεῖν, οὐ χρή σε ἐπὶ τηλικούτων καὶ μεγάλων πιστεύ‐
10ειν ταῖς ἐκ μαρτύρων στάσεσιν· εἶτα ἐκ νόμων καὶ ἐθῶν καὶ δικαστηρίων καὶ ἁπλῶς τοῖς τοιούτοις τόποις ἀνα‐ σκευάσεις, οἷς καὶ κατεσκεύασας. Οἷον μνωμένῳ τινὶ κόρην· ἔπταισε κἀνταῦθα ὁ τεχνικός· οὐδὲ γὰρ τοῦ ση‐ μείου οἱ μάρτυρες, εἴ γε τὸ σημεῖον φανερὸν ἐν στοχασ‐
15μῷ, ἐλέγχους δὲ τοῦ φανεροῦ κομίζειν ἀνόητον· ὅτι δὲ σημεῖον ἡ μοιχεία δῆλον· οὐδὲ γὰρ τῆς μοιχείας τὸ ἔγ‐ κλημα, ἀλλὰ τῆς φαρμακείας· καὶ ταῦτα μὲν οἱ μεμ‐ φόμενοι Ἑρμογένει, πλὴν ἔστιν εἰπεῖν, ὅτι οὐδὲν ἄτοπον καὶ τοῦ σημείου κομίζεσθαι μάρτυρας· ἐπὰν καὶ αὐτὸ
20ἀναμφιβόλως ἐπὶ τὸ ζητούμενον χειραγωγῇ, μηδεμίαν πρόφασιν τῷ χρώματι ἐνδιδόν· ἄλλως τε καὶ οὐδὲ ἀνεύ‐ θυνον τὸ σημεῖον ἐνταῦθα, ὡς καὶ ἐπὶ τῶν ἄλλων στο‐ χασμῶν· ὅτι δὲ τοῦ σημείου δεικνυμένου οὐδεμία περι‐ λείπεται ἀπολογία, τὸ μὴ οὐχὶ τὴν μητέρα εἶναι τὴν
25φαρμακίδα, δῆλον ἀφ’ ὧν σύμφωνον τῷ τῆς μητρὸς λόγῳ τὸ σημεῖον· τί γὰρ τὸ κατεπεῖγον μὴ συναινέσαι τὸν γάμον τοῦ νεανίσκου τὴν μητέρα τῇ θυγατρὶ ἑαυ‐ τῆς, εἰ μὴ ἡ τῆς μοιχείας πρόφασις· ἐπεὶ δὲ καὶ ἡ μοι‐ χεία ἐλέγχεται, ἀναμφιβόλως ἐστὶν ἡ μήτηρ ἡ τὴν θυ‐
30γατέρα φαρμάξασα· ἁρμόσει δ’ ἂν ἐπὶ τούτου τοῦ ζη‐ τήματος τὸ περὶ τῶν θεραπαινίδων ἐνθύμημα τῷ παρα‐
γραφικῷ· ἵνα εἴπῃ ὅτι οὐ δεῖ ἐφ’ οἷς αἱ θεράπαιναι333

4

.

334

ἐχθραί μου οὖσαι κατεῖπον κρίνεσθαι. Δεῖ δὲ καὶ ἀν‐ τιτιθέναι τοῖς μάρτυσι. θαυμάσειε μὲν ἄν τις πῶς στοχασμοῦ ὄντος εἰσὶν οἱ μάρτυρες εἰς αὐτὸ τὸ ἔγκλη‐ μα, οὐδὲ γὰρ δύναται ὡς ἤδη ἔφαμεν τὸ ἄδηλον μάρ‐
5τυρας ἔχειν· ἀλλά φαμεν, ὅτι ἐν τῷ κατὰ Κόνωνος ἡ ἀλήθεια τοῦ πράγματος ἐβιάζετο τὴν τέχνην, ὥσπερ καὶ ἐν ἄλλοις ἡ ἀλήθεια τῶν ἀγώνων βιάζεται πολλά‐ κις· καὶ εἰσηγεῖταί τινα ἀναγκαῖα μὴ ὄντα ἐν τῇ τέχνῃ· ἀμέλει ἐν αὐτῷ τούτῳ τῷ κατὰ Κόνωνος αἰκίας τὸ ὁμο‐
10λογῆσαι τὸν φεύγοντα τυπτῆσαι τὸν κατήγορον, ἀδύνα‐ τόν ἐστιν ἐν στοχασμῷ· ἄλλως τε ἀμφοτέρων τῶν με‐ ρῶν ἐχόντων μάρτυρας καὶ τὰ ἀλλήλων ἀναιρούντων, εἶ‐ τα ἐξισαζόντων, οὐκ ἔτι προσάγονται μάρτυρες· ἀλλ’ ἀναιρεθείσης τῆς ἀπὸ τούτων ὠφελείας ἐσώθη ἡ τοῦ
15στοχασμοῦ φύσις, τῷ εἶναι ἄδηλος καὶ ἐξ ἄλλων ἀπο‐ δείκνυσθαι. Μαρκελλίνου. Εἰ δοῦλοι ὦσιν οἱ μάρτυρες δεῖ καθόλου διαβάλλειν, πολλὰ μὲν καὶ ἄλλα, ὅτι πονηροὶ τὸν τρόπον ὡς ἐπὶ τὸ πλεῖστον, ὅτι ἀκόλαστοι, οὐχ
20ἥκιστα ὅτι τοῖς δεσπόταις ἀεὶ ἐχθρὸν καὶ πολέμιον κἂν χρηστοῖς δεσπόταις δουλεύωσιν· ἐὰν δὲ ἐλεύθεροι, δεῖ ζητεῖν πότερον ἔνδοξοι ἢ ἄδοξοι· καὶ πρὸς τοῦτο ποι‐ εῖσθαι τὰς διαβολάς· χρὴ γὰρ σκοπεῖν εἰ πρότερον μαρ‐ τυροῦντες ψευδομαρτυριῶν ἑάλωσαν, ἢ ἄλλως ἐπείσθη‐
25σαν ἢ χρήμασι διεφθάρησαν· ἐὰν μέντοι ἔνδοξον τὸ πρόσ‐ ωπον ᾖ, ταῦτα μὲν οὐχ ἕξει χώραν· ῥηθήσεται δὲ, ὡς ἢ δι’ ἔχθραν μαρτυρεῖ, ἢ πρὸς χάριν τῶν ἀντιδίκων· κἀκεῖνο δὲ παραφυλακτέον, ὅτι ὅτ’ ἂν μέν τις διὰ προσ‐ ώπων μαρτυρίαν παρέχηται, μόνως τὴν διὰ προσώπων
30μαρτυρίαν ἐπαινεῖν δεῖ ὡς ἀκριβεστέραν· ἐὰν δὲ διὰ
πραγμάτων, τὸν διὰ τῶν πραγμάτων ἔλεγχον ἐπαινεῖν334

4

.

335

χρή· εἰ μέντοι παρέχονται μάρτυρας ἐξ ἀμφοῖν τοῖν με‐ ροῖν, ὁ μὲν καθόλου περὶ μαρτύρων ἔπαινος οὐκ ἔχει χώραν· λήσει γὰρ ἕκαστος ἐγκωμιάζων τὰ τοῦ ἀντιδίκου. ζητητέον δὲ τηνικαῦτα τὰς τῶν προσώπων διαφοράς·
5καὶ γὰρ προαιρέσεις ἑκατέρων ἐξεταστέον καὶ τύχην, δει‐ κνύντας ὡς οὗτοι μᾶλλον ἐκείνων ἄξιοι πιστεύεσθαι· μέ‐ γιστον γὰρ ἡ ἀντεξέτασις ἐν τοῖς τοιούτοις δύναται· ἐν‐ αργὲς ἡμῖν παράδειγμα τούτου Δημοσθένης καταλείπει ἐν τῷ κατὰ Κόνωνος αἰκίας, ἀντεξετάσας ἐκεῖ τοὺς μάρ‐
10τυρας καὶ διαφορὰς ἐξευρὼν γενναιοτάτας· ὁ μὲν γάρ φησι τοὺς ἑταίρους καὶ ἡλικιώτας σύμπαντας μάρτυρας παρέχεται πρὸς χάριν μαρτυροῦντας· ἐγὼ δὲ ξένους οὐ‐ δὲν ἐμοὶ προσήκοντας οὐδὲ δι’ ἄλλο τι μαρτυροῦντας πλὴν τὴν ἀλήθειαν, ἑωρακότας με φοράδην ἐκ τοῦ παρατυχόν‐
15τος φερόμενον οἴκαδε· ἐὰν δὲ μὴ ὦσι μάρτυρες τῷ κα‐ τηγόρῳ, ὁ φεύγων φησὶ χρήσεται ἀπαιτῶν τοῖςδε· λέγει δὲ τοῖς περιστατικοῖς· ἐκ τούτων γὰρ ἔχει τὴν εὐπορίαν· προσώ‐ πῳ, οἷον τις ὁ δούς, ὁ τίς συνειδὼς, ὁ τίς παρὼν φαρματτούσῃ τῇ γυναικί· καὶ ὑποδιαιρέσει ἐνταῦθα χρήσεται· συγκλεί‐
20ων τὸν κατήγορον, οἷον πολίτης ἢ ξένος, οἰκεῖος ἢ ἀλ‐ λότριος, δοῦλος ἢ ἐλεύθερος, ἔπειτα ἁρπάσει τὸ πρᾶ‐ γμα· τί δούς; τί ποιήσας; τίνι πλήξας; ξίφει ἢ λίθῳ ἢ ξύλῳ ἢ φαρμάκῳ χρησάμενος; τρόπῳ· τίνα τρόπον, λαθὼν ἢ ἐκ τοῦ προφανοῦς βιασάμενος ἢ ἀπατήσας; τό‐
25πῳ, ἐν ἄστει· ἔξω τείχους· ἐν ἐρημίᾳ, ἐπ’ οἰκίας· προσ‐ θήσει δὲ καὶ τὸν χρόνον εὐθύς· ἐν εἰρήνῃ, ἐν πολέμῳ· εἶτα τῷ καιρῷ χρήσεται· ἀντὶ τοῦ χρόνου· οἷον νύκτωρ, ἢ μεθ’ ἡμέραν· ἐφ’ ἅπασι τούτοις ἐρεῖ καὶ τὴν αἰτίαν· διατί ἄρα, ἵνα κληρονομήσω, ἵνα τῶν αὐτοῦ γένωμαι
30κύριος, ἵνα ἐχθροῦ ἀπαλλαγῶ· ἢ διὰ φιλίαν, ἢ ἔχθραν, ἢ ἡδονήν· καὶ ἐὰν μὲν ἅπασι τούτοις ἐξῇ, χρηστέον πᾶ‐
σι· δυσχερὲς δὲ πάντα εὑρεθῆναι ἐν προβλήματι· αὐτίκα335

4

.

336

ὁ τὸ νεοσφαγὲς σῶμα θάπτων ἐν ἐρημίᾳ καὶ φόνου κρινόμενος, οὔτε τῷ πράγματι, οὔτε τῷ τόπῳ, οὔτε χρό‐ νῳ χρήσεται, οὔτε μὴν τρόπῳ· ὡμολόγηται γὰρ ἐκ τοῦ νεοσφαγοῦς, καὶ ἐν ἐρημίᾳ εἶναι· ἐν δὲ τῷ ἀσώτῳ εὑ‐
5ρίσκεται πάντα· ὁ δὲ κατήγορος ἀποδείξει τὸν διὰ τῶν πραγμάτων ἔλεγχον ἀκριβέστερον τοῦ διὰ τῶν προσώ‐ πων· ὃ καὶ Δημοσθένης ἐποίησεν ἐν τῷ κατ’ Αἰσχίνου. ἀπορίᾳ γὰρ μαρτύρων τεχνικῶς ἐπὶ τὰ πράγματα κατ‐ έφυγεν· καὶ ἄλλο δὲ τεχνικῶς ὁ ῥήτωρ πεποίηκε· μετὰ
10γὰρ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τὴν τῶν ἐλέγχων ἀπαί‐ τησιν εἰσήγαγεν, ὡς ἤδη λύσας διὰ τῶν πραγμάτων καὶ τῶν τεκμηρίων· ἐπεὶ πῶς ἂν ἀντέθηκε τοῖς ἐλέγχοις τὰ πράγματα μὴ κατασκευάσας πρῶτον αὐτά· καθόλου δὲ γνωστέον ὡς ἡ τῶν ἐλέγχων ἀπαίτησις ἐκ τῶν ἀτέχνων
15πίστεων λαμβάνεται, μαρτύρων, διαθηκῶν, νόμων, ψη‐ φισμάτων, ἐπιστολῶν, βασάνων· ὁ δὲ Δημοσθένης καὶ τὴν ἀπὸ τῶν πεπονθότων μαρτυρίαν ποιεῖ ζητοῦντα, τὸν Αἰσχίνην, διατί μὴ καταμαρτυροῦσιν οἱ τῶν ἐκπε‐ πτωκότων οἱ μὲν οἶμαι βέλτιστοι καὶ δικαιότατοι καὶ
20ἑξῆς· πρὸ πάντων δὲ μετὰ τὸ παραγραφικὸν ἡ τῶν ἐλέγ‐ χων ἀπαίτησις τέτακται, ἵνα μὴ προανέλῃ τὸ ἰσχυρὸν τοῦ κατηγόρου, λόγῳ δὴ τὸν ἀπὸ τῶν σημείων ἔλεγχον· ζητητέον δὲ, πῶς ἐκβαλοῦμεν καὶ τὴν τῶν ἐλέγχων ἀπαί‐ τησιν· λέγομεν, ὅτι ἐρεῖ ὁ κατήγορος ὁ μὴ ἔχων μάρτυ‐
25ρας, μείζονα εἶναι τὸν διὰ τῶν πραγμάτων ἔλεγχον, ὁ δὲ αἰτῶν τοὺς μάρτυρας οὕτως ἀπαιτοίη δεινώσας τὸ ἔγκλημα· ὅτι περὶ μεγάλων ὁ κίνδυνος καὶ οὐ δίκαιον ἐξ ὑπονοίας κρίνεσθαι ψιλῆς· εἰ γὰρ καὶ περὶ χρημάτων ἦν, οὐδ’ οὕτως ἐχρῆν ἐξ εἰκότων με κρίνεσθαι· τούτου
30γὰρ χάριν τὰ δικαστήρια γίνεται, ἵνα τἀληθῆ ζητῶσιν· καλῶς οὖν ὁ νόμος ἐποίησεν οὐχ ἁπλῶς κατηγορεῖν,
ἀλλὰ μάρτυρας ἀξιῶν παρέχεσθαι τὸν κατήγορον.336

4

.

337

(1n)

Ἡ βούλησις καὶ ἡ δύναμις ἀπὸ τῶν παρακολουθούντων τῷ προσώ‐
2nπῳ γίνεται, δηλονότι τῶν ἐγκωμιαστικῶν· καὶ ὅτε μὴ εἴη πρόσωπον
3nὡρισμένον, πάντα σχεδὸν ἐμπεσεῖται· εἰ δέ τι τῶν ἄλλων, κατὰ
4nτὰ εὑρισκόμενα χρησόμεθα· οἷον νέος πλούσιος· ἔχει γὰρ ἐνταῦθα
5nἡλικίαν καὶ τύχην ἐξετάσαι καὶ τὰ παρακολουθοῦντα τούτοις· τὰ
6nδὲ ἐγκωμιαστικὰ δηλονότι ἔστι τάδε· γένος, ἀγωγὴ, παίδευσις, ἡλι‐
7nκία, φύσις ψυχῆς καὶ σώματος, ἐπιτηδεύματα, πράξεις, ὃ καὶ ἰσχυ‐
8nρότατον κεφάλαιον, τύχη, οἷον πένης ἢ πλούσιος, καὶ τὰ τοιαῦτα·
9nταῦτα δὲ ἐπ’ ἀμφοῖν μὲν ἰσχύει ἀφ’ ἑκατέρου μέρους ἐξεταζόμενα,
10nκαὶ ἐπὶ τῆς βουλήσεως καὶ ἐπὶ τῆς δυνάμεως· μᾶλλον δέ τινα ἐν
11nτῷ ἑτέρῳ, ὥσπερ τὰ τῆς τύχης, οἰκειότερά ἐστι τῆς δυνάμεως· οὕτω
12nκαὶ τὰ τῆς ἡλικίας, τῆς βουλήσεως· ὁρῶντα οὖν ταῦτα δεῖ πλεονά‐
13nζειν, ἔνθα ἂν μᾶλλον οἰκειούμενόν τι αὐτῷ φαίνηται. βούλησιν δὲ
14nκαὶ δύναμιν ἐξετάζειν οὐχὶ τῶν κρινομένων μόνον προσώπων δεῖ, ἀλλ’
15nὅσα περ ἂν ἔχοι τὸ πρόβλημα· αὐτίκα τὸν τοὺς ἀποκηρύκτους τρέ‐
16nφοντα νέον πλούσιον καὶ φεύγοντα τυραννίδος ἐπιθέσεως· ὁ κρίνων
17nμάλιστα ἰσχύει τῆς ποιότητος τῶν ἀποκηρύκτων ἐταζομένης·
18nδιὸ δεῖ σκοπεῖν ἐν ἅπασιν.
19Συριανοῦ καὶ Σωπάτρου. Ἐζήτηται τί δή‐
20ποτε μὴ προτέτακται ἡ βούλησις καὶ ἡ δύναμις τῆς ἐλέγχων ἀπαιτήσεως, καὶ ταῦτα τῆς βουλήσεως καὶ τῆς δυνάμεως λυτικῆς οὔσης ὡς ἐπὶ τὸ πολὺ τοῦ παντὸς ἐγκλήματος· ὅτ’ ἂν γὰρ ἀποδείξῃς τὴν ποιότητα τοῦ προσώπου ἀνοίκειον οὖσαν τοῦ ποιῆσαι, ἢ ὁ κατήγορος
25πάλιν, οἰκεῖον ἅπαν τὸ πρᾶγμα ἀπέδειξας· λέγομεν οὖν, ὅτι αἱ ἄτεχνοι πίστεις πανταχοῦ τῶν ἐντέχνων εἰσὶν ἰσχυρότεραι· ἄτεχνοι μὲν οὖν εἰσι μαρτυρίαι, νόμοι, καὶ τὰ τοιαῦτα· οὐ γὰρ δεῖ τέχνης· ἔντεχνοι δὲ αἱ διὰ τῶν ἀποδείξεων καὶ τῆς τοῦ λόγου δυνάμεως· ἐπειδὴ οὖν ἡ
30τῶν ἐλέγχων ἀπαίτησις τῶν ἀτέχνων ἐστὶ, προτέτακται·337

4

.

338

ὠνόμασται δὲ ἀπὸ τοῦ τήν τε διάνοιαν καὶ τὴν δύναμιν τοῦ δεδρακότος πανταχόθεν ἐπισκοποῦντας, τὸ βουλεύ‐ εσθαί τε καὶ τὸ δύνασθαι διὰ τῶν προσηκόντων ἐπι‐ χειρημάτων κατασκευάζειν· ἔστι δὲ κοινὰ κεφάλαια ἀμ‐
5φοτέρων, πολλὴν δὲ ἔχει πρὸς ἄλληλα τὴν συγγένειαν· καὶ τῇ φύσει μέν ἐστιν ἀχώριστα· ἄνευ γὰρ θατέρου θάτερον οὐδὲν ἰσχύει, οὐδὲ εἰς δικαστήριον εἰσάγεται, τῷ δὲ λόγῳ χωρίζεται· ὅτ’ ἂν γὰρ τὸ μὲν αὐτῶν πάνυ γνώριμον ᾖ καὶ δῆλον, τὸ δὲ ἄδηλον, τὸ μὲν ἄδηλον
10κατασκευάζεται, τὸ δὲ δῆλον παραλιμπάνεται· ἔστι δ’ ὅτε καὶ ἡ δύναμις ἐκλείπει ὡς ἐπ’ ἐκείνου· τύραννος ἐκήρυξεν, ὁ τὸν πατέρα ἀποκτείνας δορυφορείτω με· νε‐ ανίσκος κεφαλὴν πρεσβύτου δείξας ὡς τοῦ πατρὸς, ἐδορυφόρει τὸν τύραννον· δορυφορῶν ἀνεῖλε τὸν τύραν‐
15νον· καὶ κρίνεται πατροκτονίας· οὐδαμῶς οὖν ἐνταῦθα τὴν δύναμιν κατασκευάσομεν, διὰ τὸ πάνυ δῆλον· δυνα‐ τὸν γὰρ νεανίσκῳ πατέρα πρεσβύτην ἀνελεῖν. πλα‐ τύνεται δὲ τὰ κεφάλαια ταῦτα τοῖς ἐγκωμιαστικοῖς τό‐ ποις· γένει, πατρίδι, ἀγωγῇ, φύσει, ἐπιτηδεύμασι, πρά‐
20ξεσιν, τὰς δὲ πράξεις τριχῶς ἐξετάσομεν· ἀπὸ τοῦ ἴσου· ἀπὸ τοῦ μείζονος· ἀπὸ τοῦ ἐλάττονος· οἷον ἐρεῖ ὁ φεύγων· ἀπὸ μὲν τοῦ ἴσου· ὅτι τοῖς ἄλλοις δημαγωγοῖς καὶ τοῖς εὐνοοῦσι τῇ πόλει παραπλησίας ἑκάστοτε τιμῆς ἀπολαύων οὐδαμῶς ἂν εἱλόμην τήν τε πρὸς ὑμᾶς
25ὑπερθεῖναι πίστιν, καὶ τῶν ὁμοτίμων καταδεέστερος
ἐπιδειχθῆναι· ἀπὸ δὲ τοῦ μείζονος οἷον εἰ κρίνοιτο ἐπὶ338

4

.

339

κλοπῇ ἐρεῖ· ὡς εἴπερ ἥττων ὑπῆρχον τῶν αἰσχρῶν λημ‐ μάτων, οὐκ ἂν τοιούτοις ἐπεχείρουν, ἃ καὶ τὴν εὐπο‐ ρίαν ἐλαχίστην καὶ τὴν ἀτιμίαν ἐφάμιλλον τοῖς μείζοσι χορηγεῖ τῶν ἀδικημάτων· ἀλλ’ ἐπὶ προδοσίαν ἔτρεπον
5τὴν γνώμην· καὶ κατὰ τῶν ἐν ἱεροῖς χρημάτων ὥπλι‐ ζον τὼ χεῖρε· τούτων γὰρ ἑκάτερον ἰδίᾳ πλουσιώτα‐ τον ἀνέδειξε τὸν ὑπὲρ τῆς αἰσχροκερδείας μηδ’ ὁτιοῦν ὀκνοῦντα τῶν δεινῶν· τούτων δὲ πρὸς ἔννοιαν οὐδὲ πώποτε ἐλθὼν πρόδηλον ὡς καὶ τὰ σμικρὰ ταυτὶ πε‐
10ριεφρόνουν· ἀπὸ δὲ τοῦ ἐλάσσονος οὕτως ἐπιχειρήσει· οἷον εἰ περὶ ἱεροσυλίας κρίνοιτό τις, λέξει, μὴ γὰρ ὑ‐ βριστὴς γέγονα πώποτε; μὴ κλέπτων ἑάλων; μὴ θρα‐ συνόμενος πρὸς οὓς ἥκιστα ἐχρῆν; μὴ κύβους καὶ παροι‐ νίας ἀγαπῶν; ἀλλ’ οὐδεὶς ἂν εἰπεῖν ἔχοι· ὁ τοίνυν ἐλευ‐
15θέραν τῶν τοιούτων τὴν διάνοιαν κεκτημένος εὔδηλον ὡς καὶ τὰ μείζω παντελῶς ἂν ἔδεισε, τήν τε τοῦ δαι‐ μονίου μῆνιν εὐλαβούμενος, καὶ τὰς ἐκ τῶν νόμων τιμω‐ ρίας τοῖς τοιούτοις ἐπηρτημένας καταπεπληγμένος· ἀνα‐ τρέψει δὲ ὁ κατήγορος τὴν τριπλῆν ταύτην τῶν πρά‐
20ξεων ἐξέτασιν ἀπὸ τῶν αὐτῶν τόπων· ἀπὸ μὲν τοῦ ἴσου, εἰ πρότερον εἴη κεκλοφὼς ὁ φεύγων καὶ νῦν κρί‐ νοιτο περὶ κλοπῆς· ὅ τε γὰρ πρότερον ὑφελέσθαι τὸ ἀλλότριον ἐσπουδακὼς εἰκότως καὶ νῦν ἐπὶ τὴν παρα‐ πλησίαν κεχώρηκε τῶν κακῶν παλαίστραν· ἀπὸ δὲ τοῦ
25μείζονος εἰ πρότερον ἱεροσυλήσας ὕστερον φεύγει περὶ κλοπῆς· ὁ γὰρ πρὸς ἱερὰ σὺν ἀνοσίᾳ τῇ χειρὶ παρελ‐
θὼν οὗτος οὐδὲ τὴν κλοπὴν ἡγήσεταί τι τῶν χαλε‐339

4

.

340

πωτάτων, ἀπὸ δὲ τοῦ ἥττονος εἰ πρότερον κλέψας νῦν ἱεροσυλίας φεύγει γραφήν· ὁ γὰρ τοῖς μικροτέροις τῶν ἀδικημάτων παιδοτριβήσας τὴν ἑαυτοῦ γνώμην ὁδῷ βαδίζων ἐπὶ τὰ μείζω κεχώρηκε τῶν πονηρευμάτων·
5καὶ παιδιὰν ἡγησάμενος τὴν κλοπὴν ἐπὶ τὴν ἱεροσυλίαν ὡς τι τῶν σπουδαιοτάτων κεχώρηκεν· διαιρήσεις δὲ τὴν αἰτίαν εἰς δύο, εἴς τε τὴν προκαταρκτικὴν καὶ εἰς τὴν τελικήν· οἷον εἰ ὕβρεώς τις κρίνοιτο, ἐρεῖ· ὕβρισας, ἔχ‐ θρα γὰρ ἐκίνει σου πρὸς ὕβριν τὸν λογισμόν· αὕτη
10προκαταρκτικὴ αἰτία καλεῖται· ἄρχει γὰρ ἡ ἔχθρα τῆς ὕβρεως· τελικὴ δὲ, ὡς ἐπὶ τοῦ ἀσώτου εἰ κρίνοιτο τὸν πατέρα ἀνελών· ἀπέκτεινας τὸν πατέρα· κληρονομή‐ σειν γὰρ ἤλπιζες· καὶ ἐπὶ Περικλέους· πανοπλίας κατε‐ σκευάσω τοσαύτας· τυραννίδα γὰρ κατὰ τοῦ δήμου
15περιεσκόπεις· ἰστέον δὲ ὅτι ποτὲ μὲν τὸ ἕτερον λέγοντες συνυπακουόμενον ἔχομεν καὶ θάτερον· ποτὲ δὲ ἄμφω τάττομεν πλατέως κατὰ τὴν τοῦ λόγου χρείαν· ἢ τὴν βούλησιν προτάττοντες ἢ τὴν δύναμιν· ἐπειδὴ δὲ ὁ Μη‐ τροφάνης ἔφη τὴν δύναμεν ἐν τῷ στοχασμῷ τοὺς φεύ‐
20γοντας παραλιμπάνειν, ὅτ’ ἂν ὑπάρχοντες δυνατοὶ κρί‐ νωνται τυραννίδος ἐπιθέσεως, χρὴ γινώσκειν, ὡς οὐδὲ ἐκεῖνοι παραδραμοῦνται τὴν δύναμιν ἀνεξέταστον· ἢ σιω‐ πῶντες ἑαυτοῖς συνειδέναι δόξουσιν· ἀλλὰ τὸ κρινόμενον ἐπὶ πλέον αὐξήσουσιν· οἷον ἐπὶ τυραννίδος· ἀναριθμή‐
25των χρεία χρημάτων τοῖς τοιούτοις, στρατιωτῶν, συμμά‐ χων· ταῦτα δὲ παρασκευάζειν τοὺς μὴ πλούτῳ ὑπερ‐
βάλλοντας ἀδύνατον· ἐμοὶ δὲ χρήματα μὲν ἐκ πατέρων340

4

.

341

ἐστὶν, ὅσα μὴ πένητα δείκνυσι· καὶ πρὸς τὰς ὑπὲρ τῆς πατρίδος κατὰ τὸ δέον εἰσφορὰς ἕτοιμον ἀπεργά‐ ζεται· τυραννίδα δὲ καὶ τὴν κατὰ τῶν πολιτῶν ἐπα‐ νάστασιν οὐδὲ ὄναρ περισκοπεῖν ἐπιτρέπει· Ἰστέον ὡς
5ἐπὶ μὲν τῶν ὡρισμένων ἀεὶ τῷ προκαταρκτικῷ καὶ συμ‐ περασματικῷ αἰτίῳ χρησόμεθα· καὶ πρὸς κατασκευὴν τούτων τοῖς ἐγκωμιαστικοῖς ἰσχυροτέροις οὖσιν· ἐπὶ δὲ τῶν ἀορίστων μόνῳ τῷ ἀπὸ τῆς αἰτίας, οἷον νέος πλού‐ σιος· παρακολουθεῖ γὰρ τῷ μὲν πλούτῳ τὸ πλεονεκτι‐
10κὸν, τὸ βίαιον, τὸ ἀκόρεστον· τῇ νεότητι δὲ τὸ θρασὺ, τὸ εὔτολμον, τὸ ὀξύθυμον, τὸ ὀξύῤῥοπον· ταῦτα δ’ ἐπ’ ἀμφοῖν ἰσχύει· ἐπειδὴ ταῦτα ἃ κατέλεξεν ἀναμίξ ἐστι πρέποντα τῇ δυνάμει, πρέποντα τῇ βουλήσει, διὰ τοῦτο φησι ταῦτα ἐπ’ ἀμφοῖν μὲν ἁρμόττει· τὸ δὲ ἀφ’ ἑκατέ‐
15ρου, δηλονότι καὶ τοῦ φεύγοντος καὶ τοῦ διώκοντος, ἀμ‐ φοτέρων γὰρ τὸ κεφάλαιον. Ἰστέον ὡς ἐναντιώτατα ταῦτα ἀλλήλοις ἐστὶ τὰ κεφάλαια· ὅτι μὲν γὰρ ἡ βού‐ λησις ἔῤῥωται, ἡ δύναμις ἀσθενεῖ· καὶ ἔμπαλιν· οἷον Περικλέα εἰ κρίνοιμεν, προδοσίας ἐνταῦθα τὴν δύναμιν
20ἐῤῥωμένην ἔχομεν, τὴν δὲ βούλησιν ἀσθενῆ· οὐ γὰρ εἰ‐ κὸς, τὸν ἐν τιμῇ καὶ δόξῃ τοιαύτῃ προδοῦναι ἐθελῆσαι καὶ μάλιστα τὸν πείσαντα αὐτοὺς τὸν πρὸς Πελοποννη‐ σίους ἄρασθαι πόλεμον· ἐπὶ μὲν οὖν τῶν ἐνδόξων ἡ βού‐ λησις ἀσθενεστέρα· ἐπὶ δὲ τῶν ἀδόξων τὸ ἐναντίον ἡ
25μὲν βούλησις ἔῤῥωται, ἡ δὲ δύναμις ἀσθενής· οἷον εἰ κρίνοιτο Φρύνων ἢ Αἰσχίνης προδοσίας ἤ τι τῶν τοιού‐ των προσώπων· ταύτῃ καὶ Λημοσθένης τὴν δύναμιν ἐξετάζων ἐν τῷ κατ’ Αἰσχίνου, ἐπειδὴ ἀδόξου ὄντος τοι προσώπου οὐκ ἦν πιθανὴ ἡ δύναμις, ἀνέμιξεν αὐτῷ τὸ
30τῆς πόλεως ἀξίωμα εἰπών· οὐ γὰρ εἰ φαύλοις χρῆσθε
πρὸς τὰ κοινὰ ὑμεῖς, καὶ τὰ πράγματά ἐστι φαῦλα, ὧν341

4

.

342

ἡ πόλις ἀξιοῦται καὶ ἑξῆς· δεῖ τοίνυν ταῦτα μεθοδεύειν, καὶ ἀσθενοῦς μὲν οὔσης τῆς δυνάμεως εἰ τὸν κατήγορον μελετῶμεν, τὴν μὲν βούλησιν κατὰ εἰσαγωγὴν εἰσάγειν, τὴν δὲ δύναμιν κατὰ ἀντίθεσιν, ἀπολογούμενον δὲ τὸ
5ἐναντίον τὴν μὲν βούλησιν κατὰ ἀντίθεσιν, τὴν δὲ δύναμιν κατὰ εἰσαγωγήν· καὶ τὸ ἐναντίον πάλιν ἰσχυρᾶς οὔσης τῆς βουλήσεως ὁμοίως ἀντιστρέφειν· ἔστι δὲ τὸ μὲν κατὰ εἰσαγωγὴν, ὅτε αὐτὸς ὁ διώκων εἰσφέρει τὸν λόγον· οἷον εἰκὸς γὰρ αὐτὸν καὶ βουληθῆναι ὡς ὑπερ‐
10ήφανον καὶ μὴ ἀνεχόμενον ταὐτὰ τοῖς πολλοῖς ἔχειν· τὸ δὲ κατὰ ἀντίθεσιν, ὅτε ὡς ἀπὸ τοῦ φεύγοντος ποιεῖ τὸν λόγον· οἷον ἀλλ’ οὐκ ἐδυνάμεθά φησι προδοῦναι· τοῦ‐ το δὲ γίνεται διὰ τὸ ἐν τῷ μὲν μὴ ἰσχύειν σαφῶς τὸν ἔλεγχον καταστῆσαι· ἐν δὲ τῷ κατὰ ἀντίθεσιν εὔπορον
15εἶναι σφόδρα καὶ σαφῆ τὴν λύσιν· εἰ γὰρ Αἰσχίνης κρί‐ νοιτο, τὴν μὲν βούλησιν ὡς ἐν ἀντιθέσει εἰσάξομεν· οἷον ἀλλ’ οὐκ ἠβουλόμην φήσει· τὴν δὲ δύναμιν κατὰ εἰσα‐ γωγὴν, ὡς Δημοσθένης· ὅτι εἰκὸς αὐτὸν δυνηθῆναι πρεσβευτὴν ὄντα· εὑρίσκεται δὲ καὶ ἡ βούλησις καὶ ἡ
20δύναμις, ἐπὰν τὸ πρόβλημα πρόσωπα ἔχει κρινόμενα· ἐπὶ γὰρ τῶν ἀορίστων οὐκέτι· ἡ δὲ ἐργασία τῆς βουλή‐ σεως γίνεται ἀπὸ τῆς αἰτίας· ἡ δὲ αἰτία, ἡ μέν ἐστι προκαταρκτικὴ, ἡ δὲ τελικὴ, προκαταρκτικὴ μὲν ἀπὸ τῶν παρελθόντων· οἷον δι’ ἣν καὶ διότι ἠβούλετο τοῦτο
25πρᾶξαι· τελικὴ δὲ ἀπὸ τῶν μελλόντων· οἷον οὗ ἕνεκεν ἠβούλετο· καὶ προκαταρκτικὴ μὲν οὕτως· ἐγράφη ψή‐ φισμα καθόδου Δημοσθένει, Δημάδης ἀντειπὼν οὐκ ἔπεισεν· εὕρηται κατιὼν ἐπὶ τοῖς ὁρίοις τῆς χώρας νεκρὸς ἀσκύλευτος Δημοσθένης, καὶ κρίνεται Δημάδης·
30ἐνταῦθα ἡ βούλησις ἐκ προκαταρκτικοῦ αἰτίου οὕτως· ὅτι διὰ τὴν φθάσασαν ἔχθραν διὰ τὸ ἀντειπεῖν καὶ μὴ
πεῖσαι· διὰ τὸ πολλάκις ὑπ’ αὐτοῦ κριθῆναι· διὰ τὰς342

4

.

343

γεγενημένας ὑπὸ σοῦ κλοπάς· διὰ τὸ δέος τῆς προδο‐ σίας εἰκὸς αὐτὸν ἀνελεῖν· τελικὴ δὲ οὕτως· ἵνα κατὰ τὸ λοιπὸν μηδένα ἔχῃς τὸν ἐναντιούμενον· ἵνα τῷ δέει ὧν ἔπαθε Δημοσθένης καὶ οἱ ἄλλοι ἡσυχάζοιεν καὶ μή τί σου
5τὸ λοιπὸν κατηγορήσῃ· ἔτι κατασκευάζεται ἀπὸ τῶν παρεπομένων τῷ προσώπῳ, γένους, ἀγωγῆς, πράξεως, ἡλικίας· τὰ γὰρ ἐπιτηδεύματα καὶ ἡ τύχη τῆς δυνάμεώς εἰσιν· τέμνεται δὲ τὸ γένος εἴς τε πατρίδα καὶ προγό‐ νους· οἷον φέρε εἰ κρίνοιτο Ἀλκιβιάδης τυραννίδος ἐπι‐
10θέσεως, ἔλεγεν ἄν. Ὅτι οὐκ ἂν Ἀθηναῖος ὢν καὶ ἐν δημοκρατουμένῃ πόλει ἀνατραφεὶς ἠβουλόμην τυραννεῖν· καὶ τοῦτο μὲν ἀπὸ πόλεως καὶ πατρίδος· ἀπὸ δὲ τῶν προγόνων, ὅτι Ἀλκμαιωνίδης ὑπάρχων, οἳ ὑπὲρ τῆς δημοκρατίας ἔφυγον στασιάσαντες πρὸς τοὺς τυράννους
15καὶ ἀνεκτήσαντο αὐτὴν τοῖς ἰδίοις κινδύνοις· ὥστε καὶ ἐκ τοιούτων γεγονὼς καὶ ἐκ τοιαύτης πόλεως πεφυκὼς ἐν ἔθει οὔσης δημοκρατεῖσθαι ἐβουλόμην ἥκιστα τυ‐ ραννεῖν· ἐκ τῆς ἀγωγῆς δὲ, οἷον οὐχὶ τοιούτοις ὡμίλησα, Σωκράτει καὶ Περικλεῖ τοῖς δημοτικωτάτοις τῶν πολι‐
20τῶν· ἀπὸ δὲ τῶν πράξεων· οἷον Μαντινέας ἐποίησα συμμάχους· τῇ πόλει τὰ κράτιστα Πελοποννήσου συν‐ έστησα, οὔκουν δύναμιν περιεποίουν καὶ συμμαχίαν τοι‐ αύτην τῇ πόλει, εἰ τυραννίδι ἐπιθέσθαι ἠβουλόμην· οὕτω καὶ Δημοσθένης, ζητουμένου εἰ εὔνους ἐστὶ τῇ πόλει,
25ἀπὸ τῶν πράξεων συνέστησε τὴν ἑαυτοῦ εὔνοιαν οὕτως εἰπὼν, ὅπου Βυζαντίους, Περινθίους, Εὐβοέας, Ἀ‐ χαιοὺς συμμάχους ἐποίησα τῇ πόλει· ἀλλὰ καὶ κατ’ Αἰ‐ σχίνου λέγοντες οὕτως ἂν εἴποιμεν ἀπὸ τοιούτων συνι‐ στῶντες τὸ βούλεσθαι αὐτὸν τὴν προδοσίαν· ὅπου καὶ
30ὁ πατὴρ αὐτοῦ παιδεύων ξύλου καὶ πεδῶν ἠνείχετο· καὶ
ἡ μήτηρ αὐτοῦ Ἔμπουσα ἐκαλεῖτο καὶ τυμπανίστρια ἦν·343

4

.

344

ὥστε τῶν παρεπομένων τῷ προσώπῳ ταῦτα μὲν τῆς βου‐ λήσεως ἐστὶ τὰ τρία· γένος, ἀγωγὴ, καὶ πρᾶξις· πρὸς τούτοις δὲ καὶ τὸ τῆς ἡλικίας· ἡ δὲ τύχη καὶ τὰ ἐπιτη‐ δεύματα τῆς δυνάμεώς εἰσιν· διὰ γὰρ τούτων κατα‐
5σκευάζεται ἡ δύναμις, οἷον πλούσιος ἦς, ἀφορμῶν εὐ‐ πόρεις· ἐπιτηδεύματα δὲ, οἷον ἰατρὸς ἦς, ἠδύνω φαρμάξαι· ῥήτωρ, πεῖσαι καὶ προδοῦναι· εἰδέναι δὲ χρὴ, ὡς παρῆκεν ὁ τεχνικὸς τὰ τῆς αἰτίας τῆς τε προκαταρ‐ κτικῆς καὶ τελικῆς, δι’ ὧν μάλιστα κατασκευάζεται ἡ
10βούλησις· πρῶτον δὲ τὸ ἔθνος ὅθεν ἐστὶν ὁ φεύγων πα‐ ραλήψεται ὁ κατήγορος· πολλὰ γὰρ τῶν ἐθνῶν ἐλατ‐ τώμασιν οἰκείοις γνωρίζεται· οἷον Θρᾷκες ἀνδροφόνοι γνωρίζονται· καὶ λῃσταὶ Αἰτωλοί· οὕτω καὶ Δημοσθένης τοὺς Φασηλίτας διαβάλλει· καὶ οὐκ ὤκνησε τοῦτο ἐν
15προοιμίῳ ποιῆσαι εἰπὼν, οὐδὲν καινὸν διαπράττονται οἱ Φασηλῖται, ὦ δικασταί· καὶ οὕτω μὲν ἀπὸ τοῦ ἔθνους διαβαλοῦμεν· δεύτερον ἀπὸ τῆς πατρίδος· ὅτι τὸ μὲν ἔθνος ἅπαν ἐπὶ τούτοις γνωρίζεται· μάλιστα δ’ οἱ τήνδε τὴν πόλιν οἰκοῦντες, ὅθεν ἐστὶν ὁ κατηγορούμενος· ἑξῆς
20λοιπὸν ἐπὶ τὸ γένος ἐρχόμεθα· καὶ τοῦτο διαιρήσομεν εἴς τε προγόνους καὶ πάππους καὶ πατέρας· καὶ ἁπλῶς εἰπεῖν ὅθεν δυνάμεθα διαβολῆς εὐπορίαν λαβεῖν· τοὺς μὲν φαύλως βεβιωκότας παραλαμβάνοντες· εἰ δέ τι σεμνὸν εἶναι ἐν τῷ γένει δοκεῖ τοῦτο ἑκουσίως παρα‐
25λιμπάνοντες, παραλαμβάνοντες δὲ τὸ γένος, ἐροῦμεν εἴ τι παραπλήσιον ἔπραξαν οἱ πρόγονοι φάσκοντες, ὅτι ξένον οὐδὲν, τὸν ἐκ τοιούτων ἀγόμενον τὰς ἐκείνων πρά‐ ξεις ἐζηλωκέναι καὶ τὰ ὅμοια, ὡς ἂν ὁ καιρὸς καὶ ἡ τῶν προσώπων ποιότης χορηγῇ· μετὰ τοῦτο τὴν γρα‐
30φὴν ἐξετάσομεν· οἷον εἰ μοιχείας τινὰ κρίνοιμεν, ἐροῦ‐
μεν, ὅτι ἐν τρυφῇ καὶ κώμοις καὶ τοῖς τοιούτοις πολ‐344

4

.

345

λοῖς ἐκ παιδὸς ἀναγόμενος ἐπὶ τὴν μοιχείαν ἦλθεν, ἐπὶ τούτοις ἐκ τῆς ἡλικίας ἐπιχειρήσομεν, λέγοντες, ὅτι εἰκὸς ἐκ τοιούτων προελθόντα καὶ κακῶς τεθραμμένον καὶ ἔτι ἀκμάζοντα ἐπὶ τοῦτο ἐλθεῖν· ἡ γὰρ νεότης καὶ
5νεωτέρων πραγμάτων ἐρᾷ· οἷον εἰ τύχοιμεν ἐπὶ τυραννί‐ δος κρίνοντες· ἔνθα καὶ ἐκ τοῦ ἐναντίου τὸν λόγον κα‐ τασκευάσομεν, ὅτι ὥσπερ οἱ γεγηρακότες διὰ τὸ τὴν ἀκμὴν ἀποβεβληκέναι νεωτέρων οὐκ ἐρῶσι πραγμά‐ των, οὕτως οἱ τὴν ἡλικίαν ἀκμάζοντες διὰ τὸ τῆς νεό‐
10τητος εὔτολμον νεωτερίζειν ἐφίενται· εἰ δὲ πρεσβύτης εἴη ὁ τὴν κατηγορίαν ὑφιστάμενος, ἐροῦμεν πάλιν, ὅτι μικρὸν τὸν ἐν τῷ βίῳ χρόνον εἶναι λογιζόμενος εἵλετο ἢ κατορθώσας κατὰ γνώμην ζῇν, ἢ διαμαρτὼν τὸν αὐτίκα προσδοκώμενον αὐτῷ ὑποδέξασθαι θάνατον, ἔν‐
15θα καὶ παράθεσιν τὴν πρὸς τοὺς ἐν τῇ ἡλικίᾳ ποιού‐ μεθα· ὅτι ὥσπερ οἱ ἀκμάζοντες ὡς ἐπὶ τοῦ ζῇν ἔχοντες τὰς ἐλπίδας ὀκνηρότεροι πρὸς τοὺς κινδύνους τυγχάνου‐ σιν, οὕτως οἱ γεγηρακότης διὰ τὸ εἰδέναι αὐτοῖς τὸ πλεῖστον δαπανήσασι τοῦ χρόνου, ἑτοιμότερον ἐπὶ τοὺς
20κινδύνους πορεύονται· ἐξετάσομεν δὲ καὶ φύσιν ψυχῆς καὶ σώματος· ψυχῆς μὲν, ὅτ’ ἂν εἴπωμεν ὀξὺν εἶναι τὸν κατηγορούμενον ἢ δεινόν· ἢ ἄλλο τι τοιούτων τῶν εὐχε‐ ρῶς αὐτῷ τὴν τόλμαν ποιῆσαι δυναμένων· σώματος δὲ, οἷον, εἰ τύχοι μέγεθος σώματος ἔχειν καὶ διὰ τοῦτο ἐῤ‐
25ῥωμενέστερος, ἐροῦμεν, ὡς οὐκ ἀδύνατος πρὸς τὴν πρᾶξιν, καὶ μάλιστα εἰ κρίνοιμέν τινα αἰκίας ἢ τραύμα‐ τος ἤ τινος ἄλλου τοιούτου· πρὸς τούτοις διαβαλοῦμεν καὶ ἐκ τοῦ ἐπιτηδεύματος, ὡς ἀνωτέρω εἴρηται· ἐφ’ οἷς ἅπασιν αἱ πράξεις, αἵτινες εἰκότως ἰσχυρότεραι διὰ ταῦ‐
30τα λέγονται· τὸ μὲν γὰρ γένος τύχης ἔργον ἐστίν· οὐ
γάρ τις ὁπόθεν βούλεται τίκτεται· ὁμοίως καὶ ὁ πλοῦ‐345

4

.

346

τος τύχης ἐστὶ δώρημα καὶ κακίας μᾶλλον, κατ’ Ἰσο‐ κράτην, ἢ καλοκἀγαθίας ἐστὶν ὑπηρέτης· ὁμοίως καὶ ἡ ἀγωγὴ εἰ τύχοι χρηστὴ οὐ τοῦ ἀχθέντος ἀλλὰ τοῦ ἀγα‐ γόντος ἐστὶν ἐγκώμιον· τὸ δ’ ἐπιτήδευμα χρηστὸν μὲν
5καὶ μᾶλλον τῶν ἄλλων ἔπαινον φέρον· τοῦ γὰρ ἐπιτη‐ δεύοντος ἴδιον· ὁ μέντοι ἔπαινος μέχρι τούτου ἕστηκεν· οἷον ὅτι χρηστὸν εἵλετο βίον· ἐν μόναις δὲ ταῖς πράξεσι τὸ τέλειον ἐπιγίνεται καὶ οἱονεὶ βεβαίωσις τοῦ ἐπιτη‐ δεύματος· συντρέχουσι δὲ ταῦτα ὡς ἐπὶ τὸ πλεῖστον·
10καὶ τὸ αὐτὸ ἐπιτήδευμα καὶ πρᾶξις καθίσταται, ὡς ἐπὶ τῶν μετιόντων τοὺς λόγους· ἐν ὅσῳ μὲν γὰρ φιλοσο‐ φοῦσι καὶ διδάσκονται, ἐπιτήδευμα ἔχουσι τοῦτο, ἐπει‐ δὰν δὲ καὶ τοῖς ἔργοις χρήσονται, τότε καὶ πρᾶξις γίνεται τὸ πρὶν ἐπιτήδευμα. Εἰδέναι δὲ καὶ τοῦτο χρὴ, ὡς οὔτε
15ἡλικία οὔτε πλοῦτος ἐγκωμιαστικά ἐστι, καὶ μάτην ταῦ‐ τα Ἑρμογένης ἐν τοῖς ἐγκωμιαστικοῖς ἔταξεν· κοιναὶ γὰρ ποιότητές εἰσι· διὸ οὐκ ἰσχυραὶ καθ’ ἑνὸς ἐκφερόμεναι πρὸς ἀπόδειξιν· ὅταν γὰρ εἴπω, νέος πλούσιος, κοινὴ ποιότης ἐστὶ, καὶ οὐκ ἀρκεῖ πρὸς ἀπόδειξιν ὁ πλοῦτος
20ἢ ἡ τύχη ἢ ἡ ἐπιθυμία· διὸ δεῖ ἀναμιγνύναι τούτοις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἵνα ἐκ τοῦ νῦν πεπραγμένου τὴν βούλησιν αὐτῷ καὶ τὴν δύναμιν κατασκευάσωμεν, οὐκ ἀκριβῶς οὖν ἐν τοῖς ἐγκωμιαστικοῖς αὐτὰ ἔταξεν ὁ τεχνι‐ κὸς εἰπών· ὅτι εἴτι τῶν ἀορίστων ᾖ, ἀπὸ τούτων τῶν
25ἐγκωμιαστικῶν δεῖ ποιότητα ποιεῖν· ὡς γὰρ εἴρηται κοιναὶ ποιότητές εἰσιν· ὅθεν ἀπὸ τῶν πράξεων, οἷον ἀπὸ τῆς προκειμένης ὑποθέσεως ἐπὶ τῶν ἀορίστων, ἐπιχειρητέον κοινῶς καὶ καθολικῶς λέγοντας· ὡς οἱ πλούσιοι ἀλαζό‐ νες ἀεὶ καὶ βίαιοι καὶ ὑβρισταί· οἱ δὲ νέοι πρὸς πᾶν
30τολμηροί· ἄνω δὲ εἰπὼν, ὅτι δεῖ τὴν βούλησιν καὶ τὴν δύναμιν ἐξετάζειν τοῦ φεύγοντος, καὶ νῦν τοῦτο θεώ‐
ρημα καθολικὸν τίθησιν, ὅτι καὶ τῶν ἔξωθεν προσώπων346

4

.

347

ἐξετάσομεν τὴν βούλησιν καὶ τὴν δύναμιν, ὡς ἐπὶ τῶν ἀποκηρύκτων· παραληψόμεθα γὰρ τὴν τούτων ποιότητα λέγοντες· ὅτι ποίους δεῖ νομίζειν τοὺς τοιούτους περὶ τὴν πόλιν, οὓς οὐδὲ ἡ φύσις φέρειν ἠδύνατο· ἀλλ’ οἱ
5τεκόντες διὰ τὴν πονηρίαν ἠρνήσαντο· τοῦτο γὰρ ποι‐ ούντων ἡμῶν ἐπὶ πλέον ἡ τοῦ φεύγοντος κακία φαίνε‐ ται· καλῶς οὖν εἶπεν τοῦτο· εὑρίσκονται γὰρ ἐν τῷ στοχασμῷ ἐκ τοῦ φεύγοντος, καὶ ἐπιδέξασθαι κρίσιν δυ‐ νάμενα καὶ μή.
10 Μαρκελλίνου. Ἀμφότεροι μὲν χρῶνται τῇ δυ‐ νάμει, πλέον δὲ ὁ κατήγορος, λέγει γὰρ ὡς ἐπὶ τοῦ νέου πλουσίου, ὅτι ἠδύνω διὰ τοῦτο καὶ ἤθελες· γίνεται δὲ ταῦτα, ἥ τε βούλησις καὶ ἡ δύναμις, ἐκ τῶν παρακολου‐ θούντων τῷ προσώπῳ, τουτέστι τῶν ἐγκωμιαστικῶν· οὐ‐
15κοῦν προσώπου ὄντος καὶ κρινομένου, ἀναγκαίως ταῦτα εὑρίσκεται· δεῖ δὲ ἀεὶ σκοπεῖν μὴ μεῖζον ἔστι τοῦ προ‐ σώπου τὸ ἐπιφερόμενον ἔγκλημα, ἵνα μὴ ἀπίθανος ὁ λόγος γένηται· διὰ τοῦτο καὶ ὁ Δημοσθένης συνεωρακὼς, ὅτι τὸ κατὰ Φωκέας ἔγκλημα μεῖζον ἦν Αἰσχίνου προσ‐
20έθηκεν· οὐχ ὡς ὅδε Φωκέας ἀπώλεσεν ἂν καθ’ ἑαυτόν· φοβηθεὶς γὰρ τὸ ἔγκλημα καὶ τὸ ἀπίθανον συνέζευξε τὸ ἀξίωμα τῆς πόλεως. Καὶ ὅτε μὲν εἴη πρό‐ σωπον ὡρισμένον. Καλῶς ἀπὸ τῆς ἱστορίας τὴν περὶ αὐτοῦ δόξαν ἔχομεν, ἀκριβῶς δὲ καὶ τὸ σχεδὸν προσ‐
25έθηκεν· οὐ γὰρ ἐν ἅπασιν ἁπλῶς τοῖς ὡρισμένοις πάν‐ τα ἐμπίπτει· ἀλλ’ ἐνίοτε καὶ ἐκλείπει, διὰ τὸ ἄδοξον εἶναι τὸ πρόσωπον πολλάκις, ἢ καὶ ἀμφίβολον ἔχειν τὸ γένος· ἢ καὶ διὰ τοῦτο, ὅτι οὐ πᾶσιν ἀεὶ τοῖς ἐμ‐ πίπτουσι χρησόμεθα, ἀλλὰ τοῖς ὠφελεῖν ἡμᾶς δυναμέ‐
30νοις· ἵνα μὴ λάθωμεν δι’ ὧν ἰσχυριζόμεθα καθ’ ἑαυ‐
τῶν διδόντες λαβεῖν· εἰς παράδειγμα δὲ τῶν λεγομένων347

4

.

348

Ἀλκιβιάδης ὑποκείσθω ἐπιθέσεως τυραννίδος κρινόμενος· ἐνταῦθα τοίνυν τοῖς μὲν περὶ τὸ γένος φιλοτιμήμασι χρήσεται λέγων, ἀπεικὸς εἶναι τὸν Ἀλκμαιωνίδην, τὸν ἀπὸ γένους πολίτην, τὸν τῶν τυραννοκτόνων ἔγγονον,
5τυραννίδος ἐπιθυμῆσαι, τὴν δὲ νεότητα καὶ τὸ ἄσωτον αὐτοῦ, ἅπερ ἐστὶ τῆς ἀγωγῆς, ὑπερβήσεται ὁ ῥήτωρ λέ‐ γων ὑπὲρ αὐτοῦ· φαῦλος γὰρ ἐν τούτοις Ἀλκιβιάδης, ὥς φησιν ὁ Θουκυδίδης· καὶ τοῦτο Δημοσθένης πεποίη‐ κε περὶ Ἀλκιβιάδου· καὶ περὶ ἑαυτοῦ δὲ ταὐτὸν πεποίη‐
10κεν· ἐν γὰρ τῷ περὶ στεφάνου ἀναγκαζόμενος ἐπαινεῖν ἑαυτὸν, τὸ μὲν γένος ἀπεκρύψατο ὡς ἄδοξον, ἀπὸ δὲ τῆς ἀνατροφῆς τῶν ἐπαίνων ἤρξατο· ἐμοὶ γὰρ ὑπῆρξέ φησι παιδὶ μὲν ὄντι φοιτᾷν εἰς τὰ προσήκοντα διδα‐ σκαλεῖα· πολλάκις δὲ καὶ ἀπὸ ἔθνους ἐστὶν ἐγκωμιά‐
15σαι, ὡς Δημοσθένης· οὐδὲν κοινὸν διαπράττονται οἱ Φασηλῖται, ὡς τῶν Φασηλιτῶν πάντων ὁμοίως συκοφαν‐ τῶν ὄντων· ὥσπερ δὲ ἐγκωμιάζομεν ἀπὸ γένους, οὕτω καὶ διαβαλοῦμεν· ὡς Δημοσθένης, πότερα ὡς ὁ πα‐ τήρ σου Τρόμης ἐδούλευσε παρ’ Ἐλπίᾳ, τῷ πρὸς τῷ
20Θησείῳ διδάσκοντι γράμματα, κατασκευάζων, ὅτι εἰκὸς τὸν ἐκ τοιούτων γενόμενον προδοῦναι· καὶ ἀπὸ ἀγωγῆς δὲ διέβαλε, τὸ μέλαν τρίβων καὶ τὰ βάθρα σπογγίζων· καὶ τὸ παιδαγωγεῖον κορῶν. Εἰ δέ τι τῶν ἄλλων εἴη. Ἴσμεν ὅσα περὶ τῆς τῶν προσώπων διαφορᾶς εἴ‐
25ρηκεν· οὐκοῦν πρὸς τὸ κρινόμενον τοῖς ἐμπίπτουσι χρη‐ σόμεθα· διὰ τοῦτο γὰρ καὶ τὸν νέον πλούσιον εὐθὺς παρέθετο· ἔχεις γάρ φησιν ἐνταῦθα ἡλικίαν καὶ τύχην· καὶ γὰρ εἰ μὴ γένος μηδ’ ἀνατροφὴν ἐνταῦθα ἐξετάζειν δυνάμεθα, ἀλλ’ ἱκανὰ ταῦτα ἡ νεότης καὶ ὁ πλοῦτος
30χορηγίαν καὶ περιουσίαν λέγων ἐμποιῆσαι τῷ κατηγόρῳ·348

4

.

349

καὶ τὰ παρακολουθοῦντα τούτοις τῇ νεότητι, σώματος ἰσχὺς, κάλλος, ἀφροσύνη· τὸ κοῦφον καὶ εὐχερὲς τῆς γνώμης, τὸ φιλότιμον, τὸ ἔνδοξον· ἔτι δὲ τὸ καινῶν ἐπιθυμεῖν πραγμάτων· τῇ δὲ τύχῃ, πλοῦτος, δύναμις,
5ὑπερηφανία, ἑταιρία, κολάκων συστήματα καὶ τὰ ὅμοια· τὰ δὲ ἐγκωμιαστικὰ δηλονότι ἐστὶ τάδε· τίνες οἱ ἐγκω‐ μιαστικοὶ τόποι διεξέρχεται. Ὃ καὶ ἰσχυρότατον. Καλῶς τὰς πράξεις ἰσχυρὸν εἶπε κεφάλαιον· τὰ μὲν γὰρ ἄλλα πάντα τῶν ἐγκωμιαστικῶν εἰς ἑτέρους ἀνῆκεν· αἱ
10δὲ πράξεις καὶ τὰ ἐπιτηδεύματα τοῦ πράξαντος καὶ τοῦ ποιήσαντος ἴδια· καὶ διατὶ μὴ καὶ ἐπιτηδεύματα μέ‐ γιστον ἐκάλεσε κεφάλαιον; λέγομεν, ὅτι τῇ μὲν πράξει καὶ τὸ ἐπιτηδεῦσαι τὸν πράξαντα περιέχεται· τῷ γὰρ κατωρθωκέναι καὶ τοῦτο πρόσεστι. Καὶ τί διαφέρει
15ἐπιτήδευμα πράξεως; ἐπιτήδευμα μέν ἐστιν, ὡς ἂν εἴποι τις, βίου αἵρεσις· οἷον ῥητορεύειν, χαλκεύειν, φιλοσοφεῖν, ἰατρεύειν, πολιτεύεσθαι· πράξεις δὲ αὐτὰ τὰ ἔργα, τὸ κατορθοῦν, τὸ ἀριστεῦσαι, τὸ ὑγιάσαι, καὶ ὅλως ἐπι‐ τήδευμα μέν ἐστιν ἀφορμὴ πράξεως· πρᾶξις δὲ αὐτὸ τὸ
20κατόρθωμα· καὶ τί διαφέρει ἀγωγὴ ἐπιτηδεύματος; ὅτι ἡ μὲν τῆς ἀνάγκης ἐστίν· ἀπὸ γὰρ τοῦ ἀναγκάζοντος καὶ ἄγοντος πεποίηται, τὸ δὲ ἐπιτήδευμα ἀπὸ τῆς προ‐ αιρέσεως. Παίδευσις· δοκεῖ πάλιν τὸ αὐτὸ τῇ ἀγω‐ γῇ εἶναι ἡ παίδευσις· ἀλλὰ λέγομεν, ὅτι οὐκ εἶπεν παι‐
25δεία, ἀλλὰ παίδευσις, οἷον λόγοι· ὅτ’ ἂν ῥήτορα ἔχωμεν κρινόμενον, τὴν παίδευσιν ἐξετάζομεν· ἡλικία, οἷον γῆ‐ ρας, νεότης, φύσις σώματος, κάλλος, ἀμορφία, ἰσχὺς, εὐεξία, ψυχῆς θερμότης· ὀξύτης, οἷος Ἀλκιβιάδης· βρα‐ δυτὴς, οἷος Ἀρχίδαμος ἢ Νικίας· τύχη, ἀξίωμα, πλοῦ‐
30τος, δύναμις. Ἰστέον μὲν οὖν, ὅτι ὁ κατήγορος πλέον349

4

.

350

ἐνδιατρίψει τῇ δυνάμει, οὐχ ἁπλῶς ἀλλ’ ὅτ’ ἂν ἔνδοξον ᾖ τὸ πρόσωπον, ὁ δὲ φεύγων περὶ τὴν βούλησιν, προ‐ ανελὼν διὰ ταύτης τὴν δύναμιν· τὸ γὰρ πλεῖστον τῆς διαβολῆς περὶ τὴν προαίρεσιν ἵσταται· παρατηρητέον δὲ,
5ὡς τὸ μὲν ἔνδοξον ἰσχύει βουλήσει πρὸς ἀπολογίαν, ἀσθενεῖ δὲ τῇ δυνάμει· οὐ γὰρ δύναται λέγειν, ὅτι οὐκ ἠδυνάμην ἔνδοξος ὤν· καὶ τοὐναντίον τὸ ἄδοξον ἀσθε‐ νεῖ μὲν τῇ βουλήσει, διαβέβληται γὰρ ἡ ποιότης, ἰσχύει δὲ τῇ δυνάμει πρὸς ἀπολογίαν ἄδοξος ὤν· οὐ γὰρ ἀξιό‐
10πιστον τὸ πρόσωπον· ὡς δὲ ἰσχυρὸν εἰς ἐξέτασιν τῆς βουλήσεως ἡ αἰτία, οὕτω καὶ τῆς δυνάμεως ὁ καιρὸς καὶ ὁ τόπος· καὶ ἔστιν ἰδεῖν ὅσον ὁ καιρὸς ἰσχύει πρὸς κατασκευὴν τῆς δυνάμεως ἐν τῷ κατὰ Κόνωνος· ἐκεῖ γὰρ ἀπὸ τοῦ καιροῦ μόνου κατεσκεύασε λέγων, ὅτι περὶ ἑσπέ‐
15ραν λαβόντες συνέσκαψαν, καὶ πάλιν ἀπὸ τοῦ τόπου, εἰ ἐρημία εἴη, καθάπερ ἐπὶ τοῦ θάπτοντος τὸ νεοσφαγὲς σῶμά ἐστιν εἰπεῖν, ὅτι ἠδύνω, ἐπ’ ἐρημίας γὰρ ἡ πρᾶ‐ ξις· καὶ πάλιν ἐπὶ τοῦ τυραννεῖν βουλομένου τὸ κατα‐ βαλεῖν ἀκρόπολιν· ὅτι ἠδύνω τὴν ἀκρόπολιν ἔχων· ἱκα‐
20νὸν γὰρ ἡ ἀκρόπολις ὁρμητήριον πρὸς τυραννίδα. Ταῦτα δὲ ἐπ’ ἀμφοῖν μὲν ἰσχύει· τὰ ἐγκωμια‐ στικὰ λέγει τοῦ τε διώκοντος καὶ τοῦ φεύγοντος· ἀμ‐ φοτέροις γὰρ ἐξὸν κατὰ τὸ συμφέρον ἑκάστῳ χρήσα‐ σθαι τούτοις τοῖς κεφαλαίοις. Μᾶλλον δέ τινα ἐν
25τῷ ἑτέρῳ· ἅπερ μᾶλλον ἐπὶ τοῦ ἑτέρου ἰσχύει θεωρη‐ τέον· αὐτίκα τὸ μὲν τῆς τύχης, οἰκειότερον τῆς δυνά‐ μεως· τὸ δὲ τῆς ἡλικίας, τῆς βουλήσεως· ἰσχυρότερον μὲν γὰρ ὁ πλοῦτος, ἀφρονέστερον δὲ ἡ νεότης· δεῖ οὖν φησιν ἀκριβῶς τοὺς τόπους τούτους ἐπισκοπεῖν· καὶ
30ἔνθα ἂν οἰκειότεροι τυγχάνωσι καὶ πλείω τὴν χορηγίαν παρέχοντες, πλεονάζειν ἐν τούτοις· μέγιστον δὲ πρὸς τὴν τῶν κεφαλαίων χρῆσιν καὶ κατασκευὴν ὁ καιρὸς καὶ ἡ
ὑπόθεσις· ταύτῃ οὖν ἀκολουθεῖν ἀναγκαῖον· νῦν μὲν350

4

.

351

γὰρ ἴσως ἀπὸ τοῦ νέου πλουσίου τὸ τοιοῦτον ἁρμόσει, ἄλλοτε δὲ ἄλλο πρόσωπον ὑπόκειται· δεῖ οὖν πρὸς τὸν καιρὸν καὶ τὴν ὑπόθεσιν καὶ τὴν περίστασιν ἁρμόζε‐ σθαι. Μᾶλλον δέ τινα ἐν τῷ ἑτέρῳ· ἐπιζητεῖ, ποῖον
5οἰκειότερόν ἐστι τῶν ἐγκωμιαστικῶν τῆς βουλήσεως καὶ πρῖον οἰκειότερον τῆς δυνάμεως· ἅπαντα γὰρ τὰ ἐγκω‐ μιαστικὰ κοινὰ ἀμφοτέρων, καὶ ἴδιον οὐδέν· οἰκειότερον δὲ μᾶλλον τόδε τοῦδε· εἰκότως δὲ κοινά ἐστι βουλήσεως καὶ δυνάμεως τὰ ἐγκωμιαστικὰ, ἐπειδὴ καὶ ἀμφότερά
10ἐστι τοῦ προσώπου τὰ κεφάλαια. Μᾶλλον δέ τινα ἐν τῷ ἑτέρῳ· ὥσπερ ἀπορῶν καὶ οὐ δυνάμενος δια‐ κρῖναι ποῖόν τινος μᾶλλον οἰκεῖον· ἰστέον δὲ, ὡς ἡ αἰτία ἴδιον τῆς βουλήσεως, ἵνα τὸ εἰκὸς ἐκ τῆς αἰτίας κατα‐ σκευάσωμεν· γνωστέον δὲ καὶ τοῦτο καθόλου, ὅτι ἀεὶ
15τὰ στοχαστικὰ, ὅπου ἂν ᾖ, κἀν ἐνστάσει ἑτέρᾳ διὰ τῆς βουλήσεως καὶ τῆς δυνάμεως κατασκευασθήσεται· ὥσπερ καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς κατεσκεύασεν, ὅτι ἥξει Φίλιππος ἀπὸ τῆς βουλήσεως· λεληθότως δὲ καὶ τὰ τῆς πλεονεξίας καὶ τῆς δυνάμεώς ἐστι Φιλίππου κατα‐
20σκευαστικὰ, ἐν οἷς φησιν, ὅτι δύναται, Ποτίδαιαν εἷλε, Πύδναν· περὶ δὲ τάξεως τούτων τῶν κεφαλαίων οὐκ ἀμφίβολον μὲν, ὅτι πρώτη ἐστὶν ἡ βούλησις· ὅμως δὲ ὁ καιρὸς πολλάκις ἐναλλάττει· παρὰ Δημοσθένει καὶ τοῦτο εὑρίσκομεν, ἐν τῷ δευτέρῳ τῶν Φιλιππικῶν· προ‐
25τάττει γὰρ ἐκεῖ τὸ δυνατόν. Οὐχὶ τῶν κρινομένων μόνον· ἐντελῆ σοι τῶν κεφαλαίων ποιεῖται τὴν πα‐ ράδοσιν· διὸ καὶ τοῦτο προστίθησιν ὡς ἀναγκαῖον καὶ χρήσιμον· κρινομένων δὲ νῦν λέγει, τοῦ κατηγόρου καὶ τοῦ φεύγοντος, πρόσφορον καὶ τὸ παράδειγμα ἐπή‐
30γαγε τῷ εἰρημένῳ· λέγω δὴ τὸν τοὺς ἀποκηρύκτους τρέ‐
φοντα· ἔνθα πολλὰ πρόσωπα τῶν κρινομένων· ἐκ τοσού‐351

4

.

352

των πάντων ἐξετάζεται ἡ βούλησις καὶ ἡ δύναμις· ἰστέον δὲ ὡς οὐ ποιεῖ τοῦτο διπλοῦν στοχασμόν· οὐδὲ συν‐ εζευγμένον ἢ ἐμπίπτοντα· οὐ γὰρ ζήτημα ἕτερον ποιεῖ ὥσπερ ἐκεῖ, ἀλλ’ ὡς σημεῖόν ἐστιν ἐνταῦθα ὑποκείμενον
5τὸ τρέφειν τοὺς ἀποκηρύκτους. Σημειωτέον ὡς ἐξετά‐ ζοντας τὸν πλοῦτον καὶ τὰ ἄλλα, δεῖ τὰς κατασκευὰς αὐτῶν καθολικὰς εἶναι καὶ τρόπον τινὰ θετικάς· εἰσὶ γὰρ οἱ τοιοῦτοι τόποι γεγυμνασμένοι τῷ Λυσίᾳ ἐν ταῖς παρασκευαῖς. λέγει γὰρ οἵους ἀπεργάζεται ἡ πενία καὶ
10οἵους τὸ πλουτεῖν· καὶ ἡ νεότης καὶ τὸ γῆρας· τὰ δὲ ἐπιτηδεύματα ἐξεταζόμενα ἐν ταῖς βουλήσεσιν· οἷον φι‐ λοσοφοῦντες οὐκ ἂν ἐλῃστεύσαμεν· ῥήτωρ ὢν οὐκ ἂν ἐμι‐ σθάρνησα κατὰ τῆς δημοκρατίας· τὰ δὲ ἀντικείμενα παρὰ τῶν κατηγόρων μεθοδεύεσθαι δεῖ ἐπιστημόνως·
15ἐπειδὴ γὰρ ἔνδοξόν ἐστι τὸ φιλοσοφεῖν καὶ τὸ ῥητορεύ‐ ειν, καὶ τὸ πιστευθῆναι στρατηγίαν, διορισμῷ χρήσεται, δεικνὺς ὅτι χρηστὸς μὲν ἄνθρωπος καὶ δημοτικὸς, λυ‐ σιτελέστερον ἂν ὑπολάβοι τὸ ζῇν ἐν δημοκρατίᾳ καὶ ἐλευθερίᾳ τοῦ μισθαρνῆσαι παρὰ τῶν πολεμίων τυ‐
20ράννου· πονηρίας δὲ ἡγουμένης, οὐδέν ἐστι θαυμαστὸν βουληθῆναι δωροδοκεῖν, ἢ προδότην γενέσθαι· ἔστι καὶ βιαίως ἀπαντᾷν πρὸς τὰς τοιαύτας βουλήσεις· ναί φη‐ σιν ἀλλὰ στρατηγός εἰμι· τοῦτο δὲ καὶ τὸ δεινόν ἐστιν, ὅτι καὶ τῆς παρὰ τοῦ δήμου τιμῆς ἀναισθήτως
25ἔσχες καὶ τῶν κοινῶν ἐλπίδων χείρων γέγονας· ἔστι δὲ καὶ ἄλλως εἰσάγειν τὸ κεφάλαιον, ἂν ἔνδοξον ᾖ τὸ τοῦ κρινομένου πρόσωπον· καὶ ἀπαντῆσαι τεχνικῶς καὶ ἐπι‐ στημονικῶς· οἷον διέξεισι Περικλῆς, τίνων μὲν ἀπόγονος ὢν τυγχάνει, τίνα δὲ πεπολίτευται· καὶ ὅπως Εὔβοιαν
30εἷλε καὶ Σάμον· λύσεις τοίνυν ὅπερ ἔφη· ἢ βιαίως, ὅτι
ἀγανακτεῖν ἄξιόν ἐστιν, εἴ γε ἀντ’ ἀγαθοῦ κακῶς γέγονεν·352

4

.

353

ἢ διαβάλλων, ὅτι ταῦτα πεποίηκεν οὐκ εὐνοίᾳ τῇ πρὸς ὑμᾶς, ἀλλ’ ἕνεκα τοῦ πιστευθῆναι· καὶ ἐπὶ τὸ καθόλου τὸν λόγον ἀνοίσεις· ἐν ἔθει τοῖς πονηροῖς ἐστι τὴν ἀρ‐ χὴν δείξασιν ἀρετὴν μεταβαλέσθαι· καὶ ἐκ παραδειγμά‐
5των συστήσεις Πεισίστρατον λέγων· καὶ εἴ τις ἄλλος εὐηργετηκέναι δόξας ἀδικῶν ὕστερον ἐφωράθη· ἔφαμεν δὲ καὶ τὰς αἰτίας ἄξιον εἶναι ζητεῖν ἐν ταῖς βουλήσεσιν· οὐκοῦν ἐὰν μὲν κρίνηται μητρυιὰ, τὸ κοινὸν ἐροῦμεν, ὅτι φύσει πόλεμος ἀεὶ ταῖς μητρυιαῖς πρὸς τοὺς προ‐
10γόνους, καὶ τὸ ἴδιον περιποιῆσαι τοῖς ἑαυτοῦ παισὶν ἐβουλήθη, τὸν κλῆρον· καὶ ἄλλο δὲ ἰδιώτερον ἐροῦμεν· ἐὰν ἄριστος ὁ τεθνεὼς ᾖ, ὅτι εὐδοκιμοῦντι διὰ τὴν ἀρι‐ στείαν ἐφθόνησεν· τούτων δὲ λύσις· οὐκ ἐκ τοῦ ὀνόμα‐ τος καταψηφίσασθαι δεῖ τῆς μητρυιᾶς· ἐπεὶ καὶ πολλὰς
15ἴδοι τις ἂν ἀγαθὰς οὔσας φύσει καὶ μητέρων χρηστό‐ τητος οὐκ ἀπολειπομένας· πάλιν ἐξετάσαι δεῖ τὴν αἰ‐ τίαν, δι’ ἣν ἐβουλήθη Περικλῆς φρονῆσαι τὰ Λακεδαι‐ μονίων· οὐκοῦν ἐροῦμεν, ὅτι πολλὰ τῶν τῆς θεοῦ χρη‐ μάτων ὑφελόμενος ἐδεδίει τὰς εὐθύνας· ἐδεδίει δὲ καὶ τὸ
20λόγον δοῦναι τῶν διῳκημένων τῇ στρατηγίᾳ φαύλως ἐχόντων. Ἐὰν μὲν ἄσωτος ἐπὶ τῷ πατρὶ φόνου κρίνη‐ ται, λήψῃ τὴν αἰτίαν ἀπὸ τοῦ βίου καὶ τοῦ προϊδέσθαι τὸ μέλλον· ὡς δεινόν τι πάθοι καὶ ἀποκηρυχθείη· ἐὰν τῷ πλουσίῳ κατηγορῇς ἐπὶ τῷ πένητι πεφονευμένῳ, τὴν
25ἔχθραν ἐρεῖς, καὶ τὸ μνησικακεῖν, ἐφ’ οἷς ἐπολιτεύσατο· καὶ τὸ δεδιέναι μήποτε γραφῆς ἁλῷ, καὶ τιμωρίαν ἐπὶ πολλοῖς ἀδικήμασιν ὑπόσχῃ· ταῦτα μὲν ἤδη καὶ ὅσα τοιαῦτα περὶ βουλήσεως· ἡ δὲ δύναμις ἐκ τῶν παρα‐ κολουθούντων γίνεται· εἰ μὲν φεύγει τυραννίδος, ὅτι
30χρημάτων εὐπορεῖ καὶ οἰκετῶν καὶ μισθοφόρων καὶ ὅπλων
διὰ τὸν πλοῦτον· εἰ δὲ φόνου, ὅτι ῥᾴδιον ἦν αὐτῷ κτεῖναι353

4

.

354

τὸν πένητα μόνον ὄντα καὶ βοηθείας ἔρημον· εἰ δὲ κα‐ θυφέσεως, ὅτι οὐ χαλεπὸν ῥήτορι καθυφεῖναι τὰ τοῦ ἀγῶνος δίκαια· εἰ δὲ κρίνοιτο φαρμάκων ἰατρὸς ἢ μη‐ τρυιὰ, τὸν μὲν εὐπορῆσαι διὰ τὴν τέχνην ἐρεῖς, τὴν δὲ
5χρημάτων ἐωνῆσθαι· προδοσίας εἰ κρίνοιτό τις στρατη‐ γὸς, ἔστιν εἰπεῖν, ὅτι δύναιντ’ ἂν οἱ στρατηγοὶ πράττειν ὅπου βούλονται καὶ διαφθείρειν τὰ πράγματα· εἰ δὲ φι‐ λιππισμοῦ ἢ λακωνισμοῦ κρίνοιτο, δύναμιν οὐ δεῖ ζη‐ τεῖν· ἐγχωρεῖ γὰρ καὶ ἰδιώτην ὄντα καὶ μηδὲ μιᾶς ἐξου‐
10σίας ὑπειλημμένον τὰ Μήδων φρονεῖν ἢ Λακεδαιμονίου ἢ Φιλίππου.
12nΤὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶ μὲν ὡς ἐπὶ τὸ πλεῖστον τοῦ κα‐
13nτηγόρου· γίνεται δὲ καὶ αὔξεται ἀφ’ ὧνπερ καὶ ἡ τῶν ἐλέγχων
14nἀπαίτησις· ἔστι δὲ τάδε, τίς, τί, ποῦ, πῶς, πότε, διατί· κἂν μὲν
15nᾖ τοῦ κατηγόρου μόνον ταῦτα, τὰ ἑξῆς ἔσται κεφάλαια πάντα πλὴν
16nτῆς μεταλήψεως τοῦ φεύγοντος, εἰ ἐγχωροίη πᾶσι χρήσασθαι· ἐὰν
17nδὲ κοινὰ ᾖ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, εὑρίσκεται γάρ ποτε καὶ οὕ‐
18nτως ἔχων ὁ στοχασμὸς, ἔσται καὶ τὰ λοιπὰ κεφάλαια ἀμφοῖν· πα‐
19nράδειγμα τοῦ κοινὰ ἔχοντος τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἀπέκειτο
20nκατά τινος γραφὴ τυραννίδος ἐπιθέσεως· μετεώρου τῆς δίκης οὔ‐
21nσης ὁ ἀδελφὸς αὐτοῦ ἀριστεύσας ᾔτησεν εἰς τὸ γέρας ἀναίρεσιν
22nτῆς γραφῆς καὶ ἔλαβεν· ἐτυράννησεν ἐκεῖνος καὶ καθελὼν αὐτὸν οὗ‐
23nτος συνειδότος φεύγει· τῇ μὲν γὰρ ἀναιρέσει τῆς γραφῆς καὶ τοῖς
24nπερὶ ταῦτα ὁ κατήγορος χρήσεται· τῷ δὲ ἀπεκτονέναι καὶ τοῖς περὶ
25nτοῦτο ὁ φεύγων· καὶ δεῖ ἀμφοτέρους λῦσαι τὰ ἀλλήλων· μόνου δὲ
26nτοῦ φεύγοντος γενέσθαι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀδύνατον.
27Συριανοῦ καὶ Σωπάτρου. Ὠνόμασται μὲν οὕ‐
τως, ἐπειδὴ ἀπὸ τῆς ἀρχῆς τοῦ ζητήματος μέχρι τέλους354

4

.

355

ταῦτά ἐστι τὰ ἐξεταζόμενα· καλεῖται δὲ καὶ εἰκό‐ τα, διότι περὶ τὴν τοῦ ἐνδεχομένου φύσιν ἐξετάζεται· ἐνδέχεται γὰρ τὸν παρεστῶτα τῷ νεοσφαγεῖ σώματι καὶ πεφονευκέναι τὸν κείμενον· καὶ δι’ οἶκτον παρεστάναι
5γῇ κρύπτειν ἐπειγόμενον. Γίνεται δὲ καὶ αὔξε‐ ται ἀφ’ ὧνπερ καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις· ἀπὸ τῶν περιστατικῶν λέγει· ταῦτα δὲ τὰ περιστατικὰ καὶ συνεδρεύοντα καλεῖται, διὰ τὸ παντὶ παρεῖναι πρά‐ γματι· πᾶν γὰρ τὸ πραχθὲν καὶ ὑπό τινος πέπρακται
10καὶ κατὰ τρόπον τινὰ καὶ χρόνῳ τινὶ καὶ τόπῳ καὶ δι’ αἰτίαν τινά· καὶ εἰ ἐκ τῶν αὐτῶν περιστατικῶν γίνεται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐξ ὧν καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις, τί διαφέρει; λέγομεν οὖν, ὅτι δεῖ τῇ προσ‐ θήκῃ προσέχειν· αὔξεται γὰρ εἶπεν· ἐκεῖ μὲν γὰρ κατα‐
15σκευάζομεν ἐκ τῶν περιστατικῶν, ἐνταῦθα δὲ αὔξομεν ὡς ἐπὶ τοῦ τρισαριστέως, οὗ εἰκόνα ἔστησαν οἱ πολέ‐ μιοι· ἐρεῖ γὰρ ὁ κατήγορος αὔξων τὸ ἔγκλημα, πολέ‐ μιοι τὸν ἀριστέα τετιμήκασι καὶ ταῦτα εἰκόνι, τῇ μεγί‐
στῃ τιμῇ· εἶτα ἐρεῖ καὶ τὸν τόπον αὔξων ὁμοίως· παρ’355

4

.

356

ἑαυτοῖς τὴν εἰκόνα στήσαντες· τρόπον, φιλοτίμως τοῖς χρώμασιν· οὕτω καὶ Δημοσθένης ἐχρήσατο ἐν τῷ παρα‐ πρεσβείας· τίς ἀδικήσας; Αἰσχίνης πρεσβευτὴς ὢν τὰ πράγματα προδέδωκεν· εἶτα ὁ τόπος, ποῦ; ἐν Μακεδο‐
5νίᾳ, ὁ τρόπος, ὅπως; ἀπαγγείλας τὰ ψευδῆ. εἶτα ὁ χρό‐ νος, πότε; ὅτε ἐστράτευσεν ἐπὶ Φωκέας· ὥστε ἅμα ἀκού‐ ειν ἐκεῖνον πλησίον εἶναι Πυλῶν, καὶ μηδ’ ἔχειν ἡμᾶς τί δεῖ πρᾶξαι· καὶ πάλιν ἀπὸ χρόνου τὸ εἱστιᾶτο ἐλ‐ θών· οὐ γὰρ ἄτοπον πρεσβευτὴν ὄντα ἑστιᾶσθαι παρ’
10ᾧ πρεσβεύει· ἀλλ’ ἡ προσθήκη πεποίηκεν ἔγκλημα, ὅτι μετὰ Φωκέων ἅλωοιν συνειστιᾶτο τῷ ταῦτα ποιήσαντι· ἔχει δὲ καὶ τὸν τρόπον, ὅτι καὶ συνεύχετο καὶ συν‐ επαιώνιζε Φιλίππῳ· ἰστέον δὲ ὅτι ἐκ τῶν αὐτῶν τὴν διήγησιν λαμβάνομεν, ἐξ ὧν καὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐
15λους· τί οὖν διαφέρει τούτων ἡ διήγησις; ὅτι ἐν μὲν τῇ διηγήσει ἄνευ κατασκευῆς καὶ αὐξήσεως τὰ πράγματα παρεχόμεθα, πρὸς τὸ συμφέρον διηγούμενοι· διήγησις γάρ ἐστι ψιλή τις τῶν γεγενημένων ἔκθεσις· τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους μετὰ τὰ κατασκευῆς καὶ αὐξήσεως·
20καὶ ὅτι ἡ μὲν διήγησις δείκνυσιν ὅπως τόδε τι ἐγένετο· τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὅτι καὶ ὄντως ἐγένετο κα‐ τασκευάζει, καὶ κατὰ μίαν πρότασιν δι’ ἐπιχειρημάτων πιστοῦται τὸ δοκοῦν· κἀκεῖνο δὲ λεκτέον, ὡς ταμεῖόν τινές φασι πάντων τῶν κεφαλαίων τὴν διήγησιν· ἐξ αὐ‐
25τῆς γὰρ πάντα τίκτεται καὶ ἀναφαίνεται τὰ κεφάλαια· καὶ μήτηρ εἰκότως ἂν προσαγορευθείη τῶν κεφαλαίων. διαφέρει πάλιν ἡ ἐξέτασις τῶν περιστατικῶν ἐν τῇ τῶν ἐλέγχων ἀπαιτήσει, τῆς ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους τῶν αὐτῶν περιστατικῶν ἐξετάσεως· ὅτι ἐκεῖ μὲν ἐξετά‐
30ζεται τὰ περιστατικὰ πρὸς τὸ ἐπιφερόμενον ἔγκλημα·
τίς μου καταμαρτυρεῖ φησι τὸν στέφανον, τίς ὁ τόπος·356

4

.

357

ποῦ πεφόνευκα; ὁ τρόπος, πῶς; καὶ τὰ ἄλλα ὁμοίως· ἐν δὲ τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, πρὸς τὸ σημεῖον, οἷον τί ποι‐ ῶν ἑάλω; θάπτων· ὁ τόπος· ἐπ’ ἐρημίας, ἔνθα παρ‐ ῆν οὐδεὶς ὁ θεώμενος, ὁ καταμαρτυρήσων, ὁ κρίνων·
5ὅθεν ἐπὶ πολλῆς ἐξουσίας ἔπραττεν· πότε· νύκτωρ, εἰ τύχοι, ὅτι μάλιστα λήσειν ἤλπιζεν· αἰτία· διατί νύκτωρ ἢ καὶ ἐπ’ ἐρημίας· ἀφανίσαι σπουδάζων τὸν τοῦ τολ‐ μήματος ἔλεγχον· καὶ ἄλλη διαφορά· ὅτι ἡ μὲν τῶν ἐλέγχων ἀπαίτησις ἐκεῖ καὶ τὰ περιστατικὰ πρὸς τοὺς
10μάρτυρας μόνους λαμβάνεται, τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους εἰς τὴν ὅλην συντείνει ζήτησιν· οἷον εἰ πεφόνευ‐ κεν, εἰ μεμοίχευκεν· καὶ ὅτι τῶν μὲν μαρτύρων πολλά‐ κις ἀπορεῖ ὁ κατήγορος, τὰ δ’ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐν τῇ ὑποθέσει εὑρίσκεται, κἂν εὐπορῇ δὲ μαρτύρων ὁ
15κατήγορος, μένει καὶ οὕτω τὸ ζητούμενον· οὐ γὰρ εὐ‐ θὺς ὁ φεύγων ἁλώσεται· ἐξέσται γὰρ αὐτῷ διαβαλεῖν τοὺς μάρτυρας· γίνεται δὲ καὶ ἀπὸ τῶν παρειμένων ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὥσπερ ὁ Δημοσθένης βίᾳ τῆς οἰκείας δεινότητος χρώμενος· καὶ τὸ ἱερόν φησι προδέδωκας,
20γράψας τοῖς ἀμφισβητοῦσι παραδοῦναι· οὐκ εἰπὼν δὲ πᾶσιν, οὐδὲ προσθεὶς τὸ ἀναμεῖναι καὶ ἕως ἂν πάντες συλλεγῶσιν, ἀλλ’ ὀνόματι τῶν ἀμφικτυόνων Θηβαίοις καὶ Θετταλοῖς τοῖς Φιλίππου συμμάχοις καὶ παροῦσι τότε γέγραφας ἀποδοῦναι τὸ ἱερόν· ἔξεστι δὲ οὐ μόνων ἐπὶ
25ἀληθινῶν ἀγώνων, ἀλλὰ καὶ ἐπὶ πλασμάτων ὁμοίως κα‐ τασκευάσαι καὶ ἐκ τῶν παρειμένων τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὥσπερ ἐπὶ τῆς μητρυιᾶς τῆς ἐν δόξῃ μανίας τὸν μὲν υἱὸν τρωσάσης, τὸν δὲ πρόγονον ἀποκτεινάσης, δύναται ὁ κατήγορος, ἐξ ὧν οὐκ ἐποίησεν ἡ γυνὴ εὐλό‐
30γως κατηγορεῖν, λέγων ὅτι σημεῖον τοῦ ὅτι οὐκ ἐμαίνετο
τὸ οὐδένα τῶν ἑαυτῇ προσηκόντων ἀποσφάξαι· ὅρα357

4

.

358

πῶς φανερῶς τὸ μὴ πραχθὲν σημεῖον ὁ κατήγορος ποι‐ ήσεται τοῦ φόνου· τοσοῦτον δὲ δύναται τουτὶ τὸ κεφά‐ λαιον, ὥστε εἰ πείσειας τὸν δικάζοντα οὐδὲν ἔτι λείπε‐ ται τῷ ζητουμένῳ, ἀλλὰ πᾶσαν λύει τὴν ζήτησιν· διὸ
5καὶ πολλὰ ἐφεξῆς κεφάλαια δέδωκεν ἡ τέχνη τῷ ἀντιδίκῳ πρὸς λύσιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, διὰ τὸ εἶναι ἰσ‐ χυρὸν τοῦτο τὸ κεφάλαιον. Πλὴν τῆς μεταλήψεως. Ἀσφαλῶς ὁ τεχνικὸς ἐσημειώσατο· ἀεὶ γὰρ ἡ μετάληψις τοῦ διώκοντός ἐστιν. Εἰ ἐγχωροίη πᾶσι χρῆσθαι.
10πάλιν κἀνταῦθα ἡ προσθήκη χρήσιμος· οὔτε γάρ ποτε ἀπὸ τοῦ φεύγοντος γίνεται ἡ μετάληψις, τῶν ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους ὄντων τοῦ κατηγόρου· οὔτε ἀντίληψις εὑρίσκεται, ἔστι γὰρ ὅτε ἐκλείπει τὸ ἀντιληπτικόν· ἰστέον δὲ, ὅτι τότε ἐκλείπει ὅτ’ ἂν ἐφ’ οἷς ἄλλος πεποίηκε κρί‐
15νηταί τις καὶ μὴ ἑφ’ οἷς αὐτὸς ὁ κρινόμενος· οὐδὲ γὰρ δύναται λέγειν, ἔξεστί μοι, ὁ μηδὲ πράξας, ὡς ἐπ’ ἐκεί‐ νου οὗ οἱ πολέμιοι εἰκόνα ἔστησαν· ἀλλ’ οὔτε ἔξεστιν ἐκεί‐ νοις, ἐπεὶ ἑαυτοῦ γίνεται κατήγορος, τῷ δοῦναι ὑπόνοι‐ αν, ὅτι τὴν ἐκείνων οἶδε πολιτείαν· τὸ γοῦν εἰ συγχω‐
20ροίη οὐ μόνον διὰ τὴν ἀντίληψιν, ὅτι οὐκ ἀεὶ ἐμπίπτει, ἀλλὰ καὶ διὰ τὴν πιθανὴν ἀπολογίαν· καὶ γὰρ καὶ αὕ‐ τη ἐκλείπει, ὅτ’ ἂν τὰ σημεῖα σύμφωνα ᾖ καὶ ἀναγκαῖα τῷ ἐγκλήματι· εἰ καὶ ἐπεισέρχεται ἀντ’ αὐτῆς τὸ μὴ ἀν‐ τιστρέφον· καλούμενον νόημα, ὡς ἐπὶ τοῦ Περικλέους τοῦ
25κρινομένου ἐπὶ τυραννίδι διὰ τὰς πανοπλίας· οὐ γὰρ ἀν‐ τιστρέφει, ὅτι ὁ ἔχων ὅπλα πάντως καὶ τύραννος. Πλὴν τῆς μεταλήψεως· τῆς ἐγγράφου λέγει, αὕτη γὰρ με‐ ταλαμβάνει τοῦ κατηγόρου οὖσα, διὰ τὸ μὴ ἰσχύειν τῷ πράγματι καὶ τῷ ἐγκλήματι· ἡ δὲ αἰτία πρόδηλος· ἀεὶ
30γὰρ αὕτη τοῦ κατηγόρου καὶ ἀπὸ τούτου γίνεται. Εὑ‐ ρίσκεται γάρ ποτε καὶ οὕτως. Ἔδειξεν ὅτι σπα‐ νίως εὑρίσκεται τοιοῦτος στοχασμὸς ἀπὸ τῆς προσθήκης
τοῦ ποτέ· καὶ εἰκότως δυσχερῶς εὑρίσκεται· εἰ γὰρ τὸ ἰσχυ‐358

4

.

359

ρὸν τοῦ διώκοντος κεφάλαιόν ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐὰν καὶ τοῦ φεύγοντος εὑρεθῇ τὸ τοιοῦτον, ἀσθε‐ νέστερος ὁ κατήγορος ἔσται· διὰ τοῦτο οὐδὲ εὑρίσκεται μόνου τοῦ φεύγοντός ποτε τὸ κεφάλαιον τοῦτο· ὅτι εἰ
5καὶ συμβῇ τοῦτο, πᾶσα τοῦ διώκοντος ἡ ἰσχὺς ἀνηρπά‐ ζετο. Ἔσται καὶ τὰ λοιπὰ κεφάλαια. Λοιπὰ κεφάλαια τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· εἰσὶ δὲ ταῦτα με‐ τάθεσις αἰτίας, ἀντίληψις, πιθανὴ ἀπολογία· ὁ Ἀθα‐ νάσιος δέ φησιν, ὅτι δεῖ παρατηρεῖσθαι ὡς οὐ πάντα
10δυνατὸν, ἀλλὰ μόνον τὸ χρῶμα· τοῦτο γὰρ αἰτίαν ἔχει τοῦ πραχθέντος· τὸ γοῦν ἀντιληπτικὸν οὐδέποτε, οὔτε μὴν ἡ πιθανὴ ἀπολογία, διὸ καὶ ἀπολογία καλεῖται· ἀλ‐ λότριον δὲ ἀπολογία κατηγόρου καθέστηκεν· γίνεται μὲν οὖν μόνου τοῦ κατηγόρου· ὡς ἐπὶ Περικλέους· οἷον, ὅ‐
15που γὰρ πανοπλίας τοσαύτας οἴκοι κατακρύψας ἔχεις, πρόδηλος εἶ τυραννῆσαι σπεύδων· κοινὰ δὲ ἀμφοῖν ὡς ἐπ’ ἐκείνου· συνεχῶς τις καθαιρόμενος τοῖς τῶν ἀνδρο‐ φόνων καθαρσίοις κρίνεται φόνου· ὅ τε γὰρ κατήγο‐ ρος ἐρεῖ, ὅτι συνεχῶς τοῖς ἐπὶ φόνῳ καθαρμοῖς καθαιρό‐
20μενος συνειδέναι μοί τι δοκεῖς σαυτῷ κακόν· ὅ τε φεύγων ἀπολογούμενος λέξει, ὡς τοσοῦτον ἀπέχω τῆς ἀνδροφονίας, ὥστε καὶ συνεχῶς καθαρσίοις προσιέναι θε‐ ῶν, παλαιῶν ἀσεβημάτων ἐμαυτὸν ἐξάντη καθιστάς· φό‐
νων δὲ συνεχείᾳ καὶ καθαρμοῖς μυρίοις κοινὸν οὐδέν.359

4

.

360

Ἀπέκειτο κατά τινος γραφή· τὸ παράδειγμα ἐπά‐ γει παράδοξον, ὅπερ εἶπεν πιστούμενος τὸ τοῦ ἀριστέως τοῦ ἀποκτείναντος τὸν ἀδελφὸν τυραννοῦντα· δῆλον γὰρ ἐνταῦθα ὡς ἑκάτερος τοῖς συμφέρουσιν ἑαυτῷ κέχρηται·
5τῷ μὲν οὖν κατηγόρῳ συμφέρει κατὰ τοῦ κατηγορημέ‐ νου ἡ τῆς γραφῆς ἀναίρεσις· ἀπὸ γὰρ ταύτης τὴν κοι‐
νωνίαν τῆς τυραννίδος ἐλέγχειν δυνήσεται· τῷ δὲ φεύ‐360

4

.

361

γοντι ὁ φόνος καὶ ἡ τοῦ τυράννου ἀναίρεσις· ὁ γὰρ ἀποκτείνας φησὶ τὸν τύραννον, πῶς ἂν εἴη τυράννου κοινωνός· δεῖ δὲ ἐν τοῖς τοιούτοις στοχασμοῖς ἀναγκαίως ἀμφοτέροις λῦσαι τὰ ἀλλήλων· λυθήσεται δὲ δῆλον ὅτι
5τῇ μεταθέσει τῆς αἰτίας, ὃ δὴ καὶ χρῶμα καλεῖται· ὡς ἀνεῖλες τὴν γραφήν· καὶ τιμωρίας ἄξιος εἶ οὐκ ἐάσας ἐπὶ τυραννίδι κριθῆναι τὸν ἀδελφόν· οὐδὲ ἐλεγχθῆναι οὐδὲ ἐλεγχόμενον εἰπεῖν τι περὶ τῶν κοινωνούντων, οὐδὲ παύσασθαι τὴν τυραννίδα· εὐθὺς ἐξ ἀρχῆς πρὸς τοῦτο
10ὁ φεύγων τῷ χρώματι πρότερον χρησάμενος, ὅτι ᾔτησα τὴν δωρεὰν ὡς ἀδελφῷ βοηθῶν, οὐ τὴν ἀδικίαν συνει‐ δὼς, οὐδὲ κοινωνὸν τοῦ πλημμελήματος· συνάψει τῷ χρώματι τὰ ἑαυτοῦ ἀπ’ ἀρχῆς ἄχρι τέλους, λέγων· ἀμέ‐ λει παραχρῆμα τυραννήσαντα πεφόνευκα· καὶ δηλοῖ μου
15τὴν προαίρεσιν ὁ φόνος, ὡς πολέμιός εἰμι τυράννοις οὐ κοινωνός· πρὸς ἃ πάλιν ὁ κατήγορος τῇ μεταθέσει τῆς αἰτίας χρήσεται· λύων τῶν τοῦ φεύγοντος σημείων τὴν ἰσχὺν ἐρεῖ· ᾔσθου σαθρῶς ἔχουσαν τὴν τυραννίδα καὶ μέλλουσαν καταλυθῆναι· καὶ τὸ μέλλον ἐδεδοίκεις· μέ‐
20νειν γὰρ οὐ πέφυκε τυραννίς· μέλλων οὖν συγκινδυνεύ‐ ειν, προέφθασας τῷ θανάτῳ τὴν ὑπόνοιαν, καὶ προ‐ ανεῖλες ἀναιρέσει τὴν ὑποψίαν· διὰ τοῦτο δὲ ἐγγὺς ἀλ‐ λήλων τάττεται ταῦτα, λέγω δὴ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους ἑκατέρων καὶ ἡ λύσις, ἐπειδὴ παράλληλα κείμενα
25ἰσχυρὰ γίνεται. Τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶ τοῦ κα‐ τηγόρου· ἐλέχθη δὲ οὕτως, ὅτι πανταχοῦ τοῦ λόγου εὑρίσκεται, καὶ ἐν προοιμίοις καὶ ἐν ἐπιλόγοις, καὶ παν‐ ταχοῦ· εἰκότως δὲ μετὰ τὴν βούλησιν καὶ τὴν δύναμιν ἔταξεν αὐτά· δεῖ γὰρ τὸ βούλεσθαι πρῶτον κατασκευ‐
30άσαι καὶ τὸ δύνασθαι καὶ οὕτως ἐπενεγκεῖν τὸ πρᾶγμα εἰ μὴ γὰρ τὸ πρᾶττον ὑπάρχει πρόσωπον, τὸ πεπραγμέ‐
νον οὐχ ὑπάρχει ὡς ἐπὶ τὸ πλεῖστον. Γίνεται δὲ καὶ361

4

.

362

αὔξεται· ὅρα πῶς καὶ τὴν κοινωνίαν ἔδειξεν τῆς τῶν ἐλέγχων ἀπαιτήσεως πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ τὴν διαφορὰν ὑπέφηνε· τῷ μὲν γὰρ εἰπεῖν γίνεται τὴν κοινωνίαν ἐδήλωσεν· ἀμφότερα γὰρ ἐκ τῶν περιστατι‐
5κῶν γίνεται· τῷ δὲ προσθεῖναι τὸ αὔξεται τὴν διαφο‐ ρὰν ἐσήμανεν· ἐκεῖ μὲν γὰρ ψιλῶς τὰ περιστατικὰ ἐξε‐ τάζεται· ἐν δὲ τοῖς σημείοις μετὰ αὐξήσεως· ἢ ὅτι τὰ μὲν π ἀρχῆς ἄχρι τέλους ἐκ πάντων ὡς ἐπὶ τὸ πλεῖ‐ στον τῶν περιστατικῶν γίνεται· ἡ δὲ τῶν ἐλέγχων ἀπαί‐
10τησις πολλάκις καὶ περὶ ἕν· διατὶ δὲ μὴ καὶ ἡ τῶν ἐλέγ‐ χων ἀπαίτησις κατὰ αὔξησιν προέρχεται, ἰσχυρὸν γὰρ καὶ αὐτὸ δοκεῖ κεφάλαιον τῷ κατηγόρῳ· ἀλλ’ ἐκεῖ μὲν ἅμα τῷ παρασχέσθαι τοὺς ἐλέγχους, οἴεται ἀπόδειξιν ὁ κατήγορος τὸ ἔγκλημα· ἄτεχνος γὰρ πίστις ἐστί· καὶ
15ἐπειδὴ κατὰ φύσιν ἰσχύει, οὐ δεῖ τῆς αὐξήσεως· τὰ δὲ πράγματα εἰ μὴ κατασκευασθείη καὶ αὐξηθείη οὐκ ἀπο‐ δείκνυται, τί, ποῦ, πῶς, πότε· ὡς ὁ Δημοσθένης· τίς ὢν Αἰσχίνης ἠδίκησε τὴν πόλιν; ὅτι πρεσβευτὴς ὤν· τί ἔπραξεν; ὅτι τὰ πράγματα προέδωκεν· ποῦ; ἐν Μακε‐
20δονίᾳ γενόμενος. πῶς; οὐ μόνον εἰπὼν ἀλλ’ ἐπαγγειλά‐ μενος ἐν τῇ ἐκκλησίᾳ. πότε; ὅτε Φίλιππος ἐπὶ Φωκέας ἐστράτευσεν. Τὰ ἑξῆς κεφάλαια. Ὅρα πῶς ἐδήλωσεν ἡμῖν τῶν κεφαλαίων τὴν μάχην. μάχεται γὰρ ἀεὶ πρὸς τὰ σημεῖα ταῦτα τὰ κεφάλαια, ἡ ἀντίληψις, ἡ μετά‐
25θεσις τῆς αἰτίας, ἡ πιθανὴ ἀπολογία· ἐχόντων οὖν ἀμ‐ φοτέρων τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους δηλονότι ἑκάτερος λύσει τὰ τοῦ ἀντιδίκου σημεῖα τοῖς προειρημένοις κεφα‐ λαίοις· ἰστέον δὲ, ὅτι οὔτε ἡ ἀντίληψις οὔτε ἡ μετά‐ ληψις κοινὴ ἔσται. Εἰ ἐγχωροίη πᾶσι χρῆσθαι.
30πᾶσι λέγει τοῖς ἐφεξῆς κεφαλαίοις· καλῶς δὲ τὸ εἰ ἐγ‐ χωρεῖ, ἐπειδὴ οὐκ ἐμπίπτει ἡ ἀντίληψις. Ἀπέκειτο κατά τινος γραφή. Ἐνταῦθα ἔχουσιν ἀμφότεροι τὰ
ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὁ μὲν γὰρ κατήγορος ἔχει εἰ‐362

4

.

363

πεῖν ὅτι διὰ τοῦτο ἀναίρεσιν ᾔτησας τῆς γραφῆς, εἰ‐ δὼς ὅτι τυραννήσει· ὁ δὲ φεύγων λέξει σημεῖον τοῦ μὴ συνειδέναι τὸ ἀνελεῖν αὐτὸν τυραννήσαντα· καὶ ὁ μὲν ἀριστεὺς ἐρεῖ μετάθεσιν αἰτίας· ὅτι ᾔτησα ἀναίρεσιν τῆς
5γραφῆς ἑλκύσας τὸν ἀδελφόν· ὁ δὲ κατήγορος πάλιν λέξει· ὅτι διὰ τοῦτο αὐτὸν ἀνεῖλες τυραννήσαντα, ἐπειδὴ σαθρὰν ἑώρας τὴν τυραννίδα· καὶ ἐδεδίεις, ἵνα μὴ συγ‐ κινδυνεύσῃς αὐτῷ κοινωνὸς τῆς τυραννίδος ὀφθείς. Μό‐ νον δὲ τοῦ φεύγοντος· ἔδειξεν ὡς μᾶλλον τῷ κατη‐
10γόρῳ πρόσκειται τὸ κεφάλαιον· ποτὲ δὲ καὶ τοῦ φεύ‐ γοντος εὑρίσκεται, ὅτ’ ἂν εἴη κοινά· μόνου δὲ τοῦ φεύ‐ γοντος οὐδέποτε· τινές φασιν, ὅτι ἐνδέχεται τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους καὶ μόνον εἶναι τοῦ φεύγοντος, ὡς ἐπὶ τούτου τοῦ παραδείγματος· τρεῖς τις εἶχε παῖδας· τελευ‐
15τησάντων αὐτῷ τῶν δύο ἀπάγξασθαι ἐζήτησε· κατα‐ λαβὼν ὁ τρίτος ἔλυσε τὸν βρόχον καὶ διέσωσε τὸν πατέ‐ ρα· μετὰ ταῦτα ἱεροσυλίας ἐν τῇ πόλει γενομένης ὁ μὲν πατὴρ ἱερόσυλος ὡμολόγησεν εἶναι καὶ ἀξιοῖ τεθνάναι, ὁ δὲ υἱὸς ἀντιλέγει· ἐνταῦθα φεύγοντος ἔχει πρόσωπον
20ὁ ἀντιλέγων καὶ πᾶσι μόνος κέχρηται τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, οἷον τῇ τελευτῇ τῶν ἀδελφῶν, τῇ ἀγχόνῃ τοῦ πατρός· οἷς ὁ πατὴρ ἐὰν χρήσηται, ὁμολογεῖ μὴ εἶναι ἱερόσυλος, μηδὲ διὰ τοῦτο ἄξιος εἶναι θανάτου· καὶ οὐ μόνον ἐπὶ τούτου τοῦ παραδείγματος, ἀλλὰ καὶ
25ἐπὶ πάντων τῶν κατὰ ἀξίωσιν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους τὰ αἴτιά ἐστι τῆς κρίσεως, ἃ καὶ μόρια τῆς ὑπο‐ θέσεως καλοῦσί τινες, δι’ ὧν ἡ κρίσις καὶ τὰ σημεῖα, ἐφ’ οἷς κρίνηταί τις, ἃ δὴ διασπείρεται μὲν διὰ πάσης τῆς ὑποθέσεως, ἀθρόως δὲ ἐνταῦθα τίθεται· καὶ ἔστιν
30αὐτὰ τὰ πεπραγμένα καὶ ὅσαι πράξεις τῷ προβλήματι
ἐμπεριέχονται, ἀναφερόντων ἡμῶν ἕκαστον τῶν πεπραγ‐363

4

.

364

μένων πρὸς τὸ ἔγκλημα· κέκληται δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους διὰ τὸ δεῖν ἐν αὐτοῖς μὴ μόνον μερικῶς ποιεῖ‐ σθαι τῶν πραγμάτων τὴν ἐξέτασιν, ἀλλ’ ἄνωθεν πάν‐ των τῶν ἐξ ἀρχῆς μέχρι τοῦ τελευταίου, τουτέστιν αὐ‐
5τῆς τῆς κρίσεως· γίνεται δὲ ταῦτα ἢ ἐν ἔργοις ἢ ἐν λό‐ γοις ἢ ἐν πάθεσιν· κατὰ δὲ ἐμὲ ἐν πλείοσιν· καὶ ἐν ἔρ‐ γοις μὲν, ὡς ὁ θάπτων τὸ νεοσφαγὲς σῶμα ἐπ’ ἐρη‐ μίας· ἐν λόγοις δὲ, ὡς ὁ νέος πλούσιος ὁ παριὼν τὸ δεσμωτήριον καὶ ἀναβοήσας, θαρσεῖτε, ὦ δεσμῶται, αὖ‐
10θις λυθήσεσθε, καὶ κρινόμενος τυραννίδος· καὶ ὡς ἐπὶ τούτου· πλούσιον εἷλεν ὁ πένης ὕβρεως· ξένου ῥήτορος συναγορεύοντος ἔφη πρὸς τὸν ῥήτορα πένητα ὁ πλού‐ σιος, ὄψομαί σε· εὑρέθη νεκρὸς ὁ ῥήτωρ καὶ κρίνεται ὁ πλούσιος φόνου· ἐν πάθεσι δὲ, ὡς ἡ δακρύουσα νύκ‐
15τωρ γυνή· εὑρίσκεται δὲ καὶ ἐν συμβεβηκόσιν· οἷον κρί‐ νει τις τὴν γυναῖκα μοιχείας, ἐπειδὴ ὁ ἀδελφὸς αὐτοῦ ἐμάνη ὀμώσας μὴ μεμοιχευκέναι αὐτήν· συμβεβηκὸς γάρ τί ἐστι τὸ ἐκεῖνον μανῆναι· γίνεται καὶ ἀπὸ τῶν μὴ γε‐ γενημένων δέον γενέσθαι· τὸν ἀδελφόν τις καλέσας φυ‐
20γάδα ἐντὸς ὅρων, ἔπειτα ἔστη καὶ τοῦ παρασίτου διε‐ νεχθέντος πρὸς αὐτὸν καὶ ὃ μετὰ χεῖρας ἔκπωμα εἶχε βαλόντος καὶ ἀποκτείναντος, κρίνεται ὡς συνειδώς· ἔδει γὰρ κεκωλυκέναι· τὰ μὲν οὖν ἐν λόγοις κατὰ ῥητὸν καὶ διάνοιαν βούλεται· τὰ δὲ ἐν πάθεσιν ἢ ἐν ἔργοις
25κατὰ τὰς ἀντιθετικάς· ὁ μέντοι Δημοσθένης καὶ τὰ ἐν λόγοις κατὰ τὰς ἀντιθετικὰς ἔλυσεν, ὡς ἐν τῷ κατ’ Αἰ‐ σχίνου λέγων, ὅτι Φωκεῖς αἴτιοι τοῦ ἀπολέσθαι, ὅπερ ἐστὶν ἀντεγκληματικόν· καὶ Λακεδαιμόνιοι, ὅπερ ἐστὶ με‐ ταστατικόν· καὶ Χεῤῥόνησος σώζεται, ὅπερ ἐστὶν ἀντι‐
30στατικόν· καὶ ἐξηπατήθην, ὅπερ ἐστὶ συγγνωμονικόν· γίνεται δὲ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀπὸ τοῦ σημείου·
καὶ αὔξεται ἀπὸ τῶν περιστατικῶν· πόθεν δὲ τὸν τό‐364

4

.

365

πον αὐτῶν ἐπιγνωσόμεθα, τὸν οἰκεῖον φαμέν; ἔνθα με‐ τὰ αὐξήσεως καὶ ἐκφράσεως εἴρηνται, οἷον ὡς ἐν τῷ παραπρεσβείας· ἐν πᾶσι τοῖς κεφαλαίοις προφέρει τὴν ἀπώλειαν Φωκέων· ἐν δὲ τῷ οἰκείῳ τόπῳ αὔξει, ἐν οἷς
5φησι, θέαμα δεινὸν καὶ τὰ ἑξῆς· ἀπὸ μὲν οὖν τῶν περι‐ στατικῶν κατασκευάζεται οὕτω, προσώπου μὲν, ὡς τὸ τίς ὢν προδέδωκας Φωκέας· ἐν ᾧ καὶ τὸ ἀντιπίπτον ἔλυσεν, τὸ ὅτι οὐκ ἠδυνάμην ὅλον ἔθνος, ὁ δὲ εἶπεν ὅτι πρεσβευτὴς ὢν ἠδύνω· τρόπου δὲ, οἷον πῶς, τὰ ψευδῆ
10ἀπαγγείλας· χρόνου δὲ, ὅτε Φίλιππος ἐπὶ Φωκέας παρ‐ ῄει· καὶ πάλιν ὡς ἐπὶ τοῦ τρισαριστέως· οὗ εἰκόνα ἔστη‐ σαν οἱ πολέμιοι, καὶ γὰρ ἐνταῦθα αὐξήσεως ἕνεκα, ἵνα τὸ σημεῖον γένηται πιθανώτερον, κατασκευάζομεν αὐτὸ ἐκ τῶν περιστατικῶν· φαμὲν γὰρ ἐνταῦθα, ὅτι τοῦτο
15τεκμήριον μέγα προδοσίας ἐστίν· εἰ γὰρ μὴ ᾔδεσαν ἑαυτοῖς μᾶλλον ἢ τοῖς πολίταις λυσιτελέστερον, οὐκ ἂν αὐτοὶ πολέμιοι ὄντες εἰκόνα ἔστησαν· φήσαις δ’ ἂν καὶ ἀπὸ τοῦ τόπου, εἰ κατὰ μέσην πόλιν τυχὸν καθίδρυ‐ σαν τὴν εἰκόνα, ἔτι δὲ καὶ ἀπὸ τοῦ πράγματος, ὅτι
20εἰκόνα ἔστησαν, πρᾶγμα πολὺν χρόνον διαμεῖναι δυνά‐ μενον· ἵνα καὶ τὰ τῆς εὐεργεσίας τοῖς ἐσομένοις φανή‐ σεται πρόδηλα· ἔστι δὲ καὶ ἀπὸ τῆς ὕλης κατασκευά‐ σαι· εἰ χρυσοῦ τυχὸν τὴν εἰκόνα πεποίηνται· γίνεται δὲ καὶ ἀπὸ τῶν παρειμένων, οὕτως· εἰ γάρ τοι τοῦ σώμα‐
25τος ἠνώχλει σοι πάθος καὶ πρὸς δάκρυον εἷλκεν ὀδύνη, τὴν ἰασομένην ἐχρῆν μεταπέμπεσθαι καὶ τῶν δακρύων ἡ συνέχεια συγγνώμης ἐτύγχανεν· καὶ ἐν ἄλλῳ Δημοσθέ‐ νης· ὅτι πάντες κατηγοροῦσι τοῦ Φιλίππου μᾶλλον, σὺ δὲ οὐδαμῶς· ἐγὼ δέ φησι τούτους τοὺς λόγους ἐζήτουν
30παρ’ αὐτοῦ ἄνδρες Ἀθηναῖοι· ἐμοὶ μὲν χρήσασθ’, ὅ τι βούλεσθε· ἐπίστευσα, ἐξηπατήθην· ἥμαρτον, ὁμολογῶ,
καὶ τὰ λοιπά. εἶτα προσέθηκε, τούτων οὐδένα ἀκούω τῶν365

4

.

366

λόγων· ἔστι δὲ αὐξῆσαι καὶ ἀπὸ τῆς τῶν αἰτίων ὑπεξαι‐ ρέσεως, ὡς ἐπὶ τῆς δακρυούσης γυναικός· οἷον οὐ πα‐ τήρ σοι τέθνηκεν· οὐ θυγάτριον πρόωρον ἀποβέβλη‐ κας· οὐ παίδων τεθέασαι συμφοράς· τίνα οὖν τῶν
5δακρύων ἐρεῖς τὴν αἰτίαν· ἰστέον δὲ ὡς τοῦτο κεφά‐ λαιον διαφόρως οἱ τεχνικοὶ ἐκάλεσαν· οἱ μὲν γὰρ ση‐ μεῖον· οἱ δὲ, εἰκός· οἱ δὲ, τεκμήριον· οἱ δὲ ἀπ’ ἀρχῆς· πάντα δὲ εἰς ἓν συντρέχει· ἀπὸ γὰρ τῶν πε‐ πραγμένων ὡς εἴρηται λαμβάνεται· τοῦτο δὲ τὸ κε‐
10φάλαιον, ὥς φησιν αὐτὸς, τοῦ κατηγόρου ἐστὶν ὡς ἐπι‐ τοπλεῖστον καὶ ἰσχυρότατον κατὰ τοῦ ἀντιδίκου, ἐπεὶ γὰρ ὁ φεύγων ἔχει μὲν τὸ παραγραφικὸν ἐξ ἀρχῆς, ἔχει δὲ καὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν, καὶ πρὸς τούτοις κοι‐ νὰ πρὸς τὸν κατήγορον τήν τε βούλησιν καὶ τὴν δύνα‐
15μιν· καὶ τοσούτοις ἔῤῥωται κεφαλαίοις ἡ τέχνη καὶ τῷ κατηγόρῳ βοηθοῦσα, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους αὐτῷ προδέδωκεν ἰσχυρότατον ὡς ἔφην κεφάλαιον δυνάμε‐ νον διαλῦσαι τὰ τοῦ φεύγοντος ἰσχυρά· φήσει γὰρ, τί μοι χρόνους προβάλλῃ καὶ διὰ τοῦτο ἀξιοῖς ἀποφεύγειν·
20ἐξ ὧν ἔπραξας ἑάλως· τί μοι μαρτύρων καὶ τεκμηρίων· αὐτὸς σεαυτοῦ διὰ τῶν ἔργων προῆλθες κατήγορος· χρή‐ σεται μὲν γὰρ τῇ τε βουλήσει καὶ τῇ δυνάμει, ἥξει δ’ ἐπὶ τοῦτο τὸ κεφάλαιον ὡς ἄγαν ἰσχυρόν· ἔστι μὲν οὖν τοῦ κατηγόρου τὸ κεφάλαιον ὡς καὶ ὁ τεχνικός· εὑρίσ‐
25κεται δὲ σπανίως καὶ ἀπὸ τοῦ φεύγοντος, εἰ καὶ μὴ Ἑρ‐ μογένει δοκεῖ· ἔστι δὲ κοινὰ ἀμφοῖν, ὅτ’ ἂν ᾖ καὶ ἐν τῇ ὑποθέσει διάφορα· οὐχ ὥσπερ Ἑρμογένης φησὶ μέρει μὲν τοῦ κατηγορουμένου, μέρει δὲ τοῦ ἀπολογουμένου χρω‐ μένων, οὗ τὸ παράδειγμα τίθησι τὸν ἀριστέα τὸν τὴν
30γραφὴν ἀνελόντα τῆς τυραννίδος, ἀλλὰ πάντα ἀμφοτέ‐ ροις ἁρμόζοντα ὡς ἐπὶ τούτου· κατέλιπέ τις τὸν φίλον
κληρονόμον, γράψας γράψασθαι τὴν γυναῖκα μοιχείας,366

4

.

367

ἐγράψατο, οὐχ εἷλεν· μετὰ ταῦτα συνῴκησεν αὐτῇ καὶ κρίνεται μοιχείας· ἐνταῦθα γὰρ ὅλα ὅλοις ἁρμόσει· καὶ γὰρ τὸ εἶναι φίλον, καὶ πιστευθῆναι παρὰ τοῦ ἀνδρὸς καὶ κληρονομῆσαι καὶ γαμῆσαι, καὶ κατηγορῆσαι πάντα
5ταῦτα ἀμφοτέροις ἁρμόσει· εἰ γὰρ συνῄδει μεμοιχευμένην οὐκ ἐγάμει. οὕτω μὲν τῷ φεύγοντι, καὶ πάλιν τῷ κα‐ τηγόρῳ ἁρμόζει τὸ ὑποπτεῦσαι τὸν ἄνδρα τὴν μοιχείαν· τὸ γραψάμενον αὐτὸν γαμῆσαι, τὸ καθυφεῖναι τὴν γρα‐ φὴν καὶ τὰ τοιαῦτα· ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι καὶ ταῦτα ἅ
10φασιν ὅλα ὅλοις ἁρμόττειν, οἱ τῷ τεχνικῷ μεμψάμενοι οὐκ ἔστιν ἐπ’ ἀμφοῖν τῶν μερῶν τὰ αὐτά· εἰ γὰρ καὶ μὴ πάντα, ἀλλ’ οὖν μικρόν τι διαλλάττει· πλὴν εἰ μή τις ἐκεῖνο λέγοι, ὡς ἀμφοτέροις τοῖς μέρεσιν ἡ γραφὴ προφέρεται ὁ γάμος, καὶ γὰρ καὶ διώκων ἐρεῖ, ὅτι ἣν
15ἐγράψω, οὐκ ὤφειλες γαμῆσαι, ἀλλ’ ἐπεὶ προεμοιχεύου αὐτὴν, τὴν γραφὴν καθυφεῖκας· καὶ πάλιν ὁ φεύγων ὡσαύτως τῇ γραφῇ χρώμενος καὶ τῷ γάμῳ ἐρεῖ· ὅτι διὰ τοῦτ’ ἔγημα, ἐπειδὴ πολὺς ἐν τῇ γραφῇ γενόμενος οὐχ εἷλον· γνοὺς οὖν ἐκ τῆς κρίσεως τὴν σωφροσύνην
20ἔλαβον· καὶ ἁπλῶς εἰπεῖν· ἄμφω μὲν προφέρουσι τὴν γραφὴν καὶ τὸν γάμον· διαφόρως δὲ ἐξετάζουσιν· ἐνίοτε δὲ εὑρίσκεται μόριά τινα τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἃ οὐ τοῦ ζητήματός ἐστιν οὔτε τοῦ φεύγοντος οὔτε τοῦ κατηγόρου, ἀλλ’ ἔξωθεν ἐκ συμβεβηκότος εἰσάγεται τῷ
25ζητήματι ὡς ἐπὶ τούτου· πένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικά· ἁλούς τις ὑπερημερίας ἐδέδετο· καὶ διαῤῥήξας τὰ δεσμὰ, περιτυχὼν τῷ πένητι ἀπέκτεινεν αὐτόν· ὁ δῆ‐ μος κατέλευσε τὸν ὑπερήμερον· ἀπέθανεν, εὕρηται ἐν κόλποις τὸ τῆς ὑπερημερίας γραμμάτιον, καὶ κρίνεται ὁ
30πλούσιος· ἐνταῦθα γὰρ τὸ καταλεῦσαι τὸν δῆμον τὸν ὑπερήμερον ἐκ τύχης συμβὰν καὶ ἔξωθεν ὂν τοῦ ζητή‐ ματος σύστασιν πᾶσαν δέδωκε τῷ ζητήματι· εἰ γὰρ ἔζη
ὁ ὑπερήμερος, εἶπεν ἂν βασανιζόμενος τὴν ἀλήθειαν·367

4

.

368

τοῦτο οὖν ἔξωθεν ἐπισυμβεβηκὸς καὶ σύστασιν ἔχει, καὶ διαφέρει τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, τῶν ἀφ’ ὧν ἕτεροι πεποιήκασι τὴν κρίσιν ἐχόντων· ὅτι καὶ ἐνταῦθα, εἰ καὶ ἕτερος ὁ ποιήσας, ἀλλ’ οὖν οὐκ ἄντικρυς εἰς τὸν πλού‐
5σιον ἀναφέρεται· ὡς ἐφ’ οὗ τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι· οὐδὲ ἐκ τούτων ἔχει τὴν ἀπόδειξιν τοῦ πε‐ ποιηκέναι ἐξ ὧν ὁ δῆμος ἐποίησεν, ἀλλ’ ἡ ἀμφισβήτησις ἐπὶ τούτων γέγονεν, ἐκ τοῦ τὸν δῆμον καταλεῦσαι τὸν ὑπερήμερον οὐχὶ τὸν πλούσιον εἶναι τὸν πεφονευκότα τὸν
10πένητα· ἣν ἀμφισβήτησιν εἰ ἔζη ὁ ὑπερήμερος ἔλυσεν ἂν, οὐχ ἁπλῶς δὲ εἰσακτέον τοῦτο τὸ κεφάλαιον· ἀλλ’ ἐὰν μόνου τοῦ κατηγόρου ᾖ τὸ κεφάλαιον, αὐτὸς μὲν αὐ‐ ξήσει ὁ κατήγορος, ὁ δὲ ἕτερος καθαιρήσει· ἐπιχειρήσει δὲ τῇ αὐξήσει ὁ κατήγορος ἀπὸ τῶνδε· ἀπὸ τοῦ ὁμοίου, ὅτι καὶ
15ἄλλοι ἀπὸ τῶν τοιούτων σημείων ἑάλωσαν· ἀπὸ τοῦ ἥττο‐ νος, ὅτι καὶ ἀπὸ ἐλαττόνων· ἀπὸ τοῦ ἐναντίου, εἰ γὰρ τὸ φανερὸν παρέχειν ἑαυτὸν δεῖγμα τοῦ καθαρεύειν πο‐ νηρᾶς ὑπονοίας, τὸ ἀποδιδράσκειν, καὶ ἀποκρύπτεσθαι, μέγιστα πρὸς τὴν ὑποψίαν συμβάλλεται· ἀπὸ τῆς ἀντι‐
20φάσεως, ὡς Αἰσχίνης· εἰ γὰρ ὁ μὴ παρὼν ἀδικεῖ, ὁ παρὼν καὶ παρασχὼν ἑαυτὸν ὑπεύθυνον τοῖς νόμοις, οὐκ ἀδικεῖ· ὁ δέ γε ἀπολογούμενος καθαιρῶν τὰ τοῦ διώ‐ κοντος σημεῖα, τὰ ἐπιχειρήματα ἐνταῦθα λήψεται· ἀπὸ τοῦ μηδένα ἄλλον ἐκ τούτων τῶν σημείων ἑαλωκέναι·
25ἀπὸ τοῦ μείζονος, ὅτι οὐδὲ ἀπὸ μειζόνων ἢ κατὰ ταύ‐ τας ἑάλωσαν ἄλλοι· ἀπὸ τοῦ ἐναντίου· οἷον, εἰ οὐ πάν‐ τως τὸ παραμεῖναι τεκμήριον τοῦ καθαρεύειν, οὐκοῦν ὁμοίως οὐδὲ τὸ ἀποστῆναι τοῦ δοκεῖν· ἰστέον, ὡς ἐν μὲν τοῖς κατὰ ἀξίωσιν στοχασμοῖς ἔστιν εὑρεῖν ἀπὸ τοῦ φεύ‐
30γοντος τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐν δὲ τοῖς κατὰ φυ‐
γὴν καὶ δίωξιν ἀδύνατον. Τῇ μὲν γὰρ ἀναιρέσει·368

4

.

369

ὁ μὲν κατήγορος τὴν ἀρχὴν προκαλεῖται φάσκων· ὅτι οὕτως ᾔδεις τὸν ἀδελφὸν τυραννήσαντα, ὅτι λύσιν αὐ‐ τοῦ εἰς τὴν σὴν ᾔτησας δωρεάν· ὁ δὲ φεύγων ἀπὸ τοῦ τέλους τὴν ἀπολογίαν πορίζεται λέγων· ὅτι εἰ συνῄδειν
5αὐτῷ μέλλοντι τυραννήσειν, οὐκ ἂν αὐτὸν ἀπέκτεινα, ὅτε πρὸς ἔργον ἦλθεν ἡ βούλησις· καὶ ταῦτα μέν ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· μεμέρισται δὲ καὶ πρὸς τοῦ‐ το ἡ τῆς αἰτίας μετάθεσις· ὁ μὲν γὰρ φήσει, ὅτι τὴν λύσιν ᾐτησάμην τοῦ ἀδελφοῦ τῆς συγγενείας καὶ τῆς
10φύσεως εἰς τοῦτο προκαλουμένης, ὁ δὲ κατήγορος λύ‐ σει τὰ τοῦ φεύγοντος ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὅτι διὰ τοῦτο ἀπέκτεινας τὸν ἀδελφὸν, γνοὺς ὅτι ἀσθενές τι πέ‐ φυκεν ἡ τυραννὶς, καὶ δέος τοῦ μὴ παθεῖν τὰ παρα‐ πλήσια λαβὼν ἀνῄρηκας ἐκεῖνον τὴν ὑποψίαν τοῦ πρά‐
15γματος ἀποτριβόμενος· καὶ οὕτως εὑρίσκεται τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους· διὸ καί τινες ἀσύστατον τὸ τοιοῦτον ἀπεφήναντο λέγοντες αὐτὸ ἐξισάζειν, καθὸ ἀμφότεροι τῷ κεφαλαίῳ χρῶνται· ἀλλ’ οὐκ ἀληθὲς τὸ τοιοῦτον· οὔτε γὰρ ἐκ τῶν αὐτῶν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐν
20ἑκατέρῳ προέρχεται, οὔτε τοῖς ἀλλήλων περιπίπτουσι λόγοις.
22nἩ ἀντίληψις οὐκ ἀεὶ ἐμπίπτει· ἀλλ’ ἐὰν μὲν ἀφ’ ὧν αὐτὸς πε‐
23nποίηκε κρίνηταί τις, πάντως ἐμπεσεῖται καὶ ἡ ἀντίληψις· ἐὰν δὲ ἀφ’
24nὧν ἄλλοι, οὐκ ἔτι· ἔστι δὲ τοιοῦτον· οἷον ὅτι ἔξεστι καὶ οὐ κεκώ‐
25nλυται· παράδειγμα αὐτοῦ, νέος πλούσιος πάντας τοὺς ἀποκηρύκτους
26nτρέφει, καὶ τυραννίδος ἐπιθέσεως φεύγει· ἐρεῖ γὰρ ὅτι ἔξεστι
27nτρέφειν οὓς βούλεταί τις.
28 Συριανοῦ. Ἡ ἀντίληψις ὠνόμασται μὲν ἀπὸ με‐ ταφορᾶς τῶν ὑπὸ ῥεύματος μὲν παραφερομένων, ξύλου
30δὲ ἢ λίθου ἀντιλαμβανομένων, καὶ τὴν σωτηρίαν διὰ369

4

.

370

τούτου ποριζομένων· καὶ γὰρ ὁ φεύγων ὥσπερ ἐν κλύ‐ δωνι τῷ δικαστηρίῳ κινδυνεύων λαμβάνεται τῆς ἀντι‐ λήψεως· ἔστι δὲ οὐ τῶν ἀεὶ ἐμπιπτόντων τὸ κεφάλαιον· τῶν γὰρ πραγμάτων ὄντων, ἢ ἃ αὐτοὶ ἐποιήσαμεν, ἢ
5ἃ ἄλλοι ἐποίησαν, καὶ τούτων διχῶς ἐξεταζομένων, καὶ ἢ ἄντικρυς εἰς ἡμᾶς ἀναφερομένων ἢ ἐξ ὑποψίας, ὅταν ᾖ τὰ πράγματα ἅπερ αὐτοὶ ἐποιήσαμεν, ἢ κατὰ φύσιν, ἢ κατὰ νόμον, ἢ κατὰ τέχνην, ἢ κατὰ ἔθος, τότε μό‐ νον ἐμπίπτει. κατὰ νόμον μὲν, ὡς ὁ θάπτων τὸ νεο‐
10σφαγὲς σῶμα· ἐρεῖ γὰρ, ὅτι νόμῳ κελεύοντι μὴ περιο‐ ρᾷν ἀτάφους τοὺς οἰχομένους ἐπειθόμην· κατὰ φύσιν δὲ, ὡς ὁ νέος πλούσιος ὁ δακρύων εἰς τὴν ἀκρόπολιν ἀφορῶν. ἐρεῖ γὰρ φύσιν ἀνθρώποις δάκρυα χορηγεῖν· κατὰ τέχνην δὲ, ὡς ὁ γράφων Δημοσθένης ὑπὲρ ἱερο‐
15συλίας λόγον, ἐρεῖ γὰρ, ὡς ἐξουσίαν αὐτῷ δέδωκεν ἡ τέχνη μελετᾷν, ἃ δὴ καὶ βούλοιτο, κατ’ ἔθος δὲ, ὡς ὁ τρέφων τοὺς ἀποκηρύκτους πλούσιος· ἐρεῖ γὰρ ἔθος εἶναι τοῖς εὐποροῦσι πολλοὺς ἀεὶ τῶν πενομένων διατρέφειν· ὅτ’ ἂν δὲ τὸ ὑφ’ ἡμῶν πεπραγμένον μὴ καθ’ ἕνα
20τῶν τεσσάρων ἐμπίπτῃ τρόπων, οὐ παραληψόμεθα τὴν ἀντίληψιν ἐν ἐκείνῳ τῷ ζητήματι· πολλὰ γὰρ καὶ τῶν ὑφ’ ἡμῶν πραττομένων ὑπεύθυνά ἐστιν, ὡς ὑπ’ ἐκείνου· νέος πλούσιος ἐξ ἀστυγείτονος πόλεως ἔγημε τυράννου θυγατέρα καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· οὐ γὰρ
25ἀνεύθυνον τὸ γῆμαι τυράννου θυγατέρα τὸν ἐν δημο‐ κρατείᾳ πολιτευόμενον· δῆλον οὖν, ὅτι καὶ τὰ τεκμήρια ἐν πολλοῖς τῶν στοχαστικῶν προβλημάτων ἐστὶν ὑπεύθυνα,
οὐ μέντοι ἐκεῖνα τὰ κρινόμενά ἐστιν, ἀλλ’ ἕτερον δι’370

4

.

371

αὐτῶν· γνωσόμεθα δὲ εἰ ἐμπίπτει τῷ ζητήματι ἀν‐ τίληψις καὶ οὕτως· ὅταν μὲν γὰρ ἕπηται τὸ κρινό‐ μενον τῷ τεκμηρίῳ, ἐκλείπει ἡ ἀντίληψις· ὡς ἐπὶ Περι‐ κλέους τοῦ κρινομένου διὰ τὰς πανοπλίας· ἕπεται γὰρ
5τῷ βουλομένῳ τυραννεῖν ἡ τῶν τοσούτων παρασκευὴ πανοπλιῶν· ὅταν δὲ τῷ κρινομένῳ τὸ τεκμήριον μὴ ἀκολουθῇ, ἐμπεσεῖται πάντως ἀντίληψις, ὡς ἐπὶ τοῦ παρεστῶτος τῷ νεοσφαγεῖ· οὐ γὰρ παρέπεται τῷ φονεύσαντι τὸ παρεστάναι τῷ τεθνηκότι· διαφέ‐
10ρει δὲ τὸ κεφάλαιον ἡ ἀντίληψις τῆς στάσεως, κοινὴν ἔχον τὴν ὀνομασίαν, ὅτι ἡ μὲν στάσις ἐστὶ, τὸ δὲ κε‐ φάλαιον, ὅνπερ τρόπον καὶ τὸ μέρος τοῦ ὅλου δι‐ ενήνοχεν· καὶ ὅτι ἡ μὲν νόμον ἔχει τῷ πεπραγμένῳ συναγορεύοντα, τὸ δὲ νόμον ἔχει τῷ τεκμηρίῳ, ὅνπερ ὁ
15φεύγων προβάλλεται συναγωνιζόμενον· καὶ ὅτι ἡ μὲν στάσις ἡ ἀντίληψις τὴν ἐξουσίαν ἔχει πρὸς αὐτὸ τὸ ἔγκλημα· τὸ δὲ κεφάλαιον πρὸς τὸ σημεῖον· ἔξεστί μοι θάπτειν, διὸ καὶ ἐμπίπτει ἐν στοχασμῷ· ἔτι ἡ μὲν τέ‐ λεον τὸν ἀγῶνα διὰ τοῦ νόμου σαλεύει, τὸ δὲ παρατρέ‐
20πειν μόνον πειρᾶται τὴν κατηγορίαν· θήσει δὲ τὴν ἀν‐ τίληψιν ὁ φεύγων οὐκ αὐθάδως οὐδὲ ἀναιδῶς, φορτικὸν γὰρ τὸ λέγειν, ὡς ἔξεστί μοι τόδε ἢ τόδε ποιεῖν, ἀλλ’ ἐμμεθόδως καὶ μετά τινος ἐπιεικείας διασκευάσει τὸ ἐξεῖναι· πλατύνεται δὲ ἡ ἀντίληψις ἐκ παραδειγμάτων
25τῶν κατὰ τοὺς τέσσαρας τρόπους τῆς ἀντιλήψεως κι‐ νουμένων· οἷον ὁ ἐπὶ τοῖς δακρύοις εὐθυνόμενος ἐρεῖ
πλείονα κατὰ φύσιν παραδείγματα· ὡς οὐδὲ τὸν γελῶν‐371

4

.

372

τα ἕλκει τις εἰς δικαστήριον, οὐδὲ τὸν τροφῇ χρώμενον ἐν τῷ δέοντι καταδαρθάνοντα· τούτων γὰρ ἕκαστα φύσις ἀνθρώποις ἐπέτρεψε ποιεῖν, ὅπως ἂν ἐῤῥωμέ‐ νων αὐτοῖς τῶν σωμάτων καὶ τοὺς ἀναγκαίους ὑπομένειν
5δύναιντο πόνους· κινήσει δὲ καὶ ἀπὸ ἄλλων τρόπων τῆς ἀντιλήψεως εἰ βούλοιτο παραδείγματα ὁ τὸ κατὰ φύσιν κατασκευάζων νόμου, τέχνης, ἔθους. Σωπάτρου. Καλῶς σφόδρα προσέθηκεν, ὅτι ἡ ἀντίληψις οὐ γίνεται εἰ μὴ ἀφ’ ὧν αὐτός τις ποιήσας
10κρίνεται· οὐδεὶς γὰρ ἑτέρῳ ἐξουσίαν κατασκευάζει, ἀλλ’ ἑαυτῷ· οὐδὲ ἔξεστιν εἰπεῖν ὅτι ἔξεστιν ἐκείνῳ· ὅτ’ ἂν οὖν τὸ ζήτημα ἑτέρου ποιήσαντος ᾖ, οὐ δύναται ἀντίλη‐ ψις ἐμπεσεῖσθαι, ἀντιλήψεως δὲ μὴ ἐμπεσούσης, οὐδ’ ἂν μετάληψις γίνεται, ἡ γὰρ μετάληψις λύσις ἐστὶ τῆς
15ἀντιλήψεως· εἴρηται δὲ ἀντίληψις ἀπὸ τοῦ τὸν φεύ‐ γοντα τῆς ἐξουσίας ἀντιλαμβάνεσθαι· ἰστέον δὲ ὡς οὐ‐ δὲ ἐν οἷς ἀφ’ ὧν τις πεποίηκε κρίνεται ἀεὶ ἐμπίπτει καὶ πάντως ἡ ἀντίληψις, ἀλλ’ ὅτ’ ἂν ἢ μεμισημένον ᾖ τὸ πραχθὲν ὑπ’ αὐτοῦ ἢ ἀκόλουθον τῷ ἐγκλήματι οὐδα‐
20μῶς· μεμισημένον μὲν, οἷον ὥσπερ ὁ Κύλων ὁ γαμήσας τὴν Θεαγένους θυγατέρα τοῦ Μεγαρέων τυράννου, καὶ διὰ τοῦτο κρινόμενος παρ’ Ἀθηναίοις τυραννίδος ἐπι‐ θέσεως· οὐ δύναται γὰρ εἰπεῖν ἐξῆν μοι· μεμίσηται γὰρ τὸ τυράννου θυγατέρα γαμεῖν ἐν δημοκρατείᾳ· ἀκόλου‐
25θον δὲ τῷ ἐγκλήματι, ὡς ἐπὶ Περικλέους οὗ τῆς οἰκίας κεραυνωθείσης εὕρηνται χίλιαι πανοπλίαι· οὐ δύναται
γὰρ εἰπεῖν ἐξῆν μοι ἔχειν ὅπλα· εἰκότως δὲ τοῦτο τὸ372

4

.

373

κεφάλαιον μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους παραλαμ‐ βάνεται, καὶ ἔστιν ἀεὶ τοῦ φεύγοντος· τοῦ γὰρ κατη‐ γόρου χρωμένου τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, κἀκεῖθεν πειρωμένου δεικνύναι τῇ κατηγορίᾳ ὑπεύθυνον τὸν φεύ‐
5γοντα, ὁ φεύγων πρὸς τοῦτο ἀπολογούμενος τῇ ἀντι‐ λήψει χρῆται λέγων ἐξεῖναι αὐτῷ τοῦτο ποιεῖν ἢ ἐκ νόμου, ἢ ἐκ φύσεως, ἢ ἐκ τέχνης, ἢ ἐκ τοῦ μὴ κεκω‐ λύσθαι, ὅ τινες ἔθος ὠνόμασαν· σχεδὸν γὰρ ἀπὸ τῶν αὐτῶν, ἀφ’ ὧν καὶ ἡ ἀντίληψις ἡ στάσις λαμβάνεται·
10διαφέρει γε μὴν ἀλλήλων ἡ στάσις, φημὶ ἡ ἀντίληψις καὶ τὸ κεφάλαιον, καθὸ ἡ μὲν στάσις πρὸς τὸ ἐπιφε‐ ρόμενον ἔγκλημα γίνεται· τὸ μέν τοι κεφάλαιον τὸ ἐν στοχασμῷ πρὸς τὸ σημεῖον λαμβάνεται· ὅθεν ἐλέγομεν τὸν στοχασμὸν ἔλεγχον ἀδήλου πράγματος οὐσιωδῶς ἀπό
15τινος φανεροῦ σημείου κατασκευαζόμενον καὶ προσετίθε‐ μεν ὅτι ἀνεύθυνον· δεῖ μέντοι εἰδέναι, ὡς ἡ ἀντίληψις ἀεὶ μεταλήψει λύεται· καὶ ἀνάπαλιν ἡ μετάληψις ἀν‐ τιλήψει, ὥσπερ ἐπὶ τοῦ στρατηγοῦ τοῦ καθελόντος τὸ τεῖχος· λέγοντος γὰρ τοῦ κατηγόρου, ὅτι οὐκ ἔδει τοιού‐
20τῳ τρόπῳ τὴν πόλιν εὐεργετῆσαι, ὁ στρατηγὸς ἀντιλήψει χρησάμενός φησιν· ἀλλ’ ἐξῆν μοι στρατηγῷ ὄντι οἵῳ ἐνόμιζον τρόπῳ δύνασθαι τὴν πόλιν εὐεργετῆσαι· γίνε‐ ται δὲ ἀντιλήψεως ἀνασκευὴ κατὰ ἔνστασιν καὶ ἀντιπα‐ ράστασιν, ὡς ὁ τεχνικός φησιν, ἡ τάξις τούτων τοῖς
25πράγμασιν ἀκολουθεῖ· εἰ μὲν γὰρ δόξειεν ἀναιδὲς εἶ‐ ναι τῇ ἐνστάσει χρήσασθαι, τὴν ἀντιπαράστασιν πρώ‐ την εἰσακτέον· εἰ δὲ μὴ οὕτως ἔχει, χρησόμεθα πρώτῃ μὲν τῇ ἐνστάσει, δευτέρᾳ δὲ τῇ ἀντιλήψει. Μαρκελλίνου. Μινουκιανὸς τὴν μετάθεσιν τῆς
30αἰτίας προέταξε τῆς ἀντιλήψεως πιθανὸν λόγον ὑπὲρ
τούτου διδούς· λέγει γὰρ ὅτι τὸ πρῶτον ἀντιλήψει χρή‐373

4

.

374

σασθαι τὸν κρινόμενον ἀναίσχυντόν ἐστιν, ἀλλὰ δεῖ κατ’ ὀλίγον ἐθίσαι τὸν δικαστὴν πρὸς τὸ τῆς ἀντιλήψεως φρόνημα· ἰστέον δὲ, ὅτι χρώμεθα πρώτῃ τῇ μεταθέσει τῆς αἰτίας, ὅτ’ ἂν τὸν φεύγοντα μελετῶμεν τῆς οἰ‐
5κονομίας ἕνεκεν· βαρὺ γὰρ τὸ τῆς ἐξουσίας καὶ τυραννι‐ κὸν, εἰ καὶ πρῶτον τῇ τάξει κατὰ τὸν Ἑρμογένη, μετριώ‐ τερον δὲ τὸ τῆς μεταθέσεως· ὅτ’ ἂν μέντοι τὸν κατή‐ γορον μελετῶμεν, πρώτην τάττομεν τὴν ἀντίληψιν, ἵνα βαρήσωμεν τὸν φεύγοντα ὡς τυραννικῶς αὐτὴν προβαλ‐
10λόμενον· ἔστι δὲ ἡ ἀντίληψις πρὸς τὸ σημεῖον καὶ τὸ πεπραγμένον αὐτὸ οὐ πρὸς τὸ ἔγκλημα· εἰ γὰρ ἐξῆν ὅλως τὸ ἐγκαλούμενον, οὐδὲ ζήτησις ἦν· εἰ δέ τις λέγοι, πῶς οὖν εἴπερ ἔξεστι κρίνοις, λέγομεν ὅτι πρὸς τὸ ἀνεύ‐ θυνόν ἐστιν ἡ ἀντίληψις οὐ πρὸς τὸ ἔγκλημα· μόνον δὲ
15τότε εὑρίσκεται τὸ ἀντιληπτικὸν, ὅτ’ ἂν ἀφ’ ὧν αὐτός τις πεποίηκε κρίνηται· γελοῖον γὰρ εἰ ὑπὲρ ὧν ἄλλοι ἔπραξαν ἀπολογεῖσθαι σπουδάσομεν· μόνον γὰρ ἑαυτοὺς ἐξαιρεῖσθαι τῆς αἰτίας ἀγωνιζόμεθα· ἐνταῦθα δὲ ζη‐ τοῦσί τινες, εἰ ὁ φεύγων πρὸς τὸ ἀνεύθυνον καὶ τὸ ση‐
20μεῖον κέχρηται τῇ ἀντιλήψει, λέγων ὃ πέπραχεν ἀνεύθυ‐ νον εἶναι καὶ ἐξεῖναι, πῶς ἐν τῷ κατασκευαζομένῳ τὸ αὐτὸ σημεῖον εὑρίσκεται καὶ ἔγκλημα; πρὸς ὅ φαμεν, ὅτι τούτου μόνου τοῦ εἴδους ἴδιον τοῦτο, οὐ μὴν πάντα, οὐδὲ ὁ τοιοῦτος στοχασμὸς τὰ σημεῖα τὰ αὐτὰ καὶ ἐγ‐
25κλήματα ἔχει, ἀλλὰ μόνον τὸ προσεχέστερον ἔχει ὑπεύ‐ θυνον, τὰ δὲ ἄλλα ἀνεύθυνα. Οἷον ὅτι ἔξεστι· τοῦ ἀντιληπτικοῦ τὸ ἴδιον ἡμᾶς ἐδίδαξεν· ἔστι γὰρ ἡ ἐξουσία· τριχῶς δὲ τὸ ἔξεστι κατασκευάζομεν, ἢ ἀπὸ νόμου, ἢ ἀπὸ φύσεως, ἢ ἀπὸ ἔθους· ἢ ὅτ’ ἂν ἐπιλίπῃ νόμος. ἐκ
30τῆς τοῦ ἐναντίου ἀντιφάσεως, τοῦτον γὰρ ἡμᾶς τὸν ἐκ τῆς ἀντιφάσεως τρόπον διδάσκει, δηλῶν ὡς ἐὰν μὴ
ἔχωμεν νόμον ἢ τὰ ἄλλα, τὴν φύσιν φαμὲν καὶ τὸ374

4

.

375

ἔθος, ἐκ τοῦ μὴ κεκωλύσθαι νόμῳ τὴν ἐξουσίαν προ‐ βαλούμεθα· ἥξομεν οὖν, ὅτε ῥητὸν οὐ πρόσεστιν, ἐπὶ ἑτέ‐ ραν ὡς εἴπωμεν μέθοδον, ἥ ἐστιν ἐκ τῆς τοῦ ἐναντίου ἀντιφάσεως, ἥτις τὸ μὴ κεκωλύσθαι ποιεῖν τὸ ἐγκαλού‐
5μενον συνίστησιν, ἐφ’ ἧς καὶ νόμον ἡμεῖς παρασχέσθαι τὸν ἀντίδικον ἀξιώσομεν λέγοντες, ὅτι ἐξῆν τρέφειν τοὺς ἀποκηρύκτους καὶ οὐδεὶς κωλύει νόμος· ἐπειδὴ γὰρ οὐκ ἔχει νόμον τὸν ἐπιτρέποντα τρέφειν τοὺς ἀποκηρύκτους, τὸ μὴ κεκωλύσθαι νόμον ποιεῖται ὁ φεύγων ἐκ τῆς τοῦ
10ἐναντίου ἀντιφάσεως· καὶ ἀπαιτήσομεν τὸν κατήγορον δεῖξαι νόμον κωλύοντα· βίαιον δέ πως δοκεῖ τὸ τοιοῦτον, ὃ καὶ Θουκυδίδης ἐκ τοῦ ἐναντίου πεποίηκεν ἐπὶ τῶν Κερκυραίων· οὐκ ἔχων γὰρ δεῖξαι τὸ τῆς φιλίας εὔλογον εἰς συμμαχίαν, τῷ ἐκ τοῦ ἐναντίου ἐχρήσατο· ἡμᾶς μὲν
15γὰρ οὐκ ἐχθροὺς ὄντας ἀπώσεσθε, καὶ οὐκ εἶπεν φίλους· καὶ ὁ Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος· λέγοντος γὰρ τοῦ Ἀνδροτίωνος δοῦναι δέ γε οὐδαμοῦ κωλύει τὸν νόμον, τῷ μεταληπτικῷ ἔλυσεν ὅτι οὐκ ἔξεστιν· ἐκ δὲ τῆς ἀντι‐ φάσεως ὁμοίως συνελογίσατο· ὅπου δὲ αἰτεῖν οὐκ ἐῶ, πῶς οὐ
20σφόδρα δοῦναί γε κωλύει· ὅταν δέ τις φαίνηται δι’ ἀνάγκην ποιήσας, τηνικαῦτα εἰώθαμεν ἐπὶ τὴν μετάστασιν χω‐ ρεῖν· ἔφυγε Θεμιστοκλῆς καλούμενος ὑπ’ Ἀθηναίων εἰς κρίσιν, καὶ κατηγορεῖται ἐπὶ τούτοις· ἐρεῖ γὰρ τοὺς Λακεδαιμονίους αἰτίους, τῆς κατηγορίας οὔσης διὰ τί
25ἔφυγεν· ἔστι δ’ ὅτε καὶ εἰς ἀντέγκλημα καταφεύγομεν, ὡς ἐπὶ τούτου· στρατηγὸς ἐδέδετο παρὰ τῷ συστρατήγῳ ἐπὶ προδοσίᾳ· ἀνεῖλεν αὐτὸν ὡς ἐπὶ τῇ γυναικὶ καταλα‐ βὼν καὶ κρίνεται συνειδότος· ἐρεῖ γὰρ ἄξιον εἶναι, ὧν πέπονθε μοιχὸν ὄντα· ἐρεῖ δέ τις· οὐκοῦν ἀντέγκλημα
30ἢ ἄλλο τι ἡ στάσις εὑρίσκεται, οὐκέτι στοχασμός· ἀλλὰ λέγομεν, ὅτι οὐχ αἱ ζητήσεις αἱ ἐμπίπτουσαι μερικαὶ τὴν
στάσιν χαρακτηρίζουσιν, ἀλλ’ αὐτὸ τὸ κυριώτατον, περὶ375

4

.

376

ὃ συνίσταται ἡ ζήτησις χαρακτηρίζει τὴν στάσιν, λέγω δὴ ἐν στοχασμῷ ἡ περὶ τῆς οὐσίας ζήτησις· τὰ δὲ ἐμ‐ πίπτοντα πάντα εἰς ἀπόδειξιν ἐκείνου παραλαμβάνεται· χρὴ τοίνυν χαρακτηρίζειν καὶ κεφάλαιον καὶ στάσιν,
5οὐκ ἀπὸ τῶν πρός τι μέρος κατασκευάζων, ἀλλ’ ἐκ τῆς ὅλης συγκεφαλαιώσεως· ἐπεὶ καὶ ποιότητα ἐξετάζομεν ἐν βουλήσει καὶ δυνάμει, ἀλλ’ οὐ ταῦτά ἐστι τὸ ζήτημα· οὐ γὰρ εἰ ἐδύνατο προηγουμένως ζητοῦμεν, ἀλλ’ εἰ ἔσται ἡ τυραννὶς, καὶ εἰ τὸν φόνον ὁ δεῖνα ἔδρασεν· ὅτ’ ἂν
10δὲ ἐφ’ οἷς ἄλλος πεποίηκε κρίνηταί τις, οὐκ ἐμπίπτει τὸ ἀντιληπτικόν· ἀλλ’ ὅτ’ ἂν μόνον ἐφ’ οἷς αὐτός τις ἔπραξε, καὶ οὐδ’ ἐν τούτοις ἀεί· ἀλλ’ ὅτ’ ἂν τὰ πε‐ πραγμένα μὴ μόνον ὡς σημεῖα τυγχάνῃ· ἀλλὰ καὶ ἐπ’ αὐτοῖς δυνατὸν εἴη συστῆναι τὴν κρίσιν, ἤν τις βούλη‐
15ται κατηγορεῖν· ἐπειδὴ γὰρ δεῖ μήτε τὰ πάνυ ἐναντία κατασκευάζειν, ὡς εἴ τις λέγοι ἐν ἡμέρᾳ ὅτι νύξ ἐστιν, μήτε τὰ ὡμολογημένα πάντη, ὡς εἴ τις κατασκευάζοι ἐν ἡμέρᾳ, ὅτι ὁ ἥλιος φαίνει, διὰ ταύτην τὴν αἰτίαν οὐδὲ ἐπειδὰν ἀνεύθυνον ᾖ πάντη τὸ σημεῖον κατασκευάσο‐
20μεν τὴν ἀντίληψιν, ὡμολόγηται γὰρ ὅτι ἔξεστιν· οὐδὲ ἐπειδὰν φανερῶς ἔγκλημα ᾖ τὸ πεπραγμένον, οἷον φό‐ νος ἤ τι τοιοῦτον· ἐναντίον γὰρ πάλιν τοῦτο· ἀλλ’ ὅτ’ ἂν μήτε ὡμολογημένον ἔγκλημα ᾖ, μήτε πάντη ἀνεύθυ‐ νον, ἀλλὰ καὶ ἐπ’ αὐτὸ δύναται συστῆναι κρίσις, ζη‐
25τούντων ἡμῶν πότερον ἔγκλημα τοῦτο ἢ οὔ· τηνικαῦτα δὲ διατεινόμεθα τῇ ἐξουσίᾳ τὸ ἐπιφερόμενον ἐκβάλλον‐ τες· ὡς ἐπὶ τοῦ τρέφοντος τοὺς ἀποκηρύκτους, ὅταν μὴ ὁμολογούμενον ᾖ, μήτε πάντη ἀνεύθυνον, ὡς εἰρήκαμεν· δύνῃ γὰρ καὶ αὐτὸ τοῦτο κατηγορεῖν, ὅτι ἀδικεῖς, εἰς
30τὴν οἰκίαν ἀναλαμβάνων ἀνθρώπους πονηροὺς, περι‐
έργους, ἀνοσίους περὶ τοὺς φύσαντας, ἀχαρίστους,376

4

.

377

μεμισημένους ὑπὸ τῶν νόμων· καταλύσεις ἐπὶ τοῦτο τοὺς νόμους, ἀντιψηφίσῃ τοῖς δικάζουσιν, κἄν τις ἀμείψας τὴν κρίσιν ἄλλως ὁρίζηται, λέγω δὴ δημοσίων ἀδικημά‐ των, αὐτὸ καθ’ αὑτὸ στάσιν ἑτέραν ποιεῖ· ἐπειδὴ δὲ αἱ
5πρὸς τὰς ἀντιλήψεις ἀπαντήσεις μεταληπτικαί εἰσιν, ὁ μὲν ἀπολογήσηται λέγων ἐξεῖναι τρέφειν οὓς βούλεταί τις· ὁ δὲ τῇ μεταλήψει, οὐχ ἁπλῶς φησιν ἕκαστον κύ‐ ριον εἶναι τῆς ἑαυτοῦ οὐσίας, οὐδὲ οὓς βούλεται τρέφειν· οὐ γὰρ τοὺς προσκατεγνωσμένους οὐδὲ τοὺς ὑπευθύνους.
10nἩ μετάληψις ἀεὶ ἐναντία ἐστὶ τῇ ἀντιλήψει, οὐκ ἐν στοχασμῷ μό‐
11nνον, ἀλλ’ ὅλως ἔνθα ἂν εὑρίσκηται· καὶ ἐὰν τὸ ἕτερον μέρος τῶν
12nἀντιδίκων ὁποτέρῳ οὖν τούτων χρήσηται, τῇ ἀντιλήψει λέγω ἢ τῇ
13nμεταλήψει, τῷ ἑτέρῳ πάντως τὸ ἕτερον χρήσεται· γίνεται δὲ ἡ με‐
14nτάληψις κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν· καὶ ἡ μὲν ἔνστασις
15nβίαιόν τί ἐστι· φήσει γὰρ μηδὲ ἐξεῖναι, ἡ δὲ ἀντιπαράστασις κατα‐
16nσκευάζει, ὅτι εἰ καὶ ἔξεστιν, ἀλλ’ οὐχ οὕτως, οὐδὲ ἐπὶ τούτοις·
17nοἷον μειράκιον καλλωπιζόμενον φεύγει πορνείας· καὶ βιάσεται ὁ
18nδιώκων μὴ ἐξεῖναι καλλωπίζεσθαι ἀνδράσιν· εἶτα ὅτι εἰ καὶ
19nἔξεστιν οὐχ οὕτως οὐδ’ ἐπὶ τοιούτοις, ποτέρῳ δὲ πρότερον χρη‐
20nστέον, τῇ ἐνστάσει ἢ τῇ ἀντιπαραστάσει, οὐ ῥᾴδιον εἰπεῖν· ἄλλοτε
21nγὰρ ἄλλην διὰ τὰς φύσεις τῶν πραγμάτων λαμβάνει τάξιν· δεῖ δὲ
22nὁρᾷν μὴ σφόδρα ἀναιδὲς ἔν τισιν ᾖ τὸ ἐξ ἀρχῆς φάσκειν μὴ ἐξεῖναι·
23nδεύτερον δὲ τιθέμενον μᾶλλον ἰσχύειν δύναται· καὶ ὡς ἂν ἡ
24nχρεία μᾶλλον ἀπαιτῇ μεθοδεύειν.
25 Σωπάτρου. Ἀκολουθεῖ ἐξ ἀνάγκης τῇ ἀντιλήψει ἡ μετάληψις· ἥτις ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ τὸν
κατήγορον συγχωροῦντα κατά τι τῇ παρὰ τοῦ φεύγον‐377

4

.

378

τος προβαλλομένῃ ἐξουσίᾳ, μεταλαμβάνειν ἕν τι τῶν περιστατικῶν μορίων, τόπον, ἢ χρόνον, ἢ πρόσωπον, ἤ τι τῶν λοιπῶν· διαιρεῖται δὲ ἡ μετάληψις εἰς ἔν‐ στασιν καὶ ἀντιπαράστασιν· ἔνστασιν μὲν, οἷον ὅτι οὐδ’
5ὅλως ἐξῆν σοι τόδε ποιεῖν· ἀντιπαράστασιν δὲ, οἷον ὅτι, εἰ καὶ ἐξῆν, ἀλλ’ οὐχὶ τόνδε τὸν τρόπον· οἷον ὡς ἐπὶ τοῦ πλουσίου τοῦ τρέφοντος τοὺς ἀποκηρύκτους· ὅτι μά‐ λιστα μὲν οὐ δίκαιον τοὺς ἀπὸ τῶν πατέρων διὰ μοχθη‐ ρίαν ἀποκηρυχθέντας, ὥσπερ τοὺς ἀγαθόν τι δρῶντας
10ὑποδεχόμενον τρέφειν· εἰ δ’ ἄρα καὶ περὶ ἕνα τῶν ἀτό‐ πων νεανίσκων ἢ δύο τοῦτο ἔπραττεν, ἴσως ἐρεῖν, ἀλλ’ οὐχὶ στρατόπεδον ἀποκηρύκτων εἰς ταὐτὸν ἄγειν, καὶ το‐ σούτους ἀναλαμβάνειν, ὧν τὴν καθ’ ἡμέραν ἀκρασίαν τοῦ βίου οὐδ’ ἡ σύμπασα χώρα φέρειν δυνατή· ἰστέον
15μέντοι, ὡς οὐκ ἀεὶ προτέρᾳ χρησόμεθα τῇ ἐνστάσει, ἀλλ’ ὅτ’ ἂν δοκῇ βιαιοτέρα εἶναι ἡ ἔνστασις, προτέραν τὴν ἀντιπαράστασιν τάξομεν, δευτέραν δὲ τὴν ἔνστασιν· οἷον ὡς ἐπὶ τοῦ δακρύοντος νέου πλουσίου καὶ πρὸς τὴν ἀκρόπολιν ἀφορῶντος· ἐπειδὴ γὰρ τὸ λέγειν, οὐκ ἔξεστί
20σοι δακρύειν, ἀναιδές πως εἶναι δοκεῖ· παρὰ φύσιν γὰρ, τῇ ἀντιπαραστάσει πρῶτον αὐτὸ μεθοδεύσομεν λέ‐ γοντες, ὅτι οὐκ ἐπὶ τυραννίδι σοι τὴν ἐξουσίαν τῶν δα‐ κρύων δέδωκεν ἡ φύσις, οὐκ ἐπ’ ὀλέθρῳ τῶν πολιτῶν, οὐκ ἐπὶ δουλείᾳ τῆς πατρίδος καὶ τὰ τοιαῦτα· ἄλλως τε
25δὲ οὐδὲ δακρύειν ἐξῆν, ὦ χρηστὲ, μάτην· οἱ γὰρ ὁρῶν‐ τες ἀπάνθρωπον περὶ τοὺς εὐποροῦντας εἶναι τοῦ δή‐
μου ὑπελάμβανον· καὶ σκαιότητος αὑτῷ προσετρίβου378

4

.

379

δόξαν· καὶ δακρύων πλῆθος εἰκῆ καταῤῥέον ἠδίκει πο‐ λίτας οὐδ’ ὁτιοῦν εἰς πλῆθος παρανομοῦντας. Καὶ ἐὰν τὸ ἕτερον μέρος τῶν ἀντιδίκων· Ἔπταισεν ὁ τεχνικὸς τοῦτο εἰπών· οὐδέ ποτε γὰρ οὔτε ὁ
5κατήγορος ἀντιλήψει οὔτε ὁ φεύγων χρήσεται μετα‐ λήψει· ἀλλ’ ἴσως ἐρεῖ τις, ὡς οὐκ ἐν στοχασμῷ τοῦτό φησιν, ἀλλ’ ἐν ταῖς ἄλλαις οἰκονομίαις καὶ ἐργασίαις τῶν λόγων ἀναμεμέρισται ταῦτα τῷ φεύγοντι καὶ τῷ κατηγόρῳ· καὶ τοῦτο δῆλον ἀφ’ ὧν εἴρηκεν, ἀλλ’ ὅμως
10ἔνθα ἂν εὑρίσκηται. Μαρκελλίνου. Ἡ ἐνστασίς ἐστι κατὰ ἀνατρο‐ πὴν, ἡ ἀντιπαράστασις κατὰ μέθοδον· κατὰ μὲν ἀνατρο‐ πὴν, ὅτ’ ἂν ἄντικρυς αὐτὰ τίθεμεν ἃ ἀνατρέπομεν, κα‐ τὰ μέθοδον δὲ, ὅτ’ ἂν μὴ ἔχοντες προηγουμένως θεῖναι,
15πόῤῥωθεν αὐτὴν ἐπιστήμῃ τινὶ μεθοδεύσωμεν· εἰ μὲν οὖν τῇ ἐνστάσει πρῶτον ἔχοιμεν χρῆσθαι, ὅτι οὐκ ἔξεστι, τὴν ἀντιπαράστασιν κατὰ περιουσίαν εἰσάγομεν· ὅτι πρὸς τὸ μὴ ἐξεῖναι, οὐ δὲ οὕτως ἔδει, ἵνα καὶ ἡ εἰ‐ σαγωγὴ εὔλογον ἔχῃ χώραν· ἐὰν δὲ τῇ ἀντιπαραστάσει
20πρῶτον ἔχοιμεν χρήσασθαι κατὰ αὔξησιν ποιησόμεθα τὴν εἰσαγωγὴν τῆς ἐνστάσεως, ὅτι οὐδὲ ἔξεστιν ἀπὸ τῶν μικροτέρων χωροῦντες ἐπὶ τὰ μείζονα. Μειράκιον καλλωπιζόμενον· Ἡ μὲν ἔνστασις ἐνταῦθα βίαιος· βιάζεται γὰρ οὐδὲ ἐξεῖναι λέγων καλλωπίζεσθαι· γυναι‐
25κῶν γὰρ οὐκ ἀνδρῶν τὸ τοιοῦτον· εἶτα ἡ ἀντιπαράστα‐ σις· ὅτι εἰ καὶ ἔξεστιν, οὐκ ἐπὶ τοιούτοις οὐδὲ οὕτως ἀναισχύντως οὐδὲ ἐπὶ τῷ διαφθείρεσθαι· σημειωτέον δὲ, ὅτι ἐν τῷ Πλαταϊκῷ ὁ Ἰσοκράτης πρώτῃ κέχρηται
τῇ ἀντιπαραστάσει. Καὶ βιάσεται ὁ διώκων· Κα‐379

4

.

380

λῶς εἶπεν ἐπὶ τῆς ἐνστάσεως τὸ βιάσεται· προφανοῦς γὰρ οὔσης τῆς ἐξουσίας ἀνατρέπειν διὰ τῆς ἐνστάσεως ἐπιχειροῦμεν. Οὐδ’ ἐπὶ τοιούτοις· Οὐκ ἐπὶ πορ‐ νείᾳ, οὐκ ἐπὶ τῷ πλείους ἐπαγαγέσθαι τῷ κόσμῳ τοὺς
5καταισχυνεῖν μέλλοντας· τεχνικὸν δὲ τὸ συμπλέκειν καὶ συνεισάγειν τὸ ἔγκλημα τῇ μεταλήψει· ὡς καὶ Δημοσθένης ἐν τῷ παραπρεσβείας πεποίηκεν· τοῦ γὰρ Αἰσχίνου λέ‐ γοντος, ἔξεστι λέγειν ἃ βούλεταί τις, καὶ ὡς οὐ δεῖ λό‐ γων εὐθύνας ὑπέχειν, ἐπάγει τὴν μετάληψιν ὁ ῥήτωρ·
10ἐγὼ δὲ ὅτι πάντες ἂν εἰκότως ὧν λέγουσιν ἐνθύνας ὑπέ‐ χοιεν εἴπερ ἐπ’ ἀργυρίῳ τι λέγοιεν, ἐάσω· ἔγκλημα γὰρ τὸ εἴπερ ἐπ’ ἀργυρίῳ τι λέγοιεν· ἰστέον δὲ, ὡς οὐ μόνον μετάληψις ἀλλὰ καὶ πᾶσα λύσις κατὰ ἔνστασιν καὶ ἀν‐ τιπαράστασιν γίνεται· ἢ γὰρ ἐξ εὐθείας ἐνιστάμεθα τοῖς
15παρὰ τῶν ἀντιδίκων ἀναιροῦντες αὐτὰ φανερῶς· ἢ συγ‐ χωροῦντες εὔλογον εἶναι τὸ λεγόμενον, ἐκ τῶν παρεπο‐ μένων, τουτέστι τῶν περιστατικῶν, ἀνατρέπειν αὐτὸ πει‐ ρώμεθα· παράδειγμα τῆς ἐνστάσεως παρὰ τῷ ῥήτορι· ἀλλὰ νὴ δία αἰσχρὸν ἴσως Ἀνδροτίωνα δεθῆναι ἢ Γλαυ‐
20κέτην ἢ Μελάνωπον· διὰ δὲ τοῦτο καὶ τὰ ὀνόματα παρέ‐ θηκεν ἐκ τῆς τῶν προσώπων ποιότητος, τὴν ἄδειαν τῆς ἐνστάσεως δεχόμενος· διαβεβλημένα γὰρ τὰ πρόσωπα· ἀντιπαραστάσεως δὲ παραδείγματα παρὰ τῷ αὐτῷ νὴ Δία, κακοδαιμονοῦσι γὰρ ἄνθρωποι καὶ ὑπερβάλλουσιν
25ἀνοίᾳ· ἀλλὰ δεῖ σῶς αὐτοὺς εἶναι, συμφέρει γὰρ τῇ πό‐ λει· ὅρα γὰρ ὅτι συνδραμὼν τῇ κατὰ Βυζαντίων διαβο‐ λῇ τὸ συμφέρον τῆς πόλεως μεταλαβὼν, ἀνατρέπει δι’ αὐτοῦ τὸ εἰρημένον. Ποτέρῳ δὲ πρότερον χρη‐ στέον. Δυσχερῆ τούτων ἀποφαίνεται τὴν αἰτίαν, ἐπει‐
30δὴ διάφορος τῶν πραγμάτων ἡ φύσις· καὶ δεῖ τὸν
μελετῶντα ῥήτορα ἀκολουθοῦντα ταύτῃ πρὸς αὐτὴν ποι‐380

4

.

381

εῖσθαι τὴν τάξιν· πρὸς γὰρ τὴν ὕλην καὶ τὴν φύσιν τῶν πραγμάτων ἡ τάξις· ὥσπερ οὐκ ἀεὶ τὴν ἔνστασιν δυνατὸν εἶναι πρώτην, οὔτε μὴν τὴν ἀντιπαράστασιν· ὁ Ἰσοκράτης φανερὸν τοῦτο πεποίηκεν ἐν τῷ Πλαταϊκῷ πρώτῃ τῇ
5ἀντιπαραστάσει χρησάμενος, πρῶτον μὲν γάρ φησιν, εἰ καὶ ἡμαρτάνομεν, πείθειν οὐ κατασκάπτειν ἐχρῆν· εἶτα τῇ ἐνστάσει, ὅτι οὐδὲ ἐξῆν ἐπιτάττειν· κατὰ γὰρ τὸ δί‐ καιον καὶ ὑμᾶς Ὀρχομενίοις συντελεῖν ἔδει· δεῖ οὖν εἰ‐ δέναι, ὅτι πρὸς τὴν ὕλην ἡ τάξις· οὐ γὰρ ἡ τέχνη τῶν
10πραγμάτων τὴν ὕλην ποιεῖ· ἀλλ’ ὡς ἂν ἔχοι φύσεως τὰ πράγματα, οὕτω καὶ ἡ τέχνη μεθοδεύειν καὶ ἀκολου‐ θεῖν ἀναγκάζεται, κυβερνήτου δίκην πρὸς τὰ πνεύματα τὴν ναῦν ἰθύνοντος· ὃ δὲ φυλακτέον περὶ τούτων θεώ‐ ρημα μετὰ τὸ εἰρημένον ὑπὸ τοῦ τεχνικοῦ, τοῦτο ἐρῶ·
15δεῖ φυλάττειν, εἰ ὑπαίτιόν ἐστι τὸ σημεῖον καὶ διαβε‐ βλημένον· τότε γὰρ ἔχει χώραν προταχθῆναι ἡ ἔνστασις, ὡς ἐπὶ τοῦ καλλωπιζομένου μειρακίου· εἰ γὰρ καὶ ὑπεύ‐ θυνον τὸ καλλωπίζεσθαι, ἀλλ’ ὅμως αἰσχρὸν καὶ ὑπαί‐ τιον καὶ διαβεβλημένον· ἰστέον δὲ, ὡς ἡ μετάληψις ἀεὶ
20ἐναντίον κεφάλαιόν ἐστι τῇ ἀντιλήψει· οὐκ ἐν στοχασμῷ μόνον, ἀλλ’ ἔνθα ἂν εὑρίσκηται· ἔστι δὲ ἡ μὲν ἀντίλη‐ ψις τοῦ φεύγοντος, ἡ δὲ μετάληψις τοῦ κατηγόρου· ἐρεῖ δέ τις, εἰ ἡ μετάληψις τοῦ κατηγόρου, πῶς ὁ τεχνι‐ κὸς ἀποφαίνεται, ὡς ὁποτέρᾳ αὐτῶν ὁ ἕτερος χρήσεται,
25τῷ ἄλλῳ πάντως ὁ ἕτερος· ἀλλὰ λέγομεν, ὅτι οὐχ ὡς γι‐ νομένης ποτὲ τῆς μεταλήψεως τοῦ φεύγοντος τοῦτο εἶ‐ πεν, ἀλλὰ βουλόμενος δεῖξαι τῶν κεφαλαίων τὸν πόλε‐ μον· τοῦτο οὖν λέγει, ὅτι ἔνθα ἂν ὁ ἕτερος τῶν ἀντιδί‐ κων τῷ οἰκείῳ πρότερος χρήσηται κεφαλαίῳ, ἐνταῦθα
30ἀνάγκη καὶ τὸν ἕτερον τῷ ἐναντίῳ χρήσασθαι· ἐμφαίνει τοίνυν, ὡς ἐὰν πρότερον ὁ κατήγορος τῇ μεταλήψει χρή‐ σηται, ἀντιθήσει τὴν ἀντίληψιν ὁ φεύγων· καὶ πάλιν
τὸ ἐναντίον· ἐὰν πρῶτος χρήσηται τῇ ἀντιλήψει ὁ φεύ‐381

4

.

382

γων, ἀντιτάξει τὴν μετάληψιν ὁ κατήγορος· ἔξεστι δὲ καὶ εἰς τὴν φύσιν τῶν κεφαλαίων ἀπιδόντας μαθεῖν, ὡς ἀπὸ τῶν ἐναντίων ἀλλήλαις ὥρμηνται· τίς οὖν αὐ‐ τῶν ἡ φύσις; ἡ ἀντίληψις ἀεὶ τῆς ἐξουσίας ἀντιλαμβά‐
5νεται, ἡ δὲ μετάληψις ἕν τι τῶν περιστατικῶν μεταλαμ‐ βάνουσα μάχεται· ὅτι εἰ καὶ ἔξεστι, ἀλλ’ οὐχ οὕτως, οὐδὲ ἐπὶ τοιούτοις· οὐκοῦν ἀλλήλοις ἀντιτέτακται· ἰστέον δὲ καὶ τοῦτο, ὅτι μετάληψιν καλεῖ τὸ μεταληπτικὸν κε‐ φάλαιον· καὶ δῆλον ἐκεῖθεν· ἡ γὰρ μετάληψις αὐτὴ κα‐
10τὰ ἔνστασιν οὐ γίνεται· ἀλλότριον γὰρ τοῦτο μεταλή‐ ψεως· καὶ ἀντίληψιν τὸ ἀντιληπτικὸν κεφάλαιον, ἔοικε γοῦν ἡ μὲν ἔνστασις τῇ παραγραφῇ· ὥσπερ γὰρ ἐκείνη φανερῶς παντελῶς ἀναιρεῖ τὸν ἀγῶνα, τὸν αὐτὸν τρό‐ πον καὶ ἡ ἔνστασις ἀναιρετική ἐστιν, ἡ δὲ ἀντιπαράστα‐
15σις ἔοικε τῇ ἀγράφῳ μεταλήψει· μεταλαμβάνει γὰρ καὶ αὕτη ἕν τι τῶν περιστατικῶν ὥσπερ κἀκείνη.
17nἩ μετάθεσις τῆς αἰτίας πρὸς τὸ ἀπ’ ἀρχῆς ἄχρι τέλους γίνεται·
18nἐκεῖνα δὲ ἤτοι ἐν λόγοις ἐστὶν, ἢ ἐν ἔργοις, ἢ ἐν πάθεσι· κἂν
19nμὲν ἐν λόγοις ᾖ, κατὰ ῥητὸν καὶ διάνοιαν ἡ μετάθεσις τῆς αἰτίας
20nεἰσάγεται· οἷον νέος πλούσιος νύκτωρ κωμάσας εἰς τὸ δεσμωτήριον
21nἐβόησε· θαρσεῖτε ὦ δεσμῶται, οὐκ εἰς μακρὰν λυθήσεσθε, καὶ φεύ‐
22nγει τυραννίδος ἐπιθέσεως· ἐνταῦθα γὰρ ὁμολογῶν εἰρηκέναι, τίνι
23nδιανοίᾳ εἶπε σκοπεῖν ἀξιοῖ· ἐὰν δὲ ἐν ἔργοις ᾖ τὰ ἀπ’ ἀρχῆς ἄχρι
24nτέλους, ἡ μετάθεσις τῆς αἰτίας θετικῶς ἐξετάζεται, οἷον πεφώραταί
25nτις ἐπ’ ἐρημίας θάπτων νεοσφαγὲς σῶμα καὶ φεύγει φόνου· θέσιν
26nγὰρ περανεῖ, ἐρεῖ γὰρ ὅτι καλὸν τὸ τοὺς ἀτάφους θάπτειν· ἐὰν δὲ
27nἐν πάθεσι, συγγνωμονικῶς ἡ μετάθεσις τῆς αἰτίας γίνεται· οἷον
28nσυνεχῶς εἰς τὴν ἀκρόπολιν νέος πλούσιος ἀφορῶν δακρύει καὶ φεύ‐
29nγει τυραννίδος ἐπιθέσεως· ἐλεήσας γάρ φησι τυραννουμένους οὕτω
30nδιετέθην· εἰδέναι δὲ δεῖ, ὅτι ταῦτα πάντα ἐν πᾶσι στοχασμοῖς εὑ‐382

4

.

383

(1n)

ρίσκεται· πλεονάζει δὲ ἕκαστον ἐν τῷ οἰκείω· ἔτι ἡ μετάθεσις τῆς
2nαἰτίας, ἂν μὲν ἀφ’ ὧν ἕτεροι πεποιήκασιν, ἡ κρίσις γενήσεται,
3nἔσται καὶ πεπλανημένη καὶ ἐναντία πως ἐν αὐτῇ· οἷον τρισαριστέως
4nεἰκόνα ἔστησαν οἱ πολέμιοι καὶ φεύγει προδοσίας· ἐρεῖ γὰρ θαυμά‐
5nζοντας αὐτὸν ἐκείνους στῆσαι, ἢ προτρέποντας τοὺς παρ’ αὐτοῖς, ἢ
6nἐξιλεουμένους αὐτὸν, ἢ ἄλλως φθόνον κινῆσαι βουλομένους, ταῦτα
7nγὰρ πάντα εἶναι ἀληθῆ οὐ δύναται· διὸ φαμὲν καὶ πεπλανημένα
8nχρώματα δεῖν ἐν τῷ τοιούτῳ στοχασμῷ εὑρίσκεσθαι· ἐὰν δὲ ἀφ’ ὧν
9nαὐτὸς πεποίηκε κρίνηταί τις, ἢ ἕν τι ἐρεῖ, ἢ καὶ πλείονα, ἀλλ’ ἀκό‐
10nλουθά γε ἀλλήλοις· οἷον νύκτωρ τὶς μεταιτῶν λῃστείας φεύγει· ἐρεῖ
11nγὰρ διὰ τοῦτο νύκτωρ, ὅτι αἰσχύνεται, καὶ ὅτι οὐ βούλεται δυσοιώ‐
12nνιστος εἶναι, μεθ’ ἡμέραν προσαιτῶν τοῖς ἐντυγχάνουσι καὶ ὅτι
13nμᾶλλον τηνικαῦτα διδόασιν ἄνθρωποι, ἀνειμένοι ἤδη τῇ γνώμῃ,
14nκαὶ εἴ τι τοιοῦτο· ταῦτα γὰρ πολλὰ ὄντα οὐκ ἐναντιοῦνται
15nἀλλήλοις.
16 Συριανοῦ. Τοῦτο καὶ χρῶμα τῶν τεχνικῶν ἔνιοι καλοῦσιν· ὠνόμασται δὲ οὕτως ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς σώμασι χρωμάτων· ὥσπερ γὰρ ἐκεῖνα διήκει τῶν ὑποκειμένων, διὰ μὲν τῆς χιόνος λευκότης, διὰ δὲ τοῦ
20κόρακος ἡ μελανία, οὕτω καὶ τοῦτο τὴν πᾶσαν τοῦ φεύ‐ γοντος χρώννυσιν ἀπολογίαν· καὶ ἀτεχνῶς ὥσπερ αἱ κομ‐ μώτριαι τὰ δύσμορφα πρόσωπα κόσμοις ἐπιθέτοις κα‐ λύπτουσιν, οὕτως ὁ φεύγων τὸ δυσειδὲς τῶν ὑπὸ τῆς κακίας τετολμημένων ἐπιπλάστῳ καλύπτει χρώματι, κα‐
25θαρόν τε καὶ ἀκηλίδωτον τὸ ἀκάθαρτον καὶ μεμο‐ λυσμένον ἐπιδεικνύναι σπουδάζει· τοῦτο δὲ διὰ πάσης μὲν τιθέναι προσήκει τῆς ἀπολογίας ἰσχυρότατον ὂν, κε‐ φαλαιωδῶς μέντοι· τὴν δὲ πλατυτέραν αὐτοῦ κατα‐
σκευὴν ἐν τούτῳ χρὴ φυλάττειν τῷ τόπῳ· μετάθεσις383

4

.

384

δὲ αἰτίας καλεῖται, διότι τὸ ἐπιφερόμενον ἔγκλημα ἐπί τι ἀνεύθυνον ἢ ἐπαίνου ἄξιον μετάγειν πειρᾶται ὁ φεύγων διὰ τοῦ κεφαλαίου τούτου· τὸ δὲ πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους εἰπεῖν γίνεσθαι τὴν μετάθεσιν τῆς αἰτίας
5ἀντὶ ὡς ἔχει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους εἴρηται· ὡς γὰρ ἂν ἐκεῖνα ἔχῃ, οὕτω καὶ ταῦτα πρόεισιν· αὐτὰ γὰρ τὴν πλάσιν καὶ διατύπωσιν τῇ μεταθέσει τῆς αἰτίας δίδωσιν, ἐν λόγοις ὄντα ἢ ἐν ἔργοις, ἢ ἐν πάθεσιν· λαμβάνεται δὲ τὰ χρώματα ἢ ἀπὸ τοῦ ὁμοίου ἢ ἀπὸ τοῦ ἐναντίου· ἀπὸ
10μὲν τοῦ ὁμοίου ὡς ἐπ’ ἐκείνου, πεφώραταί τις ἐν ἐρη‐ μίᾳ ξίφος ᾑμαγμένον κατέχων καὶ κρίνεται φόνου· ἐρεῖ γὰρ ὡς θηρίον ἀνελὼν ᾕμαξα τὸ ξίφος· ἡ οὖν τοῦ αἵματος ὁμοιότης ἐργάζεται τὸ πιθανόν· ἀπὸ δὲ τοῦ ἐναντίου, ὅταν τις ἐπὶ προδοσίᾳ κρινόμενος ἢ τυραννίδι
15φιλόπολίν τε καὶ τοῖς κοινοῖς εὔνουν ἑαυτὸν ἀποδει‐ κνύναι πειρῷτο διὰ τοῦ χρώματος· ὡς ὁ Περικλῆς ὁ τῆς πατρίδος ἕνεκεν παρεσκευακέναι τὰς πανοπλίας ὁμολογῶν· ἔστι δὲ καὶ ἄλλη τεχνικωτέρα τῶν χρωμάτων εὕρεσις τοιάδε· τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἢ ἐν λό‐
20γοις ὄντων ἢ ἐν ἔργοις ἢ ἐν πάθεσι, γνωστέον ὅτι ἐὰν μὲν ἐν λόγοις ᾖ, τὸ χρῶμα κατὰ ῥητὸν καὶ διάνοιαν ἐξετάζεται, ὡς ἐπὶ Ἀλκιβιάδου τοῦ παρελθόντος νύ‐ κτωρ εἰς τὸ δεσμωτήριον καὶ βοήσαντος· τὸ γὰρ εἰρημένον οὐχ οἷός τε ὢν ἀρνεῖσθαι ἐπί τινα εὔλογον
25χωρεῖ διάνοιαν, ἀφ’ ἧς προηνέγκατο τὸν λόγον· ὡς τὸν
δῆμον αἰτεῖν ὑπὲρ τῆς λύσεως τῶν δεσμωτῶν ἐβουλόμην·384

4

.

385

ὅτ’ ἂν δὲ ἐν ἔργοις ᾖ, τὸ χρῶμα κατὰ θέσιν ἔσται, ὡς ἐπὶ τοῦ θάπτοντος ἐν ἐρημίᾳ τὸ νεοσφαγὲς σῶμα· ἐρεῖ γὰρ ὡς ὅσιον ἡγούμην θάπτειν τὸν οἰχόμενον, καὶ διὰ τῶν θετικῶν τόπων κατασκευάσει τὴν περὶ τοὺς
5τεθνεῶτας ὁσίαν ὡς ἀναγκαίαν· καὶ φυλαττομένη μὲν ἀγαθῶν αἰτία ταῖς πόλεσι, περιορωμένη δὲ πανωλε‐ θρίαν ἐπάγει τοῖς ῥᾳθυμοῦσι καὶ τὰ τοιαῦτα, ὅταν δὲ ἐν πάθεσιν ᾖ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους συγγνωμονικὸν ὑπάρξει τὸ χρῶμα, ὡς ἐπὶ τῆς δακρυούσης νύκτωρ γυ‐
10ναικός· ἐρεῖ γὰρ ὡς οἰκτείρουσα τὴν ἀνθρωπίνην ἀτυ‐ χίαν ἐδάκρυον, καὶ τῶν ἐν τῷ βίῳ κακῶν οἱ κλύδωνες ἐπὶ σχολῆς εἰς μνήμην ἰόντες κινοῦσι πρὸς θρῆνον· πλατύνεται δὲ τὰ μὲν κατὰ ῥητὸν καὶ διάνοιαν χρώμα‐ τα ἐκφράσει, ἐκφραζόντων ἡμῶν, ἡλίκα καὶ πόσα
15διὰ τὰς ἀμέτρους κατὰ τῶν ἡμαρτηκότων αἰκίας περι‐ έστηκε κακὰ τὰς πόλεις· τὰ δὲ κατὰ θέσιν χρώματα διὰ τῶν τελικῶν κατασκευάζονται κεφαλαίων, καλοῦ, δικαίου, συμφέροντος· τὰ δὲ συγγνωμονικὰ ἐκφράσει τε καὶ κοινῷ τόπῳ, ἐκφραζόντων τὰ κατὰ ἀνθρώπους
20ἀτυχήματα πηλίκα, καὶ κοινοὺς τόπους κατὰ τῶν ἀεὶ δεῦρο παριουσῶν ψυχῶν καὶ τῇ λήθῃ βαπτιζομένων διαπλεκόντων· ἀνατρέπει δὲ τὰ χρώματα διὰ τῶν αὐτῶν τόπων ἐκ τοῦ ἐναντίου, δι’ ὧνπερ καὶ κατασκευάζεται,
ὥσπερ καὶ τῶν ἐλέγχων ἀπαίτησις· ζητοῦσι δέ τινες,385

4

.

386

πότερον ἓν ἢ πλείω χρώματα ἐν τοῖς ζητήμασιν ἐμπίπτει· ἰστέον οὖν, ὅτ’ ἂν μὲν ᾖ τὰ ἐν τοῖς ζητήμασι πράγμα‐ τα, ἅπερ αὐτοὶ πεπράχαμεν, ἓν ἐμπίπτει χρῶμα ἑνὸς ὄντος τοῦ τεκμηρίου, ὡς ἐπὶ τοῦ παρεστῶτος τῷ νεο‐
5σφαγεῖ σώματι· ἐνίοτε δὲ πλείω, ἀκόλουθα μέντοι, ὡς ἐπὶ τοῦ νύκτωρ προσαιτοῦντος καὶ κρινομένου λῃ‐ στείας· ἐρεῖ γὰρ ὡς ᾐδούμην προσαιτεῖν, καὶ ὅτι νύ‐ κτωρ μᾶλλον οἰκτείρουσιν ἄνθρωποι· καὶ ὅτι συνελάμ‐ βανέ μοι πρὸς τὸ λανθάνειν τὸ σκότος· ἐνίοτε δὲ καὶ
10πλείω εὑρίσκεται χρώματα πολλῶν ὄντων τεκμηρίων· καὶ ἐν τοῖς συνεζευγμένοις δὲ στοχασμοῖς πολλὰ ἐμπί‐ πτει χρώματα τῶν πραγμάτων ὄντων, ἅπερ αὐτοὶ πε‐ ποιήκαμεν, ἀκόλουθα μέντοι ὡς εἴρηται· ὅτ’ ἂν δὲ ἄλ‐ λων πραξάντων ἄντικρυς εἰς ἡμᾶς ἀναφέρηται, πλείω
15τὰ χρώματα ἐμπίπτει καὶ ἀνακόλουθα, ἅπερ καὶ πεπλα‐ νημένα καλοῦσιν οἱ τεχνικοὶ εἰκότως· εἰ γὰρ ἀκόλου‐ θα λέγοιμεν, συνειδέναι τοῖς πεποιηκάσι δόξομεν·
οἷον ὡς ἐπὶ τοῦ τρισαριστέως, οὗ εἰκόνα ἔστησαν οἱ386

4

.

387

πολέμιοι, ἐρεῖ γὰρ ὡς θαυμάζοντες τῆς ἀνδρείας τὸ μέγεθος ἔστησαν· καὶ πάλιν, ἀλλὰ πρᾷον αὐτοῖς ἔσεσθαί με διὰ ταύτης ὑπώπτευσαν· καὶ πάλιν, ἀλλ’ ἴσως ἐπ’ ἀρε‐ τὴν προτρέψαι τοὺς παρ’ αὐτοῖς σπεύδοντες τὸν πλεῖστα
5χαλεπὰ δράσαντα τετιμήκασιν εἰκόνι· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἐξ ὑπονοίας πραγμάτων πολλὰ καὶ ἀνακόλουθα ἐμ‐ πίπτει χρώματα, διὰ τὴν προειρημένην αἰτίαν· οἷον ὡς ἐπὶ Ἀρχιδάμου τοῦ κρινομένου προδοσίας διὰ Περι‐ κλέους· ἐρεῖ γὰρ, ἀλλὰ πολεμίοις ἑτέροις ἐπιέναι μέλλου‐
10σι δέδωκε τὰ πεντήκοντα τάλαντα· ἀλλὰ τοῖς πενομένοις τῶν πολιτῶν ἴσως αὐτὰ διένειμεν· ἀλλὰ τὰ προσόντα βουλόμενος αὔξειν τῆς τῶν χρημάτων δαπάνης ἀπε‐ κρύψατο τὴν αἰτίαν· εἰδέναι δὲ χρὴ, ὅτι πλείους μὲν ὁ φεύγων ἕξει ἀντιθέσεις, ἐὰν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους
15ὄντα κατὰ μέρος ἀντιθῇ ἑαυτῷ, καὶ ὁ κατήγορος ὁμοίως πολλὰς ἑαυτῷ κινήσει ἀντιθέσεις, τὰ τοῦ φεύγοντος χρώ‐ ματα διαιρῶν, καὶ μὴ ἅμα πάντα ἐν μιᾷ συνάγων ἀν‐ τιθέσει. Σωπάτρου. Ἡ πρὸς πρόθεσις ἀντὶ τῆς ἐξ κεῖ‐
20ται· ἵν’ ᾖ ἀντὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὡς λυτικὴ τούτων οὖσα, ἢ ἀντὶ τῆς ἀπό· οἷον ἀντὶ τοῦ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔχουσι τὴν γένεσιν· αὐτὰ γὰρ δίδωσι τὸν τόπον τῇ μεταθέσει τῆς αἰτίας· ἢ πρὸς τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους· ἀντὶ λύσιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους
25ἔχουσιν· αὕτη δὲ οὐκ εὖ ἔχει ἡ ἐξήγησις, πάντα γὰρ τὰ τοῦ φεύγοντος κεφάλαια λύσις τῶν ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους, ἀντὶ διὰ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τὴν γένεσιν τῆς ποιότητος δεχόμενος νοεῖν· καθὼς καὶ τὰ ἑξῆς λεγό‐
μενα δείκνυσιν· ἐπειδὴ δὲ καὶ ἐν τῇ βουλήσει ἐξετάζο‐387

4

.

388

μεν τοῦ κατηγόρου τὴν διάνοιαν, καὶ ἐν τῷ χρώματι ὁμοίως, ἐπειδὰν ἐν λόγοις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ζητοῦμεν τίνι διαφέρει ἡ βούλησις τὸ κεφάλαιον τοῦ χρώματος τῆς βουλήσεως· βούλησις γὰρ καὶ ἐνταῦθα
5κἀκεῖ· φαμὲν οὖν, ὅτι ἡ μὲν βούλησις τὸ κεφάλαιον τοῦ ἐγκλήματός ἐστι λυτικὴ ἢ κατασκευαστική· ἡ δὲ τοῦ χρώματος βούλησις τοῦ σημείου ἐστί· δι’ οὗ ἡ κρίσις· καὶ ἡ μὲν βούλησις τὸ κεφάλαιον κοινή ἐστι τῶν ἀν‐ τιδικούντων προσώπων· ἡ δὲ τοῦ χρώματος μόνου τοῦ
10φεύγοντος· εἰδέναι δὲ χρὴ, ὅτι κατὰ πάσας τὰς ἀντι‐ θετικὰς τὸ χρῶμα ἐξετάζεται, ἢ κατὰ ταὐτὸν πλειόνων εὑρισκομένων ἢ μιᾶς· ὁ μέντοι Ἑρμογένης ἀγνοήσας τοῦτό φησιν, τὰ μὲν ἐν πάθεσι συγγνωμονικῶς λύεσθαι, καὶ ἑξῆς, βουλόμενος διὰ τοῦτο δηλοῦν, ὅτι τὴν ποιό‐
15τητα ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τὰ χρώματα τοῦ ποῖά τις εἶναι ὀφείλει, δέχεται· ἔοικε δὲ, ὡς ἤδη ἔφαμεν, ἀγνοεῖν, ὡς κατὰ πάσας τὰς ἀντιθετικὰς τὸ χρῶμα ἐξε‐ τάζεται· καὶ γὰρ ὃ εἴρηκε θετικῶς ἐξετάζεσθαι κατὰ ἀντίστασίν ἐστι· πᾶς γὰρ ἀντίστασιν ἐργαζόμενος ἔπαι‐
20νον ποιεῖ τοῦ πραχθέντος, ὃ καλεῖ αὐτὸς ἀντιθετικῶς· ἐργασόμεθα οὖν τὴν μετάθεσιν τῆς αἰτίας, μετατιθέν‐ τες αὐτὴν εἰς τὸ ὅμοιον· οἷον ἐπ’ ἐρημίας τις εὑρέθη ἔχων ᾑμαγμένον ξίφος καὶ κρίνεται· ἀπὸ θηρίου γάρ φησιν εἶναι τὸ ᾑμαγμένον· εἰς τὸ ἀνεύθυνον, οἷον συν‐
25εχῶς τις τοῖς καθαρσίοις τῶν ἀνδροφόνων χρώμενος κρί‐ νεται φόνου· ἐνταῦθα γὰρ ἀνεύθυνον αὐτό φησι τὸ δει‐ σιδαιμονίας ἕνεκεν συνεχῶς καθαίρεσθαι· εἰς τὸ ἐναντίον, ὃ καί τινες κατὰ ταὐτόν φασι διὰ τὸ ἀμφοτέροις τοῖς μέρεσιν ἐξ ἴσου τὸ ῥητὸν προφέρεσθαι· οἷον κατέλιπέ
30τις ἀλλοτρίᾳ γυναικὶ τὸν κλῆρον, γράψας ἐν ταῖς δια‐ θήκαις, ὅτι πρὸς μοιχείαν αὐτῷ οὐχ ὑπήκουσε, καὶ κρί‐
νεται ἡ γυνὴ μοιχείας· ἐνταῦθα γὰρ ἡ μετάστασις τῆς388

4

.

389

αἰτίας εἰς τὸ ἐναντίον ἐκφέρεται· διὸ καὶ κατὰ ταὐτὸν, ὡς εἴρηται, λέγεται ὑπό τινων, τῆς μὲν φευγούσης χρω‐ μένης τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ λεγούσης ὡς διὰ σωφροσύνην κατέλιπεν ὃ ἐναντίον πάντως μοιχείας· τοῦ
5δὲ κατηγόρου πάλιν ὁμοίως τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους προφέροντος, ἀφ’ οὗ καὶ κατὰ ταὐτὸν ὠνόμασται. Ἰστέον δὲ, ὡς οὐ μόνον ἐν τοῖς ἀφ’ ὧν ἕτεροι πεποιήκασιν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους πεπλανημένα εὑρίσκεται χρώμα‐ τα καὶ ἀνακόλουθα, ἀλλὰ καὶ ἐν οἷς αὐτός τις ποιήσας
10κρίνεται, ὡς ἐπὶ τούτου· ἄσωτος καταναλώσας τὴν ἑαυ‐ τοῦ οὐσίαν ἠγόρασεν ὀρεινὸν χωρίον καὶ βάρβαρα ἀν‐ δράποδα, ἐν αὐτῷ διαιτωμένου αὐτοῦ φήμη γίνεται λῃ‐ στῶν ἐν τῇ χώρᾳ· ἀνελθόντες οἱ στρατηγοὶ ἐν τῷ χω‐ ρίῳ τὸν μὲν ἄσωτον οὐχ εὗρον, τὰ δὲ ἀνδράποδα καὶ
15ὅπλα κυνηγετικὰ κατήγαγον, μεταξὺ τῆς ὁδοῦ ἐπέθεντο καὶ τραυματίσαντες οἱ θεράποντες τοὺς στρατηγοὺς ἔφυγον, καὶ κρίνεται ὁ ἄσωτος λῃστείας· ἐνταῦθα γὰρ πρὸς ἕκαστον τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους διάφορός ἐστιν ἡ μετάθεσις τῆς αἰτίας· τὸ μὲν ὀρεινὸν χωρίον,
20ὅτι ἐλάττονός ἐστι τιμῆς καὶ ὅτι οὐκ ἠβούλετο ἐν πόλει αἰσχυνόμενος διάγειν· τὰ δὲ ἀνδράποδα βάρβαρα, ὅτι τληπαθῆ εἰσι καὶ πρὸς ἔργον καὶ κάματον ἐπιτηδειό‐ τερα, τὰ δὲ κυνηγετικὰ ὅπλα διὰ τὸ ἐν ὄρεσι θηρία εὑ‐ ρίσκεσθαι· τὸ δὲ τὰ ἀνδράποδα ἐπιτεθῆναι τῷ στρα‐
25τηγῷ διὰ δέος τὸ μὴ ἐγνωκέναι τὴν αἰτίαν ἅτε βάρβαρα ἐφ’ ᾗ ἄγονται· τὸ δὲ ἐπειχθῆναι τὸν στρατηγὸν κατ’ αὐτοῦ περὶ τοῦ χωρίου, ἐκ διαβολῆς τῶν ἐχθρῶν τοῦτο γενέσθαι φησί· αὕτη πλείους μὲν ἔχει μεταθέσεις τῆς αἰτίας, οὐδὲ μίαν δὲ πρὸς τὴν ἄλλην ἔχουσαν σχέσιν·
30κατασκευάζομεν δὲ τὸ χρῶμα τὸν κατήγορον μελετῶντες
τούτοις, προσώπῳ, τόπῳ, χρόνῳ, αἰτίᾳ, ἢ πᾶσιν ἤ τισι·389

4

.

390

τοῦ μὲν γὰρ νέου τοῦ κωμάσαντος εἰς τὸ δεσμωτήριον καὶ θαῤῥεῖτε βοήσαντος, ἀπὸ τοῦ προσώπου κατασκευά‐ ζεται, ὅτι οὐδέποτε τὸ τῶν πλουσίων καὶ τῶν πενήτων πρόσωπον πρὸς ἔλεον ἕτοιμον, ἀπὸ τοῦ τῶν δεσμωτῶν
5προσώπου, ὡς οὐ δεῖ τοὺς πονηροὺς καὶ μεμισημένους τῷ δήμῳ καὶ τοῖς νόμοις ἐλεεῖν· ἀπὸ τόπου, ὡς οὐκ ἀπὸ τύχης ἐπὶ τὸ δεσμωτήριον ἐβάδιζες, ἀλλ’ ἐπίτηδες ἐκείνης διήρχου· ἀπὸ δὲ τοῦ χρόνου, ὡς νύκτωρ, ἀλλ’ οὐχὶ μεθ’ ἡμέραν· ἀπὸ δὲ τρόπου, ὡς οὐκ ἐν τῷ ἐπαγ‐
10γείλασθαι αὐτοῖς, ἀλλ’ ἐν τῷ ἐπικουρίαν τινὰ παρέξειν διὰ χρημάτων ἢ διὰ παρακλήσεως τοῦ δήμου ἢ ἑτέρῳ τινὶ τρόπῳ· ἀπὸ δὲ τῆς αἰτίας, ὡς οὐ τοιαύτῃ αἰτίᾳ, δι’ ἧς καὶ αὐτὸς ἐγκλεισθήσεται· εἴρηται δὲ μετάθεσις αἰτίας διὰ τὸ μετατιθέναι τὸ ἔγκλημα εἰς ἕτερον πρόσω‐
15πον ἢ πρᾶγμα· τὸ δ’ αὐτὸ καὶ χρῶμα, διὰ τὸ χρωννύναι τὸν λόγον καὶ οἷον εὐπρόσωπον ποιεῖν, εὐλόγως ἀφορ‐ μὰς παρεχόμενον· ὡς γὰρ ἐπὶ τῶν σωμάτων τὸ ἐπαν‐ θοῦν καὶ φαινόμενον χρῶμα καλεῖται, οὕτω καὶ ἐπὶ τῆς ἀπολογίας ληπτέον· αὐτὸ γάρ ἐστι τὸ ἰσχυρὸν τοῦ
20φεύγοντος, καὶ σχεδὸν τὴν στάσιν ποιοῦν· εἰ γὰρ μὴ ἐμπέσῃ, ἀσύστατον τὸ ζήτημα φαίνεται· ἀλλ’ εἰ πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ ἀντίληψις γίνεται καὶ μετάληψις, πῶς ὥσπερ ἀντιδιαστελλόμενος πρὸς ταῦτα τὴν μετάθεσιν τῆς αἰτίας φησὶν ἀεὶ πρὸς τὰ ἀπ’ ἀρχῆς
25ἄχρι τέλους γίνεσθαι· φησὶν οὖν, οὐ πρὸς ἀντιδιαστολὴν ἐκείνων τοῦτο εἴρηται, ἀλλὰ πρὸς τὴν ποιότητα τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀφ’ ἧς τὴν γένεσιν ἔχει τὰ τῆς με‐ ταθέσεως τῆς αἰτίας, θετικῶς γὰρ ἐξετάζεται ἡ μετά‐ θεσις ἐν ἔργοις ὄντων τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ
30ἑξῆς ὡς τῷ τεχνικῷ εἴρηται· ἰστέον μέντοι, ὅτι πολλάκις
ἀλλήλοις συμφέρεται ταῦτα· καὶ εὕροις ἂν ἐν τῇ τῶν390

4

.

391

λόγων διανοίᾳ καὶ θετικὸν νόημα παραλαμβανόμενον, ὡς ἐπὶ τοῦ κρινομένου τυραννίδος ἐπιθέσεως· ἐρεῖ γὰρ, ὅτι τὴν φιλίαν αὐτοῖς ἐνηγγυώμην τῆς πόλεως, καὶ ὅτι δεῖ πρὸς τοὺς ἀτυχοῦντας φιλάνθρωπον εἶναι καὶ με‐
5μνῆσθαι τῆς φύσεως· τοῦτο μέντοι φυλακτέον, ἐὰν ἐν τοῖς τοιούτοις πλείους τὰς αἰτίας ἐπιφέρωμεν, ὅπως μὴ ἀλλοκότους μηδ’ ἀλλήλαις μαχομένας εἰσάγωμεν, ἀλλ’ ὅτ’ ἂν τοῦτο ποιῶμεν, λέγω δὲ πλείους τὰς αἰτίας ἐπι‐ φέρωμεν, τὸ πλεῖστον ἐνδιατρίβειν τῷ οἰκείῳ τόπῳ προσ‐
10ήκει· εἰ τῆς διανοίας εἴη, τὴν διάνοιαν ἐπαύξοντας· εἰ τὰ τῆς θέσεως, τὴν θέσιν· καὶ ἐπὶ πάντων ὁμοίως· τοῦ‐ το δὲ καὶ ὁ τεχνικὸς διατάττεται ἐν οἷς φησιν· πλεονά‐ ζει δὲ ἕκαστον ἐν τῷ οἰκείῳ· δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι ἐν τοῖς ἀφ’ ὧν ἕτεροι πεποιήκασι στοχασμοῖς, ἐξ
15ἀναιρέσεως αἰτίας τὴν μετάθεσιν κατὰ πάντας τοὺς τρό‐ πους μεταλαμβάνομεν· εἰ γὰρ ὀφθείημεν σαφῶς αὐτὰς ἐκτιθέμενοι, ὑπόνοιαν τοῦ συνειδέναι ἡμῖν αὐτοῖς ἀληθῆ τὴν κατηγορίαν παρέξομεν. διὸ ἀλλοκότους ταύτας καὶ ἀσυναρτήτους ἀλλήλαις προσάγειν χρή· ὡς καὶ αὐτός
20φησι πεπλανημένας καὶ ἐναντίας ἀλλήλαις. Μαρκελλίνου. Μετάθεσις καλεῖται, ἐπειδὴ τὰ ἐπιφερόμενα ὑπὸ τοῦ κατηγόρου ἐφ’ ἕτερον ἄγειν πειρώ‐ μεθα ἀνεύθυνον· δεῖ δὲ μάλιστα ἐνταῦθα τοῦ πιθανω‐ τάτου στοχάζεσθαι καὶ ἐπὶ τοῦτο μεταθεῖναι· εἰ γὰρ
25μὴ ἔχει τὸ πιθανὸν, οὐ μόνον οὐκ ὠφελήσει, ἀλλὰ καὶ βλάψει· ζητητέον δὲ, τίνι διαφέρει ἀντιλήψεως ἡ μετά‐ θεσις· καὶ λέγομεν, ὅτι ἡ μὲν μετάθεσις τὴν αἰτίαν ἔχει τοῦ πραχθέντος, ἡ δὲ ἀντίληψις τὴν ἐξουσίαν προ‐ βάλλεται· εἰ καὶ ἀμφότερα τοίνυν λύσιν ἔχει τῶν ἀπ’
30ἀρχῆς ἄχρι τέλους, διὰ ταύτην μόνην εἶπε πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους γίνεσθαι· λέγομεν, ὅτι δεινῶς σφό‐
δρα τοῦτο οὕτως ὠνόμασεν· ἐπειδὴ γὰρ τὰ ἀπ’ ἀρχῆς391

4

.

392

ἄχρι τέλους ὁ κατήγορος αἴτιον ποιεῖται καὶ ὥσπερ μαρτύριον τοῦ ἐγκλήματος, ὃ καὶ αἴτιον ὀνομάζεται, διὰ τοῦτο καὶ τὴν μετάθεσιν τῆς αἰτίας εἶπεν πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους γίνεσθαι, ἐπειδὴ τὸ αἴτιον ὅ ἐστι
5τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους πρὸς αἰτίαν ἑτέραν ἀνεύθυ‐ νον ἄγει· διὸ καὶ μετάθεσις αἰτίας ὠνόμασται, παρὰ τὸ μεταθεῖναι τὴν αἰτίαν τοῦ ἐγκλήματος εἰς αἰτίαν ἑτέραν εὔλογον· ἔοικε δὲ καὶ ἄλλο τι εἰρηκέναι τὴν μετά‐ θεσιν πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους γίνεσθαι· ἐπειδὴ
10καὶ ἐν τῇ βουλήσει ἔχομεν αἰτίαν, ἥτις τὸ ἰσχυρόν ἐστι τῆς βουλήσεως, πρὸς διαστολὴν ἐκείνης εἶπεν ἐνταῦθα πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἐκείνη γὰρ πρὸς τὸ ἔγκλημά ἐστιν· οἷον ὡς ἐπὶ τοῦ πλουσίου τοῦ τρέφον‐ τος τοὺς ἀποκηρύκτους καὶ κρινομένου τυραννίδος· ἠ‐
15βούλου τυραννεῖν, ἵνα τοὺς ἐχθροὺς ἀμύνῃ καὶ τοὺς φί‐ λους εὖ ποιῇς. Ἐκεῖνα δὲ ἤτοι ἐν λόγοις ἐστίν. Ἐπανάγει πάλιν τὸν λόγον ἐπὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους καὶ διαιρεῖ τριχῇ ταῦτα· πάντως γὰρ κατὰ ταῦτα γίνεται· διὰ τοῦτο δὲ ἐπανάγει, ἵνα ἐξ αὐτῶν χαρακτη‐
20ρίσῃ τὴν μετάθεσιν· εἰ γὰρ πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἡ μετάθεσις τῆς αἰτίας, εἰκότως καὶ τὴν μέθο‐ δον αὐτῆς ἀπ’ ἐκείνων εἴληφεν· ἃ γὰρ δι’ ἐκείνων κα‐ τασκευάζεται, διὰ ταύτης λύεται· οἷον ὡς ἐπὶ τοῦ θά‐ πτοντος τὸ νεοσφαγές· ὁ μὲν διώκων ἐρεῖ, ἔθαπτες ἵνα
25λάθῃς ἀνελών· ὁ δὲ φεύγων μετατίθησι λέγων, ἔθαπτον ἐλεῶν καὶ ἅμα τῆς πόλεως προνοούμενος, ἵνα μὴ ἀπο‐ ροῦντες πολλάκις δυσχερές τι ποιεῖν ἐπιχειρήσωσι καὶ ἄταφος ἡ φύσις ὑβρίζοιτο· δηλωτέον δὲ ἐφεξῆς διὰ τί καὶ χρῶμα προσαγορεύεται ἡ μετάθησις· λέγομεν οὖν,
30ὅτι μεταφορικῶς ἀπὸ τῆς ἐν τοῖς σώμασι χροιᾶς τὸ ὄ‐ νομα μετενήνεκται· ὥσπερ γὰρ ἐν τοῖς σώμασι χαρα‐
κτηριστικὸν καὶ κυριώτατον ἡ χροιὰ καὶ πρῶτον τοῦ392

4

.

393

ὁρῶντος τὴν θέαν ὑφαρπάζον καὶ σχεδὸν τὴν γνώμην χαρακτηρίζον, οὕτω καὶ ἐν τῷ λόγῳ κυριώτατον ἡ τῆς αἰτίας μετάθεσις καὶ τὸν δικαστὴν ἐπ’ αὐτὸ προσαγό‐ μενον· οἷς γὰρ μᾶλλον ὁ κατήγορος ἐπαίρεται, λέγω δὴ
5τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, τούτοις ἀντιτέτακται καὶ ἀνατρέπειν πειρᾶται. Κἂν μὲν ἐν λόγοις ᾖ κατὰ ῥητὸν καὶ διάνοιαν. Ἀναγκαίως, ὁ μὲν γὰρ λόγος ἐν τάξει τοῦ ῥητοῦ· πᾶν δὲ ῥητὸν διανοίᾳ λύεται· οὐκοῦν τοῦ εἰπόντος τὴν φωνὴν ὡς ῥητὸν λαβόντες, τού‐
10τῳ τὴν διάνοιαν ἀντιτάξομεν· παράδειγμα τοῦ ἐν λό‐ γοις ἔχοντος τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὁ νέος πλούσιος εἰς τὸ δεσμωτήριον κωμάσας· ὁμολογῶν τοίνυν ὁ φεύ‐ γων εἰρηκέναι ἀξιώσει μὴ ψιλὸν τὸν λόγον ἐξετάζεσθαι· ἀλλὰ καὶ τὴν διάνοιαν μεθ’ ἧς εἴρηκεν, ἵνα, φησὶ, μὴ
15διορύξωσι τὸ δεσμωτήριον, ὅ ἐστι καὶ ἀντιστατικόν· καὶ τὴν φιλανθρωπίαν δὲ τῆς πόλεως εἰδὼς ἐπηγγειλά‐ μην· οὐ γὰρ ἕν τι χρῶμα ἀποδοτέον, ἀλλ’ ὅσα ἂν δυ‐ νηθείης ἐπινοῆσαι· τοῦτο γὰρ τῆς φύσεως καὶ τῆς ὕλης· ἰστέον δὲ περὶ τοῦ χρώματος, ὅτι δεῖ κἀν τοῖς προοι‐
20μίοις καὶ πανταχοῦ ἐξετάζειν αὐτὸ, καὶ πάντα τὸν λό‐ γον τοιοῦτον ἀπεργάζεσθαι μέχρι τῶν ἐπιλόγων· καθά‐ περ καὶ ἡ χροιὰ κατὰ παντὸς κατηγορεῖται τοῦ σώμα‐ τος· ἐν δὲ τῷ προσήκοντι καὶ ἰδίῳ τόπῳ τὴν ἰσχὺν ἀπο‐ καλύπτειν αὐτοῦ, τουτέστιν μετὰ τὴν βούλησιν καὶ τὴν
25δύναμιν· ἐνταῦθα γὰρ πιστευθησόμεθα μᾶλλον χρώμενοι. Εἰσάγεται· καλῶς ἡ προσθήκη τοῦ εἰσάγεται· οὐ γὰρ αὐτὸ χρῶμα ἔσται τὸ ῥητὸν καὶ ἡ διάνοια, ἀνόητον γὰρ, ἀλλὰ καθόλου τοῦτο γνωστέον καὶ θεωρητέον, ὅτι πᾶν χρῶμα κατὰ μίαν πάντων γίνεται τῶν ἀντιθετι‐
30κῶν· ἡ δὲ αἰτία κατάδηλος· ἐπειδὴ γὰρ τὸ χρῶμα αἴ‐
τιον ἔχει τοῦ πραχθέντος σημείου, τοῦτο δὲ καὶ τῶν393

4

.

394

ἀντιθετικῶν ἴδιον, τὸ εὔλογον αἰτίαν ἀντιτιθέναι τῷ πραχθέντι, εἰκότως πάντα τὰ χρώματα κατὰ μίαν τῶν τεσσάρων εἰκόνων γίνεται· ἐρεῖ δέ τις· πῶς οὖν κατὰ ῥητὸν καὶ διάνοιαν ἐνταῦθα εὑρίσκεται· λέγω δὴ ἐν τῷ
5εἰρημένῳ παραδείγματι, ὅπου ὁ νέος πλούσιος εἶπεν τοῖς δεσμώταις, θαῤῥεῖτε, λυθήσεσθε· ἀλλὰ παρατηρητέον τὴν λέξιν· οὐ γὰρ εἶπε γίνεται, ἀλλ’ εἰσάγεται, τουτ‐ έστιν ἐξετασθήσεται· ὁ γὰρ κατήγορος κέχρηται τῇ φω‐ νῇ τοῦ φεύγοντος ὡς ῥητῷ, ὁ δὲ φεύγων αὐτῆς τῆς αὐ‐
10τοῦ φωνῆς τὴν διάνοιαν ἀξιοῖ σκοπεῖν, οὐκοῦν καὶ ταύ‐ τῃ διενήνοχε τῆς κατὰ ῥητὸν καὶ διάνοιαν στάσεως, ὅτι ἐκεῖ τὸ ῥητὸν καὶ ἡ διάνοια περὶ ἔγγραφόν τί ἐστιν, ἐνταῦθα δὲ περὶ φωνὴν τοῦ φεύγοντος, καὶ τὸ θετικὸν πάλιν ἐξετασθήσεται καὶ τοῦτο συγγνωμονικῶς. Ἐὰν δὲ
15ἐν ἔργοις, θετικῶς. Ὅρα πάλιν πῶς ἀσφαλῶς· οὐ γὰρ εἶπεν θετικὸν τὸ χρῶμα· ἀλλὰ θετικῶς πάλιν ἐργάζε‐ ται· οὐ γὰρ τελεία θέσις ἐστὶν, ἀλλ’ ἐν τάξει θέσεως ἐξετάζεται· σκοπήσωμεν δὲ πάλιν καὶ τοῦτο· ἐκ τοῦ πα‐ ραδείγματος· ἐν τούτῳ γάρ φησι τῷ θάπτοντι τὸ νεο‐
20σφαγὲς σῶμα θέσιν ὅλην ἐργάσῃ ὅ ἐστι καθόλου· διὰ τούτου δὲ δῆλον, ὅτι ἡ θέσις κατασκευάζεται· λέγω δὴ ἀπὸ τοῦ δικαίου καὶ ἀναγκαίου καὶ συμφέροντος. Ἐν‐ ταῦθα οὖν φησι θέσιν ὅλην ἐργασόμεθα, ὅτι χρὴ καὶ καλὸν τοὺς ἀτάφους θάπτειν· τὸ γὰρ ἁπλούστερον
25καὶ ἀκατασκεύως εἰπεῖν, ὅτι ἀτάφους ἰδὼν ἠλέησα, οὐκ ἰσχυρὸν εἶναι δόξει πρὸς τὸ ἔγκλημα· εἰ δὲ θέσιν ὅλην ὁ λέγων ἐργάσεται, ὅτι καθόλου τὸ θάπτειν τοὺς ἀτάφους καλὸν καὶ τῆς ὁσίας ἀξιοῦν· καὶ τοὐναντίον δεινὸν ἀτάφους τοὺς κειμένους καὶ γυμνοὺς ἐῤῥιμμένους
30περιορᾷν καὶ θηρίων γενομένους βορὰν ἰσχυρότερον ἔ‐
σται. Ἐὰν δὲ ἐν πάθεσι· πάθος γὰρ προβαλεῖται394

4

.

395

τῆς ψυχῆς ὁ φεύγων, ὅπερ συγγνώμης οἰκεῖον· τὸ δὲ παράδειγμα φανερόν· ἠλέησά φησι τοὺς τυραννομένους, καὶ διὰ τοῦτο μοι συνέβη τὰ δάκρυα ὑπὲρ τῆς πόλεως· οὐδὲν δὲ χρῶμα θέτικόν ἐστιν, οὔτε ῥητὸν καὶ διάνοια,
5οὔτε συγγνωμονικόν· ἀλλὰ τὸ μὲν χρῶμα κατὰ μίαν τῶν ἀντιθετικῶν γίνεται· ἡ δὲ κατασκευὴ κατὰ ταῦτα μεθο‐ δευθήσεται· λέγω δὴ, ἢ θετικῶς ἢ κατὰ ῥητὸν καὶ διά‐ νοιαν, ἢ συγγνωμονικῶς, ὅ ἐστι παθητικῶς. Εἰδέναι δὲ δε, ὅτι ταῦτα μὲν πάντα ἐν πᾶσι· διδάξας
10ἡμᾶς ἰδίᾳ τῶν χρωμάτων τὴν φύσιν καὶ τὴν μεταχείρι‐ σιν κοινῇ λοιπὸν περὶ αὐτῶν διαλέγεται, κοινὰ πάντων ἀποφερόμενος εἶναι τὰ χρώματα, καὶ πάντα ἐν πᾶσι λέγων εὑρίσκεσθαι τοῖς ζητήμασιν· ὥστε ἐν ἑκάστῳ ζητήματι καὶ θετικῶς ἐξετάζεσθαι καὶ κατὰ ῥητὸν καὶ
15διάνοιαν, καὶ συγγνωμονικῶς· οὐ γὰρ ἓν χρῶμα πάν‐ τως ἐφ’ ἑνὶ πράγματι τέτακται, ἀλλὰ καὶ πλείονα· αὐ‐ τίκα ὁ τὸ νεοσφαγὲς σῶμα θάπτων, καὶ φόνου κρινό‐ μενος οὐ μόνον τῷ θετικῷ χρήσεται, ὅ ἐστι χρῶμα οἰ‐ κεῖον τῶν ἐν πράγμασι σημείων, ἀλλ’ ἐμπίπτει καὶ τὸ
20συγγνωμονικόν· ὅτι ἠλέησα σῶμα ἄταφον ἰδὼν ἐῤῥιμμέ‐ νον, καὶ πάλιν ὁ τοῖς δεσμώταις βοήσας οὐ μόνον τῷ οἰκείῳ κέχρηται χρώματι, λέγω δὴ τῷ κατὰ ῥητὸν καὶ διάνοιαν, ἀλλὰ καὶ τῷ συγγνωμονικῷ, ὅτι ἠλέησα τοὺς δεσμώτας· καὶ νὴ Δία εἰ τύχοι καὶ θετικῶς ἐξετάσει,
25ὅτι καλὸν καθ’ ὅσον τις δύναται ἐπικουφίζειν τοῖς δυσ‐ τυχοῦσι τὰς συμφορὰς καὶ παραμυθεῖσθαι· δεῖ δὲ ἐπι‐ σκοποῦντας ἀκριβῶς πλεονάζειν ἐν τῷ οἰκείῳ τόπῳ ἕκα‐ στον· οἷον ὅτ’ ἂν ἐν λόγοις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τὴν κατὰ ῥητὸν καὶ διάνοιαν χρὴ πλεονάζειν, καὶ ἐὰν
30ἕτερα εὑρεθῇ πλείονα χρώματα· ἐὰν ἐν πράγμασι, τὸ θετικῶς ἐξεταζόμενον χρῶμα δεῖ πλεονάζειν· ἐὰν δὲ ἐν
πάθεσι τὸ συγγνωμονικόν· μᾶλλον γὰρ ἰσχύει καὶ πλέον395

4

.

