TLG 2045 001 :: NONNUS :: Dionysiaca

NONNUS Epic., fiq Nonnus Scriptor Paraphrasis in Joannem
(Panopolitanus: A.D. 5)

Cf. et Pseudo–NONNUS (3127)

Dionysiaca

Source: Keydell, R. (ed.), Nonni Panopolitani Dionysiaca, 2 vols. Berlin: Weidmann, 1959: 1:1–500; 2:1–509.

Citation: Book — (line)

p1

(t1)

ΠΕΡΙΟΧΗ
t2ΤΩΝ ΔΙΟΝΥΣΙΑΚΩΝ ΠΟΙΗΜΑΤΩΝ.
t3ΕΠΙΓΡΑΦΑΙ
t4ΤΩΝ ΚΔ ΤΜΗΜΑΤΩΝ ΤΩΝ ΔΙΟΝΥΣΙΑΚΩΝ.
1 Πρῶτον ἔχει Κρονίωνα, κερασφόρον ἅρπαγα νύμφης, καὶ παλάμαις Τυφῶνος ἀρασσόμενον πόλον ἄστρων. δεύτερον ἀστερόφοιτον ἔχει Τυφῶνος ἐνυὼ καὶ στεροπὴν καὶ ἄεθλα Διὸς καὶ κῶμον Ὀλύμπου.
5 ἐν τριτάτῳ μάστευε πολύπλανον ὁλκάδα Κάδμου Ἠλέκτρης τε μέλαθρα φιλοξενίην τε τραπέζης. ἰχνεύων δὲ τέταρτον ὑπὲρ πόντοιο νοήσεις Ἁρμονίην πλώουσαν ὁμόστολον ἥλικι Κάδμῳ. πέμπτον ἔτι σκοπίαζε καὶ Ἀκταίωνα νοήσεις,
10τὸν κεμὰς οὐκ ὤδινε, κυνοσπάδα νεβρὸν ἀλήτην.
δίζεο θέσκελον ἕκτον, ὅπῃ Ζαγρῆα γεραίρων γαίης ἕδρανα πάντα κατέκλυσεν ὑέτιος Ζεύς. ἕβδομον ἱκεσίην πολιὴν Αἰῶνος ἀείδει καὶ Σεμέλην καὶ ἔρωτα Διὸς καὶ φώριον εὐνήν.1 in vol. 1
15 ὄγδοον αἰολόμυθον ἔχει φθόνον ἄγριον Ἥρης καὶ Σεμέλης πυρόεντα γάμον καὶ Ζῆνα φονῆα. εἰς ἔνατον σκοπίαζε καὶ ὄψεαι υἱέα Μαίης θυγατέρας τε Λάμου καὶ Μύστιδα καὶ δρόμον Ἰνοῦς. καὶ δεκάτῳ μανίην Ἀθαμαντίδα καὶ δρόμον Ἰνοῦς,
20πῶς φύγεν εἰς ἁλὸς οἶδμα σὺν ἀρτιτόκῳ Μελικέρτῃ. ἑνδέκατον δὲ δόκευε καὶ ἱμερόεντα νοήσεις Ἄμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ. δωδεκάτῳ φρένα τέρψον, ὅπῃ νέον ἄνθος Ἐρώτων Ἄμπελος εἶδος ἀνῆκεν ἐς ἀμπελόεσσαν ὀπώρην.
25 ἐν τρισκαιδεκάτῳ στρατιὴν νήριθμον ἐνίψω καὶ προμάχους ἥρωας ἀγειρομένους Διονύσῳ. ἐς δέκατον δὲ τέταρτον ἔχε φρένα· κεῖθι κορύσσει δαιμονίην στίχα πᾶσαν ἐς Ἰνδικὸν ἄρεα Ῥείη. πέμπτῳ καὶ δεκάτῳ βριαρὴν Νίκαιαν ἀείδω,
30θηροφόνον ῥοδόπηχυν ἀπειλήτειραν Ἐρώτων. ἕκτῳ καὶ δεκάτῳ γαμίην Νίκαιαν ἀείδω, εὐνέτιν ὑπνώουσαν ἀκοιμήτου Διονύσου. ἑβδομάτῳ δεκάτῳ πρωτάγριον ἄρεα μέλπω καὶ ῥόον οἰνωθέντα μελισταγέος ποταμοῖο.
35 ὀκτωκαιδεκάτῳ Στάφυλος καὶ Βότρυς ἱκάνει, εἰς θαλίην καλέοντες ὀρίδρομον υἷα Θυώνης. ἐννεακαιδεκάτῳ Σταφύλου περὶ τύμβον ἐγείρει Βάκχος ἐπὶ κρητῆρι θυώδεϊ τερπνὸν ἀγῶνα. εἰκοστὸν μεθέπει φονίου βουπλῆγα Λυκούργου,2 in vol. 1
40εἰς βυθὸν ἰχθυόεντα διωκομένου Διονύσου. εἰκοστὸν πρώτιστον ἔχει χόλον Ἐννοσιγαίου καὶ μόθον Ἀμβροσίης ῥηξήνορα καὶ λόχον Ἰνδῶν. δεύτερον εἰκοστὸν Βρομίου μόθον ἔργα τε μέλπει, Αἰακὸς ὅσσα τέλεσσε καὶ ἐν πεδίῳ καὶ Ὑδάσπῃ.
45 εἰκοστῷ τριτάτῳ πεπερημένον Ἰνδὸν Ὑδάσπην καὶ κλόνον ὑδατόεντα καὶ αἰθαλόεντα λιγαίνω. εἰκοστὸν δὲ τέταρτον ἔχει γόον ἄσπετον Ἰνδῶν
κερκίδα θ’ ἱστοπόνοιο καὶ ἠλακάτην Ἀφροδίτης.3 in vol. 1

1

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΠΡΩΤΟΝ.
1 Εἰπέ, θεά, Κρονίδαο διάκτορον αἴθοπος εὐνῆς, νυμφιδίῳ σπινθῆρι μογοστόκον ἄσθμα κεραυνοῦ, καὶ στεροπὴν Σεμέλης θαλαμηπόλον· εἰπὲ δὲ φύτλην Βάκχου δισσοτόκοιο, τὸν ἐκ πυρὸς ὑγρὸν ἀείρας
5Ζεὺς βρέφος ἡμιτέλεστον ἀμαιεύτοιο τεκούσης, φειδομέναις παλάμῃσι τομὴν μηροῖο χαράξας, ἄρσενι γαστρὶ λόχευσε, πατὴρ καὶ πότνια μήτηρ,
εὖ εἰδὼς τόκον ἄλλον, ἐπεὶ γονόεντι καρήνῳ ὡς πάρος ὄγκον ἄπιστον ἔχων ἐγκύμονι κόρσῃ4 in vol. 1
10τεύχεσιν ἀστράπτουσαν ἀνηκόντιζεν Ἀθήνην. ἄξατέ μοι νάρθηκα, τινάξατε κύμβαλα, Μοῦσαι, καὶ παλάμῃ δότε θύρσον ἀειδομένου Διονύσου. ἀλλὰ χοροῦ ψαύοντι Φάρῳ παρὰ γείτονι νήσῳ στήσατέ μοι Πρωτῆα πολύτροπον, ὄφρα φανείη
15ποικίλον εἶδος ἔχων, ὅτι ποικίλον ὕμνον ἀράσσω. εἰ γὰρ ἐφερπύσσειε δράκων κυκλούμενος ὁλκῷ, μέλψω θεῖον ἄεθλον, ὅπως κισσώδεϊ θύρσῳ φρικτὰ δρακοντοκόμων ἐδαΐζετο φῦλα Γιγάντων· εἰ δὲ λέων φρίξειεν ἐπαυχενίην τρίχα σείων,
20Βάκχον ἀνευάξω βλοσυρῆς ἐπὶ πήχεϊ Ῥείης μαζὸν ὑποκλέπτοντα λεοντοβότοιο θεαίνης· εἰ δὲ θυελλήεντι μετάρσιος ἅλματι ταρσῶν πόρδαλις ἀίξῃ πολυδαίδαλον εἶδος ἀμείβων, ὑμνήσω Διὸς υἷα, πόθεν γένος ἔκτανεν Ἰνδῶν
25πορδαλίων ὀχέεσσι καθιππεύσας ἐλεφάντων·
εἰ δέμας ἰσάζοιτο τύπῳ συός, υἷα Θυώνης ἀείσω ποθέοντα συοκτόνον εὔγαμον Αὔρην, ὀψιγόνου τριτάτοιο Κυβηλίδα μητέρα Βάκχου· εἰ δὲ πέλοι μιμηλὸν ὕδωρ, Διόνυσον ἀείσω5 in vol. 1
30κόλπον ἁλὸς δύνοντα κορυσσομένοιο Λυκούργου· εἰ φυτὸν αἰθύσσοιτο νόθον ψιθύρισμα τιταίνων, μνήσομαι Ἰκαρίοιο, πόθεν παρὰ θυιάδι ληνῷ βότρυς ἁμιλλητῆρι ποδῶν ἐθλίβετο ταρσῷ. ἄξατέ μοι νάρθηκα, Μιμαλλόνες, ὠμαδίην δὲ
35νεβρίδα ποικιλόνωτον ἐθήμονος ἀντὶ χιτῶνος σφίγξατέ μοι στέρνοισι, Μαρωνίδος ἔμπλεον ὀδμῆς νεκταρέης, βυθίῃ δὲ παρ’ Εἰδοθέῃ καὶ Ὁμήρῳ φωκάων βαρὺ δέρμα φυλασσέσθω Μενελάῳ. εὔιά μοι δότε ῥόπτρα καὶ αἰγίδας, ἡδυμελῆ δὲ
40ἄλλῳ δίθροον αὐλὸν ὀπάσσατε, μὴ καὶ ὀρίνω Φοῖβον ἐμόν· δονάκων γὰρ ἀναίνεται ἔμπνοον ἠχώ, ἐξότε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας δέρμα παρῃώρησε φυτῷ κολπούμενον αὔραις, γυμνώσας ὅλα γυῖα λιπορρίνοιο νομῆος.
45ἀλλά, θεά, μαστῆρος ἀλήμονος ἄρχεο Κάδμου. Σιδονίης ποτὲ ταῦρος ἐπ’ ᾐόνος ὑψίκερως Ζεὺς
ἱμερόεν μύκημα νόθῳ μιμήσατο λαιμῷ καὶ γλυκὺν εἶχε μύωπα· μετοχμάζων δὲ γυναῖκα, κυκλώσας παλάμας περὶ γαστέρα δίζυγι δεσμῷ,6 in vol. 1

1

(50)

βαιὸς Ἔρως κούφιζε, καὶ ἐγγύθεν ὑγροπόρος βοῦς κυρτὸν ὑποστορέσας λοφιὴν ἐπιβήτορι κούρῃ, δόχμιος ὀκλάζων, κεχαλασμένα νῶτα τιταίνων, Εὐρώπην ἀνάειρε· διεσσυμένοιο δὲ ταύρου πλωτὸς ὄνυξ ἐχάραξε βατῆς ἁλὸς ἄψοφον ὕδωρ
55ἴχνεσι φειδομένοισιν· ὑπὲρ πόντοιο δὲ κούρη δείματι παλλομένη βοέῳ ναυτίλλετο νώτῳ ἀστεμφὴς ἀδίαντος· ἰδὼν δέ μιν ἦ τάχα φαίης ἢ Θέτιν ἢ Γαλάτειαν ἢ εὐνέτιν Ἐννοσιγαίου ἢ λοφιῇ Τρίτωνος ἐφεζομένην Ἀφροδίτην.
60καὶ πλόον εἱλιπόδην ἐπεθάμβεε Κυανοχαίτης, Τρίτων δ’ ἠπεροπῆα Διὸς μυκηθμὸν ἀκούων ἀντίτυπον Κρονίωνι μέλος μυκήσατο κόχλῳ ἀείδων ὑμέναιον· ἀειρομένην δὲ γυναῖκα θαῦμα φόβῳ κεράσας ἐπεδείκνυε Δωρίδι Νηρεύς,
65ξεῖνον ἰδὼν πλωτῆρα κερασφόρον. ἀκροβαφῆ δὲ ὁλκάδα ταῦρον ἔχουσα βοοστόλος ἔπλεε νύμφη, καὶ διερῆς τρομέουσα μετάρσιον ἅλμα πορείης πηδάλιον κέρας εἶχε, καὶ Ἵμερος ἔπλετο ναύτης.
καὶ δολόεις Βορέης γαμίῃ δεδονημένος αὔρῃ7 in vol. 1
70φᾶρος ὅλον κόλπωσε δυσίμερος, ἀμφοτέρῳ δὲ ζῆλον ὑποκλέπτων ἐπεσύρισεν ὄμφακι μαζῷ. ὡς δ’ ὅτε Νηρεΐδων τις, ὑπερκύψασα θαλάσσης, ἑζομένη δελφῖνι χυτὴν ἀνέκοπτε γαλήνην, καί οἱ ἀειρομένης ἐλελίζετο μυδαλέη χείρ,
75νηχομένης μίμημα, φέρων δέ μιν ἄβροχον ἅλμης ἡμιφανὴς πεφόρητο δι’ ὕδατος ὑγρὸς ὁδίτης, κυρτώσας ἑὰ νῶτα, διερπύζουσα δὲ πόντου δίπτυχος ἄκρα κέλευθα κατέγραφεν ἰχθύος οὐρή· ὣς ὅγε † ταῦρον ἄειρε. τιταινομένοιο δὲ ταύρου
80βουκόλος αὐχένα δοῦλον Ἔρως ἐπεμάστιε κεστῷ καὶ νομίην ἅτε ῥάβδον ἐπωμίδι τόξον ἀείρων Κυπριδίῃ ποίμαινε καλαύροπι νυμφίον Ἥρης εἰς νομὸν ὑγρὸν ἄγων Ποσιδήιον· αἰδομένη δὲ παρθενίην πόρφυρε παρηίδα Παλλὰς ἀμήτωρ
85ἡνίοχον Κρονίωνος ὀπιπεύουσα γυναῖκα. καὶ Διὸς ὑδατόεντι διεσσυμένου πόρον ὁλκῷ οὐ πόθον ἔσβεσε πόντος, ὅτι βρυχίην Ἀφροδίτην οὐρανίης ὤδινεν ἀπ’ αὔλακος ἔγκυον ὕδωρ. καὶ βοὸς ἀφλοίσβοιο κυβερνήτειρα πορείης
90κούρη φόρτος ἔην καὶ ναυτίλος· εἰσορόων δὲ
μιμηλὴν ταχύγουνον ἐχέφρονα νῆα θαλάσσης τοῖον ἔπος περίφοιτος Ἀχαιικὸς ἴαχε ναύτης· „ὀφθαλμοί, τί τὸ θαῦμα; πόθεν ποσὶ κύματα τέμνων νήχεται ἀτρυγέτοιο δι’ ὕδατος ἀγρονόμος βοῦς;8 in vol. 1
95μὴ πλωτὴν Κρονίδης τελέει χθόνα; μὴ διὰ πόντου ὑγρὸς ἁλιβρέκτοιο χαράσσεται ὁλκὸς ἁμάξης; παπταίνω κατὰ κῦμα νόθον πλόον· ἦ ῥα Σελήνη ἄζυγα ταῦρον ἔχουσα μετ’ αἰθέρα πόντον ὁδεύει; ἀλλὰ Θέτις βυθίη διερὸν δρόμον ἡνιοχεύει;

1

(100)

οὐ βοῒ χερσαίῳ τύπον εἴκελον εἰνάλιος βοῦς ἔλλαχεν—ἰχθυόεν γὰρ ἔχει δέμας—, ἀντὶ δὲ γυμνῆς ἀλλοφανὴς ἀχάλινον ἐν ὕδασι πεζὸν ὁδίτην Νηρεῒς ἑλκεσίπεπλος ἀήθεα ταῦρον ἐλαύνει. εἰ πέλε Δημήτηρ σταχυηκόμος, ὑγροπόρῳ δὲ
105γλαυκὰ διασχίζει βοέῳ ποδὶ νῶτα θαλάσσης, καὶ σὺ βυθοῦ μετὰ κῦμα, Ποσειδάων, μετανάστης γαίης δίψια νῶτα μετέρχεο πεζὸς ἀροτρεύς, νηὶ θαλασσαίῃ Δημήτερος αὔλακα τέμνων, χερσαίοις ἀνέμοισι βατὸν πλόον ἐν χθονὶ τεύχων.
110ταῦρε, παρεπλάγχθης μετανάστιος· οὐ πέλε Νηρεὺς βουκόλος, οὐ Πρωτεὺς ἀρότης, οὐ Γλαῦκος ἁλωεύς,
οὐχ ἕλος, οὐ λειμῶνες ἐν οἴδμασιν, ἀλλὰ θαλάσσῃ ἀτρυγέτῳ πλώοντες ἀνήροτα ναύλοχον ὕδωρ πηδαλίῳ τέμνουσι καὶ οὐ σχίζουσι σιδήρῳ·9 in vol. 1
115αὔλακας οὐ σπείρουσιν ὀπάονες Ἐννοσιγαίου, ἀλλὰ φυτὸν πόντοιο πέλει βρύα καὶ σπόρος ὕδωρ, ναυτίλος ἀγρονόμος, πλόος αὔλακες, ὁλκὰς ἐχέτλη. ἀλλὰ πόθεν μεθέπεις τινὰ παρθένον; ἦ ῥα καὶ αὐτοὶ ταῦροι ἐρωμανέοντες ἀφαρπάζουσι γυναῖκας;
120ἦ ῥα Ποσειδάων ἀπατήλιος ἥρπασε κούρην ταυρείην κερόεσσαν ἔχων ποταμηίδα μορφήν; μὴ δόλον ἄλλον ὕφαινε πάλιν μετὰ δέμνια Τυροῦς, ὡς καὶ χθιζὰ τέλεσσεν, ὅθ’ ὑδατόεις παρακοίτης χεύμασι μιμηλοῖσι νόθος κελάρυζεν Ἐνιπεύς;“
125 τοῖον ἔπος περόων Ἑλλήνιος ἔννεπε ναύτης θαμβαλέος. βοέους δὲ γάμους μαντεύσατο κούρη, καὶ πλοκάμους τίλλουσα γοήμονα ῥῆξεν ἰωήν· „κωφὸν ὕδωρ, ῥηγμῖνες ἀναυδέες, εἴπατε ταύρῳ, εἰ βόες εἰσαΐουσιν· ‘ἀμείλιχε, φείδεο κούρης.‘
130εἴπατέ μοι, ῥηγμῖνες, ἐμῷ φιλόπαιδι τοκῆι Εὐρώπην λιπόπατριν ἐφεζομένην τινὶ ταύρῳ ἅρπαγι καὶ πλωτῆρι καί, ὡς δοκέω, παρακοίτῃ. μητέρι βόστρυχα ταῦτα κομίσσατε, κυκλάδες αὖραι. ναί, λίτομαι, Βορέης, ὡς ἥρπασας Ἀτθίδα νύμφην,
135δέξο με σαῖς πτερύγεσσι μετάρσιον· ἴσχεο, φωνή, μὴ Βορέην μετὰ ταῦρον ἐρωμανέοντα νοήσω.“ ὣς φαμένη ῥαχίῃσι βοὸς πορθμεύετο κούρη· Κάδμος ὅθεν περίφοιτος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων ἄστατα νυμφοκόμοιο μετήιεν ἴχνια ταύρου.10 in vol. 1
140ἦλθε καὶ εἰς Ἀρίμων φόνιον σπέος, εὖτε κολῶναι φοιτάδες ἀρρήκτοιο πύλας ἤρασσον Ὀλύμπου, εὖτε θεοὶ πτερόεντες ἀχείμονος ὑψόθι Νείλου ὀρνίθων ἀκίχητον ἐμιμήσαντο πορείην ἠερίῳ ξένον ἴχνος ἐρετμώσαντες ἀήτῃ,
145καὶ πόλος ἑπτάζωνος ἱμάσσετο· καὶ γὰρ ἐς εὐνὴν Πλουτοῦς Ζεὺς Κρονίδης πεφορημένος, ὄφρα φυτεύσῃ Τάνταλον οὐρανίων ἀεσίφρονα φῶρα κυπέλλων, αἰθέρος ἔντεα θῆκε μυχῷ κεκαλυμμένα πέτρης καὶ στεροπὴν ἔκρυψεν· ὑπωροφίων δὲ κεραυνῶν

1

(150)

καπνὸν ἐρευγομένων ἐμελαίνετο λευκὰς ἐρίπνη, καὶ κρυφίῳ σπινθῆρι πυριγλώχινος ὀιστοῦ πηγαὶ ἐθερμαίνοντο, χαραδραίων δὲ ῥεέθρων Μυγδονὶς ἀφριόωσα φάραγξ ἐπεβόμβεεν ἀτμῷ. καὶ παλάμας τανύσας ὑπὸ νεύματι μητρὸς ἀρούρης
155ὅπλα Διὸς νιφόεντα Κίλιξ ἔκλεψε Τυφωεύς, ὅπλα πυρός· πετάσας δὲ βαρυσμαράγων στίχα λαιμῶν παντοίην ἀλάλαζεν ὁμοφθόγγων ὄπα θηρῶν· συμφυέες δὲ δράκοντες ἐπερρώοντο προσώπῳ
πορδαλίων, βλοσυρὰς δὲ κόμας λιχμῶντο λεόντων,11 in vol. 1
160καὶ βοέας σπειρηδὸν ἐμιτρώσαντο κεραίας οὐραίαις ἑλίκεσσι, τανυγλώσσων δὲ γενείων ἰὸν ἀκοντιστῆρα συῶν ἐπεμίγνυον ἀφρῷ. ἔντεα δὲ Κρονίδαο τιθεὶς ὑπὸ φωλάδα πέτρην ἠλιβάτων ἐτίταινεν ἐς αἰθέρα λήια χειρῶν·
165εὐπαλάμῳ δὲ φάλαγγι περὶ σφυρὸν ἄκρον Ὀλύμπου τῇ μὲν ἐπισφίγγων Κυνοσουρίδα, τῇ δὲ πιέζων ἄξονι κεκλιμένην λοφιὴν ἀνεσείρασεν Ἄρκτου Παρρασίης, ἑτέρῃ δὲ λαβὼν ἀνέκοπτε Βοώτην, ἄλλῃ Φωσφόρον εἷλκε, μάτην δ’ ὑπὸ κυκλάδι νύσσῃ
170πρώιος αἰθερίης ἐπεσύρισεν ἦχος ἱμάσθλης· εἴρυσεν Ἠριγένειαν, ἐρυκομένοιο δὲ ταύρου ἄχρονος ἡμιτέλεστος ἐλώφεεν ἱππότις Ὥρη· καὶ σκιεροῖς πλοκάμοισιν ἐχιδνοκόμων κεφαλάων ἀχλύι φέγγος ἔην κεκερασμένον, ἠματίη δὲ
175Ἠελίῳ σελάγιζε συναντέλλουσα Σελήνη. οὐδὲ Γίγας ἀπέληγε· παλιννόστῳ δὲ πορείῃ ἐς Νότον ἐκ Βορέαο, λιπὼν πόλον εἰς πόλον ἔστη· καὶ δολιχῇ παλάμῃ δεδραγμένος Ἡνιοχῆος νῶτα χαλαζήεντος ἐμάστιεν Αἰγοκερῆος,
180καὶ διδύμους ἐπὶ πόντον ἀπ’ αἰθέρος Ἰχθύας ἕλκων
Κριὸν ἀνεστυφέλιξε, μεσόμφαλον ἄστρον Ὀλύμπου, γείτονος εἰαρινοῖο πυραυγέος ὑψόθι κύκλου ἀμφιταλαντεύοντος ἰσόζυγον ἦμαρ ὀμίχλῃ. ὁλκαίοις δὲ πόδεσσιν ἀνῃώρητο Τυφωεὺς12 in vol. 1
185ἀγχινεφής· πετάσας δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν αἰθέρος ἀννεφέλοιο κατέσκεπεν ἄργυφον αἴγλην αἰθύσσων ὀφίων σκολιὸν στρατόν· ὧν ὁ μὲν αὐτῶν ὄρθιος ἀξονίοιο διέτρεχεν ἄντυγα κύκλου. οὐρανίου δὲ Δράκοντος ἐπεσκίρτησεν ἀκάνθῃ
190ἄρεα συρίζων· ὁ δὲ Κηφέος ἐγγύθι κούρης ἀστραίαις παλάμῃσιν ἰσόζυγα κύκλον ἑλίξας δέσμιον Ἀνδρομέδην ἑτέρῳ σφηκώσατο δεσμῷ λοξὸς ὑπὸ σπείρῃσιν· ὁ δὲ γλωχῖνι κεραίης ἰσοτύπου Ταύροιο δράκων κυκλοῦτο κεράστης,
195οἰστρήσας ἑλικηδὸν ὑπὲρ βοέοιο μετώπου ἀντιτύπους Ὑάδας, κεραῆς ἴνδαλμα Σελήνης, οἰγομέναις γενύεσσιν· ὁμοπλεκέων δὲ δρακόντων ἰοβόλοι τελαμῶνες ἐμιτρώσαντο Βοώτην· καὶ θρασὺς ἄλλος ὄρουσεν, ἰδὼν Ὄφιν ἄλλον Ὀλύμπου,

1

(200)

πῆχυν ἐχιδνήεντα περισκαίρων Ὀφιούχου, καὶ στεφάνῳ στέφος ἄλλο περιπλέξας Ἀριάδνης, αὐχένα κυρτώσας, ἐλελίζετο γαστέρος ὁλκῷ.
καὶ Ζεφύρου ζωστῆρα καὶ ἀντιπόρου πτερὸν Εὔρου αἰθύσσων πολύπηχυς ἐπεστρωφᾶτο Τυφωεὺς13 in vol. 1
205νύσσαν ἐς ἀμφοτέρην, μετὰ Φωσφόρον Ἕσπερον ἕλκων καὶ λόφον Ἀτλάντειον. ἐνὶ βρυόεντι δὲ κόλπῳ πολλάκι συμμάρψας Ποσιδήιον ἅρμα θαλάσσης εἰς χθόνα βυσσόθεν εἷλκεν· ἁλιβρέκτων δὲ κομάων αὐερύσας στατὸν ἵππον ὑποβρυχίῃ παρὰ φάτνῃ
210οὐρανίην ἔρριψεν ἐς ἄντυγα πῶλον ἀλήτην αἰχμάζων ἐς Ὄλυμπον· ἱμασσομένοιο δὲ δίφρου Ἠελίου χρεμέτιζον ὑπὸ ζυγὰ κυκλάδες ἵπποι· πολλάκι δ’ ἀγραύλοιο πεπαυμένον ἱστοβοῆος ταῦρον ἀπειλητῆρι μεμυκότα πήχεϊ σείων
215ἰσοφυὲς μίμημα κατηκόντιζε Σελήνης, καὶ δρόμον ἐστήριξεν· ἀνακρούσας δὲ χαλινῷ ταύρων λευκὰ λέπαδνα κατερροίζησε θεαίνης, λοίγιον ἰοβόλοιο χέων συριγμὸν ἐχίδνης. οὐδὲ κορυσσομένῳ Τιτηνιὰς εἴκαθε Μήνη·
220μαρναμένη δὲ Γίγαντος ὁμοκραίροισι καρήνοις ταυρείης ἐχάραξε φαεσφόρα κύκλα κεραίης· καὶ βόες αἰγλήεντες ἐμυκήσαντο Σελήνης χάσμα Τυφαονίοιο τεθηπότες ἀνθερεῶνος. ἀστραίας δὲ φάλαγγας ἀταρβέες ὥπλισαν Ὧραι,
225καὶ στίχες οὐρανίων ἑλίκων νωμήτορι κύκλῳ
εἰς ἐνοπὴν σελάγιζον· ἐπερροίζησε δὲ πυρσῷ αἰθέρα βακχεύων στρατὸς αἰόλος, οἵ τε Βορῆα, καὶ Λιβὸς ἕσπερα νῶτα, καὶ οἳ λάχον ἄντυγας Εὔρου, καὶ Νοτίους ἀγκῶνας· ὁμοζήλῳ δὲ κυδοιμῷ14 in vol. 1
230ἀπλανέων ἀτίνακτος ἀπεπλάγχθη χορὸς ἄστρων, ἀντιπόρους δ’ ἐκίχησαν ἀλήμονας· ἔβρεμε δ’ ἠχῇ οὐρανίῳ κενεῶνι πεπαρμένος ὄρθιος ἄξων μεσσοπαγής· ὁρόων δὲ κυνοσσόος ἔθνεα θηρῶν Ὠρίων ξίφος εἷλκε, κορυσσομένου δὲ φορῆος
235φαιδρὰ Ταναγραίης ἀμαρύσσετο νῶτα μαχαίρης· καὶ σέλας αἰθύσσων πυριθαλπέος ἀνθερεῶνος δίψιος ἀστερόεντι Κύων ἐπεπάφλασε λαιμῷ πέμπων θερμὸν ὕλαγμα καὶ ἠθάδος ἀντὶ λαγωοῦ θηρσὶ Τυφαονίοισιν ἀνήρυγεν ἀτμὸν ὀδόντων.
240καὶ πόλος ἐσμαράγησεν· ἀμειβομένη δὲ καὶ αὐτὴ οὐρανὸν ἑπτάζωνον ἰσηρίθμων ἀπὸ λαιμῶν Πληιάδων ἀλάλαζε βοῆς ἑπτάστομος ἠχώ, καὶ καναχὴν ἰσόμετρον ἐπεγδούπησαν ἀλῆται. σμερδαλέην δὲ Γίγαντος ἰδὼν ὀφιώδεα μορφὴν
245αἰγλήεις Ὀφιοῦχος ἀλεξικάκων ἀπὸ χειρῶν γλαυκὰ πυριτρεφέων ἀπεσείσατο νῶτα δρακόντων, στικτὸν ἀκοντίζων σκολιὸν βέλος, ἀμφὶ δὲ πυρσῶν
λαίλαπες ἐρροίζησαν, ἐτοξεύοντο δὲ λοξοὶ ἠέρα βακχεύοντες ἐχιδνήεντες ὀιστοί·15 in vol. 1

1

(250)

καὶ θρασὺς ἰχθυόεντος ὁμόδρομος Αἰγοκερῆος Τοξευτὴρ βέλος ἧκεν· Ἁμαξαίῳ δ’ ἐνὶ κύκλῳ μεσσοφανὴς διδύμῃσι Δράκων μεμερισμένος Ἄρκτοις αἰθερίης ἐλέλιξε σελασφόρον ὁλκὸν ἀκάνθης· γείτων δ’ Ἠριγόνης ἐλατὴρ ὁμόφοιτος Ἁμάξης
255πήχεϊ μαρμαίροντι καλαύροπα πάλλε Βοώτης· γούνατι δ’ εἰδώλοιο καὶ ἀγχιπόρῳ παρὰ Κύκνῳ Φόρμιγξ ἀστερόεσσα Διὸς μαντεύσατο νίκην. Κωρυκίου δὲ κάρηνα λαβὼν ἐτίναξε Τυφωεύς, καὶ Κίλικος ποταμοῖο ῥόον ναετῆρα πιέζων
260Ταρσὸν ὁμοῦ καὶ Κύδνον ἑνὶ ξύνωσεν ἀγοστῷ· καὶ κραναοῖς βελέεσσιν ὀιστεύων στίχας ἅλμης εἰς σκοπέλους μετένασσε, μετ’ αἰθέρα πόντον ἱμάσσων· νισομένου δὲ Γίγαντος ἁλιβρέκτου ποδὸς ὁλκῷ φαίνετο γυμνωθεῖσα δι’ ὕδατος ἄβροχος ὀσφύς,
265καὶ μεσάτῳ βαρύδουπον ὕδωρ ἐπεβόμβεε μηρῷ· νηχόμενοι δὲ δράκοντες, ἁλιγδούπων ἀπὸ λαιμῶν ἄρεα συρίζοντες, ἐπεστρατόωντο θαλάσσῃ ἰὸν ἀποπτύοντες· ἐν ἰχθυόεντι δὲ πόντῳ ἱσταμένου Τυφῶνος ἔσω βρυόεντος ἐναύλου
270βένθεϊ ταρσὰ πέπηκτο, καὶ ἠέρι μίγνυτο γαστὴρ θλιβομένη νεφέεσσι· Γιγαντείου δὲ καρήνου
φρικτὸν ἀερσιλόφων ἀίων βρύχημα λεόντων πόντιος ἰλυόεντι λέων ἐκαλύπτετο κόλπῳ· πᾶσα δὲ κητώεσσα φάλαγξ ἐστείνετο πόντου,16 in vol. 1
275Γηγενέος πλήσαντος ὅλην ἅλα μείζονα γαίης ἀκλύστοις λαγόνεσσιν ἐμυκήσαντο δὲ φῶκαι, καὶ βυθίῃ δελφῖνες ἐνεκρύπτοντο θαλάσσῃ· καὶ σκολιαῖς ἑλίκεσσι περίπλοκον ὁλκὸν ὑφαίνων πούλυπος αἰολόμητις ἐθήμονι πήγνυτο πέτρῃ,
280καὶ μελέων ἴνδαλμα χαραδραίη πέλε μορφή. οὐδέ τις ἄτρομος ἔσκε· μετερχομένη δὲ καὶ αὐτὴ οἰστρομανὴς μύραινα δρακοντείης πόθον εὐνῆς ποντοπόρων ἔφριξε θεημάχον ἄσθμα δρακόντων. πυργώθη δὲ θάλασσα καὶ ὡμίλησεν Ὀλύμπῳ
285ἠλιβάτοις πελάγεσσιν· ἀερσιπόρῳ δὲ ῥεέθρῳ ἠέρος ἄβροχος ὄρνις ἐλούσατο γείτονι πόντῳ. καὶ βυθίου τριόδοντος ἔχων μίμημα Τυφωεὺς χειρὸς ἀμετρήτοιο ταμὼν ἐνοσίχθονι παλμῷ νῆσον ἁλικρήπιδος ἀποσπάδα πέζαν ἀρούρης
290ῥῖψε παλινδίνητον ὅλην σφαιρηδὸν ἑλίξας· μαρναμένου δὲ Γίγαντος ἐν ἠέρι γείτονες ἄστρων
ἠέλιον σκιόωντες ἐθωρήχθησαν Ὀλύμπῳ ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί. καὶ βύθιον μετὰ τέρμα, μετὰ χθονὸς εὔλοχον ἕδρην17 in vol. 1
295Ζεὺς νόθος ὥπλισε χεῖρα πυριγλώχινι κεραυνῷ· ἔντεα δὲ Κρονίωνος ἀμαιμακέτῃσιν ἀείρων χερσὶ διηκοσίῃσι πέλωρ ἐμόγησε Τυφωεὺς βριθοσύνῃ· παλάμῃ δὲ μιῇ κούφιζε Κρονίων. ἀννεφέλου δὲ Γίγαντος ἐπὶ ξηροῖσιν ἀγοστοῖς

1

(300)

βροντὴ κωφὸν ἔπεμπεν ἀδουπήτου μέλος ἠχοῦς ἠρέμα βομβήσασα, μόγις δέ οἱ ἠέρος αὐχμῷ ἀσταγέος νιφετοῖο κατείβετο διψὰς ἐέρση· ἀστεροπὴ δ’ ἤχλυσε, καὶ εἴκελον αἴθοπι καπνῷ μαρμαρυγῇ σελάγιζε κατηφέι λεπταλέον πῦρ·
305καὶ παλάμας νοέοντες ἀπειρήτοιο φορῆος, ἄρσενα πυρσὸν ἔχοντες, ἐθηλύνοντο κεραυνοί, πυκνὸν ὀλισθήσαντες ἀμετρήτων ἀπὸ χειρῶν ἅλμασιν αὐτοπόροισιν· ἀπεπλάζοντο δὲ πυρσοὶ οὐρανίην ποθέοντες ἐθήμονα χεῖρα φορῆος.
310ὡς δ’ ὅτε τις πλήξιππος ἀποπτυστῆρα χαλινοῦ ξεῖνος ἀνὴρ ἀδίδακτος ἀπειθέα πῶλον ἱμάσσων πυκνὰ μάτην μογέεσκεν, ὁ δὲ θρασὺς ἔμφρονι θυμῷ
χεῖρα νόθην γίνωσκεν ἀήθεος ἡνιοχῆος, οἰστρηθεὶς δ’ ἀνέπαλτο, καὶ ὄρθιος ὑψόσε βαίνων,18 in vol. 1
315στηρίξας ἀτίνακτον ὀπισθιδίου ποδὸς ὁπλήν, προσθιδίους προβλῆτας ἐκούφισε γούνατα κάμπτων, καὶ λόφον ᾐώρησεν, ἐπ’ ἀμφοτέρων δέ οἱ ὤμων ἀμφιλαφὴς δεδόνητο παρήορος αὐχένι χαίτη· ὣς ὅ γε χερσὶν ἔκαμνεν ἀμοιβαίῃσιν ἀείρων
320μαρμαρυγὴν φύξηλιν ἀλωομένοιο κεραυνοῦ. ὄφρα μὲν εἰν Ἀρίμοις ἐπεφοίτεε Κάδμος ἀλήτης, τόφρα δὲ Δικταίης ὑπὲρ ᾐόνος ὑγροπόρος βοῦς ἐκ λοφιῆς ἀδίαντον ἑῆς ἀπεθήκατο κούρην. καὶ Κρονίδην ὁρόωσα πόθῳ δεδονημένον Ἥρη
325ζηλομανὴς γελόωντι χόλῳ ξυνώσατο φωνήν· „Φοῖβε, τεῷ γενετῆρι παρίστασο, μή τις ἀροτρεὺς Ζῆνα λαβὼν ἐρύσειεν ἐς ἐννοσίγαιον ἐχέτλην. αἴθε λαβὼν ἐρύσειεν, ὅπως Διὶ τοῦτο βοήσω· ‘τέτλαθι διπλόα κέντρα καὶ ἀγρονόμων καὶ Ἐρώτων.‘
330ὡς νόμιος, κλυτότοξε, τεὸν ποίμαινε τοκῆα,
μὴ Κρονίδην ζεύξειε βοῶν ἐλάτειρα Σελήνη, μὴ λέχος Ἐνδυμίωνος ἰδεῖν σπεύδουσα νομῆος Ζηνὸς ὑποστίξειεν ἀφειδέι νῶτον ἱμάσθλῃ. Ζεῦ ἄνα, πόρτις ἐοῦσα κερασφόρος ἤμβροτεν Ἰώ,19 in vol. 1
335ὅττι σε μή ποτε τοῖον ἴδεν πόσιν, ὄφρα λοχεύσῃ ἰσοφυῆ τινα ταῦρον ὁμοκραίρῳ παρακοίτῃ. Ἑρμείαν πεφύλαξο βοοκλόπον ἠθάδι τέχνῃ, μή σε λαβὼν ἅτε ταῦρον ἑὸν κλέψειε τοκῆα, καὶ κιθάρην ὀπάσειε τεῷ πάλιν υἱέι Φοίβῳ
340ἅρπαγος ἁρπαμένου κειμήλιον. ἀλλὰ τί ῥέξω; ὤφελεν ἀγρύπνοισιν ὅλον δέμας ὄμμασι λάμπων Ἄργος ἔτι ζώειν, ἵνα δύσβατον εἰς νομὸν ἕλκων πλευρὰ Διὸς πλήξειε καλαύροπι βουκόλος Ἥρης.“ ἡ μὲν ἔφη· Κρονίδης δὲ λιπὼν ταυρώπιδα μορφὴν
345εἴκελος ἠιθέῳ περιδέδρομεν ἄζυγα κούρην· καὶ μελέων ἔψαυσεν, ἀπὸ στέρνοιο δὲ νύμφης μίτρην πρῶτον ἔλυσε περίτροχον, ὡς ἀέκων δὲ οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ, καὶ κύσε χείλεος ἄκρον, ἀναπτύξας δὲ σιωπῇ

1

(350)

ἁγνὸν ἀνυμφεύτου πεφυλαγμένον ἅμμα κορείης ὄμφακα Κυπριδίων ἐδρέψατο καρπὸν Ἐρώτων. καὶ διδύμῃ σφριγόωσα γονῇ κυμαίνετο γαστήρ· καὶ ζαθέης ὠδῖνος ἑὴν ἐγκύμονα νύμφην κάλλιπεν Ἀστερίωνι, βαθυπλούτῳ παρακοίτῃ,
355Ζεὺς πόσις· ἀντέλλων δὲ παρὰ σφυρὸν Ἡνιοχῆος νυμφίος ἀστερόεις ἀμαρύσσετο Ταῦρος Ὀλύμπου,
εἰαρινῷ Φαέθοντι φιλόδροσα νῶτα φυλάσσων, ὀκλαδὸν ἀντέλλων ἐπικάρσιος· ἡμιβαφὴς δὲ δεξιὸν Ὠρίωνι πόδα προβλῆτα τιταίνων20 in vol. 1
360φαίνεται, ἑσπερίην δὲ θοώτερος ἄντυγα βαίνων σύνδρομον ἀντέλλοντα παρέρχεται Ἡνιοχῆα. ὣς ὁ μὲν ἐστήρικτο κατ’ οὐρανόν. οὐδὲ Τυφωεὺς μέλλεν ἔτι κρατέειν Διὸς ἔντεα· τοξοφόρῳ γὰρ Ζεὺς Κρονίδης σὺν Ἔρωτι πόλον δινωτὸν ἐάσσας
365φοιταλέῳ μαστῆρι δι’ οὔρεος ἤντετο Κάδμῳ πλαζομένῳ, ξυνὴν δὲ πολύτροπον ἤρτυε βουλὴν ῥαψάμενος Τυφῶνι δυσηλακάτου λίνα Μοίρης. καὶ Διὶ παμμεδέοντι συνέμπορος αἰγίβοτος Πὰν δῶκε βόας καὶ μῆλα καὶ εὐκεράων στίχας αἰγῶν·
370πλέξας δ’ ἐκ καλάμων καλύβην ἑλικώδεϊ δεσμῷ πῆξεν ὑπὲρ δαπέδοιο, καὶ ἀγνώστῳ τινὶ μορφῇ ποιμενίην ἐσθῆτα καθαψάμενος χροῒ Κάδμου εἵμασι μιμηλοῖσι νόθον χλαίνωσε νομῆα· καὶ δολίην σύριγγα φέρων εἰδήμονι Κάδμῳ
375δῶκε Τυφαονίοιο κυβερνήτειραν ὀλέθρου. ψευδαλέον δὲ βοτῆρα καὶ ἡνιοχῆα γενέθλης Ζεὺς καλέσας πτερόεντα μίαν ξυνώσατο βουλήν· „Κάδμε πέπον, σύριζε, καὶ οὐρανὸς εὔδιος ἔσται· δηθύνεις, καὶ Ὄλυμπος ἱμάσσεται· ἡμετέροις γὰρ
380τεύχεσιν οὐρανίοις κεκορυθμένος ἐστὶ Τυφωεύς. αἰγὶς ἐμοὶ μούνη περιλείπεται· ἀλλὰ τί ῥέξει αἰγὶς ἐμὴ Τυφῶνος ἐριδμαίνουσα κεραυνῷ; δείδια, μὴ γελάσειε γέρων Κρόνος, ἀντιβίου δὲ ἅζομαι αὐχένα γαῦρον ἀγήνορος Ἰαπετοῖο·21 in vol. 1
385δείδια μυθοτόκον πλέον Ἑλλάδα, μή τις Ἀχαιῶν ὑέτιον Τυφῶνα καὶ ὑψιμέδοντα καλέσσῃ ἢ ὕπατον, χραίνων ἐμὸν οὔνομα. γίνεο βούτης ἐς μίαν ἠριγένειαν, ἀμερσινόῳ δὲ λιγαίνων ῥύεο ποιμενίῃ σέο πηκτίδι ποιμένα κόσμου,
390μὴ νεφεληγερέταο Τυφωέος ἦχον ἀκούσω, μὴ βροντὴν ἑτέροιο νόθου Διός, ἀλλά ἑ παύσω μαρνάμενον στεροπῇσι καὶ αἰχμάζοντα κεραυνῷ. εἰ δὲ Διὸς λάχες αἷμα καὶ Ἰναχίης γένος Ἰοῦς, κερδαλέης σύριγγος ἀλεξικάκῳ σέο μολπῇ
395θέλγε νόον Τυφῶνος. ἐγὼ δέ σοι ἄξια μόχθων δώσω διπλόα δῶρα· σὲ γὰρ ῥυτῆρα τελέσσω ἁρμονίης κόσμοιο καὶ Ἁρμονίης παρακοίτην. καὶ σύ, τελεσσιγόνοιο γάμου πρωτόσπορος ἀρχή, τεῖνον, Ἔρως, σέο τόξα, καὶ οὐκέτι κόσμος ἀλήτης.

1

(400)

εἰ πέλεν ἐκ σέο πάντα, βίου φιλοτήσιε ποιμήν, ἓν βέλος ἄλλο τάνυσσον, ἵνα ξύμπαντα σαώσῃς· ὡς πυρόεις, Τυφῶνι κορύσσεο, πυρσοφόροι δὲ ἐκ σέο νοστήσωσιν ἐμὴν ἐπὶ χεῖρα κεραυνοί.
πανδαμάτωρ, ἕνα βάλλε τεῷ πυρί, θελγόμενον δὲ22 in vol. 1
405σὸν βέλος ἀγρεύσειε, τὸν οὐ νίκησε Κρονίων· Καδμείης δ’ ἐχέτω φρενοθελγέος οἶστρον ἀοιδῆς, ὅσσον ἐγὼ πόθον ἔσχον ἐς Εὐρώπης ὑμεναίους.“ ὣς εἰπὼν κερόεντι πανείκελος ἔσσυτο ταύρῳ, ἔνθεν ὄρος πέλε Ταῦρος ἐπώνυμον. ὀξὺ δὲ τείνων
410Κάδμος ὁμοφθόγγων δονάκων ἀπατήλιον ἠχώ, κλίνας γείτονι νῶτον ὑπὸ δρυῒ φορβάδος ὕλης καὶ φορέων ἄγραυλον ἀληθέος εἷμα νομῆος, πέμπε Τυφαονίῃσι δολοπλόκον ὕμνον ἀκουαῖς οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων.
415ἔνθα Γίγας φιλάοιδος ἐχιδναίῳ ποδὸς ὁλκῷ ἄνθορεν εἰσαΐων δόλιον μέλος· ἔνδοθι δ’ ἄντρου ὅπλα Διὸς φλογόεντα λιπὼν παρὰ μητέρι Γαίῃ τερψινόου σύριγγος ἐδίζετο γείτονα μολπὴν ἑσπόμενος μελέεσσιν· ἰδὼν δέ μιν ἐγγύθι λόχμης
420Κάδμος, ἅτε τρομέων, ὑπὸ ῥωγάδι κεύθετο πέτρῃ. ἀλλά μιν ὑψικάρηνος ἀλυσκάζοντα νοήσας νεύμασιν ἀφθόγγοισι πέλωρ ἐκάλεσσε Τυφωεύς, καὶ δόλον οὐ γίνωσκε λιγύθροον· ἀντιτύπῳ δὲ ποιμένι δεξιτερὴν μίαν ὤρεγεν, ἄρκυν ὀλέθρου
425ἀγνώσσων· μεσάτῳ δὲ δαφοινήεντι προσώπῳ ἀνδρομέῳ γελόων κενεαυχέα ῥήξατο φωνήν·
„αἰπόλε, τί τρομέεις με; τί φάεα χειρὶ καλύπτεις; καλὸν ἐμοὶ βροτὸν ἄνδρα μετὰ Κρονίωνα διώκειν, καλὸν ἐμοὶ σύριγγα σὺν ἀστεροπῇσιν ἀείρειν·23 in vol. 1
430τί ξυνὸν καλάμοισι καὶ αἰθαλόεντι κεραυνῷ; πηκτίδα σὴν ἔχε μοῦνος, ἐπεὶ λάχεν ἄλλο Τυφωεὺς ὄργανον αὐτοβόητον Ὀλύμπιον· ἑζόμενος δὲ χερσὶν ἀδουπήτοισιν ἐθήμονος ἄμμορος ἠχοῦς πηκτίδος ὑμετέρης ἐπιδεύεται ἀννέφελος Ζεύς·
435σῶν δ’ ὀλίγων δονάκων ἐχέτω κτύπον· οὐτιδανοὺς γὰρ οὐ πλεκτοὺς καλάμους καλάμοις στοιχηδὸν ἑλίσσω, ἀλλὰ κυλινδομένας νεφέλας νεφέλῃσι συνάπτων οὐρανίοις πατάγοισιν ὁμόζυγα δοῦπον ἰάλλω. στήσω δ’, ἢν ἐθέλῃς, φιλίην ἔριν· ἀλλὰ σὺ μέλπων
440πέμπε μέλος δονακῶδες, ἐγὼ βρονταῖον ἀράσσω· πνεύματι μὲν σφριγόωσαν ἔχων προβλῆτα παρειὴν φυσιάᾳς στομάτεσσιν, ἱμασσόμενοι δὲ Βορῆος ἄσθματι φυσητῆρος ἐμοὶ βρομέουσι κεραυνοί. βουκόλε, μισθὸν ἔχεις σέο πηκτίδος οὐράνιον γὰρ
445ἀντὶ Διὸς σκηπτοῦχος ὅτε θρόνον ἡνιοχεύσω,
ἑσπόμενον μετὰ γαῖαν ἐς αἰθέρα καὶ σὲ κομίσσω αὐτῇ ὁμοῦ σύριγγι καί, ἢν ἐθέλῃς, ἅμα ποίμνῃ· οὐδὲ τεῆς ἀγέλης νοσφίσσεαι· ἰσοτύπου γὰρ στηρίξω σέθεν αἶγας ὑπὲρ ῥάχιν Αἰγοκερῆος24 in vol. 1

1

(450)

ἢ σχεδὸν Ἡνιοχῆος, ὃς Ὠλενίην ἐν Ὀλύμπῳ πήχεϊ μαρμαίροντι σελασφόρον Αἶγα τιταίνει· στήσω δ’ ὀμβροτόκοιο παρὰ πλατὺν αὐχένα Ταύρου σοὺς βόας ἀστερόεντας ἐπαντέλλοντας Ὀλύμπῳ, ἢ δροσερὴν παρὰ νύσσαν, ὅπῃ ζωθαλπέι λαιμῷ
455ἠνεμόεν μύκημα βόες πέμπουσι Σελήνης. οὐδὲ τεῆς καλύβης ὀλίγης χρέος· ἀντὶ δὲ λόχμης αἰθερίοις Ἐρίφοισι συναστράπτοι σέο ποίμνη. καὶ φάτνης ἑτέρης τελέσω τύπον, ὄφρα καὶ αὐτὴ ἰσοφυὴς λάμψειεν Ὄνων παρὰ γείτονι Φάτνῃ.
460ἔσσο καὶ ἀστερόεις μετὰ βουκόλον, ἧχι Βοώτης φαίνεται, ἀστραίην δὲ καλαύροπα καὶ σὺ τιταίνων ἔσσο Λυκαονίης ἐλατὴρ Ἀρκτῷος Ἁμάξης. οὐρανίου Τυφῶνος ὁμέστιος, ὄλβιε ποιμήν, σήμερον ἐν χθονὶ μέλπε, καὶ αὔριον ἐντὸς Ὀλύμπου.
465μολπῆς δ’ ἄξια δῶρα παρ’ ἀστεροφεγγέι κύκλῳ
στηρίξω σέθεν αὐλὸν Ὀλύμπιον, ἡδυμελῆ δὲ οὐρανίῃ Φόρμιγγι τεὴν σύριγγα συνάψω. σοὶ γάμον, ἢν ἐθέλῃς, δωρήσομαι ἁγνὸν Ἀθήνης· εἰ δέ σοι οὐ Γλαυκῶπις ἐπεύαδε, δέχνυσο Λητὼ25 in vol. 1
470ἢ Χάριν ἢ Κυθέρειαν ἢ Ἄρτεμιν ἢ γάμον Ἥβης· μούνης ἡμετέρης μὴ δίζεο δέμνιον Ἥρης. εἰ δὲ λάχες πλήξιππον ἀδελφεὸν ἴδμονα δίφρου, ἔμπυρον Ἠελίου τετράζυγον ἅρμα δεχέσθω· εἰ δὲ Διὸς ποθέεις, ὡς αἰπόλος, αἰγίδα πάλλειν,
475δώσω σοι τόδε δῶρον. ἐγὼ δ’ ἐς Ὄλυμπον ὁδεύσω οὐκ ἀλέγων Κρονίωνος ἀτευχέος· οὐτιδανὴ γὰρ ἔντεσι θῆλυς ἐοῦσα τί μοι ῥέξειεν Ἀθήνη; ἀλλὰ Τυφαονίην ἀναβάλλεο, βουκόλε, νίκην, γνήσιον ὑμνείων με νέον σκηπτοῦχον Ὀλύμπου
480σκῆπτρα Διὸς φορέοντα καὶ ἀστράπτοντα χιτῶνα.“ εἶπε, καὶ Ἀδρήστεια τόσην ἐγράψατο φωνήν. ἀλλ’ ὅτε δὴ γίνωσκεν ἑκούσιον ἐς λίνον ἄγρης νήματι Μοιριδίῳ πεφορημένον υἱὸν ἀρούρης τερψινόων δονάκων βεβολημένον ἡδέι κέντρῳ,
485κερδαλέην ἀγέλαστος ἀνήρυγε Κάδμος ἰωήν· „βαιὸν ἐμῆς σύριγγος ἐθάμβεες ἦχον ἀκούσας· εἰπέ, τί κεν ῥέξειας, ὅταν σέο θῶκον ἀείσω ἑπτατόνου κιθάρης ἐπινίκιον ὕμνον ἀράσσων; καὶ γὰρ ἐπουρανίοισιν ἐγὼ πλήκτροισιν ἐρίζων
490Φοῖβον ἐμῇ φόρμιγγι παρέδραμον, ἡμετέρας δὲ χορδὰς εὐκελάδους Κρονίδης ἀμάθυνε κεραυνῷ υἱέι νικηθέντι φέρων χάριν· εἰ δέ ποθ’ εὕρω νεῦρα πάλιν σφριγόωντα, μέλος πλήκτροισι τιταίνων θέλξω δένδρεα πάντα καὶ οὔρεα καὶ φρένα θηρῶν·26 in vol. 1
495καὶ στέφος αὐτοέλικτον, ὁμόζυγον ἥλικι γαίῃ, Ὠκεανὸν σπεύδοντα παλινδίνητον ἐρύξω τὴν αὐτὴν περὶ νύσσαν ἄγειν κυκλούμενον ὕδωρ, ἀπλανέων δὲ φάλαγγα καὶ ἀντιθέοντας ἀλήτας στήσω καὶ Φαέθοντα καὶ ἱστοβοῆα Σελήνης.

1

(500)

ἀλλὰ θεοὺς καὶ Ζῆνα βαλὼν πυρόεντι βελέμνῳ μοῦνον ἔα κλυτότοξον, ὅπως παρὰ δεῖπνα τραπέζης δαινυμένου Τυφῶνος ἐγὼ καὶ Φοῖβος ἐρίζω, τίς τίνα νικήσειε μέγαν Τυφῶνα λιγαίνων. Πιερίδας μὴ κτεῖνε χορίτιδας, ὄφρα καὶ αὐταὶ
505Φοίβου κῶμον ἄγοντος ἢ ὑμετέροιο νομῆος θῆλυ μέλος πλέξωσιν ὁμόθροον ἄρσενι μολπῇ.“ ἔννεπε· καὶ χαροπῇσιν ἐπ’ ὀφρύσι νεῦσε Τυφωεύς, καὶ πλοκάμους ἐδόνησεν· ἐρευγομένων δὲ κομάων ἰὸν ἐχιδνήεντα περιρραίνοντο κολῶναι.
510καὶ ταχὺς εἰς ἑὸν ἄντρον ἐπείγετο· κεῖθεν ἀείρας νεῦρα Διὸς δολόεντι πόρεν ξεινήια Κάδμῳ, νεῦρα, τά περ χθονὶ πῖπτε Τυφαονίῃ ποτὲ χάρμῃ.
καὶ δόσιν ἀμβροσίην ἀπατήλιος ᾔνεσε ποιμήν· καὶ τὰ μὲν ἀμφαφάασκε καὶ ἅρμενον οἷά τε χορδὴν27 in vol. 1
515ἐσσομένην φόρμιγγι κατέκρυφε κοιλάδι πέτρῃ, Ζηνὶ Γιγαντοφόνῳ πεφυλαγμένα· φειδομένῳ δὲ λεπταλέον φύσημα μεμυκότι χείλεϊ πέμπων, θλιβομένοις δονάκεσσιν ὑποκλέπτων τόνον ἠχοῦς, λαρότερον μέλος εἶπε· καὶ οὔατα πολλὰ τιταίνων
520ἁρμονίης ἤκουε καὶ οὐ γίνωσκε Τυφωεύς. θελγομένῳ δὲ Γίγαντι νόθος παρεσύρισε ποιμὴν ἀθανάτων ἅτε φύζαν ἑῇ σύριγγι λιγαίνων, καὶ Διὸς ἐσσομένην ἐμελίζετο γείτονα νίκην ἑζομένῳ Τυφῶνι μόρον Τυφῶνος ἀείδων·
525καὶ πλέον οἶστρον ἔγειρε. καὶ ὡς νέος ἡδέι κέντρῳ ἁβρὸν ἐρωμανέων ἐπιθέλγεται ἥλικι κούρῃ, καὶ πῇ μὲν χαρίεντος ἐς ἄργυφα κύκλα προσώπου, πῇ δὲ βαθυσμήριγγος ἀλήμονα βότρυν ἐθείρης δέρκεται, ἄλλοτε χεῖρα ῥοδόχροον, ἄλλοτε μίτρῃ
530σφιγγομένην ῥοδόεντος ἴτυν μαζοῖο δοκεύει αὐχένα παπταίνων γυμνούμενον, ἀμφὶ δὲ μορφῇ θέλγεται ἀλλοπρόσαλλον ἄγων ἀκόρητον ὀπωπὴν οὐδὲ λιπεῖν ἐθέλει ποτὲ παρθένον· ὣς ὅ γε Κάδμῳ
θελγομένην μελέεσσιν ὅλην φρένα δῶκε Τυφωεύς.28 in vol. 1

2

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΔΕΥΤΕΡΟΝ.
1 Ὣς ὁ μὲν αὐτόθι μίμνε παρὰ σφυρὰ φορβάδος ὕλης ἀκροπόρῳ σύριγγι μετάτροπα χείλεα σύρων, Κάδμος Ἀγηνορίδης νόθος αἰπόλος· ἀπροϊδὴς δὲ Ζεὺς Κρονίδης ἀκίχητος ὑπὸ σπέος ἄψοφος ἕρπων
5χεῖρας ἑὰς ἐκόρυσσε τὸ δεύτερον ἠθάδι πυρσῷ. καὶ νέφος ἔσκεπε Κάδμον ἀθηήτῳ παρὰ πέτρῃ, μὴ δόλον ἠπεροπῆα μαθὼν καὶ φῶρα κεραυνοῦ λάθριον ὑστερόμητις ἀποκτείνειε Τυφωεὺς βουκόλον ἀλλοπρόσαλλον· ὁ δὲ πλέον ἡδέι κέντρῳ
10ἤθελεν εἰσαΐειν φρενοθελγέα ῥυθμὸν ἀοιδῆς. ὡς δ’ ὅτε τις Σειρῆνος ἐπίκλοπον ὕμνον ἀκούων εἰς μόρον αὐτοκέλευστον ἀώριος εἵλκετο ναύτης, θελγόμενος μελέεσσι, καὶ οὐκέτι κῦμα χαράσσων γλαυκὸν ἀκυμάντοισιν ὕδωρ λεύκαινεν ἐρετμοῖς,
15ἀλλὰ λιγυφθόγγοιο πεσὼν ἐπὶ δίκτυα Μοίρης τέρπετο πηδαλίοιο λελασμένος, ἄστρον ἐάσσας Πλειάδος ἑπταπόροιο καὶ ἄντυγα κυκλάδος Ἄρκτου· ὣς ὅ γε κερδαλέης δεδονημένος ἄσθμασι μολπῆς
πηκτίδος ἡδὺ βέλεμνον ἐδέξατο πομπὸν ὀλέθρου.29 in vol. 1
20 ἀλλὰ καλυπτομένου νεφέων σκιοειδέι μίτρῃ ἔμπνοος εὐκελάδοιο δόναξ σίγησε νομῆος ἁρμονίην τ’ ἀνέκοψεν. ἀερσιπόδης δὲ Τυφωεὺς οἶστρον ἑλὼν πολέμοιο κατέδραμεν εἰς μυχὸν ἄντρου, βροντὴν δ’ ἠνεμόφοιτον ἐδίζετο φοιτάδι λύσσῃ
25καὶ στεροπὴν ἀκίχητον, ἐρευνητῆρι δὲ ταρσῷ ζαφλεγὲς ἁρπαμένοιο σέλας μάστευε κεραυνοῦ, καὶ κενεὸν σπέος εὗρε. δολοφραδέας δὲ μενοινὰς ὀψὲ μαθὼν Κρονίδαο καὶ αἰόλα δήνεα Κάδμου αἰχμάζων σκοπέλοισιν ἐπεσκίρτησεν Ὀλύμπῳ.
30καὶ ποδὸς ἀγκύλον ἴχνος ἔχων ὀφιώδεϊ ταρσῷ ἰὸν ἀκοντιστῆρος ἀπέπτυεν ἀνθερεῶνος· ὑψιλόφου δὲ Γίγαντος ἐχιδναίῃσιν ἐθείραις πίδακας ὀμβρήσαντος ἐκυμαίνοντο χαράδραι· καί οἱ ἐπαΐσσοντι βαθυνομένην χθονὸς ἕδρην
35ἀκλινέος δαπέδοιο Κίλιξ ἐλελίζετο πυθμὴν ποσσὶ δρακοντείοισι, πολυσφαράγῳ δὲ κυδοιμῷ Ταυρείου λοφόεντος ἀρασσομένου κενεῶνος γείτονες ὠρχήσαντο φόβῳ Παμφυλίδες ὄχθαι,
καὶ χθόνιαι σήραγγες ἐβόμβεον, ἔτρεμον ἄκραι30 in vol. 1
40ἠιόνες, σείοντο μυχοὶ καὶ ὀλίσθανον ὄχθαι λυομένης ψαμάθοιο ποδῶν ἐνοσίχθονι παλμῷ. οὐ νομός, οὐ τότε θῆρες ἀπήμονες· ὠμοβόροι γὰρ ἄρκτοι ἐδαιτρεύοντο Τυφαονίοιο προσώπου ἀρκτῴαις γενύεσσι, λεοντείων δὲ καρήνων
45γλαυκὰ δασυστέρνων ἐλαφύσσετο γυῖα λεόντων χάσμασιν ἰσοτύποισιν, ἐχιδνήεντι δὲ λαιμῷ ψυχρὰ πεδοτρεφέων ἐδαΐζετο νῶτα δρακόντων, ἠερίους δ’ ὄρνιθας ἐδαίνυτο γείτονι λαιμῷ ἱπταμένους ἀβάτοιο δι’ αἰθέρος, ἀγχιφανῆ δὲ

2

(50)

αἰετὸν ἤσθιε μᾶλλον, ἐπεὶ Διὸς ὄρνις ἀκούει· ἤσθιε βοῦν ἀροτῆρα, καὶ οὐκ ᾤκτειρε δοκεύων αἱμοβαφῆ ζυγίῳ κεχαραγμένον αὐχένα δεσμῷ. καὶ ποταμοὺς ἐκόνισσε πιὼν ἐπιδόρπιον ὕδωρ, Νηιάδων δὲ φάλαγγας ἀπεστυφέλιξεν ἐναύλων·
55καὶ βυθίη στείχουσα βατὸν ῥόον ἅλματι πεζῷ ἀβρέκτοις μελέεσσιν ἀσάμβαλος ἵστατο Νύμφη Νηιὰς ὑγροκέλευθος, ἁμιλλητῆρι δὲ ταρσῷ κούρης παλλομένης παρὰ διψάδα πέζαν ἐναύλων σφίγγετο πηλώεντι πεπηγότα γούνατα δεσμῷ.
60μαινομένου δὲ Γίγαντος ἰδὼν πολύμορφον ὀπωπὴν ταρβαλέος σύριγγα γέρων ἀπεσείσατο ποιμὴν νόσφι φυγών· ὁρόων δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν αἰπόλος ἀστήρικτον ἐπέτρεπεν αὐλὸν ἀέλλαις· οὐ σπόρον ἀμφεκάλυψε πέδῳ ταλαεργὸς ἀροτρεὺς31 in vol. 1
65ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ, οὐδὲ Τυφαονίης παλάμης νωμήτορι καρπῷ αὔλακα τεμνομένην ἐνοσίχθονι τάμνε σιδήρῳ, ἀλλὰ βόας μεθέηκε. Γιγαντείῳ δὲ βελέμνῳ σχιζομένης κενεῶνες ἐγυμνώθησαν ἀρούρης
70καὶ διερὴν φλέβα λῦσαν, ἀνοιγομένου δὲ βερέθρου χεύμασι πηγαίοισιν ἀνέβλυε νέρτερος αὐλών, ἀσκεπέος δαπέδοιο χέων ὑποκόλπιον ὕδωρ. καὶ σκόπελοι ῥίπτοντο· χαραδραίοις δὲ ῥεέθροις ἠερόθεν πίπτοντες ἐνεκρύπτοντο θαλάσσῃ,
75ὕδατα χερσώσαντες· ἀπὸ χθονίων δὲ βελέμνων αὐτοπαγῆ ῥιζοῦτο νεηγενέων σφυρὰ νήσων. δένδρεα δ’ αὐτόπρεμνα μετωχλίσθησαν ἀρούρης, καὶ δαπέδῳ πέσε καρπὸς ἀώριος, ἀρτιθαλὴς δὲ κῆπος ἀιστώθη, ῥοδόεις δ’ ἀμαθύνετο λειμών·
80καὶ Ζέφυρος δεδόνητο κυλινδομένων κυπαρίσσων αὐχμηροῖς πετάλοισι· φιλοθρήνοισι δὲ μολπαῖς αἴλινα Φοῖβος ἄειδε δαϊζομένων ὑακίνθων, πλέξας πένθιμον ὕμνον, Ἀμυκλαίων δὲ κορύμβων κοπτομένῃ πολὺ μᾶλλον ἐπέστενε γείτονι δάφνῃ·
85κεκλιμένην δ’ ὤρθωσεν ἑὴν πίτυν ἀχνύμενος Πάν· καί, Μορίην μνησθεῖσα, φερέπτολιν Ἀτθίδα νύμφην, τεμνομένῃ Γλαυκῶπις ἐπεστονάχιζεν ἐλαίῃ· καὶ Παφίη δάκρυσε κονιομένης ἀνεμώνης, πυκνὰ δὲ μυρομένη καλύκων εὐώδεα χαίτην32 in vol. 1
90βόστρυχον ἁβρὸν ἔτιλλε κονιομένου ῥοδεῶνος· καὶ στάχυν ἡμιτέλεστον ὀλωλότα μύρετο Δηώ, μηκέτι κῶμον ἄγουσα θαλύσιον· Ἀδρυάδες δὲ ἥλικες ὠδύροντο λιπόσκια δένδρεα Νύμφαι. καί τις ἐυπτόρθοιο διχαζομένοιο κορύμβου
95σύγχρονος ἀκρήδεμνος Ἁμαδρυὰς ἄνθορε δάφνης, ἐκ πίτυος δὲ φυγοῦσα βατῷ ποδὶ παρθένος ἄλλη ἀγχιφανὴς ἀγόρευε μετήλυδι γείτονι Νύμφῃ· „δαφναίη φυγόδεμνος Ἁμαδρυάς, εἷς δρόμος ἔστω ἀμφοτέραις, μὴ Φοῖβον ἴδῃς, μὴ Πᾶνα νοήσω.

2

(100)

ὑλοτόμοι, τάδε δένδρα παρέλθετε, μὴ φυτὰ Δάφνης τέμνετε δειλαίης τετμημένα· φείδεο, τέκτων, ὁλκάδα μὴ τελέσῃς πιτυώδεα δούρατα τέμνων, μὴ ῥοθίων ψαύσειε θαλασσαίης Ἀφροδίτης. ναί, δρυτόμος, πυμάτην πόρε μοι χάριν, ἀντὶ κορύμβων
105κόπτε με σοῖς πελέκεσσι, καὶ ἡμετέρου διὰ μαζοῦ
πῆξον ἀνυμφεύτοιο σαόφρονα χαλκὸν Ἀθήνης, ὄφρα θάνω πρὸ γάμοιο καὶ Ἄιδι παρθένος ἔλθω, εἰσέτι νῆις Ἔρωτος, ἅ περ Πίτυς, οἷά τε Δάφνη.“ ὣς φαμένη πετάλοισι νόθην ποιήσατο μίτρην,33 in vol. 1
110καὶ χλοερῷ ζωστῆρι κατέσκεπεν ἄντυγα μαζοῦ αἰδομένη, καὶ μηρὸν ἐπεσφηκώσατο μηρῷ· ἡ δέ μιν εἰσορόωσα κατηφέα ῥήξατο φωνήν· „παρθενίης ἔμφυλον ἔχω φόβον, ὅττι καὶ αὐτὴ ἐκ δάφνης γεγαυῖα διώκομαι, οἷά τε Δάφνη.
115πῇ δὲ φύγω; σκοπέλους ὑποδύσομαι; ἀλλὰ κολώνας ῥιπτομένας ἐς Ὄλυμπον ἐτεφρώσαντο κεραυνοί, καὶ τρομέω σέο Πᾶνα δυσίμερον, ὅς με χαλέψει, ὡς Πίτυν, ὡς Σύριγγα· διωκομένη δὲ καὶ αὐτὴ ἄλλη δευτερόφωνος ὀρίδρομος ἔσσομαι Ἠχώ.
120οὐκέτι ταῦτα κόρυμβα μετέρχομαι, ὑψιφανῆ δὲ οὔρεα ναιετάω μετὰ δένδρεον, ἧχι καὶ αὐτὴ Ἄρτεμις ἀγρώσσει φιλοπάρθενος· ἀλλὰ Κρονίων Καλλιστοῦς λάχε λέκτρον ἐς Ἄρτεμιν εἶδος ἀμείψας. ἵξομαι εἰς ἁλὸς οἶδμα· τί μοι γάμος; ἀλλ’ ἐνὶ πόντῳ
125Ἀστερίην ἐδίωκε γυναιμανέων Ἐνοσίχθων. αἴθε λάχον πτερὰ κοῦφα· δι’ ὑψιπόρου δὲ κελεύθου
ἠερίοις ἀνέμοισι συνέμπορον οἶμον ὁδεύσω· ἀλλὰ τάχα πτερύγων κενεὸς δρόμος, ὅττι Τυφωεὺς ἠλιβάτοις παλάμῃσιν ἐπιψαύει νεφελάων.34 in vol. 1
130εἰ δὲ γάμοις ἀδίκοις με βιήσεται, εἶδος ἀμείψω, μίξομαι ὀρνίθεσσι, καὶ ἱπταμένη † Φιλομήλη καὶ ῥόδον ἀγγέλλουσα καὶ ἀνθεμόεσσαν ἐέρσην ἔσσομαι εἰαρινοῖο φίλη Ζεφύροιο χελιδών, φθεγγομένη λάλος ὄρνις ὑπωροφίης μέλος ἠχοῦς,
135ὀρχηθμῷ πτερόεντι περισκαίρουσα καλιήν. Πρόκνη, πικρὰ παθοῦσα, σὺ μὲν σέο πενθάδι μολπῇ υἱέα δακρύσειας, ἐγὼ δ’ ἐμὰ λέκτρα γοήσω. Ζεῦ ἄνα, μὴ τελέσῃς με χελιδόνα, μή με διώξῃ καὶ Τηρεὺς πτερόεις κεχολωμένος, οἷα Τυφωεύς.
140ἀήρ, οὔρεα, πόντος ἀνέμβατος· ἔνδοθι γαίης κρύπτομαι· ἀλλὰ Γίγαντος ἐχιδναίων ἀπὸ ταρσῶν ἰοβόλοι δύνουσιν ὑπὸ χθόνα φωλάδες ὕδραι. εἴην ὑγρὸν ὕδωρ ἐπιδήμιον, οἷα Κομαιθώ, πατρῴῳ κεράσασα νεόρρυτα χεύματα Κύδνῳ· ...
145οὐκ ἐθέλω παρὰ Κύδνον, ὅτι προχοῇσι συνάψω παρθενικῆς δυσέρωτος ἐμὸν φιλοπάρθενον ὕδωρ. πῇ δὲ φύγω; Τυφῶνι μιγήσομαι; ἀλλὰ λοχεύσω
ἀλλοφυῆ πολύμορφον ὁμοίιον υἷα τοκῆι. εἴην δένδρεον ἄλλο, καὶ ἐκ δρυὸς εἰς δρύας ἔλθω35 in vol. 1

2

(150)

οὔνομα παιδὸς ἔχουσα σαόφρονος· ἀντὶ δὲ Δάφνης μὴ Μύρρης ἀθέμιστον ἐπώνυμον ἔρνος ἀκούσω. ναί, λίτομαι, παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο εἴην Ἡλιάδων καὶ ἐγὼ μία· πυκνὰ δὲ πέμψω ἐκ βλεφάρων ἤλεκτρα, φιλοθρήνοις δὲ κορύμβοις
155γείτονος αἰγείροιο περίπλοκα φύλλα πελάσσω δάκρυσιν ἀφνειοῖσιν ἐμὴν στενάχουσα κορείην· οὐ γὰρ ἐγὼ Φαέθοντα κινύρομαι. ἵλαθι, Δάφνη, αἰδέομαι φυτὸν ἄλλο μετὰ προτέρης φυτὸν ὕλης. ἔσσομαι, ὡς Νιόβη, καὶ ἐγὼ λίθος, ὄφρα καὶ αὐτὴν
160λαϊνέην στενάχουσαν ἐποικτείρωσιν ὁδῖται· ἀλλὰ κακογλώσσοιο τί μοι τύπος; ἵλαθι, Λητώ· ἐρρέτω αἰνοτόκοιο θεημάχον οὔνομα Νύμφης.“ ἡ μὲν ἔφη· Φαέθων δὲ πόλον δινωτὸν ἐάσσας εἰς δύσιν ἔτραπε δίφρον· ἀναθρῴσκουσα δὲ γαίης
165ὑψιτενὴς ἅτε κῶνος ἐς ἠέρα σιγαλέη Νὺξ οὐρανὸν ἀστερόεντι διεχλαίνωσε χιτῶνι, αἰθέρα δαιδάλλουσα· καὶ ἀννεφέλῳ παρὰ Νείλῳ
ἀθάνατοι πλάζοντο, παρ’ ὀφρυόεντι δὲ Ταύρῳ Ζεὺς Κρονίδης ἀνέμιμνεν ἐγερσιμόθου φάος Ἠοῦς.36 in vol. 1
170 νὺξ μὲν ἔην· φρουραὶ δὲ πέριξ στίχες ἦσαν Ὀλύμπου ἑπτὰ περὶ ζώνῃσι, καὶ οἷά περ ὑψόθι πύργων ἔννυχον ἦν ἀλάλαγμα, βοὴ δ’ ἑτερόθροος ἄστρων ἀμφιλαφὴς πεφόρητο, καὶ ἀξονίης κτύπον ἠχοῦς ἐκ Κρονίης βαλβῖδος ἐδέχνυτο νύσσα Σελήνης·
175καὶ νεφέων στεφανηδὸν ἐπασσυτέρῃσι καλύπτραις οὐρανὸν ἐφράξαντο φυλάκτορες αἰθέρος Ὧραι ἀμφίπολοι Φαέθοντος· ἀσυλήτων δὲ πυλάων ἀστέρες Ἀτλάντειον ἐπεκλήισαν ὀχῆα, μὴ λόχος εἰσέλθῃσι πόλον μακάρων ἀπεόντων·
180ἀντὶ δὲ συρίγγων ἐνοπῆς καὶ ἐθήμονος αὐλοῦ ἐννυχίαις πτερύγεσσι μέλος σύριζον ἀῆται. αἰθερίῳ δὲ τένοντι συνέμπορος Ἀρκάδος Ἄρκτου ἐννυχίην Τυφῶνος ἐπήλυσιν ὑψόθι λεύσσων ὄμμασιν ἀγρύπνοισι γέρων ἐφύλασσε Βοώτης,
185ἀντολίην ἐδόκευεν Ἑωσφόρος, Ἕσπερος ἀστὴρ ἑσπερίην, Νοτίας δὲ λιπὼν ἰθύντορι τόξων
ὀμβρηρὰς Βορέαο πύλας περιδέδρομε Κηφεύς. καὶ πυρὰ πάντοθεν ἦεν, ἐπεὶ φλόγες αἴθοπες ἄστρων καὶ νύχιοι λαμπτῆρες ἀκοιμήτοιο Σελήνης37 in vol. 1
190ὡς δαΐδες σελάγιζον, ἀελλήεντι δὲ ῥόμβῳ πυκνὰ διαθρῴσκοντες ἀπ’ αἰθέρος ἄκρον Ὀλύμπου ἀστέρες ἀικτῆρες ἐπέγραφον ἠέρα πυρσῷ δεξιτεροὶ Κρονίωνι, κυβιστητῆρι δὲ παλμῷ πυκνὰ διαΐσσουσα χαρασσομένων νεφελάων
195ἀστεροπὴ σκίρτησεν, ἀμοιβαίῃσι δὲ ῥιπαῖς κρύπτετο καὶ σελάγιζε παλίνδρομος ἄστατος αἴγλη, καὶ πλοκάμους πλεκτοῖο πυρὸς βοτρυδὸν ἑλίξας φέγγεϊ λαχνήεντι σέλας τρήχυνε κομήτης, καὶ δοκίδες μάρμαιρον ἐπήλυδες, οἷα δὲ μακροὶ

2

(200)

ἠερόθεν τανύοντο δοκοὶ δολιχήρεϊ πυρσῷ Ζηνὶ συναιχμάζοντες, ὑπ’ ἀκτίνεσσι δὲ λάμπων ἀντιπόρου Φαέθοντος ἐκάμπτετο σύνδρομος ὄμβρῳ Ἴριδος ἀγκύλα κύκλα πολύχροος ὁλκὸς ὑφαίνων, χλωρὰ μελαινομένῳ, ῥοδοειδέι λευκὰ κεράσσας.
205 καὶ Διὶ μουνωθέντι παρήγορος ἵκετο Νίκη ἠέρος ἄκρα κέλευθα διαγράψασα πεδίλῳ, Λητοῦς εἶδος ἔχουσα, καὶ ὁπλίζουσα τοκῆα ἀντιτύποις στομάτεσσι πολύτροπον ἴαχε φωνήν·
„Ζεῦ ἄνα, σῶν τεκέων πρόμος ἵστασο, μηδὲ νοήσω38 in vol. 1
210μιγνυμένην Τυφῶνι γάμων ἀδίδακτον Ἀθήνην· μητέρα μὴ τελέσειας ἀμήτορα, μαρνάμενος δὲ ἀστεροπὴν κούφιζε σελασφόρον ἔγχος Ὀλύμπου, καὶ νεφέλας συνάγειρε τὸ δεύτερον, ὑέτιε Ζεῦ· ἤδη γὰρ σταθεροῖο τινάσσεται ἕδρανα κόσμου
215χερσὶ Τυφαονίῃσιν, ὁμοζυγέων δὲ λυθέντων στοιχείων πισύρων ἠρνήσατο λήια Δηώ· Ἥβη λεῖπε κύπελλον, Ἄρης δ’ ἀπεσείσατο λόγχην, Ἑρμῆς ῥάβδον ἔθηκε, λύρην δ’ ἔρριψεν Ἀπόλλων, καὶ πτερόεις πεπότητο λιπὼν πτερόεντας ὀιστούς,
220εἶδος ἔχων κύκνοιο, τελεσσιγάμου δὲ θεαίνης ἄσπορος ἔπλετο κόσμος ἀλωομένης Ἀφροδίτης, ἁρμονίης δ’ ἀλύτου λύτο πείσματα· νυμφοκόμος γὰρ πανδαμάτωρ ἀδάμαστος Ἔρως θρασὺς εἰς φόβον ἔπτη τόξα λιπὼν γονόεντα· καὶ ἠθάδα Λῆμνον ἐάσσας
225σὸς πυρόεις Ἥφαιστος ἀπειθέα γούνατα σύρων ὁ βραδὺς ἀστήρικτον ἔχει δρόμον. ἆ μέγα θαῦμα, καὶ μάλα μοι κοτέουσαν ἐποικτείρω σέθεν Ἥρην. ἦ ῥα τεὸς γενέτης πάλιν ἵξεται εἰς χορὸν ἄστρων; μή ποτε τοῦτο γένοιτο· καὶ εἰ Τιτηνὶς ἀκούω,
230οὐκ ἐθέλω Τιτῆνας ἰδεῖν κρατέοντας Ὀλύμπου,
ἀλλὰ σὲ καὶ σέο τέκνα. σὺ δὲ κτυπέοντι κεραυνῷ Ἀρτέμιδος προμάχιζε σαόφρονος· ἦ ῥα φυλάσσω παρθενικὴν ἀνάεδνον ἀναγκαίῳ παρακοίτῃ; ἦ ῥα τόκου ταμίη τόκον ὄψεται; ἦ ῥα τανύσσει39 in vol. 1
235χεῖρας ἐμοί; ποίην δὲ καλέσσομαι Ἰοχεαίρῃ ἵλαον Εἰλείθυιαν, ὅτ’ Εἰλείθυια λοχεύσῃ;“ ὣς φαμένης σκιοειδὲς ἑὸν πτερὸν Ὕπνος ἑλίξας εὔνασε † καὶ πνείουσαν ὅλην φύσιν· ἀλλὰ Κρονίων ἦν τότε μοῦνος ἄυπνος· ἐφαπλώσας δὲ Τυφωεὺς
240νωθρὰ βαρυνομέναις ἐπερείσατο νῶτα χαμεύναις πλήσας μητέρα γαῖαν· ἀνοιγομένοιο δὲ κόλπου χάσματι κοιλαίνοντο σεσηρότι φωλάδες εὐναὶ εἰς χθόνα δυομένοισιν ἐχιδναίοισι καρήνοις. ἠελίου δὲ φανέντος ὁμογλώσσων ἀπὸ λαιμῶν
245εἰς ἐνοπὴν πολύπηχυς ἐπεβρυχᾶτο Τυφωεὺς Ζῆνα μέγαν καλέων· βλοσυρὴ δέ οἱ ἵκετο φωνή, ῥιζοπαγὴς ὅθι πέζα παλίμπορος Ὠκεανοῖο τέτραχα τεμνομένην περιβάλλεται ἄντυγα κόσμου, ζωσαμένη στεφανηδὸν ὅλην χθόνα κυκλάδι μίτρῃ·

2

(250)

φθεγγομένου δὲ Γίγαντος ἀμειβομένη στίχα φωνῆς παντοίη σμαράγησε καὶ οὐ μία σύνθροος ἠχώ· τοῦ δὲ κορυσσομένοιο φυῆς πολυειδέι μορφῇ
ὠρυγὴ κελάδησε λύκων, βρύχημα λεόντων, ἄσθμα συῶν, μύκημα βοῶν, σύριγμα δρακόντων,40 in vol. 1
255πορδαλίων θρασὺ χάσμα, κορυσσομένων γένυς ἄρκτων, λύσσα κυνῶν· μεσάτῃ δὲ Γίγας βροτοειδέι μορφῇ Ζηνὸς ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν· „χεῖρες ἐμαί, Διὸς οἶκον ἀράξατε, πυθμένα κόσμου σείσατε σὺν μακάρεσσι, καὶ αὐτοέλικτον Ὀλύμπου
260κόψατε θεῖον ὀχῆα, καὶ αἰθερίης ἐπὶ γαίῃ κίονος ἑλκομένης φυγέτω δεδονημένος Ἄτλας, ἄντυγα δ’ ἀστερόφοιτον ἀπορρίψειεν Ὀλύμπου, μηκέτι δειμαίνων ἕλικα δρόμον—οὐ γὰρ ἐάσσω ὤμοις θλιβομένοις κυρτούμενον υἱὸν ἀρούρης
265αἰθέρος ὀχλίζοντα παλινδίνητον ἀνάγκην—, ἀλλὰ θεοῖς ἑτέροισιν ἀτέρμονα φόρτον ἐάσσας μαρνάσθω μακάρεσσιν, ἀναρρήξειε δὲ πέτρας τρηχαλέοις βελέεσσιν ὀιστεύων πόλον ἄστρων, ὃν πάρος ἠέρταζεν, ἱμασσόμεναι δὲ κολώναις
270ταρβαλέαι φυγέτωσαν ἀνάλκιδες οὐρανὸν Ὧραι, δμωίδες Ἠελίοιο· περιπλέγδην δὲ λαβοῦσαι ἠέρι μίξατε γαῖαν, ὕδωρ πυρί, πόντον Ὀλύμπῳ. καὶ πισύρων ἀνέμων τελέσω δούλειον ἀνάγκην, μαστίζω Βορέην, κλονέω Νότον, Εὖρον ἱμάσσω,
275καὶ Ζέφυρον πλήξαιμι, καὶ ἤματι νύκτα κεράσσω χειρὶ μιῇ· καὶ γνωτὸς ἐμὸς πολυπίδακι λαιμῷ Ὠκεανὸς πρὸς Ὄλυμπον ἄγων ὑψούμενον ὕδωρ, πέντε παραλλήλων πεφορημένος ὑψόθι κύκλων, ἄστρα κατακλύζειε, καὶ ὕδατι διψὰς ἀλάσθω41 in vol. 1
280Ἄρκτος Ἁμαξαίοιο δεδυκότος ἱστοβοῆος. ταῦροι ἐμοί, δονέοντες ἰσήμερον ἄντυγα κύκλων αἰθέρι μυκήσασθε, χαρασσομέναις δὲ κεραίαις ἰσοτύπου φλογεροῖο κεράατα ῥήξατε Ταύρου· καὶ βόες ὑγρὰ κέλευθα μετοχλίσσωσι Σελήνης
285δειδιότες βαρύδουπον ἐμῶν μύκημα καρήνων· καὶ βλοσυρῶν μέγα χάσμα διαπτύξασα γενείων ἄρκτος ἀνοιστρήσειε Τυφαονὶς Ἄρκτον Ὀλύμπου· αἰθερίῳ δὲ Λέοντι λέων ἐμὸς ἀντιφερίζων Ζῳδιακῆς ἀέκοντα μεταστήσειε κελεύθου·
290ἡμετέρους δὲ δράκοντας Ὄφις φρίξειεν Ἁμάξης ... ἀστεροπαῖς ὀλίγαις κεκορυθμένος· ἀλλὰ θαλάσσης κύματα λυσσήεντα, λόφοι χθονός, ἄγκεα νήσων φάσγανά μοι γεγάασι, καὶ ἀσπίδες εἰσὶ κολῶναι, καὶ σκόπελοι θώρηκες ἀαγέες, ἔγχεα πέτραι,
295καὶ ποταμοὶ σβεστῆρες ἀκιδνοτάτοιο κεραυνοῦ. δεσμοὺς δ’ Ἰαπετοῖο Ποσειδάωνι φυλάσσω,
ἀμφὶ δὲ Καύκασον ἄκρον ἐύπτερος ἄλλος ἀρείων αἰετὸς αἱμάξειε παλιμφυὲς ἧπαρ ἀμύσσων Ἡφαίστου πυρόεντος, ἐπεὶ πυρὸς εἵνεκα κάμνει42 in vol. 1

2

(300)

ἥπατος αὐτοφύτοιο χαρασσομένοιο Προμηθεύς· υἱάσι δ’ ἀντικέλευθον ἔχων τύπον Ἰφιμεδείης κρύψω ἀλυκτοπέδῃσι περίπλοκον υἱέα Μαίης χαλκέῳ ἐν κεράμῳ πεφυλαγμένον, ὄφρα τις εἴπῃ· ‘λύσας δεσμὸν Ἄρηος ἐκεύθετο δέσμιος Ἑρμῆς.‘
305λυσαμένη δ’ ἄψαυστον ἑῆς σφρηγῖδα κορείης Ἄρτεμις Ὠρίωνος ἀναγκαίη δάμαρ ἔστω, καὶ Τιτυῷ πετάσειε παλαίτερα φάρεα Λητώ, εἰς γάμον ἑλκομένη βεβιημένον· ἀνδροφόνον δὲ ῥωγαλέων σακέων γυμνούμενον Ἄρεα δήσας
310κοίρανον ὑσμίνης ληίσσομαι, ἀντὶ φονῆος μείλιχον, ὀψιγάμῳ δὲ συναπτομένην Ἐφιάλτῃ Παλλάδα ληιδίην νυμφεύσομαι, ὄφρα νοήσω Ἄρεα θητεύοντα καὶ ὠδίνουσαν Ἀθήνην. καὶ μογεροῖς ὤμοισι παλινδίνητον ἀείρων
315οὐρανὸν Ἀτλάντειον ἐλαφρίζειε Κρονίων ὄρθιος, ἡμετέρων δὲ γάμων ὑμέναιον ἀκούσῃ ζῆλον ὑποκλέπτων, ὅτε νυμφίος ἔσσομαι Ἥρης. οὐ μὲν ἐγὼ δαΐδων ἐπιδεύομαι· αὐτόματος δὲ δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας, ἀντὶ δὲ πεύκης
320αὐτὸς ἐμοὶ Φαέθων ἰδίης φλογὸς ἁψάμενος πῦρ νυμφιδίην τανύσειε Τυφωέι δούλιον αἴγλην, καὶ γαμίους σπινθῆρας ἐπαιθύσσοντες Ὀλύμπῳ ἀστέρες ἀστράψειαν ἐμῶν λαμπτῆρες Ἐρώτων, ἀστέρες ἕσπερα λύχνα· σὺν εὐθαλάμῳ δ’ Ἀφροδίτῃ43 in vol. 1
325εὐνέτις Ἐνδυμίωνος ἐμὴ θεράπαινα Σελήνη δέμνιά μοι στορέσειε· καὶ εἰ χρέος ἐστὶ λοετρῶν, λούσομαι ἀστερόεντος ἐν ὕδασιν Ἠριδανοῖο. ἀλλὰ Διὸς μετὰ λέκτρα Τυφωέι, κυκλάδες Ὧραι, πήξατε παστὸν Ἔρωτος· ἀπ’ Ὠκεανοῦ δὲ καὶ αὐταί,
330Λητώ, Ἀθηναίη, Παφίη, Χάρις, Ἄρτεμις, Ἥβη, νυμφοκόμῳ Τυφῶνι κομίσσατε σύγγονον ὕδωρ· καὶ γαμίοις πλήκτροισιν ἐμῆς παρὰ δαῖτα τραπέζης ἀντὶ Διὸς μέλψειε Τυφωέα λάτρις Ἀπόλλων. οὐ ξείνου δαπέδοιο φέρω πόθον· ἡμέτερον γὰρ
335Οὐρανὸν ἀστερόνωτον ἀδελφεὸν ἡνιοχεύσω, οὐρανὸν οἶκον ἔχων μητρώιον, υἱέα γαίης. καὶ Κρόνον ὠμηστῆρα τὸ δεύτερον εἰς φάος ἕλκων γνωτὸν ἐμὸν συνάεθλον ἀπὸ χθονίοιο βερέθρου λύσω δεσμὰ βίαια, παλιννόστους δὲ τελέσσω
340αἰθερίους Τιτῆνας, ὁμωροφίους δὲ κομίσσω
Γηγενέας Κύκλωπας ἐς οὐρανόν, ἄλλα δὲ τεύξω ὅπλα πυρός· πολέων γὰρ ἐμοὶ χρέος ἐστὶ κεραυνῶν, ὅττι διηκοσίῃσι, καὶ οὐ διδύμαις πολεμίζω χερσὶν ἐγὼ Κρονίδῃ πανομοίιος· ἀντιτύπους δὲ44 in vol. 1
345κρέσσονας ὀψιγόνους πολυφεγγέι μείζονι πυρσῷ ἀστεροπὰς ἑτέρας χαλκεύσομαι, εὐρύτερον δὲ ὄγδοον οὐρανὸν ἄλλον ὑπέρτερον ὑψόθι τεύξω ἄστρασι φαιδροτέροισι κεκασμένον· οὐ δύναται γὰρ ἀγχιφανὴς πόλος οὗτος ὅλον Τυφῶνα καλύψαι.

2

(350)

καὶ μετὰ θήλεα τέκνα καὶ ἀρσενόπαιδα γενέθλην πουλυτόκου Κρονίδαο πολυσπερὲς ἄλλο φυτεύσω αἷμα νέον μακάρων πολυαύχενον· οὐ χορὸν ἄστρων λείψω νόσφι γάμων ἀχρήιον, ἀλλὰ συνάψω ἄρσενι θηλυτέρην, ἵνα δούλια τέκνα λοχεύσῃ
355Παρθενικὴ πτερόεσσα παρευνηθεῖσα Βοώτῃ.“ εἶπεν ὁμοκλήσας· Κρονίδης δ’ ἐγέλασσεν ἀκούων. καὶ μόθος ἀμφοτέροισιν ἐπέβρεμεν· ἦν δὲ κυδοιμοῦ πομπὸς Ἔρις Τυφῶνι, Διὸς δ’ ἡγήσατο Νίκη εἰς μόθον. οὐ βοέης ἀγέλης χάριν, οὐ περὶ ποίμνης
360ἦεν ἀγών, οὐ νεῖκος ἔην ἐπὶ κάλλεϊ νύμφης, οὐ κλόνος ἀμφὶ πόληος ὀλίζονος· ἀλλ’ ὑπὲρ αὐτοῦ αἰθέρος ἵστατο δῆρις, ἔην δ’ ἐνὶ γούνασι Νίκης σκῆπτρα Διὸς καὶ θῶκος ἀέθλια δηιοτῆτος.
Ζεὺς μὲν ἱμασσομένων νεφέων βρονταῖον ἀράσσων45 in vol. 1
365αἰθέριον μύκημα μέλος σάλπιζεν Ἐνυοῦς, καὶ νεφέλας ἑλικηδὸν ἐπὶ στέρνοιο καθάψας εἶχε Γιγαντείων βελέων σκέπας· οὐδὲ Τυφωεὺς ἄψοφος ἦν· κεφαλαὶ δὲ βοῶν μυκηθμὸν ἱεῖσαι αὐτόματοι σάλπιγγες ἐπεσμαράγησαν Ὀλύμπῳ,
370συμμιγέες δὲ δράκοντες ἐσύρισαν, Ἄρεος αὐλοί. καὶ στίχας ἠλιβάτων μελέων θώρηξε Τυφωεὺς φραξάμενος σκοπέλῳ σκόπελον μέγαν, εἰσόκε πυκναὶ ἀρραγέες στοιχηδὸν ἐπυργώθησαν ἐρίπναι, καὶ πέτρην προθέλυμνον ἐπασσυτέρῃ θέτο πέτρῃ·
375ἦν δὲ κορυσσομένης στρατιῆς τύπος· ἀγχιφανὴς γὰρ ῥωγάδα ῥωγὰς ἔρειδε, λόφος λόφον, αὐχένα δ’ αὐχήν, ὑψινεφὴς δ’ ἀγκῶνα πολύπτυχον ὤθεεν ἀγκών· καὶ κρανααὶ πήληκες ἔσαν Τυφῶνι κολῶναι αἰπυλόφῳ πρηῶνι καλυπτομένων κεφαλάων.
380μαρναμένου δὲ Γίγαντος ἔην πολυδειράδι μορφῇ ἓν δέμας, ἀλλὰ φάλαγγες ἀπείρονες, αἱ μὲν ἀγοστῶν, αἱ δὲ λεοντείων γενύων εὐθηγέες αἰχμαί, ἄλλαι ἐχιδναίων πλοκάμων ἐπιβήτορες ἄστρων. δένδρεα δ’ ἐπτύσσοντο Τυφαονίων ἀπὸ χειρῶν
385σειόμενα Κρονίδαο καταντίον ἄλλα τε γαίης ἔρνεα καλλιπέτηλα, τά περ βεβριθότα παλμῷ Ζεὺς ἀέκων ἀμάθυνεν ἑνὶ σπινθῆρι κεραυνοῦ· πολλὴ μὲν πτελέη σὺν ὁμήλικι ῥίπτετο πεύκῃ καὶ πλάτανος περίμετρος, ἀκοντίζοντο δὲ λεῦκαι46 in vol. 1
390ἄντα Διός· πολλὴ δὲ λαγὼν ἐρρήγνυτο γαίης. πᾶσα δὲ τετράπλευρος ἴτυς στυφελίζετο κόσμου, καὶ πίσυρες Κρονίωνι συναιχμάζοντες ἀῆται ἠερίην σκοτόεσσαν ἐπυργώσαντο κονίην κύματα κυρτώσαντες· ἱμασσομένης δὲ θαλάσσης
395Σικελίη δεδόνητο, Πελωρίδες ἔβρεμον ὄχθαι Αἰτναῖοί τε τένοντες, ἐμυκήσαντο δὲ πέτραι μάντιες ἐσσομένων Λιλυβηίδες, ἔκτυπε δ’ ἀκτὴ ἑσπέριον παρὰ χεῦμα Παχυνιάς· ἐγγύθι δ’ ἄρκτου ἀμφὶ νάπην Θρήισσαν Ἀθωιὰς ἔκλαγε Νύμφη,

2

(400)

Πιερικῷ δὲ τένοντι Μακηδονὶς ἴαχεν ὕλη· ἀντολίης δὲ θέμεθλα τινάσσετο, δενδροκόμοι δὲ Ἀσσυρίου Λιβάνοιο θυώδεες ἔκτυπον αὐλαί. καὶ Διὸς ἀκαμάτοιο καταιχμάζοντα κεραυνοῦ
ῥίπτετο πολλὰ βέλεμνα Τυφαονίων ἀπὸ χειρῶν·47 in vol. 1
405καὶ τὰ μὲν ἀίσσοντα Σεληναίῳ παρὰ δίφρῳ ἀσταθέων ἀχάρακτα κατέγραφον ἰσχία ταύρων, ἄλλα δὲ δινηθέντα δι’ ἠέρος ὀξέι ῥοίζῳ ἄσθμασιν ἀντιπόροισι μετερρίπιζον ἀῆται· καὶ Διὸς ἀψαύστοιο παραπλαγχθέντα κεραυνοῦ
410πολλὰ Ποσειδάωνος ἐδέξατο τερπομένη χείρ, γειοτόμου γλωχῖνος ἀφειδήσασα τριαίνης· ὑγροβαφῆ δὲ βέλεμνα παρὰ Κρονίης πόρον ἅλμης Ζηνὶ φέρων ἀνάθημα γέρων ἱδρύσατο Νηρεύς. καὶ βλοσυροὺς δύο παῖδας Ἐνυαλίοιο κορύσσας
415εἶχε Φόβον καὶ Δεῖμον ὀπάονα πατροπάτωρ Ζεὺς αἰθέρος ἀσπιστῆρας ὁμήλυδας, ἀστεροπῇ δὲ στῆσε Φόβον, καὶ Δεῖμον ἐπεστήριξε κεραυνῷ δεῖμα φέρων Τυφῶνι· καὶ ἀσπίδα κούφισε Νίκη πρόσθε Διὸς τανύουσα, καὶ ἀντιάχησεν Ἐνυώ,
420Ἄρης δ’ ἐσμαράγησεν. ἐπαιγίζων δὲ θυέλλαις ἠερόθεν πεφόρητο μετάρσιος αἰγίοχος Ζεύς, ἑζόμενος πτερόεντι Χρόνου τετράζυγι δίφρῳ· ἵπποι δὲ Κρονίωνος ὁμόζυγες ἦσαν ἀῆται. καὶ πῇ μὲν στεροπῇσι κορύσσετο, πῇ δὲ κεραυνῷ,
425ἄλλοτε δὲ βροντῇσιν ἐπέχραεν, ἄλλοτε δ’ ὄμβρῳ, πηγνυμένης προχέων πετρούμενα νῶτα χαλάζης ὀμβρηροῖς βελέεσσι· Γιγαντείοισι δὲ πυκνοὶ
κίονες ὑδατόεντες ἐπερρήγνυντο καρήνοις ὀξυβελεῖς, παλάμαι δὲ Τυφωέος, οἷα μαχαίρῃ,48 in vol. 1
430ἠερίῳ τέμνοντο χαλαζήεντι βελέμνῳ· καὶ παλάμη κεκόνιστο, καὶ οὐ μεθέηκε κολώνην, ἀλλὰ νιφοβλήτοιο τομῇ πληγεῖσα χαλάζης μάρνατο καὶ πίπτουσα, διαΐσσουσα δὲ γαίης ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χείρ,
435οἷα βαλεῖν ἐθέλουσα καὶ εἰσέτι κύκλον Ὀλύμπου. καὶ πρόμος οὐρανίων πυρόεν βέλος ὑψόθι σείων δεξιὸν ἐκ λαιοῖο κέρας πολέμοιο νομεύων ὑψιφανὴς πολέμιζεν· ἐς ὑδροπόρους δὲ χαράδρας ὦρτο Γίγας πολύπηχυς, ἐπασσυτέρῳ δὲ συνάψας
440αὐτομάτῳ σφήκωσεν ὁμόπλοκα δάκτυλα δεσμῷ κοιλαίνων παλάμας πολυχανδέας, ᾗσιν ἀείρων μεσσόθι χειμερίων ποταμῶν ὀρεσίδρομον ὕδωρ, χερσὶ βαθυνομέναις μεμερισμένα χεύματα πέμπων, ἀστεροπῇ προέηκε· χαραδραίῳ δὲ ῥεέθρῳ
445βαλλομένη σελάγιζε δι’ ὕδατος αἰθερίη φλὸξ λαβροτέρῳ σπινθῆρι, καὶ ἔζεσε δίψιον ὕδωρ αἰθαλόεν, διερὴ δὲ φύσις τερσαίνετο πυρσῷ· σβέσσαι γὰρ μενέαινε Γίγας θρασὺς αἰθέριον πῦρ,
νήπιος· οὐδὲ νόησε, πυραυγέες ὅττι κεραυνοὶ49 in vol. 1

2

(450)

καὶ στεροπαὶ γεγάασιν ἀπ’ ὀμβροτόκων νεφελάων. καὶ πάλιν ἰθυτμῆτας ἑλὼν σπήλυγγας ἐναύλων στέρνα Διὸς μενέαινε βαλεῖν ἄτρωτα σιδήρῳ, καὶ σκοπιὴ Διὸς ἄντα τιταίνετο· χείλεϊ δ’ ἄκρῳ Ζεὺς ὀλίγον φύσησε, καὶ ὑψίκρημνον ἐοῦσαν
455λεπταλέον φύσημα παρέτραπε κυκλάδα πέτρην. χειρὶ δὲ δινήεντα λόφον νησαῖον ἀράξας εἰς ἐνοπὴν πολύδινος ἀνῃώρητο Τυφωεύς, καὶ Διὸς ἀρρήκτοιο κατηκόντιζε προσώπου· ἀλλ’ ὁ μὲν ἀντικέλευθον ἀλεύατο μάρμαρον αἰχμὴν
460κρᾶτα παρακλίνας, στεροπῆς δ’ ἐτύχησε Τυφωεὺς θερμὸν ἀμειβομένης ἕλικα δρόμον, αἶψα δὲ πέτρη ἀκροφαληριόωσα μελαίνετο μάρτυρι καπνῷ. καὶ τριτάτην προΐαλλεν· ἐπεσσυμένην δὲ Κρονίων πεπταμένης παλάμης μεσάτῳ νωμήτορι καρπῷ,
465σφαῖραν ἅτε θρῴσκουσαν, ἀτέρμονι χειρὶ πατάξας πέμπε πάλιν Τυφῶνι· μεταστρεφθεῖσα δὲ πολλῇ ἠερίῃ στροφάλιγγι παλιννόστοιο πορείης αὐτομάτη τόξευεν ὀιστευτῆρα κολώνη. τέτρατον ἠκόντιζεν ὑπέρτερον· ἁψαμένη δὲ
470αἰγίδος ἀκροτάτων θυσάνων ἐδιχάζετο πέτρη. ἄλλην δὲ προέηκεν· ἀελλήεσσα δὲ πέτρη
ἡμιδαὴς σελάγιζεν ὀιστευθεῖσα κεραυνῷ. οὐ σκοπιαὶ νέφος ὑγρὸν ἀνέσχισαν, ἀλλὰ τυπεῖσαι ὑδρηλαῖς νεφέλῃσι διερρήγνυντο κολῶναι.50 in vol. 1
475 ξυνὴ δ’ ἀμφοτέροισιν ἰσόρροπος ἦεν ἐνυὼ καὶ Διὶ καὶ Τυφῶνι· πολυφλοίσβῳ δὲ βελέμνῳ αἰθέρος ὀρχηστῆρες ἐβακχεύοντο κεραυνοί. μάρνατο δὲ Κρονίδης κεκορυθμένος· ἐν δὲ κυδοιμῷ βροντὴν μὲν σάκος εἶχε, νέφος δέ οἱ ἔπλετο θώρηξ,
480καὶ στεροπὴν δόρυ πάλλε, Διιπετέες δὲ κεραυνοὶ ἠερόθεν πέμποντο πυριγλώχινες ὀιστοί. ἤδη γὰρ περίφοιτος ἀπὸ χθονίου κενεῶνος ξηρὸς ἀερσιπότητος ἀνέδραμεν ἀτμὸς ἀρούρης, καὶ νεφέλης ἔντοσθεν ἐελμένος αἴθοπι λαιμῷ
485πνίγετο θερμαίνων νέφος ἔγκυον· ἀμφὶ δὲ καπνῷ τριβομένων καναχηδὰ πυριτρεφέων νεφελάων θλιβομένη πεφόρητο δυσέκβατος ἐνδόμυχος φλὸξ διζομένη μέσον οἶμον, ἐπεὶ σέλας ὑψόθι βαίνειν οὐ θέμις· ἀστεροπὴν γὰρ ἀναθρῴσκουσαν ἐρύκει
490ὀμβρηρῇ ῥαθάμιγγι λελουμένος ἴκμιος ἀήρ, πυκνώσας νέφος ὑγρὸν ὑπέρτερον· ἀζαλέου δὲ νειόθεν οἰγομένοιο διέδραμεν ἁλλόμενον πῦρ. ὡς λίθος ἀμφὶ λίθῳ φλογερὴν ὠδῖνα λοχεύων λάινον ἠκόντιζε πολυθλιβὲς αὐτόγονον πῦρ,51 in vol. 1
495πυρσογενὴς ὅτε θῆλυς ἀράσσεται ἄρσενι πέτρῳ· οὕτω θλιβομένῃσιν ἀνάπτεται οὐρανίη φλὸξ λίγνυϊ καὶ νεφέλῃσιν· ἀπὸ χθονίοιο δὲ καπνοῦ λεπταλέου γεγαῶτος ἐμαιώθησαν ἀῆται. ἄλλην δ’ ἐξ ὑδάτων μετανάστιον ἀτμίδα γαίης

2

(500)

ἠέλιος φλογερῇσι βολαῖς ἀντωπὸν ἀμέλγων τινθαλέῳ νοτέουσαν ἀνείρυσεν αἰθέρος ὁλκῷ· ἡ δὲ παχυνομένη νεφέων ὤδινε καλύπτρην, σεισαμένη δὲ πάχιστον ἀραιοτέρῳ δέμας ἀτμῷ, ἂψ ἀναλυσαμένη μαλακὸν νέφος εἰς χύσιν ὄμβρου,
505ὑδρηλὴν προτέρην μετεκίαθεν ἔμφυτον ὕλην. τοῖος ἔφυ φλογόεις νεφέων τύπος, οἷσι καὶ αὐτοὶ ἰσότυποι στεροπῇσι συνωδίνοντο κεραυνοί. Ζεὺς δὲ πατὴρ πολέμιζε· κατ’ ἀντιβίοιο δὲ πέμπων ἠθάδα πυρσὸν ἴαλλεν, ἀκοντιστῆρα Γιγάντων,
510βάλλων ποικιλόφωνον ἀμετρήτων στίχα λαιμῶν οὐρανίῳ πρηστῆρι· Διοβλήτου δὲ βελέμνου ἓν σέλας ἔφλεγε χεῖρας ἀπείρονας, ἓν σέλας ὤμους νηρίθμους ἀμάθυνε καὶ αἰόλα φῦλα δρακόντων, καὶ κεφαλὰς ἐδάιξαν ἀτέρμονας αἰθέρος αἰχμαί,
515καὶ πλοκάμους Τυφῶνος ἕλιξ ἀμάθυνε κομήτης ἀντιπόρῳ σπινθῆρι δασύτριχα πυρσὸν ἰάλλων. καὶ κεφαλαὶ σελάγιζον, ἀναπτομένων δὲ κομάων βόστρυχα συρίζοντα κατεσφρηγίσσατο σιγὴ οὐρανίῳ σπινθῆρι, μαραινομένων δὲ δρακόντων52 in vol. 1
520ἰοβόλοι ῥαθάμιγγες ἐτερσαίνοντο γενείων. μαρναμένου δὲ Γίγαντος ἐτεφρώθησαν ὀπωπαὶ καπνῷ λιγνυόεντι, νιφοβλήτων δὲ προσώπων χιονέαις λιβάδεσσιν ἐλευκαίνοντο παρειαί. καὶ πισύρων ἀνέμων τετράζυγον εἶχεν ἀνάγκην·
525εἰ γὰρ ἐς ἀντολίην σφαλερὰς ἐλέλιζεν ὀπωπάς, ὑσμίνην φλογόεσσαν ἐδέχνυτο γείτονος Εὔρου· εἰς κλίσιν εἰ σκοπίαζε δυσήνεμον Ἀρκάδος Ἄρκτου, χειμερίου πρηστῆρος ἀθαλπέι βάλλετο πάχνῃ· φεύγων ψυχρὸν ἄημα νιφοβλήτοιο Βορῆος
530καὶ διερῷ δεδόνητο καὶ αἰθαλόεντι βελέμνῳ· καὶ δύσιν εἰσορόων βλοσυρῆς ἀντώπιον Ἠοῦς ἑσπερίην ἔφριξε θυελλήεσσαν ἐνυώ, εἰαρινῆς ἀίων Ζεφυρηίδος ἦχον ἱμάσθλης·
καὶ Νότος ἀμφὶ τένοντα μεσημβρινὸν Αἰγοκερῆος53 in vol. 1
535ἄντυγας ἠερίας ἐπεμάστιε, θερμὸς ἀήτης, φλογμὸν ἄγων Τυφῶνι πυραυγέι καύματος ἀτμῷ. εἰ πάλιν ὄμβρον ἔχευε κατάρρυτον ὑέτιος Ζεύς, λυσιπόνοις λιβάδεσσιν ὅλον χρόα λοῦσε Τυφωεὺς θερμὰ καταψύχων κεκαφηότα γυῖα κεραυνῷ.
540 καὶ κραναοῖς βελέεσσι χαλαζαίου νιφετοῖο παιδὸς ἱμασσομένου τραφερὴ μαστίζετο μήτηρ· δερκομένη δὲ Γίγαντος ἐπὶ χροῒ μάρτυρα Μοίρης λάινα πηκτὰ βέλεμνα καὶ ὑδατόεσσαν ἀκωκὴν Ἠέλιον Τιτῆνα κατηφέι λίσσετο φωνῇ,
545ἓν φάος αἰτίζουσα θερείτατον, ὄφρα κε πυρσῷ θερμοτέρῳ λύσειε Διὸς πετρούμενον ὕδωρ νειφομένῳ Τυφῶνι χέων ἐμφύλιον αἴγλην· καί οἱ ἱμασσομένῳ συνετήκετο· καιομένων δὲ ἠλιβάτων ὁρόωσα πυριστεφὲς ἔθνος ἀγοστῶν

2

(550)

χειμερίην ἱκέτευε μολεῖν δυσπέμφελον αὔρην εἰς μίαν ἠριγένειαν, ἵνα ψυχροῖσιν ἀήταις διψαλέην Τυφῶνος ἀποσβέσσειεν ἀνάγκην. ἰσοτύπου δὲ τάλαντα μάχης ἔκλινε Κρονίων. χειρὶ δὲ δενδρήεσσαν ἀπορρίψασα καλύπτρην
555μήτηρ ἄχνυτο Γαῖα, Τυφαονίων κεφαλάων καπνὸν ὀπιπεύουσα· μαραινομένων δὲ προσώπων Γηγενέος λύτο γοῦνα· προθεσπίζουσα δὲ νίκην βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ· ἤριπε δ’ οὐρανίῳ μεθύων φλογόεντι βελέμνῳ54 in vol. 1
560ὠτειλὴν ἀσίδηρον ἔχων πολέμοιο Τυφωεὺς ὑψιτενής, καὶ νῶτα βαλὼν ἐπὶ μητέρι Γαίῃ κεῖτο περιστορέσας ὀφιώδεα γυῖα κονίῃ, πυρσὸν ἀναβλύζων. Κρονίδης δ’ ἐρέθιζε γελάσσας, τοῖον ἔπος προχέων φιλοπαίγμονος ἀνθερεῶνος·
565 „καλὸν ἀοσσητῆρα γέρων Κρόνος εὗρε, Τυφωεῦ· Χθὼν μόγις υἷα λόχευσε μετὰ κλόνον Ἰαπετοῖο· ἡδὺς ὁ Τιτήνων τιμήορος· ὡς ὁρόω δέ, ἀδρανέες γεγάασι τάχα Κρονίδαο κεραυνοί. δηθύνεις τέο μέχρις ἀνέμβατον αἰθέρα ναίειν,
570ψευδόμενε σκηπτοῦχε; μένει δέ σε θῶκος Ὀλύμπου· σκῆπτρα Διὸς καὶ πέπλα θεημάχε δέξο Τυφωεῦ, Ἀστραῖον δὲ κόμισσον ἐς οὐρανόν· ἢν δ’ ἐθελήσῃς, αἰθέρι νοστήσειε καὶ Εὐρυνόμη καὶ Ὀφίων καὶ Κρόνος ἀμφοτέροισιν ὁμόστολος· ἐρχομένῳ δὲ
575σὺν σοὶ ποικιλόνωτον ἐς ὑψιπόρων ἴτυν ἄστρων δεσμὰ φυγὼν δολόμητις ὁμαρτήσειε Προμηθεύς,
ἥπατος ἡβώοντος ἀφειδέα δαιτυμονῆα οὐρανίης θρασὺν ὄρνιν ἔχων πομπῆα κελεύθου. τί πλέον ἤθελες ἄλλο μετὰ κλόνον ἠὲ νοῆσαι55 in vol. 1
580Ζῆνα καὶ Ἐννοσίγαιον ὀπάονα σεῖο θοώκων; Ζῆνα μὲν ἀδρανέοντα καὶ οὐ σκηπτοῦχον Ὀλύμπου, βροντῆς καὶ νεφέων γυμνούμενον, ἀστεροπῆς δὲ ἀντὶ πυρὸς ζαθέοιο καὶ ἠθάδος ἀντὶ κεραυνοῦ δαλὸν ἀερτάζοντα Τυφαονίῳ παρὰ παστῷ,
585ληιδίης ἀλόχοιο τεῆς θαλαμηπόλον Ἥρης ὀφθαλμῷ κοτέοντι τεῶν ζηλήμονα λέκτρων· σύζυγα δ’ Ἐννοσίγαιον ἀποζευχθέντα θαλάσσης ὑμετέρῃ μετὰ πόντον ὑποδρήσσοντα τραπέζῃ, διψάδι χειρὶ φέροντα τεὸν δέπας ἀντὶ τριαίνης.
590Ἄρεα λάτριν ἔχεις, θεράπων τεός ἐστιν Ἀπόλλων· πέμπε δὲ Τιτήνεσσι διάκτορον υἱέα Μαίης σὸν κράτος ἀγγέλλοντα καὶ οὐρανίην σέο φύτλην· ἐργατίνην δ’ Ἥφαιστον ἐθήμονι κάλλιπε Λήμνῳ, ὄφρα κεν ἀσκήσειε νεοζεύκτῳ σέο νύμφῃ
595ποικίλον αὐχένος ὅρμον ἐύχροον ἤνοπι κόσμῳ, ἠὲ πεδοστιβέων ἀμαρύγματα φαιδρὰ πεδίλων, οἷσι τεὴ παράκοιτις ἀγάλλεται, ἠὲ τελέσσῃ χρυσοφαῆ θρόνον ἄλλον Ὀλύμπιον, ὄφρα γελάσσῃ κρέσσονα θῶκον ἔχουσα τεὴ χρυσόθρονος Ἥρη·

2

(600)

καὶ χθονίους Κύκλωπας ἔχων ναετῆρας Ὀλύμπου τεῦξον ἀρειοτέροιο νέον σπινθῆρα κεραυνοῦ. ἀλλὰ δόλῳ θέλξαντα τεὸν νόον ἐλπίδι νίκης χρυσῷ δῆσον Ἔρωτα μετὰ χρυσῆς Ἀφροδίτης· χαλκῷ σφίγξον Ἄρηα κυβερνητῆρα σιδήρου.56 in vol. 1
605ἀστεροπαὶ φεύγουσι καὶ οὐ μίμνουσιν ἐνυώ· πῶς στεροπῆς ὀλίγης οὐκ ἔκφυγες ἀπτόλεμον πῦρ; ἢ πόθεν οὔασι σοῖσιν ἀμετρήτοισιν ἀκούων βρονταίην ἐλάχειαν ἐδείδιες ὄμβριον ἠχώ; τίς σε τόσον ποίησεν ἀνάλκιδα; πῇ σέθεν αἰχμαί;
610πῇ κεφαλαὶ σκυλάκων; πῇ χάσματα κεῖνα λεόντων καὶ χθόνιον μύκημα βαρυφθόγγων σέο λαιμῶν; πῇ δὲ δρακοντείης δολιχόσκιος ἰὸς ἐθείρης; οὐκέτι συρίζεις ὀφιώδεϊ κυκλάδι χαίτῃ. πῇ βοέων στομάτων μυκήματα; πῇ σέο χειρῶν
615ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί; οὐκέτι μαστίζεις ἑλικώδεας ἄντυγας ἄστρων; οὐκέτι λευκαίνουσι συῶν προβλῆτες ἀκωκαὶ ἀφροκόμῳ ῥαθάμιγγι διάβροχον ἀνθερεῶνα. πῇ μοι φρικτὰ γένεια σεσηρότα λυσσάδος ἄρκτου;
620εἶξον ἐπουρανίοισι, πεδοτρεφές· ὑμετέρων γὰρ χειρὶ μιῇ νίκησα διηκοσίων στίχα χειρῶν. ἀλλὰ βαθυκρήμνοισι περισφίγγουσα κολώναις Σικελίη τρικάρηνος ὅλον Τυφῶνα δεχέσθω οἰκτρὰ κονιομένοις ἑκατὸν κομόωντα καρήνοις.57 in vol. 1
625ἔμπης, εἰ νόον ἔσχες ὑπέρβιον, εἰ δὲ καὶ αὐτῷ ἐλπίσιν ἀπρήκτοισιν ἐπεσκίρτησας Ὀλύμπῳ, τεύξω σοι, πανάποτμε, κενήριον, ὑστάτιον δὲ σὸν κενεὸν παρὰ τύμβον, ἀτάσθαλε, τοῦτο χαράξω· ‘Γηγενέος τόδε σῆμα Τυφωέος, ὅν ποτε πέτροις
630αἰθέρα μαστίζοντα κατέφλεγεν αἰθέριον πῦρ.‘“ ἔννεπε κερτομέων νέκυν ἔμπνοον, υἱὸν ἀρούρης. καὶ Διὶ παμμεδέοντι χέων ἐπινίκιον ἠχὼ λαϊνέῃ σάλπιγγι Κίλιξ μυκήσατο Ταῦρος, ὑδρηλοῖς δὲ πόδεσσιν ἕλιξ ὠρχήσατο Κύδνος
635Ζηνὸς ἀνευάζων διερῷ βρυχήματι νίκην, μεσσοφανὴς προχέων ναέτην ῥόον ἥλικι Ταρσῷ. Γαῖα δὲ πετρήεντα διαρρήξασα χιτῶνα ἄχνυτο κεκλιμένη, καὶ πενθάδος ἀντὶ μαχαίρης κοπτομένην ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην,
640βόστρυχον ὑλήεντος ἀποτμήξασα καρήνου φυλλοχόῳ ἅτε μηνί, χαραδραίας δὲ παρειὰς δρύψατο, καὶ κελαδεινὰ δι’ εὐύδρων κενεώνων ἔρρεε μυρομένης ποταμήια δάκρυα Γαίης.
ἐκ δὲ Τυφαονίων μελέων στροφάλιγγες ἀέλλης58 in vol. 1
645κύματα μαστίζουσιν, ἐπεσσύμεναι δὲ καλύψαι ὁλκάδας ἀκλύστοιο καθιππεύουσι γαλήνης, οὐ μούνοις ῥοθίοισιν ἐπήλυδες· ἀλλ’ ἐνὶ γαίῃ πολλάκις αἰθύσσουσα θυελλήεσσα κονίη ὄρθιον ἡβώοντα κατέκλυσε καρπὸν ἀλωῆς.

2

(650)

καὶ ταμίη κόσμοιο, παλιγγενέος Φύσις ὕλης, ῥηγνυμένης κενεῶνα κεχηνότα πῆξεν ἀρούρης, νησαίους δὲ τένοντας ἀποτμηγέντας ἐναύλων ἁρμονίης ἀλύτοιο πάλιν σφρηγίσσατο δεσμῷ. οὐκέτι δὲ κλόνος ἦεν ἐν ἄστρασιν· Ἠέλιος γὰρ
655χαιτήεντα Λέοντα παρὰ σταχυώδεϊ Κούρῃ Ζῳδιακῆς ἔστησε παραΐξαντα κελεύθου· οὐρανίου δὲ Λέοντος ἐπισκαίροντα προσώπῳ Καρκίνον ἀντικέλευθον ἀθαλπέος Αἰγοκερῆος ἂψ ἀνασειράζουσα διεστήριξε Σελήνη.
660 οὐ μὲν ἀοιδοπόλοιο λελασμένος ἔπλετο Κάδμου Ζεὺς Κρονίδης, καλέσας δὲ τόσην ἐφθέγξατο φωνὴν ἠερίης σκιοειδὲς ἀποσκεδάσας νέφος ὄρφνης· „Κάδμε, τεῇ σύριγγι πύλας ἔστεψας Ὀλύμπου· σὸν γάμον οὐρανίῃ καὶ ἐγὼ Φόρμιγγι γεραίρω·
665γαμβρὸν ἐγὼ τελέσω σε καὶ Ἄρεϊ καὶ Κυθερείῃ, καὶ χθονίου δείπνοιο θεοὺς ἔχε δαιτυμονῆας. ἵξομαι εἰς σέο δῶμα· τί φίλτερον ἄλλο νοήσεις
ἢ μακάρων βασιλῆα τεῆς ψαύοντα τραπέζης; εἰ δὲ τύχης ἐθέλεις ἑτερότροπα κύματα φεύγειν59 in vol. 1
670πορθμεύων βιότοιο γαληναίοιο πορείην, Ἄρεα μὲν Διρκαῖον ἀεὶ πεφύλαξο χαλέψαι, Ἄρεα νόσφι χόλου κεχολωμένον· ἐννύχιος δὲ οὐρανίοιο Δράκοντος ἐναντίον ὄμμα τιτήνας ῥέξον ὑπὲρ βωμοῖο λαβὼν εὔοδμον ὀφίτην,
675κικλήσκων Ὀφιοῦχον Ὀλύμπιον, ἐν πυρὶ καίων Ἰλλυρικῆς ἐλάφοιο πολυγλώχινα κεραίην, ὄφρα φύγῃς, ὅσα πικρὰ τεῷ πεπρωμένα πότμῳ Μοιριδίης ἔκλωσεν ἕλιξ ἄτρακτος ἀνάγκης, εἰ λίνα Μοιράων ἐπιπείθεται. ἀλλὰ τοκῆος
680μνῆστιν ἔα κοτέοντος Ἀγήνορος, ἀσταθέων δὲ ἀμφὶ κασιγνήτων μὴ δείδιθι· κεκριμένοι γὰρ πάντες ἔτι ζώουσιν, ἐπεὶ Νοτίην χθόνα Κηφεὺς νάσσατο Κηφήνων ἐπιήρανος Αἰθιοπήων, καὶ Θάσος ἐς Θάσον ἦλθεν, ἀερσιλόφοιο δὲ Ταύρου
685δύσνιφον ἀμφὶ τένοντα Κίλιξ Κιλίκεσσιν ἀνάσσει, Θρηικίην δ’ ἐπὶ πέζαν ἀπόσσυτος ἵκετο Φινεύς· τὸν μὲν ἐγὼ κομόωντα βαθυπλούτοισι μετάλλοις γαμβρὸν ἐς Ὠρείθυιαν ἄγω καὶ Θρῇκα Βορῆα, νυμφίον ὀμφήεντα φιλοστεφάνου Κλεοπάτρης.
690καὶ σὺ κασιγνήτων ἰσοελκέι νήματι Μοίρης Καδμείων βασίλευε καὶ οὔνομα λεῖπε πολίταις·
πλαγκτοσύνης δ’ ἀπόειπε παλίμπορα κύκλα κελεύθου, καὶ βοὸς ἄστατον ἴχνος ἀναίνεο· Κυπριδίῳ γὰρ σύγγονον ὑμετέρην ζυγίῳ νυμφεύσατο θεσμῷ60 in vol. 1
695Ἀστερίων Δικταῖος ἄναξ Κορυβαντίδος Ἴδης. καὶ τὰ μὲν αὐτὸς ἐγὼ μαντεύσομαι, ἄλλα δὲ Φοίβῳ καλλείψω· σὺ δέ, Κάδμε, μεσόμφαλον ἄξονα βαίνων Δελφίδος αὐδήεντα μετέρχεο τέμπεα Πυθοῦς.“ ὣς εἰπὼν ἀπέπεμπεν Ἀγηνορίδην μετανάστην

2

(700)

Ζεὺς Κρονίδης· καὶ κραιπνὸς ἐς αἰθερίων ἴτυν ἄστρων χρύσεον ἔτραπε δίφρον, ἐπεμβεβαυῖα δὲ Νίκη ἤλασεν οὐρανίῃ πατρώιον ἵππον ἱμάσθλῃ. καὶ θεὸς εἰς πόλον ἦλθε τὸ δεύτερον· ἐρχομένῳ δὲ οὐρανίας πετάσαντο πύλας ὑψαύχενες Ὧραι,
705αἰθέρα δ’ ἐστέψαντο· παλιννόστῳ δ’ ἐνὶ μορφῇ σὺν Διὶ νικήσαντι θεοὶ νόστησαν Ὀλύμπῳ, καὶ πτερόεν μίμημα μετηλλάξαντο προσώπου. ἁβροχίτων δ’ ἀσίδηρος ἐς οὐρανὸν ἦλθεν Ἀθήνη
Ἄρεϊ κῶμον ἄγουσα, μέλος δέ οἱ ἔπλεκε Νίκη·61 in vol. 1
710καὶ Θέμις ὅπλα Γίγαντος ὀλωλότος ἄφρονι Γαίῃ εἰς φόβον ἐσσομένων ἐπεδείκνυε, μητρὶ Γιγάντων,
ὑψιπαγῆ κρεμάσασα παρὰ προθύροισιν Ὀλύμπου.62 in vol. 1

3

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΡΙΤΟΝ.
1 Λῦτο δ’ ἀγών, ὅτε χεῖμα παρήλυθεν· ἄκρα δὲ φαίνων ἀννεφέλῳ τελαμῶνι φαεσφόρα νῶτα μαχαίρης Ὠρίων ἀνέτελλε, καὶ οὐκέτι κυκλάδι λίμνῃ λούετο παχνήεντα δεδυκότος ἴχνια Ταύρου·
5οὐκέτι δ’ ὀμβροτόκοιο παρὰ κλίμα διψάδος Ἄρκτου ἴχνεσιν ἀβρέκτοισιν ὁδεύετο μάρμαρον ὕδωρ· οὐκέτι Μασσαγέτης μετανάστιον οἶκον ἱμάσσων, δουρατέῳ τροχόεντι διαστείβων ῥόον ὁλκῷ, ὑδρηλὰς ἐχάρασσε πεπηγότος αὔλακας Ἴστρου·
10ἤδη γὰρ Ζεφύροιο προάγγελος ἔγκυος Ὥρη σχιζομένων καλύκων δροσεροὺς ἐμέθυσσεν ἀήτας, καὶ λιγυρὴ μερόπεσσι συνέστιος εἴαρι κῆρυξ ὄρθριον ὕπνον ἄμερσε λάλος τρύζουσα χελιδὼν ἀρτιφανής, καὶ γυμνὸν ἀπ’ εὐόδμοιο καλύπτρης
15εἰαριναῖς ἐγέλασσε λελουμένον ἄνθος ἐέρσαις ζωογόνοις. Κιλίκων δὲ παρὰ κροκόεντας ἐναύλους
ὑψιλόφου Ταύροιο λιπὼν πρηῶνα κεράστην πρώιος ἤιε Κάδμος, ὅτε ζόφον ἔσχισεν Ἠώς. καὶ πλόος ὥριος ἦεν· ἐπειγομένοιο δὲ Κάδμου63 in vol. 1
20ἐκ χθονὸς ὠχλίζοντο χαλινωτήρια νηῶν· ἱστὸς δ’ ὑψικάρηνος ὑπέρτερος, ἠέρα τύπτων, ὄρθιος ἐστήρικτο, καὶ ἠρέμα πόντον ἱμάσσων ἄσθμασιν ἠῴοις ἐπεβόμβεε κοῦφος ἀήτης, πομπὸν ἔχων κελάδημα, καὶ ἀλλοπρόσαλλα θυέλλαις
25οἴδματα κυρτώσας διερῆς ἀνέκοψε χορείης σιγαλέης δελφῖνα κυβιστητῆρα γαλήνης. συμπλεκέες δὲ κάλωες ἐσύρισαν ὀξέι ῥοίζῳ, σπερχομένῳ δ’ ἀνέμῳ πρότονοι μύκον, ἰθυπόρου δὲ λαῖφος ἐκολπώθη βεβιημένον ἔγκυον αὔρης·
30σχίζετο δ’ ἄστατον οἶδμα παλιμπετές, ἄφρεε δ’ ὕδωρ οἰδαλέον, καὶ νηὸς ἐπειγομένης διὰ πόντου κύματι βομβήεντι περὶ τρόπιν ἤπυεν ἠχώ· πηδαλίου δὲ κόρυμβα διχαζομένης ἁλὸς ὁλκῷ κυρτὰ φαληριόωντα κατέγραφε νῶτα θαλάσσης.
35καὶ δεκάτης μετὰ νύσσαν ἀχείμονα κυκλάδος Ἠοῦς Κάδμος ἀκυμάντοισι Διὸς πεφορημένος αὔραις, Τρώιον ὑγρονόμοιο διασχίζων πόρον Ἕλλης, ἅρπαγος ἐξ ἀνέμοιο μεμυκότι σύρετο πορθμῷ εἰς Σάμον ἀντικέλευθον ἐγερσιμόθοιο Καμάνδρου,
40γείτονα Σιθονίης, ὅθι παρθένος εἰσέτι Κάδμῳ Ἁρμονίη πεφύλακτο· καὶ ὁλκάδα θέσπιδι ῥιπῇ
Θρηικίην πόμπευον ἐς ᾐόνα μάντιες αὖραι. καὶ Σαμίης ὁρόωντες ἀκοιμήτου φλόγα πεύκης ἀγχίγυοι στείλαντο γεγηθότες ἱστία ναῦται·64 in vol. 1
45νῆα δὲ πορθμεύσαντες ἀκυμάντου σχεδὸν ὅρμου νήνεμον ἀκροτάτοισιν ὕδωρ ἐχάρασσον ἐρετμοῖς, καὶ λιμένος προσέκελσαν ὑπὸ σκέπας· ἀκλινέων δὲ τρητὸς ὄνυξ πετραῖος ἐδέξατο πείσματα νηῶν, καὶ διερῆς ψαμάθοιο βαθυνομένου διὰ κόλπου

3

(50)

ὁλκάδος ἀγκυλόδοντες ἐπεσφήκωντο χαλινοὶ δυομένου Φαέθοντος· ἐπ’ αἰγιαλοῖο δὲ ναῦται ἀστορέας ψαμάθοισιν ἐπετρέψαντο χαμεύνας ἑσπερίην μετὰ δαῖτα· βαρυνομένοισι δὲ φωτῶν ὄμμασιν ἄψοφον ἴχνος ἐπήγαγεν Ὕπνος ἀλήτης.
55 ἀλλ’ ὅτε πορφυρέοιο παρὰ πτερὸν αἴθοπος Εὔρου ἄκρα χαρασσομένην ὑπὸ ῥωγάδα Τευκρίδος Ἴδης ὄρθρον ἀποπτύουσα φάνη λιμενοσκόπος Ἠώς, ἀντιπόρου μέλαν οἶδμα καταυγάζουσα θαλάσσης, Ἁρμονίην τότε Κύπρις ἵνα ζεύξειεν ἀκοίτῃ,
60ἄπλοα σιγαλέης ἐτανύσσατο νῶτα γαλήνης. ἤδη δ’ ἔκλαγεν ὄρνις ἑώιος ἠέρα τέμνων,
καὶ στίχες εὐπήληκες ἐρημονόμων Κορυβάντων Κνώσσιον ἐκρούσαντο σακεσπάλον ἅλμα χορείης ἴχνεσι μετρητοῖσιν· ἐρισμαράγου δὲ βοείης65 in vol. 1
65τυπτομένης ἑλικηδὸν ἁμιλλητῆρι σιδήρῳ δίκτυπος αὐλὸς ἔμελπε, καὶ ὀρχηστῆρας ἐπείγων σύνθροον ἐσμαράγησε μέλος βητάρμονι παλμῷ. καὶ δρύες ἐψιθύριζον, ἐμυκήσαντο δὲ πέτραι, καὶ νοερῷ σείοντο τινάγματι θυιάδες ὗλαι,
70καὶ Δρυάδες κελάδησαν· ἐπεσσεύοντο δὲ πυκναὶ εἰς χορὸν ἀντιπόρῳ σκιρτήματι κυκλάδες ἄρκτοι, βρυχηθμῷ δὲ λέοντες ὁμοζήλων ἀπὸ λαιμῶν μυστιπόλων ἀλαλαγμὸν ἐμιμήσαντο Καβείρων ἔμφρονα λύσσαν ἔχοντα· φιλοσκύλακος δὲ θεαίνης
75μελπομένης Ἑκάτης θιασώδεες ἔβρεμον αὐλοὶ ἄζυγες, οὓς Κρονίη κερατοξόος εὕρατο τέχνη. καὶ πατάγῳ κελάδοντι φιλοσμαράγων Κορυβάντων πρώιος ἔγρετο Κάδμος, ὁμοπλανέες δὲ καὶ αὐτοὶ ὀρθρινῆς ἀίοντες ἀσιγήτοιο βοείης
80Σιδόνιοι πλωτῆρες ἐυκροκάλων ἀπὸ λέκτρων ἀκταίης μεθέηκαν ἁλίκτυπα νῶτα χαμεύνης. καὶ πόλιν ἰχνεύων ἐπλάζετο Κάδμος ὁδίτης νῆα λιπὼν ἑτάροισιν ἀπόσσυτος· ἐρχομένῳ δὲ ἐς δόμον Ἁρμονίης θαλαμηπόλος ἤντετο Πειθὼ
85θνητῆς εἶδος ἔχουσα, καὶ ἀχθοφόρου διὰ κόλπου, οἷα γυνὴ ταλαεργὸς ἀφυσσαμένη πόμα πηγῆς, ἀργυρέην εὔκυκλον ἐκούφισε κάλπιν ἀγοστῷ, ἄγγελος ἐσσομένων, ὅτι νυμφίον ἠθάδι θεσμῷ ζωογόνοις πρὸ γάμοιο καθικμαίνουσι λοετροῖς.66 in vol. 1
90καὶ σχεδὸν ἄστεος ἦεν, ὅθι γλαφυροῖς ἐνὶ βόθροις συμπλεκέων ῥυπόωσαν ἐπασσυτέρων στίχα πέπλων ποσσὶ πολυσκάρθμοισιν ἐπιστείβουσι γυναῖκες, ποσσὶν ὁμοζήλοισι. καὶ ἀκροτάτων ἀπὸ ταρσῶν κυανέῃ νεφέλῃ κεκαλυμμένον ἄχρι καρήνου
95Κάδμον ἀσημάντοιο δι’ ἄστεος ἤγαγε Πειθὼ ξεινοδόκου βασιλῆος ἐρευνητῆρα μελάθρου, πομπὸς ὁδοῦ Παφίης ὑπὸ νεύμασιν. ἔνθα τις ὄρνις, ἑζομένη γλαυκωπὸν ὑπὸ σκέπας ἁβρὸν ἐλαίης, ὀμφαίη στόμα λάβρον ἀναπτύξασα κορώνη

3

(100)

ἠιθέῳ νεμέσιζεν, ἐς Ἁρμονίην ὅτι νύμφην ἤιε φειδομένῳ γαμίῳ ποδὶ νωθρὸς ὁδίτης, καὶ πτερὰ σεισαμένη φιλοκέρτομον ἴαχε φωνήν· „νήπιος ἔπλετο Κάδμος, ἢ ἔπλετο νῆις Ἐρώτων· νυμφίον οὐ βραδὺν οἶδεν Ἔρως ταχύς· ἵλαθι, Πειθώ,
105δηθύνει σέο Κάδμος ἐπειγομένης Ἀφροδίτης.
θερμὸς Ἔρως καλέει σε· τί, νυμφίε, νωθρὸς ὁδεύεις; ἡδύς, ὃς ἱμερόεντος Ἀδώνιδος ἔπλεο γείτων, ἡδὺς ὁ Βυβλιάδεσσιν ὁμώλακα πατρίδα ναίων. ἤλιτον, οὐ ῥόον εἶδες Ἀδώνιδος, οὐ χθόνα Βύβλου67 in vol. 1
110ἔδρακες, ἧχι πέλει Χαρίτων δόμος, ἧχι χορεύει Ἀσσυρίη Κυθέρεια καὶ οὐ φυγόδεμνος Ἀθήνη. τερπομένην δὲ γάμοισι τιθηνήτειραν Ἐρώτων Πειθὼ πομπὸν ἔχεις, οὐκ Ἄρτεμιν· ἴσχεο μόχθων, Ἁρμονίης ἀπόνοιο καὶ Εὐρώπην λίπε ταύρῳ·
115σπεῦδε, καὶ Ἠλέκτρη σε δεδέξεται, ἧς ἀπὸ χειρῶν νηῒ τεῇ γαμίων ἐμβάλλεο φόρτον ἐρώτων ἐμπορίην φιλότητος ἐπιτρέψας Ἀφροδίτῃ, Κυπριδίην δὲ θύγατρα φυλασσομένην σέο παστῷ ἄλλην δέχνυσο Κύπριν· ἐπαινήσεις δὲ κορώνην,
120καὶ γαμίην καλέσεις με θεοπρόπον ὄρνιν Ἐρώτων. ἤλιτον· ἀλλά με Κύπρις ἐπέπνεεν· ἐκ Παφίης γὰρ θεσπίζω σέο λέκτρα, καὶ εἰ πέλον ὄρνις Ἀθήνης.“ ὣς φαμένη σφρήγισσε λάλον στόμα μάρτυρι σιγῇ. ἀλλ’ ὅτε οἱ στείχοντι λεωφόρα κύκλα κελεύθου
125τηλεφανὴς βασιλῆος ἐφαίνετο πανδόκος αὐλὴ κίοσιν ὑψωθεῖσα, τανυσσαμένη τότε Κάδμῳ δάκτυλον ἀντιτύποιο νοήμονα μάρτυρα φωνῆς σιγαλέῳ κήρυκι δόμον σημήνατο Πειθὼ ποικίλον ἀστράπτοντα· καὶ αἰθέρα δύσατο δαίμων
130ἀλλοφανὴς πτερόεντι διαΐσσουσα πεδίλῳ.
καὶ δόμον ἐσκοπίαζεν ἀλήμονι Κάδμος ὀπωπῇ, Ἡφαίστου σοφὸν ἔργον, ὃν Ἠλέκτρῃ ποτὲ νύμφῃ ἐργοπόνος Λήμνοιο Μυριναίῃ κάμε τέχνῃ, δαίδαλα πολλὰ φέροντα. νεοσταθέος δὲ μελάθρου68 in vol. 1
135χάλκεος οὐδὸς ἔην εὐήλατος· ἀμφίθυροι δὲ σταθμοὶ ἐμηκύνοντο πολυγλυφέων πυλεώνων, καὶ λόφος ὀμφαλόεντι διεσφαίρωτο καρήνῳ μεσσοφανὴς ὀρόφοιο· λιθοστρώτοιο δὲ τοίχου νῶτα κατεστήρικτο πεπηγότα λευκάδι γύψῳ
140ἐς μυχὸν ἐξ οὐδοῖο. πέλας δέ τις ὄρχατος αὐλῆς ἀμφιλαφὴς δροσόεντι φυτῶν ἐβαρύνετο καρπῷ τετράγυος πρὸ δόμοιο· καὶ ἄρσενα φύλλα πελάσσας θηλυτέρῳ φοίνικι πόθον πιστώσατο φοῖνιξ· ὄγχνη τ’ ἀγλαόκαρπος ὁμήλικι σύμφυτος ὄγχνῃ
145ὄρθριον ἐψιθύριζεν, ἑλισσομένη δὲ κορύμβοις γείτονα πιαλέης ἐπεμάστιε θάμνον ἐλαίης· εἰαρινοῖς δ’ ἀνέμοισιν ἀναινομένῃ παρὰ δάφνῃ σείετο μύρσινα φύλλα, καὶ εὐπετάλου κυπαρίσσου
ὄρθιον ἐρρίπιζε κόμην εὔοδμος ἀήτης·69 in vol. 1

3

(150)

συκῆς θ’ ἡδυτόκοιο καὶ ἰκμαλέης ἀπὸ ῥοιῆς καρπὸς ἐρευθιόων ἐπεθήλεεν οἴνοπι καρπῷ ἀγχιφύτῳ, καὶ μῆλον ἐπήνθεε γείτονι μήλῳ· πολλὰ δὲ Φοιβείοισι σοφοῖς ποικίλλετο φύλλοις γράμματα δενδρήεντα φιλοκλαύτων ὑακίνθων·
155καὶ Ζεφύρου πνείοντος ἀεξιφύτου διὰ κήπου ἄστατον ὄμμα τίταινε πόθων ἀκόρητος Ἀπόλλων, καὶ φυτὸν ἡβητῆρος ἰδὼν δεδονημένον αὔραις δίσκου μνῆστιν ἔχων ἐλελίζετο, μή ποτε κούρῳ ζηλήμων φθονέσειε καὶ ἐν πετάλοισιν ἀήτης,
160εἰ ἐτεόν ποτε κεῖνον ἐπισπαίροντα κονίῃ ὄμμασιν ἀκλαύτοισιν ἰδὼν δάκρυσεν Ἀπόλλων, καὶ τύπος ἀνθεμόεις μορφώσατο δάκρυα Φοίβου αἴλινον αὐτοκέλευστον ἐπιγράψας ὑακίνθῳ. ὄρχατος ἔπλετο τοῖος ἐύσκιος· ἄγχι δὲ πηγὴ
165δίστομος· ἔνθεν ἔην ναέταις ποτόν, ἔνθεν ἀλωεὺς ἐξ ἀμάρης ὀχέτευε πολυσχιδὲς ἀγκύλον ὕδωρ ἐς φυτὸν ἄλλο μετ’ ἄλλο· ῥόος δέ τις ὡς ἀπὸ Φοίβου ἁβρὰ μελιζομένης ἐπεβόμβεε πυθμένι δάφνης. καὶ πολὺς εὐποίητος ἐρεισάμενος πόδα πέτρῳ
170χρύσεος ἵστατο κοῦρος, ἐναντία δαιτυμονήων
λαμπάδος ἑσπερίης τανύων ἐπιδόρπιον αἴγλην· πολλαὶ δ’ ἰσοτύπων μελέων τεχνήμονι σιγῇ χάσμασι ποιητοῖσι σεσηρότος ἀνθερεῶνος ψευδαλέων σκυλάκων στίχες ἔμφρονες ἄγχι θυράων70 in vol. 1
175ἕστασαν ἔνθα καὶ ἔνθα, καὶ ἀργυρέῳ κυνὶ γείτων χρύσεος οἰδαίνοντι κύων συνυλάκτεε λαιμῷ σαίνων ἠθάδα φῶτα· παραστείχοντι δὲ Κάδμῳ μιμηλῆς ἀπέπεμπε βοῆς ξεινοσσόον ἠχὼ ποιητῆς τ’ ἐλέλιζε φιλοστόργου τύπον οὐρῆς.
180 ὄφρα μὲν εἰσέτι Κάδμος ἐυστρέπτοιο προσώπου ὄμματα δινεύων διεμέτρεε κῆπον ἀνάκτων καὶ γλυφίδας καὶ κάλλος ὅλον γραπτοῖο μελάθρου, λαϊνέων ὁρόων ἀμαρύγματα φαιδρὰ μετάλλων, τόφρα δὲ καλλείψας ἀγορὴν καὶ νείκεα λαῶν,
185φαιδρὸς ἀερσιλόφοιο περὶ ῥάχιν ἥμενος ἵππου, Ἠμαθίων Θρήισσαν ἔχων Σάμον, Ἄρεος ἕδρην, μητέρος Ἠλέκτρης βασιληίδος εἰς δόμον ἔστη, ὃς τότε μοῦνος ἄνασσε κασιγνήτοιο νομεύων ἡνία κοιρανίης, ὅτι πάτριον οὖδας ἐάσσας
190Δάρδανος ἀντικέλευθον ἐνάσσατο πέζαν ἀρούρης, Δαρδανίην εὔπυργον ἐπώνυμον ἄστυ χαράξας, Ἰδαίην ἀροτῆρι διαγράψας κόνιν ὁλκῷ,
καὶ ῥόον Ἑπταπόροιο πιὼν καὶ χεύματα Ῥήσου γνωτῷ κλῆρον ἔλειπεν ἔχειν καὶ σκῆπτρα Καβείρων,71 in vol. 1
195Δάρδανος, Ἠμαθίωνος ἀδελφεός, ὃν Διὸς εὐναὶ ἤροσαν, ὃν κομέεσκε Δίκη τροφός, εὖτε λαβοῦσαι σκῆπτρα Διὸς καὶ πέπλα Χρόνου καὶ ῥάβδον Ὀλύμπου εἰς δόμον Ἠλέκτρης βασιληίδος ἔδραμον Ὧραι κοιρανίης ἀλύτοιο προμάντιες Αὐσονιήων·

3

(200)

καὶ βρέφος ἐθρέψαντο, καὶ ἀτρέπτῳ Διὸς ὀμφῇ κοῦρος ἀνασταχύων παλιναυξέος ἄνθεμον ἥβης Ἠλέκτρης λίπεν οἶκον, ὅτε τριτάτου χύσις ὄμβρου κύμασι πυργωθεῖσα κατέκλυσεν ἕδρανα κόσμου. πρώτου γὰρ κελάδοντος ἐπειρήθη νιφετοῖο
205Ὤγυγος ἠλιβάτοιο δι’ ὕδατος αἰθέρα τέμνων, χθὼν ὅτε κεύθετο πᾶσα κατάρρυτος, ἄκρα δὲ πέτρης Θεσσαλίδος κεκάλυπτο, καὶ ὑψόθι Πυθιὰς ἄκρη ἀγχινεφὴς νιφόεντι ῥόῳ κυμαίνετο πέτρη. δεύτερος ὄμβρος ἔην, ὅτε κυκλάδος ἄντυγα γαίης
210χεύματι λυσσήεντι κατέκρυφε δύσνιφον ὕδωρ, Δευκαλίων ὅτε μοῦνος ὁμόστολος ἥλικι Πύρρῃ ὀλλυμένων μερόπων ἐνὶ λάρνακι κοιλάδι τέμνων χεῦμα παλινδίνητον ἀτεκμάρτου νιφετοῖο
ἠέρος ὑδατόεντος ἕλιξ πορθμεύετο ναύτης.72 in vol. 1
215καὶ τρίτατος Διὸς ὄμβρος ὅτε χθονὸς ἔκλυσεν ἕδρην καὶ σκοπέλους ἔκρυψεν, Ἀθωιάδος δὲ καὶ αὐτῆς ἄβροχα Σιθονίης ἐκαλύπτετο νῶτα κολώνης, ὑψιπόρου τότε χεῦμα διασχίζων νιφετοῖο Δάρδανος ἀρχαίης ἐπεβήσατο γείτονος Ἴδης.
220τοῦ τότε Σιθονίης χιονώδεος ἀρχὸς ἀρούρης σύγγονος Ἠμαθίων ἀγορὴν βαρύδουπον ἐάσσας θάμβεεν ἀνέρος εἶδος, ἐπεί νύ οἱ ἔμφυτος ἥβη ἠνορέην καὶ κάλλος ἐμίγνυε σύζυγι μορφῇ, θάμβεε τηλίκον εἶδος· ἀριφραδέων γὰρ ἀνάκτων
225αὐτόματοι κήρυκες ἀναυδέες εἰσὶν ὀπωπαί. καί μιν ἑλὼν ξείνισσε, σὺν Ἠλέκτρῃ δὲ τεκούσῃ αἰόλα πιαλέης ἐπεκόσμεε δεῖπνα τραπέζης, ξεῖνον ὑποσσαίνων φιλίῳ καὶ ἀμεμφέι μύθῳ, πολλὰ τιθείς. ὁ δὲ κυφὸν ἐπ’ οὔδεος αὐχένα κάμψας
230ἀμφιπόλων ἀπάνευθεν ἀθελγέας εἷλκεν ὀπωπάς, καὶ μόλις εἰλαπίναζε· φιλοξείνοιο δὲ νύμφης ἑζομένης ἀντωπὸς ὑποκλέπτοντι προσώπῳ αἰδομένην ἐτίταινε σαόφρονα χεῖρα τραπέζῃ. τοῖσι δὲ δαινυμένοισιν ἐπήτριμος ἄλλος ἐπ’ ἄλλῳ
235ἔμπνοος ἐσμαράγησε δόναξ Κορυβαντίδος Ἴδης· ἐκ δὲ πολυτρήτοιο πόρου σκιρτήματι χειρῶν
σύνθροον ἐκρούσαντο μέλος μυκήτορος αὐλοῦ δάκτυλοι ὀρχηστῆρες ἐπιθλίβοντες ἀοιδήν· καὶ τροχαλοῖς κροτέοντα τινάγμασι σύνθροον ἠχὼ73 in vol. 1
240κύμβαλα βομβήεντα συνέκτυπε δίζυγι χαλκῷ συμφερτοῖς δονάκεσσιν· ὑπὸ πλήκτρῳ δὲ καὶ αὐτὴ ὄρθιος ἑπτατόνοιο λύρης ἐλελίζετο χορδή. ἀλλ’ ὅτε δὴ μετὰ δαῖτα κορέσσατο Βίστονος αὐλοῦ, εἰρομένῃ πελάσας φιλοπευθέι θῶκον ἀνάσσῃ
245Κάδμος, ἁλιπλάγκτοιο μεληδόνος οἶστρον ἐάσσας, φαιδρὸν ἑὸν γένος εἶπε, καὶ ἀενάων στίχα μύθων οἰγομένου κρουνηδὸν ἀνήρυγεν ἀνθερεῶνος· „νύμφα φίλη, τί με τόσσον ἀνείρεαι αἷμα γενέθλης; ὠκυμόρων μερόπων γενεὴν φύλλοισιν ἐίσκω·

3

(250)

φύλλα τὰ μὲν κατέχευαν ἐπὶ χθονὶ θυιάδες αὖραι ὥρης ἱσταμένης φθινοπωρίδος, ἄλλα δὲ καρπῷ εἰαρινῷ κομέουσι τεθηλότα δενδράδες ὗλαι· ὣς βροτέη γενεὴ μινυώριος ἡ μὲν ὀλέθρῳ δάμναται ἱππεύσασα βίου δρόμον, ἡ δ’ ἐπιθάλλει,
255ἄλλῃ ὅπως εἴξειεν· ἐπεὶ παλινάγρετος ἕρπων εἰς νέον ἐκ πολιοῖο ῥέει μορφούμενος αἰών. ἀλλ’ ἐρέω περίπυστον ἐμὴν εὔπαιδα γενέθλην· ἔστι πόλις, κλυτὸν Ἄργος, ἐδέθλιον ἵππιον Ἥρης, νήσου Τανταλίδαο μεσόμφαλος· ἔνθα δὲ κούρην74 in vol. 1
260θηλυτόκοις ἔσπειρε γοναῖς εὐπάρθενος ἀνὴρ Ἴναχος, Ἰναχίης ὀνομάκλυτος ἀστὸς ἀρούρης, νηοπόλος, καὶ φρικτὰ πολισσούχοιο θεαίνης ὄργια βυσσοδόμευε θεηγόρα μύστιδι τέχνῃ πρεσβυγενής· καὶ Ζῆνα, θεῶν πρόμον, ὄρχαμον ἄστρων,
265γαμβρὸν ἔχειν ἀπέειπε, σέβας πεφυλαγμένος Ἥρης, ταυροφυὴς ὅτε πόρτις ἀμειβομένοιο προσώπου εἰς ἀγέλην ἄγραυλον ἐλαύνετο σύννομος Ἰώ, καὶ δαμάλης ἄγρυπνον ἐθήκατο βουκόλον Ἥρη ποικίλον, ἀπλανέεσσι κεκασμένον Ἄργον ὀπωπαῖς,
270Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων, Ζηνὸς ἀθηήτοιο, καὶ ἐς νομὸν ἤιε κούρη ὀφθαλμοὺς τρομέουσα πολυγλήνοιο νομῆος· γυιοβόρῳ δὲ μύωπι χαρασσομένη δέμας Ἰὼ Ἰονίης ἁλὸς οἶδμα κατέγραφε φοιτάδι χηλῇ·
275ἦλθε καὶ εἰς Αἴγυπτον, ἐμὸν ῥόον, —ὃν πολιῆται Νεῖλον ἐφημίξαντο φερώνυμον, οὕνεκα γαίῃ εἰς ἔτος ἐξ ἔτεος πεφορημένος ὑγρὸς ἀκοίτης χεύματι πηλώεντι νέην περιβάλλεται ἰλύν, — ἤλυθεν εἰς Αἴγυπτον, ὅπῃ βοέην μετὰ μορφὴν75 in vol. 1
280δαιμονίης ἴνδαλμα μεταλλάξασα κεραίης ἔσκε θεὰ φερέκαρπος· ἀναπτομένοιο δὲ καρποῦ Αἰγυπτίης Δήμητρος, ἐμῆς κεραελκέος Ἰοῦς, εὐόδμοις ὁμόφοιτος ἑλίσσεται ἀτμὸς ἀήταις. ἔνθ’ Ἔπαφον Διὶ τίκτεν, ἀκηρασίων ὅτι κόλπων
285Ἰναχίης δαμάλης ἐπαφήσατο θεῖος ἀκοίτης χερσὶν ἐρωμανέεσσι· θεηγενέος δὲ τοκῆος ἐξ Ἐπάφου Λιβύη· Λιβύης δ’ ἐπὶ παστὸν ὁδεύων Μέμφιδος ἄχρις ἵκανε Ποσειδάων μετανάστης, παρθένον ἰχνεύων Ἐπαφηίδα· καὶ τότε κούρη
290δεξαμένη ναετῆρα βυθοῦ χερσαῖον ὁδίτην Ζῆνα Λίβυν τέκε Βῆλον, ἐμῆς ἀροτῆρα γενέθλης. καὶ Διὸς Ἀσβύσταο νέην ἀντίρροπον ὀμφὴν Χαονίῃ βοόωσι πελειάδι διψάδες ἄμμοι μαντιπόλοι· πέμπτῳ δὲ πατὴρ ἰσόμετρον ἀριθμῷ
295Βῆλος ἐπασσυτέρην γενεὴν σπερμήνατο παίδων,
Φινέα καὶ Φοίνικα λιπόπτολιν, οἷς ἅμα θάλλων ἀστὸς ἀμοιβαίων πολίων περίφοιτος Ἀγήνωρ ἀσταθέος βιότοιο, πατὴρ ἐμός, εἶχε πορείην ἐς Θήβην μετὰ Μέμφιν, ἐς Ἀσσυρίην μετὰ Θήβην,76 in vol. 1

3

(300)

καὶ σοφὸς Αἰγυπτίης ναέτης Αἴγυπτος ἀρούρης αἰνοτόκος πολύτεκνος, ὃς ἀρσενόπαιδι γενέθλῃ ἤροσε τοσσατίων μινυώρια πώεα παίδων, καὶ Δαναὸς λιπόπατρις, ὃς ὥπλισεν ἄρσενι φύτλῃ θῆλυ γένος τανύων γάμιον ξίφος, ὁππότε παστοὶ
305αἵματι φοινίσσοντο δαϊζομένων ὑμεναίων καὶ κρυφίοις ξιφέεσσι σιδηροφόρων ἐπὶ λέκτρων ἄρσενα γυμνὸν ἄρηα κατεύνασε θῆλυς ἐνυώ· οὐ μὲν Ὑπερμνήστρῃ κακονύμφιον εὔαδεν ἔργον, ἀλλὰ παρωσαμένη δυσπένθερα θεσμὰ τοκῆος
310ἠερίῃ πατρῷον ἐπέτρεπε μῦθον ἀέλλῃ καὶ καθαρὴν ἐφύλαξεν ἀναίμονα χεῖρα σιδήρου· ἔπλετο δ’ ἀμφοτέρων ὅσιος γάμος. ἀρτιθαλῆ δὲ γνωτὴν ἡμετέρην θρασὺς ἥρπασε ταῦρος ἀλήτης, εἰ ἐτεὸν πέλε ταῦρος· ἐγὼ δ’ οὐκ οἶδα πιθέσθαι,
315εἰ βόες ἱμείρουσι γυναικείων ὑμεναίων. καί με κασιγνήτοισιν ὁμήλυδα πέμψεν Ἀγήνωρ σύγγονον ἰχνεύοντα καὶ ἄγριον ἅρπαγα νύμφης, ταῦρον ἀκυμάντοιο νόθον πλωτῆρα θαλάσσης, οὗ χάριν ἀστήρικτος ἀλώμενος ἐνθάδε βαίνω.“
320 τοῖα μὲν εὐσύριγγος ἔσω μυθεῖτο μελάθρου Κάδμος ἐυγλώσσοιο χέων ἔπος ἀνθερεῶνος, πατρῴης ἐνέπων τεκνοσσόον οἶστρον ἀπειλῆς καὶ Τυρίων ῥοθίων ψευδήμονα ταῦρον ὁδίτην, Σιδονίης ἀκίχητον ἀπευθέος ἅρπαγα νύμφης.77 in vol. 1
325Ἠλέκτρη δ’ ἀίουσα παρήγορον ἴαχε φωνήν· „ξεῖνε, κασιγνήτην καὶ πατρίδα καὶ γενετῆρα Ληθαίῃ στροφάλιγγι καὶ ἀμνήστῳ πόρε σιγῇ· οὕτω γὰρ μερόπων φέρεται βίος ἄλλον ἀπ’ ἄλλου μόχθον ἔχων, ὅτι πάντες, ὅσους βροτέη τέκε γαστήρ,
330Μοιριδίου κλωστῆρος ἐδουλώθησαν ἀνάγκῃ. μάρτυς ἐγώ, βασίλεια καὶ εἰ πέλον, εἴ ποτε κείνων Πληιάδων γενόμην καὶ ἐγὼ μία, τῶν ποτε μήτηρ θηλυτέρας ὠδῖνας ἑῷ μαιώσατο κόλπῳ, ἑπτάκις Εἰλείθυιαν ἑῇ καλέσασα λοχείῃ
335κέντρον ἐλαφρίζουσαν ἀμοιβαίου τοκετοῖο, μάρτυς ἐγώ· πατέρων γὰρ ἀπόπροθι δώματα ναίω, οὐ Στερόπην, οὐ Μαῖαν ὁμόστολον, οὐδὲ Κελαινὼ σύγγονον ἐγγὺς ἔχουσα συνέστιον· οὐδ’ ἐνὶ κόλπῳ γνωτῆς Τηϋγέτης Λακεδαίμονα δίζυγι παλμῷ
340παιδοκόμῳ πήχυνα γεγηθότι κοῦρον ἀγοστῷ· οὐ σχεδὸν Ἀλκυόνης ὁρόω δόμον, οὐδὲ καὶ αὐτῆς
φθεγγομένης Μερόπης φρενοτερπέα μῦθον ἀκούω. πρὸς δ’ ἔτι καὶ τόδε μᾶλλον ὀδύρομαι· ἀρτιθαλὴς γὰρ υἱὸς ἐμὸς λιπόπατρις, ὅτε χνόον ἔσχεν ἰούλων,78 in vol. 1
345Δάρδανος Ἰδαίης μετανάσσατο κόλπον ἀρούρης, καὶ Φρυγίῳ Σιμόεντι θαλύσια δῶκε κομάων Θυμβραίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ· καὶ Λιβύης παρὰ τέρμα πατὴρ ἐμὸς εἰσέτι κάμνει ὤμοις θλιβομένοισι γέρων κυρτούμενος Ἄτλας,

3

(350)

αἰθέρος ἑπτάζωνον ἀερτάζων κενεῶνα. ἔμπης τόσσα παθοῦσα παρήγορον ἐλπίδα βόσκω Ζηνὸς ὑποσχεσίῃσιν, ὅτι γνωτῇσι σὺν ἄλλαις ἐκ χθονὸς Ἀτλάντειον ἐλεύσομαι εἰς πόλον ἄστρων, οὐρανὸν οἶκον ἔχουσα, καὶ ἔσσομαι ἕβδομος ἀστήρ.
355καὶ σὺ τεὰς πρήυνε μεληδόνας· ἀπροϊδὴς δὲ εἰς σὲ βιοπλάγκτοιο τύχης στροφάλιγγα κυλίνδων φρικτὸς ἀκινήτοιο μίτος σφρηγίσσατο Μοίρης· τλῆθι φέρειν λιπόπατρις ἀκαμπέα θεσμὸν ἀνάγκης, ἐσσομένων προκέλευθον ὑπέρτερον ἐλπίδα βόσκων,
360εἰ γένος ἐρρίζωσε τεὸν πρωτόσπορος Ἰώ, εἰ λάχες ἐκ Λιβύης Ποσιδήιον αἷμα γενέθλης· μίμνε παρ’ ὀθνείοις, ἅτε Δάρδανος, οἰκία ναίων, ναιετάων ξένον ἄστυ, πατὴρ τεὸς ὥς περ Ἀγήνωρ, ὡς Δαναὸς γενετῆρος ἀδελφεός· ὅττι καὶ αὐτὸς
365ἄλλος ἀνὴρ φερέοικος ἔχων γένος ἔνθεον Ἰοῦς,
αἰθέριον βλάστημα, Διιπετὲς οὔνομα Βύζας, αὐτογόνου Νείλοιο πιὼν ἑπτάστομον ὕδωρ γείτονα γαῖαν ἔνειμεν, ὅπῃ παρὰ Βόσπορον ἀκτὴν Ἰναχίῃ δαμάλῃ πεπερημένον ἕλκεται ὕδωρ,79 in vol. 1
370πᾶσι περικτιόνεσσι τιθεὶς φάος, ὁππότε κείνου ἀκλινέος δόχμωσε μεμηνότος αὐχένα ταύρου.“ εἶπεν Ἀγηνορίδαο κατευνάζουσα μερίμνας. Ζεὺς δὲ πατὴρ προέηκε τανύπτερον υἱέα Μαίης εἰς δόμον Ἠλέκτρης ταχὺν ἄγγελον, ὄφρα κε Κάδμῳ
375Ἁρμονίην ὀπάσειεν ἐς ἁρμονίην ὑμεναίων, παρθένον οὐρανόθεν μετανάστιον, ἣν Ἀφροδίτης λαθριδίῃ φιλότητι γαμοκλόπος ἤροσεν Ἄρης· καὶ βρέφος αἰδομένη κρυφίης αὐτάγγελον εὐνῆς μήτηρ οὐκ ἀτίταλλεν, ἀπ’ αἰθερίοιο δὲ κόλπου
380πήχεϊ κεκλιμένην ἐπιμάζιον ἤγαγε κούρην εἰς δόμον Ἠλέκτρης μαιήιον, ἧς τόκον Ὧραι ὑγρὸν ἐμαιώσαντο λεχωίδες, ἧς ἔτι πυκνοὶ ἀργεννὴν σφριγόωντες ἀνέβλυον ἰκμάδα μαζοί· δεξαμένη δὲ θύγατρα νόθην ἰσόζυγι θεσμῷ
385σύγχρονον Ἠμαθίωνος ἑνὶ ξυνώσατο μαζῷ κούρην ἀρτιλόχευτον, ὁμοστόργῳ δὲ μενοινῇ διχθαδίην θρεπτῆρι γονὴν κούφιζεν ἀγοστῷ.
ὡς δέ τις ἀγροτέρη διδυμητόκος ἔνδοθι λόχμης λαχνήεσσα λέαινα γαλαξαίῃσιν ἐέρσαις80 in vol. 1
390σκύμνοις ἀμφοτέροις διδυμάονας ἥρμοσε μαζοὺς καὶ διδύμοις τεκέεσσι μεριζομένην πόρε θηλήν, καὶ χρόα λιχμάζουσα καὶ ἄτριχον εἰσέτι δειρὴν ἰσοτύποις κομιδῇσιν ἀνέτρεφεν ἥλικα φύτλην· ὣς τότε παιδοκόμῳ φιλίῃ μαιώσατο θηλῇ ...
395ἀρτιγόνων μεθέπουσα συνωρίδα δίζυγα τέκνων· πολλάκι νήπιον υἷα συνέμπορον ἥλικι κούρῃ πίονος ἔνθα καὶ ἔνθα μετάτροπον ἰκμάδι μαζοῦ πεπταμένῳ πήχυνε φιλήτορι χειρὸς ἀγοστῷ· γούνασι δ’ ἄρσενα παῖδα συνίδρυσε θήλεϊ κούρῃ,