396

τῶν ἄλλων χρωμάτων τὸ οἰκεῖον κατὰ καιρὸν εἰσαγόμε‐ νον, τοιοῦτον δέ τι καὶ περὶ τῆς βουλήσεως εἶπεν καὶ τῆς δυνάμεως· ὅτι κοινὰ μέν ἐστιν ἀμφοτέρων κεφαλαίων τὰ ἐγκωμιαστικά· ἁρμόζει δέ τινα καὶ οἰκειότερα τῷ
5ἑτέρῳ καθέστηκεν. Ἂν μὲν ἀφ’ ὧν ἕτεροι πεποι‐ ήκασιν· θαυμαστέον καὶ παράδοξον εἶναι δόξει τὸ λεγόμενον, τὸ ποτὲ μὲν πολλὰ ἐναντία, ποτὲ δὲ πάλιν πολλὰ καὶ συμφωνοῦντα ἀλλήλοις· ἀλλ’ εἴγε μὴ μόνῳ τῷ παραδόξῳ προσέχεις, ἀλλὰ καὶ τὸ παράγγελμα κρίνοις,
10δριμέως σφόδρα καὶ ἀκριβῶς εἰρημένον εὑρήσεις. ὅρα γὰρ τὴν διαφοράν· ποτὲ μὲν πολλοῖς καὶ ἐναντίοις, ποτὲ δὲ πολλοῖς καὶ ὁμοίοις· ἐν παντί, φησι, στοχασμῷ τὰ ση‐ μεῖα ἢ ἐξ ὧν αὐτός τις πεποίηκεν ἐστὶν ἢ ὑφ’ ἑτέρου τι‐ νὸς πεπραγμένα· ἂν μὲν οὖν ἀφ’ ὧν ἕτερος πεποίηκε
15κρίνηταί τις, ἀνάγκη πολλοῖς καὶ πεπλανημένοις χρήσα‐ σθαι τὸν φεύγοντα· οὐκ ἄδηλος ἡ αἰτία, πόθεν πεπλα‐ νημένα ἀλλὰ καὶ σφόδρα εὔλογος· ἵνα δόξῃ τοῦ πεποιη‐ κότος τῆς γνώμης στοχάζεσθαι· εἰ γὰρ ἑνὶ φανείη χρώ‐ ματι ἰσχυριζόμενος, ὑποληφθήσεται εἰδὼς τοῦ πεπραχό‐
20τος τὴν γνώμην οὐκ εἰκάζων λέγειν, καὶ λαβὴν δώσει καθ’ ἑαυτοῦ. Ἐὰν δὲ ἀφ’ ὧν αὐτός τις πεποίη‐ κεν· ἐνταῦθα γὰρ κἂν διάφορα λέγειν ἔχῃ χρώματα, ἀλλὰ σύμφωνα ἀλλήλοις· εἰκότως καὶ τεχνικῶς· ὥσπερ γὰρ ἄτοπον εἰδέναι δοκεῖν ἀκριβῶς τὰ παρὰ τῶν ἄλλων
25πραχθέντα, οὕτως ἄλογον ἐφ’ οἷς τις αὐτὸς ἔπραξεν ἄλ‐ λοτε ἄλλο λέγειν, καὶ μὴ διὰ μιᾶς καὶ τῆς αὐτῆς φέ‐ ρεσθαι γνώμης, κἂν εἴη πολλὰ τὰ λεγόμενα, δόξει γὰρ ψεύδεσθαι διάφορα λέγων καὶ μὴ τοῖς αὐτοῖς κεχρημέ‐ νος, ἀλλ’ αὐτοσχεδιάζων παρὰ τὴν κρίσιν καὶ πεπλανη‐
30μένος ἀτάκτως· φανερὸν διὰ τοῦ παραδείγματος τὸ λεγόμενον, νύκτωρ τις μεταιτῶν λῃστείας φεύγει· ἐν‐
ταῦθα γὰρ εἰ καὶ πολλὰ τὰ χρώματα, οὐ μὴν ἐναντία396

4

.

397

ἀλλήλοις, ἀλλὰ σύμφωνα καὶ ὁμολογούμενα ἑαυτοῖς· εἰ δὲ καὶ μὴ ὅμοια, ἀλλ’ οὐδὲ ἐναντία· λέξει γὰρ ὡς ἀνειμένοι νυκτὸς τυγχάνουσιν ὄντες οἱ ἄνθρωποι καὶ τὰς γνώμας ἱλαρώτεροι, καὶ ὅτι μεθ’ ἡμέραν αἰτεῖν αἰσχυ‐
5νόμενος τοῦτο διαπράττομαι, ὅτε τὴν αἰδῶ κρύπτει και‐ ρὸς, ὅτε μὴ καταφανὴς γίνομαι τοῖς αἰτουμένοις, ὅτε λανθάνων κερδαίνω τὴν ἄγνοιαν. Πορφυρίου. Ἐπειδὴ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους σημεῖα ποιούμενος ὁ κατήγορος δοκεῖ βιάζεσθαι τὸν δι‐
10καστὴν καὶ πείθειν ὡς τοῦ ἐγκαλουμένου ἕνεκεν ταῦ‐ τα πεποίηκεν ὁ φεύγων, δεῖ πρὸς τοῦτο ἀγωνίζεσθαι τὸν φεύγοντα, καὶ μὴ τοῦ ἐπιφερομένου ἀδικήματος ἕνεκεν φάσκειν πεποιηκέναι ἢ εἰρηκέναι ἢ τὸ πάθος συμβεβη‐ κέναι· τοῦτο γάρ ἐστιν ἡ μετάθεσις τῆς αἰτίας, ὃ χρῶ‐
15μα προσαγορεύουσιν οἱ Ἑρμαγόρειοι· ὑπάρχει δὲ λύσις τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, λύσις δὲ μετὰ ἀντιθέσεως, καὶ ἔσται ἢ ἀντιστατικὴ, ἢ μεταστατικὴ, ἢ ἀντεγκλημα‐ τικὴ, ἢ συγγνωμονική· ἀντιστατικὴ μὲν, ἐὰν ὄφελός τι προβαλώμεθα οἷον ἀναλαμβάνω τοὺς ἀποκηρύκτους,
20ἵνα μὴ ἀποροῦντες ἐπὶ κλοπὴν ἢ ἐπιβουλὴν τράπωνται· κἀκεῖνα δὲ ὁμοίως ἀντιστατικὰ, ὅτ’ ἂν ὅπλα ἔχων κρί‐ νηται τυραννίδος ἐπιθέσεως· ἐρεῖ γὰρ ὅτι φυλάττω τῇ πόλει εἰς ἀναγκαίαν ἐπίδοσιν· συγγνωμονικὰ δὲ, ὅσα λαμβάνεται ὑπ’ ἀγνοίας, ἢ μέθης, οἷον πλούσιος νέος
25ὤμοσεν ἐν συμποσίῳ τυραννήσειν· λέξει γὰρ, ὅτι ἐν εὐω‐ χίᾳ καὶ μέθῃ οὐδεὶς ἀπὸ τῶν λεγομένων πολυπραγμονεῖ, καὶ ἀπὸ τῆς ἡλικίας, νέων ἐστὶ τὸ καὶ τυραννίδας ἀπει‐ λεῖν καὶ τοιαῦτα ἀλαζονεύεσθαι· καὶ ἀπὸ ἐλέου ἐστὶ με‐ τάθεσις, ὡς ἐπὶ τοῦ θάπτοντος τὸ νεοσφαγὲς σῶμα, ὅτι
30ἐλεῶν ἔθαπτον· διττὴ δὲ τῶν χρωμάτων ἡ ἀνωτάτω δια‐
φορὰ, τὰ μὲν γὰρ τῇ ὑποθέσει κείμενα εὑρίσκομεν, τὰ397

4

.

398

δὲ αὐτοὶ ἔξωθεν εὑρίσκομεν καὶ ποριζόμεθα· παρ‐ έχει μὲν οὖν αὐτὴ ἡ ὑπόθεσις ὡς ἐπὶ τοῦ ἀλ‐ λοτρίᾳ γυναικὶ τάλαντον καταλιπόντος ἐν διαθήκαις καὶ εἰπόντος σωφροσύνης ἕνεκα καταλείπω, εἶτα κρι‐
5νομένης μοιχείας· ἐνταῦθα γὰρ τὸ χρῶμα κεῖται ἐν τῷ ζητήματι, ὅτι διὰ σωφροσύνην ἡ χάρις· ἔξωθεν δὲ τῆς ὑποθέσεως, ὅτ’ ἂν αὐτοὶ ζητοῦντες τὸ χρῶμα ποριζώμε‐ θα, ὡς ὁ ἀφορῶν εἰς τὴν ἀκρόπολιν πλούσιος· φή‐ σει γὰρ ἐλεεῖν τοὺς τυραννουμένους, περὶ δὲ ποσότητος
10τῶν χρωμάτων πότερον πλείοσι χρηστέον ἢ ἑνὶ, καὶ πό‐ τερον πεπλανημένοις ἢ συμφωνοῦσιν, εἴρηται. Ἐκβάλλει δὲ τὸ χρῶμα τοῦ φεύγοντος ὁ κατήγορος ἐκ τῆς τοῦ ἀκο‐ λούθου ἀναιρέσεως ἢ ἀπαιτήσεως· οἷον Περικλῆς παρὰ Με‐ γαρεῦσι κρίνεται διὰ τὸ ψήφισμα ἐκεῖσε κατενεχθεὶς, λέ‐
15ξει γὰρ ὑπὲρ ὑμῶν πεποίηκα· μελλόντων γὰρ Ἀθηναίων στρατεύειν ἐφ’ ὑμᾶς ἔστησα τῷ ψηφίσματι τὴν ὀρ‐ γήν. ὁ δὲ ἐναντίος ἐκ τῆς τοῦ ἀκολούθου ἀπαιτήσεως ἐκβαλεῖ λέγων, ὅτι χρῆν σε τοιγαροῦν ὕστερον λῦσαι. ἡ συναγωγὴ δὲ τούτου ἐκ τῆς τοῦ ἀκολούθου ἀναιρέσεως,
20οὐ τοίνυν ἐποίησας τοῦτο· οὐκ ἄρα Μεγαρεῦσι χαριζό‐ μενος ἔγραψας. ἐν γὰρ τῇ τῶν ἐξ ἀκολουθίας ἀπαιτήσει προτάττεται μὲν τὸ κατὰ θέσιν, ἕπεται δὲ τὸ κατὰ ἀ‐ ναίρεσιν. κατὰ ἀναίρεσιν δὲ πάλιν τὸν τρόπον προτάτ‐ τοντες διὰ τῆς θέσεως κατασκευάζομεν· οἷον ὑπὲρ ἡμῶν
25ἔπραττες, οὐκ ἔδει σε ἐπιμεῖναι τῇ τοῦ πινακίου γρα‐ φῇ· οὐδὲ Λακεδαιμονίοις ἐκστῆναι ἀξιοῦσι τὸ ψήφισμα ἀνελεῖν· ἐποίησας δὲ ταῦτα καὶ ἐνέστης, οὐκ ἄρα τῇ πρὸς Μεγαρέας εὐνοίᾳ τοῦτο ἔπραξας· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ τρέφοντος τοὺς ἀποκηρύκτους· ἐρεῖ μὲν ὁ τρέ‐
30φων ὑπὲρ τῆς πόλεως πεποίηκα, ἵνα μὴ σπάνει τῶν
ἐπιτηδείων ἐπιβουλεύσωσι τῇ πόλει· ὁ δὲ λύσει λέγων398

4

.

399

ἐν σπάνει τῆς πόλεως οὔσης ἔδει φιλοτιμεῖσθαι σῖτον ἢ δεομένῃ χρημάτων εἰσφέρειν· ἀλλὰ μὴν οὐκ ἐχαρίσω, οὐκ ἄρα εὐνοίᾳ πεποίηκας· τοῦτο πάλιν ἐξ ἀκολούθου ἀπαιτήσεως· εἶτα ἀναιρέσεως· ἢ πάλιν. ἀλλ’ ἐλεῶν
5ἔτρεφον· ὁ δὲ ἐκβάλλει λέγων, ἐχρῆν τοὺς οἰκείους τοὺς γένει προσήκοντας, τοὺς ἀτυχοῦντας τῶν πολιτῶν, οὐχὶ τοὺς πονηροτάτους, ὅ ἐστιν ἐκ τῆς τοῦ ἀκολούθου ἀπαι‐ τήσεως, καὶ Δημοσθένης ἐν τῷ παραπρεσβείας λέγοντος Αἰσχίνου περὶ Φωκέων, ὅτι ἠπατήθην, ὅρα πῶς ἐκβο‐
10λὴν ἐποιήσατο τοῦ χρώματος· ἔδει τοίνυν μισεῖν τὸν ἀπα‐ τήσοντα, ἀλλὰ μὴν οὐ μισεῖς, οὐκ ἄρα ἠπατήθης. ἐκ δὲ τῆς ἀναιρέσεως οὕτως· οὐκ ἐχρῆν τοὺς οἰκείους περιορᾷν, οὐδὲ περὶ τοὺς λοιποὺς ὑβριστὴν εἶναι καὶ ἀγνώμονα· καὶ περὶ τοὺς πολίτας δὲ ὑπάρχεις βίαιος καὶ περὶ τοὺς οἰ‐
15κείους ἀγνώμων· οὐκ ἄρα οὔτε κηδεμονίᾳ τῆς πόλεως, οὔτε οἴκτῳ τούτους τρέφεις· καὶ ὁ Δημοσθένης ἐξ ἀναι‐ ρέσεως, τούτων οὐδένα ἀκούω τῶν λόγων, οὐδὲ ὑμεῖς· δεῖ δὲ καὶ ἀπὸ τῶν προοιμίων ἀναιρεῖν τὰ χρώματα· ὃ δὴ καὶ Δημοσθένης εἴωθε ποιεῖν· ἐπὶ τῶν ἀντιθέσεων·
20προλύων πρὸ καιροῦ τὰς ἀντιθέσεις, ἔστιν ἐκβολὴ χρω‐ μάτων καὶ ἡ τῶν αἰτιῶν ὑπεξαίρεσις· προαναιροῦμεν γὰρ τὰ ἄλλα πάντα, ἵνα εἰς ἓν περικλείσωμεν τὸν ἀντίδικον· οἷον ὡς ἐπὶ τῆς κρινομένης μοιχείας, ἐπειδὴ νύκτωρ ἐ‐ δάκρυεν, ἐρεῖ ὁ κατήγορος· οὐ πατήρ σοι τέθνηκεν, οὐκ
25ἀδελφὸς, οὐ παῖδες, ᾧ καὶ Δημοσθένης ἐχρήσατο λέγων· ἐὰν δείξῃς ὡς δι’ εὐήθειαν ἢ ἄγνοιαν.
27nἩ πιθανὴ ἀπολογία ἀποστρέφουσά ἐστι πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι
28nτέλους· οἷς γὰρ ὁ ἕτερος χρήσεται ὡς σημείοις τοῦ εἶναί τι, τού‐
29nτοις ὁ ἕτερος ὡς σημείοις χρήσεται τοῦ μὴ εἶναί τι· οἷον ὅπου ἀφο‐
30nρᾷς καὶ δακρύεις, τυραννήσεις. καὶ μὴν εἰ ἔμελλον τυραννεῖν, οὐκ
31nἂν ἀφεώρων, ὥστε εἶναι καταφανής· τὸ δὲ κεφάλαιον τοῦτο399

4

.

400

(1n)

ἔστιν ὅτε ἐκλείπει· καὶ ἐκλείπει γε, ὅτ’ ἂν τὰ σημεῖα ἀφ’ ὧν ἡ
2nκρίσις ἀναγκαίως ἑπόμενα ᾖ τῷ πράγματι, ἐφ’ ᾦ ἡ κρίσις, οἷον
3nτῷ ἐπιτιθεμένῳ τυραννίδι ἀναγκαῖον ὅπλα προπαραοκευάσασθαι·
4nσκέψαι τοίνυν· σκηπτοῦ κατενεχθέντος εἰς τὴν Περικλέους οἰκίαν,
5nεὕρηνται χίλιαι πανοπλίαι καὶ φεύγει τυραννίδος ἐπιθέσεως· οὐ δύ‐
6nναται εἰπεῖν ἐνταῦθα τὸ, εἰ ἔμελλον τυραννεῖν, οὐκ ἂν ὅπλα παρε‐
7nσκευασάμην· ἐν τοῖς τοιούτοις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὁ κατήγο‐
8nρος καὶ ὁριστικῶς ἐξετάζει ἔστιν ὅτε, ὡς ἐπὶ τοῦ καλλωπιζομένου
9nμειρακίου καὶ πορνείας φεύγοντος· αὐτὸ γὰρ τὸ καλλωπίζεσθαι
10nκαθ’ ἑαυτὸ πορνείαν ἐρεῖ ὁ κατήγορος βιαίως· ἡ μέντοι πιθανὴ
11nἀπολογία κἀνταῦθα ἐκλέλοιπεν· ἀντεισακτέον δὲ εἰς αὐτὸ καθ’
12nἑαυτὴν κεφάλαιον τὸ μὴ ἀναστρέφον πρᾶγμα· τούτῳ γάρ ἐστι καὶ
13nμόνῳ ἰσχυρίζεσθαι ἐνταῦθα· οἷον οἱ μὲν μέλλοντες τυραννεῖν, ἀνα‐
14nγκαίως ὅπλα παρασκευάζονται· οὐ μὴν οὕ γε παρασκευαζόμενοι
15nκαὶ τυραννίδι ἐπιτίθενται· ἔστι γὰρ καὶ ἄλλου τινὸς ἕνεκα παρα‐
16nσκευάζεσθαι ὅπλα· καὶ πάλιν οἱ μὲν πορνεύοντες καλλωπίζονται·
17nοὐ μὴν οἵ γε καλλωπιζόμενοι πάντως καὶ πορνεύουσιν· ἔστι γὰρ
18nκαὶ δι’ ἄλλο τι καλλωπίζεσθαι· καὶ ἐρεῖ δηλαδὴ ὅσα κἀν τῇ
19nμεταθέσει τῆς αἰτίας.
20 Συριανοῦ. Ἐφ’ ἅπασι τοῖς κεφαλαίοις ἐμπίπτει ἡ πιθανὴ ἀπολογία περὶ ἧς ἀποροῦσί τινες ὅτου χάριν οὕτως ὠνόμασται· καίτοι καὶ τῶν ἄλλων κεφαλαίων πι‐ θανῶν ὄντων, εἴγε καὶ ἡ πᾶσα ῥητορικὴ πειθοῦς ἐστι δημιουργός· ἐροῦμεν οὖν, ὅτι μάλιστα μὲν τῷ κοινῷ
25ὀνόματι ὡς ἰδίῳ ἐχρήσατο· πολλὰ γὰρ καὶ ἄλλα τῷ τοῦ γένους ὀνόματι ὡς κυρίῳ κέχρηται· ὥσπερ καὶ Πλά‐ των διαιρεῖ τὸ δίκαιον εἴς τε τὸ ὅσιον καὶ τὸ δίκαιον ὁμωνύμως τῷ γένει· ἔπειτα διότι τοσαύτης μετέχει πει‐ θοῦς, ὥστε τοῖς αὐτοῖς κεχρῆσθαι τεκμηρίοις τὸν φεύ‐
30γοντα τοῦ μὴ πεποιηκέναι τοῦθ’ ὅπερ ἐγκαλεῖται ἢ400

4

.

401

μέλλει ποιήσειν, οἷσπερ καὶ ὁ κατήγορος κέχρηται τοὐναντίον ἀποδεικνύων· οἷον ἐπὶ Ἀλκιβιάδου τοῦ παρι‐ όντος τὸ δεσμωτήριον καὶ βοήσαντος· ἐρεῖ γὰρ ὡς εἴ‐ περ ἐβουλόμην τυραννεῖν, οὐκ ἂν ἐβόησα τοῖς δεσμώταις
5θαῤῥεῖν· ὁ δὲ κατήγορος λέξει ὡς πέρας ἤδη προσδοκῶν ἐπάξειν τῇ προαιρέσει καὶ τοῖς ὑπὸ τῶν νόμων καθ‐ ειργμένοις λύειν ἐκήρυττες. διαφέρει δὲ τοῦ χρώμα‐ τος, τῷ τὸ μὲν αἰτίαν εὔλογον ἐπιφέρειν πρὸς τὸ τεκμήριον, διὸ καὶ μετάθεσις αἰτίας καλεῖται· τὴν δὲ
10πιθανὴν ἀπολογίαν ἀναιρετικὴν εἶναι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἔστι δὲ οὐ τῶν ἀεὶ ἐμπιπτόντων τὸ κεφά‐ λαιον τοῦτο ἐν τῷ ἁπλῷ τελείῳ στοχασμῷ· ἀλλ’ ὅτ’ ἂν μὲν τὸ τεκμήριον σύμφωνον ᾖ τῷ κρινομένῳ, ἐκλείπει, ὡς ἐπὶ Περικλέους· σύμφωνον γὰρ τῷ βούλεσθαι τυ‐
15ραννεῖν τὸ ὅπλα κεκτῆσθαι· ὅτ’ ἂν δὲ τὸ τεκμήριον ἀνακόλουθον ᾖ πρὸς τὸ κρινόμενον ἐμπεσεῖται πάντως· οἷον ἐπὶ τοῦ παρεστῶτος τῷ νεοσφαγεῖ· ὁ γὰρ ἀνελὼν οὐ παρεστάναι, ἀλλὰ φεύγειν εἴωθε, τὸν πεπονθότα καὶ τὸν τόπον ὡς δεινοὺς κατηγόρους ἐξευλαβούμενος·
20ἐφ’ ὧν δὲ ἐκλείπει ἡ πιθανὴ ἀπολογία, δυνατὸν οὕτως ἐπιχειρεῖν· ὅτι ὁ μὲν τυραννῶν πάντως ὅπλα κτᾶται, οὐ μὴν ὁ κτώμενος ὅπλα ἤδη καὶ τυραννεῖν ἐπιχειρεῖ· πολ‐ λαὶ γὰρ αἱ τῆς κτήσεως ἀφορμαί· πλατύνεται δὲ τὸ κε‐ φάλαιον τοῦτο ὑπὸ μὲν τοῦ φεύγοντος τρισὶ τούτοις
25τόποις, τῷ μηδὲν ὄφελος ἔχειν, τῷ βλάπτεσθαι τὰ μέ‐
γιστα, τῷ δύνασθαι περὶ τῶν αὐτῶν ἄλλως ἐπιχειρεῖν·401

4

.

402

οὔτε γὰρ ὄνησις γίνεται τῷ παρεστῶτι τῷ πεφονευ‐ μένῳ, καὶ τὸ τῆς βλάβης ἀνύποιστον ἦν ἁλόντι φόνου τιμωρίαν ὑποσχεῖν, καὶ μᾶλλον ἂν ἀποκρύπτειν ἑαυτὸν ἐσπούδασε φεύγων τὸν ἔλεγχον· ὁ δὲ κατήγορος πάλιν
5ἀνατρέψει τὴν πιθανὴν ἀπολογίαν διὰ τριῶν τόπων, τύχης, ἀγνοίας, ἀνάγκης· ἀπὸ μὲν τύχης οὕτως ἐπιχει‐ ρῶν· ὅτι θεοί τε καὶ τύχη τὸ τῆς γνώμης ἀνόσιον κατ‐ ιδόντες φωραθῆναι παρεσκεύασαν· ἀπὸ δὲ ἀγνοίας, ὅτι συνεργὸν τῆς κακουργίας τὴν ἐρημίαν λαβὼν ἠγνόεις,
10ὡς ὄψεταί τις τὰ παρὰ πάντας σοι δρώμενα τοὺς νό‐ μους· ἀπὸ δὲ ἀνάγκης οὕτως, ὅτι τοσαύτη σέ τις ἐπι‐ θυμία τοῦ φόνου κατεῖχεν, ὡς καὶ μετὰ τὴν πληγὴν πα‐ ρεστάναι τῷ πεπτωκότι ἐφηδόμενον τοῖς ἔργοις, ὥσπερ ἀριστέα.
15 Σωπάτρου. Τοῦτό τινες οὕτως ἐξηγοῦνται· τὸ γὰρ ἀναστρέφουσα ἀντὶ τοῦ λύουσα λαμβάνουσιν, ἵν’ ᾖ οὕτως, λύουσά ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· τοῦτο δὲ εὔηθές ἐστι, καὶ γὰρ ἡ μετάθεσις τῆς αἰτίας ἡ ἀν‐ τίληψις λυτικά εἰσι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὥστε οὐκ
20εὖ ἔχει ἡ ἐξήγησις αὕτη, διὸ κρεῖττον οὕτως λαμβάνειν
τοῦτο· ἡ πιθανὴ ἀπολογία ἐκτὸς τῆς πατρὸς προθέ‐402

4

.

403

σεως ἀναστρέφουσά ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, πε‐ ριττὴ γὰρ ἐνταῦθα ἡ πρόθεσις· ἀναστρέφει δὲ οὕτως· τῶν γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀπὸ τοῦ σημείου λαμ‐ βανομένων, οἷον ἐφόνευσας, παρίστασο γὰρ, αὕτη ἀνα‐
5στρέφει ταῦτα καί φησιν· ὅτι εἰ ἐφόνευσα, οὐκ ἂν πα‐ ριστάμην· ἰστέον δὲ, ὅτι εἰ καὶ, ὡς ἤδη ἔφαμεν, καὶ ἡ ἀντίληψις καὶ ἡ μετάθεσις τῆς αἰτίας πρὸς τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους γίνεται καὶ ἡ πιθανὴ ἀπολογία, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον· εἰ γὰρ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους
10ἀναστρέφει, ὡς εἴρηται, ἀντίληψις δὲ καὶ χρῶμα ἔξω‐ θεν λαμβάνεται, οἷον ὡς ἐφ’ οὗ παρεθέμεθα παρα‐ δείγματος, ἐρεῖ γὰρ ἐκ τῆς τοῦ κατηγόρου φωνῆς λαμ‐ βάνων τὸ βέβαιον, ἀλλ’ οὐκ ἔξωθεν, ὅτι εἰ τοῦτο λαμ‐ βάνεις πρὸς κατασκευὴν τοῦ φόνου τὸ παρεστάναι, αὐ‐
15τὸ τοῦτο τῆς ὑποψίας ἐλευθεροῖ· εἰ γὰρ ἀνεῖλον, οὐκ ἂν παριστάμην, καὶ ἔοικεν ὁδῷ βαδίζειν ταῖς ἀπολο‐ γίαις· τὸ μὲν γὰρ πρῶτον ἀντιλήψει χρήσεται, οἷον ὅτι ἐξῆν, ὅπερ καὶ ἔξωθέν ἐστι τοῦ ἐγκλήματος καὶ προπε‐ τέστερον καὶ μηδὲν ἔχον εἰς ἀπολογίαν λαμπρόν· δεύτε‐
20ρον προβαλεῖται τὴν τῆς αἰτίας μετάθεσιν, ἰσχυρὰν εἶ‐ ναι δοκοῦσαν ἤδη, ἔξωθεν μέντοι καὶ αὐτήν· τρίτον δὲ, ὃ πάντων ἐστὶν ἰσχυρότατον, τὴν πιθανὴν ἀπολογίαν ἐποίσει· διὸ καὶ τῷ κατηγόρῳ πολλὴν παρέχει τὴν ἀπο‐ ρίαν καὶ σχεδὸν ἄλυτος εἶναι δοκεῖ· οὐ χρὴ δὲ ἐν ταῖς
25ἀντιθέσεσιν τὸ ἔγκλημα προφέρειν, ὥς τινες πταίοντες λέγουσιν, οἷον ἀλλὰ προδέδωκας, ἀλλ’ ἐφόνευσας, ἢ εἴ τι τῶν τοιούτων· ἀλλὰ δεῖ τὰ σημεῖα προφέρειν, ὡς ἂν τοῦ ἐγκλήματος κατασκευὴ γένηται· οἷον, ἀλλὰ χρῆ‐ μα εἴληφας, ἀλλ’ ἀφεώρας. Ζητήσειε δ’ ἄν τις, τίνος
30χάριν πανταχῆ τῶν κεφαλαίων τοῦ ῥήτορος καὶ ἐν παντὶ403

4

.

404

μέρει τοῦ λόγου τοῦ πιθανοῦ ἐπισημαινομένου, τοῦτο μόνον τὸ κεφάλαιον πιθανὴ λέγεται ἀπολογία· λέγομεν οὖν, ὅτι ὁ φεύγων χρώμενος τῷ παραγραφικῷ ἢ τῇ τῶν ἐλέγχων ἀπαιτήσει τοῖς ἔξωθεν χρῆται τοῦ προβλήματος, ἐν
5μέντοι τῇ πιθανῇ ἀπολογίᾳ ἀνασκευάζεται τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους, δι’ ὧν ἐκεῖνος κατασκευάζει τὸ ἔγκλημα τὸ ἐπαγόμενον· λέγοντος γὰρ τοῦ κατηγόρου, οὐκ ἄν ς’ ἐτίμησαν οἱ πολέμιοι εἰκόνι, εἰ μὴ προδοῦναι αὐτοῖς συνέθου, καὶ τούτῳ σημείῳ χρωμένου, ὁ φεύγων ἀνα‐
10στρέψας ἐρεῖ· καὶ μὴν εἰ ἠβουλόμην προδοῦναι, οὐκ ἂν εἴων τοὺς πολεμίους στῆσαί μου εἰκόνα, ἵνα μὴ κα‐ τάφωρος γένωμαι, οὐδεὶς γὰρ ἐπιχειρῶν ἀδικεῖν ταῦτα πράττει, δι’ ὧν ἁλίσκεται· εἶτα παράδειγμα, οὐδὲ γὰρ ὁ κλέπτης εἰ φωρᾶται τὴν κλοπὴν ἐργάζεται, οὐδ’ ὁ προ‐
15δότης· ἐπεὶ οὖν τοῦτο τὸ κεφάλαιον μόνον πρὸς αὐτὰ γίνεται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, εἰκότως κατ’ ἐξοχὴν εἴρηται πιθανὴ ἀπολογία. Ὅταν τὰ σημεῖα ἀφ’ ὧν ἡ κρίσις ἀναγκαίως ἑπόμενα ᾖ τῷ πράγματι· προσέχειν δεῖ τοῖς τοιούτοις τῶν ζητημάτων, ἵνα μὴ
20πολλάκις πλανώμενοι ὁρικῆς ταῦτα τιθώμεθα στάσεως· ἐκεῖ μὲν γὰρ μέρος ἐστὶ τοῦ παντὸς τὸ ἀνατεῖναι τὰς χεῖρας, οὐδεὶς γὰρ ὑβρίζει μὴ τὰς χεῖρας ἀνατείνων, καὶ οὐδεὶς τυμβωρυχεῖ μὴ τοὺς τάφους ἀνορύττων· ἐν μέντοι τοῖς στοχαστικοῖς ζητήμασι παρεπόμενα μόνον τὰ τοι‐
25αῦτα λαμβάνομεν, οὐχ ὡς μέρος. Ἐν τοῖς τοιούτοις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὁ κατήγορος καὶ ὁρι‐ κῶς ἐξετάσει· ἐρχόμενος γὰρ εἰς τὴν ἐκβολὴν τῆς πιθα‐ νῆς ἀπολογίας ὁ κατήγορος ὁρικῶς πρόεισι λέγων, ὅτι ταῦτα οὐκέτι σημεῖα τυγχάνει, ἀλλ’ αὐτόθεν ἤδη ἐγκλήματα,
30φήσει γὰρ τὸ καλλωπίζεσθαι αὐτόχρημα πορνείαν· ἰστέον
δὲ, ὅτι τότε ὁριστικῶς ἐξετάζεται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐404

4

.

405

λους, ὅτ’ ἂν ἀκόλουθον ᾖ τὸ σημεῖον τῷ ἐγκλήματι, ὡς ἐπὶ Περικλέους· ἐρεῖ γὰρ, ὡς αὐτὸ τοῦτό γε, τὸ ὅπλα κεκτῆσθαι, τυραννεῖν ἐστιν· ἰστέον δὲ, ὡς ἡ πιθανὴ ἀπολογία κατασκευάζεται ἐκ τῶν ἀντικειμένων· καθόλου
5γὰρ τὰ στοιχεῖα δεῖ ὁρᾷν τῆς περιστάσεως, καὶ ἐκ τῶν ἐναντίων τοῖς παροῦσι κατασκευάζειν, τόπον ἀντὶ τόπου λαμβάνοντας, πρόσωπον ἀντὶ προσώπου, ἢ τρόπον ἀντὶ τρόπου, ἢ χρόνον ἀντὶ χρόνου, καὶ ἀπὸ τῆς ὕλης καὶ ἀπὸ τῆς αἰτίας· τόπον μὲν, ὡς ὁ τοὺς ἀποκηρύκτους
10τρέφων ἐπὶ τοῖς ὁρίοις τῆς γῆς· ἐρεῖ γὰρ, ὡς οὐκ ἐν αὐτῷ τῷ τόπῳ, ἀλλ’ ἐν ἑτέρῳ ἔθρεψα ἧττον ὑποπτευθήσεσθαι δυναμένῳ, οἷον οὐκ ἐπὶ τοῖς ὁρίοις ἀλλὰ πόῤῥωθεν· οὐκ ἐπὶ τῆς πόλεως, ἀλλ’ ἐπ’ ἐρημίας· πρόσωπον δὲ, οὐκ ἂν ἐχρησάμην τούτοις συνεργοῖς, ἀλλὰ τοῖσδε τοῖς ἔλαττον
15ὑποπτευθησομένοις οἰκέταις ἢ ξενικῇ δυνάμει· τούτῳ καὶ Λυσίας ἐν τῷ πρὸς Μικίνην χρῆται· ἔστι δὲ ἀντι‐ ληπτικὸν τοῦτο· φήσει γὰρ, ὅτι ἐξῆν μοι δι’ ἑτέρων τοῦτο πρᾶξαι· τρόπον, οὐκ ἂν οὕτως ἀλλὰ τοιῶσδε. ἕτερον ἀνθ’ ἑτέρου κατασκευάζοντες τὸ μὴ γεγονὸς ἀντὶ
20τοῦ γενομένου· τρόπον γάρ τινα ἀπὸ τοῦ ὑπευθύνου ἐπὶ τὸ ἀνεύθυνον· οἷον οὐκ ἂν ἐποίησας οὕτως, ἀλλὰ ἄλλως· οὐκ ἂν φανερῶς ἀλλὰ λάθρα διὰ φίλου ἐμήνυ‐ σα· χρόνον, οὐκ ἂν νῦν, ἀλλ’ ὕστερον, οὐ μεθ’ ἡμέραν, ἀλλὰ νύκτωρ· ἀπὸ ὕλης, οὐκ ἂν ἀπαράσκευος ὥρμησα
25ἐπὶ τόδε τὸ ἔργον μέγα τυγχάνον· ἀπὸ αἰτίας· οὐκ ἂν διὰ ταύτην ἐποίησα τὴν αἰτίαν, ἀλλὰ δι’ ἄλλο τι μεῖ‐ ζον, ἀνασκευασθήσεται δὲ ὑπὸ τοῦ κατηγόρου ταῦτα πάντα· ἔστι γὰρ καὶ ἐκβολὴ πιθανῆς ἀπολογίας· κατα‐ σκευασθήσεται δὲ ἡ ἐκβολὴ ἢ ὅτι δι’ ἄγνοιαν, ἢ ἀ‐
30νάγκην, ἢ δαιμονίαν τύχην, ἢ μέθην· καὶ δι’ ἄγνοιαν μὲν, ὡς ὁ Δημοσθένης· λέγοντος γὰρ Αἰσχίνου τὴν πι‐ θανὴν ἀπολογίαν, ὅτι εἰ προδότης ἦν, οὐκ ἂν ἐπορεύ‐
θην εἰς Μακεδονίαν ὕστερον, πρὸς τοῦτό φησιν ὁ Δη‐405

4

.

406

μοσθένης ἐκβάλλων τὴν πιθανὴν ἀπολογίαν· ἀλλ’ οὕ‐ τως ἔκφρων ἦν, καὶ ὅλως πρὸς τῷ λήμματι καὶ τῷ δωροδοκήματι, ὥστε οὐδὲν ὑπολογισάμενος ἐπρέσβευσεν· τὴν γὰρ ἄγνοιαν ἐκ τούτων διέβαλεν· ὁ αὐτὸς δὲ καὶ τὸ
5μὴ ἀντιστρέφον συνελογίσατο· ἀλλὰ μὴν ὅτε τοῦτον, φη‐ σὶν, ἀπήλασεν ἡ βουλὴ, τότε καὶ προδότην ἀπεφήνατο· ἀλλ’ οὐ πάντως ὁ τοιοῦτος καὶ προδότης· οὐ γὰρ ἀντιστρέφει, προδότης μὲν γὰρ καὶ ὁ ἀπελαυνόμενος· οὐ μὴν πᾶς ὁ ἀπε‐ λαυνόμενος διὰ προδοσίαν, ἔστι γὰρ καὶ δι’ ἄλλην αἰτίαν ἀπ‐
10ελαθῆναι· καὶ ὡς ἐπὶ τοῦ τρισαριστέως· ἐρεῖ γὰρ, ὡς οὐκ ᾤου τινὰ ἐκ τῆς εἰκόνος αἰσθήσεσθαί σου τὴν προδοσίαν· δι’ ἀνάγκην δὲ, οἷον οὐκ εἶχες ἄλλως αὐτοῖς διαλεχθῆναι φυλαττόντων δεσμοφυλάκων· ἔτι δὲ ὡς εἴπομεν καὶ ἀπὸ μέθης, οἷον ὅταν λέγων ὑπὸ μέθης προαχθῆναι τἀ‐
15ληθὲς εἰπεῖν καὶ ἐξαγορεῦσαι τὰ ἀπόῤῥητα, ὡς ἐπὶ τοῦ ὀμόσαντος ἐν συμποσίῳ τυραννήσειν· λέγοντος γὰρ αὐ‐ τοῦ πιθανὴν ἀπολογίαν, ὅτι οὐκ ἂν ὤμνυον, εἰ τυραν‐ νεῖν ἐβουλόμην, ἐκβάλλει ταύτην ὁ κατήγορος λέγων, ὑπὸ μέθης αὐτὸν ἐξειπεῖν, καὶ ὅτι τῆς ἀληθείας ἔλεγχός ἐστιν
20οἶνος· καὶ ἀπὸ τύχης δέ ἐστιν ἐκβαλεῖν τὴν πιθανὴν ἀπολο‐ γίαν, ὅτ’ ἂν λέγωμεν θεῶν προνοίᾳ γενέσθαι τὸ συμβε‐ βηκὸς, καὶ ἐκ θεῶν προαχθῆναι εἰπεῖν τι ἢ πρᾶξαι, ὅπερ ἂν ἡ ὑπόθεσις ἔχῃ καὶ ὅτι ἡ τύχη τῆς πόλεως, ἀγαθὴ οὖσα καὶ βουλομένη τὰ κεκρυμμένα φῆναι,
25ἐπῆρέ σε ποιῆσαι τοὺς πολεμίους τὴν εἰκόνα σου στῆσαι, ὡς ἂν ταύτῃ κατάφωρος γενόμενος μὴ εἰς πέρας ἀγάγοις τὸ ἔργον καὶ τὴν κατὰ τῆς πόλεως ἐπιχείρησιν· καὶ ἐπι‐ χειρήματά τινα ἐρεῖς καὶ παραδείγματα ἀπὸ τούτων, ἀφ’
ὧν καὶ ἄκοντες πράττουσι καθ’ ἑαυτῶν· ἐρεῖς δὲ καὶ406

4

.

407

ἐπὶ τῆς ἀγνοίας, ὡς οἱ ἐπιθυμοῦντές τινος ὅλην τὴν γνώμην πρὸς τὴν ἐπιθυμίαν ἐξάγουσιν ἀγνοοῦντες τὰ βλαβερά· τοῦτο λέγων εἰς τὰ τῆς μεταθέσεως τῆς αἰτίας ἀνατρέχει, ἐπί τι γὰρ ἕτερον πειρᾶται τρέπειν τὸ ση‐
5μεῖον, ὥσπερ ὁ καλλωπιζόμενος· ἐρεῖ γὰρ, ὅτι καὶ Λα‐ κεδαιμόνιοι καλλωπίζονται ἐν πολέμῳ προσδοκωμένου αὐ‐ τοῖς θανάτου. Μαρκελλίνου. Ἡ ἀνὰ πρόθεσις περιττεύει, οὕτω γὰρ κέκληται παρὰ τὸ στρέφειν τὸ σημεῖον εἰς τὸ
10ἐναντίον· ἃ γὰρ ὁ κατήγορος ποιεῖ τὰ σημεῖα τοῦ ἐγκλή‐ ματος, δι’ ὧν ὑπεύθυνον τὸν φεύγοντα τῷ ἐγκλήματι καθίστησι, ταῦτα ἐν τῇ πιθανῇ ἀπολογίᾳ ὁ φεύγων ἀναστρέφει τοῦ μὴ πεποιηκέναι τὸ ἐγκαλούμενον σημεῖον τιθέμενος· οἷον ἐν συμποσίῳ τις ὤμοσε τυραννήσειν, καὶ
15κρίνεται ὡς ἐπιθέμενος τυραννίδι· συνιστὰς γὰρ, ὅτι οὐχ ὡς διανοούμενος τυραννεῖν, ἀλλὰ παιδιᾷ χρώμενος, ἰσχυ‐ ριεῖται, ὅτι εἴπερ ἠβουλόμην ἀληθῶς τυραννεῖν, οὐκ ἂν πρὸς τοὺς συμπότας τοῦτο ἐξέφηνα, οὐ γὰρ ὠφεληθῆ‐ ναί τι ἔμελλον ἐκ τούτου, ἀλλὰ μᾶλλον βλαβῆναι· ζη‐
20τητέον δὲ, τί διαφέρει τῆς μεταθέσεως· καὶ τοῦτο γὰρ κἀκεῖνο πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· λέγομεν οὖν, ὅτι ἡ μὲν μετάθεσις τὸ παρὰ τοῦ κατηγόρου ἐπιφερό‐ μενον μετατίθησιν ἐπὶ τὸ ἀνεύθυνον, ἡ δὲ πιθανὴ ἀπο‐ λογία τὸ ἐναντίον τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους κατα‐
25σκευάζει· τοῦ γὰρ κατηγόρου τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους κατασκευάζοντος, ὅτι ὅπου ἐδάκρυες τυραννεῖν ἤθελες,
καὶ σημεῖα ποιουμένου τυραννίδος τὰ δάκρυα, ὁ φεύγων407

4

.

408

σημεῖα ποιεῖται τοῦ μὴ ἐθέλειν τυραννεῖν· ἐρεῖ γὰρ, καὶ μὴν εἰ ἤθελον τυραννεῖν, οὐκ ἂν ἐδάκρυον, ἵνα ὕποπτος γένωμαι· οὐχ ὅτι καὶ τῶν ἄλλων οὐκ ἐχόντων τὸ πι‐ θανὸν, ἀλλ’ ὅτι μάλιστα ἐν ταύτῃ δεῖ αὐτὸ περισσεύειν·
5ὅθεν καὶ πιθανὴ ἀπολογία καλεῖται, ὅτι ἐκ τῶν εἰκό‐ των προαγόμενον τὸ κεφάλαιον πιθανότητος πολλῆς με‐ τέχει· οὐ γὰρ εἰκὸς τὸν τυραννεῖν ἐπιθυμοῦντα ἐκφαί‐ νειν διὰ τῶν δακρύων τὸ βούλημα· ἀκολούθως δὲ ἡ τάξις τῶν κεφαλαίων, μετὰ τὴν μετάθεσιν ἡ πιθανὴ
10ἀπολογία, δεῖ γὰρ πρῶτον τὴν αἰτίαν εἰπεῖν, εἶθ’ οὕ‐ τως ἀνατρέψαι καὶ δεῖξαι ἐναντίον ὂν τῷ ἐγκλήματι τὸ σημεῖον· ἐζήτησε δὲ ὁ τεχνικὸς, εἰ τῶν ἐμπιπτόντων ἀεὶ τὸ κεφάλαιον, καὶ δαιμονίᾳ τινὶ πρὸς τοῦτο μεθόδῳ κέ‐ χρηται· εἶδεν γὰρ, ὡς οὐκ ἀεὶ δυνατὸν ἐμπεσεῖν τὴν
15πιθανὴν ἀπολογίαν, ὅ ἐστι τὴν ἀναστροφὴν τὴν εἰς τὸ ἐναντίον· τότε δὲ οὐ δυνατὸν, ὅτ’ ἂν τὸ σημεῖον ἀκόλουθον εἴη τῷ ἐγκλήματι καὶ ἀναγκαῖον καὶ σύμφω‐ νον· οἷον σκηπτοῦ καταλαβόντος τὴν Περικλέους οἰκίαν εὑρέθησαν ἔνδον τρισχίλιαι πανοπλίαι καὶ κρίνεται τυ‐
20ραννίδος ἐπιθέσεως· ἐνταῦθα γὰρ, ἐπειδὴ ἀναγκαῖον τῷ θέλοντι τυραννεῖν τὸ ἔχειν ὅπλα, καὶ τῷ φονεύειν βουλομένῳ τὸ ξιφήρη εἶναι, οὐ δύναται λέγειν· καὶ μὴν εἰ ἤθελον τυραννεῖν οὐκ ἂν παρεσκευαζόμην ὅπλα· ἑωρα‐ κὼς οὖν τοῦτο ὁ τεχνικὸς, ὡς ἀδύνατον ἐν τοῖς τοιούτοις
25ζητήμασιν εὑρεθῆναι τὸ κεφάλαιον, ἐσκόπησεν, ἀλλ’ ὅτι κεφάλαιον ἐν τοῖς ζητήμασιν, ὃ τὴν τάξιν ἀναπληροῖ τῆς πιθανῆς ἀπολογίας τὸ καλούμενον μὴ ἀντιστρέφον· δῆλον δὲ τὸ λεγόμενον· οὐ γὰρ ἐξ ἀμφοτέρων τῶν με‐ ρῶν ἁρμόζει συνιστάμενον, ἀλλ’ ἐξ ἑνός· οἷον ὁ τυραν‐
30νεῖν βουλόμενος ὅπλα παρασκευάζεται· οὐ μὴν ὁ πᾶς
ὅπλα κεκτημένος ἐπὶ τυραννίδι προσποιεῖται· ἀλλ’ ἔτι408

4

.

409

καὶ δι’ ἄλλην αἰτίαν ὅπλα παρασκευάζεσθαι, ὥστε ἐν χρείᾳ δοῦναι τῇ πόλει, φυλάξαι τὴν χώραν, ὁπλίσαι τοὺς ἀνόπλους, ἵνα πλείους ὦσιν οἱ ὁπλῖται· διὰ τοῦτο γὰρ καὶ μὴ ἀντιστρέφον καλεῖται τὸ κεφάλαιον, ὅτι ἐξ ἑνὸς
5συνίσταται μέρους, καὶ ἀναγκαῖόν ἐστιν, οὐ μὴν ἀντι‐ στρέφει τὸ ἕτερον· ὅπου δὲ ἀνακόλουθον τὸ σημεῖον, καὶ οὐκ ἀναγκαῖον τῷ ἐγκλήματι, ἡ πιθανὴ ἀπολογία εὑρίσκεται· οἷον ἀνακόλουθον τῷ τυραννεῖν ἐπιθυμοῦντι τὸ δακρύειν· οὐ γὰρ πρὸς τὸν σκοπὸν τὰ δάκρυα συμ‐
10βάλλεται· ἰστέον δὲ ὡς γίνεται ἡ πιθανὴ ἀπολογία καὶ ἐκ τῆς τοῦ ἀνευθύνου ἀντεισαγωγῆς ἐνίοτε· οἷον ἐψη‐ φίσατο ὁ δῆμος τῷ φεύγοντι πένητι κάθοδον, ἀντειπὼν ὁ πλούσιος ἡττήθη, κατιὼν ὁ πένης ἀνῄρηται καὶ κρίνεται ὁ πλούσιος φόνου· ἐνταῦθα τῇ ἀντεισαγωγῇ
15τοῦ ἀνευθύνου χρήσεται ὁ πλούσιος, ὅτι εἴπερ ἐβου‐ λόμην ἀποκτεῖναι τὸν πένητα, αὐτὸς μὲν σιωπὴν ἦγον, ἕτερον δὲ ἀντειπεῖν ἔπειθον. Ἐν τοῖς τοιούτοις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. Ἡ προσθήκη καλῶς, οὐ γὰρ ἀεὶ ὁριστικῶς ἐξετασθήσεται ὡς ἐπὶ τοῦ καλλωπιζο‐
20μένου μειρακίου· ἀλλὰ γνωστέον, ὡς ὅτ’ ἂν τὸ σημεῖον διαβεβλημένον τυγχάνῃ καὶ βαρῇ τὸν κρινόμενον, τότε ὁρικῶς ἐξετασθήσεται· τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν, ὅτι οὐ μόνῳ τῷ σημείῳ ἀποδεικνύναι τὸ ἔγκλημα ὁ διώκων ἀρκεσθήσεται, ἀλλὰ καὶ αὐτὸ τὸ σημεῖον καθ’
25ἑαυτὸ ὡς ἔγκλημα ὁριεῖται ὁ κατήγορος· τὸ δὲ ἔστιν ὅτε, προσέθηκεν ἀσφαλῶς διὰ τὸ μὴ πάντα ὁμοίως τὰ σημεῖα ἰσχύειν· ἀλλ’ ὅτ’ ἂν βαρῇ τὸν κρινόμενον, τότε ὡς ὁριστικὴν ἐπὶ τοιούτων τὴν κατασκευὴν ποιη‐ σόμεθα, ὥσπερ ἔφαμεν ἐπὶ τοῦ μειρακίου· ἐν τούτῳ
30γὰρ ὁ κατήγορος πολλὴν ἔχων τῶν σημείων τὴν ἰσχὺν
οὐ μόνον εἶναι σημεῖα τοῦ πορνεύεσθαι λέγει, ἀλλὰ καὶ409

4

.

410

αὐτὸ καθ’ ἑαυτὸ ὁριεῖται πορνεύειν εἶναι τὸ καλλωπί‐ ζεσθαι νέον οὕτω καὶ τὰ γυναικῶν ἐπιτηδεύοντα, ἀκρι‐ βῶς οὖν τὸ βιαίως προσέθηκεν, οὐ γὰρ ὄντως ταὐτὸν τὸ καλλωπίζεσθαι τῷ πορνεύειν ἐπιδεῖξαι πρόκειται· ἀλλ’
5ἐκ περιουσίας καὶ ὑπερβολῆς ὡς ἔφαμεν παραλαμβάνε‐ ται· ὅτι οὔπω καλλωπίζεται καὶ πεπόρνευται· διὸ καὶ βιαίως εἶπεν· φύσει γὰρ μέρος ἀδικήματος καὶ ὑπαίτιον τὸ γινόμενον· οὐκ αὐτὸ δὲ καθ’ αὑτὸ ἔγκλημα· ἢ γὰρ ἂν ὅρος ἦν, οὐκ ἔτι στοχασμός· τοιοῦτο καὶ τὸ τοῦ
10Παυσανίου τοῦ Μηδικὴν ἐσθῆτα φοροῦντος καὶ κρινο‐ μένου μηδισμοῦ, σημεῖον κἀκεῖ ἡ ἐσθής· ὑπαίτιον, οὐκ ἔγκλημα καθ’ ἑαυτό· τινὲς δὲ ἀπατηθέντες ἐνόμισαν ὁρι‐ κὸν τὸ ζήτημα· ἰστέον, δὲ ὅτι τὸ μὴ ἀντίστροφον τοῦτο διαλεκτικὸν θεώρημά ἐστι, καὶ τάξιν πληροῖ πιθανῆς
15ἀπολογίας παρὰ τοῖς ῥήτορσιν· καλεῖ δὲ αὐτὸ ὁ Ἀρι‐ στοτέλης παρεπόμενον· ἔστι δὲ τοιοῦτον, ὅτ’ ἂν ταῖς προτάσεσι καὶ κατασκευαῖς ἡ ἀντιτροφὴ μὴ συμφωνῇ· οἷον ἄνθρωπος ζῶον· ἀλλὰ νῦν καὶ ἵππος ζῶον· ταῦτα ἀκόλουθα· ἡ δὲ ἀναστροφὴ οὐκέτι συμφωνεῖ· ἔστι δὲ ἡ
20ἀναστροφή· οὐκοῦν καὶ ὁ ἄνθρωπος ἵππος· καὶ πάλιν ἀλεκτρυὼν δίπουν· ἄνθρωπος δίπουν, ἀλεκτρυὼν ἄρα ἄνθρωπος· τί δὲ διαφέρει παρά τε διαλεκτικοῖς τὸ ἀν‐ τίστροφον καὶ παρὰ τοῖς ῥήτορσι ζητητέον· ἔστι μὲν οὖν παρὰ διαλεκτικοῖς τεκμήριον ἀληθὲς ἓν πρὸς ἓν συγκεί‐
25μενον πάντως καὶ ἀντιστρέφει· τὸ δὲ παρὰ τοῖς ῥή‐ τορσιν οὐκ ἀληθείας, ἀλλὰ πιθανότητος ἐχόμενον· οὔτε γὰρ ἀντιστρέφει, οὔτε ἓν πρὸς ἕν ἐστιν, ἀλλὰ ἓν πρὸς πλείονα τέτακται, οἷον τεκμήριόν ἐστι τοῦτο, εἰ τέτοκε γάλα ἔχει, καὶ ἀντιστρέφει, εἰ γάλα ἔχει, τέτοκεν· τὸ δὲ παρὰ
30τοῖς ῥήτορσι σημεῖόν ἐστιν· εὕρηται χιλίας πανοπλίας ἔχων410

4

.

411

Περικλῆς καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· πιθανὸν μὲν καὶ εἰκὸς, οὐ μὴν πάντως καὶ ἀληθὲς τὸ λεγόμενον· ἀναγκαῖον μὲν γὰρ τῷ τυραννεῖν βουλομένῳ τὰ ὅπλα παρασκευάζεσθαι· οὐ μὴν πάντως ὁ τὰ ὅπλα παρασκευα‐
5σάμενος τυραννίδι ἐπιτεθήσεται· δυνατὸν γὰρ καὶ ἄλλου τινὸς χάριν ὅπλα παρασκευάζεσθαι τοῦ ἐπιδοῦναι και‐ ροῦ συμβεβηκότος τῇ πόλει, τοῦ φυλάξαι τὴν χώραν, καὶ ὅσα τοιαῦτα ἕτερα. Καὶ ἐρεῖ δηλαδὴ ὅσα κἀν τῇ μεταθέσει τῆς αἰτίας· οἷον ἢ μεγαλοπρεπέστε‐
10ρος φανῆναι βουλόμενος ἢ τὴν ἀπὸ φύσεως ἀμορφίαν τῷ ἐπιθέτῳ κάλλει καλύψαι προαιρούμενος καὶ τῷ καλλωπισμῷ· ταῦτα γὰρ τοῦ χρώματός ἐστι· μὴ νομί‐ σωμεν δὲ παλιλλογεῖν ἢ ἀδολεσχεῖν τὸν τεχνογράφον· μάλιστα μὲν γὰρ ἐκεῖνο φυλακτέον, ὅτι τοῖς ἰσχυροτά‐
15τοις ἀεὶ δεῖ χρῆσθαι τὸν ῥήτορα ἄλλως τε κἂν ἐπικρα‐ τέστερον τὸν ἀντίδικον θεασώμεθα, ὥσπερ ἐνταῦθα ἐπὶ τοῦ μειρακίου ἐναλλάξαι δεῖ τοῦ λόγου τὰ σχήματα ποι‐ κίλαις καὶ εὐμεταχειρίστοις χρωμένους ταῖς ἀφορμαῖς, ὥσπερ ὁ Δημοσθένης εἴωθε ποιεῖν, καινίζων ἀεὶ τὸν
20λόγον τοῖς τῆς ἀπαγγελίας σχήμασιν.
21nἩ κοινὴ ποιότης οἱ ἐπίλογοί εἰσι καὶ αἱ δευτερολογίαι· γίνονται
22nδὲ ἐν παντὶ ζητήματι, οὐκ ἐν στοχασμῷ μόνον· ὑπὸ μὲν τῶν κατη‐
23nγόρων τοπικῶς μετὰ τὰς ἀποδείξεις κατατρεχόντων τοῦ ἐγκλήματος·
24nοἷον κατὰ τυράννου ἢ πόρνου, ἢ ὅ τι ἂν ᾖ τὸ ἔγκλημα· καὶ ἐπανα‐
25nκεφαλαιουμένων γε ἕκαστα τῶν ἐπικαίρων· ὡς ὁ Δημοσθένης· οἷον
26nσυλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένα, ἀπέδειξα μηδὲν ἀλη‐
27nθὲς ἀπηγγελκότα, καὶ τὰ ἑξῆς· ὑπὸ δὲ τῶν φευγόντων, ἀνακεφα‐
28nλαιουμένων μὲν ὁμοίως τοῖς ἄλλοις· οὐχ ὁμοίως δὲ χρωμένων· ἀλλ’
29nἐλεεινολογουμένων τε καὶ πάθη κινούντων· ἐνταῦθα καὶ παραγωγαὶ
30nχρήσιμοι τῶν παίδων καὶ γυναικῶν καὶ φίλων, καὶ ὅσα τοιαῦτα, ἃ
31nὁ κατήγορος ἀναιρήσει δηλαδὴ τῷ συμφέροντι· κοινὰ δὲ ἀμφοῖν τὰ411

4

.

412

(1n)

τελικὰ λεγόμενα κεφάλαια ἐνταῦθα, τὸ νόμιμον, τὸ δίκαιον, τὸ
2nσυμφέρον, τὸ δυνατὸν, τὸ ἔνδοξον· ὅλως τε οἱ ἐπίλογοι λαμβάνον‐
3nται μὲν ἀφ’ ὧνπερ καὶ τὰ προοίμια καὶ ἰσχύουσί γε τὰ αὐτά· πά‐
4nθους γὰρ ψυχῆς ἕνεκα εἰσάγεται ἄμφω· οἷον, φόβου, ἢ ὀργῆς, ἢ
5nἐλέου, ἢ φθόνου, ἤ τινος τοιούτου· διαφέρει δὲ ἀλλήλων τῷ τὰ μὲν
6nπροοίμια παρασκευάζειν πρὸς τὸ δέξασθαι ἢ ἀποθέσθαι τόδε τι
7nπάθος τῆς ψυχῆς· τοὺς δὲ ἐπιλόγους ἢ αὔξειν ἢ μειοῦν διὰ τῶν
8nκεφαλαίων· τότε ἤδη τελέως ἐξαίρειν· καὶ ἔτι ἐν τούτῳ διαφέρουσιν
9nοἱ ἐπίλογοι καὶ τὰ προοίμια, τῷ τοὺς ἐπιλόγους λελῦσθαί τε ἤδη
10nκαὶ κατὰ τὸν ῥυθμὸν, καὶ ἐπιπλεῖον ἕκαστον προάγεσθαι τῶν εὑ‐
11nρισκομένων· ἀλλὰ μὴ διὰ βραχέων, ὡς ἐν τοῖς προοιμίοις· ἀκρι‐
12nβέστερον δὲ ἐν τῷ περὶ προοιμίου λελέξεται ταῦτα.
13 Συριανοῦ. Κατεχρήσατο εἰπὼν δευτερολογίαι· ἡ γὰρ δευτερολογία λέγεται, ὅτ’ ἄν τις ἐπὶ ἤδη λεγομένῳ
15λόγῳ ἕτερον ἐπεισφέρῃ λόγον· ὁ δὲ δευτερολογίαι ἐκά‐ λεσε τὴν τῶν αὐτῶν ἀνακεφαλαίωσιν καθ’ ἕνα λόγον παρέχουσαν, ὠνόμασται δὲ κοινὴ ποιότης, διότι κοινόν ἐστιν ἀμφοτέρων τῶν μερῶν τὸ κεφάλαιον, ἑκατέρου τῶν ἀγωνιζομένων τὴν οἰκείαν ποιότητα πρὸς τῷ πέρατι
20τοῦ λόγου συνιστῶντος· καὶ τῶν πλατέως δι’ ὅλου τοῦ λόγου κατασκευασθέντων ὡς καλῶν ἢ δικαίων ἢ συμ‐ φερόντων σύντομον ὑπόμνησιν ποιουμένου· διαιρεῖται δὲ ἡ κοινὴ ποιότης εἴς τε πραγματικὸν καὶ παθητικόν· καὶ αὖθις τὸ μὲν πραγματικὸν διὰ δύο τούτων ἐργασό‐
25μεθα τόπων, ἐπανόδου καὶ ἀνακεφαλαιώσεως· ἢ γὰρ ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος τῶν προειρημένων πραγμά‐ των ἁπάντων ποιούμεθα τὴν ὑπόμνησιν, καὶ καλεῖται ἀνακεφαλαίωσις· ἢ ἀπὸ τῶν τελευταίων ἐπὶ τὴν ἀρχὴν ἐπάνιμεν, καλοῦντες αὐτὸ ἐπάνοδον· παράδειγμα τοῦ
30μὲν προτέρου Δημοσθένης ἐν τῷ παραπρεσβείας· ἐν οἷς412

4

.

413

φησιν, συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένα ἐξ ἀρχῆς· ἐπέδειξα οὐδὲν ἀληθὲς ἀπηγγελκότα ἀλλὰ φε‐ νακίσαντα ὑμᾶς· οὐκοῦν ταῦτα ὑπεσχόμην ἐν ἀρχῇ, ταῦτα ὑπέδειξα· τῆς δὲ ἐπανόδου παράδειγμα περὶ
5τοῦ Πώλου ἐραστοῦ διεξιὼν Πλάτων ἡμῖν ἐν Φαίδρῳ παρέχεται λέγων· φυγὰς δὴ γίνεται ἐκ τούτων καὶ ἀπε‐ στερηκὼς ὑπ’ ἀνάγκης ὁ πρὶν ἐραστὴς, ὀστράκου μετα‐ πεσόντος, ἵεται φυγῇ μεταβαλὼν, ὁ δὲ ἀναγκάζεται διώ‐ κειν ἀνόητος ὢν ἀγανακτῶν καὶ ἐπιθειάζων· ἠγνοηκὼς
10τὸ ἅπαν ἐξ ἀρχῆς, ὅτι οὐκ ἄρα ποτὲ ἔδει ἔρωτι καὶ ὑπ’ ἀνάγκης κατεχομένῳ χαρίζεσθαι ἀνοήτως· ἀλλὰ πολὺ μᾶλλον μὴ ἐρῶντι καὶ νοῦν ἔχοντι· εἰ δὲ μὴ ἀναγκαῖον εἶναι ἐκδοῦναι αὐτὸν ἀπίστῳ, δυσκόλῳ, φθονερῷ, βλα‐ βερῷ μὲν πρὸς οὐσίαν, βλαβερῷ δὲ πρὸς τὴν τοῦ σώ‐
15ματος ἕξιν· πολὺ δὲ βλαβερωτάτῳ πρὸς τὴν τῆς ψυχῆς παίδευσιν· τὸ μὲν οὖν πραγματικὸν οὕτως μεταχειρισό‐ μεθα, συντομωτέραν ὑπόμνησιν τῶν πλατέως εἰρημένων ἐν τῷ λόγῳ ποιούμενοι· τὸ δὲ παθητικὸν ὑπὸ μὲν τοῦ κατηγόρου διὰ καταδρομῆς πληρωθήσεται πρὸς ὀργὴν
20κινοῦντος τοὺς δικαστάς· ὑπὸ δὲ τοῦ φεύγοντος διελεει‐ νολογῶν προαχθήσεται· ἔνθα δὴ καὶ παραγωγαὶ γυναι‐
κῶν τε καὶ παίδων χρήσιμοι καὶ φίλων· πολλοὶ γοῦν413

4

.

414

ἡττώμενοι ταῖς δικαιολογίαις, τοσοῦτον ἐν τῇ τοῦ ἐλέου διεξόδῳ κεκινήκασι πάθος, τοῖς ἀκροωμένοις ὡς τὴν νι‐ κῶσαν ἀπενέγκασθαι· καὶ τούτου μαρτύριον Ὑπερίδης ἐν τῷ ὑπὲρ Φρύνης τῆς ἑταίρας λόγῳ ἐλεεινολογίας τε
5πλήθει καὶ τῇ περιῤῥήξει τῆς ἐσθῆτος διασώσας ἐκ τῆς Εὐθίου κατηγορίας τὴν ἄνθρωπον· ἐπὶ δὲ τῷ πα‐ θητικῷ τοῖς τελικοῖς ἄμφω χρήσονται κεφαλαίοις, νομί‐ μῳ, δικαίῳ, δυνατῷ, συμφέροντι, ἐνδόξῳ· καὶ καθό‐ λου, ὥσπερ Ἑρμογένης φησὶ, λαμβάνονται μὲν οἱ ἐπί‐
10λογοι, ὅθεν καὶ τὰ προοίμια, καὶ ἰσχύουσί γε τὰ αὐ‐ τά· πάθους γὰρ ψυχῆς ἄμφω κινητικά, εὐνοίας, μίσους, φόβου, ὀργῆς, ἐλέου, φθόνου, ἤ τινος τοιούτου· δια‐ φέρουσι δὲ ἀλλήλων τῇ τε τάξει καὶ τῇ ἐννοίᾳ καὶ τῇ φράσει· τὰ μὲν γὰρ τὴν πρώτην τοῦ λόγου κατ‐
15έχει τάξιν, καὶ σπερματικωτέραις χρώμενα ταῖς ἐννοίαις τοῖς τε σχοινοτενέσι καλουμένοις χαίρουσι τῶν κώλων καὶ τοῖς βεβηκόσι τῶν ῥυθμῶν· οἱ δὲ ἐπίλογοι τῷ τε λόγῳ παντὶ ἐπάγονται ὡς καὶ τὸ ὄνομα δηλοῖ, καὶ τὰς ἐννοίας ἐφ’ ὅσον ἂν ἐθέλωσιν πλατύνοντες, τοῖς ἀσυν‐
20δέτοις καὶ κομματικωτέροις χαίρουσι τῶν κώλων καὶ τοῖς λελυμένοις τῶν ῥυθμῶν. Σωπάτρου. Ἐνταῦθα περὶ ὅλων τῶν ἐπιλόγων ὁ τεχνικὸς διαλαμβάνει καί φησιν ὡς τὰ τελικὰ κεφάλαια τῶν ἐπιλόγων εἰσὶν, ἅπερ οὕτως ὠνόμασται, ἐπειδὴ ἕκα‐
25στον αὐτῶν τέλος ἐπιθεῖναι δύναται τῷ λόγῳ· ὅθεν οὐδὲ ἀναγκαίως ἐν πᾶσιν ἐμπίπτειν· ἰστέον δὲ, ὅτι ταῦτα οὐ‐ δὲ κεφάλαιά τινες ἀξιοῦσι καλεῖν ἀλλ’ ἐνθυμήματα, ἐκ τῆς Δημοσθενικῆς δεινότητος καὶ περιουσίας ἐφευρημέ‐
να, ἄλλοι δέ φασιν ὡς κεφάλαιά εἰσιν οὐκ ἐνθυμήμα‐414

4

.

415

τα· οὐ γὰρ ἀπὸ τῆς τοῦ ῥήτορός ἐστι δυνάμεως προ‐ αγόμενα, ἀλλ’ ἀναγκαίως παραλαμβανόμενα ἐν τοῖς ἐπι‐ λόγοις ὑπὸ πάντων καὶ τεχνικῆς ἐχόμενα ἀπαραιτήτου ἀκριβείας· οἱ δὲ ἐπίλογοι μὲν τοῦ λόγου τυγχάνουσιν·
5ὡς γὰρ πολλάκις ἀκηκόαμεν ὁ λόγος ἀπ’ ἀρχῆς διῄρηται, προοιμίῳ, προκαταστάσει, παρεκβάσει, ἐπιλόγοις, οἱ αὐ‐ τοὶ δὲ καὶ οὗτοι, καὶ ὡς κεφάλαιον τῆς ὅλης λαμβά‐ νονται στάσεως, καὶ δεῖ οὕτω νοῆσαι τὸ ἡ κοινὴ ποι‐ ότης ἡ ἐν τοῖς ἐπιλόγοις συμβαίνουσα γίνεσθαι, ὁ κοι‐
10νός ἐστι τόπος· μετὰ γὰρ τὸ ἀγωνίσασθαι καὶ δεῖξαι ὑπεύθυνον τῷ ἐγκλήματι τὸν κατηγορούμενον, τότε καὶ τὸν κοινὸν τόπον παραληψόμεθα, καταφορὰν ἐμποιοῦν‐ τες τῷ λόγῳ, οὐ τὸν κατηγορούμενον δὲ μόνον ὑπο‐ βάλλομεν τῷ λόγῳ, ἀλλὰ καὶ πάντας ὅσοις τὰ ὅμοια δέ‐
15δρανται καθολικῶς κατασκευάζοντες, τὴν καταδρομήν· ὥσπερ καὶ Δημοσθένης· τούτου γὰρ ἀρχόμενος τοῦ κε‐ φαλαίου καθολικῶς ἐπεχείρησεν οὕτως εἰπών· πονηρὸν, ὦ θεοὶ, πονηρὸν ὁ συκοφάντης καὶ τὰ ἑξῆς· μετὰ δὲ τὴν κοινὴν ποιότητα διαιρήσομεν τὰ λοιπὰ τῶν ἐπιλό‐
20γων εἰς δύο, εἴς τε πράγματα καὶ πάθη· καὶ τὰ μὲν πράγματα ἔχει τὴν ἀνακεφαλαίωσιν, ἥντινα ληψόμεθα οὐχ ὡς ἔτυχεν οὐδὲ πάντων ὁμοῦ τῶν ἐν τοῖς ἀγῶσιν, ἀλλὰ τῶν ἐπικαίρων, καὶ ἐξ ὧν ἰσχύομεν· ὥσπερ ὁ Δη‐ μοσθένης πανταχοῦ· ἐν μὲν τῷ κατὰ Ἀριστοκράτους
25ἐπειδὴ τῷ νομίμῳ ἴσχυεν, ἐξ αὐτοῦ μάλιστα τὴν ἀνα‐ κεφαλαίωσιν ἐποιήσατο· ἐν δὲ τῷ περὶ τοῦ στεφάνου, ἀπὸ τοῦ δικαίου· τούτῳ γὰρ ἔῤῥωτο· ἐν μὲν γὰρ τοῖς ἀγῶσιν ἀνάγκη πολλάκις καὶ οἷς οὐ λίαν ἰσχυριζόμεθα εἰς τὸν λόγον παραλαμβάνειν· ἵνα μή τι τούτων παρο‐
30ραθὲν εἶτα τὴν διάνοιαν τῶν δικαζόντων καταλαβὸν ὕποπτον τὸν λόγον ἐργάσηται καὶ διὰ τοῦτο ἧττον ἰσχυ‐
ρόν· ἐν δὲ τοῖς ἐπιλόγοις ἐπειδὴ τῶν πραγμάτων ἐστὶν415

4

.

416

ἀνακεφαλαίωσις, οὐ δεῖ τῶν ἀσθενεστέρων μεμνῆσθαι· οὕτω μὲν οὖν ὁ κατήγορος ἀνακεφαλαιώσεται· χρήσεται μέντοι καὶ ὁ φεύγων πρὸς τὸ λυσιτελοῦν αὐτῷ τὸ κε‐ φάλαιον ἐργαζόμενος, πρὸς τοῦτο ὁ κατήγορος οὐκ ἀ‐
5πορήσει λέγων· δίδωσι γὰρ αὐτῷ εἰς τὴν ἐκβολὴν τοῦ ἐλέου τὰ τελικὰ κεφάλαια ἡ τέχνη· καὶ τούτων παρα‐ δείγματα παρὰ τῷ Δημοσθένει· ἐν γὰρ τῷ κατὰ Μειδίου μέλλοντος ἐκείνου τοὺς παῖδας ἀναβιβάζειν καὶ παρι‐ στάνειν τοῖς δικασταῖς, ὁ Δημοσθένης ἀντέταξε τοὺς
10νόμους τοῖς παισὶν εἰπών· ὅτ’ ἂν δ’ οὗτος κλαύσηται καὶ τοὺς παῖδας παράξῃ, ἐμὲ νομίζετε τοὺς νόμους ἔχον‐ τα παρεστάναι τῷ βήματι· τῷ δὲ δικαίῳ οὕτως· οὐδεὶς ἄξιος ἐλέου τυχεῖν τῶν μηδένα ἐλεούντων· τῷ δὲ ἐνδόξῳ οὕτως· ὡς ἐν τῷ παραπρεσβείας εἰσῆξεν ἠθοποιΐαν, ἐν
15ᾗ πεποίηκε λογιζομένους τοὺς Ἕλληνας, Φιλοκράτην, Αἰσχίνην, καὶ ἑαυτόν· τί μὲν Αἰσχίνης καὶ Φιλοκράτης ἐπρέσβευσαν, τί δὲ Δημοσθένης, καὶ τὴν πόλιν τῶν Ἀθηναίων ἐπὶ τούτοις κρίνουσαν· καὶ δι’ ἁπάντων ἁπλῶς δείκνυσιν, ὅτι δόξαν φέρει τῇ πόλει τὸ καταψηφίσασθαι
20τῶν πρέσβεων· τῷ δὲ συμφέροντι οὕτως ἐξέβαλεν εἰπὼν, ὅτι εἰ τούτου καταψηφίσεσθε, οὐδεὶς ἕτερος προδώσει τὴν πόλιν· ἀλλ’ οὐδὲ Φίλιππος ἀνέξεται τοῦ λοιποῦ χρή‐ ματα δοῦναι, ἐφ’ οἷς σύνοιδεν οὐδὲν ὠφελούμενος· καὶ φοβήσει δὲ ὁ ῥήτωρ ἐκ τοῦ ἐναντίου, ὅτι σωθεὶς
25πράξει τὰ χαλεπώτερα· γίνεται δὲ καὶ δι’ αὐτῶν τού‐ των πολλάκις ἡ τοῦ ἐλέου διαγωγή· δίκαιον τοὺς ἀτυ‐ χοῦντας οἰκτείρειν, καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους φη‐ σὶν, ὅτι νόμος φιλάνθρωπος ὢν οὐκ ἐπιτίθεται τοῖς ἀτυ‐ χήμασι τῶν πολιτῶν, ἀλλὰ μετρίως καθ’ ὅσον τε τὰς
30συμφορὰς αὐτοῖς ἐπικουφίζειν, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοί‐
ως εὕροις ἂν τὰ ἐπιχειρήματα.416

4

.

417

Μαρκελλίνου. Καινοπρεπῶς αὐτὸ εἶπεν· οὐ γὰρ ἡ ποιότης οἱ ἐπίλογοί εἰσιν, ἀλλ’ ἡ ποιότης τῶν ἐπιλό‐ γων ἐστί· τὸ περιεχόμενον οὖν εἶπεν ἀντὶ τοῦ περιέχοντος· ἔδειξε δὲ ὡς τοῦτο τὸ μέρος οὐκ ἔστι κεφάλαιον· εἶπεν
5γὰρ, εἰ ἐπίλογοί εἰσιν, αὐτὴν δὲ τὴν ποιότητα ἐπίλογον ἐκάλεσεν ἴσως διὰ τὴν αὔξησιν· κοινὴν δὲ τὴν μὴ τῶν ὡρισμένων καὶ κυρίων προσώπων οἷον Ἀλκιβιάδου, Πε‐ ρικλέους, ἀλλ’ ὡς ἐπὶ τοῦ κοινοῦ τόπου, ἀορίστως αὐ‐ ξόντων ἡμῶν τὸ προκείμενον κατὰ τυράννου παντὸς,
10ἢ ἀνδροφόνου, ἢ ὃ τὸ πρόβλημα βούλεται· ἐκτίθεται δὲ ἐν αὐτῇ, τίνα μὲν ἴδια τοῦ κατηγόρου, τίνα δὲ τοῦ φεύ‐ γοντος, τίνα δὲ ἀμφοῖν· διαιροῦνται δὲ οἱ ἐπίλογοι δι‐ χῇ· τὸ μὲν γὰρ αὐτῶν ἐστι πρακτικὸν, τὸ δὲ παθητικόν· πρακτικὸν μὲν τὸ ἐν ταῖς ἀνακεφαλαιώσεσι, παθητικὸν
15δὲ τὸ ἐν ταῖς ἐλεεινολογίαις· τὸ μὲν οὖν πρακτικὸν τῶν ἐπιλόγων κοινὸν ἀμφοτέρων· ὁ μὲν γὰρ εἰς ὀργὴν ἐκκαλεῖται, ὁ δὲ πειρᾶται τῆς ὀργῆς παραλῦσαι τοὺς δι‐ καστὰς διὰ τῶν πράξεων ὁμοίως ἢ τῶν βεβιωμένων, τὸ δὲ πρὸς ἔλεον παθητικόν ἐστι τοῦ φεύγοντος· ἄλλοι
20δὲ οὕτω· τὸ πρακτικόν φησι διαιρεῖται εἰς τὰς ἀνακε‐ φαλαιώσεις καὶ δευτερολογίας καὶ καταδρομάς· τὸ δὲ παθητικὸν εἰς οἴκτους, καὶ γυναίων καὶ παίδων παρα‐ γωγὰς, καὶ ἐλέου ἐκβολήν· ταῖς μὲν οὖν ἀνακεφαλαιώ‐ σεσιν ἀμφότεροι χρῶνται ὑπομιμνήσκοντες τῶν ἐπικαί‐
25ρων, οὐ πάντων ἀδιακρίτως ἀλλὰ τῶν ἰσχυροτέρων· ταῖς δὲ ἐλεεινολογίαις ὁ φεύγων. Καὶ αἱ δευτερολογίαι. Δοκεῖ παράδοξον τὸ λεγόμενον· εἶδος γὰρ ὑποθέσεώς ἐστιν ὁ τοιοῦτος λόγος· ὥσπερ ὁ κατὰ Ἀνδροτίωνος καὶ ὁ πρὸς Λεπτίνην· ἀλλὰ λέγομεν ὅτι τὴν ἀνακεφαλαίω‐
30σιν οὕτως ὠνόμασε, παρὰ τὸ τὰ αὐτὰ λέγειν δεύτερον. Γίνονται δὲ ἐν παντὶ ζητήματι. Καλῶς προ‐
έλαβε τὸ ἀντιπίπτον· κοινὸν γὰρ τοῦτο τὸ μέρος· λέγω417

4

.

418

δὲ οἱ ἐπίλογοι πάσης στάσεως· πρῶτον μὲν οὖν εἶπεν, τί ἐστι κοινὴ ποιότης, ὅτι ἐπίλογοι· δεύτερον, ὅτι κοι‐ νόν ἐστι πασῶν τῶν στάσεων· τρίτον, πῶς ἄν τις αὐτὸ μεθοδεύσειεν, ὑποτίθεται· ἰστέον οὖν ὡς δευτερολογίαν
5εἶπεν οὐ κυρίως· δευτερολογίαν γὰρ καλοῦσιν οἱ παλαιοὶ τοὺς δευτέρους λόγους, ἑτέρων προσειπόντων τὰς πρω‐ τολογίας· ἴσως ἐπειδὴ καὶ δευτερολογίαι λόγοι εἰσὶν ἐπι‐ λογικώτεροι. ὑπὸ μὲν τῶν κατηγόρων τοπικῶς· Τοπικῶς λέγει κατὰ κοινὸν τόπον καταφορὰν ποιουμέ‐
10νων τῶν λεγόντων καὶ καταδρομῇ κεχρημένων πρὸς τὸ ὑποκείμενον, εἴτε κατὰ τυράννου, εἴτε κατὰ ἀνδροφόνου, ἢ ὅπερ ἂν ᾖ τὸ προκείμενον, ἐπειδὴ μετὰ τὰς ἀποδεί‐ ξεις καὶ τοὺς ἀγῶνας οὐ μόνον ἐν στοχασμῷ διαιρῶν πᾶσαν τῆς κοινῆς ποιότητος τὴν διδασκαλίαν ἐκτίθεται·
15χρήσονται τοίνυν, ὡς ἔφημεν, ταῖς ἀνακεφαλαιώσεσιν ἀμ‐ φότεροι ὑπομιμνήσκοντες τῶν ἐπικαίρων, οὐ πάντων ἀ‐ διακρίτως· μάλιστα γὰρ τοῦ ἐπιστήμονος ἔργον τὸ τοῖς ἰσχυροτέροις ἐμμεῖναι, ὥσπερ ὁ ῥήτωρ ἐν τῷ περὶ τοῦ στεφάνου, τοῦ μὲν νομίμου ἐπίτηδες ἐπιλαθόμενος, σα‐
20θρότερον γὰρ ἦν αὐτῷ, τῷ δὲ δικαίῳ διὰ παντὸς τοῦ λόγου χρησάμενος καὶ συνεχῶς ὑπομιμνήσκων τοὺς δι‐ κάζοντας· οὐ μὴν τὸν αὐτὸν τρόπον ἀμφότεροι ἀνακε‐ φαλαιώσονται, ἀλλ’ ὁ μὲν κατήγορος αὐξήσει καὶ τοπι‐ κῶς καταδραμεῖται μετὰ τὰς ἀποδείξεις, εἰκότως· ἀκό‐
25λουθον γὰρ καὶ τεχνικὸν μετὰ τὰς ἀποδείξεις κατατρέ‐ χειν, ὅτε καιρὸν ἔχουσιν αἱ διαβολαί· τὸ μὲν γὰρ πρὸ τῶν ἐλέγχων καὶ τῶν ἀποδείξεων κατατρέχειν ψιλὴν εἴ‐ ποι τις εἶναι διαβολήν· τὸ δὲ μετὰ τοὺς ἐλέγχους δια‐ βαλεῖν πιστὸν εἶναι δοκεῖ καὶ εὔλογον, καὶ τὸν δικα‐
30στὴν πρὸς ὀργὴν ἐκκαλούμενον· καταδραμεῖται δὲ οὐ μόνον Ἀλκιβιάδου φεύγοντος ἢ Θεμιστοκλέους ἢ ὅπερ ἂν ᾖ τὸ πρόσωπον, ἀλλὰ κοινὸς πρὸς τὸ ἔγκλημα, ἢ
κατὰ τυράννου παντὸς, ἢ κατὰ προδότου, ἢ εἴ τι ἂν ᾖ418

4

.

419

τὸ ὑποκείμενον· ὁ μὲν οὖν κατήγορος οὕτως ἀνακεφα‐ λαιώσεται, ὁ δὲ φεύγων ὑπομιμνήσκει μὲν καὶ αὐτὸς τῶν ἐπικαίρων, ὡς προείρηται· ὑφειμένῳ δὲ τῷ ἤθει τὸν λό‐ γον ποιήσεται τὸν τόνον ἐκβαλὼν καὶ ἐλεεινολογισάμε‐
5νος καὶ πρὸς οἶκτον τὸν δικαστὴν ἐκκαλούμενος· ἐν‐ ταῦθά φησι καὶ παίδων παραγωγαὶ χρήσιμοι, καὶ τὰ τῶν γυναικῶν δάκρυα, καὶ ὅλως ὅσα πρὸς ἐλεεινολο‐ γίαν ἐπιτήδεια· χηρεῖαι γυναικῶν καὶ παίδων ὀρφανίαι καὶ ἀνατυπώσεις· ταῦτα γὰρ ἱκανὰ τὴν γνώμην ἐκ‐
10καλέσαι καὶ φιλανθρωπότερον κατασκευάσαι τὸν ἀκροα‐ τὴν, οὐ μὴν περιόψεται ταῦτα τὰ ἰσχυρὰ τοῦ φεύγον‐ τος ὁ κατήγορος· ἀλλ’ ἐκβαλεῖν πειράσεται τοῖς τελικοῖς κεφαλαίοις χρώμενος· κοινὰ μέντοι πάλιν ἀμφοῖν τὰ τε‐ λικὰ κεφάλαια· καὶ τῷ μὲν νομίμῳ χρήσεται ἐκβαλὼν
15τὸν ἔλεον ὁ κατήγορος, ὅτ’ ἂν τοὺς νόμους ἀντιτάττῃ πρὸς τὰ τοῦ φεύγοντος δάκρυα· ὡς ἐν τῷ κατὰ Μει‐ δίου Δημοσθένης· ἀλλ’ ὅτ’ ἄν φησιν ἔχων τὰ παιδία κλαίῃ, τότε ὑμεῖς τοὺς νόμους ἔχοντά με πλησίον ἡγεῖ‐ σθε παρεστάναι· τῷ δὲ δικαίῳ ὅτ’ ἂν μὴ ἄξιον εἶναι
20λέγῃ τὸν οὕτω πονηρὸν φιλανθρωπίας, καὶ οὐ δίκαιον ἑλεῖν τοῦτον ἢ τοὺς τούτου παῖδας, ὃς ἀνηλεῶς οὕτω διετέθη περὶ τοὺς ἄλλους, ὡς πάλιν ὁ Δημοσθένης, ἐν τῷ κατὰ Μειδίου· καὶ τίς ἂν ταῦτα ἐλεήσειε δικαίως ὁρῶν τὰ τοῦδε οὐκ ἐλεηθέντα· τῷ δὲ συμφέροντι, ὅτ’
25ἂν συμφέρουσαν τοῦ φεύγοντος τὴν τιμωρίαν ἐπιδείξω‐ μεν· ὅτ’ ἂν ἔχωμεν λέγειν, ὅτι συμφέρει τῇ πόλει ἢ τῷ δικάζοντι καταψηφίσασθαι τοῦ κρινομένου ἐξ ἀμφοτέ‐ ρων κατασκευάζοντες· τίνα μέν ἐστι δεινὰ ἀφεθέντος τούτου, καὶ οἷα τολμήσει διασωθείς· τοὐναντίον δὲ πό‐
30σα ἀγαθὰ κολασθέντος αὐτοῦ· ὅτι παράδειγμα καὶ τοῖς ἄλλοις πρὸς σωφροσύνην ἔσται ἡ τούτου τιμωρία· τοὺς
γὰρ ἄλλους, φησὶ, κωλύσει καὶ ἐπισχήσει τοῦ πονηρεύ‐419

4

.

420

εσθαι· μὴ ἁλόντος δὲ αὐτοῦ τοὐναντίον συμβήσεται· πλείους μὲν οἱ πονηροί· τὰ δὲ δικαστήρια μάταια τῶν νόμων ἄκυρα, τῷ δὲ ἐνδόξῳ πάλιν ἐπ’ ἀμφότερα, ὅτι ἀγαθὴν δόξαν περιποιήσει τῇ πόλει τιμωρηθείς· τὴν
5δὲ ἐναντίαν, ἐὰν ἀποψηφίσησθε, ἔχομεν ὁμοίως παρὰ τῷ ῥήτορι τὴν χρῆσιν· καὶ γὰρ ὡς ἀληθῶς τίς ἔσται περὶ ὑμῶν ὁ λόγος, εἰ τοῦτον ἀφήσετε καὶ ἑξῆς· τῷ δὲ πρέποντι· ὅτι πρέπει τοῦ τηλικαῦτα τετολμηκότος καταψηφίσασθαι· δόξαν γὰρ φέρει τὸ πονηρίαν μισεῖν,
10καὶ ἀπὸ τοῦ ὁμοίου συστήσομεν, ὅτι καὶ ἄλλοι ἐπὶ τῷ αὐτῷ ἐγκλήματι τιμωρίαν ἔδοσαν· κοινὸς γὰρ πάντων κεφαλαίων ὁ παραδειγματικὸς τόπος· ἤδη δέ ποτε καὶ νομοθέτας ἢ τοὺς ἄλλους λαμπροὺς γεγονότας ἀντιτίθη‐ σι τῷ φεύγοντι· ὥσπερ ὁ Αἰσχίνης ἐν τῷ κατὰ Κτη‐
15σιφῶντος ἀντιτίθησι Σόλωνα τὸν νομοθέτην, καὶ Θε‐ μιστοκλέα τὸν στρατηγὸν, καὶ Ἀριστείδην τὸν δίκαιον πρὸς τὴν τοῦ ἐλέου ἐκβολήν· ἀλλὰ μὴν καὶ ὁ φεύγων χρήσεται τοῖς τελικοῖς κεφαλαίοις ὡς προειρήκαμεν· οἷ‐ ον ὅτι καὶ οἱ νόμοι βούλονται φιλανθρώπους εἶναι
20τοὺς δικάζοντας, καὶ ἀποψηφίσασθαι· οὕτω γὰρ μᾶλ‐ λον εὔκλειαν καρπώσονται· δίκαιον δὲ καὶ τοὺς ἀτυ‐ χοῦντας οἰκτείρειν· καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους οὐκ ἐπέθετο τοῖς ἀτυχήμασιν, ἀλλ’ ἀπεκούφισεν, εἰς ὅσον εἶχε καλῶς τὰς συμφοράς· οὐκ ἐν τῇ βουλήσει δὲ μόνον
25ἐξεταστέον τὴν γνώμην τοῦ φεύγοντος, ἀλλὰ καὶ ἐν τοῖς ἐπιλόγοις ὁ κατήγορος ἐξετάζει· καὶ τὴν ἑαυτοῦ συνι‐ στὰς, μεθ’ ἧς ἐπὶ τὴν κατηγορίαν ἀπήντηκε τὴν δια‐ βολὴν προαναιρῶν τοῦ φεύγοντος· ἐκεῖνος μὲν γὰρ δῆ‐ λον μὲν ὅτι διαβαλὼν ἐρεῖ, ὅτι δι’ ἔχθραν καὶ ἐπιβου‐
30λεύων, ὁ δὲ, ὅτι οὐ δι’ ἔχθραν, ἢ μῖσος, οὐδὲ λελυπη‐ μένος ἀλλ’ οὐδὲ ὁρῶν ἀδικουμένην τὴν πόλιν, ὡς Δημο‐
σθένης· τίνος ἕνεκεν αὐτοῦ μηδὲν ἀδικοῦντος κατηγο‐420

4

.

421

ρεῖν ἂν προειλόμην· ὅλως δὲ οἱ ἐπίλογοι λαμβάνονται μὲν ἀφ’ ὧνπερ καὶ τὰ προοίμια. Ὁ τεχνικὸς τὴν κοι‐ νωνίαν αὐτῶν ἐπιστησάμενος ὀξέως ἐπάγει τὰς διαφορὰς δύο ταύτας ὁριζόμενος· μίαν μὲν τῷ τρόπῳ, ἑτέραν δὲ
5τῇ λέξει· τὸ μὲν γὰρ πάθος παρασκευάζει, φησὶ, τὸ δὲ αὔξει· καὶ τὸ μὲν συστροφὴν ἔχει τῆς λέξεως· τὸ δὲ λε‐ λυμένην ἔχει τὴν φράσιν· καὶ τὸ μὲν προοίμιον πά‐ θος κινεῖ, αὔξει δὲ ὁ ἐπίλογος, καὶ ὁ μὲν κατήγο‐ ρος ἐμποιεῖν σπουδάζει τὸ πάθος, ὁ δὲ φεύγων κατα‐
10στέλλειν, ὡς Δημοσθένης· Αἰσχίνου γὰρ διαβάλλοντος ὡς δύσνου, εὐθὺς ὁ ῥήτωρ ἐκ προοιμίων καταστέλλει τὴν διαβολὴν διὰ τῆς εὐχῆς θραύων τὸ πάθος καὶ ἐκβάλ‐ λειν ἐπειγόμενος· οὐκοῦν ὁ μὲν κατήγορος καὶ εὐθὺς ἀπὸ προοιμίων ἀρξάμενος εἰσάξει τὸ πάθος, καὶ τοῖς κε‐
15φαλαίοις ἀγωνιζόμενος κἀν τοῖς ἐπιλόγοις ἐπὶ τὰς αὐ‐ ξήσεις τρεπόμενος· ὁ δὲ φεύγων, ὁρῶν κἀν τοῖς προοι‐ μίοις εἰσαχθὲν, κἀν τοῖς ἐπιλόγοις αὐξηθὲν τὸ πάθος, οὐκ εὐθὺς ἐξαίρειν ἐπιχειρήσει· βίαιον γὰρ πρὸς τὰ ἰσχυρὰ προχείρως ἐνίστασθαι· ἀλλ’ ὅσον μειῶσαι καὶ κα‐
20ταστεῖλαι διὰ τῶν προοιμίων ἀρκεσθήσεται· ἔπειτα δὲ διὰ τῶν προαποδείξεων ἰσχύσας ἐπὶ τελευτῆς κἀν τοῖς ἐπιλόγοις τέλεον ἀναιρεῖν πειράσεται· οὕτω καὶ Αἰσχί‐ νης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπὶ τοῦ δευτέρου προοι‐ μίου εἰσάγει λέγων· ἐβουλόμην μὲν, ὦ ἄνδρες Ἀθηναῖοι,
25καὶ τὴν βουλὴν τοὺς πεντακοσίους· ταῦτα δὲ παροξύ‐ νας καὶ τοῖς ἀγῶσι διαβαλὼν τὴν Δημοσθένους πολι‐ τείαν, αὔξει λοιπὸν ἐν τοῖς ἐπιλόγοις τὰς Ἀθηναίων συμφορὰς καὶ τὴν ἅλωσιν ἐκφράζων, ὁρᾷς, ἔφη, ἁλισκο‐ μένην τὴν πόλιν, καὶ τὰ ἑξῆς· καὶ τὸ πάθος ἐκτραγῳ‐
30δεῖ· καὶ τὰ ἄλλα τοῖς Ἕλλησι δυστυχήματα ἐκ τῆς Δη‐ μοσθένους πολιτείας συμβεβηκέναι λέγει· καὶ ὅλως κατὰ
προδότου καὶ δύσνου κοινὸν τόπον ἐργαζόμενος· καὶ ὁ421

4

.

422

μὲν Αἰσχίνης οὕτως· ὁ δὲ Δημοσθένης εὐθὺς ἐν ἀρχῇ καταστέλλει ὁρῶν φλεγμαίνουσαν τῶν δικαστῶν τὴν ὀρ‐ γήν· πρῶτον μὲν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις ὅσην εὔνοιαν ἔχων διατελῶ τῇ τε πόλει καὶ
5πᾶσιν ὑμῖν· καὶ τὴν ἑαυτοῦ συστήσας προαίρεσιν ἐν τῷ προοιμίῳ, ἐν τοῖς ἐπιλόγοις καθάπαξ ἀναιρεῖ τὴν ὀργὴν, καὶ τοὐναντίον εἰς εὔνοιαν μεταβάλλει· καὶ τοιοῦτον ἴ‐ σχυσεν, ὥστε καὶ ἐκόμπασε περὶ τὴν ἑαυτοῦ πολιτείαν· λέγει γὰρ εἰ οἷος ἐγὼ παρ’ ὑμῖν, εἷς ἐν ἑκάστῃ τῶν Ἑλ‐
10ληνίδων πόλεων, ἀνὴρ ἐγένετο, μᾶλλον δὲ εἰ ἕνα ἄνδρα Ἀρκαδία καὶ ἕνα Θετταλία ταὐτὰ φρονοῦντα εἶχεν ἐμοὶ, οὐδεὶς οὔτε τῶν ἔξω πυλῶν Ἑλλήνων οὔτε τῶν ἄλλων τοῖς παροῦσιν ἐχρήσατο κακοῖς· δῆλον δὲ ὡς ὁ μὲν ἐπί‐ λογος ἀπολελυμένον ἔχει τὸν ῥυθμὸν, διὰ τὸ προκεκο‐
15πωμένους τοὺς δικαστὰς δεῖσθαι ἀνέσεώς τινος καὶ μα‐ λακίας λόγων· τὸ δὲ προοίμιον τοὐναντίον· ὅ τε γὰρ ῥυθμὸς συνεστραμμένος καὶ ἡ σύνθεσις τῆς λέξεως σύν‐ τομος. Τινές φασιν οὐκ ὀρθῶς ὡρίσθαι τοὺς ἐπιλό‐ γους δευτερολογίαν· ὁ μὲν γὰρ ἐπίλογος ἔστι λόγος ἐπὶ
20ταῖς ἀποδείξεσι ταῖς εἰρημέναις ἐπιλεγόμενος· ἐν δὲ ταῖς δευτερολογίαις εὑρίσκεται καὶ ἄλλα κεφάλαια καὶ ἐπι‐ χειρήματα· γίνεται δὲ ἐν παντί· ἐπειδὴ πάντων ἐστὶ τῶν λόγων ἡ κοινὴ ποιότης, οὐ μόνον τῶν στοχαστι‐ κῶν, εἰκότως ἐν τῷ στοχασμῷ πᾶσαν αὐτοῦ ποιεῖται τὴν
25διδασκαλίαν, ἵνα κἀν ταῖς λοιπαῖς μὴ ἀγνοῶμεν· προὐ‐ τίθετο γὰρ ἡμῖν ἄνω, τὰ τοῦ στοχασμοῦ κεφάλαια καὶ εἰς τὰς ἄλλας στάσεις συντελεῖν· ἐπίλογος δέ ἐστι λόγος ἐπὶ προειρημέναις ἀποδείξεσιν ἐπιλεγόμενος, ἀθροισμὸν πραγμάτων καὶ ἠθῶν καὶ παθῶν περιέχων, ἢ ἐπάνοδος
30εἰρημένων, ἢ λόγος ἐπιῤῥωννύων τὰ εἰρημένα· κατὰ δὲ Μινουκιανὸν, λόγος δείνωσιν ἢ μείωσιν ἔχων τῶν πε‐ πραγμένων, ἢ λόγος γνῶσιν ἔχων τῶν πεπραγμένων,
ἐν ᾧ καὶ ἡ καλουμένη διατύπωσις ἢ διασκευὴ πάθος κι‐422

4

.

423

νοῦσα καὶ πρὸς ἐναργῆ τῶν πεπραγμένων ἐξέτασιν τὸν δικαστὴν ἄγουσα· ἔχουσι δὲ οἱ ἐπίλογοι καὶ παρακλήσεις καὶ ἀνακεφαλαιώσεις καὶ ἐπιδιηγήσεις· ἔργον δὲ ἐπιλόγου κατὰ πλείονα ἐν Φαίδρῳ· ἐν κεφαλαίῳ λέγοντα ὑπο‐
5μνῆσαι ἐπὶ τελευτῇ τοὺς ἀκούοντας· δεύτερον τὸ ἐπαι‐ νεῖν ἢ ψέγειν· τρίτον, ἀναμιμνήσκειν τὰ εἰρημένα· εἰσφέρονται δὲ ὑπὸ μὲν τῶν κατηγόρων τοπικῶς, μετὰ τὰς ἀποδείξεις κατατρεχόντων· ὑπὸ δὲ τῶν φευγόντων, ἀνακεφαλαιουμένων μὲν ὁμοίως, οὐχ ὁμοίως δὲ χρωμέ‐
10νων, ἀλλ’ ἐλεεινολογουμένων καὶ πάθη κινούντων· ὀρ‐ θῶς δὲ μαθὼν ὁ Πλάτων τὴν τῶν ἐλέων καὶ παθῶν διοίκησιν, δι’ ἑνὸς ὀνόματος ἐδήλωσεν ἐν τῇ ἀπολογίᾳ, τὰ ἐλεεινὰ εἰπὼν ταῦτα δράματα· ἔδοξε μὲν γὰρ ἐκ τοῦ προφανοῦς χρήσασθαι αὐτοῖς, παραιτεῖσθαι δὲ, διὰ τὸ
15μὴ πρέπειν ἀνδρὶ φιλοσόφῳ ἐπὶ τοσοῦτον ἀρετῆς ἥκοντι, δι’ ἐλέου καὶ οἴκτου πορίζεσθαι τὴν σωτηρίαν, σχεδὸν δὲ τῷ λόγῳ παρήγαγε θαυμαστῇ καὶ σφόδρα ῥητορικῇ μεθόδῳ χρησάμενος, δι’ ἧς καὶ τὸ ἀξίωμα ἐξῆρε τὸ ἑαυτοῦ· καὶ τὴν ἐκ τοῦ πράγματος περιγινομένην ὠφέ‐
20λειαν οὐ παρῃτήσατο ἑκατέρῳ τὸ ἴδιον ἀπονείμας· φιλο‐ σοφίᾳ μὲν τὸ σεμνὸν, ῥητορικῇ δὲ τὸ τῆς ἐπιστήμης οἰκεῖον. ὡς ἀγανακτήσαντα γάρ τινα τῶν δικαζόντων ὑποθέμενος διὰ τί ὑπερηφανίᾳ κατ’ αὐτῶν χρώμενος τὴν ἐκ τοῦ ἐλέου παρῃτήσατο κρίσιν εἰπών. τάχα ἄν τις
25ὑμῶν ἀγανακτήσειεν, εἰ μὴ μετὰ παίδων καὶ γυναικὸς καὶ πολλῶν δακρύων ἱκετεύω, ἐγὼ δὲ οὐδὲν τούτων ποιῶ· ἀλλ’ εἰσί μοί φησι καὶ υἱεῖς, ἀλλ’ οὐ συμφέρει πρὸς δό‐ ξαν οὔτε ἐμοὶ οὔτε τῇ πόλει τοιαῦτα παθεῖν· οὐ γὰρ δεῖ τὸν ἐν ἀξιώματι ἐλεεινολογεῖσθαι· ὡς οὖν ταῦτα εἰ‐
30πὼν κατὰ ἀπόκρισιν ὥσπερ ἐξ ἀνάγκης ὑπέβαλε τὰ εἰς
ἔλεον κινοῦντα τοὺς δικάζοντας εἰπών· τάχα ἄν τις423

4

.

424

ὑμῶν ἀγανακτήσειεν ἀναμνησθεὶς ἑαυτοῦ· εἰ ὁ μὲν καὶ ἐλάττω τούτου τοῦ ἀγῶνος ἐδεήθη τε καὶ ἱκέτευε τοὺς δικαστὰς μετὰ πολλῶν δακρύων· παιδία τε αὐτοῦ ἀνα‐ βιβασάμενος ἵνα ὅτι μάλιστα ἐλεηθείη καὶ ἄλλους φί‐
5λους καὶ οἰκείους· ἐγὼ δὲ οὐδὲν ἆρα τούτων ποιήσω, καὶ ταῦτα κινδυνεύων ὡς ἂν δείξαι μοι τὸν ἔσχατον κίν‐ δυνον καὶ τὰ ἑξῆς· εἶτα ἐπήγαγε τὸ ἀπὸ τοῦ ἀξιώματος τῇ μεθόδῳ· τί δὴ οὖν οὐδὲν τούτων ποιήσω οὐκ αὐθα‐ διαζόμενος, ὅθεν οὐδαμῶς ἀτιμάζων καὶ τὰ λοιπά· καὶ
10τοῦ μὲν φεύγοντος τὸ ἐλεεινολογεῖσθαι ἴδιον· τὸν δὲ κατήγορον δεῖ ταῦτα ἐκβάλλειν· πολλάκις γὰρ ὁ ἔλεος τῆς κατηγορίας τὸ σφοδρὸν ἐκλύει· καὶ ὅτι τοῦτο με‐ γίστην ἔχει δύναμιν, ἐντεῦθεν γνοίημεν· ὁ γὰρ Καλλί‐ ξενος οὐκ ἄλλῳ τινὶ ἔπεισεν Ἀθηναίους καταψηφίσα‐
15σθαι τῶν στρατηγῶν θάνατον, ἢ τῷ τοὺς οἰκείους τῶν τετελευτηκότων μελανειμονοῦντας εἰσάγειν καὶ δα‐ κρύοντας καὶ ἱκετηρίας ἔχοντας· οὕτω γὰρ ἰσχυρόν ἐστι τοῦτο τὸ κεφάλαιον, ὥστε καὶ τῆς αἰτίας προδήλου οὔ‐ σης δι’ ἣν οὐκ ἀνείλοντο τὰ σώματα, ὅμως οὐκ ἐφεί‐
20σαντο καταψηφίσασθαι τῶν στρατηγῶν οὕτω λαμπρὰν καὶ μεγίστην ναυμαχίαν νενινηκότων· δεῖ οὖν καὶ τῆς ἐκ‐ βολῆς ἰσχυρᾶς τῷ κατηγόρῳ· τί οὖν ποιήσεις, ἀντιτά‐ ξεις ταῖς ἐλεεινολογίαις τὰ τελικὰ κεφάλαια. ἔστι δὲ κοινὴ τῶν δύο προσώπων ἡ κοινὴ ποιότης· εἰδέναι μέν‐
25τοι δεῖ, ὡς συμβαίνει πολλάκις ἐπιλεῖψαι τὸν ἐπίλογον· ἐνίοτε δὲ καὶ τὸ προοίμιον καὶ τὴν διήγησιν· ὡς ἐν ταῖς ἀποδείξεσι μόνον εἶναι τὸ ζήτημα· προνοητέον δὲ ἐν τοῖς ἐπιλόγοις, ὅπως ἐὰν μὲν κατηγορῶμεν δυσμενῆ τῷ φεύ‐ γοντι τὸν ἀκροατὴν, ἐὰν δὲ ἀπολογώμεθα εὔνουν ἑαυ‐
30τοῖς τὸν δικαστὴν καταστήσωμεν· φησὶ δὲ Ἀριστοτέλης τέσσαρα εἶναι μέρη τοῦ ἐπιλόγου· πρῶτον μὲν τὸ εἰς
πάθος ἄγειν τὸν ἀκροατήν· ἔπειτα τὸ ποιῆσαι τοῖς μὲν424

4

.

425

ἐναντίοις ἀλλοτρίως ἔχειν, αὐτοῖς δὲ οἰκείως· καὶ τὸ αὔ‐ ξειν καὶ ταπεινοῦν· καὶ τελευταῖον τὸ ἀναμιμνήσκειν· πολ‐ λάκις δὲ οὐ πᾶσι χρηστέον ἀλλ’ ἐνίοις. Διάφοροι δὲ αἱ τῶν ἀνακεφαλαιώσεων μέθοδοι παρὰ τοῖς ἀρχαίοις·
5καὶ γὰρ ἢ ἀπὸ τοῦ πλάσματος κέχρηνται, ὡς Ὑπερίδης· βουλόμενος γὰρ τὰ λεχθέντα ἀνακεφαλαιώσασθαι ἐν πλάσματι εἰσήγαγεν· ἢ ἀπὸ τῆς αἰτίας ὡς παρὰ τῷ Πλά‐ τωνι ἐν Φαίδρῳ ἐπὶ ταῖς προκειμέναις αἰτίαις, δι’ ἃς εὐλόγως τῶν εἰρημένων ὑπομιμνήσκει· ἢ ἀπὸ τῆς ἐπαγ‐
10γελίας, ὡς πρότερον ἐπαγγειλάμενοι ἐν κεφαλαίῳ τὰ ἐπαγγελθέντα πληροῦν ἐθέλομεν, ὡς ἔχομεν ἐν τῷ πα‐ ραπρεσβείας· συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγο‐ ρημένα ἐξ ἀρχῆς, ἵν’ ὅσα ὑπεσχόμην ἀρχόμενος τοῦ λό‐ γου, δείξω πεποιηκὼς, ἢ ἀπὸ τῆς πρὸς ἕτερον ἀντεξετά‐
15σεως ὡς ἐν τῷ αὐτῷ λόγῳ Δημοσθένης· πρὸς ἑτέρους γὰρ ἀντεξετάζων πρεσβευτὰς, ἀναγκαίαν τῆς ἀνακεφα‐ λαιώσεως τὴν εἰσαγωγὴν ἐποιήσατο, ὡς ἤδη εἰρήκαμεν· ἢ κατ’ ἐρώτησιν ἣν καὶ δαιμονίαν ὁ ῥήτωρ παρέσχετο ἐν τῷ ὑπὲρ τοῦ στεφάνου· βουληθεὶς γὰρ πάντα ἐν κε‐
20φαλαίῳ διεξελθεῖν τὰ ἑαυτοῦ ἐγκώμια, ἐπειδὴ ἐπαχθὲς τοῦτο τοῖς ἀκούουσι, τὴν τῆς ἐρωτήσεως ἐξεῦρε μέθοδον, καθ’ ἣν πομπικῶς ἅμα καὶ μετ’ ἐργασίας ἄνευ τοῦ ἐπαχθὲς ἔμελλε τὴν ἑαυτῷ προσοῦσαν ἀρετὴν διεξιέ‐ ναι καὶ κατὰ ἀνάγκην λέγων φαίνεσθαι· ὡς ἐρωτῶντα
25γὰρ πεποίηκε τὸν Αἰσχίνην εἰσάγων οὕτως· εἶτα μ’ ἐρω‐ τᾷς, ἀντὶ ποίας ἀρετῆς ἀξιῶ τιμᾶσθαι· ἐγὼ δέ σοι λέ‐ γω, ὅτι τῶν πολιτευομένων παρὰ τοῖς Ἕλλησι διαφθα‐ ρέντων ἀρξαμένων ἀπὸ σοῦ πρώτου, πρότερον μὲν ὑπὸ Φιλίππου, νῦν δ’ ὑπὸ Ἀλεξάνδρου, ἐμὲ οὔτε καιρὸς,
30οὔτ’ ἀλλ’ ὁτιοῦν ἔπεισεν· ἔστι καὶ ἀπὸ συγχωρήσεως ἐπὶ τῷ κατὰ διορισμὸν σχήματι· ὅτ’ ἂν τοῦ ἀντιδίκου
εἰς ἕτερον μεθιστάντος, περὶ μὲν τούτου μὴ ἀκριβολο‐425

4

.

426

γώμεθα, αὐτοὶ δὲ ὁριζώμεθα ἐφ’ οἷς τὴν κατηγορίαν ποιούμεθα· ὡς ἐν τῷ κατ’ Αἰσχίνου Δημοσθένης· Αἰ‐ σχίνου γὰρ ἄγοντος ἐπὶ Χάρητα τὴν αἰτίαν τῶν ἐγκλη‐ μάτων ὡς στρατηγὸν, περὶ μὲν τούτου οὐδὲν ἔφη διϊ‐
5σχυρίζεσθαι, εἰ καὶ ὅτι μάλιστα λεληθότως ἀπολο‐ γεῖται ὑπὲρ Χάρητος, ὡς πάντα ὑπὲρ τῆς πόλεως πρά‐ ξαντος· ὡρίσατο δὲ ἐφ’ οἷς Αἰσχίνου κατηγορεῖ εἰπών· ἐγὼ γὰρ οὐδὲν Αἰσχίνην αἰτιῶμαι τούτων τῶν ἐν τῷ πολέμῳ πραχθέντων, τούτων γάρ εἰσιν οἱ στρατηγοὶ
10ὑπεύθυνοι· οὐδ’ ὑπὲρ τοῦ ποιήσασθαι τὴν πόλιν εἰρή‐ νην, ἀλλ’ ἄχρι τούτου πάντα ἀφίημι· εἶτα διορισμός· τί οὖν λέγω καὶ πόθεν ἄρχομαι κατηγορεῖν καὶ τὰ ἑ‐ ξῆς· εἰσὶ δὲ καὶ ἄλλαι μέθοδοι ἀνακεφαλαιώσεων ἃς πα‐ ραφυλάττειν χρὴ ὁρῶντας τὴν μεταχείρησιν, καθ’ ἣν
15ἑκάστη εἰσῆκται· καὶ τὰς μὲν ἐπικαίρους τῶν μεταχει‐ ρήσεων δηλοῦντας, τὰς δὲ ἁπλῶς εἰσηγμένας παραιτεῖ‐ σθαι· χρηστέον δὲ τῇ ἀνακεφαλαιώσει ὅτ’ ἂν πολλὰ τὰ εἰρημένα ᾖ, ὥστε μεμνῆσθαι τοὺς ἀκούοντας· ὅτ’ ἂν δὲ ὀλίγα ᾖ, παραλείπομεν· εὑρήσομεν δὲ διαφόρως τοὺς πα‐
20λαιοὺς τὴν ἀνακεφαλαίωσιν ποιησαμένους· πολλοὶ μὲν οὖν ἐπὶ τέλους ἐχρήσαντο αὐτῇ, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους καὶ ἐν τῷ κατὰ Τιμοκράτους ὁ Δημοσθένης· πολλοὶ δὲ καὶ ἐν τῷ μέσῳ, ὡς ἐν τῷ παραπρεσβείας· ἐχρήσαντο δὲ αὐτῇ καὶ μεταξὺ τῶν προηγουμένων καὶ ἀναγκαίων πίστεων· ἔστι δὲ
25καὶ ἄλλος ἀνακεφαλαιώσεως τρόπος, ἐπὶ ἑνὶ κεφαλαίῳ γενόμενος· ταύτῃ δὲ διαφέρουσι αἱ ἀνακεφαλαιώσεις ἀλ‐ λήλων· ὅτι ἡ μὲν ἐπὶ τέλους τοῦ λόγου ἔκθεσιν ἔχει κε‐ φαλαιώδη· ἡ δὲ μεταξὺ ἀνάμνησιν τῶν ἀναγκαίων πί‐ στεων· ἡ δὲ ἐπὶ ἑνὶ κεφαλαίῳ γινομένη οὐκέτι κεφα‐
30λαίων ἀνάμνησιν ἔχει, ἀλλὰ λημμάτων, δι’ ὧν ἀπεδεί‐ χθη τὸ προκείμενον κεφάλαιον· δεῖ δὲ ἀνακεφαλαιοῦ‐
σθαι τὰ ἰσχυρότερα, παραλιμπάνειν δὲ τὰ σαθρότερα,426

4

.

427

ὡς ἔφαμεν· καὶ τῶν ἐναντίων τἀναγκαιότερα ὁμοίως πα‐ ραλείπειν· εὗρε δὲ καὶ ἄλλην Δημοσθένης καινοτέραν ἀνακεφαλαίωσιν, τοῖς πρέσβεσιν ἀντιτάξας τοὺς πρέσ‐ βεας, καὶ γράμματα γράμμασιν· ἐπειδὴ παρὰ τὰ γράμ‐
5ματά φησιν ἐπρέσβευσαν· οὗτοι δὲ οὐ παρὰ τὰ γράμ‐ ματα· τότε δὲ δεῖ χρήσασθαι τῇ ἐργασίᾳ τοῦ κοινοῦ τόπου, ὅτ’ ἂν ἡ τοῦ τιμήματος ἐξουσία περὶ τοῦ τί χρὴ παθεῖν ἀποτίσαι τοῖς δικάζουσι καταλίπηται· πολλάκις δὲ τὸ παθητικὸν παρήσομεν, ὅτ’ ἂν μὴ ἔχῃ τὸ πρᾶγ‐
10μα πάθος. Κοινὰ δὲ ἀμφοῖν τὰ τελικὰ λεγόμενα κεφά‐ λαια· τελικὰ δὲ εἴρηται, ὅτι ἐπὶ τέλει τῶν λόγων τίθε‐ ται ὡς καὶ ἐν τῷ κοινῷ τόπῳ, ἢ ὅτι ἓν ἕκαστον αὐτῶν ἐν ἑαυτῷ τέλειον ἔχει, καὶ οὐχ ὥσπερ τὰ ἄλλα ἕτερον ἐξ ἑτέρου κατασκευάζεται, ὥσπερ ἡ τῶν ἐλέγχων ἀπαί‐
15τησις ἐκ τῶν σημείων· ἢ ὅτι τὰ ἄλλα πάντα κεφάλαια καὶ ἁπλῶς εἰπεῖν πάντα τὰ πράγματα εἰς ταῦτα συν‐ τείνει, ἢ γὰρ ὡς νόμιμόν τι, ἢ ὡς συμφέρον, ἢ ὡς δί‐ καιον, ἢ ὡς ἔνδοξον, ἢ ὥς τι τούτων προβαλλόμεθα· χρήσεται δὲ τούτοις ὁ μὲν φεύγων, λέγων ὅτι συμφέρει
20ὑμῖν τὸ μὴ τοῖς συκοφάνταις προσέχειν καὶ πείθεσθαι· οὗτοι γάρ εἰσιν οἱ τὰ κοινὰ διαφθείροντες καὶ ὅτι εὔορ‐ κα παρέξεται, εἰ μὴ ἀδίκως ἐμοῦ καταψηφιεῖσθε· ὁ δὲ κατήγορος ἐκ τοῦ ἐναντίου, ὅταν ὁ φεύγων εἰσάγει παῖ‐ δας καὶ ἔλεον, πειράσεται ταῦτα ἄκυρα ποιεῖν τοῖς τε‐
25λικοῖς κεφαλαίοις, ἀφ’ ὧνπερ καὶ τὰ προοίμια· δόξει ἀκαίρως ὁ τεχνικὸς ἐνταῦθα προοιμίων μεμνῆσθαι· ἀλ‐ λά φαμεν, ὅτι περὶ ἐπιλόγων διαλεγόμενος, ἐπειδὴ πολ‐ λὴν εἶδε συγγένειαν ἐπιλόγων καὶ προοιμίων, ἀπὸ γὰρ τῶν αὐτῶν ἀμφότερα κατασκευάζεται, καὶ πρὸς τὸ αὐτὸ
30ἑκάτερα ἐπιγίνεται, ἀναγκαίως διὰ τοῦτο μέμνηται διαφορᾶς, χωρίσαι τῆς κοινωνίας βουλόμενος, ἀμφότερα
γὰρ ἢ ἔλεον, ἢ φθόνον, ἢ πάθος κινεῖ· ἀμέλει Δημο‐427

4

.

428

σθένης ὀργὴν ἐν ἀρχῇ τοῦ προοιμίου κινεῖ ἐν τῷ κατὰ Μειδίου κατηγορῶν ἀσέλγειαν Μειδίου· τοῦτο δὲ κἀν τοῖς ἐπιλόγοις ποιεῖ καταδρομὰς τοπικὰς ἐργαζόμενος· διάφορον δὲ αὐτῶν τὸ σχῆμα καὶ ἡ ἑρμηνεία τοῦ λό‐
5γου· τὰ μὲν γὰρ τοῦ προοιμίου σχήματα μέτρια εἶναι δεῖ καὶ ἤπια καὶ ὡς ἄν τις εἴποι τιθασσά· ἐπειδὴ γὰρ ἐν ἀρχῇ νήφουσι μᾶλλον οἱ ἀκροαταὶ, καὶ οὔπω ἀνακε‐ κίνηται αὐτῶν τὸ πάθος, ὁμοιοπαθεῖν δεῖ τοῖς ἀκούουσι καὶ ἠρέμα προβιβάζειν τό τε ἑαυτῶν καὶ τὸ τῶν ἀκροα‐
10τῶν πάθος· ἔστι δὲ τοῦτο ἐὰν τοῖς τε σχήμασι μετρίοις καὶ ταῖς λέξεσι καὶ ταῖς συνθέσεσιν, ἔτι δὲ καὶ ταῖς ὑποκρίσεσιν μετρίαις χρώμεθα· ὁ δὲ ἐπίλογος τοὐναν‐ τίον κεκινῆσθαι τοῖς σχήμασιν ὀφείλει καὶ πολλὰς μὲν ἐκβοήσεις ἔχειν, πολλοὺς δὲ σχετλιασμούς· καὶ τὰ μὲν
15προοίμια συστροφὴν ἔχει τῆς λέξεως, ὁ δὲ ἐπίλογος λε‐ λυμένην τὴν φράσιν· οὐ μὴν ἀλλὰ καὶ ὑλική τις ἔστι διαφορά· πολλὰ γὰρ τῶν ἐν τῷ προοιμίῳ λεχθέντων οὐκ ἀνάγκη λέγειν ἐν τοῖς ἐπιλόγοις· οἷον ὑποπτεύεταί τις διὰ περιεργίαν ἢ διὰ πολυπραγμοσύνην εἰσερχόμενος
20τοὺς ἀγῶνας, λυθείσης τῆς ὑποψίας ἐν τῷ προοιμίῳ οὐκ ἔτι ἀνάγκη ἐν τοῖς ἐπιλόγοις περὶ τούτου λέγειν, καὶ ἄλ‐ λαι τινές εἰσι προοιμιακαὶ ὕλαι, αἵτινες ὅτ’ ἂν δια‐ περαιωθῶσιν ἐν τοῖς προοιμίοις, περιττὸν ποιοῦσιν ἐν τοῖς ἐπιλόγοις τὸν περὶ ἑαυτῶν λόγον· εἰσὶ δὲ καὶ ἐν
25τοῖς ἐπιλόγοις ὕλαι τινὲς, αἷς ἐν τοῖς προοιμίοις οὐ χρώ‐ μεθα· οἷον περὶ τῶν κεφαλαίων οὐκ ἔχει καλῶς τὸ τὰς ὑπολήψεις ἐν τοῖς προοιμίοις λαμβάνειν· ἑλκοποιήσομεν γὰρ τὸ προοίμιον· ἐν δὲ τοῖς ἐπιλόγοις ἀνάγκη λαβεῖν τι αὐτῶν εἰς ἐπίῤῥωσιν· διαφέρει οὖν, ὅτι τὸ μὲν πά‐
30θος παρασκευάζει, ὁ δὲ ἐπίλογος αὔξει, ὁ δὲ φεύγων πειράσεται ἐν μὲν τοῖς προοιμίοις μειῶσαι τὸ πάθος,
καὶ τὴν διαβολὴν, ἄτοπον γὰρ πάντη ἀναιρεῖν ἐξ ἀρχῆς428

4

.

429

πρὸ τῶν ἀποδείξεων· ἐν δὲ τοῖς ἐπιλόγοις μετὰ τὴν ἀπό‐ δειξιν ἀναιρεῖν καὶ διαῤῥήδην ἐκβάλλειν ἐπιχειρήσει. Ὡς ἐν τῷ περὶ προοιμίου· σύγγραμμά ἐστιν Ἑρμο‐ γένους περὶ προοιμίου, ὃ εὕρηται μὲν ἐν ταῖς ἀναγρα‐
5φαῖς· οὐ φέρεται δέ.
6nἩ μὲν δὴ τοῦ τελείου τε καὶ ἁπλοῦ στοχασμοῦ διαίρεσις αὕτη
7nἐστίν· εἰσὶ δέ τινες καὶ ἀτελεῖς αὐτῶν στοχασμοὶ καὶ αὖ διπλοῖ,
8nτέλειοί τε καὶ ἀτελεῖς, ἐν οἷς διπλῇ καὶ τῇ διαιρέσει χρώμεθα
9nπερὶ ὧν λεκτέον.
10 Συριανοῦ. Χρὴ εἰδέναι ὡς οἱ λεγόμενοι κακοῦ βίου στοχασμοὶ καὶ ἀχαριστίας καὶ κατασοφισμοῦ καὶ δημοκοπίας καὶ δήμου ἀπάτης καὶ τὰ τοιαῦτα πάντα οὐ ποιοῦσιν ἕτερα εἴδη στοχασμῶν· οὐ γὰρ αἱ διάφοροι κρίσεις αἱ τοῖς προβλήμασι προκείμεναι τὰ εἴδη ποιοῦ‐
15σιν· ἦ γὰρ ἂν ἄπειρα εὑρεθείη· ἀλλ’ ὁ τῶν κεφαλαίων πλεονασμὸς, καὶ ἡ ἔλλειψις καὶ ἡ ἐναλλαγὴ τὴν δια‐ φορὰν τῶν εἰδῶν ἐν ταῖς στάσεσιν ἀπεργάζεται· αὐτί‐ κα ἐπ’ ἐκείνων τῶν προβλημάτων μιᾶς οὔσης τῆς κρί‐ σεως, διάφορα εὑρίσκεται τὰ εἴδη· οἷον μειράκιον ὡ‐
20ραῖον ἐν θεάτρῳ συρίττεται, καὶ κρίνεται κακοῦ βίου. μητρυιᾶς ἠράσθη ὁ πρόγονος καὶ παραχωρήσαντος αὐ‐ τῷ τοῦ πατρὸς κρίνονται οἱ τρεῖς κακοῦ βίου· εἰ τοίνυν αἱ κρίσεις διάφορα εἴδη ἐποίουν στοχασμοῦ φέρε ἤ τι‐
νος ἄλλης στάσεως, ἔδει καὶ τὰς αὐτὰς κρίσεις μὴ δια‐429

4

.

430

φόρων στάσεων ἔχειν προβλήματα· ἐνταῦθα γοῦν εἰ πᾶσι κακοῦ βίου πρόκειται, πάντα ἐχρῆν εἶναι στοχα‐ στικά· νῦν δὲ τὸ μὲν στοχαστικόν ἐστι, τὸ δὲ ἀντιλη‐ πτικὸν, τὸ δὲ συγγνωμονικόν. δυσχέρεια δὲ γίνεται
5πρὸς τὴν ἐπίγνωσιν τῶν ζητημάτων, ποίας εἰσὶ στάσεως, δι’ αἰτίας δύο· πρώτην μὲν τὸ τὴν αὐτὴν προσθήκην εἶναι τῆς κρίσεως ἐν διαφόροις προβλήμασιν, ὡς καὶ ἀνω‐ τέρω ἔφαμεν, ὑπὸ πλείονας ἀναγομένοις στάσεις· ἔπειτα τὸ ἄδηλον εἶναι πότερον ὡς κρινόμενόν τι παραλαμβά‐
10νομεν ἐν τοῖς ζητήμασιν ἢ ὡς τεκμήριον, οἷον Παυσα‐ νίας Μηδικὴν στολὴν ἀμφιεννύμενος κρίνεται μηδισμοῦ· κἀκεῖνο νόμος τὸν τυραννοκτόνον δωρεὰν λαμβάνειν· μά‐ γος ὑπέσχετο εἴσω τῶν πέντε ἡμερῶν ἀποκτενεῖν τὸν τύραννον, ἠνέχθη σκηπτὸς εἴσω πέντε ἡμερῶν κατὰ τοῦ
15τυράννου, καὶ ὁ μάγος ἀπαιτεῖ τὴν δωρεάν· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα, εἰ μὲν ὡς τεκμήρια λαμβάνοιτο τοῦ κρινομένου, στοχαστικὴν ποιήσει τὴν στάσιν, τεκ‐ μήριον ἡμῶν ποιουμένων τοῦ μηδίζειν τὸ φορεῖν Μη‐ δικὴν ἐσθῆτα, καὶ τοῦ τὸν μάγον ἀνῃρηκέναι τὸν τύ‐
20ραννον τὸ εἴσω τῶν παρ’ αὐτοῦ ὑποσχεθεισῶν πέντε ἡμερῶν ὑπὸ σκηπτοῦ ἀνῃρῆσθαι· εἰ δὲ ὡς κρινόμενα ταῦτα λαμβάνοιτο, ὁρικὴν ἀπεργάζεται τὴν στάσιν. Μαρκελλίνου. Πληρώσας τὸν περὶ τοῦ ἁπλοῦ
τελείου στοχασμοῦ λόγον, ἐπὶ τὰ εἴδη λοιπὸν τοῦ στο‐430

4

.

431

χασμοῦ πορεύεται· διατί δὲ περὶ διαιρέσεως εἰπεῖν προ‐ θέμενος τῶν κεφαλαίων νῦν καὶ περὶ τῶν εἰδῶν τοῦ στοχασμοῦ διαλέγεται; ἐπειδὴ πρὸς τὰ εἴδη καὶ ἡ διαί‐ ρεσις διάφορος γίνεται, διὰ τοῦτο ἠναγκάσθη καὶ περὶ
5τῶν εἰδῶν τεχνολογῆσαι· ἐν οἷς διπλῇ καὶ τῇ διαιρέσει ἐν συντόμῳ τὴν τοῦ ἁπλοῦ στοχασμοῦ πρὸς τοὺς διπλοῦς διαφορὰν ἡμῖν ἐδήλωσεν· ὅτι ἐν τούτοις διπλῆ καὶ ἡ διαίρεσις, δυοῖν ὄντοιν, ἐξ ὧν τὸ πολιτικὸν ζήτημα πλη‐ ροῦται, προσώπου λέγω καὶ πράγματος· ἐὰν μὲν ἀμφό‐
10τερα εὑρεθῇ ἐξέτασιν ἐπιδεχόμενα, τέλειος οὗτος στοχασ‐ μὸς, καὶ πάντα ἕξει τὰ κεφάλαια, ὅτ’ ἂν δέ τι τῶν δύο ἐπιλίπῃ, καὶ τὰ κεφάλαια τοῦ μέρους ἐκείνου ἐκ‐ λείψει.
15nἈτελὴς ἐκ μόνων πραγμάτων συνεστώς ἐστιν, ὅτ’ ἂν τὸ πρόσωπον
16nμὴ ᾖ κρινόμενον, ἑνὸς ὄντος τοῦ πράγματος, οἷον θάπτων τις νεο‐
17nσφαγὲς σῶμα ἐπ’ ἐρημίας πεφώραται, καὶ φόνου φεύγει· οὗτος
18nβούλησιν μὲν καὶ δύναμιν οὐκ ἔχει, τοῖς δὲ ἄλλοις διαιρεῖται
19nπᾶσιν ὁμοίως τοῖς τελείοις.
20 Συριανοῦ. Ἀπορήσει τις, πῶς οἷόν τε κρίσιν ἐν δικαστηρίῳ γενέσθαι, προσώπου ἢ πράγματος ἐκλείπον‐ τος· φαμὲν οὖν ὅτι τὸ μὲν πρόσωπον πάντη ἐκλείπειν ἀδύνατον· τοῦ γὰρ δράσαντος μὴ εἰπόντος, κατὰ τίνος ἐξοίσει τὴν ψῆφον ὁ δικαστὴς, ἀλλ’ ἐπειδὴ τὰ ἐκ τῶν προσ‐
25ώπων κρινόμενα κεφάλαια ἐκλείπει, ὅτ’ ἂν ἀόριστον πρόσ‐ ωπον πάντη ἐν στοχασμῷ παραλάβωμεν, διὰ τοῦτο ἀτελεῖς ἐκ προσώπων τοὺς τοιούτους καλοῦμεν στοχασμούς· πάλιν τὸ πρᾶγμα διχῶς οἱ τεχνογράφοι καλοῦσιν τὸ τεκμήριον καὶ τὸ κρινόμενον· τὸ τεκμήριον οὖν ἐκλείπει πολλάκις,
30τὸ δὲ ἐπιφερόμενον ἔγκλημα οὐδέποτε· διὰ τοίνυν τὴν τοῦ τεκμηρίου ἔκλειψιν ἀτελεῖς ἐκ πραγμάτων καλοῦν‐
ται οἱ στοχασμοί. Ἀτελὴς ἐκ μόνων πραγμάτων·431

4

.

432

τοῦτο διὰ τοὺς διπλοῦς εἶπεν· διπλοῖ γάρ εἰσι καὶ οἱ ἓν μὲν ἔχοντες πρόσωπον, δύο δὲ πράγματα, ὥσπερ ὁ συγκατασκευαζόμενος. Μαρκελλίνου. Τῶν στοχασμῶν οἱ μὲν ἁπλοῖ,
5οἱ δὲ διπλοῖ· καὶ τῶν ἁπλῶν οἱ μὲν τέλειοι, οἱ δὲ ἀτε‐ λεῖς· καὶ περὶ μὲν ἁπλῶν καὶ τελείων εἴρηκε· περὶ δὲ ἀτελῶν καὶ ἁπλῶν ἐμνημόνευσεν· ὅτι οἱ μὲν ἔχοντες τὸ πρᾶγμα μόνον κρίνονται· οἱ δὲ τὸ πρόσωπον μόνον οὐ κρίνονται κατὰ Ἑρμογένην, καὶ τοῦ Μινουκιανοῦ λέ‐
10γοντος ὅτι καὶ ἀπὸ προσώπου μόνου κρίνονται, αὐτὸς ἠναντιώθη φιλονεικῶν· βούλεται τοίνυν μετὰ ταῦτα πε‐ ρὶ διπλῶν διαλαβεῖν· διαιρεῖται δὲ ὁ μὲν τέλειος ἁπλοῦς τοῖς προειρημένοις· ὁ δὲ ἀτελὴς ἐκ μόνων προσώπων κατὰ Μινουκιανόν· κατὰ γὰρ τὸν Ἑρμογένην ὅπερ εἴ‐
15πομεν οὐ συνίσταται· τοῖς τοῦ προσώπου μόνοις διαιρεῖ‐ ται κεφαλαίοις· παραγραφικῷ, ὅτε ἐμπίπτει, ἐλέγχων ἀπαιτήσει, βουλήσει, δυνάμει, καὶ οὐκ ἔτι τοῖς ἑξῆς· ὁ δὲ ἀτελὴς ἐκ μόνων πραγμάτων οὐκ ἔχων τὰ πρόσωπα κρινόμενα τοῖς μὲν τοῦ προσώπου κεφαλαίοις οὐκ ἔτι
20διαιρεῖται, τοῖς δὲ τοῦ πράγματος διαιρεῖται, ἔστι δὲ τὰ τοῦ πράγματος ἀπ’ ἀρχῆς τέλους, μετάθεσις αἰτίας, πιθανὴ ἀπολογία, ἀντίληψις, οὐκ ἀεὶ δὲ ἐμπίπτει, κοινὴ ποιότης· ἀτελὴς μὲν οὖν καλεῖται ἐκ μόνων πραγμάτων συνιστάμενος, ὅτ’ ἂν ἔχῃ πρᾶγμα μὲν κρινόμενον, πρό‐
25σωπον δὲ οὔ· ἀτελὴς δὲ ἐκ μόνων προσώπων συνιστά‐ μενος, ὅτ’ ἂν ἔχῃ τὸ πρόσωπον μόνον κρινόμενον, τὸ πρᾶγμα δὲ οὔ· τοῦ προτέρου παράδειγμα ὁ θάπτων τὸ νεοσφαγὲς σῶμα· τοῦ δὲ δευτέρου ὁ ἄσωτος κατὰ Μι‐ νουκιανόν· κατὰ δὲ Ἑρμογένην οὐ γίνεται ἐκ προσώπου
30μόνου στοχασμός· ἐφιλονείκησε γὰρ περὶ τοῦ ἀσώτου λέγων· ὅτι κἂν τοῦτο πρᾶγμά ἐστι κρινόμενον, ἡ ἀ‐
φάνεια.432

4

.

433

(1n)

Ἀτελὴς δὲ ἐκ μόνων προσώπων ἁπλοῦς οὐ γίνεται κατά γε ἐμὲ
2nστοχασμός· καὶ τοῖς γε ἐπεσκεμμένοις τὰ εἰρημένα ὀλίγῳ πρότερον
3nπερὶ τῶν κρινομένων πραγμάτων σαφέστατον εἶναι τοῦτο νομίζω·
4nτεθείκασι δ’ οὖν τινες ὡς ἀτελοῦς ἁπλοῦ παράδειγμα λέγοντες, μό‐
5nνον τὸ πρόσωπον κρίνεσθαι ἐνταῦθα· οἷον ἀσώτου πατὴρ ἀφανὴς
6nγέγονε καὶ φεύγει φόνου· πρῶτον μὲν οὖν ἐρήσομαι αὐτούς· ἢ οὐκ
7nἔστιν ἐνταῦθα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· καὶ μέν ἐστι τὸ ἐκποδὼν
8nεἶναι τὸν πατέρα· τοῦτο δὲ οὐ τοῦ προσώπου ἀλλὰ τοῦ πράγματός
9nἐστιν, ἀλλὰ μετάθεσιν αὐτὸν τῆς αἰτίας οὐκ ἀπαιτήσομεν; ἀλλὰ καὶ
10nτοῦτο· εἰ δὲ μὴ, τίς ἐστιν ἡ ἀπολογία; πῶς οὖν ἀγωνιεῖται, εἴγε
11nμὴ ἔνι πρᾶγμα, τί δὲ τῇ πιθανῇ ἀπολογίᾳ οὐ χρήσεται; οἶμαι καὶ
12nτοῦτο· πῶς οὖν ἀτελὴς ὁ τοιοῦτος; ἀλλ’ ἧττον ἰσχύει τὰ πράγματα
13nἐνταῦθα, ἢ ἐν τῷ θάπτοντι τὸ νεοσφαγὲς σῶμα καὶ γὰρ ἐν πᾶσι
14nστοχασμοῖς ἧττον ἰσχύει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὅτ’ ἂν ἀφ’
15nὧν ἄλλοι πεποιήκασι κρίνηταί τις· ἄλλως τε καὶ ὅτ’ ἂν μὴ εἰς αὐ‐
16nτὸν ἄντικρυς ἀναφέρηται ὡς ἐπὶ τοῦ Ἀρχιδάμου τοῦ κρινομένου δώ‐
17nρων· ἐπειδὴ ἔγραψεν ὁ Περικλῆς ἐν τοῖς λογισμοῖς εἰς δέον
18nἀνηλωκέναι πεντήκοντα τάλαντα.
19Σωπάτρου. Πάλιν τὸ ἴδιον δόγμα ἐνταῦθα τί‐
20θησιν· ὅπερ ἤδη διὰ τῶν προλαβόντων προανεφώνησεν εἰπὼν, ὅτι στοχασμὸν ἀτελῆ ἐκ μόνων προσώπων οὐχ οἷόν τε γενέσθαι· καὶ προφανῶς τὴν μάχην πρὸς Μι‐ νουκιανὸν προφέρει· καὶ εἴρηται εὐθὺς ἐν ἀρχῇ ἐν τῇ τῶν ζητημάτων ἐξετάσει, ὅπως ὁ τεχνικὸς βιάζεται στῆ‐
25σαι τὸ δόγμα τὸ ἑαυτοῦ προφανῶς, ἀληθὲς οὐ δυνά‐ μενον εἶναι· τάχα δὲ τὸν συλλογισμὸν βούλεται ἡμᾶς ἀναμιμνήσκεσθαι, ὃν παραλογιζόμενος ἐν τῷ περὶ τῶν πραγμάτων λόγῳ ἔταξεν, ἐν οἷς φησιν· θαυμάζω δὲ εἰ μὴ κρινομένου πράγματος αἰτίαν τις ἀποδώσει καὶ τὰ
30ἑξῆς· πρῶτον οὖν ἐρήσομαι αὐτοὺς, εἰ οὐκ ἔστιν ἐνταῦ‐ θα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἐπὶ τῆς αὐτῆς προθέσεως ἔμεινεν, οὐδὲν ἀληθὲς λέγων· οὐ γὰρ τὸ ἐκποδὼν γε‐ νέσθαι τὸν πατέρα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶν,
ἀλλ’ αὐτὸ τοῦτό ἐστιν τὸ ἔγκλημα· τὰ γὰρ ἀπ’ ἀρχῆς433

4

.

434

ἄχρι τέλους ἀπὸ τῶν σημείων γίνεται, καὶ οὐκ ἀπὸ τῶν ἐγκλημάτων· ἐπὶ μὲν γὰρ τοῦ ἀφορῶντος εἰς τὴν ἀκρό‐ πολιν καὶ δακρύοντος αὐτὸ τὸ ἀφορᾷν καὶ δακρύειν ἐστὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, οὐ τὸ θέλειν τυραννῆ‐
5σαι· ἴσμεν δὲ τοῦτο ἄνωθεν γνόντες, ὅτι ὁ στοχασμὸς δύο πραγμάτων ἔχει, τὸ μὲν φανερὸν καὶ σημεῖον· τὸ δὲ ἀφανὲς καὶ ἔγκλημα· τὰ οὖν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐκ τοῦ φανεροῦ καὶ σημείου γίνεται, οὐκ ἀπὸ τοῦ ἐγκλή‐ ματος, τὸ δὲ λέγειν ἐκποδὼν εἶναι τὸν πατέρα οὐκ ἀπ’
10ἀρχῆς ἄχρι τέλους, ἀλλ’ ἔγκλημα. ἀλλὰ μετάθεσιν τῆς αἰτίας αὐτὸν οὐκ ἀπαιτήσει· ἐχρῆν αὐτὸν εἰπεῖν αὐτὴν καὶ προθεῖναι· τὸ δὲ λέγειν, εἰ δὲ μὴ, τίς ἔσται ἡ ἀπολογία, ἐροῦμεν ὅτι ἐκ τῆς ποιότητος τοῦ προσώπου καὶ τῆς δυνάμεώς ἐστιν ἡ ἀπολογία· οὐ γὰρ ἀνάγκη ἐκ
15τῆς μεταθέσεως τῆς αἰτίας γίνεσθαι τὴν ἀπολογίαν· περιττὰ γὰρ ἔμελλον εἶναι καὶ τὰ λοιπὰ κεφάλαια τοῦ φεύγοντος, εἰ μόνη μετάθεσις τῆς αἰτίας ποιεῖ τὴν ἀπο‐ λογίαν· ἐροῦμεν οὖν, ὅτι ἔστι μὲν ἀπολογία, οὐκ ἐκ τῆς μεταθέσεως δὲ τῆς αἰτίας· τὸ γὰρ μέγιστον ὅ φησιν,
20ὅτι καὶ πιθανὴν ἀπολογίαν ἔχει· εἰ γὰρ ἡ πιθανὴ ἀπο‐ λογία ἀναστρέφουσά ἐστι πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους, καὶ αὐτὸ τοῦτο σημεῖον τοῦ μὴ γεγενῆσθαι, ὃ ὁ κα‐ τήγορος τοῦ γεγενῆσθαι· λέγει δὲ τὸ ἐκποδὼν εἶναι τὸν πατέρα ἀπ’ ἀρχῆς ἄχρι τέλους, πῶς ἔχει εἰπεῖν, καὶ μὴν
25εἰ ἀνῃρήκειν αὐτὸν, οὐκ ἂν ἦν ἐκποδών· τοῦτο γὰρ εὔ‐ ηθες· τί δὲ τῇ πιθανῇ ἀπολογίᾳ οὐ χρηστέον· πιθα‐ νὴν ἀπολογίαν ἐνταῦθα οἱ συνηγοροῦντες Ἑρμογένει τὴν ἀναστροφήν φασιν· οὐ γὰρ δύναται λέγειν· καὶ μὴν εἴπερ ἀνεῖλον, οὐκ ἂν ἐποίησα ἀφανῆ· παρέπεται γὰρ
30τοῖς ἀναιροῦσι καὶ τὸ ποιεῖν ἀφανεῖς τοὺς ἀνῃρημένους· εἰ γὰρ ὥς φησιν ἐκείνη ἡ πιθανὴ ἀπολογία πρὸς τὰ
ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀναστρέφει, πάντως κἀνταῦθα434

4

.

435

εἰ καὶ μὴ ἀναστρέφει ἡ πιθανὴ ἀπολογία πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους δι’ ἃς εἶπεν αἰτίας ὁ τεχνικὸς ἐν τῷ περὶ τούτου τοῦ κεφαλαίου λόγῳ, ἀλλ’ οὖν τὸ μὴ ἀνα‐ στρέφειν τὸ πρᾶγμα οὐ πρὸς ἄλλο τι· πρὸς δὲ τὸ ἐκ‐
5ποδὼν τὸν πατέρα γενέσθαι γινόμενον, ἀναντιῤῥήτως σημεῖον αὐτὸ, ἀλλ’ οὐχὶ ἔγκλημα ἀποφαίνει· ὡς γὰρ ἐπὶ τοῦ καλλωπιζομένου μειρακίου δυνατὸν εἰπεῖν, ὡς οἱ μὲν πορνεύοντες καλλωπίζονται, οὐ μὴν οἵ γε καλλωπι‐ ζόμενοι καὶ πορνεύουσιν, ὅτι μηδὲ Λακεδαιμόνιοι ἐν πο‐
10λέμῳ θανάτου προσδοκωμένου καὶ τὸν περὶ ψυχῆς τρέ‐ χουσιν αὐτῆς ἀγῶνα, οὕτω κἀνταῦθα ἐστὶν εἰπεῖν· ὡς οἱ μὲν ἄσωτοι διὰ σπουδῆς ἔχουσι τοὺς πατέρας ἐκ‐ ποδὼν ποιεῖσθαι ἐφέσει τοῦ τὰ προσόντα ἐκείνοις ἀδε‐ ῶς ἐκφορεῖν πρὸς ἃς ἐκεῖνοι βούλονται δαπάνας· οὐ μέν‐
15τοι καὶ πᾶς ἀσώτου πατὴρ ἐκποδὼν γινόμενος ἤδη καὶ πεφόνευται· ἐνδέχεται γὰρ ἀφανισθῆναι καὶ μακρὰν στειλάμενον ἀποδημίαν καὶ δι’ ἄλλο τι· ὥστε οὖν ση‐ μεῖον μὲν τοῦ ἐκποδὼν γενέσθαι τὸν πατέρα, ἔγκλημα δὲ ὁ φόνος· ὅμοιον τούτῳ τῷ ζητήματι Ἀλκιβιάδης ὁ
20κρινόμενος ἀσεβείας διὰ τὴν τῶν ἑρμῶν περικοπήν· ἐν ἑκατέρῳ γὰρ τούτων ἡ ποιότης τῶν προσώπων ἐξετάζε‐ ται διὰ τὸ τὰ σημεῖα ἀσθενῆ εἶναι· οὐ γὰρ ἐκ φα‐ νερῶν εἰσι τὰ ἐγκλήματα, ἀλλ’ ἧττον ἰσχύει τὰ πράγμα‐ τα· εἰ μὲν συγκρίνομεν τοῦτο δεχόμενοι πρὸς τὰ ἀφ’
25ὧν αὐτὸς ἐποίησε καὶ ὁ ἕτερος αὐτῷ ἐπάγει, καλῶς φῂς, Ἑρμόγενες· εἰ δὲ καθόλου ὡς ἀσθενὲς αὐτὸ δέχῃ οὐκ ἔστιν ἀσθενές· ἀλλὰ καὶ πάνυ ἰσχύει· σφόδρα δέ σοι προϊόντι ἕπεται, ἐν οἷς ἔφης ὅτ’ ἂν ἄντικρυς εἰς αὐ‐ τοὺς ἀναφέρηται, ἀσύστατόν ἐστι τὸ ζήτημα· ὃ γὰρ
30παράδειγμα τίθῃς τοῦ Ἀρχιδάμου, ἐξ ἑτέρων ἔχει τὴν κατηγορίαν, ἐκ τοῦ βραδῦναι, ἐκ τοῦ πέμψαι Μελή‐
σιππον, ἐκ τοῦ ἀντειπεῖν. ἅπερ καὶ ἐκτὸς τῆς ὑποψίας435

4

.

436

ἤρκει πρὸς κατηγορίαν· οὐ γὰρ ἔοικε τούτῳ παντάπασι τὸ τοῦ ἀσώτου· τὸ μὲν γὰρ καὶ ὡρισμένον ἔχει πρόσω‐ πον, καὶ τὰς πράξεις ὡρισμένας καὶ τὴν ποιότητα τοῦ Ἀρχιδάμου καὶ τὴν ἐκ τῆς μελλήσεως βλάβην· ἐνταῦ‐
5θα δὲ ἡ τῆς ἀσωτίας ἐστὶ ποιότης μόνη ἡ κρινομένη. Μαρκελλίνου. Μινουκιανοῦ δ’ εἰπόντος ὅτι ἔστι στοχασμὸς ἁπλοῦς ἀτελὴς ἐκ μόνων προσώπων, καὶ πα‐ ραθέντος εἰς παράδειγμα τὸν ἄσωτον ὡς πρόσωπον ἔχοντα μόνον, μηκέτι δὲ πρᾶγμα, οὗτος ἠναντιώθη λέ‐
10γων· ὅτι καὶ αὐτὸς πρᾶγμα ἔχει κρινόμενον τὴν ἀφά‐ νειαν τοῦ πατρός· ἐφιλονείκησε δὲ οὐ καλῶς· οὐ γάρ ἐστιν ὅλως ἡ ἀφάνεια σημεῖον φανερὸν τοῦ πεφονεῦ‐ σθαι τὸν πατέρα, πανταχοῦ δὲ τὸ σημεῖον θέλει ἐναρ‐ γὲς εἶναι· οἷον ἐπὶ τοῦ θάπτοντος τὸ νεοσφαγές· φα‐
15νερὸν μὲν τὸ σημεῖον καὶ ὁ θάνατος, ἄδηλον δὲ τὸ εἰ ἐφόνευσεν ὁ θάπτων· ἐπὶ δὲ τοῦ ἀσώτου καὶ αὐτὸ τοῦ‐ το ἄδηλον, εἰ ἀπέθανεν ὁ πατὴρ, καὶ εἰ πεφόνευται ὅ‐ λως· οὐ γὰρ ἡ ἀφάνεια πάντως θανάτου σημεῖον, ἀλλ’ ἔστι καὶ ἀποδημήσαντα ἀφανῆ εἶναι· ὥσπερ οὖν οὐκ
20ἐπιλαθόμενος αὐτοῦ τῆς γνώμης τῆς αὐτῆς ἔχεται, καὶ φιλονεικεῖ μὴ εἶναι ἐκ προσώπων μόνον στοχασμὸν μὴ κρινομένου πράγματος· κατά γε ἐμὲ πρόσεστι μὲν τοῦ ἤθους τὸ μέτριον τῇ προσθήκῃ· ὅμως δὲ καὶ νῦν ἰσχυ‐ ρῶς ἐνίσταται· καὶ δοκεῖ μὲν γνωσιμαχεῖν διὰ τῆς λέ‐
25ξεως, οὐ μὴν πέπαυται καθάπαξ τῆς φιλονεικίας βου‐ λόμενος τὸ ἐξ ὑπονοίας σημεῖον συστῆσαι· δῆλον δὲ ὡς σφόδρα πρὸς φιλονεικίαν ἀπέβλεψεν, ὥστε καὶ τοῖς οἰ‐ κείοις κανόσιν ἐναντιωθῆναι· αὐτὸς γὰρ ἐξ ἀρχῆς τὸν στοχασμὸν ὁριζόμενος οὕτως ὡρίσατο· στοχασμός ἐστιν
30ἀδήλου πράγματος ἔλεγχος ἐκ φανερῶν σημείων· εἰ τοί‐ νυν φανερὸν εἶναι δεῖ τὸ σημεῖον, πῶς τὸ ἐξ ὑπονοίας
συστῆναι δύναται, ἔπειτα κἀκεῖνο φανερὸν, ὡς ἐν τοῖς436

4

.

437

τοιούτοις ζητήμασι τῷ Ἀρχιδάμῳ καὶ τῷ ἀσώτῳ μόνη ἡ ποιότης ποιεῖ τοῖς ζητήμασι τὴν σύστασιν, τούτου δὲ ἀφαιρεθέντος ἀσύστατον εὑρίσκεται τὸ πρόβλημα· ἔοικε δὲ μόνον τὸ ἀφανῆ εἶναι τὸν πατέρα μορφὴν ἔχειν
5σημείου καὶ μόνην ψιλὴν παρέχον ὑπόνοιαν· τὴν δὲ ὑπό‐ νοιαν αὐτὴν ἡ τοῦ προσώπου ποιότης τοῦ ἀσώτου δια‐ βεβλημένη πεποίηκεν· μόνη γὰρ ἡ τοῦ φεύγοντος ποιό‐ της κατὰ Μινουκιανὸν δίδωσι τῷ προβλήματι τὴν σύ‐ στασιν, πρᾶγμα δὲ οὐδὲν ὑπόκειται κρινόμενον· φύσει
10μὲν γάρ ἐστιν ἐνταῦθα ἡ ἀφάνεια τὸ πρᾶγμα ὥσπερ καὶ τὸ τίς πρόσωπον, κρινόμενον δὲ οὐκ ἔστιν οὐδὲ ἐξ‐ έτασιν ἐπιδεχόμενον οὐδὲ κατασκευὴν, οὐδὲ πρὸς τὴν κατηγορίαν συμβαλλόμενον· ἀλλὰ μετάθεσιν αὐτῶν τῆς αἰτίας οὐκ ἀπαιτήσομεν· σοφίζεται μὲν, σοφιζόμενος δὲ
15πιθανῶς ἐπιχειρεῖ τῷ σοφισμῷ· ἐξετάσομεν δὲ τοῦ τε‐ χνικοῦ τὸν λόγον· ἡ ἀφάνειά φησι πρᾶγμά ἐστιν· ἐὰν μὲν οὖν δῶμεν τοῦτο ὅτι ἡ ἀφάνεια σημεῖον κρινόμε‐ νόν ἐστιν, ἀνάγκη καὶ μετάθεσιν ἐμπίπτειν· πῶς γὰρ ἕξει λύσιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ὁ ἄσωτος, ἐὰν
20μὴ ἔχῃ τὴν μετάθεσιν; ἀλλὰ λέγομεν, ὅτι τοῦ μὲν ση‐ μείου ὄντος κρινομένου ἀνάγκη καὶ τὴν μετάθεσιν εἶ‐ ναι, οὐκ ὄντος δὲ σημείου κρινομένου συνεκλείπει καὶ ἡ μετάθεσις· ὡς δεδωκὼς οὖν ὁ Ἑρμογένης τὸ σημεῖον κρινόμενον ἀκολούθως ἐπήγαγεν, ὅτι καὶ μετάθεσιν
25ἔχει· οὐκοῦν οὐδὲ μετάθεσιν· εἰ δὲ λέγοι τις, ὅτι οὐκ ἔχει οὖν ἀπολογίαν ὁ ἄσωτος, λέγομεν ὅτι ἀπὸ ἄλ‐ λων κεφαλαίων· οὐ μόνη δὲ ἡ μετάθεσις ἀπολογία ἐστίν· καὶ τοῦτο γὰρ σοφίζεται τεχνικὸς, ὡς μόνης τῆς μετα‐ θέσεως ἀπολογίας οὔσης· εἰσὶ δὲ ἐκ πολλῶν ἄλλων κε‐
30φαλαίων ἀπολογίαι· ἀπὸ βουλήσεως, ἀπὸ δυνάμεως, ἀπὸ τῆς τῶν ἐλέγχων ἀπαιτήσεως· τούτῳ γὰρ καὶ πάνυ ἰσχύει
ὁ φεύγων, τῷ ἀπορεῖν ἐλέγχων τὸν κατήγορον· λέξει437

4

.

438

γὰρ ὅτι δεῖξον πρῶτον ἀνῃρημένον τὸν πατέρα καὶ τό‐ τε κρίνομαι φόνου· σκεπτέον δὲ πῶς τὸν σοφισμὸν κα‐ τεσκεύασεν· πᾶν γὰρ ζήτημά φησιν ἀπολογίαν ἔχει· τὸ δὲ χρῶμα ἀπολογία ἐστίν· ἔχει χρῶμα ὁ ἄσωτος, εἴγε
5ἔχει ἀπολογίαν· πρὸς ὃ λεκτέον, ὅτι τὸ μὲν χρῶμα ἀπο‐ λογία ἐστίν· οὐ πᾶσα δὲ ἀπολογία χρῶμα· ἀλλ’ ἔστι καὶ δι’ ἄλλων ἀπολογήσασθαι τῶν προειρημένων· ὥστε ἀπο‐ λογίαν μὲν ἔχει ὁ ἄσωτος· ἦ γὰρ ἂν ἄκριτος ἑάλω· χρῶμα δὲ οὐκ ἔχει· πῶς γάρ ἐστιν εἶναι χρῶμα ὅπου
10μηδὲ σημεῖον ἔχει κρινόμενον· ὅρα δὲ ὅτι οὐδ’ ἁπλῶς ἀπολογία ἐστὶ τὸ χρῶμα, ἀλλ’ αἰτία σημείου· σημείου δὲ ὡς ἔφαμεν οὐκ ὄντος οὐδὲ αἰτίαν ἀποδώσεις μὴ ὄν‐ τος· ὅτι δὲ αἰτία ἐστὶ τοῦ σημείου τὸ χρῶμα, χρήσεται αὐτῷ καὶ ὁ κατήγορος τότε μόνον, ὅτ’ ἂν ᾖ κοινὰ τὰ
15ἀπ’ ἀρχῆς ἄχρι τέλους· καὶ αὐτὸ δὲ βοᾷ τὸ ὄνομα τοῦ κεφαλαίου, ὅτι αἰτία τοῦ πράγματός ἐστι μετάθεσις γὰρ αἰτίας κέκληται· τί δὲ πιθανὴν ἀπολογίαν οὐκ ἔχει; τοῦ αὐτοῦ θεωρήματος ἔχεται καὶ τοῦτο· ὁμοίως γὰρ σοφίζεται ὥσπερ ἐν τῇ μεταθέσει τῆς αἰτίας εἰ γὰρ
20ἔχει πρᾶγμα, ἀναγκαίως καὶ τὰ ἑξῆς κεφάλαια ἐμπίπτει· ἀλλ’ οὐκ ἔχει τὸ πρᾶγμα, δῆλον οὖν ὡς οὐδὲ πιθανὴν ἀπολογίαν· αὐτὸς δὲ οὐ διδοὺς ὁμολογουμένως εἶναι πρᾶγμα ἀκολούθως λοιπὸν ἐπάγει τὴν ἐρώτησιν ταύ‐ την σοφιζόμενος· ἵνα δὲ ὑπερβολῇ χρησώμεθα· οὐδὲ εἰ
25τὸ σημεῖον εἶχεν οὗτος ὁ στοχασμὸς, πιθανὴν ἀπολογίαν εἶχεν, ἐπειδὴ ἀναγκαῖον τῷ ἐγκλήματι συγγενὲς τὸ ση‐ μεῖον· ὃ γὰρ φονεύων καὶ ἀφανίζειν σπουδάζει, οὔκουν δύναται λέγειν, καὶ μὴν εἰ διεφθάρκειν οὐκ ἂν ἀφανὲς ἐγίνετο· ἀλλὰ τὸ μὴ ἀντίστροφον ἐνέπιπτεν, ὅτι ὁ μὲν
30φονεύων καὶ ἀφανῆ ποιεῖ· οὐ μὴν εἰ καὶ ἀφανὴς γέγο‐ νεν ἤδη καὶ πεφόνευκα· ὥστε καὶ ἐκ τούτου φανερὸν, ὡς ἐφιλονείκησεν ὁ τεχνικός. Ἀλλ’ ἧττον ἰσχύει τὰ πρά‐
γματα. Ἐνταῦθα ἴσως συνεῖδεν ἑαυτῷ κακῶς φιλονει‐438

4

.

439

κήσαντι· διὸ σχεδὸν ὁμολογεῖ μὴ εἶναι πάλιν κρινόμε‐ νον πρᾶγμα, διὰ τὸ εἰπεῖν ἧττον ἰσχύει· ἄλλως τε καὶ περὶ τούτου νῦν ὁ λόγος ἐνταῦθα, εἰ ἀσθενέστερον τὸ σημεῖον ἐν τούτῳ τῷ ζητήματι, ἀλλ’ εἰ ὅλως πρᾶγμα
5ἔχει· τούτῳ γὰρ δῆλον ὡς οὐ πάντων τῶν σημείων ὁμοία ἡ ἰσχύς· ὑπέθετο γὰρ ἡμῖν ὁ τεχνικὸς πρώτην καὶ δευ‐ τέραν καὶ τρίτην τάξιν περὶ τῶν πραγμάτων.
8nἉπλοῦς μὲν οὖν στοχασμὸς ἐκ μόνων προσώπων οὐκ ἔστι κατά
9nγε ἐμὲ, διπλοῦς δέ ἐστι· πρῶτον δὲ περὶ τοῦ τελείου
10nδιπλοῦ λεκτέον.
11 Συριανοῦ. Τοὺς ἁπλοῦς τελείους στοχασμοὺς οὕτω διαιρήσας καὶ τοῖς ἀτελέσιν ἐκ προσώπων ἢ πρα‐ γμάτων στοχασμοῖς τὰ ἐκ τοῦ προσώπου ἢ τοῦ πράγμα‐ τος κεφάλαια παραλιμπάνειν τῇ θατέρου ἐκλείψει
15ὑποσημηνάμενος, νῦν μέτεισι καὶ ἐπὶ τοὺς διπλοῦς· τῶν οὖν διπλῶν τοὺς μὲν ἀντεγκληματικοὺς καλοῦσι διὰ τὸ δύο εἶναι πρόσωπα ἀντεγκαλοῦντα ἀλλήλοις· ἔνιοι δὲ αὐτοὺς κατὰ ἀμφισβήτησιν ὀνομάζουσι, τοὺς δὲ συνε‐ ζευγμένους· ἰστέον δὲ, ὡς καθόλου τὸ παραγραφικὸν
20ἐπὶ τούτων καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις ἐκλείπει, διὰ
τὸ ἰσάζειν πανταχοῦ· τὰ δὲ ἰσάζοντα ἀσύστατα ἔφα‐439

4

.

440

μεν· οἱ δὲ συνεζευγμένοι ἐκλήθησαν οὕτω, διὰ τὸ δύο περιέχειν ἐγκλήματα· διαφέρουσι δὲ τῶν μὲν ἁπλῶν τῷ ἔχειν διπλᾶ τὰ κεφάλαια· τῶν δὲ διπλῶν τῇ τε τάξει καὶ τῷ πλεονασμῷ τῶν κεφαλαίων· τὰ γὰρ διάφορα τῶν
5στάσεων εἴδη κατὰ πλεονασμὸν ἢ ἔλλειψιν ἢ ἐναλλα‐440

4

.

441

γὴν γίνεται τῶν κεφαλαίων. ἰστέον δὲ, ὅτι ἐνίοτε ἐν τοῖς ἀντεγκληματικοῖς καὶ δύο εὑρίσκεται τὰ ἐγκλήματα· σπά‐ νιον μέντοι τὸ τοιοῦτόν ἐστι καὶ σχεδὸν τοῖς πλείστοις τῶν τεχνογράφων σεσιγημένον· οἷον πένης καὶ πλούσιος
5ἐχθροὶ τὰ πολιτικά· ἀπώλεσεν ἐσθῆτα ὁ πλούσιος, κή‐ ρυγμα περὶ τῆς ἐσθῆτος πεποίηται· ὕστερον εὗρεν ἐπὶ τῆς κλίνης τοῦ πένητος ὁ πλούσιος τὴν ἐσθῆτα· καὶ ὁ μὲν κρίνει αὐτὸν λῃστείας, ὁ δὲ πένης τὸν πλούσιον μοι‐ χείας.
10nΔιπλοῦς τέλειος γίνεται, ὅτ’ ἂν δύο πράγματα καὶ δύο πρόσωπα
11nκρινόμενα ἔχῃ· οἷον Αἰσχίνης καὶ Δημοσθένης ἀπὸ τῆς παρὰ Φί‐
12nλιππον ἥκοντες πρεσβείας ἀντεγκαλοῦσι δώρων ἀλλήλοις, ἐπειδὴ ὁ
13nμὲν χρυσίον εὕρηται κατορύττων, ὁ Δημοσθένης· ὁ δὲ ἀπολογίαν
14nπαραπρεσβείας γεγραφὼς, Αἰσχίνης· ἐνταῦθα ἡ μὲν τῶν ἐλέγχων
15nἀπαίτησις ἐπειδὴ ἰσάζει, ἐκλέλοιπεν· τοῖς δὲ λοιποῖς κεφαλαίοις ἐπ’
16nἀμφοτέρων χρηστέον διττῶς· οἷον ἐγὼ μὲν οὐκ ἂν ἐβουλήθην παρα‐
17nπρεσβεῦσαι διὰ τόδε· σὺ μέντοι ἐβουλήθης ἂν διὰ τόδε· καὶ ἐπὶ
18nτῶν ἄλλων ὁμοίως ἓν πρὸς ἓν ἀντιθέντες ἐξετάσομεν· τὸ γὰρ διε‐
19nλεῖν καὶ χωρὶς μὲν ἀπολογήσασθαι δι’ ὅλων τῶν κεφαλαίων, χω‐
20nρὶς δὲ κατηγορῆσαι πάλιν τοῖς αὐτοῖς κεφαλαίοις, οὐκ ἀγωνιστι‐
21nκὸν, ἀλλὰ καὶ σφόδρα ὕπτιον, συμπλέκειν οὖν δεῖ.
22Μαρκελλίνου. Δείκνυσι καὶ αὐτὸ τὸ ὄνομα τὸ
εἶδος τοῦ στοχασμοῦ· διπλοῦν γὰρ τέλειον ἐκάλεσε δη‐441

4

.

442

λονότι ὡς δύο ζητήματα ἁπλᾶ στοχαστικὰ ἔχοντα τέ‐ λεια ἐφ’ ἑνὶ ἐγκλήματι· εἰ γὰρ ὁ ἁπλοῦς τέλειός ἐστιν ὁ πρᾶγμα ἓν ἔχων καὶ πρόσωπον κρινόμενον, διδάξας τοῦτο φανερὸν ἐποίησε τὸν διπλοῦν τέλειον οἷός ἐστιν,
5ὅτι δύο πράγματα ἔχει καὶ δύο πρόσωπα ἐκ διαφόρου ποιότητος· δῆλον τοῦτο ἀπὸ τοῦ παραδείγματος Αἰσχίνου καὶ Δημοσθένους· διάφορος γὰρ τῶν προσώπων ἡ ποι‐ ότης καὶ τῶν πραγμάτων ἡ φύσις· ἑτέρα μὲν γὰρ Αἰ‐ σχίνου ποιότης, ἑτέρα δὲ Δημοσθένους, ὡς ἀπὸ τῆς ἱστο‐
10ρίας παρειλήφαμεν· καὶ τὰ πράγματα δὲ διάφορα· ὁ μὲν γὰρ ἥλω χρυσίον κατορύττων, ὁ δὲ ἀπολογίαν παρα‐ πρεσβείας γεγραφώς· τὸ δὲ ἔγκλημα ὃ ἀντεγκαλοῦσιν ἀλλήλοις ἓν, φημὶ δὴ τὸ τῆς δωροδοκίας, εἰρηκὼς δὲ ὁ τεχνικὸς καὶ τοῦ τελείου διπλοῦ τὸ παράδειγμα, ἐπι‐
15φέρει εὐθέως καὶ περὶ τῆς διαιρέσεως αὐτοῦ ποιεῖσθαι διοριζόμενος· πλὴν τῆς ἐλέγχων ἀπαιτήσεως· ἀναγκαίως δὲ ἐκλείπει αὕτη, διὰ τὸ ἐξισάζον· φύσει μὲν γὰρ ἔχει τὸ κεφάλαιον, ἐκλείπει δὲ διὰ τὸ ἐξισάζειν· ὥσπερ γὰρ οὗτος ἀπαιτεῖ, κἀκεῖνος ἀπαιτήσει· παρατήρησαι δὲ τὸ
20ἐνταῦθα, ὅτι οὐκ ἐν παντὶ στοχασμῷ ἀντεγκληματικῷ λέ‐ γει ἀλλ’ ἐν τῷ ζητήματι τούτῳ ἐν ᾧ ἀντεγκαλοῦσιν ἀλ‐ λήλοις Δημοσθένης καὶ Αἰσχίνης· ἴσως γὰρ ἐν ἄλλῳ ἀντεγκληματικῷ εὑρεθήσεται ἐλέγχων ἀπαίτησις, ὅταν διαφοράν τινα σαφεστάτην ἔχωμεν τῶν κρινομένων προσ‐
25ώπων· οἷον εἰ δύο ἀντεγκαλοῖεν ἀλλήλοις φαρμακείας, ὧν ὁ μὲν ἰατρὸς ᾖ, ὁ δὲ ἰδιώτης· ἐνδέχεται γὰρ ἐνταῦ‐ θα τὸν ἕτερον, τὸν ἰδιώτην, ἐλέγχων ἀπαίτησιν ποιεῖ‐ σθαι· λέξει γάρ, τίς μοι τὸ φάρμακον δέδωκε; παρὰ τίνος ὠνησάμην; εἰπὲ τὸν κομίσαντα· σὲ γὰρ οὐ συνε‐
30χώρει δεηθῆναι παρ’ ἑτέρων λαβεῖν ἡ τέχνη· δῆλον οὖν ὡς οὐκ ἐξισάζει διὰ τὸ τὸν ἕτερον ἐπιστήμονα τῆς τέ‐
χνης ὄντα μὴ δεῖσθαι τοῦ δώσοντος φάρμακον, μηδὲ δύ‐442

4

.

443

νασθαι ἀπαιτεῖν τὸν πεπραχότα· εὐπορεῖ γὰρ τῶν ἑαυτοῦ φαρμάκων τεχνίτης ὤν· οὕτως ἄρα ποτὲ ἐλέγχων ἀπαίτησις ἐν τοῖς διπλοῖς στοχασμοῖς συμβήσεται ἐκ τοῦ ἑτέρου μέρους. Διττῶς. τί ποτέ ἐστι τὸ διττῶς·
5ὥστε τὸ μὴ ζητεῖν αὐτὸς ἡμῖν ἐτεχνολόγησε καὶ τῆς ἐργασίας τὸν τύπον παρέδωκεν· κεφάλαιόν φησιν ἀντι‐ τιθέντας κεφαλαίῳ· οἷον ἐγὼ μὲν οὐκ ἐβουλόμην διὰ τόδε· σὲ δὲ εἰκὸς προδοῦναι διὰ τόδε· οὕτω γὰρ τὴν βούλησιν ἐργάζονται· ἐκ τῆς ἰδίας ποιότητος ἕκαστος
10τὰς ἀφορμὰς δεχόμενος· διάφορος γὰρ τῶν ἀνδρῶν ἡ ποιότης· ἐρεῖ τοίνυν ὁ Δημοσθένης πολλὰ, τὰς χορη‐ γίας, τὰς εἰσφορὰς, τῶν αἰχμαλώτων τὰς λύσεις, τὰς ἰδίας φιλοτιμίας, τὴν τῶν χρημάτων καταφρόνησιν· ὁμοίως δὲ καὶ Αἰσχίνης εἰ τύχοι τὰ ὅμοια διαπραξάμε‐
15νος ἐκ τῶν ἑαυτῷ προσόντων ἰσχυρῶν τὴν βούλησιν κατασκευάσει· ὁ δὲ τρόπος τῆς ἐργασίας πρόδηλος, κε‐ φάλαιον γὰρ ἀντιτίθησιν ἕκαστος κεφαλαίῳ· οὕτω γὰρ ὁ λόγος ἔσται γοργότερος καὶ ἀγωνιστικώτερος, ἓν πρὸς ἓν ἀντιτάξαντος τοῦ ῥήτορος· εἰ γὰρ ἕκαστος τὰ οἰ‐
20κεῖα πάντα εἴποι κατ’ ἰδίαν πρὸς τῷ τὸν λόγον ἐργάζε‐ σθαι ὕπτιον, καὶ οἱ δικασταὶ ἀμνημονοῦσι τῶν ὑφ’ ἑκατέρου λεγομένων· ἐκεῖνο δὲ χρὴ γινώσκειν, ὡς δεῖ τὴν ἰδίαν προτάττειν ἀπολογίαν, ἐπάγειν δὲ τὴν κατηγο‐ ρίαν δευτέραν· οὕτω γὰρ ἂν εὐπειθέστερον ἕξομεν ἀκρο‐
25ατὴν, μετὰ τὴν ἀπολογίαν ἑαυτῶν τοῦ ἀντιδίκου τὴν κατηγορίαν ἐπάγοντες· τὸ γὰρ πρότερον ἑαυτοὺς τῆς αἰ‐ τίας ἀπολῦσαι δεινὸν εἰς τὸ πεῖσαι τὸν δικαστήν· πῶς γὰρ ἄν τις εὐπρεπῶς ἑτέρου κατηγορήσει αὐτὸς ὢν ὕπο‐ πτος καὶ πρὸς τὴν κατηγορίαν ἀπίθανος· οὕτω κἀν τῷ
30ὑπὲρ τοῦ στεφάνου Δημοσθένης ἀντεξήτασε λέγων· ἐπει‐ δὴ τοίνυν ἐποιήσατο τὴν εἰρήνην ἡ πόλις, σκέψασθε τί
ὑμῶν ἑκάτερος προείλετο· ἐγὼ μὲν τοίνυν τόδε· σὺ δὲ443

4

.

444

τόδε· εἰ γὰρ καὶ μερικῶς ἐκεῖ ἀντεξήτασεν· ἀλλὰ σκόπει τὴν δύναμιν τοῦ θεωρήματος, καθολικῶς γὰρ μᾶλλον ἐν τοῖς τοιούτοις μεταχειριζόμενος πείσεις πλέον τὸν δικάζοντα· οἷον τίς ὁ γραμματεύς· καθόλου καὶ τίς ὁ δωροδόκος.
5 Σωπάτρου. Ἔστι φησὶ καὶ διπλοῦς τέλειος, ὅτ’ ἂν δύο ἔχῃ ζητήματα τέλεια ἐφ’ ἑνὶ ἐγκλήματι· δύο λέ‐ γω πρόσωπα ἐκ διαφόρου ποιότητος· καὶ δύο πράγματα ἐκ διαφόρου φύσεως· ἐν τῷ τοιούτῳ δέ φησι στοχασμῷ ἐκλείπει ἡ τῶν ἐλέγχων ἀπαίτησις, διὰ τὸ ἰσάζειν, οὐκ
10ἀεὶ δέ· εὑρίσκεται γὰρ, ὅτ’ ἂν διάφορον ἢ τέχνην ἢ τύ‐ χην ἔχωμεν τῶν προσώπων τῶν κρινομένων· οἷον τέχνην μὲν εἰ δύο τινὲς κατηγοροῖεν ἀλλήλων φαρμακείας· ὧν ὁ μὲν ἰατρὸς, ὁ δὲ ἰδιώτης· ἐνδέχεται γὰρ τὸν ἰδιώτην εἰπεῖν, τίς μοι τὸ φάρμακον δέδωκεν· ὁ γὰρ ἰατρὸς ἔχει
15παρὰ τῆς τέχνης· καὶ τοῦ χορηγοῦντος οὐ δεῖται· ἐπὶ δὲ τῆς τύχης οὕτω· τύραννος ἐκ τοῦ δήμου ἰατρὸν με‐ ταπεμψάμενος ᾔτησεν ἀλεξιφάρμακον, φήσας ὑπὸ τοῦ συνήθους δηλητήριον εἰληφέναι· λαβὼν τέθνηκε καὶ ἀμ‐ φισβητοῦσι τοῦ γέρως ἀμφότεροι· ἐνταῦθα ἡ μὲν τέχνη ἡ
20αὐτή· ἰατροὶ γὰρ ἀμφότεροι· ἐπειδὴ δὲ συνέβη τὸν μὲν ἀπὸ τοῦ δήμου ἥκειν, τὸν δὲ τοῦ τυράννου εἶναι, ἐμπίπτει τῶν ἐλέγχων ἡ ἀπαίτησις· ἐρεῖ γὰρ ὁ τοῦ τυράννου ἰατρός· δεῖξον εἰ σὺ δέδωκας τῷ τυράννῳ τὸ δηλητήριον· σὺ μὲν γὰρ ἐν τῷ δήμῳ ὢν ἔνθα πάντες ἐχθροὶ τυραν‐
25νίδος, ἠδύνω τισὶν ἀνακοινώσασθαι· ἐγὼ δὲ οὐκ ἠδυνά‐ μην τῷ τυράννῳ συνὼν καὶ ὑποκείμενος, καὶ οὐδενὶ συνὼν πλὴν τοῖς τοῦ τυράννου· τὸ δὲ χρῶμα οὐκ εὐ‐ κατάληπτον τοῖς παλαιοῖς· λέγοντος γὰρ τοῦ ἰατροῦ τοῦ προτέρου, πῶς οἷόν τέ σε δοῦναι τῷ τυράννῳ δηλητήριον
30μάλιστα δι’ ἐμὲ ὑποπτευόμενον· πάντως γὰρ αὐτόν σε γεύ‐ σασθαι ἠξίωσεν· ἐρεῖ ὅτι τοῦτο εἰδὼς, ἀλεξιφαρμάκῳ ἑαυ‐
τὸν προησφαλισάμην. Οἷον ἐγὼ μὲν οὐκ ἂν ἠβου‐444

4

.

445

λήθην· εἰρηκὼς ὅτι ἐκλείπει ἡ τῶν ἐλέγχων ἀπαίτησις εὐθὺς ἐπάγει περὶ βουλήσεως· τὸ δὲ παραγραφικὸν παρ‐ ῆκεν· εἰκότως. ὅτι ἀπὸ τῶν περιστατικῶν ἔχομεν τὴν κρίσιν διαβολήν· ἔχει δὲ ὁ μὲν Δημοσθένης λέγειν, ὅτι
5χρυσίον ἴδιον κατώρυττον· ὁ δὲ Αἰσχίνης ὅτι ἔγραφον μελέτης ἕνεκα καὶ γυμνασίας· οὐκ ἐπὶ πάντων δὲ τῶν διπλῶν ἐκλείπει τὸ παραγραφικόν· οἷον ὡς ἐπ’ ἐκείνου· δύο τις ἔχων παῖδας τὸν ἕτερον ἀπεκήρυξεν. ἐτελεύτη‐ σεν εἰπὼν ὡς ὑπὸ τοῦ παιδὸς τεθνήκοι· ἀντεγκαλοῦσιν
10ἀλλήλοις, ὅ τε ἐπὶ τῆς οἰκίας, καὶ ὁ ἀποκήρυκτος· δύ‐ ναται γὰρ ὁ ἀποκήρυκτος εἰπεῖν, ὅτι οὐ δεῖ με κρίνε‐ σθαι· πῶς γὰρ εἶχον δηλητηρίῳ ἤ τινι ἄλλῳ τὸν πατέ‐ ρα ἀνελεῖν, ὃς ἐκτὸς τοῦ πατρὸς διῆγον ἀποκεκηρυγμέ‐ νος· τῶν δὲ διπλῶν στοχασμῶν οἱ μὲν κατὰ ἀμφισβή‐
15τησιν, οἱ δὲ ἀντεγκληματικοί· καὶ κατὰ ἀμφισβήτησιν μὲν, ὡς ἐπὶ τῶν δύο ἰατρῶν τῶν ἀμφισβητούντων τοῦ γέρως· ἀντεγκληματικὸς δὲ ὡς ἐπὶ Δημοσθένους καὶ Αἰ‐ σχίνου ἀντεγκαλούντων ἀλλήλοις. ἐπειδὴ οὖν ἐν τούτῳ ἐκλείπει ἡ τῶν ἐλέγχων ἀπαίτησις, ὡς εἴπομεν, ὁμοίως
20δὲ καὶ τὸ παραγραφικὸν διαιρεῖται λοιπὸν, βουλήσει δι‐ πλῇ, δυνάμει διπλῇ, τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τούτοις διπλοῖς· ἀντιλήψει εἰ τύχοι διπλῇ, μεταλήψει ὁ‐ μοίως, μεταθέσει αἰτίας, πιθανῇ ἀπολογίᾳ, οὐ πάντως δὲ ταύτην ἔχει ὁ διπλοῦς διὰ τὸ ἐξισάζειν· καὶ ταύτῃ
25πολλάκις· δεῖ δὲ ἐν τοῖς τοιούτοις στοχασμοῖς ἀπολογεῖσθαι πρότερον· εἶτα ἀντικατηγορεῖν κεφάλαιον κεφαλαίῳ ἀν‐ τιτιθέντας πρότερον· πρότερον γὰρ ἐξετάσομεν τὴν τοῦ Δημοσθένους βούλησιν· εἶτα οὕτω τὴν Αἰσχίνου· λαμ‐ βάνοντες καὶ τὰς αἰτίας δι’ ἃς ἐβούλετο ἂν παραπρεσ‐
30βεῦσαι· τινὲς δέ φασιν οὐδὲ δύναμιν ἐμπίπτειν ἐπὶ τοῦ τοιούτου· τί γὰρ μᾶλλον Αἰσχίνης ἠδυνήθη ἂν ἢ Δημο‐ σθένης; οὐκ ὀρθῶς δὲ λέγουσιν· δυνάμεθα γὰρ ἔκ τι‐
νος περιστάσεως διαφοράν τινα εὑρεῖν· ἔχεις δὲ διπλοῦν445

4

.

446

στοχασμὸν παρὰ Ὑπερίδῃ ἐν τῷ Δηλιακῷ· ἐκθησόμεθα δὲ τὰ εἰρημένα ὑπὲρ τοῦ γενέσθαι σαφὲς τὸ λεγόμενον· ἀφίκοντό τινες εἰς Δῆλον ἄνθρωποι Αἰολεῖς πλούσιοι χρυσίον ἔχοντες πολὺ κατὰ θεωρίαν τῆς Ἑλλάδος, ἀπο‐
5δημοῦντες ἐκ τῆς ἑαυτῶν, οὗτοι ἐφάνησαν ἐν Ῥηνείᾳ ἐκ‐ βεβλημένοι τετελευτηκότες· τοῦ δὲ πράγματος περιβοήτου ὄντος, ἐπιφέρουσι Δήλιοι τοῖς Ῥηνεῦσιν αἰτίαν ὡς αὐ‐ τῶν ταῦτα πεποιηκότων, καὶ γράφονται τὴν πόλιν αὐ‐ τῶν ἀσεβείας, οἱ δὲ Ῥηνεῖς ἠγανάκτηνταί τε τῷ πράγματι
10καὶ προσκαλοῦνται Δηλίους τὴν αὐτὴν δίκην· οὔσης δὲ τῆς δικασίας, ὁπότεροί εἰσιν οἱ τὸ ἔργον πεποιηκότες, ἠρώ‐ των οἱ Ῥηνεῖς τοὺς Δηλίους, δι’ ἣν αἰτίαν ὡς αὐτοὺς ἀφίκοντο· οὔτε γὰρ λιμένας εἶναι παρ’ αὐτοῖς οὔτε ἐμ‐ πόριον, οὔτε ἄλλην διατριβὴν οὐδεμίαν· πάντας τε ἀν‐
15θρώπους ἀφικνεῖσθαι πρὸς τὴν Δῆλον ἔλεγον καὶ αὐτοὶ τὰ πολλὰ ἐν Δήλῳ διατρίβειν· τῶν δὲ Δηλίων ἀποκρινο‐ μένων αὐτοῖς ὅτι ἱερεῖα ἀγοράσαντες οἱ ἄνθρωποι διέ‐ βησαν εἰς τὴν Ῥήνειαν· διὰ τί οὖν, ἔφασαν οἱ Ῥηνεῖς, εἰ ἱερεῖα ἧκον ὠνησάμενοι, ὡς φατὲ, τοὺς παῖδας τοὺς ἀκο‐
20λούθους οὐκ ἤγαγον τοὺς ἄξοντας τὰ ἱερεῖα, ἀλλὰ παρ’ ὑμῖν ἐν Δήλῳ κατέλιπον, αὐτοὶ δὲ μόνοι διέβησαν· πρὸς δὲ τούτοις τριάκοντα σταδίων ὄντων ἀπὸ τῆς διαβάσεως πρὸς τὴν πόλιν τὴν Ῥηναέων τραχείας οὔσης ὁδοῦ, δι’ ἧς ἔδει αὐτοὺς πορευθῆναι ἐπὶ τὴν ἀγορασίαν, ἄνευ
25ὑποδημάτων διέβησαν· ἐν Δήλῳ δὲ τῷ ἱερῷ ὑποδεδεμέ‐ νοι περιεπάτουν· ἐκ τοίνυν τούτων ἔστι γνώριμον ὅτι παρὰ τῶν ἀρχαίων ἡ τέχνη καὶ αἱ στάσεις εἰλημμέναι εἰσίν· ἔστι καὶ ἕτερον εἶδος διπλῶν, ὃ παρά τισι μὲν εὕρηται τῶν τεχνικῶν, Ἑρμογένει δὲ οὐκ εἴρηται· ὃν
30καλοῦσί τινες διπλοῦν μονομερῆ· ἐν ᾧ δύο μὲν πράγμα‐ τά εἰσι καὶ πρόσωπα κρινόμενα, ἓν δὲ τὸ κατηγοροῦν· οἷον Αἰσχίνης καὶ Δημοσθένης ἐκ τῆς κατὰ Φίλιππον
ἐπανήκοντες πρεσβείας, ὁ μὲν χρυσίον εὕρηται κατορύτ‐446

4

.

447

των, ὁ δὲ παραπρεσβείας ἀπολογίαν γράφων καὶ Ὑπε‐ ρίδης ἀμφοτέρων κατήγορος· διπλοῦς δὲ ἀτελὴς, ἐκ μὲν τῶν πραγμάτων, ὅτ’ ἂν μόνα τὰ πράγματα κρίνηται· οἷον δύο ῥήτορες πρεσβεύσαντες παρὰ τύραννον καὶ
5ἐπανήκοντες ἀλλήλοις ἀντεγκαλοῦσι δώρων, ἐπειδὴ ὁ μὲν χρυσίον εὕρηται κατορύττων, ὁ δὲ ἀπολογίαν παραπρεσ‐ βείας γεγραφώς· ἐνταῦθα μὲν πρόσωπα ἰσάζοντα οὐκ ἐπιδέχεται ἐξέτασιν· τὰ δὲ πράγματα διαφέροντα ἐξετα‐ σθήσεται· πάλιν οὖν ἡ μὲν βούλησις καὶ ἡ δύναμις ἐκ‐
10λέλοιπε· τοῖς δὲ ἄλλοις ὁμοίως διαιρεθήσεται κεφαλαί‐ οις οἷςπερ καὶ ὁ τέλειος διπλοῦς κατὰ ἀντεξέτασιν. Μαρκελλίνου. Ἰσάζει τὰ πρόσωπα, διὸ οὐκ ἔχει ποιότητα· τὸ τοίνυν τοιοῦτον ζήτημα εἰς μόνην τὴν τῶν πραγμάτων ζήτησιν περιστήσεται, τῶν προσώπων
15οὐδὲν συμβαλλομένων πρὸς τὴν κατασκευήν· πρῶτον μὲν ὅτι ἄδηλος αὐτῶν φύσει ἡ ποιότης· ἐσχάτην οὖν αὐτῶν ἔχομεν τὴν τάξιν ἐν τῇ διαφορᾷ τῶν προσώπων· ἔπειτα ὡς εἶπον ὅτι ἐξισάξει αὐτῶν ἡ ποιότης· ἁπλῶς οὖν ψιλὴν αὐτῶν τὴν προσηγορίαν ἔχομεν, ἡ δὲ διαίρε‐
20σις ὁμοίως τῶν τοιούτων οὐκ ἄδηλος· τὰ μὲν γὰρ τοῦ προσώπου κεφάλαια, ἀναγκαίως ἐκλείποντος τοῦ προσώ‐ που, φημὶ δὴ βούλησις καὶ δύναμις, τὰ δὲ τοῦ πράγμα‐ τος εὑρεθήσεται· τὸν αὐτὸν δὲ τρόπον ὃν περὶ τοῦ τε‐ λείου διπλοῦ μελετηθήσεται τοῖς ἐμπίπτουσιν, ἓν πρὸς
25ἓν ἀντιτιθέντων ἡμῶν κεφάλαιον.
26nἘκ δ’ αὖ μόνων προσώπων διπλοῦς γίνεται στοχασμὸς ὅτ’ ἂν μόνα
27nτὰ πρόσωπα κρίνηται· οἷον ἐπὶ σημείοις φαρμάκων ὁ ἀριστεὺς ἐτε‐
28nλεύτα μητρυιὰν ἔχων καὶ αἰχμάλωτον παλλακίδα καὶ ἀντεγκαλοῦσιν
29nἀλλήλαις· ἐνταῦθα μόνη ἡ βούλησις καὶ ἡ δύναμις ἐξεργάζεται, ἃ
30nδὴ καὶ φύσει τοῦ προσώπου ἐστὶν ἴδια, τὰ δ’ ἄλλα
31nπάντα ἰσάζει.
32Σωπάτρου. Ἰστέον ὡς ἐνταῦθα ἡ περὶ τὸ πρό‐447

4

.

448

σωπον ὑποψία τῷ ἰσάζειν ἔμεινεν ἀνεξέταστος· ὃ γὰρ ἂν ἡ ἑτέρα περὶ τοῦ φαρμάκου κατασκευάσῃ, τοῦτο καὶ ἡ ἑτέρα, εἰ γὰρ ἡ αἰχμάλωτος φήσει πρὸς τὴν μητρυι‐ ὰν, ὡς δυσμενείᾳ τῇ περὶ τοὺς προγόνους κρατουμένη
5τοῦτο εἰργάσατο, τοῦτο καὶ ἡ μητρυιὰ τῇ αἰχμαλώτῳ ὡς τεκμήριον τῆς φαρμακείας ἐπενέγκοι, δυσμενῶς τὸ αἰχμάλωτον ἅπαν πρὸς τοὺς ἀριστέας διακείμενον ἀπο‐ φαινομένη, βούλησις δὲ καὶ δύναμις ἐξετάζεται οὕτω· φήσει γὰρ ἡ αἰχμάλωτος· ἐγὼ μὲν οὐκ ἂν ἐβουλήθην
10τὸν κοινωνόν μοι τοῦ βίου τὸν κηδεμόνα τὸν φίλτατον ἀνελεῖν· μέγιστον γὰρ εἰς περίστασιν γυναικὶ ἡ κατὰ τὸν γάμον κοινωνία· σὺ δὲ ὡς ἐχθρὸν τὸν πρόγονον ὁρῶσα καὶ ἅμα διὰ τὴν πρός με ζηλοτυπίαν ἐβουλήθης· ἀλλὰ καὶ ἠδυνήθης· οὐδὲν γὰρ ἐμποδὼν τῇ ἐπιβουλῇ τῷ
15οἰκείως δοκεῖν πρὸς τὸν πρόγονον ἔχειν, καὶ διὰ τοῦτο ἀφυλάκτως ἐκείνου πρός σε διακειμένου· ὡσαύτως καὶ ἡ μητρυιὰ πλέον ἰσχύουσα τῇ δυνάμει ἐρεῖ· ὡς ἐγὼ μὲν εἰ καὶ ἐβουλήθην, ἀλλ’ οὐχὶ καὶ ἠδυνήθην· ὑπόπτως ἀεὶ τῶν προγόνων ταῖς μητρυιαῖς διακειμένων· ἄλλως τε δὲ
20οὐδὲ ἐβουλήθης εἰκόνα μοι τοῦτον μόνον τοῦ ἀνδρὸς ζῶσαν περιληφθέντα ἀφανίσαι· σὺ μέντοι, καὶ ὅτι μὲν τὸ δυνατὸν εἰπεῖν σοι οὐδεὶς ἂν ἀντερεῖ λόγος· ἐν προσ‐ ποιήσει γαμετῆς πᾶν ὁτιοῦν καὶ πράττειν σου καὶ πεί‐ θειν ἐκεῖνόν σοι τῷ βουλήματι δυναμένης· ἕπεσθαι δέ
25σοι καὶ τῇ δυνάμει τὸ βούλεσθαι ἐκεῖνος ἂν ἀμφιβάλοι· ὃς ὠμότητα βάρβαρον ἠγνόησε καὶ ἀσπλαγχνίαν οὐδὲν ἧττον ὀθνείων περὶ τὰ φίλτατα διακειμένην· ἄλλως δέ τε καὶ ἡ πρὸς τὸ οἰκεῖον ἐπανάζευξις συγγενές· ἢν οὐ‐ δὲν οὕτως ὡς τὸ ἐκποδὼν καταστῆσαι τὸν ἀνδραποδισά‐
30μενον καὶ κεκτημένον προὐξένει τῆς κατηναγκασμένης οἰ‐
κειότητος προτιμοτέρα· ἡδίων γὰρ ἅπασιν ἀνθρώποις448

4

.

449

ἡ ἐπὶ τῆς ἐνεγκαμένης διατριβὴ κἂν εὐτελὴς τῆς ἐπ’ ἀλλοδαπῆς εὐτυχεστέρας διαγωγῆς. Ὅμηρον συνέπαινον λάμβανε τοῦ λόγου καὶ Ὀδυσσέα ὑπόδειγμα, ὃς τὴν μετὰ Κίρκης συνοίκησιν, καίτοι θεᾶς, τῆς μετὰ Πηνελόπης
5φαυλοτέραν ἡγήσατο· τοῦ δὲ ἀνωτέρω ἐπιχειρήματος Μήδεια ἡ Κολχὶς εἰς παραδείγματος λόγον ἀρκέσει οὕτως ἀπηνῶς περὶ τὰ φίλτατα διατεθεῖσα· καὶ ἡ κοι‐ νὴ πάντων ἀνθρώπων περὶ τῶν βαρβάρων ὑπόληψις. Μαρκελλίνου. Ὥσπερ διπλοῦς ἀτελὴς ἐκ πρα‐
10γμάτων ὁ μόνα ἔχων τὰ πράγματα, οὕτω διπλοῦς ἐκ προσώπων ὁ μόνα ἔχων κρινόμενα πρόσωπα· καὶ ὥσπερ ἐν ἐκείνῳ λείπει τὰ τοῦ προσώπου κεφάλαια, οὕτω κἀν τούτῳ λείπει τὰ τοῦ πράγματος· τὰ δὲ ἄλλα ἔχει· τὰ μὲν οὖν πράγματα ἐξισάζει ἐνταῦθα, τὰ δὲ πρόσωπα
15διάφορα ὄντα ἐπιδέχεται ἐξέτασιν· ἔστι δὲ θαυμάσαι πάλιν ἐνταῦθα, πῶς ὁ τεχνικὸς ἁπλοῦν ἐκ προσώπων μόνον στοχασμὸν οὐ φάσκων εἶναι, διπλοῦν ἐκ προσώ‐ πων μόνον συνιστάμενον εἶναι συγχωρεῖ· ἡ μὲν οὖν αἰ‐ τία τοῦ τεχνικοῦ καὶ ἀπολογία τοιαύτη· οὐδὲ ἐνταῦθα
20καθάπαξ ἐκλείπειν τὸ πρᾶγμα βούλεται, ὥσπερ ἐπὶ τοῦ ἀσώτου, ἀλλ’ οὐκ ἐμπίπτει κἀνταῦθα τὸ πρᾶγμα· διὰ δὲ τὸ ἰσάζον ἐκλείπει· ἀλλὰ κἀνταῦθα οὐ καλῶς· εἰ γὰρ καὶ διὰ τὸ ἰσάζον ἐκλείπει, ὅμως ἐξέτασιν οὐκ ἐπιδέχε‐ ται· ὥστε οὐδὲ μίαν χορηγίαν ἀπὸ τῶν πραγμάτων
25ἔχει· ἀλλ’ ἅμα τῇ φύσει μόνον, οὐκ ἐργασίᾳ κεῖται τὸ πρᾶγμα· ἀδύνατον γὰρ μὴ ἐμπίπτειν σημεῖον κατὰ φύ‐ σιν, οὐ πάντως δὲ ἐξεταζόμενον· δῆλον οὖν ὡς κἀνταῦ‐ θα σφάλλεται· ἡμεῖς δὲ φαμὲν ὅτι καὶ ὁ ἁπλοῦς ἐκ προσώπων μόνων συνίσταται καὶ ὁ διπλοῦς ἐκ προσ‐
30ώπων, ὥσπερ ὁ προκείμενος· πρᾶγμα γὰρ παντελῶς οὐκ ἔχει κρινόμενον· οὔτε γὰρ αὗται πεπράχασί τε, οὔτε ἄλ‐
λου πράξαντος ἄντικρυς εἰς αὐτὰς ἀναφέρεται· οὔτε449

4

.

450

μὴν ἄλλου ὄντος φανεροῦ τοῦ πράξαντος ἐξ ὑποψίας κρίνονται· διαιρεῖται δὲ ὡς προειρήκαμεν ὁ τοιοῦτος στοχασμὸς τοῖς τοῦ προσώπου μόνοις κεφαλαίοις· ἐν‐ ταῦθα τὰ τοῦ πράγματος ἐκλείπει κεφάλαια· τὰ δὲ τοῦ
5προσώπου μόνα ἐμπεσεῖται· ὅτι ἐγὼ μὲν οὐκ ἂν ἐβου‐ λήθην αὐτὸν ἀνελεῖν εὖ παθοῦσα ὑπ’ αὐτοῦ, ὅτι οὐχ ὡς δούλῃ μοι ἐχρήσατο ἀλλ’ ἐπεκούφιζε τὰς συμφορὰς, σὺ δὲ ἠβούλου ὡς μητρυιὰ φθονοῦσα τῷ προγόνῳ ἀρι‐ στεύσαντι· καὶ ἐγὼ μὲν οὐκ ἠδυνάμην ἐν αἰχμαλώτου
10καὶ διακόνου τάξει τυγχάνουσα, σὺ δὲ ἠδύνω κρατοῦσα ἐν τῇ οἰκείᾳ· ἡ δὲ μητρυιὰ ἐρεῖ, ὅτι οὐχ ἅμα τῷ ὀνό‐ ματι τῆς μητρυιᾶς καὶ τὸ πολέμιον φαίνεται, ἐπεὶ μη‐ τέρων χρηστότητος οὐκ ἐπελιπόμην περὶ αὐτὸν καὶ ὅσα τοιαῦτα· σὺ δὲ ἠβούλου μνησικακοῦσα ὑπὲρ ὧν σε ἐξην‐
15δραποδίσατο καὶ τὴν σὴν πατρίδα· καὶ ἐγὼ μὲν οὐκ ἠδυνάμην, οὐδαμοῦ μόνῳ συνοῦσα αὐτῷ, σὺ δὲ ἠδύνω συγκαθεύδουσα καὶ νυκτὸς μόνῳ συνοῦσα αὐτῷ οἷα εἰ‐ κὸς παλλακίδα· ὁμοίως δὲ καὶ τοῦτο ἀτελὲς ἐκ μόνων πραγμάτων· οἷον περιεκόπησαν οἱ ἑρμαῖ καὶ ἀντεγκα‐
20λοῦσιν ἀλλήλοις Ἀλκιβιάδης καὶ Νικίας· ἐνταῦθα πρά‐ γματα μὲν οὐκ ἔτι, ποιότητες δὲ μόναι· ἐλέγχει δὲ αὐ‐ τὸν ἐνταῦθα ὁ τεχνικὸς, ἀποθέμενος μὲν ὡς οὐκ ἔστιν ἁπλοῦς ἀτελὴς ἐκ μόνων προσώπων, ὅτε περὶ τοῦ ἀσώ‐ του διελέγετο· δεικνὺς δὲ πάλιν, ὡς οὐκ ἔστι διπλοῦς
25ἀτελὴς ἐκ μόνων προσώπων· εἰ γάρ ἐστιν ἐν διπλῷ στοχασμῷ μὴ κρινόμενον πρᾶγμα, δῆλον ὅτι καὶ ἐν ἁπλῷ ἔσται· ἀπὸ γὰρ τῶν ἁπλῶν ἡ τῶν διπλῶν εὕρε‐ σις γίνεται.
29nἜστι παρὰ ταῦτα ἕτερα εἴδη στοχασμῶν διπλῶν τρία, οὓς καλοῦ‐
30nμεν συνεζευγμένους· ὅ τε ἐμπίπτων καὶ ὁ προκατασκευαζόμενος,
31nκαὶ ὁ κατασκευαζόμενος.
32Σωπάτρου. Ἐνταῦθα ἐμήνυσεν ὅτι τὸ διπλοῦν450

4

.

451

γένος ἐστὶ καὶ οὐκ αὐτὸ εἶδος· οὐκοῦν οἱ ἀντεγκληματι‐ κοὶ, εἰ μὲν ὡς γένος ἐκλήθησαν, εὖ ἂν ἔχοι· εἰ δὲ αὐ‐ τοὶ μόνον, οὐ κυρίως εἰσὶ διπλοῖ, ἀλλ’ οἱ ἐπὶ δύο ἐγκλή‐ μασιν ἓν πρόσωπον ἔχοντες κρινόμενον, ἢ ἀνάπαλιν,
5ὡς ἤδη εἴρηται, κἂν ὅμοια ὦσι τὰ ἐγκλήματα, ὡς ἐπὶ τοῦ πλουσίου τοῦ κρινομένου δυσὶ φόνοις· ἐπειδὴ ἀνε‐ βάλλετο τὸν μηνυτὴν τοῦ πρώτου φόνου, καὶ εὕρηται καὶ αὐτὸς οὗτος νεκρὸς ἀσκύλευτος. Μαρκελλίνου. Εἶπεν τῶν διπλῶν τοὺς ἀντεγ‐
10κληματικοὺς καὶ τοὺς κατὰ ἀμφισβήτησιν· λοιποὶ δέ εἰ‐ σιν οἱ καλούμενοι συνεζευγμένοι, οἳ διῄρηνται εἰς τρεῖς τρόπους· εἴς τε ἐμπίπτοντας καὶ προκατασκευαζομένους, ἔτι τε μήν εἰσι καὶ συμπεπλεγμένοι, οἳ διαφέρουσι τῶν συνεζευγμένων ταύτῃ, ὅτι οἱ μὲν συμπεπλεγμένοι ἓν
15πρόσωπον ἔχουσι περὶ δύο πραγμάτων κρινόμενον· οἷον πλούσιος καὶ πένης ἐχθροὶ τὰ πολιτικὰ, εὑρέθη ὁ πένης δολοφονηθεὶς, ἐκήρυξεν ὁ δῆμος τῷ μηνύσαντι τὸν φονεύσαντα ἓν τάλαντον, ἀντεκήρυξεν ὁ πλούσιος δύο τῷ μηνύοντι, ἦλθέ τις ἐπαγγελλόμενος μηνύσειν, εἰ λά‐
20βοι τὰ δύο τάλαντα, εὑρέθη καὶ αὐτὸς νεκρός· καὶ κρί‐ νεται ὑπὲρ ἀμφοτέρων ὁ πλούσιος· οἱ δὲ συνεζευγμέ‐ νοι, εἰ καὶ ἔχουσι δύο πράγματα, οὐκ ἀμφότερα κρί‐ νεται· ἀλλὰ τὸ ἕτερον εἰς σύστασιν τοῦ ἑτέρου παρα‐ λαμβάνεται· ἐπεὶ δὲ τῶν συμπεπλεγμένων ἀμφότερα κρί‐
25νεται, ταῦτα μέντοι τὰ τρία διπλᾶ καλεῖ ὁ Ἑρμογένης· οὐ μὴν δοκεῖ τισι διπλᾶ εἶναι, οὔτε μὴ ἁπλᾶ· καὶ κοι‐ νὸν αὐτῶν ὄνομα τὸ τῶν συνεζευγμένων· ἔχει δὲ καὶ ἴδιον ἕκαστον ὄνομα· ὁ μὲν καλεῖται ἐμπίπτων, ὁ δὲ προκατασκευαζόμενος, ὁ δὲ συγκατασκευαζόμενος· καλῶς
30δὲ ταῦτα ὁ τεχνικὸς τὰ εἴδη ἐχώρισεν εἰπὼν, ἔστι καὶ
ἕτερα, ὡς πρὸς διαφορὰν τοῦ κυρίως διπλοῦ· ἐκεῖ γὰρ451

4

.

452

εἰ καὶ τὸ ἓν ζητούμενον, ἀλλὰ δύο πρόσωπα ἔχομεν τὰ κρινόμενα· διὸ καὶ κυρίως ἐκεῖνος εἴρηται διπλοῦς, διὰ τοῦτο διπλᾶ καὶ τὰ κεφάλαια δέχεται, ἑκατέρου τῶν κρινομένων πρὸς τὸ οἰκεῖον συμφέρον χρωμένου τῇ ἐρ‐
5γασίᾳ καὶ μεταχειρίσει τοῦ λόγου, καὶ ἐγγὺς ἀλλήλων τὰ κεφάλαια ἀντιτιθέντος· ἐν δὲ τῷ συνεζευγμένῳ διπλῆ μὲν κἀνταῦθα ἡ διαίρεσις, ἀλλ’ ἰδίᾳ τῶν ζητημάτων καὶ ἕκαστον ἐν μέρει κατασκευαζόμενον· οὐ κεφαλαίῳ ἀντιτιθέντος κεφάλαιον τοῦ λέγοντος, ὥσπερ ἐν τῷ κυ‐
10ρίως διπλῷ κελεύσει ποιεῖν ἡ τέχνη· καλεῖται δὲ οὗτος ὁ διπλοῦς ἀντεγκληματικὸς καὶ ἀντικατηγορητικὸς, ἀναγ‐ καῖον δὲ πάλιν περὶ τῶν συνεζευγμένων εἰπεῖν πόθεν οὕτως ἐκλήθησαν, δεύτερον δὲ ζητεῖται εἰ διπλοῦς· τρί‐ τον τίς αὐτοῦ πρὸς τὰ ἄλλα διαφορά. Συνεζευγμένοι
15μὲν οὖν εἴρηνται παρὰ τὸ ἔχειν δύο ζητήματα συμπε‐ πλεγμένα, καὶ ἓν μὲν εἶναι τὸ ζητούμενον, τὸ δὲ ἕτε‐ ρον εἰς σύστασιν αὐτοῦ παραλαμβάνεται· διαφέρουσι δὲ τοῦ ἑτέρου διπλοῦ· ὅτι δύο πρόσωπα ἔχομεν ἐκεῖ κρι‐ νόμενα· ἐνταῦθα δὲ ἕν· ὥστε τοὐναντίον εὑρίσκεσθαι,
20δύο μὲν τὰ ζητούμενα, ἓν δὲ τὸ κρινόμενον πρόσωπον· ἐκεῖ δὲ ἓν μὲν τὸ ζητούμενον, δύο δὲ πρόσωπα τὰ κρι‐ νόμενα· ζητητέον δὲ καὶ τοῦτο, διατί ὁ συνεζευγμένος μᾶλλον ἁπλοῦς ἐστιν, εἴγε καὶ πρόσωπον ἓν ἔχει τὸ κρινόμενον, ἓν δὲ καὶ πρᾶγμα κρινόμενον, τὸ γὰρ ἕτε‐
25ρον συμπλέκεται· εἰ γὰρ καὶ δύο τὰ ζητούμενα, ἀλλ’ ἓν τὸ κρινόμενον, ὥσπερ ἐν τῷ ἁπλῷ στοχασμῷ· ἀλλὰ πρό‐ δηλος ἡ αἰτία, δι’ ἣν οὐχ ἁπλοῦς ὁ τοιοῦτος· εἰ μὲν γὰρ ἦν ἓν ζήτημα μόνον, ἦν ἂν ἁπλοῦς εἰκότως· ἐπει‐ δὴ δὲ δύο περιέχει τὰ ζητούμενα, κἂν ἓν ὑπάρχει τὸ
30κρινόμενον, ἕτερον εἶδος ποιεῖ στοχασμοῦ καὶ ἔξω γίνε‐ ται τοῦ ἁπλοῦ· ἴδιον γὰρ τοῦ ἁπλοῦ τὸ ἓν εἶναι ζήτη‐ μα ἐφ’ ἑνὶ προσώπῳ στρεφόμενον· εἰ δέ τις ἀντιπέσοι
ἐνταῦθα ὅτι καὶ ἐν τῷ ἁπλῷ εὑρίσκομεν πολλάκις οὐκ452

4

.

453

ἐφ’ ἑνὶ προσώπῳ τὴν κατηγορίαν, ἀλλ’ ἐν πλείοσιν, ὡς οἱ δέκα νέοι κοινωνήσαντες τῆς οὐσίας καὶ κρινό‐ μενοι τυραννίδος ἐπιθέσεως, λεκτέον ὡς κἂν πλῆθος ἦν τῶν κρινομένων, ἀλλ’ ὅμως ὡς ἕν τι τῶν προσώπων
5δοκεῖ· μία γὰρ τῶν νέων ἡ ποιότης καὶ κοινὴ καὶ οὐκ ἰδία ἑκάστου ἐκ τῆς ὕλης ὑπόκειται· καὶ ἡ πρᾶξις μία· ἀλλ’ οὐδὲ ἀντεγκαλοῦντας ἀλλήλοις ἔχομεν τοὺς νέους.
8nΚαὶ ὁ μὲν ἐμπίπτων γίνεται, ὅτ’ ἂν ἐν τῇ μεταθέσει τῆς αἰτίας
9nὁλόκληρόν τι ζήτημα ἐμπέσῃ καὶ ἀναγκαῖον γένηται καὶ αὐτὸ διε‐
10nλεῖν τελείως· οἷον ἔδει τὸν ἁλόντα προδοσίας δεδέσθαι παρὰ τῷ
11nστρατηγῷ, μέχρις ἂν εἴπῃ τοὺς συνειδότας· ἁλούς τις προδοσίας
12nστρατηγὸς ἐδέδετο παρὰ τῷ συστρατήγῳ· ὁ δὲ ἀπέκτεινεν αὐτὸν ὡς
13nἐπὶ γυναικὶ εὑρὼν καὶ συνειδότος φεύγει· ἐνταῦθα γὰρ μετὰ τὰ
14nἀπ’ ἀρχῆς ἄχρι τέλους χρωμένου μεταθέσει τῆς αἰτίας τῇ λε‐
15nγούσῃ ὅτι μοιχὸν ἀπέκτεινα τοῦ φεύγοντος, εὕρηται ζήτημα ἕτερον
16nτὸ εἰ ἐκεῖνον εἰκὸς δεσμώτην ὄντα μοιχεῦσαι καὶ εἰ τὴν γυναῖκα
17nεἰκὸς τῷ τοιούτῳ ἑαυτὴν ἐπιδοῦναι· καὶ μετὰ τὴν τούτου διαίρεσιν
18nπάλιν ἐπὶ τὴν τοῦ προτέρου πιθανὴν ἀπολογίαν ὁ φεύγων ἥξει.
19Μαρκελλίνου. Ὁ ἐμπίπτων γίνεται, ὅτ’ ἂν ἀπὸ
20τοῦ κρινομένου πράγματος οὐχ ἁπλῶς, ἀλλ’ ὅτ’ ἂν ἐξ αὐτοῦ τοῦ χρώματος τοῦ κρινομένου πράγματος ἄλλο ἀνακύψῃ ζήτημα, αὐτὸ μὲν οὐ κρινόμενον, συμβαλλό‐ μενον δὲ πρὸς τὸ κρινόμενον· σημειωτέον δὲ τοῦτο, ὅτι οἱ μὲν ἄλλοι πάντες στοχασμοὶ τὴν μετάθεσιν τῆς αἰ‐
25τίας ἐκτὸς ἔχουσιν τοῦ ζητήματος· ὁ δὲ ἐμπίπτων μό‐ νος ἐν αὐτῷ τῷ ὅρῳ τοῦ ζητήματος ἔχει τὴν μετάθε‐ σιν τῆς αἰτίας· εἴρηται δὲ ἐμπίπτων ὅτι εἰς αὐτὴν τὴν μετάθεσιν τῆς αἰτίας ἐμπίπτει ἕτερον ζήτημα· οἷον ἀφῆ‐ κέ τις τὴν ἑαυτοῦ οὐσίαν γυναικὶ ἀλλοτρίᾳ εἰπὼν διὰ
30σωφροσύνην· καὶ κρίνει αὐτὴν ὁ ἀνὴρ μοιχείας· ἡ ζή‐ τησις τῆς σωφροσύνης τὸ δεύτερον ζήτημα· ἐκείνης γὰρ
λεγούσης τὴν μετάθεσιν τῆς αἰτίας τοῦ πρώτου ζητήμα‐453

4

.

454

τος, ὅτι διὰ σωφροσύνην μοι κατέλιπεν, ἐμπίπτει ἐκ τού‐ του τὸ δεύτερον ζήτημα, εἰ σώφρων ἢ οὔ· ὥστε ἐν αὐτῷ τῷ ὅρῳ κεῖται ἡ μετάθεσις. τ’ ἂν ἐν τῇ μεταθέ‐ σει τῆς αἰτίας· ὅρα πῶς ἐμφαίνει τὸ ἀπὸ τοῦ χρώ‐
5ματος, ὅτι ἐκ τούτου ἀνακύπτει τὸ ἕτερον ζήτημα· αὐτὸ γὰρ τὸ χρῶμα γίνεται ἀρχὴ τοῦ δευτέρου διὰ τὸ μὴ ὁμο‐ λογουμένην εἶναι καὶ τὴν αἰτίαν, τουτέστιν αὐτὸ τὸ χρῶμα, ὅπερ ὁ φεύγων προβάλλεται· ἀλλ’ ἀμφίβολον καὶ ζητούμενον, καὶ δεῖ τοῦτο κατασκευάζειν ἑτέρᾳ διαι‐
10ρέσει τῶν κεφαλαίων· ἀλλὰ δεῖ μέχρι τῆς βουλήσεως καὶ δυνάμεως καὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐξετάσαντα ἀνατρέχειν πάλιν ἐπὶ τὴν τοῦ πρώτου ζητήματος πιθα‐ νὴν ἀπολογίαν. Ἔδει τὸν ἁλόντα προδοσίας. θαυμάσαι ἄξιον τῆς πλάσεως τὸ βούλημα, πρῶτον τὸν
15νόμον τὸν κελεύοντα δεδέσθαι, εἶτα τὴν διάνοιαν· εἰκὸς γὰρ εἶναι τοὺς συνειδότας, μετὰ ταῦτα ὅτι ὁ ἀνελὼν ὕποπτος εἶναι δοκεῖ, φόβῳ τοῦ μέλλοντος ἀνῃρηκέναι· ἄντικρυς γὰρ ὁ στρατηγὸς ἑαλώκει μηδὲ μίαν ἔχων τοῦ φόνου τὴν πρόφασιν· καλῶς δὲ καὶ τὸ ὡς ἐπὶ τῇ
20γυναικὶ καταλαβών· εἰ γὰρ ἦν ὡμολογημένον, ὅτι κατ‐ έλαβεν, οὐκ ἂν συνέστη, ἀλλ’ ὡς ἐπὶ τῇ γυναικὶ, ἵνα ᾖ ὡς πεπλασμένον καὶ μέσον τὸ ἔγκλημα· ἡ μὲν οὖν πλάσις θαυμασίως ἔχει· τοῦ δὲ κατηγόρου λέγοντος ὡς συνῄδεις τῇ προδοσίᾳ· τὸν γὰρ ἔλεγχον δεδιὼς ἀπέκτει‐
25νας, καὶ σημεῖον τοῦ συνειδέναι κατασκευάζοντας τὸ ἀπέκτεινας· ἀντιτίθησι τὸ χρῶμα ὁ φεύγων, ὅτι μοιχὸν ἀπέκτεινα τοῦ νόμου κελεύοντος, καὶ τὸ ἀντιληπτικὸν ὁμοῦ καὶ τὸ ἀντεγκληματικὸν προβαλλόμενος· οὐκοῦν κατὰ μέσην τὴν διαίρεσιν ὁλόκληρον ἐμπεσεῖται ζήτημα,
30εἰ ὄντως μοιχὸς ἐκεῖνος ὁ δεδεμένος· κατασκευάσομεν οὖν ἀπὸ τῆς ποιότητος τῶν συμπιπτόντων προσώπων·
καὶ καθολικὸν τοῦτο θεώρημα, τὸ μὴ μόνον τοῦ κρι‐454

4

.

455

νομένου προσώπου, ἀλλὰ καὶ πάντων τῶν συμπιπτόν‐ των προσώπων ἐν τῷ προβλήματι τὴν ποιότητα σκο‐ πεῖν· ἐξετάσεις γοῦν ἐνταῦθα καὶ τοῦ δεδεμένου καὶ τῆς γυναικὸς τὴν προαίρεσιν· τοῦ μὲν εἴγε εἰκὸς ἦν ἐν τοι‐
5αύταις συμφοραῖς ὄντα τοιούτων ἐπιθυμεῖν, τὴν δὲ εἰ πιθανὸν στρατηγοῦ γυναῖκα οὖσαν δεσμώτῃ ἑαυτὴν ἐκ‐ δοῦναι. Πάλιν ἐπὶ τὴν τοῦ προτέρου πιθανὴν ἀπολο‐ γίαν· πάλιν ἐνταῦθα πιθανὴν ἀπολογίαν τὸ μὴ ἀντι‐ στρέφον ἐκάλεσε· τῇ γὰρ πιθανῇ ἀπολογίᾳ οὐδὲν ταῦτα
10χρησόμεθα διὰ τὸ ἀκολουθεῖν τὸ σημεῖον τῷ ἐγκλήματι· εἰκὸς γὰρ ἦν τὸν συνειδότα τῇ προδοσίᾳ ἐκποδὼν τὸν ἁλόντα ποιήσασθαι, φεύγοντα τὸν ἔλεγχον· πρῶτον οὖν φησι μέχρι τῆς μεταθέσεως διαιρήσομεν τὸ πρῶτον ζή‐ τημα· εἶτα ἐμπεσόντος τοῦ δευτέρου ἀπὸ τῆς μεταθέ‐
15σεως διαιροῦμεν καὶ τοῦτο μέχρι καὶ τῶν αὐτῶν τόπων· μετὰ δὲ τοῦτο ἀκολούθως ἐπὶ τὴν τοῦ πρώτου πιθα‐ νὴν ἀπολογίαν ἐπανελευσόμεθα· καὶ τούτῳ κατακλείσο‐ μεν τὰ δύο ζητήματα. Ἐν τούτῳ τῷ προβλήματι ζητεῖται πρῶτον εἰ σύν‐
20οιδε, μετὰ ταῦτα εἰ μοιχὸς ἐκεῖνος· ἴδιον δὲ τοῦ ἐμ‐ πίπτοντος τὸ τὸ δεύτερον ζήτημα λαμβάνειν τὴν ἀρ‐ χὴν τῆς διαιρέσεως ἀπὸ ῥητοῦ καὶ διανοίας· οἷον ἐπὶ τοῦ προκειμένου· ἀντὶ γὰρ τῆς μεταθέσεως τῆς αἰτίας ἀντεγκληματικὸν καὶ ἀντιληπτικὸν ἐμπεσεῖται ἀπὸ νόμου,
25καθ’ ὃν ἀπεκτονέναι λέγοι μοιχὸν ὄντα· πρὸς τὸ ῥητὸν τοίνυν ἀπαντησόμεθα τῇ διανοίᾳ· ὅτι δίδωσιν ὁ νόμος τὸν μοιχὸν ἀνελεῖν, ἐὰν μὴ ὑπόδικος ᾖ δημοσίων πρα‐ γμάτων καὶ μάλιστα προδοσίας· εἶτα καθ’ ὑπόθεσιν, εἰ καὶ μοιχὸς ἦν καὶ μὴ εἶχες ὑπόνοιαν τῆς προδοσίας,
30ἠδίκεις καὶ οὕτως ἀφελόμενος ἡμᾶς τὸ γνῶναι τἀληθὲς ἐκ τῶν βασάνων· πολλοὺς δὲ εἰκὸς εἶναι τοὺς συνειδό‐
τας· ὑφ’ ὧν ἐγχωρεῖ καὶ ὕστερον ἐπιβουλευθῆναι· ἐρεῖς455

4

.

456

δὲ διπλῆν βούλησιν καὶ τοῦ τεθνεῶτος καὶ τῆς γυναι‐ κός· τοῦ μὲν ὡς οὐκ ἂν ἐν συμφοραῖς ὢν ἐβουλήθη μοιχεῦσαι· τρυφώντων γὰρ τὸ ἀσελγαίνειν· τῆς δὲ γυ‐ ναικὸς, ὅτι οὐδὲ ἐκείνη τοιούτῳ ἂν ἑαυτὴν ἠθέλησεν ἐπι‐
5δοῦναι μήτε χρημάτων πλήθει διαφθαρεῖσα· οὐ γὰρ περιῆν τῷ προδότῃ δημευθείσης τῆς οὐσίας· μήτε δὲ ἀξίωμα προελομένην ἁμαρτεῖν· κατεδικάσατο γὰρ ἐπὶ δει‐ νοτάτοις ὀφλήμασιν, ἐφ’ οἷς ἔμελλεν ἀποθανεῖσθαι μι‐ κρὸν ὕστερον· ἔτι τοίνυν οὐδὲ μοιχεῦσαι ἐδύνατο δεδε‐
10μένος· εὕρηται ζήτημα ἕτερον. Καλῶς εἶπεν τὸ εὕρη‐ ται· εὑρέθη γὰρ οὐκ ἂν ἐξ ἀρχῆς, ἀλλ’ ὕστερον πάλιν ἐπὶ τὴν τοῦ προτέρου πιθανὴν ἀπολογίαν· οὐκ ὀρθῶς εἶπεν ἐμπεσεῖσθαι πιθανὴν ἀπολογίαν ἐνταῦθα. οὐ γὰρ δύναται λέγειν· καὶ μὴν εἰ συνῄδειν οὐκ ἐφόνευον,
15ἀλλὰ μᾶλλον ἐφηδόμην ὡς κοινωνοῦ ὥς τινες ᾠήθη‐ σαν· δῆλον γὰρ ὅτι ἑαυτοῦ μᾶλλον προενοεῖτο, ἵνα μὴ αὐτὸς κινδυνεύσῃ ἐκείνου ἐν ταῖς βασάνοις ἐξειπόντος· ἀλλὰ νοητέον ἐνταῦθα τὴν πιθανὴν ἀπολογίαν ἀντὶ τοῦ μὴ ἀντιστρέφοντος, ὅτι συνειδὼς ἀπέκτεινεν ἄν,
20οὐ μὴν πᾶς ἀπεκτονὼς ὡς ἤδη καὶ σύνοιδεν· εἰκότως δὲ τὸ μὴ ἀντιστρέφον, ἐπειδὴ καὶ προσεχὲς τῷ ἐγκλήματι τὸ σημεῖον· ὁ γὰρ συνειδὼς ἀποκτείνει ἂν εἰκότως ἵνα μὴ ἐλεγχθῇ.
24nΠροκατασκευαζόμενος δὲ γίνεται, ὅτ’ ἂν πρὸ τοῦ ζητήματος ἕτε‐
25nρον ἀναγκαῖον ᾖ ζητῆσαι στοχαστικῶς, ὡς ὂν ἢ οὐκ ὄν· οἷον
26nπλούσιος στρατηγὸς πένητος ἐχθροῦ παῖδας τρεῖς ὡς προδιδόντας
27nσυνέλαβε καὶ τοὺς μὲν δύο μὴ ὁμολογήσαντας ἐν ταῖς βασάνοις
28nἀπέκτεινε· τὸν δὲ τρίτον πρὸ τῶν βασάνων ὁμολογήσαντα προδιδό‐
29nναι καὶ μὴ ἐπεξιόντα τὸν πατέρα κρίνει συνειδότος· ἐφ’ ἑκατέρου
30nγὰρ δεῖ πρῶτον συσταθῆναι· τοῦ μὲν πλουσίου τὸ εἶναι ἐκείνους
31nπροδότας, τοῦ δὲ πένητος τὸ μὴ εἶναι· μεθ’ ὃ κατὰ συγχώρησιν456

4

.