3

(400)

μηρὸν ἐφαπλώσασα κεχηνότα γείτονι μηρῷ, κόλπον ἀνευρύνουσα βαθυνομένοιο χιτῶνος· καὶ τεκέων κλάζουσα μέλος θελκτήριον ὕπνου ἀμφοτέρους εὕδοντας ἐκοίμισε μαιάδι τέχνῃ, πῆχυν ὑποστορέσασα συνήορον αὐχένι παίδων,
405καί σφισι λέκτρον ἔθηκεν ἑὸν γόνυ, διχθαδίῳ δὲ φάρεος ἄκρον ἕλισσε διαιθύσσουσα προσώπῳ, τέκνα καταψύχουσα, καὶ ἔσβεσε καύματος ὁρμὴν ἀντίτυπον φύσημα χέων ποιητὸς ἀήτης. ὄφρα μὲν ἕζετο Κάδμος ἐχέφρονος ἐγγὺς ἀνάσσης,
410τόφρα λαθὼν πυλαωρὸν ἑῷ ληίστορι ταρσῷ ἀπροϊδὴς ἀκίχητος ἐς οἰκίον ἤιεν Ἑρμῆς
εἴκελος ἠιθέῳ· ῥοδέῳ δέ οἱ ἀμφὶ προσώπῳ ἀσκεπέος κεχάλαστο παρήορος ὁλκὸς ἐθείρης ἀμφιλαφής, στέψας δὲ νεότριχος ἄκρα παρειῆς81 in vol. 1
415λεπτὸς ἀεξομένων ἐρυθαίνετο κύκλος ἰούλων ἀρτιφυὴς ἑκάτερθε περίδρομος· οἷα δὲ κῆρυξ ἠθάδα ῥάβδον ἄειρεν· ἀθηήτῳ δὲ προσώπῳ ἐκ κεφαλῆς νεφέεσσι κεκασμένος εἰς πόδας ἄκρους πιαλέης ἐκίχησε πεπαυμένα δεῖπνα τραπέζης·
420οὐδέ μιν Ἠμαθίων σχεδὸν ἔδρακεν, οὐδὲ καὶ αὐτὴ Ἁρμονίη καὶ Κάδμος ὁμέστιος, οὐ χορὸς ἀνδρῶν δούλιος· Ἠλέκτρῃ δὲ θεουδέι φαίνετο μούνῃ Ἑρμῆς ποικιλόμυθος· ἑλὼν δέ μιν εἰς μυχὸν οἴκου ἀπροϊδὴς ὀάριζε καὶ ἀνδρομέῃ φάτο φωνῇ·
425 „μητροκασιγνήτη, Διὸς εὐνέτι, χαῖρε, γυναικῶν πασάων μετόπισθε μακαρτάτη, ὅττι Κρονίων κοιρανίην κόσμοιο τεοῖς τεκέεσσι φυλάσσει, καὶ χθονὸς ἄστεα πάντα κυβερνήσει σέο φύτλη, ἕδνα τεῆς φιλότητος, ἐμῇ δ’ ἅμα μητέρι Μαίῃ
430ἄστρασιν ἑπταπόροισι συναστράψειας Ὀλύμπῳ σύνδρομος Ἠελίοιο, συναντέλλουσα Σελήνῃ. εἰμὶ τεῆς, φιλότεκνε, γονῆς ἐμφύλιος Ἑρμῆς, ἄγγελος ἀθανάτων τανυσίπτερος, οὐρανόθεν δὲ ξείνιος ὑψιμέδων με τεὸς προέηκεν ἀκοίτης
435ἀμφὶ τεοῦ ξείνοιο θεουδέος· ἀλλὰ καὶ αὐτὴ πείθεο σῷ Κρονίωνι, καὶ Ἁρμονίην σέο κούρην πέμπε μολεῖν ἀνάεδνον ὁμόστολον ἥλικι Κάδμῳ,
καὶ Διὶ καὶ μακάρεσσι χαρίζεο· τειρομένους γὰρ ἀθανάτους ὁ ξεῖνος ὅλους ἐσάωσεν ἀείδων·82 in vol. 1
440οὗτος ἀνὴρ μογέοντι τεῷ χραίσμησεν ἀκοίτῃ, οὗτος ἀνὴρ ἐπέτασσεν ἐλεύθερον ἦμαρ Ὀλύμπῳ. μή σε τεὴ θέλξειε γόω φιλομήτορι κούρη· ἀλλά μιν εἰς ὑμέναιον ἀλεξικάκῳ πόρε Κάδμῳ
πειθομένη Κρονίωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ“83 in vol. 1

4

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΕΤΑΡΤΟΝ.
1 Ὣς εἰπὼν ἐς Ὄλυμπον ἐύρραπις ἤιεν Ἑρμῆς αἰθύσσων πτερὰ κοῦφα, τιταινομένων δὲ πεδίλων σύνδρομος ἠερίοισιν ἐρέσσετο ταρσὸς ἀήταις. οὐδὲ γυνὴ Θρήισσα, κυβερνήτειρα Καβείρων, ...
5ἀλλὰ Διὸς σέβας εἶχε, καὶ Ἄρεος ἄζυγι κούρῃ ὄρθια δινεύουσα νοήμονι δάκτυλα παλμῷ Ἁρμονίην ἐκάλεσσε τύπῳ τεχνήμονι φωνῆς· ἡ δὲ τιταινομένη βλεφάρων ἀντώπιον αἴγλην Ἠλέκτρης ἀγέλαστον ἐδέρκετο κύκλον ὀπωπῆς,
10καὶ βαθὺν ἀφράστοιο νεόσσυτον ὄγκον ἀνίης σιγαλέαι κήρυκες ἐμαντεύοντο παρειαί. παρθενικὴ δ’ ἀνέπαλτο καὶ ὡμάρτησε τεκούσῃ εἰς δόμον αἰπύδμητον· ἀναπτύξασα δὲ μήτηρ ἑπταμύχου θαλάμοιο πολυσφρήγιστον ὀχῆα
15λάινον οὐδὸν ἄμειψε· φιλοστόργῳ δὲ μενοινῇ ἄστατα ταρβαλέης ἐλελίζετο γούνατα νύμφης·
καὶ παλάμην ῥοδόπηχυν ἑῆς ἀνεκούφισε κούρης δραξαμένη παλάμῃ χιονώδεϊ· καὶ τάχα φαίης Ἥβην χειρὸς ἔχουσαν ἰδεῖν λευκώλενον Ἥρην.84 in vol. 1
20 ἀλλ’ ὅτε πορφυρέοισι πέδον στείβουσα πεδίλοις λοίσθια μαρμαίροντος ἐδύσατο κύκλα μελάθρου, παρθένον ἀχνυμένην Ἀτλαντιὰς ἵδρυσε νύμφη εἰς θρόνον εὐποίητον· ἀμοιβαίῳ δὲ καὶ αὐτὴ ἑζομένη στοιχηδὸν ἐπ’ ἀργυροφεγγέι δίφρῳ
25ἀγγελίην Κρονίωνος ἀπειθέι πέφραδε κούρῃ, καί μιν πάντα δίδαξεν, ὅσα βροτοειδέι μορφῇ ἀλλοφανὴς ἅτε κοῦρος Ὀλύμπιος ἔννεπε κῆρυξ. παρθενικὴ δ’ ἀίουσα πολυπλάγκτους ὑμεναίους καὶ πόσιν ἀστήρικτον, ὑπωρόφιον μετανάστην,
30ξεῖνον ἔχειν ἀπέειπε, καὶ ἐκ Διὸς ὅσσα τοκῆος ξεινοδόκος Κάδμοιο βιοσσόος ἔννεπεν Ἑρμῆς· καὶ πόσιν ἤθελε μᾶλλον ὁμόπτολιν, ὥς κεν ἀλύξῃ συζυγίην φερέοικον ἀδωροδόκων ὑμεναίων· καὶ παλάμῃ κρατέουσα κατηφέι χεῖρα τιθήνης
35δάκρυσι μυδαλέη πολυμεμφέα ῥήξατο φωνήν· „μῆτερ ἐμή, τί παθοῦσα τεὴν ἠρνήσαο κούρην; οὕτω σεῖο θύγατρα νεήλυδι φωτὶ συνάπτεις; ποῖον ἐμοί ποτε δῶρον ὁ ναυτίλος ἐγγυαλίξει;
ἦ ῥά μοι ἕδνα γάμων πρυμνήσια νηὸς ὀπάσσει;85 in vol. 1
40οὐκ ἐδάην, φιλότεκνε, τεὴν ὅτι παῖδα φυλάσσεις, παρθενικὴν λιπόπατριν, ἀλήμονας εἰς ὑμεναίους. ἄλλοι ἐμοὶ μνηστῆρες ἀρείονές εἰσι πολῖται· τί χρέος ἦν ἀνάεδνον ἔχειν τινὰ γυμνὸν ἀκοίτην ἀλλοδαπὸν περίφοιτον, ἀλυσκάζοντα τοκῆα;
45ἀλλ’ ἐρέεις· Κρονίωνι τεῷ χραίσμησεν ἀκοίτῃ. πῶς Διὸς οὐ γέρας ἔσχεν Ὀλύμπιον, εἴ περ Ὀλύμπου, ὡς ἐνέπεις, προμάχιζε, καὶ οὐ Διὸς εὐνέτις Ἥρη Ζηνὸς ἀοσσητῆρι συνήρμοσε παρθένον Ἥβην; οὐ χατέει Κάδμοιο τεὸς πόσις ὑψιμέδων Ζεύς·

4

(50)

ἱλήκοι Κρονίδης· ἐψεύσατο θέσκελος Ἑρμῆς ἀμφὶ Διὸς γενετῆρος· ἐγὼ δ’ οὐκ οἶδα πιθέσθαι, εἰ λίπε θοῦρον Ἄρηα, κυβερνητῆρα κυδοιμοῦ, καὶ βροτὸν ἄνδρα κάλεσσεν ἑοῦ συνάεθλον ἀγῶνος ὁ κρατέων κόσμοιο καὶ αἰθέρος. ἆ μέγα θαῦμα,
55τοσσατίους Τιτῆνας ἐνεκλήισσε βερέθρῳ, καὶ Κάδμου χατέεσκεν, ὅπως ἕνα μοῦνον ὀλέσσῃ. οἶδας ἐμῶν πατέρων διδυμάονα σύγγονον εὐνήν· Ζεὺς προπάτωρ ἐμὸς ἔσχε κασιγνήτης λέχος Ἥρης θεσμὸν ἔχων θαλάμων ἐμφύλιον· ἀμφότεροι δὲ
60Ἄρης καὶ Κυθέρεια, μιῆς ἐπιβήτορες εὐνῆς,
Ἁρμονίης γενετῆρες, ἑνὸς γεγάασι τοκῆος, δέμνιον ἀμφιέποντες ὁμόγνιον. ὤμοι ἀνάγκης· γνωταὶ γνωτὸν ἔχουσιν, ἐγὼ λιπόπατριν ἀκοίτην.“ ὣς φαμένης ἀπένιψε γοήμονος ὄμβρον ὀπωπῆς86 in vol. 1
65μήτηρ ἀσχαλόωσα· διχοστασίῃ δὲ μενοινῆς Ἁρμονίην ᾤκτειρε, Διὸς δ’ ἀλέεινεν ἀπειλήν. ἀλλὰ περισφίγξασα δέμας φρενοθελγέι κεστῷ, κερδαλέῳ ζωστῆρι, δολοφράδμων Ἀφροδίτη καὶ χροῒ δυσαμένη φιλοτήσια φάρεα Πειθοῦς
70Ἁρμονίης εὔοδμον ἐδύσατο παρθενεῶνα· καὶ τύπον οὐρανίοιο μεταλλάξασα προσώπου Πεισινόῃ δέμας ἶσον ἐίσκετο γείτονι κούρῃ, Κάδμον ἅ περ ποθέουσα, καὶ ὡς κρυφίῃ τινὶ νούσῳ λεπταλέον πέμπουσα σέλας χλοάοντι προσώπῳ
75ἀμφιπόλους ἔσσευε· παρεδριόωσα δὲ μούνῃ, οἷά περ αἰδομένη, δολίην ἀνενείκατο φωνήν· „ὀλβίη, οἷον ἔχεις ἐνὶ δώμασι καλὸν ἀλήτην, οἷον ἔχεις μνηστῆρα, μακαρτάτη· οἷον ἀκοίτην ὄψεαι ἱμερόεντα, τὸν οὐ λάχε παρθένος ἄλλη·
80ἀτρεκὲς Ἀσσυρίης ἀπὸ πατρίδος αἷμα κομίζει, ἧχι ῥόος χαρίεντος Ἀδώνιδος· ἱμερόεις γὰρ
ἐκ Λιβάνου νέος οὗτος, ὅπῃ Κυθέρεια χορεύει. ἤλιτον· οὐ τάχα Κάδμον ἐπιχθονίη τέκε γαστήρ, ἀλλὰ Διὸς γένος ἔσχεν, ἑὴν δ’ ἐψεύσατο φύτλην.87 in vol. 1
85οἶδα, πόθεν νέος οὗτος Ὀλύμπιος· εἴ ποτε Μαίῃ σύγγονον Ἠλέκτρην Τιτήνιος ἤροσεν Ἄτλας, Ἁρμονίῃ πόσις ἦλθεν ἀνεψιὸς ἄπτερος Ἑρμῆς, οὐδὲ μάτην Καδμῖλος ἀείδεται· οὐρανίην γὰρ μορφὴν μοῦνον ἄμειψε καὶ εἰσέτι Κάδμος ἀκούει.
90εἰ δὲ πέλει θεὸς ἄλλος ἔχων βροτοειδέα μορφήν, Ἠμαθίων τάχα Φοῖβον ἑῷ ξείνισσε μελάθρῳ. παρθένε πασιμέλουσα, μακαρτέρη ἐσσὶ τεκούσης εἰς πόθον, εἰς ὑμέναιον Ὀλύμπιον· ἆ μέγα θαῦμα, λάθριος Ἠλέκτρην νυμφεύσατο μητίετα Ζεύς,
95ἀμφαδὸν Ἁρμονίην μνηστεύεται αὐτὸς Ἀπόλλων· ὀλβίη, ἣν ἐπόθησεν ἑκηβόλος· αἴθε καὶ αὐτῆς Πεισινόης σπεύσειεν ἔχειν ὑμέναιον Ἀπόλλων· οὐ μὲν ἐγώ ποτε Φοῖβον ἀναίνομαι, οἷά τε Δάφνη, οὐ νόον Ἁρμονίης μιμήσομαι· ἀλλὰ λιποῦσα

4

(100)

κλῆρον ἐμὸν καὶ δῶμα καὶ οὓς ποθέω γενετῆρας, ἵξομαι Ἀπόλλωνι συνέμπορος εἰς ὑμεναίους. μέμνημαί ποτε τοῖον ἐγὼ τύπον· ἡμετέρῳ γὰρ εἰς δόμον ὀμφήεντα συνεσπομένη γενετῆρι
Πύθιον εἶδον ἄγαλμα, καὶ ὡς νέον εἶδον ἀλήτην,88 in vol. 1
105ὠισάμην Φοίβοιο πάλιν βρέτας ἐνθάδε λεύσσειν. ἀλλ’ ἐρέεις, ὅτι Φοῖβος ἔχει χρυσαυγέα μίτρην· χρύσεος ἔπλετο Κάδμος ὅλον δέμας· ἢν δ’ ἐθελήσῃς, δμῶας ἐμοὺς ἔχε πάντας ἀπείρονας, ἀντὶ δὲ κείνου χρυσὸν ἐμὸν ξύμπαντα καὶ ἄργυρον ἐγγυαλίξω,
110καὶ Τυρίης ὀπάσω βασιλήια πέπλα θαλάσσης καὶ δόμον, ἢν ἐθέλῃς, πατρώιον· εἰ θέμις εἰπεῖν, δέχνυσο καὶ γενέτην καὶ μητέρα, δέχνυσο πάσας ἀμφιπόλους, καὶ μοῦνον ἐμοὶ πόρε τοῦτον ἀκοίτην. παρθένε, τί τρομέεις; σὺ μὲν εἴαρι ποντοπορήσεις
115στεινὸν ὕδωρ πλώουσα, σὺν ἱμερόεντι δὲ Κάδμῳ Ὠκεανὸν περίμετρον ἐγὼ κατὰ χεῖμα περήσω. μὴ τρομέοις ἁλὸς οἶδμα βαρύβρομον, ὅττι σαώσει εἰν ἁλὶ φόρτον Ἔρωτος ἁλὸς θυγάτηρ Ἀφροδίτη. παρθένε, Κάδμον ἔχεις, μὴ δίζεο θῶκον Ὀλύμπου.
120οὐ ποθέω στίλβουσαν Ἐρυθραίην λίθον Ἰνδῶν, οὐ φυτὸν Ἑσπερίδων παγχρύσεον, οὐδέ με τέρπει Ἡλιάδων ἤλεκτρον, ὅσον μία νυκτὸς ὀμίχλη, τῇ ἔνι Πεισινόην προσπτύξεται οὗτος ἀλήτης. εἰ δὲ γένος μεθέπεις ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης,
125σοὶ γάμον ἄξιον εὗρε γάμων ταμίη σέο μήτηρ. οὔ ποτε τηλίκον ἄνθος ἐσέδρακον· αὐτόματον γὰρ εἰαρινὸν λειμῶνα φύσις δωρήσατο Κάδμῳ· εἶδον ἐγὼ παλάμην ῥοδοδάκτυλον, εἶδον ὀπωπὴν ἡδὺ μέλι στάζουσαν· ἐρωτοτόκου δὲ προσώπου89 in vol. 1
130ὡς ῥόδα φοινίσσουσι παρηίδες, ἀκροφαῆ δὲ δίχροα χιονέων ἀμαρύσσεται ἴχνια ταρσῶν μεσσόθι πορφύροντα, καὶ ὡς κρίνον εἰσὶν ἀγοστοί. καλλείψω πλοκαμῖδας, ὅπως μὴ Φοῖβον ὀρίνω χροιῇ ὀνειδίζουσα Θεραπναίης ὑακίνθου.
135εἴ ποτε δινεύων φρενοτερπέα κύκλον ὀπωπῆς ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη φέγγεϊ μαρμαίροντι, καὶ εἴ ποτε βόστρυχα σείσας αὐχένα γυμνὸν ἔθηκεν, ἐφαίνετο Φωσφόρος ἀστήρ. χείλεα σιγήσαιμι· τὸ δὲ στόμα, πορθμὸν Ἐρώτων,
140Πειθὼ ναιετάουσα χέει μελιηδέα φωνήν, καὶ Χάριτες μεθέπουσιν ὅλον δέμας· ἄκρα δὲ χειρῶν αἰδέομαι κρίνειν, ἵνα μὴ γάλα λευκὸν ἐλέγξω. δέχνυσο δειλαίην με συνέστιον· ἠιθέου δὲ δεξιτερῆς ψαύουσα καὶ ἀμφαφόωσα χιτῶνα
145κρυπταδίης εὕροιμι παρήγορα φάρμακα νούσου· αὐχένα γυμνὸν ἴδοιμι καὶ ἑζομένοιο πιέσσω δάκτυλον ὡς ἀέκουσα, καὶ ἡμετέρου διὰ κόλπου
τεθναίην ὅτε μοῦνον ἀφειδέα χεῖρα χαλάσσας ἀμφοτέρων θλίψειεν ἐλεύθερον ἄντυγα μαζῶν,90 in vol. 1

4

(150)

χείλεσιν ἡμετέροισι μεμυκότα χείλεα πήξας, τέρπων ἀκροτάτοισι φιλήμασιν· ἠίθεον δὲ εἰσέτι πηχύνουσα καὶ εἰς Ἀχέροντα περήσω αὐτομάτη, γλυκερὸν δὲ πολυκλαύτῳ παρὰ Λήθῃ λέξω καὶ φθιμένοισιν ἐμὸν μόρον, ὥς κεν ἐγείρω
155οἶκτον ὁμοῦ καὶ ζῆλον ἀθελγέι Περσεφονείῃ· καὶ Χαρίτων πνείοντα φιλήματα κεῖνα διδάξω θηλυτέρας δυσέρωτας, ὅσας κτάνεν ἱμερόεν πῦρ, καὶ νέκυας τελέσω ζηλήμονας, εἰ παρὰ Λήθῃ εἰς Παφίην μετὰ πότμον ἔτι φθονέουσι γυναῖκες.
160ἕσπομαι, ἢν ἐθέλῃς, καὶ ὁμόστολος, οὐ τρομέω δὲ πλαγκτοσύνην ἀδίδακτον. ἀμείλιχε, γίνεο Κάδμου κουριδίη παράκοιτις· ἐγὼ θαλαμηπόλος εἴην ἀμφοτέροις θεράπαινα, καὶ Ἁρμονίῃ καὶ ἀκοίτῃ. ἀλλὰ πάλιν τρομέω σε, καὶ εἰ κρύπτειν μενεαίνεις,
165μή ποτέ σοι διὰ λέκτρα χόλον καὶ ζῆλον ἐγείρω, ὅττι θεά περ ἐοῦσα καὶ αἰθέρος ὄρχαμος Ἥρη Ζηνὸς ἐπιχθονίῃσι νόθαις ἀλόχοισι μεγαίρει· Εὐρώπῃ κεχόλωτο καὶ ἤκαχεν ἄστατον Ἰώ· οὐδὲ θεὰς μεθέηκε· χολωομένης δὲ τεκούσης
170ἤλασεν ὠδίνουσαν Ἄρης ἐγκύμονα Λητώ. εἰ μὴ ζῆλος ἔχει σε, πόθων ἵνα φάρμακον εὕρω, ἐς μίαν ἠριγένειαν ἐμοὶ πόρε τοῦτον ἀκοίτην,
ναί, λίτομαι, καὶ νυκτὸς ἕνα δρόμον· εἰ δὲ μεγαίρεις, χειρὶ τεῇ με δάιξον, ὅπως ἄμπαυμα νοήσω91 in vol. 1
175τηλίκον ἀπρήυντον ἀεὶ κατὰ νύκτα καὶ ἠῶ ἐνδόμυχον μεθέπουσα περὶ φρένα βοσκόμενον πῦρ.“ εἶπε καὶ Ἁρμονίην φυγοδέμνιον ἤλασε κεστῷ εἰς πόθον οἰστρήσασα δόλῳ πειθήμονα κούρην. ἡ δὲ μεταστρέψασα νόον διδυμάονι βουλῇ
180ξεῖνον ἔχειν μενέαινε καὶ ἤθελε πατρίδα ναίειν, καί τινα μῦθον ἔειπεν ἱμασσομένη νόον οἴστρῳ· „ὤμοι, τίς μετάμειψεν ἐμὴν φρένα; σώζεο, πάτρη, χαίροις, Ἠμαθίων καὶ πᾶς δόμος· ἄντρα Καβείρων, χαίρετε, καὶ σκοπιαὶ Κορυβαντίδες· οὐκέτι λεύσσω
185μητρῴης Ἑκάτης νυχίην θιασώδεα πεύκην. σώζεο, παρθενίη, νυμφεύομαι ἡδέι Κάδμῳ· Ἄρτεμι, μὴ νεμέσα, χαροπῆς ἁλὸς οἶδμα περήσω. ἀλλ’ ἐρέεις, ὅτι πόντος ἀμείλιχος· οὐκ ἀλεγίζω μαινομένου ῥοθίοιο, συνολλυμένους δὲ δεχέσθω
190Ἁρμονίην καὶ Κάδμον ἐμὸν μητρώιον ὕδωρ. ἕσπομαι ἡβητῆρι γάμους βοόωσα θεάων· εἰ μὲν ἐς ἀντολίην με φέρει πλώουσαν ἀκοίτης, ἵμερον Ὠρίωνος ἐς ἠριγένειαν ἐνίψω
καὶ Κεφάλου θαλάμων μιμνήσκομαι· εἰ δέ ποτ’ ἔλθω92 in vol. 1
195ἐς δύσιν ἀχλυόεσσαν, ἐπ’ Ἐνδυμίωνι καὶ αὐτὴ Λατμιὰς ἶσα παθοῦσα παρηγορέει με Σελήνη.“ τοῖα νοοπλανέεσσι μεληδόσιν ἤπυε κούρη ἄσχετος ἱμερόεντι δαϊζομένη νόον οἴστρῳ· καὶ κινυρῇ ῥαθάμιγγι διαινομένοιο προσώπου

4

(200)

Ἠλέκτρης κύσε χεῖρα καὶ ὄμματα καὶ πόδας ἄκρους καὶ κεφαλὴν καὶ στέρνα, καὶ Ἠμαθίωνος ὀπωπὴν χείλεσιν αἰδομένοισι, κασιγνήτου περ ἐόντος, πάσας δ’ ἀμφιπόλους ἠγκάζετο· μυρομένη δὲ τυκτὰ πολυγλυφέων ἠσπάσσατο κύκλα θυράων
205ἄπνοα καὶ κλιντῆρα καὶ ἕρκεα παρθενεῶνος· πατρῴην δὲ λαβοῦσα κόνιν προσπτύξατο κούρη. καὶ τότε χειρὸς ἔχουσα θεῶν ὑπὸ μάρτυρι πομπῇ Ἁρμονίην ἀνάεδνον ὀφειλομένην φέρε Κάδμῳ Ἠλέκτρη, χυτὸν ὄμβρον ἀποσμήξασα προσώπου.
210Κυπριδίην δὲ θύγατρα λαβὼν ἠῷος ὁδίτης γρηὶ σὺν ἀμφιπόλῳ λίπε δώματα, δῶρον ἀνάσσης λάτριν ἔχων πομπῆα δι’ ἄστεος ἄχρι θαλάσσης. παρθενικὴν δ’ ὁρόωσα παρ’ ᾐόνας ὑψόθι πόντου ξείνῳ ἐφεσπομένην, φλογερῇ ζείουσαν ἀνάγκῃ,
215Κύπριδι μεμφομένη φιλοκέρτομος ἴαχε Μήνη·
„Κύπρι, καὶ εἰς σέο τέκνα κορύσσεαι, οὐδὲ καὶ αὐτῆς ὑμετέρης ὠδῖνος ἐφείσατο κέντρον Ἐρώτων; ἣν τέκες, οὐκ ἐλέαιρες, ἀμείλιχε; καὶ τίνα κούρην οἰκτείρεις ἑτέρην, ὅτε σὸν γένος ἐς πόθον ἕλκεις;93 in vol. 1
220πλάζεο καὶ σύ, φίλη· Παφίης τέκος, εἰπὲ τεκούσῃ· ‘κερτομέει Φαέθων σε, καὶ αἰσχύνει με Σελήνη.‘ Ἁρμονίη, λιπόπατρι δυσίμερε, κάλλιπε Μήνῃ νυμφίον Ἐνδυμίωνα, καὶ ἄμφεπε Κάδμον ἀλήτην, τλῆθι φέρειν πόνον ἶσον, ἐρωτοτόκῳ δὲ μερίμνῃ
225μνώεο καὶ σὺ καμοῦσα ποθοβλήτοιο Σελήνης.“ ὣς φαμένης ἑτάρους ὑπὲρ ᾐόνα Κάδμος ἐπείγων ὁλκάδος ἰθυπόροιο παλίντονα πείσματα λύσας εἰαρινῷ κόλπωσεν ἀχείμονι λαῖφος ἀήτῃ· διχθαδίους δὲ κάλωας ἐφαψάμενός τινι γόμφῳ
230δουροπαγὲς πόμπευε δι’ οἴδματος ἅρμα θαλάσσης, ἰσάζων ἑκάτερθε νεὼς πόδας· οἷα δὲ Φοῖνιξ, ναυτιλίης νοέων πατρώιον ἠθάδα τέχνην, πηδαλίῳ παρέμιμνεν· ἐπὶ πρύμνῃ δὲ καὶ αὐτὴν Ἁρμονίην ἄψαυστον ὁμόπλοον ἵδρυσε κούρην
235νηὸς ἰδὼν ξείνους ἐπιβήτορας, οὓς τότε ναῦται μισθοφόρους ἐδέχοντο. καὶ ἠρέμα σύμπλοος ἀνὴρ ἀμφοτέρους ὁρόων ἐκεράσσατο θαύματι φωνήν· „αὐτὸς Ἔρως πέλεν οὗτος ὁ ναυτίλος· οὐ νέμεσις γὰρ υἷα τεκεῖν πλωτῆρα θαλασσαίην Ἀφροδίτην·
240ἀλλὰ βέλος καὶ τόξον ἔχει καὶ πυρσὸν ἀείρει
βαιὸς Ἔρως πτερύγεσσι κεκασμένος· εἰσορόω δὲ ... ὁλκάδα Σιδονίην. δολόεις τάχα φώριος Ἄρης ἕζεται ἐν πρύμνῃσιν ἔσω Λιβάνοιο κομίζων ἑσπερίην πλώουσαν ἀπὸ Θρῄκης Ἀφροδίτην.94 in vol. 1
245ἵλαθι, μῆτερ Ἔρωτος, ἀκυμάντῳ δὲ γαλήνῃ πέμπε μοι ἴκμενον οὖρον ἀχείμονι μητρὶ θαλάσσῃ.“ τοῖον ἔπος λαθραῖον ὁμόπλοος ἔννεπεν ἀνὴρ λοξὸς ἐς Ἁρμονίην ἀντώπιον ὄμμα τιταίνων. καὶ πλόον ἤνυσε Κάδμος ἐς Ἑλλάδα, Φοιβάδος ὀμφῆς

4

(250)

οἶστρον ἔχων πραπίδεσσι, Διὸς δέ οἱ αἰὲν ἐπείγων ἔνθεος ἀπλανέεσσιν ἐπέτρεχε μῦθος ἀκουαῖς. ἔνθα Πανελλήνεσσι νεώτερα δῶρα τιταίνων ἀρχεκάκου Δαναοῖο φερέσβιον ἔκρυφε τέχνην, ὑδροφόρου Δαναοῖο· τί γὰρ πλέον εὗρεν Ἀχαιοῖς,
255εἴ ποτε χαλκείῃσι πεδοσκαφέεσσι μακέλλαις χάσματος οὐδαίοιο χυτὸν κενεῶνα κολάψας δίψιον Ἄργος ἔπαυσε, κονιομένοις δὲ πολίταις ὑγρὰ ποδῶν ἐπίβαθρα πόρεν, ξεινήιον ὕδωρ, ἐκ βυθίων λαγόνων ὀλίγον ῥόον; αὐτὰρ ὁ πάσῃ
260Ἑλλάδι φωνήεντα καὶ ἔμφρονα δῶρα κομίζων γλώσσης ὄργανα τεῦξεν ὁμόθροα, συμφυέος δὲ ἁρμονίης στοιχηδὸν ἐς ἄζυγα σύζυγα μίξας γραπτὸν ἀσιγήτοιο τύπον τορνώσατο σιγῆς, πάτρια θεσπεσίης δεδαημένος ὄργια τέχνης,
265Αἰγυπτίης σοφίης, μετανάστιος ἦμος Ἀγήνωρ
Μέμφιδος ἐνναέτης ἑκατόμπυλον ᾤκισε Θήβην· καὶ ζαθέων ἄρρητον ἀμελγόμενος γάλα βίβλων, χειρὸς ὀπισθοπόροιο χαράγματα λοξὰ χαράσσων ἔγραφεν ἀγκύλα κύκλα· καὶ Αἰγυπτίου Διονύσου95 in vol. 1
270εὔια φοιτητῆρος Ὀσίριδος ὄργια φαίνων μύστιδος ἐννυχίας τελετὰς ἐδιδάσκετο τέχνης, καὶ κρυφίῃ μάγον ὕμνον ἀνέκλαγε θυιάδι φωνῇ λεπτὸν ἔχων ὀλόλυγμα· λιθοξοάνοιο δὲ νηοῦ γλυπτὰ βαθυνομένῳ κεχαραγμένα δαίδαλα τοίχῳ
275κουρίζων δεδάηκε· πολυφράστῳ δὲ μενοινῇ μετρήσας φλογόεσσαν ἀνηρίθμων ἴτυν ἄστρων καὶ δρόμον Ἠελίοιο μαθὼν καὶ μέτρον ἀρούρης, χειρὸς ἐυστροφάλιγγος ὁμόπλοκα δάκτυλα κάμψας, ἄστατα κύκλα νόησε παλιννόστοιο Σελήνης,
280πῶς τρισσαῖς ἑλίκεσσι μετάτροπον εἶδος ἀμείβει, ἀμφιφαής, διχόμηνις, ὅλῳ στίλβουσα προσώπῳ, πῶς δὲ συναπτομένη καὶ ἀπόρρυτος ἄρσενι πυρσῷ Ἠελίου γενετῆρος ἀμήτορι τίκτεται αἴγλῃ, πατρὸς ὑποκλέπτουσα παλιμφυὲς αὐτόγονον πῦρ.
285 τοῖος ἔην· καὶ κραιπνὸς Ἀχαιίδος ἄστεα βαίνων ναυτιλίην μεθέηκε· σὺν Ἁρμονίῃ δὲ κομίζων ἐσμὸν ἁλιπλανέων ἑτάρων χερσαῖον ὁδίτην ἅρμασιν ἱππείοισι καὶ ἀχθοφόροισιν ἁμάξαις μαντῴοις ἀδύτοισιν ἐπέστιχεν· ἔνθα κιχήσας
290Δελφὸν ἀσιγήτοιο μεσόμφαλον ἄξονα Πυθοῦς μαντοσύνην ἐρέεινε, καὶ ἔμπνοα Πύθιος ἄξων κύκλον ἐπ’ αὐτοβόητον ἐθέσπισε κοιλάδι φωνῇ· „Κάδμε, μάτην, περίφοιτε, πολυπλανὲς ἴχνος ἑλίσσεις· μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βοέη τέκε γαστήρ,96 in vol. 1
295μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βροτὸς οἶδε κιχῆσαι· Ἀσσυρίην ἀπόειπε, τεῆς δ’ ἡγήτορα πομπῆς ἄμφεπε βοῦν χθονίην, μὴ δίζεο ταῦρον Ὀλύμπου· νυμφίον Εὐρώπης οὐ βουκόλος οἶδεν ἐλαύνειν· οὐ νομόν, οὐ λειμῶνα μετέρχεται, οὔ τινι κέντρῳ

4

(300)

πείθεται, οὐ μάστιγι κελεύεται· οἶδεν ἀείρειν Κύπριδος ἁβρὰ λέπαδνα καὶ οὐ ζυγόδεσμον ἀρότρων, αὐχένα μοῦνον Ἔρωτι καὶ οὐ Δήμητρι τιταίνει. ἀλλὰ πόθον Τυρίοιο τεοῦ γενετῆρος ἐάσσας μίμνε παρ’ ἀλλοδαποῖσι, καὶ Αἰγυπτίης σέο Θήβης
305πατρίδος ἄστυ πόλισσον ἐπώνυμον, ἧχι πεσοῦσα εὐνήσει βαρύγουνον ἑὸν πόδα δαιμονίη βοῦς.“ ὣς φάμενος τριπόδων ἐπεκοίμισε θυιάδα φωνήν, καὶ ῥία Παρνησσοῖο τινάσσετο Φοιβάδος ἠχοῦς γείτονος εἰσαΐοντα, καὶ ὀμφήεντι ῥεέθρῳ
310Κασταλίης πάφλαζε νοήμονος ἔνθεον ὕδωρ. εἶπε θεός· καὶ Κάδμος ἐχάζετο καὶ παρὰ νηῷ βοῦν ἴδε, νισομένῃ δὲ συνέστιχεν· ἑσπόμενοι δὲ ἀνέρες ἀπλάγκτοιο βοὸς βραδυπειθέι χηλῇ φειδομένην ἰσόμετρον ἐποιήσαντο πορείην97 in vol. 1
315ὀτρηροὶ θεράποντες· ὅθεν τότε Κάδμος ὁδεύων ἱερὸν ἔδρακε χῶρον ἐπόψιον, ἧχι νοήσας Πύθιος ἐννεάκυκλον ὀρειάδος ὁλκὸν ἀκάνθης εὔνασε Κιρραίης θανατηφόρον ἰὸν ἐχίδνης. Παρνησσοῦ δὲ κάρηνα λιπὼν μετανάστιος ἀνὴρ
320Δαυλίδος ἔστιχεν οὖδας ὁμούριον, ἔνθεν ἀκούω σιγαλέης λάλον εἷμα δυσηλακάτου Φιλομήλης, Τηρεὺς ἣν ἐμίαινεν, ὅτε ζυγίη φύγεν Ἥρη συζυγίην ἀχόρευτον ὀρεσσαύλων ὑμεναίων, κούρη δ’ ἀστορέεσσιν ἐπεστενάχιζε χαμεύναις
325εἰνοδίου θαλάμοιο, λιπογλώσσοιο δὲ κούρης μυρομένης Θρήισσαν ἀναγκαίην ἀφροδίτην δάκρυσι μιμηλοῖσι λιπόθροος ἔστενεν Ἠχώ, παρθενικὴν φυγόδεμνον ὀδυρομένη Φιλομήλην, ὁππότε φοινήεντι μεμιγμένον αἵματος ὁλκῷ
330γλώσσης ἀρτιτόμοιο συνέβλυεν αἷμα κορείης· καὶ Τιτυοῦ πόλιν εἶδεν, ὅπῃ θρασὺς υἱὸς ἀρούρης ἄλσεα καλλιπέτηλα διαστείχων Πανοπῆος ἁγνὰ βιαζομένης ἀνεσείρασε φάρεα Λητοῦς· καὶ ποδὸς ἴχνος ἔθηκε Ταναγραίῳ κενεῶνι,98 in vol. 1
335ἐκ δὲ Κορωνείης Ἁλιάρτιον οὖδας ἀμείβων Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς Ἀονίης σχεδὸν ἦλθε πέδον Βοιωτὸν ὁδεύων, ἧχί ποτ’ Ὠρίωνα, δυσίμερον υἱέα γαίης, σκορπίος, ἀστόργοιο βοηθόος Ἰοχεαίρης,
340τηλίκον ἐπρήνιξεν, ἀνυμφεύτοιο θεαίνης ἀκροτάτην ἔτι πέζαν ἀναστείλαντα χιτῶνος, ὁ βραδὺς ἑρπύζων, χθόνιον τέρας, ἀντιβίου δὲ ταρσὰ χαλαζήεντι τυχὼν ἐχαράξατο κέντρῳ. καὶ γαίης ἐπέβη Χαιρωνίδος, ἔνθα κονίην
345ἀργυφέην τέμνουσα βοὸς λευκαίνετο χηλή, καὶ κραναῆς μεθέπων πολυκαμπέα κύκλα πορείης λευκὰ κονιομένων ἀπεσείσατο λύματα ταρσῶν. καὶ βοὸς ὀμφήεσσα χαμευνάδος ὤκλασε χηλὴ ἄστεος ἐσσομένοιο προάγγελος. ἀλλ’ ὅτε Κάδμῳ

4

(350)

Πύθιον οὐδαίης ἐτελείετο θέσφατον ἠχοῦς,
βοῦν ἱερὴν θυόεντι διαστήσας παρὰ βωμῷ δίζετο πηγαίων ὑδάτων χύσιν, ὄφρα καθήρῃ μαντιπόλους ἕο χεῖρας, ἐπισπείσῃ δὲ θυηλαῖς ἁγνὸν ὕδωρ· οὔ πω γὰρ ἐν οἰνοφύτοισιν ἀλωαῖς99 in vol. 1
355ἁβρὸς ἀεξομένης ἀνεφαίνετο καρπὸς ὀπώρης. καὶ πόδας ἐστήριξε δρακοντοβότῳ παρὰ Δίρκῃ· στῆ δὲ ταφών, ὅθι λοξὰ φανεὶς ὀφιώδεϊ δεσμῷ Ἄρεος αἰολόνωτος ὄφις μιτρώσατο πηγήν, καὶ στρατὸν ἐπτοίησεν, ὅσος πολὺς ἕσπετο Κάδμῳ,
360τὸν μὲν ὑπὸ στέρνοισι δακὼν χαροποῖσι γενείοις, τὸν δὲ δαφοινήεντι τυχὼν ἐχάραξεν ὀδόντι, ἄλλου μαρναμένοιο βιοσσόον ἧπαρ ἀμύξας θῆκε νέκυν· ψαφαρὴ δὲ κατ’ αὐχένος ἔρρεε χαίτη αὐτομάτη, πλαδαροῖο διειλυθεῖσα καρήνου·
377ἄλλον ἀνεπτοίησε θορὼν ὑπὲρ ἄντυγα κόρσης ἀνδρομέης, ἑτέρου δὲ διέτρεχεν ἀνθερεῶνος ἄσχετος, ἰοβόλῳ δὲ βαλὼν ὀφθαλμὸν ἐέρσῃ
380μαρμαρέην ἤχλυσε μεμυκότος ὄμματος αἴγλην· ἄλλου ταρσὸν ἔμαρψε, χαρασσόμενον δὲ γενείῳ εἶχε δακών, καὶ χλωρὸν ἀνήρυγεν ἀφρὸν ὀδόντων εἰς δέμας ἠιθέοιο, πελιδναίῳ δὲ σιδήρῳ ἰσοφυὴς χλοάοντι διεψύχθη δέμας ἰῷ·
385ἄλλου φυσιόωντος ὑπὸ πληγῇσι γενείων
ἀσταθέες μήνιγγες ἐκυμαίνοντο καρήνου δήγματι φαρμακόεντι, δι’ ἐγκεφάλου δὲ χυθέντος μυδαλέῳ μυκτῆρι κατάσσυτος ἔρρεεν ἰχώρ.100 in vol. 1
365καὶ ταχὺς ἀμφιέλικτος ἐπὶ κνήμῃσιν ἀνέρπων Κάδμον ἀπειλητῆρι δράκων ἐζώσατο δεσμῷ, καὶ δέμας ὀρθώσας μελέων ἐπιβήτορι παλμῷ ταυρείης περίκυκλον ἐς ὀμφαλὸν ἆλτο βοείης· καὶ σκολιαῖς ἑλίκεσσι πόδας μιτρούμενος ἀνὴρ
370ὁλκαίῃ βαρύδεσμος ἐχιδναίῃ κάμε σειρῇ, φόρτον ἔχων δασπλῆτα· βαρυνόμενον δὲ φορῆα ὄρθιον ἑστηῶτα κατέσπασεν εἰς πέδον ἕλκων, καὶ στόμα πικρὸν ἔλυσε, δυσηλεγέος δὲ χανόντος φοίνιος ὠμοβόρου πυλεὼν εὐρύνετο λαιμοῦ,
375καὶ κεφαλὴν δόχμωσε, τινασσομένου δὲ καρήνου ὑψιτενὴς ἐλέλικτο μέσος κυρτούμενος αὐχήν.
389ἀλλ’ ὅτε Κάδμος ἔκαμνε, τότε σχεδὸν ἦλθεν Ἀθήνη
390ἐσσομένης δονέουσα προάγγελον αἰγίδα νίκης Γοργείῳ κομόωσαν ἐχιδνήεντι καρήνῳ, καί οἱ ἀτυζομένῳ λαοσσόος ἴαχε δαίμων· „Κάδμε, Γιγαντοφόνοιο Διὸς συνάεθλε κυδοιμοῦ, δειμαίνεις ἕνα μοῦνον ἰδὼν ὄφιν; ἐν δὲ κυδοιμοῖς
395σοὶ πίσυνος Τυφῶνα κατεπρήνιξε Κρονίων τοσσατίοις κομόωντα δρακοντείοισι καρήνοις.
παύεο θηρείων τρομέων συριγμὸν ὀδόντων· Παλλὰς ἐποτρύνει σε, καὶ οὐ φονίῃ παρὰ Δίρκῃ ῥύσεται ἑρπηστῆρα φυλάκτορα χάλκεος Ἄρης.101 in vol. 1

4

(400)

ἀλλὰ καταφθιμένοιο λαβὼν δασπλῆτας ὀδόντας θηρὸς ἐχιδνήεντι περισπείρας χθόνα καρπῷ κεῖρε Γιγαντείης ὀφιώδεα λήια χάρμης, Γηγενέων δὲ φάλαγγας ἑνὶ ξύνωσον ὀλέθρῳ πέντε λιπὼν ζώοντας· ἐπεσσομένῃσι δὲ Θήβαις
405σπαρτῶν ἀγλαόκαρπος ἀνασταχύοιτο γενέθλη.“ ὣς φαμένη θάρσυνε τεθηπότα Κάδμον Ἀθήνη, καὶ βαθὺν ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῷ, δυσαμένη Διὸς οἶκον. ὁ δὲ τραφερῇ παρὰ βώλῳ μάρμαρον εὐρυάλωος ἐύτροχον οὖρον ἀρούρης
410ἵστατο κουφίζων κραναὸν βέλος, ἰθυπόρῳ δὲ ἄκρα δρακοντείοιο καρήατος ἔθλασε πέτρῳ· θηγαλέην δὲ μάχαιραν ἐρυσσάμενος παρὰ μηροῦ αὐχένα θηρὸς ἔτεμνεν· ἀπαμηθεῖσα δὲ κόρση σώματος ἐκτὸς ἔμιμνε, κυλινδομένη δὲ κονίῃ
415ἠθάδα κύκλον ἕλισσε παλίλλυτον ἄστατος οὐρή, καὶ δαπέδῳ τετάνυστο δράκων νέκυς. ἀμφὶ δὲ νεκρῷ θοῦρος Ἄρης βαρύμηνις ἀνέκραγε· χωομένου δὲ Κάδμος ἀμειβομένων μελέων ἑλικώδεϊ μορφῇ ἀλλοφυὴς ἤμελλε παρ’ Ἰλλυρίδος σφυρὰ γαίης
420ξεῖνον ἔχειν ἴνδαλμα δρακοντείοιο προσώπου. ἀλλὰ τὰ μὲν πέπρωτο μετὰ χρόνον. αὐτὰρ ὁ μέσσῃ χαλκείῃ κυνέῃ συνελέξατο καρπὸν ὀλέθρου, θηρείων γενύων βλοσυρὸν θέρος· ἐνδαπίης δὲ Παλλάδος ὑβὸν ἄροτρον ἀπ’ ὀργάδος εἰς χθόνα σύρων102 in vol. 1
425καὶ χαροπῆς ἀρόσας πολεμητόκον αὔλακα γαίης ἰοβόλων ἔσπειρε πολύστιχον ὄγμον ὀδόντων. καὶ στάχυς αὐτολόχευτος ἀνηέξητο Γιγάντων, ὧν ὁ μὲν ὑψικάρηνος ἀνέδραμεν ἄκρα τιταίνων στήθεος εὐθώρηκος, ὁ δὲ προθορόντι καρήνῳ
430φρικτὸν ἀνοιγομένης ὑπερέσχεθεν ὦμον ἀρούρης· ἄλλος ἄνω προὔκυψεν ἐς ὀμφαλόν, ὃς δ’ ἐπὶ γαίῃ ἡμιτελὴς ἀνέτελλε πεδοτρεφὲς ὅπλον ἀείρων· ἄλλος ὑπερκύπτοντα λόφον προβλῆτα τιταίνων οὔ πω στέρνον ἔφαινε, καὶ εἰσέτι μητρὸς ἀνέρπων
435ἐκ λαγόνων κατὰ βαιὸν ἀταρβέι μάρνατο Κάδμῳ τεύχεσιν αὐτοφύτοις κεκορυθμένος· ἆ μέγα θαῦμα, ὥπλισεν Εἰλείθυια, τὸν οὐ μαιώσατο μήτηρ· καί τις ἀνηκόντιζεν ὁμόγνιον ἔγχος ἀφάσσων ἡμιφανής, ὁ δὲ κοῦφος ὅλον δέμας εἰς φάος ἕλκων
440ἄκρα ποδῶν ἀτέλεστα πεπηγότα λεῖπεν ἀρούρῃ. οὐ μὲν ἐφημοσύνης ἐπελήσατο Κάδμος Ἀθήνης,
ἀλλὰ παλιμφυέων καλάμην ἤμησε Γιγάντων, τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν ἀνεμώδεϊ λόγχῃ, τὸν δὲ κατὰ κληῖδα παρὰ πλατὺν αὐχένα τύψας103 in vol. 1
445ὀστέα λαχνήεντος ἀνέσχισεν ἀνθερεῶνος· ἄλλον ἀκοντιστῆρι βαλὼν ἐχαράξατο πέτρῳ γαστέρος ἄχρι φανέντα· καὶ αἵματος αἰνογιγάντων ἐκχυμένου ποταμηδὸν Ἄρης ὠλίσθανε λύθρῳ φοινίξας ἑὰ γυῖα, παρισταμένης δὲ κυδοιμῷ

4

(450)

πορφυρέῃ ῥαθάμιγγι χιτὼν ἐρυθαίνετο Νίκης. ἄλλου μαρναμένοιο παρ’ ἰσχίον ἄορι τύψας συμφυέος διέκερσε σὺν ἰξύι νῶτα βοείης. καὶ φόνος ἄσπετος ἔσκε· δαϊζομένων δὲ Γιγάντων λοίγιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης
455ἄορι θεινομένων. ὁ δὲ Παλλάδος ἔμφρονι βουλῇ Γηγενέων τινὰ πέτρον ἐπῃώρησε καρήνῳ· οἱ δὲ δαφοινήεντι πόθῳ μεθύοντες ἐνυοῦς ἄρεϊ βακχεύθησαν, ὁμογνήτῳ δὲ σιδήρῳ ἀλλήλων ὀλετῆρες ἐτυμβεύοντο κονίῃ.
460ἄλλῳ δ’ ἄλλος ἔριζεν· ἐρευθιόωντι δὲ λύθρῳ στικτὰ διαινομένης ἐμελαίνετο νῶτα βοείης Γηγενέος κταμένοιο· κατουδαίης δὲ μαχαίρης
γνωτοφόνῳ γλωχῖνι δαΐζετο καρπὸς ἀρούρης.104 in vol. 1

5

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΠΕΜΠΤΟΝ.
1 Ἀλλ’ ὅτε δὴ πολέμων ὀφιώδεα λήια κείρων Κάδμος ὀδοντοφύτων καλάμην ἤμησε Γιγάντων, σπένδων λύθρον Ἄρηι θαλύσια δηιοτῆτος, φαιδρύνας ἑὰ γυῖα δρακοντοβότῳ παρὰ Δίρκῃ
5Δελφίδα βοῦν ἱέρευσε θεοδμήτων ἐπὶ βωμῶν, Παλλάδι καλὸν ἄγαλμα. καταρχομένου δὲ θυηλὰς δίζυγες ἔνθα καὶ ἔνθα περιρραίνοντο κεραῖαι οὐλοχύταις· ὁ δὲ γυμνὸν ἑλὼν παρὰ γείτονι μηρῷ φάσγανον Ἀσσυρίοιο παρήορον ἐκ τελαμῶνος
10ἀκροτάτην τρίχα τάμνε τανυρρίνοιο καρήνου ἄορι κωπήεντι· Θεοκλύμενος δὲ κεραίης δραξάμενος μόσχοιο παλίντονον εἴρυσε δειρήν, αὐχενίους δὲ τένοντας ἀπηλοίησε Θυέστης ἀμφιτόμῳ βουπλῆγι, καὶ αἱμαλέῳ βοὸς ὁλκῷ
15λάινος Ὀγκαίης ἐρυθαίνετο βωμὸς Ἀθήνης, καὶ βοέου κερόεντος ἀρασσομένοιο μετώπου πρηνὴς μόσχος ἔπιπτε· δαϊζομένης δὲ σιδήρῳ πλευρὰ διατμήξαντες ἐμιστύλλοντο μαχαίρῃ, καὶ βοέην τρηχεῖαν ἐγυμνώσαντο καλύπτρην105 in vol. 1
20ἐκταδίην· ὁ δὲ φαιδρὸν ἐπὶ χθονὶ φᾶρος ἑλίξας αὐτὸς ἄναξ πεπόνητο, καὶ εὐφυέων κρέα μηρῶν ὠμὰ διατμήξας ἐκαλύψατο δίζυγι δημῷ μιστύλλων κατὰ βαιόν, ἐπ’ ἀνθρακιῇ δὲ τανύσσας σπλάγχνα σιδηρείοισι πεπαρμένα μακρὰ κορύμβοις
25εἴρυσεν, ὀπτήσας ἁπαλῷ πυρί· μεσσοπαγῆ δὲ ἀκροπόρῳ στοιχηδὸν ἄγων τετορημένα χαλκῷ ἀνθοκόμου κατέθηκε χαμαιζήλοιο τραπέζης δαιτρός, ἐπασσυτέρους ὀβελοὺς ζείοντας ἀείρας. καὶ θυόεις ἐλέλικτο δι’ ἠέρος ἀτμὸς ἀλήτης
30Ἀσσυρίης λιβάνοιο. τελειομένης δὲ θυηλῆς δεῖπνον ἔην, καὶ Κάδμος ἑλὼν ἐπένειμεν ἑκάστῳ κεκριμένης ὀρέγων ἰσοελκέα μοῖραν ἐδωδῆς. δαιτυμόνων δὲ φάλαγγες ἐπ’ εὐκύκλοιο τραπέζης εἰλαπίνης ἀπέθεντο πόθον κεκορηότι θυμῷ.
35 οὐδὲ δρακοντοφόνῳ καμάτων τέλος ἔπλετο Κάδμῳ, ἀλλὰ μεθ’ ἑρπηστῆρα, μετ’ ἄγρια φῦλα Γιγάντων,
Ἐκτήνων προμάχοισι καὶ Ἄονι μάρνατο λαῷ βάρβαρον ἀμώων στάχυν Ἄρεος, ἀγχιπόροις δὲ ἔχραε Τεμμίκεσσι· καλεσσαμένῳ δὲ μαχητὰς106 in vol. 1
40ποικίλος ἐσμὸς ἵκανε περικτιόνων ἐπικούρων. καὶ διδύμαις στρατιῇσιν Ἔρις ξύνωσεν ἐνυὼ φύλοπιν ὠδίνουσα· συνερχομένων δὲ κυδοιμῷ τόξον ἐκυκλώθη, δόρυ πάλλετο, σείετο πήληξ, καὶ βέλος ἐρροίζησεν, ἐπ’ ὀμφαλόεντι δὲ κύκλῳ
45βαλλομένη μυλόεντι λίθῳ σμαράγησε βοείη. καὶ κταμένων ῥέεν αἷμα· πολὺς δ’ ἐπὶ φορβάδι γαίῃ ἡμιθανὴς προκάρηνος ἀνὴρ κεκύλιστο κονίῃ. καὶ στρατὸς ἀντιβίων ἱκέτης ἐκλίνετο Κάδμῳ· λῦτο δ’ ἀγών. φονίην δὲ μετὰ στροφάλιγγα κυδοιμοῦ

5

(50)

Κάδμος ἀπυργώτοιο θεμείλια πήγνυε Θήβης. πολλαὶ δ’ ἔνθα καὶ ἔνθα μεριζομένων κενεώνων αὔλακες ἐτμήγοντο, πολυσχιδέων δὲ κελεύθων ἕδρανα καρχαρόδοντι βοῶν κεχάρακτο σιδήρῳ· πολλαὶ δ’ ἀντιπόρων ἀνέμων τετράζυγι κόσμῳ
55γειομόρων σπάρτοισιν ἐμετρήθησαν ἀγυιαί. καὶ πόλις Ἀονίη Τυρίης ποικίλλετο τέχνης κάλλεϊ λαϊνέῳ· καὶ ἐποίπνυεν ἄλλος ἐπ’ ἄλλῳ γειοτόμῳ γλωχῖνι ταμὼν ἑτερόχροα πέτρην
ἐργατίνης Βοιωτὸν ὑπὸ κλέτας, ἣν παρὰ λόχμῃ107 in vol. 1
60Τευμησσοῦ δρυόεντος ἐμαιώσαντο κολῶναι, ἣν Ἑλικὼν βλάστησε καὶ ἣν ὤδινε Κιθαιρών. καὶ νηοὺς ἐτέλεσσε θεῶν καὶ δώματα φωτῶν τορνώσας κανόνεσσιν· ἐπ’ ἀρρήκτοις δὲ δομαίοις ἑπταπόρῳ πυλεῶνι περίδρομον ἄστυ χαράξας
65οὐρανὸν ἑπτάζωνον ἑῇ μιμήσατο τέχνῃ, ἐσσόμενον ναέταις Ἀμφίονι τεῖχος ἐάσσας πυργοδόμῳ κιθάρῃ πεφυλαγμένον. οὐρανίοις δὲ ἑπτὰ πύλας ἀνέθηκεν ἰσηρίθμοισιν ἀλήταις ἰσοτύπους· πρῶτον μὲν ἐς ἑσπέριον κλίμα πήξας
70Ὀγκαίην ἐπένειμε πύλην γλαυκώπιδι Μήνῃ ἐκ βοὸς ὀγκηθμοῖο φερώνυμον, ὅττι καὶ αὐτὴ ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη τριπλόον εἶδος ἔχουσα πέλει Τριτωνὶς Ἀθήνη· δεύτερον Ἑρμάωνι διαυγέι γείτονι Μήνης
75δῶκε γέρας πυλεῶνα· διαγράψας δὲ τετάρτην Ἠλέκτρην Φαέθοντος ἐπώνυμον, ὅττι φανέντος σύγχροος ἠλέκτροις ἀμαρύσσεται ὄρθριος αἴγλη, Ἠελίῳ πυρόεντι πύλην ἀντώπιον Ἠοῦς μεσσατίην ἀνέθηκεν, ἐπεὶ μέσος ἐστὶ πλανήτων·
80πέμπτην δ’ Ἄρεϊ δῶκε, πόρε τριτάτην Ἀφροδίτῃ, ἀμφοτέρων ἑκάτερθεν ὅπως Φαέθων μέσος εἴη, γείτονα θοῦρον Ἄρηα διατμήγων Ἀφροδίτης· ἕκτην Ζηνὸς ἄγαλμα φαεινοτέρῳ κάμε κόσμῳ ὑψιφανῆ· πυμάτην δὲ Κρόνου λάχεν ἕβδομος ἀστήρ.108 in vol. 1
85τοῖον ἕδος ποίησε· καὶ ἱερὸν ἄστυ πολίσσας Αἰγυπτίης ἐκάλεσσεν ὁμώνυμον ἄστεϊ Θήβης, ποικίλον ἀσκήσας χθόνιον τύπον ἶσον Ὀλύμπῳ. Ἀονίων δὲ θύγατρες ἀνεκρούσαντο χορείαις Ἁρμονίης ὑμέναιον· ἐπ’ εὐθαλάμῳ δὲ μελάθρῳ
90Θρηικίης φθέγξαντο χορίτιδες οὔνομα νύμφης. καὶ Παφίη νεότευκτον ἐκόσμεε παστάδα Κάδμῳ παιδὸς ἑῆς μέλπουσα θεοκλήτους ὑμεναίους μήτηρ ἱμερόεσσα· πατὴρ δ’ ὑπὸ χάρματι κούρης γυμνὸς ἄτερ σακέων ὠρχήσατο μείλιχος Ἄρης
95δεξιτερὴν ἀσίδηρον ἐπικλίνων Ἀφροδίτῃ, καὶ γαμίῃ σάλπιγγι μελίζετο ῥυθμὸν Ἐρώτων ἀντίτυπον σύριγγι, σιδηροφόρου δὲ καρήνου ἠθάδας εὐπολέμοιο λόφους ἀπεσείσατο χαίτης, μιτρώσας πλοκαμῖδας ἀναιμάκτοισι κορύμβοις,

5

(100)

πλέξας κῶμον Ἔρωτι· σὺν ἀθανάτοις δὲ χορεύων εἰς γάμον Ἁρμονίης Ἰσμήνιος ἦλθεν Ἀπόλλων ἑπτατόνῳ κιθάρῃ φιλοτήσιον ὕμνον ἀράσσων· καὶ μέλος ἐκρούσαντο βιοσσόον ἐννέα Μοῦσαι, καὶ παλάμας ἐλέλιζε Πολύμνια, μαῖα χορείης,
105μιμηλὴν δ’ ἐχάραξεν ἀναυδέος εἰκόνα φωνῆς, φθεγγομένη παλάμῃσι σοφὸν τύπον ἔμφρονι σιγῇ, ὄμματα δινεύουσα· πολυστρέπτῳ δὲ πεδίλῳ, Ζηνὶ χαριζομένη, θαλαμηπόλος ἵστατο Νίκη, Κάδμον ἀνευάζουσα, Διὸς πρόμον, ἀμφὶ δὲ παστῷ109 in vol. 1
110παρθενίοις στομάτεσσι γαμήλιον ἔπλεκε μολπήν, καὶ ποδὸς ἴχνος ἕλισσεν, ἐπ’ εὐκύκλῳ δὲ χορείῃ αἰδομένη πτερὰ πάλλε παρὰ πτερύγεσσιν Ἐρώτων. ἐκ δὲ πολυσπερέων δαΐδων ὁμοφεγγέος αἴγλης ἑσπερίης ἀνέτελλε φάος ψευδήμονος Ἠοῦς.
115καὶ λιγυροῖς στομάτεσσι φιλοσκάρθμῳ παρὰ παστῷ πάννυχος ἔπλετο κῶμος ἀκοιμήτοιο χορείης μελπομένων· σπεύδων γὰρ ἐς ἀγρύπνους ὑμεναίους ... ἠθάδα ῥάβδον ἔλειπεν, ἐπεὶ ταμίη πέλεν ὕπνου. καὶ Θήβη χορὸς ἦεν Ὀλύμπιος· ἦν δὲ νοῆσαι
120Κάδμον ὁμοῦ καὶ Ζῆνα μιῆς ψαύοντα τραπέζης. καὶ γαμίοις θαλάμοισι φέρων νυμφοστόλον ὥρην Ἀρκτῴης ἀνέτελλε Δράκων ὁμόφοιτος Ἁμάξης, ἄγγελος ἐσσομένων, ὅτι σύννομος ἥλικι νύμφῃ ἐκ βροτέης ἤμελλεν ἔχειν ὀφιώδεα μορφὴν
125νυμφίος Ἁρμονίης. μακάρων δέ τις ἄλλος ἐπ’ ἄλλῳ εἰς θαλάμους σπεύδοντι γέρας δωρήσατο Κάδμῳ· Ζεὺς μὲν πάντα τέλεια· κασιγνήτην δὲ γεραίρων Ἥρην πασιμέλουσαν, ἐπεὶ πέλεν Ἄρεϊ μήτηρ, ἵππιος ὤπασε δῶρα θαλάσσια Κυανοχαίτης·
130Ἑρμῆς σκῆπτρον ἔδωκεν, Ἄρης δόρυ, τόξον Ἀπόλλων, καὶ στέφανον κομόωντα λίθων ἑτερόχροϊ κόσμῳ Ἁρμονίης Ἥφαιστος ἐπῃώρησε καρήνῳ, χρυσείην κροτάφοισιν ἐπικρεμάσας ἀναδέσμην· καὶ θρόνον εὐλάιγγα πόρε χρυσόθρονος Ἥρη110 in vol. 1
135Ἄρεα κυδαίνουσα· πολυφράδμων δ’ Ἀφροδίτη χρύσεον ὅρμον ἔχοντα λίθων πολυδαίδαλον αἴγλην λευκὸν ἐρευθιόωντι συνήρμοσεν αὐχένι κούρης, Ἡφαίστου σοφὸν ἔργον, ὅ περ κάμε Κυπρογενείῃ, τοξευτῆρος Ἔρωτος ὅπως ὀπτήριον εἴη·
140ἔλπετο γὰρ Κυθέρειαν ἀεὶ βαρύγουνος ἀκοίτης υἷα τεκεῖν σκάζοντα, ποδῶν μίμημα τοκῆος· ἀλλὰ μάτην ἐδόκησε, καὶ ἀρτίπον υἷα νοήσας λαμπόμενον πτερύγεσσιν ὁμοίιον υἱέι· Μαίης ποικίλον ὅρμον ἔτευξεν, ὃς ἀστεροφεγγέι νώτῳ
145ὡς ὄφις ἦν ἑλικῶδες ἔχων δέμας· οἷα γὰρ αὐτὴ δίστομος ἀμφίσβαινα μέσῳ μηρύεται ὁλκῷ ἰὸν ἀποπτύουσα δι’ ἀμφοτέροιο καρήνου, ἀμφελελιζομένη μελέων ἑτερόζυγι παλμῷ, ἐς κεφαλὴν δὲ κάρηνον ἐφερπύζουσα συνάπτει,

5

(150)

λοξῇ καμπύλα νῶτα περισκαίρουσα πορείῃ· ὣς ὅ γε ποικίλος ὅρμος ἐαγότα νῶτα τιταίνων κάμπτετο, κυρτωθεῖσαν ἔχων διδυμάονα δειρήν, ἀμφιλαφὴς φολίδεσσιν ἐς ὀμφαλὸν ἄχρις ἱκάνων πλεκτὸς ὄφις δικάρηνος· ὑπὸ στροφάλιγγι δὲ τέχνης111 in vol. 1
155χρύσεος ὁλκαίης ἐλελίζετο κύκλος ἀκάνθης, καί οἱ ἑλισσομένη κεφαλὴ πολυδινέι παλμῷ ψευδαλέον σύριγμα διήρυγεν ἀνθερεῶνος. καὶ στομάτων ἑκάτερθεν, ὅπῃ τέλος ἐστὶ καὶ ἀρχή, αἰετὸς ἦν χρύσειος, ἅτε πλατὺν ἠέρα τέμνων,
160ὀρθὸς ἐχιδναίων διδύμων μεσσηγὺ καρήνων, ὑψιφανὴς πτερύγων πισύρων τετράζυγι κόσμῳ· τῇ μὲν ξανθὸς ἴασπις ἐπέτρεχε, τῇ δὲ Σελήνης εἶχε λίθον πάνλευκον, ὃς εὐκεράοιο θεαίνης λειπομένης μινύθει καὶ ἀέξεται, ὁππότε Μήνη
165ἀρτιφαὴς σέλας ὑγρὸν ἀποστίλβουσα κεραίης Ἠελίου γενετῆρος ἀμέλγεται αὐτόγονον πῦρ· ἄλλη μάργαρον εἶχε φαεσφόρον, οὗ χάριν αἴγλης γλαυκὸν Ἐρυθραίης ἀμαρύσσεται οἶδμα θαλάσσης λαμπομένης· ἑτέρης δὲ μεσόμφαλος αἴθοπι κόσμῳ
170λεπτοφαὴς σέλας ὑγρὸν ἀπέπτυεν Ἰνδὸς ἀχάτης. ἀλλήλαις δ’ ἑκάτερθε συναπτομένων κεφαλάων χάσματα δισσὰ δράκοντος ἀνευρύνοντο καρήνων, αἰετὸν ἀμφοτέροισι περικλείοντα γενείοις σύμπλοκον ἔνθα καὶ ἔνθα· δι’ εὐφαέος δὲ προσώπου112 in vol. 1
175λυχνίδες ἠκόντιζον ἐν ὄμμασι σύμφυτον αἴγλην ὀξὺ σέλας πέμπουσαν, ὁμοίιον αἴθοπι λύχνῳ ἁπτομένῳ. κομόων δὲ λίθων πολυειδέι μορφῇ πόντος ἔην, γλαυκῆς δὲ λίθος χλοάουσα μαράγδου δεξαμένη κρύσταλλον ὁμόζυγον εἴκελον ἀφρῷ
180εἶχε φαληριόωντα μελαινομένης τύπον ἅλμης· τῷ ἔνι δαίδαλα πολλὰ τετεύχατο, τῷ ἔνι πάντα χρυσοφαῆ μάρμαιρεν ἁλίτροφα πώεα λίμνης, οἷα περισκαίροντα· πολὺς δέ τις ὑγρὸς ὁδίτης μεσσοφανὴς ἐχόρευεν ἐπιξύων ἅλα δελφίς,
185ψευδαλέην δ’ ἐλέλιζεν ἑὴν αὐτόσσυτον οὐρήν· ... καὶ χορὸς ὀρνίθων ἑτερόχροος, ὧν τάχα φαίης ἱπταμένων πτερύγων ἀνεμώδεα δοῦπον ἀκούειν ... τοῖον ἐπεὶ Κυθέρεια γέρας δωρήσατο κούρῃ ...
χρύσεον, εὐλάιγγα, παρήορον αὐχένι νύμφης.113 in vol. 1
190 καὶ γαμίων ζευχθεῖσα πόθων ἰθύντορι κεστῷ Ἁρμονίη πολύπαιδα γονὴν μαιώσατο κόλπῳ τικτομένην κατὰ βαιόν· ἀμοιβαίῃ δὲ λοχείῃ ἔγκυον ὄγκον ἔλυσε θυγατρογόνου τοκετοῖο, τετράκις ἐννέα κύκλα διαπλήσασα Σελήνης.
195πρώτη δ’ Αὐτονόη γονίμων ἀνεπήλατο κόλπων μητέρος ἐννεάμηνον ἀναπτύξασα λοχείην πρωτοτόκοις ὠδῖσιν· ὁμογνήτῳ δὲ γενέθλῃ καλλιφυὴς Ἀθάμαντος ἀέξετο σύγγαμος Ἰνώ, μήτηρ δισσοτόκος· τριτάτη δ’ ἀνέτελλεν Ἀγαύη,

5

(200)

ἥ ποτε νυμφευθεῖσα Γιγαντείοις ὑμεναίοις εἴκελον υἷα λόχευσεν ὀδοντοφύτῳ παρακοίτῃ· καὶ Χαρίτων ἴνδαλμα ποθοβλήτοιο προσώπου Ζηνὶ φυλασσομένη Σεμέλη βλάστησε τετάρτη θυγατέρων, μούνῃ δὲ καὶ ὁπλοτέρῃ περ ἐούσῃ
205δῶκεν ἀνικήτοιο φύσις πρεσβήια μορφῆς. ἄρσενα δ’ ὀψιτέλεστον ὁμόζυγα θήλεϊ φύτλῃ Ἁρμονίη νέον υἷα γεγηθότι γείνατο Κάδμῳ, Ἀονίης Πολύδωρον ἑωσφόρον ἀστέρα πάτρης, ὁπλότερον Σεμέλης ῥοδοειδέος, ὃν παρὰ Θήβαις
210σκῆπτρα λαβὼν ἀθέμιστος ἄναξ ἀπενόσφισε Πενθεύς.
καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι· κεκριμένας δὲ θύγατρας ἐπεκλήισεν ἀκοίταις Κάδμος ἀμοιβαίοιο γάμου τετράζυγι παστῷ, καὶ λέχος ἄλλο μετ’ ἄλλο συνήρμοσε· δωροφόρος γὰρ114 in vol. 1
215πρῶτος Ἀρισταῖος, Νόμιος καὶ ἐπώνυμος Ἀγρεύς, αἷμα σοφοῦ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης, Αὐτονόην ζυγίων ἀρότων νυμφεύσατο θεσμῷ· οὐ μὲν Ἀγηνορίδης πολυφερβέος ἴδμονα τέχνης γαμβρὸν ἔχειν ἀπέειπε, βιοσσόον υἱέα Φοίβου,
220ἀλλὰ Διιπετέων ἀνέμων ζωαρκέσιν αὔραις λοίγιον εὐνήσαντι πυρώπιδος ἀστέρα Μαίρης παῖδα συνεκλήισε περισσονόῳ παρακοίτῃ. καὶ γάμος ἦν πολύολβος, ἐπεὶ γέρας ἄζυγι κούρῃ δῶκε βόας, πόρεν αἶγας, ὀρίτροφον ὤπασε ποίμνην·
225καὶ πολὺς ἀχθοφόρῳ βεβαρημένος ἐσμὸς ἀνάγκῃ φόρτον ἐλαιήεντος ἐκούφισεν ἀμφιφορῆος, ἕδνα γάμων, πολλὴν δὲ σοφῆς ἐκόμισσε μελίσσης δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης. κεῖνος ἀνὴρ πρώτιστος ὀρίδρομος ἅλματι ταρσῶν
230εὗρε φιλοσκοπέλοιο πόνον κεμαδοσσόον ἄγρης, πῶς νοερῷ μυκτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης θηρὸς ἀσημάντοιο κύων μαντεύεται ὀδμήν,
ὄρθια λοξοκέλευθον ἐπὶ δρόμον οὔατα τείνων, καὶ δολίης δεδάηκε πολύπλοκα δίκτυα τέχνης115 in vol. 1
235καὶ σταλίκων τύπον ὀρθόν, ὑπὲρ ψαμάθοιο δὲ θηρῶν πρώιον ἀτρίπτῳ κεχαραγμένον ἴχνος ἀρούρῃ ... καὶ ποσὶν ἐνδρομίδας θηρήτορα φῶτα διδάξας ἄσχετον ἀίσσοντα κυνοσσόον εἰς δρόμον ἄγρης ... πέπλα φαεινομένης ἐπιγουνίδος ἄχρι φορῆσαι,
240μή ποτε θηρητῆρος ἐπειγομένου ποδὸς ὁρμὴ ἂψ ἀνασειράζοιτο καθιεμένοιο χιτῶνος. κεῖνος ἀνὴρ ἐνόησε πολυτρήτων στίχα σίμβλων, πλαζομένης δ’ ἔστησεν ἐρημάδος ἔργα μελίσσης, ἥ τις ἔσω λειμῶνος ἀπ’ ἄνθεος ἄνθος ἀμείβει
245εἰς φυτὸν ἀγλαόκαρπον, ἐφιπταμένη δὲ κορύμβοις χείλεσιν ἀκροτάτοισιν ἀμέλγεται ἄκρον ἐέρσης· καὶ λινέαις ἁψῖσι πολυπλέκτοιο χιτῶνος γυῖα περισφίγξας ὀνύχων ἄπο μέχρι κομάων ... καὶ δολίῳ πνιγόεντι πυρὸς τεχνήμονι καπνῷ

5

(250)

σινομένην πρήυνεν, ὑπηνέμιον δὲ τινάσσων πυρσὸν ἀπειλητῆρα φιλοσμήνοιο μελίσσης δίζυγα χαλκὸν ἄειρεν, ὑπωροφίῃ δὲ λοχείῃ
βομβηδὸν κλονέοντος ἀσιγήτοιο κυδοιμοῦ χειρὶ πολυκροτάλῳ διδυμάονα δοῦπον ἀράσσων116 in vol. 1
255φρικτὰ κορυσσομένης ἐφυλάσσετο κέντρα μελίσσης, καὶ προταμὼν κηροῖο πολυγλώχινα καλύπτρην ἔβλισεν αἰόλα δῶρα μελισταγέος τοκετοῖο. πρῶτος ἐυρραθάμιγγος ἀλείφατος εὗρεν ἐέρσην, καρπὸν ὅτε βρίθοντι ταμὼν μυλοειδέι πέτρῳ
260πίονας ὑγροτόκοιο γονὰς ἔθλιψεν ἐλαίης. καὶ σκιερῆς πολύδενδρον ὑπὸ κλέτας εὔβοτον ὕλης εἰς ἕλος, εἰς λειμῶνα φέρων ἐδίδαξε βοτῆρας ἠελίου φαίνοντος ἐς ἕσπερον ἄχρι νομεύειν. πλαζομένων δ’ ἀκίχητον ἀπειθέα φοιτάδι χηλῇ
265ἑσπομένων βραδὺν οἶμον ὀπισθοπόρων στίχα μήλων εἰς νομὸν ἀνθεμόεντα μιῇ ξύνωσε κελεύθῳ αἶγα λαβὼν προκέλευθον ὁμοζήλοιο πορείης. καὶ νομίην ἐνόησεν ὀρειάδα Πανὸς ἀοιδήν. καὶ πυρὶ σειριάοντα κατεύνασεν ἀστέρα Μαίρης,
270καὶ Διὸς Ἰκμαίοιο θυώδεα βωμὸν ἀνάψας αἵματι ταυρείῳ γλυκερὴν ἐπεχεύατο λοιβὴν ποικίλα φοιταλέης ἐπιβώμια δῶρα μελίσσης,
πλήσας ἁβρὰ κύπελλα μελικρήτου κυκεῶνος· Ζεὺς δὲ πατὴρ ἤκουσε καὶ υἱέος υἷα γεραίρων117 in vol. 1
275πέμψεν ἀλεξικάκων ἀνέμων ἀντίπνοον αὔρην, Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο. εἰσέτι νῦν κήρυκες Ἀρισταίοιο θυηλῆς γαῖαν ἀναψύχουσιν Ἐτήσιαι ἐκ Διὸς αὖραι, ὁππότε ποικιλόβοτρυς ἀέξεται οἰνὰς ὀπώρη.
280 τὸν μὲν Ἔρως πόμπευεν ἐς Ἀονίους ὑμεναίους, Φοίβου Κήιον υἷα· † βοοστίκτου δὲ θυηλῆς ... πᾶσα πόλις στεφθεῖσα, καὶ ἰθυτμῆτες ἀγυιαὶ ὀρχηθμῷ μεμέληντο, παρὰ προπύλαια δὲ παστοῦ εἱλιπόδην ὑμέναιον ἀνεκρούσαντο πολῖται,
285καὶ μέλος ἱμερόφωνον ἐπεφθέγξαντο γυναῖκες, καὶ γαμίῃ σύριγγι συνέκλαγον Ἄονες αὐλοί. ἔνθεν Ἀρισταίοιο καὶ Αὐτονόης ἀπὸ λέκτρων Ἀκταίων ἀνέτελλε· φιλοσκοπέλῳ δὲ μενοινῇ Ἀγρέος αἷμα φέρων ἀπεμάξατο πάτριον ἄγρην,
290Ἀρτέμιδος θεράπων ὀρεσίδρομος—οὐ νέμεσις δὲ δύσμορον Ἀκταίωνα μαθεῖν μελεδήματα θήρης υἱωνὸν γεγαῶτα λεοντοφόνοιο Κυρήνης—· οὔ ποτέ μιν φύγεν ἄρκτος ὀρεστιάς, οὐδέ μιν αὐτῆς λοίγιον ἐπτοίησε λεχωίδος ὄμμα λεαίνης·
295πολλάκι δ’ ὑψιπότητον ἐπιθρῴσκοντα δοκεύων πόρδαλιν ἐπρήνιξεν· ἀεὶ δέ μιν ὑψόθι λόχμης ὄμμασι θαμβαλέοισιν ἐδέρκετο μηλονόμος Πὰν ὠκείης ἐλάφοιο παραΐσσοντα πορείην. ἀλλά οἱ οὐ χραίσμησε ποδῶν δρόμος, οὐδὲ φαρέτρη118 in vol. 1

5

(300)

ἤρκεσεν, οὐ βελέων σκοπὸς ὄρθιος, οὐ δόλος ἄγρης· ἀλλά μιν ὤλεσε Μοῖρα, κυνοσπάδα νεβρὸν ἀλήτην, Ἰνδῴην μετὰ δῆριν ἔτι πνείοντα κυδοιμοῦ, εὖτε τανυπρέμνοιο καθήμενος ὑψόθι φηγοῦ λουομένης ἐνόησεν ὅλον δέμας Ἰοχεαίρης,
305θηητὴρ δ’ ἀκόρητος ἀθηήτοιο θεαίνης ἁγνὸν ἀνυμφεύτοιο δέμας διεμέτρεε κούρης ἀγχιφανής· καὶ τὸν μὲν ἀνείμονος εἶδος ἀνάσσης ὄμματι λαθριδίῳ δεδοκημένον † ὄμματι λοξῷ Νηιὰς ἀκρήδεμνος ἀπόπροθεν ἔδρακε Νύμφη,
310ταρβαλέη δ’ ὀλόλυξεν, ἑῇ δ’ ἤγγειλεν ἀνάσσῃ ἀνδρὸς ἐρωμανέος θράσος ἄγριον· ἡμιφανὴς δὲ Ἄρτεμις ἁρπάξασα σὺν εἵματι κυκλάδα μίτρην παρθενίῳ ζωστῆρι σαόφρονας ἔσκεπε μαζούς, καὶ διεροῖς μελέεσσιν ἔσω δύνουσα ῥεέθρων
315αἰδομένη κατὰ βαιὸν ὅλον δέμας ἔκρυφε κούρη. Ἀκταίων βαρύποτμε, σὺ μὲν λίπεν αὐτίκα μορφὴ ἀνδρομέη, πισύρων δὲ ποδῶν ἐδιχάζετο χηλή, καὶ τανααὶ γναθμοῖσιν ἐμηκύνοντο παρειαί, κνῆμαι ἐλεπτύνοντο, καὶ ἀγκύλα δοιὰ μετώπῳ119 in vol. 1
320φύετο μακρὰ κόρυμβα τανυπτόρθοιο κεραίης, καὶ στικτοῖς μελέεσσι νόθη ποικίλλετο μορφή, καὶ λάσιον δέμας εἶχεν· ἀελλήεντι δὲ νεβρῷ εἰσέτι μοῦνος ἔην νόος ἔμπεδος· ὠκυπόρῳ δὲ ἔτρεχεν ἀξείνοιο δι’ οὔρεος ἅλματι χηλῆς,
325θηρητὴρ τρομέων θηρήτορας. ἀλλοφυῆ δὲ οὐκέτι τὸν πρὶν ἄνακτα κύνες μάθον· ἀχνυμένης γὰρ νεύμασιν ἀτρέπτοισι βαρύφρονος Ἰοχεαίρης φοιτάδος οἰστρήεντι μεμηνότες ἄσθματι λύσσης νεβροφόνων ἐχάραξαν ὁμόζυγον ὄγμον ὀδόντων,
330ψευδομένῃ δ’ ἐλάφοιο παραπλαγχθέντες ὀπωπῇ στικτὸν ἐθοινήσαντο νόθον δέμας ἄφρονι λύσσῃ. καὶ θεὸς ἄλλο νόησε, κύνας βραδέεσσι γενείοις ἔμπνοον Ἀκταίωνα κεκασμένον ἔμφρονι θυμῷ
δαρδάπτειν κατὰ βαιόν, ἵνα φρένα μᾶλλον ἀμύξῃ120 in vol. 1
335ὀξυτέραις ὀδύνῃσιν· ὑπὸ βροτέῃ δὲ μενοινῇ πότμον ἑὸν στενάχων κινυρῇ βρυχήσατο φωνῇ· „ὄλβιε Τειρεσία, σὺ γὰρ ἔδρακες ἐκτὸς ὀλέθρου γυμνὸν ἀναινομένης οἰκτίρμονος εἶδος Ἀθήνης· οὐ θάνες, οὐκ ἐλάφοιο δέμας λάχες, οὐδὲ μετώπῳ
340ὑμετέρῳ προβλῆτες ἐπῃώρηντο κεραῖαι· ζώεις σῶν βλεφάρων ὀλέσας φάος· ὑμετέρων δὲ ὀφθαλμῶν ἀμάρυγμα νόῳ μετέθηκεν Ἀθήνη· χώεται Ἰοχέαιρα κακώτερα Τριτογενείης. αἴθε μοι ἄλγος ὄπασσεν ὁμοίιον, αἴθε καὶ αὐτὴ
345ὄμμασιν ἡμετέροισιν ἐπέχραεν ὥς περ Ἀθήνη, αἴθε νόον μετάμειψεν, ἅ περ δέμας· ἀλλοφυὴς γὰρ μορφὴ θηρὸς ἔχει με, καὶ ἀνέρος ἦθος ἀέξω. σφωιτέρῳ πότε θῆρες ἐπιστενάχουσιν ὀλέθρῳ; ἀφραδέες ζώουσι καὶ οὐ νοέουσι τελευτήν.

5

(350)

μοῦνος ἐγὼ μεθέπω πινυτὸν νόον· ὀλλύμενος δὲ ὄμμασι θηρείοισιν ἐχέφρονα δάκρυα λείβω. ἄγριοι ἄρτι γένεσθε κύνες πλέον· οὔ ποτε τόσσον ἅλματι λυσσήεντι κατεσσεύεσθε λεόντων. αἴλινον Ἀκταίωνι, φίλαι, φθέγξασθε, κολῶναι,
355ναὶ λίτομαι, καὶ θῆρες ὁμοίιοι· εἰπέ, Κιθαιρών, Αὐτονόῃ, τά περ εἶδες, Ἀρισταίῳ δὲ τοκῆι
δάκρυσι πετραίοισιν ἐμὴν ἀγόρευε τελευτὴν καὶ κύνας οἰστρηθέντας ἀφειδέας. ὤμοι ἀνάγκης, αὐτὸς ἐμαῖς παλάμῃσιν ἐμοὺς ἔθρεψα φονῆας.121 in vol. 1
360αἴθε λέων με δάμασσεν ὀρίδρομος, αἴθε με σύρων πόρδαλις αἰολόνωτος ἀνέσχισεν, αἴθε με πικροῖς ἀμφιπαγεῖς ὀνύχεσσιν ἀφειδέσι λυσσάδες ἄρκτοι νεβροφανῆ χαροποῖσιν ἐδαιτρεύσαντο γενείοις, μηδὲ κύνες με δάμασσαν ὁμήθεες· οὐκέτι μορφήν,
365οὐκέτι γινώσκουσιν ἐμὴν ἑτερόθροον ἠχώ.“ ἡμιθανὴς τάδ’ ἔλεξε, καὶ οὐκ ἀίοντα λιτάων θηρείῃ κύνα μάργον ἐλίσσετο πενθάδι φωνῇ· μύθους μὲν προέηκεν ἐχέφρονας, ἀντὶ δὲ φωνῆς ἀνδρομέης κελάδησεν ἀσημάντου θρόος ἠχοῦς.
370 ἤδη δ’ αὐτοδίδακτος ὀρεστιὰς ἵπτατο Φήμη Αὐτονόῃ βοόωσα κυνοσπάδα παιδὸς ἀνάγκην, οὐ μὲν ὅπως ἐλάφοιο δασύτριχα δύσατο μορφήν, ἀλλ’ ὅτι μοῦνον ὄλωλε. φιλοστόργῳ δὲ μενοινῇ νήλιπος ἀκρήδεμνος ἱμάσσετο πένθεϊ μήτηρ·
375καὶ πλοκάμους ἐδάιξεν, ὅλον δ’ ἔρρηξε χιτῶνα, πενθαλέοις δ’ ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειὰς αἵματι φοινίξασα, κατὰ στέρνοιο δὲ γυμνοῦ παιδοκόμων ἐρύθηνε φερέσβιον ἄντυγα μαζῶν
μνησαμένη τοκετοῖο· φιλοθρήνου δὲ προσώπου122 in vol. 1
380δάκρυσιν ἀενάοισιν ἐλούσατο φάρεα νύμφη. καὶ κύνες Ἀκταίωνος ἀπὸ σκοπέλοιο μολόντες μῦθον ἐπιστώσαντο δυσάγγελον· ἠιθέου γὰρ δάκρυσι σιγαλέοισιν ἐμαντεύοντο τελευτήν. μυρομένους δ’ ὁρόωσα πολὺ πλέον ἔστενε μήτηρ·
385καὶ πολιὴν πλοκαμῖδα γέρων ἀπεκείρατο Κάδμος, Ἁρμονίη δ’ ἰάχησε· φιλοκλαύτων δὲ γυναικῶν συμφερτῇ βαρύδουπος ὅλος δόμος ἔβρεμεν ἠχῇ. Αὐτονόη δ’ ὁμόφοιτος Ἀρισταίῳ παρακοίτῃ ἤιε μαστεύουσα πολύπλανα λείψανα νεκροῦ·
390εἶδε καὶ οὐ γίνωσκεν ἑὸν γόνον, ἔδρακε μορφὴν δαιδαλέης ἐλάφοιο καὶ οὐκ ἴδεν ἀνδρὸς ὀπωπήν, πολλάκι δ’ ἀγνώστοιο παρέστιχεν ὀστέα νεβροῦ ἐν χθονὶ κεκλιμένοιο καὶ οὐ μάθεν· ὀλλυμένου γὰρ παιδὸς ἑοῦ δοκέεσκεν ἰδεῖν βροτοειδέα μορφήν.
395δύσμορον Αὐτονόην οὐ μέμφομαι· ἀλλοφυῆ γὰρ λείψανα παιδὸς ὄπωπεν, ἀτεκμάρτου δὲ προσώπου γαμφηλὰς ἐνόησε καὶ οὐκ ἴδε κύκλον ὀπωπῆς, καὶ κεράων ἔψαυσε καὶ υἱέος οὐ μάθε κόρσην· λεπταλέους πόδας εἶδε καὶ οὐκ ἐφράσσατο ταρσούς,

5

(400)

λεπταλέους πόδας εὗρε καὶ οὐκ ἴδε κύκλα πεδίλων. δύσμορον Αὐτονόην οὐ μέμφομαι· οἰχομένου γὰρ ὀφθαλμοὺς βροτέους οὐκ ἔδρακεν, οὐκ ἴδε μορφῆς ἀνδρομέης ἴνδαλμα, καὶ οὐκ ἐνόησεν ἰούλων
ἄνθεϊ πορφυρέῳ κεχαραγμένον ἀνθερεῶνα.123 in vol. 1
405φοιταλέοις δὲ πόδεσσι διερχομένη ῥάχιν ὕλης τρηχαλέης ἐπάτησε δυσέμβατα νῶτα κολώνης λυσιχίτων ἀπέδιλος· ὀριπλανέων δ’ ἀπὸ μόχθων νόστιμος εἰς δόμον ἦλθεν· ἐπ’ ἀπρήκτῳ δὲ μενοινῇ ἀχνυμένη μόγις εὗδε σὺν αἰνοτόκῳ παρακοίτῃ.
410ἄμφω δὲ σκιεροῖσιν ἐφωμίλησαν ὀνείροις, ὄμμασιν ἁρπάξαντες ἀηδονίου πτερὸν Ὕπνου. ψυχὴ δ’ ἠιθέοιο κατηφέι πατρὶ παρέστη στικτὸν ἔχων ἐλάφου σκιόεν δέμας, ἐκ βλεφάρων δὲ ἔμφρονα δάκρυα χεῦε, καὶ ἀνδρομέῃ φάτο φωνῇ·
415 „ὦ πάτερ, ὑπνώεις, καὶ ἐμὴν οὐκ οἶδας ἀνάγκην· ἔγρεο καὶ γίνωσκε νόθην ἄγνωστον ὀπωπήν, ἔγρεο καὶ πήχυνε φίλης ἐλάφοιο κεραίην, καὶ κύσον ἔμφρονα θῆρα, τὸν Αὐτονόης τέκε γαστήρ. αὐτὸν ὀπιπεύεις με, τὸν ἔτρεφες· ἀμφότερον γὰρ
420δέρκεαι Ἀκταίωνα καὶ Ἀκταίωνος ἀκούεις. εἰ παλάμην ποθέεις καὶ δάκτυλα παιδὸς ἀφάσσειν, προσθιδίους σκοπίαζε πόδας, καὶ χεῖρα νοήσεις· εἰ κεφαλὴν ποθέεις, κεφαλὴν ἐλάφοιο δοκεύοις· εἰ βροτέους κροτάφους, δολιχὰς σκοπίαζε κεραίας·
425εἰ πόδας Ἀκταίωνος, ὀπισθιδίην ἴδε χηλήν· εἰ μελέων τρίχας εἶδες, ἐμοὶ γεγάασι χιτῶνες. υἷα, πάτερ, γίνωσκε, τὸν οὐκ ἐσάωσεν Ἀπόλλων· υἷα, πάτερ, στενάχιζε, τὸν οὐκ ἐφύλαξε Κιθαιρών.
ἀλλοφυῆ σέο παῖδα κατηφέι κεῦθε κονίῃ·124 in vol. 1
430μὴ τεὸν ἀκτερέιστον ὀλωλότα νεβρὸν ἐάσσῃς· μή σε παραπλάγξειε νόθη καὶ ἄπιστος ὀπωπή. αἴθε, πάτερ, με φύλαξας ἀήθεα θηροσυνάων· οὐκ ἂν ἐγὼ πόθον εἶχον ἐρημάδος Ἰοχεαίρης, οὐκ ἂν ἐγὼ δέμας εἶδον Ὀλύμπιον. αἴθε δὲ κούρης
435θνητῆς εἶχον ἔρωτα· χαμαιγενέας δὲ γυναῖκας καλλείψας ἑτέροισι καὶ ὠκυμόρους ὑμεναίους ἀθανάτην ἐπόθησα· χολωομένης δὲ θεαίνης δεῖπνον ἐμῶν σκυλάκων γενόμην, πάτερ· εἰσὶ κολῶναι μάρτυρες· εἰ σκοπέλοις οὐ πείθεαι, εἴρεο Νύμφας
440Νηιάδας· δεδάασιν Ἁμαδρύες· ἰσοτύπους δὲ θῆρας ἐμοὺς ἐρέεινε, καὶ οὓς ἐκάλεσσα νομῆας. ἀλλὰ πάτερ πυμάτην πόρε μοι χάριν, ἀφραδέας δὲ πένθος ἔχων φιλότεκνον ἐμοὺς μὴ κτεῖνε φονῆας, παιδοφόνους οἴκτειρον ἀμεμφέας· ἡμετέραις γὰρ
445θηρείαις ἀέκοντες ἀπεπλάγχθησαν ὀπωπαῖς. τίς δὲ κύων ἐλάφου ποτὲ φείδεται; ἠὲ τίς ἀνὴρ νεβροφόνοις σκυλάκεσσι χολώεται; ἆ πόσα δειλοὶ κυκλάδες ἔνθα καὶ ἔνθα περιτροχόωσι κολώνας καὶ νέκυν ἰχνεύουσι, τὸν ἔκτανον· ἐκ βλεφάρων δὲ

5

(450)

δάκρυα μὲν προχέουσιν ἐχέφρονα καὶ ποσὶν ἄκροις δίκτυα πηχύνουσι φιλοστόργῳ τινὶ θεσμῷ ἀνδράσιν ἀχνυμένοισιν ἐοικότες, ἡμετέρῃ δὲ πενθαλέαις ὑλακῇσιν ἐπικλαίουσι χαμεύνῃ. ναί, λίτομαι, μὴ κτεῖνε γοήμονας· ἡμετέρου γὰρ125 in vol. 1
455δέρματα λαχνήεντος ἐθηήσαντο προσώπου, οὐδὲ λιταῖς πείθοντο, καὶ οὐκ ἀνέκοψαν ὀδόντας ἀλλοίης ἀίοντες ἐμῆς μυκήματα φωνῆς· καὶ κινυροῖς στομάτεσσιν ἐμὴν ἐρέεινον ἐρίπνην· ‘σήμερον Ἀκταίωνα τίς ἥρπασεν, εἴπατε, πέτραι,
460πῇ δρόμον ἀμφιέπει κεμαδοσσόον, εἴπατε, Νύμφαι.‘ τοῖα κύνες φθέγξαντο· καὶ ἀντιάχησε κολώνη· ‘τίς κεμὰς οὐρεσίφοιτος ἔχει κεμαδοσσόον ἄγρην; οὐκ ἔλαφον πυθόμην ἐλαφηβόλον· ἀλλοφυὴς δὲ Ἀκταίων μετάμειπτο καὶ ἔπλετο νεβρὸς ἐχέφρων,
465ὅς ποτε θῆρας ἔπεφνεν· ὑπ’ ἀνδροφόνῳ δὲ καὶ αὐτὸς Ἀγρέος αἷμα φέρων ἀγρεύεται Ἰοχεαίρῃ‘. τοῖα μὲν ἀχνυμένων σκυλάκων ἐβόησαν ἐρίπναι. πολλάκι δ’ Ἄρτεμις εἶπεν ἐμῷ μαστῆρι φονῆι· ‘λῆγε, κύων βαρύμοχθε, πολύπλανον ἴχνος ἑλίσσων·
470δίζεαι Ἀκταίωνα, τὸν ἔνδοθι γαστρὸς ἀείρεις, δίζεαι Ἀκταίωνα, τὸν ἔκτανες· ἢν ἐθελήσῃς,
ὄψεαι ὀστέα μοῦνα τεῆς ἔτι λείψανα φορβῆς.‘ ἀλλά, πάτερ, κατὰ κόσμον ἐμὸν μόρον εἰς σὲ βοήσω. θάμνος ἔην τανύφυλλος, ὁ μὲν φυλίης, ὁ δ’ ἐλαίης·126 in vol. 1
475δειλὸς ἐγώ· φιλίης γὰρ ἐπώνυμον ἔρνος ἐάσσας πρέμνον ἐς ἀγχικέλευθον ἀνέδραμον ἁγνὸν ἐλαίης Ἀρτέμιδος χρόα γυμνὸν ἀθηήτοιο δοκεύων. ἀασάμην· διδύμην γὰρ ἀτάσθαλον ὕβριν ἀέξων Παλλάδος εἰς φυτὸν ἦλθον, ἰδεῖν δέμας Ἰοχεαίρης
480τολμηροῖς βλεφάροισιν, ὅθεν βαρύμηνις ἀπειλὴ ἔχραεν Ἀκταίωνι καὶ Ἀρτέμιδος καὶ Ἀθήνης. ἄρτι γὰρ ἱδρώουσα πυραυγέι καύματος ἀτμῷ Ἄρτεμις εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης λούετο μὲν καθαροῖσιν ἐν ὕδασι, λουομένης δὲ
485ὀφθαλμοὺς ἀμάρυσσεν ἐμοὺς ἀντώπιος αἴγλη χιονέας ἀκτῖνας ἀκοντίζουσα ῥεέθροις· φαίης δ’, ὡς παρὰ χεῦμα παλίμπορον Ὠκεανοῖο ἑσπερίη σελάγιζε δι’ ὕδατος ὄμπνια Μήνη. Νηιάδες δ’ ὀλόλυξαν ὁμήλυδες· ἴαχε Λοξὼ
490σύνθροον Οὖπιν ἔχουσα, γαληναίῳ δὲ ῥεέθρῳ νηχομένην ἀνέκοψε κασιγνήτην Ἑκαέργην. καὶ ζόφος ἠερόφοιτος ἐμὰς ἐκάλυψεν ὀπωπάς·
ἐκ δὲ φυτοῦ προκάρηνος ἐπωλίσθησα κονίῃ, καὶ λάχον ἐξαπίνης δέμας αἰόλον, ἀντὶ δὲ μορφῆς127 in vol. 1
495ἀνδρομέης ἄγνωστον ἐμὸν δέμας ἔσκεπε λάχνη, καὶ κύνες ἀγρευτῆρες ἑοὺς ἐχάραξαν ὀδόντας. σιγήσω τάδε πάντα· —τί δεύτερον ἄλγος ἐνίψω; — μή σε καὶ ὑπνώοντα πάλιν στοναχῇσι πελάσσω. πολλάκι δένδρον ἐκεῖνο παρέστιχες, ὁππόθι κεῖται

5

(500)

λείψανον Ἀκταίωνος, ὑπὲρ δαπέδου δὲ λυθέντα πολλάκι δαιδαλέοιο παρήλυθες ὀστέα νεβροῦ οἰκτρὰ πολυβρώτων μελέων, μεμερισμένα γαίῃ, ἀλλήλων ἀπάνευθεν. ἐγὼ δέ σοι ἄλλο βοήσω πιστὸν ἐμοῦ θανάτου σημήιον· ἀρχεκάκου γὰρ
505ὄψεαι ἰοδόκην καὶ ἐμὸν βέλος ἐγγύθι δένδρου, εἰ μὴ καὶ πτερόεντες ἐμορφώθησαν ὀιστοί, εἰ μὴ χωομένη πάλιν Ἄρτεμις εἰς φυτὸν ὕλης τόξον ἐμὸν μετάμειψεν, ἐμὴν δ’ ἤλλαξε φαρέτρην. ὄλβιος Ὦτος ἔην, ὅτι μὴ πέλε νεβρὸς ἀλήτης·
510οὐ κύνες Ὠρίωνα κυνοσσόον .... αἴθε καὶ αὐτὸν σκορπίος Ἀκταίωνα κατέκτανεν ὀξέι κέντρῳ. δειλὸς ἐγώ· κενεὴ γὰρ ἐμὸν νόον ἤπαφε φήμη· εἰσαΐων δ’, ὅτι Φοῖβος, ἀδελφεὸς Ἰοχεαίρης, Κυρήνῃ παρίαυεν, ἐμὸν δ’ ἔσπειρε τοκῆα,
515Ἄρτεμιν ὠισάμην ἐμφύλιον εἰς γάμον ἕλκειν.
καὶ πάλιν εἰσαΐων, ὅτι νυμφίον ἀργέτις Ἠὼς ἥρπασεν Ὠρίωνα καὶ Ἐνδυμίωνα Σελήνη, καὶ βροτὸν Ἰασίωνα πόσιν προσπτύξατο Δηώ, ὠισάμην, ὅτι τοῖος ἔην νόος Ἰοχεαίρης.128 in vol. 1
520ἀλλά, πάτερ, κτερέιζε νόθην κεραελκέα μορφήν, μηδὲ λίπῃς ἑτέροισι κυσὶν μέλπηθρα γενέσθαι. ἢν δὲ κατακρύψῃς ἐμὰ λείψανα κοιλάδι γαίῃ, δῶρον ἐμοὶ καὶ τοῦτο χαρίζεο· τόξα καὶ ἰοὺς πῆξον ἐμὸν παρὰ τύμβον, ὅ περ γέρας ἐστὶ θανόντων.
525ἀλλὰ βέλος καὶ τόξον ἔα, πάτερ, ὅττι βελέμνοις τέρπεται Ἰοχέαιρα καὶ ἀγκύλα τόξα τιταίνει. ζῳοτύπον δ’ ἱκέτευε πολύτροπον, ὄφρα χαράξῃ στικτὸν ἐμὸν νόθον εἶδος ἀπ’ αὐχένος εἰς πόδας ἄκρους· μοῦνον ἐμοῦ βροτέοιο τύπον τεύξειε προσώπου,
530πάντες ἵνα γνώωσιν ἐμὴν ψευδήμονα μορφήν. μὴ δέ, πάτερ, γράψειας ἐμὸν μόρον· οὐ δύναται γὰρ δακρυχέειν ἐμὸν εἶδος ὁμοῦ καὶ πότμον ὁδίτησ“ εἶπεν ὀνειρείη νοερὴ κεμάς, ἀπροϊδὴς δὲ ᾤχετο πωτήεσσα· καὶ Αὐτονόης παρακοίτης
535ἄνθορεν ὀμφήεντος ἀπορρίψας πτερὸν Ὕπνου. ἐκ λεχέων δὲ δάμαρτα πολυπτοίητον ἐγείρας πέφραδε θηρείην κεραελκέα παιδὸς ὀπωπήν,
καὶ μύθους ἀγόρευεν, ὅσους φάτο νεβρὸς ἐχέφρων. καὶ γόος ἔπλετο μᾶλλον· Ἀρισταίοιο δὲ νύμφη129 in vol. 1
540ἤιε μαστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ πυκνὰ τανυπρέμνοιο διέστιχεν ἔνδια λόχμης· καὶ κραναῶν στείβουσα δυσέμβατα κύκλα κελεύθων κεῖνο μόγις φυτὸν εὗρε μιαιφόνον, εὗρε καὶ αὐτὴν ἰοδόκην καὶ τόξον ἐρημαίῳ παρὰ δένδρῳ.
545ὀστέα δ’ ἔνθα καὶ ἔνθα χυτῇ μεμερισμένα γαίῃ, λείψανα πεπτηῶτα, μόγις συνελέξατο μήτηρ, καὶ φιλίῃ παλάμῃ γλυκερὴν πήχυνε κεραίην, καὶ κύσεν αἰνομόροιο δασύτριχα χείλεα νεβροῦ. ὀξὺ δὲ κωκύουσα νέκυν τυμβεύσατο μήτηρ,

5

(550)

πάντα δέ οἱ παρὰ τύμβον ἐπέγραφεν, ὅσσα τοκῆι ἔννυχος Ἀκταίωνος ὀνειρείη φάτο φωνή. ὄφρα μὲν ἔβρεμε πένθος Ἀρισταίοιο μελάθρῳ, τόφρα δὲ καλλίστερνος Ἐχίονι τίκτεν Ἀγαύη Γηγενέος θρασὺν υἷα θεημάχον· ἀρτιφάτου δὲ
555πένθεος ἱσταμένοιο φερώνυμος ἔπλετο Πενθεύς. καὶ Νεφέλης μετὰ λέκτρα, μετὰ προτέρους ὑμεναίους εἰς θαλάμους Ἀθάμαντος ἐκώμασε παρθένος Ἰνώ· αἰνοπαθῆ δὲ Λέαρχον ἐγείνατο καὶ Μελικέρτην ποντιὰς ἐσσομένη μετανάστιος, οἷα τιθήνη
560παιδοκόμος Βρομίοιο φερέσβιος· ἀμφοτέροις γὰρ μαζὸν ἕνα ξύνωσε Παλαίμονι καὶ Διονύσῳ.
καὶ Σεμέλη πεφύλακτο φαεινοτέροις ὑμεναίοις· ἤδη γὰρ μενέαινε νέον Διόνυσον ἀέξειν, ταυροφυὲς μίμημα παλαιγενέος Διονύσου,
130 in vol. 1
565αἰνομόρου Ζαγρῆος ἔχων πόθον ὑψιμέδων Ζεύς, ὃν τέκε Περσεφόνεια δρακοντείῃ Διὸς εὐνῇ σύγγαμος οὐδαίοιο μελαγχλαίνου βασιλῆος, Ζεὺς ὅτε πουλυέλικτος, ἔχων ψευδήμονα μορφήν, μείλιχος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ
570Περσεφόνης σύλησεν ἀνυμφεύτοιο κορείην κευθομένης, ὅτε πάντες, ὅσοι ναετῆρες Ὀλύμπου, παιδὶ μιῇ θέλγοντο καὶ ἀγχιγάμου περὶ κούρης Κυπριδίην ἔριν εἶχον ἀσυλήτων ὑμεναίων δωροφόροι· μή πω δὲ μολὼν ἐπὶ δέμνια Πειθοῦς
575ῥάβδον ἑὴν ἐτίταινε γέρας θαλαμηπόλον Ἑρμῆς, ὤρεγε δ’ ἕδνα γάμοιο λύρην εὔυμνον Ἀπόλλων, καὶ δόρυ καὶ θώρηκα γαμήλιον ὤπασεν Ἄρης ἀσπίδα δῶρον ἄγων νυμφήιον, εὐκελάδου δὲ Λήμνιος ἀρτιτέλεστον ἔτι πνείοντα καμίνου
580ποικίλον ὅρμον ἔτεινε πολύχροον ἀμφιγυήεις· ἤδη γὰρ προτέρην ἀέκων ἠρνήσατο νύμφην Ἄρεϊ βακχευθεῖσαν ὀπιπεύων Ἀφροδίτην· δείκνυε καὶ μακάρεσσι γαμοκλόπον ἅρπαγα λέκτρων, ἀγγελίῃ Φαέθοντος ἀραχναίῳ τινὶ δεσμῷ
585γυμνῇ γυμνὸν Ἄρηα περισφίγξας Ἀφροδίτῃ. Ζεὺς δὲ πατὴρ πολὺ μᾶλλον ἐθέλγετο Περσεφονείῃ·
καὶ Διὶ παπταίνοντι φυῆς εὐπάρθενον ἥβην ὀφθαλμὸς προκέλευθος ἐγίνετο πομπὸς Ἐρώτων, Περσεφόνης ἀκόρητος· ὑπὸ κραδίην δέ οἱ αἰεὶ131 in vol. 1
590λαίλαπες ἐρροίζησαν ἀκοιμήτοιο μερίμνης· καὶ Παφίης κατὰ βαιὸν ἀνήπτετο μείζονι πυρσῷ ἐξ ὀλίγου σπινθῆρος· ἐπ’ εὐκόλπῳ δὲ θεαίνῃ Ζηνὸς ἐρωμανέοντος ἐδουλώθησαν ὀπωπαί. καί ποτε χαλκὸν ἔχουσα διαυγέα τέρπετο κούρη
595κάλλεος ἀντιτύποιο δικασπόλον, αὐτομάτῳ δὲ σιγαλέῳ κήρυκι τύπον πιστώσατο μορφῆς ψευδαλέον σκιόεντι δέμας κρίνουσα κατόπτρῳ, μιμηλὴν δ’ ἐγέλασσεν ἐς εἰκόνα· Περσεφόνη δὲ αὐτοχάρακτον ἄγαλμα διοπτεύουσα προσώπου

5

(600)

ψευδομένης νόθον εἶδος ἐδέρκετο Περσεφονείης. καί ποτε διψαλέοιο πυραυγέι καύματος ἀτμῷ καρχαλέης φεύγουσα μεσημβρινὸν ἴχνιον Ὥρης κερκίδος ἱστοπόνων καμάτων ἀμπαύετο κούρη, καὶ διεροὺς ἱδρῶτας ἀποσμήξασα προσώπου,
605σφιγγομένην στέρνοισι σαόφρονα λύσατο μίτρην, καὶ χρόα λυσιπόνοισι καθικμαίνουσα λοετροῖς πηγαίῳ πεφόρητο καταψύχοντι ῥεέθρῳ, νήματα καλλείψασα πεπαρμένα Παλλάδος ἱστῷ. οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἀσκεπέος δὲ
610λουομένης ὅλον εἶδος ἐδέρκετο Περσεφονείης·
οὐ τόσον ἱμείρων ἐπεμήνατο Κυπρογενείῃ, ἣν ποθέων ἀκίχητα γονὴν ἔσπειρεν ἀρούρῃ θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν ἐρώτων, ἔνθεν ἀεξιτόκοιο Κεραστίδος ἔνδοθι Κύπρου132 in vol. 1
615Φηρῶν εὐκεράων διδυμόχροος ἤνθεε φύτλη. καὶ μεδέων κόσμοιο καὶ οὐρανὸν ἡνιοχεύων εἰς πόθον αὐχένα κάμψεν ὁ τηλίκος· οὐδὲ κεραυνοί, οὐ στεροπὴ χραίσμησε κορυσσομένης Ἀφροδίτης· Ἥρης δ’ οἶκον ἔλειπε, λέχος δ’ ἀπέειπε Διώνης,
620Δηοῦς ῥῖψεν ἔρωτα, Θέμιν φύγε, κάλλιπε Λητώ,
μούνης δ’ εἰς ὑμέναιον ἐθέλγετο Περσεφονείης.133 in vol. 1

6

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΚΤΟΝ.
1 Οὐδὲ πατὴρ τότε μοῦνος ἔχεν πόθον· ἀλλὰ καὶ αὐτοὶ ἓν βέλος ἶσον ἔχοντες, ὅσοι ναετῆρες Ὀλύμπου, Δηῴης ὑμέναιον ἐεδνώσαντο θεαίνης. ἔνθα σέλας ῥοδέοιο διαλλάξασα προσώπου
5ἄλγεσι κυμαίνοντα νόον μαστίζετο Δηώ· καὶ κεφαλῆς γονόεσσαν ἀπεσφήκωσε καλύπτρην, αὐχενίης λύσασα καθειμένα βόστρυχα χαίτης, παιδὶ περιφρίσσουσα· βαρυνομένης δὲ θεαίνης δάκρυσιν αὐτοχύτοισι καθικμαίνοντο παρειαί,
10ὅττι τόσους μνηστῆρας ἑνὶ φλογόεντι βελέμνῳ εἰς ἔριν οἰστρηθέντας ὁμοζήλων ὑμεναίων ξυνὸς Ἔρως βάκχευεν, ἁμιλλητῆρας ἐρώτων· πάντας μὲν τρομέεσκε, τὸ δὲ πλέον ὄμπνια μήτηρ παιδὸς ἔχειν Ἥφαιστον ἐδείδιε χωλὸν ἀκοίτην.
15καὶ δόμον Ἀστραίοιο μετέστιχεν εὔποδι ταρσῷ, δαίμονος ὀμφήεντος· ὀπισθοπόρων δὲ κομάων ἄπλοκον ἀσταθέεσσιν ἐσείετο βόστρυχον αὔραις. τὴν μὲν ἰδὼν ἤγγειλεν Ἑωσφόρος· εἰσαΐων δὲ ὦρτο γέρων Ἀστραῖος· ὁ μὲν γραμμῇσι χαράσσων
20κυανέην ἐνέπασσε κόνιν περὶ νῶτα τραπέζης, καὶ τυπόων ἑλικηδὸν ὑπ’ ἀγκυλόδοντι σιδήρῳ πυθμένα τετράπλευρον ἐπέγραφεν αἴθοπι τέφρῃ, καὶ τύπον ἄλλον ἔτευξεν ἰσογλώχινι τριγώνῳ. ἀλλὰ τὰ μὲν μεθέηκε καὶ ἤλυθεν ἄγχι θυράων134 in vol. 1
25ἀντιόων Δήμητρι· διεσσυμένων δὲ μελάθρου Ἕσπερος ἡγεμόνευε, καὶ εἰς θρόνον ἵδρυε Δηὼ πατρὸς ἑοῦ παρὰ θῶκον· ὁμοστόργῳ δὲ μενοινῇ νεκταρέου κεράσαντες ἀπὸ κρητῆρος Ἀῆται δαίμονα λυσιπόνοισιν ἐδεικανόωντο κυπέλλοις
30υἱέες Ἀστραίοιο· πιεῖν δ’ ἠρνήσατο Δηὼ Περσεφόνης μεθύουσα μεληδόνι· μουνοτόκοι γὰρ τηλυγέτους διὰ παῖδας ἀεὶ τρομέουσι τοκῆες· ἀλλὰ μόγις παρέπεισεν ἀναινομένην ἔτι Δηὼ ἡδυεπὴς Ἀστραῖος ἔχων θελξίφρονα πειθώ.
35ἔνθα γέρων μέγα δεῖπνον ἐπήρτυεν, ὄφρα μερίμνας θυμοδακεῖς Δήμητρος ἀποσκεδάσειε τραπέζῃ. καὶ πίσυρες λαγόνεσσι καθαψάμενοι τελαμῶνας πατρὸς ὑποδρηστῆρες ἐμιτρώθησαν Ἀῆται· νεκταρέῳ δὲ κύπελλα παρὰ κρητῆρι τιταίνων
40Εὖρος ἐῳνοχόει, προχόῳ δ’ ἐπιδόρπιον ὕδωρ εἶχε Νότος, Βορέης δὲ φέρων ἐπέθηκε τραπέζῃ ἀμβροσίην, Ζέφυρος δὲ περιθλίβων θρόον αὐλοῦ
εἰαρινοῖς δονάκεσσι μελίζετο θῆλυς Ἀήτης· καὶ στεφάνους ἔπλεξεν Ἑωσφόρος ἄνθεα δήσας135 in vol. 1
45ὀρθρινοῖς κομόωντα δροσιζομένοισι κορύμβοις καὶ νυχίου λαμπτῆρος ἐθήμονα πυρσὸν ἀείρας Ἕσπερος ὀρχηστῆρι ποδῶν ἐλελίζετο ταρσῷ πάλλων καμπύλον ἴχνος, ἐπεὶ πέλε πομπὸς Ἐρώτων καὶ σκαρθμῷ μεμέλητο χοροπλεκέων ὑμεναίων.

6

(50)

ἀλλ’ ὅτε δὴ μετὰ δαῖτα θεὰ κεκόρητο χορείης σεισαμένη βαρὺ κέντρον ἀμερσινόοιο μερίμνης, μαντοσύνην ἐρέεινε, φιλοστόργου δὲ γεραιοῦ λαιῇ μὲν παλάμῃ γονάτων θίγε, λισσομένη δὲ δεξιτερῇ ψαύεσκε βαθυσμήριγγος ὑπήνης·
55καὶ πολέας μνηστῆρας ἑῆς μυθήσατο κούρης θέσφατα μαστεύουσα παρήγορα· μαντοσύναι γὰρ ἐλπίσιν ἐσσομένῃσιν ὑποκλέπτουσιν ἀνίας. οὐδὲ γέρων Ἀστραῖος ἀναίνετο· μουνοτόκου δὲ κούρης ἀρτιλόχευτα γενέθλια μέτρα νοήσας
60καὶ χρόνον οὐ πταίοντα καὶ ἀπλανέος δρόμον Ὥρης ἀρχεγόνου, κάμψας δὲ μετάτροπα δάκτυλα χειρῶν ἀμφὶ παλιννόστοιο μετήλυδα κύκλον ἀριθμοῦ ἐκ παλάμης παλάμῃ διεμέτρεε δίζυγι παλμῷ· καί οἱ κεκλομένῳ θεράπων εὔκυκλον ἀείρας
65σφαῖραν ἑλισσομένην, τύπον αἰθέρος, εἰκόνα κόσμου,
Ἀστερίων παρέθηκε λαβὼν ἄπο πώματα χηλοῦ. ἔνθα γέρων πεπόνητο, καὶ ἄξονος ἄκρον ἑλίσσων Ζῳδιακὸν περὶ κύκλον ἑὴν ἐτίταινεν ὀπωπὴν λεύσσων ἔνθα καὶ ἔνθα καὶ ἀπλανέας καὶ ἀλήτας·136 in vol. 1
70καὶ πόλον ἀμφελέλιζε· πολυστροφάλιγγι δὲ ῥιπῇ εἰς δρόμον ἀστήρικτον ἀτέρμονι κάμπτετο νύσσῃ ἄστρασι ποιητοῖσι νόθος κυκλούμενος αἰθήρ, ἄξονι μεσσατίῳ τετορημένος· εὗρε δὲ δαίμων σφαῖραν ἰδὼν στεφανηδόν, ὅτι πλήθοντι προσώπῳ
75ἀγκύλα συνδέσμοιο διέτρεχε νῶτα Σελήνη, καὶ Φαέθων ἰσόμοιρος ἔην ἀντώπιδι Μήνῃ κέντρῳ ὑποχθονίῳ πεφορημένος, ἀχλυόεις δὲ κῶνος ἀερσιπότητος ἀπὸ χθονὸς ὀξὺς ἀνέρπων ἀντίτυπον Φαέθοντος ὅλην ἐκάλυψε Σελήνην·
80καὶ γαμίης φιλότητος ἁμιλλητῆρας ἀκούων Ἄρεα δίζετο μᾶλλον, ὑπὲρ δυτικοῦ δὲ μελάθρου φῶρα γάμων ἐνόησε σὺν ἀστέρι Κυπρογενείης ἑσπερίῳ· καὶ κλῆρον ἐπώνυμον εὗρε τοκήων Παρθενικῆς ἀστραῖον ὑπὸ στάχυν· ἀμφὶ δ’ ἄρ’ αὐτῷ
85ὀμβροτόκου Κρονίδαο βιοσσόος ἔτρεχεν ἀστήρ. ἀλλ’ ὅτε πάντα νόησεν ἀριθμήσας ἴτυν ἄστρων, σφαῖραν ἀειδίνητον ἀνέκρυφε κοιλάδι κίστῃ, σφαῖραν ποικιλόνωτον· ἀνειρομένῃ δὲ θεαίνῃ τριπλόον ὀμφαίης ἀνερεύγετο θέσφατον ἠχοῦς·
90 „Δημῆτερ φιλότεκνος, ὑπὸ σκιοειδέι κώνῳ κλεπτομένης ἀκτῖνος ἀφωτίστοιο Σελήνης νυμφίον ἁρπακτῆρα φυλάσσεο Περσεφονείης, κρυπτὸν ἀσυλήτοιο τεῆς ληίστορα κούρης, εἰ λίνα Μοιράων ἐπιπείθεται· ἀπροϊδῆ δὲ137 in vol. 1
95ἀθρήσεις πρὸ γάμοιο νόθον λαθραῖον ἀκοίτην θηρομιγῆ δολόμητιν, ἐπεὶ δυτικῷ παρὰ κέντρῳ σὺν Παφίῃ στείχοντα γαμοκλόπον Ἄρεα λεύσσω, ἀμφοτέροις δὲ Δράκοντα παραντέλλοντα δοκεύω. ὀλβίστην ἐνέπω σε· σὺ γὰρ τετράζυγι κόσμῳ

6

(100)

ἔσσεαι ἀγλαόκαρπος, ὅτι χθονὶ καρπὸν ὀπάσσεις ἀτρυγέτῳ· κούρης γὰρ ὑπὲρ κλήροιο τοκήων παρθένος Ἀστραίη σταχυώδεα χεῖρα τιταίνει.“ ὣς φάμενος μαντῷον ὑπὸ στόμα κοίμισεν ὀμφήν. ἀλλ’ ὅτε Δημήτηρ δρεπανηφόρος ἐλπίδα καρπῶν
105ἐσσομένων ἤκουσε καὶ αὐτοκέλευστον ἀκοίτην τηλυγέτης ἀδμῆτος ἀνέγγυον ἅρπαγα κούρης, ἔστενε μειδιόωσα· δι’ ὑψιπόρου δὲ κελεύθου οἶκον ἑὸν σπεύδουσα κατηφέι δύσατο ταρσῷ. καὶ ζυγὸν εὐδίνητον ἐχιδναίῃ παρὰ φάτνῃ
110ἀμφιταλαντεύσασα λόφῳ διδυμάονι θηρῶν ἄζυγας ἑρπηστῆρας ἐπεσφήκωσε λεπάδνῳ· καὶ γένυν ἀγκυλόδοντι περισφίγγουσα χαλινῷ ξανθοφυὴς βλοσυροῖο δι’ ἅρματος ἤγαγε Δηὼ παῖδα καλυπτομένην νεφέλης κυανάμπυκι μίτρῃ,138 in vol. 1
115καὶ κτύπον ἀντικέλευθον ἐπιβρομέοντος ἀπήνῃ θηρονόμῳ μάστιγι κατερροίζησε Βορῆος, ἠερίης ἱππηδὸν ἐπεσσυμένων δρόμον αὔρης ἀσταθέων πτερὰ κοῦφα περιστέλλουσα δρακόντων ἀμφὶ κέρας Λιβυκοῖο παλίσσυτον Ὠκεανοῖο.
120Δικταίης δ’ ἀίουσα μέλος κορυθαιόλον ἠχοῦς Κρῆτα χορὸν παράμειβε βαρυσμαράγοιο βοείης νῶτα περισκαίροντα κυβιστητῆρι σιδήρῳ. καί τινα λάινον οἶκον ἐποπτεύουσα θεαίνη Σικελίης τριλόφοιο Πελωρίδα δύσατο πέτρην
125Ἀδριάδας παρὰ θῖνας, ὅπῃ χύσις ἄστατος ἅλμης εἰς δύσιν ἑλκομένη περικάμπτεται εἴκελος ἅρπῃ, εἰς Λίβα πομπεύουσα Βορειόθεν ἀγκύλον ὕδωρ· καί, Κυανῆς ὅθι πυκνὰ ῥόος χυτλώσατο κούρην κρηναίῳ στροφάλιγγι χέων ὀπτήριον ὕδωρ,
130γείτονα κόλπον ὄπωπεν ἰσοσταθέοντα μελάθρῳ, λαϊνέης ὀρόφοιο περιστεφθέντα καλύπτρῃ,
ὃν φύσις ἐθρίγκωσε χαραδραίῳ πυλεῶνι λάινον ἱστὸν ἔχοντα μεμηλότα γείτοσι Νύμφαις. καὶ θεὸς ὀρφναίοιο διερπύζουσα μελάθρου139 in vol. 1
135παῖδα πολυσφρήγιστον ἐνέκρυφε φωλάδι πέτρῃ· λυσαμένη δὲ δράκοντας ἐυπτερύγων ἀπὸ δίφρων τὸν μὲν δεξιτεροῖο παρὰ πρηῶνα θυρέτρου, τὸν δὲ λιθογλώχινα πύλης παρὰ λαιὸν ὀχῆα στῆσεν ἀθηήτοιο φυλάκτορα Περσεφονείης·
140κεῖθι δὲ Καλλιγένειαν, ἑὴν εὔπαιδα τιθήνην, κάλλιπε σὺν ταλάροισι, καὶ ὁππόσα θήλεϊ φύτλῃ Παλλάδος εὐπαλάμοιο νέμει ταλασήιος ἱδρώς· καὶ ποσὶν ἠέρα τέμνεν, ἐρημονόμοις δὲ φυλάξαι καμπύλα πετραίῃσιν ἐπέτρεπεν ἅρματα Νύμφαις.
145 ἀμφὶ δὲ καρχαρόδοντα γένυν πεπόνητο σιδήρου εἰροκόμῳ ξαίνουσα περὶ κτενὶ λήνεα κούρη, ἠλακάτῃ δ’ ἐνέλισσε· πολυστροφάδεσσι δὲ ῥιπαῖς εἰλυφόων ἄτρακτος ἕλιξ βητάρμονι παλμῷ νηθομένων ἐχόρευε μίτων κυκλούμενος ὁλκῷ·

6

(150)

καὶ ποσὶ φοιταλέοισι παλίνδρομος ἄκρον ἀπ’ ἄκρου πρωτοπαγῆ ποίησε διάσματα, φάρεος ἀρχήν, ἱστῷ δ’ ἀμφὶς ἕλισσεν· ὕφαινε δὲ κερκίδι κούρη πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀμφὶ δὲ πέπλῳ γνωτὴν ἱστοτέλειαν ἑὴν ἐλίγαινεν Ἀθήνην.
155παρθένε Περσεφόνεια, σὺ δ’ οὐ γάμον εὗρες ἀλύξαι,
ἀλλὰ δρακοντείοισιν ἐνυμφεύθης ὑμεναίοις, Ζεὺς ὅτε πουλυέλικτος ἀμειβομένοιο προσώπου νυμφίος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ εἰς μυχὸν ὀρφναίοιο διέστιχε παρθενεῶνος,140 in vol. 1
160σείων δαυλὰ γένεια· παρισταμένων δὲ θυρέτρῳ εὔνασεν ἰσοτύπων πεφοβημένον ὄμμα δρακόντων .... καὶ γαμίαις γενύεσσι δέμας λιχμάζετο κούρης
164μείλιχος. αἰθερίων δὲ δρακοντείων ὑμεναίων
163Περσεφόνης γονόεντι τόκῳ κυμαίνετο γαστήρ,
165Ζαγρέα γειναμένη, κερόεν βρέφος, ὃς Διὸς ἕδρης μοῦνος ἐπουρανίης ἐπεβήσατο, χειρὶ δὲ βαιῇ ἀστεροπὴν ἐλέλιζε· νεηγενέος δὲ φορῆος νηπιάχοις παλάμῃσιν ἐλαφρίζοντο κεραυνοί. οὐδὲ Διὸς θρόνον εἶχεν ἐπὶ χρόνον· ἀλλά ἑ γύψῳ
170κερδαλέῃ χρισθέντες ἐπίκλοπα κύκλα προσώπου δαίμονος ἀστόργοιο χόλῳ βαρυμήνιος Ἥρης Ταρταρίῃ Τιτῆνες ἐδηλήσαντο μαχαίρῃ ἀντιτύπῳ νόθον εἶδος ὀπιπεύοντα κατόπτρῳ. ἔνθα διχαζομένων μελέων Τιτῆνι σιδήρῳ
175τέρμα βίου Διόνυσος ἔχων παλινάγρετον ἀρχὴν
ἀλλοφυὴς μορφοῦτο πολυσπερὲς εἶδος ἀμείβων, πῇ μὲν ἅτε Κρονίδης δόλιος νέος αἰγίδα σείων, πῇ δὲ γέρων βαρύγουνος ἅτε Κρόνος ὄμβρον ἰάλλων· ἄλλοτε ποικιλόμορφον ἔην βρέφος, ἄλλοτε κούρῳ141 in vol. 1
180εἴκελος οἰστρηθέντι, νέον δέ οἱ ἄνθος ἰούλων ἀκροκελαινιόωντα κατέγραφε κύκλα προσώπου· πῇ δὲ χόλῳ δασπλῆτι λέων μιμηλὸς ἰάλλων φρικαλέον βρύχημα σεσηρότι μαίνετο λαιμῷ, ὀρθώσας πυκινῇσι κατάσκιον αὐχένα χαίταις,
185ἀμφελελιζομένῃ λασιότριχος ὑψόθι νώτου αὐτομάτῃ μάστιγι περιστίζων δέμας οὐρῇ. ἔνθα λεοντείοιο λιπὼν ἴνδαλμα προσώπου ὑψιλόφῳ χρεμετισμὸν ὁμοίιον ἔβρεμεν ἵππῳ ἄζυγι, γαῦρον ὀδόντα μετοχμάζοντι χαλινοῦ,
190καὶ πολιῷ λεύκαινε περιτρίβων γένυν ἀφρῷ· ἄλλοτε ῥοιζήεντα χέων συριγμὸν ὑπήνης ἀμφιλαφὴς φολίδεσσι δράκων ἐλέλικτο κεράστης, γλῶσσαν ἔχων προβλῆτα κεχηνότος ἀνθερεῶνος, καὶ βλοσυρῷ Τιτῆνος ἐπεσκίρτησε καρήνῳ
195ὅρμον ἐχιδνήεντα περίπλοκον αὐχένι δήσας· καὶ δέμας ἑρπηστῆρος ἀειδίνητον ἐάσσας τίγρις ἔην, στίξας δέμας αἰόλον· ἄλλοτε ταύρῳ ἰσοφυής, στομάτων δὲ νόθον μυκηθμὸν ἰάλλων
θηγαλέῃ Τιτῆνας ἀνεστυφέλιξε κεραίῃ.142 in vol. 1

6

(200)

καὶ ψυχῆς προμάχιζεν, ἕως ζηλήμονι λαιμῷ τρηχαλέον μύκημα δι’ ἠέρος ἔβρεμεν Ἥρη, μητρυιὴ βαρύμηνις, ἰσοφθόγγῳ δὲ θεαίνῃ αἰθέριον κελάδημα πύλαι κανάχιζον Ὀλύμπου, καὶ θρασὺς ὤκλασε ταῦρος· ἀμοιβαίῃ δὲ φονῆες
205ταυροφυῆ Διόνυσον ἐμιστύλλοντο μαχαίρῃ. Ζεὺς δὲ πατήρ, προτέροιο δαϊζομένου Διονύσου γινώσκων σκιόεντα τύπον δολίοιο κατόπτρου, μητέρα Τιτήνων ἐλάσας ποινήτορι πυρσῷ Ζαγρέος εὐκεράοιο κατεκλήισε φονῆας
210Ταρταρίῳ πυλεῶνι· καὶ αἰθομένων ἀπὸ δένδρων θερμὰ βαρυνομένης ἐμαραίνετο βόστρυχα γαίης. ἀντολίην δ’ ἔφλεξε, καὶ αἰθαλόεντι βελέμνῳ αἴθετο Βάκτριον οὖδας ἑώιον, ἀγχιπόροις δὲ κύμασιν Ἀσσυρίοισιν ἐδαίετο Κάσπιον ὕδωρ,
215Ἰνδῷοί τε τένοντες· Ἐρυθραίοιο δὲ κόλπου ἔμπυρα κυμαίνοντος Ἄραψ θερμαίνετο Νηρεύς. καὶ δύσιν ἀντικέλευθον ἑῷ πρήνιξε κεραυνῷ Ζεὺς πυρόεις φιλότεκνος· ὑπὸ Ζεφύροιο δὲ ταρσῷ ἡμιδαὴς σέλας ὑγρὸν ἀπέπτυεν ἑσπερὶς ἅλμη ...
220Ἀρκτῷοί τε τένοντες· ὁμοφλεγέος δὲ καὶ αὐτῆς πηγνυμένης πάφλαζε Βορήια νῶτα θαλάσσης· καὶ Νοτίου νιφόεσσαν ὑπὸ κλίσιν Αἰγοκερῆος θερμοτέρῳ σπινθῆρι μεσημβρινὸς ἔζεεν ἀγκών. καὶ διεροῖς βλεφάροις ποταμήια δάκρυα λείβων143 in vol. 1
225Ὠκεανὸς λιτάνευε χέων ἱκετήσιον ὕδωρ· Ζεὺς δὲ χόλον πρήυνε, βαρυνομένην δὲ κεραυνῷ γαῖαν ἰδὼν ἐλέαιρε, καὶ ἤθελεν ὕδατι νίψαι λύματα τεφρήεντα καὶ ἔμπυρον ἕλκος ἀρούρης. καὶ τότε γαῖαν ἅπασαν ἐπέκλυσεν ὑέτιος Ζεὺς
230πυκνώσας νεφέεσσιν ὅλον πόλον, οὐρανίη δὲ βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ, ἀστέρες ὁππότε πάντες ἐνὶ σφετέροισι μελάθροις κεκριμένοι δρόμον εἶχον, ἐπεὶ τετράζυγι δίφρῳ Ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων
235ἱππεύων ἑὸν οἶκον· ἐπιτροχόωσα δὲ δίφρῳ Καρκίνον ὀκταπόδην τριφυὴς κυκλοῦτο Σελήνη, καὶ δροσερὴν ὑπὸ πέζαν ἰσημερίῳ παρὰ κύκλῳ Κύπρις ἀπὸ Κριοῖο μεταστήσασα πορείην
εἰαρινὸν δόμον εἶχεν, ἀχείμονα Ταῦρον Ὀλύμπου,144 in vol. 1
240γείτων δ’ Ἠελίοιο προάγγελον ἱστοβοῆος Σκορπίον εἶχεν Ἄρης, μιτρούμενον αἴθοπι Ταύρῳ, δόχμιος ἀντικέλευθον ὀπιπεύων Ἀφροδίτην, καὶ τελέων λυκάβαντα δυωδεκάμηνος ὁδίτης Ἰχθύας ἀστερόεντας ἐπέτρεχεν ἀκρόνυχος Ζεύς,
245δεξιτερὴν τρίπλευρον ἔχων ἑλικώδεα Μήνην, καὶ Κρόνος ὄμβρια νῶτα διέστιχεν Αἰγοκερῆος φέγγεϊ λαχνήεντι διάβροχος, ἀμφὶ δὲ φαιδρῆς Παρθενικῆς πτερύγεσσιν ἔην ὑψούμενος Ἑρμῆς, ὅττι Δίκην δόμον εἶχε δικασπόλος. ἑπταπόρου δὲ

6

(250)

αἰθέρος ὑδατόεντες ἀνωίχθησαν ὀχῆες Ζηνὸς ἐπομβρήσαντος· ἐριφλοίσβοιο δὲ κόλπου κρουνοῖς πλειοτέροισιν ἐμυκήσαντο χαράδραι, ὑδρηλαὶ δὲ θύγατρες ἀποσπάδες Ὠκεανοῖο λίμναι ἐκουφίζοντο, καὶ ἠέρι νέρτερον ὕδωρ
255κρουνοὶ ἀκοντιστῆρες ἀνέβλυον † Ὠκεανοῖο καὶ σκοπιαὶ ῥαθάμιζον, ὀρεσσιχύτῳ δὲ ῥεέθρῳ διψαλέαι ποταμηδὸν ἐμορμύροντο κολῶναι· ὑψώθη δὲ θάλασσα, καὶ εἰς ὄρος ὑψόθι λόχμης ... Νηρεΐδες γεγάασιν Ὀρειάδες. ἆ μέγα δειλή,
260χερσὶν ἀπειρήτοισιν ἐνήχετο παρθένος Ἠχὼ ἀρχαίης φόβον ἄλλον ἀμειβομένη περὶ μίτρης,
μή ποτε Πᾶνα φυγοῦσα Ποσειδάωνι μιγείη. ποντοπόροι δὲ λέοντες ἀήθεος ἔνδοθι πέτρης χερσαίων ἐχόρευον ἐνὶ σπήλυγγι λεόντων145 in vol. 1
265μυδαλέοις μελέεσσι· χαραδραίῳ δ’ ἐνὶ κόλπῳ εἰναλίῳ δελφῖνι συνήντετο κάπρος ἀλήτης· καὶ ξυνοῖς ῥοθίοισιν ὀρεσσιχύτου νιφετοῖο θῆρες ἐναυτίλλοντο σὺν ἰχθύσιν· εἱλικόεις δὲ πούλυπος οὐρεσίφοιτος ἐπεσκίρτησε λαγωῷ.
270καὶ διεροὶ Τρίτωνες ὑπὸ σφυρὰ φωλάδος ὕλης ἔγχλοον αἰθύσσοντες ἐπ’ ἰξύι δίπτυχον οὐρὴν Πανὸς ὀρεσσαύλοισιν ἐνεκρύπτοντο μελάθροις, σύμπλοον ἠερίοισιν ἐπιτρέψαντες ἀήταις στικτὴν ἠθάδα κόχλον· ἐν εὐύδρῳ δὲ κολώνῃ
275Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤντετο Νηρεύς, μυδαλέην σάλπιγγα διαπλώουσαν ἐάσσας, καὶ ναέτης πετραῖος ὄρος μετὰ πόντον ἀμείβων ἰκμαλέον σπέος εἶχεν ὑπωροφίης δόμον Ἠχοῦς. καὶ διερῷ τότε φῶτες ἀνοιδαίνοντες ὀλέθρῳ
280ὕδασι τυμβεύοντο, πολὺς δέ τις ἄλλος ἐπ’ ἄλλῳ πλώετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ· καὶ νιφετῷ κελάδοντι κεχηνότος ἀνθερεῶνος χανδὸν ἀπὸ σκοπέλοιο πιὼν ὀρεσίδρομον ὕδωρ
πῖπτε λέων, πέσε κάπρος. ὁμοζεύκτῳ δὲ ῥεέθρῳ146 in vol. 1
285λίμναι ὁμοῦ ποταμοῖσι, Διὸς ῥόος, ὕδατα πόντου ἀλλήλοις κεκέραστο, καὶ εἰν ἑνὶ τέσσαρες αὖραι συμμιγέων ἀνέμων ἐπεμάστιον ἄκριτον ὕδωρ. καὶ διερὴν χθόνα πᾶσαν ἰδὼν ὑπὸ μείονι παλμῷ μοῦνον ἀπειλητῆρι τινασσομένην Διὸς ὄμβρῳ
290πόντιος Ἐννοσίγαιος ἑὴν ἔρριψεν ἀκωκὴν ἀσχαλόων, τίνα γαῖαν ἀνοχλίσσειε τριαίνῃ. Νηρεΐδων δὲ φάλαγγες ἐπέπλεον ἄβρομον ὕδωρ· καὶ χλοερῆς Θέτιν εἶχεν ἐπ’ ἰξύος ὑγρὸς ὁδίτης, Τρίτων εὐρυγένειος, ἐπ’ ἰχθυόεντι δὲ νώτῳ
295πομπίλον ἡνιόχευεν ἐν ἠέρι φοιτὰς Ἀγαυή, καὶ λόφον ὑδατόεντι φέρων κυκλούμενον ὁλκῷ, Δωρίδα κουφίζων, μετανάστιος ἔτρεχε δελφίς. καὶ βυθίη φάλλαινα περισκαίρουσα κολώναις πλάζετο, μαστεύουσα χαμευνάδος ἄντρα λεαίνης.

6

(300)

καὶ τότε κυματόεσσαν ἰδὼν ὑπὸ γείτονα πέτρην νηχομένην Γαλάτειαν ἀνίαχε μυδαλέος Πάν· „πῇ φέρεαι, Γαλάτεια, δι’ οὔρεος ἀντὶ θαλάσσης; μὴ τάχα μαστεύεις ἐρατὴν Κύκλωπος ἀοιδήν; πρὸς Παφίης λίτομαί σε καὶ ὑμετέρου Πολυφήμου,
305μὴ κρύψῃς δεδαυῖα βαρὺν πόθον, εἰ παρὰ πέτραις νηχομένην ἐνόησας ἐμὴν ὀρεσίδρομον Ἠχώ. ἦ ῥά σοι ἶσον ἔχει διερὸν δρόμον; ἦ ῥα καὶ αὐτὴ ἑζομένη δελφῖνι θαλασσαίης Ἀφροδίτης, ὡς Θέτις ἀκρήδεμνος, ἐμὴ ναυτίλλεται Ἠχώ;147 in vol. 1
310δείδια, μή μιν ὄρινε δυσάντεα κύματα πόντου· δείδια, μή μιν ἔκευθε μέγας ῥόος. ὣς ἄρα δειλὴ ἄστατος ἐν πελάγεσσι μετ’ οὔρεα κύματα βαίνει; ἥ ποτε πετρήεσσα φανήσεται ὑδριὰς Ἠχώ. ἀλλὰ τεὸν Πολύφημον ἔα βραδύν· ἢν ἐθελήσῃς,
315αὐτὸς ἐμοῖς ὤμοισιν ἀερτάζων σε σαώσω· οὔ με κατακλύζει κελάδων ῥόος· ἢν ἐθελήσω, ἴχνεσιν αἰγείοισιν ἐλεύσομαι εἰς πόλον ἄστρων.“ ὣς φαμένῳ Γαλάτεια τόσην ἀντίαχε φωνήν· „Πὰν φίλε, σὴν ἀνάειρε δι’ οἴδματος ἄπλοον Ἠχώ·
320μή με μάτην ἐρέεινε, τί σήμερον ἐνθάδε βαίνω· ἄλλον ἐμοὶ πλόον εὗρεν ὑπέρτερον ὑέτιος Ζεύς. καὶ γλυκερήν περ ἐοῦσαν ἔα Κύκλωπος ἀοιδήν. οὐκέτι μαστεύω Σικελὴν ἅλα· τοσσατίου γὰρ τάρβος ἔχω νιφετοῖο καὶ οὐκ ἀλέγω Πολυφήμου.“
325 εἶπε καὶ ὑγροπόροιο παρήλυθε Πανὸς ἐναύλους. πυκνὰ δὲ κυμαίνοντος ἀμαιμακέτου νιφετοῖο πᾶσα πόλις, πᾶς δῆμος ἔην ῥόος· οὐδέ τις ἀγκὼν ἄβροχος ἦν, οὐ γυμνὸς ἔην λόφος, οὐ ῥίον Ὄσσης, οὐ τότε Πήλιον ἄκρον· ὑπὸ τριλόφῳ δὲ κολώνῃ
330Τυρσηνὸς κελάδησεν· ἱμασσομένοιο δὲ πόντου Ἀδριάδες Σικελοῖσιν ἐρόχθεον ὕδασι πέτραι ὀμβρηροῖς ῥοθίοισιν. ἐν ἠερίῃ δὲ κελεύθῳ μαρμαρυγαὶ Φαέθοντος ἐθηλύνοντο ῥεέθροις· ζώνῃ δ’ ἑβδομάτῃ χθαμαλῆς ὑπὲρ ἄντυγα πέζης148 in vol. 1
335κύμασιν ἠλιβάτοισι σέλας ψύξασα Σελήνη μυδαλέων ἀνέκοψε λελουμένον αὐχένα ταύρων· ἀστραίῃ δὲ φάλαγγι μεμιγμένον ὄμβριον ὕδωρ λευκοτέρην ποίησε Γαλαξαίην ἴτυν ἀφρῷ. καὶ ῥοθίῳ γονόεντι χέων ἑπτάστομον ὕδωρ
340Ἀλφειῷ δυσέρωτι συνήντετο Νεῖλος ἀλήτης, ὧν ὁ μὲν εὐκάρποιο δι’ αὔλακος ἤθελεν ἕρπειν τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην, ὃς δὲ παραΐξας προτέρην ὁδὸν ἠθάδος ἅλμης ἀχνύμενος πεφόρητο· συνερπύζοντα δὲ λεύσσων
345Πύραμον ἱμερόεντα τόσην ἀνενείκατο φωνήν· „Νεῖλε, τί κεν ῥέξαιμι καλυπτομένης Ἀρεθούσης; Πύραμε, τί σπεύδεις; τίνι κάλλιπες ἠθάδα Θίσβην; ὄλβιος Εὐφρήτης, ὅτι μὴ λάχε κέντρον Ἐρώτων.
ζῆλον ἔχω καὶ δεῖμα μεμιγμένον· ὑδατόεις γὰρ149 in vol. 1

6

(350)

ἱμερτῇ παρίαυε τάχα Κρονίδης Ἀρεθούσῃ· δείδια, μὴ προχοῇσι τεὴν νυμφεύσατο Θίσβην. Πύραμος, Ἀλφειοῖο παραίφασις, ἡμέας ἄμφω οὐ Διὸς ὄμβρος ὄρινεν, ὅσον βέλος Ἀφρογενείης. ἕσπεό μοι φιλέοντι, Συρηκοσίης δ’ Ἀρεθούσης
355ἴχνια μαστεύσω, σὺ δέ, Πύραμε, δίζεο Θίσβην. ἀλλ’ ἐρέεις, ὅτι γαῖα τινάσσεται, ὅττι χαλέπτει οὐρανός, ὅττι θάλασσα βιάζεται, ὅττι καὶ αὐτὸς ἄπλοος ἀφριόωντι ῥόῳ κυμαίνεται αἰθήρ· οὐκ ἀλέγω νιφετοῖο μεμηνότος. ἆ μέγα θαῦμα·
360αἰθομένην Διὸς ὄμβρος ὅλην χθόνα καὶ φλόγα πόντου καὶ ποταμοὺς ἐκάθηρεν, ἀπ’ Ἀλφειοῖο δὲ μούνου οὐτιδανὸν Παφίης οὐκ ἔσβεσεν ἁπτόμενον πῦρ. ἔμπης, εἰ κλονέει με τόσος ῥόος, εἰ πυρὶ κάμνω, βαιὸν ἐμῆς ὀδύνης πέλε φάρμακον, ὅττι καὶ αὐτὸς
365πλάζεται ἁβρὸς Ἄδωνις ἀνιάζων Ἀφροδίτην.“ οὔ πω μῦθος ἔληγε, φόβος δ’ ἐβιήσατο φωνήν. καὶ τότε Δευκαλίων περόων ὑψούμενον ὕδωρ ναυτίλος ἦν ἀκίχητος, ἔχων πλόον ἠεροφοίτην, καὶ στόλος αὐτοκέλευθος ἄτερ ποδός, ἄμμορος ὅρμου,
370λάρνακος αὐτοπόροιο κατέγραφε δύσνιφον ὕδωρ. καί νύ κε κόσμος ἄκοσμος ἐγίνετο, καί νύ κεν ἀνδρῶν
ἄσπορον ἁρμονίην ἀνελύσατο πάντροφος Αἰών· ἀλλὰ Διὸς ζαθέοις ὑπὸ νεύμασι Κυανοχαίτης Θεσσαλικοῦ σκοπέλοιο μεσόμφαλον ἄκρον ἀράξας150 in vol. 1
375γειοτόμῳ τριόδοντι διέσχισε, καὶ διὰ μέσσου ῥηγνυμένου πρηῶνος ἐχάζετο μέρμερον ὕδωρ· καὶ χύσιν ὑψικέλευθον ἀπωσαμένη νιφετοῖο γαῖα φάνη παλίνορσος· ἐλαυνομένων δὲ ῥεέθρων εἰς βυθίους κευθμῶνας ἐγυμνώθησαν ἐρίπναι.
380καὶ χθονὸς ὑγρὰ μέτωπα χέων πολυδίψιον αἴγλην Ἠέλιος ξήραινε· παχυνομένων δὲ ῥοάων θερμοτέραις ἀκτῖσιν ἐχερσώθη πάλιν ἰλὺς οἷα πάρος. βροτέῃ δὲ τετυγμένα μείζονι τέχνῃ ἄστεα λαϊνέοισιν ἐνεστήρικτο θεμέθλοις,
385δωμήθη δὲ μέλαθρα, νεοκτίστων δὲ πολήων ἀρτιγόνοις μερόπεσσιν ἐγυρώθησαν ἀγυιαί. καὶ φύσις ἂψ ἐγέλασσε· συνιπταμένων δὲ θυέλλαις
ὀρνίθων πτερύγεσσιν ἐρετμώθη πάλιν ἀήρ.151 in vol. 1

7

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΒΔΟΜΟΝ.
1 Ἤδη δ’ ἀενάοιο βίου παλιναυξέι καρπῷ ἄρσενα θηλυτέρῃ γόνιμον σπόρον αὔλακι μίξας ἄσπορον ἤροσε κόσμον Ἔρως, φιλότητος ἀροτρεύς· καὶ φύσις ἐρρίζωτο, τιθηνήτειρα γενέθλης,
5καὶ χθονὶ πῦρ κεράσασα καὶ ἠέρι σύμπλοκον ὕδωρ ἀνδρομέην μόρφωσε γονὴν τετράζυγι δεσμῷ. ἀλλὰ βίον μερόπων ἑτερότροπος εἶχεν ἀνίη ἀρχόμενον καμάτοιο καὶ οὐ λήγοντα μερίμνης. καὶ Διὶ παμμεδέοντι δυηπαθέων γένος ἀνδρῶν
10ἄμμορον εὐφροσύνης ἐπεδείκνυε σύντροφος Αἰών· οὔ πω γὰρ τοκετοῖο λεχώια νήματα λύσας Βάκχον ἀνηκόντιζε πατὴρ ἐγκύμονι μηρῷ, ἀνδρομέης ἄμπαυμα μεληδόνος· οὐ τότε λοιβὴ ἠερίους ἐμέθυσσε πόρους εὐώδεϊ καπνῷ
15οἰνοβαφής, στεφάνους δὲ θεῶν λειμωνίδι ποίῃ θυγατέρες λυκάβαντος ἀτερπέες ἔπλεκον Ὧραι· οἴνου γὰρ χρέος ἦεν· ἀβακχεύτου δὲ χορείης ἡμιτελὴς ἀνόνητος ἔην χάρις· ἀγρομένων γὰρ ὄμματα μοῦνον ἔθελγεν, ὅτε στροφάδεσσιν ἐρωαῖς
20ὀρχηστὴρ πολύκυκλος ἑλίσσετο λαίλαπι ταρσῶν,
νεύματα μῦθον ἔχων, παλάμην στόμα, δάκτυλα φωνήν. ἀλλὰ Διὸς πετάσας ἐπὶ γούνασι λευκάδα χαίτην Αἰὼν ποικιλόμορφος, ἔχων κληῖδα γενέθλης, ἱκεσίης ὀρέγων κεχαλασμένον ὁλκὸν ὑπήνης,152 in vol. 1
25εἶχε λιτάς· δαπέδῳ δὲ καθελκομένοιο καρήνου ἐκταδίην ἔθλιψε ῥάχιν κυρτούμενος αὐχήν· καὶ ποδὸς ὀκλάζοντος ἀτέρμονα χεῖρα τιταίνων ἀενάου βιότοιο γέρων ἐφθέγξατο ποιμήν· „Ζεῦ ἄνα, καὶ σὺ δόκευε κατηφέος ἄλγεα κόσμου·
30οὐχ ὁράᾳς, ὅτι γαῖαν ὅλην οἴστρησεν Ἐνυὼ ὥριον ἀμώουσα ταχυφθιμένης στάχυν ἥβης; οὔ πω λείψανα κεῖνα παρήλυθεν, ἐξότε φωτῶν ἔκλυσας ἔθνεα πάντα, καὶ ἠερίου ῥόος ὄμβρου αἰθέρα κυμαίνων ἐπεπάφλασε γείτονι Μήνῃ.
35χαιρέτω ὠκυμόρων μερόπων βίος, ὧν ἐπὶ πότμῳ οὐρανίους οἴηκας ἀναίνομαι· οὐκέτι κόσμου πεῖσμα κυβερνήσω· μακάρων δέ τις ἄλλος ἀρείων πηδάλιον βιότοιο παλιννόστοιο δεχέσθω· ἄλλος ἐμῶν ἐτέων ἐχέτω δρόμον· αἰνοπαθὲς γὰρ
40οἰκτείρων ἐμόγησα πολυτλήτων γένος ἀνδρῶν.
ἄρκιον οὐ πέλε γῆρας, ὅ περ νεότητα μαραίνει καὶ βραδὺν ἄνδρα τίθησι κάτω νεύοντι καρήνῳ, κυφὸς ὅτε τρομερῇσι περισσοπόδεσσι πορείαις γηροκόμῳ βαρύγουνος ἐρείδεται ἠθάδι βάκτρῳ·153 in vol. 1
45ἄρκιος οὐ πέλε πότμος, ὃς ἔκρυφε πολλάκι Λήθῃ νυμφίον ἀρτιχόρευτον ὁμόστολον ἥλικι νύμφῃ, συζυγίης ἀλύτοιο φερέσβια πείσματα λύσας. οἶδα μέν, ὡς ἐρόεις πέλεται γάμος, ἧχι λιγαίνει Πανιάδος σύριγγος ὁμόθροος αὐλὸς Ἀθήνης·

7

(50)

ἔμπης, ποῖον ὄνειαρ, ὅτε ζυγίῳ παρὰ παστῷ ἑπτατόνου φόρμιγγος ἀράσσεται ὄρθιος ἠχώ; πηκτίδες οὐ λύουσι μεληδόνας· ἀλλὰ καὶ αὐτὸς νυμφιδίην ἀχόρευτος Ἔρως ἀπεσείσατο πεύκην τερπωλῆς χατέοντας ὀπιπεύων ὑμεναίους.
55ἀλλὰ πολυκμήτων μερόπων ἐπίληθον ἀνίης φάρμακον ἐρρίζωτο βιοσσόον· οὐράνιον γὰρ οὐκ ὄφελέν ποτε κεῖνο πίθου κρήδεμνον ἀνοῖξαι ἀνδράσι Πανδώρη γλυκερὸν κακόν. ἀλλὰ καὶ αὐτὸς ἀνδρομέης κακότητος ἐπαίτιός ἐστι Προμηθεύς,
60ὃς μογερῶν μερόπων ἐπικήδεται· ἀρχεκάκου γὰρ ἀντὶ πυρὸς γλυκὺ νέκταρ, ὅ περ μακάρων φρένα τέρπει, κλέψαι μᾶλλον ὄφελλε καὶ ἀνδράσι δῶρον ὀπάσσαι,
ὄφρα τεῷ σκεδάσειε ποτῷ μελεδήματα κόσμου. ἀλλὰ λιπὼν βιότοιο πολυφλοίσβοιο μερίμνας154 in vol. 1
65σὰς τελετὰς σκοπίαζε κατηφέας· ἦ ῥά σε θέλγει ἀσπόνδων θυέων ἀνεμώλιος ἀτμὸς ἀλήτης;“ ὣς φαμένοιο γέροντος ἐπὶ χρόνον ἔμφρονι σιγῇ μῆτιν ἑὴν ἐλέλιζεν ἀτέρμονα μητίετα Ζεύς· καὶ φρενὸς ἡνία λῦσεν ἐπασσυτέρῃσι δὲ βουλαῖς
70ἐγκεφάλου γονόεντος ἐδινεύοντο μενοιναί. καὶ Κρονίδης Αἰῶνι θεηγόρον ἴαχε φωνὴν ἄξονος ὀμφήεντος ὑπέρτερα θέσφατα φαίνων· „ὦ πάτερ, ἀενάων ἐτέων αὐτόσπορε ποιμήν, μὴ νεμέσα· βροτέη γὰρ ἀώριος οὔ ποτε λήγει
75πληθομένη μινύθουσα φύσις, μίμημα σελήνης. νέκταρ ἔα μακάρεσσι, καὶ ἀνδράσιν ἄλκαρ ἀνίης αὐτοχύτῳ γλυκὺν οἶνον ἐοικότα νέκταρι δώσω, ἄλλο ποτὸν μερόπεσσιν ἐφάρμενον· ἀρχέγονος δὲ ἄχνυται εἰσέτι κόσμος, ἕως ἕνα παῖδα λοχεύσω.
80τίκτω ἐγὼ γενέτης, καὶ τλήσομαι ἄρσενι μηρῷ θηλυτέρας ὠδῖνας, ὅπως ὠδῖνα σαώσω. χθιζὰ μὲν εὐρυάλωος ἐμῆς ὑπὸ νεύματι Δηοῦς γαῖα χαρασσομένη σταχύων μνηστῆρι σιδήρῳ ξηρὸν ἀμαλλοτόκοιο λοχεύσατο καρπὸν ἀρούρης·
85ἤδη δ’ ἀγλαόδωρος ἐμὸς πάις ἐν χθονὶ πήξει ὑγρὸν ἀκεσσιπόνοιο θυώδεα καρπὸν ὀπώρης,
νηπενθὴς Διόνυσος, ἀπενθέα βότρυν ἀέξων, ἀντίπαλος Δήμητρι· καὶ αἰνήσεις με δοκεύων ἄμπελον οἰνοτόκοισιν ἐρευθιόωσαν ἐέρσαις155 in vol. 1
90εὐφροσύνης κήρυκα, καὶ ἀγρονόμους παρὰ ληνῷ ποσσὶ βαρυνομένοισιν ἐπιθλίβοντας ὀπώρην, Βασσαρίδων δὲ φάλαγγα φιλεύιον ὑψόθεν ὤμων ἄπλοκον αἰθύσσουσαν ἐς ἠέρα λυσσάδα χαίτην· καὶ φρένα βακχεύσαντες ἀμοιβαίοισι κυπέλλοις
95πάντες ἀνευάξουσιν ἐπ’ εὐκελάδοιο τραπέζης ἀνδρομέης Διόνυσον ἀλεξητῆρα γενέθλης. τοῦτον ἀεθλεύσαντα μετὰ χθόνα σύνδρομον ἄστρων, Γηγενέων μετὰ δῆριν, ὁμοῦ μετὰ φύλοπιν Ἰνδῶν Ζηνὶ συναστράπτοντα δεδέξεται αἰόλος αἰθήρ.