457

(1n)

δοὺς τὸ καὶ προδεδωκέναι ἐκείνους ὁ πένης, τὸ καθ’ αὑτὸν ἀπο‐
2nλογήσεται.
3 Σωπάτρου. Δεύτερος τῶν συνεζευγμένων ἐστὶν ὁ προκατασκευαζόμενος· ὃς ὠνόμασται μὲν οὕτως ἀπὸ
5τοῦ ἕτερόν τι πρὸ τοῦ κρινομένου πράγματος ἐξετάζε‐ σθαι, εἶθ’ οὕτως ἐκεῖνο περὶ οὗ ἡ κρίσις· διαφέρει δὲ τοῦ ἐμπίπτοντος τῷ ἐκεῖ μὲν τὸ πρὸς ἀπόδειξιν τοῦ κρι‐ νομένου κομιζόμενον παραλαμβάνεσθαι τελευταῖον· ἐν δὲ τῷ προκατασκευαζομένῳ πρότερον· ἐν γὰρ τούτῳ
10κρινόμενος ὁ πατὴρ συνειδότος, πρὸς ἀπόδειξιν τοῦ μὴ συνειδέναι τοῖς παισὶ τὴν προδοσίαν πρότερον κατα‐ σκευάζει, ὡς ἥκιστα προδεδώκασιν οἱ παῖδες, εἶθ’ οὕτως ὑπὲρ αὐτοῦ ἀπολογήσεται· ἐν δὲ τῷ ἐμπίπτοντι κρι‐ νόμενος συνειδότος, ὁ τὸν συστράτηγον ἀνελὼν πρότε‐
15ρον τὴν παρὰ τοῦ συνειδέναι κατηγορίαν ἀποσείσεται· καὶ οὕτω τὸ τῆς μοιχείας ὄνομα κατὰ τοῦ τεθνεῶτος κινήσει. Μαρκελλίνου. Προκατασκευαζόμενός ἐστιν, ὅτ’ ἂν πρὸ τοῦ κρινομένου πράγματος ἀναγκαῖον ἕτερόν τι
20προκατασκευασθήσεται ζήτημα ὑπ’ ἀμφοτέρων, τοῦ τε κατηγόρου καὶ τοῦ φεύγοντος· ζητήματος δὲ ἐνταῦθα ἰδίως εἶπεν τοῦ ἐγκλήματος, ἐφ’ ᾧ ἡ γραφή· τὸ δὲ ὡς ὂν ἢ οὒ οὐσιώδη τὴν ζήτησιν παρίστησιν, τουτέστι πε‐ ρὶ ὑπάρξεως εἰ ἔστιν ἢ οὔ· καὶ εἰ γέγονεν ἤ οὐ γέγο‐
25νε· τοῦτο τοῦ προκατασκευαζομένου ἴδιον, ὅτ’ ἂν πρὸ τοῦ ζητήματος, ἐφ’ ᾧ ἡ κρίσις, ἐξετάσωμεν ἕτερον ζή‐ τημα· ἡ μὲν οὖν γραφὴ συνειδότος· εἰ σύνοιδε τοῖς παι‐ σὶ προδοσίαν· τὸ δὲ προκατασκευαζόμενόν ἐστι τὸ κατ’ αὐτοὺς τοὺς παῖδας, εἰ τῷ ὄντι προδεδώκασιν· οὐ γὰρ
30τοῦτο φανερόν· εἰ γὰρ καὶ ὁ τρίτος ὡμολογηκέναι δο‐
κεῖ ἀλλὰ τοῦ φόβου ἡ ὁμολογία δοκεῖ, ὅτι τοὺς ἀδελ‐457

4

.

458

φοὺς ἀπολωλότας ἐν ταῖς βασάνοις ἐθεάσατο, καὶ τὰ ὅμοια παθεῖν προσεδόκησε, εἰ μὴ ὡμολόγησεν· τοῦτο τοίνυν τὸ τῶν παίδων ἀναγκαῖον ἀμφοτέρους προκατα‐ σκευάσαι, πλέον δὲ τὸν κατήγορον· εἰ μὴ γὰρ ἐλέγξει
5πρῶτον προδεδωκότας τοὺς παῖδας, οἰχήσεται αὐτῷ καὶ τὸ κατὰ τοῦ πατρὸς ἔγκλημα, μὴ γὰρ ὅλως προδεδω‐ κότων ἐκείνων, πῶς ἂν κρίσιν συνειδότος συστῆσαι δύ‐ ναιτο; ἀναγκαῖον δὲ ὡς προεῖπον καὶ τὸν φεύγοντα προ‐ κατασκευάσαι περὶ παίδων, ἧττον μὲν τοῦ κατηγόρου·
10χρησιμωτάτη δὲ ὅμως ἡ ὑπὲρ τῶν παίδων ἀπολογία καὶ τούτῳ· εἰ γὰρ τοὺς παῖδας ἐξελέσθαι τῆς αἰτίας δυνή‐ σεται καὶ τὸ καθ’ αὑτὸν ῥᾳδίως καὶ πόῤῥωθεν ἀπολύ‐ σεται· εἰ δὲ μὴ τοῦτο δυνήσεται παντελῶς· ἀλλ’ ὅμως οὐ μετρίως διαβαλὼν τὸν τοῦ κατηγόρου τρόπον· εἶτα
15κατὰ συγχώρησιν δοὺς προδεδωκέναι τοὺς παῖδας, ἐπὶ τὸν ὑπὲρ ἑαυτοῦ λόγον τραπήσεται· ὥστε ἀναγκαία ἡ τοῦ περὶ τῶν παίδων ζητήματος προκατασκευή· πλέον μὲν τῷ κατηγόρῳ, ἔλαττον δὲ τῷ φεύγοντι· οὐ γὰρ εἰ καὶ προδεδώκασιν οἱ παῖδες, ἤδη καὶ αὐτὸς πάντως προ‐
20δότης· ζητητέον οὖν εἰ καὶ ὁ κατήγορος δώσει κατὰ συγχώρησιν τὸ μὴ προδεδωκέναι τοὺς παῖδας· ἀλλὰ λέ‐ γομεν ὅτι τοῦτο ποιεῖν ὁ κατήγορος οὐ δύναται· εἰ γὰρ ποιήσει τοῦτο, συνοιχήσεται καὶ ἡ κατὰ τοῦ πατρὸς κρί‐ σις· ἔτι δὲ κἀκεῖνο εἰδέναι χρὴ, ὡς οὐχ ἁπλῶς ὁ πατὴρ
25δώσει τὸ κατὰ τῶν παίδων, ἀλλὰ τεχνικωτάτης δεῖ με‐ θόδου τῷ λέγοντι· βλάψει γὰρ αὐτὸν τῷ δοκεῖν καὶ οὕτω τῶν παίδων κατεγνωκέναι· ἀλλ’ ἀναμικτέον αὖθις τῷ λόγῳ καὶ καταβοητέον τῆς τοῦ πλουσίου βίας καὶ ὑπερηφανίας· καὶ ὅλως σὺν βαρύτητι προακτέον τοὺς
30λόγους. Ἐξ ἀνεπιγράφου. Ὁ προκατασκευαζόμενος ἔχει φύ‐
σιν καὶ δύναμιν τοιαύτην, εἰ συνειδότος κρίνοιτό τις,458

4

.

459

μήπω ἁλόντος ᾧ δοκεῖ συνειδέναι· πρότερον μὲν ἀπο‐ λογεῖται ὑπὲρ ἐκείνου, εἶτα ὑπὲρ ἑαυτοῦ· χρησιμωτάτη οὖν ἡ προκατασκευὴ καὶ προαπόδειξις ἐν τῷ προκατα‐ σκευαζομένῳ. παράδειγμα τούτου· γραφεὶς Ἀρίσταρχος
5ἐπὶ τῷ Νικοδήμου φόνῳ πρὸ τῆς κρίσεως ὑπεξῆλθεν· κρίνεται Δημοσθένης συνειδότος· οὐκοῦν ἀπολογίαν δεῖ πρῶτον πορίσασθαι Ἀριστάρχου, ὡς οὐκ ἀπέκτεινε Νι‐ κόδημον· ἔτι παρὰ τῷ ῥήτορι τὸ θεώρημα· τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ κακῆς καὶ χαλεπῆς συμβάσης αἰ‐
10τίας Ἀριστάρχῳ τῷ Μόσχου· καὶ πάλιν φανερῶς ἤδη δι’ ἐμὲ τὸν Ἀρίσταρχον ἐσυκοφάντει· ἐνίοτε δὲ μετα‐ χειριούμεθα οὕτω· μάλιστα μὲν οὐδὲ ἐκεῖνον οἶμαι λέ‐ γων πεποιηκέναι τοῦτο· καὶ τοὺς λογισμοὺς ἐκθησόμεθα δι’ οὓς οὐκ ἂν ἔπραξεν· εἰ δὲ ἄρα μανεὶς ἔπραξεν, ἀλλ’
15οὐκ ἐγὼ σύνοιδα· ὡς ὂν ἢ οὐκ ὄν· ὂν μὲν ὡς ἀπὸ τοῦ κατηγόρου, οὐκ ὂν δὲ ὡς ἀπὸ τοῦ φεύγοντος· ὃ γὰρ ὁ κατήγορος κατασκευάζει ὡς ὂν, τοῦτο ὁ φεύγων ἀνασκευ‐ άζει ὡς οὐκ ὄν. Ὡς προδιδόντας. καλὸν τὸ ὡς προδιδόντας, ἵνα περίστασιν ἔχῃ ὁ λόγος καὶ τὸ πρό‐
20βλημα· εἰ γὰρ δοίημεν, ὅτι προδόται, μονομερὲς ἔσται· ἐφ’ ἑκατέρου γὰρ δεῖ πρότερον συσταθῆναι· ὁ μὲν πλούσιος ἐρεῖ, σημεῖον τοῦ προδεδωκέναι τοὺς παῖδας τὸ τὸν τρίτον ἄνευ βασάνων ὁμολογεῖν· εἶτα ὁ φεύγων πρὸς τοῦτο ἀπαντήσεται συγγνωμονικῇ μεταθέσει τῆς
25αἰτίας· ὅτι δεδιὼς τὰς βασάνους καὶ εἰδὼς ὅτι ταὐτὰ τοῖς προτέροις πείσεται, κατεψεύσατο ἑαυτοῦ· καὶ ἑαυ‐ τοῦ ἠνάγκασται κατηγορεῖν ὑπὸ δέους· εἶτα καὶ τοῦ συνειδέναι ἐρεῖ σημεῖον ὁ πλούσιος τὸ μὴ ἐπεξελθεῖν· καὶ μεταθήσεται πάλιν ὁ φεύγων, ὅτι πλούσιος ἦσθα
30καὶ ἐδεδίειν τὴν σὴν ἰσχὺν καὶ τὴν περὶ σὲ ἑταιρείαν καὶ
τὸ τῶν κολάκων σύστημα· μεθ’ ὃ κατὰ συγχώρησιν·459

4

.

460

εἰκότως ἐν δευτέρῳ φυλάττει τὸ κατὰ συγχώρησιν· οὔτε γὰρ δύναται τοῦτο πράττειν, ἵνα μὴ δοκῇ εὐθὺς ἐν ἀρχῇ τῶν παίδων κατηγορεῖν, οὔτε μὴν καθάπαξ μὴ συγχωρεῖν, ἵνα μὴ δοκῇ φεύγειν τὸν περὶ αὐτοῦ
5λόγον.
6nΣυγκατασκευαζόμενος δὲ γίνεται, ὅτ’ ἂν τὰ σημεῖα τοῦ πράγμα‐
7nτος δι’ ἀλλήλων κατασκευάζηται· οἷον ἔδει τοὺς δεσμώτας λελύ‐
8nσθαι τοῖς θεσμοφορίοις· μοιχείαν ὑπονοήσας τις πρὸς τὸν οἰκέτην
9nτῆς γυναικὸς, δήσας ἐκεῖνον ἀπεδήμησεν· λυθεὶς τοῖς θεσμοφορίοις
10nπαρὰ τῆς γυναικὸς, ἀπέδρα ὁ οἰκέτης· μετὰ ταῦτα εὕρηται ὁ ἀνὴρ
11nπεφονευμένος· καὶ συνειδότος ἡ γυνὴ φεύγει· τότε γὰρ ὑπὸ τοῦ
12nοἰκέτου αὐτὸν πεφονεῦσθαι διὰ τῆς μοιχείας κατασκευάζεται· τό
13nτε εἶναι τὴν μοιχείαν διὰ τοῦ ἐπ’ ἐκείνου αὐτὸν ἀνῃρῆσθαι καὶ
14nὅλως δι’ ἀλλήλων· δῆλον δὲ ὅτι καὶ μετὰ τῶν ἄλλων τῆς τε ὑπο‐
15nνοίας τοῦ ἀνδρὸς καὶ τοῦ λῦσαι αὐτὸν τὴν γυναῖκα, καὶ εἴ τι εἴη
16nἕτερον· διαφέρει δὲ τοῦ προκατασκευαζομένου, ὅτι ἐκεῖ μὲν κεχώ‐
17nρισται ἀλλήλων τὰ ζητήματα, ἐνταῦθα δὲ δι’ ἀλλήλων κατασκευάζε‐
18nται πάντα.
19Σωπάτρου. Τρίτος τῶν συνεζευγμένων ἐστὶν ὁ
20κατασκευαζόμενος, ὃς ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ δύο ἐγκλήματα ἐπάγειν τῷ φεύγοντι τὸν κατήγορον ὡς πεποιηκότι ἢ μέλλοντι πράττειν· ὡς ἐπὶ τοῦ πλουσίου τοῦ ὀμόσαντος ἐν συμποσίῳ τυραννήσειν· καὶ τοῦ πέ‐ νητος τοῦ τυραννοκτονεῖν ὀμόσαντος καὶ νεκροῦ ἀσκυ‐
25λεύτου εὑρεθέντος· ἀμφότερα γὰρ συμπλέκων, τόν τε τοῦ πένητος φόνον καὶ τῆς τυραννίδος τὴν ἐπίθεσιν, κρίνει τὸν πλούσιον· τούτῳ δὲ διαφέρει τοῦ προκατασκευαζο‐ μένου· ὅτι ἐν ἐκείνῳ μὲν τὸ προηγούμενον ὁ φεύγων τε‐ λευταῖον ἐξετάζει, τὸ δὲ μὴ προηγούμενον πρότερον· ἐν
30δὲ τῷ συγκατασκευαζομένῳ ὁμοίως ὑπὲρ ἀμφοτέρων τῶν ἐγκλημάτων ἀπολογεῖται ὁ φεύγων οὐχ ὡς συνειδὼς ἀλλ’
ὡς αὐτὸς ὢν ὁ πράξας. Ἰστέον ὡς οὐδέποτε δῆλον δή‐460

4

.

461

λῳ κατασκευάζεται, ὥσπερ οὐδὲ ἄδηλον ἀδήλῳ, ἀλλ’ ἄδη‐ λον τῷ δήλῳ· εἰ μὲν οὖν καὶ ἐνταῦθα ἀμφότερα δῆλα, τό τε τῆς μοιχείας φημὶ καὶ τὸ τοῦ φόνου, πῶς τὸ σαφῆ δι’ ἀλλήλων κατασκευάζεται; εἰ δὲ ἄδηλα ἄμφω, γελοῖον τὸ
5τῆς ἀποδείξεως· εἰ δέ τις ἐρεῖ ὡς ἡνίκα ὡς σημεῖον τὸ ἕτερον λαμβάνεται τοῦ ἑτέρου, τότε δῆλον, τὸ δὲ λοιπὸν ἄδηλον, ἀνόητος ὁ λόγος πάντη· θετικὴ γὰρ οὐ φυσικὴ ἡ ἀπόδειξις τῇ γνώμῃ τοῦ λέγοντος ἀλλ’ οὐχὶ τῶν ἀκου‐ όντων τὸ πιστὸν ἔχουσα· τί οὖν ἐροῦμεν, ὡς οὐ πάνυ
10ἀκριβῶς ὁ τεχνικὸς διέλαβε περὶ τούτου· ὤφειλε γὰρ εἰ‐ πεῖν οὕτω· τό τε γὰρ συνειδέναι τὴν γυναῖκα διὰ τοῦ λῦσαι κατασκευάζεται, τό τε μεμοιχεῦσθαι διὰ τοῦ συνει‐ δέναι· εἶτα τό τε οὕτω κατασκευάσαι, τὸ τὸν οἰκέτην εἶναι τὸν ἀνῃρηκότα διὰ τῆς μοιχείας· οὔτε γὰρ ἡ μοι‐
15χεία φανερὰ, οὔτε τὸ παρὰ τοῦ οἰκέτου τὸν δεσπότην ἀνῃρῆσθαι· ἀλλὰ πρῶτον εἰς ἀπόδειξιν λαμβανόμενον τοῦ συνειδέναι τὸ λῦσαι τότε τοῖς λοιποῖς ὁδὸς διὰ τού‐ του παρέχεται, δήλης γὰρ τῆς μοιχείας διὰ τοῦ συνει‐ δέναι γινομένης, ἀναντίῤῥητον καὶ τὸ ὑπὸ τοῦ οἰκέτου
20ἀνῃρῆσθαι δεσπότην συναποδείκνυται· καὶ ἔστι τὸ ἀπὸ τούτου κατὰ ἀντιστροφὴν ἡ ἀπόδειξις· οἷον εἰ μοιχὸς καὶ φονεύς· καὶ εἰ φονεὺς καὶ μοιχός. Μαρκελλίνου. Συγκατασκευαζόμενος κέκληται, ὅτ’ ἂν τὰ σημεῖα δι’ ἀλλήλων ὁμοῦ κατασκευάζηται καὶ
25μὴ κεχωρισμένως· ἐκ τούτου γὰρ καὶ τὴν προσηγορίαν ἐκτήσατο· γνωστέον δὲ ὅτι ἐν τούτῳ τῷ στοχασμῷ τὰ αὐτά ἐστι καὶ σημεῖα ἀλλήλων καὶ ἐγκλήματα· ἐνταῦθα γοῦν ἀπὸ μὲν τῆς μοιχείας κατασκευάζεται, ὅτι αὐτὸς ἐφόνευσεν· ἀπὸ δὲ τοῦ φόνου ἡ μοιχεία βεβαιοῦται· καὶ
30ἀπὸ τοῦ καιροῦ δὲ κατασκευάζεις τὸν φόνον, ὅτι ἡνίκα ἀπελύθη ὁ παῖς ἐφονεύθη καὶ οὐ πρὸς τούτου· ἔχει δὲ
ἐνταῦθα παραγραφικὸν ἐκ τοῦ λείποντος· λέξει γὰρ ἡ461

4

.

462

γυνὴ ὅτι ἄδηλον εἰ ὅλως ὑπ’ αὐτοῦ γέγονεν· λέξει δὲ καὶ ἀντίθεσιν ἡ γυνὴ ἀπὸ τοῦ νόμου· νόμος ἐν τοῖς θεσμο‐ φορίοις λύεσθαι τοὺς δεσμώτας· διὸ ἔλυσα δεσμώτην ὄντα· λύσει δὲ ὁ κατήγορος διανοίας τὸ ῥητόν, ὅτι δεσ‐
5μώτας λέγει τοὺς ἐν δεσμωτηρίῳ οὐ τοὺς ἐν ἰδικῇ οἰκίᾳ· διαφέρει δὲ τοῦ προκατασκευαζομένου, ὅτι ἐκεῖ καθ’ ἑαυτὸ ἕκαστον καὶ τὸ πρῶτον μελετᾶται καὶ τὸ δεύτε‐ ρον, ἐνταῦθα δὲ ἅμα τὰ δύο ἀλλήλων κατασκευάζεται· ἄλλοι δὲ ὁρίζονται τὴν διαφορὰν οὕτως, ὅτι ἐν τῷ
10συγκατασκευαζομένῳ ἀμφότερα ἐγκλήματά ἐστι, καὶ ὁμοῦ κατασκευαζόμενα δι’ ἀλλήλων, τῶν αὐτῶν σημείων καὶ ἐγκλημάτων γινομένων· ἐν δὲ τῷ προκατασκευαζομένῳ δύο τὰ ἐγκλήματα, ἀλλ’ οὐ τὰ δύο κρίνεται καὶ κατη‐ γορεῖται· τὸ δὲ ἕτερον τῶν ἐγκλημάτων ὡς σημεῖον πα‐
15ραλαμβάνεται· ζητητέον δὲ, πῶς ὁ τοιοῦτος στοχασμὸς συστῆναι δύναται· εἰ γὰρ φύσει ἄδηλον ἐν στοχασμῷ τὸ ἔγκλημα, ἔστι δὲ καὶ τὸ σημεῖον ἄδηλον, πῶς ὑφ‐ έστηκεν ὁ τοιοῦτος στοχασμός; πῶς δὲ καὶ τὸ σημεῖον ὑπεύθυνον ὃ πανταχοῦ ἀνεύθυνόν ἐστιν; ἀλλὰ λέγομεν,
20ὅτι κἀνταῦθα εὑρίσκεται φανερὸν σημεῖον καὶ ἀνεύθυ‐ νον· οἷον εἰπεῖν τὸ λυθῆναι παρὰ τῆς γυναικὸς τὸν οἰ‐ κέτην· καὶ τῷ ἐν ἐκείνῳ τῷ καιρῷ τεθνάναι τὸν δεσμώ‐ την ὅτε ἐλύθη· τὸ δὲ προσεχέστερον μόνον εὑρίσκεται ὑπεύθυνον· ἤδη δὲ εἴπομεν ὅτι τινὲς ἀποφαίνονται, ὡς
25εἰ καὶ δοκεῖ ἔγκλημα εἶναι· ἐνταῦθα τὸ σημεῖον αὐτὸ τὸ προσεχέστερον, ἀλλ’ ὅμως ὡς σημεῖον αὐτὸ ποιεῖται τοῦ ἐγκλήματος δι’ ἀλλήλων. Παρατήρησαί φησι τοῦ‐ το δι’ ἀλλήλων ὅτι πάντα ἡμῖν ἐδήλωσεν· οὐ γὰρ δεῖ μόνα τὰ ἄδηλα διὰ τῶν ἀδήλων κατασκευάζειν· ἄτοπον
30γὰρ, ἀλλὰ καὶ μίξιν καὶ κρᾶσιν ἁπάντων ποιεῖσθαι μίαν. Φασὶ δὲ καὶ τοῦτο, ὡς οὐ δεῖ τὴν διαίρεσιν ἐν τῷ
συγκατασκευαζομένῳ διπλῆν ποιεῖσθαι, ἀλλ’ ἁπλῆν462

4

.

463

καθάπερ ἐν τοῖς ἁπλοῖς στοχασμοῖς· καὶ ἐζήτησαν διατί μὴ διπλοῖς, καὶ ἀπεκρίναντο, ὅτι οὐ δεῖ τὸ σημεῖον ζή‐ τημα ποιεῖν· εἰ δὲ μὴ ζητημάτων ποιήσομεν πλῆθος· πάλιν γὰρ ἐκείνου σημεῖον ζητήσομεν· ἐν γὰρ τοῖς ἄλ‐
5λοις συνεζευγμένοις οὐκ ἔστιν ἀμφίβολον τὸ σημεῖον. Ἐξ ἀνεπιγράφου. Ἴδιον τοῦ συγκατασκευαζομένου τὸ μὴ μόνον τὸ πεπραγμένον λέγειν, ἀλλὰ καὶ τὸ αἴ‐ τιον τοῦ πραχθέντος· ὃ δὴ καὶ αὐτὸ ζήτημά ἐστι· καὶ τὸ τὰ σημεῖα καὶ τὸ τὰ ἐγκλήματα δι’ ἀλλήλων κατα‐
10σκευάζεσθαι· καὶ ὥσπερ σημεῖον εἶναι τοῦ ἑτέρου τὸ ἕτερον· σημειωτέον δὲ, ὅτι ἐπὶ τοῦ συγκατασκευαζομέ‐ νου σημεῖα καὶ τὰ ἐγκλήματα καλεῖ· ἐρεῖ δέ τις ἐν‐ ταῦθα πῶς ἄδηλον δι’ ἀδήλου κατασκευάζεται· καὶ φαμὲν, ὅτι κἀνταῦθα δῆλα ἕτερα σημεῖα, τὸ δὲ προσ‐
15εχέστερόν ἐστι μόνον τὸ ἄδηλον· ἀνάγκη γὰρ κατα‐ σκευάσαι ὡς τὸν φόνον ὁ οἰκέτης εἴργασται· καὶ ὅτι σύνοιδεν ἡ γυνὴ, καὶ τὸ αἴτιον· τοῦτον μὲν ἀποκτεῖ‐ ναι, τὴν δὲ συνειδέναι μοιχείαν δῆλον ὅτι διὰ τὸ προ‐ ϊδέσθαι τὸν ἐκ τῆς κατηγορίας ἔλεγχον· ζητεῖται δὲ εἰ
20μεμοίχευται ἡ γυνή· δεῖ οὖν βούλησιν εἶναι διπλῆν· ἅμα καὶ τοῦ οἰκέτου καὶ τῆς γυναικός· καὶ δύναμιν ὡσαύτως· συμπλεκτέον δὲ τὴν αἰτίαν εὐθύς· ἐμπίπτει δὲ μόνον ζήτημα, ὅτι νόμος κελεύει τοὺς δεσμώτας ἐν τοῖς θεσ‐ μοφορίοις λύεσθαι· πρὸς τοῦτο διάνοιαν ἀντιθεῖναι χρή·
25τίνας ὁ δῆμος κελεύει· τοὺς δημοσίᾳ δεθέντας, ἀλλ’ οὐ τοὺς ὑπὸ τῶν δεσποτῶν· καὶ οἵτινες ἐπὶ μικραῖς αἰ‐ τίαις ἔμφρουροι γεγονότες καὶ τούτους ἐὰν ἐγγυητὰς παράσχωσιν. Ἐπιφανίου. Τῶν μὲν ἄλλων διαφέρουσιν οἱ συν‐
30εζευγμένοι, τῶν ἁπλῶν λέγω καὶ διπλῶν, ὅτι ἐν ἐκείνοις463

4

.

464

μὲν ἓν πρᾶγμα ὑπόκειται τὸ κρινόμενον, ἐν δὲ τούτῳ δύο πράγματα τὴν ζήτησιν ἔχει· ἀλλήλων δὲ διαφέρουσι τὸν τρόπον τοῦτον· ἐν μὲν τῷ ἐμπίπτοντι τοῦ κρινομένου πράγματος ἐξέτασιν λαμβάνοντος, ἀπὸ τοῦ χρώματος
5οὗ παρέχεται ὁ φεύγων ἀνακύπτει ἄλλο ζήτημα· ὡς ἐπὶ τῶν στρατηγῶν· τὸ μὲν γὰρ κρινόμενον, εἰ σύνοιδε· τὸ δὲ ἐμπίπτον καὶ ἀπὸ χρώματος ἀνακύπτον, εἰ οὕτως ἐμοίχευσεν· καὶ συμβαίνει θάτερον ἔλεγχον εἶναι θατέ‐ ρου· κἂν μὲν ἐλεγχθῇ τῷ προδότῃ συνειδὼς ὁ τὸν ἁλόντα
10ἔχων δεδεμένον, λύεται τῆς μοιχείας τὸ ἔγκλημα· ἐὰν δὲ ὁ ἐγκαλούμενος ἀποδείξῃ μεμοιχευκότα τὸν συστράτη‐ γον συνδεδεμένον, λύεται πάλιν συνειδότος ἡ ὑποψία· οὐ γὰρ διὰ τὸ δεδιέναι τὸν ἔλεγχον, ἀλλὰ διὰ τὸ μοι‐ χὸν κατειληφέναι κατὰ τὸν νόμον ἀνῃρηκέναι δόξει·
15ἐν δὲ τῷ προκατασκευαζομένῳ ἄλλο προκατασκευάζεται πρᾶγμα, ὡς ἐπὶ τοῦ κρινομένου πένητος συνειδότος, ὅτι μὴ ἐπεξῆλθε τῷ πλουσίῳ· ὃς τοὺς παῖδας αὐτοῦ βασανίζων ἀνεῖλε, φήμης προδοσίας περὶ αὐτῶν γενομέ‐ νης· τὸ μὲν γὰρ κρινόμενον εἰ σύνοιδε τοῖς παισὶ, τὸ
20δὲ προεξεταζόμενον, εἰ μηδὲ ἐκεῖνοι προδόται· καὶ πά‐ λιν ὡς ἐπὶ τοῦδε τοῦ προβλήματος· ἐγράψατό τις Ἀρί‐ σταρχον τὸν Μόσχου ἐπὶ Νικοδήμου φόνῳ, μετεώρου οὔσης τῆς δίκης, ἔφυγεν Ἀρίσταρχος καὶ κρίνεται Δη‐ μοσθένης συνειδότος· κἀνταῦθα γὰρ ὁμοίως τὸ μὲν κρι‐
25νόμενον εἰ σύνοιδε Δημοσθένης· τὸ δὲ προκατασκευαζό‐ μενον, εἰ μὴ πεφόνευκεν Ἀρίσταρχος· οὐκ ἐξαρκεῖ δὲ κἂν ἐξελεγχθῇ φονεύσας πρὸς τὸν Δημοσθένην ἁλῶναι συνειδότος, ἀλλ’ ἔτι ζητεῖται εἰ Δημοσθένει εἰκὸς ἐκείνῳ συνεγνωκέναι· καὶ πάλιν ὁμοίως κἂν φανερὸν ᾖ τὸ προ‐
30δεδωκέναι τοὺς τοῦ πένητος, οὕτω τοῦτο ἱκανὸν πρὸς τὸ
δοκεῖν τὸν πατέρα τοῖς παισὶ συνεγνωκέναι, ἀλλὰ πάλιν464

4

.

465

κἀνταῦθα εἰ συνέγνω ζητεῖται ἔτι καὶ κατασκευάζεται· ὁ δὲ συγκατασκευαζόμενος δύο ἐγκλήματα περὶ ἓν πρόσ‐ ωπον ἔχων, καὶ τὴν μὲν κρίσιν ἐφ’ ἑνὶ, τὴν κατηγορίαν δὲ ἐφ’ ἑκατέροις καὶ τὴν ἀπόδειξιν· ἴδιον δὲ αὐτοῦ τὸ
5ἐν μόνῳ τούτῳ τὸ αἴτιον τοῦ κρινομένου καὶ ὑπεύθυνον εἶναι, καὶ μὴ ὁμολογεῖσθαι, ὅπερ ἐν τοῖς ἄλλοις στο‐ χασμοῖς καὶ ἀνεύθυνόν ἐστι καὶ ὁμολογούμενον· οἷον πλούσιος παρὰ συμπόσιον ὤμοσε τῷ πένητι τυραννήσειν, ἀντώμοσεν ὁ πένης ἀποκτείνειν αὐτόν· εὑρέθη νεκρὸς
10ἀσκύλευτος ἐπανιὼν ἀπὸ τοῦ συμποσίου ὁ πένης· καὶ κρίνεται ὁ πλούσιος τυραννίδος ἐπιθέσεως· ἐνταῦθα γὰρ δύο ἐγκλήματα παρὰ τὸν πλούσιον· ἥ τε τυραννὶς καὶ ὁ φόνος· καὶ τὸ μὲν κρινόμενον ἡ τυραννίς· τὸ δὲ ση‐ μεῖον ὁ φόνος· τοῦτο δὲ οὔτε ἀνεύθυνον, οὔτε ὡμολο‐
15γημένον· διαφέρει οὖν τοῦ ἐμπίπτοντος καὶ προκατα‐ σκευαζομένου τῷ ἐκείνοις μὲν διάφορα εἶναι τὰ πρόσ‐ ωπα τὰ κρινόμενα, ἐνταῦθα δὲ δύο περὶ ἓν πρόσωπον εἶναι τὰ ἐγκλήματα.
19nὉ ἀπὸ γνώμης παρὰ τούτους ἔστι στοχασμὸς, ὃς ψιλῇ τῇ γνώμῃ
20nἐξετάζεται, φανεροῦ ὄντος καὶ τοῦ πράγματος καὶ τοῦ πράξαντος·
21nοἷον ἐν δόξῃ μανίας μητρυιὰ τὸν μὲν υἱὸν ἔτρωσε, τὸν δὲ πρόγο‐
22nνον ἀπέκτεινε· καὶ ἀνενεγκοῦσα φεύγει φόνου· διαφέρει δὲ συγ‐
23nγνώμης ὁ τοιοῦτος στοχασμὸς, ὅτι ἐκεῖ μὲν ἐφ’ ὃ μεθίστησιν ὡμο‐
24nλόγηται· οἷον ἔλεος, ἢ βάσανοι καὶ τὰ τοιαῦτα, ἐνταῦθα δὲ εἰ μέ‐
25nμηνε ζητεῖται δήπου ἢ οὔ.
26 Μαρκελλίνου. Εὗρεν ἄλλο εἶδος στοχασμοῦ, ὃ ἐκάλεσεν ἀπὸ γνώμης· ἀπὸ γνώμης δὲ ἐκάλεσεν, ὅταν τῆς πράξεως οὔσης φανερᾶς ἡ γνώμη ζητεῖται τοῦ πρά‐ ξαντος· διὰ τοῦτο γὰρ καὶ ψιλῇ εἶπεν ἀντὶ τοῦ μόνῃ·
30τὸ δὲ παράδειγμα δείκνυσι τοιούτου στοχασμοῦ τὴν φύ‐ σιν· ἐνταῦθα τὸ ἀμφίβολον καὶ τὸ ἄδηλόν ἐστι τῆς
μητρυιᾶς ἡ γνώμη, μεθ’ ἧς ὁ φόνος πέπρακται· πιθα‐465

4

.

466

νῶς δὲ πέπλασται τὸ ζήτημα· οὐ γὰρ ἁπλῶς εἶπεν με‐ μηνυῖαν τὴν μητρυιάν· ἀσύστατον γὰρ ἂν ἦν τὸ ζήτη‐ μα τῆς μανίας ὁμολογουμένης, ἀλλ’ ἐν δόξῃ μανίας ὅπερ ἀμφίβολον· ὃ καὶ τῇ κατηγορίᾳ δίδωσιν ὑπόνοιαν·
5ὁ μὲν κατήγορος ὑπόκρισιν τὴν μανίαν ἀποφαίνειν πει‐ ράσεται· διὰ τὴν φυσικὴν πρὸς τὸν πρόγονον δυσμέ‐ νειαν· ὁ δὲ ὑπὲρ αὐτοῦ ἀγωνιζόμενος τοὐναντίον συ‐ στήσει καὶ ἀληθῶς μεμηνέναι τὴν μητρυιὰν ἀγωνιεῖται· καὶ στοχαστικῶς ἡ ζήτησις ἅπασα προαχθήσεται· δια‐
10φέρει δὲ συγγνώμης. Καλῶς καὶ δεόντως μέμνηται τῆς διαφορᾶς ταύτης ἐνταῦθα· ἐπειδὴ κοινωνίαν οὖσαν πρὸς τὴν συγγνώμην ᾔσθετο τούτου τοῦ στοχασμοῦ· κοινὸν γὰρ ἐν ἑκατέραις ταῖς στάσεσι τὸ τῆς ἀγνοίας καὶ τὸ ἀκούσιον· λύει οὖν τῇ διαφορᾷ τὴν συγγένειαν· δοκεῖ
15γὰρ κατὰ δύο κοινωνεῖν τῇ γνώμῃ· καθ’ ἓν μὲν, ὅτι ἐν ἀμφοτέραις ταῖς στάσεσιν ἀδίκημα φύσει τὸ πεπρα‐ γμένον· δεύτερον δὲ κατὰ τὴν αἰτίαν τὸ ἐπί τι πάθος ψυχῆς μεθιστάναι τὸ γενόμενον· διαφέρει οὖν, ὅτι ἐν μὲν τῇ συγγνώμῃ τὸ πάθος, ἐφ’ ᾧ μεθέστωσι τὴν αἰ‐
20τίαν ὁ φεύγων, λέγω δὴ φόβον ἢ ἄγνοιαν, ἢ ἔλεον, συγ‐ χωρεῖ καὶ αὐτὸς ὁ κατήγορος ὡς ὡμολογημένον· ἀπο‐ φαίνει δὲ καὶ οὕτω τιμωρίας ἄξιον· ἐχρῆν γάρ φησι μηδ’ ὅλως ἡττῆσθαι τοῦ πάθους· ἐν δὲ τῷ στοχασμῷ ἄδηλον· καὶ περὶ αὐτὸ τοῦτο ἡ πᾶσα ζήτησις ἵσταται·
25τῆς γὰρ μητρυιᾶς προβαλλομένης τὴν μανίαν καὶ εἰς ταύτην ἀναφερούσης τοῦ φόνου τὴν αἰτίαν, ὁ κατήγο‐ ρος ἐνίσταται καὶ ψεῦδος εἶναι διϊσχυρίζεται τῆς μητρυι‐ ᾶς τὸν λόγον. Συριανοῦ. Ὁ ἀπὸ γνώμης στοχασμός ἐστι τοι‐
30οῦτος, ὅταν ὁ φεύγων πεποιηκέναι μὲν ὁμολογῇ τὸ ἐπι‐ φερόμενον ἔγκλημα, φάσκῃ δὲ μὴ ἑκὼν, ἀλλὰ δι’ ἄγνοι‐
αν ἢ μανίαν εἰργάσθαι· οἷον τὰ ἐν μανίᾳ ἄκρα εἶναι·466

4

.

467

τύραννον ἀπέκτεινέ τις μεμηνέναι δόξας· αἰτοῦντι δω‐ ρεὰν ἀντεῖπεν ῥήτωρ· ἐκράτησε δοκῶν μὴ μαίνεσθαι, καὶ τὸν ῥήτορα ἀπέκτεινεν· ἀνενεγκὼν φόνου κρίνεται· ζητητέον δὲ, διατί μὴ μετὰ τῶν ἁπλῶν τέτακται, εἴγε ἓν
5πρόσωπον ἔχει καὶ ἓν πρᾶγμα, φαμὲν οὖν, ὅτι οὗτος ὁ στοχασμὸς οὔτε διπλοῦς οὔτε ἁπλοῦς ἂν εἴη· διπλοῦς μὲν, ὅτι οὐ δύο πρόσωπα καὶ πράγματα ἔχει· πάλιν δὲ ἁπλοῦς οὐκ ἔστιν, ὅτι ἐν τούτῳ μόνον τὸ πρᾶγμα οὐκ ἄδηλόν ἐστιν, ἀλλ’ ὡμολογημένον, ὃ πᾶσι τοῖς στο‐
10χασμοῖς ἐναντιοῦται, διὸ καὶ τελευταῖος τέτακται· ἐρεῖ δέ τις, ὅτι οὐκ ἄρα στοχασμὸς οὗτος, οὐ γάρ ἐστιν ἀδή‐ λου πράγματος ἔλεγχος· ἀλλ’ ἐροῦμεν, ὅτι δῆλον μὲν τὸ πρᾶγμα, τὸ δὲ ἄδηλον παρὰ τὴν γνώμην ἵσταται· καὶ περὶ ταύτην ὁ στοχασμός· διὸ καὶ τὴν προσηγορίαν
15τοιαύτην ἔλαχεν, ἀπὸ γνώμης στοχασμὸς καλούμενος· καθ’ ὃ μὲν γὰρ οὐδὲ τοῦ παιδὸς ἀπέσχετο, χώραν ἔχει τὰ τῆς μανίας· καθ’ ὃ δὲ μετριωτέρᾳ τῇ τοῦ παιδὸς πληγῇ ἐχρήσατο, ὑγιαίνειν δοκεῖ· καλῶς δὲ τὸ ἐν δόξῃ μανίας, ἵνα χορηγίαν τῷ ἀδήλῳ πορίσηται· διαφέρει δὲ
20συγγνώμης ὁ στοχασμὸς οὗτος, ὅτι ἐν μὲν τῇ συγγνώμῃ ὁ φεύγων ὁμολογεῖ δεδρακέναι εἰδὼς ἀδίκημα τὸ πε‐ πραγμένον, ὅμως ὑπό τινος ἀνάγκης οὐχ ὡς ἄλλως πρᾶ‐ ξαι· ἐνταῦθα δὲ οὐδὲ εἰ ἀδίκημα τὸ πεπραγμένον ὅλως ἦν εἰδέναι φησί· καὶ ὅτι ἐν μὲν τῇ συγγνώμῃ καὶ ὁ
25κατήγορος ὁμολογεῖ τὸν κρινόμενον ἄκοντα πεποιηκέναι τὸ πραχθὲν, ἐνταῦθα δὲ ἑκόντα· κἀκεῖ μὲν ἁπλῆν οἷ‐ ον ἐξ αὐτῆς μόνης φύσεως καὶ ἀνθρωπίνην τὴν ἄγνοι‐ αν προβάλλεται ὁ φεύγων, ἐν δὲ τῷ ἀπὸ γνώμης στο‐ χασμῷ φρενοβλάβειαν καὶ μανίαν· οἷον τύραννος ἀνέ‐
30σπασε τρεῖς παῖδας· τῷ πρώτῳ τὸν πατέρα τυπτῆσαι προσέταξεν, οὐ τυπτήσαντα ἀπέκτεινε, καὶ τὸν δεύτερον ὁμοίως· ὁ τρίτος ὑπήκουσεν, ἐσώθη, μετὰ τὴν τῆς τυ‐
ραννίδος κατάλυσιν κινδυνεύει περὶ τῶν χειρῶν, τοῦτο467

4

.

468

γὰρ ὁ νόμος ἐκέλευσεν· ἐνταῦθα καὶ ἀνθρώπινον προ‐ βάλλεται τὸν φόβον· λέγει μέντοι ὁ κατήγορος, ἐχρῆν ἀποθανεῖν μᾶλλον ἢ τυπτῆσαι τὸν πατέρα· ἐν δὲ τῷ ἀπὸ γνώμης στοχασμῷ τοὐναντίον· ὁ γὰρ διώκων προσ‐
5ποιήσασθαί φησι τὸν φεύγοντα μανίαν· καὶ ἐπειδὴ ὡμο‐ λόγηται τὸ ἔργον ὑπὸ τοῦ κρινομένου πεπρᾶχθαι, τὴν ἀπαίτησιν τῶν ἐλέγχων παραιτησάμενοι τὴν ἀρχὴν τῆς διαιρέσεως ἀπὸ τῆς βουλήσεως ποιησόμεθα· δεῖ δὲ πάν‐ τως προηγουμένως ζητεῖν ἐν τῷ ἀπὸ γνώμης στοχασμῷ
10ποιότητα προσώπου καὶ ῥητὸν νόμου· οἷον ἐπὶ τοῦ ῥή‐ τορος τοῦ ἀναιρεθέντος· ῥητὸν μὲν, νόμος τὰ ἐν μα‐ νίᾳ ἄκυρα εἶναι, ἡ ποιότης δὲ τοῦ κτείναντος ἐξετάζε‐ ται· ὅτι εἰκὸς ἦν σε μνησικακῆσαι διαμαρτόντα τῆς δωρεᾶς· καὶ ἐπὶ τῆς μητρυιᾶς· καὶ γὰρ ἐνταῦθα ῥητόν
15ἐστιν ὁμοίως καὶ ποιότης.
16nΠεριττὸν δὲ εἰς ἄπειρον περιεργάζεσθαι· νομίζω γὰρ ὁποῖον ἂν γέ‐
17nνηται ἄλλο, διὰ τούτων πως συμπλεκόμενον εὑρίσκεται· καὶ δῆλον
18nὡς τοῖς ταῦτα ἐπεσκεμμένοις οὐ χαλεπὴ γενήσεται καὶ ἡ ἐν
19nἐκείνοις διαίρεσις·
20 Σωπάτρου. Ἰστέον ὥς εἰσι καὶ ἕτεροι στοχασμοὶ, οἳ συμπεπλεγμένοι καλοῦνται καὶ αὐτοὶ, διὰ τὸ ἑτέραις στάσεσιν ἐπιπλέκεσθαι· ἐπιπλέκεται γὰρ στοχασμός· ὅρῳ μὲν ὡς ἐπὶ τούτου· διδύμων ἀδελφῶν ὁ ἕτερος ἐφυγα‐ δεύθη, συνεξῆλθεν αὐτῷ καὶ ὁ ἕτερος· μετὰ ταῦτα ἐλ‐
25θόντα αὐτὸν ὁ στρατηγὸς ἀπέκτεινε, καὶ κρίνεται φό‐ νου· ὁ δὲ ἀξιοῖ τὴν ἐπὶ τοῖς ἀκουσίοις δοῦναι δίκην· ἐν‐ ταῦθα γὰρ ἐπιπλέκεται ὅρος· ὁρίζοντος τοῦ κατηγόρου τί τὸ ἀκούσιον, δῆλον ὡς ἀκούσιον ἂν εἴη τὸ βέλος ἀφέν‐ τα σκοποῦ μὲν ἁμαρτεῖν, ἐπ’ ἄνδρα δὲ κατενεχθῆναι ἢ
30ἵππον ἐλαύνοντα καθελεῖν καὶ τὰ τοιαῦτα· εἶτα ὁ στο‐ χασμός· ἢ ἐγνώρισεν, ἢ ἠγνόησεν· καὶ ἐνταῦθα μὲν τὸ
ὁρικὸν μόνον ἐμπίπτει κεφάλαιον· εὑρίσκεται δὲ καὶ τέ‐468

4

.

469

λειος ὅρος καὶ τέλειος στοχασμὸς, κατὰ τὸ αὐτὸ ζήτη‐ μα, ὡς ἐπὶ τούτου· μειράκιον ἠπείλησε πορνεύσειν εἰ μὴ εὐπορήσει τροφῶν ἐντὸς τριάκοντα ἡμερῶν· μεταξὺ τῶν ἡμερῶν τούτων κατελείφθη αὐτῷ κλῆρος καὶ οὐκ ἐπόρ‐
5νευσε καὶ κωλύεται λέγειν· ἐνταῦθα στοχασμὸς μέν ἐστιν, ὅτι ἄρνησις τοῦ ἐπιφερομένου ἐγκλήματος· φήσει γὰρ μὴ πεπορνευκέναι· τοῦ κατηγόρου προβαλλομένου τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅτι ἐκήρυξας, ἀνῃσχύντησας, ἅπερ πορνεία ἐστίν· ἐφ’ οἷς ὁ φεύγων τῷ ὅρῳ ἀπο‐
10λογήσεται λέγων· οὐ τὸ κηρύξαι πορνεία ἐστίν· ὅρος μὲν οὖν κατὰ τοῦτό ἐστιν, ὅτι τὸ μὲν πέπρακται, οἷον τὸ κηρύξαι, τὸ δὲ λείπει τὸ πεπορνευκέναι· οὕτως δὲ δεῖ τὸν ὁρικὸν στοχασμὸν μελετᾷν· ὅτ’ ἂν παρέλθῃ τοῦ στοχασμοῦ τὰ κεφάλαια, ἕως τῶν ἀπ’ ἀρχῆς ἄχρι τέ‐
15λους, ἐντεῦθεν τὰ τοῦ ὅρου κεφάλαια μελετῆσαι· εἶτ’ ἐπανελθεῖν δεῖ πάλιν ἐπὶ τὴν μετάθεσιν τῆς αἰτίας καὶ εἰπεῖν· οἷον διὰ τὸ ἀναγκάσαι τοὺς οἰκείους εὐπορίαν μοι παρασχεῖν αἰσχυνομένους, τοῦτο ἐποίησα καὶ καθ‐ εξῆς ἡ πιθανὴ ἀπολογία, ἥτις ἔσται, ὅτι εἰ καὶ ἐβου‐
20λόμην πορνεῦσαι, οὐκ ἂν ἐκήρυττον· ὅρῳ μὲν οὕτως ἐπι‐ πλέκεται στοχασμός· ἀντιλήψει δὲ ὡς ἐπὶ τούτου· τῷ ἀτίμῳ δίκης οὐ μετέστιν· ἄτιμος εὑρὼν τὴν γυναῖκα αὐτοῦ μοιχευομένην ἕπεται τῷ μοιχῷ κλάων. κατέλυσεν ὁ δῆμος τὸν μοιχὸν, καὶ κρίνεται δημοκοπίου, ἐνταῦθα
25γὰρ μετὰ τὸ ἀντιληπτικὸν, ὅτι ἔξεστί μοι δακρύειν, καὶ ἀνεύθυνα τὰ δάκρυα ἀναφύεται στοχαστικόν· πότερον διὰ τὸ μὴ δύνασθαι δικάζεσθαι ἔκλαεν, ἢ τῇ ἀληθείᾳ θόρυβον βουλόμενος ποιῆσαι καὶ ἐκκαλέσασθαι πρὸς ὀργὴν τὸν δῆμον· ἐπιπλέκεται στοχασμὸς καὶ νομικῇ στάσει ῥη‐
30τῷ καὶ διανοίᾳ ὡς ἐπὶ τούτου· φυγάδες ἐν πόλει συνδρα‐ μόντες πολλοὶ συνέσχον τινὰ ὡς ἐπὶ τυραννίδι· ὁ στρα‐ τηγὸς κατὰ τὸν νόμον τὸν κελεύοντα τοὺς φυγάδας ἀναι‐
ρεῖν ἀπέκτεινεν αὐτοὺς καὶ ἀφῆκε τὸν κατεχόμενον· με‐469

4

.

470

τὰ ταῦτα ἐκεῖνος ἐτυράννησεν ἀφεθείς· κωλυθείσης τῆς τυραννίδος κρίνεται συνειδότος ὁ στρατηγός· ἐνταῦθα ἐν τῇ μεταθέσει λέγοντος τοῦ στρατηγοῦ κατὰ νόμον πε‐ ποιηκέναι, ἀναφύεται τέλειον ῥητὸν καὶ διάνοια· λέγον‐
5τος τοῦ κατηγόρου, ὅτι οὐ τοὺς εὐεργέτας, οὐδὲ τοὺς ἐπ’ ἀγαθῷ τῆς πόλεως κατιόντας ἀλλὰ τοὺς ἐπὶ κατα‐ φρονήσει τῶν νόμων ὁ νόμος ἀναιρεῖ· ἔτι ἐπιπλέκεται στοχασμὸς συγγνώμῃ, ὡς ἐπὶ τούτου· ὡραίου μειρακίου μητέρα λῃσταὶ ἔλαβον· ἀπελθόντος τοῦ μειρακίου ἐπὶ
10τὸ λυτρώσασθαι ἀφῆκαν οἱ λῃσταὶ τὴν μητέρα ἄνευ λύτρων καὶ κρίνεται πορνείας τὸ μειράκιον· ἐνταῦθα ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους προβαλλομένου τοῦ κατηγό‐ ρου καὶ λέγοντος, ὅτι διὰ τί ἄνευ λύτρων ἀφῆκάν σοι τὴν μητέρα, ὁ φεύγων ἐρεῖ· ἐλεήσαντες τὴν ἡλικίαν καὶ
15τὸ φιλόστοργον τὸ πρὸς τὴν μητέρα· καὶ εὐθέως εἰς τὴν συγγνώμην ἐμπεσεῖται λέγων· οὐ δεῖ τὰ παρὰ τῶν λῃ‐ στῶν γινόμενα ἐξετάζεσθαι· πάντα γὰρ ταῦτα κατὰ ἀνάγ‐ κην γίγνονται· ἔτι ἐπιπλέκεται ὁ στοχασμὸς ἀντιστάσει ὡς ἐπὶ τούτου· τύραννος ἐκήρυξε χρῆσθαι δορυφόρῳ, ὃς ἂν
20αὐτοῦ τὸν πατέρα ἀποκτείνῃ· νεανίσκος ἐνεγκὼν αὐτῷ γέ‐ ροντος κεφαλὴν ἐγένετο δορυφόρος· καὶ μετὰ τοῦτο ἀπέ‐ κτεινε τὸν τύραννον καὶ κρίνεται πατροκτονίας· ἐνταῦθα γὰρ ἡ ἀντίστασις τελεία ἐστὶν, ὅτι τὴν τυραννίδα καθ‐ εῖλον· καὶ τὸ ἐν τυραννίδι πραττόμενον, κἂν βλαβερώτε‐
25ρον ᾖ, ἐπὶ τῷ καταλυθῆναι αὐτὴν συγκεχώρηται· ἄλλως τε οὐδὲ πέπρακταί μοι τὸ ἔργον καὶ ἀναφύεται στοχασμός· εἰσὶ δὲ καὶ ἕτεροι στοχασμοὶ, οἷον οἵ τε λεγόμενοι κα‐ κοῦ βίου καὶ ἀχαριστίας καὶ κατασοφισμοῦ καὶ οἱ παρά‐ δοξοι καὶ οἱ κατὰ ἀμφισβήτησιν· περὶ ὧν εἴρηται· εἰσὶ
30δὲ καὶ δημοκοπίου καὶ δικαστηρίου ἀπάτης· καὶ οἱ ἐξ
ἀπάτης δήμου· δημοκοπίου δὲ λέγεται, ὅτ’ ἄν τις ἢ470

4

.

471

εἰπὼν ἢ ποιήσας τι εἰς θόρυβον καὶ τὸ ποιῆσαί τι προσ‐ αγάγοι τὸν δῆμον· δικαστηρίου δὲ ἀπάτης παράδειγμα· οἷον ἐγράψατο ὁ πλούσιος τὸν πένητα ξενίας καὶ εἷλεν· ἐφυγάδευσεν αὐτόν· μετὰ ταῦτα λοιμοῦ γενομένου ἔχρη‐
5σεν ὁ θεὸς παύσασθαι τὸν λοιμὸν, εἰ πολίτης ἑαυτὸν ἀπο‐ σφάξοι ὑπὲρ τῆς πόλεως· ὁ πένης ἀκούσας κατελθὼν ἐν τῇ πόλει ἀπέσφαξεν ἑαυτόν· ἐπαύετο ὁ λοιμός· καὶ κρί‐ νεται ὁ πλούσιος ἐξαπάτης δικαστηρίου· διαφέρει δὲ οὗτος τοῦ δημοκοπίου, ὅτι ὧδε μετὰ λόγου καὶ κρίσεως
10ἡ ἀπάτη γίνεται τῶν δικαστῶν, ἐκεῖ δὲ μετὰ ἀποκρί‐ σεως μόνης ἢ ἑνὸς λόγου μόνης ἀποφάσεως· δήμου δὲ ἀπάτης· οἷον ῥήτωρ ἔπεισε πόλιν παρασκευάσασθαι ὡς πολεμίων ἐπιόντων· οὐκ ἐπῆλθον οἱ πολέμιοι, καὶ κρί‐ νεται ἀπάτης δήμου· διαφέρει δὲ οὗτος τοῦ τε δημοκο‐
15πίου καὶ τοῦ ἐξαπάτης δικαστηρίου· ὅτι ἀντιστάσει ἐπιπλέκεται λέγοντος τοῦ ῥήτορος· διὰ τοῦτο μὴ ἐπελη‐ λυθέναι τοὺς πολεμίους διὰ τὸ γνῶναι ἡμᾶς παρεσκευ‐ ασμένους· καὶ εὐεργεσίαν τοῦτο προβάλλεται· ἐν ἐκείνοις δὲ οὐδεμίαν εὐεργεσίαν οὐδ’ ἕτερος δύναται δεῖξαι· ἔστι
20δὲ τὸ στοχαστικὸν, οἷον, πότερον χρησιμεῦσαι βουλόμε‐ νος ἢ βλάψαι ἢ τῇ ἀληθείᾳ νομίσας εἶναι πολεμίους ἔπεισε παρασκευάσασθαι· εἶτα τὸ ἀντιστατικὸν ἐν τῇ μεταθέσει τῆς αἰτίας ἀναφύεται, τοῦ ῥήτορος λέγοντος, ὅτι καὶ ἐκτὸς πολεμίου χρήσιμος ἡ παρασκευή· καὶ τοῦ‐
25το αὐτὸ ἠπάτησε τοῦ πολέμου τοὺς ἐναντίους τὸ γνῶναι παρεσκευασμένους ἡμᾶς· εἰδέναι δὲ χρὴ ὡς ὅταν τις ἐπαγγειλάμενος ῥηταῖς ἡμέραις μὴ ποιήσῃ οὐκ ἔστι στο‐ χασμὸς ἀλλ’ ὅρος· οἷον Κλέων ὑπέσχετο ἐντὸς τριάκον‐ τα ἡμερῶν τοὺς τὴν Πύλον οἰκοῦντας ἕξειν· ἐν πλείο‐
30σιν ἤγαγε καὶ κρίνεται ἐξαπάτης· ἐνταῦθα γὰρ τέλειος ὅρος ἐστὶν οἷον τί τὸ ἐξαπατῆσαι· πότερον εἰρήνῃ ἢ ἐν
πολέμῳ ὅπου γε ἄδηλα τὰ τῶν πολεμίων πράγματα.471

4

.

472

Μαρκελλίνου. Αἰσθάνεται καὶ ἕτερα στοχασμῶν εἴδη ὑπό τινων ἐπινοουμένων, ψυχρὰν δὲ τὴν παρὰ τού‐ των ἐπεξεργασίαν ἡγούμενος· μόνον δὲ ἐπισημηνάμενος, ὅτι ἴσως καὶ ἕτερά ἐστιν εἴδη, παραιτεῖται τὴν τούτων
5μνήμην· εἰ γὰρ καὶ εὑρίσκεταί φησιν ἄλλο, ἀλλ’ ἐκ τού‐ των συμπλεκόμενον εὑρίσκεται· τινὲς δὲ ὑποτίθενται τὸν παράδοξον ὧν εἷς ἐστιν ὁ Μινουκιανός· ἔστι δὲ τὸ πα‐ ράδειγμα αὐτοῦ τὸ παρὰ τοῦ μάγου· ὃς ὑπέσχετο εἴσω προθεσμίας τινὸς ἀναιρήσειν τὸν τύραννον· σκηπτὸς γε‐
10νόμενος ἀνεῖλε τὸν τύραννον· καὶ αἰτεῖ δωρεὰν ὁ μάγος· εἴρηται δὲ παράδοξος ὅτι τῶν ἄλλων στοχασμῶν ἐγκλή‐ ματα καὶ ἀδικήματα ἐχόντων μόνος οὗτος κατορθώμα‐ τα καὶ δωρεὰς ἔχει· καὶ ὅτι πανταχοῦ ἄρνησιν εὑρίσ‐ κομεν οὖσαν ἐν τοῖς στοχασμοῖς· ἐνταῦθα δὲ ὁμολογίαν
15τοῦ πράγματος, ὅτι ἐποίησα, ἀνεῖλον τὸν τύραννον· ἀλλ’ εἴποι τις, ὅτι οὐδὲν παράδοξον τὸ ὁμολογεῖν ὅτι κατώρθωκά τι· ἀλλ’ ἔστι μᾶλλον καὶ πλέον τοῦ εἰρη‐ μένου ἐκεῖνον καλεῖν παράδοξον· ἤρα τις κόρης· εὑρέθη μετὰ ταῦτα νεκρά· καὶ ὁ ἐραστὴς παρεστὼς τῷ σώματι,
20ἐρωτώμενος τίς εἴη ὁ τὸν φόνον δεδρακὼς, ἑαυτὸν ὡμο‐ λόγησε καὶ κρίνεται· παράδοξον γὰρ ἐνταῦθα τὸ τοῦ ἀδικήματος αἴτιον εἶναι λέγειν, ὅπερ οὐδαμοῦ εὑρίσκο‐ μεν· ἐπινοοῦσί τινες καὶ ἄλλο εἶδος τοιοῦτον· ἐγράψαν‐ το ἀλλήλους Αἰσχίνης καὶ Δημοσθένης· ὁ μὲν φιλιπ‐
25πισμοῦ· ὁ δὲ μηδισμοῦ. Ἀριστογείτων ἀμφοτέρων κα‐ τηγορεῖ· τοῦτο πρὸς ἕκαστον τῶν προειρημένων διαφο‐ ρὰν ἔχειν τινὰ δοκεῖ· οὔτε γὰρ ἁπλοῦς ἂν εἴη στοχα‐ σμὸς δύο πρόσωπα ἔχων καὶ δύο ἐγκλήματα κρινόμενα οὔτε διπλοῦς ἀντεγκληματικός· οὐδὲ γὰρ ἀντεγκαλοῦσιν
30ἀλλήλοις· ἀλλ’ εἷς μὲν ὁ κατηγορῶν, ἀμφότεροι δὲ φεύ‐ γουσιν, πρὸς τούτοις οὐδὲ τῶν συνεζευγμένων ἂν εἴη·
οὐ γὰρ δύο ζητούμενα ἐφ’ ἑνὶ προσώπῳ τέτακται, ἀλλὰ472

4

.

473

δύο μὲν τὰ κρινόμενα πρόσωπα, δύο δὲ τὰ ἐπαγόμενα ἐγκλήματα· παρέλιπε δὲ ὁ τεχνικὸς τὸν παράδοξον ὡς ἀντικείμενον πᾶσι τοῖς ἄλλοις· ἡ γὰρ ἄρνησις μᾶλλον ὑπὲρ τοῦ κατηγόρου γίνεται· καὶ τὸ σημεῖον οὐχ ὁ διώ‐
5κων προτείνεται, ἀλλὰ μᾶλλον ὑπὲρ τοῦ φεύγοντός ἐστιν, ἔνθα ὁ μὲν κατήγορος λέγει, οὐκ ἐποίησας, ὁ δὲ φεύ‐ γων ἐποίησα· ὁ μὲν γὰρ ἐνιστάμενος πρὸς τὴν δωρεάν φησιν αὐτόματ’ ἐνεχθῆναι τὸν σκηπτὸν ἐκ θεῶν προ‐ νοίας, οὐ διὰ τὸν μάγον· ὁ δέ φησιν αὐτὸς πεποιηκέ‐
10ναι διὰ τὴν ἐπιστήμην καὶ τὸ ἐμπρόθεσμον· ὅρος δ’ ἂν ἦν εἰ ὡμολογεῖτο ὑπὸ τοῦ ἀντιλέγοντος αἴτιον τοῦ σκηπτοῦ τὸν μάγον γεγενῆσθαι· μὴ εἶναι μέντοι αὐτὸν ἄξιον τῆς δωρεᾶς ὡς μὴ ἀνῃρηκότα ξίφει τὸν τύραννον· ὁμοίως δὲ καὶ ὁ κατὰ ἀμφισβήτησιν στοχασμὸς παρά‐
15δοξος ἂν εἴη· κἀκεῖ γὰρ ἑκάτερός φησι δεδρακέναι, τοῦ ἑτέρου λέγοντος ὅτι οὐκ ἐποίησας· ἔστι δὲ ὁ ἐξ ἀπάτης οὗτος στοχασμός· πρεσβευτὴς ἀπεδήμησεν, ἐπανῆλθε μελανειμονῶν· ἤρετο αὐτὸν ὁ δῆμος διατί μελανειμονεῖ· ὁ δέ φησι μοιχὸν ἐπὶ τῇ γυναικὶ καταλαβεῖν· εἶναι δὲ
20τόνδε· κατέλυσεν ἐκεῖνον ὁ δῆμος· ὕστερον κρίνων ὁ ἀνὴρ τὴν γυναῖκα μοιχείας οὐχ εἷλε· καὶ κρίνεται ἀπά‐ της ὑπὸ τοῦ δήμου· ζητοῦμεν οὖν ἐνταῦθα εἰ ἠπάτησε· λέξει γὰρ ὁ κατήγορος, ὅτι ἐχθρὸς ὢν ἐκείνου, ἐπλάσω καὶ ἠπάτησας, ἵνα φονεύσῃς· ὁ δὲ λέγει, ὅτι οἱ δικασταὶ
25ἠπατήθησαν παρὰ τὴν δίκην· παρακρουσθέντες γὰρ ἀπέλυσαν τὴν γυναῖκα· διαφέρει δὲ οὗτος τοῦ ἀπὸ γνώ‐ μης, τῷ τὸ δρασθὲν τοῦτο μὴ ἐξ αὐτοῦ εἶναι· ἀλλ’ ὑπὸ τοῦ δήμου· ἐπεὶ καὶ αὐτοσχεδὸν ἀπὸ γνώμης ἐστὶν εἰ ἠπάτησεν ἢ οὔ· ὥσπερ κἀκεῖ γνώμην ζητοῦμεν, πότε‐
30ρον μαινομένη ἢ οὔ· ἴσως δὲ ἐπειδὴ οἶδε παραλιπὼν εἶ‐ πεν, τάχα δὲ καὶ παρὰ ταῦτα ἕτερα εἴδη ἐστὶ στοχα‐
σμῶν.473

4

.

474

(1t)

Περὶ τοῦ ὅρου.
2 Συριανοῦ. Μετὰ τὸν στοχασμὸν περὶ τοῦ ὅρου κατὰ τὴν αὐτὴν τάξιν χρὴ διελθεῖν· εἰ γὰρ ἐν παντὶ πράγματι περὶ τοῦ εἰ ἔστι πρῶτον ζητητέον, ὅπερ ὁ
5στοχασμὸς, ὡς ἔφαμεν, περιέχει· εἶθ’ οὕτω περὶ τοῦ τί ἐστιν· ὁ δὲ ὅρος, ὡς ἐπιδείξομεν, τὴν παρὰ τοῦ τί ἐστιν περιέχει ζήτησιν, τακτέος ἂν εἴη μετὰ τὸν στοχασμὸν ὁ ὅρος· ἐπειδὴ δὲ πολλαχῶς ὁ ὅρος, ἀναγκαῖον διαστεῖλαι τὴν ὁμωνυμίαν, ἵνα τὸ ζητούμενον ἡμῖν ἀκριβέστερον
10ἐπιδειχθῇ· καλεῖται τοίνυν πρῶτος ὅρος ὁ ἐν τοῖς χω‐ ρίοις διορίζων τό τε οἰκεῖον καὶ τὸ ἀλλότριον· καλεῖται δὲ ὅρος καὶ ὁ διαλεκτικός· οἷον εἰς ὃν ἡ πρότασις ἀνα‐ λύεται· καὶ ἔτι ὅρος καλεῖται ὁ τὸ τί ἦν εἶναι κατὰ Ἀριστοτέλην σημαίνων· τουτέστιν ὁ τὴν οὐσίαν καὶ
15τὴν ἰδιότητα ἑκάστου ὑποκειμένου παριστὰς καὶ δηλωτι‐ κὸς τοῦ ἑκάστου πράγματος οὐσίας καὶ φύσεως καὶ τί ἐστιν ἑκάστῳ τὸ εἶναι σαφῶς ἀνιχνεύων· τοιοῦτοι γὰρ οἱ τέλειοι τῶν πραγμάτων ὅροι· ἀφ’ οὗ καὶ ἡ στάσις ὅρος κέκληται· ἐπεὶ κατασκευαζόμενον ἐν αὐτῷ
20τί ἐστιν τὸ πεπραγμένον· τοῦτο γὰρ ἐν ὅρῳ τὸ ζητού‐ μενον· ὅρος λέγεται καὶ τὸ πέρας παντὸς πράγματος· ὡς ἡ ἐπιφάνεια τοῦ σώματος καὶ τῆς ἐπιφανείας ἡ γραμ‐
μή· καὶ τῆς γραμμῆς τὸ σημεῖον· λέγονται ὅροι καὶ πάν‐474

4

.

475

τα τὰ πολιτικὰ ζητήματα· καὶ τὸ σανίδιον ὡς Δημο‐ σθένης μέμνηται· καλεῖται ὅρος καὶ ἡ στάσις αὐτὴ πε‐ ρὶ ἧς ὁ λόγος· διαφέρει δὲ τοῦ στοχασμοῦ ὁ ὅρος τῷ ἐκεῖ μὲν περὶ οὐσίας εἶναι τὴν ζήτησιν· ἐν δὲ τῷ ὅρῳ
5περὶ τοῦ τί ἐστιν· ὁρίζεται δὲ ὁ μὲν Ἑρμογένης τὸν ὅ‐ ρον οὕτως, ὅρος ἐστὶν ὀνόματος ζήτησις περὶ πρά‐ γματος, οὗ τὸ μὲν πέπρακται, τὸ δὲ λείπει πρὸς αὐτὸ τέλειον τοῦ ζητουμένου ὀνόματος· πρῶτον μὲν οὖν κα‐ κῶς ὀνόματος ζήτησις εἶπεν· ἐν γὰρ τοῖς δικαστηρίοις
10πραγμάτων ζητήσεις εἰσὶν, ἀλλ’ οὐκ ὀνομάτων· ἔπειτα οὐ καλῶς ζήτησιν τὸ γένος τοῦ ὅρου παρέλαβεν· ἡ γὰρ ζήτησις ἐνέργειά τίς ἐστιν· ἐχρῆν δὲ μᾶλλον εἰπεῖν πί‐ στις· ἔτι δὲ οὐ πάντα παρέλαβε τὰ ὁρικὰ ζητήματα· τὸ γὰρ, οὗ τὸ μὲν πέπρακται, τὸ δὲ λείπει, τοῖς
15μὲν ἐκ λείποντος καὶ πεπραγμένου συνεστῶσιν ὅροις ἁρ‐ μόζει, ὡς ἐπὶ τοῦ πλουσίου τοῦ συνεχῶς ἐπανατεινο‐ μένου ἐχθρῷ πένητι τὰς χεῖρας καὶ κρινομένου ὕβρεως, τοὺς δὲ κατὰ τὸ τέλειον ὅρους καὶ τοὺς κατὰ τὸ περιτ‐ τεῦον οὐδαμῶς· παραδείγματα δὲ αὐτῶν τάδε· νόμος
20τὸν καινὸν ὅπλον ἐπιδείξαντα γέρας λαμβάνειν· ἵππον τις πολεμιστὴν διδάξας ἀξιοῖ τοῦ γέρως τυχεῖν· ἐν γὰρ τούτῳ λείπει μὲν οὐδέν· τελειότης δέ τις τῷ συνήθει προσγέγονεν· τὸ δὲ κατὰ τὸ περιττεῦον· νόμος τὸν ὁλόκληρον ἱερᾶσθαι· ἑξαδάκτυλός τις ὢν ἀντέχεται τῆς
25ἱερωσύνης καὶ κωλύεται· πάντας τοίνυν τοὺς τοιούτους475

4

.

476

ὅρους ἔξω τοῦ Ἑρμογένους ὅρου πίπτοντας εὑρήσομεν· ἔτι δὲ οὐ μόνον τοῦ ῥητορικοῦ ὅρου οἰκεῖός ἐστιν ὁ ὅρος ἀλλὰ καὶ τοῖς φυσικοῖς ἁρμόσει· καὶ γὰρ ὁ ἰατρὸς ζη‐ τῶν πότερον τὸ ἔμβρυον ζῶόν ἐστιν ἢ οὔ· ἐκλείποντος
5καὶ τοῦ ὄντος ἐπιχειρεῖ· ὁ μὲν γὰρ λέγων ζῶον αὐτὸ εἶναι, ἐκ τοῦ ὄντος καὶ οἱονεὶ πεπραγμένου ἐπιχειρεῖ· ὁ δὲ λέγων μήπω εἶναι αὐτὸ ζῶον, ἐκ τοῦ λείποντος. Μι‐ νουκιανὸς δὲ οὕτως ὁρίζεται· ὅτ’ ἂν ὁμολογῇ μὲν ὁ φεύγων τὸ πεπραγμένον, περὶ δὲ τῆς ἰδιότητος ἡ ζήτη‐
10σις ᾖ· περὶ τοῦ ποῖόν τί ἐστι τὸ πεπραγμένον, πρῶτον μὲν οὖν οὐ καλῶς ἐκ μόνου τοῦ φεύγοντος ὡρίσατο τὸν ὅρον· ἐξ ἀμφοτέρων τῶν μερῶν γνωριζομένου· ἔπει‐ τα ἐκ τοῦ φεύγοντος τὴν στάσιν ὁρισάμενος ἐν τῇ δι‐ αιρέσει τῶν κεφαλαίων τῷ κατηγόρῳ προσνέμει τὸν ὅρον·
15τρίτον οὐ τί ἐστιν ὁ ὁρισμὸς διδάσκει ἡμᾶς, ἀλλὰ πότε συμβαίνει γίνεσθαι· ἔτι ἐν τῇ διαιρέσει τῶν στά‐ σεων, ἔξω τῆς ποιότητος ἐάσας τὸν ὅρον, ἐνταῦθα ὑπὸ τὴν ποιότητα αὐτὸν ἀνάγει, λέγων τὴν ζήτησιν ἐν αὐ‐ τῷ γίνεσθαι περὶ τοῦ ποῖόν τί ἐστι τὸ πεπραγμένον· ὁ
20δὲ τελείως ἔχων ὅρος ἐστὶν οὗτος· στάσις πολιτι‐ κοῦ πράγματος τῶν ἐπὶ μέρους· περὶ τοῦ τί ἐστι τὸ κρι‐ νόμενον τὴν ζήτησιν ἔχουσα· τὰ μὲν οὖν ἄλλα κοινὰ ὄν‐ τα πασῶν τῶν στάσεων δῆλά ἐστιν, ἴδιον δὲ τοῦ ὅρου ἐστὶ τὸ τὸν μὲν πεπραγμένον εἶναι δῆλον, ζητεῖ‐
25σθαι δὲ καὶ τί χρὴ καλεῖν αὐτό· τοῦτο δὲ τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχει· τὸ δὲ ἕτερον τὸ ἐκ λείποντος εἶναι καὶ πεπραγμένου μόνῳ μὲν ὑπάρχει, οὐ παντὶ
δέ. ἰστέον δὲ ὅτι ἐν τοῖς ἐκ πεπραγμένου καὶ λεί‐476

4

.

477

ποντος συνεστῶσιν ὅροις τὸ πεπραγμένον ἀεὶ ἀρχὴ τοῦ λείποντός ἐστι· καὶ τῷ πραχθέντι τὸ λεῖπον συνελθὸν ἓν τέλειον πρᾶγμα ποιεῖ· οἷον τὸ ἐπανατείνασθαι τὰς χεῖρας τοῦ τυπτῆσαι ἀρχή ἐστι· καὶ τὸ λάθρα νύκτωρ
5εἰς ἱερὸν παρελθεῖν ἱεροσυλίας ἀρχή· προστεθέντων δὲ τῶν λειπόντων ἐν ἑκατέρῳ τέλεια πλημμελήματα γίνε‐ ται. Σωπάτρου. Δεύτερος τῶν λογικῶν στάσεων ὁ ὅ‐
ρος· καὶ ἕπεται τῷ στοχασμῷ· δεῖ γὰρ πρῶτον εὑρεῖν τὸ477

4

.

478

ζητούμενον· εἶθ’ οὕτω τί ἐστι ζητῆσαι· ὁρίζεται δὲ ὁ ὅρος οὕτως· ὅρος ἐστὶ στάσις παρὰ τοῦ τί ἐστιν ἀπο‐ δεικνύουσα τὸ ζητούμενον· ἡ γὰρ ὁρικὴ στάσις ἀποδεικ‐ νύει τί ἐστι, πότερον ἱεροσυλία, ἢ κλοπὴ τὸ ἐξ ἱεροῦ
5ἰδιωτικὰ ὑφελέσθαι χρήματα· τὸ μὲν οὖν γένος ἡ στά‐ σις· διὰ δὲ τοῦ στάσις ὑποφαίνει ποῖον ὁρίζεται ὅρον· ὅτι τὸν ῥητορικόν· διὰ δὲ τοῦ τί ἐστι τὸ ἴδιον ἀποδί‐ δωσι τοῦ ὅρου· κοινωνεῖ ταῖς ἄλλαις στάσεσιν ὅρος κατὰ τὸ πεπραγμένον· πᾶσαι γὰρ αἱ στάσεις πλὴν στοχασμοῦ
10τὸ πεπραγμένον ἔχουσι κρινόμενον· διαφέρει δὲ στοχα‐ σμοῦ ὅρος· ὅτι ἐν μὲν στοχασμῷ τὸ πεπραγμένον τεκ‐ μήριόν ἐστι τοῦ ἐπιφερομένου ἐγκλήματος· ἐν ὅρῳ δὲ αὐτὸ τὸ πεπραγμένον κρίνεται· καὶ ὁ μὲν στοχασμὸς πε‐ ρὶ οὐσίας ἔχει τὴν ζήτησιν, ἐν ὅρῳ δὲ περὶ ὀνόματος·
15καὶ ὅτι ἀφανές ἐστι τὸ πεπραγμένον ἐν στοχασμῷ, ἐν ὅρῳ δὲ φανερόν· καὶ ὅτι ἐν μὲν τῷ στοχασμῷ ἀρνησά‐ μενοι οὔτε ἄλλο λέγομεν πεποιηκέναι, καὶ ὅτι ὁ πρά‐ ξας ἐν στοχασμῷ ἀφανής ἐστιν, ἐν ὅρῳ δὲ φανερόν· καὶ ὅτι κἂν ἄρνησίς ἐστι καὶ ἐν ὅρῳ, ἀλλ’ οὐ τοῦ
20πράγματος, ἀλλὰ τοῦ ὀνόματος μόνου· πειρῶνται δέ τι‐ νες μὴ ὅλως στάσιν εἶναι τὸν ὅρον ἀποδεικνύναι, φά‐ σκοντες οὕτως· ὅτι πᾶν πρᾶγμα ἢ φανερόν ἐστιν, ἢ ἀφανές· κἂν μὲν ᾖ ἀφανὲς, στοχασμὸν ποιεῖ, ἂν δὲ ᾖ φανερὸν, ἢ γέγονεν, ἢ μέλλει· εἰ μὲν οὖν γέγονε, τὴν
25ποιότητα ποιεῖ· εἰ δὲ μέλλει, τὴν πραγματικὴν, ὥστε χώραν ὁ ὅρος οὐκ ἔχει· τοῦτο δὲ σφόδρα εὔηθες· διὰ μέσου γάρ ἐστι τοῦ τε ἀδήλου καὶ τοῦ μέλλοντος τὸ γεγενημένον· ἀτελὲς δὲ, ἐν ᾧ ὁ ὅρος γίνεται· οὐ γὰρ εἴ τι δῆλον, τοῦτο καὶ τέλειον· ἀλλ’ εἴ τι τέλειον, πάντως
30καὶ δῆλον· διαφέρει δὲ ἡ στάσις ὁ ὅρος τοῦ ὅρου τοῦ κεφαλαίου, ὅτι ἡ μὲν στάσις ἀρνεῖται τὸ ὅλον· τὸ δὲ
κεφάλαιον ὁμολογεῖ τι καὶ ὁρίζεται τί ἐστι τὸ ἐγκαλού‐478

4

.

479

μενον· ἔτι διαφέρει, ὅτι ὁ μὲν ὅρος τὸ κεφάλαιον ἐν τῇ προτάσει ἑαυτοῦ τὸ συμπέρασμα ἔχει· οἷον τυμβω‐ ρύχος ἐστὶν ὁ ἀνῃρημένος ἱμάτια καὶ κόσμον τοῦ νεκροῦ· ἐγὼ δὲ οὐκ ἀφειλόμην, οὐκ ἄρα τυμβωρύχος· ἡ δὲ στά‐
5σις ὁ ὅρος διὰ πάντων τῶν κεφαλαίων τὸ συμπέρασμα ἔχει· καὶ ὅτι ὁ μὲν ὅρος ἡ στάσις κατασκευάζεται· ὁ δὲ ὅρος τὸ κεφάλαιον κατασκευάζει· ἔτι ζητοῦσί τινες, τί δήποτε στοχασμὸς μὲν στοχασμῷ κεφαλαίῳ οὐ τέ‐ μνεται, ὅρος δὲ ὅρῳ τέμνεται· καὶ φαμὲν ὅτι ὁ στοχα‐
10σμὸς περὶ ἀδήλου πράγματος ἔχων τὴν ζήτησιν, καὶ ἐκ τῶν κεφαλαίων κατασκευαζόμενος, οὐκ ἠδύνατο αὐτὸς ἐν κεφαλαίοις τετάχθαι· καὶ ἡ πραγματικὴ δὲ τὴν αὐ‐ τὴν ἔχει ἀπολογίαν, ὅτι καὶ αὐτὴ περὶ ἀδήλου πράγμα‐ τος τὴν ζήτησιν ἔχει· ὅπερ ἐστὶν ἴσον τοῦ ἀφανοῦς· ὁ δὲ
15ὅρος φανερὸν ἔχων τὸ κρινόμενον, ἔχει κεφάλαιον ὁμώνυ‐ μον ἑαυτῷ· λύσιν γὰρ φέρει τοῦτο τῆς προβολῆς· προ‐ βαλλομένου γὰρ τοῦ κατηγόρου καὶ λέγοντος ὅτι ἐπανέ‐ τεινας τὴν χεῖρα καὶ τὸ πρᾶγμα διηγουμένου, ὁ φεύγων ὁρίζεται ὅτι τοῦτο οὐκ ἔστιν ὕβρις.
20 Μαρκελλίνου. Ἀκολούθως ἡ τάξις, μετὰ τὸν στοχασμὸν ὁ ὅρος· μετὰ γὰρ τὸν τῆς οὐσίας λόγον ὁ περὶ τῆς ἰδιότητος τυγχάνει δεύτερος· πῶς γὰρ ἂν οἷόν τε τὴν ἰδιότητα ζητεῖν, μήπω τοῦ πραχθέντος ὅλως ἀπο‐ δειχθέντος; ὅρος δὲ αὐτοῦ οὗτος· στάσις πολιτικοῦ πρά‐
25γματος τῶν ἐπὶ μέρους περὶ τοῦ τί ἐστι τὸ κρινόμενον τὴν ζήτησιν ἔχουσα· διὰ τοῦτο δὲ ἐπὶ μέρους ὥρισται, ἐπειδὴ δῆλον μὲν ἐν ὅρῳ τὸ πεπραγμένον, ἡ δὲ ζήτησις ἐπὶ μέρους περὶ τοῦ τί ἐστι τὸ κρινόμενον καὶ τί χρὴ καλεῖν αὐτό· τοῦτο γὰρ καὶ ἴδιον ἐν ὅρῳ οὐ τὸ ἀμφισ‐
30βητεῖσθαι τὴν ὕπαρξιν αὐτοῦ· ἀλλὰ τί ἐστι τὸ πεπρα‐ γμένον οὐχ ἁπλῶς δὲ περὶ ὀνόματος· οὐ γὰρ περὶ τού‐
του ἡ ζήτησις, ἀλλὰ μετὰ προσθήκης πράγματος, διὰ479

4

.

480

τοῦτο δὲ καὶ περὶ ὀνόματος· ἐπειδὴ τῆς πράξεως ἀμ‐ φιβόλου οὔσης, ἀμφίβολον ἀναγκαίως καὶ τὸ ὄνομα, καὶ δεῖ αὐτὸ θέσθαι ὄνομα· ζητητέον δὲ καὶ τοῦτο εἰ τὸ ἀφανὲς ποιήσει τὸν στοχασμόν· τὸ δὲ φανερὸν μὲν,
5ἀτελὲς δὲ, τὸν ὅρον, τὸ φανερὸν καὶ τέλειον ἄρα οὐ. δέ‐ χεται ζήτησιν· φαμὲν ὅτι δέχεται· οὐκ ἔτι γὰρ εἰ ἔστι ζητήσομεν· οὐδὲ τί ἐστιν, ἀλλὰ ποῖόν τι ἐστι· περὶ τὴν ποιότητα καταγινομένου τοῦ πράγματος· οἷον εἰ δίκαιον εἰ νόμιμον, εἰ συμφέρον, ἢ τἀναντία τούτων· τὰς γὰρ
10τῶν πραγμάτων ποιότητας ταύτας εἶναι συμβέβηκεν, καὶ ἔστι γενικὸν ὄνομα ἡ ποιότης, κοινὸν τῶν ἕνδεκα στά‐ σεων τῶν ἐπιλοίπων· γενικὸν δὲ εἰρήκαμεν, ἐπειδή ἐστι καὶ εἰδικὰ καὶ τὰ καθ’ ἕκαστα κύρια· ὥσπερ γάρ ἐστι γένος μὲν τὸ ζῶον, εἰδικὸν δὲ ὁ ἄνθρωπος, κύρια δὲ ὁ
15Δημοσθένης, ὁ Σοφοκλῆς καὶ τὰ ὅμοια, οὕτω κἀνταῦ‐ θα γενικὸν μὲν ὄνομα τῶν στάσεων πασῶν πλὴν ὅρου καὶ στοχασμοῦ ἡ ποιότης· εἰδικὸν δὲ δικαιολογία, ἀντί‐ θεσις νομική· κύριον δὲ ἀντίληψις, πραγματικὴ, ἀντι‐ νομία, συλλογισμὸς, καὶ ἁπλῶς εἰπεῖν ἑκάστης στάσεως
20ὄνομα.
21nὍρος διαιρεῖται προβολῇ.
22 Σωπάτρου. Τὴν προβολήν τινες ὁρίζονται σύν‐ τομον ἀπόφασιν τοῦ προτεταγμένου ἀδικήματος ἐν τῇ καταστάσει· ὅπερ οὐκ εὖ· οὐ γὰρ πάντες οἱ ὅροι τοῦ
25κατὰ φυγὴν καὶ δίωξίν εἰσιν· ὥστε οὖν οἱ οὕτως ὁρι‐ ζόμενοι τὴν προβολὴν ἐκβάλλουσι τῶν κατὰ ἀμφισβήτη‐ σιν καὶ τῶν κατὰ αἴτησιν τὰς προβολάς· ἐν οὐδετέ‐
ροις γάρ ἐστιν ἀδίκημα· ἄμεινον οὖν οὕτως εἰπεῖν, προ‐480

4

.

481

βολή ἐστι τῶν εἰρημένων ἐν τῇ καταστάσει σύντομος ἀπόφασις· ἐάν τε γὰρ κατ’ αἴτησιν ὅρον μελετῶμεν ἐν τῇ καταστάσει λέγομεν τὰ κατορθώματα καὶ συντόμως ἀποφαίνομεν ὁτιοῦν ἐστι τὸ προσκτήσασθαι πόλιν, καὶ
5ὡς δεῖ τὴν δωρεὰν λαβεῖν, καὶ ἐν τῷ κατὰ ἀμφισβήτη‐ σιν, ἀνῄρηκα τὸν τύραννον καὶ τὴν τοῦ τυραννοκτόνου δωρεὰν δεῖ με λαμβάνειν· καὶ αὕτη ἐστὶν ἡ προβολὴ, οὐκ ἐν ὅρῳ μόνον, ἀλλὰ καὶ ἐν ταῖς ἄλλαις στάσεσιν· εἴρηται δὲ ἡ προβολὴ διὰ τὸ τὴν πρότασιν ἔχειν τοῦ
10πράγματος, καὶ ὥσπερ προτείνειν τοῖς δικασταῖς, περὶ οὗ αὐτοὺς δεῖ κρῖναι· καὶ ἔστιν ἡ προβολὴ κυρίως τὸ συνέχον· ζητεῖται δὲ, τίνος χάριν ἡ προβολὴ ἐν μὲν ταῖς ἄλλαις στάσεσιν εὑρίσκεται, ἐν στοχασμῷ δὲ γίνεται τῇ πραγματικῇ οὔ· καὶ φαμὲν, ὅτι ἡ προβολὴ πεπραγμέ‐
15νου ἐστὶ πράγματος σύντομος ἀφήγησις· ὁ δὲ στοχα‐ σμὸς δύο πράγματά ἐστι, φανερὸν καὶ ἀφανές· κρίνεται δὲ τὸ ἀφανὲς, ἀλλ’ οὐχὶ τὸ φανερόν· ἐν οἷς οὖν ἀφα‐ νές ἐστι τὸ ἐγκαλούμενον, ἀδύνατον προβάλλεσθαι· ὡσ‐ αύτως καὶ ἐπὶ πραγματικῆς· καὶ γὰρ καὶ αὕτη περὶ μέλ‐
20λοντος ἔχει τὴν σκέψιν, ὅπερ ἄδηλον· ἄδηλον δὲ, ὡς ἔφθημεν εἰπόντες, ἀδύνατον προβάλλεσθαι· εἰ δέ τις εἴ‐ ποι, ὅτι καὶ πραγματικὴ ἔχει ἐν τῇ τῶν ἐκ τοῦ ψη‐ φίσματος ζητήσει περὶ γεγονότος, ἐροῦμεν, ὅτι καὶ τὸ ψήφισμα ἡ ζήτησίς ἐστιν, ὅπερ ἄδηλον.
25nὍρῳ.
26 Σωπάτρου. Ὅρος ὁμώνυμόν ἐστι τῇ στάσει κε‐ φάλαιον· δεύτερον μὲν κατὰ ἀπαρίθμησιν, ἐπειδὴ ἡ προβολὴ πρώτη· πρῶτον δὲ κατὰ ἐξέτασιν· ἡ γὰρ προ‐ βολὴ ἐξέτασιν οὐκ ἔχει οὐδὲ κατασκευὴν, ἀλλὰ πάντα τὰ
30κεφάλαια τῆς προβολῆς ἐστιν ἐξέτασις καὶ κατασκευή·
διὸ παρά τισιν οὐδὲ κεφάλαιον εἶναι δοκεῖ, ἐπειδὴ μεσά‐481

4

.

482

ζει τὴν τοῦ κεφαλαίου φύσιν· πᾶν γὰρ κεφάλαιον οὐ δύναται μὴ ἔχειν ἐξέτασιν ἰδίαν περὶ τῆς ἑαυτοῦ φύ‐ σεως· αὕτη δὲ μόνη ἰδίαν οὐδ’ ἡντιναοῦν ἔχει, ἀλλὰ διὰ πάντων αὕτη κατασκευάζεται· διὰ τοῦτο οὖν αὐτὴν ἐκά‐
5λεσάν τινες πρότασιν κεφαλαίου ἤτοι ἀφορμὴν ἀποδεί‐ ξεων· εὐθὺς δὲ μετὰ τὴν προβολὴν ὁ ὅρος, ἐπειδὴ λύσις ἐστὶν ὁ ὅρος τῆς προβολῆς· προβαλλομένου γὰρ τοῦ κα‐ τηγόρου καὶ λέγοντος, ὅτι ἐπανατείνας τὴν χεῖρα, καὶ τὸ πρᾶγμα διηγουμένου, ὁ φεύγων φησὶν, ὅτι τοῦτο οὐκ
10ἔστιν ὕβρις, ἐκ τῶν παρειμένων.
11nἈνθορισμῷ.
12 Σωπάτρου. Οὐδὲν ἕτερόν ἐστιν ὁ ἀνθορισμὸς, ἢ καὶ αὐτὸς ὅρος· ἀμφότεροι γὰρ ὁρίζονται τὸ πεπρα‐ γμένον, καὶ ὁ κατηγορῶν, καὶ ὁ κρινόμενος· καὶ ὁ μὲν
15ὅρος ἀπὸ τοῦ λείποντος γίνεται· ὁ δὲ ἀνθορισμὸς ἐκ τῶν πεπραγμένων ἐναντία τῷ προτέρῳ ὁρίζεται· τοῦ γὰρ δὴ φεύγοντος τὰ παρειμένα κομίζοντος πρὸς ἀπόδειξιν· τοῦτο δ’ ἐστὶ μὴ δεῖν καλεῖσθαι τὸ γεγενημένον· ὁ κατήγορος ἀπὸ τῶν πεπραγμένων ἀνθορίζεται τὸ δεῖν
20αὐτὸ τόδε τι καλεῖν· παρειμένα δ’ ἐστὶ τὰ μὴ πεπρα‐ γμένα ἃ μὴ πεποίηκε· διὸ ἀναγκαίως ὁ διώκων τὰ πε‐ πραγμένα προφέρει, ἵνα καὶ ἡ φύσις τοῦ ὅρου σωθῇ· τοῦτο γάρ ἐστιν ὅρος τὸ μὴ βιάζεσθαι τὸν κατήγορον ἢ τὸν αἰτοῦντα, τὸ φύσει ἀτελὲς δεικνύναι τέλειον· καὶ
25τὸ πεπραγμένον μηδενὸς ἑτέρου δεόμενον πρὸς τὴν τοι‐ άνδε κλῆσιν· εἴρηται δὲ ἀνθορισμὸς, ἐπειδὴ ἐναντία τῷ ὁρίσαντι ὁρίζεται.
28nΣυλλογισμῷ.
29Σωπάτρου. Ὁ συλλογισμὸς, ὡς καὶ Συριανῷ δο‐
30κεῖ, κοινόν ἐστι κεφάλαιον τοῦ τε διώκοντος καὶ τοῦ482

4

.

483

φεύγοντος· τῶν γὰρ προηγησαμένων τριῶν, προβολῆς φημι καὶ ὅρου καὶ ἀνθορισμοῦ, τῆς μὲν προβολῆς τοῦ κατηγόρου μόνου οὔσης· ἥτις καὶ διὰ τοῦτο εἴρηται οὕ‐ τως ἀπὸ τοῦ προβάλλειν καὶ ἀρχὴν γίνεσθαι τῶν λοι‐
5πῶν κεφαλαίων· τοῦ δὲ ὅρου τοῦ φεύγοντος· καὶ τοῦ ἀνθορισμοῦ τοῦ διώκοντος, ὁ συλλογισμὸς κοινωνός ἐστιν ἀμφοῖν, εἴρηται δὲ οὕτως ἀπὸ τοῦ συλλέγειν καὶ συν‐ άγειν εἰς ἓν ἄμφω, τά τε παρειμένα καὶ τὰ πεπραγμέ‐ να· ἀλλ’ ὁ μὲν φεύγων χωρίζει ταῦτα καὶ δείκνυσιν ἀτε‐
10λὲς τὸ γεγενημένον· ὁ δὲ διώκων συνάγει καὶ δείκνυσι τέλειον· ἰστέον ὅτι τινὲς τῶν τεχνογράφων μετὰ τὰ τε‐ λευταῖα κεφάλαια τὸν συλλογισμὸν τάττουσι κακῶς· εἰ γὰρ δύο προτάσεις οὗτος συνάγει, πάντως ὀφείλει μεθ’ ἃς συνάγει τετάχθαι εὐθὺς οὐχὶ μετὰ πολὺ, ἀσθενέστε‐
15ρος γὰρ οὕτως ἔσται.
16nΓνώμῃ νομοθέτου.
17 Σωπάτρου. Καὶ αὕτη κοινὸν ἀμφοτέρων ἐστίν· ἑκάτερος γὰρ τὴν γνώμην τοῦ νομοθέτου πρὸς τὸ οἰ‐ κεῖον συμφέρον μεταχειρίζεται· οἷον ὅτι καὶ ὁ νόμος καὶ
20ἡ γνώμη τοῦ νομοθέτου τοῦτο βούλεται· τοῦτο δέ τινες ᾐτιάσαντο· ἔφασαν γὰρ, ὅτι οὐκ ἔδει κοινὸν ἀμφοῖν κε‐ φάλαιον ὑπάρχειν καὶ ἀμφίβολον· ἑκατέρῳ γὰρ τῶν ἀγω‐ νιζομένων πρὸς τὸ δοκεῖν ἕλκεται· οὐκ ἔδει οὖν πρὸ τῆς πηλικότητος καὶ τοῦ πρός τι τετάχθαι. ἄλλως τε καὶ ὅτι
25οὐδὲ τῶν ἀεὶ ἐμπιπτόντων τὸ κεφάλαιον· ἐν οἷς γὰρ οὐκ ἔστι νόμος παραλιμπάνεται· ἀλλά φαμεν, ὡς ἀεὶ ὁ Ἑρμογένης τὰς ἀτέχνους πίστεις προτίθησι τῶν ἐντέχνων· ἐν οἷς οὖν καὶ ὁ νόμος τῶν ἀτέχνων, εἰκότως καὶ τοῦτο τὸ κεφάλαιον νόμου πηλικότητος καὶ τῶν πρός τι προτάτ‐
30τει· κἂν ἐκεῖνα μὲν τῶν ἀεὶ ἐμπιπτόντων, αὕτη δὲ τῶν
ποτέ.483

4

.

484

(1n)

Πηλικότητι, πρός τι.
2 Σωπάτρου. Ἰστέον ὅτι τῶν κεφαλαίων τῶν ἐν τῷ ὅρῳ τὰ μέν ἐστι τοῦ προκειμένου πράγματος ἀπο‐ δεικτικὰ, τὰ δὲ αὐξητικά· μέχρι μὲν οὖν τῆς γνώμης τοῦ
5νομοθέτου τυγχάνει ἀποδεικτικά· τὰ δὲ ὕστερα κεφά‐ λαια, τὸ πρός τι καὶ ἡ πηλικότης, αὐξητικά· ὡς ἔχομεν καὶ ἐν τῇ τέχνῃ τῇ πραγματικῇ· καὶ τὸ μὲν πρός τι συγκριτικὴν ἔχει δύναμιν καὶ τὴν αὔξησιν ὁμοίως· οἷον τόδε τοῦδε, ἡ δὲ πηλικότης ὑπερθετικήν· οἱ μὲν οὖν προ‐
10τάττειν βουλόμενοι τὴν πηλικότητα τοῦ πρός τι τοιού‐ τοις κέχρηνται λόγοις· ἡ πηλικότης ἁπλοῦν τί ἐστιν· οἷ‐ ον μέγα τόδε γεγένηται· τὸ δὲ πρός τι συγκριτικῶς αὔ‐ ξει· οἷον ὅτι καὶ μεῖζον· εἴπερ οὖν τὰ ἁπλᾶ προηγεῖται ἀεὶ τῶν συγκριτικῶν, προηγήσεται καὶ ἡ πηλικότης τοῦ
15πρός τι ἥ ἐστιν ἁπλῆ αὔξησις τοῦ συγκριτικοῦ· ὅτι δὲ ἁπλῆ αὔξησις ἡ πηλικότης, δῆλον ἐντεῦθεν· τὸ πρός τι πρὸς τὴν τοῦ φεύγοντος φωνὴν γίνεται· οἷον ὡς παρὰ Δημοσθένει· λέγοντος γὰρ Μειδίου ἀπὸ τῆς πηλικότη‐ τος ἐπιχειροῦντος, μὴ μέγα μηδὲ δημόσιον εἶναι τὸ ἀδί‐
20κημα τὸ τύψαι Δημοσθένην, καὶ μεῖζον αὐτό φησι Δημο‐ σθένης, καὶ ἀσέβειαν εἶναι αὐτό· καὶ οὕτω μὲν οἱ βου‐ λόμενοι τὴν πηλικότητα τοῦ πρός τι προτάττειν· οἱ δὲ τὸ πρός τι προτάττειν ἀξιοῦντές φασι· τὸ πρός τι πρὸς τὴν φωνὴν τοῦ φεύγοντος γίνεται· ἡ δὲ πηλικότης
25ἀόριστόν τί ἐστι καὶ παρὰ τοῦ φεύγοντος ἔχει χώραν ἡ πηλικότης εἰς ἀναίρεσιν· ἰσχυρότερον δὲ ἦν τὸ συνο‐ μολογούμενον τοῦ ἀμφισβητησίμου· τί δέ ἐστιν ὅ φη‐ μι· συνομολογεῖ ἐν τῷ ὅρῳ ἑαυτοῦ ὁ φεύγων· ἔτι οὐκ ἀεὶ ἐμπίπτει ἡ γνώμη τοῦ νομοθέτου, ὡς ἤδη δεδήλωται·
30ἰσχυροτάτην ἔχει δύναμιν· μετὰ τὸν συλλογισμὸν ἐπά‐ γει τὰ πρός τι· ἐπεὶ γὰρ ὁ συλλογισμὸς τὸν ὅρον τοῦ
φεύγοντος εἰς ἓν φέρει· καὶ δείκνυσι ταὐτὸν ὂν τὸ πε‐484

4

.

485

πραγμένον τῷ μὴ πεπραγμένῳ, ἀκόλουθος ἦν ἐπαγωγὴ ἡ τὸ μεῖζον σημαίνουσα· διὸ καὶ ἐλέγομεν· ὡς κακῶς τὴν γνώμην τοῦ νομοθέτου μετὰ τὸν συλλογισμὸν ἔτα‐ ξεν· ἐχρῆν γὰρ μετὰ τὸ πρός τι καὶ οὕτως ὑστέραν τὴν
5πηλικότητα ἔχουσαν δεικνύναι τοῦ πράγματος δείνωσιν καὶ οἷον εἰπεῖν καταδρομήν τινα. Συριανοῦ. Πολλὴ ἀμφισβήτησις γέγονε Μινου‐ κιανῷ καὶ Ἑρμογένει. Μινουκιανοῦ μὲν τὸ πρός τι ἀξιοῦντος προτάττειν, ὅτι αὔξησίς ἐστι κεφαλαίου καὶ
10δεῖ τῷ ὅρῳ τοῦτο ἀντιτιθέναι· ἐπειδὴ καταδρομὴν ποι‐ εῖται εἰς αὐτὰ ὁ φεύγων· ὁ δὲ Ἑρμογένης τὴν πηλικό‐ τητα προτάττει λέγων· ὅτι ἢν τὸ μεῖζον ἀποδείξωμεν, τοῦ ἐλάττονος οὐ δεόμεθα, ἐπεὶ καὶ τοῦτο μειοῦμεν· πηλικότης δέ ἐστι κεφάλαιον ἀμφοτέρων κοινόν· ἀπὸ μὲν
15τοῦ κατηγόρου αὐξητικῶς προαγόμενον, ἀπὸ δὲ τοῦ φεύ‐ γοντος ἐναντίως.
17nΜιᾷ τῶν ἀντιθετικῶν ἔστιν ὅτε, ἥτις εἰ ἐμπέσοι, εὑρεθήσεται καὶ
18nμετάληψις καὶ ἀντίληψις εὐθὺς ἑπόμεναι.
19Σωπάτρου. Ζητοῦσί τινες, πῶς ὅλως ἐν τῷ ὅρῳ
20ἀτελοῦς ὄντος τοῦ πεπραγμένου, δύναται ἐμπεσεῖν μία τῶν ἀντιθετικῶν· ῥητέον οὖν, ὅτι μετὰ τὴν ἀπόδειξιν τοῦ τέλους φανέντος λοιπὸν τελείου διὰ τῶν ὁρικῶν κεφα‐ λαίων· τότε χώραν ἔχει μία τῶν ἀντιθετικῶν καὶ λοι‐ πὸν ἐμπίπτει· τεσσάρων δὲ οὐσῶν τῶν ἀντιθετικῶν, ἀν‐
25τιστάσεως, ἀντεγκλήματος, μεταστάσεως, συγγνώμης, ὁποτέρα τούτων ἐμπέσοι μετὰ τὰ ἀπαριθμημένα τοῦ ὅρου κεφάλαια, εὐθὺς μετάληψις ἀκολουθεῖ· εἰ δὲ λέγοι τις, ὅτι ἀντιλήψεως μὴ ἐμπεσούσης πῶς οἷόν τε μετά‐ ληψιν ἐμπεσεῖν· ἀεὶ γὰρ ταῦτα ἀλλήλοις ἀκολουθεῖ·
30ἐροῦμεν ὡς ἡ ἀντιθετικὴ τόπον ἐπέχει ἀντιλήψεως, πλὴν καὶ μετὰ τὴν μετάληψιν, ἵνα ἡ τάξις σώζηται· τινὲς
ἐπάγουσιν καὶ τὴν ἀντίληψιν· πότε δὲ ἀντιθετικὴ ἐν485

4

.

486

ὅρῳ πίπτει, ἐνταῦθα δῆλον, αἱ ὁρισταὶ στάσεις ἢ εἰς πρᾶγμα ἔχουσι τὴν ἀναφορὰν, ἢ εἰς πρόσωπον, ἢ εἰς ἐνέργειαν· εἰς πρᾶγμα μὲν, ὡς ὁ κενοτάφιον διορύξας καὶ κρινόμενος τυμβωρυχίας· ζητεῖται γὰρ εἰ οὗτος τά‐
5φος· ἀποδεικνυμένου γὰρ ὅτι τάφος δῆλον ὅτι κἀκεῖνος τυμβωρύχος· εἰς πρόσωπον, ὡς ὁ τὸν εὐνοῦχον ἀνελὼν ὡς μοιχὸν, καὶ κρινόμενος φόνου, εἰς ἐνέργειαν δὲ, ὡς ὁ τὰ ἰδιωτικὰ χρήματα ἐξ ἱεροῦ ἀφελόμενος καὶ κρινόμε‐ νος ἱεροσυλίας· ἂν μὲν οὖν ἡ ζήτησις εἰς πρᾶγμα ᾖ,
10οὐκ ἐμπίπτει ἡ ἀντίθεσις· ἂν δὲ εἰς πρόσωπον ἢ εἰς ἐνέργειαν, ἐμπίπτουσιν ἀντιθετικαὶ, ὡς ἐπὶ τοῦ ἀπο‐ κτείναντος τὸν εὐνοῦχον ὡς μοιχόν· ἐρεῖ γὰρ ὅτι ἄξιος ἦν ἀποθανεῖν ὡς βιαζόμενος τὴν φύσιν· εὑρίσκεται δὲ πολλάκις καὶ στοχαστικὴ ἀντίθεσις μετὰ τὰ κεφάλαια
15οὐκ ἀπ’ αὐτῶν τῶν κεφαλαίων κινουμένη, ἀλλ’ ἔξωθεν ὡς ἐπὶ τοῦ φιλοσόφου τοῦ πείσαντος καταθέσθαι τὴν τυραννίδα καὶ αἰτοῦντος τὴν δωρεάν· ἐνταῦθα γὰρ ἐμ‐ πίπτει ἀντίθεσις στοχαστικὴ τοιαύτη· ἀλλ’ εἰκός φησιν ἔστιν αὐτὸν πάλιν τυραννῆσαι, ἣν λύσεις βουλήσει καὶ
20δυνάμει, ὅτι οὔτε βουλήσεται, οὔτε δυνήσεται, ἀλλὰ καὶ τοῖς πρὶν ἀναπείσασιν αὐτὸν δύσνους καὶ ὀργίλος καθ‐ έστηκεν.
23nΕἶτα ποιότητι καὶ γνώμῃ.
24Σωπάτρου. Τῶν κεφαλαίων τὰ μέν ἐστι τοῦ
25κατηγόρου· τὰ δὲ τοῦ φεύγοντος· τὰ δὲ κοινὰ ἀμφοῖν· τοῦ μὲν κατηγόρου προβολὴ, ἀνθορισμός, συλλογισμός· τοῦ δὲ φεύγοντος ὅρος, κοινὰ δὲ γνώμη νομοθέτου, πη‐ λικότης, πρός τι· μεμαθήκαμεν δὲ καὶ ἐν τῷ στοχασμῷ,
ὅτι ἡ ποιότης κεφάλαιον οὐκ ἔστιν, ἀλλ’ οἱ ἐπίλογοι.486

4

.

487

(1n)

Ἡ προβολὴ ἔστιν αὐτὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους.
2 Συριανοῦ. Ἡ προβολὴ ὠνόμασται μὲν ἀπὸ με‐ ταφορᾶς τῆς Ἀθήνησι δίκης οὕτω καλουμένης κατὰ τῶν ἐν ταῖς ἑορταῖς ἀδικούντων, ὡς καὶ Δημοσθένης φησὶν
5ἐν τῷ κατὰ Μειδίου, καὶ προυβαλόμην ἀδικεῖν τουτονὶ περὶ τὴν ἑορτήν· τουτέστι τῇ προβολῇ κατ’ αὐτοῦ ἐχρη‐ σάμην ὥσπερ καὶ ἡ ἔνδειξις καὶ ἡ εἰσαγγελία καὶ ἡ ἐξού‐ λης ὀνομάτα δικῶν ὑπῆρχε παρ’ αὐτοῖς· παραλαμβάνε‐ ται δὲ ἡ προβολὴ ἀντὶ διηγήσεως· ὁ γὰρ ὅρος διήγη‐
10σιν οὐκ ἐπιδέχεται, τῷ τὸν φεύγοντα, ὡς Μινουκιανός φησιν, ὁμολογεῖν τὸ πεπραγμένον· ἡ δὲ προβολὴ αὔξησιν περιέχει τῶν πεπραγμένων· πλατύνεται δὲ τοῖς περιστα‐ τικοῖς μορίοις, ὡς ἐπὶ τοῦ φιλοσόφου τοῦ πείσαντος κα‐ ταθέσθαι τὴν τυραννίδα· ἐρεῖ γὰρ ἐκ τῶν προσώπων
15τῇ πλατύτητι χρώμενος, ὅτι φιλοσοφίᾳ προσέχων ἄνθρω‐ πος τὴν τυραννίδα καθεῖλε λόγοις οὐ φόνῳ τὸν τύραν‐ νον σωφρονίσας, καὶ τοὺς πολίτας, οἷς ἐλευθερία τε καὶ δημοκρατία πάτριον, τῶν περιεστώτων ἀπήλλαξα δυ‐ σχερῶν· οὕτω μὲν οὖν τοῖς προσώποις ἐπεξελεύσεται·
20τόπῳ δέ, οἷον τὴν ἀκρόπολιν κατειληφότα· καὶ τὴν πό‐ λιν ὅλην δεδουλωμένον καὶ τὴν χώραν ἅπασαν ἀνάστα‐ τον τῇ βαρύτητι τῶν φόρων ἀπεργαζόμενον· τρόπῳ δὲ, οἷον ὅτι τῇ γὰρ ἐκ φιλοσοφίας ἐπιστήμῃ τὸ τῆς γνώμης ἀνόσιον ἐξέκοψα, ἔνθα δὴ καὶ πολὺν αὐτῆς διεξελεύσεται
25τὸν ἔπαινον, ὡς ὅπλων καὶ χρημάτων καὶ δυνάμεως ἁπά‐
σης ἰσχυροτέρα· αἰτίᾳ δὲ, οἷον ὁρῶν γὰρ νεὼς κεκλει‐487

4

.

488

σμένους, ἱερὰ θεῶν περιφρονούμενα, γυναῖκας ὑβριζομέ‐ νας, παῖδας δουλεύοντας, ἄνδρας ἀκρίτως ἀπολλυμέ‐ νους, τολμῶντα δὲ οὐδένα πρὸς τὴν ἀπαλλαγὴν τοῦ δει‐ νοῦ, ἐπὶ ταύτην ἐτραπόμην ἐγὼ τὴν ἔννοιαν· τούτοις
5τοῖς λογισμοῖς ἡ προβολὴ πλατύνεται ὑπὸ τοῦ κατηγόρου. Σωπάτρου. Ἐξηγεῖται πάλιν ἕκαστον τῶν κεφα‐ λαίων· δοκεῖ δὲ ἐνταῦθα τῷ τεχνικῷ τὴν προβολὴν μὴ εἶναι φάσιν ψιλὴν τοῦ πράγματος, ἀλλὰ καθάπερ διή‐ γησιν. Τί οὖν διαφέρει αὕτη τῆς διηγήσεως; ἡ γὰρ
10ὑπόθεσις εἶναι βούλεται τέσσαρα μέρη κατὰ τὴν τέχνην, προοίμια, διηγήσεις, ἀγῶνας, ἐπιλόγους· εἰ τοίνυν καὶ τὴν προβολὴν διήγησιν εἶναι τῶν γεγενημένων βούλεται, ἔσονται δύο διηγήσεις ἐν ἑνὶ προβλήματι, ὅπερ πλημμέ‐ λεια· τί οὖν φαμὲν, ὅτι κατὰ πολὺ διαφέρει ἡ προβολὴ
15διηγήσεως; ἡ μὲν γὰρ διήγησις ψιλή ἐστιν ἀφήγησις, ἡ δὲ προβολὴ μετὰ αὐξήσεως· πάλιν ζητοῦσι, τί ἐστι τὸ, αὐτὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· καὶ φαμὲν, ὅτι τοῦτο εἶπεν, ἂν ἡ προβολὴ ἔχει αὐτὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, τουτέστι διήγησιν τῶν γεγενημένων οὐ κατασκευα‐
20στικῶς, ἀλλ’ αὐξητικῶς· τί οὖν διαφέρει τῶν ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους τῶν ἐν στοχασμῷ; ἐροῦμεν, ὅτι κατὰ πολύ· ἐν μὲν γὰρ τῷ στοχασμῷ σημεῖα ταῦτα ποιούμε‐ θα τοῦ ἐγκλήματος, ἐνταῦθα δὲ αὐτὸ τὸ ἔγκλημα ποιού‐ μεθα μόνον σημεῖον· ὡσαύτως δὲ καὶ ἐν ταῖς ἄλλαις
25στάσεσι αὐτὰ τὰ ἐγκλήματα τυγχάνει. Ἰστέον δὲ, ὡς προβολὴ γίνεται ἀπὸ τῶν πρὸ τοῦ πράγματος καὶ τῶν
ἐν αὐτῷ τῷ πράγματι καὶ τῶν μετὰ τὸ πρᾶγμα, ὥσπερ488

4

.

489

καὶ Δημοσθένης· ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορη‐ γοῦ τῇ Πανδιονίδι φυλῇ· ταῦτα πρὸ τοῦ πράγματος· εἶ‐ τα τὰ ἐν αὐτῷ τῷ πράγματι· ὅτι περ ἠκολούθησέ μοι συνεχῶς ἐπηρεάζων παρ’ ὅλην τὴν λειτουργίαν καὶ μικρὰ
5καὶ μείζω, καὶ ὅτι τοὺς στεφάνους τοῦ χοροῦ διέφθειρε καὶ τὴν ἐσθῆτα διέῤῥηξεν· εἶτα μετὰ τὸ πρᾶγμα, ὅτι ἀπεστέρησε τὴν φυλὴν, κρατοῦσαν τῆς νίκης διαφθείρας τοὺς κριτάς· αὔξεται δὲ, ὡς εἴπομεν, ἀπὸ τῶν περιστα‐ τικῶν, προσώπου, ὅτι χορηγὸς ὢν ἐτυπήθην· τόπου, ὅτι
10ἐν τῷ θεάτρῳ· χρόνου, ὅτι ἐν ἱερομηνείᾳ· καὶ τίς ὢν ὁ ἀδικήσας, ὅτι ἰδιώτης· ἐξ ἀμφοτέρων γὰρ τὴν αὔξησιν ἐποιήσατο, οἷον ἔκ τε τοῦ πεπονθότος καὶ τοῦ δεδρακό‐ τος· δεῖ δὲ γινώσκειν, ὅτι αὔξοντας οὐ δεῖ παντάπασιν αὔξειν αὐτὰ, ἀλλὰ μετρίως· τὴν δὲ τελείαν αὔξησιν φυ‐
15λάξωμεν τῇ τε πηλικότητι, καὶ τῷ πρός τι· εἰ γὰρ ἐν τῇ προβολῇ τῇ αὐξήσει τέλειον μέγεθος ἀποδῶμεν, ἐλ‐ θόντες ἐπὶ τὴν πηλικότητα καὶ τὰ πρός τι οὐδὲν ἰσχύο‐ μεν, καὶ καταγέλαστοι ἐσόμεθα. Μαρκελλίνου. Ἡ προβολή ἐστι πρότασις καὶ
20φάσις τοῦ πραχθέντος ψιλὴ καὶ ὡσπερανεὶ διήγησις συνι‐ σταμένη ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· τούτων δὲ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ὄντων τῶν μὲν ἐκ τῶν πεπραγ‐ μένων, τῶν δὲ ἐκ τῶν παρειμένων, ἡ προβολὴ ἐκ τῶν πε‐ πραγμένων γίνεται οὖσα τοῦ κατηγόρου· ὁ δὲ ὅρος ἐκ
25τῶν παρειμένων, ὅ ἐστι τοῦ φεύγοντος· καλῶς δὲ καὶ ταῦτα ἀπ’ ἀρχῆς ἄχρι τέλους καλεῖται, ἐπειδὴ ἀναγκαῖον ἀπ’ αὐτῶν ἄρχεσθαι τῆς κατηγορίας τὸν κατήγορον, καὶ ἀπ’ αὐτῶν μὲν ποιεῖσθαι τὴν προβολὴν, λέγοντα τὴν περίστασιν, καὶ κατασκευάζοντα τοῦ τε προσώπου καὶ
30τοῦ πράγματος· οἷον τίς ὁ ποιήσας, καὶ τί πράξας, καὶ
ἐν ποίῳ τόπῳ καὶ τίνι τρόπῳ καὶ τίνι καιρῷ, προστιθέν‐489

4

.

490

τα δὲ καὶ τὴν γνώμην, καὶ τὴν αἰτίαν ὅσον ἐφάψασθαι, τὴν δὲ τελείαν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐξέτασιν ἐν τῷ οἰκείῳ τόπῳ φυλάττοντα· οὐ γὰρ προεκκενῶσαι χρὴ πάντα, ἀλλὰ μεμετρημένως καὶ ἀρκούντως πρὸς τὴν
5χρείαν ἐπιμνησθῆναι τοῦ παρόντος κεφαλαίου· εἰκότως δὲ ὁ τεχνικὸς πρῶτον τῶν κεφαλαίων ἔταξε τὴν προβο‐ λὴν, ἐπειδὴ ὥσπερ ἀρχὴ καὶ πρόβολος τῶν ἄλλων προβέ‐ βληται, διὸ καὶ τὴν προσηγορίαν τοιαύτην ἔλαχεν διὰ τὸ προβεβλῆσθαι τῶν ἄλλων.
10nὉ ὅρος χωρίζει τὸ πρᾶγμα καὶ γίνεται ἐκ τῶν παρειμένων τοῖς ἀπ’
11nἀρχῆς ἄχρι τέλους· οἷον τύραννον ἔπεισε φιλόσοφος καταθέσθαι
12nτὴν τυραννίδα καὶ αἰτεῖ τὸ γέρας· ἡ προβολή· ἔπαυσα τὴν τυραν‐
13nνίδα καὶ δεῖ λαμβάνειν με τὴν δωρεάν· τοῦτο δὲ δῆλον ὅτι αὔξων
14nἀπὸ τῶν παρακολουθούντων τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους θήσει· ὁ
15nὅρος ἐκ τῶν παρειμένων, οὐκ ἔστι τοῦτο τυραννοκτονῆσαι, ἀλλ’ ὁρι‐
16nεῖται τοῦτο εἶναι, ὃ παρεῖται, τὸ ἀποκτεῖναι αὐτόν.
17 Συριανοῦ. Τὸν ὅρον ὁ φεύγων εἰσάγει, ὃς ὠνόμα‐ σται μὲν οὕτως ἀπὸ τοῦ ὁρίζειν καὶ περικλείειν τὸ κρινόμενον, εἰς ὅπερ καταφεύγειν ὁ φεύγων βούλεται· τοῦ γὰρ φιλο‐
20σόφου τυραννοκτονίαν ὀνομάζοντος τὸ πρᾶγμα, ὁ ἐναντιού‐ μενος αὐτῷ τὴν τοῦ φεύγοντος ἔχων τάξιν ἐρεῖ, μηδαμῶς εἶναι τυραννοκτόνον, οὐ γὰρ ἀνῃρῆσθαι τὸν τύραννον· πλατύνεται δὲ ὁ ὅρος παραδείγματι τῷ ἐκ περιτροπῆς, τοῖς λείπουσιν, ὡς ἐπὶ τοῦ πλουσίου τοῦ ἐπανατεινομένου
25τῷ πένητι τὰς χεῖρας· παραδείγματι μὲν, ὅτι δύναται γὰρ καὶ λῃστείας κρίνεσθαί τις, ἐκ τοῦ κακούργῳ διαλε‐ χθῆναι μόνῳ· καὶ τυμβωρυχίας ἕτερος, ὅτι νύκτωρ ἔξω
πυλῶν ἐφάνη βαδίζων· ὥσπερ δὲ ἐπ’ ἐκείνων ταῦτα λέ‐490

4

.

491

γειν ἄτοπον, οὕτω κἀμὲ νῦν ὕβρεως κρίνεσθαι παντελῶς ἄδικον, μηδὲν τετολμηκότα· τῷ δὲ ἐκ περιτροπῆς, ὅτ’ ἂν τῷ κατηγόρῳ περιτρέψωμεν τὸν λόγον λέγοντες· φέρε γὰρ, εἴ τίς σοι φόνου δίκην ἐπαγάγοι, διότι τὴν πανοπλίαν ἔχων
5ἐπὶ τὸ στάδιον ἐχώρεις, ἆρ’ ἀνάσχοιο κρίνεσθαι παρὰ τοῖς δικασταῖς ὡς φονεύς; οὐδαμοῦ, ἀλλ’ ἀγανακτήσεις εὖ οἶδα, πίστεις ἐναργεῖς ἀπαιτῶν τῆς κατηγορίας· μὴ τοίνυν ἐπὶ μὲν σαυτῷ ταῦτα δίκαια νόμιζε, ἐπὶ δὲ ἡμῶν καινοτέρων πραγμάτων ἀποτίθου γραφὰς, ὥσπερ ἐπαΐειν
10τὸ δέον ἀδυνατούντων· τοῖς δὲ λείπουσιν· ὅτ’ ἂν τὰ λεί‐ ποντα τῷ πεπραγμένῳ διεξίωμεν λέγοντες, ὑβριστής ἐστιν ὁ τύπτων τινὰ, ὁ στρεβλῶν, ὁ ἄγχων, ὁ τὴν ἐσθῆ‐ τα καταῤῥηγνὺς, ὁ ταῦτα καὶ τὰ τοιαῦτα τολμῶν ὑβρί‐ ζει, εἰ τοίνυν ἐμοί τι πέπρακται κατά σου τοιοῦτον, κα‐
15τηγόρει καὶ λάμβανε δίκην, εἰ δὲ τούτων ἔχεις ἐπιδεῖξαι μηδὲ ἓν, πέπαυσαι συκοφαντῶν, ὦ ταλαίπωρε· τούτοις ὁ φεύγων ἀεὶ χρώμενος τοῖς τόποις πλατύνει τὸν ὅρον· ἔστι γὰρ ἀεὶ τοῦ φεύγοντος τὸ κεφάλαιον, κἂν μυριάκις ὁ Μινουκιανὸς τῷ κατηγόρῳ προσνέμοι· χρὴ γὰρ ἀεὶ τὸν
20μὲν κατήγορον τοῖς πεπραγμένοις ἰσχυρίζεσθαι, τὸν δὲ φεύγοντα τοῖς λείπουσι, πλὴν εἰ μὴ παραδόξως συμβαί‐ νει τὸ ἀνάπαλιν, ὡς ἐπὶ τοῦ τὸν εὐνοῦχον ἀποκτεί‐ ναντος. Σωπάτρου. Ὁ ὅρος τοῦ φεύγοντός ἐστι λύοντος
25τὴν προβολήν· Μινουκιανὸς μὲν οὖν πρῶτον κεφάλαιόν φησιν, ὅτι πολλὴν οἰκειότητα ἔχει ὁ ὅρος πρὸς τὴν διή‐ γησιν, ἀμφότερα γὰρ ἐκ τῶν πεπραγμένων λαμβάνεται· ὁ δὲ Ἑρμογένης ἀκολουθότερον ἐκ τῆς προβολῆς ἄρχεται, ἅτινα αὐξητικά ἐστιν· ἃ γὰρ ψιλῶς ὁ κατήγορος ἐν τῇ
30διηγήσει εἶπεν, ταῦτα μετὰ αὐξήσεως μερικῆς ἐν τῇ προ‐
βολῇ λέγει, ἵνα μηδὲ χώραν ἔχῃ ὁ φεύγων τῷ οἰκείῳ χρή‐491

4

.

492

σασθαι κεφαλαίῳ, τουτέστι τῷ ὅρῳ· τοῦτο δὲ ποιεῖ, ἵνα ὁ κατήγορος ἐκ τῶν ἰσχυροτέρων κατάρχηται, τοῦτο γὰρ δεῖ ποιεῖν πανταχοῦ· ἔφαμεν δὲ ἤδη, ὅτι ἐν τοῖς ἀτελέσι τῶν πραγμάτων ὁ κατήγορος καὶ ὁ φεύγων τοὺς λό‐
5γους μερίζονται, καὶ ὁ μὲν ἔχει τὰ παρειμένα, ὁ δὲ ἐκ τῶν πεπραγμένων τὴν κατηγορίαν ποιεῖται· ἐντεῦθεν τοῦ κα‐ τηγόρου ἐκ τῶν πεπραγμένων ποιησαμένου τὴν προβολὴν, ὁ φεύγων τὸν ὅρον προβάλλεται ἐκ τῶν παρειμένων· τοῦ δὲ φεύγοντος πρὸς τὸ συμφέρον ὁρισαμένου, ὁ κατήγορος
10καὶ αὐτὸς ἀνθορίζεται ἐξ ὧν ἐκεῖνος πεποίηκεν· δεῖ δὲ εἰ‐ δέναι, ὡς ὁ μὲν φεύγων ἐν τῷ ὅρῳ τοῖς μερικοῖς ἀεὶ χρῆ‐ ται πρὸς σύστασιν τοῦ μὴ τοῦτο εἶναι, ὅπερ ὁ κατήγορος βούλεται τὸ ἔγκλημα, ὁ δὲ διώκων καθολικοῖς· οἷον ὡς ἐπὶ τοῦ ἱεροσύλου ὁ φεύγων ἐρεῖ, τοῦτό ἐστιν ἱεροσυλία,
15τὸ προσελθεῖν ἀγάλματι, τὸ ἀφελέσθαι τι αὐτοῦ, τὸ ἱερῶν ἀναθημάτων ἅψασθαι· ὁ δὲ διώκων ἀπὸ τῶν κα‐ θολικωτέρων ἐρεῖ, περιεκτικώτερα γὰρ ταῦτα τῶν μερι‐ κῶν, ὅτι τοῦτό ἐστιν ἱεροσυλία, τὸ νύκτωρ παρελθεῖν εἰς ἱερὸν, τὸ λαθεῖν σπεῦσαι τοὺς φυλάσσοντας, τὸ τὸν και‐
20ρὸν συνεργὸν λαβεῖν τοῦ παρανομήματος. Μαρκελλίνου. Τοῦ πρώτου λέγοντος προβαλλο‐ μένου τὰ πεπραγμένα, καὶ ἐκ τούτων κατασκευάζοντος ἐντελῶς πεπρᾶχθαι τὸ ἔγκλημα, ὁ φεύγων ἐκβάλλει τὸ ἔγκλημα καὶ τὴν ἀπὸ τῶν πεπραγμένων ἀπόδειξιν ὡς
25βεβαιοῦσαν τὸ ἐγκαλούμενον ἀντεισάγει, τὰ παρειμένα ταῦτα λέγων εἶναι τὸ προβαλλόμενον ἔγκλημα, ἃ παρεῖ‐ ται αὐτῶν, καὶ ἀναιρῶν διὰ τούτων τὸ τέλειον· ὁ μὲν γὰρ κατήγορος ἐρεῖ ἱεροσυλίας εἶναι τὸ ἀπὸ τοῦ ἱεροῦ λαβεῖν τὰ χρήματα, ὁ δὲ φεύγων τοῦτο εἶναι ἱεροσυλίαν,
30τὸ ἱερὰ λαβεῖν χρήματα, ὅπερ παραιτεῖται αὐτοῦ· οὐχ ὡς ἔτυχε δὲ τοῦτο ποιεῖ· καὶ γὰρ ἄτοπον τοῦ κατηγόρου
αὐξήσαντος καὶ δεινοποιήσαντος διὰ τῶν πεπραγμένων492

4

.

493

τὸ ἔγκλημα, ἁπλῶς οὕτω τὸν φεύγοντα λέγειν, οὐκ ἔστι τοῦτο ἔγκλημα, ἀλλὰ δεῖ πρῶτον ἀπὸ ἐνστάσεως καθο‐ λικῆς ἄρχεσθαι τάξιν παραγραφικοῦ ἐχούσης· ὡς οὐ δί‐ καιον ἱεροσυλίας κρίνεσθαι τὸν μὴ τῶν ἱερῶν ἐφαψάμε‐
5νον χρημάτων· κατασκευάσει δὲ τὴν ἔνστασιν, εἰ εὐπο‐ ροῖμεν ἀπὸ τῶν παραδειγμάτων· τὰ δὲ παραδείγματα, ὡς εἴπομεν, ἢ οἰκεῖα δεῖ λαμβάνειν, ἢ ξενικὰ, ἵνα λοι‐ πὸν ὡς ἀναγκαζόμενος ὁ φεύγων ὑπὸ τοῦ κατηγόρου εὐ‐ πρεπῶς χρῷτο τῷ ὅρῳ· ἔστι δὲ, ὅπερ εἶπον, ἀπ’ ἀρχῆς
10ἄχρι τέλους αὐτὸ τὸ ἔγκλημα, ὃ ἕκαστος πρὸς τὸ συμ‐ φέρον ἑαυτῷ πειρᾶται συστῆσαι· ὁ μὲν κατήγορος αὐτὸ τοῦτο λέγων εἶναι τὸ ἔγκλημα, ὃ πέπραχεν ὁ φεύγων, λέγω δὴ τὸ λαβεῖν ἐξ ἱεροῦ τὰ χρήματα, ὁ δὲ τὸ παρει‐ μένον εἶναι λέγων τὴν τοῦ ἐγκλήματος τοῦ ἐπαγομένου
15ἀλήθειαν οὐχ ὑπεύθυνος εἶναι φήσει τῷ ἐγκλήματι, καὶ κατασκευάσει τοῖς τοῦ δικαίου λογισμοῖς ὑπὸ ἐνστάσεως τάξιν παραγραφικοῦ ἐχούσης, μὴ δίκαιον εἶναι φάσκων, τὸν μὴ προσαψάμενον τῶν ἱερῶν ἀναθημάτων τοῦτον ὡς ἱερόσυλον κρίνεσθαι, ἢ αὖ μὴ δίκαιον τυραννοκτόνου
20τυχεῖν δωρεᾶς [τοῦτον ἱερόσυλον κρίνεσθαι], ὃς οὐκ ἀνῄ‐ ρηκε τὸν τύραννον, ἐν ᾧ ὁριεῖται καὶ καθαίρεσιν εἶναι τυραννίδος τὸ ἀποκτεῖναι, καὶ ἱεροσυλίαν τὸ προσελ‐ θεῖν ἀγάλματι, τὸ λαβεῖν ἀναθήματα, κλοπὴν δὲ τὸ ἰδιωτικὰ ὑφελέσθαι χρήματα· οὐ γὰρ μόνον τὸ καθ’
25ἑαυτὸν ὁ φεύγων ὁριεῖται, ὅτι ὃ μὴ πεποίηκεν, ἐστὶ τὸ ἴδιον τοῦ ἐγκλήματος, ἀλλὰ καὶ τὸ τοῦ κατηγόρου ἀνα‐ τρέψει δεικνὺς τὸ πραχθὲν μὴ τοῦτο ὂν, ἵνα τὸ μὲν κα‐ τασκευάσῃ, τὸ δὲ ἀνατρέψῃ· εἰ δέ τις εἴποι, διὰ τί ἀμ‐ φοτέροις χρωμένου τοῦ φεύγοντος, ἀπὸ μόνων τῶν παρ‐
30ειμένων γίνεσθαι φησὶ τὸν ὅρον, λέγομεν, ὅτι τὰ κεφά‐
λαια ἀπὸ τῶν οἰκειοτάτων ὁρίζονται· οἰκειότατον δὲ αὐ‐493

4

.

494

τὸ τὸ παρειμένον, ὥσπερ καὶ τῷ κατηγόρῳ τὸ πραχθέν· τὰ μὲν γὰρ κοινά ἐστιν ἱεροσύλου καὶ κλέπτου, τὰ δὲ ἰδικὰ ἱεροσύλου πρὸς κλέπτην· κοινωνεῖ μὲν ἱερόσυλος κλέπτῃ πρῶτον μὲν τῷ βουλεύσασθαι, τῷ προσελθεῖν
5εἰς τὸ ἱερόν, τῷ ὑφελέσθαι, τῷ ὑπεξελθεῖν, τῷ πειρᾶ‐ σθαι λαθεῖν· ἐν τούτοις γὰρ πᾶσιν οὐδὲν διαφέρει ὁ ἱερόσυλος τοῦ κλέπτου· διαφέρει δὲ ἐν τούτοις· ἐν τῷ προσελθεῖν τῷ ἀγάλματι, ἐν τῷ ἅψασθαι τῶν ἀναθη‐ μάτων· ταῦτα γὰρ ἴδια τοῦ ἱεροσύλου, ἐν οἷς οὐδὲν ὁ
10κλέπτης κοινωνεῖ· ὁ μὲν οὖν κατήγορος ἀπὸ τῶν κοινῶν σπουδάζει ἱερόσυλον ἀποδεῖξαι λέγων, ὅτι εἰσῆλθες εἰς τὸ ἱερὸν, ἔλαβες ἀπὸ τοῦ ἱεροῦ χρήματα, οὐκοῦν ἱερόσυ‐ λος εἶ· ὁ δὲ ἀπὸ τῶν ἰδίων τοῦ ἱεροσύλου πειρᾶται ἐν τῷ ὅρῳ ἀπώσασθαι τὴν τῆς ἱεροσυλίας ὑποψίαν καὶ
15ὁ κατήγορος δὲ προτείνεται τὸ μὲν ἴδιον κατασκευάσαι σπεύδων, τὸ δὲ τοῦ ἀντιδίκου ἀνασκευάσαι, ἐξ ἑκατέρων τὸ ἑαυτοῦ πορίζων λυσιτελές· γίνεται δὲ τοῦτο ταῖς τῶν ἀκολούθων ἀπαγωγαῖς, καὶ εἰ μὲν συμφωνοῖεν τῷ ὅρῳ, κατασκευασθήσεται, εἰ δὲ μὴ ἐφαρμόττει, ἀνασκευασθή‐
20σεται τὸ ἐναντίον· ἐδίδαξε δὲ καὶ ὁ ῥήτωρ τὸν τοῦ ὁρί‐ ζεσθαι τρόπον· καθόλου γὰρ οὐκ ἐν ὅρῳ μόνον ἀλλ’ ἐν πᾶσι τοῖς ἀμφισβητησίμοις ἐξ ἑκατέρων ὁρίζεται πρός τε τὸ ἑαυτὸν συστῆσαι καὶ τὸν ἀντίδικον διαβαλεῖν, ὡς ἐν τῷ περὶ τοῦ στεφάνου· ὁριζόμενος γὰρ, τίς τε ὁ σύμβου‐
25λος καὶ τίς ὁ συκοφάντης καὶ τίνι διαφέρουσιν ἀλλήλων, τὰς εἰς ἑκάτερον παρασκευὰς ἐκ τῶν πεπραγμένων ἐπή‐ γαγεν, ἀποδεικνὺς ἐξ αὐτῶν ἑαυτὸν μὲν εἶναι τὸν ἄριστον σύμβουλον, Αἰσχίνην δὲ συκοφάντην, ἐν οἷς φησιν· ἦν μὲν οὖν τοῦτο τοῦ δικαίου πολίτου τό τε δεῖξαι πᾶσιν,
30εἴ τι τούτων εἶχεν ἄμεινον λέγειν, μὴ νῦν ἐπιτιμᾷν· ὁ
γὰρ σύμβουλος καὶ ὁ συκοφάντης οὐδενὶ τῶν ἄλλων οὐδὲν494

4

.

495

ἐοικότες, ἐν τούτῳ πλεῖστον ἀλλήλων διαφέρουσιν· ὁ μέν γε πρὸ τῶν πραγμάτων γνώμην ἀποφαίνεται· καὶ δίδωσιν ἑαυτὸν ὑπεύθυνον τοῖς πεισθεῖσι τῇ τύχῃ, τοῖς καιροῖς, τῷ βουλομένῳ· ὁ δὲ σιγήσας ἡνίκα ἔδει λέγειν ἄν τι δύ‐
5σκολον συμβῇ, τούτῳ καταβαίνει. Ἔστι δὲ λίαν θαυμά‐ σαι τὸν τεχνικὸν τῆς τάξεως τῶν κεφαλαίων· οὐ γὰρ τῷ αὐτῷ προσώπῳ τὴν προβολὴν καὶ τὸν ὅρον δίδωσιν· ἀλ‐ λὰ ταῦτα μερίσας τῷ μὲν προτέρῳ λέγοντι δέδωκε τὴν προβολὴν, τῷ δὲ μετ’ αὐτὸν εἰπόντι τὸν ὅρον· εἰκότως,
10τοῦ γὰρ προτέρου λέγοντος καὶ κεχρημένου τῇ προβολῇ, ὁ δεύτερος τῷ ὅρῳ τῶν προειρημένων ἐκλύει τὴν ἰσχύν· ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἐν τῷ κατὰ αἴτησιν ὅρῳ ὁ τὴν αἴτησιν ποιούμενος ἀναγκαίως πρῶτος λέγει τοῦ ἀντιλέ‐ γοντος· οὐκοῦν αὐτός ἐστιν ὁ τὴν τοῦ κατηγόρου τάξιν
15ἔχων.
16nὉ ἀνθορισμὸς πάλιν ἐκ τῶν πεπραγμένων οἷον οὐχὶ, ἀλλὰ τὸ
17nπαῦσαι τὴν τυραννίδα.
18 Συριανοῦ. Ὁ ἀνθορισμός ἐστι μὲν τοῦ κατη‐ γόρου, ἐκ τῶν ἐναντίων ἐπιχειρημάτων τῷ ὅρῳ ὁρμώμε‐
20νος, ὡς καὶ τὸ ὄνομα δηλοῖ· τοῦ φεύγοντος γὰρ μὴ συγχωρήσαντος τῇ περὶ τοῦ κατηγόρου προβολῇ ὁδῷ προσελθεῖν, ἀλλ’ ἀμφίβολον αὐτὴν διὰ τοῦ ὅρου κατα‐ στήσαντος, ὁ κατήγορος διὰ τοῦ ἀνθορισμοῦ κατασκευά‐ ζειν ἐπιχειρεῖ τὰ σαλευθέντα τῆς προβολῆς· κοινωνεῖ
25δὲ τῇ προβολῇ κατὰ τὸ ἔχειν κοινὰ τὰ πεπραγμένα ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ τῷ ἐκ τῶν περιστατικῶν μο‐ ρίων ἄμφω τὰ κεφάλαια λαμβάνειν τὴν εὐπορίαν. δια‐ φέρει δὲ τῷ τὴν προβολὴν αὔξησιν ἔχειν τῶν πεπραγ‐
μένων, τὸν δὲ ἀνθορισμὸν κατασκευὴν αὐτῶν· καὶ ἐν495

4

.

496

μὲν τῇ προβολῇ ὡς ὁμολογούμενα εἰσάγεται, ἐν δὲ τῷ ἀνθορισμῷ ὡς ἀμφίβολα ὑπὸ τῆς ἀντιλογίας τοῦ ὅρου γινόμενα κατασκευάζεται· πλατύνεται δὲ ὁ ἀνθορισμὸς τοῖς περιστατικοῖς τοῖς πεπραγμένοις παραδείγμασιν, ὡς ἐπὶ
5τοῦ φιλοσόφου· ἐρεῖ γὰρ, ὅτι τοῦτό ἐστι τυραννοκτονία, τὸ ἐπὶ τὴν ἀκρόπολιν παρελθεῖν, τὸ πεῖσαι τὸν τυραν‐ νοῦντα τὴν καθ’ ἑαυτὸν ἐλαύνειν, τὸ τοὺς δορυφόρους ἀπατῆσαι, τὸ σῶσαι τοὺς νόμους, τὸ δοῦλον ἐλεύθερον καταστῆσαι· καὶ ὁ πένης ὁμοίως ἐρεῖ κατὰ τοῦ πλουσίου·
10τοῦτό ἐστιν ὑβρίσαι, τὸ πλούτῳ θαῤῥοῦντα τυφλώττειν, τὸ ὁμοτίμοις τῶν πολιτῶν ἀτίμως προσφέρεσθαι, τὸ ὥσπερ οἰκέτῃ τὰς χεῖρας ἐπανατείνεσθαι, καὶ τοῦτο οὐ πρὸς μίαν μόνον ἢ δύο ἡμέρας, οὐδὲ ἐπ’ ἐρημίας καὶ λάθρα, οἰστὸν γὰρ ἂν ἦν, ἀλλ’ ἤδη καὶ πρὸς ὅλον
15ἔτος, καὶ πάντων ὁρώντων· οὗ τίς γένοιτ’ ἂν ὑπερ‐ βολὴ, οὐ γὰρ ἡ πληγὴ παρίστησι τὴν ὀργὴν, ἀλλ’ ἡ ἀτιμία· οὐδὲ τὸ τύπτεσθαι τοὺς ἐλευθέρους ἐστὶ δει‐ νὸν καίπερ ὂν δεινὸν, ἀλλὰ τὸ ἐφ’ ὕβρει, ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα ἀπὸ τῶν περιστατικῶν κινεῖται
20μορίων· εἶτα ἐκ παραδειγμάτων, καὶ γὰρ ὁ τριήρεις τῆς πατρίδος ἢ φρούριον προδεδωκὼς, εἶτα παρ’ ὑμῖν
εὐθυνόμενος, οὐκ ἂν δύναιτο λέγειν, ὡς ἐπεὶ τοὺς496

4

.

497

νεωσοίκους ἢ τὰ τείχη τῆς πόλεως οὐ προδέδωκα, οὐκ ἂν προδοσίας δικαίως κρινοίμην, οὐδὲ δικαστὴς εὖ φρο‐ νῶν ἀνέξεται τοιαῦτα ληρούντων· τῶν γὰρ πραττομένων ἕκαστον ἐφ’ ἑαυτὸ δεῖ σκοπεῖν, καὶ τὰ μείζω τῶν ἁμαρ‐
5τημάτων εἰς μέσον προφέροντας ἀνεύθυνα τὰ βραχύτερα τῶν ἀδικημάτων νομίζειν. Καὶ τούτοις πάλιν τὰ πεπρα‐ γμένα συνάψει ἐξ ὁμοίων τοῖς παραδείγμασιν τὰ νῦν κρι‐ νόμενα· κέχρηται δὲ ὁ μὲν φεύγων εἰδικοῖς ὀνόμασιν, ὁ δὲ διώκων γενικοῖς· οἷον ὁ φεύγων ἱεροσυλίας γραφὴν
10ἐρεῖ, ὡς ἱερόσυλός ἐστιν ὁ φιάλας ἐξ ἱερῶν ἀφαιρού‐ μενος, ὁ στεφάνους, ὁ θυμιατήρια, καὶ ὅσα τοιαῦτα εἰδικῶς ὀνομάζων· ὁ δὲ διώκων ἐρεῖ, ὡς ἱερόσυλός ἐστιν ὁ λάθρα παριὼν εἰς ἱερὰ ὁ γνώμῃ κακούργῳ χραί‐ νων τὸν νεών, ὁ λαμβάνων ἐξ ἱερῶν ἅπερ οὐκ ἀπέθετο,
15ὁ τῆς πίστεως τὸ θεῖον ἀποστερῶν· αὕτη γὰρ ἐναργὴς ἱεροσυλία, κἂν σὺ κἂν ὁ δεῖνα διαῤῥαγῆτε ψευδόμενοι· γενικώτερον μὲν γάρ ἐστι τὸ λαμβάνειν ἐξ ἱεροῦ τινα εἰδικώτερον δὲ τὸ τάδε ἢ τάδε τὰ σκεύη ὀνομάζειν· τῷ μὲν οὖν φεύγοντι συμβαλεῖται τὰ εἰδικὰ διεξιέναι τῶν
20ὀνομάτων, ἵνα διὰ τῆς ἀπαριθμήσεως τούτων τὸ καθ’ αὑτὸν ἐπικρύψαι δυνηθείη· τῷ δὲ κατηγόρῳ τὰ γενι‐ κώτερα τῶν ὀνομάτων· περιληπτικωτέρων γὰρ ὄν‐ των συμπεριλαμβάνει καὶ τὰ παρὰ τοῦ φεύγοντος τετολ‐ μημένα.
25 Σωπάτρου. Ὁ διώκων, ὡς ἤδη ἔφαμεν, ἐπάγει τὸν ἀνθορισμὸν, λύων τὸν ὅρον τοῦ φεύγοντος, αὔξων δὲ τὰ πεπραγμένα ἀπὸ τῶν κοινῶν τοῦ πράγματος· τοῦ γὰρ δὴ φεύγοντος εἰς λεπτὸν διαιρουμένου καὶ ἐπὶ τὰ
πεπραγμένα αὐτὰ καταγινομένου, ἀνθορίζεται πάλιν ὁ497

4

.

498

διώκων ἀπὸ τῶν κοινῶν μετασκευάζων, καὶ τὸ τῆς προ‐ βολῆς λαμβάνων καὶ δεικνὺς, ὅτι ἔνοχός ἐστι τῷ ἀδι‐ κήματι. Ἀλλ’ εἰ ἄμφω ἥ τε προβολὴ καὶ ὁ ἀνθορισμὸς ἀπὸ τῶν πεπραγμένων λαμβάνονται, τί διαφέρει ταῦτα
5ἀλλήλων; Καὶ φαμὲν, ὅτι ἐν μὲν τῇ προβολῇ μερικὴ ἡ κατασκευὴ, ἐν δὲ τῷ ὅρῳ ἤτοι ἀνθορισμῷ καθολικὴ, ὡς ἐν τῷ κατὰ Μειδίου. Ἐν μὲν τῇ προβολῇ κατὰ μέ‐ ρος, καὶ ἐκ τῶν ὑποκειμένων ἔστιν ἰδεῖν, ὅτι Μειδίας ἀδικεῖ τὴν πόλιν, ὑβρίσας χορηγὸν ὄντα Δημοσθένην·
10ἐν δὲ τῷ ὅρῳ ἢ ἀνθορισμῷ καθόλου, τί τὸ πόλιν ἀδι‐ κῆσαι καθέστηκεν, ὥσπερ καὶ ἐπὶ τοῦ φιλοσόφου· καὶ γὰρ καὶ ὁ ὅρος καθολικόν τι ζητεῖ· οἷον τί τὸ καταλῦ‐ σαι τὴν τυραννίδα; τὸ παῦσαι δηλαδὴ δουλεύουσαν τὴν πόλιν, τὸ τοὺς νόμους ἀπολαβεῖν, τὸ μηκέτι κελεύεσθαι.
15Ἀλλὰ καὶ ὁ ἀνθορισμὸς ὁμοίως καθολικῶς ἐπιχειρεῖ ἀπὸ τῶν ἐναντίων, οἷον ὅτι τυραννίδος κατάλυσίς ἐστι τὸ φονεῦσαι τὸν τύραννον, τὸ παντελῶς ἐκκόψαι, τὸ συγ‐ καταλῦσαι τῷ τυράννῳ τὴν τοῦ τυραννῆσαι ἐλπίδα. Ἔτι διαφέρει ὁ ἀνθορισμὸς τῆς προβολῆς, ὅτι ἐν μὲν τῇ προ‐
20βολῇ αὔξησιν ἔχει μόνου τοῦ διηγήματος, ἐν δὲ τῷ ἀν‐ θορισμῷ καὶ ἀπόδειξιν μετὰ αὐξήσεως τοῦ ἐπαγομένου ἐγκλήματος· καὶ γὰρ δημόσιον ἀδίκημά τινος ἀποφαι‐ νομένου, τὸ τεῖχος καθελεῖν, τὸ ναῦς ἐμπρῆσαι, οὐ τὸ χορηγὸν τυπτῆσαι, ὁ κατήγορος μεῖζον τούτων βιάζεται
25ἀποδεῖξαι, τὸ χορηγὸν τυπτῆσαι. Ἰστέον δὲ, ὡς ὁ ὅρος καὶ ὁ ἀνθορισμὸς τοῖς αὐτοῖς τόποις κατασκευάζονται καὶ ἀνασκευάζονται· ἢ γὰρ ἀπὸ τοῦ ἰδίου ὅρου, ὅτι οὐκ ἔστι τυμβωρυχία ἡ τοῦ κενοταφίου διορυγή· ἴδιον γὰρ τυμβωρυχίας ἡ πλεονεξία καὶ τὸ λυμαίνεσθαι τοῖς
30κειμένοις, καὶ τὸ τὰ ἐξ αὐτῶν κέρδη τῆς τῶν κατοιχο‐ μένων τιμῆς προτιμᾷν· ἢ ἐκ τῆς τοῦ ἰδίου ἐν ὅρῳ κοι‐ νοποιήσεως, οἷον οὐ τὸ ἁπλῶς διορύξαι τάφον τυμβω‐
ρυχία, οὐδὲ τὸ ἱερὸν ἀνοῖξαι λάθρα ἱεροσυλία, οὐ τὸ498

4

.

499

οἰκίαν ἀνοῖξαι λάθρα κλοπὴ, ἕως μήτε τῷ τάφῳ, μήτε τῷ ἱερῷ, μήτε τῇ οἰκίᾳ λυμαίνεταί τις. Ἀπὸ τῆς ἀντιφάσεως· οἷον εἰ γὰρ ἡ τοῦ ἱεροῦ λύσις ἱεροσυλία, τὸ μὴ ὑφελέσθαι τι ἐκ τοῦ ἱεροῦ οὐχὶ ἱεροσυλία· καὶ εἰ
5τὸ συλᾷν τὰ ἐντάφια τυμβωρυχία, τὸ μηδὲν ἐντάφιον σεσυληκέναι οὐκ εἴη τυμβωρυχία. Ἐκ τοῦ ἐναντίου, οἷον εἰ γὰρ ὁ ἐξ ἰδιωτικῆς οἰκίας ἱερὰ ἀφελόμενος οὐχ ἱερό‐ συλος, ὁ ἐξ ἱεροῦ ἰδιωτικὰ ὑφελόμενος οὐκέτι ἱερόσυλος. Ὅλως δὲ, ἵνα μὴ καθ’ ἕκαστον διεξίωμεν, πάντες οἱ τό‐
10ποι οἱ ἐν τοῖς παρὰ τῶν ἐνθυμημάτων παραδιδόμενοι χρήσιμοι πρὸς τὰς ἀνασκευὰς καὶ κατασκευὰς, οὐ μόνον τῶν ὁριστικῶν κεφαλαίων, ἀλλὰ καὶ πάντων ἁπλῶς τῶν ἐν ταῖς περιστάσεσιν. Ἐκεῖνο δὲ δεῖ προσθεῖναι, ὅτι ἐκ περιουσίας αἱ ἀνασκευαὶ γίνονται τῶν ἀντικειμένων ὅρων·
15εἰ γὰρ κατασκευάσαντες τὸν οἰκεῖον ὅρον δείξομεν, ὅτι τοῦτο τὸ πραχθέν ἐστιν, ὅπερ αὐτὸ εἶναι λέγομεν, ἐξ ἀνάγκης συναποδείκνυμεν, ὅτι οὐκ ἔστιν, ὅπερ αὐτὸ ὁ ἀντίδικος εἶναι ἰσχυρίζεται· ὡσαύτως δὲ καὶ ὁ ἀνθορι‐ σμὸς ἐπιχειρήσει· ἢ γὰρ τὸν ἴδιον ὅρον ὁ κατήγορος, ἤ‐
20τοι τὸν ἀνθορισμὸν ἐκ τῶν αὐτῶν πεπραγμένων κατα‐ σκευάσει σεμνυνόμενος· καὶ φήσει τοῦτο εἶναι τυραννί‐ δος κατάλυσιν τὸ παῦσαι τὴν πόλιν δουλεύουσαν· ἢ ἀπὸ τοῦ τρόπου λέγων, εἰ λάθρα διώρυξε τὸν τάφον ὁ κρι‐ νόμενος, ἔνοχός ἐστι τυμβωρυχίας· ἢ ἀπὸ τοῦ προσώπου,
25εἰ ἐχθρὸς ὢν καὶ ὡς πένητος καταφρονῶν ἐπανέτεινε τὰς χεῖρας· ἢ ἀπὸ τῆς αἰτίας, ἦπου λυπῆσαι βουλόμενος ταῦτα ποιεῖ ὑβριστής ἐστιν· ἢ ἀπὸ τοῦ τόπου, οἷον ὅτι, εἰ ἐπὶ μνήματα ἦλθεν, ἔνθα ἔρχονται οἱ τυμβω‐ ρύχοι, τυμβωρύχος ἐστίν· ἢ ἀπὸ τῆς ὕλης, εἰ τὰ αὐτὰ
30ὄργανα τοῖς τυμβωρύχοις παρεσκευάσατο· ἢ ἀπὸ τοῦ499

4

.

500

καιροῦ, εἰ νυκτὸς ἐκακούργησεν, ὅτι καὶ τοῖς ἄλλοις τυμβωρύχοις τοιαῦτα τολμᾶται· πολλάκις δὲ καὶ ἀπὸ τοῦ ἐλάττονος ἐπιχειρήσεις, ὅτι καὶ τὸ στήλην μετακινῆ‐ σαι τυμβωρυχία. Ἰστέον δὲ, ὡς οὐδὲν διαφέρει ὁ ὅρος
5καὶ ὁ ἀνθορισμός· ἑκάτερος γὰρ πρὸς τὸ βούλημα καὶ τὸ χρήσιμον ἑαυτῷ ὁριστικῶς κατασκευάζει τόδε τι εἶ‐ ναι τὸ ὑποκείμενον· διὰ δὲ τὸ τὸν μὲν προτετάχθαι, τὸν δὲ ἐπάγεσθαι, τὸ μὲν ὅρος, τὸ δὲ ἀνθορισμὸς κέ‐ κληται· ἀμφότεροι δὲ ὅμως εἰσὶν ὅροι πρὸς τὸ συμφέ‐
10ρον ὁριζόμενοι· ἑκάτερος δὲ τούτων δύναται τοῖς πεπρα‐ γμένοις ἐπεξιέναι, καὶ εἰς ἀπόδειξιν παραλαμβάνεσθαι τοῦ ζητήματος· ποιήσεται δὲ ὁ κατήγορος τὰς ἀντιθέ‐ σεις ἀπὸ τῶν παρειμένων καὶ ἀπὸ τῶν πεπραγμένων, ἅπερ ἀμφότερα παρὰ Δημοσθένει εὑρήσομεν· ἀπὸ μὲν
15τῶν πεπραγμένων, ὡς ἐν τῷ κατὰ Μειδίου· μέλλοντος γὰρ εἰπεῖν Μειδίου λέγει· ἔστι δὲ πρῶτον μὲν ἐκεῖνο οὐκ ἄδη‐ λος ἐρῶν ἐξ ὧν ἰδίᾳ πρός τινας αὐτὸς διεξιὼν ἀπηγγέλλετό μοι, ὡς εἴπερ ἀληθῶς ταῦτα ἐπεπόνθειν, ἃ λέγω, δίκην ἰδίως μοι προσῆκεν αὐτῷ λαβεῖν τῶν μὲν ἱμα‐
20τίων καὶ τῶν χρυσῶν στεφάνων τῆς διαφθορᾶς καὶ τῆς παρὰ τὸν χορὸν πάσης ἐπηρείας, βλάβης· ὧν δὲ εἰς τὸ σῶμα ὑβρίσθαι φαμὲν, ὕβρεως· ἀπὸ δὲ τῶν παρ‐ ειμένων, ἃ ἰσχυρὰ ὁ φεύγων προβάλλεται, ἐὰν εἰσάγειν δέῃ μὴ ἐᾷν εἰσάγειν αὐτὸν, ἢ διασύρειν τὴν εἰσαγωγὴν,
25ὡς αὐτὸς Δημοσθένης ἐν τῷ αὐτῷ κατὰ Μειδίου πεποί‐ ηκεν, ἐν οἷς φησιν· μὴ δὴ τοῦτο λέγειν αὐτὸν ἐᾶτε, ὅτι καὶ δίκας ἰδίας μοι δίδωσιν ὁ νόμος, δίδωσι γὰρ ἀλλ’ ὡς οὐ πεποίηκεν, ἃ κατηγόρηκα, ἢ πεποιηκὼς περὶ τὴν ἑορτὴν ἀδικεῖ, τοῦτο δεικνύτω· τὸν αὐτὸν δὲ τρόπον
30καὶ ἐπὶ τοῦ ἱεροσύλου δυνησόμεθα ἐρεῖν· λέγοντος γὰρ500

4

.

501

τοῦ φεύγοντος, ὅτι ἰδιωτικὰ τὰ χρήματα, διασύρων ὁ κατήγορος ἐρεῖ, ὡς ἀφεῖσθαι ὁ φεύγων ἀξιοῖ, ἐπειδὴ ἐκ τύχης ἰδικοῖς περιέπεσε χρήμασι, μὴ τοῦτο λεγέτω· ἀλλ’ ὡς οὐ παρῆλθεν εἰς τὸ ἱερὸν, οὐδ’ ἐπὶ τὸ λαβεῖν τι τῶν
5ἀναθημάτων εἰσῆλθες. Μαρκελλίνου. Ὁ πρῶτος λέγων, ἔστι δὲ ὁ κα‐ τήγορος ἢ ὁ τὴν δωρεὰν αἰτῶν, ἀπαντήσεται τῷ ἀνθο‐ ρισμῷ ἐξ ἀνάγκης· γίνεται δὲ ἐκ τῶν πεπραγμένων ὁ ἀνθορισμός· τοῦ γὰρ φεύγοντος καὶ ἀντιλέγοντος τῇ αἰ‐
10τήσει ἰσχυριζομένου τοῖς παραλειφθεῖσι καὶ παρειμένοις τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ διὰ τούτων ἢ ἀπολο‐ γουμένου ἢ τὴν αἴτησιν ἐκβάλλοντος, πάλιν αὖθις ὁ κα‐ τήγορος ἢ ὁ αἰτῶν, σχῆμα γὰρ, ὅπερ εἶπον, καὶ οὕτως ἔχει κατηγόρου, τοῖς πεπραγμένοις περιπλακήσεται· τῶν
15δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους τὸ μὲν πέπρακται ἐν ὅρῳ, τὸ δὲ λείπει· καὶ τῷ μὲν κέχρηται ὁ κατήγορος, τῷ δὲ ὁ φεύγων· ἐκ τῶν πεπραγμένων οὖν ἔχει πᾶσαν τὴν εὐπο‐ ρίαν ὁ κατήγορος, καθάπερ ἐκ τῶν παρειμένων ὁ φεύ‐ γων καὶ ὁ ἀντιλέγων τῇ δωρεᾷ· θήσεται τοίνυν καὶ αὐ‐
20τὸς τὸν ἴδιον ὅρον, ὅ ἐστι τὸν ἀνθορισμόν· εἰ μὲν εἴη κατηγορία, ἀπὸ τῶν πεπραγμένων τῷ φεύγοντι τὸ ἔγ‐ κλημα ἀποδεικνὺς, ὅπερ ἔστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, τὸ γὰρ πεπραγμένον λέγει εἶναι αὐτὸ τὸ ἐπαγόμενον ἔγ‐ κλημα, καὶ οὐδὲν διαφέρει· εἰ δὲ αἴτησις εἴη δωρεᾶς, τὸν
25ἴδιον ὅρον ὁ κατήγορος, ὅ ἐστι τὸν ἀνθορισμὸν, ἐκ τῶν ἑαυτῷ πεπραγμένων κατασκευάσει σεμνυνόμενος, καὶ φήσει τοῦτο εἶναι κατάλυσιν τυραννίδος τὸ παῦσαι τὴν πόλιν δουλεύουσαν· διέλωμεν ὅρον παραδείγματος ἕνεκα· ἥρπασέ τις ὡς βιασόμενος, ἀφῆκεν ἄφθορον, ὑπάγεται
30νόμῳ τῷ κατὰ βιαίου· ἐρεῖ τοίνυν ὁ κατήγορος τῇ
προβολῇ χρώμενος ἐνταῦθα μετὰ καὶ τῆς προφάσεως τοῦ501

4

.

502

ῥητοῦ, ὅτι ἐβιάσω καὶ δεινόν τι πέπραχας καὶ παράνο‐ μον καὶ τυραννίδι μᾶλλον ἢ δημοκρατίᾳ πρέπον, καὶ ἐφ’ ᾧ θάνατον ὥρισεν ὁ τὸν νόμον θεὶς, τοῖς ἴσοις κο‐ λάζων τὸν βίαιον, οἷς τοὺς ἀνδροφόνους καὶ τοὺς μοι‐
5χοὺς καὶ τοὺς μέγιστα κακουργοῦντας· πρὸς ὃ λέξει ὁ φεύγων, ὅτι οὐ διέφθειρα· βιάσασθαι δέ ἐστι τὸ χρή‐ σασθαι καὶ συγκαθευδῆσαι τῇ κόρῃ· ταῦτα δὲ πάντα ἐκ τῶν παρειμένων ὅροι εἰσίν· πρὸς ὃ πάλιν ὁ κατήγο‐ ρος καθολικῶς ἀνθοριεῖται, ὅτι οὐ τὸ χρήσασθαί ἐστι
10τὸ βιάσασθαι, ἀλλὰ τὸ ἁρπάσαι, τὸ λαβεῖν πρὸς ἑαυ‐ τόν· τὸ καταφρονοῦντα φανῆναι. Καὶ ἐπὶ αἰτήσεως διέ‐ λωμεν ὅρον· φιλόσοφος πείσας τύραννον καταθέσθαι τὴν τυραννίδα αἰτεῖ τὴν δωρεάν· οὐκοῦν ἡ προβολὴ, ὅτι ἔπαυσα τὴν τυραννίδα καὶ πολλῶν δεινῶν τὴν πόλιν
15ἀπήλλαξα, πρὸς ὃ λέξει ὁ ἀντιλέγων, ἀλλ’ οὐκ ἀνῄρη‐ κας· τοῦτο δέ ἐστι καταλῦσαι τυραννίδα τὸ ἀνελεῖν· πά‐ λιν καθολικῶς ἡ κατασκευὴ τοῦ ὅρου, ὁμοίως δὲ καὶ τοῦ ἀνθορισμοῦ· ἐρεῖ γὰρ ὁ αἰτῶν, ὅτι καθαίρεσίς ἐστι τυ‐ ραννίδος τὸ παῦσαι, ὅπως ἂν δύναταί τις, τὴν τυραν‐
20νίδα.
21nὉ συλλογισμὸς συνάγει ἄμφω· μηδὲν γὰρ ἀλλήλων διαφέρειν ταῦ‐
22nτα ἀγωνιεῖται ὁ τὴν δωρεὰν δηλαδὴ αἰτῶν· καὶ καθόλου ὃν
23nτρόπον ἔφαμεν τὴν ἀντίληψιν τῇ μεταλήψει μάχεσθαι, τὸν αὐτὸν
24nτρόπον καὶ ὁ συλλογισμὸς τῷ ὅρῳ πανταχοῦ· καὶ ἔνθα ἂν ὁπο‐
25nτερῳοῦν αὐτῶν ὁπότερον μέρος χρήσεται, τῷ λοιπῷ τὸ ἕτερον
26nχρήσεται πάντως.
27 Συριανοῦ. Μετὰ τὸν ὅρον καὶ ἀνθορισμὸν ἐπ‐ άγει τὸν συλλογισμὸν ὁ κατήγορος, ὃς ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ ἐοικέναι πως τῷ διαλεκτικῷ συλλογισμῷ·
30ὥσπερ γὰρ ἐκεῖνος συνάγει τόδε κατὰ τοῦδε, οἷον ὅτι
πᾶν ζῶον ἔμψυχον, πᾶν ἔμψυχον οὐσία, πᾶν ἄρα ζῶον502

4

.

503

οὐσία, συνάγει οὖν τὴν οὐσίαν κατὰ τοῦ ζώου· οὕτως καὶ ὁ ῥητορικὸς συλλογισμὸς, συνδετικὸς ὢν τοῦ τε ὅρου καὶ τοῦ ἀνθορισμοῦ, συνάγει τὸ λεῖπον καὶ τὸ πε‐ πραγμένον· τοῦ γὰρ ὅρου ἐκ τῶν λειπόντων ὄντος, καὶ
5τούτοις, ὡς ἐδείξαμεν, ἰσχυριζομένου· τοῦ δὲ ἀνθορισμοῦ ἐκ τῶν πεπραγμένων, ὁ συλλογισμὸς ἀμφότερα συνδεῖ, καί φησιν, ὡς ἴσον ἐστὶν ἢ οὐδὲν διαφέρει τοιῶςδε ἢ τοιῶςδε ὑβρίζειν εἴς τινα ἢ ἀδικεῖν. Ἐὰν μὲν οὖν μὴ πολὺ λείπεται τὸ παρὰ τοῦ φεύγοντος εἰργασμένον τοῦ
10παρὰ τοῦ κατηγόρου λεγομένου, ἐροῦμεν, ὡς ἴσον ἔστι τόδε τῷδε· τὸ γὰρ ἐπανατείνασθαι συνεχῶς κατ’ αὐτοῦ τὰς χεῖρας, ἴσον ἐροῦμεν τῇ διὰ τῶν πληγῶν ὕβρει. Ἐὰν δὲ πολὺ λείπεται, ἐροῦμεν, ὡς οὐδὲν διαφέρει τοῦτο ἐκεί‐ νου· ὡς ἐπὶ τούτου νόμος τὸν ἐξιόντα στρατηγὸν ἐπὶ
15πόλεμον, εἰ ἔχοι θυγατέρα, παρατίθεσθαι τῷ συστρα‐ τήγῳ τὴν θυγατέρα· λαβὼν ἐκεῖνος ἐβιάσατο, ἐπαν‐ ελθὼν ὁ στρατηγὸς κρίνει αὐτῶν δημοσίων ἀδικημάτων, ὁ δὲ ὡς βιασάμενος τὰς χιλίας ἀξιοῖ διδόναι· ἐνταῦ‐ θα γὰρ, ἐπειδὴ τὸ λέγειν, ὡς ἴσον ἐστὶ τὸ βιάσασθαι
20τοῦ στρατηγοῦ τὴν θυγατέρα τῷ λιμένας καὶ τείχη προ‐ δοῦναι, δοκεῖ πῶς ἀναίσχυντον εἶναι, ἐροῦμεν, ὡς οὐδὲν διαφέρει τοιῶςδε ἢ τοιῶςδε τὴν πόλιν ἀδικεῖν· στρατη‐ γοῦ γὰρ παρανομοῦντος, ἡ χώρα σύμπασα τῶν ἀδικη‐ μάτων ἀνάπλεως. Πλατύνεται δὲ ὁ συλλογισμὸς τῷ ἀπὸ
25τέλους τόπῳ καὶ ἐκφράσει· τῷ μὲν ἀπὸ τοῦ τέλους, οἷ‐ ον ὡς ἐπὶ τοῦ φιλοσόφου· σκοπεῖται γὰρ, τίς ἡ καθαί‐
ρεσίς ἐστι τοῦ τυράννου, πότερον τὸ φόνους ἐργάσα‐503

4

.

504

σθαι παμπόλλους, ἢ τὸ τὴν πόλιν ἐλευθέραν ἀποδεῖ‐ ξαι τῶν ἐκ τυραννίδος χαλεπῶν· ἔγωγε οἶμαι τοῦτο· εἰ γὰρ οἱ φόνοι τὴν τυραννοκτονίαν ἐβεβαίουν, ἔδει καὶ τοὺς ἀνδροφόνους ταῖς τῶν τυραννοκτόνων τιμᾶσθαι
5δωρεαῖς· νῦν δὲ οἱ μὲν τὰς ἐκ τῶν νόμων ὑπέχουσι τιμω‐ ρίας, οἱ δὲ τοὺς δήμους ἐλευθεροῦντες, πανταχοῦ τί‐ μιοι, ὅπερ ἐμοὶ τετολμημένον εὑρήσεις· εἶτα συνάψει τὴν ἔκφρασιν, ἐκφράζων, ὅσα διὰ τὴν ἀπαλλαγὴν τοῦ τυράν‐ νου κατέχει τὴν πόλιν ἀγαθά· σκέψασθε γὰρ, ἡλίκη πε‐
10ριέστηκε τῇ πόλει εὐδαιμονία ἀντὶ τῆς πρότερον βα‐ ρυδαιμονίας, νεὼς μὲν καὶ τεμένη θεῶν προςηκούσης θεραπείας τυγχάνουσι, πάντων εὖ βεβιωκότων, βουλὴ δὲ τὰ λυσιτελοῦντα τῇ πόλει προβουλευσαμένη τὸν δῆ‐ μον ἐπιψηφίζειν ὅσα τοῖς εὐνομουμένοις πρόςφορα
15καταναγκάζει· καὶ οἱ μὲν εὖ δρῶντες τὴν πατρίδα περίβλεπτοι καθεστήκασιν ἐπὶ ταῖς τιμαῖς, οἱ δὲ τῆς μοχθηρίας ἐρασταὶ τὰς κατ’ ἀξίαν ἐκ τῶν νόμων ὑπ‐ έχοντες τιμωρίας σωφρονεστέρους ἀεὶ τοὺς τῶν παρα‐ πλησίων ἐφιεμένους ἐργάζονται· εἶτα τὸν τῆς τοσαύ‐
20της τῶν ἀγαθῶν φορᾶς ἐμπλήσαντα τὴν πόλιν οὐ φή‐ σει τις ἄξιον εἶναι τῆς δωρεᾶς; καὶ πῶς οὐκ ἄτοπον; Λυθήσεται δὲ ὁ συλλογισμὸς ὑπὸ τοῦ φεύγοντος με‐ ταλήψει· οἷον, ἀλλ’ οὐχὶ τὸ πεῖσαι τὸν τύραννον λόγοις ἤδη καὶ τυραννοκτονίαν ὀνομαστέον· ἐκποδὼν μὲν γὰρ
25ἐκεῖνος τῷ τεθνάναι καταστὰς τῶν περὶ τοὺς πολίτας ἀδικημάτων ὑπεῖχε τὴν δίκην, καὶ τὸ λοιπὸν ἐλευθέραν
δέους ἀπειργάζετο τὴν πόλιν, ἔτι δὲ περιὼν ἀτιμώρη‐504

4

.

505

τόν τε τὴν πονηρίαν ἐπιδείκνυσιν, καὶ μικρὸν ὕστερον πάλιν δορυφόρους συλλέξει, καὶ τὴν ἀκρόπολιν αὖθις πε‐ ρισκοπήσει, καὶ τὰ τοιοῦτα. Ὁ μὲν ὅρος καὶ ὁ ἀνθο‐ ρισμὸς χωρίζει τὰ πραχθέντα καὶ τὰ παρειμένα, ἑκατέ‐
5ρου ἀφοριζομένου πρὸς τὸ ἰδίᾳ χρήσιμον· τοῦτο γὰρ ἴδι‐ ον ὅρου, ὡς ἔφαμεν, τὸ χωρίζειν ἀπὸ τῶν ὁμοίων τὸ ὑποκείμενον. Ἔστω παράδειγμα ὁ εὐνοῦχος ὁ ἐπ’ ἀλλο‐ τρίᾳ γυναικὶ ἁλούς, καὶ μοιχείας κρινόμενος· ὁ μὲν γὰρ, καθὰ εἴρηται, μοιχείας εἶναι τὸ συνελθεῖν τῇ γυναικὶ
10λέξει, καὶ τὸ ποιῆσαι ταῦτα, ἅπερ ἐστὶν ἀνδρῶν· ὁ δὲ, ἐμοὶ, φήσει, τούτων πέπρακται οὐδὲν ἐν τῷ κεκωλύσθαι ὑπὸ τῆς φύσεως· ὁ δὲ κατήγορος ἀνθοριεῖται ἐκ τῶν πεπραγμένων, μοιχείαν λέγων, οὐ τὸ συγγενέσθαι μόνον, ἀλλὰ καὶ τὸ προσπαῖξαι τῇ γυναικὶ καὶ λόγους προσ‐
15αγαγεῖν καὶ περὶ τούτου πεῖσαι, καὶ εἰς αὐτὴν ἐλθεῖν τὴν οἰκίαν, καὶ ὁμιλῆσαι τῇ γυναικί· οὐκοῦν ὁ συλλο‐ γισμὸς, ἐν τούτῳ καθεστώσης τῆς ἀμφισβητήσεως, ἐν τῷ ἀπ’ ἀλλήλων χωρίζειν, τοὐναντίον ποιεῖ, συνάγων ἑκά‐ τερα, ἴσον τὸ ἔγκλημα καθίστησιν, οὐδὲν διενήνοχε λέ‐
20γων, ἀλλ’ ἴσον εἶναι λέγων τόδε τῷδε· οἷον, τὸ εἰσελ‐ θεῖν πρὸς τὴν γυναῖκα τῷ διαφθεῖραι, καὶ τὸ τύπτειν τῷ ἐπανατείνασθαι τὰς χεῖρας· ἄμφω γὰρ κατὰ τὸ ἐναντίον ἐπιχειρήσουσιν, ὁ μὲν ἴσον εἶναι τὸ πεπραγμέ‐ νον, ὁ δὲ μὴ ἴσον εἶναι ἀποδεικνύειν· ὁ γὰρ συλλογισμὸς,
25ὅπερ εἰρήκαμεν, τὰ παρειμένα συνάγει τοῖς πεπραγμέ‐ νοις, μηδὲν ἀλλήλων διαφέρειν ἀγωνιζόμενος καὶ ἀναι‐ ρῶν τὴν ἐν τῷ ὅρῳ τοῦ ἀντιδίκου δύναμιν. Λαμβάνει μέν‐ τοι τὴν κατασκευὴν ὁ συλλογισμὸς ἐκ τῆς ἀποβάσεως· ἑνὸς γὰρ ὄντος τοῦ τέλους, ὁ χρώμενος ἴσον λέγει τὸ πεπρα‐
30γμένον τῷ παρειμένῳ, ὡς ἐπὶ τοῦ φιλοσόφου· ἐρεῖ γὰρ505

4

.

506

ἀδιάφορον εἶναι, εἴ τε ξίφει τις εἴτε λόγῳ τὴν τυραννί‐ δα καταλύσει· πάλιν τὸ βιάσασθαι τῷ δημοσίᾳ ἴσον, ὡς ἐπὶ τοῦ βιασαμένου τὴν τοῦ πρεσβευτοῦ κόρην ἀπο‐ δημοῦντος καὶ κρινομένου δημοσίων· καὶ ἐπὶ τοῦ εὐνού‐
5χου, οἷον τί ἂν ἐποίησεν ὁ μοιχός; πάντως τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν καὶ συνελθεῖν τῇ γυναικί· τοῦτο τοίνυν πεποίηκε καὶ ὁ εὐνοῦχος. Ἰστέον δὲ, ὡς τὸ μικρὰ ἢ με‐ γάλα ἀδικεῖν διαφέρει κατὰ πολύ. Διαφυλακτέον, ὡς καὶ Συριανός φησιν, ἐν τοῖς τοιούτοις, ἵνα μὴ τὰ λίαν
10μικρὰ ἴσα εἶναι τοῖς πάνυ μεγάλοις λέγωμεν· ἀπίθανον γὰρ τὸ τοιοῦτο καὶ εὔηθες λέγειν, ὅτι τῇ τῶν τειχῶν κα‐ τασκαφῇ καὶ τῇ τῶν τριήρων προδοσίᾳ ἴση ἐστὶν ἡ βία· ἴσον μὲν οὖν ἐπὶ τῶν τοιούτων οὐκ ἐροῦμεν, ἀλ‐ λὰ μεθοδεύσομεν οὕτω· καὶ τοῦτο κἀκεῖνο δημόσιον ἀδί‐
15κημα, οὐδὲν δὲ διαφέρει μικρῶς ἢ μεγάλως βλάψαι τὴν πόλιν, ἐπεὶ καὶ ὁ στρατηγὸς τὸ σχῆμα σώζων τῆς ὅλης πόλεως ἐπρεσβεύσατο· οὕτω γὰρ καὶ τὸ ἀπίθανον φεύ‐ γομεν, οἷον τὸ λέγειν ἴσον τὸ μικρὸν τῷ μεγάλῳ συλ‐ λογισμῷ καὶ τῷ χρώμεθα πιθανῶς· ληπτέον δὲ τὰς τοῦ
20ἴσου ἢ ἀνίσου συστάσεις ἀπὸ τῆς ὁμοιότητος καὶ τῆς τῶν πραττομένων ποιότητος· πάλιν δὲ τὰς ποιότητας τῶν πραττομένων ληψόμεθα ἀπὸ τῆς ἕξεως τῆς περὶ τὸ σῶ‐ μα καὶ τὴν ψυχὴν, ἀπὸ τῶν ἐπιτηδευμάτων, ἀπὸ τῆς τύχης· οἷον, εἰ ἀγαθοὶ ἀμφοῖν εἰ πονηροὶ, εἰ μισοῦν‐
25τες ἐξίσης ἄμφω πεποιήκασιν, ἴσον ἐπ’ ἀμφοῖν τὸ κακούργημα· εἰ ἀμφότεροι φιλοῦντες, ἴσον ἐπ’ ἀμφοῖν τὸ εὐεργέτημα· εἰ ἀσθενεῖς ἄμφω, εἰ δυστυχοῦντες ἠδί‐ κησαν· εἰ εὖ ἐποίησαν· δεχόμεθα δὲ καὶ ἀπὸ καιροῦ ποιότητος τὸ ἴσον, οἷον, εἰ ἄμφω ἐν εἰρήνῃ εἰ ἄμφω
30κατὰ πόλεμον· ἔστι καὶ ἀπὸ τῆς τοῦ τόπου ποιότητος,
εἰ ἄμφω ἐν ἱερῷ ἢ βεβήλῳ· ἔστι καὶ ἀπὸ τῆς ὕλης, εἰ506

4

.

507

μετὰ τῆς ἴσης ἄμφω παρασκευῆς· ἔστι καὶ ἀπὸ τρόπου ποιότητος, εἰ ἄμφω λάθρα ἢ φανερῶς, εἰ μετ’ ἐπιει‐ κείας ἢ βίας· ἔστι καὶ ἀπὸ τῆς αἰτίας, εἰ μετὰ τῆς αὐ‐ τῆς ἀμφότεροι γνώμης καὶ προαιρέσεως· ἔστι καὶ ἀπὸ τῆς
5ἐκβάσεως, ὅτ’ ἂν τὰ ἀπὸ τοῦ πράγματος ἑπόμενα ἴσα ὄντα ἐπιδεικνύωμεν. Τὰ δὲ ἑπόμενα τὴν τῶν αἱρετῶν ἢ φευκτῶν ἔχει φύσιν· τὰ δὲ αἱρετὰ ἢ περὶ σῶμα, ἢ περὶ ψυχὴν ἢ τὰ ἐκτὸς, καὶ τὰ φευκτὰ ὁμοίως· οἷον οὐδὲν διενήνοχε τύπτοντα ὑβρίζειν ἢ τὰς χεῖρας ἐπανατεινά‐
10μενον· καὶ ἴσον τῷ ἱερὰ κλέψαι τὸ ἐξ ἱεροῦ ὑφελέσθαι· ταῦτα δὲ τὰ εἰρημένα εἰς σύστασιν τοῦ συλλογισμοῦ οὐ μόνον ἐπὶ τῆς στάσεως ἐξετάζομεν, ἀλλὰ καὶ ἔνθα ἂν ὅλως συλλογιζώμεθα· εἴπωμεν ἐνθύμημα συλλο‐ γισμοῦ· ἔστω δὲ ζήτημα τὸ τοῦ εὐνούχου· ἐροῦμεν τοί‐
15νυν· καὶ μὴν ὅσα τῷ προπηλακίζοντι κόρην ἐλευθέραν ὑπάρχει, καὶ τοῦτο προσῆν τὸ πλῆθος τῶν συναιρουμέ‐ νων, τὸ μηδένα λόγον πεποιῆσθαι τῶν νόμων, τὸ και‐ ρὸν ἐπιτηρῆσαι πρὸς τὴν ἁρπαγὴν ἐπιτήδειον, τὸ τῆς οἰ‐ κίας ἀποσπᾶσθαι τὴν παῖδα· προσῆν δὲ καὶ ταύτῃ καὶ
20τῷ γένει τὰ τῶν ὑβριζομένων· ἡ μὲν γὰρ ἐθρήνει συνει‐ λημμένη· οἱ δὲ μεστοὶ θορύβου καὶ ταραχῆς ἐβόων δι‐ εξιόντες, οἷα πεπόνθασιν. Εἰδέναι δὲ χρὴ, ὅτι κατηγο‐ ροῦντας μὲν ἢ αὐταῖς ταῖς λέξεσι τῶν ἐγκλημάτων δεῖ χρῆσθαι· οἷον αὐτῇ τῇ ἱεροσυλία καὶ τῷ δημοσίῳ ἀδι‐
25κήματι, ἢ καὶ πικροτέραις, ἐὰν δυνώμεθα, ἀπολογουμέ‐ νους δὲ συστέλλειν τὰ ὀνόματα καὶ κλοπὴν μὲν τὴν ἱε‐ ροσυλίαν ὀνομάζειν, ἀδίκημα δὲ τὴν δημοσίαν ὁρίζεσθαι βλάβην. Οὕτω καὶ Δημοσθένης τῶν ἐγκλημάτων τὰ μέ‐ γιστα μετριωτέροις ὀνόμασι συνεσκίασε περὶ τοῦ Διο‐
30πείθους λέγων, ἢ τῶν Φιλιππικῶν· τὸ μὲν λῃστεύειν
ἀπείργειν προσειπὼν, τὸ δ’ ἁρπάζειν προσαιτεῖν καὶ507

4

.

508

δανείζεσθαι· καὶ ὁ Πλάτων δὲ πεποίηκε Κρίτωνα συμ‐ βουλεύοντα, καὶ ὅμως οὐ φυγὴν, ἀλλ’ ἀναχώρησιν κα‐ λοῦντα τὸ πρᾶγμα. Διαφέρει δὲ ὁ συλλογισμὸς τὸ κε‐ φάλαιον αὐτῆς τῆς στάσεως, ὅτι τὸ μὲν κεφάλαιον ἀτε‐
5λὲς, τελείως εἰς ταύτην ἄγει, ὁ δὲ συλλογισμὸς τέλειον τελείῳ, ὡς ἐπὶ τοῦ ἐκ πόρνης καὶ πόρνου· οὐ γὰρ τὸ ἐκ πόρνου μέρος ἐστὶ τοῦ ἐκ πόρνης, ἀλλὰ τέλειόν τι. Καὶ ἔνθα ἂν ὁποτέρῳ γοῦν αὐτῶν ὁπότερον μέρος, τοῦτό τινες διαβάλλουσιν ὡς οὐ καλῶς εἰρημέ‐
10νον ἐνταῦθα· οὐδὲ γὰρ δυνατὸν ἐν ὅρῳ τὸν κατήγορον ὅρῳ χρήσασθαι, οἷον ὅτι καὶ ἐπὶ τῶν ἄλλων στάσεων· διὰ γὰρ τοῦτο οὐκ εἶπεν, ὅτι τοῦ φεύγοντος χρωμένου τῷ ὅρῳ, ἀλλ’ ὁποτέρῳ αὐτῶν ὁπότερος χρήσεται· ὡς βουλόμενος σημᾶναι, ὅτι καὶ ἐν ταῖς ἄλλαις στάσεσιν,
15ἐν αἷς ὅρος εὑρίσκεται κεφάλαιον, τῷ συλλογισμῷ λύσε‐ ται, εἴτε ἀπὸ τοῦ διώκοντος, εἴτε ἀπὸ τοῦ φεύγοντος.
17nἩ γνώμη τοῦ νομοθέτου ὑπ’ ἀμφοῖν πρὸς τὸ οἰκεῖον συμφέρον
18nἐξετασθήσεται.
19Συριανοῦ. Ἕπεται τῷ συλλογισμῷ ἡ τοῦ νομο‐
20θέτου γνώμη, κοινὸν ἀμφοτέρων τῶν μερῶν κεφάλαιον. Εἰ μὲν οὖν ἔχοιμεν νόμον συνηγοροῦντα τῷ προκειμένῳ πράγματι, θέντες αὐτοῦ τὸ ῥητὸν, οὕτω τὴν διάνοιαν ἐξετάσομεν, διὰ πάντων συναγωνιζόμενον ἡμῖν τὸν νομο‐ θέτην δεικνύοντες· εἰ δὲ μὴ ἔχοιμεν νόμον, ἐπὶ τὰς
25καλουμένας εὐλόγους αἰτίας καταδραμούμεθα, ὡς καὶ τῶν νόμων ἀποδεχομένων τὸ πρᾶγμα καὶ τῆς τοῦ νομο‐ θέτου διανοίας οὐ πόῤῥω τῶν ἡμῖν πεπραγμένων βλε‐ πούσης· ὥσπερ καὶ ὁ Δημοσθένης ἀπορῶν νόμου πρὸς τὰς
εὐλόγους αἰτίας μεταβαίνει καί φησι· τίς γὰρ νόμος508

4

.

509

τοσαύτης ἀδικίας καὶ μισανθρωπίας μεστός; καὶ τὸ ἑξῆς· καὶ πάλιν ἀλλαχοῦ τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ. Πλατύνομεν δὲ τὴν γνώμην τοῦ νομοθέτου τῇ τε
5ἐξετάσει τοῦ προκειμένου νόμου καὶ ταῖς εὐλόγοις αἰ‐ τίαις, τῶν τε ὁμοίων νόμων τῇ παραθέσει. Σωπάτρου. Ἡ τοῦ νομοθέτου γνώμη κοινόν ἐστι κεφάλαιον· χρῆσιν δὲ τοιαύτην ἔχει. Ἤτοι γὰρ τὸ ῥητὸν μέσον ἐστὶν οὐδ’ ὁποτέρῳ μετακλινόμενον τῶν μικρῶν,
10ὅτε καὶ ἑκατέρῳ προσάγεται τῶν μερῶν καὶ ἡ διάνοια ἐπ’ ἀμφοῖν ἐρευνᾶται, ὡς ἐπὶ τοῦ φιλοσόφου τοῦ τύ‐ ραννον καθελόντος τῷ λόγῳ, ἢ θατέρῳ τῶν μερῶν βοη‐ θοῦν· εἰ μὲν οὖν μὴ φανερῶς τῷ ἑτέρῳ βοηθεῖ, χρήσεται ἅτερος καὶ τῷ ῥητῷ καὶ τὴν διάνοιαν ἐξετάσει τοῦ νομο‐
15θέτου· ἐὰν δὲ μὴ συμβάληται ἡμῖν τὸ ῥητὸν, σιωπή‐ σαντες τὸ ῥητὸν ταῖς διανοίαις ἑαυτοῦ χρησόμεθα· ὡς καὶ Δημοσθένης ἐποίησεν ἐν τῷ περὶ στεφάνου· νόμου γὰρ ὄντος τὸν ὑπεύθυνον μὴ στεφανοῦν, καὶ ἑτέρου νό‐ μου, μὴ ἐν τῷ θεάτρῳ στεφανοῦσθαι τὸν ὑπὸ τοῦ δή‐
20μου στεφανούμενον, ἀλλ’ ἐν τῇ πνυκὶ, ὁ μὲν Αἰσχίνης καὶ τὰ ῥητὰ καὶ τὴν γνώμην καὶ τὴν διάνοιαν ἐξήτασεν, ἵνα μὴ, φησὶ, ψευδῆ φιλοτιμίαν κτᾶται ὑπὸ τοῦ δήμου στεφανούμενος, τούτου χάριν ἐκώλυσεν ἐν τῷ θεάτρῳ, φησὶν, ὁ νομοθέτης τὴν ἀνάῤῥησιν· ὁ μέντοι Δημοσθέ‐
25νης τὴν γνώμην νόμον ἔθηκε λέγων· ὅτι τὸν αὐτὸν ἔχει ζῆλον ὁ στεφανούμενος, ὅπου ἂν ἀναῤῥηθῇ, τοῦ δὲ τῶν στεφανούντων ἕνεκα συμφέροντος ἐν τῷ θεάτρῳ γίνεται τὸ κήρυγμα· περὶ δὲ τοῦ μὴ τὸν ὑπεύθυνον στεφανοῦσθαι ὁ μὲν Αἰσχίνης τὸ ῥητὸν προσήνεγκεν, ὁ δὲ Δημοσθένης
30τὸ μὲν ῥητὸν ἐσιώπησε παντελῶς, τῇ δὲ τοῦ ῥητοῦ δια‐
νοίᾳ κέχρηται φάσκων· οὐ παρὰ ὧν ἐπέδωκα ὑπεύθυνός509

4

.

510

εἰμι, ἀλλὰ παρὰ ὧν ἦρξα καὶ πεπολίτευμαι πάντα τὸν βίον, παρὰ ὧν δὲ ἐπέδωκα οὐδὲ μίαν. Μαρκελλίνου. Μέμφονταί τινες τῇ τάξει τῶν κεφαλαίων, λέγοντες τὴν πηλικότητα καὶ τὸ πρός τι δεῖν
5πρὸ τῆς τοῦ νομοθέτου γνώμης τάττειν, ὡς ἂν τελευταία αὕτη τὰ προειρημένα ἐπισφραγίσῃ· ἀλλὰ φαμὲν, ὡς πάνυ αὕτη καλλίστη ἡ τοῦ τεχνικοῦ τάξις· ἀποδεικτικῆς γὰρ οὔσης ταύτης, αὐξητικῶν δὲ τῆς πηλικότητος καὶ τοῦ πρός τι, εἰ‐ κότως τὸ ἀποδεικτικὸν τῶν αὐξητικῶν προετάγη· ἄλλοι
10δὲ προτάττουσι τὴν πηλικότητα τῆς γνώμης λέγοντες, ὅτι ὁ συλλογισμὸς εἰς ἴσον ἄγει τὰ παρειμένα τοῖς προ‐ αχθεῖσι, δηλονότι αὔξων τὰ πεπραγμένα· ἐπειδὴ οὖν καὶ ἡ πηλικότης καὶ τὰ πρός τι αὐξητικά εἰσι, διὰ τοῦτο δεῖ συνάψαι τὴν πηλικότητα τῷ συλλογισμῷ, ἵνα μὴ διατέ‐
15μωμεν τὴν αὔξησιν· ἰστέον δὲ, ὅτι κοινὸν ἀμφοτέρων καὶ τουτὶ τὸ κεφάλαιον· οὐκ ἐν ὅροις δὲ μόνον ἐμπίπτει, ἀλλὰ πανταχοῦ, ἔνθα ἂν ἐμπίπτῃ νόμος, ταύτῃ χρησό‐ μεθα· χρὴ γὰρ τὴν τοῦ τεθέντος νομοθέτου γνώμην ἐπισκοπεῖν καὶ ἀναπλάττειν πρὸς τὸ οἰκεῖον συμφέρον
20τὸν ῥήτορα· ἔνθα μὲν οὖν εἰς ἀπόδειξιν ἑτέρου τινὸς πράγματος παραλαμβάνεται τὸ ῥητὸν, τοῦτο δὲ προσέ‐ θηκα διὰ τὰς νομικὰς, ἐπειδὴ ἐν ἐκείναις πᾶσαν ἐν ἑαυ‐ τῷ τὸ ῥητὸν ἔχει τὴν ἐξέτασιν, οὐχ ἑτέρου τινὸς ἕνεκα παραλαμβανόμενον, ἢ τῷ ἑτέρῳ τῶν ἀγωνιζομένων εὑρί‐
25σκεται βοηθοῦν, ἢ κοινὸν ἐν μέσῳ κείμενον, ἀμφοτέρων μὲν προτεινόντων τὸ ῥητὸν, περὶ δὲ τὸ πραχθὲν οὔσης τῆς ζητήσεως, εἰ τοῦτό ἐστι τὸ πραχθὲν, ὅπερ ὁ νόμος διώρισεν· οἷον τὸν καθελόντα τύραννον αἰτεῖν δωρεὰν, ἀνῆλθέ τις ὡς ἀποκτενῶν τύραννον, ἰδὼν ὁ τύραννος τα‐
30ραχθεὶς ἔφυγεν, ἄλλος ἐντυχὼν ἀπέκτεινε καὶ ἀμφισβη‐
τοῦσι τῆς δωρεᾶς ὅ τε πρῶτος ἐγχειρήσας καὶ ὁ σφάξας·510

4

.

511

ἐνταῦθα γὰρ ἄμφω μὲν προτείνουσι τὸ ῥητόν· ζητεῖται δὲ εἰ τοῦτο πέπρακται παρὰ τοῦ αἰτοῦντος, ὅπερ ὁ νό‐ μος ὥρισεν· οὐδετέρῳ γὰρ ἰδίως τὸ ῥητὸν περὶ τὴν τοῦ ὑποκειμένου ζήτησιν συμβάλλεται. Ἐὰν μὲν οὖν, ὅπερ εἶ‐
5πον, κοινὸς ᾖ ὁ νόμος, τῷ μὲν γεγραμμένῳ οὐδ’ ἕτερος χρήσεται, οὐδὲν γὰρ μᾶλλον πρὸς αὐτοῦ ἢ τοῦ ἐναντίου ἔσται τὸ ῥητὸν ἀναγινωσκόμενον, ἐπὶ δὲ τὴν τοῦ νομο‐ θέτου γνώμην ἑκάτερος τρέψεται, καὶ ταύτην ἀναπλά‐ σει πρὸς τὸ οἰκεῖον συμφέρον· οἷον ὁ μὲν αἰτῶν τὴν
10δωρεὰν ἐρεῖ, ὅτι τὸν τὴν τυραννίδα παύσαντα, καὶ τὴν ἐλευθερίαν ἀνακτησάμενον καὶ τοὺς νόμους ἀποδόντα τῇ πόλει, καὶ αὖθις ἐπαναγαγόντα τὴν πολιτείαν ἄξιον τοῦ γέρως ἡγήσατο· ὁ δὲ τὸ ἐναντίον ἐρεῖ, ὅτι τὸν διαχρη‐ σάμενον ἐπὶ τὸ γέρας καλεῖ, τὸν ἀμυνόμενον, τὸν τῷ νό‐
15μῳ πολεμίῳ τέλος ἐπιθέντα τῆς ἀρχῆς, οὐχ ὕποπτον αὖ‐ θις· δεῖ δὲ καὶ γοργὸν καὶ ἐναγώνιον ἐν τούτοις εἶναι τὸν λόγον καὶ πιθανὴν εἶναι τὴν διάνοιαν καὶ μὴ ἁπλῶς παράδοξον· ἐὰν δὲ τῷ ἑτέρῳ μέρει ὁ νόμος βοηθῇ, ὁ μὲν θαῤῥῶν αὐτῷ τὴν ἀνάγνωσιν ποιήσεται, καὶ δεύτερον
20αὐτὰ διεξελεύσεται τοῖς δικάζουσιν, ὡς ἐν τῷ κατὰ Ἀρι‐ στοκράτους, καὶ συνάψει τὴν διάνοιαν ἀκόλουθον· οὐ γὰρ ἀπείρηται τῷ τὸ ῥητὸν ἔχοντι, καὶ τῇ διανοίᾳ χρή‐ σασθαι· ἀμέλει ἑκάστῳ νόμῳ καὶ τὴν διάνοιαν προστί‐ θησιν ἐξ ἐνθυμημάτων λογισμοὺς ἀποδιδοὺς καὶ συνιστάς·
25καὶ ἐν τῷ κατὰ τοῦ Τιμοκράτους λέγων τὸν νόμον περὶ τοῦ μὴ ἐξεῖναι ἱκετεύειν, ἐπάγει καὶ τὴν διάνοιαν φάσκων, ὡς ὁ νομοθέτης ᾔδει τὴν φιλανθρωπότητα καὶ τὴν πρᾳό‐ τητα τὴν ἡμετέραν· εἰ δὲ μὴ ἔχοι, ἀρκεσθήσεται τῷ ῥη‐ τῷ· ὁ δὲ μὴ θαῤῥῶν τῷ ῥητῷ, διανοίας εὐπορήσει τι‐
30νὸς, ἣν ἀντιθήσει τῷ νόμῳ, εἴγε μέλλοι μάχεσθαι πρὸς511

4

.

512

αὐτόν· εἰ δὲ μὴ τοῦτο ἔσται, Δημοσθενικῆς δεῖ τῆς δει‐ νότητος καὶ βίας· μάχεται μὲν γὰρ οὐκέτι πρὸς τὸ ῥη‐ τὸν, αὐτὸ δὲ τὸ ῥητὸν ὑπὲρ ἑαυτοῦ δεῖξαι πειράσεται, ὅπερ ἐν τῷ περὶ τοῦ στεφάνου πεποίηκεν ὁ ῥήτωρ· Αἰ‐
5σχίνου γὰρ παραθεμένου τὸν Διονυσιακὸν νόμον καὶ διὰ τούτου παράνομον τὴν ἀνάῤῥησιν τὴν ἐν τῷ θεάτρῳ κατασκευάζοντος, ὁ Δημοσθένης τοσοῦτον ἴσχυσεν, ὥστε καὶ ὑπὲρ αὐτοῦ δεῖξαι τὸν νόμον καὶ περιτρέψαι εἰς τοὐ‐ ναντίον τῷ Αἰσχίνῃ τὴν συκοφαντίαν, δι’ ὧν ἐκεῖνος
10παρανομῶν ἐγράψατο τὸ Κτησιφῶντος ψήφισμα. Ὅπερ οὖν εἰρήκαμεν, ἐὰν μὲν θαῤῥοῦμεν τῷ ῥητῷ καὶ συμ‐ φωνεῖ τοῖς παρ’ ἡμῶν λεγομένοις, καὶ αὐτὸ ἀναγνωσό‐ μεθα τὸ ῥητὸν καὶ τὴν διάνοιαν ἐπάξομεν· ὥσπερ ὁ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος τὸν περὶ τοῦ μὴ δεῖν
15ὑπεύθυνον στεφανοῦσθαι νόμον παρεχόμενος ἐξήτασε καὶ τὴν γνώμην, μεθ’ ἧς τοῦτο ἐκέλευσε· φησὶ γὰρ, ὡς ἐν τοῖς ἔμπροσθε χρόνοις τινὲς ἄρχοντες τὰς μεγίστας ἀρ‐ χὰς καὶ τὰς προσόδους διοικοῦντες καὶ δωροδοκοῦντες περὶ ἕκαστα τούτων προσλαμβάνοντες τοὺς ἐπὶ τοῦ
20βουλευτηρίου ῥήτορας καὶ τοὺς ἐκ τοῦ δήμου πόῤῥωθεν προκατελάμβανον τὰς εὐθύνας ἐπαίνοις καὶ στεφάνοις καὶ κηρύγμασι. Κατιδὼν δή τις ταῦτα νομοθέτης τί‐ θησι νόμον μάλα καλῶς ἔχοντα, τὸν διαῤῥήδην ἀπαγο‐ ρεύοντα, τοὺς ὑπευθύνους μὴ στεφανοῦν· ἐὰν δὲ μὴ συμ‐
25φωνῇ τοῖς ὑφ’ ἡμῶν λεγομένοις τὸ ῥητὸν, τὴν μὲν ἀνά‐ γνωσιν αὐτὴν τῶν ῥημάτων οὐ προβαλώμεθα, τῇ δὲ δια‐ νοίᾳ χρησόμεθα πρὸς τὸ συμφέρον· εἰ δὲ μηδὲ αὕτη ἡ ἐξέτασις ἡμῖν συμβάληται, ἡ τῆς διανοίας, ἐπὶ τὴν δια‐
βολὴν τῆς γνώμης ἐνίοτε, εἰ καιρὸν ἔχομεν, τρεψόμεθα,512

4

.

513

καθάπερ ὁ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου παρ‐ εχόμενος Φιλίππου ἐπιστολὴν ἔφη· ἀκούσατε, ὦ ἄνδρες, ὡς σαφῶς δηλοῖ καὶ διορίζεται ἐν τῇ πρὸς ἡμᾶς ἐπιστο‐ λῇ πρὸς τοὺς ἑαυτοῦ συμμάχους, ὅτι ταῦτα ἐγὼ πεποίη‐
5κα ἀκόντων Ἀθηναίων καὶ λυπουμένων, ὥστε εἴπερ εὖ φρονεῖτε, ὦ Ἀθηναῖοι καὶ Θετταλοὶ, τούτους μὲν ἐχθροὺς ὑπολήψεσθε, ἐμοὶ δὲ πιστεύετε· σημειωτέον δὲ, ὅτι καὶ μὴ ὄντος ῥητοῦ πολλάκις ἐμπίπτει γνώμη νομοθέτου· καὶ ὅτι ῥητοῦ ὄντος διπλῆ καὶ ἡ διάνοια· ἡ μὲν πρὸς τὸ
10ῥητὸν, ἡ δὲ πρὸς τὸ προκείμενον πρᾶγμα· τούτῳ γὰρ καὶ διαφέρει ἡ διάνοια ἡ πρὸς τὸ ῥητὸν τῆς γνώμης τοῦ νομοθέτου, ὅτι ἡ μὲν γνώμη τοῦ νομοθέτου πρὸς τὸ προκείμενον λαμβάνεται, εἴτε ἔγκλημα, εἴτε εὐεργέτημα, καὶ ἕλκομεν τὴν διάνοιαν πρὸς τὸ οἰκεῖον χρήσιμον,
15ἐκείνη δὲ πρὸς αὐτὸ τὸ ῥητόν· πανταχοῦ γὰρ ἔνθα ῥη‐ τὸν, καὶ διάνοια ἀκολουθεῖ· ἰστέον δὲ κἀκεῖνο, ὅτι οὐ μόνον ἐν ταῖς νομικαῖς εὑρίσκεται διάνοια ῥητοῦ, ἀλλὰ καὶ ἐν ἄλλαις στάσεσι· καὶ οὕτω μὲν ἡ τοῦ νομοθέτου διάνοια ἑκατέρωθεν ἐξετάζοιτο, ὡς εἴρηται· δοκεῖ δέ πως
20ἐκ τούτου ἀνακύπτειν τι ἄτοπον· εἰ γὰρ τοῦ νόμου σα‐ φῶς τι διαγορεύοντος ἡμεῖς ἕτερον ἀντεισάγομεν, οὐ συνι‐ στάναι τι τῶν ζητουμένων, ἀλλ’ ἀντινομοθετεῖν δόξο‐ μεν· πῶς οὖν καίπερ ἐξετάζοντες τὴν γνώμην τοῦ νομο‐ θέτου τὸ τοιοῦτο διαφευξόμεθα; ὅτ’ ἂν αὐτὴν τὴν ἐξέ‐
25τασιν ἔθει παραδεδομένην δείξωμεν καὶ οὐκ οἴκοθεν οὐδὲ ἀπ’ ἰδίας κρίσεως, ἀλλ’ ἀπὸ παραδείγματος αὐτὴν εἰσ‐ άγωμεν· ὡς ἐν τῷ περὶ τοῦ στεφάνου ἔδειξεν ἡμῖν τὴν τοιαύτην μέθοδον ὁ Δημοσθένης· μετὰ γὰρ τὸ ἐξετάσαι τὴν γνώμην πρὸς τὸ ἑαυτοῦ χρήσιμον, φεύγων τὴν αἰ‐
30τίαν ταύτην, ἐκ τῶν παραδειγμάτων εἰσήνεγκεν εἰπών·
ὅτι οὐδὲ οὕτως ταῦτα οὐ μόνον ἐν τοῖς νόμοις, ἀλλὰ καὶ513

4

.

514

ἐν τοῖς ἡμετέροις ἤθεσι διώρισται, ἐγὼ ῥᾳδίως πολλαχό‐ θεν δείξω. πρῶτον γὰρ Ναυσικλῆς στρατηγῶν ἐφ’ οἷς ἀπὸ τῶν ἰδίων προεῖτο πολλάκις ἐστεφανοῦτο, εἶθ’ ὅτε τὰς ἀσπίδας Διότιμος ἔδωκε, καὶ πάλιν Χαρίδημος ἐστε‐
5φανοῦτο, εἶθ’ οὑτοσὶ Νεοπτόλεμος πολλῶν ἔργων ἐπι‐ στάτης γενόμενος ἐφ’ οἷς ἔδωκε τετίμηται· καὶ οὐ μόνον ἐκ τοῦ ἔθους καὶ τοῦ παραδείγματος συνέστησεν, ἀλλὰ καὶ ἐνθυμήματος εἰπών· σχέτλιον γὰρ ἂν εἴη τοῦτό γε, εἴ τῳ τινὰ ἀρχὴν ἄρχοντι ἢ διδόναι τῇ πόλει τὰ ἑαυτοῦ
10διὰ τὴν ἀρχὴν μὴ ἐξέσται, ἢ τῶν δοθέντων ἀντὶ τοῦ κομίσασθαι χάριν εὐθύνας ὑφέξει· καὶ σκόπει ἐν τούτῳ, πῶς οὐ τοῦ ἐφαρμόττοντος τῷ ὑποκειμένῳ πρῶτον ἐμνή‐ σθη, ἀλλ’ ἀπὸ τῶν μειζόνων ἤρξατο, ἵνα δείξαντος αὐτοῦ, ὅτι καὶ ἐπὶ τῶν μεγίστων τὸν ὑπεύθυνον στεφανοῦσθαι
15ἔξεστι, τὸ ὅτι καὶ ἐπὶ ἥττοσιν ἐφεῖται παραδέξωνται ῥᾳ‐ δίως· διὰ τοῦτο πρῶτον μὲν Ναυσικλῆς στρατηγὸς ὢν ἔφη, εἶτα Διότιμος τὰς ἀσπίδας, εἶθ’ ὅτι καὶ Χαρίδημος, εἶτα τέταρτον ἐπήγαγε τὸ παραπλήσιον τῷ ἐγκαλουμένῳ, ὅτι καὶ Νεοπτόλεμος πολλῶν ἔργων ἐπιστάτης, καὶ οὐδὲ ἁπλῶς
20τοῦτο, ἀλλὰ μετ’ αὐξήσεως, πολλῶν γὰρ εἶπεν ἐπιστάτης, οὐχ ἑνός· ὥστε καὶ ἡμῖν εἶναι παράγγελμα μὴ εὐθὺς τοῖς ἐφαρμόττουσι τῷ οἰκείῳ ἐπιτρέχειν, ἀλλ’ ἕτερα ἔχοιμεν προτάττειν, ἵνα μᾶλλον ὃ βουλόμεθα παραδέξων‐ ται οἱ κρίνοντες· κἀνταῦθα δὲ πάλιν οὐ μόνον ἐν τοῖς
25οἰκείοις, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις χρήσεται παραδεί‐ γματι· κἀκεῖνο ἔτι προστίθημι τῇ ἐξετάσει τῆς γνώμης, ὅτι ἑκατέρας τῆς ἐξηγήσεως τῆς κατὰ γνώμην τοῦ νομο‐ θέτου σύγκρισιν ποιουμένους τὴν μὲν τοῦ ἀντιδίκου διαι‐ ρεῖν καὶ διαβάλλειν χρὴ, τὴν δὲ αὐτῶν συνιστάνειν, οἷον·
30τίς γάρ ἐστι νόμος τοσαύτης ἀδικίας καὶ μισανθρωπίας
μεστὸς, ὥστε τὸν δόντα τι τῶν ἰδίων καὶ ποιήσαντα514

4

.

515

πρᾶγμα φιλάνθρωπον καὶ φιλόδωρον τῆς χάριτος ἀπο‐ στερεῖν, ἐπὶ τοὺς συκοφάντας δὲ ἄγειν καὶ τούτους ἐπὶ τὰς εὐθύνας ὧν δέδωκεν ἐφιστάνειν· διὰ μὲν γὰρ τούτου τὸν Αἰσχίνην ἀνεῖλε καὶ διέβαλε τῆς γνώμης τοῦ νο‐
5μοθέτου τὴν ἐξέτασιν, δι’ ἐκείνης δὲ πάλιν τὴν ἑαυτοῦ συνέστησεν εἰπών· ἀλλ’ οὗτος συκοφαντῶν, ὅτι ἐπὶ τῷ θεωρικῷ τότε ὢν ἀπέδωκα τὰ χρήματα, ἐπῄνεσεν αὐ‐ τόν φησιν ὑπεύθυνον ὄντα· οὐ περὶ τούτων γε οὐδενὸς ὧν ὑπεύθυνος ἦν, ἀλλ’ ἐφ’ οἷς ἐπέδωκα, ὦ συκοφάντα·
10καὶ ταῦτα μὲν ἀπὸ τῆς τῶν ἀρχαίων παρασκευῆς παρε‐ θέμεθα· δεικτέον δὲ καὶ ἐν πλάσματι τοῦ νομοθέτου τὴν γνώμην· προκείσθω δὲ τὸ τοῦ εὐνούχου· οὐκοῦν ἐροῦμεν τὴν γνώμην τοῦ νομοθέτου οὕτως· ὅτι μισεῖ τὴν βίαν ὁ νομοθέτης, οὐ τὸ ἔργον μόνον σκοπῶν, ἀλλὰ
15καὶ τὴν διάνοιαν τοῦ προελομένου καὶ τολμήσαντος· ἀ‐ νάγκη γὰρ τὸν τοιοῦτον καὶ ἐν ἑταιρίαις εἶναι καὶ συνω‐ μοσίαις, ἵνα ἔχῃ τοὺς βοηθήσοντας· καὶ πάλιν ἐπὶ τοῦ ἱεροσυλίας κρινομένου λέξομεν· ἀπὸ μὲν τοῦ φεύγοντος, ὅτι ὁ νόμος τῆς ἱεροσυλίας τοῖς τὰ ἱερὰ ὑφελομένοις
20ὥρισται· βούλεται γὰρ φυλάττεσθαι τοῖς θεοῖς τὰ ἀνα‐ θήματα καὶ μένειν τὸν κόσμον τῶν ἱερῶν, ἀλλὰ μὴ ἀπο‐ συλᾶσθαι μηδὲ ἀπόλλυσθαι τὰ μνημόσυνα καὶ μαρτύρια τῆς τῶν ἀναθέντων φιλοτιμίας· ἀπὸ δὲ τοῦ κατηγόρου, ὅτι γελοῖον, εἰ πᾶσαν τὴν σπουδὴν ὁ νομοθέτης ὑπὲρ
25ἀναθημάτων ἐποιήσατο, ὥσπερ τι τῶν θεῶν ἐκ τῆς ὑφαιρέσεως βλαπτομένων ἢ ἐλαττουμένων ἢ ζημιουμένων, ἀλλὰ δηλονότι τὴν ἀπόνοιαν ἐμίσησε τῶν ἱεροσύλων καὶ τὴν τῶν θεῶν καταφρόνησιν· καὶ γὰρ οἱ ἄλλοι νομοθέ‐ ται τοὺς λάθρα εἰς οἰκίαν εἰσελθόντας ἀλλοτρίαν καὶ
30ἐπὶ κλέμμασιν ἁλόντας θανάτῳ ἐζημίωσαν οὐ διὰ τὰ515

4

.

516

κλαπέντα· τοὺς γοῦν ἔξω κλέψαντας οὐ ταύτῃ τῇ τιμω‐ ρίᾳ κολάζουσιν, ἀλλὰ διὰ τὴν ὑπόνοιαν καὶ τόλμαν τοῦ ἐγχειρήματος· ἰστέον δὲ ὡς ἡ τοῦ νομοθέτου διάνοια εἰς κατασκευὴν λαμβάνεται ἢ τοῦ ἴσου ἢ τοῦ ἀνίσου ἐξ ἐν‐
5δόξου κρίσεως λαμβανομένη· ὁ μὲν γὰρ κατήγορος λέγει, ὅτι ὁ νομοθέτης ὡς περὶ τῶν ἴσων καὶ τῶν αὐτῶν διε‐ νοήθη, ὁ δὲ τοὐναντίον, ὅτι οὐχ ὡς περὶ ὁμοίων οὐδὲ ἴσων ἔδοξεν, ἀλλ’ ὡς πάμπολυ διεστηκότων· μεθοδευτέον δὲ τὸ κεφάλαιον ἀπὸ τῆς τελικῆς προθέσεως· χρὴ γὰρ
10ἐπιδεικνύειν ἑκάτερον, ὅτι εἰ μὲν, ὡς αὐτὸς ὁ λέγων φη‐ σὶν, οὕτως ἐγίνωσκεν ὁ νομοθέτης, ἀκόλουθα τοῖς ἄλλοις νομοθέταις ἐγίνωσκεν καὶ δίκαια καὶ συμφέροντα καὶ εὐπρεπῆ καὶ δόξαν ἔχοντα· εἰ δὲ, ὥς φησιν ὅτι ἀντίδικος, καὶ τοῖς ἄλλοις νόμοις ἐναντία ἐδόξασε καὶ ἄδικα καὶ
15ἀσύμφορα καὶ αἰσχρά· οἷον τῶν πληγῶν ἕνεκα ἐμίσει τοὺς ὑβριστὰς ὁ νομοθέτης, δεινὸν γὰρ ἡγήσατο τὴν ὕβριν τοῦ σώματος, καὶ ἐκ τῆς πληγῆς καὶ τραύματα ἂν γενέσθαι προσεδόκησε καὶ θανάτους, ὑπὲρ τοίνυν τῆς τοῦ σώματος ἀσφαλείας τιμωρίαν ὥρισεν.
20nἩ πηλικότης ὅτι μέγα τὸ γεγονὸς ἀποδείξει.
21 Συριανοῦ. Κοινὸν κεφάλαιον καὶ ἡ πηλικότης, ὅπερ καλοῦσιν ἔνιοι καὶ μέγα καὶ ποσόν· περιέχει δὲ αὔ‐ ξησιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὥσπερ καὶ ἡ προβο‐ λή· διαφέρει δὲ τῇ τάξει, καὶ τῷ ἐκεῖ μὲν ὡς ὁμολογου‐
25μένων αὐτῶν αὔξησιν γίνεσθαι, ἐνταῦθα δὲ μετασκευῆς αὐτὰ τιθέναι καὶ τρόπον τινὰ ἀνακεφαλαίωσιν εἶναι τῶν ἐν τῇ προβολῇ ῥηθέντων τὴν πηλικότητα· οὐ πᾶσιν οὖν τοῖς περιστατικοῖς μορίοις ἐπεξελεύσεται, μόνῳ δὲ τῷ
περιέχοντι ποσῷ· ὁ μὲν γὰρ κατήγορος ἀεῖ τοῖς πεπρα‐516

4

.

517

γμένοις ἰσχυριζόμενος ἐν τῇ πηλικότητι καὶ τὰ λείποντα ὑπὸ τοῦ πεπραγμένου δείξει περιεχόμενα, καὶ τὸ πᾶν μέ‐ γεθος αὐτῷ περιθήσει· ὁ δὲ φεύγων τοὐναντίον μειώσει τὸ πεπραγμένον, καὶ μᾶλλον ὑπὸ τῶν λειπόντων αὐτὸ
5δείξει περιεχόμενον· οἷον ὁ μὲν φιλόσοφος ἐρεῖ κατηγό‐ ρου τάξιν ἐπέχων τῷ πρώτως λέγειν· λογίσασθε, ὦ ἄν‐ δρες δικασταὶ, πότερον ἡ τυραννοκτονία τὴν εὐνομίαν περιέχει καὶ τὴν ἐλευθερίαν, ἢ τοὐναντίον τῶν νόμων ἡ βεβαιότης καὶ τὸ τῆς γνώμης τῶν εὖ πολιτευομένων ἐ‐
10λεύθερον· οὐδὲ τὴν ἀρχὴν ἔφεσίν τινα τυραννίδος ἐγγί‐ νεσθαι τοῖς ἐνοικοῦσι συγχωρεῖ, ἐγὼ μὲν γὰρ οἶμαι τοῦ‐ το· ἀναιρεθεὶς μὲν γὰρ ὁ τύραννος πολλοὺς ἴσως ἕξει τοὺς διὰ συγγένειαν ἢ φιλίαν τὰ παραπλήσια τῆς πατρί‐ δος φρονήσοντας, καὶ τυραννίδος ἐργαστήριον τὴν πό‐
15λιν ἐπιδείξοντας· φρονήσας δὲ τὰ βέλτιστα καὶ τὴν ἀδι‐ κίαν τῶν κακῶν τὸ κεφάλαιον ἐγνωκὼς οὔτ’ αὐτὸς τούτοις ἐπιχειρεῖν ἅπερ ἔσχατα τῶν κακῶν οἴεται τολμήσει, οὔτ’ ἄλ‐ λον τινὰ τοιαῦτα κακουργοῦντα περιόψεται· τούτοις μὲν οὖν καὶ τοῖς τοιούτοις λογισμοῖς ὁ φιλόσοφος χρώμενος
20τὸ παρ’ αὐτοῦ πεπραγμένον μέγα τε καὶ περιέχον ἀποδείξει, ὁ δὲ ἀντιλέγων κατὰ μείωσιν προάξει τὴν πηλικότητα, καὶ μᾶλλον τὸ λεῖπον περιεκτικώτερον ἀποδείξει τοῦ πεπραγμέ‐ νου λέγων· εἶτα τῶν ὅπλων οὐχ ἁψάμενος, οὐ τὸν τύραν‐ νον ἀπεκτονὼς, οὐ κίνδυνον οὐδένα κινδυνεύσας ὑπὲρ τῆς
25πατρίδος τῶν ἀριστέων αἰτεῖς τὰς δωρεάς· καὶ πῶς οὐκ ἀλόγιστον· οὐ γὰρ εἰ δεδοικὼς ἐκεῖνος τοὺς ἐφεδρεύον‐ τας αὐτῷ τῶν πολιτῶν καὶ τὸ τῆς τύχης εὐμετάβολον
ὑφορώμενος τοῖς παρὰ σοῦ λόγοις πείθεσθαι ἐσκήψα‐517

4

.

518

το, ἤδη που καὶ τῶν τυραννοκτόνων καρποῦσθαι, τὰ γέ‐ ρα δίκαιος ἂν ὑπάρχοι· ἐκεῖνοι μὲν γὰρ τὴν παρανο‐ μίαν ἐκκόψαντες, καὶ κακῶν Ἰλιάδος τὴν πόλιν ἐλευ‐ θερώσαντες, εἰκότως σοβαροὶ παρίασιν ἐπὶ τὸ βῆμα,
5τῷ μεγέθει τῶν κινδύνων ἐφάμιλλον κομίζεσθαι καὶ τὴν δωρεὰν ἐσπουδακότες· σὺ δὲ τιμωρίας ἐλεύθερον τὸν κοινὸν ἀλάστορα ἀφεὶς καὶ διαδρᾶναι τὸν λυμεῶ‐ να παρεσκευακὼς σεμνόν τι διαπεπρᾶχθαι νομίζεις· ἔστι δὲ τὸ κεφάλαιον ἐπιλογικὸν, καὶ θαυμάζειν οὐ χρὴ, εἰ
10καὶ ἐν μέσοις τοῖς ἀγῶσιν ἐπιλογίζεσθαι δεῖ· καὶ γὰρ ὁ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους πρῶτον θεὶς τὸ νόμιμον ἐπιλογίζεται, εἶτα τὸ δίκαιον ἐξετάσας καὶ ἐπιλογισάμενος πάλιν τὸ πρέπον διεξελθὼν ἐπιλογίζεται· ἔξεστιν οὖν καὶ κατὰ κεφάλαιον ἐπιλογίζεσθαι, καὶ μετὰ
15τὴν πλήρωσιν τῶν ἀγώνων ἐπάγειν τοὺς ἐπιλόγους, ὡς ἐν τῷ κατὰ Τιμοκράτους ὁ ῥήτωρ ποιεῖ. Σωπάτρου καὶ Μαρκελλίνου. Ἐζήτησάν τινες, διατί ἀμφοτέρων αὐξητικῶν ὄντων, τῆς τε πηλικότητος καὶ τοῦ πρός τι, μὴ ἓν κεφάλαιον γέγονεν, ἀλλὰ δύο·
20πρὸς οὓς ὁ Ἀθανάσιός φησιν· ὅτι ὥσπερ δύο τῆς συγκρί‐ σεως εἴδη τὸ μὲν συγκριτικὸν, τὸ δὲ ὑπερθετικὸν, οὕτω καὶ τῆς αὐξήσεως κατὰ σύγκρισιν προϊούσης καὶ αὐτῆς δύο τρόποι· καὶ ἡ μὲν πηλικότης ἀναλογεῖ τῷ ὑπερθετικῷ, τὸ δὲ πρός τι τῷ συγκριτικῷ· τούτῳ δὲ τῷ λόγῳ ἀναστρέφεται ἡ
25τάξις τοῦ τεχνικοῦ καὶ εὑρεθήσεται τὸ πρός τι πρῶτον τῆς πηλικότητος· ἡμεῖς δὲ φαμὲν, ὅτι ἐπειδὴ εἶπεν ὁ τεχνι‐ κὸς, ἡ πηλικότης μέγα τὸ γεγονὸς ἀποδείκνυσιν, ἐνόμισεν
αὐτὸν λέγειν μέγιστον ἐν ὑπερθετικῷ λόγῳ· οὐκ ἔχει δ’518

4

.

519

οὕτως· τὸ γὰρ μέγα οὐ μόνον οὐκ ἔστιν ὑπέρθεσις, οὐδὲ συγκριτικὸν, ἀλλ’ ἁπλοῦν· διῄρηται δ’ ἡ αὔξησις εἰς δύο· ἐπειδὴ γὰρ δύο τινὰ ἐν τῷ ὅρῳ, τὸ μὲν πεπραγμένον, τὸ δὲ ζητούμενον, πεπραγμένον μὲν τὸ καθῃρῆσθαι τὴν τυ‐
5ραννίδα, ζητούμενον δὲ, εἰ τοῦτο τυραννοκτονία, πᾶσα ἀνάγκη καὶ τὴν αὔξησιν αὐτὴν διχῆ τέμνεσθαι, πῆ μὲν αὐτὸ ἐφ’ ἑαυτοῦ τὸ πεπραγμένον αὐξανόντων ἡμῶν, πῆ δὲ τῇ πρὸς τὸ παραβαλλόμενον συγκρίσει· οὐκοῦν ἡ μὲν πηλικότης τὴν ἁπλῆν τοῦ ὑποκειμένου καὶ πεπραγμένου
10αὔξησιν ἔχει, τὸ δὲ πρός τι κατὰ σύγκρισιν· οἱ μὲν οὖν τὸ πρός τι πρῶτον λέγοντες δεῖν τάττεσθαι τοῦτό φασι, τοῦ ἐν συγκρίσει μεῖζόν τι οὐκ ἂν εἴη μέγα τελείως· πολ‐ λάκις γοῦν φαμεν εἶναι μύρμηκα μέγαν, ὡς πρὸς σύγκρι‐ σιν τοῦ γένους τῶν μυρμήκων ἀφορῶντες· τὸ οὖν πρός
15τι, φασὶ, τὸ κατὰ σύγκρισιν ἔχει μέγεθος οὐ μέγα τε‐ λείως, ἡ δὲ πηλικότης τὸ κατὰ φύσιν καὶ τέλειον· προ‐ ταχθήσεται οὖν, φησὶ, τὸ πρός τι τῆς πηλικότητος· ἀεὶ γὰρ αἱ αὐξήσεις ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ μείζω χω‐ ροῦσι· καὶ ταῦτα μὲν πιθανὰ, ὁ δὲ Ἑρμογένης ἀληθε‐
20στέρῳ λόγῳ τινὶ καὶ φυσικῷ προτάττει τὴν πηλικότητα τοῦ πρός τι· δεῖ γὰρ πρότερον τὴν ἑκάστου φύσιν κατα‐ μαθόντας οὕτω τὴν πρὸς τὸ ἕτερον ποιεῖσθαι παράθε‐ σίν τε καὶ ἀντεξέτασιν· οὗ γὰρ τὴν φύσιν οὐκ ἐπιστά‐ μεθα, πῶς ἂν τοῦτο πρὸς ἕτερον παραβάλλοιμεν; διὰ
25μὲν οὖν τῆς πηλικότητος αὐτὰ ἐφ’ ἑαυτῶν τὰ πράγματα αὔξομεν, διὰ δὲ τοῦ πρός τι ἑτέροις ἀντεξετάζοντες· ὥστε ἡ πηλικότης πρὸ τοῦ πρός τι ταχθήσεται· Ἁρποκρατίων δὲ ἀδιάφορον εἶναι βούλεται τὴν τάξιν, κἂν μὲν εἴη πι‐ θανὴ, φησὶν, ἡ κατὰ τὸ πρός τι ἀντεξέτασις, προτα‐
30κτέον τὸ πρός τι, ἵν’ ἀπὸ τῶν πιθανῶν ἀρξώμεθα, ὥ‐
σπερ ἐπὶ τοῦ φιλοσόφου· λέγει γὰρ, ὅτι μεῖζον τὸ ἄνευ519

4

.

520

σφαγῶν· ἐὰν δὲ ἀπίθανος εἴη ἡ τοιαύτη ἐξέτασις, προ‐ τακτέον τὴν πηλικότητα, ἵνα μὴ ἀπὸ τῶν ἀπιθάνων ἀρ‐ ξώμεθα· οἷον ἐξ ἱεροῦ τις φιάλην ὑφείλετο, καὶ κρίνεται ἱεροσυλίας· οὐ γὰρ ἐγχωρεῖ λέγειν, ὅτι μεῖζον τὸ ἐξ ἱεροῦ
5λαβεῖν τοῦ ἐκ τῶν τεμένων, πῶς δὲ θεραπεύειν τὰ τοι‐ αῦτα ἐν τῷ πρός τι λεχθήσεται· μετὰ δὲ τὴν τοῦ νομο‐ θέτου γνώμην κατ’ ἀκολουθίαν ἕπεται ἡ πηλικότης· κατασκευάσαντες γὰρ τὸν συλλογισμὸν καὶ τὴν πίστιν προςθέντες ἀπὸ τῆς τοῦ νομοθέτου γνώμης, εἰκότως ἐπὶ
10τὴν αὔξησιν ἥξομεν καὶ δείνωσιν τοῦ ἐγκλήματος· ἡ μὲν γὰρ γνώμη ἔτι τῆς ζητήσεως καὶ τῆς κατασκευῆς ἔχεται τοῦ πράγματος, ἡ δὲ πηλικότης αὔξησιν ἐπαγγέλλεται· τὸ μὲν γὰρ ἔτι ἀδήλου ὄντος αὔξειν καὶ τὴν τοῦ δρά‐ σαντος προαίρεσιν διαβάλλειν ἢ τοὐναντίον ἐγκωμιάζειν,
15μάταιον καὶ σφόδρα ἄλογον· τὸ δὲ μετὰ τὸν ἔλεγχον ἐξαίρειν τὸ πεπραγμένον εὔλογον καὶ πιστικὸν τῷ δικά‐ ζοντι· ἡ πηλικότης οὖν αὔξει τὸ γεγονὸς δεινοῦντος τοῦ κατηγόρου καὶ μεγαλοποιοῦντος τὸ ἔγκλημα ἢ τὸ εὐερ‐ γέτημα· ἐκ δὲ τῶν ἐναντίων τοῦ φεύγοντος μειοῦντος·
20ἐξ ὧν δὲ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους αὐξήσομεν, ἐκ τῶν αὐτῶν καὶ τὴν πηλικότητα ἐργασόμεθα. Καὶ ἔτι πρῶ‐ τος μὲν τόπος τῶν αὐξητικῶν ἐπιχειρημάτων ὁ ἀπὸ τῆς ποσότητος· ἔτι δὲ οὗτος τοιοῦτος, ὅτ’ ἂν δι’ ἑνὸς τοῦ πραχθέντος, πολλὰ ἔχωμεν ἢ τὰ κακουργηθέντα ἢ τὰ
25εὐεργετηθέντα δεικνύναι· δεύτερον ἀπὸ τοῦ ποιοῦ, οἷον τίνι διαφέρει, πότερον τῇ πόλει ἢ τῷ παθόντι· καὶ πό‐ τερον δημοσίᾳ τὴν πόλιν ἠδίκησεν, ἢ εὐηργέτησεν, ἢ ἰδίᾳ ὁ τοῦτο ποιήσας· κατασκευάσομεν δὲ ταῦτα ἀπὸ τῶν τελικῶν· ἀπὸ τοῦ εὐδόξου εἰ τύχοι, ὅτι δόξαν πολ‐
30λὴν τὸ πραχθὲν προξενεῖ τῇ πόλει ἢ ἀδοξίαν καὶ ὕβριν· ἀπὸ τοῦ καλοῦ, ὅτι καλὸν τὸ πεπραγμένον ἢ πάλιν αἰ‐ σχρόν· ἀπὸ τῶν παρακολουθούντων τῇ πράξει· ἔστι δὲ
ταῦτα, ὡς πολλάκις δεδήλωται, πρόσωπον, τόπος, τρόπος,520

4

.

521

χρόνος, αἰτία, γνώμη, κατὰ δὲ Πορφύριον καὶ καιρὸς, καὶ ὕλη, καὶ ἰδιότης, ἡλικία, ἀξία, ἐπιτήδευσις, τύχη· τὸ εἰκὸς τοῦ καιροῦ, τὸ εἰκὸς τοῦ τρόπου· τὸ εἰκὸς τοῦ τόπου, τὸ εἰκὸς τῆς αἰτίας· ἀπὸ προσώπου· οἷον, ὑμεῖς
5γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, Λακεδαιμονίων γῆς καὶ θα‐ λάττης ἀρχόντων καὶ τὰ κύκλῳ τῆς Ἀττικῆς κατεχόντων ἁρμοσταῖς καὶ φρουραῖς, Τάναγραν, Εὔβοιαν, τὴν Βοιω‐ τίαν ἅπασαν· ἀπὸ τοῦ τόπου, εἰ γὰρ οὐκ ἐν παραβύστῳ ἀλλ’ ἐν ἐπιφανείᾳ γέγονεν ἡ πρᾶξις, μέγα τὸ ἀδίκημα
10διὰ τὸ ἐπίσημον τοῦ χωρίου· ἀπὸ τοῦ καιροῦ, εἰ γὰρ ἐν χρείᾳ ὄντα ἠδίκησεν ἢ εὖ ἐποίησε, μέγα τὸ ἀδίκημα ἢ εὐεργέτημα· ἀπὸ τοῦ τρόπου, εἰ ῥᾳδίως ἢ χαλεπῶς, ἢ πειθοῖ, ἢ βίᾳ· ἑκάτερον γὰρ αὐξήσεις, τὸ μὲν ὑπερο‐ χὴν σημαίνειν τῆς τοῦ πεποιηκότος ἀνδρείας, τὸ δὲ τέ‐
15χνης ὑπερβολὴν ἢ συνέσεως· ἀπὸ τῆς ὕλης, ἔχοι τι θαυ‐ μαστὸν κατὰ τὰς ἀφορμὰς ἢ παράδοξον· ἀπὸ τῆς αἰτίας, εἰ γὰρ διὰ πρόφασιν γέγονε σφόδρα ἐπαινουμένην ἢ ψεγο‐ μένην, μέγα τὸ πραχθὲν, ὥσπερ ἡ κατάλυσις τῆς τυραν‐ νίδος δι’ ἐλευθερίαν· ἀπὸ τῆς γνώμης, οἷον εἰ εὐνοῶν, ἢ
20δύσνους ὤν· ἀπὸ ποσότητος κατὰ πρόσωπον, ὅτι εἰς πολ‐ λοὺς ἀνθρώπους ἢ ὠφέλεια, ἢ βλάβη· κατὰ χρόνον, ὅτι εἰς πολλοὺς διατείνει χρόνους, ὡς ἐπὶ τοῦ καταλύσαντος τὴν τυραννίδα, ὅτι ἀΐδιος ἡ εὐεργεσία, οὐδεὶς γὰρ ἔτι τυραννήσει, ἑκόντος τούτου τὴν τυραννίδα ἀποῤῥίψαντος·
25ἀπὸ ποσότητος κατὰ τὰ ἑπόμενα, ὅτι μεγάλα τὰ ἐπακο‐ λουθοῦντα καὶ πολλά· ἀπὸ ἰδιότητος, ὅταν λέγωμεν, ὅτι πρῶτος ἢ μόνος τὰ τοιαῦτα ἐτόλμησεν· ὡς ὁ Δημοσθέ‐ νης ἐν τῷ περὶ τοῦ στεφάνου· καὶ μὴν ὅτι πολλοὺς μὲν ἐστεφανώκατε ἤδη τῶν πολιτευομένων ἅπαντες ἴστε· δι’
30ὅντινα δὲ ἄλλον ἡ πόλις ἐστεφάνωται σύμβουλον λέγω521

4

.

522

καὶ ῥήτορα, πλὴν δι’ ἐμὲ, οὐδ’ ἂν εἷς εἰπεῖν ἔχοιτε· ἀπὸ τῆς ἡλικίας, εἰ νέος ὢν ἢ γέρων, εἰ θαῤῥαλέος ἢ εὐλα‐ βής· ἀπὸ τῆς ἀξίας, εἰ ἰδιώτης ἢ ἄρχων· ἀπὸ τῆς ἐπιτη‐ δεύσεως, εἰ γεωργὸς ἢ ἔμπορος· ἀπὸ τῆς τύχης, εἰ πένης
5ἢ πλούσιος· ἀπὸ τοῦ γένους, εἰ Ἕλλην ἢ βάρβαρος· ἀπὸ φύσεως, εἰ ἀνὴρ ἢ γυνή· ἀπὸ τοῦ εἰκότος, εἰ περὶ τὸ εἰκὸς τοῦ τόπου ἡ πρᾶξις πέπρακται, εἰ ὅπου μηδεὶς ἂν προσεδόκησεν· εἰ παρὰ τὸ εἰκὸς τοῦ καιροῦ, ὅτε μηδεὶς ὑπενόησεν· εἰ παρὰ τὸ εἰκὸς τοῦ τρόπου, ὅτι εἰκὸς τοιῷδε
10τρόπῳ, ὅ ἐστι παραδόξῳ τρόπῳ· οἷον τέχναις, μηχαναῖς, λόγοις, δι’ ὅν τις οὐ προσεδόκησε τρόπον· παρὰ τὸ εἰκὸς τῆς αἰτίας, ὅτι τοιάδε αἰτία· φιλοτίμως μὲν οὖν ἡμεῖς τοὺς τρόπους ὑπεξήλθομεν· ἀρκέσουσι δ’ αἱ ἐπιχειρήσεις τῇ πηλικότητι αἱ ἀπὸ τοῦ ἐσομένου, ὅτ’ ἂν πολλὰ καὶ
15μεγάλα δεικνύειν ἔχωμεν τὰ ἀποβαίνοντα· οἷον δεινὸν τὸ τὰ ἱερὰ ἐπανοίγειν καὶ τὰ ἐν αὐτοῖς κλέπτειν, κἂν μὴ ἱερὰ τυγχάνῃ· οὔτε γὰρ τὸ ἀσφαλὲς ἕξουσιν αἱ τῶν ἰδιω‐ τῶν παρακαταθῆκαι, καὶ ἐκ τούτων ἀδικοῦσιν ἐπὶ τὰ ἀναθήματα· καταφρονηθήσεται τὰ ἱερά· ὑπεροφθήσε‐
20ται ἡ εὐσέβεια· ἀπολεῖται τὰ παρὰ τῶν πολιτῶν κει‐ μήλια, εἰ γὰρ μηδὲ οἱ νεὼ ἀξιόπιστα φυλακτήρια, τί περὶ τῶν ἐν ταῖς οἰκίαις ταμιείων ὑποληψόμεθα· ἐπι‐ χειρήσομεν καὶ ἀπὸ τοῦ ἐλάττονος· ὅπου γὰρ, εἰ καὶ ἀνέῳξε μόνον, οὐκ ἂν ἐξέφυγε τὴν τῶν ἱεροσύλων αἰτίαν·
25σχολῇ γε νῦν ὁπότε πρὸς τῷ ἀνοῖξαι καὶ ὑφείλετο· αἱ μὲν οὖν αὐξήσεις ἐκ τούτων· αἱ δὲ μειώσεις ἐκ τῶν ἐναν‐ τίων· ἀναγκαῖον δὲ καὶ ὅσα εὕρομεν εἰς τὴν πηλικότητα παρὰ τοῖς ἀρχαίοις εἰπεῖν· ἔστι γὰρ παρὰ Δημοσθένει τὸ ἀπὸ τοῦ προσώπου, ὅτ’ ἂν λέγῃ, εἰ μὲν τοίνυν μὴ
30χορηγὸς ὢν τοιαῦτα ἐπεπόνθειν ὑπὸ Μειδίου· καὶ ἀπὸ522

4

.

523

τοῦ τόπου, ὅτι ἐν τῷ ἱερῷ τοῦ Διονύσου· καὶ ἀπὸ τοῦ χρόνου, ὅτι ἐν ἱερομηνίᾳ· καὶ ἀπὸ τῆς αἰτίας, ὅτι δι’ ἔχθραν, καὶ ἀπὸ τοῦ τρόπου, ὅτι πληγὰς, καὶ ὅτι ἐξῆν ἑτέρως, καὶ λυπεῖν ἐμὲ, καὶ μηδὲν ἀσελγὲς ποιεῖν, εἴγε
5ἠθέλησεν ἀντιχορηγὸς γενέσθαι· ἐχρῆν γὰρ αὐτὸν ἔσθ’ ὅτε ἐγὼ τῆς Πανδιονίδος χορηγὸς ὑπέστην, τότε τῆς Ἐ‐ ρεχθηΐδος ἀναστάντα τῆς ἑαυτοῦ φυλῆς ἀνθυποστῆναι καὶ καταστήσαντα ἑαυτὸν ἐξ ἴσου καὶ τὰ ὄντα ἀναλίσκον‐ τα ὥσπερ ἐγὼ, οὕτω μὲν ἀφαιρεῖσθαι τὴν νίκην· ὑβρί‐
10ζειν δὲ τοιαῦτα καὶ τύπτειν μηδὲ τότε· καὶ διὰ παντὸς δὲ τοῦ λόγου ἀπὸ τούτων εὑρήσομεν τὰς αὐξήσεις γινο‐ μένας· ὅτι δὲ οὐ μόνον ἐν ὁριστικῇ ὑποθέσει χρηστέον, οὐδὲ ἐν τῷ κεφαλαίῳ τούτῳ τοῖς τόποις τούτοις τοῖς αὐ‐ ξητικοῖς, ἀλλὰ καὶ ἐν ἄλλαις ὑποθέσεσιν, ἔνθα ἂν αὐ‐
15ξήσεως δεώμεθα, εἴτε ἐν ἐπαίνοις, εἴτε ἐν ψόγοις, εἴτε ἐν συμβουλαῖς, εἴτε ἐν δικαστηρίοις ἀπ’ αὐτῶν τῶν Δημο‐ σθένους ἔστι γνῶναι· ἐν γὰρ τῷ πρὸς Λεπτίνην καὶ ἄλλης τῆς στάσεως καὶ ἑτέρας διαιρέσεως κεφαλαίων τὰς εὐεργεσίας τῶν ἀνδρῶν αὐξῆσαι βουλόμενοι ἐκ τούτων
20τῶν τόπων τῶν εἰρημένων τὰς ἐπιχειρήσεις ἔλαβον· διε‐ ξιὼν γὰρ, οἷα Λεύκων ἐπικερδῆ ἀγαθὰ εἰργάσατο, καὶ λέγων ὡς τοῖς ἐν Σικελίᾳ τῶν πολιτῶν ἐν τοιαύτῃ συμ‐ φορᾷ καθεστηκόσιν ἔδωκε μνᾶς ἑκατόν· καὶ τοῦ μὴ τῷ λιμῷ πάντας αὐτοὺς ἀποθανεῖν αἰτιώτατος γέγονεν, ἀπὸ
25χρόνου καὶ τόπου, καὶ προσώπου καὶ αἰτίας καὶ πάντων τῶν προειρημένων τόπων ηὔξησεν· μετὰ ταῦτα πάντα ἔστι καὶ ἀπὸ τοῦ ἐλάττονος αὐξῆσαι· λέξομεν γὰρ, ὅτι εἰ τοῖς κλέπταις καὶ λωποδύταις, οἳ ἐξ ἰδιωτικῶν ὑφεί‐ λοντο, τιμωρία τις ἐπήρτηται, πολὺ πλέον τοῖς ἐξ ἱεροῦ
30λαμβάνουσιν· ἔστι δὲ καὶ ἀφ’ ὧν οἱ νόμοι μὲν λέγουσιν, οὐ πεποιήκασι δὲ, οἷς διέφερε τὰ κεκωλυμένα· εἰ δὲ καὶ ἐν τῇ προβολῇ αὔξησις εὑρίσκεται, καὶ ἐνταῦθα τί δια‐
φέρει ἡ προβολὴ τῆς πηλικότητος; καὶ λέγομεν, ὅτι ἐκεῖ523

4

.

524

μὲν ἁπλῶς καὶ ὅσον ἐφάψασθαι τῶν περιστατικῶν χρώ‐ μεθα, ἐνταῦθα δὲ κατὰ πλάτος ἑκάστῳ τῶν περιστατι‐ κῶν χρώμεθα· ζητεῖται δὲ παρὰ τῷ Δημοσθένει, τί δή ποτε καὶ ἀσέβειαν ἐγκαλῶν τῷ Μειδίᾳ ἐπὶ πολὺ τῷ
5περὶ τῆς ὕβρεως ὑπεξῆλθε λόγῳ, ἀπὸ τῶν ἐλαττόνων ἐπι‐ χειρῶν καὶ λέγων, ὅτι οὐδὲ τοὺς δούλους ὑβρίζεσθαι συγ‐ κεχώρηκεν ὁ νόμος; ἀλλὰ λέγομεν, ὅτι σφόδρα ἐπιστημό‐ νως· συστήσας γὰρ ἡμῖν τοῦ νομοθέτου τὴν γνώμην καὶ ἐπεξελθὼν τῷ περὶ τῆς ὕβρεως λόγῳ, ὁδὸν πόῤῥωθεν τῷ
10πηλίκῳ παρεσκεύασε, τουτέστι ταῖς αὐξήσεσι, λέγων ὅτι εἰ τὸν τῆς ὕβρεως ὑπεραίρει νόμον τὰ πεπραγμένα, ἀλλ’ οὐκέτι ὕβρις τὰ πεπλημμελημένα μόνον, ἀλλὰ καὶ ἀσέ‐ βεια· ἔστι δὲ καὶ ἀπ’ αὐτῆς τῆς λέξεως ἐπιγνῶναι τὴν αὔξησιν· τὸν τοίνυν οὐ παρὰ τοῖς Ἕλλησι μόνον ἀλλὰ
15καὶ παρὰ τοῖς βαρβάροις εὐδοκιμοῦντα νόμον σκοπεῖ τε ὁ παραβὰς ἥντινα δοὺς δίκην ἀξίαν ἔσται δεδωκώς· εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ χορηγὸς ὢν ταῦτ’ ἐπεπόνθειν ὑπὸ Μειδίου, ὕβριν ἄν τις κατέγνω τῶν πε‐ πραγμένων αὐτῷ· νῦν δέ μοι δοκεῖ κἂν ἀσέβειαν εἰ κα‐
20ταγιγνώσκοι τίς αὐτοῦ τὰ προσήκοντα ποιεῖν, ὅρα πῶς ὁδῷ τινι προῆλθεν ἐπὶ τὴν αὔξησιν, ὅ ἐστιν ἀπ’ ἐλάτ‐ τονος ἐπὶ τὸ μεῖζον· εἴπωμεν καὶ ἐπὶ μελέτης τὴν πη‐ λικότητα, ὡς ἐπὶ τοῦ εὐνούχου· οὐκοῦν ὁ μὲν κατήγορος λέξει· μέγα τὸ γεγονὸς καὶ ὕβρεως πλείστης ἐχόμενον καὶ
25καταφρονήσεως· ὅσῳ μάλιστα οὐ δυνάμενος χρῆσθαι προ‐ πηλακισμοῦ χάριν ἐβιάζετο· ὁ δὲ φεύγων ἐρεῖ, ὅτι μηδενὸς ἔργου πραχθέντος οὐκ ἄξιον ὀργίζεσθαι καὶ τιμᾷν θανάτου.
28nΤὸ δὲ αὖ πρός τι, ὅτι καὶ μεῖζον τὸ ἄνευ σφαγῶν καὶ θορύβου
29nκαὶ ταραχῆς παῦσαι τὴν τυραννίδα τοῦ μετὰ ὅπλων.
30Συριανοῦ. Τὰ πρός τι ἔνιοι καὶ συγκριτικὰ524

4

.

525

καλοῦσιν· ὡς γὰρ καὶ τὸ ὄνομα δηλοῖ τὴν πρὸς ἕτερα σχέσιν ἐξετάζομεν ἐν αὐτῷ· καὶ ὁ μὲν κατήγορος μείζω τὰ πεπραγμένα τῶν λειπόντων δείκνυσιν, ὁ δὲ φεύγων τὰ λείποντα τῶν πεπραγμένων· ὅτ’ ἂν δὲ πάνυ μείζω
5ᾖ τὰ λείποντα τῶν πεπραγμένων, ἐὰν μὲν ᾖ τὸ ζήτημα ἱστορικὸν, παραδείγματα ὅμοια κινήσομεν, κἀκείνων μεί‐ ζω δείξομεν τὰ παρὰ τοῦ φεύγοντος καθ’ ἡμῶν τετολ‐ μημένα, ὥσπερ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου πεποίη‐ κε· βουλόμενος γὰρ δεῖξαι χαλεπώτατα καὶ φόνοις ὅμοια
10τὸν Μειδίαν διὰ τοῦ κονδύλου τετολμηκότα, πιστοῦται διὰ παραδειγμάτων, ὅτι πολλοὶ διὰ πληγὴν ἀγανακτή‐ σαντες ἐφόνευσαν τοὺς τυπτήσαντας, ἐν οἷς παρεισάγει τὸν Εὐαίωνα, εἰ δὲ μὴ ᾖ τὸ ζήτημα ἱστορικὸν, συλλο‐ γισμοῖς αὐτὸ μεθοδεύσομεν, ὡς ἐπὶ τοῦ πλουσίου· εἰ
15γὰρ καὶ τὸ τυπτῆσαι μεῖζον εἶναι δοκεῖ τοῦ ἐπανατεί‐ νασθαι, ἀλλ’ οὖν βιαιότερον ἐπιχειροῦντες ἔλαττον αὐ‐ τῷ δείξομεν τῷ λόγῳ λέγοντες· αἴθε γὰρ ἐπάγων συνε‐ χῶς οὑτοσὶ τὰς χεῖρας ἔπληξεν, αἴθε τὴν ἄτιμον ἐπάτα‐ ξε πληγὴν, ὡς εὐθέως ἂν ἐπικουροῦντος ηὐτύχουν τοῦ
20νόμου· καὶ δίκην αἰτίας εἰσπραξάμενος αὐτός τε τῆς ὕβρεως ἀνεπεπαύμην, καὶ ὁ σοβαρὸς ἡμῖν ἐπὶ τῷ πλούτῳ ταπεινότερος γενόμενος, ἐσωφρόνει· νυνὶ δὲ ἡ συνε‐ χὴς ἐπανάτασις τῶν χειρῶν ἐμοὶ τῆς ὕβρεως ἀφορητό‐
τερον κατέστη· καὶ τὸν αἰκιζόμενον ἀτιμώρητον δια‐525

4

.

526

φεύγοντα ἐπαναβαίνειν ὁσημέραι τῷ πένητι παρεκάλει μοχθηρία γὰρ ἀνυπεύθυνον ἔχουσα τὴν ἐξουσίαν ἀνύ‐ ποιστος· ὁρᾷς ὡς τὸ περιφανῶς μεῖζον ἔλαττον ἀποδέ‐ δεικται τῇ μεθόδῳ· τούτοις οὖν καὶ τοῖς τοιούτοις λο‐
5γισμοῖς ἐπὶ τῶν δοκούντων ἀναισχύντων εἶναι πρός τι χρηστέον. Σωπάτρου καὶ Μαρκελλίνου. Αὐξήσεως μὲν ἕνεκα καὶ τὸ πρός τι παραλαμβάνεται, καὶ ἐκ τῶν αὐ‐ τῶν προσέρχεται τόπων, οἷς καὶ ἐπὶ τῆς πηλικότητος
10χρώμεθα, συγκριτικῶς δὲ ἐφ’ ἑκάστου προάγεται τόπου· οἷον εἰ τὸ πολυχρόνιον βέβαιον, δῆλον δήπουθεν ὅτι μεῖ‐ ζον τὸ βεβαιότερον· διαφέρει οὖν τῆς πηλικότητος τοῦτο τὸ κεφάλαιον, ὅτι ἐκεῖ μὲν ἁπλῆ τίς ἐστιν αὔξη‐ σις, ἐν τούτῳ δὲ καὶ κατὰ παράθεσιν καὶ ἀντεξέτασιν
15ἑτέρου πρὸς ἕτερον ἡ αὔξησις γίγνεται, διὸ καὶ πρός τι τὸ κεφάλαιον κέκληται· δηλοῖ γὰρ σύγκρισίν τινος πρὸς ἕτερον τὸ ὄνομα· τοῦτο μέντοι πρός τι πρὸς τὰ ὑπὸ τοῦ ὁρικοῦ κατασκευαζόμενα γίνεται, λέγω δὴ τὰ παρει‐ μένα· ὡς ἐπὶ τοῦ τύραννον πείσαντος καταθέσθαι τὴν
20τυραννίδα λεκτέον, ὅτι μεῖζον τοῦ ἀποκτεῖναι τὸ πεῖσαι· ἀποκτεῖναι γάρ ἐστι τὸ παρειμένον· πῶς γὰρ οὐ μεῖζον τὸ ἄνευ σφαγῶν παῦσαι τὴν τυραννίδα· τῶν μὲν γὰρ κινδύνων οὐκ ἐπειράθημεν, τῶν δὲ ἀγαθῶν ὡς κινδυ‐ νεύσαντες ἀπολαύομεν, δημοκρατίας, νόμων, συνήθους,
25πολιτείας, ἃ καὶ πολλῶν ἂν ἐτιμησάμεθα κινδύνων καὶ πόνων· ὁ μὲν οὖν κατήγορος ἀγωνίζεται μεῖζον ἀποδεῖ‐ ξαι τὸ πεπραγμένον τοῦ παρακειμένου εἰκότως, ἐπειδὴ ὁρᾷ τὸν ἀντιλέγοντα τοῖς παρειμένοις ἰσχυριζόμενον καὶ
μέγα εἶναι τὸ παρειμένον λέγοντα· ἐὰν μὲν οὖν ὑπὸ τοῦ526

4

.

527

κατηγόρου λέγωμεν, τὰ πεπραγμένα ἐνταῦθα ἀποφανοῦ‐ μεν μείζω τῶν παρειμένων, ὁ δὲ φεύγων ἔμπαλιν· ἔφαμεν δὲ πολλάκις, ὅτι τάξιν ἐν ταῖς αἰτήσεσιν ἔχει ὁ αἰτῶν κατηγόρου, μετὰ γὰρ τὸ αὐξῆσαι ἐν τῇ πηλικότητι τὸ
5εὐεργέτημα, ὅτι μέγα τὸ πεῖσαι καταθέσθαι τυραννίδα, ἥξομεν ἐπὶ τὸ πρός τι λέγοντες μείζω τὰ πεπραγμένα τῶν παρειμένων εἶναι· αἱρετώτερον γὰρ τὸ μετ’ εἰρήνης καὶ ἄνευ πραγμάτων, ἢ τὸ διὰ πολέμου καὶ αἵματος καὶ σφαγῶν καθελεῖν τὸν τύραννον· εὐλόγως δὲ τοῦτο ποιοῦ‐
10μεν διὰ τὸ τὸν ἀντιλέγοντα τῇ δωρεᾷ διασύραι τὰ πε‐ πραγμένα, ἐπαινεῖν δὲ τὰ παρειμένα· οὕτω μὲν ὑπὲρ τοῦ αἰτοῦντος λεκτέον· ἐὰν δὲ ὑπὲρ τοῦ ἀντιλέγοντος τῇ δωρεᾷ τὸν λόγον ποιώμεθα, τὰ παρειμένα ἀποφανοῦμεν μείζω, πολὺ ἔλαττον τὸ πεῖσαι λέγοντες εἶναι τοῦ διὰ
15ξίφους φονεῦσαι· ἑκόντα γὰρ μᾶλλον καταθέσθαι τὴν τυραννίδα ἢ βιασθέντα τὸν τύραννον· ποιήσομεν δὲ ταῦτα ἑκατέρωθεν, ὧς εἶπον, κατὰ σύγκρισιν, ἐκ παρα‐ θέσεως ἑκάτερα ἀντεξετάζοντες καὶ ὑποδεικνύντες τόδε τι τούτου μεῖζον· τοῦτο γὰρ τοῦ πρός τι ἴδιον, τὸ ἑκάτερα
20ἀντεξετάσαι παράλληλα· δεῖ μέντοι τοῦ πιθανοῦ καὶ προσ‐ εχοῦς στοχαζομένους τοῦτο ποιεῖν· πανταχοῦ μέντοι τὰ σφόδρα μείζω οὐ παραληψόμεθα εἰς ἀντεξέτασιν τοῖς μικροῖς καὶ πολὺ εὐτελεστάτοις, ἵνα μὴ ληρεῖν δόξωμεν, ἀλλ’ ὅτ’ ἂν, φησὶν, ἐθελήσωμεν πρὸς τὰ πολὺ μείζω
25τὰ φαυλότερα παραβαλεῖν, ἵνα μὴ ἀπίθανοι δόξωμεν, δεῖ πρῶτον εἰς ἴσον αὐτὰς ἀγαγεῖν· ἀρκοῦσα γάρ ἐστιν αὔξησις ἡ τοῖς ταπεινοῖς τὸ ἴσον πρὸς τὰ ἄγαν ὑπερέ‐ χοντα χαριζομένη· ἐὰν δὲ δυνατὸν ᾖ δεικνύναι ὅτι καὶ μείζω ἐστὶ τὰ φαῦλα, ὡς ἐπὶ τοῦ τὴν φιάλην ἐκ τοῦ
30ἡρῴου κλέψαντος, δύναται γὰρ καὶ ὁ κατήγορος βια‐
ζόμενος εἰπεῖν, οἱ μὲν θεοὶ δύνανται δίκην παρὰ τῶν ἱε‐527

4

.

528

ροσύλων λαβεῖν, οἱ δὲ ἥρωες τῆς τῶν δικαστῶν ἐπικου‐ ρίας δέονται, πειρασόμεθα δὲ καθόλου ἀπὸ τῶν ἴσων ἢ ἐλαττόνων μὲν, οὐ πολλὴν δὲ τὴν παραλλαγὴν ἐχόντων τὰς συστάσεις αὐτῶν ποιεῖσθαι· καὶ πρὸς τούτοις ἐπι‐
5σημήνασθαι δεῖ, ὅπου ἄνισος ἡ ἀντεξέτασις δοκεῖ, ἵνα μὴ παρὰ τοῖς ἀκούουσιν ἀπίθανος ἡ σύγκρισις ὑπολει‐ φθῇ· ὥσπερ ὁ Δημοσθένης τὰς Θεμιστοκλέους λέξεις οὔσας λαμπρὰς πρὸς τὰς Κόνωνος ἀντεξετάζων, καὶ βου‐ λόμενος τὰς Κόνωνος μείζους ποιῆσαι διὰ τὸ πιθανὸν
10πρὸς τοὺς ἀκροωμένους ἐπεσημήνατο προκατειληφέναι τὴν Θεμιστοκλέους δόξαν· φημὶ τοίνυν ἐγὼ καὶ πρὸς Διὸς καὶ θεῶν μηδεὶς φθόνῳ τὸ μέλλον ἀκούσει· ἀλλὰ τἀληθὲς σκοπείτω· ὅσῳ τὸ φανερῶς τοῦ λάθρα κρεῖττόν ἐστιν, τοσούτῳ Κόνωνος τὰ τείχη τῶν Θεμιστοκλέους·
15ταῦτα δὲ ἢ ἐξ αὐτῶν τῶν ὑποκειμένων πραγμάτων λη‐ ψόμεθα ἢ ἐκ παραδειγμάτων, ἐὰν ἀπίθανα εἴη τὰ πρά‐ γματα, ὃ πεποίηκεν ὁ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· φάσκων γὰρ μὴ ὕβριν εἶναι τὸ πεπραγμένον ἀλλὰ δημό‐ σιον ἀδίκημα, ἰδὼν δὲ ὅτι ἀπίθανον ἔσται καὶ λίαν ἄτο‐
20πον τὴν εἰς αὐτὸν γεγενημένην ὕβριν, εἰ ἀντεξετάζει τοῖς δημοσίοις ἐγκλήμασι καὶ λόγου μείζονα εἶναι τοῦ προ‐ δοῦναι τὰς ναῦς τῆς πόλεως, ὄνομα μὲν ἔθετο τῷ ἐγκλή‐ ματι· ὅτι δημόσιον ἀπὸ τοῦ διαφόρου, ὅτι λειτουρ‐ γοῦντα τῷ θεῷ καὶ χορηγὸν ὕβρισεν οὐκ ἰδιώτην· τὴν
25δὲ σύγκρισιν οὐκ ἔτι πρὸς τὰ δημόσια πεποίηται, πρὸς τὰ ὅμοια δὲ καὶ προσεχῆ· σφόδρα γὰρ αὐξητικὴ ἡ τοι‐ αύτη ἐξέτασις, ὅτ’ ἂν τοὺς ὁμοίους μὲν κατὰ τὸ ὄνομα, ἐπὶ μικροτέροις δὲ ἐγκαλουμένους τιμωρίας τυχόντας ἀ‐ ποδείξωμεν· καθόλου γὰρ τὰς συγκρίσεις ἀσφαλῶς ποι‐
30εῖσθαι χρὴ, μήτε πρὸς ἀπίθανον· μήτε πρὸς τὰ λίαν
ἐλάττω, διὰ τὸ ἄδοξον, ἵνα μὴ εἰς εὐτέλειαν τὸ ἐξεταζό‐528

4

.

529

μενον καταστήσωμεν πρᾶγμα· ὃ φοβηθεὶς ὁ Δημο‐ σθένης τὸ κατὰ Εὐαίωνα ηὔξησε πρῶτον ἐν τῷ πηλίκῳ λόγῳ· οὐδὲ γὰρ αὖ τοῦτο ἔνεστιν εἰπεῖν, ὡς οὐ γεγενη‐ μένου πώποτε οὐδενὸς ἐκ τῶν τοιούτων, νῦν αἴρω τὸ
5πρᾶγμα καὶ φοβερὸν ποιῶ. ἔπειτα ἐπὶ τὸ πρός τι μετ‐ ελθὼν ἐκ τῶν παραδειγμάτων, τῆς αὐξήσεως τὴν πίστιν παρέσχετο λέγων, ἴσασιν Εὐαίωνα πολλοὶ τὸν Λεωδά‐ μαντος ἀδελφὸν ἀποκτείναντα Βοιωτὸν διὰ πληγὴν μίαν· οὐ γὰρ ἡ πληγὴ παρέστησε τὴν ὀργὴν, ἀλλ’ ἡ ἀτιμία·
10οὐδὲ τὸ τύπτεσθαι τοὺς ἐλευθέρους δεινὸν, καίπερ ὂν δει‐ νὸν, ἀλλὰ τὸ ἐφ’ ὕβρει· εἶτα τὴν σύγκρισιν ἐπήγαγε· σκέψασθε δὲ πρὸς Διὸς καὶ θεῶν, ὅσῳ πλείονα ὀργὴν ἐμοὶ προσῆκε γενέσθαι, ἢ τότε ἐκείνῳ τῷ Εὐαίωνι τῷ τὸν Βοιωτὸν ἀποκτείναντι· καὶ σκόπει, πῶς ἀπὸ τῶν τό‐
15πων πάντων, οἷς ἐν τῇ πηλικότητι κεχρήμεθα, κατεσκεύ‐ ασεν εἰπών· ὁ μὲν γὰρ ὑπὸ γνωρίμου καὶ τούτου με‐ θύοντος ἐναντίον ἓξ ἢ ἑπτὰ ἀνθρώπων ἐπλήγη καὶ τού‐ των γνωρίμων, καὶ εἰς οἰκίαν ἐλθὼν, οὐ δημοσίᾳ· ἐγὼ δὲ ὑπ’ ἐχθροῦ νήφοντος ἕωθεν ὕβρει καὶ οὐκ οἴνῳ·
20ἔτι δὲ τὸ ἕωθεν ἀπὸ τοῦ καιροῦ, καὶ πολλῶν ἐναντίον καὶ ξένων καὶ πολιτῶν ὑβριζόμην· καὶ ἐν ἱερῷ ἀπὸ τοῦ τόπου· ὅλως δὲ ὅτ’ ἂν ὑπάρχῃ τι βοηθοῦν ἀπὸ τῶν παραδειγμάτων, χρησόμεθα· εἰ δέ τι λυποῦν, ὁ μὲν ἀν‐ τίδικος ὡς βοηθοῦντι χρήσεται, ὅτι καὶ ἤδη γεγονότος
25τοιούτου τινὸς οὐ τηλικαύτης ὀργῆς ὁ ποιήσας ἠξίωται· ἡμᾶς δὲ λύειν καὶ ἀπολογεῖσθαι χρὴ, τὰς αἰτίας παρ‐ εχομένους, δι’ ἃς τὸ γεγονὸς οὐχ ὅμοιον τῷ ὑφ’ ἡμῶν ἐγκαλουμένῳ· καθάπερ ὁ Δημοσθένης ἐν τῷ αὐτῷ λόγῳ πεποίηκε τὰ περὶ τὸν πρόεδρον καὶ τὸν νομοθέτην· ἀνε‐
30λὼν παράδειγμα διὰ τοῦ λέγειν· ἔτι τοίνυν οὐδὲ ὁμοί‐
αν οὖσαν τούτῳ κἀκείνοις συγγνώμην εὑρήσετε πρῶτον529

4

.

530

μὲν γὰρ ὁ τὸν θεσμοθέτην πατάξας τρεῖς εἶχε προφά‐ σεις, μέθην, ἄγνοιαν, ἔρωτα, διὰ τὸ σκότους καὶ νυ‐ κτὸς τὸ πρᾶγμα γενέσθαι· ἰστέον δὲ, ὅτι ἡ παρὰ τὸ ἐναντίον σύγκρισις ἐκ μόνης ἐστὶ τῆς τοῦ προσώπου
5ποιότητος· συμπλέκεται δὲ καὶ τοῦτο τοῖς ἀπὸ τοῦ πο‐ σοῦ· οὐ γὰρ ἁπλῶς ζητοῦμεν τὸ ποσὸν, ἀλλὰ τὴν μὲν ἀρχὴν ἐκ τοῦ ποσοῦ λαμβάνομεν, τὰς δὲ παρ’ αὐτῶν κατασκευὰς ἐκ τῆς ποιότητος αὐτῶν ἐκφέρομεν· ἢ ἔλατ‐ τον ἢ ἴσον, ὅθεν καὶ ζητοῦσί τινες, ὅτι, εἰ ἀπὸ τοῦ ἴσου
10ἐστὶ τὸ πρός τι, τί διαφέρει τοῦ συλλογισμοῦ, ἐπειδὴ καὶ αὐτὸς εἰς τὸ ἴσον ἄγει· λέγομεν δὲ, ὅτι ὅτε εὑρίσ‐ κεται τὸ πρός τι ἀπὸ τοῦ ἴσου, σιωπῶμεν τὸν συλλο‐ γισμόν, εἰ μὴ ἄρα δυνάμεθα αὐτὸν μεθόδῳ τινὶ εἰσα‐ γαγεῖν· δεῖ δὲ ἐν ταῖς συγκρίσεσιν καὶ σφοδρότητος καὶ
15ἀκμῆς τῷ λόγῳ, ὥσπερ καὶ ὁ Δημοσθένης ἐποίησε· πολ‐ λὰ γὰρ ποιήσειεν ὁ τύπτων, ὧν ἔνια ὁ παθὼν οὐδ’ ἂν ἀπαγγεῖλαι δύναται ἑτέρῳ, τῷ σχήματι, τῷ βλέμματι, τῇ φωνῇ· ὅτ’ ἂν ὡς ὑβρίζων, ὅτ’ ἂν κονδύλοις, ὅτ’ ἂν ὡς ἐχθρὸς ὤν· ὅτ’ ἂν ὡς ἐπὶ κόῤῥης· ταῦτα κινεῖ,
20ταῦτα ἐξίστησιν ἀνθρώπους ἀήθεις ὄντας τοῦ προπη‐ λακίζεσθαι· ἰστέον δὲ, ὅτι ἐνίοτε ἐκλείπει τὸ πρός τι, ὡς ἐπὶ τοῦ τὸ κενοτάφιον ὀρύξαντος· οὐ γὰρ ἐγχωρεῖ λέγειν, ὅτι τοῦ συλῆσαι τὸν νεκρὸν χεῖ‐ ρον τὸ ἀναχωρεῖν μηδὲν μετὰ τὴν διορυγὴν ὑφελόμενον·
25οὐδὲ ὁ πένης δύναται λέγειν, ὅτι μείζων τοῦ ἐκ τῶν πλη‐ γῶν αἰκισμοῦ ἡ τῶν χειρῶν ἐπανάτασις, καὶ ἐν τῷ κατὰ Μειδίου οὐκ εἰκὸς ὡς εἴπωμεν λέγειν, ὅτι μεῖζον τοῦ προδοῦναι ναῦς τὸ παρὸν ἀδίκημα· ὥσπερ οὖν ἐπὶ τῶν κατὰ αἴτησιν ὅρων συγκρίνομεν κατὰ τὰ εἰρημέ‐
30να, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν κατὰ κρίσιν κατὰ τὰ ἐνδεχόμενα· πρὸς τούτοις τινές φασιν, ὅτι στοχα‐
στικὸν ἄλλο κεφάλαιον εὑρίσκεται ἐνταῦθα ἐκ τοῦ πρός530

4

.

531

τι λαμβάνον τὴν ἀρχήν· ζητούντων γὰρ ἡμῶν, πότερον μεῖον τὸ πεῖσαι τύραννον ἢ φονεῦσαι, στοχαστικὸν ἐν‐ τεῦθεν ἐμπίπτει ζήτημα ἐκ τῆς τοῦ ἀντιλέγοντος μειώ‐ σεως· ἐλαττοῦν γὰρ βουλόμενος τὸ πεπραγμένον ἀπο‐
5φαίνει, ὅτι καὶ αὖθις τυραννήσει· παρέχονται δὲ καὶ ἄλλο ζήτημα ὅμοιον. Βυζάντιοι, φασὶν, ὑπὸ Φιλίππου πολιορκούμενοι, προὔθεσαν γέρας τοῖς τὴν πολιορκίαν λύουσιν, ἐξεστράτευσαν δι’ αὐτοὺς Ἀθηναῖοι, μαθὼν Φίλιππος ἀνεχώρησε, καὶ αἰτοῦσι τὸ γέρας Ἀθηναῖοι τὸ
10μὴ νενικῆσθαι τὸν Φίλιππον, ἀλλ’ ἑκουσίως ἀνακε‐ χωρηκέναι· καιρὸν, φασὶν, ἔχουσι λέγειν, ὅτι ἀτελὴς ἡ χάρις· ἴσως γὰρ αὖθις καθ’ ἡμῶν ἐπιστρατεύσεται Φί‐ λιππος· ἀλλὰ ταῦτα μὲν πιθανά· εἰδέναι δὲ χρὴ, ὅτι ἡ ἐργασία τοῦ πρός τι διὰ τῶν νοημάτων γίνεται· καὶ
15οὐκ ἔστιν ἄλλου κεφαλαίου προσθήκη, ἀλλὰ ἀπειρόκαλοί εἰσιν οἱ ταῦτα λέγοντες.
17nἩ δὲ ἀντίθεσις ἐνταῦθα μὲν οὐκ ἐμπέπτωκεν, ἐπὶ δὲ ἄλλων εὑρίσ‐
18nκεται ζητημάτων πολλάκις· οἷον εὐνοῦχόν τις εὑρὼν ἐπὶ τῇ γυναικὶ
19nὡς μοιχὸν ἀπέκτεινε καὶ φόνου φεύγει· μετὰ γὰρ τὸ τίς ὁ μοιχὸς
20nζήτημα διὰ τῶν προειρημένων περανθὲν ἀντεγκαλεῖ ὡς ἀξίῳ πα‐
21nθεῖν ἃ πέπονθε· τούτῳ δὲ ἕπεται ἀναγκαίως ἡ μετάληψις, ἥ τις
22nἐστὶν, ὅτι κρίνειν ἔδει καὶ κατηγορεῖν· μεταλήψεως δὲ εὑρεθείσης,
23nπάντως τις ἔσται καὶ ἀντίληψις, ὅτι ἐξῆν.
24Συριανο, Σωπάτρου καὶ Μαρκελλίνου.
25Ἐν τοῖς ὁρικοῖς προβλήμασιν ἔστ’ ὅτε ἐμπίπτουσιν ἀν‐ τιθέσεις, ἀντιθετικαί τε καὶ μεταληπτικαὶ, ὁριστικαί τε καὶ στοχαστικαί· λύονται δὲ αἱ μὲν ἀντιθετικαὶ μεταλή‐ ψει, αἱ δὲ μεταληπτικαὶ ἀντιλήψει, αἱ δὲ ὁρικαὶ ἀνθο‐ ρισμῷ καὶ συλλογισμῷ· αἱ δὲ στοχαστικαὶ βουλήσει καὶ
30δυνάμει· οὐκ ἐν ἅπασι δὲ, ὡς ἔφαμεν, τοῖς ὁρικοῖς
προβλήμασιν αἱ ἔξωθεν ἀντιθέσεις ἐμπίπτουσιν, ἀλλὸ531

4

.

532

τῶν ὅρων ἢ κατ’ ἐνέργειαν ὄντων ἢ κατὰ πρόσωπον, ἢ κατὰ τόπον· κατ’ ἐνέργειαν μὲν, ὡς ἐπὶ τοῦ τὰ ἰδιω‐ τικὰ χρήματα ἐξ ἱεροῦ ὑφελομένου καὶ κρινομένου ἱερο‐ συλίας· κατὰ πρόσωπον δὲ, ὡς ἐπὶ τοῦ εὐνοῦχον ὡς μοι‐
5χὸν ἀνελόντος· κατὰ τόπον δὲ, ὡς ἐπὶ τοῦ τὸ κενοτά‐ φιον διορύξαντος· ἐπὶ μόνων τῶν κατ’ ἐνέργειαν καὶ κα‐ τὰ πρόσωπον ὄντων ὁρικῶν προβλημάτων, ἔξωθεν κι‐ νοῦνται ἀντιθέσεις, ὥσπερ ἐπί τε τοῦ ἱεροσύλου συγ‐ γνωμονικὸν, ὡς ἔφαμεν, καὶ αὖθις ἐπὶ τοῦ εὐνούχου
10συγγνωμονικὸν, ἔρωτα μόνης ὄψεως αἰτιωμένου· καὶ ἐπὶ τοῦ συνεχῶς ἐπανατεινομένου πλουσίου ἀντιληπτικὴ, λέγοντος, ὡς ἔξεστιν ὅπως ἄν τις βούλοιτο κινεῖν τὼ χεῖρε, ἢ ὅτι φοβῆσαι βουλόμενος, ἵνα μὴ ὑπὲρ τοῦ δή‐ μου λέγοντι καὶ πολιτευομένῳ καὶ τὰ βέλτιστα λέγοντι
15συνεχῶς ἐναντιῶται· παίειν δὲ συνεχῶς εἴργουσιν οἱ νόμοι· ἃς ὁ κατήγορος ἁπάσας λύσει μεταλήψει· λυτι‐ κὴ γὰρ πασῶν τῶν δικαιολογικῶν μετάληψις· ἀντιθέσεις μὲν καλεῖ τὰς ἀντιθετικὰς, τὴν ἀντίστασιν, τὴν μετά‐ στασιν, τὸ ἀντέγκλημα, τὴν συγγνώμην· ἀεὶ δὲ, φησὶν,
20οὐκ ἐμπίπτει· πότε οὖν ἐμπίπτει φαμέν· τῶν ὅρων τῶν μὲν κατὰ κρίσιν ὄντων, τῶν δὲ κατὰ αἴτησιν, ἐν μόνοις τοῖς κατὰ κρίσιν ἐμπίπτει· ἐπειδὴ γὰρ ἴδιον ἀντιθέσεως τὸ τῷ ἀδικήματι φανερῶς ἀντιτιθέναι αἰτίαν εὔλογον, διὰ τοῦτο ἐν μὲν τῷ κατὰ κρίσιν ἔχει χώραν, ἐν δὲ τῷ
25κατὰ αἴτησιν οὔ· ἐπειδὴ εὐεργέτημα, οὐκ ἀδίκημα τὸ γε‐ νόμενον· ἄλλοι δὲ καιρὸν τῆς ἀντιθέσεως ἐν ὅρῳ τοῦ‐ τόν φασιν· οἱ ὅροι, οἱ μὲν ἐξ εὐθείας ἔχουσι τὴν ζή‐ τησιν, οἷον ὡς ἐπὶ τοῦ ὀρύξαντος τὸ κενοτάφιον καὶ κρι‐ νομένου τυμβωρυχίας· ἐνταῦθα γὰρ ἐξ εὐθείας ἡ ζήτη‐
30σις· κρίνεται γὰρ τυμβωρυχίας, καὶ τὸ ζήτημά ἐστιν, εἰ
τυμβωρύχος· οἱ δ’ οὐκ ἐξ εὐθείας, ἀλλ’ ἐφ’ ἕτερα ἡ532

4

.

533

ζήτησις χωρεῖ, δι’ ὧν τὸ κρινόμενον καταλαμβάνεται· ὡς ἐπὶ τοῦ τὸν εὐνοῦχον ἀνελόντος καὶ κρινομένου φό‐ νου· ἐνταῦθα γὰρ τὸ μὲν κρινόμενον ὁ φόνος ἐστί· ζη‐ τεῖται δὲ, εἰ μοιχὸς ὁ εὐνοῦχος· ὅθεν καὶ τὸ εἶναι ἀνδρο‐
5φόνον· κατασκευάζεται τὸν ἀνελόντα τὸν εὐνοῦχον· ἐπὶ τούτῳ οὖν, ἐφ’ ὧν οὐκ ἔστιν ἐξ εὐθείας ἡ κρίσις, ἐμ‐ πίπτει ἡ ἀντίθεσις. ἐφ’ ὧν καὶ τὰ τῆς τάξεως ἀντέ‐ στραπται· διὸ καὶ ὁ τεχνικὸς βουλόμενος ἡμᾶς τὸν και‐ ρὸν τῆς ἀντιθέσεως διδάξαι, τὸν φιλόσοφον ἐάσας, ἐν ᾧ
10ἀπέλιπεν ἡ ἀντίθεσις, τίθησι τὸν εὐνοῦχον· ἐν τούτῳ γὰρ τῷ ζητήματι μετὰ τὴν τοῦ ὀνόματος ζήτησιν ἤδη τοῦ διώκοντος διὰ τῶν εἰρημένων κεφαλαίων ἔγκλημα κατασκευάσαντος ἐπὶ τὴν ἀντίθεσιν ὁ φεύγων ὁ τὸν εὐνοῦχον ἀποκτείνας ἐμπέπτωκεν· ἔστι δὲ ἡ ἀντίθεσις
15ἐνταῦθα ἀντεγκληματικὴ, ὅτι ἄξιος ἦν ὧν πέπονθεν ἐπιχειρήσας καταισχῦναι τὸν δυνατὸν αὐτῷ τρόπῳ· πρὸς ἣν ἀναγκαίως ὁ ὑπὲρ τοῦ εὐνούχου ἀπολογούμενος, τουτ‐ έστιν ὁ κατήγορος, μεταληπτικῶς ἀπαντήσεται λέγων, ὅτι κρίνειν ἔδει, οὐκ ἀποκτείνειν, πᾶσα μὲν γὰρ ἀντί‐
20θεσις μεταλήψει λύεται ἴδιον δὲ μεταλήψεως τὸ τὸν τρόπον τοῦ γενομένου μέμφεσθαι καὶ λέγειν, ὅτι οὐ τοῦτον τὸν τρόπον ἐχρῆν τιμωρεῖσθαι· οὐ φονεύειν ἐ‐ χρῆν, ἀλλὰ κρίνειν· μεταλήψεως γὰρ οὔσης ἀναγκαίως ἕπεται ἀντίληψις· μετάληψις γὰρ ἀντιλήψει λύεται, ἐν‐
25αντίας οὔσης τῆς μεταλήψεως· ἐρεῖ τοίνυν ὁ φεύγων πρὸς τὴν μετάληψιν ἀγωνιζόμενος, ὅτι ἐξῆν μοι ἀναι‐ ρεῖν· καὶ ὁ νόμος ἐδίδου τὴν ἄδειαν· ἔχουσι δέ τι καὶ παράδοξον οἱ τοιοῦτοι ὅροι, ἐν οἷς προηγουμένως ἑτέρα γίνεται ζήτησις· ὁ γὰρ φεύγων ἐν τοῖς τοιούτοις κατή‐
30γορος γίνεται, καὶ ὁ φεύγων γίνεται διώκων, καὶ ὁ διώ‐ κων φεύγων· ὅθεν ὁ μὲν φεύγων τὰ πεπραγμένα προ‐
βάλλεται λέγων· εἰσῆλθεν εἰς τὴν οἰκίαν καὶ συγκατ‐533

4

.

534

εκλίνετο τῷ γυναίῳ καὶ τὰς θεραπαινίδας διέφθειρεν· ταῦτα δὲ ἀληθὴς τῆς μοιχείας ἐστὶν ἔλεγχος· ὁ δὲ διώκων ὑπὲρ τοῦ εὐνούχου ἀπολογούμενος εἰκότως τὰ παρειμένα προβάλλεται, ὅτι οὐκ ἔστι μοιχός· πῶς γὰρ
5ἂν εὐνοῦχος μοιχεύσειεν, ὁ μὴ χρῆσθαι δυνάμενος, μη‐ δὲ τὸ γένος ἀμφίβολον τῇ συνουσίᾳ ποιῶν; πρὸς ἃ τῷ συλλογισμῷ ὁ διώκων χρήσεται, μηδὲν διαφέρειν λέγων πρὸς τὸ εἶναι αὐτὸν μοιχὸν εἴτε δυνατὸς χρήσασθαι εἴτε μή· τὴν γὰρ προαίρεσιν ἐξετάζειν δεῖ· εἶτα ἡ γνώμη τοῦ
10νομοθέτου κοινή ἐστιν· ὁ μὲν γὰρ διώκων ἐρεῖ, ὅτι καὶ ὁ νομοθέτης μοιχὸν οἶδε τὸν τῇ προαιρέσει τὰ τῶν μοιχῶν ἐπιτηδεύοντα· ὁ δὲ φεύγων, ὅτι οὐκ οἶδεν ὁ νο‐ μοθέτης μοιχὸν, εἰ μὴ τὸν χρώμενον τελείως· εἶτα αὐ‐ ξήσαντος αὐτοῦ τὸν φόνον διὰ τῆς πηλικότητος καὶ τοῦ
15πρός τι ὁ φεύγων ὑπὲρ τοῦ φόνου λύων τὴν αὔξησιν, εἰσάγει τὴν ἀντίθεσιν ἀντεγκληματικὴν, ἄξιον εἶναι λέ‐ γων αὐτὸν τῆς τοιαύτης τιμωρίας· λύει ὁ ἀντιλέγων τῇ μεταλήψει· ἔστι καὶ ἄλλο παράδειγμα τῆς αὐτῆς ὕ‐ λης· οἷον νόμος τὸν ἄπολιν μὴ ἀγωνίζεσθαι· μετὰ
20τὰ ἐν Σαλαμῖνι Ἀθηναῖος ἀνὴρ ἀπεγράψατο εἰς Ὀλύμ‐ πια καὶ κωλύεται· κἀνταῦθα γὰρ κατηγόρου τάξιν ἔχει ὁ κωλύων, διὸ αὐτὸς κέχρηται τοῖς πεπραγμένοις· οἷον ἔφυγες τὴν πόλιν, ἄπολις εἶ ὁ ἀθλητής· οὐκ εἰμὶ ἄπο‐ λις, οὐ γὰρ διωκόμενος ἔφυγον· ὁ ἀνθορισμὸς παρὰ τοῦ
25κωλύοντος, ὅτι πᾶς ὁ μὴ τὴν ἑαυτοῦ πόλιν οἰκῶν ἄπολις· ὁ φεύγων, οὐχὶ, ἀλλ’ ὁ πρὸς ἀνάγκην φυγαδευθείς· ὁ συλ‐ λογισμὸς ἐκ τοῦ αὐτοῦ· ὅτι οὐδὲν διαφέρει, εἴτε ἑκὼν εἴτε ἄκων κατέλιπες τὴν πόλιν· ἡ γνώμη τοῦ νομο‐ θέτου κοινή· δύναται δέ τις βιαίως καὶ οὐκ ἀλη‐
30θῶς χρώμενον τὸν κατήγορον δεῖξαι τοῖς πεπραγμένοις534

4

.

535

χρώμενος· τὸ μὲν γὰρ ζητούμενόν ἐστιν ὁ φόνος· οὗτος δὲ παρὰ τοῦ κρινομένου πέπρακται· ὁ δὲ φεύγων ἀντι‐ τίθησι τὴν μοιχείαν τοῦτο δὲ τὸ τῆς μοιχείας ἔγκλη‐ μα ἀμφιβάλλεται· τὸ δὲ ἀμφιβαλλόμενον τρόπον τίνα
5ἐπέπρακτο· δῆλον οὖν, ὡς τῶν παρειμένων ἐστὶ καὶ σώ‐ ζεται κἂν τούτοις ἡ τάξις· καὶ οὕτω μὲν ὁ τεχνικός· ζη‐ τητέον δὲ, διὰ ποίαν αἰτίαν, εἰ πᾶσα ἀντίθεσις μετα‐ λήψει λύεται, ἐν τῷ κατὰ Μειδίου ὁ Δημοσθένης τάξας τὴν ἀντίθεσιν οὐκ ἐπήγαγε τὴν μετάληψιν, ἀλλ’ ὁρι‐
10κῶς ἀπήντησεν· εἰπὼν γὰρ, τί λοιπὸν ἢ συγγνώμην αὐ‐ τῷ νεῖμαι δι’ ὀργὴν ἁμαρτήσαντι, ἐπήνεγκεν ὀργιζόμε‐ νος· τί ἴδιον ὀργιζομένου, καὶ τί ἴδιον ἐξεπίτηδες ὑβρί‐ ζοντος· εἰπὼν, ὅτι ὀργιζομένου μέν ἐστι τὸ παραυτίκα τι δεινὸν τὸν λελυπηκότα ποιεῖν· ὑβρίζοντος δὲ τὸ δι’
15ἔχθραν καὶ ἐκ πολλοῦ χρόνου τοῦτο ποιεῖν· ἡ μὲν οὖν ἀντίθεσίς ἐστιν ἐκείνη ὀργῆς ἰδία, ἡ δὲ λύσις· ἀλλ’ ἢν μὲν ἄν τις ἄφνω τὸν λογισμὸν φθάσας ποιῆται, δι’ ὀρ‐ γήν με ἔνι φησὶ πεποιηκέναι, οὐκοῦν οὐκ ἔστι κατὰ με‐ τάληψιν· ἆρ’ οὖν ὁ τεχνικὸς ἐσφάλη λέγων, ὅτι πάντως
20καὶ ἀναγκαίως ἡ μετάληψις ἕπεται· λέγομεν, ὅτι οὐχ ἥμαρτεν ὁ τεχνικός· δύο γὰρ λέγει τρόπους τῆς μεταλή‐ ψεως, ἔνστασιν, ἀντιπαράστασιν· ὧν ἡ μὲν ἔνστασις βίαιόν τί ἐστι καὶ ἄντικρυς ἐχόμενον, ἡ δὲ ἀντιπαράστα‐ σις κατασκευάζει, ὅτι καὶ ἀληθὲς, ἀλλ’ οὐχ οὕτω προσ‐
25ῆκεν· ἔστιν οὖν κατὰ ἔνστασιν ἡ ὑπὸ Δημοσθένους ὁρι‐ κῶς εἰρημένη λύσις· τὴν τέχνην κἀνταῦθα ἐφύλαξε· τῇ γὰρ ἐνστάσει κέχρηται ὅλως ἐκβάλλων τὸ μὴ δι’ ὀρ‐ γὴν αὐτὸν ἡμαρτηκέναι· οὐκ ἔστι δὲ ὁρικὸν, ὥς τινές φασιν· ἄτοπον γὰρ οὐδὲν, εἰ διττόν ἐστι τὸ τῆς με‐
30ταλήψεως, τῷ κατὰ ἔνστασιν χρήσασθαι τὸν ῥήτο‐535

4

.

536

ρα βίᾳ καὶ δυνάμει τῇ συνήθει χρώμενον· εἰ μὲν οὖν καὶ ἡμεῖς δυνησόμεθα τῇ βίᾳ χρήσασθαι, μιμησόμεθα τὸν ῥήτορα τῇ βίᾳ μόνῃ χρησάμενοι· εἰ δὲ μὴ, ἀντιπα‐ ράστασιν εἰσάξομεν· οἷον εὐνοῦχόν τις εὑρών· τοῦτο τὸ
5παράδειγμά τινες ἀντιλήψεως εἰρήκασι, λέγοντες, ὅτι ἔφη ὡς μοιχὸν ἀνελεῖν· ἀλλὰ φαμὲν, ὡς ἐν τῇ ἀντι‐ λήψει ὁμολογούμενον καὶ τέλειον εἶναι δεῖ τὸ ἀδίκημα· ἐνταῦθα δὲ ἀτελὲς καὶ οὐδαμῶς ὁμολογούμενον· ἄλλοι ἀντέγκλημά φασιν αὐτὸ, ἐγκαλέσει γὰρ ὡς ἦν τοῦτο πα‐
10θεῖν, οὐδὲ οὗτοι καλῶς· τὸ γὰρ ἀντέγκλημα ὡρισμένην ἔχει τὴν τιμωρίαν ἐκ τῆς τοῦ δράσαντος προαιρέσεως· τοῦτο ἐκ τοῦ νόμου ἔχει τὸ ἐπιτίμιον· διὸ καὶ πρὸς τῇ ἀντιλήψει μᾶλλον εἶναι δεῖ.
14nἩ ποιότης δὲ ἀπὸ τῶν παρακολουθούντων τῷ προσώπῳ λαμβάνε‐
15nται· κἂν μὲν ᾖ ὡρισμένον τὸ πρόσωπον, ἀπὸ πάντων δηλαδὴ τῶν
16nἐγκωμιαστικῶν· εἰ δὲ ἄλλως ἀόριστον, εἰ μὲν τῶν κρινομένων εἴη,
17nοἷον πατὴρ εἴ τι τῶν προειρημένων ἐν τοῖς περὶ προσώπων, τὰ πα‐
18nρακολουθοῦντα σκεψάμενοι λέξομεν· εἰ δὲ ἀόριστον πάντῃ, ἀπὸ τοῦ
19nνῦν πεπραγμένου στοχαστικῶς ἐξετάσομεν· τίς ἦν τὸν παρελθόντα
20nχρόνον· καὶ τίς ἔσται μετὰ ταῦτα, εἰ ἀφεθείη, εἴθ’ ἁλοίη· ἐπ’
21nἀμφοῖν γὰρ τὴν ποιότητα ἐξετάζει.
22 Συριανο, Σωπάτρου καὶ Μαρκελλίνου. Οὐ μόνον ἐν τοῖς ἐπιλόγοις παραλαμβάνεται ἡ ποιότης, εἰ καὶ ἐπιλογικὴ, ἀλλὰ πανταχοῦ τοῦ λόγου· οὐ γὰρ μι‐
25κρὸν εἰς ἀπόδειξιν τοῦ ὑποκειμένου συλλαμβάνεται· ἐζή‐ τηται δὲ ὑπὸ τῆς ποιότητος· Μινουκιανὸς μὲν τῶν ἐπ’ αὐτὴν ἀποφαινόμενος, ἵνα, φησὶν, διχῶς ἐξετάζηται ἡ ποιότης ἐν ἐπιλόγοις τε καὶ κοινῇ, νῦν μὲν ἰδίᾳ, ὕστε‐ ρον δὲ κοινῇ. Μητροφάνης δὲ ἄμεινον κεφαλὴν αὐτῆς
30εἶναι καὶ τῶν ἀγώνων μέρος τὸ χρησιμώτατον· τοῦ ὅρου
ἐκ πεπραγμένου καὶ λείποντος ὄντος, διὰ μὲν τῶν πρώ‐536

4

.

537

των κεφαλαίων τῶν ἀγωνιστικῶν συνεισάγομεν εἰς ταὐ‐ τὸν τὰ πεπραγμένα τοῖς παρειμένοις· διὰ δὲ τῶν ἑξῆς αὔξομεν ἢ μειοῦμεν τὰ παρειμένα· ἔτι δὲ λειπούσης ἡμῖν εἰς ἔλεγχον τῆς τοῦ κρινομένου ποιότητος, εἰκότως
5πρὸς ἀναπλήρωσιν τῆς ὅλης ἀποδείξεως παραλαμβάνε‐ ται ἡ ποιότης αὕτη, φυλαττομένης τῆς κοινῆς ποιότη‐ τος τοῖς ἐπιλόγοις· βέλτιον δὲ, ὅτι μεταξὺ ἀγώνων καὶ ἐπιλόγων ἐστὶν ἡ ποιότης αὕτη· πιστουμένη μὲν τὰς τῶν πραγμάτων δείξεις διὰ τοῦ φανέντος βίου, ὁδὸς δὲ τῇ
10κοινῇ ποιότητι ἤτοι τοῖς ἐπιλόγοις γινομένη· ὅτ’ ἂν γὰρ τοῦ αἰτοῦντος τὴν δωρεὰν τὸ ἦθος ἐπιδείκνυμεν, καὶ ὅτ’ ἂν ἀποφήνωμεν πολλὰ καὶ ἄλλα τῷ παρόντι πράγματι παραπλήσια βεβουλευμένον καὶ διαπραξάμενον, ῥᾷον καὶ περὶ τοῦ παρόντος πεῖσαι δυνάμεθα· καὶ τοὐ‐
15ναντίον, εἰ ὁ πρὸς τὴν δωρεὰν ἐνιστάμενος ἀποδεῖξαι δύναιτο μηδὲν τοιοῦτον πρότερον μήτε βουλευσάμενον μήτε πράξαντα, ἔσται πιθανώτερος καὶ τὸ παρὸν δια‐ σύρειν ἐπιχειρῶν· καὶ πάλιν ἐπὶ τῶν κατὰ κρίσιν· ὅτ’ ἂν ἐξετάζωμεν τοῦ ἱεροσύλου τὸν βίον, καὶ τῶν ἤδη γε‐
20γενημένων αὐτῷ πολλὰ παραπλήσια πεπραγμένα ἐπιδει‐ κνύειν ἔχωμεν, καὶ ἀπὸ τῆς ἡλικίας πολλὰ καὶ δεινὰ τε‐ τολμηκὼς φαίνοιτο, οὐδεὶς ὡς ἰδιωτικὰ κλέψαντος ἀνέ‐ ξεται· ἐκ γὰρ τῶν ἐναντίων σύστασιν ἂν λάβοι, ὅτ’ ἂν μηδὲν αὐτῷ φαῦλον πεπραγμένον ἔχωμεν ἐπιδεικνύ‐
25ναι· κἀκεῖνο δὲ συστήσομεν τὸ ἀτελὲς ἐπὶ τῶν κατὰ αἴ‐
τησιν ἀπὸ τοῦ προάγοντος βίου· ὥσπερ ἐπὶ τοῦ φιλο‐537

4

.

538

σόφου, ὅταν πολλὰς καὶ ἀγαθὰς προσούσας αὐτῷ πρά‐ ξεις λέγωμεν καὶ τὴν προαίρεσιν ἐξετάζωμεν τοῦ βίου, ὅτι ἐγκρατῶς ἀεὶ καὶ κοσμίως ἐβίω· καὶ οὐ μόνον τοῦ παρόντος ἕνεκα ἄξιος τοῦ γέρως, ἀλλὰ καὶ ἄλλων πολ‐
5λῶν· ἐξετάζεται δὲ ἡ ποιότης κατὰ τοὺς τρεῖς χρόνους, τὸν παρεληλυθότα καὶ ἐνεστῶτα καὶ μέλλοντα· ἐξετά‐ ζεται γὰρ, τίς ὁ πρὸ τούτου βίος αὐτοῦ· ὁ δὲ ἐνεστὼς τὰ παρόντα καὶ κρινόμενα ἔχει· ὁ δὲ μέλλων ἀπὸ τούτων στοχαστικῶς εἰσάγεται· γίνεται δὲ, φησὶν, ἀπὸ τῶν πα‐
10ρακολουθούντων τῷ προσώπῳ· ἔστι δὲ τὰ ἐγκωμιαστικὰ κεφάλαια, τὸ γένος, ἡ ἀγωγὴ, τὰ ἐπιτηδεύματα, αἱ πράξεις· κἂν μὲν ᾖ ὡρισμένον τὸ πρόσωπον, ἂν, φησὶν, ᾖ κύριον τὸ πρόσωπον, οὗ ἡ ποιότης ὥρισται ἐν ταῖς ἱστορίαις, τὰς κατασκευὰς καὶ ἀφορμὰς ληψόμεθα ἀπὸ
15πάντων τῶν ἐγκωμιαστικῶν, κατὰ τὸ ἐνδεχόμενον ἐπὶ τοῦ προκειμένου προσώπου. εἰ δὲ ἄλλως ἀόριστον, οὐ γὰρ φύσει τὰ τοιαῦτα ἀόριστα, ἀλλὰ τρόπῳ τινὶ ὡς πρὸς τὸ κύριον· οὗ τὴν ποιότητα ἰδίαν ὡρισμένην ἔχο‐ μεν ἐν ταῖς ἱστορίαις. κρινομένων δὲ λέγει τῶν ἐξέ‐
20τασιν ἐπιδεχομένων· εἰ δὲ ἀόριστον πάντῃ. ἀό‐ ριστα καλεῖ τὰ ποιότητος ἀμοιροῦντα· ἀναληπτέον δὲ τὸν λόγον· εἰ μὲν οὖν κύρια, φησὶν, εἴη καὶ τῶν ὡρι‐ σμένων, ἀπὸ γένους καὶ τῶν ἄλλων ἐγκωμιαστικῶν, κα‐ τασκευάζομεν τὴν ποιότητα, οἷον ἐπὶ γένους. ὅτι οὐ χρὴ
25διὰ γένος αὐτὸν σώζεσθαι, οὐδὲ γὰρ χρηστὸν τὸ γένος· εἰ δὲ τῶν εὐπατριδῶν τις ἦν, οὐδ’ οὕτω συγχωρεῖν ἔδει οὕτω τῇ τοῦ γένους λαμπρότητι χαριζομένους, ἀλλὰ τοὐ‐ ναντίον μειζόνως κολάζειν, ὅτι ἐκ τοιούτων γεγονὼς καὶ τοιαῦτα ἔχων τὰ παραδείγματα ἑαυτὸν καὶ τὸ γένος κατ‐
30ῄσχυνεν, ὥσπερ ὁ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου πε‐ ποίηκεν, ἐν ᾧ λέγει γένους ἕνεκα νὴ Δία; καὶ τίς οὐκ
οἶδε τὰς ἀποῤῥήτους αὐτοῦ γονάς; καὶ ἐκ παραδείγμα‐538

4

.

539

τος κατεσκεύασεν ἐπαγαγών· λέγεται τοίνυν ποτὲ κατὰ τὴν παλαιὰν ἐκείνην εὐδαιμονίαν Ἀλκιβιάδην γενέσθαι· ᾧ σκέψασθε τίνων εὐεργεσιῶν ὑπαρχουσῶν καὶ οἵων δὴ τότε πρὸς τὸν δῆμον, πῶς ἐχρήσαντο ὑμῶν οἱ πρόγο‐
5νοι, ἐπειδὴ βδελυρὸς καὶ ὑβριστὴς ᾤετο δεῖν εἶναι καὶ οὐκ ἀπεικάσαι Μειδίαν Ἀλκιβιάδῃ βουλόμενος, τούτου μέμνηται τοῦ λόγου· οὐχ οὕτως εἰμὶ ἄφρων οὐδ’ ἀπό‐ πληκτος, ἄλλ’ ἵν’ εἰδῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι οὐ‐ δέν ἐστιν, οὐ γένος, οὐ πλοῦτος, οὐ δύναμις, ὃ τοῖς
10πολλοῖς ὑμῶν, ἂν ὕβρις προσῇ, προσήκει φέρειν· δεῖ δὲ ἐπὶ τῶν κυρίων τὴν ἐξέτασιν ποιοῦντας, μὴ ἀπὸ τοῦ γέ‐ νους, ὅπερ ἐστὶν ἐπὶ τῶν ἀληθῶς ἐγκωμίων, ἀλλ’ ἀπὸ τῶν πράξεων ἄρχεσθαι, ὅ ἐστι πρόσφορον τῷ ὑπο‐ κειμένῳ ἐγκλήματι· ὅτ’ ἂν διὰ τῶν πράξεων ἀποδείξω‐
15μεν, ὅτι ἀκόλουθά ἐστι ταῦτα ἐκείνοις, τότε χώραν ἕξει καὶ ἡ περὶ τὸ γένος ζήτησις· καὶ μετὰ τὸ γένος πάλιν ἐπὶ τὰς πράξεις ἥξομεν· τὰς μὲν χρηστὰς, εἴ τινες καὶ ὑπεῖεν, ἀποσιωπῶντες ἢ διαβάλλοντες, ὡς τὴν τῆς τριη‐ ραρχίας ἐπίδοσιν Μειδίου Δημοσθένης ἔδρασεν, τὰς δὲ
20φαύλας ἐπεξεργαζόμενοι· οὕτω μὲν οὖν χρηστέον κατ‐ ηγοροῦντας, τοὐναντίον δὲ ἐγκωμιάζοντας. Εἰ δὲ ἄλ‐ λως ἀόριστον· τουτέστιν, εἰ δὲ μὴ εἴη κύριον, σκε‐ πτέον πάλιν, εἰ τῶν κρινομένων ἐστὶν ἢ οὔ· κἂν μὲν εἴη τῶν κρινομένων· ὡς τὸ πατὴρ ἢ δοῦλος ἤ τι τῶν
25ἄλλων, διὰ τῆς παρ’ αὐτοῖς καθολικῆς ποιότητος ἐξ‐ ετασθήσεται, τῇ οἰκείᾳ ποιότητι ἕκαστον· εἰ μὲν εἴη πα‐ τὴρ, ἔχει τὴν ἔμφυτον τῶν προπατόρων χρηστότητα, οἷον ὅτι φιλόστοργοι, ὅτι χρηστοὶ, ὅτι σώφρονες· εἰ δὲ νέος πλούσιος, τὴν τῆς ἡλικίας ἀφροσύνην μετὰ τῆς τοῦ
30πλούτου τρυφῆς· εἰ δὲ στρατηγὸς, τὸν ἀπὸ τῆς ἀρχῆς ὄγκον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ἐκ τῶν προσώπων·
πρὸς τὸ οἰκεῖον κατασκευάσομεν τὴν ποιότητα· εἰ δὲ539

4

.

540

πάντῃ ἀόριστον τὸ πρόσωπον εἴη καὶ μὴ ἔχον ποιότη‐ τα, ἐφεῦρε καὶ τούτῳ τινὰ εὐπορίαν ἡ τέχνη· ἐκλειπού‐ σης γὰρ πάντῃ τῆς ποιότητος διὰ τὸ εἶναι ἀόριστον, εὗρέ τινα μέθοδον ὁ τεχνικὸς, δι’ ἧς χρήσασθαι τῷ κε‐
5φαλαίῳ δυνησόμεθα· ἀπὸ γὰρ τοῦ πεπραγμένου ἦθος ἀναπλάττειν δεῖ τῷ πράγματι, ὡς ἐπὶ τοῦ τὸ κενοτά‐ φιον διορύξαντος· ἐν τούτῳ τὸ μὲν πρόσωπον ἄποιον, ἀόριστον γάρ· ἀπὸ δὲ τοῦ πραχθέντος ῥᾴδιον ἦθος περιθεῖναι τῷ προσώπῳ· ὁ γὰρ ἐλπίδι κέρδους διορύ‐
10ξας κενοτάφιον, παντὸς μὲν ἥττων ὁ τοιοῦτος, ὀλίγον δὲ τῶν ἄλλων φροντίζων, θρασὺς, ἀσεβὴς, μηδὲ αὐτῶν τῶν κατοιχομένων λόγον ποιούμενος· στοχαστικὴ ἡ τοιαύτη κατασκευὴ, τὸ ἐκ τῶν πεπραγμένων τὰ μὴ πε‐ πραγμένα ἐλέγχειν· οὐ μόνον δὲ τὰ παρελθόντα, ἀλλὰ καὶ
15τὰ μέλλοντα κατασκευάσομεν ἐκ τοῦ πεπραγμένου· οὐ μόνον γὰρ διέξιμεν, τίς ἦν ἐπὶ τοῦ παρελθόντος, ἀλλὰ καὶ τίς εἰς τὸν μέλλοντα χρόνον ἔσται ἁλοὺς ἢ ἀφεθεὶς, ὅτι ἁλοὺς μὲν σωφρονέστερος ἢ μετριώτερος, ἀφεθεὶς δὲ θρασύτερος καὶ χαλεπώτερος, ὡς Δημοσθένης ἐν τῷ
20κατὰ Μειδίου, ἔνθα λέγει, ὅτι εἰ θέλετε μαθεῖν, ὁποῖ‐ ος ἔσται ἀποφυγὼν, σκέψασθε ἐκ τῶν μετὰ τὴν χει‐ ροτονίαν χρόνων. ἰστέον δὲ, ὡς διπλῆ τίς ἐστιν ἡ ποι‐ ότης, ἡ μὲν τοῦ προσώπου ἰδία, περὶ ἧς εἰρήκαμεν, ἡ δὲ κοινὴ παντελῶς καὶ ἐπιλογικὴ, ἐν ᾗ οἱ ἐπίλογοι
25τάττονται.
26nἩ γνώμη ὡσαύτως ἐπ’ ἀμφοῖν ἐξετασθήσεται, ποίᾳ γνώμῃ τόδε τι
27nἔπραξεν· καὶ ποίᾳ γνώμῃ κατηγορεῖ ἢ ἀντιλέγει καὶ τὰ ὅμοια.
29Συριανοῦ. Μετὰ ταῦτα γνώμης αἴτησις ἐμ‐
30πίπτει, παρὰ τοῦ κατηγόρου μὲν κινουμένη, λυομένη δὲ540

4

.

541

ὑπὸ τοῦ φεύγοντος χρώματι. οἷον ἐπὶ τοῦ ἱεροσύλου τοῦ ὑφελομένου ἰδιωτικὰ χρήματα ἐξ ἱεροῦ· ἀλλ’ εἴπερ μὴ ἱεροσυλεῖν ἐβούλου, τίνος ἕνεκεν οὐ πρὸς ἰδιώτου παρ‐ ελθὼν οἰκίαν ἐλῄστευσας; Ὁ τοίνυν φεύγων πρὸς τὴν
5αἴτησιν τῆς γνώμης κινήσει χρῶμα συγγνωμονικὸν, ὡς λαθεῖν ἤλπιζον μᾶλλον ἐξ ἱεροῦ χρήματα λαμβάνων· οἱ γὰρ φύλακες ἐν ἑορταῖς ἀεὶ καὶ μέθαις ὄντες ἀπερίο‐ πτοι τῶν φυλαττομένων εἰσί· τὰ δὲ οἴκοι κείμενα φυλά‐ κων καὶ προφυλάκων ἀξιοῦται παμπόλλων· κινήσει δὲ
10καὶ ὁ φιλόσοφος γνώμην· εἴρηται γὰρ ἐν ταῖς αἰτή‐ σεσι τῶν δώρων, ὁ πρῶτος λέγων καὶ κατηγόρου τά‐ ξιν ἐπέχει, ὁ δὲ ἀντιλέγων τοῦ φεύγοντος· ὁ τοίνυν φι‐ λόσοφος κινήσει τοιάνδε γνώμην· ἀλλ’ εἴπερ μὴ καθ‐ ελεῖν ἔσπευδον τὴν τυραννίδα, τίνος ἕνεκεν ἐμαυτοῦ περι‐
15φρονήσας ἐπὶ τὴν ἀκρόπολιν ἐχώρουν καὶ λόγοις ἐλαύ‐ νειν τὸν τύραννον ἐπειρώμην, ὃν ὁπλιτῶν φάλαγγες τό‐ σαι καὶ τόσαι μέχρι καὶ σήμερον ἔδρασαν οὐδὲ ἕν· ὁ δὲ ἀντιλέγων πρὸς ταῦτα κινήσει χρῶμα κατὰ διά‐ νοιαν τοιάνδε· ἀλλ’ ἤδη σαθρὰν ἐγνωκὼς εἶναι τὴν τυ‐
20ραννίδα πείθειν τετόλμηκας ἄνθρωπον αἱρετωτέραν ἤδη τῆς ἄκρας ἡγούμενον τὴν φυγήν. ἰστέον δὲ, ὡς τινὰ μὲν τοῖς ὁρικοῖς ζητήμασι χρωμάτων ῥᾴδιόν ἐστιν εὑ‐ ρεῖν, τινὰ δὲ, ἅπερ καὶ ἄπορα χρώματα καλοῦσιν οἱ τεχνικοὶ, ὡς ἐπὶ τοῦ τὸ κενοτάφιον διορύξαντος ἐπί
25τε τοῦ εὐνούχου τοῦ κρινομένου μοιχείας· ὅταν οὖν δυσ‐ χερὲς ᾖ χρῶμα εὑρεῖν τῷ φεύγοντι καὶ ἄπορον ᾖ πρὸς τὴν αἴτησιν τῆς γνώμης ἀποκρίνεσθαι, τοιῷδε λογισμῷ κεχρῆσθαι προσήκει· καὶ βιαιότερον προσάγειν τὸ
χρῶμα κατὰ διάνοιαν, ὡς δίκαιόν ἐστι πρὸς τὴν τῶν541

4

.

542

πραγμάτων ἑκάστοτε φύσιν ἀποβλέπειν· καὶ τὰ ὀνόματα σαφῶς ἐξετάζειν, ἐπὶ τίσιν ὁ νομοθέτης ταῦτα διώ‐ ρισεν· πρόδηλον γὰρ, ὡς τυμβωρύχους μὲν ἀναγορεύει τοὺς κέρδους ἕνεκα τὰς τῶν κειμένων διορύττοντας θή‐
5κας, καὶ ταύτας ἐσθῆτος ἢ χρυσίου γυμνὰς ἀποδείξαν‐ τας· ἐγὼ δὲ οὐδὲν ὁτιοῦν εἰληφὼς ἐκ τοῦ τάφου πεφώ‐ ραμαι· πάλιν ὁ νομοθέτης μοιχοὺς ἀποκαλεῖ τοὺς τῶν γυναικῶν σωφροσύνην διαφθείραντας καὶ παῖδας, ἐξ ὧν ἥκιστα θέμις, ποιουμένους, οὐχὶ τοὺς σπείρειν
10ἀδυνατοῦντας καὶ τοῖν γενοῖν ἑκατέρου διὰ δυσδαιμονίαν τὴν φύσιν ἀρνησαμένους· τίς γὰρ ἂν τῶν ἀδυνάτων ἐρῴη; τίς δ’ ἂν ἀδικεῖν μὴ δυνάμενος τὰς τῶν πλημμελούντων ἀγαπῴη προσηγορίας; Σωπάτρου καὶ Μαρκελλίνου. Γνώμην ἐνταῦ‐
15θα καλεῖ τὴν τοῦ πεπραγμένου αἰτίαν· τίνος ἕνεκα καὶ διὰ τί ἔπραξε, καὶ ζητήσει αἰτίαν εὐπρόσωπον· λαμβά‐ νεται δὲ ἡ μὲν αἰτία τῇ γνώμῃ, καὶ τρόπον τινὰ συμ‐ πλέκεται. δεῖ δὲ, ὡς εἰρήκαμεν, καὶ παραδείγμασι χρῆ‐ σθαι. ὥσπερ δὲ ἐν τῇ ποιότητι εἰρήκαμεν, ὅτι μεταξὺ
20ἀγώνων ἐστὶ καὶ ἐπιλόγων, οὕτω καὶ ἐπὶ τῆς γνώμης εὑρίσκεται· τὰς γὰρ ἐπαινουμένας τῶν πράξεων αὐτὰς καθ’ ἑαυτὰς διαβαλεῖν οὐ δυνάμενοι ἐκ τῆς αἰτίας καὶ
τῆς τοῦ δράσαντος γνώμης τοῦτο ποιοῦμεν λέγοντες,542

4

.

543

ποίᾳ γνώμῃ τοῦτο πεποίηκεν· ὥσπερ ὁ Δημοσθένης κα‐ τὰ Μειδίου ἐν τῇ ἐπιδόσει τῆς τριήρους ἐποίησε λέγων· τίνος χάριν ἐπιδέδωκεν; οὐ μόνον δὲ ἐπὶ τοῦ φεύγοντος τὴν αἰτίαν τοῦ πεπραγμένου ζητήσομεν, ἀλλὰ καὶ ἐπὶ
5τοῦ κατηγόρου τίνος ἕνεκα κατηγορεῖ· ὡς Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου δεδήλωκεν, τίνος ἕνεκα προείλετο κατηγορεῖν· ἀνατρέψας γὰρ τὰς αἰτίας, δι’ ἃς ἀντισυ‐ κοφαντεῖν εἵλετο, βούλεται καταλιπεῖν μόνον αἰτίαν τὸ δίκαιον, ὅτι μετὰ τοῦτο μόνον τὴν κατηγορίαν πεποί‐
10ηται· ἔστι δὲ μάλιστα τὸ μέρος τοῦτο τοῦ λόγου ἐλεγ‐ κτικώτατον, καὶ εἰς ἀπορίαν ἱκανὸν ἐμβαλεῖν τοὺς φεύ‐ γοντας· καθίστησι γὰρ εἰς ἐρώτησιν καὶ ἐξέτασιν, ποίᾳ γνώμῃ ὁ ἐγκαλούμενος τὸ ἐγκαλούμενον πέπραχεν· οἷον ποίᾳ γνώμῃ ὁ κρινόμενος τυμβωρυχίας ἐπὶ τὸ κενοτά‐
15φιον ἦλθεν, καὶ ὁ κρινόμενος ἱεροσυλίας ἐπὶ τὸ ἱερόν. Ὅρα πῶς εἰς ἄφυκτον καθίστησι τὸν λόγον, ὥστε ἀναγ‐ κάζεσθαι μὲν ὁμολογεῖν, τῆς δὲ ἥττονος ἀξιοῦν τιμωρίας τυχεῖν, ἐν πᾶσι γὰρ τοῖς προάγουσι κεφαλαίοις διαγω‐ νισάμενοι καὶ δόξαντες ἁμιλλᾶσθαι πρὸς τὸν κατήγο‐
20ρον περὶ τοῦ ἐγκλήματος ἐν τούτῳ πάντως ἀποκλείονται543

4

.

544

τοῦ τοιούτου· ἐξετασθήσεται δὲ καὶ κατὰ τοῦ κατηγό‐ ρου ἡ γνώμη, ὅταν εὑρίσκωμεν διαβολήν τινα κατ’ αὐ‐ τοῦ, τίνι γνώμῃ ἐπὶ τὴν κατηγορίαν ἀπήντησεν, καὶ πά‐ λιν ἐπὶ τοῦ φιλοσόφου, ὅτ’ ἂν ὁ ἐνιστάμενος διαβάλλῃ
5λέγων, ὅτι οὐκ εὐνοίᾳ οὐδὲ τῇ χάριτι περὶ τὴν πόλιν ἐπὶ τὸ πεῖσαι τὸν τύραννον ἦλθεν, οὐδὲ καθελεῖν θέ‐ λων τὸν τύραννον· ἀλλὰ συσκιάσαι βουλόμενος τοῦτο ἐποίησεν, ἐπειδήπερ ἐν ἀσθενείᾳ λοιπὸν ἦν τὰ τῆς τυ‐ ραννίδος. καὶ ἐπὶ πάντων δὲ τῶν ζητημάτων ὁμοίως
10διερευνήσομεν ἑκατέρωθεν τὰς γνώμας, ἔνθα ἂν ἐγχωρῇ, καὶ ταῖς τοιαύταις ἐξετάσομεν μεθόδοις. πολλαχῶς δὲ ἐν τῷ ἔργῳ παραλαμβάνεται ἡ τῆς γνώμης ἐξέτασις· ἀλλ’ ἐν μὲν τοῖς ἄλλοις μέρεσι μερικῶς καὶ εἰς ἑτέρων κατασκευὰς εἰσάγεται, ἐνταῦθα δὲ προηγουμένως καθ’
15ἑαυτὴν, οἰκεῖος γὰρ αὐτῆς ὁ τόπος.
16nἩ μέντοι κοινὴ ποιότης συμπεπλεγμένως ἐνταῦθα τῇ ποιότητι τοῦ
17nπροσώπου καὶ τῇ γνώμῃ ἐξετασθήσεται.
18 Σωπάτρου καὶ Μαρκελλίνου. Ἐνταῦθα κοι‐ νὴν ποιότητα δηλοῖ τοὺς ἐπιλόγους, τὸ δὲ ἐνταῦθα ἀντὶ
20τοῦ ἐν τῷ ὅρῳ· ἤδη δὲ ἡμᾶς ὁ τεχνικὸς ἐδίδαξεν ἐν τῷ στοχασμῷ, τί ἐστιν ἡ κοινὴ ποιότης· κοινὴ γὰρ ποιότης ἐστὶν ἡ καθόλου δηλονότι παντὸς κοινοῦ προσώπου διαβολὴ, ὡς ἐν τῷ κοινῷ τόπῳ κατὰ παντὸς ῥήτορος ἢ κατὰ παντὸς στρατηγοῦ, ἢ μοιχοῦ, ἢ τυράννου, ἢ ὅ τι ἂν
25ᾖ τὸ προκείμενον καὶ ἐμπίπτον· συμπλέκεται δὲ, φησὶν, ἡ κοινὴ ποιότης τῇ ποιότητι τοῦ ὑποκειμένου προσώπου· διπλῆ γάρ ἐστιν, ὡς εἴπομεν, ποιότης, ἡ μὲν ἰδία τοῦ κρινομένου προσώπου, ἡ δὲ καθολική· ἀλλ’ ἡ μὲν κε‐ φαλαίου χώραν ἐπέχει, ἡ δέ ἐστιν ἐπιλογική· σφόδρα
30δὲ ἀναγκαία ἡ διαβολὴ καὶ ἡ ἰδία ποιότης τοῦ προσώ‐
που ἐν ὅρῳ διὰ τὸ ἀτελὲς εἶναι ἐν αὐτῷ τὸ πεπραγμέ‐544

4

.

545

νον· ληψόμεθα δὲ τὴν διαβολὴν καὶ τὸν ἔπαινον ἀπὸ τῆς ποιότητος τοῦ ὑποκειμένου προσώπου ἢ καὶ τῆς πρά‐ ξεως· οἷον τὸν ἱερόσυλον κρινόμενον διαβαλοῦμεν καὶ ἀπὸ τοῦ ἄλλου βίου· λέξομεν γὰρ, ὅτι ἐξ ἀρχῆς τοι‐
5οῦτος ἦν τολμηρός· πάλιν ἐπὶ τοῦ φιλοσόφου τὸ ἐναν‐ τίον, ὅτι κοσμίως ἐξ ἀρχῆς καὶ ἀνδρείως ἐβίωσεν· ἀναγ‐ καιότατον δὲ τὸ τῆς κοινῆς ποιότητος· πρὸς γὰρ οὕτως ἰσχυρὸν κεφάλαιον τὸ προηγησάμενον ὁ φεύγων οὐδὲν ἕξει ἀντιθεῖναι, εἰ μὴ ἄρα τι ὑπόθεσις διδοίη, πλὴν
10ἔλεον καὶ τὰ συγγνωμονικὰ καὶ οἶκτον, οἷς χρήσεται συστῆσαι δυνάμενος τὴν ἑαυτοῦ γνώμην· ταῦτα δέ ἐστιν ἡ κοινὴ ποιότης, τουτέστιν οἱ ἐπίλογοι, οἷς καὶ τὰ τε‐ λικὰ ἐν ταῖς ἐκβάσεσι μάλιστα συνῆπται κεφάλαια· ἔστι δὲ, ὡς ἐμάθομεν, τὸ νόμιμον, τὸ δίκαιον, τὸ συμ‐
15φέρον, τὸ καλὸν, τὸ ἔνδοξον, ἀφ’ ἑκατέρου μέρους· κοι‐ νοὺς γὰρ ἔφαμεν εἶναι τοὺς ἐπιλόγους, οὓς ὅπως ἐξ‐ εταστέον, ἐν στοχασμῷ δεδηλώκαμεν· ἐνταῦθα δὲ κἀ‐ κεῖνο προςθετέον, ὅτι καὶ ἐν τοῖς ἐπιλόγοις τὰ παρα‐ δείγματα πλείστην ἰσχὺν ἔχει, ὅτ’ ἂν ἔχωμεν ὁμοίου
20γεγενημένου τινὸς τῷ νῦν ἐγκαλουμένῳ ἢ συγγνώμης δεῖ‐ ξαι τυχόντα τὸν ἐγκληθέντα, ἢ φιλανθρώπως διατεθέν‐ τας τοὺς δικάσοντας, ἢ πάλιν ἐκ τῶν ἐναντίων ἐπὶ μι‐ κροτέρων ἐγκλημάτων μείζω τιμωρίαν εἰςπραξαμένους· ἐκ τῶν τοιούτων γὰρ συνιστάναι τοὺς ἐπιλόγους χρή·
25πάλιν δ’ αὖ δεῖ ἐλέγχειν τὰ παραδείγματα, ταῖς ἰδιό‐ τησιν ἑκάστου τὸ ἴδιον ἐπισκοπούμενον ἐν ταῖς γενι‐ καῖς κοινωνίαις· τὸ μὲν γὰρ ἱκανὸν συναρπάσαι, λέγω δὴ ἡ γενικὴ κοινωνία, τὸ δ’ ἱκανὸν συνδιελέγξαι, τὸ δι‐ κάσαι τὴν ἑκάστου ἰδιότητα, ποῖον μὲν τὸ προκείμενον,
30ποῖον δὲ ἐκεῖνο, ὃ παραβάλλεται· ἔστι δὲ σαφῶς τὴν γε‐ νικὴν κοινωνίαν ἐν τῷ κατὰ Μειδίου μαθεῖν, ἐν ᾧ Δη‐
μοσθένης τὸ περὶ τοὺς Ἑρμᾶς ἔργον Ἀλκιβιάδου καὶ545

4

.

546

τὴν περικοπὴν ἀντεξετάζων συνήρπασε τῇ γενικῇ κοι‐ νωνίᾳ, ὅτι καὶ τοῦτο περὶ θεοὺς κἀκεῖνο· πάνυ δὲ δει‐ νῶς καὶ τὸ ἀμφισβητούμενον ὡς ὁμολογούμενον· ἄδη‐ λον γὰρ ἦν, εἰ Ἀλκιβιάδης ἐποίησε· καὶ τὸ κατ’ εἶδος
5οὐκ ἐξετάσας, οὐδὲ γὰρ εἶπε τὸ κονδύλους δοῦναι καὶ ἐσθῆτα καταῤῥῆξαι καὶ χρυσοῦς διαφθεῖραι στεφά‐ νους ὅμοιον τοῦ κατακόψαι τοὺς Ἑρμᾶς· ἀλλὰ τῇ γε‐ νικῇ κοινωνίᾳ προσεχρήσατο, εἰπών· τὸ δὲ ὅλως ἀφανί‐ ζειν ἱερὰν ἐσθῆτα ἔσθ’ ὅ τι τοῦ περικόπτειν τοὺς Ἑρμᾶς
10διαφέρει; ὅρα τοίνυν, ὅτι τεχνικῶς οὐκ ἐπεξῆλθεν ἕκα‐ στον, ἵνα φωραθῇ συναρπάζων, ὁ δὲ φεύγων τοῖς τοι‐ ούτοις τὰ κατὰ μέρος ἐπεξιὼν ἐξελέγχει ψευδόμενον· ταῦτα δὲ πάντα οὐχ ὁρίσαντες καθ’ ἑαυτὰ ἐξετάζομεν· ἀλλ’ ἀναμιγνύντες τῇ κοινῇ ποιότητι τοῦ προσώπου, καὶ
15τῇ ἐξετάσει τῆς γνώμης· ὃν δὲ τρόπον χρὴ τὴν διαβο‐ λὴν τοῦ ἐλέου ποιεῖσθαι, μεμαθήκαμεν ἐν στοχασμῷ.
17nὭσπερ δὲ στοχασμῶν εἴδη πλείονά ἐστιν, οὕτω καὶ ὅρων· καὶ
18nἁπλοῦς μὲν ὁ προειρημένος, οἱ δὲ ἄλλοι διπλοῖ εἰσιν.
19Συριανοῦ. Τῶν ὅρων οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ
20διπλοῖ· καὶ τῶν ἁπλῶν οἱ μὲν αὐτὸ τὸ κρινόμενον ἔχουσι καὶ ζητούμενον· ὡς ὁ τοῦ ἐπανατεινομένου πλουσίου πέ‐ νητι ἐχθρῷ τὰς χεῖρας. κρίνεται γὰρ ἡ ὕβρις, καὶ ζη‐ τεῖται, εἰ τὸ ἐπανατείνασθαι τὰς χεῖρας ὕβρις ἐστίν· οἱ δὲ ἕτερον μὲν τὸ κρινόμενον ἔχουσιν, ἕτερον δὲ τὸ ζη‐
25τούμενον· οἷον νόμος, τὸν ἄπολιν ἐν Ὀλυμπίᾳ μὴ ἀγω‐ νίζεσθαι. Ἀθηναῖον ἀθλητὴν μετὰ τὰ Μηδικὰ βουλό‐ μενον ἀγωνίζεσθαι κωλύουσιν Ἠλεῖοι, καὶ κρίνουσιν αὐ‐ τοὺς Ἀθηναῖοι ἐπὶ τῶν Ἀμφικτυόνων ὕβρεως· κρίνεται
μὲν γὰρ ἡ ὕβρις, ζητεῖται δὲ, εἰ ἄπολις ὁ Ἀθηναῖος·546

4

.

547

ὅμοιον δὲ τούτῳ καὶ τὸ τοῦ εὐνούχου· κρίνεται μὲν γὰρ κἀκεῖ ὁ φόνος, ζητεῖται δὲ, εἰ μοιχὸς ὁ εὐνοῦχος· εἴδη δὲ ὁ ἁπλοῦς ὅρος ἔχει· οὔτε γὰρ ἐναλλαγὴ κεφα‐ λαίων ἐν αὐτῷ, οὔτε πλεονασμὸς, οὔτε ἔλλειψίς ἐστιν·
5ἅπερ ἔφαμεν ἐν ταῖς στάσεσι τὰ εἴδη ποιεῖν· τῶν δὲ διπλῶν ὅρων, ὁ μέν τις καλεῖται ἀντονομάζων, ὁ δὲ ἐμπίπτων, ὁ δὲ κατὰ σύλληψιν, ὁ δὲ κατὰ ἀμφισβήτη‐ σιν, ὃς καὶ κατὰ δύο πρόσωπα καλεῖται· οἱ δὲ δύο ὅροι· ἰστέον δὲ καὶ τοῦτο, ὡς οἱ ἔχοντες ὅροι ἄλλο μὲν τὸ
10κρινόμενον, ἄλλο δὲ τὸ ζητούμενον, ὡς ἐφ’ ὧν εἴδομεν παραδειγμάτων, τοῦ εὐνούχου καὶ τοῦ Ἀθηναίου ἀθλη‐ τοῦ, ἁπλοῖ μέν εἰσι, τῷ ἔχειν ἁπλᾶ τὰ κεφάλαια· δια‐ φέρουσι δὲ αὐτῶν τῷ ἐναλλάττεσθαι τῶν ἀγωνιζομένων τὴν τάξιν ἐν αὐτοῖς· ἕως μὲν γὰρ τὰ κρινόμενα λέ‐
15γουσι, φυλάττουσι τὴν τάξιν ὅ τε κατήγορος καὶ ὁ φεύ‐ γων· ἐπειδὰν δὲ τὸ ζητούμενον ἐξετάζωσι, τότε τὴν τάξιν ἐναλλάττουσιν, ὥσπερ ἐν τῷ ἐμπίπτοντι στοχασμῷ ὁ μὲν κατήγορος ἀπολογούμενος γίνεται, ὁ δὲ φεύγων διώκων· οἷον ἐπὶ τοῦ εὐνούχου ὁ μὲν κατήγορος χρήσε‐
20ται τῇ προβολῇ λέγων, ὅτι φονεὺς εἶ καὶ δίκης ἄξιος, εὐνοῦχον ὡς μοιχὸν ἀπεκτονὼς, ὃν ἡ φύσις μοιχεύειν οὐκ εἴα. εἶτα ὁ φεύγων τῷ ὅρῳ χρήσεται· ἀλλ’ οὐκ ἐφόνευσα, τοῦτο γὰρ ἀδίκου πράγματος ὄνομα· μετὰ δὲ τοῦτο ἐναλλάττουσι τὴν τάξιν καὶ ὁ φεύγων τὴν τοῦ
25κατηγόρου τάξιν ἀναλαβὼν τοῖς ἐκείνου χρήσεται κεφα‐ λαίοις· καὶ ἀνθορισμὸν κινήσει λέγων· ἀλλὰ μοιχὸν ἀπε‐ κτονὼς κατὰ τὸν νόμον ἥκιστα ὑπέχειν δίκαιος εὐθύ‐ νας ἐγώ· εἶτα ὁ πρότερον κατήγορος πρὸς τὴν ἀπολο‐ γίαν ὑπὲρ τοῦ εὐνούχου χωρῶν τῷ ὅρῳ χρήσεται ἐκ τῶν
30λειπόντων, ὡς πολλάκις εἴρηται, συνεστηκότι· οἷον καὶ547

4

.

548

τίς ἂν φαίη τὸν εὐνοῦχον γεγονέναι μοιχὸν, γονῆς ἔρη‐ μον, σπέρματος ἄπορον, εἰ μὴ καὶ τὰς ἡμιόνους σπεί‐ ρειν ἐντελῆ καὶ κύειν πεισόμεθα· εἶτα τὸν συλλογισμὸν ἐξ ἀντιθέσεως ἑαυτῶν· ἀλλ’ ἴσον, φησὶν, ἐστὶ τὸ πλη‐
5σιάσαι παρὰ τὸν νόμον ἑτέρου γαμετῇ τῷ μοιχεύειν· τοῦτον δὲ λύσας λογισμοῖς τῶν λοιπῶν κεφαλαίων τῇ τάξει χρήσεται· παραπλησίως δὲ καὶ ὁ τὸν ἄπολιν με‐ λετῶν διαιρήσει. Σωπάτρου. Καθάπερ ἐν στοχασμῷ μετὰ τὴν δι‐
10αίρεσιν τῶν κεφαλαίων διέλαβε περὶ τῶν εἰδῶν τοῦ στο‐ χασμοῦ, τὸν αὐτὸν τρόπον κἀνταῦθα διελὼν τὸν ὅρον, τὰ εἴδη λοιπὸν ἡμῖν παραδίδωσι τοῦ ὅρου· οὐχ ἁπλῶς δὲ τοῦτο ποιεῖ, ἀλλ’ εἰδὼς, ὡς διάφορον εἶδος διάφορον διαίρεσιν ἐκ μέρους ποιεῖ· ἵνα δὲ μὴ πλανηθῶμεν τῆς ἀλη‐
15θοῦς διαιρέσεως, τὴν τῶν εἰδῶν ἡμῖν ἐπάγει διδασκαλίαν, ἵνα καὶ τὸ διάφορον τῆς διαιρέσεως μάθωμεν· ζητητέον δὲ, διὰ τί μιᾶς οὔσης τῆς στάσεως διάφορα εἴδη εὑρίσκεται, καὶ λέγομεν, ὅτι ἡ διάφορος τῶν κεφαλαίων ἐργασία τοῦτο ποιεῖ· ποιεῖ δὲ διάφορον ἐργασίαν ἡ ὕλη, ἥτις
20διάφορα καὶ τὰ εἴδη ἐργάζεται.
21nΚαὶ πρῶτός γέ ἐστιν ὁ ἀντονομάζων καλούμενος, ὅτ’ ἂν ὄνομα ὀνό‐
22nματι ὁ φεύγων ἀντιτιθῇ· οἷον ὑφείλετό τις ἐξ ἱεροῦ ἰδιωτικὰ χρή‐
23nματα· νόμου ὄντος τὸν μὲν ἱερόσυλον τεθνάναι, τὸν δὲ κλέπτην δι‐
24nπλᾶ διδόναι, ὡς ἱερόσυλος ὑπάγεται, ὁ δὲ εἶναι κλέπτης λέγων δι‐
25nπλᾶ καταθέσθαι ἀξιοῖ· τοῦτον ὁμοίως τοῖς διπλοῖς στοχασμοῖς δι‐
26nαιρήσεις, διπλοῖς τοῖς κεφαλαίοις, ἀντιτιθεὶς κεφάλαιον κεφαλαίῳ·
27nοἷον ἱερόσυλος εἶ, ἀλλ’ οὐ κλέπτης, κλέπτης μὲν γὰρ τόδε τί ἐστιν,
28nἱερόσυλος δὲ τόδε· καὶ τοῖς ἑξῆς ὁμοίως· καὶ ὁ φεύγων δὲ παρα‐
29nπλησίως ἀναστρέψας χρήσεται τῷ λόγῳ.
30Συριανοῦ. Καθόλου οἱ μὲν ἁπλοῖ τῶν διπλῶν548

4

.

549

διαφέρουσι, τῷ τοὺς διπλοῦς, ὡς ἔφαμεν, διπλᾶ ἔχειν τὰ κεφάλαια, τοὺς δὲ ἁπλοῦς οὐκ ἔτι· ἰδίως δὲ ὁ ἀντο‐ νομάζων διαφέρει τῶν ἁπλῶν, τῷ ἐν μὲν τοῖς ἁπλοῖς ἄρνησιν μόνον εἶναι τοῦ ἐπιφερομένου, ἐνταῦθα δὲ
5ἄρνησιν τοῦ ἐπιφερομένου, ἀντεισαγωγὴν δὲ ἐλάττο‐ νος ἀδικήματος· διὰ τοῦτο γὰρ καὶ τῆς τοῦ ἀντονομά‐ ζοντος τετύχηκε προσηγορίας τὸ εἶδος τούτου τοῦ ὅρου. διότι ἑκάτερος τῶν ἀντιδίκων ἐκβάλλων τὸ ὑπὸ τοῦ ἀν‐ τιδίκου εἰσαγόμενον ἕτερόν τι ὄνομα τῷ ἀντιδικήματι
10ἐπάγει· ὁ μὲν κλοπὴν, ὁ δὲ ἱεροσυλίαν· ἐν ὅσῳ μὲν οὖν τὸ λεῖπον ἐξετάζεται, κατὰ φύσιν προβαίνει τῶν ὁρικῶν κεφαλαίων ἡ διαίρεσις τοῦ τε κατηγόρου καὶ τοῦ φεύγοντος τοῖς οἰκείοις κεχρημένου, ὡς ἔφαμεν ἐν τῇ διαιρέσει· ἐπειδὰν δὲ εἰς τὸ πεπραγμένον μεταβῶσιν,
15ἐναλλάττουσι καὶ κεφάλαια· καὶ τῷ μὲν ἀνθορισμῷ καὶ συλλογισμῷ ὁ φεύγων κέχρηται, τῷ δὲ ὅρῳ ὁ κατή‐ γορος. Σωπάτρου καὶ Μαρκελλίνου. Ὁ ἀντονομά‐ ζων ἐστὶν, ὅταν ἐπὶ μιᾷ πράξει δύο ὀνόματα εὑρίσκη‐
20ται ζητούμενα, τὸ μὲν τοῦ κατηγόρου ὁριζομένου, καὶ ἀνελεῖν ἐπιχειροῦντος, ἕτερον δὲ ἀντεισφέροντος οὐχ ἁ‐
πλῶς, ἀλλὰ μικρότερον ἔγκλημα, καὶ συντόμως εἰπεῖν,549

4

.

550

ὅταν τῇ μὲν προσηγορίᾳ τοῦ ἐγκλήματος, ᾗ ὁ κατήγορος τίθεται, ὁ φεύγων μὴ συντρέχῃ, ἀπαρνούμενος δὲ τοῦτο ἕτερον ἔγκλημα προβάληται, ᾧ ὑπεύθυνον ἑαυτὸν λέγει, οἷον ὡς ἐφ’ οὗ παρέθετο ὁ τεχνικός· ὅρα γὰρ ἐνταῦθα,
5πῶς τὸ μὲν τῆς ἱεροσυλίας ἔγκλημα καὶ τὴν ἀπὸ τούτου φεύγει προσηγορίαν, τῷ δὲ τῆς κλοπῆς ὑπεύθυνον ἑαυ‐ τὸν καθίστησιν· ὀνομάζοντος γὰρ τοῦ κατηγόρου ἱερο‐ συλίαν τὸ γεγονὸς, ὁ φεύγων ἀντονομάζει, οὐχ ἱεροσυλίαν εἶναι φάσκων, ἀλλὰ κλοπήν· πολὺ δὲ διαλλάττει περὶ
10ἑνὸς ὀνόματος τὴν πᾶσαν εἶναι ζήτησιν· ἢ δυοῖν ὄντοιν τὸ μὲν ἕτερον ἀναιρεῖν, τῷ δὲ ἑτέρῳ ὑπεύθυνον ἑαυτὸν καθιστάναι. Τοῦτον ὁμοίως τοῖς διπλοῖς στο‐ χασμοῖς διαιρήσεις. Δεῖ, φησὶν, ἐπὶ τῶν τοιούτων δι‐ πλῇ τῇ διαιρέσει χρῆσθαι, ὥσπερ ἐπὶ τῶν διπλῶν στοχασμῶν
15ταῖς αὐταῖς μεθόδοις κατὰ παράθεσιν καὶ ἀντεξέτασιν κεφάλαιον κεφαλαίῳ ἀντιτιθέντας· διπλοῦν δὲ καλεῖ στο‐ χασμὸν τὸν ἀντεγκληματικόν· προτάττομεν οὖν ἄρα τὴν ἀπολογίαν εὐθὺς, ἀντεπάγοντες τὴν κατηγορίαν, οὐ χωρίζοντες τοῦτο κἀκεῖνο· τοιοῦτο γὰρ ἐπ’ ἐκείνῳ τῷ
20στοχασμῷ τὸ παράγγελμα οὐδαμῶς, οὐδὲ γὰρ ἀλλήλοις ἀντεγκαλοῦντες ἐνταῦθα ὑπόκεινται· πῶς οὖν, εἴποι τις, ἐνταῦθα διαιρήσομεν; αὐτὸς ἡμῖν τὸν τύπον ἐδήλωσεν εἰπὼν, ἀντιτιθεὶς κεφάλαιον κεφαλαίῳ οὐ κατὰ ἀντέγκλη‐ μα, οὐδὲ διὰ πάντων τῶν κεφαλαίων, ἐφεξῆς τὸ ἓν διεξιὼν,
25εἶτα τὸ ἕτερον αὐτὸ καθ’ ἑαυτὸ κατασκευάζων, ὕπτιος γὰρ ὁ λόγος οὕτως ἔσται, ἀλλ’ ἅμα τὰ δύο διεξερχόμενος· ἀποδεικτέον γὰρ τὸ τοιοῦτο καὶ γοργότερον, οὐκοῦν δύο μὲν εὑρεθήσονται ὅροι, δύο δὲ ἀνθορισμοὶ ἀνὰ μέρος,
καὶ τοῦ φεύγοντος καὶ τοῦ διώκοντος ὁριζομένου, ὡς550

4

.

551

ἐπὶ τοῦ προκειμένου παραδείγματός ἐστι μαθεῖν· πρῶ‐ τον μὲν γὰρ ὅπερ ὁ κατήγορος ἀποδεῖξαι καὶ κα‐ τασκευάσαι βούλεται, τοῦτο διὰ τῆς προβολῆς ἐκ‐ θήσεται λέγων, ὅτι ἱεροσυλία ἐστὶ τὸ πραχθέν· ἔπει‐
5τα ὁ φεύγων ὁριεῖται ἐν τῇ προβολῇ λεχθέντα λύων καὶ ἐκβάλλων καὶ ὁριζόμενος ἐκ τῶν ἐναντίων τῷ κατη‐ γόρῳ πρὸς τὸ ἑαυτῷ χρήσιμον, ἕτερον ἱεροσυλίαν καὶ ἕτερον κλοπὴν εἶναι δεικνὺς, ἐκ τούτων συνάγων οὐχ ἱε‐ ρόσυλον αὐτὸν, ἀλλὰ κλέπτην εἶναι· ὁμοίως δὲ καὶ ὁ κα‐
10τήγορος τὸν αὐτὸν ἀνθοριεῖται τρόπον, ἑκατέρους ἀνα‐ τρέπων τοὺς ὑπὸ τοῦ φεύγοντος τεθέντας ὅρους, καὶ ἀνθοριζόμενος ἐκ τῶν ἐναντίων τῷ φεύγοντι· πρὸς τὸ ἑαυτοῦ καὶ οὗτος χρήσιμον ἕτερον ἱεροσυλίαν, ἕτερον κλοπὴν εἶναι λέγων· συνάγων καὶ οὗτος, οὐ κλέπτην,
15ἀλλ’ ἱερόσυλον εἶναι· ὃν δὲ τρόπον ὁριστέον ἑκατέρῳ, ἐν τοῖς προάγουσι δεδήλωται· ὅτι τῷ μὲν κατηγόρῳ ἀπὸ τῆς κοινότητος, ἣν ὁ φεύγων προβάλλεται πρὸς τὸ ἔγκλη‐ μα, τῷ δὲ φεύγοντι ἀπὸ τῆς ἰδιότητος ἑκατέρου, οὗ τε αὐτὸς καὶ οὗ ὁ κατήγορός φησι· καὶ πρῶτον ἴδωμεν τὴν
20τοῦ κατηγόρου προβολήν· τίς οὖν αὕτη; ἱερόσυλος εἶ ἐπὶ τὸ ἱερὸν ἐλθὼν καὶ διορύξας ἢ τὰς θύρας διαῤῥήξας καὶ εἰσελθὼν εἴσω καὶ ἐκ τοῦ ἱεροῦ ἔνδοθεν ὑφελόμε‐ νος, πρὸς ἃ ὁ φεύγων ὁριεῖται κλέπτην αὐτὸν εἶναι λέ‐ γων, οὐχ ἱερόσυλον· κλέπτης μὲν γάρ ἐστιν οὐχ ὁ ἐξ οἰ‐
25κίας ὑφελόμενος μόνον, ἀλλὰ καὶ ὁ πανταχόθεν ἰδιωτι‐ κὰ ὑφαιρούμενος χρήματα καὶ μηδὲν ἱεροῖς προσήκοντα· ἱερόσυλος δὲ ὁ τῷ ἀγάλματι προσελθὼν, ὁ τῶν ἀναθη‐ μάτων ἁψάμενος, καὶ ταῦτα ὑφελόμενος· ἐγὼ δὲ ἱερὸν μὲν ἔλαβον οὐδέν· τοῦτο γὰρ καὶ ὁ κατήγορος ὁμολογεῖ,
30οὐ γὰρ ἦν προσήκοντα τῷ θεῷ· ἰδιωτικὰ δὲ, ὧν ἄλλος τις ἰδιώτης κύριος ἦν· οὐκοῦν κλέπτης εἰμὶ, οὐχ ἱερόσυ‐ λος· πάλιν δὲ ὁ κατήγορος ἀνθοριεῖται ἀπὸ τῆς προ‐
βολῆς καὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τὸν ἐλθόντα ἐπὶ551

4

.

552

τὸ ἱερὸν ὁριζόμενος ἱερόσυλον, τὸν εἴσω παρελθόντα, τὸν ἐκ τοῦ ἱεροῦ λαβόντα· κλέπτην δὲ τὸν ἐξ οἰκίας, τὸν ἐπὶ τὴν τοῦ δεῖνος ἐλθόντα οἰκίαν· οὗτος δὲ οὐκ ἐξ οἰκίας, ἀλλ’ ἐκ τοῦ ἱεροῦ ἔλαβεν· οὐκοῦν ἱερόσυλός
5ἐστιν, ἀλλ’ οὐ κλέπτης· ἐν τοῖς τοιούτοις γὰρ διπλοῖς χρηστέον τοῖς κεφαλαίοις· οὐ γὰρ ἐξαρκεῖ τῶν ἀγωνιζο‐ μένων ἑκατέρῳ τὸ ὑφ’ ἑαυτοῦ μόνον εἰσαγόμενον ὄνομα κατασκευάσαι, οὐδ’ αὖ τοὐναντίον ἐκβαλεῖν, λέγω δὴ τὸ ὑπὸ τοῦ ἐναντίου τιθέμενον, ἀλλ’ ἀμφότερα ποιεῖν
10ἀνάγκη· τοῦτο μὲν κατασκευάζειν, ἐκεῖνο δὲ ἀναιρεῖν· ὥστε ἐφ’ ἑκατέρῳ τῶν ὀνομάτων ὅρον ἀποδώσει ἑκά‐ τερος, μηδὲ τόδε, ἀλλὰ τόδε εἶναι τὸ πεπραγμένον ἀγωνι‐ ζόμενος· ζητητέον δὲ, εἰ ἐμπίπτει ἐν τῷ ἀντονομάζοντι ὁ συλλογισμός· φασὶ γάρ τινες, ὅτι εἰ τὸ ὑπὸ τοῦ κα‐
15τηγόρου καὶ τοῦ φεύγοντος κατασκευαζόμενον, ὁ συλλο‐ γισμὸς εἰς ἓν ἄγειν σπουδάζει, καὶ μηδὲν ἀλλήλων δια‐ φέροντα δείκνυσιν· οὐκ ἄρα ἔχει χώραν ἐνταῦθα τὸ κε‐ φάλαιον· κατασκευάζοντος γὰρ τοῦ μὲν κατηγόρου, ὅτι ἱεροσυλία τὸ πραχθὲν, τοῦ δὲ φεύγοντος, ὅτι κλοπὴ, οὐ
20δυνησόμεθα εἰς ἓν ἀγαγεῖν· οὐδέ γε πάλιν ἐροῦμεν, ἀδιά‐ φορον εἶναι, εἴτε κλέπτης εἴτε ἱερόσυλος, ἄτοπος γὰρ ἡ τοιαύτη κατασκευὴ, ἀλλὰ φαμὲν, ὅτι μάταιος ὁ τοιοῦ‐ τος λόγος· ὁ γὰρ συλλογισμὸς οὐχ ἁπλῶς τὸ ὑπὸ τοῦ κατηγόρου κατασκευαζόμενον τῷ ὑπὸ τοῦ φεύγοντος κα‐
25τασκευαζομένῳ εἰς ταὐτὸν ἄγειν βούλεται, ἀλλὰ τὸ ἐν τοῖς ὅροις διωρίσθαι δοκοῦν ἀτελὲς τῇ ἰδιότητι εἰς ταὐ‐ τὸν ἄγειν τῇ κοινότητι· λάβωμεν οὖν ἁπλοῦν ὅρον· καὶ ἔστω παράδειγμα ὁ τὸ κενοτάφιον ὀρύσσων καὶ τυμ‐ βωρυχίας κρινόμενος· ἐνταῦθα γὰρ τοῦ κατηγόρου
30τυμβωρυχίαν ἀποδεῖξαι σπουδάζοντος, τοῦ δὲ φεύγοντος
τοὐναντίον οὐκ εἰς ταὐτὸν ἀμφότερα ὁ συλλογισμὸς ἄξαι552

4

.

553

πειράσεται, οὐδὲ ἀδιάφορον ἁπλῶς εἶναί φησιν, εἴτε τυμ‐ βωρύχος ἐστὶν ὁ κρινόμενος, εἴτε οὔ· ἠλίθιον γάρ· ἀλλὰ τίς ὁ συλλογισμός; Ἐνταῦθα τὸ ἐν τῷ ὅρῳ διεστάναι δοκοῦν συνάγειν πειράσεται· ὁριζομένου γὰρ τοῦ φεύγον‐
5τος ἀπὸ τῶν παρειμένων, ὅτι τυμβωρύχου ἐστὶ τὸ σώ‐ ματος ἅψασθαι, τὸ ἀφελέσθαι τι τῶν ἐνταφίων· τοῦ δὲ κατηγόρου ἀπὸ τῶν πεπραγμένων ὁριζομένου, ὅτι καὶ τὸ μνῆμα μόνον ἀνοίγειν τυμβωρύχου ἐστὶ, καὶ τὸ τά‐ φῳ προσαγαγεῖν χεῖρας, ὁ συλλογισμὸς διὰ τῆς κοινότη‐
10τος εἰς ἓν ἄξει ἀμφότερα· ὅτι εἴτε ἕτερον, εἴτε τοῦτον τὸν τρόπον τυμβωρυχεῖν τις ἐπιχειρήσειεν, οὐδὲν διενή‐ νοχεν· οὕτω τοίνυν καὶ ἐν τῷ ἀντονομάζοντι ὁ συλλο‐ γισμὸς εὑρεθήσεται, οὐχ εἷς, ὥσπερ ἐν τοῖς ἁπλοῖς, ἀλ‐ λὰ διπλοῦς· διπλασιασθέντων γὰρ τῶν ὅρων καὶ αὐτὸς
15διπλασιασθήσεται· ἐκ παντὸς γὰρ τρόπου χρὴ καὶ τὸν φεύγοντα ὁμοίως τῷ κατηγόρῳ χρήσασθαι τῷ συλλο‐ γισμῷ καὶ ταῖς αὐταῖς μεθόδοις, λύσαντα τὸν τοῦ κα‐ τηγόρου συλλογισμὸν, ὥσπερ ἐπὶ τοῦ ἁπλοῦ εἴπομεν, οὕ‐ τως ἐπάγειν καὶ τὸν παρ’ ἑαυτοῦ συλλογισμὸν, ἐκ τοῦ
20διαφόρου τὸ ἔγκλημα, ᾧ ἑαυτὸν ὑπεύθυνον εἶναί φησι, συνιστάντα· οὐ γὰρ ἀρκέσει μόνον ἐκβαλεῖν τὸν τοῦ κα‐ τηγόρου, ᾧ ἐκεῖνος ἔφη πεποιηκέναι τῷ ἐγκλήματι, ἀλ‐ λὰ καὶ τῷ ἰδίῳ ὑπεύθυνον ἑαυτὸν εἶναι λέγει τὴν ἀπὸ τοῦ συλλογισμοῦ περιάπτων ἰσχὺν, οἷον τοῦ κατηγόρου
25συλλογιζομένου καὶ λέγοντος ταὐτὸν εἶναι τὸ ἐξ ἱεροῦ ὑφελέσθαι χρήματα τῷ ἀνάθημα λαβεῖν, πρῶτον μὲν τοῦτον τὸν συλλογισμὸν ὁ φεύγων λύσει ταῖς ἰδιότησι καὶ ταῖς ἀλλήλων διαφοραῖς, ὅτι πολὺ κεχώρισται τὰ
ἱερὰ τῶν ἰδιωτικῶν, καὶ οὐκ ἔστιν ὅμοιον ἢ ἴσον· εἶτα553

4

.

554

ἐπάξει τὸν ὑπὲρ τοῦ ἑτέρου ἐγκλήματος, ᾧ ἐνέχεσθαι αὐτόν φησιν, ὅτι οὐδὲν διαφέρει πρὸς τὸ κλοπὴν εἶναι, εἴτε ἐξ οἰκίας, εἴτε ποθενδὴ ληφθείη ἰδιωτικὰ χρήματα· πανταχοῦ γὰρ τὴν αὐτὴν ὑπόληψιν καὶ ἰσχὺν ἔχει· καὶ
5εἰ ἐκ τοῦ ἱεροῦ τις ἔλαβεν, ἰδιωτικά ἐστιν· ὅπερ οὖν εἶ‐ πον, ἀπὸ τῆς ἰδιότητος τοῦ πεπραγμένου μάχεται πρὸς τὸν τοῦ κατηγόρου συλλογισμὸν ὁ φεύγων, καὶ διπλοῦ τοί‐ νυν ὄντος τοῦ ἀντονομάζοντος, διπλοῦς ἐστι καὶ ὁ συλ‐ λογισμὸς καὶ ἡ γνώμη τοῦ νομοθέτου· καὶ ταύτῃ πρὸς
10τὸ ἑαυτῷ χρήσιμον ἑκατέρου τοὺς νόμους ἐξηγουμένου· ὁ μὲν γὰρ κατήγορος τὴν κοινότητα ἐπισκέψεται καὶ ἀπὸ ταύτης ποιήσεται ἐξέτασιν καὶ τὴν τῶν νόμων ἐξή‐ γησιν· ἐν οἷς εὑρίσκει κοινὸν ἐπ’ ἀμφοῖν τι κείμενον καὶ ὡρισμένον· ὁ δὲ φεύγων ἐκ τῆς ἰδιότητος, εἴτι περὶ
15ἑκατέρου ὁ νόμος ἰδίᾳ τι διορίσας εἴη· δῆλον γὰρ, ὅτι ἃ μὲν βλάπτει λύειν πειράσεται, ὥσπερ ἐκ τῶν ἐναντίων τοῖς συναγωνιζομένοις χρήσεται· καὶ τούτοις ἐναγωνιεῖ‐ ται· τὰ δὲ λοιπὰ πάντα κεφάλαια, τὸ πρός τι καὶ ἡ πηλικότης, οὐκ ἔτι διπλᾶ ἐμπεσεῖται· ζητητέον δὲ, τίς ἡ
20αἰτία· λέγομεν, ὅτι ἐπειδὴ τὸ μὲν πρᾶγμα ἕν ἐστι, τὰ δὲ ὀνόματα πλείω, τουτέστι δύο, τὰ μὲν προειρημένα κεφάλαια εἰκότως διπλᾶ εὑρίσκεται, ὥσπερ περὶ τὰ ὀνό‐ ματα στρεφόμενα· τὰ δὲ ἑξῆς ὡς τοῦ πεπραγμένου ἐφα‐ πτόμενα ἁπλᾶ ἐμπεσεῖται· αὐτίκα ἐν τῇ πηλικότητι αὔ‐
25ξοντος ἐκ τῶν παρακολουθούντων τόπων τοῦ κατηγόρου τὸ πραχθὲν καὶ μέγα δεικνύντος, οὐκ αὐξήσει καὶ ὁ φεύ‐ γων, κατ’ αὐτοῦ γὰρ ἔσται τὸ γινόμενον, ἀλλὰ τοὐναν‐ τίον μειώσει, μικρὸν εἶναι λέγων καὶ οὐ τηλικοῦτον τὸ πεπραγμένον, ὁποῖον αὐτὸ ὁ διώκων ἀποφαίνεται· χρὴ
30οὖν τοῦτο καθόλου εἰδέναι, ὅτι ὡς ἐν τοῖς διπλοῖς τοῖς κεφαλαίοις χρηστέον κεφάλαιον κεφαλαίῳ ἀντιτιθέντας,
οὕτω καὶ ἐν τοῖς διπλοῖς ὅροις διπλοῖς χρηστέον τοῖς κε‐554

4

.

555

φαλαίοις πλὴν τοῦ πρός τι καὶ τῆς πηλικότητος· οὐ γὰρ δυνατὸν ἐπὶ τούτων διπλῇ τῇ διαιρέσει χρήσασθαι, ἀλλ’ ὁ μὲν ἁπλῶς αὔξει, ὁ δὲ μειώσει τὸ πραχθέν.
4nΔεύτερος δὲ ὁ κατὰ σύλληψιν ὀνομαζόμενος, ὃς γίνεται, ὅταν τοῦ
5nφεύγοντος ἀντονομάζοντος ὁ διώκων καὶ τούτῳ κἀκείνῳ ὑπεύθυνον
6nαὐτὸν εἶναι λέγῃ τῷ ὀνόματι· πάνυ δὲ οὕτως ἔοικε τῷ ἀντονομά‐
7nζοντι· ὅπη δὲ διαφέρει, θέντες τὸ παράδειγμα ὡς δεῖ λέξομεν·
8nπρεσβεύων τὶς παρέθετο τῷ στρατηγῷ τὴν θυγατέρα, ἐβιάσατο αὐ‐
9nτὴν ἐκεῖνος, καὶ δημοσίων ἀδικημάτων ὁ πατὴρ αὐτὸν ἐπανελθὼν
10nκρίνει. ὁ δὲ τὰς μυρίας κατατίθεσθαι ἀξιοῖ· τοῦτο γὰρ ὥριστο κα‐
11nτὰ τοῦ βιασαμένου· ἐνταῦθα λέγοντος τοῦ φεύγοντος, ὅτι βίαιός
12nεἰμι, ἀλλ’ οὐ δημοσίᾳ ἠδικηκὼς, ἀμφοτέροις ὑπεύθυνον εἶναί φησιν
13nὁ διώκων, καὶ τῇ βίᾳ καὶ τῷ δημοσίῳ ἀδικήματι· ἂν γὰρ φάσκῃ
14nαὐτὸν μὴ βεβιάσθαι, δηλαδὴ ἀφίησι καὶ τοῦ δημοσίου ἀδικήματος·
15nεἰ γὰρ μὴ εἴη βία, δηλαδὴ οὐδὲ δημόσιον ἀδίκημα· διὰ τοῦτο οὖν
16nσυμπλέκεται ἑκάτερα· ἄλλως γὰρ οὐ δύναται δημοσίων ἀδικημάτων
17nκατηγορεῖν, εἰ τῆς βίας αὐτὸν ἀνίῃ· τοῦτο καὶ Δημοσθένης ἐν τῷ
18nκατὰ Μειδίου πεποίηκε· φάσκοντος γὰρ τοῦ Μειδίου, ὕβριν εἶναι
19nκαὶ ἰδιωτικὸν, ἀλλ’ οὐ δημόσιον ἀδίκημα τὸ περὶ τὴν ἑορτὴν, συνά‐
20nγει ἑκάτερα, καὶ τὸ τῆς ὕβρεως καὶ τὸ περὶ τὴν ἑορτὴν ἀδικεῖν,
21nἵνα μὴ τὸ τῆς ὕβρεως ἀφεὶς ἀπολύσῃ καὶ τὸ περὶ τὴν ἑορτὴν ἀδι‐
22nκεῖν· μὴ γὰρ προϋφεστώσης τῆς ὕβρεως, οὐδὲ τὸ περὶ τὴν ἑορτὴν
23nἀδικεῖν συνίσταται· ἐν δὲ τῷ ἀντονομάζοντι ἀναιρεῖ τὸ ἕτερον· οἷον
24nοὐκ εἶ κλέπτης, ἀλλ’ ἱερόσυλος· καὶ ἡ διαφορὰ, ὅτι ἐκεῖ μὲν ἀκο‐
25nλουθεῖ φύσει τὸ πρᾶγμα τῷ ἐγκλήματι· οἷον τῷ ἱεροσύλῳ τὸ κλέ‐
26nπτην εἶναι ἀναγκαῖον· ὁ γὰρ ἱερόσυλος κλέπτης ἱερῶν ἐστι δήπου
27nχρημάτων· τῷ μέντοι δημοσίᾳ ἠδικηκότι οὐχ ἕπεται τὸ βίαιον εἶναι·
28nἔστι γὰρ καὶ ἄλλως ἀδικῆσαι δημοσίᾳ, διόπερ ἐνταῦθα μὲν ὁ διώ‐
29nκων ἀμφότερα συλλαμβάνων ἐρεῖ, ἐκεῖ δὲ τὸ ἕτερον χωρίζει· τοῦτο
30nοὖν πλέον ἔχει κεφάλαιον οὗτος ἐν τῇ διαιρέσει τοῦ ἀντονομάζοντος,
31nκαὶ διαφέρουσα δηλαδὴ καὶ ἡ διαίρεσις γίνεται διὰ τοῦτο πρὸς
32nτὸν ἀντονομάζοντα.
33Συριανοῦ. Ἕτερος τῶν διπλῶν ὅρων ἐστὶν ὁ κα‐555

4

.

556

τὰ σύλληψιν, ὃς ὠνόμασται μὲν ἀπὸ τοῦ τὸν κατήγορον ἐν αὑτῷ ἄμφω τὰ ἐγκλήματα συλλαμβάνειν, τό τε ὑπ’ αὐ‐ τοῦ ἐπαγόμενον τῷ φεύγοντι, καὶ ὅπερ ὁ φεύγων ἀντιπρο‐ βάλλεται· οὐ γὰρ ὥσπερ ἐν τῷ ἀντονομάζοντι ἐκβάλλει μὲν
5τὸ ὑπὸ τοῦ φεύγοντος ὁμολογούμενον ὡς μικρὸν τὴν κλοπὴν, μεῖζον δέ τι κατ’ αὐτοῦ πειρᾶται κατασκευάζειν τὴν ἱε‐ ροσυλίαν· κοινωνεῖ δὲ τῷ ἀντονομάζοντι τῷ τε διπλοῦν εἶναι, καὶ δύο περιέχειν ἐγκλήματα· διαφέρει δὲ αὐ‐ τοῦ, ὅτι ἐν μὲν τῷ ἀντονομάζοντι ἕπεται τῷ ὑπὸ τοῦ
10κατηγόρου ἐγκαλουμένῳ τὸ ὑπὸ τοῦ φεύγοντος ὁμολο‐ γούμενον, ὥσπερ τὰ γένη τοῖς εἴδεσιν· ἕπεται γὰρ καὶ ἡ κλοπὴ τῇ ἱεροσυλίᾳ· οὐκ ἀναστρέφει δέ· εἴτις μὲν γὰρ ἱερόσυλος, οὗτος καὶ κλέπτης, οὐ πᾶς δὲ κλέπτης ἱερό‐ συλος· ὥσπερ καὶ τῷ ἀνθρώπῳ ἕπεται τὸ ζῶον· οὐκ
15ἔτι δὲ εἰ ζῶον καὶ ἄνθρωπος· ἐν δὲ τῷ κατὰ σύλληψιν τὸ ἀνάπαλιν συμβαίνει· ἐὰν γὰρ τῶν ἐν τῷ ζητήματι δύο ἐγκλημάτων μηδ’ ἕτερον μηδ’ ἑτέρῳ ἀκολουθῇ, ἀλ‐ λὰ διεστῶτα ᾖ ἀπ’ ἀλλήλων, τότε γίνεται τὸ κατὰ σύλ‐ ληψιν εἶδος τοῦ ὅρου· ὥσπερ καὶ ὁ Δημοσθένης ἐν τῷ
20κατὰ Μειδίου ποιεῖ· διεστώτων γὰρ πολὺ τῆς τε εἰς ἄν‐ θρωπον ὕβρεως καὶ τῆς περὶ τὸν θεὸν ἀσεβείας, αὐτὸς ἐν τῇ κατηγορίᾳ συλλαμβάνει ἄμφω καί φησι, τὸν Μει‐ δίαν αὐτόν τε ἠδικηκέναι τὰ μέγιστα, καὶ περὶ τὸν θεὸν ἠσεβηκέναι· τοιοῦτόν ἐστι καὶ τὸ κατὰ τοῦ στρα‐
25τηγοῦ τοῦ βιασαμένου τὴν τοῦ πρεσβευτοῦ θυγατέρα καὶ
κρινομένου δημοσίων ἀδικημάτων· καὶ γὰρ ἐνταῦθα ὁ556

4

.

557

πρεσβευτὴς ἑαυτόν τε ἠδικῆσθαί φησι καὶ τὴν πόλιν σύμ‐ πασαν παρὰ τοῦ στρατηγοῦ. Σωπάτρου. Εἰκότως τοῦτον τῇ τάξει δεύτερον τέθεικεν, ἐπειδὴ καὶ ἔοικε τῷ ἀντονομάζοντι· καὶ ἐν
5τούτῳ γὰρ ἀντονομάζει ὁ κρινόμενος· καὶ πολλή τίς ἐστιν ἡ κοινωνία· ἓν γάρ ἐστι τὸ πεπραγμένον καὶ δύο τὰ ζη‐ τούμενα ὀνόματα, καὶ ἓν τὸ κρινόμενον πρόσωπον· ζη‐ τητέον οὖν, εἰ καὶ ἐν τούτῳ ἀντονομάζει ὁ φεύγων, καθ‐ άπερ ἐν τῷ ἀντονομάζοντι, τί διαφέρει τοῦ ἀντονομά‐
10ζοντος ὁ κατὰ σύλληψιν· λέγομεν, ὅτι μετὰ τὸ ὀνομά‐ σαι τὸν φεύγοντα καὶ τὴν μὲν βίαν ὁμολογῆσαι, τὸ δὲ δημόσιον ἀρνήσασθαι, ὡς ἐπὶ τοῦ παραδείγματος τῆς βιασθείσης κόρης, ἔνθα δημοσίων ὁ βιασάμενος φεύγει· μετὰ τὸ ὁμολογῆσαι οὖν τὸν φεύγοντα τὴν βίαν, ἀρνή‐
15σασθαι δὲ τὸ δημόσιον, ἄμφω συλλαβὼν ὁ κατήγορος, ἀμφοτέροις αὐτὸν ὑποδείκνυσιν ὑπεύθυνον, ὅπερ οὐ ποιεῖ ὁ ἀντονομάζων· ἀλλὰ τῷ ἑτέρῳ συνιστάμενος ὁ κατήγο‐ ρος ἀναιρεῖ τὸ ἕτερον ἐν τῷ ἀντονομάζοντι· περιττὸν οὖν
ἔχει τὸ συλληπτικὸν κεφάλαιον ὁ κατήγορος ἐν τῷ κατὰ557

4

.

558

σύλληψιν, λέγων ἀμφοτέροις ἔνοχον· ἐὰν γὰρ ἀπολύσῃ αὐτὸν τοῦ ἀντονομαζομένου, ἐνταῦθα καὶ τοῦ κατηγο‐ ρουμένου ἀπολύσει· ἐν δὲ τῷ ἀντονομάζοντι μόνον ἐν τῷ ἀντονομάζειν μένουσιν ἀμφότεροι, τοῦ μὲν φεύγον‐
5τος ἀντονομάζοντος, οὐ μέντοι συλλαμβάνοντος τοῦ κα‐ τηγόρου· τότε δὲ ἁπλῶς ἀντονομάζων ἐστὶν, ὅτ’ ἂν ὁμο‐ γενῆ τυγχάνῃ τὰ κρινόμενα πράγματα καὶ τὸ μεῖζον ὑπάγῃ τὸ ἔλαττον· οἷον εἰπεῖν ἱεροσυλίαν τὴν κλοπὴν, καὶ αὕτη γὰρ κλοπή ἐστιν ἱερῶν χρημάτων· καὶ οὐ
10δυνατὸν ἔτι συλλαβεῖν τὸν κατήγορον καὶ εἰπεῖν ἀμφο‐ τέροις αὐτὸν ὑπεύθυνον· τῷ γὰρ εἰπεῖν ἱερόσυλον καὶ κλοπὴν περιέλαβεν· εἰ δὲ λέγοι τις, τί γὰρ κωλύει καὶ ἐν τῷ κατὰ σύλληψιν τὸν αὐτὸν τρόπον τῷ ἀντονομά‐ ζοντι μεθοδεῦσαι, καὶ ἐκβαλεῖν μὲν τὸ παρὰ τοῦ φεύ‐
15γοντος εἰσφερόμενον, τῷ δὲ οἰκείῳ μόνῳ δεικνύναι ὑπεύ‐ θυνον, ἐροῦμεν, ὅτι σαφὴς καὶ ἡ αἰτία· τῆς γὰρ βίας μὴ οὔσης καὶ τὸ δημόσιον ἀδίκημα συνανῄρηται· εἰ γὰρ τοῦτο ἀνέλοιμεν, πῶς ἂν ἔτι δημοσίᾳ κρίνειν δυ‐ νάμεθα· ὥστε ἀναγκαίως συμπλέκομεν, καὶ ἀμφοτέροις
20ὑπεύθυνον εἶναι τὸν φεύγοντα ἰσχυριζόμενοι· εἰ γὰρ θά‐ τερον ὑφέλοιμεν, οὐδὲ τὸ ἕτερον καθ’ ἑαυτὸ συστήσεται· διὰ τοῦτο καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου, τὸ μὲν ἰδιωτικὸν αὐτοῦ δεχομένου, τὸ δὲ δημόσιον ἀναιροῦν‐ τος, συνιδὼν, ὅτι ἐὰν τὴν ὕβριν ἐκβάλοι καὶ τὸ δημόσιον
25συνοιχήσεται, μὴ γὰρ προϋφεστῶτος τοῦ ὑβρίσθαι τὸν χορηγὸν, ἐφ’ ᾧ καὶ δημοσίᾳ κρίνεται, πῶς ἂν ἔτι δύ‐ ναιτο κρίνεσθαι, συλλαβὼν ἀμφότερα ἐπιφέρει τὴν ὕ‐ βριν καὶ τὸ δημόσιον ἐκ ταύτης κατασκευάζων· δεινῶς δὲ οὔτε ὕβριν τὸ ἀδίκημα λέγει, καθῄρει γὰρ καὶ ἔβλα‐
30πτε τὴν ὑπόθεσιν, οὔτε ἀσέβημα, ὑπερέβαλε γὰρ ἡ τοῦ558

4

.

559

τοιούτου ἐγκλήματος φύσις τὸ πραχθέν· διαφέρει οὖν τοῦ ἀντονομάζοντος ὁ κατὰ σύλληψιν, ὅτι ἐκεῖ μὲν ὁ φεύγων ἀντεισάγει τὸ ἔγκλημα, ὁ δὲ ἀναιρεῖ· ἐν δὲ τῷ κατὰ σύλληψιν ὁ μὲν φεύγων ἀντονομάζει· ὁ δὲ κατή‐
5γορος συλλαμβάνει καὶ τὸ ἑαυτοῦ καὶ τὸ ἐκείνου· καὶ πάλιν ἐν τῷ ἀντονομάζοντι ἀκολουθεῖ τὸ πρᾶγμα τῷ ἐγκλήματι καὶ ἡ κλοπὴ τῇ ἱεροσυλίᾳ· ἐν δὲ τῷ κατὰ σύλληψιν οὐκέτι· οὐ γὰρ ὁ δημοσίᾳ ἀδικῶν ἤδη καὶ βίαιος· οὐ γὰρ πάντως ὁ δημόσιον ἀδικῶν ἤδη καὶ ἴδιον
10ἠδίκησε· κεχώρισται γὰρ τῇ φύσει. Ζητητέον, πῶς δύ‐ ναται ὁ κατὰ σύλληψιν καὶ ὁ ἀντονομάζων ὅρος εἶναι εἰ γὰρ ὅρος ὁμολογεῖται ζήτησις ἀτελοῦς εἶναι πράγμα‐ τος, πῶς τὰ τοιαῦτα δύναται ζητήματα ὅρος εἶναι, ἐν οἷς οὐδὲν λείπει πρὸς τὸ πλῆρες τοῦ πράγματος· ὁλό‐
15κληρον γὰρ ἐν τούτοις τὸ πεπραγμένον, οἷον ἡ βία καὶ ὕβρις ἡ κλοπή· ἀλλὰ λέγομεν, ὅτι οὐχ ὡς ἐπὶ τέλους πρὸς τὸ πλῆρες τὴν ἰσότητα ζητοῦμεν· ἀλλ’ ἔστι μὲν πλῆρες τὸ πεπραγμένον, ἐπειδὴ δὲ τὸ ἔγκλημα πλέον ἔχειν τι δοκεῖ τοῦ πεπραγμένου, τὸ παρεληλυθέναι
20τὸ σύμμετρον ἀτελοῦς ἐπέχει τάξιν καὶ τὰ τοιαῦτα, καὶ διὰ τοῦτο ὅρος ἡ στάσις· τὴν γὰρ περὶ τοῦ ὀνόματος ζήτησιν ἀναδέξεται, ὅτ’ ἄν τι μετὰ τὸ πραχθὲν προστε‐ θῇ τῷ πλάσματι· οἷον τὸ ἱεροσυλίας κρίνεσθαι ἢ δη‐ μοσίων, καὶ τὴν φράσιν δεῖ πανταχόθεν θεωρεῖν καὶ
25τὴν ἰδιότητα, ὥσπερ καὶ ἐν οἷς ἀτελὲς τὸ πεπραγμένον· καθά που ἐπὶ τοῦ ἀνοίξαντος τὸ κενοτάφιον· δύο γὰρ ὄντων, ἐξ ὧν ἡ τελεία κλοπὴ πληροῦται, τοῦ τε εἰσελ‐ θεῖν εἰς ἱερὸν καὶ ὑφελέσθαι ἱερὰ χρήματα, τὸ μὲν πέ‐ πρακται τῷ κρινομένῳ, τὸ δὲ οὐκέτι, παρῆλθε γὰρ, οὐ
30μὴν ἱερὰ χρήματα ἔλαβεν· καὶ πάλιν τυμβωρυχία τὸ
ἀνοῖξαι τάφον καὶ λαβεῖν ἀπὸ τῶν κειμένων, τὸ μὲν559

4

.

560

εἰσελθεῖν εἰς τὸν τάφον πέπρακται τῷ κρινομένῳ τυμ‐ βωρυχίας, οὐ μὴν ὑφείλετό τι· κενοτάφιον γὰρ ὑπόκει‐ ται, ὥστε ἀτελοῦς ὄντος τοῦ πεπραγμένου τὴν ἰδιότητα ζητοῦμεν, ὃν τρόπον καὶ ἐν τῷ ἀντονομάζοντι τὴν ἰδιό‐
5τητα ζητοῦμεν. προθέντες γὰρ τὸν τόπον τὸν ἱερὸν οὐκέτι κλοπὴν, ἀλλ’ ἕτερον τὸ πεπραγμένον κατασκευάσο‐ μεν· καὶ ἐπὶ τοῦ βιασαμένου ἡ ποιότης τῶν προσώπων, ὅτι στρατηγὸς τὴν διαφορὰν καὶ τὴν ἀλλοίωσιν τῆς πράξεως εἰργάσατο· οὐδ’ ἕτερον γὰρ τέλειον εὑρίσκεται,
10οὐδὲ τὸ ἴδιον, οὐδὲ τὸ δημόσιον· οὔτε βία μόνον ἐστὶν οὐ δημόσιον καθαρόν· ὥστε εἰ καὶ ἐν τῷ ἀντονομάζοντι, τί χρὴ καλεῖν τὸ πεπραγμένον, ζητοῦμεν ὅπερ ὅρου ἴδιον, ὅρος ἄρα καὶ ὁ ἀντονομάζων· τοῦτο οὖν πλέον ἔχει κεφάλαιον οὗτος ἐν τῇ διαιρέσει. Ἔλαθεν ἑαυτὸν Ἑρ‐
15μογένης, τὸν τρόπον τῶν ἐνθυμημάτων κεφάλαιον κα‐ λῶν· κεφάλαιον γάρ ἐστι μέρος λόγου διάφορον ἐργασίαν ἐπιδεχόμενον πρὸς τὰ προκείμενα καὶ πεπραγμένα, ὥσπερ φέρε ἡ τῶν ἐλέγχων ἀπαίτησις πρὸς τὸ παραγραφικὸν διάφορον ἔχει τὴν ἐργασίαν· ἐνταῦθα δὲ οὐδεμία ἐστὶ
20διαφορὰ κατασκευαζομένη, ἀλλ’ ἐνθύμημά ἐστι μόνον τὸ διαλλάττον· καὶ τοῦτο οὐκ ἐν ἑνὶ τόπῳ κείμενον, ἀλλὰ καθολικόν· πῶς οὖν κεφάλαιον ἐρεῖ τοῦτο ὁ Ἑρμο‐ γένης καὶ οὐ μᾶλλον εἶδος λόγου· τὸ γὰρ εἶδός ἐστι μό‐ νον τὸ διαλλάττον καὶ διάφορον ποιότητα ἐνθυμημάτων
25παρέχον· κεφάλαιον γὰρ οὐκ ἔστιν· ἀλλ’ ἴσως κοι‐ νῷ λόγῳ κεφάλαιον αὐτὸ καλεῖ περιληπτικόν.
27nΤρίτος ὁ κατὰ πρόσωπα διπλοῦς· γίνεται δὲ, ὅτ’ ἂν πρᾶγμα ὁλό‐
28nκληρον ὑπὸ δυοῖν ᾖ πεπραγμένον τι προστιθέασιν ἀνὰ μέρος ἢ ἄλ‐
29nλως δύο προσώποις τισὶν ὑπάρχον· οἷον τὰς ἱερωσύνας τοὺς παῖ‐560

4

.

561

(1n)

δας διαδέχεσθαι· παῖδα δὲ ἔχων ἠρίστευσέ τις καὶ ᾔτησεν ἱερωσύ‐
2nνην τινὸς ἀφελέσθαι καὶ αὐτοῦ παῖδα ἔχοντος, ἔλαβεν, τεθνᾶσιν
3nἀμφότεροι· καὶ ἀμφισβητοῦσιν ἀμφότεροι οἱ παῖδες ὑπὲρ τῆς ἱερω‐
4nσύνης· τίς γὰρ ὁ τοῦ ἱερέως παῖς οὔσης τῆς ζητήσεως, τῷ μὲν ἡ
5nἀρχὴ ὑπάρχει τοῦ γεγενῆσθαι ἐν τῇ ἱερωσύνῃ, τῷ δὲ τὸ τέλος, τὸ
6nἱερέα ἔτι ὄντα τεθνάναι αὐτῷ τὸν πατέρα· καὶ τοῦτον δὲ παραπλη‐
7nσίως διαιρήσεις, κεφάλαιον ἀντιτιθεὶς κεφαλαίῳ.
8 Σωπάτρου καὶ Μαρκελλίνου. Ἀπεναντίας ὁρμᾶται οὗτος τοῖς προάγουσιν· οἱ μὲν γὰρ περὶ δύο
10πραγμάτων τὴν ζήτησιν ἔχουσιν, ὧν ἐν μὲν θατέρῳ τὸ μὲν κατασκευάζει ἑκάτερος, τὸ δὲ ἀναιρεῖ· ἐν δὲ θατέρῳ ὁ μὲν φεύγων τὸν αὐτὸν τρόπον τῷ μέν φησιν ὑπεύθυ‐ νος εἶναι, τῷ δὲ οὐδαμῶς· ὁ δὲ κατήγορος συλλαβὼν ἑκατέροις αὐτὸν ὑπάγει, ὥστε αὐτὸς ὑπάγει καὶ ᾧπερ ὁ
15φεύγων ἔνοχον αὐτὸν καθίστησιν· οὗτος δὲ ἐκ τῶν ἐναν‐ τίων· οὐ γὰρ περὶ πράγματα δύο τὴν πᾶσαν ἔχει ζήτη‐ σιν, ἀλλ’ ἑνὸς ὄντος τοῦ ὑποκειμένου, δύο ἀμφισβητεῖ πρόσωπα· ἔστι γὰρ ὁ κατὰ πρόσωπα διπλοῦς, ὅτ’ ἂν πρᾶγμα ὁλόκληρον ὑπὸ δυοῖν ᾖ πεπραγμένον, περὶ οὖ
20ἑκάτερος ἀμφισβητεῖ εἰς ἑαυτὸν τὴν πᾶσαν οἰκειούμενος πρᾶξιν, οἷον ὁ μὲν ἦλθεν ὡς ἀποκτενῶν τὸν τύραννον, ὁ δὲ φεύγοντι περιπεσὼν ἀπέκτεινε· καὶ ἀμφισβητοῦσι περὶ τοῦ γέρως, ἑκάτερος τυραννοκτόνος εἶναι λέγων· ἐν‐ ταῦθα γάρ ἐστι μὲν ὑποκείμενον τὸ πρᾶγμα, τὸ καθῃ‐
25ρῆσθαι τὴν τυραννίδα, δύο δὲ τὰ ἀμφισβητοῦντα πρόσω‐ πα περὶ αὐτοῦ· καὶ ἕτερος πάλιν κατὰ δύο πρόσωπα δι‐ πλοῦς, ὅτ’ ἂν δύο προσώποις τισὶν ἐνυπάρχῃ πρᾶγμα καὶ περὶ αὐτοῦ τὴν ἀμφισβήτησιν πρὸς ἀλλήλους ποιῶν‐ ται, ὡς ἐφ’ οὗ παρέθετο παραδείγματος· ἐν τούτῳ γὰρ
30πέπρακται μὲν τοῖς παισὶν οὐδὲν, περὶ δὲ τοῦ πράγμα‐ τος ἀμφισβητοῦσιν, ἑκάτερος ἑαυτῷ φάσκων προσήκειν. ὃ συμφωνίαν τινὲς φήσουσι, μὴ ἔχει πρὸς τὴν τοῦ ὅρου
ἀπόδοσιν, ὅτι τὸ καθόλου παρῆλθε γνωστικὸν τῶν ὅρων561

4

.

562

θεώρημα· ὅτι τὸν ὅρον ἐκ πεπραγμένων καὶ λειπόντων εἶναι χρὴ, ἐνταῦθα δὲ τέλειόν ἐστι τὸ πρᾶγμα ἐν τῷ κατὰ πρόσωπον διπλῷ, ὅτε περὶ πρᾶγμα ὑπάρχει ἡ ζή‐ τησις· λέγομεν δὲ, ὅτι ὁλόκληρόν ἐστι καὶ τέλειον τὸ
5πρᾶγμα· ἀλλ’ εἰ μὲν ὁ ἕτερος τὸ ὅλον διαπεπραγμένος ἐφαίνετο, χώραν ὁ τοιοῦτος εἶχε λόγος· νῦν δὲ ἑκάτερος τῷ μέρει κέχρηται, καὶ εἰς ἀμφοτέρους διαιρεῖται τὸ πρᾶγμα· ὥστε ἐξ ἀνάγκης ἑκατέρῳ καὶ πεπρᾶχθαί τι καὶ λείπειν· τῷ μὲν γὰρ ἐκβαλόντι τῆς ἀκροπόλεως τὸν
10τύραννον αὐτὸ τοῦτο πρόσεστι καὶ πέπρακται τὸ ἐκβα‐ λεῖν, τὸ δὲ ἀνῃρηκέναι λείπει· τῷ δὲ ἀποκτείναντι τοῦ‐ το μὲν πρόσεστι, τὸ φονεῦσαι, λείπει δὲ τὸ μὴ ἐπὶ τὴν ἀκρόπολιν ὁρμῆσαι· ὥστε σώζει τὴν πρὸς τὰ λεχθέντα τοῦ ὅρου θεωρήματα κοινωνίαν· ἀνάγκη δὲ καὶ ἐνταῦ‐
15θα διπλοῖς τοῖς κεφαλαίοις χρήσασθαι· ἐπειδὴ δύο τὰ πρόσωπα, εἰ καὶ ἡ πρᾶξις μία· ἔστι δὲ καὶ διὰ τῶν κεφαλαίων διαφορὰν εὑρεῖν τούτου πρὸς τὸν ἀντονομά‐ ζοντα καὶ τὸν κατὰ σύλληψιν· ἐν μὲν γὰρ ἐκείνοις εἰ‐ ρήκαμεν, ὅτι διπλοῖς χρηστέον τοῖς κεφαλαίοις μέχρι τῆς
20τοῦ νομοθέτου γνώμης, τοῖς δὲ ἄλλοις ἁπλοῖς· ἐν τού‐ τῳ δὲ πάλιν ἁπλοῖς χρηστέον τοῖς ἄλλοις, πλὴν μόνου τοῦ πρός τι, ἑκάστου πρὸς τὸ αὐτῷ χρήσιμον ἐξ ὧν ἔπραξε φυλαττομένου τὴν κοινωνίαν καὶ ὁριζομένου πε‐ ρί τε οὗ αὐτὸς προβάλλεται, καὶ περὶ οὗ ὁ ἕτερος ἀντει‐
25σάγει, καὶ τὰ μὲν ἑαυτῷ προσόντα κατασκευάζων δηλα‐ δὴ καὶ ἀποδεικνύων συμφωνοῦντα τῷ ὅρῳ, τὰ δὲ ἀνα‐ σκευάζων τὰ τοῦ ἀντιδίκου· καὶ οὐδὲ ἡντιναοῦν κοι‐ νωνίαν δεικνὺς τῶν ὑπαρχόντων αὐτῷ πρὸς τὸν ὅρον, ἀλλὰ πολὺ ἐλέγχων τὸ παραλλάττον· οἷον ὁ μὲν ἐκβα‐
30λὼν τῆς ἀκροπόλεως ὁριεῖται πρὸς τὸ ἴδιον λυσιτελὲς λέ‐
γων, ὅτι τυραννοκτόνος ἐστὶν ὁ προθέμενος ἐπιβουλεῦσαι562

4

.

563

τῷ τυράννῳ καὶ σπουδὴν ταύτην ποιησάμενος, ὁ ἀνελ‐ θὼν εἰς ἀκρόπολιν, ὁ τῶν δορυφόρων γυμνώσας, ὁ τοὺς φυλάττοντας αὐτὸν ἀπελάσας, ὁ ὑποχείριον τοῖς τυραν‐ νουμένοις καταστήσας· τῷ δὲ ἀμφισβητοῦντι πέπρακται
5τούτων οὐδέν· οὔτε γὰρ ἐσπούδασας καθελεῖν τὴν τυ‐ ραννίδα, οὔθ’ ὅλως ἐνεχείρησε τῷ πράγματι, αὐτίκα οὐκ εἰς ἀκρόπολιν ἦλθεν, οὐκ εἴσω παρῆλθεν, οὐ τὸν κίν‐ δυνον τὸν πρὸς τοὺς δορυφόρους ὑπέστη· ὥστε οὐκ ἂν εἴη τυραννοκτόνος, οὐδὲ δύναται τῆς δωρεᾶς ἀμφισβητεῖν·
10ὁ δὲ ἕτερος πάλιν ἀνθοριεῖται ὁμοίως, τὸ μὲν ἴδιον συνι‐ στὰς, τὸ δὲ τοῦ ἀντιδίκου ἐκβάλλων· ἐρεῖ γὰρ, τυραν‐ νοκτόνος ἐστὶν ὁ διαχρησάμενος τὸν τύραννον, ὁ μὴ φεύγειν παρασχὼν, ὁ ἐπ’ ἄκρον ἐλευθερώσας τὸν δῆμον· ταῦτα ἔπραξα μὲν ἐγὼ, τῷ δὲ ἀμφισβητοῦντι τούτων
15οὐδὲν ὑπάρχει, ὥστε ἐμοὶ οὐκ ἐκείνῳ ἡ ἐπὶ τῷ καθῃρη‐ κέναι τὴν τυραννίδα δωρεὰ προσήκει· ἀπὸ δὲ τῶν ὅρων πρόδηλος ἐκ τῶν λοιπῶν κεφαλαίων διπλῆ ἐξέτασις· διπλᾶ γὰρ ὁριζομένων διπλῆν ἀνάγκη τὴν τῶν ὅρων διαίρεσιν γενέσθαι. Ἀνὰ μέρος. Θαυμασίως τὸ ἀνὰ μέρος, οὐ‐
20δὲ γὰρ ἂν συσταίη ὁρικὸν τὸ τοιοῦτον ζήτημα, εἰ μὴ ἑκάτερος ὑπάρχει μέρος τι πράξας· εἰ γὰρ μὴ δοίης τῷ μὲν τὴν ἀρχὴν, τῷ δὲ τὸ τέλος, οὐδ’ ἂν συσταίη τὸ ζή‐ τημα· ὅπερ τινὲς ἀγνοήσαντες μικροῦ τῆς ὁριστικῆς ζη‐ τήσεως ἐξέβαλον τὸ εἰδὸς τοῦτο· ἐπὶ γὰρ ἀτελῶν, φα‐
25σὶν, τὴν ἰδιότητα ζητοῦμεν, ἀλλ’ οὐχ ὁλοκλήρου τοῦ πεπραγμένου τυγχάνοντος· εἰ γὰρ ἐντελὲς καὶ πλῆρες τὸ πεπραγμένον, οὐκ ἂν ὅρος εἴη. ἀμέλει εἰ πλάσομεν δύο τινὰς κατὰ φιλίαν διεφθαρκέναι τὸν τύραννον, ὡς ἐπὶ τοῦδε τοῦ παραδείγματος. Ἁρμόδιος καὶ Ἀριστογείτων
30καθεῖλον τὸν Ἱππίαν καὶ ἀμφισβητοῦσι τοῦ γέρως, ἢ αἰτοῦσι τὸ γέρας· οὐκ ἔτι ὅρος τὸ τοιοῦτον, ἀλλ’ ἑτέραν ποιεῖ στάσιν, ὡς ἐπὶ τὸ πλεῖστον τὴν πραγματικήν· εἰ
γὰρ καὶ δύο τοὺς πράξαντας ἔχομεν, ἀλλ’ ὅμως τὸ ἴδιον563

4

.

564

τῆς ὁριστικῆς στάσεως οὐκ ἔχει τὸ ζήτημα· οὐ γὰρ τὸ μὲν ὁ δεῖνα, τὸ δὲ ὁ δεῖνα ἔπραξεν φανερῶς, ἀλλ’ ἀόρι‐ στος ἡ πλάσις καὶ πάντα ἀμφοῖν κοινά. Ἢ ἄλλως δύο προσώποις τισίν. Οὐ μόνον φησὶν ἐπὶ κατορ‐
5θώματος διπλοῦς ὅρος γίνεται, ἀλλὰ καὶ ἄλλως ὡς ἐπὶ τῶν ἀμφισβητούντων περὶ τῆς ἱερωσύνης· ἐνταῦθα γὰρ οὐκ ὄντος κατορθώματος αὐτοῖς, ἀμφισβήτησις γίνεται πράγματος, τοῦ μὲν τὴν ἀρχὴν, τοῦ δὲ τὸ τέλος ἔχον‐ τος· κατὰ διαίρεσιν ἀμφότεροι προβολαῖς χρήσονται,
10μιᾷ δὲ ἑκάτερος· τοῦτο γὰρ ἴδιον τοῦ κατὰ πρόσωπα διπλοῦ καὶ πρόχειρος ἡ αἰτία· ἔστι γὰρ προβολὴ ἔκθε‐ σις τῶν πεπραγμένων μετὰ κατασκευῆς καὶ αὐξήσεώς τι‐ νος· οὐκοῦν ἐν μὲν τοῖς κατὰ κρίσιν ὁ κατήγορος μόνος ἔχει τὴν προβολήν, ἐν δὲ τῷ κατὰ ἀμφισβήτησιν ἀμ‐
15φότεροι, καὶ ἐν τῷ κατὰ αἴτησιν μόνος, οὐ γὰρ δήπου καὶ ὁ ἀντιλέγων προβολῇ χρήσεται οὐδ’ αὐξήσει τὸ πε‐ πραγμένον, κατ’ αὐτοῦ γὰρ τὸ γινόμενον· τοὐναντίον οὖν μειώσει καὶ δείξει μηδενὸς ἄξιον τὸ πεπραγμένον. Τὸν δὲ συλλογισμόν τινες βούλονται ἐκλείπειν ἐν τοῖς
20κατὰ ἀμφισβήτησιν, καὶ καλῶς βούλονται, λέγοντες, ὅτι ἀπὸ τῶν αὐτῶν πεπραγμένων ἑκατέρου ὁριζομένου τὸ ὑποκείμενον ὄνομα ὁ τὸν συλλογισμὸν δεχόμενος οὐ πλέον τὸ ἑαυτοῦ ἢ τὸ τοῦ ἐναντίου συστήσεται· οἷον ὡς ἐπὶ τῶν ἀμφισβητούντων τοῦ γέρως, ὃς ἂν τῷ συλλο‐
25γισμῷ χρήσηται μηδὲν διαφέρειν ἀλλήλων λέγων τά τε ἑαυτοῦ καὶ τοῦ ἀντιλέγοντος, ἴδιον γὰρ συλλογισμοῦ τὸ συνάγειν ἀμφότερα τὰ διῃρημένα, οὐδὲν μᾶλλον ὑπὲρ ἑαυτοῦ ἢ τοῦ ἀντιλέγοντος ἔσται τὸ λεγόμενον· ὥστε πῶς τῷ κεφαλαίῳ χρήσεται, πῶς δὲ οὐκ ἐκλείψει ἐν τῷ ἐξι‐
30σάζοντι. Ἰστέον δὲ, ὅτι τινές φασιν διαφέρειν τὴν δι‐
αίρεσιν τοῦ κατὰ ἀμφισβήτησιν, τοῦ τε ἀντονομάζοντος564

4

.

565

καὶ τοῦ κατὰ σύλληψιν· ὅτι ἐν μὲν τῷ ἀντονομάζοντι καὶ τῷ κατὰ σύλληψιν δύο ζητουμένων ὀνομάτων διπλοῖς τοῖς οἰκείοις ἕκαστος χρήσεται κεφαλαίοις, προβολῇ, ὅρῳ, ἀνθορισμῷ, συλλογισμῷ, γνώμῃ νομοθέτου· ἐνταῦθα δὲ
5εἰ καὶ τῶν διπλῶν ὁ ὅρος, οὐ διπλοῖς ἕκαστος τοῖς οἰ‐ κείοις χρήσεται· ἀλλ’ ἀμφότεροι μὲν χρήσονται προβο‐ λαῖς καὶ ὅροις καὶ κατὰ τοῦτο διπλῆ δοκεῖ διαίρεσις· οὐ μέντοι διπλοῖς τοῖς οἰκείοις ἕκαστος χρήσεται, ἀλλ’ ἁπλοῖς σὺν μιᾷ προβολῇ καὶ ὅρῳ καὶ ἀνθορισμῷ· ἐπει‐
10δὴ ἓν τὸ ζητούμενον ὄνομα, τίς ὁ τυραννοκτόνος, καὶ ἓν ὁρίζεται· οὐχ ὥσπερ ἐπὶ τοῦ ἀντονομάζοντος ὁρίζεται, τίς ὁ ἱερόσυλος καὶ πάλιν τὸ ἕτερον ὄνομα, τίς ὁ κλέπτης· ἀπὸ δὲ τῆς πηλικότητος διπλοῖς ἕκαστος τοῖς οἰκείοις χρήσεται· ἐπειδὴ δύο ἐστὶ τὰ ἐξεταζόμενα πράγματα ἀνὰ
15μέρος, ἑκάτερος ἀνὰ μέρος χρήσεται τῷ ὑπ’ αὐτοῦ πε‐ πραγμένῳ, καὶ οὐ μόνον αὐξήσει τὸ ἴδιον, ἀλλὰ καὶ τὸ τοῦ ἐναντίου μειώσει· τὸ δὲ πρός τι ἁπλοῦν ἐστιν· αὐ‐ τῶν γὰρ ἀντεξέτασις ἔσται τῶν πεπραγμένων, καὶ ἀγω‐ νιεῖται δεῖξαι τὸ ἑαυτοῦ μεῖζον καὶ θαυμασιώτερον· ἰστέον
20καὶ τοῦτο, ὅτι τὸν κατὰ ἀμφισβήτησίν τινες οὐ βούλον‐ ται διπλοῦν εἶναι· κἂν γὰρ δύο, φασὶν, ἔχῃ πρόσωπα, ἀλλ’ οὐ ζητεῖται τὸ πρόσωπον ἐν ὅρῳ, ἀλλ’ ἰδιότης πρά‐ γματος καὶ ὄνομα πράγματος, οὐ προσώπου ποιότης· εἰ γὰρ πρόσωπον ζητοῦμεν καὶ ποιότητα, οὐκοῦν καὶ
25βούλησιν καὶ δύναμιν ζητήσομεν· ἀλλ’ οὔτε πρόσωπον οὔτε ποιότητα πράγματος ζητοῦμεν. ἄλλοι δὲ καὶ τοῦτο λέγουσιν, ὅτι οὐκ ἔστιν ἐν ὅροις κατὰ πρόσωπα διπλοῦς· ἀπατηθεὶς δὲ ὁ τεχνικὸς ἀπὸ τῶν στοχασμῶν ἐνόμισε καὶ ἐν ὅροις εἶναι κατὰ πρόσωπα διπλοῦν, οὐ κατανοή‐
30σας, ὅτι ἐν μὲν στοχασμῷ ἐπειδὴ ἄδηλον τὸ πρᾶγμα, ἐξ εἰκότων αἱ ἀποδείξεις· εἰκότα δέ ἐστι βούλησις καὶ δύ‐ ναμις, ἅπερ ἐστὶ προσώπων, διὰ τοῦτο ἔστι κατὰ πρόσω‐
πα διπλοῦς· ἐν δὲ ὅρῳ ἐπειδὴ μὴ ἐξ εἰκότων, οὐ γὰρ565

4

.

566

ἄδηλον τὸ πρᾶγμα, αὐτὸ δὲ ζητοῦμεν τὸ πρᾶγμα τί ἐστι, διὰ τοῦτο κατὰ πράγματα μὲν διπλοῦς ἐστιν ὅρος, κα‐ τὰ πρόσωπα δὲ οὐδαμῶς· οἷον ἀνῆλθέ τις ἀναιρήσων τὸν τύραννον, ἔφυγεν ὁ τύραννος, ἄλλος φεύγοντι περι‐
5τυχὼν ἀπέκτεινε καὶ ἀμφισβητοῦσι τῆς δωρεᾶς· ἐνταῦ‐ θα γὰρ οὐ πρόσωπα ἐξετάζεται, ἀλλὰ τίς ὁ τυραννοκτό‐ νος τὸ πρᾶγμα αὐτό· καὶ πάλιν ἐν ᾧ περὶ τῆς ἱερωσύ‐ νης ἀμφισβητοῦσιν οἱ παῖδες, τὸ πρᾶγμα ζητοῦμεν, τίς ἀπὸ τοῦ ἱερέως· καὶ λέξει ὁ τοῦ ἱερέως παῖς, ὅτι τοῦ
10γένους αἱ ἱερωσύναι εἰσίν· ταῦτα μὲν ἐκεῖνοί φασιν· χρὴ δὲ τοῦ τεχνικοῦ τὸν σκοπὸν εἰδέναι, ὃν οὗτος ἐκά‐ λεσε κατὰ πρόσωπα διπλοῦν· οὐ γὰρ ὡς ποιότητος προ‐ σώπων ζητουμένης, ἀλλ’ ἐπειδὴ δύο προσώπων ὄντων, ἑνὸς δὲ πράγματος ζητουμένου καὶ ὀνόματος, ὁ μὲν τὴν
15ἀρχὴν τοῦ πράγματος προβάλλεται, ὁ δὲ τὸ τέλος, ὡς ἕκαστος τὴν τοῦ ὀνόματος οἰκειοῖ φύσιν, λέγων τυραν‐ νοκτόνος εἶναι, ᾧ πέπραχε, διὰ τοῦτο διπλοῦν αὐτὸν ἐκ προσώπων ἐκάλεσεν· ἐν γὰρ τοῖς προσώποις τὰ ἴδια τοῦ ὅρου συμβέβηκεν ἀμφοτέροις, λέγω δὴ τὸ λεῖπον καὶ
20πεπραγμένον· ἀμφοτέροις γὰρ καὶ πέπρακται καὶ λείπει. Συριανοῦ. Ἐπειδὴ καὶ στοχασμοὶ κατὰ ἀμ‐ φισβήτησίν εἰσιν, ὡς ἐκεῖνο, τύραννος νοσῶν καὶ ὑπο‐ πτεύσας εἰληφέναι φάρμακον παρὰ τοῦ οἰκείου ἰατροῦ μετεπέμψατό τινα τῶν ἐκ τοῦ δήμου ἰατρῶν ἀλεξιφάρ‐
25μακον δώσοντα· ἔλαβεν καὶ ἐτελεύτησεν ἐπὶ σημείοις φαρμάκων· νόμου κελεύοντος τὸν τυραννοκτόνον δωρεὰν λαμβάνειν ἀμφισβητοῦσιν ἀλλήλοις οἱ ἰατροὶ περὶ τῆς δωρεᾶς· ζητητέον, τίς ἡ διαφορὰ τούτου τε καὶ τοῦ κα‐ τὰ ἀμφισβήτησιν ὅρου· ἐν μὲν οὖν τῇ κατὰ στοχασμὸν
30ἀμφισβητήσει περὶ τοῦ προσώπου ποιούμεθα τὴν ζήτη‐566

4

.

567

σιν, πότερος τῶν ἰατρῶν τυραννοκτόνος· ἐν δὲ τῇ ὁρι‐ κῇ ἀμφισβητήσει τὸ πρᾶγμα ζητοῦμεν, πότερον τὸ διῶ‐ ξαι τῆς ἀκροπόλεως ἢ τὸ ἀνελεῖν τυραννοκτονία, καὶ τῷ μὲν λείπει τι τοῦ ὅλου πράγματος, τῷ δὲ πέπρακταί τι·
5συνελθόντα δὲ τὰ παρ’ ἑκατέρων γινόμενα ἓν τέλειον ἀποτελεῖ· πάντως οὖν ἡ ὁρικὴ ἀμφισβήτησις ἐκ λειπόν‐ των ἐστὶ καὶ πεπραγμένου· ἐν δὲ τῇ κατὰ πραγματι‐ κὴν ἐπαινέσει μὲν καὶ τὸν ἀμφισβητοῦντα ὁ φεύγων, ἑαυτὸν δὲ μᾶλλον ἄξιον ἀποφανεῖ τῆς τιμῆς· ὡς
10ἐπ’ ἐκείνου· μετὰ τὰ Μηδικὰ ἔδοξεν ὑπὸ τοῦ ἀρίστου τῶν Ἑλλήνων βασιλεύεσθαι τὴν Ἑλλάδα, καὶ ἀμφισβη‐ τοῦσι Θεμιστοκλῆς καὶ Παυσανίας· γνωστέον δὲ, ὅτι πολ‐ λὰ τοιαῦτα προβλήματα ὁρικὰ εὑρίσκεται· ὥσπερ γὰρ ἐν στοχασμῷ ἄπειρα μὲν τὰ ἁπλᾶ, πολλὰ δὲ τὰ ἐκ προ‐
15σώπων ἀτελῆ, ὀλίγα δὲ τὰ ἐκ πραγμάτων ἀτελῆ προκα‐ τασκευαζόμενά τε καὶ ἐμπίπτοντα καὶ συνεζευγμένα, οὕτως καὶ ἐπὶ τῶν ὅρων τὰ ἁπλᾶ ἄπειρά ἐστιν· τὰ δὲ ἀντονομάζοντα καὶ ἐμπίπτοντα ὀλίγα· πλεῖστα δὲ καὶ τὰ κατὰ δύο πρόσωπα, ἃ καὶ κατὰ ἀμφισβήτησιν γίνε‐
20ται καὶ κατὰ συμβουλὴν καὶ κατὰ τὸ δικανικὸν εἶδος· οὐ μόνον δὲ ἐκ λείποντος καὶ πεπραγμένου συνέστηκεν ὁ κατὰ ἀμφισβήτησιν ὅρος, ἀλλὰ καὶ ἐκ πεπραγμένου μόνον, ὡς ἐπὶ τοῦ Κεφάλου καὶ Ἀριστοφῶντος τῶν ἀμ‐ φισβητούντων τοῦ καλοῦ βίου· καὶ ἐκ λείποντος μόνον,
25ὡς ἐπὶ τοῦ γελῶντος καὶ κωλυομένου ἱερᾶσθαι· δοκεῖ δὲ
καὶ τὸ κατὰ τὸν Κέφαλον ἐκ λείποντος εἶναι καὶ πε‐567

4

.

568

πραγμένου, λείποντος μὲν τοῦ κατὰ τὸν Κέφαλον μέρους τῷ μηδεμίαν γραφὴν φυγεῖν, πεπραγμένου δὲ τοῦ κατὰ τὸν Ἀριστοφῶντα τῷ πολλὰς φυγεῖν γραφὰς καὶ μηδεμιᾶς ἁλῶναι· οἱ μὲν οὖν μελετῶντες ὡς ὅρον τὸ
5κατὰ τὸν Κέφαλον πρόβλημα τῷ ἑτέρῳ μέρει οὐ προσ‐ άψουσιν ἐπαίνους· οἱ δὲ ὡς πραγματικὴν κατὰ ἀμφισβή‐ τησιν ἐπαινέσουσι μὲν καὶ τὸν ἕτερον, ἑαυτοὺς δὲ μᾶλλον συστήσουσιν· ἐν μὲν οὖν πραγματικῇ ὥρισται ἡ αἴτησις τῆς δωρεᾶς, οἶον σίτησις ἢ εἰκὼν ἢ ἐχθροῦ ἀναίρεσις·
10ἐν δὲ ταῖς ἄλλαις στάσεσιν ἀόριστος ἡ δωρεά ἐστιν· οὐ μόνον δὲ ἐν ὅρῳ κατὰ ἀμφισβήτησίν ἐστι προβλήματα, ἀλλὰ καὶ ἐν πραγματικῇ καὶ ἐν ἀμφιβολίᾳ, σπανίως δὲ καὶ ἐν στοχασμῷ· καθόλου τοίνυν τὰ κατὰ ἀμφισβήτη‐ σιν προβλήματα γνωσόμεθα ποίας ἐστὶ στάσεως, εἰ μά‐
15θοιμεν ὅτι ὁ μὲν στοχασμὸς τὸ δικανικὸν ἔχει μόνον, σπανίως δὲ καὶ τὸ συμβουλευτικὸν, αἱ δὲ ἀντιθετικαὶ μόνον τὸ δικανικὸν, πραγματικὴ δὲ ἄμφω, αἱ δὲ νομι‐ καὶ τὸ δικανικὸν πλὴν τῆς ἀμφιβολίας· αὕτη γὰρ ἔσθ’ ὅτε καὶ τὸ συμβουλευτικὸν ἐπιδέχεται· πᾶσαι τοίνυν αἱ
20ἀμφισβητήσεις γίνονται, ἢ κατὰ στοχασμὸν, ἢ κατὰ ὅρον, ἢ κατὰ πραγματικὴν, ἢ κατὰ ἀμφιβολίαν· ἀλλ’ ἐν μὲν στοχασμῷ, ὡς εἴρηται, οὔτε τῆς δωρεᾶς αἴτησις ὥρισται· καὶ τίς ὁ τυραννοκτόνος ζητοῦμεν ἐπὶ τῶν δύο ἰατρῶν τῶν ἀνελόντων φαρμάκῳ τὸν τύραννον, καὶ
25ἀμφισβητούντων ἀλλήλοις τῆς δωρεᾶς· ἐν δὲ τῷ ὅρῳ ἐκ λείποντος καὶ πεπραγμένου ἡ ἀμφισβήτησίς ἐστι, καὶ εἰ τὸ διῶξαι τὸν τύραννον τυραννοκτονία ζητοῦ‐
μεν· ἐν δὲ τῇ πραγματικῇ ἡ μὲν τῆς δωρεᾶς αἴτησις ὥ‐568

4

.

569

ρισται, περὶ μελλόντων δὲ ἡ σκέψις γίνεται· ἐν δὲ τῇ ἀμφιβολίᾳ ἢ κατὰ ὁμωνυμίαν ἡ ἀμφισβήτησις γίνεται, ὡς ἐπὶ τῶν ἡγεμόνων τῶν ἀμφισβητούντων, τίνες οἱ ἡγεμόνες, πότερον οἱ ῥήτορες ἢ οἱ στρατηγοί· ἢ ὡς ἐπὶ
5τοῦ ξυλίνου τείχους οὗ ἔχρησεν ὁ θεός· ἢ κατὰ σύνθεσιν ἢ διαίρεσιν, ὡς ἐπὶ τοῦ Πανταλέοντος, ὅπερ δοκεῖ καὶ ἀσύστατον εἶναι· ὥσπερ δὲ περὶ τιμῆς καὶ πρωτείων ἀμ‐ φισβητήσεις γίνονται, οὕτω καὶ περὶ τιμωριῶν καὶ κολά‐ σεως, καὶ λέγεται ἐπ’ ἐκείνων ἀντιπροβάλλονται ἀλ‐
10λήλους, ὡς ἐπ’ ἐκείνου· λοιμοῦ καταλαβόντος τὴν Ἑλ‐ λάδα ἔχρησεν ὁ θεὸς παύσασθαι τὴν νόσον, εἰ τὴν ἀσε‐ βῆ πόλιν κατασκάψειαν· καὶ ἀντιπροβάλλονται ἀλλήλας Ἄργος τε καὶ Θῆβαι· καὶ τόδε· μετὰ τὰ ἐν Χαιρω‐ νείᾳ χρωμένοις περὶ τῆς ἥττης ἔχρησεν ὁ θεὸς ἡγεμό‐
15νων κακότητι γεγενῆσθαι τὴν ἧτταν, ἀντιπροβάλλονται ἀλλήλοις οἱ στρατηγοὶ καὶ οἱ ῥήτορες.
17nΤέταρτος ὁ ἐμπίπτων, ὅτ’ ἂν ὥσπερ ἐν στοχασμῷ μεταξὺ τῶν κε‐
18nφαλαίων ἄλλο ἐμπέσῃ ζήτημα ὁλόκληρον, οἷον ἀμύητος ὄναρ ἰδὼν569

4

.

570

(1n)

τὰ μυστήρια ἤρετό τινα μυηθέντα εἰπὼν ἃ εἶδεν, εἰ οὕτως ἔχοι. συγ‐
2nκατέθετο ὁ ἐρωτηθεὶς καὶ ὡς ἐξειπὼν ὑπάγεται· τί γὰρ τὸ ἐξειπεῖν
3nοὔσης τῆς ζητήσεως καὶ ταύτης μέχρι τοῦ πρός τι προϊούσης, ἐμ‐
4nπεσεῖται καὶ, τίς ὁ ἀμύητος, ἄλλο ζήτημα· καὶ διαιρήσεις γε καὶ
5nτοῦτο πᾶσι τοῖς ἑξῆς μέχρι τοῦ πρός τι· εἶτα ποιήσεις τὰ
6nλοιπὰ κεφάλαια.
7 Συριανοῦ. Ἐνταῦθα δύο ὄντων τῶν ζητουμένων τοῦ τε εἰ τὸ ἐπινεῦσαι ἐξειπεῖν ἐστι καὶ τοῦ εἰ μεμύηται ὁ ὄναρ ἑωρακὼς μέχρι τῶν πρός τι προελθούσης τῆς ἐξε‐
10τάσεως τοῦ προτέρου ζητήματος, οὕτως ἐμπίπτει τὸ δεύ‐ τερον· ἔνθα δὴ καὶ τὴν τάξιν ἐναλλάττουσιν οἱ ἀγωνι‐ ζόμενοι, ὥσπερ ἐν τοῖς ἁπλοῖς ὅροις, ἐν οἷς ἄλλο μὲν τὸ κρινόμενον ἔφαμεν, ἄλλο δὲ τὸ ζητούμενον· καὶ ὁ μὲν κατήγορος γίνεται φεύγων, ὁ δὲ φεύγων διώκων·
15ἀμέλει καὶ τῶν κεφαλαίων ἐναλλάττουσι τὴν διαίρεσιν· ζητούντων γὰρ αὐτῶν, εἰ μεμύηται ὁ τεθεαμένος τὸ ὄναρ, ὁ μὲν φεύγων τοῖς ἰδίοις τοῦ κατηγόρου χρήσεται κεφαλαίοις, ἀνθορισμῷ φημι καὶ συλλογισμῷ, κατα‐ σκευάζων ὅτι μεμύηται, ὁ δὲ πρότερον κατήγορος τῷ
20τοῦ φεύγοντος ὅρῳ ἀνατρέπων τὸ μεμυῆσθαι διὰ τοῦ ὀνείρου τὸν ἄνθρωπον· ζητητέον δὲ, τίς ἡ διαφορὰ τοῦ ἐμπίπτοντος ὅρου καὶ στοχασμοῦ ἐμπίπτοντος, καὶ φα‐ μὲν ὅτι ἐν στοχασμῷ ἀπὸ τοῦ χρώματος τοῦ προτέρου ζητήματος τὸ δεύτερον ἀναφαίνεται ζήτημα καὶ οἰκεῖόν
25ἐστι καὶ ἠρτημένον τοῦ προτέρου· καὶ αὐτὸ δὲ τὸ χρῶ‐ μα οὐχ ὁ λέγων ποιεῖ, ἀλλ’ ἐν αὐτῷ κεῖται τῷ προβλή‐ ματι· ἐν δὲ τῷ ἐμπίπτοντι ὅρῳ τά τε ζητήματα ἄμφω κεχώρισται ἀλλήλων· μετὰ γὰρ τὰ πρός τι τὸ ἕτερον ἐξετάζεται ζήτημα φύσεως ἄλλης ὑπάρχον· ἄλλο γὰρ τὸ
30ζητεῖν, τί τὸ ἐξειπεῖν, καὶ ἄλλο, τίς ὁ ἀμύητος· καὶ570

4

.

571

ἀπὸ τῶν πρός τι τοῦ πρώτου ζητήματος ἐμπίπτει τὸ δεύ‐ τερον ζήτημα. Σωπάτρου καὶ Μαρκελλίνου. Δοκεῖ τοῦτο ἕτερον εἶδος εἶναι ὅρου τῶν συνεζευγμένων· δύο γὰρ ἔχει
5ζητήματα τὰ συνεζευγμένα, ὥσπερ καὶ οἱ συνεζευγμένοι στοχασμοὶ, ἀλλὰ ἓν μὲν ἔχει τὸ προκείμενον ὄνομα, εἰ ἐξεῖπεν τὰ μυστήρια· τὸ γὰρ δεύτερον εἰς σύστασιν τοῦ προκειμένου παραλαμβάνεται, τὸ εἰ ἀμύητος ὁ ἕτερος· ὥστε οὐ διπλοῦν κἂν δύο ἔχῃ ζητήματα· οὐδὲ γὰρ ὁ
10στοχασμὸς ὁ συνεζευγμένος διπλοῦς, ἀλλ’ ἕτερον ἔχει τὸ εἶδος. τ’ ἂν ὥσπερ ἐν στοχασμῷ. Τῷ σχήματι μόνον παραπλήσιος, τῇ δὲ φύσει διάφορος· οὐ γὰρ ἐπὶ τοῦ χρώματος ἀνακύπτει, καθάπερ ἐπὶ τοῦ στοχασμοῦ· οὔτε γὰρ ὅλως κεφάλαιον χρῶμά ἐστιν ἐν ὅρῳ, οὐδ’
15ἀδήλου τοῦ πράγματος ὄντος ἀλλὰ δήλου μὲν, ἀτελοῦς571

4

.

572

δὲ ἡ ζήτησις· πῶς οὖν ἐνταῦθά φησι μεταξὺ τῶν κε‐ φαλαίων ἕτερον ἐμπίπτει ζήτημα, αὐτὸς διδάσκει καὶ ὑποτίθεται· τοῦ γὰρ πρώτου, φησὶν, ζητήματος ἐξε‐ ταζομένου ἄχρι τοῦ πρός τι, ἐμπίπτει τὸ ἕτερον ζήτημα
5τέλειον καὶ αὐτὸ τυγχάνον, οἷον εἰ ἀμύητος ὁ ὄναρ ἰδὼν τὰ μυστήρια, ὁ ὑπ’ αὐτῶν τῶν θεῶν τετελεσμένος, καὶ διαιρεῖται τοῦτο ἕως τοῦ πρός τι· καὶ μετὰ ταῦτα πᾶσι τοῖς ἑξῆς κεφαλαίοις κοινοῖς χρησόμεθα· δεῖ οὖν τὸ πρῶτον μελετᾷν ἄχρι τοῦ πρός τι· τοῖς δὲ ἐφεξῆς κε‐
10φαλαίοις κοινοῖς τοῖς μετὰ τὸ πρός τι χρήσασθαι· οἷον νόμος τὸν ἐξειπόντα τὰ μυστήρια τεθνάναι· ἀμύητος ὄναρ ἰδὼν τὰ μυστήρια ἤρετό τινα καὶ ἑξῆς· οὐκοῦν ἡ προβολή· δεινὰ ἔπραξας ἐξειπὼν τὰ μυστήρια· ὁ ὅρος, οὐκ ἐξεῖπον, οὐ γὰρ ἐφθεγξάμεν· ἀνθορισμός· καὶ μὴν
15κατένευσας· καὶ συνάψει εὐθὺς τὸν συλλογισμὸν, λέγων ἴσον εἶναι τὸ κατανεῦσαι τῷ εἰπεῖν· γνώμη νομοθέτου, ὅτι ἄτοπον λίαν ἡγήσατο τὸ τοιοῦτον ὁ νομοθέτης· εἶτα ἡ πηλικότης βεβαιοῖ, ὅτι μέγα καὶ χαλεπὸν τὸ ἐκλέγειν τὰ τῶν θεῶν μυστήρια· εἶτα τὸ πρός τι, ὅτι καὶ μεῖζον
20τὸ κατανεῦσαι, βεβαιοῦντος γάρ ἐστιν· ἀφ’ οὗ τὸ δεύ‐ τερον ἐμπίπτει ζήτημα ἐξ ἀντιθέσεως· ἀλλ’ οὐκ ἀμύητος οὗτος· τοῦτο γὰρ τὸ χρῶμα· καὶ λοιπὸν ἐπανατρέχει εἰς τὸν ὅρον τοῦ δευτέρου τούτου ζητήματος φάσκων· ἐκεῖνος ἐμυήθη ὁ εἰς θεῶν ἱερὰ φοιτήσας, ὁ παρὰ δᾳ‐
25δούχου μαθών· τὸν δὲ συλλογισμὸν ἐξ ἀντιθέσεως λη‐ ψόμεθα, ὅμοιον λέγοντες τῷ ὑπὸ τῶν ἱερέων μανθά‐ νειν τὸ ἐν τοῖς ὕπνοις μυεῖσθαι· μανθάνειν γάρ ἐστιν ἐξ ἀμφοτέρων· ταῦτα δὲ ἀνατρέψεις λογισμοῖς χωρίζων καὶ πολὺ τὸ μέσον λέγων· ἡ πηλικότης καὶ τὸ πρός
30τι μειώσει· ἰστέον δὲ, ὅτι ἐν τῷ εἴδει τούτῳ συμβαίνει572

4

.

573

τὸν κατήγορον τὰ τοῦ φεύγοντος ἔχειν κεφάλαια· τὸν γὰρ ὅρον ἀεὶ τοῦ φεύγοντος ὄντα ὁ κατήγορος ἐνταῦθα ἐν τῷ δευτέρῳ ζητήματι λέγει· ὁ δὲ φεύγων τὸν συλλο‐ γισμὸν τοῦ κατηγόρου ὄντα ἀεὶ προβάλλεται.
5nΠέμτον εἶδος οἱ δύο καλούμενοι ὅροι· ὃ γίνεται ὅτ’ ἂν περὶ δύο
6nὀνομάτων ἐφ’ ἑνὸς προσώπου ἡ ζήτησις ᾖ, οὐκ ἀντονομαζομένων·
7nοἷον τὸν καθαρὸν καὶ ἐκ καθαροῦ ἱερᾶσθαι, πατέρα τὶς μοιχὸν
8nἀποκτείνας εἴργεται τοῦ ἱερᾶσθαι· ἡ γὰρ ζήτησις τίς ὁ καθαρὸς,
9nκαὶ τίς ὁ ἐκ καθαροῦ· καὶ χρὴ τὸ ἕτερον πρότερον τελείως ἐπ‐
10nελθόντα τοῖς κεφαλαίοις αὖθις ἐπὶ τὸ ἕτερον ἐξ ἀρχῆς ἰέναι·
11nταῦτα περὶ ὅρου.
12 Συριανοῦ· Τελευταῖον εἶδος τῶν διπλῶν ὅρων ἐστὶν οἱ καλούμενοι δύο ὅροι, ὅπερ ὠνόμασται μὲν οὕτω, διότι τοῦ ἀντιλέγοντος τῇ δωρεᾷ δύο τινὰ κινοῦντος ἐγ‐
15κλήματα καὶ δύο προβολαῖς κεχρημένου, ἀναγκαίως ὁ τὴν δωρεὰν αἰτῶν τοῖς ἐναντίοις κεχρημένος κεφαλαίοις, δύο ὅροις κέχρηται, πρὸς ἑκατέραν προβολὴν ἑκατέρῳ τῶν ὅρων ἀπαντῶν· διαφέρει δὲ τῶν ἁπλῶν τῷ εἶναι διπλοῦς· τῶν δὲ διπλῶν τῇ τάξει τῶν κεφαλαίων, καὶ
20τοῦ μὲν ἀντονομάζοντος καὶ τοῦ κατὰ σύλληψιν τῷ ἐν ἐκείνοις μὲν τῶν ἐπαγομένων ἐγκλημάτων τὸν φεύγοντα τὸ μὲν μεῖζον μὴ παραδέχεσθαι, τὸ δὲ ἔλαττον ἑκόντα
ἐπαναιρεῖσθαι· ἐνταῦθα δὲ τοῖς δύο ὅροις ἀμφότερα573

4

.

574

ἐκβάλλει καὶ οὐδέτερον παραδέχεται ὁ τὴν τάξιν ἔχων τοῦ φεύγοντος· τοῦ δὲ ἐμπίπτοντος, ὅτι ἐκεῖ μὲν ἐν τῷ αὐτῷ ζητήματι τὴν τάξιν ἐναλλάττουσι τῶν κεφαλαίων, ὅ τε κατήγορος καὶ ὁ φεύγων, ὡς εἴρηται, τὰς οἰκείας
5ἀμείβοντες τάξεις, ἐνταῦθα δὲ διόλου τοῦ προβλήματος τὴν οἰκείαν ἑκάτεροι διασώζουσι τάξιν· τοῦ δὲ κατὰ ἀμ‐ φισβήτησιν, ὅτι ἐκεῖ μὲν τὸ ἓν πρᾶγμα τοῖς δύο πέ‐ πρακται προσώποις, ἐνταῦθα γὰρ τὰ δύο τοῦ ἑνὸς κατ‐ ηγορεῖται· ὁ γὰρ ἀντιλέγων ἐνταῦθα τῇ ἱερωσύνῃ δύο
10τινα κατὰ τοῦ ἑτέρου σπεύδει ἀποδεῖξαι, ὅτι τε οὐ κα‐ θαρὸς, ὡς ἀπεκτονὼς τὸν πατέρα καὶ ὅτι οὐκ ἐκ κα‐ θαρῶν, μοιχὸς γὰρ ὁ πατήρ· ἰστέον δὲ, ὅτι τῶν ὁρικῶν ζητημάτων τὰ μὲν ἀκούσια ἔχει τὰ κρινόμενα, ὡς τὸ ἑξαδάκτυλον εἶναι ἢ ὡς τὸ μὴ γελᾷν· τὰ δὲ ἀκούσια,
15ὡς τὸ ἐπανατείνεσθαι χεῖρας, τὸ κλέπτειν, τὸ βιάζεσθαι· ἐπὶ μὲν οὖν τῶν ἀκουσίων οὔτε γνώμης αἴτησιν κινή‐ σομεν, οὔτε ἀντίθεσιν ἔξωθεν οὐδὲ μίαν ὧν ἔφαμεν ἐν τοῖς ὁρικοῖς ἐμπίπτειν ζητήμασι μετὰ τὴν ἐργασίαν τῶν οἰκείων κεφαλαίων· ἐπὶ δὲ τῶν ἑκουσίων ἥ τε τῆς γνώ‐
20μης αἴτησις ἐμπεσεῖται καὶ αἱ ἔξωθεν ἀντιθέσεις ὡς ἐπὶ τὸ πολύ· αἱ δὲ διηγήσεις ἐν μὲν τῷ στοχασμῷ
ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους γίνονται ἐν δὲ τῷ574

4

.

575

ὅρῳ ἐκ τῆς προβολῆς· καὶ γὰρ αὕτη τὸ ἀπ’ ἀρχῆς ἄχρι τέλους περιέχει· οἱ δὲ φεύγοντες ἐκ τῶν ἐναντίων ἐννοιῶν· δηλονότι καὶ λυσιτελεῖν αὐτοῖς πρὸς τὸν ἀγῶνα δυναμένων τάς τε καταστάσεις καὶ τὰς διηγήσεις ποιή‐
5σονται· ἀρχόμενοι μὲν ἔκ τινων καθολικωτέρων ἐννοιῶν, τὰ δὲ μερικὰ καὶ τῆς παρούσης ὑποθέσεως οἰκεῖα συνυ‐ φαίνοντες ἐκείνοις· γνωστέον δὲ, ὅτι καὶ Κόραξ ὁ τεχνο‐ γράφος τῷ τῆς καταστάσεως ὀνόματι κέχρηται προοίμια τοῦ λόγου τὴν κατάστασιν καλῶν· οἱ δὲ τεχνικώτερον
10περὶ αὐτῆς διορίζοντες καὶ διεξιόντες, ὡς καὶ ἀνωτέρω εἴρηται, τὴν κατάστασίν φασι τῷ λόγῳ λυσιτελεῖν πρὸς τοῦτο, ὅπερ καὶ τὸ ὄνομα δηλοῖ, πρὸς τὴν πρεπωδεστά‐ την διάπλασιν τῆς διηγήσεως· τὸ μὲν γὰρ διηγήσασθαι ψιλὸν τὸ πρᾶγμα οὐ σφόδρα ἔντεχνον, τὸ δὲ συγκατα‐
15στάσει διηγεῖσθαι τεχνικώτατον· ὅθεν καὶ Δημοσθένης ἐν τοῖς δημοσίοις μάλιστα λόγοις, ὅπου καὶ τὴν ἀκρί‐ βειαν ἐμφαίνει, τοιαύταις χρῆται ταῖς διηγήσεσιν. Σωπάτρου καὶ Μαρκελλίνου. Τὸ τῶν δύο καλουμένων ὅρων τοιοῦτόν ἐστιν, ὅτ’ ἂν περὶ δύο ὀνο‐
20μάτων ἡ ζήτησις εἴη ἐφ’ ἑνὸς προσώπου· ἑνὸς γὰρ ἐν‐ ταῦθα ὡς ὁρᾷς ὄντος τοῦ προσώπου, περὶ τῶν δύο ὀνο‐ μάτων ἡ ζήτησίς ἐστιν, εἰ καθαρὸς οὗτος, καὶ πάλιν εἰ ἐκ καθαροῦ· Οὐκ ἀντονομαζομένων. Ἐπειδὴ καὶ ὁ ἀντονομάζων καὶ ὁ κατὰ σύλληψιν δύο ὅροι τυγχά‐
25νουσιν, διαστέλλει τῇ διαφορᾷ καὶ διαχωρίζει· φησὶ γὰρ ἐκτιθέμενος οὐκ ἀντονομαζομένων, ὅ ἐστιν οὐκ ἀναιρου‐ μένου τοῦ ἑτέρου διὰ τῆς εἰςαγωγῆς τοῦ ἑτέρου, ὅπερ ἐν τῷ ἀντονομάζοντι γίνεται· ὁ γὰρ ἱεροσυλίαν τὸ πεπρα‐ γμένον λέγων τὸ κλοπὴν εἶναι ἐκβάλλει· καὶ πάλιν ὁ
30κλοπὴν διϊσχυριζόμενος ἀναιρεῖ τὴν ἱεροσυλίαν· ἐπὶ δὲ
τῶν δύο ὅρων οὐχ οὗτος τῆς ἐργασίας ὁ τρόπος, ἀλλ’575

4

.

576

ἑκάτερον ἰδίᾳ καθ’ ἑαυτὸ ζητεῖται· ὅρα δὲ ἐπὶ τοῦ παρα‐ δείγματος· ἓν μὲν τὸ πρόσωπον τὸ ἐξεταζόμενον, δύο δὲ τὰ ζητούμενα ὀνόματα· τίς ὁ καθαρὸς καὶ τίς ὁ ἐκ κα‐ θαροῦ· ἥκιστα οὖν διὰ τοῦ ἑτέρου τὸ ἕτερον ἐκβάλλεται,
5ὅπερ ἐπὶ τοῦ ἀντονομάζοντος δέδεικται, ἀλλὰ καθ’ ἑαυ‐ τὸ ἑκάτερον ζητεῖται· δυοῖν γὰρ ὄντοιν, οἷς ἔνοχον ὁ κατήγαγός φησι γεγενῆσθαι τὸν φεύγοντα καὶ διακεκω‐ λύσθαι ἱερᾶσθαι, ὁ φεύγων οὐδ’ ἑτέρῳ ὑπεύθυνον ἑαυ‐ τὸν εἶναι λέγει· καὶ γὰρ καθαρὸν καὶ ἐκ καθαροῦ ἑαυ‐
10τὸν εἶναι κατασκευάσει· δύο δὲ ὄντων τῶν ζητουμένων ἐπὶ ἑνὸς προσώπου, διπλῆ καὶ ἡ διαίρεσις ἔσται δι’ ὅ‐ λων τῶν κεφαλαίων· πρῶτον μὲν περὶ τοῦ τίς ὁ καθα‐ ρὸς, δεύτερον δὲ περὶ τοῦ τίς ὁ ἐκ καθαροῦ τῇ αὐτῇ διαιρέσει τῶν κεφαλαίων ἐφεξῆς πάντων· ὥστε καὶ ταύ‐
15την εἶναι διαφορὰν πρὸς τὸν ἀντονομάζοντα, διὰ τοῦ‐ το δὲ οὐκ ἀντιτιθέντες κεφάλαιον κεφαλαίῳ τὴν διαί‐ ρεσιν ἐν τούτῳ τῷ εἴδει ποιούμεθα, ἀλλὰ χωρίσαντες, οὐχ ὅτι οὐκ ἀγωνιστικώτερον, ἀλλ’ ἐπειδὴ διέστηκεν ἀπ’ ἀλλήλων καὶ κεχώρισται τὰ ζητήματα, συνάπτειν μὲν
20ἐπιχειροῦντες σύγχυσιν ἐργαζόμεθα· διαιροῦντες δὲ εὐ‐ κρινῆ καὶ σαφῆ τὸν λόγον παρεξόμεθα· τελείου δέ ἐστι ῥήτορος τῇ συμμετρίᾳ τῆς χρείας χρησάμενον ἐκφεύγειν τὸ προσκορὲς καὶ ὕπτιον· καὶ εἰ κατασκευάζοντι αὐ‐ τῷ τὸ ἕτερον ἀνάγκη γένοιτο καὶ τοῦ ἑτέρου ἐν τῷ λό‐
25γῳ ἐπιμνησθῆναι, ἐπαγγέλλεσθαι ποιεῖσθαι τὴν περὶ τούτου ἐξέτασιν, ἔστιν ὅτε εἰ ἀπαιτοίη καὶ βραχείας κα‐ τασκευὰς ποιουμένους διὰ τὸ ἀγωνιστικόν· δεῖ δὲ εἰ‐ δέναι, ὡς ἔνθα μὲν συμπλέκεται τὰ ζητήματα κεφάλαι‐ ον κεφαλαίῳ ἀντεξετάζοντες προάγομεν τὸν λόγον· ἔνθα
30δὲ κεχώρισται, ἀναγκαῖον χωρίσαι διὰ τὴν σύγχυσιν·
πλὴν εἰ πρὸς τὴν χρείαν βραχείας μεταξὺ κατασκευὰς576

4

.

577

ποιησόμεθα τὴν πᾶσαν τοῦ ἑτέρου ἐξέτασιν ὕστερον ἐπαγ‐ γελλόμενοι ποιήσειν. Διέλωμεν δὲ τὸ ζήτημα· ἐρεῖ τοί‐ νυν ὁ φεύγων· ἐπεὶ τινός εἰμι τῶν ὁσίων καὶ τῶν ἱερέ‐ ων, μέτεστί μοι καθά που τῶν πολλῶν ἑκάστῳ· εἶθ’
5ἡ ἀνθυποφορὰ ἡ ἐκ τοῦ ῥητοῦ· ἀλλ’ οὐκ ἦν καθαρὸς ὁ πατήρ· λύσεις κατὰ μετάληψιν χρόνου· τότε καθαρὸς ὢν ἐτύγχανεν, ὅτε κατὰ νόμους ἔγημε καὶ ὅτε ἐποι‐ ήσατό με· οὐκοῦν προτέρα τῶν ἁμαρτηθέντων ἡ ἐμὴ γένεσις· ἐκ καθαροῦ τοίνυν καὶ οὐκ ἔχοντος μίασμα γέ‐
10γονα· ἐπὶ τούτοις εἰσακτέον τὸ ῥητὸν τὸ δεύτερον· ἀλλ’ οὐδὲ σὺ καθαρὸς, ἀπεκτονὼς τὸν πατέρα· τὸ δὲ ῥητὸν τοῦτο ῥητῷ καὶ ἀντεγκλήματι λύσεις· πρότερον ἐξετά‐ σας ὁριστικῶς, τίς ὁ τοῦ προςρήματος τούτου ὑπό‐ δικος, ὁ ἀνδροφόνος, ὁ μεμιασμένος, οὐχ ὁ δικαίως ἀν‐
15ελών· ἐγὼ δὲ μοιχὸν καὶ ἄδικον εἰς ἐμὲ γεγενημένον ἀνεῖλον· δίδωσι δὲ κτείνειν τὸν τοιοῦτον ὁ νόμος· καὶ πληρώσει ἐνταῦθα τόπον κατὰ μοιχοῦ· ἀλλ’ ἔδει, φη‐ σὶ, φείσασθαι πατρὸς ὄντος· ἡ λύσις, καὶ ποῦ τῷ νό‐ μῳ προσδιώρισταί τι τοιοῦτον, ἐὰν γένει προσήκῃ μὴ
20διδόναι δίκην· ἀλλὰ δὴ καὶ πατέρα χρὴ μισεῖν ἑτέρου μᾶλλον, εἰ πονηρὸς καὶ ἀσεβὴς γένοιτο περὶ τὸν παῖδα· εἶτα χρῆσαι διαβεβλημένοις ἐπιχειρήμασιν, τί δὲ εἰ προ‐ διδόντα ἠμυνάμην, τί δὲ εἰ τυραννοῦντα· ἆρα μιαρὸς ἔδοξα δίκην λαβών; οὐκ ἔστιν· οὐ τοίνυν ἄξιον οὐδὲ νῦν
25αἰτίαν ἔχειν ὡς ἀνδροφόνον ὄντα· δεινὸν γὰρ ἡ μοι‐ χεία καὶ τῶν μεγίστων ἀδικημάτων οὐκ ἔλαττον· εἰ δὲ φήσειεν, ὡς ἐχρῆν κρῖναι αὐτὸν, ἐνθυμητέον ὅτι ἀνελεῖν προτέτακται παράνομον, οὐ μὴν τὸ ἕτερον ἀνθ’ ἑτέρου πρᾶξαι· πῶς δὲ καὶ οὐ δεινὸν μετέχειν μὲν τῆς ἄλλης
30ἐπιτιμίας ἀνεγκλήτως, εἴργεσθαι δὲ τῆς ἱερωσύνης ἐν
ἀνδροφόνου μοίρᾳ ταττόμενον· κἂν μὲν εἰς τὰ ἱερὰ ἐμ‐577

4

.

578

βάλω καὶ προσίω τοῖς ὁσίοις μηδένα κωλύειν ἐπιχειρεῖν, τὴν δὲ τιμὴν ταύτην ἀφαιρεῖσθαί με τὸν αὐτὸν τρόπον τοῖς κατεγνωσμένοις· ἐπὶ τούτοις ἔστι τελικὸν κεφάλαιον τὸ συμφέρον· ὃ πανταχοῦ καὶ ἐν παντὶ ζητήματι δεῖ
5καθορᾷν· ἔστι δὲ ἐνταῦθα λαμβανόμενον ἐξ ἐνδόξου, ἀλλὰ χαλεπαίνει, φησὶ, τὸ δαιμόνιον· λύσεις δὲ τὴν ἀνθυποφορὰν ἐνδόξως τὸ καθόλου κατασκευάζων, οὐ πέφυκεν ἀγανακτεῖν ὑπὲρ τῶν μοιχῶν, ἀλλὰ συναλγεῖν τοῖς ἠδικημένοις· εἶτα ἐπὶ τέλει ἐρεῖ, ὅτι συμφέρει τῇ
10πόλει τὸ ἄνδρα σωφρόνως καὶ κοσμίως βεβιωκότα ὑπ‐ ηρετεῖν τοῖς θεοῖς· ἰστέον δὲ, ὅτι χαλεπὸν ἔν τισιν ὁρι‐ κοῖς ζητήμασι χρῶμα τὸ καλούμενον εὑρεῖν· ὡς ἐπὶ τοῦ τὸ κενοτάφιον διορύξαντος καὶ κρινομένου τυμβωρυχίας· ἀκούω γὰρ, διατί ὤρυττες, εἰ μὴ τυμβωρυχεῖν ἤθελες;
15ἀπορήσει λύσιν εἰπεῖν, εἰ μή που λέγει, ἵνα καθάρω τὸν τόπον, ἵνα τινὰ ἀπόθωμαι, ἢ ἄλλο τι τοιοῦτον· καὶ ἐπὶ τοῦ ὑφελομένου τὰ ἰδιωτικὰ χρήματα ἀπὸ τοῦ ἱε‐ ροῦ ἡ αὐτὴ ἀπορία, τί γὰρ ἐρεῖ χρῶμα μετὰ τὰ κεφά‐ λαια, πλὴν εἰ λέγοι, ὅτι ἠπιστάμην ἰδιωτικὰ εἶναι χρή‐
20ματα ἐν τῷ ἱερῷ· τίς ὁ καθαρὸς, καὶ τίς ὁ ἐκ καθα‐ ροῦ· ἀνεῖλε γὰρ, οὔτε ἐκ καθαροῦ· μοιχοῦ γὰρ παῖς· ὁ δὲ, ὅτι καὶ καθαρὸς καὶ ἐκ καθαροῦ· ὁ γὰρ μοιχὸν ἀνελὼν καθαρός· καὶ ὁ τεκὼν δὲ οὐ μοιχὸς ἦν, ὅτε με ἔτικτεν· καὶ γίνεται τὸ πρῶτον ζήτημα, ὅτι ἐκ καθα‐
25ροῦ· καὶ λοιπὸν ἐμπίπτει τὸ ἕτερον ζήτημα, εἰ γὰρ ἐκ καθαροῦ γέγονας, ὡς φῂς, σὺ οὐ καθαρὸς ἀνελὼν τὸν καθαρόν· καὶ οὕτως εἰσάγεται τὸ δεύτερον ζήτημα, ὅτι μοιχὸν ὄντα ἀνεῖλεν· εἰσάγεται δὲ σχεδὸν μετὰ τὴν ποι‐ ότητα. Ἰστέον δὲ, ὅτι τινὲς τῶν τεχνικῶν τρία γενικὰ
30τοῦ ὅρου εἴδη λέγουσι, τὸ κατὰ φύσιν, τὸ κατὰ πρόσ‐ ωπον, τὸ κατὰ κρίσιν· καὶ τοῦ μὲν κατὰ φύσιν παρά‐ δειγμα· νόμος τὸν σεσινωμένον μὴ ἱερᾶσθαι· ἑξαδάκτυ‐
λός τις ἢ μὴ γελῶν κωλύονται ἱερᾶσθαι· ἐνταῦθα γὰρ578

4

.

579

ἡ ζήτησις εἰ τοῦτο σῖνος τὸ κατὰ φύσιν· τοῦ δὲ κατὰ τρόπον τοῦτο· πλούσιος πένητι συνεχῶς ἐπανατείνεται τὰς χεῖρας καὶ κρίνεται ὕβρεως· ζητεῖται γὰρ εἰ οὗ‐ τος ὁ τρόπος πληγαί· τοῦ δὲ κατὰ κρίσιν, τούς τε
5κατ’ αἴτησιν καὶ τοὺς κατὰ ἀμφισβήτησιν· λανθά‐ νουσι δὲ οὗτοι ἑαυτοὺς οὐκ εἴδη ὅρων ἀλλὰ ποι‐ ότητας λέγοντες· διαφέρει δὲ εἶδος ποιότητος τῷ τὸ μὲν εἶδος διάφορον δέχεσθαι διαίρεσιν, τὴν δὲ ποιότητα λό‐ γων αἰτίας μηνυτικὴν εἶναι· οὔτε δὲ ὁ κατὰ τρόπον οὔ‐
10τε ὁ κατὰ φύσιν διάφορον πρὸς ἀλλήλους τὴν διαίρεσιν ἔχουσιν, ἄλλως τε καὶ τὸ κατὰ φύσιν ἀντιλήψει ἁρμόζει μᾶλλον ἢ ὅρῳ. Γενικώτατα μὲν οὖν τρία εἴδη ὅρων ἐστὶν, τό τε κατὰ κρίσιν, καὶ τὸ κατὰ ἀμφισβήτησιν καὶ τὸ κατ’ ἀξίωσιν· τὸ μὲν οὖν κατ’ ἀξίωσιν καὶ τὸ κατὰ
15ἀμφισβήτησιν ἄτμητά ἐστι· τὸ μὲν γὰρ αἴτησιν ἔχει μό‐ νον, τὸ δὲ ἢ δύο προσώπων περὶ ἓν μέρος τῶν πρα‐ χθέντων ἀμφισβήτησις, οὗ παράδειγμα ὁ ἐπιδιώξας τὸν τύραννον ἐκ τῆς ἀκροπόλεως, καὶ ὁ ἕτερος ὁ ὑπαντήσας καὶ ἀνελών· ἢ δύο πραγμάτων πεπραγμένων ὑπὸ δύο
20προσώπων τελείου ἑκατέρου ὄντος ἀμφισβήτησις, ὡς ἐπὶ τούτου τοῦ παραδείγματος· τύραννος τὴν ἑαυτοῦ σκευ‐ ὴν δέδωκε τῷ δορυφόρῳ, καὶ μεταβαλὼν τὴν ἐκείνου, ἦλθε μοιχεύων ἑνὸς τῶν ἐν τῇ πόλει γυναῖκα· κατὰ ταὐτὸν ἀνῆλθέ τις τὸν τύραννον ἀνελεῖν καὶ ἀπέκτεινε τὸν
25δορυφόρον ἔχοντα τὴν σκευήν· καὶ ἐν τῇ πόλει ὁ τῆς γυναικὸς ἀνὴρ τὸν τύραννον μοιχεύοντα ἀνεῖλε καὶ ἀμ‐ φισβητοῦσι τῆς δωρεᾶς· διαφέρει δὲ ὁ ὅρος οὗτος τοῦ προτέρου τῷ παρ’ ἐκεῖνον μὲν ἐν μέρει ἓν ἔργον πεπρᾶ‐ χθαι, καὶ τοῦ μὲν τὴν ἀρχὴν εἶναι, τοῦ δὲ τὸ τέλος· ἐν‐
30ταῦθα δὲ παρὰ δύο προσώπων τελείως ἀμφότερα τὰ ἔρ‐ γα πεπρᾶχθαι, διὸ καὶ ἀδιάφορον ἔχει τὴν διαίρεσιν·
ἐκεῖ μὲν γὰρ εἷς ὅρος ἐστὶ καὶ εἷς ἀνθορισμὸς, λέγοντος,579

4

.

580

ὅτι τυραννοκτόνου ἐστὶ τὸ ἐκβάλλειν τῆς ἀκροπόλεως, τὸ δεῖξαι φυγόντα, τὸ μηκέτι ἔχειν δορυφόρον· καὶ εἷς πάλιν ἀνθορισμὸς, οἷον, οὒ, ἀλλὰ τυραννοκτονία ἐστὶ τὸ ἀνελεῖν, τὸ δεῖξαι νεκρόν· ἐνταῦθα δὲ δύο ὅροι παρ’
5ἑκατέρου καὶ δύο ἀνθορισμοὶ, ὅ τε γὰρ τὸν δορυφόρον ἀνελὼν φήσει, ὅτι τυραννοκτονία ἐστὶ τὸ ἀνελθεῖν εἰς τὴν ἀκρόπολιν, τὸ μάχεσθαι τοῖς δορυφόροις, τὸ ἀπο‐ σφάξαι τὸν τύραννον, ὃ δὲ σὺ πεποίηκας, μοιχόν ἐστιν ἀνῃρηκέναι ἔσω ἐν τῷ οἰκήματι, οὐδὲ γινώσκων, εἰ τύ‐
10ραννος ἦν· ὁ δὲ πάλιν τὸ ἐναντίον, ὅτι τυραννοκτονία ἐστὶ τὸ αὐτὸν ἀποκτεῖναι τύραννον, τὸ νεκρὸν δεῖξαι οὐ δορυφόρον, ἰδιώτην, σχῆμα μόνον τυράννου ἔχοντα, καὶ τὰ μὲν κατὰ ἀξίωσιν καὶ κατὰ ἀμφισβήτησιν ταῦ‐ τα· τὸ δὲ κατὰ κρίσιν, ὅπερ ἐστὶ τὸ κατὰ φυγὴν καὶ
15δίωξιν, διαιρεῖται εἴς τε τὸν ἀντονομάζοντα, καὶ τὸν κα‐ τὰ σύλληψιν καὶ τὸν ἐμπίπτοντα καὶ τοὺς δύο καλουμένους ὅρους, ἀλλὰ ταῦτα μὲν τὰ εἴδη τοῦ κατὰ κρίσιν δι‐ πλοῦ· ἔστι δὲ καὶ ἁπλοῦν τοῦ ἐπανατεινομένου πλουσίου τῷ πένητι συνεχῶς τὰς χεῖρας. καὶ ἄλλως· ὡραῖον ἔχων
20τις παῖδα ἐξεμίσθωσε τοῦτον γυναιξὶ καὶ προαγωγείας κρίνεται· λείπει γὰρ τὸ πρόσωπον τῶν ἀνδρῶν· τούτοις γὰρ ὁ ἐκ μισθῶν προαγωγὸς ἄντικρυς κληθείη· λέγουσι δὲ καὶ ἕτερον τοῦ κατὰ κρίσιν εἶδος, ἐν ᾧ ἕτερον μέν ἐστι τὸ κρινόμενον, ἕτερον δὲ τὸ ζητούμενον· οἷον νόμος
25τὸν ἄπολιν μὴ ἀγωνίζεσθαι· βουληθεὶς ὑπὸ τῶν Ἠλείων κωλύεται. καὶ κρίνουσιν Ἀθηναῖοι Ἠλείους ἐπὶ τῶν Ἀμφικτυόνων ὕβρεως· ἐνταῦθα γὰρ κρίνεται μὲν ἡ ὕβρις, ζητεῖται δὲ εἰ ἄπολις ὁ Ἀθηναῖος· τοιοῦ‐ τόν ἐστι καὶ τὸ τοῦ εὐνούχου· καὶ γὰρ κἀκεῖ φόνος μὲν
30τὸ κρινόμενον· ἡ ζήτησις δὲ περὶ τοῦ εἰ μοιχὸς ὁ εὐ‐
νοῦχος. Ἔστι παρὰ τούτους ἕτερος καλούμενος πα‐580

4

.