7

(100)

καὶ θεὸς ἡμερίδων ἐπικείμενον οἴνοπι κισσῷ ὡς στέφος ἑρπηστῆρα περὶ πλοκάμοισιν ἑλίξας ... σῆμα τεῆς θεότητος ἔχων ὀφιώδεα μίτρην· καὶ μακάρων ὁμότιμος ἐπώνυμος ἀνδράσιν ἔσται ἀμπελόεις Διόνυσος, ἅτε χρυσόρραπις Ἑρμῆς,
105χάλκεος ὥς περ Ἄρης, ἑκατηβόλος ὥς περ Ἀπόλλων.“
εἶπε πατήρ· Μοῖραι δὲ συνῄνεον· ἀμφὶ δὲ μύθῳ ἐσσομένων κήρυκες ἐπέπταρον εὔποδες Ὧραι. καὶ τὰ μὲν ὣς εἰπόντε διέτμαγον, ὃς μὲν ἱκάνων οἶκον ἐς Ἁρμονίης, ὁ δὲ ποικίλον ἐς δόμον Ἥρης.156 in vol. 1
110 καὶ σοφὸς αὐτοδίδακτος Ἔρως αἰῶνα νομεύων, πρωτογόνου Χάεος ζοφεροὺς πυλεῶνας ἀράξας ἰοδόκην ἐκόμισσε θεήλατον, ᾗ ἔνι μούνῃ εἰς πόθον ἀλλοπρόσαλλον ἐπιχθονίων ὑμεναίων Ζηνὶ πυριτρεφέες πεφυλαγμένοι ἦσαν ὀιστοὶ
115δώδεκα, καὶ χρύσειον ἔπος μετρηδὸν ἑκάστῳ ἔγραφεν εἰς μέσα νῶτα ποθοβλήτοιο φαρέτρης· ‘πρῶτος ἄγει Κρονίωνα βοώπιδος ἐς λέχος Ἰοῦς·‘ ‘δεύτερος Εὐρώπην μνηστεύεται ἅρπαγι ταύρῳ·‘ ‘Πλουτοῦς εἰς ὑμέναιον ἄγει τρίτος ἀρχὸν Ὀλύμπου·‘
120‘τέτρατος εἰς Δανάην καλέει χρύσειον ἀκοίτην·‘ ‘πέμπτος ἐπεντύνει Σεμέλῃ φλογεροὺς ὑμεναίους·‘ ‘αἰετὸν Αἰγίνῃ πρόμον αἰθέρος ἕκτος ὀπάζει·‘ ‘ἕβδομος Ἀντιόπην Σατύρῳ δολόεντι συνάπτει·‘ ‘ὄγδοος ἔμφρονα κύκνον ἄγει γυμνόχροϊ Λήδῃ·‘
125‘εἴνατος ἵππια λέκτρα φέρει Περραιβίδι Δίῃ·‘ ‘θέλγεται Ἀλκμήνης δεκάτῳ τρισέληνος ἀκοίτης·‘
‘ἑνδέκατος μεθέπει νυμφεύματα Λαοδαμείης·‘ ‘δωδέκατος τριέλικτον Ὀλυμπιάδος πόσιν ἕλκει.‘ ἀλλ’ ὅτε πάντας ὄπωπεν Ἔρως στοιχηδὸν ἀφάσσων,157 in vol. 1
130ἄλλους μὲν μεθέηκε πυριγλώχινας ὀιστούς, χειρὶ δὲ πέμπτον ἄειρε καὶ ἥρμοσεν αἴθοπι νευρῇ κισσὸν ἐπὶ γλωχῖνι βαλὼν πτερόεντος ὀιστοῦ, δαίμονος ἀμπελόεντος ἵνα στέφος ἅρμενον εἴη, νεκταρέου κρητῆρος ὅλον βέλος ἰκμάδι βάψας,
135νεκταρέην ἵνα Βάκχος ἀεξήσειεν ὀπώρην. ὄφρα μὲν εἰς Διὸς οἶκον Ἔρως κουφίζετο παλμῷ, τόφρα δὲ καὶ Σεμέλη ῥοδοειδέι σύνδρομος ὄρθρῳ ἀργυρέης ἐτίταινε δι’ ἄστεος ἦχον ἱμάσθλης ἡμιόνους ἐλάουσα, καὶ ὄρθιος ἄκρα κονίης
140λεπτὸς ἐυκνήμιδος ἐπέγραφεν ὁλκὸς ἀπήνης· ὄμμασι γὰρ ληθαῖον ἀμεργομένη πτερὸν Ὕπνου ἀντιτύπῳ πόμπευεν ἀλήμονα θυμὸν ὀνείρῳ θέσφατα ποικίλλοντι, καὶ ἀρτιγόνοισι κορύμβοις ἔλπετο καλλιπέτηλον ἰδεῖν φυτὸν ἔνδοθι κήπου
145ἔγχλοον, οἰδαλέῳ βεβαρημένον ὄμφακι καρπῷ, νειφόμενον Κρονίωνος ἀεξιφύτοισιν ἐέρσαις· ἐξαπίνης δὲ πεσοῦσα δι’ αἰθέρος οὐρανίη φλὸξ δένδρον ὅλον πρήνιξε, νέου δ’ οὐχ ἥπτετο καρποῦ· ἀλλά μιν ἁρπάξας τανυσίπτερος ὄρνις ἀλήτης

7

(150)

ἡμιτελῆ χατέοντα τελεσσιγόνοιο λοχείης
ὤρεγε μὲν Κρονίωνι· πατὴρ δέ μιν ἡδέι κόλπῳ δέκτο λαβών, μηρῷ δὲ συνέρραφεν· ἀντὶ δὲ καρποῦ ταυροφυὴς κερόεντι τύπῳ μορφούμενος ἀνὴρ αὐτοτελὴς βλάστησεν ὑπὲρ βουβῶνα τοκῆος·158 in vol. 1
155καὶ Σεμέλη φυτὸν ἦεν. ὑπερφρίσσουσα δὲ κούρη ἐκ λεχέων ἀνέπαλτο καὶ ἐπτοίησε τοκῆα εὐπετάλων ἐνέπουσα σελασφόρον ἀτμὸν ὀνείρων. καὶ Σεμέλης δεδόνητο φυτὸν πυρίκαυτον ἀκούων Κάδμος ἄναξ· καλέσας δὲ θεηγόρον υἷα Χαρικλοῦς
160πρώιος αἰθαλόεντας ἐπέφραδε παιδὸς ὀνείρους. καὶ τότε Τειρεσίαο δεδεγμένος ἔνθεον ὀμφὴν παῖδα πατὴρ προέηκεν ἐς ἠθάδα νειὸν Ἀθήνης Ζηνὶ θυηπολέουσαν ἀκοντιστῆρι κεραυνοῦ ταῦρον ὁμοκραίροιο φυῆς ἴνδαλμα Λυαίου,
165καὶ τράγον ἐσσομένης σταφυλητόμον ἐχθρὸν ὀπώρης. ἔνθεν ἔβη πρὸ πόληος, ὅπως Διὶ βωμὸν ἀνάψῃ, ἀστεροπῆς μεδέοντι· παρισταμένη δὲ θυηλαῖς αἵματι κόλπον ἔδευσε, φόνῳ δ’ ἐρραίνετο κούρη· καὶ πλοκάμους ἐδίηναν ἀφειδέες αἵματος ὁλκοί,
170καὶ βοέαις λιβάδεσσιν ἐπορφύροντο χιτῶνες. καὶ δρόμον ἰθύνουσα βαθυσχοίνῳ παρὰ ποίῃ γείτονος Ἀσωποῖο μετέστιχε πάτριον ὕδωρ παρθένος αἰολόπεπλος, ἵνα σμήξειε ῥεέθροις
στικτὰ πολυρραθάμιγγι δεδευμένα φάρεα λύθρῳ.159 in vol. 1
175καὶ φόβον ἄλλον ἔδεκτο, καὶ ὑψόθι γείτονος ὄχθης ἠῴην παρὰ πέζαν ἀλεξικάκου ποταμοῖο εἰς ῥόον, εἰς ἀνέμους ἀπεσείσατο τάρβος ὀνείρων. οὐκ ἀθεεὶ δὲ ῥέεθρα μετήιεν, ἀλλά ἑ κείνου εἰς προχοὰς ποταμοῖο προμάντιες ἤγαγον Ὧραι.
180 καὶ Σεμέλην ὁρόωσα παρ’ Ἀσωποῖο ῥεέθροις λουομένην ἐγέλασσεν ἐν ἠέρι φοιτὰς Ἐρινὺς μνησαμένη Κρονίωνος, ὅτι ξυνήονι πότμῳ ἀμφοτέρους ἤμελλε βαλεῖν φλογόεντι κεραυνῷ. κεῖθι δέμας φαίδρυνε, σὺν ἀμφιπόλοισι δὲ γυμνὴ
185χεῖρας ἐρετμώσασα δι’ ὕδατος ἔτρεχε κούρη· καὶ κεφαλὴν ἀδίαντον ἐκούφισεν ἴδμονι τέχνῃ ὕψι τιταινομένην ὑπὲρ οἴδματος, ἄχρι κομάων ὑγροβαφής, καὶ στέρνον ἐπιστορέσασα ῥεέθρῳ ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ.
190 οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἀμφὶ δὲ κούρῃ ὑψιφανὴς ἐλέλιζεν ἀτέρμονα κύκλον ὀπωπῆς. καὶ βιοτῆς ἐπίκουρον ἐν ἠέρι τόξον ἀνέλκων πατρὸς ὀπιπευτῆρος Ἔρως ἀντώπιος ἔστη,
τοξευτὴρ ἀκίχητος· ἐπ’ ἀνθοκόμῳ δὲ βελέμνῳ160 in vol. 1
195νευρὴ μὲν σελάγιζεν, ὀπισθοτόνοιο δὲ τόξου ἑλκομένου ῥοίζησε σοφὸν βέλος εὔιον ἠχώ. Ζεὺς δὲ πατὴρ σκοπὸς ἦεν ὁ τηλίκος· οὐτιδανῷ δὲ αὐχένα κάμψεν Ἔρωτι· καὶ εἴκελος ἀστέρος ὁλκῷ συριγμῷ γαμίῳ δεδονημένος ἰὸς Ἐρώτων

7

(200)

εἰς κραδίην Διὸς ἦλθε παράτροπος ἔμφρονι παλμῷ, ἀκροτάταις γλυφίδεσσιν ἐπιγράψας πτύχα μηροῦ, ἐσσομένου τοκετοῖο προάγγελος. ἔνθα Κρονίων ἄστατον ὄμμα φέρων γαμίης ὀχετηγὸν ἀνάγκης παρθενικῆς ἐς ἔρωτα πόθου μαστίζετο κεστῷ·
205καὶ Σεμέλην ὁρόων ἀνεπάλλετο, μὴ σχεδὸν ὄχθης Εὐρώπην ἐνόησε τὸ δεύτερον· ἐν κραδίῃ δὲ κάμνε πάλιν Φοίνικα φέρων πόθον· ἀγλαΐης γὰρ τῆς αὐτῆς τύπον εἶχεν, ἀεὶ δέ οἱ ἀμφὶ προσώπῳ πατροκασιγνήτης ἀμαρύσσετο σύγγονος αἴγλη.
210Ζεὺς δὲ πατὴρ δολόεσσαν ἑὴν ἠλλάξατο μορφήν, καὶ Σεμέλης δι’ ἔρωτα προώριος αἰετὸς ἔπτη ὑψόθεν Ἀσωποῖο, θυγατρογόνου ποταμοῖο, Αἰγίνης ἅτε μάντις ἐυπτερύγων ὑμεναίων ὀξυφαὲς μίμημα φέρων ὄρνιθος ὀπωπῆς·
215αἰθέρα δὲ προλέλοιπε καὶ ἀγχιπόρου σχεδὸν ὄχθης γυμνὸν ἐυπλοκάμοιο δέμας διεμέτρεε κούρης· οὐ γὰρ ἰδεῖν μενέαινεν ἀπόπροθεν, ἀλλὰ δοκεύειν ἀγχιφανὴς πάνλευκον ὅλον δέμας ἤθελε νύμφης, ὅττι τόσον καὶ τοῖον ἀτέρμονα πάντοθι πέμπων
220ὀφθαλμὸν περίμετρον, ὅλου θηήτορα κόσμου,
ἄρκιον οὐ δοκέεσκεν ἰδεῖν μίαν ἄζυγα κούρην. καὶ ῥοδέοις μελέεσσιν ἐφοινίχθη μέλαν ὕδωρ, καὶ ῥόος ἱμερόεις ποταμήιος ἔπλετο λειμὼν ἀστράπτων χαρίτεσσιν· ὀπιπεύουσα δὲ νύμφην161 in vol. 1
225Νηιὰς ἀκρήδεμνος ἀνήρυγε θαύματι φωνήν· „τίς προτέρην μετὰ Κύπριν ἀμερσιγάμῳ Κρόνος ἅρπῃ μήδεα πατρὸς ἔτεμνεν, ἕως πάλιν ἀφρὸς ἐχέφρων εἰς τόκον αὐτοτέλεστον ἄγων μορφούμενον ὕδωρ ὁπλοτέρην ὤδινε θαλασσαίην Ἀφροδίτην;
230μὴ ποταμὸς μετὰ πόντον ὁμοζήλοισι λοχείαις κύματος αὐτογόνοιο λεχώιον ὁλκὸν ἑλίσσων ἄλλην Κύπριν ἔτικτε, καὶ οὐχ ὑπόειξε θαλάσσῃ; μὴ μία Μουσάων τις ἐμὸν πατρώιον ὕδωρ γείτονος ἐξ Ἑλικῶνος ἐδύσατο; καὶ τίνι πηγῆς
235Πηγασίδος προλέλοιπε μελισταγὲς ἵππιον ὕδωρ ἢ ῥόον Ὀλμειοῖο; τιταινομένην δὲ ῥεέθροις παρθένον ἀργυρόπεζαν ἔσω ποταμοῖο δοκεύω· πείθομαι, ὡς ἐθέλουσα μολεῖν ἐπὶ Λάτμιον εὐνὴν εἰς λέχος Ἐνδυμίωνος, ἀκοιμήτοιο νομῆος,
240λούεται Ἀονίῃσιν ἐνὶ προχοῇσι Σελήνη·
εἰ δὲ δέμας φαίδρυνε χάριν γλυκεροῖο νομῆος, τί χρέος Ἀσωποῖο μετὰ ῥόον Ὠκεανοῖο; εἰ δὲ καὶ αἰθερίην μεθέπει χιονώδεα μορφήν, Μήνης ποῖον ἔχει σημήιον; ἀστομίων γὰρ162 in vol. 1
245οὐρήων ζυγόδεσμα καὶ ἀργυρόκυκλος ἀπήνη αἰγιαλῷ παρέασιν, ὑποζεῦξαι δὲ λεπάδνῳ ἡμιόνους οὐκ οἶδε βοῶν ἐλάτειρα Σελήνη. εἰ δέ τις οὐρανίη θεὸς ἤλυθε—παρθενικῆς γὰρ γλαυκὰ γαληναίων βλεφάρων ἀμαρύγματα λεύσσω—,

7

(250)

καὶ τάχα Τειρεσίαο παλαιοτέρην μετὰ νείκην λούσατο δεῖμα βαλοῦσα πάλιν γλαυκῶπις Ἀθήνη. κούρη μὲν ῥοδόπηχυς ἔχει θεοειδέα μορφήν· εἰ δέ μιν ἀγλαόφορτος ἐπιχθονίη τέκε γαστήρ, αἰθερίων Κρονίωνος ἐπάξιος ἔπλετο λέκτρων.“
255 τοῖα μὲν ἐν ῥοθίοισιν ὑποβρυχίῃ φάτο φωνῇ. Ζεὺς δὲ πυριγλώχινι πόθου δεδονημένος οἴστρῳ νηχομένης πάπταινε ῥοδόχροα δάκτυλα κούρης· ἀσταθέος δ’ ἐλέλιζεν ἀλήμονα κύκλον ὀπωπῆς,
πῇ μὲν ὀπιπεύων ῥοδέου σπινθῆρα προσώπου,163 in vol. 1
260πῇ δὲ βοογλήνων βλεφάρων σέλας, ἄλλοτε χαίτην πλαζομένην ἀνέμοισι, παρελκομένων δὲ κομάων ἀσκεπέος σκοπίαζεν ἐλεύθερον αὐχένα κούρης· στέρνα δὲ μᾶλλον ὄπωπε, κατὰ Κρονίδαο δὲ γυμνοὶ μαζοὶ ἐθωρήχθησαν ἀκοντιστῆρες Ἐρώτων·
265καὶ χρόα πάντα δόκευεν· ἀθηήτοιο δὲ μούνου ὄμμασιν αἰδομένοισι παρήλυθεν ὄργια κόλπου. καὶ Διὸς αἰθερίοιο νόος μετανάστιος ἕρπων νηχομένῃ Σεμέλῃ συνενήχετο· θελγομένῳ δὲ ἡδυμανῆ σπινθῆρα δεδεγμένος ἠθάδι θυμῷ
270παιδὶ πατὴρ ὑπόειξεν· ἀκιδνοτάτῳ δὲ βελέμνῳ βαιὸς Ἔρως ἔφλεξεν ὀιστευτῆρα κεραυνοῦ· οὐδὲ χύσις νιφετοῖο, καὶ οὐ φλογόεσσα φορῆι ἀστεροπὴ χραίσμησεν, ἐνικήθη δὲ καὶ αὐτὴ ἀπτολέμου Παφίης ὀλίγῳ πυρὶ τοσσατίη φλὸξ
275οὐρανίη· καὶ γυμνὸς Ἔρως λασιότριχι ῥινῷ, αἰγίδι κεστὸς ἔριζεν, ἐρωτοτόκῳ δὲ φαρέτρῃ βρονταίης βαρύδουπος ἐδουλώθη κτύπος ἠχοῦς. καὶ Σεμέλης δεδόνητο πόθου φρενοθελγέι κέντρῳ θάμβος ἔχων· φιλίῳ γὰρ ἔρως πέλε θαύματι γείτων.
280 καὶ μόγις εἰς πόλον ἦλθε δολοπλόκος ὑψιμέδων Ζεὺς ἔνθεον ἀμφιέπων παλινάγρετον εἶδος ὀπωπῆς. καὶ νυχίης ἐθέλων Σεμέλης ἐπιβήμεναι εὐνῆς
εἰς δύσιν ὄμμα τίταινε, πότε γλυκὺς Ἕσπερος ἔλθῃ· καὶ δολιχὴν Φαέθοντος ἐμέμφετο δείελον ὥρην,164 in vol. 1
285καὶ φιλίοις στομάτεσσι δυσίμερον ἴαχε φωνήν· „ἔννεπε, Νὺξ χρονίη, φθονερὴ πότε δύεται Ἠώς; ἀλλὰ σὺ δαλὸν ἄειρε Διὸς προκέλευθον Ἐρώτων, λαμπάδα νυκτιπόλοιο προθεσπίζουσα Λυαίου. ζηλήμων Φαέθων με βιάζεται· ἦ ῥα καὶ αὐτὸς
290ἱμείρει Σεμέλης καὶ ἐμοὶ ποθέοντι μεγαίρει; Ἠέλιε, κλονέεις με, καὶ εἰ μάθες οἶστρον Ἐρώτων· φειδομένῃ μάστιγι πόθεν βραδὺν ἵππον ἱμάσσεις; οἶδα καὶ ὀξυτάτην ἑτέρην δύσιν· ἢν ἐθελήσω, καὶ σὲ καὶ Ἠριγένειαν ἐμοῖς νεφέεσσι καλύψω,
295καὶ σέο κευθομένοιο φανήσεται ἠματίη Νὺξ Ζηνὸς ἐπειγομένοιο γαμοστόλος, ὄφρα φαείνῃ ἄστρα μεσημβρίζοντα, καὶ ἠθάδα πομπὸν Ἐρώτων Ἕσπερον ἀντέλλοντα καὶ οὐ δύνοντα τελέσσω. ἀλλὰ τεὸν προκέλευθον Ἑωσφόρον εἰς δύσιν ἕλκων

7

(300)

σοὶ καὶ ἐμοὶ ποθέοντι χαρίζεο, παννύχιος δὲ σῆς Κλυμένης ἀπόνοιο, καὶ εἰς Σεμέλην ταχὺς ἔλθω. ζεῦξον ἐμοὶ τεὸν ἅρμα, φαεσφόρε καὶ σὺ Σελήνη, μαρμαρυγὴν πέμπουσα φυτηκόμον, ὅττι γενέθλην θεσπίζει γάμος οὗτος ἀεξιφύτου Διονύσου,
305καὶ Σεμέλης ἐρατοῖσιν ἐπαντέλλουσα μελάθροις λάμψον ἐμοὶ ποθέοντι σὺν ἀστέρι Κυπρογενείης, καὶ γλυκερὴν μήκυνε Διὸς θαλαμηπόλον ὄρφνην.“ τοῖα πατὴρ ἀγόρευε, τά περ πόθος οἶδε κελεῦσαι. ἀλλ’ ὅτε οἱ σπεύδοντι χαμαιγενὲς ἅλμα τιταίνων165 in vol. 1
310ἀκροτενὴς περίμετρος ἀνέδραμε κῶνος ὀμίχλης, δυομένης ζόφον ὑγρὸν ἄγων ἀντίσκιον Ἠοῦς, ἀστερόεν τότε δῶμα παρέστιχεν ἠέριος Ζεὺς εἰς Σεμέλης ὑμέναιον, ἀτεκμάρτῳ δὲ πεδίλῳ ἅλμα θορὼν πρώτιστον ὅλην παρεμέτρεε ταρσῷ
315ἀτραπὸν ἠερίην· τὸ δὲ δεύτερον ἵκετο Θήβην ὡς πτερὸν ἠὲ νόημα· διεσσυμένῳ δὲ μελάθρου αὐτόματοι πυλεῶνος ἀνωίχθησαν ὀχῆες. καὶ Σεμέλην φιλίῳ παλάμης ἠγκάσσατο δεσμῷ, πῇ μὲν ὑπὲρ λεχέων βοέην μυκώμενος ἠχώ,
320ἀνδρομέοις μελέεσσιν ἔχων κερόεσσαν ὀπωπήν, ἰσοφυὲς μίμημα βοοκραίρου Διονύσου, πῇ δὲ λεοντείην πυκινότριχα δύσατο μορφήν, ἄλλοτε πόρδαλις ἦεν, ἅτε θρασὺν υἷα φυτεύων, πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆα λεόντων·
325ἄλλοτε μιτρωθεῖσαν ὑπὸ σπείρῃσι δρακόντων νυμφίος ἀμπελόεντι κόμην ἐσφίγγετο δεσμῷ, οἴνοπα δινεύων ἑλικώδεα κισσὸν ἐθείρης, Βάκχου πλεκτὸν ἄγαλμα· δράκων δέ τις ἀγκύλος ἕρπων
θαρσαλέης λιχμᾶτο ῥοδόχροον αὐχένα νύμφης166 in vol. 1
330χείλεσι μειλιχίοισι, κατὰ στέρνοιο δὲ βαίνων ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν, συρίζων ὑμέναιον, ἐυσμήνοιο μελίσσης ἡδὺ μέλι προχέων, οὐ λοίγιον ἰὸν ἐχίδνης. Ζεὺς δὲ γάμῳ δήθυνε, καὶ ὡς παρὰ γείτονι ληνῷ
335εὔιον ἐσμαράγησε, φιλεύιον υἷα φυτεύων· καὶ στόματι στόμα πῆξεν ἐρωμανές, ἱμερόεν δὲ νέκταρ ἀναβλύζων Σεμέλην ἐμέθυσσεν ἀκοίτης, νεκταρέης ἵνα παῖδα τέκῃ σκηπτοῦχον ὀπώρης, ἄγγελον ἐσσομένων λαθικηδέα βότρυν ἀείρων,
340πυρσοφόρῳ νάρθηκι καταχθέα πῆχυν ἐρείσας. ἄλλοτε θύρσον ἄειρε πολύπλοκον οἴνοπι κισσῷ, δέρμα φέρων ἐλάφοιο· γυναιμανέος δὲ φορῆος λαιῷ ποικιλόνωτος ἐσείετο νεβρὶς ἀγοστῷ. γαῖα δὲ πᾶσα γέλασσε, καὶ αὐτοφύτοισι πετήλοις
345ὄρχατος ἀμπελόεις Σεμέλης περιδέδρομεν εὐνήν, καὶ δροσεροῦ λειμῶνος ἀνέβρυον ἄνθεα τοῖχοι ἀμφὶ γονῇ Βρομίοιο, καὶ ἀννεφέλων ἐπὶ λέκτρων βρονταίοις πατάγοισιν ἐπέκτυπεν ἐνδόμυχος Ζεὺς τύμπανα νυκτελίοιο προθεσπίζων Διονύσου.

7

(350)

καὶ Σεμέλην μετὰ λέκτρα φίλῳ προσπτύξατο μύθῳ
ἐλπίσιν ἐσσομένῃσι παρηγορέων ἕο νύμφην· „εἰμί, γύναι, Κρονίδης σέο νυμφίος· αἰθερίῳ μὲν αὐχένα γαῦρον ἄειρε συναπτομένη παρακοίτῃ, μείζονα δὲ βροτέης μὴ δίζεο μέτρα γενέθλης.167 in vol. 1
355οὔ σοι ἐριδμαίνει Δανάης γάμος· ἀλλὰ καὶ αὐτῆς πατροκασιγνήτης βοέων ὑμέναιον Ἐρώτων ἔκρυφες· Εὐρώπη γὰρ ἀγαλλομένη Διὸς εὐνῇ ἤλυθεν ἐς Κρήτην, Σεμέλη δ’ ἐς Ὄλυμπον ἱκάνει. τί πλέον ἤθελες ἄλλο μετ’ αἰθέρα καὶ πόλον ἄστρων;
360καί ποτέ τις λέξειεν, ὅτι Κρονίδης πόρε τιμὴν νερτερίῳ Μίνωι καὶ οὐρανίῳ Διονύσῳ. ἀλλὰ μετ’ Αὐτονόης βροτὸν υἱέα καὶ τόκον Ἰνοῦς, τὸν μὲν ἑοῖς σκυλάκεσσι δεδουπότα, τὸν δὲ τοκῆος παιδοφόνου μέλλοντα θανεῖν πτερόεντι βελέμνῳ,
365καὶ μετὰ λυσσαλέης μινυώριον υἱὸν Ἀγαύης ἄφθιτον υἷα λόχευε, καὶ ἀθανάτην σε καλέσσω· ὀλβίη, ὅττι θεοῖσι καὶ ἀνδράσι χάρμα λοχεύσεις
υἱέα κυσαμένη βροτέης ἐπίληθον ἀνίης.“168 in vol. 1

8

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΟΓΔΟΟΝ.
1 Ὣς εἰπὼν ἐς Ὄλυμπον ἔβη θεός· ἐν δὲ μελάθρῳ ὑψορόφῳ νόον εἶχεν ἀλώμενον ἐγγύθι νύμφης, Θήβης οἶστρον ἔχων πλέον αἰθέρος· ἱμερόεις γὰρ οὐρανὸς ἦν Κρονίδῃ Σεμέλης δόμος, ἀμφὶ δὲ παστῷ
5ἀμφίπολοι Κάδμοιο Διὸς πέλον εὔποδες Ὧραι. καὶ γαμίῃ ῥαθάμιγγι Διιπετέων ὑμεναίων ὄγκῳ θλιβομένη Σεμέλης κυμαίνετο γαστήρ· μαρτυρίῃ δὲ τόκοιο φιλοστεφάνου Διονύσου στέμματι θυμὸν ἔτερπεν, ἐπ’ ἀνθοκόμῳ δὲ καρήνῳ
10θυιάδος αὐτοέλικτον ἀνέπλεκε κισσὸν ἐθείρης Βασσαρίδων ἅτε μάντις, ἐπεσσομένῃσι δὲ νύμφαις ὄψιμον ἀγχιτόκοισιν ἐπωνυμίην πόρε κισσοῦ. καὶ βαρὺν ὄγκον ἔχουσα θεηγενέος τοκετοῖο, εἴ ποτέ τις σύριγγι γέρων ἐμελίζετο ποιμήν,
15γείτονος εἰσαΐουσα φιλαγραύλου μέλος Ἠχοῦς οἰοχίτων θαλάμοιο διέστιχε θυιάδι ῥιπῇ·
εἰ κτύπος οὐρεσίφοιτος ἀκούετο δίζυγος αὐλοῦ, ὑψορόφων ἀπέδιλος ἀναθρῴσκουσα μελάθρων εἰς ῥάχιν αὐτοκέλευθος ἐρημάδος ἔστιχεν ὕλης·169 in vol. 1
20κύμβαλον εἰ πλατάγησε, ποδῶν ἐλελίζετο παλμῷ, λοξῷ καμπύλον ἴχνος ὑποσκαίρουσα πεδίλῳ· εἰ δὲ τανυκραίροιο μεμυκότος ἔκλυε ταύρου, ἀντίτυπον μίμημα βοὸς μυκήσατο λαιμῷ· πολλάκι ποιμενίην ὑπὸ δειράδα θυιάδι φωνῇ
25Πανὶ μέλος συνάειδε καὶ ἔπλετο σύνθροος Ἠχώ, καὶ νόμιον κερόεντος ἀμειβομένη κτύπον αὐλοῦ εἰς χορὸν ἴχνος ἔκαμψε· πάις δ’ ἀλόχευτος ἐχέφρων ἅλμασιν ἐνδομύχοισι συνεσκίρτησε τεκούσῃ, αὐλομανὲς μίμημα, καὶ αὐτοδίδακτον ἀοιδὴν
30ἡμιτελὴς κελάδησε χέων ὑποκόλπιον ἠχώ. ὣς ὁ μὲν ἀρσενόπαιδος ἀέξετο γαστέρος ὄγκῳ ἄγγελος εὐφροσύνης, νοερὸν βρέφος· ἀμφὶ δὲ κούρῳ ἀμφίπολοι Κρονίωνος ἐπέστεφον οὐρανὸν Ὧραι. καὶ Φθόνος ὑψιμέδοντος ὀπιπεύων Διὸς εὐνὴν
35καὶ Σεμέλης ὠδῖνα θεηγενέος τοκετοῖο Βάκχου ζῆλον ἔδεκτο καὶ ἔνδοθι γαστρὸς ἐόντος, αὐτοπαθὴς ἄστοργος ἑῷ βεβολημένος ἰῷ. καὶ φρενὶ κερδαλέῃ σκολιὴν ἐφράσσατο βουλὴν Ἄρεος ἀντιτύποιο φέρων ψευδήμονα μορφὴν
40ἔντεσι μιμηλοῖσι, καὶ οἷά περ αἵματος ὁλκῷ ἄνθεϊ φαρμακόεντι κατέγραφε νῶτα βοείης
ποιητῇ ῥαθάμιγγι, καὶ ὡς κταμένων ἀπὸ φωτῶν βάψας ἰσοτύπῳ δεδολωμένα δάκτυλα μίλτῳ χεῖρας ἐρευθιόωντι νόθῳ φοινίσσετο λύθρῳ·170 in vol. 1
45καὶ κτύπον ἐννεάχιλον ἀνήρυγεν ἀνθερεῶνος σμερδαλέοις στομάτεσσι χέων ῥηξήνορα φωνήν· κλεψινόοις δ’ ὀάροισιν ἀνεπτοίησεν Ἀθήνην, καὶ φθονερὴν οἴστρησεν ἔτι πλέον εἰς χόλον Ἥρην· ἀμφοτέρας δ’ ἐρέθιζε· τόσῳ δ’ ἠνίπαπε μύθῳ·

8

(50)

„δίζεό σοι νέον ἄλλον ἐν αἰθέρι νυμφίον, Ἥρη, ἄλλον, ἐπεὶ Σεμέλη τεὸν ἥρπασεν, ἧς χάριν εὐνῆς Θήβης ἑπταπύλοιο γαμήλιον οὖδας ἀμείβων οὐρανὸν ἑπτάζωνον ἀναίνεται· ἀντὶ σέθεν δὲ τέρπεται ἀγκὰς ἔχων χθονίην ἐγκύμονα νύμφην.
55πῇ μοι ζῆλος ἔβη μητρώιος; ἦ ῥα καὶ αὐτῆς εἰς Σεμέλης ὑμέναιον ἐθηλύνθη χόλος Ἥρης; πῇ σέο κέντρα μύωπος ἀφειδέος; οὐκέτι πόντῳ πόρτις ἁλιπτοίητος ἐλαύνεται· οὐκέτι βούτης Ἄργος ἀκοιμήτοισι πολυσπερέεσσιν ὀπωπαῖς
60κλεψιγάμου Κρονίδαο νεώτερα λέκτρα φυλάσσει. ἀλλὰ τί μοι δόμος οὗτος Ὀλύμπιος; εἰς χθόνα βαίνων αἰθέρα καλλείψω πατρώιον, ἡμετέρην δὲ Θρῄκην ναιετάων οὐ μητέρος ἄλγεα λεύσσω ἀχνυμένης, οὐ Ζῆνα γαμοκλόπον· εἰ δέ ποτ’ ἔλθῃ
65γαῖαν ἐς ἡμετέρην ποθέων Βιστωνίδα κούρην, γνώσεται, οἷος Ἄρης, ὅτε χώεται· ἡμετέρην γὰρ
Τιτήνων ὀλέτειραν ἔχων θανατηφόρον αἰχμὴν ἐκ Θρῄκης Κρονίωνα γυναιμανέοντα διώξω· καὶ πρόφασιν μεθέπων, ὅτι παρθένον εἰς λέχος ἕλκει,171 in vol. 1
70ἔσσομαι αὐτοκέλευστος ἐμῆς τιμήορος εὐνῆς. — — ὅττι χαμαιγενέεσσιν ὁμιλήσας ὑμεναίοις αἰθέρα ποικιλόνωτον ἑῶν ἔπλησεν ἐρώτων. οὐρανὸς ἱλήκοι, μερόπων δόμος· εἰς χθόνα βαίνω· Καλλιστὼ κατ’ Ὄλυμπον ἑλίσσεται, ἧχι φαείνει
75κύκλος ἀερσιλόφοιο φερώνυμος Ἀρκάδος Ἄρκτου. Πλειάδος ἑπταπόρου στυγέω δρόμον· ἐν γὰρ Ὀλύμπῳ Ἠλέκτρη κλονέει με συναστράπτουσα Σελήνῃ. νῦν πόθεν ἠρεμέεις; ὑποκόλπιον υἱέα Λητοῦς ἤκαχες Ἀπόλλωνα, καὶ οὐ Διόνυσον ὀρίνεις;
80τικτομένης, Ἥφαιστε, μογοστόκε Τριτογενείης, υἷα νόθης ἀλόχοιο λοχεύσεται αὐτοτόκος Ζεὺς ὠδίνων τόκον ἄλλον ὑπέρτερον ἄρσενι μηρῷ, οὐδὲ τεοῦ βουπλῆγος ἔτι χρέος. εἶξον, Ἀθήνη, λῆγε Διὸς βοόωσα λεχώιον ἄντυγα κόρσης,
85ὅττι σοφὴν ὠδῖνα τελεσσιγόνοιο καρήνου αἰσχύνει Διόνυσος, ὅτι χθονίης ἀπὸ φύτλης ἔσσεται αὐτολόχευτος Ὀλύμπιος, ὥς περ Ἀθήνη, κρύπτων Παλλάδος εὖχος ἀμήτορος. ἀλλὰ καὶ αὐτὸς αἰδέομαι πολὺ μᾶλλον, ὅταν μερόπων τις ἐνίψῃ·
90‘Ζεὺς πόρε δῆριν Ἄρηι καὶ εὐφροσύνην Διονύσῳ.‘
ἀλλὰ πόλον Κρονίδαο νόθοις τεκέεσσιν ἐάσσας ἵξομαι οὐρανόθεν μετανάστιος· ὑγροπαγὴς δὲ Ἴστρος ἑὸν σκηπτοῦχον ἀλητεύοντα δεχέσθω, πρὶν Διὸς οἰνοχόον Γανυμήδεα δεῦρο νοήσω,172 in vol. 1
95βουκόλον εὐχαίτην, μετὰ Πέργαμον ἀστὸν Ὀλύμπου, οὐρανίης ἄψαυστον ἀμειβόμενον δέπας Ἥβης, πρὶν Σεμέλην καὶ Βάκχον ἴδω ναετῆρας Ὀλύμπου, καὶ στέφος ἀστερόφοιτον ἐπιχθονίης Ἀριάδνης σύνδρομον Ἠελίοιο, συνέμπορον Ἠριγενείης.

8

(100)

κεῖθι μένω, μὴ Κῆτος ἴδω, μὴ Περσέος ἅρπην, μὴ τύπον Ἀνδρομέδης, μὴ Γοργόνος ὄμμα Μεδούσης, οὓς Κρονίδης μετόπισθεν ἐνιστήσειεν Ὀλύμπῳ.“ εἶπε καὶ αὐτογόνοιο νόον συνέχευεν Ἀθήνης καὶ πλέον ἠέξησε βαρυζήλου χόλον Ἥρης.
105καὶ Φθόνος ὀξὺς ὄρουσε, καὶ ἀγκύλα γούνατα πάλλων ἤιε λοξὰ κέλευθα δι’ ἠέρος· ἀνδρομέοις δὲ ὄμμασι καὶ πραπίδεσσιν ὁμοίιος ἔσσυτο καπνῷ, εἰς δόλον, εἰς κακότητα νόον Τελχῖνα κορύσσων. οὐδὲ Διὸς βαρύμηνις ἐλώφεεν εὐνέτις Ἥρη·
110ἀλλὰ θυελλήεντι παραΐξασα πεδίλῳ ποικίλον εὐφαέεσσι κεκασμένον οὐρανὸν ἄστροις ἄσπετα φοιτητῆρι διέδραμεν ἄστεα ταρσῷ, κερδαλέην Ἀπάτην διζημένη, εἴ που ἐφεύροι. ἀλλ’ ὅτε Δικταίης Κορυβαντίδος ὑψόθι πέτρης
115γείτονος Ἀμνισοῖο λεχώιον ἔδρακεν ὕδωρ, ἔνθα οἱ ἀλλοπρόσαλλος ὀρεστιὰς ἤντετο δαίμων· καὶ γὰρ ἀεὶ παρέμιμνε Διὸς ψευδήμονι τύμβῳ τερπομένη Κρήτεσσιν, ἐπεὶ πέλον ἠπεροπῆες. ἀμφὶ δέ οἱ λαγόνεσσι Κυδωνιὰς ἔρρεε μίτρη,173 in vol. 1
120τῇ ἔνι δαίδαλα πάντα βροτῶν θελκτήρια κεῖται· ἐν μὲν ἐπικλοπίη πολυμήχανος, ἐν δ’ ὀαριστὺς πάρφασις, ἐν δὲ δόλοι πολυειδέες, ἐν δὲ καὶ αὐτὸς σύνδρομος ἠερίοις ἀπατήλιος ὅρκος ἀήταις. καὶ δολίην Ἀπάτην δολίῳ μειλίξατο μύθῳ
125Ἥρη ποικιλόμητις, ἀμυνομένη παρακοίτην· „χαῖρε, θεὰ δολόμητι δολοπλανές· οὔ σε καὶ αὐτὸς κλεψινόοις ὀάροισι παρέρχεται αἱμύλος Ἑρμῆς· δὸς καὶ ἐμοὶ ζωστῆρα παναίολον, ὅν ποτε Ῥείη δῆσεν ἑαῖς λαγόνεσσιν, ἕως ἀπάφησεν ἀκοίτην.
130οὐ μὲν ἐγὼ Κρονίωνι φέρω πετρώδεα μορφήν, οὐδὲ λίθῳ δολόεντι παρακλέπτω παρακοίτην, ἀλλὰ γυνὴ χθονίη με βιάζεται, ἧς χάριν εὐνῆς θοῦρος Ἄρης βαρύμηνις ἀναίνεται αἰθέρα ναίειν. τί πλέον, εἰ γενόμην θεὸς ἄμβροτος; οὐτιδανὴ γὰρ
135θνητὴ ἐμὸν πόσιν ἔσχε, τὸν οὐ θεὸς ἥρπασε Λητώ·
οὐ Δανάῃ παρίαυε τὸ δεύτερον ὑέτιος Ζεύς, ἀλλὰ σιδηρορόφοιο μετὰ σφρηγῖδα μελάθρου μεμφομένη χρυσέοισι γάμοις ναυτίλλετο νύμφη, καὶ λάχεν ἕδνον Ἔρωτος ὕδωρ ἁλός· ἐν δὲ θαλάσσῃ174 in vol. 1
140σύμπλοος ἀσταθέεσσιν ἐνήχετο χηλὸς ἀήταις. οὐδὲ μετὰ Κρήτην πάλιν ἔπλεε ταῦρος Ὀλύμπου, οὐκ ἴδεν Εὐρώπην μετὰ δέμνιον· ὑγροβαφὴς δὲ οἰστρηθεῖσα μύωπι κερασφόρος ἔπλεεν Ἰώ. οὐδὲ θεὰ γάμον εἶχεν ἐλεύθερον, ἀλλὰ καὶ αὐτὴ
145γαστέρι φόρτον ἔχουσα πολύστροφος ἔτρεχε Λητώ, ἄστατα παπταίνουσα πολυπλανέων σφυρὰ νήσων καὶ ῥόον οὐ μίμνοντα κακοξείνοιο θαλάσσης, καὶ λοχίης μόγις εἶδεν ἐλεύθερον ἔρνος ἐλαίης. Λητὼ τόσσα μόγησε, καὶ οὐ χραίσμησεν ἀκοίτης·

8

(150)

θνητῆς δ’ ὠκυμόροιο μιῆς διὰ δέμνια νύμφης οὐρανίης ἀπέειπε κασιγνήτης λέχος Ἥρης. δείδια, μὴ Κρονίδης με πόσις καὶ γνωτὸς ἀκούων αἰθέρος ἐξελάσειε γυναικείης χάριν εὐνῆς, μὴ Σεμέλην τελέσειεν ἑοῦ βασίλειαν Ὀλύμπου.
155εἰ δὲ Διὶ Κρονίωνι χαρίζεαι ἠέ περ Ἥρῃ μηδὲ τεὴν ὀπάσειας ἐμοὶ πανθελγέα μίτρην, ὄφρα μόλῃ πρὸς Ὄλυμπον ἐμὸς πάλιν υἱὸς ἀλήτης, ὑστατίην ἐπὶ πέζαν ἐλεύσομαι Ὠκεανοῖο αἰθέρα καλλείψασα χάριν βροτέων ὑμεναίων
160Τηθύος ἀρχεγόνοιο συνέστιος· ἔνθεν ἱκάνω
εἰς δόμον Εὐρυνόμης καὶ Ὀφίονος ἐγγύθι μίμνω. ἀλλὰ σύ, κυδαίνουσα Διὸς παμμήτορα νύμφην, δός μοι ἔχειν ζωστῆρα βοηθόον, ὄφρα φυγόντα θέλξω θοῦρον Ἄρηα τὸ δεύτερον αἰθέρα ναίειν.“175 in vol. 1
165 ὣς φαμένης ἀπάμειπτο θεὰ πειθήμονι μύθῳ· „μῆτερ Ἐνυαλίοιο, Διὸς πρωτόθρονε νύμφη, δώσω ἐμὸν ζωστῆρα, καὶ εἰ πλέον ἄλλο κελεύεις· πείθομαι, ὅττι θεοῖσι μετὰ Κρονίωνος ἀνάσσεις. δέχνυσο τοῦτον ἱμάντα· περισφίγξασα δὲ κόλπῳ
170Ἄρεα μὲν κομίσειας ἐς οὐρανόν· ἢν δ’ ἐθελήσῃς, θέλγε νόον Κρονίδαο καί, εἰ χρέος, Ὠκεανοῖο χωομένου· χθονίων δὲ λιπὼν ὑμέναιον Ἐρώτων ἵξεται αὐτοκέλευστος ἐς οὐρανὸν ὑψιμέδων Ζεὺς ἡμετέρῳ δολόεντι περιγνάμψας φρένα κεστῷ·
175οὗτος ἐμῆς Παφίης φρενοθελγέα κεστὸν ἐλέγχει.“ ὣς φαμένη δολόμητις ὑπηνέμιος φύγε δαίμων ἠέρα πωτήεντι διαστείχουσα πεδίλῳ. Δικταίης δὲ λιποῦσα σακεσπάλον ἄντρον ἐρίπνης καὶ λοχίην σπήλυγγα τελεσσιγόνοιο θεαίνης
180εἰς θάλαμον Σεμέλης ἀπατήλιος ἤλυθεν Ἥρη, ζήλῳ φυσιόωσα· μελιγλώσσῳ δὲ γεραιῇ ἰσοφανὴς φιλόπαιδι δέμας μορφοῦτο τιθήνῃ παιδοκόμῳ, τὴν αὐτὸς ἀνηέξησεν Ἀγήνωρ, καί οἱ κλῆρον ἔδωκε, καὶ ὤπασεν ἀνδρὶ γυναῖκα
185οἷα πατήρ· κομιδῆς δὲ χάριν τίνουσα καὶ αὐτὴ νήπιον εἰσέτι Κάδμον ἑῷ μαιώσατο μαζῷ
καὶ βρέφος Εὐρώπην φιλίῳ πήχυνεν ἀγοστῷ. τῇ δέμας ἶσον ἔχουσα διέστιχεν ἐς δόμον Ἥρη χωομένη Σεμέλῃ καὶ Κύπριδι καὶ Διονύσῳ176 in vol. 1
190μή πω φέγγος ἰδόντι, καὶ ἀρτιγάμῳ παρὰ παστῷ τοῖχον ἐς ἀντικέλευθον ἑὴν ἔκλινεν ὀπωπὴν ὄμμα παραστρέψασα, Διὸς μὴ λέκτρα νοήσῃ. τὴν μὲν Πεισιάνασσα καθίζανεν ὑψόθι δίφρου ἀμφίπολος Σεμέλης, Τυρίης βλάστημα γενέθλης,
195Θελξινόη δὲ τάπητας ἐνήρμοσεν ἤνοπι δίφρῳ. ἔνθα θεὰ σχεδὸν ἧστο δολοπλόκος· εὗρε δὲ κούρην βριθομένην ὠδῖνι πεπαινομένου τοκετοῖο· καὶ τόκον, οὐ ψαύοντα τελεσσιγόνοιο Σελήνης, γαστρὸς ἀσημάντου χλοερὴ κήρυξε παρειὴ

8

(200)

καὶ χλόος † ἦν ἐπεὼν μελέων πάρος· ἑζομένης δὲ Ἥρης ψευδομένης δολόεν δέμας ἔτρεμε παλμῷ ἀντιτύπῳ, καὶ νέρθεν ἐπὶ χθόνα κάμπτετο νεύων ὤμοις θλιβομένοισι γέρων κυρτούμενος αὐχήν. καὶ πρόφασιν μόγις εὗρεν· ἐπεστενάχιζε δὲ μύθῳ
205δάκρυον εὐποίητον ἀποψήσασα προσώπου, καὶ δολόεν κατέλεξεν ἔπος φρενοθελγέι φωνῇ· „εἰπέ, πόθεν, βασίλεια, τεαὶ χλοάουσι παρειαί;
πῇ σέο κάλλος ἐκεῖνο; τίς εἴδεϊ σεῖο μεγαίρων πορφυρέους σπινθῆρας ἀπημάλδυνε προσώπου;177 in vol. 1
210καὶ ῥόδα τίς μετάμειψεν ἐς ὠκυμόρους ἀνεμώνας; καὶ σὺ κατηφιόωσα τί τήκεαι; ἦ ῥα καὶ αὐτὴ ἔκλυες αἴσχεα κεῖνα, τά περ βοόωσι πολῖται; ἐρρέτω ἀρχεκάκων ὀλοὸν στόμα θηλυτεράων. εἰπὲ δέ μοι, μὴ κρύπτε τεῆς συλήτορα μίτρης·
215τίς σε θεῶν ἐμίηνε; τίς ἥρπασε σεῖο κορείην; εἰ μὲν Ἄρης λαθραῖος ἐμὴν νυμφεύσατο κούρην καὶ Σεμέλῃ παρίαυεν ἀφειδήσας Ἀφροδίτης, ἐλθέτω ἐς σέο λέκτρα γαμήλιον ἔγχος ἀφάσσων· γινώσκει μενέχαρμον ἑὸν γενέτην σέο μήτηρ.
220εἰ δέ σοι ὠκυπέδιλος ἐκώμασε νυμφίος Ἑρμῆς καὶ Σεμέλης διὰ κάλλος ἑὴν ἠρνήσατο Πειθώ, ῥάβδον ἑὴν ὀπάσειε τεῆς αὐτάγγελον εὐνῆς, ἠέ σε κοσμήσειεν ἑοῖς χρυσέοισι πεδίλοις δῶρον ἄγων λεχέων σέθεν ἄξιον, ὄφρα καὶ αὐτὴ
225εἴης χρυσοπέδιλος, ἅ περ Διὸς εὐνέτις Ἥρη. εἰ δέ σοι οὐρανόθεν πόσις ἤλυθε καλὸς Ἀπόλλων καὶ Σεμέλης ὑπ’ ἔρωτι λελασμένος ἔπλετο Δάφνης, νόσφι δόλου κρυφίοιο δι’ ἠέρος εἰς σὲ χορεύσῃ ἁβρὸς ἀσιγήτων ἐποχημένος ἅρματι κύκνων,
230ἕδνα τεῆς φιλότητος ἑὴν φόρμιγγα κομίζων, πιστὸν ἑῶν θαλάμων σημήιον· εἰσορόων γὰρ Κάδμος ἐπουρανίην κιθάρην Φοίβοιο νοήσει,
ἣν ἴδεν αἰολόφωνον ἑῆς παρὰ δεῖπνα τραπέζης Ἁρμονίης μέλπουσαν ἐπιχθονίους ὑμεναίους.178 in vol. 1
235εἰ δὲ γυναιμανέων σε βιήσατο Κυανοχαίτης καί σε σοφῆς προβέβουλεν ἀειδομένης Μελανίππης, ἀμφαδὰ κωμάσσειε, παρὰ προπύλαια δὲ Κάδμου νυμφιδίης πήξειεν ἑῆς γλωχῖνα τριαίνης, ξυνώσας γέρας ἶσον ἐχιδνοκόμῳ παρὰ Δίρκῃ,
240οἷα παρ’ Ἀργείοισι λεοντοβότῳ παρὰ Λέρνῃ σῆμα γάμων ἔστησεν, Ἀμυμώνης ὅθι νύμφης Λερναίης ἔτι χῶρος ἐπώνυμός ἐστι τριαίνης. ἀλλὰ τί κικλήσκω σε παρευνέτιν Ἐννοσιγαίου; ποῖα Ποσειδάωνος ἔχεις σημήια λέκτρων;
245ὑδρηλαῖς παλάμῃσι χυθεὶς ἠγκάσσατο Τυρὼ παφλάζων δολόεντι ῥόῳ μιμηλὸς Ἐνιπεύς. εἰ δὲ καί, ὡς ἐνέπεις, σέο νυμφίος ἐστὶ Κρονίων, ἐλθέτω εἰς σέο λέκτρα σὺν ἱμερόεντι κεραυνῷ, ἀστεροπῇ γαμίῃ κεκορυθμένος, ὄφρα τις εἴπῃ·

8

(250)

‘Ἥρης καὶ Σεμέλης νυμφοστόλοι εἰσὶ κεραυνοί.‘ ζηλήμων περ ἐοῦσα Διὸς δάμαρ οὔ σε χαλέψει· οὐ γὰρ ἐπιτρέψειε τεὸς μητρώιος Ἄρης. ὀλβίη Εὐρώπη Σεμέλης πλέον, ἣν ὑπὲρ ὤμων Ζεὺς κερόεις ἀνάειρε· ποθοβλήτοιο δὲ ταύρου
255ἄβροχος ἀκροτάτοιο δι’ ὕδατος ἔτρεχε χηλή, καὶ σκάφος ἦεν Ἔρωτος ὁ τηλίκος. ἆ μέγα θαῦμα, παρθένος ἡνιόχευε τὸν αἰθέρος ἡνιοχῆα.
ὀλβίζω Δανάην Σεμέλης πλέον, ἧς διὰ κόλπου χρύσεος ἐξ ὀρόφοιο κατέρρεεν ὑέτιος Ζεὺς179 in vol. 1
260ἀφνειῇ ῥαθάμιγγι γυναιμανέος νιφετοῖο· οὐ μὲν χρύσεα δῶρα μακαρτάτη ᾔτεε νύμφη· εἶχε γὰρ ἕδνον Ἔρωτος ὅλον πόσιν. ἀλλά τις εἴη σιγὴ ἐφ’ ἡμείων, γενέτης μὴ Κάδμος ἀκούσῃ.“ ὣς φαμένη λίπε δῶμα καὶ ἀχνυμένην ἔτι νύμφην,
265Ἥρης ζῆλον ἔχουσαν ἀμιμήτων ὑμεναίων, μεμφομένην Κρονίωνι· παλιννόστῳ δὲ κελεύθῳ αἰθέρος ἔνδον ἵκανε, καὶ οὐρανίῳ παρὰ θώκῳ κείμενα δερκομένη Διὸς ἔντεα νόσφι φορῆος, οἷά περ εἰσαΐοντα, φίλῳ μειλίξατο μύθῳ·
270 „βροντή, καὶ σὲ λέλοιπεν ἐμὸς νεφεληγερέτα Ζεύς; τίς πάλιν ἁρπάξας σε τεὸν γύμνωσε φορῆα; βροντή, ἐσυλήθης—οὐκ αἴτιός ἐστι Τυφωεύς— Ἥρης ξυνὰ παθοῦσα παρήγορε· νυμφοκόμος γὰρ ἡμέας ἀμφοτέρους ἀπαναίνεται ὑέτιος Ζεύς.
275οὐ νιφετοῖς ἔτι γαῖα παλύνεται, ὑγροχύτου δὲ ὄμβρου λειπομένου περιβόσκεται αὐχμὸς ἀρούρης αὔλακα, καρπὸν ἔχων ἀχρήιον· ἀγρονόμοις δὲ ἀντὶ κελαινεφέος κικλήσκεται ἀννέφελος Ζεύς. ἀστεροπαί, Κρονίωνι πυρώδεα ῥήξατε φωνήν,
280Ζηνὶ γυναιμανέοντι, φίλοι, φθέγξασθε, κεραυνοί. ἀλλὰ βαρυζήλων ἀχέων ποινήτορες Ἥρης
εἰς Σεμέλην ἔρχεσθε γαμοστόλοι, ἕδνα δὲ μίτρης λισσομένη φλογόεντας ἑοὺς δέξοιτο φονῆας.“ τοῖα μὲν ἀφθόγγοις Διὸς ἔντεσιν ἴαχεν Ἥρη180 in vol. 1
285ἀχνυμένη, φθονερῷ δὲ χόλῳ κυμαίνετο δαίμων. καὶ Σεμέλη † βαρύθυμος ἑῷ νεοπενθέι θυμῷ ἀστεροπὴν ποθέουσα, πυραυγέα πομπὸν Ἐρώτων, μεμφομένοις στομάτεσσιν ἑὸν λιτάνευεν ἀκοίτην, Ἡραίης ἐθέλουσα πυριστεφέος τύπον εὐνῆς·
290 „πρὸς Δανάης λίτομαί σε ῥυηφενέων ὑμεναίων, δὸς χάριν, Εὐρώπης κερόεις πόσις· αἰδέομαι γὰρ κικλήσκειν Σεμέλης σε, τὸν ὡς ὄναρ εἶδον ἀκοίτην. Ἀκρίσιος Κάδμοιο μακάρτερος· ἀλλὰ καὶ αὐτὴ ἤθελον, εἰ χρύσειον ἴδον γάμον, ὑέτιε Ζεῦ,
295εἰ μὴ τοῦτο γέρας σέο Περσέος ἥρπασε μήτηρ· ἤθελον, εἴ με κόμισσας ἐν ὕδασι ταῦρος ὁδίτης ὤμοις ὑμετέροισιν, ἵνα πλάζοιτο καὶ αὐτὸς γνωτὸς ἐμὸς Πολύδωρος, ἀλήμονος ἅρπαγα νύμφης μαστεύων, ἅτε Κάδμος, ἐμὸν Κρονίωνα φορῆα.

8

(300)

ἀλλὰ τί μοι βοέοιο γάμου τύπος ἢ νιφετοῖο; οὐκ ἐθέλω γέρας ἶσον, ὅ περ χθονίη λάχε νύμφη. Εὐρώπῃ λίπε ταῦρον, ἔα Δανάῃ χύσιν ὄμβρου· Ἥρης μοῦνος ἔχει με γάμων φθόνος. εἴ με γεραίρεις, παστὸν ἐμὸν κόσμησον ἐπουρανίῳ σέο πυρσῷ
305αἰθύσσων νεφέων ἐρόεν σέλας, ἀστεροπὴν δὲ ἕδνον ἐμῆς φιλότητος ἀπειθέι δεῖξον Ἀγαύῃ·
Αὐτονόη φρίξειεν ἐμῷ παρὰ γείτονι παστῷ νυμφοκόμων ἀίουσα μέλος βρονταῖον Ἐρώτων, σύμβολον αὐτοβόητον ἀκηρύκτων σέο λέκτρων.181 in vol. 1
310δὸς δέ, περιπτύξαιμι φίλην φλόγα καὶ φρένα τέρψω ἀστεροπῆς ψαύουσα καὶ ἀμφαφόωσα κεραυνούς. δός μοι σῶν θαλάμων ζυγίην φλόγα· πᾶσα δὲ νύμφη πυρσὸν ἔχει πομπῆα τελεσσιγάμων ὑμεναίων. ἦ ῥα τεῶν γαμίων οὐκ ἄξιός εἰμι κεραυνῶν
315Ἄρεος αἷμα φέρουσα καὶ ὑμετέρης Ἀφροδίτης; δειλὴ ἐγώ· Σεμέλης μὲν ἔχει γάμος ὠκύμορον πῦρ καὶ χθονίους λαμπτῆρας, ἐφαπτομένη δὲ κεραυνοῦ καὶ στεροπῆς ψαύουσα τεὴ νυμφεύεται Ἥρη. νυμφίε τερπικέραυνε, σὺ μὲν πολυφεγγέι παστῷ
320ἔνθεον εἶδος ἔχων ἐπὶ δέμνιον ἔρχεαι Ἥρης ἀστεροπαῖς γαμίῃσι καταυγάζων σέο νύμφην Ζεὺς πυρόεις, Σεμέλῃ δὲ δράκων ἢ ταῦρος ἱκάνεις· κείνη μὲν βαρύδουπον Ὀλύμπιον ἦχον Ἐρώτων εἰσαΐει, Σεμέλη δὲ τύπῳ σκιοειδέι μορφῆς
325ταύρου ψευδαλέοιο νόθον μυκηθμὸν ἀκούει· ἄψοφος εἰς ἐμὰ λέκτρα κατέρχεται ἀννέφελος Ζεύς, καὶ νεφεληγερέτης ὑψαύχενι μίγνυται Ἥρῃ. κούρης δ’ αἰνογάμοιο πατὴρ ἐμὸς αἴσχεα φεύγων ἐνδόμυχος σέο Κάδμος ἀλυσκάζει πάτον ἀνδρῶν,
330αἰδόμενος ναέτῃσι φανήμεναι, ὅττι πολῖται πάντες ἐπιβρίζουσι τεοῖς κρυφίοις ὑμεναίοις
μεμφόμενοι Σεμέλην, ὅτι φώριον ἔσχεν ἀκοίτην.182 in vol. 1
334καὶ χορὸς ἀμφιπόλων ἐμὲ μέμφεται, ἔξοχα δ’ ἄλλων
335δειμαίνω στόμα λάβρον ἀσιγήτοιο τιθήνης·
333καλὸν ἐμοὶ πόρες ἕδνον ὀνείδεα θηλυτεράων.
336μνώεο, τίς Τυφῶνι δολόφρονα πότμον ὑφαίνων σοὶ πόρεν ἁρπαμένοιο πάλιν σπινθῆρα κεραυνοῦ· δεῖξον ἐμῷ γενετῆρι, τά περ πόρε· γηραλέος γὰρ Κάδμος ἀπαιτίζει με τεῆς σημήιον εὐνῆς.
340οὔ πω ἐγὼ Κρονίωνος ἀληθέος εἶδον ὀπωπήν, οὐ βλεφάρων ἀκτῖνα σελασφόρον, οὐδὲ προσώπου μαρμαρυγὰς ἐνόησα καὶ ἀστράπτουσαν ὑπήνην· οὔ πω ἴδον τεὸν εἶδος Ὀλύμπιον, ἀλλὰ δοκεύω πόρδαλιν ἠὲ λέοντα, θεὸν δ’ οὐκ εἶδον ἀκοίτην.
345ὡς βροτὸν εἰσορόω σε θεὸν μέλλουσα λοχεύειν. ἄλλον ἐγὼ πυθόμην φλογερὸν γάμον· Ἠέλιος γὰρ σὺν πυρὶ νυμφιδίῳ Κλυμένην ἠγκάσσατο νύμφην.“ ἔννεπεν αἰτίζουσα φίλον μόρον· ἶσα γὰρ Ἥρῃ εἰς γάμον ἀθρῆσαι μινυώριος ἔλπετο νύμφη

8

(350)

μειλίχιον σπινθῆρα γαληναίοιο κεραυνοῦ. Ζεὺς δὲ πατὴρ ἀίων φθονεραῖς ἐπεμέμφετο Μοίραις, καὶ Σεμέλην ἐλέαιρεν ἀώριον· ἀμφὶ δὲ Βάκχῳ κερδαλέον γίνωσκεν ἀμειλίκτου χόλον Ἥρης. Ἑρμείῃ δὲ κέλευεν ἀπὸ φλογεροῖο κεραυνοῦ
355ἁρπάξαι νέον υἷα πυριβλήτοιο Θυώνης. καί τινα μῦθον ἔλεξε πατὴρ ὑψαύχενι κούρῃ· „ὦ γύναι, ἦ σε δόλοις φθονερὸς νόος ἤπαφεν Ἥρης· ἦ ῥα, γύναι, δοκέεις, ὅτι μείλιχοί εἰσι κεραυνοί; τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἔτι φόρτον ἀείρεις,183 in vol. 1
360τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἐμὸν υἷα λοχεύεις· μὴ πρὸ τόκου πυρόεντας ἀπαιτίζῃς με φονῆας. οὐ στεροπὴν μεθέπων Δανάης σύλησα κορείην, οὐ βροντῆς κελάδημα, καὶ οὐ Τυρίης σέο νύμφης Εὐρώπης ὑμέναιον ἐνυμφεύσαντο κεραυνοί,
365οὐκ ἴδεν Ἰναχίη δαμάλη σέλας· ἀλλὰ σὺ μούνη θνητὴ ἀπαιτίζεις με, τὰ μὴ θεὸς ᾔτεε Λητώ.“ τοῖον ἔπος κατέλεξε καὶ οὐ μενέαινεν ἐρίζειν νήμασι Μοιριδίοισι· δι’ αἰθερίοιο δὲ κόλπου ἀστράπτων πεφόρητο καὶ ἱκεσίην ἕο νύμφης
370οὐκ ἐθέλων ἐτέλεσσε πόσις στεροπηγερέτα Ζεύς, εἰς Σεμέλην δ’ ἐχόρευε κατηφέι χειρὶ τιταίνων νυμφιδίους σπινθῆρας ἀμερσιγάμοιο κεραυνοῦ· καὶ θάλαμος στεροπῇσιν ἐλάμπετο, καὶ πυρὸς ἀτμῷ Ἰσμηνὸς σελάγιζεν, ὅλη δ’ ἀμαρύσσετο Θήβη.
375καὶ Σεμέλη φλογόεντας ἑοὺς ὁρόωσα φονῆας
αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ· „πηκτίδος οὐ χατέω λιγυηχέος, οὐ χρέος αὐλοῦ· βρονταὶ ἐμοὶ γεγάασι Διὸς σύριγγες Ἐρώτων, αὐλὸς ἐμοὶ κτύπος οὗτος Ὀλύμπιος, αἰθερίης δὲ184 in vol. 1
380δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας· οὐτιδανῶν δὲ οὐκ ἀλέγω δαΐδων· δαΐδες δέ μοί εἰσι κεραυνοί. εἰμὶ δάμαρ Κρονίωνος, Ἐχίονός ἐστιν Ἀγαύη, Αὐτονόην καλέσωσιν Ἀρισταίοιο γυναῖκα· Ἰνὼ ἔχει Νεφέλην, Σεμέλη λάχε σύγγαμον Ἥρην.
385οὐ γενόμην Ἀθάμαντος ἐγὼ δάμαρ, ὠκύμορον δὲ οὐ τέκον Ἀκταίωνα κυνοσπάδα, σύννομον ὕλης. οὐ χατέω φόρμιγγος ὀλίζονος· οὐρανίη γὰρ ἀστραίη Κιθάρη Σεμέλης ὑμέναιον ἀείδει.“ ἔννεπε κυδιόωσα καὶ ἤθελε χερσὶν ἀφάσσειν
390ἀστεροπὴν ὀλέτειραν, ἀφειδήσασα δὲ Μοίρης τολμηρῇ παλάμῃ φονίων ἔψαυσε κεραυνῶν· καὶ γάμος ἦν Σεμέλης θανατηφόρος, ἧς ἑνὶ θεσμῷ πυρκαϊὴν καὶ τύμβον ἐθήκατο παστὸν Ἐρινύς· καὶ λοχίαις ἀκτῖσι γαμήλιον ἄσθμα κεραυνοῦ
395Ζηνὸς ἀφειδήσαντος ὅλην τεφρώσατο νύμφην· καὶ στεροπὴ πέλε μαῖα, καὶ Εἰλείθυια κεραυνοί· κόλπου δ’ αἰθομένοιο διαθρῴσκοντα τεκούσης Βάκχον ἐπουρανίη μαιώσατο φειδομένη φλόξ, μητροφόνῳ σπινθῆρι μαραινομένων ὑμεναίων·

8

(400)

καὶ βρέφος ἠλιτόμηνον ἀδηλήτου τοκετοῖο ἄσθμασι φειδομένοισιν ἐχυτλώσαντο κεραυνοί· καὶ Σεμέλη πυρόεσσαν ἐσαθρήσασα τελευτὴν ὤλετο τερπομένη λόχιον μόρον· ἦν δὲ νοῆσαι Ἵμερον, Εἰλείθυιαν, Ἐρινύας εἰν ἑνὶ παστῷ.185 in vol. 1
405καὶ βρέφος ἡμιτέλεστον ἑῷ γενετῆρι λοχεῦσαι οὐρανίῳ πυρὶ γυῖα λελουμένον ἤγαγεν Ἑρμῆς. Ζεὺς δὲ βαρυζήλοιο μετατρέψας νόον Ἥρης ἄγριον ἐπρήυνε παλίλλυτον ὄγκον ἀπειλῆς, καὶ φλογερὴν Σεμέλην μετανάστιον εἰς πόλον ἄστρων
410οὐρανὸν οἶκον ἔχουσαν ἀνήγαγε μητέρα Βάκχου αἰθερίοις ναέτῃσιν ὁμέστιον, ὡς γένος Ἥρης, ὡς τόκον Ἁρμονίης ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης· καὶ καθαρῷ λούσασα νέον δέμας αἴθοπι πυρσῷ ... καὶ βίον ἄφθιτον ἔσχεν Ὀλύμπιον· ἀντὶ δὲ Κάδμου
415καὶ χθονίου δαπέδοιο καὶ Αὐτονόης καὶ Ἀγαύης σύνθρονον Ἄρτεμιν εὗρε καὶ ὡμίλησεν Ἀθήνῃ καὶ πόλον ἕδνον ἔδεκτο, μιῆς ψαύουσα τραπέζης
Ζηνὶ καὶ Ἑρμάωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ.186 in vol. 1

9

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΝΝΑΤΟΝ.
1 Ζεὺς δὲ πατὴρ Σεμέλης φλογερῶν νωμήτορα κόλπων ἡμιτελῆ λοχίοιο διαθρῴσκοντα κεραυνοῦ δεξάμενος Διόνυσον ἐπέρραφεν ἄρσενι μηρῷ, μαρμαρυγὴν δ’ ἀνέμιμνε τελεσσιγόνοιο Σελήνης·
5καὶ παλάμη Κρονίδαο κυβερνήτειρα λοχείης αὐτομάτη πέλε μαῖα πολυρραφέος τοκετοῖο, παιδοτόκου λύσασα μογοστόκα νήματα μηροῦ. καὶ Διὸς ὠδίνοντος ἴτυς θηλύνετο μηροῦ, καὶ πάις ἠλιτόμηνος ἀμήτορι τίκτετο θεσμῷ
10ἄρσενα θηλυτέρην μετὰ γαστέρα γαστέρα βαίνων. τὸν μὲν ὑπερκύψαντα θεηγενέος τοκετοῖο στέμματι κισσήεντι λεχωίδες ἔστεφον Ὧραι ἐσσομένων κήρυκες, ἐπ’ ἀνθοκόμῳ δὲ καρήνῳ εὐκεράων σκολιῇσιν ὑπὸ σπείρῃσι δρακόντων
15ταυροφυῆ Διόνυσον ἐμιτρώσαντο κεράστην. καί μιν ἔσω Δρακάνοιο λεχώιον ἀμφὶ κολώνην
πήχεϊ κολπωθέντι λαβὼν Μαιήιος Ἑρμῆς ἠερόθεν πεπότητο· λοχευομένῳ δὲ Λυαίῳ πατρῴην ἐπέθηκεν ἐπωνυμίην τοκετοῖο187 in vol. 1
20κικλήσκων Διόνυσον, ἐπεὶ ποδὶ φόρτον ἀείρων ἤιε χωλαίνων Κρονίδης βεβριθότι μηρῷ, νῦσος ὅτι γλώσσῃ Συρακοσσίδι χωλὸς ἀκούει· καὶ θεὸν ἀρτιλόχευτον ἐφήμισαν Εἰραφιώτην, ὅττι μιν εὐώδινι πατὴρ ἐρράψατο μηρῷ.
25 καί μιν ἀχυτλώτοιο διαΐσσοντα λοχείης πήχεϊ κοῦρον ἄδακρυν ἐκούφισε σύγγονος Ἑρμῆς, καὶ βρέφος εὐκεράοιο φυῆς ἴνδαλμα Σελήνης ὤπασε θυγατέρεσσι Λάμου ποταμηίσι Νύμφαις, παῖδα Διὸς κομέειν σταφυληκόμον· αἱ δὲ λαβοῦσαι
30Βάκχον ἐπηχύναντο, καὶ εἰς στόμα παιδὸς ἑκάστη ἀθλιβέων γλαγόεσσαν ἀνέβλυεν ἰκμάδα μαζῶν. καὶ πάις ἀντικέλευθον ἐς οὐρανὸν ὄμμα τιταίνων ὕπτιος ἦεν ἄυπνος, ἀμοιβαίῃσι δὲ ῥιπαῖς ἠέρα λακτίζων διδυμάονι τέρπετο παλμῷ,
35καὶ πόλον ἐσκοπίαζεν ἀήθεα, θαμβαλέος δὲ πατρῴην ἐγέλασσεν ἴτυν δεδοκημένος ἄστρων. καὶ βρέφος ἀθρήσασα Διὸς μαστίζετο νύμφη· θυγατέρες δὲ Λάμοιο χόλῳ βαρυμήνιος Ἥρης δαιμονίης κακότητος ἐβακχεύθησαν ἱμάσθλῃ·
40ἐν δὲ δόμῳ δμωῇσιν ἐπέχραον, ἐν τριόδοις δὲ ξεινοφόνῳ δαίτρευον ὁδοιπόρον ἄνδρα μαχαίρῃ·
φρικαλέαι δ’ ἀλάλαζον, ὑπὸ στροφάλιγγι δὲ ῥιπῆς ὀφθαλμοὺς ἐλέλιζον ἀκοσμήτοιο προσώπου· πάντῃ δ’ ἔνθα καὶ ἔνθα νοοπλανέεσσι μενοιναῖς188 in vol. 1
45ἔτρεχον ἀσταθέων τροχαλῷ σκιρτήματι ταρσῶν· καὶ πλοκάμους βάκχευον ἐς ἠέρα θυιάδες αὖραι πλαζομένους· κροκόεις δὲ περὶ στέρνοισιν ἑκάστης ἀφροκόμῳ ῥαθάμιγγι χιτὼν λευκαίνετο κούρης. καί νύ κε φοιταλέης ἑτερόφρονι κύματι λύσσης

9

(50)

νήπιον εἰσέτι Βάκχον ἐμιστύλλοντο μαχαίρῃ, εἰ μὴ ἀσημάντοιο ποδὸς ληίστορι ταρσῷ Βάκχον ὑποκλέψας πτερόεις πάλιν ἥρπασεν Ἑρμῆς, καὶ βρέφος ἀρτικόμιστον ἔχων ζωαρκέι κόλπῳ εἰς δόμον ἀρτιτόκοιο λεχώιον ἤγαγεν Ἰνοῦς.
55 ἡ μὲν ἀνηέρταζεν ἑῆς προθορόντα λοχείης νήπιον εἰσέτι κοῦρον, ἐπωλένιον Μελικέρτην, παιδοκόμοις παλάμῃσιν· ἀνοιδαίνοντο δὲ μαζοὶ θλιβομένοιο γάλακτος ἀναβλύζοντες ἐέρσην. καὶ φιλίοις στομάτεσσι θεὸς μειλίξατο νύμφην
60θέσκελον ὀμφήεντι χέων ἔπος ἀνθερεῶνι· „δέξο, γύναι, νέον υἷα, τεῷ δ’ ἐνικάτθεο κόλπῳ παῖδα κασιγνήτης Σεμέλης σέθεν, ὃν παρὰ παστῷ οὐ στεροπῆς ἀμάθυνεν ὅλον σέλας, οὐδέ μιν αὐτοὶ μητροφόνοι σπινθῆρες ἐδηλήσαντο κεραυνοῦ.
65καὶ βρέφος ἀχλυόεντι δόμῳ πεφυλαγμένον ἔστω, μηδέ μιν ἀθρήσειεν ἔσω γλαφυροῖο μελάθρου
ἠμάτιον Φαέθοντος ἢ ἔννυχον ὄμμα Σελήνης, μηδέ ἑ κουρίζοντα, καὶ εἰ ταυρῶπις ἀκούει, ζηλήμων βαρύμηνις ἴδῃ κεκαλυμμένον Ἥρη.189 in vol. 1
70δέξο κασιγνήτης σέθεν υἱέα· σοὶ δὲ Κρονίων ἄξια σῶν καμάτων ὀπάσει θρεπτήρια Βάκχου. ὀλβίη ἐν πάσῃσι θυγατράσιν ἔπλεο Κάδμου· ἤδη γὰρ Σεμέλη φλογερῷ δέδμητο βελέμνῳ, Αὐτονόην δὲ θανόντι σὺν υἱέι γαῖα καλύψει,
75ἀμφοτέροις δ’ ἕνα τύμβον ἀναστήσειε Κιθαιρών, καὶ μόρον οὐρεσίφοιτος ἐσαθρήσειεν Ἀγαύη, Πενθέος ὀλλυμένοιο νόθης ψαύσασα παρειῆς, παιδοφόνος γεγαυῖα λιπόπτολις· ἀλλὰ σὺ μούνη ἔσσεαι αὐχήεσσα τόσης ναέτειρα θαλάσσης,
80οἶκον ἀμειβομένη Ποσιδήιον, εἰναλίη δὲ ὡς Θέτις, ὡς Γαλάτεια φατίζεαι Ὑδριὰς Ἰνώ· οὐ χθονίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών, ἀλλὰ σὺ Νηρεΐδων μία γίνεαι· ἀντὶ δὲ Κάδμου ἐλπίδι λωιτέρῃ καλέσεις Νηρῆα τοκῆα
85παιδὶ τεῷ ζώουσα σὺν ἀθανάτῳ Μελικέρτῃ, Λευκοθέη, κρατέουσα χυτῆς κληῖδα γαλήνης, εὐπλοΐης μεδέουσα μετ’ Αἴολον· εὐδιόων δὲ σοὶ πίσυνος πλεύσειε φιλέμπορος εἰν ἁλὶ ναύτης βωμὸν ἕνα στήσας ἐνοσίχθονι καὶ Μελικέρτῃ,190 in vol. 1
90ῥέζων ἀμφοτέροισι· θαλασσαίοιο δὲ δίφρου δέξεται ἡνιοχῆα Παλαίμονα Κυανοχαίτης.“ ὣς εἰπὼν ἀκίχητος ἐς οὐρανὸν ἔδραμεν Ἑρμῆς ἠέρι δινεύων ἀνεμώδεα ταρσὰ πεδίλων. Ἰνὼ δ’ οὐκ ἀπίθησε, φιλοστόργῳ δὲ μενοινῇ
95παιδοκόμῳ πήχυνεν ἀμήτορα Βάκχον ἀγοστῷ, πήχεϊ δ’ ἁπλώσασα συνωρίδα δίζυγα παίδων δίζυγα μαζὸν ὄρεξε Παλαίμονι καὶ Διονύσῳ· καὶ βρέφος ἀμφιπόλῳ παρεθήκατο Μύστιδι νύμφῃ, Μύστιδι καλλικόμῳ Σιδωνίδι, τὴν ἔτι κούρην

9

(100)

Κάδμος ἀνηέξησε πατὴρ θαλαμηπόλον Ἰνοῦς. ἣ τότε Βάκχον ἑλοῦσα θεοτρεφέων ἀπὸ μαζῶν ἀπροϊδῆ ζοφόεντι κατεκλήισε βερέθρῳ· καὶ Διὸς αὐτοβόητος ἀπαγγέλλουσα λοχείην μαρμαρυγὴ σελάγιζε καταυγάζουσα προσώπου·
105τοῖχοι δ’ ἀχλυόεντες ἐλευκαίνοντο μελάθρου, καὶ ζόφον ἔκρυφε φέγγος ἀθηήτου Διονύσου. καὶ Βρομίῳ παίζοντι παρέζετο πάννυχος Ἰνώ· πολλάκι δ’ ἀστήρικτος ἀναθρῴσκων Μελικέρτης
χείλεσιν ἀντιτύποισιν ἀνέσπασε γείτονα θηλὴν191 in vol. 1
110εὔια παππάζοντι παρερπύζων Διονύσῳ. καὶ θεὸν ἔτρεφε Μύστις ἑῆς μετὰ μαζὸν ἀνάσσης ὄμμασιν ἀγρύπνοισι παρεδρήσσουσα Λυαίῳ· καὶ πινυτὴ θεράπαινα φερώνυμα μύστιδι τέχνῃ ὄργια νυκτελίοιο διδασκομένη Διονύσου
115καὶ τελετὴν ἄγρυπνον ἐπεντύνουσα Λυαίῳ πρώτη ῥόπτρον ἔσεισεν, ἐπεπλατάγησε δὲ Βάκχῳ κύμβαλα δινεύουσα περίκροτα δίζυγι χαλκῷ· πρώτη νυκτιχόρευτον ἀναψαμένη φλόγα πεύκης εὔιον ἐσμαράγησεν ἀκοιμήτῳ Διονύσῳ·
120πρώτη καμπύλον ἄνθος ἀναδρέψασα κορύμβων ἄπλοκον ἀμπελόεντι κόμην μιτρώσατο δεσμῷ, αὐτὴ δ’ ἔπλεκε θύρσον ὁμόζυγον οἴνοπι κισσῷ, ἀκροτάτῳ δὲ σίδηρον ἐπεσφήκωσε κορύμβῳ κευθόμενον πετάλοισιν, ὅπως μὴ Βάκχον ἀμύξῃ,
125καὶ φιάλας γυμνοῖσιν ἐπὶ στέρνοισι καθάψαι χαλκείας ἐνόησε καὶ ἰξύι δέρματα νεβρῶν, καὶ τελετῆς ζαθέης ἐγκύμονα μύστιδα κίστην, παίγνια κουρίζοντι † διδασκομένῳ Διονύσῳ· πρώτη ἐχιδνήεντα κατὰ χροὸς ἧψεν ἱμάντα
130σύμπλοκον, εἱλικόεις δὲ δράκων περὶ δίπλακα μίτρην ἅμματα κυκλώσας ὀφιώδεϊ κάμπτετο δεσμῷ. τὸν δὲ πολυκλήιστον ὑπὸ σφρηγῖδα μελάθρου ὄμμασιν ἀπλανέεσσιν ἴδεν πανεπόψιος Ἥρη Μύστιδος ἀφράστοιο μυχῷ πεφυλαγμένον οἴκου·192 in vol. 1
135καὶ Στυγὸς ὑστερόποινον ἐπώμνυε νέρτερον ὕδωρ παντοίῃ κακότητι κατακλύζειν δόμον Ἰνοῦς. καί νύ κεν ἠμάλδυνε Διὸς γόνον· ἀλλά μιν Ἑρμῆς ἁρπάξας ἐκόμισσε Κυβηλίδος εἰς ῥάχιν ὕλης· Ἥρη δ’ ὠκυπέδιλος ἐπέδραμεν εὔποδι ταρσῷ
140ὑψόθεν ἀστήρικτος· ὁ δὲ δρόμον ἔφθασεν Ἥρης, πρωτογόνου δὲ Φάνητος ἀτέρμονα δύσατο μορφήν· καὶ θεὸν ἁζομένη πρωτόσπορον εἴκαθεν Ἥρη ψευδομένας ἀκτῖνας ὑποπτήσσουσα προσώπου, οὐδὲ νόθης ἐνόησε δολοπλόκον εἰκόνα μορφῆς·
145κουφοτέροις δὲ πόδεσσιν ὀρειάδα πέζαν ἀμείβων, χερσὶ περιπλεκέεσσι κερασφόρον υἷα κομίζων, μητρὶ Διὸς γενέταο λεοντοβότῳ πόρε Ῥείῃ, καί τινα μῦθον ἔειπεν ἀριστώδινι θεαίνῃ· „δέξο, θεά, νέον υἷα τεοῦ Διός, ὃς μόθον Ἰνδῶν

9

(150)

ἀθλεύσας μετὰ γαῖαν ἐλεύσεται εἰς πόλον ἄστρων. Ἥρῃ χωομένῃ μεγάλη χάρις· οὐ γὰρ ἐῴκει, ὃν Κρονίδης ὤδινεν, ἔχειν κουροτρόφον Ἰνώ. μαῖα Διωνύσοιο Διὸς γενέτειρα γενέσθω, μήτηρ Ζηνὸς ἐοῦσα καὶ υἱωνοῖο τιθήνη.“
155 ὣς εἰπὼν ταχύγουνος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς κυκλώσας βαλίῃσιν ὑπηνέμιον πτερὸν αὔραις· αὐτογόνου δὲ Φάνητος ὑπέρτερον εἶδος ἀμείψας ἀρχαίην παλίνορσος ἑὴν ἀνεδύσατο μορφὴν μητέρι παιδοκόμῳ παλιναυξέα Βάκχον ἐάσσας.193 in vol. 1
160 τὸν δὲ θεὰ κομέεσκε καὶ εἰσέτι κοῦρον ἐόντα ἅρματος ὠμοβόρων ἐπιβήτορα θῆκε λεόντων· καὶ τροχαλοὶ Κορύβαντες ἔσω θεοδέγμονος αὐλῆς παιδοκόμῳ Διόνυσον ἐμιτρώσαντο χορείῃ, καὶ ξίφεα κτυπέεσκον, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
165ἀσπίδας ἐκρούσαντο κυβιστητῆρι σιδήρῳ κουροσύνην κλέπτοντες ἀεξομένου Διονύσου· καὶ πάις εἰσαΐων σακέων μαιήιον ἠχὼ πατρῴαις κομιδῇσιν ἀεξήθη Κορυβάντων. καὶ νέος ἐνναέτηρος ἔχων θηροκτόνον ἀλκὴν
170ποσσὶ μὲν ὠκυτέροισι παρέστιχεν ἴθμα λαγωοῦ, χειρὶ δὲ νηπιάχῳ, μεθέπων κεμαδοσσόον ἄγρην, ποικίλον ᾐώρησεν ἐπ’ αὐχένι νεβρὸν ἀείρων, καὶ θρασὺν αἰολόνωτον ἔχων τετανυσμένον ὤμῳ τίγριν ἄνω κούφιζε μετάρσιον ἔκτοθι δεσμοῦ ...
175σκύμνους χερσὶν ἔχων ἐπεδείκνυε μητέρι Ῥείῃ, ἁρπάξας νέα τέκνα πολυγλαγέων ἀπὸ μαζῶν,
σμερδαλέους δὲ λέοντας ἔτι ζώοντας ἐρύσσας μητέρι δῶρα τίταινεν, ἵνα ζεύξειεν ἀπήνῃ, δίζυγας ἀμφοτέρῃσι πόδας παλάμῃσι πιέζων.194 in vol. 1
180θαμβαλέη δὲ γέλωτι γεγηθότι δέρκετο Ῥείη ἠνορέην καὶ ἄεθλα νεηγενέος Διονύσου· καὶ βλοσυρῶν Ἰόβακχον ἰδὼν ἐλατῆρα λεόντων ὄμμασι τερπομένοισι πατὴρ ἐγέλασσε Κρονίων. καὶ χροῒ λαχνήεντας ἀνεχλαίνωσε χιτῶνας
185Εὔιος ἀρτιτέλεστον ἔχων παιδήιον ἥβην, δαιδαλέην ἐλάφοιο φέρων ὤμοισι καλύπτρην, αἰθερίων μιμηλὸν ἔχων τύπον αἰόλον ἄστρων· καὶ Φρυγίης ὑπὸ πέζαν ἐς αὔλια λύγκας ἐλάσσας στικτοῖς πορδαλίεσσιν ἑὴν ἔζευξεν ἀπήνην,
190οἷά τε πατρῴων δαπέδων ἴνδαλμα γεραίρων· πολλάκι δ’ ἀθανάτης ἐποχημένος ἅρματι Ῥείης, βαιῇ χειρὶ φέρων ἁπαλόχροϊ κύκλα χαλινοῦ, κραιπνὸν ἐπειγομένων ἀνεσείρασεν ἅρμα λεόντων· καὶ Διὸς ὑψιμέδοντος ἐνὶ φρεσὶ θάρσος ἀέξων
195δεξιτερὴν ἐτίταινεν ἐπὶ στόμα λυσσάδος ἄρκτου, σμερδαλέαις γενύεσσιν ἀταρβέα δάκτυλα βάλλων. δάκτυλα κουρίζοντα· καὶ ἵστατο μειλιχίη θὴρ νηπιάχῳ στόμα δοῦλον ἐπιτρέψασα Λυαίῳ, καὶ κύσε καρχαλέοισι φιλήμασι δάκτυλα Βάκχου.

9

(200)

ὣς ὁ μὲν ἠέξητο φιλοσκοπέλῳ παρὰ Ῥείῃ ἀρτιθαλὴς ἔτι κοῦρος ὀρίτροφος. ἀμφὶ δὲ πέτραις Πᾶνες ἐκυκλώσαντο χοροιτύπον υἷα Θυώνης, ποσσὶ δασυκνήμοισι περισκαίροντες ἐρίπναις, Βάκχον ἀνευάζοντες· ἑλισσομένων δὲ χορείῃ195 in vol. 1
205αἰγείη κροτάλιζε ποδῶν σκιρτήματι χηλή. καὶ Σεμέλη κατ’ Ὄλυμπον ἔτι πνείουσα κεραυνοῦ αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ· „Ἥρη, ἐσυλήθης· Σεμέλης τόκος ἐστὶν ἀρείων· Ζεὺς ἐμὸν υἷα λόχευσε καὶ ἀντ’ ἐμέθεν πέλε μήτηρ,
210σπεῖρε πατὴρ καὶ ἔτικτε, τὸν ἤροσεν, αὐτοτόκῳ δὲ γαστρὶ νόθῃ τέκε παῖδα, φύσιν δ’ ἤλλαξεν ἀνάγκῃ. Βάκχος Ἐνυαλίου πέλε φέρτερος· ὑμέτερον γὰρ ἤροσε μοῦνον Ἄρηα καὶ οὐ τεκνώσατο μηρῷ. Θήβη δ’ Ὀρτυγίης κλέος ἔκρυφεν· οὐρανίη γὰρ
215λάθριον Ἀπόλλωνα διωκομένη τέκε Λητώ· Λητὼ Φοῖβον ἔτικτε, καὶ οὐκ ὤδινε Κρονίων· Ἑρμείαν τέκε Μαῖα, καὶ οὐκ ἐλόχευσεν ἀκοίτης· ἀμφαδίην δ’ ἐμὸν υἷα πατὴρ τέκεν. ἆ μέγα θαῦμα, δέρκεο σῆς Διόνυσον ἐν ἀγκαλίδεσσι τεκούσης
220πήχεϊ παιδοκόμῳ περικείμενον· ἀενάου δὲ
ἡ ταμίη κόσμοιο, θεῶν πρωτόσπορος ἀρχή, παμμήτωρ, Βρομίου τροφὸς ἔπλετο· νηπιάχῳ γὰρ Βάκχῳ μαζὸν ὄρεξε, τὸν ἔσπασεν ὑψιμέδων Ζεύς. τίς Κρονίδης ὤδινε, τίς ἔτρεφεν Ἄρεα Ῥείη196 in vol. 1
225παῖδα τεόν; Κυβέλη δὲ φατιζομένη σέο μήτηρ Ζῆνα τέκεν καὶ Βάκχον ἀνέτρεφεν εἰν ἑνὶ κόλπῳ· ἀμφοτέρους ἤειρε καὶ υἱέα καὶ γενετῆρα. οὐδὲ τόκῳ Σεμέλης ἀπάτωρ Ἥφαιστος ἐρίζοι, ἄσπορον ἐκ γενετῆρος ὃν αὐτογόνος τέκεν Ἥρη
230λεπταλέων σκάζοντα ποδῶν ἑτεραλκέι ταρσῷ, μητρῴην ἀτέλεστον ὑποκλέπτοντα λοχείην. οὐ Σεμέλῃ πέλε Μαῖα πανείκελος, ἧς πάις Ἑρμῆς ἰσοφανὴς δολόεις, κεκορυθμένος οἷά περ Ἄρης, Ἥρην ἠπερόπευσεν, ἕως γλάγος ἔσπασε μαζῶν.
235εἴξατέ μοι· Σεμέλη γὰρ ἑὸν πόσιν ἔλλαχε μούνη τὴν αὐτὴν ἀρόωντα καὶ ὠδίνοντα γενέθλην. ὀλβίστη Σεμέλη χάριν υἱέος· ἡμέτερος γὰρ νόσφι δόλου Διόνυσος ἐλεύσεται εἰς χορὸν ἄστρων αἰθέρα ναιετάων πατρώιον, ὅττι θεαίνης
240τοσσατίης ὑπέδεκτο θεοτρεφέος γάλα θηλῆς· ἵξεται αὐτοκέλευστος ἐς οὐρανόν, οὐδὲ χατίζει Ἡραίοιο γάλακτος ἀρείονα μαζὸν ἀμέλξας.“ εἶπεν ἀγαλλομένη καὶ ἐν αἰθέρι· χωομένη δὲ Ζηνὸς ἀνεπτοίησε δάμαρ μετανάστιον Ἰνώ,
245ἀπροϊδὴς Ἀθάμαντος ἐπιβρίσασα μελάθρῳ,
εἰσέτι κουρίζοντι χολωομένη Διονύσῳ. ἐκ θαλάμου δὲ φυγοῦσα διέδραμε δύσγαμος Ἰνὼ τρηχαλέας ἀπέδιλος ἐπισκαίρουσα κολώνας, ἴχνος ἀκηρύκτοιο μετεσσυμένη Διονύσου·197 in vol. 1

9

(250)

φοιταλέη δὲ βέβηκε δι’ οὔρεος οὔρεα νύμφη, ἄχρι χαραδρήεσσαν ἐδύσατο Δελφίδα Πυθώ· καὶ μόγις ἴχνος ἔκαμψε δρακοντοβότῳ παρὰ λόχμῃ ἄσχετα παιφάσσουσα· κατὰ στέρνοιο δὲ γυμνοῦ πενθαλέον κήρυκα διαρρήξασα χιτῶνα
255αἰνομανὴς πεφόρητο· νοοπλάγκτοιο δὲ νύμφης οἰμωγὴν ἀίων ἑτερόθροον ἔτρεμε ποιμήν. πολλάκι θεσπεσίῃ τριποδηίδι σύμπλοκον ἕδρῃ αὐχμηραῖς τριέλικτον ὄφιν σπειρηδὸν ἐθείραις ἥρμοσε, λεπταλέῳ δὲ περισφίγξασα καρήνῳ
260μηκεδανὴν μίτρωσε δρακοντείῳ τρίχα δεσμῷ· παρθενικὰς δ’ ἐδίωκε θεωρίδας. οὐ τότε λοιβή, οὐδὲ θυηπολίη μεταδήμιος, οὐ παρὰ νηῷ Δελφὸς ἀνὴρ ἐχόρευε· τανυπλέκτοιο δὲ κισσοῦ γυιοβόροις ἑλίκεσσιν ἐμαστίζοντο γυναῖκες.
265θηρητὴρ δ’ ἀλέεινεν ἰδὼν ὀρεσίδρομον Ἰνώ, καλλείψας σταλίκων λίνεον δόλον· ὑψιλόφου δὲ αἰπόλος ἤλασεν αἶγας ὑπὸ πτύχα φωλάδα πέτρης·
καὶ βόας ἱδρώωντας ὑπὸ ζυγόδεσμον ἐλαύνων ἅλμασιν Ἰνῴοισι γέρων ἔφριξεν ἀροτρεύς.198 in vol. 1
270καὶ χθονίης σφίγξασα βοῆς ἀλλόθροον ἠχὼ Πυθιὰς ὀμφήεσσα δι’ οὔρεος ἔτρεχε κούρη, ἠθάδα σεισαμένη κεφαλῇ Πανοπηίδα δάφνην· δυσαμένη δὲ κάρηνα βαθυκνήμιδος ἐρίπνης Δελφικὸν ἄντρον ἔναιε φόβῳ λυσσώδεος Ἰνοῦς.
275ἀλλὰ διεσσυμένη πολυκαμπέος ἔνδιον ὕλης οὐ λάθεν Ἀπόλλωνα πανόψιον· ἄγχι δὲ λόχμης οἰκτείρων ταχὺς ἦλθε, καὶ εἰς βροτὸν εἶδος ἀμείψας νύμφης ἐγγὺς ἵκανε, καὶ ἀκρότατον δέμας Ἰνοῦς φειδομέναις παλάμῃσι ... σοφῆς ἐπλέξατο δάφνης,
280καί οἱ νήδυμον ὕπνον ἐπήγαγεν· ἀμβροσίῃ δὲ ὑπναλέης ἔχρισεν ὅλον χρόα πενθάδος Ἰνοῦς λυσιπόνῳ ῥαθάμιγγι μεμηνότα γυῖα διαίνων. καὶ χρόνον αὐτόθι μίμνεν ἔσω Παρνησσίδος ὕλης τέτρατον εἰς λυκάβαντα, καὶ ὀμφαίῃ παρὰ πέτρῃ
285εἰσέτι νηπιάχοιο χοροὺς ἱδρύσατο Βάκχου Φοίβου μαντοσύνῃσι· σὺν ἀγρύπνοισι δὲ πεύκαις Κωρυκίδες θυόεντα μετέστιχον ὄργια Βάκχαι, καὶ ζαθέαις παλάμῃσιν ἀλεξητήρια λύσσης φάρμακα συλλέξαντο καὶ ἰήσαντο γυναῖκα.199 in vol. 1
290 κεκλομένου δ’ Ἀθάμαντος ὀπάονες ἦσαν ἀλῆται πάντοθι μαστεύοντες· ὀριπλανέες δὲ καὶ αὐταὶ δμωίδες ἐστιχόωντο πολυστρέπτοισι πορείαις διζόμεναι περίφοιτον ἀπευθέος ἴχνος ἀνάσσης πλαζομένης ἀκίχητα· φιλοθρήνων δὲ γυναικῶν
295στυγνὸς ἐρευθιόωσαν ὄνυξ ἤμυσσε παρειήν, καὶ ῥοδέοις ἐκόρυσσαν ἑκούσια δάκτυλα μαζοῖς· καὶ πολὺν οἰμωγῇσι δι’ ἄστεος ἦχον ἰάλλων πενθαλέης ὀλόλυξε βεβυσμένος οἶκος ἀνάγκης· καὶ πλέον αἰολόμητις ἐδέχνυτο Μύστις ἀνίην,

9

(300)

εἶχε δὲ διπλόον ἄλγος ἀλωομένης ἔτι δειλῆς Ἰνοῦς τλησιπόνοιο καὶ ἁρπαμένου Διονύσου. οὐ μὲν ἄναξ Ἀθάμας κινυρὴν ὠδύρετο νύμφην, ἀλλὰ λιπὼν ἄμνηστον ἀκηρύκτου πόθον Ἰνοῦς δισσοτόκου Νεφέλης προτέρης μετὰ δέμνια νύμφης
305ἁβρὰ βαθυζώνοιο μετέστιχε λέκτρα Θεμιστοῦς, καὶ τρίτον εἰς ὑμέναιον ἄγων Ὑψηίδα κούρην Ἰνοῦς ῥῖψεν ἔρωτα· καὶ ὡς τροφὸς ἁβρὸν ἀθύρων, ὑψιπόρῳ στροφάλιγγι μετάρσιον ἠέρι πέμπων,
κούφισε παππάζοντα παρηγορέων Μελικέρτην·200 in vol. 1
310καί οἱ δακρυχέοντι γαλακτοφόρου περὶ θηλῆς ἄρσενα μαζὸν ὄρεξε, πόθον δ’ ἀνέκοψε τεκούσης. ἐκ λεχέων δ’ Ἀθάμαντος ἀνηέξησε Θεμιστὼ υἱέας εὐθώρηκας, ἀλεξητῆρας ἐνυοῦς, Σχοινέα καὶ Λεύκωνα, νέην εὐήνορα φύτλην,
315πρωτοτόκοις ὠδῖσιν· ἐπ’ ἀμφοτέροισι δὲ μήτηρ ξυνῆς δισσὰ γένεθλα μιῆς βλάστημα λοχείης γείνατο Πορφυρέωνα καὶ ἔτρεφε πίονι μαζῷ Πτοῖον, ἀλεξικάκοιο θάλος παιδήιον ἥβης, ἄμφω τηλυγέτους καὶ ὁμήλικας, οὕς ποτε μήτηρ
320μητρυιῆς ἅτε παῖδας ἀπηλοίησε Θεμιστώ,
δίπτυχον ἀγλαόπαιδος ὀιομένη γένος Ἰνοῦς.201 in vol. 1

10

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΔΕΚΑΤΟΝ.
1 Ὣς ἡ μὲν φονίη παιδοκτόνος ἔπλετο μήτηρ μαινομένη· τεκέων δὲ πατὴρ ὑπὸ μάρτυρι ποινῇ, ὅττι γονῆς ὀλέτειραν ὁμέστιον εἶχε Θεμιστώ, οἰστρηθεὶς Ἀθάμας μανιώδεϊ Πανὸς ἱμάσθλῃ
5ποίμνης εἰς μέσον ἦλθε, καὶ ὡς θεράποντας ἱμάσσων εἰροπόκων ἐδίωκεν ἀναίτια πώεα μήλων· καὶ μίαν ἠέρταζεν, ἑὴν ἅτε σύζυγα νύμφην, σὺν διδύμοις βρεφέεσσι νεογλαγέων ἐπὶ μαζῶν αἶγα λαβών· λασίους δὲ πόδας σφηκώσατο δεσμῷ
10διχθαδίῳ· λύσας δὲ παρ’ ἰξύι κυκλάδα μίτρην σφιγγομένης μάστιζε δέμας ψευδήμονος Ἰνοῦς, μὴ νοέων νόθον εἶδος. ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς Πανιάδος Κρονίης ἐπεβόμβεε δοῦπος ἱμάσθλης· πολλάκι δ’ ἀστήρικτος ἑῶν ἀνεπάλλετο θώκων
15οὔασι ταρβαλέοισι δεδεγμένος ἄσθμα δρακόντων. πυκνὰ δὲ τόξα τίταινε, βέλος δ’ ἐπὶ κυκλάδι νευρῇ
εἰς κενεὸν σκοπὸν εἷλκεν ἀνούτατον ἠέρα βάλλων. Ταρταρίης δ’ ὀφιῶδες ἰδὼν ἴνδαλμα θεαίνης πάλλετο δειμαίνων ἑτερόχροα φάσματα μορφῆς,202 in vol. 1
20ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης, ὀφθαλμοὺς μεθύοντας ἀπειλητῆρας ἑλίσσων. καί οἱ ὀπιπεύοντι πολυπλανέεσσιν ἐρωαῖς ὄμματα φοινίσσοντο· διὰ κροτάφοιο δὲ λεπταὶ ἀσταθέες μήνιγγες ἐδινεύοντο καρήνου.
25ὤλετο δὲ ψυχῆς τρίτατον λάχος· ἀπλανέες γὰρ ἄφρονος ἐγκεφάλοιο μετατρωπῶντο μενοιναί, καὶ σφαλεραῖς ἑλίκεσσιν ἐβακχεύθησαν ὀπωπαὶ ἀνέρος οἰστρηθέντος· ἀπεπλάζοντο δὲ χαῖται σειόμεναι περὶ νῶτον ἀκερσικόμοιο καρήνου.
30καὶ στόμα οἱ βάμβαινε, καὶ ἠέρι χείλεα λύσας πέμπεν ἀσημάντων ἐπέων ἑτερόθροον ἠχώ. καὶ βροτέας βιότοιο μεληδόνας ἥρπασαν αὖραι Εὐμενίδων, καὶ γλῶσσα βαρύνετο θυιάδι φωνῇ· παπταίνων δ’ ἑλικηδὸν ὑπὸ στροφάλιγγι προσώπου
35ἀλλοφυὲς νόθον εἶδος ἀθηήτοιο Μεγαίρης οἰστρομανὴς Ἀθάμας ἑτερόφρονι σείετο παλμῷ· καὶ βλοσυρῆς ἀπὸ χειρὸς ἀμερσινόοιο θεαίνης
ἁρπάξαι μενέαινεν ἐχιδνήεσσαν ἱμάσθλην· γυμνώσας δὲ μάχαιραν Ἐρινύος ἀντία κόρσης203 in vol. 1
40ἤθελε Τισιφόνης ὀφιώδεα βόστρυχα τέμνειν. καὶ κενεοῖς ὀάροισιν ὁμίλεε γείτονι τοίχῳ παπταίνων σκιόεσσαν ἐπίκλοπον εἰκόνα μορφῆς Ἀρτέμιδος, καὶ κοῦφον ἰδὼν εἴδωλον ὀπωπῆς φάσμασιν ἀντιτύποισιν ἐς ἵμερον ἤλυθεν ἄγρης.
45 ὀψὲ δὲ ποικιλόδακρυς ἔτος μέτα τέτρατον Ἰνὼ νόστιμος εἰς δόμον ἦλθεν· ὀπιπεύουσα δὲ νύμφη καὶ πόσιν οἰστρηθέντα καὶ ἀρσενόπαιδα Θεμιστὼ διπλόον ἄλγος ἔδεκτο. καὶ οὐ γίνωσκεν ἀκοίτης εὐνέτιν ἀθρήσας χρονίην παλινάγρετον Ἰνώ·

10

(50)

ἀλλὰ πόθον ταχύγουνος ἔχων κεμαδοσσόον ἄγρης εἰς σκοπιὰς ἤιξε θυελλήεντι πεδίλῳ, υἱὸν ἰδὼν ἅτε θῆρα κερασφόρον· ἰθυτενὲς δὲ τόξον ἔχων ἀκίχητος ἐπεσκίρτησε Λεάρχῳ, ὑψίκερων ἔλαφον δοκέων ψευδήμονι μορφῇ,
55θηρείοις μελέεσσιν ὁμοίιον· αὐτὰρ ὁ φεύγων ταρβήεις πεπότητο θοώτερα γούνατα πάλλων. χερσὶ δὲ λυσσαλέῃσιν ὑπηνέμιον βέλος ἕλκων παιδοφόνῳ νέον υἷα πατὴρ ἐπέδησε βελέμνῳ· καὶ κεφαλὴν ἄγνωστον ἀπηλοίησε μαχαίρῃ
60φάσματι νεβρωθεῖσαν· ἀσημάντου δὲ προσώπου αἱμαλέης ἐγέλασσε γενειάδος ἄκρον ἀφάσσων, ἀμφαφόων ἅτε θῆρα, καὶ ἔδραμεν ἅλματι λύσσης, παιδὸς ἔτι σπαίροντος ἀτυμβεύτοιο Λεάρχου, μητέρα μαστεύων, στροφάδας δ’ ἐλέλιζεν ὀπωπάς.204 in vol. 1
65οὐδέ τις ἀμφιπόλων σχεδὸν ἤιε· φοιταλέος δὲ ἑπταμύχου θαλάμοιο διέστιχεν ὠκέι ταρσῷ κικλήσκων ἑὸν υἷα, τὸν ἔκτανεν. ἐν δὲ μελάθρῳ νήπιον ἀρτικόμιστον ἐσαθρήσας Μελικέρτην ... στηρίξας δὲ λέβητα πυρίπνοον ἐσχαρεῶνι,
70εἰς μέσον υἱέα θῆκεν· ἀναπτομένοιο δὲ πυρσοῦ φοίνιος ὑδατόεντι λέβης ἐπεπάφλασεν ἀτμῷ. παππάζων δ’ ἰάχησε νέος πάις, οὐδέ τις αὐτῷ ἀμφιπόλων χραίσμησεν· ἀελλήεσσα δὲ μήτηρ ἡμιδαῆ πυρίκαυτον ἀφαρπάξασα λεβήτων
75ἅλμασι φοιταλέοισι ποδήνεμος ἔτρεχεν Ἰνώ· καὶ Λευκοῦ πεδίοιο διατμήγουσα κονίην Λευκοθέη πεφάτιστο φερώνυμος. ἐκ δὲ μελάθρου αἰνομανὴς Ἀθάμας ἀνεμώδεα γούνατα πάλλων ὠκυτέρην ἐδίωκε μάτην ὀρεσίδρομον Ἰνώ.
80ἀλλ’ ὅτε οἱ σχεδὸν ἦλθε πολυπτοίητος ἀκοίτης ἄστατον ἴχνος ἔχων σφαλερῷ ποδί, δὴ τότε δειλὴ ἀγχιπόρῳ στήσασα διαινόμενον πόδα πόντῳ
παιδὶ φιλοθρήνῳ κινυρὴν βρυχήσατο φωνήν, μεμφομένη Κρονίωνα καὶ ἄγγελον υἱέα Μαίης·205 in vol. 1
85 „καλά μοι, ἀργικέραυνε, πόρες θρεπτήρια Βάκχου· ἡμιδαῆ σκοπίαζε συνήλικα παῖδα Λυαίῳ· ἢν ἐθέλῃς, πρήνιξον ἀφειδέι σεῖο κεραυνῷ μητέρα καὶ νέον υἷα, τὸν ἔτρεφον εἰν ἑνὶ κόλπῳ σύντροφον ὑμετέροιο θεηγενέος Διονύσου.
90τέκνον, Ἀναγκαίη μεγάλη θεός· εἰς τίνα φεύγεις; ποῖον ὄρος δέχεταί σε πεφυγμένον ἐγγύθι πόντου; τίς σκοτίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών; τίς βροτὸς οἰκτείρει σε, τὸν οὐ γενέτης ἐλεαίρει; ἢ ξίφος ἤ σε θάλασσα δεδέξεται· εἴ περ ἀνάγκη,
95λώιον ἐν πελάγεσσι δαμήμεναι ἠὲ μαχαίρῃ. οἶδα, πόθεν τόδε πῆμα τεῇ κεκύλιστο τεκούσῃ, οἶδα, πόθεν· Νεφέλη γὰρ Ἐρινύας εἰς ἐμὲ πέμπει, ὄφρα θάνω κατὰ πόντον, ὅπῃ πέσε παρθένος Ἕλλη. ἔκλυον ἠερόθεν πεφορημένον εἰς χθόνα Κόλχων

10

(100)

ἅρπαγος ἀρνειοῖο μετήορον ἡνιοχῆα Φρίξον ἔτι ζώειν μετανάστιον· αἴθε καὶ αὐτὸς χρυσοπόκου κριοῖο μετάρσιον οἶμον ὁδεύοι
υἱὸς ἐμὸς λιπόπατρις ἀλυσκάζων Μελικέρτης· αἴθε δὲ καὶ μετὰ Φοῖβον ἐποικτείρων σέθεν Ἰνὼ206 in vol. 1
105ξεινοδόκος Γλαύκοιο Ποσειδάων σε σαώσῃ. δείδια, μὴ μετὰ πότμον ἀτυμβεύτοιο Λεάρχου νεκρὸν ἄθαπτον ἄδακρυν ὀλωλότα καὶ σὲ νοήσω αἱμαλέῃ γενετῆρος ἐπισπαίροντα μαχαίρῃ. σπεῦδε φυγεῖν Ἀθάμαντα μεμηνότα, μηδὲ νοήσῃς
110παιδοφόνον γενετῆρα τεῆς ὀλετῆρα τεκούσης. δέξο με καὶ σύ, θάλασσα, μετὰ χθόνα· δέχνυσο, Νηρεῦ, χειρὶ φιλοξείνῳ μετὰ Περσέα καὶ Μελικέρτην· δέχνυσο καὶ Δανάης μετὰ λάρνακα σύμπλοον Ἰνώ. ἄξια δυσσεβίης καὶ ἐγὼ πάθον, ὅττι καὶ αὐτὴν
115ἄσπορον ἡμετέρην γενεὴν ποίησε Κρονίων, ἄσπορον ὡς ἐτέλεσσα φερέσβιον αὔλακα γαίης· μητρυιή τις ἐοῦσα νόθην Ἀθαμαντίδα φύτλην ἀμῆσαι προβέβουλα, καὶ εἰς ἐμὲ χώεται Ἥρη μητρυιὴ γεγαυῖα νεοτρεφέος Διονύσου.“
120 ὣς φαμένη τρομεροῖσιν ὑπ’ ἴχνεσιν ἥλατο πόντῳ, κραιπνὰ κυβιστήσασα σὺν υἱέι· Λευκοθέην δὲ πεπταμέναις παλάμῃσιν ἐδέξατο Κυανοχαίτης δαίμοσιν ὑγροπόροισιν ὁμέστιον· ἔνθεν ἀρήγει ναύταις πλαζομένοισι, καὶ ἔπλετο ποντιὰς Ἰνὼ
125Νηρεῒς ἀφλοίσβοιο κυβερνήτειρα γαλήνης. τὴν μὲν ἄναξ Κρονίδης ἐπεδείκνυε μητρὶ Λυαίου, ὅττι χάριν Βρομίοιο θεὰ πέλεν· ἡ δὲ χαρεῖσα γνωτῇ ποντοπόρῳ φιλοκέρτομον ἴαχε φωνήν· „Ἰνώ, πόντον ἔχεις, Σεμέλη λάχε κύκλον Ὀλύμπου·
130εἶξον ἐμοί· Κρονίδην γὰρ ἐμῆς ἀροτῆρα γενέθλης ἀθάνατον πόσιν ἔσχον, ἐμῆς ὠδῖνα λοχείης ἀντ’ ἐμέθεν τίκτοντα, σὺ δὲ χθονίῳ παρακοίτῃ νυμφεύθης Ἀθάμαντι, τεῆς ὀλετῆρι γενέθλης. σὸς πάις ἔλλαχε πόντον, ἐμὸς τόκος αἰθέρα ναίειν207 in vol. 1
135ἵξεται εἰς Διὸς οἶκον ὑπέρτερον· οὐ γὰρ ἐίσκω οὐράνιον Διόνυσον ὑποβρυχίῳ Μελικέρτῃ.“ τοῖα μὲν αἰθερίη Σεμέλη μυκήσατο νύμφη γνωτῆς κερτομέουσα θαλασσονόμου βίον Ἰνοῦς. τόφρα δὲ καὶ Διόνυσος ὑπὸ κλίμα Λυδὸν ἀρούρης,
140εὔια δινεύων Κυβεληίδος ὄργανα Ῥείης, ἤνθεε μῆκος ἔχων, ὅσον ἤθελεν· ὑψιπόρου δὲ φεύγων Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην ἥσυχα παφλάζοντι δέμας φαίδρυνε λοετρῷ Μῃονίου ποταμοῖο, χαριζόμενος δὲ Λυαίῳ
145Πακτωλὸς κελάρυζε χέων χρυσόσπορον ὕδωρ πορφυρέαις ψαμάθοισι, βαθυπλούτων δὲ μετάλλων ἀφνειῷ κεκύλιστο βυθῷ χρυσούμενος ἰχθύς. καὶ Σάτυροι παίζοντες, ἐν ἠέρι ταρσὰ μεθέντες, εἰς ποταμὸν προχέοντο κυβιστητῆρι καρήνῳ,

10

(150)

ὧν ὁ μὲν αὐτοφόρητος ἐνήχετο χερσὶν ἐρέσσων πρηνὴς ἐν ῥοθίοισι, καὶ οἴδμασιν ἴχνος ἐρείσας ποσσὶν ὀπισθοτόνοισι ῥυηφενὲς ἔσχισεν ὕδωρ·
καί τις ὑποβρυχίων κατεδύσατο βένθος ἐναύλων νειόθι μαστεύων νεπόδων ἑτερόχροον ἄγρην,208 in vol. 1
155τυφλὴν νηχομένοισιν ἐπ’ ἰχθύσι χεῖρα τιταίνων, καὶ βυθὸν αὖτις ἔλειπε, καὶ ἰχθύας ὤρεγε Βάκχῳ ἰλύι φοινίσσοντας ἐχεκτεάνου ποταμοῖο· συμπλέγδην δὲ πόδεσσιν ἀρηρότα ταρσὰ συνάπτων κυφὸς ἐριδμαίνων Σατύρῳ Σιληνὸς ἀλήτης
160κύμβαχος αὐτοκύλιστος ἐπεσκίρτησε ῥεέθρῳ ὑψόθεν εἰς βαθὺ λαῖτμα καὶ ἰλύος ἥπτετο χαίτῃ, καὶ διδύμους στίλβοντι πόδας στηρίξατο πηλῷ ὄλβον ἐυψήφιδα μεταλλεύων ποταμοῖο· καί τις ἐνὶ προχοῇσι μετάφρενον ἠέρι φαίνων
165ἄβροχον ὦμον ἔλειπε, δι’ ὕδατος ἰσχία βάπτων ἀγχιβαθὴς ἀτίνακτος· ὁ δ’ οὔατα γυμνὰ τιταίνων χεύματι μαρμαρέῳ λασίους ἐδιήνατο μηρούς, καὶ ῥόον αὐτοέλικτος ἐμάστιε σύμφυτος οὐρή. καὶ θεὸς ὀρθώσας κεφαλὴν καὶ στέρνα πετάσσας,
170χεῖρας ἐρετμώσας, χρυσέην ἐχάραξε γαλήνην· καὶ ῥόδον αὐτοτέλεστον ἀκύμονες ἔπτυον ὄχθαι, καὶ κρίνον ἐβλάστησε, καὶ ᾐόνας ἔστεφον Ὧραι Βάκχου λουομένοιο, καὶ ἀστράπτοντι ῥεέθρῳ ἄπλοκα κυανέης ἐρυθαίνετο βόστρυχα χαίτης.
175 καί ποτε θηρεύων ὑπὸ ῥωγάδα δάσκιον ὕλης ἥλικος ἠιθέοιο ῥοδώπιδι θέλγετο μορφῇ. ἤδη γὰρ Φρυγίης ὑπὸ δειράδα κοῦρος ἀθύρων Ἄμπελος ἠέξητο, νεοτρεφὲς ἔρνος Ἐρώτων· οὐδέ οἱ ἁβρὸς ἴουλος ἐρευθομένοιο γενείου209 in vol. 1
180ἄχνοα χιονέης ἐχαράσσετο κύκλα παρειῆς, ἥβης χρύσεον ἄνθος· ὀπισθοπόροιο δὲ χαίτης βότρυες εἱλικόεντες ἐπ’ ἀργυφέων θέον ὤμων ἀπλεκέες, λιγυρῷ δὲ συναιθύσσοντες ἀήτῃ ἄσθματι κουφίζοντο· παρελκομένων δὲ κομάων
185ἀκροφανὴς ἀνέτελλε μέσος γυμνούμενος αὐχὴν καὶ σέλας ἠκόντιζε λιπόσκιος, οἷά τε λάμπει μεσσοφανὴς νέφος ὑγρὸν ἀνασχίζουσα Σελήνη· καὶ στόματος ῥοδέοιο μελίπνοος ἔρρεε φωνή· ἐκ μελέων δ’ ὅλον εἶαρ ἐφαίνετο· νισομένου δὲ
190ἐκ ποδὸς ἀργυφέοιο ῥόδων ἐρυθαίνετο λειμών· εἰ δὲ βοογλήνων φαέων εὐφεγγέι κύκλῳ ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη. τὸν μὲν ἔχων Διόνυσος ὁμέψιον, ἁβρὸν ἀθύρων, εἴρετο θαμβαλέην προχέων ἐπὶ κάλλεϊ φωνὴν
195ὡς βροτός, ἀθανάτην δὲ δολοπλόκος ἔκρυφε μορφήν·
„τίς σε πατὴρ ἐφύτευσε; τίς οὐρανίη τέκε γαστήρ; τίς Χαρίτων σε λόχευσε; τίς ἤροσε καλὸς Ἀπόλλων; εἰπέ, φίλος, μὴ κρύπτε τεὸν γένος· εἰ μὲν ἱκάνεις ἄπτερος ἄλλος Ἔρως βελέων δίχα, νόσφι φαρέτρης,210 in vol. 1

10

(200)

τίς μακάρων σε φύτευσε παρευνάζων Ἀφροδίτῃ; καὶ γὰρ ἐγὼ τρομέω σέο μητέρα Κύπριν ἐνίψαι, μὴ γενέτην Ἥφαιστον ἢ Ἄρεα σεῖο καλέσσω. εἰ δὲ σύ, τὸν καλέουσιν, ἀπ’ αἰθέρος ἤλυθες Ἑρμῆς, δεῖξον ἐμοὶ πτερὰ κοῦφα καὶ ἔμπνοα ταρσὰ πεδίλων.
205πῶς μεθέπεις ἄτμητον ἐπήορον αὐχένι χαίτην; μὴ σύ μοι αὐτὸς ἵκανες ἄτερ κιθάρης, δίχα τόξου, Φοῖβος ἀκερσεκόμης κεχαλασμένα βόστρυχα σείων; εἰ Κρονίδης με φύτευσε, σὺ δὲ χθονίης ἀπὸ φύτλης βουκεράων Σατύρων μινυώριον αἷμα κομίζεις,
210ἶσον ἐμοὶ βασίλευε, θεῷ βροτός· οὐ γὰρ ἐλέγξει οὐράνιον τεὸν εἶδος Ὀλύμπιον αἷμα Λυαίου. ἀλλὰ τί κικλήσκω σε μινυνθαδίης ἀπὸ φύτλης; γινώσκω τεὸν αἷμα, καὶ εἰ κρύπτειν μενεαίνεις· Ἠελίῳ σε λόχευσε παρευνηθεῖσα Σελήνη
215Ναρκίσσῳ χαρίεντι πανείκελον· αἰθέριον γὰρ θέσκελον εἶδος ἔχεις, κεραῆς ἴνδαλμα Σελήνης. τοῖον ἔπος κατέλεξε· νέος δ’ ἠγάλλετο μύθῳ κυδιόων, ὅτι κάλλος ὑπέρβαλεν ἥλικος ἥβης εἴδεϊ φαιδροτέρῳ. καὶ ὀρειάδος ἔνδοθι λόχμης
220εἰ μέλος ἔπλεκε κοῦρος, ἐτέρπετο Βάκχος ἀκούων·
εἰ νέος ἐκτὸς ἔμιμνεν, ἀμειδέας εἶχε παρειάς· εἰ Σάτυρος παρὰ δαῖτα φιλοσκάρθμοιο τραπέζης τύμπανα χερσὶν ἔτυπτε περίκροτον ἦχον ἀράσσων, καὶ νέος ἐκτὸς ἔην μεθέπων ἐλαφηβόλον ἄγρην,211 in vol. 1
225κούρου μὴ παρεόντος ἀναίνετο δίκτυπον ἠχώ· εἴ ποτε Πακτωλοῖο παρ’ ἀνθεμόεντι ῥεέθρῳ δηθύνων ἀνέμιμνεν, ὅπως ἐπιδόρπιον εἴη αὐτὸς ἑῷ βασιλῆι φέρων γλυκερώτερον ὕδωρ, κούρου νόσφι μένοντος ἱμάσσετο Βάκχος ἀνίῃ·
230εἰ θρασὺν αὐλὸν ἄειρε, Λιβυστίδος ὄργανον Ἠχοῦς, οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων, Μυγδόνος αὐλητῆρος ὀίετο Βάκχος ἀκούειν, ὃν τέκε θεῖος Ὕαγνις, ὃς εἰς κακὸν ἤρισε Φοίβῳ τρητὸν ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης·
235εἰ δὲ σὺν ἡβητῆρι μιῆς ἔψαυσε τραπέζης, κούρου φθεγγομένου πολυτερπέας εἶχεν ἀκουάς, παυομένου δὲ νέοιο κατηφέας εἶχε παρειάς· εἰ δὲ βαθυσκάρθμοιο πόθου πεφορημένος οἴστρῳ Ἄμπελος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ,
240καὶ Σατύρῳ παίζοντι συνέπλεκε χεῖρα χορεύων, δόχμιον ἐκ ταρσοῖο μετήλυδα ταρσὸν ἀμείβων, Βάκχος ὀπιπεύων φθονερῇ δεδόνητο μερίμνῃ. εἴ ποτε Σιληνοῖσιν ὁμίλεεν, εἴ τινι κούρῳ
ἥλικι θηρητῆρι συνέτρεχεν ἐς δρόμον ἄγρης,212 in vol. 1
245ζηλήμων Διόνυσος ἐρήτυε, μή τις ὀιστῷ βλήμενος ἰσοτύπῳ φρενοθελγέι λάτρις Ἐρώτων παιδὸς ἐλαφρονόοιο παραπλάγξειε μενοινήν, καὶ νέον ἱμερόεντα μεταστήσειε Λυαίου, ἀρτιθαλὴς ἅτε κοῦρος ὁμόχρονον ἥλικα τέρπων.

10

(250)

ἀλλ’ ὅτε θύρσον ἄειρε καταντία λυσσάδος ἄρκτου ἢ βριαρῷ νάρθηκι κατηκόντιζε λεαίνης, εἰς δύσιν ὄμμα τίταινεν ἐς ἠέρα λοξὰ δοκεύων, μὴ Ζεφύρου πνεύσειε πάλιν θανατηφόρος αὔρη, ὡς πάρος ἡβητῆρα κατέκτανε πικρὸς ἀήτης
255δίσκον ἀκοντιστῆρα καταστρέψας Ὑακίνθου· δείδιε, μὴ Κρονίδης ἐρασίπτερος ὄρνις Ἐρώτων ἀπροϊδὴς ἀκίχητος ὑπὲρ Τμώλοιο φανείη φειδομένοις ὀνύχεσσιν ἐς ἠέρα παῖδα κομίζων, Τρώιον οἷά τε κοῦρον ἑῶν δρηστῆρα κυπέλλων·
260ἔτρεμε καὶ δυσέρωτα κυβερνητῆρα θαλάσσης, μὴ μετὰ Τανταλίδην χρυσέων ἐπιβήτορα δίφρων εἰς δρόμον ἠερόφοιτον ἄγων πτερόεσσαν ἀπήνην Ἄμπελον ἁρπάξειεν ἐρωμανέων Ἐνοσίχθων. καὶ γλυκὺν εἶχεν ὄνειρον ὀνειροτόκων ἐπὶ λέκτρων,
265καὶ φιλίους ὀάριζε νέῳ ψευδήμονι μύθους μιμηλῆς ὁρόων σκιοειδέα φάσματα μορφῆς.
εἰ δέ τί οἱ δύσμορφον ἐπήρατος εἶχεν ὀπωπή, ἱμερόεν πέλε τοῦτο ποθοβλήτῳ Διονύσῳ, φίλτερον ἡβητῆρος ὅλου χροός· εἰ δέ οἱ ἄκρη213 in vol. 1
270συμφερτὴ κεχάλαστο δι’ ἰξύος ὄρθιος οὐρή, καὶ μέλιτος γλυκεροῖο μελιχροτέρη πέλε Βάκχῳ· καὶ πλόκαμοι ῥυπόωντες ἀκηδέστοιο καρήνου αὐτοὶ μᾶλλον ἔτερπον ἐρωμανέοντος ὀπωπήν. ἤματι μὲν κεχάρητο συνέμπορος· ἄχνυτο δ’ αἰεὶ
275νυκτὸς ἐπερχομένης, ὅτι μηκέτι παιδὸς ἀκούων οὔασι θελγομένοισιν ἐθήμονα δέχνυτο φωνήν, Ῥείης ὀβριμόπαιδος ἐνὶ σπήεσσιν ἰαύων. καί μιν ἰδὼν Σατύρων τις ἐθέλγετο θέσπιδι μορφῇ, καὶ κρυφίην ἐρόεσσαν ὑποκλέπτων φάτο φωνήν·
280 „ἀνδρομέης κραδίης ταμίη, φιλοτήσιε Πειθώ, μοῦνος ἐμοὶ νέος οὗτος ἐπήρατος ἵλαος εἴη· καί μιν ἔχων, ἅτε Βάκχος, ὁμέψιον οὐ μενεαίνω αἰθέρα ναιετάειν μετανάστιος, οὐ θεὸς εἶναι ἤθελον, οὐ Φαέθων φαεσίμβροτος, οὐ πόθον ἕλκω
285νέκταρος, ἀμβροσίης δ’ οὐ δεύομαι· οὐκ ἀλεγίζω, Ἄμπελος εἰ φιλέει με καὶ ἐχθαίρει με Κρονίων.“ ὣς ὁ μὲν ἀμφιέπων ὑποκάρδιον ἰὸν Ἐρώτων κρυπτὸν ἀνηΰτησεν ἔπος ζηλήμονι φωνῇ, θαύματι φίλτρον ἔχων κεκερασμένον. ἀλλὰ καὶ αὐτὸς
290Εὔιος, ἠιθέου βεβολημένος ἡδέι κέντρῳ, ἴαχε μειδιόων Κρονίδῃ, δυσέρωτι τοκῆι·
„νεῦσον ἐμοὶ φιλέοντι μίαν χάριν, ὦ Φρύγιε Ζεῦ· νηπιάχῳ μὲν ἔειπεν ἐμὴ τροφὸς εἰσέτι Ῥείη, ὡς στεροπὴν Ζαγρῆι πόρες, προτέρῳ Διονύσῳ,214 in vol. 1
295εἰσέτι παππάζοντι, τεὴν πυρόεσσαν ἀκωκήν, καὶ βροντῆς κελάδημα καὶ ἠερίου χύσιν ὄμβρου, καὶ πέλε δεύτερος ἄλλος ἔτι βρέφος ὑέτιος Ζεύς· σεῖο δ’ ἐγὼ πρηστῆρος ἀναίνομαι αἰθέριον πῦρ, οὐ νέφος, οὐ βροντῆς ἐθέλω κτύπον· ἢν δ’ ἐθελήσῃς,

10

(300)

Ἡφαίστῳ πυρόεντι δίδου σπινθῆρα κεραυνοῦ, Ἄρης σῶν νεφέων ἐχέτω θώρηκα καλύπτρην, δὸς χάριν Ἑρμάωνι Διιπετέος χύσιν ὄμβρου, καὶ στεροπὴν γενετῆρος ἀερτάζειεν Ἀπόλλων· μοῦνον ἐμοὶ λίπε παῖδα ... φιλοσκάρθμῳ Διονύσῳ.
305καλὸν ἐμοὶ Σεμέλης στεροπὴν ὀλέτειραν ἀείρειν· μητροφόνοι σπινθῆρες ἀτερπέες εἰσὶ κεραυνοῦ. ναίω Μαιονίην· τί γὰρ αἰθέρι καὶ Διονύσῳ; κάλλος ἐμοῦ Σατύροιο φιλαίτερόν ἐστιν Ὀλύμπου.
εἰπέ, πάτερ, μὴ κρύπτε· τεὸς νέος ὅρκιος ἔστω·215 in vol. 1
310αἰετὸς ὁππότε κοῦρον ὑπὸ σφυρὰ Τευκρίδος Ἴδης φειδομένῳ κούφιζες ἐς οὐρανὸν ἅρπαγι ταρσῷ, τηλίκον ἔλλαχε κάλλος ὁ βουκόλος, ὃν σὺ τραπέζῃ αἰθερίῃ ξύνωσας ἔτι πνείοντα βοαύλων; Ζεῦ πάτερ, ἱλήκοις, τανυσίπτερε· μή μοι ἐνίψῃς
315Τρώιον οἰνοχοῆα τεῶν δρηστῆρα κυπέλλων, ὅττι φαεινοτέροιο φέρων ἀμάρυγμα προσώπου Ἄμπελος ἱμερόεις Γανυμήδεος εἶδος ἐλέγχει· Τμώλιος Ἰδαίου πέλε φέρτερος. εἰσὶ δὲ πολλαὶ ἄλλων ἠιθέων ἐραταὶ στίχες, οὓς ἅμα πάντας,
320ἢν ἐθέλῃς, ἀγάπαζε λιπὼν ἕνα παῖδα Λυαίῳ.“ τοῖον ἔπος κατέλεξε πόθου δεδονημένος οἴστρῳ. οὐχ οὕτω λασίης Μαγνησσίδος ἔνδοθεν ὕλης βουκόλος Ἀδμήτοιο βόας ποίμαινεν Ἀπόλλων παιδὸς ἐρωτοτόκου βεβολημένος ἡδέι κέντρῳ,
325ὅσσον ἐπ’ ἠιθέῳ φρένα τέρπετο Βάκχος ἀθύρων. ἄμφω δ’ ἑψιόωντο συνήλυδες ἔνδοθι λόχμης, πῇ μὲν ἀκοντίζοντες ἐς ἠέρα θύρσον ἀλήτην ... πῇ δὲ παρὰ πλαταμῶνα λιπόσκιον· ἄλλοτε πέτρας ἔστιχον ἀγρώσσοντες ὀρίτροφα τέκνα λεόντων.
330καί ποτε μουνωθέντες ἐρημάδος ὑψόθεν ὄχθης, ἐν ψαμάθοις παίζοντες ἐυκροκάλου ποταμοῖο,
ἀμφὶ παλαισμοσύνης φιλοπαίγμονος εἶχον ἀγῶνα· τοῖσι μὲν οὐ τρίπος ἦεν ἀέθλιον, οὐδ’ ἐπὶ νίκῃ ἀνθεμόεις παρέκειτο λέβης, οὐ φορβάδες ἵπποι,216 in vol. 1
335ἀλλὰ λιγυφθόγγων διδυμόθροος αὐλὸς Ἐρώτων. ἀμφοτέροις δ’ ἔρις ἦεν ἐπήρατος· ἐν δ’ ἄρα μέσσῳ ἵστατο μάργος Ἔρως, πτερόεις ἐναγώνιος Ἑρμῆς, στέμμα πόθου νάρκισσον ἐπιπλέξας ὑακίνθῳ. ἄμφω δ’ εἰς μέσον ἦλθον ἀεθλητῆρες Ἐρώτων,
340καὶ παλάμας στεφανηδὸν ἑλιξάμενοι διὰ νώτου, ἀμφοτέρων σφίγξαντες ἐπ’ ἰξύι δεσμὸν ἀγοστῶν, πλευρὰ διεσφήκωσαν ὁμόζυγι πήχεος ὁλκῷ, καὶ δέμας ἀλλήλων ἀνεκούφισαν ὑψόθι γαίης χερσὶν ἀμοιβαίῃσι· καὶ ἥπτετο Βάκχος Ὀλύμπου
345ἀμφὶ παλαισμοσύνης μελιηδέος, εἶχε δὲ δισσὴν τερπωλὴν ἐρόεσσαν, ἀειρόμενος καὶ ἀείρων ... καὶ παλάμην Βρομίου παλάμης περὶ καρπὸν ἑλίξας, χερσὶ συναπτομέναις ἑτερόζυγον ἅμμα πιέζων, διχθαδίῳ συνέεργεν ἀρηρότα δάκτυλα δεσμῷ,

10

(350)

δεξιτερὴν ἐθέλοντος ἐπισφίγγων Διονύσου. ἔνθα μὲν ἡβητῆρος ἐπ’ ἰξύι χεῖρας ἑλίσσων Βάκχος ἐρωμανέεσσι δέμας παλάμῃσι πιέζων
Ἄμπελον ἠέρταζεν, ὁ δὲ Βρομίοιο τυχήσας κόψε ποδὸς κώληπα· καὶ Εὔιος ἡδὺ γελάσσας,217 in vol. 1
355ἥλικος ἠιθέοιο τυπεὶς ἁπαλόχροϊ ταρσῷ, ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ· καὶ χθονὶ κεκλιμένοιο θελήμονος ὑψόθι Βάκχου γυμνῇ νηδύι κοῦρος ἐφίζανεν· αὐτὰρ ὁ χαίρων ἐκταδὸν ἔνθα καὶ ἔνθα χυθεὶς ἐπεκέκλιτο γαίῃ
360γαστέρι κουφίζων γλυκερὸν βάρος· ἰθυτενὲς δὲ ἄκρον ὑπὲρ ψαμάθοιο πεδοτριβὲς ἴχνος ἐρείσας νῶτον ἀνῃώρησε μετάτροπον, ἠνορέην δὲ φειδομένην ἀνέφηνεν, ἁμιλλητῆρι δὲ παλμῷ χειρὸς ἀναινομένης ἀπεσείσατο φόρτον Ἐρώτων·
365πλευρὰ δὲ δοχμώσας, πελάσας δ’ ἀγκῶνα κονίῃ, ἡβητὴρ πολύιδρις ἐπ’ ἀντιπάλου θόρε νώτου λοξὸς ἐπὶ πλευρῇσιν, ὑπὲρ λαγόνων δὲ καθάψας ἄκρα ποδὸς κώληπι, παρὰ σφυρὸν ἴχνος ἐρείσας, γαστέρα διχθαδίῳ μεσάτην μιτρώσατο δεσμῷ,
370πλευρὰ περιθλίβων, ὑπὸ γούνατι ταρσὸν ἑλίξας ὄρθιον ἁπλωθέντα· κυλινδομένων δὲ κονίῃ ἀμφοτέρων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς. ὀψὲ δὲ νικηθέντος, ἀνικήτου περ ἐόντος, Ζηνὸς ἀεθλητῆρος ἔχων μίμημα τοκῆος
375νικήθη Διόνυσος ἑκούσιος, ὅττι καὶ αὐτὸς
Ζεὺς μέγας αὐτοκύλιστος ἐπ’ Ἀλφειοῖο παλαίων ὤκλασεν, Ἡρακλῆι θελήμονα γούνατα κάμψας. τοῖος ἀγὼν τετέλεστο φιλέψιος· ἠιθέου δὲ δίθροον αὐλὸν ἄεθλον ἐκούφισε τερπομένη χείρ.218 in vol. 1
380καὶ νέος ἱδρώων φαιδρύνετο γυῖα ῥεέθρῳ καὶ κόνιν ἰκμαλέην ἀπενίψατο· λουομένου δὲ ἐκ χροὸς ἱδρώοντος ἐπήρατος ἔρρεεν αἴγλη. οὐδὲ παλαισμοσύνης τελέσας γυιαλκέα νίκην σύννομος ἡβητῆρος ἐπαύετο Βάκχος ἀθύρων,
385ἀλλὰ ποδωκείης ἀνεμώδεα θῆκεν ἀγῶνα. καὶ βαλίους ἐς ἔρωτα φέρων μνηστῆρας ἀγῶνος πρώτῳ μὲν θέτο δῶρα Κυβηλίδος ὄργανα Ῥείης, κύμβαλα χαλκεόνωτα καὶ αἰόλα δέρματα νεβρῶν· νίκης δ’ ἦεν ἄεθλα τὰ δεύτερα Πανὸς ἑταίρη,
390σύριγξ ἡδυέπεια, καὶ ἠχήεσσα βοείη χαλκοβαρής· τριτάτῳ δὲ τίθει Διόνυσος ἀθύρων ψάμμον ἐρευθιόωσαν ἑτοιμοτάτην ποταμοῖο. καὶ Βρόμιος σταδίῳ μεμερισμένον οὖδας ὁρίζων δισσὰ τιταινομένης διεμέτρεεν ἄκρα κελεύθου,
395ὀρθώσας δεκάδωρον ἐπὶ χθονὶ σῆμα πορείης, στήσας τέρμα δρόμου ταναὸν ξύλον· ἀντιπόρου δὲ πῆξε τύπον βαλβῖδος ἐπ’ ᾐόνι θύρσον ἐρείσας· καὶ Σατύρους ὤτρυνεν ἀεθλεύειν περὶ νίκης. ὀξὺ δὲ κεκλομένοιο φιλοσκάρθμοιο Λυαίου

10

(400)

Ληνεὺς πρῶτος ὄρουσε ποδήνεμος, ἀμφὶ δ’ ἄρ’ αὐτῷ Κισσὸς ἀερσιπόδης καὶ ἐπήρατος Ἄμπελος ἔστη·
καὶ ποδὸς ἰθυπόροιο πεποιθότες ὠκέι ταρσῷ κεκριμένοι στοιχηδὸν ἐφέστασαν· ἐκ δαπέδου δὲ ἄκρα χαρασσομένοιο μετάρσιον ἴχνος ἀείρας219 in vol. 1
405Κισσὸς ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ· τοῦ μὲν ἐπειγομένοιο μετάφρενον ἄσθματι θάλπων Ληνεὺς ἠερίῃσιν ἐπέτρεχε σύνδρομος αὔραις, ἀγχιφανὴς προθέοντος, ὀπισθοπόροιο δὲ ταρσοῦ ἴχνεσιν ἴχνια τύψε χυτῆς ψαύοντα κονίης·
410καὶ τόσος ἀμφοτέρων ἀπελείπετο μέσσον ὁρίζων, ὁππόσον ἱστοπόνοιο κανὼν πρὸς στήθεϊ κούρης μεσσοφανὴς λάχε χῶρον ἀκαμπέι γείτονα μαζῷ. καὶ τρίτος Ἄμπελος ἦεν ὀπίστερος· εἰσορόων δὲ ζηλήμων Διόνυσος ἐτήκετο λοξὰ δοκεύων
415διχθαδίους προθέοντας ἀεθλητῆρας ἀγώνων, μή ποτε νικήσωσι καὶ Ἄμπελος ὕστερος ἔλθῃ· ἀλλὰ θεὸς χραίσμησεν, ἐνιπνεύσας δέ οἱ ἀλκὴν κοῦρον ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης· καὶ διδύμων πρώτιστος ἀεθλοφόρων ἐν ἀγῶνι
420σπερχομένων, διερῇ μὲν ἐπ’ ᾐόνι γούνατα πάλλων Κισσὸς ἐπωλίσθησε πεσὼν ψαμαθώδεϊ πηλῷ, καὶ σφαλερὴ Ληνῆος ἐσύρετο γούνατος ὁρμὴ ἂψ ἀνασειράζουσα ποδῶν δρόμον· ἀθλοφόροι δὲ
ἀμφότεροι λείποντο, καὶ Ἄμπελος ἥρπασε νίκην.220 in vol. 1
425Σιληνοὶ δὲ γέροντες ἀνίαχον εὔιον ἠχὼ νίκην ἠιθέοιο τεθηπότες· ἁβροκόμης δὲ δέκτο νέος τὰ πρῶτα, τὰ δεύτερα δέχνυτο Ληνεὺς ζῆλον ἔχων, φθονερὸν δὲ δόλον γίνωσκε Λυαίου καὶ πόθον· αἰδομένῃ δὲ συνήλικας εἶδεν ὀπωπῇ
430λοίσθια Κισσὸς ἄεθλα κατηφέι χειρὶ κομίζων.221 in vol. 1

11

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΝΔΕΚΑΤΟΝ.
1 Λῦτο δ’ ἀγών· ἐρόεις δὲ νέος φιλοπαίγμονι νίκῃ κυδιόων σκίρτησεν ὁμέψιος ἥλικι Βάκχῳ εἱλιπόδην περὶ κύκλον ἀλήμονα ταρσὸν ἀμείβων, δεξιτερὴν πάνλευκον ἐπικλίνων Διονύσῳ·
5καί μιν ἰδὼν Ἰόβακχος ἀγήνορα δίζυγι νίκῃ ποσσὶ περισκαίροντα φίλῳ μειλίξατο μύθῳ· „σπεῦδε πάλιν, φίλε κοῦρε, παλαισμοσύνης μετὰ νίκην καὶ μετὰ πεζὸν ἄεθλον ἔχειν τρίτον ἄλλον ἀγῶνα, νηχομένῳ δ’ ἀκίχητος ὁμήλικι νήχεο Βάκχῳ.
10Ἄμπελε, νικήσας με παρὰ ψαμάθοισι παλαίων, ἔσσο καὶ ἐν προχοῇσιν ἐλαφρότερος Διονύσου, καὶ Σατύρους παίζοντας ἐνὶ σκαρθμοῖσιν ἐάσσας εἰς τρίτατον πάλιν ἄλλον ἐπείγεο μοῦνος ἀγῶνα· ... ἐν χθονὶ νικήσας καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην
15σοὺς ἐρατοὺς πλοκάμους διδύμοις στέψαιμι κορύμβοις διπλόα νικηθέντος ἀνικήτοιο Λυαίου.
ἔπρεπέ σοι ῥόος οὗτος ἐπήρατος, ἔπρεπε μούνῳ κάλλεϊ σῶν μελέων, ἵνα διπλόος Ἄμπελος εἴη χρυσείῃ παλάμῃ χρυσαυγέα ῥεύματα τέμνων·222 in vol. 1
20καὶ γυμνοῖς μελέεσσι τιταινομένου περὶ νίκης κοσμήσει σέο κάλλος ὅλον Πακτώλιον ὕδωρ. δὸς ποταμῷ γέρας ἶσον Ὀλύμπιον, ὅττι καὶ αὐτὸς Ὠκεανῷ Φαέθων ῥοδέας ἀκτῖνας ἰάλλει· Πακτωλῷ πόρε καὶ σὺ τεὸν σέλας, ὄφρα φανείη
25Ἄμπελος ἀντέλλων ἅτε Φωσφόρος· ἀμφότερον γὰρ ἀστράπτει ῥόος οὗτος ἐρευθιόωντι μετάλλῳ ὡς σὺ τεοῖς μελέεσσι· βαθυπλούτῳ δὲ ῥεέθρῳ σύγχροον εἶδος ἔχοντα καὶ ἡβητῆρα δεχέσθω μίξας κάλλεϊ κάλλος, ὅπως Σατύροισι βοήσω·
30‘πῶς ῥόδον εἰς ῥόδον ἦλθε; πόθεν μία κίρναται αἴγλη καὶ χροῒ φοινίσσοντι καὶ ἀστράπτοντι ῥεέθρῳ;‘ αἴθε καὶ ἐνθάδε, κοῦρε, πέλεν ῥόος Ἠριδανοῖο, Ἡλιάδων ὅθι δάκρυ ῥυηφενές, ὄφρα κεν ἄμφω καὶ χρυσῷ σέο γυῖα καὶ ἠλέκτροισι λοέσσω.
35ἀλλ’ ἐπεὶ Ἑσπερίου ποταμοῦ μάλα τηλόθι ναίω, ἵξομαι εἰς Ἀλύβην ἀγχίπτολιν, ὁππόθι γείτων Γεῦδις ἐχεκτεάνων ὑδάτων λευκαίνεται ὁλκῷ, ὄφρα σε Πακτωλοῖο λελουμένον ἐκ ποταμοῖο, Ἄμπελε, φαιδρύνοιμι καὶ ἀργυρέοισι ῥεέθροις.
40Ἕρμος ἐυρρείτης ἑτέροις Σατύροισι μελέσθω· οὐ γὰρ ἀπὸ χρυσοῖο φέρει ῥόον· ἀλλὰ σὺ μοῦνος χρύσεος ἔπλεο κοῦρος, ἔχοις καὶ χρύσεον ὕδωρ.“ ὣς εἰπὼν πεφόρητο δι’ ὕδατος· ἐκ δαπέδου δὲ Ἄμπελος ᾐώρητο καὶ ὡμάρτησε Λυαίῳ·223 in vol. 1
45καὶ γλυκὺς ἀμφοτέροισιν ἔην δρόμος ἄκρον ἀπ’ ἄκρου νηχομένοις ἑλικηδὸν ἐρικτεάνου ποταμοῖο. καὶ θεὸς ὑδατόεντα φέρων ταχυτῆτος ἀγῶνα ἔτρεχεν ἀστήρικτος ἐν ὕδασι, γυμνὰ ῥεέθροις στέρνα βαλών, δονέων δὲ πόδας καὶ χεῖρας ἐρέσσων

11

(50)

ἀφνειῆς ἀτίνακτα κατέγραφε νῶτα γαλήνης, πῇ μὲν ἔχων ὁμόφοιτον ἑὸν δρόμον ἥλικι κούρῳ, πῇ δὲ παραΐσσων πεφυλαγμένος, ὅσσον ἐάσσῃ Ἄμπελον ἀγχικέλευθον ὁμήλυδα γείτονι Βάκχῳ· ἄλλοτε κυκλώσας παλάμας, ἅτε κύματι κάμνων, ...
55ὑγροπόρον ταχύγουνος ἑκούσιος ὤπασε νίκην. καὶ ποταμοῦ μετὰ χεῦμα μετήιεν ἔνδια λόχμης Ἄμπελος αὐχένα γαῦρον ἔχων ποταμηίδι νίκῃ. καὶ πλοκάμους μίτρωσεν ἐχιδνήεντι κορύμβῳ φρικτὸν ἔχων μίμημα δρακοντοκόμοιο Λυαίου·
60πολλάκι δ’ αἰολόνωτον ἰδὼν Βρομίοιο χιτῶνα, δαιδαλέην μελέεσσι νόθην ἐσθῆτα καθάψας, πορφυρέῳ πόδα κοῦφον ἐπεσφήκωσε κοθόρνῳ, στικτὸν ἔχων χροῒ πέπλον· ὀρεσσαύλῳ δ’ ἐνὶ δίφρῳ πορδαλίων Ἰόβακχον ὀπιπεύων ἐλατῆρα
65γαῦρα φιλοσκοπέλων ἐπεδείκνυε παίγνια θηρῶν· πῇ μὲν ὀρεστιάδος λοφιῆς ἐπιβήμενος ἄρκτου θηρὸς ἐπειγομένης βλοσυρὴν ἀνεσείρασε χαίτην, πῇ δὲ λεοντείην λασίην ἐπεμάστιε δειρήν, ἄλλοτε, δαιδαλέων ἐποχημένος ὑψόθι νώτων,224 in vol. 1
70ἀστεμφὴς ἀχάλινον ἐτέρπετο τίγριν ἐλαύνων. καί μιν ἰδὼν Διόνυσος, ἔχων πρηεῖαν ἀπειλήν, εἶπε παρηγορέων φιλίῳ μαντώδεϊ μύθῳ, μεμφομένοις στομάτεσσι χέων οἰκτίρμονα φωνήν· „πῇ φέρεαι, φίλε κοῦρε; τί σοι τόσον εὔαδεν ὕλη;
75μίμνε μοι ἀγρώσσοντι συναγρώσσων Διονύσῳ· εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ κωμάζων, ὅτε κῶμον ἐγὼ Σατύροισιν ἐγείρω. πόρδαλις οὐ κλονέει με καὶ ἀγροτέρης γένυς ἄρκτου, μὴ τρομέοις στόμα λάβρον ὀρεσσινόμοιο λεαίνης·
80μοῦνον ἀμειλίκτοιο κεράατα δείδιθι ταύρου.“ ἔννεπεν οἰκτείρων θρασὺν Ἄμπελον· ἠίθεος δὲ οὔασι μῦθον ἄκουε, νόος δέ οἱ ἔνδοθι παίζων .... ἔνθα φάνη μέγα σῆμα φιλοστόργῳ Διονύσῳ Ἄμπελον ἀγγέλλον μινυώριον· ἐκ σκοπέλου γὰρ
85ἀρτιθαλῆ τινα νεβρὸν ὑπὲρ νώτοιο κομίζων ἀμφιλαφὴς φολίδεσσι δράκων ἀνέτελλε κεράστης, καί μιν ὑπὲρ βωμοῖο φέρων ἐφύπερθε θεμέθλων σμερδαλέῃ πρήνιξεν ἀλοιηθέντα κεραίῃ
κύμβαχον αὐτοκύλιστον, ὀρεσσινόμοιο δὲ νεβροῦ225 in vol. 1
90ὀξὺ μέλος κλάγξαντος ἀπέπτατο θυμὸς ἀλήτης· σπονδῆς δ’ ἐσσομένης αὐτάγγελος αἵματος ὁλκῷ λάινος αἱμαλέαις ἐρυθαίνετο βωμὸς ἐέρσαις, οἴνου λειβομένοιο φέρων τύπον. εἰσορόων δὲ Εὔιος ἑρπηστῆρα, κερασφόρον ἅρπαγα νεβροῦ,
95ἄφρονος ἠιθέοιο μαθὼν ὀλετῆρα κεράστην πένθεϊ μῖξε γέλωτα, καὶ ἄστατον εἶχε μενοινὴν διχθαδίην, κραδίῃ δὲ μερίζετο, γείτονα πότμου ἡβητὴν στενάχων, γελόων χάριν ἡδέος οἴνου. ἔμπης δ’ ἱμερόεντι συνέμπορος ἤιε κούρῳ

11

(100)

εἰς ὄρος, εἰς πλαταμῶνα, καὶ εἰς δρόμον ἠθάδος ἄγρης. καί μιν ἰδὼν ἔτι Βάκχος ἐτέρπετο· καὶ γὰρ ὀπωπαὶ οὔ ποτε δερκομένοισι κόρον τίκτουσιν ἐρώτων. πολλάκι καὶ Βρομίοιο παρεζομένοιο τραπέζῃ ἠίθεος σύριζεν ἀήθεα Μοῦσαν ἀμείβων,
105καὶ δονάκων συνέχευεν ὅλον μέλος· οἷα δὲ κούρου καλὰ μελιζομένοιο, καὶ εἰ τόνον ἔκλασε μολπῆς, Βάκχος ὑπὲρ δαπέδοιο θορὼν ἀνεμώδεϊ παλμῷ χερσὶ συνεπλατάγησε πολύκροτος, ἠιθέου δὲ εἰσέτι μελπομένοιο περὶ στόμα χεῖλος ἐρείσας
110ἁρμονίης πρόφασιν φιλίῳ προσπτύξατο δεσμῷ· ὤμοσε καὶ Κρονίδην, ὅτι τηλίκον ὑμνοπόλος Πὰν
οὔ ποτε ῥυθμὸν ἄεισε, καὶ οὐ λιγύφωνος Ἀπόλλων. καὶ θρασὺν εἰσορόωσα νέον θανατηφόρος Ἄτη οὔρεσιν ἀγρώσσοντος ἀποπλαγχθέντα Λυαίου,226 in vol. 1
115ἠιθέου χαρίεντος ὁμοίιος ἥλικι κούρῳ Ἄμπελον ἠπεροπῆι τόσῳ μειλίξατο μύθῳ, μητρυιῇ Φρυγίοιο χαριζομένη Διονύσου· „σὸς φίλος, ἄτρομε κοῦρε, μάτην Διόνυσος ἀκούει· ποῖον ἑταιρείης γέρας ἔλλαχες; οὐ σὺ Λυαίου
120θέσκελον ἅρμα φέρεις, οὐ πόρδαλιν ἡνιοχεύεις. δίφρα τεοῦ Βρομίοιο Μάρων λάχε, 〈χεῖρα〉 τιταίνων θηρονόμῳ μάστιγι καὶ εὐλάιγγι χαλινῷ· ποῖον ἔχεις τόδε δῶρον ἀπ’ εὐθύρσοιο Λυαίου; πηκτίδα Πᾶνες ἔχουσι καὶ εὐκελάδων θρόον αὐλῶν,
125καὶ Σατύροις πόρε κύκλον ἐρισμαράγοιο βοείης σὸς ταμίης Διόνυσος, ὀρεστιάδες δὲ καὶ αὐταὶ Βασσαρίδες ῥαχίῃσιν ἐφεδρήσσουσι λεόντων. ποῖα τεῆς φιλότητος ἐπάξια δῶρα κομίζεις, πορδαλίων ἐλατῆρι μάτην πεφιλημένε Βάκχῳ;
130πολλάκι Φοιβείοιο καθήμενος ὑψόθι δίφρου ὑψιφανὴς ἤλαυνεν Ἀτύμνιος ἠέρα τέμνων·
ἔκλυες αὐτὸν Ἄβαριν, ὃν εἰς δρόμον ἠεροφοίτην ἱπταμένῳ πόμπευεν ἀλήμονι Φοῖβος ὀιστῷ. αἰετὸν ἡνιόχευεν ἐν αἰθέρι καὶ Γανυμήδης227 in vol. 1
135Ζῆνα νόθον πτερόεντα, τεοῦ γενετῆρα Λυαίου· Ἄμπελον οὔ ποτε Βάκχος ἐκούφισεν ὄρνις Ἐρώτων, σὸν δέμας ἀδρύπτοισιν ἑοῖς ὀνύχεσσιν ἀείρων. Τρώιος οἰνοχόος πέλε φέρτερος, ὃς Διὸς αὐλὴν οἶκον ἔχει. σὺ δέ, κοῦρε, φέρων πόθον εἰσέτι δίφρου
140εἰς δρόμον ἀστήρικτον ἀναίνεο πῶλον ἐλαύνειν, ὅττι πολυστροφάλιγγι ποδῶν δεδονημένος ὁπλῇ ἵππος ἀελλήεις ἀποσείεται ἡνιοχῆα· Γλαῦκον ἀπεστυφέλιξαν ἐπὶ χθονὶ λυσσάδες ἵπποι, καὶ ξυνῆς μεθέπων Ποσιδήιον αἷμα γενέθλης
145ἠερόθεν προκάρηνον ἀπόσπορον Ἐννοσιγαίου Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην. δεῦρό μοι εἰς ἀγέλην, λιγυηχέες ἧχι νομῆες καὶ βόες ἱμερόεντες, ἐφεδρήσσοντα δὲ ταύρῳ ὑψιφανῆ τελέσω σε βοοσσόον ἡνιοχῆα·

11

(150)

σὸς γὰρ ἄναξ πολὺ μᾶλλον ἐπαινήσει σε δοκεύων, ταυροφυὴς Διόνυσος, ἐφήμενον ἰξύι ταύρου. νόσφι φόβου δρόμος οὗτος, ἐπεὶ καὶ θῆλυς ἐοῦσα παρθένος Εὐρώπη βοέων ἐπεβήσατο νώτων,
χερσὶ κέρας κρατέουσα καὶ οὐ χατέουσα χαλινοῦ.“228 in vol. 1
155 ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων. καί τις ἀπὸ σκοπέλοιο κατέδραμε ταῦρος ἀλήτης ἀπροϊδής, καὶ γλῶσσαν, ἑῆς ἐπιμάρτυρα δίψης, χείλεσιν οἰγομένοισι προΐσχανεν ἀνθερεῶνος, καὶ πίεν· ἀμφὶ δὲ κοῦρον, ἅπερ παρεόντα νομῆα,
160ἵστατο γινώσκοντι πανείκελος· οὐδὲ μετώπου λοξὸν ἑὸν κέρας εἶχεν· ἀμαιμακέτοιο δὲ ταύρου πυκνὸν ἐρευγομένοιο ποτὸν πολυχανδέι λαιμῷ ἡβητὴν ἐδίηνε κατάρρυτος ἰκμὰς ἐέρσης, ἐσσομένων ἅτε μάντις, ὅτι χθονίῳ βόες ὁλκῷ
165ἀμφὶ μιῇ μογέοντες ἀτέρμονι κυκλάδι νύσσῃ ὕδασιν ἀμπελόεσσαν ἐπαρδεύουσιν ὀπώρην. καὶ θρασὺς ἵστατο κοῦρος ὑπὲρ βοέοιο μετώπου ἀμφαφόων ἐπίκυρτον ἀταρβέι χειρὶ κεραίην· καὶ βοὸς ὑλονόμοιο τεθηγμένος ἡδέι κέντρῳ
170ἤθελεν ἄζυγα ταῦρον ὀρίδρομον ἡνιοχεύειν. δρεψάμενος δὲ πέτηλα βαθυσχοίνῳ παρὰ ποίῃ ψευδαλέην χλοεροῖσι λύγοις ἔπλεξεν ἱμάσθλην μόσχοις ὀξυτέροισι, πολυστρέπτῳ δὲ κορύμβῳ γνάμψας ἀγκύλα κύκλα τύπον ποίησε χαλινοῦ·
175καὶ δροσεροῖς πετάλοισι δέμας διεκόσμεε ταύρου, καὶ ῥόδα φοινίσσοντα πέριξ ἐπεδήσατο νώτῳ, καὶ κρίνα καὶ νάρκισσον ἐπῃώρησε μετώπῳ, αὐχένι πορφύρουσαν ἐπικρεμάσας ἀνεμώνην·
καὶ διδύμην ἑκάτερθε κατεχρύσωσε κεραίην229 in vol. 1
180χερσὶ βαθυνομέναις ξανθόχροα πηλὸν ἀφύσσων γείτονος ἐκ ποταμοῖο. καὶ αἰόλον ὑψόθι νώτου δέρμα περιστορέσας ῥαχίης ἐπεβήσατο ταύρου· καὶ βοέαις πλευρῇσι νόθην μάστιγα τιταίνων, εὐχαίτην ἅτε πῶλον, ἑὸν μάστιζε φορῆα.
185 καὶ θρασὺς ἠύτησεν ἔπος ταυρώπιδι Μήνῃ· „εἶξον ἐμοί, κερόεσσα βοῶν ἐλάτειρα Σελήνη· ἄμφω γὰρ κερόεις γενόμην καὶ ταῦρον ἐλαύνω.“ τοῖον ἐπαυχήσας ἔπος ἴαχε κυκλάδι Μήνῃ. καὶ φθονερῆς σκοπίαζε δι’ ἠέρος ὄμμα Σελήνης
190Ἄμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ, καί οἱ πέμπε μύωπα βοοσσόον· αὐτὰρ ὁ πικρῷ ἄστατα φοιτητῆρι δέμας κεχαραγμένος οἴστρῳ δύσβατον ἀμφὶ τένοντα κατέτρεχεν εἴκελος ἵππῳ. καὶ νέος ἄζυγα ταῦρον ἰδὼν λυσσώδεϊ κέντρῳ
195ἴχνος ἀερσιλόφοισιν ἐπιρρήσσοντα κολώναις, ταρβαλέος πρὸ μόροιο γοήμονι λίσσετο φωνῇ· „σήμερον ἵστασο, ταῦρε, καὶ αὔριον ὠκὺς ὁδεύσεις· μή με κατακτείνειας ἐρημάδος ὑψόθι πέτρης, πότμον ἐμὸν νήπυστον ὅπως μὴ Βάκχος ἀκούσῃ.

11

(200)

μὴ κοτέῃς, ὅτι, ταῦρε, τεὴν χρύσωσα κεραίην· μὴ φθονέσῃς, ὅτι Βάκχος ἐμὴν φιλότητα φυλάσσει.
εἰ δὲ κατακτείνεις με καὶ οὐκ ἀλέγεις Διονύσου, οὐδέ τις οἶκτος ἔχει σε γοήμονος ἡνιοχῆος, ὅττι νέος γενόμην, ὅτι καὶ φίλος εἰμὶ Λυαίου,230 in vol. 1
205εἰς Σατύρους με κόμιζε καὶ αὐτόθι, ταῦρε, δαμάσσεις, ὄφρα τύχω μετὰ πότμον ἐρικλαύτοιο κονίης· ναί, λίτομαι, φίλε ταῦρε· παραιφασίην δὲ νοήσω, πότμον ἐμὸν στενάχοντος ἀδακρύτου Διονύσου. εἰ τεὸν ἡνιοχῆα κερασφόρον † ἡνιοχεύεις
210εἴκελον εἶδος ἔχοντα τεῇ ταυρώπιδι μορφῇ, γίνεο φωνήεις καὶ ἐμὸν μόρον εἰπὲ Λυαίῳ· ταῦρε, τεῆς Δήμητρος ἀνάρσιε καὶ Διονύσου, ἀχνυμένου Βρομίοιο συνάχνυται ὄμπνια Δηώ.“ τοῖον ἔπος ῥοδόεις νέος ἔννεπεν Ἄιδι γείτων
215δύσμορος· ἀΐσσων δὲ ποδῶν διδυμάονι χηλῇ οὔρεος ἄκρα κάρηνα δυσέμβατα λυσσαλέος βοῦς ἡβητὴν προκάρηνον ἑῶν ἀπεσείσατο νώτων· ἤριπε δ’ αὐτοκύλιστος· ἐπ’ ἀστραγάλου δὲ πεσόντος λεπτὸν ὑποτρίζων ἐδιχάζετο δόχμιος αὐχήν·
220καί μιν ὑπὲρ δαπέδοιο παλινδίνητον ἑλίξας θηγαλέῃ γλωχῖνι κατεπρήνιξε κεραίης. καὶ νέκυς ἦν ἀκάρηνος· ἀτυμβεύτοιο δὲ νεκροῦ
λευκὸν ἐρευθιόωντι δέμας φοινίσσετο λύθρῳ. καί τις ἰδὼν Σατύρων κεκονιμένον ὑψόθι γαίης231 in vol. 1
225Ἄμπελον ἱμερόεντα δυσάγγελος ἤλυθε Βάκχῳ. καὶ θεὸς εἰσαΐων ταχὺς ἔδραμεν εἴκελος αὔραις· οὐ τόσον Ἡρακλέης δρόμον ἤνυεν, ὁππότε Νύμφαι ἁβρὸν Ὕλαν φθονεροῖσι κατεκρύψαντο ῥεέθροις νυμφίον ἰκμαλέῃ πεφυλαγμένον ἅρπαγι κούρῃ,
230ὡς τότε Βάκχος ὄρουσεν ὀρίδρομος· ἐν δὲ κονίῃ κείμενον ἔστενε κοῦρον ἅτε ζώοντα δοκεύων. καί μιν ἀνεχλαίνωσε τὸν ἄπνοον, ὑψόθεν ὤμου νεβρίδα καὶ ψυχροῖσιν ἐπὶ στέρνοισι καθάψας, καὶ νέκυός περ ἐόντος ἐδήσατο ταρσὰ κοθόρνοις·
235καὶ ῥόδα καὶ κρίνα πάσσε κατὰ χροός, ἀμφὶ δὲ χαίταις, οἷα μινυνθαδίοιο δεδουπότος ὀξέι κέντρῳ, ἄνθος ἀνῃώρησε ταχυφθιμένης ἀνεμώνης· καὶ παλάμῃ πόρε θύρσον, ἑῷ δέ μιν ἔσκεπε πέπλῳ πορφυρέῳ· καὶ δῶρον ἀκερσικόμοιο καρήνου
240πλοχμὸν ἕνα τμήξας ἐπεθήκατο μάρτυρι νεκρῷ λοίσθιον· ἀμβροσίην δὲ λαβὼν παρὰ μητέρι Ῥείῃ ὠτειλαῖς ἐπέχευεν, ὅθεν νέος εἶδος ἀμείψας ἀμβροσίην εὔοδμον ἑῇ μετέθηκεν ὀπώρῃ. καὶ νέκυος χαρίεντος ὑπὲρ δαπέδοιο ταθέντος
245οὐ χλόος ἀμφεχύθη ῥοδόεν δέμας· ὠκυμόρου δὲ ... καὶ πλόκαμοι χαρίεντες ἐρωτοτόκοιο καρήνου
αὔραις φειδομένῃσιν ἐπαιθύσσοντο προσώπῳ· ἦν δέ τις ἱμερόεις κεκονιμένος. ἀμφὶ δὲ νεκρῷ Σιληνοὶ στενάχιζον, ἐπωδύροντο δὲ Βάκχοι.232 in vol. 1

11

(250)

οὐδέ ἑ κάλλος ἔλειπε, καὶ εἰ θάνεν· ὡς Σάτυρος δὲ κεῖτο νέκυς γελόωντι πανείκελος, οἷά περ αἰεὶ χείλεσιν ἀφθόγγοισι χέων μελιηδέα φωνήν. καὶ νέκυν εἰσορόων κινυρὴν ἀνενείκατο φωνὴν νηπενθὴς Διόνυσος, ἔχων ἀγέλαστον ὀπωπήν·
255 „Μοιράων πεσέτω φθονερὸν λίνον· ἦ ῥα καὶ αὐτοὶ ταῦροι ἐπ’ ἠιθέοις ζηλήμονες ὥς περ ἀῆται; τίς Ζέφυρος μετὰ Φοῖβον ἐπέχραε καὶ Διονύσῳ; ὄλβιος ἔπλετο Φοῖβος Ἀτύμνιος· ἠιθέου γὰρ ἔλλαχεν οὔνομα τοῦτο· Θεραπναίου δὲ καὶ αὐτοῦ
260φάρμακον ἡβητῆρος ἐπώνυμον ἄνθος ἀείρει, αἴλινον ἐν πετάλοισιν ἐπιγράψας ὑακίνθου· ποῖον ἔχω πλοκάμοις καὶ ἐγὼ στέφος, ἢ τίνα πάλλω ἄνθεα φωνήεντα, παρήγορα παιδὸς ἀνίης;
ἀλλὰ τεοῦ θανάτου τιμήορος εἰς φόνον ἕλκων233 in vol. 1
265ἄξομαι εἰς σέο τύμβον, ἀώριε, ταῦρον ἀλήτην. οὐ μὲν ἐγὼ βουπλῆγι τεὸν κτείνοιμι φονῆα, ὄφρα λάχῃ μόρον ἶσον ἀρασσομένοιο μετώπου ταύροις σφαζομένοισιν, ἀναρρήξαιμι δὲ πικροῦ ταύρου γαστέρα πᾶσαν ἐμῆς γλωχῖνι κεραίης,
270ὅττι τανυκραίρῳ σε κατεπρήνιξεν ἀκωκῇ. ὄλβιος Ἐννοσίγαιος, ἐπεί τινα γείτονα πάτρης παιδὸς ἐμοῦ Φρύγα κοῦρον ἐφίλατο, τὸν δὲ κομίζων χρύσεον εἰς Διὸς οἶκον ἀνήγαγεν ἀστὸν Ὀλύμπου, καί οἱ, ὅτε σπεύδεσκεν ἐς ἱπποσύνην Ἀφροδίτης,
275ὤπασεν ἄβροχον ἅρμα γαμοστόλον Ἱπποδαμείης. μοῦνος ἐγὼ νέον ἔσχον ἀώριον· ἱμερόεις γὰρ Ἄμπελος οὐ γάμον εἶδε βιοσσόον, οὐδ’ ἐπὶ παστῷ νυμφιδίην νέος οὗτος ἐμὴν ἔζευξεν ἀπήνην, ἀλλὰ θανὼν λίπε πένθος ἀπενθήτῳ Διονύσῳ.
280οὔ πώ μοι, φίλε κοῦρε, τεὸν στόμα κάλλιπε Πειθώ, ἀλλὰ σέθεν φθιμένοιο καὶ ἄπνοα χείλεα ναίει· καὶ νέκυός περ ἐόντος ἔτι στίλβουσι παρειαί, ὀφθαλμοὶ γελόωσι καὶ εἰσέτι, διχθαδίης δὲ εἰσέτι σῆς παλάμης χιονώδεές εἰσιν ἀγοστοί,
285σοὺς δ’ ἐρατοὺς πλοκάμους λιγυροὶ δονέουσιν ἀῆται· οὐ ῥόδα σῶν μελέων θανατηφόρος ἔσβεσεν αὔρη, ἀλλ’ ἔτι σοι τάδε πάντα φυλάσσεται. ὤμοι Ἐρώτων, τί χρέος ἦν, ἵνα ταῦρον ἀμείλιχον ἡνιοχεύσῃς; εἴ σε διεπτοίησεν ἀελλοπόδων πόθος ἵππων,
290τίπτε μοι οὐκ ἀγόρευες, ὅπως ἀπὸ γείτονος Ἴδης ἐνθάδε δίφρον ἄγοιμι καὶ ἀρχαίης ἀπὸ φάτνης Τρώιον εἰς σὲ κόμιζον ἐπουρανίων γένος ἵππων πατρίδα συλήσας Γανυμήδεος, ὃν τρέφεν Ἴδη σοὶ δέμας ἶσον ἔχοντα, τὸν ἀνδροφόνων ἀπὸ ταύρων234 in vol. 1
295φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς· εἰ ἐτεὸν μενέαινες ἐν οὔρεσι θῆρας ἐναίρειν, τίπτε μοι οὐ κατέλεξας, ὅτι χρέος ἔπλετο δίφρου; καί κεν ἐμῆς ἤλαυνες ἀπήμονα κύκλον ἀπήνης, καί κεν ἐμῆς ἄψαυστα δεδεγμένος ἡνία Ῥείης

11

(300)

μειλιχίων ἀδόνητος ἐμάστιες ἅρμα λεόντων. οὐκέτι σὺν Σατύροισιν ἐποίνιον ὕμνον ἀείδεις, οὐκέτι Βασσαρίδεσσι φιλοκροτάλοισι κελεύεις, οὐκέτι θηρεύοντι συναγρώσσεις Διονύσῳ. ὤμοι, ὅτ’ οὐκ Ἀίδης πέλεν ἤπιος, οὐδ’ ἐπὶ νεκρῷ
305δέχνυται ἀγλαὰ δῶρα βαθυπλούτοιο μετάλλου, Ἄμπελον ὄφρα θανόντα πάλιν ζώοντα τελέσσω· ὤμοι, ὅτ’ οὐκ Ἀίδης ποτὲ πείθεται· ἢν δ’ ἐθελήσῃ, ὄλβον ὅλον στίλβοντα χαρίζομαι Ἠριδανοῖο δένδρεα συλήσας ποταμήια, μαρμαρέην δὲ
310ἄξομαι ἀστράπτουσαν Ἐρυθραίην λίθον Ἰνδῶν ἀφνειῆς τ’ Ἀλύβης ὅλον ἄργυρον, ἀντὶ δὲ νεκροῦ
παιδὸς ἐμοῦ χρύσειον ὅλον Πακτωλὸν ὀπάσσω.“ ὣς εἰπὼν στενάχιζε νέκυν γλυκύν· ἐν δὲ κονίῃ κείμενον εἰσορόων πάλιν ἴαχε πενθάδι φωνῇ·235 in vol. 1
315 „Ζεῦ πάτερ, εἰ φιλέεις με, καὶ εἰ πόνον οἶδας ἐρώτων, Ἄμπελον αὐδήεντα τίθει πάλιν εἰς μίαν ὥρην, ὑστάτιον καὶ μοῦνον ὅπως ἕνα μῦθον ἐνίψῃ· ‘τί στενάχεις, Διόνυσε, τὸν οὐ στοναχῇσιν ἐγείρεις; οὔατά μοι παρέασι, καὶ οὐ βοόωντος ἀκούω,
320ὄμματά μοι παρέασι, καὶ οὐ στενάχοντα δοκεύω· νηπενθὴς Διόνυσος, ἐμοὶ μὴ δάκρυα λείβῃς, ἀλλὰ τεὸν λίπε πένθος, ἐπεὶ φονίῃ παρὰ πηγῇ Νηιάδες στενάχουσι καὶ οὐ Νάρκισσος ἀκούει, Ἡλιάδων Φαέθων κινυρὴν οὐκ οἶδεν ἀνίην.‘
325ὤμοι, ὅτ’ οὔ με φύτευσε πατὴρ βροτόν, ὄφρα κεν εἴην σύννομος ἠιθέῳ καὶ ἐν Ἄιδι, μηδ’ ἐνὶ Λήθῃ Ἄμπελον ἱμερόεντα δεδουπότα μοῦνον ἐάσσω. εἰς πόθον ἠιθέοιο μακάρτερός ἐστιν Ἀπόλλων οὔνομα παιδὸς ἔχων πεφιλημένον· αἴθε καὶ αὐτὸς
330εἴην Ἀμπελόεις, Ὑακίνθιος ὥς περ Ἀπόλλων. ὑπνώεις τέο μέχρι, καὶ οὐκέτι, κοῦρε, χορεύεις; εἰς προχοὰς ποταμοῖο τί σήμερον οὐκέτι βαίνεις
κάλπιν ἔχων εὔυδρον; ὀρεσσαύλῳ δ’ ἐνὶ λόχμῃ ἠθάδος ὀρχηθμοῖο τεὴ πάλιν ἤλυθεν ὥρη.236 in vol. 1
335εἰ κοτέεις, φίλε κοῦρε, ποθοβλήτῳ Διονύσῳ, φθέγγεο Σιληνοῖσιν, ὅπως σέο μῦθον ἀκούσω. εἴ σε λέων ἐδάμασσεν, ἐγὼ ξύμπαντας ὀλέσσω, πάντας, ὅσους Τμώλοιο φέρει λέπας, οὐδὲ λεόντων Ῥείης ἡμετέρης ποτὲ φείσομαι, ἀλλὰ δαμάσσω,
340εἰ βλοσυραῖς γενύεσσι τεοὶ γεγάασι φονῆες· πόρδαλις εἰ πρήνιξε τεὸν δέμας, ἄνθος Ἐρώτων, οὐκέτι πορδαλίων δέμας αἰόλον ἡνιοχεύσω· ἄλλοι θῆρες ἔασιν, ὅλης δ’ ἐπιήρανος ἄγρης Ἄρτεμις ἐξ ἐλάφων κεραελκέα δίφρον ἐλαύνει·
345νεβρίδα πέπλον ἔχων ἐποχήσομαι ἅρματι νεβρῶν· εἴ σε σύες κατέπεφνον ἀναιδέες, εἰν ἑνὶ μάρψας πάντας ἐγὼ κτείνοιμι, καὶ οὐχ ἕνα μοῦνον ἐάσσω κάπρον ἔτι ζώοντα λελειμμένον Ἰοχεαίρῃ· εἰ δέ σε ταῦρος ἔπεφνεν ἀτάσθαλος, ὀξέι θύρσῳ

11

(350)

ταυρείην προθέλυμνον ἀιστώσαιμι γενέθλην.“ ὣς ὁ μὲν ἐστενάχιζεν. Ἔρως δέ οἱ ἐγγύθεν ἔστη Σιληνοῦ λασίοιο φέρων κεραελκέα μορφήν, θύρσον ἔχων, καὶ στικτὸν ἐπὶ χροῒ δέρμα καθάψας γηροκόμῳ νάρθηκι δέμας στηρίζετο βάκτρῳ·
355καὶ Βρομίῳ γοόωντι παρήγορον ἴαχε φωνήν· „ἄλλῳ λῦσον ἔρωτι τεῶν σπινθῆρας ἐρώτων εἰς νέον ἡβητῆρα μετάτροπον οἶστρον ἀμείψας, λησάμενος φθιμένοιο· παλαιοτέροιο γὰρ αἰεὶ φάρμακόν ἐστιν ἔρωτος ἔρως νέος· οὐ γὰρ ὀλέσσαι237 in vol. 1
360ὁ χρόνος οἶδεν ἔρωτα, καὶ εἰ μάθε πάντα καλύπτειν. εἰ δὲ τεῆς ἐθέλεις ὀδυνήφατον ἄλκαρ ἀνίης, φέρτερον ἄμφεπε παῖδα· πόθος πόθον οἶδε μαραίνειν. καὶ Ζέφυρον κλονέεσκε Λάκων νέος· ἀλλὰ θανόντος ἡβητὴν Κυπάρισσον ἰδὼν ἐρατεινὸς ἀήτης
365εὗρεν Ἀμυκλαίοιο παραιφασίην Ὑακίνθου. ἢν ἐθέλῃς, ἐρέεινε φυτηκόμον· ἐν δαπέδῳ γὰρ κείμενον ἀθρήσας κεκονιμένον ἄνθος ἀροτρεὺς φάρμακον ὀλλυμένοιο νεώτερον ἄλλο φυτεύει. κλῦθι, παλαιγενέων μερόπων ἵνα μῦθον ἐνίψω·
370ἁβρὸς ἕην ποτὲ κοῦρος, ὑπέρτερος ἥλικος ἥβης, Μαιάνδρου παρὰ χεῦμα πολυσχιδέος ποταμοῖο, εἴδεϊ λεπταλέῳ ταναὸς πόδας, ὀξὺς ἐθείρας, ἰθυτενής, ἀνίουλος· ἐπ’ ἀμφοτέραις δὲ παρειαῖς αὐτοφυὴς Χάρις ἦεν ἐπισκαίρουσα προσώπου
375ὄμμασιν αἰδομένοισιν, ἀπὸ βλεφάρων δέ οἱ αἰεὶ
κάλλος ὀιστεύοντος ἑκηβόλος ἔρρεεν αἴγλη· καὶ δέμας εἶχε γάλακτι πανείκελον, ἀμφὶ δὲ λευκῷ ἀκροφανὲς πόρφυρε ῥόδον διδυμόχροϊ ταρσῷ. τὸν Κάλαμον καλέεσκε πατὴρ φίλος, ὃς διὰ γαίης238 in vol. 1
380νειόθι κυμαίνων σκολιὸν ῥόον εἰς φάος ἕλκων, ἑρπύζων ἀίδηλος ὑπὸ χθόνα λοξὸς ὁδίτης, ὀξὺς ἀναθρῴσκων ὑπερίσχεται αὐχένα γαίης, ἐνδόμυχος Μαίανδρος ἄγων ὑποκόλπιον ὕδωρ. τοῖος ἔην ἐρόεις Κάλαμος ταχύς. ἠιθέῳ δὲ
385ἱμερτῷ ῥοδόπηχυς ὁμήλικι τέρπετο Καρπῷ, ὃς τόσον ἔλλαχε κάλλος, ὃ μὴ βροτὸς ἔλλαχεν ἀνήρ· εἰ γὰρ ἔην νέος οὗτος ἐπὶ προτέρων ποτὲ φωτῶν, καί κεν ἐυσμήριγγος ἐγίνετο νυμφίος Ἠοῦς, φέρτερον εἶδος ἔχων, ῥοδέῳ χροῒ μοῦνος ἐλέγξας
390ἀγλαΐην Κεφάλοιο καὶ Ὠρίωνος ὀπωπήν· οὐδέ κεν εὐκάρπῳ παλάμῃ πηχύνατο Δηὼ νυμφίον Ἰασίωνα, καὶ Ἐνδυμίωνα Σελήνη· ἀλλὰ νέος τάχα κεῖνος ἀρείονος εἵνεκα μορφῆς εἷς πόσις ἀμφοτέρων νυμφεύσατο λέκτρα θεάων,
395Δηοῦς ξανθοκόμου μεθέπων πολυλήιον εὐνήν, καὶ ξυνὴν ὁμόλεκτρον ἔχων ζηλήμονα Μήνην. τοῖος ἔην ἐρόεις Καλάμῳ φίλος, ἄνθος Ἐρώτων, κάλλος ἔχων· ἄμφω δὲ συνήλικες ὑψόθεν ὄχθης
γείτονος ἑψιόωντο πολυγνάμπτου ποταμοῖο.239 in vol. 1

11

(400)

τοῖσι μὲν ἔσκε δίαυλος ἕλιξ δρόμος, ἀμφοτέροις δὲ ἦεν ἔρις· Κάλαμος μὲν ἐπέτρεχεν εἴκελος αὔραις, καὶ πτελέην βαλβῖδα φέρων καὶ νύσσαν ἐλαίην ἠιόνας ποταμοῖο διέδραμεν ἄκρον ἀπ’ ἄκρου ... καὶ Κάλαμος ταχύγουνος ἑκούσιος ἤριπε γαίῃ,
405καὶ Καρπῷ χαρίεντι θελήμονα κάλλιπε νίκην. παιδὶ δὲ λουομένῳ συνελούετο κοῦρος ἀθύρων· καὶ πάλιν εἴκελον ἄλλον ἐν ὕδασιν εἶχον ἀγῶνα· καὶ βραδὺς ἐν προχοῇσιν ἐνήχετο Καρπὸν ἐάσσας πρόσθε μολεῖν, ἵνα χερσὶν ὀπίστερος οἴδματα τέμνων
410Καρποῦ νηχομένοιο παρὰ σφυρὰ δεύτερος ἔλθῃ ἠιθέου προθέοντος ἐλεύθερα νῶτα δοκεύων. καὶ διερῆς βαλβῖδος ἔην δρόμος· ἤρισαν ἄμφω, τίς τίνα νικήσειεν, ὅπως παλινόστιμος ἔλθῃ ὄχθης ἀμφοτέρης διδυμάονα νύσσαν ἀμείβων
415γαῖαν ἐς ἀντιπέραιαν ἐρεσσομένων παλαμάων· καὶ προχοὴν ὁδὸν εἶχεν· ἀεὶ δέ οἱ ἐγγὺς ἱκάνων κοῦρος ἐπειγομένης παλάμης πεφιδημένος ὁρμῆς νηχομένων σκοπίαζε ῥοδόχροα δάκτυλα χειρῶν· καὶ Κάλαμος προκέλευθος ἑὴν ἀνεσείρασεν ὁρμήν,
420ἠιθέῳ δ’ ὑπόειξε· καὶ ἔδραμε χεῖρας ἐρέσσων
κοῦρος ἀελλήεις, ὑπὲρ οἴδματος αὐχένα τείνων· καί νύ κεν ἐκ ῥοθίων ἐπεβήσατο Καρπὸς ἀρούρης, καὶ μετὰ χερσαίην ποταμηίδα δύσατο νίκην, ἀλλά μιν ἀντικέλευθος ἀνεστυφέλιξεν ἀήτης240 in vol. 1
425καὶ γλυκὺν ἔκτανε κοῦρον ἀμείλιχος· ἠιθέου γὰρ οἰγομένῳ νήριθμον ὕδωρ ἐπεσύρετο λαιμῷ. καὶ Κάλαμος φθονεροῖο φυγὼν ἀνέμοιο θυέλλας ἔκτοθεν ἡβητῆρος ἐδύσατο γείτονας ἀκτάς· καὶ φίλον οὐ παρεόντα καὶ οὐκ ἀίοντα νοήσας
430ἱμερόεν στενάχων κινυρῇ βρυχήσατο φωνῇ· ‘Νηιάδες, φθέγξασθε, τίς ἥρπασε Καρπὸν ἀήτης; ναί, λίτομαι, πυμάτην δότε μοι χάριν, ἔλθετε πηγὴν εἰς ἑτέρην, καὶ πατρὸς ἐμοῦ θανατηφόρον ὕδωρ φεύγετε, μηδὲ πίητε ῥόον Καρποῖο φονῆα.
435οὐ μὲν ἐμὸς γενέτης νέον ἔκτανεν· ἀλλὰ μεγαίρων καὶ Καλάμῳ μετὰ Φοῖβον ἀπώλεσε Καρπὸν ἀήτης, καὶ τάχα μιν ποθέων ζηλήμονι τύψεν ἀέλλῃ, ἠιθέῳ μετὰ δίσκον ἄγων ἀντίπνοον αὔρην. οὔ πω ἐμὸς προχοῇσι λελουμένος ἄνθορεν ἀστήρ,
440οὔ πω ἐμὸς σελάγιζεν Ἑωσφόρος· ἀλλὰ ῥεέθροις Καρποῦ δυομένοιο, τί μοι φάος εἰσέτι λεύσσειν; Νηιάδες, φθέγξασθε, τίς ἔσβεσε φέγγος Ἐρώτων;
446δηθύνεις ἔτι, κοῦρε; τί σοι τόσον εὔαδεν ὕδωρ;
κρείσσονα μὴ φίλον εὗρες ἐν ὕδασι, τῷ παραμίμνων δειλαίου Καλάμοιο πόθους ἔρριψας ἀήταις; εἰ μία Νηιάδων σε δυσίμερος ἥρπασε Νύμφη,241 in vol. 1

11

(450)

ἔννεπε, καὶ πάσῃσι κορύσσομαι· εἰ δέ σε τέρπει γνωτῆς ἡμετέρης γαμίων ὑμέναιος Ἐρώτων, εἰπέ, καὶ ἐν προχοῇσιν ἐγὼ σέο παστὸν ἀνάψω. Καρπέ, παραπλώεις με λελασμένος ἠθάδος ὄχθης; κάμνον ἐγὼ καλέων σε, καὶ οὐ βοόωντος ἀκούεις.
455 εἰ Νότος, εἰ θρασὺς Εὖρος ἐπέπνεεν, αὐτὸς ἀλάσθω νηλειὴς ἀχόρευτος, ἀτάσθαλος ἐχθρὸς Ἐρώτων· εἰ Βορέης σε δάμασσεν, ἐς Ὠρείθυιαν ἱκάνω. εἰ δέ σε κῦμα κάλυψε καὶ οὐκ ᾐδέσσατο μορφήν, καί σε πατὴρ ἐμὸς εἷλεν ἀφειδέι κύματος ὁλκῷ,
460ὕδασιν ἀνδροφόνοισιν ἑὸν καὶ παῖδα δεχέσθω, καὶ Κάλαμον κρύψειεν ὀλωλότος ἐγγύθι Καρποῦ. ἀλλὰ πεσὼν προκάρηνος, ὅπῃ θάνε Καρπὸς ἀλήτης, σβέσσω θερμὸν ἔρωτα πιὼν Ἀχερούσιον ὕδωρ.‘ εἶπεν ἀναβλύζων βλεφάρων ῥόον· ἀμφὶ δὲ νεκρῷ
465κυανέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ, ἣν τρέφεν, ἣν κομέεσκε, καὶ ὤρεγε πενθάδα χαίτην Μαιάνδρῳ γενετῆρι, καὶ ὑστατίην φάτο φωνήν·
‘δέξο μετὰ πλοκάμους καὶ ἐμὸν δέμας· οὐ δύναμαι γὰρ εἰς μίαν ἠριγένειαν ἰδεῖν φάος ἔκτοθι Καρποῦ·242 in vol. 1
470Καρπῷ καὶ Καλάμῳ βιοτὴ μία, καὶ λάχον ἄμφω εἴκελον οἶστρον Ἔρωτος ἐπὶ χθονός· ὑδατόεις δὲ εἷς μόρος ἀμφοτέροισι καὶ ἐν προχοῇσι γενέσθω. τεύξατε, Νηιάδες, ποταμηίδος ὑψόθεν ὄχθης ἄκριτον ἀμφοτέροισι κενήριον, ἀμφὶ δὲ τύμβῳ
475γράμμασι πενθαλέοισιν ἔπος κεχαραγμένον ἔστω· ‘Καρποῦ καὶ Καλάμοιο πέλω τάφος, οὓς πάρος ἄμφω ἀλλήλους ποθέοντας ἀμείλιχον ἔκτανεν ὕδωρ.‘
443καὶ Καλάμῳ δυσέρωτι, κασιγνήτῳ περ ἐόντι, βαιὸν ἕνα θνήσκοντι δαΐξατε βότρυν ἐθείρης,
445καὶ πλοκάμους ξύμπαντας ὀλωλότι κείρατε Καρπῷ.‘
478εἶπε, καὶ αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ πατρὸς ἀναινομένοιο πιὼν παιδοκτόνον ὕδωρ.
480καὶ Κάλαμος καλάμοισιν ἐπώνυμον ὤπασε μορφὴν ἰσοφυῆ, καὶ Καρπὸς ἀέξετο καρπὸς ἀρούρης.“ τοῖα παρηγορέων φιλίῳ μειλίξατο μύθῳ θοῦρος Ἔρως, γλυκὺ κέντρον ἐλαφρίζων Διονύσῳ. καὶ κινυρῇ πολὺ μᾶλλον ἱμάσσετο θυμὸν ἀνίῃ
485ἠιθέου διὰ πότμον ἀώριον. —ἀσταθέος δὲ θυγατέρες λυκάβαντος, ἀελλοπόδοιο τοκῆος, εἰς δόμον Ἠελίοιο ῥοδώπιδες ἤιον Ὧραι· ὧν ἡ μὲν νιφόεντι κατάσκιος ἀμφὶ προσώπῳ λεπταλέον πέμπουσα κελαινεφέος σέλας αἴγλης243 in vol. 1
490ψυχρὰ χαλαζήεντι συνήρμοσε ταρσὰ πεδίλῳ, καὶ διερῷ πλοκαμῖδας ἐπισφίγξασα καρήνῳ ὀμβροτόκῳ κρήδεμνον ἐπεσφήκωσε μετώπῳ, καὶ χλοερὸν στέφος εἶχε καρήατι, χιονέῃ δὲ στήθεα παχνήεντα κατέσκεπε λευκάδι μίτρῃ·
495ἡ δὲ χελιδονίων ἀνέμων τερψίμβροτον αὔρην ἔπτυε φυσιόωσα, φιλοζεφύρου δὲ καρήνου εἰαρινὴν δροσόεντι κόμην μιτρώσατο δεσμῷ, ἀνθεμόεν γελόωσα, διαιθύσσουσα δὲ πέπλου ὄρθριον οἰγομένοιο ῥόδου δολιχόσκιον ὀδμὴν

11

(500)

διπλόον ἔπλεκε κῶμον Ἀδώνιδι καὶ Κυθερείῃ· ἄλλη ἅμα γνωτῇσι θαλυσιὰς ἔστιχεν Ὥρη, καὶ στάχυν ἀκροκόμοισι περιφρίσσοντα κορύμβοις δεξιτερῇ κούφιζε καὶ ὀξυτόμου γένυν ἅρπης ἄγγελον ἀμητοῖο, δέμας δ’ ἐσφίγγετο κούρη
505ἀργενναῖς ὀθόνῃσιν, ἑλισσομένης δὲ χορείῃ φαίνετο λεπταλέοιο δι’ εἵματος ὄργια μηρῶν, καὶ νοτεροὺς ἱδρῶτας ἀνιεμένοιο προσώπου θερμοτέρῳ Φαέθοντι καθικμαίνοντο παρειαί· ἄλλη δ’ εὐαρότοιο προηγήτειρα χορείης244 in vol. 1
510θαλλὸν ἐλαιήεντα λιπότριχι δήσατο κόρσῃ ἑπταπόρου ποταμοῖο διάβροχον ὕδασι Νείλου, καὶ ψεδνὴν μεθέπουσα μαραινομένην τρίχα κόρσης καρφαλέον δέμας εἶχεν, ἐπεὶ φθινοπωρὶς ἐοῦσα φυλλοχόοις ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην·
515οὔ πω γὰρ χρυσέων ἑλίκων πλεκτοῖσι κορύμβοις βότρυες ἀμπελόεντες ἐπέρρεον αὐχένι νύμφης, οὐδέ μιν οἰνωθεῖσα φιλακρήτῳ παρὰ ληνῷ πορφυρέης ἐμέθυσσε Μαρωνίδος ἰκμὰς ἐέρσης, οὐδὲ παλινδίνητος ἀνέδραμε κισσὸς ἀλήτης·
520ἀλλὰ τότε χρόνος ἦλθε μεμορμένος, οὗ χάριν αὐταὶ
εἰς δόμον Ἠελίοιο συνήλυδες ἔδραμον Ὧραι.245 in vol. 1

12

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΔΩΔΕΚΑΤΟΝ.
1 Ὣς αἱ μὲν δυτικοῖο παρ’ ὀφρύσιν Ὠκεανοῖο Ἠελίου γονόεντος ἐναυλίζοντο μελάθροις. τῇσι δὲ νισομένῃσι συνήντεεν Ἕσπερος ἀστὴρ θρῴσκων ἐκ μεγάροιο· διεσσυμένη δὲ καὶ αὐτὴ
5ἀρτιφανὴς ἀνέτελλε βοῶν ἐλάτειρα Σελήνη. αἱ δὲ φερεζώοιο παρ’ ὄμμασιν ἡνιοχῆος κάρπιμον ἴχνος ἔκαμψαν. ὁ μὲν δρόμον ἄρτι τελέσσας ἠερόθεν νόστησε· πυριγλήνου δ’ ἐλατῆρος Φωσφόρος αἰγλήεις τετράζυγος ἐγγύθι δίφρου
10θήκατο θερμὰ λέπαδνα καὶ ἀστερόεσσαν ἱμάσθλην, γείτονος Ὠκεανοῖο παρὰ προχοῇσι καθήρας μυδαλέων ἱδρῶτι πυριτρεφέων δέμας ἵππων· πῶλοι δ’ αὐχενίας νοτερὰς δονέοντες ἐθείρας μαρμαρέοις ὀνύχεσσιν ἐπέκτυπον αἴθοπι φάτνῃ.
15θυγατέρες δὲ Χρόνοιο πέριξ φλογεροῖο θοώκου ἱπτάμεναι στεφανηδὸν ἀτειρέος ἡνιοχῆος τέσσαρας ἠσπάζοντο δυώδεκα κυκλάδες Ὧραι, δμωίδες Ἠελίοιο, συνήλυδες αἴθοπι δίφρῳ, μυστιπόλοι λυκάβαντος ἀμοιβάδες· † οὐγϊω γὰρ246 in vol. 1
20αὐχένα δοῦλον ἔκαμψαν ὅλου νωμήτορι κόσμου. καί οἱ ἀνηΰτησεν ἔπος † φθινοπωρίδος ὥρην μάρτυρον ἱκεσίης σχομένη φθινοπωρίδος ἅρπην· „Ἠέλιε ζείδωρε, φυτηκόμε, κοίρανε καρπῶν, οἰνοτόκον πότε βότρυν ἀεξήσουσιν ἀλωαί;
25καὶ μακάρων τίνι τοῦτο γέρας μνηστεύεται Αἰών; ναί, λίτομαι, μὴ κρύπτε, κασιγνήτων ὅτι μούνη πασάων ἀγέραστος ἐγὼ πέλον· οὐ γὰρ ὀπώρην, οὐ στάχυν, οὐ λειμῶνα, καὶ οὐ Διὸς ὄμβρον ἀέξω.“ ἔννεπεν· ἐσσομένης δὲ τιθηνήτειραν ὀπώρης
30Ἠέλιος θάρσυνε, καὶ ἀντιπόρῳ παρὰ τοίχῳ δάκτυλον ὀρθώσας ἐπεδείκνυε κυκλάδι κούρῃ κύρβιας Ἁρμονίης ἑτερόζυγας, αἷς ἔνι κεῖται εἰν ἑνὶ θέσφατα πάντα, τά περ πεπρωμένα κόσμῳ πρωτογόνοιο Φάνητος ἐπέγραφε μαντιπόλος χείρ,
35καὶ γραφίδων ποίκιλλεν ἐφάρμενον οἶκον ἑκάστῃ. καί τινα μῦθον ἔειπε πυρὸς ταμίης Ὑπερίων· „κύρβιδι μὲν τριτάτῃ, πόθεν ἔσσεται οἰνὰς ὀπώρη, γνώσεαι, ἧχι Λέων καὶ Παρθένος· ἐν δὲ τετάρτῃ, τίς σταφυλῆς σκηπτοῦχος, ὅπῃ γλυκὺ νέκταρ ἀφύσσων247 in vol. 1
40γραπτῇ χειρὶ κύπελλον ἀερτάζει Γανυμήδης.“ τοῖα θεοῦ φαμένοιο, φιλάμπελος ἔτρεχε κούρη ὄμματα δινεύουσα, καὶ ὀμφαίῳ παρὰ τοίχῳ πρώτην κύρβιν ὄπωπεν ἀτέρμονος ἥλικα κόσμου εἰν ἑνὶ πάντα φέρουσαν, ὅσα σκηπτοῦχος Ὀφίων
45ἤνυσεν, ὅσσα τέλεσσε γέρων Κρόνος, ὁππότε τέμνων ἄρσενα πατρὸς ἄροτρα λεχώιον ἤροσεν ὕδωρ, σπείρων ἄσπορα νῶτα θυγατρογόνοιο θαλάσσης, ὅς ποτε λάινον υἷα κεχηνότι δέξατο λαιμῷ Ζηνὸς ψευδομένοιο νόθον δέμας εἰλαπινάζων·

12

(50)

καὶ λίθος ἐνδομύχων τεκέων μαιώσατο φύτλην φόρτον ἀκοντίζων ἐγκύμονος ἀνθερεῶνος. ἀλλ’ ὅτε μαρναμένοιο Διὸς πυριλαμπέα νίκην καὶ Κρονίου νιφετοῖο χαλαζήεσσαν ἐνυὼ ἀμφίπολος Φαέθοντος ἀελλόπος ἔδρακεν Ὥρη,
55γείτονα δέρκετο κύρβιν ἀμοιβαδίς· εἶχε δὲ κείνη, πῶς βροτέην ὤδινε γονὴν πίτυς, ἢ πόθεν ἄφνω δενδραίην γονόεσσαν ἀναπτύξασα λοχείην
ἄσπορον αὐτοτέλεστον ἀνήρυγεν υἱέα πεύκη, καὶ πόθεν ἄστεα πάντα κατέκλυσεν ὑέτιος Ζεὺς248 in vol. 1
60ἠλιβάτοις πελάγεσσιν ἄγων ὑψούμενον ὕδωρ, πῶς Νότος ἐκ Βορέαο καὶ ἐκ Λιβὸς Εὖρος ἱμάσσων λάρνακα Δευκαλίωνος ἀλήμονα, γείτονα Μήνης, εἰς πλόον ἠερόφοιτον ἐκούφισεν ἄμμορον ὅρμου. καὶ τριτάτην ὅτε κύρβιν ἐπέδραμεν εὔποδι ταρσῷ,
65μυστιπόλος λυκάβαντος ἕλιξ στηρίζετο κούρη, μόρσιμα παπταίνουσα πολύτροπα θέσφατα κόσμου, γράμματα φοινίσσοντα, σοφῇ κεχαραγμένα μίλτῳ, ὁππόσα ποικιλόμυθος ἐπέγραφεν ἀρχέγονος φρήν, τοῖα προθεσπίζοντα, καὶ ἐν πινάκεσσιν ἀνέγνω·
70 „Ἥρης βουκόλος Ἄργος ἐς ὄρνεον εἶδος ἀμείψει φαιδρὸν ἔχων † βλεφάρων τύπον †· ἀλλὰ καὶ αὐτὴ Ἁρπαλύκη μετὰ λέκτρον ἀλιτροβίων ὑμεναίων υἱέα δαιτρεύσασα θυγατρογάμῳ γενετῆρι ἠερίην πτερόεσσαν ἐρετμώσειε πορείην
75ὄρνις ἀελλήεσσα· καὶ ἱστοπόνος Φιλομήλη ἔσσεται αἰολόδειρος ὑποτρύζουσα χελιδών, μαρτυρίην βοόωσα λιπογλώσσοιο σιωπῆς, δαίδαλα φωνήεντα σοφῷ γράψασα χιτῶνι·
καὶ Νιόβη Σιπύλοιο παρὰ σφυρὰ πέτρος ἐχέφρων249 in vol. 1
80δάκρυσι λαϊνέοισιν ὀδυρομένη στίχα παίδων στήσεται οἰκτρὸν ἄγαλμα· καὶ ἔσσεται αὐτόθι γείτων Πυρρὸς ἐρωμανέων Φρύγιος λίθος, εἰσέτι Ῥείης οἶστρον ἔχων ἀθέμιστον ἀνυμφεύτων ὑμεναίων, Θίσβη δ’ ὑγρὸν ὕδωρ καὶ Πύραμος, ἥλικες ἄμφω,
85ἀλλήλους ποθέοντες· ἐυστεφάνοιο δὲ κούρης Μίλακος ἱμείρων Κρόκος ἔσσεται ἄνθος Ἐρώτων· καὶ γαμίην μετὰ νύσσαν ἀελλοπόδων Ὑμεναίων καὶ Παφίης μετὰ μῆλα λεοντείην ἔτι μορφὴν Ἄρτεμις οἰστρήσειεν ἀμειβομένην Ἀταλάντην.“
90 καὶ τὰ μὲν εἰν ἑνὶ πάντα παρέστιχεν ἄστατος Ὥρη, εἰσόκε χῶρον ἵκανεν, ὅπῃ πυρόεις Ὑπερίων σύμβολα μαντοσύνης ἀνεμώδεϊ πέφραδε κούρῃ, ἧχι Λέων ἐτέτυκτο σελασφόρος, ἧχι καὶ αὐτὴ Παρθένος ἀστερόεσσα νόθῃ ποικίλλετο μορφῇ
95οἴνοπα βότρυν ἔχουσα, θερειγενὲς ἄνθος ὀπώρης· κεῖθι Χρόνου θυγάτηρ πόδας εὔνασε, ταῦτα δ’ ἀνέγνω· „Κισσὸς ἀερσιπότης, ἐρόεις νέος, ἐς φυτὸν ἕρπων ἔσται κισσὸς ἕλιξ καὶ ἐν ἔρνεσιν· ἠιθέου δὲ ὄρθιος ἐκ Καλάμοιο δόναξ κυρτούμενος αὔραις

12

(100)

λεπτὸν ἀεξιφύτοιο φανήσεται ἔρνος ἀρούρης, ἡμερίδων στήριγμα· καὶ εἰς φυτὸν εἶδος ἀμείψας Ἄμπελος ἀμπελόεντι χαρίζεται οὔνομα καρπῷ.“ ἀλλ’ ὅτε θέσφατα ταῦτα θαλυσιὰς ἔδρακε κούρη,
δίζετο χῶρον ἐκεῖνον, ὅπῃ παρὰ γείτονι τοίχῳ250 in vol. 1
105ποιητῷ κεχάρακτο τύπῳ Γανυμήδεος εἰκὼν ἰκμάδα νεκταρέην χρυσέῳ στάζουσα κυπέλλῳ, ἧχι χαρασσομένων ἐπέων τετράζυγος ὀμφή· κεῖθι θεὰ φιλόβοτρυς ἐκώμασεν, εὗρε δὲ νύμφη θέσφατα κισσοφόρῳ πεφυλαγμένα ταῦτα Λυαίῳ·
110 „Φοίβῳ Ζεὺς ἐπένευσεν ἔχειν μαντώδεα δάφνην, καὶ ῥόδα φοινίσσοντα ῥοδόχροϊ Κυπρογενείῃ, γλαυκὸν Ἀθηναίῃ γλαυκώπιδι θαλλὸν ἐλαίης, καὶ στάχυας Δήμητρι, καὶ ἡμερίδας Διονύσῳ.“ τοῖα μὲν ἐν γραφίδεσσι φιλεύιος ἔδρακε κούρη·
115τερπομένη δ’ ἤιξε, κασιγνήτας δὲ λαβοῦσα εἰς ῥόον ἠῴοιο διέστιχεν Ὠκεανοῖο ἱπποσύνης Φαέθοντος ὁμόδρομος. —οὐ δὲ Λυαίῳ φάρμακον ἦν ἑτάροιο δεδουπότος, οὐδὲ χορείης μνῆστις ἔην· φιλίῳ δὲ νόον δεδονημένος οἴστρῳ
120αἴλινα πικρὰ λίγαινεν, ἀκηδέστῳ δὲ σιωπῇ χάλκεα νῶτα λέλοιπεν ἀδουπήτοιο βοείης· οὐδέ ἑ πηκτὶς ἔτερπεν. ἀμειδήτῳ δὲ προσώπῳ οἰκτρὰ κινυρομένοιο φιλοστόργου Διονύσου, ἔσχετο μὲν Λυδοῖο ῥόος δονακώδεος Ἕρμου
125κραιπνὰ κυλινδομένου προχοῆς ἀνεμώδεϊ παλμῷ, οὐδὲ ῥέειν μενέαινε· βαθυκτεάνῳ δὲ ῥεέθρῳ Πακτωλὸς κροκόεις ἀνεσείρασε πένθιμον ὕδωρ
ἀνδρὸς ἔχων μίμημα κατηφέος· ἀμφὶ δὲ νεκρῷ πηγαίων ἀνέκοψε παλίσσυτον ὁλκὸν ἐναύλων251 in vol. 1
130Σαγγάριος προχέων Φρύγιον ῥόον· αἰνοτόκου δὲ Τανταλίδος στοναχῇσι διάβροχος ἄπνοος εἰκὼν διπλόα δάκρυα χεῦεν, ὀδυρομένου Διονύσου· καὶ πίτυς αἰάζουσα συνέμπορος ἥλικι πεύκῃ λεπταλέον ψιθύριζεν· ἀκερσικόμου δὲ καὶ αὐτὴ
135Φοίβου δένδρον ἐοῦσα κόμην ἀπεσείσατο δάφνη πενθαλέοις ἀνέμοις· λιπαρὴ δ’ ἄτμητος ἐλαίη φύλλα χαμαὶ κατέχευε, καὶ εἰ φυτὸν ἦεν Ἀθήνης. τοῖα πόθῳ στενάχοντος ἀδακρύτου Διονύσου φρικτὰ μετετρέψαντο παλίλλυτα νήματα Μοῖραι·
140καὶ γόον ἀχνυμένοιο παραιφαμένη Διονύσου Ἄτροπος ἐμπεδόμυθος ἀνήρυγεν ἔνθεον ὀμφήν· „ζώει τοι, Διόνυσε, τεὸς νέος, οὐδὲ περήσει πικρὸν ὕδωρ Ἀχέροντος· ἀκαμπέα δ’ εὗρε τελέσσαι σὸς γόος ἀτρέπτου παλινάγρετα νήματα Μοίρης·
145Ἄμπελος οὐ τέθνηκε, καὶ εἰ θάνεν· ἱμερόεν γὰρ εἰς ποτόν, εἰς γλυκὺ νέκταρ ἐγὼ σέο κοῦρον ἀμείψω· τὸν μὲν ἐυτροχάλου παλάμης βητάρμονι παλμῷ δόρπιον ἁρμονίην διδυμόθροος αὐλὸς ἀράσσων ὑμνήσει, Φρύγα ῥυθμὸν ἔχων ἢ Δωρίδα μολπήν·

12

(150)

ἠέ μιν ἐν θυμέλῃσιν ἀνὴρ εὔρυθμος ἀείσει Ἀονίου καλάμοιο χέων Ἰσμήνιον ἠχώ, ἐνναέτης Μαραθῶνος· ἀνευάξουσι δὲ Μοῦσαι Ἄμπελον ἱμερόεντα σὺν ἀμπελόεντι Λυαίῳ. καὶ σκολιὴν πλοκάμοιο λιπὼν ὀφιώδεα μίτρην252 in vol. 1
155στέμματα βοτρυόεντα περιπλέξεις σέο χαίτῃ, Φοίβῳ ζῆλον ἄγων, ὅτι πένθιμα χειρὶ τιταίνει αἴλινα δενδρήεντα φιλοκλαύτων ὑακίνθων, καὶ σὺ ποτὸν μεθέπεις, βροτέης ἄμπαυμα γενέθλης, νέκταρος οὐρανίου χθόνιον τύπον, ἀνθεμόεν δὲ
160παιδὸς Ἀμυκλαίοιο τεὸς νέος εὖχος ἐλέγξει· εἰ δὲ πόλις κείνοιο μαχήμονα χαλκὸν ἀείρει, καὶ σέθεν ἠιθέοιο φεραυγέα πατρὶς ἀέξει ὑγρὸν ἐρευθομένης ποταμηίδος ὄμβρον ἐέρσης, χρυσῷ ὅλη κομόωσα, καὶ οὐ χαίρουσα σιδήρῳ·
165εἰ ποταμοῦ κελάδοντος ἀγάλλεται ἀμφὶ ῥεέθρῳ, φέρτερον Εὐρώταο πέλει Πακτώλιον ὕδωρ. Ἄμπελε, πένθος ὄπασσας ἀπενθήτῳ Διονύσῳ, ὄφρα μελιρραθάμιγγος ἀεξομένου σέθεν οἴνου τερπωλὴν ὀπάσειας ὅλῳ τετράζυγι κόσμῳ
170καὶ σπονδὴν μακάρεσσι καὶ εὐφροσύνην Διονύσῳ· Βάκχος ἄναξ δάκρυσε, βροτῶν ἵνα δάκρυα λύσῃ.“
ὣς φαμένη γνωτῇσι συνέμπορος ἔστιχε δαίμων. καὶ κινυρῷ μέγα θάμβος ἐφαίνετο μάρτυρι Βάκχῳ· καὶ γὰρ ἀναΐξας ἐρόεις νέκυς ὡς ὄφις ἕρπων253 in vol. 1
175Ἄμπελος αὐτοτέλεστος ἑὴν ἠλλάξατο μορφήν, καὶ πέλε νήδυμον ἄνθος· ἀμειβομένοιο δὲ νεκροῦ γαστὴρ θάμνος ἔην περιμήκετος, ἄκρα δὲ χειρῶν ἀκρεμόνες βλάστησαν, ἐνερρίζωντο δὲ ταρσοί, βόστρυχα βότρυες ἦσαν, ἐμορφώθη δὲ καὶ αὐτὴ
180νεβρὶς ἀεξομένης πολυδαίδαλον ἄνθος ὀπώρης, ἀμπελόεις δὲ κόρυμβος ἔην δολιχόσκιος αὐχήν, ἰσοφυὴς δ’ ἀγκῶνι τιταίνετο καμπύλος ὄρπηξ οἰδαίνων σταφυλῇσιν, ἀμειβομένου δὲ καρήνου γναμπτῆς κυρτὰ κόρυμβα τύπον μιμεῖτο κεραίης.
185κεῖθι φυτῶν στίχες ἦσαν ἀπείρονες· αὐτοτελὴς δὲ ὄρχατος ἀμπελόεις χλοεροὺς ὄρπηκας ἑλίσσων οἴνοπι γείτονα δένδρα νέῳ μιτρώσατο καρπῷ. καὶ νέον ἔπλετο θάμβος, ἐπεὶ τότε κοῦρος ἀθύρων, εἰς φυτὸν ὑψιπέτηλον ἑὸν πόδα λοξὸν ἑλίσσων,
190Κισσὸς ἀερσιπότητος ἑὴν δενδρώσατο μορφήν, καὶ πέλεν ἀγκύλον ἔρνος ἐπώνυμον, ἀρτιφυῆ δὲ
ὄρχατον ἡμερίδων σκολιῷ μιτρώσατο δεσμῷ. καὶ φιλίοις πετάλοισι κατάσκιον ἔσκεπε κόρσην, καὶ πλοκάμους ἐμέθυσσε φιλακρήτων ἀπὸ φύλλων254 in vol. 1
195κυδιόων Διόνυσος· ἀεξιφύτοιο δὲ κούρου ἄρτι πεπαινομένης ἐδρέψατο καρπὸν ὀπώρης. καὶ θεὸς αὐτοδίδακτος ἄτερ ποδὸς ἔκτοθι ληνοῦ, βότρυν ἐπισφίγγων παλάμης βεβριθότι καρπῷ, χερσὶ περιπλεκέεσσι μέθης ὠδῖνα πιέζων

12

(200)

πορφυρέης ἀνέφηνε νεόρρυτον ὄγκον ὀπώρης, καὶ γλυκερὸν ποτὸν εὗρε· καὶ οἰνοχύτου Διονύσου λευκὰ διαινομένων ἐρυθαίνετο δάκτυλα χειρῶν. καὶ δέπας ἀγκύλον εἶχε βοὸς κέρας· ἡδυπότου δὲ χείλεσιν ἀκροτάτοισιν ἐγεύσατο Βάκχος ἐέρσης,
205γεύσατο καὶ καρποῖο, καὶ ἀμφοτέροις φρένα τέρπων μῦθον ἀγηνορέοντος ἀνήρυγεν ἀνθερεῶνος· „ἀμβροσίην καὶ νέκταρ ἐμοῦ Διός, Ἄμπελε, τίκτεις· ἔρνεα δισσὰ φέρων πεφιλημένα καρπὸν Ἀπόλλων οὐ φάγε δαφνήεντα καὶ οὐ πίεν ἐξ ὑακίνθου·
210οὐ στάχυς ὠδίνει γλυκερὸν ποτόν· ἵλαθι, Δηώ· εἶδαρ ἐγὼ μερόπεσσι καὶ οὐ πόμα μοῦνον ὀπάσσω. Ἄμπελε, καὶ σέο πότμος ἐπήρατος· ἦ ῥα καὶ αὐτῆς
εἰς σὲ καὶ εἰς σέο κάλλος ἐθηλύνθη λίνα Μοίρης, εἰς σὲ καὶ οἰκτίρμων Ἀίδης πέλεν, εἰς σὲ καὶ αὐτὴ255 in vol. 1
215Περσεφόνη τρηχεῖαν ἑὴν ἤμειψε μενοινήν, καὶ σὲ νέκυν ζώγρησε κασιγνήτῳ Διονύσῳ. οὐ θάνες, ὡς τέθνηκεν Ἀτύμνιος· οὐ Στυγὸς ὕδωρ, οὐ φλόγα Τισιφόνης, οὐκ ἔδρακες ὄμμα Μεγαίρης· ζώεις δ’ εἰσέτι, κοῦρε, καὶ εἰ θάνες· οὐδέ σε Λήθης
220κρύψεν ὕδωρ, οὐ ξυνὸς ἔχει τάφος· ἀλλὰ καὶ αὐτὴ μορφὴν ὑμετέρην ᾐδέσσατο γαῖα καλύψαι· ἀλλὰ φυτόν σε τέλεσσε πατὴρ ἐμὸς υἷα γεραίρων, σὸν δέμας εἰς γλυκὺ νέκταρ ἄναξ ἤμειψε Κρονίων. οὐ φύσις, ὡς γραπτοῖσι Θεραπναίοισι κορύμβοις,
225αἴλινον ἀκλαύτοισι τεοῖς ἐχάραξε πετήλοις. χροιὴν δ’ ὑμετέρην καὶ ἐν ἔρνεσι, κοῦρε, φυλάσσεις· σῶν μελέων ἀκτῖνα τεὴ κήρυξε τελευτή· οὔ πώ σε προλέλοιπεν ἐρευθαλέη σέο μορφή. ἀλλὰ τεοῦ θανάτου τιμήορος οὔ ποτε λήξω
230θυομένῳ τεὸν οἶνον ἐπισπένδων ὀλετῆρι ἀνδροφόνῳ. σὺ δὲ μῶμον Ἁμαδρυάδεσσιν ἀνάπτεις
σοῖς ἐρατοῖς πετάλοισιν· ἀπ’ εὐόδμων δὲ κορύμβων ἰκμάδες ὑμετέρων με περιπνείουσιν Ἐρώτων. καρπὸν ἐγὼ μήλοιο πότε κρητῆρι κεράσσω;256 in vol. 1
235νεκταρέῳ πότε σῦκον ἐπιστάξαιμι κυπέλλῳ; σῦκον ὁμοῦ καὶ μῆλον ἔχει χάριν ἄχρις ὀδόντων. οὐ δύναται φυτὸν ἄλλο τεαῖς σταφυλῇσιν ἐρίζειν· οὐ ῥόδον, οὐ νάρκισσος ἐύχροος, οὐκ ἀνεμώνη, οὐ κρίνον, οὐχ ὑάκινθος ἰσάζεται ἔρνεϊ Βάκχου,
240ὅττι πολυτρίπτοιο νέαις λιβάδεσσιν ὀπώρης σὸν ποτὸν ἄνθεα πάντα δεδέξεται· ἓν ποτὸν ἔσται μιγνύμενον πάντεσσι, καὶ εἰς μίαν ἵξεται ὀδμὴν ἄνθεσι παντοίοις κεκερασμένον· εἰαρινὴν γὰρ κοσμήσει τεὸν ἄνθος ὅλην λειμωνίδα ποίην.
245εἶξον ἐμοί, κλυτότοξε, πολυθρήνων ὅτι φύλλων πενθαλέῳ μίτρωσας ἀπενθέα βόστρυχα δεσμῷ· αἴλινα σοῖς πετάλοισι χαράσσεται· εἰ δ’ ἐνὶ κήπῳ στέμμα φέρει κλυτότοξος, ἐγὼ γλυκὺν οἶνον ἀφύσσω, καὶ στέφος ἱμερόεν περιβάλλομαι, ἡδυπότην δὲ

12

(250)

ἔνδον ἐμῆς κραδίης ὅλον Ἄμπελον αὐτὸν ἀείρω. εἶξον ἐρισταφύλῳ, κορυθαιόλος· αἱματόεις γὰρ σπένδει λύθρον Ἄρηι, καὶ ἀμπελόεις Διονύσῳ
βότρυος οἰνωθέντος ἐρευθιόωσαν ἐέρσην. Δηώ, ἐσυλήθης μετὰ Παλλάδος· οὐ γὰρ ἐλαῖαι257 in vol. 1
255εὐφροσύνην τίκτουσι, καὶ οὐ στάχυς ἀνέρα θέλγει, ὄγχνη καρπὸν ἔχει μελιηδέα, μύρτος ἀέξει ἄνθεα κηώεντα, καὶ οὐ φρενοθελγέι καρπῷ ἀνδρομέας ἀνέμοισιν ἀκοντίζουσι μερίμνας· ὑμείων γενόμην πολὺ φέρτερος· ἡμετέρου γὰρ
260οἴνου μὴ παρεόντος ἀτερπέα δεῖπνα τραπέζης, οἴνου μὴ παρεόντος ἀθελγέες εἰσὶ χορεῖαι. εἰ δύνασαι, γλαυκῶπι, τεῆς πίε καρπὸν ἐλαίης· σὸν φυτὸν ἀγλαόδωρος ἐμὴ νίκησεν ὀπώρη, ὅττι τεῷ λιπόωντι δέμας χρίουσιν ἐλαίῳ
265ἄνδρες ἀεθλητῆρες ἀτερπέες, αἰνοπαθὴς δὲ εὐνέτιν ἠὲ θύγατρα βαλὼν ξυνήονι πότμῳ, ἢ τεκέων φθιμένων ἢ μητέρος ἢ γενετῆρος ἀνὴρ πένθος ἔχων, ὅτε γεύσεται ἡδέος οἴνου, στυγνὸν ἀεξομένης ἀποσείσεται ὄγκον ἀνίης.
270Ἄμπελε, καὶ μετὰ πότμον ἐυφραίνεις φρένα Βάκχου· πᾶσιν ἐμοῖς μελέεσσιν ἐγὼ σέο πῶμα κεράσσω.
ἀμφὶ δὲ δένδρεα πάντα κάτω νεύοντι καρήνῳ εἴκελα λισσομένῳ κυρτούμενον αὐχένα κάμπτει, ὑψιτενῆ δὲ πέτηλα γέρων ἐκλίνατο φοῖνιξ·258 in vol. 1
275ἀμφὶ δὲ μηλείῃ τανύεις πόδας, ἀμφὶ δὲ συκῇ χεῖρας ἐφαπλώσας ἐπερείδεαι, ὑμετέρην δέ, δμωίδες ὣς δέσποιναν, ἐλαφρίζουσιν ὀπώρην, εὖτε τιταινομένων πετάλων ἑλικώδεϊ παλμῷ ἀμφιπόλων ὑπὲρ ὦμον ἀνέρχεαι· ἀγχιφύτων δὲ
280ἁβρὰ πολυσπερέων ἑτερόχροα φύλλα κορύμβων οἷα σέθεν κνώσσοντος ἐπαιθύσσουσι προσώπῳ αὔραις φειδομένῃσι καταψύχοντες ἀῆται, λεπταλέην ἅτε λάτρις ἐθήμονα ῥιπίδα σείει, ψυχρὸν ἑῷ βασιλῆι φέρων ποιητὸν ἀήτην.
285εἰ δὲ μεσημβρίζουσαν ἄγεις Φαέθοντος ἀπειλήν, σῆς σταφυλῆς προκέλευθος ἐτησιὰς ἔρχεται αὔρη δίψιον εὐνάζουσα πυρώδεος ἀστέρα Μαίρης, ὁππότε θερμαίνει σε θερειγενέος δρόμος Ὥρης θάλπων Σειριόεντι πεπαινομένην δρόσον ἀτμῷ.“
290 ἔννεπε κυδιόων, προτέρας δ’ ἔρριψε μερίμνας φάρμακον ἡβητῆρος ἔχων εὔοδμον ὀπώρην.
καὶ τὰ μὲν ἀμπελόεντος ἀείδεται ἀμφὶ κορύμβου, πῶς πέλεν ἡβητῆρος ἐπώνυμος. ὑμνοπόλων δὲ ἄλλη πρεσβυτέρη πέλεται φάτις, ὥς ποτε γαίῃ259 in vol. 1
295οὐρανόθεν φερέκαρπος Ὀλύμπιος ἔρρεεν ἰχὼρ καὶ τέκε Βακχιάδος σταφυλῆς ποτόν, ἐν σκοπέλοις δὲ αὐτοφυὴς ἀκόμιστος ἀέξετο καρπὸς ὀπώρης· οὔ πω δ’ ἡμερὶς ἦεν ἐπώνυμος, ἀλλ’ ἐνὶ λόχμαις ἀγριὰς ἡβώουσα πολυγνάμπτοισιν ἑλίνοις

12

(300)

οἰνοτόκων βλάστησε φυτῶν εὐάμπελος ὕλη, ὑγρὸν ἀναβλύζουσα βεβυσμένον ὄγκον ἐέρσης· καὶ πολὺς ὄρχατος ἦεν, ὅπῃ, στοιχηδὸν ἀνέρπων, σείετο φοινίσσων ἐπὶ βότρυϊ βότρυς ἀλήτης· ὧν ὁ μὲν ἡμιτέλεστος ἑὰς ὠδῖνας ἀέξων
305αἰόλα πορφύρων, ἑτερόχροϊ φαίνετο καρπῷ, ὃς δὲ φαληριόων ἐπεπαίνετο σύγχροος ἀφρῷ, καὶ πολὺς ὤθεεν ἄλλος ὁμόζυγα γείτονα γείτων ξανθοφυής, ἕτερος δὲ φυὴν ἰνδάλλετο πίσσῃ περκάζων ὅλον ἄνθος, ἀπ’ οἰνοτόκων δὲ πετήλων
310σύμφυτον ἀγλαόκαρπον ὅλην ἐμέθυσσεν ἐλαίην· ἄλλου δ’ ἀρτιχάρακτος ἐπέτρεχεν ὄμφακι καρπῷ βότρυος ἀργυφέοιο μέλας αὐτόσσυτος ἀήρ, ὄγκῳ βοτρυόεντι φέρων σφριγόωσαν ὀπώρην·
καὶ πίτυν ἀγχικέλευθον ἕλιξ ἔστεψεν ὀπώρης260 in vol. 1
315συμφερτοῖς σκιόωσα περισκεπὲς ἔρνος ἰάμνοις, καὶ φρένα Πανὸς ἔτερπε· τινασσομένους δὲ Βορῆι ἀκρεμόνας πελάσασα παρ’ ἀμπελόεντι κορύμβῳ αἱμοβαφὴς ἐλέλιζε κόμην εὐώδεα πεύκη. ἀμφὶ δέ μιν σκολιῇσι δράκων δινωτὸς ἀκάνθαις
320λαρὸν ἐυρραθάμιγγος ἀμέλγετο νέκταρ ὀπώρης. καὶ βλοσυραῖς γενύεσσι ποτὸν Βακχεῖον ἀμέλξας, βότρυος οἰνωθέντος ἐπιστάζων πόμα λαιμῷ, πορφυρέῃ ῥαθάμιγγι δράκων φοίνιξεν ὑπήνην. καὶ θεὸς οὐρεσίφοιτος ὄφιν θάμβησε δοκεύων
325οἰνωπῇ ῥαθάμιγγι πεφυρμένον ἀνθερεῶνα· καὶ στικταῖς φολίδεσσι μετάτροπον ὁλκὸν ἑλίξας πετραίην βαθύκολπον ἐδύσατο γείτονα χειήν, Εὔιον ἀθρήσας, ὄφις αἰόλος. εἰσορόων δὲ Βάκχος ἐρευθαλέης ἐγκύμονα βότρυν ἐέρσης
330ὀμφαίης ἐνόησε παλαίτερα θέσφατα Ῥείης. καὶ σκοπέλους ἐλάχηνε, πεδοσκαφέος δὲ σιδήρου θηγαλέῃ γλωχῖνι μυχὸν κοιλήνατο πέτρης· λειήνας δὲ μέτωπα βαθυνομένων κενεώνων τάφρον ἐυσταφύλοιο τύπον ποιήσατο ληνοῦ,
335βότρυας ἀμώων νεοθηλέας ὀξέι θύρσῳ,
τεύχων ὀψιγόνοιο τύπον γαμψώνυχος ἅρπης. καὶ Σατύρων χορὸς ἦεν ὁμόστολος· ὧν ὁ μὲν αὐτῶν λοξὸς ἔην τρυγόων, ὁ δὲ βότρυας ἄγγεϊ κοίλῳ δέχνυτο τεμνομένους, ὁ δὲ σύμπλοκα φύλλα δαΐζων261 in vol. 1
340χλωρὰ φιλακρήτων ἀπεσείσατο λύματα καρπῶν· ἄλλος ἄτερ θύρσοιο καὶ εὐθήκτοιο σιδήρου δεξιτερὴν ἀσίδηρον ἐπ’ ἀκρεμόνεσσι τιταίνων βότρυος εἱλικόεντος ἀπέκλασεν ἄκρα κορύμβου, ὀκλάζων ἐπίκυρτον, ἐς ἄμπελον ὄμμα τιταίνων·
345καὶ γλαφυρῷ κενεῶνι χυτὴν ἔστρωσεν ὀπώρην ὀγκώσας σταφυλῇσι μεσόμφαλα νῶτα χαράδρης ... βότρυας εἱλικόεντας ἐπασσυτέρους θέτο κόλπῳ ἐκταδὸν ἔνθα καὶ ἔνθα, καὶ ὡς θημῶνας ἀλωῆς πλήσας κόλπον ἅπαντα συνήγαγε κοιλάδι πέτρῃ,

12

(350)

καὶ σταφυλὴν ἐπάτησε ποδῶν βητάρμονι ταρσῷ. καὶ Σάτυροι σείοντες ἐς ἠέρα θυιάδα χαίτην, ἰσοφυὲς μίμημα διδασκόμενοι Διονύσου, στικτὰ περισφίγξαντες ἐπωμίδι δέρματα νεβρῶν, Βακχείης ἀλάλαζον ὁμογλώσσου μέλος ἠχοῦς,
355ποσσὶ πολυσκάρθμοισι περιθλίβοντες ὀπώρην,
εὔιον ἀείδοντες· ἐρισταφύλοιο δὲ κόλπου οἶνον ἀναβλύζοντος ἐπορφύροντο χαράδραι· στεινομένη δὲ πόδεσσιν ἀμοιβαίοισιν ὀπώρη λευκὸν ἐρευθαλέης ἀνεκήκιεν ἀφρὸν ἐέρσης.262 in vol. 1
360καὶ βοέοις ἀρύοντο κεράασιν ἀντὶ κυπέλλων μή πω φαινομένων, ὅθεν ὕστερον ἐξέτι κείνου θέσκελον οὔνομα τοῦτο κεραννυμένῳ πέλεν οἴνῳ. καί τις ἀναβλύζων φρενοθελγέος ἰκμάδα Βάκχου † καμπύλον ἴχνος ἔκαμψε ποδῶν ἑλικώδεϊ παλμῷ,
365δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἀμείβων, καὶ λασίας ἐδίηνε γενειάδας ἰκμάδι Βάκχου· ἄλλος ἀνεσκίρτησε, μέθης δεδονημένος οἴστρῳ, φρικτὸν ἀρασσομένης ἀίων μύκημα βοείης· καί τις ἀκεσσιπόνοιο πιὼν ῥόον ἄσχετον οἴνου
370κυανέην ῥοδόεντι ποτῷ πόρφυρεν ὑπήνην· ἄλλος ἄνω τανύων σφαλερὴν ἐπὶ δένδρον ὀπωπὴν ἡμιφανῆ σκοπίαζεν ἀνάμπυκα γείτονα Νύμφην, καί νύ κεν ὑψιπέτηλον ὀρειάδος εἰς φυτὸν ὕλης εἷρπεν ὀλισθηροῖο ποδὸς γαμψώνυχι ταρσῷ,
375εἰ μή μιν Διόνυσος ἐρήτυεν· ἀμφὶ δὲ πηγὰς ἄλλος ἐγερσινόοιο μέθης ἑτερόφρονι παλμῷ ὑδρηλὴν ἐδίωκεν ἀνείμονα Νηίδα κούρην,
καί νύ κε νηχομένην λασίῳ πήχυνεν ἀγοστῷ, εἰ μή μιν φθαμένη βυθίῳ κεκάλυπτο ῥεέθρῳ.263 in vol. 1
380μούνῳ δ’ οἰνοποτῆρι Διωνύσῳ πόρε Ῥείη λυσσαλέης ἀμέθυστον ἀλεξήτειραν ἀνάγκης. πολλοὶ δ’ εὐκεράων Σατύρων φιλοπαίγμονι ταρσῷ εἰς χορὸν οἰστρηθέντες ἐκώμασαν· ὧν ὁ μὲν αὐτῶν θερμὸν ἔχων νέον οἶστρον ὑπὸ φρένα, πομπὸν Ἐρώτων,
385πήχεϊ λαχνήεντι μέσην ἠγκάσσατο Βάκχην· ὃς δὲ νοοπλάγκτοιο μέθης δεδονημένος οἴστρῳ παρθενικῆς ἀγάμοιο σαόφρονος ἥψατο μίτρης, αὐερύων δ’ ἐπὶ κύπριν ἀπειθέος εἵματα νύμφης χειρὶ † ὀπισθοδότῳ ῥοδέων ἐπαφήσατο μηρῶν·
390καί τις ἀναινομένην ἀνεσείρασε μύστιδα κούρην λαμπάδα νυκτιχόρευτον ἀναπτομένην Διονύσῳ· ὃς δὲ περὶ στέρνοις πεφιδημένα δάκτυλα βάλλων οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ. καὶ γλυκερῆς Διόνυσος ἑῆς μετὰ κῶμον ὀπώρης
395δύσατο κυδιόων Κυβεληίδος ἄντρα θεαίνης, κλήματα βοτρυόεντα φιλανθέι χειρὶ τιταίνων,
Μαιονίην τ’ ἐδίδαξεν ἑὴν ἄγρυπνον ἑορτήν.264 in vol. 1

13

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΡΙΣΚΑΙΔΕΚΑΤΟΝ.
1 Ζεὺς δὲ πατὴρ προέηκεν ἐς αὔλια θέσκελα Ῥείης Ἶριν ἀπαγγέλλουσαν ἐγερσιμόθῳ Διονύσῳ, ὄφρα δίκης ἀδίδακτον ὑπερφιάλων γένος Ἰνδῶν Ἀσίδος ἐξελάσειεν ἑῷ ποινήτορι θύρσῳ,
5ναύμαχον ἀμήσας ποταμήιον υἷα κεράστην, Δηριάδην βασιλῆα, καὶ ἔθνεα πάντα διδάξῃ ὄργια νυκτιχόρευτα καὶ οἴνοπα καρπὸν ὀπώρης. ἡ μὲν ἐρεσσομένων πτερύγων ἀνεμώδεϊ ῥιπῇ δυσαμένη κελάδοντα λεοντοκόμου μυχὸν ἄντρου
10ἄψοφον ἴχνος ἔπηξεν, ἀφωνήτῳ δὲ σιωπῇ σφιγξαμένη στόμα δοῦλον ὀρειάδος ἐγγὺς ἀνάσσης ἵστατο κυρτωθεῖσα, καθελκομένου δὲ καρήνου χείλεσιν ἱκεσίοισι πόδας προσπτύξατο Ῥείης. καὶ τὴν μὲν Κορύβαντες ἀμειδέι νεύματι Ῥείης
15θεσπεσίης ἀρέσαντο παρὰ κρητῆρι τραπέζης· θαμβαλέη δὲ πιοῦσα νεηγενέος χύσιν οἴνου τέρπετο βακχευθεῖσα· καρηβαρέουσα δὲ δαίμων παιδὶ Διὸς παρεόντι Διὸς μυκήσατο βουλήν·
„ἀλκήεις Διόνυσε, τεὸς γενέτης σε κελεύει265 in vol. 1
20εὐσεβίης ἀδίδακτον ἀιστῶσαι γένος Ἰνδῶν. ἀλλὰ τεαῖς παλάμῃσι μαχήμονα θύρσον ἀείρων αἰθέρος ἄξια ῥέξον, ἐπεὶ Διὸς ἄμβροτος αὐλὴ οὔ σε πόνων ἀπάνευθε δεδέξεται, οὐδέ σοι Ὧραι μή πω ἀεθλεύσαντι πύλας πετάσουσιν Ὀλύμπου·
25Ἑρμείας μόγις ἦλθεν ἐς οὐρανόν, ὁππότε ῥάβδῳ ὄμμασιν ἀστράπτοντα ποδῶν ἄπο μέχρι κομάων βουκόλον Ἄργον ἔπεφνε καὶ Ἄρεα λύσατο δεσμῶν· Δελφύνην δ’ ἐδάμασσε καὶ αἰθέρα ναῖεν Ἀπόλλων· οὐδὲ τεὸς γενέτης, μακάρων πρόμος, ὑψιμέδων Ζεὺς
30νόσφι πόνων ἀνέβαινεν ἐς οὐρανὸν, ὄρχαμος ἄστρων, εἰ μὴ πρῶτον ἔδησεν ἀπειλητῆρας Ὀλύμπου Ταρταρίῳ Τιτῆνας ὑποκρύψας κενεῶνι. καὶ σὺ μετ’ Ἀπόλλωνα, μεθ’ Ἑρμάωνα μογήσας μισθὸν ἔχεις καμάτων πατρώιον αἰθέρα ναίειν.“
35 ὣς φαμένη πρὸς Ὄλυμπον ἔβη θεός· αἶψα δὲ Ῥείη παμμήτωρ προέηκεν ἀγέστρατον ἀγγελιώτην Πύρριχον, ὀρχηστῆρα φιλοσμαράγοιο βοείης, φύλοπιν ἀγγέλλοντα κορυσσομένοιο Λυαίου. καὶ στρατιὴν πολύμορφον ἀολλίζων Διονύσῳ
40Πύρριχος ἀενάοιο διέδραμεν ἕδρανα κόσμου· Εὐρώπης δὲ γένεθλα καὶ Ἀσίδος ἔθνεα γαίης πάντας ἄγων νόστησεν ἐς ἁβροβίων χθόνα Λυδῶν.
ἀλλὰ πολυσπερέων προμάχων ἡρωίδα φύτλην καὶ λασίων Σατύρων, Κενταυρίδος αἷμα γενέθλης,266 in vol. 1
45Σιληνῶν τε φάλαγγα, δασυκνήμοιο γενέθλης, καὶ στίχα Βασσαρίδων Κορυβαντίδες εἴπατε Μοῦσαι· οὐ γὰρ ἐγὼ τόσα φῦλα δέκα γλώσσῃσιν ἀείσω οὐδὲ δέκα στομάτεσσι χέων χαλκόθροον ἠχώ, ὁππόσα Βάκχος ἄγειρε δορυσσόος, ἀλλὰ λιγαίνω

13

(50)

ἡγεμόνας καὶ Ὅμηρον ἀοσσητῆρα καλέσσω, εὐεπίης ὅλον ὅρμον, ἐπεὶ πλωτῆρες ἀλῆται πλαγκτοσύνης καλέουσιν ἀρηγόνα Κυανοχαίτην. πρῶτα μέν, εὐθύρσοιο καλεσσαμένου Διονύσου, Ἀκταίων ταχὺς ἦλθεν ὁμόγνιον αἷμα γεραίρων,
55πατρίδος Ἀονίης ἑπτάστομον οὖδας ἐάσσας· Βοιωτῶν δὲ φάλαγγες ἐπέρρεον, οἳ χθόνα Θήβης ᾤκεον εὐπύργοιο καὶ ἔνδιον Ἐννοσιγαίου Ἄρνην καὶ Πετεῶνα καὶ Ὠκαλέην καὶ Ἐρυθράς, Ἄρνην βοτρυόεσσαν, ἀγαλλομένην Διονύσῳ,
60οἵ τε Μίδειαν ἔναιον ἀειδομένας τε πολίχνας Εἰλέσιον καὶ Σκῶλον ἁλικρήπιδά τε Θίσβην, ὅρμον ἐυτρήρωνα θαλασσαίης Ἀφροδίτης,
καὶ δάπεδον Σχοίνοιο καὶ εὐχαίτην Ἐλεῶνα Κώπας τ’, ἀγλαὸν οὖδας, ὅπῃ περίπυστον ἀκούω267 in vol. 1
65ἐγχελύων θρέπτειραν ἐπώνυμον εἰσέτι λίμνην, καὶ λάσιον Μεδεῶνα, καὶ οἳ λάχον εὔβοτον Ὕλην, σκυτοτόμου Τυχίοιο τανυκνήμιδα τιθήνην, καὶ πέδον εὐρυάλω, χθονίῃ πεφυλαγμένον ὀμφῇ, ἅρματος ὀψιγόνοιο φερώνυμον Ἀμφιαράου,
70Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς ὑδρηλήν θ’ Ἁλίαρτον, ὀρεσσιχύτου ποταμοῖο χεύμασι μεσσατίοισι μεριζομένην Ἑλικῶνος, οἵ τ’ εἶχον πυμάτην Ἀνθηδόνα, γείτονα πόντου, βαιὴν ἰχθυβολῆος ἀειζώοιο πολίχνην
75ὑγροβίου Γλαύκοιο, καὶ οἳ δυσπέμφελον Ἄσκρην, πατρίδα δαφνήεσσαν ἀσιγήτοιο νομῆος, Γραίης θ’ ἱερὸν ἄστυ καὶ εὐρυχόρου Μυκαλησσοῦ,
Εὐρυάλης μίμημα φερώνυμον ἀνθερεῶνος, καὶ χθόνα Νισαίην καὶ ἐπώνυμον ἄστυ Κορώνου·268 in vol. 1
80τοῖσι μὲν ἐρχομένοισιν Ἑώιον εἰς κλίμα γαίης Ἀκταίων πρόμος ἦεν, ἐπ’ ἠιθέοιο δὲ νίκῃ πατροπάτωρ δαφναῖος ἐπέπταρε μάντις Ἀπόλλων. Βοιωτῶν δ’ ἑτέροιο προηγεμόνευεν ὁμίλου εὐχαίτης Ὑμέναιος ἔχων ἀχάρακτον ὑπήνην,
85ἀρτιθαλής, Βρομίῳ πεφιλημένος· ἐρχομένῳ δὲ κούρῳ παιδοκόμος πολιὸς πρόμος οὔνομα Φοῖνιξ εἵπετο, Λαοκόωντι πανείκελος, ὃς πάρος Ἀργοῦς, νηὸς Ἰησονίης, ἐπιβήμενος εἰς χθόνα Κόλχων σύμπλοος ὡμάρτησε κορυσσομένῳ Μελεάγρῳ.
90τοῖος ἐὼν ἔτι κοῦρος, ἔχων παιδήιον ἥβην, ἁβροκόμης Ὑμέναιος ἐδύσατο φύλοπιν Ἰνδῶν, δινεύων ἑκάτερθε παρηίδος ἥλικα χαίτην· καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται, οἵ τ’ Ἀσπληδόνος ἄστυ, καὶ ὃν Χάρις οὔ ποτε λείπει
95Ὀρχομενὸν Μινύαο, χοροίτυπον ἄλσος Ἐρώτων, οἵ θ’ Ὑρίην ἐνέμοντο, θεηδόχον οὖδας ἀρούρης, ξεινοδόκου μεθέπουσαν ἐπωνυμίην Ὑριῆος,
ἧχι Γίγας ἀπέλεθρος ἀπειρογάμων ἀπὸ λέκτρων Ὠρίων τριπάτωρ ἀπὸ μητέρος ἄνθορε Γαίης,269 in vol. 1

13

(100)

εὖτε θεῶν τριγόνοισιν ἀεξηθεῖσα γενέθλαις εἰς τόκον αὐτοτέλεστον ἐμορφώθη χύσις οὔρων, αὔλακα νυμφεύσασα τελεσσιγόνοιο βοείης, καὶ χθονὸς ἄσπορον υἷα λαγὼν μαιώσατο γαίης, οἵ τ’ ἔχον ἀγρομένων ξεινηδόκον οὖδας Ἀχαιῶν,
105Αὐλίδα πετρήεσσαν, ἐδέθλιον Ἰοχεαίρης, ἧχι θεὰ βαρύμηνις ὀρεσσαύλῳ παρὰ βωμῷ δέκτο θυηπολίην ψευδήμονος Ἰφιγενείης, καὶ κεμὰς οὐρεσίφοιτος ἀμεμφέι καίετο πυρσῷ, ἁρπαμένης νόθον εἶδος ἀληθέος Ἰφιγενείης,
110ἣν Ὀδυσεὺς ἐκόμισσε δολοπλόκος ὡς Ἀχιλῆος ἐσσομένην πρὸ μόθοιο παρευνέτιν, ἔνθεν ἀκούει Αὐλὶς ἀνυμφεύτοιο γαμοστόλος Ἰφιγενείης, ὁλκάσι δ’ Ἀργείων ἐπεσύρισε πομπὸς ἀήτης ἄψοφα μαστίζων ἐχενηίδος ἄκρα γαλήνης,
115νεβροφόνῳ βασιλῆι φέρων παλινάγρετον αὔρην, κούρη δ’ ὀψὲ μολοῦσα μετάρσιος ἐς χθόνα Ταύρων φρικτὰ κακοξείνων ἐδιδάσκετο θεσμὰ λεβήτων, ἀνέρα δαιτρεύουσα, καὶ ἀνδροφόνῳ παρὰ βωμῷ γνωτὸν ἁλιπτοίητον ἀνεζώγρησεν Ὀρέστην.
120Βοιωτῶν τόσος ἦλθεν ἀμετρήτων στόλος ἀνδρῶν
Ἰνδῴην ἐπὶ δῆριν ὁμαρτήσας Ὑμεναίῳ. τοῖσι συνεστρατόωντο σοφῇ παρὰ Δελφίδι πέτρῃ ἀγχίποροι Φωκῆες ὁμήλυδες, οἳ Κυπαρίσσου εἶχον ἕδος καὶ γαῖαν Ὑάμπολιν, ἥν περ ἀκούω270 in vol. 1
125Ἀονίης ὑὸς οὖδας ἐπώνυμον, ἣ περὶ μορφῆς αὐχένα γαῦρον ἄειρε καὶ ἤρισε Τριτογενείῃ· οἵ τε λάχον Πυθῶνα καὶ ἀμφίκρημνον ἀλωήν, Κρῖσαν ἀειδομένην καὶ Δαυλίδα καὶ Πανοπῆα, γείτονα Βάκχον ἔχοντες, ἐπεὶ δαφναῖος Ἀπόλλων
130κλῆρον ἑὸν ξύνωσε κασιγνήτῳ Διονύσῳ, Παρνησσὸν δικάρηνον· ἀγειρομένοισι δὲ λαοῖς Πυθιὰς ὀμφήεσσα θεηγόρος ἔκλαγε πέτρη καὶ τρίπος αὐτοβόητος, ἀσιγήτοιο δὲ πηγῆς Κασταλίης λάλον οἶδμα σοφῷ πάφλαζε ῥεέθρῳ.
135 Εὐβοέων δὲ φάλαγγας ἐκόσμεον ἀσπιδιῶται παιδοκόμοι Κορύβαντες ἀεξομένου Διονύσου, οἳ Φρύγα κόλπον ἔχοντες ὀρεσσιπόλῳ παρὰ Ῥείῃ νήπιον εἰσέτι Βάκχον ἐκυκλώσαντο βοείαις, τόν ποτε πορφυρέῳ κεκαλυμμένον οἴνοπι πέπλῳ
140εὗρον ἐνὶ σκοπέλοις, κερόεν βρέφος, ἔνθα μιν Ἰνὼ
Μύστιδι παιδοκόμῳ παρακάτθετο μητρὶ Κορύνθου· οἳ τότε πάντες ἵκανον ἀειδομένης ἀπὸ νήσου, Πρυμνεὺς εἱλιπόδης τε Μίμας καὶ ὀρίδρομος Ἄκμων Δαμνεύς τ’ Ὠκύθοός τε σακεσπάλος, οἷς ἅμα βαίνων271 in vol. 1
145σύνδρομος Ἰδαίῳ κορυθαιόλος ἦλθε Μελισσεύς, οὕς ποτε δυσσεβίης κεκορυθμένος ἄφρονι κέντρῳ Σῶκος ἁλιζώνοιο πατὴρ νοσφίσσατο πάτρης Κόμβης ἑπτατόκου μετὰ μητέρος· οἱ δὲ φυγόντες Κνώσσιον οὖδας ἵκοντο, καὶ ἔμπαλιν ἦσαν ἀλῆται

13

(150)

ἐς Φρυγίην Κρήτηθεν, ἀπὸ Φρυγίης ἐς Ἀθήνας, ἀλλοδαποὶ ναετῆρες ὁμέστιοι, εἰσόκε Κέκροψ Σῶκον ἀπηλοίησε Δίκης ποινήτορι χαλκῷ, καὶ χθόνα καλλείψαντες ἁλικλύστου Μαραθῶνος νόστιμον ἴχνος ἔκαμψαν ἐς ἱερὸν οὖδας Ἀβάντων,
155Κουρήτων προτέρων χθόνιον γένος, οἷς μέλος αὐλῶν, οἷς βίος εὐκελάδων ξιφέων κτύπος, οἷς τινι ῥυθμῷ κύκλα ποδῶν μεμέλητο καὶ ἀσπιδόεσσα χορείη. τοῖσι συνεστρατόωντο μαχήμονες υἷες Ἀβάντων, οἳ λάχον ὀφρυόεσσαν Ἐρέτριαν, οἳ λάχον ἄμφω,
160καὶ Στύρα καὶ Κήρινθον, ἀειδομένης τε Καρύστου ἕδρανα καὶ Δίου κραναὸν πέδον, οἵ τ’ ἔχον ἄκρην,
ἄκρην κυματόεσσαν ἀσιγήτοιο Γεραιστοῦ, καὶ Στύγα καὶ Κοτυλαῖον ἕδος καὶ Σιρίδος ἕδρην Μαρμαρίου τε τένοντα καὶ Ὠγυγίης πέδον Αἰγῆς·272 in vol. 1
165τοῖς ἅμα λαὸς ἵκανεν ὁμόστολος, οἷς πέλε πάτρη Χαλκίς, ὀπισθοκόμων μητρόπτολις Ἐλλοπιήων. ἑπτὰ μὲν ἡγεμόνες στρατὸν ὥπλισαν, ἀλλ’ ἕνα πάντες θυμὸν ἔχον κατ’ ἄρηα· καὶ ἀστέρας αἴθοπι βωμῷ Ζῳδιακῆς ναετῆρας ἐμειλίξαντο κελεύθου,
170δῆριν ἰσηρίθμοισιν ἐπιτρέψαντες ἀλήταις. Κεκροπίδας δ’ ἐκόρυσσε μόθων ἀκόρητος Ἐρεχθεύς, χρύσεον ἀγλαόπαιδος Ἐρεχθέος αἷμα κομίζων, τόν ποτε πυρσοφόροιο κατὰ πτύχα παρθενεῶνος παρθένος αὐτολόχευτος ἀνέτρεφεν ἄρσενι μαζῷ
175παιδοκόμος γλαυκῶπις ἀνήροτος, αἰδομένη δὲ παρθενίῳ πήχυνεν ἀήθεϊ κοῦρον ἀγοστῷ Ἡφαιστηιάδην, ὅτε δύσγαμος Ἀμφιγυήεις ἀλλοίῃ φιλότητι γονὴν ἔσπειρεν ἀρούρῃ, θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν Ἐρώτων·
180τοῖος Ἀθηναίων στρατιῆς πρόμος ἦλθεν Ἐρεχθεύς,
Σίφνον ἔχων συνάεθλον, ὁμόπτολιν ἡγεμονῆα ... οἳ λάχον Οἰνώνης γόνιμον πέδον, οἵ τε καρήνων γείτονος Ὑμήττοιο μελισσήεντας ἐναύλους καὶ τέμενος βαθύδενδρον ἐλαιοκόμου Μαραθῶνος,273 in vol. 1
185οἵ τε πόλιν Κελεοῖο, καὶ οἳ λάχον ὅρμον Ἀθήνης, ἀγχίαλον Βραυρῶνα, κενήριον Ἰφιγενείης, καὶ δάπεδον Θορίκοιο καὶ εὐώδινος Ἀφίδνης, οἵ τ’ ἔχον ἀγλαόπαιδος Ἐλευσινίην χθόνα Δηοῦς, μυστιπόλοι ταλάροιο καὶ εὐκάρποιο θεαίνης,
190Τριπτολέμου γεγαῶτες ἀφ’ αἵματος, ὅς ποτε Δηοῦς δίφρον ἐχιδνήεντα δι’ ἠέρος ἡνιοχεύων στικτὰ φερεσταχύων ἐπεμάστιε νῶτα δρακόντων· καὶ πολὺς ἔνθα καὶ ἔνθα σιδήρεα τεύχεα πάλλων παισὶ κορυσσομένοισι γέρων ὤρεξεν Ἀχαρνεύς·
195καὶ στίχες Ἀτθίδος ἦλθον ἐπήλυδες, ἐγρεμόθων δὲ σὺν δορί, σὺν ξιφέεσσιν ἐπειγομένων ναετήρων εἰς μόθον εὐπήληκες ἐβακχεύθησαν Ἀθῆναι, ἐσσυμένων δ’ ἐς ἄρηα λιμὴν ἤχησε Φαληρεύς· καὶ πολὺς ἀγγέλλων προτέρην αὐτόχθονα φύτλην

13

(200)

χρύσεος εὐπλέκτοισι κόμαις ἐσφίγγετο τέττιξ.
Ἀτθίδα γαῖαν ἔλειπε καὶ Αἰακός, ὃν νόθος ὄρνις ἁρπαμένῃ σπέρμηνε μιγεὶς Ἀσωπίδι νύμφῃ, αἰετὸς Αἰγίνης πτερόεις πόσις ὑψιπέτης Ζεύς· ἐκ δὲ γάμου πεφάτιστο καὶ Αἰακός· ἔξοχα δ’ ἄλλων274 in vol. 1
205χραισμῆσαι μενέαινε κασιγνήτῳ Διονύσῳ· Μυρμιδόνων δὲ φάλαγγας ἐκόσμεεν ἴδμονι τέχνῃ, οἳ πρὶν ἔσαν μύρμηκες ἐφερπύζοντες ἀρούρῃ, ποσσὶ πολυσπερέεσσι μεμηλότες, εἰσόκεν αὐτῶν ἐκ χροὸς οὐτιδανοῖο χαμαιγενὲς εἶδος ἀμείψας
210φέρτερον εἰς δέμας ἄλλο μετέπλασεν ὑψιμέδων Ζεύς, καὶ στρατὸς ἐβλάστησεν ἐνόπλιος· ἐξαπίνης γὰρ ἀλλοφυής, ἄφθογγος, ἀπόσπορος ἐσμὸς ἀρούρης εἰς βροτὸν αὐδήεντα δέμας μορφώσατο μύρμηξ· τῶν πρόμος Αἰακὸς ἦρχεν, ἐν εὐτύκτῳ δὲ βοείῃ
215Ζῆνα νόθον σοφὸν ὄρνιν ἐπέγραφε, σῆμα γενέθλης, φειδομένοις ὀνύχεσσιν ἐλαφρίζοντα γυναῖκα, καὶ ποταμὸς πυρίκαυτος ἔην σχεδόν, ἄγχι δὲ κούρη οἰκτρὰ κατηφιόωσα, καὶ εἰ πέλεν ἄπνοος εἰκών, δόχμιον ὄμμα τίταινεν, ἅτε στενάχουσα τοκῆα
220Ἀσωπὸν βαρύγουνον, ἔοικε δὲ τοῦτο βοῆσαι· ‘καλὸν ἐμοὶ πόρες ἕδνον ἐμὸν γενετῆρα δαμάσσας.‘ Κρήτης δ’ ἡγεμόνευε πολυγλώσσων ναετήρων
Ἀστέριος φαιδρωπὸν ἔχων δέμας, ἀμφότερον δὲ ὅσσον ἔην ἐρόεις, τόσον ἄλκιμος, ὅν ποτε νύμφη275 in vol. 1
225λυσαμένη Μίνωι σαόφρονος ἅμμα κορείης Φαιστιὰς Ἀνδρογένεια Κυδωναίῃ τέκεν εὐνῇ· ὃς τότε λαὸν ἄγων ἑκατόμπολιν οἴνοπι Βάκχῳ ἵκετο κυδαίνων ἐμφύλιον αἷμα γενέθλης πατρὸς ἑοῦ· Σεμέλης γὰρ ἀνεψιὸς ἔπλετο Μίνως,
230Κάδμου ξυνὰ γένεθλα· πολυσπερέες δὲ μαχηταὶ πάντες ἑνὶ σπεύδοντι συνέρρεον ἡγεμονῆι, οἱ μὲν ἀπὸ Κνωσσοῖο μαχήμονες, οἱ δ’ ἀπὸ Λύκτου Μιλήτου στρατιῇσι συνήλυδες· οἷς ἅμα πολλοὶ ὑψιλόφου Γόρτυνος ἐθωρήσσοντο πολῖται
235καὶ ναέται Ῥυτίοιο καὶ εὐκάρποιο Λυκάστου ... καὶ χθόνα Νωδαίοιο Διὸς καὶ ἐδέθλια Βοίβης καὶ δάπεδον Κισάμοιο, καὶ ἄλσεα καλὰ Κυταίου. τοῖος ἀπὸ Κρήτης πρόμος ἤλυθεν· ἐρχομένῳ δὲ θερμοτέραις ἀκτῖσι χέων μαντήιον αἴγλην
240Ἀστερίῳ σελάγιζεν ὁμώνυμος Ἄρεος ἀστήρ,
νίκης ἐσσομένης πρωτάγγελος· ἀλλ’ ἐνὶ χάρμῃ νικήσας νόθον οἶστρον ἀήθεος ἔσχεν ἀρούρης νηλής· οὐ γὰρ ἔμελλεν ἰδεῖν μετὰ φύλοπιν Ἰνδῶν πάτριον Ἰδαίης κορυθαιόλον ἄντρον ἐρίπνης,276 in vol. 1
245ἀλλὰ βίον προβέβουλε λιπόπτολιν, ἀντὶ δὲ Δίκτης Κνώσσιος ἐν Σκυθίῃ μετανάστιος ἔσκε πολίτης, καὶ πολιὸν Μίνωα καὶ Ἀνδρογένειαν ἐάσσας ξεινοφόνων σοφὸς ἦλθεν ἐς ἔθνεα βάρβαρα Κόλχων Ἀστερίους τ’ ἐκάλεσσε καὶ ὤπασεν οὔνομα λαοῖς

13

(250)

Κρητικόν, οἷς ξένα θεσμὰ φύσις πόρε, παιδοκόμου δὲ πάτριον Ἀμνισοῖο ῥόον Κρηταῖον ἐάσσας αἰδομένοις στομάτεσσι νόθον πίε Φάσιδος ὕδωρ. μοῦνος Ἀρισταῖος βραδὺς ἤιε λοίσθιος ἄλλων, ὅσσοι γαῖαν ἔναιον ὁμούριον Ἑλλάδι γαίῃ,
255ὃς μέλιτος γλυκεροῖο πολυτρήτων ἀπὸ σίμβλων αὐχένα γαῦρον ἄειρε, καὶ οἰνοχύτῳ Διονύσῳ ἤρισεν ἀπρήκτῳ μελιηδέος ἐλπίδι νίκης· ἀμφοτέροις δ’ ἐδίκαζον, ὅσοι ναετῆρες Ὀλύμπου· ἀλλὰ πάις Φοίβοιο νεόρρυτα χεύματα σίμβλων
260ἀθανάτοις ὀρέγων μελιηδέος ἤμβροτε νίκης,
ὅττι θεοὶ παχὺ χεῦμα φιλοπτόρθοιο μελίσσης δεξάμενοι κόρον ὀξὺν ἀτερπέος εἶχον ἐέρσης· καὶ κόρος ἦν μακάρων τρίτατον δέπας, οὐδὲ τετάρτου κιρναμένου γεύσαντο παλιννόστοιο κυπέλλου,277 in vol. 1
265καὶ μάλα διψώοντες· ἀρυομένοιο δὲ Βάκχου ὄμβρῳ ἐυρραθάμιγγι νόον τέρποντες ἐέρσης εἰς ὅλον ἦμαρ ἔπινον ἀλωφήτου χύσιν οἴνου· καὶ μεθύων γλυκὺν οἶνον ἐθάμβεεν ἄλλος ἐπ’ ἄλλῳ ἐξ ἑτέρου ποθέων ἕτερον δέπας ἡδέι θυμῷ,
270εὐφροσύνην ἀκόρητον ἔχων θελξίφρονος οἴνου· Ζεὺς δὲ μελιρραθάμιγγος † ἐθάμβεεν ἔργα μελίσσης δαιδαλέην τ’ ὠδῖνα φιλοσμήνου τοκετοῖο, δῶρον Ἀρισταίοιο, καὶ οἰνοχύτῳ Διονύσῳ ὤπασε λυσιπόνοιο φέρειν πρωτάγρια νίκης.
275ἔνθεν Ἀρισταῖος βραδὺς ἤιεν εἰς μόθον Ἰνδῶν, ὄψιμος εὐνήσας πρότερον χόλον, Ἀρκάδα πέτρην, ἔνδιον Ἑρμείαο λιπὼν Κυλλήνιον ἕδρην·
οὔ πω γὰρ προτέρῃ Μεροπηίδι νάσσατο νήσῳ, οὔ πω δ’ ἀτμὸν ἔπαυσε πυρώδεα διψάδος ὥρης278 in vol. 1
280Ζηνὸς ἀλεξικάκοιο φέρων φυσίζοον αὔρην, οὐδὲ σιδηροχίτων δεδοκημένος ἀστέρος αἴγλην Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο ἐννύχιος πρήυνε, τὸν εἰσέτι διψαλέον πῦρ θερμὸν ἀκοντίζοντα δι’ αἰθέρος αἴθοπι λαιμῷ
285ἄσθμασι λεπταλέοισι καταψύχουσιν ἀῆται· ἀλλ’ ἔτι Παρρασίης πέδον ᾤκεεν. ἐρχομένῳ δὲ λαὸς ἐθωρήχθη βαλανηφάγος Ἀρκὰς ἀλήτης, οἵ τ’ εἶχον Λασιῶνα καὶ ἄλσεα καλὰ Λυκαίου καὶ κραναὴν Στύμφηλον, ἀειδομένην τε πολίχνην
290Ῥίπην καὶ Στρατίην καὶ Μαντινέην καὶ Ἐνίσπην Παρρασίην τ’ εὔδενδρον, ὅπῃ πέδον ἐστὶ θεαίνης ἀστιβὲς ἀρχεγόνοιο λεχώιον εἰσέτι Ῥείης, καὶ δάπεδον Φενεοῖο καὶ ὀρχηθμοῖο τοκῆα, Ὀρχομενὸν πολύμηλον, ἐδέθλιον Ἀπιδανήων,
295οἵ τ’ ἔχον Ἀρκαδίην πόλιν Ἀρκάδος, ὅν ποτε μήτηρ Καλλιστὼ Διὶ τίκτε, πατὴρ δέ μιν εἰς πόλον ἄστρων
στηρίξας ἐκάλεσσε χαλαζήεντα Βοώτην· τόσσον Ἀρισταῖος στρατὸν ὥπλισεν Ἀρκάδι λόγχῃ ἀνδράσι μαρναμένους νομάδας κύνας εἰς μόθον ἕλκων,279 in vol. 1

13

(300)

τόν ποτε Κυρήνη, κεμαδοσσόος Ἄρτεμις ἄλλη, Φοιβείῃ φιλότητι λεοντοφόνος τέκε νύμφη, ὁππότε μιν Λιβύῃ ψαμαθώδεϊ καλὸς Ἀπόλλων ἤγαγε νυμφοκόμῳ μετανάστιον ἅρπαγι δίφρῳ. καί μιν ἐπισπεύδοντα λιπὼν μαντώδεα δάφνην
305αὐτὸς ἑαῖς παλάμῃσι πατὴρ θώρηξεν Ἀπόλλων· παιδὶ δὲ τόξον ἔδωκε, καὶ ἥρμοσε χειρὶ βοείην δαιδαλέην, γλαφυρὴν δὲ καθιεμένην διὰ νώτου ὠμαδίῳ τελαμῶνι κατεκλήισε φαρέτρην. τῷ δ’ ἐπὶ Σικελίηθεν ἑκηβόλος ἦλθεν Ἀχάτης,
310καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται, Κιλλυρίων τ’ Ἐλύμων τε πολὺς στρατός, οἵ τε Παλίκων ἕδρανον ἀμφενέμοντο, καὶ οἳ Κατάνην παρὰ λίμνην γείτονα Σειρήνων πόλιν ᾤκεον, ἃς Ἀχελῴῳ Τερψιχόρη ῥοδόεσσα βοοκραίρων ἀπὸ λέκτρων
315τίκτεν ἀελλήεντι συναπτομένη παρακοίτῃ· οἵ τ’ εἶχον Καμάριναν, ὅπῃ κελάδοντι ῥεέθρῳ Ἵππαρις ἀστήρικτος ἐρεύγεται ἀγκύλον ὕδωρ,
Ὕβλης θ’ ἱερὸν ἄστυ, καὶ οἳ σχεδὸν ᾤκεον Αἴτνης, ἧχι πυρὸς κρητῆρες ἀναπτομένης ἀπὸ πέτρης280 in vol. 1
320θερμὸν ἀναβλύζουσι Τυφαονίης σέλας εὐνῆς, οἵ τε δόμους ἐδάσαντο παρ’ ὀφρυόεντι Πελώρῳ, καὶ δάπεδον νησαῖον ἁλιρροίζοιο Παχύνου, καὶ Σικελὴν Ἀρέθουσαν, ὅπῃ μετανάστιος ἕρπει στέμματι Πισαίῳ κομόων Ἀλφειὸς ἀλήτης,
325πορθμεύων βατὸν οἶδμα, καὶ ἀκροτάτου διὰ πόντου ἕλκει δοῦλον Ἔρωτος ὑπέρτερον ἄβροχον ὕδωρ, θερμὸν ἔχων ψυχροῖο δι’ ὕδατος ἁπτόμενον πῦρ. τοῖς ἔπι Φαῦνος ἵκανε πυρισφρήγιστον ἐάσσας Σικελίης τριλόφοιο Πελωρίδα πέζαν ἐρίπνης,
330τὸν βυθίῳ Κρονίωνι συναπτομένη τέκε Κίρκη, σύγγονος Αἰήταο πολύθρονος, ἣ παρὰ λόχμῃ ᾤκεε πετραίοιο βαθύσκια κύκλα μελάθρου. καὶ Λίβυες στρατόωντο παρ’ Ἑσπέριον κλίμα γαίης ἀγχινεφῆ ναίοντες ἀλήμονος ἄστεα Κάδμου·
335κεῖθι γὰρ ἀντιπόρων ἀνέμων πεφορημένος αὔραις εἰς χρόνον ᾤκεε Κάδμος, ἔχων Σιθωνίδα νύμφην σύμπλοον, Ἁρμονίην ἔτι παρθένον, ἧς διὰ μορφὴν γείτονας ἀντιβίους πολεμητόκος ὥπλισε φήμη,
ἣν Χαρίτην ὀνόμηνε Λίβυς στρατός—ἁβροτέρη γὰρ281 in vol. 1
340Βιστονὶς ἐβλάστησεν ἐπιχθονίη Χάρις ἄλλη, τῆς ἄπο καὶ Λιβύης Χαρίτων λόφος—, ἧς ἐπὶ μορφῇ ἅρπαγος ὑσμίνης δεδονημένος ἄφρονι κέντρῳ φρικτὸς ἐρωμανέων ἐκορύσσετο βάρβαρος ἄρης, λαὸς ἐρημονόμος Μαυρούσιος· ἀλλὰ τινάσσων
345χερσὶ χαμαιγενέεσσι Λιβυστίδος ἔγχος Ἀθήνης Ἁρμονίης πολέμιζε προασπίζων παρακοίτης, Ἑσπερίων δ’ ἐφόβησεν ὅλον γένος Αἰθιοπήων σὺν Διὶ θωρηχθέντι, σὺν Ἄρεϊ καὶ Κυθερείῃ· κεῖθι καί, ὡς ἐνέπουσι, παρὰ Τριτωνίδι λίμνῃ

13

(350)

Ἁρμονίῃ παρέλεκτο ῥοδώπιδι Κάδμος ἀλήτης, Νύμφαι δ’ Ἑσπερίδες μέλος ἔπλεκον, ὧν ἀπὸ κήπου Κύπρις ὁμοῦ καὶ Ἔρωτες ἐκόσμεον εὔγαμον εὐνήν, χρυσείην θαλάμοισιν ἐπικρεμάσαντες ὀπώρην, νύμφης ἕδνον ἔρωτος ἐπάξιον, ἧς ἀπὸ φύλλων
355Ἁρμονίη καὶ Κάδμος ἐχεκτεάνῳ παρὰ παστῷ βόστρυχον ἀφνειοῖσιν ἐμιτρώσαντο κορύμβοις ἀντὶ ῥόδου γαμίοιο· καὶ ἁβροτέρη πέλε νύμφη χρύσεα δῶρα φέρουσα, γέρας χρυσῆς Ἀφροδίτης·
καὶ μέλος ἀστραίης κιθάρης ἐπὶ κῶμον ἐγείρας282 in vol. 1
360μητροπάτωρ σφαιρηδὸν ἑῷ βητάρμονι ταρσῷ οὐρανὸν ἀμφελέλιζε Λίβυς κυρτούμενος Ἄτλας, καὶ μέλος ἁρμονίης ἐμελίζετο γείτονι φωνῇ· καὶ ζυγίης φιλότητος ἑῆς μνημήια νύμφης δῶκε ποδῶν ἐπίβαθρα Λιβυστίδι Κάδμος ἀρούρῃ,
365δωμήσας πολίων ἑκατοντάδα, δῶκε δ’ ἑκάστῃ δύσβατα λαϊνέοις ὑψούμενα τείχεα πύργοις. κείνου μνῆστιν ἔχοντες ἐπεστρατόωντο μαχηταὶ μαρναμένου Βρομίοιο προασπιστῆρες ἐνυοῦς, τικτομένης ναίοντες ἐδέθλια γείτονα Μήνης
370καὶ Διὸς Ἀσβύσταο μεσημβρίζοντας ἐναύλους, μαντιπόλου κερόεντος, ὅπῃ ποτὲ πολλάκις Ἄμμων ἀρνειοῦ τριέλικτον ἔχων ἴνδαλμα κεραίης ὀμφαίοις στομάτεσσιν ἐθέσπισεν Ἑσπέριος Ζεύς· οἵ τε ῥόον Χρεμέταο καὶ οἳ παρὰ Κίνυφος ὕδωρ
375ᾤκεον ἀζαλέης ψαμαθώδεα πέζαν ἀρούρης, Αὐσχῖσαι Βάκαλές τε συνήλυδες, οὓς πλέον ἄλλων ἄρεϊ τερπομένους Ζεφυρήιος ἔτρεφεν ἀγκών. τόσσος λαὸς ἔην ἑκατόμπολις· ἐρχομένης δὲ
πληθύος ἡγεμόνευε Κραταιγόνος, ὅν ποτε κούρη283 in vol. 1
380Ἀγχιρόη Χρεμέταο παρὰ πλαταμῶνα τοκῆος Ψύλλου κουφονόοιο μινυνθαδίῃ τέκεν εὐνῇ νυμφίον ἀγκὰς ἔχουσα θεημάχον, οὗ ποτε καρποὺς ἄσθματι διψαλέῳ Νότος ἔφλεγε θερμὸς ἀήτης· αὐτὰρ ὁ θωρήσσων κορυθαιόλον ἄρεα νηῶν
385ναύμαχον ἐσμὸν ἄγειρεν, ὅπως ποινήτορι θεσμῷ ἠερίοις ἀνέμοισιν ἀναστήσειεν ἐνυώ, ἱέμενος κτεῖναι φλογερὸν Νότον· ἄγχι δὲ νήσου Αἰολίης στόλος ἦλθε σακεσπάλος, ἀλλὰ μανέντος ἀνδρὸς ἀκοντιστῆρες ἀελλήεντι κυδοιμῷ
390ὁλκάδα μαστίζοντες ἐθωρήχθησαν ἀῆται, συμφερτὴν δονέοντες ἀρηγόνα σύμπνοον αὔρην, καὶ στρατιὴν καὶ Ψύλλον ἐτυμβεύσαντο θαλάσσῃ. Θρηικίης δὲ Σάμοιο συνέρρεον ἀσπιδιῶται, κοίρανος οὓς προΐαλλε βαθυσμήριγγος ὑπήνης ...
395Ἠμαθίων βαρύγουνος, ἔχων χιονώδεα χαίτην, Τιτήνων μελέεσσιν ἐοικότας, οἵ τ’ ἔχον ἄμφω, ἀγχίαλον Μύρμηκα καὶ ἀνθεμόεντα Σαώκην, καὶ χθόνα Τευμερίοιο καὶ εὐλείμωνος ἀρούρης ἄλσεα Φησιάδαο κατάσκια δενδράδι λόχμῃ,

13

(400)

καὶ ζαθέην Ζήρυνθον ἀκοιμήτων Κορυβάντων κτίσμα, φατιζομένης Περσηίδος ὁππόθι κούρης μυστιπόλων δαΐδων θιασώδεές εἰσιν ἐρίπναι, οἵ τε πολυγλώχινος ὑπὸ κρηπῖδος ἀρούρης Βρόντιον ἀμφενέμοντο, καὶ ἃς ἐπὶ γείτονι πόντῳ284 in vol. 1
405Ἀτραπιτοὺς βυθίοιο Ποσειδάωνος ἀκούω. τόσσαι μὲν στίχες ἦλθον ὁμήλυδες, ἀρχεγόνου δὲ Ἠλέκτρης ὁμόφυλον ἐπιστώσαντο γενέθλην· κεῖθι γὰρ Ἁρμονίην γένος αἰθέρος, αἷμα θαλάσσης, Ἄρης, Ζεύς, Κυθέρεια θεῶν χραισμήτορι Κάδμῳ
410κουριδίην ἀνάεδνον ἐδωρήσαντο γυναῖκα. τοῖσι κορυσσομένοισι σὺν εὐθύρσῳ Διονύσῳ Ἠλέκτρης ἀνέτελλε δι’ αἰθέρος ἕβδομος ἀστὴρ δεξιὸν ὑσμίνης σημήιον, ἀμφὶ δὲ νίκῃ Πληιάδων κελάδησε βοῆς ἀντίθροος ἠχὼ
415γνωτῆς αἷμα φέροντι χαριζομένη Διονύσῳ, καὶ στρατιῇ πόρε θάρσος ὁμοίιον· ἐρχομένων δὲ Ὤγυρος ἡγεμόνευεν ἐς ἄρεα δεύτερος Ἄρης, Ὤγυρος ὑψικάρηνος, ἔχων ἴνδαλμα Γιγάντων· τοῦ μὲν ἔην ἄγναμπτον ὅλον δέμας, ἐκ δὲ καρήνου
420αὐχενίου τε τένοντος ὀπισθοκόμων ἐπὶ νώτων ἰσοφανεῖς πλοκαμῖδες ἀκανθοφόροισιν ἐχίνοις ἔρρεον ἰξύος ἄχρι κατήλυδες· εἶχε δὲ δειρὴν μηκεδανήν, περίμετρον, ὁμοίιον αὐχένι πέτρης,
βάρβαρον ἦθος ἔχων πατρώιον· οὐδέ τις αὐτοῦ285 in vol. 1
425φέρτερος ἄλλος ἵκανεν Ἑώιον ἐς μόθον Ἰνδῶν νόσφι Διωνύσοιο· καὶ ὅρκιον ὤμοσε Νίκην Ἰνδῴην χθόνα πᾶσαν ἑῷ δορὶ μοῦνος ὀλέσσαι. καὶ θρασὺς υἱὸς Ἄρηος ἑὴν Πίμπλειαν ἐάσσας Βιστονίης Οἴαγρος ἐκώμασεν ἀστὸς ἀρούρης,
430Ὀρφέα καλλείψας ἐπὶ γούνασι Καλλιοπείης νήπιον ἀρτιχύτῳ μεμελημένον εἰσέτι μαζῷ. Κυπριάδας δὲ φάλαγγας ἐκόσμεε Λίτρος ἀγήνωρ εὐχαίτης τε Λάπηθος· ἐθωρήσσοντο δὲ πολλοί, οἵ τε λάχον Σφήκειαν, ἁλίκτυπον ἄντυγα νήσου,
435Κύπρον ἐυπτερύγων θεοδέγμονα νῆσον Ἐρώτων, Κύπριδος αὐτογόνοιο φερώνυμον, ἧς ποτε κύκλῳ ἄκρα περιγράψας βυθίῃ γλωχῖνι τριαίνης ἰσοφυῆ δελφῖνι τύπον τορνώσατο Νηρεύς— ὁππότε γὰρ γονόεσσα κατάρρυτος ἄρσενι λύθρῳ
440Οὐρανίη μόρφωσε λεχώιον ἀφρὸν ἐέρση καὶ Παφίην ὤδινε, Κεραστίδος εἰς χθόνα Κύπρου ἔμφρονα θυμὸν ἔχων ὑπὲρ οἴδματος ἔτρεχε δελφίς, ἑζομένην λοφιῇσιν ἐλαφρίζων Ἀφροδίτην—,
οἵ τ’ ἔχον Ὑλάταο πέδον καὶ ἐδέθλια Σηστοῦ286 in vol. 1
445καὶ Τάμασον καὶ Τέμβρον Ἐρύσθειάν τε πολίχνην καὶ τέμενος βαθύδενδρον ὀρεσσαύλοιο Πανάκρου· ἐκ δὲ Σόλων κεκόρυστο πολὺς στρατός, ἐκ δὲ Λαπήθου, ὕστερον ἣν ἐκάλεσσαν ἐπώνυμον ἡγεμονῆος, ὃς τότε λαὸν ἄγειρεν, ἐν εὐθύρσῳ δὲ κυδοιμῷ

13

(450)

κάτθανε καὶ κτερέιστο καὶ οὔνομα λεῖπε πολίταις· οἵ τε πόλιν Κινύρειαν ἐπώνυμον εἰσέτι πάτρην ἀρχεγόνου Κινύραο, καὶ Οὐρανίης πέδον ἕδρης αἰθερίου κενεῶνος ἐπώνυμον, ὅττι πολίτας ἔτρεφεν ἀστράπτοντας ἐπουρανίων τύπον ἄστρων,
455οἵ τ’ εἶχον Κραπάσειαν, ἁλιστεφὲς οὖδας ἀρούρης, καὶ Πάφον, ἁβροκόμων στεφανηφόρον ὅρμον Ἐρώτων, ἐξ ὑδάτων ἐπίβαθρον ἀνερχομένης Ἀφροδίτης, ἧχι θαλασσογόνου Παφίης νυμφήιον ὕδωρ, Σέτραχος ἱμερόεις, ὅθι πολλάκις εἷμα λαβοῦσα
460Κύπρις ἀνεχλαίνωσε λελουμένον υἱέα Μύρρης, καὶ πόλιν ἀρχεγόνου ποτὲ Περσέος, εἰσόκε Τεῦκρος, καλλείψας Σαλαμῖνα χολωομένου Τελαμῶνος, ὁπλοτέρην πύργωσεν ἀειδομένην Σαλαμῖνα. Λυδῶν δ’ ἁβρὸς ὅμιλος ἐπέρρεεν, οἵ τ’ ἔχον ἄμφω,287 in vol. 1
465Κῖμψον ἐυψήφιδα καὶ ὀφρυόεσσαν Ἰτώνην, οἵ τε Τορήβιον εὐρύ, καὶ οἳ Πλούτοιο τιθήνας Σάρδιας εὐώδινας, ὁμήλικας Ἠριγενείης, καὶ χθόνα Βακχείην σταφυληκόμον, ἧχι τεκούσῃ ἀμπελόεις Διόνυσος ἔχων δέπας ἔμπλεον οἴνου
470Ῥείῃ πρῶτα κέρασσε, πόλιν δ’ ὀνόμηνε Κεράσσας, καὶ σκοπιὰς Ὀάνοιο, καὶ οἳ ῥόον ἔλλαχον Ἕρμου ὑδατόεν τε Μέταλλον, ὅπῃ Πακτώλιον ἰλὺν ξανθὸς ἀποπτύων ἀμαρύσσεται ὄλβος ἐέρσης· καὶ Στατάλων κεκόρυστο πολὺς στρατός, ἧχι Τυφωεὺς
475θερμὸν ἀναβλύζων πυριθαλπέος ἄσθμα κεραυνοῦ ἔφλεγε γείτονα χῶρον, ἀελλήεντι δὲ καπνῷ
αἰθομένου Τυφῶνος ἐτεφρώθησαν ἐρίπναι, γυιοβόρῳ σπινθῆρι μαραινομένων κεφαλάων· ἀλλὰ Διὸς Λυδοῖο θυώδεα νηὸν ἐάσσας288 in vol. 1
480ἀρητὴρ ἀσίδηρος ἐμάρνατο κέντορι μύθῳ, μύθῳ ἀκοντιστῆρι, καὶ οὐ τμητῆρι σιδήρῳ, γλώσσῃ ἐρητύων πειθήνιον υἱὸν ἀρούρης, ἔγχος ἔχων στόμα θοῦρον, ἔπος ξίφος, ἀσπίδα φωνήν, τοῦτο θεοκλήτῳ προχέων ἔπος ἀνθερεῶνι·
485„στῆθι, τάλαν“· φλογόεις δὲ Γίγας ὑπὸ μύστιδι τέχνῃ ἀρραγέος μύθοιο σοφῷ στηρίζετο δεσμῷ ἀνέρα δειμαίνων κεκορυθμένον ἔμφρονι λόγχῃ, γυιοπέδην ἀσίδηρον ἔχων ποινήτορι μύθῳ· οὐδὲ τόσον τρομέεσκεν ὀιστευτῆρα κεραυνοῦ
490αἰνογίγας πολύπηχυς, ὅσον ῥηξήνορα μύστην γλώσσῃ ὀιστεύοντα λάλον βέλος, εἶχε δὲ κάμνων ἕλκεα φωνήεντα πεπαρμένος ὀξέι μύθῳ· καὶ πυρὸς ἕλκος ἔχων, τετορημένος ἔγχεϊ θερμῷ, ἄλλῳ θερμοτέρῳ νοερῷ πυρὶ κάμνε Τυφωεύς,
495καὶ στατὸν ἀστυφέλικτον ἐνερρίζωσεν ἀνάγκῃ ταρσὸν ἐχιδνήεντα πεπηγότα μητέρι Γαίῃ, οὐτηθεὶς ἀχάρακτον ἀναιμάκτῳ δέμας αἰχμῇ. ἀλλὰ τὰ μὲν προτέροισιν ἐν ἀνδράσιν ἤγαγεν αἰών. τοὺς δὲ λίγα κροτέοντας ὑπ’ εὐρύθμῳ χθόνα ταρσῷ

13

(500)

καὶ Στάβιος καὶ Στάμνος ἐπὶ κλόνον ὥπλισαν Ἰνδῶν· καὶ στρατὸν ὀρχηστῆρα περισκαίροντα δοκεύων τοῖον ἔπος λέξειας, ὅτι πρόμος ἡγεμονεύει εἰς χορόν, οὐκ ἐπὶ δῆριν, ἐνόπλιον ἄνδρα κομίζων· τοῖσι γὰρ ἐρχομένοισιν ἀνακρούουσα χορείην289 in vol. 1
505Μυγδονὶς ἐγρεκύδοιμος ἐπὶ κλόνον ἔβρεμε φόρμιγξ, ἀντὶ χοροῦ πέμπουσα μόθου λαοσσόον ἠχώ· καὶ πολέμων σάλπιγγες ἔσαν σύριγγες Ἐρώτων, καὶ δίδυμοι Βερέκυντες ὁμόζυγες ἔκλαγον αὐλοί, καὶ κτύπον ἀμφιπλῆγα βαρυσμαράγων ἀπὸ χειρῶν
510χαλκείοις πατάγοισιν ἐμυκήσαντο βοεῖαι. καὶ Φρύγες ἐστρατόωντο παρ’ ἐγρεμόθων στίχα Λυδῶν, οἵ τε λάχον Βούδειαν, ἀειδομένην τε πολίχνην δενδροκόμον Τεμένειαν, ἐύσκιον ἄλσος ἀρούρης, οἳ Δρεσίην ἐνέμοντο καὶ Ὄβριμον, ὅς τε ῥεέθροις
515Μαιάνδρου σκολιοῖσιν ἑὸν παραβάλλεται ὕδωρ, καὶ δάπεδον Δοίαντος ἐπώνυμον, οἵ τε Κελαινὰς χρυσορόφους ἐνέμοντο καὶ εἰκαστήρια Γοργοῦς·
τοῖσι συνεστρατόωντο καὶ οἳ λάχον ἄστεα ναίειν γείτονα Σαγγαρίου, καὶ Ἐλέσπιδος ἕδρανα γαίης.290 in vol. 1
520τῶν πρόμος ἡγεμόνευε, λιπὼν ὀφιώδεα Δίρκην, Πρίασος, Ἀονίης μετανάστιος ἀστὸς ἀρούρης· ὁππότε γὰρ Φρυγίης πέδον ἔκλυσεν ὑέτιος Ζεύς, ὀμβρηροῖς πελάγεσσι χέων ὑψίδρομον ὕδωρ, καὶ δρύες ἐκρύφθησαν ἀκανθοφόροις τ’ ἐνὶ βήσσαις
525διψαλέαι ποταμηδὸν ἐκυμαίνοντο κολῶναι, ἰκμαλέον τότε δῶμα λιπὼν κεκαλυμμένον ὄμβρῳ καὶ ῥόον ἠερόφοιτον, ἀκοντιστῆρα μελάθρων, Πρίασος Ἀονίης μετανάσσατο κόλπον ἀρούρης, Ζηνὸς ἀλυσκάζων θανατηφόρον ὄμβριον ὕδωρ·
530αἰεὶ δ’ ἀλλοδαποῖσι παρ’ ἀνδράσι δάκρυα λείβων μνώετο Σαγγαρίοιο καὶ ἠθάδα δίζετο πηγήν, Ἀονίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ· ὀψὲ δὲ δύσνιφον οἶδμα καὶ ὑδατόεσσαν ἀνάγκην Ζεὺς ὕπατος πρήυνε, καὶ ἐκ Σιπύλοιο καρήνων
535κλυζομένης Φρυγίης παλινάγρετον ἤλασεν ὕδωρ· καὶ ῥόον Ἐννοσίγαιος ὅλον μετέθηκε τριαίνῃ εἰς βυθίους κευθμῶνας ἀτεκμάρτοιο θαλάσσης, καὶ νιφετοῦ κελάδοντος ἐγυμνώθησαν ἐρίπναι· καὶ τότε Βοιωτοῖο παλίνδρομος οὖδας ἐάσσας
540Πρίασος ὑστερόμητις ἑὴν ὑπεδύσατο πάτρην, καὶ γενέτην βαρύγουνον ἀπήμονι πήχεος ὁλκῷ νόστιμος ἀγκὰς ἔμαρψεν, ὃν εὐσεβέων χάριν ἔργων Ζεὺς μέγας ὀμβρήεντος ἀνεζώγρησεν ὀλέθρου, Βρόμβιον ὃν καλέουσιν· ἀπὸ Φρυγίοιο δὲ κόλπου291 in vol. 1
545Πρίασον αὐχήεντες ἐκυκλώσαντο μαχηταί. Ἀστερίου δ’ ἀπάνευθεν ἑοῦ γενέταο μολόντος ἀρτιθαλὴς Μίλητος ὁμόστολος ἵκετο Βάκχῳ Καῦνον ἔχων συνάεθλον ἀδελφεόν, ὃς τότε Καρῶν λαὸν ἄγων ἔτι κοῦρος ἐδύσατο φύλοπιν Ἰνδῶν·

13

(550)

οὔ πω γὰρ δυσέρωτα δολοπλόκον ἔπλεκε μολπὴν γνωτῆς οἶστρον ἔχων ἀδαήμονος, οὐδὲ καὶ αὐτὴν ἀντιτύπου φιλότητος ὁμοζήλων ἐπὶ λέκτρων Ζηνὶ συναπτομένην ἐμελίζετο σύγγονον Ἥρην Λάτμιον ἀμφὶ βόαυλον ἀκοιμήτοιο νομῆος,
555ὀλβίζων ὑπ’ ἔρωτι μεμηλότα γείτονι πέτρῃ νυμφίον Ἐνδυμίωνα ποθοβλήτοιο Σελήνης· ἀλλ’ ἔτι Βυβλὶς ἔην φιλοπάρθενος, ἀλλ’ ἔτι θήρην Καῦνος ὁμογνήτων ἐδιδάσκετο νῆις ἐρώτων· οὔ πω δ’, ἁβροκόμοιο κασιγνήτοιο φυγόντος,
560δάκρυσιν ὀμβρηθεῖσα δέμας μορφώσατο κούρη, καὶ ῥόον ὑδατόεντα γοήμονος ἔβλυε πηγῆς.
τῷ δ’ ἅμα θαρσήεντες ἐπερρώοντο μαχηταί, οἳ Μυκάλην ἐνέμοντο, καὶ οἳ λάχον ἀγκύλον ὕδωρ εἰς χθόνα δυομένοιο παλιννόστου ποταμοῖο,292 in vol. 1
565Μαιάνδρου σκολιοῖο, διερπύζοντος ἐναύλων. τόσσαι μὲν στίχες ἦλθον· ὁμοζήλῳ δὲ πορείῃ λαῶν ἀγρομένων Κυβεληίδες ἔκτυπον αὐλαὶ
Μυγδονίης τε πόληος ἐκυκλώθησαν ἀγυιαί.293 in vol. 1

14

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑΤΟΝ.
1 Ῥείη δ’ ὠκυπέδιλος, ὀρεσσαύλῳ παρὰ φάτνῃ αὐχένα λαχνήεντα περισφίγξασα λεόντων, σύνδρομον ᾐώρησεν ὑπηνέμιον σφυρὸν αὔραις ἠερίους κενεῶνας ἐρετμώσασα πεδίλῳ·
5θεσπεσίας δὲ φάλαγγας ἀολλίζουσα Λυαίῳ ὡς πτερὸν ἠὲ νόημα διέστιχεν ἕδρανα κόσμου εἰς Νότον, εἰς Βορέην, εἰς Ἕσπερον, εἰς κλίσιν Ἠοῦς· καὶ δρυσὶ καὶ ποταμοῖσι μίαν ξυνώσατο φωνὴν Νηιάδας καλέουσα καὶ ἀγριάδος στίχας ὕλης.
10δαιμονίη δ’ ἀίουσα γονὴ Κυβεληίδος ἠχοῦς, πάντοθεν ἠγερέθοντο. καὶ ὑψόθεν εἰς χθόνα Λυδῶν ἀπλανὲς ἴχνος ἄγουσα μετάρσιος ἵκετο Ῥείη· καὶ νυχίην παλίνορσος ἐκούφισε μύστιδα πεύκην Μυγδόνι θερμαίνουσα τὸ δεύτερον ἠέρα πυρσῷ.
15ἀλλὰ μετὰ βροτέην προμάχων ἡρωίδα φύτλην
καὶ στρατιὴν ζαθέην με διδάξατε, Φοιβάδες αὖραι. πρῶτα μὲν ἐκ Λήμνοιο πυριγλώχινος ἐρίπνης φήμη ἀελλήεσσα Σάμου παρὰ μύστιδι πεύκῃ υἱέας Ἡφαίστοιο δύω θώρηξε Καβείρους,294 in vol. 1
20οὔνομα μητρὸς ἔχοντας ὁμόγνιον, οὓς πάρος ἄμφω οὐρανίῳ χαλκῆι τέκε Θρήισσα Καβειρώ· Ἄλκων Εὐρυμέδων τε, δαήμονες ἐσχαρεῶνος. καὶ βλοσυροὶ Κρήτηθεν ἀολλίζοντο μαχηταὶ Δάκτυλοι Ἰδαῖοι, κραναῆς ναετῆρες ἐρίπνης,
25Γηγενέες Κορύβαντες ὁμήλυδες, ὧν ποτε Ῥείη ἐκ χθονὸς αὐτοτέλεστον ἀνεβλάστησε γενέθλην· οἳ βρέφος ἀρτιλόχευτον ἀεξιτόκῳ παρὰ πέτρῃ Ζῆνα φερεσσακέεσσιν ἐμιτρώσαντο χορείαις, κῶμον ἀνακρούοντες ὀρίκτυπον ἠπεροπῆα,
30ἠέρα βακχεύοντες· ἀρασσομένοιο δὲ χαλκοῦ ἀγχινεφὴς Κρονίοισιν ἐπέβρεμεν οὔασιν ἠχὼ κουροσύνην Κρονίωνος ὑποκλέπτουσα βοείαις· καὶ πρόμος ἡγεμόνευε χοροπλεκέων Κορυβάντων Πύρριχος Ἰδαῖός τε σακεσπάλος, οἷς ἅμα βαίνων
35Κνώσσιος αἰόλα φῦλα παρώνυμος ὥπλισε Κύρβας. καὶ φθονεροὶ Τελχῖνες ἐπήλυδες ἐς μόθον Ἰνδῶν
ἐκ βυθίου κενεῶνος ἀολλίζοντο θαλάσσης· καὶ δολιχῇ παλάμῃ δονέων περιμήκετον αἰχμὴν ἦλθε Λύκος, καὶ Σκέλμις ἐφέσπετο Δαμναμενῆι295 in vol. 1
40πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης, Τληπολέμου μετὰ γαῖαν ἁλιπλανέες μετανάσται, δαίμονες ὑγρονόμοι μανιώδεες, οὓς πάρος αὐτοὶ πατρῴης ἀέκοντας ἀποτμήξαντες ἀρούρης Θρῖναξ σὺν Μακαρῆι καὶ ἀγλαὸς ἤλασεν Αὔγης,
45υἱέες Ἠελίοιο· διωκόμενοι δὲ τιθήνης χερσὶ βαρυζήλοισιν ἀρυόμενοι Στυγὸς ὕδωρ ἄσπορον εὐκάρποιο Ῥόδου ποίησαν ἀλωήν, ὕδασι Ταρταρίοισι περιρραίνοντες ἀρούρας. τοῖς ἔπι Κενταύρων διφυὴς πρηεῖα γενέθλη ...

14

(50)

ἵππιον εἶδος ἔχοντι Φόλῳ συνομάρτεε Χείρων ἀλλοφυής, ἀδάμαστος, ἔχων ἀχάλινον ὑπήνην. Κυκλώπων δὲ φάλαγγες ἐπέρρεον· ὧν ἐνὶ χάρμῃ χερσὶν ἀθωρήκτοισιν ἀκοντίζοντο κολῶναι ἔγχεα πετρήεντα, καὶ ἀσπίδες ἦσαν ἐρίπναι,
55καὶ σκοπιὴ λοφόεσσα χαραδραίη πέλε πήληξ, καὶ Σικελοὶ σπινθῆρες ἔσαν φλογόεντες ὀιστοί·
καὶ σέλας αἰθύσσοντες ἐθήμονος ἐσχαρεῶνος πυρσοφόροις παλάμῃσιν ἐθωρήσσοντο μαχηταί, Βρόντης τε Στερόπης τε καὶ Εὐρύαλος καὶ Ἐλατρεὺς296 in vol. 1
60Ἄργης τε Τραχίος τε καὶ αὐχήεις Ἁλιμήδης. ἀλλὰ τόσος καὶ τοῖος ἐλείπετο μοῦνος ἐνυοῦς ἀγχινεφὴς Πολύφημος, ἀπόσπορος ἐννοσιγαίου, ὅττι μιν ὑγροκέλευθος ἐρήτυεν αὐτόθι μίμνειν ἄλλος Ἔρως πολέμοιο φιλαίτερος· εἰσορόων γὰρ
65ἡμιφανῆ Γαλάτειαν ἐπέκτυπε γείτονι πόντῳ, νυμφιδίῃ σύριγγι χέων φιλοπάρθενον ἠχώ. καὶ σκοπέλων ναετῆρες ἀπ’ αὐτορόφοιο μελάθρου, οὔνομα Πανὸς ἔχοντες, ἐρημονόμου γενετῆρος, Πᾶνες ἐθωρήχθησαν ὁμήλυδες, ὧν ἐπὶ μορφῇ
70ἀνδρομέῃ κεκέραστο δασύτριχος αἰγὸς ὀπωπή· καὶ νόθον εἶδος ἔχοντες ἐυκραίροιο καρήνου δώδεκα Πᾶνες ἔσαν κεραελκέες, ἀρχεγόνου δὲ Πανὸς ἑνὸς γεγάασιν ὀρεσσαύλοιο τοκῆος. τὸν μὲν ἐφημίξαντο Κελαινέα μάρτυρι μορφῇ,
75τὸν δὲ φυῆς Ἀργεννὸν ὁμώνυμον· Αἰγοκόρῳ δὲ ἅρμενον οὔνομα θῆκαν, ἐπεὶ νομίῃ παρὰ ποίμνῃ αἰγείων κεκόρητο περιθλίβων γάλα μαζῶν·
ἄλλος δ’ Ἠυγένειος ἀκούετο θεσπέσιος Πὰν ἀμφιλαφῆ πλοκάμοισιν ἔχων λειμῶνα γενείου·297 in vol. 1
80καὶ νομίῳ κεκόρυστο σὺν Ὠμηστῆρι Δαφοινεύς· καὶ Φόβος ὡμάρτησε δασυκνήμιδι Φιλάμνῳ· Ξάνθῳ Γλαῦκος ἵκανεν ὁμόστολος· ἀντιτύποις γὰρ Γλαῦκος ἑοῖς μελέεσσιν ὁμόχροος ἔσκε θαλάσσῃ γλαυκιόων, καὶ Ξάνθος ἔχων ξανθόχροα χαίτην
85οὔνομα τοῖον ἔδεκτο κερασφόρος ἀστὸς ἐρίπνης· καὶ θρασὺς Ἄργος ἵκανε φέρων χιονώδεα χαίτην. τοῖσιν ἔσαν δύο Πᾶνες ὁμήλυδες, οὓς τέκεν Ἑρμῆς κεκριμένῃ φιλότητι μιγεὶς διδυμάοσι Νύμφαις· τὸν μὲν ὀρεστιάδος † Σώσης μετανεύμενος εὐνὴν
90μαντιπόλου σπέρμηνε θεηγόρον ἔμπλεον ὀμφῆς, Ἀγρέα θηροφόνου μελέτῃ πεπυκασμένον ἄγρης· τὸν δὲ νομαῖς ὀίων Νόμιον φίλον, ὁππότε Νύμφης δέμνιον ἀγραύλοιο διέστιχε Πηνελοπείης, ποιμενίῃ σύριγγι μεμηλότα. τοῖς ἅμα Φόρβας
95ὠμηστὴς ἀκόρητος ὁμόστολον εἶχε πορείην. καὶ παλάμην νάρθηκι γέρων Σιληνὸς ἐρείσας δισσοφυὴς κεκόρυστο κερασφόρος υἱὸς ἀρούρης,
τρισσοὺς παῖδας ἄγων θιασώδεας· εἰς ἐνοπὴν γὰρ Ἀστραῖος κεκόρυστο, Μάρων κίεν, ἕσπετο Ληνεύς,298 in vol. 1

14

(100)

χεῖρας ἐλαφρίζοντες ὀριπλανέος γενετῆρος γηροκόμοις ῥοπάλοισι· λιποσθενέων δὲ γερόντων νωχελὲς ἀμπελόεντι δέμας κουφίζετο βάκτρῳ, ὧν μάλα πουλυέτηρος ἔην χρόνος, ὧν ἄπο θερμὴ πουλυγάμων Σατύρων διφυὴς ἀνέτελλε γενέθλη.
105 καὶ Σατύρους κερόεντας ἐκόσμεον ἡγεμονῆες Ποιμένιος Θίασός τε καὶ Ὑψίκερως καὶ Ὀρέστης, καὶ κεραῷ Φλεγραῖος ἐφωμάρτησε Ναπαίῳ· ἦλθε Γέμων, κεκόρυστο Λύκων θρασύς· ἀκροπότῃ δὲ Πετραίῳ γελόωντι φιλέψιος ἕσπετο Φηρεύς,
110καὶ Λάμις οὐρεσίφοιτος ὁμόστολον εἶχε πορείην Ληνοβίῳ, καὶ Σκιρτὸς ἐκώμασε σύνδρομος Οἴστρῳ, σὺν δὲ Φερεσπόνδῳ Λύκος ἤιεν, ἠχέτα κῆρυξ, καὶ Πρόνομος πραπίδεσσι κεκασμένος, οὓς τέκεν Ἑρμῆς Ἰφθίμην κρυφίοισιν ὑποζεύξας ὑμεναίοις,
115τήν ποτε Δῶρος ἔτικτε, Διὸς βλάστημα γενέθλης, ῥίζα γονῆς Ἕλληνος, ἀπ’ ἀρχεγόνοιο δὲ Δώρου Δωρίδος ἐβλάστησεν Ἀχαιικὸν αἷμα γενέθλης· τοῖσι γέρας καὶ σκῆπτρον ἐπέτρεπεν Εἰραφιώτης οὐρανίου κήρυκος, ἀεξινόοιο τοκῆος.299 in vol. 1
120αἰεὶ μὲν μεθύουσα φιλακρήτοισι κυπέλλοις πᾶσα γονὴ Σατύρων θρασυκάρδιος, ἐν δὲ κυδοιμῷ μοῦνον ἀπειλητῆρες, ἀεὶ φεύγοντες ἐνυώ, νόσφι μόθοιο λέοντες, ἐνὶ πτολέμοις δὲ λαγωοί, ἴδμονες ὀρχηστῆρες, ἐπιστάμενοι πλέον ἄλλων
125οἰνοδόκου μέθυ λαρὸν ἀπὸ κρητῆρος ἀφύσσειν· τῶν ὀλίγοι γεγάασι μαχήμονες, οὓς θρασὺς Ἄρης παντοίην ἐδίδαξε μεληδόνα δηιοτῆτος ... κοσμῆσαί τε φάλαγγα· κορυσσομένου δὲ Λυαίου οἱ μὲν ἀδεψήτοισι δέμας κρύψαντο βοείαις,
130οἱ δὲ δοραῖς λασίῃσιν ἐκαρτύνοντο λεόντων, ἄλλοι πορδαλίων βλοσυρὰς δύσαντο καλύπτρας, οἱ δὲ τανυπτόρθοισιν ἐθωρήσσοντο κορύμβοις, οἱ δὲ τανυκραίρων ἐλάφων ἀντίρροπον ἄστρων ποικίλον ἐν στέρνοισιν ἀνεζώννυντο χιτῶνα.
135τοῖς μὲν ἐπὶ κροτάφοις διδυμάονες ἀμφὶ μετώπῳ
ὀξυτενεῖς γλωχῖνες ἐμηκύνοντο κεραίης, ψεδνὴ δ’ ὀξυόεντι καρήατι φύετο χαίτη ἀκροφανὴς σκολιοῖσιν † ἐπ’ ἀνδράσιν, οὔατα δ’ ἄμφω νισομένων πτερόεντες ἀνερρίπιζον ἀῆται300 in vol. 1
140ἰθυτενῆ, λασίοισιν ἐπικτυπέοντα γενείοις ἐκταδόν, ἱππείη δὲ τιταινομένη διὰ νώτου ὄρθιος ἀμφιέλικτος ἀπ’ ἰξύος ἔρρεεν οὐρή. ἀνδροφυὴς δ’ ἑτέρη Κενταυριὰς ἵκετο φύτλη, Φηρῶν εὐκεράων λάσιον γένος, οἷς πόρεν Ἥρη
145ἀλλοφυὲς δέμας ἄλλο κερασφόρον· ὑγρογόνων γὰρ Νηιάδων ποτὲ παῖδες ἔσαν βροτοειδέι μορφῇ, ἃς Ὑάδας καλέουσι, Λάμου ποταμηίδα φύτλην, καὶ Διὸς εὐώδινα τιθηνήσαντο γενέθλην, Βάκχον ἔτι πνείοντα πολυρραφέος τοκετοῖο,

14

(150)

παιδοκόμοι ῥυτῆρες ἀθηήτου Διονύσου, οὐ ξένον εἶδος ἔχοντες· ἐνὶ σκοτίῳ δὲ μελάθρῳ πολλάκι πηχύναντο κεκυφότι κοῦρον ἀγοστῷ, αἰθέρα παππάζοντα, Διὸς πατρώιον ἕδρην, εἰσέτι κουρίζοντα, σοφὸν βρέφος. ἀρτιτόκῳ δὲ
155πῇ μὲν ἔην ἐρίφῳ πανομοίιος, ἔνδοθι μάνδρης κρυπτόμενος, δολιχῇ δὲ δέμας πυκνώσατο χαίτῃ ἀλλοφανής, δολίων δὲ χέων βληχηθμὸν ὀδόντων ἴχνεσιν αἰγείοισι νόθην μιμήσατο χηλήν· πῇ δὲ γυναικείην φορέων ψευδήμονα μορφὴν301 in vol. 1
160μιμηλὴ κροκόπεπλος ἐν εἵμασι φαίνετο κούρη ἀρτιθαλής, φθονερῆς δὲ παραπλάζων νόον Ἥρης χείλεσιν ἀντιτύποισιν ἀνήρυγε θῆλυν ἰωήν, καὶ πλοκάμοις εὔοδμον ἐπεσφήκωσε καλύπτρην θήλεα πέπλα φέρων πολυδαίδαλα· μεσσατίῳ δὲ
165στήθεϊ δεσμὸν ἔβαλλε καὶ ὄρθιον ἄντυγα μαζοῦ ... παρθενίῳ ζωστῆρι, καὶ οἷά περ ἅμμα κορείης πορφυρέην λαγόνεσσι συνήρμοσε κυκλάδα μίτρην. καὶ δόλος ἦν ἀνόνητος, ἐπεὶ μάθεν ὑψόθεν Ἥρη πάντοθι δινεύουσα πανόψιον ὄμμα προσώπου,
170μορφὴν ἀλλοπρόσαλλον ὀπιπεύουσα Λυαίου· καὶ Βρομίου φυλάκεσσιν ἐχώσατο· δεξαμένη δὲ Θεσσαλίδος δολόεντα † παρ’ ἀχλύος ἄνθεα ποίης ὕπνον θελγομένων φυλάκων ἐπέχευε καρήνῳ, μάγγανα φαρμακόεντα κατασταλάουσα κομάων·
175καὶ μάγον ἁβρὸν ἄλειφα περιχρίσασα προσώπῳ ἀνδρομέης ἤμειψε παλαίτερον εἶδος ὀπωπῆς. τοῖσι μὲν οὐατόεσσα φυῆς ἰνδάλλετο μορφή, ἱππείη δ’ ἀνέτελλε δι’ ἰξύος ὄρθιος οὐρὴ ἰσχία μαστίζουσα δασυστέρνοιο φορῆος,302 in vol. 1
180καὶ βοέη βλάστησε κατὰ κροτάφοιο κεραίη, ὄμματα δ’ εὐρύνοντο τανυκραίροιο μετώπου, καὶ σκολιαὶ πλοκαμῖδες ἀνηέξηντο καρήνων, γναθμοὶ δ’ ἀργιόδοντες ἐμηκύνοντο γενείων, ξείνη δ’ αὐτοτέλεστος ἀπ’ ἰξύος εἰς πόδας ἄκρους
185ἀμφιλαφὴς λασίοιο κατ’ αὐχένος ἔρρεε χαίτη. δώδεκα δὲ ξύμπαντας ἐκόσμεον ἡγεμονῆες, Σπαργεύς τε Γληνεύς τε χοροίτυπος, ἀλλοφυὴς δὲ σύνδρομος Εὐρυβίῳ σταφυληκόμος ἵκετο Κητεύς, καὶ Ῥιφόνῳ Πετραῖος ὁμάρτεεν, ἀκροπότης δὲ
190Αἴσακος Ὀρθάων τε συνέστιχον, οἷς μίαν ἄμφω Ἀμφίθεμις καὶ Φαῦνος ἐποιήσαντο πορείην, εὐκεράῳ δὲ Φάνητι συνέμπορος ἦλθε Νομείων. Κενταύρων δ’ ἑτέρη διφυὴς κεκόρυστο γενέθλη,
Κυπριάς, ὁππότε Κύπρις ἐπέτρεχεν εἴκελος αὔραις303 in vol. 1
195ἴχνιον ἱμείροντος ἀλυσκάζουσα τοκῆος, μὴ γενέτην ἀθέμιστον ἐσαθρήσειεν ἀκοίτην, Ζεὺς δὲ πατὴρ ὑπόειξε γάμων ἄψαυστον ἐάσσας ὠκυτέρην ἀκίχητον ἀναινομένην Ἀφροδίτην· ἀντὶ δὲ Κυπριδίων λεχέων ἔσπειρεν ἀρούρῃ

14

(200)

παιδογόνων προχέων φιλοτήσιον ὄμβρον Ἐρώτων· γαῖα δὲ δεξαμένη γαμίην Κρονίωνος ἐέρσην ἀλλοφυῆ κερόεσσαν ἀνηκόντιζε γενέθλην. τοῖσι κορυσσομένοισι συνέδραμον εἰν ἑνὶ Βάκχαι, αἱ μὲν Μῃονίης ἀπὸ ῥωγάδος, αἱ δὲ κολώνης
205ἠλιβάτων ἤιξαν ὑπὲρ Σιπύλοιο καρήνων. Νύμφαι δ’ ἑλκεχίτωνες Ὀρειάδες ἄρσενι θυμῷ λυσσάδες ἐρρώοντο σὺν εὐθύρσοισι μαχηταῖς, αἵ τε παλιννόστων ἐτέων πολυδινέι νύσσῃ μηκεδανὸν ζώεσκον ἐπὶ χρόνον, αἱ μὲν ἐρίπνας
210γείτονες οἰονόμων ἐπιμηλίδες, αἱ δὲ λιποῦσαι ἄλσεα δενδρήεντα καὶ ἀγριάδος ῥάχιν ὕλης, συμφυέες Μελίαι δρυὸς ἥλικος· αἳ τότε πᾶσαι ἐς μόθον ἠπείγοντο συνήλυδες, αἱ μὲν ἑλοῦσαι
τύμπανα χαλκεόνωτα, Κυβηλίδος ὄργανα Ῥείης,304 in vol. 1
215αἱ δὲ κατηρεφέες πλοκάμους ἑλικώδεϊ κισσῷ, ἄλλαι ἐμιτρώθησαν ἐχιδναίοισι κορύμβοις· χειρὶ δὲ θύρσον ἄειρον ἀκαχμένον, αἷς τότε Λυδαὶ Μαινάδες ὡμάρτησαν ἀταρβέες ἐς μόθον Ἰνδῶν· ὧν τότε Βασσαρίδες θιασώδεες ἴδμονι τέχνῃ
220κρείσσονες ἠπείγοντο Διωνύσοιο τιθῆναι, Αἴγλη Καλλιχόρη τε καὶ Εὐπετάλη καὶ Ἰώνη καὶ Καλύκη γελόωσα Βρύουσά τε, σύννομος Ὥραις, Σιλήνη τε Ῥόδη τε καὶ Ὠκυνόη καὶ Ἐρευθὼ Ἀκρήτη τε Μέθη τε, καὶ ἕσπετο σύννομος Ἅρπῃ
225Οἰνάνθη ῥοδόεσσα καὶ ἀργυρόπεζα Λυκάστη, Στησιχόρη Προθόη τε· φιλομμειδὴς δὲ γεραιὴ οἰνοβαρὴς Τρυγίη πυμάτη κεκόρυστο καὶ αὐτή. κεκριμένον μὲν ἕκαστος ἑὸν στρατὸν ἤγαγε Βάκχῳ, πάντων δ’ ἡγεμόνευε πυρίβρομος Εἰραφιώτης
230ἀστράπτων ἀρίδηλος· ἐς ὑσμίνην δὲ χορεύων οὐ σάκος, οὐ δόρυ θοῦρον ἐκούφισεν, οὐ ξίφος ὤμῳ, οὐ κυνέην ἐπέθηκεν ἀκερσικόμοισιν ἐθείραις,
χάλκεον ἀρραγέος κεφαλῆς σκέπας, ἀλλὰ καρήνου ἄπλοκον ἐσφήκωσε δρακοντείῳ τρίχα δεσμῷ,305 in vol. 1
235κράασι κυκλώσας βλοσυρὸν στέφος· ἀντὶ δὲ τυκτῆς δαιδαλέης κνημῖδος ἕως ἐπιγουνίδος ἄκρης ἄργυφα πορφυρέοις ἐνεθήκατο ταρσὰ κοθόρνοις, νεβρίδα λαχνήεσσαν ἐπὶ στέρνοιο καθάψας, στικτὸν ἔχων θώρηκα, τύπον κεχαραγμένον ἄστρων·
240λαιῇ μὲν κέρας εἶχε βεβυσμένον ἡδέος οἴνου, χρύσεον εὐποίητον, ἀπ’ οἰνοχύτου δὲ κεραίης ὄρθιος ἡδυπότοιο κατέρρεεν ὁλκὸς ἐέρσης· χειρὶ δὲ κέντορα θύρσον, ἐελμένον οἴνοπι κισσῷ, δεξιτερῇ κούφιζεν, ἐπ’ ἀκροτάτῳ δὲ κορύμβῳ
245χαλκοβαρὴς πετάλοισι κατάσκιος ἦεν ἀκωκή. καὶ χρυσέην λαγόνεσσι περίτροχον ἥρμοσε μίτρην. ἀλλ’ ὅτε δὴ Διόνυσος ἔσω Κορυβαντίδος αὐλῆς χρύσεον εὐποίητον ἐδύσατο κόσμον ἐνυοῦς, εὔια καλλείψας χοροτερπέος ἔνδια Ῥείης

14

(250)

Μῃονίην παράμειβεν· ὀρεσσιπόλοις δ’ ἅμα Βάκχαις δαίμονι βοτρυόεντι συνεσσεύοντο μαχηταί· οἱ μὲν ἐυτροχάλοιο κυβερνητῆρες ἀπήνης
φυταλιῆς κομίσαντο νέης μοσχεύματα Βάκχου, πολλαὶ δ’ ἡμιόνων στίχες ἤιον, ἀμφὶ δὲ νώτῳ306 in vol. 1
255νέκταρος ἀμπελόεντος ἐκούφισαν ἀμφιφορῆας· καὶ βραδέων ἐπέθηκαν ὄνων τετληότι νώτῳ ῥήγεα φοινικόεντα καὶ αἰόλα δέρματα νεβρῶν· ἄλλοι δ’ οἰνοποτῆρες ἅμα χρυσέοισι κυπέλλοις ἀργυρέους κρητῆρας ἀγίνεον, ὅπλα τραπέζης.
260καὶ χαροπῆς Κορύβαντες ἐποίπνυον ἀγχόθι φάτνης αὐχένα πορδαλίων ζυγίῳ δήσαντες ἱμάντι, κισσοδέτοις δὲ λέοντας ἐπιστώσαντο λεπάδνοις χεῖλος ἐπισφίγξαντες ἀπειλητῆρι χαλινῷ· καὶ λασίην Κένταυρος ἔχων φρίσσουσαν ὑπήνην
265εἰς ζυγὸν αὐτοκέλευστος ἑκούσιον αὐχένα τείνας ... καὶ Σατύρων πολὺ μᾶλλον ἔχων πόθον ἡδέος οἴνου ἡμιτελὴς χρεμέτιζεν ἀνὴρ κεκερασμένος ἵππῳ, ἱέμενος Διόνυσον ἑοῖς ὤμοισιν ἀείρειν. καὶ θεὸς εὐόρπηκος ἐφήμενος ἄντυγι δίφρου
270Σαγγαρίου παρὰ χεῦμα, περὶ Φρύγα κόλπον ἀρούρης, λαϊνέης Νιόβης παρεμέτρεε πενθάδα πέτρην· καὶ λίθος Ἰνδὸν ὅμιλον ἐριδμαίνοντα Λυαίῳ δακρυόεις ὁρόων βροτέην πάλιν ἴαχε φωνήν· „μὴ μόθον ἐντύνητε θεημάχον, ἄφρονες Ἰνδοί,
275παιδὶ Διός, μὴ Βάκχος ἀπειλείοντας ἐνυὼ λαϊνέους τελέσειε καὶ ὑμέας, ὥς περ Ἀπόλλων, μυρομένους τύπον ἶσον ἐμῇ πετρώδεϊ μορφῇ, μὴ ποταμοῦ παρὰ χεῦμα φερώνυμον Ἰνδὸν Ὀρόντην γαμβρὸν ἐσαθρήσητε δεδουπότα Δηριαδῆος.307 in vol. 1
280Ῥείη χωομένη δύναται πλέον Ἰοχεαίρης· Φοίβου φεύγετε Βάκχον ἀδελφεόν· αἰδέομαι γὰρ Ἰνδῶν κτεινομένων ἀλλότρια δάκρυα λείβειν.“ τοῖα λίθον βοόωντα πάλιν σφρηγίσσατο σιγή. καὶ θεὸς ἀμπελόεις Φρυγίην μετὰ πέζαν ἐρίπνης
285Ἀσκανίης ἐπέβαινεν. ὁμηγερέες δὲ πολῖται πάντες, ὅσοις Ἰόβακχος ἑὴν ὤρεξεν ὀπώρην, καὶ τελετὰς ἐδέχοντο καὶ ἠσπάζοντο χορείας, αὐχένα δοχμώσαντες ἀνικήτῳ Διονύσῳ, εἰρήνης ἐθέλοντες ἀναιμάκτοιο γαλήνην.
290 Βάκχων τοῖος ἔην κερόεις στρατός, οἷς ἅμα Βάκχαι εἰς μόθον ὡπλίζοντο. φιλαγρύπνῳ δὲ Λυαίῳ πάννυχος ἀστερόεντα πυρίτροχον ὁλκὸν ὑφαίνων οὐρανὸς ἐβρόντησεν, ἐπεὶ τότε μάρτυρι πυρσῷ νίκης Ἰνδοφόνοιο τέλος μαντεύσατο Ῥείη.
295 εἰς ἐνοπὴν δ’ ἠῷος ἔβη θεὸς ὕβριν ἐλαύνων ἀνδρῶν κυανέων, ἵνα δούλιον αὐχένα Λυδῶν
καὶ Φρυγίης ναετῆρα καὶ Ἀσκανίης πολιήτην κοιρανίης δασπλῆτος ἀποζεύξειε λεπάδνων. τοῖς τότε Βάκχος ἔπεμπε δύω κήρυκας ἐνυοῦς308 in vol. 1

14

(300)

ἀγγελίην ἐνέπειν, ἢ φευγέμεν ἢ πολεμίζειν· καί σφισι νισομένοισι συνέστιχεν αἰγίβοτος Πάν, στῆθος ὅλον σκιόωντα φέρων πώγωνα κομήτην. Ἥρη δ’ ὠκυπέδιλος, ἐειδομένη δέμας Ἰνδῷ, οὐλοκόμῳ Μελανῆι, μὴ οἴνοπα θύρσον ἀείρειν
305Ἀστράεντα κέλευε, δορυσσόον ὄρχαμον ἀνδρῶν, μηδὲ φιλακρήτων Σατύρων ἀλάλαγμα γεραίρειν, ἀλλὰ μάχην ἄσπονδον ἀναστῆσαι Διονύσῳ· καί τινα μῦθον ἔειπε παραιφαμένη πρόμον Ἰνδῶν· „ἡδὺς ὁ δειμαίνων ἁπαλὴν στίχα θηλυτεράων.
310Ἀστράεις, πολέμιζε· κορύσσεο καὶ σύ, Κελαινεῦ, χαλκὸν ἔχων τμητῆρα κορυμβοφόρου Διονύσου· ἔγχεϊ δ’ οὐ πέλε θύρσος ὁμοίιος. ἀλλά, Κελαινεῦ, Δηριάδην πεφύλαξο μεμηνότα, μή σε δαμάσσῃ οὐτιδανὴν ἀσίδηρον ἀλυσκάζοντα γυναῖκα.“
315ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων,
μητρυιὴ κοτέουσα μενεπτολέμῳ Διονύσῳ. καὶ Βρομίου κήρυκες ἐπήλυθον· ἀγχιφανὴς δὲ Ἀστράεις ὑπέροπλος, ἔχων ἄστοργον ἀπειλήν, μαίνετο βουκεράους Σατύρους καὶ Πᾶνα διώκων,309 in vol. 1
320μειλιχίου κήρυκας ἀτιμάζων Διονύσου. οἱ δὲ παλιννόστοιο ποδὸς δειδήμονι ταρσῷ φύξιμον ἴχνος ἔκαμψαν ἐγερσιμόθῳ Διονύσῳ. καὶ στρατὸν ὥπλισε Βάκχος ἐς ἀντιπόρων στίχας Ἰνδῶν. οὐδὲ λάθε ζοφόεντα Κελαινέα θῆλυς ἐνυώ,
325ἀλλὰ θορὼν ἀκίχητος ὅλον στρατὸν ὥπλισεν Ἰνδῶν· καὶ θρασὺς Ἀστράεις, μενεδήιον οἶστρον ἀέξων, Ἀστακίδος κελάδοντα περὶ ῥόον ἵστατο λίμνης, δέγμενος ἀμπελόεντος ἐπηλυσίην Διονύσου. ἀλλ’ ὅτε δὴ διδύμης στρατιῆς ἑτερόζυγι λαῷ
330ἀμφοτέρων στίχα πᾶσαν ἐκόσμεον ἡγεμονῆες, κλαγγῇ μὲν ζοφόεντες ἐπὶ κλόνον ἤιον Ἰνδοί, Θρηικίοις γεράνοισιν ἐοικότες, εὖτε φυγοῦσαι χειμερίην μάστιγα καὶ ἠερίου χύσιν ὄμβρου Πυγμαίων ἀγεληδὸν ἐπαΐσσουσι καρήνοις
335Τηθύος ἀμφὶ ῥέεθρα, καὶ ὀξυόεντι γενείῳ
οὐτιδανῆς ὀλέκουσι λιποσθενὲς αἷμα γενέθλης, ἱπτάμεναι νεφεληδὸν ὑπὲρ κέρας Ὠκεανοῖο· εἰς ἐνοπὴν δ’ ἑτέρωθεν ἐβακχεύοντο μαχηταί, ἀκλινέες θεράποντες ἐγερσιμόθου Διονύσου.310 in vol. 1
340Βασσαρίδων δὲ φάλαγγες ἐπέρρεον· ἀγρομένων δὲ ἡ μὲν ἐχιδναίῳ κεφαλὴν ἐζώσατο δεσμῷ, ἡ δὲ διεσφήκωσε κόμην εὐώδεϊ κισσῷ, ἄλλη χαλκοφόρῳ παλάμην ἐκορύσσατο θύρσῳ οἰστρομανής, ἑτέρη δὲ κατ’ αὐχένος ἄμμορα δεσμῶν
345μηκεδανῆς μεθέηκε καθειμένα βόστρυχα χαίτης, Μαιναλὶς ἀκρήδεμνος, ἐπ’ ἀμφοτέρων δέ οἱ ὤμων ἀπλεκέας πλοκαμῖδας ἀνερρίπιζεν ἀήτης· ἄλλη ῥόπτρα τίνασσε συνήορα δίζυγι χαλκῷ πλοχμοὺς εἱλικόεντας ἐπαιθύσσουσα καρήνῳ·

14

(350)

ἄλλη δ’ εὐπαλάμοιο κατάσχετος ἅλματι λύσσης, χερσὶ περικροτέουσα βαρύβρομα νῶτα βοείης, ὄρθιον ἐσμαράγησε μόθων ἀντίκτυπον ἠχώ· καὶ πέλεν ἔγχεα θύρσα, καλυπτομένη δὲ πετήλοις δούρατος ἀμπελόεντος ἔην χαλκήλατος αἰχμή·
355ἡ δὲ δαφοινήεντος ἐφιμείρουσα κυδοιμοῦ ὠμοβόρων ἔζευξεν ἐπ’ αὐχένι δεσμὰ δρακόντων·
ἄλλη ποικιλόνωτον ἐπὶ στέρνοιο καλύπτρην πορδαλίων, ἑτέρη δὲ κατὰ χροὸς οἷα χιτῶνα στικτὰ φιλοσκοπέλων ἐνεδύσατο δέρματα νεβρῶν,311 in vol. 1
360δαιδαλέης ἐλάφοιο περισφίγξασα καλύπτρην· ἄλλη σκύμνον ἔχουσα δασυστέρνοιο λεαίνης ἀνδρομέῳ γλαγόεντι νόθῳ πιστώσατο μαζῷ· καί τις ὄφιν τριέλικτον ἀπήμονι δήσατο κόλπῳ, ἐνδόμυχον ζωστῆρα, κεχηνότα γείτονι μηρῷ,
365μείλιχα συρίζοντα φιλακρήτοιό τε κούρης ὑπναλέης ἄγρυπνον ὀπιπευτῆρα κορείης· ἄλλη ταρσὰ φέρουσα κατ’ οὔρεα γυμνὰ πεδίλων, ποσσὶ βάτους πατέουσα καὶ ὀξυέθειρας ἀκάνθας, θηγαλέῃ στατὸν ἴχνος ἐπεστήριξεν ἀχέρδῳ·
370καί τις ἐπαΐξασα τανυκνήμιδι καμήλῳ καμπύλον ἀμητῆρι διέθρισεν αὐχένα θύρσῳ, καὶ τυφλοῖσι πόδεσσι περιπταίουσα κελεύθῳ ἡμιφανὴς πεφόρητο, πολυγνάμπτῳ δὲ πορείῃ φοιταλέης ἀκάρηνον ἐπείγετο σῶμα καμήλου,
375καὶ σφαλερῇ πλήσσουσα βαθυνομένην χθόνα χηλῇ ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ· ἄλλη δ’ ἴχνος ἄγουσα βοοτρόφον εἰς ῥάχιν ὕλης ἄσχετα μαινομένοιο δορῆς ἐδράξατο ταύρου, καὶ βλοσυροῖς ὀνύχεσσι χαρασσομένης ἀπὸ δειρῆς312 in vol. 1
380ταυρείην ἀτόρητον ἀπεφλοίωσε καλύπτρην· ἄλλη δ’ ἔγκατα πάντα διήφυσεν· ἦν δὲ νοῆσαι παρθένον ἀκρήδεμνον ἀσάμβαλον ὑψόθι πέτρης τρηχαλέῳ πρηῶνι περισκαίρουσαν ἐρίπνης· οὐ σκοπιὴν δ’ ἔφριξε δυσέμβατον, οὐ πόδα κούρης
385ὀξυπαγὴς ἀπέδιλον ὄνυξ ἐχάραξε κολώνης. πολλὴ δ’ ἔνθα καὶ ἔνθα παρ’ Ἀστακίδος στόμα λίμνης Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ. δυσμενέων δὲ φάλαγγας ἐκυκλώσαντο μαχηταὶ τεύχεσιν ἀντιτύποισι, φερεσσακέος δὲ χορείης
390ῥυθμὸν ἐμιμήςαντο ποδῶν ἑλικώδεϊ παλμῷ· καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων, οὔρεος ἄκρα κάρηνα ταμών, ἐκορύσςετο Ληνεύς,
πέμπων ὀκριόεσσαν ἐπ’ ἀντιβ̣ίοισιν ἀκω̣κήν· Βάκχη δ’ ἀμφαλάλαζε, καὶ ἀμπελόεσσαν ἀκωκὴν313 in vol. 1
395Βασσαρὶς ἠκόντιζε, μελαρρίνου δὲ γενέθλης ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρςῳ. καὶ φονίῳ θρασὺν ἄνδρα διατμήγουςα κορύμβΕὐπετάλη κεκόρυστο, φι̣λοσταφύλῳ δὲ πετήλῳ κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου·

14

(400)

Στησιχόρη δ’ εὔβοτρυς ἐπεσκίρτησε κυδοιμῷ, καὶ δηίων ἔσσευε γένος ῥηξήνορι ῥόμβῳ κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ. καὶ πολὺς ἀμφοτέροισιν ἔην μόθος· ἔβρεμε σύριγξ, σύριγξ ἐγρεκύδοιμος, ἐπέκτυπε δ’ αὐλὸς ἐνυοῦς̣,
405Βασσαρίδες δ’ ὀλόλυξαν· ἐγειρομένου δὲ κυδοιμοῦ βρονταίοις πατάγοισι μέλας μυκώμενος ἀὴρ ἐκ Διὸς ἐσσομένην Βρομίῳ μαντεύσατο νίκην. καὶ πολὺς ἐσμὸς ἔπιπτεν· ὅλη δ’ ἐρυθαίνετο λύθρῳ
ὑγρῷ διψὰς ἄρουρα, καὶ Ἀστακίδος στόμα λίμνης314 in vol. 1
410αἱμοβαφὲς κελάρυζε, φόνῳ κεκερασμένον Ἰνδῶν. ἀντιβίους δ’ ᾤκτειρε θεὸς φιλοπαίγμονι θυμῷ καὶ προχοαῖς κατέχευε μέθης γέρας· ἐκ δὲ ῥοάων χιονέην ἤμειψε φυὴν ξανθόχροον ὕδωρ, καὶ ποταμὸς κελάρυζε μελίρρυτα χεύματα σύρων,
415καὶ προχοὰς ἐμέθυσσεν· ἀμειβομένων δὲ ῥοάων ἔπνεον ἀρτιχύτοιο μέθης εὐώδεες αὖραι· ... ὄχθαι ἐφο̣ι̣νίσσοντο· πιὼν δέ τις Ἰνδὸς ἀγήνωρ τοίην ἐκ στομάτων πολυθαμβέα ῥήξατο φωνήν· „ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ ποτόν· ὡς γλάγος αἰγῶν
420ἄργυφον οὐ πέλε τοῦτο, καὶ οὐ μέλαν οἷά περ ὕδωρ, οὐδέ μιν οἷον ὄπωπα πολυτρήτοις ἐνὶ σίμβλοις βομβήεσσα μέλισσα λοχεύεται ἡδέι κηρῷ· ἀλλὰ νόον τέρπουσαν ἔχει καλλίπνοον ὀδμήν. ἀνὴρ διψαλέος πολυθαλπέι καύματος ἀτμῷ·
425βαιὸν ἑαῖς παλάμῃσιν ἀφυσσάμενος χυτὸν ὕδωρ λαίλαπα καρχαλέης ἀποσείεται αὐτίκα δίψης· καὶ μέλι μᾶλλον ἔχει ταχινὸν κόρον· ἆ μέγα θαῦμα, τοῦτο πιὼν ἐθέλω πιέειν πάλιν· ἀμφότερον γὰρ καὶ γλυκερὸν τόδε χεῦμα καὶ οὐ κόρον ἀνδράσι τίκτει.
430Ἥβη, κάλπιν ἄειρε καὶ ἔρχεο δεῦρο λαβοῦσα
Τρώιον οἰνοχόον, ζαθέων δρηστῆρα κυπέλλων, ὄφρα μελιρραθάμιγγος ἀφυσσάμενος ποταμοῖο Ζηνὸς ὅλους κρητῆρας ἀναπλήσῃ Γανυμήδης. δεῦτε, φίλοι, γεύσασθε μελισταγέος ποταμοῖο.315 in vol. 1
435ἐνθάδε παπταίνω τύπον αἰθέρος· αὐτόχυτον γ̣ὰ̣ρ̣ κεῖνο, τό περ καλέουσι Διὸς πόμα, νέκταρ Ὀλύμπου
Νηιάδες χθονίοισιν ἀναβλύζουσι ῥεέθροις.“316 in vol. 1

15

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΝ.
1 ς φαμένου νεφεληδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ ἀμφὶ ῥόον ποταμοῖο μελίπνοον· ὧν ὁ μὲν αὐτῶν ἀγχιβαθὴς στατὸν ἴχνος ἐπ’ ἰλύι δισσὸν ἐρείσας ἡμιφανὴς ἕστηκε, καὶ ὀμφαλὸν ὕδατι δεύων,
5κυρτὸς ἔσω ποταμοῖο κεκυφότα νῶτα τιταίνων, χερσὶ βαθυνομένῃσι μελισταγὲς ἤφυσεν ὕδωρ· ὃς δὲ παρὰ προχοῇσι, κατάσχετος αἴθοπι δίψ, πορφυρέῳ προβλῆτα γενειάδα κύματι βάπτων, στῆθος ἐφαπλώσας ποταμηίδος ὑψόθεν ὄχθης,
10οἰγομένοις στομάτεσσιν ἀνήφυσεν ἰκμάδα Βάκχου· πρηνὴς δ’ ἄλλος ἔην πελάσας στόμα γείτονι π̣η̣γῇ, καὶ διερὰς δαπέδῳ ψαμαθώδεϊ χεῖρας ἐρείςας χείλεσι διψαλέοισιν ἐδέχνυτο δίψιον ὕδωρ· ἄλλοι δ’ ὀστρακόεντι μέθην ἀρύοντο κυπέλλ,
15πυθμένα κουφίζοντες ἐαγότος ἀμφιφορῆος· καὶ πολὺς ἑσμὸς ἔπινεν ἐρευθιόωντι ῥεέθρῳ, κισσυβίῳ προχέων ποταμηίδος ὄγκον ἐέρσης, μηλονόμων ἄγραυλον ἔχων δέπας. ἀντιβίων δὲ οἶνον ἐρευγομένων πολυχανδέος ἀνθερεῶνος317 in vol. 1
20ὄμμασι δερκομένοισιν ἐδιπλώθησαν ἐρίπναι, καὶ βλεφάροις δοκέεσκον ἰδεῖν διδυμόζυγον ὕδωρ. καὶ προχοὴ κελάρυζε φιλακρήτου ποταμοῖο ξανθὸν ἀναβλύζουσα μέθης ῥόον· ἡδυπότου δὲ οἰνάδος ἠρεύγοντο ῥοὰς εὐώδεες ὄχθαι.
25 δυσμενέας δ’ ἐμέθυσσε χάλις ῥόος. ἔνθα τις ἀνὴρ Ἰνδὸς ἀμερσινόοιο μέθης δεδονημένος οἴστρῳ εἰς ἀγέλην ἤιξε, καὶ εὐπετάλῳ παρὰ λόχμῃ ταῦρον ἀπειλητῆρα μετήγαγε δέσμιον ἕλκων, διχθαδίων κεράων κεχαραγμένον ἄκρον ἐρύσσας
30τολμηραῖς παλάμαις, διδυμάονος οἷα κεραίης ταυροφυῆ Διόνυσον ὑπὸ ζυγὰ δούλια σύρων· ἄλλος ἔχων δασπλῆτα σιδηρείης γένυν ἅρπης αἰγὸς ὀρε̣σςινόμοιο διέθρισεν ἀ̣ν̣θερεῶνα, θηγαλέῳ δρεπάνῳ δεδαϊγμένον, οἷά τε δειρὴν
35Πανὸς ἐυκραίροιο ταμὼν γαμψώνυχι χαλκῷ· ἄλλος ἀπηλοίησε βοῶν κεραελκέα φύτλην,
οἷά περ ἀμώων Σα̣τύ̣ρων τα̣υρώπ̣ιδα μο̣ρφήν, ὃς δὲ τανυκραίρων ἐλάφων ἐδίωκε γενέθλην στικτῆς εἰσορόων πολυδαί̣δαλον εἶδος ὀπωπῆς,318 in vol. 1
40οἷά τε Βασσαρίδων ὀλέκων στίχα· δαιδαλέαις γὰρ νεβρίσιν ἰσοτύποισι παρεπλά̣γχθησαν ὀπωπαί· καὶ φονίαις λιβάδε̣ςσ̣ι̣ν ὅλον θώρη̣κα μιαίνων Ἰνδὸς ἀκοντιστῆρι μέλας ἐρυθαίνετο λύθρῳ. καί τις ὁμοκλ̣ή̣σ̣α̣ς ἐκορύσσετο γείτονι δένδρῳ
45μαστίζων ἑκάτερθε, καὶ εἰαρινοῖσι δοκεύων σειομένην ἀνέμοισι φυτῶν ἑλικώδεα χαίτην ἁβροκόμων ὄρπηκα̣ς ἀπηλοίησε κο̣ρ̣ύ̣μβων, φύλλα δι̣α̣σ̣χ̣ίζων λασίης δρυός, οἷα μα̣χαίρῃ πλοχμὸν ἀ̣κ̣ερσικόμοιο διατμήγων Διονύσου,

15

(50)

μαρνάμενος πετάλοιςι καὶ οὐ Σατύροισιν ἐρίζων, τερπωλὴν ἀ̣ν̣ό̣νητον ἔχων σκιοειδέι νίκῃ. μαίνετο δ’ ἀντιβίων ἕτερος χορός· ἀντὶ δὲ λόγχης ὃς μ̣ν̣ ἑλὼν̣ βαρύδουπον ἐπωμαδίῳ τελαμῶνι τύμπανον ἠέρταζε, καὶ ἀμφιπλῆγι βοείῃ
55δίζυγον̣ ἐσμαράγησε μέλος χαλκόκροτον ἠχώ· ὃς δὲ πολ̣υτρήτοιο βοῇ δεδονημένος αὐλοῦ
ἄστατος̣ ε̣ἱλικόεντι ποδῶν βακχεύετο παλμῷ· καί τις ἀπειρήτοις ἐπὶ χείλεσι λωτὸν ἐρείσας δίθροον̣ ἁρμονίην ἐμελίζετο Μυγδόνος αὐλοῦ·319 in vol. 1
60γ̣η̣ρ̣α̣λ̣έου δὲ φυτοῖο θορὼν παρὰ γείτονι ῥίζῃ γλαυκὸν ἐυρραθάμιγγος ἀνείρυσε θαλλὸν ἐλαίης ὄμβρῳ ἐερσήεντι διάβροχον οἷα πιέζων οἰνωπῇ ῥαθάμιγγι Μαρωνίδος ἄκρον ὑπήνης. ἄ̣λλοι σὺν ξιφέεσσι, σὺν ἔγχεσι, σὺν τρυφαλείαις
65ἄ̣σχετα βακχευθέντες ἀμερσινόῳ φρένας οἴνῳ ὄργια μιμήσαντο φερεσσακέων Κορυβάντων, ἴχνια δινεύοντες ἐνόπλιον ἀμφὶ χορείην· καὶ π̣α̣λάμης ἑλικηδὸν ἀμοιβαίῃσιν ἐρωαῖς ἀσπίδες ἐκρούον̣το κυβιστητῆρι σιδήρῳ·
70ἄλλος ὀπιπεύων θιαςώδεος ὄργια Μούσης μιμηλὴν Σατύροισι συνεσκίρτησε χορείην· καί τις ἀ̣ρασσομένης ἀίων κελάδημα βοείης μείλιχον ἦθος ἔδεκτο, φιλοσμαράγῳ δὲ μενοινῇ ῥιγεδανὴν ἀνέμοισιν ἑὴν ἔρριψε φαρέτρην,
75λύσσα̣ν ἔχων· ἕτερος δὲ γυναιμανέων πρόμος̣ Ἰνδῶν ἀπλεκέος πλοκαμῖδος ἑλὼν ὑψαύχενα Βάκχ̣η̣ν, παρθενικὴν ἀδάμαστον ἀτάσθαλον εἰς γάμον ἕλκων, σφίγξεν ὑπὲρ δαπέδοιο, τανυσσάμενος δὲ κονίῃ χερσὶν ἐρωμανέεσσιν ἀπεσ̣φρηγίσσατο μίτρην,320 in vol. 1
80ἐλπίδι μαψι̣δίῃ πε̣φ̣ορημένος· ἐξαπίνης γὰρ ὄρθιος εἷρπε δράκων ὑποκόλπιος ἰξύι γείτων, δυσμενέος δ’ ἤιξε κατ’ αὐχένος, ἀμφὶ δὲ δειρῇ οὐραίαις ἑλίκεσς̣ιν ἀνέπλεκε κ̣υ̣κλάδα μίτρην· ταρβαλέοις δὲ πόδεςσι φυγὼν μελανόχροος ἀνὴρ
85θερμὸν ἀνυμφεύτ̣ων ἀπεσείσατο κέντρον Ἐρώτων, αὐχένιον φορέων ὀφιώδεος ὅρμον ἀκάνθης. ὄφρα μὲν οἰνωθέντες ἐν οὔρεσιν ἔτ̣ρε̣χον Ἰνδοί, τόφρα δ̣ὲ νήδυμος Ὕπνος ἑὸν πτερὸν οὖ̣λον ἑλίξας ἀκλινέων σφαλεροῖσιν ἐπέχραεν ὄμμασιν Ἰνδῶν,
90εὔνασε δ̣’ οἰστρηθέντας ἀμετρήτῳ νόον οἴνῳ, Πασιθέης γεν̣ε̣τῆρι χαριζ̣ό̣μενος Διονύσῳ· ν ὁ μὲν ὕπτιος εὗδεν ἄνω νεύοντι προσώπ
πναλέῳ μυκτῆρι μεθυσφαλὲς ἄσθμα τιταίνων, ὃς δὲ βαρυνομένην κεφαλὴν ἐπεθήκατο πέτρῳ,321 in vol. 1
95νωθρὸς ἐυκροκάλῳ ποταμηίδι κείμενοςχθῃ, ἠματίοις δ’ ὀάριζε νοοπλανέεσσιν ὀνείροις ὀρθὰ περὶ κροτάφοισι πεπηγότα δάκτυλα βάλλων· πρηνὴς δ’ ἄλλος ἔην τετανυςμένος, εἶχε δὲ δισσὴν χεῖρα καθιεμένην ἰσοελκέα δίζυγι μηρῷ·

15

(100)

καί τις ἑῆς παλάμης κεφαλὴν ἐπερείσατο καρπῷ οἶνον ἀναβλύζων· ὁ δὲ καμπύλα γυῖα συνάπτων, ὡς ὄφις ἀμφιέλικτος, ἐκέκλιτο, λοξὸς ἰαύων. καὶ χορὸς ἀντιβίων πεφορημένος εἰς ῥάχιν ὕλης, ὃς μὲν ὑπὸ δρυὸς εὗδεν, ὁ δὲ πτελέης ὑπὸ θάμνῳ,
105ἄλλος ἐπὶ πλευρῇσι πεσὼν ἐκλίνετο φηγῷ, λαιὴν ὀφρυόεντι βαλὼν ἔπι χεῖρα μετώπῳ· καὶ πολὺς ἐσμὸς ἴαυε λάλος νέκυς, ἠέρι πέμπων ἀλλοίης ἀχάλινον ἀσημάντου θρόον ἠχοῦς οἰνοβαρής· ἕτερος δὲ τινασσομένοιο καρήνου
110γηραλέης πλατὺ νῶτον ἐπέτρεπε πυθμένι δάφνης· τὸν δὲ βαρὺ κνώσσοντα βαθυςτ̣ρώτων ἐπὶ λέκτρων ἀκροκόμου φοίνικος ἢ εὐώδινος ἐλαίης ῥιπίζων ἀνέμοισιν ἕλιξ ἐπεσύρισεν ὄρπηξ·
καί τις ὑπὲρ δαπέδοιο χυτῇ τετά̣νυστο κονίῃ,322 in vol. 1
115ἄκρα ποδῶν προχοῇσι κατακλύζων π̣οταμοῖο· ἄλλος ἀπειρήτοιο μέθης βακχεύετο παλμῷ, καὶ κεφαλὴν βαρύθουςαν ἐπέτρεπε γείτονι πεύκῃ· ἄλλου φυσιόωντος ἐσείετο νεῦρα μετώπου. καδηίους κνώσ̣σ̣ο̣ν̣τ̣ας ἰδὼν γελόωντι προσώπῳ
120Βάκχος ἄν̣αξ̣ ἀγόρευε, χέων σημάντορα φωνήν· „Ἰνδοφόνοι θεράποντες ἀνικήτου Διονύσου, νόσφι μόθου σφίγξαντες ἀολλέας υἱέας Ἰνδῶν πάντας ἀναιμάκτῳ ζωγρήσατε δηιοτῆτι· καὶ βριαρῷ γόνυ δο̣λ̣ον ὑποκλίνας Διονύσῳ
125Ἰνδὸς ὑποδρήσσειεν ἐμῇ θιασώδεϊ Ῥείῃ, σείων οἴνοπα θύρσον, ἀπορρί̣ψας δὲ θυέλλαις ἀργυρέην κνημῖδα πόδας σφίγξειε κοθόρνοις, καὶ κεφαλὴν ςτέψειεν ἐμ̣κ̣ισσώδεϊ̣ δεσμῷ, γυμνώσας πλ̣οκαμῖδας ἀερσιλόφου τρυφαλείης,
130καὶ πολέμων ἀλάλαγμα λιπὼν καθούριον ἠχὼ εὔιον ἀείσειε κορυ̣μβοφόρῳ Διονύσῳ.“ ὣς φαμένου δρηστῆρες ἐποίπνυον· ὧν ὁ μὲν αὐτῶ̣ν
αὐχένι δυσμενέων ὀφιώδεα δεσμὸν ἑλίξας εἷλκε δρακοντείῃ πεπεδημένον ἀνέρα σειρῇ,323 in vol. 1
135ἄλλ̣ος ἑλὼν λασίης κεχαλασμένον ὁλκὸν ὑπήνη̣ς νδρ̣α βαθυσμήριγγος ἀνείρυσεν ἀνθερεῶνος· καί τις ἑὰς παλάμας τανύσας σκολιότριχι κόρσῃ ἀνέρα δουρίκ̣τητον ἀδέσμιον εἷλκεν ἐθείρης· ἄλλος ὁμοπλέκτους παλάμας περὶ νῶτα καθάψας
140δήιον εἱλικόεντι λύγων μιτρώσατο δεςμῷ αὐχενίῳ· τρομερῷ δὲ Μάρων ἐλελίζετο παλμῷ ὤμ̣ῳ γηραλέῳ βεβαρημένον Ἰνδὸν ἀείρων· ἄλλος ἀκοντιστῆρα λαβὼν βεβιημένον ὕπνῳ, δεσμῷ βοτρυόεντι περίπλοκον αὐχένα σύρων,
145στικτῶν πορδαλίων ὑπὲρ ἄντυγα θήκατο δίφρων· ἄλλου κεκλιμένοιο φιλεύιος ἐσμὸς ἀλήτης χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ, καὶ λοφιῆς ἐπέβησεν ἀκαμπτοπόδων ἐλεφάντων·
καὶ πολὺς εὐκύκλοιο λαβὼν τελαμῶνα βοείης324 in vol. 1

15

(150)

Ἰνδὸν ἐπωμαδίῳ πεπεδημένον εἶχεν ἱμάντι. καί τις ἀερτάζουσα καλαύροπα μηλοβοτῆρος Βασσαρίς, ἀφριόωσα λαθίφρονι κύματι λύσσης, Ἰνδὸν ἐρευνητῆρα βαθυπλούτοιο θαλάσσης τολμηρῇ παλάμῃ πολυκαμπέος εἷλκεν ἐθείρης
155δούλιον εἰς ζυγόδεσμον. ἐπειγομένου δὲ Λυαίου δήιον εὐθώρηκα σιδήρεος εἶχεν Ἐρεχθεὺς ὤμοις ἀκλινέεσσι· μεθυσφαλέος δὲ φορῆος θῆρα κελαινόρρινον ὀρεστιὰς ἤλασε Βάκχη, ἰςχία μαστίζουσα δορικτήτων ἐλεφάντων·
160κ̣α̣ὶ χρυσέην Ὑμέναιος ἀνηέρταζε βοείην ἀνέρα συλήσας χρυσάσπιδα, γηθόσυνος δὲ κοῦρον ἐρωμανέεσσιν ἐδέρκετο Βάκχος ὀπωπαῖς τεύχεςιν ὑπναλέοιο καταυγάζοντα φορῆος· κ̣α̣ὶ νέος ἠκόντιζεν ἐ̣ν̣ ἔντεσιν ὄλβιον αἴγλην,
165ὡς Λυκίου Γλαύκοιο λαβὼν ἀμάρυσσε μαχητὰς ἀφνειοῖς σακέεσσιν ἀπαστράπτων Διομήδης. ἄλλους δ’ ἀντιβίους στρατιὴ ληίσσατο Βάκχων,
νήδυμον ὕπνον ἔχοντ̣ας̣ ὁμόστολονδ̣έος οἴνου. ἔνθα̣ τις ἀγκυλότοξος, ἐρημάδι σύννομος ὕλῃ,325 in vol. 1
170παρθένος Ἀστακ̣ίδεσσιν ὁμότροφος ἤνθεε Νύμφαις καλλιφυὴς Νίκαια, λαγωβόλος Ἄρτεμις ἄλλη, ἀλλοτρίη φιλότητος, ἀπειρήτη Κυθερείης, θῆρας ὀιστεύουσα καὶ ἰχνεύο̣υσα κολώνας· οὐδὲ μυχῷ θυόεντι καλύπτετο παρθενεῶνος.
175καί οἱ ἐνὶ σκοπέλοισιν ἐρη̣μονόμῳ παρπέζῃ ἠλακάτη πέλε τόξον, ἀε̣ὶ δέ οἱ ἔνδοθι λόχμης μηκεδανοὶ κλωστῆρες ἔσαν πτερόεντες ὀιστοί, κ̣αὶ σταλίκων ξύλον ὀρθὸν ὀρειάδος ἱστὸς Ἀθήνης· καὶ καθαρῇ συνάεθλοςμίλεεν Ἰοχεαίρῃ
180καὶ λίνον ἐ̣ν ςκοπέλοι̣ς̣ιν ἀνέπλεκεν ἠθάδος ἄγρης νήματος ἀσκητοῖο φιλαίτ̣ερον· οὔ ποτε τόξῳ ποικίλον εἶδος ἔχοντος ἀνάλκιδος ἥπ̣τετο νεβροῦ, δ̣ορκάδας οὐκ ἐδίωκε, καὶ οὐκ ἔψαυε λαγωοῦ, ἀλλὰ περιζεύξασα δαφοινήεντι̣ χαλινῷ
185γλαυκὰ δασυστέρνων ἐπεμάστιε νῶτα λεόντων, πολλάκι δ’ ἔγχος ἄειρε καταντία λυσσάδος ἄρκτου· μέμφετο δ’ Ἰοχέαιραν ἑκηβόλον, ὅττι λιποῦσα στικτῶν πορδαλίων γενεὴν καὶ φῦλα λεόντων οὐτιδαναῖς ἐλάφοι̣σιν ἑὴν ἔζευξεν ἀπήνην.326 in vol. 1
190οὐδὲ μύρῳ μεμέλητο, μελικρήτων δὲ κυπέλλων ὑδατόεν προβέβουλε χαραδραίης πόμα πηγῆς ψυχρὸν ὕδωρ προχέουσα· καὶ αὐτορόφῳ κενεῶνι κούρης δύσβατος οἶκος ἐρημάδες ἦσαν ἐρίπναι· πολλάκι δ’ εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης
195πορδαλίων σχεδὸν ἧστο, μιῇ δ’ ὑπὸ κοιλάδι πέτρῃ μίμνε μεσημβρίζουσα λεχωίδος ἄγχι λεαίνης· ἡ δὲ γαληναίῃσιν ὑπ’ ὀφρύσι μειλιχίη θὴρ ἀδρύπτοις γενύεσσι δέμας λιχμάζετο κούρης, καὶ κινυρῆς μίμημα κυνὸς δειδήμονι λαιμῷ

15

(200)

ὠμοτόκου στόμα λάβρον ὑπεκνυζᾶτο λεαίνης χείλεϊ φειδομένῳ, δοκέων δέ μιν Ἄρτεμιν εἶναι εἰς πέδον ἱκεσίοιο καθελκομένοιο καρήνου αὐχένι λαχνήεντι λέων ἐκλίνετο νύμφῃ. καί τις ἐνὶ ξυλόχοις ὀρεσίτροφος ἤνθεε βούτης,
205ἰθυτενής, περίμετρος, ὑπέρτερος ἥλικος ἥβης·
οὔνομά οἱ πέλεν Ὕμνος, ὃς ἀγριάδος μέσον ὕλης ἱμερτὰς ἐνόμευε βόας παρὰ γείτονι κούρῃ· καὶ νομίην ἐρατῇσι καλαύροπα χερσὶ τινάσσων εἰς βαθὺν ἦλθεν ἔρωτα καὶ οὐκέτι τέρπετο ποίμνῃ,327 in vol. 1
210εἴκε̣λος Ἀγχίσῃ ῥοδοειδέι, τοῦ ποτε Κ̣πρις ἀργεννὴν ἐν̣όμ̣ε̣υ̣εν ὀρεσσινόμων ςτ̣ί̣χ̣α̣ τα̣ύρων κεστὸν ἐλαφρίζουσα βοοσσόον· ἀμφὶ δὲ λόχμην βουκόλος ἀγρώσ̣ς̣ουσαν ἰδὼν χιονώδεα κούρη̣ν οὐ βοέης ἀγέλης ἐμπάζετο· φοιταλέη δὲ
215εἰς ἕλος αὐτοκέλευστος ἐβόσκετο πόρτις ἐρήμη ἀρχαίου δυσέρωτος ἀποπλαγχθεῖσα νομῆος, καὶ δαμάλη πεφόρητο περισκαίρουσα κολώναις ποιμένα μαςτεύουσα· νέος δ’ ἐπλάζετο βούτης παρθενικῆς ὁρόων ῥοδοειδέα κύκλα προσώπου.
220 καὶ δολόεις ἐρέθιζεν Ἔρως ποθέοντα νομῆα οἴστρῳ λ̣α̣βροτέρῳ̣ δεδονημένον· ἐν σκοπέλοις γὰρ παρθενι̣κ̣ῆς ἀκίχητον ἐπεσσυμένης δρόμον ἄγρης πέπλον ὅλον κόλπωσεν ἐς ἠέρα κοῦφος ἀήτης·
καὶ χροὸς ἤνθεε κάλλος· ἐλευκαίνοντο δὲ μηροὶ328 in vol. 1
225καὶ σφυρὰ φοιν̣ί̣ς̣σοντο, καὶ ὡς κρίνον, ὡς ἀνεμώνη χι̣ο̣νέων μελέων ῥοδόεις ἀνεφαίνετο λειμών· καὶ νέος ἱμερόφοιτος ἔχων ἀκόρητον ὀπωπὴν ἀσκεπέ̣ων ἐ̣δόκ̣ευεν ἐλεύθερον ἄντυγα μηρῶν [....................]χ̣ωδεα̣ [...
230βότρυν ὀπισθοπόροιο κόμης̣ ἐλέλιζεν ἀήτης κου̣φί̣ζ̣ων ἑκάτερθεν, ἀειρομέν̣ων δὲ κομάων λευκοφαὴς σελάγιζε μέσος γυμνούμενος αὐχήν. καὶ νέος οὐρεσίφοιτος ὁμάρτεε πολλάκι κούρῃ, πῇ μὲν ἐπιψαύων σταλίκων ἢ τόξον ἀφάσσων,
235πῇ δὲ ποθοβλήτοιο τιταινομένοιο βελέμνου ἱμερτῆς ἐδόκευε ῥοδόχροα δάκτυλα κούρης· εἴ ποτε τοξεύουσα κέρας κυκλώσατο νευρῇ, καὶ παλάμη γυμνοῦτο, λαθὼν νέος ὄμματι λοξῷ λευκὸν ὀιστευτῆρα βραχίονα δέρκετο κούρης,
240ὄμμα παλινδίνητον ἄγων, ὀχετηγὸν Ἐρώτων,
εἰ τόσον, ὡς Νίκαια, πέλεν λευκώλενος Ἠώς· Ἑσπερίην δ’ ἐπὶ πέζαν ἑὴν ἐτίταινεν ὀπωπήν, ε̣ἰ̣ πλέ̣ον ἀργυφέη πέλε παρθένος, ἠὲ Σελήνη. καὶ νέος, ἀμφιέπων ὑποκάρδιον ἕλκος Ἐρώτων,329 in vol. 1
245ἐγγὺς ἐ̣ὼν καὶ νόσφι μένων ἐμνώετο κούρης, πῶς βέλος εἰς σκοπὸν εἷλκεν ὀρειάδος ἀντίον ἄρκτου, πῶς δὲ̣ λεοντείῃ παλάμην ἐσφίγξατο δειρῇ δίζυγα γυρώσασα βραχίονα μάρτυρι δεσμῷ, πῶς πάλιν ἱδρώουσα λοέσσατο χεύματι πηγῆς

15

(250)

ἡμιφανής, καὶ μᾶλλον ἀεὶ μιμνήσκετο πέπλου, ὁππότε μιν δονέων κ̣αὶ ἐς̣ ὀμφαλὸν ἄχρις ἀείρων γυμνώσας χροὸς ἄνθος ἀνηκόντ̣ι̣ζ̣ε̣ν̣ή̣της· κείνου μνῆστιν ἔχων γλυκερὰς ἱκέτευεν ἀέλλας, ὄφρα πάλιν βαθύκολπον ἀναστείλωσι χιτ̣ῶ̣ν̣α̣.
255 καὶ νέος ἀστήρικτος ἐυκραίρῳ παρὰ ποίμνῃ γείτονα θηρε̣ύουσαν ἰδὼν ὑψαύχενα κούρ̣ην τοῖον ἀπερροίβδησεν ἔπος ζηλήμονι φωνῇ· „αἴθε βέλος γενόμ̣ην ἢ δίκτυον ἠὲ φα̣ρέτρη, αἴθε βέλος γενόμην θηροκτόνον, ὄφρα με γυμναῖς
260χερσὶν ἐλαφρίζειεν· ὀπισθοτόνοιο δὲ τόξου εἴην νεῦρα βόεια πολὺ πλέον, ὄφρα με μαζῷ χ̣ι̣ονέῳ πελάσειε σαόφρονος ἔκτοθι μίτρης, ν̣αὶ δαμάλη, ναὶ μόσχε, σαόφρονος ἔ̣κτοθι μίτρης. π̣αρθένε, κουφίζεις βέλος ὄλβιο̣ν̣· ὑμέτεροι δὲ330 in vol. 1
265Ὕμνου μηλονόμοιο μακάρτεροί ε̣ἰ̣σ̣ιν ὀιστοί, ὅττι τεῶν ψαύουσιν ἐρωτοτόκων παλαμά̣ων. σοῖς γλυκεροῖς σταλίκεσσιν ἀφωνήτοιςι μεγαίρω· οὐδὲ μόνον σταλίκων με φέρει πόθος· ἀλλὰ καὶ αὐτοῦ ζῆλον ἔ̣χω τόξοιο κ̣α̣ὶ̣ ἀ̣πνεύστοιο φαρ̣έτρ̣ης.
270αἴθε μεσημβρίζουσα̣ ποθοβλήτῳ παρ̣ὰ πηγγυῖα καταψύξειεν, ἴδω δ’ ὑψαύχενα κούρην, ναὶ δαμάλη, ναὶ μόςχε, δίχα φθονεροῖο χιτῶνος. οὔ πώ μοι, Κυθέρεια, τόση̣ν ᾤκτειρας ἀνάγκην;
273a[..............]α τί̣ β[ουκόλον ......
274Θρινακίην οὐκ οἶδα καὶ οὐ κεραελκέα ποίμνην,
275οὐ βόας Ἠελίοιο κατ’ οὔρεα ταῦτα νομεύω,
οὐ κρυφίην ἤγγειλε πατὴρ ἐμὸς Ἄρεος εὐνήν. παρθένε, μή με δίωκε, καὶ εἰ βόας εἰς νομὸν ἕλκω· οὐρανίων λεχέων ἐπιβήτορές εἰσι νομῆες· Τιθωνὸς ῥοδόεις πέλε βουκόλος, ὃν διὰ μορφὴν331 in vol. 1
280δίφρον ἑὸν στήσασα φαεσφόρος ἥρπασεν Ἠώς· καὶ Διὸς οἰνοχόος πέλε βουκόλος, ὃν διὰ κάλλος φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς. δεῦρο, βόας ποίμαινε, καὶ ὁπλοτέρην σε καλέσσω ἄλλῳ βουκολέοντι σὺν Ἐνδυμίωνι Σελήνην·
285ῥῖπτε βέλος καὶ ψαῦε καλαύροπος, ὄφρα τις εἴπῃ· ‘Ὕμνου μηλονόμοιο βόας Κυθέρεια νομεύει‘.“ ὣς φάτο καὶ λιτάνευε, φίλων δ’ ἐδράξατο γούνων χερσὶ γυναιμανέεσσι, καὶ ἕσπετο, καί οἱ ἐνίψαι ἔτρεμεν οἶστρον Ἔρωτος, ἑῇ δ’ ὑπεμέμφετο σιγῇ.
290 καί ποτε θάρσος ἔχων γαμίων ὑποεργὸν Ἐρώτων κείμενα Νικαίης ἀνεκούφισεν ἔντεα θήρης, καὶ δόρυ θοῦρον ἄειρε, πόθου δ’ ὑπὸ μείζονι κέντρῳ κούρης χωομένης γλυκερὴν ἤειρε φαρέτρην, καὶ κύσε δίκτυα κοῦφα καὶ οὐ πνείοντας ὀιστούς,
295χείλεσι τερπομένοισι μιαιφόνον ἰὸν ἐρείσας, καὶ στέρνοις ἐπέλασσεν ἀφειδέι χειρὶ πιέζων·
καί τινα μῦθον ἔειπεν ἀδουπήτῳ τινὶ φωνῇ· „πρὸς Παφίης, φθέγξασθε πάλιν, δρύες, ὡς ἐπὶ332 in vol. 1
298
Πύρρης, ὡς ἐπὶ Δευκαλίωνος, ἐλέγξατε λυσσάδα κούρην.