581

ράδοξος· παράδοξος δὲ λέγεται, ὅτι πάντων τῶν ὅρων φύσιν ἐχόντων ἐπὶ τῶν πρός τι ἀπό τε τοῦ αἰτοῦντος ἀπό τε τοῦ κατηγόρου αὔξειν τὸ ἔγκλημα, ἐπὶ τούτου μᾶλ‐ λον μειοῖ· ἔστι δὲ τούτου παράδειγμα· νόμος τὸν σεσι‐
5νωμένον μὴ ἱερᾶσθαι· ἑξαδάκτυλός τις κωλύεται ἱερᾶ‐ σθαι καὶ ἀντιλέγει· ἐν τούτῳ τοίνυν μάλιστα τῷ ὅρῳ τὸ πρός τι ἀντέστραπται· οὐ γὰρ περὶ τοῦ καὶ μεῖ‐ ζον αὐτὸ εἶναι φιλονεικεῖ ὁ κατήγορος, ἀλλ’ ἧττον· οἷον ἐπὶ μὲν τοῦ τοιούτου ὅρου τοῦ μὴ γελῶντος καὶ κωλυο‐
10μένου ἱερᾶσθαι ὁ κατήγορος τὸ πρός τι καὶ μεῖζον κα‐ τασκευάσει, φάσκων, ὅτι μεῖζόν ἐστι τοῦ ἄλλο τι σῖνος ἔχειν, οἷον τὸ ποδὸς ἐστερῆσθαι, τὸ ὀφθαλμοῦ· ἐνταῦ‐ θα δὲ τὸ ἐλλείπειν μόνον τὸ σῖνος ὁ κατήγορός φησιν· τὸ δὲ πλεονάζειν πολὺ ἧττον ἀποφαίνεται τοῦ ἥττονα
15ἔχειν· εἰ γὰρ τὸ ἧττον ἄχρηστον, καὶ τὸ πλέον, ὥσθ’ ὁ ἕτερος δάκτυλος ἄχρηστόν ἐστι καὶ τάξιν τοῦ ἥττονος ἔχει· καὶ τούτους δὲ τοὺς ὅρους τοῦ αὐτοῦ τίθεται εἴ‐ δους· οἷον τὸν καινὸν ὅπλον εὑρόντα γέρας λαμβάνειν· ἵππον τις ἐδίδαξε μάχεσθαι καὶ αἰτεῖ τὸ γέρας· πλεονά‐
20ζει γὰρ ἵππος ὅπλου τῷ ἐμψύχῳ. Εἰσὶ δὲ καὶ ἔμμεσοί τινες· ἔμμεσοι δὲ λέγονται οἱ δοκοῦντες μὲν ἔχειν δύο ὅρους, μὴ κρινομένους δὲ, ὥσπερ ἐπὶ τῶν συνεζευγμένων ἐστὶν ὁ ἐμπίπτων· ὁ γὰρ δεύτερος ὅρος εἰς κατασκευὴν τοῦ προτέρου λαμβάνεται, ὡς ἐπὶ τούτου· νόμος τὸν ὑ‐
25φέντα ἱερὰν δίκην ἄτιμον εἶναι. Δημοσθένης διαλυσά‐ μενος πρὸς Μειδίαν ὑπάγεται τῷ νόμῳ· μετὰ γὰρ τὸ ζητηθῆναι, τί τὸ καθυφεῖναι, οἷον ὅτι τὸ ἐνδοῦναι ἐν δικαστηρίῳ εἰσελθόντα καὶ μὴ δικαιολογήσασθαι, τὸ μὴ παραγαγεῖν μάρτυρας, τὸ ὅλως μὴ ὡς δεῖ ἀγωνίσασθαι,
30ἐμπίπτει μεταξὺ ἕτερον ζήτημα, εἰ ὅλως ἱερὰ δίκη αὕ‐
τη· καὶ κατασκευάσει ὁ Δημοσθένης μὴ εἶναι ἱεράν·581

4

.

582

διὸ καὶ ἔμμεσα καλοῦνται, ὅτι τάξιν μὲν ἔχουσι διπλῶν, τὸ δὲ ἕτερον αὐτοῦ μέρος εἰς ἀπόδειξιν τοῦ προτέρου λαμβάνεται καὶ οὐχὶ αὐτὸ ἐγκαλεῖται· οὐ χεῖρον δὲ καὶ τοῦτο εἰδέναι, ὡς ὁ κατὰ ἀμφισβήτησιν ὅρος τὴν ἐναν‐
5τίαν τάξιν ἔχει τοῖς ἄλλοις ὅροις· ἐν μὲν γὰρ τοῖς ἄλ‐ λοις ὅροις τὸ κεφάλαιον ὁ ὅρος ἀπὸ τῶν παρειμένων γίνεται, ἐν δὲ τῷ κατὰ ἀμφισβήτησιν ἀπὸ τῶν πεπρα‐ γμένων· τοῦ μὲν τὴν ἀρχὴν ὁρίζοντος εἶναι τυραννοκτο‐ νίαν, οἷον τὸ διῶξαι, τοῦ δὲ τὸ τέλος, οἷον τὸ ἀνελεῖν·
10πολλάκις γὰρ ἔφαμεν, ὡς ὁ αἰτῶν τάξιν ἔχει διώκοντος· ἰστέον δὲ, ὅτι καὶ στοχαστικὴ πολλάκις ἀντίθεσις ἐμ‐ πίπτει ἐν ὅρῳ, ὡς ἐπὶ τοῦ τὸν τύραννον πείσαντος κα‐ ταθέσθαι τὴν τυραννίδα, ἐρεῖ γὰρ ὁ ἐναντίος μετὰ τὸ πρός τι, ὅτι εἰκὸς πάλιν τὸν τύραννον ἐπανελθεῖν.
15tΠερὶ ἀντιλήψεως.
16 Μετὰ τὸν ὅρον ἡ ἀντίληψις, καίτοι ἐν τῇ μεθόδῳ οὐχ οὕτως ἀλλὰ μετὰ τὸν ὅρον εὐθὺς ἡ πραγματική· καὶ οὐκ ἀλόγως ἀμφότερα, ἐκεῖ μὲν γὰρ ἐκ τῆς διαι‐ ρέσεως τῶν πραγμάτων ἐνέκυπτεν· τῶν γὰρ πραγμά‐
20των τῶν μὲν ὄντων φανερῶν, τῶν δὲ ἀφανῶν, καὶ τῶν φανερῶν, τῶν μὲν τελείων, τῶν δὲ ἀτελῶν, τῶν τελείων ἡ πρώτη ζήτησις εὐθὺς περὶ τὸν μέλλοντα γίνεται, περὶ ὃν ἡ πραγματική· εἰκότως τοίνυν ἐκεῖ μὲν ἀπὸ τῶν πραγμάτων διαιρούμενος, προτέραν ἔταξεν τὴν πραγμα‐
25τικήν· ἐνταῦθα δὲ ἡ κοινωνία τοῦ ὅρου τῶν κεφαλαίων
πρὸς τὴν ἀντίληψιν τὴν τάξιν ὑφηγήσατο· ἅτε δὴ κυ‐582

4

.

583

ριωτέρα αὕτη, τὸ κατ’ ἐκεῖνα, φημὶ δὴ τὰ κεφάλαια, τὴν διαίρεσιν ἐνταῦθα γίνεσθαι. ὁρίζεται δὲ αὐτὴν Μινουκιανὸς μὲν οὕτως, ὅτ’ ἂν ὁμολογῶν ὁ φεύγων τὸ πεπραγμένον τὴν ἐξουσίαν προβάλληται· ἔχει δὲ οὐκ ὀρ‐
5θῶς, μήτε ἐκ γένους ὢν καὶ διαφορῶν, ὅπερ προσήκει τοῖς τελείως ἔχουσιν ὅροις προσεῖναι, μήτε τί ἐστι κατ’ οὐσίαν ἡ ἀντίληψις ὁριζόμενος, ἀλλὰ πότε γίνεται· τοῦ‐ το δὲ ὅρων ἀλλότριον· ἔστι δὲ καὶ στοχασμῷ τοῦτο οἰκεῖον· καὶ γὰρ ἐκεῖ μάλιστα ἐν τοῖς ἐμπίπτουσι καὶ
10συγκατασκευαζομένοις τὴν ἐξουσίαν ὁ φεύγων προβάλλε‐ ται, ὡς ἐπὶ τοῦ τὸν μοιχεύοντα πατέρα ἀπεκτονότος· κακία δὲ ὅρων, ὡς πολλάκις εἴπομεν, τὸ ἐλλείπειν ἢ περιττεύειν· ἀρετὴ δὲ τὸ διασώζειν τὸ προσῆκον ἑκά‐ στῳ μέτρον. Ἑρμογένης δέ φησιν ἀντίληψιν εἶναι ἀνευ‐
15θύνου πράγματος εἶναι δοκοῦντος ὡς ὑπευθύνου κα‐ τηγορίαν· οὗτος δὲ ὁ ὅρος τὸ μὲν ἴδιον τῶν ἀντιληπτι‐ κῶν προβλημάτων μηνύει, ἀτελὴς δέ ἐστιν· οὐ γὰρ ἐκ γένους ἐστὶ καὶ συστατικῶν διαφορῶν, ὥσπερ οὐδὲ ὁ τοῦ Μινουκιανοῦ, καὶ ἀπὸ τοῦ κατηγόρου γνωρίζει τὴν
20ἀντίληψιν· ὁ δὲ τελείως ἔχων τῆς ἀντιλήψεως ὅρος
ἐστὶν οὗτος· ἀντίληψίς ἐστι στάσις πολιτικοῦ πράγμα‐583

4

.

584

τος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ὁμολογῶν τὸ πεπραγμένον τῆς ἐξουσίας ἀντιλαμβάνεται· στάσις μὲν οὖν τὸ γένος τοῦ ὅρου· τὰ δὲ ἄλλα διαφοραὶ χωρίζου‐ σαι αὐτὴν τῶν τε ἑτερογενῶν καὶ ὁμογενῶν· ἑτερογενῶν
5μὲν, οἷον τὸ πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους χωρίζει τὴν ἀντίληψιν γεωμετρικῶν καὶ φυσικῶν θεωρημάτων· πολλαὶ γὰρ κἀκεῖσε περὶ τὴν ἀκρίβειαν τῶν πραγμάτων ἀμφιβολίαι· τὸ δὲ ἐπὶ μέρους τῶν καθόλου πολιτικῶν χωρίζει πραγμάτων· τὰ δὲ λοιπὰ
10τῶν ὁμογενῶν χωρὶς αὐτὴν ἵστησι στάσεων· ἐν γὰρ ταύ‐ τῃ τοῦ παντὸς πράγματος τὴν αἰτίαν ἐπὶ τὴν ἐξουσίαν ἀνάγει· γίνεται δὲ ἀντιληπτικὰ προβλήματα κατὰ τέσσαρας τρόπους, κατὰ νόμον, κατὰ ἔθος, κατὰ φύ‐ σιν, κατὰ τέχνην· κατὰ νόμον μὲν, ὡς ἐκεῖνο· τρισαρι‐
15στέα τις μοιχὸν καταλαβὼν ἀπέκτεινε, καὶ κρίνεται φό‐ νου· τὸν γὰρ νόμον αὐτῷ τὴν ἐξουσίαν φησὶ τοῦ φό‐ νου δεδωκέναι· κατ’ ἔθος δὲ, μετὰ τὰ ἐν Χαιρω‐ νείᾳ Φίλιππος ἀπέστειλε πρὸς Ἀθηναίους, αἵρεσιν δι‐ δοὺς ἢ τοὺς χιλίους αἰχμαλώτους ἢ τοὺς χιλίους νεκροὺς
20ἀνελέσθαι πρὸς ταφήν· ἔπεισε Δημοσθένης ἑλέσθαι τοὺς νεκρούς· ἀπέκτεινε Φίλιππος τοὺς δισχιλίους· καὶ κρίνεται Δημοσθένης ὑπ’ Αἰσχίνου δημοσίων ἀδικη‐ μάτων. Ἔθος γὰρ ἦν παρ’ Ἀθηναίοις τοῖς βουλομένοις παριέναι καὶ συμβουλεύειν τὰ δοκοῦντα, ὡς καὶ Δημο‐
25σθένης φησίν· ἐβόα μὲν ὁ κήρυξ, τίς ἀγορεύειν βού‐
λεται· παρῄει δὲ οὐδείς· κατὰ τέχνην δὲ, ὡς ὁ ζω‐584

4

.

585

γράφος ὁ πρὸ τοῦ λιμένος τὰ ναυάγια γράψας· ἄδειαν γὰρ αὐτῷ τοῦ γράφειν, ἃ βούλοιτο, φησὶν δεδωκέναι τὴν τέχνην· κατὰ φύσιν δέ· Αἰσχίνης μετὰ τὰ ἐν Χαι‐ ρωνείᾳ ἕπεται Δημοσθένει δακρύων καὶ κρίνεται ὑπ’ αὐ‐
5τοῦ ὕβρεως· φύσιν γὰρ ἀνθρώπῳ φησὶ τῶν δακρύων τὴν ἐξουσίαν χορηγεῖν· διαφέρει δὲ τοῦ στοχασμοῦ μὲν, ὅτι ἐν ἐκείνῳ περὶ τοῦ εἰ ἔστι γίνεται ἡ ζήτησις· καὶ ἄλλο δι’ ἄλλου κρίνομεν· ἐν δὲ ἀντιλήψει περὶ τοῦ ποῖόν τί ἐστι, καὶ τὸ κρινόμενον οὐ δι’ ἑτέρου κρίνεται·
10τοῦ δὲ ὅρου διαφέρει, ὅτι ἐν ἐκείνῳ μὲν περὶ τοῦ τί ἐστι τὸ κρινόμενον γίνεται ἡ ζήτησις, καὶ τῶν ὁρικῶν προ‐ βλημάτων ἐν ἐνίοις τὸ μὲν πέπρακται, τὸ δὲ λείπει· καὶ τὰ μὲν αὐτὸ τὸ κρινόμενον ἔχουσι καὶ ζητούμενον, τὰ δὲ ἄλλο μὲν τὸ κρινόμενον, ἄλλο δὲ τὸ ζητούμε‐
15νον· ἐν δὲ ἀντιλήψει περί τε ποιότητος ἡ ζήτησις γί‐ νεται, καὶ αὐτὸ μὲν οὐ κρίνεται τὸ παρὰ τοῦ φεύγον‐ τος γεγονὸς ὡς ἔγκλημα, διὰ δέ τινα περίστασιν λαμ‐ βάνει τὴν κρίσιν· ἄξιον δὲ ζητῆσαι ἡ κατὰ νόμον ἀν‐ τίληψις τίνι διενήνοχε τοῦ κατὰ νόμον ὅρου, ἐν ᾧ ὁ
20εὐνοῦχος ὡς μοιχὸς ἀνῄρηται· φαμὲν οὖν, ὅτι ἐν μὲν τῷ ὅρῳ ἐκ πεπραγμένου καὶ λείποντος ὂν, ζητεῖται εἰ μοιχεύειν ὁ εὐνοῦχος οἷός τε· καὶ εἰ τὸ συγκαθευδῆσαι ἁπλῶς μοιχεία· ἐν δὲ ἀντιλήψει τοῦ πράγματος ὁμολο‐ γουμένου καὶ τελείου ὄντος καὶ τοῦ τρισαριστέως μοι‐
25χοῦ ἑαλωκότος, φανερῶς ζητεῖ εἰ τὸν τρισαριστέα φο‐
νεύειν ἐχρῆν ἢ μή.585

4

.

586

Σωπάτρου. Καθάπερ ἐν στοχασμῷ καὶ ἐν ὅρῳ
πρὸ τῆς τῶν κεφαλαίων ἐξετάσεως καὶ τῆς περὶ ἐκείνας586

4

.

587

τὰς στάσεις πραγματείας τὰ ἴδια ἑκάστης στάσεως ἀφ’ ὧν τὴν ἐπίγνωσιν αὐτῶν ποιησόμεθα προεξεθέμεθα, οὕτως ἀναγκαῖον κἀνταῦθα περὶ τῆς ἀντιλήψεως εἰπεῖν, τίνα μὲν κοινὰ πρὸς ἐκείνας ἐστὶν αὐτῇ, τίνα δὲ ἴδια,
5ἵνα καὶ ταύτης ῥᾳδίαν ἔχωμεν τὴν ἐπίγνωσιν· δεῖ τοίνυν ἐν τῇ ἀντιλήψει φανερὸν εἶναι τὸ κρινόμενον πρᾶγμα καὶ μὴ ἀφανὲς, ὥστε ταύτῃ τοῦ στοχασμοῦ διαλλάττειν· ἔπειτα δὲ εἶναι καὶ τέλειον ἐνταῦθα τὸ κρινόμενον καὶ μὴ ἀτελὲς, ὥστε κατὰ τοῦτο διαφέρει τοῦ ὅρου, εἰκό‐
10τως δὲ καὶ τρίτην τάξιν ἀπείληφεν, ἐπειδὴ καὶ τρίτη κατὰ φύσιν ἐστίν· ὁ μὲν γὰρ στοχασμὸς ζητεῖ τὴν οὐ‐ σίαν καὶ τὸ εἰ ἔστιν· ὁ δὲ ὅρος μετ’ αὐτὸν τοῦ φα‐ νέντος μὲν, ἀτελοῦς δὲ ἴδιον· μετὰ τοῦτον τοίνυν ἡ ἀν‐ τίληψις ἔχει χώραν, ἐκ τῆς ποιότητος ἐσχηκυῖα τὴν γέ‐
15νεσιν· τρόποι δὲ αὐτῆς ἐξ ὧν συνίσταται τρεῖς· ἢ γὰρ κατὰ νόμον, ἢ κατὰ ἔθος, ἢ κατὰ φύσιν· καθ’ ἓν γὰρ τούτων τὴν ἐξουσίαν προβάλλεται ὁ κρινόμενος, ὡς εἶναι τρία τὰ εἴδη τῆς ἀντιλήψεως· τὰ δὲ ἄλλα τὰ δοκοῦντα εἰς ταῦτα ἀναφέρεται· οἷον αἱ τέχναι καὶ τὸ
20ἀποδημεῖν εἰς τὸ ἔθος· τὸ δὲ μὴ κεκωλυμένον εἰς τὸν νόμον· τὰ γὰρ τρία, ὅπερ εἰρήκαμεν, ἔστι τὰ γενικὰ, τὰ δὲ ἄλλα πάντα, ὅσα τούτοις ἕπεται, μερικά· τῆς μὲν τοίνυν κατὰ νόμον παράδειγμα· ἀριστέα τις μοιχὸν ἀπέ‐ κτεινε καὶ κρίνεται δημοσίων· τῆς δὲ κατὰ φύσιν, ὑπο‐
25σχομένου Κλέωνος τὰ περὶ Πύλον, ἐγέλασεν Ἀλκιβιά‐ δης καὶ κρίνεται ὕβρεως· τῆς δὲ κατὰ ἔθος, ζωγράφος γράψας τὰ παρὰ Σικελίαν ἐξέθηκε καὶ κρίνεται δημο‐ σίων· καὶ ἄλλο· ἰατρὸς τὰ τῶν μοιχῶν ἰώμενος στίγμα‐ τα κρίνεται· καὶ ἄλλο, πατὴρ παῖδα συνεχῶς ἀποδη‐
30μοῦντα ἀποκηρύττει· καὶ ἄλλο· ἰατρὸς ἀτόκια διδοὺς587

4

.

588

κρίνεται· τὰ γὰρ ἀπὸ τέχνης, ὅπερ εἰρήκαμεν, εἰς τὸ ἔθος ἀναφέρει· καὶ ὅτ’ ἂν κατηγορῆταί τις πράξας ἐφ’ οἷς πράττειν εἰθίσμεθα, ἀποδημεῖν γὰρ ἔθος, ὥσπερ καὶ ἐπὶ τοῦδε τοῦ παραδείγματος ἔστιν ἰδεῖν·
5μετὰ τοὺς ἱππέας τὸ δρᾶμα ὑπεξήγαγεν ἑαυτὸν ὁ Κλέων, καὶ κρίνεται Ἀριστοφάνης αἰτίας θανάτου· ἔθος γὰρ ἐν τοῖς Διονυσίοις καθεῖναι τὰ δράματα· ὁρᾷν δὲ χρὴ, ὅτι ἐν πᾶσι τούτοις φύσει μὲν οὐκέτι κακὸν τὸ κρινόμενον, ἄλλοθεν δέ πως εἶναι δοκεῖ ὑπεύθυνον· αὐ‐
10τίκα γὰρ ἐὰν τοῦ τρισαριστέως τὴν ὑπόληψιν περιέλῃς, οὐκ ἔτι δύναται κριθῆναι ὁ τὸν μοιχὸν ἀποκτείνας. ἰστέον δὲ τοῦτο, ὅτι ὡς ἐπὶ τὸ πλεῖστον ἐν ἀντιλήψει οὐχ ὅμοιον εὑρίσκεται τοῦ πράγματος τὸ ἐπιφερόμενον· ἰδοὺ γὰρ, γελᾷ μὲν Ἀλκιβιάδης, κρίνεται δὲ ἐπὶ δημοσίοις·
15τοῦτο δὲ ἀνόμοιον ὡς πρὸς τὸν γελῶντα· καὶ πάλιν ἐν τῇ κατὰ νόμον· φόνου γενομένου παρὰ τοῦ τὸν μοιχὸν ἀριστέα φονεύσαντος, δημοσίων ἐστὶν ἡ κρίσις· λέγουσι δὲ καὶ ἄλλο εἶδος ἀντιλήψεως, ὃ καλοῦσιν ἀπὸ τοῦ συμ‐ βεβηκότος, οἷον ἐπρέσβευε Φρύνων περὶ τῆς εἰρήνης
20πρὸς Φίλιππον, καὶ ἐσπείσατο, τὸν παῖδα ὡραῖον ὄντα ἐκεῖ καταλιπών· ἐγράψατο αὐτὸν προαγωγείας ὁ Δημο‐ σθένης ἐπανελθόντα, ἔλυσε τὴν εἰρήνην Φίλιππος, καὶ κρίνεται δημοσίων ὁ Δημοσθένης· ἴσως δὲ καὶ τοῦτο εἰς τὸ ἔθος ἀναφέρεται· ὅτε δὲ ἀπὸ τοῦ συμβεβηκότος ἡ
25κρίσις, ἐμπίπτει καὶ παραγραφικὸν, ὡς οὐ δεῖ με κρίνε‐ σθαι, ἐφ’ οἷς ὁ Φίλιππος ἐποίησεν, ἢ ὁ δεῖνα, εἰ τύχοι· εἶτα ἀπὸ χρόνου πάλιν ἕτερον παραγραφικὸν, ὅτι τότε ἔδει ἀντιλέγειν· τρίτον, ὡς οὐ δίκαιον περὶ ὧν ὁ δῆμος ἔγνωκε κρίνεσθαι· ἐμπεσεῖται δὲ καὶ συγγνωμονι‐
30κὸν ἐν τοῖς τοιούτοις ἔστιν ὅτε, ὡς ἐπὶ τοῦ Φιλίππου
τοῦ ἀποκτείναντος τοὺς αἰχμαλώτους· ἐρεῖ γὰρ ὁ ῥήτωρ588

4

.

589

κρινόμενος· τίς γὰρ ἂν ᾠήθη ταῦτα γενέσθαι, καὶ ὅτι κοινὸν τὸ τῆς ἀγνοίας ἅπασιν.
3nἩ ἀντίληψις διαιρεῖται προβολῇ.
4Συριανοῦ. Ἡ προβολὴ ἐν ὅρῳ δέδεικται, ὁποίαν
5ἔχει φύσιν· ὅτι ψιλή ἐστι τῶν γενομένων διήγησις μετὰ βραχείας αὐξήσεως· καὶ τὸ διάφορον ἐν τούτῳ καθέστη‐ κεν, ὅτι ἐν μὲν τῷ ὅρῳ ἐν τῷ κατὰ αἴσθησιν κοινὴ γί‐ νεται ἡ προβολὴ, ἐν δὲ τῇ ἀντιλήψει ὁ φεύγων οὐδέ‐ ποτε τούτῳ τῷ κεφαλαίῳ χρήσεται.
10 Σωπάτρου. Κἀνταῦθα πάλιν τρία τετήρηκεν ὁ τεχνικὸς, τὴν τῶν κεφαλαίων ἀπαρίθμησιν καὶ τὴν ἑκά‐ στου ἐργασίαν καὶ τὰ εἴδη τῶν στάσεων· τοῦ δὲ τεχνι‐ κοῦ λέγοντος, ἡ προβολή ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους, ἀναγκαίως ζητεῖται, διὰ τί ἐν μὲν στοχασμῷ πέμ‐
15πτον εὑρίσκεται κεφάλαιον, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐν δὲ πάσαις ταῖς ἄλλαις στάσεσι πρώτη ἐστί· καί φα‐ μεν, ὅτι ἐν μὲν στοχασμῷ ἅτε κεχωρισμένον ἀπὸ τῶν πεπραγμένων ἔχοντες τὸ κρινόμενον, εὐθὺς αὐτὸ ψιλῶς μετὰ τὴν διήγησιν ἐπιφέρομεν· ὅτι ἐπὶ τούτοις αὐτὸν
20παραπρεσβείας κρίνω, ἤ τινος τοιούτου· τὴν δὲ ἀπόδειξιν ὕστερον ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους εὑρίσκομεν, ἐπειδὰν εἰς τὴν τοῦ πράγματος ἐξέτασιν ἐμβάλωμεν· ἐν δὲ ταῖς λοιπαῖς τῶν στάσεων, αὐτῶν δὴ τῶν πε‐ πραγμένων εὐθύνομεν, ἡνίκα μετὰ τὴν διήγησιν διελ‐
25θόντες τὸ ἔγκλημα φράζειν δεηθῶμεν ἀνάγκῃ τὰ πε‐ πραγμένα· εἰ δὲ συμπλέκεται τῷ ἐγκλήματι, καὶ αὐτὰ εὐθύνομεν· ταῦτα δέ ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους,
ἃ προβολὴν ὀνομάζομεν.589

4

.

590

(1n)

Μορίοις δικαίου.
2 Συριανοῦ. Τὰ μόρια τοῦ δικαίου ἡ ἀντίληψίς ἐστι, καὶ γὰρ ἔφαμεν, ἡ ἀντίληψις ἢ ἀπὸ νόμου, ἢ φύ‐ σεως, ἢ τέχνης ἤ τινος τῶν τοιούτων ἔχει τὴν ἰσχὺν,
5ἐξ ὧν καὶ τὸ μόριον τοῦ δικαίου λαμβάνεται· ἐξ ἑνὸς γὰρ τοιούτου πάντως ἔχει τὴν ἐξέτασιν· τοῦ γὰρ κατη‐ γόρου πολλῇ χρησαμένου τῇ ἐν προβολῇ καταφορᾷ πρὸς τοῦτο μαχόμενος ἀντιστήσει τῇ κατηγορίᾳ ἕν τι τούτων, διαλύων αὐτοῦ τὴν ἰσχὺν, ὥσπερ ἐν παραγραφικοῦ
10μοίρᾳ. φήσει γὰρ, ὡς ἄδικος ἡ κατηγορία, καὶ οὐ δεῖ ἐπὶ τοῖς τοιούτοις ἀγῶνας κροτεῖν, ἐφ’ οἷς ἢ νόμος, ἢ φύσις τὴν ἐξουσίαν παρέσχετο· ἀλλὰ φασί τινες, ὅτι διατί τὸ κεφάλαιον τοῦτο φύσιν ἔχον ἀντιλήψεως μὴ ἀντίληψις ἐκλήθη· καί φαμεν, ὅτι τὸ κεφάλαιον τοῦτο
15τὰ μόρια τοῦ δικαίου οὐ φανερῶς ὁμολογούμενα, οὐδὲ τὴν πᾶσαν ἐξουσίαν προβαλλόμενα, ἀλλὰ μόνον διαβο‐ λῆς ἕνεκα προτεινόμενα· εἰκότως οὖν οὐδὲ ἀντίληψις ὠνόμασται, διὰ τὸ μή πω τῆς ἐξουσίας τὸν φεύγοντα ἀντιλαμβάνεσθαι.
20nΠροσώπῳ.
21 Συριανοῦ. Εἰκότως δευτέραν ἔχει τάξιν τὸ πρό‐ σωπον, κατ’ ὀλίγον διὰ τῆς τέχνης τῶν κεφαλαίων ἐπὶ τὸ ἰσχυρότερον ἰόντων· ἐπειδὴ γὰρ ἔφαμεν, ὡς τὰ μό‐ ρια τοῦ δικαίου παραγραφικοῦ τάξιν ἔχει, εἰκότως δεύ‐
25τερον τέτακται τὸ πρόσωπον, τελείας παραγραφῆς τάξιν ἔχον ἐν τῇ ἀντιλήψει· ἔστι γὰρ τοιοῦτον, ὅτι ἑτέρων αἱ τοιαῦταί εἰσι κατηγορίαι· καὶ οὐ δεῖ φέρε εἰπεῖν ἰδιώτας δημοσίων ἀδικημάτων κρίνεσθαι· ὡς ἐπὶ τοῦ ζωγράφου τοῦ τὰ ναυάγια πρὸ τοῦ λιμένος γράψαντος, καὶ κρι‐
30νομένου δημοσίων ἀδικημάτων, ἐπειδὴ μὴ καταίρουσιν590

4

.

591

οἱ πλεόντες· ἐνταῦθα γὰρ τὰ μόρια τοῦ δικαίου τὸ λέ‐ γειν, ὅτι ἐπὶ τέχνῃ κρίνομαι· εἶτα ἐπάγει τὸ πρόσωπον, ὅτι οὐ δεῖ ζωγράφον ὄντα ἐπὶ δημοσίοις ἀδικήμασι κρί‐ νεσθαι, ἀλλὰ στρατηγοὺς καὶ ῥήτορας· καὶ γίνεται πα‐
5ραγραφικοῦ τελείου τάξις· τοῦτο δὲ ἐκλείπει ἔστιν ὅτε, καθάπερ ἐν στοχασμῷ τὸ παραγραφικὸν, καὶ τὰς αἰ‐ τίας ἑξῆς ἐροῦμεν.
8nὍρῳ καὶ τοῖς ἑπομένοις τῷ ὅρῳ μέχρι τοῦ πρός τι· οἷον ἀνθο‐
9nρισμῷ, συλλογισμῷ, γνώμῃ νομοθέτου, πηλικότητι, πρός τι.
10 Συριανοῦ. Μετὰ τὸ πρόσωπον ἕπεται εὐθέως καὶ ὁ ὅρος· ἐρεῖ γὰρ ὁ λέγων, ὅτι οὐκ ἐμὲ δεῖ δημοσίων γραφὴν ὑπομένειν, ἀλλ’ ἐκεῖνον δεῖ φεύγειν τὸν πόλιν προδόντα, καὶ τὰ τοιαῦτα· οἷον ὡς ἐπὶ παραδείγματος τοῦ ἀπεκτονότος ἐπὶ τῇ γυναικὶ τὸν τρισαριστέα· καὶ
15κρινομένου δημοσίων ἀδικημάτων· πρῶτον μὲν γὰρ ἐρεῖ, ὡς ὁ νόμος τὴν ἐξουσίαν παρέσχετο· ἔπειτα δὲ, ὅτι οὐκ ἐμὲ δεῖ κρίνεσθαι δημοσίων ἀδικημάτων· καὶ ὁ ὅρος εὐ‐ θέως· οὐ γὰρ προὔδωκα ναῦς, οὐ στρατιώτας ἀπώλεσα, εἶτα ὁ συλλογισμός· ὁ γὰρ τοιαῦτα πιστευθεὶς εἶτα ἀδι‐
20κήσας κοινῇ τὴν πόλιν λυμαίνεται· ταῦτα μὲν οὖν ἔχει καὶ καθ’ ἑαυτὰ ἰσχὺν τὰ κεφάλαια· ὅμως μέν τοι συν‐ αθροιζόμενα καὶ κοινῶς λεγόμενα ἐν μιᾷ ἀντιθέσει ἰσχὺν ἐμποιεῖ πλείστην· καὶ μὴ νομίσῃς παραγραφικὰ εἶναι ταῦτα τὰ κεφάλαια, διαβολῆς γὰρ ἕνεκα παραλαμβάνε‐
25ται τοῦ ἀγῶνος, εἶτα ἕπεται ἡ γνώμη τοῦ νομοθέτου, ἐξ ἑτέρου τῶν μερῶν ἐξεταζομένη· οἷον ἀπὸ τοῦ φεύ‐ γοντος, ὅτι καὶ ὁ νόμος τοῦτο βούλεται εἶναι δημόσιον ἀδίκημα· εἶτα πηλικότητι, ὅτι μέγα τὸ γενόμενον καὶ δεινὸν, τὸν ἀριστέα ἀποκτεῖναι, τὸν εὐεργέτην τῆς πό‐
30λεως· εἶτα πάλιν τῷ πρός τι χρήσεται, ὅπερ συγκρίσεως591

4

.

592

ἔχει δύναμιν, ὅτι μεῖζον τὸ ἀριστέα ἀποκτεῖναι τοῦ τεί‐ χη καὶ τριήρεις ἀπολέσαι· τὰ μὲν γάρ ἐστι πάλιν ἀνα‐ στῆσαι, τὸν δ’ οὔ.
5nΑὐτῇ τῇ ἀντιλήψει, μεταλήψει, ἀντιθέσει.
6 Συριανοῦ. Τοῦτο ὁμώνυμον τῇ στάσει ἐστὶ κε‐ φάλαιον· διαφέρει δὲ τοῦ μορίοις δικαίου κεφαλαίου, καθὸ ἐκεῖνο μὲν παραγραφικοῦ δύναμιν ἔχει, τοῦτο δὲ ἀποδεικτικόν ἐστιν· ἐπειδὴ γὰρ δοκεῖ ἡ προβολὴ τοῦ
10ἀντιδίκου ἰσχυρὰ εἶναι, εὐθὺς ἀπαντήσει τῇ ἀντιλήψει ἀκατασκεύως ἤτοι τοῖς τοῦ δικαίου μορίοις, ὅτι οὐκ ὀφείλω ἐπὶ τούτοις κρίνεσθαι· τηρήσει δὲ τὴν ἐργασίαν καὶ τὴν κατασκευὴν ἐν τῷ οἰκείῳ τόπῳ τῆς ἀντιλήψεως τοῦ κεφαλαίου· ἐπειδὴ γὰρ τολμηρὸν ἐξ ἀρχῆς τὴν ἐξου‐
15σίαν προβάλλεσθαι καὶ θρασὺ ἐπὶ τοιῷδέ ποτε κρινόμε‐ νον πράγματι, εἰκότως προοδοποιησάντων τῶν ἄλλων, τελευταῖον αὐτὸ τέτακται τὸ κεφάλαιον, ἡ ἀντίληψίς φημι· ταύτῃ δὲ ἡ μετάληψις ἕπεται, ὡς πολλάκις εἴρη‐ ται· τοῦτο δὲ συγχωρεῖ μὲν τὴν ἐξουσίαν, μέμφεται δὲ
20τὴν περίστασιν· οἷον οὐχ οὕτως ἐχρῆν· τούτῳ δὲ ἕπεται ἀντίθεσις, ὃ καὶ χρῶμα λέγεται, ὃ κατὰ μίαν πάντως τῶν ἀντιθετικῶν γίνεται· εἰκότως δὲ τοῦ ἀντιληπτικοῦ κεφαλαίου κατασκευάσαντος τὴν ἐξουσίαν, ἔσχε χώραν ἡ ἀντιθετική· ὅτ’ ἂν γὰρ δείξῃς, ὅτι ἐξουσίαν ἔχεις
25ποιεῖν, τότε καλῶς πεποιηκέναι ἐρεῖς· οἷον ἀλλ’ ἐξῆν, μοιχὸς γὰρ ἦν.
27nἙτέρᾳ μεταλήψει.
28 Συριανοῦ. Δύο μεταλήψεις ἐμπίπτουσιν, ὧν ἡ μὲν πρώτη πρὸς τὸ πρᾶγμά ἐστιν, ἡ δὲ δευτέρα δέχεται
30μὲν τὸ γεγονὸς, μέμφεται δὲ τὸ πρόσωπον τὸ πρᾶξαν,
ὅτι οὐ σὲ χρῆν τοῦτο ποιῆσαι.592

4

.

593

(1n)

Θέσει, ποιότητι, καὶ γνώμῃ.
2 Συριανοῦ. Ἡ θέσις ταὐτόν ἐστι τῇ θέσει τοῦ προγυμνάσματος, ὥσπερ ἡ ποιότης τῷ κοινῷ τόπῳ, ἡ δὲ γνώμη ἀπὸ τῶν ἐν τῷ ὅρῳ φανερά· καὶ ταῦτα μὲν
5τὰ κεφάλαια· ἔξωθεν δὲ πολλάκις ὁρικαί τε καὶ στοχα‐ στικαὶ ἐμπίπτουσιν ἀντιθέσεις, αἱ μὲν ἀνθορισμῷ τε καὶ συλλογισμῷ, αἱ δὲ βουλήσει τε καὶ δυνάμει λυόμεναι· τούτων δὲ τὰ μὲν τοῦ κατηγόρου ἐστὶ, τὰ δὲ τοῦ φεύ‐ γοντος, τὰ δὲ κοινὰ ἀμφοῖν· τοῦ μὲν κατηγόρου προ‐
10βολὴ, ἀνθορισμὸς, συλλογισμὸς, μετάληψις, γνώμης αἴ‐ τησις· τοῦ δὲ φεύγοντος μόρια δικαίου, πρόσωπον, ὅ‐ ρος, ἀντίληψις, χρῶμα· κοινὰ ἀμφοῖν γνώμη νομοθέ‐ του, πηλικότης, πρός τι· ἡ μὲν οὖν προβολὴ ὥσπερ καὶ ἐν ὅρῳ τοῦ κατηγόρου ἐστὶ πλατυνομένη τοῖς πεπρα‐
15γμένοις καὶ τοῖς περιστατικοῖς μορίοις, καὶ μάλιστα τῷ καιρῷ· τὰ δὲ μόρια τοῦ δικαίου ἔστι μὲν τοῦ φεύγον‐ τος· ὠνόμασται δὲ οὕτω, διότι μέρη τοῦ δικαίου ἐστὶ νόμος τε καὶ φύσις καὶ τέχνη καὶ ἔθος, ὧν ἑνὶ πάν‐ τως ὁ φεύγων ἐν ἀντιλήψει ἰσχυρίζεται· τὰ μέντοι μό‐
20ρια τοῦ δικαίου καὶ τὸ πρόσωπον ὀνόματι μόνον δια‐ φέρουσι παραγραφικὰ ὄντα· ὅτ’ ἂν γὰρ λέγῃ, ὅτι οὐ δεῖ με ἐπὶ τούτοις κρίνεσθαι καὶ οὐ δεῖ ἰδιώτην ὄντα, παραγραφή ἐστιν.
24nἩ προβολὴ γίνεται, ὡς καὶ ἐν τῷ ὅρῳ, τὸ δὲ μόριον τοῦ δικαίου
25nταὐτὸν μέν ἐστι τῇ ἀντιλήψει, διαφέρει δὲ, ὅτι ἐνταῦθα μὲν ἄνευ
26nκατασκευῆς ἁπλῶς κατ’ ἀρχὰς τίθεται καὶ ἐν παραγραφικοῦ μοίρᾳ,
27nἐκεῖ δὲ ὡς ἑτέρως, οἷον ζωγράφος ναυάγια γράψας πρὸ τῶν λιμέ‐
28nνων ἀνέθηκε, καὶ μηδενὸς καταίροντος δημοσίων ἀδικημάτων φεύ‐
29nγει· ἡ μὲν προβολὴ φανερὰ, τὸ δὲ μόριον τοῦ δικαίου, εἰ μὴ δεῖ
30nἐπὶ τούτοις κρίνεσθαι, ὃ μηδεὶς κεκώλυκε νόμος.
31Συριανοῦ. Ἡ προβολὴ σύντομός ἐστιν ἀπόδοσις593

4

.

594

τῶν εἰρημένων ἀδικημάτων, καὶ τούτω διαφέρει τῆς κα‐ ταστάσεως, ὅτι ἡ μὲν κατάστασις τὸ μέρος διηγεῖται, καὶ πάθος σπουδάζει κινεῖν, καὶ τὰς ἀποδείξεις κατὰ μέ‐ ρος, ἡ δὲ προβολὴ κεφαλαιωδῶς πάντα τὰ τῆς κατα‐
5στάσεως, καὶ συντόμως ὁρίζεται τὸ ἀδίκημα, καὶ ἔστι κυρίως προβολὴ τὸ αἴτιον. Τὸ δὲ μόριον τοῦ δι‐ καίου. Ἰστέον καὶ τοῦτο, ὡς παραγραφικοῦ δύναμιν ἔχει, καὶ δῆλον ἀφ’ ὧν δικαστικῶς αὐτὸ προηνέγκατο, οἷον εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι· οὐδεὶς γὰρ ἀπολογίαν
10προτείνων ἀμφίβολον προτείνεται αὐτὴν, ἀλλὰ καθολι‐ κὴν ἀπόφασιν· τοῦτο δέ ἐστι τὸ ἀρνεῖσθαι, μὴ εἶναι ὑπεύθυνον, ἢ τὸ μὴ κεκωλύσθαι τὸ πρᾶγμα· τὸ δὲ, εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι, ἀμφιβολίας ἐχόμενόν ἐστι, καὶ τὴν τῶν δικαστῶν ἐκκαλούμενον δοκιμασίαν· οὐδεὶς
15δὲ ὃ ἀπολογεῖται ἀμφίβολον κατασκευάζει· τί οὖν ἐροῦ‐ μεν; ὅτι ἐνταῦθα οὐχ ὡς ἀπολογούμενος αὐτὸ λέγει, ἀλλ’ ὡς κοινὴν ζήτησιν τῶν δικαστῶν, εἰ δεῖ αὐτὸ ἐπὶ τούτοις κρίνεσθαι· ἡ ἐπαγωγὴ δὲ τοῦ διώκοντος, ἀλλὰ δεῖ· ἡ ζήτησις δὲ τῶν δικαστῶν, εἰ δεῖ ἐπὶ τούτοις κρί‐
20νεσθαι, ἃ μηδεὶς κεκώλυκε νόμος· τὰ γὰρ μόρια τοῦ δικαίου ὁδός ἐστιν εἰς τὸ αἰτιᾶσθαι τὸν ἀγῶνα, τὸ δὲ πρόσωπον αἰτιᾶται· δύο δὲ εἰδῶν ὄντων τῆς ἐπὶ τῶν νόμων καταφυγῆς, ἢ ὅτ’ ἂν λέγωμεν ἐξεῖναι, ἢ μὴ κε‐ κωλύσθαι, τοῦτο γὰρ βιαζόμεθα τάξιν ἔχειν τοῦ ἐξεῖ‐
25ναι, αὐτὸς τῷ μὴ κεκωλύσθαι ἐχρήσατο· κοινὸν γὰρ ἐν‐ θύμημα ἐπὶ πάσης ἀντιλήψεως τὸ λέγειν, ὅτι οὐ κε‐ κώλυκεν ὁ νόμος· ἀπὸ τοῦ νομίμου δὲ καὶ οὐκ ἀπὸ τοῦ τεχνικοῦ ἢ φυσικοῦ τέθεικε τὸ παράδειγμα, διὰ τὸ ἰσχυρότερον εἶναι πασῶν τῶν ἀτέχνων πίστεων τὸν νό‐
30μον, φυσικῶν φημὶ καὶ τεχνικῶν. Σωπάτρου. Ἡ προβολὴ γίνεται, ὡς ἐν τῷ ὅρῳ
φησὶν, οὐχ ὅτι ἰδιάζουσα αὕτη ἡ προβολὴ τῶν κατὰ τὰς594

4

.

595

ἑξῆς στάσεις, καὶ τῇ ἐν ὅρῳ μόνῃ παραπλησία· ἀλλ’ ἐπειδὴ οὔπω ταύτην εἰ μὴ ἐν τῷ ὅρῳ ἐδίδαξεν, εἶπεν οὕ‐ τως, ὅτι ὡς ἐν ὅρῳ εἰρήκαμεν, οὕτω τῇ προβολῇ χρη‐ στέον, ὡς ἤδη δὲ διδάξας ἐν ὅρῳ περὶ τούτου τοῦ κε‐
5φαλαίου, περίεργον ἡγήσατο δεύτερον ἀναλαβεῖν· ἤδη γὰρ, τί δύναται τὸ κεφάλαιον καὶ τί διαφέρει τῆς διη‐ γήσεως, εἶπεν· ὅτι ἡ μὲν διήγησις ψιλὴν ἀκατάσκευον ἔχει τὴν ἔκθεσιν, ἡ δὲ προβολὴ μετὰ αὐξήσεως γίνεται ἐκ τῶν περιστατικῶν, ἅ ἐστι ταῦτα· τί, ποῦ, πῶς, πό‐
10τε, διατί; ταῦτα γάρ ἐστιν ἡ περίστασις, ἃ συμβαίνει ἔκ τε τοῦ προσώπου καὶ τῆς τοῦ πράγματος περιστά‐ σεως· ἀνάγκη δὲ κἀνταῦθα ὑπομνήσεως ἕνεκεν ἐπιση‐ μήνασθαι, ὅτι πεφεισμένως χρὴ ἐν τῇ προβολῇ χρήσα‐ σθαι τοῖς περιστατικοῖς· καὶ μὴ πάσας αὐτῶν τὰς κα‐
15τασκευὰς τιθέναι, ἀλλὰ τοῖς οἰκείοις κεφαλαίοις τὴν τε‐ λείαν ἐξέτασιν αὐτῶν φυλάττειν, ὅ ἐστιν ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ ἐν τῷ πρός τι. ἰστέον δὲ, ὅτι ἐν τῇ στάσει ταύτῃ ἡ προβολὴ μόνου τοῦ κατηγόρου ἐστὶν, οὐχ ὥσπερ ἐν ὅρῳ ἐστὶν, ὅτε κοινῶς τῶν ἀμφισ‐
20βητούντων· ἀλλ’ ἴδωμεν τὴν προβολὴν ἐπὶ παραδείγμα‐ τος· ἔστω δὲ τὸ παράδειγμα τοῦτο· ζωγράφος ναυάγια γράψας πρὸ τοῦ λιμένος ἀνέθηκε, μηδενὸς καταίροντος φεύγει δημοσίᾳ· οὐκοῦν ἡ προβολὴ φανερὰ, ὡς οὐ μέ‐ τρια ἠδίκησας τὴν πόλιν, φοβήσας τοὺς ἐμπόρους τῇ
25γραφῇ, καὶ τὴν ἔξωθεν ἡμῖν τῶν ἀναγκαίων ἀπο‐ κλείσας εὐπορίαν, οὐδενὸς γὰρ ἔτι τῶν πρώην ἡμῖν μέτ‐ εστιν· εἴπωμεν καὶ ἕτερον παράδειγμα· τρισαριστέα τις μοιχὸν ἀποκτείνας κρίνεται φόνου· ἡ προβολὴ, περιεῖλες τὴν ἀσφάλειαν τῆς πόλεως τρισαριστέα φονεύσας· καὶ
30ἐπὶ ἑτέρου παραδείγματος· τύραννος πρὸς δημοκρατου‐ μένην πόλιν συνθήκας ποιούμενος δέδωκεν ὁμήρους τοὺς
ἑαυτοῦ τρεῖς παῖδας, καὶ ἔλαβε τριακοσίους ὁπλίτας·595

4

.

596

καταλαβών τις μοιχὸν ἕνα τῶν τοῦ τυράννου παίδων ἀπέκτεινεν, ἀνεῖλεν ὁ τύραννος τοὺς τριακοσίους, καὶ κρίνεται δημοσίων ἀδικημάτων ὁ τὸν παῖδα τοῦ τυράν‐ νου φονεύσας· κἀν τούτῳ ἔβλαψας τὴν πόλιν τοσαύτην
5καὶ τοιαύτην ἡλικίαν αἴτιος ἀναιρεθῆναι γεγονώς. Τὸ δὲ μόριον τοῦ δικαίου ταὐτὸν μέν ἐστι τῇ ἀν‐ τιλήψει. μόρια καλεῖ δικαίου τὰ εἴδη τῆς ἀντιλή‐ ψεως, διὰ τοῦτο γὰρ καὶ μόρια, ἐπειδὴ κατὰ πρῶτα μέ‐ ρη ἐξετάζεται ἢ νόμον, ἢ ἔθος, ἢ φύσιν· ἔστι δὲ τὸ κε‐
10φάλαιον τοῦ φεύγοντος, ὃ τῇ προβολῇ τοῦ ἐγκλήματος ἀντιτάττει, διαιρεῖται δὲ κατὰ τοὺς τρεῖς τῆς ἀντιλή‐ ψεως τρόπους, τὸν νόμον, τὸ ἔθος, τὴν φύσιν· διὸ καὶ εἴδη αὐτὰ τῆς ἀντιλήψεως ἐκαλέσαμεν· ἐροῦμεν γὰρ ἐν αὐτῷ μὴ εἶναι δίκαιον ἐφ’ οἷς ἐπιτρέπουσιν οἱ νόμοι
15κρίνεσθαι· ἢ ἐφ’ οἷς πᾶσιν ἀνθρώποις εἴθισται καὶ νενόμισται· ἢ ἐφ’ οἷς ἡ φύσις παρέσχεν, οὐχ ὅτι πάν‐ τα ἐν ἑκάστῳ, ἀλλὰ πρὸς τὸ κείμενον τῷ οἰκείῳ καὶ τῷ εὑρισκομένῳ χρηστέον ἢ νόμῳ ἢ φύσει ἢ ἔθει· ἔοικε δὲ τῇ ἀντιλήψει αὐτῇ τὸ κεφάλαιον τοῦτο τῷ διὰ τῶν αὐ‐
20τῶν προάγεσθαι· διαφέρει δὲ ταύτῃ, ὅτι ἐνταῦθα μὲν χωρὶς κατασκευῆς τινος χρώμεθα ἐν παραγραφικοῦ τά‐ ξει τὴν εἰσαγωγὴν αὐτῶν ποιούμενοι, οὐ δίκαιον εἶναι λέγοντες ἐφ’ οἷς νόμος ἢ ἔθος ἢ φύσις συγκεχώρηκε κρίνεσθαι· ἐν δὲ τῇ ἀντιλήψει πάσας τὰς κατασκευὰς
25τίθεμεν, τελείαν τὴν ἐργασίαν τῶν τοῦ δικαίου μορίων ταύτην φυλάττοντες, εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι· ὡς ἐν παραγραφικοῦ μὲν, ὅπερ εἰρήκαμεν, μοίρᾳ πα‐ ραλαμβάνεται τὸ κεφάλαιον, οὐκ ἔστι δὲ φύσει παρα‐ γραφικὸν οὐδὲ ὅμοιον τῷ ἐν τῷ στοχασμῷ παραγραφι‐
30κῷ· ἐκεῖ μὲν γὰρ καὶ ἀξιωμάτων καθαιρετικὸν μεθώ‐ δευται τῷ φύσει παραγραφικὸν εἶναι καὶ φαίνεσθαι
τὸν φεύγοντα προφασιζόμενον καὶ ὑφορώμενον τὴν κρί‐596

4

.

597

σιν καὶ φεύγοντα τὴν εὐθυδικίαν, οἷς χρόνον ἢ πρόσ‐ ωπον ἤ τι τῶν τοιούτων αἰτιᾶται· ἐνταῦθα δὲ τοῦτο λέγειν οὐ δυνάμεθα, οὐδὲ οὕτως αὐτὸ λαμβάνομεν· τὸ γὰρ ἰσχυρότερον μάλιστα τοῦ ἀγῶνός ἐστι τοῦτο, τὸ
5τὴν ἄδειαν ἐκ τοῦ νόμου προβάλλεσθαι καὶ μὴ φοβεῖ‐ σθαι τὸν ἀγῶνα, ἀλλ’ ἐλέγχειν μᾶλλον τὸν κατήγορον ὡς οὐ προσηκόντως τῇ κατηγορίᾳ χρησάμενον· καὶ ἄλ‐ λη δὲ διαφορά ἐστιν, ὅτι ἐκεῖ μὲν αἰτιᾶται μόνον τὸν ἀγῶνα, ἐνταῦθα δὲ καὶ ὁρίζει, ἐπὶ τίσι τῶν δημοσίων
10αἱ γραφαί· καθ’ ἓν δὲ μόνον τῷ κατὰ τὸν στοχασμὸν παραγραφικῷ δύναται τὴν αὐτὴν ἐξέτασιν ἔχειν, τὸν τρόπον τῆς κατηγορίας μέμφεσθαι· τὰ γὰρ λοιπὰ πολ‐ λὴν ἔχει πρὸς ἐκεῖνο τὴν διαφοράν· ζητήσειε δ’ ἄν τις πιθανῶς, διὰ τί ὅλως, εἰ τὸ αὐτὸ σχεδόν ἐστι κεφά‐
15λαιον τὰ τοῦ δικαίου μόρια καὶ ἀντίληψις, δεύτερον ἐδέ‐ ησε τοῖς αὐτοῖς χρήσασθαι; πρὸς ὃ λέγομεν, ὅτι καὶ πάνυ τεχνικῶς καὶ κατὰ νόμον τὸ τοιοῦτο συμβέβηκεν. διχῆ γὰρ διαιροῦντος τοῦ κατηγόρου τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔν τε τῇ προβολῇ τοῦ ἐγκλήματος καὶ τῷ πηλίκῳ
20καὶ τῷ πρός τι, καὶ πῆ μὲν ἀκατασκεύως αὐτὰ τιθέν‐ τος ἐν τῇ προβολῇ, πῆ δὲ τὰς κατασκευὰς συνάπτον‐ τος ἐν ταῖς αὐξήσεσιν, ὅ ἐστι τῷ πηλίκῳ καὶ τῷ πρός τι, εὐλόγως καὶ ὁ φεύγων τὸν αὐτὸν τρόπον τὰς λύσεις διαιρῶν διπλῆν εἰσάγει τὴν ἀντίληψιν· ὅτε μὲν τῆς ἐξ‐
25ουσίας ἐφαπτόμενος μόνον, οὐδὲν δὲ κατασκευῆς προσ‐ τιθείς· ὅτε δὲ μετὰ κατασκευῆς, τελείᾳ τῇ ἀντιλήψει χρώμενος· πρὸς γὰρ τὴν δείνωσιν καὶ αὔξησιν τοῦ ἐγ‐ κλήματος τελείας ἐδεῖτο τῆς ἐργασίας, πρὸς δὲ τὴν προ‐ βολὴν καὶ τὴν πρότασιν, ἐν παραγραφικοῦ μοίρᾳ γρά‐
30ψασθαι τὸν ἀγῶνα καὶ ἐνδείξασθαι τὴν ἐξουσίαν· ἄλ‐ λως τε ἐπειδὴ τὸ λέγειν, ἐξουσίαν εἶχον, ὃ πεποίηκα
ποιεῖν, τυραννικόν ἐστι· τὸ δὲ ἰσχυρὸν τοῦ φεύγοντος597

4

.

598

κεφάλαιον τοῦτό ἐστι. Δεῖ, ὡς ἤδη εἰρήκαμεν, ἀπὸ τῶν ἰσχυροτέρων κατάρχεσθαι· ἵν’ οὖν καὶ τὸ τυραννι‐ κὸν ἐκφύγοι, καὶ ἀπὸ τοῦ ἰσχυροῦ δοκῇ κατάρχεσθαι, τῷ τοῦ δικαίου ἐχρήσατο μορίῳ· τό τε τῆς ἐξουσίας τυ‐
5ραννικὸν συσκιάζων τέως, καὶ ἐν παραγραφικοῦ μοίρᾳ χρώμενος τῷ κεφαλαίῳ.
7nΤὸ πρόσωπον, εἰ καὶ δεῖ, ἀλλὰ δημοσίων γε οὐ τοὺς ἰδιώτας, τοὺς
8nδὲ ῥήτορας ἢ τοὺς πρεσβευτὰς, ἢ τοὺς στρατηγοὺς, ἢ τὰ ὅμοια·
9nοὗτοι γὰρ καὶ δύνανται ἀδικεῖν δημόσια, ὅτι καὶ τὰ δημόσια
10nπράττουσιν, οἱ δὲ ἰδιῶται οὐδέν.
11 Συριανοῦ. Τὸ πρόσωπον ἔστι μὲν τοῦ φεύγον‐ τος, οὐκ ἀεὶ δὲ ἐμπίπτει ἐν τῇ ἀντιλήψει· ὅταν μὲν γὰρ ἰδιώτης κρίνηται δημοσίων ἀδικημάτων, ἐμπίπτει λέ‐ γοντος, ὡς οὐκ ἂν οἷός τε ἦν ἰδιώτης ὢν τηλικαῦτα
15κινεῖν καὶ μεταφέρειν πράγματα· ὅτ’ ἂν δὲ ἔνδοξον ᾖ τὸ πρόσωπον, ἐκλείπει, εἰ μή τις ἐκ μεταχειρίσεως αὐτὸ εἰσάγοι· ὡς ὁ κρινόμενος Αἰσχίνης δημοσίων ἀδικημά‐ των, διότι μετὰ Χαιρώνειαν εἵπετο τῷ Δημοσθένει δα‐ κρύων· ἐρεῖ γὰρ, ὅτι τοὺς κακῶς ἐστρατηγηκότας αἰτι‐
20ᾶσθαι χρεὼν τῶν δημοσίων ἀδικημάτων, τοὺς προδι‐ δόντας τὰ τείχη καὶ τὰς τριήρεις καὶ τὰ φρούρια, οὐ τοὺς ῥήτορας. Σωπάτρου. Καὶ τοῦτο παραγραφικοῦ χώραν ἔ‐ χει, καὶ ἐν τούτῳ γὰρ διαβάλλει τὴν γραφὴν ὁ φεύγων,
25ὡς οὐ δεῖ τὸν μηδὲν τῶν κοινῶν μεταχειριζόμενον δημο‐ σίων εὐθύνεσθαι· τότε δὲ ἐμπίπτει, ὅτ’ ἂν κρίνηται ἰδιώτης ἢ γυνὴ δημοσίων ἀδικημάτων ἢ ῥήτωρ σιωπῶν
καὶ μὴ πολιτευόμενος, ἢ ζωγράφος ἢ ποιητὴς, ἢ ὅστις598

4

.

599

ἁπλῶς μηδὲν πράττει δημόσιον, μηδὲ ἐφαρμόττει τῷ ὑποκειμένῳ προσώπῳ τὸ ἐπαγόμενον ἔγκλημα· ὅτ’ ἂν δὲ κρίνηται στρατηγὸς ἢ ἄλλος τις τοιοῦτος, οὐκ ἂν χώ‐ ραν ἔχοι τὸ κεφάλαιον, ἀλλ’ ἐκλείπει· τοῦτο δὲ ἡμῖν δέ‐
5δωκε τὸ θεώρημα Δημοσθένης ἐν τῷ περὶ στεφάνου· αὐτοῦ μὲν γὰρ συμβουλεύσαντος, ἑτέρων δὲ στρατηγη‐ σάντων, εἶτα, τοῦ Αἰσχίνου τὸ ἔγκλημα ἐπὶ τὴν συμβου‐ λὴν ἀγαγόντος, ὅτι Δημοσθένης τῆς ἥττης αἴτιος, τὴν ποιότητα τοῦ οἰκείου προσώπου ὁ ῥήτωρ ἐξήτασεν, ἑαυ‐
10τὸν μὲν ἀνεύθυνον εἶναι δεικνὺς ἐφ’ οἷς οὐκ ἐστρατή‐ γησε, μεταφέρων δὲ τὴν αἰτίαν ἐπὶ τοὺς στρατηγοὺς, οἳ κατὰ φύσιν ὑπεύθυνοι τῶν ἐν τῷ πολέμῳ συμβεβη‐ κότων· οὐχ ἁπλῶς δὲ τοῦτο, ἀλλὰ καὶ σφόδρα τεχνικῶς· οὐδὲ ἐπὶ τοὺς στρατηγοὺς μετατιθεὶς τὴν αἰτίαν ἄντι‐
15κρυς τῷ παραγραφικῷ ἐχρήσατο, ἀλλὰ φεύγει μὲν ἐκ τοῦ φανεροῦ τὸ κεφάλαιον, ἐπειδὴ ἀξιώματός ἐστι καθαι‐ ρετικόν· τέχνῃ δὲ τοῦτο μεθώδευσεν ἐν παραβολῆς σχή‐ ματι ναυκλήρῳ παραβαλὼν ἑαυτὸν, εἶτα ἐπαγαγὼν ὥσπερ οὐδὲ ἐστρατήγουν ἐγώ· ὡσανεὶ ἔλεγεν, στρατηγῶν
20αἱ τοιαῦται γραφαί· μεταστατικῶς τὴν ἀπολογίαν ποι‐ ησάμενος· δεῖ δὲ εἰδέναι καὶ τοῦτο, ὡς ἰσχυρὸν μὲν καὶ καθ’ ἑαυτὸ τὸ πρόσωπον τῷ φεύγοντι, πολλῷ μέντοι τοῖς τοῦ δικαίου μορίοις συναπτόμενον· ὅτ’ ἂν γὰρ διὰ τῆς ἐξουσίας τοῦ πεπραγμένου διαβαλὼν τὴν κρίσιν εὐ‐
25θὺς καὶ τὸ πρόσωπον προσθῇ, μάτην πεποιῆσθαι τὴν γραφὴν ἐπιδείξει τὸν κατήγορον· τὸ παραγραφικὸν τοί‐ νυν, οὐ δεῖ με κρίνεσθαι ἰδιώτην ὄντα· καὶ ἐπ’ ἄλλοις αἱ δημόσιαι γραφαί· τοῦτο δὲ τὸ τελευταῖον τοῦ πρά‐ γματος τῆς ποιότητός ἐστι· τὸ δὲ πρῶτον τοῦ προσώ‐
30που· διαφέρει δὲ τοῦ ἐν στοχασμῷ παραγραφικοῦ,599

4

.

600

ὅτι ἐκεῖ μὲν, εἰ ὑπερβάλλοι τὸ ἔγκλημα τὴν τοῦ κρι‐ νομένου δόξαν, χρησόμεθα αὐτῷ, ὥσπερ καὶ Δημοσθέ‐ νης περὶ Φωκέων· τοῦτο δὴ δεῖ σκοπεῖν καὶ ὁρᾷν, εἰ ὅσα τῆς Φωκέων σωτηρίας ἐπὶ τὴν πρεσβείαν ἧκε, ταῦτ’
5ἀπήγγειλαν οὗτοι, οὐχ ὡς ὅδε Φωκέας ἀπώλεσε καθ’ ἑαυτόν· ἐνταῦθα δὲ ὅτ’ ἂν ἀνοίκειον καὶ μὴ συμφω‐ νοῦν τῇ ποιότητι τοῦ κρινομένου τὸ ἔγκλημα, οὐ γὰρ ὡς ἀπίθανον.
9nὉ ὅρος, ὅτι ἐπ’ ἄλλοις αἱ τῶν δημοσίων ἀδικημάτων γραφαί· οἷ‐
10nον ναῦς προδοῦναι, τείχη, συμμάχους, τὰ ἄῤῥητα ἐξειπεῖν καὶ τὰ
11nὅμοια. ἕπεται οὖν ἀναγκαίως ὁ συλλογισμός· εἰ καὶ ταῦτα κἀκεῖνα
12nδημόσιον ἀδίκημα, καὶ οὐδὲν διαφέρει· πλειόνων γὰρ ὄντων τρό‐
13nπων, καθ’ οὓς ἄν τις ἀδικήσειε, οὐκ εἰ μὴ κατὰ πάντας τις ἀδι‐
14nκεῖ διὰ τοῦτο ἀθῷος ἔσται, ἀλλ’ εἰ καθ’ ἕνα δώσει δίκην καὶ
15nἐπιχειρήσει δηλαδή.
16 Συριανοῦ. Ὁ ὅρος ἔστι μὲν τοῦ φεύγοντος, πλατύνεται δὲ οἷς εἰρήκαμεν ἐν ὅρῳ ἀπὸ τῶν λειπόν‐ των· ταῦτα δὲ τὰ τρία κεφάλαια μόρια τοῦ δικαί‐ ου, πρόσωπον, ὅρος, παραγραφικοῦ τάξιν ἔχοντα, λύει
20τὴν προβολὴν, ὁ δὲ ἀνθορισμὸς καὶ συλλογισμὸς ἔστι
20μὲν τοῦ κατηγόρου λύοντος τὸν ὅρον, πλατύνεται δὲ ὡς ἐν ὅρῳ εἴρηται· ἡ δὲ γνώμη τοῦ νομοθέτου πηλικότης τε καὶ πρός τι κοινὰ παρ’ ἑκατέρου πρὸς τὸ τῷ λόγῳ συμφέρον μελετηθήσεται· ἐπὶ μὲν τῆς γνώμης τοῦ νο‐ μοθέτου, ἢ εἰ νόμους ἔχοιμεν, ἢ νόμων ὁμοίων μέρε‐
25σιν, ἢ ταῖς εὐλόγοις αἰτίαις χρωμένων· τὴν δὲ πηλι‐600

4

.

601

κότητα, τοῦ μὲν κατὰ αὔξησιν, τοῦ δὲ κατὰ μείωσιν προάγοντος· ἐπὶ δὲ τοῦ πρός τι, ὁ μὲν ἀπὸ παραδειγμά‐ των ἐκ συγκρίσεως αὐξήσει τὸ πεπραγμένον, ὁ δὲ ἐξ ἀναιρέσεως ἐπιχειρῶν οὐδόλως ἀδίκημα δείξει τὸ κατηγο‐
5ρούμενον. Ὁ ὅρος, ὅτι ἐπ’ ἄλλοις αἱ τῶν δημο‐ σίων. Ἔστι μὲν ὅτε καὶ τοῦτο ἐπιλείπει τὸ κεφάλαιον, ὅτ’ ἂν τὸ πεπραγμένον οἰκειότατον ᾖ τῷ ἐπιφερομένῳ ἐγκλήματι· οἷον πόλιν συνεχῶς ἀφισταμένην, καὶ μὴ συμμαχεῖν ἐθέλουσαν ὁ στρατηγὸς κρίνει δημοσίων ἀδι‐
10κημάτων· οὐ γὰρ δύναται λέγειν, ὅτι οὐκ ἔστι δημόσιον ἀδίκημα ἡ τῶν συμμάχων ἀπόστασις· δεῖ δὲ ὅτε ἐμπίπ‐ τει καὶ παραδείγματι χρῆσθαι ἀπὸ τοῦ μείζονος· ἐὰν γὰρ ἀπὸ τοῦ ἐλάττονος χρησώμεθα, βλάπτομεν καὶ τὴν ὑπόθεσιν καὶ τὸ κεφάλαιον· λαμβάνεται δὲ ἀπὸ τοῦ ἐλάτ‐
15τονος ὡς ἐπὶ τούτου· Ἀλκιβιάδης κωμάζων πρὸς τοὺς ἐκ Πύλου τριακοσίους ἐβόησεν, εὖγε, ὦ γενναιότατοι, καὶ κρίνεται ὑπὸ Κλέωνος ὕβρεως· εἰ γὰρ ἐκ τοῦ ἐλάττονος ὁρίσαιτο λέγων, τότε ἔδει ὕβρεως κρίνεσθαί τινα, ἡνίκα διαβάλοι πρὸς ἄλλον ἢ λοιδορήσεται, λάθοι ἂν καθ’
20ἑαυτοῦ λέγων· πολὺ γάρ ἐστι τὸ δημοσίᾳ καὶ ἐν κοινῷ ὑβρίζειν τὸ λάθρα καὶ ἐν παραβύστῳ. Σωπάτρου. Πῶς τὸν ὅρον ἐργασόμεθα ἐν αὐτῇ τῇ στάσει τοῦ ὅρου δεδήλωται· ἔνιοι δὲ τῶν τεχνογρά‐ φων βούλονται ἐκλείπειν τὸ κεφάλαιον τοῦτο, οἷον τὸν
25ὅρον, ὅτε μὴ γενικὸν ᾖ τὸ πεπραγμένον ἔγκλημα, τουτ‐ έστι μὴ κατὰ πολλῶν δυνάμενον κατηγορηθῆναι· δύνα‐ ται γάρ τις κρίνεσθαι δημοσίων ἀδικημάτων καὶ φρού‐
ριον προδοὺς καὶ συμμάχους καὶ ναῦς· καὶ τὰ τοιαῦτα·601

4

.

602

ὅτ’ ἂν οὖν ᾖ γενικὸν τὸ πεπραγμένον ἔγκλημα, τότε εὑ‐ ρίσκεται τὸ ὁρικὸν παραγραφικόν· ἐπέχει δὲ καὶ τοῦ‐ το τὸ κεφάλαιον ἐνταῦθα τόπον παραγραφικοῦ ἀπὸ τοῦ πράγματος, ἀκολούθως δὲ καὶ μετὰ τάξεως καὶ τὸ πρῶ‐
5τον παραγραφικὸν καὶ τὸ δεύτερον καὶ τὸ τρίτον παρ‐ ῆκται· ἐπεὶ οὖν καὶ τοῦτο τόπον ἐπέχει παραγραφικοῦ, δέον πάντα ταῦτα συνάπτειν ἀλλήλοις, ὡς πολλάκις εἴ‐ πομεν, τῷ ἰσχυρὸν ἀποφαίνειν τὸν φεύγοντα τῷ διώκον‐ τι· ὅρα γὰρ τὴν ἰσχὺν ἀπ’ αὐτῆς τῆς ἐξετάσεως ἀπὸ
10τῶν τοῦ δικαίου μορίων· οὐ δεῖ με κρίνεσθαι ἐφ’ οἷς ἠκολούθησα, ἢ νόμῳ, ἢ φύσει, ἢ ἔθει πεποίηκα· ἔπειτα οὐ δεῖ με ἰδιώτην ὄντα δημοσίων· ὅ ἐστι τοῦ προσώπου· τρίτον οὐκ ἐπὶ τούτοις αἱ τῶν δημοσίων γραφαὶ, ὅ ἐστι τοῦ ὅρου· οὕτω γὰρ εἰσάξομεν τὰ τρία κεφάλαια συμ‐
15πλέκοντες καὶ παραγραφικῶς ἀγωνιζόμενοι· προσέτι προστιθέντες τὰς τελειότητας, ἃς μεμαθήκαμεν ἐπὶ ἑκά‐ στου· ἰσχυρὸν μὲν γὰρ καὶ καθ’ ἑαυτὸ ἕκαστον τούτων καὶ ἱκανὸν εἰς ἀπολογίαν· συναπτόμενα δὲ πρὸς ἄλληλα πλείονα τὴν δύναμιν ἔχει· ταύτῃ δὲ διαφέρει τὸ ὁρικὸν
20τοῦτο τοῦ ἐν ὅρῳ ὁμωνύμου ὁρικοῦ, ὅτι ἐκεῖνο μὲν εἰς ἀπόδειξιν τοῦ ὑποκειμένου ζητήματος συντελεῖ, τοῦτο δὲ εἰς διαβολὴν τῆς κρίσεως μόνης δεχόμεθα· οὐ γὰρ εἰ δημόσιον ἀδίκημα τὸ πραχθὲν, ἢ ἕτερόν τι ἡ ζήτησις, ἀλλ’ εἰ δίκαιον ἀνεύθυνον ὄντα τὸν διαπραξάμενον
25δοῦναι δίκην, εἰ ὅλως ἀδίκημα τὸ γενόμενον· ἡ μὲν γὰρ τοῦ δικαίου ζήτησις ποιότητός ἐστιν, ἧς ἡ ἀντίληψις, ἡ δὲ περὶ τοῦ τί ἐστι ζήτησις, οὐ ποιότητος, ἀλλ’ ἰδιότη‐ τος, εἰ ὕβρις τοῦτο, εἰ δημόσιον ἀδίκημα, ὅπερ ἐστὶν ὅρου· τινὲς δὲ πλανηθέντες ἐζήτησαν, πῶς ἐν ἀντιλή‐
30ψει τελείου τοῦ πραχθέντος ὄντος, ὅρος ἐμπίπτειν δύ‐ ναται, οὐ κατανοήσαντες, ὅτι οὐ τὴν ἰδιότητα τοῦ ὑπο‐ κειμένου ζητοῦντες ἐν ἀντιλήψει τὸν ὅρον παραλαμβά‐
νομεν, ἀλλὰ τὴν φύσιν διαβάλλοντες, ἐφ’ οἷς χρὴ τὰς602

4

.

603

δημοσίας εἶναι γραφάς· ζητητέον δὲ, τί ἄρα καὶ διοί‐ σει τῆς ἀντιλήψεως· ὅτι ἐν μὲν ὅρῳ φύσει ὑπαίτιον τὸ πεπραγμένον, ἐν δὲ ἀντιλήψει ἀνεύθυνον· ζητητέον δὲ καὶ τοῦτο, πῶς παραγραφικὸν ἐμπίπτει ἐν ἀντιλήψει·
5πῶς δὲ ὁρικὸν, τελείου ὄντος τοῦ πεπραγμένου· τὸ μὲν οὖν παραγραφικὸν ἐμπίπτει, ἐπειδὴ καθάπερ ἐν στοχα‐ σμῷ ἀνεύθυνον τὸ πεπραγμένον· τὸ δὲ ὁρικὸν, ἐπειδὴ τὸ ἀνεύθυνον εἶναι καθάπερ ἀτελὲς τυγχάνει· λύεται δὲ τὸ ἐν ἀντιλήψει ὁρικὸν παραγραφικὸν ἀνθορισμῷ, συλλογι‐
10σμῷ, γνώμῃ νομοθέτου, πηλικότητι, πρός τι· ταῦτα γὰρ τοῦ ὅρου τὰ κεφάλαια· μετὰ γοῦν τὰ δύο παραγραφικὰ, τό τε ἀπὸ τοῦ προσώπου καὶ τὸ ἀπὸ τοῦ πράγματος, ἡ ἀντίληψις· εἰδέναι δὲ χρὴ, ὅτι ἐὰν ἀπὸ τοῦ προσώπου ἐμπέσῃ παραγραφικὸν ἐν ἀντιλήψει, προτάττεται τοῦ
15ὁρικοῦ παραγραφικοῦ τοῦ ἀπὸ τοῦ πράγματος· πρῶ‐ τον γὰρ δεῖ σύστασιν λαβεῖν τὴν εἰσαγωγὴν τοῦ προσ‐ ώπου, εἶθ’ οὕτω τὴν ἐξέτασιν τοῦ πράγματος γενέσθαι. Ἕπεται οὖν ἀναγκαίως. Ἀναγκαίως ὁ συλλογι‐ σμὸς εὑρίσκεται, ἔνθαπερ ὁ ὅρος· φύσει γὰρ μάχονται
20τὰ κεφάλαια ἀλλήλοις, οὔτε γὰρ ὁ ὅρος ἄλλως λυθείη πλὴν συλλογισμῷ, οὔτε συλλογισμὸς πλὴν ὅρῳ· ἑκάτερα γὰρ ὑπ’ ἀλλήλων λύεται μόνον· ὁ μὲν γὰρ συλλογισμὸς εἰς ταὐτὸν ἄγει τὸ πεπραγμένον τῷ μὴ πεπραγμένῳ· τοῦτο δὲ ποιήσει ἐκ τοῦ τέλους καὶ τῆς κοινῆς ποιό‐
25τητος κατασκευάζων, ὅτι ἐξ ἀμφοτέρων ἓν καὶ τὸ αὐτὸ τέλος· οὐ γὰρ ὁ τρόπος τοῦ ἀδικήματος ἀναιρεῖ τὸ ἀδί‐ κημα, ὡς εἴ τις μὴ ξίφει τινὰ φθείρας ἀλλὰ λίθῳ φάσκει μὴ εἶναι φονεὺς τὸν τρόπον τοῦ ἀδικήματος ἀπολογίαν ποιησάμενος· ὁ δὲ ὅρος, ἃ συλλογισόμεθα
30ταῦτα ὁρικῶς λύει ἀπὸ τῶν γενῶν εἰς τὰ εἴδη διαιρῶν καὶ ταῖς διαφοραῖς χωρίζων, ὅτι δημόσιόν ἐστι, ὅτ’ ἂν
ναῦς προδῷ, ὅτ’ ἂν στρατιώτας, συμμάχους, ὅτ’ ἂν ἐξ‐603

4

.

604

είπῃ τὰ ἀπόῤῥητα· ὅτε καταλίπῃ τὴν τάξιν. Ἰστέον δὲ, ὅτι τοῦ ἀνθορισμοῦ οὐκ ἐμνήσθη ἐνταῦθα, καίτοι γε τοῦ ὅρου εἰωθότος τῷ ἀνθορισμῷ λύεσθαι· φαμὲν οὖν, ὅτι ὁ συλλογισμὸς οὐκ ἔστιν ἰδιάζον κεφάλαιον, ἀλλὰ
5συμπέρασμα τοῦ ἀνθορισμοῦ· ὁ τεχνικὸς οὖν πολλάκις συλλογισμὸν ὠνόμακεν ἀντὶ ἀνθορισμοῦ, εἰδὼς ὅτι ταὐ‐ τόν ἐστιν· εἰ δέ τις ζητήσειε, διατὶ οὖν μὴ μᾶλλον τὸν ἀνθορισμὸν εἴρηκε, ἐροῦμεν, ὅτι τὰ κεφάλαια πρὸς ἀπό‐ δειξιν σπεύδει, τὰ δὲ συμπεράσματα τὰς ἀποδείξεις ἔχει·
10εἰ οὖν ὁ συλλογισμὸς συμπέρασμά ἐστι τοῦ ἀνθορισμοῦ, εἰκότως κυριώτερόν ἐστι πρὸς τὴν χρῆσιν. Καὶ ἐπι‐ χειρήσει δηλαδή. Ἀντὶ τοῦ ἐπιχειρήμασι χρήσεται, ἐνθυμήματα μετὰ παραδειγμάτων εἰς ἀπόδειξιν συν‐ τείνοντα ἐρεῖ, οἷον ἐπὶ τοῦ τοιούτου παραδείγματος· ὁ
15τὸν ὀφθαλμὸν πηρώσας οὐχ ὅτι καὶ μὴ χεῖρα ἐπή‐ ρωσε διὰ τοῦτο ἀθῷός ἐστιν, ἀδικήματα γὰρ ἀμφότερα, καὶ δεῖ καὶ τοῦ ἑνὸς διδόναι δίκας.
18nΓνώμῃ νομοθέτου, εἰ ἐμπίπτοι, χρήσεται ἑκάτερος πρὸς
19nτὸ λυσιτελοῦν.
20 Συριανοῦ. Τοῦτο οὐ πάνυ ἀστείως εἴρηκε· νόμου γὰρ προκειμένου ἤτοι ῥητοῦ, ἀνάγκη καὶ τὴν τοῦ νομο‐ θέτου ψηλαφᾶσθαι γνώμην· ὁ μὲν γὰρ τῷ ῥητῷ, ὁ δὲ τῇ διανοίᾳ χρήσεται, ἥ ἐστιν ἡ τοῦ νομοθέτου γνώμη· ὥστε ῥητοῦ ἐμπεσόντος καὶ γνώμη ἐμπεσεῖται νομοθέ‐
25του· καὶ διὰ τοῦτο ὤφειλεν οὕτως εἰπεῖν, ῥητὸν νομι‐ κὸν εἰ ἐμπίπτοι, ἀλλὰ μὴ γνώμη, εἰ μή τις ἄρα ἐκεῖνο φαίη, ὡς κοινότερον τὸ ῥητὸν γνώμην ἐκάλεσε νομοθέ‐ του, ἀπὸ τοῦ κυριωτέρου καὶ ποιητικοῦ καὶ αἰτίου τὸ
ἀποτέλεσμα ὀνομάζων.604

4

.

605

Μαρκελλίνου. Καλῶς τὸ εἰ ἐμπίπτοι, οὐ γὰρ ἀεὶ εὑρίσκεται· οὔτε γὰρ ἐφ’ ἑκάστου τῶν ζητουμένων εὑρίσκε‐ ται νόμος, οὔτε εἰ εὑρίσκοιτο πάντως λυσιτελεῖ ἡμῖν· εἰ μὲν οὖν βλάπτοι, παραιτησόμεθα καὶ οὐκ ἐξετάσομεν· ἢ ἀπ’
5αὐτῶν ἢ ἀπὸ τῆς γνώμης τῶν γεγραμμένων τὴν ἐξέτασιν παραληψόμεθα πρὸς τὸ ἑαυτῶν χρήσιμον· ὅτε οὖν ἐμπίπτει ἐν ἀντιλήψει, διττὴ ἔσται, ἡ μὲν ἐπ’ αὐτῆς τῆς ἀντι‐ λήψεως, ὅτ’ ἂν ἀπὸ νόμου γίνηται, ἡ δὲ ἐπὶ τοῦ συλ‐ λογισμοῦ· διαφέρει δὲ, ὅτι ἡ μὲν σύστασιν ἔχει τοῦ
10συλλογισμοῦ, ἡ δὲ πρὸς τὸ ῥητὸν γίνεται τὸ προκείμε‐ νον· διαφέρει δὲ καὶ τῷ ὀνόματι· ἡ μὲν γὰρ γνώμη τοῦ νομοθέτου καλεῖται, ἡ δὲ πρὸς τὸ ῥητὸν λύσις οὖσα τοῦ ῥητοῦ πρὸς τὴν παρὰ τοῦ φεύγοντος ἐξουσίαν διάνοια προσαγορεύεται· ἀεὶ μὲν οὖν ἡ πρὸς τὸ ῥητὸν ἐμπίπτει
15ἐπὶ τῆς ἐπὶ νόμον ἀντιλήψεως· οὐ περὶ ταύτης δὲ νῦν ὁ λόγος, ἀλλὰ τῆς ἑτέρας τῆς ἐπὶ τοῦ συλλογισμοῦ· ἐμπίπτει δὲ τότε, ὅτ’ ἂν ὁ κατήγορος ἐν ἀντιλήψει ῥη‐ τὸν ἔχῃ προβάλλεσθαι, καθὸ κρίνει τὸν φεύγοντα· οἷον ὡς ἐπὶ τοῦ γεωργοῦ τοῦ τὸν υἱὸν ἀποκηρύττοντος, νό‐
20μου κελεύοντος ἐξεῖναι πατράσιν ἀποκηρύττειν τοὺς παῖ‐ δας· ἐν τούτῳ γὰρ διαβάλλοντος τοῦ παιδὸς τὴν ἀπο‐ κήρυξιν καὶ λέγοντος, ὡς ἐπ’ ἄλλοις ἀποκηρύττειν ἐχρῆν, ὅτ’ ἂν ἀσελγαίνωσιν, ὅτ’ ἂν ὑβρίζωσιν, ὅτ’ ἂν μέθαις, ὅτ’ ἂν κύβοις, ὅτ’ ἂν ἑταίραις σχολάζωσιν, ἀλλ’ οὐχ
25ὅτ’ ἂν τὰ σεμνότατα διώκωσιν· καὶ πρὸς ταῦτα τοῦ πα‐ τρὸς, ὅ ἐστι τοῦ κατηγόρου, τὸν συλλογισμὸν ἐπάγον‐ τος, καὶ ὡς μηδὲν διαφέρουσι λέγοντος, οὐ τὸ ἴσον συλ‐ λογιζομένου· ἄτοπον γὰρ φιλοσοφίαν ἐξισοῦν ἀσελγείᾳ, ἀλλ’ ἁπλῶς λέγοντος, ὅτι πάντα, ὅσα ἂν λυπῇ παῖς
30τὸν πατέρα καὶ παρὰ γνώμην αὐτοῦ ποιῇ, ἀποκηρύξεως
ἄξια, εὑρίσκεται νόμος ἐξ αὐτοῦ τοῦ πατρὸς προβαλλό‐605

4

.

606

μενος, ὅτι ἔξεστι τοῖς πατράσιν ἀποκηρύττειν τοὺς παῖ‐ δας· ἐμπεσόντος οὖν τοῦ νόμου τούτου, ἐπὶ τὴν τοῦ νο‐ μοθέτου γνώμην ἀμφότεροι τρέπονται, πρὸς τὸ χρή‐ σιμον ἑκάτερος· κοινὸν γὰρ ἀμφοῖν τὸ κεφάλαιον· οὐχ
5ἁπλῶς γὰρ ἡ ἐπὶ τοῦ συλλογισμοῦ γνώμη ἐμπίπτει, ὅταν ἐπὶ τὸν νόμον ἀντίληψις ᾖ, ἀλλ’ ὅτ’ ἂν ἐμπίπτῃ ῥη‐ τὸν, καθὸ ἡ κρίσις καὶ ἡ κατηγορία τῷ κατηγόρῳ γί‐ νεται. Ἐὰν δὲ τοῦτο μὲν ῥητὸν μὴ ἐμπίπτῃ, ἐπὶ νόμον δὲ ἡ ἀντίληψις ἀνάγηται βοηθοῦσα τῷ φεύγοντι, τὴν
10πρὸς τὸν νόμον ἔχει διάνοιαν· πᾶν γὰρ ῥητὸν διανοίᾳ λύεται, τὴν δὲ ἐπὶ τοῦ συλλογισμοῦ γνώμην νομοθέτου οὐκ ἔχει· τὰ δὲ τῆς ἐργασίας τῆς γνώμης ἐν ὅρῳ με‐ μαθήκαμεν.
14nἩ πηλικότης, ὅτι μέγα τὸ γεγονός.
15 Μαρκελλίνου. Ἀπὸ τῶν κεφαλαίων τούτων, τῆς τε πηλικότητος καὶ τοῦ πρός τι, ὁ τόπος τῶν αὐξήσεων παραλαμβάνεται, ἐν οἷς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶ τελείως εἰσαγόμενα καὶ πάσας τὰς ἐργασίας ἔχοντα καὶ τὰς κατασκευὰς, καὶ οὐ καθάπερ ἐν προβολῇ ἀτελῶς·
20τίς δὲ ἡ τελεία τούτων κατασκευὴ, τοῦ τε πηλίκου καὶ τοῦ πρός τι, ἐν τῷ ὅρῳ δέδεικται· ἄξιον δὲ ζητῆσαι, εἰ ὅλως ἐν ἀντιλήψει τῇ μειώσει ὁ φεύγων χρήσεται, τουτέστι τῷ πηλίκῳ καὶ πρός τι, μηδὲν ἀδίκημα εἶναι λέγων, ἐν μὲν γὰρ ὅρῳ εἰκότως, ἔνθα καὶ ἀδίκημα ὑπὸ
25τοῦ φεύγοντος ὡμολόγηται, ἔλαττον δὲ τοῦ ἐγκαλουμέ‐ νου· καὶ ἑκατέρῳ πρόσεστιν ἐκ τῆς ὑποθέσεως τὸ μὲν αὔξειν, τὸ δὲ μειοῦν· ἐνταῦθα δὲ πῶς οἷόν τε μειῶσαι τὸν φεύγοντα, τὸ παράπαν ἰσχυριζόμενον μηδὲν ἠδικη‐ κέναι· οὐ γὰρ λόγον ἔχει τὸν αὐτὸν λέγειν, ὡς οὐκ ἀδί‐
30κημα καὶ πάλιν ἐν τούτῳ τῷ μέρει τοῦ λόγου γενόμενον,606

4

.

607

ὡς ἀδίκημα τὸ ἔγκλημα καθαιρεῖν καὶ πρὸς ἕτερον ἀν‐ τεξετάζειν, ὡς οὐ μέγα καὶ ἕτερον μικρότερον· ἐροῦμεν τοίνυν, ὅτι ἐν μὲν τῇ τοιαύτῃ ἀντιλήψει, ὅτ’ ἂν μηδὲν ἐπισυμβῇ ἔξωθεν ἀδίκημα, ὁ μὲν διώκων ταῖς αὐξήσεσι
5χρήσεται καὶ τοῖς κεφαλαίοις τούτοις, ὁ δὲ φεύγων οὐκ ἔτι ταῖς μειώσεσιν, ἀλλὰ μηδὲ ἀδίκημα πάντη ἀγωνιεῖ‐ ται· ἐν αἷς δὲ ἐπισυμβέβηκέ τι αὐτῶν τῶν εἰδῶν γενό‐ μενον, γνωσόμεθα, πότερον χρηστέον, ἢ οὔ· ἐνταῦθα γὰρ χώραν ἡ μείωσις ἔχει· τοῦ γὰρ κατηγόρου πλεονά‐
10ζοντος ταῖς αὐξήσεσι καὶ ἐκτραγῳδοῦντος τὸ ἐπισυμβε‐ βηκὸς, ὁ φεύγων βαρυνόμενος τῇ καταδρομῇ ἐξ ἀνάγκης μειοῦν ἐπιχειρήσει· σημειωτέον οὖν, ὅτι ἡ πηλικότης καὶ τὸ πρός τι ἐν ὅρῳ μὲν κοινά ἐστιν, ἐν ἀντιλήψει δὲ οὐκ ἀεί· κἀκεῖνο δὲ ἐπίστασθαι χρὴ ἀναγκαίως, ὅτι οὐδὲ
15ὁ κατήγορος ἐν τοῖς τοιούτοις προβλήμασιν αὔξειν δὴ καὶ δεινοποιεῖν τὸ πεπραγμένον δυνήσεται, αὐτίκα ἐπὶ τοῦ φιλοσοφοῦντα τὸν υἱὸν ἀποκηρύξαντος οὐ δύναται δεινοποιῆσαι ὁ ῥήτωρ, ἀλλ’ ὅσον ἀπείθειαν μόνην τοῦ παιδὸς αἰτιάσασθαι πρὸς τὸν πατέρα, οὐ γὰρ τῶν δια‐
20βεβλημένων ἡ πρᾶξις.
21nΤὸ πρός τι ὅτι μεῖζον ἢ ἃ προβάλλεται· οἷον τοῦ τὰς ναῦς ἢ τὰ
22nτείχη προδοῦναι τὸ ἐν σπάνει πάντων καταστῆσαι τῶν ἀναγκαίων,
23nμηδενὸς καταίροντος τῶν ἐμπόρων.
24Μαρκελλίνου. Καὶ τὸ πρός τι συγκριτικόν ἐστι
25κεφάλαιον, ὅτι μεῖζον τὸ πεπραγμένον, ἢ ἃ προβάλλεται ὁ φεύγων, λέγω δὴ τοῦ τὰς ναῦς προδοῦναι καὶ τείχη καὶ συμμάχους μεῖζον τὸ ἐν σπάνει τῶν ἀναγκαίων κα‐ ταστῆσαι τὴν πόλιν· τὸ μὲν γὰρ περί τι μέρος τῆς πο‐ λιτικῆς δυνάμεως ἔχει τὴν ἐπιβουλὴν, τὸ δὲ εἰς αὐτὸ τὸ
30πάντας ἀπολέσθαι λιμῷ. Καλῶς δὲ μετὰ πολλὰ τῶν607

4

.

608

κεφαλαίων τὴν πηλικότητα καὶ τὸ πρός τι ὥρισεν ἡ τέχνη, καὶ τὴν τελείαν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐρ‐ γασίαν· οὐδὲ γὰρ κατατρέχειν εὐθὺς ἐν ἀρχῇ τοῦ φεύ‐ γοντος πρὸ τῶν ἀποδείξεων προσῆκον, μάταιον γὰρ καὶ
5ψιλῆς λοιδορίας τὸ πραττόμενον, καὶ ἀργὸν καὶ ὕπτιον ποιεῖ τὸν λόγον, ἀλλ’ ἐν τῇ προβολῇ τὸ πραχθὲν με‐ τρίως αὐξήσαντες τηρήσωμεν τῇ πηλικότητι καὶ τῷ πρός τι τὰς ἀφορμὰς, θαῤῥοῦντες ἤδη μετὰ τὴν ἀπόδειξιν· οὐκ ἐν πάσαις δὲ ταῖς ἀντιλήψεσιν ὁμοίως ἰσχύει τὸ
10κεφάλαιον· ἐν μὲν γὰρ τῷ ὅρῳ τῇ στάσει ἅτε ἐκ μέρους ὁμολογουμένου τοῦ ἀδικήματος ἢ πάλιν τοῦ εὐεργετή‐ ματος, εἰκότως ἀγωνιστικωτέρα γίνεται ἡ σύγκρισις, ὅτ’ ἂν τὸ πραχθὲν τῷ λείποντι προβάλληται, ἐν δὲ τῇ ἀντιλήψει, ἐπειδὴ τοιοῦτον ὑπόκειται οὐδὲν, ἀνεύθυνον
15γὰρ τὸ πραχθὲν, οὐκ ἔτι ὁμοία τοῦ κεφαλαίου ἡ χρῆ‐ σις, μάλιστα δὲ ὅτ’ ἂν μὴ αὐτὸ καθ’ ἑαυτὸ τὸ πε‐ πραγμένον ἄτοπον εἶναι δοκῇ, μήτε ἐπισυμβεβηκὸς ἄτο‐ πόν τι φαίνηται, παντελῶς ἐξασθενεῖ τὸ κεφάλαιον, ὡς ἐπὶ τοῦ φιλοσοφοῦντα τὸν υἱὸν ἀποκηρύττοντος·
20ἄτοπον γὰρ εἰ παραβάλοι τῷ μεθύοντι καὶ κυβεύοντι καὶ τὰ πατρῷα κατεδηδοκότι· καὶ ἐπὶ τοῦ Ἀλκιβιάδου τοῦ γράψαντος ἐκπώμασι τὰ περὶ Σικελίαν καὶ κρινο‐ μένου· οὐ δύναται γὰρ λέγειν ὁ κατήγορος, ὅτι μεῖζον τὸ γράψαι τοῦ προδοῦναι φρούριον· χρὴ τοίνυν ἐν
25παντὶ προβλήματι τὴν ὕλην ἐξετάζειν καὶ πρὸς ταύτην συμμετρεῖσθαι τὸν λόγον καὶ μεθοδεύειν τὰ κεφάλαια, ἔνθα μὲν χώραν ἔχει πλεονάζοντας, ἔνθα δὲ ἧττον ἰσχύει, ἐφαπτομένους καὶ παρατρέχοντας· ἐνίοτε δὲ καὶ παν‐
τάπασι παραλείποντας· οὐ μόνον τοίνυν ἐν ταῖς συμβε‐608

4

.

609

βηκυίαις ἀντιλήψεσι χρῆσθαι κατὰ καιρὸν τῷ πρός τι δυνησόμεθα, ἀλλ’ ἐνίοτε καὶ μηδενὸς ἐπισυμβεβηκότος ἐξ αὐτῆς τῆς τοῦ πεπραγμένου ποιότητος τὰς ἀφορμὰς ληψόμεθα· αὐτίκα ἔνθα τὸν Ἀθηναῖον ἰατρὸν δημοσίᾳ
5κρίνει τὶς, ἐπειδὴ τὸν Φίλιππον ἰάσατο νοσοῦντα, καί‐ τοι μηδενὸς ἐπισυμβάντος ὅμως ἐξ αὐτοῦ τοῦ πεπραγμέ‐ νου ἱκανὴν ἕξομεν χορηγίαν εἰς ταῦτα τὰ κεφάλαια· λαβόντες γὰρ τὴν τοῦ Φιλίππου ποιότητα καὶ τὰς εἰς τοὺς Ἕλληνας ἀδικίας οὐ μόνον αὐξῆσαι τὸ πεπραγμέ‐
10νον δυνησόμεθα, καὶ συγκρίνοντες αὐτὸ πρὸς τὰ ἐν τῷ ὅρῳ ὑπὸ τοῦ φεύγοντος προβαλλόμενα πολλῷ χαλεπώ‐ τερον αὐτὸ ἐκείνων δυνησόμεθα κατασκευάσαι· πολλῷ γὰρ μεῖζον τοῦ τεῖχος ἢ τριηρῶν τι μέρος διαφθεῖραι τὸ τὸν Φίλιππον ἀναστῆσαι, νῦν γὰρ περὶ πάντων ὁ
15κίνδυνος· ὅρα οὖν πόσον ἡ ὕλη δύναται.
16nἘν δὲ τούτοις, λέγω δὴ τῇ πηλικότητι καὶ τῷ πρός τι, τὰ ἀπ’ ἀρ‐
17nχῆς ἄχρι τέλους ἐμπίπτει ἀναγκαίως.
18 Μαρκελλίνου. Ἕπεταί φησι τούτοις τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους, αὔξων γὰρ τὴν ἀδικίαν ὁ κατήγορος
20τῶν πεπραγμένων ἅπτεται, πόθεν γὰρ εἰ μὴ ἐκ τούτων ἡ αὔξησις; οὐκοῦν τὸ ἐπὶ τούτοις ἐξηγητέον ἐν τούτοις· ἐν αὐτῇ γὰρ τῇ πηλικότητι καὶ τῷ πρός τι τῶν ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους ἐστὶν ἡ ἐξέτασις, ὥσπερ καὶ ἐν τῇ προ‐ βολῇ μετρίως.
25nΠρὸς ἃ ἡ ἀντίληψις, ὡς ἐν στοχασμῷ ἐμάθομεν, ὅτι ἔξεστι, καὶ
26nκεκώλυκε νόμος οὐδείς.
27 Συριανοῦ. Τοῦτο τὸ κεφάλαιόν ἐστι τὸ συνεκτι‐ κώτατον ἐν τῇ στάσει καὶ γνωρίζον αὐτήν· καὶ ἐπει‐
δὴ ἐξ ἀρχῆς τῆς στάσεως ἔμελλέ τινα παραλαμβάνεσθαι609

4

.

610

κεφάλαια ἔξωθεν, προέταξεν τὸ μόριον τοῦ δικαίου ἡ τέχνη, ἐπειδὴ ἔφαμεν, ὅτι ἡ πρώτη φωνὴ τοῦ φεύγον‐ τος γνωρίζει τὴν στάσιν· ἵν’ οὖν τοῦτο ᾖ, πρῶτον μὲν ψιλῶς τέθεικε τὸ μόριον τοῦ δικαίου, ἔπειτα δὲ αὐτὴν
5ἐπήνεγκε τὴν ἀντίληψιν πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· τοῦ γὰρ κατηγόρου πολλῇ χρησαμένου καταφορᾷ ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὁ φεύγων εὐθέως τὴν ἀντίληψιν προβάλλεται τὴν ἐξουσίαν προφέρων· πόθεν δὲ λαμβά‐ νεται, ἔγνωμεν ἔν τε τῇ μεθόδῳ καὶ ἐν αὐτῷ τῷ στο‐
10χασμῷ· νυνὶ δὲ τοῦτο ῥητέον, ὅτι οὐχ ὡς ἔτυχε τούτῳ τῷ κεφαλαίῳ χρηστέον, ἀλλὰ μετά τινος μεθόδου, τυ‐ ραννικὸν γὰρ ἄντικρυς λέγειν, ὅτι ἐξῆν μοι τοιαῦτα δια‐ πράξασθαι, ἐφ’ οἷς ὡς ἀδικήμασι κρίνεται· ἀλλ’ ἐὰν ἀπὸ νόμου ἡ ἐξουσία τυγχάνῃ, ἐρεῖ ὁ φεύγων, ὅτι εἰ
15μὲν ἄδειαν μηδείς μοι νόμος παρεῖχε, καλῶς ἂν ἡ κατη‐ γορία εἶχεν· ἐπειδὴ δὲ ἃ τοῖς νόμοις δοκεῖ, ταῦτα πέπρα‐ κται, τίνα λοιπὸν ἔχει χώραν ἡ κατηγορία; καὶ τούτῳ τῷ τρόπῳ καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν τῆς ἀντιλήψεως χρῆσθαι δυνήσεται· ἐξαιρέτως δὲ εἰ ἀπὸ νόμου εἴη, φή‐
20σει ὅτι οὐκ ἐμοῦ κατηγορεῖ μᾶλλον ἢ τοῦ τεθεικότος τὸν νόμον, καὶ τὴν πολιτείαν διαβάλλει τῷ νόμῳ χρω‐ μένην. Σωπάτρου. Τὴν ἀντίληψιν ὁ φεύγων οὐκ ἀνέ‐ δην εἰσάξει, ἀναίσχυντον γὰρ τὸ λέγειν, ὡς ἔξεστιν ἅπερ
25ἄν τις βούλοιτο διαπράττεσθαι, ἀλλ’ ὑφειμένως αὐ‐ τὴν θήσει καὶ λανθανόντως, ἵνα τὸ ἀναιδὲς αὐτῆς ἐπι‐ κρύπτηται, οἷον ὡς ἐπὶ τοῦ ζωγράφου· ἀλλὰ γὰρ ἀπο‐ στερεῖν με τῆς τέχνης ὁ συκοφάντης ἐπικεχείρηκεν, ὥσπερ ἂν εἰ καὶ τοῦ γελᾷν ἐξεῖργε καὶ ὅλως τῇ φύσει χρῆσθαι
30διεκώλυεν· εἰ γὰρ αἰτιᾷ τὴν τέχνην καὶ τὴν φύσιν, ἧς
παράδειγμα γέγονεν ἀνθρώποις ἡ τέχνη.610

4

.

611

Μαρκελλίνου. Ἀναγκαίως τούτοις τοῖς κεφα‐ λαίοις ὁ φεύγων ἀντιτάξει τὴν ἀντίληψιν· τοῦ γὰρ διώ‐ κοντος κατὰ τὸ ἰσχυρότατον ἐγκειμένου πρὸς τὴν ἐξου‐ σίαν ὁ φεύγων καταφεύξεται, ὅπερ αὐτῷ πλείστην ἰσχὺν
5παρέξει· ἡ δὲ ἀντίληψις ὅτι ἔξεστιν, ἐν ᾗ τὰ τοῦ δι‐ καίου μόρια ἐξετάσει, ὥσπερ εἰρήκαμεν, εἰ μὲν ἄλλα πάν‐ τα ἐμπίπτοι, πάντα λέγων, εἰ δὲ μὴ, ὅπερ ἂν τούτων ἐμπέσῃ ἢ νόμον, ἢ ἔθος, ἢ φήσει κατὰ ἀντίφασιν τὸ μὴ κεκωλύσθαι. Τίνες δὲ τούτου τοῦ κεφαλαίου ἐργα‐
10σίαι καὶ καθ’ ἃς μεθόδους προαγόμεναι ἐντελέστατα ἐν στοχασμῷ δεδήλωται· ἴδιον δὲ παρὰ τὰ κείμενα ταῦ‐ τα εὑρίςκεται ἐνταῦθα θεώρημα, ὅπερ ἀναγκαῖον προσ‐ θεῖναι, ὅτι οὐχ ἁπλῶς τὴν εἰσαγωγὴν ποιησόμεθα τοῦ κεφαλαίου, ἀλλὰ μετά τινος τέχνης· οὐ γὰρ γυμνῶς λέ‐
15ξομεν οὐδὲ ἁπλῶς οὕτως, ὅτι ἐξῆν μοι, ἄτοπον γὰρ ἀκμάσαντος τοῦ κατηγόρου ἐν ταῖς αὐξήσεσι καὶ κατα‐ δραμόντος λέγειν ὅτι ἐξῆν μοι· ἀλλὰ χρὴ προμεθοδεύ‐ σαντα ἐν τῇ εἰσαγωγῇ λέγειν, ὅτι ταῦτα μὲν, ἅ φησιν ὁ κατήγορος, εἰ μὴ συγκεχώρητο, ἴσως εἶχεν χώραν ἡ κα‐
20ταδρομή· νῦν δὲ περιττῶς τοσούτῳ πλήθει λόγων πρὸς τὴν κατηγορίαν κέχρηται, τῶν νόμων, ἢ τῶν ἐθῶν ἢ τῆς φύσεως συγκεχωρηκότων· ἢ εἰ μὴ τοῦτο ἔχοιμεν λέ‐ γειν, τῷ κατὰ ἀντίφασιν χρωμένους ἀναγκαῖον τὴν ἐξου‐ σίαν κατασκευάζειν μὴ ἀνατρεπόντων τῶν νόμων, λέ‐
25γοντας, οὐ δεῖ τοιαῦτα λέγειν τὸν κατήγορον· δυνάμεθα δὲ καὶ οὕτως εἰσαγαγεῖν τὴν ἀντίληψιν, εἰ ἀπὸ νόμου εἴη, ὅτι οὐ τοσοῦτον ἡμῶν τὴν κατηγορίαν ὁ κατήγορος ποι‐ εῖται, οὐδὲ καθ’ ἡμῶν τοὺς πολλοὺς τούτους διεξέρχεται λόγους, ἀλλὰ τοῦ νομοθέτου κατηγορεῖ καὶ τῆς ἐκείνου
30γνώμης, ἥτις ταῦτα ἐποίησε κύρια.611

4

.

612

(1n)

Εἶθ’ ἡ μετάληψις ἐνστάσει μὲν, εἰ ἐγχωροίη, ὅτι οὐδὲ ἔξεστιν,
2nἀντιπαραστάσει δὲ, ὅτι εἰ καὶ ἔξεστιν, ἀλλ’ οὐκ ἐπὶ τούτοις,
3nοὐδὲ ἐπὶ ταῦτα.
4Συριανοῦ. Τῇ ἀντιλήψει ἕπεται ἡ μετάληψις
5πάντως· ὡς γὰρ ἔφαμεν πολλάκις πᾶσα ἀντίληψις μετα‐ λήψει λύεται· γίνεται δὲ ἡ μετάληψις πρὸς τὴν πρᾶ‐ ξιν, ὡς ἐπὶ τοῦ τὸν μοιχὸν ἀποκτείναντος τρισαριστέα· χρωμένου γὰρ τῇ ἀντιλήψει τοῦ φεύγοντος, ὅτι ἐξῆν μοι, ὁ κατήγορος μεταλαμβάνων φησὶν ἐνστάσει μὲν, ὅτι οὐκ
10ἔξεστιν· εἶτα ἀντιπαραστάσει, ὅτι εἰ καὶ ἔξεστιν, οὐκ ἀριστέα φονεύειν ἐξῆν· ἀεὶ γὰρ ἡ μετάληψις, ὡς πολ‐ λαχοῦ εἴπομεν, κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν εἰσά‐ γεται· ἡ μέντοι τάξις, ὡς καὶ ὁ τεχνικός φησιν, ἀπὸ τῆς ὕλης τοῦ πράγματος γίνεται, ἔν τισι γὰρ ἀναιδὲς
15πρώτῃ χρήσασθαι τῇ ἐνστάσει· καὶ μάλιστα εἰ ἀπὸ νό‐ μου ἡ ἀντίληψις εἴη· τὸ γὰρ ἀντιλέγειν τῷ νόμῳ ἀναι‐ δές· ἐνταῦθα καὶ τὴν διάνοιαν τοῦ ῥητοῦ ἐξετάσει καὶ τὴν γνώμην, εἰ τύχοι, τοῦ νομοθέτου. Σωπάτρου. Τὴν μετάληψιν ὁ κατήγορος διαι‐
20ρήσει ἐνστάσει καὶ ἀντιπαραστάσει, πλατυνεῖ δὲ αὐ‐ τὴν παραδείγματι, πλείω δὲ τῷ φεύγοντι τὴν διαβολὴν ἐργαζόμενος· εὐθὺς ἐπὶ τῆς προβολῆς θήσει τὴν ἀντί‐ ληψιν ἐξ ἀντιθέσεως, καὶ λύσει, ὡς εἴρηται, τῇ μετα‐ λήψει· μετὰ δὲ ταῦτα τὴν αἴτησιν τῆς γνώμης εἰσά‐
25ξει ὁ κατήγορος, τοιῶςδε ἐπὶ τοῦ ζωγράφου, οἷον ἀλλ’
εἴπερ μὴ δημοσίᾳ τὴν πόλιν ἀδικεῖν ἐβούλου, τίνος χά‐612

4

.

613

ριν πρὸ τοῦ λιμένος ἔγραφες τὰ ναυάγια· πρὸς δὲ τὴν γνώ‐ μην χρῶμα ἀντιστατικὸν εἰσάξει ὁ φεύγων, ἀλλ’ ὑπὲρ ὑμῶν τε καὶ τῶν πλεόντων τὴν τοιάνδε πρὸ τοῦ λι‐ μένος πεποίημαι γραφὴν, ἵν’ οἱ μὲν τοὺς χειμῶνας ὀῤ‐
5ῥωδοῦντες καὶ τὰ ναυάγια ἐν τοῖς προσήκουσι καιροῖς ναυτίλλωνται, ἡ δὲ πόλις ἐν τῷ δέοντι τὸν πλοῦν ἐκείνων ποιουμένων μὴ τὰς ἐκ ναυαγίων ὀλοφύροιτο συμφορὰς, καὶ λοιπὸν ἐκφράσει τριηρῶν καταδύσεις, ναυτῶν ὄλεθρον, καὶ τὰς ἐπὶ τούτοις τῶν οἰκείων συμ‐
10φοράς. Μαρκελλίνου. Εἰκότως ἡ μετάληψις, μόνῃ γὰρ ταύτῃ λύεται ἡ ἀντίληψις· καὶ ἐξ ἀνάγκης, ὡς προεί‐ ρηται, ὅπου ἂν ἐμπίπτῃ τὸ ἕτερον, ἀκολουθεῖ τὸ ἕτε‐ ρον, εἰς λύσιν ἐκείνου ἐπαγόμενον· ἐν δὲ τῇ μετα‐
15λήψει διπλαῖ λύσεις εἰσὶν, ἡ μὲν κατὰ ἔνστασιν, ἡ δὲ κατὰ ἀντιπαράστασιν· ἡ μὲν κατὰ ἔνστασιν, ὅτι οὐκ ἔξεστιν, ἡ δὲ κατὰ ἀντιπαράστασιν, ὅτι εἰ καὶ ἔξεστιν, ἀλλ’ οὐκ ἐπὶ τούτοις. Εἰ ἐγχωροίη· Καλῶς τὸ εἰ ἐγχωροίη, δοκεῖ γὰρ ἀναίσχυντον τὸ ἄντικρυς λέγειν, ὅτι
20οὐκ ἔξεστι φανερᾶς οὔσης τῆς ἐξουσίας, καὶ μάλιστα ἐπὶ τῆς κατὰ νόμον ἐξουσίας· ἐνταῦθα γὰρ μετὰ τὴν τοῦ νόμου ἀνάγνωσιν ἄπορος ἡ τῆς ἐνστάσεως χρῆσις· με‐ τριώτερον δὲ τῇ ἀντιπαραστάσει χρήσασθαι· ἤδη γὰρ ἐν τῷ στοχασμῷ μεμαθήκαμεν ἀμφοῖν τὴν δύναμιν, τῆς
25τε ἐνστάσεως καὶ ἀντιπαραστάσεως· οὐ μὴν ἀλλ’ ἐνίοτε χρῆσθαι καὶ τῇ ἐνστάσει πρώτῃ δυνάμεθα τῆς ὕλης δι‐
δούσης, ὡς ἐπὶ τοῦ τὸν Φίλιππον ἰατροῦ νοσήσαντα613

4

.

614

θεραπεύσαντος· ἐνταῦθα γὰρ οὐ μόνον τῇ ἀντιπαρα‐ στάσει ὁ διώκων χρήσεται, ἀλλὰ καὶ ἄντικρυς ἀνε‐ λεῖν τοῦ ῥητοῦ τὴν ἐξουσίαν διὰ τῆς ἐνστάσεως πειρά‐ σεται· καὶ ἡ αἰτία σαφής· διαβεβλημένης γὰρ τῆς πρά‐
5ξεως διὰ τὴν Φιλίππου ποιότητα καὶ τὴν ἔνστασιν ὁ δι‐ κάζων προσδέξεται. Καλλίστη δὲ καὶ δριμυτάτη ἡ Δη‐ μοσθενικὴ μέθοδος· συμπλέξας γὰρ ὁ ῥήτωρ τῇ ἐνστά‐ σει τὴν ἀντιπαράστασιν μείζω τῷ κεφαλαίῳ δέδωκε τὴν ἰσχύν· καὶ οὐδὲ ἁπλῶς λέξεσι ταῖς τυχούσαις χρη‐
10σάμενος, ἀλλὰ μετὰ βαρύτητος· ἐν γοῦν τῷ παρα‐ πρεσβείας Αἰσχίνου χρωμένου τῷ ἀντιληπτικῷ, ὅτι ἔξε‐ στι λέγειν καὶ οὐ χρὴ λόγων εὐθύνας ὑπέχειν, τεχνι‐ κῶς ὁ ῥήτωρ ἐπάγει τὴν ἔνστασιν· εἴπερ ἐπ’ ἀργυρίῳ τι λέγοιεν οἱ ῥήτορες, διὰ τούτου κατασκευάζων, ὅτι
15οὐκ ἔξεστι· δεῖ γὰρ, φησὶν, εὐθύνας ὑπέχειν, εἴπερ ἐπ’ ἀργυρίῳ τι λέγοιεν οἱ ῥήτορες· ἔξεστι δὲ καὶ ἐπὶ τοῦ πλάσματος τοῦ προτεθέντος θεωρῆσαι τῆς μεθόδου τὴν ἰσχύν· τοῦ γὰρ ἰατροῦ φάσκοντος ἐξεῖναι τῇ τέχνῃ χρήσασθαι, καὶ τῆς ἐνστάσεως οὔσης, ὅτι οὐκ ἔξεστι
20χρήσασθαι τῇ τέχνῃ ἐπὶ βλάβῃ τῆς πατρίδος, συμπλέξας ἀμφότερα φήσει, ὅτι οὐκ ἔξεστι χρῆσθαι, μάλιστα ἐπὶ τῷ σώζειν τοὺς ἐχθρούς. Ἰστέον δὲ, ὡς ἐν τῇ ἀν‐ τιπαραστάσει τὴν κατὰ ῥητὸν καὶ διάνοιαν ποιησόμεθα ἐξέτασιν, κατὰ νόμους οὔσης τῆς ἀντιλήψεως· ἐνδέχεται
25μὲν γὰρ καὶ ἐπὶ τῆς ἐνστάσεως· βίαιον δὲ τὸ ἐκ τοῦ εὐ‐ θέος ἐνίστασθαι μηδὲ ἐξεῖναι λέγοντας, μάλιστα δὲ ἐπὶ τῆς ἀντιπαραστάσεως, ἐν ᾗ διάνοιαν τῷ νόμῳ ἀντιθή‐ σομεν, μεθ’ ἧς γνώμης ὁ νομοθέτης τοῦτο ὥρισεν· οὐ γὰρ
οὕτως ὡς ὁ φεύγων ὑπολαβὼν πεποίηκεν· οἷον ὡς ἐπὶ τοῦ614

4

.

615

τρισαριστέως· λέξει γὰρ ὁ κατήγορος, ὅτι τῶν ἰδιωτῶν, οὐ τῶν ἀριστέων τὴν ἐξουσίαν δέδωκεν ὁ νόμος· ὥσπερ δὲ ἐν ἀντιλήψει ἐξετάζων τὸν νόμον ὁ φονεύων ἐπὶ τὰ ἰδιάζοντα τῶν ὀνομάτων τρέψεται καὶ τούτοις χρή‐
5σεται, ἃ ἐν τῷ νόμῳ διηγόρευται· οἷον, εἰ τύχοι, τὸ τὸν μοιχὸν ἀναιρεῖν, οὕτως ὁ διώκων ἐνταῦθα τοῖς γε‐ νικοῖς χρήσεται τὸ κατ’ εἶδος φυλαττόμενος· συσκιάζει γάρ πως τὸ τοιοῦτο τὰ ἐγκλήματα· οἷον νόμου κελεύον‐ τος τὸν μοιχὸν ἀναιρεῖν, καταλαβών τις ἐπὶ τῇ γυναικὶ
10τρισαριστέα ἀπέκτεινε καὶ κρίνεται δημοσίων ἀδικημάτων· ὁ μὲν γὰρ τῷ νόμῳ χρώμενος καὶ παρὰ πάντα τὸν τό‐ πον, μάλιστα δὲ ἐν ἀντιλήψει ἀπ’ αὐτοῦ τοῦ ῥητοῦ καὶ τοῦ ἀναγνώσματος τῇ διανοίᾳ τοῦ ὀνόματος χρήσεται, ἐξεῖναι λέγων καὶ δεδόσθαι ὑπὸ τοῦ νόμου τοὺς μοιχοὺς
15ἀναιρεῖσθαι, κἀγὼ τοίνυν καταλαβὼν μοιχὸν ἀπέκτεινα· ὁ δὲ κατήγορος φυλαττόμενος τοῦτο γενικῶς μεμνήσεται, τοῖς εὐφημοτέροις ὀνόμασι χρώμενος· οἷον ὅτι ἀριστέα ἀπέκτεινεν, ὅτι εὐεργέτην τῆς πόλεως, καὶ ὅτι οὐκ ἔδει ἀριστέα ἄνδρα ἀποκτεῖναι· δεῖ γὰρ τὴν δημοσίαν χρείαν
20καὶ ὠφέλειαν τῆς ἰδιωτικῆς βλάβης προτιμᾷν· καὶ ἐν συλλογισμῷ δὲ τὴν χρῆσιν τοῦ θεωρήματος τούτου ὅπως χρηστέον τοῖς ὀνόμασιν ἑκατέρῳ τῷ μέρει ἀκριβῶς ἐξε‐ θέμεθα· καθόλου γὰρ πανταχοῦ χρησιμόν ἐστιν, ὡς ἐπὶ τῶν παραδειγμάτων μεμαθήκαμεν· ἐὰν δὲ μὴ ἀπὸ νό‐
25μων ἡ ἀντίληψις ᾖ, μόνον τοῦτο προειπὼν, ὡς οὐδείς ἐστιν ὁ κωλύων με νόμος, χρήσῃ λοιπὸν τῷ ἐμπίπτοντι ἢ ἔθει ἢ φύσει· ἐν γοῦν τῷ παραπρεσβείας Αἰσχίνου χρωμένου ἀντιληπτικῷ, ὅτι ἔξεστι λέγειν καὶ οὐ χρὴ λό‐ γων εὐθύνας ὑπέχειν, τεχνικῶς ὑπάγει τὴν ἔνστασιν
30ὁ ῥήτωρ ὡς εἴπομεν. Παρατήρησαι δὲ κἀκεῖνο, πό‐
τερον ἓν μόνον ἢ πλείω εὑρίσκεσθαι δύναται τὰ ἀντι‐615

4

.

616

ληπτικά· χρήσῃ γάρ ποτε καὶ δύο ἀντιληπτικοῖς κατὰ ταὐτὸν ἐὰν ἐμπίπτῃ, καὶ ὡς ἐπίπαν ἐν ταῖς κατὰ φύ‐ σιν ἀντιλήψεσιν ἀμφοτέροις ἐνδέχεται χρῆσθαι, τῇ τε φύσει λέγει καὶ τῷ ἔθει· ὁ γοῦν Ἀλκιβιάδης κρινόμενος
5ὕβρεως ὑπὸ Κλέωνος ἐπὶ τῷ γέλωτι οὐ μόνον ἀρκεσθή‐ σεται τῷ λέγειν, ὅτι φύσει πᾶσιν ἀνθρώποις ὑπάρ‐ χει τὸ γελᾷν, ἀλλὰ καὶ τῷ ἔθει ἰσχυριεῖται· σύνηθες γὰρ εἶναί φησι πᾶσιν ἀνθρώποις τὰ τοιαῦτα ἀδεῶς ποιεῖν· ὅθεν καί τινες ὑπολαβόντες μηδὲν φύσιν ἔθους
10διαφέρειν, καθὸ καὶ τὰ φύσει ἐν ἔθει ἐστὶν, εἰς δύο ταῦτα διαιροῦσι τὴν ἀντίληψιν, εἴς τε ἔγγραφον ἔθος καὶ ἄγρα‐ φον, ἔγγραφον μὲν ἔθος τὸ νόμιμον, ἄγραφον δὲ τὸ ἕτε‐ ρον ὀνομάζοντες· οὐ μὴν ἀλλὰ πειρατέον τὴν διαφορὰν ἐκθέσθαι· διαφέρει τοίνυν ἔθος φύσεως, ὅτι ἐν μὲν τῷ
15ἔθει ἁπλῶς τὸ πρᾶγμα νενομισμένον κατὰ συγχώρησιν ἔξωθέν τε καὶ συνηθείᾳ γεγονὸς ὑπόκειται, ἐν ἐκείνῃ δὲ οὐχ ἁπλῶς, ἀλλ’ ἐν αὐτῇ τῇ φύσει κείμενον καὶ ἔτι πρὸς τοῦτο, ὅτι τὰ μὲν φύσει πάντα κοινά ἐστι πάντων ἀνθρώπων, καὶ ὁμοίως εἴτε Πέρσαις εἴτε Ἀθηναίοις καὶ
20Λακεδαιμονίοις ὑπάρχει, τὰ δὲ ἐν ἔθει οὐκέτι· οὐ γὰρ ταὐτὰ Λακεδαιμονίοις καὶ Ἀθηναίοις ἐγχωρεῖ, ἃ οὐδὲ πᾶσι τοῖς Ἕλλησιν, ἀλλ’ ἕτερα ἑτέροις νενόμισται.
23nἩ ἀντίθεσις ἐπὶ τούτου ἀντιστατικὴ γίνεται, οἷον ὑπὲρ τῶν πλε‐
24nόντων πεποίηκα, ἵνα εἰδότες οἵοις αὐτοὺς εἰκὸς περιπίπτειν
25nκακοῖς, εἰ παρὰ καιρὸν πλέοιεν, φυλάττοιντο.
26 Σωπάτρου. Μετὰ τὴν μετάληψιν ἕπεται τὸ ἀν‐ τιθετικὸν ὑπὸ τοῦ φεύγοντος προβαλλόμενον· τοῦ γὰρ κατηγόρου χρησαμένου τῇ μεταλήψει καὶ εἰπόντος ἐν τῇ ἀντιπαραστάσει, ὅτι ἀλλ’ οὐ τρισαριστέα δίδωσιν ὁ νό‐
30μος ἀναιρεῖν, ὁ φεύγων τὸ ἀντιθετικὸν προβαλλόμενος616

4

.

617

ἐρεῖ, ὅτι δικαίως ἀνῄρηται, τί γὰρ ὑπῆρχε μοιχὸς, καὶ τῷ κατηγόρῳ δέδωκεν τὴν ἄδειαν τῆς καταφορᾶς· καὶ κοινὸν τόπον κατὰ μοιχείας ἐρεῖ. Ἐπὶ μέντοι τοῦ ζω‐ γράφου ἀντιστατική ἐστιν, ἐπὶ δὲ τοῦ τρισαριστέως ἀντ‐
5εγκληματική· ἑνὶ δὲ λόγῳ ἡ ἀντίθεσις ἢ ἀντιστατικὴ ἢ ἀντεγκληματικὴ εὑρίσκεται· μεταστατικὴ δὲ ἢ συγγνω‐ μονικὴ οὐδέποτε· ἐναντίαν γὰρ φύσιν ἔχει ταῦτα τῇ ἀν‐ τιλήψει· οὐδεὶς γὰρ τὴν ἐξουσίαν προβαλλόμενος ἐφ’ οἷς ἔπραξε συγγνώμην αἰτεῖ· τὸ μὲν γὰρ συγγνώμην
10αἰτῆσαι ὁρίσαι ἐστὶ τὸ ἀδίκημα καὶ ἐλέους δεῖσθαι· τὸ μὲν ἐξουσίαν προτείνεσθαι οὐδέτερον τούτων ἔχει. Ὁ μὲν οὖν Μινουκιανὸς βούλεται ἐκλείπειν ἔσθ’ ὅτε τὴν ἀντίθεσιν, ὁ μέντοι Τύραννος οὐχ οὕτως, ἀλλὰ βού‐ λεται ἐν πάσῃ ἀντιλήψει ἀντίθεσιν εὑρίσκεσθαι καὶ
15κατὰ τὰς τέσσαρας ἀντιθετικὰς, καθὼς ἡ ὕλη χορη‐ γεῖ τοῦ ζητήματος, ἀλλ’ οὐχὶ κατὰ ἀντίστασιν καὶ ἀντ‐ έγκλημα μόνον· καὶ γὰρ μεταστατικήν φησιν ἀντίθεσιν, ὡς ἐπὶ τοῦ ζητήματος τούτου, οἷον πόλεως συνεχῶς ἀφι‐ σταμένης ἔπεισεν ὁ στρατηγὸς τὰ τείχη καθελεῖν, καὶ
20κρίνεται δημοσίων ἀδικημάτων· τὴν μὲν πρώτην κατὰ τὸ ἐξεῖναι συμβουλεύειν λαμβάνει, τῇ δὲ μεταστάσει χρῆται ἐπὶ τὸν δῆμον τὸν πεισθέντα τὴν αἰτίαν ἀναφέ‐ ρων, συναίτιοι γὰρ οἱ πεισθέντες. κατὰ συγγνώμην δὲ ἀντίληψις αὕτη· Κλέωνος ἐκ Πύλου τοὺς τριακοσίους
25ἄγοντος Ἀλκιβιάδης ἐδάκρυσε, καὶ κρίνει αὐτὸν Κλέων ὕβρεως· ἔστι γὰρ τὸ ἀντιστατικὸν πάντως ἐν τάξει χρώ‐ ματος, ἐπειδὴ οὐ μόνον ἐν στοχασμῷ, ἀλλὰ κἀν ταῖς στάσεσιν ἔστι χρῶμά τι· τὸ δὲ χρῶμά ἐστιν ἡ αἰτία, δι’ ἣν πέπρακται τὸ πεπραγμένον· οὐ γὰρ ἀρκεῖ μόνον
30προβαλέσθαι τὸν νόμον ἢ τὸ ἔθος ἢ τὴν φύσιν ἢ τὸ μὴ κεκωλύσθαι, ἀλλὰ καὶ τὴν αἰτίαν ἀποδοῦναι δεῖ,
καθ’ ἣν τῷ φεύγοντι τὸ ἐγκαλούμενον πέπρακται· αὕ‐617

4

.

618

τη δὲ τὴν γνώμην περιέχει τοῦ φεύγοντος, μεθ’ ἧς ἔ‐ πραξεν. Σημειωτέον δὲ, ὅτι ἐν ἐκείναις μὲν ταῖς ἀντι‐ λήψεσιν, ἐν αἷς ἐπισυμβέβηκέ τι, ἐμφαντικώτερον ῥη‐ θήσεται τὸ τῆς ἀντιθέσεως ὄνομα, ἐπειδήπερ ἐν ταύ‐
5ταις ὁμολογεῖσθαι δεῖ τὸ ἄτοπον περὶ οὗ πλείστῃ κα‐ ταδρομῇ τοῦ κατηγόρου χρωμένου τὴν αἰτίαν ὁ φεύγων ἀντιτίθησιν τοῦ πεπραγμένου· ἐν ταύταις μὲν οὖν ταῖς ἀντιλήψεσιν ἐμφαντικώτερον ἀντίθεσις κέκληται, ἐπὶ δὲ τῶν ἄλλων ἀντιλήψεων, ὅπου μηδὲν ἐπισυμβέβηκεν,
10ἀλλὰ ἀνεύθυνον τὸ πραχθὲν, ταράξειεν ἄν τινα τὸ τῆς ἀντιθέσεως ὄνομα· ἔχει δὲ ὅμως κἀκεῖνο χώραν, διὰ τὸ τὴν αἰτίαν εἶναι τὴν τοῦ κατηγόρου καταδρομήν· τοῦ γὰρ κατηγόρου διαβάλλοντος τὴν τοῦ φεύγοντος πρότασιν, ἔστι δὲ ὅτε καὶ πρὸς ἐρώτησιν τρεπομένου,
15τὴν αἰτίαν ὁ φεύγων ἀντιτίθησι· δῆλον τοίνυν, ὅτι χρώ‐ ματος ἐπέχει χώραν, οὐ μὴν χρῶμα καθαρῶς ἐστιν, ὥσ‐ περ ἐν στοχασμῷ· τὸ μὲν γὰρ χρῶμα αἰτίαν μόνον ἀπο‐ δίδωσι τοῦ πεπραγμένου, ἡ δὲ ἀντίθεσις πρὸς ἀδίκημα γίνεται, φανεροῦ μὲν ὄντος οὗ προβάλλεται ὁ κατήγορος
20ὡς ἀδικήματος, ἀντιτιθέντος δὲ τοῦ φεύγοντος τὴν γνώ‐ μην, μεθ’ ἧς ἔπραξε· διὸ καὶ ἀντίθεσιν αὐτὴν ὁ τεχνι‐ κὸς οὐ χρῶμα ἐκάλεσεν. Ἰστέον δὲ, ὅτι τὸ ἀντιστατι‐ κὸν ἢ ἀναίρεσιν κακοῦ ἔχει, ὡς ἐπὶ τοῦ πατρὸς πόρνον ὄντα τὸν υἱὸν φονεύσαντος, ἢ φυλακὴν κακοῦ μέλλον‐
25τος, ὡς ἐπὶ τοῦ ζωγράφου· λέξει γὰρ, ἵνα φυλάττοιντο παρὰ καιρὸν πλέειν οἱ ἔμποροι.
27nἙτέρᾳ μεταλήψει, ἄλλως ἔδει συμβουλεύειν· καὶ τοίνυν εἰ ὁ διώ‐
28nκων χρήσεται μεταλήψει, χρήσεται καὶ ὁ φεύγων πάλιν ἀντιλήψει·
29nοἷον ἕκαστος ὡς δύναται συμβουλεύει, καὶ οὐ κεκώλυται, ὁ ῥή‐
30nτωρ τοῖς λόγοις, τῇ τέχνῃ ὁ ζωγράφος, καὶ γίνεται ἡ θέσις ἀκό‐618

4

.

619

(1n)

λουθος· ἡ γὰρ θέσις ἐστὶ νῦν ὅτι ἕκαστον δεῖ, ὡς δύναται, χρή‐
2nσιμον γενέσθαι τῇ πόλει, καὶ οὐ κεκώλυται· καὶ ὁ κατήγορος δὲ
3nαὐτῇ χρήσεται ἔστιν ὅτε ἀναστρέψας, οἷον εἰ μὴ δεῖ ταῖς τέχναις
4nἁπλῶς καταχρῆσθαι ἐπὶ λύμῃ τῶν κοινῶν.
5 Συριανοῦ. Μετὰ τὸ ἀντιστατικὸν μετάληψις κι‐ νηθήσεται παρὰ τοῦ κατηγόρου δευτέρα, ὡς ἐνῆν ἑτέρῳ τρόπῳ τῇ πόλει βοηθεῖν, συμβουλεύοντα, παραινοῦντα, τῶν ἀναγομένων ἐνίους ἰδίᾳ πείθοντα· ὁ δὲ φεύγων ἐπὶ ταύτῃ πάλιν ἀντίληψιν κινήσει δευτέραν λέγων, ἀλλ’
10οὐδεὶς κεκώλυκε νόμος καὶ τὴν ἀπὸ τῆς τέχνης τῇ πόλει πορίζειν ἐπικουρίαν· ὅση γὰρ δύναμις ἑκάστῳ τῶν ἐνοι‐ κούντων, ταύτῃ βοηθεῖ ἐπάναγκες. αὕτη μὲν οὖν ἡ τῶν ἀντιληπτικῶν κεφαλαίων διαίρεσις· ἔξωθεν δὲ ὡς εἴπομεν ἐμπίπτει ἀντίθεσις, ὁρικὴ μὲν, ὡς ἐπ’ ἐκείνου
15Πλάτων ἐπὶ τῇ πολιτείᾳ κρίνεται δημοσίων ἀδικημά‐ των· ἐρεῖ γὰρ, ἀλλὰ τἀληθῆ εἶπον· καὶ σκοπηθήσεται πότερον τἀληθῆ εἶπεν ἢ οὔ· στοχαστικὴ δὲ, ὡς ἐπ’ ἐκείνου. Θουκυδίδης ἐπὶ τῇ ἱστορίᾳ κρίνεται δημοσίων ἀδικημάτων· ἐρεῖ γὰρ, ἀλλ’ εἰ δοκεῖ τὴν ἱστορίαν ἀπα‐
20λείψω· λυθήσεται δὲ βουλήσει τε καὶ δυνάμει τῶν ἐχόντων αὐτὴν, ὡς ἀδύνατον τὸ τοιόνδε, οἱ γὰρ ἔχον‐ τες οὐ βουλήσονται ἀπαλεῖψαι τὴν ἱστορίαν· ὥστε ἀδύ‐ νατον ἡ ἀπάλειψις. Σωπάτρου. Τοῦ κατηγόρου δεδωκότος τὴν ἄδει‐
25αν τῆς καταφορᾶς καὶ τοῦ φεύγοντος ἀντιστάσει χρη‐ σαμένου καὶ λέξαντος ἀντεγκληματικῶς μὲν, ὅτι ἄξιος
ἦν ἀποθανεῖν ὁ τρισαριστεὺς κώμοις καὶ μέθαις προσ‐619

4

.

620

ανέχων καὶ ἀκολασίαν ἀσκῶν καὶ οὐκ ἀρετήν· ἀντιστατι‐ κῶς δὲ, ὡς ἐπὶ τοῦ ζωγράφου, ὅτι ἵνα νουθετήσω μὴ παρὰ καιρὸν πλεῖν, ὁ κατήγορος δευτέρᾳ χρήσεται με‐ ταλήψει, λέγων ἐπ’ ἐκείνου μὲν, ὅτι εἰ τοιοῦτος ἦν, ἔ‐
5δει δικαστηρίοις παραδοῦναι καὶ μὴ αὐτοχειρίᾳ ἀναιρεῖν· ἐχρῆν τὰς ἀριστείας αὐτοῦ ἐννοήσαντα καὶ τὰς πράξεις, ἀποσχέσθαι τῆς κατ’ αὐτοῦ τιμωρίας, καὶ ὅτι οὐκ ἀεὶ οἱ ἄνθρωποι σφάλλονται· ἐπὶ τούτου δὲ, ὅτι λόγοις ἐ‐ χρῆν νουθετεῖν, ἐπιπλήττειν, μέμφεσθαι· πρὸς τοῦτο
10ἐξ ἀνάγκης δευτέρα ἀντίληψις· φήσει γὰρ, ὅτι ἐξῆν μοι· ὁ γὰρ νόμος παρέχει τὴν ἐξουσίαν· ἔνθα καὶ τὴν γνώ‐ μην τοῦ νομοθέτου ἐξετάσει· λέξει γὰρ, ὅτι ὁ νομοθέ‐ της τὴν ὕβριν
14nλείπει
15ἕνεκα τῶν πλεόντων γράψας ἀνέθηκα τὸ πινάκιον, ἵνα
προδήλων ὄντων τῶν κατὰ θάλασσαν πταισμάτων, τὰς620

4

.

621

ἀκαιρίας φυλάττωνται· ἡ οὖν θέσις ἀκολούθως ἔσται τοιαύτη· καὶ γὰρ πᾶς καθὸ ἕκαστος δυνάμεως ἔχει, ἐκ τῆς αὑτοῦ ἐπιστήμης ὠφελεῖν χρὴ τὴν πόλιν· κατασκευά‐ ζεται δὲ ἐκ τῶν τοῦ συμφέροντος λογισμῶν, ὅτι χρή‐
5σιμον καὶ συμφέρον τὸ τοιοῦτο καὶ πλεῖστα δυνάμενον ἀγαθὰ προξενεῖν, εἰ τοσαύτην ἕκαστος περὶ τὰ κοινὰ παρέχει πρόνοιαν.
8nἩ ποιότης καὶ ἡ γνώμη πῶς ἐξετάζεται, μεμαθήκαμεν ἐν ὅρῳ.
9Συριανο, Σωπάτρου καὶ Μαρκελλίνου.
10Καλῶς εἶπεν μεμαθήκαμεν ἐν ὅρῳ· ἐν ἀμφοτέραις γὰρ ταῖς στάσεσι, λέγω δὴ τῷ τε ὅρῳ καὶ τῇ ἀντιλήψει, τούτοις τοῖς κεφαλαίοις χρησόμεθα· μετὰ τὰ εἰρημένα δὲ ἡ ποιότης ἐξετάζεται, ἀπὸ τῆς ποιότητος τοῦ προσ‐ ώπου· ἐκ μὲν τοῦ κατηγόρου κατὰ τοὺς ψεκτικοὺς τό‐
15πους προαχθήσεται· ἐκ δὲ τοῦ φεύγοντος κατὰ τοὺς ἐγκωμιαστικούς· οἷον ἐπὶ τοῦ τὸν τρισαριστέα μοιχὸν ἀποκτείναντος ἐρεῖ ὁ λέγων, ὅτι οὐ προτιμητέον ἕνα τῶν τυχόντων ἀνθρώπων ἀνδρὸς ἀριστέως καὶ τηλι‐ καῦτα κατορθωκότος· ἐκ δὲ τοῦ φεύγοντος, ὅτι οὐδὲν
20ἠδικηκότα ἄνθρωπον οὐδὲ ἄτιμον οὐ χρὴ τῆς κοινῆς καὶ πᾶσι δοθείσης ἀποστερεῖν ἐξουσίας· ἡ δὲ τοῦ πρά‐ γματος ποιότης κατὰ τοὺς τῆς ἐκβάσεως θεωρηθήσε‐ ται τόπους, ὡς ἐπὶ τοῦ Καλλιξένου, ὅτι πάντων ἀτο‐ πώτατον ἀπορεῖν τὴν πόλιν στρατηγῶν καὶ μηδένα ὑπ‐
25ακούειν καλούσῃ τῇ πόλει· εἰ μὲν οὖν βούλεσθε τὴν ἀπο‐ ρίαν ταύτην εἰς εὐπορίαν μεταθεῖναι, κολαστέος ὑμῖν Καλλίξενος, ἀναιρήσετε γὰρ πᾶσαν ὑπόνοιαν φόβου· εἰ δὲ ἀστρατήγητα ὑμῖν εἶναι τὰ κοινὰ διεγνώκατε, ἀζή‐
μιον ἐκπέμψατε τοῦ δικαστηρίου· ἐκ δὲ τοῦ Καλλιξένου621

4

.

622

τοιοῦτος ὁ λόγος ἔσται· μηδὲν ταράττεσθε, ὦ Ἀθηναῖ‐ οι, πρὸς τὰς ἐξωμοσίας τῶν προβαλλομένων στρατη‐ γῶν, ἀλλ’ ἀναγκάζετε αὐτοὺς τῆς προστασίας ἔχεσθαι τῶν πραγμάτων, ἐκεῖνο προλέγοντες, ὅτι οὔτε τὸν εὖ
5τὰ κοινὰ διοικήσαντα τῶν προσηκόντων ἐπαίνων ἢ τι‐ μῶν ἀποστερήσετε, οὔτε τὸν πλημμελήσοντα φιλαν‐ θρωπίας ὑπολήψεσθε ἄξιον· καὶ ἡ γνώμη δὲ ὁμοίως ἐξετάζεται, τίνι λόγῳ ἐξόμνυται τὰς στρατηγίας· ὁ μὲν γὰρ ἐρεῖ, ὅτι τὸ παράδειγμα ὑφορώμενοι, ὁ δὲ ὅτι ἐπι‐
10βουλεύοντές μοι καὶ ἀποκτεῖναι προῃρημένοι· πληρω‐ θέντων τῶν τῆς ἀντιλήψεως κεφαλαίων τέμωμεν ὑπό‐ θεσιν παραδείγματος ἕνεκα τοιαύτην· ἐκυρώθη ὁ Λε‐ πτίνου νόμος, καὶ τοῦ Λεύκωνος οὐκ ἀποστέλλοντος τὸν εἰωθότα σῖτον Λεπτίνης εἰσαγγέλλεται· ἡ προβολὴ τοῦ
15ἀδικήματος, ὅτι τὴν κοινὴν χρείαν παρελθὼν καὶ τὴν τῶν ἀναγκαίων εὐπορίαν καὶ τὸν φίλον ἐχθρὸν τῇ πό‐ λει καταστήσας μέγιστα ἀδικεῖς· τὸ τοῦ προσώπου πα‐ ραγραφικὸν ἐνταῦθα οὐκ ἐμπέπτωκε διὰ τὸ τοῦ Λε‐ πτίνου ἀξίωμα· οὐκοῦν ὁ ὅρος τῇ προβολῇ ἀντιταχθή‐
20σεται· αἱ εἰσαγγελίαι γίνονται ἐπὶ συμμάχοις ἀλλοτρι‐ ουμένοις, ἢ τριήρεσιν ἀπολωλυίαις, ἢ χρημάτων κλο‐ παῖς, ἢ τειχῶν διαφθορᾷ, ἢ ἐπὶ πᾶσιν οἷς ἀδικεῖ τις τὴν πόλιν. ὁ συλλογισμὸς, ὅτι οὐδὲν διαφέρει τοῖς πά‐ σχουσι κακῶς, εἴτε οὕτως εἴτε ἑτέρως ζημιοῦνται, καίτοι καὶ
25πολλῷ χείρω τὰ εἰς τὴν τροφὴν ἀδικήματα. Τὸ πρός τι. Τειχῶν μὲν γὰρ ἀφανισθέντων, ἢ τριηρῶν ἀπολο‐ μένων ἔνεστι δι’ ἄλλου τινὸς σωθῆναι τρόπου· καὶ χρημάτων κλαπέντων δυνατὸν χρήσασθαι τοῖς λειπομέ‐ νοις, καὶ ἀνθ’ ἑτέρων συμμάχους ἑτέρους προσλαβεῖν·
30τροφῶν δὲ ἀπορήσαντας καὶ τῶν πρὸς τὸ ζῇν ἀναγ‐
καίων σπανίσαντας οὐκ ἔστι δι’ ἑτέρου σωθῆναι τρό‐622

4

.

623

που, ἀλλ’ ἀνάγκη λιμῷ διαφθαρῆναι· πρὸς ταῦτα ἡ ἀντίληψις ἡ ἐκ τοῦ ἔθους· ὅτι ἐξὸν νομοθετεῖν καὶ πάντων ἂν εἴη δεινότατον ἐμὲ μόνον ἐξ ἁπάντων ἄμοι‐ ρον γενέσθαι τῆς κατὰ τὴν δημοκρατείαν ἰσηγορίας·
5αἱ μεταλήψεις· ἀλλ’ οὐκ ἀσύμφορα τῇ πόλει νομοθε‐ τεῖν ἐχρῆν, οὐδὲ ἐξ ὧν ἔμελλεν εἰς τὴν ἐσχάτην ἔνδειαν καταστήσεσθαι καὶ κινδυνεύειν περὶ τῆς σωτηρίας· ἐν οἷς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅτι τοσαῦτα κατ’ ἐνι‐ αυτὸν κερδαίνοντες ἁπάντων ἀπεστερήμεθα καὶ μόνον
10αἰσχύνην προσωφλήκαμεν, ἄπιστοι φανέντες καὶ ἄδικοι περὶ τὸν εὐεργέτην· ἡ ἀντίθεσις πρὸς τὴν μετάληψιν ἀντιταχθήσεται· πρὸ δὲ αὐτῆς παραγραφικὸν ἐμπί‐ πτει τοιοῦτον· ὅτι ἄτοπον Λεπτίνην εὐθύνεσθαι, ἐφ’ οἷς ἔκρινέ τε καὶ ἐκύρωσεν ἡ πόλις ἡ τὸν νόμον δεξα‐
15μένη· καὶ ἕτερον δὲ παραγραφικὸν ἐμπεσεῖται, ὅτι τῶν ὑπὸ Λεύκωνος πραττομένων οὐ χρὴ λόγον ὑπέχειν ἑτέ‐ ρους. ἡ δὲ λύσις τῶν παραγραφικῶν, ὅτι οὐ χρὴ τῷ πεῖσαι τὸν δῆμον ἰσχυρίζεσθαι· ἀλλὰ τῷ συμφέρον τι πεῖσαι· ὁ γὰρ νόμος οὐ τοὺς φενακισθέντας ἀλλὰ τοὺς
20φενακίσαντας κολάζει· ἔτι δὲ οὐ Λεύκωνι χρὴ τῶν ποι‐ ουμένων ὀργίζεσθαι, ἀλλὰ τῷ κἀκεῖνον εἰς τοῦτο προ‐ αχθῆναι ποιήσαντι· μετὰ δὲ τὰ παραγραφικὰ τὸ ἀντι‐ θετικὸν, ὅτι δι’ ἀπορίαν τῶν λειτουργούντων ἀναγκαῖος ἦν ὁ νόμος· ἡ λύσις ἐκ μεταλήψεως· ἀλλ’ ἕτερον τρό‐
25πον ἔδει τὴν τῶν χορηγούντων σπάνιν παραμυθεῖσθαι εἰς συντέλειαν ἀγαγόντα τὰς χορηγίας καὶ κατὰ ταὐ‐ τὰ ταῖς τριηραρχίαις· εἰ δ’ ἄρα καὶ ἀφελέσθαι τινῶν ἔδει ἀτέλειαν τῶν πολιτῶν, ἐχρῆν μόνων ἐκείνων τῶν οὐκ ἀξίως ἐχόντων· εἰ δὲ καὶ ξένων, ἀλλὰ τῶν οἰκούν‐
30των Ἀθήνησιν, οἳ καὶ τῆς ἀπὸ τῶν χορηγιῶν μετ‐
έχουσι ψυχαγωγίας· εἰ δὲ καὶ τῶν ἔξω οἰκούντων,623

4

.

624

ἀλλ’ οὐ τῶν Λεύκωνος, τοῦ εἰς τὰ κεφάλαια τοῦ βίου εὐεργετοῦντος, εἶτα ἡ θέσις τοῦ κατηγόρου, ὅτι ἀτο‐ πώτατον τῶν πάντων ἡ περὶ τοὺς εὖ ποιοῦντας ἀπι‐ στία· ἡ δὲ τοῦ φεύγοντος θέσις, ὅτι δεινότατον πάν‐
5των τὸ ἐλλείπειν τὰς χορηγίας καὶ ἀσεβεῖν περὶ τὸν Διόνυσον· αἱ ποιότητες, ὅτι δεῖ σωφρονῆσαι καὶ τοὺς ἄλλους δημαγωγούς· ὥστε μὴ τὴν πόλιν ἀπατᾷν ἐκ τῆς κατὰ τούτου τιμωρίας καὶ Λεύκωνα εἰς τὴν εὔ‐ νοιαν τὴν περὶ τὸν δῆμον προκαλέσασθαι, δείξαντας
10ὅτι τὴν πόλιν ἐξαπατήσας ἔδωκε δίκην· καὶ πάλιν ἐκ τοῦ ἐναντίου, εἰ χρὴ κολάσαι ἄνδρα ἐν ἀξιώματι, καὶ τότε πρότερον καλῶς πολιτευσάμενον καὶ τὸν νόμον διὰ τὴν ἀπειρίαν τῶν χορηγούντων εἰσηγησάμενον· καὶ μὴν καὶ ὁ Λεύκων νῦν μὲν ὑπὸ τῆς παραχρῆμα ὀργῆς
15οὐ πέπομφε τὸν σῖτον, ὕστερον δὲ λογισμὸν λαβὼν τοῦ πράγματος καὶ πραϋνθεὶς ὁ αὐτὸς κατασταθήσεται· ἡ γνώμη· τίνι διανοίᾳ ἐνομοθέτησε Λεπτίνης, πότερον εἰ τισὶν, οἷς ἀηδῶς εἶχεν, ἐπηρεάσαι βουλόμενος, ἢ τῆς χρείας τῶν κοινῶν ἕνεκα· κἀκεῖνο δὲ τῇ πασῶν τῶν ἀν‐
20τιλήψεων θεωρίᾳ προσθετέον, ὅτι ἐνίοτε καὶ ἄλλαις ἐπιπλέκονται στάσεσιν· οἷον ἐν πολέμῳ τις τὰ συμβόλαια αὐτοῦ κομίσας εἰς τὴν ἐκκλησίαν κατεφύλαξεν· ταὐτὸ ἐποίησαν καὶ οἱ ἄλλοι δανεισταί· μετὰ τὴν νίκην εἰσ‐ αγγέλλεται ὡς χρεῶν ἀποκοπὰς εἰσηγησάμενος· νόμος
25γὰρ ὁ τοῦτο κωλύων· οὐκοῦν ἐν τούτῳ τῷ προβλήματι ἡ μέν ἐστιν ὁριστικὴ ζήτησις, εἰ τοῦτό ἐστιν εἰσηγήσα‐ σθαι· ἡ δὲ κατὰ ῥητὸν καὶ διάνοιαν, ὅτι ἐν εἰρήνῃ, οὐκ ἐν πολέμῳ· ἡ δὲ κατὰ ἀντίληψιν, αὕτη γάρ ἐστι καὶ ἡ στάσις τοῦ ζητήματος τούτου, ὅτι ἕκαστος τῶν
30ἑαυτοῦ κύριος· ἡ δὲ κατὰ ἀντίστασιν, ὅτι ὑπὲρ τοῦ
προθυμοτέρους γενέσθαι τοὺς πολίτας πρὸς τὴν τοῦ πο‐624

4

.

625

λέμου κοινωνίαν· ἡ δὲ ἀντίληψις αἴτιον μὲν ἔχει τὴν προβολὴν τοῦ ἀδικήματος, ὅτι ἀδικεῖς τὴν οὐσίαν κα‐ ταποντώσας· αἴτιον δὲ ἐξ αἰτίου τὸ ἀντιληπτικόν· ἀλλ’ ἔξεστιν ἀπαλλοτριοῦν τὰ ἑαυτοῦ, συνέχον δὲ τὸ μεταλη‐
5πτικόν, ἀλλ’ οὐχ οὕτως ἀπαλλοτριοῦν ἐξῆν, καὶ ἕτερον συνέχον καθολικὸν, ἐν ᾧ οὐδὲν διαφέρει ὁ κατήγορος, ἀλλὰ τῇ αὐτῇ ἀπαντήσει χρῆται, ὅτι οὐκ ἔξεστιν οὕτω τινὰ τὰ ἑαυτοῦ ἀπαλλοτριοῦν.
9nΤαυτὶ δὲ οὐχ ὡς διαιροῦντες εἴπομεν, πολλὰ γὰρ παρεῖται, ἀλλ’
10nὅσον ἐνδείξασθαι τὴν φύσιν τῶν κεφαλαίων.
11 Συριανο, Σωπάτρου. Διαιροῦντες, ἀντὶ τὴν ἐργασίαν ποιούμενοι· ψιλῶς μὲν γὰρ μόνα τὰ κεφά‐ λαια διεῖλεν ὁ τεχνογράφος· ἴσως δὲ θαυμάσειέ τις τὸ λε‐ γόμενον, πῶς ὁ τεχνικὸς καίτοι ἀρχόμενος τοῦ βιβλίου, ἀλ‐
15λὰ καὶ διὰ παντὸς διαίρεσιν μόνον ἐπαγγειλάμενος γράφειν, νῦν οὐ διαιρεῖν φησιν· ἐροῦμεν οὖν, ὅτι διαίρεσιν καλοῦσι κοινῶς μὲν πᾶσαν τομὴν τοῦ περιέχοντος εἰς τὰ πε‐ ριεχόμενα· εἰδικώτερον δὲ τὴν τῶν στάσεων εἰς τὰ κε‐ φάλαια καὶ τὴν τῶν κεφαλαίων αὐτῶν εἰς τὰ καθ’ ἕκα‐
20στα τῆς ὕλης, ὑφ’ ὧν τὸ ὅλον ὕφος τῷ λόγῳ συμπληροῦ‐ ται, ὃ τῆς εὑρέσεώς ἐστι, περὶ ἧς νῦν λέγει· ἀλλαχοῦ γε μὴν εὕρεσιν τὴν τοιαύτην διαίρεσιν κεκληκὼς διὰ τὸ τὴν τῶν νοημάτων ἔχειν ἐπίνοιαν· μὴ τοίνυν θαυμά‐ σῃς, εἰ μὴ διαιρεῖν ἑαυτὸν ὁ τεχνικὸς λέγει, ἀλλὰ σκό‐
25πησον τὴν λέξιν, καθ’ ἣν ἐκδέχεται τὸ ὄνομα· διαίρε‐ σιν γὰρ λέγει τὴν τῆς ὕλης καὶ εὑρέσεως, ἣν οὐκ ἐπαγ‐ γέλλεται ποιεῖσθαι αὐτός· ἔστι δὲ καὶ ἄλλως νοεῖσθαι, ὅτι διαίρεσιν λέγει οὐ μόνον τῶν κεφαλαίων, ἀλλὰ καὶ τῶν εἰδῶν· εἰ δὲ καὶ τῶν κεφαλαίων ἐπαγγέλλεται ποι‐
30εῖσθαι, ἀλλ’ ἀναγκαία καὶ ἡ τῶν εἰδῶν διαίρεσις, περι‐625

4

.

626

έχεται γάρ· πρὸς γὰρ τὰ εἴδη καὶ τὰ κεφάλαια γίνε‐ ται· πῶς γὰρ δυνατὸν, μὴ εἰδότας τὸ εἶδος ὁποῖόν ἐστι τῶν κεφαλαίων ποιήσασθαι τὴν τομήν, οἷον εἰ συμβου‐ λευτικὸν τὸ εἶδος εἰ δικανικόν.
5tἈνωνύμου.
6 Ἡ ἀντίθεσις. Τινὲς ἐν τῇ ἀντιλήψει τὴν ἀντί‐ θεσιν, ἢ ἀντιστατικὴν, ἢ ἀντεγκληματικὴν μόνον εὑρί‐ σκεσθαι λέγουσι· μεταστατικὴν δὲ ἢ συγγνωμονικὴν οὐ‐ δαμῶς· ἐναντίαν γὰρ φύσιν ἔχειν ταῦτα τῇ ἀντιλήψει·
10οὐδεὶς γὰρ τὴν ἐξουσίαν προβαλλόμενος ἐφ’ οἷς ἔπραξε, συγγνώμην αἰτεῖ· ὅ γε μὴν τεχνικὸς κατὰ πᾶν εἶδος τὴν ἀντίθεσιν φαίνεται λέγων εὑρίσκεσθαι· κατὰ μὲν ἀντί‐ στασιν, ὡς ὁ ζωγράφος, εὐεργετηκέναι γὰρ φήσει τὴν πόλιν, διδάξας τοὺς ἐμπόρους μὴ παρὰ καιρὸν πλεῖν·
15κατὰ δὲ ἀντέγκλημα, ὡς ὁ τὸν τρισαριστέα ἐπὶ μοιχείᾳ ἀνελὼν, ἀντεγκαλέσει γὰρ αὐτῷ ὡς ἀδικίας κατάρξαντι· κατὰ δὲ συγγνώμην, οἷον Κλέωνος τοὺς ἐκ Πύλου τρι‐ ακοσίους εἰσάγοντος Νικίας ἐδάκρυσε, καὶ κρίνεται ὑπὸ Κλέωνος ὕβρεως· τὴν γὰρ συγγνώμην προβαλεῖται φά‐
20σκων ἠλεηκέναι καὶ πεπονθέναι τι ἀνθρώπινον· κατὰ δὲ μετάστασιν, οἷον πόλεως συνεχῶς ἀφισταμένης ἔπει‐ σε στρατηγὸς τὸν δῆμον τὰ τείχη καθελεῖν· καὶ τῶν συμμάχων ἀποστάντων κρίνεται δημοσίων ἀδικημάτων· ἐπὶ γὰρ τὸν δῆμον ἀνοίσει τὴν αἰτίαν, ὑμεῖς, λέγων,
25αἴτιοι τῆς καθαιρέσεως οἱ πεισθέντες· ἔστι δὲ ὥσπερ ἐν
στοχασμῷ χρῶμα ἡ μετάθεσις τῆς αἰτίας, οὕτω ἐπὶ τῆς626

4

.

627

ἀντιλήψεως ἡ ἀντίθεσις χρώζει τὸ ὅλον τῆς ἀπολογίας τὸ τυραννικὸν συσκιάζουσα. β. Ἑτέρα μετάληψις. πᾶσα γὰρ ἀντίληψις μεταλήψει λύεται· δύο δὲ οὐσῶν, ἀντιλήψεώς τε καὶ ἀντιθέσεως, ἀναγκαίως καὶ δύο μετα‐
5λήψεις ἐμπίπτουσιν, ἡ μὲν πρὸς τὴν ἀντίληψιν, ἡ δὲ πρὸς τὴν ἀντίθεσιν· καὶ ἡ διαφορὰ, ὅτι ἡ μὲν πρὸς τὴν ἀντίληψιν ἐν στάσει καὶ ἀντιπαραστάσει κατασκευ‐ άζεται, ἡ δὲ πρὸς τὴν ἀντίθεσιν οὐχ οὕτως· οὐδὲ γὰρ λύει τὸ ἀντιστατικὸν, ἀλλ’ ἐρεῖ, ὅτι οὐχ οὕτως ἐχρῆν
10εὐεργετεῖν, ἐνῆν γὰρ καὶ ἄλλως, διὰ συμβουλῆς, καὶ διὰ λόγων, καὶ ἄλλως· ἡ μὲν πρὸς τὴν ἀντίληψιν τῇ ἐξουσίᾳ μάχεται, ἡ δὲ πρὸς τὴν ἀντίθεσιν οὐ μάχεται ἀλλὰ καὶ συντρέχει τῷ χρώματι, ἀποδεχομένη τὰ ὑπὲρ τῆς πόλεως, τὴν δὲ περίστασιν μέμφεται, τουτέστι τὸν
15τρόπον. γ. Καὶ τοίνυν εἰ ὁ διώκων. ἰστέον, ὡς ἔστιν ὅτε καὶ ὁ φεύγων τῇ μεταλήψει χρῆται, ὃ καὶ παράδοξον, ἀεὶ γὰρ τοῦ διώκοντός ἐστι. γίνεται δὲ τοῦτο, ὅταν τὸ πεπραγμένον οἷόν τε ἦν διορθωθῆναι τῇ φύσει· οἷον ἐπὶ τοῦ ζωγράφου· μετὰ γὰρ τὸ δεύτε‐
20ρον ἀντιληπτικὸν τῷ μεταληπτικῷ τὴν κρίσιν διαβαλεῖ, οἷον, εἰ δέ τι ἡ πόλις ἐκ τοῦ τρόπου τῆς ἐμῆς ἐβλά‐ πτετο συμβουλῆς, ἐχρῆν τὸ πινάκιον καθελεῖν καὶ μὴ συγχωρεῖν ἐπὶ τοῦ λιμένος ἐκκεῖσθαι, καὶ οὐκ εἰς δι‐ καστήριον νῦν εἰσάγειν καὶ δημοσίων ἀδικημάτων κρί‐
25νειν· καθάπερ γὰρ ὁ κατήγορος τὸν τρόπον τῆς συμ‐ βουλῆς, οὕτω καὶ ὁ φεύγων τὴν κρίσιν διαβάλλει· ὅτ‐ αν δὲ μὴ δυνατὸν ᾖ διορθωθῆναι, ὡς ὁ τὴν οὐσίαν ἐξαργυρώσας νέος πλούσιος, οὐκ εἰσάγεται παρὰ τοῦ φεύγοντος ἡ μετάληψις· ἄτοπον γὰρ εἰπεῖν, ὡς ἔδει μᾶλ‐
30λον τὸ ἀργύριον ἐκ τοῦ βάθους ἀνέλκειν, ἀλλὰ μὴ
γραφὴν κατ’ ἐμοῦ τιθέναι. δ. Καὶ γίνεται ἡ θέσις.627

4

.

628

θέσιν ἐνταῦθα τὴν τοῦ δευτέρου ἀντιληπτικοῦ λέγει κατασκευὴν, ὡς εὐεργετητέον ἑκάστῳ τὴν πόλιν καθὼς δύναται, ἀντίθεσιν δὲ τὴν ἐπὶ ταύτῃ μετάληψιν. ε. Ἡ γὰρ θέσις. ἰστέον, ὡς ὅταν μὲν ἄδοξον ᾖ τὸ πε‐
5πραγμένον, μόνος τὴν θέσιν παραλήψεται ὁ κατήγο‐ ρος· οἷον Ἀλκιβιάδης μετὰ τὰ κατὰ Κύζικον ἐν ἐκπώ‐ μασι φέρων τὰ κατὰ Σικελίαν δημοσίων φεύγει· ἄδο‐ ξον γὰρ, ὡς ὀνειδίζων τῇ πόλει τὰς συμφοράς· ἐὰν δὲ τὸ πεπραγμένον ἔνδοξον ᾖ, ἐπὶ τὸν ἀπολογούμενον
10μόνον ἡ θέσις μέτεισιν, ὡς ὁ Δημοσθένης πείσας τοὺς χιλίους ἀνελέσθαι νεκροὺς, ἡ γὰρ συμβουλὴ σεμνότα‐ τον, καὶ ὅσιον ἡ τῶν ἀποιχομένων ἀναίρεσις· εἰ δὲ τῶν μέσων εἴη τὸ πεπραγμένον, ἑκατέροις ἡ θέσις ἁρμόσει, τῷ μηδέτερον ὑπὸ θατέρου πλεονεκτεῖσθαι, ὡς ἐπὶ τοῦ
15ζωγράφου. στ. Οὐχ ὡς διαιροῦντος, ἀντὶ τοῦ, τὴν διὰ τῶν εὑρέσεων ἐργασίαν ποιούμενοι· ψιλῶς γὰρ ἐνταῦθα μόνα τὰ κεφάλαια διεῖλεν· οὐ μόνον δὲ τὸ τῶν στά‐ σεων βιβλίον διαίρεσιν ὠνόμασεν, ἀλλ’ ἤδη καὶ τὸ τῶν εὑρέσεων.
20nἜστι καὶ ἀντιλήψεων εἴδη πλείονα· καὶ ἁπλαῖ μὲν αὐτῶν δύο, δι‐
21nπλαῖ δ’ αὖ προηγουμένως μὲν δύο, γίνονται δ’ αὖ καὶ ἐπιπλοκαί
22nτινες, ὡς καὶ πλείους εὑρίσκεσθαι· ἀλλὰ τὰ προειρημένα γε εἴδη
23nμόνα μαθοῦσιν ὑπάρχει μὴ σφάλλεσθαι τῆς ὀρθῆς διαιρέσεως, μη‐
24nδὲ ἐν ἐκείνοις, διὸ καὶ περὶ τούτων λέξομεν. Τῶν οὖν ἁπλῶν ἡ μὲν
25nἀπ’ αὐτοῦ τοῦ πεπραγμένου τὴν κρίσιν ἔχει, οἷον Ἀλκιβιάδης μετὰ
26nτὰ κατὰ Κύζικον κατελθὼν, εἶτα ἔχων ἐν ἐκπώμασι τὰ περὶ Σι‐
27nκελίαν φεύγει δημοσίων ἀδικημάτων· αὕτη τοῖς προειρημένοις κε‐
28nφαλαίοις τέμνεται κατὰ τὰ ἐμπίπτοντα· ἡ δὲ ἀπ’ αὐτοῦ τοῦ πε‐
29nπραγμένου καί τινος ἐπισυμβεβηκότος τὴν κρίσιν ἔχει· ὡς ἐπὶ τοῦ
30nζωγράφου τοῦ τὰ ναυάγια γράψαντος καὶ ἐπειδὴ μὴ καταίρουσί τι‐
31nνες κρινομένου, καὶ αὖ ἐπὶ τοῦδε· μετὰ τὰ κατὰ Χαιρώνειαν628

4

.

629

(1n)

ἔπεμψε Φίλιππος διδοὺς αἵρεσιν, ἢ τοὺς δισχιλίους αἰχμαλώτους
2nλαμβάνειν, ἢ τοὺς χιλίους νεκροὺς, ἔπεισε Δημοσθένης τοὺς χιλί‐
3nους ἑλέσθαι νεκροὺς καὶ ἀποκτείναντος Φιλίππου τοὺς αἰχμαλώ‐
4nτους, δημοσίων ἀδικημάτων φεύγει· ἐν τοίνυν ταῖς τοιαύταις ἀντι‐
5nλήψεσιν ἴδιον κεφάλαιόν ἐστι παρὰ τὰ προειρημένα τὸ παρα‐
6nγραφικὸν δυνάμενον καὶ πρὸ τῶν ἄλλων κεφαλαίων τίθεσθαι, καὶ
7nμεταξὺ δὲ αὐτῶν, καὶ ὅλως ὃν ἂν τρόπον λυσιτελῇ· ἔστι δὲ τόδε
8nἐπὶ τίσι με κρίνεις· εἰ μὲν ἐπὶ τοῖς ὕστερον προαχθεῖσιν, οὐ δεῖ ἐφ’
9nοἷς ἄλλοι ποιοῦσιν ἕτερον εὐθύνεσθαι· οὐδ’ εἰ προσήκοντες εἶεν γέ‐
10nνει, μήτι γε δὴ πολέμιοι καὶ μηδὲν προσήκοντες· εἰ δὲ ἐφ’ οἷς ἐξ
11nἀρχῆς συνεβούλευσα, ἢ ἔπραξα, τότε ἔδει σε ἀντιλέγειν ἢ εἴργειν,
12nκαὶ εἰ μὲν ἀντειπὼν ἡττήθης, τί βιάζῃ νῦν, καὶ οὐκ ἐμοῦ μόνον,
13nἀλλὰ καὶ τῶν ψηφισαμένων ἢ καὶ μὴ κωλυσάντων κατηγορεῖς· εἰ
14nδὲ οὐκ ἀντεῖπες ἢ οὐκ ἐκώλυσας, ἤτοι ἔχων τι βέλτιον εἰπεῖν ἢ
15nπρᾶξαι παρῆκας τοῦτο τότε, καὶ δύσνους ἐξελέγχῃ τοῖς κοινοῖς, ἢ
16nοὐδὲν εἶχες ἀντιλέγειν, καὶ τῆς αὐτῆς ἀγνοίας ὑπεύθυνος εἶ ὁμοίως
17nἐμοὶ τῶν ὕστερον ἀποβεβηκότων καὶ ἃ μηδενὸς προσδοκήσαντος
18nγέγονε, ἄξιος εἶ δίκην ὑπέχειν, εἰ δὴ κἀμὲ ἀξιοῖς.
19Συριανοῦ. Εἴδη τῆς ἀντιλήψεως δύο· ἡ μὲν γάρ
20ἐστι πάντη ἁπλῆ, οἷον τρισαριστέα τις μοιχὸν καταλα‐ βὼν ἀπέκτεινε, καὶ κρίνεται φόνου· ἡ δὲ ἁπλῆ κατ’ ἐπι‐ συμβεβηκὸς, ὡς ἐπὶ τοῦ ζωγράφου· ἐκ γὰρ τοῦ συμ‐ βάντος ἐπὶ τῇ γραφῇ τὴν κρίσιν ὑπέχει· εἰ δέ γε τὴν ἀπορίαν συνέβη γενέσθαι τῶν εἰσπλεόντων, οὐκ ἂν
25ὁ ζωγράφος ἐπὶ τὸ δικαστήριον εἵλκετο· διὰ τοῦτο τοί‐ νυν ἐπισυμβεβηκὸς ὠνόμασται τὸ εἶδος τοῦτο· ἕτερον δέ τι αὐτὸ τοῦ πάντη ἁπλοῦ φαμεν εἶναι, διότι δύο κεφα‐ λαίοις πλεονάζει, παραγραφικῷ τε καὶ συγγνωμονικῷ· οἱ δὲ πλεονασμοὶ τῶν κεφαλαίων ἐλλείψεις τε καὶ ἐν‐
30αλλαγαὶ, ὡς πολλάκις εἴρηται, τὰς διαφορὰς τῶν εἰδῶν629

4

.

630

ἀπεργάζονται· οὐ γὰρ, ὥς τινές φασι, τὸ κατὰ νόμον ἢ ἔθος ἢ τέχνην ἢ φύσιν εἴδη ἐστὶν ἀντιλήψεως, ἀλλὰ τρόποι ἀντιληπτικῶν, ὡς ἔφαμεν, προβλημάτων· οὐδὲ μία γὰρ ἐν αὐτοῖς διαφορὰ τῶν κεφαλαίων εὑρίσκεται.
5Καί τινος ἐπισυμβεβηκότος. Ἀντὶ τοῦ ἐπ’ αὐτῷ τῷ γενομένῳ πράγματι· συμβαίνει γὰρ μηδὲν γεγενῆ‐ σθαι κακὸν ἢ δεινὸν, ὡς ἐπὶ τοῦ ζωγράφου· εἰ μὴ γὰρ ὕστερόν τι συνέβη, τὸ γράφειν οὐδὲν δεινόν. Ἐν τοίνυν ταῖς τοιαύταις ἀντιλήψεσιν ἴδιον κε‐
10φάλαιον παρὰ τὰ προειρημένα ἐστὶ τὸ παρα‐ γραφικόν· Τὰς ἁπλᾶς ἀντιλήψεις διεῖλεν ὁ τεχνι‐ κὸς εἰς δύο, εἴς τε τὰς ἐχούσας ἐκ μόνων τῶν πεπρα‐ γμένων τὴν κρίσιν, καὶ εἰς τὰς κρινομένας ἔκ τε τῶν πεπραγμένων καί τινος ἐπισυμβεβηκότος, ὧν καὶ ἴδιον
15ἔφη τὸ παραγραφικὸν κεφάλαιον· τὸ οὖν τοῦ Ἀλκιβιά‐ δου παράδειγμα οὐδὲν ἔχον ἔξωθεν ἐπισυμβεβηκὸς εἰ‐ κότως οὐδὲ τὸ παραγραφικὸν ἐδέξατο· τοῦ γὰρ ἑτέρου εἴδους αὐτὸ λέγομεν εἶναι. Δυνάμενον καὶ πρὸ τῶν ἄλλων κεφαλαίων. ἴδιον τοῦ κεφαλαίου τούτου
20τὸ πρὸ πάντων τάττεσθαι τῶν κεφαλαίων· διαβολὴ γάρ ἐστι τῆς κατηγορίας· καὶ ἀναγκαίως ὁ κρινόμενος πρὸ τῆς ἀπολογίας διαβάλλει πρῶτον τὴν κατηγορίαν· οὐδεὶς γὰρ ἅπαξ ἀπολογησάμενος ἔρχεται πάλιν ἐπὶ τὴν διαβολήν· κατὰ φύσιν οὖν προτέτακται πάντων τῶν κε‐
25φαλαίων· δύναται δὲ καὶ ἐν τῷ μέσῳ καὶ οὐ κεκώλυ‐ ται· ἀλλὰ καὶ πρὸς τῷ τέλει ὡς καὶ παρὰ Δημοσθέ‐ νει· τὰ μὲν οὖν ἁπλᾶ τῆς ἀντιλήψεως εἴδη τοιαῦτα· ἔστι δὲ καὶ διπλῆ ἀντίληψις καὶ τριπλῆ· διπλῆ μὲν, ὡς ἥδε· ταῖς πάντων γνώμαις τις ἀντιλέγων καὶ μηδὲν
30αὐτὸς ἀποφαινόμενος, κρίνεται δημοσίων ἀδικημάτων.630

4

.

631

τριπλῆ δὲ ὡς αὕτη· ἐγράψαντό τινες ἀλλήλους ἐπὶ ταῖς γυναιξὶ, καθυφῆκαν τὰς γραφὰς, ἠγάγοντο τὰς ἀλλή‐ λων γυναῖκας, καὶ κρίνονται κακοῦ βίου. Σωπάτρου, Μαρκελλίνου. Ἀκολούθως κἀν‐
5ταῦθα πληρώσας τῶν κεφαλαίων τὴν διαίρεσιν ἐπὶ τὸν τῶν εἰδῶν λόγον κεχώρηκε, τελείαν τὴν διδασκαλίαν ποι‐ ούμενος· καὶ μεθόδῳ συνήθει καὶ τῇ αὐτῇ κεχρημένος, ᾗπερ ἐν στοχασμῷ καὶ ἐν ὅρῳ· κἀκεῖ γὰρ πληρώσας τὸν ἐπὶ τῆς διαιρέσεως τῶν κεφαλαίων λόγον, διέλαβε περὶ
10τῶν εἰδῶν· τῶν οὖν ἀντιλήψεών φησιν εἴδη πλείονα, ὧν αἱ μέν εἰσιν ἁπλαῖ, αἱ δὲ διπλαῖ· καὶ ἁπλαῖ μὲν ἢ ὅσαι ἀπ’ αὐτοῦ τοῦ πεπραγμένου μόνου τὴν κρίσιν ἔχουσι μηδενὸς ἔξωθεν παραλαμβανομένου μηδ’ ἐπισυμβεβηκό‐ τος, ἀλλ’ ὄντος μὲν ἀνευθύνου τοῦ πεπραγμένου, ἀρ‐
15κοῦντος δὲ ὡς ἐπ’ ἀδικήματι προβάλλεσθαι· οἷον ὡς ἐπὶ τοῦ Ἀλκιβιάδου· ἐνταῦθα γὰρ ἐπ’ αὐτῷ μόνῳ κρί‐ νεται τῷ γράψαι τὰς συμφοράς· καὶ διαιρεῖται τὸ ζή‐ τημα τοῖς εἰρημένοις κεφαλαίοις κατὰ τὰ ἐμπίπτοντα· ἔστι γὰρ ὅτε οὐ πάντα ἐμπίπτει· ἢ ἐκ τῶν ἐπισυμβαι‐
20νόντων, ὅτ’ ἂν τῶν ἀπηντηκότων δεινῶν τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν παρεσχηκέναι δοκῇ δι’ αὐτῶν τῶν πε‐ πραγμένων· καὶ δι’ αὐτὸ τὸ πεπραγμένον, ὡς ἀδίκημα εἶναι, καὶ κρίσεως ἄξιον νομίζηται· οἷον ζωγράφος τὰ ναυάγια γράψας καὶ ἀναθεὶς πρὸ τῶν λιμένων καὶ
25ἑξῆς, καὶ πάλιν ῥήτωρ ἐγκώμιον ἠπείρου διεξῆλθεν ἐν νήσῳ, καὶ πάντων μεταστάντων κρίνεται ὁ ῥήτωρ δη‐ μοσίων· καὶ πάλιν μετὰ Χαιρώνειαν ἔπεμψε Φίλιππος διδοὺς αἵρεσιν ἢ τοὺς δισχιλίους καὶ ἑξῆς· καὶ πάλιν ἐπρέσβευσε Φρύνων περὶ εἰρήνης πρὸς Φίλιππον· ἐσπεί‐
30σατο τὸν παῖδα ὡραῖον ἐκεῖ καταλιπών· ἐγράψατο αὐ‐631

4

.

632

τὸν προαγωγείας Δημοσθένης ἐπανελθόντα· εἷλεν, ἔλυσε τὴν εἰρήνην Φίλιππος, καὶ κρίνεται Δημοσθένης· ὁρᾷς ἐπὶ τῶν τοιούτων ἐφ’ ὧν ἐστιν ἐπισυμβεβηκός τι, ὅτι τὰ πεπραγμένα κρίνεται, οὐχ οὕτω δι’ αὐτὰ ὡς διὰ
5τὰ ἐπισυμβάντα ἐκείνοις· τοῖς μὲν τὸ μηδένα εἰσπλεῖν καὶ σπάνιν εἶναι διὰ τὴν τοῦ πινακίου γραφήν· τοῖς δὲ τὸ ἀνῃρῆσθαι τοὺς δισχιλίους· τοῦτο δὲ τὸ εἶδος ἔχει τι πλέον παρὰ τὸ εἰρημένον ἐν τῇ διαιρέσει, ὃ καὶ τὴν διαφορὰν αὐτῶν δείκνυσιν· λέγω δὲ τὸ παραγραφικὸν,
10τὸ συγγνωμονικόν· ἐκεῖ μὲν γὰρ ἔφαμεν τὰ τοῦ δι‐ καίου μόρια ἐν χώρᾳ παραγραφικοῦ εἰσάγεσθαι δεῖν, ἐπὶ δὲ τούτου παραγραφικὸν φύσει πρὸς τοῖς ἄλλοις εὑρίσκεσθαι, ὅ ἐστι τοιοῦτον· οὐκ ἂν δυναίμην ὑπὲρ τῶν ἑτέροις πραχθέντων αὐτὸς εὐθύνας ὑπέχειν· οὐδὲ
15εἰ οἰκειότητι καὶ γένει πλησίον εἶεν, μήτι γε ὑπὲρ ὧν πολέμιοι ἔπραξαν ἢ ξένοι καὶ μηδὲν προσήκοντες· εἰ δὲ ἐφ’ οἷς ἐξ ἀρχῆς συνεβούλευσα ἢ ἔπραξα, τότε ἔδει σε ἀντιλέγειν ἢ εἴργειν καὶ ἑξῆς· ὥσπερ ὁ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου ἐχρήσατο· ἐν παντὶ μὲν γὰρ τῷ
20λόγῳ γενικὸν παρείληπται τὸ παραγραφικὸν κεφάλαιον κατὰ χρόνον· ὅτι οὐ νῦν, τότε δὲ ἔδει περὶ τούτων κατηγορεῖν· ἐν δὲ τῷ μέρει τούτῳ κατὰ τὴν ἀντιληπτι‐ κὴν διαίρεσιν πάνυ δριμέως αὐτοῦ τὴν ἀπολογίαν συνέ‐ στησε καὶ ἰσχυρὰν ἀπέφηνε τοῦτον ἐξετάσας τὸν τρό‐
25πον· ἔστι γὰρ καὶ πᾶν τὸ μέρος τοῦτο τοῦ ἀντιληπτι‐ κοῦ· ἐν ᾧ περὶ ὧν συνεβούλευσεν ἀπολογεῖται· ἐξεῖναι γὰρ συμβουλεύειν τοῖς δημαγωγοῖς ὡμολόγηται· μετακε‐ χείρισται γὰρ κατὰ τὸ εἶδος τοῦτο τῶν ἀντιλήψεων· τὴν γὰρ συμβουλὴν αἰτιᾶται ὁ Αἰσχίνης, ὅτι τοιαῦτα ἀπήν‐
30τησεν ἐκ τῆς Δημοσθένους πολιτείας, ἡ παρὰ Χαιρώνειαν
ἧττα, καὶ οἱ χίλιοι νεκροὶ καὶ οἱ δισχίλιοι αἰχμάλω‐632

4

.

633

τοι, πρὸς ἃ ὁ Δημοσθένης τὸ παραγραφικὸν εἰσήγαγεν οὕτως εἰπών· εἰ μὲν ἦν σοι πρόδηλα τὰ μέλλοντα, Αἰσχίνη, μόνῳ τῶν ἄλλων, ὅτ’ ἐβουλεύετο ἡ πόλις περὶ τούτων, τότε ἔδει προλέγειν· εἰ δὲ μὴ προῄδεις, τῆς αὐ‐
5τῆς ἀγνοίας ὑπεύθυνος εἶ τοῖς ἄλλοις· ὥστε τί μᾶλλον σύ μου κατηγορεῖς ἢ ἐγὼ σοῦ· τοσούτῳ γὰρ ἀμείνων ἐγὼ σοῦ πολίτης γέγονα, εἰς αὐτὰ ταῦτα λέγω καὶ οὔπω περὶ τῶν ἄλλων διαλέγομαι, ὅσῳ ἐγὼ μὲν ἔδωκα ἐμαυτὸν εἰς τὰ πᾶσι δοκοῦντα συμφέρειν, οὐδένα κίνδυνον ὀκνή‐
10σας ἴδιον οὐδ’ ὑπολογισάμενος· σὺ δὲ οὐδ’ ἕτερα εἶπες τούτων βελτίω, οὐ γὰρ ἂν τούτοις ἐχρῶντο, οὔτε εἰς ταῦτα χρήσιμον σεαυτὸν παρέσχες· ὅπερ δὲ ἂν ὁ φαυ‐ λότατος ἄνθρωπος καὶ δυσμενέστατος τῇ πόλει, τοῦτο πεποιηκὼς ἐπὶ τοῖς συμβεβηκόσιν ἐξήτασαι· πάνυ γὰρ
15πολλὴν ἰσχὺν περιάπτει τῇ ἀπολογίᾳ τὸ παραγραφικὸν ἐν τῷ εἴδει τούτῳ τῆς ἀντιλήψεως· ὅθεν καὶ ἐπλεόνασεν ὁ ῥήτωρ αὐτῷ καὶ ἐνδιέτριψεν, εἰς ἄφυκτον καὶ ἀντίῤῥη‐ τον καθιστὰς τὸν λόγον, διαφέρει δὲ τὸ παραγραφικὸν ἐπὶ τῆς ἀντιλήψεως τοῦ παραγραφικοῦ τοῦ ἐν στο‐
20χασμῷ, ὅτι πρῶτον μὲν ἐκεῖ ἔστιν ὅτε ἐμπίπτει καὶ οὐκ ἀεί ποτε· ἐνταῦθα δὲ ἐπὶ τῶν τοιούτων ἀντιλήψεων τὸ ἐναντίον ἀεὶ ἐμπίπτει, καὶ οὐκ ἔστιν ὅτε ἐκλείπει· ἔπειτα ἐν στοχασμῷ, εἰ παραληφθείη, μέρος μὲν τῆς πά‐ σης δίκης βλάπτεται· ἐκ δὲ τῶν ἄλλων κεφαλαίων ὁ ἀ‐
25γὼν τῆς ἀπολογίας σώζεται· ἐν ἀντιλήψει δὲ, εἰ παρα‐ ληφθείη, οὐδεὶς ἕτερος αὐτῷ τῷ φεύγοντι τρόπος ἀπολο‐ γίας καταλείπεται, διὰ τὴν ἀπὸ τῶν συμβουλευθέντων ἔκβασιν· ἡ γὰρ ἰσχυροτάτη ἐστὶν αὕτη ἡ διὰ τοῦ πα‐ ραγραφικοῦ· καὶ τούτῳ μάλιστα Δημοσθένης ἐκράτησε
30τοῦ Αἰσχίνου, ἐξ οὗ καὶ εἰς ἀξίωμα μέγιστον ὁ λόγος
προῆλθε, τῷ λέγειν μὴ παρελθεῖν τι αὐτὸν τῶν ὀφει‐633

4

.

634

λόντων πραχθῆναι· καὶ οὐ τότε μόνον ἀλλ’ οὐδὲ νῦν ἐστί τινα εἰπεῖν τῶν συμβουλευθέντων ἄμεινον· διὸ καὶ τῇ ἀντιλήψει συμπλέξας εἰσήγαγεν αὐτὸ τὸ λέγειν ἀνεύ‐ θυνον κατασκευάζων· ἦν μὲν οὖν, ὅπερ εἶπον, ἐκεῖνος
5ὁ καιρὸς τοῦ τε φροντίζοντος ἀνδρὸς τῆς πόλεως καὶ τῶν δικαίων λόγων· ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦ‐ μαι, ὥστε ἂν νῦν ἔχῃ τις δεῖξαι κάλλιον ἢ ὅλως εἴ τι ἄλλο ἐνῆν πλὴν ὧν ἐγὼ προειλόμην, ἀδικεῖν ὁμο‐ λογῶ· εἰ γὰρ ἔσθ’ ὅ τι τις νῦν ἑώρακεν ὃ συνήνεγκε τό‐
10τε πραχθὲν τοῦτ’ ἐγώ φημι δεῖν ἐμὲ μὴ λαθεῖν· εἰ δὲ μήτ’ ἔστι, μήτε ἦν μήτ’ ἂν ἔχοι εἰπεῖν μηδεὶς μηδέ πω καὶ τήμερον, τί τὸν σύμβουλον ἐχρῆν ποιεῖν, οὐ τῶν φαινομένων καὶ ἐνόντων τὰ κράτιστα ἑλέσθαι; τοῦτο τοίνυν ἐποίησα· τοῦ κήρυκος ἐρωτῶντος, Αἰσχίνη, τίς
15ἀγορεύειν βούλεται· οὐ τίς αἰτιάσασθαι περὶ τῶν παρε‐ ληλυθότων οὐδὲ τίς ἐγγυᾶσθαι τὰ μέλλοντα· σοῦ δὲ ἀ‐ φώνου κατ’ ἐκείνους τοὺς χρόνους ἐν ταῖς ἐκκλησίαις καθημένου, ἐγὼ παρῆλθον, ἔλεγον· ἐπειδὴ δὲ οὐ τότε ἀλλὰ νῦν, δεῖξον, τίς ἡμῖν λόγος, ὅν τινα ἐχρῆν εὑρεῖν
20ἢ καιρὸς συμφέρων παρ’ ἐμοῦ παρελείφθη τῇ πόλει· παραλαμβάνομεν δὲ τὸ ἀξίωμα τοῦτο ἐν συμβουλαῖς οὐ πάντοτε ἁπλῶς, ἀλλὰ τότε χρησόμεθα, ὅτ’ ἂν ἀκριβῶς πεπιστευκότες ὦμεν μηδένα ἕτερον δύνασθαι παραλελειμ‐ μένον τι δεῖξαι τῶν δεόντων πραχθῆναι, ὥσπερ ὁ ῥήτωρ
25πεποίηκεν· σημειωτέον δὲ, ὅτι οὐδὲ μίαν χώραν ἀποδο‐ τέον τῷ παραγραφικῷ, ὥσπερ οὐδὲ ἐν ταῖς στοχαστι‐ καῖς ὑποθέσεσιν, ἀλλ’ ἀρχὴν μὲν αὐτῷ μετὰ τὸ πηλί‐ κον καὶ τὸ πρός τι ἀποδώσομεν πρὸ τοῦ ἀντιληπτικοῦ· τοῦ γὰρ κατηγόρου αὐξήσαντος καὶ μέγα ἀποφήναντος
30τὸ ἔγκλημα καιρὸν ἐπιτήδειον ἡ εἰσαγωγὴ ἕξει τοῦ κε‐634

4

.

635

φαλαίου, μεθ’ ἣν ποικίλως χρηστέον τῷ παραγραφικῷ· καὶ γὰρ μετὰ τὸ ἀντιληπτικὸν καὶ τὸ ἀντιθετικὸν καὶ ἐπὶ τελευτῆς ἀναγκαῖον χρῆσθαι αὐτῷ, ὥσπερ παρὰ τῷ ῥήτορι δέδεικται· καὶ γὰρ δι’ αὐτοῦ ἐχρήσατο,
5καὶ συμπλέξας τῇ ἀντιλήψει, καὶ πάλιν μετὰ ταῦτα· καὶ σχεδὸν διὰ παντὸς τοῦ λόγου· καὶ ὁ Θουκυδίδης ἐν τῇ Περικλέους δημηγορίᾳ, ἐφ’ οἷς συνεβούλευσε περὶ τοῦ πολέμου ἀπολογούμενος πρὸς τὰς αἰτίας τοῦ ἐπισυμβε‐ βηκέναι τὴν δῄωσιν καὶ τὴν ἀπὸ τοῦ λοιμοῦ φθορὰν
10τῇ αὐτῇ κέχρηται μεθόδῳ, ὅτι οὐδὲν ὧν συνεβούλευσε Περικλῆς ἕτερος εἶπέν τι βέλτιον· καὶ τοῦτο εἰσήγαγε παραγραφικῶς, ὅτι ὑμῖν τὰ λεχθέντα τότε ἔδοξεν εἶναι ἄριστα· αὐτίκα γοῦν ἐπείσθητε καὶ τῆς αὐτῆς ἐγένεσθε γνώμης, ἐν τοίνυν ταῖς τοιαύταις ἴδιον κεφάλαιον τοῦ‐
15το τὸ εἶδος γίνεται, ὅτ’ ἂν μὴ μόνον ἐπ’ αὐτῷ τῷ πε‐ πραγμένῳ κρίνωμεν τὸν δράσαντα, ὡς καὶ αὐτοῦ τοῦ φαύλου τυγχάνοντος, ἀλλὰ καὶ ἐφ’ ἑτέρῳ τινὶ δι’ ἐκεί‐ νου ἐπισυμβεβηκότι· τίς δὲ ἡ ἐργασία τούτου τοῦ εἴδους αὐτὸς ὁ τεχνογράφος παρίστησιν, ὅτι δύο προστίθεται
20κεφάλαια, τό τε παραγραφικὸν καὶ τὸ συγγνωμονικὸν, καὶ τὴν χρῆσιν διδάσκει πρότερον τοῦ παραγραφικοῦ, τίς τε ὁ καιρὸς τοῦ κεφαλαίου, καὶ πότε αὐτῷ χρησό‐ μεθα· οὐ μόνον γὰρ ἐν ἀρχῇ, ὃ προειρήκαμεν, ἀλλὰ καὶ ἐν μέσῳ, καὶ ὅλως ὃν τρόπον λυσιτελεῖ· τὸ δὲ λυσιτελὲς
25ὁ ῥήτωρ σκοπήσει πρὸς τὴν τοῦ πλάσματος ὕλην· δη‐ λοῖ δὲ καὶ τὴν δύναμιν τοῦ κεφαλαίου· ἄλλος μὲν γάρ τις ᾠήθη ἁπλῶς τὸ παραγραφικὸν ἐνταῦθα εὑρίσκεσθαι μόνον ἀπὸ τοῦ χρόνου, οἷον ὅτι εὐθὺς ἀντειπεῖν ἔδει, ἀλλ’ οὐχ ὕστερον κατηγορεῖν· ὅρα δὲ πῶς δριμέως αὐτὸ
30μεθώδευσεν τῷ καλουμένῳ διλημμάτῳ χρησάμενος
καὶ διπλοῦν ἀνθ’ ἁπλοῦ τὸ παραγραφικὸν ποιῶν, καὶ635

4

.

636

ἐκ διαφόρων τόπων ἑκάτερον δεχόμενος τῶν διλημμά‐ των· ἔλθωμεν δὲ ἐπὶ τὴν ἐξέτασιν. Ἐπὶ τίσι με κρί‐ νεις; Κατ’ ἐρώτησιν τοῦ λόγου τὸ σχῆμα· εἶτα τὸ δι‐ λήμματον, ἐν ᾧ τῶν παραγραφικῶν ἡ διαίρεσις. Εἰ
5μὲν ἐπὶ τοῖς ὕστερον γεγενημένοις, οὐδεὶς ἐφ’ οἷς ἕτερος πεποίηκε κρίνεται, ὥσπερ κἀν στοχασμῷ ὁ φεύγων πα‐ ραγράφεται διαβάλλων τὴν κρίσιν· οὐ μὴν χωρὶς ἐργα‐ σίας τινὸς οὐδὲ αὐτὸ τοῦτο παρείληπται, ἀλλὰ προλαβὼν ὁ τεχνογράφος τὴν τοῦ Φιλίππου ποιότητα τὸν λόγον
10διὰ ταύτης ἐπιῤῥώννυσι· τί γὰρ προσέθηκεν, οὐδ’ εἰ γένει προσήκοντες εἶεν, μήτι γε δὴ πολέμιοι· τὸ δ’ ἕτε‐ ρον θεασώμεθα· εἰ δ’ ἐφ’ οἷς ἐξ ἀρχῆς συνεβούλευσα, ἢ ἔπραξα, τότε ἔδει ἀντιλέγειν, δῆλον ὡς ἀπὸ χρόνου τὸ παραγραφικόν· οὕτω διελὼν εἰς δύο τὴν κατασκευὴν,
15διὰ τῆς ἐρωτήσεως ἀμφοτέρωθεν εἰς ἀπορίαν καθίστησι τὸν κατήγορον· εἶτα πάλιν ἐπάγει δίχα τὸ διλήμματον· ἢ τοίνυν ἀντειπὼν ἡττήθης, ἢ οὐδὲ τὴν ἀρχὴν ἐνέστης· εἰ μὲν οὖν ἐπιχειρήσας κωλύειν ἡττήθης, βιάζῃ νῦν ἐφ’ οἷς ἡττήθης ἀντιλέγων καὶ κρίνων ἐπὶ τούτοις τὸν συμ‐
20βουλεύσαντα· εἰ δὲ οὐκ ἀντεῖπες, πάλιν καὶ τοῦτο διεῖ‐ λεν, ἢ γὰρ ἔχων τι βέλτιον εἰπεῖν καὶ χρήσιμον τῇ πόλει παρῆκας ἢ οὐδὲν εἶχες εἰπεῖν βέλτιον· πάλιν οὖν ἐφ’ ἑκάτερον τὸ ἄπορον· εἰ μὲν οὖν ἔχων τι βέλτιον εἰπεῖν παρῆκας, δύσνους εἶ τοῖς κοινοῖς, καὶ δικαιότερον αὐ‐
25τόν σε διδόναι δίκην· εἰ δὲ μηδὲν εἶχες εἰπεῖν, τῆς ἀγνοίας ὑπεύθυνος εἶ τῶν ὕστερον ἀποβεβηκότων, ὥστε ἢ καὶ σὲ δοῦναι δίκην, ἢ ἀμφοτέρους ἀγνοήσαντας ἀφίεσθαι.
29nἜτι ἐν ταῖς τοιαύταις ἀντιλήψεσι πρὸ τοῦ ἀντιθετικοῦ τοῦ ἐμπί‐
30nπτοντος συγγνωμονικῷ πάντως χρηστέον κεφαλαίῳ· οἷον οὐδεὶς οἶδε
31nτὸ μέλλον, οὐκοῦν οὐδὲ ἐγὼ ἀγνοήσας ὑπεύθυνός εἰμι· μεταχειριεῖ‐636

4

.

637

(1n)

ται δὲ αὐτὸ ὡς προσήκει ὁ καὶ τῆς ὅλης τέχνης τῆς ῥητορικῆς
2nἐπιστήμων· οὐ γὰρ ἱκανὸν τὸ διελεῖν μόνον εἰδέναι, ὅπερ καὶ μό‐
3nνον τουτὶ τὸ βιβλίον ἐπαγγέλλεται, ἀλλὰ καὶ τὸ εἰδέναι μετα‐
4nχειρίζεσθαι· καὶ περὶ μὲν ἁπλῶν ἀντιλήψεων ταῦτα.
5 Συριανοῦ. Τοῦτο καλῶς προσέθηκεν· οὐδὲ γὰρ καθόλου ἐν πάσῃ ἀντιλήψει τὸ συγγνωμονικὸν ἐμπίπτει κεφάλαιον, ἀλλ’ ἐπὶ τούτων μόνων τῶν ἐπισυμβεβηκός τι ἐχόντων· καὶ ὅρα πῶς οἰκεῖον τοῦτο ἐν ταύταις· ἐπειδὴ γὰρ ὕστερον συνέβη τὸ δεινὸν, ἀναγκαίως εὑ‐
10ρίσκεται τὸ συγγνωμονικὸν ἀπὸ τῆς ἀγνοίας· χώραν δὲ, φησὶν, ἔχει τὸ κεφάλαιον πρὸ τοῦ ἀντιθετικοῦ, τουτ‐ έστι τοῦ χρώματος· προθεραπείᾳ γὰρ τὸν ἀκροατὴν δεῖ πρῶτον ὑπάγεσθαι, οἷον ὅτι ἠγνόουν· καὶ οὐδεὶς ἀνθρώπων οἶδε τὸ μέλλον, καὶ τότ’ ἐπαγαγεῖν χρῶμα·
15ὃ οὐδέν ἐστιν ἕτερον ἢ αἰτία τοῦ πραχθέντος· ἀντι‐ θετικὸν δὲ αὐτὸ ἐκάλεσεν, ὅτι ἀντίθεσίς ἐστι τὸ τῷ ὁμολογουμένῳ ἀδικήματι αἰτίαν ἀντιτιθέναι τινα εὔ‐ λογον· ἐπειδὴ οὖν τὸ χρῶμα αἰτίαν ἔχει, καὶ ἡ ἀντίθε‐ σις δὲ ἀντιτίθησι τῷ ἀδικήματι αἰτίαν, ἀναγκαίως καὶ
20τὸ χρῶμα ἀντίθεσιν εἶπεν καὶ κατὰ μίαν τῶν ἀντιθε‐ τικῶν γίνεσθαι· οὐ γὰρ ἀεὶ τὸ χρῶμαι, ἀλλὰ ποτὲ μὲν ἀντιστατικὸν, ποτὲ δὲ ἀντεγκληματικὸν, ἢ μεταστατικὸν, ἢ συγγνωμονικόν. Παρατηρητέον δὲ, ὅτι οὐκ ἀπὸ πάν‐ των λέγει τὸ συγγνωμονικὸν, ἀλλ’ ἀπὸ τῆς ἀγνοίας
25μόνης· οὐδεὶς γὰρ ἀγνοίας ὑπέχει δίκην· οἷον οὐδεὶς οἶδε τὸ μέλλον· ἐπειδὴ αἰσχύνην ἔφερεν αὐτῷ τὸ λέγειν
ὅτι ἠγνόουν, καθολικῶς αὐτὸ πρῶτον ἐμεθόδευσεν,637

4

.

638

ἔπειτα μερικῶς. Οὐ γὰρ ἱκανὸν τὸ διελεῖν· ἀλλὰ καὶ χρήσασθαι δηλονότι καλῶς. Μαρκελλίνου. Πρὸ τοῦ ἀντιθετικοῦ· ὡσανεὶ ἔλεγε πρὸ τοῦ χρώματος, ὅ ἐστι πρὸ τοῦ ἀντιθετικοῦ·
5ἐπειδὴ γὰρ οὐ κατὰ τὴν ἡμετέραν γνώμην τὰ τῆς συμ‐ βουλῆς ἀπέβη, ἀνάγκη προθεραπεῦσαι τῷ συγγνωμονι‐ κῷ καὶ ἀνενεγκεῖν τὸ ἐκβὰν πρῶτον ἢ ἐπὶ τύχην ἢ ἐπὶ ἄγνοιαν, ἢ ἐπὶ τῶν τοιούτων· εἶτα ἐπαγαγεῖν τὸ ἀντι‐ στατικὸν, οἷον οὐδεὶς οἶδε τὸ μέλλον· διὸ οὐδὲ τοῦ ἀγνο‐
10ῆσαι ὑπεύθυνός εἰμι· τούτου γὰρ κατασκευασθέντος χώ‐ ραν ἕξει τὸ ἀντιστατικόν· ἄλλως δὲ δυσχερέστερον ἔσται διὰ τὸ ἀπηντηκέναι τι φαῦλον ἀπὸ τῆς συμβουλῆς· οὐδὲ Δημοσθένης καὶ μετὰ πολλοῦ ἀξιώματος αὐτὸ παρ‐ έσχετο· οὔτε γὰρ ἠγνοηκέναι τὸ μέλλον ὡμολόγησεν, οὔ‐
15τε εἰς συγγνώμην κατέφυγεν, ταπεινὸν γὰρ τοῦτο· ἀλλὰ τὸ δαιμόνιον ᾐτιάσατο, ἃ καὶ καθόλου εἰσήγαγε φή‐ σας· τότε τοίνυν τὰ μὲν ἤμελλε τῶν δεινῶν ὡς ἐδό‐ κει, τὰ δὲ ἤδη παρῆν, ἐν οἷς τὴν προαίρεσίν μου σκόπει τῆς πολιτείας, μὴ τὰ συμβάντα συκοφάντει· τὸ μὲν
20γὰρ πέρας, ὡς ἂν ὁ δαίμων βουληθῇ, πάντων γίνεται, ἡ δὲ προαίρεσις αὐτὴ τὴν τοῦ συμβούλου διάνοιαν δηλοῖ· μὴ δὴ τοῦτο ὡς ἀδίκημα ἐμὸν εἶναι θῇς, εἰ κρατῆσαι συνέβη Φίλιππον τῇ μάχῃ· ἐν γὰρ τῷ θεῷ τὸ τούτου τέλος ἦν, οὐκ ἐν ἐμοί· ἀλλ’ ὡς οὐ πάντα ὅσα
25ἐνῆν κατὰ ἀνθρώπινον λογισμὸν εἱλόμην, καὶ δικαίως ταῦτα καὶ ἐπιμελῶς ἔπραξα καὶ φιλοπόνως ὑπὲρ δύνα‐ μιν, ἢ ὡς οὐ καλὰ καὶ τῆς πόλεως ἄξια πράγματα ἐνε‐
στησάμην, ταῦτά μοι δεῖξον, καὶ τότε δὴ κατηγόρει μου.638

4

.

639

μεθ’ ὃ τὸ ἀντιθετικόν· ὅτι τῇ πόλει συνέφερε μετὰ Θη‐ βαίων ἄρασθαι τὸν ἀγῶνα, καὶ ἐν Βοιωτίᾳ πόῤῥω τῆς πόλεως γενέσθαι τὴν μάχην, ἢ ἐν τῇ Ἀττικῆ· οὕτω γάρ πως λέγει· ἀλλ’ ἐκεῖνο, φησὶ, λογίζου καὶ ὅρα, ὅτι εἰ
5μετὰ Θηβαίων ἡμῖν ἀγωνιζομένοις οὕτως εἵμαρτο πρᾶξαι, τί χρὴ προσδοκᾷν, εἰ μηδὲ τούτους ἔσχομεν συμμάχους, ἀλλὰ μετ’ ἐκείνου γεγόνασιν, ὑπὲρ οὗ τότε ἐκεῖνος πάσας ἀφῆκε φωνάς· καὶ εἰ νῦν τριῶν ἡμερῶν ὁδὸν ἀπὸ τῆς Ἀττικῆς τῆς μάχης γενομένης τοσοῦτος κίνδυ‐
10νος καὶ φόβος περιέστη τὴν πόλιν, τί ἂν, εἴ που τῆς χώρας ταὐτὸ τοῦτο πάθος συνέβη, προσδοκῆσαι χρῆν· ἆρ’ οἶσθα, ὅτι νῦν μὲν συστῆναι συνελθεῖν ἀναπνεῦσαι πολλὰ μία ἡμέρα καὶ δύο καὶ τρεῖς ἔδοσαν εἰς σωτηρίαν τῇ πόλει· τότε δὲ οὐκ ἄξιον εἰπεῖν, ἅγε μηδὲ εἰς πεῖ‐
15ραν ἔδωκε θεῶν τινος εὔνοια καὶ τὸ μὴ προβάλλεσθαι τὴν πόλιν ταύτην τὴν συμμαχίαν ἧς κατηγορεῖς· μεθ’ ἃ πάλιν ἐπὶ τὸ παραγραφικὸν ἐπανῆλθε· δι’ ὅλου τούτου τὸν μὲν Αἰσχίνην ἐλέγχων, αὔξων δὲ τὴν ἑαυτοῦ πολι‐ τείαν· ἔστι δὲ ταυτί μοι τὰ πολλὰ πρὸς ὑμᾶς, ὦ ἄνδρες
20δικασταὶ, καὶ τοὺς περιεστηκότας, ἐπεὶ πρός γε τὸν κα‐ τάπτυστον τοῦτον καὶ τὰ ἑξῆς· ὁμοίως καὶ Θουκυδίδης τῷ συγγνωμονικῷ ἐχρήσατο μετ’ ἀξιώματος, ἐπὶ τὸ ἄδη‐ λον καὶ τὸ δαιμόνιον ἀνοίσας τῷ εἰπεῖν· ἐπιγεγένηταί τε πέρα ὧν προσεδεχόμεθα ἡ νόσος ἥδε, πρᾶγμα μόνον
25δὴ τῶν πάντων ἐλπίδος κρεῖσσον γεγενημένον· ἰστέον δὲ, ὅτι ὁ μὲν Δημοσθένης, ἅτε θαῤῥῶν ταῖς ἀποδείξεσιν, ἐπεξῆλθεν καὶ διὰ παντὸς ἠγωνίσατο· καὶ τὸ μὲν ἀπρε‐
πὲς τῆς συγγνώμης ἐξέφυγε· τὴν δὲ ἀπὸ τοῦ κεφαλαίου639

4

.

640

ὠφέλειαν τῷ λόγῳ περιεποίησεν· τοῖς γὰρ ὑφ’ αὑτοῦ συμβουλευθεῖσιν ὡς ὀρθῶς συμβουλευθεῖσιν ἠγωνίσατο· τὸ δὲ πέρας τῷ δαιμονίῳ ἀνέθηκε καὶ τῇ τύχῃ, ὧν ἀνηρτῆσθαι τὰ ἀνθρώπινα διϊσχυρίζεται· καὶ οὔτε τὸ
5οἰκεῖον ἀξίωμα καθεῖλεν οὔτε τῆς παραμυθίας ἄμοιρον τὸν λόγον κατέλιπεν, ἡμεῖς δὲ, ἐὰν συνειδῶμεν σαθρο‐ τέραν τὴν παραίνεσιν, μᾶλλον ὑφίεσθαι σπουδά‐ σομεν, καὶ τοῖς συγγνωμονικοῖς ἐπὶ πλέον χρησόμεθα· οὐ γὰρ ἱκανὸν τὸ διελεῖν· οὐχ ἱκανόν φησι τὸ διελεῖν
10δύνασθαι μόνον, ἀλλὰ χρεία καὶ τῆς συμφυοῦς πρὸς τὴν ὕλην μεταχειρίσεως.
12nΤῶν δ’ αὖ διπλῶν ἡ μέν ἐστι κατὰ συμπλοκὴν, ἡ δὲ κατὰ διαίρε‐
13nσιν· καὶ κατὰ συμπλοκὴν μὲν, ὅτ’ ἂν δυοῖν ὄντοιν τοῖν ἐγκλημά‐
14nτοιν, μὴ δύναται χωρὶς ἕτερον αὐτῶν εἶναι ἔγκλημα· μετὰ δὲ τῆς
15nτοῦ ἑτέρου συμπλοκῆς, οἷον ταῖς πάντων γνώμαις ἀντιλέγων τις αὐ‐
16nτὸς οὐδὲν ἀποφαίνεται καὶ δημοσίων φεύγει· ἐνταῦθα ὅτι μὲν δύο
17nἀντιλήψεις, δῆλον, καὶ γὰρ λέγειν καὶ μὴ λέγειν ἔξεστιν, καὶ αὖ
18nὅτι καὶ δύο ἀντιθέσεις ὁμοίως, οἷον ἀντιλέγω· δεῖ γὰρ ἐφ’ οἷς
19nἁμαρτάνουσιν οἱ λέγοντες, ἀντιλέγειν· πάλιν οὐ λέγω, οὐδὲ γὰρ
20nδεῖ περὶ τῶν μὴ κατεπειγόντων λέγειν, ἀλλ’ ἴδιον τοῦ εἴδους τού‐
21nτου τὸ δεῖν ἀπολογουμένους μὲν διαιρεῖν καὶ χωρὶς περὶ ἑκατέρου
22nποιεῖσθαι τὸν λόγον, κατηγοροῦντας δὲ συμπλέκειν.
23 Σωπάτρου. Μαρκελλίνου. Πληρώσας τὸν περὶ τῶν ἁπλῶν ἀντιλήψεων λόγον ἐπὶ τὰς διπλᾶς μετελήλυθεν·
25δύο δὲ εἴδη τούτων προηγουμένως ἀποφαίνεται· τό τε κα‐ τὰ σύνθεσιν καὶ τὸ κατὰ διαίρεσιν· λεκτέον δὲ νῦν περὶ τοῦ κατὰ συμπλοκὴν εἴδους· κατὰ συμπλοκὴν ἀντίληψις γίνε‐ ται, ἐν ᾗ δύο πραγμάτων ὄντων ἑκάτερον χωρὶς κρίσιν οὐ
δύναται δέξασθαι, τῷ διαζευχθέντα μὴ δύνασθαι ὡς ἀδι‐640

4

.

641

κήματα ἐπιδέχεσθαι κρίσιν, εἰ μὴ ἀλλήλοις εἶεν συνημ‐ μένα· οἷον ταῖς πάντων γνώμαις ἀντιλέγων τις αὐτὸς οὐδὲν ἀποφαίνεται καὶ δημοσίων φεύγει· καὶ πάλιν, ζω‐ γράφος πάντα γράφων θεοὺς οὐ γράφει, καὶ κρίνεται,
5ἐν τούτοις ὃ ἂν χωρίσῃς, ἑκάτερον ἀνεύθυνόν ἐστι· καὶ γὰρ τὸ ἀντιλέγειν ταῖς πάντων γνώμαις οὐ κεκώλυται· ὁμοίως δὲ καὶ τὸ μηδὲν ἀποφαίνεσθαι οὐκ ἀδίκημα εἶ‐ ναι νενόμισται· ὥσπερ καὶ ἐπὶ τοῦ ζωγράφου τὸ γρά‐ φειν ἧτταν οὐ κεκώλυται, οὐδὲ μὴν ἀδίκημα νενόμισται
10τὸ μὴ γράψαι νίκην, συμπλακέντα δὲ ἄμφω καὶ ἑνω‐ θέντα ἀδικήματος λαμβάνει σύστασιν· τὸ ἀντιλέγειν μὲν καὶ συκοφαντεῖν τοὺς συμβουλεύοντας, αὐτὸν δὲ μήτε ἃ γινώσκει λέγειν, μήτε εἰσηγεῖσθαί τι τῶν συμ‐ φερόντων· μηδὲ ὑφίστασθαι τὸν ἀπὸ τῆς συμβουλῆς
15κίνδυνον· τούτῳ γάρ ἐστιν ἐπαγόμενον τὸ ποιοῦν τὴν περίστασιν· ὅτι τοίνυν διπλῆ ἀντίληψίς ἐστι, δῆλον· καὶ γὰρ δύο αὗται ἀντιλήψεις εἰσὶν, ὅτ’ ἂν ἄμφω προβάλ‐ ληται, τὸ καὶ ἐξεῖναι ἀντιλέγειν, καὶ ἐξεῖναι μὴ λέ‐ γειν, ἐπειδὴ καὶ ἐπ’ ἀμφοῖν κρίνεται, ἐφ’ οἷς τε ἔπραξε
20καὶ ἐφ’ οἷς οὐκ ἔπραξεν· ὁμοίως δὲ δύο ἀντιλήψεων οὐσῶν διπλαῖ εὑρίσκονται καὶ ἀντιθέσεις, ἑκατέρα γὰρ τῶν ἀντιλήψεων ἀποδώσει τὸ χρῶμα· οἷον ἀντιλέγω μὲν, ἐφ’ οἷς οὐ τὰ δέοντα λέγουσιν οἱ συμβουλεύοντες, οὐκ ἀποφαίνομαι δέ· οὐ γὰρ ἀναγκαῖον περὶ τῶν μὴ κατε‐
25πειγόντων μηδὲ εἰς ἀπόδειξιν ἡκόντων συμβουλεύειν· ἀντιστατικὰ ἀμφότερα· τί οὖν ἴδιόν ἐστι τοῦ εἴδους τούτου, τὸ δεῖν τοὺς μὲν ἀπολογουμένους ἰδίᾳ ἑκάτερον ποιεῖσθαι τὸν λόγον καὶ χωρίζειν· ἐὰν γὰρ διέλῃς καὶ εἴπῃς, ταῖς πάντων γνώμαις ἀντιλέγει τις, ἢ τὸ ἕτερον,
30οὐ δύναται κρίσιν ἐπιδέξασθαι· τοὺς δὲ κατηγοροῦντας
τοὐναντίον συμπλέκειν· συμπλέκων γὰρ, ὅτε οὔτε αὐτός τι641

4

.

642

λέγει καὶ τὰ τῶν ἄλλων ἀνατρέπει, τότε κρίσιν ἐπιδέχε‐ ται· ὥστε αἱ μὲν τῷ χωρίζειν ἀπ’ ἀλλήλων τὸ ἀνεύθυ‐ νον συνιστᾶσιν, οἱ δὲ τῷ συμπλέκειν τὸ ὑπεύθυνον.
4nΚατὰ διαίρεσιν δὲ διπλῆ ἀντίληψις γίνεται· ὅτ’ ἂν δύο ἐγκλήματα
5nᾖ δυνάμενα καὶ χωρὶς ἀλλήλων κρίσιν ἐπιδέχεσθαι· οἷον πολλάς τις
6nἀμείβων γυναῖκας καὶ πολλοὺς τιθέμενος παῖδας, κακοῦ βίου φεύ‐
7nγει· ἐνταῦθα ὁμοίως μὲν ὁ κατήγορος συμπλέξει, ὁ δὲ φεύγων δι‐
8nαιρήσει· δῆλον μέντοι, ὡς καὶ καθ’ ἑκάτερον ἐπιδεχόμενον κρίσιν
9nαὐξήσεως μὲν ἕνεκα συμπλέκεται ὑπὸ τοῦ κατηγόρου· μειώσεως δ’
10nαὖ χάριν διαιρεῖται ὑπὸ τοῦ φεύγοντος· ἐν δὲ τῷ προτέρῳ οὐκ
11nαὐτὸ τοῦτο τῆς αὐξήσεως ἢ τῆς μειώσεως ἕνεκα οὕτω γίνεται· ἀλλ’
12nὅτι μηδὲ ἄλλως κρίσιν δύναται ἐπιδέξασθαι τὸ πρᾶγμα, ἢ τοῦτον
13nεἰσαγόμενον τὸν τρόπον.
14Συριανοῦ. Κατὰ διαίρεσίν ἐστιν, ὅτ’ ἂν μία
15ἑκάστη τῶν ἀντιλήψεων ἰσχυρά τε ᾖ, καὶ τῷ φεύγοντι φέρῃ τινὰ διὰ τὴν περίστασιν κίνδυνον ἢ ψόγον· καὶ γὰρ τὸ πολλάκις ἀμείβειν γυναῖκας οὐκ ἔξω μέμ‐ ψεως, καὶ τὸ πολλοὺς ποιεῖσθαι θετοὺς παῖδας, οὐκ ἀνεύθυνον· ἐπειδὴ οὖν ἑκάτερον τῶν ἐν τῷ ζητήματι δύ‐
20ναται καὶ ἰδίᾳ γραφὴν ἀναδέξασθαι, καλεῖται κατὰ δι‐ αίρεσιν· ὁ μὲν οὖν κατήγορος ἑκατέραις, ταῖς τε κατὰ σύνθεσιν καὶ ταῖς κατὰ διαίρεσιν, ἀμφότερα συλλήψε‐ ται τὰ ἀντιληπτικά· ἐν μὲν ταῖς κατὰ σύνθεσιν, διὰ τὸ ἑκάτερον αὐτῶν ἰδίᾳ, ὡς εἴρηται, μὴ εἶναι γραφῆς
25ἄξιον· ἐν δὲ ταῖς κατὰ διαίρεσιν, ἵνα σφοδροτέραν ἀπερ‐ γάσηται τὴν κατηγορίαν· ὁ φεύγων δὲ ἐν ἀμφοτέραις διαιρήσει τὴν ἀπολογίαν· ἐν μὲν τῇ κατὰ σύνθεσιν
δεῖξαι βουλόμενος, ὅτι μάτην ὁ κατήγορος τὴν κατ’642

4

.

643

αὐτοῦ πεποίηται γραφήν· ἐν δὲ ταῖς κατὰ διαίρεσιν, ἵνα τοὐναντίον οὗ βούλεται ὁ ἀντιδικῶν διαπράξη‐ ται· εἰ γὰρ ἐκεῖνος συλλαβὼν ἀμφοτέρας τὰς ἀντιλή‐ ψεις σφοδροτέραν ἀπεργάζεται τὴν κατηγορίαν, εἰκό‐
5τως οὗτος διαιρήσει, σαθρότερον τῶν ἀντιληπτικῶν ἑκάτερον ἰδίᾳ δεῖξαι σπουδάζων. Σωπάτρου. Μαρκελλίνου. Ἐπειδὴ κοινὰ ταῦ‐ τα εὑρίσκεται πρὸς τὸ ἕτερον εἶδος τίς ἡ διαφορά; ὅτι, φησὶν, ἐνταῦθα μὲν ὁ κατήγορος οὐχ ὡς ἑκατέρου καθ’
10ἑαυτὸ μὴ ἐπιδεχομένου κρίσιν συμπλέκει, καὶ ἰδίᾳ γὰρ ἕκαστον, ὡς εἶπον, συνέστηκε, καὶ ἔστιν ἔγκλημα κρίσιν ἐπιδεχόμενον· καὶ γὰρ τὸ πολλὰς ἀμείβειν γυναῖκας ὑπ‐ άγεσθαι δύναται τῷ κακῷ βίῳ καθ’ ἑαυτὸ, καὶ τὸ πολ‐ λοὺς τίθεσθαι παῖδας ὁμοίως· ἀλλὰ αὐξήσεως ἕνεκα μό‐
15νης ὑπὸ τοῦ διώκοντος συμπλέκεται, καὶ τοῦ δεινῶσαι τὸ ἔγκλημα χαλεπώτερον γίνεται· ὑπὸ δὲ τοῦ φεύγοντος διαιρεθήσεται· ὥσπερ γὰρ συμπλακέντα χαλεπώτερα φαί‐ νεται, οὕτω δῆλον ὅτι διαιρεθέντα ἔλαττον ἰσχύσει καὶ
μειωθήσεται· ἐκεῖ δὲ οὐ τῆς αὐτῆς αὐξήσεως ἕνεκα συμ‐643

4

.

644

πλέκεται, ἀλλ’ ὅτι μηδὲ ὅλως δύναται κρίσιν ἐπιδέξα‐ σθαι, ὡς ἤδη καὶ δέδεικται, διὰ τὸ περίστασιν μὴ ἔχειν· αὐτὸ γὰρ καθ’ ἑαυτὸ ἓν ἕκαστον ἀσθενὲς, καὶ δοκεῖ ἀνεύθυνον εἶναι, συζευχθέντα δὲ ὅρον ἐγκλήμα‐
5τος λαμβάνει κρίνεσθαι δυναμένου· τὰ μὲν προηγούμενα δύο εἴδη τῶν διπλῶν ταῦτα.
7nἜφην δύνασθαι εἶναι πλείονα εἴδη ἀντιλήψεων· αὐτίκα τόδε τῶν
8nπροειρημένων διαφέρει· οἷον γραψάμενοί τινες μοιχείας ἀλλήλους
9nκαθυφέντες τὰς γραφὰς ἤμειψαν τὰς γυναῖκας, καὶ φεύγουσι κα‐
10nκοῦ βίου· πρῶτον μὲν γὰρ δύο πρόσωπά ἐστι τὰ κρινόμενα· ἔπει‐
11nτα τέσσαρες ἀντιλήψεις, καὶ αὗται παρ’ ἀμφοῖν· καὶ τοσαῦται πα‐
12nραγραφαί· οἷον γράφεσθαί τινα ἔξεστι· πάλιν ἀναιρεῖσθαι τὰς
13nγραφάς· ἔξεστι γαμεῖν ὅθεν βούλεταί τις, καὶ πάλιν ἀποβάλλεσθαι
14nτὴν οὖσαν γυναῖκα, Ταῦτα πάντα οὐ κεκώλυται· καὶ τούτων γε
15nἑκάστην ἀνάγκη λύειν τῷ κατηγόρῳ. Φανερὰ δὲ ἡ μέθοδος ἐπ’
16nἀμφοῖν, ἐπί τε τοῦ κατηγόρου καὶ ἐπὶ τοῦ φεύγοντος ἀπὸ τῶν προ‐
17nειρημένων· ἔστι δὲ καὶ ἄλλα εἴδη ἀντιλήψεων, ἃ περιττὸν ἂν εἴη
18nλέγειν νῦν· πᾶσαν γὰρ ἀντίληψιν τοῖς προειρημένοις ἄν τις ὀρθῶς
19nἑπόμενος διαιροίη.
20 Συριανο. Σωπάτρου. Ἐν ἀρχῇ τῶν εἰδῶν τούτων ἔφαμεν, ὅτι ἐνδέχεται καὶ πλείονας τρόπους ἀν‐ τιλήψεων εὑρίσκεσθαι, οὐ προηγουμένως, οὐδὲ γενικῶς, ἀλλὰ κατ’ ἐπιπλοκήν· οἷον μοιχείας τινὲς ἀλλήλους γρα‐ ψάμενοι καὶ ἑξῆς· καὶ γὰρ δύο πρόσωπά ἐστι τὰ κρινό‐
25μενα ἐνταῦθα· ἔπειτα πολλαὶ ἀντιλήψεις· οἷον γραφὰς κατά τινων ἀποφέρεσθαι ἔξεστι καὶ πάλιν ἀναιρεῖσθαι ταύτας· ὁμοίως ἄγεσθαι γυναῖκας, ὅθεν ἂν δοκῇ τινι· ταυτὶ γὰρ πάντα δοκεῖ ἐξεῖναι καὶ μὴ κεκωλύσθαι· ἀλλ’ ἐπειδὴ παρὰ πάσας τὰς προειρημένας μεθόδους παρὰ
30τῶν ἄλλων οὐδὲν ἂν καινότερον ἐν τούτῳ εὑρεθείη, ἀλ‐644

4

.