15

(300)

Δάφνη καὶ σὺ φίλη, δενδρώδεα ῥῆξον ἰωήν· αἴθε καλὴ Νίκαια πάρος πέλε, καί κεν Ἀπόλλων ἁβροτέρην ἐδίωκε, καὶ οὐ φυτὸν ἔπλετο Δάφνη.“ ὣς φάτο· καὶ σύριγγι σαόφρονος ἐγγύθι κούρης μάρτυν ἑῆς ὀδύνης γαμίην ἐμελίζετο μολπήν.
305παρθενικὴ δ’ ἀγόρευεν ἐπεγγελόωσα νομῆι· „ἡδὺς ὁ συρίζων Παφίης μέλος ὑμέτερος Πάν· πολλάκι μέλψεν Ἔρωτα καὶ οὐ πέλε νυμφίος Ἠχοῦς. ἆ πόσα Δάφνις ἄειδεν ὁ βουκόλος· ἀμφὶ δὲ μολπῇ παρθένος ἀστιβέεσσιν ἐκεύθετο μᾶλλον ἐρίπναις
310ποιμενίης φεύγουσα βοῆς μέλος. ἆ πόσα Φοίβου ἔκλυε μελπομένοιο καὶ οὐ φρένα θέλγετο Δάφνη.“ ὣς φαμένη δόρυ θοῦρον ἐδείκνυεν ἄφρονι βούτῃ. αὐτὰρ ὁ λυσσήεντι τετυμμένος ἡδέι κέντρῳ, μὴ νοέων, ὅτι τόσσον ἔην ἄστοργος Ἀμαζών,
315πομπὸν ἑοῦ θανάτοιο δυσίμερον ἴαχε φωνήν· „ναί, λίτομαι, προΐαλλε φίλον δόρυ, χιονέῃ δὲ κτεῖνέ με σῇ παλάμῃ, καὶ τέρπομαι· οὐ σέο λόγχην, οὐ τρομέω, φυγόδεμνε, τεὸν ξίφος, ὅττι τελευτὴν
ὀξυτάτην ὀπάσειεν, ὅπως ποτὲ πικρὸν ἀλύξω333 in vol. 1
320ἔμπεδον ἕλκος Ἔρωτος, ὑπὸ φρένα βοσκόμενον πῦρ. τεθναίην, ὅτι πότμος ἐπήρατος· εἰ δὲ βελέμνῳ τοξοφόρος μετὰ Κύπριν ὀιστεύσεις με καὶ αὐτή, πρὸς Παφίης, μὴ πέμπε κατ’ αὐχένος, ἡμετέρην δὲ σὸν βέλος εἰς φρένα πῆξον, ὅπῃ βέλος ἐστὶν Ἐρώτων.
325αὐχένι μᾶλλον ἴαλλε τεὸν δόρυ, μὴ φρένα τύψῃς· ὠτειλῆς ἑτέρης οὐ δεύομαι. εἰ δέ σε τέρπει, τλήσομαι ἄλλο βέλεμνον, ὅπως ἐμὲ γαῖα καλύψῃ καὶ πυρὸς ἕλκος ἔχοντα καὶ οὐτηθέντα σιδήρῳ. κτεῖνέ με τὸν δυσέρωτα, τεῆς μὴ φείδεο νευρῆς.
330θηλύνεις δὲ σίδηρον, ὅταν ψαύσειας ὀιστῶν· ἵσταμαι αὐτοκέλευστος ἐγὼ σκοπός, ὄμματι τερπνῷ δάκτυλα μαρμαίροντα περὶ γλυφίδεσσι δοκεύων, ἐκταδὸν αὐερύοντα τεὴν μελιηδέα νευρὴν δεξιτερῷ ῥοδόεντι πελαζομένην σέο μαζῷ.
335θνήσκω νεκρὸς Ἔρωτος ἑκούσιος ἡδέι πότμῳ· οὐκ ἀλέγω θανάτοιο καὶ οὐ τρομέω νέφος ἰῶν, γυμνὴν ὑμετέρην χιονώδεα χεῖρα δοκεύων ἁπτομένην τόξοιο καὶ ἱμερόεντος ὀιστοῦ. εἰς ἐμὲ πάντα βέλεμνα τεῆς προΐαλλε φαρέτρης,
340εἰς ἐμὲ πέμπε βέλεμνα μιαιφόνα· πικρότεροι γὰρ ἄλλοι ἐμὲ κλονέουσι πυριγλώχινες ὀιστοί. ἢν δὲ κατακτείνῃς με τεῷ φρενοθελγέι τόξῳ, παρθένε, μὴ φλέξειας ἐμὸν δέμας ἠθάδι πυρσῷ· πυρκαϊῆς ἑτέρης οὐ δεύομαι· ἀλλὰ σύ, κούρη,
345μοῦνον ἐμοὶ φθιμένῳ γλυκερὴν περίχευε κονίην χειρὶ τεῇ, πυμάτην ὀλίγην χάριν, ὄφρα τις εἴπῃ· ‘παρθένος ὡς ἐλέαιρε, τὸν ἔκτανε.‘ μηδὲ θανόντος αὐλὸς ἐμός, μὴ πηκτὶς ἐμῷ περὶ σήματι κείσθω, ποιμενίην μὴ βάλλε καλαύροπα, μάρτυρα τέχνης·334 in vol. 1

15

(350)

ἀλλὰ κατακταμένοιο τεὸν βέλος ὑψόθι τύμβου πῆξον, ἐμῷ δυσέρωτι λελουμένον εἰσέτι λύθρῳ. δὸς δέ μοι ὑστατίην ἑτέρην χάριν· ὑψόθι τύμβου ἄνθεα Ναρκίσσοιο ποθοβλήτοιο γενέσθω ἢ κρόκος ἱμερόεις ἢ Μίλακος ἄνθος Ἐρώτων,
355εἰαρινήν τε φύτευε μινυνθαδίην ἀνεμώνην πᾶσιν ἀπαγγέλλουσαν ἐμὴν μινυώριον ἥβην. εἰ δέ σε μὴ τέκε πόντος ἀμείλιχος ἠὲ κολῶναι, βαιὸν ἐμοὶ χέε δάκρυ, τόσον μόνον, ὅσσον ἐέρσαις ἱμερτῆς ῥοδόεντα παρηίδος ἄκρα διαίνειν,
360χειρὶ δὲ σεῖο χάραξον ἔπος τόδε πενθάδι μίλτῳ· ‘ἐνθάδε βουκόλος Ὕμνος, ὃν ἔκτανεν ἄμμορον εὐνῆς παρθενικὴ Νίκαια καὶ ἐκτερέιξε θανόντα‘.“ ὣς φαμένου Νίκαια χολώετο· λυσσαλέη δὲ λοίγιον ἰοβόλου γυμνώσατο πῶμα φαρέτρης
365καὶ βέλος ἰθυκέλευθον ἀνείρυσεν, ἐκταδίη δὲ κυρτὸν ὀπισθοτόνοιο κέρας κυκλώσατο τόξου, ἠνεμόεν δὲ βέλεμνον ἐς ἀνθερεῶνα νομῆος φθεγγομένου προέηκε, καὶ ἄσχετος ἰὸς ἀλήτης
μῦθον ἔτι προχέοντα μέσῳ σφρηγίσσατο δεσμῷ.335 in vol. 1
370 ἀλλ’ οὐ νεκρὸς ἄδακρυς ἔην τότε· μεμφομένη δὲ ἀνδροφόνον Νίκαιαν ὀρεστιὰς ἄχνυτο Νύμφη, μυρομένη νέκυν Ὕμνον· ἐν εὐύδρῳ δὲ μελάθρῳ Ῥυνδακὶς ὑγροφόρητος ἀσάμβαλος ἔστενε κούρη· Νηιάδες δ’ ἔκλαυσαν· ὑπὲρ Σιπύλοιο δὲ γείτων
375δάκρυσιν αὐτοχύτοις Νιόβης πλέον ἔστενε πέτρη. κούρη δ’ ὁπλοτάτη, γαμίων ἔτι νῆις Ἐρώτων, μή πω Βουκολίωνος ὁμιλήσασα χαμεύνῃ, Νηὶς Ἀβαρβαρέη νεμεσίζετο πολλάκι νύμφῃ· ἀμφὶ δὲ Δίνδυμον ἄκρον ὁμήλυδες ἐγγύθι λόχμης
380Ἀστακίδος μέμψαντο Κυβηλίδες ἤθεα νύμφης, αἴλινα δ’ ἐφθέγξαντο· καὶ οὐ τόσον αἴθοπι πότμῳ Ἡλιάδες Φαέθοντος ἐδακρύσαντο θανόντος. καὶ φονίης ἀδάμαστον ὀπιπεύων φρένα κούρης τόξον Ἔρως ἔρριψε, καὶ ὅρκιον ὤμοσε βούτην,
385παρθενικὴν ἀέκουσαν ὑποζεῦξαι Διονύσῳ. ὄμμασι δ’ ἀκλαύτοισι λεοντείων ἐπὶ δίφρων Δινδυμὶς ἠιθέοιο δεδουπότος ἔστ̣ενε Ῥείη, μήτηρ Ζηνός, ἄνασσα· καὶ ὀλλυμένου μόρον Ὕμνου
ἡ γάμον ἐχθαίρουσα κινύρετο παρθένος Ἠχώ.336 in vol. 1
390καὶ δρύες ἐφθέγξαντο· ‘τί σοι τόσον ἤλιτε βούτης; μή ποτέ σοι Κυθέρεια, μὴ Ἄρτεμις ἵλαος εἴη.‘ ἔδρακε δ’ Ἀδρήστεια, μιαιφόνον ἔδρακε κούρην, ἔδρακεν Ἀδρήστεια νέκυν σπαίροντα σιδήρῳ, καὶ νέκυν ἀρτιδάικτον ἐδείκνυε Κυπρογενείῃ,
395μέμψατο δ’ αὐτὸν Ἔρωτα. καὶ εὐπετάλῳ παρὰ λόχμῃ Ὕμνον ἐποικτείροντος ἐλείβετ̣ο δάκρυα ταύρου, καὶ δάμαλις δάκρυσε, καὶ ἔστενεν ἀχνυμένη βοῦς ποιμένος ἀσπαίροντος, ἔοικε δὲ τοῦτο βοῆσαι· „βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.

15

(400)

παρθενικὴ ποθέοντα κατέκτανεν, ἀντὶ δὲ φίλτρων πότμον μισθὸν ἔδωκε, ποθοβλήτου δὲ νομῆος αἵματι χα̣λκὸν ἔβαψε καὶ ἔσβεσε πυρσὸν Ἐρώτων— βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη— καὶ Νύμφ̣ας ἀκάχησεν, ὀρειά̣δος οὐ κλύε πέτρης,
405οὐ πτελέ̣ης ἤκουσε καὶ οὐκ ᾐδέσσατο πεύκην λισσομένην· ‘μὴ πέμπε βέλος, μὴ κτεῖνε νομῆα‘.“
καὶ λύκος ἔστενεν Ὕμνο̣ν̣, ἀμειδέες ἔστενον ἄρκτοι, καὶ βλοςυροῖς βλεφάροισι λέω̣ν̣ ὠδύρετο βούτην· „βούτης καλὸς ὄλω̣λε, καλὴ δέ μιν ἔκτανε κο̣ύρη.337 in vol. 1
410ἄλλο λέπας δίζεσθε, βόες, μαστεύσατε, ταῦροι, ξεῖνον ὄρος· ποθέων γὰρ ἐμὸς γλυκὺς ὤλετο βούτης θηλυτέ̣ρ̣ῃ̣ π̣α̣λάμῃ δε̣δαϊγμένος. ἐς τίνα λόχμην ἴχνος ἄγω; ςώζεσθε, νομαί, σώζεσθε, χαμεῦναι. βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.
415χαίρετέ μοι, σκοπιαί τε καὶ οὔρεα, χαίρετε, πηγαί, χαίρετε, Νηιάδες καὶ Ἁμαδρύες.“ ἀμφότεροι δὲ Πὰν νόμιος καὶ Φοῖβος ἀνίαχον· „αὐλὸς ἀλάσθω. πῇ Νέμεσις; πῇ Κύπρις; Ἔρως, μὴ ψαῦε φαρέτρης· σύριγξ, μηκέτι μέλπε· λιγύθροος ὤλετο βούτης.“
420δειλαίου δὲ νομῆος ἀμεμφέα λύθρον Ἐρώτων γνωτῇ Φοῖβος ἔδειξε, καὶ ἔστενεν Ἄρτεμις αὐτὴ
Ὕμνου νεκρὸν ἔρωτα, καὶ εἰ πέλε νῆις Ἐρώτων.338 in vol. 1

16

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΞΚΑΙΔΕΚΑΤΟΝ.
1 Οὐδὲ φόνος νήποινος ἔην κινυροῖο νομῆος, ἀλλὰ λαβὼν ἑὰ τόξα καὶ ἱμερόεν βέλος ἕλκων θοῦρος Ἔρως ἀίδηλος ἐθωρήχθη Διονύσῳ ἑζομένῳ παρὰ χεῖλος ἐυκροκάλου ποταμοῖο.
5 καὶ ταχινὴ Νίκαια, μετὰ δρόμον ἠθάδος ἄγρης ἄσχετον ἱδρώουσα φιλοσκοπέλων ἀπὸ μόχθων, γυμνὸν ὀρεσσιχύτοισι δέμας φαίδρυνε λοετροῖς. οὐ μὲν Ἔρως δήθυνεν ἑκηβόλος· ἀμφὶ δὲ νευρῇ ἀκροφανῆ πώγωνα βαλὼν πτερόεντος ὀιστοῦ
10τόξον ἑὸν κύκλωσεν, ἐρωμανέος δὲ Λυαίου ἐν κραδίῃ κατέπηξεν ὅλον βέλος. ἐν δὲ ῥεέθροις νηχομένην Διόνυσος ἰδὼν γυμνόχροα κούρην ἡδυμανῆ πυρόεντι νόον δεδόνητο βελέμνῳ. ἤιε δ’ ἔνθα καὶ ἔνθα, λαγωβόλος ὁππόθι κούρη,
15πῇ μὲν ὀπιπεύων ἑλικώδεα βόστρυχα χαίτης εἰς δρόμον ἱεμένης δεδονημένα κυκλάσιν αὔραις, πῇ δὲ παρελκομένων πλοκάμων σ̣τ̣ί̣λ̣β̣οντα δοκεύων
αὐχένα γυμνωθέντα, σέλας πέμποντα̣ Σελήνης· καὶ Σατύρων ἀμέλησε καὶ οὐκέτι τέρπετο Βάκχαις·339 in vol. 1
20παπταίνων δ’ ἐς Ὄ̣λ̣υ̣μ̣πον ἐρωτοτόκῳ̣ φάτο φωνῇ· „ἵξομαι, ἧχι πέλει δροσερὸς δρόμος, ἧχι φαρέτρη, ἧχι βέλος καὶ τόξον ἐπήρατον, ἧχι καὶ αὐταὶ παρθενικῆς ἀγάμοιο μύρο̣υ̣ πνείουσι χαμε̣ῦναι· ψαύσω καὶ σταλίκων̣ καὶ δίκτυα χερσὶ πετάσσω·
25ἀγρώσσω καὶ ἔγωγε καὶ ἠθάδα νεβρὸν ὀλέσσω. εἰ δέ μοι ὡς βαρύθυμος ὀνειδίσσειεν Ἀμαζὼν θῆλυν ἐρευγομένη μελιηδέος ὄγκον ἀπειλῆς̣, κούρης χωομένης ἐπὶ γούνασι χεῖρα πελάσσω, ψαύων ὡς ἱκέτης ἐρατοῦ χροός, οὐ μὲν ἐλαίης
30θαλλὸν ἀερτάζων, ὅτι δένδρεόν ἐστιν Ἀθήνης παρθενικῆς ἀγάμου καὶ ἀθελγέος, ἀντὶ δὲ πικροῦ ἀκρεμόνος λιπόωντος ἐμῇ μελιηδέι νύμφῃ οἴνοπα καρπὸν ἔχοντα μελιρραθάμιγγος ὀπώρης βότρυν ἀερτάζων ἱκετήσιον. ἢν δὲ χαλέψῃ
35παρθένος ἀγκυλότοξος, ἐμῷ χροῒ μὴ δόρυ πήξῃ, μὴ βέλος αὐερύσειε μιαιφόνον, αἰδομένη δὲ ἀκροτάτῳ πλήξειεν ἐμὸν δέμας ἡδέι τόξῳ·
πληγῆς οὐκ ἀλέγω φρενοθελγέος. ἢν δ’ ἐθελήσῃ, ἱμερταῖς παλάμῃσιν ἐμῶν δράξαιτο κομάων,340 in vol. 1
40σφιγγομένης ἐρύουσα θελήμονα βόστρυχα χαίτης οὐ μὲν ἐρητύσω ποτὲ παρθένον, ὡς κοτέων δὲ δεξιτερὴν σφίγγουσαν ἀφειδέι χειρὶ πιέζω δάκτυλα φοινίσσοντα λαβὼν γαμψώνυχι δεσμῷ, Κυπριδίου καμάτοιο παρήγορα παρθενικὴ γὰρ
45κάλλος ὅλον σύλησεν Ὀλύμπιον. ἵλαθι, Κέρνη, Ἀστακὶς ἐβλάστησε νέη ῥοδοδάκτυλος Ἠώς· ἄλλη ἀνηέξητο φαεσφόρος· ὁπλοτέρη γὰρ ἔμπεδον εἶδος ἔχουσα πέλει Νίκαια Σελήνη. ἤθελον ἱμείρων πολυδαίδαλον εἶδος ἀμεῖψαι·

16

(50)

εἰ μὴ ἐρητύει με σέβας πατρώιον αἰδοῦς, καί κεν ἐγὼ Τυρίοιο δι’ ὕδατος ὑγροπόρος βοῦς ἄβροχον ἐν πελάγεσσιν ἐμὴν Νίκαιαν ἀείρων ἔπλεον, Εὐρώπης ἅτε νυμφίος, ὡς ἀέκων δὲ νῶτον ἐμὸν δονέεσκον, ὀρινομένης ἵνα κούρης
55δεξιτερὴ πάνλευκος ἐμῆς δράξοιτο κεραίης. ἤθελον, εἰ γενόμην πτερόεις πόσις, ὄφρα χορεύσω κουφίζων ἀτίνακτον ὑπὲρ νώτοιο γυναῖκα,
ὡς Κρονίδης Αἴγιναν, ὅπως μετὰ λέκτρα τελέσσω Αἰετὸν ὄρνεον ἄλλο γαμοστόλον ἄστρον Ἐρώτων.341 in vol. 1
60οὐ μὲν ἐμῆς ἀλόχοιο βαλὼν γενετῆρα κεραυνῷ νύμφη πατρὸς ὄλεθρον ἀτάσθαλον ἕδνον ὀπάσσω, μὴ γλυκερὴν Νίκαιαν ἀποφθιμένοιο χαλέψω. αἴθε πέλον νόθος ὄρνις ἐύπτερος, ὅττι καὶ αὐτὴ παρθένος ἡμετέρη φιλέει πτερόεντας ὀιστούς.
65μᾶλλον ἐγὼ Δανάης ποθέων τύπον ὑγρὸν ἐρώτων ἤθελον, εἰ χρύσειος ἐγὼ πέλον ὄμβρος ἀκοίτης, αὐτὸς δῶρα γάμων, αὐτὸς πόσις, ὄφρα χορεύσω ἀφνειῆς προχέων φιλοτήσιον ὄμβρον ἐέρσης· ἔπρεπε γὰρ Νίκαιαν ἐμὴν εὐώπιδα κούρην
70χρύσεον εἶδος ἔχουσαν ἔχειν χρύσειον ἀκοίτην.“ τοῖον ἐρωμανέων ἔπος ἴαχε θυιάδι φωνῇ. καί ποτε κηώεντος ἔσω λειμῶνος ὁδεύων ἄνθεα πάντα δόκευε τεθηλότα σύγχροα κούρης, καί τινα μῦθον ἔειπεν ἐς ἠερόεντας ἀήτας·
75 „ἄρτι μόγις, Νίκαια, τεὴν ἴδον ἐνθάδε μορφήν· μὴ σέο κάλλος ἄμειψας ἐς ἄνθεα; καλλιφυῆ γὰρ παπταίνων ῥοδεῶνα τεὰς ἐνόησα παρειάς· ἀλλὰ τεὸν θαλέει ῥόδον ἔμπεδον· ἀμφιέπεις γὰρ ἔμφυτον οὐ λήγουσαν ἐρευθομένην ἀνεμώνην·
80εἰς κρίνον ὄμμα φέρων χιονώδεας εἶδον ἀγοστούς, ἀθρήσας δ’ ὑάκινθον ἴδον κυανόχροα χαίτην. δέξο με θηρεύοντα συνέμπορον· ἢν δ’ ἐθελήσῃς, αὐτὸς ἐγὼ σταλίκων γλυκερὸν βάρος, αὐτὸς ἀείρω ἐνδρομίδας καὶ τόξα καὶ ἱμερόεντας ὀιστούς,342 in vol. 1
85αὐτὸς ἐγώ· Σατύρων οὐ δεύομαι· οὐ παρὰ λόχμῃ δίκτυα Κυρήνης ἀνεκούφισεν αὐτὸς Ἀπόλλων; τίς φθόνος, εἰ μεθέπω καὶ ἐγὼ λίνον; οὐ μογέω δὲ αὐτὸς ἐμοῖς ὤμοισιν ἐμὴν Νίκαιαν ἀείρων. οὐ μὲν ἐγὼ γενετῆρος ὑπέρτερος· ἐν ῥοθίοις γὰρ
90Εὐρώπην ἀδίαντον ἐκούφισε ποντοπόρος βοῦς. παρθενικὴ ῥοδόεσσα, τί σοι τόσον εὔαδον ὗλαι; σῶν ἐρατῶν μελέων περιφείδεο, μηδ’ ἐπὶ πέτραις ἀστορέες σέο νῶτα κατατρίψωσι χαμεῦναι. ἔσσομαι, ἢν ἐθέλῃς, θαλαμηπόλος· ἐν δὲ μελάθρῳ
95αὐτὸς ἐγὼ στορέσω σέο δέμνια, τοῖσι πετάσσω δέρματα πορδαλίων πολυδαίδαλα, τοῖς ἅμα βάλλω φρικτὰ λεοντείης πυκινότριχα νῶτα καλύπτρης γυμνώσας ἐμὰ γυῖα· σὺ δὲ γλυκὺν ὕπνον ἰαύεις νεβρίσι δαιδαλέῃσι καλυπτομένη Διονύσου·

16

(100)

Μυγδονίης δ’ ἐλάφου σκέπας ἅρμενον ὑψόθι βάλλω γυμνώσας Σατύρους. σκυλάκων δέ σοι εἰ χρέος εἴη, σοὶ κύνας εἰν ἑνὶ πάντας ἐμοῦ τάχα Πανὸς ὀπάσσω, ἄξομαι ἐκ Σπάρτης ἑτέρους κύνας, οὓς ἀτιτάλλει
ἠιθέων ἐς ἔρωτας ἐμὸς Κάρνειος Ἀπόλλων,343 in vol. 1
105καὶ κύνας ἀγρευτῆρας Ἀρισταίοιο καλέσσω· καὶ λίνα σὺν σταλίκεσσι καὶ ἅρμενα δῶρα κομίσσω ἐνδρομίδας Νομίοιο καὶ Ἀγρέος, ὃς πάρος ἔγνω καὶ νομὸν εὐλείμωνα καὶ εὐκαμάτου δρόμον ἄγρης. εἰ δὲ θερειγενέος τρομέεις φλόγα διψάδος ὥρης,
110ἡμερίδων ὄρπηκας ὑπὲρ λέκτροιο φυτεύσω, καί σε περιπνεύσωσι μέθης εὐώδεες αὖραι κεκλιμένην κατὰ μέσσα πολυσταφύλοιο καλύπτρης. παρθενικὴ περίφοιτε, ποθοβλήτοιο προσώπου βαλλομένας Φαέθοντι τεὰς ἐλέαιρε παρειάς,
115μὴ σέλας Ἠελίου μελέων ἀκτῖνα μαραίνῃ, μὴ πλοκάμους χαρίεντας ἀμαλδύνωσιν ἀῆται· εὗδε ῥόδων ἀνὰ μέσσα καὶ ἐν πετάλοις ὑακίνθου, γείτονι σεῖο κάρηνον ἐρεισαμένη κυπαρίσσῳ, ἀθανάτοις πισύροισιν ὅπως ἕνα κῶμον ἀνάψῃς,
120Φοίβῳ καὶ Ζεφύρῳ καὶ Κύπριδι καὶ Διονύσῳ. ληιδίην δ’ ὀπάσαιμι γονὴν μελανόχροον Ἰνδῶν παστάδος ὑμετέρης θαλαμηπόλον· ἀλλὰ τί φύτλην κυανέην ὀνόμηνα τεῆς νυμφοστόλον εὐνῆς;
νυκτὶ μελαγχλαίνῳ πότε μίσγεται ἀργέτις Ἠώς;344 in vol. 1
125Ἀστακὶς ὁπλοτέρη πέλες Ἄρτεμις· ἀλλὰ καὶ αὐτὰς δμωίδας ἑξήκοντα χορίτιδας εἰς σὲ κομίσσω, ὄφρα χορὸν νήριθμον ὀπάονα σεῖο τελέσσω, ἀμφιπόλοις ἰσόμετρον ὀρειάδος Ἰοχεαίρης, εἴκελον Ὠκεανοῖο θυγατράσι, μή σοι ἐρίζῃ
130Ἄρτεμις ἀγρώσσουσα, καὶ εἰ πέλε δεσπότις ἄγρης. σοὶ Χάριτας ζαθέοιο χαρίζομαι Ὀρχομενοῖο ἀμφιπόλους, ἐμὰ τέκνα μεταστήσας Ἀφροδίτης. ἀλλὰ πόθῳ φρένα θέλξον ἀθελγέα, καί σε δεχέσθω θηροσύνης μετὰ μόχθον ἐμὸν λέχος, ὄφρα φανείης
135Ἄρτεμις ἐν σκοπέλοισι καὶ ἐν θαλάμοις Ἀφροδίτη. τίς φθόνος, ἀγρώσσειν σε σὺν ἀγρώσσοντι Λυαίῳ; εἰ δὲ μόθου λάχες οἶστρον, ἅτε κλυτότοξος Ἀμαζών, ἵξεαι Ἰνδῴην ἐπὶ φύλοπιν, ὄφρα κεν εἴης Πειθὼ νόσφι μόθοιο καί, ὁππότε δῆρις, Ἀθήνη.
140δέξο καί, ἢν ἐθέλῃς, ἐλαφηβόλα θύρσα Λυαίου, νεβροφόνος τε γένοιο· καὶ ὑμετέρων ἀπὸ χειρῶν ... ὑμετέροις τε πόνοισιν ἐμὴν κόσμησον ἀπήνην πόρδαλιν ἠὲ λέοντας ὑποζεύξασα χαλινῷ.“
ὣς εἰπὼν ἐδίωκεν ὀρειάδα γείτονα κούρην,345 in vol. 1
145τοῖον ἔπος βοόων· ‘μένε, παρθένε, Βάκχον ἀκοίτην.‘ ἡ δὲ χολωομένη βριαρὴν ἀνενείκατο φωνὴν παρθενική, στόμα λάβρον ἐπαιθύσσουσα Λυαίῳ· „ταῦτα μολὼν ἀγόρευε φιλοστόργῳ τινὶ νύμφῃ. εἰ δύνασαι Γλαυκῶπιν ἢ Ἄρτεμιν ἐς γάμον ἕλκειν,

16

(150)

καὶ βριαρὴν Νίκαιαν ἔχεις πειθήμονα νύμφην· εἰμὶ γὰρ ἀμφοτέρῃσιν ὁμόστολος. εἰ δέ σε φεύγει ἀπροϊδὴς ὑμέναιος ἀπειρώδινος Ἀθήνης καὶ νόον οὐ θέλξειας ἀπειθέος Ἰοχεαίρης, δέμνια Νικαίης μὴ δίζεο· μηδέ σε λεύσσω
155ἁπτόμενον τόξοιο καὶ ἀμφαφόωντα φαρέτρην, μὴ μετὰ βουκόλον Ὕμνον ὀλωλότα καὶ σὲ δαμάσσω. οὐτήσω Διόνυσον ἀνούτατον· εἰ δὲ σιδήρῳ γυῖα φέρεις ἀχάρακτα καὶ οὐκ εἴκοντα βελέμνῳ, υἱέας ὑψιλόφους μιμήσομαι Ἰφιμεδείης,
160καί σε σιδηρείῃσιν ἀλυκτοπέδῃσι πεδήσω σεῖο κασιγνήτῳ πανομοίιον, ἐνδόμυχον δὲ χαλκείοις κεράμοισι μετ’ Ἄρεα καὶ σὲ φυλάξω,
ἄχρις ἀναπλήσας δυοκαίδεκα κύκλα Σελήνης ἠερίοις ἐμὸν οἶστρον ἀπορρίψειας ἀήταις.346 in vol. 1
165χερσὶ γυναιμανέεσσιν ἐμῆς μὴ ψαῦε φαρέτρης· τόξον ἔχω, σὺ δὲ θύρσον· ἐν Ἀστακίῃ μὲν ἐρίπνῃ εἰς σύας ἠὲ λέοντας ἐμὸν βέλος ἐνθάδε πέμπω Ἀρτέμιδος συνάεθλος, ὑπὲρ Λιβάνοιο δὲ πέτρης νεβροὺς καὶ σὺ δίωκε συναγρώσσων Ἀφροδίτῃ.
170οὐ δέχομαι σέο λέκτρα, καὶ εἰ Διὸς αἷμα κομίζεις· εἰ δὲ θεὸν μενέαινον ἔχειν πόσιν, οὐκ ἂν ἀκοίτην ἁβροκόμην ἀσίδηρον ἀνάλκιδα θήλεϊ μορφῇ εἶχον ἐγὼ Διόνυσον, ἐμῷ δ’ ἐφυλάσσετο παστῷ νυμφίος ἢ κλυτότοξος ἄναξ ἢ χάλκεος Ἄρης,
175ὃς μὲν τόξον ἔχων, ὁ δὲ φάσγανον ἕδνον Ἐρώτων· ἀλλ’ ἐπεὶ οὐ μακάρων τινὰ δέξομαι οὐδὲ καὶ αὐτὸν πενθερὸν οἶστρος ἔχει με τεὸν Κρονίωνα καλέσσαι, ἄλλην δίζεο, Βάκχε, νέην πειθήμονα νύμφην. τί σπεύδεις; ἀκίχητον ἔχεις δρόμον, ὥς ποτε Δάφνην
180Λητοΐδης ἐδίωκε καὶ ὡς Ἥφαιστος Ἀθήνην· τί σπεύδεις; δρόμος οὗτος ἐτώσιος· ἐν σκοπέλοις γὰρ ἐνδρομίδες πολὺ μᾶλλον ἀρείονές εἰσι κοθόρνων.“ ὣς φαμένη λίπε Βάκχον. ἀεὶ δ’ ὑπὸ φορβάδα λόχμην παρθενικὴν μάστευεν ὀρίπλανον· ἐσσυμένῳ δὲ
185σύνδρομος ὡμάρτησε κύων πινυτόφρονι θυμῷ, τόν ποτε θηρεύοντι φιλοσκοπέλῳ Διονύσῳ
ὤπασε δῶρον ἔχειν σκυλακοτρόφος ὑψίκερως Πάν. καί μιν ἅτε φρονέοντα καὶ αὐδήεντα δοκεύων σύννομον ἰσοκέλευθον ἑῶν ξυνήονα μόχθων,347 in vol. 1
190Βάκχος ἐρωμανέων φιλίῳ προσπτύξατο μύθῳ· „τίπτε, κύων περίφοιτος, ὁμόδρομός ἐσσι Λυαίῳ, Πανὸς ἀεὶ ποθέοντος ἐπάξιε; τίπτε σὺ μοῦνος παρθένον ἰχνεύοντι συνιχνεύεις Διονύσῳ; ἦ ῥά σε σὸς ταμίης οἰκτίρμονα θῆκεν ἐρώτων;
195παρθένον ἡμετέρην ἔτι δίζεο, μηδ’ ἐνὶ πέτραις Βάκχον ἀλητεύοντα κατ’ οὔρεα μοῦνον ἐάσσῃς· μοῦνος ἐποικτείρεις με, καὶ ὡς βροτὸς εἰς ῥάχιν ὕλης πλαζομένης λοφόεντα μετέρχεαι ἔνδια κούρης. κάμνε τεῷ βασιλῆι· χάριν δέ σοι εἵνεκα μόχθων

16

(200)

δώσω ἀμοιβαίην· μετὰ Σείριον ἀστέρα Μαίρης αἰθέρος ἔνδον ἄγω σε καὶ ἀστερόεντα τελέσσω ἄγχι Κυνὸς προτέρου, σταφυλὴν ἵνα καὶ σὺ πεπαίνῃς βότρυος εἰλείθυιαν ἀκοντίζων σέθεν αἴγλην.
τίς φθόνος ἀντέλλειν τρίτατον Κύνα; καὶ σὺ φαείνοις348 in vol. 1
205σύνδρομος ἀστερόεντος ἐπειγομένοιο Λαγωοῦ. εἰ θέμις, οἰκτείρων με σαόφρονι μέμφεο κούρῃ, δόχμιον ὄμμα φέρων Κυβεληίδος εἰς ῥάχιν ὕλης, ὅττι με μαστεύοντα γυνὴ θεὸν εἰσέτι φεύγει· μέμφεο δ’ ἀμφοτέροισιν, Ἀδώνιδι καὶ Κυθερείῃ.
210φοιταλέην δὲ δίωκε δι’ οὔρεος ἄστατον Ἠχώ, μὴ τελέσῃ φυγόδεμνον ἐμὴν πλέον εἰσέτι νύμφην· μηδὲ λίπῃς σέο Πᾶνα δυσίμερον ἐγγύθι κούρης, μή μιν ἑλὼν ζεύξειεν ἀναγκαίοις ὑμεναίοις. παρθένον αἴ κεν ἴδῃς, ταχὺς ἔρχεο, μάρτυρι σιγῇ
215ἢ νοεραῖς ὑλακῇσιν ἀπαγγέλλων Διονύσῳ· ἄγγελος ἔσσο πόθοιο· κύων δέ τις ἄλλος ἀλάσθω ἢ σύας ἠὲ λέοντας ἀπὸ σκοπέλοιο διώκων. Πὰν φίλε, κικλήσκω σε μακάρτατον, ὅττι καὶ αὐτοὶ σεῖο κύνες γεγάασιν ἐρευνητῆρες Ἐρώτων.
220ἀνδρομέην, πολύμορφε Τύχη, παίζουσα γενέθλην ἴλαθι, πανδαμάτειρα· μετὰ βροτέην τάχα φύτλην καὶ σκυλάκων κρατέεις, ὅτι δύσμορος οὗτος ἀλήτης θητεύει μετὰ Πᾶνα καὶ ἱμείροντι Λυαίῳ. παρθενικὴν μέμψασθε, φίλαι δρύες· εἴπατε, πέτραι·
225‘καὶ κύνες οἰκτείρουσι, καὶ οὐκ ἐλέαιρεν Ἀμαζών.‘ εἰσὶ καὶ ἐν σκυλάκεσσιν ἐχέφρονες, οἷσι Κρονίων ἀνδρομέην φρένα δῶκε καὶ οὐ βροτέην πόρε φωνήν.“
ἔννεπεν ἄγχι φυτοῖο· δι’ εὐπετάλου δὲ κορύμβου φθογγῆς εἰσαΐουσα γυναιμανέος Διονύσου349 in vol. 1
230ἀρχαίη Μελίη φιλοκέρτομον ἴαχε φωνήν· „ἄλλοι μέν, Διόνυσε, κυνοσσόοι Ἰοχεαίρῃ ἐνθάδε θηρεύουσι, σὺ δ’ ἀγρώσσεις Ἀφροδίτῃ· ἡδὺς ὁ δειμαίνων ἁπαλόχροον ἄζυγα κούρην· Βάκχος ὁ τολμήεις ἱκέτης πέλε λάτρις Ἐρώτων·
235Ἰνδοφόνοις παλάμῃσιν ἀνάλκιδα λίσσετο κούρην. σὸς γενέτης οὐκ οἶδε πόθου θελξίφρονι μύθῳ εἰς γάμον, εἰς ὑμέναιον ἄγειν πειθήμονα κούρην· οὐ Σεμέλην ἱκέτευεν, ἕως ἐτύχησεν ἐρώτων, οὐ Δανάην παρέπεισεν, ἕως σύλησε κορείην·
240Ζηνὶ συναπτομένην Ἰξίονος οἶσθα γυναῖκα καὶ γάμιον χρεμέτισμα καὶ ἱππείους ὑμεναίους· Ἀντιόπης ἐδάης φιλοπαίγμονα θεσμὸν Ἐρώτων καὶ Σάτυρον γελόωντα νόθον μιμηλὸν ἀκοίτην.“ ὣς φάτο κερτομέουσα νόον δειδήμονα Βάκχου,
245καὶ δρυὸς ἐντὸς ἵκανεν ὁμήλικος. ἐν δὲ κολώναις ἀσχαλόων Διόνυσος ὁμάρτεε θυιάδι κούρῃ ποσσὶν ἐρωμανέεσσι, καὶ ὠκυπέδιλος Ἀμαζὼν ἄστατος ἄκρα κάρηνα μετήιε δύσβατα πέτρης, ἴχνος ἐρευνητῆρος ὑποκλέπτουσα Λυαίου.

16

(250)

καὶ φλογερῷ Φαέθοντος ἱμασσομένης χρόα πυρσῷ
ἄβροχα διψαλέης τερσαίνετο χείλεα κούρης· καὶ δόλον ἀγνώσσουσα γυναιμανέος Διονύσου ξανθὸν ὕδωρ ἐνόησε φιλακρήτου ποταμοῖο, καὶ πίεν ἡδὺ ῥέεθρον, ὅθεν πίον αἴθοπες Ἰνδοί·350 in vol. 1
255καὶ φρένα δινηθεῖσα μέθῃ βακχεύετο κούρη, καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ, καὶ διδύμην ἐδόκησεν ἰδεῖν πολυχανδέα λίμνην ὄμματα δινεύουσα· βαρυνομένου δὲ καρήνου δέρκετο θηροβότου διπλούμενα νῶτα κολώνης·
260καὶ τρομεροῖσι πόδεσσιν ὀλισθήσασα κονίῃ εἰς πτερὸν αὐτοκύλιστος ἐσύρετο γείτονος Ὕπνου· καὶ γαμίῳ βαρύγουνος ἐθέλγετο κώματι νύμφη. τὴν μὲν ἰδὼν εὕδουσαν Ἔρως ἐπεδείκνυε Βάκχῳ, Ὕμνον ἐποικτείρων· Νέμεσις δ’ ἐγέλασσεν ἰδοῦσα.
265καὶ δολόεις Διόνυσος ἀδουπήτοισι κοθόρνοις εἰς γάμον ἄψοφος εἷρπε ποδῶν τεχνήμονι παλμῷ. κούρης δ’ ἐγγὺς ἵκανε· καὶ ἀτρέμας ἄκρον ἐρύσσας δεσμὸν ἀσυλήτοιο φυλάκτορα λύσατο μίτρης φειδομένῃ παλάμῃ, μὴ παρθένον ὕπνος ἐάσσῃ.
270 γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην φυταλιὴν ὤδινε, χαριζομένη Διονύσῳ, πολλὴν δ’ ἀμπελόεσσαν ἐλαφρίζουσα καλύπτρην πλεκτὴ βοτρυόεντι κάμαξ ἐβαρύνετο καρπῷ· καὶ λέχος ἦν πετάλοισι κατάσκιον· ἡμερίδων γὰρ
275αὐτοφυὴς μίτρωσεν ἕλιξ εὐάμπελον εὐνήν· καὶ πολὺς ἔνθα καὶ ἔνθα μετάρσιος οἴνοπι καρπῷ Κυπριδίοις ἀνέμοισιν ἐσείετο βότρυς ἀλήτης ἀμφοτέρους τ’ ἐπύκαζεν· ἑλινοφόρῳ δὲ κορύμβῳ ἱμερόεις ἐμέθυσσεν ὁμόζυγος οἰνάδος ὄρπηξ351 in vol. 1
280πλεκτὸν ἀεξομένης ἐπιβήτορα κισσὸν ὀπώρης. καὶ δολόεις γάμος ἦεν ὀνειρείης τύπον εὐνῆς Ὕπνον ἔχων συνάεθλον· ἐνοσφίσθη δὲ κορείης παρθενικὴ κνώσσουσα, καὶ ἔδρακε πομπὸν Ἐρώτων Ὕπνον ὑποδρηστῆρα μεθυσφαλέων ὑμεναίων.
285† πολλὴ δ’ ὑψιπόρῳ σκιρτήματι θυιάδος ὕλης ἄστατος αὐτοβόητος ἀνέπλεκεν ὕμνον Ἐρώτων, καὶ μέλος ἠνεμόφοιτον ὀρεσσαύλων ὑμεναίων αἰδομένοις στομάτεσσιν ἀμείβετο παρθένος Ἠχώ, Πανιὰς ὑστερόφωνος· ὑπὲρ δαπέδου δὲ χορεύων
290αὐλὸς ἐπεσμαράγησεν ὑμηνυμέναια λιγαίνων· ‘ἱμερόεις γάμος οὗτοσ‘ ὀρεστιὰς ἴαχε πεύκη. ψυχὴ δ’ ἠνεμόφοιτος ἀναΐξασα νομῆος παρθένον ὑπναλέην νυχίοις ἐρέθιζεν ὀνείροις· „εἰσὶ καὶ ἱμείροντος Ἐρινύες, εὔγαμε κούρη·
295νυμφίον εἰ φύγες Ὕμνον, ἐνυμφεύθης Διονύσῳ·
λοξὰ θεμιστεύεις, θαλαμηπόλε παρθένε νύμφη· κτείνεις γὰρ ποθέοντα, καὶ οὐ γαμέοντα διώκεις. παρθένε, χάλκεον ὕπνον ἐρασσαμένῳ πόρες Ὕμνῳ· παρθένε, νήδυμος ὕπνος ἀπώλεσε σεῖο κορείην.352 in vol. 1

16

(300)

οἰκτρὸν ἴδες γελόωσα δεδουπότος αἷμα νομῆος· οἰκτρότερον στενάχουσα τεῆς ἴδες αἷμα κορείης.“ ὣς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ ψυχὴ δακρυόεσσα ποθοβλήτοιο νομῆος, Ταρταρίην δ’ ἀκίχητος ἐδύσατο πανδόκον αὐλήν,
305Βάκχου ζῆλον ἔχουσα μεθυσφαλέων ὑμεναίων. καὶ λιγυροῖς δονάκεσσι γαμήλιον ἦχον ἀράσσων, ζῆλον ὑποκλέπτων ὑποκάρδιον, ὑμνοπόλος Πὰν μεμφόμενον μέλος εἶπεν ἐς ἀλλοτρίους ὑμεναίους. καί τις ἐρωμανέων Σατύρων παρὰ γείτονι λόχμῃ
310θηητὴρ ἀκόρητος ἀθηήτων ὑμεναίων Βακχείην ἀγόρευεν ἰδὼν εὐπάρθενον εὐνήν· „Πὰν κερόεις, ἔτι μοῦνος ἔχεις δρόμον εἰς ἀφροδίτην· καὶ σὺ διωκομένης πότε νυμφίος ἔσσεαι Ἠχοῦς; καὶ σὺ δόλον πότε τοῖον ἀοσσητῆρα τελέσσεις
315ὑμετέρων ἐπίκουρον ἀνυμφεύτων ὑμεναίων; Πὰν φίλε, καὶ σὺ γένοιο φυτοσκάφος ἀντὶ νομῆος ποιμενίην τ’ ἀπόειπε καλαύροπα καὶ παρὰ πέτρῃ λεῖπε βόας καὶ μῆλα· τί σοι ῥέξουσι νομῆες;
ἔγρεο, καὶ σὺ φύτευε γαμοστόλον οἶνον Ἐρώτων.“353 in vol. 1
320 οὔ πω μῦθος ἔληγε, καὶ ἴαχεν αἰγίβοτος Πάν· „αἴθε πατήρ με δίδαξε τελεσσιγάμου δόλον οἴνου· αἴθε νοοσφαλέος σταφυλῆς, ἅτε Βάκχος, ἀνάσσω· καί κεν ἐμῶν ἐτέλεσσα πολύπλανον οἶστρον Ἐρώτων ὑπναλέην μεθύουσαν ἰδὼν δυσπάρθενον Ἠχώ.
325ἱλήκοι νομὸς οὗτος, ἐπεὶ παρὰ γείτονι πηγῇ ἀρδεύω τάδε μῆλα, φιλακρήτῳ δὲ ῥεέθρῳ παρθενικὰς Διόνυσος ἀθελγέας εἰς γάμον ἕλκει. φάρμακον εὗρεν Ἔρωτος ἑὸν φυτόν· ἐρρέτω αἰγῶν, ἐρρέτω ἡμετέρων ὀίων γλάγος· οὐ δύναται γὰρ
330εἰς πόθον ὕπνον ἄγειν ἢ παρθένον εἰς γάμον ἕλκειν. μοῦνος ἐγώ, Κυθέρεια, βιάζομαι· ὤμοι Ἐρώτων· Σύριγξ Πανὸς ἔφευγεν ἀνυμφεύτους ὑμεναίους καὶ γάμον ἀρτιτέλεστον ἀνευάζει Διονύσου αὐτομάτοις μελέεσσι· τὸ δὲ πλέον ἠθάδι μολπῇ
335φθεγγομένης Σύριγγος ἀμείβετο σύνθροος Ἠχώ. νυμφιδίης Διόνυσε μέθης θελξίμβροτε ποιμήν, ὄλβιος ἔπλεο μοῦνος, ἀναινομένης ὅτι νύμφης εὗρες ἀοσσητῆρα γαμοστόλον οἶνον Ἐρώτων.“ τοῖον ἔπος κατέλεξε δυσίμερος ἀχνύμενος Πάν,
340ζῆλον ἔχων καὶ ἔρωτα τελεσσιγάμοιο Λυαίου. καὶ τελέσας φιλότητα καὶ εἰνοδίης πόθον εὐνῆς
ἀφράστῳ Διόνυσος ἀνῃώρητο πεδίλῳ. νύμφη δ’ ἐγρομένη ποταμηίδι μέμφετο πηγῇ, Ὕπνῳ χωομένη καὶ Κύπριδι καὶ Διονύσῳ,354 in vol. 1
345ὄμβρῳ δακρυόεντι κατάρρυτος· ἀχνυμένη δὲ ἔκλυε Νηιάδων γαμίης ἔτι λείψανα μολπῆς, καὶ λεχέων κήρυκα ποθοβλήτοιο Λυαίου ἡμερίδων πετάλοισι κατάσκιον εἶδε χαμεύνην νεβρίσι νυμφιδίῃσι πυκαζομένην Διονύσου,

16

(350)

κρυπταδίων λεχέων αὐτάγγελον· εἶδε καὶ αὐτὴν μίτρην παρθενίην γαμίης πλήθουσαν ἐέρσης. καὶ ῥοδέας ἐχάραξε παρηίδας, ἀμφοτέρους δὲ μηροὺς πληξαμένη κινυρῇ βρυχήσατο φωνῇ· „ὤμοι παρθενίης, τὴν ἥρπασεν εὔιον ὕδωρ·
355ὤμοι παρθενίης, τὴν ἥρπασεν ὕπνος Ἐρώτων· ὤμοι παρθενίης, τὴν ἥρπασε Βάκχος ἀλήτης. ἐρρέτω Ὑδριάδων δολόεν ποτόν, ἐρρέτω εὐνή. Νύμφαι Ἁμαδρυάδες, τίνα μέμψομαι; ἡμετέρην γὰρ ὕπνος, ἔρως, δόλος, οἶνος ἐληίσσαντο κορείην ...
360παρθενικὰς ἀπέειπε καὶ Ἄρτεμις; ἀλλὰ καὶ αὐτὴ τίπτε μοι οὐ φυγόδεμνος ὅλον δόλον ἔννεπεν Ἠχώ; τίπτε μοι εἰς ἐμὸν οὖας, ὅσον μὴ Βάκχον ἀκοῦσαι, οὐ Πίτυς ἐψιθύριζε καὶ οὐκ ἐφθέγξατο Δάφνη· ‘παρθενική, πεφύλαξο πιεῖν ἀπατήλιον ὕδωρ‘;“
365 ἔννεπε, καὶ πολύδακρυν ἀνέβλυσεν ὄμβρον ὀπωπῆς. καί ποτε μὲν μενέαινε κατ’ αὐχένος ἆορ ἐρεῖσαι, ἄλλοτε δ’ αὐτοκύλιστος ἀπ’ οὔρεος ἤθελε πίπτειν ὑστατίῃ προκάρηνος ὀλισθήσασα κονίῃ· καὶ γαμίης μενέαινεν ἀιστῶσαι πόμα πηγῆς,355 in vol. 1
370εἰ μὴ ἀμειψαμένη προτέρη χύσις ἰκμάδα Βάκχου λευκὸν ὕδωρ κελάρυζε καὶ οὐκέτι χεῦμα Λυαίου. καὶ Κρονίδην ἱκέτευε καὶ Ἄρτεμιν, ὄφρα τελέσσῃ αὔλια Νηιάδων κεκονιμένα διψάδι χέρσῳ. πολλάκι δ’ ὄμμα τίταινε δι’ οὔρεος, εἴ που ἐφεύροι
375ἴχνιον ἀστήρικτον ἀθηήτου Διονύσου, ὄφρα βάλῃ τόξοισι γυνὴ θεόν, ὄφρα δαμάσσῃ δαίμονα βοτρυόεντα· καὶ ἤθελε μᾶλλον ἐκείνην ἄμπελον εὐναίην φλογερῷ πυρὶ πᾶσαν ὀλέσσαι. πολλάκι δ’ ἀθρήσασα δι’ οὔρεος ἴχνια Βάκχου
380ἠερίας τόξευεν ὀιστεύουσα θυέλλας· πολλάκι δ’ ἔγχος ἄειρε, καὶ εἰς σκοπὸν ἀντίον ἔστη, ὄφρα δέμας πλήξειεν ἀνουτήτου Διονύσου· ἀλλὰ μάτην προέηκε καὶ οὐκ ἐτύχησε Λυαίου. καὶ ποταμῷ κεχόλωτο καὶ ὤμοσε, μή ποτε πηγῆς
385χείλεσι διψαλέοισι πιεῖν ἀπατήλιον ὕδωρ· ὤμοσε καὶ κατὰ νύκτας ἔχειν ἄγρυπνον ὀπωπήν, ὤμοσε μὴ γλυκὺν ὕπνον ἐν οὔρεσιν ἄλλον ἰαύειν. καὶ σκύλακας νεμέσησε φυλάκτορας, ὅττι καὶ αὐτοὶ οὐ τότε θωρήσσοντο γυναιμανέοντι Λυαίῳ.
390δίζετο δ’ ἀγχονίοιο μετάρσιον ἄλκαρ ὀλέθρου θλιβομένη σφιγκτῆρι περίπλοκον αὐχένα δεσμῷ, μῶμον ἀλευομένη φιλοκέρτομον ἥλικος ἥβης. ἀρχαίην δ’ ἀέκουσα λίπεν θηροτρόφον ὕλην, αἰδομένη μετὰ λέκτρα φανήμεναι Ἰοχεαίρῃ.356 in vol. 1
395 καὶ ζαθέης ῥαθάμιγγι γονῆς πλησθεῖσα Λυαίου γαστέρι φόρτον ἄειρε· τελειομένης δὲ λοχείης θῆλυν ἐμαιώσαντο τόκον ζωθαλπέες Ὧραι, καὶ δρόμον ἐννεάκυκλον ἐπιστώσαντο Σελήνης· ἐκ δὲ γάμου Βρομίοιο θεόσσυτος ἤνθεε κούρη,

16

(400)

ἣν Τελετὴν ὀνόμηνεν ἀεὶ χαίρουσαν ἑορταῖς, κούρην νυκτιχόρευτον, ἐφεσπομένην Διονύσῳ, τερπομένην κροτάλοισι καὶ ἀμφιπλῆγι βοείῃ. καὶ πόλιν εὐλάιγγα φιλακρήτῳ παρὰ λίμνῃ τεῦξε θεὸς Νίκαιαν, ἐπώνυμον ἣν ἀπὸ νύμφης
405Ἀστακίης ἐκάλεσσε καὶ Ἰνδοφόνον μετὰ νίκην.357 in vol. 1

17

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΠΤΑΚΑΙΔΕΚΑΤΟΝ.
1 Οὐδὲ φιλακρήτοιο μέθης πεπεδημένον ὕπνῳ ζωγρήσας ἀτίνακτον ἀνουτήτων γένος Ἰνδῶν ληθαίοις Διόνυσος ἐπέτρεπε δῆριν ἀήταις· ἀλλὰ πάλιν Φρύγα θύρσον ἐκούφισεν· ὑψιλόφου γὰρ
5εἰς ἐνοπὴν καλέοντος ἐπείγετο Δηριαδῆος, παιδὸς Ἀμαζονίης δολίην ἄμνηστον ἐάσσας οἰνοβαρῆ φιλότητα καὶ ὑπναλέους ὑμεναίους. καὶ θεὸς ἡγεμόνευε, Διὸς κήρυκα γενέθλης οὐρανίην ἀκτῖνα φέρων στίλβοντι προσώπῳ·
10ἀμφὶ δὲ Λύδιον ἅρμα Γιγαντοφόνου Διονύσου θυρσοφόροι στίχες ἦσαν, ἐμιτρώθη δὲ μαχηταῖς μεσσοφανὴς ἑκάτερθε, καὶ ἀντήστραπτεν Ὀλύμπῳ· κάλλεϊ δ’ ἔκρυφε πάντας· ἰδὼν δέ μιν ἦ τάχα φαίης Ἠέλιον πυρόεντα πολυσπερέων μέσον ἄστρων.
15καὶ στρατιῆς ἀσίδηρον ἄναξ ὥπλισσεν ἐνυώ, οὐ ξίφος, οὐ μελίην θανατηφόρον, ἀντὶ δὲ χαλκοῦ κισσὸν ἔχων ἄρρηκτον ἑὸν δόρυ· καί μιν ἑλίσσων
Ἀσίδος ἐν πολίεσσι, καὶ Ἀσίδος ἐν χθονὶ πήξας ἄγριον ἡνιόχευε Κυβηλίδος ἅρμα θεαίνης,358 in vol. 1
20ἀνθοκόμῳ μάστιγι μετήλυδα δίφρον ἱμάσσων, ἡμερίδων τελαμῶνι κατάσκιον ἥλικι κισσῷ· ... Ἠῴην ἐμέθυσσε Μαρωνίδι γαῖαν ὀπώρῃ. καὶ Βρομίῳ συνάεθλος ὅλος στρατὸς ἔρρεε Βάκχων, θάρσος ἔχων προτέροιο μόθου χάριν, ὁππότε δισσῷ
25ἡδυμανὴς ἀσίδηρος ὁμόζυγι πήχεϊ μάρψας ἔμφρονα νεκρὸν ἄναυδον, ἐνόπλιον Ἰνδὸν ἀείρων, Σιληνὸς βαρύγουνος ἐχάζετο νωθρὸς ὁδίτης, ὁππότε κωμάζουσα ποδῶν διδυμάονι ῥυθμῷ Βακχιὰς ἀκρήδεμνος ἐπεκροτάλιζε Μιμαλλὼν ...
30Ἰνδὸν ἔτι κνώσσοντα, περισφίγξασα δὲ δειρὴν ληίδα θηρεύουσα μάχης αὐτόσσυτον ἄγρην. ... ἐκ πόλιος δὲ πόληα μετήιεν, ἀγχιπόρου δὲ ἤλυθεν εἰς Ἀλύβης πέδον ὄλβιον, ὁππόθι γείτων χεύμασιν ἀφνειοῖσι Διιπετὲς οἶδμα κυλίνδων
35Γεῦδις ἐχεκτεάνων ὑδάτων λευκαίνεται ὁλκῷ, ἀργυρέου δαπέδοιο περιξύων κενεῶνα. ἔνθα διαστείχοντα βαθυπλούτῳ παρὰ πέτρῃ βουκεράοις Σατύροισιν ὁμήλυδα πεζὸν ὁδίτην Βάκχον ἀνὴρ ἄγραυλος ἐρημάδι δέκτο καλιῇ,359 in vol. 1
40Βρόγγος, ἀδωμήτων ὀρεσίδρομος ἀστὸς ἐναύλων, Γηγενέων ἀχάρακτον ὑπὸ κρηπῖδα θεμέθλων ναίων οἶκον ἄοικον· ἐυφροσύνης δὲ δοτῆρα αἰγὸς ἀμελγομένης κεράσας χιονωπὸν ἐέρσην ξεινοδόκος γλαγόεντι ποτῷ μειλίξατο ποιμήν·
46καὶ μίαν εἰροπόκων ὀίων ἀνελύσατο μάνδρης, ὄφρα κε δαιτρεύσειε θυηπολίην Διονύσῳ· ἀλλὰ θεὸς κατέρυκε· γέρων δ’ ἐπεπείθετο Βάκχου νεύμασιν ἀτρέπτοισιν, ὄιν δ’ ἄψαυστον ἐάσσας

17

(50)

ποιμενίην τινα δαῖτα θελήμονι θῆκε Λυαίῳ, τεύχων δεῖπνον ἄδειπνον ἀδαιτρεύτοιο τραπέζης
45εἴδασιν οὐτιδανοῖσι καὶ ἀγραύλοισι κυπέλλοις,
52οἷα Κλεωναίοιο φατίζεται ἀμφὶ Μολόρκου, κεῖνα, τά περ σπεύδοντι λεοντοφόνους ἐς ἀγῶνας ὥπλισεν Ἡρακλῆι· χύδην δ’ ἐπέβαλλε τραπέζῃ
55εἰν ἁλὶ νηχομένης φθινοπωρίδος ἄνθος ἐλαίης Βρόγγος, ἔχων μίμημα φιλοστόργοιο νομῆος, πλεκτοῖς ἐν ταλάροις νεοπηγέα τυρὸν ἀείρων, ἰκμαλέον, τροχόεντα· θεὸς δ’ ἐγέλασσε δοκεύων ἀγρονόμων λιτὰ δεῖπνα, φιλοξείνῳ δὲ νομῆι360 in vol. 1
60ἵλαον ὄμμα φέρων ὀλίγης ἔψαυσε τραπέζης δαρδάπτων ἀκόρητος· ἀεὶ δ’ ἐμνώετο κείνην εἰλαπίνην ἐλάχειαν ἀναιμάκτοιο τραπέζης μητρὸς ἑῆς παρὰ δόρπον, ὀρεσσαύλοιο Κυβήλης. καὶ κραναοὺς πυλεῶνας ἐθάμβεε κυκλάδος αὐλῆς,
65πῶς φύσις ἐργοπόνος δόμον ἔγλυφε, πῶς δίχα τέχνης ἀντιτύποις κανόνεσσιν ἐτορνώθησαν ἐρίπναι. ἀλλ’ ὅτε Βάκχος ἄναξ νομίης ἐκορέσσατο φορβῆς, δὴ τότε δαιμονίῳ δεδονημένος ἄσθματι Βάκχου ἀγρονόμος σύριζεν ἐθήμονι Πανὸς ἀοιδῇ
70Βρόγγος, ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης, ὑμνείων Διόνυσον· ὁ δὲ φρένα τέρπετο μολπῇ, καὶ κεράσας κρητῆρι νεόρρυτον ἰκμάδα ληνοῦ ....
74„δέξο, γέρον, τόδε δῶρον, ὅλης ἄμπαυμα μερίμνης·
75οὐ χατέεις δὲ γάλακτος ἔχων εὔοδμον ἐέρσην, νέκταρος οὐρανίου χθόνιον τύπον, οἷον ἀφύσσων Ζῆνα μέγαν κατ’ Ὄλυμπον ἐυφραίνει Γανυμήδης. ἀρχαίου δὲ γάλακτος ἔα πόθον· ἀρτιτόκων γὰρ μαζῶν θλιβομένων χιονώδεες ἰκμάδες αἰγῶν361 in vol. 1
80ἀνέρας οὐ τέρπουσι καὶ οὐ λύουσι μερίμνας.“ ὣς εἰπὼν νομίης ξεινήια δῶκε τραπέζης μητέρα λυσιπόνοιο μέθης εὔβοτρυν ὀπώρην· καί μιν ἄναξ ἐδίδαξε φιλάνθεμον ἔργον ἀλωῆς κλήματα γυρώσαντα φυτῶν εὐαλδέι βόθρῳ,
85γηραλέου τμήξαντα τεθηλότος ἄκρα κορύμβου, βότρυος οἰνοτόκοιο νέους ὄρπηκας ἀέξειν. καλλείψας δὲ νομῆα καὶ ἀγριάδος ῥάχιν ὕλης εἰς ἑτέρην ἔσπευδεν ὀρειάδα φύλοπιν Ἰνδῶν· καὶ Σατύρων ὁμόφοιτον ὀρίδρομον ἴχνος ἐπείγων
90ἀμφιπόλοις παλίνορσος ὁμίλεε θυιάσι Βάκχαις. διψώων δὲ φόνοιο καὶ εὐθύρσοιο κυδοιμοῦ, Τυρσηνῆς βαρύδουπον ἔχων σάλπιγγα θαλάσσης, πομπὸν Ἐνυαλίοιο μέλος μυκήσατο κόχλῳ, λαὸν ἀολλίζων· βριαροὺς δ’ ἐμέθυσσε μαχητάς,
95θερμοτέροις ἐς ἄρηα νοήμασιν ἀνέρας ἕλκων
Ἰνδῴης ὀλετῆρας ἀβακχεύτοιο γενέθλης. τοὺς μὲν ἄναξ Διόνυσος ἐκόσμεεν εἰς μόθον Ἰνδῶν· Ἀστράεις δ’ ἀκίχητος ἰὼν ἤγγειλεν Ὀρόντῃ Ἰνδῶν δοῦλα γένεθλα καὶ ἴαχε πενθάδι φωνῇ·362 in vol. 1

17

(100)

„γαμβρὲ δοριθρασέος μενεδήιε Δηριαδῆος, κλῦθι καὶ εἰσαΐων μὴ χώεο· καί σε διδάξω νίκην φαρμακόεσσαν ἀθωρήκτου Διονύσου. Ἰνδοῖς καὶ Σατύροισιν ἔην μόθος· ἔβρεμε δ’ ἠχὴ Βασσαρίδων, καὶ λαὸς ἐμὸς κεκόρυστο Λυαίῳ
105ἀστράπτων σακέεσσιν, ἀκοντοφόρους δὲ δοκεύων Λυδὸς ἀνὴρ πολύιδρις ἐμοὺς ἔφριξε μαχητάς· ἵστατο δ’ ἀπτολέμων Σατύρων πρόμος, οὐ δόρυ χάρμης χειρὶ φέρων, οὐ γυμνὸν ἔχων ξίφος, οὐδ’ ἐπὶ νευρῇ εἰς σκοπὸν ἰθυκέλευθον ὑπηνέμιον βέλος ἕλκων·
110ἀλλὰ κέρας βοὸς εἶχεν, ἐνὶ γλαφυρῇ δὲ κεραίῃ φάρμακον ὑγρὸν ἄειρε, καὶ ἀργυρέου ποταμοῖο εἰς προχοὰς δολόεσσαν ὅλην κατέχευεν ἐέρσην ἰκμάδι φοινίξας γλυκερὸν ῥόον· ἐκ δὲ κυδοιμοῦ καύματι διψώοντες ὅσοι πίον αἴθοπες Ἰνδοί,
115ἔμφρονα λύσσαν ἔχοντες ἀνεκρούσαντο χορείην· καί σφισι λοίγιος ὕπνος ἐπέχραεν, ἀκλινέες δὲ
ἄσχετα βακχευθέντες ἐπευνάζοντο βοείαις· ἄλλοι δ’ ἀστορέεσσι κατεκλίνοντο χαμεύναις νωθρὸν ἐπιτρέψαντες ἀκοιμήτῳ δέμας ὕπνῳ,363 in vol. 1
120Βάκχαις ἀδρανέεσσιν ἑλώρια καὶ Διονύσῳ. τοὺς δὲ δίχα πτολέμοιο καὶ εὐθήκτοιο σιδήρου δούλιον ἐς ζυγόδεσμον ἐληίσσαντο γυναῖκες βριθομένους μελέεσσι, καὶ ἀντιβίων ὑπὲρ ὤμων ὡς νέκυες ζώοντες ἐλαφρίζοντο μαχηταί,
125οἱ μὲν ἔτι βλύζοντες ἐπίκλοπον ἰκμάδα Βάκχου ... ἀπτολέμοις Σατύροισιν ἐδουλώθησαν ἀνάγκῃ, χεύματι φαρμακόεντι μεμηνότες. ἐκ δὲ κυδοιμοῦ μοῦνος ἐγὼ λιπόμην, φονίης ἔτι νῆις ἐέρσης, χείλεσιν ἀβρέκτοισι φυγὼν ἀπατήλιον ὕδωρ.
130ἀλλὰ ποτὸν πεφύλαξο, δορυσσόε, μὴ μετὰ νίκην κερδαλέην ἀσίδηρον ἀναιμάκτοιο Λυαίου ζωγρήσῃ δόλος ἄλλος ἐν ἄρεϊ λείψανον Ἰνδῶν.“ ὣς φαμένου βαρύμηνις ἐχώσατο μᾶλλον Ὀρόντης, καὶ ταχὺς εἰς μόθον ἦλθε παλίνδρομος· ἡμιτελὴς γὰρ
135ἦεν ἀγών, ἑτέρης δὲ θεμείλια πήγνυτο χάρμης. ὄφρα μὲν Ἰνδὸν ὅμιλον ὀρίδρομος ὥπλισεν Ἄρης, τόφρα δὲ Βασσαρίδες πολυκαμπέος ὑψόθι Ταύρου εἰς μόθον ἠπείγοντο, συνεστρατόωντο δὲ Βάκχοι
ὁπλοφόροι καὶ Φῆρες ἀτευχέες· οἱ μὲν ἐναύλων364 in vol. 1
140ῥηξάμενοι κρηπῖδας ἐκούφισαν, οἱ δὲ κολώνης ὑψιτενῆ πρηῶνα· καὶ ἀρχομένοιο κυδοιμοῦ ἔχραον ἀντιβίοισι· πολυσχιδέες δὲ χαράδραι Ἰνδῴοις ἑλικηδὸν ὀιστεύοντο καρήνοις. καὶ ποσὶ λεπταλέοισιν ἐπισκαίροντες ἐρίπνῃ
145Πᾶνες ἐθωρήσσοντο μεμηνότες, ὧν ὁ μὲν αὐτῶν μάρψας εὐπαλάμῳ βεβιημένον αὐχένα δεσμῷ δήιον αἰγείῃσιν ἀνέσχισεν ἀνέρα χηλαῖς, σὺν βριαρῷ θώρηκι μέσον κενεῶνα χαράσσων· ὃς δὲ τανυπτόρθων κεράων εὐκαμπέσιν αἰχμαῖς

17

(150)

ὄρθιον ἁρπάξας τετορημένον Ἰνδὸν ἀλήτην μεσσοπαγῆ κούφιζεν, ἐς ἠερίας δὲ κελεύθους δισσαῖς ὑψιπότητον ἀνηκόντιζε κεραίαις, κύμβαχον αὐτοκύλιστον· ἀμαλλοφόροιο δὲ Δηοῦς ἄλλος ἑῇ παλάμῃ δονέων καλαμητόμον ἅρπην,
155ὡς στάχυν ὑσμίνης, ὡς δράγματα δηιοτῆτος, δυσμενέων ἤμησε γονὰς γαμψώνυχι χαλκῷ, τεύχων κῶμον Ἄρηι θαλύσια καὶ Διονύσῳ, τέμνων ἐχθρὰ κάρηνα· καὶ ὤρεγε μάρτυρι Βάκχῳ καμπύλον ἀνδρομέῃ πεπαλαγμένον ἆορ ἐέρσῃ,
160λοιβὴν αἱματόεσσαν ἐπισπένδων Διονύσῳ,
καὶ Μοίρας ἐμέθυσσεν ἐνυάλιον πόμα λείβων· ἄλλου δ’ ἱσταμένου δεδραγμένος αἰγίβοτος Πάν, χερσὶν ὁμοπλεκέεσσιν ἐπ’ αὐχένι δεσμὸν ἑλίξας, δήιον εὐθώρηκα μετεστυφέλιξε κεραίῃ,365 in vol. 1
165δισσοτόμῳ γλωχῖνι δαϊζομένου κενεῶνος· ἄλλος ἐπαΐσσοντα καλαύροπι φῶτα δαΐζων μεσσόθεν ὀφρυόεντα διέθλασεν ἄκρα μετώπου. καὶ θρασὺς Ἰνδῴην στρατιὴν θάρσυνεν Ὀρόντης μῦθον ἀπειλητῆρα χέων ὑψήνορι φωνῇ·
170 „δεῦτε, φίλοι, Σατύροισιν ἀναστήσωμεν ἐνυώ· ἄρεα μὴ τρομέοιτε φυγοπτολέμου Διονύσου· μηδέ τις ὑμείων πιέτω ξανθόχροον ὕδωρ, μὴ γλυκερῆς δολόεντα μεμηνότα φάρμακα πηγῆς, Ἰνδῶν αἰνομόρων δεδαϊγμένα χειρὶ Λυαίου
175μὴ μετὰ τόσσα κάρηνα καὶ ἡμέας ὕπνος ὀλέσσῃ. δεῦτε, πάλιν μαχόμεσθα πεποιθότες· ἀπτόλεμος δὲ ἀμφαδίην πότε Βάκχος ἐμοὶ στήσειεν ἐνυώ; εἰ δύναται, μενέτω με φυγὰς πρόμος, ὄφρα δαείη, οἵους Δηριάδης προμάχους ἐς ἄρηα κορύσσει.
180μαρνάσθω πετάλοισιν, ἐγὼ δ’ αἴθωνι σιδήρῳ. χάλκεον ἔγχος ἔχοντι τί μοι ῥέξειε κορύμβοις Λυδὸς ἀκοντίζων δρυόεν βέλος; ἀλλὰ μαχητὴν σφιγγόμενον βαρύδεσμον ἀνάλκιδα τοῦτον ἐρύσσω
θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος·366 in vol. 1
185οὗτος ὁ θῆλυν ἔχων ἁπαλὸν χρόα, πάντας ἐάσσας Ἰνδοὺς τοσσατίους ἑνὶ μάρναο μοῦνον Ὀρόντῃ. ἡδὺς ὁ δινεύων κεχαλασμένα βόστρυχα χαίτης, ἡδὺς ὁ Βασσαρίδων ἐρόεις πρόμος· ἀλλὰ καὶ αὐταὶ κάλλεϊ τοξεύουσι καὶ οὐ βελέεσσι γυναῖκες.
190σὰς προπόλους Ἰνδοῖσι γυναιμανέεσσι συνάψω ἑλκομένας ἐπὶ λέκτρα δορικτήτων ὑμεναίων.“ ὣς εἰπὼν προμάχοισιν ἐπέδραμε θερμὸς Ὀρόντης, Ἄρεος ἀμώων διφυὲς θέρος· οὐδέ τις ἔτλη τοσσατίου προμάχοιο μένειν ἀντίξοον ὁρμήν,
195οὐ θρασὺς Εὐρυμέδων πυρόεις, οὐ σύγγονος Ἄλκων· φεῦγε δ’ ἄρ’ Ἀστραῖος, Σατύρων πρόμος, οὐδέ τις αὐτῶν Σιληνῶν παρέμιμνεν· ἀελλήεντι δὲ ταρσῷ γαμβρὸς ἐριπτοίητος ἐμαίνετο Δηριαδῆος ἀντία Κενταύρων ἀνεμώδεα λᾶαν ἀείρων,

17

(200)

καὶ τύχεν Ὑλαίοιο· δασυστέρνου δὲ νομῆος ἔθλασεν ἄκρα μέτωπα βαλὼν μυλοειδέι πέτρῳ, καὶ σκέπας ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ, ψευδαλέον μίμημα τετυγμένον ἠθάδι γύψῳ,
ἀντίτυπον πήληκος ἀληθέος ἕρκος ὀπωπῆς·367 in vol. 1
205καὶ τὸ μὲν ἐν χθονὶ πῖπτε πολυσχιδές, αἴθοπι τέφρῃ εἴκελον, ἀργυφέη δὲ πέλεν κόνις· αὐτὰρ ὁ κάμνων ἔγχεϊ πετρήεντι πέδον πήχυνεν ἀγοστῷ. Κενταύρου δ’ ἑτέροιο δι’ εὐκεράοιο καρήνου ἀμφιτόμῳ βουπλῆγι τυχὼν λασίοιο μετώπου
210ταυρείην ἐπίκυρτον ἀπηλοίησε κεραίην· καὶ πολὺς εἰς χθόνα πῖπτεν, ἐπισκαίρων δὲ καρήνῳ ἡμιθανὴς κεκύλιστο, καὶ οὔασι τύπτε κονίην· καὶ δέμας ὀρθώσας πυμάτῳ βακχεύετο ταρσῷ, εἱλιπόδην ἀγέλαστον ἔχων ὀρχηθμὸν ὀλέθρου·
215καὶ κτύπον ἐσμαράγησε πέλωρ, ἅτε ταῦρος ἰάλλων τρηχαλέον μύκημα σεσηρότος ἀνθερεῶνος, κρᾶτα τυπείς. Ἑλίκην δὲ βαλὼν ἄστοργος Ἐρεμβεὺς στήθεϊ χαλκὸν ἔλασσε, καὶ ἄργυφον ἄντυγα μαζοῦ αἵματι φοινίσσοντι κατέγραφε κυανέη χείρ·
220τὴν δὲ κονιομένην ἑτέρῃ ξύνωσαν ἀνίῃ πέπλον ἀναστείλαντες ἀκοντιστῆρες ἀῆται· καὶ χροὸς ἔβλυε λύθρον ἐπήρατον· αἰδομένη δὲ δεξιτερῇ συνάγειρεν ἑὸν φεύγοντα χιτῶνα, γυμνὰ φυλασσομένη χιονώδεος ὄργια μηροῦ.
225καὶ θεὸς ἀθρήσας δηίων ἑτεραλκέα νίκην
καὶ Σατύρους πτώσσοντας ἐπεσμαράγησε κυδοιμῷ, ὡς στρατὸς ἐννεάχιλος ἐριγδούπων ἀπὸ λαιμῶν συμφερτοῖς στομάτεσσι χέων ἀντίκτυπον ἠχώ. καὶ Βρομίῳ ταχύγουνος ἐμάρνατο μοῦνος Ὀρόντης,368 in vol. 1
230θνητὸς ἐών, βροτέῃ δὲ θεὸν προκαλίζετο φωνῇ. ἄμφω δ’ ἐς μόθον ἦλθον ὁμήλυδες, ὧν ὁ μὲν αὐτῶν ἔγχος ἔχων, ὁ δὲ θύρσον ἀκαχμένον. ἄκρα δὲ Βάκχου κρατὸς ἀνουτήτοιο βαλὼν ὑπέροπλος Ὀρόντης θηγαλέην Βρομίοιο μάτην ἤρασσε κεραίην·
235οὐ γὰρ ἄναξ Διόνυσος ἀδηλήτοιο καρήνου ταυροφυῆ τύπον εἶχε † Σεληναίοιο μετώπου τεμνόμενον βουπλῆγος ἀλοιητῆρι σιδήρῳ, ὡς κερόεις Ἀχελῷος ἀείδεται, οὗ ποτε κόψας Ἡρακλέης κέρας εἷλε γαμοστόλος· ἀλλὰ Λυαῖος
240οὐράνιον μίμημα βοώπιδος εἶχε Σελήνης, δαιμονίης ἄρρηκτον ἔχων βλάστημα κεραίης, ἀντιβίοις ἀτίνακτον· ὁ δὲ θρασὺς ἀντία Βάκχου ἠερίῃ βαρύδουπος ὁμοίιος Ἰνδὸς ἀέλλῃ δεύτερον ἠκόντιζεν, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
245νεβρίδος ἁψαμένη μολίβου τύπον. ἀντιπόρου δὲ πέμπων οἴνοπα θύρσον ἐπὶ πλατὺν ὦμον Ὀρόντου
Βάκχος ἑκὼν ἀφάμαρτεν· ἐπεγγελόων δὲ Λυαίου ἔγχεϊ κισσήεντι θεημάχος εἶπεν Ὀρόντης· „οὗτος ὁ θῆλυν ὅμιλον ἐμαῖς στρατιῇσι κορύσσων,369 in vol. 1

17

(250)

εἰ δύνασαι, πολέμιζε γυναικείῳ σέο θύρσῳ, εἰ δύνασαι, προμάχιζε· καὶ εἰ μερόπων φρένα τέρπεις πανδαμάτωρ, ἕνα μοῦνον ἀθελγέα θέλξον Ὀρόντην. ἵστασο δηριόων, καὶ γνώσεαι, οἷον ἀέξει ὄρχαμον ἀλκήεντα γέρων ἐμὸς Ἰνδὸς Ὑδάσπης.
255οὐ Φρυγίης γενόμην, ὅθεν ἄρσενές εἰσι γυναῖκες, ἄσπορον ἀμήσαντες ἀνυμφεύτου στάχυν ἥβης· οὐ θεράπων ἀσίδηρος ἀνάλκιδός εἰμι Λυαίου. φάρμακα σοὺς προμάχους οὐ ῥύσεται· ὑμετέρας δὲ θυιάδας ἀμφιπόλους ληίσσομαι, ἐκ δὲ κυδοιμοῦ
260Σιληνοὺς θεράποντας ἐμῷ βασιλῆι κομίσσω, σοὺς Σατύρους πτώσσοντας ἐμῷ δορὶ πάντας ὀλέσσω.“ εἶπεν ὁμοκλήσας στρατιῆς πρόμος· εἰσαΐων δὲ Βάκχος ἄναξ κεχόλωτο, καὶ ἀμπελόεντι κορύμβῳ τύψε κατὰ στέρνου πεφιδημένος· οὐτιδανῷ δὲ
265ἄνθεϊ βοτρυόεντι τυπεὶς ἐσχίζετο θώρηξ· οὐδὲ καλυπτομένου χροὸς ἥψατο Βακχιὰς αἰχμή, οὐ δέμας ἄκρον ἄμυξε· σιδηρείου δὲ χιτῶνος ῥηγνυμένου βαρύδουπος ἐχάζετο γυμνὸς Ὀρόντης· Ἠῴην δ’ ἐπὶ πέζαν ἑὰς ἐτίταινεν ὀπωπὰς
270ἀντιπόρῳ Φαέθοντι καὶ ὑστατίην φάτο φωνήν·
„Ἠέλιε, φλογεροῖο δι’ ἅρματος αἰθέρα τέμνων, γείτονα † καὶ κυθέην ὑπὲρ αὔλακα φέγγος ἰάλλων στῆσον ἐμοὶ σέο δίφρα, καὶ ἔννεπε Δηριαδῆι Ἰνδῶν δοῦλα γένεθλα καὶ αὐτοδάικτον Ὀρόντην370 in vol. 1
275καὶ θύρσους ὀλίγους ῥηξήνορας, εἰπὲ καὶ αὐτοῦ νίκην φαρμακόεσσαν ἀπειρομόθου Διονύσου, καὶ ῥόον οἰνωθέντα νοοσφαλέος ποταμοῖο· εἰπὲ δέ, πῶς ἀκάμαντα σιδηροφόρων στρατὸν Ἰνδῶν λεπταλέοις πετάλοισι διασχίζουσι γυναῖκες.
280εἰ δὲ τεῆς Κλυμένης μιμνήσκεαι εἰσέτι λέκτρων, ῥύεο Δηριαδῆα, τεῆς βλάστημα γενέθλης, Ἀστρίδος αἷμα φέροντα φατιζομένης σέο κούρης. οὐ πιθόμην Βρομίῳ θηλύφρονι· μάρτυρας ἕλκω ἠέλιον καὶ γαῖαν ἀτέρμονα καὶ θεὸν Ἰνδῶν,
285ἁγνὸν ὕδωρ. σὺ δὲ χαῖρε, καὶ ἵλαος ἔσσο κυδοιμῷ Ἰνδῶν μαρναμένων, καὶ ὀλωλότα θάψον Ὀρόντην.“ ὣς εἰπὼν ξίφος εἷλκε, μέσῃ δ’ ἐνὶ γαστέρι πήξας αὐτοφόνῳ βαρύποτμος ἐπεσκίρτησε σιδήρῳ· καὶ ποταμῷ κεκύλιστο καὶ οὔνομα δῶκεν Ὀρόντῃ.
290 καί μιν ἔτι πνείοντα καὶ ἀσπαίροντα δοκεύων Βάκχος ἄναξ ἀγόρευε χέων φιλοκέρτομον ἠχώ·
„κεῖσο νέκυς ξείνοισιν ἐν ὕδασιν· ὑμέτερον δὲ Δηριάδην θνήσκοντα πατὴρ κρύψειεν Ὑδάσπης. ὑμέας ἀμφοτέρους ἑκυρὸν καὶ γαμβρὸν ὀλέσσω,371 in vol. 1
295ἀντὶ δορὸς φονίοιο καὶ εὐθήκτοιο μαχαίρης σείων εὔια θύρσα καὶ ἀμπελόεσσαν ἀκωκήν. ἀλλὰ δαφοινήεντι κατακτείνων σε σιδήρῳ οὐ πίες ἁβρὰ ῥέεθρα μελισταγέος ποταμοῖο· καὶ ποταμός σε κάλυψε, καὶ ἤμβροτες ἡδέος οἴνου.

17

(300)

ἢν ἐθέλῃς, πίε μοῦνος ὅλον ῥόον· ἀλλὰ ῥεέθρων οὐ χατέεις ποταμοῖο πιὼν Ἀχερούσιον ὕδωρ λοίγιον· ἀνδροφόνῳ δὲ ῥόῳ καὶ χεύματι πικρῷ γαστέρα κυμαίνουσαν ἔχων ἐγκύμονα Μοίρης γεύεο Κωκυτοῖο, καί, ἢν ἐθέλῃς, πίε Λήθην,
305ἄρεος ὄφρα λάθοιο καὶ αἱμαλέοιο σιδήρου.“ ἔννεπε κερτομέων διερὸν νέκυν. οἰδαλέος δὲ κύμασιν ἀσταθέεσσιν ἐσύρετο νεκρὸς Ὀρόντης· καὶ ψυχροῖς μελέεσσι διαπλώοντα ῥεέθρῳ ἄπνοον ἠρεύγοντο νέκυν ποταμηίδες ὄχθαι.
310τὸν μὲν ἐταρχύσαντο καὶ ἔστενον αἴλινα Νύμφαι, Νύμφαι Ἁμαδρυάδες, χρυσέης παρὰ πυθμένα Δάφνης ἀμφὶ ῥοὰς ποταμοῖο, καὶ ἔγραφον ὑψόθι τύμβου· ‘Βάκχον ἀτιμήσας στρατιῆς πρόμος ἐνθάδε κεῖται,
αὐτοφόνῳ παλάμῃ δεδαϊγμένος Ἰνδὸς Ὀρόντης.‘372 in vol. 1
315 οὐδὲ μόθου τέλος ἦεν ἀτερπέος· ἡμιτελὴς γὰρ ἦεν ἀγὼν καὶ δῆρις ἀνήνυτος· ὑψιφανὴς δὲ Ἰνδὸς ἄρης ἀλάλαζε· παλιννόστῳ δὲ κυδοιμῷ Λυδὸν ἐρευγομένη μανιώδεος ὄγκον ἀπειλῆς Βακχιὰς εἰς μόθον ἄλλον ἐκώμασε θυιὰς Ἐνυώ,
320δήιον ἀνδροφόνοισιν ἀκοντίζουσα κορύμβοις, ἄρεϊ βακχευθεῖσα· φιλοπτόρθου δὲ Λυαίου δυσμενέες δρυόεντι κατεκτείνοντο βελέμνῳ φοίνιον ἕλκος ἔχοντες· ἀθωρήκτοιο δὲ Βάκχης ἔγχεϊ βοτρυόεντι δαϊζομένοιο σιδήρου
325Ἰνδοὶ χαλκοχίτωνες ἐθάμβεον ὀξέι κισσῷ στήθεα γυμνωθέντα νεούτατα· ῥηίτεροι γὰρ ἀσκεπέων θώρηκος ὀιστεύοντο φορῆες. ἄλλων δ’ ἄλλος ἔην φόνος ἄσπετος, ὧν ὑπὸ λύθρῳ σχιζόμενοι πετάλοισιν ἐφοινίσσοντο χιτῶνες
330μαρναμένων, ὅθι Ταῦρος· ἐκυκλώσαντο δὲ Βάκχαι ἀκλινέες στεφανηδὸν ὁμοζυγέων στίχας Ἰνδῶν. καὶ θρασὺς αὐλὸς ἔμελπε φόνου μέλος· ἐν δὲ κυδοιμοῖς Βάκχοι μὲν θεράποντες ἑλινοφόρου Διονύσου τυπτόμενοι πελέκεσσι καὶ ἀμφιτόμοισι μαχαίραις
335πάντες ἔσαν πυργηδὸν ἀπήμονες· αἰνόμοροι δὲ δυσμενέες λεπτοῖσι κατεκτείνοντο πετήλοις· ἑξείης δ’ ἐπέπηκτο τανυπτόρθοις ἐνὶ δένδροις Ἰνδῶν πυκνὰ βέλεμνα, καὶ ἔγχεϊ νύσσετο πεύκη τηλεπόρῳ, βέβλητο πίτυς, τοξεύετο δάφνη,373 in vol. 1
340Φοίβου δένδρον ἐοῦσα, καὶ αἰδομένοις ἐνὶ φύλλοις πεμπομένων ἐκάλυπτε τανυπτερύγων νέφος ἰῶν, μή μιν ἴδῃ βελέεσσιν ὀιστευθεῖσαν Ἀπόλλων. καὶ γυμνῇ παλάμῃ σακέων δίχα, νόσφι σιδήρου, Βάκχη ῥόπτρα τίνασσε, καὶ ἤριπεν ἀσπιδιώτης·
345τύμπανα δ’ ἐσμαράγησε, καὶ ὠρχήσαντο μαχηταί· κύμβαλα δ’ ἐκροτάλιζε, καὶ αὐχένα κάμψε Λυαίῳ Ἰνδὸς ἀνὴρ ἱκέτης. ὀλίγῳ δ’ ἐνὶ δέρματι νεβρῶν ἀρραγέες γλωχῖνες ἐδοχμώθησαν ἀκόντων· χαλκοβαρὴς δ’ ἄγναμπτος ἐτέμνετο φυλλάδι πήληξ.

17

(350)

καί τις ἀρειμανέων Σατύρων πρόμος ἀνέρα βάλλων εὔια ῥῖπτε πέτηλα, νεουτήτου δὲ φορῆος χάλκεος ἀμπελόεντι χιτὼν ἐσχίζετο κισσῷ. ἀθρήσας δὲ τάλαντα μάχης ἑτεραλκέι ῥιπῇ νίκην Ἰνδοφόνοιο προθεσπίζοντα Λυαίου
355Ἀστράεις ἀκίχητος ἐχάζετο, πότμον ἀλύξας, ἐγχείην τανύφυλλον ὑποπτήσσων Διονύσου. τόφρα δ’ Ἀρισταῖος φυσίζοα φάρμακα πάσσων
Βασσαρίδων ὅλον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ, τῆς μὲν ἐπὶ πληγῇσι βαλὼν Κενταυρίδα ποίην,374 in vol. 1
360τῆς δὲ βαρυνομένης φονίην ἐκάθηρεν ἐέρσην αἷμα περιθλίβων· κινυρὴν δ’ ἰήσατο Βάκχην συντρίψας βοτάνας πολυειδέας ἕλκεσι κούρης ἢ ποδὸς ἢ παλάμης ἢ στήθεος ἢ κενεῶνος. ἄλλου δὲ προμάχου φονίῳ βληθέντος ὀιστῷ
365εἷλκε θοὴν γλωχῖνα, καὶ ἕλκεα χειρὶ πιέζων αἱμαλέην κατὰ βαιὸν ἀνηκόντιζεν ἐέρσην· ἄλλῳ χεῖρα πέλασσε, καὶ ἕλκεος ἄκρα χαράξας ἰῷ φαρμακόεντι σεσηπότα τάμνε μαχαίρῃ, ἀκροτάτῃ παλάμῃ πεφιδημένα δάκτυλα βάλλων·
370καὶ χλοερῷ συνέμιξε βιαρκέος ἄνθεϊ γαίης δαιδαλέας ὠδῖνας ἀλεξικάκοιο μελίσσης, χειρὶ περιρραίνων ὀδυνήφατον ἰκμάδα Βάκχου· ἄλλους δ’ οὐταμένους ἰήσατο Φοιβάδι φωνῇ, φρικτὸν ὑποτρύζων πολυώνυμον ὕμνον ἀοιδῆς,
377πατρῴης νοέων ζωαρκέος ὄργια τέχνης.
375 ὣς ὁ μὲν αἰόλον ἕλκος ἀκέσσατο. μαρναμένων δὲ ἤδη βαρβαρόφωνος † ἐπαύσατο Ἰνδὶς ἐνυώ.
378καὶ πολέας ζώγρησαν ἀπὸ πτολέμοιο μαχητὰς
Βασσαρίδες· πολλοὶ δὲ λελοιπότες οὔρεα Ταύρου375 in vol. 1
380δυσμενέες νόστησαν ἐς Ἰνδῷον κλίμα γαίης ἐλπίσιν ἀπρήκτοισιν ἐς οἰκία Δηριαδῆος, ἀμφιλαφεῖς ἐλατῆρες ἀμετροβίων ἐλεφάντων. καὶ Σατύρους μετὰ δῆριν ἐποίνιον εἰς χορὸν ἕλκων Πὰν νόμιος κελάδησε, χέων ἐπινίκιον ἠχώ.
385 καὶ Βλέμυς οὐλοκάρηνος, Ἐρυθραίων πρόμος Ἰνδῶν, ἱκεσίης κούφιζεν ἀναίμονα θαλλὸν ἐλαίης, Ἰνδοφόνῳ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ. καὶ θεός, ἀθρήσας κυρτούμενον ἀνέρα γαίῃ, χειρὶ λαβὼν ὤρθωσε, πολυγλώσσῳ δ’ ἅμα λαῷ
390κυανέων πόμπευεν Ἐρυθραίων ἑκὰς Ἰνδῶν, κοιρανίην στυγέοντα καὶ ἤθεα Δηριαδῆος, Ἀρραβίης ἐπὶ πέζαν, ὅπῃ παρὰ γείτονι πόντῳ ὄλβιον οὖδας ἔναιε καὶ οὔνομα δῶκε πολίταις· καὶ Βλέμυς ὠκὺς ἵκανεν ἐς ἑπταπόρου στόμα Νείλου,
395ἐσσόμενος σκηπτοῦχος ὁμόχροος Αἰθιοπήων· καί μιν ἀειθερέος Μερόης ὑπεδέξατο πυθμήν,
ὀψιγόνοις Βλεμύεσσι προώνυμον ἡγεμονῆα.376 in vol. 1

18

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΟΚΤΩΚΑΙΔΕΚΑΤΟΝ.
1 Ἤδη δὲ πτερόεσσα πολύστομος ἵπτατο Φήμη Ἀσσυρίης στίχα πᾶσαν ὑποτροχόωσα πολήων, οὔνομα κηρύσσουσα κορυμβοφόρου Διονύσου καὶ θρασὺν Ἰνδὸν ἄρηα καὶ ἀγλαόβοτρυν ὀπώρην.
5 καὶ Στάφυλος Σατύρων στρατιὴν ἀσίδηρον ἀκούων ὄργιά τ’ ἀμπελόεντα καὶ εὔια θύσθλα Λυαίου Βάκχον ἰδεῖν μενέαινε· καὶ υἱέα Βότρυν ἐπείγων κοίρανος Ἀσσυρίων ἀνεμώδεος ὑψόθι δίφρου ἤντετο βοτρυόεντι παρερχομένῳ Διονύσῳ.
10τὸν μὲν ἰδὼν ἐπιόντα καὶ ἀργυρόκυκλον ἀπήνην πορδαλίων τε λέπαδνα καὶ ἡνία φαιδρὰ λεόντων Βότρυς ἀκερσικόμης ἀνεσείρασεν ἅρμα τοκῆος· καὶ Στάφυλος σκηπτοῦχος ἑοῦ κατεπήλατο δίφρου πορδαλίων στατὸν ἴχνος ὀπιπεύων Διονύσου·
15καὶ ποδὸς ὀκλάζοντος ἐπὶ χθονὸς ἴχνος ἐρείδων,
θαλλὸν ἐλαιήεντα θεουδέι χειρὶ τιταίνων ... καὶ φιλίῳ Διόνυσον ἄναξ μειλίσσετο μύθῳ· „πρὸς Διὸς ἱκεσίοιο, τεοῦ, Διόνυσε, τοκῆος, πρὸς Σεμέλης θεόπαιδος, ἐμὸν μὴ δῶμα παρέλθῃς.377 in vol. 1
20ἔκλυον, ὡς ὑπέδεκτο τεὸν γενετῆρα Λυκάων, αὐτὸν ὁμοῦ μακάρεσσι, καὶ υἱέα χειρὶ δαΐξας Νύκτιμον ἀγνώσσοντι τεῷ παρέβαλλε τοκῆι, καὶ Διὶ παμμεδέοντι μιῆς ἔψαυσε τραπέζης, Ἀρκαδίης παρὰ πέζαν· ὑπὲρ Σιπύλου δὲ καρήνων
25Τάνταλος, ὡς ἐνέπουσι, τεὸν ξείνισσε τοκῆα, δαιτρεύσας δ’ ἑὸν υἷα θεοῖς παρέθηκεν ἐδωδήν· καὶ Πέλοπος πλατὺν ὦμον, ὅσον θοινήσατο Δηώ, μορφώσας ἐλέφαντι, νόθῳ τεχνήμονι κόσμῳ, υἱέα δαιτρευθέντα πάλιν ζώγρησε Κρονίων,
30ἔμπαλιν ἀλλήλοις μεμερισμένα γυῖα συνάπτων. ἀλλὰ τί σοι, Διόνυσε, Λυκάονα παιδοφονῆα ξεινοδόκον μακάρων, καὶ Τάνταλον ἠεροφοίτην νεκταρέων ὀνόμηνα δολόφρονα φῶρα κυπέλλων, δήιον ἀμβροσίης καὶ νέκταρος ἄνδρα πιφαύσκων;
35Ζῆνα καὶ Ἀπόλλωνα μιῇ ξείνισσε 〈τραπέζῃ〉
35a................................ Μακελλώ·378 in vol. 1
36καὶ Φλεγύας ὅτε πάντας ἀνερρίζωσε θαλάσσης νῆσον ὅλην τριόδοντι διαρρήξας Ἐνοσίχθων, ἀμφοτέρας ἐφύλαξε καὶ οὐ πρήνιξε τριαίνῃ. καὶ σύ, φέρων μίμημα τεοῦ ξενίοιο τοκῆος,
40ἐς μίαν ἠριγένειαν ἐμῶν ἐπίβηθι μελάθρων· δὸς χάριν ἀμφοτέροις, καὶ Βότρυϊ καὶ γενετῆρι.“ ὣς εἰπὼν παρέπεισεν· ἑῷ δ’ ἐποχήσατο δίφρῳ, ὀλβίζων ἑὸν οἶκον, ἐφεσπομένου Διονύσου· καὶ θρασὺς ἱππείην ἀνεκούφισε Βότρυς ἱμάσθλην,
45Ταυρείην δ’ ἑλικηδὸν ἐρημάδα πέζαν ὁδεύων ἤλασε πάτριον ἅρμα, καὶ ἡγεμόνευε Λυαίῳ Ἀσσυρίην ἐπὶ γαῖαν· ἐπαυχενίοις δὲ λεπάδνοις χρύσεα Μυγδονίοιο δεδεγμένος ἡνία δίφρου ἡνίοχος Βρομίοιο Μάρων, ἀκόρητος ἱμάσθλης,

18

(50)

θηρονόμου μάστιγος ἀφειδέα ῥοῖζον ἰάλλων, πορδαλίων ἤλαυνεν ἀελλήεσσαν ἀπήνην· καὶ Σάτυροι προθέοντες ἀνεκρούσαντο χορείην, ἀμφιπερισκαίροντες ὀρίδρομον ἅρμα Λυαίου· πολλὴ δ’ ἔνθα καὶ ἔνθα φιλάνθεμος ἔτρεχε Βάκχη
55δύσβατον οἶμον ἔχουσα βατῷ ποδί, καὶ πτύχα πέτρης
στεινὴν κλιμακόεσσαν ἐμέτρεεν ὠκέι ταρσῷ, καὶ παλάμῃ κροτάλιζε καὶ εὐρύθμοισι πεδίλοις, μόχθον ὑποκλέπτουσα βαθυκρήμνοιο κελεύθου, οἰστρομανής· καὶ Πᾶνες ἐθήμονος ὑψόθι πέτρης379 in vol. 1
60ποσσὶν ἐυκνήμισιν ἐπωρχήσαντο κολώνῃ, ἀστιβέος πρηῶνα διαστείχοντες ἐρίπνης. ἀλλ’ ὅτε νισομένοισι φάνη βασιλήιος αὐλὴ τηλεφανὴς στίλβουσα λίθων ἑτερόχροϊ κόσμῳ, εὐχαίτης τότε Βότρυς ὄχον πατρῷον ἐρύξας
65εἰς δόμον ὠκυπέδιλος ἔβη, προκέλευθος ὁδίτης, ἐντύνων ἅμα πάντα, φιλοστόργῳ δὲ μενοινῇ
68ὥπλισε πιαλέης ἑτερότροπα δεῖπνα τραπέζης.
67ὄφρα μὲν εἰσέτι Βότρυς ἐκόσμεε δαῖτα Λυαίῳ,
69τόφρα δὲ ποικιλόδωρος ἄναξ ἐπεδείκνυε Βάκχῳ
70κάλλεα τεχνήεντα λιθοστρώτοιο μελάθρου, τῶν ἄπο μαρμαρέη πολυδαίδαλος ἔρρεεν αἴγλη, σύγχροος ἠελίοιο καὶ ἀντιτύποιο σελήνης· τοῖχοι δ’ ἀργυρέοισιν ἐλευκαίνοντο μετάλλοις, καὶ μερόπων σπινθῆρας ἐπαστράπτουσα προσώπῳ
75λυχνὶς ἔην, λύχνοιο φερώνυμος· εἶχε καὶ αὐτὴν οἶκος ἐρευθιόωντι κεκασμένος αἴθοπι πέτρῳ οἰνωπὴν ἀμέθυστον ἐρειδομένην ὑακίνθῳ· αὐγὴν δ’ αἰθαλόεσσαν ἀπέπτυεν ὠχρὸς ἀχάτης, καὶ φολίδων στικτοῖσι τύποις ἀμάρυσσεν ὀφίτης·380 in vol. 1
80Ἀσσυρίη δὲ μάραγδος ἀνήρυγεν ἔγχλοον αἴγλην. κιονέῃ δὲ φάλαγγι περιστρωθέντα μελάθρων χρύσεα δουρατέης ἐρυθαίνετο νῶτα καλύπτρης ἀφνειοῖς ὀρόφοισι· πολυσχιδέων δὲ μετάλλων φαιδρὸν ἐυψήφιδι πέδον ποικίλλετο τέχνῃ·
85καὶ πυλεὼν περίμετρος ἐυγλύπτῳ τινὶ δούρῳ λεπτοφυῆ τύπον εἶχε νεοπρίστων ἐλεφάντων. τοῖα γέρων σκηπτοῦχος ἐδείκνυε μάρτυρι Βάκχῳ· καὶ μόγις ἴχνος ἔκαμψεν ἔσω θεοδέγμονος αὐλῆς χειρὸς ἔχων Διόνυσον· ὁ δὲ βραδυπειθέι ταρσῷ
90πλαζομένην ἑλικηδὸν ἑὴν ἐτίταινεν ὀπωπήν· καὶ θεὸς ἀστερόεσσαν ἐθάμβεεν ἤνοπι κόσμῳ ξεινοδόκου βασιλῆος ἰδὼν χρυσήλατον αὐλήν. ἀμφιπόλους δ’ οἴστρησεν ἄναξ καὶ δμῶας ἐπείγων, ταύρων ζατρεφέων ἀγέλην καὶ πώεα μήλων
95δαιτρεύειν Σατύροισι βοοκραίρου Διονύσου.
καὶ Σταφύλου σπεύδοντος ἔην ταχυεργὸς ἀπειλὴ δμωσὶν ἀμοιβαίοισιν· ἐπερρώοντο δὲ πολλοὶ εἰλαπίνης δρηστῆρες· ἐδαιτρεύοντο δὲ ταῦροι καὶ νομάδων ὀίων λιπαραὶ στίχες. ἦν δὲ χορείη·381 in vol. 1

18

(100)

καὶ δόμον εὐφόρμιγγα θυώδεες ἔπνεον αὖραι, εὐόδμου δὲ πόληος ἀνεκνίσωσαν ἀγυιάς· ἀμφιλαφεῖς δ’ ἐμέθυσσαν ὅλον δόμον ἰκμάδες οἴνου. κύμβαλα δ’ ἐπλατάγησε, παρ’ εὐκελάδῳ δὲ τραπέζῃ Πανιάδες σύριγγες ἐβόμβεον, ἔβρεμον αὐλοὶ
105συμπλεκέες, καὶ κύκλος ἐριγδούποιο βοείης διχθαδίοις πατάγοισιν ἐπεσμαράγησε μελάθρῳ, καὶ κτύπος ἦν κροτάλων ἐπιδόρπιος. ἐν δ’ ἄρα μέσσῳ οἰνοβαρὴς τρομεροῖο φέρων ποδὸς ἄστατον ὁρμὴν ἤιεν ἔνθα καὶ ἔνθα Μάρων, δεδονημένος οἴστρῳ,
110ὄρθιον ἐκ δαπέδοιο παλίσσυτον ἴχνος ἑλίσσων, χεῖρας ἑὰς διδύμων Σατύρων ὑπὲρ ὦμον ἐρείσας μεσσοφανής· ἑτέρου δὲ ποδὸς κουφίζετο παλμῷ ἀλλοτρίῳ, ξανθωπὸν ἔχων χρόα, μεσσόθι πέμπων πορφυρέας ἀκτῖνας ὅλῳ στίλβοντι προσώπῳ,
115ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις, λαιῇ μὲν νεόδαρτον ἐθήμονος ἔγκυον οἴνου αὐχενίῳ ζωστῆρι περίπλοκον ἀσκὸν ἀείρων, δεξιτερῇ δὲ κύπελλον· ἐκυκλώσαντο δὲ Βάκχαι γηραλέον σκαίροντα ποδῶν ἑτεραλκέι ταρσῷ,
120οἷα πεσεῖν μέλλοντα τινασσομένοιο καρήνου,
οὔ ποτε πεπτηῶτα. μεθυσφαλέες δὲ καὶ αὐτοὶ ἀμφίπολοι καὶ δμῶες ἐβακχεύοντο χορείῃ, γευσάμενοι πρώτιστον ἀήθεος ἡδέος οἴνου. καὶ Σταφύλου βασιλῆος ἀριστώδινα γυναῖκα382 in vol. 1
125Βακχιὰς ἀμπελόεσσα Μέθην ἐμέθυσσεν ἐέρση· ἡ δὲ καρηβαρέουσα πιεῖν πάλιν ᾔτεε Βάκχας, οἰνοδόκον κρητῆρα περισκαίρουσα Λυαίου· καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ, ὤμῳ ἐπικλίνουσα κόμην ἑτεραλκέι ῥιπῇ
130ἄστατος, ἔνθα καὶ ἔνθα παλίντροπος· ἀμφὶ δὲ γαίῃ πυκνὰ πεσεῖν μέλλουσαν ὀλισθηροῖσι πεδίλοις θυιάδα χερσὶ λαβοῦσα Μέθην ὠρθώσατο Βάκχη. καὶ Στάφυλος μεμέθυστο· φιλακρήτῳ δὲ κυπέλλῳ Βότρυος οἰνωθέντος ἐφοινίσσοντο παρειαί·
135καὶ πάις ἀρτιγένειος ἅμα Σταφύλῳ γενετῆρι ἀπλεκέας πλοκαμῖδας ἀήθεϊ δήσατο κισσῷ μιτρώσας στεφανηδόν· ἐπ’ ἴχνεϊ δ’ ἴχνος ἀμείβων ποσσὶν ὁμοζήλοισιν ἕλιξ ὠρχήσατο Βότρυς, δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἑλίσσων·
140καὶ Στάφυλος σκίρτησε ποδῶν βητάρμονι παλμῷ, καμπύλον ἴχνος ἄγων τροχαλῷ κυκλούμενον ὁλκῷ, Βότρυος ὀρχηστῆρος ἐπ’ αὐχένι πῆχυν ἐρείσας· καὶ ποτὸν εὐφήμησε χοροπλεκέος Διονύσου ἄστατος, ἔνθα καὶ ἔνθα καθειμένα βόστρυχα σείων
145ὤμῳ ἐπαΐσσοντα· Μέθη δ’ ἐχόρευε καὶ αὐτή, πῆχυν ἐπικλίνουσα καὶ υἱέι καὶ παρακοίτῃ, μεσσατίη Σταφύλου καὶ Βότρυος· ἦν δὲ νοῆσαι τερπωλὴν τριέλικτον ὁμοπλέκτοιο χορείης. καὶ Πίθος ὠμογέρων, πολιὴν ἀνέμοισι τινάσσων,383 in vol. 1

18

(150)

χεύματος ἡδυπότοιο βεβυσμένος ἄχρις ὀδόντων οἰνοβαρὴς ἐχόρευε, μεθυσφαλὲς ἴχνος ἑλίσσων· καὶ γλυκεραῖς λιβάδεσσιν ἐρευγομένων ἀπὸ λαιμῶν ξανθὴν ἀφριόωσαν ἑὴν λεύκαινεν ὑπήνην. καὶ πίον εἰς ὅλον ἦμαρ· ἀφυσσομένων δὲ κυπέλλων
155ἑσπερίη χθόνα πᾶσαν ὑπόσκιος ἔσκεπεν ὄρφνη ἀκροκελαινιόωσα, καὶ αἰόλα φέγγεϊ λεπτῷ ἄστρα καταυγάζων ἐμελαίνετο δίχροος ἀήρ, δυομένου Φαέθοντος ὑπὸ σκιοειδέι κώνῳ, βαιὸν ὀπισθοκέλευθον ἔχων ἔτι λείψανον Ἠοῦς·
160καὶ ζόφον ἐχλαίνωσεν ἑῷ χροῒ σιγαλέη Νὺξ οὐρανὸν ἀστερόεντι διαγράψασα χιτῶνι. οἱ δὲ μετὰ κρητῆρα μέθης, μετὰ δεῖπνα τραπέζης Βότρυς ὁμοῦ γενετῆρι καὶ οἰνοχύτῳ Διονύσῳ κεκριμένοι στοιχηδὸν ἐυστρώτων ἐπὶ λέκτρων
165ὕπνου δῶρον ἕλοντο καὶ ὡμίλησαν ὀνείροις. ἀλλ’ ὅτε δὴ ῥοδέοις ἀμαρύγμασιν ἄγγελος Ἠοῦς ἀκροφαὴς ἐχάραξε λιπόσκιον ὄρθρος ὀμίχλην, εὐχαίτης τότε Βάκχος ἑώιος ἄνθορεν εὐνῆς, ἐλπίδι νικαίῃ δεδονημένος· ἐννύχιος γὰρ
170Ἰνδῴην ἐδάιζε γονὴν κισσώδεϊ θύρσῳ, ὑπναλέης μεθέπων ἀπατήλιον εἰκόνα χάρμης. καὶ κτύπον εἰσαΐων Σατύρων καὶ δοῦπον ἀκόντων φλοῖσβον ὀνειρείης ἀπεσείσατο δηιοτῆτος, ὕπνον ἀποσκεδάσας πολεμήιον· εἶχε δὲ θυμῷ384 in vol. 1
175μαντιπόλου φόβον ἄλλον ἀπειλητῆρος ὀνείρου· μιμηλῆς γὰρ ὄπωπε μάχης ἴνδαλμα Λυκούργου ἐσσομένων προκέλευθον, ὅτι θρασὺς ἔνδοθι λόχμης δύσμαχος ἐκ σκοπέλοιο λέων λυσσώδεϊ λαιμῷ Βάκχον ἔτι σκαίροντα καὶ οὐ ψαύοντα σιδήρου
180εἰς φόβον ἐπτοίησε, καὶ ἤλασεν ἄχρι θαλάσσης κρυπτόμενον πελάγεσσι, πεφυζότα θηρὸς ἀπειλήν· καὶ φόβον ἄλλον ὄπωπε, λέων θρασὺς ὅττι γυναῖκας θυρσοφόρους ἐδίωκε, κεχηνότος ἀνθερεῶνος, αἱμάσσων ὀνύχεσσι, χαρασσομένων δὲ γυναικῶν
185μύστιδος ἐκ παλάμης ἐκυλίνδετο θύσθλα κονίῃ, κύμβαλα δ’ ἐν χθονὶ κεῖτο· μεταστρεφθεῖσα δὲ Βάκχη δεσμὰ λεοντείοισιν ἐπεσφήκωσε γενείοις σειρὴν ἀμπελόεσσαν ἐπισφίγξασα καρήνῳ, ἀγχονίῳ δὲ λέοντος ἐπέπλεκεν αὐχένα δεσμῷ·
190θηρὶ δὲ θῆλυς ὅμιλος ἐπέδραμεν ἄλλος ἐπ’ ἄλλῳ, καὶ βλοσυροὺς ἐχάραξε πόδας καὶ χεῖρας ἀκάνθαις· καὶ μόγις εἱλικόεντι περιζωσθέντα κορύμβῳ
Ἄρτεμις ἐζώγρησεν· ἀπ’ αἰθερίοιο δὲ κόλπου ἀστεροπὴ πυρόεσσα καταΐξασα προσώπου385 in vol. 1
195θῆρα παλινδίνητον ἐθήκατο τυφλὸν ὁδίτην. τοῖον ὄναρ Διόνυσος ἐσέδρακεν· ἐκ λεχέων δὲ ὀρθὸς ἐὼν ἔνδυνε φόνῳ πεπαλαγμένον Ἰνδῶν χάλκεον ἀστερόεντα κατὰ στέρνοιο χιτῶνα, καὶ σκολιῷ μίτρωσε κόμην ὀφιώδεϊ δεσμῷ,

18

(200)

καὶ πόδας ἐσφήκωσεν ἐρευθιόωντι κοθόρνῳ, χειρὶ δὲ θύρσον ἄειρε, φιλάνθεμον ἔγχος ἐνυοῦς· καὶ Σάτυρον κίκλησκεν ὀπάονα. θεσπεσίην δὲ Βακχείων στομάτων ἀίων ἀντίκτυπον ἠχὼ κοίρανος ἔγρετο Βότρυς, ἑὸν δ’ ἔνδυνε χιτῶνα·
205καὶ Πίθον ὑπνώοντα .... Μέθη δ’ ὡς ἔκλυε φωνῆς, κρᾶτα μόγις κούφιζε, βαρυνομένου δὲ καρήνου ὀκναλέη πάλιν εὗδε· καὶ ὄρθριον εἰσέτι νύμφη μίμνεν ἀμεργομένη γλυκερώτερον ὕπνον ὀπωπαῖς,
ὀψὲ δὲ λέκτρον ἔλειπεν ἑῷ βραδυπειθέι ταρσῷ.386 in vol. 1
210 καὶ Στάφυλος φιλόβοτρυς ἐφωμάρτησε Λυαίῳ εἰς ὁδὸν ἐσσυμένῳ ξεινήια δῶρα τιταίνων, χρύσεον ἀμφιφορῆα σὺν ἀργυρέοισι κυπέλλοις, οἷς πάρος αἰὲν ἔπινεν ἀμελγομένων γλάγος αἰγῶν· καὶ πόρε ποικίλα πέπλα, τά περ παρὰ Τίγριδος ὕδωρ
215νήματι λεπταλέῳ τεχνήσατο Περσὶς Ἀράχνη. καὶ Βρομίῳ πολύδωρος ἄναξ ἐφθέγξατο φωνήν· „μάρναό μοι, Διόνυσε, καὶ ἄξια ῥέζε τοκῆος· δεῖξον, ὅτι Κρονίδαο φέρεις γένος· ἀρτιθαλὴς γὰρ Γηγενέας Τιτῆνας ἀπεστυφέλιξεν Ὀλύμπου
220σὸς γενέτης ἔτι κοῦρος· ἐπείγεο καὶ σὺ κυδοιμῷ Γηγενέων ὑπέροπλον ἀιστῶσαι γένος Ἰνδῶν. μέμνημαί τινα μῦθον, ὃν ἡμετέρῳ γενετῆρι
224Ἀσσύριός ποτε Βῆλος, ἐμῆς πολιοῦχος ἀρούρης,
223πατροπάτωρ ἐμὸς εἶπεν, ἐγὼ δέ σοι αὐτὸς ἐνίψω·
225κουφίζων Κρόνος ὑγρὸς ἀμερσιγάμου γένυν ἅρπης,
227ᾗ ποτε μητρῴῃσιν ἐπεσσυμένοιο χαμεύναις τάμνεν ἀνυμφεύτων στάχυν ἄρσενα πατρὸς ἀρότρων,
226Τιτήνων προκέλευθος ἐμάρνατο σεῖο τοκῆι.
229καὶ Κρόνος εὐρυγένειος ἀνερρίπιζεν ἐνυὼ
230ἔγχεα παχνήεντα κατὰ Κρονίωνος ἰάλλων,
ψυχρὸν ἀκοντίζων διερὸν βέλος· ὀξυτενεῖς δὲ ἠερόθεν πέμποντο χαλαζήεντες ὀιστοί. καὶ πλέον Ἠελίοιο κορύσσετο πυρσοφόρος Ζεὺς θερμοτέρῳ σπινθῆρι λύων πετρούμενον ὕδωρ.387 in vol. 1
235ὠμοβόρους δὲ λέοντας ἐπὶ κλόνον Ἰνδὸν ἱμάσσων, μὴ τρομέοις ἐλέφαντας, ἐπεὶ τεὸς ὑψιμέδων Ζεὺς Κάμπην ὑψικάρηνον ἀπηλοίησε κεραυνῷ, ἧς σκολιὸν πολύμορφον ὅλον δέμας· ἀλλοφυεῖς γὰρ λοξὴν αὐτοέλικτον ἀνερρίπιζον ἐνυὼ
240χίλιοι ἑρπηστῆρες ἐχιδναίων ἀπὸ ταρσῶν ἰὸν ἐρευγομένων δολιχόσκιον· ἀμφὶ δὲ δειρὴν ἤνθεε πεντήκοντα καρήατα ποικίλα θηρῶν· καὶ τὰ μὲν ἐβρυχᾶτο λεοντείοισι καρήνοις Σφιγγὸς ἀσημάντοιο τύπῳ βλοσυροῖο προσώπου,
245ἄλλα δὲ καπρείων ἀνεκήκιεν ἀφρὸν ὀδόντων, συμφερτῇ δὲ φάλαγγι πολυσκυλάκων κεφαλάων Σκύλλης ἰσοτέλεστον ἔην μίμημα προσώπου· καὶ χροῒ μεσσατίῳ διφυὴς ἀνεφαίνετο νύμφη ἰοβόλοις κομόωσα δρακοντείοισι κορύμβοις·

18

(250)

τῆς μὲν ἐπὶ στέρνοισιν ἐς ἀκροτάτην πτύχα μηρῶν κητείαις φολίδεσσι νόθη τρηχύνετο μορφὴ ὑψιτενής· ὄνυχες δὲ πολυσπερέων παλαμάων λοξὸν ἐδοχμώσαντο τύπον γαμψώνυχος ἅρπης· ἐξ ὑπάτου δὲ τένοντος ἀμαιμακέτων διὰ νώτων388 in vol. 1
255σκορπίος αὐτοέλικτος ἐπήορος αὐχένι κούρης εἷρπε χαλαζήεντι τεθηγμένος ὀξέι κέντρῳ. τοίη ποικιλόμορφος ἕλιξ κουφίζετο Κάμπη, καὶ χθόνα δινεύουσα καὶ ἠέρα καὶ βυθὸν ἅλμης ἵπτατο κυανέων πτερύγων ἑτερόζυγι παλμῷ,
260λαίλαπας αἰθύσσουσα καὶ ὁπλίζουσα θυέλλας, Νύμφη Ταρταρίη μελανόπτερος· ἐκ βλεφάρων δὲ τηλεπόρους σπινθῆρας ἀνήρυγε φοιταλέη φλόξ. ἀλλὰ τόσην κτάνε θῆρα πατὴρ τεὸς αἰθέριος Ζεύς, καὶ Κρονίην νίκησεν ἐχιδνήεσσαν ἐνυώ.
265γίνεο καὶ σὺ τοκῆι πανείκελος, ὄφρα καὶ αὐτὸν Γηγενέων ὀλετῆρα μετὰ Κρονίδην σὲ καλέσσω, δήιον ἀμήσαντα χαμαιγενέων στάχυν Ἰνδῶν. σοὶ μόθος οὗτος ἔοικεν ὁμοίιος· ἀρχέγονον γὰρ σὸς γενέτης Κρονίοιο προασπιστῆρα κυδοιμοῦ
270ἠλιβάτοις μελέεσσι κεκασμένον υἱὸν ἀρούρης Ἰνδὸν ἀνεπρήνιξεν, ὅθεν γένος ἔλλαχον Ἰνδοί· Ἰνδῷ σὸς γενέτης, σὺ δὲ μάρναο Δηριαδῆι. γίνεό μοι καὶ Ἄρηι πανείκελος, ὅττι καὶ αὐτὸς τηλίκον ἐπρήνιξε θεημάχον υἱὸν Ἐχίδνης,389 in vol. 1
275φρικτὸν ἀποπτύοντα δυσειδέος ἰὸν ἐέρσης, ὃς λάχε διπλόον εἶδος ὁμόζυγον, ἔνδοθι λόχμης μητρῴης δονέων ἑλικώδεα κύκλον ἀκάνθης· τὸν Κρόνος ... ἄπλετον εἶχε καταιχμάζοντα κεραυνοῦ, ἄρεα συρίζοντα ποδῶν ὀφιώδεϊ ταρσῷ,
280ὁππότε κουφίζων παλάμας ὑπὲρ ἄντυγα † μηροῦ Ζηνὶ τεῷ πολέμιζεν, ἐν ἠερίῃ δὲ κελεύθῳ στοιχάδας ὑψιλόφῳ νεφέλας ἔστησε καρήνῳ, καὶ σκολιαῖς ὄρνιθας ἐπιπλαγχθέντας ἐθείραις πολλάκι συμμάρψας πολυχανδέι δαίνυτο λαιμῷ·
285τοῦτον ἀριστεύοντα τεὸς κτάνε σύγγονος Ἄρης. Ἄρεος οὐ καλέω σε χερείονα· καὶ γὰρ ἐρίζοις πᾶσι Διὸς τεκέεσσιν, ἐπεὶ φονίῳ σέο θύρσῳ τόσσον ἀριστεύεις, ὅσον ἄορι μάρναται Ἄρης, καὶ τελέεις, ἅτε Φοῖβος, ἀέθλια. θηροφόνον δὲ
290υἱὸν ἐγὼ Διὸς ἄλλον ἐμῷ ξείνισσα μελάθρῳ· χθιζὰ γὰρ εἰς ἐμὸν οἶκον ἐύπτερος ἤλυθε Περσεὺς γείτονα Κωρυκίοιο διαυγέα Κύδνον ἐάσσας, ὡς σύ, φίλος, καὶ ἔφασκεν ἐπώνυμον ὠκέι ταρσῷ ἀνδράσι πὰρ Κιλίκεσσι νεόκτιτον ἄστυ χαράξαι·390 in vol. 1
295ἀλλ’ ὁ μὲν ἠέρταζεν ἀθηήτοιο Μεδούσης Γοργόνος ἄκρα κάρηνα, σὺ δ’ οἴνοπα καρπὸν ἀείρεις, ἄγγελον εὐφροσύνης, βροτέης ἐπίληθον ἀνίης· Περσεὺς κῆτος ἔπεφνεν Ἐρυθραίῳ παρὰ πόντῳ, καὶ σὺ κατεπρήνιξας Ἐρυθραίων γένος Ἰνδῶν.

18

(300)

κτεῖνε δὲ Δηριάδην, ὡς ἔκτανες Ἰνδὸν Ὀρόντην, κήτεος εἰναλίοιο κακώτερον· ἀχνυμένην μὲν Περσεὺς Ἀνδρομέδην, σὺ δὲ ῥύεο μείζονι νίκῃ πικρὰ βιαζομένην ἀδίκων ὑπὸ νεύμασιν Ἰνδῶν Παρθένον ἀστερόεσσαν, ὅπως ἕνα κῶμον ἀνάψω
305Γοργοφόνῳ Περσῆι καὶ Ἰνδοφόνῳ Διονύσῳ.“ ὣς εἰπὼν παλίνορσος ἑῷ νόστησε μελάθρῳ ἁβρὸς ἄναξ, Βρομίου ξεινηδόκος· εἰσαΐων δὲ φθεγγομένου βασιλῆος ἐτέρπετο κέντορι μύθῳ θυρσομανὴς Διόνυσος, ἐβακχεύθη δὲ κυδοιμῷ
310οὔασι θελγομένοισι μόθον πατρῷον ἀκούων·
καὶ Κρονίδην νείκεσσε, καὶ ἤθελε μείζονα νίκην ἐσσομένην τριτάτην, διδύμην μετὰ φύλοπιν Ἰνδῶν, ζῆλον ἔχων Κρονίδαο. Φερέσπονδον δὲ καλέσσας, οὐρανίου κήρυκος ἀπόσπορον, εἴκελον αὔραις,391 in vol. 1
315Ἰφθίμης σοφὸν υἷα, φίλῳ προσπτύξατο. μύθῳ· „ὦ τέκος Ἑρμάωνος, ἐμοὶ πεφιλημένε κῆρυξ, τοῦτο μολὼν ἄγγειλον ἀγήνορι Δηριαδῆι· ‘κοίρανε, νόσφι μάχης ἢ δέχνυσο δῶρα Λυαίου, ἢ Βρομίῳ πολέμιζε καὶ ἔσσεαι ἶσος Ὀρόντῃ‘.“
320 εἶπε, καὶ ὠκυπέδιλος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων Ἠῴην ἐπὶ πέζαν ἀταρπιτὸν ἤνυε κῆρυξ, σκῆπτρον ἔχων γενετῆρος· ὁ δὲ χρυσέων ἐπὶ δίφρων βότρυν ἀερτάζων φρενοτερπέα καρπὸν ὀπώρης ποσσὶ πολυγνάμπτοισιν ἀπ’ ἄστεος ἄστεα βαίνων
325Ἀσσυρίην χθόνα πᾶσαν ἑῆς ἔπλησεν ὀπώρης, ἀγρονόμοις ὀρέγων σταφυληκόμον ἄνθος ἀλωῆς. ὄφρα μὲν ἀντολικοῖο παρὰ πτερὸν αἴθοπος Εὔρου φοιταλέῳ Σύρον οὖδας ἐμέτρεεν οἴνοπι δίφρῳ, τόφρα δὲ καὶ Σταφύλῳ μόρος ἔχραεν· ἐν δὲ μελάθρῳ
330δμῶες ἀνερρήξαντο κατὰ στέρνοιο χιτῶνα, ἀμφίπολοι δ’ ἀλάλαζον· ἐφοινίσσοντο δὲ μαζοὶ τυπτόμενοι παλάμῃσι· πολυθρήνων δὲ γυναικῶν πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου.
ὀψὲ δὲ δὴ παλίνορσος ἐρισταφύλων ἐπὶ δίφρων392 in vol. 1
335νοστήσας Διόνυσος ἐδύσατο Βότρυος αὐλήν, μνῆστιν ἔχων Σταφύλοιο φιλοστόργοιο τραπέζης· καὶ Πίθον ὡς ἐνόησε κατηφιόωντα προσώπῳ, πότμον ἑοῦ Σταφύλοιο σοφῇ μαντεύσατο σιγῇ αὐτόματος· καλέσας δὲ Μέθην ἐξείρετο μύθῳ·
340 „εἰπέ, γύναι, τί παθοῦσα τεὴν ἠλλάξαο μορφήν; αὐχμηρὴν ὁρόω σε, καὶ ἀστράπτουσαν ἐάσσας· τίς τεὸν ἔσβεσε κάλλος ἀθέσφατον; οὐκέτι πέμπεις ἔμφυτον οἰνωπῇσι παρηίσι πορφύρεον πῦρ. καὶ σύ, γέρον, μὴ κρύπτε, πόθεν τάδε δάκρυα χεύεις;
345τίς τάμεν, εὐρυγένειε, τεὸν πώγωνα κομήτην; τίς πολιὴν ᾔσχυνε; τίς ἔσχισε σεῖο χιτῶνα; καὶ σύ, φιλακρήτοιο Μέθης βλάστημα τεκούσης, τέκνον ἐμοῦ Σταφύλοιο, πόθεν λάχες ἄτριχα κόρσην; τίς φθόνος ἠμάλδυνε τεὴν ἑλικώδεα χαίτην;

18

(350)

οὐ πλόκαμοι προχυθέντες ἐπ’ ἀργυφέων σέθεν ὤμων ἀπλεκέες Τυρίοιο μύρου πέμπουσιν ἀυτμήν, οὐκέτι βακχευθέντος ἀφ’ ὑμετέροιο καρήνου
μαρμαρυγὴν ῥοδόεσσαν ὀιστεύουσι παρειαί. πῶς φορέεις τάδε πέπλα χυτῇ ῥυπόωντα κονίῃ;393 in vol. 1
355πῇ μοι ἔβη Τυρίης βασιλήια πέπλα θαλάσσης; οὐκέτι γινώσκω σε μαραινομένοιο προσώπου. πῇ Στάφυλος σκηπτοῦχος ἀνήλυθεν, ὄφρα νοήσω ... εἰπέ, τεὸν γενετῆρα τίς ἥρπασεν ἐς μίαν ὥρην; γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις·
360φωνῆς ὑμετέρης οὐ δεύομαι· αὐτόματοι γὰρ σιγαλέον σέο πένθος ἀπαγγέλλουσιν ὀπωπαί· γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις· δάκρυα σὰς ὀδύνας μαντεύεται, αὐσταλέοι δὲ πότμον ἐμοῦ Σταφύλοιο τεοὶ βοόωσι χιτῶνες.
365ἐλπίδα δ’ ἡμετέρην φθόνος ἥρπασεν· ὠισάμην γὰρ Ἰνδῴην μετὰ δῆριν ἅμα Σταφύλῳ βασιλῆι χερσὶν ἀερτάζειν θαλαμηπόλον ἑσπέριον πῦρ,
Βότρυος ἀγχεμάχοιο τελειομένων ὑμεναίων.“394 in vol. 1

19

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΝΝΕΑΚΑΙΔΕΚΑΤΟΝ.
1 Ὣς φαμένου βαρὺ κέντρον ἔχων νεοπενθέι θυμῷ κοῦρος ἀφωνήτῳ σφρηγίσσατο χείλεα σιγῇ, δάκρυσιν αὐτοχύτοις νικώμενος· ὀψὲ δὲ μήτηρ οἰκτρὸν ἔπος κατέλεξε Μέθη χαίρουσα Λυαίῳ·
5 „ὑμετέρης ἄγρυπνον ὀπιπευτῆρα χορείης, σὸν Στάφυλον, Διόνυσε, κατεύνασεν ἔμπεδος ὕπνος, σὸν Στάφυλον, Διόνυσε, Χαρωνίδες ἥρπασαν αὖραι. δισσὸν ἐμοὶ βαρὺ πένθος ἐπέχραεν· ἀμπελόεις μὲν Βάκχος ἐμὲ προλέλοιπε, πόσις δ’ ἐμὸς ἔμπεσε νούσῳ·
10καὶ ξυνὴν μεθέπεσκον ἐπ’ ἀμφοτέροισιν ἀνίην, καὶ Σταφύλῳ θνήσκοντι καὶ οὐ παρεόντι Λυαίῳ. ἀλλὰ τεῆς, φίλε Βάκχε, πολυρραθάμιγγος ὀπώρης δός μοι σεῖο κύπελλον ἐνίπλεον, ὄφρα πιοῦσα εὐνήσω βαρὺ πένθος ἀπενθήτῳ σέθεν οἴνῳ.
15ἐλπὶς ἐμή, Διόνυσε φιλεύιε, μοῦνον ὀπώρην, μοῦνον ἴδω κρητῆρα, καὶ οὐκέτι δάκρυα λείβω.“ ὣς φαμένην ἐλέαιρε, κερασσάμενος δὲ κυπέλλῳ
ἰκμάδα λυσιμέριμνον ἀλεξικάκου πόρεν οἴνου παιδὶ νέῳ καὶ μητρὶ κατηφέι· καὶ πίον ἄμφω395 in vol. 1
20τερψινόῳ ῥαθάμιγγι μελίρρυτον ὄγκον ὀπώρης· καὶ στοναχὴν πρήυνε Μέθη καὶ Βότρυς ἀνίην· καί τινα μῦθον ἔειπε γυνὴ θελξίφρονι Βάκχῳ· „ἦλθες ἐμοί, φίλε Βάκχε, φίλον φάος· οὐκέτ’ ἀνίη, οὐκέτι πένθος ἔχει με Διωνύσοιο φανέντος·
25ἦλθες ἐμοί, φίλε Βάκχε, φίλον φάος· ὑμετέρῳ γὰρ δάκρυον ἐπρήυνα ποτῷ παιήονος οἴνου. οὐ πόσιν, οὐ πατέρος στενάχω μόρον, ἀλλὰ καὶ αὐτοῦ Βότρυος, ἢν ἐθέλῃς, νοσφίσσομαι· ἀμφότερον γὰρ Βάκχον ἔχω γενετῆρα καὶ υἱέα καὶ παρακοίτην.
30ἕσπομαι, ἢν ἐθέλῃς με, καὶ εἰς τεὸν οἶκον ἱκάνω· εἴην Βασσαρίδεσσιν ὁμόστολος· ἢν δ’ ἐθελήσῃς, κουφίζω σέο θύρσα καὶ ἱμερόεσσαν ὀπώρην, χείλεσι δ’ ἡμετέροις ἐπιλήνιον αὐλὸν ἐρείσω. χήρην μή με λίπῃς, μὴ διπλόον ἄλγος ἀέξω
35καὶ φθιμένου Σταφύλοιο καὶ οἰχομένου Διονύσου. Βότρυν ἔχεις θεράποντα· διδασκέσθω δὲ χορείας
καὶ τελετὰς καὶ θύσθλα καί, ἢν ἐθέλῃς, μόθον Ἰνδῶν· καί μιν ἴδω γελόωντα φιλακρήτῳ παρὰ ληνῷ ποσσὶ περιθλίβοντα τεῆς ὠδῖνας ὀπώρης.396 in vol. 1
40γηραλέου δὲ Πίθου μιμνήσκεο, μή μιν ἐάσσῃς σῆς τελετῆς ἀδίδακτον ἢ ἄμμορον ἡδέος οἴνου.“ ὣς φαμένην θάρσυνε Μέθην γελόωντι προσώπῳ Βάκχος ἄναξ καὶ τοῖα φιλακρήτῳ φάτο νύμφῃ „ὦ γύναι, ἀγλαόδωρε μετὰ χρυσῆν Ἀφροδίτην,
45εὐφροσύνης δώτειρα .... τερψίμβροτε μῆτερ Ἐρώτων, εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ· ἔσσο Διωνύσῳ στεφανηφόρος, ὡς Ἀφροδίτη, ἄνθεσι μιτρωθεῖσα καὶ εὐθαλέεσσι κορύμβοις· στέμματα σῶν πλοκάμων τελέσει ζηλήμονα Νίκην.

19

(50)

οἰνοχόον τελέσω σε μετὰ χρυσόθρονον Ἥβην· ἔσσεαι ἀμπελόεντι συναντέλλουσα Λυαίῳ Βακχείων ὁμόφοιτος ὑποδρήστειρα κυπέλλων, καί σε Μέθην καλέσουσι κόρον τερψίμβροτον οἴνου· Βότρυν ἐμῆς καλέσω λαθικηδέα καρπὸν ὀπώρης,
55καὶ σταφυλὴν φερέβοτρυν ἀπὸ Σταφύλοιο καλέσσω
ἡμερίδων ὠδῖνα καὶ ἀμπελόεσσαν ἐέρσην. οὐδὲ Μέθης ἀπάνευθε δυνήσομαι εἰλαπινάζειν, οὐδὲ Μέθης ἀπάνευθεν ἐγώ ποτε κῶμον ἐγείρω.“ ὣς εἰπὼν Σταφύλοιο μεθυσφαλέος παρὰ τύμβῳ397 in vol. 1
60νηπενθὴς Διόνυσος ἀπενθέα θῆκεν ἀγῶνα· καὶ τράγον εὐπώγωνα καὶ ἄρσενα ταῦρον ἐρύσσας διπλόα θῆκεν ἄεθλα, καὶ εὐφόρμιγγας ἐρίζειν Πιερικῆς ἐκάλεσσεν ἁμιλλητῆρας ἀοιδῆς· διπλόα θῆκεν ἄεθλα, καὶ ἀθλητῆρας ἐπείγων
65ἴδμονας εὐκελάδοιο λύρης μειλίξατο μύθῳ· „Ἀττικὸν ἐνθάδε κῶμον ἐγείρομεν· ἀθλοφόρῳ γὰρ ἀνέρι νικήσαντι λιπόχροα ταῦρον ὀπάσσω, ἀνδρὶ δὲ νικηθέντι δασὺν τράγον ἐγγυαλίξω.“ ὣς φαμένου Βρομίοιο λυροκτύπος ἄνθορεν ἀνήρ,
70Βιστονίης Οἴαγρος ἀθαλπέος ἀστὸς ἀρούρης, πλῆκτρον ἔχων φόρμιγγι παρήορον· αὐτὰρ ἐπ’ αὐτῷ Ἀτθίδος ὑμνοπόλου ναέτης ἀνόρουσεν Ἐρεχθεύς. ἄμφω δ’ εἰς μέσον ἦλθον ἀεθλητῆρες ἀγῶνος φορμίγγων ἐλατῆρες· ἐμιτρώσαντο δὲ χαίτην
75δαφναίοις πετάλοισιν· ἀνεζώννυντο δὲ πέπλους. ἀρχόμενοι δ’ ἐλέλιζον ἐθήμονι δάκτυλα παλμῷ ἐκταδίης θλίβοντες ἀμοιβαίην στίχα νευρῆς ἄκρα περισφίγγοντες, ὅπως μίτος ὄρθιος εἴη,
μή ποτε θηλύνειε παρειμένος ἄρσενα μολπήν.398 in vol. 1
80 καὶ πρότερος κλήροιο τυχὼν τεχνήμονι ῥυθμῷ Κεκροπίης ναέτης κιθάρην ἐλέλιζεν Ἐρεχθεύς, μέλπων πάτριον ὕμνον, ὅτι „ζαθέαις ἐν Ἀθήναις καὶ Κελεὸς ξείνισσε βίου παμμήτορα Δηὼ Τριπτολέμῳ σὺν παιδὶ καὶ ἀρχαίῃ Μετανείρῃ,
85καί σφισι καρπὸν ὄπασσεν, ὅθεν χθονὸς αὔλακα νείφων Τριπτόλεμος σπόρον εὗρε φερεσταχύων ἐπὶ δίφρων, καὶ Κελεοῦ φθιμένοιο νεοδμήτῳ παρὰ τύμβῳ ὄμμασιν ἀκλαύτοισι θαλυσιὰς ἔστενε Δηώ, ἀλλὰ παρηγορέουσα πάλιν θελξίφρονι μύθῳ
90Τριπτολέμου βαρὺ πένθος ἀπέσβεσε καὶ Μετανείρης· οὕτω καὶ Διόνυσον ἑῷ ξείνισσε μελάθρῳ Ἀσσυρίων σκηπτοῦχος· ἄναξ δέ οἱ ἀντὶ τραπέζης ὤπασεν εὔια δῶρα καὶ ἀμπελόεσσαν ὀπώρην, καὶ Σταφύλου φθιμένοιο, φιλακρήτου βασιλῆος,
95υἱέα Βότρυν ἔπαυσε φιλοθρήνοιο μερίμνης, καὶ κινυρῆς ἀλόχοιο Μέθης εὔνησεν ἀνίην.“ τοῖα σοφὸς φόρμιζε λυροκτύπος· ἀμφὶ δὲ ῥυθμῷ πάντες ὁμοῦ θέλγοντο· σὺν εὐθύρσῳ δὲ Λυαίῳ ἅρμενον ἱμερόφωνον ἐθάμβεον Ἀτθίδα μολπήν.

19

(100)

δεύτερος αἰόλον ὕμνον ἄναξ Οἴαγρος ὑφαίνων, ὡς γενέτης Ὀρφῆος, ὁμέστιος ἠθάδι Μούσῃ, δίστιχον ἁρμονίην ἀνεβάλλετο Φοιβάδι μολπῇ, παυροεπής, λιγύμυθος, Ἀμυκλαίῳ τινὶ θεσμῷ· „εὐχαίτην Ὑάκινθον ἀνεζώγρησεν Ἀπόλλων,399 in vol. 1
105καὶ Στάφυλον Διόνυσος ἀεὶ ζώοντα τελέσσει.“ οὔ πω κῶμος ἔληγεν, ἐπεφθέγξαντο δὲ λαοὶ εὐφήμοις ἐπέεσσιν ὁμογλώσσων ἀπὸ λαιμῶν, καὶ Σάτυροι σμαράγησαν ἀολλέες· ἐκ δὲ θοώκου ἄστατος ἅλλετο Βάκχος, ἄνω καὶ ἔνερθε τινάσσων
110δεξιτερήν, καὶ Βότρυς ἀνέδραμεν, εὐάδι φωνῇ ἁρμονίην εὔρυθμον ἀοιδοπόλοιο γεραίρων· Οἰάγρου δὲ κάρηνον ἄναξ ἐστέψατο κισσῷ, καὶ γενέτης Ὀρφῆος ἐπιρρήσσων χθόνα ταρσῷ ἄσμενος ἄζυγα ταῦρον ἐδέξατο μισθὸν ἀοιδῆς·
115ἀμφὶ δέ μιν στοιχηδὸν ἐπεσκίρτησαν ἑταῖροι. καὶ τράγον εὐρυγένειον, ἄχος καὶ ζῆλον ἀέξων, αἰδομέναις παλάμῃσιν ἀνείρυσεν ἀστὸς Ἀθήνης. εὐχαίτης δ’ Ἰόβακχος, ἀφειδέι χειρὶ κομίζων, ἄξια θῆκεν ἄεθλα χοροπλεκέος περὶ νίκης,
120γηραλέου κρητῆρα θυώδεος ἔγκυον οἴνου, χρύσεον, ἄσπετα μέτρα κεχανδότα, διψάδι γαίῃ ἰκμάδα τετραέτηρον ἀναβλύζοντα Λυαίου, Ἡφαίστου σοφὸν ἔργον Ὀλύμπιον, ὅν ποτε Κύπρις ὤπασε βοτρυόεντι κασιγνήτῳ Διονύσῳ·400 in vol. 1
125μείονα δὲ κρητῆρα μέσῳ παρέθηκεν ἀγῶνι ἀργύρεον, στίλβοντα, περίτροχον, ὅν ποτε Βάκχῳ δῶκεν ἄναξ Ἀλύβης ξεινήιον, οἰκία ναίων ἀφνειὴν παρὰ πέζαν, ὅπῃ χθονίοιο μετάλλου ἀργυρέαις ἀκτῖσι μέλας λευκαίνεται ἀγκών,
130τοῦ περὶ χείλεος ἄκρον ἐπ’ ἀμπελόεντι κορύμβῳ ... κισσὸς ἕλιξ, χρυσέῳ δὲ πέριξ δαιδάλλετο κόσμῳ· τοῦτον ἄγων ἔστησε ... βαθυνομένῳ κενεῶνι ληνὸν ἔτι πνείοντα νεώτερον ὄγκον ὀπώρης, γλεῦκος, ἀνυμφεύτοιο μέθης ποτόν· οὐ νέμεσις γὰρ
135ἀνέρα νικηθέντα πιεῖν ἀμέθυστον ἐέρσην. ἀλλ’ ὅτε Βάκχος ἄεθλα μέσῳ στήριξεν ἀγῶνι, ἴδμονας ὀρχηθμοῖο καλέσσατο μάρτυρι φωνῇ· „ὅς τις ἀεθλεύσει κυκλούμενος ἴδμονι ταρσῷ
νικήσας τροχαλοῖο ποδὸς κρίσιν, οὗτος ἑλέσθω401 in vol. 1
140καὶ χρύσεον κρητῆρα καὶ ἡδυπότου χύσιν οἴνου· ὃς δὲ πέσῃ σφαλεροῖο ποδὸς δεδονημένος ὁλκῷ, ἥσσονα δ’ ὀρχήσοιτο, καὶ ἥσσονα δῶρα δεχέσθω· οὐ γὰρ ἐγὼ πάντεσσιν ὁμοίιος· ἀθλοφόρῳ δὲ ἀνέρι νικήσαντι χοροίτυπον ἁβρὸν ἀγῶνα
145οὐ τρίποδα στίλβοντα καὶ οὐ ταχὺν ἵππον ὀπάσσω, οὐ δόρυ καὶ θώρηκα φόνῳ πεπαλαγμένον Ἰνδῶν, ... δίσκον ἐς ἰθυκέλευθον ἀκοντιστῆρας ἐγείρων· οὐδὲ ποδωκείης τέταται δρόμος, οὐ δορὸς αἰχμὴ τηλεπόρου· Σταφύλῳ δέ, καταφθιμένῳ βασιλῆι,

19

(150)

ἀνδρὶ φιλοσκάρθμῳ, φιλοπαίγμονα κῶμον ἐγείρω· οὐδὲ παλαισμοσύνῃ γυιαλκέι δῶρα τιταίνῳ, οὐ δρόμος ἱπποσύνης, οὐκ Ἤλιδός εἰσιν ἀγῶνες, οὐ δρόμος Οἰνομάου γαμβροκτόνος· ἡμετέρη γὰρ νύσσα χορός, βαλβῖδες ἐπισκιρτήματα ταρσῶν,
155χεὶρ τροχαλὴ καὶ σκαρθμὸς ἕλιξ, καὶ νεῦμα προσώπου ἄστατα κινυμένοιο, καὶ αὐδήεσσα σιωπὴ δάκτυλα δινεύουσα καὶ ὀρχηστῆρος ὀπωπήν.“
τοῖον ἔπος φαμένου κερόεις Σιληνὸς ἀνέστη, καὶ τριγέρων βαρύθοντι Μάρων ἀνεπήλατο ταρσῷ402 in vol. 1
160χρύσεον ἀστράπτοντα μέγαν κρητῆρα δοκεύων, οὐχ ὅτι χρύσεος ἦεν † ὑπέρτερος, ἀλλ’ ὅτι μοῦνον εἶχεν ἐυρραθάμιγγα παλαίτατον ὄγκον ἐέρσης ἄκρου χείλεος ἄχρις· ἔρως δέ μιν ἡδέος οἴνου θῆκε νέον, πολιὴν δὲ βιήσατο Βακχιὰς ὀδμή·
165καὶ πόδας ἀμφελέλιζεν ἑῆς πειρώμενος ἀλκῆς, μὴ βαρὺ γῆρας ἔπαυσε λελασμένα γυῖα χορείης. καὶ ψυχὴν Σταφύλοιο γέρων μειλίξατο φωνῇ, νηφάλιον λασίῳ προχέων ἔπος ἀνθερεῶνι· „εἰμὶ Μάρων, συνάεθλος ἀπενθήτοιο Λυαίου·
170δακρυχέειν οὐκ οἶδα· τί δάκρυσι καὶ Διονύσῳ; κύκλα ποδῶν ἐμὰ δῶρα ταφήια σῷ παρὰ τύμβῳ· δέξο με μειδιόωντα· Μάρων οὐκ οἶδε μερίμνας, οὐ γόον οἶδε Μάρων, οὐ πενθάδος ὄγκον ἀνίης· ἱμερόεις πέλε λάτρις ἀπενθήτου Διονύσου.
175ἵλαθι σεῖο Μάρωνι, καὶ εἰ πίες ὕδατα Λήθης, δὸς χάριν, ὄφρα πίοιμι παλαιγενέος χύσιν οἴνου, Σιληνὸς δὲ νέος πιέτω νέον ὄγκον ὀπώρης.
καὶ Σταφύλῳ μετὰ πότμον, ἅτε ζώοντι, χορεύσω, ὅττι χορὸν προβέβουλε φιλοκνίσοιο τραπέζης·403 in vol. 1
180σοί, Στάφυλε, ζώοντι καὶ οὐ πνείοντι χορεύω κῶμον ἀνακρούων ἐπιτύμβιον· εἰμὶ δὲ Βάκχου, οὐ θεράπων Φοίβοιο, καὶ οὐ μάθον αἴλινα μέλπειν, οἷα παρὰ Κρήτεσσιν ἄναξ ἐλίγαινεν Ἀπόλλων δακρυχέων ἐρατεινὸν Ἀτύμνιον· Ἡλιάδων δὲ
185ξεῖνος ἐγὼ γενόμην, ἀλλότριος Ἠριδανοῖο, εἰμὶ νόθος Φαέθοντος ὀλωλότος ἡνιοχῆος, οὐ Σπάρτης ναέτης· οὐ πένθιμον ἄνθος ἀείρω σείων ἁβρὰ πέτηλα φιλοκλαύτων ὑακίνθων. σήμερον εἰ Μίνωι παρήμενος ἶσα δικάζεις,
190εἴτε καὶ ἀνθεμόεσσαν ἔχεις Ῥαδαμάνθυος αὐλήν, Ἠλυσίου λειμῶνος ἐν ἄλσεσιν ἁβρὸν ὁδεύων, κέκλυθι σεῖο Μάρωνος· ἐγὼ δέ σοι ἀντὶ κυπέλλων ἀσπόνδοις στομάτεσσιν ἐρεύγομαι ἔμφρονα λοιβήν· ἵλαθι σεῖο Μάρωνι, δίδου δέ μοι οἴνοπα νίκην,
195νίκην πασιμέλουσαν· ἐγὼ δέ σοι ὑψόθι τύμβου σπείσω ἐμῶν χρυσέων πρωτάγρια καλὰ κυπέλλων ἀρχόμενος κρητῆρος ἐμῆς μετ’ ἀέθλια νίκης.“ ὣς εἰπὼν ἐχόρευε Μάρων ἑλικώδεϊ ταρσῷ, δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἀμείβων,

19

(200)

σιγὴν ποικιλόμυθον ἀναυδέι χειρὶ χαράσσων· ὀφθαλμοὺς δ’ ἐλέλιζεν ἀλήμονας, εἰκόνα μύθων, νεύματι τεχνήεντι νοήμονα ῥυθμὸν ὑφαίνων· καὶ κεφαλὴν ἐτίνασσε καὶ ἤθελε βόστρυχα σείειν, εἰ μὴ γυμνὰ μέτωπα λιπότριχος εἶχε καρήνου.404 in vol. 1
205οὐδὲ μέν, οἷα γέρων Τιτήνιον αἷμα κομίζων, ἔγραφε φωνήεντι τύπῳ Τιτηνίδα φύτλην, οὐ Κρόνον ἠὲ Φάνητα παλαίτερον, οὐδὲ γενέθλην Ἠελίου Τιτῆνος ὁμόχρονον ἥλικι κόσμῳ· ἀλλὰ λιπὼν ξύμπαντα ..... καὶ ἀστραίης χύσιν ὕλης
210οἰνοχόον Κρονίδαο σοφῇ ποίκιλλε σιωπῇ Ζηνὶ δέπας τανύοντα καὶ ἀθανάτων χορὸν ἄλλων αἰὲν ἐπασσυτέροισιν ἐυφραίνοντα κυπέλλοις, ἢ ζαθέην προχέοντα κατὰ κρητῆρος ἐέρσην· ἦν δέ οἱ ἁρμονίη γλυκερὸν ποτόν· ἀλλὰ καὶ αὐτὴν
215νέκταρ ἀρυομένην ὠρχήσατο παρθένον Ἥβην· ἐς Σατύρους δ’ ὁρόων Γανυμήδεος ἔγραφε μορφὴν χερσὶν ἀφωνήτοισι, καὶ ὁππότε δέρκετο Βάκχας, Ἥβην χρυσοπέδιλον ἐχέφρονι δείκνυε σιγῇ. τοῖα Μάρων ἐχάρασσε πολύτροπα δάκτυλα πάλλων,
220καὶ ποδὸς εὐρύθμοιο σοφὴν ἀνεσείρασεν ὁρμήν, ἀσταθέος τελέσας πολυκαμπέα μέτρα χορείης. ἵστατο δὲ τρομέων, δεδοκημένος ὄμματι λοξῷ,
τίς τίνα νικήσειε, τίς εἰς ἑὸν οἶκον ἱκάνοι μείζονα καὶ πλήθοντα μέθης κρητῆρα κομίζων.405 in vol. 1
225 Σιληνὸς δ’ ἐχόρευε· πολυστρέπτοιο δὲ τέχνης σύμβολα φωνήεντα κατέγραφε σιγαλέη χείρ. καὶ παλάμης τότε τοῖος ἔην τύπος, ὥς ποτε πολλὴ υἱέι Κυρήνης ἔρις ἔμπεσε καὶ Διονύσῳ ἀμφὶ πότου, μάκαρες δὲ συνήιον· οὐ τότε πυγμή,
230οὐ δρόμος, οὐ τότε δίσκος ἀέθλια· παιδὶ δὲ Φοίβου ὄργανα κεῖτο κύπελλα μεμηλότα καὶ Διονύσῳ καὶ δίδυμοι κρητῆρες, ὁ μὲν χρονίου χύσιν οἴνου, ὃς δὲ φέρων νέα δῶρα φιλοπτόρθοιο μελίσσης· καὶ Κρονίδης ἐκάθητο δικασπόλος, ἀθλοφόροις δὲ
235ἁβρὸς ἀγὼν τετάνυστο μελισταγέος περὶ νίκης· ὄργανα κεῖτο κύπελλα· καί, ὡς χρυσόπτερος Ἑρμῆς, αὐτὸς Ἔρως ἐρόεις ἐναγώνιος εἰς μέσον ἔστη, χειρὶ μιῇ καὶ κισσὸν ἔχων καὶ θαλλὸν ἐλαίης, Βάκχῳ κίσσινον ἄνθος, Ἀρισταίῳ δὲ προτείνων
240στέμμασι Πισαίοισιν ἐοικότα θαλλὸν ἐλαίης, Παλλάδος ἁγνὸν ἄγαλμα. μελικρήτῳ δὲ κυπέλλῳ πρῶτος Ἀρισταῖος κεράσας ὠδῖνα μελίσσης ὤρεγεν ἀθανάτοισι σοφὸν ποτόν, ἄλλον ἀπ’ ἄλλου
εὐφραίνων, καὶ ἔνειμε δέπας στοιχηδὸν ἑκάστῳ·406 in vol. 1
245τοῖσι μὲν ἀρχομένοισιν ἐυρραθάμιγγος ἐέρσης ὀξύτατος κόρος ἔσκεν, ἀρυομένων δὲ κυπέλλων τὸ τρίτον ἠρνήσαντο, καὶ οὐχ ἥψαντο τετάρτου, καὶ μέλιτος μέμψαντο ταχὺν κόρον· ἡδυπότου δὲ ἁβροχίτων Διόνυσος ἀπὸ κρητῆρος ἀφύσσων

19

(250)

κούφισε δισσὰ κύπελλα καὶ ὤρεγε δίζυγι παλμῷ τὸ πρῶτον Κρονίδῃ, τὸ δὲ δεύτερον ὤπασεν Ἥρῃ, πατροκασιγνήτῳ τρίτατον δέπας Ἐννοσιγαίῳ· ἑξείης δ’ ἅμα πᾶσι θεοῖς καὶ Ζηνὶ τοκῆι τερπομένοις ἐκέρασσε, κατηφιόωντι δὲ μούνῳ
255μειδιόων ἐτίταινε δέπας ζηλήμονι Φοίβῳ· οἱ δὲ πολυσπερέεσσι νόον θέλγοντο κυπέλλοις, διψαλέοι δ’ ἔτι μᾶλλον ἀεὶ γίνοντο πιόντες, καὶ πάλιν ᾔτεον ἄλλο, καὶ οὐ κόρος ἔσκε κυπέλλων. ἀθάνατοι δ’ ὀλόλυξαν, ἐπετρέψαντο δὲ Βάκχῳ
260οἰνάδος ἡδυπότοιο φέρειν πρεσβήια νίκης· καὶ μεθύων ἀκίχητος Ἔρως, ὀχετηγὸς ἀγῶνος,
κισσῷ βοτρυόεντι κόμην ἔστεψε Λυαίου. τοῦτο σοφῇ παλάμῃ κερόεις Σιληνὸς ὑφαίνων δεξιτερὴν μὲν ἔπαυσε, πολυσκάρθμῳ δὲ πεδίλῳ407 in vol. 1
265ἐκ χθονὸς ᾐώρητο καὶ ἠέρι πέμπεν ὀπωπάς, πῇ μὲν ἐπ’ ἀλλήλοισιν ὁμόζυγα ταρσὰ συνάπτων, πῇ δὲ διαζεύξας ἑτεραλκέι πάλλετο τέχνῃ, ἄλλοτε πουλυέλικτος ὑπὲρ δαπέδοιο χορεύων ὀρθὸς ἐπὶ πτέρναις ἑλικώδεϊ σείετο παλμῷ·
270δεξιτερῷ δ’ ἄγναμπτος ἐπεστηρίζετο ταρσῷ, δάκτυλον ἄκρον ἔχων ἑτέρου ποδὸς ἢ γόνυ κάμψας συμφερταῖς παλάμῃσιν ἢ ἐκταδίην πτύχα μηρῶν, Σιληνὸς βαρύγουνος, ἔχων ποδὸς ὄρθιον ὁρμήν· καὶ πόδα λαιὸν ἄειρεν ἐπὶ πλευροῖο καὶ ὤμου
275κουφίζων ἑλικηδόν, ὀπισθοτόνῳ δ’ ὑπὸ τέχνῃ καμπύλον ᾐώρησεν ἐπ’ αὐχένι ταρσὸν ἑλίξας· καὶ βαλίῃ στροφάλιγγι παλιννόστοιο χορείης ὕπτιος αὐτοέλικτος ἐκάμπτετο κυκλάδι τέχνῃ πεπταμένην ἐπίκυρτον ἐς ἠέρα γαστέρα φαίνων,
280τὴν αὐτὴν στεφανηδὸν ἀτέρμονα νύσσαν ἀμείβων· καὶ κεφαλὴ πεφόρητο παρήορος, οἷά περ αἰεὶ ἁπτομένη δαπέδοιο καὶ οὐ ψαύουσα κονίης· καὶ ποδὶ λαχνήεντι πέδον Σιληνὸς ἑλίσσων ἄστατος ἔνθα καὶ ἔνθα ποδῶν βακχεύετο παλμῷ.
285καὶ τότε γούνατα κάμνε, τινασσομένου δὲ καρήνου
ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησεν ἀρούρῃ· καὶ ποταμὸς μορφοῦτο· δέμας δέ οἱ ἔβλυεν ὕδωρ χεύμασιν αὐτομάτοισιν· ἀμειβομένου δὲ μετώπου εἰς προχοὴν ἐπίκυρτον ἐκυμαίνοντο κεραῖαι,408 in vol. 1
290καὶ ῥόθιον κορυφοῦτο κυκώμενον ὕψι καρήνου, καὶ βυθὸς ἰχθυόεις ψαμάθῳ κοιλαίνετο γαστήρ· Σιληνοῦ δὲ χυθέντος ἀμειβομένη πέλε χαίτη εἰς θρύον αὐτοτέλεστον· ὑπὲρ ποταμοῖο δὲ γείτων ὀξυτενὴς σύριζε δόναξ δεδονημένος αὔραις
295αὐτοφυής. γλυκερὴν δὲ Μάρων † ἐδύσατο νίκην, ἀγκὰς ἔχων κρητῆρα βεβυσμένον ἡδέος οἴνου· Σιληνοῦ δὲ χυθέντος ἀέθλιον, οἷά τε λοιβήν, ἀργύρεον κρητῆρα λαβὼν ἔρριψε ῥεέθροις, καὶ προχοὰς ἐμέθυσσε χοροπλεκέος ποταμοῖο,

19

(300)

χῶρος ὅθεν κρητῆρος ἐπώνυμος, ἡδυπότου δὲ Σιληνοῦ κελάδοντος ἀκούεται εὔιον ὕδωρ. καί τινα μῦθον ἔλεξε Μάρων ποταμηίδι πηγῇ· „οὔ σε Μάρων, Σιληνέ, βιάζεται· εἰς σὲ δὲ ῥίψω οἶνον ἐρευθιόωντα καὶ οἰνοδόκον σε καλέσσω.
305δέξο, μέθης ἀκόρητε, τεὸν μέθυ, δέχνυσο Βάκχου
ἀργύρεον κρητῆρα, καὶ ἔσσεαι ἀργυροδίνης. εἱλιπόδη Σιληνέ, καὶ ἐν προχοῇσι χορεύεις, σεῖο ποδῶν στροφάλιγγα καὶ ἐν ῥοθίοισι φυλάσσεις, εἰσέτι κωμάζεις διερὸν τύπον· ἀλλὰ σὺ Βάκχαις409 in vol. 1
310ἵλαθι καὶ Σατύροισι καὶ οἰνοπότῃσιν ὀπώρης Σιληνούς τε φύλασσε, τεῆς βλάστημα γενέθλης· ἀκροπότῃ δὲ Μάρωνι χαρίζεο, μηδέ σε νίκης ζῆλον ὑποκλέπτοντα καὶ ἐν ποταμοῖσι νοήσω. ὕδασι μᾶλλον ἄεξε Μαρωνίδος οἶνον ὀπώρης·
315ἔσσο καὶ ἐν ποταμοῖσιν ὁμοφρονέων Διονύσῳ. νήπιε, τίς σε δίδαξεν ἀρειοτέροισιν ἐρίζειν; Σιληνὸς πάλιν ἄλλος, ὑπέρβιον αὐλὸν ἀμείβων, αὐχένα γαῦρον ἄειρε καὶ εἰς ἔριν ἤλυθε Φοίβῳ· ἀλλά ἑ γυμνώσας λασίου χροός, ἔρνεϊ δήσας,
320ἔμπνοον ἀσκὸν ἔθηκε, καὶ ὑψόθι πολλάκι δένδρου ἐνδόμυχος κόλπωσε τύπον μιμηλὸν ἀήτης, οἷα πάλιν μέλποντος ἀσιγήτοιο νομῆος· καί μιν ἐποικτείρων μορφώσατο Δελφὸς Ἀπόλλων, καὶ ποταμὸν ποίησεν ὁμοίιον· εἰσέτι κείνου
325Σιληνοῦ λασίοιο φατίζεται ἀγκύλον ὕδωρ, καὶ κτύπον ἠνεμόφοιτον ἐρεύγεται, οἷά περ αἰεὶ ἀντιτύποις δονάκεσσι μελιζομένου ποταμοῖο. καὶ σὺ δέμας μετάμειψας ἀρείονι νεῖκος ἀνάψας Σιληνῷ προτέρῳ πανομοίιος. ἀλλὰ σὺ νύμφην410 in vol. 1
330μηκέτι μαστεύσειας ἀσάμβαλον ἠθάδα Βάκχην, Βάκχην λυσιέθειραν ὀρειάδα· λυσικόμων γὰρ Νηιάδων ἀπέλεθρος ἐυφραίνει σε γενέθλη. μηκέτι μαστεύσῃς ὀφιώδεα δεσμὰ Λυαίου, ἐγχέλυας μεθέπων σκολιὴν ὠδῖνα ῥεέθρων,
335καὶ στικταῖς φολίδεσσιν ἀρηρότες ἀντὶ δρακόντων ἰχθύες ὑμετέροισιν ἐφερπύζουσι ῥεέθροις. εἰ δὲ σὺ βοτρυόεντος ἐνοσφίσθης Διονύσου, μᾶλλον ἐπολβίζω σε· σὺ γὰρ καὶ βότρυν ἀέξεις ... τί πλέον ἤθελες ἄλλο τεῶν θρεπτῆρα ῥοάων
340Ζῆνα φέρων μετὰ Βάκχον, ὅλης γενετῆρα γενέθλης; ... ἀντὶ τεῶν Σατύρων ποταμῶν στίχες· ἀντὶ δὲ ληνοῦ Ὠκεανοῦ κελάδοντος ὑπὲρ νώτοιο χορεύεις. εἴκελον εἶδος ἔχεις καὶ ἐν ὕδασιν· οὐ νέμεσις δὲ
Σιληνὸν κομόωντα βοοκραίροισι μετώποις411 in vol. 1
345ταυρείην κερόεσσαν ἔχειν ποταμηίδα μορφήν.“ εἶπε Μάρων· καὶ πάντες ἐθάμβεον ἀγκύλον ὕδωρ Σιληνοῦ ζαχύτοιο κυβιστητῆρος ἰδόντες,
ἰσοφυὲς μίμημα πολυγνάμπτου ποταμοῖο.412 in vol. 1

20

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΙΚΟΣΤΟΝ.
1 Λῦτο δ’ ἀγών· Σάτυροι δὲ σὺν εὐθύρσῳ Διονύσῳ Βότρυος ἀφνειοῖσιν ἐναυλίζοντο μελάθροις. τοῖσι δὲ δαινυμένοις ἐπεκώμασαν οἰνάδες Ὧραι· καὶ κτύπος ἦν τυπάνων ἐπιδόρπιος, ὀξὺ δὲ σύριγξ
5ἀμφιλαφὴς ἐλίγαινεν, ἀρυόμενοι δὲ κυπέλλοις οἰνοχόοι μογέεσκον ἀλωφήτῳ παρὰ δείπνῳ· καὶ πλέον αἰτίζεσκον ὀπάονας οἶνον ἀφύσσειν δαιτυμόνες σαίνοντες· ἀνεσκίρτησε δὲ Βάκχη κύμβαλα δινεύουσα, φιλοσκάρθμοιο δὲ κούρης
10ἄπλοκος ἀκρήδεμνος ἐσείετο βόστρυχος αὔραις. καὶ θεὸς ἀμπελόεις, καλέσας Σταφύλοιο γυναῖκα, αὐχμὸν ἀποσμήξας ἐπεκόσμεεν οἴνοπι πέπλῳ· καὶ Πίθον εὐρυγένειον ὅλον ῥυπόωντα καθήρας ἀργεννῷ παλίνορσος ἀνεχλαίνωσε χιτῶνι,
15ῥίψας πένθιμα πέπλα χυτῇ πεπαλαγμένα τέφρῃ· οὐκέτι δ’ αὐτοχύτοισι παρήια δάκρυσι δεύων Βότρυς ἀνεστενάχιζε, Διωνύσῳ δὲ πιθήσας
φωριαμοὺς ὤιξε θυώδεας· οἰγομένων δὲ μαρμαρυγὴ σελάγιζε πολυγλήνων ἀπὸ πέπλων·413 in vol. 1
20κεῖθεν ἑλὼν Σταφύλου βασιλήια φαιδρὰ τοκῆος δύσατο πορφυρέῳ πεπαλαγμένα φάρεα κόχλῳ, καὶ θαλίης ψαύοντι συνειλαπίναζε Λυαίῳ. τοῖσι δὲ τερπομένοισιν ἀνέδραμεν Ἕσπερος ἀστὴρ φέγγος ἀναστείλας χοροτερπέος ἠριγενείης.
25δαιτυμόνων δὲ φάλαγγες ἀμοιβάδες ἔνδοθεν αὐλῆς ὕπνου δῶρον ἕλοντο βαθυστρώτων ἐπὶ λέκτρων. καὶ Πίθος ἄγχι Μάρωνος ἀνήιεν εἰς μίαν εὐνήν, νεκταρέης εὔοδμον ἀναβλύζων πόμα ληνοῦ, ἀλλήλους δ’ ἐμέθυσσαν ἴσην πέμποντες ἀυτμὴν
30πάννυχον. Εὐπετάλη δέ, τιθηνήτειρα Λυαίου, δαλὸν ἀναψαμένη καὶ Βότρυϊ καὶ Διονύσῳ δισσὴν ἀμφοτέροις ἁλιπόρφυρον ἔντυεν εὐνήν· γείτονι δ’ ἐν θαλάμῳ Σατύρων δίχα, νόσφι Λυαίου, ἀμφίπολοι στορέσαντο λέχος χρύσειον ἀνάσσῃ.
35 Βάκχῳ δ’ ἦλθεν ὄνειρος, Ἔρις πολέμοιο τιθήνη, ἅρμασι μιμηλοῖσιν ἐφεδρήσσουσα λεόντων, Ῥείης εἶδος ἔχουσα, φιλοκροτάλοιο θεαίνης· καὶ Φόβος ἡνιόχευεν ὀνειρείων ζυγὰ δίφρων ἀντιτύποις μελέεσσι νόθος μορφούμενος Ἄττις,
40καὶ θρόον ὀξὺν ἔχων ἁπαλόχροος ἄρσενι μορφῇ ἡνίοχον Κυβέλης ἀπεμάξατο θήλεϊ φωνῇ· Βάκχου δ’ ὑπναλέοιο παρεστηυῖα καρήνῳ φοιτὰς Ἔρις νεμέσησε, καὶ ἐγρεμόθῳ φάτο φωνῇ· „ὑπνώεις, Διόνυσε θεηγενές· εἰς ἐνοπὴν δὲ414 in vol. 1
45Δηριάδης καλέει σε, καὶ ἐνθάδε κῶμον ἐγείρεις· μητρυιὴ δ’ ὁρόωσα τεὴν φύξηλιν ἐνυὼ Ἥρη κερτομέει σε, σὺ δὲ στρατὸν εἰς χορὸν ἕλκεις. αἰδέομαι Κρονίωνι φανήμεναι, ἅζομαι Ἥρην, ἅζομαι ἀθανάτους, ὅτι μὴ κάμες ἄξια Ῥείης·

20

(50)

Τιτήνων δ’ ὀλετῆρα, προασπιστῆρα τοκῆος, αὐχένα γαῦρον ἔχοντα κατ’ οὐρανὸν Ἄρεα φεύγω, ἀσπίδα κουφίζοντα διάβροχον ἠθάδι λύθρῳ· καὶ γνωτὴν σέο μᾶλλον, ἀριστογόνοιο τοκῆος αὐτοτελῆ γονόεντος ἀμήτορα παῖδα καρήνου,
55Παλλάδα δειμαίνω κορυθαιόλον, ὅττι καὶ αὐτὴ μέμφεται ἄρσενα Βάκχον ἀεργέα θῆλυς Ἀθήνη· εἴκαθεν αἰγίδι θύρσος, ἐπεί ποτε Παλλὰς ἀγήνωρ αἰγίδα κουφίζουσα πύλας ἔστεψεν Ὀλύμπου, Τιτήνων σκεδάσασα θυελλήεσσαν ἐνυώ,
60πατρῴου δ’ ἐγέραιρε σοφὴν ὠδῖνα καρήνου· καὶ σὺ Διὸς γονόεσσαν ἐπαισχύνεις πτύχα μηροῦ. ἠνίδε, πῶς γελόωσι καὶ Ἑρμείας καὶ Ἀπόλλων, ὃς μὲν ἀερτάζων δίδυμον βέλος εἰσέτι λύθρῳ
ὑψιλόφων τεκέων πεπαλαγμένον Ἰφιμεδείης,415 in vol. 1
65ὃς δὲ καταφθιμένοιο πολυβλεφάροιο νομῆος ῥάβδον ἔχων ὀλέτειραν· ἐγὼ δ’ ἐμὸν αἰθέρα φεύγω μῶμον ἀλυσκάζουσα φυγοπτολέμου Διονύσου. θύρσους δ’ ἠρεμέοντας ὀπιπεύουσα Λυαίου μέμφεται ὀρχηστῆρι φιλοσκοπέλῳ Διονύσῳ
70παρθένος Ἰοχέαιρα, κυβερνήτειρα δὲ δίφρου οὐτιδανῶν ἐλάφων, βαλίων ὀλέτειρα λαγωῶν, μέμφεται οὐρεσίφοιτος ὀρειάδος ἐγγύθι Ῥείης πορδαλίων ἐλατῆρι καὶ ἡνιοχῆι λεόντων. παιδὸς ἐμοῦ Διὸς οἶκον ἀναίνομαι· ἐν γὰρ Ὀλύμπῳ
75ἅζομαι αὐχήεσσαν ἀγαλλομένην ἔτι Λητώ, ἰὸν ἐμοὶ τανύουσαν ἑῶν χραισμήτορα λέκτρων, Γηγενέος Τιτυοῖο ποθοβλήτοιο φονῆα. καὶ διδύμαις ὀδύνῃσιν ἱμάσσομαι, ὅττι δοκεύω ἀχνυμένην Σεμέλην καὶ ἀγήνορος ἀστέρα Μαίης.
80οὐ σὺ Διὸς τεκέεσσιν ὁμοίιος· οὐ κτάνες ἰῷ Ὦτον ἀπειλητῆρα καὶ ὑψιπόδην Ἐφιάλτην, οὐ Τιτυὸν πτερόεντι τεῷ κατέπεφνες ὀιστῷ, οὐ θρασὺν Ὠρίωνα δυσίμερον, οὐ πρόμον Ἥρης Ἄργον, ἀεξικάκοιο βοοσκόπον υἱὸν ἀρούρης,
85Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων·
ἀλλὰ παρὰ Σταφύλῳ καὶ Βότρυϊ κῶμον ὑφαίνεις, ἀκλειὴς ἀσίδηρος ἐποίνιον ὕμνον ἀείδων· αἰσχύνεις Σατύρων χθόνιον γένος, ὅττι καὶ αὐτοὶ Βακχιάδος ψαύοντες ἀναιμάκτοιο χορείης416 in vol. 1
90ἄρεος ἐλπίδα πᾶσαν ἐπετρέψαντο κυπέλλοις. ἔστι καὶ εἰλαπίνη μετὰ φύλοπιν, ἔστι χορεύειν Ἰνδῴην μετὰ δῆριν ἔσω Σταφύλοιο μελάθρου· πηκτίδες † οὐ ψαύουσιν ἐνυαλίην μετὰ νίκην· νόσφι πόνων οὐκ ἔστιν ἀνέμβατον αἰθέρα ναίειν·
95οὐ πέλε ῥηιδίη μακάρων ὁδός· ἐξ ἀρετῆς δὲ ἀτραπὸς Οὐλύμποιο θεόσσυτος εἰς πόλον ἕλκει. τέτλαθι καὶ σὺ πόνους πολυειδέας· οὐρανίην γὰρ Ἥρη σοὶ κοτέουσα Διὸς μαντεύεται αὐλήν.“ ὣς φαμένη πεπότητο. θεὸς δ’ ἀνεπήλατο λέκτρων,

20

(100)

φρικτὸν ἔχων ἔτι δοῦπον ἀπειλητῆρος ὀνείρου .... καὶ θρασὺς ἄνθορε Βότρυς, ἑὸν δ’ ἔνδυνε χιτῶνα Σιδονίης ἀκτῖνας ἀκοντίζοντα θαλάσσης, καὶ χρυσέῳ συνέεργεν ἀρηρότα ταρσὰ πεδίλῳ·
ὤμοις δ’ ἀκαμάτοισι περὶ κληῖδα φυλάσσων417 in vol. 1
105φαιδρὸν ἁλιχλαίνων περονήσατο φᾶρος ἀνάκτων, πατρῴην λαγόνεσσι βαλὼν ὑψήνορα μίτρην, σκῆπτρον ἔχων. Σάτυροι δὲ δαφοινήεσσαν ἀπήνην πορδαλίων ἔζευξαν ἐπειγομένῳ Διονύσῳ· Σιληνοὶ δ’ ἀλάλαζον· ἐμυκήσαντο δὲ Βάκχαι
110θυρσοφόροι· στρατιαὶ δὲ συνήλυδες εἰς μόθον Ἰνδῶν στοιχάδες ἐρρώοντο· καὶ ἔβρεμεν αὐλὸς Ἐνυοῦς· κεκριμένας δὲ φάλαγγας ἐκόσμεον ἡγεμονῆες. καί τις ὑπὲρ νώτοιο θορὼν ἐπιβήτορι παλμῷ εἰς δρόμον ἐσσυμένης λοφιὴν ἐπεμάστιεν ἄρκτου
115λυσσαλέης· ἕτερος δὲ δασύτριχα γαστέρα νύσσων ἄγριον ἡνιόχευε καλαύροπι ταῦρον ὁδίτην, πλευραῖς ἀμφοτέραις κεχαλασμένα ταρσὰ συνάπτων· ὃς δὲ δασυστέρνων ῥαχίης ἐπέβαινε λεόντων αὐχενίων πλοκάμων δεδραγμένος ἀντὶ χαλινοῦ.
120 καὶ μέγαρον πατρῷον ὁμοῦ καὶ κλῆρον ἐάσσας Βότρυς ἐρευθήεις, τετράζυγον ἅρμα τιταίνων, σύνδρομος ἡνιόχευε φιλοσταφύλῳ Διονύσῳ, δμῶας ἔχων κατόπισθε· Μέθῃ δ’ ἅμα μητέρι νύμφη
λευκοχίτων ἀνέβαινεν ἐς ἀργυρόκυκλον ἀπήνην,418 in vol. 1
125καὶ ζυγίων Φασύλεια κυβερνήτειρα λεπάδνων εἰς λόφον ἡμιόνων χρυσέην ἐλέλιζεν ἱμάσθλην· καὶ Πίθος εὐρυκάρηνος, ὀπίστερον ἅρμα τιταίνων, ἕσπετο θητεύων καὶ Βότρυϊ καὶ Διονύσῳ. οὐ μὲν ἔην ἀγέραστος· ἑλὼν δέ μιν ἐς χθόνα Λυδῶν
130Βάκχος ἄναξ ἔστησε μέθης ἐγκύμονι ληνῷ, δεχνύμενον χυτὸν ὄγκον ἐυρραθάμιγγος ὀπώρης ἄγγεσιν οἰνοδόκοις, ὅθεν οὔνομα τοῦτο φυλάσσων πορφυρέῳ κενεῶνι πίθος παρὰ γείτονι ληνῷ ἵσταται εὔια δῶρα δεδεγμένος εἰσέτι Βάκχου,
135σῆμα Πίθου προτέροιο· καὶ εἰ βροτέην λάχε φωνήν, τοῖον ἔπος Σατύροισιν ἐρεύγετο κῶμον ἀκούων· „εἰμὶ Πίθος, προτέροιο φερώνυμος, ἄγχι δὲ ληνοῦ δέχνυμαι ἡμερίδων γλυκερὸν ῥόον· Ἀσσυρίου δὲ λάτρις ἐγὼ Σταφύλου καὶ Βότρυος, ἀμφοτέρους δὲ
140νηπιάχους ἔθρεψα γέρων τροφός· εἰσέτι δ’ ἄμφω, οἷα πάλιν ζώοντας, ἐμαῖς λαγόνεσσιν ἀείρω.“ καὶ τὰ μὲν ὣς ἤμελλε μετὰ χρόνον ὀψὲ τελέσσαι Βάκχος ἄναξ. περόων δὲ Τύρον καὶ Βύβλον ὁδεύων καὶ ποταμοῦ θυόεντος Ἀδώνιδος εὔγαμον ὕδωρ
145καὶ σκόπελον Λιβάνοιο καὶ ἔνδια Κυπρογενείης
Ἀρραβίης ἐπέβαινε, καὶ εὐόδμων ἀπὸ δένδρων ... Νυσιάδος τανύφυλλον ἐθάμβεε δειράδα λόχμης καὶ πόλιν αἰπύδμητον, ἀκοντοφόρων τροφὸν ἀνδρῶν. ἔνθα τις, Ἄρεος αἷμα, μιαιφόνος ᾤκεεν ἀνήρ,419 in vol. 1

20

(150)

ἤθεσι ῥιγεδανοῖσιν ἔχων μίμημα τοκῆος, ὀθνείους ἀθέμιστος ἀμεμφέας εἰς μόρον ἕλκων, αἰνομανὴς Λυκόοργος· ἀποκταμένων δὲ σιδήρῳ ἔστεφεν ἀνδρομέοισιν ἑὸν πυλεῶνα καρήνοις εἴκελος Οἰνομάῳ καὶ ὁμόχρονος, οὗ ποτε δειλὴ
155πατρὸς ἀνυμφεύτοισι δόμοις ἐφυλάσσετο κούρη χήρη, γηραλέη, γαμίων ἔτι νῆις ἐρώτων, εἰσόκε Τανταλίδης, ἱππήλατον οἶδμα χαράσσων, ἄβροχον ἅρμα φέρων τετράζυγον Ἐννοσιγαίου νυμφίδιον δρόμον εἶχεν, ὅτε τροχοειδέι κύκλῳ
160Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ, οἶκτον ἔχων καὶ ἔρωτα γοήμονος Ἱπποδαμείης· καὶ δρόμος ἦν ἀνόνητος· ὑπ’ Ἠελίοιο δὲ δίφρῳ κηροπαγὴς φλογόεντι † ῥυμὸς θερμαίνετο πυρσῷ,
165καὶ τροχὸν ἠκόντιζε λυθεὶς μινυώριος ἄξων.
τοῖος ἔην Λυκόοργος ὁμότροπος· ἀχθοφόρους δὲ πολλάκις ἐν τριόδοισιν ἀλήμονας ἄνδρας ὁδίτας δήσας εἰς δόμον εἷλκεν, Ἐνυαλίῳ δὲ τοκῆι δαιτρεύων ἱέρευε· δαϊζομένων δὲ μαχαίρῃ420 in vol. 1
170ἄκρα λαβὼν ἐπύκαζε κακοξείνους πυλεῶνας. ὡς δ’ ὅτε δυσμενέων μετὰ φύλοπιν ὀψὲ μολόντος ἀνδρὸς ἀκοντοφόροιο νέης ἀναθήματα νίκης, ἀσπίδες ἢ πήληκες, ἐπεκρεμόωντο μελάθρῳ, οὕτω καὶ φονίοιο παρὰ προπύλαια Λυκούργου
175ἄκρα ποδῶν καὶ χεῖρες ἐπῃώρηντο θανόντων. καὶ φόνος ἦν· ξενίου δὲ Διὸς παρὰ γείτονι βωμῷ ὀθνεῖοι στενάχοντες ἐμιστύλλοντο μαχαίρῃ, οἷα βόες καὶ μῆλα, περιρραίνοντο δὲ βωμοὶ σφαζομένων, στικτὴ δὲ κόνις φοινίσσετο λύθρῳ
180δώματος ἀμφὶ θύρετρα· βιαζόμενοι δὲ πολῖται ἀντὶ Διὸς σύροντο θυηπολέειν Λυκοόργῳ. οὐδὲ λάθες, Διόνυσε, δολορραφέος φθόνον Ἥρης· ἀλλὰ πάλιν κοτέουσα τεῇ θεόπαιδι γενέθλῃ ἄγγελον Ἶριν ἔπεμπε δυσάγγελον, ὄφρα σε θέλξῃ
185κλεψινόῳ κεράσασα δόλῳ ψευδήμονα πειθώ· δῶκε δέ οἱ βουπλῆγα θεημάχον, ὄφρα κομίσσῃ Ἀρραβίης μεδέοντι, Δρυαντιάδῃ Λυκοόργῳ.
οὐδὲ θεὰ δήθυνεν· ἀμειβομένῳ δὲ προσώπῳ Ἄρεος ἀντιτύποιο νόθην ἐψεύσατο μορφήν·421 in vol. 1
190καὶ λόφον εὐπήληκα διαιθύσσουσα καρήνου, δαιδαλέους κροκόεντας ἑοὺς ῥίψασα χιτῶνας, κερδαλέῳ θώρηκι καλύπτετο, μαῖα κυδοιμοῦ, αἱμαλέῳ θώρηκι, καὶ ἐγρεκύδοιμον ἀπειλὴν ἄρσενα κερδαλέη βλοσυρῷ πέμπουσα προσώπῳ
195γλῶσσαν Ἐνυαλίου τροχαλῇ μιμήσατο φωνῇ· „τέκνον, ἀνικήτου σπόρος Ἄρεος, ἦ ῥα καὶ αὐτὸς Βασσαρίδων τρομέεις ἁπαλόχροα θῆλυν ἀπειλήν; οὐκ ἀπὸ Θερμώδοντος Ἀμαζόνες εἰσὶ καὶ αὐταί, οὐκ ἀπὸ Καυκασίοιο μαχήμονές εἰσι γυναῖκες·

20

(200)

οὐ θοὰ τόξα φέρουσι καὶ οὐ δονέουσιν ὀιστούς· οὐ θρασὺν ἵππον ἔχουσιν ἀρήιον· οὐδ’ ὑπὲρ ὤμων βάρβαρον ἡμιτέλεστον ἐλαφρίζουσι βοείην. αἰδέομαι καλέων σε ποτὶ κλόνον, ὅττι γυναῖκες δῆριν ἀπειλείουσιν ἀδηρίτῳ Λυκοόργῳ.
205ἠρεμέεις, Λυκόοργε, κορυσσομένου Διονύσου; θνητὸς ἀνὴρ πέλεν οὗτος ἀώριος, οὐκ ἀπὸ φύτλης οὐρανίης βλάστησε· Διὸς δέ μιν Ἑλλάδι φήμῃ ἔμμεναι ἔπλασε μῦθος· ἐγὼ δ’ οὐκ οἶδα πιθέσθαι ἀμφὶ τόκου Κρονίωνος, ὅτι βροτὸν ἄρσενι μηρῷ
210υἱέα θῆλυν ἔτικτε πατὴρ ἐμὸς ὑψιμέδων Ζεύς·
μύθοις ψευδαλέοις οὐ πείθομαι, εἰ βροτὸς ἀνὴρ Ζηνὸς ἐμοῦ τόκον ἔσχεν, ὅθεν βλάστησεν Ἀθήνη· Ζεὺς ἐμὸς οὐ δεδάηκεν ἀνάλκιδα παῖδα λοχεῦσαι· Ἄρεα σὸν γενέτην ἔχε μάρτυρον· οἶδας Ἀθήνην422 in vol. 1
215παῖδα Διὸς θήλειαν ἀρειοτέρην Διονύσου. τέκνον ἐμόν, μεθέπεις ἴδιον σθένος, οὐδὲ χατίζεις πατρὸς Ἐνυαλίοιο, καὶ εἰ πολέμοισιν ἀνάσσει· ἔμπης δ’, ἢν ἐθέλῃς, θωρήξομαι, οὐδέ σε λείψω μοῦνον ἐνὶ πτολέμοισι· θεὰ δέ σοι, εἰ χρέος εἴη,
220γνωτὴ Ζηνὸς ἄκοιτις ὁμόστολος εἰς μόθον Ἥρη ἕσπεται υἱωνοῖο προασπίζουσα Λυκούργου“ ... „... στήσω δ’ ὑμετέρου θεοδέγμονος ἔνδοθι νηοῦ θύρσους Βασσαρίδων, νόθα δούρατα· βουκεράων δὲ Κενταύρων ἀτίνακτα κεράατα μακρὰ δαΐξας
225τοξοφόρων Ἀράβων κεραελκέα τόξα τελέσσω, ὡς θέμις· ἐκταδίην δὲ ταμὼν δολιχόσκιον οὐρὴν Σιληνῶν λασίην τελέσω πλήξιππον ἱμάσθλην. ταῦτα μὲν εἰς σὲ φέρω μετὰ φύλοπιν· ἀπτολέμου δὲ
Βάκχου ξανθὰ πέδιλα γυναικείους τε χιτῶνας423 in vol. 1
230πορφυρέους καὶ θῆλυν ἐπ’ ἰξύι κυκλάδα μίτρην γνωτῇ σεῖο δάμαρτι φυλάξομεν Ἀφρογενείῃ, ἅρμενα θήλεα δῶρα· γυναιμανέος δὲ Λυαίου ἀμφιπόλων στίχα πᾶσαν ἐμοῖς δμώεσσι συνάψω εἰς εὐνὴν ἀνάεδνον ἀναγκαίων ὑμεναίων,
235οἷα δορικτήτοισι πέλει θέμις· οὐτιδανοὺς δὲ ἡμερίδων ὄρπηκας, † εὔια δῶρα Λυαίου, θερμοτέρῳ σπινθῆρι δεδέξεται Ἀρραβίη φλόξ. καὶ βριαρὴ θεράπαινα χοροπλεκέος Διονύσου Βασσαρὶς ἀλλοίην ἐχέτω καὶ ἀήθεα τέχνην
240δώματα ναιετάουσα μετ’ οὔρεα, δαιδαλέην δὲ νεβρίδα καλλείψασα δέμας κρύψειε χιτῶνι, καρπὸν ἀλετρεύουσα μύλης τροχοειδέι πέτρῳ· καὶ στεφάνους ῥίψασα, καὶ ἣν καλέουσιν ὀπώρην, ξυνὰ διδασκέσθω μελεδήματα δίζυγι θεσμῷ,
245δμωὶς ἀναγκαίη καὶ Παλλάδι καὶ Κυθερείῃ ἠματίοις ταλάροισι καὶ ἐννυχίοις ὑμεναίοις, κερκίδα κουφίζουσα καὶ οὐκέτι κύμβαλα Ῥείης. Σιληνοὶ δὲ γέροντες ἐμῆς παρὰ δαῖτα τραπέζης εὔιον ἀείσωσι, καὶ ἠθάδος ἀντὶ Λυαίου

20

(250)

κῶμον ἀνακρούσωσι καὶ Ἄρεϊ καὶ Λυκοόργῳ.“ ὣς φαμένου μείδησε θεὰ χρυσόπτερος Ἶρις,
ψευδαλέην ἴρηκος ἐρετμώσασα πορείην. καί μιν ἰδὼν Λυκόοργος ἑὴν μαντεύσατο νίκην, γινώσκων ταχὺν ὄρνιν, ὅτι πτερὰ φοίνια πάλλων424 in vol. 1
255ἀδρανέας δεδάηκε πελειάδας εἰς φόβον ἕλκειν· εἶδε γάρ, εἶδεν ὄνειρον ὁμοίιον, ὡς παρὰ λόχμῃ χαιτήεις κεκόρυστο λέων λυσσώδεϊ λαιμῷ καὶ βαλίων ἐλάφων κεραὴν ἐδίωκε γενέθλην. τοῖον ὄναρ νοέων ἐκορύσσετο θυιάσι Βάκχαις,
260Βασσαρίδας κεμάδεσσιν ἀπειρομόθοισιν ἐίσκων, καὶ πλέον ἔλλαβε θάρσος. ἀναΐξασα δὲ δαίμων νεύμασιν Ἡραίοισι προάγγελος ἦλθε Λυαίῳ, ταρσὰ ποδῶν πτερόεντι περισφίγξασα πεδίλῳ, ῥάβδον ἐλαφρίζουσα, καὶ ὡς Διὸς ἄγγελος Ἑρμῆς
265Βάκχῳ χαλκοχίτωνι δολοπλόκον ἴαχε φωνήν· „γνωτέ, περισσονόοιο Διὸς τέκος, ἔκτοθι χάρμης ὄργια σεῖο κόμιζε φιλοξείνῳ Λυκοόργῳ. λεῖπε μόθον, μὴ κτεῖνε φίλους, μὴ φεῦγε γαλήνην, ἵλαθι μειλιχίοισι· τίς ἤπιον ἄνδρα δαμάσσει;
270μηδὲ τεοῖς ἱκέτῃσιν ἀναστήσειας ἐνυώ· μὴ τεὸν ἀστερόεντι δέμας θώρηκι καλύψῃς· μὴ κεφαλὴν σφίγξειας ἀερσιλόφῳ τρυφαλείῃ· μὴ τρίχα μιτρώσειας ἐχιδνήεντι κορύμβῳ· ἀλλὰ λιπὼν σέο θύρσα μιαιφόνα, καὶ κέρας οἴνου
275ἔμπλεον ἡδυπότοιο καὶ ἠθάδα ῥάβδον ἀείρων,
εὔια δῶρα τίταινε φιλοσταφύλῳ Λυκοόργῳ· ἄρτι δέμας κόσμησον ἀναιμάκτῳ σέο πέπλῳ, ἄρτι μέλος πλέξωμεν ἀθωρήκτοιο χορείης, καὶ στρατὸς ἠρεμέων μενέτω παρὰ δάσκιον ὕλην,425 in vol. 1
280μὴ μόθον ἐντύνειε γαληναίῳ βασιλῆι· ἀλλά, βαλὼν πλοκάμοισι φίλον στέφος, ἔρχεο χαίρων εἰς δόμον ἀκλήιστον ἑτοιμοτάτου Λυκοόργου, ἔρχεο κωμάζων ἅτε νυμφίος· Ἰνδοφόνους δὲ θύρσους σεῖο φύλαξον ἀπειθέι Δηριαδῆι.
285οὐ μὲν ἄναξ Λυκόοργος ἀνάλκιδα θυμὸν ἀέξει· ἔστι γὰρ Ἄρεος αἷμα Διιπετές, ἐν δὲ κυδοιμοῖς πατρὸς Ἐνυαλίοιο φέρων ἐμφύλιον ἀλκὴν οὐδὲ τεοῦ Κρονίωνος ὑποπτήσσειεν ἐνυώ.“ ὣς φαμένη παρέπεισε, μεταχρονίῳ δὲ πεδίλῳ
290αἰθέρος ἔνδον ἵκανε. δολοφροσύνῃ δὲ θεαίνης ἐγρεμόθους Διόνυσος ἑοὺς ἀπεσείσατο θύρσους καὶ κυνέην λοφόεσσαν ἑῶν ἀνέλυσε κομάων καὶ σάκος ἀστερόνωτον ἐθήκατο· χειρὶ δὲ γυμνῇ πορφυρέης ἤειρε βεβυσμένον ἄγγος ἐέρσης,
295ὀξὺ κέρας καὶ βότρυν ἀπενθέα· μηκεδανὴν δὲ ἄπλοκον ἀμπελόεντι κόμην ἐστέψατο κισσῷ. καὶ στρατιὴν εὔοπλον ἐγερσιμόθους τε γυναῖκας
ἐγγύθι Καρμήλοιο λιπὼν καὶ δίφρα λεόντων ἁβροχίτων ἀσίδηρος ἐκώμασε πεζὸς ὁδίτης·426 in vol. 1

20

(300)

καὶ μέλος εὐφροσύνης ἐπιδόρπιον ἴαχε σύριγξ, καὶ φίλιον σύριγμα συνωρίδες ἔβρεμον αὐλῶν· χερσὶ δὲ δινεύουσα φιλεύια ῥόπτρα Λυαίου Βασσαρὶς ἐσκίρτησε παρὰ προπύλαια Λυκούργου. καὶ θρασὺς ὡς ἤκουσεν ἄναξ ἀλάλαγμα χορείης, ...
305αὐλοῦ μελπομένοιο μέλος Βερεκυντίδος ἠχοῦς καὶ καναχῆς σύριγγος, ἀρασσομένης δὲ καὶ αὐτῆς μαίνετο παπταίνων διδυμόκτυπα κύκλα βοείης· καὶ θεὸν ἀμπελόεντα παρὰ προθύροισι δοκεύων, σαρδόνιον γελόων, φιλοκέρτομον ἴαχε φωνήν,
310Βασσαρίδων ἐλατῆρι χέων ἄσπονδον ἀπειλήν· „ἡμετέρων ὁράᾳς ἀναθήματα ταῦτα μελάθρων; καὶ σύ, φίλος, κόσμησον ἐμὸν δόμον ἢ σέο θύρσοις ἢ ποσὶν ἢ παλάμῃσιν ἢ αἱματόεντι καρήνῳ. εἰ κεραοῖς Σατύροισι, κερασφόρε Βάκχε, κελεύεις,
315ὑμέας ἶσα βόεσσιν ἐμῷ βουπλῆγι δαμάσσω. τοῦτό σοι ἐξ ἐμέθεν ξεινήιον, ὄφρα τις εἴπῃ, ἢ θεὸς ἢ μερόπων τις, ὅτι προπύλαια Λυκούργου ἡμιτόμοις μελέεσσιν ἐμιτρώθη Διονύσου. οὐ παρὰ Βοιωτοῖσιν ἀνάσσομεν, οὐ τάδε Θῆβαι,
320οὐ Σεμέλης δόμος οὗτος, ὅπῃ νόθα τέκνα γυναῖκες ἀστεροπῇ τίκτουσι καὶ ὠδίνουσι κεραυνῷ.
σείεις οἴνοπα θύρσον, ἐγὼ βουπλῆγα τινάσσω, καί σε διατμήξας βοέου κατὰ μέσσα μετώπου ὑμετέρην ἐπίκυρτον ἀναρρήξαιμι κεραίην.“427 in vol. 1
325 ὣς εἰπὼν ἐδίωκε Διωνύσοιο τιθήνας θεινομένας βουπλῆγι· φιλοσκάρθμων δὲ γυναικῶν ἡ μὲν ἑῆς παλάμης ἀπεσείσατο κύμβαλα Ῥείης, ἡ δὲ φιλοκροτάλων ἀπεθήκατο τύμπανα χειρῶν, ἄλλη βοτρυόεσσαν ἀπηκόντιζεν ὀπώρην,
330ἄλλη νεκταρέοισι συνωλίσθησε κυπέλλοις· πολλαὶ δ’ αὐτοκύλιστον ἀπερρίψαντο κονίῃ ἡδυμελῆ σύριγγα καὶ ἔμπνοον αὐλὸν Ἀθήνης. ὡς δ’ ὅτε τις μετὰ χεῖμα γαληναίῃ παρὰ λόχμῃ ἀννεφέλου Φαέθοντος ἰδὼν τερψίμβροτον αἴγλην
334a......................... ποιμήν,
335Πανὶ δὲ κῶμον ἔγειρε, συνωρχήσαντο δὲ Νύμφαι· ἄφνω δ’ ἐκ σκοπέλοιο χύθη μυκώμενον ὕδωρ κύμασι πυργωθέντος ὀρεσσιχύτου ποταμοῖο· αὐτὰρ ὁ συρίζων ἀπεσείσατο πηκτίδα χειρῶν
δειμαίνων θρασὺ κῦμα χαραδραίου ποταμοῖο,428 in vol. 1
340οἰδαλέῳ μὴ μῆλα κατακρύψειε ῥεέθρῳ· ὣς ὅ γε τερψινόου σκεδάσας ἀλάλαγμα χορείης εἰς ὄρος ὑψικάρηνον ἀνάμπυκας ἤλασε Βάκχας· καὶ κλονέων ἀχόρευτος ἀλήμονα θῆλυν ἐνυώ, θηγαλέον βουπλῆγα φέρων, κειμήλιον Ἥρης,
345χαλκοχίτων Λυκόοργος ἀτευχέι μάρνατο Βάκχῳ· καὶ κέλαδον βρονταῖον ἐπέκτυπε δύσμαχος Ἥρη, μητρυιὴ βαρύδουπος ἐπιβρίζουσα Λυαίῳ, καί μιν ἀνεπτοίησε· βαρυζήλου δὲ θεαίνης ὕψι κορυσσομένης ἐλελίζετο γούνατα Βάκχου·

20

(350)

ἔλπετο γὰρ Κρονίωνα προασπίζειν Λυκοόργου, αἰθερίου πατάγοιο τύπον βρονταῖον ἀκούων· ταρβαλέοις δὲ πόδεσσι φυγὼν ἀκίχητος ὁδίτης γλαυκὸν Ἐρυθραίης ὑπεδύσατο κῦμα θαλάσσης. τὸν δὲ Θέτις βυθίη φιλίῳ πήχυνεν ἀγοστῷ,
355καί μιν ἔσω δύνοντα πολυφλοίσβοιο μελάθρου χερσὶ φιλοξείνοισιν Ἄραψ ἠσπάζετο Νηρεύς· τὸν δὲ παρηγορέων φιλίῳ μειλίξατο μύθῳ· „εἰπέ, τί σοι, Διόνυσε, κατηφέες εἰσὶν ὀπωπαί; οὔ σε χαμαιγενέων Ἀράβων στρατός, οὔ σε διώκων
360θνητὸς ἀνὴρ νίκησε, καὶ οὐ βροτέην φύγες αἰχμήν· ἀλλὰ Διὸς Κρονίδαο κασιγνήτη δάμαρ Ἥρη οὐρανόθεν κεκόρυστο συναιχμάζουσα Λυκούργῳ,
Ἥρη καὶ μενέχαρμος Ἄρης καὶ χάλκεος αἰθήρ, τέτρατος ἦν Λυκόοργος ὁ τηλίκος· ὑψιμέδων δὲ429 in vol. 1
365πολλάκι σὸς γενέτης πρόμος αἰθέρος εἴκαθεν Ἥρῃ. σοὶ πλέον ἔσσεται εὖχος, ὅταν μακάρων τις ἐνίψῃ, ὅττι Διὸς μεγάλοιο δάμαρ καὶ σύγγονος Ἥρη χεῖρας ἑὰς θώρηξεν ἀθωρήκτῳ Διονύσῳ.“ τοῖα παρηγορέων Βρομίῳ μυθήσατο Νηρεύς.
370καὶ χαροποῖς ῥοθίοισι καλυπτομένου Διονύσου ἀσχαλόων Λυκόοργος ἐς ὕδατα ῥῆξεν ἰωήν· „αἴθε πατήρ με δίδαξε μετὰ κλόνον ἔργα θαλάσσης, ὥς κεν ἀεθλεύσοιμι καὶ ἰχθυβόλων ἐς ἀγῶνα ἀγρεύσας Διόνυσον, ὑποβρυχίων δ’ ἀπὸ κόλπων
375Λυδὸν ἐμὸν θεράποντα τὸ δεύτερον ἐς χθόνα σύρω. ἀλλ’, ἐπεὶ οὐ μάθον ἔργα θαλασσοπόρων ἁλιήων καὶ βυθίης οὐκ οἶδα δολορραφέος δόλον ἄγρης, Λευκοθέης ἔχε δῶμα βαθύρροον, εἰσόκε πόντου καὶ σὲ καὶ ὃν καλέουσι μεταστήσω Μελικέρτην,
380σύγγονον αἷμα φέροντα· καὶ οὐ χρέος ἐστὶ σιδήρου, οὐ χθονίου βουπλῆγος ἀφειδέος, ἀλλὰ χατίζω ἰχθυβόλων, ἵνα δύντες Ἐρυθραίης βυθὸν ἅλμης ἐνδόμυχον Διόνυσον ἀφαρπάξωσι θαλάσσης· ἰχθυβόλοι, Νηρῆος ἐρευνητῆρες ἐναύλων,
385δίκτυα μὴ νεπόδεσσιν ἐφαπλώσητε θαλάσσης, ἀλλὰ λίνοις Διόνυσον ἐρύσσατε· Λευκοθέη δὲ ἐς χθόνα νοστήσειε συναγρευθεῖσα Λυαίῳ, καὶ θρασὺς εἰς ἐμὸν οἶκον ὁμαρτήσειε Παλαίμων ἀβρέκτοις μελέεσσιν ὑποδρήσσων Λυκοόργῳ,430 in vol. 1
390ὄφρα λιπὼν Ἐφύρειον ἁλιτρεφέων δρόμον ἵππων δίφρον ἐμὸν ζεύξειεν ἐπιχθονίῃ παρὰ φάτνῃ, αὐτὸς ὁμοῦ καὶ Βάκχος ὀπάονες· εἷς δόμος ἔστω, εἷς δόμος ἀμφοτέροισι, Παλαίμονι καὶ Διονύσῳ.“ ὣς εἰπὼν κεχόλωτο, καὶ ἠπείλησε θαλάσσῃ
395καὶ πολιῷ Νηρῆι, καὶ ἤθελε πόντον ἱμάσσειν. Ζεὺς δὲ πατὴρ ἰάχησεν ἀμαιμακέτῳ Λυκοόργῳ· „ἀφραίνεις, Λυκόοργε, μάτην ἀνέμοισιν ἐρίζων· χάζεο σοῖσι πόδεσσιν, ἕως ὁρόωσιν ὀπωπαί. ἔκλυες, ὡς τὸ πάροιθεν ὀρεσσιχύτῳ παρὰ πηγῇ

20

(400)

γυμνὴν Τειρεσίας θηήσατο μοῦνον Ἀθήνην, οὐ δόρυ θοῦρον ἄειρε καὶ οὐ πολέμιζε θεαίνῃ, ἔμπης μοῦνον ὄπωπε καὶ ὤλεσε φέγγος ὀπωπῆς.“ τοῖον ἔπος κατέλεξε δι’ ἠέρος ὑψιμέδων Ζεὺς
δυσσεβίην ὑπέροπλον ὀπιπεύων Λυκοόργου.431 in vol. 1

21

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΙΚΟΣΤΟΝ ΠΡΩΤΟΝ.
1 Οὐδὲ Δρυαντιάδης προτέρης ἐπελήσατο χάρμης· ἀλλὰ λαβὼν βουπλῆγα τὸ δεύτερον ἔνδοθι λόχμης ... ἔθνεα Βασσαρίδων διζήμενος. Ἀμβροσίῃ δὲ δῶκε μένος καὶ θάρσος ἀρειμανὲς οὐράνιος Ζεύς,
5ἣ τότε βακχευθεῖσα κατάσχετος οἴδματι λύσσης μάρμαρον ἠέρταζε, καταιχμάζουσα Λυκούργου, καὶ βριαρὴν τρυφάλειαν ἀπεστυφέλιξε κομάων. αὐτὰρ ὁ θαρσήεις ἐπεμάρνατο μείζονι πέτρῳ τρηχαλέῳ, καὶ στέρνα βοώπιδος ἤλασε Νύμφης·
10οὐδέ μιν ἐπρήνιξε, χόλῳ δ’ ἀνενείκατο φωνήν· „Ἆρες, ἄναξ πολέμοιο, πάτερ κρατεροῖο Λυκούργου, αἰδόμενος σκοπίαζε τεὸν γόνον ἀντὶ Λυαίου οὐτιδανὴν ἀσίδηρον ὀιστεύοντα γυναῖκα. πόντος ἐμὸν βουπλῆγα βιάζεται· ἐν ῥοθίοις γὰρ
15κρύπτετο μὲν Διόνυσος, ἐγὼ δ’ ἄπρηκτος ὁδεύων
ἵξομαι εἰς ἐμὸν ἄστυ, πόνον δ’ ἀτέλεστον ἐάσσω.“ ἔννεπεν· Ἀμβροσίην δὲ μέσην γυιαλκέι δεσμῷ χειρὶ λαβὼν ἐπίεζε· καὶ ἤθελε δεσμὰ καθάψαι, οἷα δορικτήτην μετανάστιον εἰς δόμον ἕλκων,432 in vol. 1
20παιδοκόμον Βρομίοιο φέρων θιασώδεα Νύμφην, ἀμφιτόμῳ βουπλῆγι μετάφρενα δούλια νύσσων. οὐ δέ μιν ἱσταμένην ἀνεσείρασεν, οὐδέ ἑ λύθρῳ ἀρτιχύτῳ φοίνιξεν ἀρασσομένοιο καρήνου· ἀλλὰ φύγε θρασὺν ἄνδρα καὶ εὔξατο μητέρι Γαίῃ
25Ἀμβροσίη κροκόπεπλος, ὅπως Λυκόοργον ἀλύξῃ. Γαῖα δὲ καρποτόκεια πετασσαμένη κενεῶνα ἀμφίπολον Βρομίοιο φιλήτορι δέξατο κόλπῳ Ἀμβροσίην ζώουσαν· ἀιστωθεῖσα δὲ Νύμφη εἰς φυτὸν εἶδος ἄμειψε καὶ ἀμπελόεις πέλεν ὄρπηξ·
30σειρὴν δ’ αὐτοέλικτον ἐπιπλέξασα Λυκούργῳ ἀγχονίῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ, μαρναμένη μετὰ θύρσον ἀπειλητῆρι κορύμβῳ. καὶ φυτὸν αὐδῆεν ζαμενὴς ποιήσατο Ῥείη
ἡμερίδων βασιλῆι χαριζομένη Διονύσῳ·433 in vol. 1
35Ἀμβροσίη δ’ ὀλόλυξε καὶ ἔμπνοον ἴαχε φωνήν· „οὐδέ, φυτόν περ ἐοῦσα, τεήν ποτε δῆριν ἀλύξω, σὸν δέμας οὐτήσω καὶ ἐν ἔρνεσιν, ἀντὶ δὲ σειρῆς χαλκείης ἀλύτοις σε περισφίγξοιμι πετήλοις· εἰς σὲ καὶ ἀμπελόεσσα κορύσσομαι, ὄφρα τις εἴπῃ·
40‘Βασσαρίδες κτείνουσι καὶ ἐν πετάλοισι φονῆας.‘ φυταλιὰς πεφύλαξο μαχήμονας· ἀντιβίους γὰρ ἡμερίδες βάλλουσι καὶ αἰχμάζουσιν ὀπῶραι. σοὶ μαχόμην ζώουσα καὶ ὀλλυμένη σε δαμάσσω· οὕτω ἀριστεύουσι Διωνύσοιο τιθῆναι.
45ἔκλυες εἰναλίην ἐχενηίδα, πῶς ἐνὶ πόντῳ ἰχθὺς βαιὸς ἄναλκις ἐπέχραε πολλάκι ναύταις ἂψ ἀνασειράζων, ὀλίγῳ δ’ ὑπὸ χάσματι λαιμοῦ μηκεδανὴν ἀνέκοψε κατάσχετον ὁλκάδα δεσμῷ; δέξο με χερσαίην ἐχενηίδα, δέξο πετήλων

21

(50)

αὐτοπέδην ἀσίδηρον ἐρισταφύλοιο κυδοιμοῦ. μίμνε μοι, αὐτόθι μίμνε δεδεγμένος υἷα Θυώνης, εἰσόκε νοστήσειε θαλασσαίων ἀπὸ κόλπων.“ τοῖα μὲν ἀμπελόεσσα κορυμβοφόρῳ φάτο φωνῇ Ἀμβροσίη τανύφυλλος, † ἀρασσομένοιο Λυαίου.
55καὶ χλοεροῖς δεσμοῖσι κατάσχετος ἄγριος ἀνὴρ ἀρραγέων ἀτίνακτος ἀλυκτοπέδῃσι πετήλων ἀμφιπαγὴς ἀλάλαζεν ἀπειλείων Διονύσῳ· οὐδὲ φυγεῖν σθένος εἶχε, μάτην δ’ ἐτίνασσεν ἀνάγκῃ οὐτιδαναῖς ἑλίκεσσι περίπλοκον ἀνθερεῶνα·434 in vol. 1
60οὐδὲ δι’ ἀσφαράγοιο μέση πορθμεύετο φωνὴ θλιβομένου στεφανηδόν· ἐκυκλώσαντο δὲ Βάκχαι ... αὐχένα μιτρωθέντα μέσον πνικτῆρι κορύμβῳ. καὶ πέλεκυν δασπλῆτα δορυσσόος ἥρπασεν Ἄρης παιδὸς ἑοῦ· Βρομίην γὰρ ἐδείδιε λυσσάδα Βάκχην,
65μὴ φονίῳ βουπλῆγι δέμας πλήξειε Λυκούργου· οὐδὲ Δρυαντιάδην χλοερῶν ἀπελύσατο δεσμῶν, καὶ μάλα περ ποθέων, στεροπῇ δ’ ὑπόειξε τοκῆος δοῦπον ἀπειλητῆρα Διὸς βρονταῖον ἀκούων. καὶ δολιχὴν προθέλυμνον ἐπιπροχυθεῖσα καρήνῳ
70ἀνδρὸς ἀμαιμακέτοιο κόμην ὤλοψε Πολυξώ· γαστέρι δ’ ἀντιβίου μανιώδεα χεῖρα βαλοῦσα, ἁπτομένη θώρηκος, ἀνέσπασεν ἅρπαγι παλμῷ, χωομένη τ’ ἔρρηξε—μαχήμονες, εἴπατε, Μοῦσαι, οἷον ἔην τότε θαῦμα σιδηρείου περ ἐόντος
75θηλυτέροις ὀνύχεσσι δαϊζομένοιο χιτῶνος—· καὶ ταναοῖς πλέξασα λύγοις ἑλικώδεα σειρὴν Κλείδη λυσιέθειρα καὶ ἀμπελόεσσα Γιγαρτὼ εὐπετάλῳ μάστιγι δέμας φοίνιξε Λυκούργου αἱμαλέῃ σμώδιγγι χαρασσομένων ἀπὸ νώτων·435 in vol. 1
80Φαιὼ δ’ ὀξυτέρῃσι κατέγραφε ταρσὸν ἀκάνθαις αἰνομανής· Ἐρίφη δὲ συνέμπορος Εἰραφιώτῃ δραξαμένη μέσσοιο δασύτριχος ἀνθερεῶνος ἄνδρα βαλεῖν μενέαινεν ἐπὶ χθονί· μαρναμένη δὲ Βακχείης Φασύλεια κυβερνήτειρα χορείης
85δυσμενέος κενεῶνα κατέγραφεν ὀξέι κέντρῳ· καὶ Θεόπη κεκόρυστο, τιθηνήτειρα Λυαίου, ῥινοτόρῳ νάρθηκι· δέμας δ’ ἤρασσε Λυκούργου καὶ Βρομίη Βρομίοιο φερώνυμος· αἷς ἅμα Νύμφη Κισσηὶς φιλόβοτρυς ἐμάστιεν ἀνέρα κισσῷ.
90 καὶ πολέμῳ δρυόεντι βιαζομένου Λυκοόργου πῆμα φάνη πάλιν ἄλλο κακώτερον· Ἀρραβίῃ γὰρ πόντιον Ἐννοσίγαιον ὀρεστιὰς ὥπλισε Ῥείη, σχιζομένων καναχηδὸν ἀκοντιστῆρα θεμέθλων·
καὶ δαπέδου βαθύκολπον ἀπεστυφέλιξεν ὀχῆα436 in vol. 1
95αἰχμάζων τριόδοντι θαλασσομέδων ἐνοσίχθων, ἐνδομύχοις ἀνέμοισιν ἱμασσομένων κενεώνων, γειοπόνοις ἀνέμοισιν, ἐπεὶ νωμήτορι παλμῷ χάσματα κοιλαίνουσι σεσηρότα φωλάδες αὖραι· Ἀρραβίης δ’ ἀτίνακτος ἐσείετο κόλπος ἀρούρης,

21

(100)

ἀγχινεφῆ δὲ μέλαθρα τινάκτορι λύετο παλμῷ· καὶ δρύες εἰς χθόνα πῖπτον, ἀρασσόμενος δὲ τριαίνῃ Νύσιος ἀμφιέλικτος Ἄραψ ὠρχήσατο πυθμήν· καὶ πτελέη χθονὶ κεῖτο, κόμην δ’ ἐκονίσσατο δάφνη, καὶ πίτυς αὐτόρριζος ἐκέκλιτο γείτονι πεύκῃ.
105 ὄφρα μὲν ἐννοσίγαιος ὑπὸ χθόνα λάβρος ἀήτης νερτερίων κευθμῶνα μετερρίζωσεν ἐναύλων, τόφρα πέλεν κακὸν ἄλλο νεώτερον· ὑλονόμοι γὰρ θεινόμεναι μάστιγι δρακοντοκόμοιο Μεγαίρης Νυσιάδες ταυρηδὸν ἐμυκήσαντο γυναῖκες,
110σφωιτέρων τεκέων δηλήμονες· ἐσσυμένη δὲ ἡ μὲν ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην ἠερόθεν προκάρηνον ὀλισθήσαντα κονίῃ, ἡ δὲ φίλον βρέφος εἷλκε, καὶ οὐκ ἐμνήσατο μαζοῦ·
ἄλλη παιδοφόνῳ παλάμην φοίνιξε σιδήρῳ437 in vol. 1
115υἱέα δαιτρεύσασα, καὶ ἔπλετο μαινὰς Ἀγαύη. καὶ σφετέροις τεκέεσσιν ἐπέδραμον, ἀρτιτόκους δὲ υἱέας, οὓς ἐλόχευσαν, ἐμιστύλλοντο μαχαίρῃ ... ἄλλος ὑποπτήσσων μανιώδεα Πανὸς ἱμάσθλην εἰς ἐνοπὴν ἄγραυλον Ἄραψ βακχεύετο ποιμήν.
120 τοῖα μὲν οἰστρήεντι χόλῳ κυμαίνετο βούτης δαιτρεύων ἑὰ τέκνα καὶ υἱέας εἰλαπινάζων παιδοβόροις γενύεσσι· νοοσφαλέων δὲ βοτήρων ἄτροφον ἀρσενόπαιδα τόκον τυμβεύσατο γαστήρ ... Νυμφάων παλάμῃσι· πολυγνάμπτοις δὲ πετήλοις
125ἀμφιπαγὴς πεπέδητο, καὶ οὐ γόνυ κάμψε Λυαίῳ, οὐ Διὶ χεῖρα τίταινεν, ἀλεξήτειραν ἀνάγκης, οὐ βροντῆς φόβον εἶχεν· ἀπειλήσας δὲ προσώπῳ χώετο Βασσαρίδεσσιν· ἐπεσσυμένην δὲ καρήνῳ ἀστεροπὴν ἐνόησε, καὶ οὐχ ὑπόειξε Λυαίῳ.
130βάλλετο δ’ ἔνθα καὶ ἔνθα, πολυσπερέων δὲ βολάων τοσσατίην ἕστηκε μένων ἀντίξοον ὁρμήν, Ἄρεα μοῦνον ἔχων χραισμήτορα, μοῦνος ἐρίζων Ζηνί, Ποσειδάωνι, Ῥέῃ, Χθονί, Νηρέι, Βάκχῳ. καὶ μογέων ἀχάλινον ἀπερροίβδησεν ἰωήν·438 in vol. 1
135 „ἅψατε πῦρ, φλέξωμεν ὅλον φυτόν, ἐν πυρὶ κείσθω Βακχικὰ ταῦτα πέτηλα, καὶ αἰθομένας διὰ πόντου ἡμερίδας ῥίψωμεν ὑποβρυχίῳ Διονύσῳ, ἠνορέης Ἀράβων σημήιον· ἀλλὰ καὶ αὐτὴ δεξαμένη κατὰ κῦμα Θέτις πυρίκαυτον ὀπώρην
140τέφρην ἀμπελόεσσαν ἀποσβέσσειε θαλάσσῃ. λύσατε φάσματα ταῦτα καὶ αἰόλα μάγγανα δεσμῶν· μάγγανα Νηρεΐδων Ποσιδήια ταῦτα δοκεύω· λύσατε, καὶ ῥοθίοις με πελάσσατε· μαντιπόλῳ γὰρ Πρωτέι φαρμακόεντι κορύσσομαι· ἅψατε πεύκην,
145ὄφρα μολὼν παρὰ πόντον ἐμῷ ποινήτορι πυρσῷ ξεινοδόκον Βρομίοιο καταφλέξω Μελικέρτην.“ εἶπεν ἀπειλείων καὶ Νηρέι καὶ Διονύσῳ .... Ἀρραβίης σχεδὸν ἦλθεν· Ἐνυαλίου δὲ καμόντα υἱέα δενδρήεντος ἀνεζώγρησε κυδοιμοῦ

21

(150)

Ἄρεος ἆορ ἔχουσα σιδήρεον, ἀμφὶ δὲ Βάκχαις δαιμονίης γύμνωσε σελασφόρα νῶτα μαχαίρης, εἰς φόβον ἀίσσουσα Κυβηλίδα θῆλυν ἐνυώ· Ἀμβροσίης δὲ πέτηλα διατμήξασα σιδήρῳ δεσμοὺς βοτρυόεντας ἀπεσφήκωσε Λυκούργου.439 in vol. 1
155καὶ χθονὸς ἐπρήυνε τινάκτορα κυανοχαίτην γνωτὸν ἑὸν καὶ Ζῆνα πόσιν καὶ μητέρα Ῥείην, ῥυσαμένη Λυκόοργον, ὅπως ἐναρίθμιος εἴη ἀθανάτοις· Ἄραβες δὲ πολυκνίσων ἐπὶ βωμῶν, ὡς θεόν, υἷα Δρύαντος ἐμειλίξαντο θυηλαῖς,
160ἀντὶ Διωνύσοιο μελιρραθάμιγγος ὀπώρης λύθρον ἐπισπένδοντες ἀβακχεύτῳ Λυκοόργῳ. καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι· Ζεὺς δὲ πατήρ, ἵνα μή τις ἀγηνορέων βροτὸς ἀνὴρ ἄλλος ἔχων μίμημα δοριθρασέος Λυκοόργου
165μῶμον ἀναστήσειεν ἀμωμήτῳ Διονύσῳ, αἰνομανῆ Λυκόοργον ἐθήκατο τυφλὸν ἀλήτην, ἄστεος ἀγνώστοιο παλινδίνητον ὁδίτην, πομπὸν ἀναγκαίης διζήμενον ἀτραπιτοῖο, πολλάκις αὐτοκέλευθα περιπταίοντα πεδίλοις.
170καὶ τὰ μὲν ἐν σκοπέλοισιν. Ἐρυθραίῳ δ’ ἐνὶ πόντῳ
θυγατέρες Νηρῆος ἔσω βαθυκύμονος αὐλῆς εἰναλίῃ Διόνυσον ἐμειλίξαντο τραπέζῃ· καὶ Σεμέλης ῥίψασα Διιπετέος φθόνον εὐνῆς, οἰνοφύτῳ θρασὺν ὕμνον ἀνακρούουσα Λυαίῳ,440 in vol. 1
175μαῖα Διωνύσοιο μελίζετο, ποντιὰς Ἰνώ· καὶ Βρομίῳ γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων σύντροφος ἰσοέτηρος ἐῳνοχόει Μελικέρτης. ὣς ὁ μὲν αὐτόθι μίμνεν ἔσω βαθυκύμονος αὐλῆς πόντον ἔχων πλατὺν οἶκον, ὑποβρύχιος μετανάστης·
180καὶ Θέτιδος βρυόεντι χυθεὶς ἐπεκέκλιτο κόλπῳ· Καδμείην δ’ ἀκόρητος ἑὴν εὔπαιδα τιθήνην μητροκασιγνήτην προσπτύξατο † μητέρα Ἰνώ, καὶ φιλίῳ πήχυνε Παλαίμονα πολλάκι δεσμῷ σύντροφον ἰσοέτηρον. ἀδουπήτῳ δὲ πεδίλῳ
185οὐκέτι πουλυέλικτον ἀνακρούουσα χορείην, Βάκχου μὴ παρεόντος, ἀνεπτοίητο Μιμαλλὼν ἴχνια μαστεύουσα θαλασσοπόροιο Λυαίου· καὶ Σάτυρος φιλόμολπος ἔχων ἀγέλαστον ὀπωπὴν ξείνῳ πένθεϊ κάμνεν, ὀριπλάγκτοισι δὲ χηλαῖς
190ἔτρεχον οἰστρήεντες ἀνὰ δρυμὰ Πᾶνες ἀλῆται, Πᾶνες, ἐρευνητῆρες ἀκηρύκτου Διονύσου· Σιληνὸς δ’ ἀχόρευτος, ἀκηδέα κύμβαλα ῥίψας,
κεῖτο κατηφιόων· Κρονίη δ’ ἐλελίζετο Νύμφη Μάκρις ἀπενθήτοιο Διωνύσοιο τιθήνη,441 in vol. 1
195Βακχείης ὁμόδιφρος ἐυκνήμιδος ἀπήνης. ὣς οἱ μὲν δεδόνηντο κατηφέες· ἀχνυμένοις δὲ Σκέλμις ἀκυμάντοιο λιπὼν κευθμῶνα θαλάσσης πατρῴην ἀδίαντον ἑὴν ἤλαυνεν ἀπήνην, νόστον ἐπερχομένοιο προαγγέλλων Διονύσου.

21

(200)

ὄφρα μὲν ἄμφεπε Βάκχος ἁλίτροφα δεῖπνα τραπέζης, τόφρα δὲ Καυκασίοιο δι’ οὔρεος εἰς πόλιν Ἰνδῶν οἰνοφύτου Βρομίοιο ποδήνεμος ἵκετο κῆρυξ ταυροφυής, νόθον εἶδος ἔχων κεραελκέι μορφῇ, ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις,
205αἰγὸς ὀρεσσινόμοιο περὶ χροῒ δέρμα συνάψας, αὐχενίῃ κληῖδι καθειμένον ἐξ ἑνὸς ὤμου, δεξιτεροῦ πλευροῖο κατήορον εἰς πτύχα μηροῦ, ἀμφοτέρης ἑκάτερθε παρηίδος οὔατα σείων, ὡς ὄνος οὐατόεις, λάσιος δέμας· ἐκ μεσάτης δὲ
210ἰξύος αὐτοέλικτος ἐσύρετο σύγγονος οὐρή. ἀμφὶ δέ μιν γελόωντες ἐπέρρεον αἴθοπες Ἰνδοί, εἰσόκεν ἐγγὺς ἵκανεν, ὅπῃ διδυμόζυγι δίφρῳ ἕζετο Δηριάδης περιμήκετος, ὄρχαμος ἀνδρῶν, ἠλιβάτων στατὸν ἴχνος ἀναστέλλων ἐλεφάντων.
215καὶ Σατύρῳ γελόων φιλοκέρτομον ἴαχε φωνήν· „οἵους Δηριάδῃ διδυμόχροας ἄνδρας ἰάλλει ταυροφυὴς Διόνυσος, ἀθύρματα δηιοτῆτος, ἀλλοφυεῖς, οὐ φῶτας ὅλην βροτοειδέα μορφήν, θηρῶν εἶδος ἔχοντας, ἐπεὶ διδυμάονι μορφῇ442 in vol. 1
220εἰσὶ νόθοι ταῦροί τε καὶ ἀνέρες· ἀμφότερον γὰρ καὶ βοὸς εἶδος ἔχουσι καὶ ἀνδρομέοιο προσώπου.“ καὶ πυρόεις σέο Βάκχος ἀκούεται, ὅττι τεκούσης ἐκ λαγόνων ἀνέτελλε Διοβλήτοιο Θυώνης· καὶ πυρός ἐστιν ὕδωρ πολὺ φέρτερον· ἢν ἐθελήσῃ,
225χεύματι παφλάζοντι πατὴρ ἐμός, Ἰνδὸς Ὑδάσπης, Ζηνὸς ἀποσβέσσειε πυρίπνοον ἄσθμα κεραυνοῦ. ἔννεπε, καὶ πολέμοιο προάγγελα σήματα φαίνων ἀσπίδα ποικιλόνωτον ἀφειδέι τύψε μαχαίρῃ μεσσοφανῆ περίκυκλον ἐς ὀμφαλόν· ἐκ δὲ βοείης
230χαλκὸς ἀρασσομένης ἐπεβόμβεε λοίγιον ἠχώ. καὶ βλοσυρῷ βασιλῆι τεθηπότα χείλεα λύσας ἀγγελίην Βρομίοιο ταχύδρομος ἔννεπε κῆρυξ· „Δηριάδη, σκηπτοῦχε, θεὸς Διόνυσος ἀνώγει Ἰνδοὺς δεχνυμένους λαθικηδέος οἶνον ὀπώρης
235σπένδειν ἀθανάτοισι, δίχα πτολέμων, δίχα μόχθων· εἰ δέ κε μὴ δέξαιντο, κορύσσεται, εἰσόκε θύρσοις Βασσαρίδων γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης. ἀγγελίης ἤκουσας ἀληθέος· εἰπὲ καὶ αὐτὸς
εἰρομένῳ τινὰ μῦθον, ἵν’ ἀγγείλω Διονύσῳ.“443 in vol. 1
240 ὣς φαμένου σκηπτοῦχος ἀνήρυγε λυσσάδα φωνήν· „ὦ πόποι, οἷον ἔπος θρασὺς ἔννεπεν ἀνδρόμεος θήρ. αἰδέομαι κήρυκα μαχήμονι χειρὶ δαμάσσαι, οὐ δόρυ θοῦρον ἔχοντα καὶ οὐ ψαύοντα βοείης. ἔκλυον, ὅσσα μόγησε τεὸς πρόμος· ἔκλυε Γάγγης
245ἀδρανίην Βρομίοιο καὶ ἠνορέην Λυκοόργου· οἶδα τεὸν βασιλῆα, νόθον θεόν, ὁππότε φεύγων εἰς βυθὸν ὠλίσθησεν ἀλεξικάκοιο θαλάσσης. ἢν δ’ ἐθέλῃς, πόδα κάμψον ὁμούριον εἰς χθόνα Μήδων· κεῖθι μολὼν ἀγόρευε χοροστασίας Διονύσου.

21

(250)

δύεο Βάκτριον οὖδας, ὅπῃ θεὸς ἔπλετο Μίθρης, Ἀσσύριος Φαέθων ἐνὶ Περσίδι· Δηριάδης γὰρ οὐ μάθεν οὐρανίων μακάρων χορόν, οὐδὲ γεραίρει Ἠέλιον καὶ Ζῆνα καὶ εὐφαέων χορὸν ἄστρων. οὐ Κρόνον, οὐ Κρονίδην ἐδάην ὀλετῆρα τοκῆος,
255οὐ Κρόνον ἀγκυλόμητιν, ἑῶν θοινήτορα παίδων,
Αἰθέρος ἀμήσαντα φυτοσπόρον ὄγμον ἀρότρων. ἀγνώσσω σέο δῶρα καὶ ἣν ὀνόμηνας ὀπώρην· οὐ δέχομαι ποτὸν ἄλλο μετὰ χρύσειον Ὑδάσπην· οἶνος ἐμὸς πέλεν ἔγχος, ὁ δ’ αὖ πότος ἐστὶ βοείη.444 in vol. 1
260οὐ Σεμέλη με λόχευσε πυριβλήτοις ὑμεναίοις δεξαμένη θαλάμοις φόνιον φλόγα, χαλκοχίτων δὲ ἡμέας ἠέξησε μόθων ἀκόρητος Ἐνυώ. οὐ μακάρων ἀλέγω τεκέων Διός· ἀμφότεροι γὰρ μοῦνοι ἐμοὶ γεγάασι θεοὶ καὶ Γαῖα καὶ Ὕδωρ.
265ταῦτα μολὼν ἀγόρευε φυγοπτολέμῳ Διονύσῳ· ἔρρε φυγὼν ἀκίχητος, ἕως ἔτι τόξον ἐρύκω, ἔρρε φυγὼν ἐμὸν ἔγχος· ἐς ὑσμίνην δὲ κορύσσας ἡμιτελεῖς σέο θῆρας ἀθωρήκτους τε γυναῖκας Δηριάδῃ πολέμιζε, καὶ Ἰνδῴην μετὰ νίκην
270σύνδρομον αὐερύσω σε δορικτήτῳ Διονύσῳ. οὐ μὲν ἐγὼ τελέσω σε διάκτορον οὐ δύνασαι γὰρ λάτριον ἔργον ἔχειν οἰκοσσόον· ἀλλά σε μακροῖς οὔασι ῥιπίζοντα παρ’ εἰλαπίνῃσιν ἐάσσω.“ ὣς εἰπὼν ἀπέπεμψεν ἀπειλείοντι προσώπῳ·
275καὶ πίνακος πτυκτοῖο μέσον κενεῶνα χαράξας
τοῖον ἔπος ταχύμυθος ἐπέγραφε δίζυγι δέλτῳ· „εἰ δύνασαι, Διόνυσε, κορύσσεο Δηριαδῆι.“ τοῖα μὲν εἰσαΐων πάλιν ἔδραμεν ἠχέτα κῆρυξ. Σιληνοὺς δ’ ἐκίχησε γεγηθότας· ἐξανιὼν δὲ445 in vol. 1
280ἐκ ῥοθίων Διόνυσος Ὀρειάσι μίγνυτο Νύμφαις· καὶ Σάτυροι σκίρτησαν, ἐπωρχήσαντο δὲ Βάκχαι, γηραλέοις δὲ πόδεσσι Μάρων ἡγήσατο μολπῆς πῆχυν ἐπικλίνων διδυμάονος αὐχένι Βάκχης μεσσοφανής, εὔοδμον ἀναβλύζων χύσιν οἴνου·
285καὶ μέλος ἀκρήδεμνος ἐπεσμαράγησε Μιμαλλών, ἴχνιον † ἀΐουσα παλιννόστου Διονύσου. καὶ θεὸς ἀμπελόεις προτέρας ἔρριψε μερίμνας τερπωλῆς τ’ ἐπέβαινεν, ἐπεὶ μάθεν ἔνδοθι πόντου πάντα Τορωναίοιο παρὰ Πρωτῆος ἀκούων,
290ἀξείνων Ἀράβων ἐνοσίχθονα παλμὸν ἀρούρης, καὶ σφαλερὸν Λυκόοργον ἑῷ ποδὶ τυφλὸν ἀλήτην· ἔκλυε καὶ νομίης θανατηφόρον οἶστρον ἀνάγκης, πῶς χορὸς ἀγρονόμων ἐλελίζετο, πῶς ἐνὶ βήσσαις
σφωιτέρας ὠδῖνας ἐδαιτρεύσαντο γυναῖκες·446 in vol. 1
295ἔκλυε δ’ αἰθερίων Ὑάδων χορόν, ἔκλυεν αὐτὴν Ἀμβροσίην μετὰ γαῖαν ἐπαντέλλουσαν Ὀλύμπῳ, Ἀμβροσίην ἀκάμαντι κορυσσομένην Λυκοόργῳ, καὶ μόθον εὐόρπηκα καὶ ἀμπελόεσσαν ἐνυώ. τοῖσι δὲ τερπομένοισι παλίνδρομος ἤιε κῆρυξ,

21

(300)

ἀσκηθὴς πολύευκτος ἀγαλλομένῳ Διονύσῳ, ἀφροσύνην ἐνέπων ὑψαύχενα Δηριαδῆος, δίζυγα δέλτον ἔχων ἐγκύμονα δηιοτῆτος. οὐ μὲν ἄναξ ἀμέλησεν· ἐς ὑσμίνην δὲ μαχητὰς θαρσήεις ἐβόησε, προάγγελα Δηριαδῆος
305σύμβολα γινώσκων κεχαραγμένα μάρτυρι δέλτῳ. καὶ καλέσας Ῥαδαμᾶνας ἀλήμονας, οὕς ποτε γαίης Κρηταίης ἀέκοντας ἀπὸ χθονὸς ἤλασε Μίνως Ἀρραβίης ἐπὶ πέζαν, ἐπέφραδε νεύματι Ῥείης πῆξαι νήια δοῦρα θαλάσσιον εἰς μόθον Ἰνδῶν.
310καὶ ταχὺς ἤλασε δίφρον Ἑώιον εἰς κλίμα γαίης τεύχεσιν ἀστράπτων ἅτε Φωσφόρος· ἀμφὶ δὲ πέτρην Καυκασίην λοφόεντα διαστείχων κενεῶνα Ἠῴης παράμειβε φεραυγέα πέζαν ἀρούρης, Ἠελίου βαλβῖδα μεσημβρίζουσαν ὁδεύων.
315ὄφρα μὲν εὐθύρσοιο μάχης ἠκούετο φωνὴ
καὶ στρατὸς ἀγχικέλευθος ὀρεσσινόμου Διονύσου, τόφρα δὲ Δηριάδης πυκινὸν λόχον ἵδρυσεν Ἰνδῶν, γαῖαν ἐς ἀντιπέραιαν ἑὸν στρατὸν ἄζυγα πέμπων, πᾶσαν ἐπιτρέψας δολομήχανον ἐλπίδα χάρμης447 in vol. 1
320Ἄρεϊ χαλκοχίτωνι· καὶ ἔπλεεν ὑψόθι νηῶν λαὸς ἐρετμώσας πεπερημένον Ἰνδὸν Ὑδάσπην. καὶ στρατιαῖς διδύμῃσι μερίζετο φύλοπις Ἰνδῶν ἀμφοτέρην παρὰ πέζαν ἀκοντοφόρου ποταμοῖο· Θουρεὺς μὲν Ζεφύροιο παρὰ σφυρά, Δηριάδης δὲ
325ἀντιπόρου σχεδὸν ἦλθε παρὰ πτερὸν αἴθοπος Εὔρου. ἦν δέ τις αὐτόθι χῶρος ἐύσκιος, ὁππόθι πυκνοῖς ἔρνεσι παντοίοισιν ἐμιτρώθη ῥάχις ὕλης εὐρυτενής, καὶ κοῖλον ἔην σπέος· ἱπτάμενος δὲ οὔ ποτε δένδρεα κεῖνα κατέγραφεν ἰὸς ἀλήτης,
330εἴ τις ὀιστεύσειε, καὶ οὔ ποτε μεσσόθι θάμνων ἠέλιος πεφόρητο κατάσσυτος ὀξέι παλμῷ ἐνδομύχοις ἀκτῖσιν ὁμόπλοκα φύλλα χαράξας, οὐ χύσις ἠερόφοιτος ἐδύσατο δάσκιον ὕλην ἐκ Διὸς ὑετίοιο, μόγις δέ οἱ ὕδατος ὁλκῷ
335ὑψιφανὴς Διὸς ὄμβρος ἐπέβρεχεν ἄκρα πετήλων. κεῖθι τανυπρέμνοισιν ἐν ἄλσεσι φώριος ἄρης ἠλιβάτων χλοεροῖσι φυτῶν κεκάλυπτο κορύμβοις,
ἀπροϊδής, ἀτίνακτος, ἐνὶ δρυόεντι δὲ κόλπῳ εἶχεν ἀδουπήτων πεφυλαγμένον ἴθμα πεδίλων.448 in vol. 1
340οὐδὲ διαξαίνων κρυφίῳ ποδὶ φυλλάδα λόχμην ... οὐ ποδὸς ὀκλάζοντος ἔχων φόβον, οὐ λάλον ἠχὼ χείλεϊ βαμβαίνοντι, καὶ οὐ χλόον ἀμφὶ προσώπῳ· ἀλλὰ νόον θρασὺν εἶχε καὶ ἔμπεδον, ἐν δὲ χαμεύναις μετρητὸν βλεφάροισιν ἐνόπλιον ὕπνον ἰαύων ...
345δέγμενος ἐρχομένης στρατιῆς εὔρυθμον ἐνυώ.449 in vol. 1

22

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΙΚΟΣΤΟΝ ΔΕΥΤΕΡΟΝ.
1 Ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐυκροκάλου ποταμοῖο Βάκχου πεζὸς ὅμιλος, ὅπῃ βαθυδίνεϊ κόλπῳ πλωτὸν ὕδωρ, ἅτε Νεῖλος, ἐρεύγεται Ἰνδὸς Ὑδάσπης, δὴ τότε Βασσαρίδων ἐμελίζετο θῆλυς ἀοιδὴ
6Νυκτελίῳ Φρύγα κῶμον ἀνακρούουσα Λυαίῳ,
5καὶ λασίων Σατύρων χορὸς ἔβρεμε μύστιδι φωνῇ·
7γαῖα δὲ πᾶσα γέλασσεν, ἐμυκήσαντο δὲ πέτραι, Νηιάδες δ’ ὀλόλυξαν, ὑπὲρ ποταμοῖο δὲ Νύμφαι σιγαλέοις ἑλικηδὸν † ἐμυκήσαντο ῥεέθροις
10καὶ Σικελῆς ἐλίγαινον ὁμόζυγα ῥυθμὸν ἀοιδῆς, οἷον ἀνεκρούοντο μελιγλώσσων ἀπὸ λαιμῶν ὑμνοπόλοι Σειρῆνες· ὅλη δ’ ἐλελίζετο λόχμη, καὶ μέλος ἐφθέγξαντο σοφαὶ δρύες εἴκελον αὐλῷ,
Ἀδρυάδες δ’ ἀλάλαζον, ἐπ’ εὐπετάλοιο δὲ Νύμφη ...450 in vol. 1
15ἡμιφανὴς ἤειδεν ὑπερκύψασα κορύμβου. χιονέῳ δὲ γάλακτι χυτὴ λευκαίνετο πηγή, ὑδρηλή περ ἐοῦσα, χαραδραίῳ δ’ ἐνὶ κόλπῳ Νηιάδες λούσαντο γαλαξαίοισι ῥεέθροις, καὶ γάλα λευκὸν ἔπινον· ἐρευθιόωντι δὲ μαζῷ
20οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη, γλεῦκος ἀμοσχεύτοιο διαβλύζουσα κολώνης ἡδυπότοις λιβάδεσσι· καὶ αὐτοχύτων ἀπὸ κόλπων λαρὰ μελιρραθάμιγγος ἐλείβετο δῶρα μελίσσης, σίμβλων οὐ χατέοντα· καὶ ἀρτιτόκων ἀπὸ θάμνων
25ἔγχνοον ὀξυέθειρος ἀνέδραμε μῆλον ἀκάνθης· αὐτομάτου δὲ χυθέντος ἐπ’ ἀκρεμόνεσσιν ἐλαίου ἰκμάσιν ἀθλιβέεσσιν ἐλούσατο δένδρον Ἀθήνης. καὶ κύνας ὀρχηστῆρας ἐπηχύναντο λαγωοί· μηκεδανοὶ δὲ δράκοντες ἐβακχεύοντο χορείῃ
30ἴχνια λιχμώοντες ἐχιδνοκόμου Διονύσου, αὐχένα δοχμώσαντες, ἀνήρυγε δ’ ἄλλος ἐπ’ ἄλλῳ μειλίχιον σύριγμα γεγηθότος ἀνθερεῶνος·
τερπομένου δὲ δράκοντος ἔην τότε ῥυθμὸς ἐχέφρων, καὶ δολιχῆς ἐλέλικτο περίπλοκος ὁλκὸς ἀκάνθης451 in vol. 1
35ποσσὶν ἀδειμάντοισι περισκαίρων Διονύσου· Ἰνδῴην δ’ ἑλικηδὸν ἐπισκαίροντες ἐρίπνην τίγριδες ἑψιόωντο· πολὺς δέ τις ἔνδοθι λόχμης ἐσμὸς ἀνεσκίρτησεν ὀρεσσινόμων ἐλεφάντων. καὶ τότε παιπαλόεντα κατ’ ἄγκεα Πᾶνες ἀλῆται
40δύσβατα λεπταλέῃσι διέτρεχον οὔρεα χηλαῖς φρικτά, τὰ μὴ θρασὺς ὄρνις ἐπέπτατο κοῦφος ὁδίτης— ὑψιπόρων πτερύγων διεμέτρεε δίζυγι παλμῷ. καὶ δονέων πλοκαμῖδα παρήορον ἀνθερεῶνος σύννομος ἀντεχόρευε λέων βητάρμονι κάπρῳ·
45ἀνδρομέης δ’ ὄρνιθες ἀνέκλαγον εἰκόνα μολπῆς μιμηλὴν ἀτέλεστον ὑποκλέπτοντες ἰωήν, νίκην Ἰνδοφόνοιο προθεσπίζοντες ἀγῶνος, ... καὶ χλοεροῖς μελέεσσι παρήορον ὄρθιον οὐρὴν
ἐκταδὸν αἰθύσσοντες· ὁμοζήλῳ δὲ πορείῃ452 in vol. 1

22

(50)

πόρδαλις ὑψιπότητος ἐπέτρεχε σύνδρομος ἄρκτῳ. καὶ βαλίων σκυλάκων ἀνεσείρασεν Ἄρτεμις ὁρμὴν μειλιχίης ὁρόωσα χοροίτυπον ἅλμα λεαίνης· αἰδομένη δ’ εὔκυκλον ἑὴν ἀνελύσατο νευρήν, τερπομένους μὴ θῆρας ὀιστεύσειε βελέμνοις.
55 καί τις ἐσαθρήσας ἑτερότροπα θαύματα Βάκχου, ὄμμα βαλὼν πυκινοῖο δι’ ἀκροτάτοιο κορύμβου, φύλλα περιστείλας, θηήτορα κύκλον ὀπωπῆς τόσσον ἰδεῖν μεθέηκεν, ὅσον περιδέρκεται ἀνὴρ ὄμμασι ποιητοῖσι διοπτεύων τρυφαλείης,
60ἢ ὁπότε τραγικοῖο χοροῦ δεδαημένος ἀνήρ, φρικτὸν ἔχων μύκημα τανυφθόγγων ἀπὸ λαιμῶν, ἐνδόμυχον τυκτοῖο δι’ ὄμματος ὄμμα τιταίνει, ψευδαλέον βροτέοιο φέρων ἴνδαλμα προσώπου· ὣς ὅ γε θαύματα πάντα λαθὼν ὑπὸ δάσκιον ὕλην
65ἀπροϊδὴς ἐδόκευεν ὑποκλέπτοντι προσώπῳ· ἀντιβίοις δ’ ἤγγειλε· φόβῳ δ’ ἐλελίζετο Θουρεὺς μεμφόμενος Μορρῆι καὶ ἄφρονι Δηριαδῆι. ἔτρεμε δ’ Ἰνδὸς ὅμιλος, ἀφειδήσας δὲ κυδοιμοῦ χάλκεα ταρβαλέων ἀπεσείσατο τεύχεα χειρῶν,
70δένδρεα παπταίνων δεδονημένα θυιάδι ῥιπῇ. καί νύ κεν Ἰνδὸς ὅμιλος ἑλὼν ἀπὸ γείτονος ὄχθης μάρτυρον ἱκεσίης γλαυκόχροα θαλλὸν ἐλαίης
αὐχένα δοῦλον ἔκαμψεν ἀδηρίτῳ Διονύσῳ· ἀλλὰ μεταλλάξασα δέμας πολυμήχανος Ἥρη453 in vol. 1
75δυσμενέας θάρσυνε καὶ ἤπαφεν ὄρχαμον Ἰνδῶν, Θεσσαλίδων μάγον ὕμνον ἐφαψαμένη Διονύσῳ καὶ Κίρκης κυκεῶνα, θεοκλήτοις ἐπαοιδαῖς οἷά τε φαρμακτῆρος ἀφαρμάκτου ποταμοῖο. καὶ πίθεν ἀντιβίους ταχυπειθέας· εἶπε δ’ ἑκάστῳ,
80μή ποτέ τις σφάλλοιτο κατάσχετος αἴθοπι δίψῃ κλεψινόου ποταμοῖο πιὼν δεδολωμένον ὕδωρ. καί νύ κεν ἀφράστοιο διαθρῴσκοντες ἐναύλου δαινυμέναις στρατιῇσιν ἐπέχραον αἴθοπες Ἰνδοί· ἀλλά τις ἠνεμόεντος ὑπερκύψασα κορύμβου
85ἐκ λασίου κενεῶνος Ἁμαδρυὰς ἄνθορε Νύμφη· χειρὶ δὲ θύρσον ἔχουσα φυὴν ἰνδάλλετο Βάκχῃ, μιμηλὴν δρυόεντι πυκαζομένη τρίχα κισσῷ· δυσμενέων δ’ ἐνέπουσα δόλον σημάντορι σιγῇ οὔασι βοτρυόεντος ἐπεψιθύριζε Λυαίου·
90 „ἀμπελόεις Διόνυσε, φυτηκόμε κοίρανε καρπῶν, σὸν φυτὸν Ἀδρυάδεσσι χάριν καὶ κάλλος ὀπάσσει· Βασσαρὶς οὐ γενόμην, οὐ σύνδρομός εἰμι Λυαίου, μοῦνον ἐμῇ παλάμῃ ψευδήμονα θύρσον ἀείρω·
οὐ πέλον ἐκ Φρυγίης, σέο πατρίδος, οὐ χθόνα Λυδῶν454 in vol. 1
95ναιετάω παρὰ χεῦμα ῥυηφενέος ποταμοῖο· εἰμὶ δὲ καλλιπέτηλος Ἁμαδρυάς, ἧχι μαχηταὶ δυσμενέες λοχόωσιν, ἀφειδήσασα δὲ πάτρης ῥύσομαι ἐκ θανάτοιο τεὸν στρατόν· ὑμετέροις γὰρ πιστὰ φέρω Σατύροισι, καὶ Ἰνδῴη περ ἐοῦσα,

22

(100)

ἀντὶ δὲ Δηριαδῆος ὁμοφρονέω Διονύσῳ· σοὶ γὰρ ὀφειλομένην ὀπάσω χάριν, ὅττι ῥεέθρων ὑγροτόκους ὠδῖνας, ὅτι δρύας αἰὲν ἀέξει ὀμβρηρῇ ῥαθάμιγγι πατὴρ τεὸς ὑέτιος Ζεύς. δός μοι σεῖο πέτηλα, καὶ ἐνθάδε ταῦτα φυτεύσω,
105δός μοι σεῖο κόρυμβα, τά περ λύουσι μερίμνας. ἀλλά, φίλος, μὴ σπεῦδε ῥόον ποταμοῖο περῆσαι, μή σοι ἐπιβρίσωσιν ἐν ὕδασι γείτονες Ἰνδοί· εἰς δρύας ὄμμα τίταινε καὶ εὐπετάλῳ παρὰ λόχμῃ ἀπροϊδῆ σκοπίαζε καλυπτομένων λόχον ἀνδρῶν.
110ἀλλὰ τί σοι ῥέξουσιν ἀνάλκιδες ἔνδοθι λόχμης; δυσμενέες ζώουσιν, ἕως ἔτι θύρσον ἐρύκεις. σιγὴ ἐφ’ ἡμείων, μὴ δήιος ἐγγὺς ἀκούσῃ, μὴ κρυφίοις Ἰνδοῖσιν ἀπαγγείλειεν Ὑδάσπης.“
ὣς φαμένη παλίνορσος Ἁμαδρυὰς ᾤχετο Νύμφη,455 in vol. 1
115ὡς πτερὸν ἠὲ νόημα, μεταλλάξασα δὲ μορφὴν ἰσοφυὴς ὄρνιθι διέτρεχε φυλλάδος ὕλης ἥλικος ἀίσσουσα κατὰ δρυός. αὐτὰρ ὁ σιγῇ μίσγετο Βασσαρίδεσσιν, Ἁμαδρυάδος δὲ θεαίνης εἶπεν ἑοῖς προμάχοισιν ἐς οὔατα μῦθον ἑκάστου
120νεύμασι δενδίλλων, νοερῇ δ’ ἐκέλευε σιωπῇ τεύχεσι θωρηχθέντας ἀνὰ δρύας εἰλαπινάζειν, καὶ κρυφίων ἀγόρευε δολορραφέων δόλον Ἰνδῶν, μή σφιν ἐπιβρίσωσιν ἀθωρήκτοισι μαχηταί, εἰσέτι δαινυμένοισι κατὰ στρατόν· οἱ δὲ Λυαίῳ
125κεκλομένῳ πείθοντο, καὶ εἰς μόθον ἦσαν ἑτοῖμοι σιγαλέον παρὰ δεῖπνον ἀκοντοφόροιο τραπέζης. καὶ ταχινὸν μετὰ δόρπον ἐπέρρεον ἀσπιδιῶται γείτονος ἐκ ποταμοῖο πιεῖν ἐπιδόρπιον ὕδωρ, νεύμασι θεσπεσίοισι περισσονόου Διονύσου,
130μὴ στρατὸν εὐνήσειε μέθη καὶ κῶμα καὶ ὄρφνη. καὶ στρατὸς ἔνθα καὶ ἔνθα φιλοπτολέμῳ πέσεν εὐνῇ βαιὸν ἐνυαλίης ὑπὲρ ἀσπίδος ὕπνον ἰαύων. Ζεὺς δὲ πατὴρ δολόεντα μετατρέψας νόον Ἰνδῶν ἑσπερίην ἀνέκοψε μάχην μυκήτορι βόμβῳ,456 in vol. 1
135ὄμβρου παννυχίοιο χέων ἀπερείσιον ἠχώ. ἀλλ’ ὅτε χιονόπεζα χαραξαμένη ζόφον Ἠὼς ὄρθρον ἀμεργομένῃ δροσερῇ πορφύρετο πέτρῃ, ἄκρον ὑπερκύψαντες ἐγερσιμόθου σκέπας ὕλης δυσμενέες προὔτυψαν ἀολλέες· ἦρχε δὲ Θουρεύς,
140Ἰνδῴου πολέμοιο πέλωρ πρόμος, εἴκελος ὁρμὴν ἠλιβάτῳ Τυφῶνι καταΐσσοντι κεραυνοῦ. καὶ στρατιαὶ πινυτοῖο δολόφρονι νεύματι Βάκχου ψευδαλέον φόβον εἶχον ἀταρβέες, ἐκ δὲ κυδοιμοῦ αὐτόματοι χάζοντο θελήμονες, εἰσόκεν Ἰνδοὶ
145ἐς πεδίον προχέοντο λελοιπότες ἔνδια λόχμης. τεύχεσι δ’ ἀφνειοῖσι κορύσσετο Λύδιος ἀνήρ, χρυσοφαῆ Λυκίοιο τύπον Γλαύκοιο κομίζων, κηρύσσων ἑὸν οὖδας, ὅπῃ Πακτωλίδος ὄχθης φαιδρὸς ἐρευθομένης ἀμαρύσσεται ὄλβος ἐέρσης,

22

(150)

καὶ ῥοδέαις ἤστραψε βολαῖς ἀντώπιον Ἠοῦς,
σείων ξανθὰ μέτωπα ῥυηφενέος τρυφαλείης Λυδὸς ἀνὴρ ἀρίδηλος, ἀπὸ στέρνων δὲ φορῆος μαρμαρυγὴ σελάγιζεν ἐρευθομένοιο χιτῶνος· καὶ κυνέην στίλβουσαν ἐπὶ κροτάφοισι τινάσσων457 in vol. 1
155ἐξ Ἀλύβης πρόμος ἄλλος ἀριστεύων Διονύσῳ πάτριον ὄλβον ἔφαινε, δι’ εὐφαέος δὲ καρήνου ἀργυρέης πήληκος ἐλάμπετο μάρμαρος αἴγλη χιονέῃ σέλας ἶσον ἀκοντίζουσα Σελήνῃ. καὶ θεὸς ἀστήρικτος ὅλους ἐφόβησε μαχητὰς
160δυσμενέων, οὐ γυμνὸν ἔχων ξίφος, οὐ δόρυ πάλλων, ἀλλὰ μέσος προμάχων πεφορημένος εἴκελος αὔραις δεξιὸν ἐκ λαιοῖο κέρας κυκλώσατο χάρμης, θύρσον ἀκοντίζων δολιχόσκιον, ἄνθεϊ γαίης, ἔγχεϊ κισσήεντι διασχίζων νέφος Ἰνδῶν.
165οὐδέ μιν ὑψικάρηνος ὁ τηλίκος ἤλασε Θουρεύς, οὐ στρατός, οὐ πρόμος ἄλλος· ἐπ’ ἀλλήλοις δὲ χυθέντες εἴκαθον ἔνθα καὶ ἔνθα διεσσυμένῳ Διονύσῳ. κυανέην δ’ Οἴαγρος ἀνεστυφέλιξεν ἐνυὼ ἀμώων ἀκόρητος ἐπασσυτέρων στίχας ἀνδρῶν,
170ἔγχεϊ Βιστονίῳ κορυθαιόλα λήια τέμνων. ὡς δ’ ὅτε τις προχέων ποταμὸς δυσπέμφελον ὕδωρ ἄστατος ἐκ σκοπέλοιο χαραδρήεντι ῥεέθρῳ ἔρχεται ἐς πεδίον πεφορημένος, οὐδέ μιν αὐταὶ
ἕρκεσιν ἀρραγέεσσιν ἀναστέλλουσιν ἀλωαὶ458 in vol. 1
175λαϊνέης μέσα νῶτα διαξύοντα γεφύρης· πολλὴ μὲν κεκύλιστο πίτυς, πολλὴ δὲ πεσοῦσα ὑψιφανὴς προθέλυμνος ἐσύρετο χεύματι πεύκη· ὣς ὅ γε δυσμενέων στρατὸν ἄμφεπεν, ἄλλον ἐπ’ ἄλλῳ πεζὸν ἐπιστροφάδην ὀλέκων Σιθωνίδι λόγχῃ,
180καί μιν ἐκυκλώσαντο, καὶ ἣν καλέουσι μαχηταὶ μιμηλὴν σακέεσσιν ἐπυργώσαντο χελώνην· ἔγχεϊ μὲν στατὸν ἔγχος ἐρείδετο, κεκλιμένη δὲ ἀσπὶς ἔην προθέλυμνος ἀμοιβαδὶς ἀσπίδι γείτων στεινομένῃ, καὶ ἔνευε λόφῳ λόφος, ἀγχιφανὴς δὲ
185ἀνδρὸς ἀνὴρ ἔψαυεν· ἐγειρομένης δὲ κονίης ἱππείοις ὀνύχεσσιν ἐλευκαίνοντο μαχηταί. ἔνθα τίνα πρῶτον, τίνα δ’ ὕστατον Ἄιδι πέμπων Βιστονίης Οἴαγρος ἀπέθρισεν ἀστὸς ἀρούρης, κτείνων ἄλλοθεν ἄλλον, ἑῆς ἀλόχοιο τελέσσας
190ἔργα φατιζομένης ἐπιδευέα Καλλιοπείης; τὸν μὲν ὑπὲρ μαζοῖο θοῷ δορί, τὸν δὲ δαΐζων ἄορι κωπήεντι κατ’ αὐχένος, αἰνομανῆ δὲ δήιον ἄλλον ἔνυξε παρ’ ὀμφαλόν, ἐκ φονίης δὲ ὠτειλῆς ἑὸν ἔγχος ἀνείρυσεν, ἑλκομένῳ δὲ
195σπλάγχνα δαφοινήεντι συνέσπασε θερμὰ σιδήρῳ·
ἄλλου μαρναμένοιο κατέδραμε φάσγανον ἕλκων, ἄορι δ’ εὐθήκτῳ παλάμην τάμεν, ἡ δὲ πεσοῦσα αἱμοβαφὴς ἤσπαιρεν ἐπὶ χθονὸς ἁλλομένη χείρ· καὶ παλάμη τέτμητο καὶ οὐ μεθέηκε βοείην459 in vol. 1

22

(200)

ἄκρα περισφίγγουσα κονιομένου τελαμῶνος· ψυχὴ δ’ ἠνεμόφοιτος ἀναΐξασα θανόντος συμπλεκέος ποθέεσκεν ἐθήμονα σώματος ἥβην. ἄλλον ἀπηλοίησεν ἀφειδέι δούρατι νύξας θηγαλέῃ γλωχῖνι βραχίονος ἄκρα τορήσας,
205ἄορι δ’ ἀσπίδα τύψεν, ἀρασσομένης δὲ σιδήρῳ ἀρραγέος βόμβησε μεσόμφαλα νῶτα βοείης. αὐτὰρ ὁ λυσσήεντι μόθου δεδονημένος οἴστρῳ ἐγχείην ἐλέλιζε μετήλυδα κυκλάδι τέχνῃ ἢ πλευρῆς ἑκάτερθεν ἢ αὐχένος ἢ σχεδὸν ὤμου·
210σείων δ’ ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν στεινομένης μέσα νῶτα διέτμαγε δηιοτῆτος, κραιπνός, ἀερσιλόφοιο καθήμενος ὑψόθεν ἵππου. ὡς δ’ ὅτε ῥιγαλέου σκιερὴν μετὰ χείματος ὥρην φαίνεται ἀσκεπέων νεφέων γυμνούμενος ἀήρ,
215φέγγεος εἰαρινοῖο δεδεγμένος αἴθριον αἴγλην· ὣς ὅ γε βακχεύων πυκινὰς στίχας ἄτρομος ἀνὴρ Ἰνδῶν σχιζομένων μεσάτην γυμνώσατο χάρμην. καὶ τότε τις προμάχοιο περὶ στόμα χαλκὸν ἐρείσας δεξιτερὴν δασπλῆτι γενειάδα τύψε μαχαίρῃ·460 in vol. 1
220καί τις ἐπ’ ἀντιβίοισιν ἐν ἠέρι βόμβον ἰάλλων εἰς σκοπὸν ὑψικέλευθον ἐπέμπετο λᾶας ἀλήτης, καὶ λίθος ἠερόφοιτος ἐπεσμαράγησε καρήνῳ, καὶ λόφον εὐπήληκος ἀπεστυφέλιξεν ἐθείρης, αὐχενίου δεσμοῖο παρ’ ἀνθερεῶνα λυθέντος·
225τῆς δὲ κυλινδομένης κεφαλὴ γυμνοῦτο φορῆος. οὐ μοῦνοι τότε φῶτες ἐπέβρεμον, ἀλλὰ καὶ αὐτοὶ ἵπποι χαλκοχίτωνες ἐπεσμαράγησαν ἐνυώ, ἄρεα σαλπίζοντες ἐνυαλίῳ χρεμετισμῷ. κούρη δ’ ὑστερόφωνος ὀρεσσαύλων ἀπὸ λαιμῶν
230πετραίοις στομάτεσσιν ἀμειβομένη κτύπον αὐτῶν μιμηλὴ χρεμέτιζε μέλος πολεμήιον Ἠχώ. καὶ πολὺς ἀρτιδάικτος ἑλίσσετο νεκρὸς ἀρούραις θερμὸν ἀποπτύων ῥόον αἵματος· ὀλλυμένων δὲ οἱ μὲν ἐπὶ πλευρῇσιν ἐπῃώρηντο θανόντες,
235ὃς δὲ τυπεὶς ἐλέλικτο χαρασσομένου κενεῶνος, ἄλλος ὑπὲρ δαπέδοιο χυτῇ κεκύλιστο κονίῃ, ἄλλος ἐπεστήρικτο παρ’ ὀμφαλόν, ὃς δ’ ἐπὶ γαίῃ ἀνέρος ἀσπαίροντος ἐπεσκίρτησε καρήνῳ, ὃς δὲ πεσὼν ἰάχησε τετυμμένος ἀνθερεῶνα,461 in vol. 1
240καὶ πόδας ἀμφελέλιξεν ἔχων ὀρχηθμὸν ὀλέθρου· πρηνὴς δ’ ἄλλος ἔκειτο, καὶ ὡς κοτέων ὀλετῆρι εὐρυχανὴς ἔσφιγξε μεμηνότι γαῖαν ὀδόντι. ἄλλου βαλλομένοιο τανυγλώχινι σιδήρῳ λευκὸς ἀκοντιστῆρι χιτὼν ἐρυθαίνετο λύθρῳ·
245ἄλλου μαρναμένοιο τιταινομένων ἀπὸ τόξων αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ. καί τις ἑὴν σάλπιγγα † μάτην περὶ χεῖλος ἐρείσας ἐχθρὸς ἀνὴρ κελάδησεν ἐγερσιμόθου μέλος ἠχοῦς, ὀκναλέον φύξηλιν ἑὸν στρατὸν εἰς μόθον ἕλκων.

22

(250)

οἱ δὲ βοῆς ἀίοντες ἐπὶ κλόνον ἔρρεον Ἰνδοί· θαρσαλέοι δ’ ἥψαντο παλιννόστοιο κυδοιμοῦ. αἰδόμενοι βασιλῆι φανήμεναι ἔκτοθι νίκης. καὶ πολέες στεφανηδὸν ἀπόσσυτον εἰν ἑνὶ χώρῳ Αἰακὸν εὐθώρηκες ἐκυκλώσαντο μαχηταί.
255αὐτὰρ ὁ μέσσος ἔην βεβιημένος, οὐ τρυφαλείῃ, οὐ πίσυνος σακέεσσι καὶ οὐ θώρηκι κυδοιμοῦ· ἀλλά ἑ πατρῴοις πεπυκασμένον ἀντὶ σιδήρου ἀρρήκτοις νεφέεσσιν ὅλον πύργωσεν Ἀθήνη, οἷς πάρος ἀβρέκτοιο κατέσβεσεν αὐχμὸν ἀρούρης
260διψαλέην ἐπὶ γαῖαν ἄγων βιοτήσιον ὕδωρ Ζηνὸς ἐπομβρήσαντος, ἀμαλλοτόκοιο δὲ γαίης αὔλακες εὐώδινες ἐνυμφεύθησαν ἀρότρῳ· καὶ μέσος ἀντιβίων κυκλούμενος ἔνθεος ἀνὴρ τοὺς μὲν ἀπηλοίησε θοῷ δορί, τοὺς δὲ μαχαίρῃ,462 in vol. 1
265τοὺς δὲ λίθοις κραναοῖσι· πέδον δ’ ἐρυθαίνετο λύθρῳ Ἰνδῶν κτεινομένων, καὶ ἀκαμπέος ἀνέρος αἰχμῇ κεῖτο πολυσπερέων νεκύων χύσις, ὧν ὁ μὲν αὐτῶν ἡμιθανὴς ἤσπαιρεν, ὁ δὲ χθόνα ποσσὶν ἀράσσων ὕπτιος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ·
270καὶ δαπέδῳ στείνοντο, νέκυς δ’ ἐπερείδετο νεκρῷ κεκλιμένῳ μετρηδόν, ἀπ’ ἀρτιτόμοιο δὲ λαιμοῦ ψυχρὸν ἐρευθιόωντι δέμας θερμαίνετο λύθρῳ· καὶ φόνος ἄσπετος ἦεν, ἐπασσυτέρων δὲ πεσόντων Γαῖα κελαινιόωσα κατάρρυτος αἵματος ὁλκῷ,
275υἱέας οἰκτείρουσα, χαραδραίῃ φάτο φωνῇ· „υἱὲ Διὸς ζείδωρε μιαιφόνε—καὶ γὰρ ἀνάσσεις ὄμβρου καρποτόκοιο καὶ αἱμαλέου νιφετοῖο—, ὄμβρῳ μὲν γονόεσσαν ὅλην ἐδίηνας ἀλωὴν Ἑλλάδος, Ἰνδῴην δὲ κατέκλυσας αὔλακα λύθρῳ,
280ὁ πρὶν ἀμαλλοφόρος, θανατηφόρος· ἀγρονόμοις μὲν σὸς νιφετὸς στάχυν εὗρε, σὺ δὲ στρατὸν ἔθρισας Ἰνδῶν ἀνέρας ἀμώων μετὰ λήιον· ἀμφότερον δὲ ἐκ Διὸς ὄμβρον ἄγεις, ἐξ Ἄρεος αἵματι νείφεις.“ τοῖα μὲν ἔννεπε Γαῖα φερέσβιος. ἀλλὰ Κρονίων
285οὐρανόθεν κελάδησε, καὶ Αἰακὸν εἰς φόνον Ἰνδῶν βρονταίοις πατάγοισι Διὸς προκαλίζετο σάλπιγξ. καί τις ἐν ἀντιβίοισιν ἐς Αἰακὸν ὄμμα τανύσσας πέμπε βέλος, καὶ βαιόν, ὅσον χροὸς ἄκρον ἀμύξαι, μηρὸν ἐπιγράψαντα παρέτραπεν ἰὸν Ἀθήνη.463 in vol. 1
290μάρνατο δ’ εἰσέτι μᾶλλον ἀνώδυνος εἰς μέσον Ἰνδῶν Αἰακὸς ἀστήρικτος, ἐπεὶ βέλος ἥπτετο μηροῦ λεπτὸς ὄνυξ ἅτε φωτός, ὅτε χροὸς ἄκρα χαράξῃ. καί τις ἀνὴρ ἀκίχητος ἐχάζετο πεζὸς ὁδίτης ἴχνεσιν ὠκυτέροισι, καὶ ἤθελε γείτονα λόχμην
295δύμεναι, ἧχι πάροιθεν ἐκεύθετο· τὸν δὲ διώκων εἰς δρόμον ἡνιόχευε ποδήνεμον ἵππον Ἐρεχθεύς· ἀλλ’ ὅτε τόσσον ἔμαρψεν, ὅσον προμάχοιο βαλόντος ἔγχεος ἱπταμένοιο τιταίνεται ὄρθιος ὁρμή, δὴ τότε δὴ μετὰ νῶτα βαλὼν ἀντώπιος ἔστη

22

(300)

πεζὸς ἀνὴρ ἱππῆα δεδεγμένος· αὐτὰρ ὁ κάμψας ὀκλαδὸν ἐστήριξεν ἀριστερὸν ἴχνος ἀρούρῃ λοξὸς ἐπὶ πλευρῇσιν, ὀπισθοτόνοιο δὲ ταρσοῦ ἴχνιον ἠέρταζε μετάρσιον, ὀρθὰ τιταίνων δεξιτεροῦ ποδὸς ἄκρα πεπηγότα δάκτυλα γαίῃ,
305Ἰνδικὸν ἑπταβόειον ἔχων σάκος, εἰκόνα πύργου,
γυμνὸν ἔχων ξίφος ὀξύ· προϊσχόμενος δὲ προσώπου ἀσπίδα χαλκεόνωτον ἐπέδραμεν Ἰνδὸς ἀγήνωρ, ἢ θανέειν ἢ φῶτα βαλεῖν ἢ πῶλον ἐλάσσαι ἄορι τολμήεντι· καὶ ὀμφαλόεντι σιδήρῳ464 in vol. 1
310δόχμιος ἀντικέλευθον ἀνακρούσας γένυν ἵππου πεζὸς ἐὼν ἐτίναξεν ὑπέρτερον ἡνιοχῆα· καί νύ κεν ἐς χθόνα ῥῖψεν ἀμήτορος ἀστὸν Ἀθήνης, ἀλλά μιν ἔγχεϊ νύξε παρ’ ὀμφαλὸν ἄκρον Ἐρεχθεὺς καὶ φονίῳ μέσον ἄνδρα πεπαρμένον ὀξέι χαλκῷ
315εἰς πέδον ἠκόντιζεν· ὁ δὲ στροφάδεσσιν ἐρωαῖς ἠερόθεν προκάρηνος ἐπωλίσθησε κονίῃ κρᾶτα κυβιστητῆρα φέρων βητάρμονι παλμῷ. τὸν δὲ λιπὼν σπαίροντα, μετατρέψας δρόμον ἵππου, ἄλλοις δυσμενέεσσιν ἐπέχραεν ἀστὸς Ἀθήνης.
320κυκλώσας ἑὰ τόξα, καὶ ἁπλώσας ἐπὶ νευρὴν ὄρθιον ἀκροτάτου τετανυσμένον ἄχρι σιδήρου εἰς σκοπὸν εἷλκε βέλεμνον· ἀριστοτόκῳ δ’ ἕο νύμφῃ νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Καλλιοπείῃ. ἐννέα μὲν προέηκε τανυγλώχινας ὀιστούς,
325ἐννέα δ’ ἄνδρας ἔπεφνεν· ἔην δέ τις ἶσος ἀριθμὸς πεμπομένοις βελέεσσι καὶ ὀλλυμένοισι μαχηταῖς· ὧν ὁ μὲν ἄκρα μέτωπα διέσχισεν ἰὸς ἀλήτης, ὃς δὲ δασυστέρνοιο κατέγραφεν ἄντυγα μαζοῦ, ἄλλος ὑπὲρ λαγόνων, ἕτερος δ’ ἐπὶ νηδύι πίπτων465 in vol. 1
330μεσσατίῃ πεφόρητο χαρασσομένου κενεῶνος, ὃς δὲ διὰ πλευροῖο διέδραμεν, ὃς δὲ φυγόντος ὀρθὸς ἀελλήεντι ποδῶν ἐνεπήγνυτο ταρσῷ καὶ χθονίῳ σφήκωσεν ὁμοζεύκτῳ πόδα δεσμῷ. ἠνεμόεν δὲ βέλεμνον ἀνείρυσεν· ἐκ δὲ φαρέτρης
335ἄλλου πεμπομένοιο κατέδραμεν ἄλλος ἐπ’ ἄλλῳ ἠερίῃ στροφάλιγγι κατάσσυτος ὄμβρος ὀιστῶν. ὡς δ’ ὅτε χαλκείῳ τις ἐπ’ ἄκμονι χαλκὸν ἐλαύνων ἀκαμάτῳ ῥαιστῆρι πυρίβρομον ἦχον ἰάλλει, τύπτων γείτονα μύδρον, ἀποθρῴσκουσι δὲ πολλοὶ
340ἁλλόμενοι σπινθῆρες ἀρασσομένοιο σιδήρου, ἠέρα θερμαίνοντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς ὃς μὲν ἔην προκέλευθος, ὁ δὲ σχεδόν, ἄλλος ὀρούσας ἄλλον ἔτι θρῴσκοντα κιχάνεται αἴθοπι παλμῷ· ὣς ὅ γε τοξεύων στρατιὴν ἀντώπιον Ἰνδῶν
345μαρναμένων ἐκέδασσεν, ἀλωφήτων ἀπὸ τόξων κτείνων ἄλλοθεν ἄλλον ἐπασσυτέροισι βελέμνοις. μεσσατίης δὲ φάλαγγος ἀλευαμένης νέφος ἰῶν
χῶρος ἐγυμνώθη, κεραῆς ἴνδαλμα Σελήνης, ἀμφιφαὴς ὅτε βαιὸν ἀποστίλβουσα κεραίης466 in vol. 1

22

(350)

ἄκρα διαπλήσασα δύω νεοφεγγέος αἴγλης κεκλιμέναις ἀκτῖσι μέσον κύκλοιο χαράσσει, δίζυγι κεκριμένῳ μαλακῷ πυρί, μεσσατίης δὲ γυμνὰ χαρασσομένης ἔτι φαίνετο κύκλα Σελήνης. οὐδὲ μάχης ἀπέληγε συναιχμάζων Διονύσῳ
355Αἰακὸς ἀπτοίητος, ἐβακχεύθη δὲ κυδοιμῷ κτείνων ἔνθα καὶ ἔνθα· καὶ ἐκ πεδίοιο διώκων εἰς προχοὰς ποταμοῖο μετήγαγε λαὸν ἀλήτην. συμφερτοὶ δ’ ἕνα μοῦνον ἐκυκλώσαντο μαχηταὶ τυπτόμενον ξιφέεσσι καὶ οὐκ ἀλέγοντα μαχαίρης,
360οὐ βέλεος πτερόεντος· ἐπασσυτέρῃσι δὲ ῥιπαῖς κυανέης ἤμησε σιδήρεα λήια χάρμης κραιπνὸς ἀνὴρ καὶ πᾶσιν ἐμάρνατο, τοὺς μὲν ἐπ’ ὄχθαις, τοὺς δὲ κάτω ποταμοῖο μαχήμονι χειρὶ δαΐζων· καὶ νεκύων ἔπλησεν ὅλον ῥόον· ὀλλυμένων δὲ
365αἵματι μορμύρων ἐρυθαίνετο λευκὸς Ὑδάσπης. καί τις ἀνὴρ προμάχοιο φυγὼν ἀνεμώδεα ῥιπὴν κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ,
καὶ πολὺς ἀρτιδάικτος ἀκοντιστῆρι σιδήρῳ σύρετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ467 in vol. 1
370οἰδαλέοις μελέεσσιν· ὑποβρυχίοιο δὲ λύθρου Νηιάδες λούσαντο δαφοινήεντι ῥεέθρῳ, καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη μέλαν ὕδωρ. πολλοὶ δ’ ἐν προχοῇσιν ἀπορρίψαντες ἀκωκὴν ἱκεσίην ἀνέφαινον ἀτευχέες, ὃς μὲν ἐπ’ ὄχθης,
375ὃς δὲ παρὰ ψαμάθοις τετανυσμένος, ὃς δ’ ἐπὶ γαίῃ ὄρθιος ὀκλάζων, κυρτούμενον αὐχένα κάμπτων· ἀλλὰ λιτὰς ἀπέειπεν ἄνω νεύοντι προσώπῳ Αἰακὸς ἀντιβίοισιν ἀκαμπέα μῆνιν ἀέξων· αἰχμητὴν δ’ ἀσίδηρον ἐπιψαύοντα λιτάων
380οὐχ ἕνα μοῦνον ἔπεφνε Λυκάονα, δυσμενέας δὲ χερσὶν ἀθωρήκτοισι κυλινδομένους ἐπὶ γαίῃ νηρίθμους κεράιξε, ῥόον ποταμοῖο μιαίνων· καὶ πολὺν Ἀστεροπαῖον ἐδέξατο νεκρὸν Ὑδάσπης. οὐδ’ ἀθεεὶ πολέμιζε καὶ Αἰακός· ἀντιβίους γάρ,
385ὡς γενέτης Πηλῆος, ἔσω ποταμοῖο δαΐζων ἰκμαλέον μόθον εἶχε καὶ ὑδατόεσσαν ἐνυώ, οἷα προθεσπίζων ποταμοῦ παρὰ χεῦμα Καμάνδρου φύλοπιν ἡμιτέλεστον ἐπεσσομένην Ἀχιλῆι·
καὶ μόθον υἱωνοῖο μόθος μαντεύσατο πάππου.468 in vol. 1
390 καί τις ἐνὶ προχοῇσιν ἀσάμβαλος ἴαχε Νύμφη Νηιὰς ἀκρήδεμνος ὑπερκύψασα ῥοάων· „Νηιάδων ὁμόφυλε, Διιπετὲς αἷμα κομίζων, ἁγνὸν ὕδωρ ἐλέαιρε Διιπετέος ποταμοῖο. ἄρκιον Ἰνδὸν ὄλεσσε τεὸν δόρυ· παύεο Νύμφαις
395δάκρυα Νηιάδεσσιν ἀδακρύτοισιν ἐγείρων· Νηιὰς ὑδατόεσσα καὶ ὑμετέρη πέλε μήτηρ· κούρην γὰρ ποταμοῖο τεὴν Αἴγιναν ἀκούω. μνώεο, τίς σε λόχευσε, καὶ οὐκέτι χεῦμα μιαίνεις. ἵξομαι εἰς ῥόον ἄλλον ἀκήρατον, εἰς ἅλα βαίνω,

22

(400)

καί με θαλασσαίη δέχεται Θέτις· ἀλλὰ μελέσθω
αἱματόεις ῥόος οὗτος Ἐρινύι καὶ Διονύσῳ.“469 in vol. 1

23

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΙΚΟΣΤΟΝ ΤΡΙΤΟΝ.
1 Ὣς φαμένη πατρῷον ἐδύσατο φοίνιον ὕδωρ Νηιὰς ὑδατόεσσα διάβροχος αἵματι Νύμφη. αὐτὰρ ὁ βάρβαρα φῦλα παρ’ ᾐόνας ἄορι τύπτων εἰς προχοὰς ἔτρεψε· διωκόμενοι δὲ σιδήρῳ
5δυσμενέες κτείνοντο φόβῳ στείνοντες Ὑδάσπην. καὶ πολὺς ἐν ῥοθίοισι πόδας καὶ χεῖρας ἑλίσσων νηχομένους μιμεῖτο, καὶ ἤθελε πότμον ἀλύξαι χερσὶν ἀπειρήτοις ποταμήια χεύματα τέμνων· ἀλλὰ ῥόῳ κεκάλυπτο· καὶ ὕδασιν ἄλλος ἐπ’ ἄλλῳ
10ἔγκυος οἰδαίνων διερῷ τυμβεύετο πότμῳ. οὐδ’ ἐπὶ δὴν παρὰ θῖνα φερεσσακέος ποταμοῖο πληθύι τοσσατίῃ φονίων κυκλούμενος Ἰνδῶν Αἰακὸς εἰσέτι μίμνεν, ἐπεὶ μογέοντι παρέστη Ἰνδοφόνος Διόνυσος ἀκαχμένα θύρσα τινάσσων.
15ἔνθα πολὺν στρατὸν ἄλλον ἀφειδέι δούρατι νύσσων Αἰακὸς ἐπρήνιξεν· ἐμαίνετο δ’ οἷά περ Ἄρης, σύνδρομος εὐθώρηκι κασιγνήτῳ Διονύσῳ.
καὶ διερῇ Διόνυσος ὁμίλεε σύζυγι χάρμῃ ὑγρὸν ἐπ’ ἀντιβίοισι φέρων μόρον. εἰ δέ τις ἀνὴρ470 in vol. 1
20νήχετο δαιδαλέης ὑπὲρ ἀσπίδος οἴδματα τέμνων, νηχομένου κεράιξε μετάφρενον· εἰ δέ τις Ἰνδῶν ἡμιφανὴς πολέμιζεν ἐπ’ ἰλύι ταρσὸν ἐρείσας, θύρσῳ στῆθος ἔτυψεν ἢ αὐχένα, κύματα τέμνων, δυόμενος· βυθίων γὰρ ἐπίστατο κόλπον ἐναύλων,
25ἐξ ὅτε μιν φεύγοντα μόθον δασπλῆτα Λυκούργου δώματι κυμαίνοντι γέρων ὑπεδέξατο Νηρεύς. πολλοὶ δ’ ἔνθα καὶ ἔνθα περικλείοντο ῥεέθρῳ, υἷα Διὸς τρομέοντες ἐρίδρομον, ὧν ὁ μὲν αὐτῶν ὄρθιος ἰλυόεντι πόδας σφηκώσατο πηλῷ,
30αὐτοπαγὴς δ’ ἀτίνακτος ἀπ’ ἰξύος ἄχρι καρήνου ἡμιφανὴς ἀνέτελλε καλυπτόμενος πτύχα μηροῦ· καὶ Βρομίῳ πολέμιζεν ἐν ὕδασι μᾶλλον ἀρούρης ἀμφοτέραις παλάμαις διδυμάονα δούρατα πάλλων· καὶ τὸ μὲν αἰχμάζεσκεν ἐς ᾐόνας ὑψόσε πέμπων,
35Αἰακὸν ἀντικέλευθον ἔχων σκοπόν, ἄλλο δὲ σείσας ἔγχος ἀνουτήτοιο κατηκόντιζε Λυαίου. καί τις ἐνεστήρικτο μέσον κενεῶνα καλύπτων, ὃς δὲ φυγεῖν οὐχ εὗρε, τετυμμένος ὀξέι θύρσῳ, ἴχνια πηλώεντι φέρων πεπεδημένα δεσμῷ,
40ταρσὸν ἔχων ψαμάθοισι κατάσχετον· ἵστατο δ’ ἄλλος κνήμης λουομένης· ὁ δὲ γούνατος ἄκρα διαίνων ὑγρὴν αἱμαλέοιο δι’ ὕδατος εἶχεν ἐνυώ· ἄλλος ἐνερρίζωτο δεδυκότος ἄχρι γενείου, καὶ πόδας ᾐώρησε λελουμένον ὦμον ἀείρων,471 in vol. 1
45φεύγων φρικτὰ ῥέεθρα καταΐσσοντα προσώπου· ἄλλος ἐνὶ προχοῇσιν ὅλον δέμας ἐκ ποδὸς ἄκρου ἄχρι μέσου στέρνοιο κατάρρυτος, ὃς δὲ διαίνων ὤμους διχθαδίους, ὁ δὲ βόστρυχον ἄκρον ἐρεύσας δέχνυτο κυματόεσσαν ἐπαΐσσουσαν ἀπειλήν.

23

(50)

εἰς βυθὸν ἄλλος ἔδυνε διάβροχα χείλεα σείων ἀνδροφόνον παρὰ χεῦμα σεσηρότος ἀνθερεῶνος. καί τις ἑοὺς ἑτάρους δεδοκημένος Ἰνδὸς ἀγήνωρ τοὺς μὲν κτεινομένους δολιχῷ δορί, τοὺς δὲ μαχαίρῃ, ἄλλον ὀιστευθέντα χαραδρήεντι βελέμνῳ,
55τὸν δὲ πολυπλέκτῳ δεδαϊγμένον ὀξέι θύρσῳ, Θουρέι νεκρὸν ὅμιλον ἐδείκνυεν, ἀχνύμενος δὲ τίλλε κόμην, φλογερῷ δὲ χόλου βακχεύετο πυρσῷ, σφίγγων καρχαρόδοντι μεμυκότα χείλεα δεσμῷ· καὶ ταχὺς αὐτοφόνον μιμούμενος Ἰνδὸν Ὀρόντην,
60βάρβαρον αἷμα φέρων καὶ βάρβαρον ἦθος ἀέξων,
ἆορ ἑὸν γύμνωσεν, ἀπορρίψας δὲ χιτῶνα, ἄρεος ἀρραγὲς ἕρκος, ἀλεξητῆρα βελέμνων, καὶ ξίφος ἀπτοίητος ἑῷ κενεῶνι πελάσσας ὑστατίην ταχύποτμος ἀγήνορα ῥήξατο φωνήν·472 in vol. 1
65 „γαστήρ, δέχνυσο τοῦτο φίλον ξίφος· αἰδέομαι γάρ, μή τις ἐμὲ κτείνειεν ἀνάρσιος ἀπτόλεμος χείρ. αὐτὸς ἐμῷ κενεῶνι θελήμονα χαλκὸν ἐλάσσω, μή με πατὴρ μέμψαιτο δεδουπότα θήλεϊ θύρσῳ, μὴ Σάτυρον, μὴ Βάκχον ἐμὸν καλέσειε φονῆα.“
70 ἔννεπε κυανέης κατὰ γαστέρος ἆορ ἐρείσας τολμηραῖς παλάμῃσιν, ἅτε ξένον ἄνδρα δαΐζων, καὶ θάνεν αὐτοδάικτος ἐν ἀντιβίοισι Μενοικεύς, αἰδόμενος μετὰ δῆριν ἰδεῖν ἔτι Δηριαδῆα· ὄμμασι δ’ ἀκλαύτοισι θελήμονι κάτθανε πότμῳ,
75καὶ μανίης ἀπάνευθεν ἐφαίνετο χάλκεος Αἴας. καὶ φόνος ἄσπετος ἦεν· ἀναινομένῳ δὲ ῥεέθρῳ κτεινομένους ἐκάλυψε καὶ ἔπλετο τύμβος Ὑδάσπης. καί τις ἔσω ποταμοῖο πανυστατίην χέε φωνήν· „καὶ σύ, πάτερ, προχοῇσι πόθεν σέο τέκνα καλύπτεις;
80πολλάκι Βάκτρον ἄρηα μετήιον, ἀλλὰ ῥεέθροις οὔ ποτε Μῆδον ὅμιλον ἀπέκτανε Μῆδος Ἀράξης· Περσικὸς Εὐφρήτης οὐκ ἔκρυφε γείτονα Πέρσην· πολλάκι μοι παρὰ Ταῦρον ἔην μόθος, ἀλλ’ ἐνὶ χάρμῃ οὐ Κίλικάς ποτε Κύδνος ἑῷ τυμβεύσατο κόλπῳ·
85οὐ Τάναϊς χιονῶδες ἄγων πετρούμενον ὕδωρ γείτονι Σαυρομάτῃ θωρήσσεται, ἀλλὰ κορύσσων Κόλχοις ἀντιβίοισι χαραδρήεσσαν ἐνυὼ
πολλάκι παχνήεντι κατεπρήνιξε βελέμνῳ. Ἠριδανὸς πέλε σεῖο μακάρτερος, ὅττι ῥεέθροις473 in vol. 1
90ἀλλοδαπὸν Φαέθοντα καὶ οὐκ ἔκρυψε πολίτην, οὐ Γαλάτην ἐκάλυψε καὶ οὐ τάφος ἔπλετο Κελτῷ, ἀλλὰ φίλοις ναέτῃσι ῥυηφενέων ἀπὸ δένδρων Ἡλιάδων ἤλεκτρα φεραυγέα δῶρα κυλίνδει· Ῥῆνος Ἴβηρ βρεφέεσσι κορύσσεται, ἀλλὰ δικάζων,
95καὶ κρυφίην ὠδῖνα διαστίζων τοκετοῖο κτείνει ξεῖνα γένεθλα· σὺ δὲ φθιμένων ναετήρων κρύπτεις γνήσια τέκνα καὶ οὐ νόθον αἷμα καλύπτεις. πῶς δύνασαι ποταμοῖσι μιγήμεναι ἠὲ καὶ αὐτῷ Ὠκεανῷ γενέτῃ καὶ Τηθύι, σεῖο τεκούσῃ,

23

(100)

αἱμαλέαις λιβάδεσσι φόνου πλημμυρίδα σύρων; ἅζεο, μὴ νεκύεσσι Ποσειδάωνα μιήνῃς. σεῖο ῥόος Βρομίοιο κακώτερος, ὅττι με θύρσοις οὐ κλονέει Διόνυσος, ὅσον κλονέεις με ῥεέθροις.“ ὣς εἰπὼν βαρύποτμος ἐδέχνυτο λοίσθιον ὕδωρ.
105καὶ πλόος ἦν εὔοπλος· ἐκουφίζοντο δὲ λαοὶ οἰδαλέοις μελέεσσιν· ἀποφθιμένου δὲ φορῆος ἡμιφανὴς πλωτῆρι λόφῳ πορθμεύετο πήληξ δυομένη κατὰ βαιόν· ἐφελκόμεναι δὲ ῥεέθροις ἐκταδὸν ἐν ῥοθίοισιν ἅτε πρυμνήσια νηῶν
110νηχομένους τελαμῶνας ἐναυτίλλοντο βοεῖαι,
στοιχάδες ἔνθα καὶ ἔνθα· βαρυνόμενον δὲ σιδήρῳ εἰς βυθὸν ὑγροχίτωνα κατέσπασεν ἀνέρα θώρηξ. οὐδὲ μόθου Διόνυσος ἑοὺς ἀνέκοψε μαχητάς, εἰ μὴ πάντας ἔπεφνεν ἑῷ ταμεσίχροϊ θύρσῳ,474 in vol. 1
115καλλείψας ἕνα μοῦνον ὅλων κήρυκα θανόντων· Θουρέα μοῦνον ἔλειπε θεουδέα μάρτυρα νίκης. Ἥρη δ’ ὡς ἐνόησε δαϊκταμένων φόνον Ἰνδῶν, οὐρανόθεν πεπότητο, δι’ ὑψιπόρου δὲ κελεύθου ἄστατος ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῷ.
120Ἀντολίης δ’ ἐπέβαινε, καὶ ὥπλισεν Ἰνδὸν Ὑδάσπην φύλοπιν ὑδατόεσσαν ἀναστῆσαι Διονύσῳ. ἀλλ’ ὅτε βαρβαρόφωνος Ἑώιος ὤκλασεν ἄρης, δὴ τότε ναυτιλίης ἑτερότροπα μάγγανα τεύχων χεύμασιν ἀκλύστοισι χορὸς πορθμεύετο Βάκχων.
125καὶ θεὸς ἡγεμόνευε, δι’ οἴδματος ἡνιοχεύων ἅρμασι χερσαίοισι νόθον πλόον, ὑγροπόρων δὲ πορδαλίων ἀδίαντος ὄνυξ ἐχάραξεν Ὑδάσπην· καὶ στρατιαὶ πλόον εἶχον ἀκυμάντου ποταμοῖο, ὧν ὁ μὲν Ἰνδῴην σχεδίην πολύδεσμον ἐρέσσων,
134ἅμματι τεχνήεντι περίπλοκα δούρατα δήσας ...
130ὃς δέ, κυβερνήσας διερὴν ἀκάτοιο πορείην, ἐνδάπιον σκάφος εἶχε λινορραφέων ἁλιήων
ἁρπάξας· ἕτερος δὲ νόθῳ ναυτίλλετο θεσμῷ καὶ ξύλον αὐτόπρεμνον ὁμοίιον ὁλκάδι τεύχων,475 in vol. 1
135ἔκτοθι πηδαλίου, δίχα λαίφεος, ἐκτὸς ἐρετμῶν, οὐ Βορέην καλέων νηοσσόον, ἰθυτενὲς δὲ εἰς βυθίους κενεῶνας ὑποβρύχιον δόρυ πέμπων, Ἄρεος ὑγροπόροιο δορυσσόος ἔπλεε ναύτης. καὶ πλωτῆς ἀδίαντος ἐπ’ ἀσπίδος οἴδματα τέμνων,
140πεῖσμα φέρων τελαμῶνα, σακεσπάλον εἶχε πορείην, ξείνην ναυτιλίην ψευδήμονι νηὶ χαράσσων. καὶ στρατὸς ἱππήων ῥόον ἔστιχε, καὶ πλόος ἵππων ποσσὶν ἔην ῥαχίῃσιν ἀειρομένων ἐλατήρων· καὶ τότε νηχομένου διερὸν δρόμον εὔποδος ἵππου
145ἰξύι κουφίζοντος ὑπέρτερον ἡνιοχῆα ὑψιφανὴς ἀνέτελλε δι’ ὕδατος ἄβροχος αὐχήν. καὶ στρατὸς ἐγρεμόθων πρυλέων ἀκάτοιο χατίζων, ἀσκοῖς οἰδαλέοισι χέων ποιητὸν ἀήτην, δέρματι φυσαλέῳ διεμέτρεεν Ἰνδὸν Ὑδάσπην,

23

(150)

ἐνδομύχων δ’ ἀνέμων ἐγκύμονες ἔπλεον ἀσκοί. αἰγείοις δὲ πόδεσσι διέτρεχε Παρράσιος Πὰν ἄκρα γαληναίοιο διαστείχων ποταμοῖο· καὶ Λύκος ἡνιόχευε θαλασσαίων δρόμον ἵππων πατρῴην ἀδίαντον ἄγων τέθριππον ἀπήνην·
155καὶ γνωτῷ περόωντι συνέστιχε Δαμναμενῆι Σκέλμις ἀκυμάντοιο καθιππεύων ποταμοῖο. ἄλλος ὑπὲρ νώτοιο θορὼν ὁμόφοιτον ἀέλλαις εἰς πλόον ἡνιόχευε καλαύροπι ταῦρον ὁδίτην, καὶ βοέοις ὀνύχεσσι κατέγραφεν ἄψοφον ὕδωρ·476 in vol. 1
160Σιληνοὶ δὲ γέροντες ἐναυτίλλοντο † θαλάσσῃ καὶ ποσὶ καὶ παλάμῃσιν ἐρετμώσαντες Ὑδάσπην. καὶ προχέων κρουνηδὸν ἀλεξήτειραν ἰωὴν γνωτῷ κυματόεντι γέρων ἰάχησεν Ὑδάσπης, μῦθον ἀπειλητῆρα χέων πολυπίδακι λαιμῷ·
165 „γνωτὲ πέπον, τέο μέχρι τεὸς ῥόος ἄψοφος ἕρπει; οἴδματα σεῖο κόρυσσον ἐπιβρίζων Διονύσῳ, ὄφρα κατακρύψωμεν ἐν ὕδασι πεζὸν ὁδίτην. σοὶ καὶ ἐμοὶ πέλεν αἶσχος, ὅτε Βρομίοιο μαχηταὶ ἀβρέκτοις ἐμὸν οἶδμα διασχίζουσι πεδίλοις.
170Αἴολε, καὶ σὺ τέλεσσον ἐμοὶ χάριν, ἀντιβίοις δὲ σοὺς προμάχους θώρηξον ἀελλήεντας ἀήτας μαρναμένους Σατύροισιν, ὅτι στρατὸς ὑγρὸς ὁδίτης ἅρμασι χερσαίοισι βατὸν ποίησεν Ὑδάσπην, καὶ δρόμον ὑγρὸν ἔχουσιν ἐν ὕδασιν ἡνιοχῆες·
175σοὺς ἀνέμους θώρηξον ἐμῷ πορθμῆι Λυαίῳ· χεύμασι δ’ ἑλκέσθω Σατύρων στόλος, ἡνιόχων δὲ συρομένων προχοῇσιν ἐμὸς ῥόος ἅρμα δεχέσθω, οἴδματι λυσσήεντι καλυπτομένων ἐλατήρων. οὐ μὲν ἐγὼ νήποινον ἀήθεα πορθμὸν ἐάσσω·477 in vol. 1
180σοὶ καὶ ἐμοὶ πέλεν αἶσχος, ὅταν Βρομίοιο μαχηταὶ ἀτραπὸν ἡνιόχοισι καὶ ἀβρέκτοισιν ὁδίταις— ὑγροπόρους δὲ λέοντας ἀιστώσω Διονύσου. εἰπέ, πόθεν βατὸς ἔσκεν ἐμὸς ῥόος, ὑγροβαφὴς δὲ Νηιὰς ἐν προχοῇσι πόθεν χρεμετισμὸν ἀκούει
185καὶ ῥάχιν ἰχθυόεσσαν ὄνυξ ἵππειος ἀράσσει; αἰδέομαι ποταμοῖσι μιγήμεναι, ὅττι γυναῖκες ἡμέας ἀκλύστοισι διαστείβουσι πεδίλοις. οὔ ποτε τολμήεντες ἐμὸν ῥόον ἔπλεον Ἰνδοὶ ἅρμασιν ἠλιβάτοισι, καὶ οὐ πατρώιον ὕδωρ
190Δηριάδης ἐχάραξεν ἑῷ περιμήκεϊ δίφρῳ, ὑψιλόφων λοφιῇσιν ἐφεδρήσσων ἐλεφάντων.“ ὣς εἰπὼν ἐκόρυσσεν ἑὸν ῥόον· ἆλτο δὲ Βάκχῳ αἰχμάζων ῥοθίοισιν· ἀελλήεσσα δὲ πολλὴ μαρναμένων ὑδάτων διερὴ μυκήσατο σάλπιγξ·
195καὶ ποταμὸς κελάρυζεν ἄγων ὑψούμενον ὕδωρ,
μαρνάμενος Σατύροισι· πολυφλοίσβῳ δὲ κυδοιμῷ Βασσαρὶς ἁβροχίτων ἀπεσείσατο κύμβαλα χειρῶν καὶ πόδας ἀμφελέλιζεν, ἐρεσσομένοιο δὲ ταρσοῦ ξανθὰ πολυρραφέων ἀπεσείσατο δεσμὰ πεδίλων,478 in vol. 1

23

(200)

καὶ ῥόος ἠνεμόεις πεφορημένος ἄχρι καρήνου Βάκχης νηχομένης ἑλικώδεας ἔκλυσε χαίτας· ἄλλη βριθομένη διεροὺς ἀπεθήκατο πέπλους, νεβρίδας οἰδαλέοισιν ἐπιτρέψασα ῥεέθροις, καί οἱ ἐπὶ στέρνοισι κορυσσομένου ποταμοῖο
205ὄγκος ἐρευθιόωντι μέλας ἐπεσύρετο μαζῷ· καὶ Σάτυρος παλάμῃσιν ἐρετμώσας χυτὸν ὕδωρ ἰκμαλέην ἐλέλιζε δι’ ὕδατος ὄρθιον οὐρήν· γηραλέοις δὲ πόδεσσι μεθυσφαλὲς ἴχνος ἐρέσσων ἄστατος ὑδατόεντι Μάρων πεφορημένος ὁλκῷ
210κύμασιν ἀσκὸν ἔλειπε βεβυσμένον ἡδέος οἴνου· πυκνὰ δὲ σειομένη διδυμόζυγι σύνδρομος αὐλῷ Πανιὰς ἀκροτάτοιο δι’ ὕδατος ἔπλεε σύριγξ, κύμασιν αὐτοέλικτος· ἁμιλλητῆρι δὲ παλμῷ Σιληνοῦ λασίοιο κατ’ αὐχένος ἔρρεε χαίτη.
215 καὶ ποταμὸς κελάδησεν ἀφυσγετὸν οἴδματι σύρων, ξανθὸν ὑπὲρ πεδίοιο χέων μετανάστιον ὕδωρ, κικλήσκων Διόνυσον ἐς ὑδατόεσσαν ἐνυώ· καὶ ῥόος ἐγρεκύδοιμος ἔχων ἀντίπνοον αὔρην ἀγχινεφὴς ὑψοῦτο, διάβροχον ἠέρα ῥαίνων,
220οἴδματι παφλάζοντι καταθρῴσκων Διονύσου.
οὐχ οὕτω Σιμόεντος Ἀρειμανὲς ἔβρεμεν ὕδωρ, οὐχ οὕτω ῥόος ἔσκεν ἐγερσιμόθοιο Καμάνδρου χεύματι κυματόεντι κατακλύζων Ἀχιλῆα, ὡς τότε Βακχείην στρατιὴν ἐδίωξεν Ὑδάσπης.479 in vol. 1
225καὶ ποταμῷ Διόνυσος ἀνήρυγε θυιάδα φωνήν· „τί κλονέεις Διὸς υἷα, Διιπετές; ἢν ἐθελήσω, τερσαίνει σέο χεῦμα πατὴρ ἐμός, ὑέτιος Ζεύς. ἐκ νεφέων βλάστησας ἐμοῦ Κρονίδαο τοκῆος, καὶ νεφεληγερέταο Διὸς βλάστημα διώκεις;
230πατρὸς ἐμοῦ πεφύλαξο βέλος λοχίοιο κεραυνοῦ, μὴ στεροπὴν Βρομίοιο γενέθλιον εἰς σὲ κορύσσῃ· ἅζεο, μὴ βαρύγουνος, ὅπως Ἀσωπός, ἀκούσῃς. σὴν προχοὴν πρήυνον, ἕως ἔτι μῆνιν ἐρύκω·
233aσὴν προχοὴν θήλυνον, ἕως ἔτι † μῆνιν ἐρύκω †
234ὑδατόεις πυρόεντι κορύσσεαι· οὐ δύνασαι δὲ
235τλήμεναι αἰθαλόεντος ἕνα σπινθῆρα κεραυνοῦ. εἰ δὲ μέγα φρονέεις χάριν Ἀστρίδος, εἰ σέο νύμφη ἔλλαχεν αἰθερίης Ὑπερίονος αἷμα γενέθλης, Ἠελίου θρασὺν υἷα, πυρώδεος ἡνιοχῆος, οὐρανὸν ἱππεύοντα πατὴρ ἐμὸς ἔφλεγε πυρσῷ,
240καὶ νέκυν ἔστενε παῖδα πυρὸς ταμίης Ὑπερίων, οὐδὲ χάριν Φαέθοντος ἐμῷ πολέμιζε τοκῆι, οὐ πυρὶ πῦρ ἀνάειρε, καὶ εἰ πυρὸς ἡγεμονεύει. εἰ χάριν ὑμετέρου μεγαλίζεαι Ὠκεανοῖο, Ἠριδανὸν σκοπίαζε Διὸς πληγέντα βελέμνῳ,480 in vol. 1
245ὑμέτερον πυρίκαυτον ἀδελφεόν· αἰνοπαθὴς δὲ σὸς διερὸς προπάτωρ, μιτρούμενος ἄντυγι κόσμου, χεύμασι τοσσατίοισι χέων γαιήοχον ὕδωρ, υἱὸν ἴδε φλεχθέντα, καὶ οὐ πολέμιζεν Ὀλύμπῳ, οὐ προχοαῖς ἐρίδαινε πυριγλώχινι κεραυνῷ.