645

λὰ τοῖς αὐτοῖς διαιρεῖται κεφαλαίοις, διὰ τοῦτο οὐδὲ ἐν εἴδεσιν ἑτέροις ταῦτα τέτακται· ἔφαμεν γὰρ, ὅτι εἴδους ἐστὶν ἴδιον τὸ διαλλάττουσαν ἐπιδεῖξαι διαίρεσιν· εἰ δέ τις λέγοι, ἀλλὰ πολλαί εἰσιν ἐνταῦθα ἀντιλήψεις, ὃ μή
5ἐστιν ἐν ταῖς ἄλλαις ἀντιλήψεσιν, ἔδει οὖν τὴν δια‐ φορὰν ταύτην ἕτερον ποιῆσαι εἶδος, λέγομεν, ὅτι τοῦ‐ το οὐ ποιεῖ ἕτερον εἶδος, ἀλλ’ ἡ διάφορος διαίρεσις· τοῦτο δὲ ταῖς αὐταῖς διαιρεῖται μεθόδοις· ἰστέον δὲ, ὅτι τῶν πολλῶν τούτων ἀντιλήψεων, ὧν ὁ φεύγων προ‐
10βάλλεται, ἀνάγκη τῷ κατηγόρῳ λῦσαι ἑκάστην. Ἔστι δὲ καὶ ἄλλα εἴδη. Ἔστι, φησὶ, καὶ ἄλλα εἴδη ὑπό τινων τὸν αὐτὸν τρόπον ἐπινενοημένα· ἔργον δ’ ἂν εἴη καθ’ ἕκαστον ἐπεξιέναι, καὶ εἰς ἄπειρον ἀλόγως ἀναφε‐ ροίμεθα· ἀπὸ γὰρ τούτων κἀκεῖνα ἐπιγνωσόμεθα ῥᾳ‐
15δίως· σημειωτέον δὲ, ὅτι κρίνεταί τις ἐν ἀντιλήψει ἐφ’ οἷς οὐκ ἐποίησεν, ὡς ἐπὶ τοῦ ζωγράφου τοῦ πάντα μὲν γράφοντος, θεοὺς δὲ μή. καὶ πάλιν· ζωγράφος τὰ ἐν Μαραθῶνι γράψας, τὸν Πᾶνα δὲ μὴ γράψας, κρίνεται ἀσεβείας· ἐπινενόηται δὲ ὑπό τινων καὶ ἕτερα ἀντιλη‐
20πτικὰ προβλήματα, ἃ καὶ παραθέσθαι πολυπειρίας χάριν ἄξιον ἐγνώκαμεν· οἷον ὅτ’ ἂν τὴν ἐξουσίαν τις οὐκ εἰς ἑαυτὸν, ἀλλ’ εἰς ἕτερον ἀνάγῃ· σπανία δὲ ἡ τοιαύτη ἀντίληψις· πάσης γὰρ σχεδὸν οἰκεῖον τὸ τὴν ἐξουσίαν εἰς ἑαυτὸν ἀνάγειν. παραδείγματα ταύτης· πένητος θυ‐
25γάτηρ καὶ πλουσίου υἱὸς ἐγένοντο ὑπὸ λῃσταῖς· ἐλύσα‐ το ἀμφοτέρους ὁ πλούσιος· μετὰ ταῦτα ἐβιάσατο ὁ τοῦ πλουσίου τὴν κόρην, ἀνήχθη ἐπὶ τὸ πρυτανεῖον ἡ κόρη ἢ γάμον ἄπροικον ἢ θάνατον αἱρησομένη τοῦ βιασαμένου· παρακαλοῦντος τοῦ πλουσίου ἑλέσθαι τὸν
30γάμον καὶ ὑπισχνουμένου προῖκα, εἵλετο ἡ βιασθεῖσα645

4

.

646

τὸν θάνατον τοῦ βιασαμένου· καὶ κρίνει ὁ πλούσιος ἀχαριστίας τὸν πατέρα αὐτῆς· ἐνταῦθα οὖν ὁ πατὴρ ἀπολογεῖται, τὴν ἐξουσίαν οὐχὶ αὐτοῦ λέγων εἶναι τῆς αἱρέσεως, ἀλλὰ τῆς παιδὸς ἐκ νόμων. Ἕτερον πρόβλη‐
5μα, ὃ ἐγκαταμέμικται στοχασμῷ καὶ γνώμῃ· οὔτε γὰρ ὁμολογεῖται παντελῶς καὶ ὡς ἐν ἀντιθέσει ὁμολογήσας συγγνώμην ἐργάζεται· οἷον νόμος τοὺς ἀποκηρύκτους μὴ στρατεύεσθαι πολέμου κατειληφότος· τρεῖς τις ἔχων παῖδας ἀπεκήρυξε τοὺς τρεῖς· μετὰ τὴν μάχην ἀνέλαβε,
10καὶ κρίνεται κατασοφισμοῦ· ἐνταῦθα ἀντίληψις μὲν ἡ στάσις· λέγει γὰρ ἔξεστί, μοι ἀποκηρύσσειν καὶ ἀντι‐ λαμβάνεσθαι· στοχαστικὴ δὲ ἀναφύεται ἀντίληψις, πό‐ τερον ὡς πονηροὺς ἀπεκήρυττεν. ἢ ἵνα μὴ στρατεύων‐ ται ὑπὲρ τῆς πατρίδος· μεθ’ ἣν συγκεχωρηκὼς γνώμην
15αἰτεῖ· ὅτι εἰ καὶ διὰ τοῦτο ἀλλὰ συγγνώμη φιλοστόργῳ ὄντι πατρὶ, τούτῳ δὲ οὐ σφόδρα ἰσχυρίζεται· ἀναίσχυν‐ τον γὰρ περὶ πατρίδος τοῦτο λέγειν. Ἰστέον δὲ, ὅτι εὕρηνται καὶ κακοῦ βίου γραφαὶ κατὰ ἀντίληψιν, ἃς ἐπιγνωσόμεθα οὕτως· ἐὰν ἐφ’ οἷς αὐτός τις ποιήσας προ‐
20δήλοις οὖσι κρίνηται, ὡς ὁ τοὺς φυγάδας ἀποκτιννύων κατὰ νόμους ἀντίληψιν ποιεῖ· ἐὰν δὲ ἐφ’ οἷς ἕτεροι ποι‐ οῦσι κρίνηται κακοῦ βίου, στοχασμὸν ποιεῖ, οἷον εἰς σφα‐ γήν τις αἰτηθεὶς ὑπὸ τριῶν ἄλλοτε ἄλλως κρίνεται κακοῦ βίου· αἱ δὲ τοῦ κακοῦ ἔθους γραφαὶ κατὰ ἀν‐
25τίληψιν ἔσονται, ἐπὶ γὰρ τοῖς ὑπ’ αὐτοῦ τις πεπρα‐ γμένοις κρίνεται· οἷον ἔρωτί τις ἔθυσεν ὡς θεῷ καὶ κρίνεται κακοῦ ἔθους· οὐ γὰρ κεκώλυται ταῦτα φήσειεν ἄν· κατασοφισμοῦ δέ εἰσι δίκαι κατὰ ἀντίληψιν, ὅτ’ ἂν ὁμολογῇ μὲν πεποιηκέναι κατὰ νόμον, οὐ κατασοφι‐
30ζόμενος δέ· εἰ γὰρ ἀρνοῖτο μὴ πεποιηκέναι, στοχασμὸς ἡ στάσις· τὸν αὐτὸν τρόπον καὶ αἱ τῆς ἀχαριστίας γρα‐
φαί· ἐὰν μὲν αὐτὸς εὖ παθὼν ἀπαιτῆται χάριν ὡς κύ‐646

4

.

647

ριος, ἄλλην ποιήσει στάσιν· ἀναίσχυντον γὰρ τὸ λέγειν, ἐξὸν οὐ ποιῶ· ἐὰν δὲ ἐν οἷς ἄλλος κύριός ἐστι τῆς χάριτος ἕτερος κρίνηται, οὐδὲν κωλύει ἀντίληψιν εἶναι· εἰσὶ δὲ καὶ κακώσεως ἀντιλήψεις· οἷον ζηλότυπος ἀναγ‐
5κάζει ἀκόσμητον εἶναι τὴν ἑαυτοῦ γυναῖκα καὶ προϊέναι οὕτω· καὶ κρίνεται ὑπ’ αὐτῆς κακώσεως· φήσει γὰρ ἀ‐ νεύθυνον εἶναι ἄγειν τὴν ἑαυτοῦ γυναῖκα ὡς βούλεται· καὶ πάλιν· ὡς ἀπὸ ἰδίου ἔθους τῇ γυναικί τις τῇ ἑαυ‐ τοῦ συγκαθεύδει μετὰ ξίφους καὶ φεύγει κακώσεως·
10καὶ περὶ μὲν ἀντιλήψεως τοσαῦτα.
11tΠερὶ τῶν ἀντιθετικῶν.
12 Συριανοῦ. Δικαίως τῶν ἀντιθετικῶν αἱ ἄλλαι στάσεις προηγοῦνται· ἐν γὰρ ἐκείναις ἢ τὸ ὅλον ἀρ‐ νεῖται ὁ κρινόμενος ἔγκλημα, ἢ τὸ μέρος ἀνεύθυνον εἶ‐
15ναί φησιν, ἅπερ ἐνστάσεώς εἰσιν· ἐν δὲ ταῖς ἀντιθετι‐ καῖς καὶ τέλειον τὸ πεπραγμένον καὶ ἔγκλημα εἶναί φησιν, ἅπερ ἀντιπαραστάσεως. Μινουκιανὸς δὲ καὶ πολλοὶ τῶν τεχνικῶν διῃρημένως ἐμελέτησαν ἀντιθετικὰς καὶ τάξιν αὐ‐ τὰς ταύτην ἔθεσαν. Μινουκιανὸς μὲν ἀντιπαράστασιν
20πρώτην, εἶτα μετάστασιν, ἀντέγκλημα, εἶτα συγγνώμην, ὡς εὐπρεπέστερον καὶ πιθανώτερον ἔχουσαν πρὸς ἀπολογίαν τὸ γενόμενον· ἱκανὸν γὰρ πρὸς τὸ πεῖσαι τὸν ἀκροατὴν ἀντὶ βλάβης τινὸς εὐεργεσίαν γενέσθαι, τὴν δὲ μετάστασιν δευτέραν, ὅτι ὥσπερ ἀνθ’ αὑτοῦ δίδωσί τῳ ἢ τιμωρίαν
25παρέχειν ἢ τὸ αἴτιον· τὸ δὲ ἀντέγκλημα ἀκόλουθον ὂν τῇ μεταστάσει μετὰ ταύτην τέτακται· δυνάμει γὰρ αὐ‐ τὸ τὸ ἀντέγκλημα μετάστασίς ἐστι, διαφέρει δὲ, ὅτι ἡ μὲν μετάστασις ἐπὶ ἕτερον μεταφέρει, τὸ δὲ ἀντέγκλη‐ μα ἐπ’ αὐτὸν τὸν παθόντα· τελευταίαν δὲ πᾶσαν τὴν
30γνώμην, ὡς ἀσθενεστέραν οὖσαν, καὶ ὁμολογούμενον647

4

.

648

ἔχουσαν τὸ ἀδίκημα καὶ ἐλέου δεομένην· τὴν δὲ τέ‐ χνην, τὴν φύσιν μιμουμένην, ἀπὸ τῶν ἰσχυροτέρων ἄρ‐ χεσθαι· ἄλλοι δὲ ἀντίστασιν μὲν καὶ ἀντέγκλημα ἐφε‐ ξῆς ἔταξαν, μετάστασιν δὲ καὶ συγγνώμην μετ’ αὐτάς·
5καθότι ἐν ἀμφοτέραις, ἀντιστάσει φημὶ καὶ ἀντεγκλή‐ ματι, οὔτε βεβιάσθαι φαμὲν, οὔτε ἄλλο τι, εἰ μὴ ἐπ’ ἐξουσίαν, ἢ ἀξίου ὄντος τοῦ πεπονθότος παθεῖν κα‐ ταφεύγομεν· ἐν μεταστάσει δὲ καὶ συγγνώμῃ ἀκούσιον αὐτὸ εἶναι λέγομεν· Λολλιανὸς δὲ οὔτε ἐν τῷ ὀνόματι
10τῶν στάσεων διεῖλεν αὐτὰς, ἀλλὰ μίαν οἶδεν ἀντιθετι‐ κὴν στάσιν. Ἑρμογένης μέντοι ἀμφοτέρως κέχρηται, καὶ ὑφ’ ἓν ὡς μίαν αὐτὰς διαιρῶν τοῖς αὐτοῖς κεφαλαί‐ οις, ὃ ἕτεροι οὐ ποιοῦσι· καθ’ ἑκάστην διαφορὰν τάτ‐ τουσι· καὶ ἰδίᾳ ἑκάστην ὡς ἐν τῇ μεθόδῳ.
15 Σωπάτρου. Εἰκότως καὶ κατὰ τὴν προσήκουσαν καὶ ὀφειλομένην τάξιν τὰς ἀντιθετικὰς ἔταξε μετὰ τὴν ἀντίληψιν· τῆς γὰρ δικαιολογίας εἰς δύο μερισθεί‐ σης, εἴς τε ἀντίληψίν φημι καὶ ἀντίθεσιν, ἡ μὲν ἀν‐ τίληψις κατὰ χώραν ἔμεινεν οὐ διαιρουμένη, καθ’ ἑαυ‐
20τὴν δὲ τυγχάνουσα στάσις· ἡ δὲ εἰς τέσσαρα ὥσπερ ἀπὸ γένους τῆς ἀντιθέσεως εἰς εἴδη τέμνεται· λέγω δὴ τὴν ἀντίστασιν καὶ μετάστασιν καὶ ἀντέγκλημα, καὶ συγγνώμην· διὸ ταύτας μετὰ τὴν ἀντίληψιν ἔταξεν· εἰκότως δὲ καὶ τὴν ἀντίληψιν. μετὰ τὸν στοχασμὸν καὶ
25τὸν ὅρον, ὁ μὲν γὰρ στοχασμὸς περὶ οὐσίαν ἔχει τὴν ζήτησιν, ἀδήλου παντελῶς ὄντος τοῦ ἐγκλήματος· ἐν δὲ τῷ ὅρῳ μέρος μὲν ὁμολογεῖ, μέρος δὲ ὁ φεύγων ἀρνεῖ‐ ται· ἡ ζήτησις δὲ περὶ τῆς ἰδιότητος τοῦ πραχθέντος ἐστίν· ἐν δὲ ταῖς ἀντιλήψεσι καὶ ἀντιθετικαῖς τέλειον
30καὶ ὁμολογούμενον τὸ πρᾶγμα· ἡ δὲ διαφορὰ τῆς ἀντι‐648

4

.

649

λήψεως πρὸς τὰς ἀντιθετικὰς, ὅτι ἐν μὲν τῇ ἀντι‐ λήψει ὁμολογῶν ὁ φεύγων τὴν πρᾶξιν οὐκ ἀδίκημα αὐ‐ τὴν ὁμολογεῖ, ἀλλ’ ὡς ἀδίκημα προβαλλομένην ὑπὸ τοῦ κατηγόρου, τῷ ἀνευθύνῳ τοῦ πραχθέντος διϊσχυρίζεται
5καὶ τὴν ἐξουσίαν προβάλλεται· ἐν δὲ τῇ ἀντιθέσει ὑπεύ‐ θυνον ὁμολογῶν τὸ πεπραγμένον καὶ αὐτὸς ὁ κρινόμενος καὶ ἄχρι τούτου συντρέχων τῷ κατηγόρῳ, ἀπό τινος τῶν περὶ τὸ πρᾶγμα, δηλονότι τῆς περιστάσεως, τὴν ἀπολο‐ γίαν πορίζεται καὶ ἀντιτίθησι, διὸ καὶ ἀντιθετικαὶ ἐκλή‐
10θησαν· ἐν γὰρ ταῖς ἀντιθετικαῖς οὔτε ἄρνησίς ἐστι παν‐ τελὴς, ὥσπερ ἐν στοχασμῷ, οὔτε ἀμφισβήτησις, ὥσπερ ἐν ὅρῳ, οὔτε περὶ μέλλοντός τινος, ὡς ἐν πραγματικῇ, οὔτε ἀνεύθυνον εἶναι λέγει τὸ προβαλλόμενον ὁ φεύγων, ὥσπερ ἐν ἀντιλήψει· ἀλλ’ ὁμολογεῖ μέν τοι πεποιηκέναι
15ὡς ἀδίκημα, ἀντιτίθησι δέ τι πρὸς ἀπολογίαν τοῦ ἀδική‐ ματος· ὅλως δὲ ἐν μὲν τῇ ἀντιλήψει, ὅπερ ὁ φεύγων ὡς ἀνεύθυνον προτείνεται, τοῦτο ὁ κατήγορος ἐκ τῆς περι‐ στάσεως ἀνεύθυνον ἀποφαίνειν πειρᾶται· ὥστε ἡ μὲν ἀν‐ τίληψις τὸ ἀνεύθυνον ὑπεύθυνον ἐκ τῆς περιστάσεως
20ἔχει, αἱ δὲ ἀντιθετικαὶ τὸ ὑπεύθυνον ἀνεύθυνον σχεδὸν ἐκ τῆς περιστάσεως ἔχουσιν· ἰστέον δὲ, ὅτι αἱ ἀντιθε‐ τικαὶ οὐδὲν ἀλλήλων διαφέρουσι τῇ φύσει τῆς διαιρέσεως· τοῖς γὰρ αὐτοῖς τέμνονται κεφαλαίοις· πλὴν τοῦ ὁμω‐ νύμου αὐτῇ τῇ στάσει· τοῦτο γὰρ ἐν ἑκάστῃ προηγεῖται·
25ἐν μὲν τῇ ἀντιστάσει μετὰ τὴν τῆς προβολῆς διάνοιαν τὸ ἀντιστατικὸν, ἐν δὲ τῷ ἀντεγκλήματι τὸ ἀντεγκλημα‐ τικὸν, ἐν δὲ τῇ μεταστάσει τὸ μεταστατικὸν, ἐν δὲ τῇ συγγνώμῃ τὸ συγγνωμονικόν· ἔχουσι δὲ αἱ μὲν τῶν ἀν‐ τιθετικῶν τὸ ἑκούσιον, αἱ δὲ τὸ ἀκούσιον· ἀντίστασις
30μὲν καὶ ἀντέγκλημα ἑκούσιον, μετάστασις δὲ καὶ συγ‐ γνώμη τὸ ἀκούσιον· ῥητέον δὲ περὶ ἑκάστης λοιπὸν τὸ ἴδιον· Κοινῇ μὲν οὖν ἁπασῶν τῶν ἀντιθετικῶν ἴδιον πα‐
ρὰ τὰς ἄλλας στάσεις τὸ εἶναι τὸ πρᾶγμα καὶ τέλειον649

4

.

650

καὶ ὑπεύθυνον καὶ φανερόν· τὸ δὲ ἑκάστης ἴδιον θεω‐ ρητέον· ἢ γὰρ εἰς αὐτὸν ὁ φεύγων τὸ πραχθὲν ἀναδέ‐ χεται ὁμολογῶν ἀδίκημα, ἀντιτίθησι δὲ τῷ ἀδικήματι εὐεργέτημα ἐξ αὐτοῦ γενόμενον τοῦ ἀδικήματος, καὶ ποι‐
5εῖ ἀντίστασιν· τὸ γὰρ εὐεργέτημα αὐτῷ ἀπολογία γίνε‐ ται, φάσκοντι μὴ ἐπὶ κακῷ, ἀλλ’ ἐπὶ συμφέροντι πε‐ ποιηκέναι τὸ πραχθέν· ἢ εἰς ἕτερον μεθίστησιν, ὅπερ διχῆ διαιρεῖται, ἢ γὰρ εἰς αὐτὸν τὸν παθόντα μεθίστη‐ σιν καὶ ποιεῖ ἀντέγκλημα, ἢ εἰς ἕτερον· τοῦτο δὲ πάλιν
10διαιρεῖται· ἢ γὰρ εἰς ὑπεύθυνόν τι δυνάμενον γενέσθαι πρᾶγμα ἢ πρόσωπον μεθίστησιν, ἢ εἰς ἀνεύθυνον· ἐὰν μὲν οὖν εἰς ὑπεύθυνον μεταστήσῃ, ποιεῖ μετάστασιν, ἐὰν δὲ εἰς ἀνεύθυνον, τὴν συγγνώμην· τινὲς δὲ ἄλλην ἀκριβεστέραν λέγουσι διαφορὰν μεταστάσεως καὶ συγγνώ‐
15μης, ἣν καὶ αὐτὸς ὁ τεχνικὸς ὕστερον ἐπισημαίνεται· ἄτοπον δὲ προλαμβάνειν αὐτοῦ καὶ τὸν καιρὸν καὶ τὴν ὑπόσχε‐ σιν· ζητητέον δὲ, διὰ ποίαν αἰτίαν, εἴγε τὸ ἀντέγκλημα εἰς τὸν πεπονθότα ἀναφέρει, ἑκούσιον λέγομεν ἐν τούτῳ τὸ πραχθέν· πρὸς δὲ τοῦτο φαμὲν, ὅτι οὐ λέγει αἴτιον
20εἶναι τοῦ ἀδικήματος, ἀλλὰ ἄξιον τὸν πεπονθότα τοῦ πάθους· ἄλλο δέ ἐστιν ἄξιον εἶναι τοῦ πάθους φάσκειν, καὶ ἄλλο αἴτιον εἶναι τοῦ ἀδικήματος· πρεπόντως δὲ ὁ τεχνικὸς ἁπάσας συνήγαγε τὰς ἀντιθετικὰς καὶ κοινῇ περὶ αὐτῶν λόγον ἀποδίδωσι, τῶν ἄλλων ἰδίᾳ περὶ ἑκά‐
25στης διαλαβών· ἑνὸς γὰρ ὄντος οἶμαι κεφαλαίου τοῦ πα‐ ραλλάττοντος, τοῦ ἑκάστης ἰδίου τῆς στάσεως, περίεργον τὸ λέγειν περὶ ἑκάστης τὰ αὐτὰ κεφάλαια τιθέμεθα.
28nΑἱ ἀντιθετικαὶ διαιροῦνται προβολῇ.
29Μαρκελλίνου. Ἡ προβολὴ πρότασίς ἐστι τοῦ
30ἐγκλήματος· αὐξητικῶς δὲ ὡς ἐν διηγήσει προαχθήσε‐650

4

.

651

ται· μεμετρημέναις μέντοι ταῖς αὐξήσεσι χρηστέον ἐν τῇ προβολῇ, τὴν δὲ τελειοτέραν αὔξησιν φυλακτέον τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ τοῖς οἰκείοις τόποις τῆς στά‐ σεως· εἴτε ἀντίστασίς ἐστιν, εἴτε μετάστασις, εἴτε ἀντ‐
5έγκλημα, εἴτε συγγνώμη· γίνεται δὲ ἡ αὔξησις τῇ προ‐ βολῇ ἐκ τῶν τῆς περιστάσεως μορίων.
7nὍρῳ, ἔστιν ὅτε καὶ τοῖς ἑπομένοις τῷ ὅρῳ μέχρι τοῦ πρός τι.
8 Συριανοῦ. Τὰ ἑπόμενα τῷ ὅρῳ συλλογισμός ἐστιν, ὃς ἐναντίος ἐστὶ τῷ ὅρῳ· γνώμη νομοθέτου εἰς
10ῥητὸν ἐμπίπτει, πηλικότης, πρός τι· ταῦτα δὲ τὰ δύο, φημὶ τὰ προσεχῆ καὶ αὔξησιν μετ’ ὀλίγον ἐρεῖ· τῶν γὰρ ὁρικῶν κεφαλαίων ἤτοι τῶν ἑπομένων τῷ ὅρῳ τὰ μὲν ἀποδεικτικά ἐστιν, ἃ πρὸς λύσιν τοῦ ὅρου παραλαμβά‐ νεται, ἕως τῆς γνώμης, πηλικότης δὲ καὶ πρός τι αὐξη‐
15τικὰ τυγχάνει· μεμαθήκαμεν οὖν, ὅτι ὁρικοῦ παραγρα‐ φικοῦ τοῦ ἐκ τοῦ πράγματος ἐμπίπτοντος τὰ ἑξῆς πάν‐ τα κεφάλαια πρὸς λύσιν τούτου λαμβάνεται. Μαρκελλίνου. Ὅρῳ λέγει παραγραφικῷ· σπα‐ νίως δὲ ταῦτα ἐμπίπτει, ἐπειδὴ δῆλόν ἐστι τὸ πεπραγμένον·
20ἐκεῖ δὲ συνεχῶς ἐμπίπτει, ὅπου ἀμφίβολον τὸ πρᾶγμα· ὡς εἰπεῖν γὰρ ἐν τοῖς ἀμφιβόλοις ἐμπίπτει· τοῖς ἑπομέ‐ νοις δὲ εἶπεν τῷ ὅρῳ, μέχρι γὰρ τούτων ἐν παραγρα‐ φικοῦ μοίρᾳ τετάξεται τὰ κεφάλαια· τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους.
25nΔιανοί.
26 Συριανοῦ· Διάνοιαν ἐνταῦθα λέγει τοῦ φεύγον‐ τος· τοῦ γὰρ κατηγόρου προβολῇ χρωμένου, ἥ τις ἔχει
φάσιν ψιλὴν τοῦ ἀδικήματος, διανοίᾳ λύσει ταύτην ὁ651

4

.

652

ἐγκαλούμενος· ὅτι μὴ μόνον σκόπει τὸ γεγενημένον, ἀλ‐ λὰ καὶ ποίᾳ διανοίᾳ πεποίηκα· εἰ μὲν οὖν κακούργως ἢ ἑκὼν, τιμωρίας ἄξιός εἰμι· εἰ δ’ οὐ κακούργως ἢ ἄ‐ κων, ἐπαίνου ἢ συγγνώμης ἄξιος.
5nΑὐτῇ τῇ ἀντιθέσει, ἥ ἐστιν ὁμώνυμος τῇ στάσει αὐτοῦ τοῦ ζητή‐
6nματος, ἀντιστατικῇ ἢ ἀντεγκληματικῇ, ἢ μεταστατικῇ,
7nἢ συγγνωμονικῇ.
8 Συριανοῦ. Οἷον ἀλλὰ ἐπὶ συμφέροντι πεποίηκα, ἢ ὅτι ἄξιος ἦν παθεῖν ἢ ὅτι οὐκ ἐγὼ, ἀλλ’ ὁ πρύτα‐
10νις, ἢ ὅτι φόβῳ ἡττήθην.
11nἙτέρᾳ διανοίᾳ.
12 Συριανοῦ. Αὕτη κοινή ἐστιν ἀμφοτέρων τοῦ μὲν φεύγοντος ἐπαινοῦντος τὴν διάνοιαν ἐφ’ οἷς ἐποίησε τοῦ δὲ κατηγόρου κακύνοντος.
15nΜεταλήψει.
16 Συριανοῦ. Τοῦ κατηγόρου αὕτη· ὅτ’ ἂν γὰρ ἐπαι‐ νέσῃ ὁ φεύγων τὸ γεγενημένον, ἢ ὡς χρηστὸν, ἢ ὡς ἄξιον συγγνώμης, ἢ ὡς ἀξίου παθεῖν τοῦ πεπονθότος, ἢ ὡς οὐχὶ αὐτὸς ποιήσας, τῇ μεταλήψει χρήσεται ὁ διώ‐
20κων· ἐπὶ μὲν ἀντιστάσεως, ὅτι ἄλλως ἐχρῆν δημοσιεῦ‐ σαι, ἀνενεγκεῖν τῷ δήμῳ, μὴ αὐτεξουσίως πρᾶξαι· ἐπὶ δὲ ἀντεγκλήματος ἐπὶ τὸ μετριώτερον ἄγει· ὅτι σωφρο‐ νίζειν, τύπτειν, ὑβρίζειν, ἀποκηρύττειν· ἐπὶ δὲ μεταστά‐ σεως, διαμαρτύρασθαι, ἐλέγχειν· ἐπὶ δὲ συγγνώμης, ἐπὶ
25τὸ ἀναγκαῖον, ὅτι καταψεύσασθαι ἢ ἄλλο τι ποιῆσαι ἐχρῆν, οὐ τοῦτο.
27nΠρός τι.
28Συριανοῦ. Πάλιν ἡ δύναμις τοῦ κεφαλαίου πρό‐
δηλος, ὅτι συγκριτικὴν ἔχει τὴν δύναμιν· καὶ ὁ μὲν κρι‐652

4

.

653

νόμενος λέξει, μεῖζον εἶναι τὸ εὐεργέτημα τοῦ ἀδικήμα‐ τος· ὡς ὁ στρατηγὸς ὁ κρινόμενος δημοσίων· λέξει γὰρ, ὅτι μεῖζόν ἐστιν ἡ νίκη τοῦ ἀδικήματος· ὁ δὲ κατή‐ γορος τὸ ἐναντίον, ὅτι μεῖζον τὸ ἀδίκημα τοῦ εὐεργε‐
5τήματος· καὶ κοινόν ἐστιν ἀμφοτέρων τῶν ἀγωνιζομέ‐ νων τὸ κεφάλαιον· δεύτερον δὲ τὸ πρός τι παραλαμβά‐ νεται· ἀνωτέρω μὲν πρὸς τὸν ὅρον παραλαμβανόμενον πρὸς λύσιν αὐτοῦ· πρὸς αὐτὸ γὰρ γίνεται τὸ πεπρα‐ γμένον ὑπὸ τοῦ διώκοντος μόνου· ἐνταῦθα δὲ ἀμφοτέ‐
10ρων ἐστὶ τὸ κεφάλαιον· ἑκάτερος γὰρ ὁ μὲν τὴν βάσιν μείζονα δεικνύει ὁ κατήγορος, ὁ δὲ φεύγων τὴν εὐεργε‐ σίαν, ὅτ’ ἂν ἀντιστατικὸν ᾖ τὸ ζήτημα· ἂν δὲ ἀντεγ‐ κληματικὸν, ὁ μὲν τὴν τιμωρίαν τοῦ ἀδικήματος, ὁ δὲ τὸ ἁμάρτημα ὑπεραίρειν φήσει, καὶ ἐπὶ τῶν λοιπῶν
15ὁμοίως.
16nὍρῳ βιαί.
17 Συριανοῦ. Καὶ τοῦτο κοινὸν ἀμφοῖν· ἰστέον δὲ, ὅτι τὸ κεφάλαιον τοῦτο ἀεὶ τῷ πρός τι ἀκολουθεῖ· καὶ ἐμπίπτοντος μὲν τοῦ πρός τι τοῦ δευτέρου ἐμπί‐
20πτει καὶ αὐτό· ἐκλείποντος δὲ συνεκλείπει· ἐκλείπει δὲ τὸ πρός τι, ἐφ’ ὧν οὐκ ἔστιν εὐεργεσία τὸ πραχθέν· βίαιος δὲ εἴρηται ὅρος, ὅτι ἐν τούτῳ ἑκάτερος τῶν ἀγω‐ νιζομένων βιάζεται· ὁ μὲν δεῖξαι, ὅτι οὐδ’ ὅλως βλάβη γέγονεν, ὁ δὲ, ὅτι οὐδόλως ὠφέλειά τις συνέβη, ὡς
25ἐπὶ τοῦ στρατηγοῦ ὁ μὲν διώκων ἐρεῖ, ὅτι εἰ τῶν νι‐ κώντων ἐστὶ τὸ φυλάξαι τὰ ὄντα καὶ προσλαβεῖν τι τῶν πολεμίων, ἡμεῖς δὲ τὴν οὖσαν ἀσφάλειαν ἀπωλέ‐ σαμεν, πῶς οὐχ ἡττήθημεν τὰ τῶν νενικημένων πα‐
θόντες· οὕτω δὲ ὁ φεύγων βιάσεται λέγων, ὅτι εἰ κώ‐653

4

.

654

λυμα τῶν πολεμίων τὸ τεῖχος, τοῦτο δὲ καθαιρεθὲν τὴν νίκην ἐποίησεν, οὐκοῦν οὐ καθεῖλον, ἀλλ’ ἀνέστησα τοῖς ἔργοις τὸ τεῖχος· ἀλλὰ διατί μὴ ἐν ἀρχῇ οὕτως ἰσχυρὸν ὂν τίθεται; ὅτι ἀπίθανον ἦν μήπω συμφέρον δειχθὲν
5διὰ τῶν ἄλλων κεφαλαίων.
6nΘέσει.
7 Συριανοῦ. Μετὰ τοῦτο ἡ θέσις ἀκολουθεῖ πρὸς τὴν μετάληψιν, λέγοντος τοῦ φεύγοντος, ὅτι δεῖ τὸν στρατηγὸν ἢ τὸν ὅντινα δήποτε ᾧ δύναται τρόπῳ τὴν
10εὐεργεσίαν ἐπιδείκνυσθαι· δύναμιν δὲ ἔχει καὶ ἡ θέσις, τὸ καθολικῶς ἐπιχειρεῖν.
12nἙτέρᾳ μεταλήψει.
13 Συριανοῦ. Τοῦ φεύγοντος τῇ θέσει χρωμένου ὁ κατήγορος τῇ δευτέρᾳ χρήσεται μεταθέσει τὸν τρόπον
15τῆς πράξεως αἰτιώμενος· ἐπὶ μὲν γὰρ τῇ πρώτῃ τὴν πρᾶξιν αὐτῆς μέμφεται, ἐπὶ δὲ τῇ δευτέρᾳ τὸν τρόπον τῆς πράξεως· λέξει γὰρ, ὅτι ἔδει σε μετὰ γνώμης τοῦ δήμου καθελεῖν τὸ τεῖχος, οὐδὲ τοῦτο ἀεὶ ἐμπίπτει, ἀλλ’ ἐπὶ μὲν τῶν δημοσίων ἐμπίπτει, ἐπὶ δὲ τῶν ἰδιωτικῶν
20οὔ· ὅτε μὴ αὐτοκράτωρ εἴη ὁ στρατηγὸς, μήτε πόῤῥω τῆς πατρίδος τὰ πράγματα· εἰ γὰρ ἀναμένει τοῖς πολί‐ ταις μηνύσαι, ἀπολεῖται τὰ πράγματα τῇ μελλήσει.
23nἈντιλήψει.
24Συριανοῦ. Προεῖπεν ἡμῖν, ὅτι ταῦτα τὰ κεφά‐
25λαια ἔχεται ἀλλήλων, ἀντίληψις καὶ μετάληψις, καὶ ἔμ‐ παλιν· ἀλλὰ πῶς ἀντίληψις δύναται ἐν ἀντιθετικαῖς ἐμ‐ πεσεῖν; πῶς γὰρ ἐρεῖ ὁ ὑπεύθυνος, ὅτι ἐξῆν μοι; ἀλλά φαμεν, ὅτι τότε ἐμπίπτει, ὅ τε τὸ πρόσωπον τὴν ἐξου‐ σίαν αὐχεῖ· οὐ γὰρ ἀπὸ τοῦ πράγματος γίνεται, ἀλλ’
30ἀπὸ τοῦ προσώπου· οἷον ὅτι ἐξῆν μοι πατρὶ ὄντι καὶ654

4

.

655

κυρίῳ τῆς φύσεως πράττειν ὃ βούλομαι, καὶ στρατηγῷ τὸ τεῖχος καθελεῖν καὶ πρεσβευτῇ πράττειν ὃ θέλω.
3nΠοιότητι καὶ γνώμῃ.
4Συριανοῦ. Ἡ ποιότης καὶ ἡ γνώμη ἐκ πολλῶν
5πρόδηλον.
6nἩ προβολὴ φανερὰ ἀπὸ τῶν συμβεβηκότων.
7 Σωπάτρου. Ἡ προβολὴ ἔφαμεν πολλάκις ὅτι ἀφήγησίς ἐστι ψιλὴ τῶν πραγμάτων, κἂν ὁ τεχνικὸς μὴ βούληται· βούλεται γὰρ οὗτος ἀφήγησιν εἶναι μετὰ
10αὐξήσεως ταύτην, πλὴν εἴθ’ ὡς ὁ τεχνικὸς βούλεται, εἴθ’ ὡς ἡμεῖς· κεφάλαιόν ἐστιν πρῶτον διήγησιν ἔχου‐ σα τῶν πεπραγμένων μετὰ μετρίας αὐξήσεως ἐκ τῶν τῆς περιστάσεως μορίων προαγομένης, τοῦ τε προσώπου φη‐ μὶ καὶ τοῦ πράγματος καὶ τῶν λοιπῶν· τὴν γὰρ τελείαν
15αὔξησιν καὶ πλείστην ἐργασίαν τοῖς οἰκείοις φυλάξομεν κεφαλαίοις· ὡς ἤδη καὶ ἐν ἀντιλήψει δεδήλωται· ἄλλοι δὲ ἕτερόν φασι τὴν προβολὴν, ὃ καὶ κεφάλαιον εἶναι συγχωροῦσιν, ἄλλο δὲ τὴν διήγησιν, ἣν οὐδὲ τοῖς κεφα‐ λαίοις ἀξιοῦσι καταριθμεῖν, ἀλλὰ πρὸ τῶν κεφαλαίων
20τὴν τοῦ πράγματος ὑπόθεσιν περιέχουσαν· οὐδὲν δέ φησι κωλύει διήγησιν εἶναι τὸ μέρος τῆς ὑποθέσεως μετὰ αὐ‐ ξήσεως· καὶ οὐ παρὰ τοῦτο, ἐπειδὴ αὔξησιν ἔχει, ἀναι‐ ροῦμεν αὐτὸ εἶναι διήγησιν· εἰ γὰρ αὐτὰ ἔχει τὰ γεγε‐ νημένα καὶ τῶν πεπραγμένων τὴν ἀφήγησιν, πῶς λέ‐
25γομεν αὐτὸ κεφάλαιον εἶναι; αὕτη δὲ οὐδὲ ἀεί φησιν ἐμπίπτει, ἀλλ’ ἔσθ’ ὅτε ἐκλείπει ἁπλοῦ τοῦ πεπραγμέ‐ νου ὄντος· εἰ μὲν οὖν ἐμπίπτει διήγησις, ὥσπερ καὶ ἐπὶ τὸ πλεῖστον εὑρεθήσεται, χρησόμεθα τῷ κεφαλαίῳ
τῇ προβολῇ, ἐν προτάσει μόνον κατακλείοντες αὐτὴν,655

4

.

656

καὶ ὅσον που μετρίως τῶν αὐξητικῶν ἐφαπτόμενοι τό‐ πων· καὶ ἐὰν ἐμπίπτῃ εὐθέως τὸ ὁρικὸν, ἐπὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐλευσόμεθα, ἐφ’ οἷς τὴν ἐργασίαν τῶν τόπων πᾶσαν παρεξόμεθα· ἐὰν δὲ μὴ ἐμπίπτῃ διή‐
5γησις, ἀντὶ διηγήσεως αὐξητικῆς μεμετρημένως τῇ προ‐ βολῇ χρησόμεθα, ὡς δέδεικται· τίς δὲ ἡ προβολὴ σκο‐ πήσομεν ἐπὶ παραδείγματος· πολιορκουμένης πόλεως στρατηγὸς κατέσκαψε τὸ τεῖχος· νίκη γέγονεν, ἐξελθόν‐ των καὶ μαχεσαμένων, κρίνεται ὁ στρατηγὸς δημοσίων·
10οὐκοῦν ἡ προβολή· ὅτι μέγα ἠδίκησας κατασκάψας τὸ τεῖχος· καὶ πάλιν ἐπὶ παραδείγματος ἑτέρου· συνεχῶς ἡττωμένων τινῶν ἐν ταῖς ναυμαχίαις καὶ ἐπὶ τοὺς λιμέ‐ νας καταφευγόντων, ἔχωσε τοὺς λιμένας ὁ στρατηγὸς, καὶ νίκης γενομένης δημοσίων κρίνεται· ἡ προβολὴ ὁμοίως·
15ἠδίκησας τὴν πόλιν χώσας τοὺς λιμένας καὶ ἀποφράξας· ὅθεν οὐδεὶς εἰςπλευσεῖται τῶν ἐμπόρων καὶ τὰ ἐπιτή‐ δεια κομιζόντων· καὶ ἐφ’ ἑτέρου παραδείγματος· νόμος τὸν ἀχειροτόνητον μὴ στρατηγεῖν· στρατηγῷ συμπαρε‐ τάττετο ὁ παῖς· πεσόντος τοῦ στρατηγοῦ ἐπὶ παρατά‐
20ξεως, ὁ παῖς ἀντιλαβόμενος τῆς στρατηγίας ἐνίκησεν· ἐπανελθὼν κρίνεται παραβάσεως νόμου. ἡ προβολή· ἔβλαψας τὰς πόλεις τὸν συνέχοντα ταύτας νόμον ἀτιμά‐ σας· αὐθαίρετος τὴν στρατηγίαν, ἀλλ’ οὐχὶ κρίσει τοῦ νόμου καὶ τοῦ δήμου παραλαβών. Ἀπὸ τῶν συμβε‐
25βηκότων. Ἅπερ ἡ ὕλη ἔχει τοῦ πλάσματος. Μαρκελλίνου. Σημειωτέον, ὅτι ἐὰν μὲν ἐμπίπτῃ διήγησις, εὐθὺς μετὰ τὴν διήγησιν χρησόμεθα τῷ κεφα‐ λαίῳ, τῇ προβολῇ, ἐν προτάσεσιν, εἰ δὲ μὴ ἐμπίπτει, εὐθὺς ἐπὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐλευσόμεθα· ἐφ’
30οἷς τὴν ἐργασίαν πᾶσαν τῶν τόπων παρεξόμεθα μετὰ
ἀγῶνος· παραδείγματα δὲ θέντες ἐξετάσωμεν τοῦ κε‐656

4

.

657

φαλαίου τούτου τῆς προβολῆς τὴν δύναμεν καὶ τὴν χρῆ‐ σιν· ἔστω μὲν οὖν ἀντιστάσεως παράδειγμα ὁ στρατη‐ γὸς ὁ ἐμπρήσας τὰς ναῦς, ἐπειδὴ οἱ στρατιῶται κατέ‐ φυγον εἰς αὐτὰς, καὶ νίκης γενομένης κρινόμενος δημο‐
5σίων. ἡ προβολὴ τοίνυν· μεγάλα ἠδίκησας τὸν δῆμον, ἐμπρήσας τὸ ναυτικόν. εἶτα ὑποδιαίρεσις ἐκ διαφορᾶς· πολλοὶ καὶ μέρους τριηρῶν ἀπολωλότος ὑπεύθυνοι δό‐ ξαντες εἶναι δίκην ὑπέσχον· νῦν δὲ τὸ ναυτικὸν ἅπαν διέφθαρται· δύνασαι δὲ καὶ ἄλλως μεταχειρίσασθαι
10τὴν προβολὴν δι’ αὐξήσεως τοὺς νόμους θείς· ἐάν τις ὑφέληται κώπην ἢ σκεῦος ἀπὸ τῶν νεωρίων, θανάτῳ καὶ ἀειφυγίᾳ καὶ δημεύσει ζημιοῖ τοῦτον· ὁ δὲ στρα‐ τηγὸς τὰς τριήρεις αὐτὰς ἐμπρήσας, ὑφ’ ὧν ὁ δῆμος ἐσώθη πολλάκις ἐκ τῶν μεγίστων κινδύνων, οὐδὲν ἀδι‐
15κεῖν φήσει· δύνασαι δὲ καὶ ἄλλως εἰπεῖν· οἱ μὲν ἄλ‐ λοι στρατηγοὶ ναῦς ἦγον αἰχμαλώτους ἐς τοὺς ἡμετέ‐ ρους λιμένας, ὁ δὲ νῦν κρινόμενος στρατηγὸς καὶ τὸ ὑπάρχον τῇ πόλει ναυτικὸν ἀπολώλεκεν, ᾧπερ ἰσχύομεν ἀεὶ καὶ σωζόμεθα, καὶ μετὰ τῆς ἡδίστης ἡμῖν ἐλευθε‐
20ρίας πολιτευόμεθα· οὕτω μὲν ἡ προβολὴ ἐπὶ ἀντιστά‐ σεως· ἐπὶ δὲ ἀντεγκλήματος θέντες τὸ παράδειγμα λέ‐ ξομεν· ἔστω τοίνυν τοῦτο· ἀριστεὺς πορνεύοντα τὸν υἱὸν ἀπέκτεινε καὶ φεύγει φόνου· οὐκοῦν ἡ προβολή· τὸ μέ‐ γιστόν σοι πέπρακται τῶν ἀνηκέστων κακῶν· αὐτόχειρ
25ἐγένου καὶ ταῦτα τοῦ παιδὸς, οὐδὲ τῆς φύσεως φεισά‐ μενος· ἀθέμιτον καὶ μέχρι λόγου μνησθῆναι τὸ δρα‐ σθέν σοι κακόν· ἐξεταστέον δὲ καὶ ἐπὶ μεταστάσεως καὶ συγγνώμης τὴν προβολήν· ἐπὶ γὰρ πασῶν τῶν ἀντιθε‐ τικῶν ταῦτά ἐστι κεφάλαια καὶ μία διαίρεσις· ἔστω δὲ
30μεταστάσεως παράδειγμα τοῦτο· νόμος τὸν πρεσβευτὴν
λαβόντα παρὰ τοῦ ταμίου τὰ ἐφόδια ἄχρι τῶν τριάκον‐657

4

.

658

τα ἡμερῶν ἐξελθεῖν ἐπὶ τὴν πρεσβείαν, πρεσβευτής τις μὴ λαβὼν τὰ ἐφόδια οὐκ ἐξῆλθε καὶ κρίνεται δημοσίων. ἡ προβολή· ἠδίκησας τὴν πόλιν τὸν νόμον παραβὰς καὶ παρασχὼν καιρὸν τοῖς πολεμίοις καθ’ ἡμῶν τῷ μὴ
5πρεσβεῦσαι περὶ ὧν ἠπειγόμεθα. Λεκτέον ἤδη καὶ περὶ συγγνώμης. ὑποκείσθω παράδειγμα τοῦτο· ῥήτωρ αἰχμά‐ λωτος γενόμενος ἠναγκάσθη τῶν τεθνηκότων πολεμίων εἰπεῖν ἐπιτάφιον· ἐπανελθὼν κρίνεται. ἡ προβολή· δει‐ νά σοι τετόλμηται καὶ θανάτου οὐχ ἥττονος τιμωρίας
10ἄξια, τοὺς ἡμετέρους ἐχθροὺς ἐπαινέσαντι καὶ κολα‐ κεύσαντι πολεμίους τοὺς ὅλῃ τῇ πόλει δυσμενεῖς.
12nΤῷ δὲ ὁρικῷ ὅτε ἐμπίπτει ὁμοίως χρησόμεθα, καθάπερ καὶ ἐν
13nἀντιλήψει προείρηται.
14Συριανοῦ. Θαυμάσειεν ἄν τις, εἰ ὅλως ἐμπίπτειν
15δυνήσεται, πῶς χρήσεται ὁ φεύγων τούτῳ τῷ κεφα‐ λαίῳ, ὁμολογῶν καὶ αὐτὸς τέλειον, πρὸς δὲ καὶ ὑπεύ‐ θυνον τὸ πεπραγμένον· τότε γὰρ ὅρῳ δῆλον ὅτι χρη‐ σόμεθα, ὅτ’ ἂν ἢ ἀτελοῦς ὄντος τοῦ πεπραγμένου τὴν ἰδιότητα ζητῶμεν, ἢ πάλιν τελείου ὄντος τῷ ἀνευθύνῳ
20ἰσχυριζώμεθα καὶ λέγωμεν ἐφ’ ἑκατέροις εἶναι τὰς τοι‐ αύτας γραφάς· ἔνθα δὲ τέλειον καὶ ὑπεύθυνον, τίνα χώ‐ ραν ἔχει ὁ ὅρος; λέγομεν οὖν, ὅτι ἔστιν ὅτε ἐμπίπτει· καὶ οὔτε καθάπαξ ἐκλείπει, οὔτε μὴν ἀεὶ εὑρίσκεται, ἀλλὰ σπανίως· τούτου δὲ αἴτιον τῶν πραγμάτων ἡ φύ‐
25σις καὶ ἡ τῆς ὕλης περίστασις· τότε γὰρ εὑρίσκεται, ὅταν καὶ τὸ πραχθὲν ἀδίκημα μὲν ὑπὸ τοῦ φεύγοντος εἶναι δοκῇ, μὴ σφόδρα δὲ ἡ πρᾶξις διαβέβληται· μηδὲ πάνυ βλάπτῃ τὸ γενόμενον, ὡς ἐπὶ τοῦδε τοῦ παρα‐ δείγματος· ῥήτωρ ἐξεδόθη τυράννῳ· ἔπαινον γράψας τῆς
30τυραννίδος ἀφείθη· ἐπανελθὼν φεύγει δημοσίων· ἐν‐658

4

.

659

ταῦθα γὰρ ἀδίκημα μὲν εἶναι δοκεῖ καὶ ὑπεύθυνον τὸ πεπραγμένον· οὐδὲν δὲ προφανῶς ἔβλαψε τὴν πόλιν, ἐν‐ ταῦθα τοίνυν καὶ ὅρῳ χρήσασθαι οὐδὲν κωλύει τὸν φεύ‐ γοντα· δύναται γὰρ λέγειν· ἐπ’ ἄλλοις αἱ δημόσιαι
5γραφαὶ, ὅταν τείχη τις καθέλῃ, ὅταν συμμάχους προ‐ δῷ· τούτων γὰρ πάντων τὸ πεπραγμένον φανερῶς κου‐ φότερον. δοκεῖ δέ τισιν ἀντιληπτικὸν εἶναι τὸ πρόβλημα τοῦτο· ἄλλοι δέ φασιν τότε ἐμπίπτειν τὸν ὅρον, ὅταν μὴ ἀκόλουθον ᾖ τὸ ὄνομα τῆς γραφῆς τῷ ἀντεγκλή‐
10ματι, ἐὰν γὰρ ἀκόλουθον ᾖ, οὐκ ἐμπεσεῖται· καὶ ὅταν διάφορα πράγματα ὑπὸ τὸ αὐτὸ ἀνάγηται ὄνομα· ἐπὶ μὲν γὰρ τοῦ στρατηγοῦ τοῦ καθελόντος τὰ τείχη καὶ κρινομένου δημοσίων ἐμπεσεῖται· διάφορά τε γὰρ πρά‐ γματα ὑπὸ τὸ αὐτὸ πίπτει ὄνομα· καὶ οὐκ ἀκόλουθον
15τὸ ὄνομα τῷ ἀντεγκλήματι· ἐπὶ δὲ τοῦ ἀριστέως τοῦ τὸν υἱὸν ἑταιροῦντα ἀποκτείναντος οὐκ ἐμπεσεῖται· οὐδὲ γὰρ δύναται ὥσπερ ἐκεῖ λέξειν, ὅτι οὐκ ἔστιν δημόσιον ἀδίκημα τὸ τεῖχος καθελεῖν, ἀλλὰ τὸ ναῦς προδοῦναι, τὸ πόλεις, οὕτω κἀνταῦθα, ὅτι οὐκ ἔστι τοῦτο φόνος·
20ὡμολόγηται γὰρ, ὅτι ἔστιν· ἄλλοι δέ φασιν, ὅτι σπα‐ νίως ἐμπίπτει ἐπὶ τούτων ὁ ὅρος καὶ ἐν μόνῃ τῇ ἀντι‐ στάσει, ἔνθα ἔχομεν ἀγαθὸν καὶ συμφέρον γεγενημένον· καὶ εἰ ἐμπέσῃ, οὐχ οὕτως αὐτῷ χρησόμεθα, ὡς ἐν τῇ ἀντιλήψει, ἀλλ’ ἐν παραγραφικοῦ τάξει· μεμφόμενοι
25γὰρ ἐροῦμεν, ὡς οὐκ ὀφείλει ἐπὶ κατορθώμασι κρίνε‐ σθαι, οὐδὲ μετὰ νίκην ὁ στρατηγὸς δημοσίων ἀδικημά‐ των εὐθύνας ὑπέχειν, εἰ μέρος τι τοῦ τείχους κατέ‐ σκαψε· διὰ τὸ ἔχειν τοίνυν ἀγαθὸν γεγενημένον, χρη‐ σόμεθα αὐτῷ ἐν παραγραφικοῦ μοίρᾳ, ὡς εἴρηται. τι‐
30νὲς δὲ καὶ ἴσως ἀκριβέστερον οὕτως ἐπεσημήναντο,
ὡς ὁ ὅρος ἐπὶ τῶν ἀντιθετικῶν, ἂν μὲν ἰδιωτικὸν ᾖ τὸ659

4

.

660

πεπραγμένον, οὐκ ἐμπίπτει, δημοσίου δὲ ὄντος ἐμπίπτει· καὶ ἐπὶ τούτων οὐ πάντων, ἀλλ’ ὅτε οὐ σφόδρα τῇ πό‐ λει λυμαίνεται τὸ ἀδίκημα· ὡς ἐπὶ τοῦ ῥήτορος τοῦ αἰχμαλώτου γενομένου καὶ ἀναγκασθέντος ἐπιτάφιον τῶν
5τετελευτηκότων εἰπεῖν. Σωπάτρου. Ἰστέον, ὅτι Μητροφάνης φησὶν, ὅτ‐ αν ἐκλείπῃ ὁ ὅρος καὶ μὴ ἔχῃ περίστασιν τὸ κεφάλαιον, τότε παραγραφικῶς αὐτῷ χρησόμεθα, καὶ παραληψόμε‐ θα καινότερόν τι εἶδος παραγραφικοῦ ἐν τῇ ἀντιστάσει,
10λέγοντες, ὅτι οὐ δεῖ ἐφ’ οἷς εὐεργετήσας φαίνομαι κρί‐ νεσθαι· πάνυ δὲ θαυμασίως καὶ ἀκριβῶς προσέθηκε τό· καθάπερ ἐν ἀντιλήψει χρηστέον τῷ ὅρῳ· ἀντιδια‐ στέλλει γὰρ αὐτὸ πρὸς τὴν ἐν ὅρῳ χρῆσιν· ἐν μὲν γὰρ τῷ ὅρῳ περὶ ἰδιότητος οὔσης τῆς ζητήσεως συνεκτικώ‐
15τατον τὸ κεφάλαιόν ἐστιν· ἐν δὲ τῇ ἀντιλήψει ἅτε τε‐ λείου ὄντος τοῦ πεπραγμένου παραγραφικοῦ χώραν ἔχει· αὕτη οὖν, φησὶν, ἁρμόσει ἡ χρῆσις κἀν ταῖς ἀντιστα‐ τικαῖς· οὐ γὰρ τὴν ἰδιότητα ζητοῦντες τοῦ πεπραγμέ‐ νου τῷ ὁρικῷ, εἰ ἐμπίπτοι, χρησόμεθα, ἀλλὰ τὴν κρίσιν
20δι’ αὐτοῦ διαβάλλοντες· ὅτε οὖν ἐκλείπει, ἀπὸ τοῦ φεύ‐ γοντος μὲν ἐκλείπει, εἰσάγεται δὲ ἀπὸ τοῦ κατηγόρου· ἔνθεν καί τινες τῶν τεχνικῶν ἐνόμισαν μηδὲ ἐκλείπειν αὐτὸ παντελῶς, τῷ καὶ ἐκ τοῦ κατηγόρου εἰσάγεσθαι· ἀλλὰ πῶς εἰσάγεται, μάθωμεν ἐπὶ παραδείγματος· οἷον
25ἐν λιμῷ καὶ πολιορκίᾳ ὁ στρατηγὸς μέρος τι τοῦ τεί‐ χους διέκοψε καὶ ἐπεξαγαγὼν τὸν στρατὸν ἐνίκησε, καὶ κρίνεται δημοσίων· ὁρίσεται τοίνυν ὁ κατήγορος ἐνταῦ‐ θα οὕτως, ὅτι τοῖς μὲν ἄλλοις, ὅσοι ποτὲ ἠδίκησαν, ἔξεστιν εἰπεῖν, ὡς οὐ δημόσιον ἀδίκημα τὸ γεγονός·
30τοῦτο δὲ οὐδὲ ἄρνησις δήπουθέν ἐστιν· ὡμολόγηται γὰρ ὅτι δημόσιον· ἡ γὰρ βλάβη τοῦ τείχους τῆς πόλεώς ἐστι κοινή· καὶ ἐπὶ μεταστάσεως πάλιν, οἷον ἐπὶ τοῦ πρεσβευ‐
τοῦ· ὁ ὅρος ὁμοίως, ὅτι οἱ μὲν ἄλλοι δύνανται λέγειν660

4

.

661

ὡς οὐ δημόσιον τὸ ἀδίκημα, ἐν τούτῳ δὲ οὐ δυνατόν· ὅ τε γὰρ πρεσβευτὴς δημόσιον πρόσωπον, ἥ τε χρεία δημοσία δι’ ἣν ἐξῄει, ὥστε ἀπ’ ἀμφοῖν, καὶ ἀπὸ τοῦ προσώπου καὶ ἀπὸ τῆς χρείας δηλονότι, δημόσιον· τὸ
5γὰρ ὑπὲρ τοῦ κοινοῦ γινόμενον, ἀμελούμενον, πᾶσιν ἐστὶ βλαβερόν, ὥσπερ κατορθούμενον πάσῃ τῇ πόλει λυσιτε‐ λεῖ· ὧν γὰρ αἱ ὠφέλειαι κοιναὶ, τούτων καὶ αἱ ἀμέλειαι καὶ αἱ ζημίαι καὶ αἱ βλάβαι κοιναί· καὶ ἐπὶ ἀντεγκλή‐ ματος πάλιν ζητητέον, πῶς ἐμπίπτει ὁ ὅρος· οἷον συν‐
10εχῶς ἀφισταμένην πόλιν ἐπέμφθη χειρωσόμενος ὁ στρα‐ τηγός· ἑλὼν κατέσκαψε καὶ δημοσίων φεύγει· ὁ τοίνυν ὅρος· οὐ δύνῃ λέγειν, ὡς οὐ δημόσιον τὸ γεγονός· πό‐ λις γὰρ ἡ παθοῦσα καὶ κοινῇ πᾶσαν ἔβλαψας τὴν πέμψασάν σε πόλιν· ἀπεστέρηκας γὰρ αὐτὴν συμμαχί‐
15δος καὶ ὑπηκόου πόλεως· καὶ ἀντὶ τῆς διορθώσεως τὸ μηκέτι ἀποστῆναι παντελῶς ἀπολώλεκας, καὶ εἰς τὸ χεῖρον ἡμῖν τὸ πρᾶγμα περιέστησας· ὥστε μηδὲ κεκτῆ‐ σθαι τοῦ λοιποῦ· ἆρα γὰρ οὐκ ἄμεινον, ἔχειν μὲν, ἁμαρτανούσης δὲ πρὸς ὀλίγον ἀνέχεσθαι, ἢ καθάπαξ
20ἀποβαλέσθαι, ὥστ’ οὐχ ἕξεις εἰπεῖν, ὡς οὐ δημοσίαν ἤνεγκε τοῦτο ζημίαν τῇ πόλει, τὸ πόλεως ὅλης στε‐ ρηθῆναι· οὐχ ἑνὸς γὰρ ἀνδρός ἐστιν ἡ κατασκαφεῖσα πόλις, ἀλλὰ τοῦ κοινοῦ· εἰ τοίνυν ἡ κτῆσις τοῦ κοινοῦ δημοσία, ταὐτὸν τρόπον ἡ στέρησις. Ἐμπίπτει κἀν τῇ
25συγγνώμῃ ὁ ὅρος, ὡς ἐπ’ ἐκείνου· μήτηρ ἀριστέως πε‐ σόντος ἐν τῇ μάχῃ τοῦ υἱοῦ ἐξῆλθε χοὰς ἐποίσουσα τῷ ἀριστεῖ· συνελήφθη ὑπὸ τῶν πολεμίων καὶ βασανισθεῖ‐ σα τὰ ἀπόῤῥητα ἐξεῖπεν, ἀνέζευξαν οἱ πολέμιοι καὶ δη‐
μοσίων φεύγει· ἔστιν τοίνυν ὁ ὅρος· οὐκ ἐξόν σοι661

4

.

662

λέγειν, ὡς οὐ δημόσια ἠδίκηκας, προέδωκας γὰρ τὴν πό‐ λιν· ἄλλως τε μήτηρ ἀριστέως οὖσα· προδοσία δὲ καὶ ἐκφορὰ τῶν ἀποῤῥήτων κοινὸν καὶ οὐ καθ’ ἑνὸς ἀδίκημα· ὅσον γὰρ ἐπὶ σοὶ τὴν πόλιν ἀπολώλεκας, προ‐
5δοῦσα τὰ ἀπόῤῥητα· εἰ δὲ ἀνέζευξαν οἱ πολέμιοι, τῆς τύχης τὸ ἔργον· σὺ δὲ ὅσον ἧκεν εἰς τὸ σὸν μέρος διέ‐ φθειρας αὐτήν· εἷλον γὰρ ἂν αὐτὴν οἱ πολέμιοι, μα‐ θόντες τὰ ἀπόῤῥητα, καὶ οὐδὲν ὑπῆρχεν ἔτι τὸ σῶζον, πλὴν ἐκ παραδόξου θεοί· ἡμῶν δὲ οὐδεμία τίς ἐστι πα‐
10ρασκευὴ καὶ τέχνη, τὰ ἰσχυρὰ τῆς πόλεως καὶ οἷς ἐσω‐ ζόμεθα τῶν πολεμίων ἀκηκοότων· οὕτω μὲν οὖν ἀπὸ τοῦ κατηγόρου· ἀπὸ γὰρ τοῦ φεύγοντος ἐπὶ τῶν τοιού‐ των παντάπασιν ἐκλείπει, ὡς ἤδη εἴρηται.
14nΚαὶ μετὰ τὴν αὔξησιν δηλαδὴ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστίν.
15 Συριανοῦ. Τὸ ἀπ’ ἀρχῆς ἄχρι τέλους λύσις ἐστὶ τῆς διανοίας, ἃ προβάλλεται ὁ κατήγορος φάσκων, ὅτι φανερῶν τῶν ἀδικημάτων ὄντων, ἄτοπον ἐξετάζειν τὴν γνώμην. Σωπάτρου. Ἀναγκαίως μετὰ τὴν πηλικότητα καὶ
20τὸ πρός τι, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· αὔξων γὰρ ὁ κατήγορος τὸ πραχθὲν δῆλον ὅτι θήσει αὐτὰ καὶ τοῖς παρακολουθοῦσι τόποις χρήσεται· παρακολουθεῖ δὲ τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὡς ἤδη προείρηται, τὰ περιστα‐ τικὰ καλούμενα, ἀφ’ ὧν αὔξοντες τὰς ἀφορμὰς ληψό‐
25μεθα· εἰ δὲ μὴ ἐμπίπτοι τὸ ὁρικὸν, εὐθέως μετὰ τὴν προβολὴν συνάψομεν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἐν μὲν τῇ προβολῇ ὥσπερ προτάσεις τιθέντες, ἐνταῦθα δὲ τὰς κατασκευὰς συνάπτοντες, οὐκέτι διηγηματικῶς, ἀλλ’ εἰς
ἕκαστον ἐπιχειροῦντες οἷον ἐπὶ τοῦ Ἀρχιδάμου, ὃς ἐμ‐662

4

.

663

βαλὼν εἰς τὴν Ἀττικὴν λοιμῷ τῶν Ἀθηναίων καμνόν‐ των, πρὸ τοῦ δῃῶσαι τὴν γῆν ἀνεχώρησεν· ἐκθέμενοι γὰρ ἐν τῷ τῆς προβολῆς τόπῳ, ὅτι ἀθροισθέντος τοῦ στρατοῦ καὶ τῶν συμμάχων ἁπάντων συναχθέντων
5καὶ κινηθέντων γενόμενος ἐν αὐτῇ τῇ Ἀττικῇ ἄπρακτος ἀνεχώρεις, εὐθὺς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐπάξομεν ἀπὸ τῶν τόπων τῆς περιστάσεως ἐπιχειροῦντες· χρόνου μὲν, ὅτι τότε ἀνεχώρεις, ἡνίκα καιρὸς ἦν μάλιστα ἐπι‐ θέσθαι Ἀθηναίοις· πράγματος δὲ, καὶ ἐκ τοῦ ῥᾴστου
10ἐνῆν περιγενέσθαι τοῦ πολέμου ἔκ τε τῆς νόσου καὶ τῶν κατὰ τὸν πόλεμον πονουμένων· νῦν δὲ παρέσχεν αὐ‐ τοῖς σωτηρίας καιρὸν καὶ τοῦ αὖθις ἀναλαβόντας ἑαυ‐ τοὺς ἐκ τοῦ ἴσου τὸν ἀγῶνα πρὸς ἡμᾶς καταστήσασθαι. Ἰστέον δὲ, ὅτι ἐν ταῖς ἀντιθετικαῖς καὶ ταῖς ἄλλαις
15στάσεσι, πλὴν στοχασμοῦ, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶν αὐτὰ τὰ ἐγκλήματα, περὶ ὧν ἡ κρίσις καὶ ἡ κα‐ τηγορία· ἐν δὲ τῷ στοχασμῷ τὰ σημεῖα τοῦ ἐγκλήμα‐ τός ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. Μαρκελλίνου. Εἴπομεν, ὅτι οὐκ ἀεὶ τὸ ὁριστι‐
20κὸν ἐμπίπτει, καθὰ καὶ ὁ τεχνικὸς ἐπεσημήνατο. ἀμέλει ἐν τῷ ἀριστεῖ τῷ πορνεύοντα τὸν υἱὸν ἀποκτείναντι καὶ φόνου κρινομένῳ οὐκ ἐμπέπτωκεν· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ἐκεῖ ἐμπίπτει, ὅπου δημοσίων φεύγει τίς· ὁ δὲ ἀριστεὺς φόνου φεύγει, οὐ δημοσίων· οὐκοῦν ἐπειδὴ οὐκ
25ἐμπίπτει ἐν τούτῳ ὁ ὅρος, μετὰ τὴν προβολὴν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους κατασκευάσεις· ἔστι δὲ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐνταῦθα οὐχ ὡς ἐν στοχασμῷ τὰ σημεῖα τοῦ ἐγκλήματος, ἀλλ’ αὐτὸ τὸ ἔγκλημα μετὰ κατασκευῆς καὶ πίστεως· οὐχ ὥσπερ ἐν τῇ προβολῇ ἐν διηγήσει καὶ
30προτάσεως τάξει· αὕτη γὰρ διαφορὰ προβολῆς καὶ τῶν
ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅτι ἐν μὲν τῇ προβολῇ προτείνεις663

4

.

664

μόνον καὶ ἐν τάξει διηγήσεως προάγεις τὸ ἔγκλημα, ἐν δὲ τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους μετὰ κατασκευῆς καὶ πί‐ στεως καὶ παραδειγμάτων καὶ ὅσα ἕπεται τῷ ἀγῶνι· ἀπὸ τούτων γὰρ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἡ πᾶσα συ‐
5νίσταται ζήτησις· ὕλη γάρ ἐστι τῆς κρίσεως τὰ ἀπ’ ἀρ‐ χῆς ἄχρι τέλους· αὐτὰ γάρ ἐστι τὰ πράγματα καὶ ἐγ‐ κλήματα, ἀφ’ ὧν ἡ πᾶσα συνίσταται, ὅπερ εἴπομεν, ζήτησις· καὶ ἐν αὐτοῖς αὔξεις λοιπὸν καὶ ἐξαίρεις τὸ ζη‐ τούμενον.
10nΠρὸς ἃ τῇ διανοίᾳ ὁ φεύγων χρήσεται· παράδειγμα δὲ ἔστω
11nτόδε· ἀριστεὺς πορνεύοντα τὸν υἱὸν ἀπέκτεινε καὶ φόνου φεύγει·
12nτὸ μὲν οὖν ὁριστικὸν οὐκ ἐμπέπτωκε· μετὰ δὲ τὴν προβολὴν θήσει
13nὁ κατήγορος τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἐπειδὴ μὴ ἐμπέπτωκε τὸ
14nὁριστικόν· πρὸς ἃ ὁ φεύγων τῇ διανοίᾳ χρήσεται, ἀξιῶν μὴ τὸ γε‐
15nγονὸς μόνον ἐξετάζειν, ἀλλὰ καὶ μεθ’ ἧς γνώμης. πρῶτον μὲν,
16nὅτι οὐ δύσνους ὢν οὐδὲ ἐπιβουλεύων τῷ παιδί· ἔπειτα, ὅτι ἄκων
17nμὲν, ἀναγκαίως δέ.
18 Μαρκελλίνου. Ἡ διάνοια ἐκ τῶν ἐγκωμιαστικῶν γίνεται· ὥσπερ γὰρ ἐν στοχασμῷ ἡ βούλησις διὰ τῶν
20ἐγκωμιαςτικῶν κατασκευάζεται, οὕτω κἀνταῦθα ἡ διά‐ νοια ἀπὸ τῶν ἐγκωμιαστικῶν τὴν κατασκευὴν ἔχει, κἂν μὲν ὡρισμένον ᾖ τὸ πρόσωπον, ἀπὸ πάντων εὑρήσεις τῶν ἐγκωμιαστικῶν, πατρίδος καὶ γένους καὶ τῶν ἑξῆς· εἰ δὲ μὴ εἴη κύριον, ἀπὸ τοῦ πράγματος τοῦ πεπρα‐
25γμένου· οἷον ἐπὶ τοῦ στρατηγοῦ τοῦ καθελόντος τὸ τεῖ‐ χος ἀπὸ τοῦ νικῆσαι κατασκευάσεις τὴν διάνοιαν, ὅτι οὐ φαύλῃ διανοίᾳ ἔπραξεν, ὡς ἔδειξεν ἡ γνώμη, μεθ’ ἧς γνώμης· καθολικὴ δὲ παράδοσις αὕτη, τὰς διαβεβλη‐ μένας τῶν πράξεων τῇ διανοίᾳ τοῦ πράξαντος συστῆ‐
30σαι, λέγοντας, ὅτι μὴ ψιλὸν αὐτὸ καθ’ αὑτὸ ἐξέταζε
τὸ γεγονὸς, ἀλλὰ καὶ μεθ’ ἧς γνώμης ὁ πράξας πέ‐664

4

.

665

πραχεν· ὅτι οὐ δύσνους ὢν οὐδὲ ἐπιβουλεύων καὶ ἑξῆς. Σωπάτρου. Ἡ διάνοια τοῦ φεύγοντός ἐστιν, ἐν ᾗ ἀξιώσει μὴ μόνον τὸ πεπραγμένον σκοπεῖν, ἀλλὰ
5καὶ τὴν γνώμην ἐξετάζειν, μεθ’ ἧς πέπραχεν· ὅτι οὐκ ἐπιβουλεύων, οὐ βλάψαι θέλων, ἀλλ’ ἐπειδὴ κατέφυγον εἰς τριήρεις οἱ στρατιῶται τὴν παράταξιν καὶ τὴν μά‐ χην καταλιπόντες· ἐξ οὗ συνέβαινε, τὰ μὲν ἡμετέρα ἀσθε‐ νῶς ἔχειν καὶ ἀδόξως, τὰ δὲ τῶν πολεμίων ἰσχυρὰ καὶ
10ἔνδοξα, ἐπικρατούντων οὐ διὰ τὴν σφετέραν ἀρετὴν, ἀλλὰ διὰ τὴν ἡμετέραν κακίαν· ἡμεῖς γὰρ αὐτοὺς εἰς νίκην προετρέπομεν ἐξιστάμενοι τοῦ ἀγῶνος καὶ τὴν ἐρήμην αὐτῶν παρέχοντες νίκην· καὶ ἐπὶ τοῦ ἀντεγκλή‐ ματος ἡ διάνοια πάλιν τοιαύτη· ἐρεῖ ὁ πατὴρ, μὴ σκό‐
15πει μόνον τὸν φόνον, ἀλλὰ καὶ μεθ’ ἧς ἀπέκτεινα γνώ‐ μης, ὅτι οὐ μισῶ τὸν υἱόν· οὐδεὶς γὰρ ὃν ἐποίησεν αὐ‐ τὸς ἀποστρέφεται· φιλεῖν δὲ μᾶλλον ἡ φύσις καταναγκά‐ ζει· ἀλλὰ τῆς ἀδοξίας ἕνεκα τοῦ παιδὸς καὶ αἰσχύνης ἐν σωφροσύνῃ θέλων εἶναι τὸν παῖδα καὶ ἀπηλλάχθαι
20τῆς ἐπηρτημένης αἰσχύνης. Συριανοῦ. Καθολικὸν ἡμῖν τοῦτο παραδέδοται θεώρημα, ὅτι τὰς διαβεβλημένας πράξεις διὰ τῆς τοῦ πεποιηκότος διανοίας συστήσομεν καὶ τοὐναντίον τὰς χρηστὰς τῶν πράξεων εἰ διαβάλλειν ἐθέλομεν, διὰ τῆς
25αὐτῆς αὖθις διανοίας δυνησόμεθα, ἀντιτάττοντες αὐτὴν τῇ πράξει, καὶ ἀξιοῦντες τὴν γνώμην ζητεῖν τοῦ πρά‐ ξαντος, ἀλλ’ οὐ ψιλῶς ἀφορᾷν πρὸς τὸ πεπραγμένον· συστησόμεθα δὲ τοῦτο θετικῶς λέγοντες, ὅτι πᾶσα πρᾶ‐ ξις ἐκ τῆς προαιρέσεως δοκιμάζεται· οἷον ὡς ἐπὶ τοῦ
30τρισαριστέως τοῦ τὸν παῖδα ἀποκτείναντος· ἐπειδὴ γὰρ665

4

.

666

οὗτος ἀποκέκλειται πάσης ἀπολογίας, φόνος γὰρ παι‐ δὸς τὸ πραχθὲν, ἀναγκαίως ἐπὶ τὴν διάνοιαν καταφεύ‐ ξεται. τίς οὖν ἡ τῆς διανοίας ἐργασία, αὐτὸς ἡμῖν ὁ τεχνικὸς δεδήλωκεν· πρῶτον μὲν γὰρ ἀξιώσει, φησὶ, μὴ
5τὸ πεπραγμένον ψιλῶς ἐξετάζειν, ἀλλὰ καὶ μεθ’ ἧς πέ‐ πραχε γνώμης· ἔπειτα δὲ λύει πόῤῥωθεν τὰς αἰτίας, ἃς ἂν εἰκότως τις ὑποπτεύσειεν· ὅτι οὐ δύσνους ὢν τῷ παιδὶ τοῦτο πεποίηκεν, οὐδ’ ἀπαλλαγῆναι πάλιν βου‐ λόμενος, οὐδ’ ἀπαιδίᾳ συνέχεσθαι σπουδάζων ἄσμενος
10νῦν ἐπὶ πέρας ἤγαγον τὸ βούλημα· οὐ μὴν οὐδὲ ἄλλως ἐπεβούλευον τῷ παιδὶ, ἀνόητον γάρ. χρὴ δὲ τοῦτο πα‐ ρατηρεῖν, ὅτι ἐν τῷ ἀναιρεῖν τὰς αἰτίας ἐμφαντικωτέ‐ ροις τοῖς ὀνόμασι προσήκει χρῆσθαι, ἃ λεχθέντα οἷά τέ ἐστι κινῆσαι πρὸς τὸ μὴ ἑκόντα ὑποληφθῆναι πε‐
15ποιηκέναι τὸ πραχθέν· κἀκεῖνο δὲ χρὴ ὁμοίως παρα‐ φυλάττεσθαι, ἵνα μὴ αἱ αἰτίαι, ἃς προαναιρεῖν ἐπιχει‐ ροῦμεν, ἀπίθανοι δοκῶσιν, ἀλλ’ ἵνα πρὸς τὸ προκεί‐ μενον ἁρμόζωσιν, ὡς ἐπὶ τοῦ τὸν παῖδα ἀποκτείναντος· τὸ γὰρ δύσνουν εἶναι τὸν πατέρα τῷ παιδὶ φύσει κεκώ‐
20λυται· πάλιν τὸ ἀπαλλαγῆναι βούλεσθαι πῶς οὐκ ἄτο‐ πον; ὁ γὰρ παιδοτροφίαις δαπανηθεὶς καὶ παιδοποιη‐ σάμενος οὐκ ἂν μετὰ τοὺς μόχθους ἀπαλλαγῆναι βού‐ λοιτο τοῦ παιδός· οὐκ ἀποχρήσει δὲ τῷ φεύγοντι πρὸς ἀπολογίαν δηλονότι μόνον ἐκβάλλειν τὰς ὑποπτευομέ‐
25νας αἰτίας, ἀλλ’ ἀνάγκη καὶ τὴν ἀληθῆ αἰτίαν, δι’ ἣν πέπρακται τὸ πεπραγμένον, προστιθέναι· εὔπορα γὰρ ἔσται τῷ φεύγοντι τὰ τῆς ἀπολογίας, ὅταν πάσας προ‐ ανελὼν τὰς αἰτίας τὰς ἀπιθάνους καὶ ψευδεῖς τὴν ἀληθῆ ἀντεισάξῃ· οἷον εἰ λέγοι, ὅτι οὐ διὰ τόδε πεφόνευκα,
30ἀλλὰ διὰ τόδε· διόπερ ἀληθῶς πεφόνευκε· τὸ μὲν γὰρ ὑπεξαίρεσις ἄλλων τυγχάνει· οὔπω δὲ ἡ αἰτία ἀληθὴς
τῆς πράξεως, τὸ δὲ θήσει ὡς ἀληθῆ καὶ οἰκείαν τῆς666

4

.

667

πράξεως αἰτίαν· τοῦτο δὲ διὰ τῆς ἀντιθέσεως δηλώσει καὶ κατασκευάσει· ἀντιθήσει γὰρ τῇ γνώμῃ τὴν πρᾶ‐ ξιν, ὅθεν ἡ γενικὴ στάσις ἀντίθεσις εἴρηται. Παρα‐ ληπτέον δὲ τὴν διάνοιαν κατὰ τρόπους ὀκτώ· πρῶτον
5μὲν γὰρ διηγηματικῶς τὴν γνώμην ἐκθήσομεν· οἷον ὅτι βουλευομένῳ μοι, ὡς ἂν περιγενώμεθα τῶν ἐχθρῶν, τουτὶ μόνον ἄριστον πρὸς νίκην ἐφαίνετο βούλευμα· δεύτερον δὲ τοὺς δικαστὰς ἐπὶ τὴν διάνοιαν προσάξε‐ ται, ὅτι καὶ ἡμᾶς ἄξιον ἐνθυμηθῆναι τὸν τότε καιρὸν
10καὶ ἰδεῖν, ὡς οὐκ ἐνῆν ἄλλως νικᾷν· τρίτον ἀνελεῖν δεῖ τὰς αἰτίας· τέταρτον πιστώσασθαι δεῖ τὴν διάνοιαν ἀπὸ τῆς τοῦ προσώπου ποιότητος, ὅτι οὐκ ἂν στρατη‐ γὸς ὢν καὶ παρὰ τῆς πόλεως τιμηθεὶς κατεφρόνουν τῆς νίκης· πέμπτος τρόπος ὁ ἀπὸ τῆς κρίσεως τοῦ δήμου·
15ὅτι καὶ ὑμεῖς οὐκ ἄλλην περὶ ἐμοῦ γνώμην ἔχοντες στρα‐ τηγὸν ἐχειροτονήσατε· ἕκτος, ἀπὸ τῶν οἰκείων παραδει‐ γμάτων, εἰ ἔχει τινὰ δι’ ἑαυτοῦ διεξιέναι καλά· οἷον χρημάτων εἰσφορὰς, πολέμων νίκας, αὐθαιρέτους κινδύνους· ἕβδομον ἀπὸ τοῦ ἐναντίου κατὰ τὴν πιθα‐
20νὴν ἀπολογίαν ἐπιχειρήσει, ὅτι εἰ ἐβουλόμην τινὰ προ‐ έσθαι τῆς πόλεως, ἦν τις καὶ ἄλλος τρόπος ἐπιβουλῆς, δι’ οὗ λαθεῖν ἠδυνάμην· εἶτα ἐν τούτῳ δεῖ καὶ παρα‐ δείγμασιν οἰκείοις χρήσασθαι καὶ ἀλλοτρίοις· ὅτι ὁ δεῖνα καὶ ὁ δεῖνα λεληθότως καὶ οὐ φανερῶς ἐπεβούλευσαν,
25τῇ πόλει· εἰ δέ τις ζητοίη, πῶς τὸν ἀπὸ τῶν παραδει‐ γμάτων τοῦτον τὸν τρόπον ὄγδοον ἔταξεν, ὥσπερ ἕκτον τρόπον εἶπεν τὸν ἀπὸ τῶν ἰδίων παραδειγμάτων, ἐροῦ‐ μεν, ὡς ἐκεῖνα μὲν κεχωρισμένα τοῦ ἑαυτῶν τρόπου ἰδίας ἔτυχε τάξεως· ἡ γὰρ τῶν δικαστῶν κρίσις ἄλλο τι
30καθέστηκε παρὰ τὰ κατωρθωμένα ἡμῖν· ταῦτα δὲ τὰ
ἀπὸ τοῦ ἐναντίου τρόπου συμπλέκεται εἰκότως· τὸ γὰρ667

4

.

668

ἐναντίον ἀφ’ ὧν οὐκ ἐπράξαμεν λαμβάνεται· ἔτι δὲ καὶ τὰ παραδείγματα ὁμοίως οὐκ ἀφ’ ὧν ἡμεῖς ἀλλ’ ἀφ’ ὧν ἄλλοι πεποιήκασι λαμβάνεται· ὄγδοος τρόπος κατὰ τὸ ἀναγκαῖον· ὅτι οὐδὲ ἐνῆν ἄλλως νικᾷν, εἰ μὴ οὕτω·
5διαφέρει δὲ οὗτος τοῦ πρώτου· ὅτι ἐν μὲν τῷ πρώτῳ καλὸν ἐφαίνετο, ἐνταῦθα δὲ καὶ ἀναγκαῖον· ἀναγκαῖον δέ ἐστιν, οὗ ἑκτὸς οὐδὲν δυνάμεθα· ὥσπερ δὲ καὶ ἐπὶ τοῦ ἀντεγκλήματος ἐξητάσαμεν τὴν διάνοιαν, οὕτω καὶ ἐπὶ ἀντιστάσεως· ὑποκείσθω παράδειγμα τοῦτο· ἐν λι‐
10μῷ καὶ πολιορκίᾳ συμβουλεύων ὁ στρατηγὸς ἐξιέναι καὶ μάχεσθαι οὐκ ἔπεισε· διέκοψε λαθὼν μέρος τοῦ τείχους· καὶ νενικήκασι μὲν ἐξελθόντες, δημοσίων δ’ ὁ στρατη‐ γὸς ὕστερον φεύγει· οὐκοῦν καὶ ἡ διάνοια μετὰ τοῦ τρόπου καὶ τῆς αἰτίας ἐξετασθήσεται· καὶ εἰσάξομεν κα‐
15τὰ συνδρομὴν διαιροῦντες δίχα· ἐρεῖ τοίνυν, εἰ μὲν ἐπι‐ βουλεύων τῇ πόλει καὶ κακὸν ἐργάσασθαι βουλόμενός τι τὸ τεῖχος διεῖλον, ἢ ὅπερ ἂν ὑπόθεσις διδῷ, εἰκό‐ τως κρίνομαι· εἰ δὲ τῆς πολιορκίας ἀπαλλάξαι, καὶ τοῦ κρατῆσαι τῶν πολεμίων, οὐ κρίσεως οὐδὲ μέμψεως τὰ
20κατ’ ἐμὲ ἄξια, ἀλλὰ τοῦ τιμᾶσθαι καὶ δωρεᾶς τυγχά‐ νειν· εἰ μὲν γὰρ καθ’ ἑαυτὸ τὸ πραχθὲν ἐξετάζειν τις βούλοιτο, οἷον ὅτι τὸ διελεῖν τὸ τεῖχος δεινὸν, καιρὸν ἂν τοῦτο διαβάλλειν ἔχοι· εἰ δὲ καὶ τὴν γνώμην, μεθ’ ἧς καὶ τὴν αἰτίαν, δι’ ἣν σκοπήσειε, τίς ἂν εὕροι μείζω
25ταύτης εὐεργεσίαν; κἀνταῦθα δὲ πάλιν τὰς αἰτίας τὰς παρακειμένας ἀναιρήσομεν καὶ προλύσομεν τὴν δευτέραν διάνοιαν, ἣν ὁ κατήγορος ἐξετάσει, ὅτι οὐ διὰ προδο‐ σίαν ἢ δι’ ἐπιβουλὴν οὐδὲ τὸ βούλεσθαι χαρίζεσθαι τοῖς πολεμίοις τὸ τεῖχος διέκοψα, ἀλλ’ εὐνοίᾳ τῇ πρὸς ὑμᾶς·
30ἐρεῖ δέ τις, ἀλλ’ οὐ πάντως τοῦτο πιθανὸν, πολλοὶ γὰρ πολλάκις στρατηγοὶ προδεδώκασι· τί οὖν ἐπὶ τούτῳ
ποιήσομεν; τῇ ἄλλῃ ἐργασίᾳ κατασκευάσομεν τὸ πιθα‐668

4

.

669

νόν· περιθήσομεν γὰρ ποιότητά τινα τῷ στρατηγῷ ἀπὸ τῆς νίκης καὶ τοῦ κατορθώματος, ἀναπλάσαντες προσ‐ ώπου ποιότητα· τοῦτο γὰρ αὐτὸς ἡμῖν ὁ τεχνικὸς ἐν προοιμίοις τῆς τέχνης παραδέδωκε τὸ θεώρημα, ὡς,
5ἐὰν ἐν τοῖς ἄλλοις ἀπορῶμεν, ἐκ τῶν ὑποκειμένων πράξεων ποιότητα τοῖς προσώποις ἀναπλάσασθαι χρή. περιθήσομεν τοίνυν κἀνταῦθα τῷ στρατηγῷ γενναίου τινὸς καὶ φιλοπόλιδος ἀνδρὸς ποιότητα καὶ δόξης ἐρα‐ στοῦ λέγοντες, οὐκ εἰκὸς τὸν φιλόπολιν καὶ δόξης ἐρα‐
10στὴν προδότην ἐθέλειν ἀντὶ νικηφόρου κληθῆναι καὶ εἰς ἀγεννὲς οὕτω σχῆμα καὶ ταπεινὸν κατελθεῖν· ὥστε τὴν πατρίδα τοῖς πολεμίοις ὑποχείριον ποιῆσαι. Ἐπειδὴ μὴ ἐμπέπτωκε τὸ ὁριστικόν. Γνω‐ στέον τοῦτο, ὅτι ὅταν μὴ ἐμπέσῃ τὸ ὁριστικὸν, οὐ γὰρ
15δύναται ὁρίσασθαι ὡς οὐκ ἔστι τοῦτο ἀδίκημα, τῷ παραγραφικῷ χρήσεται, καὶ μάλιστα ὅταν ἔχωμεν εὐ‐ εργέτημα.
18nΕἶτα ἡ ἀντίθεσις ἐνταῦθα ἀντεγκληματικὴ ἐμπέπτωκεν, ὅτι ἄξιος
19nἦν· καὶ τόπον ἐρεῖ κατὰ πόρνου· ἐν πάσῃ γὰρ ἀντιθέσει ἀντεγ‐
20nκληματικῇ ἀντίθεσις τοπικὴ γίνεται.
21 Μαρκελλίνου. Ἀντίθεσιν λέγει τὸ ἀντιθετικὸν, ὥσπερ ἐν στοχασμῷ ἀντίληψιν καὶ μετάληψιν ἐκάλεσε τὸ ἀντιληπτικὸν καὶ μεταληπτικόν· γενικῶς δὲ εἶπεν ἡ ἀντίθεσις, τουτέστι τὸ ἀντιθετικὸν, ἐπειδὴ γένος ἡ ἀν‐
25τίθεσις τῶν τεσσάρων στάσεων· εὑρίσκεται δὲ τὸ ἀν‐ τιθετικὸν πρὸς τὴν στάσιν, ἐὰν ἀντίστασις ᾖ, ἀντιστα‐ τικόν· ἐὰν ἀντέγκλημα, ἀντεγκληματικόν· ἐὰν μετά‐ στασις, μεταστατικόν· ἐὰν συγγνώμη, συγγνωμονικόν·
ἐὰν μὲν γὰρ ὁμολογῇ μὲν πεποιηκέναι ὃ κατηγορεῖται·669

4

.

670

λέγῃ δὲ ἐπὶ συμφέροντι πεποιηκέναι καὶ ἀντιτιθῇ τῷ ἀδι‐ κήματι εὐεργέτημα, ἀντιστατικὴ γίνεται ἀντίθεσις· ἀν‐ τίστασις ἄρα καὶ ἡ στάσις· ἐὰν δὲ ὁμολογῇ μὲν πε‐ ποιηκέναι, ἀντεγκαλῇ δὲ τῷ παθόντι ὡς ἀξίῳ παθεῖν,
5ἀντεγκληματικὴ ἡ ἀντίθεσις, ἀντέγκλημα ἡ στάσις· ἐὰν δὲ μεθίστησι τὴν αἰτίαν εἰς ἕτερον, μεταστατικὴ ἡ ἀντίθεσις, μετάστασις ἡ στάσις· ὡσαύτως ἐὰν συγγνω‐ μονικὴ ἡ ἀντίθεσις, συγγνώμη ἡ στάσις. Χρὴ δὲ περὶ τοῦτο τὸ μέρος γινόμενον τὸν μελετῶντα τάττειν τὸ
10κυριώτατον καὶ συνεκτικώτατον, καὶ κατ’ αὐτὸ τὴν πᾶ‐ σαν ἐργασίαν ποιεῖσθαι· πλειόνων γὰρ ἐνίοτε ἐν ἑνὶ ζη‐ τήματι ἐμπιπτόντων, ὡς αὐτὸς ὁ τεχνικὸς ἐδήλωσεν, ἀναγκαίως δεῖ τῆς παρατηρήσεως, μή ποτε σφαλέντες τὴν ἁρμόττουσαν ἀγνοήσωμεν στάσιν. Καὶ τόπον
15ἐρεῖ κατὰ πόρνου. Σημειωτέον ἐντεῦθεν, ὅτι καὶ τοῖς ἐπιλόγοις μεταξὺ τῶν ἀγώνων χρώμεθα· καταφορᾷ δὲ τοῦ κατηγόρου χρωμένου διὰ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους· οἷον ὅτι υἱὸν πεφόνευκας τὴν φύσιν ἠγνοηκὼς, τῇ τοῦ γένους λυμηνάμενος διαδοχῇ, τοὺς νόμους παρὰ
20φαῦλον θέμενος, ἀγριώτερος θηρίου γενόμενος, ὁ φεύ‐ γων μετὰ τὴν διάνοιαν τῷ ἀντεγκλήματι χρήσεται, ὅτι ἄξιος ἦν, καὶ προαναιρήσει τὰς τοῦ διώκοντος μεταλή‐ ψεις· ἐρεῖ γὰρ, ὅτι παρῄνουν παύσασθαι καὶ οὐκ ἔπει‐ θον· καὶ ἐπὶ τῆς μεταστάσεως, ὅτι ἀπῄτουν καὶ οὐ παρ‐
25εῖχεν ὁ ταμίας, ἐγκειμένου μου σφόδρα· καὶ ἐπὶ τῆς συγ‐ γνώμης ὁμοίως χρησόμεθα αὔξοντες τὰ τοῦ χειμῶνος δεινῶς ἐπὶ τῶν δέκα στρατηγῶν. Σωπάτρου. Τὸ παράδειγμα οὐ πάνυ ἀκριβῶς ὁ τεχνικὸς τέθεικεν· ἀντίστασις γὰρ πρώτη τῶν ἀντιθετι‐
30κῶν, καὶ δέον ἀντιστατικὸν θεῖναι, ἀντεγκληματικὸν
τέθεικεν, ἴσως ὅτι ὑποδείγματος χάριν, ἢ ὅτι ἐπεὶ κοι‐670

4

.

671

νὸς ὁ περὶ τῶν ἀντιθετικῶν λόγος, οὐκ ἐμέλησεν αὐτῷ ἀκριβείας· ἐμπέπτωκε τοίνυν ἐν τούτῳ τῷ προβλήματι, ᾧ παρέθετο ὁ τεχνικὸς, στάσις καὶ ἀντεγκληματική· θαῤῥεῖ γὰρ ὁ πατὴρ καὶ ἀντεγκαλεῖ τῷ παιδὶ τὸν τρό‐
5πον· καὶ τὰ περὶ τὴν ὥραν ἡμαρτημένα προφέρων, καὶ διὰ τούτων ἄξιον ὧν πέπονθεν ἀποφαίνων· πῶς οὖν τοῦτο ἐργάσεται; τόπον ἐρεῖ, φησὶ, κατὰ πόρνου, ἀναγ‐ καίως, ἵνα γὰρ μὴ ψιλῶς εἴπῃ, ὅτι ἄξιος ἦν, καθόλου ποιήσεται τὸν λόγον κατὰ πόρνου, ὡς μοιχοῦ, ὡς ἀν‐
10δροφόνου· τῷ γὰρ καθόλου ἐπιχειρήματι βεβαιώσεται τὸ ἔγκλημα· ἐπειδὴ γὰρ ὡμολόγηται τὸ ἀδίκημα, τουτ‐ έστιν ὁ φόνος, ἰσχυροτέρας τινος ὁ ἀριστεὺς δεῖται τῆς λύσεως· τοιγαροῦν ἀπὸ τοῦ εἰδικωτέρου τοῦ κατὰ τὸν παῖδα ἐπὶ τὸ κοινότερον ἀναδραμεῖται καὶ κατὰ πόρνου
15τόπον ἐργάσεται, ἅμα μὲν πλείονα τὴν ἀπολογίαν ἑαυ‐ τῷ κατασκευάζων, ἅμα δὲ τὸ βαρὺ θεραπεύων· ἀνῄρη‐ ται γὰρ τὸ φορτικὸν τῆς καταδρομῆς τῷ μὴ κατὰ τοῦ ἑαυτοῦ παιδὸς, ἀλλὰ καθάπαξ τῷ κατὰ πόρνου τὸν ἀρι‐ στέα διαλέγεσθαι· καὶ μὴ νομίσῃς ἐπὶ μόνου τούτου τοῦ
20προβλήματος τοῦτο γενέσθαι, ἀλλ’ ἐν παντὶ ἀντεγκλή‐ ματι ἡ ἀντίθεσις τοπικὴ γίνεται· ὥσπερ γὰρ ἐπὶ τοῦ παιδὸς τοῦ ἀναιρεθέντος, ἀπὸ τῆς ἡλικίας, τοῦ τρόπου τῆς πορνείας, τοῦ καιροῦ, τοῦ τόπου ἐν ᾧ ἀσελγαίνων ἡλίσκετο, τὰ τῆς καταδρομῆς περαινόμενος ἐπὶ τὸ κοι‐
25νότερον ἀνατρέχει, οὕτω καὶ ἐπὶ τοῦ στρατηγοῦ τοῦ κα‐ τασκάψαντος τὴν ἀποστᾶσαν πόλιν μετὰ τὸ ἀντεγκα‐ λέσαι τοὺς νεωτερισμοὺς, τὸν κίνδυνον τὸν παρὰ τῶν ἄλλων συμμάχων, ὅτι κἀκείνους εἰς ἀπόστασιν τῷ πρά‐ γματι παρεκάλουν, καὶ ὅτι τότε ἀπέστησαν, ὅτε ὁ πό‐
30λεμος ἤκμαζεν, ἡνίκα πᾶσα σωτηρία καὶ καταφυγὴ οἱ σύμμαχοι, εὐθὺς τὸν κατὰ τῶν στασιαζόντων τόπον
ἐπεξελεύσεται· πῶς γὰρ ἂν ἑτέρως σωθείη τοῦ κατηγό‐671

4

.

672

ρου τὸ πάθος κινοῦντος τὸ ἐπὶ τῇ κατασκαφῇ, καὶ διαβάλλοντος τὴν πρᾶξιν. πᾶσι δὲ ἐπεξελευστέον τοῖς τόποις τοῦ κοινοῦ τόπου, καὶ τελείᾳ χρηστέον τῇ καταφορᾷ· ἐπὶ γὰρ τῆς ἀντεγκληματικῆς στάσεως ὁ κοινὸς τόπος
5καὶ μεταξὺ τῶν κεφαλαίων ἐμπίπτει καὶ μετὰ τὰ κε‐ φάλαια, καὶ πρὸ τῆς τῶν ἐπιλόγων οἰκείας τάξεως· ἐπὶ δὲ τῶν ἄλλων στάσεων μετὰ τὴν τῶν κεφαλαίων ἐργασίαν καὶ τὰς τῶν ζητουμένων ἀποδείξεις τὴν εἰσ‐ αγωγὴν τῶν ἐπιλόγων ἀπὸ τῆς καταφορᾶς τοῦ τόπου
10ποιησόμεθα καὶ τὴν χώραν τῆς τάξεως ταύτην ἀποδώ‐ σομεν. Χρησόμεθα οὖν αὐτῷ ἐν τοῖς μεγάλοις ἐγκλή‐ μασιν, ἤτοι ὅταν πάλιν περὶ μείζονος ἢ ἐλάττονος τι‐ μήματος ὁ λόγος ᾖ, ἐργασόμεθα τὸν τόπον κατασκευά‐ ζοντες τῆς μείζονος τιμωρίας ἄξιον ὄντα τὸν κρι‐
15νόμενον· ἢ πάλιν ὅτ’ ἂν ὁρῶμεν τοὺς δικάζοντας κατα‐ χαρίσασθαι τῷ ὑπευθύνῳ βουλομένους, σφοδρὰν ποιη‐ σόμεθα τὴν καταφορὰν ἀποκλείοντες αὐτοὺς τῆς χά‐ ριτος, ἢ ὅτ’ ἂν οἶκτον ὁ φεύγων κινῇ καὶ τοῦ σώζειν ἑαυτὸν ἐπιχειρῇ, παρεξόμεθα τὸν κοινὸν τόπον ἐκβάλ‐
20λοντες τὸν ἔλεον· παραιτησόμεθα δὲ τὸ τελέως αὐτὸν ἐπεξιέναι, ὅτ’ ἂν μικρὸν ᾖ τὸ ἔγκλημα καὶ μὴ λίαν δια‐ βεβλημένον, ἢ ὅτ’ ἂν ἡ τιμωρία ὡρισμένη ὑπάρχῃ ἐκ τῶν νόμων, καὶ τοῦ τελέως παροξῦναι τοὺς δικάζοντας μὴ καιρὸς ᾖ· εἰ δ’ ἄρα ποτὲ καὶ ἐπὶ τῶν τοιούτων
25παραλαμβάνειν καιρὸς εἴη, μόνον ἐφαψόμεθα, παραι‐ τούμενοι τὸ τέλειον τῆς ἐργασίας. Ἰστέον δὲ, ὅτι εἰ ἐν τῷ ἀντεγκληματικῷ κεφαλαίῳ ἐμπίπτει ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἃ ὁ φεύγων προβάλλεται, ἐν οἷς ἐμπίπτει ὁ κοινὸς τόπος, καὶ δι’ αὐτῶν προάγεται, ἑκατέρωθεν
30δὲ, καὶ ἀπὸ τῶν οἰκείων τοῦ τόπου καὶ ἀπὸ τῶν μο‐
ρίων τοῦ κεφαλαίου κατασκευαζόμενος, καὶ ἐξ ἀμφοῖν672

4

.

673

τὰς αὐξήσεις λαμβάνων· οὐκ ἀγνοητέον δὲ καὶ τοῦτο, ὅτι ἐν ταῖς ἀντιθετικαῖς δίχα τέμνεται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ τὰ μέν ἐστι τοῦ κατηγόρου, τὰ δὲ τοῦ φεύγοντος, ἐὰν μὲν ἀντίστασις εὑρίσκηται ἐν τῷ ἀντι‐
5στατικῷ· ἐν δὲ τῷ ἀντεγκλήματι ἐν αὐτῷ τῷ ἀντεγκλη‐ ματικῷ· ὁμοίως ἐν μεταστάσει, εἰς τὸ μεταστατικόν· καὶ ἐν συγγνώμῃ εἰς τὸ συγγνωμονικόν· κατασκευάζεται το‐ πικῶς ἐπὶ τοῦ παιδὸς τοῦ ἀναιρεθέντος ἀπὸ τῆς ἡλικίας, τοῦ τρόπου τῆς πορνείας, τοῦ καιροῦ, τοῦ τόπου ἐν ᾧ
10ἡλίσκετο· καὶ ὁ στρατηγὸς ὁμοίως ὁ κατασκάψας τὴν ἀντιστᾶσαν πόλιν. Ἰστέον δὲ τοῦτο, ὅτι διαφέρει ἡ στάσις τὸ ἀντέγκλημα τοῦ ἀντεγκληματικοῦ κεφαλαίου, ὅτι ἐν μὲν τῇ στάσει ἀμφότερά ἐστιν ὁμολογούμενα τὰ ἐγκλήματα, τό τε ὑπὸ τοῦ κατηγόρου, ὥσπερ ἐπὶ τοῦ
15πορνεύοντα τὸν παῖδα ἀποκτείναντος· γέγονε γὰρ ὁ φό‐ νος, καὶ τὸ δι’ ὃ πέπονθεν ὁ παθών· ἐν δὲ τῷ κεφα‐ λαίῳ τὸ μὲν κατὰ τοῦ φεύγοντος ὁμολογεῖται, ὃ δ’ αὐ‐ τὸς κατὰ τοῦ πεπονθότος προβάλλεται, πάντως ἀμ‐ φιβάλλεται, ἢ κατὰ τὴν ὕπαρξιν, ὡς ἀμφίβολον εἰ γέ‐
20γονεν, ἢ κατά τι τῶν περιστατικῶν, ὡς ἀπὸ χρόνου παρὰ τῷ Δημοσθένει· ὅτι παλαιότερα ἦσαν τὰ Φω‐ κέων ἀδικήματα τῆς ὑποσχέσεως, Αἰσχίνη, καὶ οὐ δύνῃ λέγειν, ὅτι διὰ τὴν ἁμαρτίαν γέγονε τὰ τῆς ὑποσχέσεως· ὁμοίως καὶ τὸ μεταστατικὸν καὶ συγγνωμονικὸν ἀμφι‐
25βαλλομένας ἔχουσι τὰς αἰτίας.
26nἘρεῖ δὲ καὶ ἀντιστατικὸν, ὡς ὅτι τοὺς τοιούτους οὐ δεῖ ἐλεεῖν,
27nἀλλὰ μᾶλλον ἀναιρεῖν, καὶ ὑπὲρ αὐτοῦ πεποίηκε τοῦτο τοῦ παθόν‐
28nτος· ὅλως τε πᾶσαι αἱ ἀντιθετικαὶ ἀλλήλαις ὡς ἐπὶ τὸ πλεῖστον συμ‐
29nπλέκονται, καὶ οὐ μόνον ἀλλήλαις, ἀλλὰ καὶ ταῖς ἄλλαις στάσεσιν.
30Συριανο, Σωπάτρου. Ἐρεῖ, φησὶ, καὶ ἀντιστα‐673

4

.

674

τικὸν, οἷον ὅτι καὶ συνενήνοχε· δεύτερον δὲ ἀκολούθως τὸ ἀντιστατικὸν ἐν τῷ ἀντεγκληματικῷ τέθεικεν ὁ τεχνι‐ κός· ἐκ πρώτης γὰρ αὐτὸ εἰσάγων ἀσθενέστερος εἰς ἀπολογίαν ἐτύγχανεν· οὐ γὰρ προφανές ἐστι τὸ εὐεργέ‐
5τημα ἐνταῦθα, καθάπερ ἐν τῇ ἀντιστάσει· ἄλλως τε εἰ προφανὲς ἦν, ἀντιστατικὸν ἔμελλεν εἶναι τὸ πρόβλημα· ἐκεῖ γὰρ καὶ προφανὲς τὸ εὐεργέτημα, ἔτι δὲ καὶ μεῖζον τοῦ ἀδικήματος ἢ οὐδὲν ἔλαττον, ἐν δὲ τούτῳ τῷ ζητή‐ ματι ἀφανὲς τὸ εὐεργέτημα, καὶ ἀνατροπὴ μόνον ἐστὶ
10κακοῦ τὸ δοκοῦν ἀντιστατικόν· ἵνα δὲ μὴ ταραχθῶμεν, εἰ ἑνὸς ὄντος τοῦ προβλήματος δύο στάσεων εἴδη ἐμ‐ πίπτει, καθόλου ἀποφαίνεται τὰς ἀντιθετικὰς δι’ ἀλλή‐ λων μελετᾶσθαι· καὶ γὰρ ἐν ἀντιστάσει εὕροις ἀντεγ‐ κληματικὸν συναπτόμενον· ἐνδέχεται γὰρ εἰπεῖν, ὅτι ὠ‐
15φελείας χάριν πεποίηκα, ἄλλως τε δὲ αὐτὸς τὴν αἰτίαν παρέσχετο· εὕροις δ’ ἂν καὶ ἐν συγγνώμῃ ἀντιστατικὸν κεφάλαιον, οἷον μήτηρ ἐξῆλθε χοὰς ἐπισπείσουσα τῷ αὐ‐ τῆς υἱεῖ· ταύτην συλλαβόντες οἱ πολέμιοι ἀνέκριναν ἀξιοῦντες τὰ ἀπόῤῥητα μαθεῖν τῆς πόλεως· ἡ δὲ εἶπεν,
20ὅτι μεγάλη δύναμίς ἐστι· πρὸς δὲ τοῦτο φοβηθέντες οἱ πολέμιοι ἀνέζευξαν, καὶ κρίνεται ὡς ἐξειποῦσα τὰ ἀπόῤ‐ ῥητα· ἐνταῦθα συγγνώμης μέν ἐστι τὸ ζήτημα, καὶ ἡ ἀντίθεσις δηλονότι συγγνωμονικὸν, ἀλλὰ δύναται προσ‐ πλέξαι καὶ ἀντιστατικόν· λέξει γὰρ, ὅτι καὶ τὴν πόλιν
25ὠφέλησα πολιορκίας ἀπαλλάξασα καὶ πολέμου· εὕροις δ’ ἂν καὶ ἐν ἀντεγκλήματι ἀντιστατικόν. ἐπισκοπεῖν δὲ χρὴ ἐν τούτοις πότερον τῷ πεπονθότι μόνον συνενήνο‐ χεν, ἢ τῇ πόλει τὸ γενόμενον καὶ ἀμφοτέροις, ἵνα τοῖς ἐμπίπτουσι τῷ λόγῳ χρησώμεθα. μόνῳ μὲν οὖν τῷ
30πεπονθότι συνενηνοχέναι φήσομεν ἐπὶ τοῦ ἀριστέως τοῦ
τὸν υἱὸν πεπορνευκότα φονεύσαντος· ἴσως δ’ ἐρεῖ, ὅτι674

4

.

675

τοὺς ἄλλους σώφρονας πεποίηκα· μόνῃ δὲ τῇ πόλει, ὡς ἐπὶ τοῦ Κλέωνος τοῦ συμβουλεύσαντος ἡβηδὸν διαφθεῖ‐ ραι Μιτυληναίους, ὁμοῦ δὲ καὶ τῇ πόλει καὶ τῷ πε‐ πονθότι· ἐπὶ δὲ τοῦ προβλήματος· φευγόντων τῶν τρια‐
5κοσίων Λακεδαιμονίων ἐκ τοῦ πολέμου ἐν γυναικείαις στολαῖς, αἱ οἰκεῖαι μητέρες συναντήσασαι ἀπέκτειναν καὶ φεύγουσι δημοσίων· οὐ γὰρ μόνον τοῖς παθοῦσι τὸ πάθος ἐροῦσι συνενηνοχέναι, ἀλλὰ καὶ αὐτῇ τῇ πόλει, ὡς εἶναι τὴν μὲν ἰδίαν, τὴν δὲ δημοσίαν, τὴν δὲ μικτήν.
10ζητητέον δὲ, ποῦ καὶ ἐν ἀντιστάσει μετάστασις ἐμπεσεῖ‐ ται· καὶ ἐροῦμεν, ἐν τούτῳ τῷ παραδείγματι· ἐν λιμῷ καὶ πολιορκίᾳ συμβουλεύοντος τοῦ στρατηγοῦ καὶ ἑξῆς· μετὰ γὰρ τὸ ἀντιστατικὸν ὁ κρινόμενος ἐρεῖ, ὅτι ὑμεῖς αἴτιοι τοῦ διακόψαι τὸ τεῖχος πεισθέντες· καὶ πάλιν
15τοὐναντίον ἐν τῇ μεταστάσει ἀντιστατικὸν, ὡς ἐπὶ τού‐ του. Ἀρχίδαμος ἀνέζευξεν Ἀθηναίων νοσούντων, καὶ κρίνεται δημοσίων· καὶ γὰρ ἐνταῦθα μετὰ τὸ μεταστα‐ τικὸν, οἷον ὅτι ἡ νόσος, οὐκ ἐγὼ αἴτιος τῆς ἀναχω‐ ρήσεως, λέξει, ὡς καὶ συνενήνοχεν ἡ ἀναχώρησις. ἰστέον
20δὲ, ὡς κατά τινας οὐ πᾶσαι ἐπιπλέκονται ἀλλήλαις αἱ ἀντιθετικαί· ἐν γὰρ τῇ ἀντιστάσει οὐ πάντοτε τὸ ἀντ‐ έγκλημα ἐμπεσεῖται· οἱ γὰρ λέγοντες, φησὶ, πεποιηκέναι ὑπὲρ τῆς πόλεως τὸ κατασκάψαι τὸ τεῖχος ἢ χῶσαι τοὺς λιμένας οὐκ ἔτι ἀντεγκαλέσαι δύνανταί τινι· ἐπεὶ μηδὲ
25ἡ φύσις τῆς ὑποθέσεως ἡμῖν δίδωσι καθάπαν ἐν τῷ ἀντεγκλήματι τῷ ἀντιστατικῷ χρήσασθαι· ἔνθεν ση‐ μειωτέον, ὡς ἐὰν ἀντίστασις ἅμα καὶ ἀντέγκλημα ἐπὶ
τῶν ἀντιθετικῶν εὑρεθῇ κεφαλαίων, ἀντεγκληματικὴ ἡ675

4

.

676

στάσις ἐστίν· ἐν γὰρ τῇ ἀντιστάσει οὐδέποτε ἐμπίπτει ἀντέγκλημα, ἀλλ’ οὐδὲ τῇ ἐπὶ πρόσωπον μεταστάσει ἄλλη τις ἐπιπλέκεται· οὐ γὰρ πεποίηκέ τι ὁ κρινόμενος, ἀλλ’ ἐφ’ οἷς οὐκ ἐποίησε κρίνεται, ὡς ὁ χειροτονηθεὶς πρεσ‐
5βευτὴς καὶ καταμείνας τῷ μὴ λαβεῖν παρὰ τοῦ ταμίου τὰ ἐφόδια· ἐπὶ γὰρ τὸν ταμίαν τὴν αἰτίαν μεθιστᾷ, τρέπων εἰς ἐκεῖνον τὸ πᾶν ἔγκλημα. Μαρκελλίνου. Ἔστιν ὅτε συμπλέκονται ἀλλήλαις αἱ ἀντιθετικαί· καὶ εὑρίσκεται ἐν ἀντεγκλήμασι καὶ ἀντί‐
10στασις, ὡς ἐνταῦθα· ἐρεῖ γὰρ μετὰ τὸ εἰπεῖν, ὅτι ἄξιος ἐν δευτέρῳ, ὅτι καὶ ὑπὲρ αὐτοῦ τοῦ παιδὸς ἐποίησα· ἀπήλλαξα γὰρ αὐτὸν αἰσχύνης καὶ ἀδοξίας, βέλτιον γὰρ θάνατος μᾶλλον ἢ ὁ μετ’ αἰσχύνης βίος. Καὶ οὐ μόνον ἀλλήλαις, ἀλλὰ καὶ ἄλλαις στάσεσι. πολ‐
15λάκις γὰρ καὶ στοχασμὸς ἐμπίπτει ἐν ἀντιθετικαῖς· ὡς ἐπὶ τοῦ στρατηγοῦ τοῦ κατασκάψαντος τὴν συνεχῶς ἀφισταμένην πόλιν, καὶ κρινομένου δημοσίων· ἕπεται γὰρ ἐνταῦθα στοχασμὸς, λέγοντος τοῦ κατηγόρου, ὅτι ἐνίων οὐ πάντων ἦν τὸ ἀδίκημα τῆς ἀποστάσεως.
20λύσεις δὲ τὴν ἀντίθεσιν ταύτην τὴν στοχαστικὴν ἐκ τῶν ὑποκειμένων, λέγων, ὅτι καὶ εἰ τινῶν ἦν ἀπόστα‐ σις, δῆλον ὅτι κατὰ τὸν τούτου λόγον οἱ πλείους μεθ’ ἡμῶν ἦσαν· εἰ δὲ τὸ πλεῖστον μέρος ἐφρόνει τὰ ἡμέτερα, ῥᾷστα ἂν τοὺς ἐλαχίστους ἠδύναντο βιά‐
25σασθαι· ἀλλὰ μὴν οὐκ ἀντέστησαν, ἀλλὰ μετ’ ἐκείνων ἐγένοντο· πάντων ἦν ἄρα τὸ ἁμάρτημα καὶ οὐκ ὀλίγων τινῶν ὡς σὺ φής· ὁ γὰρ δυνάμενος μὲν παῦσαι, περι‐ ορῶν δὲ, ἀληθέστερον αὐτὸ δρᾷ· τούτῳ τῷ τρόπῳ καὶ
Θουκυδίδης ἐχρήσατο ἐν τῇ δημηγορίᾳ Κλέωνος καὶ676

4

.

677

Διοδότου, καὶ ταύταις ταῖς μεθόδοις τὸ ἀντιπίπτον διέλυσεν.
3nἩ ἑτέρα διάνοια τοῦ διώκοντός ἐστιν, ὅτι οὐ διὰ τοῦτο, ἀλλὰ δι’
4nἄλλο τι· χρὴ δὲ γινώσκειν, ὅτι εἰ μὴ ἐνταῦθα πάνυ οἰκεῖον τὸ
5nκεφάλαιον, ἀλλ’ ἐν ἑτέροις οἰκειότατόν τε ὁμοῦ καὶ χρησιμώ‐
6nτατον εὑρίσκεται.
7 Συριανοῦ. Ἰστέον, ὅτι ἐκλείποντος τοῦ κεφαλαίου ἐπὶ τῆς ἑτέρας διανοίας προκαλεῖται ὁ κατήγορος φά‐ σκων, ὅτι φανερῶν τῶν ἀδικημάτων ὄντων ἄτοπον ἐξε‐
10τάζειν τὴν γνώμην· ἡ πρώτη διάνοια τοῦ φεύγοντός ἐστιν ἡ μαχομένη πρὸς τὴν προβολὴν, ἡ δευτέρα τοῦ κατηγόρου· αὕτη δὲ ἡ δευτέρα διάνοια, ἡ ἀπὸ τοῦ κα‐ τηγόρου, ἐκλείπει ἐπὶ τοῦ τὸν υἱὸν φονεύσαντος ζητή‐ ματος· προείπωμεν δὲ, ὅτι οὐκ ἀεὶ ἐμπίπτει, εἰ μὴ ὅταν
15ἔνδοξον ἔχωμεν πρόσωπον· δύναται γὰρ τότε ὁ διώκων διαβάλλειν τὴν γνώμην. Σωπάτρου καὶ Μαρκελλίνου. Διὰ τοῦτο τοῦ διώκοντος ὀνομάζεται, ἐπειδὴ αὐτὸς τὴν τοῦ φεύγοντος ἐξετάζει γνώμην· οἷον ὅτι προδοῦναι βουλόμενος ἔτεμες
20τὸ τεῖχος, ἡ δὲ νίκη τοῦ στρατοῦ γέγονεν· οὕτω γὰρ τῇ διανοίᾳ ταύτῃ χρώμενος ὁ κατήγορος τὴν ἰσχὺν λύ‐ σει τῆς ἀντιθέσεως, καὶ πάλιν ἐν μεταστάσει, ὅτι τὴν ἔξοδον ἀνεβάλου καὶ τὴν πρεσβείαν τοῖς ἐχθροῖς μὲν τὸν καιρὸν χαριζόμενος, ἡμᾶς δὲ βλάψαι καὶ τῶν ἀπὸ
25τῆς πρεσβείας καλῶν ἀποστερῆσαι τῷ βράδει βουλόμε‐ νος· καὶ ἐν ἀντεγκλήματι πάλιν, ὅτι κατέσκαψας τὴν ἀποστᾶσαν πόλιν, ὦ στρατηγὲ, οὐ σωφρονισμοῦ χά‐
ριν, οὐδ’ ἵνα, ὡς λέγεις, ὠφελήσῃς, ἀλλ’ ἵνα ἔρημον677

4

.

678

τὴν πόλιν τῶν συμμάχων ποιήσῃς, τὸ γὰρ κατασκάψαι τοῦτό ἐστι· καὶ πάλιν ἐπὶ συγγνώμης, ὅτι ἐξεῖπες τὰ ἀπόῤῥητα, οὐ φόβῳ, καθάπερ λέγεις, οὐδὲ ἀνάγκῃ οὐ‐ δὲ βίᾳ τῶν πολεμίων, ἀλλὰ προδοῦναι ζητοῦσα καὶ κα‐
5κῶς ἀπολέσαι βουλομένη τὴν πόλιν, καὶ τοῖς ἐχθροῖς τὴν ἀναίρεσιν ἡμῶν πραγματευομένη καὶ ῥᾳδίαν ποιοῦ‐ σα, ἵνα αὐτοὶ διὰ τῶν ἰδίων ἀποῤῥήτων κακῶς ὑπομεί‐ ναντες αἰχμάλωτοι τοῖς δυσμενέσι γενώμεθα· διὰ ταῦ‐ τα ἐξεῖπες ἑκοῦσα καὶ οὐχ ὑπ’ ἀνάγκης, ὡς προσποιῇ.
10χρὴ δὲ γινώσκειν, ὅτι εἰ μὴ ἐνταῦθα πάνυ οἰκεῖον τὸ κεφάλαιον, θαυμασίως τοῦτο ἐπεσημήνατο· πῶς γὰρ ὁ φονευθεὶς ὑπὸ πατρός; ὥστε ἄτοπον λέγειν, ὅτι οὐκ αἰ‐ σχύνης ἕνεκα τὸν υἱὸν ἀνεῖλες, ἀλλ’ ἐπιβουλεύων· ἡ ποι‐ ότης γὰρ τοῦ πατρὸς φιλόστοργος οὖσα κατὰ φύσιν
15ἀντίκειται τοῖς τοιούτοις ἐνθυμήμασιν, οὐκοῦν ἐκλείπει ἐπὶ τῶν τοιούτων τὸ κεφάλαιον, μόνον γὰρ ἐμπίπτει ἐφ’ ὧν εὐεργεσία τις πρόκειται ἐν τῷ προβλήματι· ἐκλείπει οὖν ἐπὶ τῶν τοιούτων ζητημάτων τὸ κεφάλαιον, ὡς ἔφη‐ μεν, ἀναγκαίας τῆς τοῦ πατρὸς ποιότητος ἀποκλειού‐
20σης τὰ τοιαῦτα ῥήματα· ποῖος γὰρ οὕτω βάρβαρος ἢ ἔξω τῆς κοινῆς τῶν πατέρων φύσεως πατὴρ, ὃς καινοτέ‐ ρῳ τρόπῳ τοῦ παιδὸς ἐπίβουλος γενόμενος ἀποκτιννύει· οὐκ ἐφήσει οὖν ἀντιλέγειν· ὁ γὰρ νόμος πατρὸς εὔνοιαν πρὸς τοὺς παῖδας μαρτυρεῖ· ὅτε μὲν οὖν ἐκλείπει διὰ
25τὴν τοῦ προσώπου ποιότητα, ἄλλως αὐτὸ μεθοδεύσομεν ἀπὸ τοῦ πράγματος, ὅτι οὐ μεγάλη ἡ ἀνάγκη ἡ βιαζο‐ μένη σε τὸν οἰκεῖον ἀποκτεῖναι παῖδα· ὅτε δὲ ἐμπίπτει, ὡς εἶπεν ὁ τεχνικὸς, μελετᾶται.
29nἩ μετάληψις, ὅτι ἄλλως οὐχ οὕτως ἐχρῆν.
30 Σωπάτρου. Οἷον ὅτι οὐκ ἔδει κατασκάψαι τὸ τεῖχος, ἀλλὰ προτρέπειν τοὺς στρατιώτας, νουθεσίᾳ ἢ
πειθοῖ μετελθεῖν· δωρεὰς ἐπαγγελλόμενον πεῖσαι, οὐ κα‐678

4

.

679

θελεῖν τὴν ἀσφάλειαν τῆς πόλεως· εἰπόντος γὰρ τοῦ κατηγόρου, ὅτι οὐκ ἐπὶ ταύτῃ τῇ διανοίᾳ πεποίηκας, ἐὰν ἄρα ἐμπέσῃ, συνάψει τὴν μετάληψιν λέγων, ὅτι ἄλ‐ λως οὐδὲ οὕτως ἔδει ὠφελῆσαι τὴν πόλιν· καὶ ἐπὶ τοῦ
5ἀντεγκλήματος· ἐχρῆν οὐ φονεύειν τὸν υἱὸν, ἀλλ’ ἐπι‐ τιμᾷν, τύπτειν, συμβουλεύειν, διδάσκειν, προτρέπειν, οὐκ ἀποστερεῖν καὶ αὐτοῦ τοῦ περιεῖναι, διὰ τὸ μὴ καλῶς περιεῖναι καὶ μετὰ δόξης· καὶ ἐπὶ μεταστάσεως, οὐκ ἀναβάλλεσθαι τὸν καιρὸν τῆς πρεσβείας ἐχρῆν, ἀλλ’
10ἑτέρωθεν ἐπινοήσαντα καὶ παρασκευασάμενον ἐφόδιον ἐξελθεῖν, καὶ πληρώσαντα τὸ προσταχθὲν ὕστερον κατηγορεῖν τοῦ ταμίου καὶ εἰσπράττεσθαι τὰ χρήματα. πολλὰ δ’ ἂν ἐπιστεύθης ὡς πρεσβευτὴς, τὸ ἀξίωμα ἔχων τῆς πόλεως καὶ δημοσίας ἕνεκα χρείας ἀπιών· καὶ ἐπὶ
15συγγνώμης, ὅτι ἐχρῆν σε οὐκ αὐτὰ εἰπεῖν τὰ ἀπόῤῥητα τοῖς πολεμίοις, ἀλλὰ τὰ μὴ ὄντα πλάσασθαι καὶ εἰπεῖν ὡς ἀπόῤῥητα, δι’ ὧν ῥᾷστα μὲν ἐκείνους ἠπάτας, ἔβλα‐ πτες δὲ τὴν πόλιν οὐδέν· ὡς ἔχει τὸ Ἰσοκρατικόν· περὶ τῶν ῥητῶν ὡς ἀποῤῥήτων ἀνακοινοῦ.
20nΤὸ πρός τι ἀμφοῖν ἐστι, πότερον μεῖζόν ἐστιν ἀνταποδεικνύντων τὸ
21nεὐεργέτημα ἢ τὸ ἀδίκημα.
22 Σωπάτρου. Ὁ μὲν κατήγορος ἐρεῖ, μεῖζόν ἐστι κακὸν ἡ κατασκαφὴ τοῦ τείχους ἢ τὸ νικῆσαι τοὺς πολε‐ μίους, πεπόνθαμεν γὰρ νικήσαντες τὰ τῶν ἡττωμένων,
25οὐδέποτε τρόπαιον εἶδον τοιοῦτον ἐπὶ λύμῃ τῶν νικη‐ σάντων, οἶμαι τοὺς ἐχθροὺς μᾶλλον ἡμῶν ἥδεσθαι νι‐ κηθέντας· τί γὰρ πλέον ἐζήτουν ἢ τὸ σῶζον τὴν πόλιν περικοπῆναι καὶ εὐαλώτους ἡμᾶς γεγονέναι, ἃ τοίνυν
ηὔχοντο, ταῦτα συμβέβηκεν αὐτοῖς· ὥστε τὴν τοιαύτην679

4

.

680

ἧτταν εἰκότως ἂν, εἴπερ εὖ φρονοῦσιν, ὁρίζοιντο νίκην· προσάπαξ μὲν γὰρ ἔδοξαν ἀτυχῆσαι τῇ συμβολῇ, εὐ‐ αλώτους δὲ ἡμᾶς ἔχουσι τὸν λοιπὸν ἅπαντα χρόνον, ὁπότε βούλοιντο· ἐν αὐτοῖς γάρ ἐστιν ἐπελθεῖν ὅτε θέ‐
5λοιεν, καὶ λαβεῖν τὴν πόλιν οὐ καθεστηκότος ἐμποδὼν τοῦ φυλάττοντος, ὁπότε τὸ φυλακτήριον τεῖχος πρὸς τοῦ τὴν ἐπιμέλειαν τῶν κοινῶν ἔχοντος διεκόπη· ὁ δὲ φεύγων ἐρεῖ· μικρὸν μὲν τοῦ τείχους ἔβλαψα μέρος, ὃ πάλιν εὐτελέσιν ἀναλώμασι ῥᾷον ἀνοικοδομηθήσεται·
10ἄλλως τε σχολάζουσι λοιπὸν ἀπὸ τοῦ πολέμου καὶ ταῖς διὰ τὴν εἰρήνην εὐποροῦσι προσόδοις· τοὺς δὲ πολεμίους ἐπικρατοῦντας καὶ λιμῷ καὶ πολέμῳ φθείροντας ἀπ‐ εσωσάμην· σωτηρίαν δὲ ὁμοῦ καὶ δόξαν τῇ πόλει πε‐ ριεποίησα, καὶ ἀσφάλειαν τοῦ λοιποῦ χρόνου· τὴν γὰρ
15τόλμαν ἡμῶν καὶ τὴν ἀπροσδόκητον ἐπιχείρησιν καὶ τὴν ἀνδρείαν εἰδότες οἱ δυσμενεῖς οὐκ ἔτι στρατεύουσιν ἐφ’ ἡμᾶς· ποία γὰρ ἐλπὶς αὐτοῖς καταλείπεται νίκης, εἰ νῦν οὕτως ἐπικρατοῦντες καὶ πάσῃ παρασκευῇ παρ’ ἐλπίδα πᾶσαν πεπτώκασιν· οἱ δὲ αὐτῶν τραπέντες ἀπῆλθον,
20ἀγαπῶντες εἰ γυμνοὶ τῶν ὅπλων σωθήσονται, μὴ λιμῷ διαφθαρεῖεν αὐτοὶ καὶ ὅπλοις, ὑφ’ ἡμῶν ἀπειλημμένοι, καὶ κοπτόμενοι μὲν τοῖς ὅπλοις, σπάνει δὲ τῶν ἀνα‐ γκαίων περικλειόμενοι. οὐκ ἐν πάσῃ δὲ ἀντιθετικῇ ἐμ‐ πίπτει τὸ πρός τι, ἀλλ’ ὅπου ἂν εὑρεθείη ἀντιστατι‐
25κόν· ἐπὶ γὰρ τοῦ πρεσβευτοῦ μὴ ἐπεξελθόντος διὰ τὸ μὴ λαβεῖν τὰ ἐφόδια ποῖον ἔχομεν εἰπεῖν ἀντιστατικόν; οὐκοῦν συνεκλείπει καὶ τὸ πρός τι· ἐπ’ ἐκείνης δὲ τῆς ἐπὶ καιρὸν μεταστάσεως, ὅπου Ἀρχίδαμος κρίνεται ἀνα‐ ζεύξας ἀπὸ τῆς Ἀττικῆς διὰ τὸ λοιμώττοντας εὑρεῖν
30Ἀθηναίους, ἐμπίπτει ἀντιστατικὸν, ὅτι δὴ εὐηργέτησα,
ἵνα μὴ μεταλάβῃ τὸ στράτευμα τοῦ νοσήματος· ὅθεν680

4

.

681

τὸ πρός τι ἐμπίπτει, ὅτι μεῖζον τοῦ δῃῶσαι τὴν Ἀττι‐ κὴν τὸ μὴ νοσῆσαι τὸ ἡμέτερον στράτευμα, ὥστε εὐηρ‐ γέτηκα πλέον ἤπερ ἠδίκηκα.
4nὉ βίαιος ὅρος ὁμοίως ἀμφοτέρων ἐστίν· γνωριμώτερον δὲ ἔσται τὸ
5nκεφάλαιον ἐπὶ τοῦδε τοῦ ζητήματος· ἐν λιμῷ καὶ πολιορκίᾳ συμ‐
6nβουλεύων ὁ στρατηγὸς ἐξιέναι καὶ μάχεσθαι οὐκ ἔπεισε· διέκοψε
7nλαθὼν μέρος τι τοῦ τείχους καὶ νενικήκασι μὲν ἐξελθόντες, δημο‐
8nσίων δὲ ὕστερον φεύγει· ὁ οὖν βίαιος ὅρος, εἰ μηδὲ νίκη τοῦτο,
9nἀλλ’ ἅλωσις πόλεως καὶ κατασκαφή· καὶ πάλιν ὑπὸ τοῦ φεύγοντος
10nὡς ἑτέρως, εἰ μὴ διακόψαι τεῖχος τοῦτό ἐστιν, ἀλλὰ στῆσαι
11nπεπτωκός.
12 Μαρκελλίνου. Ὁ βίαιος, φησὶν, ὅρος ἀμφοτέρων ἐστίν· ὁ μὲν γὰρ κατήγορος λέγει βιαζόμενος, οὐδὲ εὐ‐ εργέτημα τοῦτο· εἰ γὰρ τὸ τεῖχος καθῄρηται τῆς πόλεως,
15τῆς νίκης ὄφελος οὐδέν· ὁ δὲ φεύγων, ὅτι οὐδὲ ἀδίκη‐ μα τοῦτο· τί γάρ ἐστι τὸ καθελεῖν μέρος ἤ τι τοῦ τεί‐ χους βραχὺ, τοῦ ἐπηρτημένου παρελθόντος δεινοῦ· οὐκ ἔτι γὰρ οὐδὲ τείχους δεόμεθα· αὐτόματον ἡμῖν καὶ φυ‐ σικὸν καὶ ἀδάπανον τεῖχος ἡ ἀνδρεία καὶ τὸ γενόμε‐
20νον τρόπαιον· ταῦτα ἡμῖν φυλάττει τὴν πόλιν κάλλιον τοῦ τείχους, εἰ καὶ ἀδαμάντινον ὑπάρχει τὸ τεῖχος· πά‐ λιν δὲ, ὅπου ἀντιστατικόν ἐστιν, ἐμπίπτει τὸ κεφάλαιον· εἰ δὲ μὴ τῆς ὕλης ἡ φύσις ὑφαιρεῖται τὴν ἐξέτασιν αὐτοῦ.
25nἩ θέσις οὖν ἕπεται ἀκολούθως, ὅτι δεῖ τὸν στρατηγὸν πάντα ὃν
26nἐγχωρῇ τρόπον εὖ ποιεῖν τὴν πόλιν, καὶ ἀκόντων ἐνίοτε τῶν πολι‐
27nτῶν δι’ ἄγνοιαν τοῦ βελτίστου, καὶ βλάπτειν μικρὰ ἀντὶ μεγάλων·
28nκοινὸν γὰρ τοῦτο ἐν πάσῃ ἀντιθέσει.
29Μαρκελλίνου. Ἔστι μὲν τὸ κεφάλαιον τοῦ φεύ‐
30γοντος· κατασκευάζει δὲ ἐν αὐτῷ, ὅτι πρακτέον τὸν681

4

.

682

στρατηγὸν, ὡς ἐγχωρεῖ, τὰ συμφέροντα τῇ πόλει, κα‐ λὸν γὰρ τοῦτο· ὁ δὲ τρόπος τῆς κατασκευῆς, ὡς ἐν τῇ θέσει τῷ προγυμνάσματι· διαιροῦντες γὰρ, ὡς ἂν δυ‐ νατὸν, τοῖς τελικοῖς κεφαλαίοις, οὕτω λέγομεν, ὅτι δί‐
5καιον τοῦτο τὸ πράττειν τὸν στρατηγὸν, ὅ τι ἂν ἡγῆ‐ ται καλοῦ καὶ συμφέροντος, τοῦτο τῇ πόλει καὶ πρέπον καὶ δυνατὸν, ἁπλῶς εἰπεῖν, ὡς ἂν ὁ καιρὸς διδῷ· ἐξε‐ ταστέον οὖν τὴν θέσιν τοῖς ἐμπίπτουσι τελικοῖς.
9nἩ ἑτέρα μετάληψις πάλιν τοῦ διώκοντός ἐστιν· ἐχρῆν αὐτὸ τοῦτο
10nἀνακοινοῦν τῷ δήμῳ, τοῖς ταξιάρχαις, τοῖς λοχαγοῖς.
11 Μαρκελλίνου. Ἐχρῆν ἀνακοινοῦσθαι τῷ δήμῳ τὴν καθαίρεσιν τοῦ τείχους, μὴ ἀπὸ ἰδίας ἐξουσίας τὸ τοιοῦτο ποιεῖν· τοῦτο δὲ ἐμπίπτει, ὅταν δημοσίων φεύ‐ γῃ τις ὢν ἐν τῇ πόλει· εἰ γὰρ ἐν ἀποδημίᾳ ὢν ἐποί‐
15ησέ τι, οὐ δύναται λέγειν ὁ κατήγορος, ὅτι ἐχρῆν ἀνα‐ κοινοῦσθαι· πῶς γὰρ δυνατὸν ἀνακοινοῦσθαι τόν τε μὴ παρόντα κατ’ ἐκεῖνον τὸν χρόνον· οὐκοῦν ἐκλείπει ἡ μετάληψις αὕτη, ὅτ’ ἂν μὴ δυνατὸν ᾖ ἀνενεγκεῖν τοῖς κυρίοις, διὰ τὸ πόῤῥω εἶναι, καὶ ὅταν πάλιν
20ἰδιωτικὸν ᾖ καὶ μὴ δημόσιον τὸ ἔγκλημα· εἰ γὰρ ἰδιω‐ τικὸν, διατί ἀπαιτεῖται ἀνενεγκεῖν τῷ δήμῳ· οἷον εἰ‐ πεῖν, ὡς οἱ στρατηγοὶ οἱ μὴ θάψαντες τοὺς εἰς τὸ πέ‐ λαγος ἀνῃρημένους· καὶ πάλιν ὡς ὁ ῥήτωρ ὁ ἀναγκα‐ σθεὶς καὶ εἰπὼν ἐγκώμιον τῶν πολεμίων· ἐνταῦθα
25γὰρ διὰ τὸ πόῤῥω εἶναι οὐχ οἷόν τε ἦν ἀνενεγκεῖν τῷ
δήμῳ.682

4

.

683

(1n)

Ἡ ἀντίληψις. στρατηγὸς ἦν καὶ ἐξῆν δήπου· ἢ ὅτι πατρί γε ὄντι
2nἐξὸν ἦν βουλεύσασθαι περὶ τοῦ παιδός· καὶ ὅλως τοῖς ἐμπίπτουσι
3nχρησόμεθα, ὡς ἂν ὁ καιρὸς διδῷ· ἡ ποιότης καὶ ἡ γνώμη ὡς
4nγίνεται ἐν ὅρῳ, μεμαθήκαμεν.
5 Μαρκελλίνου. Ἔξεστί μοι ὡς στρατηγῷ πράττειν ὃ δοκιμάζω· ζητεῖται δὲ, διὰ ποίαν αἰτίαν· ὁμολογῶν ὁ φεύγων ἔγκλημα εἶναι τὸ πεπραγμένον, ἀντιλήψει δύνα‐ ται χρήσασθαι· τυραννικὸν γὰρ εἶναι δοκεῖ τὸ λέγειν, ὅτι ἐξεστί μοι ποιεῖν ὃ βούλομαι· ἀλλὰ λέγομεν, ὅτι οὐκ
10αὐτῷ τῷ πεπραγμένῳ προσάγει τὴν ἐξουσίαν, ἀλλ’ ἀπὸ τοῦ προσώπου λαμβάνει τὴν ἐξουσίαν ἀξίωμα ἔχοντος, ὅτι στρατηγός· ἢ ὅτι πατρί γε ὄντι· τοῦτο ἐπὶ τοῦ ἀνῃ‐ ρηκότος τὸν παῖδα πορνεύοντα· ἔστι δὲ τὸ νόημα ἢ ἐν ἔθει, ὅτι μέγιστον ἀγαθὸν εἰ μὴ ἐξῆν τῷ πατρὶ βου‐
15λεύσασθαι περὶ τοῦ ἰδίου παιδός, ἢ οὕτω· καλὸν ἦν τὸ ἀνενεγκεῖν τῷ δήμῳ, εἰ μὴ ἐξῆν πατρὶ ὄντι βου‐ λεύσασθαι περὶ τοῦ παιδὸς ὃ θέλει· ἐπειδὴ δὲ ἔξεστι, περίεργον ἀνενεγκεῖν τῷ δήμῳ. Καὶ ὅλως τοῖς ἐμ‐ πίπτουσι. Καθολικὸν τοῦτο παράγγελμα· οὐδὲ γὰρ
20πάντα τὰ κεφάλαια ἐμπίπτει ἀεί.
21nἘπειράθησαν δέ τινες τῶν ἐπιγραψαμένων τέχνην ῥητορικὴν τὸ περὶ
22nδιαιρέσεως μέρος αὐτῆς εἴδη τινὰ εἰπεῖν ἀντιστάσεων· καὶ νὴ Δία
23nγε τῶν ἄλλων ἀντιθετικῶν στάσεων, οὐχ ἵνα διάφορόν τινα οὖσαν
24nδιαίρεσιν ἐν αὐταῖς διδάξωσιν ἡμᾶς, καθάπερ ἡμεῖς ἔν τε ἀντιλήψει
25nκαὶ ἄλλαις πεποιήκαμεν· ἦ γὰρ ἂν ἴσως τινὸς ἦν ἄξιον· ἀλλ’ ὅτι,
26nφασὶν, ἡ μὲν ἰδιωτικὴ, ἡ δὲ δημοσία, ἡ δὲ μικτή ἐστι, καὶ τοι‐
27nαῦτά τινα· τὸ δὲ αὐτὸ ἁμάρτημα κἀνταῦθα τοῖς περὶ ἰδεῶν καὶ
28nτρόπων· τουτὶ γὰρ πάλιν τοῖς μὲν περὶ ἰδιωτικοῦ καὶ δημοσίου λό‐
29nγου ἐπεσκεμμένοις χρήσιμον· θαυμάζω δὲ, εἰ ἐγχωρεῖ τὸν περὶ683

4

.

684

(1n)

διαιρέσεως ἔτι τοιαύτης ἀγνοοῦντα ἐκεῖνα εἰδέναι· μὴ γιγνώσκοντι
2nδὲ τί ἂν ὄφελος γένοιτο τῆς διαφορᾶς τῶν ζητημάτων, ὅτι ἰδιωτι‐
3nκὸν ἢ ὅτι δημόσιόν ἐστιν.
4Μαρκελλίνου. Ἐσφάλησαν, φησὶν, οἱ νομίσαν‐
5τες εἴδη διάφορα, τῷ εἶναι δημοσίαν καὶ ἰδιωτικήν· οὐδὲ γὰρ τοῦτο διάφορον εἶδος ποιεῖ, ἀλλ’ ἡ διάφορος διαίρεσις· διαφόρου δὲ διαιρέσεως οὐκ οὔσης, οὐδὲ διά‐ φορον εἶναι τὸ εἶδος ἐροῦμεν· οὐδεμία δὲ διαφορὰ ἐν ταῖς ἀντιθετικαῖς εὑρίσκεται τῆς διαιρέσεως· ἀλλὰ πα‐
10σῶν μία διαίρεσις καὶ τὰ αὐτὰ κεφάλαια· μόνου ἐξαλ‐ λάττοντος καθ’ ἑκάστην ἀντιθετικὴν τοῦ ὁμωνύμου τῇ στάσει κεφαλαίου· οἷον ἐν ἀντιστάσει τοῦ ἀντιστα‐ τικοῦ, ἐν μεταστάσει τοῦ μεταστατικοῦ, ἐν ἀντεγκλή‐ ματι τοῦ ἀντεγκληματικοῦ, ἐν συγγνώμῃ τοῦ συγγνω‐
15μονικοῦ, τὰ δὲ ἄλλα πάντα κεφάλαια κοινά ἐστι, καὶ τὰ αὐτὰ ἐπὶ πασῶν τῶν ἀντιθετικῶν, οὐκοῦν οὐ τεχνι‐ κὸν τὸ λέγειν εἴδη ἀντιστάσεως, τοῦ εἶναι περὶ δημο‐ σίου ἢ ἰδιωτικοῦ. Τῶν ἐπιγραψαμένων τέχνην ῥητορικήν. Δυσὶν ἁμαρτήμασι Μινουκιανὸν ὑποβάλ‐
20λει, κακῶς τε τὸ περὶ στάσεων τέχνην ἐπιγράψαντα ῥητορικὴν, καὶ νῦν ἀκαίρως εἴδη κακῶς τῶν ἀντιθετι‐ κῶν παραδιδόντα. Καθάπερ καὶ ἡμεῖς ἐν ἀντι‐ λήψει. Καὶ γὰρ ἐπὶ τῶν διπλῶν φησιν ἀντιλήψεων δύο εἶναι τὰ ἀντιληπτικὰ καὶ τὰ χρώματα.
25 Συριανοῦ. Εἰς Μινουκιανὸν αἰνίττεται· αὐτὸς γὰρ εἶπεν εἴδη ἀντιστάσεως καὶ τῶν ἄλλων ἀντιθε‐ τικῶν, οὐχὶ τῇ τῶν κεφαλαίων ἐναλλαγῇ ἢ τῷ πλεονα‐ σμῷ τὴν τῶν εἰδῶν ἀποτελοῦντα διαφοράν· ἀλλὰ τῷ
δημοσίῳ καὶ ἰδιωτικῷ καὶ τῷ ἐκ τούτων μικτῷ, ὅπερ684

4

.

685

ἀδικημάτων διαφορὰ, ἀλλ’ οὐχὶ στάσεως εἴδη· εἰ δέ τις ἐρεῖ, πῶς οὖν αἱ ἀντιθετικαὶ τοῖς αὐτοῖς τεμνόμε‐ ναι κεφαλαίοις διαφορὰν ἔχουσιν εἰδῶν, ἡ μὲν γὰρ στά‐ σις αὐτῶν ἀντίστασις, ἡ δὲ ἀντέγκλημα καὶ ἑξῆς, ἐροῦ‐
5μεν, ὅτι κἂν τοῖς αὐτοῖς τέμνωνται κεφαλαίοις, ἀλλ’ οὖν ἔχουσι καὶ παραλλάττον ἑκάστη τούτων κεφάλαιον πρὸς τὴν πρὸ αὐτῆς, τὸ καὶ τὴν στάσιν χαρακτηρίζον· ἡ μὲν ἀντίστασις τὸ ἀντιστατικὸν, ἡ δὲ ἀντέγκλησις τὸ ἀντεγκληματικὸν καὶ ἑξῆς ὁμοίως. Οἱ μέντοι εἴδη διά‐
10φορα τὸ ἰδιωτικὸν καὶ δημόσιον καὶ τὸ μικτὸν φάσκον‐ τες ἰδιωτικὸν μὲν λέγουσιν, ὡς ἐπὶ τοῦ τὸν ἵππον τὸν ἴδιον δεσπότην ὑπεξαγαγόντα τοῖς πολεμίοις ἀπο‐ σφάξαντος καὶ κρινομένου βλάβης· δημόσιον δὲ, ὡς ἐπὶ τοῦ κατασκάψαντος στρατηγοῦ τὸ τεῖχος· μικτὸν δέ,
15ὡς ἐπὶ τούτου· τύραννος ἐξ ἀστυγείτονος πόλεως μετ‐ επέμψατο μειράκιον ὡραῖον, ἀπειλῶν πόλεμον εἰ μὴ λά‐ βοι· οὐκ ἔδωκεν ἡ πόλις, ἐστράτευσεν ὁ τύραννος· πολι‐ ορκίας οὔσης ὁ πατὴρ σφάξας τὸν παῖδα ἔῤῥιψε πρὸ τοῦ τείχους· θεασάμενος ὁ τύραννος ἀνεχώρησε, καὶ μετὰ
20ταῦτα κρίνεται ὁ πατὴρ δημοσίων· αὕτη μικτὴ τυγχά‐ νει· ἔχει γάρ τι καὶ ἴδιον ἀδίκημα, τὸν φόνον τοῦ παι‐ δὸς, καὶ δημόσιον ὅτι τὴν πόλιν ἠδίκησεν, ὑπὲρ οὗ γὰρ εἵλετο πόλεμον ἡ πόλις, καθάπερ ἆθλον αὐτὸν ποιου‐ μένη, τοῦτον παρὰ γνώμην τῆς πόλεως ἐφόνευσεν· καὶ
25τὸ ἀντιθετικὸν κεφάλαιον τοιοῦτον, ὅτι καὶ τῇ πόλει συνήνεγκεν τὸ τελευτῆσαι τὸ μειράκιον, ἀπήλλακται γὰρ πολέμου καὶ πολιορκίας· καὶ αὐτῷ τῷ παιδί· ταῦτα μὲν οὖν οὐ βούλεται εἴδη ὁ Ἑρμογένης, ὡς ἔφαμεν· ἄλλοι δὲ βοηθοῦντες Μινουκιανῷ φασιν εἴδη αὐτὰ εἶναι· ἔχου‐
30σι γὰρ τῶν κεφαλαίων διαφορὰν καὶ πλεονασμὸν καὶ
ἔνδειαν· αὐτίκα ἐπὶ μὲν τῶν δημοσίων ὁ ὅρος ἐμ‐685

4

.

686

πίπτει, ἐπὶ δὲ τῶν ἰδιωτικῶν οὔ· καὶ ἐπὶ μὲν τῶν ἰδιω‐ τικῶν πάλιν τὰ ἀντιθετικὰ πλείω· ὡς ἐπὶ τοῦ τὸν παῖ‐ δα ἀποκτείναντος τὸ ἀντεγκληματικὸν καὶ ἀντιστατικόν· ἐπὶ δὲ τῶν δημοσίων οὔ· οὐ γὰρ ὁ τὸν λιμένα χώσας
5ἕξει τοσαῦτα ἀντιθετικά· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων κε‐ φαλαίων· εἰ οὖν πλεονασμὸς καὶ ἔνδεια τῶν κεφαλαίων καὶ ἐπὶ τούτων εὑρίσκεται, δῆλον ὅτι καὶ εἴδη εἰσὶ τῶν ἀντιθετικῶν· ἕτεροι τοῦτο μὲν οὐ φασὶν, ἕτερα δὲ εἴδη· οἷον ἀντίστασιν κατὰ στοχασμόν· ἀντίστασιν κατὰ
10ῥητὸν καὶ διάνοιαν· κατὰ στοχασμὸν μὲν, ὡς ὅτ’ ἂν τὴν ἀντιθετικὴν τῶν ὁμωνύμων τῇ στάσει θεὶς ἐπάγῃ τέλειον τὸν στοχασμὸν, ὡς ἐπὶ τούτου· πατὴρ ἕνα τῶν παίδων ἀπέσφαξεν ὡς ἄσωτον· καὶ τὸν δεύτερον κατὰ τὸν τῶν ἀκρίτων νόμον· τρίτου γεννηθέντος ἐκτί‐
15θεται αὐτὸν, καὶ κρίνεται ὑπὸ τῆς γυναικὸς κακώσεως· ἐνταῦθα γὰρ τὸ ἀντιθετικὸν, ὅτι ὠφέλησά σε, ἵνα μὴ ὁμοίως τοῖς ἄλλοις γένηται καὶ ἀνιάσῃ σε· ἀναφύεται οὖν τέλειον ζήτημα στοχαστικὸν, εἰ καὶ τοῦτον εἰκὸς πονηρὸν γενέσθαι ἢ σωφρονισθῆναι τῷ δέει τῆς τῶν φθασάντων
20τιμωρίας· καὶ μετὰ τὴν στοχαστικὴν ἐξέτασιν πᾶσαν τὰ λοιπὰ κεφάλαια τῆς ἀντιστάσεως· κατὰ ῥητὸν δὲ καὶ διάνοιαν, ὡς ἐπὶ τοῦ στρατηγοῦ τοῦ μὴ ἀνοίξαντος νύ‐ κτωρ τὰς πύλας, καὶ ὑπὸ τῶν πολεμίων ἀναιρεθέντων τῶν προσφυγόντων αἰχμαλώτων, καὶ κρινομένου· ἐνταῦ‐
25θα γὰρ ἐπὶ τὸν νόμον μεταφέροντος αὐτοῦ τὴν αἰτίαν, ὅτι ὑπὲρ τῆς πόλεως οὐκ ἤνοιξα τῷ νόμῳ πειθόμενος, ἀναφύεται ῥητὸν καὶ διάνοια μεταξύ· ὅτι οὐκ ἐπὶ τού‐ τοις ὁ νόμος ἀλλ’ ἐπ’ ἄλλοις κελεύει μὴ ἀνοίγειν τὰς
πύλας· μεθ’ ὃ πάλιν τὰ ἀντιθετικά.686

4

.

687

(1n)

Ἔτι τὴν συγγνώμην ἀπὸ τῆς μεταστάσεως οὐ τῷ ἀνευθύνῳ καὶ
2nὑπευθύνῳ ἐχώρισάν τινες, ἀλλ’ ἁπλῶς τὰ μὲν εἴς τι τῶν ἔξωθεν
3nμεθιστάντα τὸ ἀδίκημα πάντα μεταστατικὰ εἰρήκασιν εἶναι, ἐάν τε
4nχειμὼν, ἐάν τε βάσανοι, ἐάν τε ἄλλο τοιουτότροπον ᾖ· τὰ δὲ εἰς
5nἴδιόν τι πάθος ψυχῆς μόνα συγγνώμης εἶναι ὡρίσαντο· οἷον ἔλεον,
6nἢ οἶκτον, ἤ τι τοιοῦτον· καὶ ἴσως ταῦτα οὐ κακῶς· διαφέρει δὲ
7nοὐδὲν πλὴν τοῦ ὀνόματος τῆς συγγνώμης, ᾧ κἀν ταῖς μεταστάσεσι
8nπολλάκις ἄν τις χρήσαιτο καλῶς κἀν ταῖς ὁμολογουμέναις συγγνώ‐
9nμαις· πάλιν αὖ τοὐναντίον τῇ μεταστάσει χρήσεται· τουτὶ δὲ οὐ
10nτοῦ διαιρετικοῦ εἴδους οἶμαι, τοῦ δὲ τοῖς καιροῖς εἰδέναι χρῆσθαι
11nκαὶ μεθοδεύειν ὀρθῶς τὰ νοήματα.
12 Σωπάτρου. Ἰστέον, ὅτι τελευταίαν πασῶν τῶν ἀντιθετικῶν τὴν συγγνώμην ἔταξαν· ὅτ’ ἂν γὰρ ἀπορῶ‐ μεν ἀπολογίας ἐν ταῖς ἄλλαις ἀντιθετικαῖς, λέγω δὴ
15ἀντιστάσει καὶ ἀντεγκλήματι, τότε λοιπὸν ἐπὶ τὴν συγ‐
γνώμην καταφεύγομεν· γίνεται δὲ ἡ συγγνώμη, ὅτ’ ἂν687

4

.

688

ὥσπερ ἐπὶ τῶν ἄλλων τῶν ἀντιθετικῶν ὁμολογῇ μὲν ὁ φεύγων πεποιηκέναι τὸ ἀδίκημα, ἄκων δὲ αὐτὸ φάσκῃ πεποιηκέναι, ἀναφέρων τὴν αἰτίαν ἐπὶ τὰ πάθη τῆς ψυ‐ χῆς, ἐπὶ μέθην, ἔρωτα, ἔλεον, ἄγνοιαν, φόβον, ὀργὴν,
5καὶ ὅλως οἷς ἕπεται ἡδονὴ καὶ λύπη, γίνεται δὲ συγγνώ‐ μη καὶ ὅτ’ ἂν εἰς ἀσθένειαν γήρως καὶ ὅτ’ ἂν ἐπὶ δε‐ σπότην ἤ τι τοιοῦτον ἀναφέρωμεν. τινὲς δέ φασιν τούτῳ διαφέρειν τὴν μετάστασιν τῆς συγγνώμης, τῷ ὑπευθύνῳ καὶ ἀνευθύνῳ· τὸ μὲν γὰρ εἰς ὑπεύθυνόν τι
10δυνάμενον γενέσθαι πρᾶγμα ἢ πρόσωπον ἀναφέρον τὴν αἰτίαν μεταστατικόν φασιν· τὸ δὲ εἰς ἀνεύθυνον συγγνωμονικόν· τινὲς δὲ καὶ τὰ εἰς ἀνεύθυνον καὶ τὰ εἰς ὑπεύθυνον ἀναφέροντα μεταστατικά φασιν· τὰ δὲ εἴς τι πάθος τῆς ψυχῆς συγγνωμονικά. ἰστέον μέν‐
15τοι, ὡς τὸ τῶν βασάνων καὶ τοῦ χειμῶνος οἱ μὲν ἄλλοι συγγνώμην εἶναι τὸ τοιοῦτό φασιν, τῷ ψυχικὸν ἐνταῦ‐ θα κινεῖσθαι πάθος, τὸν φόβον, Μινουκιανὸς δὲ τῇ μεταστάσει προσνέμει ταῦτα ὡς καὶ τῶν ἔξωθεν ὄντα· δοκοῦσι γοῦν οἱ μὲν ἄλλοι κατὰ τοῦτο συμβαίνειν τῷ
20τεχνικῷ· δῆλον γὰρ ὡς συγγνώμη ἐστὶν ἡ βάσανος, τῷ εἶναι ἀνεύθυνον, ὁ μέντοι Μινουκιανὸς καὶ κατὰ τοῦτο ἐναν‐ τιοῦται. Καὶ ἴσως ταῦτα οὐ κακῶς· ζητητέον, τί δήποτε τὸν ἐκείνων δεχόμενος λόγον, αὐτὸς εἰσήνεγκεν ἕτερον. εἴπερ γὰρ μὴ δέχεται, τί μὴ διαῤῥήδην ἀντεῖπεν·
25τῷ γὰρ ἀντειπεῖν μὲν, μὴ λύειν δὲ τὸ ἁμάρτημα δυ‐ οῖν θάτερον ἢ ἀγνοίας οὐκ ἐκφεύξεται ἢ φθόνου· ἀλλά φαμεν, ὅτι εὔλογον ἔχει τὴν συγκατάθεσιν· ᾔσθετο γὰρ
καὶ τὸν ἐκείνων λόγον, τῷ οἰκείῳ σκοπῷ συμφερόμε‐688

4

.

689

νον, τὸ δὲ αἰσθανόμενον τῶν κακῶς λεγομένων καὶ μὴ ἀντιτείνειν ἐπιεικείας, οὐ μέμψεως· ἀλλὰ πῶς τοῦτο ἐροῦμεν; ὁ μὲν τὴν συγγνώμην τῆς μεταστάσεως τῷ ὑπευθύνῳ καὶ ἀνευθύνῳ ἐχώρισεν, οἱ δὲ, ὧν καὶ Μι‐
5νουκιανὸς, τὰ ἔξωθεν ἄγοντα τὸ ἀδίκημα καὶ τὰ εἴς τι πάθος ψυχῆς ἀναφέροντα, ὅπερ ταὐτὸν τῷ ἀνευθύνῳ καὶ ὑπευθύνῳ· ἀνεύθυνα γὰρ τὰ ψυχικά· ἐπειδὴ δὴ καὶ χειμὼν καὶ βάσανοι, κἂν ἔξωθεν, ὅμως φοβεῖ τὴν ψυχὴν καὶ καταπλήττει, ἔδοξε διὰ τοῦτο διαφωνεῖν
10Μινουκιανὸς Ἑρμογένει· ὁ μὲν γὰρ τῶν ἔξωθεν εἶναι μεταστατικά φησιν, ὁ δὲ τῷ πάθος ψυχικὸν κινεῖν συγγνωμονικά φησιν αὐτά. Ἐζήτησαν δέ τινες καὶ τοῦ‐ το, διατί φησιν ὁ τεχνικὸς μηδὲν διαφέρειν τὴν συγγνώ‐ μην τῆς μεταστάσεως, εἰ μὴ μόνον ὀνόματι· εἰ μὲν γὰρ
15μηδὲν διαφέρουσιν ἀλλήλων, τί κἀνταῦθα κἀν τῇ με‐ θόδῳ τοσοῦτον περὶ αὐτῶν κατέτεινε λόγον; εἰ δὲ δια‐ φέρουσι, τί μὴ καὶ πρᾶγμα διάφορον ἐν ἀμφοτέροις εἶναί φησιν; ἀλλὰ φήσομεν ἡμεῖς πρὸς τοῦτο, ὅτι οὐ πρὸς τὴν φύσιν αὐτῶν ἀφορῶν ταὐτά φησιν, ἀλλὰ
20πρὸς τὴν διαίρεσιν· καὶ γὰρ ἐν μεταστάσει φησὶν ἐμ‐ πίπτειν τὸ συγγνωμονικὸν καὶ τὸ μεταστατικὸν, καὶ τό γε μεῖζον ἔστιν ὅτε καὶ ἐπὶ συγγνώμης οὐ χρώμεθα πλα‐ τέως τῇ συγγνώμῃ, ἀλλ’ ὅσον ἐφαψάμενοι μόνον εὐ‐ θέως ἐπὶ τὴν μετάστασιν μεταβαίνομεν· τοῦτο δὲ γίνε‐
25ται, ὅτ’ ἂν ἔνδοξον ᾖ τὸ πρόσωπον· ἆρ’ οὖν, φήσει τις, οὐδὲν κατὰ τὴν διαίρεσιν διαφέρουσι; λέγομεν τοί‐ νυν, ὅτι κατὰ μὲν τὴν διαίρεσιν οὐδὲν, κατὰ δὲ τὴν χρῆσιν, ναί· ἐφ’ ἑκατέραις γὰρ στάσεσι τῷ κυριωτέρῳ κεφαλαίῳ χρησόμεθα· ἐν μεταστάσει μὲν μεταστατικῷ,
30συγγνωμονικῷ δὲ ἐν συγγνώμῃ· ἐπειδὴ δὲ ἀναιδές ἐστι
τὸ ἠδικηκότα τινὰ φανερῶς συγγνώμην αἰτεῖν, μεθόδῳ689

4

.

690

τινὶ δεῖ τῷ κεφαλαίῳ χρήσασθαι καὶ πρῶτον μὲν θεῖ‐ ναι τὸ κατ’ ἐπαγγελίαν τοῦ μέλλοντος, οἷον ὅτι νῦν διαφυγὼν αὖθις ὑμῖν χρήσιμος ἔσομαι· ἔπειτα ἐκ πα‐ ραδείγματος τοῦτο πιστώσασθαι, ὅτι πολλοὶ πολλάκις
5τὸ πρῶτον δόξαντες ἀδικεῖν ἀγαθοὶ τελευταῖον γεγόνα‐ σιν· οἷον Θεμιστοκλῆς τὸ πρῶτον συνέζηκεν ἀσωτίᾳ· σοφίᾳ τὸ τελευταῖον πάντας παρῆλθεν· εἶτα Ἀλκιβιά‐ δης καὶ εἴ τις ἄλλος, καὶ ὡς, εἰ τὸ πρῶτον ἁμαρτὼν ἀνῃρέθῃ, οὐκ ἂν ἔμελλον τῆς Θεμιστοκλέους σοφίας ἀ‐
10πόνασθαι· δεύτερον ἐκ τῆς τῶν δικαστῶν εὐνοίας, ὅτι φιλανθρωπεύεσθαι τοῖς ἁμαρτάνουσιν εἰώθασιν ἅπαν‐ τες· εἰ γὰρ οὐκ ἐφιλανθρωπεύεσθε, οὐδεὶς ἀνθρώπων ὑπελέλειπτο· κοινὸν γὰρ τῆς ἀνθρωπίνης φύσεως τὸ πλημμελεῖν· εἶτα πλατυνοῦμεν ὡς ἐκ παραδείγματος τὸν
15τῆς φιλανθρωπίας λόγον. Ἰστέον δὲ, ὡς πᾶσα στάσις ἀντιθετικὴ δικανική ἐστιν. Ζητητέον δὲ, διατί εἴγε παν‐ ταχοῦ τὸ πρῶτον ζήτημα χαρακτηρίζει τὴν στάσιν, ἐν ταῖς ἀντιθετικαῖς ὁ ὅρος προτάττεται τοῦ ἀντιθετικοῦ. καί φαμεν, ὅτι παραγραφικοῦ τάξιν ἐπέχει ἐνταῦθα ὁ
20ὅρος· ἐπειδὴ οὖν φύσει πρὸ τῆς εὐθυδικίας καὶ ἀπολο‐ γίας ἐστὶ τὸ παραγράφεσθαι τὴν κρίσιν, εἰκότως ὁ ὅρος προτέτακται τῶν ἑξῆς κεφαλαίων. Μαρκελλίνου. Οὐκ ἀγνοῶ, φησὶν, ὥς τινες τὴν συγγνώμην τῆς μεταστάσεως οὐ τῷ ἀνευθύ‐
25νῳ καὶ ὑπευθύνῳ διορίζουσιν· οἱ δέ φασιν, ὅτι Μι‐ νουκιανὸς διαχωρίζει τὴν συγγνώμην τῆς μεταστάσεως οὐ τῷ ἀνευθύνῳ καὶ ὑπευθύνῳ, ὥσπερ διωρισάμην ἐγὼ, ἀλλὰ μόνῳ τῷ τὴν μετάστασιν γενέσθαι, ὅτ’ ἂν ἐπὶ τῶν ἔξωθεν ὁ φεύγων ἀνενέγκῃ τὴν αἰτίαν ἢ πρόσω‐
30πον ἢ πρᾶγμα καὶ ὑπεύθυνον καὶ ἀνεύθυνον· τὴν δὲ690

4

.

691

συγγνώμην, ὅτ’ ἂν εἰς πάθη μόνα ψυχῆς, ἢ ἔλεον, ἢ ἔρωτα, ἢ ἄγνοιαν, ἢ ὀργὴν, ἢ φόβον φυσικὸν, οὐκ ἔξω‐ θεν προσγενόμενον· καὶ οὐ μέμφομαι, φησὶ, τὸν οὕτω διαιροῦντα, δοκεῖ γὰρ καὶ ἐμοὶ καλῶς λέγειν.
5nἜτι περὶ τῶν ἀντιθετικῶν.
6tΠερὶ ἀντιστάσεως.
7 Συριανοῦ. Μετὰ τὴν ἀντίληψιν ἀκολούθως ἐπὶ τὰς ἀντιθετικὰς μετιέναι στάσεις εὔλογον· εἰ γὰρ αἱ τέσσαρες ἀντιθετικαὶ σὺν τῇ ἀντιλήψει δικαιολογικαὶ
10καλοῦνται, ἀναγκαῖον ἂν εἴη εὐθέως τῇ ἀντιλήψει ταύτας ἐπάγειν· ὧν πρώτην τακτέον τὴν ἀντίστασιν, ἥτις ὠνόμασται ἀπὸ τοῦ ἀντιτιθέναι καὶ ἀνθιστᾷν
τῷ ἐγκαλουμένῳ ἀδικήματι εὐεργέτημα· ὁρίζεται δὲ αὐ‐691

4

.

692

τὴν Ἑρμογένης καὶ Μητροφάνης οὕτως, ὅτ’ ἂν ὁμολο‐ γῶν ὁ φεύγων τὸ πεπραγμένον ἀντιτιθῇ δι’ αὐτοῦ τοῦ ἀδικήματος εὐεργέτημά τι γεγενημένον· ἔχει δὲ ἀτε‐ λῶς, οὐ γὰρ τί ἐστι λέγει, ἀλλὰ πῶς καὶ πότε γίνεται
5ἀντιστατικὸν πρόβλημα· ὁ δὲ τελείως ἔχων τῆς ἀντι‐ στάσεως ὅρος οὗτός ἐστι· στάσις πολιτικοῦ πράγμα‐ τος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ὁμολογῶν τὸ γεγενημένον ἀντιτίθησιν εὐεργέτημα μεῖζον δι’ αὐτοῦ πεπραγμένον τοῦ ἀδικήματος· ὡς ὁ τὸν ἵππον ἀνελὼν
10ἀντιτίθησι τοῦ δεσπότου τὴν σωτηρίαν· ὁ δὲ τὸ τεῖχος κατασκάψας στρατηγὸς τὴν κατὰ πολεμίων νίκην· τὸ γὰρ λέγειν ἴδιον εἶναι ἀντιστάσεως τὸ ἀμφότερα ὁμολογεῖ‐ σθαι, τό τε ἀδίκημα καὶ τὸ εὐεργέτημα, κοινόν ἐστι καὶ τῶν ἄλλων ἀντιθετικῶν· ἀποροῦσι δέ τινες πρὸς
15τοῦτο λέγοντες, εἰ ἄμφω ὁμολογεῖται καὶ οὐδεμία τις ἐν αὐτῇ γίνεται ζήτησις, ἀσύστατον ἄρα· πρὸς οὓς ἐροῦμεν, ὅτι κατὰ μὲν τὸν τοῦ φεύγοντος λόγον ἀμφό‐ τερα δοκεῖ ὁμολογεῖσθαι· κατὰ δὲ τὸν τοῦ διώκοντος, τὸ μὲν ἀδίκημα φανερόν ἐστι, τὸ δὲ δοκοῦν εὐεργέτημα
20δι’ ἕτερον πεπρᾶχθαι λέγεται· ὡς ἐπὶ τοῦ κατασκά‐ ψαντος στρατηγοῦ τὸ τεῖχος καὶ νικήσαντος· ἡ μὲν καθαίρεσις τοῦ τείχους φανερὰ, ἡ δὲ νίκη ἀμφισβητεῖ‐ ται πότερα διὰ τὸν στρατηγὸν ἢ διὰ τὴν εὐτολμίαν τῶν πολιτῶν γέγονεν· ἔτι γε μὴν οὐδὲ ὡς ἀδίκημα τὸ
25γεγονὸς ὁ φεύγων ὁμολογεῖ πεπραχέναι, ἀλλὰ τῆς εὐεργεσίας ἀρχὴν ὁρίζεται τὸ εὐθυνόμενον, ὥστε ἀμφό‐ τεροι τὸ μὲν ὠφελοῦν αὐτοὺς ὡς πρόδηλον ἐξετάζουσι·
τὸ δὲ ἐναντιούμενον, εἰ καὶ φανερὸν εἶναι δοκεῖ, ἀλλ’692

4

.

693

ἐφ’ ὃ βούλονται μετάγουσιν· εἴδη δὲ ἡ ἀντίστασις οὐκ ἐπιδέχεται, διότι οὐδὲ τὰ εἰδοποιοῦντα ἐν ταῖς στάσεσιν ἐν αὐτῇ ἐμπίπτει, φημὶ δὴ κεφαλαίων πλεονασμὸν ἢ ἔλλειψιν ἢ τάξιν διάφορον, ἅπερ πολλάκις ἔφαμεν
5τὴν ἑτερότητα τῶν εἰδῶν ἐν ταῖς στάσεσιν ἀπεργάζε‐ σθαι· τρόποι δὲ ἀντιστατικῶν προβλημάτων εἰσὶ τρεῖς· ὁ μὲν περὶ ἰδιωτικῶν ἐστιν, ὁ δὲ περὶ δημοσίων, ὁ δὲ περὶ δημοσίων ἅμα καὶ ἰδιωτικῶν, περὶ ὧν ἤδη εἴ‐ πομεν· διαιρεῖται δὲ ἡ ἀντίστασις κεφαλαίοις τοῖσδε,
10προβολῇ κοινῇ, γνώμῃ τοῦ φεύγοντος, τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους τοῦ κατηγόρου, ἀντιστάσει τοῦ φεύγοντος, μεταλήψει τοῦ κατηγόρου, μεταστάσει, ὅτε ἐμπίπτει, τοῦ φεύγοντος. ἰστέον γὰρ, ὅτι μόνη τῶν ἀντιθετικῶν ἡ μετάστασις συμπλέκεται τῇ ἀντιστάσει· οὐκ ἀεὶ,
15ἀλλ’ ἐπί τινων προβλημάτων, ὡς ἐπὶ τοῦ κατασκάψαντος τὸ τεῖχος στρατηγοῦ, τοῖς πρός τι καὶ βιαίῳ ὅρῳ κοι‐ νοῖς, μεταλήψει ἐκ προσώπου, ἀντιλήψει· ἡ μὲν οὖν
προβολὴ κοινή ἐστι τῷ τὸν μὲν κατήγορον τὸ ἀδίκημα693

4

.

694

αὔξειν, τὸν δὲ φεύγοντα τὸ εὐεργέτημα ἐν τῇ ἑαυτοῦ προβολῇ· ἡ δὲ γνώμη ἔστι μὲν, ὡς εἴρηται, τοῦ φεύ‐ γοντος, πλατύνεται δὲ τοῖς ἐκ διαιρέσεως σχήμασιν, αἰ‐ τίᾳ δι’ ἣν τοῦτο πέπραχεν, παραδείγμασι, προσώπου
5ποιότητι, τοῖς ἐγκωμιαστικοῖς τόποις, γένει, φύσει, ἀγω‐ γῇ, ἐπιτηδεύμασιν, ἀνάγκῃ, ἐκβάσει τῶν τε νῦν ὄντων ἀγαθῶν καὶ τῶν ἐπελθόντων χαλεπῶν, εἰ μὴ τοῦτο ἦν πράξας· τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους θήσει ὁ κα‐ τήγορος, οὐχὶ τὸ ἀδίκημα ἀφηγούμενος, πρόδηλον γὰρ
10τοῦτο καὶ ὡμολογημένον, ὡς εἴρηται, ἀλλὰ κατασκευά‐ ζων· ὅτι φαύλῃ γνώμῃ τὸ γεγονὸς ὁ φεύγων διαπέ‐ πρακται· εἶτα τὴν ἀντίστασιν τὸ οἰκεῖον τῆς στάσεως κεφάλαιον εἰσάξει ὁ φεύγων, τὸ συμφέρον, τὸ διὰ τῆς βλάβης γεγονὸς ἐξαίρων, πλατύνεται δὲ ἐκφράσει καὶ
15αὐξήσει τοῦ δεινοῦ καὶ θέσει, χρὴ γὰρ πρότερον ἐξᾶραι τῷ λόγῳ τὰ περιστάντα δεινὰ τὴν πόλιν, ἢ τὸν ἄνθρω‐ πον τὸν ὑπὸ τοῖς πολεμίοις μέλλοντα γίνεσθαι διὰ τοῦ ἵππου, καὶ οὕτω τὸ εὐεργέτημα ἐπάγειν, πλατύνον‐ τα τῇ θέσει· ἕπεται δὲ ἀντιστάσει μετάληψις λύου‐
20σα αὐτὴν, ἐνστάσει τε καὶ ἀντιπαραστάσει πλατυνομένη· μετὰ δὲ ταῦτα κινήσει στοχαστικὴν ἀντίθεσιν ὁ κατήγο‐ ρος, ἥτις ὑπὸ τοῦ φεύγοντος λύεται βουλήσει καὶ δυ‐ νάμει· εἶτα μετάστασις ὑπὸ τοῦ φεύγοντος εἰσάγεται, ὅτε ἐμπίπτει, λέγοντος, ἀλλ’ ὁ δῆμος αἴτιος μὴ πεισθείς·
25καὶ πάλιν ταύτην ὁ κατήγορος λύσει μεταλήψει· καθό‐ λου γὰρ τῶν πέντε δικαιολογικῶν λυτική ἐστιν ἡ μετά‐ ληψις, πρός τι κοινὰ, τοῦ μὲν μεῖζον ἀποφαινομένου τὸ ἀδίκημα τοῦ εὐεργετήματος, τοῦ δὲ φεύγοντος προ‐
κρίνοντος μετὰ κατασκευῆς τὸ εὐεργέτημα τοῦ ἀδικήμα‐694

4

.

695

τος· ὅρος βίαιος, κοινός· τοῦ μὲν μηδ’ ὅλως εὐεργέτημά τι γεγενῆσθαι παρὰ τοῦ φεύγοντος διαγορεύοντος, τοῦ δὲ μηδεμίαν ἀπηντηκέναι βλάβην ἐκ τοῦ γεγονότος ἰσχυριζομένου· εἶτα μετάληψις ἐπὶ πρόσωπον κινεῖται
5τοῦ κατηγόρου· ἔστι δὲ οὐ τῶν ἀεὶ ἐμπιπτόντων· ὅτ’ ἂν δὲ ἐμπέσῃ, λύεται ἀντιλήψει. ἔστι δ’ ὅτε καὶ στο‐ χαστικὴ ἀντίθεσις ἐν ἀντιστάσει ἐμπίπτει· οἷον ἐπὶ τοῦ στρατηγοῦ, ἀλλ’ ἄδηλον εἰ πάντως ἡ νίκη πρὸς ἡμῶν ὑπάρξει· ἣν ὁ στρατηγὸς λύσει βουλήσει τε καὶ
10δυνάμει τῶν στρατιωτῶν· ὡς προκινδυνεύειν ἀεὶ βου‐ λόμενοι τῆς πατρίδος, οὐκ ἀδύνατοι κατὰ πολεμίων ὑπ‐ ῆρχον στῆσαι τὰ τρόπαια καλῶς ἐκπαιδευθέντες ὑπ’ ἐμοὶ τὰ πολέμια καὶ τεθνάναι μᾶλλον εὐκλεῶς, ἢ ζῇν αἰ‐ σχρῶς ἐπὶ τῶν παρατάξεων αἱρούμενοι. Τοιαύτη μὲν οὖν
15ἡ τῶν ἀντιστατικῶν ὑπάρξει διαίρεσις κεφαλαίων. ἰστέον δὲ, ὅτι τῇ μὲν ἀντιστάσει μετάστασις συνεπιπλέκεται, τῇ δὲ μεταστάσει συγγνώμη, τῇ δὲ συγγνώμῃ καὶ τῷ ἀντεγ‐ κλήματι ἀντίστασις. ἔστι δὲ κἀκεῖνο τὸ ζήτημα ἀντιστα‐ τικὸν, κἂν ἐνίοις τῶν τεχνογράφων μετάστασις εἶναι
20δοκῇ. Ἀρχίδαμος λοιμοῦ καταλαβόντος Ἀθήνας, ἀνέ‐ ζευξε καὶ κρίνεται παρὰ Σπαρτιάταις δημοσίων· τό τε γὰρ ἀδίκημα φανερὸν ἐνταῦθα, τὸ καταλιπεῖν οὑτωσὶ τὴν πολεμίαν ἑτοίμως. καὶ τὸ εὐεργέτημα πρόδηλον, τὸ μὴ συγχωρῆσαι τῷ στρατεύματι λοιμοῦ πειραθῆναι· ἔτι
25δὲ ἐν μεταστάσει ἐπὶ πρόσωπον ὑπεύθυνον ἢ ῥητὸν ὑπεύθυνον μεταφέρει τὴν αἰτίαν ὁ φεύγων τοῦ πεπρα‐ γμένου. ὁ δὲ λοιμὸς ἐφ’ ὃν ὁ Ἀρχίδαμος μεταφέρει τὴν
αἰτίαν ἀνεύθυνον.695

4

.

696

(1t)

Περὶ μεταστάσεως.
2 Συριανοῦ. Τὴν δὲ μετάστασιν Μινουκιανὸς μὲν οὕτως ὁρίζεται· ὅτ’ ἂν μεταφέρωμεν τὸ ἀδίκημα ἐπὶ πρόσωπον, ἢ ῥητὸν ὑπεύθυνον· Ἑρμογένης δὲ, ὅταν
5ὁμολογῶν ὁ φεύγων τὸ ἀδίκημα ἐπὶ πρόσωπον ἢ ῥητὸν ὑπεύθυνον μεταφέρῃ τὴν αἰτίαν· ὁ δὲ τελείως ἔχων τῆς στάσεως ὅρος οὗτός ἐστι· μετάστασίς ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύ‐ γων ὁμολογῶν τὸ ἀδίκημα ἐπὶ πρόσωπον ὑπεύθυνον ἢ
10ῥητὸν ὑπεύθυνον μεταφέρει τὴν αἰτίαν· ἴδιον δὲ με‐ ταστάσεως τὸ ἐπὶ πρόσωπον ὑπεύθυνον ἢ ῥητὸν ὑπεύ‐ θυνον μεταφέρειν τὴν αἰτίαν, ἐπὶ τὸ πρᾶγμα δὲ μηδέ‐ ποτε, ὡς Ἀρχίδαμος ἐπὶ τὸν λοιμόν. πρόσωπον μὲν οὖν ὑπεύθυνόν ἐστι τὸ δυνάμενον δοῦναι δίκην. ῥητὸν δὲ
15ὑπεύθυνον τὸ λυθῆναι δυνάμενον. κοινωνεῖ δὲ ἡ με‐ τάστασις ταῖς ἄλλαις ἀντιθετικαῖς, πρῶτον μὲν τῷ γέ‐ νει· ποιότης γὰρ καὶ δικαιολογία καὶ ἀντίθεσις γένος αὐτῶν· τὸ μὲν εἰδικώτατον ἡ ἀντίθεσις, τὸ δὲ σὺν ἀντιλήψει ἡ δικαιολογία, τὸ δὲ σὺν ἄλλαις πλείοσιν ἡ
20ποιότης. πλὴν γὰρ στοχασμοῦ καὶ ὅρου αἱ λοιπαὶ στά‐ σεις ὑπὸ τὴν ποιότητα ἀνάγονται. ἔπειτα τῷ ἀμφότερα ὁμολογεῖσθαι, τό τε ἀδίκημα καὶ τὸ εὐεργέτημα, κοινὸν γὰρ καὶ τοῦτο τῶν ἀντιθετικῶν, διαφέρει δὲ τῶν μὲν
ἀντιθετικῶν τῷ ἐπί τι ὑπεύθυνον τῶν ἔξωθεν μετα‐696

4

.

697

φέρειν τὴν αἰτίαν τοῦ ἀδικήματος· τῆς δὲ ἀντιλήψεως τῷ ἐνταῦθα μὲν τὸ ἀδίκημα ὑπὸ τοῦ φεύγοντος ὁμο‐ λογεῖσθαι· ἐν δὲ ἀντιλήψει ἀνεύθυνον μὲν εἶναι τὸ πεπραγμένον παρὰ τοῦ φεύγοντος, διὰ δέ τινα περί‐
5στασιν ὡς ἀδίκημα κρίνεσθαι. εἴδη δὲ διάφορα οὐκ ἔχει ἡ μετάστασις· ἡ δὲ τῶν κεφαλαίων διαίρεσις ἔστι μὲν ἡ αὐτή πως τοῖς ἐν ἀντιστάσει, διαφέρει δὲ τῇ τε τάξει καὶ τῇ προβολῇ, τῇ μὲν προβολῇ, ὅτι ἐν μὲν τῇ ἀντιστάσει κοινή ἐστιν ἑκατέρων τῶν ἀγωνιζομένων, ἐν
10δὲ μεταστάσει μόνου τοῦ κατηγόρου· τῇ δὲ τάξει, ὅτι ἡ μετάστασις τὸ κεφάλαιον ἐνταῦθα μετὰ προβολὴν καὶ γνώμην καὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους πρὸ τῶν λοιπῶν τάττεται κεφαλαίων, ὥσπερ ἐν τῇ ἀντιστάσει τὸ ἀντι‐ στατικὸν μεθ’ ἃ εἶπον κεφάλαια τάττεται. ἔστι δὲ καὶ
15ἡ στοχαστικὴ ἀντίθεσις ἡνίκα ἐμπίπτει· ἐν μὲν ἀντι‐ στάσει ὑπὸ τοῦ κατηγόρου εἰσάγεται, ἐν δὲ μεταστάσει
ὑπὸ τοῦ φεύγοντος. τῆς δὲ μεταστάσεως ἡ μὲν τίς697

4

.

698

ἐστιν ἐπὶ ῥητὸν, ἧς παράδειγμα· νόμος Ἀθήνησι νύκτωρ μὴ ἀνοίγειν τὰς πύλας, Κλέωνος ἀγαγόντος τοὺς ἀπὸ Σφακτηρίας νύκτωρ, Νικίας ἐφεστὼς τῷ τείχει οὐκ ἤ‐ νοιξεν· ἐπελθόντες οἱ πολέμιοι ἀπέκτεινον αὐτοὺς, καὶ
5κρίνεται Νικίας δημοσίων ἀδικημάτων· ἡ δὲ ἐπὶ πρόσ‐ ωπον, ὡς ἐπὶ τοῦ πρεσβευτοῦ μὴ λαβόντος παρὰ τοῦ ταμίου τὰ χρήματα· ἐνταῦθα γὰρ ἐπὶ τὸ πρόσωπον τοῦ ταμίου μετοίσει τὴν αἰτίαν ὁ πρεσβευτὴς εὐθυνόμενος· διαφέρει δὲ τῆς ἐπὶ νόμον ἀντιλήψεως ἡ ἐπὶ νόμον με‐
10τάστασις τῷ τὴν μὲν ἐφ’ οἷς ἐποίησε προβάλλεσθαι τὴν ἐξουσίαν, πλὴν εἰ μή ποτε ἀντίληψις ἐφ’ οἷς οὐκ ἐποίησεν εὑρεθείη· τὴν δὲ μετάστασιν πάντως ἐφ’ οἷς οὐκ ἐποίησεν εἶναι.
14tΠερὶ ἀντεγκλήματος.
15 Συριανοῦ. Ἀντέγκλημά ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ὁμολο‐ γῶν τὸ πεπραγμένον ἄξιον εἶναι φήσει τὸν πεπονθό‐ τα τοῦ γεγονότος· ἴδιον δὲ ἀντεγκλήματός ἐστι, τὸ πάντως τὸ πεπονθὸς πρόσωπον ἑκὸν παρέχεσθαι
20τὴν αἰτίαν τοῦ παθεῖν ἅπερ πέπονθεν· οἷον τὸ ὑπὸ τοῦ πατρὸς ἀνῃρημένον μειράκιον ἑκὸν ἐπὶ τὴν πορνείαν ἐχώρησεν· ἡ κατασκαφεῖσα πόλις ὑπὸ τοῦ στρατηγοῦ ἑκοῦσα ἀπέστη· ἑκατέρῳ γὰρ ὑπῆρχε δυνατὸν, μὴ γενέ‐ σθαι τοῦ πάθους αἰτίῳ, ὥστε πᾶν πρόβλημα ἐν ᾧ τὸ
25πεπονθὸς πρόσωπον ἄκον παρέσχε τοῦ πάθους τὴν αἰ‐
τίαν, οὐκ ἂν εἴη ἀντεγκληματικόν· ὥσπερ δὲ ἐν τῷ698

4

.

699

ἁπλῷ ὅρῳ, ἐν ᾧ ἄλλο μέν ἐστι τὸ κρινόμενον, ἄλλο δὲ τὸ ζητούμενον, ὁ μὲν κατήγορος ἀπολογεῖται, ὁ δὲ φεύ‐ γων διώκει διὰ τὴν τῶν πραγμάτων φύσιν ἐναλλάττον‐ τες τὴν τάξιν, οὕτως καὶ ἐν τῷ ἀντεγκλήματι ὁ μὲν
5διώκων ἀπολογεῖται ὑπὲρ τοῦ πεπονθότος, ὁ δὲ φεύγων κατηγορεῖ· δέχεται δὲ ἀντίστασιν τὸ ἀντέγκλημα· ἡ δὲ τῶν κεφαλαίων διαίρεσις ἡ αὐτὴ ταῖς ἄλλαις ἀντιθε‐ τικαῖς ἐστι· μόνῃ τῇ τάξει τοῦ οἰκείου διαφέρουσα κε‐ φαλαίου καὶ τῇ ἐναλλαγῇ τῶν λεγόντων, ὡς εἴρηται· τὸ
10δὲ ἀντέγκλημα τὸ κεφάλαιον πλατύνεται ὑπὸ τοῦ φεύ‐ γοντος κοινῷ τόπῳ καὶ πολλῇ τῇ καταφορᾷ, ὑπὸ δὲ τοῦ κατηγόρου λύεται μεταλήψει.
13tΠερὶ συγγνώμης.
14Συριανοῦ. Συγγνώμη δέ ἐστι στάσις πολιτικοῦ
15πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ὁμολο‐ γῶν τὸ πεπραγμένον, ἐπί τι ἀνεύθυνον ῥητὸν ἢ πρόσ‐ ωπον ἢ πρᾶγμα μεταφέρει τὴν αἰτίαν· ῥητὸν μὲν ἀνεύ‐ θυνον χρησμόν· οἷον μετὰ τὸν περὶ τοῦ Ἅλυος χρησμὸν Κροίσῳ τις συμβουλεύσας στρατεύειν ἐπὶ Πέρσας κρίνε‐
20ται μετὰ τὴν ἧτταν· ἐπὶ πρόσωπον δὲ ἀνεύθυνον, τύ‐ ραννον ἢ πολεμίους· ἐπὶ πρᾶγμα δὲ ἀνεύθυνον, ὀργὴν, ἔρωτα, λύπην, φόβον, ὕπνον, χειμῶνα, νόσον, ἀνάγκην
καὶ τὰ τοιαῦτα· τὰ γὰρ πράγματα ἐφ’ ἃ μετάξει τὴν699

4

.

700

αἰτίαν, ἢ ψυχικά ἐστιν, ἢ σωματικὰ, ἢ ἔξωθεν νικῶν‐ τα φύσιν ἀνθρωπίνην· διαιρεῖται δὲ τοῖς αὐτοῖς κεφα‐ λαίοις ταῖς ἄλλαις ἀντιθετικαῖς, πλὴν ὅτι τὸ οἰκεῖον αὐτῆς, φημὶ δὴ τὸ συγγνωμονικὸν, μετὰ τὰ ἀπ’ ἀρ‐
5χῆς ἄχρι τέλους πρὸ τῶν ἄλλων τάττεται κεφαλαίων·
ὥσπερ ἐν ἀντιστάσει τὸ ἀντιστατικὸν καὶ ἑξῆς.700

4

.

701

(1t)

Περὶ πραγματικῆς.
2 Συριανοῦ. Εἰδέναι χρὴ, ὅτι τῶν συμβουλευτι‐ κῶν ζητημάτων αἱ ὑποθέσεις εἰσὶν αἵδε, τὸ δίκαιον, τὸ συμφέρον, τὸ δυνατὸν, τὸ ῥᾴδιον, τὸ ἀναγκαῖον, τὸ
5ἀκίνδυνον, τὸ καλὸν, τὸ εὐσεβὲς, τὸ ὅσιον, τὸ ἡδὺ, καὶ τὰ ἐναντία τούτοις· καὶ οἱ μέγιστοι καὶ πρῶτοι τόποι οὗτοι· καὶ τέως περὶ τούτων εἴπωμεν. Συνίσταται δὲ τὸ μὲν δίκαιον ἐκ τούτων, νόμου, φύσεως, ἔθους, τὸ δὲ ἐν νόμῳ δίκαιον καὶ ἐκ τούτων νόμου ἀπαγορεύσει· τὸ
10δὲ συμφέρον ἐκ τόπων τεσσάρων συνίσταται· οὗτοι δέ εἰ‐ σιν οἵδε, τήρησις τῶν ὑπαρχόντων ἀγαθῶν, ἐπίκτησις τῶν οὐκ ὄντων ἀγαθῶν, καταφυγὴ τῶν περιεστώτων κα‐ κῶν, κατάλυσις τῶν ἐπιφερομένων· τὸ δυνατὸν ἐκ τού‐ των· ἐκ προσώπων καὶ τῶν τούτοις παρακολουθούντων·
15τὸ ῥᾴδιον ἐκ τούτων, ἐκ τῶν ἐλαττόνων πόνων ἢ δαπα‐ νημάτων ἤ τινος ἄλλου τῶν τοιούτων πρὸς ἐναντίον δεῖ‐ σθαι· τὸ ἀναγκαῖον ἐκ τοῦ μὴ κατ’ ἔμφασιν ἄλλως πρᾶ‐ ξαί τινα ἃ βούλεται ἢ ὡς ἂν ἡ ἀνάγκη προσαναγκά‐ ζῃ, ἢ ἐκ τοῦ προσαναγκάζεσθαι φόβους καὶ ταραχὰς
20καὶ λύπας· καὶ τὸ ἐν ταῖς ἀνάγκαις βίαιον ἐκφυγεῖν· ἄλλως πως ἢ οὕτως ὡς ἡ ἀνάγκη προσαναγκάζει, ἢ ἐκ
τοῦ ἀναγκαῖον τοῦτο εἶναι· πάντως ὁρίζεσθαι· οἷον τὸ701

4

.

702

ἀποθανεῖν· τὸ ἀκίνδυνον ἐκ τούτων, τὸ μηδὲν δέος εἶ‐ ναι παθεῖν, μήτε ὑπὸ θεοῦ, μήτε ὑπὸ ἀνθρώπων ἐχ‐ θρῶν, μήτε ὑπὸ κρειττόνων τινῶν, μήτε ὑπὸ τοῦ νόμου· τὸ καλὸν ὡς ἐν ὅρῳ περιλαβεῖν, ἐκ τῶν ἐπαίνων τῶν
5ἀγαθῶν· ταῦτα δέ ἐστιν αἱ τιμαὶ, οἱ ἔπαινοι, αἱ μνῆ‐ μαι, αἱ φιλίαι, αἱ πίστεις, τῶν προγόνων αἱ δόξαι, τὰ ὑπάρχοντα τοῖς ἔργοις, ἃ οὐ δεῖ καταισχύνειν, καὶ τῷ τηρεῖν τὰ πρέποντα ἐν τῷ βίῳ· οἷον εὐταξίαν, ἁπλότη‐ τα, ἀλήθειαν, φιλίαν· ὑπάρχοι δ’ ἂν, εἰ πρὸς τούτοις
10συνιστάναι βούλει, τὸ καλὸν ἐκ τοῦ καὶ τὰ τῶν ἄλ‐ λων ἐπαινεῖν καὶ παραβάλλειν, καὶ ὅλως ὅσα τὰ κατ’ ἀρετὴν ἢ ἀρετῆς ἔργα· ταῦτα γὰρ πάντα τοῦ καλοῦ· ἀντίκειται δὲ τούτοις τὰ ἐναντία, τὸ εὐσεβὲς ἐκ τῆς φύσεως, παρατηρήσεως τῶν πρὸς τὸν θεὸν δικαίων καὶ νόμων·
15τὸ ὅσιον ἐκ τῆς παρατηρήσεως τῶν δικαίων τῶν πρὸς τὴν πατρίδα καὶ τὴν ταύτης πρόνοιαν, καὶ τοὺς γονεῖς καὶ τοὺς εὐεργέτας καὶ τοὺς παιδευτάς· τὸ ἡδὺ, ἐκ τῆς ἀπολαύσεως τῶν ἡδονῶν· τῶν δὲ ἡδονῶν, αἱ μὲν ἀπὸ γεύσεως γίνονται, αἱ δὲ ἀπὸ ὄψεως· αἱ δὲ ἀπὸ ἀκοῆς,
20αἱ δὲ κατὰ διάνοιαν, ἃς μείζους καὶ ἐσχατωτέρας εἶναι συμβέβηκεν· ἐν τούτοις πᾶσι ζήτει τὰ ἐναντία. Τὴν τάξιν τῇ πραγματικῇ ὁ τεχνικὸς ἐν μὲν τῇ μεθόδῳ τρί‐ την ἀπέδωκε· μετὰ γὰρ στοχασμὸν καὶ ὅρον εὐθὺς τὴν πραγματικὴν ἔταξεν· ἐν δὲ τῇ διαιρέσει τῶν κεφαλαίων,
25ἥτις νῦν ἐστι, μετὰ τὰς δικαιολογικὰς αὐτὴν τάττει· καὶ ἄμφω καλῶς. ἐκεῖ μὲν γὰρ οἰκονομίᾳ χρώμενος, ἐν‐ ταῦθα δὲ τῇ φύσει ἑπόμενος οὕτω τέταχεν· ἁπλοῦ γὰρ ὄντος καὶ ἐπιδιαίρεσιν μὴ ἐπιδεχομένου τοῦ τῆς πρα‐ γματικῆς λόγου ἀναγκαίως ἐν τῇ μεθόδῳ καὶ ἐπιγνώσει
30τῶν στάσεων τρίτην αὐτὴν ἔταξεν, σαφέστερον τὸν λό‐
γον ποιῶν· ἐβουλήθη γὰρ πρότερον τὰ ἁπλούστερα ἐκ‐702

4

.

703

θέσθαι, εἶθ’ οὕτω τὰ ποικιλώτερα· ποικιλωτέρα γὰρ ἡ δικαιολογία, ἅτε ἐπιδιαίρεσιν δεχομένη, οἷα γένος οὖ‐ σα καὶ πολυειδὴς τυγχάνουσα· ἐνταῦθα δὲ τὴν δικαιο‐ λογίαν προτέταχε τῆς πραγματικῆς, ἐπειδὴ καὶ τὸ παρ‐
5εληλυθὸς τοῦ μέλλοντος πρότερον τῇ φύσει, περὶ δὲ τὸ παρεληλυθὸς πάντως ἡ δικαιολογία, ὥσπερ περὶ τὸ μέλ‐ λον πάντως ἡ πραγματική· ἅμα δὲ καὶ ἐπειδὴ αὗται μὲν κοινωνοῦσι τοῖς κεφαλαίοις τῷ ὅρῳ, ἡ δὲ πραγμα‐ τικὴ, οὐ μόνη γὰρ τοῖς τελικοῖς κεφαλαίοις διαιρεῖται,
10ἀνάγκη ἦν τὰς μὲν προτέρας μετὰ τὸν στοχασμὸν καὶ τὸν ὅρον τάττεσθαι· ἐπειδὴ δὲ πρὸς τὴν ὁρικὴν στά‐ σιν ἔστι τινὰ κεφάλαια τῆς δικαιολογικῆς κοινὰ, τὴν δὲ ὑποτάξαι, ἵν’ εὐκρίνειαν καὶ μὴ σύγχυσιν ἐν τῇ ἐξ‐ ετάσει ποιήσηται· πρὸ δὲ τῆς μεταλήψεως τέτακται·
15οὖσα γὰρ τῶν λογικῶν εἰκότως συνῆπται ταῖς λογικαῖς· καὶ πρὸ τῆς μεταλήψεως, ἐπειδὴ ἐν ταύτῃ ἡ εὐθυδικία χώραν οὐκ ἔχει, παντάπασι γὰρ τὸν ἀγῶνα παρωθεῖ‐ ται· ἡ μέντοι πραγματικὴ οὐχ οὕτως ἔχει, ἀλλὰ ταῖς εὐθυδικίαις θαῤῥεῖ· διὸ καὶ προτέτακται· ἢ ὅτι ἐν τῇ
20ἀγράφῳ μεταλήψει πρᾶγμα πολλάκις εὑρίσκεται· μᾶλ‐ λον δὲ πάντως ἡ ἄγραφος μετάληψις περὶ πρᾶγμά ἐστιν. ἔδει οὖν πρῶτον μαθεῖν, τί τὸ πρᾶγμα καὶ ἡ δύναμις αὐτοῦ, εἶθ’ οὕτω καὶ τὴν τοῦ πράγματος ἐκβολὴν, ἡ γὰρ μετάληψις οὐδὲν ἕτερόν ἐστιν, ἢ ἐκβολὴ τοῦ πρά‐
25γματος, καὶ ἐξώθησις, δυοῖν τοίνυν θάτερον ἀνάγκην εἶχεν ὁ τεχνικὸς ποιεῖν· ἢ πρὸ τῆς μεταλήψεως διδά‐ σκειν ἡμᾶς τῶν πραγμάτων τὴν φύσιν, ἤτοι τὴν πρα‐ γματικὴν, ἢ τὸν περὶ τῆς μεταλήψεως παραδιδόντα λό‐ γον συμπλέκειν καὶ τὸν τῆς πραγματικῆς, καὶ σύγχυσιν
30οὕτω ποιεῖν· ἢ τό γε τρίτον παραδιδόντα καὶ σιωπή‐ σαντα μὴ τελείαν τὴν παράδοσιν τοῦ ἑτέρου τῆς μετα‐
λήψεως εἴδους ποιήσασθαι, ὅ ἐστι τῆς ἐγγράφου. Κἀ‐703

4

.

704

κεῖνο δὲ αὐτὸ ζητητέον καὶ διὰ τί καὶ πρὸ τῶν νομι‐ κῶν ἡ πραγματική· λέγομεν οὖν, ὅτι πρῶτα τῶν ῥη‐ μάτων κατὰ φύσιν τὰ πράγματα· εἰκότως οὖν ἡ πρα‐ γματικὴ πρὸ τῶν νομικῶν· ἄλλως τε ἐπεὶ κεφάλαιον
5τῆς πραγματικῆς τὸ νόμιμον· εἰκότως πρὸ τῶν νομικῶν ἡ πραγματική· ὡς τῷ κεφαλαίῳ ἑαυτῆς ἐκείνας παρα‐ λαμβάνουσα· καὶ περὶ μὲν τάξεως τοσαῦτα. Ὠνόμασται δὲ πραγματικὴ, οὐχὶ ἀπὸ τοῦ πρᾶγμα παρέχειν τοῖς ἀγωνιζομένοις, τοῦτο γὰρ καὶ αἱ ἄλλαι στάσεις, ἀλλ’
10ἐπειδὴ καὶ τὰς ἄλλας στάσεις περιέχει ἐν ἑαυτῇ, κατὰ πάσας γὰρ σχεδὸν μελετᾶται, κατὰ στοχασμὸν καὶ ὅρον καὶ ἀντίληψιν, ἔσθ’ ὅτε καὶ τὰς λοιπάς. μεγίστην οὖν περὶ τὰ πράγματα ἰσχὺν ἔχουσα ἡ πραγματικὴ, διὰ τοῦτο ταύτης ἐξαιρέτως ἔτυχε τῆς προσηγορίας· τοῖς
15γὰρ τελικοῖς διαιρουμένη κεφαλαίοις, καθ’ ἕκαστον ἐκ τῶν ἄλλων στάσεων ἔχει τὰς εὑρέσεις διαφόρους· πῆ μὲν γὰρ στοχαστικὰς, ὥσπερ ἐν τῷ συμφέροντι· ἀδή‐ λου γὰρ ὄντος τοῦ συμφέροντος στοχαστικῶς τοῦτο κα‐ τασκευάζομεν· πῆ δὲ ἀντιθετικῶς, ὥσπερ τὸ δίκαιον·
20πῆ δὲ νομίμως, ὥσπερ τὸ νόμιμον· ὥστε κατὰ πάσας τὰς στάσεις μελετᾷν. ἄλλως τε δὲ δύο ὄντων εἰδῶν τῆς ῥητορικῆς τῶν δεχομένων στάσιν, συμβουλευτικοῦ φημι καὶ δικανικοῦ, τὸ μὲν συμβουλευτικὸν μόνη ἐπείληφεν ἡ πραγματική· πᾶσαι γὰρ ὅσαι συμβουλευτικαὶ ὑποθέ‐
25σεις ὑπὸ ταύτην ἀνάγονται· μετέχει δὲ κατὰ πολὺ καὶ τοῦ δικανικοῦ· τὸ γὰρ δίκαιον δῆλον ὅτι τοῦ δικα‐ νικοῦ τυγχάνει· οὐκ ἀπήλλακται δὲ τοῦ πανηγυρικοῦ· ἀλλὰ ταῖς κατὰ ἀμφισβήτησιν στάσεσι τὸ πανηγυρικὸν ἐμπίπτει, ὥστε καὶ τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς ἔχου‐
30σα τὴν διάνοιαν εἰκότως μόνη κατ’ ἐξαίρετον πραγμα‐704

4

.

705

τικὴ κέκληται· πάλιν δὲ τῶν πολιτικῶν πραγμάτων ἢ περὶ τοῦ παρεληλυθότος ἢ περὶ τοῦ μέλλοντος ἐχόν‐ των τὴν ἐξέτασιν, καὶ ἔτι τῆς ποιότητος ἢ περὶ πρᾶ‐ γμα ἢ περὶ ῥητὸν στρεφομένης, μόνη ἡ πραγματικὴ
5καθ’ ἑκάτερον τούτων ἐν ἀμφοτέροις εὑρίσκεται· καὶ γὰρ καὶ περὶ τὸν παρεληλυθότα χρόνον καταγίνεται, ὡς ἐπὶ τοῦ νομίμου καὶ τοῦ ἔθους, ταῦτα γὰρ τοῦ παρ‐ εληλυθότος, πάλαι γὰρ τέθεινται· οὐδὲ γὰρ κρίνεταί τις ὑπὲρ οὗ γράφει νόμου ἢ ψηφίσματος, ἀλλ’ ὑπὲρ οὗ
10γεγράφηκεν· ὡς ὁ Κτησιφῶν παρ’ Αἰσχίνου καὶ Λε‐ πτίνης παρὰ Δημοσθένους· τὸ δὲ περὶ τὸν μέλλοντα πρόδηλον, ἀλλὰ καὶ περὶ ῥητὸν ἔχει τὴν ζήτησιν· ὥσ‐ περ ἐν τῇ ἐγγράφῳ, καὶ περὶ πρᾶγμα, ὥσπερ ἐν τῇ ἀ‐ γράφῳ, ὥστε διὰ πολλὰς αἰτίας, ἃς παρεθέμεθα, μόνη
15παρὰ τὰς ἄλλας ταύτην ἐκληρώσατο τὴν προσηγορίαν· διχῆ δὲ αὕτη θεωρεῖται· ἡ μὲν ἔγγραφός ἐστι πραγμα‐ τικὴ, ἡ δὲ ἄγραφος, ὡς καὶ αὐτός φησιν ὁ τεχνικός· διαφέρει δὲ ἡ μὲν ἔγγραφος τῶν νομικῶν κατὰ πολλὰ, ἃ καὶ εἰρήσεται, ἡ δὲ ἄγραφος τούτῳ, ὅτι ἐκεῖ μὲν
20περὶ ῥητὸν ἡ ζήτησις, ἐνταῦθα δὲ περὶ πρᾶγμα· εἰ δέ ποτε καὶ ἐμπέσοι ῥητὸν ἐν αὐτῇ τῇ ἐγγράφῳ, εἰς ἀπόδειξιν τοῦ ὑποκειμένου παραλαμβάνεται· ἀλλ’ οὐ πε‐ ρὶ αὐτοῦ πᾶσα ἡ ζήτησις· οἷον καλοῦ βίου γέρως ἀμ‐ φισβητοῦσι Κέφαλος καὶ Ἀριστοφῶν· ἐνταῦθα γὰρ αὐ‐
25τῶν οὐδεὶς μὲν ἀντιλέγει τῷ νόμῳ, περὶ δὲ τὸ πρᾶγμα ἀμφισβητοῦσι, τίς ἄμεινον βεβίωκεν· κυρίως μὲν οὖν ἀμ‐ φισβήτησις ἐν ὅρῳ, καταχρηστικῶς δὲ καὶ ἐνταῦθα, συγ‐
κριτικῶς γὰρ προΐασι Κέφαλος καὶ Ἀριστοφῶν· ἐκεῖ δὲ705

4

.

706

ψιλῶς μόνον τὸ ἑαυτοῦ ἑκάτερος κατασκευάζει· διαφέρει δὲ τοῦ ὅρου, ὅτι ἐκεῖ μὲν ἐκλείποντός ἐστι καὶ τελείου ἡ ζήτησις, ὡς ἐπὶ τῶν ἀμφισβητούντων τῆς τοῦ τυραν‐ νοκτόνου δωρεᾶς· ὁ μὲν γὰρ ἐφυγάδευσεν αὐτὸν, ὁ δ’
5ἀπέκτεινεν· ἐνταῦθα δὲ ἄμφω τέλεια· καὶ γὰρ καὶ Κέ‐ φαλος ἀμέμπτως, καὶ Ἀριστοφῶν ὡσαύτως βεβίωκεν· τῆς δὲ ἀγράφου παράδειγμα τοῦτο· νόμος τρισὶν ἡμέραις βουλεύεσθαι περὶ πολέμου· Φιλίππου καταλαβόντος Ἐ‐ λάτειαν γράφει Δημοσθένης αὐθημερὸν ἐξιέναι· τῆς τοί‐
10νυν ἀγράφου τὸ μέν ἐστιν ἐν εἰσαγωγῇ νόμων, τὸ δὲ ψη‐ φισμάτων· καὶ τέσσαρα μέν εἰσιν εἴδη περὶ εἰσαγωγῆς νό‐ μων· ἢ γὰρ ἄνευ αἰτίας νόμον εἰσφέρομεν, ἢ μετὰ αἰ‐ τίας, ὡς ὅτ’ ἄν τις γράφῃ ἐξεῖναι πατράσιν ἀκρίτως ἀποκτιννύναι τοὺς παῖδας· μετὰ δὲ αἰτίας· ἡττωμένων
15τῶν ἀνδρῶν συνεστράτευσαν αἱ γυναῖκες· νίκης γενομένης γράφει τις νόμον καὶ τὰς γυναῖκας στρατεύεσθαι· καὶ πάλιν ηὐτομόλησεν Ἀλκιβιάδης ἐκ Σπάρτης πρὸς Ἀθη‐ ναίους καὶ γράφει τις ἐν Σπάρτῃ μὴ δέχεσθαι αὐτομό‐ λους· ἰστέον δὲ, ὡς ὅτ’ ἂν εἰσφέρωμεν νόμον ἄνευ τι‐
20νὸς περιστάσεως ἰδίας μήτε ζητουμένου τινὸς ἢ αἰτίου προϋπάρχοντος, προγύμνασμα ἔσται· ὡς ἐπὶ τοῦ τῶν ἀκρίτων παραδείγματος· ὅτ’ ἂν δὲ προσῇ τῷ νόμῳ περί‐ στασις ἢ ἀπὸ προσώπου ἢ ἀπὸ πράγματος ἴδιά τινα, πραγματικῆς ἐστι στάσεως, ὡς ἐπὶ τῶν ἄλλων παραδει‐
25γμάτων· κατὰ προσθήκην δὲ ῥητοῦ· νόμος τὸν στρατη‐ γὸν νόμον εἰσφέρειν· πένης καὶ πλούσιος ἐχθροὶ τὰ πο‐ λιτικὰ, ἐστρατήγει ὁ πλούσιος, συνεστρατεύετο ὁ τοῦ πένητος παῖς, ἔλιπε τὴν τάξιν ὁ τοῦ πένητος παῖς, νό‐ μον εἰσφέρει ὁ πλούσιος, τὸν λιπόντα τὴν τάξιν θα‐
30νάτῳ ζημιοῦσθαι· μετὰ ταῦτα ἐστρατήγησεν ὁ πένης, συνεστρατεύετο αὐτῷ ὁ πλούσιος μετὰ τοῦ παιδὸς, ἠρί‐
στευσεν ὁ πλούσιος, ἔλιπε τὴν τάξιν ὁ τούτου υἱὸς, νό‐706

4

.

707

μον εἰσφέρει ὁ πένης, ὑπὸ τῶν ἀριστέων φονεύεσθαι τοὺς λειποτάκτας· ἐνταῦθα κατὰ προσθήκην τοῦ ὀνόματος εἰσήχθη· γράψαντος γὰρ τοῦ πλουσίου θανά‐ τῳ ζημιοῦσθαι τοὺς λιπόντας τὴν τάξιν, ὁ πένης καὶ
5ὑπὸ τίνος προσέθηκεν. ὑπὸ γὰρ τῶν ἀριστέων. κατὰ ἀναίρεσιν δὲ νόμου. νόμος τὴν βιασθεῖσαν ἢ γάμον ἄπροικον ἢ θάνατον αἱρεῖσθαι τοῦ βιασαμένου· πολ‐ λῶν βιαζομένων γράφει τις νόμον θανάτῳ ζημιοῦσθαι τοὺς βιαζομένους, ἀφῄρηκε γὰρ τὸ γάμον ἄπροικον αἱ‐
10ρεῖσθαι. ἰστέον δὲ, ὡς ἡ ἀναίρεσις τοῦ νόμου ἢ κατὰ μέρους ἐστὶν ἀναίρεσις, ὡς ἐπὶ τοῦ προειρημένου παρα‐ δείγματος, ἢ καθόλου· καὶ τοῦτο ἢ νόμῳ καὶ εἰς ἀεὶ ὡς ἐπὶ τοῦ τῆς πανσελήνου παρὰ Λάκωσι μετὰ τὰ ἐν Μαραθῶνι, ἢ ψηφίσματι καὶ πρὸς καιρὸν, ὥσπερ
15ἐποίησε Δημοσθένης τὴν Ἐλάτειαν Φιλίππου καταλα‐ βόντος, λύσας τὸν νόμον τὸν ἐν τρισὶν ἡμέραις βουλεύ‐ εσθαι περὶ πολέμου προστάττοντα· οὐ γὰρ ἀναιρεῖσθαι καθάπαξ τὸν νόμον διὰ τοῦ ψηφίσματος, ἀλλὰ διὰ τὸν καιρόν· ταύτῃ τοι καὶ ἀπολογούμενος ἐρεῖ, τὴν διά‐
20νοιαν σκοπεῖν, ἀλλὰ μὴ τὸ ῥητόν· ὅτι ταῦτα περὶ τῶν μὴ κατεπειγόντων ὁ νόμος φησί· καὶ περὶ μὲν εἰσφο‐ ρᾶς νόμων οὕτω· περὶ δὲ ψηφισμάτων εἰσαγωγῆς τρία εἴδη εἰσίν· ἢ γὰρ εἰσάγει τις ψήφισμα, ὥστε τὸν δεῖνα στεφανοῦν, ἢ γράφει τις ψήφισμα ἐναντίον νόμῳ· μὴ
25μέντοι λύων τὸν νόμον, ἀλλὰ πρὸς καιρὸν, ὡς ἤδη εἴ‐ ρηται περὶ Δημοσθένους· ἢ ὡς Ὑπερίδης γράψας μετὰ Χαιρώνειαν τοὺς ἀτίμους ἐπιτίμους εἶναι· καὶ γὰρ καὶ οὗτος οὐ λύων τὸν νόμον τοὺς περὶ τῶν ἀτίμων νό‐ μους ἔγραφεν, ἀλλὰ διὰ πρόσφορον χρείαν, ὅπως ἂν
30ὁμονοήσαντες ὑπὲρ τῆς πατρίδος ἀγωνίσαιντο· ἢ εἰσ‐707

4

.

708

φέρει τις ψήφισμα ἀνατρέπων νόμον καὶ λύων, ὡς ὁ παρὰ Λάκωσιν ὁ τῆς πανσελίνου μετὰ τὰ ἐν Μαρα‐ θῶνι· ἔστιν ἐν πραγματικῇ καὶ ψηφίσματος ἁπλῆ εἰσ‐ ήγησις, ἔστι δὲ καὶ διπλῆ συγκριτική. τῆς ἁπλῆς παρά‐
5δειγμα· συνεχῶς τινες χρώμενοι μισθοφόροις ἡττῶντο, καὶ γράφει τις αὐτοὺς στρατεύεσθαι· τῆς δὲ διπλῆς, πολεμοῦσι πρὸς ἀλλήλους βασιλεὺς καὶ Φίλιππος· ἧκον πρέσβεις παρ’ ἑκατέρου περὶ συμμαχίας καὶ Δημο‐ σθένης μὲν βασιλεῖ συμμαχεῖν κελεύει, Αἰσχίνης δὲ
10Φιλίππῳ· τριπλῆ δὲ οὕτως· ἀποφαινομένων περὶ συμ‐ μαχίας ἑκατέρων γνώμας Ὑπερίδης γράφει μηδ’ ἑτέρῳ συμμαχεῖν· ἐν ἐνίοις μὲν οὖν τῶν συγκριτικῶν ζητημά‐ των ὁ τὴν τρίτην γνώμην διδοὺς ταῖς ἑτέραις ἐναντιοῦ‐ ται ὥσπερ ἐπὶ τοῦ προειρημένου· ὁ γὰρ Ὑπερίδης ἀμ‐
15φοτέροις ἐναντιοῦται· ἐν ἐνίοις δὲ συγκατατίθεται φάσκων δεῖν ἀμφότερα πραχθῆναι· οἷον ἐν ἀπορίᾳ συμ‐ μάχων ὁ μὲν γράφει τοὺς φυγάδας κατάγειν, ὁ δὲ τοὺς ἀτίμους ἐπιτίμους ποιεῖν· ὁ δ’ ἀμφότερα ψηφίζεσθαι γράφει. Πῶς δὲ καὶ αἱ τῶν δωρεῶν αἰτήσεις, ἐροῦμεν
20δι’ ὑποδείγματος· νόμος τὸν ἀριστέα λαμβάνειν δωρεὰν ἣν βούλεται· πολλῶν ἀριστευόντων καὶ παρὰ νόμον αἰ‐ τούντων δωρεὰς ἀριστεύσας τις αἰτεῖ ἀναίρεσιν τοῦ νό‐ μου· ἐμπίπτουσι δὲ εἰς τὴν ἔγγραφον πραγματικὴν αἵ τε τῶν νόμων εἰςφοραὶ καὶ αἱ τῶν ψηφισμάτων· εἰς δὲ
25τὴν ἄγραφον πραγματικὴν ἐμπίπτουσιν αἱ εἰσαγγελίαι· ἔστι δὲ καὶ ἀμφισβήτησις ἐν πραγματικῇ περὶ εἰσ‐ αγωγῆς κρίσεως, ἧς παράδειγμα τοῦτο· ἐγράψατο παρα‐ πρεσβείας Αἰσχίνην Τίμαρχος, Αἰσχίνης Τίμαρχον ἑται‐ ρήσεως, Ἀριστογείτων ἀμφοτέρων ἀξιοῖ κατηγορεῖν, οἱ
30δὲ ἀντιλέγουσιν· ἀμφισβήτησις γάρ ἐστι περὶ τοῦ τίνα708

4

.

709

δεῖ τὴν δίκην εἰσελθεῖν, τοῦτον ἢ τοὺς γραψαμένους· διαφέρουσι δὲ αἱ κατ’ εἰσφορὰν νόμου πραγματικαὶ τῶν νομικῶν στάσεων ταύτῃ· ἐν μὲν γὰρ πραγματικῇ ὁ εἰσ‐ φερόμενος νόμος τοῖς τελικοῖς κατασκευάζεται κεφαλαί‐
5οις· ὅτι νόμιμος ἢ δίκαιος ἢ σύμφορος· ἐπὶ δὲ τῶν νο‐ μικῶν δεχόμενοι τὸ πρᾶγμα σκοποῦμεν, εἰ κατὰ τὸν νόμον πέπρακται· πάλιν αἱ καθ’ ὅρον αἰτήσεις τῶν δω‐ ρεῶν διαφέρουσι τῶν ἐν τῇ πραγματικῇ, καθ’ ὃ ἐν μὲν ὅρῳ οὐκ ἄξιόν φαμεν τὸν αἰτοῦντα λαβεῖν τὴν δωρεάν·
10ὡς ἐπὶ τοῦ φιλοσόφου, ἐκ νόμου τῷ τυραννοκτόνῳ δω‐ ρεᾶς ὀφειλομένης· ἐν δὲ πραγματικῇ ἄξιον μέν φαμεν, οὐ μέντοι καὶ ἣν αἰτεῖ λαβεῖν· ὡς ἐπὶ τοῦ τρισαριστεύ‐ σαντος πλουσίου καὶ ἀριστεῖον αἰτοῦντος τὴν τοῦ ἐχθροῦ πένητος σφαγήν· περὶ γὰρ μόνην τὴν ποιότητα τῆς δω‐
15ρεᾶς ἔστιν ἡ στάσις, οἱ δὲ κατὰ ἀξίωσιν ὅροι διαφέ‐ ρουσι τῆς πραγματικῆς τῆς κατὰ ἀξίωσιν, ὅτι ἐν μὲν ὅρῳ μετὰ ῥητοῦ γίνονται αἱ ἀξιώσεις, ὡς ἐπὶ τοῦ ἑξα‐ δακτύλου τοῦ ἀξιοῦντος ἱερᾶσθαι, τοὺς ὁλοκλήρους τοῦ νόμου ταύτης μεταλαγχάνειν ἀξιοῦντος τῆς τιμῆς· ἐν δὲ
20πραγματικῇ ἄνευ ῥητοῦ· ὡς ἐπὶ Ἀλκιβιάδου τοῦ ἐν τῇ ἀρ‐ χαιρεσίᾳ τῆς στρατηγίας ἀξιοῦντος τὰ περὶ τῆς φυ‐ γῆς πρότερον ἐγκλήματα ἀπολύσασθαι· οἱ δὲ κατ’ ἀμ‐ φισβήτησιν ὅροι τῆς κατὰ ἀμφισβήτησιν πραγματικῆς ταύτῃ διαφέρουσι, καθότι ἐν ὅρῳ δύο πρόσωπα ἀμφισ‐
25βητοῦσι τῆς τοῦ πεπραγμένου τελειότητος, ἐν δὲ πρα‐ γματικῇ ἀμφότεροι ἐκ τελείων ἀγωνίζονται· πάλιν αἱ προσαγγελίαι ἐν πραγματικῇ τῶν ἐν ταῖς ἄλλαις στά‐
σεσιν προσαγγελιῶν τούτῳ διαφέρουσιν, ὅτι ἐν μὲν πρα‐709

4

.

710

γματικῇ ἑαυτόν τις προσαγγέλλει· ἐν δὲ ταῖς ἄλλαις στάσεσιν ἄλλους· ἐπειδὴ δὲ καὶ κατὰ ῥητὸν καὶ διάνοιαν εἰσὶ πραγματικαὶ καὶ κατὰ ἀντινομίαν, εἰδέναι χρὴ, ὡς ἐὰν μὲν ὁ νόμος παραβαθῇ, πάντως ἐστὶ νομικὸν κα‐
5τὰ ῥητὸν καὶ διάνοιαν, ὡς ἐπὶ τοῦ ἀνελθόντος ἐπὶ τὸ τεῖχος ξένου· ἐὰν δὲ μὴ παραβαθῇ, ζητεῖται δὲ, εἰ παραβατέον, πραγματική ἐστιν, ὡς ἐπὶ τοῦ Δημοσθέ‐ νους αὐθημερὸν γράφοντος ἐξιέναι, νόμου ὄντος ἐν τρι‐ σὶν ἡμέραις περὶ πολέμου βουλεύεσθαι· ἐρεῖ γὰρ τυχὸν
10Δημοσθένης τὴν διάνοιαν τοῦ νομοθέτου σκοπεῖν, ἀλλ’ οὐ τὸ ῥητόν· ὡς περὶ τῶν μὴ κατεπειγόντων ταῦτά φησιν· καὶ πάλιν ἐπὶ τῶν κατὰ ἀντινομίαν· ἐν μὲν τῇ κατὰ ἀντινομίαν στάσει ὁ εἷς παρεβάθη νόμος· ὁ δὲ ἕτερος πεφύλακται· ἐν δὲ τῇ κατὰ ἀντινομίαν πραγμα‐
15τικῇ οὔπω μὲν οὐδὲ εἷς παρεβάθη· ζητεῖται δὲ ποῖος παραβατέος, ὡς ἐπὶ τούτου· νόμος τὸν τύραννον μὴ θάπτεσθαι, ἐν ᾗ ἐτυράννησε πόλει· καὶ νόμος τὸν κε‐ ραυνῷ βληθέντα ἐν αὐτῷ τῷ τόπῳ ᾧ ἐβλήθη θά‐ πτεσθαι. τυράννου κεραυνῷ βληθέντος ἐν ἀκροπόλει καὶ
20τεθνηκότος ζητεῖται, εἰ χρὴ θάπτεσθαι αὐτὸν ἐκεῖ ἢ μὴ, ἐνταῦθα γὰρ οὐδὲ εἷς μὲν παρεβάθη νόμος, γέγονε δὲ τῆς ἀντινομίας ἐκ περιστάσεως ἡ μάχη· ἐπειδὴ δὲ καὶ στοχασμός ἐστι περὶ μέλλοντος πράγματος, οἷον ὁπό‐ τε τις κρίνεται τυραννίδος ἐπιθέσεως, καὶ ἡ πραγματι‐
25κὴ δὲ περὶ τὸν μέλλοντα χρόνον καταγίνεται, διαφορὰν ταύτην παραληπτέον ἀμφοτέρων· ἐν μὲν γὰρ στοχα‐ σμῷ περὶ οὐσίας ἔχομεν τὴν ζήτησιν τοῦ πράγματος· ἐν δὲ πραγματικῇ περὶ ποιότητος· εἰ δίκαιον τὸ πρᾶγμα, εἰ συμφέρον, εἰ νόμιμον, ὡς ἐν Φιλιππικοῖς· εἰ δίκαιον
30πολεμεῖν, εἰ συμφέρον καὶ ἑξῆς.710

4

.