23

(250)

ἀλλὰ τεῶν ὑδάτων ἔτι φείδεο, μηδὲ νοήσω Ἠριδανῷ φλεχθέντι κεκαυμένον ἶσον Ὑδάσπην.“ ὣς φαμένῳ βαρύδουπος ἐχώσατο μᾶλλον Ὑδάσπης κύμασι λαβροτέροισι χέων ὑψίδρομον ὕδωρ. καί νύ κεν ἔκρυφε πᾶσαν ἀβακχεύτων στίχα Βάκχων,
255εἰ μὴ Βάκχος ἄμυνεν, ἀπ’ ἀγχιπόροιο δὲ λόχμης πυρσοτόκον νάρθηκα βαλὼν ἀντώπιον Ἠοῦς Ἠελίῳ θέρμηνεν· ἐριφλεγέος δὲ κορύμβου αὐτογόνῳ σπινθῆρι λοχεύετο δουράτεον πῦρ· καὶ προχοαῖς φλόγα ῥῖψεν· ἀπειλητῆρι δὲ δαλῷ
260καιομένου ποταμοῖο ῥοαῖς ἐπεπάφλασαν ὄχθαι· καὶ πολὺς ἠερόφοιτος ἑλίσσετο καπνὸς ἀλήτης
λωτοῦ καιομένοιο μαραινομένου τε κυπείρου· καὶ θρύα πῦρ ἀμάθυνε· πολυστροφάλιγγι δὲ ῥιπῇ καπνοῦ λιγνυόεντος ἕλιξ ἐμέθυσσεν ἀυτμὴ481 in vol. 1
265ἠερίας ἁψῖδας, ὅλη δ’ ἐμελαίνετο λόχμη εὐόδμοις ἀνέμοισιν ἱμασσομένων δονακήων. καὶ σέλας εἰς βυθὸν εἷρπεν· ἐνεκρύπτοντο δὲ πηλῷ ἰχθύες αἰθαλόεντες· ὑποβρυχίοιο δὲ πυρσοῦ νηχομένῳ σπινθῆρι διάβροχος ἔζεεν ἰλὺς
270ὑγρὸν ἀναπτομένη· βυθίων δ’ ἄπο καπνὸς ἐναύλων ἔμπυρος ὑδατόεντι διέσσυτο σύνδρομος ἀτμῷ. Ὑδριάδων δὲ φάλαγγες ἀνάμπυκες ὠκέι ταρσῷ γυμναὶ κυματόεντος ἀπεπλάζοντο μελάθρου· καί τις ἀναινομένη φλογερὸν πατρώιον ὕδωρ
275Νηιὰς ἀκρήδεμνος ἀήθεα δύσατο Γάγγην· ἄλλη δ’ Ἰνδὸν ἔναιεν ἐριβρεμέτην Ἀκεσίνην ἀζαλέοις μελέεσσιν· ἀλωομένην δὲ Χοάσπης ἄλλην οὐρεσίφοιτον ἀνάμπυκα Νηίδα Νύμφην παρθενικὴν ἀπέδιλον ἐδέξατο, Περσίδι γείτων.
280 Ὠκεανὸς δ’ ἰάχησεν ἀπειλείων Διονύσῳ, ὑδατόεν μύκημα χέων πολυπίδακι λαιμῷ, καὶ ῥόον ἀενάων στομάτων κρουνηδὸν ἰάλλων ἠιόνας κόσμοιο κατέκλυσε χεύμασι μύθων· „ἥλικος Ὠκεανοῖο παρευνέτι, σύγχρονε κόσμου,
285παντρόφε συμμιγέων ὑδάτων, αὐτόσπορε Τηθύς, ἀρχαίη φιλότεκνε, τί ῥέξομεν; αἰθαλόεις γὰρ εἰς ἐμὲ καὶ σέο τέκνα κορύσσεται ὑέτιος Ζεύς· ἅρπαγα γὰρ νόθον ὄρνιν ἔχει Κρονίωνα φονῆα Ἀσωπὸς γενετῆρα, καὶ υἱέα Βάκχον Ὑδάσπης.482 in vol. 1
290ἀλλὰ Διὸς στεροπῇσιν ἄγων ἀντίξοον ὕδωρ ἠέλιον πυρόεντα ῥόῳ σβεστῆρι καλύψω, κρύψω δ’ αἰθέρος ἄστρα· καὶ ἀθρήσει με Κρονίων χεύματι μορμύροντι κατακλύζοντα Σελήνην· Ἀρκτῴην δ’ ὑπὸ πέζαν ἐμαῖς προχοῇσι λοέσσω
295ἄξονος ἄκρα κάρηνα καὶ ἄβροχον ὁλκὸν Ἁμάξης· καὶ βυθίης ἀρχαῖον ἐμῆς πλωτῆρα θαλάσσης αἰθέριον Δελφῖνα πάλιν πλωτῆρα τελέσσω, κρυπτόμενον πελάγεσσι· καὶ ἀστερόφοιτον ἐρύσσω νόστιμον οὐρανόθεν μετανάστιον εἰς χθόνα Κελτῶν

23

(300)

Ἠριδανὸν πυρόεντα, καὶ ὑδατόεντα τελέσσω, αἰθέρα γυμνώσας διεροῦ πυρός· ὑψιπόρους δὲ Ἰχθύας ἀστερόεντας ἐμοὺς πάλιν εἰς ἅλα σύρω, νηχομένους μετ’ Ὄλυμπον ἐν ὕδασιν. ἔγρεο, Τηθύς, ὕδασιν αἰθέρος ἄστρα καλύψομεν, ὄφρα νοήσω
305Ταῦρον, ἀκυμάντοιο πάλαι πλωτῆρα θαλάσσης, κύμασι λαβροτέροις πεφορημένον ὑγρὸν ὁδίτην, Εὐρώπης μετὰ λέκτρον· ὀρινέσθω δὲ καὶ αὐτή, δερκομένη κερόεσσαν ἐμὴν ταυρώπιδα μορφήν, ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη·
310ἵξομαι ὑψικέλευθος ἐς οὐρανόν, ὄφρα νοήσω
ἰκμαλέον Κηφῆα καὶ ὑγροχίτωνα Βοώτην, ὡς πάρος Ἐννοσίγαιος, ὅτε θρασὺς ἀμφὶ Κορίνθου ὑγρὸς ἄρης ἀλάλαζεν ἐς ἀστερόεσσαν ἐνυώ· κρύψω δ’ ἔμπυρον Αἶγα, Διὸς τροφόν, ὑγροπόρῳ δὲ483 in vol. 1
315ἅρμενον Ὑδροχοῆι χαρίζομαι ἄφθονον ὕδωρ. Τηθύς, καὶ σύ, θάλασσα, κορύσσεο· ταυροφυῆ γὰρ Ζεὺς νόθον υἷα λόχευσεν, ἵνα ξύμπαντας ὀλέσσῃ καὶ ποταμοὺς καὶ φῶτας ἀμεμφέας· ἀμφότερον δὲ Ἰνδοὺς θύρσος ἔπεφνε καὶ ἔφλεγε πυρσὸς Ὑδάσπην.“
320ἔννεπε παφλάζων βαθυκύμονος οἴδματι φωνῆς.484 in vol. 1

24

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΙΚΟΣΤΟΝ ΤΕΤΑΡΤΟΝ.
1 Ζεὺς δὲ πατὴρ κοτέοντος ἀπέτραπε παιδὸς ἀπειλήν, δοῦπον ὁμοπλεκέων νεφέων βρονταῖον ἀράσσων· καὶ χόλον ἐπρήυνεν ἀτέρμονος Ὠκεανοῖο, ὑσμίνην φλογόεσσαν ἐρητύων Διονύσου.
5Ἥρη δ’ ἐσμαράγησε δι’ ἠέρος ἄπλετον ἠχώ, μῆνιν ἀναστέλλουσα πυρισθενέος Διονύσου. καὶ διερὴν παλάμην ὀρέγων οἰκτίρμονι Βάκχῳ παιδὶ Διὸς πυρόεντι γέρων ἰάχησεν Ὑδάσπης, μῦθον ἀναβλύζων ἱκετήσιον ἀνθερεῶνος·
10 „φείδεό μοι, Διόνυσε, Διιπετέος ποταμοῖο, ὕδασι καρποτόκοισι φέρων χάριν· ὑμετέρη γὰρ ἐξ ὑδάτων εὔβοτρυς ἀνεβλάστησεν ὀπώρη. ἀασάμην, Διόνυσε πυριτρεφές· οὐρανίην γὰρ σῶν δαΐδων ἀμάρυγμα τεὴν κήρυξε γενέθλην.
15ἀλλὰ πόθος τεκέων με βιήσατο· Δηριάδῃ γὰρ υἱέι πιστὰ φέρων ῥοθίων ἐλέλιζον ἀπειλήν, Ἰνδοῖς κτεινομένοισι βοηθόον οἶδμα κυλίνδων. αἰδέομαι γενετῆρι φανήμεναι, ὅττι θαλάσσῃ αἵματι μορμύροντι μεμιγμένα χεύματα σύρων ...
20καὶ φονίῃ ῥαθάμιγγι Ποσειδάωνα μιαίνω· τοῦτό με, τοῦτο κόρυσσεν ἐριδμαίνειν Διονύσῳ. πρὸς δὲ τεοῦ ξενίοιο καὶ ἱκεσίοιο τοκῆος, αἴδεο παφλάζοντα τεῷ πυρὶ θερμὸν Ὑδάσπην .... Νηιάδες φεύγουσιν ἐμὸν ῥόον· ἀμφὶ δὲ πηγὰς485 in vol. 1
25ἡ μὲν ναιετάει διερὸν δόμον, ἡ δ’ ἐνὶ λόχμαις σύννομος Ἀδρυάδεσσι φυτὸν μετὰ πόντον ἀμείβει, ἄλλη δ’ Ἰνδὸν ἔχει μετανάστιος, ἡ δὲ φυγοῦσα ποσσὶ κονιομένοισιν ἐδύσατο διψάδα πέτρην Καυκασίην, ἑτέρη δὲ μεταΐξασα Χοάσπην
30ναίει ξεῖνα ῥέεθρα καὶ οὐκέτι πάτριον ὕδωρ. μὴ καλάμους ὀλέσειας, ἐμῶν βλάστημα ῥοάων, οἷσιν ἀεξομένοισιν ἐρείδεται οἰνάδος ὄρπηξ ἀμπελόεις· δόνακες γὰρ ἐπ’ ἀλλήλοισι δεθέντες ὑμετέρην εὔυδρον ἐλαφρίζουσιν ὀπώρην·
35μὴ δόνακας φλέξειας, ὅθεν σέο Μυγδόνες αὐλοί, μή ποτέ σοι μέμψαιτο τεὴ φιλόμολπος Ἀθήνη, ἥ ποτε Γοργείων βλοσυρὸν μίμημα καρήνων φθεγγομένων Λίβυν εὗρεν ὁμοζυγέων τύπον αὐλῶν· καὶ σέο μυστιπόλοιο κυβερνήτειραν ἀοιδῆς
40Πανιάδος σύριγγος ὁμόθροον αἴδεο μολπήν· λῆγε τεῷ νάρθηκι ῥόον ποταμοῖο μαραίνων,
ὅττι ῥόος ποταμοῖο τεοὺς νάρθηκας ἀέξει. οὐ ξένον οἶδμα πέρησας † ἐπώνυμον· ἀρτιφυῆ γὰρ ἄλλον ἐγὼ Διόνυσον ἐμοῖς φαίδρυνα λοετροῖς,486 in vol. 1
45ὁπλοτέρου Βρομίοιο φερώνυμον, εὖτε Κρονίων Ζαγρέα παιδοκόμοισιν ἐμαῖς παρακάτθετο Νύμφαις· καὶ σὺ φέρεις Ζαγρῆος ὅλον δέμας· ἀλλὰ σὺ κείνῳ δὸς χάριν ὀψιτέλεστον, ὅθεν πέλες· ἀρχεγόνου γὰρ ἐκ κραδίης ἀνέτελλες ἀειδομένου Διονύσου.

24

(50)

ὑμετέρου δὲ γέραιρε Λάμου κουροτρόφον ὕδωρ· μνώεο Μαιονίης σέο πατρίδος· ὑμετέρου γὰρ Πακτωλοῦ χαρίεντος ἀδελφεός ἐστιν Ὑδάσπης. καὶ σὺ τόσοις ποταμοῖσι μίαν χάριν ἄρτι τιταίνων, γνωτοῖς ἡμετέροισι, τεὴν ἀνασείρασον αἴγλην·
55μηδὲ πυρὶ φλέξῃς ὑδάτων χύσιν· ἐξ ὑδάτων γὰρ ἀστεροπὴ βλάστησε, τεοῦ Διὸς ὑέτιον πῦρ. ἀλλὰ χόλον πρήυνε, τεοῖς ὅτι γούνασι πίπτω μειλίχιον στορέσας ἱκέτην ῥόον· ἐν πολέμοις γὰρ εἰ θρασὺν αὐχένα κάμπτε καὶ ἤπιος ἔσκε Τυφωεύς,
60καί κεν ἀπορρίψας παλινάγρετον ὄγκον ἀπειλῆς ἀστεροπὴν ἀνέκοπτε πατὴρ τεός, ὑψιμέδων Ζεύς.“ ὣς φαμένου Διόνυσος ἑὴν ἀνεσείρασε πεύκην. καὶ προχοὰς Ἀρκτῷος ἀνερρίπιζεν ἀήτης χειμερίῃ μάστιγι, φέρων δυσπέμφελον αὔρην,
65χεῦμα πυριβλήτοιο καταψύχων ποταμοῖο, Ἠέλιον καὶ Βάκχον ὁμοῦ καὶ Ζῆνα γεραίρων, καὶ ῥοθίων ἄσβεστον ἀπέσβεσε δαιμόνιον πῦρ. ὄφρα μὲν εἰσέτι Βάκχος ἐπέπλεεν ὑγρὸν Ὑδάσπην, τόφρα δέ, θάρσος ἄρηος ἔχων περιμήκεα μορφήν,487 in vol. 1
70Δηριάδης ἐπὶ δῆριν ἐπώνυμον ὥπλισεν Ἰνδούς, στήσας ἀμφὶ ῥέεθρον ἑὰς στίχας, ὄφρα μαχηταὶ λαὸν ἐρητύσωσιν ἀνερχομένων ἔτι Βάκχων. οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἐσσύμενος δὲ οὐρανόθεν πεφόρητο προασπίζων Διονύσου.
75καὶ σφετέροισιν † ἰόντες ἀρηγόνες, ἄλλος ἐπ’ ἄλλῳ, σὺν Διὶ πάντες ἵκοντο θεοὶ ναετῆρες Ὀλύμπου ἅλματι πωτήεντι· καὶ Αἰγίνης χάριν εὐνῆς αἰετὸς ᾐώρητο τὸ δεύτερον ὑψιπέτης Ζεὺς Ἀσωποῦ μετὰ χεῦμα, καὶ Αἰακὸν ἠεροφοίτην
80φειδομένων ὀνύχων δεδραγμένος ἅρπαγι ταρσῷ κουφίζων ἐκόμισσεν ἐς ἄρεα Δηριαδῆος Ἰνδῴην ἐπὶ πέζαν· ἀπ’ εὐρυπόροιο δὲ κόλπου υἱὸν Ἀρισταῖον γενέτης ἐσάωσεν Ἀπόλλων, φαιδρὸς ἀλεξικάκων πεφορημένος ἅρματι κύκνων,
85μνῆστιν ἔχων θαλάμοιο λεοντοφόνοιο Κυρήνης· καὶ κρατέων ἕο παῖδα τανύπτερος ἥρπασεν Ἑρμῆς, υἱέα Πηνελόπης, κεραελκέα Πᾶνα κομήτην·
Οὐρανίη δ’ Ὑμέναιον ἀνεζώγρησεν ὀλέθρου παιδὸς ἑοῦ γονόεντος ἐπώνυμον, ἠερίας δὲ488 in vol. 1
90ἀτραπιτοὺς ἐχάραξεν, ὁμοίιος ἀστέρος ὁλκῷ, γνωτῷ βοτρυόεντι χαριζομένη Διονύσῳ· Καλλιόπη δ’ Οἴαγρον ἑοῖς ἀνεκούφισεν ὤμοις· καὶ τεκέων Ἥφαιστος ἑῶν ἀλέγιζε Καβείρων, ἀμφοτέρους δ’ ἥρπαξεν, ὁμοίιος ὀξέι πυρσῷ·
95Ἀκταίη δ’ ἐσάωσεν Ἐρεχθέα Παλλὰς Ἀθήνη, Ἰνδοφόνον ναετῆρα θεοκρήπιδος Ἀθήνης· Νύμφας δ’ Ἀδρυάδας ναέται ζώγρησαν Ὀλύμπου πάντες, ὅσοις μεμέληντο φίλαι δρύες, ἔξοχα δ’ ἄλλων δαφναίας ἐσάωσε φανεὶς δαφναῖος Ἀπόλλων,

24

(100)

καί σφιν ἅμα χραίσμησε συνέμπορος υἱέι μήτηρ, εἰσέτι κυδαίνουσα λεχώια δένδρεα Λητώ. Βασσαρίδων δὲ φάλαγγα κορυμβοφόρους τε γυναῖκας ἐκ βυθίου ῥύσαντο πολυφλοίσβοιο κυδοιμοῦ θυγατέρες Κύδνοιο, φιλοζεφύρου ποταμοῖο,
105πλωτὸν ἐπιστάμεναι διερὸν δρόμον, ἃς ἐπὶ νίκῃ ἄρεος Ἰνδῴοιο πατὴρ δωρήσατο Βάκχῳ, Νηιάδας πολέμοιο δαήμονας, ἅς ποτε χάρμην μαρνάμενος Κρονίωνι Κίλιξ ἐδίδαξε Τυφωεύς. καὶ στρατὸς ὡμάρτησεν ὁμόστολος· ἐσσυμένους δὲ
110Εὔιος ἔφθασε πάντας, ὀρεσσαύλων ἐπὶ δίφρων ἄξονος ἀβρέκτοιο διαξύων ῥόον ὁλκῷ· καὶ Σάτυροι δρόμον εἶχον ὁμόστολον, οἷς ἅμα Βάκχαι ὑγροπόροι καὶ Πᾶνες ὁμήλυδες· ἔξοχα δ’ ἄλλων ὠκύτεροι Τελχῖνες ἁλιτρεφέων ὑπὲρ ἵππων,489 in vol. 1
115πατρῴης ἐλατῆρες ἁλικρήπιδος ἀπήνης, εἰς δρόμον ὡμάρτησαν ἐπειγομένῳ Διονύσῳ. ἄλλοι δ’ ἦσαν ὄπισθεν, ἐπεσσεύοντο δὲ πορθμῷ ἐξ ἑτέρης ἀνιόντες ἀθηήτοιο κελεύθου, ἧχι θεὸς πόμπευεν· ἐπεὶ πτερὸν ἠρέμα πάλλων
120αἰετὸς ἡγεμόνευε δι’ ἠέρος ἀντίτυπος Ζεύς, φειδομένοις ὀνύχεσσι μετάρσιον υἷα κομίζων, Αἰακὸν ἠερίῃ πεφορημένον ὕψι κελεύθῳ. Ἰνδῴῃ δ’ ἐχόρευον ἐπισκαίροντες ἐρίπνῃ, καὶ σκοπέλους ἐδίωκον, ἐναυλίζοντο δὲ λόχμαις,
125καὶ κλισίας πήξαντες † ἐς ἠρέμα δάσκιον ὕλην ... οἱ δὲ τανυκραίρων ἐλάφων κεμαδοσσόον ἄγρην εἶχον ἅμα σκυλάκεσσιν· Ἁμαδρυάδεσσι δὲ Νύμφαις Ἀδρυάδες μίσγοντο φιλοπτόρθου Διονύσου. Βασσαρίδων δὲ φάλαγγες Ἐρυθραίῃ παρὰ λόχμῃ
130σκύμνον ὀρεσσαύλοιο τιθηνήσαντο λεαίνης, αὐτοχύτου δὲ γάλακτος ἀνέβλυον ἰκμάδα μαζοί·490 in vol. 1
134θηροσύνην δ’ ἀνέφαινον· ἀκοντιστῆρι δὲ θύρσῳ
135ἡ μὲν νεβρὸν ἔβαλλεν ἀελλόπον· ἡ δὲ λαθοῦσα ἅλματι λυσσήεντι κατέδραμε λυσσάδος ἄρκτου· ἡ δὲ μελαρρίνων ῥαχίης ἐδράξατο θηρῶν καὶ λοφιῆς ἐπέβαινεν ὀρεσσινόμων ἐλεφάντων·
132ἄλλη ἐχιδναίοιο πόθον μεθέπουσα κορύμβου ἰοβόλων μάστευε δι’ οὔρεος ἄντρα δρακόντων.
139καί τις ὀιστοβόλων βέλος ἥρμοσε κυκλάδι νευρῇ
140καὶ πτελέην τόξευεν· ὁ δὲ σκοπὸν εἶχεν ἐλαίην· καὶ πίτυν ἄλλος ἔβαλλε· πολὺς δ’ ἐπὶ γείτονα πεύκην πεμπομένων σύριζεν ἐν ἠέρι ῥοῖζος ὀιστῶν. τοῖσι μὲν ἔβρεμε κῶμος ὀρίκτυπος. ἀχνύμενος δὲ Δηριάδῃ βασιλῆι δυσάγγελος ἵκετο Θουρεύς,
145δάκρυσιν ἀφθόγγοισιν ἀπαγγέλλων φόνον Ἰνδῶν, καὶ μόγις ἐκ στομάτων ἀνενείκατο πενθάδα φωνήν· „Δηριάδη σκηπτοῦχε, θεηγενὲς ἔρνος Ἐνυοῦς, ᾔομεν, ὡς ἐκέλευσας, ἐς ἀντιπέραιαν ἐρίπνην, εὕρομεν ἐν βήσσῃσιν ἐρημάδα γείτονα λόχμην·

24

(150)

κεῖθι λόχον στήσαντες ἐμίμνομεν, εἰσόκεν ἔλθῃ θυρσομανὴς Διόνυσος· ἐπερχομένοιο δὲ Βάκχου
αὐλὸς ἐπεσμαράγησεν, ἀδεψήτου δὲ βοείης τυπτομένης ἑκάτερθεν ἔην χαλκόκροτος ἠχὼ καὶ καναχὴ σύριγγος· ὅλη δ’ ἐλελίζετο λόχμη491 in vol. 1
155καὶ δρύες ἐφθέγξαντο καὶ ὠρχήσαντο κολῶναι· Νηιάδες δ’ ὀλόλυξαν. ἐγὼ δ’ ἐκόρυσσα μαχητάς, ὀκναλέους, τρομέοντας, ἀπειθέας εἰς μόθον ἕλκων. καὶ θεός, ὃν καλέουσιν, ἀκαχμένα θύρσα τινάσσων, οὐτιδανοῖς πετάλοισιν ὀιστεύων γένος Ἰνδῶν,
160κτεῖνε μὲν ἐν πεδίῳ στρατὸν ἄσπετον ὀξέι θύρσῳ βλήμενον, ἐν ῥοθίοις δὲ τὸ λείψανον ὤλεσεν Ἰνδῶν. ἀλλὰ σοφοὺς Βραχμῆνας ἐρείομεν, ὄφρα δαείης, εἰ θεὸς οὗτος ἵκανεν ἐς ἡμέας ἢ βροτὸς ἀνήρ. μὴ νυχίην ἀνόνητον ἀναστήσειας ἐνυώ,
165μὴ στρατιὴν ὀλέσειας ἀφεγγέι δηιοτῆτι· ἤδη δ’ ἀχλυόεις τέταται ζόφος· ἀγχιφανὴς δὲ δῆριν ἀναστέλλων ἀμαρύσσεται Ἕσπερος ἀστήρ. εἰ δὲ πόθος μεθέπει σε δυσαντήτοιο κυδοιμοῦ, σήμερον Ἰνδὸν ἔρυκε, καὶ αὔριον εἰς μόθον ἕλκεις.“
170 ὣς εἰπὼν παρέπεισεν ἀπειθέα Δηριαδῆα, οὐ χάριν ἀδρανίης πειθήμονα, δυομένῳ δὲ μεμφόμενον Φαέθοντι καὶ οὐκ εἴκοντα Λυαίῳ. Ἰνδῴην δὲ φάλαγγα μεταστήσας ποταμοῖο Δηριάδης ὑπέροπλος ἐχάζετο πενθάδι λύσσῃ,
175ἑζόμενος λοφιῇσι παλιννόστων ἐλεφάντων.
Ἰνδοὶ δ’ ἔνθα καὶ ἔνθα σὺν ἠλιβάτῳ βασιλῆι εἰς πόλιν ἐρρώοντο πεφυζότες, ἔνδοθι πύργων νίκην εἰσαΐοντες ἀρειμανέος Διονύσου. ἤδη δὲ στονόεσσα δι’ ἄστεος ἵπτατο Φήμη,492 in vol. 1
180σύγγονον ἀγγέλλουσα νεοσφαγέων φόνον Ἰνδῶν. καὶ γόος ἄσπετος ἔσκε· φιλοθρήνων δὲ γυναικῶν πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου, καὶ μεσάτου στέρνοιο διεσχίζοντο χιτῶνες στήθεα γυμνώσαντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
185τυπτομένων παλάμῃσιν ἴτυς φοινίσσετο μαζῶν αἱμοβαφής. πολιὸς δὲ γέρων ἐπὶ γήραος οὐδῷ χιονέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ, τέσσαρας ἡβώοντας ὀλωλότας υἷας ἀκούων, Αἰακὸς οὓς ἐδάμασσε μιῇ δασπλῆτι μαχαίρῃ,
190κτεινομένους ἐλεεινά· βαρυτλήτων δὲ γυναικῶν ἡ μὲν ἑὸν στενάχιζεν ἀδελφεόν, ἡ δὲ τοκῆα· ἄλλη ποικιλόδακρυς ἀνεστεναχίζετο νύμφη νυμφίον ἀρτιχόρευτον ἐοικότα Πρωτεσιλάῳ, ἄλλη Λαοδάμεια· νεοζεύκτοιο δὲ νύμφης
195ἄπλοκος ἀκρήδεμνος ἐτίλλετο βότρυς ἐθείρης. καί τις ἀμηχανέουσα δεδουπότος εὐνέτις Ἰνδοῦ, ἀγχιτόκους ὠδῖνας ἀναπλήσασα λοχείης καὶ δεκάτης ὁρόωσα λεχώια κύκλα Σελήνης, ὑδρηλῷ πολύδακρυς ἐπέστενεν ἀνδρὸς ὀλέθρῳ,

24

(200)

καὶ ποταμῷ κοτέουσα γοήμονα ῥήξατο φωνήν· „οὐ πίομαι πατρῷον ἐμόν ποτε πικρὸν Ὑδάσπην·
οὐκέτι κεῖνα ῥέεθρα μετέρχομαι, οὐκέτι δειλὴ σεῖο νέκυν κρύψαντος ἐπιψαύσω ποταμοῖο, οὐ μὰ σὲ καὶ σέο φόρτον, ὃν ἔνδοθι γαστρὸς ἀείρω,493 in vol. 1
205οὐ μὰ σὲ καὶ τὸν ἔρωτα, τὸν οὐ χρόνος οἶδε μαραίνειν. τίς με λαβὼν κομίσειεν, ὅπῃ πέσε νεκρὸς ἀκοίτης, ὄφρα περιπτύξω διερὸν νέκυν, ὄφρα καὶ αὐτὴν κῦμα κατακρύψῃ με σὺν ὑγροπόρῳ παρακοίτῃ; αἴθε δὲ καὶ τέκον υἷα καὶ ἔτρεφον· ἄρτι δὲ δειλὴν
210γαστέρος ὄγκος ἔχει με πεπαινομένου τοκετοῖο. εἰ δὲ τέκω ποτὲ παῖδα καὶ αἰτίζῃ γενετῆρα, υἱέι παππάζοντι πόθεν δείξαιμι τοκῆα;“ εἶπε τὸν οὐκ ἀίοντα κινυρομένη παρακοίτην. ἄλλη δ’ ἐστενάχιζεν ἀνυμφεύτους ὑμεναίους
215ὀλλυμένου μνηστῆρος, ὃν οὐκ ἴδεν εὔγαμος ὥρη στέμματι νυμφιδίῳ πεπυκασμένον, οὐδ’ ἐπὶ παστῷ ἡδυμελὴς ἤεισε βιοσσόος αὐλὸς Ἐρώτων. τοῖσι μὲν ἀχνυμένοισιν ἔην γόος. ἀμφὶ δὲ λόχμας Βάκχος ἑοῖς Σατύροισι καὶ Ἰνδοφόνοισι μαχηταῖς
220εἰλαπίνην ἔστησεν· ἐδαιτρεύοντο δὲ ταῦροι, καὶ δαμάλαι στοιχηδὸν ἐμιστύλλοντο μαχαίρῃ θεινόμεναι πελέκεσσιν Ἐρυθραίης τ’ ἀπὸ ποίμνης πυκνὰ δορικτήτων ἱερεύετο πώεα μήλων. ἑζόμενοι δ’ ἀγεληδὸν ἐπ’ εὐκύκλοιο τραπέζης
225Σιληνοὶ Σάτυροί τε σὺν εὐθύρσῳ Διονύσῳ χερσὶ πολυσπερέεσσι μιῆς ἔψαυσαν ἐδωδῆς· πίνετο δ’ ἄσπετος οἶνος ἀμοιβαδίς· οἰνοχόοι δὲ εὐόδμους ἐκένωσαν ἀπείρονας ἀμφιφορῆας, νεκταρέης ἀρύοντες ἀμεμφέα βότρυν ὀπώρης.494 in vol. 1
230 τοῖσι δὲ τερπομένοισι παρὰ κρητῆρα λιγαίνων Λέσβιος αὐτοδίδακτος ἀνέπλεκε Λεῦκος ἀοιδήν, πῶς πρότεροι Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ· καὶ Διὸς ὑψιμέδοντος ἀληθέα μέλπετο νίκην, πῶς Κρόνον εὐρυγένειον ὑποκλάζοντα κεραυνῷ
235Ταρταρίῳ ζοφόεντι κατεσφρηγίσσατο κόλπῳ, χείματος ὑδρηλοῖσι μάτην κεκορυθμένον ὅπλοις. Κυπριάδος δὲ Λάπηθος ἀτευχέος ἀστὸς ἀρούρης ἔμφρονι φορμικτῆρι παρέζετο, καί οἱ ἐδωδῆς πίονα μοῖραν ὄρεξε, καὶ ᾔτεε κεῖνον ἀείδειν
240τερπνὸν ἀσιγήτοισι μεμηλότα μῦθον Ἀθήναις, ἱστοπόνον Κυθέρειαν ἐριδμαίνουσαν Ἀθήνῃ. αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο Κύπριν ἀείδειν, ὥς ποτε κέντρον ἔχουσα φιληλακάτοιο μερίμνης χερσὶν ἀπειρήτοισι μετήιεν ἱστὸν Ἀθήνης,
245κερκίδα κουφίζουσα καὶ οὐκέτι κεστὸν Ἐρώτων. καὶ Παφίης τετάνυστο παχὺς μίτος, οἷά τε μακρὴ οἰσυΐνη μήρινθος ἐύστροφος, ἥν τινι τέχνῃ ὁλκοῖς μηκεδανοῖσι γέρων ἐρράψατο τέκτων, φράξας ἀρτιτέλεστα σεσηρότα δούρατα νηῶν·495 in vol. 1

24

(250)

ἡ δὲ πανημερίη καὶ παννυχίη πέλας ἱστοῦ Παλλάδος ἔργον ἔτευχε παλίλλυτον, ἀλλοτρίῳ δὲ ἀτρίπτους ἕο χεῖρας ἀήθεϊ τείρετο μόχθῳ· καὶ κτενὶ πουλυόδοντι διαξύουσα χιτῶνα καὶ λίθον ὀρχηστῆρα περικρεμάσασα μεσάκμῳ
255κερκίδι πέπλον ὕφαινε, καὶ ἔπλετο Κύπρις Ἀθήνη· καὶ πόνος ἦν ἀγέλαστος· ὑφαινομένοιο δὲ πέπλου εὐρυτενὴς ὠγκοῦτο πέλωρ μίτος· αὐτόματοι δὲ στήμονες ἐρρήγνυντο παχυνομένοιο χιτῶνος· εἶχε δὲ διχθαδίοισι πόνοις ἐπιμάρτυρα τέχνης
260Ἠέλιον καὶ λύχνον ἀναγκαίην τε Σελήνην.
260aκαὶ .............................................
261οὐ χορὸν ὠρχήσαντο χορίτιδες Ὀρχομενοῖο ἀμφίπολοι Παφίης· τροχαλῇ δ’ ἐλέλιξεν ἐρωῇ Πασιθέη κλωστῆρα, καὶ εἰροκόμος πέλε Πειθώ,
καὶ μίτον Ἀγλαΐη καὶ νήματα δῶκεν ἀνάσσῃ.496 in vol. 1
265καὶ μερόπων ἀλάλητο † γέρων βίος· ἁρμονίην δὲ ἔστενεν ἀχρήιστον ἀνυμφεύτων ὑμεναίων ἡνίοχος βιότοιο γάμων δεδονημένος Αἰών· καὶ φλογερὴν ἀγέραστος Ἔρως ἀνελύσατο νευρήν, παπταίνων ἀλόχευτον ἀνήροτον αὔλακα κόσμου.
270οὐ τότε φορμίγγων ἐρόεις κτύπος, οὐ τότε σύριγξ, οὐ λιγὺς αὐλὸς ἔμελπεν ὑμηνυμέναια λιγαίνων· ἀλλὰ βίου μινύθοντος ἱμασσομένης τε γενέθλης συζυγίης ἀλύτοιο μετωχλίσθησαν ὀχῆες. καὶ Παφίην φιλόμοχθον ἴδεν ταλαεργὸς Ἀθήνη,
275καὶ χόλον εἶχε γέλωτι μεμιγμένον, ὡς ἴδε μακρὴν τρηχαλέην μήρινθον ἀπειροπόνου Κυθερείης· ἀθανάτοις δ’ ἤγγειλε· βαρυζήλῳ δὲ μενοινῇ ἔννεπε, μεμφομένη καὶ Κύπριδι καὶ γενετῆρι· „σὴ δόσις ἀλλοπρόσαλλος ἀμείβεται, οὐράνιε Ζεῦ·
280οὐκέτι Μοιράων μεθέπω δόσιν· ἱστοπόνος γὰρ κλῆρον ἐμὸν σύλησε τεὴ θυγάτηρ Ἀφροδίτη. κλῆρον Ἀθηναίης οὐχ ἥρπασε δεσπότις Ἥρη, γνωτὴ καὶ παράκοιτις ἐμοῦ Διός, ἀλλὰ χαλέπτει ἐκ γενετῆς σακέεσσι κορυσσομένην Ἀγελείην
285ἡ ταμίη θαλάμων, ἁπαλὴ θεός. ὑμετέρου δὲ ἀπτόλεμος Κυθέρεια πότε προμάχιζεν Ὀλύμπου, ἠὲ τίνας Τιτῆνας ἀπώλεσε θήλεϊ κεστῷ, ὅττι μετὰ πτολέμους με βιάζεται; ἀλλὰ καὶ αὐτὴ εἰπέ μοι, Ἰοχέαιρα, τεῆς πότε μεσσόθεν ὕλης497 in vol. 1
290εἶδες ὀιστεύουσαν ἢ ἀγρώσσουσαν Ἀθήνην; τίς καλέει Γλαυκῶπιν, ὅτ’ ὠδίνουσι γυναῖκες;“ ὣς φαμένης ἀγέροντο θεοὶ ναετῆρες Ὀλύμπου, ἱστὸν ἰδεῖν ἐθέλοντες ἐποιχομένην Ἀφροδίτην. καὶ καμάτους ὁρόωντες ἀπειροπόνου Κυθερείης
295θαμβαλέοι νόθον ἔργον ἐκυκλώσαντο θεαίνης· καὶ γελόων ἀγόρευε πάλιν φιλοκέρτομος Ἑρμῆς· „ἱστὸν ἔχεις, Κυθέρεια· τεὸν λίπε κεστὸν Ἀθήνῃ. εἰ μίτον ἀμφαφάεις, εἰ κερκίδα χερσὶ τιταίνεις, καὶ δόρυ θοῦρον ἄειρε καὶ αἰγίδα Τριτογενείης.

24

(300)

οἶδα, πόθεν, Κυθέρεια, πολύκροτον ἱστὸν ὑφαίνεις, σὸς δόλος οὔ με λέληθε· τεὸς τάχα νυμφίος Ἄρης εἰς γάμον ἱμερόεντας ἀπαιτίζει σε χιτῶνας. Ἄρεϊ πέπλον ὕφαινε· νεοκλώστῳ δ’ ἐνὶ πέπλῳ ἀσπίδα μὴ ποίκιλλε· τί γὰρ σακέων Ἀφροδίτῃ;
305τεῦχε τεῆς Φαέθοντα φεραυγέα μάρτυρον εὐνῆς, φώριον ἀγγέλλοντα τεῶν συλήτορα λέκτρων· ἢν ἐθέλῃς, ποίκιλλε καὶ ἀρχαίους σέο δεσμούς,
καὶ θεὸν ἀσκήσειε νόθον πόσιν αἰδομένη χείρ·498 in vol. 1
314χρυσῷ τεῦξον Ἄρηα μετὰ χρυσῆς Ἀφροδίτης
315κερκίδα χειρὶ φέροντα καὶ οὐ πάλλοντα βοείην, δίπλακα ποικίλλοντα σὺν ἐργοπόνῳ Κυθερείῃ.
309καὶ σὺ τεὸν μετὰ τόξον, Ἔρως, ἄτρακτον ἑλίσσων
310μητέρι νήματα τεῦχε φιληλακάτῳ Κυθερείῃ, ὄφρα μετὰ πτερόεντα καὶ ἱστοπόνον σε καλέσσω, καὶ μετὰ νεῦρα βόεια θεὸν πυρόεντα νοήσω πηνίον ἐξέλκοντα παρὲκ μίτον ἀντὶ βελέμνων.
317ἀλλά, θεὰ Κυθέρεια, φιληλακάτων ἀπὸ χειρῶν ῥῖπτε μίτους ἀνέμοισι καὶ ἄμφεπε κεστὸν ἱμάντα, συζυγίης δ’ ἀλέγιζε τὸ δεύτερον· ἀρχέγονος γὰρ
320πλάζεται εἰσέτι κόσμος, ἕως ἔτι πέπλον ὑφαίνεις.“ ὣς φαμένου μείδησαν, ὅσοι ναετῆρες Ὀλύμπου. καὶ μίτον ἡμιτέλεστον ἀπορρίψασα χιτῶνος αἰδομένη Γλαυκῶπιν ἑῆς ἐπεβήσατο Κύπρου ἀνδρομέης Κυθέρεια τιθηνήτειρα γενέθλης·
325καὶ βίον αἰολόμορφον Ἔρως πάλιν ἥρμοσε κεστῷ σπείρων εὐαρότοιο λεχώιον αὔλακα κόσμου. τοίην ἱμερόφωνον ἀνέπλεκε Λεῦκος ἀοιδὴν ἠλακάτης ἀδίδακτον ἀνυμνείων Ἀφροδίτην, ἐργοπόνῳ μέγα νεῖκος ἀναστήσασαν Ἀθήνῃ.
330 ἀλλ’ ὅτε δὴ κόρος ἔσκε φιλακρήτοιο τραπέζης, οἶνον ἀναβλύζοντες ἐρημάδι κάππεσον εὐνῇ,
οἱ μὲν δαιδαλέης ἐπὶ νεβρίδος, οἱ δ’ ἐπὶ φύλλων πεπταμένων· ἕτεροι δὲ χυτῆς ἐφύπερθε κονίης δέρμασιν αἰγείοισιν ἐπετρέψαντο χαμεύνην·499 in vol. 1
335ἄλλοι δ’ ἐγρεμόθοισιν ἐφωμίλησαν ὀνείροις χάλκεον ἁπλώσαντες ἐνυαλίῳ δέμας ὕπνῳ· ὧν ὁ μὲν Ἰνδὸν ἔβαλλε καθήμενον ὑψόθεν ἵππου, ἄλλος δ’ ἵππον ἔνυξε κατ’ αὐχένος, ὃς δὲ δαΐζων ἄορι πεζὸν ἔτυψεν, ὁ δ’ οὔτασε Δηριαδῆα·
340ἄλλος δ’ ἠερόφοιτον ἑὸν βέλος ὑψόσε πέμπων ἠλιβάτους ἐλέφαντας ὀνειρείῳ βάλεν ἰῷ. πορδαλίων δὲ γένεθλα καὶ ἄγρια φῦλα λεόντων καὶ κύνες ἀγρευτῆρες ἐρημονόμου Διονύσου εἶχον ἀμοιβαίης φυλακῆς ἄγρυπνον ὀπωπήν,
345πάννυχον ἐγρήσσοντες ὀρειάδος ἔνδοθεν ὕλης, μή σφιν ἐπαΐξειε μελαρρίνων μόθος Ἰνδῶν· καὶ δαΐδες στοιχηδὸν ἐπαστράπτεσκον Ὀλύμπῳ,
Βακχιάδος λαμπτῆρες ἀκοιμήτοιο χορείης.500 in vol. 1

p2

(t1)

ΕΠΙΓΡΑΦΑΙ
t2ΤΩΝ ΥΠΟΛΕΙΠΟΜΕΝΩΝ ΔΙΟΝΥΣΙΑΚΩΝ ΠΟΙΗΜΑΤΩΝ.
49εἰκοστὸν κατὰ πέμπτον ἔχεις Περσῆος ἀγῶνα

p2

(50)

καὶ κρίσιν Ἡρακλῆος ἐς ἠνορέην Διονύσου. εἰκοστὸν λάχεν ἕκτον ἐπίκλοπον εἶδος Ἀθήνης καὶ πολὺν ἐγρεκύδοιμον ἀγειρομένων στόλον Ἰνδῶν. ἕβδομον εἰκοστὸν μεθέπει στίχας, ἧχι Κρονίων εἰς μόθον ὁπλίζει Βρομίῳ ναετῆρας Ὀλύμπου.
55 εἰκοστὸν σκοπίαζε καὶ ὄγδοον, ὁππόθι πολλὴν Κυκλώπων πυρόεσσαν ἐσαθρήσειας ἐνυώ. εἰκοστῷ δ’ ἐνάτῳ πολέμων ἀποχάζεται Ἄρης, οἷά περ εἰς γάμον ἄλλον ἐπειγομένης Κυθερείης. ἐν δὲ τριηκοστῷ μετὰ νέρτερον οἶκον ἀνάγκης
60Τέκταφον Εὐρυμέδων δεδαϊγμένον Ἄιδι πέμπει. ἐν δὲ τριηκοστῷ πρώτῳ μειλίσσεται Ἥρη
Ὕπνον ἐπὶ Κρονίδῃ καὶ Περσεφόνην ἐπὶ Βάκχῳ. ἐν δὲ τριηκοστῷ τῷ δευτέρῳ εἰσὶ κυδοιμοὶ καὶ Διὸς ὑπναλέοιο λέχος καὶ λύσσα Λυαίου.1 in vol. 2
65 ἐν δὲ τριηκοστῷ τριτάτῳ Μορρῆα δαμάζει φλέξας θοῦρος Ἔρως ἐπὶ κάλλεϊ Χαλκομεδείης. κτεινομέναις ἑκάτερθε τριηκοστοῖο τετάρτου Δηριάδης Βάκχῃσι κορύσσεται ἔνδοθι πύργων. Μορρέος ἐχθρὸν ἔρωτα τριηκοστῷ ἐνὶ πέμπτῳ
70δίζεο Βασσαρίδων τε φόνον καὶ ἄρηα γυναικῶν. ἐν δὲ τριηκοστῷ ἕκτῳ μετὰ κύματα λύσσης Βάκχος Δηριαδῆι κορύσσεται εἶδος ἀμείβων. ἧχι τριηκοστὸν πέλεν ἕβδομον, εἵνεκα νίκης ἀνδράσιν ἀθλοφόροις ἐπιτύμβιοί εἰσιν ἀγῶνες.
75 ἧχι τριηκοστὸν πέλεν ὄγδοον, αἴθοπι παλμῷ δειλαίου Φαέθοντος ἔχεις μόρον ἡνιοχῆος. ἐν δὲ τριηκοστῷ ἐνάτῳ μετὰ κύματα λεύσσεις Δηριάδην φεύγοντα πυριφλεγέων στόλον Ἰνδῶν. τεσσαρακοστὸν ἔχει δεδαϊγμένον ὄρχαμον Ἰνδῶν,
80πῶς δὲ Τύρον Διόνυσος ἐδύσατο, πατρίδα Κάδμου. πρῶτον τεσσαρακοστὸν ἔχει, πόθεν υἱέι Μύρρης ἄλλην Κύπριν ἔτικτεν Ἀμυμώνην Ἀφροδίτη.
τεσσαρακοστὸν ὕφηνα τὸ δεύτερον, ἧχι λιγαίνω Βάκχου τερπνὸν ἔρωτα καὶ ἵμερον Ἐννοσιγαίου.2 in vol. 2
85 δίζεο τεσσαρακοστὸν ἔτι τρίτον, ὁππόθι μέλπω ἄρεα κυματόεντα καὶ ἀμπελόεσσαν ἐνυώ. τεσσαρακοστὸν ὕφηνα τὸ τέτρατον, ἧχι γυναῖκας δέρκεο μαινομένας καὶ Πενθέος ὄγκον ἀπειλῆς. πέμπτον τεσσαρακοστὸν ἐπόψεαι, ὁππόθι Πενθεὺς
90ταῦρον ἐπισφίγγει κεραελκέος ἀντὶ Λυαίου. ἕκτον τεσσαρακοστὸν ἴδε πλέον, ἧχι νοήσεις Πενθέος ἄκρα κάρηνα καὶ ὠλεσίτεκνον Ἀγαύην. ἔρχεο τεσσαρακοστὸν ἐς ἕβδομον, ὁππόθι Περσεὺς καὶ μόρος Ἰκαρίοιο καὶ ἁβροχίτων Ἀριάδνη.
95δίζεο τεσσαρακοστὸν ἐς ὄγδοον αἷμα Γιγάντων,
Παλλήνην δὲ δόκευε καὶ ὑπναλέης τόκον Αὔρης.3 in vol. 2

25

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΙΚΟΣΤΟΝ ΠΕΜΠΤΟΝ.
1 Μοῦσα, πάλιν πολέμιζε σοφὸν μόθον ἔμφρονι θύρσῳ· οὔ πω γὰρ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ φύλοπιν ἑπταέτηρον Ἑώιος εὔνασεν ἄρης· ἀλλὰ δρακοντείοιο τεθηπότες ἄκρα γενείου
5Ἰνδῴης πλατάνοιο πάλιν κλάζουσι νεοσσοί, Βακχείου πολέμοιο προμάντιες. οὐ μὲν ἀείσω πρώτους ἓξ λυκάβαντας, ὅτε στρατὸς ἔνδοθι πύργων Ἰνδὸς ἔην· τελέσας δὲ τύπον μιμηλὸν Ὁμήρου ὕστατον ὑμνήσω πολέμων ἔτος, ἑβδομάτης δὲ
10ὑσμίνην ἰσάριθμον ἐμῆς στρουθοῖο χαράξω· Θήβῃ δ’ ἑπταπύλῳ κεράσω μέλος, ὅττι καὶ αὐτὴ ἀμφ’ ἐμὲ βακχευθεῖσα περιτρέχει, οἷα δὲ νύμφη μαζὸν ἑὸν γύμνωσε κατηφέος ὑψόθι πέπλου, μνησαμένη Πενθῆος· ἐποτρύνων δέ με μέλπειν
15πενθαλέην ἕο χεῖρα γέρων ὤρεξε Κιθαιρὼν αἰδόμενος, μὴ λέκτρον ἀθέσμιον ἠὲ βοήσω
πατροφόνον πόσιν υἷα παρευνάζοντα τεκούσῃ. Ἀονίης ἀίω κιθάρης κτύπον· εἴπατε, Μοῦσαι, τίς πάλιν Ἀμφίων λίθον ἄπνοον εἰς δρόμον ἕλκει;4 in vol. 2
20οἶδα, πόθεν κτύπος οὗτος· ἀειδομένης τάχα Θήβης Πινδαρέης φόρμιγγος ἐπέκτυπε Δώριος ἠχώ. ἀλλὰ πάλιν κτείνωμεν Ἐρυθραίων γένος Ἰνδῶν· οὔ ποτε γὰρ μόθον ἄλλον ὁμοίιον ἔδρακεν Αἰὼν Ἠῴου πρὸ μόθοιο, καὶ οὐ μετὰ φύλοπιν Ἰνδῶν
25ἄλλην ὀψιτέλεστον ἰσόρροπον εἶδεν ἐνυώ, οὐδὲ τόσος στρατὸς ἦλθεν ἐς Ἴλιον, οὐ στόλος ἀνδρῶν τηλίκος. ἀλλὰ νέοισι καὶ ἀρχεγόνοισιν ἐρίζων εὐκαμάτους ἱδρῶτας ἀναστήσω Διονύσου, κρίνων ἠνορέην τεκέων Διός, ὄφρα νοήσω,
30τίς κάμε τοῖον ἀγῶνα, τίς εἴκελος ἔπλετο Βάκχῳ. Περσεὺς μὲν ταχύγουνος, ἐύπτερον ἴχνος ἑλίσσων, ἀγχινεφῆ δρόμον εἶχεν ἐν ἠέρι πεζὸς ὁδίτης, εἰ ἐτεὸν πεπότητο. τί δὲ πλέον, εἰ σφυρὰ πάλλων ξείνην εἰρεσίην ἀνεμώδεϊ νήχετο ταρσῷ,
35ὅττι βαθυνομένης παλάμης ληίστορι καρπῷ Φορκίδος ἀγρύπνοιο λαβὼν ὀφθαλμὸν ἀλήτην, ἄψοφον ἀκροπόρων πεφυλαγμένος ἅλμα πεδίλων,
ὄγμον ἐχιδνήεντα μιῆς ἤμησε Μεδούσης, ἧς ἔτι κυμαίνουσα γοναῖς ἐθλίβετο γαστὴρ5 in vol. 2
40Πήγασον ὠδίνουσα, καὶ ἔγκυον αὐχένα νύμφης Γοργόνος Εἰλείθυια μογοστόκος ἔθρισεν ἅρπη, αὔλακος ἱπποτόκοιο θαλύσιον; ἀπτολέμου δὲ Περσεὺς ὠκυπέδιλος ἐκούφισε σύμβολα νίκης ἄπνοα, Γοργείης ὀφιώδεα λήια χαίτης,
45αἱμαλέῃ ῥαθάμιγγι κατάρρυτα λείψανα κόρσης, ἡμιτελὲς σύριγμα νεοτμήτων ἀπὸ λαιμῶν λεπτὸν ὑποτρίζοντα, καὶ οὐ στίχεν ἄρσενι χάρμῃ. οὐ τότε χερσαίης ἐνοπῆς κτύπος, οὐδ’ ἐνὶ πόντῳ Περσέι μαρναμένῳ πολεμήια λαίφεα νηῶν

25

(50)

ἐγρεμόθοις ἀνέμοισιν Ἄρης κολπώσατο ναύτης, οὐ φονίῃ ῥαθάμιγγι Λίβυς φοινίσσετο Νηρεύς, οὐ νέκυν αὐτοκύλιστον ἐδέξατο λοίγιον ὕδωρ· ἀλλὰ δρακοντείης τρομέων συριγμὸν ἐθείρης Σθεννοῦς μαινομένης πτερόεις ἐλελίζετο Περσεύς,
55καὶ κυνέην Ἀίδαο φέρων καὶ Παλλάδος ἅρπην, καὶ πτερὸν Ἑρμάωνος ἔχων καὶ Ζῆνα τοκῆα, ὠκυτέρῳ φύξηλις ἀνῃώρητο πεδίλῳ, Εὐρυάλης μύκημα καὶ οὐ σάλπιγγος ἀκούων, συλήσας Λιβύης ὀλίγον σπέος· οὐ στρατὸν ἀνδρῶν
60ἔκτανεν, οὐ φλογόεντι πόλιν τεφρώσατο δαλῷ. ἀλλ’ οὐ τοῖος ἔην Βρομίου μόθος· οὐ ποσὶν ἕρπων Βάκχος ἐθωρήχθη δολόεις πρόμος, οὐδὲ λοχήσας φρουρὸν ἀκοιμήτοιο μετήλυδα κύκλον ὀπωπῆς Φορκίδος ἀλλοπρόσαλλον ἀμειβομένης πτερὸν Ὕπνου6 in vol. 2
65ἤνυσε θῆλυν ἄεθλον ἀθωρήκτοιο Μεδούσης· ἀλλὰ διατμήγων δηίων στίχα δίζυγι νίκῃ χερσαίου πολέμοιο καὶ ὑγροπόροιο κυδοιμοῦ λύθρῳ γαῖαν ἔδευσε, καὶ αἵματι κῦμα κεράσσας Νηρεΐδας φοίνιξεν ἐρευθιόωντι ῥεέθρῳ,
70κτείνων βάρβαρα φῦλα· πολὺς δ’ ἐπὶ μητέρι Γαίῃ ὑψιλόφων ἀκάρηνος ἐτυμβεύθη στάχυς Ἰνδῶν, πολλοὶ δ’ ἐν πελάγεσσιν ὀλωλότες ὀξέι θύρσῳ αὐτόματοι πλωτῆρες ἐπορθμεύοντο θαλάσσῃ, Ἰνδῶν νεκρὸς ὅμιλος. ἀνικήτῳ δὲ Λυαίῳ
75ὕδασιν αἰχμάζοντος ἐγερσιμόθου ποταμοῖο ἄρεα κυματόεντα παρέρχομαι, ὁππότε πεύκη Βακχιὰς αἰθαλόεσσα κατέφλεγε βάρβαρον ὕδωρ μυδαλέῳ σπινθῆρι, καὶ ἔζεε κύματι θερμῷ καπνὸν ἀναβλύζων ποταμήιον ὑγρὸς Ὑδάσπης.
80 ἀλλ’ ἐρέεις, ὅτι ‘κῆτος ἁλίτροφον ἔκτανε Περσεύσ‘ .... ὄμματι Γοργείῳ πετρώσατο θῆρα θαλάσσης; τί πλέον, εἰ φονίης δεδοκημένος ὄμμα Μεδούσης
ἀνδρομέων μελέων ἑτερότροπον εἶδος ἀμείψας εἰς λίθον αὐτοτέλεστον ἐμορφώθη Πολυδέκτης;7 in vol. 2
85Βάκχου δ’ Ἰνδοφόνου βριαροῦ πόνος οὐ μία Γοργώ, οὐ λίθος ἠερόφοιτος ἁλίκτυπος ἢ Πολυδέκτης· ἀλλὰ δρακοντοκόμων καλάμην ἤμησε Γιγάντων Βάκχος ἀριστεύων ὀλίγῳ ῥηξήνορι θύρσῳ, ὁππότε Πορφυρίωνι μαχήμονα κισσὸν ἰάλλων
90Ἐγκέλαδον στυφέλιξε καὶ ἤλασεν Ἀλκυονῆα αἰχμάζων πετάλοισιν· ὀιστεύοντο δὲ θύρσοι Γηγενέων ὀλετῆρες, ἀοσσητῆρες Ὀλύμπου, χερσὶ διηκοσίῃσιν ἕλιξ ὅτε λαὸς ἀρούρης θλίβων ἀστερόεσσαν ἴτυν πολυδειράδι κόρσῃ
95λεπταλέῳ γόνυ κάμψεν ἀκοντιστῆρι κορύμβῳ, ἔγχεϊ κισσήεντι, καὶ οὐ πυρόεντι κεραυνῷ τηλίκος ἐσμὸς ἔπιπτεν, ὅσος ῥηξήνορι θύρσῳ. ἀλλά, φίλοι, κρίνωμεν· ἐν ἀντολίῃ μὲν ἀρούρῃ Ἰνδοφόνους ἱδρῶτας ὀπιπεύων Διονύσου

25

(100)

Ἠέλιος θάμβησεν, ὑπὲρ δυτικοῖο δὲ κόλπου Ἑσπερίη Περσῆα τανύπτερον εἶδε Σελήνη, βαιὸν ἀεθλεύσαντα πόνον γαμψώνυχι χαλκῷ· καὶ Φαέθων ὅσον εὖχος ὑπέρτερον ἔλλαχε Μήνης, τόσσον ἐγὼ Περσῆος ἀρείονα Βάκχον ἐνίψω.
105Ἴναχος ἀμφοτέρων πέλε μάρτυρος, ὁππότε κισσῷ καὶ φονίῳ νάρθηκι Μυκηνίδες ἤρισαν αἰχμαὶ χαλκοβαρεῖς, Σατύρων δὲ φιλεύιον ἄρεα φεύγων θυρσοφόρῳ Βρομίῳ δρεπανηφόρος εἴκαθε Περσεύς, καὶ δόρυ θοῦρον ἔπεμπε μαχήμονος ἀντὶ Λυαίου8 in vol. 2
110οὐτιδανὴν ἀσίδηρον ἀκοντίζων Ἀριάδνην· οὐκ ἄγαμαι Περσῆα μίαν κτείναντα γυναῖκα, εἵμασι νυμφιδίοισιν ἔτι πνείουσαν ἐρώτων. εἰ δὲ Διὸς χρυσέων μεγαλίζεται εἵνεκα λέκτρων, οὐ Δανάην ἐκόμισσεν ἐς οὐρανὸν ὑέτιος Ζεύς,
115κυδαίνων γαμίης φιλοπάρθενον ὄμβρον ἐέρσης βαιῆς κλεψιγάμου· Σεμέλη δ’ ἐπέβαινεν Ὀλύμπου σὺν Διί, σὺν μακάρεσσι μιῆς ψαύουσα τραπέζης, υἱέι βοτρυόεντι παρεζομένη Διονύσῳ· οὐ Δανάη λάχεν οἶκον Ὀλύμπιον, ὑγροπόρου δὲ
120λάρνακος ἔνδον ἐοῦσα Διὸς ναυτίλλετο νύμφη, μεμφομένη ζυγίων ἀπατήλιον ὄμβρον ἐρώτων, ἄστατον ὄλβον ἔχοντα μινυνθαδίου νιφετοῖο. οἶδα μὲν Ἀνδρομέδην, ὅτι φαίνεται ἐντὸς Ὀλύμπου, ἀλλὰ πάλιν μογέει καὶ ἐν αἰθέρι· καὶ τάχα δειλὴ
125πολλάκι τοῖον ἔλεξεν ἔπος νεμεσήμονι φωνῇ· „τί πλέον, εἴ με κόμισσας ἐς αἰθέρα, νυμφίε Περσεῦ; καλὸν ἐμοὶ πόρες ἕδνον Ὀλύμπιον· ἀστερόεν γὰρ Κῆτος ἔτι κλονέει με καὶ ἐνθάδε, καὶ νέον ἄλλον ἀντίτυπον προτέροιο μετὰ χθόνα καὶ φόβον ἅλμης
130εἰσέτι δεσμὸν ἔχω καὶ ἐν ἄστρασιν· οὐ σέθεν ἅρπη οὐρανίη με σάωσε· μάτην δέ μοι ἐντὸς Ὀλύμπου μείλιχον ἀστραίης ἀμαρύσσεται ὄμμα Μεδούσης· Κῆτος ἔτι κλονέει με, καὶ οὐ πτερὰ κοῦφα τιταίνεις. μήτηρ ἀχνυμένη με βιάζεται, ὅττι καὶ αὐτὴ9 in vol. 2
135δειλὴ Κασσιέπεια δι’ αἰθέρος εἰς ἅλα δύνει Νηρεΐδας τρομέουσα, καὶ ὀλβίζει δρόμον Ἄρκτου ἄβροχον Ὠκεανοῖο καὶ οὐ ψαύοντα θαλάσσης· καὶ φόβον Ἀνδρομέδης ὁρόων καὶ Κῆτος Ὀλύμπου γηραλέος μετὰ γαῖαν ὀδύρεται ἐνθάδε Κηφεύς.“
140 τοῖον ἔπος βαρύδεσμος ἀνίαχε πολλάκι νύμφη, Περσέα κικλήσκουσα, καὶ οὐ χραίσμησεν ἀκοίτης. εἰ δὲ καὶ Ἀνδρομέδης ἐπαγάλλεται ἄστρασι Περσεύς, δόχμιον ὄμμα τίταινε δι’ αἰθέρος, ἧχι φαείνει αἰγλήεις Ὀφιοῦχος Ὄφιν δινωτὸν ἀείρων,
145καὶ Στέφανον περίκυκλον ἐσαθρήσεις Ἀριάδνης σύνδρομον Ἠελίοιο, συναντέλλοντα Σελήνῃ, ἵμερον ἀγγέλλοντα φιλοστεφάνου Διονύσου. οἶδα μόθον Μίνωος, ὃν ὥπλισε θῆλυς Ἐνυὼ κεστὸν ἐλαφρίζουσα καὶ οὐ τελαμῶνα βοείης,

25

(150)

ὁππότε Κύπρις ἔην κορυθαιόλος, ὁππότε Πειθὼ χάλκεον ἔγχος ἔπαλλε καὶ ἔπλετο Παλλὰς Ἀθήνη, μαρναμένῳ Μίνωι συνέμπορος, ἐν δὲ κυδοιμοῖς ἀπτολέμων τόξευε γαμοστόλος ἐσμὸς Ἐρώτων,
καὶ Πόθος ἱμερόεις πτολιπόρθιος, ἡνίκα λαῷ10 in vol. 2
155Νισαίῳ Μεγαρῆι Κυδωνιὰς ἔβρεμε σάλπιγξ, εὖτε Φόβον καὶ Δεῖμον ἰδὼν συνάεθλον Ἐρώτων ἴχνεσιν αἰδομένοισιν ἐχάζετο χάλκεος Ἄρης, ἀσπίδα κουφίζουσαν ὀπιπεύων Ἀφροδίτην καὶ Πόθον αἰχμάζοντα, καὶ εὐθώρηκι μαχητῇ
160ἁβροχίτων ἐτέλεσσεν Ἔρως καλλίτριχα νίκην· Σκύλλα γὰρ ὑπνώοντος ἀκερσικόμοιο τοκῆος ἥλικα πορφυρέης ἀπεκείρατο βότρυν ἐθείρης, καὶ πόλιν ἔπραθε πᾶσαν ἕνα τμητῆρι σιδήρῳ βόστρυχον ἀμήσασα πολισσούχοιο καρήνου.
165Μίνως μὲν πτολίπορθος ἑῷ ποτε κάλλεϊ γυμνῷ ὑσμίνης τέλος εὗρε, καὶ οὐ νίκησε σιδήρῳ, ἀλλὰ πόθῳ καὶ ἔρωτι· κορυσσομένου δὲ Λυαίου οὐ Πόθος ἐπρήυνεν ἀκοντοφόρων μόθον Ἰνδῶν, οὐ Παφίη κεκόρυστο συναιχμάζουσα Λυαίῳ,
170κάλλεϊ νικήσασα μόθου τέλος, οὐ μία κούρη οἰστρομανὴς χραίσμησεν ἐρασσαμένη Διονύσου, οὐ δόλος ἱμερόεις, οὐ βόστρυχα Δηριαδῆος, ἀλλὰ πολυσπερέων ποταμῶν ἑτερότροπος Ἰνδὸς
νίκης εὖχος ἔχων παλιναυξέος. —εἰ δὲ γεραίρεις11 in vol. 2
175Ἴναχον Ἡρακλῆος, ὅλον πόνον αὐτὸς ἐλέγξω. οἶδα μέν, ὅττι λέοντι βραχίονα λοξὸν ἑλίξας εὐπαλάμῳ πήχυνε περίπλοκον αὐχένα δεσμῷ, πότμον ἄγων ἀσίδηρον, ὅπῃ ζωαρκέι λαιμῷ ἔμπνοος ἀσφαράγοιο μέσος πορθμεύεται ἀήρ·
180οὐκ ἄγαμαι καὶ τοῦτο· παρ’ εὐπετάλῳ ποτὲ λόχμῃ χερσὶ λεοντοφόνοισιν ἀριστεύουσα Κυρήνη παρθένος ἔργον ἔτευξεν ὁμοίιον, ὅττι καὶ αὐτὴ ἄρσενα θῆρα δάμασσεν ἀκαμπέι θήλεϊ δεσμῷ· ἀρτιθαλὴς δ’ ἔτι κοῦρος ἐν οὔρεσι Βάκχος ἀθύρων
185χειρὶ μιῇ λασίου δεδραγμένος ἀνθερεῶνος φοίνιον εἷλκε λέοντα, καὶ ὤρεγε μητέρι Ῥείῃ αὐχενίου πλοκάμοιο κεχηνότα θῆρα πιέζων· εἷλκεν ἔτι ζώοντα, περισφίγξας δὲ λεπάδνῳ θῆρα κυβερνητῆρι διεσφήκωσε χαλινῷ
190ζεύξας δοῦλα γένεια, καὶ ἥμενος ὑψόθι δίφρου ἄγρια ταρβαλέων ἐπεμάστιε νῶτα λεόντων. πορδαλίων δὲ γένεθλα καὶ ὠμοβόρων γένος ἄρκτων νηπιάχοις παλάμῃσιν ἐδουλώθη Διονύσου. οἶδα καὶ Ἀρκάδα κάπρον ὀρίδρομον· ἀλλὰ Λυαίῳ
195παίγνια κουρίζοντι σύες καὶ φῦλα λεόντων.
τί πλέον Ἡρακλέης θρασὺς ἤνυσεν, εἴ τινα πηγὴν πολλὰ καμὼν ὀλίγην ὀφιώδεα λύσατο Λέρνην, τέμνων αὐτοτέλεστα θαλύσια φωλάδος ὕδρης φυταλιὴν πολύδειρον ἀνασταχύοντα δρακόντων;12 in vol. 2

25

(200)

αἴθε δὲ μοῦνος ἔπεφνε, καὶ οὐκ ἐκάλεσσε μογήσας ἀρτιφύτων Ἰόλαον ἀλοιητῆρα καρήνων, δαλὸν ἀερτάζοντα σελασφόρον, εἰσόκεν ἄμφω θῆλυν ὄφιν πρήνιξαν. ἐγὼ δ’ οὐκ οἶδα γεραίρειν οὐτιδανῇ δύο φῶτας ἐριδμαίνοντας ἐχίδνῃ·
205εἷς πόνος ἀμφοτέροισι μερίζετο· θυρσοφόρος δὲ μοῦνος ἀποτμήξας ὀφιώδεας υἷας ἀρούρης Εὔιος ἔχραε πᾶσι, Διὸς πρόμος, ὧν ὑπὲρ ὤμων ἀμφιλαφεῖς ἑκάτερθεν ἀμοιβάδες ἔρρεον ὕδραι, ὕδρης Ἰναχίης πολὺ μείζονες, ἀντὶ δὲ Λέρνης
210ἀσταθέες σύριζον ἐν αἰθέρι γείτονες ἄστρων. ἱλήκοις, Ἰόλαε· σὺ γὰρ δέμας ἔφλεγες ὕδρης, καὶ μόνος Ἡρακλέης, μόνος ἥρπασεν οὔνομα νίκης. οὐ Νεμέην ἐλάχειαν ἐμὸς πρόμος, οὔ τινα Λέρνην Βάκχος ἀνεζώγρησε, πολυσφαράγων ἀπὸ λαιμῶν
215θάμνον ἐχιδνήεντα ταμὼν παλιναυξέος ὕδρης, ἀλλὰ Νότον καὶ ταρσὰ Βορήια καὶ πτερὸν Εὔρου
καὶ Ζέφυρον κήρυκα φέρων τετράζυγι νίκῃ Ὠκεανόν, χθόνα, πόντον ἑῶν ἔπλησεν ἀέθλων. εἰ κλέος ἀνδρὶ φέρουσι δράκων, εἰ φωλάδες ὕδραι,13 in vol. 2
220Βάκχου στέμματα ταῦτα λεχώια, ταῦτα Λυαίου φρικτὰ δρακοντοκόμων ὀφιώδεα δεσμὰ κομάων, ἐξότε πατρὸς ἔλειπε τελεσσιγόνου πτύχα μηροῦ. σιγήσω κεμάδος χρύσεον κέρας, ὅττι καλέσσω τηλίκον Ἡρακλῆα μιῆς ἐλάφοιο φονῆα·
225μὴ τρομερῆς ἐλάφου μιμνήσκεο· νεβροφόνῳ γὰρ θυιάδι βαιὸν ἄθυρμα πέλει κεμαδοσσόος ἄγρη. Κνώσσιον Ἡρακλῆος ἔα πόνον· οἰστρομανῆ γὰρ οὐκ ἄγαμαί τινα ταῦρον, ὃν ἤλασεν, ὅττι τινάσσων τοσσατίην κορύνην ὀλίγην ἔτμηξε κεραίην·
230πολλάκι τοῦτο τέλεσσε γυνὴ μία, πολλάκι Βάκχη ἄσπετον εὐκεράων ἀγέλην δαιτρεύσατο ταύρων, οὐτιδανὴ θεράπαινα βοοκραίρου Διονύσου·
234πολλάκις, εἰ κεράεσσιν ἐμάρνατο μαινόμενος βοῦς,
233θηγαλέην ἐπίκυρτον ἀνειρύσσασα κεραίην
235εἰς γόνυ ταῦρον ἔκαμψεν, ἀκοντιστῆρα λεόντων. κάλλιπε καὶ τριλόφοιο καρήατα Γηρυονῆος·
καὶ γὰρ ἐμὸς Διόνυσος ἑῷ ταμεσίχροϊ κισσῷ Ἄλπον ἀπηλοίησε, θεημάχον υἱὸν ἀρούρης, Ἄλπον ἐχιδναίοις ἑκατὸν κομόωντα καρήνοις,14 in vol. 2
240Ἠελίου ψαύοντα καὶ αὐερύοντα Σελήνην, ἀστραίην πλοκάμοισι περιθλίβοντα χορείην. ἆθλα μὲν Ἡρακλῆος, ὃν ἤροσεν ἀθάνατος Ζεὺς Ἀλκμήνης τρισέληνον ἔχων παιδοσπόρον εὐνήν, οὐτιδανὸς πόνος ἦεν ὀρίτροφος· ἔργα δὲ Βάκχου
245ἠὲ Γίγας πολύπηχυς ἢ ὑψιλόφων πρόμος Ἰνδῶν, οὐ κεμάς, οὐ βοέης ἀγέλης στίχες, οὐ λάσιος σῦς, οὐδὲ κύων, ἢ ταῦρος, ἢ αὐτόπρεμνος ὀπώρη χρυσοφαής, ἢ κόπρος, ἢ ἄστατος ὄρνις ἀλήτης οὐτιδανὴν ἀσίδηρον ἔχων πτερόεσσαν ἀκωκήν,

25

(250)

ἢ γένυς ἱππείη ξεινοκτόνος, οὐ μία μίτρη Ἱππολύτης ἐλάχεια· Διωνύσοιο δὲ νίκη Δηριάδης ἀπέλεθρος ἢ εἰκοσίπηχυς Ὀρόντης. παμφαὲς υἱὲ Μέλητος, Ἀχαιίδος ἄφθιτε κῆρυξ, ἱλήκοι σέο βίβλος ὁμόχρονος ἠριγενείῃ·
255Τρῳάδος ὑσμίνης οὐ μνήσομαι· οὐ γὰρ ἐίσκω Αἰακίδῃ Διόνυσον ἢ Ἕκτορι Δηριαδῆα. ὑμνήσειν μὲν ὄφελλε τόσον καὶ τοῖον ἀγῶνα Μοῦσα τεὴ καὶ Βάκχον ἀκοντιστῆρα Γιγάντων, ἄλλοις δ’ ὑμνοπόλοισι πόνους Ἀχιλῆος ἐάσσαι,
260εἰ μὴ τοῦτο Θέτις γέρας ἥρπασεν. ἀλλὰ λιγαίνειν πνεῦσον ἐμοὶ τεὸν ἄσθμα θεόσσυτον· ὑμετέρης γὰρ δεύομαι εὐεπίης, ὅτι τηλίκον ἄρεα μέλπων Ἰνδοφόνους ἱδρῶτας ἀμαλδύνω Διονύσου. ἀλλὰ θεά με κόμιζε τὸ δεύτερον ἐς μόθον Ἰνδῶν,15 in vol. 2
265ἔμπνοον ἔγχος ἔχοντα καὶ ἀσπίδα πατρὸς Ὁμήρου, μαρνάμενον Μορρῆι καὶ ἄφρονι Δηριαδῆι σὺν Διὶ καὶ Βρομίῳ κεκορυθμένον· ἐν δὲ κυδοιμοῖς Βακχιάδος σύριγγος ἀγέστρατον ἦχον ἀκούσω καὶ κτύπον οὐ λήγοντα σοφῆς σάλπιγγος Ὁμήρου,
270ὄφρα κατακτείνω νοερῷ δορὶ λείψανον Ἰνδῶν. ὣς ὁ μὲν Ἰνδῴοιο περὶ ῥάχιν εὔβοτον ὕλης ἕζετο Βάκχος ὅμιλος ἐρημάδος ἀστὸς ἐρίπνης, ἀμβολίῃ πολέμοιο· φόβῳ δ’ ἐλελίζετο Γάγγης οἰκτείρων ἑὰ τέκνα· νεοφθιμένων δ’ ἐπὶ πότμῳ
275πᾶσα πόλις δεδόνητο· φιλοθρήνων δὲ γυναικῶν πενθαλέοις πατάγοισιν ἐπεσμαράγησαν ἀγυιαί. Δηριάδην δ’ ἐλέλιζε φόβος καὶ θαῦμα καὶ αἰδώς· ἤδη γὰρ κλύε πάντα· τὸ δὲ πλέον ὄμματι λοξῷ ἄχνυτο παπταίνων, ὅτι θέσκελον εἶδος ἀμείψας
280οἴνῳ κυματόεντι μέλας κελάρυζεν Ὑδάσπης. κεῖθι καὶ εὐρυγένειος ἑὸν πόδα νωθρὸν ἑλίσσων,
καὶ πάρος ἀχλυόεσσαν ἔχων ἀλαωπὸν ὀμίχλην, ξανθὴν λυσιπόνοιο μέθης ἔρραινεν ἐέρσην ὄμμασι κολλητοῖσιν· ἀρυομένου δὲ προσώπου16 in vol. 2
285οἰνωπὰς ῥαθάμιγγας ἀνωίχθησαν ὀπωπαί· τερπομένοις δὲ πόδεσσι γέρων ἐχόρευε λιγαίνων ἰκμάδα φοινίσσουσαν ἀλεξικάκου ποταμοῖο· χερσὶ δὲ γηραλέῃσι ῥόον νεφεληδὸν ἀφύσσων πορφυρέης ἔπλησε μέθης εὐώδεας ἀσκούς,
290καὶ Διὶ βωμὸν ἀνῆψε καὶ οἰνοχύτῳ Διονύσῳ, ἀθρήσας Φαέθοντος ἀήθεος ὄψιμον αἴγλην. καὶ κύνας οἰνωθέντας ἐπ’ ᾐόνι κοῦρος ἐάσσας λαρὸν ὕδωρ λάπτοντας ἐρευθομένου ποταμοῖο θηρητὴρ ὁμόφοιτος ὀρειάδος Ἰοχεαίρης
295εἰς πόλιν ἴχνος ἔκαμψεν, ἀπειθέι Δηριαδῆι ἀγγέλλων γλυκὺ χεῦμα μεθυσφαλέος ποταμοῖο. ἤδη δ’ ἀμπελόεσσα δι’ ἄστεος ἔτρεχεν ὀδμὴ καὶ λιγυροῖς ἀνέμοισιν ὅλας ἐμέθυσσεν ἀγυιάς, νίκην Ἰνδοφόνοιο προθεσπίζουσα Λυαίου.

25

(300)

πύργοις δ’ ἠλιβάτοισιν ἐναυλίζοντο πολῖται δειδιότες, καὶ τεῖχος ἐμιτρώσαντο βοείαις ἄστεος ὑψιλόφοιο φυλάκτορες. ἐν δὲ κολώναις ἀσχαλόων Διόνυσος ἐμέμφετο πολλάκις Ἥρῃ, ὅττι πάλιν φθονέουσα μάχην ἀνεσείρασεν Ἰνδῶν,
305νίκης δ’ ἐλπίδα πᾶσαν ἀνερρίπιζον ἀῆται.
παπταίνων δὲ λέοντας ἀεργηλῇ παρὰ φάτνῃ πλησαμένης δέκα κύκλα παλιννόστοιο Σελήνης μετρήσας ἀμόθοιο τριηκοσίης δρόμον Ἠοῦς οἷα λέων βρυχᾶτο καὶ ἔστενεν ἔνδοθι λόχμης17 in vol. 2
310ὄμμασιν ἀκλαύτοισι· κατηφιόωντι δὲ Βάκχῳ ἑλκεχίτων Σκυθικοῖο δι’ οὔρεος ἄσπορος Ἄττις ἵκετο μαστίζων μετανάστιον ἅρμα λεόντων, Ῥείης θεσπεσίης ταχὺς ἄγγελος, ὅς ποτε χαλκῷ φοινίξας γονόεντα τελεσσιγάμου στάχυν ἥβης
315ῥῖψεν ἀνυμφεύτων φιλοτήσιον ὄγμον ἀρότρων, ἄρσενος ἀμητοῖο θαλύσιον, αἱμαλέῃ δὲ παιδογόνῳ ῥαθάμιγγι περιρραίνων πτύχα μηροῦ θερμὸν ἀλοιητῆρι δέμας θήλυνε σιδήρῳ· ὃς τότε διφρεύων Κυβεληίδος ἅρμα θεαίνης
320ἄγγελος ἀσχαλόωντι παρήγορος ἦλθε Λυαίῳ· καί μιν ἰδὼν Διόνυσος ἀνέδραμε, μὴ σχεδὸν ἔλθῃ Ῥείην πανδαμάτειραν ἄγων ἐπὶ φύλοπιν Ἰνδῶν. στήσας δ’ ἄγριον ἅρμα, δι’ ἄντυγος ἡνία τείνας, καὶ ῥοδέης ἀχάρακτα γενειάδος ἄκρα φαείνων
325Βάκχῳ μῦθον ἔλεξε, χέων ὀξεῖαν ἰωήν· „ἀμπελόεις Διόνυσε, Διὸς τέκος, ἔγγονε Ῥείης, εἰπέ μοι εἰρομένῳ, πότε νόστιμος εἰς χθόνα Λυδῶν ἵξεαι οὐλοκάρηνον ἀιστώσας γένος Ἰνδῶν; οὔ πω ληιδίας κυανόχροας ἔδρακε Ῥείη,
330οὔ πω σοὶ μετὰ δῆριν ὀρεσσαύλῳ παρὰ φάτνῃ Μυγδονίων ἔσμηξε τεῶν ἱδρῶτα λεόντων Πακτωλοῦ παρὰ χεῦμα ῥυηφενές· ἀλλὰ κυδοιμοῦ ἄψοφον ἀενάων ἐτέων στροφάλιγγα κυλίνδεις· οὔ πω θηροκόμῳ θεομήτορι σύμβολα νίκης18 in vol. 2
335Ἰνδῴων ἐκόμισσας ἑώια φῦλα λεόντων. ἀλλὰ παρ’ Ἡφαίστοιο καὶ ἀθανάτης σέο Ῥείης δέχνυσο τεύχεα ταῦτα, τά περ κάμε Λήμνιος ἄκμων, σὺν χθονὶ πόντον ἔχοντα καὶ αἰθέρα καὶ χορὸν ἄστρων.“ οὔ πω μῦθος ἔληγε, καὶ ἴαχε Βάκχος ἀγήνωρ·
340 „σχέτλιοί εἰσι θεοί, ζηλήμονες· ἐν πολέμοις μὲν εἰς μίαν ἠριγένειαν ἀιστῶσαι πόλιν Ἰνδῶν ἔγχεϊ κισσήεντι δυνήσομαι· ἀλλά με νίκης μητρυιῆς ἀέκοντα παραπλάζει φθόνος Ἥρης. ἀμφαδὰ Δηριάδῃ πρόμος ἵσταται ἄγριος Ἄρης
345μαρνάμενος Σατύροισιν· ἐγὼ δέ ἑ πολλάκι θύρσῳ οὐτῆσαι μενέαινον· ἀπειλήσας δὲ Κρονίων βρονταίοις πατάγοισιν ἐμὴν ἀνεσείρασεν ὁρμήν. ἀλλὰ βαρυσμαράγων νεφέων κτύπον οὐράνιος Ζεὺς σήμερον εὐνήσειε, καὶ αὔριον Ἄρεα δήσω,

25

(350)

εἰσόκεν εὐπήληκα διατμήξω στάχυν Ἰνδῶν.“ ὣς φάμενον Διόνυσον ἀμείβετο Λύδιος Ἄττις· „Αἰθέρος ἀστερόεσσαν ἀνούτατον ἀσπίδα πάλλων,
ὦ φίλος, οὐ τρομέεις χόλον Ἄρεος, οὐ φθόνον Ἥρης, οὐ μακάρων στίχα πᾶσαν, ἔχων παμμήτορα Ῥείην,19 in vol. 2
355οὐ στρατὸν ἀγκυλότοξον, ὅπως μὴ δούρατα πέμπων Ἠέλιον πλήξειεν ἢ οὐτήσειε Σελήνην. τίς ξίφος Ὠρίωνος ἀμαλδύνειε μαχαίρῃ, ἢ χθονίοις βελέεσσιν ὀιστεύσειε Βοώτην; ἀλλ’ ἐρέεις γενέτην κεραελκέα Δηριαδῆος·
360Ὠκεανὸν φορέοντι τί σοι ῥέξειεν Ὑδάσπης; θαρσήεις πολέμιζε τὸ δεύτερον, ὅττι κυδοιμοῦ νίκην ὀψιτέλεστον ἐμὴ μαντεύσατο Ῥείη· οὐ γὰρ πρὶν πολέμου τέλος ἔσσεται, εἰσόκε χάρμης ἕκτον ἀναπλήσωσιν ἔτος τετράζυγες Ὧραι·
365οὕτω γὰρ Διὸς ὄμμα καὶ ἀτρέπτου λίνα Μοίρης νεύμασιν Ἡραίοισιν ἐπέτρεπον· ἐσσομένῳ δὲ ἑβδομάτῳ λυκάβαντι διαρραίσεις πόλιν Ἰνδῶν.“ ὣς εἰπὼν Βρομίῳ πόρεν ἀσπίδα· καὶ φρένα τέρπων οἴνου λυσιπόνοιο φιλακρήτοισι κυπέλλοις
370εἰλαπίνης ἔψαυσεν· ἀρεσσάμενος δὲ τραπέζῃ θυμὸν ἑὸν παλίνορσος ἐμάστιε νῶτα λεόντων, νόστιμον εἰς Φρυγίην ὀρεσίδρομον ἅρμα νομεύων. Καυκασίων δ’ ἤλαυνε παρὰ πρηῶνας ἐναύλων, Ἀσσυρίων δὲ κάρηνα καὶ οὔρεα δύσβατα Βάκτρων
375καὶ σκοπιὰς Λιβάνοιο παρήλυθε καὶ ῥία Ταύρου, εἰσόκε Μαιονίης ἐπέβη χθονός· αὐτοπαγῆ δὲ
Ῥείης ὀβριμόπαιδος ἐδύσατο θέσκελον αὐλήν· ὠμοβόρους δὲ λέοντας ἀπεσφήκωσε λεπάδνων, φάτνης τ’ ἐγγὺς ἔδησε καὶ ἀμβροσίην πόρε φορβήν.20 in vol. 2
380 αὐτὰρ ὁ μητρῴην δεδαημένος ἔνθεον ὀμφὴν θυρσομανὴς Διόνυσος ὀρειάσι μίσγετο Βάκχαις, καλλείψας ἀνέμοισι κατηφέος ὄγκον ἀνίης, χειρὶ σάκος δονέων πολυδαίδαλον, ὅπλον Ὀλύμπου, Ἡφαίστου σοφὸν ἔργον. ἀολλίζοντο δὲ λαοί,
385ποικίλα παπταίνοντες Ὀλύμπια θαύματα τέχνης, θαύματα μαρμαίροντα, τά περ κάμεν οὐρανίη χεὶρ ἀσπίδα δαιδάλλουσα πολύχροον, ἧς ἐνὶ μέσσῳ ἐν μὲν γαῖαν ἔτευξε περίδρομον, ἀμφὶ δὲ γαίῃ οὐρανὸν ἐσφαίρωσε χορῷ κεχαραγμένον ἄστρων,
390καὶ χθονὶ πόντον ἔτευξεν ὁμόζυγον· αἰθέριον δὲ χρυσῷ μὲν φλογέων ἐποχημένον ἄντυγι δίφρων Ἠέλιον ποίκιλλεν, ἀπ’ ἀργυρέου δὲ μετάλλου λευκαίνων τροχόεσσαν ὅλην κύκλωσε Σελήνην· ἐν δέ τε τείρεα πάντα, τά περ πολυφεγγέι κόσμῳ
395μιτρώσας στεφανηδὸν ἕλιξ ποικίλλεται αἰθὴρ ἑπτὰ περὶ ζώνῃσι, καὶ ἀξονίῳ παρὰ κύκλῳ ἄβροχον οὐρανίης διδυμάονα ῥυθμὸν Ἁμάξης·
ἄμφω γὰρ παρὰ νύσσαν ὑπέρτερον Ὠκεανοῖο ἀλλήλων στιχόωσιν ἐπ’ ἰξύι, καὶ τόσον αἰεὶ21 in vol. 2

25

(400)

νειόθι δυομένης κεφαλὴ κατακάμπτεται Ἄρκτου, ὅσσον ἀνερχομένης ἑτέρης ἀνατείνεται αὐχήν· διχθαδίης δὲ Δράκοντα μέσον ποίκιλλεν Ἁμάξης, ὃς σχεδὸν ἀμφοτέρων μεμερισμένα γυῖα συνάπτων γαστέρος οὐρανίης ἑλικώδεϊ κάμπτεται ὁλκῷ,
405ἂψ ἀνασειράζων δέμας αἰόλον, οἷά τε λοξοῦ Μαιάνδρου κελάδοντος ἕλιξ ῥόος, ὃς διὰ γαίης δοχμώσας ἐπίκυρτον ὕδωρ σπειρηδὸν ὁδεύει· εἰς κεφαλὴν δ’ Ἑλίκης ἀντώπιον ὄμμα τιταίνων ... ἀστραίαις φολίδεσσι δέμας μιτρούμενος Ἄρκτων,
410τείρεσιν ἀμφίζωστος· ἐπὶ γλώσσῃ δέ οἱ ἄκρῃ φέγγος ἀποπτύων προτενὴς ἀμαρύσσεται ἀστήρ, πέμπων πουλυόδοντα μέσην φλόγα χείλεσι γείτων. τοῖα μὲν εἰς μέσα νῶτα σοφὸς τεχνήσατο χαλκεὺς ἀσπίδος εὐτύκτοιο· χαριζόμενος δὲ Λυαίῳ
415τεῦξε λυροδμήτοιο βοόκτιτα τείχεα Θήβης, ἑπταπόρων στοιχηδὸν ἀμοιβαίων πυλεώνων κτιζομένων· καὶ Ζῆθος ἔην περὶ πατρίδι κάμνων, θλιβομένῃ πετραῖον ἐπωμίδι φόρτον ἀείρων· Ἀμφίων δ’ ἐλίγαινε λυροκτύπος· ἀμφὶ δὲ μολπῇ
420εἰς δρόμον αὐτοκύλιστον ἕλιξ ἐχόρευε κολώνη,
οἷά τε θελγομένη καὶ ἐν ἀσπίδι· καὶ τάχα φαίης ... ποιητήν περ ἐοῦσαν, ὅτι σκιρτήματι παίζων κοῦφος ἀκινήτης ἐλελίζετο παλμὸς ἐρίπνης· σιγαλέῃ δὲ λύρῃ μεμελημένον ἄνδρα δοκεύων,22 in vol. 2
425κραιπνὸν ἀνακρούοντα μέλος ψευδήμονι πέτρῃ, ἄγχι μολεῖν ἔσπευδες, ὅπως τεὸν οὖας ἐρείσας πυργοδόμῳ φόρμιγγι καὶ ὑμετέρην φρένα τέρψῃς, μολπῆς ἑπτατόνοιο λιθοσσόον ἦχον ἀκούων. καὶ σάκος εὐδίνητον, ὅπῃ χορὸς αἰόλος ἄστρων,
430δαίδαλον ἅρμενον εἶχεν, ἐπεὶ Διὸς ἔνδοθεν αὐλῆς Τρώιος οἰνοχόος ζαθέῃ ποικίλλετο τέχνῃ αἰετὸν εὐποίητον ἔχων πτερόεντα φορῆα, οἷα καὶ ἐν γραφίδεσσι κατάσχετος ἅρπαγι ταρσῷ· ταρβαλέος δ’ ἤικτο δι’ αἰθέρος ἱπτάμενος Ζεύς,
435ἀδρύπτοις ὀνύχεσσι τεθηπότα κοῦρον ἀείρων, ἠρέμα κινυμένων πτερύγων πεφιδημένος ὁρμῆς, μὴ φονίοις ῥοθίοισι κατακρύπτοιτο θαλάσσης ἠερόθεν προκάρηνος ὀλισθήσας Γανυμήδης· Μοίρας δ’ ἔτρεμε μᾶλλον, ὅπως μὴ πρῶτον ὀπάσσας
440ἡβητὴρ ἐρόεις ἑὸν οὔνομα γείτονι πόντῳ ὄψιμον ἁρπάξειε γέρας πεφυλαγμένον Ἕλλῃ· οὐρανίης δ’ ἤσκητο θεῶν παρὰ δαῖτα τραπέζης κοῦρος ἀφυσσομένῳ πανομοίιος· αὐτοχύτου δὲ νεκταρέης κρητῆρα βεβυσμένον εἶχεν ἐέρσης,23 in vol. 2
445καὶ Διὶ δαινυμένῳ δέπας ὤρεγεν· ἕζετο δ’ Ἥρη οἷα χολωομένη καὶ ἐν ἀσπίδι, μάρτυρι μορφῇ ψυχῆς ζῆλον ἔχουσα, παρεζομένῃ δὲ θεαίνῃ Παλλάδι δείκνυε κοῦρον, ὅτι γλυκὺ νέκταρ Ὀλύμπου βουκόλος ἀστερόφοιτος ἐῳνοχόει Γανυμήδης

25

(450)

πάλλων χειρὶ κύπελλα, τά περ λάχε παρθένος Ἥβη. Μαιονίην δ’ ἤσκησεν, ἐπεὶ τροφὸς ἔπλετο Βάκχου, καὶ Μορίην καὶ στικτὸν ὄφιν καὶ θέσπιδα ποίην, καὶ χθονὸς ἄπλετον υἷα δρακοντοφόνον Δαμασῆνα, καὶ Τύλον ἰοβόλῳ κεχαραγμένον ὀξέι πότμῳ
455Μαιονίης ναέτην μινυώριον, ὅς ποτε βαίνων Μυγδονίου ποταμοῖο παρ’ ὀφρύσι γείτονος Ἕρμου ἥψατο χειρὶ δράκοντος· ὁ δὲ πλατὺν αὐχένα τείνας, ὑψώσας δὲ κάρηνον ἀφειδέι χάσματι λαιμοῦ ἀντίον ἀνδρὸς ὄρουσε, καὶ ἰσχία φωτὸς ἱμάσσων
460ὁλκαίην ἐλέλιζε θυελλήεσσαν † ὁμίχλην καὶ βροτέῳ στεφανηδὸν ἐπὶ χροῒ νῶτα συνάπτων,
ἁλλόμενος περὶ κύκλα νεότριχος ἀνθερεῶνος, ὄγμῳ πουλυόδοντι παρηίδος ἄκρα χαράξας ἰοβόλοις γενύεσσιν ἀπέπτυεν ἰκμάδα Μοίρης,24 in vol. 2
465καί οἱ ἐπιθρῴσκοντι βαρυνομένων ὑπὲρ ὤμων οὐραίαις ἑλίκεσσιν ἐμιτρώθη μέσος αὐχήν, Ἄιδος ὅρμον ἔχων ὀφιώδεα, γείτονα μοίρης. καὶ νέκυς εἰς χθόνα πῖπτεν ὁμοίιος ἔρνεϊ γαίης. καὶ νέον οἰκτείρουσα δεδουπότα μάρτυρι πότμῳ
470Νηιὰς ἀκρήδεμνος ἐπέστενε γείτονι νεκρῷ, ... καὶ τότε θῆρα πέλωρον ἐρήτυεν, ὄφρα δαμείη· οὐ γὰρ ἕνα πρήνιξεν ὁδοιπόρον οὐδὲ νομῆα, καὶ Τύλον οὐ κτάνε μοῦνον ἀώριον, ἀλλ’ ἐνὶ λόχμῃ ἐνδιάων καὶ θῆρας ἐδαίνυτο, πολλάκι δ’ ἕλκων
475ἄστατον αὐτόρριζον ὑπὸ πνοιῇσιν ὀδόντων δένδρεον εὐρώεντι κατέκρυφεν ἀνθερεῶνι, ἔμπαλιν αὐερύων βλοσυρὸν φύσημα γενείων· πολλάκι δ’ ἑλκυσθέντα παλινδίνητον ὁδίτην
ἄσθμασιν ἐνδομύχοις πεφορημένον εἰς στόμα σύρων25 in vol. 2
480τηλεφανὴς ὅλον ἄνδρα κεχηνότι δέξατο λαιμῷ. καὶ Μορίη σκοπίαζε κασιγνήτοιο φονῆα τηλόθι παπταίνουσα, φόβῳ δ’ ἐλελίζετο νύμφη, ἰοβόλων ὁρόωσα πολύστιχον ὄγμον ὀδόντων, καὶ θανάτου στέφος εἶδε περίπλοκον ἀνθερεῶνι·
485πυκνὰ δὲ κωκύουσα δρακοντοβότῳ παρὰ λόχμῃ ἠλιβάτῳ Δαμασῆνι συνήντεεν υἱέι Γαίης, ὃν πάρος αὐτογόνοισι τόκοις μαιώσατο μήτηρ ἐκ γενετῆς μεθέποντα δασύτριχα κύκλα γενείου· τικτομένῳ δέ οἱ ἦεν Ἔρις τροφός· ἔγχεα δ’ αὐτῷ
490μαζὸς ἔην καὶ χύτλα φόνοι καὶ σπάργανα θώρηξ, καὶ δολιχῶν μελέων βεβαρημένος εὐρέι φόρτῳ νήπιος αἰχμάζων, βρέφος ἄλκιμον, αἰθέρι γείτων ἐκ γενετῆς δόρυ πάλλεν ὁμόγνιον, ἀρτιφανῆ δὲ ὥπλισεν Εἰλείθυια λεχώιον ἀσπιδιώτην.
495τὸν μὲν ἐσαθρήσασα παρὰ κλέτας εὔβοτον ὕλης κάμπτετο λισσομένη, κινυρὴ δ’ ἐπεδείκνυε νύμφη ἄπλετον ἑρπηστῆρα κασιγνήτοιο φονῆα καὶ Τύλον ἀρτιχάρακτον ἔτι σπαίροντα κονίῃ· οὐδὲ Γίγας ἀμέλησε, πέλωρ πρόμος· ἀλλὰ πιέσσας

25

(500)

δένδρεον αὐτόπρεμνον ἀνέσπασε μητρὸς ἀρούρης, ὠμοβόρου δὲ δράκοντος ἐναντία δόχμιος ἔστη· καὶ πρόμος εἱλικόεις ὀφιώδεϊ μάρνατο τέχνῃ, αὐχενίῃ σάλπιγγι μόθου συριγμὸν ἰάλλων, πεντηκονταπέλεθρος ὄφις κυκλούμενος ὁλκῷ·26 in vol. 2
505καὶ διδύμους σφιγκτῆρι πόδας σφηκώσατο δεσμῷ, καὶ σκολιαῖς ἑλίκεσσι δέμας Δαμασῆνος ἱμάσσων χάσματι λυσσήεντι πύλας ὤιξεν ὀδόντων, χείλεσι τοξεύων διερὸν βέλος, ὄμματα σείων † ὄμματα φόνου πνείοντα, Γιγαντείῳ δὲ προσώπῳ
510ἔπτυεν ὀμβρηρῇσι γενειάσι πίδακας ἰοῦ, χλωρὸν ὀιστεύων δολιχόσκιον ἀφρὸν ὀδόντων· ὑψιλόφου δὲ Γίγαντος ἐπεσκίρτησε καρήνῳ, ὄρθιος ἀίξας μελέων ἐνοσίχθονι παλμῷ. ἀλλὰ δρακοντείης ἀπεσείσατο φόρτον ἀκάνθης
515αἰνογίγας, σκοπέλοισιν ἐοικότα γυῖα τινάσσων· καὶ παλάμῃ τανύφυλλον ἑὴν ἐλέλιξεν ἀκωκήν, ὀρθὸν ἀκοντίζων δρυόεν βέλος· ἀμφὶ δὲ κόρσῃ πῆξε φυτὸν προθέλυμνον, ὅπῃ περὶ κυκλάδα δειρὴν αὐχενίῃ γλωχῖνι συνήπτετο δεσμὸς ἀκάνθης·
520καὶ φυτὸν ἐρρίζωτο τὸ δεύτερον· ἀμφὶ δὲ γαίῃ κεῖτο δράκων ἀτίνακτος, ἕλιξ νέκυς. ἐξαπίνης δὲ θῆλυς ὄφις ξύουσα παλιννόστῳ πέδον ὁλκῷ
εὐνέτις ἀμφιέλικτος ἐδίζετο λοξὸν ἀκοίτην, οἷα γυνὴ ποθέουσα νέκυν πόσιν· εἰς σκοπέλους δὲ27 in vol. 2
525μηκεδανῆς ἐλέλιζε θοώτερον ὁλκὸν ἀκάνθης, εἰς ὄρος ἐσσυμένη βοτανηφόρον· ἀμφὶ δὲ λόχμην δρεψαμένη Διὸς ἄνθος ἐχιδνήεντι γενείῳ χείλεσιν ἀκροτάτοις ὀδυνήφατον ἤγαγε ποίην, καὶ νέκυος δασπλῆτος ἀλεξήτειραν ὀλέθρου
530ἀζαλέῳ μυκτῆρι συνήρμοσεν, ἰοβόλῳ δὲ ζωὴν ἀνθεμόεσσαν ἀκινήτῳ πόρε νεκρῷ· καὶ νέκυς αὐτοέλικτος ἐπάλλετο· καὶ τὸ μὲν αὐτοῦ ἄπνοον ἦν, ἕτερον δὲ διέστιχεν, ἄλλο δὲ σείων ἡμιτελὴς νέκυς ἦεν ἔχων αὐτόσσυτον ὁρμήν·
535καὶ ψυχραῖς γενύεσσι παλίνσοον ἄσθμα τιταίνων οἰγομένῳ κατὰ βαιὸν ἐθήμονι βόμβεε λαιμῷ, συριγμὸν προχέων παλινάγρετον· ὀψὲ δὲ βαίνων νόστιμος ἀρχαίην ὑπεδύσατο φωλάδα χειήν. καὶ Μορίη Διὸς ἄνθος ἐκούφισεν, ἀμφὶ δὲ νεκροῦ
540ζωοτόκῳ μυκτῆρι φερέσβιον ἥρμοσε ποίην. καὶ βοτάνη ζείδωρος ἀκεσσιπόνοισι κορύμβοις ἔμπνοον ἐψύχωσε δέμας παλιναυξέι νεκρῷ.
ψυχὴ δ’ εἰς δέμας ἦλθε τὸ δεύτερον· ἐνδομύχῳ δὲ ψυχρὸν ἀοσσητῆρι δέμας θερμαίνετο πυρσῷ·28 in vol. 2
545καὶ νέκυς ἀμφιέπων βιοτῆς παλινάγρετον ἀρχὴν δεξιτεροῦ μὲν ἔπαλλε ποδὸς θέναρ, ἀμφὶ δὲ λαιῷ ὀρθώσας στατὸν ἴχνος ὅλῳ στηρίζετο ταρσῷ, ἀνδρὸς ἔχων τύπον ἶσον, ὃς ἐν λεχέεσσιν ἰαύων ὄρθριον οἰγομένης ἀποσείεται ὕπνον ὀπωπῆς.

25

(550)

καὶ πάλιν ἔζεεν αἷμα· νεοπνεύστοιο δὲ νεκροῦ χεῖρες ἐλαφρίζοντο· καὶ ἁρμονίη πέλε μορφῇ, ποσσὶν ὁδοιπορίη, φάος ὄμμασι, χείλεσι φωνή. καὶ Κυβέλη κεχάρακτο νεητόκος, οἷά τε κόλπῳ μιμηλὴν ἀχάρακτον ἐλαφρίζουσα λοχείην
555πήχεσι ποιητοῖσι, καὶ ἀστόργῳ παρακοίτῃ λαϊνέην ὠδῖνα δολοπλόκος ὤρεγε Ῥείη, ὀκριόεν βαρὺ δεῖπνον· ὁ δὲ τροχοειδέα μορφὴν ἔκρυφε μάρμαρον υἷα πατὴρ θοινήτορι λαιμῷ, ἄλλου ψευδομένοιο Διὸς δέμας εἰλαπινάζων·
560καὶ λίθον ἐν λαγόνεσσι μογοστόκον ἔνδον ἀείρων θλιβομένην πολύτεκνον ἀνηκόντιζε γενέθλην, φόρτον ἀποπτύων ἐγκύμονος ἀνθερεῶνος. τοῖα μὲν ἐργοπόνοιο πολύτροπα δαίδαλα τέχνης εἶχεν ἐνυαλίη πολυδαίδαλος ἀσπὶς Ὀλύμπου
565Βακχιάς, ἣν ὁρόωντες ἐθάμβεον ἄλλος ἐπ’ ἄλλῳ, καὶ σάκεος τροχόεντος ἐκυκλώσαντο φορῆα, ἔμπυρον αἰνήσαντες Ὀλύμπιον ἐσχαρεῶνα. τοῖσι δὲ τερπομένοισι δύσιν διεμέτρεεν Ἠώς, φέγγος ἀναστείλασα πυριγλήνοιο προσώπου·29 in vol. 2
570καὶ σκιερὴν ἐμέλαινεν ὅλην χθόνα σιγαλέη Νύξ. λαοὶ δ’ ἔνθα καὶ ἔνθα χαμαιστρώτων ἐπὶ λέκτρων
ἑσπερίῃ μετὰ δόρπον ὀρειάδι κάππεσον εὐνῇ.30 in vol. 2

26

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΙΚΟΣΤΟΝ ΕΚΤΟΝ.
1 Δηριάδῃ δ’ εὕδοντι κατηφέος ὑψόθεν εὐνῆς Βάκχῳ πιστὰ φέρουσα παρίστατο θοῦρις Ἀθήνη, γνωτῷ δ’ ἐσσομένην ἑτέρην μνηστεύετο νίκην· καὶ δέμας ἀλλάξασα μετάτροπον ἶσον Ὀρόντῃ
5γαμβρὸν ἀερσιλόφου μιμήσατο Δηριαδῆος· καί μιν ἀπορρίψαντα μιαιφόνον οἶστρον Ἐνυοῦς μιμηλὴ δολίοιο παρήπαφεν ὄψις ὀνείρου, τοῖον ἔπος βοόωσα, καὶ ὀλλυμένων ἐπὶ πότμῳ ταρβαλέον θάρσυνεν ἐς ὑσμίνην Διονύσου·
10 „εὕδεις, Δηριάδη· σὲ δὲ μέμφομαι· ἀστυόχων γὰρ πάννυχον ὕπνον ἔχειν ἀλλότριόν ἐστιν ἀνάκτων· ὕπνου μέτρον ἔχει βουληφόρος. ἀμφὶ δὲ πύργους δυσμενέες κλονέουσι, καὶ οὐ δόρυ θοῦρον ἀείρεις, οὐκ ἀίεις τυπάνων ῥόθιον κτύπον, οὐ μέλος αὐλῶν,
15οὐ φονίης σάλπιγγος ἀγέστρατον ἦχον ἀκούεις. ὑμετέρην δὲ θύγατρα νεήνιδα πενθάδα χήρην Πρωτονόην ἐλέαιρε, κινυρομένην παρακοίτην, μηδὲ λίπῃς, σκηπτοῦχε, τεὸν νήποινον Ὀρόντην.
κτεῖνον ἐμοὺς ὀλετῆρας ἀτευχέας· ὠκυμόρου γὰρ31 in vol. 2
20γαμβροῦ σεῖο θανόντος ἔτι ζώουσι φονῆες· στῆθος ἐμὸν σκοπίαζε τετυμμένον ὀξέι θύρσῳ. ὤμοι, ὅτ’ οὐ Λυκόοργος Ἀρήιος ἐνθάδε ναίει, ὤμοι, ὅτ’ οὐκ Ἀράβεσσιν ὑπερφιάλοισιν ἀνάσσεις· οὐ θεὸς ἦν Διόνυσος, ὃν εἰς ἁλὸς οἶδμα διώκων
25θνητὸς ἀνὴρ ποίησεν ὑποβρύχιον μετανάστην. Δηριάδην δ’ ἐνόησα πεφυζότα θῆλυν ἐνυώ. ἄτρομος ἔσσο λέων, ὅτι χάλκεον ἀνέρα φεύγων νεβροχίτων Διόνυσος ὁμοίιος ἔπλετο νεβρῷ. οὐ ξεῖνος κατέπεφνεν ἀρειμανέων γένος Ἰνδῶν,
30ἀλλά μιν αὐτὸς ἔπεφνε πατὴρ τεός· ἐν πολέμοις γὰρ σοὺς προμάχους φεύγοντας ἰδὼν ἐδάμασσεν Ὑδάσπης. οὐ σὺ πέλεις ἑτέροισιν ὁμοίιος· οὐράνιον γὰρ θυγατέρος Φαέθοντος ἐριφλεγέος σέο πάππου αἷμα φέρεις· οὐ θνητὸν ἔχεις δέμας· οὔ σε δαμάσσει
35ἢ ξίφος ἠὲ βέλεμνον ἐπιβρίζοντα Λυαίῳ.“ ὣς φαμένη πρὸς Ὄλυμπον ἔβη πολύμητις Ἀθήνη, εἶδος ὀνειρείοιο μεταλλάξασα προσώπου. Δηριάδης δ’ ἠῷος ἀπὸ πτολίων, ἀπὸ νήσων
κέκλετο κηρύκεσσι πολυσπερὲς ἔθνος ἀγείρειν·32 in vol. 2
40καὶ πολὺς ἔνθα καὶ ἔνθα θυελλήεντι πεδίλῳ λαὸν ἀολλίζων ἑτερόπτολιν ἤιε κῆρυξ Ἠῴην παρὰ πέζαν· ἀρειμανέες δὲ μαχηταὶ πάντοθεν ἠγερέθοντο καλεσσαμένου βασιλῆος. πρῶτα μὲν ὡπλίζοντο κυβερνητῆρες ἐνυοῦς,
45Ἀγραῖος Φλογίος τε, συνήλυδες ἡγεμονῆες, ἀρτιτελὲς μετὰ σῆμα νεοφθιμένοιο τοκῆος, Εὐλαίου δύο τέκνα· συνεστρατόωντο δὲ λαοί, ὅσσοι Κῦρα νέμοντο καὶ Ἰνδῴου ποταμοῖο Βαίδιον Ὀμβηλοῖο παρὰ πλατὺ βάρβαρον ὕδωρ,

26

(50)

καὶ Ῥοδόην εὔπυργον, ἀρειμανέων πέδον Ἰνδῶν, καὶ κραναὸν Προπάνισον, ὅσοι τ’ ἔχον ἄντυγα νήσου Γραιάων, ὅθι παῖδες ἐθήμονος ἀντὶ τεκούσης ἄρσενα μαζὸν ἔχουσι γαλακτοφόρου γενετῆρος, χείλεσιν ἀκροτάτοισιν ὑποκλέπτοντες ἐέρσην·
55οἵ τε Σεσίνδιον αἰπύ, καὶ οἳ λινοερκέι κύκλῳ Γάζον ἐπυργώσαντο λινοπλέκτοισι δομαίοις,
59ἀρραγές, εὐποίητον ἐυκλώστοισι θεμέθλοις,33 in vol. 2
57ἄρεος ἀκλινὲς ἕρμα, καὶ οὔ ποτε δήιος ἀνὴρ χαλκὸν ἔχων ἔρρηξε λινοχλαίνων στίχα πύργων.
60 τοῖς δ’ ἐπὶ θαρσήεντες ἐπεστρατόωντο μαχηταί, Δάρδαι καὶ Πρασίων στρατιαί, καὶ φῦλα Σαλαγγῶν χρυσοφόρων, οἷς πλοῦτος ὁμέστιος, οἷς θέμις αἰεὶ χέδροπα καρπὸν ἔδειν βιοτήσιον· ἀντὶ δὲ σίτου κεῖνον ἀλετρεύουσι μύλης τροχοειδέι κύκλῳ·
65καὶ σκολιοπλοκάμων Ζαβίων στίχες, οἷσιν ἐχέφρων Παλθάνωρ πρόμος ἦεν, ὃς ἔστυγε Δηριαδῆα ἤθεσιν εὐσεβέεσσιν ὁμοφρονέων Διονύσῳ· τὸν μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν ἀλλοδαπὸν ναετῆρα λυροδμήτῳ πόρε Θήβῃ·
70καὶ Δίρκῃ παρέμιμνε λιπὼν πατρῷον Ὑδάσπην, Ἀονίου ποταμοῖο πιὼν Ἰσμήνιον ὕδωρ. τοῖς δ’ ἐπὶ κυδιόων στρατὸν ἄσπετον ὥπλισε Μορρεὺς Τιδνασίδης, γενετῆρι συνέμπορος, ὃς τότε λυγρῷ γήραϊ πένθος ἔχων κεκερασμένον ἥψατο χάρμης,
75γηραλέῃ παλάμῃ πολυδαίδαλον ἀσπίδα πάλλων καὶ πολιῷ λειμῶνι κατάσκιον ἀνθερεῶνα αὐτόματον κήρυκα χρόνου δολιχοῖο τινάσσων, υἱὸν ἔτι στενάχων μινυώριον, Ἰνδὸν Ὀρόντην, Τίδνασος αἰολόδακρυς· ἄναξ δέ οἱ ἕσπετο Μορρεὺς
80ὄρθιον ἔγχος ἔχων τιμήορον, ὄφρα δαμάσσῃ λαὸν ὅλον Βρομίοιο, καὶ ἤθελε μοῦνος ἐρίζειν Βάκχῳ γνωτοφόνῳ, καὶ ἀνούτατον υἷα Θυώνης οὐτῆσαι μενέαινε κασιγνήτοιο φονῆα. καί σφισιν ὡμάρτησε πολυγλώσσων γένος Ἰνδῶν,34 in vol. 2
85οἵ τ’ ἔχον Ἠελίοιο πόλιν, καλλίκτιτον Αἴθρην, ἀννεφέλου δαπέδοιο θεμείλιον, οἵ τ’ ἔχον ἄμφω, Ἀνθηνῆς λασιῶνα καὶ Ὠρυκίης δονακῆα, καὶ φλογερὴν Νήσαιαν ἀχειμάντους τε Μελαίνας, καὶ πέδον εὐδίνητον ἁλιστεφάνου Παταληνῆς·
90τοῖς ἔπι Δυσσαίων πυκιναὶ στίχες, οἷσι καὶ αὐτῶν φρικτὰ δασυστέρνων ἐκορύσσετο φῦλα Σαβείρων, τοῖσιν ἐπὶ κραδίῃ λάσιαι τρίχες, ὧν χάριν αἰεὶ ψυχῆς θάρσος ἔχουσι καὶ οὐ πτώσσουσιν ἐνυώ. τοῖσι συνεστρατόωντο καὶ ἀνέρες Οὐατοκοῖται,
95οἷσι θέμις δολιχοῖσιν ἐπ’ οὔασιν ὕπνον ἰαύειν· τοὺς μὲν Φρίγγος ἵκανε καὶ Ἄσπετος εἰς μόθον ἕλκων αὐχήεις τε Δάνυκλος ὁμόστολος, οἷς ἅμα βαίνων Ἱππουρῷ συνάεθλος ἑκηβόλος ἔστιχε † Μορρεύς· καὶ νόον ἶσον ἔχοντες ὅλον στρατὸν Οὐατοκοίτην

26

(100)

πέντε δαφοινήεντες ἐκόσμεον ἡγεμονῆες. Τέκταφος εἰς μόθον ἦλθεν ἑκηβόλος, ὅς ποτε κούρης χείλεσι πειναλέοισιν ἀλεξητήρια πότμου πατροκόμου δολόεντος ἀμέλγετο χεύματα μαζοῦ, Τέκταφος, αὐαλέος ψαφαρῷ χροΐ, νεκρὸς ἐχέφρων,35 in vol. 2
105ὁππότε μιν σκηπτοῦχος ἔχων ἄστοργον ἀπειλὴν Δηριάδης, σειρῇσι πολυπλέκτοισι πιέζων, δέσμιον εὐρώεντι κατεκλήισε βερέθρῳ, ἄτροφον, αὐχμώοντα, δέμας κεκαφηότα λιμῷ, ἄμμορον ἠελίοιο καὶ εὐκύκλοιο σελήνης.
110καὶ χθονίῳ κεκάλυπτο βυθῷ πεπεδημένος ἀνήρ, οὐ ποτόν, οὔ τινα δαῖτα φέρων, οὐ φῶτα δοκεύων, ἀλλὰ πεδοσκαφέων λαγόνων ὑπὸ κοιλάδι πέτρῃ κεῖτο δυηπαθέων· χρονίῳ δ’ ἐστρεύγετο λιμῷ πειναλέων στομάτων ὀλιγοδρανὲς ἄσθμα τιταίνων,
115ἔμπνοος ἀπνεύστοισιν ὁμοίιος· οἷα δὲ νεκροῦ ἐκ χροὸς ἀζαλέοιο δυσώδεες ἔπνεον αὖραι. καὶ φυλάκων στρατὸς ἦεν ἐελμένον ἄνδρα φυλάσσων, ὃν τότε κερδαλέη θυγάτηρ ἀπατήνορι μύθῳ ἤπαφεν· ἱκεσίη δὲ βαρύστονον ἴαχε φωνὴν
120σεισαμένη δολόεντα νεητόκος εἵματα νύμφη·
„μή με κατακτείνητε, φυλάκτορες· οὐδὲν ἀείρω, οὐ ποτὸν ἦλθον ἄγουσα καὶ οὔ τινα δαῖτα τοκῆι· δάκρυα, δάκρυα μοῦνον ἐμῷ γενετῆρι κομίζω· ... χεῖρες ἀπαγγέλλουσιν ἐλεύθεροι· εἰ νόος ὑμῖν,36 in vol. 2
125εἰ νόος ἐστὶν ἄπιστος, ἀμεμφέα λύσατε μίτρην, ῥίψατέ μοι κρήδεμνα, τινάξατε χερσὶ χιτῶνα· οὐ ποτὸν ἦλθον ἄγουσα φερέσβιον. ἀλλὰ καὶ αὐτὴν κρύψατε σὺν γενετῆρι καταχθονίῳ με βερέθρῳ· οὐ φόβος, οὐ φόβος εἰμί, καὶ ἢν σκηπτοῦχος ἀκούσῃ·
130τίς νέκυν οἰκτείροντι χολώεται; αἰνομόρῳ δὲ τίς κοτέει θνήσκοντι; τίς ἄπνοον οὐκ ἐλεαίρει; ὄμματα δ’ οὐ μύοντα κατακλείσω γενετῆρος· κρύψατε· τίς θανάτοιο πέλει φθόνος; ὀλλυμένους δὲ εἷς τάφος ἀμφοτέρους, γενέτην καὶ παῖδα, δεχέσθω.“
135 ὣς φαμένη παρέπεισε. καὶ εἰς μυχὸν ἔδραμε κούρη, ὀρφναίῳ γενετῆρι φαεσφόρος· ἐν δὲ βερέθρῳ εἰς στόμα πατρὸς ἔχευεν ἀλεξικάκων γάλα μαζῶν ἄτρομος. Ἠερίης δὲ θεουδέος ἔργον ἀκούων Δηριάδης θάμβησε· περισσονόοιο δὲ κούρης
140εἴκελον εἰδώλῳ γενέτην ἀνελύσατο δεσμῶν· φήμη δ’ ἀμφιβόητος ἀκούετο, καὶ στρατὸς Ἰνδῶν
μαζὸν ἀλεξικάκοιο δολοπλόκον ᾔνεσε νύμφης. ὃς τότε Βωλίγγεσσι μετέπρεπεν, ὡς μέσος ἄστρων αἰθέρα φαιδρύνων ἀμαρύσσεται Ἕσπερος ἀστήρ,37 in vol. 2
145Ἕσπερος, ἑσπομένης λιποφεγγέος ἄγγελος ὄρφνης. Γίγγλων δ’ ὑψικάρηνος ἀερσιπόδης τε Θυραιεὺς ὑψινεφής θ’ Ἵππαλμος ὑπὲρ πυμάτης κλίμα γαίης ὥπλισαν αἰόλα φῦλα δοριθρασέων Ἀραχωτῶν Δερσαίων τε φάλαγγας ὁμήλυδας, οἵ τε σιδήρῳ

26

(150)

κτεινομένους κατ’ ἄρηα χυτῇ κρύπτουσι κονίῃ.
152 καὶ στρατὸν ἀγκυλότοξον ἀολλίσσας ἐπικούρων Ἁβράθοος βραδὺς ἦλθε· νεοτμήτων δὲ κομάων αἰδόμενος κεκόρυστο, χόλον καὶ πένθος ἀέξων
155βουκεράου βασιλῆος, ἐπεί νύ οἱ ἄφρονι λύσσῃ Δηριάδης ὑπέροπλος ὅλην ἀπεκείρατο χαίτην, Ἰνδοῖς πικρὸν ὄνειδος. ἀναγκαῖος δὲ μαχητὴς εἰς ἐνοπὴν μόγις ἦλθε, καὶ αἰπυλόφῳ τρυφαλείῃ λωβητὴν ἐκάλυπτε λιπότριχος ἄντυγα κόρσης,
160κρυπτὸν ἐνὶ κραδίῃ μεθέπων κότον· ἐν δὲ κυδοιμοῖς ἤματι μὲν πολέμιζεν, ἀεὶ δ’ ὑπὸ πάννυχον ὥρην ἄγγελον ἀγγέλλοντα νοήματα Δηριαδῆος Βάκχῳ πιστὸν ἔπεμπεν ὀπάονα· λαθριδίως δὲ Δηριάδῃ κεκόρυστο καὶ ἀμφαδίην Διονύσῳ.38 in vol. 2
165Ξούθων δ’ ἄγρια φῦλα καὶ ἐγρεμόθων Ἀριηνῶν καὶ Ζοάρων ἐκόρυσσε γονὴν καὶ φῦλον Ἐάρων Κασπείρων τε γένεθλα καὶ Ἄρβιας, οἵ τ’ ἔχον αὐτὸν Ὕσπορον αἰγλήεντι διαστίλβοντα ῥεέθρῳ, ἠλέκτρου κομόωντα βαθυπλούτοισι μετάλλοις,
170οἵ τ’ ἔχον Ἀρσανίην εὐδείελον, ἧχι γυναῖκες εἰς μίαν ἠριγένειαν ἐθήμονι Παλλάδος ἱστῷ ὀξείαις παλάμῃσιν ὅλον τελέουσι χιτῶνα. τοῖς δ’ ἐπὶ θωρήσσοντο κυβερνητῆρι κυδοιμῷ Κυραῖοι, δεδαῶτες ἁλίκτυπον ἄντυγα νήσων,
175ἄρεος εἰναλίοιο δαήμονες· ὑγροπόρους δὲ ὁλκάδας οὐ δεδάασιν, ἀδεψήτῳ δὲ βοείῃ δουρατέων πλώουσι τύπῳ τεχνήμονι νηῶν· δέρμασι δ’ ἰθύνουσι νόθον πλόον, οἷς ἔνι ναύτης
ἕζεται ἀκλύστοισιν ἐν οἴδμασι ποντοπορεύων,39 in vol. 2
180ὁλκάσι μιμηλῇσι θαλάσσια νῶτα χαράσσων. τοὺς Θύαμις κόσμησε καὶ Ὅλκασος, ὄρχαμος ἀνδρῶν, Ταρβήλου δύο παῖδες ἀκοντοφόροιο τοκῆος. καὶ πολὺς ἐσμὸς ἵκανεν Ἀρειζάντειαν ἐάσσας ξείνου δουρατέου μέλιτος τροφόν, ἧχι πιόντα
185ἠερίης ζείδωρον ἑώιον ἀρδμὸν ἐέρσης δένδρεα χαιτήεντα μελίρρυτον, ὡς ἀπὸ σίμβλων, δαιδαλέην ὠδῖνα σοφῆς τίκτουσι μελίσσης, αὐτοτόκων πετάλων χλοερὸν ποτόν· εἰς πεδίον γὰρ ἀρτιφανὴς Φαέθων, ὅτε λούεται Ὠκεανοῖο,
190ὄμπνιον ἠῴης ἀποσείεται ἰκμάδα χαίτης, ῥαίνων ζωοτόκοιο φυτηκόμον αὔλακα γαίης. τοῖον Ἀρειζάντεια φέρει μέλι, τῷ ἔπι χαίρων νηχομέναις πτερύγεσσιν ὑπὲρ † ποταμοῖο χορεύων ἵπταται ἄσπετος ὄρνις· ὄφις δέ τις ἀγκύλος ἕρπων,
195μιτρώσας ἑλικηδόν, ὁμόπλοκον ἡδέι δένδρῳ ... ἰκμάδα λειριόεσσαν ἀμέλγεται ἅρπαγι λαιμῷ, χείλεσι λιχμώων γλυκερὴν ὠδῖνα κορύμβων·
δενδραίην δὲ δράκοντες ἀναβλύζοντες ἐέρσην ἡδὺ μέλι προχέουσι, καὶ οὐ τόσον ἰὸν ἀλήτην40 in vol. 2

26

(200)

πικρὸν ἀποπτύουσιν, ὅσον γλυκὺ χεῦμα μελίσσης· ἧχι μελισταγέεσσιν ἐπ’ ἀκρεμόνεσσιν ἀείδει ὠρίων, γλυκὺς ὄρνις, ὁμοίιος ἔμφρονι κύκνῳ· οὐ μὲν ἀνακρούει Ζεφυρηίδι σύνθροος αὔρῃ ὑμνοτόκων πτερύγων ἀνεμώδεα ῥοῖζον ἰάλλων,
205ἀλλὰ σοφοῖς στομάτεσσι μελίζεται, οἷά τις ἀνὴρ πηκτίδι νυμφοκόμῳ θαλαμηπόλον ὕμνον ἀράσσων.
212κατρεὺς δ’ ἐσσομένοιο προθεσπίζει χύσιν ὄμβρου, ξανθοφυής, λιγύφωνος· ἀπὸ βλεφάρων δέ οἱ αἴγλη πέμπεται ὀρθρινῇσι βολαῖς ἀντίρροπος Ἠοῦς·
207πολλάκι δ’ ἠνεμόεντος ὑπὲρ δένδροιο λιγαίνων σύνθροος ὠρίωνος ἀνέπλεκε γείτονα μολπήν, φοινικέαις πτερύγεσσι κεκασμένος· ἦ τάχα φαίης,
210μελπομένου κατρῆος ἑώιον ὕμνον ἀκούων, ὄρθριον αἰολόδειρον ἀηδόνα κῶμον ὑφαίνειν.
215κεῖθι καὶ ἐγρεμόθων μερόπων στρατός, οὓς ἐπὶ χάρμην ἄτρομος Ἱππάλμοιο πάις θώρηξε Πυλοίτης,
γνωτὸν ἔχων Βιλλαῖον, ὁμόστολον ἡγεμονῆα. τοῖς ἔπι θωρήσσοντο Σίβαι καὶ λαὸς Ὑδάρκης, καὶ στρατὸς ἄλλος ἵκανε πόλιν Καρμῖναν ἐάσσας·41 in vol. 2
220τῶν ἅμα Κύλλαρος ἦρχε καὶ Ἀστράεις, πρόμος Ἰνδῶν, Βρόγγου δίζυγα τέκνα τετιμένα Δηριαδῆι. καὶ στόλος ἄλλος ἵκανε τριηκοσίων ἀπὸ νήσων, αἵ τε περιστιχόωσιν ἀμοιβάδες ἄλλυδις ἄλλαι γείτονες ἀλλήλῃσιν, ὅπῃ περιμήκεϊ πορθμῷ
225δίστομος Ἰνδὸς ἄγων μετανάστιον ἀγκύλον ὕδωρ, ἑρπύζων κατὰ βαιὸν ἀπ’ Ἰνδῴου δονακῆος λοξὸς ὑπὲρ δαπέδοιο παρ’ Ἠῴου στόμα πόντου, ἔρχεται αὐτοκύλιστος ὑπὲρ λόφον Αἰθιοπῆα· ἧχι θερειγενέων ὑδάτων ὑψούμενος ὁλκῷ
230χεύμασιν αὐτογόνοις ἐπὶ πήχεϊ πῆχυν ἀέξει· καὶ χθόνα πιαλέην ἀγκάζεται ὑγρὸς ἀκοίτης, τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην, οἶστρον ἔχων πολύπηχυν ἀμαλλοτόκων ὑμεναίων, μέτρῳ ἀμοιβαίῳ παλιναυξέα χεύματα τίκτων
235Νεῖλος ἐν Αἰγύπτῳ καὶ ἑώιος Ἰνδὸς ἀκούων. κεῖθι μελαμψήφιδα διαξύων ῥόον ὁπλῇ νήχεται ὑδατόεις ποταμήιος ἵππος ἀλήτης, οἷος ἐμοῦ Νείλοιο θερειγενὲς οἶδμα χαράσσων ναιετάει, βυθίοιο δι’ ὕδατος ὑγρὸς ὁδίτης42 in vol. 2
240μηκεδαναῖς γενύεσσιν· ἐπ’ αἰγιαλοῖο δὲ βαίνει αἰχμῇ καρχαρόδοντι διασχίζων ῥάχιν ὕλης, καὶ διερὴν ἀχάρακτον ἔχων γένυν ἅρπαγα καρπῶν μιμηλῇ δρεπάνῃ σταχυηφόρα λήια τέμνει, ἀμητὴρ ἀσίδηρος ἀμαλλοφόρου τοκετοῖο.
245τοῖα μὲν ἑπταπόροιο φατίζεται εἵνεκα Νείλου, Ἰνδῴου ποταμοῖο φέρειν γένος. οἱ δὲ λιπόντες νήσων ἀγκύλα κύκλα καὶ ἕδρανα γείτονος Ἰνδοῦ ἄνδρες ἐθωρήσσοντο μαχήμονες, ὧν πρόμος ἀνὴρ Ῥίγβασος ἡγεμόνευεν, ἔχων ἴνδαλμα Γιγάντων.

26

(250)

οὐδὲ γέρων Ἄρητος ἐλείπετο Δηριαδῆος εἰς ἐνοπὴν καλέοντος † ἀτὰρ βαρύς· ἀλλὰ καθάψας χαλκοβαρῆ λασίοιο κατὰ στέρνοιο χιτῶνα γηραλέου κούφιζεν ὑπὲρ νώτοιο βοείην, αὐχένι κυρτωθέντι περικρεμάσας τελαμῶνα.
255καὶ στρατιὴν θώρηξεν ἀναγκαῖος πολεμιστὴς πέντε σὺν υἱήεσσι, Λύκῳ καὶ ὁμήλυδι Μύρσῳ, Γλαύκῳ καὶ Περίφαντι καὶ ὀψιγόνῳ Μελανῆι. καὶ πολιὴν πλοκαμῖδα περισφίγξας τρυφαλείῃ λαιὸν ἐυτροχάλοιο μετέστιχε δηιοτῆτος,43 in vol. 2
260δεξιτερὸν πολέμοιο κέρας τεκέεσσιν ἐάσσας, οὓς φύσις ἀφθόγγων στομάτων σφρηγίσσατο δεσμῷ, γλῶσσαν ὑποσφίγξασα σοφῆς ὀχετηγὸν ἰωῆς· ὁππότε γὰρ θαλάμοιο παρὰ φλιῇσι χορεύων Λαοβίην ζυγίοιο γάμου πιστώσατο θεσμῷ
265παιδογόνοις Ἄρητος ὁμιλήσας ὑμεναίοις, ἔνθεον ἔπλετο θάμβος, ἐπεὶ γαμίῳ παρὰ βωμῷ νυμφοκόμῳ πεπόνητο θυηπολέων Ἀφροδίτῃ νυμφίος ἀρτιχόρευτος, ἐν εὐύμνῳ δὲ μελάθρῳ δοῦπον ἀνακλάγξασα λεχώιον ἀνθερεῶνος
270μάντις ἐπεσσομένων ἐβαρύνετο πουλυτόκος σῦς, ἀλλοίην καὶ ἄπιστον ἐλαφρίζουσα λοχείην, καὶ νεπόδων ὤδινε νόθον γένος, ἐκ λαγόνων δὲ ὑγρὴν ἰχθυόεσσαν ἀνηκόντιζε γενέθλην, ἀντὶ τόκου χθονίοιο λοχευσαμένη τόκον ἅλμης.
275καὶ συὸς ἰχθυγόνοιο πολύστομος ἵπτατο Φήμη λαὸν ἀολλίζουσα· πολυσπερέες δὲ πολῖται χερσαίην πολύτεκνον ἐθηήσαντο γενέθλην, ἰσοφυὲς μίμημα θαλασσοτόκοιο λοχείης.
μαντιπόλον δ’ ἐρέεινε θεηγόρον· εἰρομένῳ δὲ44 in vol. 2
280ἐσσομένων θέσπιζεν ἀφωνήτων στίχα παίδων, εἰναλίης ἴνδαλμα λιπογλώσσοιο γενέθλης. καὶ τότε μάντις ἔλεξε προάγγελα θέσφατα κεύθων, ὄφρα κεν ἱλάσκοιτο τανύπτερον υἱέα Μαίης, γλώσσης ἡγεμονῆα, σοφῆς ἰθύντορα φωνῆς.
285Λαοβίη δ’ ὤδινεν, ἀμοιβαίῃ δὲ λοχείῃ τίκτε συὸς βρεφέεσσιν ἰσηρίθμων στίχα παίδων, ἰχθύσιν ἀφθόγγοισιν ἐοικότας, οὓς μετὰ νίκην Βάκχος ἄναξ ἐλέαιρε, λιποφθόγγων δ’ ἀπὸ λαιμῶν γλώσσης δεσμὸν ἔλυσε, καὶ ἤλασεν ἥλικα σιγήν,
290φωνὴν δ’ ὀψιτέλεστον ἐπεξύνωσεν ἑκάστῳ. τοῖσι συνεστρατόωντο φερεσσακέες πολεμισταί, οἵ τε Πύλας ἐνέμοντο καὶ οἳ λάχον ἐγγύθεν Εὔρου ναιομένην Εὔκολλαν, ἀχείμονος ἔνδιον Ἠοῦς, καὶ ζαθέην Γορύανδιν ἐύσπορον αὔλακα γαίης.
295 τοῖς ἔπι θωρήχθησαν, ὅσοι λάχον ἄντυγα † σοιτης, μητέρα δενδρήεσσαν ἀμετροβίων ἐλεφάντων, οἷς φύσις ὤπασε κύκλα διηκοσίων ἐνιαυτῶν ζώειν ἀενάοιο χρόνου πολυκαμπέι νύσσῃ, ἠὲ τριηκοσίων· καὶ βόσκεται ἄλλος ἐπ’ ἄλλῳ,

26

(300)

ἐκ ποδὸς ἀκροτάτου μελανόχροος ἄχρι καρήνου, γναθμοῖς μηκεδανοῖσιν ἔχων προβλῆτας ὀδόντας
δίζυγας, ἀμητῆρι τύπῳ γαμψώνυχος ἅρπης, θηγαλέῳ τμητῆρι, διαστείχων στίχα δένδρων ποσσὶ τανυκνήμοισιν, ἔχων ἴνδαλμα καμήλων ...45 in vol. 2
305καὶ λοφιὴν ἐπίκυρτον, ἑῷ πολυχανδέι νώτῳ ἐσμὸν ἄγων νήριθμον ἐπασσυτέρων ἐλατήρων, δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὁλκῷ, καὶ τύπον εὐρυμέτωπον ἐχιδναίοιο καρήνου, αὐχένα βαιὸν ἔχων κυρτούμενον· εἶχε δὲ λεπτὸν
310ὄμμασιν ἰσοτύποισι συῶν ἴνδαλμα προσώπου, ὑψιφανής, περίμετρος· ἑλισσομένου δὲ πορείῃ οὔατα μὲν λιπόσαρκα, παρήορα γείτονι κόρσῃ, λεπταλέων ἀνέμων ὀλίγῃ ῥιπίζεται αὔρῃ· πυκνὰ δὲ μαστίζουσα δέμας νωμήτορι παλμῷ
315λεπτοφυὴς ἐλάχεια τινάσσεται ἄστατος οὐρή. πολλάκι δ’ ἐν πολέμοισι γένυν προβλῆτα τινάσσων ἀνέρι ταυροκάρηνος ἐπέχραεν ἠλίβατος θήρ,
ξείνην καρχαρόδοντα φέρων ἑτερόστομον ἅρπην, δινεύων ἑκάτερθε γενειάδος ἔμφυτον αἰχμήν·46 in vol. 2
320πολλάκι δ’ εὐθώρηκα μετάρσιον ἀσπιδιώτην ὄρθιον ἠέρταζε πεπαρμένον ἅρπαγι λαιμῷ, ἄνδρα δὲ καρχαρόδοντι κατεπρήνιξεν ἀκωκῇ καὶ νέκυν αὐτοκύλιστον ἐπὶ στροφάλιγγι κονίης ὑψόθεν ἠκόντιζε παλινδίνητον ἀλήτην,
325αἰθύσσων ἑλικηδὸν ἴτυν σκολιοῖο γενείου κάρχαρον ἔνθα καὶ ἔνθα παρὰ προβολῇσιν ὀδόντων ἀντίτυπον σπειρηδὸν ἐχιδνήεσσιν ἀκάνθαις, ἄχρι ποδῶν τανύων κεχαραγμένον ἆορ ὀδόντων. τοὺς μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν
330Καυκασίην παρὰ πέζαν Ἀμαζονίου ποταμοῖο εἰς φόβον εὐπήληκας ἀνεπτοίησε γυναῖκας, ἠλιβάτων λοφιῇσιν ἐφεδρήσσων ἐλεφάντων. ἀλλὰ τὰ μὲν μετὰ δῆριν. ἐς ὑσμίνην δὲ Λυαίου Δηριάδῃ καλέοντι τότε πρόμος ἦλθε Πυλοίτης,
335ὀρθοπόδην ἐλέφαντα κατὰ κλόνον ἡνιοχεύων, καλλιτόκου Μαραθῶνος ἀρειμανὲς αἷμα γενέθλης· καί οἱ ἐς ὑσμίνην ἑτερόθροος ἕσπετο γείτων
λαὸς ἐυκρήδεμνον Ἐριστοβάρειαν ἐάσσας. Δερβίκων δὲ γένεθλα συνέσπετο Δηριαδῆι47 in vol. 2
340Αἰθίοπές τε Σάκαι τε καὶ ἔθνεα ποικίλα Βάκτρων, καὶ πολὺς οὐλοκόμων Βλεμύων στρατός. ἀλλοφανῆ δὲ Αἰθίοπες μεθέπουσι τύπον τεχνήμονα χάρμης· ἵππου γὰρ φορέοντες ὀλωλότος ἄντυγα κόρσης ψευδόμενοι κρύπτουσιν ἀληθέα κύκλον ὀπωπῆς,
345καὶ κεφαλὴν βροτέην ἑτέρῳ σφίγγουσι προσώπῳ, ἄπνοον ἀσκήσαντες ἐς ἔμπνοον, ἐν δὲ κυδοιμοῖς δήιον ἀγνώσσοντα νόθῳ κλονέουσι καρήνῳ· καὶ πρόμος ἐκ στομάτων ἀπατήλιον ἦχον ἰάλλει, ἵππιον ἀνδρομέῃ προχέων χρεμετισμὸν ἰωῇ.

26

(350)

οἱ μὲν ἀολλίζοντο καλεσσαμένου βασιλῆος. πάντων δ’ ἡγεμόνευεν ἐς ἄρεα κοίρανος Ἰνδῶν, ὃν διερῇ φιλότητι πατὴρ ἔσπειρεν Ὑδάσπης, Ἀστρίδος εὐώδινος ὁμιλήσας ὑμεναίοις, κούρης Ἠελίοιο. φάτις δέ τις, ὅττι ἑ μήτηρ
355Νηιὰς Ὠκεανοῖο γένος τεκνώσατο Κητώ, ἥν ποτε παφλάζοντι διερπύζων παρὰ παστῷ νυμφίος ὑδατόεντι γάμῳ πήχυνεν Ὑδάσπης γνήσιον αἷμα φέρων Τιτήνιον· ἀρχεγόνων γὰρ ἐκ λεχέων Θαύμαντος ἐγείνατο δίζυγα φύτλην
360Ἠλέκτρη ῥοδόπηχυς ὁμευνέτις, ἧς ἀπὸ λέκτρων
καὶ ποταμὸς βλάστησε καὶ ἄγγελος Οὐρανιώνων, Ἶρις ἀελλήεσσα καὶ ὠκυρέεθρος Ὑδάσπης, ἡ μὲν ἐπεντύνουσα ποδῶν δρόμον, ὃς δὲ ῥοάων· ἄμφω δ’ ἀντικέλευθον ἴσην μεθέπουσι πορείην,48 in vol. 2
365Ἶρις ἐν ἀθανάτοισι καὶ ἐν ποταμοῖσιν Ὑδάσπης. τόσσος ἄρα στρατὸς ἦλθε· πόλις δ’ ἐστείνετο λαῷ· καὶ στίχες εὐπήληκες ἐμιτρώθησαν ἀήταις, τετραπόρων πλήσαντες ἐν ἄστεϊ κύκλα κελεύθων· οἱ μὲν ἐνὶ τριόδοισιν ἐπήτριμοι, οἱ δ’ ἐπὶ βάθροις
370ἄλλοι δ’ ἠλιβάτοιο πρὸ τείχεος, οἱ δ’ ἐπὶ πύργων νήδυμον ὕπνον ἴαυον ἀκοντοφόρων ἐπὶ λέκτρων. ἡγεμόνων δὲ φάλαγγας ἑῷ ξείνισσε μελάθρῳ Δηριάδης, καὶ πάντες ἀμοιβαίων ἐπὶ θώκων ξεινοδόκῳ βασιλῆι μιῆς ἥπτοντο τραπέζης.
375τοῖσι μὲν ἕσπερα δεῖπνα καὶ ἐννυχίου πτερὸν Ὕπνου μέμβλετο, καὶ στρατὸς εὗδεν ἐνόπλιος ἄρεϊ γείτων· ἐγρεμόθῳ δ’ εὕδοντες ἐφωμίλησαν ὀνείρῳ,
μιμηλὴν Σατύροισιν ἀναστήσαντες ἐνυώ.49 in vol. 2

27

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΙΚΟΣΤΟΝ ΕΒΔΟΜΟΝ.
1 Ἄρτι δὲ λυσιπόνοιο τιναξαμένη πτερὸν Ὕπνου ἀντολίης ὤιξε θύρας πολεμητόκος Ἠώς, καὶ Κεφάλου λίπε λέκτρα σελασφόρα· βαλλόμενος δὲ ἀντιπόρῳ Φαέθοντι μέλας λευκαίνετο Γάγγης·
5καὶ φυγὰς ἀρτιχάρακτος ἐχάζετο κῶνος ὀμίχλης σχιζόμενος φαέεσσιν· ἀπὸ δροσεροῖο δὲ δίφρου ὄρθριος εἰαρινῇσιν ἐλούσατο καρπὸς ἐέρσαις. καὶ κλόνος ἦν. Φαέθων δὲ πυριτρεφέων δρόμον ἵππων ἀενάων ἐτέων φλογόεις ἀνεσείρασε ποιμήν,
10γείτονος εἰσαΐων κορυθαιόλον ἄρεος ἠχώ, καὶ στρατὸν αἰχμάζειν προκαλίζετο μάρτυρι πυρσῷ, θερμὸν ἀκοντίζων ῥοδόεν βέλος· ἀμφὶ δὲ γαίῃ αἱμαλέης ξένον ὄμβρον ἀπ’ ἰκμάδος ὑέτιος Ζεὺς οὐρανόθεν κατέχευε, φόνου πρωτάγγελον Ἰνδῶν.
15καὶ φονίαις λιβάδεσσιν ἐνυαλίου νιφετοῖο δίψια κυανέης ἐρυθαίνετο νῶτα κονίης Ἰνδῴου δαπέδοιο· νεοσμήκτου δὲ σιδήρου
Ἠελίου σελάγιζε βολαῖς ἀντίρροπος αἴγλη. φαινομένας δὲ φάλαγγας ἐπὶ κλόνον ὥπλισεν Ἰνδῶν50 in vol. 2
20Δηριάδης ὑπέροπλος, ἐποτρύνων δὲ μαχητὰς μῦθον ἀπειλητῆρος ἀνήρυγεν ἀνθερεῶνος· „δμῶες ἐμοί, μάρνασθε, πεποιθότες ἠθάδι Νίκῃ, καὶ θρασὺν ὃν καλέουσι κερασφόρον υἷα Θυώνης λάτριν ἰσοκραίροιο τελέσσατε Δηριαδῆος.
25κτείνατέ μοι καὶ Πᾶνας ἀλοιητῆρι σιδήρῳ· εἰ δὲ θεοὶ γεγάασι, καὶ οὐ θέμις ἐστὶ δαΐξαι Πανὸς ἀνουτήτοιο δέμας τμητῆρι σιδήρῳ, Πᾶνας ὀρεσσινόμους ληίσσομαι, ἔνδοθι λόχμης ἔθνεα βουκολέοντας ἐρημονόμων ἐλεφάντων.
30πολλοὶ θῆρες ἔασι καὶ ἐνθάδε, τοῖσι συνάψω Φῆρας ὁμοῦ καὶ Πᾶνας ὀρεσσινόμου Διονύσου· κούρῃ δ’ ἡμετέρῃ θαλαμηπόλον ἐσμὸν ὀπάσσω, δαινυμένου Μορρῆος ὑποδρηστῆρα τραπέζης. καί τις ἀνὴρ Φρυγίηθεν ὁμόστολος οἴνοπι Βάκχῳ
35Ἰνδῴου ποταμοῖο δέμας λούσειε ῥεέθροις, ἀντὶ δὲ Σαγγαρίου καλέσει πατρῷον Ὑδάσπην· ἄλλος ἀνὴρ Ἀλύβηθεν ὁμαρτήσας Διονύσῳ ἐνθάδε θητεύσειε, καὶ ἀργυρέου ποταμοῖο χεύματα καλλείψας πιέτω χρυσαυγέα Γάγγην.
40χάζεό μοι, Διόνυσε, φυγὼν δόρυ Δηριαδῆος· ἔστι καὶ ἐνθάδε πόντος ἀπείριτος· ἀλλὰ θαλάσσης Ἀρραβίης μετὰ κῦμα καὶ ἡμετέρη σε δεχέσθω·
εὐρύτερος βυθὸς οὗτος ἐρεύγεται ἄγριον ὕδωρ, καὶ Σατύρους καὶ Βάκχον ἐπάρκιός ἐστι καλύψαι51 in vol. 2
45καὶ στίχα Βασσαρίδων· οὐ μείλιχος ἐνθάδε Νηρεύς, οὐ Θέτις Ἰνδῴη σε δεδέξεται, οὐδέ σε κόλπῳ ξεινοδόκον μετὰ κῦμα πάλιν φεύγοντα σαώσει, αἰδομένη βαρύδουπον ἐμὸν πατρῷον Ὑδάσπην. ἀλλ’ ἐρέεις· ‘Κρονίωνος Ὀλύμπιον αἷμα κομίζω‘.

27

(50)

Αἰθέρα Γαῖα λόχευσε χορῷ κεχαραγμένον ἄστρων· Οὐρανόθεν γένος ἔσχες· ἐμὴ δέ σε Γαῖα καλύψει· καὶ Κρόνον ὠμηστῆρα νέων θοινήτορα παίδων Οὐρανόθεν γεγαῶτα κατέκρυφε κόλπος ἀρούρης. εἰμὶ δοριθρασέος στρατιῆς πρόμος· εἰμὶ Λυκούργου
55φέρτερος, ὅς σε δίωκε καὶ ἀπτολέμους σέο Βάκχας· σὸν γένος οὐ κλονέει με Διιπετές· αἰνομόρου γὰρ σῆς Σεμέλης ἤκουσα πυριβλήτους ὑμεναίους· μὴ στεροπὴν ἀγόρευε Διὸς νυμφοστόλον εὐνῆς, μὴ κεφαλὴν Κρονίωνος ἢ ἄρσενα μηρὸν ἐνίψῃς·
60οὐ Διὸς ὠδίνοντος ἐμὲ κλονέουσι λοχεῖαι· πολλάκις ὠδίνουσαν ἐμὴν ἐνόησα γυναῖκα. σὺν σοὶ δ’, ἢν ἐθέλῃ, γενέτης τεὸς αὐτοτόκος Ζεὺς ἄρσενι θωρήξειεν ἀρηγόνα θῆλυν Ἀθήνην, Νίκην ἣν καλέουσιν, ἵνα πρηῶνας ἀράξας
65Παλλάδος αἱμάξω κεφαλὴν ταμεσίχροϊ πέτρῳ
ἢ δορὶ τολμήεντι, καὶ εὐκεράων ἀπὸ τόξων μηρὸν ἀπειλητῆρος ὀιστεύσω Διονύσου, βουκεράων Σατύρων ἡγήτορος, οὐταμένου δὲ καὶ Διὶ καὶ Βρομίῳ καὶ Παλλάδι μῶμον ἀνάψω·52 in vol. 2
70εἰ δὲ σὺν ἀμφοτέροισι κορύσσεται ἀμφιγυήεις, δεύομαι Ἡφαίστου τεχνήμονος, ὄφρα καὶ αὐτῷ τεύχεα χαλκεύσειε πολύτροπα Δηριαδῆι. οὐ τρομέω ποτὲ θῆλυν ἐγὼ πρόμον· εἰ δὲ τινάσσει ἀστεροπὴν γενετῆρος, ἔχω πατρώιον ὕδωρ.
75καὶ θρασύν, ὃν καλέουσιν ὁμόγνιον αἷμα Λυαίου, Αἰακὸν οὐρανίοιο Διὸς βλάστημα τοκῆος Ζηνὶ καταχθονίῳ δεδαϊγμένον Ἄιδι πέμψω· οὐδέ μιν ἁρπάξειε δι’ ἠέρος ἱπτάμενος Ζεύς. καὶ πολέας Κρονίδαο δεδουπότας υἷας ἀκούω·
80Δάρδανος ἐκ Διὸς ἔσκε καὶ ὤλετο, καὶ θάνε Μίνως, οὐδέ μιν ἐρρύσαντο Διὸς ταυρώπιδες εὐναί· εἰ δὲ θεμιστεύει καὶ ἐν Ἄιδι, τίς φθόνος Ἰνδοῖς, Αἰακὸς εἰ φθιμένοισι δικάζεται; ἢν δ’ ἐθελήσῃ, κοιρανίην νεκύων ἐχέτω καὶ σκῆπτρα βερέθρου.
85καὶ δολιχοῖς μελέεσσιν ἐπιψαύοντας Ὀλύμπου Γηγενέας Κύκλωπας ὀλέσσατε, μὴ δορὸς αἰχμὴν γαστρὶ μέσῃ πήξαντες ἢ αὐχένι, χαλκοβαρὲς δὲ ὀφθαλμῷ τροχόεντι βέλος τετορημένον ἔστω. μὴ χθονίους Κύκλωπας ὀλέσσατε· καὶ γὰρ ἐκείνων
90δεύομαι· Ἰνδῴῳ δὲ παρήμενος ἐσχαρεῶνι Βρόντης μὲν βαρύδουπον ἐμοὶ σάλπιγγα τελέσσῃ βρονταίοις πατάγοισιν ἰσόκτυπον, ὄφρα κεν εἴην Ζεὺς χθόνιος, Στερόπης δὲ νέην ἀντίρροπον αἴγλην ἀστεροπῇ τεύξειε καὶ ἐνθάδε· καί μιν ἑλίξω53 in vol. 2
95μαρνάμενος Σατύροισιν, ἵνα φρένα μᾶλλον ἀμύξῃ Δηριάδην κτυπέοντα καὶ ἀστράπτοντα δοκεύων ζηλήμων Κρονίδης, πεφοβημένος ὄρχαμον Ἰνδῶν ὑψιγόνου φλογόεντος ἀκοντιστῆρα κεραυνοῦ. τίς φθόνος, εἰ πρηστῆρι μαχήμονα χεῖρα κορύσσω;

27

(100)

μητρὸς ἐμῆς γενέτης, φλογερῶν ἐπιήρανος ἄστρων, αὐτὸς ὅλος Φαέθων πυρόεις πρόμος· εἰ δὲ τοκῆος αἷμα φέρω ποταμοῖο, καὶ ὑδατόεντι βελέμνῳ μαρνάμενος μόθον ὑγρὸν ἀναστήσω Διονύσῳ, Βάκχων ἐχθρὰ κάρηνα ῥοαῖς ποταμοῖο καλύπτων.
105καὶ βυθίων τμήξαντες ἀλοιητῆρι σιδήρῳ σώματα Τελχίνων τυμβεύσατε γείτονι πόντῳ, πατρὶ Ποσειδάωνι μεμηλότα, δαιδαλέου δὲ δίφρου γλαυκὰ λέπαδνα καὶ ὑγροπόρων γένος ἵππων νίκης πόντια δῶρα κομίσσατε Δηριαδῆι.
110καὶ ναέτην † βαρύδεσμον ἀπειρώδινος Ἀθήνης
Ἡφαίστου πυρόεντος ἀπόσπορον αἴθοπι πυρσῷ φλέξατε, τὸν καλέουσιν Ἐρεχθέα· καὶ γὰρ ἐκείνου αἷμα φέρει περίπυστον Ἐρεχθέος, ὅν ποτε μαζῷ παρθενικὴ φυγόδεμνος ἀνέτρεφε Παλλὰς ἀμήτωρ,54 in vol. 2
115λάθριον ἀγρύπνῳ πεφυλαγμένον αἴθοπι λύχνῳ· μιμνέτω Ἰνδῴῃ κεκαλυμμένος αἴθοπι κίστῃ, καὶ κενεοῦ ζοφόεντος ἐν ἕρκεϊ παρθενεῶνος. καὶ τροχαλοὺς δρηστῆρας ἐυσκάρθμοιο βοείης, ἴδμονας εὐπήληκος ἐνυαλίοιο χορείης,
120ἄξατέ μοι Κορύβαντας ἀτευχέας· ὀλλυμένοις δὲ διχθαδίοις τεκέεσσιν ἐπικλαύσειε Καβειρώ, Λημνιὰς ἀκρήδεμνος· ἀπορρίψας δὲ πυράγρην αἰθαλόεις Ἥφαιστος ἑῆς ὀλετῆρα γενέθλης ἥμενον ἀθρήσειεν ὑπὲρ δίφροιο Καβείρων
125ἵππων χαλκοπόδων ἐπιβήτορα Δηριαδῆα. κτείνω μὲν Διὸς υἷας· Ἀρισταῖον δὲ δαμάσσαι οὐ φθονέω Μορρῆι, λαγωβόλον υἱέα Φοίβου, οὐτιδανῆς ἐλατῆρα φιλοπτολέμοιο μελίσσης. ὑμεῖς μὲν δρεπάνοισι καὶ ἀμφιπλῆγι μαχαίρῃ
130κτείνετε Βασσαρίδων ἁπαλὰς στίχας, ὑψίκερων δὲ παῖδα Διὸς κερόεις ποταμήιος υἱὸς ὀλέσσει.
μή τις ὑποπτήσσειεν ἰδὼν ἐλατῆρα λεαίνης ἢ πρόμον ἀγροτέρης ἐπιβήμενον ἰξύος ἄρκτου, μὴ θηρῶν ζυγίων βλοσυρὸν στόμα· τίς γὰρ ἀλύξει55 in vol. 2
135πόρδαλιν ἠὲ λέοντα κορυσσομένων ἐλεφάντων;“ ὣς φαμένου βασιλῆος ἐπὶ κλόνον ἤιον Ἰνδοί, οἱ μὲν ὑπὲρ νώτοιο σιδηροφόρων ἐλεφάντων, οἱ δὲ συνεστρατόωντο θυελλοπόδων ὑπὲρ ἵππων. καὶ πολὺς ἦν πρυλέων στρατὸς ἄπλετος, οἱ μὲν ἀκωκάς,
140οἱ δὲ σάκος φορέοντες, ὁ δὲ κληῖδα φαρέτρης· ἄλλος ἀνηέρταζεν ἀνὴρ χαλκήλατον ἅρπην ἀμητὴρ πολέμοιο, καὶ ἔστιχεν ἄλλος ἀείρων ἀσπίδα καὶ θοὰ τόξα καὶ ἠνεμόεντας ὀιστούς. καὶ μόθον ἐστήσαντο παρὰ στόμα γείτονος Ἰνδοῦ,
145ἐς πεδίον προθέοντες. ἀπ’ εὐδένδροιο δὲ λόχμης ἀσπίσι καὶ ξιφέεσσι καὶ ἀρραγέεσσι πετήλοις θυρσοφόρος Διόνυσος ἑοὺς ἐκόρυσσε μαχητάς. καὶ πισύρων ἀνέμων † φλογερῆς ἀντώπιον Ἠοῦς † τέτραχα τεμνομένην στρατιὴν ἐστήσατο Βάκχων·

27

(150)

πρώτην μὲν βαθύδενδρα παρὰ σφυρὰ κυκλάδος Ἄρκτου, ἧχι πολυσπερέων ποταμῶν πεφορημένον ὁλκῷ
Καυκασίου σκοπέλοιο Διιπετὲς ἔρχεται ὕδωρ· τὴν ἑτέρην δὲ φάλαγγα συνήρμοσεν, ὁππόθι γαίης μεσσατίης στεφανηδὸν ἐς ἑσπέριον κλίμα νεύων56 in vol. 2
155δίστομος οὐρεσίφοιτος ἑὸν ῥόον Ἰνδὸς ἑλίσσει, κύμασιν ἀμφίζωστον ἐπιστέψας Παταληνήν, τὴν αὐτὴν παρὰ πέζαν, ὅπῃ περιμήκεϊ πορθμῷ χεῦμα παλινδίνητον ἄγει βαρύδουπος Ὑδάσπης·
161καὶ τριτάτην κόσμησεν, ὅπῃ νοτίῳ παρὰ κόλπῳ
159κύματι πορφύροντι μεσημβριὰς ἕλκεται ἅλμη·
160καὶ στρατιὴν εὔχαλκον ἄναξ ἔστησε τετάρτην
162ἀντολίης ὑπὸ πέζαν, ὅθεν δονακῆα διαίνων στέλλεται εὐόδμοισι κατάρρυτος ὕδασι Γάγγης. κεκριμένης δὲ φάλαγγος ἐυκνήμιδος ἑκάστης
165τέσσαρας εὐπήληκας ἐκόσμεεν ἡγεμονῆας, καὶ στρατὸν ὀτρύνων λαοσσόον ἴαχε φωνήν· „Βασσαρίδες, καὶ δεῦρο χορεύσατε, δυσμενέων δὲ κτείνατε βάρβαρα φῦλα, καὶ ἔγχεσι μίξατε θύρσους, μίξατε καὶ ξιφέεσσι· καὶ ἠθάδος ἀντὶ τραπέζης
170σάλπιγξ ἐγρεκύδοιμος ἐμοῖς Σατύροισι γενέσθω πηκτὶς ἐμή· χλοερὴ δὲ καταιχμάζουσα σιδήρου δούρατα νικήσειεν ἀκαχμένα φυλλὰς ὀπώρη· ἀντὶ δὲ νυκτελίοιο χοροστασίης Διονύσου αὐλὸς ἐμὸς φθέγξοιτο μετάτροπον ὕμνον ἐνυοῦς,
175τερψινόου Βρομίοιο λιπὼν ἐπιδόρπιον ἠχώ. εἰ μὲν ἐμοὶ γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης μηδὲ πάλιν Βάκχοισι παλίγκοτον οἶδμα κορύσσῃ,
ἔσσομαι εὐάντητος, ὅλον δέ οἱ ἀγλαὸν ὕδωρ χεύμασι ληναίοισιν ἐς εὔιον οἶνον ἀμείψω,57 in vol. 2
180τεύχων λαρὰ ῥέεθρα, καὶ ἀγριάδος λόφον ὕλης μιτρώσω πετάλοισι καὶ ἀμπελόεντα τελέσσω· εἰ δὲ πάλιν προχοῇσιν ἀλεξικάκοισιν ἀρήξει Ἰνδοῖς κτεινομένοισι καὶ υἱέι Δηριαδῆι, ἀνδροφυὴς κερόεσσαν ἔχων ποταμηίδα μορφήν,
185χεῦμα γεφυρώσαντες ὑπερφιάλου ποταμοῖο ἴχνεσιν ἀβρέκτοισιν ὁδεύσατε δίψιον ὕδωρ, καὶ γυμνῇ ψαμάθῳ πατέων αὐχμηρὸν Ὑδάσπην πεζὸς ὄνυξ εὔιππος ἐπιξύσειε κονίην. εἰ δὲ πολυπτοίητος ἀρειμανέων πρόμος Ἰνδῶν
190αἰθερίου Φαέθοντος ἀπόσπορός ἐστι γενέθλης καὶ Φαέθων πυρόεσσαν ἐμοὶ στήσειεν ἐνυώ, θυγατέρος κερόεσσαν ἑῆς ὠδῖνα γεραίρων, γνωτὸν ἐμοῦ Κρονίδαο πάλιν Φαεθοντίδι χάρμῃ πόντιον ὑδατόεντα πυρὸς σβεστῆρα κορύσσω·
195Θρινακίην δ’ ἐπὶ νῆσον ἐλεύσομαι, ὁππόθι ποῖμναι καὶ βόες αἰθερίοιο πυραυγέος ἡνιοχῆος, Ἠελίου δὲ θύγατρα, δορικτήτην ἅτε κούρην, Λαμπετίην ἀέκουσαν ἐπὶ ζυγὰ δούλια σύρω, ὄφρα γόνυ κλίνειε· καὶ εἰς ὄρος Ἀστρὶς ἀλάσθω,

27

(200)

μυρομένη βαρύδεσμον ὀπάονα Δηριαδῆα·
ἐλθέτω, ἢν ἐθέλῃ, μετανάστιος εἰς χθόνα Κελτῶν, ὄφρα φυτὸν γεγαυῖα σὺν Ἡλιάδεσσι καὶ αὐτὴ πυκνὰ φιλοθρήνοισιν ἐπικλαύσειε ῥεέθροις. σπεύσατέ μοι καὶ κύκλα μελαρρίνοιο προσώπου58 in vol. 2
205Ἰνδῶν ληιδίων λευκαίνετε μύστιδι γύψῳ, καὶ θρασὺν ἀμπελόεντι περιπλεχθέντα κορύμβῳ ... νεβρίδα χαλκοχίτωνι καθάψατε Δηριαδῆι· καὶ Βρομίῳ γόνυ δοῦλον ὑποκλίνων μετὰ νίκην Ἰνδὸς ἄναξ ῥίψειεν ἑὸν θώρηκα θυέλλαις,
210κρείσσονι λαχνήεντι δέμας θώρηκι καλύπτων, καὶ πόδα πορφυρέοισι περισφίγξειε κοθόρνοις ἀργυρέας ἀνέμοισιν ἑὰς κνημῖδας ἐάσσας, καὶ μετὰ φοίνια τόξα καὶ ἠθάδος ἔργα κυδοιμοῦ ὄργια νυκτιχόρευτα διδασκέσθω Διονύσου,
215βάρβαρα δινεύων ἐπιλήνια βόστρυχα χαίτης. δυσμενέων δὲ κάρηνα κομίσσατε σύμβολα νίκης Τμῶλον ἐς ἠνεμόεντα, πεπαρμένα μάρτυρι θύρσῳ· πολλὰς δ’ ἐκ πολέμοιο μεταστήσω στίχας Ἰνδῶν ζωγρήσας μετ’ ἄρηα, παρὰ προπύλαια δὲ Λυδῶν
220πήξω μαινομένοιο κεράατα Δηριαδῆος.“ ὣς φάμενος θάρσυνεν· ἐπερρώοντο δὲ Βάκχαι, Σιληνοὶ δ’ ἀλάλαζον ἀρηιφίλης μέλος ἠχοῦς καὶ Σάτυροι κελάδησαν ὁμοφθόγγων ἀπὸ λαιμῶν·
καὶ τυπάνου κελάδοντος ὁμόθροος ἔβρεμεν ἠχὼ59 in vol. 2
225φρικαλέον μύκημα, φιλοκροτάλων δὲ γυναικῶν χερσὶν ἀμοιβαίῃσιν ἀράσσετο δίκτυπος ἠχώ· καὶ νομίη Φρύγα ῥυθμὸν ἀγέστρατος ἴαχε σύριγξ. καὶ Σάτυροι πολέμιζον· ἐλευκαίνοντο δὲ γύψῳ μυστιπόλῳ, καὶ φρικτὸν ἐπῃώρητο παρειαῖς
230ψευδομένου νόθον εἶδος ἀφωνήτοιο προσώπου. καὶ στρατιῆς προκέλευθος ἐπιβρίζουσα κυδοιμῷ Μυγδονίη μάρμαιρε δι’ ἠέρος ἁλλομένη φλόξ, Βακχείην πυρόεσσαν ἀπαγγέλλουσα λοχείην· Σιληνοῦ δὲ γέροντος ἀπ’ εὐκεράοιο μετώπου
235μαρμαρυγὴ σελάγιζεν· ὀρεσσαύλοιο δὲ Βάκχης δέσμιος ἀπλέκτοισι δράκων ἐσφίγγετο χαίταις. καί τις ἐπ’ ἀντιβίοισι μεμηνότα τίγριν ἱμάσσων δίφρα διεπτοίησεν ὁμοζυγέων ἐλεφάντων· καὶ πολιὸς κεκόρυστο Μάρων ἑλικώδεϊ θαλλῷ,
240ἡμερίδων ὄρπηκι διασχίζων δέμας Ἰνδῶν μαρναμένων. —καὶ πάντες, ὅσοι ναετῆρες Ὀλύμπου, Ζηνὶ παρεδριόωντες ἔσω θεοδέγμονος αὐλῆς πασσυδὸν ἠγορόωντο πολυχρύσων ἐπὶ θώκων. τοῖσι δὲ δαινυμένοισιν ἀπὸ κρητῆρος ἀφύσσων
245εὐχαίτης γλυκὺ νέκταρ ἐῳνοχόει Γανυμήδης. οὐ τότε γὰρ Τρώεσσιν Ἀχαιικὸς ἔβρεμεν ἄρης, ὡς πάρος ὄφρα κύπελλα πάλιν μακάρεσσι κεράσσῃ
Ἥβη καλλιέθειρα, καὶ ἀθανάτων ἑκὰς εἴη Τρώιος οἰνοχόος, μὴ πατρίδος οἶτον ἀκούσῃ.60 in vol. 2

27

(250)

τοῖσι συναγρομένοις ἀγορήσατο μητίετα Ζεύς, ἔννεπε δ’ Ἀπόλλωνι καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ· „ἄξονος ὀμφαίοιο θεηγόρε κοίρανε Πυθοῦς, τοξοσύνης σκηπτοῦχε, σελασφόρε, σύγγονε Βάκχου, μνώεο Παρνησσοῖο καὶ ὑμετέρου Διονύσου·
255Ἄμπελος οὔ σε λέληθεν ἐφήμερος· οἶσθα καὶ αὐτὴν ἀμφοτέρων σκοπέλων διδυμάονα μύστιδα πεύκην· ἀλλὰ κασιγνήτοιο τεοῦ προμάχιζε Λυαίου, Βασσαρίδων ἐπίκουρος Ὀλύμπια τόξα τιταίνων· Παρνησσοῦ δὲ γέραιρε τεὴν ξυνήονα πέτρην,
260ὁππόθι κωμάζουσα χοροίτυπος ἴαχε Βάκχη, σοὶ μέλος ἐντύνουσα καὶ ἀγρύπνῳ Διονύσῳ, Δελφικὸν ἀμφοτέροισιν ὁμόζυγον ἁψαμένη πῦρ. μνώεο σῆς, κλυτότοξε, λεοντοφόνοιο Κυρήνης· δὸς χάριν ἀμφοτέροισι, καὶ Ἀγρέι καὶ Διονύσῳ·
265ὡς Νόμιος Σατύρων νομίων προμάχιζε γενέθλης. Ἥρης ζῆλον ἄλαλκε βαρύφρονα, μή ποτε Φοίβου μητρυιὴ γελάσειε Διωνύσοιο φυγόντος, ἥ τις ἐμῶν μεθέπουσα χόλον καὶ ζῆλον ἐρώτων αἰὲν ἐμοῖς τεκέεσσι κορύσσεται· οὔ σε διδάξω
270μητέρος ὑμετέρης λόχιον πόνον, ἡνίκα παίδων δίζυγα φόρτον ἔχουσα πολύπλανος ἤιε Λητώ,
κέντροις παιδογόνοισιν ἱμασσομένη τοκετοῖο, ὁππότε Πηνειοῖο φυγὰς ῥόος, ὁππότε Δίρκη μητέρα σὴν ἀπέειπεν, ὅτε δρόμον εἶχε καὶ αὐτὸς61 in vol. 2
275Ἀσωπὸς βαρύγουνος ὀπίστερον ἴχνος ἑλίσσων, εἰσόκε Δῆλος ἄμυνε μογοστόκος, εἰσόκε Λητὼ οὐτιδανοῖς πετάλοισι γέρων μαιώσατο φοῖνιξ. καὶ σύ, Διὸς πατέρος καὶ μητέρος ἄτρομε κούρη, γνωτῷ, Παλλάς, ἄμυνε τεῆς κοσμήτορι πάτρης·
280ῥύεο σοὺς ναετῆρας ἐφεσπομένους Διονύσῳ, μηδὲ τεοῦ Μαραθῶνος ὀλωλότα τέκνα νοήσῃς· Ἀκταίης δὲ γέραιρε φερέπτολιν ὄζον ἐλαίης· Ἰκαρίῳ δὲ γέροντι χαρίζεο· καὶ γὰρ ἐκείνῳ δώσει ποικιλόβοτρυς ἑὴν Διόνυσος ὀπώρην·
285μνώεο Τριπτολέμοιο καὶ εὐαρότου Κελεοῖο, μὴ ταλάρους γονόεντας ἀτιμήσῃς Μετανείρης· καὶ γὰρ ἀοσσητῆρος ἐρισταφύλου σέο Βάκχου Ζεὺς γονόεις ὠδῖνα πατὴρ ἐγκύμονι μηρῷ, θηλυτέρην δ’ ἐλόχευσε τεὴν ὠδῖνα καρήνῳ.
290ἀλλὰ τεὴν δονέουσα γενέθλιον ἥλικα λόγχην, αἰγίδα δ’ αἰθύσσουσα κυβερνήτειραν ἐνυοῦς,
γίνεό μοι Σατύροισι βοηθόος, ὅττι καὶ αὐτοὶ αἰγὸς ὀρεσσινόμου λασίους φορέουσι χιτῶνας· καὶ θεὸς ἀγρονόμων, νομίης σύριγγος ἀνάσσων,62 in vol. 2
295αἰγίδος ὑμετέρης ἐπιδεύεται αἰγίβοτος Πάν, ὃς πρὶν ἀσυλήτοισιν ἐμοῖς σκήπτροισιν ἀρήγων μάρνατο Τιτήνεσσι, γαλακτοφόρου δὲ τιθήνης αἰγὸς Ἀμαλθείης ὀρεσίδρομος ἔπλετο ποιμήν· ῥύεο τὸν μετόπισθε βοηθόον Ἀτθίδι χάρμῃ,

27

(300)

Μηδοφόνον ῥυτῆρα τινασσομένου Μαραθῶνος. αἰγίδα σεῖο τίνασσε προασπίζουσα Λυαίου, σεῖο κασιγνήτου μελαναίγιδος, ὃς σέο πάτρην ῥύσεται ἐξελάσας Βοιώτιον ἡγεμονῆα· καὶ μέλος ἀείσει ζωάγριον ἀστὸς Ἐλευθοῦς
305πιστὸν ἀνευάζων Ἀπατούριον υἷα Θυώνης· οὐ μετὰ δὴν Φρύγα ῥυθμὸν ἀνακρούσουσιν Ἀθῆναι Λιμναῖον μετὰ Βάκχον Ἐλευθερίῳ Διονύσῳ. ὦ γένος ἀλλοπρόσαλλον Ὀλύμπιον· ἆ μέγα θαῦμα· ξείνῳ Δηριαδῆι παρίσταται Ἀργολὶς Ἥρη,
310Κεκροπίδας δὲ φάλαγγας ἀναίνεται Ἀτθὶς Ἀθήνη, μητρὶ δὲ πιστὰ φέρων, ἐμὸν υἱέα Βάκχον ἐάσσας καὶ στρατιὴν Θρήισσαν ἐφεσπομένην Διονύσῳ, ῥύεται Ἰνδὸν ὅμιλον ἐμὸς Θρηίκιος Ἄρης.
ἀλλὰ πυρὶ φλογόεντι συναιχμάζων Διονύσῳ,63 in vol. 2
315μοῦνος ἐγὼ πάντεσσι κορύσσομαι, εἰσόκε Βάκχος κυανέην προθέλυμνον ἀιστώσειε γενέθλην. καὶ σύ, τελεσσιγόνου φιλοπάρθενε νυμφίε Γαίης, ἠρεμέεις, Ἥφαιστε, καὶ οὐκ ἀλέγεις Μαραθῶνος, ἧχι θεᾶς ἀγάμου γάμιον σέλας; οὔ σε διδάξω
320μυστιπόλους σπινθῆρας ἀειφανέος σέο λύχνου. λάρνακα παιδοκόμου μιμνήσκεο παρθενεῶνος, ᾧ ἔνι κοῦρος ἔην Γαιήιος, ᾧ ἔνι κούρη σὸν σπόρον αὐτοτέλεστον ἀνέτρεφεν ἄρσενι μαζῷ· σὸν πέλεκυν κούφιζε μογοστόκον, ὄφρα σαώσῃς
325σῷ λοχίῳ βουπλῆγι τεῆς ναετῆρας Ἀθήνης. ἠρεμέεις, Ἥφαιστε, καὶ οὐ σέο τέκνα σαώσεις; ἠθάδα πυρσὸν ἄειρε προασπιστῆρα Καβείρων, ὄμμα δὲ σεῖο τίταινε, καὶ ἀρχαίην σέο νύμφην μεμφομένην σκοπίαζε τεὴν φιλόπαιδα Καβειρώ·
330Λημνιὰς Ἀλκιμάχεια τεῆς ἐπιδεύεται ἀλκῆς.“ ὣς φαμένου σπέρχοντο θεοὶ ναετῆρες Ὀλύμπου ... ξυνοὶ ἀοσσητῆρες Ἀθηναίη καὶ Ἀπόλλων, καὶ πυρόεις Ἥφαιστος ὁμάρτεε Τριτογενείῃ. ἀθανάτοις δ’ ἑτέροισιν ὁμίλεε σύνδρομος Ἥρη,
335Ἄρεα χειρὸς ἔχουσα καὶ εὐρυρέεθρον Ὑδάσπην, δυσμενέων συνάεθλον ὁμοζήλοιο κυδοιμοῦ, τοῖσι Φόβος καὶ Δεῖμος ὁμέμποροι, οἷσι καὶ αὐτὴ ἀντίπαλος Βρομίοιο φερέσταχυς ἵκετο Δηώ, ζωογόνῳ φθονέουσα φιλοσταφύλῳ Διονύσῳ,
340ὅττι μέθης ποτὸν εὗρε, παλαίτερον εὖχος ἐλέγξας
Ζαγρέος ἀρχεγόνοιο φατιζομένου Διονύσου.64 in vol. 2

28

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΙΚΟΣΤΟΝ ΟΓΔΟΟΝ.
1 Ἔνθα τις ἀπρήυντος ἔην ἔρις· ἀμφότεροι γὰρ Φαῦνος Ἀρισταῖός τε μίαν συνέλασσαν ἐνυώ, οἷσιν ἐφωμάρτησε καὶ Αἰακός, ἄξια ῥέζων Ζηνὸς ἑοῦ γενετῆρος, ὑπὲρ νώτοιο τιταίνων
5ἀσπίδα χαλκείην πολυδαίδαλον, ἧς ἐνὶ κύκλῳ δαίδαλα πολλὰ πέπαστο, τά περ κάμε Λήμνιος ἄκμων. καὶ στρατιὴ κεκόρυστο πολύτροπος εἰς μόθον Ἰνδῶν σπερχομένων ἀγεληδόν· ὁ μὲν ταμεσίχροϊ κισσῷ κραιπνὸς ἐς ὑσμίνην πολυδαίδαλα δίφρα νομεύων
10πορδαλίων ἐπέβαινεν, ὁ δὲ φρίσσοντι λεπάδνῳ ζεῦξεν Ἐρυθραίων ὀρεσίδρομον ἅρμα λεόντων καὶ βλοσυρὴν ἴθυνε συνωρίδα, κυανέας δὲ ἄλλος ἐριπτοίητος ἀκοντίζων στίχας Ἰνδῶν ἀστεμφὴς ἀχάλινον ἐτέρπετο ταῦρον ἱμάσσων,
15καί τις ἀναΐξας Κυβεληίδος εἰς ῥάχιν ἄρκτου ἔχραε δυσμενέεσσι, καὶ οἴνοπα θύρσον ἑλίσσων
ἡνιόχους ἐφόβησε τανυκνήμων ἐλεφάντων· ἄλλος ἀκοντίζων στρατιὴν ταμεσίχροϊ κισσῷ οὐ ξίφος, οὐ σάκος εἶχε περίτροχον, οὐ δόρυ χάρμης65 in vol. 2
20φοίνιον, ἀλλὰ πέτηλα φυτῶν ἑλικώδεα σείων λεπτῷ χαλκοχίτωνα κατέκτανεν ἀνέρα θαλλῷ. καὶ πάταγος βρονταῖος ἐπέκτυπεν εἴκελος αὐλῷ· Σιληνοὶ δ’ ἰάχησαν· ἐπεστρατόωντο δὲ Βάκχαι, νεβρίδας ὡς θώρηκα κατὰ στέρνοιο βαλοῦσαι.
25καί τις ὀρεσσινόμων Σατύρων, ἅτε πῶλον ἐλαύνων, ποσσὶ διχαζομένοισιν ὑπὲρ ῥάχιν ἧστο λεαίνης. Ἰνδοὶ δ’ ἀνταλάλαζον, ἀολλίζων δὲ μαχητὰς βάρβαρος ἐσμαράγησεν ἀγέστρατος αὐλὸς ἐνυοῦς· στέμματα μὲν κορύθεσσιν, ἐπέκτυπε δ’ αἰγίδι θώρηξ,
30ἔγχεσι θύρσος † ἔθυσε, καὶ ἰσάζοντο κοθόρνοις ἀντίτυποι κνημῖδες. ὁμοζυγέων δὲ φορήων στοιχάδες ἀλλήλῃσιν ἐπηρείδοντο βοεῖαι, καὶ πρυλέες πρυλέεσσιν, ἀερσιλόφῳ δὲ καρήνῳ Μυγδονίην πήληκα Πελασγιὰς ὤθεε πήληξ.
35 καὶ κλόνος ἦν προμάχων ἑτερότροπος· ὃς μὲν ἀείρων ... Βακχείης ἐλέλιζε μετάρσιον ἅλμα χορείης, ὃς δὲ πεσὼν στενάχιζεν, ὁ δ’ ἐκροτάλιζε πεδίλῳ, ὃς δὲ τυπεὶς ἤσπαιρεν, ὁ δ’ ἐσκίρτησε Λυαίῳ·
ἄλλος ἀπὸ στομάτων πολεμήιον ἦχον ἰάλλων66 in vol. 2
40Ἄρεος ἔγχος ἔμελπεν, ὁ δ’ εἰλαπίνην Διονύσου· καὶ τελετῇ Βρομίοιο συνεσμαράγησεν Ἐνυώ, εὔια δ’ ἴαχε ῥόπτρα, καὶ ἡγήτειρα κυδοιμοῦ. λαὸν ἀολλίζουσα συνέκτυπε πηκτίδι σάλπιγξ, σπονδῇ λύθρον ἔμιξε, φόνον δ’ ἐκέρασσε χορείῃ.
45 ἔνθα πολὺ πρώτιστος, ἑῷ ποδὶ κοῦφος ὀρούσας, ἀντία Δηριάδαο κατηκόντιζε Φαληνεύς, καὶ τύχεν ἀρρήκτοιο σιδηρείοιο χιτῶνος· οὐ δὲ τιταινομένη χροὸς ἥψατο λοίγιος αἰχμή, ἀλλὰ παραΐξασα πάγη χθονί· λυσσαλέος δὲ

28

(50)

Δηριάδην ἀπέλεθρον ἐπαΐσσοντα νοήσας ἀλκήεις ἐκίχησε Κορύμβασος, ἐσσυμένου δὲ λαιμὸν ἀπηλοίησε μεσαίτατον ἄορι τύψας, καὶ κεφαλὴν ἤμησε· δαϊζομένου δὲ καρήνου αἱμοβαφὴς ἀκάρηνος ἐπὶ χθονὶ πῖπτε Φαληνεύς.
55 ἀμφὶ δέ οἱ μόθος ὦρτο πολύθροος· ἀκρότατον δὲ Δεξίοχος Φλογίοιο μεσόφρυον ἔξυσε χαλκῷ, πλήξας ἄκρα μέτωπα διχαζομένης τρυφαλείης·
αὐτὰρ ὁ ταρβήσας, ὀλίγον γόνυ γουνὸς ἀμείβων, μηκεδανῇ κεκάλυπτο κασιγνήτοιο βοείῃ,67 in vol. 2
61Δαρδανίης ἅτε Τεῦκρον ὀιστευτῆρα γενέθλης εἰς σάκος ἑπταβόειον ἐδέχνυτο σύγγονος Αἴας,
60πατρῴῃ συνάεθλον ἀδελφεὸν ἀσπίδι κεύθων.
63αὐτίκα δ’ ἐκ κολεοῖο Κορύμβασος ἆορ ἐρύσσας αὐχένα Δεξιόχοιο κατεπρήνιξε μαχαίρῃ·
65καὶ ταχὺς ἀσπαίροντι θορὼν περιδέδρομε νεκρῷ οἰστρομανὴς Κλυτίος, πρυλέων πρόμος· ὑψιλόφου δὲ κραιπνὸς ἐριπτοίητος ἀκόντισε Δηριαδῆος· ἀλλὰ δόρυ προμάχοιο παρακλιδὸν ἔτραπεν Ἥρη, καὶ Κλυτίῳ κοτέουσα καὶ Ἰνδοφόνῳ Διονύσῳ·
70ἔμπης δ’ οὐκ ἀφάμαρτε ταχὺς πρόμος· ἀλλὰ τορήσας θηρὸς ἀμαιμακέτοιο πελώριον ἀνθερεῶνα ὀρθοπόδην ἐλέφαντα κατέκτανε Δηριαδῆος· καὶ μογέων ὀδύνῃσιν ὅλην ἐτίναξεν ἀπήνην αὐχένι κυανέῳ περιδέξιος ἠλίβατος θήρ·
75καὶ γένυν αἰθύσσων σκολιὴν προβλῆτα προσώπου αἱμοβαφῆ ζυγίων ἀνεσείρασε δεσμὰ λεπάδνων· ἀλλὰ πολυκλήιστον ὑπὸ ζυγὸν ἄορι κάμψας αὐχενίων ἀνέκοψεν ὁμόζυγον ὁλκὸν ἱμάντων ἡνίοχος ταχυεργός· ἀπ’ εὐρυβάτοιο δὲ φάτνης
80ὑψιφανῆ νέον ἄλλον ἑλὼν ἔζευξε Κελαινεύς. καὶ Κλυτίος θρασὺς ἔσκεν ἀδευκέος ἐλπίδι νίκης· Δεξιόχου δὲ φονῆα καλέσσατο θυιάδι φωνῇ, λοίγιον ὑβριστῆρι χέων ἔπος ἀνθερεῶνι· „στῆθι, κύων, μὴ φεῦγε, Κορύμβασε, καί σε διδάξω,68 in vol. 2
85οἷοι ἀκοντιστῆρες ὀπάονές εἰσι Λυαίου. ὑμέας εἰς Φρυγίην ληίσσομαι, ἄστεα δ’ Ἰνδῶν δῃώσει δόρυ τοῦτο, καὶ Ἰνδοφόνον μετὰ νίκην Δηριάδην θεράποντα Διωνύσοιο τελέσσω· παρθενικὴ δ’ ἀνάεδνος ἑὴν λύσειε κορείην,
90δεχνυμένη Σατύροιο δασυστέρνους ὑμεναίους, Ἰνδὴ Μυγδονίοιο μιαινομένη σχεδὸν Ἕρμου.“ ὣς φαμένου κεχόλωτο Κορύμβασος, ἁψιμόθου δὲ φθεγγομένου Κλυτίοιο διέθρισεν ἀνθερεῶνα· καὶ κεφαλὴ πεπότητο μετάρσιος ἅλματι Μοίρης,
95αἱμαλέῃ ῥαθάμιγγι περιρραίνουσα κονίην. καὶ νέκυν ὀρχηστῆρα παλινδίνητον ἐάσσας Σιληνοὺς ἐφόβησε Κορύμβασος, ἔξοχος Ἰνδῶν, ἔξοχος ἠνορέην μετὰ Μορρέα καὶ βασιλῆα. αἰχμητὴν δὲ Σέβητα βαλὼν ὑπὲρ ἄντυγα μαζοῦ

28

(100)

χάλκεον ὤθεεν ἔγχος ἔσω χροός, αἱμαλέου δὲ δούρατος ἑλκομένοιο χυτῇ κατέβαλλε κονίῃ. Οἰνομάῳ δ’ ἐπόρουσεν· ὁ μὲν φυγὰς εἴκελος αὔραις εἰς στρατιὴν Βρομίοιο τεθηπότι χάζετο ταρσῷ· καί μιν ἰδὼν ἐδίωκεν ὀπίστερος, ἐν δ’ ἄρα νώτῳ69 in vol. 2
105μεσσατίῳ δόρυ πῆξε· διαΐσσουσα δὲ ῥιπῇ γαστέρος ἀρτιτόμοιο παρ’ ὀμφαλὸν ἄνθορεν αἰχμή· αὐτὰρ ὁ φοινήεντι πεπαρμένος ἀμφὶ σιδήρῳ πρηνὴς ἀρτιδάικτος ἐπωλίσθησε κονίῃ· τὸν δὲ κατὰ βλεφάρων θανατηφόρος ἔσκεπεν ἀχλύς.
110οὐδὲ μόθων ἀπέληγε πέλωρ πρόμος· ἀλλὰ μαχηταὶ τέσσαρες εὐπήληκες ἑνὶ κτείνοντο φονῆι, Τυνδάριός τε Θόων τε καὶ Αὐτεσίων καὶ Ὀνίτης. καὶ πολὺς ἀρτιδάικτος ἔην νέκυς, οὐ χθονὶ πίπτων πρηνής, οὐ δαπέδῳ τετανυσμένος ὕπτιος ἀνήρ·
115ἀλλὰ θανὼν ἀτίνακτος ἐπεστηρίζετο γαίῃ, μαρναμένῳ προμάχῳ πανομοίιος, ὡς δόρυ πάλλων, ὡς τανύων θοὰ τόξα καὶ ὡς βέλος εἰς σκοπὸν ἕλκων. καὶ νέκυς ἀλκήεις ποθέων μετὰ πότμον ἐνυὼ
νήματα Μοιράων ἐβιήσατο, δούρατι κούφῳ70 in vol. 2
120εἴκελος αἰχμάζοντι, πολυσπερέων ἀπὸ τόξων ἐκ κεφαλῆς βελέεσσι πεπαρμένος εἰς πόδας ἄκρους, Ἄρεος ὀρθὸν ἄγαλμα· καὶ αἰχμητῆρα θανόντα ὄμμασι θαμβαλέοισιν ἐθηήσαντο μαχηταί, ἔγχος ἔτι κρατέοντα καὶ οὐ ῥίψαντα βοείην,
125νεκρὸν ἀκοντιστῆρα καὶ ἄπνοον ἀσπιδιώτην. καί τις Ἀθηναίοιο τυχὼν δασπλῆτι σιδήρῳ δεξιτερὴν ἤμησε, βραχίονος ἄκρον ἀράξας· ἡ δὲ κυβιστήσασα φόνου βητάρμονι παλμῷ ἤριπεν ἀρτιδάικτος, ὁμήλικι σύμπλοκος ὤμῳ,
130ξανθὰ διαστίζουσα κατάρρυτα νῶτα κονίης. καί νύ κεν ἁλλομένης ταναὸν δόρυ χειρὸς ἐρύσσας ἔγχεϊ τηλεβόλῳ παλινάγρετον εἶχεν ἐνυώ, καὶ λαιὴ πολέμιζε δορυσσόος ἀντίτυπος χείρ· ἀλλά μιν ἀντικέλευθος ἀνάρσιος ἔφθασεν ἀνήρ,
135καὶ λαιὴν προθέλυμνον ἀμοιβάδι τύψε μαχαίρῃ· καὶ παλάμη χθονὶ πῖπτεν, ἀκοντίζων δὲ φονῆα αἱμαλέης ἔρραινεν ἑκηβόλος ὁλκὸς ἐέρσης πορφυρέαις λιβάδεσσιν, ὑπὲρ δαπέδοιο δὲ δειλὴ ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χεὶρ
140αἵματι φοινιχθεῖσα, καὶ ἀγκύλα δάκτυλα γαίῃ εὐπαλάμῳ σφήκωσε μέσῳ γαμψώνυχι δεσμῷ, οἷα περισφίγγουσα πάλιν τελαμῶνα βοείης.
καί τινα μῦθον ἔειπεν ἀρήια δάκρυα λείβων· „ἄλλην εἰσέτι χεῖρα λιλαίομαι, ὄφρα τελέσσω71 in vol. 2
145τριχθαδίαις παλάμῃσιν ἐπάξια Τριτογενείης· ἔμπης καὶ μετὰ χεῖρας ἀνάρσιον ἄνδρα διώξω· τοῦτό μοι ἠνορέης ἔτι λείψανον, ὄφρα τις εἴπῃ εὖχος Ἀθηναίων περιδέξιον, ὅττι καὶ αὐτοῖς ποσσὶν ἀριστεύουσι δαϊζομένων παλαμάων.“

28

(150)

ὣς εἰπὼν προμάχοισιν ἐπέδραμεν εἴκελος αὔραις, ὑσμίνην ἀσίδηρον ἐπεντύνων ὀλετῆρι. οἱ δέ μιν ἀθρήσαντες ἐθάμβεον ἄλλος ἐπ’ ἄλλῳ, καὶ πρόμον ἡμιτέλεστον ἐκυκλώσαντο μαχηταὶ ἀμφιλαφεῖς· ὁ δὲ μοῦνος ἀφειδέι δέκτο μαχαίρῃ
155πληγὴν ἀλλοπρόσαλλον ἀμοιβαίοιο σιδήρου· καὶ μόγις εἰς χθόνα πῖπτεν· ἔην δέ τις Ἄρεος εἰκὼν ὀψιγόνῳ ναετῆρι φυλασσομένη Μαραθῶνος. οὐ τότε μοῦνος ὅμιλος ἐτέμνετο πεζὸς ὁδίτης, ἀλλὰ καὶ ἱππήεσσιν ἔην φόνος· ἔστιχε δ’ ἄλλος
160ἄλλῳ πότμον ἄγων· ἐλατὴρ δ’ ἐλατῆρα κιχήσας, ἢ προτέρῳ φεύγοντι μετάφρενα δουρὶ δαΐζων, ἢ σχεδὸν ἀντιόωντα κατὰ στέρνοιο τυχήσας, ἱππόθεν ἀρτιδάικτον ἀπεστυφέλιξε κονίῃ.
καί τις ὑπὲρ λαπάρην βεβολημένος ἵππος ὀιστῷ72 in vol. 2
165εἰς πέδον ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα, οἷος ἀερσιπότητος ἀλήμονι σύνδρομος αὔρῃ Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην· ἄλλος ἐριπτοίητος ὀλισθηρῶν ἀπὸ νώτων ὄρθιος ἱππείης διὰ γαστέρος εἰς χθόνα πίπτων
170κύμβαχος ἐστήρικτο παρήορος, ἀμφὶ δὲ γαίῃ κρᾶτα βαλὼν ἐκύλισε, λιπὼν πόδας εἰς ῥάχιν ἵππου. καὶ βριαροὶ Κύκλωπες ἐκυκλώσαντο μαχητάς, Ζηνὸς ἀοσσητῆρες· ὀμιχλήεντι δὲ λαῷ Ἀργίλιπος σελάγιζε φεραυγέα δαλὸν ἀείρων,
175καὶ χθονίῳ κεκόρυστο πυριγλώχινι κεραυνῷ μαρνάμενος δαΐδεσσι· καὶ ἔτρεμον αἴθοπες Ἰνδοὶ οὐρανίῳ πρηστῆρι τεθηπότες ἀντίτυπον πῦρ· καὶ πυρόεις πρόμος ἦεν· ἐπ’ ἀντιβίων δὲ καρήνοις Γηγενέος σπινθῆρες ἐτοξεύοντο κεραυνοῦ·
180καὶ μελίας νίκησε καὶ ἄσπετα φάσγανα Κύκλωψ, σείων θερμὰ βέλεμνα καὶ αἰθαλόεσσαν ἀκωκήν, δαλὸν ἔχων ἅτε τόξα· καὶ ἄσπετον ἄλλον ἐπ’ ἄλλῳ Ἰνδὸν ὀιστευτῆρι κατέφλεγεν ἀνέρα πυρσῷ.
οὐχ ἕνα Σαλμωνῆα νόθῳ πρήνιξε κεραυνῷ·73 in vol. 2
185οὐχ ἕνα μοῦνον ἔπεφνε θεημάχον· οὐ μία μούνη Εὐάδνη στενάχιζε μαραινομένου Καπανῆος. καὶ Στερόπης κεκόρυστο σέλας μιμηλὸν ἑλίσσων, αἰθερίαις στεροπῇσι φέρων ἀντίρροπον αἴγλην, σβεστὸν ἔχων ἀμάρυγμα, τό περ τέκεν Ἑσπερίη φλόξ,
190σπέρμα πυρὸς Σικελοῖο καὶ αἴθοπος ἐσχαρεῶνος· καὶ νεφέλῃ σκέπας εἶχεν ὁμοίιον, ἐνδόμυχον δὲ κρύπτε καὶ ἂψ ἀνέφηνε σέλας διδυμάονι παλμῷ, φέγγεος οὐρανίοιο φέρων τύπον· ἀστεροπὴ γὰρ ἐρχομένην φεύγουσαν ἔχει παλινάγρετον αἴγλην.
195 καὶ Βρόντης πολέμιζε μέλος κελαδεινὸν ἀράσσων, βρονταίοις πατάγοισι χέων ἀντίκτυπον ἠχώ· καὶ ξείνῃ ῥαθάμιγγι χαμαιγενέος νιφετοῖο ποιητὸν προχέων μινυώριον αἴθριον ὕδωρ μιμηλαῖς λιβάδεσσι νόθος πέλεν ἀννέφελος Ζεύς.