711

(1n)

Ἡ πραγματικὴ διαιρεῖται νομίμῳ, δικαίῳ, συμφέροντι, δυνατῷ.
2nἐνδόξῳ, τῷ ἐκβησομένῳ.
3 Συριανοῦ. Ἡ πραγματικὴ πολύϋλός ἐστι καὶ πολυσχιδὴς, καὶ ποικίλας προβλημάτων ἰδέας ἐπιδεχο‐
5μένη· ὠνόμασται μὲν οὖν πραγματικὴ ἀπὸ τοῦ πλεονά‐ ζοντος ἐν αὐτῇ· τῆς γὰρ ποιότητος τῶν πραγμάτων, ὡς καὶ ἐν τῇ διαιρέσει τῶν στάσεων ἐγνώκαμεν, εἴς τε τὰ γεγονότα καὶ μέλλοντα διαιρουμένης, μόνῃ τῇ περὶ τῶν μελλόντων ἅπασαν ἀπειληφέναι ἐπισκοπεῖ φύσιν.
10ἔσθ’ ὅτε δὲ καὶ τῶν γεγονότων ἐφάπτεται πρὸς κατα‐ σκευὴν τῶν μελλόντων· ὅρος δὲ αὐτῆς ἐστιν οὗτος· στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, περὶ τοῦ εἰ γέγο‐ νέ τι ἢ γενήσεται· καὶ περὶ τοῦ εἰ τόδε τι πρακτέον ἐστὶν ἢ μὴ πρακτέον τὴν ζήτησιν ποιουμένη.
15 Σωπάτρου. Ἡ πραγματικὴ, ἥ τε ἔγγραφος καὶ ἄγραφος, τοῖς τελικοῖς διαιρεῖται κεφαλαίοις· ἐν δὲ τῇ ἀγράφῳ τὸ ἔθος ἀντὶ τοῦ νομίμου παραληπτέον· ἐκ δὲ τούτων καὶ αἱ ἀντιθέσεις ἐν αὐτῇ κινοῦνται. ἐκ νομίμου μὲν αἱ νομικαὶ, ἐκ δὲ τοῦ δικαίου καὶ τοῦ
20συμφέροντος αἱ δικαιολογικαί· οἷον ἀλλ’ ἄξιον τὰς αἰ‐ τίας λέγειν· ἀλλ’ ἄτοπον τόδε τι ποιήσαντά με κρίνε‐ σθαι· καὶ τὸ ὁρικὸν δὲ ἐν αὐτῇ κινεῖται καὶ πλατύ‐
νεται οἷς περὶ αὐτοῦ τόποις εἰρήκαμεν· ἐκ δὲ τοῦ711

4

.

712

συμφέροντος αἱ ἀντιστατικαὶ κινηθήσονται. ἔτι δὲ κἀ‐ κεῖνο ἰστέον, ὡς ἀπὸ τῶν τριῶν τούτων τόπων ἐν τῇ πραγματικῇ χρὴ τὰς ἀντιθέσεις κινεῖν, ἀπὸ προσ‐ ώπων, ἀπὸ πραγμάτων, ἀπὸ καιρῶν ἢ ἀπὸ πάντων
5ἅμα ἢ τινῶν· οἷον μετὰ τὴν Πλαταιέων κατασκαφὴν νόμον εἰσφέρουσι Λακεδαιμόνιοι πόλιν Ἑλληνίδα μηκέτι κατασκάπτεσθαι· ἐνταῦθα γὰρ ἀπὸ μὲν τοῦ προσώπου ἐμπεσεῖται ἀντίθεσις ἥδε· ἀλλὰ πικροί τινες ὄντες Λακεδαιμόνιοι καὶ πόλιν Ἑλληνίδα κατασκάψαντες
10οὐ δίκαιοι περὶ τούτου νομοθετεῖν. ἀπὸ δὲ τοῦ καιροῦ· ἀλλ’ ἐν πολέμῳ ἥκιστα χρὴ νομοθετεῖν, γνώμης γὰρ σωφρονούσης, οὐ τεταραγμένης ἔγγονος ὁ νόμος· ἀπὸ δὲ τοῦ πράγματος· ἀλλ’ ἡ Πλαταιέων παράνομος ἅλωσις οὐ συγχωρεῖ βέβαιον ἑστάναι τὸν νόμον. Ἰστέον δὲ,
15ὅτι ἡ πραγματικὴ περὶ μελλόντων ποιουμένη τὴν ζή‐ τησιν, οὔτε προβολὴν, οὔτε διήγησιν ἐπιδέχεται, εἴπερ ἥ τε προβολὴ καὶ ἡ διήγησις τῶν γεγονότων ἢ ὡς γε‐ γονότων ἔκθεσιν περιέχουσα ἀντὶ τούτων τὴν κατά‐ στασιν ἕξει συνδετικὴν οὖσαν τῶν τε προοιμίων καὶ
20τῶν ἀγώνων· τρόποι δὲ καταστάσεώς εἰσι δώδεκα, ὡς Ἀψίνης ἐν τῇ περὶ τῶν μερῶν τοῦ λόγου τέχνῃ φησὶν, οὓς χρὴ διασκεψαμένους ἀκριβῶς κατ’ ἐκείνους ποιεῖ‐ σθαι τὰς καταστάσεις, μάλιστα δὲ τὸ παρ’ Ἰσοκρά‐ τους εὖ ἐχόντως εἰρημένον ἐν τῇ τέχνῃ μνημονευτέον·
25ὡς σκοπητέον ἐν τῇ καταστάσει τό τε πρᾶγμα καὶ
τὰ πρὸ τοῦ πράγματος καὶ τὰ μετὰ τὸ πρᾶγμα, καὶ712

4

.

713

τὰς διανοίας αἷς ἑκάτερος τῶν ἀγωνιζομένων τόδε τι πέ‐ πραχεν ἢ μέλλει πράττειν. καὶ τούτων τοῖς συμβαλλο‐ μένοις ἡμῖν χρηστέον. Τελικὰ δὲ κεφάλαια κυρίως μέν ἐστι τρία ὡς καὶ ἐν προγυμνάσμασιν εἴρηται, εἴγε
5καὶ τρία τῆς ῥητορικῆς ἔγνωμεν εἴδη, ὧν τοῦ μὲν δικα‐ νικοῦ τέλος τὸ δίκαιον, τοῦ δὲ συμβουλευτικοῦ τὸ συμ‐ φέρον, τοῦ δὲ πανηγυρικοῦ τὸ καλόν. τούτων ἕκα‐ στον ὑποδιαιρεῖται εἰς τάδε. τὸ μὲν δίκαιον εἴς τε τὸ νόμιμον καὶ τὸ δίκαιον καὶ τὸ ἔθος. τὸ δὲ συμφέρον
10εἴς τε τὸ χρήσιμον καὶ τὸ ἀναγκαῖον καὶ δυνα‐ τὸν καὶ ῥᾴδιον καὶ τὸ ἐκβησόμενον. τὸ δὲ καλὸν εἴς τε τὸ πρέπον καὶ ἔνδοξον. Μαρκελλίνου. Ἡ πραγματικὴ τοῖς τελικοῖς κε‐ φαλαίοις διαιρεῖται, ἅπερ εἴρηται τελικὰ, διότι πολλῶν
15νοημάτων περιεκτικά εἰσιν. πᾶν γὰρ νόμιμον ζήτημα ἢ τῆς ὁρικῆς ἐστι στάσεως ἢ τῶν δικαιολογικῶν, ἢ νο‐ μικῶν· αἱ γὰρ νομικαὶ πᾶσαι καὶ ἡ μετάληψις ἡ ἔγγρα‐ φος εἰς τὸ νόμιμον κεφάλαιον ἔχουσι τὴν ἀναφορὰν, αἱ δὲ λογικαὶ καὶ ἡ μετάληψις ἡ ἄγραφος εἰς τὸ δίκαιον,
20ὁ δὲ στοχασμὸς εἰς τὸ συμφέρον, ὥστε διὰ τὸ πολλὰ περιέχειν νοήματα τελικὰ κεφάλαια ἐκλήθη. προτέτακται δὲ τὸ νόμιμον καὶ τὸ δίκαιον διὰ ταῦτα. εἰς δύο χρό‐ νους διῃρημένων τῶν ζητημάτων τῶν πολιτικῶν εἴς τε τὸν παρεληλυθότα χρόνον καὶ μέλλοντα, καὶ τῆς πρα‐
25γματικῆς μέσης ἀμφοτέρων τεταγμένης, καὶ φύσει μὲν εἰς τὸ μέλλον ἐχούσης τὸν σκοπὸν, οὐ μὴν οὐδὲ τοῦ παρ‐
ελθόντος ἐκτὸς οὔσης, τὰ κεφάλαια αὐτῆς ἀμφοτέρων713

4

.

714

μετέχει τῶν χρόνων. τὸ μὲν οὖν νόμιμον καὶ τὸ δίκαιον τοῦ παρεληλυθότος ἐστίν. οἱ γὰρ νόμοι ἔφθασαν τε‐ θεῖσθαι, καὶ τὸ δίκαιον ἐκ τῶν τῶν φθασάντων ἐν‐ νοιῶν δοκιμάζεται· εἰκότως οὖν τὰ δύο ταῦτα προτε‐
5ταγμένα ἐστὶ κεφάλαια τοῦ τε συμφέροντος καὶ τῶν λοιπῶν, ἃ περὶ τὸν μέλλοντα ὁρᾶται, ἐπεὶ καὶ τὸ παρε‐ ληλυθὸς τῷ χρόνῳ πρότερον τοῦ μέλλοντος· ἄλλως τε τῶν κεφαλαίων τῶν μὲν περὶ τὸ πρᾶγμα, τῶν δὲ περὶ τὸ πρόσωπον ἀπέδωκε τάξιν· προὐτιμήσατο δὲ ἐνταῦθα
10τὰ περὶ τὸ πρᾶγμα τῶν περὶ τὸ πρόσωπον· εἰ δὲ ἐν στο‐ χασμῷ τὰ περὶ τὸ πρόσωπον προτάττει κεφάλαια τῶν περὶ τὸ πρᾶγμα, ἐροῦμεν, ὅτι ἐκεῖ περὶ ὑπάρξεως ἦν πᾶσα ἡ ζήτησις, ἔνθα προτιμᾶται ἡ περὶ τὸ πρόσω‐ πον ζήτησις, ἐνταῦθα δὲ περὶ τὸ πρᾶγμα. περὶ γὰρ τῆς
15τοῦ πράγματος ποιότητος ἡ ζήτησις, κεφάλαιον δὲ τοῦ πράγματος τὸ νόμιμον καὶ τὸ δίκαιον. ὥστε ἀναγκαίως τὰ τῷ πράγματι οἰκεῖα προτέτακται· τοῦ δὲ προσώπου τὸ συμφέρον, καὶ τὸ δυνατὸν καὶ ἔνδοξον. ταῦτα δὲ καὶ πρός τι· συμφέρον γὰρ τῷ χρώματι πρὸς τὸ
20πρᾶγμα δείκνυται τὸ δυνατὸν καὶ ἔνδοξον· καὶ αὐτοῦ δὲ τοῦ δικαίου τὸ νόμιμον προτέτακται, ὡς ἄτεχνος πί‐ στις. αἱ δ’ ἄτεχνοι πίστεις πανταχοῦ ἰσχυρότεραι τῶν ἐντέχνων καὶ προτιμητέαι, ὡς καὶ Δημοσθένης ἐχρήσατο πανταχοῦ· ἔνθεν ἐν τῷ περὶ τοῦ στεφάνου
25ἀσθενῶν τῷ νομίμῳ καὶ ἰσχύων περὶ τὸ δίκαιον, καὶ προοίμιον ἠναγκάσθη κατασκευάσαι ἴδιον· ῥοπήν τε λα‐ βεῖν παρὰ τοῦ δικαστοῦ τοῖς ἰσχυροτέροις πρώτοις χρή‐ σασθαι, ἵνα μὴ ἐξ ἀρχῆς καταγνωσθεὶς, ἅτε ἀπὸ τῶν ἀσθενεστέρων ἀρξάμενος, δυσχερῆ τὴν ἐπαγομένην πί‐
30στιν ἔχῃ· εἰκότως οὖν τὸ νόμιμον προτέτακται, ἕπεται714

4

.

715

δὲ τὸ δίκαιον. ῥητὰ μὲν καὶ ἔγγραφα τὰ νόμιμα ἅπαντα ἄτεχνοι πίστεις· τὸ δὲ δίκαιον καὶ ἐξ ἐννοιῶν ἐστι καὶ ἐνδόξων πίστεων ἀντίῤῥησιν ἐχουσῶν. αἱ γὰρ ἔνδοξοι πίστεις οὐ πανταχοῦ αἱ αὐταί, αὐτίκα γοῦν καὶ
5τὸ ἐσθίειν τοὺς γονεῖς τισιν ἀγαθὸν ἐδόκει, ἑτέροις δὲ τὸ κάειν, Ἀθηναίοις δὲ καὶ τὸ μὴ τρέφειν ἢ χειραγω‐ γεῖν ἔγκλημα ἐδόκει. τινὲς δὲ καὶ τοῦτό φασιν· ὡς εἰ‐ κότως τὸ νόμιμον προτέτακται τοῦ δικαίου, ὡς ὡρισμέ‐ νον ἀορίστου. τὸ μὲν γὰρ νόμιμον ὡρισμένον ἐστὶ
10δίκαιον. τὸ δὲ δίκαιον ἀόριστον· ἰσχυρότερον δὲ τὸ ὡ‐ ρισμένον τοῦ ἀορίστου καὶ ἀδήλου καὶ προτιμότερον· μετὰ ταῦτα τὰ παρὰ τὸν μέλλοντα τέτακται κεφάλαια, καὶ πρὸ τοῦ δυνατοῦ τὸ συμφέρον, πρῶτον γὰρ σκο‐ ποῦμεν εἰ συμφέρον, εἶθ’ οὕτως εἰ δυνατὸν γενέσθαι·
15οἱ δὲ λέγοντες, ὡς οὐ καλῶς τὸ συμφέρον τοῦ δυνατοῦ προτέτακται, ἕως γὰρ ἂν ἀδύνατα ᾖ τὰ πράγματα, περιττὴ ἡ τοῦ συμφέροντος βουλὴ, καὶ προφέροντες τὸ κατὰ τὸ ἀδύνατον ἀσύστατον ζήτημα, ὅτι διὰ τὸ μὴ δύνασθαι ἐξετασθῆναι τὸ ἀδύνατον ἀσύστατον ἐποί‐
20ησεν, μὴ οὐ καλῶς λέγουσι. τὸ γὰρ συμφέρον καὶ φύ‐ σει πρῶτον καὶ ἐμπεριείληφεν ἐν ἑαυτῷ τὸ δυνατόν. ὁ γὰρ τὰ ἀδύνατα κατασκευάζων τὰ ἀσύμφορα κατασκευά‐ ζει, ὡς ἂν εἰ κατασκευάζοιμεν Μαρωνείτας ἄρξαι τῆς Ἑλλάδος, ἀσύμφορα αὐτοῖς κατασκευάσομεν. κινδύνου
25γὰρ ἀφορμὰς αὐτοῖς προξενήσομεν. καὶ εἰ κατασκευά‐ σομεν συμφέρειν τῷ πένητι τριηραρχεῖν, κατὰ τὸ ἀδύνατον ἀσύμφορόν ἐστιν. ἀνάγκη οὖν πάντως τῷ συμφέροντι τὸ δυνατὸν περιέχεσθαι, οὐ μὴν τῷ δυ‐
νατῷ τὸ συμφέρον. οὐ γὰρ εἰ δυνατὸν ἀποκτεῖναί τινα ἢ715

4

.

716

ἱεροσυλῆσαι τῶν ἱερῶν ἀφυλάκτων ὄντων ἤδη καὶ συμφέρον. φυσικῶς οὖν περιεχομένου τῷ συμφέροντι τοῦ δυνατοῦ, ἀναγκαίως καὶ ὑποτέτακται αὐτῷ. πρὸς δὲ τοὺς λέγοντας, ὡς ἄχρηστον τὸ συμφέρον τοῦ δυνα‐
5τοῦ ἀπόντος, ἐροῦμεν ὡς κατὰ τὸν τῆς φιλοσοφίας λό‐ γον ἀεὶ τὸ συμφέρον ἐξετάζεται, κἂν ἀπῇ τὸ δυνατόν. δεῖ γὰρ βούλεσθαι τὰ χρηστὰ ἑαυτοῖς καὶ εἰ μὴ δυνά‐ μεθα. ἔνθα βουλήσεως μέν εἰσι κρίσεις, κἂν μὴ παρῇ τὸ δύνασθαι καὶ εὐθῦναι· δυνάμεως δὲ τοῦ
10βούλεσθαι ἀπόντος, οὔ· οὕτω γὰρ ἂν καὶ πλοῦτος καὶ ἰσχὺς καὶ σοφία καὶ εἴ τι ἄλλο δίκας δοῖεν· τὸ ἔνδοξον μετὰ τοῦτό ἐστι καὶ τὸ ἐκβησόμενον, ἅ τινες καὶ μέρη εἰρήκασι τοῦ συμφέροντος. καὶ ὥσπερ ὑπὸ τὸ συμφέρον τὸ δυνατὸν, οὕτως ἔφασαν καὶ ὑπὸ τὸ ἔνδο‐
15ξον τὸ ἐκβησόμενον εἶναι. εἰκότως οὖν τὸ ἔνδοξον προ‐ τέτακται τοῦ ἐκβησομένου· ἀλλ’ ἐροῦσί τινες ἐναντιού‐ μενοι, ὡς τὸ μὲν ἔνδοξον μονοειδές ἐστι, τὸ δὲ ἐκβη‐ σόμενον πολυειδές. καὶ γὰρ ἐν αὐτῷ καὶ τὸ συμφέ‐ ρον καὶ τὸ κινδυνῶδες καὶ τἄλλα δοκοῦντα κεφάλαια
20κατασκευάζεται. ὤφειλεν οὖν τὸ πολυειδὲς τοῦ μονοει‐ δοῦς προτεθεῖσθαι. ἀλλ’ ἐροῦμεν, ὅτι ἡ τοῦ συμφέρον‐ τος ἔννοια τὴν δόξαν ἔχει· καὶ ἐπειδὴ τὰ ζητήματα βού‐ λεται ἀκόλουθον ἔχειν τοῖς προτεινομένοις προσώποις τὸν σκοπὸν, προτείνεται δὲ ὡς ἐπὶ τὸ πολὺ ἐν τοῖς ζη‐
25τήμασι τῶν ἀρχαίων πρόσωπα, οἷον τὸ Δημοσθένους ἢ Περικλέους, ἢ Λακεδαιμονίων ἢ Ἀθηναίων, οἷς ἐπιμε‐ λὲς τὸ δόξης μᾶλλον ἢ τῶν ἄλλων φροντίζειν. ὡς δῆλον ἀπὸ τῶν ἐν Πύλῳ τριακοσίων· οἷον διὰ δόξαν τοῦ ἐκβη‐ σομένου κατεφρόνησαν, ἐξὸν γὰρ ἀλόγως σώζεσθαι εἵ‐
30λοντο μᾶλλον τὸν μετὰ δόξης ἐκβάντα θάνατον, εἰκό‐716

4

.

717

τως τὸ ἔνδοξον τοῦ ἐκβησομένου προτέτακται. Ἰστέον δὲ, ὡς τὸ ἀναγκαῖον κεφάλαιον ὁ τεχνικὸς μὲν ἀγνοεῖ. παρὰ δὲ τῷ Δημοσθένει καὶ τοῖς πολλοῖς τῶν ἀρχαίων μεμελέτηται. καὶ ἡ μὲν τάξις τῶν κεφαλαίων αὕτη. τὴν
5πραγματικὴν δέ τινες οὕτω διεῖλον· εἰς νόμιμον, συμ‐ φέρον, δυνατόν. προστιθέντες τῷ μὲν νομίμῳ τὸ σαφὲς, τῷ δὲ συμφέροντι τὸ ἀναγκαῖον, τῷ δὲ δυνατῷ τὸ ῥᾴ‐ διον. ἀλλ’ Ἑρμογένης ταύτην παρελογίσατο· ἐντέχνως δὲ ταύτην πάνυ τοῖς κειμένοις διεῖλον.
10nἜστι δὲ ἡ μὲν ἔγγραφος πραγματικὴ, ἡ δὲ ἄγραφος· ἔγγραφος
11nμὲν ἡ ἀπὸ ῥητοῦ τὸ ζήτημα ἔχουσα· οἷον νόμου κελεύοντος ἐν ἡμέ‐
12nραις τρισὶ περὶ πολέμου βουλεύεσθαι, Ἐλάτειαν ἔχοντος Φιλίππου
13nγράφει Δημοσθένης αὐθημερὸν ἐξιέναι· ἄγραφος δὲ ἡ μὴ ἀπὸ ῥη‐
14nτοῦ· οἷον ἀξιοῖ μετὰ τὰ κατὰ Πύλον Κλέων Πύθιος καλεῖσθαι.
15 Συριανοῦ. Ἡ μὲν ἔγγραφος ἀπὸ ῥητοῦ τινος καὶ περὶ ῥητὸν ἔχειν φησὶ τὴν ἐξέτασιν. ἡ δὲ ἄγρα‐ φος ῥητῶν οὐ προσαπτομένη περὶ ψιλὰ μόνον ἔχει τὰ πράγματα τὴν ζήτησιν· εἴδη δὲ αὐτῶν οὐδ’ ἑτέρα ἔχει, διότι οὐδὲ διαφορὰ κεφαλαίων ἐν αὐτοῖς θεωρεῖται,
20διαφορὰ δὲ προβλημάτων· τῶν μὲν οὖν ὑπὸ τὴν ἔγ‐ γραφον πραγματικὴν προβλημάτων εἰσὶ διαφοραὶ ἑπτὰ, κατὰ νόμου εἰσφορὰν, κατὰ νόμου παλαιοῦ κύρωσιν καὶ ἀναίρεσιν, κατὰ πρόσθεσιν ἐν νόμῳ μέρους τινὸς, κατὰ ψηφίσματος εἰσαγωγὴν, κατὰ ῥητὸν καὶ διάνοιαν, κατὰ
25ἀντινομίαν, κατὰ αἴτησιν δωρεᾶς. κατὰ μὲν νόμου εἰσφο‐
ρὰν, οἷον πολλῶν ἀτελῶν γινομένων, καὶ τῶν πολιτευο‐717

4

.

718

μένων ἐκλειπόντων, τίθησι νόμον Λεπτίνης, μηδένα εἶναι ἀτελῆ· κατὰ δὲ νόμου παλαιοῦ κύρωσιν καὶ ἀναί‐ ρεσιν, οἷον μετὰ τὰ ἐν Μαραθῶνι γράφει τις παρὰ Λα‐ κεδαιμονίοις ἀναιρεῖσθαι τὸν τῆς πανσελήνου νόμον.
5κατὰ πρόσθεσιν ἐν νόμῳ μέρους τινὸς, οἷον νόμος τὸν τυπτήσαντα χιλίας διδόναι. πλούσιος ἐχθρὸς ἅπαξ πένητα τυπτήσας ἐξέτισε τὰς χιλίας· ὁ δὲ πένης νόμον εἰσφέρει καὶ ἀτίμους τοὺς τυπτήσαντας γίγνεσθαι οὐ γὰρ ἀναιρεῖ τὴν ἔκτισιν τῶν χιλίων ἡ προσθήκη
10τῆς ἀτιμίας· ἀλλ’ ἕνα τὸν ὅλον ἀπεργάζεται νόμον· κατὰ δὲ ψηφίσματος εἰσαγωγὴν, οἷον βασιλέως ἐπερχο‐ μένου πολλῷ στρατῷ γράφει Θεμιστοκλῆς, ἐκλιπόντας τὴν πόλιν εἰς τὰς τριήρεις ἐμβαίνειν· οὐ ῥᾳδίαν δὲ τὴν ἐπίγνωσιν ἔχει τὰ τοιαῦτα συμβουλευτικὰ προβλήματα,
15πότερον τῆς ἐγγράφου πραγματικῆς ἐστιν ἢ τῆς ἀγρά‐ φου· τὰ γὰρ αὐτὰ δυνατὸν ὑπὸ ἑκατέραν ἀνάγειν· πλὴν ἐκείνῳ γε διεστήκασιν· ἐὰν μὲν γὰρ ᾖ τὸ γράφει προσκείμενον ἐν τῷ ζητήματι δηλονότι ὡς ψηφίσματος εἰσαγομένου τινὸς τὸ γράφει πρόσκειται. καὶ οὕτως
20ἂν τῷ ψηφίσματι ὁ συμβουλεύων συσταίη· εἰ δὲ ἀντὶ τοῦ γράφει Θεμιστοκλῆς ἢ ὁ δεῖνα τὸ συμβουλεύει προσ‐ κείμενον ἔχει, ψιλὴ τῶν πραγμάτων ἐξέτασις ἔσται· καὶ οὕτως ὑπὸ μὲν τὴν ἐγγράφου πραγματικὴν ἀναχθή‐ σεται πᾶσα ψηφίσματος εἰσαγωγὴ καὶ λόγος τῷ ψηφίσ‐
25ματι συνιστάμενος· ὑπὸ δὲ τὴν ἄγραφον πᾶς συμ‐ βουλὴν περιέχων ἄνευ ῥητοῦ λόγος· ἀνάγονται δὲ ὑπὸ
τὴν ἔγγραφον πραγματικὴν τά τε κατὰ ῥητὸν καὶ διά‐718

4

.

719

νοιαν προβλήματα· οἷον νόμος περὶ πολέμου μέχρι τριῶν ἡμερῶν βουλεύεσθαι. Ἐλάτειαν Φιλίππου καταλαβόν‐ τος, γράφει συμβουλεύων Δημοσθένης αὐθημερὸν ἐξιέναι, Αἰσχίνης ἀντιλέγει· καὶ κατὰ ἀντινομίαν· νό‐
5μος τὸν τύραννον μὴ θάπτεσθαι ἐν ἧ ἐτυράννησε πόλει· καὶ νόμος τὸν κεραυνῷ βληθέντα ἐκεῖ θάπτε‐ σθαι ἔνθα ἐβλήθη. ἠνέχθη σκηπτὸς κατὰ τυράννου. καὶ ὁ μὲν ἐκεῖσε θάπτειν αὐτὸν συμβουλεύει, ὁ δὲ ἀντιλέγει· ἔτι γε μὴν καὶ κατὰ αἴτησιν δωρεᾶς πάντα
10ὑπὸ τὴν ἔγγραφον ἀναχθήσεται, εἴπερ κατὰ νόμον γίνεται. οἷον νόμος τὸν ἀριστέα λαμβάνειν ἣν ἂν βού‐ λοιτο δωρεάν· πλούσιος ἀριστεύσας αἰτεῖ πένητος ἐχθροῦ φόνον, καὶ ἀντιλέγει τις· τῶν μὲν οὖν ὑπὸ τὴν ἔγγρα‐ φον πραγματικὴν ἀναγομένων προβλημάτων αὗται δια‐
15φοραί· τῆς δὲ ἀγράφου τῶν προβλημάτων ὁμοίως εἰ‐ σὶ διαφοραὶ ἑπτά. κατὰ ἀμφισβήτησιν, κατὰ ἀποκήρυ‐ ξιν, κατὰ δοκιμασίαν, κατὰ προσαγγελίαν, κατὰ τίμη‐ σιν καὶ ἀνθυποτίμησιν, κατὰ συμβουλὴν περὶ μελλόν‐ των, κατὰ ἀξίωσιν· κατὰ ἀμφισβήτησιν μὲν, οἷον
20ἔδοξε τῶν ἐν Μαραθῶνι πεσόντων ἐπιτάφιον εἰπεῖν τοῦ ἀριστεύσαντος τὸν πατέρα, καὶ ἀμφισβητοῦσι περὶ τού‐ του ὅ τε Κυναιγείρου καὶ ὁ Καλλιμάχου πατήρ· κα‐ τὰ ἀποκήρυξιν δέ· ἐπέστη νύκτωρ ὁ παῖς ξιφήρης τῷ πα‐ τρὶ, μεταγνοὺς ὥρκωσε μὴ ἐξειπεῖν, καὶ ἀποκηρύττε‐
25ται ὑπὸ τοῦ πατρός· κατὰ δὲ δοκιμασίαν, οἷον Ἐπί‐ κουρος λαχὼν δᾳδουχεῖν δοκιμάζεται, κατὰ προσαγγελίαν
δὲ, οἷον μετὰ Χαιρώνειαν Δημοσθένης ἑαυτὸν προσαγ‐719

4

.

720

γέλλει. κατὰ δὲ τίμησιν καὶ ἀνθυποτίμησιν· μετὰ Πάρον ἁλόντι Μιλτιάδῃ Ξάνθιππος τιμᾶται πεντήκον‐ τα ταλάντων, ὁ δὲ ἀνθυποτιμᾶται θανάτου· κατὰ δὲ συμβουλὴν περὶ μελλόντων· οἷον Ἀλκιβιάδης μετὰ
5Κύζικον συμβουλεύει πλεῖν ἐπὶ Σικελίαν· κατὰ δὲ ἀξίωσιν, Ἀλκιβιάδης ἐπανελθὼν ἀπὸ τῆς φυγῆς καὶ στρατηγεῖν ἀναγκαζόμενος ἀξιοῖ περὶ τῶν ἐπενεχθέντων ἐγκλημάτων αὐτῷ πρότερον ἀπολογεῖσθαι· διαφέρει δὲ ἡ κατὰ ἀξίωσιν πραγματικὴ τῆς κατὰ συμβουλὴν, ὅτι
10ἐν μὲν ταῖς συμβουλαῖς ὑπὲρ τοῦ κοινῇ συμφέροντος προηγουμένως ποιεῖται τοὺς λόγους ὁ συμβουλεύων· ἐν δὲ ταῖς κατὰ ἀξίωσιν ὑπὲρ ἑαυτοῦ ποιεῖται τὴν πρόοδον λέγων· παράδειγμα τῆς κατὰ συμβουλήν· Ἀλκιβιάδης μετὰ τὰ κατὰ Κύζικον συμβουλεύει πλεῖν ἐπὶ Σικε‐
15λίαν· τοῦτο γὰρ συμφέρει τῇ πόλει. τὸ δὲ κατὰ ἀξίω‐ σιν. Ἀλκιβιάδης ἐπανελθὼν ἀπὸ τῆς φυγῆς καὶ στρα‐ τηγεῖν ἀναγκαζόμενος ἀξιοῖ πρότερον περὶ τῶν ἐπενε‐ χθέντων αὐτῷ ἐγκλημάτων ἀπολογεῖσθαι· ἐνταῦθα μὲν οὖν δι’ ἑαυτὸν τῇ πόλει προσάγει ἀξίωσιν, ἐκεῖ δὲ τὴν
20συμβουλὴν διὰ τὸ τῆς πόλεως συμφέρον ποιεῖται· ἡ δὲ κατὰ ῥητὸν καὶ διάνοιαν πραγματικὴ διαφέρει τοῦ ῥη‐ τοῦ καὶ διανοίας τῆς νομικῆς στάσεως, ὅτι ἐκεῖ μὲν ὁ κρινόμενος ἑκὼν παραβαίνει καὶ ὡς ἤδη παραβε‐ βηκὼς τὸν νόμον κρίνεται· καὶ ἀρθέντος τοῦ νόμου τὸ
25λοιπὸν οὐδεμίαν ἐγκλήματος ἐπιδέχεται χώραν. ἐνταῦ‐ θα δὲ οὐδέπω παραβέβασται, ἀλλ’ εἰ χρὴ παραβῆναι ζητεῖται· καὶ ἡ κατ’ ἀντινομίαν δὲ πραγματικὴ διαφέ‐
ρει τῆς ἀντινομίας τῷ ἐκεῖ μὲν παραβεβάσθαι ἤδη τὸν720

4

.

721

ἕτερον τῶν νόμων, ἐνταῦθα δὲ βουλὴν προκεῖσθαι, πότε‐ ρον αὐτὸν παραβατέον, ὡς ἐπὶ τοῦ κεραυνωθέντος τυ‐ ράννου ἐν ᾗ ἐτυράννει πόλει. ἐπειδὴ δὲ δωρεᾶς αἴτησις καὶ ἐν στοχασμῷ ἐμπίπτει, ὡς ἐπὶ τοῦ ὑποσχομένου
5μάγου εἴσω πέντε ἡμερῶν ἀποκτενεῖν τὸν τύραννον, καὶ ἐν ὅρῳ ἐν πραγματικῇ, ἰστέον, ὅτι ταύτῃ διαφέ‐ ρουσιν ἀλλήλων, ὅτι ἐν ἐκείνοις μὲν οὐχ ὥρισται, ποίαν αἰτεῖ ὁ λαβεῖν ἀξιῶν, ἐν ταύτῃ δὲ ὡρισμένην αἰτεῖ. οἷον ἢ πατέρα σώζεσθαι ἢ ἐχθροῦ φόνον ἢ γυναῖκα
10πρὸς γάμον. καὶ ἔτι ἐν μὲν τῷ ὅρῳ οὐδ’ ὅλως τὸν αἰτοῦντα φαμὲν ἄξιον εἶναι δωρεᾶς, οὐ γὰρ τὸ παρὰ τοῦ νόμου διηγορευμένον ἐπὶ τῇ δωρεᾷ πεπραχέναι· ἐν δὲ τῇ πραγματικῇ τῆς μὲν αἰτουμένης κωλύομεν τὸν αἰ‐ τοῦντα τυχεῖν, ἑτέραν δὲ λαμβάνειν συγχωροῦμεν· δια‐
15φέρει δὲ ἡ κατὰ ἀμφισβήτησιν πραγματικὴ τοῦ κατὰ ἀμφισβήτησιν ὅρου, ὅτι ἐν μὲν τῷ ὅρῳ ἐκ λείποντος καὶ πεπραγμένου συνέστηκεν ἡ ἀμφισβήτησις, καὶ ἑαυ‐ τὸν μὲν ἄξιον εἶναι λέγει τοῦ αἰτουμένου, τὸν δὲ ἀν‐ τιλέγοντα οὐδαμῶς. ἐνταῦθα δὲ ἑαυτὸν μὲν μᾶλλον
20ἄξιον εἶναί φησιν, ἧττον δὲ τὸν ἐναντιούμενον· διόπερ ἐν ταῖς πραγματικαῖς, ἡνίκα ποιούμεθα τὰς συγκρίσεις, οὐ χρὴ τὸν ἀμφισβητοῦντα ψέγειν, ἀλλὰ κἀκεῖνον μὲν ἐπαινεῖν, ἑαυτὸν δὲ μᾶλλον προκρίνειν, ὡς ἐπὶ Κεφάλου καὶ Ἀριστοφῶντος, οἳ περὶ τοῦ γέρως ἀμφισβητοῦσιν·
25δύο δὲ τῆς ῥητορικῆς εἰδῶν, ὡς πολλάκις ἔφαμεν, ἐν
ταῖς στάσεσι θεωρουμένων, δικανικοῦ τε καὶ συμβουλευ‐721

4

.

722

τικοῦ, τὸ μὲν δικανικὸν ἐν ταῖς ἄλλαις ἐμπίπτει στάσε‐ σι, τὸ δὲ συμβουλευτικὸν ὑπὸ μόνην σχεδὸν ἀνάγεται τὴν πραγματικὴν, συνεπιπλεκομένων αὐτῇ καὶ τῶν ἄλ‐ λων δύο εἰδῶν· σπανίως γὰρ ἔν τε στοχασμῷ συμ‐
5βουλὴ εὑρεθήσεται, ὡς ἐπ’ ἐκείνου· πολιορκούμενοί τινες ἀνέῳξαν τὰς πύλας καὶ βουλεύονται οἱ πολιορκοῦντες, εἰ χρὴ εἰσελθεῖν· σπανίως δὲ καὶ ἐν ὅρῳ, ὡς ἐπ’ ἐκεί‐ νου· νόμος τὴν ἄχρηστον ἡλικίαν ἀποκτεῖναι· τρισα‐ ριστεὺς ἄχειρ ἐστὶ καὶ βουλεύονται περὶ τούτου. τοῦ‐
10το γὰρ οὐκ ἔστι κατὰ ῥητὸν καὶ διάνοιαν, εἰ καὶ Μι‐ νουκιανός φησιν, ἀλλ’ ὅρος· ζητοῦμεν γὰρ, τίς ἐστιν ἡ ἄχρηστος ἡλικία· καὶ εἰ ἄχρηστός ἐστιν ὁ τρισα‐ ριστεύς· πλὴν οὖν ὀλίγων συμβαίνει πᾶσαν συμβουλὴν ὑπὸ τὴν ἄγραφον ἀνάγεσθαι πραγματικήν. οὐ μόνον
15δὲ τὸ συμβουλευτικὸν, ἄλλ’ ἤδη καὶ τὸ δικανικὸν εἶδος ἐπιδέχεται ἡ πραγματική. πᾶσαι γὰρ αἱ τῶν παρανό‐ μων γραφαὶ πραγματικῆς στάσεώς εἰσι. πᾶσα δὲ συμ‐ βουλὴ, ὥς φησιν Ἀριστοτέλης, περὶ τούτων γίνεται γενικῶς, περὶ πολέμου καὶ εἰρήνης, περὶ πόρου χρημά‐
20των, περὶ εἰσαγωγῆς καὶ ἐξαγωγῆς χρημάτων, περὶ οἰκισμοῦ πόλεως ἢ κατασκαφῆς, περὶ νόμων, περὶ τιμῆς. ἐπειδὴ δὲ καὶ ἐν ὅρῳ περὶ τιμῆς ἔσθ’ ὅτε γί‐
νεται ἡ ζήτησις, ὅτ’ ἄν τις ἀξιοῖ τιμᾶσθαι τύραννον722

4

.

723

διώξας ἢ προςκτησάμενός τινα πόλιν, ἰστέον, ὅτι ἐν ὅρῳ μὲν ἡ ζήτησις περὶ τὸ πρᾶγμα γίνεται, εἰ τὸ διῶ‐ ξαι μόνον τὸν τύραννόν ἐστι τυραννοκτονία, ἢ τὸ πεῖσαι Φίλιππον ἀποδοῦναι Ἀμφίπολιν προςκτήσασθαι πό‐
5λιν· ἵν’ εἰ τοῦτο γένοιτο φανερὸν, τῆς προσηκούσης ὁ αἰτῶν τύχῃ τιμῆς· ἐν δὲ τῇ πραγματικῇ φανεροῦ τοῦ πράγματος ὄντος, ἡ σκέψις γίνεται περὶ τοῦ ποίαν τινὰ λαβεῖν χρὴ τὸν αἰτοῦντα δωρεάν. Εἰσὶ δὲ καὶ περὶ τιμωρίας ἐν πραγματικῇ ἀμφισβητήσεις, ὡς ἐπ’
10ἐκείνου· ἐξῆν ἐν πολέμῳ μισθωσάμενον ἕτερον ἐκπέμπειν ἀνθ’ ἑαυτοῦ· πολέμου καταλαβόντος ἐξέπεμψέ τις ἄλ‐ λον ἀνθ’ ἑαυτοῦ μισθωσάμενος· ἀριστεύσας ἐκεῖνος κα‐ τὰ τὸν νόμον ἔλαβε τὴν δωρεάν· ἑτέρου πολέμου κατα‐ λαβόντος ἐξέπεμψεν αὐτὸν μισθωσάμενος· ἔλιπε τὴν τά‐
15ξιν καὶ νόμου κελεύοντος κολάζεσθαι τὸν λιπόντα τὴν τάξιν ἀντιπροβάλλονται ἀλλήλους, ὅ τ’ ἐκπέμψας καὶ ὁ πεμφθείς· τοῦτο δὲ τὸ ζήτημα τινές φασι γνώμης στοχασμὸν, τῷ πλείστους ἐν αὐτῷ λογισμοὺς ἐμφαίνε‐ σθαι στοχαστικούς· ἔστι δὲ πραγματικῆς ἀγράφου
20κατὰ στοχασμὸν αἰτούσης τὴν ζήτησιν· καθόλου δὲ χρὴ γινώσκειν, ὅτι πολλὰ προβλήματά ἐστιν, ὡς ἀνω‐ τέρω εἴρηται, ἅπερ ὑπὸ μίαν ἄντικρυς ἀνάγειν στάσιν οὐχ οἷόν τε, ὥσπερ καὶ τόδε, νόμος τὸν στρατηγὸν τοὺς καταστείχοντος φυγάδας ἀναιρεῖν· διδύμων ἀδελφῶν
25τὸν ἕτερον φυγόντα εἶργεν ὁ νόμος κατιέναι, τὸν ἕτερον723

4

.

724

συναποδημήσαντα μόνον, εἶτα ἐπανιόντα ἀπέκτεινεν ὡς φυγάδα ὁ στρατηγός· καὶ κρίνεται φόνου, τοῦτο γὰρ καὶ γνώμης ἄν τις εἴποι στοχασμὸν καὶ συγγνώμης. Σωπάτρου. Τίς ἡ ἄγραφος καὶ ἔγγραφος ἐδίδα‐
5ξεν ὁ τεχνικὸς, ὅτι ἔγγραφος μὲν ἡ ἀπὸ ῥητοῦ τὴν ζή‐ τησιν ἔχουσα, δεῖ δὲ προσθεῖναι καὶ περὶ ῥητόν· αἱ γὰρ τῶν νόμων εἰσφοραὶ ἐξετάζονται, πότερον κατὰ νό‐ μον καὶ κατὰ δίκαιον ἢ οὔ· καὶ πότερον συμφέρον καὶ ἔνδοξον ἢ τοὐναντίον· ἰστέον μέντοι, ὡς ἐν τῇ ἀγράφῳ
10ἐμπίπτει ἔσθ’ ὅτε ῥητὸν, ὡς ἐπὶ τῆς ἀποκτεινάσης γυ‐ ναικὸς τύραννον τὸν ἄνδρα καὶ αἰτούσης εἰς τὴν δω‐ ρεὰν τὴν σωτηρίαν τῶν τέκνων, νόμου ὄντος τῷ τυράν‐ νῳ συναποθνήσκειν τὰ τέκνα· ἐνταῦθα γὰρ κεῖται μὲν τὸ ῥητόν· ἀλλ’ ἐπειδὴ οὐ περὶ αὐτοῦ ἡ ζήτησίς ἐστιν,
15οἷον εἰ ἔννομον ἢ δίκαιον ἢ συμφέρον, ἀλλὰ περὶ τὴν ποιότητα τῆς δωρεᾶς· οἷον πότερον ἣν αἰτεῖ δεῖ λαμ‐ βάνειν αὐτὴν ἢ ἑτέραν, ἡ ζήτησις ἄγραφός ἐστι πρα‐ γματική· ἀλλὰ δὴ καὶ ἐν τῇ ἀγράφῳ ἐστὶν εὑρεῖν τὸ ἔθος ἀντὶ νόμου παραλαμβανόμενον, ὡς Δημοσθένης ἐν
20τῷ κατ’ Ἀνδροτίωνος· „φήσει τοίνυν τούτῳ τῷ τρό‐ πῳ ἁπάσας εἰληφέναι τὰς βουλάς·“ ὁμολογουμένως γὰρ ἐνταῦθα ἐπὶ τὸ ἔθος ἀντὶ νόμου κατέφυγεν.
23nΤὸ τοίνυν νόμιμον ἐν τῇ ἐγγράφῳ μιᾷ τῶν νομικῶν ὑποπίπτει στά‐
24nσεων καὶ κατ’ αὐτήν γε διαιρεθήσεται· αὐτίκα δὲ περὶ τῶν νομι‐
25nκῶν στάσεων λέξομεν.
26Συριανοῦ. Τὸ νόμιμον πλατύνεται τῇ τε γνώ‐
μῃ τοῦ νομοθέτου καὶ τοῖς περιστατικοῖς μορίοις καὶ724

4

.

725

νόμοις ἑτέροις· ὡς καὶ Δημοσθένης ἐν τῷ περὶ στε‐ φάνου τὸ νόμιμον διὰ νόμων ἑτέρων ἐπλάτυνεν· ἔθηκε δὲ τὸ νόμιμον ἐξ ἀρχῆς· οὐ γὰρ ὡς ἕτεροί φασιν ἐν μέσῳ τοῦ λόγου· ἀφ’ οὗ γὰρ τὴν πολιτείαν τὴν ἑαυτοῦ
5καὶ τὴν περὶ τὸν δῆμον εὔνοιαν ἐξετάζει, οὐδὲν ἄλλο ποιεῖ, ἢ τὸ νόμιμον κατασκευάζει· τοῦ γὰρ Αἰσχίνου τὸ Κτησιφῶντος ψήφισμα παρὰ τρεῖς γεγράφθαι λέ‐ γοντος νόμους· πρῶτον μὲν ὅτι ψευδῆ γέγραφε περὶ Δημοσθένους γράμματα γράψας ὅτι εὔνους· νόμος δέ
10ἐστιν ὁ κωλύων ψευδῆ εἰσφέρειν γράμματα· δεύτερον δὲ μὴ ἐξεῖναι ἐν θεάτρῳ στεφανοῦσθαι, ἀλλ’ ἐν πνυκί· τρίτον, τὸν ὑπεύθυνον μὴ στεφανοῦσθαι, πρῶτον ἐξε‐ τάζει Δημοσθένης τὸν περὶ τοῦ μὴ ψευδῆ γράφειν νό‐ μον καὶ δείκνυσι διὰ τῆς αὐτοῦ πολιτείας τήν τε εὔ‐
15νοιαν ὡς οὐ ψευδῆ γέγραφε Κτησιφῶν, ἀλλ’ ὅτι μά‐ λιστα ἀληθῆ· ἀφ’ οὗ γ’ οὖν τῆς ἑαυτοῦ πολιτείας ἄρχεται τόπου καὶ τῆς εὐνοίας, ἀπ’ ἐκείνου τὴν ἐξέ‐ τασιν ποιεῖται· ἐπιδείκνυσι γὰρ, ὡς οὐ παράνομον τὸ ψήφισμα Κτησιφῶντος, μὴ περιέχον ψευδῆ γράμματα
20περὶ Δημοσθένους ὡς εὔνους τῇ πόλει, ἀλλ’ ἀληθῆ· ζη‐ λώσομεν οὖν τὸν Δημοσθένην πλατύνοντες τὸ νόμιμον, καθάπερ ἐκεῖνος ἐν τῷ περὶ στεφάνου καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους καὶ πρὸς Λεπτίνην· πλατυνοῦμεν δὲ τὸ νόμιμον καὶ ἀπὸ τῶν προσώπων καὶ τῶν πρα‐
25γμάτων· ἀπὸ προσώπων μὲν, τίς ἐστιν ὁ γράφων πο‐ λεμεῖν ἢ βοηθεῖν· καὶ πότε καὶ τίσι καὶ πῶς· ἀπὸ
πραγμάτων. διὰ τί χρὴ πολεμεῖν ἢ βοηθεῖν. ἐν μὲν οὖν725

4

.

726

τῇ ἐγγράφῳ πραγματικῇ τὸ νόμιμον ἐμπίπτει, ἕπεται δὲ αὐτῷ καὶ τὸ ἔθος· ἐν δὲ τῇ ἀγράφῳ τὸ μὲν νόμι‐ μον οὐκ ἐμπίπτει, τὸ δὲ ἔθος ἀντ’ αὐτοῦ παραληψό‐ μεθα.
5 Σωπάτρου. Περὶ τῆς ἐγγράφου ἐπαγγέλλεται διὰ τῶν νομικῶν ἡμῖν τὴν δύναμιν γνωρίσαι· ἀδύνατον γὰρ μὴ πρότερον μαθοῦσι τὰς νομικὰς στάσεις, ἀκριβές τι περὶ αὐτῆς ἐρεῖν· πλὴν ἵνα μὴ πάντη ἀνήκοοι ταύτης κατὰ καιρὸν ὦμεν, ἐροῦμεν ἡμεῖς ἐφ’ ὅσον ἐνδέχεται.
10ἐξετάζοντες τοίνυν τοὺς νόμους ἐν τῇ ἀγράφῳ ἐκ τεσ‐ σάρων αὐτοὺς κατασκευάσομεν τρόπων, ἐκ τῆς πολιτεί‐ ας, εἶτα ὅτι ἀνάκειται τοῖς τῶν Ἑλλήνων σοφωτάτοις, ἀπὸ παραδείγματος, ἀπὸ καιροῦ· ἀπὸ πολιτείας μὲν, οἷον ὅτι ἐν δημοκρατίᾳ ἐτέθη, ἥτις ἀρίστη τῶν πολι‐
15τειῶν πασῶν· ἀπὸ τῶν προσώπων, οἷον ὅτι οὐχ οἱ τυ‐ χόντες ἔθεντο τοῦτον, ἀλλ’ οἱ μέγιστοι τῶν ἀνθρώπων καὶ σοφώτατοι· ἀπὸ τοῦ πράγματος, οἷον ὅτι περὶ τῶν μεγίστων προστάττει· ἀπὸ τοῦ καιροῦ, ὅτι νῦν μά‐ λιστα χρηστέον τῷ νόμῳ ἐν εἰρήνῃ τυχὸν ἢ πολέμῳ·
20πλατύνεται δὲ τὸ κεφάλαιον ἔκ τε τῆς τοῦ ταῦτα νο‐ μοθετήσαντος δόξης· οἷον ὅτι Σόλων, ἢ Δράκων ἢ Κλεισθένης· καὶ ἐκ τοῦ πολλὰ τὸν νόμον λυσιτελῆσαι τῇ πόλει· καὶ ἔτι κατασκευάζεται τὸ νόμιμον ἔκ τε ῥη‐ τοῦ καὶ διανοίας καὶ ῥητῶν ἑτέρων παραθέσει· ἐκ δια‐
25νοίας μὲν, ὡς Αἰσχίνης πολλαχοῦ ἐποίησεν· ἅμα γὰρ τῷ ῥητῷ καὶ τὴν διάνοιαν τιθεὶς κατασκευάζει τὸ νόμιμον· ἐκ παραθέσεως δὲ ῥητῶν, δεικνύντες σύμφωνα τοῖς κει‐ μένοις τὰ εἰσαγόμενα, ὡς Τιμοκράτης κατηγορούμενος ὑπὸ Διοδώρου ἢ Δημοσθένους, ὡς παράνομα γεγρα‐
30φώς· σύμφωνα γάρ φησι γεγραφέναι ἐκείνῳ τῷ νόμῳ
τῷ λέγοντι· „οὐδὲ δήσω Ἀθηναίων οὐδένα, ὃς ἂν ἐγ‐726

4

.

727

γυητὰς παράσχῃ τὸ αὐτὸ τέλος τελοῦντας.“ ἐὰν μέν‐ τοι ἀνασκευάσωμεν, τοῖς τε ἐναντίοις τῶν προειρημένων χρησόμεθα κατασκευῶν· καὶ ἄλλοις ὁπόσοις ὁ ἀνασκευ‐ αστικὸς χορηγεῖ τόπος· καὶ ἔτι ἂν ὁ ἀντίδικος τῷ ῥη‐
5τῷ ἰσχυρίζηται, ἡμεῖς τῇ τοῦ ῥητοῦ διανοίᾳ χρησό‐ μεθα, ὡς Θουκυδίδης ἐν τῇ Κορινθίων δημηγορίᾳ· τῶν γὰρ Κερκυραίων εἰπόντων, „ὡς λύσετε τὰς πρὸς Λα‐ κεδαιμονίους σπονδὰς δεξάμενοι ἡμᾶς· εἴρηται γὰρ ἐν αὐταῖς τῶν Ἑλληνίδων πόλεων τὰς συμμαχίδας ἐξεῖναι
10παρ’ ὁποτέρους βούλοιντο ἰέναι·“ καὶ τῷ ῥητῷ τούτῳ ἰσχυρισαμένων, ὁ Κορίνθιος τῇ διανοίᾳ λύει λέγων· οὐ τοῖς ἐπὶ βλάβῃ ἰοῦσιν ἡ ξυνθήκη ἐστίν· οὐδ’ ὅστις τοῖς δεξαμένοις, εἰ σωφρονοῖεν, πόλεμον ἀντὶ εἰρήνης ποιήσει. καὶ ῥητὰ δὲ ῥητοῖς παραθῶμεν ἐναντία τῷ
15εἰσαγομένῳ δεικνύντες· ὡς Δημοσθένης ἐν τῷ κατὰ Τι‐ μοκράτους, ἄλλων τε νόμους παραθεὶς, οἷς ἐναντία νε‐ νομοθέτηκε, καὶ αὐτοῦ Τιμοκράτους πρότερον εἰρημένον ἐναντίον τοῦ νῦν παρ’ αὐτοῦ εἰσαγομένου.
19nἘν δὲ τῇ ἀγράφῳ τὸ ἔθος ὡς νόμιμον ἐξεταστέον· οἷον ὅτι καινὰ
20nἀξιοῖς καὶ οἷα καὶ ὅσα οὐδείς πω πρότερον· ταῦτα δὲ πάλιν ἐν‐
21nστάσει καὶ ἀντιπαραστάσει μεθοδεύσομεν· ἀντιπαραστάσει μὲν, οἷ‐
22nον Κλέων ἀξιοῖ μετὰ τὰ ἐν Πύλῳ Πύθιος καλεῖσθαι· καινὰ ἀξιοῖς.
23nκαινὰ ἀξιῶ· καινὰ γὰρ καὶ τὰ πεπραγμένα. ἐνστάσει δέ· εἶτα μέν‐
24nτοι οὐδὲ καινά· καὶ γὰρ καὶ Περικλῆς Ὀλύμπιος ἐκλήθη· ποτέρῳ
25nδὲ πρότερον χρηστέον, τῇ ἐνστάσει ἢ τῇ ἀντιπαραστάσει, οἱ καιροὶ
26nδιδάσκουσιν, ὡς καὶ ἐν στοχασμῷ διωρισάμεθα·
27Συριανοῦ. Ἔθος ἐστὶν ὅπερ ἢ χρόνος ἐκράτυ‐
νεν, ἢ ὡς συμφέρον αἱ τῶν πολλῶν ἐκύρωσαν γνῶμαι·727

4

.

728

διαφέρει δὲ νόμος ἔθους τῷ τὸ μὲν ἄγραφον εἶναι, τὸν δὲ ἔγγραφον· καὶ τὸ μὲν καθόλου, τὸ δὲ ἐπὶ μέρους εἶναι· καὶ τὸ μὲν φύσει, τὸ δὲ θέσει· ζητεῖ‐ ται δὲ καὶ ἐπὶ τούτου, τίνες τε τοῦτο ἔθεσαν καὶ παρὰ
5τίνων· πλατύνεται δὲ τόποις ἕξ· διά τε τῆς πατρίου πολιτείας, ὅπερ ἐστὶ τὰ παρ’ ἡμῖν ἔθη· καὶ διὰ παρα‐ δειγμάτων, τουτέστιν εἴ τινες ἄνδρες παρ’ ἡμῖν τε‐ τυχήκασιν ἄριστοι δωρεᾶς· καὶ ἀπὸ τῶν εὐνομουμένων πόλεων καὶ τῶν παρ’ αὐταῖς ἀρίστων, καὶ ἀπὸ τῶν
10περὶ τοὺς ἥρωας τιμῶν· ἔτι δὲ ἀπὸ τῶν παρὰ βαρβά‐ ροις τιμηθέντων, καὶ ἀπὸ τῶν παρ’ αὐτοῖς ἐπαράτων· τοῦτο δὲ ἱκανῶς Ἀριστείδης ἐν τῷ Περικλεῖ ἐπλάτυ‐ νεν· ὃν ἀξιοῖ τις ἀποστῆναι τῆς προσηγορίας τοῦ Ὀλυμ‐ πίου, κατέχοντος τοῦ λοιμοῦ, κατάλογόν τε τῶν προ‐
15γόνων ποιούμενος, καὶ τὰς πράξεις αὐτῶν διεξιὼν, καὶ τὴν παλαιὰν πολιτείαν ἀνυμνῶν καὶ δεικνὺς, ὡς οὐδεὶς πώποτε ἀνθρώπων ὄνομα θεῶν ἔλαβεν· καὶ τὸν μὲν Ἀριστείδου Περικλέα παράδειγμα σαφὲς ἕξομεν περὶ τοῦ μὴ δεῖν τοῖς μὴ κατ’ ἔθος οὖσι χρῆσθαι· εἰς δὲ τὸ
20μὴ χρῆναι λύειν τὰ ἔθη, τὸν πρὸς Λεπτίνην Δημο‐728

4

.

729

σθένους. λύεται δὲ τὸ ἔθος τοιῶςδε, ὥσπερ ἐπὶ Κλέωνος τοῦ ἀξιοῦντος καλεῖσθαι Πυθίου μετὰ τὰ ἐν Πύλῳ· πρὸς γὰρ τὴν ἀντίθεσιν, τὴν ὅτι καινὰ αἰτεῖς, ἀπαντήσει ὁ Κλέων λέγων· ἀλλ’ οὐδὲ πρὸς τὸν βίον ἅπαντα ἐξ
5ἀρχῆς παρῆλθεν, οὐδὲ τέλεια ἐξ ἀρχῆς ἀνεφάνη, ἀλλὰ μὴ πρότερον ὄντα κατὰ μέρος ἤρξατο γίνεσθαι, οὕτω καὶ τέχναι ηὐξήθησαν, καὶ τὰ πράγματα εἴληφε τὰς ἐπι‐ δόσεις· καὶ παραδείγματα ἐπάξει νόμων, τεχνῶν, ἰατρικῆς, κυβερνητικῆς, φιλοσοφίας, καὶ τῶν τοιούτων·
10ἕκαστα δὲ τούτων κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν εἰσάξομεν· ἐνστάσεως δὲ ἴδιον τὸ ἐξ ἐναντίας ἵστα‐ σθαι πρὸς τὰ λεγόμενα καὶ ψευδῆ δεικνύναι, ἀντιπαρα‐ στάσεως δὲ τὸ συντρέχειν μὲν τοῖς ὑπὸ τοῦ ἀντιδίκου λεγομένοις, ἐκ δὲ τοῦ ἀκολούθου περιτρέπειν εἰς τὸ ἐναν‐
15τίον. Σωπάτρου. Καίτοι καὶ ἐν ταύτῃ ἐστὶ ῥητὸν ἐνί‐ οτε ἐμπίπτον, ὡς ἤδη εἴρηται, ἀλλ’ οὐ περὶ αὐτοῦ ἡ ζήτησις· εἰς γὰρ κατασκευὴν λαμβάνεται· πολλάκις δὲ καὶ ἀμφότερα ἐν τῇ ἀγράφῳ εὑρίσκεται, ἔθος φημὶ καὶ
20νόμος, ὡς καὶ ὁ ῥήτωρ ἐν τῷ περὶ τοῦ στεφάνου πεποί‐ ηκεν· μετὰ γὰρ τὸ ῥητὸν ἐξήτασε τὸ ἔθος λέγων, ὡς οὐ μόνον τοῖς νόμοις ἀλλὰ καὶ τοῖς ἔθεσιν ὥρισται· πρῶ‐ τον μὲν γὰρ Ναυσικλῆς στρατηγῶν ἐφ’ οἷς ἐπέδωκε τε‐ τίμηται· εἶθ’ ὅτε τὰς ἀσπίδας Διότιμος ἔδωκε· καὶ πά‐
25λιν Χαρίδημος ἐστεφανοῦτο. συνάγων ἐκ τούτων ὅτι κἀμὲ δεῖ τὰ ὅμοια τούτων παθεῖν· ὑπέταξε γὰρ τὸ ἔθος
τῷ νομίμῳ· ἔθος γάρ ἐστι τὸ ἐν συνηθείᾳ κρατῆσαν,729

4

.

730

καὶ ὅπερ ὁ χρόνος ἐκράτυνεν· κατασκευάζεται δὲ τὸ ἔθος ἢ ἐκ προγόνων ἢ ἐξ ἡμῶν αὐτῶν· εἰ δὲ οἰκείων ἀποροίημεν παραδειγμάτων, χρησόμεθα τοῖς ξενικοῖς· οἷ‐ ον ὅτι καὶ Λακεδαιμόνιοι καὶ ἄλλοι τινὲς τοῦτον πολι‐
5τεύονται τὸν τρόπον· ἐξ ἡμῶν δὲ αὐτῶν, ὅτι καὶ ἡμεῖς τοιοῦτον ἐπράξαμέν ποτε, καὶ σύνηθες τῇ πόλει τὸ πρᾶ‐ γμα, τοιαύτας διδόναι δωρεάς· πλατύνεται δὲ καὶ αὐτὸ οἷςπερ καὶ τὸ νόμιμον, προσώπῳ, πράγματι, καιρῷ προσώπῳ μὲν, οἷον ὅτι Περικλῆς τοῦτο ἔπραξεν ὁ
10συνέσει ἁπάντων Ἑλλήνων διαφέρων· πράγματι δὲ, οἷ‐ ον, ὅτι μέγα τοῦτο τῆς πόλεως κατόρθωμα· καιρῷ δέ, οἷον ὅτι καὶ εἰρήνῃ καὶ πολέμῳ τόδε λυσιτελεῖ· ταῦτα μὲν οὖν κατασκευάζοντες· ἀποτρέποντες δὲ τοῖς ἐναν‐ τίοις χρησόμεθα, ὡς Δημοσθένης ἐν τῷ πρὸς Λεπτί‐
15νην· ἐκείνου γὰρ λέγοντος, ὅτι οἱ πρόγονοι οὐδὲν ἐδί‐ δοσαν, αὐτός φησιν, ὅτι οὐκ ἀκολουθητέον τοῖς προγό‐ νοις· ἡ γὰρ τῶν πραγμάτων διαφορὰ καὶ τὰς δωρεὰς διαφόρους ποιεῖ· καὶ πάλιν ἀνδρῶν ἐνδόξων παρατιθέ‐ μενοι κατορθώματα λέξομεν, ὅτι Θεμιστοκλῆς καὶ Μιλ‐
20τιάδης τὰ τοιαῦτα κατορθώσαντες οὐκ ᾔτησαν τοιαύτην δωρεάν· ὡς ἀμέλει καὶ Αἰσχίνης ποιεῖ· φησὶ γὰρ, ὅτι καὶ στρατηγῶν καὶ ῥητόρων ἐνδόξων γενομένων, οὓς ἡ πόλις μεγίστης ἠξίωσε τιμῆς· τὰ δὲ ξενικὰ παραδεί‐ γματα ἢ Ἑλληνικῆς ἐστι πολιτείας ἢ βαρβάρου. ἐξ Ἑλ‐
25ληνικῆς μὲν, ὡς ὁ ἐκ Λακώνων ἢ Βοιωτῶν· ἐκ βαρβά‐ ρου δὲ, ὡς ἐκ Περσῶν καὶ Σκυθῶν· διὸ τὰ μὲν Ἑλ‐ ληνικὰ ἀνατρέποντες μετρίου ἀξιώσομεν διασυρμοῦ, τοῖς δὲ βαρβάροις τελείᾳ χρησόμεθα καταφορᾷ· τετήρηκε δὲ καὶ τοῦτο Δημοσθένης· ἐκεῖνος γὰρ εἰς τοῦτο ἐλθών
30φησιν· οὐ δεῖ τοὺς ἑτέρων νόμους ἐπαινεῖν ἐπὶ τῷ730

4

.

731

τοὺς ἐνθάδε λυμαίνεσθαι, περὶ Ἑλλήνων ἐνταῦθα λέ‐ γων· περὶ δὲ βαρβαρικῶν ὑπόδειγμα ὁ Ἀριστείδης εἰς Περικλέα, ἐν οἷς φησι „μὴ βαίνῃς, ὦ παῖ Ξανθίπ‐ που, μὴ τοὺς Γίγαντας μιμώμεθα, οἳ λέγονται τοξεύ‐
5ειν εἰς τὸν οὐρανὸν, μὴ τὸν τῶν Περσῶν βασιλέα καὶ τοὺς σὺν ἐκείνῳ“, ὡσαύτως καὶ κατασκευάζοντες τοὺς μὲν Ἑλληνικοὺς ἐπαινεσόμεθα ἐθισμοὺς καὶ τὰ πρόσωπα τῶν ἀφ’ ὧν τὰ παραδείγματα, τοὺς δὲ βαρβαρικοὺς ἐκ τοῦ ἐναντίου· οἷον ὅτι ταῦτα παρὰ Πέρσαις ἢ Σκύθαις,
10οἷς πλούτου καὶ τρυφῆς ἢ τοῦ νομαδικῶς ζῇν μᾶλλον ἐμέλησεν, ἢ σώφρονος καὶ ἡμέρου πολιτείας· εἰ μὲν οὖν ἀμφοτέρων εὐποροῦμεν τῶν ὑποδειγμάτων, χρησόμεθα τοῖς ἐπιχωρίοις πρὸ τῶν ξενικῶν, εἰ δὲ μὴ τοῖς ἐμπίπτουσιν·
14nΤὸ δίκαιον μιᾷ τῶν δικαιολογικῶν ὑποπίπτει, καὶ κατ’ ἐκείνην διαι‐
15nρεθήσεται, ὡς ἂν ἐγχωρῇ τοῖς κεφαλαίοις.
16 Συριανοῦ. Τὸ δίκαιον ὁ μὲν Πλάτων εἴς τε τὸ ὅσιον καὶ τὸ ὁμωνύμως τῷ γένει δίκαιον διαιρεῖ ἐν τῷ Εὐθύφρονι· ἔστι δὲ ἡ τοιαύτη ἀκρίβεια φιλο‐ σοφωτέρα. τὸ μὲν ὅσιον τοῖς κρείττοσιν ἡμῶν ἀπονέ‐
20μουσα, τὸ δὲ δίκαιον τοῖς συστοίχοις. οἱ δὲ ῥήτορες ἀδιαίρετον ἐῶντες αὐτὸ, ἅτε τὸ περὶ τὰ ἀνθρώπι‐ να καθῆκον αὐτοὶ μάλιστα θεωροῦντες, πλατύνου‐ σιν αὐτὸ καθάπερ ἐν ταῖς δικαιολογικαῖς· ἐν γὰρ πάσαις ταύταις πολυτρόπως τὸ δίκαιον ἐξετάζεται· ὅ
25τε κρινόμενος τοὺς ἀκολούθους ἀπὸ τῶν ἑξῆς κεφα‐731

4

.

732

λαίων ἐπάγει λογισμούς. ὁ μὲν φεύγων δίκαιον εἶναι τὸ γεγονὸς ἀποφαινόμενος, ὁ δὲ διώκων ἄδικον αὐτὸ διὰ τῶν ἐναντίων λογισμῶν ἀποδεικνύων. ἐν μὲν γὰρ ἀντι‐ λήψει λέγοντος τοῦ φεύγοντος, εἰ τύχοι, ὡς κατὰ φύ‐
5σιν γελάσας οὐκ ὀφείλω κρίνεσθαι, ἐξετάζομεν, πότε‐ ρον ἀφεῖναι τὸν τοιόνδε δίκαιον ἢ μή· ἐν δὲ ἀντιστάσει ὁμοίως ὁ φεύγων ἐρεῖ, οὐ δίκαιον εἶναί με κρίσιν ὑπέχειν ὑπέρ σου πεποιηκότα· ἐν δὲ μεταστάσει ἄλλου αἰτίου ὄντος, ἐν δὲ ἀντεγκλήματι τοῦ πεπονθότος ὑπάρχοντος
10ἀξίου παθεῖν ἃ πέπονθεν, ἐν δὲ συγγνώμῃ τῆς ἀγνοί‐ ας ἢ τῆς ἀνάγκης ἤ τινος ἄλλου βιασαμένου κρείττο‐ νος· ἔτι δὲ πλατύνεται τὸ δίκαιον ταῖς εὐλόγοις αἰτίαις· ταύτας δὲ διαιρετέον τῇ τε κατὰ πρόσωπον σχέσει καὶ τῇ κατὰ πράγματα καὶ μερικῶς τῇ ἐκβάσει· οἷον τῇ
15μὲν κατὰ πρόσωπα σχέσει, εἰ φίλοι οἱ τὴν συμμαχίαν αἰτοῦντες, ἢ ἐχθροὶ ἀδικούμενοι ὑφ’ ἑτέρων ἢ ἐπιβου‐ λεύοντες ἄλλοις, ὑπὲρ οἰκείας ἀγωνιζόμενοι ἢ τὴν ἀλ‐ λοτρίαν διασῶσαι σπεύδοντες· ἐκ τούτων γὰρ καὶ τῶν τοιούτων τὸ κατὰ πρόσωπα δίκαιον ἐπισκεψόμεθα, ὁ δὲ
20Θουκυδίδης βιαιότερον κατασκευάζων τὸ δίκαιον ἐν τῇ Κερκυραίων δημηγορίᾳ· οὐκ ἔχων γὰρ κεχρῆσθαι τῇ ἐξετάσει τοῦ δικαίου προηγουμένως διὰ τὸ μὴ φίλους καθεστάναι τοὺς Κερκυραίους τοῖς Ἀθηναίοις, καὶ μὴ δυνάμενος εἰπεῖν ὅτι ὡς φίλοις οὖσι βοηθητέον, οὐ
25γὰρ συμμαχήσαντες ἦσαν Ἀθηναίοις Κερκυραῖοι, ἐκ τῆς
ἀντιφράσεως μεθοδεύσας εἰσήγαγεν ἀποθεραπεύων732

4

.

733

ἅμα καὶ τὸ ἐκ τοῦ δικαίου ἀντιπίπτον· ἀπήντα γὰρ αὐτοῖς ὅτι οὐδεπώποτε γενόμενοι φίλοι οὐδὲ σύμμαχοι, ἀξιοῦτε βοηθείας τυχεῖν· ὁ δὲ, εἰ καὶ μὴ φίλοι, φησὶν, καθεστήκαμεν, ἀλλ’ ὅμως οὐδὲ ἐχθροῖς πώποθ’ ἡμῖν
5γενομένοις συναγωνιεῖσθε· καὶ ἔστι τὸ ῥητὸν οὕτως· „εἶτα ἐν ἀδικήματι θήσονται πεισθέντων ὑμῶν ἃ δεό‐ μεθα, πολὺ δὲ ἐν πλείονι αἰτίᾳ ἡμεῖς μὴ πείσαντες ἕξομεν· ἡμᾶς μὲν γὰρ κινδυνεύοντας καὶ οὐκ ἐχθροὺς ὄντας ἀπώσεσθε. τῶνδε δὲ οὐχ ὅπως κωλυταὶ ἐχθρῶν
10ὄντων καὶ ἐπιόντων γενήσεσθε, ἀλλὰ καὶ ἀπὸ τῆς ὑμε‐ τέρας ἀρχῆς δύναμιν προσλαβεῖν περιόψεσθε, ἣν οὐ δί‐ καιον·“ καὶ ἐὰν μὴ ἔχωμεν φίλους δεικνύναι οἷς συμ‐ βουλεύομεν βοηθεῖν, ἐπὶ τὴν ἐκ τῆς ἀντιφάσεως μέθο‐ δον τρεψόμεθα· εἰ γὰρ μὴ ὑπάρχοι λέγειν, ὅτι φίλοις
15ἢ συμμάχοις βοηθήσομεν, ἐκεῖνο κατασκευάζειν πειρασό‐ μεθα· τῇ δὲ κατὰ πράγματα σχέσει, ὅταν τὴν τῶν πραγμάτων φύσιν ἐξετάζωμεν· οἷον εἰ δίκαιον καὶ τοῖς μὴ συμμαχήσασι βοηθεῖν ἢ τοῖς ἀδικουμένοις ἐπικου‐ ρεῖν, ἢ τοὺς εὐεργετήσαντας λυπεῖν, ἢ τὰ ἐναντία, ὡς
20Θουκυδίδης ἐν τῇ Κορινθίων δημηγορίᾳ· „καί τοι δί‐ καιοί γ’ ἐστὲ μάλιστα μὲν ἐκποδὼν στῆναι ἀμφοτέροις, εἰ δὲ μὴ, τοὐναντίον ἐπὶ τούτους μεθ’ ἡμῶν ἰέναι. Κορινθίοις μέν γε ἔνσπονδοί ἐστε, Κερκυραίοις δὲ
οὐδὲ δι’ ἀνακωχῆς πώποτε ἐγένεσθε·“ εἰ δέ γε λυποίη733

4

.

734

ἡμᾶς τὸ κατὰ πρόσωπον δίκαιον, ἐπὶ τὰ κατὰ πρά‐ γματα μόνον φευξούμεθα, ὡς καὶ Ἀριστείδης ἐν Καλ‐ λιξένῳ πεποίηκεν· λυποῦντος γὰρ αὐτὸν τοῦ κατὰ πρόσωπα δικαίου, οὐ γὰρ ἠδύνατο λέγειν δίκαιον εἶναι
5θάπτειν τοὺς μὴ ἀνελομένους τὰ ναυάγια πρὸς ταφὴν τῶν ἐν Ἀργινούσαις πεπτωκότων, ἐπὶ τὸ κατὰ πράγμα‐ τα δίκαιον ἐχώρησε καθόλου τὸν λόγον εἰσάγων καὶ φη‐ σίν· „ἄνδρες Ἀθηναῖοι βουλεύεσθε εἰ χρή τινα θάψαι τῶν τετελευτηκότων·“ τοῦ δὲ κατὰ τὰς ἐκβάσεις τόπου ἐφαψό‐
10μεθα μόνον ἐν τῷ δικαίῳ· ἐν δὲ τῷ συμφέροντι τὴν πλατύτητα αὐτοῦ τηρήσομεν. ἡ δὲ τοῦ δικαίου λύσις, ὡς καὶ ἀνωτέρω εἴρηται, κατὰ μίαν τῶν δικαιολογικῶν γίνε‐ ται στάσεων, οἷον ἐπ’ ἐκείνου τοῦ ζητήματος· φυγάδες πόλιν ἔκτισαν· καὶ γράφει τις στρατεύειν ἐπ’ αὐτούς·
15λεγόντων γὰρ ἡμῶν μὴ δίκαιον εἶναι περιορᾷν κατοικι‐ ζομένους τοὺς φυγάδας καὶ τρόπον ἕτερον κατάγοντας ἑαυτοὺς, ἀντιτέθεικεν ἡμῖν ἀντιληπτικὸν τόδε· ἀλλ’ οὐ‐ δεὶς κεκώλυκε νόμος κτίζειν ὅπου βούλοιντο τοὺς φυ‐ γάδας πόλεις.
20 Σωπάτρου καὶ Μαρκελλίνου. Εἴρηται καὶ πρώην περὶ τῆς τάξεως τοῦ δικαίου, οὐ χεῖρον δὲ ἴσως καὶ νῦν εἰπεῖν, ὅτι δεύτερόν ἐστι κεφάλαιον τὸ δίκαιον· μετὰ γὰρ τὰ ῥητὰ καὶ τὰ ἔθη, τὰ συγχωροῦντα τόδε τι ποιεῖν ἢ τοὐναντίον λύοντα, ἐπὶ τὰς τῶν λογισμῶν κατα‐
25σκευὰς ἐρχόμεθα, ἐν οἷς τὸ δίκαιον τὴν ἀξίαν ἑκάστου734

4

.

735

παρίστησιν· ὑποπίπτει δὲ μιᾷ τῶν ἀντιθετικῶν ἤτοι δι‐ καιολογικῶν αἵ εἰσιν, ἀντίληψις, ἀντίστασις, ἀντέγκλημα, μετάστασις, συγγνώμη· ὥσπερ γὰρ εἴπομεν ἐν τῷ νομί‐ μῳ ὡς ἀπὸ τῶν νομικῶν στάσεων ἐμπίπτει ἡ ἀντίθε‐
5σις, τὸν αὐτὸν τρόπον καὶ τῷ δικαίῳ κεφαλαίῳ ἀπὸ τῶν δικαιολογικῶν ἐμπίπτουσιν ἀντιθέσεις, καθ’ ἃς τοῖς κε‐ φαλαίοις τῆς ἐμπιπτούσης στάσεως ἐπιχειροῦμεν πρὸς τὴν τούτων λύσιν, ὡς ἂν ἡ ὕλη τοῦ πράγματος διδῷ· καὶ πα‐ ράδειγμα τοῦ κατὰ ἀντίληψιν δικαίου οἱ φυγάδες οἱ πό‐
10λιν ἐπὶ τοῖς ὁρίοις κτίζοντες τῆς πατρίδος, δι’ οὓς βουλὴ τῆς πόλεως, εἰ χρὴ κατ’ αὐτῶν ἐπιστρατεύειν· ἔστι γὰρ ἡ προβολὴ, ὅτι πολλῶν κακῶν αἴτιοι γεγόνασιν· καὶ μετὰ τοῦτο τὸ μόριον τοῦ δικαίου, ὅτι οὐδεὶς νόμος κωλύει πό‐ λιν κτίζειν τοὺς φεύγοντας· εἶτα ὅρος, εἶτα πηλικότης,
15ὅτι δεινόν τι συμβήσεται ἐκ τοῦ παροικεῖν τοὺς φυγά‐ δας ἡμῖν· εἶτα τὸ πρός τι, ὅτι τοῦτο δεινότερον τοῦ κατὰ τὴν πόλιν μένειν· καὶ ἵνα μὴ μηκύνωμεν τὸν λόγον, πρὸς τὴν ἐμπίπτουσαν ὕλην τῶν πραγμάτων καὶ τὸ δίκαιον ἐξε‐ τασθήσεται· διττὸν δὲ τὸ δίκαιον· αἱ γὰρ εὔλογοι αἰτίαι
20εἰς δύο ταῦτα τέμνονται, τῇ τε κατὰ πρόσωπον σχέσει καὶ τῇ κατὰ πρᾶγμα· ὑπὸ μὲν οὖν τῇ κατὰ πρόσωπον σχέσει ἐμπίπτει πᾶσα οἰκειότης, ἐχθρῶν, φίλων, συγγε‐ νῶν, ἐνσπόνδων, ἀσπόνδων, οἷον ὅτι δεῖ τοὺς μὲν οἰκείους εὖ ποιεῖν, τοὺς δ’ ἀλλοτρίους κακοποιεῖν· τὴν δὲ κατὰ
25πρᾶγμα γνωριοῦμεν ἀπὸ τοῦ πεπραγμένου, ὡς ἐπὶ τού‐ του· στρατηγὸς τοῖς δούλοις συμπαρατάξας τοὺς ἐλευθέ‐ ρους ἐνίκησεν, καὶ τοὺς ἀποθανόντας τῶν δούλων ἐπὶ τοῦ πολέμου τῆς αὐτῆς τοῖς ἐλευθέροις ὁσίας ἠξίωσε, καὶ κρίνεται· ἐρεῖ γὰρ, ὅτι ἄτοπον τοὺς τοῖς ἐλευθέροις
30συγκινδυνεύσαντας μὴ τῆς αὐτῆς αὐτοῖς τῶν νομιζομένων
τιμῆς τυχεῖν. Ἰστέον μέντοι, ὡς χρὴ τὰς τοῦ δικαίου735

4

.

736

ἐργασίας ποιεῖσθαι τὸν τρόπον τοῦτον, μάλιστα μὲν εἰ ἔχοιμεν ἀφ’ ἑκατέρων τῶν τε προσώπων καὶ τῶν πρα‐ γμάτων· εἰ δὲ μὴ, χρὴ ὁρᾷν ὁπότερον φαίνεται εὐπρό‐ σωπον, κἀκείνῳ ἐναγωνίζεσθαι, τὸ δοκοῦν μὴ δίκαιον
5εἶναι συσκιάζοντας· ὡς Ἀριστείδης ἐν τῷ Καλλιξένῳ πεποίηκεν· ἐπειδὴ γὰρ αὐτὸν τὸ κατὰ πρόσωπον ἐλύπει, οὐδὲ γὰρ δίκαιον ἦν εἰπεῖν θάπτειν τοὺς μὴ ἀνελομένους τὰ ναυάγια, ἀλλὰ τῶν αὐτῶν ἐκείνοις ἠξιῶσθαι· ἐκώλυ‐ σαν γὰρ ταφῇ παραδοθῆναι τῷ πελάγει, ἐναφέντες τῶν
10τετελευτηκότων ἐν τῇ ναυμαχίᾳ τὰ σώματα, ὅρα πῶς ἐπιστημόνως αὐτὸν μεταχειρίζεται ἀπὸ τῶν πραγμάτων εἰσάγων τὸ δίκαιον· οὐ γὰρ, εἶπεν, δίκαιον ὑμᾶς θάπτειν τούτους, ἀλλὰ βουλεύεσθε, φησὶν, ἄνδρες Ἀθηναῖοι, εἰ χρὴ θάψαι τινὰς τῶν τετελευτηκότων, καθόλου εἰσά‐
15γων ἀπὸ τοῦ πράγματος οὐ τῶν προσώπων τὸ δίκαιον· τοῦτο γὰρ δίκαιον παρὰ πᾶσιν ἀνθρώποις νενομοθέτη‐ ται, τὸ τοὺς τελευτήσαντας γῇ κρύπτειν· ἀφ’ οὗ τὸ λοιπὸν συνελογίσατο· εἰ γὰρ δίκαιον καὶ ἔθος παρὰ πᾶ‐ σιν ἀνθρώποις ὡμολόγηται, ἕπεται ἐξ ἀνάγκης τὸ καὶ
20τοὺς στρατηγοὺς τετελευτηκότας δεῖν θάπτειν· καὶ αὕτη μὲν ἡ κατὰ πρόσωπα καὶ πράγματα τοῦ δικαίου ἐξέτα‐ σις· λαμβάνεται δὲ καὶ ἀπὸ τοῦ ἐκβησομένου καὶ μόνων τῶν εὐλόγων αἰτιῶν· εἰδέναι δὲ χρὴ, ὡς καὶ τὸ ἐκβησό‐ μενον πλατύνεται μὲν δὴ ἐν τοῖς ἐπιλόγοις, ἐν δὲ τῷ δι‐
25καίῳ, εἰ τάττοιτο, συντόμως διατιθέσθω, ὡς ὁ Θουκυδί‐ δης ἐν τῇ Κορινθίων δημηγορίᾳ, φάσκων, ἐὰν Κερκυ‐ ραίους δέξησθε; ἡμῖν γενήσεσθε ἀντὶ ἐνσπόνδων πολέ‐ μιοι· ἀπὸ δὲ τῶν εὐλόγων αἰτιῶν, ὡς Δημοσθένης περὶ τοῦ Λεύκωνος λέγων οὕτως· ἔχων γὰρ ἐκεῖνος ἑαυτῷ
30καὶ τοῖς παισὶ τὴν ἀτέλειαν δέδωκεν ἡμῖν ἅπασιν· ἐκ736

4

.

737

γὰρ εὐλόγου αἰτίας κατεσκεύασεν, ὅτι δεινὸν εἰ αὐτῷ τὴν δωρεὰν τὴν περὶ τῆς ἀτελείας ἣν νόμος ἔθηκε Λε‐ πτίνης ἀφείλετο· ἰστέον δὲ καὶ τοῦτο, ὡς ὅπου ἀόριστός ἐστι ποιότης, οὐχ εὑρίσκεται τὸ δίκαιον, ὡς ἐν ἐκείνῳ
5τῷ προβλήματι· μετὰ τὰ ἐν Κυζίκῳ γράφει τις ἐν Σπάρ‐ τῃ μηκέτι δέχεσθαι αὐτομόλους· τὸ γὰρ δίκαιον ἐν τού‐ τῳ οὐχ εὑρίσκεται ἀορίστῳ ὄντι, ἄδηλον ὂν εἴτις αὐτο‐ μολήσει πρὸς Λακεδαιμονίους· ἐὰν δὲ ὡρισμένον ᾖ τὸ πρόσωπον, οἷον τούςδε μὲν κολάσαι, τούςδε δὲ ἀμείψα‐
10σθαι δωρεαῖς, εὑρίσκομεν τὸ δίκαιον, ὡς ἐπὶ τούτου· νό‐ μος τοὺς ἀριστεύοντας περὶ τοῦ γέρως μονομαχεῖν· δύο ἀδελφοὶ ἀριστεύσαντες μονομαχεῖν μὴ βουλόμενοι ἀπέ‐ δρασαν, πολεμίων ἐπιόντων ἐπρεσβεύσαντο πρὸς αὐτοὺς οἱ πολῖται, ὑπέσχοντο βοηθεῖν, εἰ λύσωσι τὸν νόμον, καὶ
15βουλεύονται· τὴν γὰρ ποιότητα τοῦ νόμου τις ἐξετάζων ἐρεῖ, ὅτι δίκαιον ἀμείψασθαι τοὺς ἀριστευκότας ἀφελο‐ μένους τὴν εὐλάβειαν, δι’ ἣν ἀπέδρασαν. Ὡς ἂν ἐγ‐ χωρῇ τοῖς κεφαλαίοις· τοῦτο οὐ πάνυ ἀκριβῶς· οὐ‐ δέποτε γὰρ εἰς ἑτέρας στάσεως ἐμπεσοῦσα κεφάλαιον στά‐
20σις τὰ ἑαυτῆς ἔτι φυλάττει κεφάλαια, ἀλλὰ τὸν σκοπὸν μόνον καὶ τὰ ἐνθυμήματα· κεφαλαίῳ γὰρ οὐ χρήσεται οὐδὲ ἐν στοχασμῷ ἢ ἐν ὅρῳ, ὅτ’ ἂν λέγῃ ἀντιλήψει ἢ μιᾷ τῶν ἀντιθετικῶν· οὐ γὰρ τὰ κεφάλαια τίθησιν, ἀλ‐ λὰ τὸν σκοπὸν μόνον τῆς στάσεως, οἷον ὅτι ἔξεστί μοι ἢ
25ὅτι ἄξιος παθεῖν, ἤ τι τῶν τοιούτων· οὐκ ἀκριβῶς οὖν εἶπεν τοῦτο.
27nΤὸ συμφέρον διπλοῦν ἐστιν, ὅτι χρήσιμον καὶ ὅτι ἀναγκαῖον, οἷον
28nχρήσιμον προσλαβεῖν Ὀλυνθίους, μᾶλλον δὲ ἀναγκαῖον, ἵνα μὴ737

4

.

738

(1n)

μέγας ὁ Φίλιππος λαβὼν αὐτοὺς γένηται καθ’ ἡμῶν· τοῦτο δὲ δι‐
2nχῶς ἐξετάσεις· τί ποιοῦσιν ἡμῖν τόδε τὸ πρᾶγμα, περὶ οὗ ἡ βουλὴ,
3nσυμβήσεται, καὶ τί μὴ ποιοῦσιν· ἑκάτερον δὲ αὐτῶν πάλιν τετραχῶς·
4nοἷον εἰ μὲν ἑλοίμεθα αὐτὸ, τὰ μὲν ὑπάρχοντα ἡμῖν ἀγαθὰ παρα‐
5nμενεῖ, τὰ δὲ οὐκ ὄντα προσέσται· τὰ δ’ αὖ ὑπάρχοντα φαῦλα ἀπο‐
6nτρεψόμεθα, καὶ τὰ οὐκ ὄντα οὐ προσληψόμεθα· εἰ δὲ μὴ ἑλοίμεθα,
7nτὰ μὲν ὑπάρχοντα ἀγαθὰ ἀπολεῖται, τὰ δὲ οὐκ ὄντα μὲν, προσ‐
8nγενησόμενα δὲ οὐ προσέσται· καὶ πάλιν, τὰ μὲν ὑπάρχοντα φαῦ‐
9nλα παραμενεῖ, τὰ δὲ οὐκ ὄντα προσέσται.
10 Συριανοῦ. Διαιρεῖται μὲν εἰς τὸ χρήσιμον, ὃ καὶ ἐκ περιουσίας οὕτω καλοῦσι, καὶ εἰς τὸ ἀναγκαῖον, καὶ τρίτον τὸ ἐκβησόμενον· θεωρεῖται δὲ ἐν κτήσει ἀγαθῶν, ἐν ἀποβολῇ κακῶν, ἐν φυλακῇ τοῦ μὴ προσελθεῖν τὰ κα‐ κὰ, ἐν συγκρίσει ἀγαθῶν, ἐν συγκρίσει ἀτόπων· ληψό‐
15μεθα δὲ ταῦτα, ἐπὶ μὲν τῶν καθ’ ἕνα, ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός· ἔστι δὲ κατὰ ψυχὴν μὲν καλὰ, αἱ ἀρεταὶ δηλονότι, ἀνδρεία, φρόνησις, δικαιο‐ σύνη, σωφροσύνη, καὶ ὅσα τούτων ἔχεται· κακὰ δὲ ἄγνοια, ἀκολασία, ἀνελευθερία, καὶ τὰ ὅμοια· κατὰ δὲ
20σῶμα καλὰ μὲν ἰσχὺς, ὑγίεια, κάλλος· κακὰ δὲ ἀσθένεια, νόσος, αἶσχος, ἐπὶ δὲ τῶν ἐκτὸς καλὰ μὲν φίλοι, χρήματα, περιφάνεια, δόξα· κακὰ δὲ ἐχθροὶ, ἔνδεια, καταφρόνη‐ σις, ἀδοξία· ἐπὶ δὲ πόλεως ἀντὶ μὲν τῶν ἀπὸ ψυχῆς παραληψόμεθα νόμον, ἔθος, πολιτείας εὐταξίαν· ἀντὶ
25τῶν ἀπὸ σώματος τείχη, νεώρια, ἱερῶν κατασκευὴν, πε‐
ζοὺς, ὁπλίτας, ἱππέας, ναυτικόν· ἀντὶ δὲ τῶν ἐκτὸς738

4

.

739

χρήματα, συμμάχους, δόξαν· ἐξετάσομεν δὲ τὸ συμφέρον διὰ τόπων ἑπτά· ἀπὸ τοῦ τοῖς ἐχθροῖς κακοῦ, ἡμῖν δὲ ὠφελίμου· ἀπὸ τοῦ τοῖς ἐχθροῖς ἡδέος, ἡμῖν δὲ ἀσυμφό‐ ρου· ἀπὸ τοῦ σφόδρα δεῖν ἐκείνων ἀντέχεσθαι, ὑπὲρ ὧν
5πόνους τε παμπόλλους ἐπονέσαμεν καὶ χρήματα ἀνηλώ‐ σαμεν· ἀπὸ τῆς πάντων ἀνθρώπων ἢ τῶν πλειόνων κρί‐ σεως· ἀφ’ ὧν οἱ ἐχθροὶ θαυμάζουσιν· ἀπὸ τοῦ ὑπὸ τῶν ἐχθρῶν μὴ ψέγεσθαι· ἀπὸ τῆς τῶν ἐνδόξων κρίσεως· διπλῆ δέ ἐστιν ἡ τοῦ συμφέροντος ἐξέτασις, ἡ μὲν τὸ
10χρήσιμον κατασκευάζουσα, ἡ δὲ τὸ ἀναγκαῖον· οἷον χρήσιμον μὲν Ἀθηναίοις Κερκυραίους ποιήσασθαι συμ‐ μάχους διὰ τὴν τοῦ ναυτικοῦ δύναμιν, οὐ μέντοι σφόδρα ἀναγκαῖον, Ὀλυνθίους δὲ ἀναγκαῖον, ἵνα μὴ Φίλιππος σὺν ἐκείνοις στρατεύσῃ κατὰ τῆς πόλεως. Χρήσιμον δὲ
15ἡ τοῦ ἀναγκαίου ἐξέτασις, καὶ μάλιστα χώραν ἔχει ἐν ταῖς δυσκολίαις τῶν πραγμάτων, ὅτ’ ἂν ἐπὶ πόνους ἢ δαπάνας ἢ ἄλλο τι τῶν δυσχερῶν παρακαλῶμεν τοὺς ἀκούοντας· ἔνθα καὶ ἡ τοῦ ἐκβησομένου ἐξέτασις ἀναγ‐ καία· ὡς εἰ μὴ τάδε πράξομεν, τάδε ἡμᾶς καὶ τάδε πε‐
20ριστήσεται τὰ δεινά. ὅπερ ὁ Δημοσθένης ἐν Ὀλυνθια‐ κῷ ποιεῖ, κατασκευάζων οἷα συμβήσεται τοῖς Ἀθηναί‐ οις, εἰ μὴ βοηθήσειαν Ὀλυνθίοις· „καὶ γὰρ, εἰπέ μοι, τίς αὐτὸν κωλύσει δεῦρο βαδίζοντα; Θηβαῖοι; μὴ λίαν πικρὸν εἰπεῖν, καὶ συνεισβαλοῦσιν ἑτοίμως. ἀλλὰ
25Φωκεῖς; οἱ τὴν οἰκείαν οὐχ οἷοί τε φυλάττειν, ἂν μὴ βοηθήσητε ὑμεῖς ἢ ἄλλος τις.“ Πολλάκις δὲ οἱ ῥητόρων
καὶ τὸ χρήσιμον μεθοδεύοντες ἀναγκαῖον πειρῶνται δει‐739

4

.

740

κνύναι· ὡς Θουκυδίδης ἐν τῇ Κερκυραίων δημηγορίᾳ· „τὸν δὲ πόλεμον δι’ ὅνπερ χρήσιμοι ἂν εἴημεν, εἴ τις ὑμῶν μὴ οἴεται ἔσεσθαι, γνώμης ἁμαρτάνει, καὶ οὐκ αἰσθάνε‐ ται τοὺς Λακεδαιμονίους φόβῳ τῷ ὑμετέρῳ πολεμη‐
5σείοντας, καὶ τοὺς Κορινθίους δυναμένους τε παρ’ αὐ‐ τοῖς καὶ ὑμῖν ἐχθροὺς ὄντας καὶ προκαταλαμβάνον‐ τας ἡμᾶς νῦν ἐς τὴν ὑμετέραν ἐπιχείρησιν“. διττῶν δὲ οὐσῶν τῶν ἀποδείξεων πανταχοῦ ἔν τε γεωμετρίᾳ καὶ διαλεκτικῇ καὶ ῥητορικῇ, ἤτοι γὰρ προηγουμένως ἀποδεί‐
10κνυμεν, ἢ εἰς ἄτοπον ἀπάγοντες· προηγουμένως μὲν, οἷον διὰ τὸ ἐπιβουλεύειν τῇ πόλει Φίλιππον συμφέρει κτήσασθαι συμμάχους Ὀλυνθίους· εἰς ἄτοπον δὲ ἀπά‐ γοντες, οἷον εἰ γὰρ ἐθέλοιτε τῆς ἐλευθερίας ἀπαλλαγέντες καὶ τοῦ τῶν ἄλλων ἡγεῖσθαι, δουλεύειν τε ἑτέροις καὶ
15ὑποτετάχθαι, μὴ πολεμεῖτε Φιλίππῳ· διττῶν οὖν, ὡς ἔφαμεν, οὐσῶν ἀποδείξεων, ἔοικεν ἡ μὲν τοῦ χρησίμου κα‐ τασκευὴ τῇ προηγουμένῃ ἀποδείξει, ἡ δὲ τοῦ ἀναγκαίου τῇ εἰς ἄτοπον ἀπαγωγῇ, μᾶλλον δὲ ἐπὶ τῶν ῥητορικῶν τῇ εἰς ἄδοξον καὶ ἀσύμφορον ἀπαγωγῇ· τὴν δὲ τοῦ χρη‐
20σίμου καὶ τοῦ ἀναγκαίου ἐξέτασιν ποιησόμεθα τετραχῶς ἑκατέραν· ἐπὶ μὲν τοῦ χρησίμου ἀντιφατικῶς κατασκευ‐ άζοντες, οἷον εἰ μὲν ἑλοίμεθα τόδε, περὶ οὗ ἡ βουλὴ, οἷον συμμαχῆσαι εἰ τύχοι Ὀλυνθίοις, τὰ ὄντα ἀγαθὰ παραμενεῖ, ἐλευθερία, ἀσφάλεια, καὶ τὰ οὐκ ὄντα
25προσέσται, δόξα, σύμμαχοι, χρημάτων πρόσοδοι, τῶν ἄλ‐
λων ἡγεμονία· καὶ τὰ μὲν παρόντα φαῦλα ἀπωσό‐740

4

.

741

μεθα, χρημάτων ἔνδειαν, συμμάχων ἀπορίαν, ἐχθρῶν ἰσχύν· τὰ δὲ οὐκ ὄντα οὐ προσέσται, οἷον ὑπ’ ἐχθρῶν ἡττηθῆναι, συμμάχων ἀπορῆσαι, καὶ ὅσα τοιαῦτα· εἰ δὲ μὴ ἑλοίμεθα, τὰ τούτοις ἐναντία συμβήσεται ἡμῖν· ἡ δὲ
5τῶν τοιούτων ἐργασία τε καὶ χρῆσις ἔστι μὲν καὶ πα‐ ρὰ Δημοσθένει ἐν Φιλιππικοῖς τε καὶ συμβουλευτικοῖς, μάλιστα δὲ παρὰ Θουκυδίδῃ ἐν ταῖς δημηγορίαις· διὸ καὶ δριμύτατος ἐν αὐταῖς ἐστι, διὰ πάντων τῶν εἰρημένων τόπων ἐξετάζειν τὸ χρήσιμον· ἐπιχειρῶν καὶ εἰς τὸ
10ἀναγκαῖον αὐτὸ μετάγων. Ἰστέον δὲ, ὅτι παρεξόμεθα πρὸ τοῦ συμφέροντος ἔκφρασιν, ἣν ἂν ἡ ὑπόθεσις καὶ ἡ περίστασις εἰσηγῆται· ὅταν ἢ πολιορκία ἢ ἕτερος τοιοῦ‐ τος καταλαμβάνεται κίνδυνος· πότε δὲ χρὴ τὰς ἐκφρά‐ σεις τῶν συμβάντων παρέχεσθαι, οἱ καιροὶ διδάξουσιν·
15ἐὰν μὲν ἐπί τι χαλεπὸν δοκοῦν εἶναι καὶ παρακαλῶμεν τοὺς ἀκούοντας, ἀνάγκη προσθεῖναι τὴν ἔκφρασιν· οἷον κινεῖται συνεχῶς ἡ Σικελία, καὶ συμβουλεύει τις μετοι‐ κεῖν, ἐὰν γὰρ εὐθὺς μὴ προτάξωμεν ἐν ἀρχῇ τὴν ἀπὸ τῶν σεισμῶν ἔκφρασιν, οὐδ’ ἂν ἀνάσχοιντο ἡμῶν ἄλλα
20κατασκευαζόντων· ὑπομνησθέντες δὲ τῶν φοβερῶν διὰ τῆς ἐκφράσεως, εὐαγωγότεροι πρὸς τὸ πεισθῆναι γενή‐ σονται· ἐὰν δὲ περί τινος εὐκολωτέρου συμβουλεύωμεν, μέσην τῶν ἄλλων τοῦ συμφέροντος λογισμῶν ἢ καὶ τελευ‐ ταίαν πολλάκις τάξομεν τὴν ἔκφρασιν, αὔξησιν δι’ αὐ‐
25τῆς τοῖς κατασκευαζομένοις ἐπάγοντες.741

4

.

742

Σωπάτρου. Ἀναγκαῖον, εἰ καὶ προείρηται, κἀν‐ ταῦθα περὶ τῆς τάξεως διαλαβεῖν τοῦ συμφέροντος, με‐ τὰ μὲν οὖν τὸ δίκαιον, διὰ τὸν χρόνον, περὶ ὃν κατα‐ γίνεται, περὶ γὰρ τὸν μέλλοντα, τοῦ δικαίου περὶ τὸν
5παρεληλυθότα τὴν ἐξέτασιν ἔχοντος· πρὸ δὲ τοῦ δυνα‐ τοῦ, διότι ὅπερ ἐπὶ στοχασμοῦ βούλησις καὶ δύναμις, τοῦτο ἐν πραγματικῇ συμφέρον καὶ δυνατόν. ἀναλογεῖ γὰρ τὸ μὲν τῇ βουλήσει, τὰ συμφέροντα γὰρ ἑαυτοῖς αἱρούμεθα, τὸ δὲ δυνατὸν τῇ δυνάμει· ὡς οὖν ἐκεῖνα
10μίγνυνται τὰ κεφάλαια ἀλλήλοις, βούλησίς φημι καὶ δύναμις, οὕτω κἀνταῦθα τὸ συμφέρον καὶ δυνατόν. ἀλλ’ εἰ καὶ τάξις οὐδεμία κατὰ τοῦτο, ὅμως χρὴ ἐπὶ τῷ ἰσχυροτέρῳ ἀεὶ τελευτᾷν· ἰσχυρότερον δὲ δύναμις βουλή‐ σεως, καὶ τοῦ συμφέροντος τὸ δυνατὸν, ἅτε δὴ περιτ‐
15τοῦ δεικνυμένου τοῦ βούλεσθαι ἀπόντος τοῦ δυνατοῦ. μιμεῖται δὲ τὸ συμφέρον τὴν βούλησιν, πᾶσα γὰρ βού‐ λησις ἐπὶ τὸ συμφέρον ὁρμᾶ. καὶ περὶ μὲν τάξεως τοσ‐ αῦτα. πολλὴ δὲ τοῦ συμφέροντος ἐν ταῖς συμβουλαῖς εὑρίσκεται χρεία· διττὸν δὲ, φησὶν, ἐστὶν, ὅτι χρήσιμον
20καὶ ὅτι ἀναγκαῖον. τὸ μὲν οὖν χρήσιμον ἐκ λογισμῶν ἔχει τὴν κατασκευὴν, τὸ δὲ ἀναγκαῖον καὶ ἀπὸ τῆς ἀνάγκης τὴν πίστιν. οἷον χρήσιμον προσλαβεῖν τὴν Ὀλυνθίων συμμαχίαν, μᾶλλον δὲ ἀναγκαῖον, ἵνα μὴ μέγας Φίλιπ‐ πος προσλαβὼν αὐτὴν γένηται καθ’ ἡμῶν. χρήσιμον
25μὲν οὖν ἐστι τὸ ἐκ περιουσίας λυσιτελές· ἀναγκαῖον δὲ δὲ ὅπερ ἐξ ἀνάγκης αἱρούμεθα· ἐκεῖνο μὲν γὰρ προαιρε‐ τικὸν τυγχάνει. προαιρέσει γὰρ τοῦτο αἱρούμεθα. τὸ μέντοι ἀναγκαῖον ἀκούσιόν ἐστι, κἂν γὰρ μὴ βουλώμε‐ θα, ἀνάγκη αἱρεῖσθαι. τοῦτο δέ φησι τὸ συμφέρον δι‐
30χῶς κατασκευάσομεν, τί ποιοῦσιν ἡμῖν καὶ τί μὴ ποιοῦ‐ σι συμβήσεται. στοχαστικὴ γὰρ ἡ τοῦ συμφέροντος ἐρ‐ γασία. πάλιν δὲ, φησὶ, τούτων ἕκαστον τετραχῶς ἐξε‐
τασθήσεται, οἷον ἐὰν μὲν ἑλώμεθα αὐτὸ, τὰ μὲν ὑπάρ‐742

4

.

743

χοντα ἡμῖν ἀγαθὰ καὶ ἑξῆς· καὶ πάλιν ἀπὸ τοῦ αὐτοῦ ἐκ τῶν ἐναντίων· τὰ μὲν ὑπάρχοντα φαῦλα ἀποτριψόμεθα, καὶ τὰ λοιπὰ ὡς εἴρηται τῷ τεχνι‐ κῷ· κεῖται γὰρ καθόλου τὸ συμφέρον ἐν κτήσει ἀγα‐
5θῶν ἢ φυλακῇ τούτων, ἢ ἀποβολῇ τῶν κακῶν. Ἰστέον δὲ, ὅτι τινὲς τὸ ἀναγκαῖον ὡς ἴδιον κεφάλαιον βούλον‐ ται εἶναι τῆς πραγματικῆς, τινὲς δὲ ἐπίτασιν αὐτὸ εἶναι βούλονται τοῦ συμφέροντος· τοῦ δὲ συμφέροντος τὸ μὲν εἰς τοὺς κειμένους ἐστὶ νόμους, τὸ δὲ εἰς τοὺς πολεμί‐
10ους, τὸ δὲ εἰς κτῆσιν καὶ φόρων καὶ χρημάτων καὶ συμ‐ μάχων, τὸ δὲ εἰς ἐξαγωγίμων τε καὶ εἰσαγωγίμων καὶ ἱερῶν καὶ ἀναθημάτων κατάστασιν. ἃ καὶ αὐτὰ τῇ εἰς τέσσαρα διαιρέσει κατασκευάζεται· οὐ χεῖρον δὲ ἴσως περὶ τοῦδε τοῦ κεφαλαίου καὶ τοσοῦτον εἰδέναι, ὡς συμ‐
15βουλεύοντες ἢ συμφέρον ὄντως ἐπιδεικνύναι σπουδάζο‐ μεν τὸ περὶ οὗ συμβουλεύομεν, ἢ τοῦτο μὴ δυνάμενοι παραθέντες τὰ ἡμέτερα τοῖς ἀπ’ ἐκείνων λεγομένοις, ὅτι ἐκεῖνα μὲν χαλεπώτερα καὶ πλείστας δυσχερείας ἔχον‐ τα, ταῦτα δὲ κουφότερα δεικνύναι τοῦτο πειρασόμεθα.
20ὡς ἐν τῷ ὑπὲρ τοῦ στεφάνου πεποίηκεν ὁ ῥήτωρ. ἐγκει‐ μένου γὰρ τοῦ Αἰσχίνου καὶ τὴν ἐν Χαιρωνείᾳ συμφο‐ ρὰν προφέροντος, ἐπειδὴ συνενεγκόντα τὰ συμβουλευ‐ θέντα οὐκ ἔχει δεῖξαι, ἐπὶ τὴν εἰρημένην μέθοδον ἐτρά‐ πετο· ὡς ἔστιν ἀπ’ αὐτῆς τῆς λέξεως ἰδεῖν. „ἀλλ’ ἐκεῖ‐
25νο λογίζου καὶ ὅρα, εἰ μετὰ Θηβαίων ἡμῖν ἀγωνιζομέ‐ νοις οὕτως εἵμαρτο πρᾶξαι, τί ἂν εἰ μηδὲ τούτους εἴ‐ χομεν συμμάχουσ“· εἶτα ἐπήγαγε τὴν σύγκρισιν εἰπών· „ἆρ’ οὐκ οἶσθα, ὅτι νῦν μὲν στῆναι, συνελθεῖν, ἀνα‐ πνεῦσαι, πολλὰ μία ἡμέρα καὶ δύο καὶ τρεῖς ἔδοσαν
30τῶν εἰς σωτηρίαν τῇ πόλει· τότε δὲ—, οὐκ ἄξιον
εἰπεῖν, ἅγε μὴ πεῖραν ἔδωκε θεῶν τινος εὔνοια“. καὶ743

4

.

744

ἐκ τῶν ἐναντίων δὲ ἀμφοτέρων ὠφελίμων ὄντων ὠφε‐ λιμώτερον τὸ οἰκεῖον ἀποδείξομεν, ὡς ἐν τῷ πρὸς Λεπτίνην ὁ αὐτός φησιν· „ὅτι πολὺ λυσιτελέστερον φυλάξαι τοῖς εὐεργέταις τὴν δωρεὰν τῆς ἀτελείας, πλείω
5γὰρ ἐκ τούτων ἀγαθὰ περιέσται τῇ πόλει·“ ἢ γὰρ δι’ οὗ Λεπτίνης τίθησι νόμου, ἔτι τὸ συμφέρον ἐπὶ μὲν τῶν καθ’ ἕκαστα ὡς ἐν γένει ἢ ἀπὸ ψυχῆς ληψόμεθα ἢ ἀπὸ σώματος, ἢ τῶν ἐκτὸς, ἐπὶ δὲ τῶν πόλεων, ἀπὸ τῶν ἀναλόγων, καὶ τοῦτο εἴρηται ἤδη. ἐπιχειρήσομεν δὲ
10εἰς αὐτὰ ποιούμενοι τὴν ἐργασίαν ἀπὸ τῶνδε. πρῶτον ἀπὸ τῶν ἐναντίων· λέξομεν γὰρ, ὅτι εἰ κακὸν τὸ μὴ ἔχειν συμμάχους, δῆλον ὅτι τὸ ἔχειν ἀγαθὸν, καὶ εἰ τὸ ναῦς μὴ ἔχειν κακὸν, συμφέρον τὸ ἔχειν. δεύτερον ἀπὸ τῆς τῶν πολεμίων ἐλπίδος τε καὶ δόξης, οἷς ἡμῖν
15συμβᾶσιν ἐκεῖνοι χαιρήσουσι, ταῦτα ἡμῖν ἀσύμφορα. ὡς παρὰ τῷ ποιητῇ·
ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες· καὶ πάλιν ἡμεῖς ἐροῦμεν, ὅτι κἀκείνοις δοκεῖ βέλτιστον εἶναι τοῦτο εἰ ποιήσαιμεν· ὡς καὶ Δημοσθένης ἐχρήσατο
20εἰπών· „σκεψώμεθα δὲ, τί ἂν εὔξαιτο Φίλιππος τοῦ‐ το γενέσθαι τὸ στρατόπεδον; ἆρ’ οὐ διασπασθῆναι καὶ λυθῆναι;“ εἶτα συναγαγὼν τὸ νόημά φησιν. „εἶθ’ ἃ ἂν Φίλιππος εὔξαιτο τοῖς θεοῖς καὶ ἑξῆσ“. τρίτον δι’ ἃ πολλάκις κινδύνους πολλοὺς ὑπεμείναμεν καὶ χρήματα
25ἀνηλώσαμεν, τούτων ἔχεσθαι συμφέρει ὡς παρ’ Ὁμήρῳ.
Κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν
Ἀργείην Ἑλένην·744

4

.

745

καὶ ἑξῆς. τοῦτο δέ τινες καὶ ἀπὸ τοῦ ἐνδόξου φασὶν ἐπι‐ χείρημα· τέταρτον ἀφ’ ὧν οἱ πολέμιοι ὑπέμειναν καὶ ἃ θαυμάζουσι καὶ δι’ ἃ πολλοὺς πόνους ὑφίστανται, ὑπὲρ τούτων καὶ ἡμῖν ἀγωνίσασθαι συμφέρει. ὡς Δημοσθέ‐
5νης ἐν τῷ περὶ στεφάνου· „τί ἔδει με συμβουλεῦσαι τῇ πόλει κινδύνου περιστάντος;“ καὶ τοῦτο κατασκευά‐ ζων ἐκ τοῦ Φιλίππου ἔλαβεν τὰς ἀφορμὰς εἰπὼν, „ἑώρων δὲ τὸν Φίλιππον, πρὸς ὃν ἦν ἡμῖν ὁ ἀγὼν, ὑπὲρ δό‐ ξης τὸν ὀφθαλμὸν ἐκκεκομμένον, τὸ σκέλος πεπηρωμέ‐
10νον, τὴν κλεῖν κατεαγότα“· πέμπτον ἀπὸ τῆς τῶν πολλῶν κρίσεως· οἷον εἰ τύχοι ἐπὶ ἐλευθερίας, εἰ πάντες ἐπιδιώκουσιν αὐτὴν ἢ καὶ οἱ πλεῖστοι, τοῦτο καὶ ἡμῖν πρακτέον. ἕκτον, ἀπὸ τῆς τῶν ἐνδόξων κρίσεως· οἷον ὡς οἱ πρόγονοι τάδε ἔπραξαν, οὕτω καὶ ἡμεῖς, ὡς παρ’
15Ὁμήρῳ. ὧδε καὶ οἱ πρότεροι τείχεα μακρὰ καὶ πό‐ λεις ἐπόρθουν. εἰδέναι δὲ δεῖ, ὅτι πρὸ τούτων ἁπάν‐ των εἰ πολέμου συμβάντος συμβουλεύειν βουλόμεθα, ὀφείλομεν ὥσπερ τινὰ διατύπωσιν τοῦ καιροῦ ποιήσα‐ σθαι, καὶ οὕτως ἐπὶ τὴν συμβουλὴν ἐλθεῖν, ὃ καὶ Δη‐
20μοσθένης ἐποίησεν. οὐ πρότερον γὰρ ἠνέσχετο τὴν δη‐ μηγορίαν εἰπεῖν, ἣν ἔφη συμβουλεύων τοῖς Ἀθηναίοις ἄρασθαι τὸν ἐν Χαιρωνείᾳ πόλεμον, εἰ μὴ τὸν καιρὸν διέγραψε πρότερον, ὅστις ἦν εἰπών, „ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δέ τις ἀγγέλλων, ὡς Ἐλάτειαν Φίλιπποσ“ καὶ
25ἑξῆς.
26nΤὸ δ’ αὖ δυνατὸν ὑποδιαιρήσεις, πρῶτον μὲν ὅτι οὐ χαλεπὸν δει‐
27nκνὺς τῇ ἐνστάσει χρώμενος, εἶτα ἀντιπαραστάσει, ὡς εἰ καὶ χαλε‐
28nπὸν, ἀλλ’ ἀναγκαῖον· καὶ ὅτι δεῖ ὑπὲρ τῶν χρηστῶν καὶ πόνους
29nκαὶ κινδύνους ὑφίστασθαι· καὶ ὅτι ὑπὲρ τοῦ μὴ χαλεπωτέροις περι‐745

4

.

746

(1n)

πεσεῖν· εἶθ’ ὅτι καὶ ῥᾴδιον. ἐὰν δὲ περὶ πολέμου ἤ τινος τοιούτου
2nᾖ, τὸ δυνατὸν ἀπὸ τῶν παρακολουθούντων τοῖς προσώποις σκόπει·
3nὡς ἐν Ὀλυνθιακῶν δευτέρῳ ὁ Δημοσθένης· „πῶς ἔχει Φίλιππος;
4nὅτι ἀθυμεῖ· πῶς τὰ ἔξωθεν, οἷον Θετταλοὶ, Ἰλλυριοὶ, τὰ χρήμα‐
5nτα, οἱ περὶ αὐτὸν ξένοι καὶ πεζέταιροι;“ καὶ τὰ ἑξῆς· τούτῳ δὲ
6nἀντέκειτο μὲν ἡ παρὰ τῆς Ἀθηναίων δυνάμεως ἐξέτασις· διότι δὲ
7nπαρῆκεν αὐτὴν ὁ ῥήτωρ ὁ τὸν λόγον ἐξετάζων, κατὰ θεωρίαν δείξει
8nδηλαδή· ἀλλ’ ἥ γε διαίρεσις ἀπαιτεῖ· θαυμαστὸν δὲ οὐδὲν εἰ παρ‐
9nεῖται. ἐπεὶ καὶ τῶν ἄλλων κεφαλαίων τινὰ ἔγκειται, καὶ παραλέ‐
10nλειπται κατὰ φύσιν· καὶ ἡμεῖς πολλάκις παραλείπομεν, οὐκ ἐν πρα‐
11nγματικῆ μόνον, ἀλλὰ καὶ πανταχοῦ· τὴν μὲν γὰρ ὁδὸν ἡ τέχνη δεί‐
12nκνυσι τῆς διαιρέσεως, τῇ δὲ φύσει τοῦ πράγματος τὴν τέχνην προσ‐
13nακτέον κατὰ τὸ ἐγχωροῦν· τὸ μὲν γὰρ τῆς εὑρέσεώς ἐστι, τὸ δὲ
14nτῆς κρίσεως. ἄλλως τε οὐχ ὅσα δ’ ἂν εὕρωμεν, ἐροῦμεν, ἀλλ’
15nὅσα κρίνομεν εἶναι ῥητά.
16 Συριανοῦ. Καλῶς μετὰ τὸ συμφέρον τὸ δυ‐ νατὸν τέτακται· οὔτε γὰρ εἰ μὴ συνέφερε, δυνατὸν δὲ ἦν τοὺς ἀκούοντας ἐφελκύσασθαι, οὔτε εἰ δυ‐ νατὸν ἦν, ἀλυσιτελὲς δὲ, ἠνείχετό τις αὐτὸ αἱρεῖσθαι,
20καλῶς οὖν ἔχει πρότερον δείξαντας ὅτι συμφέρον, οὕτω καὶ ὅτι δυνατόν ἐστιν ἀποδεῖξαι. εἰσάγωμεν δὲ τὸ δυ‐ νατὸν οὕτω· πρῶτον μὲν, ὅτι οὐ χαλεπόν. δεύτερον ὅτι εἰ καὶ χαλεπὸν, ἀλλ’ οὖν διὰ τὸ συμφέρον πρακτέον. μετὰ δὲ τὸ κατασκευάσαι τὸ οὐ χαλεπὸν τότε ὅτι καὶ
25ῥᾴδιόν ἐστι φανερῶς ἐροῦμεν.746

4

.

747

Σωπάτρου. Τὸ δυνατὸν ὁ μὲν Βασιλίσκος ἀξιοῖ μετὰ τὸ συμφέρον τάττειν, λέγων περιττὸν εἶναι, τοῦ ζητουμένου μὴ συμφέροντος, σκοπεῖν εἰ δυνατόν ἐστιν. ἀλλ’ ἀντιστρέφων ὁ λόγος φανεῖται· καὶ γὰρ μὴ δυ‐
5νατοῦ ὄντος τοῦ προκειμένου περιττὴ ἂν εἴη ἡ τοῦ συμ‐ φέροντος ἐξέτασις· χρὴ δὲ μάλιστα τῷ Πλάτωνι καὶ περὶ τὴν τάξιν τῶν κεφαλαίων τούτων ἀκολουθῆσαι, ᾗπερ κἀκεῖνος ἐν τῇ πολιτείᾳ κέχρηται· δεῖ γὰρ ἐπ’ ἐκεῖνο πρότερον ἥκειν τὸ κεφάλαιον, ὅπερ μάλιστα δια‐
10ταράττει τοὺς ἀκροωμένους καὶ προηγουμένως ζητεῖται παρ’ αὐτοῖς· ἐν γὰρ τῷ πέμπτῳ τῆς πολιτείας κατα‐ σκευάσαι βουληθεὶς, ὅτι τὰ αὐτὰ μετελευστέον ἀνδρί τε καὶ γυναιξὶν ἐπιτηδεύματα, οἶδεν ὅτι τὸ μὲν συμφέ‐ ρον ἐνταῦθα πρόδηλον ἦν· τὸ δὲ δυνατὸν ἐλύπει τὸν
15λόγον· ὡς δυσχερεστέρας ἐν αὐτῷ τῆς κατασκευῆς γε‐ νομένης· διόπερ πρότερον τὸ δυνατὸν κατασκευάσας, ἐφ’ ὅπερ κατήπειγεν ὁ λόγος, οὕτως ἐπὶ τὸ συμφέρον ἐτράπη· πάλιν ἐν τῷ περιεχομένῳ θεωρήματι περὶ τοῦ δεῖν κοινὰς εἶναι τὰς γυναῖκας λυποῦντος αὐτὸν τοῦ
20συμφέροντες ἐπ’ ἐκεῖνο πρῶτον χωρήσας, οὕτως ἐπὶ τὸ δυνατὸν ἐτράπη. φαίνεται δὲ καὶ Δημοσθένης τοιαύ‐ τῃ μεθόδῳ κεχρημένος, καὶ τοῦ τε καιροῦ καὶ τῶν λυπούντων ἄριστα στοχαζόμενος, καὶ πρὸς ἐκεῖνα πρότε‐ ρον μετάγων τὸν λόγον. καὶ ἐπὶ ζητημάτων δὲ φανερὸν
25τὸ τοιοῦτον· οἷον Ἀλεξάνδρου ἐν Ἰνδοῖς ὄντος συμβου‐ λεύει Δημοσθένης ἀντιλαμβάνεσθαι τῶν πραγμάτων. γελοῖον γὰρ ἐνταῦθα μὴ πρότερον κατασκευάσαντα τὰ δυνατὰ μνήμην τινὰ ποιῆσαι τοῦ συμφέροντος· ἡ δὲ
τοῦ δυνατοῦ ἐξέτασις περὶ μὲν τοῦ καθ’ ἕνα γενήσεται,747

4

.

748

ὥσπερ ἐπὶ τοῦ συμφέροντος, ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός. ἀπὸ μὲν ψυχῆς, εὐορκίας, ἐπιορκίας, πί‐ στεως, ἀπιστίας, εὐνοίας, φθόνου, μεγαλοψυχίας, φιλο‐ χρηματίας, ἐμπειρίας, ἀπειρίας καὶ τῶν τοιούτων, ὅσα
5ψυχῆς ἐστι πάθη. ἀπὸ σώματος· ῥώμης, ἀσθενείας, εὐεξίας, καχεξίας καὶ τῶν τοιούτων· ἀπὸ δὲ τῶν ἐκτός· χρημάτων, φίλων, στρατιωτῶν, ὅπλων, συμμάχων, τριη‐ ρῶν, ἵππων, λιμένων, τόπων, καιρῶν, τύχης, καὶ τῶν παραπλησίων· ἀπὸ γὰρ τῶν προσόντων ἡμῖν αὐτοῖς
10ἢ τοῖς ἐναντίοις ἢ πάντων ἅμα ἢ τινῶν ληψόμεθα τὴν εὐπορίαν εἰς τὴν τοῦ δυνατοῦ κατασκευήν. ὑποδιαιρήσομεν δὲ τὸ δυνατόν· πρῶτον μὲν, ἐὰν ἐγχωρῇ, τῷ μὴ χα‐ λεπὸν εἶναι, ἔπειτα τῷ, εἰ καὶ χαλεπὸν εἴη, ἀλλ’ οὖν ἀναγκαῖον, καὶ ὅτι δεῖ ὑπὲρ τῶν χρημάτων καὶ πόνους
15καὶ κινδύνους ὑπομένειν, καὶ ὅτι ὑπὲρ τοῦ μὴ χαλεπω‐ τέροις περιπεσεῖν ἀντιληπτέον τῶν πραγμάτων· ὡς Δη‐ μοσθένης ἐν Φιλιππικοῖς· „εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης μεγάλης καὶ πόνων πολλῶν καὶ πραγματείας εἶναι, καὶ μάλα ὀρθῶς δοκεῖ· ἀλλ’ ἐὰν λογίσηται τὰ τῇ
20πόλει μετὰ ταῦτα γενησόμενα, ἐὰν ταῦτα μὴ ἐθέλῃ ποιεῖν, εὑρήσει λυσιτελοῦν τὸ ἑκόντα ποιεῖν τὰ δέον‐ τα,“ καὶ ἑξῆς, εἶτα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ, ὅτι εἰ καὶ χρήσιμον τὸ πολεμεῖν ἀλλ’ οὐκ ἀναγκαῖον, ἐπήνεγκεν εὐθὺς τὴν τοῦ ἀναγκαίου κατασκευὴν λέγων· „τί
25οὖν ἀναδυόμεθα ἢ τί μέλλομεν ἢ πότε σὺν θεῷ τὰ
δέοντα ποιεῖν ἐθελήσομεν; ὅταν ἤδη ἀνάγκη τις ᾖ,748

4

.

749

ἀλλ’ ἣν μὲν ἄν τις ἐλευθέρων ἀνθρώπων ἀνάγκην εἴ‐ ποι, οὐ μόνον ἤδη πάρεστιν, ἀλλὰ καὶ πάλαι παρελή‐ λυθεν· τὴν δὲ τῶν δούλων ἀπεύχεσθαι δήπου μὴ γένεσθαι·“ εἶτα τῇ εἰς ἄτοπον ἀπαγωγῇ κατεσκεύα‐
5σεν οὕτως· „οὐδὲ γὰρ Φεραίοις πρότερον πρὸς τὰ τείχη προβάλλων ἔφασκε πολεμεῖν, οὐδὲ Ὀλυνθίοις ἐξ ἀρχῆς, ἕως ἐν αὐτῇ τῇ χώρᾳ τὸ στράτευμα παρῆν ἔχων, ἢ καὶ τότε τοὺς ἀμύνεσθαι κελεύοντας πόλεμον ποιεῖν φήσομεν· οὐκοῦν ὑπόλοιπον δουλεύειν· οὐ γὰρ ἄλ‐
10λο γε οὐδέν ἐστι μεταξὺ τοῦ μήτε ἀμύνεσθαι μήτ’ ἄγειν ἡσυχίαν ἐᾶσθαι·“ ἐπὶ δὲ τούτων κατασκευάζειν χρὴ καὶ τὸ ῥᾴδιον· αὔξησις γὰρ τοῦ δυνατοῦ ἡ τοῦ ῥᾴστου ἀπόδειξις· καὶ πᾶν μὲν ῥᾴδιον δυνατὸν, οὐ πᾶν δὲ δυ‐ νατὸν ἤδη καὶ ῥᾴδιον· εἰσὶ γάρ τινα καὶ μέσα· εἰσ‐
15άξομεν δὲ αὐτὸ οὕτως· ὅτι ὑμεῖς μὲν χρημάτων το‐ σῶνδε καὶ πόνων καὶ στρατείας ἡγεῖσθε δεῖσθαι τὰ παρόντα πράγματα· τὸ δὲ οὐχ οὕτως ἔχει· καὶ ἑξῆς ἐπὶ τὰς ἀποδείξεις τοῦ ῥᾳδίου χωρήσομεν· καθόλου γὰρ ἢ δυσχέρειά τισι πρόσεστι τοῖς συμβουλευομένοις, ἢ ῥᾳ‐
20στώνη. εἰ μὲν οὖν δυσχέρεια προσῇ διὰ τῶν προειρη‐ μένων ποιησόμεθα τοῦ δυνατοῦ τὴν κατασκευὴν τελείως ἑκάστου ταῖς εὐεργεσίαις ἐπεξιόντες, εἰ δὲ εὐκολία προσῇ, περιττὸν πρὸς τοὺς εἰδότας, ὅτι ῥᾳδίαν ἔχει τὴν ἐπιχεί‐ ρησιν τὰ πράγματα, περὶ ὧν ἡ βουλὴ, τοιαύτας ἀπο‐
25δείξεις καὶ κατασκευὰς ἐπάγειν· ἀλλὰ διὰ βραχέων τοῦ
ῥᾳδίου ἐφαψάμενοι ὡς μὴ δοκεῖν παντελῶς παραλιμ‐749

4

.

750

πάνειν, ἐπὶ τὴν καθ’ ὑπόθεσιν τρεψόμεθα μέθοδον λέγοντες, ὅτι εἰ καὶ δυσκολίαν τινὰ συνέβαινε προσεῖναι τοῖς πράγμασιν, οὐδ’ οὕτως ἐχρῆν αὐτῶν ἀποστῆ‐ ναι· προσήκει γὰρ ὑπὲρ τῶν χρηστῶν καὶ πόνους καὶ
5κινδύνους ὑπομένειν, καὶ συστήσομεν δὲ τοῦτο ἀπὸ παραδειγμάτων, ὅτι καὶ σύνηθες ὑπὲρ τοιούτων ἀγωνί‐ ζεσθαι τῇ πόλει· καὶ γὰρ τόνδε τὸν πόλεμον, εἰ τύχοι, προθύμως ὑπέστησαν· τελέα δὲ δυνατοῦ κατασκευή ἐστιν ἡ ἑκατέρων ἐξέτασις, τῶν τε ἡμῖν αὐτοῖς προσόντων καὶ
10τῶν τοῖς ἀντιπάλοις, ὥσπερ Θουκυδίδης πεποίηκεν ἐν τῷ Περικλεῖ λέγων· „τὰ δὲ τοῦ πολέμου καὶ τῶν ἑκατέ‐ ροις ὑπαρχόντων ὡς οὐκ ἀσθενέστερα ἕξομεν, γνῶτε καθ’ ἕκαστον ἀκούοντες· αὐτουργοί τε γάρ εἰσι Πελο‐ ποννήσιοι καὶ οὔτε ἰδίᾳ οὔτε ἐν τῷ κοινῷ χρήμα‐
15τα αὐτοῖς ἐστιν· ἔπειτα χρονίων πολέμων καὶ διαπον‐ τίων ἄπειροι,“ καὶ τὰ ἑξῆς· εἶτα ἐπήγαγε „καὶ τὰ μὲν Πελοποννησίων τοιαῦτα καὶ παραπλήσια τοιούτοις ἔμοιγε δοκεῖ, τὰ δὲ ἡμέτερα τούτων τε ὧν ἐκείνοις ἐμεμ‐ ψάμην ἀπήλλακται καὶ ἄλλα οὐκ ἀπὸ τοῦ ἴσου“ καὶ
20ἑξῆς· καὶ πάλιν ἐν τῇ Κορινθίων πρὸς Λακεδαιμο‐ νίους δημηγορίᾳ τοῦτο ποιεῖ λέγων· „οἱ μέν γε νεω‐ τεροποιοὶ καὶ ἐπινοῆσαι ὀξεῖς καὶ ἐπιτελέσαι ἔργῳ ὃ ἂν γνῶσιν· ἡμεῖς δὲ τὰ ὑπάρχοντά τε σώζειν καὶ ἐπιγνῶ‐ ναι μηδὲν καὶ ἔργῳ οὐδὲ τὰ ἀναγκαῖα ἐξικέσθαι, αὖ‐
25θις δὲ οἱ μὲν παρὰ δύναμιν τολμηταὶ καὶ ἐν τοῖς δει‐750

4

.

751

νοῖς εὐέλπιδες· τὸ δὲ ἡμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι καὶ τῆς γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι, τῶν τε δεινῶν μηδέποτε οἴεσθαι ἀπολυθήσεσθαι· καὶ μὴν καὶ ἄοκνοι πρὸς ἡμᾶς μελλητὰς καὶ ἀποδημηταὶ
5πρὸς ἐνδημοτάτους.“ καὶ ἔστι τοῦτο τῶν δαιμονίως τε καὶ συντόμως ἀπηγγελμένων ἀντιθέτων· καθελὼν δὲ τὰ Λακεδαιμονίων ηὔξησεν τὰ τῶν Ἀθηναίων ἐναν‐ τίων ὄντων, διότι λίαν ἐπῃρμένους ἑώρα τοὺς Λακεδαι‐ μονίους καὶ καταφρονοῦντας τῶν Ἀθηναίων, ἠπείγετο
10δὲ πρὸς τὸν πόλεμον αὐτοὺς παροξῦναι· χρὴ γὰρ τὸν εὔφρονα ῥήτορα θαῤῥοῦντάς τε παρὰ τὸ δέον τοὺς συμβουλευομένους καταπλῆξαι φυλαττόμενον ἓν τοῦτο, εἰς ἀθυμίαν αὐτοὺς ἐμβαλεῖν, ὅπερ καὶ ὁ ῥήτωρ ἐν τρίτῳ τῶν Ὀλυνθιακῶν εὐθὺς ἐκ προοιμίων ποιεῖ· καὶ πάλιν
15ἀθύμως διακειμένους ἐγεῖραι καὶ φρονήματος ἐμπλῆσαι, φυλάττοντα κἀνταῦθα, ὅπως μὴ προαχθῶσιν εἰς κα‐ ταφρόνησιν καὶ ῥᾳθυμότεροι γένωνται· τοῦτο δὲ πρῶ‐ τος μὲν Ὅμηρος πεποίηκεν. Ἀχιλλεὺς γὰρ ἐπιστρέψαι τὸν βασιλέα βουλόμενος εἰς τὴν ὑπὲρ τῶν παρόντων
20φροντίδα πρότερον καταπλήττει λέγων.
Ἀτρείδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω,
ἂψ ἀπονοστήσειν εἴ κεν θάνατον
καὶ ἑξῆς· εἶτα καταπλήξας οὐ συγκεχώρηκε τραπῆναι πρὸς ἀθυμίαν, ἀλλὰ τὴν ἴασιν ἔδειξε πλησίον ὑπάρχου‐
25σαν εἰπών·
ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν.751

4

.

752

Δημοσθένης δὲ καλῶς ἐζήλωσεν ἔν τε τῷ προειρημέ‐ νῳ τρίτῳ τῶν Ὀλυνθιακῶν· καὶ ἐναργέστερον ἐν τῷ περὶ τῆς εἰρήνης ἐκ προοιμίων. „ὁρῶ μὲν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ παρόντα πράγματα πολλὴν δυσκολίαν ἔ‐
5χοντα“ καὶ ἑξῆς· εἶτα διὰ τούτων καταπλήξας αὐ‐ τοὺς ἐπανήγαγε πρὸς τὸ θαῤῥεῖν λέγων· „οὐ μὴν ἀλ‐ λὰ καίπερ τούτων οὕτως ἐχόντων οἶμαι καὶ πεπεικὼς ἐμαυτὸν ἀνέστηκα, ἂν ἐθέλητε τοῦ θορυβεῖν καὶ φιλο‐ νεικεῖν ἀποστάντες ἀκούειν, ὡς ὑπὲρ πόλεως βουλευο‐
10μένοις,“ καὶ ἑξῆς· εἰ δέ τις ἐν τῇ τελείᾳ τοῦ δυνα‐ τοῦ ἐργασίᾳ μὴ δύναται χρῆσθαι τῇ ἀντεξετάσει, ἑτέ‐ ρως αὐτὸ μεθοδεύσομεν καὶ διὰ πραγμάτων τὸ δυ‐ νατὸν κατασκευάσομεν· ὥσπερ ὁ ῥήτωρ ἐν τῷ πρώ‐ τῳ κατὰ Φιλίππου. „εἰ δέ τις ὑμῶν, ὦ Ἀθηναῖοι,
15δυσπολέμητον οἴεται τὸν Φίλιππον εἶναι, σκοπῶν τό τε πλῆθος τῆς νῦν ὑπαρχούσης αὐτῷ δυνάμεως καὶ τὸ τὰ χωρία πάντα ἀπολωλέναι τῇ πόλει, ὀρθῶς μὲν οἴεται, λογισάσθω μέντοι τοῦτο, ὅτι εἴχομεν ἡμεῖς ποτε, ὦ ἄνδρες Ἀθηναῖοι, Πύδναν καὶ Ποτίδαιαν καὶ Μεθώ‐
20νην“ καὶ ἑξῆς. ἐν οἷς ἐπάγει· „εἰ τοίνυν ὁ Φίλιππος τότε ταύτην ἔσχε τὴν γνώμην, ὡς χαλεπὸν πολεμεῖν
ἐστιν Ἀθηναίοις ἔχουσι τοιαῦτα ἐπιτειχίσματα τῆς ἑαυ‐752

4

.

753

τῶν χώρας, ἔρημον ὄντα συμμάχων, οὐδὲν ὧν ἂν νυνὶ πεποίηκεν ἔπραξεν, οὐδὲ τοσαύτην ἐκτήσατο δύ‐ ναμιν.“ Μαρκελλίνου. Τὸ δυνατὸν, φησὶν, ὑποδιαιρή‐
5σεις ἐνστάσει καὶ ἀντιπαραστάσει, οὐκ ἀεὶ, ἀλλ’ ἐὰν μὲν ῥᾴδιον ᾖ ἐπιτελεσθῆναι τὸ πρᾶγμα, περὶ οὗ ἡ σκέψις· οὐ γὰρ πάντα ῥᾴδια ἁπλῶς ἐπὶ πάσης ὕλης οὐδ’ ὁμοίως χρώμεθα, ὅτι μηδ’ ἡ αὐτὴ ἐπὶ πάντων ὕλη τῶν προβλημάτων· ὅτι ἂν μὲν οὖν σαφὲς καὶ ῥᾴδιον
10ἐπιδεικνύειν ἔχωμεν, καὶ εὐκολία προσῇ, οἷον ἐπιμνησθέν‐ τες διὰ ταχέων ἐπιδραμούμεθα καὶ πρὸς τὴν κατασκευὴν οὕτω χωρήσομεν· ὅτι ἔδει μὲν εἰ καὶ χαλεπὸν ἦν μηδὲ τότε φυγεῖν, νῦν δὲ καὶ ῥᾴδιον δείκνυται· περιττὸν γὰρ πρὸς τοὺς εἰδότας καὶ πεπιστευκότας, ὅτι ῥᾳδίαν ἔχει
15τὴν ἐπιχείρησιν τὰ πράγματα, περὶ ὧν ἡ συμβουλὴ διὰ τοιούτων ἀποδείξεων πρὸς κατασκευὴν χωρεῖν· μεταχει‐ ριούμεθα τοίνυν αὐτὸ διὰ βραχέων τότε, εἰ δὲ δυσχέ‐ ρεια προσείη, διὰ τῶν προειρημένων μεθόδων τὴν κα‐ τασκευὴν τοῦ δυνατοῦ ποιησόμεθα, λέγω δὴ τῆς ἐνστά‐
20σεως καὶ ἀντιπαραστάσεως· ἐδίδαξε δὲ ἡμᾶς Δημοσθέ‐ νης αὐτίκα τὴν πλατύτητα τοῦ κατὰ ἀντιπαράστασιν, οὕτως αὐτὸ ἐργασάμενος, ὡς εἰ καὶ χαλεπὸν, ἀλλ’ ἀναγ‐ καῖον· εἶπεν γὰρ οὕτως· „εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης μεγάλης καὶ πόνων πολλῶν προσδεῖσθαι, καὶ μά‐
25λα ὀρθῶς δοκεῖ, ἀλλ’ ἐὰν λογίσηται τὰ τῇ πόλει μετὰ ταῦτα γενησόμενα, ἂν ταῦτα μὴ ἐθέλωμεν ποιεῖν, εὑρήσομεν λυσιτελοῦν τὸ ἑκόντας ποιεῖν τὰ δέοντα.“ τὰς κατασκευὰς δὲ, φησὶ, τούτων ἀπὸ τῶν παρακολου‐
θούντων τοῖς προσώποις παραληψόμεθα· ταῦτα δὲ ἔστι753

4

.

754

τὰ ἐγκωμιαστικὰ, ἃ λαμβάνεται ἀπὸ ψυχῆς, ἀπὸ σώ‐ ματος, ἀπὸ τῶν ἐκτός· ὡς ὁ ῥήτωρ ἐκανόνισεν ἐν Ὀλυνθιακοῖς· ἀρξάμενος γὰρ ἀπὸ τῶν κατὰ ψυχὴν πρό‐ εισι μέχρι τῶν ἐκτός· οἷον „πῶς ἔχει ψυχῆς ὁ Φίλιπ‐
5πος ὅτι ἀθυμεῖ·“ καὶ „ὅτι οὐκ ἔστιν ἀδικοῦντα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσα‐ σθαι·“ πῶς τὰ ἐκτός· „ὅτι Θετταλοὶ ἄπιστοι, ὅτι Ἰλ‐ λυριοὶ καὶ Παίονες ἐλευθερίας ἐπιθυμοῦσιν· ὅτι τῶν προσόδων ἐστέρηται καὶ στερήσεται· ὅτι εἰς στενὸν
10κομιδῇ τὰ τῆς τροφῆς τοῖς ξένοις αὐτῷ καταστήσεται· καὶ ὅπως ἔχουσιν οἱ Μακεδόνες,“ καὶ ἑξῆς· ἐπὶ μὲν οὖν τῶν κοινῶν τὰ ἐκτὸς μάλιστα τὴν χορηγίαν ὑμῖν παρ‐ έξεται· ἡνίκα δὲ πρὸς τύραννον ἢ δυνάστην ἢ ὅλως ἕνα ἄνδρα ὁ πόλεμος εἴη, χώραν ἡμῖν τὰ ἀπὸ ψυχῆς παρ‐
15έξεται· ἐξετάσομεν γὰρ ἐπιβουλὰς, ἀπάτας, ἀδικίας, ὡς Δημοσθένης ἐποίησε· χρησόμεθα δὲ καὶ τοῖς ἔξωθεν, οὐκ ἀποχρήσει δὲ τὰ τῶν ἐναντίων μόνα διαβαλεῖν, ἀλλὰ δεῖ καὶ τὰ οἰκεῖα συστῆσαι· ὡς ὁ Θουκυδίδης ἐν τῇ Περικλέους δημηγορίᾳ, „τὰ δὲ τοῦ πολέμου καὶ
20τῶν ἑκατέροις ὑπαρχόντων γνῶτε ὡς οὐκ ἀσθενέστερα ἕξομεν.“ καὶ ἐπάγει ἑκάτερα, „αὐτουργοί τε γάρ εἰσι Πελοποννήσιοι, καὶ οὔτε ἰδίᾳ οὔτε ἐν τῷ κοινῷ“ καὶ ἑξῆς· διότι δὲ παρῆκεν αὐτὰ ὁ ῥήτωρ· διατί δὲ παρ‐ είθη; ἐπειδὴ οὐκ εἶχεν ἀποδεῖξαι Ἀθηναίων δύναμιν
25τότε, ἐκεῖνον γὰρ τὸν καιρὸν ἀσθενεῖς ἦσαν Ἀθηναῖοι, ἠρκέσθη τῇ διαβολῇ τῆς δυνάμεως τῆς τοῦ Φιλίππου·
ὁ μέν γε Θουκυδίδης ἐπειδὴ ἀμφότερα τὰ πρόσωπα ἴσχυε,754

4

.

755

τῶν Ἀθηναίων καὶ τῶν Λακεδαιμονίων, ἀναγκαίως ἐξ‐ ήτασεν ἀμφότερα τὰ μέρη· ἀλλ’ εἰ καὶ τὸ δυνατὸν ἐκ τῶν παρακολουθούντων τῷ προσώπῳ κατασκευάζεται, τοῦτο δὲ τοῦ πρέποντός ἐστιν, ὅπερ ὑπὸ τὸ ἔνδοξον ἀνα‐
5φέρεται, συγχυθήσεται τὰ κεφάλαια· ἀλλ’ ἐροῦμεν, ὡς τῶν παρακολουθούντων τοῖς προσώποις τὰ μὲν ἐκ τῶν ἀνωτέρω κατασκευάζεται, τὰ δὲ ἐκ τῶν ἐνεστώτων λαμ‐ βάνεται· τὰ μὲν οὖν παλαιότερα ποιοῦσι τὸ πρέπον· οἷ‐ ον αἱ τῶν προγόνων πράξεις· τὰ τῆς πατρίδος πρόσ‐
10ωπα, καὶ εἴ τι τοιοῦτον· τὰ δ’ ἐνεστῶτα τὸ δυνατόν· οἷον εὐπορία χρημάτων, στράτευμα ἐξηρτημένον, τριη‐ ρῶν πλῆθος καὶ τὰ λοιπά.
13nΤὸ ἔνδοξον ὁμοίως τῷ συμφέροντι, οἷον τίς δόξα ὑπάρχουσα ἡμῖν
14nπαραμενεῖ, καὶ τίς οὐκ οὖσα περιέσται, εἰ ποιοῦμεν ταῦτα, περὶ
15nὧν ἡ βουλή· καὶ τίνα ἀπωσόμεθα ἀδοξίαν οὖσαν, καὶ τίνα οὐ προσ‐
16nληψόμεθα μὴ οὖσαν, προσδοκωμένην δέ· καὶ πάλιν εἰ μὴ ποιοῖμεν,
17nτίνα αἰσχύνην οὖσαν οὐκ ἀπωσόμεθα, καὶ τίς οὐκ οὖσα καταλήψε‐
18nται ἡμᾶς, καὶ τίς ὑπάρχουσά τε ἡμῖν δόξα διαφεύξεται καὶ
19nμὴ ὑπάρχουσα προσγενομένη δὲ οὐ προσέσται.
20 Συριανοῦ· Τὸ ἔνδοξον τῇ αὐτῇ διαιρέσει ᾗ καὶ τὸ συμφέρον μεθοδεύεται, διὸ καὶ πρὸς ἐνίων συνῆ‐ πται· διαφέρει δὲ, ὅτι τὸ μὲν ἐν χρήμασιν ἢ τοιούτῳ τινί ἐστι, τὸ δὲ ἔνδοξον εἰς δόξαν ἢ τοὐναντίον εἰς ἀδο‐ ξίαν τείνει τῶν ποιούντων· ἔστι τὸ μὲν ἴδιον, ὡς ἐὰν
25εἴπωμεν, ὅτι πρέπει τοὺς Ἀθηναίους τῆς τῶν Ἑλλήνων δόξης ἀντιποιεῖσθαι· κοινὸν δὲ, ὅτι πρέπει παντὶ ἀν‐ θρώπῳ τὴν ἐλευθερίαν περὶ πολλοῦ ποιεῖσθαι.
Σωπάτρου. Τὸ ἔνδοξον καλεῖται μὲν καὶ πρέ‐755

4

.

756

πον, ἔστι δὲ πρέπον τὸ καθῆκον ἑκάστῳ· οἷον Ἀθηναί‐ οις τὸ ἐλευθερίας μᾶλλον φροντίζειν ἢ χρημάτων, τὸ συμμαχῆσαι τοῖς ἀτυχοῦσι, τὸ τοῖς πρότερον ἠδικηκόσι κειμένοις ὕστερον μὴ ἐπεμβαίνειν· τὰ δὲ τοιαῦτα καὶ
5δόξαν ἐπάγοντα τοῖς δρῶσι, δῆλον ὅτι τοῦ ἐνδόξου ἔχε‐ ται· τὸ δὲ ἔνδοξον ὑπὸ τὸ καλὸν ἀνακτέον· τὴν δὲ τοῦ ἐνδόξου ἐργασίαν διχῶς ἐξετάσομεν· οἷον τί ποιούντων ἡμῶν τόδε τι προσγενήσεται, καὶ μὴ ποιούντων τόδε τι συμβήσεται· καὶ τούτων ἑκάτερον διὰ τεσσάρων πλατυ‐
10νοῦμεν τόπων· οἷον συμμαχήσασιν Ὀλυνθίοις ἡ οὖσα δόξα παραμενεῖ, ἡ μὴ οὖσα προσέσται, ἡ οὖσα ἀδο‐ ξία ἀπελαθήσεται, ἡ μὴ οὖσα οὐ προσέσται, μὴ συμμαχήσασι δὲ τοῖς κινδυνεύουσιν ἡ νῦν οὖσα δόξα οὐ παραμενεῖ· ἡ μὴ οὖσα οὐ προσέσται, ἡ προσοῦσα ἀδο‐
15ξία οὐκ ἀπελαθήσεται, ἡ μὴ οὖσα προσγενήσεται· ὡς Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην φησίν· ἃ γὰρ οὐ πρόσεστι τοῖς Ἀθηναίοις, ταῦτά φησιν ἀπαντήσεσθαι, εἰ τὴν ἀτέλειαν ἀφέλοιντο τοὺς εὐεργέτας· „νῦν γὰρ,“ φησὶν, „οὗτος ὁ νόμος, ἀντὶ καλῆς αἰσχρὰν τῇ πόλει
20περιάπτει δόξαν, καὶ οὔτε τῶν προγόνων οὔθ’ ὑμῶν ἀξίαν· τρία γὰρ τὰ μέγιστα ὀνείδη κτᾶται, φθονεροὺς, ἀχα‐ ρίστους, ἀπίστους εἶναι δοκεῖν“. περὶ δὲ τῆς οὔσης δόξης ἐν Ὀλυνθιακῶν δευτέρῳ ταῦτά φησιν· „ἀλλ’
ἵνα οἱ ἄλλοι τῶν δικαίων τύχωσι, τὰ ὑμέτερα αὐτῶν756

4

.

757

ἀνηλίσκετε εἰσφέροντες καὶ προεκινδυνεύετε στρα‐ τευόμενοι“, καὶ πάλιν ἐν τῷ περὶ στεφάνου ἐκ παρα‐ δειγμάτων κατασκευάζει τὸ ἔνδοξον λέγων· „καίτοι τότε ταῦτα ἀμφότερα, Αἰσχίνη, οὐχ ὑπὲρ εὐεργετῶν ἐποίουν,
5οὔτ’ ἀκίνδυνα ἑώρων· ἀλλ’ οὐ διὰ ταῦτα προΐεντο τοὺς καταφεύγοντας ἐπ’ αὐτοὺς, ἀλλ’ ὑπὲρ εὐδοξίας καὶ τι‐ μῆς ἤθελον τοῖς δεινοῖς ἑαυτοὺς ἐκδιδόναι, ὀρ‐ θῶς καὶ καλῶς βουλευόμενοι·“ κοινὴ δὲ μέθοδος πάντων τῶν κεφαλαίων τούτων τῶν τελικῶν, ἡ κατὰ ἀν‐
10τίφασιν εἰσαγωγὴ εἰ μὲν γὰρ ἔχοιμεν δεῖξαι, ὅτι δίκαιον ἢ συμφέρον τὸ προκείμενόν ἐστι, τοῦτο κατα‐ σκευάσομεν· εἰ δὲ μὴ, ἐροῦμεν, ὅτι οὐκ ἄδικον ἢ οὐκ ἀσύμφορον· ἔστι δὲ αὐτοῦ τὸ παράδειγμα καὶ παρὰ τῷ ῥήτορι· μὴ δυνηθεὶς γὰρ κατασκευάσαι, ὅτι δυνατόν
15ἐστι λυθῆναι τὴν Φιλίππου δύναμιν, ἐπὶ τὴν ἀντίφα‐ σιν χωρήσας ἔφη· „μὴ γὰρ ὡς θεῷ νομίζετε τὰ παρόντα ἐκείνῳ πεπηγέναι πράγματα ἀθάνατα·“ οὐκ ἀδύνατον γὰρ λυθῆναι τὴν Φιλίππου δύναμιν ἐν χρόνῳ, τήν γε ἀπό τινος ἀρξαμένην χρόνου· εἰ δὲ ὁ ἀντίδικος
20τῇ ἀντιφάσει χρήσαιτο, ἡμεῖς τὸ κατὰ θέσιν ἀπαιτήσο‐ μεν λέγοντες· ὡς οὐκ ἀρκεῖ τὸ μὴ βλάπτειν μόνον, ἀλλ’ ὅτι καὶ συμφέρει δεικτέον· καὶ γὰρ ὁ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους αἰσθόμενος τοὺς ἀντιλέγοντας τὸ κατὰ ἀντίφασιν εἰσάγοντας, ὅτι εἰ καὶ μὴ εὔνους
25ἐστὶν ὁ Χαρίδημος τῇ πόλει. ἀλλ’ οὔτε γε δύσνους, ἐκ προοιμίων εὐθὺς ἀναιρεῖ τὸ τοιόνδε, καὶ δείξειν ἐπ‐
αγγέλλεται κακονούστατον φάσκων, „ἐγὼ δὲ ἄνπερ757

4

.

758

ἃ βούλομαί τε καὶ οἶδα πεπραγμένα ἐκείνῳ, δυνηθῶ πρὸς ὑμᾶς εἰπεῖν, οἴομαι δείξειν οὐ μόνον οὐκ εὐεργέτην, ἀλλὰ καὶ κακονούστατον ἁπάντων ἀνθρώπων καὶ πο‐ λὺ τοὐναντίον ἢ προσῆκεν ὑπειλημμένον.“ ἔτι γε μὴν κἀ‐
5κείνη τῶν τελικῶν κεφαλαίων ἡ μέθοδος κοινὴ, τὸ ποτὲ μὲν καθολικοὺς ἀφορισμοὺς προθέντα περὶ τῶν προκει‐ μένων, οὕτως ἐπάγειν τὰς κατὰ μέρος ἀποδείξεις· ποτὲ δὲ ἐπὶ ταῖς μερικαῖς κατασκευαῖς ἐπάγειν τοὺς ἀφορισ‐ μούς· καὶ πολλὰ τῶν τοιούτων παρά τε Θουκυδίδῃ καὶ
10Δημοσθένει τὰ παραδείγματα, ὡς ἐν τῷ πρώτῳ τῶν Ὀ‐ λυνθιακῶν προτάξας τὸν ἀφορισμὸν ἐπάγει τὰς κατα‐ σκευάς. „ἀλλ’ οἶμαι παρόμοιόν ἐστιν ὅπερ καὶ περὶ τῆς τῶν χρημάτων κτήσεως. ἂν μὲν γὰρ, ὅσα ἄν τις λά‐ βῃ, καὶ σώσῃ, μεγάλην ἔχει τῇ τύχῃ τὴν χάριν· ἂν δ’
15ἀναλώσας λάθῃ, συνανήλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν· καὶ περὶ τῶν πραγμάτων οὕτως, οἱ μὴ χρησάμενοι τοῖς καιροῖς ὀρθῶς, οὐδ’ εἰ συνέβη τι χρη‐ στὸν παρὰ τῶν θεῶν, μνημονεύουσι· πρὸς γὰρ τὸ τε‐ λευταῖον ἐκβὰν ἕκαστον τῶν προϋπαρξάντων κρίνεται·
20διὸ καὶ σφόδρα δεῖ τῶν λοιπῶν ὑμᾶς, ὦ Ἀθηναῖοι, φροντίσαι, ἵνα ταῦτα ἐπανορθωσάμενοι τὴν ἐπὶ τοῖς πε‐ πραγμένοις ἀδοξίαν ἀποτριψώμεθα.“ πάλιν μετ’ ὀλίγον περὶ τῶν θεωρικῶν χρημάτων τὰς μερικὰς κατασκευὰς εἰπὼν ἐπάγει τὸν ἀφορισμόν· „ἔστι δὴ λοιπὸν, οἶμαι,
25πάντας εἰςφέρειν, ἂν πολλῶν δέῃ, πολλὰ, ἂν ὀλίγων, ὀλί‐
γα. πάντως δὲ δεῖ χρημάτων, καὶ ἄνευ τούτων οὐδέν758

4

.

759

ἐστι γενέσθαι τῶν δεόντων.“ ἔτι γε μὴν καὶ ὁ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον τόπος κοινός ἐστι τῶν τελικῶν κε‐ φαλαίων. Μαρκελλίνου. Αἱ αὐταὶ μέθοδοι τῆς τοῦ ἐνδό‐
5ξου εἰσὶν ἐργασίας, αἵπερ καὶ ἐπὶ τοῦ συμφέροντος· τε‐ τραχῆ γὰρ καὶ τοῦτο κατασκευάζομεν, ὡς προείπομεν ἐκεῖ τρόπῳ τῷ αὐτῷ· κράτιστον μὲν οὖν καὶ τὸ δόξαν τινὰ χρηστὴν ἀποδεικνύναι περιποιεῖν τόδε τὸ πρᾶγμα πραχθέν. εἰ δὲ μὴ τοῦτο δυνάμεθα, ἐπ’ ἐκεῖνο τρεπτέον,
10ὅτι ἀλλ’ οὐδ’ αἰσχύνην περιποιήσει τῇ πόλει. δριμυτάτη γὰρ ἡ τοιαύτη μέθοδος, ᾗ καὶ Δημοσθένης ἐχρήσατο· ἀναγνοὺς γὰρ ἐν τῷ περὶ τοῦ στεφάνου τὸ γραφὲν αὐτῷ κατὰ τοὺς ἔμπροσθεν χρόνους περὶ στεφάνου ψήφισμα, ἐπειδὴ φανερῶς οὐκ εἶχεν ἀποδείξειν, ὅτι καὶ δόξαν τινὰ
15τῇ πόλει περιπεποίηκεν, ἐπὶ τὸ ἕτερον μετῆλθεν· „Τίς οὖν ὑμῶν οἶδεν γέλωτα ἢ χλευασμὸν διὰ τοῦτο συμ‐ βάντα τῇ πόλει.“ οὐ μόνον δὲ ἐπὶ τοῦ ἐνδόξου ἢ ἐκ τοῦ ἐναντίου μέθοδος, ἀλλ’ ὁμοίως καὶ ἐπὶ τοῦ συμφέροντος· ἔθηκε γ’ οὖν τὸ νόημα Θουκυδίδης ἐν τῷ προοιμίῳ τῆς
20Κερκυραίων δημηγορίας. πρῶτον μὲν ὡς καὶ ξυμφέρει, εἰ δὲ μὴ, οὐκ ἔστιν ἐπὶ ζημίᾳ. ἰστέον δὲ, ὅτι τὸ τοι‐ οῦτον ἐν μὲν ταῖς αἰτήσεσι καὶ ἀξιώσεσι καὶ τοῖς ὁμοί‐ οις ἔχει τινὰ χώραν τὸ λέγειν, ὅτι οὐκ ἐπὶ ζημίᾳ αἰ‐ τοῦμεν, ἐν δὲ συμβουλαῖς οὐκ ἰσχύει· αἰτεῖν μὲν γὰρ ἐν‐
25δέχεται τοιαῦτα, οἷα μήτε βλάψει, μήτε ὠφελήσει τοὺς διδόντας, συμβουλεύειν δέ τισι ταῦτα πράττειν, ἀφ’ ὧν οὐδ’ ὁτιοῦν ὠφεληθήσονται, ἀπόψυχρον καὶ ἀνόητον· τοῦτο δὲ τὸ κεφάλαιόν τινες μὲν ταὐτὸν εἶναι τῷ πρέ‐ ποντί φασιν, τινὲς δὲ οὐχ ὁμολογοῦσιν, ἀλλ’ ἕτερόν τι
30νομίζουσιν· ἔσται δὲ ἡ διαφορὰ αὕτη, ὅτι τὸ μὲν ἔνδοξον759

4

.

760

ἁπλῶς καὶ καθ’ ἑαυτὸ θεωρεῖται, τὸ δὲ πρέπον πρός τι σχέσιν ἐμφαίνει· καὶ ἔστι πρέπον μὲν, ὅ τι ἄν τινι ἁρ‐ μόττῃ· ἔνδοξον δὲ, ὃ χρηστὴν ἁπλῶς δόξαν ἐμποιεῖ κα‐ θόλου τῷ δράσαντι· οἷον πρέπει Ἀθηναίοις τὸν περὶ τῆς
5ἐλευθερίας αἱρεῖσθαι κίνδυνον, ἔνδοξον δὲ τοῖς τυχοῦσι τὸ ὑπὲρ ἐλευθερίας κινδυνεύειν. ἰστέον δὲ κἀκεῖνο περὶ τοῦ ἐνδόξου, ὅτι τῆς ποιότητος μάλιστα τῆς τῶν ἀκου‐ όντων ἤρτηται, διὸ καὶ ποτὲ μὲν πλείστην, ποτὲ δὲ ἐλα‐ χίστην τῷ λέγοντι παρέξεται χορηγίαν· οὐ γὰρ ὁμοίως
10ὁ παρ’ Ἀθηναίοις καὶ Λακεδαιμονίοις λέγων καὶ παρὰ Μεγαρεῦσι καὶ Σιφνίοις τούτῳ τῷ κεφαλαίῳ χρήσεται, ἀλλὰ παρὰ μὲν Ἀθηναίοις καὶ Λακεδαιμονίοις, ἅτε τῆς ποιότητος τῶν προσώπων στοχαζόμενος πλείονα τὴν χορηγίαν ἕξει, παρὰ δὲ τοῖς ἄλλοις ὀλίγην· τὸ γὰρ Σι‐
15φνίων ἦθος καὶ Μεγαρέων παρειλήφαμεν ἐκ τῆς ἱστο‐ ρίας εὐκλείας οὐδένα λόγον ποιούμενον, οὐ γὰρ προσίεται τὸν λόγον ὁ Μεγαρεύς· ὅταν δὲ τοῦ καλοῦ ἕνεκα συμβου‐ λεύοντες παρακαλῶμεν ἐπὶ τὸ πράττειν ἅπαν, ὃ ἡ βου‐ λὴ ἀπαιτεῖ, ἀποδεικνύναι χρὴ, ὅτι καὶ τῶν ἰδίων λυσιτε‐
20λούντων αἱρετωτέρα ἐστὶν ἡ ὑπὲρ τῶν καλῶν δόξα, ὡς ἔχομεν ἐν δευτέρῳ Ὀλυνθιακῶν· „ἀλλ’ ἵνα οἱ ἄλλοι τῶν δικαίων τύχωσι τὰ ὑμέτερα αὐτῶν ἀναλίσκετε, καὶ προκινδυνεύετε στρατευόμενοι.“ καὶ πάλιν ἐν τῷ περὶ τοῦ στεφάνου· „καὶ τοιαῦτα ἀμφότερα, Αἰσχίνη, οὔθ’
25ὑπὲρ εὐεργετῶν ἐποίουν, οὔτε ἀκίνδυνα ἑώρων, ἀλλ’ οὐ διὰ ταῦτα πρόοιντο τοὺς καταφεύγοντας ἐπ’ αὐτούς.“ ἔτι δὲ καὶ κατὰ βίαν τὸ ἔνδοξον εἰσήγαγεν ἐν τῷ αὐτῷ τό‐ πῳ· „εἰ γὰρ ἦν ἅπασι πρόδηλα τὰ μέλλοντα ἔσεσθαι, καὶ προῄδεσαν ἅπαντες, καὶ σὺ προὔλεγες καὶ διεμαρ‐
30τύρου βοῶν καὶ κεκραγὼς, ὃς οὐδὲ ἐφθέγξω, οὐδ’ οὕ‐
τως ἀποστατέον ἦν τῇ πόλει τούτων.“760

4

.

761

(1n)

Τὸ δὲ ἐκβησόμενον κατὰ ὑπόθεσιν λαμβάνεται ἐφ’ ἑκάτερα τῶν
2nἀποβαινόντων· οἷον ἐάν τε κρατήσωμεν, ἐάν τε μὴ, λυσιτελεῖ τὸ
3nβοηθῆσαι· ἤδη δὲ καὶ τὸ ψηφίσασθαι μόνον, ὡς ἐν Φιλιππικοῖς·
4nοἷον οὔτοι παντελῶς οὐδ’ εἰ μὴ ποιήσετε, ὡς ἐγὼ κρίνω, εὐ‐
5nκαταφρόνητον ἔσται. ἵν’ ἢ διὰ τὸν φόβον εἰδὼς εὐπρεπεῖς ἡμᾶς
6nἀπόσχηται, ἢ παριδὼν ταῦτα ἀφύλακτος ληφθῇ· καὶ πάλιν, ὅτι
7nχωρὶς ἡμῶν ἐάν τε ἡττηθῶσιν· οἱ δεόμενοι ἡμῶν σύμμαχοι, ἐάν τε
8nκρατήσωσι, βλαβεροὶ ἐφ’ ἑκάτερα, ὡς ἐν τῷ ὑπὲρ Μεγαλοπολιτῶν.
9Συριανοῦ. Ἀπορήσειεν ἄν τις, τίνι διαφέρει τὸ
10ἐκβησόμενον κεφάλαιον τῆς ἐν τῷ συμφέροντι ἐκβάσεως, ἐν ᾗ φαμὲν, ὅτι συμμαχησάντων μὲν ἡμῶν τάδε ἀποβή‐ σεται, μὴ συμμαχησάντων δὲ τάδε· φαμὲν οὖν, ὅτι ἐν μὲν τῇ τοῦ συμφέροντος ἐκβάσει τὰ προσεχῆ ἐξετάζομεν τέλη, ἐν δὲ τῷ ἐκβησομένῳ τῶν ἐκεῖ τελῶν ἐξετασθέντων
15τὰ τέλη διασκοποῦμεν· τὴν δὲ διαφορὰν ταύτην ἔδειξεν ἡμῖν Δημοσθένης ἐν Ὀλυνθιακῶν πρώτῳ· τὸ μὲν συμ‐ φέρων ἐξετάζων ἔφη, ὅτι συμφέρει Ὀλυνθίοις βοηθῆσαι. εἶτα ἡ ἔκβασις· τοῦτο γὰρ ἡμῶν ποιησάντων ἐν Μακεδο‐ νίᾳ ἔσται ὁ πόλεμος· μὴ συμμαχησάντων δὲ τοῖς Ὀλυν‐
20θίοις, ἐλθὼν εἰς τὴν Ἑλλάδα Φίλιππος, πολεμήσει τὴν Ἀττικήν· καὶ ταῦτα μὲν τὰ προσεχῆ τῆς ἐκβάσεως τέλη. τὰ δὲ τῶν τελῶν τέλη, ἅπερ εἰς τὸ ἐκβησόμενον ἄγομεν, ἐκεῖνα, ὅτι ἐν Μακεδονίᾳ μὲν πολεμοῦντες πλεῖστα κερ‐ δανοῦμεν, ἐν δὲ τῇ Ἀττικῇ πολέμου συστάντος τάδε καὶ
25τάδε ἡμᾶς περιστήσεται τὰ δεινά· τὴν μὲν οὖν τοῦ συμ‐
φέροντος ἔκβασιν ἐξετάζων τάδε φησίν· „ἔτι τοίνυν, ὦ761

4

.

762

Ἀθηναῖοι, μηδὲ τοῦθ’ ὑμᾶς λανθανέτω, ὅτι νῦν αἵρεσίς τίς ἐστιν ὑμῖν, πότερον ὑμᾶς ἐκεῖ χρὴ πολεμεῖν, ἢ παρ’ ὑμῖν ἐκεῖνον· ἐὰν μὲν γὰρ ἀντέχῃ τὰ τῶν Ὀλυνθίων, ὑ‐ μεῖς ἐκεῖ πολεμήσετε καὶ τὴν ἐκείνου κακῶς ποιήσετε“
5καὶ ἑξῆς. τὰ δὲ ἀπὸ τοῦ ἐκβησομένου πάλιν ἐξετάζων, τάδε φησίν· „ἀλλὰ μὴν ἡλίκα γέ ἐστι τὰ διάφορα ἐνθάδε ἢ ἐκεῖ πολεμεῖν, οὐ λόγου προσδεῖν ἡγοῦμαι· εἰ γὰρ ἡμᾶς δεήσειεν αὐτοὺς τριάκοντα ἡμέρας μόνας ἔξω γενέσθαι καὶ ὅσα ἀνάγκη στρατοπέδῳ χρωμένους τῶν ἐκ τῆς χώρας
10λαμβάνειν“ καὶ ἑξῆς· καὶ προτρέψαι δὲ καὶ ἀποτρέψαι ἱκανωτάτη ἐστὶν ἡ τοῦ ἐκβησομένου ἐξέτασις, διόπερ ἐπι‐ μελῶς αὐτῇ χρῆσθαι προσήκει· χρὴ δὲ καὶ τὰς γνώ‐ μας ἐν ταῖς συμβουλαῖς ἐξετάζειν, τήν τε οἰκείαν, μεθ’ ἧς ἐπὶ τὸ συμβουλεύειν ἀπήντησε, καὶ τὰς τῶν ἀντιλε‐
15γόντων, μεθ’ ἧς ἕκαστος ἐναντιοῦσθαι ἐπιχειρεῖ. ἔτι δὲ762

4

.

763

καὶ τὰς τῶν ἀκουόντων, δι’ ἃς ἐπὶ τὸ προθεῖναι τὴν βουλὴν ὥρμησαν· ἱκαναὶ γὰρ αὗται καὶ συστῆσαι καὶ διαβαλεῖν τὰ πράγματα. διαφέρει δὲ συμβουλὴ προτρο‐ πῆς, ὅνπερ τρόπον καὶ τοῦ ὅλου τὸ μέρος. ὅλον μὲν γάρ
5τι ἡ συμβουλὴ, μέρος δὲ ἡ προτροπὴ, καὶ τῷ τὸ μὲν περιέχειν, τὸ δὲ περιέχεσθαι. ἔτι διαφέρει παραίνεσις συμβουλῆς τῷ τὴν μὲν συμβουλὴν περὶ ἑνὸς γίνεσθαι πράγματος, τὴν δὲ παραίνεσιν περὶ πλειόνων· καὶ τῷ τὴν μὲν συμβουλὴν πρὸς πρᾶξίν τινα τῶν ἔξωθεν γίνε‐
10σθαι, οἷον πότερον ἄξιός ἐστι τόδε τι πράττειν ἢ μὴ, τὴν δὲ παραίνεσιν πρὸς ἤθους εὐρυθμίαν παραλαμβάνε‐ σθαι· καὶ τῷ τὴν μὲν παραίνεσιν πρὸς ἕνα γίνεσθαι, τὴν συμβουλὴν δὲ πρὸς πολλούς· καὶ ἡ μὲν συμβουλὴ ἀντιλογίαν ἐπιδέχεται, οἷον ὅτι οὐ χρὴ βοηθεῖν Ὀλυν‐
15θίοις· ἡ δὲ παραίνεσις οὔ· οἷον χρὴ τὸ θεῖον σέβειν, γονεῖς τιμᾷν. Σωπάτρου. Τὸ ἐκβησόμενον τούτῳ διαφέρει τοῦ ἐν τῷ συμφέροντι, ὅτι ἐκεῖ μὲν τὴν ἀπόδειξιν ποιούμεθα τοῦ πράγματος, ἐνταῦθα δὲ τὸ αὐτὸ λαμβάνοντες ὁμο‐
20λογούμενον καθ’ ὑπόθεσιν τὴν ἀπόβασιν αὐτοῦ ἐξετά‐ ζομεν· ὡς ἐν Ὀλυνθιακῶν πρώτῳ Δημοσθένης κατασκευά‐ σας τὸ τῆς συμβουλῆς τέλος, ὅτι πεισθέντες τοῖς λόγοις κρατήσομεν τοῦ Μακεδόνος, καὶ περιποιήσομεν τῇ πό‐ λει τὴν Ὄλυνθον, πάλιν ἕτερόν τι τοῦ τέλους ζητεῖ ἐκ‐
25βησόμενον. ἔτι τοίνυν μηδὲ τοῦθ’ ὑμᾶς λανθανέτω καὶ ἑξῆς· καθ’ ὑπόθεσιν δὲ, φησὶν, τὸ ἐκβησόμενον λαμ‐
βάνεται ἐφ’ ἑκάτερα τῶν ἀποβαινόντων. Ἐπειδὴ γὰρ763

4

.

764

ἄδηλον τῆς συμβουλῆς τὸ πέρας, τούτου δὲ τὴν ἀπόβα‐ σιν ζητοῦμεν, ἀναγκαίως τοῦτο ἀναπλάττειν προσήκει, ἵν’ ὥσπερ ἐν ὀφθαλμοῖς αὐτὸ τῶν ἀκουόντων ποιήσαντες, οὕτω τὴν λέξιν δυνηθῶμεν περαίνειν ἐφ’ ἑκάτερα· οἷον
5ἐὰν μὲν ἐκεῖ πολεμήσωμεν ἐν τῇ χώρᾳ τῶν ἐχθρῶν, πολ‐ λὰ ἡμῖν ἀγαθὰ συμβαίνει, ἐὰν δὲ ἐνταῦθα, τόδε τι δει‐ νὸν μὲν καὶ τόδε συμβαίνει· ἐν μὲν οὖν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν ἀπὸ τοῦ ἑτέρου μόνον εἴληπται ἡ κατα‐ σκευὴ, ὅτι ὠφελήσει ἡμᾶς ἡ ἔξοδος· ὅτι διὰ τούτου τὴν
10χώραν ἀκέραιον ἕξομεν. ἀλλαχοῦ δὲ ἀμφοτέροις ἐχρήσα‐ το, ὅτι εἴτε κρατήσομεν, εἴτε μὴ, λυσιτελεῖ τὸ βοηθῆ‐ σαι· ἤδη δὲ καὶ τὸ ψηφίσασθαι μόνον, ὡς καὶ ὁ τεχνο‐ γράφος φησίν· καὶ ἐκ τοῦ ἐναντίου, ὅτι ἢν δὲ βλάψῃ, ἐφ’ ἑκάτερα τὸ μὴ βοηθῆσαι, καὶ ἑξῆς· καὶ Ἀριστείδης
15ἐν Λευκτρικοῖς, καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ Μεγαλοπο‐ λιτῶν. καὶ παρὰ Θουκυδίδῃ ἐν τῇ Περικλέους δημηγορίᾳ, ἐν ᾗ φησι· „τῆς δὲ θαλάσσης καὶ πόλεως φύλακας ἔχειν καὶ Πελοποννησίοις ὑπὲρ αὐτῶν ὀργισθέντας πολλῷ πλείοσι μὴ διαμάχεσθαι· κρατήσαντες γὰρ αὖθις οὐκ
20ἐλάσσοσι μαχούμεθα ῥᾷον· ἢν δὲ σφαλῶμεν, τὰ τῶν συμμάχων ὅθεν ἰσχύομεν συναπόλλυται“. καὶ ταῦτα μὲν ἰδίᾳ περὶ τοῦ ἐκβησομένου, κοινὸν δὲ θεώρημα πᾶσι τοῖς κεφαλαίοις διαλεκτικὸν προσθεῖναι καλόν. ὅτ’ ἂν μὲν γάρ τι κατασκευάζειν βουλώμεθα, δεῖν προσόμοιον μὲν
25τῷ ἀποδεικνυμένῳ, ἔλαττον δέ τι εὑρόντας ἐκεῖνο κα‐ τασκευάζειν. ἃ γὰρ ἂν εἴποι τις περὶ τοῦ ἐλάττονος, ταῦ‐ τα καὶ κατὰ τοῦ μείζονος ἐνεχθήσεται· καὶ τὸ ἔλατ‐
τον ἀναιρούμενον οὐκ ἀναιρεῖ τὸ μεῖζον, οἷον Αἰνείαν764

4

.

765

ἀποδεικνύντες ἀνδρεῖον καὶ φοβερὸν τοῖς Ἕλλησιν, εἰ ἀν‐ δρειότερον Ἕκτορα τούτου ἀποφαίνοιμεν, πάντως τὰ τῷ ἐλάττονι προσόντα πολλῷ δήπου καὶ τῷ μείζονι· καὶ πά‐ λιν εἰ ἀσθενὴς Αἰνείας ἀποδειχθήσεται, οὐ πάντως καὶ
5Ἕκτωρ πολλῷ τούτου ἀμείνων ὁμολογηθείς. ὅτ’ ἂν δὲ ἀνασκευάζῃ, ἀπὸ τοῦ μᾶλλον καὶ μείζονος τὸ παράδειγμα θέντες, τῇ τούτου ἀνατροπῇ συγκαταλύσομεν καὶ τὸ ἔλαττον· εἰ γὰρ Ἕκτωρ ἀμείνων Αἰνείου, οὗτος δὲ δειλὸς ἀπηλέγχθη, σχολή γ’ ἂν περὶ Αἰνείου μὴ οὕτως ἔχειν ἀμ‐
10φιβάλλειν. ὁ αὐτὸς καὶ ἐπὶ τῶν πρακτῶν λόγος· οἷον ναυμαχίας, πεζομαχίας, συστάδην μάχης, ἑκηβολίας, καὶ τῶν παραπλησίων· χρὴ τοίνυν ἐπὶ πάντων τῶν κεφαλαίων ὡς ἂν ἐγχωρῇ μεταχειρίζεσθαι τοῦτο τὸ θεώρημα· ἐπὶ τούτοις ἡ κοινὴ ποιότης, τοῦτ’ ἔστιν οἱ ἐπίλογοί εἰσιν,
15ἐν οἷς καὶ τὰς γνώμας ἐξετάζομεν τοῦ τε συμβούλου καὶ τῶν ἀκουόντων καὶ ἔτι τοῦ ἀντιλέγοντος· διατί καὶ τίνος ἕνεκα καὶ τί βουλόμενος τὴν αἴσθησιν προὔθηκεν. καὶ περὶ μὲν πραγματικῆς ταῦτα. ἰστέον δὲ, ὡς ἔστι πραγμα‐ τικὴ καὶ ἁπλῆ καὶ διπλῆ· καὶ ἁπλῆ μὲν, οἷον συμβουλεύει
20τις βοηθεῖν Ὀλυνθίοις, ἐν γὰρ πραγματικῇ, ὡς ἔφαμεν ἤδη, αἱ συμβουλαί. διπλῆ δὲ, ὡς ἐπὶ τούτου, πολιορκου‐ μένων καὶ Πλαταιέων καὶ Μιτυλήνης ἀφεστηκυίας γράφει τις Πλαταιεῦσι βοηθεῖν ἀμελήσαντας Μιτυλήνης, καὶ ἕτερος ἀντιλέγει· ἐνταῦθα γὰρ ἑκατέρου τὸ οἰκεῖον ζη‐
25τοῦντος συστῆσαι, διπλᾶ ἔσται τὰ κεφάλαια ἐφ’ ἑκατέρου μέρους ἐξεταζόμενα. τριπλῆ δὲ ὡς ἐπὶ τούτου· μετὰ τὰ ἐν Λεύκτροις πρεσβεύονται Λακεδαιμόνιοι καὶ Θηβαῖοι πρὸς Ἀθηναίους, ἀξιοῦντες ἑκάτεροι βοηθείας τυχεῖν. Χαβρίας μὲν οὖν Ἀθηναίοις βοηθεῖν συμβουλεύει, Λακε‐
30δαιμονίοις δὲ Κόνων, Ἰφικράτης οὐδετέροις. τριπλᾶ
γὰρ ἐνταῦθα πάντα. ᾧ γὰρ ἕκαστος τῶν συμβούλων συν‐765

4

.

766

ηγορεῖ, κατ’ ἀμφοτέρων δημηγορεῖ, τὰ μὲν ἐκείνων ἀναιρῶν, τὸ δὲ οἰκεῖον συνιστάς· παράδειγμα τοῦ μηδ‐ ετέροις βοηθεῖν Ἀριστείδου ὁ πέμπτος τῶν Λευκτρικῶν. ἰστέον, ὡς ἐν τῇ πραγματικῇ μόνῃ παρὰ τὰς προλαβού‐
5σας στάσεις καινότερόν τι πεποίηκεν Ἑρμογένης· τὰ γὰρ κεφάλαια αὐτῆς ψιλῶς ἀπαριθμησάμενος, εἶτα τὴν περὶ τῶν εἰδῶν αὐτῆς ποιησάμενος διδασκαλίαν. οὐ μάτην, ἀλλ’ ἐπειδὴ τὰ εἴδη καὶ ἑτέραις κοινωνεῖ στάσεσι, καθ’ ἃς καὶ διαιρεῖται εἰκότως, μεσολαβεῖται ἡ τούτων διδα‐
10σκαλία πρὸς τὸ εὐκρινῶς ὑποδειχθῆναι τὰ κεφάλαια· εἰ‐ δέναι χρὴ καὶ τοῦτο, ὡς ἐν πάσῃ στάσει κεφάλαιον κε‐ φαλαίῳ λύεται. οἷον ὡς ἡ μετάθεσις τῆς αἰτίας τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ ὁ ὅρος τῷ ἀνθορισμῷ· ἐν μόνῃ δὲ πραγματικῇ τὸ αὐτὸ κεφάλαιον ἑαυτῷ ἀνατρέπεται,
15οἷον τὸ δίκαιον κεφάλαιον τῷ ἐναντίῳ ἐστὶν ἄδικον, καὶ τὸ συμφέρον τῷ ἀσυμφόρῳ, καὶ ἑξῆς· οὐ γάρ ἐστι διελεῖν τὰ μὲν εἰς κατήγορον, τὰ δὲ εἰς ἀπολογούμενον, κοινὰ γάρ ἐστι τὰ κεφάλαια τῆς πραγματικῆς.
19tΠερὶ μεταλήψεως.
20Συριανοῦ. Ἴδια καὶ γνωστικώτατα τῆς παρού‐766

4

.

767

σης στάσεως ἓν μὲν τὸ τὰ εἴδη πρὸ τῶν κεφαλαίων δι‐767

4

.

768

δάσκειν, ἕτερον δὲ τὸ δύο ἔχειν ζητήματα τέλεια κατὰ768

4

.

769

διαφόρους τεμνόμενα στάσεις, ἐπειδὴ καὶ οἱ συνεζευγμέ‐ νοι σχηματισμοὶ καὶ οἱ διπλοῖ ὅροι καὶ αἱ ἀντιλήψεις δύο ἔχουσι ζητήματα· ἀλλ’ οὐ κατὰ δύο στάσεις, ἀλλὰ κατὰ μίαν καὶ τὴν αὐτήν· εἰς δύο δὲ τὴν μετάληψιν
5διεῖλεν· ὅτι γὰρ ἑτέρα στάσις ἐστὶν ἡ παραγραφὴ τῆς μεταλήψεως, πρόδηλον ἐκ τοῦ τὴν μετάληψιν ἕνα μό‐ νον ἐπιδέχεσθαι ἀγῶνα, τὴν δὲ παραγραφὴν δύο, τόν τε τῆς εὐθυδικίας καὶ τὸν δι’ ὃν ἡ παραγραφή· οἷον ἐγρά‐ ψατο Τίμαρχος Αἰσχίνην παραπρεσβείας· ὁ δὲ ἑταίρη‐
10σιν ἐγκαλῶν αὐτῷ παραγράφεται τὴν δίκην· ἐνταῦθα769

4

.

770

γὰρ ἕτερος μέν ἐστιν ἀγὼν ὁ τῆς παραπρεσβείας, ἕτερος δὲ ὁ τῆς ἑταιρήσεως, στάσεως ὢν διὰ τὸ ἀμάρτυρον στοχαστικῆς κατὰ παραγραφήν. μετὰ δὲ τὸ ἡττηθῆναι διὰ τῆς παραγραφῆς Τίμαρχον, ὁ τῆς
5παραπρεσβείας ἀγὼν εἰσάγεται στοχαστικῆς ὢν καὶ αὐ‐ τὸς στάσεως. Ὠνόμασται δὲ παραγραφὴ ἀπὸ τοῦ πα‐ ραγράφεσθαι καὶ ἐκβάλλειν τὸν ἀγῶνα τὸν περὶ τοῦ πράγματος τὸν φεύγοντα. τὸ γάρ τοι παραγράφειν ἐναντίον ἐστὶ τῷ ἐγγράφειν. εἰ οὖν τὸ ἐγγράφειν εἰσά‐
10γειν ἐστὶν εἰς τὸν δῆμον καὶ καθιστάνειν δημότην, εἰκότως τὸ παραγράφειν ἐκβάλλειν ἐστί. καὶ ἀπὸ τούτου καὶ ἡ παραγραφὴ ἡ ἐκβάλλουσα τὴν εὐθυδικίαν ἐλέχθη. ὅρος δὲ τῆς παραγραφῆς οὗτος· στάσις πολιτικοῦ πρά‐ γματος τῶν ἐπὶ μέρους· καθ’ ἣν ὁ φεύγων ἐνίσταται
15περὶ τοῦ μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην. Τῆς δὲ πα‐ ραγραφῆς ἡ μέν ἐστι τελεία, ἡ δὲ ἀτελής. καὶ τελεία μέν ἐστιν ἡ πάντη τὴν εὐθυδικίαν καὶ τὸν ἀγῶνα παρακρουομένη. ἀτελὴς δὲ ἡ μέρος τι καταιτιωμένη τῶν περιστατικῶν· οἷον χρόνον, ἢ τόπον, ἢ πρόσω‐
20πον. γίνεται δὲ ἡ παραγραφὴ κατὰ στοχασμὸν, κατὰ770

4

.

771

ὅρον, κατὰ πραγματικὴν, κατὰ ῥητὸν καὶ διάνοιαν, κα‐ τὰ ἀντινομίαν, καὶ πάντως τοῖς κεφαλαίοις τῆς ἐμπι‐ πτούσης διαιρεθήσεται στάσεως. καὶ ἔστι κατὰ στο‐ χασμὸν μὲν, ὡς ὁ ἐπὶ Τιμάρχῳ ἀγών· οἷον νόμος
5τὸν ἡταιρηκότα μὴ λέγειν· ἐγράψατο Τίμαρχος Αἰσχί‐ νην παραπρεσβείας. ὁ δὲ τὴν ἑταίρησιν αὐτῷ ἐγκα‐ λῶν παραγράφεται. κατὰ ὅρον δὲ, οἷον δὶς περὶ τῶν αὐτῶν μὴ εἶναι δίκας· ἱέρεια προαγωγείας ἁλοῦσα ἐκρίθη καὶ ἠφείθη· καὶ πάλιν φεύγει ἀσεβείας, ἡ δὲ
10παραγράφεται. ἐνταῦθα γὰρ εἰ ἡ προαγωγεία τῇ ἀσε‐ βείᾳ ταὐτόν ἐστι ζητεῖται· κατὰ δὲ ῥητὸν καὶ διά‐ νοιαν· οἷον δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι. φόνου κρινόμενός τις ἀπέφυγεν. ὕστερον χρωμένῳ ἀνεῖλεν ὁ θεὸς, ἀνδροφόνοις οὐ χρῶ, καὶ πάλιν φεύγει
15φόνου. ὁ δὲ παραγράφεται· κατὰ δὲ ἀντινομίαν. οἷον771

4

.

772

νόμος τὸν στρατηγὸν μὴ ἔχειν δίκας· καὶ νόμος τὸν ἔμπορον εἴσω τριάκοντα ἡμερῶν δικάζεσθαι, ἔμπορος ἔχων πρὸς στρατηγὸν πρᾶγμα βούλεται δικάζεσθαι, ὁ δὲ παραγράφεται. ἁπλῶς δὲ εἰπεῖν, ᾗ δ’ ἂν συνεπι‐
5πλέκηται στάσει ἡ παραγραφὴ, ταύτης καὶ τὰ κεφά‐ λαια λήψεται· ἵνα δέ τι σαφέστερον περὶ τελείας καὶ ἀτελοῦς διεξέλθωμεν παραγραφῆς, ἰστέον, ὅτι τέλειαι μέν εἰσι παραγραφαὶ αἱ ἐπὶ κεκριμένοις ἤδη τοῖς ἐγκλήμασι γινόμεναι, καὶ πάντη τὴν εὐθυδικίαν ἐκ‐
10βάλλουσαι, ὡς ἡ περὶ τοῦ ἀνδροφόνου τοῦ δεύτερον κρινομένου καὶ τῆς ἱερείας· ἐν τούτοις γὰρ οὐδ’ ὁτιοῦν πρὸς τὸ ἐπιφερόμενον ἔγκλημα ὁ φεύγων ἀπολογεῖται· περὶ δὲ τοῦ μὴ ἐξεῖναι κρίσιν αὐτὸν ὑπέχειν δεύτερον περὶ τῶν αὐτῶν τὴν πᾶσαν ποιεῖται δικαιολογίαν· ἀτε‐
15λεῖς δέ εἰσιν, ὅτ’ ἂν τοῦ ῥητοῦ βοηθοῦντος τοῖς φεύ‐ γουσι, καθ’ ἕν τι τῶν περιστατικῶν μορίων ἡ πα‐ ραγραφὴ γίνηται· ἢ τὸ πρόσωπον ἡμῶν παραγρα‐ φομένων, ὡς ἐπὶ Τιμάρχου, ἢ χρόνον, ὡς ἐπὶ τοῦ πένη‐ τος τοῦ μετὰ τὰς τριάκοντα ἡμέρας ἀντιλέγειν βουλο‐
20μένου· ἢ τόδε τὸ δικαστήριον, ἤ τι ἄλλο τῶν περιστα‐ τικῶν. ἀτελεῖς δὲ αὐτάς φαμεν, τῷ μὴ τέλειον ἐκβάλλειν τὴν εὐθυδικίαν, ὥσπερ αἱ τέλειαι, ἀλλ’ ἀγωνιζομένης τῆς ἐπὶ τῷ ἀγῶνι κρίσεως δι’ ἕν τι τῶν εἰρημένων πα‐ ραγράφεσθαι· ὁ γὰρ Αἰσχίνης διὰ τὴν τοῦ προσώπου
25ποιότητα τὸν τῆς παραπρεσβείας ἀγῶνα παραγραψάμε‐
νος, ἀγωνισάμενος πρὸς Τίμαρχον καὶ νικήσας οὐδὲν772

4

.

773

ἧττον ὑπὸ Δημοσθένους ἐγράφη παραπρεσβείας, καὶ τὴν ἐπὶ ταύτῃ δίκην εἰσῆλθεν· εἰκότως οὖν ἀτελεῖς καλοῦνται, ὡς πάντη τὴν εὐθυδικίαν ἐκβάλλειν οὐ δυ‐ νάμεναι· ἀλλὰ κἂν ὁ δεῖνα μὴ ἐπεξέλθῃ τῇ γραφῇ, ἢ
5χρόνου, ἢ τόπου παραχρῆμα τῷ φεύγοντι βοηθοῦν‐ τος, διαδέξεται πάντως αὐτὸν ὁ τῆς εὐθυδικίας ἀγών· καὶ γραφήν τε ἄλλος ἐπὶ τοῖς ἐγκλήμασιν ἀποθήσε‐ ται κατ’ αὐτοῦ καὶ δικαστήριον ἕτερον εὑρεθήσεται. παρ’ ᾧ κυρίως τὰς περὶ τῶν ἐγκαλουμένων κρίσεις
10ὑπομενεῖ· ὡς εἴτις παρὰ τοῖς θεσμοθέταις Ἀθήνησιν ὑπὲρ ἱερῶν εὐθυνόμενος, παραγράψοιτο τὴν δίκην λέ‐ γων παρὰ τῷ βασιλεῖ μᾶλλον δίκαιος εἶναι κρίνεσθαι
περὶ τῶν τοιούτων.773

4

.

774

Σωπάτρου. Ἐν τῇ μεθόδῳ τελευταίαν ἔταξεν Ἑρμογένης τὴν μετάληψιν, ὡς πάσας περιέχουσαν, ἅτε ἐμπιπτουσῶν τῶν ἄλλων στάσεων ἐν αὐτῇ· οὐδέποτε γὰρ παραγραφὴ μόνη μελετᾶται, ἀλλὰ τὸ μὲν ἔγγραφον ζή‐
5τημα κατὰ μίαν τῶν νομικῶν, ὡς αὐτίκα δῆλον ἔσται. τὸ δὲ ἄγραφον, καθ’ ἣν ἂν ἐμπέσῃ τῶν λογικῶν· πά‐ σαις γὰρ ὥσπερ ἀντιπάσχει ἡ μετάληψις ταῖς τε λογι‐ καῖς καὶ νομικαῖς, ἐνταῦθα δὲ μεταξὺ τῶν τε λογικῶν καὶ τῶν νομικῶν, ἐπειδὴ ἀμφοτέρων μετέχει. τῶν μὲν
10νομικῶν κατὰ τὴν παραγραφὴν, τῶν δὲ λογικῶν κατὰ τὴν εὐθυδικίαν. εἰσὶ δὲ οἳ τὴν μετάληψιν πρώτην τάτ‐ τουσι διὰ τὴν αὐτῆς φύσιν. εἰ γὰρ τὸ εἰ ἔστι πρῶτόν ἐστι, φασὶν, αὕτη δὲ περὶ τοῦ εἰ ὅλως δεῖ εἰσελθεῖν τὸν ἀγῶνα τὴν ζήτησιν ἔχει, ἀναγκαίως πρώτη ὀφείλει
15αὕτη τάττεσθαι, ὡς αὐτὸ τοῦτο ζητοῦσα.
16nἩ μετάληψις πάλιν ἡ μὲν ἔγγραφός ἐστιν, ἡ δὲ ἄγραφος.
17 Συριανοῦ. Πῶς τῆς πραγματικῆς διαιρουμένης, τῷ ἐγγράφω φημὶ καὶ ἀγράφῳ, οὐ γέγονε διάφορος κλῆσις. πραγματικὴ γὰρ ἑκατέρῳ εἴδει τὸ ὄνομα· ἐπὶ δὲ
20μεταλήψεως τῇ διαφορᾷ προσηγορία κεῖται· ἡ μὲν γὰρ ἔγγραφος παραγραφὴ καλεῖται, ἡ δὲ ἄγραφος με‐ τάληψις. φαμὲν οὖν, ὅτι ἐν μὲν τῇ πραγματικῇ οὐδὲν καινότερον γίνεται, πλὴν ὅτι τὸ νομικὸν προσέρχεται κε‐ φάλαιον, ἐν δὲ τῇ μεταλήψει τὰ πράγματα μεταπίπτει.
25καὶ λοιπὸν τῇ τῶν πραγμάτων μεταπτώσει καὶ ἡ προση‐ γορία ἀλλοιοῦται. ἡ μὲν οὖν ἔγγραφος ἴδιον ὄνομα ἔσχε παραγραφῆς διὰ τὸ ἰσχυρὸν αὐτῆς· ἔστι γὰρ νόμου ἀνά‐ γνωσις ἐκβάλλουσα τὴν εὐθυδικίαν· μὴ ταραττέτω δέ σε
τὰ τοιαῦτα ὀνόματα. ἔστι γὰρ εὐθυδικία μὲν ἡ τοῦ774

4

.

775

πράγματος αὐτοῦ ἐξέτασις, περὶ οὗ ἡ κατηγορία, εἴτε φόνος ᾖ τὸ κατηγορούμενον, εἴτε ἱεροσυλία, εἴτε μοι‐ χεία, εἴτε ἄλλο τι. παραγραφὴ δὲ ἡ ταύτης ἐκβολὴ, ὅτ’ ἂν μηδὲ εἰσαγώγιμον εἶναι τὸν ἀγῶνα τῷ κατηγόρῳ λέ‐
5γῃ ὁ φεύγων· καὶ εὐθυδικίας μὲν πέρας τὸ ἁλῶναι τὸν φεύγοντα, παραγραφῆς δὲ τὸ εἰσελθεῖν τὴν δίκην ἢ μή· ἐν μὲν οὖν ταῖς ἄλλαις στάσεσιν ἁπάσαις τὴν κρί‐ σιν ὁ φεύγων καταδεχόμενος ἀπολύσασθαι τὴν κατηγο‐ ρίαν διὰ τῆς ἀπολογίας ἐπείγεται, ἐν δὲ τῇ παραγρα‐
10φῇ τὸ πρότερον ἵσταται, τὸ μὴ δεῖν εἰσελθεῖν τὴν κρί‐ σιν. ἡ μὲν οὖν ἔγγραφος τοιαύτη, ἡ δὲ ἄγραφος ὁμω‐ νύμως τῷ γένει καλεῖται μετάληψις, ἥ τις τὸ μὲν πρᾶγμα συγχωρεῖ, μέμφεται δὲ ἕν τι τῶν περὶ τὸ πρᾶ‐ γμα, χρόνον τυχὸν ἢ πρόσωπον, ἤ τι τῶν ἄλλων. ἀλλ’
15εἰ τοῦτό ἐστι, καὶ ἡ μὲν ἔγγραφος παντελῶς ἐκβάλλει τὸν ἀγῶνα, ἡ δὲ ἄγραφος συγχωρεῖ. καὶ ἔστιν ἡ μὲν ἔγγραφος ἀπὸ τοῦ φεύγοντος, ἡ δὲ ἄγραφος ἀπὸ τοῦ κατηγόρου γνωρίζεται· ταῦτα δὲ πλεῖστον ἀλλήλων διέ‐ στηκε, κατά τι κοινὸν ἄμφω μετάληψις ἐκλήθη. φαμὲν
20οὖν ὡς εἰ καὶ πλεῖστον ἀλλήλων κεχώρισται τὰ εἴδη, ἀλλ’ οὖν καὶ κοινωνεῖ. αὐτίκα τοίνυν ὁ φάσκων δὶς πε‐ ρὶ τῶν αὐτῶν μὴ εἶναι δίκας καὶ τοῦτο ἰσχυριζόμενος ἑνὶ τῶν περιστατικῶν ἰσχυρίζεται, χρόνῳ γάρ· εἰ δὲ τοῦ‐ το, εἰκότως καὶ ἡ παραγραφὴ μετάληψις λέγεται, ὡς
25μεταλαμβάνουσά τι τῶν περιστατικῶν. Σωπάτρου. Εἰ ἐν τῇ μεταλήψει ἀεὶ ἀπὸ ῥητοῦ ἡ ζήτησις, τίνος χάριν τὴν μὲν ἔγγραφον, τὴν δὲ ἄγρα‐ φον ἐκάλεσεν; ἡ τοίνυν διαφορὰ αὕτη ἐστὶν, ὅτι ἐν μὲν τῇ ἀγράφῳ ἀποστάντες τοῦ ῥητοῦ, οὐ γὰρ ἰσχύομεν αὐ‐
30τῷ χρῆσθαι, περὶ τοῦ πράγματος ποιούμεθα τὴν πᾶσαν
ζήτησιν, ἐν δὲ τῇ ἐγγράφῳ ἄνω καὶ κάτω περὶ αὐτὸ775

4

.

776

στρεφόμεθα τὸ ῥητὸν, καὶ ἐν μὲν τῇ ἀγράφῳ συγχωρου‐ μένου τοῦ ῥητοῦ συνίσταται ἡ ζήτησις, ἕν τι τῶν περι‐ στατικῶν μεταλαμβάνοντος τοῦ διώκοντος, ἐν δὲ τῇ ἐγ‐ γράφῳ τῷ ῥητῷ ἐξ ἀνάγκης ἀμφότεροι χρήσονται, καὶ
5περὶ αὐτὸ ἔσται ἡ ἀντιλογία· εἰ γὰρ μὴ συγχωρηθείη παρὰ τοῦ ἑτέρου, πᾶσα ζήτησις ἀναιρεθήσεται. Μαρκελλίνου. Προειπὼν περὶ πραγματικῆς, ὅτι διττή ἐστι, κατὰ ἀκολουθίαν ἐπήγαγεν. ἡ μετάληψις πά‐ λιν, ἡ μὲν ἔγγραφος, ἡ δὲ ἄγραφος· τὸ πάλιν εὐλόγως
10προσθεὶς πρὸς τὰ προειρημένα.
11nΚαὶ ἡ μὲν ἔγγραφος τελεία τέ ἐστι παραγραφὴ, καὶ τὸ πρότερον ζή‐
12nτημα περὶ μίαν εὑρίσκεται τῶν νομικῶν στάσεων, περὶ ὧν αὐτίκα λέ‐
13nξομεν, ὡς εἴρηται.
14Συριανοῦ. Ζητοῦσι, πῶς δύναται ἡ μετάληψις
15παραγραφὴ λέγεσθαι· ὅτι γὰρ παραγραφὴ καὶ αὕτη κέ‐ κληται, δῆλον ἀφ’ ὧν Ἑρμογένης φησίν. καὶ ἡ μὲν ἔγ‐ γραφος τελεία τέ ἐστι παραγραφή· ὡς καὶ τῆς μεταλή‐ ψεως παραγραφῆς μὲν καὶ αὐτῆς λεγομένης, ἀτελοῦς δέ. ἐροῦμεν, ὡς εἰκότως καὶ ταύτην παραγραφὴν ὁ τεχνογρά‐
20φος καλεῖ, ἀτελῆ μέντοι, ἐπειδὴ ἄρχεται μὲν καὶ αὕτη ἀπὸ τοῦ ῥητοῦ, οὐκ ἀγωνίζεται δὲ περὶ αὐτό· οὐδὲ γὰρ ἰσχύει. ἔνθεν ἀφίσταται μὲν τοῦ ῥητοῦ· παρὰ δὲ τὴν περίστασιν ποιεῖται τὴν ζήτησιν. Διατί δὲ ἐν πάσῃ στά‐ σει πρῶτον τὰ κεφάλαια τάξας καὶ διελὼν καὶ διδάξας
25οὕτω τὰ εἴδη μεμήνυκεν, ἐν μόνῃ δὲ μεταλήψει τὰ εἴδη πρῶτον εἴρηκε καὶ οὕτω τὰ κεφάλαια; ὅτι ἐπὶ μὲν τῶν ἄλλων στάσεων προδιδάσκεται τὰ κεφάλαια τῶν εἰδῶν· πάντα γὰρ ἐν ἐκείναις τὰ εἴδη ἑκάστης τοῖς αὐτοῖς τέμνε‐ ται κεφαλαίοις, ἐν μόνῃ δὲ μεταλήψει ἕτερα ἔχει ἥ τε
30ὁμώνυμος τῷ γένει μετάληψις καὶ ἡ παραγραφή. διὸ
ἀναγκαῖον ἦν πρῶτον τὰ εἴδη, εἶθ’ οὕτω τὰ κεφάλαια776

4

.

777

διδάξαι· πρῶτον δὲ τὸν περὶ τῆς παραγραφῆς ποιεῖται λόγον. καίτοιγε ἐχρῆν τὸ ὁμώνυμον τῷ γένει πρῶτον δι‐ δάξαι· ἀλλ’ ἐπειδὴ ἡ μὲν παραγραφὴ ἀπὸ ῥητοῦ τὸ κρά‐ τος ἔχει καὶ περὶ τοῦτο τὴν πᾶσαν σπουδὴν, ὅπερ ἄτε‐
5χνος πίστις, ἡ δὲ μετάληψις οὐκ ἀπὸ ῥητοῦ ἀλλ’ ἀπό τι‐ νος τῆς περὶ τὸ ῥητὸν περιστάσεως, ὃ τῆς ἐντέχνου πί‐ στεως, εἰκότως καὶ ἡ παραγραφὴ τῆς μεταλήψεως προτε‐ τίμηται. Σωπάτρου. Τελείαν παραγραφὴν τὴν ἔγγραφον
10ἐκάλεσεν ἀντιδιαστέλλων πρὸς τὸ κεφάλαιον τοῦ ἐν στο‐ χασμῷ παραγραφικοῦ· εἰ βούλει δὲ καὶ πρὸς τὴν μετάλη‐ ψιν· ὡς γὰρ ἤδη εἴρηται αὕτη οὐ τελεία ἐστὶ πα‐ ραγραφή. ἀλλ’ ἄρχεται μὲν ἀπὸ ῥητοῦ, οὐκ ἀγωνίζεται δὲ περὶ αὐτό· περὶ δέ τι τῶν περιστατικῶν ἀγωνιζομένη
15διαβάλλει, ἀλλ’ οὐκ ἐκβάλλει τὸν ἀγῶνα, οἷον ὅτι οὐκ ἔξε‐ στί σοι κατηγορεῖν ἀτίμῳ ὄντι, ὥσπερ ἐν τῷ κατὰ Τιμάρ‐ χου Αἰσχίνης τὸ πρόσωπον παραγράφεται ὡς ἄτιμον· πόρ‐ νον γὰρ αὐτὸ λέγει. καὶ πάλιν· οὐκ ἔξεστίν σοι κατη‐ γορεῖν μου ἐπὶ τοῦδε τοῦ δικαστηρίου ὡς ἐν τῷ κατὰ Ἀν‐
20δροτίωνος· „ὅτι οὐκ ὀφείλεις μου ἐνταῦθα κατηγορεῖν, ἀλλὰ παρὰ τοῖς θεσμοθέταις.“
22nἜστι δὲ ὅτε ὁρικῶς τέμνεται τὸ πρότερον ζήτημα.
23 Σωπάτρου. Σημειωτέον ὅτι ἡ παραγραφὴ οὐ μόνον κατὰ μίαν τῶν νομικῶν ἐξετάζεται κατὰ τὸ πρό‐
25τερον ζήτημα, τουτέστιν τὴν παραγραφὴν, ἀλλὰ καὶ ὁρι‐ στικῶς καὶ στοχαστικῶς. ὁριστικῶς μὲν οὕτω· νόμος τὸν ἡταιρηκότα μὴ πολιτεύεσθαι, Τίμαρχος ἡταιρηκὼς
καὶ διδάσκων γράμματα κωλύεται· ζητεῖται γὰρ ἐνταῦθα,777

4

.

778

εἰ ταὐτὸν τῷ πολιτεύεσθαι τὸ γράμματα διδάσκειν. καὶ πάλιν· νόμος περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι· ἑάλω ἱέρεια προαγωγείας κριθεῖσα, ἥλω ἡ αὐτὴ πάλιν ὕστερον, καὶ κρίνεται ἀσεβείας· ἐνταῦθα γὰρ ζητοῦμεν, εἰ ἡ προαγω‐
5γεία τῆς ἱερείας ἀσέβεια τυγχάνει. ἀτελὲς γάρ ἐστι τὸ κρινόμενον, οὐ γὰρ ταὐτὸν προαγωγεία καὶ ἀσέβεια· διὸ καὶ κρινομένη λέξει. πρῶτον μὲν δὶς περὶ τῶν αὐτῶν δί‐ κας μὴ εἶναι. ὁ δὲ κατήγορος ἄλλην εἶναι κρίσιν λέγει, προαγωγείας καὶ οὐ τὴν αὐτὴν τῇ ἀσεβείᾳ, ὥστε οὐ περὶ
10τῶν αὐτῶν ἡ κρίσις. ζητεῖται οὖν πρῶτον, εἰ ὁ νόμος ὁ κωλύων δὶς εἶναι περὶ τῶν αὐτῶν κρίσεις τοῦτο λέγει, πό‐ τερον περὶ τοῦ αὐτοῦ πράγματος μὴ εἶναι δίκας δύο, ἢ δὶς περὶ τῶν αὐτῶν μὴ ποιεῖσθαι κρίσεις διαφόρους. ἔπειτα δὲ, εἰ ταὐτὸν ἀσέβεια καὶ προαγωγεία· καὶ γὰρ
15καὶ τὸ παραγραφικὸν ὁρικῶς ἐξετάζεται, ἤτοι ἡ τοῦ νό‐ μου διάνοια, καὶ ἡ εὐθυδικία ὡσαύτως. στοχαστικῶς δὲ, ὡς τὸ κατὰ Τιμάρχου· ζητοῦμεν γὰρ, εἰ Τίμαρχος ἡταί‐ ρηκεν, ἢ μή. διό τινες ἠπόρησαν, διατί καὶ κατὰ ταύτας τὰς στάσεις γινομένων τῶν παραγραφῶν ὁ Ἑρμογένης
20οὔτε πλατύτερον περὶ τούτων ἐδίδαξεν, ἀλλ’ ὅσον ἐπι‐ μνησθῆναι μόνον, καὶ κατὰ μόνας τὰς νομικὰς ἀπεφή‐ νατο, οὐχὶ δὲ καὶ κατὰ ἄλλην τὴν παραγραφὴν ἐξετάζε‐ σθαι. ἐροῦμεν οὖν, ὡς ἀκριβῶς θεωροῦντι οὔτε κατὰ στοχασμὸν, οὔτε κατὰ ὅρον γίνεται ἡ παραγραφή· διὸ
25οὐδὲ αὐτὸς πλατέως εἶπεν περὶ αὐτοῦ· σκοπῶμεν δὲ οὕτω· παντὶ ῥητῷ δεῖ τινα ὑποκεῖσθαι περίστασιν, εἰ μέλλοι ἐν ὑποθέσει ἀλλὰ μὴ ἐν θέσει λαμβάνεσθαι. ὅταν μὲν γὰρ αὐτὸ ἐφ’ ἑαυτοῦ ἀμφισβητῆται, θετικὴ γίνεται ἡ κατὰ ταὐτὸ ἐξέτασις· κατὰ νόμου εἰσφοράν. οἷον εἰ δημηγορη‐
30τέον τοῖς τὰ πατρῷα κατεδηδοκόσι· παντὸς τοίνυν ῥητοῦ περίστασίν τινα ἔχοντος, εἰ μὲν κατ’ ἄμφω γένοιτο ἡ
ἀμφισβήτησις, κατά τε ῥητὸν καὶ κατὰ περίστασιν νομι‐778

4

.

779

κὴ πάντως ἀναφαίνεται στάσις, ὡς ἐπὶ τοῦ ξένου τοῦ ἐπὶ τὸ τεῖχος ἀνελθόντος. ἐνταῦθα γὰρ νόμος μὲν τὸ μὴ ἀνιέναι, περίστασις δὲ τὸ ἀνελθόντα ἠριστευκέναι· ἀμ‐ φισβητεῖται γὰρ ἑκάτερον. ὁ γὰρ νόμος περὶ παντὸς δια‐
5γορεύει ξένου· ὁ δ’ ἀνελθὼν ἠδίκησε τὸν νόμον παρα‐ βάς. ὅλως δὲ περὶ πάσης ζητήσεως νομικῆς, εἰ μὲν περὶ ῥητοῦ μὴ ἀμφισβητῶμεν, περὶ δὲ μόνης τῆς περιστά‐ σεως, λογικὴν ποιήσομεν στάσιν· οἷον νόμος τὸν φονέα κολάζεσθαι, εὑρέθη τις ἐπ’ ἐρημίας ξιφήρης νεοσφαγεῖ
10σώματι παρεστηκὼς καὶ κρίνεται φόνου· δῆλον γὰρ, ὅτι στοχαστικὸν τὸ ζήτημα, περὶ τὴν περίστασιν, οὐ περὶ τοῦ ῥητοῦ τῆς ζητήσεως οὔσης, ὡμολόγηται γὰρ τὸ ῥη‐ τόν. προαγάγωμεν τοίνυν τῇ παραγραφῇ τὸν λόγον· ὅτι μὲν οὖν περὶ μόνον τὸ ῥητὸν οὐκ ἔχει τὴν ζήτησιν, κα‐
15ταφανές· θετικὴ γὰρ ἀνεφαίνετο. ἀλλ’ οὐδὲ περὶ γυμνὴν τὴν περίςτασιν· λογικῆς γὰρ τοῦτο γένεσις στάσεως. πᾶ‐ σα δὲ παραγραφὴ ἔγγραφος· λείπεται ἄρα καὶ κατὰ τὸ ῥητὸν καὶ τὴν περίστασιν γίνεσθαι ἐν αὐτῇ τὴν ἀμφισβή‐ τησιν· ὅπου δὲ ταῦτα, νομικὴ ἡ στάσις, ὥστε καὶ ἡ πα‐
20ραγραφή. ἀλλ’ εἰ ταῦτα, πῶς φησιν ὁ τεχνικὸς, ὅτι ἔσθ’ ὅτε ὁριστικῶς τέμνεται καὶ στοχαστικῶς; ἐροῦμεν, ὅτι καθὸ μὲν ἀπὸ ῥητοῦ ἔχει πᾶσα παραγραφὴ τὴν ἀρχὴν, ἀπὸ νόμου πάντως λαμβάνεται καὶ νομικῇ ὑποπίπτει στάσει. καὶ κατὰ τοῦτο ὑγιὴς ὁ Ἑρμογένους κανὼν, ὅτι
25ἡ ἔγγραφος κατὰ μίαν τῶν νομικῶν ἐξετάζεται· καθὸ δὲ πλατυνομένη ἐν τῇ κατὰ ῥητὸν καὶ διάνοιαν τῆς ἐξετάσεως στάσει ὁριστικῶς ἐργάζεται, λέγεται κατὰ ὅρον ἐξετά‐ ζεσθαι, τουτέστι τοῦ ῥητοῦ καὶ τῆς διανοίας ὁρικῶς πλα‐ τυνομένου. ἴδωμεν καὶ ἐπὶ ὑποδειγμάτων τὰ λεγόμενα,
30νόμος τὸν ἁλόντα προαγωγείας ἄτιμον εἶναι· ἁλούς τις
προαγωγείας εἰσῆλθεν εἰς τὸ ἱερὸν καὶ κρίνεται ἀσεβείας·779

4

.

780

καὶ πάλιν· δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι, γραψάμε‐ νος δημοσίων ἀδικημάτων Μειδίαν Δημοσθένης καὶ ἑλὼν κρίνει αὐτὸν καὶ ὕβρεως· ἐν τούτοις γὰρ ἀμφοτέροις τοῖς προβλήμασι χρωμένων τῶν παραγραφομένων τῷ ῥητῷ,
5ἐξετάζουσι τὴν διάνοιαν οἱ διώκοντες ὁριστικῶς· οἷον εἰ ἡ προαγωγεία ἀσέβεια, καὶ εἰ τὸ δὶς, νῦν τε καὶ πρότερον, ἢ δύο φησί. καὶ εἰ ταὐτὸν ὕβρις καὶ δημόσιον· οὐκ ἄτο‐ πον γὰρ καὶ δυσὶ χρῆσθαι κατὰ ταὐτὸν παραγραφικοῖς, ὡς καὶ ὁ τεχνίτης· τίνος δὲ χάριν ἐν παραγραφῇ ἐκβάλ‐
10λοντες τὴν εὐθυδικίαν μεμνήμεθα πάλιν αὐτῆς; φαμὲν οὖν, ὡς ἐν μὲν τοῖς πλάσμασι δύο ζητήσεις δεῖ ποι‐ εῖσθαι· μίαν μὲν τὴν περὶ αὐτῆς παραγραφῆς, ἑτέραν δὲ τὴν περὶ τῆς εὐθυδικίας· ἐν δὲ τοῖς ἀληθινοῖς ἀγῶσι τό‐ τε δεῖ μεμνῆσθαι καὶ ἀγωνίζεσθαι τὴν εὐθυδικίαν μετὰ
15τὴν παραγραφὴν, ὅταν μὴ οἷόν τε ἄνευ τῆς εὐθυδικίας κατασκευάσαι τὴν παραγραφήν· ὡς καὶ Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ· κελεύει γὰρ ὁ νό‐ μος, φησὶ, τοὺς ἄφεσιν καὶ ἀπαλλαγὴν δεδωκότας μὴ δικάζεσθαι, οὐ γὰρ οἷόν τε ἐγένετο κατασκευάσαι τὴν
20παραγραφὴν, εἰ μὴ ἔδειξε διὰ μαρτύρων, ὅτι ἔδειξεν ἄφεσιν καὶ ἀπαλλαγήν. δεῖ δὲ εἰδέναι, ὅτι ἡ ἔγγραφος αὕτη ἴδια κεφάλαια οὐκ ἔχει· ὁ δὲ Μητροφάνης φησὶν, ὅτι ἔχει τό τε κατ’ ἐπαγγελίαν καὶ τὸ ἐκ τοῦ ἀποβησο‐ μένου· τοῦ μὲν φεύγοντος μὴ προσδεχομένου κατὰ παρα‐
25γραφὴν μεγάλα ἐπαγγελλομένου δεικνύειν ἀδικοῦντα τὸν ἀντίδικον. τοῦ δὲ κατηγόρου μὴ ἂν ἐπὶ τὴν παρα‐ γραφὴν ἐλθεῖν λέγοντος, εἰ τοῖς δικαίοις ἐθάῤῥει. ἀλλά φαμεν, ὡς οὐκ ἔστι παραγραφῆς ἴδια κεφάλαια ταῦτα,
ἀλλ’ ἐπιχειρήματα μόνα.780

4

.

781

(1n)

Τὸ δὲ μετὰ τὴν παραγραφὴν καθ’ ἑτέραν τινὰ διαιρεθήσεται τῶν
2nλογικῶν στάσεων· οἷον τὸν ἀντιλέγοντα νόμῳ εἴσω τριάκοντα
3nἡμερῶν δέον ἀντιλέγειν πρὶν οὐ κυρωθῆναι· μετὰ ταῦτα δὲ μὴ ἐξ‐
4nέστω· πρεσβεύοντος τοῦ πένητος, ὁ πλούσιος ἐχθρὸς ὢν ἐσήνεγκεν
5nνόμον, τὸν εἴσω πέντε ταλάντων οὐσίαν κεκτημένον μὴ πολιτεύε‐
6nσθαι μηδὲ λέγειν· ἐπανῆκε μετὰ τὰς τριάκοντα ἡμέρας ὁ πένης,
7nκαὶ ἀντιλέγειν βούλεται τῷ νόμῳ· ἡ προτέρα ζήτησις κατὰ ῥητὸν
8nκαὶ διάνοιαν γίνεται· πότε καὶ τίσιν εἴσω τριάκοντα ἡμερῶν προσ‐
9nτάττει ἀντιλέγειν ὁ νόμος· καὶ ὅτι οὐ τοῖς πρεσβεύουσιν οὐ τοῖς
10nἀποῦσι· καὶ ὅσα ἄλλα, ἡ δευτέρα δὲ κατὰ τὴν πραγματικὴν, εἰ
11nνόμιμον τὸ εἰσενεχθὲν γράμμα, εἰ δίκαιον, καὶ τὰ ἑξῆς.
12 Συριανοῦ. Δύο ἀεὶ ζητήματά ἐστι περὶ τὴν ἔγ‐ γραφον μετάληψιν· τὸ μὲν κατ’ ἐκβολὴν τοῦ ἀγῶνος, τὸ δὲ κατ’ εὐθυδικίαν, ἐν ᾧ τοῦ πράγματος ἡ ζήτησις.
15πρῶτον οὖν καλεῖ τὸ τῆς ἐκβολῆς, ὃ δὴ καὶ κυρίως πα‐ ραγραφή· αὕτη δὲ, φησὶ, κατὰ μίαν τῶν νομικῶν ἐξ‐ ετασθήσεται· ἐπειδὴ γὰρ ἐν αὐτῇ ἐστιν ἡ τῶν ἐμπι‐ πτόντων ῥητῶν ἐξέτασις, ἀναγκαίως κατὰ μίαν τῶν νο‐ μικῶν στάσεων διαιρεῖται· τὸ δὲ ἕτερον, ὃ καὶ ἐπαγό‐
20μενόν ἐστιν ἤτοι ἡ εὐθυδικία, καθ’ ἑτέραν δή τινα τῶν λογικῶν, ὡς ἡ ὑπὲρ Φορμίωνος παραγραφὴ τὸ μὲν πρῶτον νομικὸν ἔχει ζήτημα, τὸ δὲ δεύτερον στοχαστι‐ κόν· πότερον εἶχεν ἐν θήκῃ τὰ εἴκοσι τάλαντα ὁ Πα‐ σίων ἢ οὔ· ἡ δὲ πρὸς Πανταίνετον· τὸ μὲν πρῶτον νο‐
25μικὸν, τὸ δὲ δεύτερον μεταστατικόν· τοῦ Μνησιβούλου ἐπὶ Εὔεργον ἀνάγοντος τὰ γεγενημένα. ὥσπερ ἐν πάσῃ παραγραφῇ τὸ μὲν πρῶτον περὶ αὐτοῦ ἐστι ζήτημα τοῦ εἰσαχθῆναι τὸν ἀγῶνα, τὸ δὲ δεύτερον περὶ τῆς εὐθυ‐ δικίας τοῦ προκειμένου πράγματος· πλὴν μόνης τῆς κα‐
30τὰ Τιμάρχου παραγραφῆς, ἐκείνη γὰρ μόνη τὴν εὐ‐ θυδικίαν οὐκ ἔχει.
Μαρκελλίνου. Λογικαὶ μέν εἰσιν, ἐν αἷς περὶ781

4

.

782

πράγματος ἡ ζήτησις, καὶ πάντα ἃ περὶ ἀγράφων ἐξ‐ ετάζεται· ἐνταῦθα δὲ, φησὶν, ἡ προτέρα ζήτησις κατὰ ῥητὸν καὶ διάνοιαν· χρήσεται γὰρ ὁ μὲν πλούσιος τῷ ῥητῷ, ὁ δὲ πένης τῇ διανοίᾳ λέγων· ὅτι ἄχρι τριάκον‐
5τα ἡμερῶν εἶπεν κατηγορεῖν τοὺς ἐπιδημοῦντας, οὐ τοὺς ἀποδημοῦντας, καὶ μάλιστα δημοσίας ἕνεκα χρείας, ὥσ‐ περ κἀγὼ τῆς πρεσβείας χάριν ἀπὼν οὐκ ἐδυνάμην ἐν‐ τὸς τῆς προθεσμίας κατηγορεῖν, ἡ δευτέρα δὲ κατὰ πραγματικὴν, εἰ νόμιμον εἰσιέναι· ταῦτα γὰρ πρα‐
10γματικῆς ἴδια ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὡς ἐν τῷ κα‐ τὰ Ἀριστοκράτους, καὶ καθόλου ἔνθα ἂν ἔχωμεν νό‐ μον, ἀλλὰ καὶ ψήφισμα· μικρὸν γάρ τι διαφέρει νόμος ψηφίσματος.
14nἘμπέπτωκε δὲ ἐνταῦθα καὶ δεύτερόν τι ὡς παραγραφικόν· οἷον
15nοὐκ ἔχων τὰ πέντε τάλαντα οὐ δύνασαι λέγειν· δῆλον δὲ, ὡς καὶ
16nπρὸς τοῦτο ἀπαντήσεται τῇ φύσει τοῦ πράγματος· ἔτι γὰρ τῆς ζη‐
17nτήσεως οὔσης περὶ τοῦ εἰ χρὴ δοκιμασθῆναι αὐτὸν, οὐχ οἷόν τε
18nἤδη ὡς κυρίῳ χρῆσθαι.
19Μαρκελλίνου. Πιθανότητος ἔχεται τὸ λεγόμε‐
20νον, οὐ γὰρ δὴ ἰσχυρὸν οὐδὲ ἀγωνιστικὸν τὸ παραγρα‐ φικόν· ἐκ τῆς προβολῆς δὲ παραγράφεται λέγων, ὅτι οὐκ ἔξεστί σοι πολιτεύεσθαι μὴ ἔχοντι τὰ πέντε τάλαντα· διὰ τοῦτο δὲ οὐκ ἀγωνιστικὸν τοῦτο, ἐπειδὴ ἀνόητον τὸ τοῖς ἀμφιβόλοις ῥητοῖς ὡς κυρίοις κεχρῆσθαι· ἀλλ’
25ὀλίγον πως πιθανὸν, ὡς ἐπὶ τοῦ Λεπτίνου νόμου· ἐκεῖ γὰρ δοκεῖ πως τῇ προθεσμίᾳ κεκυρῶσθαι, εἰ καὶ ἀμ‐
φίβολόν ἐστιν ὁ νόμος· χρήσεται μὲν οὖν τῷ προειρη‐782

4

.

783

μένῳ παραγραφικῷ ὁ φεύγων ἐνταῦθα, οὐ μὴν ἐνδια‐ τρίψει· οὐ γὰρ ἰσχὺν ἱκανὴν, ὅπερ εἶπον, ἔχει, πιθα‐ νὸν δέ πως ὀλίγον ἐστίν· πάνυ δὲ ἀκριβῶς καὶ ὁ τεχνι‐ κὸς, ἐπειδὴ ὥσπερ ἐν μεταλήψει ἀπὸ τῶν περιστατικῶν
5ὁ διώκων τὴν ἀντίθεσιν ποιεῖται, ὡς παραγραφικὸν αὐ‐ τὸ εἶπεν· ἐπειδὴ χρόνῳ μόνον ἐκυρώθη ὁ νόμος, οὐ κρί‐ σει δικαστῶν· εἰ γὰρ ἦν κρίσει κεκυρωμένος, παραγρα‐ φὴ ἐγίνετο δι’ αὐτοῦ τελεία καὶ οὐ παραγραφικόν· ἔστι δὲ τὸ παραγραφικὸν τοῦτο τοιοῦτον· οὐκ ἔχων, φησὶ,
10τὰ πέντε τάλαντα οὐ δύνασαι λέγειν. ὁ γὰρ νόμος κω‐ λύει σε λέγειν ἐνδεῶς ἔχοντα τῶν πέντε ταλάντων· ὁ δὲ λύσει ταῦτα τὸν χρόνον μεταλαβὼν, ὅτι ἔτι ἀμφιβόλου ὄντος, εἰ χρὴ κύριον εἶναι τὸν νόμον, πῶς δυνατὸν ὡς κυρίῳ χρῆσθαι· κατὰ φύσιν δὲ τοῦ πράγματος τὴν τοι‐
15αύτην εἶπεν γενέσθαι λύσιν, δι’ ὧν φησίν· δῆλον δὲ ὡς καὶ πρὸς τοῦτο ἀπαντήσεται τῇ φύσει τοῦ πράγματος, ὅτι οὐκ ἐξ ἐπιχειρημάτων οὐδὲ κατασκευῆς περιττῆς, ἀλλ’ ἐξ αὐτῶν τῶν ὑποκειμένων εἴληπται·
19nἩ δ’ αὖ ἄγραφος διαιρεῖται προβολῇ, παραγραφικῷ, τῷ ἀπὸ τοῦ
20nῥητοῦ, μεταλήψει, συλλογισμῷ, ὅρῳ, ἀντιθέσει, ἑτέρᾳ μεταλήψει,
21nἀντιλήψει, θέσει, ποιότητι, καὶ γνώμῃ· οἷον ἀριστεύσας τις ᾔτησε
22nπολίτου φόνον, καὶ ἔλαβεν. εὕρηται προαπεκτονὼς αὐτὸν καὶ φεύ‐
23nγει φόνου· ἡ προβολὴ, ἀνδροφόνος εἶ· τὸ παραγραφικὸν, οὐ δώσω
24nλόγον ὑπὲρ τοῦ παραδοθέντος μοι πρὸς ἀναίρεσιν ὑπὸ τοῦ δήμου.
25 Συριανοῦ. Ἡ μετάληψις διαιρεῖται κεφαλαίοις τοῖς αὐτοῖς, οἷςπερ ὁ ὅρος καὶ ἡ ἀντίληψις, πλὴν σφό‐ δρα ὀλίγων· ὥσπερ γὰρ αἱ ἀντιθετικαὶ τοῖς αὐτοῖς διαι‐ ροῦνται σχεδὸν πλὴν τάξεως καὶ τοῦ οἰκείου κεφα‐ λαίου, οὕτω καὶ αὗται· κεφάλαια δ’ οὖν μεταλήψεώς
30ἐστι τάδε, προβολὴ τοῦ κατηγόρου, παραγραφικὸν τοῦ783

4

.

784

φεύγοντος, ἀντιληπτικῶς εἰσαγόμενόν τε καὶ πλατυνό‐ μενον, μετάληψις τοῦ κατηγόρου, συλλογισμὸς τοῦ φεύ‐ γοντος, ὅρος τοῦ κατηγόρου, γνώμη νομοθέτου, πηλι‐ κότης πρός τι, κοινά· τὴν δὲ πηλικότητα καὶ τὸ πρός
5τι ποτὲ μὲν ἐξετάσουσιν ὡς δεῖ, ποτὲ δὲ καὶ παραλεί‐ ψουσιν ὡς παρέλκοντα διὰ τὸ σφόδρα τοῦ πράγματος ὡμολογημένον· ἔτι διαιρεῖται καὶ τοῖσδε, ἀντιθέσει, ἀντεγκληματικῇ, ἀεὶ ἐν μεταλήψει ἐμπιπτούσῃ, λύσει με‐ ταληπτικῇ· ζητοῦσι δὲ, τί διαφέρει ἀντέγκλημα μετα‐
10λήψεως, εἴγε ἐν ἀμφοτέραις κατέγνωσται τὸ πρόσ‐ ωπον· ἐροῦμεν οὖν, ὅτι ἐν μὲν ἀντεγκλήματι ἀδίκημά ἐστι τὸ ὑπὸ τοῦ φεύγοντος πραχθέν· ἐν δὲ μεταλήψει αὐτὸ μὲν τὸ γεγονὸς οὐκ ἔστιν ἀδίκημα· διὰ δέ τι τῶν περιστατικῶν ὡς ἀδίκημα εὐθύνεται.
15 Σωπάτρου. Περὶ τῆς τάξεως τούτων ἤδη κἀν ταῖς ἄλλαις εἴρηται στάσεσιν, ἐπὶ δὲ τοῦ παραδείγματος
τοῦ τεχνικοῦ τὴν δύναμιν ἑκάστου κεφαλαίου σκοπήσο‐784

4

.

785

μεν· ἡ προβολὴ τοίνυν, ἀνδροφόνος εἶ· μέγα δὲ καὶ παρὰ τοὺς νόμους τὸ γεγονός· ἰστέον γὰρ, ὡς ἐν μὲν ταῖς ἄλλαις στάσεσιν αἱ προβολαὶ μετρίαν καὶ ἠρεμαίαν ποιοῦνται τὴν αὔξησιν, ἐνταῦθα δὲ τούτων ἐκλειπόντων
5τῶν κεφαλαίων ἡ προβολὴ μετὰ τῆς δεούσης αὐξήσεως τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους καταδέξεται τὴν ἐργασίαν, τουτέστιν ἀπὸ τῶν περιστατικῶν ἢ καὶ πάντων ἢ καὶ τῶν ἐμπιπτόντων· τὸ παραγραφικὸν, οὐ δώσω λόγον· τοῦτο τοῦ φεύγοντός ἐστιν· τοῦτο δὲ ἐνταῦθα μὲν ἀν‐
10τιληπτικόν ἐστι· δύναται δὲ καὶ ὁρικῶς καὶ ἀντεγκλημα‐ τικῶς καὶ μεταστατικῶς σχηματισθῆναι· ὁρικῶς μὲν οὕ‐ τως· ἐφ’ ἑτέροις ἰσχύουσιν αἱ γραφαί· ἐπὶ γὰρ τῶν ὑπὸ τοῦ δήμου παραδοθέντων οὐδέ πω καὶ τήμερον ἐγρά‐ ψατό τινά τις· στοχαστικῶς δὲ ὡς Δημοσθένης ἐν τῷ
15κατὰ Μειδίου τὴν ὁρικὴν ἀντίθεσιν στοχαστικῶς εἰσαγα‐ γὼν λέγει· ὡς εἴπερ ἀληθῶς ἐπεπόνθεις ταῦτα, δίκας ἰδίας οὐ προσήκει λαχεῖν· τὸ γὰρ ὡσεὶ στοχαστικόν· ἀντεγ‐ κληματικῶς δὲ, ἀξίου ὄντος ταῦτα παθεῖν τοῦ ὑπὸ τοῦ δήμου παραδοθέντος μοι κόμπον ἄλλως ὀδόντων ἥγη‐
20μαι τὴν παροῦσαν γραφήν· ἀντιστατικῶς δὲ, ὑπὸ τοῦ δήμου τὴν εἰς ἀριστεῖον τοῦ κατηγόρου ἀναίρεσιν λα‐ βὼν καὶ ὑπὲρ εὐκλείας ἐμῆς τε καὶ αὐτοῦ, τοῦτον ἀπε‐ κτονὼς παρέλκον τι ἐργαζόμενον, τὸν ὑπὲρ τούτου γρα‐ φόμενόν με, οὐ δίκαιον ἀναιδευόμενον ἐᾷν· μεταστατι‐
25κῶς δὲ, ὁ νόμος αἴτιος τῆς σφαγῆς, ὡς ἀριστεῖ τὰ κα‐ ταθύμια δωρεῖσθαι κελεύων, παράνομον ἀποφαίνει ποι‐ ούμενον τὸν συκοφάντην τὴν παροῦσαν γραφήν. Ἰστέον δὲ, ὡς τὸ παραγραφικὸν τούτῳ διαφέρει τῆς παραγρα‐ φῆς, ὅτι ἐκεῖ μὲν ἀπὸ ῥητοῦ ἐστιν ἡ ζήτησις καὶ περὶ
30αὐτὸ τὸ ῥητὸν, ἐνταῦθα δὲ εἰ καὶ ἀπὸ ῥητοῦ, ἀλλ’
οὐχὶ καὶ περὶ ῥητοῦ ἐστιν ἡ ζήτησις· οὐ γάρ τι καὶ785

4

.

786

περὶ τοῦ ῥητοῦ ὁ διώκων εὐθὺς ζητεῖ, ἀλλὰ τὸ ῥητὸν κατὰ χώραν ἐῶν ἀνεξέταστον ἀπό τινος τῶν περιστα‐ τικῶν τὴν ἀντίθεσιν ποιεῖται· ἔνθεν οὐδὲ παραγραφὴ ἀλλὰ παραγραφικὸν ὠνόμασται· ἀμέλει γοῦν καὶ ἡ τά‐
5ξις ἐνήλλακται τῆς χρήσεως τῶν περιστατικῶν· ἐν μὲν γὰρ παραγραφῇ ὁ φεύγων χρῆται τοῖς περιστατικοῖς εἰς τὴν τοῦ ῥητοῦ ἐργασίαν, ἐν δὲ μεταλήψει ὁ διώκων οὐ‐ χὶ εἰς τὴν τοῦ ῥητοῦ συνηγορίαν· οὐ δεῖται γὰρ τοῦτο κατασκευῆς ὁμολογούμενον καὶ ἀναμφίλεκτον ὂν, ἀλλ’
10εἰς τὴν τοῦ πεπραγμένου διαβολήν· τῆς μὲν οὖν παρα‐ γραφῆς τούτῳ διαφέρει, τοῦ δὲ ἐν στοχασμῷ παρα‐ γραφικοῦ, ὅτι εἰ καὶ πρὸς διαβολὴν καὶ αὐτὸ τοῦ ἀγῶ‐ νος λαμβάνεται, ἀλλ’ οὐκ ἀπὸ τῶν περιστατικῶν ὥσπερ ἐκεῖνο· ἀπὸ δὲ τοῦ ῥητοῦ εἰσάγεται· διὸ καὶ πρῶτον ἐπὶ
15τῇ προβολῇ τάττεται, κατὰ φύσιν γὰρ τοῖς κατηγορου‐ μένοις ἐστὶ μέμφεσθαι τὸν ἀγῶνα καὶ διαβάλλειν. Μαρκελλίνου. Τὰ μὲν κεφάλαια τοιαῦτα, σα‐ φηνείας δὲ ἕνεκα διὰ τοῦ παραδείγματος ἕκαστον τού‐ των παρίστησι, σαφὴς δὲ ἡμῖν ἐκ τῶν πρόσθεν γέγο‐
20νεν ἡ προβολή· ὅθεν ὡς πρὸς εἰδότας ὁ λόγος. Ἀν‐ δροφόνος εἶ· ἐπέδειξε μόνον ἡμῖν τοῦ κεφαλαίου τὴν δύναμιν, οὐχ ὡρίσατο δὲ, τί ἐστι προβολὴ, προεῖπεν γὰρ ἐπὶ τοῖς ἔμπροσθεν· λέγουσι δὲ ἴδιον εἶναι τῆς ἐν τῇ ἀγράφῳ μεταλήψει προβολῆς τὸ τελείαν ἐν αὐτῇ τῶν ἀπ’
25ἀρχῆς ἄχρι τέλους ὅ ἐστι τῶν πεπραγμένων τὴν ἐξέτασιν ποιεῖσθαι· ἐν μὲν γὰρ ταῖς ἄλλαις στάσεσιν, ἔνθα ἂν εὑρίσκηται τοῦτο τὸ κεφάλαιον, μερικῶς ἐν αὐτῷ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐξετάσομεν, καὶ μόνον ἐφαψάμενοι τῶν πεπραγμένων παρελευσόμεθα, τοῖς οἰκείοις καιροῖς
30τὴν ἐντελῆ κατασκευὴν φυλάττοντες· ἐν δὲ τῇ μεταλήψει
οὐκ ἔτι ὁμοίως μεθοδεύσομεν, ἀλλὰ ἐν αὐτῇ τῇ προβολῇ786

4

.

787

τελείως τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐργασόμεθα· τὸ δὲ αἴτιον τοῦ εἰρημένου, ὅτι ἐν ἐκείναις μὲν ταῖς στάσεσιν ἕτερα κεφάλαια αὐξητικὰ τοῦ πράγματος ἐμπίπτει, οἷς ἀναγκαίως τὰς ἐργασίας φυλάττοντες ἐν τῇ προβολῇ με‐
5τρίως χρησόμεθα· οἷον ἥ τε πηλικότης καὶ τὸ πρός τι· ἐνταῦθα δὲ προσήκει ἀπὸ τῶν περιστατικῶν τὰ πεπρα‐ γμένα ἐν αὐτῇ τῇ προβολῇ διεξιέναι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους κατατρέχοντας, καὶ τελείᾳ τῇ ἐργασίᾳ χρωμένους· ὡς ἐπὶ τοῦ προκειμένου παραδείγματος· πρῶτον μὲν τὸ
10πρᾶγμα ἐρεῖ ὁ κατήγορος τὸ πραχθὲν, ὅτι μέγα· καὶ ὑπὸ τίνος, ὅτι παρὰ τοῦ πλουσίου δι’ ὕβριν καὶ περιου‐ σίαν ἀδικοῦντος καὶ καταφρονοῦντος· εἶτα ἀπὸ τῶν περι‐ στατικῶν, ἀπὸ τοῦ προσώπου· ὅτι τῶν πολιτῶν εἷς ὁ ἀνῃρημένος, ὅτι οὐδὲν ἠδικηκὼς, οὐκ ἐν δικαστηρίῳ ἁ‐
15λούς· καὶ ἀπὸ τόπου, ἐν ᾧ πέπρακται, ὅτι ἐν τῇ ἡμε‐ τέρᾳ πόλει, ἣ πασῶν εἰ τύχοι φιλανθρωπίᾳ καὶ δικαιο‐ σύνῃ ὑπερέχειν δοκεῖ· ἔστι δὲ εἰπεῖν καὶ ἀπὸ χρόνου ἤτοι καιροῦ, ὅτι ἐν εἰρήνῃ οὐκ ἐν πολέμῳ, ὅτε πᾶσιν ἡσυχά‐ ζειν ἐξῆν καὶ τῶν οἰκείων ἀπολαύειν, ἤδη τῶν πολεμίων
20ἡττωμένων· καὶ ἀπὸ αἰτίας· ὅτι δι’ ἔχθραν ἀνῄρηται, οὐ δι’ ἀδικίαν οὐδεμίαν· τὸ γὰρ ὅτι πρὸ τῆς τοῦ δή‐ μου δωρεᾶς καὶ συγχωρήσεως ἀνῄρηται, ἐν τῷ οἰκείῳ τόπῳ φυλάξομεν, λέγω δὴ ἐν τῷ μεταληπτικῷ καὶ ὁμω‐ νύμῳ τῆς στάσεως κεφαλαίῳ· διὰ τούτων δὲ, ὅπερ εἶ‐
25πον, κατασκευάσας τὴν προβολὴν ἐπάξεις ἐκεῖνο τὸ, ὅτι ἀνδροφόνος εἶ καὶ τιμωρίαν ὑποσχεῖν δίκαιος· εἰκότως δὲ καὶ καταφρονητικὸς ὁ λόγος καὶ δριμὺς ἂν εἴη· καὶ γὰρ κἂν εἰ λαμπρὸς ᾖ ὑπὸ τῆς ἀριστείας ὁ κρινόμενος, ἀλλ’ ὅμως τῇ ποιότητι τοῦ πεπραγμένου διαβέβληται.
30Τὸ παραγραφικὸν, οὐ δώσω λόγον. Ἀπαντήσει δὲ πρὸς τὴν προβολὴν ὁ φεύγων τῷ παραγραφικῷ τῷ
ἀπὸ τοῦ ῥητοῦ· ἐστὶ δὲ τοῦτο, ὅτι ὑπὸ τοῦ δήμου πα‐787

4

.

788

ραδέδοτο καὶ οὐ χρὴ λόγον ὑπὲρ τοῦ παραδοθέντος οὐ‐ δὲ δίκας δοῦναι· δῆλον δὲ, ὡς οὐκ ἐκτὸς ἐργασίας τὸ τοιοῦτον προβάλλεται, ἀλλὰ καὶ ταῖς ὀφειλομέναις κατα‐ σκευαῖς ὑπ’ αὐτοῦ χρώμενος· οὕτω γὰρ ἰσχυρότερον ἔσται·
5οἷον ὅτι χρὴ κύρια εἶναι τὰ ὑπὸ τοῦ δήμου τοῖς ἀριστεῦ‐ σιν εἰς ἀμοιβὴν τῆς ἀρετῆς δεδομένα, καὶ μὴ κρίνεσθαι τοὺς τυχόντας ὑπὲρ ὧν ἔλαβον· ἐκ γὰρ τοῦ καθολι‐ κοῦ καὶ τὸ μερικὸν κατασκευάσομεν· ὅτι οὐδὲ ἡμᾶς δί‐ καιον νῦν διδόναι λόγον ὑπὲρ ὧν εἰλήφαμεν· εἶθ’ ὅτι
10καὶ συνοίσει τῇ πόλει βεβαίας εἶναι τὰς διδομένας ἀμοι‐ βάς· πλείους γὰρ εὖ ποιεῖν ἐθελήσουσιν· καὶ τοὐναντίον ὅτι οὐδεὶς ἔτι κινδυνεύειν ὑπὲρ τῆς πόλεως θελήσει τοὺς πρότερον εὖ ποιήσαντας, ἐὰν μὴ τιμηθέντας ἴδῃ· ἀπὸ τοῦ ῥητοῦ δὲ τὸ παραγραφικὸν τοῦτο ἐκάλεσεν, ὅτι τὸ ῥητὸν
15αὐτὸ προβαλλόμενοι δι’ αὐτοῦ τὴν κρίσιν αἰτιώμεθα, ὥσπερ ἐν τῷ παρόντι παραδείγματι· προβαλλόμενος γὰρ τὸ τοῦ δήμου ψήφισμα ὁ φεύγων καὶ τὴν δοθεῖσαν ἐξ‐ ουσίαν, διὰ τούτων τὴν κρίσιν αἰτιᾶται· τοῦτο δέ τινες ἀγνοήσαντες, πῶς ἂν παραγραφικὸν ἀπὸ ῥητοῦ γένοιτο,
20τοῦτο γὰρ διαφέρει, φησὶν, ἡ παραγραφὴ τοῦ παρα‐ γραφικοῦ, ὅτι ἐκείνη μὲν ἀπὸ ῥητοῦ γίνεται, τοῦτο δὲ οὐκ ἔτι ἀπὸ ῥητοῦ, ἐθαύμασαν τὸ εἰρημένον· ἐροῦμεν δὲ πρὸς αὐτοὺς, ὅτι εἰ μὲν τὴν εὐθυδικίαν τὸ ῥητὸν ἐξ‐ έβαλλεν ἢ κρίνεσθαι ἐπὶ τοῖσδε ἔλεγον, παραγραφὴ
25ἂν ἦν· τοῦτο γὰρ παραγραφῆς ἴδιον τὸ διὰ τοῦ ῥητοῦ τὴν εὐθυδικίαν ἐκβάλλειν· νῦν δὲ τοῦτο μὲν οὐ ποιεῖ, ἐξουσίαν δὲ μόνου τοῦ πεπραγμένου κατασκευάζει· διὸ εἰκότως παραγραφικὸν ἂν εἴη τὴν ἰσχὺν ἔχον ἀπὸ τοῦ ῥητοῦ μεμφόμενον τὴν κρίσιν οὐ τελείως ἐκβάλλον κα‐
30θάπερ ἡ παραγραφή.788

4

.

789

(1n)

Ἡ μετάληψις· οὐκ ἦν ὅτε ἀνῃρεῖτο οὔπω παραδεδομένος· τὸ γὰρ
2nκατὰ τὸν χρόνον μεταλαμβάνει δηλαδὴ καὶ τὸ μὲν πρᾶγμα συγχω‐
3nρεῖ, τὸ δὲ περὶ τὸ πρᾶγμα κρίνει· ἐν ᾧ ὅτι οὐδ’ ἂν ἔδωκεν ὁ δῆ‐
4nμος, εἰ παρῆν καὶ ἀντέλεγεν.
5 Συριανοῦ. Δευτέρα εἰκότως ἡ μετάληψις τοῦ διώκοντος τέτακται. ἀναγκαίως γὰρ τοῦ φεύγοντος δια‐ βολῇ ἰσχυρᾷ χρησαμένου τῇ ἀπὸ ῥητοῦ, ἀναγκαῖον ἦν προσθεῖναι αἰτίαν, δι’ ἣν ἡ κατηγορία αὐτῷ οὐ παρα‐ βεβασμένη γίνεται· τοῦ φεύγοντος τοίνυν προβαλλομέ‐
10νου τὸ ἀπὸ ῥητοῦ παραγραφικὸν, τῇ τοιαύτῃ μεταλήψει ὁ κατήγορος χρήσεται, ὅπερ ἐστὶ συμπλεκτικώτατον κε‐ φάλαιον καὶ ὁμωνύμως καλούμενον τῇ στάσει. ἐν τούτῳ δὲ τῷ παραδείγματι καὶ πλείω χώραν ἔχει. προσθήσει γὰρ καὶ ταῦτα, ὡς εἰ παρῆν ἀντέλεγεν ἂν καὶ οὐκ ἂν
15ἔδωκεν ὁ δῆμος. τοῦτο δὲ τὸ κεφάλαιον ἴδιον μὲν τῆς στάσεως οὐκ ἔστιν, ἐπιχείρημα δὲ τοῦ κεφαλαίου. σφό‐ δρα δὲ δεινή τις ἡ τοιαύτη μέθοδος. ἐπειδὴ γὰρ συμ‐ φέρει μὲν τῷ κατηγόρῳ διαβάλλειν τὴν τοῦ δήμου διάγνωσιν, καθάπτεσθαι δὲ παντὸς τοῦ δήμου φορ‐
20τικὸν, ἐπὶ τὸν φεύγοντα μεταστήσει τὴν αἰτίαν λέγων, διὰ τοῦτο τὸν δῆμον ἠπατῆσθαι, ὅτι ὁ ἀντερῶν πρὸς τὴν αἴτησιν οὐ παρῆν, ἐκείνου πρὸ τῆς αἰτήσεως ἀνῃρη‐ μένου. Ἰστέον δὲ, ὡς οὐ πάσης μεταλήψεως ἡ αὐτὴ δύναμίς ἐστιν, ἀλλ’ ὅτ’ ἂν ἢ ἀπὸ τόπου, ἢ χρόνου
25λαμβάνηται, ὡς ἐπὶ τοῦ παρόντος τοῦ τεχνικοῦ πλάσμα‐ τος, μεγάλην ἔχει τὴν ῥοπήν. ἐρεῖ γὰρ ὁ κατήγορος με‐ ταλαμβάνων τὸν τόπον καὶ δυσωπῶν τοὺς δικαστὰς ὀνό‐ ματι τῶν ὑβρισθέντων θεῶν· ὡσαύτως καὶ ἀπὸ τοῦ χρόνου· ἐρεῖ γὰρ ὅτι συνῄδει τινὰ ἄτοπα, ἃ ἔκπυστα
30τῷ δήμῳ γενόμενα εἰς μέγα τοῦτο περιέστη κακόν· διὰ789

4

.

790

τοῦτο φθάνει τῷ φόνῳ τὴν τοῦ δήμου κατάγνωσιν. ὅτε δὲ ἀφ’ ἑτέρου ἄτονος καὶ ἀσθενεστέρα, ὡς ἐπὶ τοῦ ἐμ‐ πρήσαντος τὸν μοιχὸν σὺν τῷ οἰκήματι καὶ κρινομένου παρανόμου τιμωρίας. διαβεβλημένου γὰρ ἅπαξ τοῦ
5προσώπου καὶ ὀλίγον διαφέρειν δοκοῦντος τὸ ξίφει ἢ πυρὶ φονεῦσαν, εἰκότως ἥττω τὴν ἰσχὺν ἔχει ἡ μετάλη‐ ψις, τὸν τρόπον αἰτιωμένου μόνον, ὅτι οὐ πυρὶ σιδή‐ ρῳ δὲ ἐχρῆν ἀποκτεῖναι. Μαρκελλίνου. Ἡ μετάληψις ἐνταῦθα ἀπὸ χρό‐
10νου· συγχωροῦντες γὰρ τὸ πεπραγμένον, τὸν χρόνον αἰ‐ τιώμεθα τῆς ἀναιρέσεως, οὐχ ὅτι ἀνεῖλε κατηγοροῦντες· ἀλλ’ ὅτι προανεῖλε τῆς τοῦ δήμου δωρεᾶς καταμεμφό‐ μενοι· ἰστέον δὲ, ὡς ὁ κατήγορος, καθὰ προειρήκαμεν ἐν τῇ προβολῇ τῆς στάσεως, ταύτην τὴν τελείαν ποιήσε‐
15ται αὔξησιν ἀπὸ πάντων τῶν περιστατικῶν, φυλαττόν‐ των μόνον ἕν τι τούτων ἀνεξέταστον, ὃ τὴν μετάληψιν αὐτῷ ἐκτελέσει πρὸς τὴν τοῦ παραγραφικοῦ λύσιν. τοῦ γὰρ φεύγοντος φάσκοντος, ὡς οὐ δεῖ με κρίνεσθαι ἐφ’ οἷς ὁ δῆμος τὴν ἐξουσίαν ἔδωκεν, ὁ κατήγορος προση‐
20κόντως ἐρεῖ· καὶ μὴν πρὸ τῆς τοῦ δήμου χάριτος φθά‐ σας ἀνῃρήκεις τὸν ἄνδρα.
22nὉ συλλογισμὸς ὅτι οὐδὲν διαφέρει ἢ νῦν ἢ τότε.
23 Σωπάτρου. Τοῦ διώκοντος μεταλήψει χρησαμέ‐ νου ὁ φεύγων συλλογισμῷ χρήσεται λύων τὴν μετάλη‐
25ψιν καὶ ἴσον δεικνὺς τὸ γενόμενον τῷ μὴ γενομένῳ. μηδὲν γὰρ διαφέρειν εἴτε πρότερον, εἴτε ὕστερον ἀπέ‐ κτεινεν, καὶ ἢ πυρὶ ἢ σιδήρῳ· τοῦτο δὲ ἀπὸ τῆς κοινό‐ τητος κατασκευάσει· τὸ γὰρ τέλος φησὶν ἓν κεῖται εἴτε
πρότερον εἴτε ὕστερον καὶ ἢ σιδήρῳ ἢ πυρί· θάνατος790

4

.

791

γὰρ ἐπ’ ἀμφοῖν τὸ τέλος, τοῦ τοίνυν συλλογισμοῦ πρὸς τὴν μετάληψιν γενομένου, ἀντιστρέφεται ἡ ἰσχὺς ἑκατέ‐ ρων· ἔνθα μὲν γὰρ ἡ μετάληψις ἰσχύει, ἀσθενὴς ὁ συλ‐ λογισμὸς, ὡς ἐπὶ τοῦ ἐν ἱερῷ τὸν μοιχὸν ἀποκτείναντος·
5ἀσθενὲς γὰρ τὸ λέγειν, ὅτι οὐδὲν διαφέρει τὸ ἐν ἱερῷ φονεῦσαι ἢ ἐν βεβήλῳ. καὶ γὰρ μισοῦσι τοὺς πονηροὺς οἱ θεοὶ, καὶ εἰκὸς αὐτοὺς χαίρειν τῶν ἀνοσίων τῷ φό‐ νῳ· ἀπὸ γὰρ τοῦ εἰκότος μεθοδευθὲν, ἰσχυρότερον πε‐ ποίηκε τὸν συλλογισμόν. ἔνθα δὲ ἀσθενὴς ἡ μετά‐
10ληψις, ὁ συλλογισμὸς τὴν ἑαυτοῦ δύναμιν ἐπιδείκνυται, ὡς ἐπὶ τοῦ ἐμπρήσαντος τὸν μοιχόν· ἀσθενοῦντος γὰρ τοῦ διώκοντος τῇ μεταλήψει δι’ ὧν φησιν ἄλλως οὐχ οὕ‐ τως ἐχρῆν ἀποκτεῖναι, ὁ φεύγων ἰσχύει τῷ συλλογισμῷ· οὐδὲν διαφέρει λέγων οὕτως ἢ οὕτως νῦν ἢ ὕστερον ἀπο‐
15κτανθῆναι τὸν ἅπαξ θανάτου ἄξιον. Μαρκελλίνου. Ὁ τεχνικὸς ἀπὸ χρόνου μετάλη‐ ψιν διελὼν, ἀπὸ χρόνου καὶ συλλογισμὸν λαμβάνει. τί, φησὶ, δεῖ χρόνον ἐξετάζειν, εἴγε ὁ δῆμος κατέγνω θα‐ νάτου. καὶ πάλιν, τί δεῖ τὸν τρόπον ἐξετάζειν, εἰ καὶ
20οὕτω κἀκείνως τελευτᾷν ἔδει· ὥσπερ δὲ τὴν μετάληψιν οὐκ ἀεὶ ταὐτὸν ἰσχύειν εἰρήκαμεν, ταὐτὸ καὶ ἐπὶ τοῦ συλλογισμοῦ λέγομεν. ἀντιπέπονθε γὰρ ἀλλήλων τὰ κε‐ φάλαια ταῦτα, καὶ ὅπου μὲν μᾶλλον ἡ μετάληψις, ἧτ‐ τον ὁ συλλογισμὸς ἰσχύει, ὅπου δὲ ἧττον ἡ μετάληψις,
25ἐκεῖ πλέον ὁ συλλογισμός. ὅρα γὰρ ἐπὶ τοῦ τὸν μοιχὸν καταλαβόντος καὶ ἐμπρήσαντος, ὡς ὀλίγη μὲν τῆς μετα‐ λήψεως ἡ ἰσχὺς, τοῦ δὲ συλλογισμοῦ τοὐναντίον μεγί‐ στη. ἐρεῖ γὰρ ὁ φεύγων μηδὲν διαφέρειν, εἴτε ξίφει ἀν‐ εῖλον τὸν μοιχὸν εἴτε πυρί. ἐπὶ δὲ τοῦ ἀνελόντος ἐν τῷ
30ἱερῷ τὸν μοιχὸν, πλέον μὲν ἡ μετάληψις ἰσχύει, ὀλί‐
γον δὲ ὁ συλλογισμός. ἔστι γὰρ ἡ μετάληψις, ὅτι οὐκ791

4

.

792

ἐχρῆν ἐν ἱερῷ, τοῦτο γὰρ καταφρονῆσαί ἐστι θεῶν, ὅπερ ἐστὶν ἰσχυρόν. ἀσθενὲς δὲ τὸ λέγειν, ὅτι οὐδὲν διαφέρει τὸ ἐν ἱερῷ φονεῦσαι τοῦ ἐν βεβήλῳ, ὅπερ ἐστὶ τοῦ συλλογισμοῦ. ἔνθα οὖν ἀσθενὲς ὁ συλλογισμὸς,
5μεθόδου τινὸς δεῖται, ἵνα γένηταί πως πιθανώτερος καὶ ἰσχυρότερος. οἷον οὐδὲν διαφέρει τὸ ἐν ἱερῷ φονεῦσαι μοιχὸν τοῦ ἐν βεβήλῳ ἀποκτεῖναι· καὶ γὰρ μισοῦσι τοὺς πονηροὺς οἱ θεοὶ, καὶ εἰκὸς αὐτοὺς ἥδεσθαι τῷ γεγενη‐ μένῳ. Ὁρᾷς, ὡς ἡ μέθοδος ἡ ἀπὸ τοῦ εἰκότος ἰσχυ‐
10ρότερον πεποίηκεν ἀσθενὲς ὂν ἐνταῦθα τὸ κεφάλαιον.
11nΛέγομεν δὲ οὐχ ὡς διαιροῦντες, ἀλλ’ ὡς πρὸς ἔνδειξιν τῆς φύσεως
12nτῶν κεφαλαίων, ἐπεὶ πολλά ἐστι τοῖς διαιροῦσιν ἐνταῦθα εἰπεῖν· ὁ
13nὅρος, ὅτι πάμπολυ διαφέρει ἡ ἀντίθεσις, εἰ ὅπου καὶ ὁ δῆμος αὐ‐
14nτοῦ κατεψηφίσατο, ἄξιος ἦν· ἑτέρα μετάληψις, ὅτι ἐχρῆν αὐτὸ τοῦ‐
15nτο εἰπόντα σε, ὡς ἀπέκτεινας καὶ ὅτι ἄξιος ἦν ἀποσφαγῆναι· καὶ
16nαἰτεῖν ἄφεσιν, ἧς ἀκόλουθος ἡ ἀντίληψις, ὅτι ἐξῆν ὅπερ ἐβουλόμην
17nαἰτεῖν· καὶ οὐχ ὑμᾶς ὁριστὰς ἔδει μοι εἶναι τοῦ τρόπου, καθ’ ὃν
18nαἰτεῖν ἐχρῆν.
19nΛείπει.
20χαρακτηρίζει τὴν ζήτησιν. ἡ δὲ δευτέρα τῆς ἀντι‐ θέσεώς ἐστι λυτικὴ καὶ γίνεται τοιαύτη, ὅτι ἐχρῆν αὐ‐ τὸ τοῦτο τῷ δήμῳ εἰπόντα ὅτι ἀνῄρηκας ἄξιον ὄντα, ἄφεσιν αἰτῆσαι· πρὸς ἣν ἀντίληψις ἀκολούθως, ὅτι ἐξῆν
ὅπερ ἐβουλόμην αἰτεῖν, καὶ ὡς ἐβουλόμην, καὶ οὒκ ἄλ‐792

4

.

793

λον εἶναι μοι τῆς δωρεᾶς ὁριστὴν, ἣν ὥρισε λαμβάνειν τοὺς ἀριστέας ὁ νόμος.
3nἩ θέσις εἰ δεῖ ταῦτα ἐπιτρέπειν, ἢ οὐ δεῖ τοὺς ἀριστέας ἐπὶ
4nτοῖς συκοφάνταις ποιεῖν.
5 Σωπάτρου. Τῇ ἀντιλήψει καὶ θέσις συνῆπται, οἷον ὅτι οὐ δεῖ ὑμᾶς ὁριστάς μοι τοῦ πράγματος γενέ‐ σθαι, οὐδὲ ἐπὶ τοῖς συκοφάνταις τοὺς ἀριστέας εἶναι, πρὸς ἣν ὁ κατήγορος ἑτέραν θέσιν ἐρεῖ, ὅτι δεῖ τὰς αἰτήσεις δικαίας ἀλλὰ μὴ βλαβερὰς εἶναι τῇ πόλει, μη‐
10δὲ τυραννικῷ τρόπῳ γίνεσθαι, ἀλλ’ ὡς οἱ νόμοι κελεύ‐ ουσιν· αὕτη δὲ ἡ θέσις κοινοῦ τόπου τάξιν ἐπέχει παρ’ ἀμφοτέρων ἐξεταζομένη· τοῦ μὲν διώκοντος κατηγοροῦν‐ τος τοῦ πεποιηκότος, ὡς χαλεπὸν τὸ ἐπ’ ἐξουσίᾳ κε‐ χρῆσθαι ᾧ βούλεταί τις· τοῦ δὲ φεύγοντος κατηγοροῦν‐
15τος τοῦ ἐγκαλοῦντος. Μαρκελλίνου. Ἐνταῦθα δὲ τοῦ φεύγοντος προ‐ τέτακται θέσις· ἡ θέσις μετὰ κατασκευῆς καθολικῆς οὐ μερικῆς· οὐ γὰρ ἐροῦμεν, ὅτι οὐ χρὴ τῷδέ τινι τοι‐ αῦτα ἐπιτρέπειν, τοῖς ἐπιβουλεύειν βουλομένοις τισὶν τῶν
20πολιτῶν καὶ ἀποκτείνειν ὡς ἂν ἐθέλωσιν. ἄτοπον γὰρ καὶ οὐδὲν ἕτερόν ἐστι τὸ τοιοῦτον, ἢ ἐξουσίαν παρέχειν τοῖς πονηροῖς ἀκρίτως, οὓς αὐτοῖς δοκεῖ, φονεύειν τῶν πολιτῶν· ἅμα μὲν γὰρ ἀξιωματικώτερος ὁ λόγος ἀπὸ τοῦ καθόλου γενήσεται, ἅμα δὲ ἐπιστρεφέστερον ποιεῖ
25τὸν δικάζοντα, ὡς οὐ περὶ ἑνὸς ἀλλὰ περὶ πολλῶν ὄν‐ τος τοῦ λόγου· συμβήσεται γὰρ παραπλήσια παθεῖν, εἰ τοῦτον ἀτιμώρητον ἐάσει. χρήσεται δὲ κἀκεῖνος πρὸς
τὸ οἰκεῖον συμφέρον τῇ θέσει, ὅτι οὐ χρὴ τοὺς ἀρι‐793

4

.

794

στέας τοὺς ὑπὲρ τῆς πόλεως κινδυνεύσαντας ὑπὸ τοῖς συκοφάνταις ποιεῖν.
3nἩ ποιότης καὶ ἡ γνώμη ὡς ἐν τοῖς ἔμπροσθεν.
4Μαρκελλίνου, Σωπάτρου. Τούτοις, φησὶν,
5ἐπάξομεν τὴν ποιότητα καὶ τὴν γνώμην. ταῦτα δὲ, φησὶ, παραπλησίως κἀνταῦθα ὥσπερ ἔμπροσθεν ἐργασόμεθα· οἷον τίνι γνώμῃ προανεῖλεν αὐτόν· ὅτι δεδιὼς, μὴ ἀντι‐ λέγων ἐν τῷ δήμῳ κρατήσῃ, καὶ ἐπὶ τούτοις δεδιὼς τὴν κρίσιν οὐχ ὡμολόγησε περὶ τὴν ἐκκλησίαν ἀπεκτονέναι,
10καὶ πάλιν ἐπὶ τοῦ κατηγόρου, τίνι γνώμῃ ὁ κατήγορος ἦλθεν ἐπὶ τὴν κατηγορίαν, ἢ κέρδους χάριν, ἢ δι’ ἔχθραν, ἢ δι’ αὐτὸ τὸ δίκαιον καὶ τὸν ἄδικον φόνον τοῦ πένητος. ἰστέον δὲ, ὡς εὕρηται μία μόνη μετάλη‐ ψις κατὰ ἀξίωσιν, ἀπὸ πάντων τῶν περιστατικῶν ἐξε‐
15ταζομένη, τῶν ἄλλων ἀφ’ ἑνὸς μόνου περιστατικοῦ ἢ καὶ δύο τοὐλάχιστον κατασκευαζομένων, ἔστι δὲ αὕτη· νόμος τὸν φθείροντα κόρην ἀνάγεσθαι ἐπὶ κρίσιν τοῦ ὡς ἂν βούλοιτο ἡ κόρη ἢ γάμον ἄπροικον ἢ θάνατον αἱρεῖσθαι. φθείρας τις κόρην ἔφυγεν, συνῴκισεν αὐτὴν ὁ
20πατὴρ ἑτέρῳ, μετὰ τοῦτο ἐπανῆκεν ὁ τὴν φθορὰν ἐργασά‐ μενος, καὶ ὁ πατὴρ ἀξιοῖ αὐτὸν ἀνάγεσθαι ἐπὶ κρίσιν, καὶ ἀντιλέγει αὐτῇ ὁ ἀνήρ· ἐνταῦθα γὰρ πρῶτον τὸ ἀπὸ χρόνου, ὅτι τότε ἐχρῆν αὐτὸν ἀναγαγεῖν, ὅτε παρα‐ χρῆμα ἔφθειρεν· εἶτα ἀπὸ τόπου, ὅτε ἐν τῇ σῇ οἰκίᾳ ἦν
25ἡ κόρη. εἶτα τὸ ἀπὸ προσώπου, ὅτε πατὴρ ἦς μόνης καὶ παρθένος ἦν ἡ παῖς, καὶ οὔπω ἑτέρῳ ἐκδεδομένη· εἶτα ἀπὸ αἰτίας, ὅτε τιμωρία κατὰ τοῦ πράγματος ἑτοίμη καὶ δήμευσις, ἀλλ’ οὐκ ἐμὴ αἰσχύνη· εἶτα ἀπὸ τοῦ τρόπου, ὅτε ὁ τρόπος ἐφαίνετο τοῦ ἀδικήματος·
30καὶ οὐκ ἐν ἑτέρῳ τινὶ ἦν· ὥστε διὰ πάντων εὕρηται αὕτη794

4

.

795

μόνη, ὥστε πολλαπλῆ εἶναι· ἕκαστον γὰρ αὐτῶν δεῖ λυθῆναι τοῖς προειρημένοις κεφαλαίοις.
3tΚαὶ ἄλλως, ἀνωνύμου.
4προβολή. ἐν μὲν ταῖς ἄλλαις στάσεσι μετὰ
5μερικῆς αὐξήσεως ἐστὶν ἡ προβολὴ, ἀρκεῖ γὰρ ἐν ἐκείναις ἥ τε ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ τῇ πηλικότητι, καὶ τῷ πρός τι αὔξησις· ἐνταῦθα δὲ ἐκείνων ἐκλελοιπό‐ των διὰ πάντων τῶν αὐξητικῶν ταύτην ἐξοίσομεν. τὸ δὲ παραγραφικὸν ἀπὸ ῥητοῦ φησὶν, ἴδιον ποιῶν τῆς μετα‐
10λήψεως τὸ κεφάλαιον. τὸ μὲν γὰρ παραγραφικὸν, ὃ ψι‐ λῶς ὀνομάζεται στοχαστικὸν κεφάλαιον οὐδέ ποτε ἀπὸ ῥητοῦ γίνεται. τοῦτο δὲ μεταλήψεως ὂν ἀπὸ ῥητοῦ πάν‐ τως ἄρχεται, ὥσπερ καὶ πᾶσα μετάληψις. ἐν δὲ τῷ προ‐ κειμένῳ τοῦ τεχνικοῦ παραδείγματι ἀπὸ τοῦ ψηφίσματος
15τὸ παραγραφικὸν λαμβάνεται. ζητητέον δὲ, τί δή ποτε εἰ ἀπὸ ῥητοῦ παραλαμβάνεται, τὸ κεφάλαιον τοῦτο πα‐ ραγραφικὸν ὂν, οὐ καλοῦμεν τὸ ὅλον παραγραφήν· καὶ γὰρ ἡ πρώτη τοῦ φεύγοντος φωνὴ χαρακτηρίζει τὴν στάσιν· ἀλλὰ λέγομεν, ὅτι εἰ παραγραφὴ ἦν ὅλην τοῦ
20ἀγῶνος ἀποβάλλουσα τὴν κρίσιν, λόγον εἶχεν ἡ ἀπο‐ ρία· εἰ δὲ διαβολῆς μόνον ἕνεκα τοῦ ἀγῶνος παραλαμ‐ βάνεται, εἰκότως παραγραφικὸν, ἀλλ’ οὐ παραγραφὴ λέγεται. βʹ. Ἡ μετάληψις. ἐν τῷδε τῷ κεφαλαίῳ ἡ φύσις θεωρεῖται τῆς στάσεως, καθ’ ὃ γὰρ ἂν τῶν
25περιστατικῶν γίνηται ἡ μετάληψις, κατ’ αὐτὸ πάντως καὶ τὸ μεταληπτικὸν κεφάλαιον λαμβάνεται, ὡς ἐπὶ τοῦ ὑποκειμένου παραδείγματος ἀπὸ τοῦ χρόνου· ἔστι δὲ δριμύτατον, ἐφ’ ᾧ γὰρ μάλιστα ὁ ἀντίδικος ἐρείδε‐
ται, λέγω δὴ τῷ ψηφίσματι, ὑπὸ τούτου μᾶλλον ἁλί‐795

4

.

796

σκεται· προὔλαβε γὰρ τῷ φόνῳ τὴν ἀπὸ τοῦ ψηφίσμα‐ τος ἐξουσίαν· ὅταν μὲν οὖν ἀπὸ χρόνου, ὡς ἐνταῦθα, ἢ ἀπὸ τόπου, ὡς ἐν τῷ ἀποκτείναντι τὸν μοιχὸν ἐν ἱε‐ ρῷ, λαμβάνηται ἡ μετάληψις, μεγάλην ἔχει ῥοπήν· ὅτ‐
5αν δὲ ἀφ’ ἑτέρου περιστατικοῦ, οἷον τρόπου, ὡς ἐπὶ τοῦ ἐμπρήσαντος τὸν μοιχὸν σὺν τῷ οἰκήματι, ἀτονω‐ τέρα ἐστί· τί γὰρ διαφέρει τὸ σφαγέντα τὸν μοιχὸν ἀποθανεῖν τοῦ καέντα τοῦτο παθεῖν. γʹ. Ἐν ᾧ ὅτι οὐδ’ ἂν ἔδωκεν· τοῦτο ἔφη, ἵνα μή τις ὥσπερ τι
10καθολικὸν ἐπὶ παντὸς αὐτὸ λαμβάνειν πειρῷτο παρα‐ γραφικοῦ· ἔστι δὲ οἷον ἐπιχείρημα. δʹ. Ὁ συλλογι‐ σμός· Ἰστέον, ὡς ἐπὶ τῶν ἀνομοίων καὶ πολὺ διεστη‐ κότων οὐκ ἔχει χώραν ὁ συλλογισμὸς οὐ γὰρ ἔνεστι λέ‐ γειν, ὡς ταὐτὸν εἴη, ἄν τε ἐν ἱερῷ ἄν τε ὅπου δή ποτέ
15τις κτείνῃ, πλὴν εἰ μὴ τοῦτο βιαιότερον λέγοιμεν, ὅτι ἐχρῆν ἔμπροσθεν τῶν θεῶν· εἶτα ἐκ τῆς ἀποβάσεως τοῦ ἀτόπου, ὡς εἴπερ ἀκίνδυνος γένοιτο ἡ ἐν τοῖς ἱεροῖς μοι‐ χεία, τὰς ἰδιωτικὰς οἰκίας καταλιπόντες ἐνταυθοῖ μοι‐ χεύσουσιν. Ἰστέον δὲ, ὡς ὅτε μὲν ἰσχύει τῷ μεταλη‐
20πτικῷ ὁ κατήγορος τότε ὁ φεύγων ἀσθενεῖ τῷ συλλο‐ γισμῷ· ὅτε δὲ ἀσθενεῖ ὁ κατήγορος, ἔῤῥωται ὁ φεύγων· ὡς ἐπὶ τῶν προτεθέντων παραδειγμάτων. εʹ. Οὐχ ὡς διαιροῦντες. διαίρεσιν ἐνταῦθα τὴν εὕρεσιν καλεῖ. ϛʹ. Ὁ ὅρος ἀντέστραπται. ἐνταῦθα ἡ τῶν ἀμφισβη‐
25τούντων τάξις· τοῦ μὲν γὰρ φεύγοντος γέγονεν ὁ συλ‐ λογισμός· τοῦ δὲ διώκοντος ὁ ὅρος· ἐπειδὴ καὶ ἡ φύ‐ σις τῆς μεταλήψεως ἀντιστρόφως τὸν φεύγοντα διώ‐ κοντα ποιεῖ· ἡ δὲ ἀντίθεσις ἐνταῦθα ἀντεγκληματική· εἰ δὲ κατὰ ἱεροσύλου ἔχομεν ἢ τυράννου, καὶ κοινὸν
30τόπον ἐνταῦθα περανοῦμεν. ζʹ. Ἑτέρα μετάληψις.
ἡ μὲν προτέρα μετάληψις τὴν φύσιν μιμεῖται τῆς στά‐796

4

.

797

σεως· γίνεται γὰρ ἐκ τῶν αὐτῶν περιστατικῶν· αὕτη δὲ λυτικὴ τῆς ἀντιθέσεώς ἐστι· πᾶσα γὰρ ἀντίθεσις μετα‐ λήψει λύεται· καὶ ἔτι ἡ μὲν προτέρα πρὸς τὸ πρᾶγμα γίνεται, ἡ δὲ δευτέρα πρὸς τὸν τρόπον τὸν περὶ τὸ πρᾶ‐
5γμα· ὥστε ἡ μὲν προτέρα πρὸς ὅλον τὸν ἀγῶνα· ἡ δὲ δευτέρα πρὸς μέρος. ηʹ. Ἡ θέσις. ὅτι κοινόν ἐστι τὸ κεφάλαιον, αὐτὸς ἐδίδαξεν εἰπὼν, εἰ δεῖ ταῦτα ἐπιτρέ‐ πειν, ἢ οὔ· τὴν δὲ θέσιν ἐκ τῶν γενικῶν, ἀλλ’ οὐ τῶν ἰδίων ποιεῖσθαι χρή.
10tΠερὶ ῥητοῦ καὶ διανοίας.
11 Συριανοῦ. Ἱκανῶς ἡμῶν καὶ περὶ τῆς πραγμα‐ τικῆς τῆς τε ἐγγράφου καὶ τῆς ἀγράφου καὶ περὶ με‐ ταλήψεως ἐγγράφου καὶ ἀγράφου διεληλυθότων, ἀνα‐ γκαῖον ἂν εἴη μετελθεῖν ἐπὶ τὰς νομικὰς, αἵπερ λοιπαὶ
15τῶν στάσεων· πρὸ γὰρ τῆς μεταλήψεως οὐκ ἦν εἰκὸς τὰς νομικὰς τιθέναι· ἵνα μὴ ἐν ταύταις περὶ μεταλή‐ ψεως λέγειν ἐπιχειροῦντες τὴν τῶν προκειμένων διακό‐ πτωμεν διδασκαλίαν· ὠνομάσθησαν οὖν νομικαὶ, διότι περὶ νόμους καὶ ῥητά τινα τὴν σύμπασαν ἔχουσι ζήτη‐
20σιν· οὐ γὰρ ὥσπερ ἐν ταῖς ἄλλαις στάσεσιν οἱ νόμοι καὶ τὰ ῥητὰ πρὸς ἑτέρων ἀπόδειξιν παρελαμβάνοντο, οὕτω κἀν‐ ταῦθα, ἀλλ’ ἐκεῖ μὲν κἂν περιαιρεθῶσιν οἱ νόμοι, σώ‐ ζεται τὰ ἀδικήματα, ἐνταῦθα δὲ τὸ ὅλον κῦρος ἐν τοῖς νόμοις ἐστίν· ὧν σιωπηθέντων, οὔτε ἔγκλημα οὔθ’ ὅλως
25ἀδίκημα τὸ λειπόμενον τυγχάνει· ἀνάγονται δὲ πᾶσαι ὑπὸ τὴν ἔγγραφον ποιότητα· καὶ πρῶτόν γε περὶ ῥη‐ τοῦ καὶ διανοίας λεκτέον, ὅπερ ὠνομάσθη μὲν οὕτως,
διότι ὁ μὲν κατήγορος τῷ ῥητῷ, ὁ δὲ φεύγων τῇ διανοίᾳ797

4

.

798

κέχρηται· ὅρος δὲ αὐτῆς ἐστιν οὗτος· ῥητὸν καὶ διάνοιά ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ῥητῷ ὑφ’ ἑαυτοῦ ἑκόντος παραβεβασμένῳ, ἐπ’ οὐδεμιᾷ ἀδικίᾳ διάνοιαν ἀντιτίθησι· καὶ γένος μὲν
5τοῦ ὅρου ἡ στάσις, τὰ δὲ λοιπὰ διαφοραὶ χωρίζουσιν αὐ‐ τὴν ἀντιστάσεως καὶ συγγνώμης καὶ πραγματικῆς τῆς κατὰ ῥητὸν καὶ διάνοιαν· ταύταις γὰρ κοινωνεῖν δοκεῖ. Ἰστέον δὲ, ὅτι πᾶσαι αἱ νομικαὶ μονοειδεῖς εἰσιν, ὥσπερ αἵ τε ἀντιθετικαὶ καὶ ἡ πραγματική· ἔφαμεν γὰρ πολ‐
10λάκις εἴδη διάφορα γίνεσθαι ἐν ταῖς στάσεσιν ἢ κα‐ τὰ ἐναλλαγὴν κεφαλαίων, ἢ κατὰ διπλασιασμὸν ἢ τάξιν διάφορον· εἰ δὲ μηδὲν τούτων ὑπάρχει, μονοειδὴς ἂν εἴη ἡ στάσις· διαφέρει δὲ τὸ ῥητὸν καὶ ἡ διάνοια ἀν‐ τιστάσεως, τῷ τὴν μὲν ἀντίστασιν ἀδίκημα ἔχειν φανε‐
15ρὸν καὶ ἐν αὐτοῖς κεῖσθαι· τοῦτο τοῖς προβλήμασι πρό‐ δηλον· ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ μήτε ἀδίκημα ἄν‐ τικρυς, ἀλλ’ ὡς ἀδίκημά πως τὸ γεγονός· καὶ περι‐ αιρεθέντος τοῦ νόμου ἀσύστατον εἶναι τὸ λειπόμενον· οἷον νόμος τὸν ξένον εἰς τὸ τεῖχος μὴ ἀνιέναι· πολέμου
20καταλαβόντος ἀνελθών τις ξένος ἐπὶ τὸ τεῖχος ἠρίστευσε, καὶ κρίνεται μετὰ τὴν νίκην νόμου παραβάσεως· οὔτε γὰρ ἀδίκημα τὸ ἀριστεῦσαι ἐν πολέμῳ· καὶ περιαιρεθέν‐ τος τοῦ νόμου εὐεργέτημα μᾶλλον οὐκ ἀδίκημα τὸ γεγο‐ νὸς, καὶ συκοφάντης ὁ τὰς εὐθύνας ἐπάγων· τῆς δὲ
25συγγνώμης διενήνοχε τῷ ἐν ἐκείνῃ μὲν ἄκοντα τὸν κρι‐ νόμενον πεποιηκέναι τοῦτο, διὸ καὶ τὴν κρίσιν ὑπέχειν, ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ἑκόντα· τῆς δὲ κατὰ ῥη‐ τὸν καὶ διάνοιαν πραγματικῆς διαφέρει ταύτῃ, ὅτι ἐν
ἐκείνῃ μὲν εἰ δεῖ παραβαθῆναι τὸν νόμον ἢ μὴ, γίνε‐798

4

.

799

ται ἡ σκέψις· ἐνταῦθα δὲ ὁ μὲν νόμος παραβέβα‐ σται, ζητοῦμεν δὲ, εἰ δίκαιον τὸ πεπραγμένον ἢ μή. Σωπάτρου. Μετὰ τὰς λογικὰς ἀκολούθως ἐπὶ τὴν διαίρεσιν μέτεισι τῶν νομικῶν, αἵπερ λοιπαὶ τῶν
5στάσεων· αὗται δὲ ἔχουσι τὴν γένεσιν ἀπὸ ῥητοῦ· οἷον νόμων, ψηφισμάτων, ἐπιστολῶν, διαθηκῶν· νομικαὶ δὲ ἐκλήθησαν ἀπὸ τοῦ τιμιωτάτου καὶ πρώτου ὄντος ἐν ῥη‐ τοῖς λαβοῦσαι τὴν ἐπωνυμίαν· νόμος γὰρ τὸ τιμιώ‐ τατον ἐν ῥητοῖς· προτέτακται δὲ πασῶν ἡ κατὰ ῥητὸν
10καὶ διάνοιαν, καίτοι γε μόνης ταύτης οὔσης περὶ ἀτε‐ λῶν πραγμάτων, τῶν ἄλλων περὶ τελείων οὐσῶν, ἥ τε γὰρ κατὰ ἀντινομίαν ὁλοκλήρους δύο νόμους ἔχει, ὅ τε συλλογισμὸς ὁλόκληρον ὁλοκλήρῳ ἀντιτίθησιν· ὡσαύτως καὶ ἡ ἀμφιβολία· μόνον δὲ ἐν ῥητῷ καὶ διανοίᾳ μέρει
15μὲν ὁ ἕτερος, μέρει δὲ ὁ ἕτερος ἀγωνίζεται· ὁ μὲν γὰρ τῷ ῥητῷ, ὁ δὲ τῇ διανοίᾳ ἰσχυρίζεται· προτέτακται τοί‐ νυν ἀκολούθως τῇ τάξει τῆς μεθόδου· ἄλλως τε δὲ καὶ ἐπειδὴ ἡ ἀντινομία διπλοῦν ὥσπερ ἐστὶ ῥητὸν καὶ διά‐ νοια, ἀλλὰ δὴ καὶ ἐν συλλογισμῷ καὶ ἐν ἀμφιβολίᾳ ῥη‐
20τὸν ἐρευνᾶται καὶ διάνοια· ἀναγκαίως πρώτη ἡ κατὰ ῥητὸν καὶ διάνοιαν τῶν ἄλλων νομικῶν ἐξετάζεται, ἅτε εἰς τὰς τρεῖς ἐμπίπτουσα καὶ περιεχομένη ὑπ’ αὐτῶν· καὶ περὶ μὲν τάξεως τοσαῦτα. Μαρκελλίνου. Δεῖ πρῶτον ἥτις ἐστὶν ἡ νομικὴ
25ζήτησις γνῶναι· ὁ γὰρ τοῦτο σαφῶς μαθὼν ῥᾷον ἤδη799

4

.

800

καὶ τοῖς κεφαλαίοις τῶν νομικῶν στάσεων ἐπιβάλλειν δυνήσεται. γίνεται τοίνυν ἡ νομικὴ ζήτησις οὐχ’ ὅτ’ ἂν ἁπλῶς ῥητὸν ἐμπίπτῃ, ἀλλ’ ὅτ’ ἂν περὶ τὸ ῥητὸν πᾶσα κινῆται ἡ ζήτησις· οὐ περὶ τοῦ κυροῦσθαι αὐτὸ ἢ μὴ,
5τοῦτο γὰρ τῆς ἐγγράφου πραγματικῆς ἀποδέδεικται· ἀλλ’ εἰ παραβέβασται ἢ οὔ· ἴδιον μὲν οὖν τῆς νομικῆς ζητή‐ σεως τὸ περὶ ῥητὸν κύριον τὴν πᾶσαν γίνεσθαι ζήτησιν· ἢ γὰρ ἓν, φησὶν, εὑρίσκεται ῥητὸν ἐμπίπτον, ἢ πλείω· πλείω δέ φαμεν, εἰ καὶ ἓν εἰς δύο διαιρεῖται, καὶ μέρει
10μὲν ὁ ἕτερος, μέρει δὲ ὁ ἕτερος χρῆται· ὅταν μὲν οὖν ἓν ὑπάρχῃ τὸ ἐμπίπτον ῥητὸν, διαιρήσομεν οὕτως· ἢ γὰρ τὴν διάνοιαν τοῦ θέντος τῷ γεγραμμένῳ ἀντιτάτ‐ τομεν, καὶ ποιοῦμεν ῥητὸν καὶ διάνοιαν, ἢ τοῦτο οὐκ ἔχοντες, τῷ ἐγγράφῳ ἄγραφόν τι παραθήσομεν εἰς ταὐ‐
15τὸν ἄγοντες ἀμφότερα· καὶ ποιήσομεν τὸν συλλογισμόν· ὅταν δὲ δύο ὑπάρχῃ ἢ τὰ ἐμπίπτοντα ῥητὰ ἢ καὶ ἓν διαιρούμενον, ἀντιτιθέντες ῥητὸν ῥητῷ ἢ τὸ μέρος τῷ μέρει, τὴν ἀντινομίαν ποιήσομεν· περὶ δὲ ἀμφιβολίας σαφὴς ὁ λόγος· περὶ προσῳδίας γὰρ ἢ διαστολῆς ἢ τό‐
20νου ἢ πνεύματος ἢ ὁμωνυμίας ἢ τοιούτου τινὸς ἐν ταύ‐ τῃ τῇ στάσει ἡ ζήτησις. οὕτω μὲν αἱ νομικαὶ γίνονται στάσεις. Λεκτέον δὲ πρὸ τῶν ἄλλων περὶ ῥητοῦ καὶ διανοίας. Ἡ κατὰ ῥητὸν καὶ διάνοιαν ζήτησις δοκεῖ κοινωνεῖν μιᾷ τῶν ἀντιθετικῶν, λέγω δὴ τῇ ἀντιστάσει·
25διότι ἐν ἀμφοτέραις ἐστὶν ὁμολογούμενον εὐεργέτημα ἐκ φανεροῦ τινος ἀδικήματος. ἡ δὲ διαφορὰ αὕτη, ὅτι ἐν μὲν τῇ ἀντιστάσει φύσει ἀδίκημά ἐστι τὸ πεπραγμένον καὶ βλάβην ὁμολογουμένως ἔχει, οἷον τείχους καθαίρε‐ σιν, λιμένων χῶσιν, καὶ εἴ τι τοιοῦτον· ἐν δὲ τῷ ῥητῷ
30καὶ τῇ διανοίᾳ οὐκέτι εὑρίσκομεν φύσει τὸ ἀδίκημα· δο‐
κεῖ γὰρ κατὰ τοῦτο μόνον ὁ φεύγων ἠδικηκέναι, καθὸ800

4

.

801

νόμον παρέβη, βλάβην δὲ οὐδεμίαν οὔτε κατὰ τοῦ κοι‐ νοῦ τῆς πόλεως εὑρίσκομεν, οὔτε κατά τινος· ἀφαιρε‐ θέντος γὰρ τοῦ ῥητοῦ ἀνεύθυνος ὁ κρινόμενος· καὶ ἄλ‐ λην δέ τινές φασιν διαφορὰν, ὅτι ἐν μὲν τῇ ἀντιστάσει
5μεῖζόν ἐστι τὸ ἐμπίπτον ἀδίκημα· ἐν δὲ ῥητῷ καὶ δια‐ νοίᾳ ἔλαττον, καὶ πάλιν ὅτι ἐν μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ περὶ τὸ ῥητὸν ἡ ζήτησις· διὸ καὶ νομική ἐστιν ἡ στάσις, ἐν δὲ τῇ ἀντιστάσει περὶ πρᾶγμα, διὸ καὶ λογικὴ στάσις· αὕτη δοκεῖ ἀναγκαιοτέρα διαφορά·
10εἰδέναι δὲ χρὴ, ὅτι οὐ μόνον ἐν ῥητῷ καὶ διανοίᾳ ἀντιστατικὴ ἀντίθεσις εὑρίσκεται, ἀλλ’ ἐνίοτε καὶ ἀντ‐ εγκληματική· οἷον νόμος τὸν καταφεύγοντα ἐπὶ τὰς Ἁρ‐ μοδίου καὶ Ἀριστογείτονος εἰκόνας μὴ ἀναιρεῖν· εἰ δὲ μὴ καὶ αὐτὸν θανάτῳ ζημιοῦσθαι τὸν φονεύοντα· Κρι‐
15τίαν ἐπ’ αὐτὰς καταφυγόντα ἀνεῖλέ τις καὶ ὑπάγεται τῷ νόμῳ, ἐνταῦθα ἡ ἀντίθεσις ἀντεγκληματικὴ, ὅτι ἄξιος ἦν ἀναιρεθῆναι.
18nἩ κατὰ ῥητὸν καὶ διάνοιαν ζήτησις διαιρεῖται προβολῇ ῥητοῦ, τῇ
19nδιανοίᾳ, τῷ μὴ προσδιωρίσθαι· πάλιν διανοίᾳ τοῦ νομοθέτου, συλ‐
20nλογισμῷ, ὅρῳ, ἀντιθέσει, μεταλήψει, πρός τι, ὅρῳ βιαίῳ, θέσει,
21nἑτέρᾳ μεταλήψει, ποιότητι, γνώμῃ.
22 Συριανοῦ. Αἱ ἐργασίαι τῶν κεφαλαίων τούτων ἐκ τῶν ἐν ταῖς ἄλλαις στάσεσιν εἰρημένων πρόδηλοι τυγχάνουσι, πλὴν ἴσως τοῦ προσδιορισμοῦ, ὅς ἐστι τοι‐
25όςδε· τοῦ γὰρ φεύγοντος ἀντιθέντος τῇ προβολῇ τὴν διάνοιαν καὶ λέγοντος, ὅτι τοὺς ἐπὶ προδοσίᾳ τῆς πό‐ λεως ἀνιόντας ἐπὶ τὸ τεῖχος τῶν ξένων ὁ νόμος κωλύει ἀνιέναι, οὐχὶ τοὺς ἐπ’ εὐεργεσίᾳ, ἀντιτίθησι τὸν προσ‐
διορισμὸν ὁ κατήγορος λέγων· ὡς οὐδαμοῦ τοῦτο προσ‐801

4

.

802

διώρισεν ὁ νομοθέτης· ἀλλ’ ἁπλῶς ἀπείργει τὸν ξένον τῆς ἐπὶ τὸ τεῖχος ἀνόδου. Σωπάτρου. Ζητοῦμεν δὲ, τί δή ποτε προβολὴν ῥητοῦ τὴν προβολὴν ταύτην ὠνόμασιν· ἐροῦμεν οὖν, ὡς
5ἀποδιϊστὰς τὰς νομικὰς ἀπὸ τῶν λογικῶν τοῦτό φησιν· ἔστι γὰρ ἄλλη προβολὴ ἐξ ἀδικήματος ἀγράφου γινο‐ μένη, ἥ τις οὐκ ἔστι τῶν νομικῶν· ἐνταῦθα γὰρ ἐξ ἐγ‐ γράφου ἡ προβολή. διὸ προσέθηκε καὶ ῥητοῦ. ἔδει δὲ ἐμφατικώτερον τὸν Ἑρμογένην περὶ τούτου εἰπεῖν οὕτως.
10προβολῂ τῇ ἀπὸ ῥητοῦ. οὐδὲ γὰρ αὐτὸ τὸ ῥητὸν προ‐ βάλλονται, ὃ δίδωσι νοεῖν ἡ τοῦ τεχνικοῦ λέξις, ἀλλὰ τὸ ἔγκλημα τὸ διὰ τὸ ῥητὸν γινόμενον, ἄλλως τε δὲ καὶ ὅτι οὐδὲ χρείαν ἔχομεν τοῖς ἐγνωκόσι αὐτὸ τὸ ῥητὸν προ‐ τείνειν, ἀλλὰ τὸ ἔγκλημα τὸ ἀπὸ τοῦ ῥητοῦ.
15nἩ προβολή ἐστιν αὐτὸ τὸ παρὰ τὸ ἔγγραφον γεγονός· οἷον ξένος
16nεἰ ἀνέλθοι ἐπὶ τὸ τεῖχος τεθνάτω· πολιορκίας οὔσης ἀνελθών τις
17nἠρίστευσε καὶ ὑπάγεται τῷ νόμῳ· ἡ τοίνυν προβολὴ, ὅτι
18nἀνῆλθες.
19Σωπάτρου. Ἡ προβολὴ τοῦ κατηγόρου ἐστὶ κα‐
20τὰ τοῦ ῥητοῦ ἀνάγνωσιν τοῦ παραβεβασμένου· οἷον ἀν‐ ῆλθες ἐπὶ τὸ τεῖχος τοῦ νόμου ἀπαγορεύοντος τοῦτο, καὶ δεῖ σε τεθνάναι· ἐν ταὐτῷ καὶ τὴν ἀνάγνωσιν ποι‐ ήσεται. οὐχ ἁπλῶς δὲ δεῖ τὴν ἀνάγνωσιν ποιεῖσθαι, καὶ ἀπαλλάττεσθαι ἀλλὰ καὶ συστάσεις ἐπάγειν μετὰ αὐξή‐
25σεως, ὅτι οὐ δεῖ κατ’ οὐδεμίαν πρόφασιν τοῖς παρα‐ νομοῦσι καὶ παραβαίνουσι τοὺς νόμους συγγνώμης τυγ‐
χάνειν, ἀλλὰ ταῖς προσηκούσαις ὑπάγειν ζημίαις· καὶ802

4

.

803

ἄλλαις δὲ χρήσει αὐξήσεσι πρὸς κατασκευὴν τοῦ παρα‐ βεβασμένου ῥητοῦ. Μαρκελλίνου. Προβολή ἐστιν ἐνταῦθα αὐτὸ τὸ παρὰ τὸ ἔγγραφον γεγονὸς, ὅτι παρέβης τὸν νόμον τό‐
5δε ποιήσας, προτάττεται δὲ τῶν λοιπῶν κεφαλαίων εἰ‐ κότως ἡ προβολὴ, ἔκθεσις οὖσα, ὡς εἴρηται, τοῦ πράγμα‐ τος, ἐφ’ ᾧ ἡ κρίσις. χρὴ γὰρ διδάξαι τὸν ἀκροατὴν τὸ πρᾶγμα ἐφ’ ᾧ ἡ κρίσις· ὅτι δὲ οὐ ψιλή τίς ἐστιν ἡ προβολὴ ἔκθεσις, ἀλλὰ μετὰ κατασκευῆς καὶ δεινώ‐
10σεως προάγεται, μεμαθήκαμεν· ἔστι τοίνυν ἡ προβολὴ, φησὶν, τὸ παρὰ τὸ ἔγγραφον πεπραγμένον ἀναγκαίως· ἐπ’ αὐτῷ γὰρ ἡ κρίσις. οἷον, ἀνῆλθες, φησὶν, ἐπὶ τὸ τεῖχος. τοῦτο δὲ οὐχ ἁπλῶς, ὅπερ εἶπον, ἀλλὰ μετὰ τῆς κατασκευῆς, ὅτι ξένος ὤν, καὶ τοῦ νόμου κατα‐
15φρονήσας τοῦ κωλύοντος ἀνιέναι τὸν ξένον· ἅμα δὲ καὶ τὸ ῥητὸν ἀναγνωσόμεθα δυσωποῦντες διὰ τούτου τὸν ἀκροατὴν καὶ δύσλυτον κατασκευάζοντες τὴν προβολήν.
19nἩ διάνοια διττῶς ἐξετάζεται, τοῦ τε νομοθέτου καὶ τοῦ ὑπευθύνου·
20nτοῦ μὲν νομοθέτου· οἷον πότε λέγει τοὺς ἀνελθόντας καὶ ἐπὶ τίσι
21nκαὶ διατί, τοῦ δὲ ὑποκειμένου προσώπου τῷ ῥητῷ· οἷον οὐκ εἰ ἀν‐
22nῆλθον δεῖ σκοπεῖν τὸν νόμον, ἀλλὰ μεθ’ ἧς γνώμης, ὅτι
23nμὴ δυσνοίᾳ.
24Συριανοῦ. Τῆς διανοίας τὸ διττὸν τὸ μὲν πρὸς
25τὴν πρᾶξίν ἐστι, τὸ δὲ πρὸς τὸ ῥητόν. ὅτι καὶ κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν χρήσασθαι τῇ διανοίᾳ. κατὰ μὲν ἔνστασιν, ὅτι οὐ κεκώλυκεν ὁ νόμος ἐν πολέ‐ μῳ, ἀλλ’ ἐν εἰρήνῃ, ὅτε καὶ σχολὴ κατασκοπεῖν τὴν πόλιν· κατὰ δὲ ἀντιπαράστασιν, ὅτι εἰ δὲ κεκώλυκε τοὺς
30ἰδιώτας, ἀλλ’ οὐ τοὺς ἀριστέας.
Σωπάτρου. Εἰκότως ἡ διάνοια δευτέρα. ἐπειδὴ803

4

.

804

γὰρ ἡ στάσις ἐξ αἰτίου καὶ συνέχοντος καὶ κρινομένου καθίσταται τοῦ αἰτίου προταγέντος, ὅ ἐστι τὸ ἔγκλημα τὸ διὰ τοῦ ῥητοῦ ἀναφανὲν, ἀναγκαῖον ἦν τὸ συνέχον μετ’ ἐκεῖνο τεθῆναι εὐθὺς, ὅπερ ἐστὶν ἡ διάνοια ῥῆ‐
5σις οὖσα τοῦ ῥητοῦ· ἄλλως τε δὲ καὶ πᾶν ῥητὸν δια‐ νοίᾳ λύεται· ἐπεὶ τοίνυν ὁ κατήγορος χρῆται, τὸ ἀπὸ τοῦ νόμου ῥητὸν προβαλλόμενος καὶ τὴν ἀνάγνωσιν τοῦ νόμου ποιεῖται, εἰκότως ὁ φεύγων ἐπὶ τὴν τοῦ ῥητοῦ διάνοιαν καταφεύγει λέγων οὕτως· οὐκ ἔγνως τὸν νόμον.
10ὁ γὰρ νόμος κελεύει ξένον μὴ ἀνιέναι τὸν ἐπὶ βλάβῃ, ὅτε καιρὸς εἰρήνης ἐστίν· διττῶς δὲ αὕτη ἐξετάζεται, ὡς ὁ τεχνικός φησιν· δεῖ γὰρ καὶ τὴν τοῦ βλάπτοντος ῥη‐ τοῦ διάγνωσιν τῇ διανοίᾳ λύειν τοῦ νομοθέτου· καὶ τὸ δοκοῦν ἀδίκημα διὰ τῆς τοῦ πεποιηκότος διανοίας· λη‐
15ψόμεθα δὲ τὰς ἀφορμὰς τῶν λύσεων εἰς μὲν τὴν τοῦ νομοθέτου ἀπὸ τοῦ καιροῦ, καὶ ἔτι ἀπὸ τοῦ νομοθε‐ τηθέντος πράγματος, καὶ ἀπὸ τῆς αἰτίας. ἀπὸ μὲν καιροῦ, οἷον οὐκ ἐν πολέμῳ ἐκέλευσεν ὁ νόμος μὴ ἀνιέ‐ ναι ξένον ἐπὶ τὸ τεῖχος, ἀλλ’ ἐν εἰρήνῃ, ὅτε οὐχ ὑπερ‐
20μαχῆσαι τῆς πόλεως καιρὸς, ἀλλὰ κατασκοπῆσαι· ἐγὼ δὲ ἐν πολέμῳ ἀνῆλθον, ἐπ’ ὠφελείᾳ τῆς πόλεως, οὐκ ἐπὶ κατασκοπῇ, ἐπὶ σωτηρίᾳ, ἀλλ’ οὐκ ἐπιβουλῇ· τοῦτο δὲ ἀπὸ τοῦ νομοθετηθέντος ἐστὶ πράγματος, φημὶ δὲ τὸ λέγειν, ὅτι οὐκ ἐπὶ τούτῳ κωλύει ἀνελθεῖν, ἐπὶ βλάβῃ,
25ἐπὶ προδοσίᾳ τῆς πόλεως, ἀλλ’ οὐκ ἐπὶ τῷ εὖ ποιῆ‐ σαι· ἀπὸ τῆς αἰτίας δὲ, οἷον διὰ τί, ἵνα μὴ κατα‐ σκέψωνται, οὐχ ἵνα μὴ ἀριστεύσωσιν, ἵνα μὴ προδοσία τις γένηται ἀπὸ τῶν ξένων, οὐχ ἵνα μὴ ὠφέλεια. ἐγὼ δὲ ἀνελθὼν ἠρίστευσα, ὠφέλησα. ἠνάγκασε δέ με τοῦτο
30πράττειν ὁ πόλεμος, τὸ ἀνελθεῖν δηλονότι· πολλὰ δὲ
νεώτερα καὶ κοινὰ διαπράττεσθαι ποιεῖ ἡ ἐν τοῖς κιν‐804

4

.

805

δύνοις ἀνάγκη· ἔστι δὲ κυριώτατον ἐν τῇ τῆς διανοίας ἐξετάσει ἡ τῆς αἰτίας ἀπόδοσις· οὐ μόνον δὲ ἀπὸ τού‐ των ληψόμεθα τὰς ἀφορμὰς, ἀλλὰ καὶ ἀπὸ τῶν ἄλλων τῶν ἐμπιπτόντων καὶ ὡς ἐπὶ τὸ πλεῖστον τῶν περιστα‐
5τικῶν. ἐνίοτε δὲ καὶ ἀπὸ τοῦ πηλίκου, ὡς ἐπὶ τοῦ προ‐ βλήματος τοῦ κατὰ ῥητὸν καὶ διάνοιαν παραγραφικοῦ οἷον τοῦ δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι. ἐν τούτῳ γὰρ ἀπὸ τοῦ πηλίκου τὴν τῆς διανοίας ἐξέτασιν ποιού‐ μεθα λέγοντες, ὅτι ἐπὶ τῶν εὐτελῶν καὶ ὀλίγου τινὸς
10ἀξίων πραγμάτων διηγόρευσε ταῦτα ὁ νόμος, ἵνα μὴ ἄλλως πράγματα ἔχωσί τινες ὑπὸ συκοφαντῶν ἐνοχλού‐ μενοι πολλάκις, ἀλλ’ οὐκ ἐπὶ φόνου καὶ τῶν τηλικού‐ των· ἄλλοι δὲ καὶ τὸ καθ’ ὁμωνυμίαν εἰς τὴν τῆς δια‐ νοίας φασὶν ἐξέτασιν παραλαμβάνειν· τοῦτο δὲ δοκεῖ
15ἀμφιβολίας εἶναι· ὅμως οὐδὲν ἀπεικὸς κἀνταῦθα ἐξετά‐ ζεσθαι· δίκαια γὰρ καλοῦνται αἱ τιμωρίαι καὶ αἱ κρίσεις, ὅθεν ὁμώνυμος ἡ λέξις· τὴν μὲν οὖν τοῦ νομοθέτου διά‐ νοιαν οὕτως ἐξετάζομεν, τὴν δὲ τοῦ φεύγοντος καθά‐ παν ἐν ταῖς ἀντιθετικαῖς. ὅτι οὐ μόνον τὸ πραχθὲν δεῖ
20σκοπεῖν, ἀλλὰ καὶ τὴν γνώμην, μεθ’ ἧς τὸ πραχθὲν ἐπράχθη. καὶ ἅμα τῇ τῶν αἰτίων ὑπεξαιρέσει χρώμεθα· οἷον οὐ κακονοίᾳ πρὸς τὴν πόλιν, οὐδ’ ἵνα τι κακὸν ἐρ‐ γάσομαι ἢ τῶν κοινῶν τινα ἢ τῶν πολιτῶν, ἀλλ’ ἵνα εὖ ποιήσω. εἰ οὖν εὖ ἐποίησα, πῶς φαίνομαι τὸν νόμον
25παραβεβηκώς· κατασκευάσομεν δὲ τοῦτο ἀντιστατικῶς, τὴν μὲν τελείαν τοῦ ἀντιστατικοῦ ἐργασίαν τῷ οἰκείῳ φυλάττοντες τόπῳ· ὅσον δὲ ὑπομνήσεως κἀνταῦθα αὐτὸ παραλαμβάνοντες τὴν διάνοιαν ἐργασόμεθα. Μαρκελλίνου. Διττῶς μὲν αὕτη ἐξετάζεται· κέ‐
30χρηται δὲ αὐτῇ ὁ φεύγων εἰς λύσιν τῆς προβολῆς· τοῦ
γὰρ κατηγόρου προβολῇ τοῦ ῥητοῦ κεχρημένου, μόνη805

4

.

806

αὕτη λῦσαι τὴν ἐν τῇ προβολῇ τοῦ διώκοντος ἰσχὺν γε‐ νήσεται. πᾶν γὰρ ῥητὸν διανοίᾳ λύεται. πάνυ δὲ θαυ‐ μάσαι δεῖ κἀνταῦθα τοῦ τεχνικοῦ τὴν ἀκρίβειαν. οὐ γὰρ ἁπλῶς καθάπερ οἱ πολλοὶ τοῦ νομοθέτου μόνου τὴν
5διάνοιαν ἐξετάζει, οἷον πῶς καὶ ἐπὶ τίσιν ὁ νομοθέτης κωλύει τὸν ξένον ἐπὶ τὸ τεῖχος ἀνελθεῖν, ἀλλὰ διττὴν ἡμῖν ταύτης τὴν ἐξέτασιν παραδίδωσι· τὴν μὲν τοῦ νο‐ μοθέτου, τὴν δὲ τοῦ φεύγοντος σφόδρα ἀκριβῶς· ἐπει‐ δὴ γὰρ δύο ἐστὶ, τό τε ῥητὸν τὸ ἀντικείμενον καὶ ἡ
10πρᾶξις δοκοῦσα παράνομος εἰ ξένος ὢν παρὰ τὸ τεῖχος ἀνελήλυθεν, ἀμφότερα λύειν ἀνάγκη. ἀμφοτέρων δὲ λύσις ἡ αὐτὴ, λέγω δὲ ἡ διάνοια· καθολικὸν γὰρ παρ‐ άγγελμα, ὅτι τὸ ῥητὸν τὸ βλάπτον τῇ διανοίᾳ τοῦ θέν‐ τος λύομεν, τὸ δὲ δοκοῦν ἀδίκημα διὰ τῆς διανοίας τοῦ
15πεποιηκότος συστήσομεν, εἰκότως οὖν ἐπ’ ἀμφοῖν, μᾶλ‐ λον δὲ ἀναγκαίως τῇ διανοίᾳ χρησόμεθα ἐπί τε τοῦ νο‐ μοθέτου καὶ αὐτοῦ τοῦ φεύγοντος, μεθ’ ἧς δηλονότι τὴν πρᾶξιν ἐξετάζομεν· πόθεν δὲ τὰς ἀφορμὰς εἰς ταῦ‐ τα ληψόμεθα; εἰς μὲν τὴν τοῦ νομοθέτου ἀπὸ τοῦ και‐
20ροῦ, καὶ ἔτι ἀπὸ τοῦ πράγματος καὶ ἑξῆς, καθὰ καὶ Σωπάτρῳ εἴρηται.
22nΤὸ μὴ προσδιωρίσθαι τοῦ χρωμένου τῷ ῥητῷ ἐστιν. οἷον οὐδὲν τού‐
23nτων προσδιώρισεν ὁ νομοθέτης, ἀλλ’ ἁπλῶς εἶπεν τὸν ξένον μὴ
24nἀνιέναι.
25 Σωπάτρου. Ἐπὶ τούτοις τὸ μὴ προσδιωρίσθαι κεφάλαιον τοῦ κατηγόρου. ἐπειδὴ γὰρ σφοδρὰ ἡ διά‐ νοια ἐκ τῆς εἰς ἄτοπον ἀπαγωγῆς· τὸ γὰρ ὡς ἐπὶ τὸ πολὺ ἔχειν εὐεργεσίαν δεικνύναι ὁ φεύγων δοκεῖ ἀκρι‐ βῶς ἐξηγεῖσθαι τὸν νόμον καὶ μὴ τοῦτο βουλόμενον,
30ἀναγκαῖον τῷ κατηγόρῳ αὖθις ἐπὶ τὴν τοῦ νόμου ἀπό‐806

4

.

807

δειξιν ἐπαναδραμεῖν. τὸ οὖν μὴ προσδιωρισμένον ὥσπερ ἐξήγησίς ἐστι τοῦ νόμου, λέγοντος, ὅτι τὸ μὴ προσδι‐ ωρισμένον τῷ νόμῳ οὐ δεῖ λέγειν. οὐ γὰρ τὴν αἰτίαν τοῦ πραττομένου ἐζήτησεν, ἀλλ’ ἄρδην ἀνεῖλε τὸ πρατ‐
5τόμενον· τὸ ξένον μὴ ἀνιέναι, καὶ ἐν εἰρήνῃ καὶ ἐν πο‐ λέμῳ. καὶ πολὺ μᾶλλον ἐν πολέμῳ ἢ ἐν εἰρήνῃ. ἐν πο‐ λέμῳ μὲν γὰρ προδοσίας ἐλπὶς, ἐν εἰρήνῃ δὲ οὐδεὶς κίνδυνος. Μαρκελλίνου. Τὸ μὴ προσδιωρίσθαι· πρὸς
10ταῦτα ὁ τῷ ῥητῷ χρώμενος ἀπαντήσεται· ἴδιον γὰρ αὐ‐ τοῦ τὸ κεφάλαιον. χρὴ δὲ εἰδέναι, ὅτι γνωριστικώτατον τῆς κατὰ ῥητὸν καὶ διάνοιαν ζητήσεως τοῦτο τὸ κεφά‐ λαιον καὶ ἀεὶ ἐμπίπτον καὶ οὐδέποτε ἐκλεῖπον ἐν ῥητῷ καὶ διανοίᾳ· ἔστι δὲ τοῦτο, ὅτι οὐδὲν τούτων ὁ νομοθέ‐
15της διώρισεν, ἀλλ’ ἁπλῶς εἶπεν μὴ ἐπιβαίνειν τοῦ τεί‐ χους τὸν ξένον.
17nἩ δευτέρα διάνοια κοινή ἐστιν ἀμφοῖν· ὁ μὲν γὰρ φεύγων πρὸς
18nτὸ μὴ διωρίσθαι ἀπαντῶν χρήσεται αὐτῇ· οἷον οὐδὲν ᾤετο δεῖν περὶ
19nτῶν φανερῶν ὁ νομοθέτης διορίζειν, κελεύων τοὺς ἐπ’ εὐνοίᾳ μὴ
20nκωλύεσθαι· ὁ δ’ αὖ διώκων ἐρεῖ, ὅτι ἄτοπον ἡγήσατο ἁπλῶς ἐπι‐
21nτρέπειν ἀνιέναι τοὺς ξένους.
22 Σωπάτρου. Τῷ κεφαλαίῳ τῷ μὴ προσδιωρίσθαι φημὶ λυτικῷ τῆς διανοίας ὄντι πάλιν ἑτέραν διάνοιαν ὁ φεύγων τοῦ νόμου ἀντιθήσει ἐξ ἀνάγκης, διαφέρει δὲ
25αὕτη τῆς πρώτης, καθὸ ἡ μὲν μόνου τοῦ φεύγοντός ἐστιν, ἡ δὲ κοινὴ ἀμφοτέρων καὶ ὅτι ἡ μὲν πρώτη τοῦ ῥητοῦ ἐστιν ἐξήγησις καὶ λυτικὴ τῆς προβολῆς· ἑρμηνεύει γὰρ τήν τε τοῦ νομοθέτου διάνοιαν καὶ τὴν τοῦ φεύγον‐ τος. αὕτη δὲ ἡ διάνοια πρὸς τὸ μὴ ὑπὸ τοῦ νομοθέτου
30προσδιωρίσθαι γίνεται, ἐξήγησις οὖσα τοῦ ἀπροσδιορί‐807

4

.

808

στου, οἷον ὡς καὶ ἐπὶ τοῦ ὑποδείγματος τούτου. τὸν ῥί‐ ψασπιν θανάτῳ ζημιοῦσθαι· ῥίψας τις ἐν πολέμῳ τὴν ἀσπίδα ἀπέκτεινέ τινα τῶν πολεμίων στρατηγὸν καὶ κρί‐ νεται ῥιψασπίας. ἡ διάνοια λύσις τῆς προβολῆς· οἷον οὐ
5τὸν ἐπ’ ἀριστείᾳ οὐδὲ σωτηρίᾳ πόλεως οὐδὲ βλάβῃ τῶν ἐναντίων ἀφέντα τὴν ἀσπίδα ὁ νόμος κολάζει, ἀλλὰ τὸν ἐπὶ δειλίᾳ. Μαρκελλίνου. Πρὸς ταῦτα γίνεσθαι τὸ μὴ προσ‐ διωρίσθαι. ἀναγιγνώσκοντος τὸν νόμον τοῦ κατηγόρου
10καὶ τὰ ῥητὰ ἐπιδεικνύντος ἀόριστα, καὶ καθόλου τὸν ῥίπτοντα κολαζόμενον. αὕτη δὲ ἡ διάνοια, τουτέστιν ἡ δευτέρα, τοῦ νομοθέτου τὴν διάνοιαν ἐξηγεῖσθαι βούλε‐ ται, δι’ ἣν αἰτίαν οὐ προσδιωρίσατο. ὁ μὲν οὖν φεύγων ἐρεῖ, οὐδὲν ἔδει προσδιορίσασθαι. τὰ γὰρ φανερὰ καὶ
15δῆλα καὶ ὁμολογούμενα οὐ δεῖται προσδιορισμοῦ. περιτ‐ τὰ γὰρ ἂν οὕτως ἐφάνη λέγων καὶ πᾶσι πρόδηλα ὁ νο‐ μοθέτης· ἄλλως τε καὶ οὐδὲ οὕτως ἀγνώμων ὁ νομοθέ‐ της καὶ ὠμὸς καὶ ἀπάνθρωπος. ὥστε τοὺς ἀνιόντας ἐπα‐ μῦναι τῇ πόλει, ἢ τοὺς ἐπ’ ὀλέθρῳ τῶν ἐχθρῶν ῥίπτον‐
20τας τὴν ἀσπίδα, τούτους τιμωρεῖσθαι κελεύειν. ἐπάξει δὲ καὶ ἀπὸ παραδειγμάτων πίστεις, οἷον ὅτι πολλαχοῦ τοῦ‐ το καὶ ἐν ἄλλοις ἐστὶν νόμοις ἰδεῖν· οἷον τὸ μὴ προσδιο‐ ρίζειν, ὡς ἐπὶ τούτου. δοῦλον ἐλευθέρου παιδὸς μὴ ἐρᾷν· οὐκέτι γὰρ προσέθηκε, τὸν δὲ ἐλεύθερον ἐρᾷν· δῆλον γὰρ
25τοῦτο σαφὲς, κἂν μὴ προσδιώρισται· ὁ δὲ κατήγορος ἐπάγει, ὅτι προσδιορίζεται ἐν οἷς βούλεται ὁ νομοθέτης. καὶ ἐπάξει καὶ αὐτὸς ἀπὸ νόμων τὰς πίστεις. οἷον ἐάν τις κατηγορῇ τὰ ψευδῆ, προσδιωρίσατο γὰρ ἐνταῦθα· καὶ ἐὰν εὕρῃ τις μοιχὸν ἐπὶ μητρί. ἰδοὺ καὶ ἐνταῦθα
30προσδιωρίσατο· νῦν δὲ τῷ σιγῆσαι μὲν τοῦτο, ἀπαγο‐
ρεῦσαι δὲ ἐκεῖνο, παντάπασιν ἀπείργων φανήσεται· ἔστιν808

4

.

809

οὖν δευτέρα διάνοια, ὥσπερ πολλάκις εἴρηται, τοῦ νομο‐ θέτου· οἷον τοῦ δεῖσθαι ἢ μὴ τὸν νομοθέτην προσδιο‐ ρίσαι τόδε. ἡ ἑτέρα διάνοια κοινή ἐστιν ἀμφοῖν. καὶ ὁ μὲν φεύγων αὐτῇ χρήσεται πρὸς τὸ μηδὲν προσδιορίσα‐
5σθαι λέγων, ὅτι εἰ καὶ μὴ προσδιώρισεν ὁ νομοθέτης, ἀλλὰ σαφὴς τοῦ γράψαντος ἡ διάνοια· περὶ γὰρ τῶν ὁμολογουμένων παρὰ πᾶσι καὶ φανερῶν οὐδὲν ᾤετο δεῖν προσγράφειν, οὐδὲ κελεύειν τοὺς ἐπ’ εὐνοίᾳ τοῦ τείχους ἐπιβάντας μὴ κωλύεσθαι, φανερὸν γὰρ ἦν· καὶ ὁ φεύγων
10μὲν οὕτως· ὁ δὲ κατήγορος ὅτι καθάπαξ οὐκ ᾤετο δεῖν πιστεύειν τῇ γνώμῃ τῶν ξένων. διόπερ ἁπλῶς ἀπεῖπεν ἐπὶ μηδεμιᾷ προφάσει τὸν ξένον ἐπιβαίνειν τοῦ τείχους. κατὰ πολλὰ δὲ διαφέρει αὕτη τῆς προτέρας, ὅτι ἡ μὲν καθόλου πρὸς τὸ ῥητὸν ἀπαντᾷ, ἡ δὲ οὐ πρὸς ὅλον, ἀλ‐
15λὰ μὴ πρὸς μόνον τὸ μὴ προσδιωρισμένον· ἔπειτα ὅτι ἡ μὲν μόνου τοῦ τῷ ῥητῷ μαχομένου ἐστίν. ἡ δὲ κοινὴ ἀμφοῖν, τοῦ τε φεύγοντος καὶ τοῦ κατηγόρου, καὶ πάλιν ἡ μὲν διττὴν ἔχουσα τὴν ἐξέτασιν ὡς εἶπον ἐπί τε τῆς τοῦ νομοθέτου διανοίας καὶ τοῦ φεύγοντος, ἡ δὲ ἁπλῆ,
20διατί οὐδὲν ὁ νομοθέτης προσδιώρισεν.
21nὉ συλλογισμός· εἰ μηδὲν διαφέρει τὸ προσδιωρίσθαι ἢ μὴ τῷ ἐγ‐
22nγράφῳ, ὃ καὶ ἄνευ ἐκείνου ἐστὶν φανερόν.
23 Σωπάτρου. Ὁ συλλογισμὸς ἀπὸ τοῦ φεύγοντός ἐστι δεικνύναι πειρωμένου, ὅτι οὐδὲν διαφέρει τοῦ διωρι‐
25κέναι τὸν νομοθέτην τὸ σιγῆσαι παντάπασι, φανερὸν γὰρ ἦν. διὸ οὐ προσδιωρίσατο. περιττὸν γὰρ περὶ τῶν πᾶσι φανερῶν καὶ ὁμολογουμένων προσδιορισμῷ κεχρῆσθαι. Μαρκελλίνου. Εὐθὺς συνάψει τῇ τῆς δευτέρας διανοίας ἐξετάσει ὁ φεύγων τὸν συλλογισμὸν, λύων καὶ διὰ
30τούτου τὸ μὴ προσδιωρισμένον, ὁ δὲ συλλογισμὸς τὰ διε‐809

4

.

810

στάναι καὶ κεχωρίσθαι δοκοῦντα συνάγει τοιαύτην ἔχων τὴν φύσιν. ἐρεῖ γὰρ μηδὲν διαφέρειν τὸ προσκεῖσθαι τῷ ῥητῷ, ἢ μή. καὶ γὰρ μὴ προστεθὲν πᾶσίν ἐστι φανερόν.
4nὉ ὅρος ὅτι πλεῖστον διαφέρει.
5 Σωπάτρου. Τοῦ φεύγοντος χρησαμένου τῷ συλ‐ λογισμῷ, ὁ κατήγορος ὅρῳ χρήσεται. ἀποκρουόμενος τῷ ὅρῳ τὸν συλλογισμόν· ἀεὶ γὰρ ἐναντία τὰ κεφάλαια ταῦ‐ τα ἀλλήλοις καὶ λυτικὸν θάτερον θατέρου· τοῦ οὖν συλ‐ λογισμοῦ κατασκευάσαντος τὸ μὴ διάφορον τοῦ προσδι‐
10ωρίσθαι ἢ μὴ, ὁ ὅρος τὸ διάφορον κατασκευάζει ὅλῳ καὶ παντὶ λέγων διαφέρειν τοῦ προσδιωρίσθαι ἢ μή. Μαρκελλίνου. Συλλογισμοῦ εὑρεθέντος ἀναγ‐ καίως ἕπεται ὅρος· ἔστι δὲ ὁ ὅρος, ὅτι πάμπολυ δια‐ φέρει. χωρίζει γὰρ ὁ ὅρος τὰ διὰ τοῦ συλλογισμοῦ συν‐
15αχθέντα.
16nἩ ἀντίθεσις αὐτό ἐστι τὸ γεγονὸς, καὶ πλέον ἕξει γε φεύγων ὁ ἐν
17nαὐτῇ.
18 Σωπάτρου. Ἡ ἀντίθεσις μετὰ τὸν ὅρον ἀπὸ τοῦ φεύγοντος γίνεται. ἀπὸ μιᾶς τῶν ἀντιθετικῶν πάντως
20λαμβανομένη κατὰ τὴν ἐμπίπτουσαν ὕλην, ἐν ᾗ καὶ τὸ πλέον ἰσχύει ὁ φεύγων. καὶ τοιαύτῃ χρήσεται μεθόδῳ, οἵᾳ πολλάκις εἰρήκαμεν. ὅτι ἡνίκα μέλλομεν λόγον διδό‐ ναι ὑπὲρ ὧν ἢ πεπράχαμεν ἢ συνεβουλεύσαμεν, ὀφείλομεν τὰ πρὸ τούτου γενόμενα αὐξῆσαι, καὶ οὕτω τὰ παρ’ ἡμῶν
25εἰσενεγκεῖν. οὕτως οὖν καὶ ἐν τῇ ἀντιθέσει ὁ φεύγων χρή‐ σεται· ἀντιστατικὴ δὲ ἐνταῦθα ἡ ἀντίθεσις. ἀντιτίθησι γὰρ εὐεργεσίαν ἀντιστατικῶς πλατύνων αὐτήν. δεῖ δὲ καὶ
θετικῶς αὐτὴν μεταχειρίσασθαι· ἀκόλουθος γὰρ τῇ ἀν‐810

4

.

811

τιστάσει θέσις· οἷον ὅτι ἕκαστος ὀφείλει ἐν οἷς δύναται ὠφελεῖν τὴν πόλιν. διαφέρει δὲ τὸ κεφάλαιον τοῦτο, τὸ ἀντιστατικόν φημι, τῆς ἀντιστάσεως· καθότι ἐν ἐκείνῃ μὲν τὸ πεπραγμένον πονηρὸν, ἡ δὲ περίστασις ἀγαθὸν,
5τὸ δὲ καθελεῖν τὸ τεῖχος πονηρὸν, τὸ δὲ ἐξελθόντα νικῆ‐ σαι ἀγαθόν. ἐνταῦθα δὲ τοὐναντίον. τὸ μὲν πεπραγμέ‐ νον ἀγαθὸν, ἡ περίστασις δὲ πονηρόν. τὸ μὲν γὰρ ἀνε‐ λεῖν τὸν στρατηγὸν τῶν πολεμίων ἀγαθὸν, ἡ δὲ περί‐ στασις τοῦ νόμου οἷον τὸ ῥῖψαι τὴν ἀσπίδα πονηρόν.
10ἰστέον δὲ, ὡς ἐπίπαν ἐπὶ τοῦ ῥητοῦ καὶ τῆς διανοίας ἀντιστατικὴ εὑρίσκεται ἡ ἀντίθεσις· δεῖ γὰρ εὐεργέτη‐ μα δεικνύναι τὸν φεύγοντα, ἵνα ἔχῃ χώραν τὸ παραβε‐ βασμένον ῥητὸν παρακρούεσθαι τῇ τοῦ εὐεργετήματος δικαιολογίᾳ.
15 Μαρκελλίνου. Μετὰ τὸν ὅρον ἡ ἀντίθεσις. αὕ‐ τη δ’ ἐστὶ τὸ γεγονὸς καὶ πλεῖον ἐν αὐτῇ ὁ φεύγων ἔχει· ἐν μὲν γὰρ τοῖς προειρημένοις κεφαλαίοις πλεονεκτεῖ ὁ κα‐ τήγορος τὸ ῥητὸν προβαλλόμενος· ἐπὶ δὲ τῆς ἀντιθέσεως, ἥτις ἐνταῦθα ἀντιστατική ἐστι, τοὐναντίον πείσεται ὁ
20κατήγορος· διεξιόντος τὰ κατὰ τὴν ἀριστείαν τοῦ φεύ‐ γοντος, καὶ ἔκφρασιν ποιουμένου τῶν συμπιπτόντων κα‐ τὰ τὰς μάχας· ἰδιώτατον γὰρ τῆς ἀντιστατικῆς ἀντιθέ‐ σεως ἡ τῶν γεγονότων ἔκφρασις. ὥσπερ γὰρ ὁ κατήγορος ἐδυσώπει τὸν ἀκροατὴν τῷ ῥητῷ, τὸν αὐτὸν τρόπον καὶ
25ὁ φεύγων τῇ ἐκφράσει τῆς ἀριστείας. ὅτι δὲ οὐ μόνον ἀντιστατικῇ ἀντιθέσει κεχρήμεθα, ἀλλὰ καὶ ἑτέρᾳ πολ‐ λάκις πρὸς τὴν ὕλην τὴν ὑποκειμένην, ἤδη μοι προείρη‐ ται. διὸ καὶ τὸν τεχνικὸν ἄξιον θαυμάσαι, ὅτι τοῦτο προ‐ θεωρήσας οὐκ εἶπεν, ὅτι πάντως ἀντιστατικὴ ἔσται ἡ ἀν‐
30τίθεσις, ἀλλ’ ἡμῖν τοῦτο δέδωκε σκοπεῖν ἀντίθεσιν εἰπὼν811

4

.

812

τὸ γένος, οὐ διορίσας δὲ ποίαν ἀντίθεσιν, ἀλλὰ πρὸς τὴν ὕλην ἐφ’ ἑκάστου προβλήματος τῷ διαιροῦντι καταλιπὼν σκοπῆσαι καὶ θεῖναι τὸ πρόσφορον.
4nἩ μετάληψις οἷον ἑτέρως ἔδει· καὶ ὡς ἐξῆν σοι ποιεῖν εὖ τὴν πόλιν
5nεἰ προῃροῦ καὶ μὴ παρανομεῖν.
6 Σωπάτρου. Δικαίως τοῦ φεύγοντος τὴν εὐεργε‐ σίαν προτείνοντος, ὁ διώκων χρήσεται μεταλήψει, ἐν ᾗ τὸν τρόπον αἰτιᾶται τοῦ πραχθέντος λέγων, ὅτι οὐκ ἔδει τούτῳ τῷ τρόπῳ τὴν εὐεργεσίαν ἐνδείκνυσθαι, ἀλλ’
10ἐξελθόντα τοῦ τείχους οὕτω τὴν εὐψυχίαν ἐπιδείξασθαι καὶ ὠφελῆσαι τὴν πόλιν. χρήσεται δὲ οὕτως θέσει, ὥσπερ ὁ φεύγων τῇ ἀντιστάσει. ἐκείνου γὰρ θετικῶς ἐπιχειροῦν‐ τος καὶ λέγοντος, ὅτι ἀνελθὼν ἔσωσα τὴν πόλιν κινδυ‐ νεύουσαν καὶ μέλλουσαν ἁλῶναι ἐκ τῶν πολεμίων, καὶ
15ἤδη ἐπικειμένων τῷ τείχει μόνος ἔσωσα· δεῖ γὰρ ἐν οἷς δύναταί τις ὠφελεῖν τὴν πόλιν καὶ τὸ κοινόν. οὕτως οὖν τοῦ φεύγοντος ἐπιχειροῦντος, ὁ διώκων ἀντεπιχειρήσει λέ‐ γων, ὅτι χρὴ ταῦτα ποιεῖν μὴ παραβαίνοντα τοὺς κειμέ‐ νους νόμους, ἀλλ’ ὠφελεῖν τὴν πόλιν πειθαρχοῦντα τοῖς
20δικαίοις αὐτῆς, κάτωθεν τοῦ τείχους ἐξιόντα, ἀπὸ τῶν πυλῶν ἐπεκδρομὰς ποιούμενον. Μαρκελλίνου. Ἡ τῆς ἀντιθέσεως λύσις πρόδη‐ λος ἀπὸ τῶν προειρημένων περὶ ἀντιθέσεως. πᾶσα γὰρ ἀντίθεσις μεταλήψει λύεται· ἐρεῖ γὰρ, ὅτι ἑτέρως ἐχρῆν,
25οἷον ἐπὶ τοῦ ἀνελθόντος ξένου ἐπὶ τὸ τεῖχος καὶ ἀρι‐ στεύσαντος· λέξει ὁ κατήγορος ὅτι ἑτέρως ἐχρῆν εὐεργε‐ τεῖν καὶ ὡς ἐξῆν ὄντι σοι ξένῳ τὴν πόλιν εὖ ποιεῖν, εἴ γε
προῃροῦ καὶ μὴ παρανομεῖν.812

4

.

813

(1n)

Τὸ πρός τι, ὡς ἐν ταῖς ἀντιθετικαῖς· πότερον μεῖζον τὸ εὐεργέτημα
2nἢ τὸ ἀδίκημα. καὶ ἔστι κοινὸν ἀμφοῖν.
3 Τὸ πρός τι σύγκρισίς ἐστι τοῦ ἀδικήματος καὶ εὐερ‐ γετήματος. ὁ μὲν γὰρ φεύγων·
5nλείπει
6τὴν ἐμαυτοῦ ἀρετήν· καὶ ὅτι οὐ προσδιώρισεν ὁ νόμος τὸ ποῖόν με γέρας αἰτεῖν δεῖ, ἀντινομία μὲν οὐκ ἔστι τοῦτο. ὅτι μηδὲ δύο ῥητῶν μάχην ἔχει ἐκ περιστάσεως. οὐ γάρ ἐστιν ἐναντίον τὸ κολάζεσθαι τὴν γυναῖκα τοῦ
10τυράννου τῷ τὸν ἀριστέα αἰτεῖν δωρεάν. οὐδὲ ἐστί τις περίστασις ἡ τοῦτο ποιοῦσα. ἀλλὰ δεῖ ἀμφοτέρους τοὺς νόμους διανοίᾳ λύεσθαι παρ’ ἑνὸς προσώπου, οὐ γὰρ τῷ μὲν ἑνὶ ῥητῷ ὁ ἕτερος χρῆται. θατέρῳ δὲ ὁ ἀντιλέγων, ὅπερ ἀντινομίας οἰκεῖον, ἀλλ’ ἄμφω τὰ ῥητὰ ἀμφότεροι
15ἐξετάζουσιν, ὁ μὲν τῷ ῥητῷ κεχρημένος, ὁ δὲ τῇ δια‐ νοίᾳ.
17tΚαὶ ἄλλως ἀνωνύμου.
18κατὰ ῥητόν· ἡ νομικὴ στάσις γίνεται, οὐχ ὅταν ἁπλῶς ῥητὸν ἐμπίπτῃ, ἀλλ’ ὅταν περὶ τὸ ῥητὸν
20πᾶσα κινῆται ἡ ζήτησις, οὐ περὶ τοῦ κυροῦσθαι αὐτὸ, ἢ μὴ, τοῦτο γὰρ τῆς ἐγγράφου πραγματικῆς ἀποδέδει‐ κται, ἀλλ’ εἰ παραβέβασται ἢ οὔ. ὅταν δὲ τὴν διάνοιαν τοῦ θέντος τῷ γεγραμμένῳ ἀντιτάττωμεν, τότε ποιοῦ‐ μεν ῥητὸν καὶ διάνοιαν. βʹ. Προβολῇ ῥητοῦ· κα‐
25λῶς τὸ ῥητοῦ προσέθηκε, διϊστὰς τὰς νομικὰς ἀπὸ τῶν813

4

.

814

λογικῶν. προβολὴ γὰρ ἁπλῶς ἡ ἐξ ἀδικήματος ἀγράφου. ἐμφαντικώτερον δ’ ἂν εἶπε προβολῇ τῇ ἀπὸ ῥητοῦ. οὐδὲ γὰρ αὐτὸ τὸ ῥητὸν προβάλλεται, ἀλλὰ τὸ ἔγκλημα τὸ διὰ τὸ ῥητὸν γινόμενον. ἐν ταὐτῷ δὲ καὶ τὴν ἀνάγνωσιν
5τοῦ νόμου ποιήσεται, δυσωπῶν διὰ τούτου τὸν ἀκροατήν. γʹ. Ἡ διάνοια διττῶς· καθολικὸν παράγγελμά ἐστιν, ὅτι τὸ ῥητὸν τὸ βλάπτον τῇ διανοίᾳ τοῦ θέντος λύομεν. τὸ δὲ δοκοῦν ἀδίκημα διὰ τῆς διανοίας τοῦ πεποιηκότος συστήσομεν. ἐπεὶ γὰρ ὁ κατήγορος τὸ ἀπὸ τοῦ νόμου
10ῥητὸν προβάλλεται, εἰκότως ὁ φεύγων ἐπὶ τὴν τοῦ ῥητοῦ διάνοιαν διαφεύγει, λέγων ὅτι οὐκ ἔγνως τὸν νόμον. ληψόμεθα δὲ τὰς ἀφορμὰς τῶν λύσεων ἀπὸ τῶν περι‐ στατικῶν· οἷον ὅτι οὐκ ἐν καιρῷ πολέμου ἐκέλευσε μὴ ἀνιέναι· καὶ ἀπὸ τῆς αἰτίας, ὅτι ἐκώλυσεν ἀνιέναι, μή
15ποτε κατάσκοποι ὦσιν, οὐχ ἵνα μὴ ἀριστεύωσιν. ἐπεὶ δὲ τὸ κεφάλαιον αὐστηρόν πως εἶναι δοκεῖ, καθάπερ ἀν‐ τινομοθετούντων ἡμῶν, εἴγε τοῦ ῥητοῦ διαγορεύοντος ἕτερα, ἄλλην ἡμεῖς ἀντεισφέρομεν διάνοιαν, δεῖ τινος θεραπείας τὴν τραχύτητα καθαιρούσης. διπλοῦς δὲ αὐ‐
20τῆς ὁ τρόπος, ὅταν ἢ ἀτοπίαν τινὰ τοῖς τοῦ ἐναντίου λόγοις προσάπτωμεν, οἷον ὅτι φανεῖται ὁ νομοθέτης κατά γε τὸν ἀντίδικον ἀποστερῶν σωτηρίας τὴν πόλιν. ἢ ὅταν ἀπαιτῶμεν νόμον φανερῶς τῇ ἡμετέρᾳ ἀνταπο‐ φαινόμενον διανοίᾳ· ὅτι δεῖξον εἴ τις νόμος τὸν ἀνιόν‐
25τα ἐπὶ σωτηρίᾳ ἐκώλυσεν. ἢ ἐκ παραδειγμάτων καὶ ἐθῶν. δʹ. Τὸ μὴ προσδιωρίσθαι· ἐνταῦθα πάλιν τὴν τοῦ νόμου ἀνάγνωσιν ποιήσεται. τοῖς γὰρ ὑπὲρ ἡμῶν ἰσχυ‐ ροῖς οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δὶς χρηστέον. εʹ. Ἡ ἑτέ‐ ρα διάνοια· αὕτη διαφέρει τῆς προτέρας, ὅτι ἐκείνη
30μὲν μόνου τοῦ φεύγοντος ἦν, αὕτη δὲ κοινὴ ἀμφοτέρου, καὶ ὅτι ἡ μὲν προτέρα τὴν τοῦ ῥητοῦ ἑρμηνεύει διάνοιαν, ἡ
δὲ δευτέρα τοῦ μὴ προσδιωρίσθαι. ϛʹ. Ὁ συλλογι‐814

4

.

815

σμός· ἰσχὺν τοῦτο τὸ κεφάλαιον λαμβάνει ἐκ παραδει‐ γμάτων, εἰ ἔχοιμεν πολλοὺς παρατίθεσθαι νόμους, ἐφ’ ὧν οὐ προσδιώρισται τὰ ὁμολογούμενα· καὶ οὐ διὰ τοῦ‐ το ψιλῶς τῷ ῥητῷ ἀξιοῦμεν προσέχειν. ζʹ. Αὐτό ἐστι
5τὸ γεγονός· τουτέστιν αὐτὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. καὶ ὅσα περὶ τὴν ἀριστείαν πέπρακται. ἀντιστατικῶς γὰρ ταῦτα εἰσενεχθήσεται. μέχρι μὲν οὖν τούτου ἰσχυρότερα εἶ‐ ναι δοκεῖ τὰ τοῦ κατηγόρου, εἴ γε ὁ μὲν φανερῶς ἐπανέ‐ χει τῷ νόμῳ, ὁ δὲ ἔξωθέν τι παρεισάγειν πειρᾶται. ἐν δὲ
10τῇ ἀντιθέσει πλέον ἕξει ὁ φεύγων διεξιὼν τὴν ἀριστείαν, καὶ ἀκμάζων ἐπὶ τῷ εὐεργετήματι.
12tΠερὶ ἀντινομίας.
13 Συριανοῦ. Ἡ ἀντινομία ἐκ μὲν τοῦ ὀνόματος πρόδηλος, ὡς ἐναντίωσίν τινα περιέχουσα τῶν νόμων.
15οὐχὶ καθ’ αὑτό. ἄτοπον γὰρ τοῦτό γε, καὶ πολιτείας οὐκ εὖ διοικουμένης, νόμων ἐναντιότητι δουλεύειν. ἀλλὰ φύ‐ σει μὲν οὐδαμῶς ἐναντιουμένων ἀλλήλοις, κατὰ δέ τινα περίστασιν ἐναντιοῦσθαι δοκούντων· ὅρος δὲ αὐτῆς οὗ‐ τος· ἀντινομία ἐστὶ στάσις πολιτικοῦ πράγματος τῶν
20ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ἕτερον ἀντιτίθησι νόμον τῷ ὑπὸ τοῦ κατηγόρου προτεινομένῳ ὡς παραβεβασμέ‐ νῳ· ἴδιον δὲ ἀντινομίας τὸ δύο νόμων ὄντων ἢ τριῶν ἢ ὅσων δή ποτε, ἕνα πάντως παραβεβάσθαι· ἢ ἑνὸς μόνου ὄντος νόμου, μέρος μέν τι παραβεβάσθαι, μέ‐
25ρος δὲ μή· καὶ ἐν ῥητῷ δὲ καὶ διανοίᾳ παραβεβάσθαι ἀνάγκη τὸν νόμον, περὶ οὗ ἡ κρίσις· εἰ γὰρ μήπω πα‐
ραβεβασμένος εἴη, ἀλλὰ βουλὴ προκέοιτο, πότερον815

4

.

816

δεῖ παραβαίνειν ἢ μὴ, οὔτε ῥητὸν καὶ διάνοια, οὔτε ἀν‐ τινομία συστήσεται, ἀλλὰ πραγματικὴ κατὰ ῥητὸν καὶ διάνοιαν καὶ κατὰ ἀντινομίαν. Διόπερ οὔτε Ἑρμογένει οὔτε Μητροφάνει τῷ τούτου ἐξηγητῇ πεισόμεθα ἀντι‐
5νομικὰ λέγουσιν εἶναι τὰ ζητήματα ἐκεῖνα· τῆς μὲν κα‐ τὰ δύο νόμους τόδε· νόμος τὸν ἀποκήρυκτον μὴ μετ‐ έχειν τῶν πατρῴων καὶ νόμος τὸν ἐπιμείναντα χειμα‐ ζομένῃ καὶ ἑξῆς· τῆς δὲ κατὰ ἕνα νόμον ἀντινομίας τόδε· νόμος τὴν βιασθεῖσαν ἢ γάμον ἢ θάνατον αἱ‐
10ρεῖσθαι τοῦ βιασαμένου καὶ ἑξῆς· ἑκατέρῳ γὰρ τού‐ των βουλὴ πρόκειται, πότερον δεῖ παραβαθῆναι νόμον ἢ ποῖον μέρος νόμου· ἐχρῆν δὲ, ὡς ἔφαμεν ἤδη, πα‐ ραβεβάσθαι, διὸ ταῦτα μὲν πραγματικῆς κατὰ ἀντι‐ νομίαν ἐροῦμεν τὰ ζητήματα· παράδειγμα δὲ ἀντινομίας
15τῆς κατὰ δύο νόμους ἔστω τόδε· νόμος τὸν μὴ θάψαντα τὸν αὐτοῦ πατέρα τῆς πατρῴας ἐλαύνεσθαι χώρας τῶν ἐκείνου μηδενὸς μετασχόντα, καὶ νόμος τὸν ἀποδό‐ μενον τὰ ὅπλα ἄτιμον εἶναι· πένης τις τελευτήσαντος αὐτῷ τοῦ πατρὸς ἀποδόμενος τὰ ὅπλα ἔθαψε τὸν πα‐
20τέρα καὶ ὑπάγεται ἑκατέρῳ τῶν νόμων· τῆς δὲ κατὰ ἕνα νόμον ἀντινομίας παράδειγμα τόδε· νόμος τὸν λυ‐ πήσαντα τοὺς αὑτοῦ πατέρας, εἰ τελευτήσειεν· ἄταφον μένειν· ἔχων τις γυναῖκα καὶ υἱὸν ἀπεδήμησεν, ὑπὸ κα‐ ταποντισταῖς γενόμενος ἐδήλωσε τοῖς οἴκοι περὶ λύ‐
25σεως· ἡ γυνὴ συνεχῶς ἐντυγχάνουσα τοῖς γράμμασι καὶ816

4

.

817

δακρύουσα τῶν ὄψεων ἐστερήθη· καταλιπὼν ὁ παῖς πα‐ ρὰ τῇ μητρὶ τὴν οὐσίαν καὶ πρὸς τοὺς καταποντιστὰς ἀπελθὼν ἀντέδωκεν ἑαυτὸν ὑπὲρ τοῦ πατρός· ἐν δεσμοῖς ὢν ἐτελεύτησεν, ἐῤῥίφη κατὰ τῆς θαλάσσης, προσηνέ‐
5χθη τοῖς αἰγιαλοῖς τῶν πατέρων τὸ σῶμα, καὶ ὁ μὲν πατὴρ βούλεται θάπτειν, ἡ δὲ μήτηρ ἀντιλέγει· ἐν‐ ταῦθα γὰρ τὸ μὲν κατὰ τὴν μητέρα μέρος παραβέ‐ βασται· λελύπηται γὰρ κατ’ αὐτοῦ ὡς τυφλὴν καταλι‐ πόντος, τὸ δὲ κατὰ τὸν πατέρα σῶόν ἐστιν.
10 Σωπάτρου. Μετὰ τὸ ῥητὸν καὶ τὴν διάνοιαν ἡ ἀντινομία ἐτάγη· καί τοι ἐν τῇ μεθόδῳ μετὰ τὸ ῥη‐ τὸν καὶ τὴν διάνοιαν ὁ συλλογισμός· ἀλλά φαμεν, ὡς ἀμφότερα οὐκ ἀλόγως· ἀλλ’ ἐκεῖνος μὲν ὁ συλλογισμὸς πρὸ τῆς ἀντινομίας, καθ’ ὅ τι κοινωνοῦσιν αὗται αἱ στά‐
15σεις, ἅτε δὴ περὶ ἓν ῥητὸν ἀμφοῖν ἐχουσῶν τὴν ζή‐ τησιν· ἐνταῦθα δὲ τὴν ἀντινομίαν πρὸ τοῦ συλλογι‐ σμοῦ τέθεικεν, ἐπειδὴ, ὡς καὶ αὐτός φησιν ὁ τεχνικὸς, ὡσπερεὶ διπλοῦν ἐστι ῥητὸν καὶ διάνοια ἡ ἀντινο‐ μία· καὶ ἔδει τοῦ ἁπλοῦ τεθέντος ἐπαχθῆναι καὶ τὸ δι‐
20πλοῦν· καὶ ἔτι ἐν μὲν τῇ ἀντινομίᾳ νόμοι εἰσὶν οἱ ἐξ‐ εταζόμενοι, ἐν δὲ τῷ συλλογισμῷ ἡ γνώμη τοῦ ῥητοῦ ἐστιν ἡ ἐξεταζομένη· ἔδει οὖν τὴν τοῦ τελείου ῥητοῦ ζή‐ τησιν προταγῆναι τῶν περὶ τὴν γνώμην τοῦ ῥητοῦ τὴν ζήτησιν ποιουμένων· ἀλλ’ εἰ διπλοῦν ἐστι ῥητὸν καὶ
25διάνοια ἡ ἀντινομία, τί δήποτε μὴ εἶδος τάττοιτο ῥητοῦ καὶ διανοίας, ὥσπερ στοχασμὸς διπλοῦς, καὶ ὅρος, ἀλλὰ καθ’ αὑτὴν στάσις· ἐροῦμεν οὖν, ὅτι ἐκεῖ μὲν οἷ‐ ον ἐν στοχασμῷ καὶ ὅρῳ κἂν ἔχωμεν εἶδος διπλοῦν, ἀλλὰ πανταχοῦ τῆς στάσεως τὸ ἴδιον σώζεται· ἐν στο‐
30χασμῷ μὲν καὶ ἁπλῷ καὶ διπλῷ τὸ ἄδηλον· ἐπὶ δὲ ῥη‐817

4

.

818

τοῦ καὶ διανοίας καὶ ἀντινομίας οὐδὲν τοιοῦτο· οὐ γάρ ἐστιν ἴδιόν τι ἀμφοῖν, ἀλλὰ διάφορον· τὸ μὲν γὰρ ῥη‐ τὸν καὶ διάνοια παράβασιν ἔχει πάντως ῥητοῦ, ἐν δὲ ἀντινομίᾳ τοιοῦτον οὐδέν· ἀλλὰ δύο νόμων περὶ τὴν
5μίαν πρᾶξιν μαχομένων, ὁ μὲν ἀναιρεῖται, ὁ δὲ σώζεται. Εἰδέναι χρὴ, ὡς οὐ μόνον νόμοι ποιοῦσιν ἀντινομίαν, ἀλλὰ καὶ ψηφίσματα καὶ προσψηφίσματα καὶ ἁπλῶς πάντα ῥητά· οὐχ ὅτι δὲ ἢ νόμοι ἢ ψηφίσματα μιᾶς καὶ τῆς αὐτῆς πόλεως ἐναντία ἐστὶν ἀλλήλοις, τοῦτο γὰρ
10οὐδὲ μίαν συνίστησι πολιτείαν, ἀλλὰ μὴ ἐναντίων ὄντων ἐκ περιστάσεως ἡ ἐναντιότης ἀναφαίνεται· ἐκ νόμων μὲν οὖν ἀντινομίαν καὶ ὁ τεχνικὸς ἐδίδαξεν ἡμᾶς, ἐκ ψη‐ φισμάτων δὲ αὕτη· ἐψηφίσαντο Ἀθηναῖοι τοῖς φεύ‐ γουσιν Ὀλυνθίων πολιτείαν· εἰσιόντες ἐκεῖνοι πλεῖστα
15ἀνδράποδα βάρβαρα εἰσήγαγον· ἦν δὲ ψήφισμα νικῆ‐ σαν τὸν εἰσάγοντα βάρβαρα ἀνδράποδα πλείω τῶν τρι‐ ῶν ἐν δεσμωτηρίῳ εἶναι, ἔστ’ ἂν ἐπιδείξῃ τοὺς ταῦ‐ τα βουλομένους ὠνήσασθαι· οἱ ἐπὶ τοῦ λιμένος τινὰς ἐνέβαλον τῷ δεσμωτηρίῳ, οἱ λοιποὶ ἀνέζευξαν καὶ
20κρίνονται· ἐνταῦθα γὰρ δύο ψηφισμάτων εἰσὶ μάχαι, τῶν μὲν προβαλλομένων τὴν ἐξουσίαν τοῦ δεῖν κατὰ τὸ ψήφισμα πράττειν, τῶν δὲ τὸ γεγενῆσθαι αὐτοὺς πολί‐ τας καὶ μὴ ἐπ’ ἐμπορίᾳ κατάγειν· γίνεται δὲ καὶ ἀπὸ ἑτέρων ῥητῶν καὶ διαθηκῶν, ὡς ἐπὶ τούτου· δια‐
25τιθέμενός τις ἐκέλευσε δοθῆναι τῷ φίλῳ τὴν θυγατέρα· πρὶν δοθῆναι ἀριστεύσας τις αἰτεῖ αὐτὴν εἰς γάμον, καὶ ἀμφισβητοῦσιν· ἐνταῦθα διαθήκης καὶ νόμου ἐστὶν ἀμφισβήτησις· καὶ ἑνὶ λόγῳ· ὃν τρόπον ἐπὶ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ πᾶν ῥητὸν ποιεῖ καὶ διάνοιαν, κἂν δια‐
30θήκη κἂν κήρυγμα κἂν ψήφισμα κἂν ὅ τι δή ποτε οὖν,
τούτῳ τῷ τρόπῳ καὶ ἡ ἀντινομία· εἴδη δὲ αὐτῆς κατὰ818

4

.

819

τὸν Ἑρμογένη δύο· ἓν μὲν, ὅτ’ ἂν δύο ῥητὰ ἐναντία ἀλλήλοις ὦσιν ἐκ περιστάσεως, ὡς ἐπὶ τούτου· τοῦ ὑπερ‐ ασπίσαντος τὴν τοῦ ὑπερασπισθέντος οὐσίαν εἶναι, καὶ τὸν ἀποκήρυκτον μὴ μετέχειν τῶν πατρῴων· ἀποκήρυ‐
5κτος ὑπερήσπισε τοῦ πατρός· καὶ ἀξιοῖ κατὰ νόμους δε‐ σπότης εἶναι τῆς οὐσίας· καὶ καθ’ ἓν ῥητὸν εἰς δύο τεμνόμενα· ὡς ἐπὶ τούτου οὗ καὶ ὁ τεχνικὸς τίθησι, τῶν δύο κορῶν τῶν βιασθεισῶν ὑπό του, καὶ τῆς μὲν γάμον, τῆς δὲ θάνατον αἱρουμένης τοῦ βιασαμένου·
10περὶ δὲ τούτου κἀν τῇ μεθόδῳ εἴρηται, ὡς διὰ τὸ ἰσά‐ ζειν ἀσύστατόν ἐστιν· ἴσως δ’ ἂν ἐφ’ ἑτέρων εὑρεθείη παράδειγμα, τῶν σπανίων δὲ τὸ πρόβλημα.
13nἩ ἀντινομία ἔστι μὲν οἷόν τι διπλοῦν ῥητὸν καὶ διάνοια, ὡς κἀν
14nτῇ μεθόδῳ, καθ’ ἣν ἐπέγνωμεν τὰς στάσεις, ὡρισάμην· καὶ τοῖς
15nπλείστοις γε κεφαλαίοις κοινωνεῖ τῇ στάσει ταύτῃ διπλοῖς δηλαδὴ
16nγινομένοις· ἔχει δέ τι καὶ ἴδιον ὡς φανεῖται· οὑτωσὶ δὲ διαιρήσεις,
17nπροβολῇ ῥητοῦ, διανοίᾳ, ἑτέρᾳ προβολῇ ῥητοῦ, καὶ πάλιν ἑτέρᾳ
18nδιανοίᾳ· τῶν δὲ ἐφεξῆς κεφαλαίων τινὰ ὡς ἐπὶ τὸ πλεῖστον ἐκλεί‐
19nπει, διὰ τὸ ἰσάζον· οἷον ἕπεται μὲν τούτοις, ὥσπερ ἐν ῥητῷ καὶ
20nδιανοίᾳ τὸ μὴ προσδιωρίσθαι. καὶ ἡ ἑτέρα διάνοια τοῦ νομοθέτου·
21nκαὶ ὁ συλλογισμὸς καὶ ὁ πρὸς αὐτὸν ὅρος· ἰσάζειν δέ πως δοκεῖ
22nταῦτα ἐπ’ ἀμφοῖν τοῖν μεροῖν παραπλησίως λέγεσθαι δυνάμενα·
23nκαὶ χαλεπὸν αὐτοῖς χρήσασθαι δυνηθῆναι· τὰ μέν τοι μετὰ ταῦτα
24nκεφάλαια δῆλά ἐστιν, ἀντίθεσις, μετάληψις, πρός τι, ὅρος βίαιος,
25nἡ θέσις, ἑτέρα μετάληψις, ἀντίληψις, εἶτα ποιότης καὶ γνώμη.
26 Σωπάτρου. Διαιρεῖται, φησὶν, ἡ ἀντινομία κε‐ φαλαίοις τοῖςδε· προβολαῖς δύο, τῇ μὲν τοῦ κατηγόρου, τῇ δὲ τοῦ φεύγοντος· διανοίαις δύο. οἱ δὲ προσδιορι‐ σμοὶ, φησὶ, καὶ αἱ δεύτεραι διάνοιαι, ὅροι τε καὶ συλ‐
30λογισμοὶ διὰ τὸ ἰσάζειν ἐκλείπουσιν, ἀντιθέσει συγγνω‐819

4

.

820

μονικῇ ἢ ἀντιστατικῇ, μεταλήψει, τοῖς πρός τι διπλοῖς· ὧν τὸ μὲν σύγκρισιν ἔχει, τὸ δὲ τὸ περιέχον ἐξετάζει καὶ τὸ περιεχόμενον· ὡς ἐπὶ τοῦ ἀποδομένου τὴν πανο‐ πλίαν καὶ θάψαντος τὸν πατέρα· ἐρεῖ γὰρ ὁ φεύγων,
5ὡς θάψας μὲν τὸν πατέρα διὰ τοῦ ἀποδόσθαι τὰ ὅπλα, πάλιν ἑτέρων εὐπορήσει ῥᾳδίως· ἢ τῷ σώματι καμὼν ἢ φίλων χαρισαμένων· ἄταφον δὲ περιϊδὼν οὐδ’ ἐπὶ τῆς πατρίδος ἔτι μένειν ἠδύνατο· ὥστε ὁ μὲν περὶ τῆς τα‐ φῆς νόμος περιέχει τὸν περὶ τῶν ὅπλων, ὁ δὲ περὶ τῶν
10ὅπλων ὑπὸ τοῦ ἑτέρου περιέχεται, βιαίῳ ὅρῳ, μεταλή‐ ψει ἐπὶ πρόσωπον. Μαρκελλίνου. Πάνυ ἀκριβῶς ὁ τεχνικὸς προσ‐ έθηκε τὸ οἷον· οὐ γὰρ ὄντως διπλοῦς ῥητὸν καὶ διά‐ νοιά ἐστιν ἡ ἀντινομία, ἀλλὰ κατὰ μόνην τὴν διαίρεσιν
15τῶν κεφαλαίων, ὡς καὶ αὐτὸς ἐδήλωσεν εἰπὼν ἐφεξῆς, ὅτι κοινωνεῖ τῇ στάσει τῷ ῥητῷ καὶ τῇ διανοίᾳ, δῆλον ὅτι τοῖς κεφαλαίοις, διπλοῖς δηλαδὴ γινομένοις· δύο γὰρ ὄν‐ των τῶν ἐμπιπτόντων ῥητῷ διπλᾶ ἐστι τὰ κεφάλαια· διαιρεῖται δὲ ἡ ἀντινομία κεφαλαίοις τοῖςδε, προβολῇ ῥη‐
20τοῦ, διανοίᾳ· εἶτα ἕπεται τὸ μὴ προσδιωρίσθαι, ὡς ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ εἴρηται, εἶτα ἑτέρᾳ διανοίᾳ τοῦ νομοθέτου, ὅρῳ καὶ συλλογισμῷ· ἀλλὰ τὰ δύο ταῦτα ἐκλείπει διὰ τὸ ἰσάζειν· μετὰ ταῦτα ἐμπίπτει ἀντίθεσις, μετάληψις, πρός τι, ὅρος βίαιος, ἑτέρα μετάληψις·
25ποιότης καὶ γνώμη.
26nἼδιον δὲ ἀντινομίας κεφάλαιον παρὰ τὴν ἐν τῷ ῥητῷ καὶ διανοίᾳ διαί‐
27nρεσιν ἡ περὶ τοῦ πότερον περιέχει καὶ πότερον περιέχεται τῶν ῥητῶν
28nζήτησις· οἷον ποτέρου γενομένου μηδέτερον ἀναιρεθήσεται τῶν ῥη‐
29nτῶν· ὅπερ κεφάλαιον μετὰ τὸ πρός τι τεθήσεται· ἀπὸ δὲ τοῦ πα‐820

4

.

821

(1n)

ραδείγματος ἔσται φανερὰ πάντα, οἷον ἀποκήρυκτος μὴ μετεχέτω τῶν
2nπατρῴων καὶ ὁ ἐπιμείνας χειμαζομένῃ νηῒ δεσπότης ἔστω τῆς νεώς·
3nἀποκήρυκτος ἐπέμεινε χειμαζομένῃ πατρῴᾳ νηῒ, κωλύεται δεσπόζειν
4nαὐτῆς· ἡ προβολὴ τοῦ ῥητοῦ, ἀποκηρύκτῳ ὄντι σοι οὐ μέτεστι
5nτῶν πατρῴων.
6 Μαρκελλίνου. Ἰδιόν ἐστι, φησὶ, κεφάλαιον πα‐ ρὰ τὰ ἐν ῥητῷ καὶ διανοίᾳ τὸ πότερον περιέχει τῶν ῥη‐ τῶν καὶ πότερον περιέχεται, οἷον ποτέρου τῶν ῥητῶν κρατήσαντος οὐδὲ τὸ ἕτερον ἀναιρεθήσεται· πολλὴ δὲ
10ἡ τοῦ κεφαλαίου δύναμις, καὶ προσάγεσθαι τὸν ἀκροα‐ τὴν ἱκανωτάτη, ἐπειδὴ πολλὴν ἔχειν εἰκὸς τὸν δικαστὴν τῶν νόμων πρόνοιαν· δυσδιάκριτον δὲ αὐτῷ τὸ ὑποκεί‐ μενον· κινδυνεύει γὰρ ἕτερον παραβῆναι τῶν νόμων ἀναγκαίως· εἴ τις γὰρ τῶν δυοῖν ἀντιδίκων ἐπιδείξειεν,
15ὡς τοῦδε κρατήσαντος τοῦ νόμου οὐδὲ ὁ ἕτερος ἀναι‐ ρεῖται, δῆλον ὅτι πᾶς αὐτῷ δικαστὴς προστεθήσεται. ἀπὸ δὲ τοῦ παραδείγματος· θέντες, φησὶ, τὸ πα‐ ράδειγμα ἕκαστον τῶν κεφαλαίων σαφῶς διεξέλθωμεν· τέθεικε γοῦν τὴν προβολὴν μετὰ τὸ παράδειγμα, ἥ τις
20ἐστὶν αὕτη· ἀποκηρύκτῳ σοι ὄντι, φησὶν, οὐκ ἔξεστι μετέχειν τῶν πατρῴων· τοῦτο δὲ οὐχ ἁπλῶς θήσομεν, ἀλλ’ ὅπερ ἤδη εἰρήκαμεν μετὰ τῆςδε οὔσης κατασκευῆς καὶ τῆς ἀναγνώσεως τοῦ νόμου, τοῦτο γὰρ ἰσχυρὸν καὶ μάλιστα δυσωπῆσαι δυνάμενον.
25nἩ διάνοια τότε λέγει δήπουθεν, ὅταν ὡς κληρονομήσων, ὅταν
26nὡς διαδεξόμενός τι τῶν τοῦ πατρὸς κατὰ τοὺς περὶ τῶν παίδων νό‐
27nμους ἀντιποιῆταί τις· οὐχ ὅταν ὡς ἀλλότριος καὶ μηδὲν προσήκων·
28nεἶτα ἕπεται ἡ ἑτέρα προβολὴ τοῦ νόμου· οἷον ἄλλως τε καὶ ὅτ’
29nἂν νόμος τοῦτο σαφῶς διδῷ, τὸ κύριον εἶναι τὸν ἐπιμείναντα
30nτῆς νεώς.
31Σωπάτρου καὶ Μαρκελλίνου. Ἡ διάνοια τοι‐821

4

.

822

αύτη τις ἔσται· τότε, φησὶ, κωλύει μετέχειν τῶν πα‐ τρῴων, ὅτ’ ἂν μὴ χειμαζομένῃ τις ἐπιμείνῃ· ὅτ’ ἂν ὡς κληρονόμος θέλῃ μετέχειν καὶ κύριος, οὐχ ὅτ’ ἂν ὡς ἀλλότριος καὶ μηδὲν προσήκων· οὕτω γὰρ σώζεται διπλῆ
5διάνοια, ὥσπερ εἰρήκαμεν, αὐτοῦ τε τοῦ φεύγοντος καὶ τοῦ νομοθέτου· τὸ μὲν γὰρ διορίζειν πότε καὶ πῶς κω‐ λύει μετέχειν τῶν πατρῴων τῆς τοῦ νομοθέτου γνώ‐ μης ἐστίν· τὸ δὲ προσθεῖναι, οὐχ ὅτ’ ἂν ὡς ἀλλότριος καὶ μηδὲν προσήκων, δῆλον ὅτι τῆς αὐτοῦ τοῦ χρωμέ‐
10νου· εἶτα ἕπεται ἡ ἑτέρα προβολή· λύσας, φησὶν, διὰ τούτων ὁ φεύγων τοῦ διώκοντος τὸ ῥητὸν ἐπάξει τὸ οἰ‐ κεῖον ῥητὸν πιθανῶς προοδοποιήσας τὴν εἰσαγωγὴν διὰ τῆς διανοίας, καὶ λέγων οὕτως· ἄλλως τε καὶ ὅτ’ ἂν νόμος τούτῳ διδῷ τὴν παῤῥησίαν· παραπλησία δὲ κἀν‐
15ταῦθα ἡ τοῦ ῥητοῦ προβολὴ, ὅτι ὁ νόμος βούλεται τὸν ἐν τῇ νηῒ χειμάσαντα δεσπότην εἶναι τῆς νηός· εἶτα ἕπεται ἡ ἑτέρα προβολή· λύσει μὲν ὁ ἀποκήρυ‐ κτος, φησὶ, πρῶτον τὴν προβολὴν τοῦ ῥητοῦ τῇ δια‐ νοίᾳ, ἔπειτα καὶ τὸ ὑπὲρ αὐτοῦ προσάγεται ῥητὸν τὸ
20κελεῦον δεσπότην εἶναι τῆς νηὸς τὸν ἐναπομείναντα χει‐ μαζομένῃ νηΐ· ὥσπερ γὰρ ἐν τοῖς ἀντεγκληματικοῖς στο‐ χασμοῖς προτάττειν μὲν τὴν ἀπολογίαν, εἶτα ἐπάγειν τὴν κατηγορίαν προσῆκεν, οὕτω καὶ ἐν ταῖς ἀντινομίαις πρῶ‐ τον μὲν τοῦ ἐναντίου τὸ ῥητὸν λύειν χρὴ, μετὰ ταῦτα
25δὲ τὸ οἰκεῖον ἐπάγειν· μᾶλλον γὰρ οὕτως αὐτὸ ὁ ἀκρο‐ τὴς ἀποδέξεται.
27nΠρὸς ἣν ἡ ἑτέρα διάνοια, ἀλλὰ τηνικαῦτα δίδωσιν, ὅτ’ ἂν μὴ πα‐
28nτρῷον ᾖ τὸ κτῆμα, ὅτ’ ἂν ἀλλότριον, ὅτ’ ἂν μὴ ἀποκήρυκτός τις
29nᾖ, ὅτ’ ἂν μὴ νόμῳ εἰργόμενος.
30Σωπάτρου. Ἀλλ’ οὐχ ὅτ’ ἂν ἀποκήρυκτος ᾖ ὁ822

4

.

823

πατρῴας νηὸς ἀντεχόμενος· ἰστέον δὲ, ὅτι οὐκέτι δι‐ πλῆν οὕτω ποιεῖται τῆς διανοίας τὴν ἐξέτασιν, ὥσπερ ὁ ἕτερος, ἀλλὰ μόνῃ τῇ τοῦ νομοθέτου ἀρκεῖται. τίς οὖν ἡ αἰτία, ἐν τῷ περὶ ῥητοῦ καὶ διανοίας λόγῳ παρεστή‐
5σαμεν· ἐκεῖ γὰρ τούτου χάριν διπλῆν τῆς διανοίας τὴν ἐξέτασιν εἴπομεν, ὅτι δύο κατ’ αὐτὸν εὑρίσκεται, καὶ νόμος ἀντιπίπτων, καὶ πρᾶξις παρὰ τὸ δέον δοκοῦσα πεπρᾶχθαι, παράνομος γάρ· διόπερ ἀναγκαίως ἀμφότερα θεραπεύων ὁ φεύγων χρήσεται τῇ διανοίᾳ, τὴν μὲν τοῦ
10νομοθέτου περὶ ῥητὸν παραβαλλόμενος, τὴν δὲ τοῦ φεύγοντος αὐτοῦ περὶ τὴν πρᾶξιν, μεθ’ ἧς διανοίας τό‐ δε τι πεποίηκεν· ἐνταῦθα δὲ οὐ συμβαίνει τὰ δύο· διὸ καὶ μιᾷ τῇ διανοίᾳ χρήσεται ὁ τὸν ἀποκήρυκτον ἔχειν τὴν ναῦν κωλύων, ὡς αὐτὸς μὲν οὐδὲν ἀδικῶν, ἕτερον
15δὲ κωλύειν ἐπιχειρῶν· μόνην οὖν τὴν τοῦ νομοθέτου προ‐ βάλλεται· τὴν δὲ πρὸς τὴν πρᾶξιν οὐδὲ τὴν ἀρχὴν πα‐ ραλήψεται· οὐδὲν γὰρ αὐτῷ παράνομον πέπρακται· ὥσ‐ τε χρῆναι αὐτὸ τῇ διανοίᾳ κωλῦσαι· τῷ γὰρ μὴ πεπρα‐ γμένῳ τοὐναντίον θαῤῥεῖ.
20nΕἶτα ἔστι τὸ μὴ προσδιωρίσθαι· ὡς ὁ ἕτερος ἂν χρήσηται, καὶ τῷ
21nἑτέρῳ ἐστὶ χρήσασθαι καὶ ἰσάζει· τάχα δ’ ἄν τις αὐτὸ καὶ μεθο‐
22nδεύσειε διαιρῶν· νῦν δὲ ἡμεῖς οὐ διαιροῦμεν· ἀλλὰ τὰ κεφάλαια
23nδείκνυμεν, καὶ ἔστι φανερά· ἀκολούθως δὲ τούτῳ τῷ κεφαλαίῳ καὶ
24nὁ ὅρος καὶ ὁ συλλογισμὸς ἰσάζει.
25 Σωπάτρου. Ταῦτα διὰ τὸ ἰσάζειν ἐκλείπει· μά‐ ταιον γὰρ τὸ λέγειν ταῦτα, ἐν οἷς οὐδὲν πλέον τῶν ἀν‐ τιδίκων εἰσοίσομεν· οὐ μὴν καθάπαξ ἀναιρεῖ τὸ κεφά‐ λαιον ὁ τεχνικὸς, ἀπείρου οὔσης τῆς τῶν πραγμάτων ὕλης· καὶ ὅτι πολλάκις ἐμπεσοῦσά τις βραχεῖα παραλλαγὴ
30δίδωσι τῷ ἑνὶ χρήσασθαι· εὑρίσκεται δὲ διαφορὰ κατὰ823

4

.

824

φύσιν· οἷον ἐκεῖνο μὲν ὡς κομιδῇ καταφανὲς εἰκότως οὐκ ἐδεήθη τοῦ προσδιορισμοῦ· τοῦτο δὲ ὡς μὴ ὁμολογουμέ‐ νου τῆς προσθήκης ἐδεῖτο· συνεκλείψει δὲ καὶ ὁ συλλο‐ γισμὸς, ἕπεται γὰρ καὶ οὗτος τῷ μὴ προσδιωρίσθαι.
5nἩ μέντοι ἑτέρα διάνοια, ἥ ἐστι γνώμη τοῦ νομοθέτου, διαφόρως
6nὑφ’ ἑκατέρου μέρους ἐξετάζεται ἐπ’ ἀμφοῖν τοῖν νόμοιν. οἷον διατί
7nτὸν ἀποκήρυκτον εἴργει ὁ νομοθέτης τῶν πατρῴων· ὁ μὲν διώκων
8nἐρεῖ, ὅτι νομίσας οὐκ ἄξιον εἶναι τὸν ἀπηχθημένον τῷ πατρὶ
9nτῶν ἐκείνου τινὸς μετέχειν, ὁ δὲ φεύγων οὐχί· ἀλλ’ ἵνα καὶ καθ’
10nαὑτοὺς πονοῦτες καὶ παραβαλλόμενοι τοῖς κινδύνοις κτᾶσθαι ἀναγ‐
11nκάζωνται, καὶ τὴν βλακείαν δι’ ἣν ἀπεκηρύχθησαν καὶ τὴν τρυ‐
12nφὴν ἀποθῶνται, ὃ νῦν ἐγὼ πεποίηκα ἐπιμείνας τῇ νηΐ· πάλιν δια‐
13nτί δίδωσι τῷ ἐπιμείναντι τὴν ναῦν, ἵνα δὴ καρτεροῖεν πρὸς τοὺς
14nκινδύνους οἱ πλέοντες ἢ ὅ τι ἂν εὑρίσκωσιν· πολλάκις δὲ διεμαρτυ‐
15nράμην, ὡς οὐ διαιρῶν λέγω νῦν, ὅσον δὲ πρὸς ἔνδειξιν τῶν
16nκεφαλαίων ταῦτα ἐκτίθεμαι.
17 Σωπάτρου καὶ Μαρκελλίνου. Ἡ ἑτέρα διά‐ νοια ἡ γνώμη ἐστὶ τοῦ νομοθέτου, φησὶ, διαφόρως ὑφ’ ἑκατέρου μέρους ἐξεταζομένη πρὸς τὸ συμφέρον· ὁ μὲν
20γὰρ διώκων ἐρεῖ, ὅτι διὰ τοῦτο ἐλαύνει τοὺς ἀποκηρύ‐ κτους τῶν πατρῴων ὁ νόμος, καθάπαξ ἡγησάμενος ἀνα‐ ξίους εἶναι τῶν πατρῴων μετέχειν· ὁ δὲ οὐ διὰ τοῦτό φησιν, ὅπερ ὁ κατήγορος λέγει, ἀλλὰ συνεθίζων αὐτοὺς διὰ τούτου βελτιόνων ἐρᾷν ἐπιτηδευμάτων καὶ μονονουχὶ
25παραινῶν τὴν τρυφὴν ἀποθέσθαι, δι’ ἣν ἀπεκηρύχθη‐ σαν, καὶ τῶν καλῶν ὀρέγεσθαι· καὶ πονοῦντας καὶ τῷ σώματι παραβαλλομένους εὐπορίαν συνάγειν· καὶ ὥσπερ
προστάττοντι τῷ νόμῳ πείθεσθαι· παραπλησίως δὲ καὶ824

4

.

825

ἐπὶ τοῦ ἑτέρου τὴν τοῦ νομοθέτου γνώμην ἐξετάζουσιν ἀμφότεροι· διατί δίδωσιν ὁ νόμος τὴν ναῦν τῷ ἐναπο‐ μείναντι· ὅτι βούλεται, φησὶ, τοῖς κινδύνοις ἐγκαρτερεῖν τοὺς ἐκπλέοντας καὶ μὴ τοῖς φόβοις εἴκειν ῥᾳδίως, μηδὲ
5τῶν νηῶν καταφρονεῖν· ταῦτα μὲν ὁ ἀποκήρυκτος· ἀκο‐ λούθου δὲ ὄντος καὶ τὴν ἑτέραν ἀποδοῦναι γνώμην παρ‐ ῆκεν ὁ τεχνικὸς ἐπιμαρτυράμενος, ὡς οὐ διελεῖν αὐτῷ τὰ νῦν πρόκειται· ἔστι δὲ ἡ ἑτέρα, ὅτι διάπειραν ὁ νό‐ μος τῆς ἑκάστου τῶν πλεόντων γνώμης ποιούμενος ὥσ‐
10περ δέλεαρ τὴν ναῦν προσέθηκε τοὺς παντὸς κέρδους ἡττωμένους ἐλέγχειν βουλόμενος, οἳ πάντα ἐθέλουσιν ὑφίστασθαι πλεονεξίας ἕνεκα.
13nἩ δὲ ἀντίθεσις διπλῆ παρ’ ἀμφοῖν, οἷον ἀλλ’ ἀποκήρυκτος εἶ,
14nκαὶ καταδρομὴ ἐνταῦθα τοπική· ὁ δὲ, ἀλλ’ ἐπέμεινα τῇ νηΐ· καὶ
15nἔστιν οἱονεὶ ἀντιστατική· ἐνταῦθα δὲ καὶ ἔκφρασις τοῦ χειμῶνος.
16 Σωπάτρου. Μετὰ τὴν γνώμην τοῦ νομοθέτου κεφάλαιον παραλαμβάνεται ἡ ἀντίθεσις, ἐν μὲν τῷ παρ‐ όντι προβλήματι ὑπὸ τοῦ φεύγοντος ἀντιστατικὴ, ἐν ἄλ‐ λοις δὲ ἂν ἡ μία συγγνωμονικὴ, ἡ ἑτέρα μεταστατική·
20καὶ τὸ παράδειγμα ὡς ἐπὶ τοῦ τεχνικοῦ· ἐνταῦθα γὰρ τοῦ παιδὸς ἡ ἀντίθεσις ἀντιστατικὴ, οἷον ὅτι ἔσωσα τὴν ναῦν, τοῦ δὲ ἐναντιουμένου ἀντεγκληματικὴ, οἷον ὅτι ἀποκηρύκτῳ ὄντι σοι οὐ δίκαιον τῆς οὐσίας μετέχειν τῆς πατρικῆς· καὶ πάλιν ὡς ἐπὶ τούτου· τὸν ὑβρίσαντα
25τὸν αὑτοῦ πατέρα μὴ μετέχειν τῆς οὐσίας· καὶ τὸν ὑβρι‐ σθέντα πατέρα μὴ ἐπεξιόντα τῷ παιδὶ ἄτιμον εἶναι· ἐν κώμῳ τις μεθύσας ἐπάταξε τὸν αὑτοῦ πατέρα· ἐπεξελ‐ θὼν ἐκεῖνος ἠτίμωσεν, μετὰ ταῦτα πολέμου γενομένου ὁ δῆμος ἀμνηστίαν κακῶν ἐποιήσατο, καὶ ἀντέχεται
30τῆς οὐσίας ὁ παῖς καὶ οἱ συγγενεῖς ἀντιλέγουσιν, καὶ825

4

.

826

αὕτη μέν πως ἡ ζήτησις κατὰ τρεῖς εἶναι νόμους δοκεῖ, κατὰ δὲ δύο ἐστίν· ἡ μὲν οὖν αὐτοῦ τοῦ παιδὸς ἀντί‐ θεσις συγγνωμονική· καταφεύξεται γὰρ ἐπὶ τὸ πάθος τῆς μέθης, οὐ δίκαιον εἶναι φάσκων τὸν μέθῃ δεδου‐
5λωμένον καὶ μηδὲν ὑγιὲς ἐννοεῖσθαι διὰ ταύτην δεδυ‐ νημένον τοῖς τῶν σωφρονούντων μὲν ἁμαρτήμασι δὲ ἑκουσίοις περιπιπτόντων ὑπάγεσθαι ἐγκλήμασιν· ὁ δὲ πατὴρ ἐπὶ τὸν νόμον μετατίθησι τὴν αἰτίαν· τὸν εἶναι ἄτιμον κελεύοντα τὸν μὴ ἐπεξελθόντα πατέρα τῷ ὑβρί‐
10σαντι παιδί· καὶ πάλιν ἀπὸ τοῦ παιδὸς μεταστατικῶς· ἀλλ’ ὁ πόλεμος ἀμνηστίαν δίδωσι τῶν κακῶν· ὡσαύτως καὶ ἀπὸ τοῦ πατρὸς μεταστατικῶς· ἀλλὰ τὸ πραχθὲν ἐμοὶ τῆς περὶ σὲ ἀποκηρύξεως, τῆς τοῦ ἀτιμοῦντός ἐστι νόμου ἀνάγκης οὐκ ἐμόν· ὥστε τὸν νόμον ἀναιρήσας
15ἀπόλαυε τῆς ἀπὸ τοῦ πολέμου ῥοπῆς, τῷ ἀμνηστεῖ‐ σθαι τῆς περὶ ἐμὲ ὕβρεως· ἐπ’ ἀδείας τῆς ἡμετέρας οὐ‐ σίας ποιούμενος τὴν κατάσχεσιν· ἑκατέρου τοίνυν χρωμέ‐ νου τῇ ἀντιθέσει, ὁ μὲν κατήγορος κοινὸν τόπον εὐθὺς παραλήψεται κατὰ τοῦ ἀποκηρύκτου λέγων, ὅτι ὁ μὴ
20τῷ πατρὶ γεγονὼς ἐπιτήδειος, τίσιν ἂν γένοιτο πρὸς ὠ‐ φέλειάν ποτε, ὁ δὲ φεύγων ἔκφρασιν παραλήψεται καὶ τοσαῦτα ἐρεῖ, αὔξων τὸ γεγονὸς, ὅσα τοῖς χειμαζομένοις ἀεὶ παραπέπηγεν. Μαρκελλίνου. Ἡ ἀντίθεσις, φησὶ, διπλῆ ἀπ’
25ἀμφοῖν, ἀλλ’ ἀποκήρυκτος εἶ καὶ ἄξιος ἀποστερηθῆναι τῆς νηός· ἀντεγκληματικῶς καὶ καταδρομὴ ἐμπεσεῖται τοπικὴ, ἴδιον γὰρ ἀντεγκλήματος ἡ τοπικὴ καταδρομή· ὁ δὲ ἕτερος τὸ πεπραγμένον αὐτὸ προβάλλεται ἀντιστα‐ τικῶς, ὅτι ἔσωσα τὴν ναῦν· τῇ διαβολῇ τοῦ κατηγόρου
30ἀντιτάττοντος τὸ εὐεργέτημα, καὶ ἄξιον ἑαυτὸν δεῖξαι
τοῦ ἔχειν τὴν ναῦν πειρωμένου· ὥσπερ δὲ οἰκεῖον ἀν‐826

4

.

827

τεγκλήματος ἡ τοπικὴ καταδρομὴ, οὕτω καὶ ἀντιστάσεως ἡ τῶν συμβεβηκότων δυσχερῶν ἔκφρασις· καλῶς δὲ προσέ‐ θηκεν ὁ τεχνικὸς τὸ οἱονεὶ ἀντιστατικόν· καθαρῶς γὰρ ἀντιστατικὸν οὐκ ἂν εἴη, ἐπεὶ μηδὲν εὐεργέτημα τῷ πε‐
5πραγμένῳ πρός τινα πρόσεστιν, ἀλλὰ μόνον τὸ σωθῆναι αὐτὴν καθ’ αὑτὴν τὴν ναῦν.
7nἩ μετάληψις πάλιν διπλῆ· ὁ μὲν γὰρ ἀποκήρυκτος ἐρεῖ, ὅτι δικαίως
8nἂν εἰργοίμην τῆς νηὸς, εἰ καὶ τοιοῦτος ἦν. οὐ γὰρ νῦν καιρὸς
9nταῦτα κατηγορεῖν, ὁ δὲ, ἐφ’ ἑτέροις ἔδει ἀνδρίζεσθαι, καὶ μὴ
10nἐπὶ τούτοις.
11 Σωπάτρου. Τῆς ἀντιθέσεως γινομένης διπλῆς, διπλῆ καὶ ἡ μετάληψις ἐπακολουθεῖ, τοῦ μὲν κατηγό‐ ρου λέγοντος, ὅτι δεῖ τὴν εὐψυχίαν ἑτέρῳ δείκνυσθαι τρόπῳ καὶ μὴ δι’ ὃν παραβήσῃ τὸν νόμον, τοῦ δὲ φεύ‐
15γοντος καὶ αὐτοῦ λέγοντος, ὅτι ἔδει κατηγορεῖν περὶ ὃν φῄς εἰ τὸν πατέρα ἠδίκησα, ἤ τι τῶν ὑπὸ σοῦ λεχθέν‐ των ὤφθην πεποιηκώς. Μαρκελλίνου. Τῆς ἀντιθέσεως, ὡς εἴπομεν, οὔ‐ σης διπλῆς ἀντεγκληματικῆς καὶ ἀντιστατικῆς, ἀναγκαίως
20καὶ ἡ μετάληψις διπλῆ ἐμπεσεῖται. καὶ ὁ μὲν ἀποκή‐ ρυκτος πρὸς τὴν τοπικὴν καταδρομὴν παραγραφικῶς χρήσεται αὐτῇ. ἐρεῖ γὰρ ὡς εἰ καὶ ἀληθῆ τὰ λεγόμενα, οὐδὲν μᾶλλον δικαίως ἀποστεροίμην τῆς νηός· οὐ γὰρ νῦν ταῦτα κατηγορεῖν προσήκει· ὁ δὲ ἕτερος κατὰ ἔν‐
25στασιν χρήσεται λέγων, ὅτι ἐν ἑτέροις δεῖ τὴν ἀνδρείαν
ἐπιδείκνυσθαι.827

4

.

828

(1n)

Τὸ πρός τι, πότερον βέλτιον φυλάξασθαι τῶν νόμων, εἰ ἐγχωροίη
2nλέγειν, ὅτι ὁ μὲν παλαιὸς, ὁ δὲ νέος, καὶ ὁ μὲν ὑπὸ Σόλωνος τε‐
3nθεὶς, ἂν οὕτω τύχῃ, ὁ δ’ ὑπὸ τοῦδε· καὶ ὁ μὲν κοινὸς, ὁ δ’ ἴδιος·
4nκαὶ ὁ μὲν περὶ τὰ μέγιστα ἔχων, ὁ δὲ περὶ τὰ μικρά. καὶ ὅτι
5nτούτου μὲν λυθέντος μεγάλα ἡ πόλις βλαβήσεται· ἅτερος δὲ εἰ λυ‐
6nθείη, βραχέα ἢ οὐδέν.
7 Μαρκελλίνου. Οὐδὲν ἄτοπον εἰ γνωριστικώτατον τῆς ἀντινομίας κεφάλαιον εἶπεν τὸ πρός τι, τὸ ἰδιώτα‐ τον παρεὶς τὸ περιεχόμενον. εἰ γὰρ ἀντινομία ἐστὶ δυ‐
10οῖν νόμοιν ἐκ περιστάσεως μάχη, πῶς οὐ τὸ πρός τι γνωριστικώτατον ἂν εἴη, ἐν ᾧ παράλληλα τιθέντες τὸ ῥητὰ συγκρίνομεν· ἐν ᾧ καὶ μάλιστα προσήκει τὸν ῥή‐ τορα τὴν ἰσχὺν ἐπιδείκνυσθαι. καὶ ἡ μὲν τοῦ κεφα‐ λαίου δύναμις αὕτη· θαυμάσειε δέ τις κἀνταῦθα τῆς
15ἀκριβείας τὸν τεχνικόν· πάντα γὰρ οἷς ἄν τις ἐν τῇ συγκρίσει χρήσαιτο, συναγαγὼν ἐξέθετο, ὧν ἐστι πρῶ‐ τον τὸ κατὰ χρόνον, οἷον πότερος πολυχρόνιος τῶν νόμων καὶ παλαιότερος· δεύτερον ἀπὸ τῆς δόξης τοῦ θέντος καὶ ποιότητος, ὅτι τὸν μὲν Σόλων ἔγραψεν ἢ
20Λυκοῦργος, τὸν δὲ ὁ δεῖνα φαῦλός τις καὶ οὐδενὸς ἄξιος· ἐνίοτε δὲ καὶ ἀπὸ τῶν κυρωσάντων, ὡς ὁ Δημοσθένης, ὡς οἱ πρόγονοι ἔθεντο· ἔστι δὲ καὶ ἕτερος τρόπος συγ‐ κρίσεως, ὅτι ὁ μὲν κοινὸς ὑπὲρ ἁπάντων τῶν πολιτῶν, ὁ δὲ ὑπέρ τινων ἰδίᾳ· ὅτι ὁ μὲν κοινὸς ὑπὲρ πάντων
25ἀνθρώπων, ὁ δὲ παρά τισιν νενομισμένος· καὶ ὁ μὲν περὶ μεγίστων τεθεὶς, ὁ δὲ περὶ εὐτελῶν· καὶ ὅτι τοῦ μὲν λυθέντος μικρὰ ἢ οὐδὲν ζημιούμεθα, εἰ δὲ οὗτος ἀναιρεθείη, περὶ τοῦ παντὸς ἢ περὶ μεγίστων ὁ κίνδυ‐ νος. τινὲς δὲ προστιθέασι καὶ τὸ ἀπὸ τῆς αἰτίας, δι’
30ἣν ἐτέθη· ὡς παρὰ τῷ Δημοσθένει εὑρίσκομεν. „λογι‐828

4

.

829

ζόμενοί τε ὅτι μητέρα Ὀρέστης ἀπεκτονὼς θεῶν δι‐ καστῶν τυχὼν ἀποφυγγάνει“· καὶ πάλιν· „Ὁρῶν γὰρ ἐγὼ τὸ ναυτικὸν ὑμῶν καταλυόμενον“.
4nἘπὶ τούτοις ἐστὶ καὶ τὸ ἴδιον μᾶλλον ἀντινομίας κεφάλαιον, οἷον
5nπότερον τὸ περιέχον καὶ πότερον τὸ περιεχόμενον· οἷον ποτέρου γε‐
6nνομένου οὐδέτερος ἀναιρεθήσεται τῶν νόμων· καὶ ἐνταῦθα μὲν χα‐
7nλεπῶς φανεῖται ἡ φύσις τοῦ κεφαλαίου, ἐπὶ δὲ τοῦ ζητήματος τού‐
8nτου σαφέστερον ἔσται· δύο τις κατὰ ταὐτὸν ἐβιάσατο κόρας, καὶ
9nἡ μὲν γάμον, ἡ δὲ θάνατον αἰτεῖ τοῦ βιασαμένου· ἡ γὰρ ἀξιοῦσα
10nτεθνάναι αὐτὸν ἐρεῖ· ὅτι ἀμφοτέραις δώσει δίκην εἰ τεθναίη· εἰ δὲ
11nδὴ γήμῃ τὴν ἑτέραν, θάτερον μέρος ἔσται ἄκυρον τοῦ νόμου.
12 Μαρκελλίνου. Τῶν ἄλλων κεφαλαίων κοινωνούν‐ των ἀντινομίας καὶ ῥητοῦ καὶ διανοίας, τοῦτο μόνον ἀντινομίας ἐστὶν ἴδιον ὡς προείρηται· πείθειν δὲ μά‐
15λιστα τοὺς ἀκούοντας δύναται. δι’ ἣν δὲ αἰτίαν, ἤδη μὲν προειρήκαμεν, πρὸς τούτοις δὲ, ὅτι ζήτησις ἐν αὐ‐ τῷ γίνεται, ποτέρου τῶν ῥητῶν κρατήσαντος οὐδὲ τὸ ἕτερον ἀναιρεθήσεται. καὶ ποτέρου ἀναιρεθέντος τρό‐ πον τινὰ καὶ τὸ ἕτερον συναναιρεῖται. ἐπὶ μὲν οὖν τοῦ
20ὑποκειμένου παραδείγματος ὁ τεχνικὸς οὐκ ἔχων αὐτοῦ δεῖξαι τὴν φύσιν, ἐφ’ ἕτερον μετέβη παράδειγμα. ἐνταῦ‐ θα γὰρ ἓν μέν ἐστι ῥητὸν διαιρούμενον, καὶ μέρει τοῦ νόμου ἑκάστη κέχρηται. ἔχει δὲ ἡ τὸν θάνατον αἱρου‐ μένη τὸ περιέχον κεφάλαιον. δύναται γὰρ λέγειν, ὅτι
25εἰ μὲν γήμῃ, τῇ ἑτέρᾳ μόνον δώσει δίκην, εἰ δὲ ἀποθά‐ νῃ, ὥσπερ ἐγώ φημι, ἀμφότεραι τιμωρίαν εἰλήφαμεν.
27nὉ βίαιος ὅρος· εἰ μηδὲ τοῦ πατρός ἐστιν ἡ ναῦς, τοῦ κλύδωνος
28nδέ· ὁ δὲ, ὅτι τοῦ πατρός ἐστιν, ἀλλ’ οὐχ ἑτέρου τινός.
29Σωπάτρου. Κοινός ἐστιν ὁ βίαιος ὅρος, βιάζεται829

4

.

830

γὰρ ἑκάτερος, ὁ μὲν φεύγων, εἰ μὴ τοῦ πατρός ἐστιν ἡ ναῦς, ἀλλὰ τοῦ κλύδωνος, ὁ δὲ, ὅτι τοῦτο δεινότερόν ἐστι τοῦ ὡς πατρικῶν ἀντιποιεῖσθαι. καὶ ἐπὶ τοῦ ἀπο‐ δομένου τὰ ὅπλα καὶ θάψαντος τὸν πατέρα ὁ μὲν φεύ‐
5γων ἐρεῖ, εἰ μηδὲ ἀποδόσθαι τοῦτο τὰ ὅπλα ἐστὶν, ἀλλὰ κτήσασθαι μᾶλλον τοῦ πατρὸς, τῇ ὁσίᾳ, ἀλλ’ οὐ τῇ ἀσωτίᾳ ταῦτα ἀποκτησαμένου· δι’ οὗ τῶν πατρῴων κληρονόμος κατασταθείς, εὐπορήσει τυχὼν κρείττω κτή‐ σασθαι ὅπλα· ὁ δὲ διώκων, εἰ μηδὲ θάψαι τὸν πατέρα
10τοῦτό ἐστιν, ἀλλ’ ἐν ἴσῳ τοῦ ἄταφον καταλιπεῖν, τὴν φυλακὴν τοῦ σώματος προέμενον. διὸ καὶ τῆς ἐνεγκα‐ μένης στερήσεται. καὶ τῶν αὐτῶν τοῖς μὴ θάψασιν ἐγκλημάτων ἀπολαύσας, ἑτέροις καὶ μὴ βουλόμενος τῶν πατρικῶν παραχωρήσει κλήρων τῇ ἀειφυγίᾳ κατακριθείς.
15 Μαρκελλίνου. Ὁ βίαιος ὅρος βιαιοτέραν ἔχει τὴν κατασκευὴν, ἀνατροπὴν ἔχων τοῦ προκειμένου, ὡς ἐπὶ τοῦ ἀποκηρύκτου. Ἐρεῖ γὰρ οὐδὲ τοῦ πατρὸς εἶναι τὴν ναῦν, ἀλλὰ τοῦ κλύδωνος καὶ τῆς θαλάσσης· ὁ δὲ τοὐναντίον ἀγωνιεῖται τοῦ πατρὸς οὖσαν καὶ οὐδενὸς
20ἑτέρου δεικνύναι.
21nἩ θέσις δὲ καὶ τὰ ἑξῆς, εἰ ἐμπίπτοι, ἐξετασθήσεται, ὡς ἐν ταῖς
22nἀντιθετικαῖς.
23 Μαρκελλίνου. Οἷον εἰ μὴ δεῖ τὸν κινδυνεύοντα καὶ τῆς ψυχῆς ἀφειδήσαντα ἀποστερῆσαι τοῦ γέρως,
25ὅπερ ὁ νόμος αὐτῷ δίδωσι· καὶ τοὐναντίον πάλιν· εἰ μὴ δεῖ τοῖς ἀποκηρύκτοις καὶ τῶν οἰκείων διὰ πονηρίαν ἀπ‐ εληλαμένοις τὰ τῶν μεμισηκότων πατέρων παρὰ τοὺς
νόμους χαρίζεσθαι.830

4

.

831

(1t)

Περὶ συλλογισμοῦ.
2 Συριανοῦ. Ὁ συλλογισμὸς ὠνόμασται μὲν ἀπὸ τοῦ κατὰ φιλοσοφίαν συλλογισμοῦ· ὥσπερ γὰρ ἐκεῖνος διὰ τῶν ἀληθῶν ἀποδείξεων κατασκευάζει τὸ ζητούμε‐
5νον, οὕτω καὶ οὗτος διὰ τῶν πιθανῶν λόγων εἰς ταὐ‐ τὸν ἄγει τὸ ἄγραφον τῷ ἐγγράφῳ· ὅρος δὲ αὐτοῦ ἐστιν οὗτος· συλλογισμός ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους. καθ’ ἣν διάνοιαν μὲν οὐκ ἀντιτίθε‐ μεν τῷ ῥητῷ. ἄγραφον δέ τι ὡς ὅμοιον τῷ ὑπὸ τοῦ
10νόμου κεκωλυμένῳ εἰς ταὐτὸν ἄγομεν. τοῦ δὲ συλλο‐ γισμοῦ ὁ μέν τις ἐκ τοῦ κατηγόρου γίνεται, ὁ δὲ ἐκ τοῦ φεύγοντος. ἔφαμεν δὲ καὶ ἐν τῇ διαιρέσει τῶν στάσεων, ὅτι συλλογισμὸς ἐξ ἑκατέρων γνωρίζεται τῶν μερῶν. γίνεται οὖν ἀπὸ μὲν τοῦ κατηγόρου. οἷον νό‐
15μος τὸν ἐκ πόρνου μὴ λέγειν, ἐκ πόρνης τις ὢν βούλε‐ ται λέγειν, καὶ κωλύεται. ἀπὸ δὲ τοῦ φεύγοντος, οἷον τοὺς μοιχοὺς στίζεσθαι, στίζων τις μοιχὸν ἀπέκτεινε καὶ κρίνεται φόνου· ἐρεῖ γὰρ ὁ φεύγων, ὡς ὁ στίζειν διδοὺς καὶ τὸ ἀκόλουθον δίδωσι τὸ κτείνειν. εἴδη δὲ οὐκ
20ἔχει ὁ συλλογισμὸς, ὥσπερ οὐδὲ αἱ ἄλλαι νομικαὶ στά‐ σεις. ἃ γὰρ ἕτεροί φασιν εἴδη, ταῦτα τρόποι εἰσὶν, τῶν οὖν κατὰ συλλογισμὸν προβλημάτων τρόποι εἰσὶ τέσ‐ σαρες. ἀπὸ τοῦ ἴσου καὶ ὁμοίου, ἀπὸ τοῦ ἐναντίου, ἀπὸ τοῦ μείζονος, ἀπὸ τοῦ ἐλάττονος· ἀπὸ τοῦ ἴσου
25καὶ τοῦ ὁμοίου, οἷον νόμος τὸν ἐκ πόρνου μὴ λέγειν. ἐκ831

4

.

832

πόρνης τις ὢν βούλεται λέγειν καὶ κωλύεται. τοῦτο δὲ καὶ ἔοικεν ἀντονομάζοντι καὶ τῷ κατὰ σύλληψιν ὅρῳ· ἀπὸ δὲ τοῦ ἐναντίου· οἷον νόμος τὸν λιπόντα τὴν τάξιν ἀναιρεῖσθαι, λιπών τις καὶ ἀριστεύσας ἀξιοῖ τιμᾶσθαι.
5τοῦτο δὲ ἔοικε τῇ κατὰ ἀξίωσιν πραγματικῇ. ἀπὸ δὲ τοῦ μείζονος· οἷον νόμος τοὺς καταστείχοντας φυγάδας στίζεσθαι, στίζων τις ἀπέκτεινε καὶ κρίνεται φόνου· τοῦτο δὲ ἔοικε μεταλήψει τῇ ἀπὸ τοῦ τρόπου, ἔνθα καταλαβών τις μοιχὸν ἐπὶ τῇ γυναικὶ ἐμπρήσας τὴν οἰ‐
10κίαν ἀνεῖλεν ἄμφω. ἀπὸ δὲ τοῦ ἐλάττονος, οἷον νόμος τοὺς καταστείχοντας φυγάδας ὑπὸ τοῦ στρατηγοῦ θανάτῳ ζημιοῦσθαι. στρατηγὸς κατιόντας φυγάδας ἐμάστιξε καὶ κρίνεται παρανόμου τιμωρίας. ἔοικε δὲ καὶ τοῦτο τῇ ἀπὸ τρόπου μεταλήψει. ἁπλῶς εἰπεῖν ὁ συλλογισμὸς ἔοικε
15κατὰ μὲν τὸ ἐναντίον τῇ κατὰ ἀξίωσιν πραγματικῇ. κατὰ δὲ τὸ ἴσον καὶ τὸ ὅμοιον τῷ κατὰ σύλληψιν καὶ ἀντονομά‐ ζοντι ὅρῳ. κατὰ δὲ τὸ ἀπὸ τοῦ μείζονος καὶ ἀπὸ τοῦ ἐλάτ‐ τονος τῇ ἀπὸ τρόπου μεταλήψει. διαφέρει δὲ τῆς μὲν κατὰ ἀξίωσιν πραγματικῆς, ὅτι ἐν ἐκείνῃ μὲν οὐ πρός
20τι ἔγγραφον ἡ παράθεσις γίνεται. ἀλλ’ ἐξ εὐθείας τόδε ἢ τόδε ὁ συμβουλεύων ἀξιοῖ. ἐν δὲ τῷ συλλογισμῷ ἀπὸ τοῦ ἐναντίου ἐπιχειρῶν τῇ πρὸς τὸ ἔγγραφον παραθέσει, ὃ βούλεται κατασκευάζει. ἔτι ἡ μὲν κατὰ ἀξίωσιν πρα‐ γματικὴ ἄγραφός ἐστιν, ὁ δὲ συλλογισμὸς ὑπὸ τὴν ἔγ‐
25γραφον δηλονότι ἀνάγεται ποιότητα. τοῦ δὲ ὅρου διαφέρει, ὅτι ἐν ἐκείνῳ μέν ἐστι ζήτησις ἰδιότητος,
ἐνταῦθα δὲ ὁμοιότητος· κἀκεῖ μὲν τὸ πρᾶγμα ἄδηλόν832

4

.

833

ἐστιν, ὅτι χρὴ καλεῖν αὐτὸ, ἐν δὲ τῷ συλλογισμῷ καὶ τὸ ὑπὸ τοῦ νόμου διηγορευμένον ἐστὶ δῆλον καὶ τὸ πε‐ πραγμένον φανερόν. ζητοῦμεν δὲ, εἰ τὸ πεπραγμένον τῷ ὑπὸ τοῦ νόμου διηγορευμένῳ τυγχάνει ὅμοιον. οἷόν
5ἐστι κἀκεῖνο, νόμος ὀνομαστὶ μὴ κωμῳδεῖν, αὐτοπροσώ‐ πους τις εἰσάγων κωμῳδεῖ, καὶ ὑπάγεται τῷ νόμῳ. ζη‐ τοῦμεν γὰρ, εἰ τῷ ὀνομαστὶ κωμῳδεῖν τὸ αὐτοπροσώ‐ πους εἰσάγειν ὅμοιόν ἐστι. τῆς δὲ ἀπὸ τρόπου μεταλή‐ ψεως διαφέρει, ὅτι ἐν ἐκείνῃ τὸ μὲν πεπραγμένον ἀνεύ‐
10θυνόν ἐστιν, ὁ δὲ τρόπος μόνος τοῦ γεγονότος ὑπεύ‐ θυνος. ἐν δὲ τῷ συλλογισμῷ τὸ γεγονὸς ἄντικρυς παρὰ τὸν νόμον ἐστίν. καὶ ἡ μὲν ὑπὸ τὴν ἄγραφον ἀνάγεται ποιότητα καὶ ἐκ μόνου τοῦ κατηγόρου γνω‐ ρίζεται, ὁ δὲ ὑπὸ τὴν ἔγγραφον τελεῖ καὶ ἐξ ἀμφοτέρων
15γνωρίζεται τῶν μερῶν. Σωπάτρου. Ἀκόλουθος ἡ περὶ τοῦ συλλογισμοῦ ἐξέτασις. ἐξετάσας γὰρ τὴν τοῦ διπλοῦ ῥητοῦ διαίρεσιν ἤτοι τὴν ἀντινομίαν, ἀκόλουθον εἶχε τὴν ἐπαγωγὴν τοῦ ἁπλοῦ ῥητοῦ, ὅ ἐστι τέλειόν τε καὶ μηδεμίαν ἀμφιβολίαν
20ἔχον, ἀλλ’ ἔξωθεν καὶ ἐξ ὁμοίου πράγματος τὴν ζήτησιν, ὅπερ ἐστὶ συλλογισμός. συλλογισμὸς γάρ ἐστιν, ὅτ’ ἂν τοῖς γεγραμμένοις τὰ μὴ γεγραμμένα μηδὲ ἐξητασμένα ἀφομοιοῦντες ταὐτὸν εἶναι λέγωμεν. δεῖ γὰρ ἡμᾶς ἀπὸ τοῦ νενομοθετημένου ἐπὶ τὸ μὴ νενομοθετημένον
25μὲν, ὅμοιον δὲ τῷ νενομοθετημένῳ εἰς ταὐτὸν ἄγειν. ἀλλ’ εἰ μὴ περὶ ῥητὸν ἔχει τὴν ζήτησιν, οὐδὲ γὰρ τὸ ῥη‐ τὸν ἐξετάζει, ἀλλὰ τῷ ῥητῷ ὅμοιόν τι ἄγραφον πειρᾶται δεικνύναι, τὶ δή ποτε μὴ λογικὴ ἀλλὰ νομικὴ λέγεται στάσις; φαμὲν οὖν, ὡς εἰ καὶ μὴ περὶ ῥητὸν ἔχει τὴν
30ἐξέτασιν τὴν διάνοιαν αὐτοῦ προφανῶς ἀνερευνῶν, ἀλλ’833

4

.

834

ὅμως κατὰ τὸ λανθάνον τὴν διάνοιαν αὐτοῦ ἀναπτύσ‐ σει· ὁ γὰρ τὸ ἄγραφον τῷ ἐγγράφῳ δεικνὺς ἴσον, πάν‐ τως διάνοιαν διανοίᾳ ἀντιπαρατιθεὶς δείκνυσιν, οὐ λέξιν λέξει· ὁ γὰρ λέγων, ὅτι ὁ τὸ στίζειν δοὺς καὶ τὸ ἀκό‐
5λουθον τούτῳ τὸ ἀναιρεῖν δίδωσι, πάντως τῆς τοῦ νο‐ μοθέτου διανοίας καταστοχαζόμενος ἀποφαίνεται τοῦτο. ὥστε κατὰ μὲν τὸ πρόχειρον ἡ διάνοια παρεῖται ἐξετά‐ ζεσθαι ἐν συλλογισμῷ, κατὰ δὲ τὸ λεληθὸς ἐπισκέπτεται καὶ αὐτή. Ζητοῦσι δέ τινες, τίνος χάριν ὁ συλλογισμὸς καὶ
10ἀπὸ τοῦ διώκοντος καὶ ἀπὸ τοῦ φεύγοντος γνωρίζεται, καί τοι ἐν ἄλλῃ οὐδεμιᾷ στάσει τοῦτό ἐστιν εὑρεῖν ἐξ ἑκατέρου φημὶ προσώπου, εἰ μή που ἄρα σπανιάκις. ἐροῦμεν οὖν, ὡς ἀεὶ ὁ ἀσθενῶν τοῖς πράγμασι ποιεῖ τὴν στάσιν. ἐπεὶ οὖν ὁ διώκων ἔσθ’ ὅτε ἀσθενεῖ ἐν συλλο‐
15γισμῷ, εἰκότως καὶ ἀπὸ τούτου γνωρίζεται ἡ στάσις. καὶ ὅτι τοῦτο ἀληθὲς, δῆλον ἀπὸ τῆς μεταλήψεως. ἀεὶ γὰρ αὕτη ἀπὸ τοῦ διώκοντος χαρακτηρίζεται. ὅτι δὲ ἀσθενεῖ, δῆλον ἀφ’ ὧν οὐ τὴν πρᾶξιν ἀλλὰ τὴν περίστασιν μάχε‐ ται. ἀλλὰ πῶς καὶ ἐν συλλογισμῷ ὁ κατήγορος ἀσθενεῖ
20τοῖς πράγμασιν ἐροῦμεν· ἐν γὰρ τῷ ἀπὸ τοῦ ἴσου ἀπὸ τοῦ κατηγόρου γινομένης τῆς στάσεως, ἀσθένειά τις ἐπὶ τῶν πραγμάτων εὑρίσκεται τοῦ κατηγόρου, ὡς ἐπὶ τοῦ προβλήματος τούτου· τὸν ἐκ πόρνου μὴ λέγειν, ἐκ πόρνης τις γεγονὼς βούλεται λέγειν, καὶ κωλύεται. ἐπειδὴ γὰρ
25οὐκ ἔχει συνηγοροῦν τὸ ῥητὸν ἐξ ἀνάγκης ἐπὶ τὸ ὅμοιον καταφεύγει, ταὐτὸν τὸ ἄγραφον τῷ ἐγγράφῳ διατεινό‐ μενος εἶναι. ὡσαύτως καὶ ὅτε ἀπὸ τοῦ φεύγοντος γνωρί‐ ζεται, ἀσθενεῖ γὰρ καὶ οὗτος τῷ ῥητῷ, ὡς ἐπὶ τοῦ τοὺς μοιχοὺς ἐκ νόμου στίζοντος καὶ ἀναιροῦντος.
30Μαρκελλίνου. Περιφανὴς ὁ συλλογισμός ἐστιν,
ἀγράφου πράγματος πρὸς ἔγγραφον παράθεσις. διαφέ‐834

4

.

835

ρει δὲ ἀντινομίας μὲν κατὰ τὴν ποσότητα τῶν ῥητῶν καὶ τὴν μάχην, κἂν ἓν ῥητὸν ᾖ. διαιρεῖται γὰρ ἡ ἀντι‐ νομία ὥσπερ ἐπὶ τοῦ προειρημένου παραδείγματος ἐν τῇ ἀντινομίᾳ, τὴν βιασθεῖσαν ἢ γάμον ἢ θάνατον αἱρεῖ‐
5σθαι τοῦ βιασαμένου. ἐνταῦθα δὲ ἕν ἐστι καθαρῶς ἀδι‐ αίρετον. ῥητοῦ δὲ καὶ διανοίας, ὅτι ἐκεῖ μὲν τὴν διά‐ νοιαν ἀντιτάττομεν τῷ ῥητῷ, ἐν δὲ τῷ συλλογισμῷ οὐκ ἔτι τὴν διάνοιαν ἀντιτίθεμεν, ἀλλὰ τὸ ἄγραφον τῷ ἐγγράφῳ παραβάλλομεν. χρὴ δὲ ζητῆσαι μάλιστα, τί δια‐
10φέρει τοῦ ὅρου. δοκοῦσι γὰρ πάνυ κοινωνεῖν ἀλλήλαις αἱ στάσεις. διότι καὶ ἐνταῦθα εὑρίσκεται ὅρος, καὶ ἐκεῖ συλ‐ λογισμὸς ἐμπίπτει· πρῶτον μὲν οὖν διαφέρει, ὅτι ἐν μὲν τῷ συλλογισμῷ περὶ τὸ ῥητὸν ἡ ζήτησις. ἐν δὲ τῷ ὅρῳ περὶ τὸ πρᾶγμα, κἂν ἔχῃ ῥητόν. ὅθεν καὶ ἡ μὲν τῶν
15νομικῶν, ἡ δὲ τῶν λογικῶν εἶναι τέτακται· δεύτερον δὲ, ὅτι ἐν μὲν τῷ ὅρῳ ἀτελὴς πρᾶξις, ἐν δὲ τῷ συλλογι‐ σμῷ τελεία καὶ οὐδὲν ἀντιπίπτον ἔχουσα. τὸ δὲ πάντων ἰσχυρότατον, ὅτι ἐν μὲν ὅρῳ περὶ ἰδιότητος ἡ ζήτησις, καὶ τὸ ὄνομά ἐστι τοῦ πράγματος τὸ ἀμφιβαλλόμενον.
20οἷον τί ἐστι τὸ πραχθὲν, ἱεροσυλία ἢ κλοπὴ, ἰδιωτικὸν ἢ δημόσιον. ἐν δὲ συλλογισμῷ οὐκ ἔτι περὶ τούτων, ἀλ‐ λὰ περὶ ποιότητος. διὸ ἐν μὲν ὅρῳ ἡ ἰδιότης χώραν ἔχει πρώτην. τουτέστιν τὸ ὁρικὸν κεφάλαιον, ἐπειδὴ καὶ περὶ ταύτης ἡ ζήτησις. ἐν δὲ συλλογισμῷ ἐπειδὴ τὰ διωρί‐
25σθαι δοκοῦντα συνάγει δευτέραν. πρῶτον οὖν τὸ συλλο‐ γιστικὸν κεφάλαιον.
27nὉ συλλογισμὸς διαιρεῖται προβολῇ πράγματος, τῷ ῥητῷ, τῷ συλλο‐
28nγισμῷ, ὅρῳ, γνώμῃ νομοθέτου, πηλικότητι, εἶτα ὅρῳ βιαίῳ, τῷ πρός
29nτι, ἀντιθέσει ἔστιν ὅτε, ἥτις εἰ ἐμπέσοι, εὑρεθήσεται καὶ μετάληψις.
30nᾗ ἕπεται πάντως ἀντίληψις· εἶτα ποιότητι καὶ γνώμῃ· καὶ ὅλως835

4

.

836

(1n)

πλὴν τῆς ἐναλλαγῆς τῶν πρώτων κεφαλαίων, ὁ συλλογισμὸς κατὰ
2nτὸν ὅρον διαιρεῖται.
3 Σωπάτρου. Διαιρεῖσθαί φησι τὸν συλλογισμὸν κεφαλαίοις τοῖσδε· προβολῇ, ἐκ πράγματος προβολῇ, ἐκ
5ῥητοῦ. κέχρηται δὲ τῇ μὲν ἐκ τοῦ πράγματος ὁ διώκων, τῇ δὲ ἐκ τοῦ ῥητοῦ ὁ φεύγων, τῷ ὁμοίῳ συλλογισμῷ, ὅρῳ, γνώμῃ νομοθέτου, πηλικότητι, πρός τι, γνώμης ἐρωτήσει, ἀντιθέσει ἔξωθεν ἐκ τῶν ἀντιθετικῶν κινου‐ μένῃ. ἔστι δ’ ὅτε καὶ στοχαστικῇ καὶ ὁρικῇ καὶ ἀντιλη‐
10πτικῇ· πολλάκις δὲ καὶ μέχρι τῶν πρός τι ἵσταται ἡ δι‐ αίρεσις ὡς ἐπὶ τοῦ ἐκ πόρνης γεγονότος καὶ δημηγορεῖν κωλυομένου, σχεδὸν δὲ τοῖς αὐτοῖς διαιροῦνται κεφα‐ λαίοις ὅ τε ὅρος καὶ ἡ ἀντίληψις καὶ ὁ συλλογισμός. διαφέρει δὲ τῇ τε τάξει καὶ τῇ διαιρέσει καὶ αὐτῷ γε
15πρὸ πάντων τῷ εἴδει. διατί δὲ πρῶτος ὁ συλλογισμὸς τέτακται τοῦ ὅρου; ἐροῦμεν ὅτι καὶ διὰ τὸ οἰκεῖον τῆς στάσεως καὶ διὰ τοῦτο. ὃν γὰρ τρόπον ἐν ταῖς ἀντιθε‐ τικαῖς εἴρηται, ὡς ἡ ἀντίθεσις ἀντιλήψεως χρείαν πλη‐ ροῖ καὶ πρὸς αὐτὴν ἡ μετάληψις γίνεται καὶ πρὸ τῆς
20ἀντιλήψεως, οὕτω καὶ ἐνταῦθά φαμεν, ὡς τὸ πρὸς τὴν προβολὴν γενόμενον ῥητὸν ὅρου ἔχει τάξιν. ὅτ’ ἂν γὰρ λέγῃ μὴ τοῦτο κελεύειν τὸν νόμον ὁρίζεται. πρὸς τοῦτο οὖν ὡς πρὸς ὅρον ὁ συλλογισμὸς γινόμενος εἰκότως προ‐ τέτακται τοῦ ὁρικοῦ κεφαλαίου συνάγων ἀμφότερα εἰς
25ἓν, ἅτε ὁ νόμος κελεύει καὶ τὰ πραχθέντα· ἐπειδὴ δὲ συλλογισμοῦ ταχθέντος ἔδει καὶ ὁρισμὸν σαφῶς τεθῆναι, ὥσπερ μεταλήψεως ἀντίληψιν διὰ τὸ ἀντικεῖσθαι ταῦτα
ἀλλήλοις καὶ λυτικὰ εἶναι ἀλλήλων, ἐπήχθη εὐθὺς καὶ836

4

.

837

ὅρος. ἐξῄτηται δὲ, τί δήποτε ὅρου ταγέντος μὴ καὶ ἀν‐ θορισμὸς ἐπηνέχθη. ἐροῦμεν τοίνυν ἑνὶ λόγῳ, ὅτι τὴν τοῦ ἀνθορισμοῦ χρείαν ὁ συλλογισμὸς πληροῖ· συμπέρα‐ σμα γὰρ τοῦ ἀνθορισμοῦ ὁ συλλογισμός· ἐπειδὴ οὖν
5προτέτακται ὁ συλλογισμὸς, δυνάμει ἐμπεριέχεται ἐν αὐ‐ τῷ ὁ ἀνθορισμός. καὶ διὰ τοῦτο οὐκ ἐπήχθη ὡς ἤδη ἐξετασθείς. Ἀντιθέσει ἔστιν ὅτε· Οὐκ ἀκριβῶς τοῦτο ἐπεσημήνατο ὁ τεχνικός· ἐμπίπτει γὰρ ἡ ἀντεγ‐ κληματικὴ ἢ ἀντιστατική.
10nἘπὶ δὲ τοῦ παραδείγματος ἔσται φανερώτερον· οἷον ὀνομαστὶ κω‐
11nμῳδεῖν ὁ νόμος ἐκώλυσεν. αὐτοπροσώπως εἰσάγων τις τοὺς κωμῳ‐
12nδουμένους ὑπάγεται τῷ νόμῳ, ὡς ὀνομαστὶ κωμῳδῶν. ἡ προβολὴ
13nτοῦ πράγματος· παρὰ τὸν νόμον κωμῳδεῖς τοὺς πολίτας.
14Σωπάτρου. Οὐκ εἶπεν ἡ προβολὴ τοῦ ῥητοῦ,
15οὐδὲ γὰρ ἔχει ῥητὸν ἐνταῦθα ὁ προβαλλόμενος, ἀλλὰ τὸ γενόμενον αὐτὸ προβάλλεται, τουτέστιν αὐτὸ τὸ πρᾶγμα. ἐν μὲν γὰρ ταῖς ἄλλαις στάσεσι ταῖς ἐχούσαις προβολὴν τὸ ἀδίκημα μὲν τὸ προβαλλόμενον ὡμολόγηται, ἐνταῦθα δὲ αὐτὸ τοῦτο ζητεῖται, εἰ ἀδίκημά ἐστι τὸ πραχθέν.
20διὰ τοῦτο προσέθηκεν ἡ προβολὴ τοῦ πράγματος· ᾗ καὶ ἀντιδιαστέλλων τὸν συλλογισμὸν πρὸς τὰς ἄλλας νομι‐ κὰς, ἐν ἐκείναις γὰρ ἡ προβολὴ ἀπὸ ῥητοῦ γίνεται. διὸ καὶ ἐλέγομεν ἐν ἐκείναις προβολὴ ῥητοῦ, ἵνα οὖν αὐτὸ σημαίνῃ τὸ ἐξομοιούμενον, προσέθηκε τὸ πράγματος.
25nΤὸ ῥητὸν, καὶ μὴν οὐκ ὠνόμασα οὐδένα, τοῦτο γάρ ἐστι τὸ κω‐
26nλυόμενον.
27 Σωπάτρου. Δεύτερον κεφάλαιον τὸ ῥητόν. ἀναγ‐ καῖον γὰρ τὸ ἐναντίον τῷ πράγματι ῥητὸν ἐπαχθῆναι. λύσις δέ ἐστι τὸ ῥητὸν τῆς προβολῆς. ἔνθεν ζητητέον,
30τί διαφέρει τῆς ἐπὶ νόμον ἀντιλήψεως. κἀνταῦθα γὰρ ὁ837

4

.

838

κρινόμενος νόμον προτείνεται καὶ διὰ τοῦτο ἀνεύθυνον τὸ πεπραγμένον δεικνύειν πειρᾶται. φαμὲν οὖν, ὡς ἐν τῇ ἀντιλήψει νόμον προβάλλεται, ὃν ἄντικρυς φυλάττειν δοκεῖ. οἷον τὸν μοιχὸν ἀναιρεῖσθαι νόμος, μοιχὸν τρισ‐
5αριστέα τις ἀναιρῶν κρίνεται δημοσίᾳ. ἐνταῦθα γὰρ τὸ ὑπὸ τοῦ νόμου προστεταγμένον ἄντικρυς ποιεῖ, ἐν δὲ τῷ συλλογισμῷ ἄλλο τι πράττει παρὰ τὸ γεγραμμένον· ὁρᾷς γὰρ ὅπως τὸ ὑπὸ τοῦ νόμου προσταχθὲν ἐνταῦθα πέπρα‐ κται. ἐν δὲ συλλογισμῷ ἕτερον μέν ἐστι τὸ προσταχθὲν
10ὑπὸ τοῦ νόμου, ἕτερον δὲ, ὡς εἴπομεν, τὸ πραχθέν. ἔτι ἐν μὲν ἀντιλήψει τὴν διάνοιαν αὐτοῦ τοῦ πεπραγμένου τὸ ῥητὸν δίδωσιν, ἐνταῦθα δὲ πλεῖον ἢ ἔλαττον τοῦ νό‐ μου κελεύοντος ἔπραξεν ὁ κρινόμενος· ὡς ἐπὶ τοῦ ὑπο‐ δείγματος οὗ παρέθετο ὁ τεχνικός. ἄλλο γὰρ τὸ προσ‐
15ταχθὲν ἐνταῦθα καὶ ἀπειρημένον τῷ νόμῳ, καὶ ἄλλο τὸ πραχθὲν, ὅθεν ἐρεῖ ὁ κρινόμενος, ὡς οὐ τὸ ἀπειρη‐ μένον τῷ νόμῳ πεποίηκα. οὐκ ἐμνήσθην γὰρ ὀνομάτων, ἀλλ’ ἕτερόν τι πεποίηκα. διαφέρει δὲ καὶ τοῦ κατὰ ῥητὸν καὶ διάνοιαν, ὅτι ἐκεῖ μὲν ὁ κατήγορος τὸ ῥητὸν προ‐
20ΐσχεται, ἐνταῦθα δὲ ὁ φεύγων.
21nὉ συλλογισμὸς, ὅτι μηδὲν διαφέρει τοῦτο ἐκείνου· ὁ ὅρος, ὅτι πλεῖ‐
22nστον διαφέρει.
23 Σωπάτρου. Τοῦτό ἐστι τὸ κυριώτερον τῆς στά‐ σεως ταύτης κεφάλαιον. ὅθεν καὶ ἐν ἀρχῇ τέτακται με‐
25τὰ τὴν προβολὴν καὶ τὸ ῥητόν. ὅθεν δὲ τὰς ἀφορμὰς ληψόμεθα εἰς τοῦτο φανερόν. ἀπὸ γὰρ τοῦ τέλους τῶν κοινωνιῶν συνάγομεν εἰς ταὐτὸν τῷ ἐγγράφῳ τὸ ἄγρα‐ φον· χρήσεται δὲ καὶ παραδείγμασι πολλοῖς, δεικνὺς καὶ
ἑτέρους τῶν νόμων οὕτω παραληφθέντας· ἕπεται δὲ τῷ838

4

.

839

συλλογισμῷ ἀναγκαίως ὁ ὅρος διαιρῶν τὰ συνημμένα καὶ χωρίζων τὰς διαφοράς. φύσει γὰρ ἀλλήλοις τὰ κεφάλαια ταῦτα μάχεται· ἐκείνου γὰρ κατασκευάζοντος καὶ λίαν ἰσχυριζομένου μηδὲν τοῦτο ἐκείνου διαφέρειν, ὁ ὅρος τοὐ‐
5ναντίον κατασκευάσει, ὅτι καὶ κατὰ τὸ πολὺ διενήνοχεν.
6nἩ γνώμη τοῦ νομοθέτου κοινή. τί βουλόμενος τοῦτο ἐκώλυσεν ὁ
7nνομοθέτης, ὁ μὲν διώκων ἐρεῖ, ὅτι ἀνελεῖν βουλόμενος τὸ ἁπλῶς καὶ
8nἀνευθύνως διαβάλλειν ὁντιναοῦν τῶν πολιτῶν, ἐφ’ ὅτῳ ἂν αὐτοὶ
9nἐθέλωσιν ἐγκλήματι· ὁ δ’ αὖ φεύγων οὐ διὰ τοῦτο ἐρεῖ, ἀλλ’ ἐπι‐
10nστρέφεσθαι μὲν αὐτοὺς διὰ τῆς κωμῳδίας ἐβούλετο, οὐκ ἀνεῖλε δὲ
11nπαντάπασι τὴν κωμῳδίαν. ὑπομνήματα δὲ τοῖς μετὰ ταῦτα γενησο‐
12nμένοις ἢ τοῖς τότε οὖσιν ἀνθρώποις λοιδορίαν περιέχοντα τῶν πολι‐
13nτῶν τινος οὐκ ἐβούλετο εἶναι. μὴ ὄντων δὲ τῶν ὀνομάτων, ἡ μὲν
14nἐπιστροφὴ γίνεται διὰ τῶν προσώπων, ἡ δὲ εἰς τὸν μετὰ ταῦτα χρό‐
15nνον μνήμη περιῄρηται καὶ ἡ πρὸς τοὺς ἄλλους ἀνθρώπους διαβολή.
16 Σωπάτρου. Ἰσαζούσης ἐν τούτοις τρόπον τινὰ τῆς μάχης, ἐπὶ τὴν τοῦ νομοθέτου γνώμην ἀμφότεροι τρέψονται, πρὸς τὸ χρήσιμον αὐτῷ ἑκάτερος ταύτην ἐκ‐ δεχόμενος. οἷον τί βουλόμενος ὁ νομοθέτης τὸ κωμῳδεῖν
20ὀνομαστὶ κεκώλυκεν· καὶ ὁ μὲν ἐρεῖ, ὅτι καθάπαξ ἀνε‐ λεῖν βουλόμενος τὴν ἐπὶ τῆς σκηνῆς εὐχέρειαν καὶ πάν‐ δεινον ἡγούμενος τὸ ἀνευθύνως διαβάλλειν καὶ τοὺς τυ‐ χόντας τῶν πολιτῶν ἐφ’ οἱςτισινοῦν ἐγκλήμασιν. ἐκ τού‐ του δὲ κατασκευάζει, ὅτι οὐδὲ αὐτοπροσώπους κωμῳδεῖν
25ἐᾷ· ὁ γὰρ καθάπαξ δυσχέρειαν πᾶσαν δυσχεράνας δῆ‐ λον ὅτι καὶ τὸ αὐτοπροσώπους κωμῳδεῖν ἀνῄρηκεν. ὁ δὲ φεύγων ἐρεῖ, οὐ διὰ ταῦτα, ἀλλ’ ἐπιστρέφεσθαι μὲν τοὺς πολίτας διὰ τῆς κωμῳδίας ἐβούλετο καὶ σωφρονε‐ στέρους γίνεσθαι δεδιότας τὴν ἐπὶ σκηνῆς λοιδορίαν. διὰ
30τοῦτο γὰρ οὐδὲ παντάπασι τὴν κωμῳδίαν ἀνεῖλεν. τὸ839

4

.

840

δὲ καταλείπεσθαι τοῖς μετὰ ταῦτα γενησομένοις ἀνθρώ‐ ποις ὑπομνήματα λοιδορίαν περιέχοντά τινος τῶν πολι‐ τῶν ἐδυσχέρανεν, διὸ τὰ ὀνόματα λέγειν ἐκώλυσεν. ὥστε τὸ αὐτοπρόσωπον εἰσάγειν ἀνεύθυνον. τοῦτο γὰρ κατα‐
5σκευάζει. Μαρκελλίνου. Ἡ γνώμη τοῦ νομοθέτου κοινή ἐστιν ἀμφοτέρων, στοχαστικῶς ἀπ’ ἀμφοῖν ἐξεταζομένη. ὁ μὲν γὰρ ἐρεῖ, ὅτι πᾶσαν τὴν πορνείαν ὁ νομοθέτης μεμισηκὼς διὰ τοῦτο καὶ τὸν ἐκ πόρνου λέγειν κεκώ‐
10λυκεν· ὁ δὲ, ὅτι οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸ μὴ ἔχειν αὐ‐ τὸν ὡρισμένον πατέρα μηδὲ ἀναγράφεσθαι ὅτου πατρὸς εἴη, κεκώλυκεν αὐτὸν λέγειν.
12nἩ πηλικότης, ὡς ἐν τῷ ὅρῳ· ὅτι μέγα τὸ γινόμενον· ὁ βίαιος ὅρος,
13nεἰ καὶ ὀνομαστὶ κωμῳδεῖν τοῦτό ἐστι.
14Σωπάτρου. Πάντη τὸν συλλογισμὸν τῷ ὅρῳ
15ἀφομοιῶν εἴρηκε τοῦτο. ἐπεὶ τί διάφορον ἔχει ἡ πηλι‐ κότης αὕτη πρὸς τὰς ἐν ταῖς λοιπαῖς στάσεσι πηλικότη‐ τας; πάντως οὐδέν. ἀλλ’ ὡς εἴρηται βούλεται ἀφομοιοῦν πάντη τὸν ὅρον τῷ συλλογισμῷ· ὑπὸ μὲν οὖν τοῦ κατη‐ γόρου αὐξηθήσεται τὸ πρᾶγμα δι’ αὐτῆς, ὑπὸ δὲ τοῦ
20φεύγοντος μειωθήσεται· ὁ μὲν οὖν κατήγορος ἐρεῖ, ὅτι μέγα τοῦτο καὶ πέρα τοῦ ὀνομαστὶ κωμῳδεῖν ἐστιν. ὁ δὲ φεύγων, ὅτι οὐ μέγα τοῦτο ἀλλὰ ὀνομαστὶ κωμῳδεῖν· οἷς ἐπισυνάψει τὸν βίαιον ὅρον εὐθύς. οἷον τοῦτο γὰρ οὐδὲ ὅλως ἐστὶ κωμῳδεῖν. ἀπαντήσεται δὲ τῷ αὐτῷ καὶ
25ὁ διώκων κεφαλαίῳ, ὅτι καὶ ὀνομαστὶ κωμῳδεῖν τοῦτό ἐστι. δεικνύει γὰρ πᾶσι τῶν διαβαλλομένων τὰ πρόσωπα.
εἴρηται δὲ βίαιος ὅρος, ὅτι οὐκ ἐκ τῶν κοινῇ δοκούντων840

4

.

841

ἐστὶν, ἀλλ’ ἐκ περιτροπῆς ἐργάζεται. καὶ τὸν ἡταιρηκό‐ τα πόρνην εἶναι βιάζεται, εἴγε ταὐτὰ τῇ πόρνῃ πάσχει.
3nΤὸ πρός τι καὶ τὰ ἑξῆς πάντα, καθάπερ ἐν τῷ ὅρῳ ἐξετασθήσεται.
4Σωπάτρου. Ἐπὶ τούτοις ἐστὶ τὸ πρός τι. τοῦ
5μὲν μεῖζον τὸ αὐτὸ πρόσωπον τοῦ ὀνομαστὶ κωμῳδεῖν λέ‐ γοντος, τοῦ δὲ μεῖον τοῦ ὑπ’ ἐκείνου. εἶτα ἡ ἀντίθεσις ἣν ἐμπίπτειν ἔστιν ὅτε εἶπεν ὁ τεχνικὸς ἐν τῇ διαιρέσει τῶν κεφαλαίων, οὐ καλῶς δέ. ἐμπίπτει γὰρ ἢ ἀντεγκλη‐ ματικὴ ἢ ἀντιστατική. ἐπειδὴ γὰρ πᾶς συλλογισμὸς ἐπ’
10ἐγκλήματί ἐστιν, ἀντεγκληματικὸς ἀναφύεται. οἷον ἄξιοι ἦσαν κωμῳδεῖσθαι. πάλιν εἴ τις ἀναστρέψοι τὸν ἐκ τοῦ ἐναντίου συλλογισμὸν, ἀντιστατικὴ εὑρεθήσεται· ἐὰν λέ‐ γωμεν, τὸν λειποτάκτην κολάζεσθαι νόμος. ἀριστεύσας λειποτάκτης ἀξιοῖ τιμᾶσθαι· ἀντιστατικὸν εὑρεθήσεται,
15ὥστε πάντως εὑρεθήσεται ἀντίθεσις. ἢ ἀντιστατικὴ ἢ ἐπὶ μόνου τούτου τοῦ ζητήματος ἀντιστατική. ἐν δὲ ταῖς ἄλλαις ἀντεγκληματική. λεγόντων ἡμῶν, ὅτι εἰ καὶ μὴ κεκώλυκεν ὁ νομοθέτης, ἀλλὰ τὸ σὸν ἁμάρτημα ἄξιον τοῦ κωλύεσθαι· ἣν λύσει ὁ κατήγορος μεταλήψει, οἷον
20ὅτι ἔδει παραινεῖν καὶ μὴ τηνάλλως βλασφημεῖν, μετὰ ταῦτά ἐστιν ἀντίληψις. οἷον ὅτι ἐξῆν μοι κωμῳδεῖν καὶ οὐ κεκώλυται, ἡ ποιότης καὶ ἡ γνώμη ὡς ἐν ὅρῳ καὶ ταῖς λοιπαῖς στάσεσιν ἐξετάζεται.
24nΠλείονα δὲ εἴδη ἐστὶ συλλογισμῶν, ἃ δὴ πάντα ὁμοίως διαιρήσεις·
25nὅμως μέντοι ἐκκείσθω αὐτῶν παραδείγματα. γίνονται γὰρ ἤτοι ἀπὸ
26nτοῦ ἴσου, ὡς ὁ προειρημένος, ἢ ἀπὸ τοῦ μείζονος· οἷον ἐξῆν ἀπο‐
27nκτιννύναι τοὺς κατιόντας φυγάδας. μαστίξας τινὰ κατιόντα τις φεύ‐
28nγει παρανόμου τιμωρίας· ὁ γὰρ τὸ μεῖζον, φησὶ, δοὺς, καὶ τὸ ἔλατ‐
29nτον ἔδωκεν. ἢ ἀπὸ τοῦ ἐναντίου· οἷον τῷ ἀριστεῖ γέρας εἶναι, λι‐
30nπόντα τινὰ τὴν τάξιν ὁ ἀριστεὺς ἀπέκτεινε καὶ φεύγει φόνου. οὐ
31nγὰρ ἁπλῶς τῷ ἀντεγκλήματι, ἀλλὰ μετὰ τῶν προειρημένων χρήσεται.841

4

.

842

(1n)

ἢ ἀπὸ τοῦ ἐλάττονος κατὰ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον· οἷον ὅτι ἔξ‐
2nεστι στίζειν τοὺς μοιχούς. στίζων τις μοιχοὺς ἀπέκτεινε, καὶ φεύγει
3nφόνου. ὁ γὰρ τὸ πρότερον, φησὶ, δοὺς καὶ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον
4nἔδωκεν.
5 Συριανοῦ. Εἰ ὁμοίως διαιρεῖται, πῶς εἴδη; ἀλλὰ καταχρήσασθαι φήσομεν τῇ λέξει τὸν τεχνογράφον· τοὺς γὰρ τρόπους εἴδη εἴρηκεν. τέσσαρας δὲ τοὺς πάντας φη‐ σὶν εἶναι ὁ τεχνικός· ἀπὸ τοῦ ἴσου, ὡς τὸ προκείμενον πρόβλη‐ μα τὸ ὀνομαστὶ κωμῳδεῖν. ἴσον γὰρ ὁ κατήγορος σπουδάζει
10δεῖξαι τὸ πεπραγμένον τῷ ἀπειρημένῳ ὑπὸ τοῦ νόμου ἀπὸ τοῦ μείζονος· εἴρηται δὲ οὕτω διὰ τὸ λέγειν τὸν κρινόμενον, ὅτι ὁ τὸ μεῖζον δοὺς καὶ τὸ ἔλαττον ἔδωκε τὸ μαστίξαι. ἀπὸ τοῦ ἐναντίου, ὃ οὕτως εἴρηται διὰ τὸ ἐρεῖν τὸν διώ‐ κοντα, ὅτι ὁ τὴν ἀριστείαν τιμήσας ἐκ τῶν ἐναντίων μι‐
15σεῖ καὶ τιμωρεῖ τὸν φυγάδα. δόξει δέ τισιν ἀντέγκλημα εἶναι, διὸ καὶ προσέθηκεν ὁ τεχνικός. οὐ γὰρ ἁπλῶς τῷ ἀντεγκλήματι ὁ φεύγων χρήσεται, ἀλλὰ μετὰ τῶν προει‐ ρημένων, τουτέστι τῶν ἰδίων τοῦ συλλογισμοῦ· ἀπὸ τοῦ ἐλάττονος κατὰ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον. ἔλαττον εἴρηκε
20πρὸς τὸ ἄνω μεῖζον ὄν. διὸ καὶ ἐπήγαγε κατὰ τὸ ἐξ αὐ‐ τοῦ ἀποβαῖνον· ἐρεῖ γὰρ, ὅτι ὁ τὸ στίζειν παρασχὼν, καὶ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον ἔδωκεν· ἔστι παρὰ τὰ προειρη‐ μένα καὶ ἕτερος τρόπος κατὰ σύνθεσιν, οὗ παράδειγμα τόδε· τὸν τρὶς ὑβρίσαντα καὶ τρὶς μαρτυρήσαντα καὶ
25τρὶς ἁλόντα κλοπῆς ἄτιμον εἶναι. ἁλούς τις καθ’ ἕκα‐ στον ἔγκλημα ἀνὰ ἅπαξ ὑπάγεται τῇ τιμωρίᾳ· ἐνταῦθα γὰρ ἡ συνθεσίς ἐστιν ἡ ζητουμένη πότερον τὰ τρία ἑνός ἐστιν ἢ ἑκάστου· δόξει δέ τισι καὶ ἀμφιβολία εἶναι τοῦ‐ το, ἡ κατὰ σύνθεσιν, οὐκ ἔστι μέντοι. οὐ γὰρ διάστασις
30ἡ ἐπιπλοκὴ ποιεῖ τὴν ζήτησιν. ἐνταῦθα οὐδὲ ὄνομα ἀμ‐ φισβητούμενον· διὸ οὐκ ἀμφιβολία ἀλλὰ συλλογισμός
ἐστιν. ἀνάγκη γὰρ συλλογίσασθαι, ὅτι ταὐτόν ἐστιν ἢ842

4

.

843

ἓν ἀδίκημα τρίτον ποιῆσαι, ἢ καθ’ ἓν ἔγκλημα ἀνὰ ἅπαξ. ἐπιστατέον δὲ, ὡς ἐν μὲν πάσῃ συλλογισμὸς ἐμπί‐ πτει. ἐν συλλογισμῷ δὲ οὐδεμία ἄλλη πλὴν στοχασμοῦ, ἥ τις ἐν τῇ γνώμῃ τοῦ νομοθέτου ἐμπίπτει στοχαστικῶς
5ἐξεταζομένη.
6tΠερὶ ἀμφιβολίας.
7 Σωπάτρου. Τινὲς ἀσύστατόν φασιν εἶναι τὴν ἀμφιβολίαν, τῷ μὴ ἔχειν τεκμήριον φανερὸν, ὥσπερ τὸν στοχασμὸν, ἄλλοι δὲ πρὸς τῷ συνεστάναι καὶ εἴδη φασὶν
10αὐτὴν ἔχειν τὸ κατὰ πνεῦμα καὶ τόνον καὶ ὁμωνυμίαν, σύνθεσίν τε καὶ διαίρεσιν. ἡμεῖς δὲ συνεστάναι μὲν αὐ‐ τὴν φήσομεν, εἴδη δὲ οὐκ ἐροῦμεν ἔχειν, ἀλλὰ τρόπους αὐτὰ φήσομεν τῶν κατὰ ἀμφιβολίαν προβλημάτων. διατί δὲ ὠνόμασται οὕτω φανερόν. διὰ γὰρ τὸ μὴ ἔχειν
15τι ὡρισμένον πρὸς τὴν τοῦ ζητουμένου σύστασιν, μηδέ τι παρέχεσθαι μηδ’ ἕτερον τῶν ἀγωνιζομένων σαφὲς, ἅτε ῥητοῦ διάνοιαν ἐξετάζοντος, ἧς πολυσχιδής τε καὶ ἀόρι‐ στος ἡ ἐξέτασις. ὅρος δὲ αὐτῆς ἐστιν οὗτος· ἀμφιβολία ἐστὶ στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’
20ἣν τὴν διάνοιαν ἐξετάζομεν τοῦ ῥητοῦ. οἷον ὡς ἐπὶ843

4

.

844

τοῦ ἀναθεῖναι τῇ πόλει καταλιπόντος Ἡρακλέα χρυσοῦν ῥόπαλον ἔχοντα. τρόποι δὲ τῶν κατὰ ἀμφιβολίαν προ‐ βλημάτων οἵδε· κατὰ πνεῦμα, κατὰ τόνον, καθ’ ὁμωνυ‐ μίαν, κατὰ σύνθεσιν καὶ διαίρεσιν. ἔστι δὲ κατὰ
5πνεῦμα μὲν ἀμφιβολία ὡς τόδε. κατέλιπέ τις φίλῳ τὴν οὐσίαν, ἐφ’ ᾧ τὸν πιστότατον τῶν οἰκετῶν ἕνδεκα ἔτεσι θρέψαι, καὶ ὁ μὲν δασύνων ἕνδεκα ἔτεσιν ἀξιοῖ τραφῆναι, ὁ δὲ ψιλῶς ἀναγιγνώσκειν, δέκα ἔτη μό‐ να. κατὰ τόνον δέ· οἷον ἑταίρα χρυσία εἰ φοροίη
10δημοσία ἔστω, ἑάλω χρυσία φοροῦσα ἑταίρα, καὶ ὁ μὲν πα‐ ροξυτόνως ἀναγινώσκων δημοσίαν αὐτὴν εἶναι κελεύει, οἱ δὲ συνηγοροῦντες ἐκείνῃ προπαροξυτόνως ἀναγινώ‐ σκοντες τὰ χρυσία φασὶν εἶναι δεῖν δημόσια. καὶ αὖ ἐπὶ τοῦδε· πώλων μηδεὶς διδότω τέλος. ἐνταῦθα γὰρ ὁ
15μὲν παροξύνων ἵππων ἐρεῖ μὴ διδόναι τέλος. ὁ δὲ περι‐ σπῶν τὸν πιπράσκοντα. κατὰ δὲ ὁμωνυμίαν, οἷον τοῦ θεοῦ χρήσαντος, τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς, οἱ μὲν εἰς τὴν ἀκρόπολιν ἀξιοῦσι καταφεύγειν κοτίνοις
20τότε πυκνοῖς καταπεφραγμένην, Θεμιστοκλῆς δὲ πρὸς844

4

.

845

τὰς τριήρεις κελεύει μετασκευάζεσθαι. κατὰ δὲ σύν‐ θεσιν καὶ διαίρεσιν· οἷον τελευτῶν τις κατέλιπέ τινι τὴν οὐσίαν, ἐφ’ ᾧ τε ἀναθεῖναι τῇ πόλει Ἡρακλέα χρυσοῦν ῥόπαλον ἔχοντα. ὁ μὲν κατὰ διαίρεσιν ἀνα‐
5γινώσκων τὸ ῥόπαλον μόνον βούλεται χρυσοῦν ἀνα‐ θεῖναι, ὁ δὲ κατὰ σύνθεσιν ὅλον τὸν Ἡρακλέα χρυ‐ σοῦν ἀξιοῖ ἀναθεῖναι τῇ πόλει. Μαρκελλίνου. Ζητεῖται εἰ ὅλως συνίσταται ἡ ἀμφιβολία. δοκεῖ γὰρ κατὰ τὸ ὁμολογούμενον προφέρε‐
10σθαι· ὡς γὰρ ἄν τις ὁριζόμενος ἀναγνοίη, πάντως που καθ’ ἕνα τρόπον προέρχεται. ἀλλὰ πρὸς τοῦτό φαμεν· ὅτι ἐν τοῖς τοιούτοις ἀνάγκη τὸν τόνον ὑποκλέπτειν. δεῖ γὰρ ὑπονοεῖν γεγράφθαι νόμον στιγμῆς ἄμοιρον καὶ τό‐ νου. ὅθεν τὰ τῆς ἀμφισβητήσεως συνίσταται. ἐξ αὐτοῦ
15δὲ τοῦ ὀνόματος, πρόδηλον τὸ τῆς δυνάμεως αὐτῆς. καὶ γὰρ αὐτὸ τὸ ῥητὸν ἀμφίβολον ἔχει. ὥστε τούτῳ τῶν ἄλ‐ λων νομικῶν διαφέρει, ὅτι ἐν
18nλείπει.
19tΚαὶ ἄλλως ἀνωνύμου.
20ἀμφιβολία· τὴν ἀμφιβολίαν καὶ Ἑρμογένης καθ’ αὑτὴν οὖσαν γλίσχραν εἶναί φησι καὶ ὑπόψυχρον. τὸ γὰρ περὶ ὁμωνυμίας ἢ τόνων ἤ τινος τοιούτου ἀμφιβάλλειν εὐτελὲς ἄγαν· καί πως δοκεῖ ὑπὸ φιλοπραγμοσύνης τις περὶ τῶν τοιούτων συγκροτεῖν δικαστήριον. συμπλεκομένη
25μέντοι ἑτέρᾳ στάσει τὴν τῆς φιλοπραγμοσύνης ὑποψίαν ἐκφεύγει. ὡς καὶ ὁ Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην ἐποίησεν. εἰπόντος γὰρ Λεπτίνου μηδένα εἶναι ἀτελῆ καὶ μὴ διορίσαντος πρόσωπον ἢ πρᾶγμα, ὁ Δημοσθένης ἀσα‐ φὲς εἶναι τοῦτό φησι, τὸ δὲ ἀσαφὲς ταὐτὸν τῷ ἀμφιβό‐
30λῳ. καὶ ἔτι ἐν τῷ κατὰ Ἀριστοκράτους, ἐάν τις ἀπο‐845

4

.

846

κτείνῃ Χαρίδημον, ἀγώγιμον εἶναι. πάλιν γὰρ ἐπιλαμβά‐ νεται τῆς ἀσαφείας καί φησι, ποῖον ἀνδροφόνον λέγεις πότερον τὸν ἑκούσιον ἢ τὸν ἀκούσιον, τὸν δίκαιον, ἢ τὸν ἄδικον· διαφέρει δὲ ἡ ἀμφιβολία τῶν ἄλλων νομικῶν, ὅτι
5ἐν μὲν ἐκείναις φανερὸν ἔχομεν τὸ ῥητὸν, περὶ δὲ τὴν διάνοιαν αὐτοῦ γίνεται ἡ ζήτησις. ἐνταῦθα δὲ αὐτὸ τὸ ῥητὸν ἔχομεν ἄδηλον, οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ ἀμφιβο‐ λία ἢ ῥητοῦ ἀσάφεια. βʹ. Τοῦθ’ ὅπερ εὑρίσκεται· οἶμαι πταῖσμα τῶν ἀντιγράφων εἶναι. χρῆναι γὰρ, τοῦτο
10παρευρίσκεται, γράφεσθαι, ὡς μὴ καθ’ αὑτὸ ζήτημα ὂν, ἀλλ’ ἐν ἑτέρῳ παρευρισκόμενον. γʹ. Τὸ περιέχον· πῶς ἴδιον ἀντινομίας τοῦτο εἰπὼν καὶ ἐπὶ τῆς ἀμφιβο‐ λίας τοῦτο παρέλαβε. φαμὲν οὖν, ὅτι πρὸς τὸ ῥητὸν καὶ τὴν διάνοιαν εἶπεν αὐτὸ ἐκεῖ ἴδιον εἶναι. ὥσπερ δὲ ἐν τῷ
15ὅρῳ ὁ φεύγων τὸ ἔλαττον ὁμολογεῖ ἀδίκημα, οὕτω καὶ ἐνταῦθα ἐπὶ τῆς γνώμης τοῦ νομοθέτου ἡ ἑταίρα ὁμο‐ λογεῖ ἠδικηκέναι μὲν, ἔλαττον δέ. δʹ. Ἧιπερ ἕπεται· πρὸς τὴν μετάληψιν καὶ ἀντίληψιν ἔδει ἀπαντῆσαι ὡς πολλαχοῦ· ἀλλ’ ἐνταῦθα παράβασις γέγονεν, ὥστε οὐκ
20ἠδύνατο ὥσπερ ἐπ’ ἐξουσίας προβάλλεσθαι τὴν ἀντίλη‐ ψιν· τὸ δὲ ἐλεεινολογήσεται φησὶν, ὅτι ἐπειδὴ οὐκ ἰσχυρὰ τὰ τῶν ἀποδείξεων τοῖς ἐπιλογικοῖς ἀνάγκη πλεονάζειν. τὸ δὲ ὁ λέγων ὑπὲρ αὐτῆς προσέθηκεν, ἐπειδὴ γυνὴ εἰς δικαστήριον οὐκ εἰσέρχεται, οὐδὲ παῤῥησίαν ἔχει δημη‐
25γορεῖν, ἄλλως τε κἂν ἑταίρα τυγχάνῃ οὖσα, διὸ οὐκ αὐ‐ τὴν ἐλεεινολογουμένην, ἀλλὰ τὸν ὑπὲρ αὐτῆς φησι λέ‐ γοντα. μετὰ δὲ τὴν ἀντίληψίν ἐστιν ἡ θέσις. παρῆκε δὲ αὐτὴν ὁ τεχνικὸς ἐν τῇ ἐξετάσει ὡς πρόδηλον. ὁ μὲν γὰρ ἐρεῖ, ὅτι τιμωρητέον τὰς ἑταίρας, ὁ δὲ ὅτι ἐλεητέον
30τὰς διὰ πενίαν ταῦτα ἀναγκαζομένας ποιεῖν.
31nΤέλος τῶν στάσεων.846