28

(200)

βροντῆς δ’ ἰσοτύπου τεχνήμονα δοῦπον ἐάσσας εἰς φόνον ἀντιβίων Σικελῷ κεκόρυστο σιδήρῳ, καὶ δονέων ῥαιστῆρα μετάρσιον ὑψόθεν ὤμων δυσμενέων ἤρασσε καρήατα πυκνὰ σιδήρῳ·
τύπτε δ’ ἐπιστροφάδην ζοφερὰς στίχας, οἷά περ αἰεὶ74 in vol. 2
205Αἰτναίῳ πατάγῳ σφυρήλατον ἄκμονα τύπτων. καὶ σκοπιῆς πρηῶνα τανυκρήπιδος ἀράξας ἔγχεϊ πετρήεντι κατέτρεχε Δηριαδῆος· καὶ παλάμῃ περίμετρον ἀφειδέι πέτρον ἰάλλων ἄντα κορυσσομένοιο μελαρρίνου βασιλῆος
210στήθεα λαχνήεντα χαραδραίῃ βάλεν αἰχμῇ· αὐτὰρ ὁ τοσσατίῳ μεθύων μυλοειδέι πέτρῳ στέρνον ὅλον βεβάρητο· φόνον δ’ ἤμυνεν Ὑδάσπης παιδὸς ἑοῦ βληθέντος. ὁ δὲ βραδύς, ἕλκεϊ κάμνων, ἀκαμάτων δόρυ θοῦρον ἑῶν ἀπεσείσατο χειρῶν,
215χάλκεον εἰκοσίπηχυ, πέδῳ δ’ ἔρριψε βοείην αἰδομέναις παλάμῃσι· καὶ ἀδρανὲς ἄσθμα τιταίνων, μαρμαρέῃ γλωχῖνι τετυμμένος ἄντυγα μαζοῦ, ἠερόθεν προκάρηνος ἀπ’ ἠλιβάτου πέσε δίφρου, ὡς ἐλάτη περίμετρος ὑπέρλοφος, ἥ τε πεσοῦσα
220ἄσπετον εὐρείης περιδέδρομε κόλπον ἀρούρης. ἀμφὶ δέ μιν προχυθέντες ἐς ἅρματα κούφισαν Ἰνδοί, δειδιότες Κύκλωπα δυσειδέα, μή τινι ῥιπῇ ὑψιτενῆ πάλιν ἄλλον ἑλὼν πρηῶνα κολώνης τρηχαλέῳ βασιλῆα κατακτείνειε βελέμνῳ,
225μῆκος ἔχων ἰσόμετρον ἀερσιλόφου Πολυφήμου. καὶ βλοσυροῦ προμάχοιο μέσῳ σελάγιζε μετώπῳ μαρμαρυγὴ τροχόεσσα μονογλήνοιο προσώπου· καὶ βλοσυροῦ Κύκλωπος ὑποπτήσσοντες ὀπωπὴν θαμβαλέῳ δεδόνηντο φόβῳ κυανόχροες Ἰνδοί,75 in vol. 2
230οὐρανόθεν δοκέοντες Ὀλυμπιὰς ὅττι Σελήνη Γηγενέος Κύκλωπος ἐναντέλλουσα προσώπῳ πλησιφαὴς ἤστραπτε, προασπίζουσα Λυαίου. Ζεὺς δὲ πατήρ, Κύκλωπος ἰδὼν μίμημα κεραυνοῦ, ὑψινεφὴς ἐγέλασσεν, ὅτι χθονίων νεφελάων
235δεχνυμένη ξένον ὄμβρον ἀπειρήτου διὰ κόλπου νείφετο μὲν τότε γαῖα, χυτὴν δ’ οὐκ εἶχεν ἐέρσην ἄβροχα νῶτα φέρων γυμνούμενα δίψιος ἀήρ. καὶ Τραχίος κεκόρυστο· κασιγνήτῳ δ’ ἅμα βαίνων, ἠλιβάτῳ παλάμῃ δονέων σάκος ἶσον ἐρίπνῃ,
240ὑψινεφὴς ἐλάτην περιμήκετον εἶχεν Ἐλατρεύς, ἔγχεϊ δενδρήεντι καρήατα δήια τέμνων. ... Εὐρύαλος κεκόρυστο· διατμήξας δὲ κυδοιμῷ ἐκ πεδίου φεύγοντα πολὺν στρατὸν ἄχρι θαλάσσης, κόλπον ἐς ἰχθυόεντα περικλείων στίχας Ἰνδῶν,
245δυσμενέας νίκησεν ἀκοντοφόρου διὰ πόντου, ὄρθιον εἰκοσίπηχυ δι’ ὕδατος ἆορ ἑλίσσων· καὶ δολιχῷ βουπλῆγι ταμὼν ἁλιγείτονα πέτρην ῥῖψεν ἐπ’ ἀντιβίοισιν· ἀτυμβεύτοιο δὲ πολλοὶ διχθαδίης ἐνόησαν ἁλιβρέκτου λίνα Μοίρης,

28

(250)

ἄρεϊ κυματόεντι καὶ ὀκριόεντι βελέμνῳ. ἐν πεδίῳ δ’ ἀλαλητός· ὀρινομένῃσι δὲ Βάκχαις Πρυμνεὺς εὔδιος ἦλθεν, ἅτε πρυμναῖος ἀήτης ῥυόμενος πλωτῆρα συνιππεύοντα θυέλλαις· καὶ στρατιῇ πολύευκτος ἐπήλυθεν, οἷος ἱκάνει76 in vol. 2
255νηυσὶ τινασσομένῃσι γαληναῖος Πολυδεύκης, εὐνήσας βαρὺ κῦμα θυελλοτόκοιο θαλάσσης. τοῖς ἅμα σύγγονος ἄλλος ἀριστεύων Ἁλιμήδης ἠλιβάτοις μελέεσσι πέλωρ βακχεύετο Κύκλωψ, καὶ δηίους ἐφόβησε· φυλασσομένου δὲ προσώπου
260κυκλάδος ὀμφαλόεντα προΐσχανε νῶτα βοείης. καί μιν ἰδὼν Φλογίος κταμένων τιμήορος Ἰνδῶν τόξον ἑὸν κύκλωσε, καὶ ἠνεμόεν βέλος ἕλκων μεσσοφανῆ πτερόεντι βαλεῖν ἤμελλε βελέμνῳ ... ἀλλὰ τιτυσκομένοιο μαθὼν ἀντώπιον ὁρμὴν
265δόχμιος ἐσσυμένοιο βολὴν ἀλέεινεν ὀιστοῦ Κύκλωψ ὑψικάρηνος· ὁ δὲ πρηῶνα τινάσσων ῥῖπτε κατὰ Φλογίου κραναὸν βέλος· αὐτὰρ ὁ φεύγων ἅρμασι βουκεράοιο παρίστατο Δηριαδῆος, καὶ μόγις ἠερόφοιτον ἀλεύατο μάρμαρον αἰχμήν,
270κεῖθι μένων· κοτέων δὲ περὶ Φλογίοιο φυγόντος λοίγιον ἀνθερεῶνα διαπτύξας Ἁλιμήδης δώδεκα φῶτας ἔπεφνε μιῆς μυκήματι φωνῆς, λυσσαλέης προχέων ὀλεσήνορα βόμβον ἰωῆς. Κυκλώπων δ’ ἀλαλητὸς ἐπεσμαράγησεν Ὀλύμπῳ
275γλώσσαις σμερδαλέῃσι. καὶ ὀρχηστῆρες Ἐνυοῦς, Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ.
Δαμνεὺς μὲν πολέμιζεν ἀνάρσια φῦλα δαμάζων, ποσσὶ δ’ ἐλαφροτέροισι διεπτοίησε μαχητὰς Ὠκύθοος· πολέας δὲ κατέκτανεν ὀξέι πότμῳ,77 in vol. 2
280τὸν μὲν ἐνὶ σταδίῃ δαμάσας δορί, τὸν δὲ βελέμνῳ τηλεφανής, ἕτερον δὲ ταμὼν δασπλῆτι μαχαίρῃ· ἄλλον ἔτι προθέοντα, πεφυγμένον εἴκελον αὔραις, λυσσήεις ἐκίχησε ποδήνεμα γούνατα πάλλων, εἰς δρόμον Ἰφίκλῳ πανομοίιος, ὅς τις ἐπείγων
285ταρσὰ ποδῶν ἀβάτοιο κατέγραφεν ἄκρα γαλήνης, καὶ σταχύων ἐφύπερθε μετάρσιον εἶχε πορείην, ἀνθερίκων στατὸν ἄκρον ἀκαμπέα ποσσὶν ὁδεύων. Ὠκύθοος πέλε τοῖος ἀελλόπος. ἐν δὲ κυδοιμοῖς εἱλιπόδην ἔστησε Μίμας εὔρυθμον ἐνυώ,
290καὶ στρατὸν ἐπτοίησε, χοροίτυπον ἆορ ἑλίσσων,
σκαρθμὸν ἔχων ἀγέλαστον ἐνόπλιον ἴδμονι ταρσῷ, οἷον ὅτε Κρονίοισιν ἐπ’ οὔασι δοῦπον ἐγείρων Πύρριχος Ἰδαίοισι σάκος ξιφέεσσιν ἀράσσων ψευδομένης ἀλάλαζε μέλος μενεδήιον Ἠχοῦς,78 in vol. 2
295Ζηνὸς ὑποκλέπτων παλιναυξέος ἔγκρυφον ἥβην· τοῖον ἔχων μιμηλὸν ἐνόπλιον ἅλμα χορείης χαλκοχίτων ἐλέλιζε Μίμας ἀνεμώδεα λόγχην· τέμνων δ’ ἐχθρὰ κάρηνα, σιδήρεα λήια χάρμης, Ἰνδοφόνοις πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ

28

(300)

δυσμενέων ἐτίταινε θαλύσια μάρτυρι Βάκχῳ, ἀντὶ θυηπολίης βοέης καὶ ἐθήμονος οἴνου λοιβὴν αἱματόεσσαν ἐπισπένδων Διονύσῳ. ὀξυφαὴς δ’ Ἰδαῖος ἐδύσατο κῶμον Ἐνυοῦς, ὀρχηστὴρ πολέμοιο πολύτροπον ἴχνος ἑλίσσων,
305ἄσχετος Ἰνδοφόνοιο μόθου δεδονημένος οἴστρῳ. καὶ ζοφερὴν στίχα πᾶσαν ἀνεπτοίησε Μελισσεύς, θάρσος ἔχων ἀδόνητον· ἐπωνυμίην δὲ φυλάσσων φρικτὰ κορυσσομένης μιμήσατο κέντρα μελίσσης. καὶ ποδὸς ἀσταθέος κυκλούμενος ἴδμονι ταρσῷ,
310σύνδρομος Ὠκυθόῳ κορυθαιόλος ἤιεν Ἄκμων· μάρνατο δ’ ἀστυφέλικτος ἅτε σφυρήλατος ἄκμων, ἀσπίδα κουφίζων Κορυβαντίδα, τῆς ἐνὶ μέσσῳ πολλάκις ὕπνον ἴαυεν ἐν οὔρεσι νηπίαχος Ζεύς· καὶ Διὸς οἶκος ἔην ὀλίγον σπέος, ἔνθα ἑ κείνη
315αἲξ ἱερὴ γλαγόεντι νόθῳ μαιώσατο μαζῷ, ξεῖνον ἀναβλύζουσα σοφὸν γλάγος, εὖτε βοείη κλεψιτόκοις πατάγοισι σακεσπάλον ἔβρεμεν ἠχώ,
τυπτομένη μέσα νῶτα κυβιστητῆρι σιδήρῳ. καὶ βαλίου Κουρῆτος ἀκοντιστῆρα τιταίνων79 in vol. 2
320μάρμαρον ἀντιπόροιο Μελισσέος ἤμβροτε Μορρεύς, ἤμβροτεν· οὐ γὰρ ἔοικε λίθῳ Κορύβαντας ὀλέσσαι, ὧν χάριν ἀσκήσασα λίθον ψευδήμονα Ῥείη ἀντίδοτον Κρονίδαο Κρόνου παρέθηκε τραπέζῃ. ξυνὴν δ’ εἰς ἓν ἰόντες ὁμόζυγον εἶχον ἐνυὼ
325Ἄρεος ὀρχηστῆρες ἀτερπέος· ἀμφὶ δὲ δίφρῳ Δηριάδην στεφανηδὸν ἐμιτρώσαντο βοείαις τεύχεα πεπλήγοντες, ἐν εὐρύθμῳ δὲ κυδοιμῷ πύργον ἐκυκλώσαντο φερεσσακέεσσι χορείαις. ἠχὴ δ’ ἠερόφοιτος ἀνέδραμεν εἰς Διὸς αὐλάς,
330καὶ κτύπον ἀμφοτέρων ἐπεδείδιον εὔποδες Ὧραι.80 in vol. 2

29

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΙΚΟΣΤΟΝ ΕΝΝΑΤΟΝ.
1 Ἥρη δ’ ὡς ἐνόησε δαϊζομένων στίχας Ἰνδῶν, δύσμαχον ἔμβαλε θάρσος ἀγήνορι Δηριαδῆι. καὶ πλέον οἶστρον ἔρωτος ἐδέξατο δηιοτῆτος φρικτὸς ἄναξ· προμάχοις δὲ χέων λυσσώδεα φωνὴν
5κυανέην στοιχηδὸν ὅλην περιδέδρομε χάρμην, λαὸν ὅλον φεύγοντα παλίσσυτον εἰς μόθον ἕλκων, ἄλλον ἐνηείῃ μετανεύμενος, ἄλλον ἀπειλῇ. καὶ θρασὺς ἔπλετο μᾶλλον· ὁμηγερέες δὲ καὶ αὐτοὶ κεκλομένου βασιλῆος ἐπὶ κλόνον ἔρρεον Ἰνδοί.
10καὶ Σατύρων στίχα πᾶσαν ἑκηβόλος ἔσχισε Μορρεύς, πῇ μὲν ἐπ’ ἀντιβίοισιν ὀπισθοτόνων ἀπὸ τόξων πέμπων ἠερόφοιτον ἐπασσυτέρων νέφος ἰῶν, πῇ δὲ παλινδίνητον ἑὸν δόρυ θοῦρον ἑλίσσων Σιληνῶν κερόεσσαν ἀνεπτοίησε γενέθλην.
15 εὐχαίτης δ’ Ὑμέναιος ἐμάρνατο φάσγανα σείων, Θεσσαλικῆς ἀκίχητος ὑπὲρ ῥάχιν ἥμενος ἵππου, Ἰνδοὺς κυανέους ῥοδοειδέι χειρὶ δαΐζων· ἀγλαΐῃ δ’ ἤστραπτεν· ἴδοις δέ μιν εἰς μέσον Ἰνδῶν
Φωσφόρον αἰγλήεντα δυσειδέι σύνδρομον ὄρφνῃ·81 in vol. 2
20καὶ δηίους ἐφόβησεν, ἐπεί νύ οἱ εἵνεκα μορφῆς μαρναμένῳ Διόνυσος ἐνέπνεεν ἔνθεον ἀλκήν. τὸν μὲν ἰδὼν Ἰόβακχος ἀριστεύοντα κυδοιμῷ τέρπετο, καὶ συνάεθλον ἑῆς οὐκ ἤθελε χάρμης ἀστεροπὴν Κρονίωνος, ὅσον μελίην Ὑμεναίου.
25εἴ ποτε πῶλον ἔλαυνεν ἀπόσσυτον εἰς μόθον Ἰνδῶν, δαιδαλέων Διόνυσος ἐμάστιεν αὐχένα θηρῶν, ἵππῳ δ’ ἅρμα πέλαζε παρ’ ἡβητῆρι θαμίζων, κοῦρον ἔχων, ἅτε Φοῖβος Ἀτύμνιον· ἵστατο δ’ αἰεὶ ἀγχιφανής, ἐρόεις δὲ καὶ ἄλκιμος εἰν ἑνὶ θεσμῷ
30ἠιθέῳ μενέαινε φανήμεναι· ἐν δὲ κυδοιμοῖς καὶ νεφέων ἔψαυε συναιχμάζων Ὑμεναίῳ. ἓν δέ ἑ μοῦνον ὄρινεν, ὅτι χθονίης ἀπὸ φύτλης υἱὸς ἔην Φλεγύαο, καὶ οὐ Κρονίδαο τοκῆος. καί οἱ ἀεὶ παρέμιμνε, πατὴρ ἅτε παῖδα φυλάσσων,
35δειμαίνων, ἵνα μή τις ἑκηβόλον ἰὸν ἰήλας κοῦρον ὀιστεύσειεν· ἐπερχομένων δὲ βολάων δεξιτερὴν ἐτίταινε προασπίζων Ὑμεναίου. καί οἱ ἀριστεύοντι τόσην ἐφθέγξατο φωνήν· „πέμπε βέλος, φίλε κοῦρε, καὶ οὐκέτι μαίνεται Ἄρης·
40κάλλεϊ Βάκχον ἔβαλλες ὀιστευτῆρα Γιγάντων,
βάλλε τεοῖς βελέεσσι καὶ ἄφρονα Δηριαδῆα, δυσμενέων βασιλῆα θεημάχον, ὄφρα τις εἴπῃ· ‘ἀμφοτέρων ἐτύχησε βαλὼν Ὑμέναιος ὀιστῷ, εἰς χρόα Δηριάδαο καὶ ἐς κραδίην Διονύσου‘.“82 in vol. 2
45 ὣς φαμένου Βρομίοιο πολὺ πλέον ἥψατο χάρμης ἱμερόεις Ὑμέναιος ἑκηβόλος, ᾧ ἔπι χαίρων οἰστρήεις Διόνυσος ἐδύσατο μᾶλλον ἐνυὼ καὶ ζοφερὴν προθέλυμνον ὅλην ἐφόβησε γενέθλην· καί τις ἰδὼν Διόνυσον ἀφειδέι λαίλαπι χάρμης

29

(50)

Ἰνδῴων ἀκόρητον ὀιστευτῆρα καρήνων τοῖον ἔπος κατέλεξε φιλοκτεάνῳ Μελανῆι· „τοξότα, πῇ σέο τόξα καὶ ἠνεμόεντες ὀιστοί; ἡμέας ἁβροχίτωνες ὀιστεύουσι γυναῖκες. ἀλλὰ βέλος προΐαλλε μινυνθαδίῳ Διονύσῳ·
55μή σε παραπλάγξειεν Ὀλύμπιον οὔνομα φήμης· μὴ τρομέοις ποτὲ Βάκχον, ὃς ἐκ χθονίοιο τοκῆος ὠκύμορον λάχεν αἷμα, Διὸς δ’ ἐψεύσατο φύτλην. δεῦρο βέλος προΐαλλε καὶ ἐς σκοπὸν αἴ κε τυχήσῃς, δέχνυσαι ἄσπετα δῶρα βαθυπλούτου βασιλῆος,
60αἴ κεν ἴδῃ Διόνυσον, ἀγήνορα παῖδα Θυώνης, πυρκαϊῆς ἐπιβάντα τεῷ δμηθέντα βελέμνῳ· ἓν δὲ βέλος λύσειεν ὅλον μόθον. ἀμφοτέροις δέ, ὕδατι χεῖρας ἄειρε καὶ εὔχεο μητέρι Γαίῃ· ῥέζειν δ’ ἀμφοτέροισι θυηπολίας μετὰ νίκην
65ἀψεύστοις στομάτεσσιν ὑπόσχεο· καὶ παρὰ βωμῷ ταυροφυὴς ἐχέτω κεραελκέα ταῦρον Ὑδάσπης,
Γαῖα δὲ κυανέη μελανόχροον ἄρνα δεχέσθω.“ ὣς εἰπὼν παρέπεισεν ὀιστοβόλον Μελανῆα, ἄνδρα νοοπλανέων κτεάνων δεδονημένον οἴστρῳ·83 in vol. 2
70αὐτὰρ ὁ σιγαλέος γυμνώσατο πῶμα φαρέτρης ἰὸν ἑλὼν προβλῆτα, καὶ εἴρυσεν ἠθάδα νευρὴν τόξον ὀπισθοτόνῳ παλάμης κυκλούμενος ὁλκῷ, ἀκρότατον δὲ σίδηρον ἐρεισάμενος περὶ τόξῳ φοίνια νεῦρα βόεια πελάσσατο γείτονι μαζῷ·
75καὶ βέλος ἰθυκέλευθον ἀπεπλάγχθη Διονύσου Ζηνὸς ἐρητύσαντος, ἐυστεφάνου δ’ Ὑμεναίου αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ. οὐ δὲ λάθεν Διόνυσον ἀπ’ ἠέρος ἰὸς ἀλήτης ἱπτάμενος ῥοιζηδόν, ἀφειδέι σύνδρομος αὔρῃ·
80ἀλλὰ διεσσυμένοιο βολὴν θήλυνεν ὀιστοῦ, καὶ φονίην ἀλάωσεν ἑκηβολίην Μελανῆος· καὶ Παφίη γλωχῖνας ἀπηκόντιζε βελέμνου, σύγγονος ἱμείροντι χαριζομένη Διονύσῳ,
καὶ βέλος ἔτραπε τόσσον ἀπὸ χροός, ὡς ὅτε μήτηρ84 in vol. 2
85παιδὸς ἔτι κνώσσοντος ἀλήμονα μυῖαν ἐλάσσῃ, ἠρέμα φάρεος ἄκρον ἐπαιθύσσουσα προσώπῳ. καὶ χροὸς ἄγριον ἕλκος ἐρευθομένου διὰ μηροῦ ἀγχιφανὴς Ὑμέναιος ἐδείκνυε γείτονι Βάκχῳ, δάκρυ χέων ἐρατεινὸν ὑπ’ ὀφρύσιν, ὄφρα νοήσῃ
90δεξιτερὴν ἐπίκουρον ἀλεξικάκου Διονύσου, ἰητροῦ χατέων ζωαρκέος· αὐτὰρ ὁ λευκῆς χειρὸς ἔχων Ὑμέναιον ἑῆς ἐπέβησεν ἀπήνης, καί μιν ἄγων ἀπάνευθε πολυφλοίσβοιο κυδοιμοῦ νωθρὸν ἐπὶ σκιόεντι πέδῳ παρὰ γείτονι φηγῷ
95θῆκε καρηβαρέοντα· καὶ ὡς Ὑάκινθον Ἀπόλλων ἔστενεν ἀνδροφόνῳ βεβολημένον ὀξέι δίσκῳ, μεμφόμενος Ζεφύρου ζηλήμονος ἄσθμα θυέλλης, οὕτω καὶ Διόνυσος ἀνέσπασε πολλάκι χαίτην, ὄμμασιν ἀκλαύτοισιν ἐπικλαύσας Ὑμεναίῳ.

29

(100)

καὶ χροὸς ἐκτὸς ἐόντας ἰδὼν πώγωνας ὀιστοῦ ἀσπάσιον λάχε θάρσος· ἀφ’ αἱμαλέοιο δὲ μηροῦ λευκὸν ἐρευθομένου διδυμόχροον ἕλκος ἀφάσσων
φειδομέναις παλάμῃσιν ἀνείρυσεν ἄκρον ὀιστοῦ. δάκρυα δ’ ἡβητῆρος ὀδυρομένοιο δοκεύων85 in vol. 2
105ἀμφοτέροις κεχόλωτο, καὶ Ἄρεϊ καὶ Μελανῆι· καὶ γλυκεροὺς ἱδρῶτας ἀποσμήξας Ὑμεναίου μεμφομένοις στομάτεσσιν ὑποκρυφίην χέε φωνήν· „Ἄμπελον ἔκτανε ταῦρος, Ἄρης Ὑμέναιον ὀλέσσει. αἴθε δὲ πάντας ἔπεφνεν, ὅσους ἐκόρυσσα μαχητάς,
110καλλείψας ἕνα μοῦνον ἀνούτατον· ἐν πολέμοις γὰρ ποῖον ἄχος κλονέει με δαϊζομένοιο Καβείρου; ὠτειλὴ Σατύρου πότε που, πότε Βάκχον ὀρίνει; Σιληνὸς πεσέτω σταφυληκόμος· ἐσμὸς ἀλάσθω Βασσαρίδων, καὶ μοῦνον ἀπήμονα παῖδα νοήσω.
115ἱλήκοι κλυτότοξος· Ἀρισταίοιο πεσόντος ποῖον ἐμοί ποτε πένθος, ἐυρραθάμιγγος ὀπώρης κρείσσονα κικλήσκοντος ἑῆς ὠδῖνα μελίσσης; οὐ τάχα μοι πέπρωτο φυγεῖν ποτε παιδὸς ἀνίην, ὅττι πάλιν τάχα τοῦτον ὀλωλότα παῖδα γοήσω.
120τίς βαρὺς ἀμφοτέροις φθόνος ἔχραεν; εἰ θέμις εἰπεῖν, Ἥρη δερκομένη ζηλήμονι Βάκχον ὀπωπῇ καὶ νέον ἀμητῆρα μελαρρίνοιο γενέθλης, ἠιθέῳ φθονέουσα καὶ ἱμείροντι Λυαίῳ ὥπλισε θοῦρον Ἄρηα βαλεῖν Ὑμέναιον ὀιστῷ,
125Ἰνδῴην μεθέποντα νόθην ἄγνωστον ὀπωπήν, ὄφρα νόον δυσέρωτος ἀνιήσειε Λυαίου. ἀλλὰ βέλος τανύων ἢ φοίνια τόξα τιταίνων
ψευδαλέῳ Μελανῆι κορύσσομαι, ὄφρα τελέσσω ποινὴν ἱμερόεντος ὀφειλομένην Ὑμεναίου.86 in vol. 2
130αἴ κε θάνῃς, Ὑμέναιε, λιπὼν ἀτέλεστον ἐνυὼ χάζομαι ἐκ πολέμοιο καὶ οὐκέτι θύρσον ἀείρω. δυσμενέας ξύμπαντας ἐγὼ ζώοντας ἐάσσω, ἀμήσας ἕνα φῶτα, τεὸν Μελανῆα φονῆα. οὐ κτάνε Δηριάδης σε, καὶ εἰ κοτέει Διονύσῳ·
135ἱλήκοις, Κυθέρεια· μετὰ θρασὺν υἱέα Μύρρης μείλιχον ἄλλον Ἄδωνιν ἀμείλιχος ἤλασεν Ἄρης, ἤλασε καὶ ῥοδέου χροὸς ἥψατο, καὶ διὰ μηροῦ ἄρτι πάλιν κελάρυζεν ἐπὶ χθονὶ λύθρος ἐρώτων. ἀλλὰ τεῷ ποθέοντι χαριζομένη Διονύσῳ
140πέμπε μοι ἐνθάδε Φοῖβον ἀδελφεόν, ἴδμονα τέχνης λυσιπόνου, καὶ κοῦρον ἀκέσσεται. ἴσχεο, φωνή· Φοῖβον ἔα κατ’ Ὄλυμπον ἀκηδέα, μή μιν ὀρίνω ἕλκεος ἱμερόεντος ἀναμνήσας Ὑακίνθου. πέμπε μοι, ἢν ἐθέλῃς, Παιήονα· κεῖνος ἱκέσθω·
145ἄμμορός ἐστι πόθων, ἀλλότριός ἐστιν ἐρώτων. ὠτειλῆς τύπον ἄλλον ἐσέδρακον· ἐν πολέμοις γὰρ ἄλλος ἀνὴρ κενεῶνα τυπεὶς φοινίσσεται αἰχμῇ, ἄορι δ’ ἄλλος ἔχει παλάμης πόνον, ὃς δὲ βελέμνῳ εἰς λαπάρην, ἕτερος δὲ δι’ οὔατος· ἐν κραδίῃ δὲ

29

(150)

λοίγιον ἕλκος ἔχοντι συνουτήθην Ὑμεναίῳ.“
εἶπε καὶ ἐπτοίητο παρακλιδὸν ὄμματι λοξῷ ὠτειλὴν χαρίεντος ὀπιπεύων Ὑμεναίου. μηρῷ δ’ ἔνθα καὶ ἔνθα φιλεύιον ἄνθος ἑλίξας λευκὸν ἐρευθομένῳ, διδυμόχροον ἕλκος ἀφάσσων,87 in vol. 2
155κοῦρον ἀνεζώγρησεν ἑῷ παιήονι κισσῷ, οἶνον ἀλεξητῆρα περιρραίνων Ὑμεναίῳ. ὡς δ’ ὅτ’ ὀπὸς ταχυεργός, ἐπειγόμενον γάλα πήξας,
160χιονέης κυκόων ἀπαμείρεται ὑγρὸν ἐέρσης,
158ὄφρα μιν ἐντύνειε πεπηγμένον αἰπόλος ἀνὴρ κυκλώσας ταλάροισι τύπῳ τροχοειδέι ταρσῶν·
161ὣς ὅ γε φοίνιον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ· καὶ νέος ἀρτεμέων παλινάγρετον εἶχεν ἐνυώ, χειρὸς ἀκεσσιπόνοιο Διωνύσοιο τυχήσας. καὶ βέλος ἠερόφοιτον ἑκηβόλον εἰς σκοπὸν ἕλκων
165τόξα πάλιν κύκλωσε, τιτυσκόμενος δὲ βελέμνῳ ἀντίδοτον πόρεν ἕλκος ὀιστοβόλῳ Μελανῆι. καὶ θρασὺς ἔσσυτο κοῦρος· ἐφεσπόμενος δὲ Λυαίῳ αἰεὶ φῶτας ἔβαλλε καὶ οὐκέτι λείπετο Βάκχου. ὡς δ’ ὅτε τις σκιόεις τύπος ἀνέρος, ἄπνοος ἕρπων,
170ἀγχιφανὴς ἀχάρακτος ὁμόδρομος ἀνδρὸς ὁδεύει, καί οἱ ἀεὶ σπεύδοντι συνέσπεται, ἱσταμένου δὲ ἵσταται, ἑζομένου δὲ παρέζεται, ἐν δὲ τραπέζῃ μιμηλαῖς παλάμῃσι συνέμπορος εἰλαπινάζει· ὣς ὅ γε κοῦρος ἔμιμνεν ὁμόδρομος οἴνοπι Βάκχῳ.88 in vol. 2
175οὐδὲ μάχης Διόνυσος ἐλώφεεν· ἀλλὰ τορήσας μεσσοπαγῆ κούφιζε πεπαρμένον ἀνέρα θύρσῳ ὄρθιον ὑψιπότητον, ἐν ἠερίῃ δὲ κελεύθῳ Ἰνδὸν ἐλαφρίζων ζηλήμονι δείκνυεν Ἥρῃ. καὶ τελέων τρισσῇσιν ἐπωνυμίῃσιν ἐνυὼ
180θεῖος Ἀρισταῖος, δεδαημένος ἄρεος Ἀγρεύς, ὡς Νόμιος πολέμιζε καλαύροπα χερσὶ τινάσσων, νυμφίος Αὐτονόης ἑκατηβόλος· ἐν δὲ κυδοιμοῖς τόξον ἔχων κλυτότοξον ἑὸν μιμεῖτο τοκῆα, θάρσος ἔχων ὑπέροπλον ὀιστοβόλοιο τεκούσης,
185Κυρήνης προτέρης Ὑψηίδος· αἰνομανῆ δὲ δέσμιον ἐζώγρησεν ἀνάρσιον ἄτρομος Ἀγρεύς, ἀγρεύσας ἅτε θῆρα· καὶ ἀντιβίων ὀλετῆρα ἠθάδι χειρὶ τίταινε βαρὺν λίθον, οἷον ἐρείσας πιαλέης ἔθλιψε χυτὰς ὠδῖνας ἐλαίης·
190δυσμενέας δ’ ἐφόβησεν ἀγήνορας ἠθάδι ῥόμβῳ, σείων χαλκὸν ἐκεῖνον, ὃν ἐν παλάμῃσι τινάσσων φοιταλέης ἐφόβησε μεμηνότα κέντρα μελίσσης.
Θρηικίης δὲ Σάμοιο πυρισθενέες πολιῆται Λημνιάδος δύο παῖδες ἐβακχεύοντο Καβειροῦς·89 in vol. 2
195Ἡφαίστου δὲ τοκῆος ἐρευθόμεναι πυρὸς ἀτμῷ συγγενέας σπινθῆρας ἀνηκόντιζον ὀπωπαί. τοῖσι μὲν ἐξ ἀδάμαντος ἔην ὄχος· ἀμφὶ δὲ πῶλοι χαλκείῃ κροτέοντες ἀρασσομένην κόνιν ὁπλῇ καρχαλέον χρεμετισμὸν ἀνήρυγον ἀνθερεῶνος,

29

(200)

οὓς γενέτης Ἥφαιστος ἀμιμήτῳ κάμε τέχνῃ πυρσὸν ἀπειλητῆρα διαπνείοντας ὀδόντων, οἷα καὶ Αἰήτῃ, βριαρῷ σημάντορι Κόλχων, χαλκοπόδων μόρφωσε συνωρίδα δίζυγα ταύρων, τεύχων θερμὰ λέπαδνα καὶ ἔμπυρον ἱστοβοῆα.
205χειρὶ δὲ Λήμνιον ἔγχος, ὅ περ κάμε πάτριος ἄκμων, δεξιτερῇ κούφιζον, ἐπ’ εὐφυέεσσι δὲ μηροῖς φάσγανον ᾐώρητο σελασφόρον· εἰ δέ τις ἀνήρ, ἀκροτάτοις ὀνύχεσσι λίθον τινὰ βαιὸν ἀείρας θηγαλέης ἤρασσε πυρίδρομα νῶτα μαχαίρης,
210αὐτόματοι σπινθῆρες ὀιστεύοντο σιδήρου. Εὐρυμέδων μὲν ἔλαυνε, πυριβλήτῳ δὲ χαλινῷ ἔμπυρον ἡνιόχευε σιδηροπόδων γένυν ἵππων· Ἄλκων δ’ αἰθαλόεντι συνήρμοσε χεῖρα βελέμνῳ,
πατρῴης Ἑκάτης θιασώδεα πυρσὸν ἑλίσσων.90 in vol. 2
215 καὶ φάλαρον σείοντες ἀερσιλόφου τρυφαλείης Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ, εἰς μόθον οἰστρηθέντες· ἁμιλλητῆρι δὲ χαλκῷ φάσγανα τυπτομένῃσιν ἐπέκτυπε γυμνὰ βοείαις σκαρθμοῖς ἀντιτύποισι· φερεσσακέος δὲ χορείης
220ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ, ἄρεϊ βακχευθέντες. ὀρεσσαύλων δὲ νομήων Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ· καί τις ἀνὴρ προκάρηνος ἐπωλίσθησε κονίῃ, εἰσαΐων μύκημα βαρυγδούποιο βοείης.
225 καί τις ἀερτάζουσα φιλάνθεμον ἔγχος ἐνυοῦς Βασσαρὶς ἠκόντιζεν· ἀβακχεύτου δὲ γενέθλης ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ. καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων οὔρεος ἄκρα κάρηνα ταμὼν ἐκορύσσετο Ληνεύς,
230πέμπων ὀκριόεσσαν ἐπ’ ἀντιβίοισιν ἀκωκήν. Βάκχη δ’ ἀμφαλάλαζε· καὶ ἀμπελόεντες ὀιστοὶ κισσοφόρων παλάμῃσιν ἐδινεύοντο γυναικῶν. ἔνθα μέλος πλέξασα καὶ Ἄρεϊ καὶ Διονύσῳ Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ
235κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου, Ἰνδῴην δρυόεντι γονὴν ὀλέκουσα κορύμβῳ.
καὶ δηίων κλονέουσα νέφος ῥηξήνορι θύρσῳ Στησιχόρη φιλόβοτρυς ἐπεσκίρτησε κυδοιμῷ, κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ·91 in vol. 2
240οὐ τόσον Ἡρακλέης Στυμφαλίδας ἤλασε βόμβῳ χαλκὸν ἔχων βαρύδουπον, ὅσον στρατὸν ἤλασεν Ἰνδῶν Στησιχόρη κτυπέουσα χοροῦ πολεμήιον ἠχώ. καὶ Τρυγίη βαρύγουνος ἐλείπετο νόσφιν ὁμίλου ὑστατίη καὶ ἔπηξε φόβῳ πόδας· οὐδέ τις αὐτῇ
245Σιληνῶν παρέμιμνε· λίπον δέ μιν αὐτόθι μούνην ταρβαλέην, χατέουσαν ἀρηγόνος· ἀκροπότῃ δὲ χεῖρας ὄρεξε Μάρωνι, Μάρων δ’ ἀπέειπε γεραιήν, ὅττι χοροὺς ἀνέκοπτε φιλακρήτων Κορυβάντων καὶ Σατύρων· αἰεὶ δὲ θεοῖς ἠρᾶτο δαμῆναι

29

(250)

γηραλέην ἀνόνητον ὑπ’ ἔγχεϊ Δηριαδῆος. καὶ Καλύκη πολέμιζε παρισταμένη Διονύσῳ οἰστρομανής. τρομερῆς δὲ μέθης ἐλελίζετο παλμῷ Οἰνάνθη προθέουσα· βαρυνομένη δὲ κυδοιμῷ γούνατα μὲν μογέεσκε, φιλακρήτοιο δὲ νύμφης
255οἰδαλέου μήνιγγες ἐδινεύοντο καρήνου. καὶ στόνος ἦν βαρύδουπος· ὁμοζήλῳ δὲ κυδοιμῷ Ἀστράεις Σταφύλην, Καλύκην δ’ ἐδίωκε Κελαινεύς.
Σιληνῶν δὲ φάλαγγα δορυσσόος ἤλασε Μορρεὺς θεινομένην βουπλῆγι· μιῇ δ’ ἐλατῆρος ὁμοκλῇ92 in vol. 2
260Ἀστραῖος δεδόνητο, Μάρων φύγεν, ὤκλασε Ληνεύς, Σιληνοῦ τρία τέκνα δασύτριχος, ὃς δίχα λέκτρων ἄσπορος αὐτολόχευτος ἀνέδραμε μητρὸς ἀρούρης. ἱμερτὴν δὲ Δόρυκλος ἀνεπτοίησε Λυκάστην. τῇσι θεὸς χραίσμησε, νεουτήτων δὲ γυναικῶν
265ἕλκεσι φάρμακα πάσσεν· ἐνυαλίῳ δὲ σιδήρῳ τειρομένην ποδὸς ἄκρον ἀνάμπυκα ῥύσατο Γόργην, κλήματος ἀμπελόεντι περισφίγξας πόδα δεσμῷ· Εὐπετάλης δ’ ἰχῶρα νεόσσυτον ἔσβεσεν οἴνῳ, καὶ Σταφύλης χυτὸν αἷμα κατεπρήυνεν ἀοιδῇ·
270Μυρτοῦς δ’ οὐταμένην παλάμην ἰήσατο μύρτῳ, καὶ Καλύκην ἐσάωσεν ἀνειρύσσας βέλος ὤμου,
273ἕλκεϊ φοινήεντι περιρραίνων πόμα ληνοῦ·
272Νύσης δ’ ἄλγος ἔπαυσε νεουτήτοιο προσώπου,
274χρίσας ἔνθα καὶ ἔνθα παρηίδα λευκάδι γύψῳ·
275ὄμμασι δ’ ἀκλαύτοισιν ἐπεστενάχιζε Λυκάστῃ. ἀλλ’ ὅτε Βασσαρίδων ὀδύνας πρηΰνατο τέχνῃ θυρσομανὴς Διόνυσος, ἐμάρνατο μείζονι χάρμῃ.
καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης Βασσαρὶς Ἰνδὸν ἄρηα μετέστιχε θυιὰς ἐνυώ,93 in vol. 2
280ἀμφὶ σέ, Λύδιε δαῖμον· ἀπὸ πλοκάμοιο δὲ Βάκχης ἀφλεγέος σελάγιζε κατ’ αὐχένος αὐτόματον πῦρ. καὶ βριαρῶν προμάχων ἑτερόζυγον ἐσμὸν ἐγείρων αὐλὸς ἐπεσμαράγησεν ἀγέστρατον ἄρεος ἠχώ. καὶ διδύμαις παλάμῃσι φιλοσμαράγων Κορυβάντων
285ἄντυγες ἀμφιπλῆγος ἀνεκρούοντο βοείης, κύμβαλα δ’ ἐκροτάλιζε, μεταλλάξασα δὲ μολπὴν Πανιὰς ἡδυμέλεια μόθους ἐμελίζετο σύριγξ. ἀντιβίων δὲ φάλαγγες ἐπέβρεμον· ἀμφιλαφεῖς δὲ ἠερόθεν πτερόεντες ἀνερροίζησαν ὀιστοί·
290λίγξε βιός, βόμβησε λίθος, μυκήσατο σάλπιγξ. ἀλλ’ ὅτε δὴ πόρον ἷξον, ὅπῃ πεφορημένος ὁλκῷ λευκὸν ὕδωρ μεθύοντι ῥόῳ φοίνιξεν Ὑδάσπης, δὴ τότε Βάκχος ἄυσε βαρυσμαράγων ἀπὸ λαιμῶν, ὁππόσον ἐννεάχιλος ἐπέβρεμεν ἐσμὸς ἐνυοῦς
295φρικτὸν ὁμογλώσσων στομάτων θρόον· ἀσταθέες δὲ ξανθὸν ἀλυσκάζοντες ἐπὶ ῥόον ὤκλασαν Ἰνδοί, ἄλλοι δ’ ἐν πεδίῳ· στρατιὴ δ’ ἐμερίζετο Βάκχου,
δυσμενέας κτείνουσα καὶ ἐν δαπέδῳ καὶ Ὑδάσπῃ, δίψῃ καρχαλέῃ κεκαφηότας, ὁππότε γαίης94 in vol. 2

29

(300)

ἠὼς μέσσον ἀνέσχε καὶ ἔτρεμε θερμὸς ὁδίτης αἴθοπος Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην. καὶ θεὸς ἀμπελόεις προκαλίζετο κοίρανον Ἰνδῶν, μῦθον ἀπειλητῆρα χέων λυσσώδεϊ λαιμῷ· „τίς φόβος; εἰ ποταμοῖο φέρει γένος ὄρχαμος Ἰνδῶν,
305οὐρανόθεν λάχον αἷμα· χερειότερος δὲ Λυαίου Δηριάδης ὑπέροπλος, ὅσον Διός ἐστιν Ὑδάσπης. ἢν δ’ ἐθέλω, νεφέων σχεδὸν ἵσταμαι· ἢν δὲ κελεύσω, ἵξεται ἰθυκέλευθον ἐμὸν βέλος ἄχρι Σελήνης. εἰ δὲ μέγα φρονέεις μεθέπων κεραελκέα μορφήν,
310εἰ δύνασαι, προμάχιζε βοοκραίρῳ Διονύσῳ.“ ὣς φαμένου βρυχηδὸν ἐμυκήσαντο μαχηταί· ἄλλῳ δ’ ἄλλος ἔριζε συναιχμάζων Διονύσῳ. αἰγείοις δὲ πόδεσσιν ἐμάρνατο μηλονόμος Πάν, ὀξὺ δὲ τοξευτῆρος ὅλον κενεῶνα χαράξας
315θηγαλέῃ Μελανῆος ἀνέσχισε γαστέρα χηλῇ, ποινὴν ἕλκος ἔχοντος ἀπαιτίζων Ὑμεναίου, ὄφρα πυρισφρήγιστον ἐλαφρίζειεν ἀνίην ὄμμασιν ἀκλαύτοισιν ὀδυρομένου Διονύσου. λυσσήεις δ’ Ἰόβακχος ἐπέδραμε δηιοτῆτι ...
321ἄλλοτε μηκύνων ταναὸν δέμας, αἰθέρι γείτων·
320καὶ νεφέων ἔψαυσε καὶ ἥψατο χερσὶν Ὀλύμπου,95 in vol. 2
322καὶ χθονὶ ταρσὸν ἔπηξε καὶ ἠέρα τύπτε καρήνῳ. τοῖσι δὲ μαρναμένοισιν ἐπήλυθεν Ἕσπερος ἀστήρ, λύων Ἰνδοφόνοιο θεμείλια δηιοτῆτος.
325Ἄρεϊ δ’ ὑπνώοντι παρίστατο νεύματι Ῥείης φάσματα ποικίλλουσα δολοπλόκος ὄψις ὀνείρου, τοῖον ἔπος βοόωσα νόθῃ σκιοειδέι μορφῇ· „Ἆρες, Ἄρες, σὺ μὲν εὗδε, δυσίμερε, μοῦνος ἰαύων χαλκοχίτων· Παφίην δὲ τὸ δεύτερον ὑψόθι λέκτρων
330ὑμετέρην Ἥφαιστος ἔχει προτέρην Ἀφροδίτην, ἐκ δὲ δόμων ἐδίωκε Χάριν, ζηλήμονα νύμφην· ἀρχαίην δὲ δάμαρτα παλίνδρομον εἰς γάμον ἕλκων αὐτὸς Ἔρως τόξευεν ἀναινομένην Ἀφροδίτην, Ἡφαίστῳ γενετῆρι φέρων χάριν. ἀλλὰ καὶ αὐτὴ
335Ζῆνα μέγαν παρέπεισε πόθων ἀδίδακτος Ἀθήνη, παρθενικὴ δολόμητις, ὅπως Ἥφαιστον ἀλύξῃ, μνησαμένη νόθα λέκτρα πεδοτρεφέων ὑμεναίων, μὴ προτέρου μετὰ πότμον Ἐρεχθέος ἄρσενι μαζῷ ἄλλον ἀεξήσειε νεώτερον υἱὸν ἀρούρης.
340ἔγρεο, καὶ Θρήισσαν ἰὼν ἐπὶ πέζαν ἐρίπνης δέρκεο σὴν Κυθέρειαν ἐθήμονος ἔνδοθι Λήμνου, δέρκεο, πῶς προπύλαια Πάφου καὶ ἐδέθλια Κύπρου
ἄνθεσιν ἐστεφάνωσεν ὁμόστολος ἐσμὸς Ἐρώτων, Βυβλιάδων δ’ ἐπάκουε μελιζομένων Ἀφροδίτην96 in vol. 2
345καὶ νεαρὴν φιλότητα παλιννόστων ὑμεναίων. Ἆρες, ἐνοσφίσθης σέο Κύπριδος· ἀνδροφόνον γὰρ ὁ βραδὺς ὠκὺν Ἄρηα παρέδραμε. μέλπε καὶ αὐτὸς Ἡφαίστῳ πυρόεντι συναπτομένην Ἀφροδίτην. Σικελίης δ’ ἐπίβηθι, παρισταμένους δὲ καμίνῳ

29

(350)

λίσσεό μοι Κύκλωπας· ἀριστοπόνου δὲ καὶ αὐτοὶ ἴδμονες Ἡφαίστοιο, σοφῶν ζηλήμονες ἔργων, σοὶ δόλον ἐντύνωσι καὶ ἀρχαίῳ σέο δεσμῷ ὁπλότερον τελέσωσιν ὁμοίιον, ὄφρα καὶ αὐτὸς ἀμφοτέρους δολίῃσιν ἀλυκτοπέδῃσι πιέζων
355δήσῃς φῶρα γάμοιο τεῷ ποινήτορι δεσμῷ, εἱλιπόδην Ἥφαιστον ἐπισφίγξας Ἀφροδίτῃ· καί σε θεοὶ ξύμπαντες ἐπαινήσουσιν Ὀλύμπου δέσμιον ἀγρεύσαντα τεῶν συλήτορα λέκτρων. ἔγρεο, καὶ σὺ γένοιο δολοπλόκος· ἔγρεο, νύμφης
360ἁρπαμένης ἀλέγιζε. τί σοι κακὰ Δηριαδῆος; σιγὴ ἐφ’ ἡμείων, Φαέθων μὴ μῦθον ἀκούσῃ.“ ὣς φαμένη πεπότητο. καὶ αὐτίκα κῶμα τινάξας
πρώιον ἀρτιχάρακτον ὀπιπεύων φάος Ἠοῦς θερμὸς Ἄρης ἀνέπαλτο, Φόβον καὶ Δεῖμον ἐγείρας97 in vol. 2
365ζεῦξαι φοίνιον ἅρμα ταχύδρομον· οἱ δὲ τοκῆι σπερχομένῳ πείθοντο· καὶ ἀγκυλόδοντι χαλινῷ Δεῖμος ἐριπτοίητος ἐπισφίγξας γένυν ἵππων δέσμιον αὐχένα δοῦλον ἐπεσφήκωσε λεπάδνῳ, ζεύγλην δ’ ἀμφὶς ἔδησεν· Ἄρης δ’ ἐπεβήσατο δίφρου·
370καὶ Φόβος ἡνιόχευεν ὄχον πατρῷον ἐλαύνων, εἰς Πάφον ἐκ Λιβάνου πεφορημένος, ἐκ δὲ Κυθήρων ἄστατον ἔτραπεν ἅρμα Κεραστίδος εἰς χθόνα Κύπρου· πολλάκι, πολλάκι Λῆμνον ἐδέρκετο, καὶ πλέον ἄλλων ζηλήμων σκοπίαζε πυρίπνοον ἐσχαρεῶνα,
375Κύπριν ἀνιχνεύων τροχαλῷ ζηλήμονι ταρσῷ, εἴ μιν ἐσαθρήσειε παρ’ Ἡφαίστοιο καμίνοις, ὡς πάρος, ἱσταμένην, καὶ ἐδείδιε, μή οἱ ὀπωπὴν καπνὸς ἀμαλδύνειε μελαινομένης Ἀφροδίτης. ἔδραμε καὶ μετὰ Λῆμνον ἐς οὐρανόν, ὄφρα σιδήρῳ
380νυμφιδίην μακάρεσσιν ἀναστήσειεν ἐνυώ,
καὶ Διὶ καὶ Φαέθοντι καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ.98 in vol. 2

30

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΡΙΑΚΟΣΤΟΝ.
1 Ὣς ὁ μὲν ἑπτάζωνον ἐς οὐρανὸν ἔδραμεν Ἄρης ζηλήμων, βαρύμηνις. ἐς ὑσμίνην δὲ χορεύων θαρσήεις Διόνυσος ἐπέχραεν αἴθοπι λαῷ, πῇ μὲν ἐνὶ πρώτοισι θορὼν ἐνοσίχθονι παλμῷ,
5πῇ δὲ μέσος προμάχοισιν· ἀκοντιστῆρι δὲ θύρσῳ κυανέης ἤμησε θαλύσια δηιοτῆτος· καὶ Σατύρους θάρσυνεν ἐς ἄρεα Δηριαδῆος, δυσμενέος δὲ φάλαγγος ἐμαίνετο φῦλα δαΐζων. ὡς ἴδε Βάκχος Ἄρηα λελοιπότα φύλοπιν Ἰνδῶν·
10ἄλλῳ δ’ ἄλλος ἔριζε. κορυμβοφόρου δὲ κυδοιμοῦ δεξιτερὸν στόμα λάβρον ἐπιτρέψας Διονύσῳ λαιὸν Ἀρισταῖος κέρας ἔτρεχε δηιοτῆτος. καὶ Βρομίου θεράποντας ὀπιπεύων ἔτι Μορρεὺς μαρναμένους πετάλοισι καὶ ἀνθεμόεντι βελέμνῳ
15ἄφρονι Δηριάδῃ πολυθαμβέα ῥήξατο φωνήν· „Δηριάδη, τί τὸ θάμβος; ἐμοὶ πίπτουσι μαχηταί, βαλλόμενοι θύρσοισι καὶ οὐτιδανοῖσι πετήλοις, ὁπλοφόρους δ’ ὀλέκουσιν ἀνάσπιδες· ἀκλινέες δὲ
Βασσαρίδες, πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ99 in vol. 2
20τυπτόμεναι, μίμνουσιν ἀνούτατοι. εἰ θέμις εἰπεῖν, καὶ σύ, λιπών, σκηπτοῦχε, τεὴν χαλκήλατον αἰχμὴν οἴνοπα θύρσον ἄειρε μιαιφόνον, ὅττι σιδήρου δυσμενέες πολὺ μᾶλλον ἀριστεύουσι κορύμβοις. οὔ ποτε τοῖον ὄπωπα μόθου τύπον· οὐτιδανοὶ δὲ
25θύρσοι ἀκοντιστῆρες ἀρείονές εἰσιν ἀκόντων. δὸς καὶ ἐμοὶ κλονέειν χλοερὸν βέλος· ἡμέτεροι γὰρ ἀπτολέμου νάρθηκος ἐνικήθησαν ὀιστοί· δός μοι ξανθὰ πέδιλα φορήμεναι, ὅττι καὶ αὐταὶ ἀρραγέες κνημῖδες ὑπεκλίνοντο κοθόρνοις.
30τί πλέον, εἰ χάλκειον ἔχω σάκος, εὖτε γυναῖκες μᾶλλον ἀριστεύουσιν ἀτευχέες, ἐν δὲ κυδοιμοῖς κύμβαλα δινεύουσι, καὶ ὀκλάζουσι μαχηταί, καὶ στεφάνοις τρυφάλεια καὶ εἴκαθε νεβρίδι θώρηξ; πολλάκι δ’ ἀντικέλευθος ἀνουτήτου Διονύσου
35ὠισάμην ἄρρηκτον ἀνασχίσσαι κενεῶνα, πέμπων εὔσκοπα δοῦρα, καὶ ὡς ἔψαυε Λυαίου, ὀξυβελὴς ἄγναμπτος ἐκάμπτετο χαλκὸς ἀκόντων.“ ὣς φαμένου μείδησεν ἄναξ θρασύς, ἀμφὶ δὲ γαμβρῷ ὄμματα λοξὰ τίταινε χόλου κήρυκι σιωπῇ·
40καί οἱ ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν· „τί τρομέεις Διόνυσον ἀτευχέα, νήπιε Μορρεῦ; ἡδὺς ὁ δειμαίνων Σατύρων παίζουσαν ἐνυώ.“
ὣς φάμενος θάρσυνεν ἀταρβέι γαμβρὸν ἀπειλῇ. καὶ Βρομίου προμάχοισι πέλωρ ἐκορύσσετο Μορρεύς·100 in vol. 2
45οὔτασε δ’ Εὐρυμέδοντα, μέσον βουβῶνα χαράξας ἔγχεϊ φοινήεντι· διαΐσσουσα δὲ μηροῦ πιαλέην τάμε σάρκα λιπόχροα θυιὰς ἀκωκή· γούνατι δ’ ὀκλάζοντι χαμαὶ πέσε. χαλκοχίτων δὲ Ἄλκων οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,

30

(50)

ἀλλὰ βιαζομένῳ πρόμος ἤλυθεν ἔγχος ἀείρων καὶ σάκος εὐδίνητον· ὅλον δ’ ἐκάλυπτε μαχητήν, ἀσπίδι πυργώσας δέμας ἀνέρος, ἀντιβίοις δὲ σείων ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν γνωτῷ γνωτὸς ἄμυνε· καὶ οὐταμένῳ περιβαίνων,
55οἷα περὶ σκύμνοισι λέων, βρυχήσατο λαιμῷ, χείλεϊ λυσσήεντι χέων Κορυβαντίδα φωνήν. καί μιν ὀπιπεύων κυκλούμενον ἴδμονι ταρσῷ
60γνωτοῦ κεκλιμένοιο προασπιστῆρα Καβείρου
58ἰσοφυὴς Τυφῶνι πέλωρ βακχεύετο Μορρεύς, γνωτοῖς διχθαδίοις κεκορυθμένος, ὄφρα κε μήτηρ
61δίζυγα δακρύσειεν ὀλωλότα τέκνα Καβειρώ, ἐς μίαν ἠριγένειαν ἑνὶ δμηθέντα σιδήρῳ. καί νύ κεν ἀμφοτέρους ἰσοελκέι δῶκεν ὀλέθρῳ, ἀλλὰ διὰ στομάτων βεβιημένον ἄσθμα τιταίνων
65Λήμνιον Εὐρυμέδων γενέτην ἐκαλέσσατο φωνῇ·
„ὦ πάτερ, ἐργοπόνοιο πυρίπνοε κοίρανε τέχνης, δός μοι ὀφειλομένην προτέρην χάριν, ὁππότε μούνη Σικελίην τρικάρηνον ἁλωιὰς ἥρπασε Δηώ, δῶρα καλυπτομένης ὀπτήρια Περσεφονείης,101 in vol. 2
70Ἑσπερίους δ’ ἀνέκοψε τεοὺς φυσήτορας ἀσκοὺς καὶ πλατὺν ἐσχαρεῶνα καὶ ἅρπαγα σεῖο πυράγρην· ἀλλά μιν ἐπτοίησα προασπίζων γενετῆρος, ἄκμονος ὑμετέροιο βοηθόος· ἐξ ἐμέθεν δὲ σῷ Σικελῷ σπινθῆρι μέλας θερμαίνεται ἀήρ.
75ῥύεό μοι σέο παῖδα, τὸν ἄγριος οὔτασε Μορρεύς.“ εἶπε, καὶ οὐρανόθεν πυρόεις Ἥφαιστος ὀρούσας σύγγονον ἀμφελέλιζε πολυσχιδὲς ἁλλόμενον πῦρ, δινεύων παλάμῃ πυρόεν βέλος· ἀμφὶ δὲ δειρὴν Μορρέος αὐτοέλικτος ἑλίσσετο πυρσὸς ἐχέφρων,
80αὐχένι μιτρώσας πυριθαλπέος ὅρμον ἀνάγκης εἰλυφόων· πυρόεν δὲ μετὰ στέφος ἀνθερεῶνος ταρσὸν ἐς ἐσχατόωντα θορὼν ἐπιβήτορι παλμῷ ἀμφὶ πόδα προμάχοιο πυρίπλοκον ἔπλεκε σειρήν, σείων ἐν δαπέδῳ σταθερὸν σέλας ἅλματι πεζῷ·
85θερμάνθη δὲ κάρηνον ἀναπτομένης τρυφαλείης. καί νύ κεν ἐπρήνικτο τυπεὶς φλογόεντι βελέμνῳ, εἰ μὴ Δηριάδαο πατὴρ ἤμυνεν Ὑδάσπης· ἧστο γὰρ ὑσμίνην δεδοκημένος ὑψόθι πέτρης,
ταυροφυὴς νόθον εἶδος ἔχων βροτοειδέι μορφῇ·102 in vol. 2
90ὅς μιν ἀνεζώγρησε χέων ἀντίπνοον ὕδωρ, ψύχων θερμὸν ἄημα πυριβλήτοιο προσώπου, λύματα τεφρήεντα διασμήχων τρυφαλείης· Μορρέα δ’ ἁρπάξας ζοφερῇ χλαίνωσεν ὀμίχλῃ, πορφυρέῃ νεφέλῃ κεκαφηότα γυῖα καλύψας,
95μή μιν ἀποκτείνειε σελασφόρος ἀμφιγυήεις, Λήμνιον αἰθύσσων θανατηφόρον ἁπτόμενον πῦρ, μὴ προτέρου φθιμένοιο γέρων φιλότεκνος Ὑδάσπης γαμβρὸν ἴδῃ πάλιν ἄλλον ὀλωλότα Δηριαδῆος, μηδὲ μόρον Μορρῆος ἅμα κλαύσειεν Ὀρόντῃ.

30

(100)

πυρσοφόρος δ’ Ἥφαιστος ὅλους ἐδίωκε μαχητὰς ἱσταμένους περὶ παῖδα νεούτατον, ὑψόθι δ’ ὤμου υἱὸν ἐλαφρίζων ἐπερείσατο γείτονι φηγῷ, νόσφιν ἀπὸ φλοίσβοιο, καὶ ἐζώγρησε πεσόντα, οὐταμένῳ βουβῶνι φερέσβια φάρμακα πάσσων.
105 οὐδὲ μόθου προτέροιο λελασμένος ἔπλετο Μορρεύς· ἀλλὰ πάλιν κεκόρυστο φυγὼν πυρόεσσαν ἐνυὼ καὶ πρόμον ἀστράπτοντα καὶ αἰθαλόεσσαν ἀκωκήν· καὶ Φλογίον Στροφίοιο πολύστροφον υἷα κιχήσας
ἔκτανεν, ὀρχηστῆρα φιλοσκάρθμου Διονύσου,103 in vol. 2
110ὅς τις ἀδακρύτοιο παρ’ εἰλαπίνῃσι Λυαίου ἀντιτύπων ἐλέλιζε πολύτροπα δάκτυλα χειρῶν, καὶ θάνατον Φαέθοντος ἐχέφρονι χειρὶ χαράσσων δαιτυμόνας ποίησεν ἀήθεα δάκρυα λείβειν, ψευδαλέου Φαέθοντος ἐπικλαίοντας ὀλέθρῳ·
115καὶ νέον αἰθαλόεντα καὶ αὐτοκύλιστον ὑφαίνων θαμβαλέον πόρε πένθος ἀπενθήτῳ Διονύσῳ. τοῦτον ἰδὼν σκαίροντα δορυσσόος ἔννεπε Μορρεύς· „ἀλλοῖος χορὸς οὗτος, ὃν ἔπλεκες ἄγχι τραπέζης· ὀρχηθμὸν γελόωντα παρὰ κρητῆρι τιταίνων
120ὀρχηθμὸν στονόεντα πόθεν κατὰ δῆριν ὑφαίνεις; εἰ δὲ καὶ οἶστρος ἔχει σε χοροστασίης Διονύσου, Ἄιδι μυστιπόλευε, καὶ οὐ γύψοιο χατίζεις αὐτοβαφῆ μεθέπων κεκονιμένα κύκλα προσώπου· ἢν ἐθέλῃς δέ, χόρευε φιλοθρήνῳ παρὰ Λήθῃ,
125Περσεφόνη δ’ ἀγέλαστος ἀγαλλέσθω σέο μολπῇ.“ ἔννεπε κυδιόων, καὶ ἐπέδραμεν ἶσος ἀέλλῃ, Σιληνοὺς δ’ ἐφόβησεν. ἀμαιμακέτῳ δὲ μαχητῇ Τέκταφος ὡμάρτησε σακεσπάλος, ὅν ποτε δήσας Δηριάδης ἔκρυψεν ἔσω γλαφυροῖο βερέθρου.
130οὐδὲ φυγεῖν μόρον εὗρε τὸ δεύτερον· ἐν γὰρ ἀνάγκῃ
τίς δύναταί ποτε πότμον ἀπ’ ἀνέρος ἐχθρὸν ἐρύκειν, νηλὴς πανδαμάτειρα θανεῖν ὅτε Μοῖρα κελεύει; οὐ γὰρ Τέκταφον εὗρε δόλος θνήσκοντα σαῶσαι, ὃς τότε λυσσώων στρατιὴν ἐδίωξε Λυαίου,104 in vol. 2
135εὐκεράων Σατύρων φιλοπαίγμονα γυῖα δαΐζων· ἐγρεμόθου δ’ ἤμησε Πυλαιέος ἀνθερεῶνα, Ὀνθυρίου δὲ μέτωπον ἀφειδέι τύψε μαχαίρῃ, καὶ Πίθον εὐρύστερνον ἀπηλοίησε σιδήρῳ. καί νύ κεν ἄλλον ὅμιλον ἐπασσυτέρων κτάνε Βάκχων,
140ἀλλά μιν Εὐρυμέδων ταχὺς ἔδρακε, καί οἱ ὑπέστη δίστομον ἀντιβίην Κορυβαντίδα χειρὶ τινάσσων· ἔθλασε δ’ ἄκρα μέτωπα· διχαζομένου δὲ καρήνου ὄρθιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης· καὶ πρόμος εἰς χθόνα πῖπτε, περιρραίνων δὲ κονίην
145ἡμιθανὴς κεκύλιστο, πεδοσκαφέος δὲ μελάθρου ἀρχαίην κακότητα καὶ ὁπλοτέρης λίνα Μοίρης ἔστενε, καὶ δολίου μεμνημένος εἰσέτι φίλτρου παιδὸς ἀλεξικάκου κινυρῇ βρυχήσατο φωνῇ, τοῦ δὲ κινυρομένοιο κατέρρεε δάκρυα μύθῳ·

30

(150)

„μῆτερ ἐμὴ καὶ μαῖα, δολοπλόκε δύσγαμε κούρη, τίπτε μοι οὐ σχεδὸν ἦλθες, ὅτ’ ἐγγύθεν ἦλθον ὀλέθρου;
νῦν πόθεν οὐ χραίσμησας ἐμοὶ πάλιν, ἄτρομε κούρη; πῇ σέο φίλτρον ἔβη φυσίζοον; ἦ ῥα φυλάσσεις πιστὰ τεῷ ζώοντι καὶ οὐ θνήσκοντι τοκῆι;105 in vol. 2
155εἰ δόλος ἐξ Ἀίδαο δυνήσεται ἄνδρα κομίζειν, δίζεό μοι δόλον ἄλλον ἀρείονα, δίζεο βουλὴν κερδαλέην θανάτοιο, μετὰ χθονίους κενεῶνας ὄφρα πύλας Ἀίδαο καὶ ἐν πολέμοισιν ἀλύξω, εἰ πέλε νόστιμος οἶμος ἀνοστήτοιο βερέθρου.“
160 τοῖον ἔπος μόγις εἶπε, καὶ οὐκέτι πείθετο φωνή. καὶ γενέτην ὁρόωσα νεούτατον ὑψόθι πύργου οἰκτρὴ ποικιλόδακρυς ἀνέβλυε πενθάδα φωνὴν Ἠερίη· σκολιὴν δὲ κόμην ᾔσχυνε κονίῃ, στήθεα γυμνώσασα δαϊζομένοιο χιτῶνος,
165καὶ κεφαλὴν ἤρασσεν· ἀνηκούστῳ δὲ τοκῆι, οἷά περ εἰσαΐοντι, τόσην ἐφθέγξατο φωνήν· „υἱὲ πάτερ βαρύποτμε γαλακτοφόρου σέο κούρης, σήμερον ἀπνεύστοις ἐπὶ χείλεσι σεῖο θανόντος ποῖον ἔχω γλάγος ἄλλο φερέσβιον, ᾧ ἔπι δειλὴ
170ψυχὴν ὑμετέρην παλινάγρετον εἰς σὲ κομίσσω; ποῖον ἐγὼ πάλιν ἄλλον ἀρηγόνα μαζὸν ὀρέξω; αἴθε καὶ Ἀιδονῆα δυνήσομαι ἠπεροπεύειν.
σοί, πάτερ, ἓν γέρας ἄλλο φυλάσσεται· οὐ γὰρ ἐάσσω μοῦνον ἐνὶ φθιμένοις σε· σὺ δὲ κταμένης σέο κούρης106 in vol. 2
175δέξο καὶ αὐχένος αἷμα μετὰ προτέρου γάλα μαζοῦ. ἔλθετε, Δηριάδαο φυλάκτορες, ἀντὶ δὲ κείνου δείξατέ μοι μυχὸν ἄλλον ἔσω χθονός, ἧχι μολοῦσα νεκρὸν ἐμὸν γενετῆρα πάλιν ζώοντα τελέσσω. οὐκ Ἀίδης φυλάκεσσιν ὁμοίιος, ὄφρα τελέσσω
180λυσίπονον δόλον ἄλλον ἀοσσητῆρα τοκῆος. ἤθελον ἆορ ἐκεῖνο μιαιφόνον, ὄφρα δαμείην πατροφόνῳ βαρύθυμος ὀλισθήσασα σιδήρῳ. οὗτος, ὃς ἡμετέρου κεφαλὴν ἔτμηξε τοκῆος, κτεῖνε καὶ Ἠερίην μετὰ Τέκταφον, ὄφρα τις εἴπῃ·
185‘καὶ γενέτην καὶ παῖδα μιῇ πρήνιξε μαχαίρῃ‘.“ ἔννεπε δακρυχέουσα· πόνος δ’ ἠέξετο μείζων καὶ διδύμαις στρατιῇσιν ἐπερρίπιζεν ἐνυώ. Ταιναρίδην δ’ ἔκτεινε Δασύλλιον ἄορι Μορρεύς, μή ποτε δυσμενέεσσιν ἀπορρίψαντα βοείην,
190ἀντιβίοις ἀτίνακτον Ἀμυκλαῖον πολιήτην, γναθμοῦ δεξιτεροῖο παρ’ ὀστέον ἔγχος ἐρείσας. ἔκτανε δ’ Ἀλκιμάχειαν ὀρίδρομον, εἰν ἑνὶ θεσμῷ ἠνορέην καὶ κάλλος ὑπέρτερον ἥλικος ἥβης, κούρην Ἁρπαλίωνος ἐρισταφύλοιο τοκῆος,
195ἣ πέλε τολμήεσσα καὶ εἰς δόμον ἤλυθεν Ἥρης
κισσὸν ἀερτάζουσα, τὸν Ἀργολὶς ἔστυγε δαίμων, ὅσσον ἐρευθιόωσαν ἐθήμονα φίλατο ῥοιήν· καὶ βρέτας εὐποίητον ἐμάστιεν οἴνοπι θύρσῳ, χάλκεον ἀμπελόεντι δέμας πλήσσουσα κορύμβῳ,107 in vol. 2

30

(200)

μητρυιὴν βαρύμηνιν ἀτιμάζουσα Λυαίου. οὐδὲ χόλον δασπλῆτα † καθαψαμένης φύγεν Ἥρης Λημνιὰς Ἀλκιμάχεια θεημάχος· ἀλλ’ ἐνὶ γαίῃ ὀθνείῃ κτερέιστο, μετὰ πτολέμους δὲ τοκῆα οὐκ ἴδεν Ἁρπαλίωνα τὸ δεύτερον, οὐκ ἴδε πάτρην,
205Λῆμνον Ἰησονίης νυμφήιον Ὑψιπυλείης· ἀλλὰ παρὰ ξείνοισι χυτῇ κεκάλυπτο κονίῃ, πότμον ἀμειβομένη τιμήορον. ἆ μέγα δειλή, ἤμβροτεν Ἁρπαλίωνος, ἐνοσφίσθη δὲ Λυαίου. οὐδὲ δαϊζομένης ζαμενὴς ἐκορέσσατο Μορρεὺς
210Μαινάδος Ἀλκιμάχης θεοπαίγμονος· ἀλλὰ καὶ αὐτὴν Ἤλιδα ναιετάουσαν Ὀλύμπιον οὖδας ἀρούρης Ἀλφειοῦ παρὰ χεῦμα φιλοστεφάνου ποταμοῖο ἔκτανε Κωδώνην ἔτι παρθένον. ἵλατε, Μοῖραι, οὐ πλοκάμους ἐλέαιρε μαραινομένοιο καρήνου,
215οὐ ῥοδέην ἀκτῖνα κονιομένοιο προσώπου· οὐδὲ περὶ στέρνοισιν ἴσον τροχοειδέι μήλῳ μαζὸν ἰδὼν ἐλέαιρεν, ἀκαμπέα κέντορα μίτρης, οὐδὲ βαθυνομένοιο τομὴν ᾐδέσσατο μηροῦ, ἀλλὰ τόσον κτάνε κάλλος ἀώριον· οὐταμένη δὲ
220ἡ μὲν ἐπὶ χθονὶ πῖπτεν· ἀπειρεσίας δὲ διώκων Μαινάδας εὐπέπλους κορυθαιόλος ἔκτανε Μορρεύς· Εὐρυπύλην Στερόπην τε Σόην τ’ ἤμησε μαχαίρῃ, καὶ Σταφύλην ἐδάιξεν, ἐρευθαλέην τε Γιγαρτὼ οὔτασε, καὶ ῥοδόεντος ὑπὲρ μαζοῖο τορήσας108 in vol. 2
225στέρνα Μελικταίνης φονίῳ πόρφυρε σιδήρῳ. καὶ φθονεροὶ Τελχῖνες ἐπεστρατόωντο κυδοιμῷ, ὃς μὲν ἔχων ἐλάτην περιμήκετον, ὃς δὲ κρανείης θάμνον ὅλον πρόρριζον, ὁ δὲ πρηῶνος ἀράξας ἄκρον ἀπηλοίησε καὶ ἐς μόθον ἤιεν Ἰνδῶν
230λᾶαν ἀκοντιστῆρα μεμηνότι πήχεϊ σείων. Ἥρη δ’ ἀλλοπρόσαλλος ἐπιβρίζουσα Λυαίῳ δῶκε μένος καὶ θάρσος ἀγήνορι Δηριαδῆι, καί οἱ ἀριστεύοντι σελασφόρον ὤπασεν αἴγλην εἰς φόβον ἀντιβίοισι· κορυσσομένου δὲ φορῆος
235ἀσπίδος Ἰνδῴης ἀμαρύσσετο φοίνιος αἴγλη, καὶ κυνέης σελάγιζεν ὑπὲρ λόφον ἁλλομένη φλόξ. καὶ θρασὺς ἔτρεμε Βάκχος, ὅπως ἴδε Δηριαδῆος ὀμφαλὸν ἀστράπτοντα πυριβλήτοιο βοείης καὶ σέλας ἠερόφοιτον ἀναπτομένης τρυφαλείης·
240τὸν μὲν ἰδὼν Διόνυσος ἐθάμβεεν, οὐδέ οἱ ἔτλη ἀντιάσαι, νοέων δὲ κορυσσομένης δόλον Ἥρης
ποσσὶν ἀναινομένοισιν ἐχάζετο δηιοτῆτος. καὶ τότε θαρσήεντες ἐπὶ κλόνον ἤιον Ἰνδοί, ὑσμίνην Βρομίοιο λελοιπότος· εἰσορόων δὲ109 in vol. 2
245Δηριάδης ἐδάϊζεν ἐπασσυτέρων στίχα Βάκχων ἐγχείην ἑκάτερθε παλινδίνητον ἑλίσσων. ἀσχαλόων δ’ Ἰόβακχος ἀνήιεν εἰς ῥάχιν ὕλης, καὶ κλονέειν ἀνέμοισιν ἐπέτρεπεν ἐλπίδα χάρμης, μητρυιῆς τρομέων χόλον ἄγριον. ἦλθε δ’ Ἀθήνη

30

(250)

οὐρανόθεν· πρὸ γὰρ ἧκε διάκτορον ὑψιμέδων Ζεύς, γνωτὸν ὅπως φεύγοντα, φόβῳ δεδονημένον Ἥρης, εἰς ἐνοπὴν ἐρύσειε μεταστρέψαντα μενοινήν· στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἐδράξατο Βάκχου, μούνῳ φαινομένη βλοσυρὴ θεός· ἐκ δὲ προσώπου
255μαρμαρυγὴν πυρόεσσαν ἀνηκόντιζον ὀπωπαί· καὶ νοεροὺς σπινθῆρας ἐπιπνείουσα Λυαίῳ μεμφομένῃ κοτέουσα φιλοπτολέμῳ φάτο φωνῇ· „πῇ φεύγεις, Διόνυσε; τί σοι φόβος ἀντὶ κυδοιμοῦ; πῇ σέθεν ἄλκιμα θύρσα καὶ ἀμπελόεντες ὀιστοί;
260ἀμφὶ σέθεν τίνα μῦθον ἐμῷ Κρονίωνι βοήσω; ποῖον ἴδον κατὰ δῆριν ὀλωλότα κοίρανον Ἰνδῶν; ζώει Δηριάδης καὶ μάρναται εἰσέτι Μορρεύς.
ποίην δ’ οὐρανίην ἐπεδείκνυες ἔμφυτον ἀλκήν; ἢ Λιβύης ἐπέβης; ἢ Περσέος εἶχες ἀγῶνα;110 in vol. 2
265ἢ Σθεννοῦς ἴδες ὄμμα λιθώπιδος ἠὲ καὶ αὐτῆς δύσμαχον Εὐρυάλης μυκώμενον ἀνθερεῶνα; ἢ πλοκάμους ἐνόησας ἐχιδνοκόμοιο Μεδούσης, καί σε πολυσπερέων περιδέδρομε χάσμα δρακόντων; οὐ Σεμέλη τέκε παῖδα μαχήμονα· Γοργοφόνον δὲ
270ἄξιον υἷα λόχευσεν ἐμοῦ Διὸς Ἀκρισιώνη· οὐ γὰρ ἐμὴν δρεπάνην πτερόεις ἀπεσείσατο Περσεύς, Ἑρμείαν δὲ γέραιρεν ἑῶν δωτῆρα πεδίλων. γείτονα μάρτυν ἔχω πετρώδεα θῆρα θαλάσσης· εἴρεό μοι Κηφῆα, τά περ κάμε Περσέος ἅρπη·
275ἀντολίην δ’ ἐρέεινε καὶ ἕσπερον· ἀμφότερον γάρ, Νηρεΐδες τρομέουσι τὸν Ἀνδρομέδης παρακοίτην, Ἑσπερίδες μέλπουσι τὸν ἀμητῆρα Μεδούσης. Αἰακὸς ἀπτοίητος ὁμοίιος οὐ πέλε Βάκχῳ, οὐ φύγε Δηριάδην, οὐκ ἔτρεμε φύλοπιν Ἰνδῶν.
280χθιζὰ πάλιν σε φόβησεν Ἄραψ πρόμος· ἐξέτι κείνου ἅζομαι Ἄρεα θοῦρον ἰδεῖν γενετῆρα Λυκούργου, ἀδρανίην βοόωντα φυγοπτολέμου Διονύσου. σὸς καὶ ἐμὸς γενέτης οὐκ ἔτρεμε δηιοτῆτα, εὖτε θεοὶ Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ.
285ποίην Ὀρσιβόην ληίσσαο δεσπότιν Ἰνδῶν; Χειροβίην οὐκ εἶδε δορικτήτην σέο Ῥείη. ἱλήκοι Διὸς εὖχος, ἀδελφεὸν οὔ σε καλέσσω
Δηριάδην φεύγοντα καὶ ἀπτολέμων γένος Ἰνδῶν. ἀλλὰ λαβὼν σέο θύρσα πάλιν μιμνήσκεο χάρμης,111 in vol. 2
290καὶ στρατιῆς προμάχιζε, κορυσσομένῃσι δὲ Βάκχαις ὄψεαι εὐθώρηκα συναιχμάζουσαν Ἀθήνην, αἰγίδα κουφίζουσαν ἀνούτατον ὅπλον Ὀλύμπου.“ ὣς φαμένη Βρομίῳ μένος ἔμπνεεν· αὐτὰρ ὁ θυμῷ θαρσήεις πολέμιζε τὸ δεύτερον, ἐσσομένης δὲ
295νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Τριτογενείῃ. ἔνθα τίνα πρῶτον, τίνα δ’ ὕστατον ἔκτανε Βάκχος, ὁππότε μιν θάρσυνε μόθων ἀκόρητος Ἀθήνη; κτεῖνε μὲν ἀντιβίων ἑκατοντάδα νηλέι θύρσῳ, πολλοῖς δ’ ἕλκος ὄπασσε πολύτροπον ἔγχεϊ τύπτων

30

(300)

ἠὲ φυτῶν ἑλίκεσσιν ἢ εὐόρπηκι κορύμβῳ, ἢ λίθον αἰχμάζων κραναὸν βέλος· οἱ δὲ τυπέντες δαιμονίῃ καναχηδὸν ἐβακχεύθησαν ἱμάσθλῃ. Φρίγγου δ’ οὔτασεν ὦμον ἀριστερὸν ὀξέι θύρσῳ· ὃς δὲ θορὼν ἀκίχητος ἐχάζετο· τὸν δὲ φυγόντα
305θηγαλέῳ βουπλῆγι κατεπρήνιξε Μελισσεύς. Ἐγρετίῳ δ’ ἐπόρουσε φιλεύιον ἔγχος ἑλίσσων θυρσομανὴς Διόνυσος ἑκηβόλος· ἱπταμένη δὲ Βακχιὰς ἐρροίζησε δι’ ἠέρος ἔγχεος αἰχμὴ ἄνδρα βαλεῖν ἐθέλουσα, καὶ Ἐγρετίοιο φυγόντος ...
310ἔχραε Βωλίγγεσσι, καὶ ἐγρεμόθους Ἀραχώτας εἰς φόβον ἐπτοίησε· φιλακρήτῳ δὲ πετήλῳ
φρικτὰ δοριθρασέων ἐδαΐζετο φῦλα Σαλαγγῶν· καὶ στρατὸς ἐπτοίητο φερεσσακέων Ἀριηνῶν· καὶ προμάχους Φρίγγοιο καὶ Ἐγρετίοιο διώκων112 in vol. 2
315Εὔιος ἐπτοίησεν ὅλον στρατὸν Οὐατοκοίτην· καὶ Λύγον αἱματόεντος ἀπεστυφέλιξε κυδοιμοῦ ἀλκήεις Ἰόβακχος· ἐφεδρήσσοντα δὲ δένδρῳ οὔτασε Μειλανίωνα δολοπλόκον οἴνοπι θύρσῳ, Βασσαρίδας κρυφίοισιν ὀιστεύοντα βελέμνοις·
320ἀλλά μιν ἐζώγρησεν ἀπήμονα δύσμαχος Ἥρη, ὅττι δόλῳ κεκόρυστο καὶ ἔχραε πολλάκι Βάκχαις κρυπταδίοις πολέμοισιν· ἀεὶ δέ μιν ἔκρυφε πέτρη ἢ φυτὸν ὑψικάρηνον ὑποκρυφθέντα πετήλοις, ἀνέρας ἀφράστοισιν ὀιστεύοντα βελέμνοις.
325Ἰνδοὶ δ’ ἀνδροφόνοιο μετεσσεύοντο κυδοιμοῦ
ἠνορέην τρομέοντες ἀνικήτου Διονύσου.113 in vol. 2

31

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΡΙΑΚΟΣΤΟΝ ΠΡΩΤΟΝ.
1 Ὣς ὁ μὲν Ἰνδῴοιο τυπεὶς ἴυγγι κυδοιμοῦ Βάκχος Ἐρυθραίης περιδέδρομε κόλπον ἀρούρης, χρύσεα χιονέῃσι παρηίσι βόστρυχα σείων. Ἥρη δὲ φθονεροῖσιν ἀνοιδαίνουσα μερίμναις
5† ἴκελον ἀπειλητῆρι κατέγραφεν ἠέρα ταρσῷ, αὐτόθι παπταίνουσα πολυσπερέων στρατὸν Ἰνδῶν θύρσοις ἀνδροφόνοισιν ἀλοιηθέντα Λυαίου. καὶ χόλον ἄλλον ἔγειρεν Ἐρυθραίῳ παρὰ πόντῳ Ἀνδρομέδης ὁρόωσα πολύπλοκα λείψανα δεσμῶν
10καὶ λίθον ἐν ψαμάθῳ, βλοσυρὸν τέρας Ἐννοσιγαίου. ἀχνυμένη δ’ ἑὸν ὄμμα παρέτραπε, μὴ παρὰ πόντῳ Γοργοφόνου Περσῆος ἴδῃ χαλκήλατον ἅρπην. ἤδη γὰρ ταχύγουνον ἐν ἠέρι ταρσὸν ἑλίσσων δίψιον ἀμφὶ τένοντα Λίβυν πορθμεύετο Περσεὺς
15νηχόμενος πτερύγεσσι· μονογλήνου δὲ γεραιῆς Φορκίδος ἀγρύπνοιο λαβὼν ὀφθαλμὸν ἀλήτην δύσβατον ἄντρον ἔδυνε, καὶ ἀμώων παρὰ πέτρῃ
λήια συρίζοντα, θαλύσια λοξὰ κομάων, Γοργόνος ὠδίνοντα διέθρισεν ἀνθερεῶνα,114 in vol. 2
20καὶ δρεπάνην φοίνιξε· δαϊζομένης δὲ Μεδούσης αἱμοβαφῆ παλάμην ὀφιώδεϊ λοῦσεν ἐέρσῃ, κρᾶτα ταμών· χρυσέῳ δὲ σὺν ἄορι παῖδα λοχεύων ἱππείην ἐλόχευσε γονὴν διδυμητόκος αὐχήν. καὶ φθονερὸς πραπίδεσσι χόλος διεπάφλασεν Ἥρης
25ζῆλον ἐρευγομένης ἐπὶ Περσέι καὶ Διονύσῳ. ἤθελε δὲ Κρονίδαο καὶ ὄμματα καὶ φρένα θέλγειν εἰς γάμον ἠπεροπῆα καὶ εἰς πτερὸν ἡδέος Ὕπνου ἑλκόμενον μετὰ λέκτρον, ὅπως δολίῃ τινὶ τέχνῃ Ζηνὸς ἔτι κνώσσοντος ἐπιβρίσειε Λυαίῳ.
30ὀρφναίην δ’ Ἀίδαο μετήλυθε πανδόκον αὐλήν· Περσεφόνην δ’ ἐκίχησε, δολόφρονι δ’ ἴαχε μύθῳ· „ὀλβίστην ἐνέπω σε, θεῶν ὅτι τηλόθι ναίεις· οὐ Σεμέλην ἐνόησας ἔσω ναίουσαν Ὀλύμπου. δείδια, μὴ Διόνυσον, ὃν ἀνδρομέη τέκε γαστήρ,
35ἀστεροπὴν κρατέοντα μετὰ Ζαγρῆα νοήσω ἢ χθονίαις παλάμῃσιν ἐλαφρίζοντα κεραυνούς. συλήθης, φερέκαρπε· παρὰ σταχυώδεϊ Νείλῳ ἀντὶ τεῆς Δήμητρος ἀμαλλοφόροιο τεκούσης
ἄλλῃ κῶμον ἄγουσι, νόθη δέ τις ὄμπνια Δηὼ115 in vol. 2
40ταυροφυὴς κερόεσσα φατίζεται Ἰναχὶς Ἰώ. Ἄρεα δ’, ὅν περ ἔτικτον, ὃν οὐρανίη τέκε γαστήρ, υἱὸν ἐμὸν χθονίῳ πεπεδημένον ἀκλέι δεσμῷ κρύψεν ἔσω κεράμοιο περισφίγξας Ἐφιάλτης· οὐδέ οἱ ἐχραίσμησεν ἐμὸς πόσις οὐράνιος Ζεύς,
45ἀλλὰ τόκον Σεμέλης φλογερῶν ἐρρύσατο πυρσῶν, καὶ βρέφος εἰσέτι Βάκχον ἀνεζώγρησε κεραυνοῦ, ἡμιτελῆ νόθον υἷα· δαϊζομένου δὲ μαχαίραις Ζαγρέος οὐ προμάχιζεν ἐπουρανίου Διονύσου. τοῦτό με μᾶλλον ὄρινεν, ὅτι Κρονίδης πόλον ἄστρων

31

(50)

ἕδνα πόρεν Σεμέλῃ καὶ Τάρταρα Περσεφονείῃ· οὐρανὸς Ἀπόλλωνι φυλάσσεται, οὐρανὸν Ἑρμῆς ναιετάει· σὺ δὲ τοῦτον ἔχεις δόμον ἔμπλεον ὄρφνης. τί πλέον, ὅττι δράκοντος ἔχων ψευδήμονα μορφὴν δεσμὸν ἀσυλήτοιο τεῆς σύλησε κορείης,
55εἰ μετὰ λέκτρον ἔμελλε τεὰς ὠδῖνας ὀλέσσαι; Ζεὺς μὲν ἄναξ κατ’ Ὄλυμπον ἔχει δόμον ἔμπλεον ἄστρων, γνωτῷ δ’ ὑγρομέδοντι γέρας πόρεν ἁλμυρὸν ὕδωρ, καὶ ζόφον ἀχλυόεντα τεῷ πόρεν οἶκον ἀκοίτῃ. ἀλλὰ τεὰς θώρηξον Ἐρινύας οἴνοπι Βάκχῳ,
60μὴ βροτὸν ἀθρήσαιμι νόθον σκηπτοῦχον Ὀλύμπου, αἴδεο λισσομένην Διὸς εὐνέτιν, αἴδεο Δηώ, αἴδεο † λισσομένην καθαρὴν Θέμιν, ὄφρα κεν Ἰνδοὶ βαιὸν ἀναπνεύσωσι τινασσομένου Διονύσου·
ἔσσο μοι ἀχνυμένῃ τιμήορος, ὅττι Κρονίων116 in vol. 2
65Βάκχῳ νέκταρ ὄπασσε καὶ Ἄρεϊ λύθρον ἐνυοῦς. μηδὲ νέον Διόνυσον ἀνυμνήσωσιν Ἀθῆναι, μηδὲ λάχῃ γέρας ἶσον Ἐλευσινίῳ Διονύσῳ, μὴ τελετὰς προτέροιο διαλλάξειεν Ἰάκχου, μὴ τάλαρον Δήμητρος ἀτιμήσειεν ὀπώρῃ.“
70ὣς φαμένη συνέχευεν ὅλην φρένα Περσεφονείης, δάκρυσι ποιητοῖσι διαινομένοιο προσώπου, αἱμύλα κωτίλλουσα. θεὰ δ’ ἐπένευσε θεαίνῃ, καί οἱ δῶκε Μέγαιραν ὁμόστολον, ὄφρα τελέσσῃ βάσκανον ὄμμα φέρουσα νόον ζηλήμονος Ἥρης.
75 ἡ δὲ θυελλήεντι διαΐξασα πεδίλῳ τρὶς μὲν ἀνηέρθη, τὸ δὲ τέτρατον ἵκετο Γάγγην· καὶ νέκυν Ἰνδὸν ὅμιλον ἀμειδέι δεῖξε Μεγαίρῃ καὶ στρατιῆς ἱδρῶτα καὶ ἠνορέην Διονύσου· Ἰνδοφόνους δὲ Μέγαιρα πόνους ὁρόωσα Λυαίου
80ζηλήμων ἐμέγηρε καὶ οὐρανίης πλέον Ἥρης. ἡ δὲ νόῳ κεχάρητο· δρακοντοκόμῳ δὲ θεαίνῃ σαρδόνιον γελόωσα κατηφέα ῥήξατο φωνήν· „οὕτω ἀριστεύουσι νέοι βασιλῆες Ὀλύμπου, οὕτω ἀκοντίζουσι νόθοι Διός· ἐκ Σεμέλης δὲ
85Ζεὺς ἕνα παῖδα λόχευσεν, ἵνα ξύμπαντας ὀλέσσῃ
Ἰνδοὺς μειλιχίους καὶ ἀμεμφέας· ἀλλὰ δαείη Ζεὺς ἄδικος καὶ Βάκχος, ὅσον σθένος ἐστὶ Μεγαίρης. ὦ πόποι, οἷον ἄθεσμον ἔχει νόον ὑψιμέδων Ζεύς· Τυρσηνοῖς ἀδίκοις οὐ μάρναται, ὅττι μαθόντες117 in vol. 2
90φώρια θεσμὰ βίαια κακοξείνων ἐπὶ νηῶν ἅρπαγες ἀλλοτρίων Σικελῇ πλώουσι θαλάσσῃ· οὐ κτάνε δυσσεβέων Δρυόπων γένος, οἷς βίος αἰχμαὶ καὶ φόνος· εὐσεβίῃ δὲ μεμηλότας ἔκτανεν Ἰνδούς, οὓς τάχα πασιμέλουσα Θέμις μαιώσατο μαζῷ.
95ὦ πόποι, οἷον ἄθεσμον ἔχει νόον· ἀθάνατον γὰρ θνητὸς ἀνὴρ ἔφλεξε τόσον καὶ τοῖον Ὑδάσπην, θνητὸς ἀνὴρ ἔφλεξε, τὸν οὐράνιος τέκετο Ζεύς.“ ὣς φαμένη πεπότητο δι’ αἰθέρος· ἡ δὲ σιωπῇ γείτονα Καυκασίης ὑπὸ φωλάδα πέζαν ἐρίπνης

31

(100)

φρικτὸν ἀμειψαμένη μελέων ὀφιώδεα μορφήν, γλαυκὶ φυὴν ἰκέλη μένεν αὐτόθι, μέχρι νοήσῃ Ζῆνα μέγαν κνώσσοντα· τὸ γὰρ φάτο κοίρανος Ἥρη. αὐτὴ δὲ Χρεμέταο μετήιεν Ἕσπερον ὕδωρ Ἥρη μητιόωσα, γέρων βαρὺς ὁππόθι κάμνει
105οὐρανίῃ στροφάλιγγι Λίβυς κυρτούμενος Ἄτλας, καὶ Ζεφύρου δυσέρωτος ἐδίζετο σύγγαμον Ἶριν, Ζηνὸς ἐπειγομένοιο διάκτορον, ὄφρα τελέσσῃ ἠερόθεν σκιόεντι ποδήνεμον ἄγγελον Ὕπνῳ.
τὴν δὲ καλεσσαμένη φιλίῳ μειλίξατο μύθῳ·118 in vol. 2
110 „Ἶρις, ἀεξιφύτου Ζεφύρου χρυσόπτερε νύμφη, εὔλοχε μῆτερ Ἔρωτος, ἀελλήεντι πεδίλῳ σπεῦδε μολεῖν ζοφόεντος ἐς Ἑσπέριον δόμον Ὕπνου· δίζεο καὶ περὶ Λῆμνον ἁλίκτυπον· εἰ δέ μιν εὕρῃς, λέξον, ἵνα Κρονίωνος ἀθελγέος ὄμματα θέλξῃ
115εἰς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξω. ἀλλὰ δέμας μετάμειβε, μελανζώνου δὲ θεαίνης μορφὴν Νυκτὸς ἔχουσα δυσειδέα μητέρος Ὕπνου γίνεο κυανέη ψευδώνυμος, ὅττι καὶ αὐτὴ ἀντιτύποις μελέεσσιν, ὅτε χρέος ἐστὶν ἀνάγκης,
120εἰς Θέμιν, εἰς Κυθέρειαν, ἐς Ἄρτεμιν εἶδος ἀμείβω. Πασιθέης δ’ ὑμέναιον ὑπόσχεο, τῆς διὰ κάλλος ἱμείρων ἀνύσειεν ἐμὸν χρέος· οὔ σε διδάξω, ὅττι γυναιμανέων τις ἐπ’ ἐλπίδι πάντα τελέσσει.“ ὣς φαμένης πεπότητο θεὰ χρυσόπτερος Ἶρις
125ἠέρα παπταίνουσα, καὶ εἰς Πάφον, εἰς χθόνα Κύπρου ἀπλανὲς ὄμμα τίταινε, τὸ δὲ πλέον ὑψόθι Βύβλου Ἀσσυρίου σκοπίαζεν Ἀδώνιδος εὔγαμον ὕδωρ, διζομένη περίφοιτον ἀλήμονος ἴχνιον Ὕπνου. εὗρε δέ μιν γαμίοιο παρὰ κλέτας Ὀρχομενοῖο·
130κεῖθι γὰρ αἰὲν ἔμιμνε νοοπλανὲς ἴχνος ἑλίσσων, Πασιθέης ἐρόεντα παρὰ προπύλαια θαμίζων. καὶ δέμας ἀλλάξασα μετάτροπον εὔσκοπος Ἶρις
κυανέης ἄγνωστον ἐδύσατο Νυκτὸς ὀπωπήν· Ὕπνου δ’ ἐγγὺς ἵκανε δολοπλόκος· οἷα δὲ μήτηρ119 in vol. 2
135κλεψινόοις ὀάροις ἀπατήλιον ἴαχε φωνήν· „τέκνον ἐμόν, τέο μέχρις ἐμὲ Κρονίδης ἀθερίζει; οὐχ ἅλις, ὡς Φαέθων με βιάζεται, ὅττι καὶ αὐτὸς Ὄρθρος ἀκοντίζει με καὶ Ἠριγένεια διώκει; Ζεὺς νόθον υἷα φύτευσεν, ὅπως ἐμὸν Ὕπνον ἐλέγξῃ.
140εἷς βροτὸς αἰσχύνει με καὶ υἱέα· παννύχιος γὰρ μυστιπόλῳ σπινθῆρι φεραυγέα δαλὸν ἀνάπτων Βάκχος ἀμαλδύνει με, καὶ ἐγρήσσων σε χαλέπτει. Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; οὐκέτι θέλγεις ἀνέρας ἐγρήσσοντας, ὅτι χθονίοιο Λυαίου
145κῶμον ἐμὸν νίκησε νόθον σέλας· ἡμετέρων γὰρ φαιδροτέραις δαΐδεσσι κατακρύπτει φλόγας ἄστρων. εἷς βροτὸς αἰσχύνει με φαεσφόρος, ὅττι καλύπτει, καὶ μεγάλην περ ἐοῦσαν, ἐμῆς ἀκτῖνα Σελήνης. ἅζομαι Ἠριγένειαν ἐπεγγελόωσαν Ὀμίχλῃ,

31

(150)

ὅττι νόθον μεθέπω νύχιον σέλας· ἀλλοτρίῳ γὰρ ποιητῷ Φαέθοντι φαείνομαι ἠματίη Νύξ. ἀλλὰ σύ μοι, φίλε κοῦρε, χολώεο δίζυγι θεσμῷ μυστιπόλοις Σατύροισι καὶ ἀγρύπνῳ Διονύσῳ·
155δὸς χάριν ἀχνυμένῃ σέο μητέρι, δὸς χάριν Ἥρῃ,
154καὶ Διὸς ὑψιμέδοντος ἀθελγέα θέλξον ὀπωπὴν
156ἐς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξῃ, οὓς Σάτυροι κλονέουσι καὶ εἰσέτι Βάκχος ὀρίνει.
Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; ἢν ἐθελήσῃς, τρέψον ἐμοὶ τεὸν ὄμμα, καὶ ἑπταπύλῳ παρὰ Θήβῃ120 in vol. 2
160πάννυχον ἐγρήσσοντα πάλιν Κρονίωνα νοήσεις· λῦσον ἀτασθαλίην ἀδίκου Διός· Ἀμφιτρύων μὲν νόσφιν ἑοῦ θαλάμοιο σιδηροχίτων μετανάστης μάρναται· Ἀλκμήνῃ δὲ παρέζεται ἐνδόμυχος Ζεύς, νυμφιδίην ἀκόρητος ἔχων τρισέληνον ὀμίχλην.
165μὴ Διὸς ἐγρήσσοντος ἴδω καὶ νύκτα τετάρτην. ἀλλά, τέκος, Κρονίωνι κορύσσεο, μὴ πάλιν ἄλλην, μὴ πάλιν ἐννεάκυκλον ἀναπλήσειεν ὀμίχλην. Μνημοσύνης προτέρης μιμνήσκεο· τῇ παριαύων ἐννέα νύκτας ἔμιμνεν, ἔχων ἄγρυπνον ὀπωπήν,
170οἶστρον ἔχων πολύτεκνον ἀκοιμήτων ὑμεναίων. πανδαμάτωρ θεὸς ἄλλος ὁμόπτερος, εἴκελος Ὕπνῳ, βαιὸς Ἔρως, Κρονίδην ὀλίγῳ νίκησε βελέμνῳ. Γηγενέων δ’ ἐλέαιρε γονὴν μελανόχροον Ἰνδῶν· δὸς χάριν· ὑμετέρης γὰρ ὁμόχροές εἰσι τεκούσης·
175ῥύεο κυανέους, κυανόπτερε· μηδὲ χαλέψῃς Γαῖαν ἐμοῦ γενετῆρος ὁμήλικα, τῆς ἄπο μούνης πάντες ἀνεβλάστησαν, ὅσοι ναετῆρες Ὀλύμπου. μὴ τρομέοις Κρονίδην, ὅτε σύγγαμος ἵλαος Ἥρη· μὴ τρομέοις Σεμέλην, ἣν ἔφλεγεν αὐτὸς ἀκοίτης.
180οὐ στεροπὴ πυρόεσσα δυνήσεται ἰσοφαρίζειν, οὐ βροντὴ βαρύδουπος ἀρασσομένων νεφελάων· μοῦνον ἐμοὶ πτερὰ πάλλε, καὶ ἀκλινέων ἐπὶ λέκτρων μίμνει Ζεὺς ἀτίνακτος, ὅσον χρόνον, Ὕπνε, κελεύεις.
ἔκλυον, ὡς ποθέεις Χαρίτων μίαν· ἀλλ’ ἐνὶ θυμῷ121 in vol. 2
185οἶστρον ἔχων θαλάμοιο φυλάσσεο, μηδὲ χαλέψῃς μητέρα Πασιθέης, ζυγίην θαλαμηπόλον Ἥρην. εἰ δὲ σὺ ναιετάεις παρὰ Τηθύι Λευκάδα πέτρην, Δηριάδῃ χραίσμησον, ὃν ἤροσεν Ἰνδὸς Ὑδάσπης· γείτονι πιστὰ φύλαξον, ἐπεὶ τεὸς ἠχέτα γείτων
190Ὠκεανὸς κελάδων προπάτωρ πέλε Δηριαδῆος.“ ὣς φαμένη παρέπεισε. καὶ οἷά τε μητρὸς ἀκούων Ὕπνος ἀνεπτοίητο, καὶ ὤμοσεν ὄμματα θέλγειν Ζηνὸς ἀκοιμήτοιο καὶ εἰς τριτάτης δρόμον Ἠοῦς· ἀλλά μιν ᾔτεεν Ἶρις, ἵνα Κρονίωνα πεδήσῃ
195ὑπνώειν ἕνα μοῦνον ἐπὶ δρόμον Ἠριγενείης. αὐτόθι δ’ Ὕπνος ἔμιμνε, δεδεγμένος εὔγαμον ὥρην. καὶ ταχινὴ πεπότητο θεὰ παλινόστιμος Ἶρις· σπερχομένη δ’ ἤγγειλεν ἀμεμφέα μῦθον ἀνάσσῃ. ἡ δὲ θυελλήεντι δι’ ἠέρος ἵπτατο ταρσῷ,

31

(200)

καὶ δόλον ἔπλεκεν ἄλλον, ὅπως Διὸς ἐγγύθεν ἔλθῃ κεστὸν ἀερτάζουσα, πόθου θελξίφρονα μίτρην. καὶ Παφίην μάστευεν· ὑπὲρ Λιβάνοιο δὲ μούνην Ἀσσυρίην ἐκίχησεν ἐρημαίην Ἀφροδίτην ἑζομένην· Χάριτες γὰρ ἐς ἄνθεα ποικίλα κήπων
205εἰαριναὶ στέλλοντο, χορίτιδες Ὀρχομενοῖο, ἡ μὲν ἀμεργομένη Κίλικα κρόκον, ἡ δὲ κομίζειν βάλσαμον ἱμείρουσα καὶ Ἰνδῴου δονακῆος φυταλιήν, ἑτέρη δὲ ῥόδων εὐώδεα ποίην. θαμβαλέη δ’ ἀδόκητος ἑῶν ἀνεπήλατο δίφρων,122 in vol. 2
210ὡς Διὸς εἶδε δάμαρτα, Διὸς θυγάτηρ Ἀφροδίτη· ἀχνυμένην δ’ ὁρόωσα πολύτροπον ἴαχε φωνήν· „Ἥρη, Ζηνὸς ἄκοιτι, τί σοι χλοάουσι παρειαί; τίπτε τεαί, βασίλεια, κατηφέες εἰσὶν ὀπωπαί; ἦ ῥα πάλιν πέλεν ὄμβρος ἐπίκλοπος ὑέτιος Ζεύς;
215μὴ πάλιν ἔπλετο ταῦρος ἐν ὕδασιν ὑγρὸς ὁδίτης; τίς πάλιν Εὐρώπη σε βιάζεται; ἠὲ τίς ἄλλη Ἀντιόπη Νυκτῆος ἀναινομένου γενετῆρος ψευδαλέου Σατύρου λασίῃ νυμφεύεται εὐνῇ; μὴ νέος εἰς γάμον ἄλλον ἐπείγεται ἵππος ἐχέφρων,
220μιμηλοῖς στομάτεσσι νόθον χρεμετισμὸν ἰάλλων; μὴ Σεμέλην ἑτέρην λοχίῳ μνηστεύσατο πυρσῷ καὶ στεροπὴν ἐλέλιζε κυβερνήτειραν ἐρώτων; μὴ δαμάλης ἐπὶ λέκτρον ἐυκραίροιο χορεύει μυκηθμὸν προχέων φιλοτήσιον; ἢν ἐθελήσῃς,
225Ζηνὸς ὀπιπευτῆρα βοοσκόπον ἄλλον ἐγείρεις βουκόλον ἀγρύπνοις κεχαραγμένον Ἄργον ὀπωπαῖς. εἰπέ μοι εἰρομένῃ, καὶ ὅσον σθένος ἐστίν, ἀρήξω.“
ὣς φαμένην δολόεντι θεὰ προσπτύξατο μύθῳ· „Κύπρι θεά, θνητοῖσιν ἐάσσομεν οὖδας Ὀλύμπου.123 in vol. 2
230Ζεὺς Σεμέλην ἐς Ὄλυμπον ἀνήγαγε, μητέρα Βάκχου, ἄξει καὶ Διόνυσον ἐς αἰθέρα. τίς δόμος Ἥρην δέξεται; ἢ τίνα χῶρον ἐλεύσομαι; αἰδέομαι δέ, μὴ Σεμέλην ἐσίδοιμι νόθην βασίλειαν Ὀλύμπου. δείδια, μὴ ζοφόεντος ἴδω δόμον Ἰαπετοῖο,
235μή με λαβὼν ἐλάσειε μετὰ Κρόνον ἐκτὸς Ὀλύμπου. δισσὴ ἐγὼ γενόμην ἑκυρὴ σέθεν· ἡμετέρου γὰρ υἱέος Ἡφαίστοιο καὶ Ἄρεος ἔπλεο νύμφη. δείδια, μὴ μετὰ γαῖαν ἐν αἰθέρι νέκταρ ἐλέγχων ἄμπελον, ἣν καλέουσι, καὶ ἐν μακάρεσσι φυτεύσῃ.
240μή ποτε τοῦτο γένοιτο, Δίκη καὶ Γαῖα καὶ Ὕδωρ. κλήματα μὴ κομίσειεν ἐς αἰθέρα, μὴ χάριν εὐνῆς οὐρανὸν ἀμπελόεντα μετ’ ἀστερόεντα καλέσσω, μηδὲ πίω ποτὸν ἄλλο μετὰ γλυκὺ νέκταρ Ὀλύμπου. δείδια, μὴ μενέχαρμον ἴδω μεθύουσαν Ἀθήνην,
245μὴ δόρυ κουφίσσειεν ἐπ’ Ἄρεϊ καὶ Κυθερείῃ, μὴ σφαλερῇ ῥαθάμιγγι νοοσφαλέος Διονύσου αἰθέρι τολμήεσσαν ἀναστήσωσιν ἐνυὼ ἀστέρες οἰνοπλῆγες ἐπ’ ἀλλήλοισι μανέντες, μή ποτε βακχευθέντες ὅλοι ναετῆρες Ὀλύμπου

31

(250)

ὄργια μιμήσαιντο φερεσσακέων Κορυβάντων.
252οὐχ ἅλις αἶσχος ἐκεῖνο θεοστυγές, ὅττι δοκεύω
251Τρώιον ἡβητῆρα, Διὸς δρηστῆρα κυπέλλων,
253οὐρανὸν αἰσχύνοντα καὶ οἰνοχόον Διὸς Ἥβην,
χερσὶν ἐπιχθονίῃσιν ὅτε γλυκὺ νέκταρ ἀφύσσει;124 in vol. 2
255αἰδομένη δ’ ἐπὶ γαῖαν ἐλεύσομαι· ἀμφοτέροις δὲ αἰθέρα καλλείψω, Γανυμήδεϊ καὶ Διονύσῳ· αἰθέρα καλλείψω, Σεμέλης δόμον. εἷς δόμος ἔστω οὐρανὸς ἀμφοτέροις, καὶ Περσέι καὶ Διονύσῳ. ἵξομαι εἰς ἐμὸν Ἄργος, ἐς ἀγλαὸν ἄστυ Μυκήνης,
260ἐν χθονὶ ναιετάουσα· σὺν ἀχνυμένῃ δὲ τεκούσῃ ἕσπεται αὐτὸς Ἄρης, σέο νυμφίος· ἀλλὰ καὶ αὐτὴ Σπάρτης σῆς ἐπίβηθι, καὶ εὐθώρηκα δεχέσθω χαλκείῳ σὺν Ἄρηι χολωομένην Ἀφροδίτην. οἶδα, πόθεν μεθέπω τάδε πήματα· πατρὸς Ἐρινὺς
265ὕβριν ἀπαιτίζει με βιαζομένοιο τοκῆος, ὅττι Κρόνου γενετῆρος ἐπιβρίζουσα κυδοιμῷ σὺν Διὶ μαρναμένῳ Τιτηνιὰς ἔχραεν Ἥρη. καλὸν ἐμοί, Διόνυσον ἰδεῖν κατὰ μέσσον Ὀλύμπου ἥμενον ἐγγὺς Ἔρωτος, ὁμέστιον Ἀφρογενείῃ,
270αἰγίδα κουφίζοντα μετὰ Κρονίδην καὶ Ἀθήνην. ἀλλά, θεά, χραίσμησον, ἐμῆς δ’ ἐπίκουρον ἀνίης
273δός μοι κεστὸν ἱμάντα, τεὴν πανθελγέα μίτρην,
272εἰς μίαν ἠριγένειαν, ὅπως Διὸς ὄμματα θέλξω,
274καὶ Διὸς ὑπνώοντος ἐμοῖς Ἰνδοῖσιν ἀρήξω·
275δὸς χάριν ὀψιτέλεστον, ἐπεὶ κυανόχροες Ἰνδοὶ
ξεινοδόκοι γεγάασιν Ἐρυθραίης Ἀφροδίτης, οἷς κοτέων Διόνυσος ἐπέχραεν, οἷσι καὶ αὐτὸς θηλυμανὴς ἄστοργος ἐχώσατο παιδοτόκος Ζεύς, καὶ στεροπὴν ἐλέλιξε συναιχμάζων Διονύσῳ·125 in vol. 2
280δός μοι κεστὸν ἱμάντα βοηθόον, ᾧ ἔνι μούνῳ θέλγεις εἰν ἑνὶ πάντα· καὶ ἄξιός εἰμι φορέσσαι,
ὡς ζυγίη γεγαυῖα καὶ ὡς συνάεθλος Ἐρώτων.“126 in vol. 2

32

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΡΙΑΚΟΣΤΟΝ ΔΕΥΤΕΡΟΝ.
1 Ὣς φαμένη παρέπεισε· δολοφράδμων δ’ Ἀφροδίτη πείθετο κερδοσύνῃσιν, ἀνειρύσσασα δὲ κόλπου Ἥρῃ δῶρον ἔδωκε θελήμονι κεστὸν ἐρώτων. καί τινα μῦθον ἔλεξε χάριν θελκτῆρος ἱμάντος·
5 „δέχνυσο τοῦτον ἱμάντα, τεῆς ἐπίκουρον ἀνίης· θέλξεις δ’ εἰν ἑνὶ πάντα πόθων ἰθύντορι κεστῷ, Ἠέλιον καὶ Ζῆνα καὶ αἰθέρα καὶ χορὸν ἄστρων καὶ ῥόον ἀστήρικτον ἀτέρμονος Ὠκεανοῖο.“ εἶπε, καὶ Ἀσσυρίην Λιβανηίδα δύσατο πέτρην.
10Ἥρη δ’ ἀστερόφοιτον ἐδύσατο κύκλον Ὀλύμπου, καὶ ταχινὴ πάνλευκον ἑὴν ἐπεκόσμεε μορφήν· πολλάκι δ’ ἰσάζουσα καθειμένον ἄχρι μετώπου πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης· νιψαμένη δὲ μέτωπα καλύψατο νώροπι πέπλῳ,
15καὶ περόνην συνέεργεν, ἑοῦ κληῖδα χιτῶνος· καὶ πλεκτὴν θυόεντι κόμην ἐδίηνεν ἐλαίῳ,
τοῦ καὶ κινυμένοιο μετ’ αἰθέρα καὶ μετὰ πόντον γαῖαν ὅλην ἐμέθυσσε μύρου δολιχόσκιος ὀδμή. καὶ κεφαλῇ στέφος εἶχε παναίολον, ᾧ ἔνι πολλαὶ127 in vol. 2
20λυχνίδες ἦσαν, Ἔρωτος ὁμόστολοι, ὧν ἄπο πέμπει φαιδρὰ τινασσομένων ἀμαρύγματα Κυπριδίη φλόξ· εἶχε δὲ πέτρον ἐκεῖνον, ὃς ἀνέρας εἰς πόθον ἕλκει, οὔνομα φαιδρὸν ἔχοντα ποθοβλήτοιο Σελήνης, καὶ λίθον ἱμείρουσαν ἐρωτοτόκοιο σιδήρου,
25καὶ λίθον Ἰνδῴην φιλοτήσιον, ὅττι καὶ αὐτὴ ἐξ ὑδάτων βλάστησεν ὁμόγνιος Ἀφρογενείης, κυανέην θ’ ὑάκινθον, ἐράσμιον εἰσέτι Φοίβῳ· ἀμφὶ δέ οἱ πλοκάμοισιν ἐρωτίδα δήσατο ποίην, ἣν φιλέει Κυθέρεια καὶ ὡς ῥόδον, ὡς ἀνεμώνην,
30καὶ φορέει μέλλουσα μιγήμεναι υἱέι Μύρρης· καὶ λαγόνας στεφανηδὸν ἀήθεϊ δήσατο κεστῷ· εἶχε δὲ ποικίλον εἷμα παλαίτατον, ᾧ χύτο νύμφης κρυπταδίῃ φιλότητι κασιγνήτων ὑμεναίων νυμφίον ἀρχαίης ἔτι λείψανον αἷμα κορείης,
35κουριδίης φιλότητος ἵνα μνήσειεν ἀκοίτην. καὶ δέμας ἀσκήσασα καὶ ἀθρήσασα κατόπτρῳ ὡς πτερὸν ἠὲ νόημα δι’ αἰθέρος ἔδραμεν Ἥρη. καὶ Διὸς ἐγγὺς ἵκανεν· ἰδὼν δέ μιν ὑψιμέδων Ζεὺς θερμοτέρους ἐς ἔρωτας ἱμάσσετο κέντορι κεστῷ·128 in vol. 2
40καὶ Διὸς εἰσορόωντος ἐδουλώθησαν ὀπωπαί· καί μιν ὀπιπεύων Κρονίδης ἐξείρετο μύθῳ· „Ἥρη, τίπτε βέβηκας ἑώιον εἰς κλίμα γαίης; τίς χρειώ σε κόμιζε; τί σήμερον ἐνθάδε βαίνεις; ἦ ῥα πάλιν κοτέουσα κορύσσεαι οἴνοπι Βάκχῳ,
45καὶ ποθέεις Ἰνδοῖσιν ὑπερφιάλοισιν ἀρῆξαι;“ ἔννεπε· καὶ γελόωντι νόῳ πολυμήχανος Ἥρη ζηλομανὴς ἀγόρευε παραιφαμένη παρακοίτην· „Ζεῦ πάτερ, ἄλλος ἔχει με φίλος δρόμος· οὐ γὰρ ἱκάνω ἄρεος Ἰνδῴοιο καὶ Ἰνδοφόνου Διονύσου

32

(50)

ἀλλοτρίας μεθέπουσα μεληδόνας, ἀντολίης δὲ γείτονας Ἠελίοιο μετέρχομαι αἴθοπας αὐλὰς σπερχομένη· πτερόεις γὰρ Ἔρως παρὰ Τηθύος ὕδωρ Ὠκεανηιάδος Ῥοδόπης δεδονημένος οἴστρῳ συζυγίην ἀπέειπε· καὶ ἔπλετο κόσμος ἀλήτης,
55καὶ βίος ἀχρήιστος ἀποιχομένων ὑμεναίων· τοῦτον ἐγὼ καλέουσα παλίνδρομος ἐνθάδε βαίνω· οἶσθα γάρ, ὡς Ζυγίη κικλήσκομαι, ὅττι καὶ αὐτῆς παῖδες ἐμαὶ κρατέουσι τελεσσιγόνου τοκετοῖο.“
τοῖον ἔπος βοόωσαν ἀμείβετο θερμὸς ἀκοίτης·129 in vol. 2
60 „νύμφα φίλη, λίπε δῆριν· ἐμὸς Διόνυσος ἀγήνωρ ἀμώων προθέλυμνον ἀβακχεύτων γένος Ἰνδῶν χαιρέτω· ἀμφοτέρους δὲ γαμήλια λέκτρα δεχέσθω· οὐ γὰρ ἐπιχθονίης ἀλόχου πόθος οὐδὲ θεαίνης θυμὸν ἐμὸν θελκτῆρι τόσον βακχεύσατο κεστῷ ...
65οὐδ’ ὅτε Τηϋγέτης Ἀτλαντίδος, ἧς ἀπὸ λέκτρων πρεσβυγενὴς πολιοῦχος ἀεξήθη Λακεδαίμων· οὐ τόσον ἠρασάμην Νιόβης παρὰ γείτονι Λέρνῃ, κούρης ἀρχεγόνοιο Φορωνέος· οὐ τόσον Ἰοῦς φοιτάδος Ἰναχίης ταυρώπιδος, ἣ παρὰ Νείλῳ
70τίκτε γονὴν Ἐπάφοιο καὶ ἀρχεγόνου Κεροέσσης· οὐ Παφίης τόσον ἦλθον ἐς ἵμερον, ἧς χάριν εὐνῆς Κενταύρους ἐφύτευσα βαλὼν σπόρον αὔλακι γαίης· ὡς σέο νῦν μεθέπω γλυκερὸν πόθον. ἦ ῥα καὶ αὐτὴ ὡς Ζυγίη γεγαυῖα καὶ ὡς μεδέουσα γενέθλης
75Κυπριδίοις βελέεσσιν ὀιστεύεις παρακοίτην;“ ὣς εἰπὼν χρυσέας νεφέλας πυργηδὸν ἑλίξας δινωτὴν ἐπίκυρτον ἐνεσφαίρωσε καλύπτρην· καὶ θαλάμου ποιητὸς ἔην τύπος, ὃν τότε κύκλῳ Ἴριδος αἰθερίης ἑτερόχροος ἔστεφε μορφὴ
80πορφυρέη, καὶ Ζηνὶ καὶ ἀγλαοπήχεϊ νύμφῃ αὐτόματον σκέπας ἦεν ὀρεσσαύλων ὑμεναίων, καὶ τύπος αὐτοτέλεστος ἀναγκαίης πέλεν εὐνῆς. οἱ δὲ γάμου χαρίεντος ὁμίλεον ἡδέι θεσμῷ· Γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην130 in vol. 2
85ἄνθεσιν ἱμερτοῖσι γαμήλιον ἔστεφεν εὐνήν· καὶ κρόκος ἐβλάστησε Κίλιξ καὶ ἐφύετο μῖλαξ, καὶ λέχος ἀμφοτέρων ἐπεκόσμεε διπλόος ὄρπηξ, θήλεϊ δ’ ἄρσενα φύλλα συνέπλεκε γείτονι ποίῃ, οἷα πόθου πνείων καὶ ἐν ἄνθεσιν ἁβρὸς ἀκοίτης,
90Ζῆνα κρόκῳ πυκάσας καὶ μίλακι σύγγαμον Ἥρην· καὶ Διὸς ὀξὺν ἔρωτα νοήμονι δείκνυε σιγῇ ἱμερόεις νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ. οὐδέ τις ἀθανάτων σκιόεν λέχος, οὐ τότε Νύμφαι γείτονες, οὐ Φαέθων πανεπόψιος, οὐδὲ καὶ αὐτῆς
95ἔδρακεν ἄφθιτα λέκτρα βοώπιδος ὄμμα Σελήνης· πυκνοῖς γὰρ νεφέεσσιν ἐμιτρώθη σκέπας εὐνῆς. καὶ Διὸς ὄμματα θέλξεν ὁμόστολος Ὕπνος Ἐρώτων. ὄφρα μὲν ἁβρὸς ἴαυεν ἐν ἄνθεσι θελγόμενος Ζεύς, ἀγκὰς ἔχων παράκοιτιν ἀθηήτων ἐπὶ λέκτρων,

32

(100)

τόφρα δὲ ποικιλόμορφος ἐν οὔρεσι φοιτὰς Ἐρινὺς
νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ· καὶ κτύπον ἐσμαράγησεν ἐπ’ ὀφθαλμοῖσι Λυαίου, σεισαμένη βαρύδουπον ἐχιδνήεσσαν ἱμάσθλην· καὶ κεφαλὴν ἐλέλιξε, δρακοντείων δὲ κομάων131 in vol. 2
105φρικτὰ τινασσομένων ἐπεσύρισε λοίγιος ἠχώ, καὶ σκοπιὴν ἔρραινον ἐρημάδα πίδακες ἰοῦ ... ἄλλοτε θηρείοιο τύπον φαίνουσα προσώπου αἰνομανὴς ἔφριξε λέων πυκινότριχι λαιμῷ, χάσματι φοινήεντι καταΐσσων Διονύσου.
110 τὸν μὲν ἀμερσινόοιο κατάσχετον ἅλματι λύσσης Ἄρτεμις ἐσκοπίαζε, καὶ ἤθελε λύσσαν ἐλάσσαι, ἀλλά μιν ἐπτοίησε βαρύκτυπος ὑψόθεν Ἥρη, πυρσὸν ἀκοντίζουσα· καὶ εἴκαθε δεσπότις ἄγρης μητρυιῇ κοτέουσα· φύλαξ δέ τις ἔπλετο Βάκχου
115μαινομένου, καὶ θῆρας ἑοὺς ἀνέκοψεν ἀπειλῇ, καὶ κύνας ἀγρευτῆρας ἐπεσφηκώσατο δεσμῷ, αὐχενίων σφίγξασα πολύπλοκον ὁλκὸν ἱμάντων, μὴ χρόα δηλήσοιντο νοοσφαλέος Διονύσου. νερτερίῳ δὲ Μέγαιρα κελαινιόωσα χιτῶνι
120εἰς ζόφον αὖτις ἵκανεν, ἐπαιθύσσουσα Λυαίῳ φάσματα ποικιλόμορφα· κατὰ Βρομίοιο δὲ πολλαὶ ἰοβόλοι ῥαθάμιγγες ὀιστεύοντο καρήνου
καὶ βλοσυροὶ σπινθῆρες· ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς Ταρταρίης σύριζε λαθίφρονος ἦχος ἱμάσθλης.132 in vol. 2
125 καὶ μογέων Διόνυσος ἐρημάδος ἔνδοθι λόχμης δύσβατα φοιτητῆρι διέστιχεν οὔρεα ταρσῷ ἄσθματι δαιμονίῳ δεδονημένος· ἀμφὶ δὲ πέτραις, οἰστρομανὴς ἅτε ταῦρος, ἑὰς ἤρασσε κεραίας, τρηχαλέον μύκημα χέων λυσσώδεϊ λαιμῷ·
130Πᾶνα δὲ καλλείψασα καὶ ὑστερόφωνον ἀοιδὴν φθόγγῳ μαινομένῳ μυκήσατο δύσθροος Ἠχώ, ἀντίτυπον θρασὺν ἦχον ἀμειβομένη Διονύσου. καὶ βαλίας ἐλάφους λασίας τ’ ἐδίωκε λεαίνας Βάκχος ἀελλήεις, μεθέπων ὀρεσίδρομον ἄγρην·
135οὐδέ οἱ ἄγχι λέων θρασὺς ἤιε· ταρβαλέη δὲ ἄρκτος ἐριπτοίητος ἐκεύθετο φωλάδι πέτρῃ λύσσαν ἀπειλητῆρος ὑποπτήσσουσα Λυαίου, δεχνυμένη βλοσυρῇσι θεήλατον ἦχον ἀκουαῖς· μηκεδανοὺς δὲ δράκοντας ἐρειδομένους τινὶ πέτρῃ
140μείλιχα λιχμώοντας ἀπέθρισε νηλέι θύρσῳ· καὶ σκοπιὰς ἐτίναξε τανυγλώχινι κεραίῃ κτείνων ἀκλινέων ἱκετήσια φῦλα λεόντων· καὶ δρύας εὐκάρποιο μετερρίζωσεν ἀρούρης Ἀδρυάδας τ’ ἐδίωκεν· ὀιστεύων δὲ κολώνας
145Νηιάδας ποταμοῖο μετήλυδας ἤλασε Νύμφας. Βασσαρίδες δ’ ἀλάληντο καὶ οὐχ ἥπτοντο Λυαίου, καὶ Σάτυροι φρίσσοντες ἐνεκρύπτοντο θαλάσσῃ, οὐδέ οἱ ἐγγὺς ἵκοντο τεθηπότες ὄγκον ἀπειλῆς, μή σφιν ἐπαΐξειε χέων ἑτερόθροον ἠχώ,133 in vol. 2

32

(150)

ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης. Δηριάδης δ’ ὑπέροπλον ἔχων θράσος ἔχραε Βάκχαις, νεύμασιν Ἡραίοισι τινασσομένου Διονύσου. ὡς δ’ ὅτε χειμερίων ῥοθίων μυκώμενος ὁλκῷ ἄπλοος ἀντιπόροις βακχεύετο πόντος ἀέλλαις,
155κύμασιν ἠλιβάτοισι κατάρρυτον ἠέρα νείφων, πρυμναίους δὲ κάλωας ἀφειδέι κύματος ὁρμῇ λαίλαπες ἐρρήξαντο, καὶ ἄσθματι λαῖφος ἑλίξας ἱστὸν ἀνεχλαίνωσε κεκυφότα λάβρος ἀήτης λαίφεσιν ἀμφίζωστον, ἐδοχμώθη δὲ κεραίη,
160ναῦται δ’ ἀσχαλόωντες ἐπέτρεπον ἐλπίδα πόντῳ· ὣς τότε Βάκχον ὄρινεν ὅλον στρατὸν Ἰνδικὸς ἄρης. ἔνθα τις οὐ κατὰ κόσμον ἔην ἔρις, οὐ κλόνος ἀνδρῶν ἶσος ἔην, οὐ δῆρις ὁμοίιος· ἀκάματος γὰρ νόστιμος ἐγρεκύδοιμος ἐπέβρεμε χάλκεος Ἄρης,
165Μωδαίου προμάχοιο φέρων τύπον, ὃς πλέον ἄλλων
ὑσμίνης ἀκόρητος ἀτερπέι τέρπετο λύθρῳ, ᾧ πλέον εἰλαπίνης φόνος εὔαδεν· ἐν δὲ βοείῃ, οἷά τε Γοργείων πλοκάμων ὀφιώδεας ὁλκούς, γραπτὸν ἐυσμήριγγος ἔχων ἴνδαλμα Μεδούσης134 in vol. 2
170Δηριάδῃ πέλεν ἶσος, ὁμόχροος· οὗ τότε μορφῆς ῥιγεδανῆς ἀγέλαστον ἔχων μίμημα προσώπου, καὶ σκολιὴν πλοκαμῖδα φέρων καὶ σῆμα βοείης, αἰνομανὴς πεφόρητο μόθῳ λαοσσόος Ἄρης, καὶ προμάχους θάρσυνεν. ὁμογλώσσῳ δ’ ἀλαλητῷ
175Βάκχου μὴ παρεόντος ἀταρβέες ἔβρεμον Ἰνδοί, καὶ κτύπον ἐννεάχιλον ἐπέκτυπε λοίγιος Ἄρης, φοιταλέην συνάεθλον ἔχων Ἔριν· ἐν δὲ κυδοιμοῖς στῆσε Φόβον καὶ Δεῖμον ὀπάονα Δηριαδῆος. καὶ στρατιὴν οἴστρησαν ἐρημονόμου Διονύσου
180Δηριάδης καὶ κῶμα Διὸς καὶ σύνδρομος Ἄρης. συμμιγέες δὲ φάλαγγες ὁμοζήλοιο κυδοιμοῦ Βασσαρίδων στίχα πᾶσαν ἐμιτρώσαντο σιδήρῳ, καὶ πολέες φεύγοντες ἑνὶ κτείνοντο φονῆι, θεινόμενοι ξιφέεσσιν. Ὁμηρίδες εἴπατε Μοῦσαι·
185τίς θάνε, τίς δούπησεν ὑπ’ ἔγχεϊ Δηριαδῆος; Αἰβίαλος Θύαμίς τε καὶ Ὀρμένιος καὶ Ὀφέλτης, Κρίασος Ἀργασίδης, Τελέβης καὶ Λύκτιος Ἀνθεὺς
καὶ Θρόνιος καὶ Ἄρητος ἐυμμελίης τε Μοληνεὺς ἀλκήεις τε Κόμαρκος· ἐτέμνετο δ’ ἄλλος ἐπ’ ἄλλῳ135 in vol. 2
190ἔγχεϊ Δηριάδαο νέκυς στρατός· ὀλλυμένων δὲ ὃς μὲν ἔην δαπέδῳ τετανυσμένος, ὃς δὲ ῥεέθροις πλώετο κυματόεντα φέρων μόρον, ὃς δὲ θαλάσσῃ ἀγχιπόρῳ δέδμητο, διωκόμενον δὲ σιδήρῳ κύμασιν ἀρτιχάρακτον Ἄραψ τυμβεύσατο Νηρεύς·
195ὃς δὲ θυελλήεντι δι’ οὔρεος ἔδραμε ταρσῷ κῆρα φυγών, ἕτερος δὲ πεπαρμένον ἔγχος ἐάσσας μεσσοπαγὲς περὶ νῶτα μετέστιχεν ἔνδια λόχμης, χρηίζων ἀπεόντος ἀλεξικάκου Διονύσου. αὐχήεις δ’ Ἐχέλαος ἀτυμβεύτῳ πέσε πότμῳ,

32

(200)

Μορρέος ἠλιβάτοιο τυπεὶς ῥηξήνορι πέτρῳ, Κύπριος, ἀρτιχάρακτον ἔχων ἔτι κύκλον ὑπήνης, ὑψικόμῳ φοίνικι πανείκελος· ἐν δὲ κονίῃ ἁβρὸς ἀκερσικόμης ἐκυλίνδετο λαμπάδα σείων, πληγεὶς ἰσχίον ἄκρον, ὅπῃ χροὸς ἥλικι δεσμῷ
205συμφερτὴν κοτύλην φύσις ἥρμοσεν ἄξονι μηροῦ· καὶ θάνεν ἁπτομένην κρατέων ἔτι μυστίδα πεύκην, ἀσπαίρων δὲ κάρηνον ἑῷ τεφρώσατο πυρσῷ, φλέξας λιγνυόεντι πολύπλοκα βόστρυχα δαλῷ. καί οἱ ἐπαυχήσας φιλοκέρτομος ἴαχε Μορρεύς·
210„κοῦρε, φατιζομένης ἀλλότριε σεῖο τιθήνης,
ἡβητὴρ Ἐχέλαε, γονὴν ἐψεύσαο Κύπρου· οὐκ ἀπὸ Πυγμαλίωνος ἔχεις γένος, ᾧ πόρε Κύπρις μηκεδανὴν βιότοιο πολυχρονίοιο πορείην· οὔ σε τεῆς Παφίης ἐρρύσατο νυμφίος Ἄρης·136 in vol. 2
215οὐδέ σοι ἄσπετα κύκλα παλιννόστων ἐνιαυτῶν δῶκε τεὴ Κυθέρεια καὶ οὐ σκάζουσαν ἀπήνην, ὄφρα φύγῃς σέο πότμον ἀλεξιμόρων ἐπὶ δίφρων, ἡμιόνων βαρύγουνον ἀεὶ δρόμον ἡνιοχεύων. ἤλιτον, ἐκ Κύπροιο φέρεις γένος· ὠκύμορον γὰρ
220Ἄρης καὶ σὲ δάμασσεν ὁμοίιον υἱέι Μύρρης.“ ὣς εἰπὼν πρυλέεσσι δορυσσόος ἔχραε Μορρεύς· εἱλιπόδην δὲ Βίλιθον ἑλὼν καὶ Δένθιν ὀλέσσας, αὐχένα δ’ ὀρχηστῆρος Ἐριγβώλοιο δαΐξας ἔγχεϊ τηλεβόλῳ Φρυγίους ἐφόβησε μαχητάς·
225Σηβέα δ’ ὀκριόεντι κατεπρήνιξε βελέμνῳ· Θηβαίων δὲ φάλαγγα καὶ Ἀκταίωνα διώκων ἔκτανεν Εὐβώτην, Καδμηίδος ἀστὸν ἀρούρης, σύννομον Ἀκταίωνος. ὁμοφθόγγῳ δ’ ἀλαλητῷ πολλοὶ Δηριάδαο πεφυζότες ἄπλετον ἀλκὴν
230πασσυδὸν ὠλίσθησαν ὁμόζυγος εἰς λίνα Μοίρης, αὐτοφόνῳ θνήσκοντες ἀλοιητῆρι σιδήρῳ,
ἀνδρὸς ἑνὸς ῥιπῇσιν· ἐπ’ ἀλλήλοις δὲ πεσόντες αἱμαλέῃ στοιχηδὸν ἐπεστόρνυντο κονίῃ Κρίμισος, Ἱμαλέων, Φρασίος, Θάργηλος, Ἰάων,137 in vol. 2
235οἷσι δαϊζομένοις ἐναρίθμιος ἤριπε Κοίλων, καὶ νέκυς αἱματόεντι Κύης ἐκυλίνδετο πότμῳ. καὶ φόνος ἄσπετος ἔσκε· δαϊζομένων δὲ σιδήρῳ ἐχθρῷ διψὰς ἄρουρα θελήμονι λούσατο λύθρῳ, δεχνυμένη ξένον ὄμβρον ἐνυαλίου νιφετοῖο.
240 Βακχείης δὲ φάλαγγος ἔην κλόνος· ἀσταθέες γὰρ πεζοὶ μὲν δεδόνηντο, φυγοπτολέμων δ’ ἐλατήρων εἰς φόβον εὐλάιγγες ἀνεκρούοντο χαλινοί· ὧν ὁ μὲν οὐρεσίφοιτος ἐδύσατο κοιλάδα πέτρην, ὃς δὲ μολὼν τανύφυλλον ὑπὸ κλέτας ἕζετο λόχμης
245κρυπτόμενος πετάλοισιν, ὁ δὲ σπήλυγγα λεόντων, ἄλλος ἀμαιμακέτοιο μετήιεν ἔνδιον ἄρκτου· καί τις ἀερσιλόφοιο διὰ πρηῶνος ἀλύξας ποσσὶν ὀρεσσιπόροισι διέστιχεν ἄκρα κολώνης. Βάκχη δ’ ἀρτιτόκοιο παρήλυθε θηρὸς ἐναύλους,

32

(250)

ταρβαλέῳ πρηῶνα διαστείβουσα πεδίλῳ· οὐ γὰρ ἔχειν μενέαινε λεοντείην ἔτι πέτρην, ἀλλὰ λιποσθενέων ἐλάφων ἐκίχησε καλιὴν
ἤθεσιν ἀδρανέεσσιν, ἐπεὶ προτέρην φρένα Βάκχη εἰς κραδίην ἐλάφοιο μετέτραπεν ἀντὶ λεαίνης.138 in vol. 2
255καί τις ἀελλοπόδων Σατύρων δειδήμονι ταρσῷ ἔτρεχεν, ἀσταθέεσσιν ἀσάμβαλος εἴκελος αὔραις, φεύγων Δηριάδαο θεημάχον ὄγκον ἀπειλῆς. καὶ σκοπέλους ἐδίωκε γέρων Σιληνὸς ἀλήτης· πολλάκι δ’ εἰς χθόνα πῖπτε κονιομένοιο προσώπου,
260ὀκλάζων βαρύγουνος ὀλισθηροῖσι πεδίλοις, ἔμπαλιν ὀρθώσας λάσιον δέμας· ἐν δὲ κολώναις ἀντὶ μόθου κεκάλυπτο, καὶ εὔιον ἔγχος ἀνάγκῃ κάλλιπεν ἀπτολέμοισι μεμηλότα θύρσον ἀέλλαις, καὶ μόγις εὐπήληκος ἀλεύατο Μορρέος αἰχμήν.
265ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς Ἐρεχθεύς, ἐντροπαλιζομένην τανύων εὔκυκλον ὀπωπήν, αἰδόμενος μενέχαρμον ἑὴν πολιοῦχον Ἀθήνην. Βακχείην δ’ ἀέκων ἠρνήσατο Μαινάδα χάρμην λαιὸν Ἀρισταῖος βεβολημένος ὦμον ὀιστῷ.
270καὶ στρατιὴν ἀλέεινε δοριθρασέων Κορυβάντων οὐτηθεὶς λασίοιο κατὰ στέρνοιο Μελισσεύς, μαζὸν Ἐρυθραίῃ κεχαραγμένος ἄκρον ἀκωκῇ. καὶ βλοσυροὶ Κύκλωπες ἀναιδέες εὔποδι ταρσῷ εἰς φόβον ἠπείγοντο τεθηπότες, οἷς ἅμα φεύγων
275Ἰνδῴην ἀδόνητος ἐλίμπανε Φαῦνος ἐνυώ. εὐκεράου δὲ φάλαγγος ὅλον στρατὸν εἰς φόβον ἕλκων πρεσβυγενὴς φύξηλις ἐχάζετο Παρράσιος Πάν, σιγαλέοις δὲ πόδεσσιν ἐδύσατο δάσκιον ὕλην, μή μιν ἴδῃ φεύγοντα δι’ οὔρεος ἄστατος Ἠχώ,139 in vol. 2
280καί οἱ ἐπεγγελάσειε καὶ ἀδρανέοντα καλέσσῃ. καὶ πρόμαχοι τότε πάντες ὑπέκφυγον· ἐν δὲ κυδοιμοῖς Αἰακὸς αὐτόθι μοῦνος ἐλείπετο, μαρνάμενος δὲ δεύετο μὴ παρεόντος ἀνικήτου Διονύσου· ἔμπης δ’ αὐτόθι μίμνεν. ἀπὸ σκοπέλοιο δὲ Νύμφαι
285Νηιάδες βυθίοισιν ἐνεκρύπτοντο μελάθροις· αἱ μὲν Ὑδασπιάδεσσιν ὁμήλυδες, αἱ δὲ φυγοῦσαι Ἰνδὸν ἐς ἀγχικέλευθον ἐναυλίζοντο ῥεέθροις, ἄλλαι Συδριάδεσσιν ὁμόστολοι, αἱ δ’ ἐνὶ Γάγγῃ λύθρον ἀπεσμήξαντο νεόσσυτον, ἃς τότε πολλὰς
290ἐρχομένας ἀγεληδὸν ἐς ὑδατόεντας ἐναύλους Νηιὰς ἀργυρόπεζα φιλοξείνῳ πυλεῶνι δέξατο κυματόεντος ἐς αὔλια παρθενεῶνος.
ἄλλαι Ἁμαδρυάδες σκιεροῖς κρύπτοντο κορύμβοις, δυσάμεναι δρυόεντας ἀνοιγομένους κενεῶνας.140 in vol. 2
295πολλαὶ δ’ ὑγροτόκους ὑπὸ πίδακας ἐγγύθι πέτρης Βασσαρίδες κρουνηδὸν ἐκώκυον· ἀρτιχύτῳ δὲ ὄμβρῳ δακρυόεντι φιλοθρήνοιο προσώπου πληθομένη βαθύκολπος ὅλη πορφύρετο πηγή,
μυρομένων βαρὺ πένθος ἀπενθήτου Διονύσου.141 in vol. 2

33

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΡΙΑΚΟΣΤΟΝ ΤΡΙΤΟΝ.
1 Αὐτὰρ ὁ φοιταλέῳ πεφορημένος ἅλματι ταρσῶν εὐκεράῳ ταχύγουνος ὁμοίιος ἔσσυτο ταύρῳ, λοίγιον ἄσθμα χέων ἑτερόφρονος οἴδματι λύσσης. καὶ Χάρις ὠκυπέδιλος Ἐρυθραίῳ παρὰ κήπῳ
5φυταλιὴν εὔοδμον ἀμεργομένη δονακήων, ὄφρα πυριπνεύστων Παφίων ἔντοσθε λεβήτων Ἀσσυρίου μίξασα χυτὰς ὠδῖνας ἐλαίου ἄνθεσιν Ἰνδῴοισι μύρον τεύξειεν ἀνάσσῃ, ὁππότε παντοίην δροσερὴν ἐδρέψατο ποίην,
10χῶρον ὅλον θηεῖτο· καὶ ἀγχιπόρῳ παρὰ λόχμῃ λύσσαν ἑοῦ γενετῆρος ὀπιπεύουσα Λυαίου ἀχνυμένη δάκρυσε, φιλοστόργῳ δὲ μενοινῇ πενθαλέοις ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειάς· καὶ Σατύρους σκοπίαζεν ὑποπτήσσοντας ἐνυώ,
15Κωδώνην δ’ ἐνόησε μινυνθαδίην τε Γιγαρτὼ κεκλιμένας ἐφύπερθεν ἀτυμβεύτοιο κονίης· Χαλκομέδην δ’ ἐλέαιρε θυελλήεντι πεδίλῳ
μαινομένου Μορρῆος ἀλυσκάζουσαν ἀκωκήν, καὶ φθονερὴ δεδόνητο ῥοδώπιδος εἵνεκα κούρης,142 in vol. 2
20μή ποτε νικήσειεν ἐς ἀγλαΐην Ἀφροδίτην. ἀχνυμένη δ’ ἐς Ὄλυμπον ἀνήιε, πενθάδι σιγῇ ἄλγος ἑοῦ γενετῆρος ὑποκλέπτουσα Λυαίου· καὶ χλόος εὐκύκλοιο παρηίδος ἄνθος ἀμείψας μαρμαρυγὴν στίλβουσαν ἀπημάλδυνε προσώπου.
25 τὴν δὲ κατηφιόωσαν Ἀδωνιὰς ἔννεπε Κύπρις, τοῖον ἔπος βοόωσα παρήγορον, ἐκ δὲ προσώπου Πασιθέης ἐνόησεν ἄχος κήρυκι σιωπῇ· „νύμφα φίλη, τί παθοῦσα τεὴν ἠλλάξαο μορφήν; παρθένε, πῶς μετάμειψας ἐρευθαλέην σέο μορφήν;
30εἰαρινὴν δ’ ἀκτῖνα τίς ἔσβεσε σεῖο προσώπου; οὐκέτι σῶν μελέων ἀμαρύσσεται ἄργυφος αἴγλη· οὐκέτι δ’, ὡς τὸ πρόσθε, τεαὶ γελόωσιν ὀπωπαί. ἀλλὰ τεὰς ἀγόρευε μεληδόνας· ἦ ῥά σε τείρει υἱὸς ἐμός, φιλέεις δὲ ποθοβλήτῳ παρὰ πέτρῃ
35οἷα Σεληναίη τινὰ βουκόλον; ἦ ῥά που αὐτὴν καὶ σὲ μετ’ Ἠριγένειαν Ἔρως ἐπεμάστιε κεστῷ;
οἶδα, πόθεν χλοάουσι παρηίδες· ὅττι σε κούρην νυμφίος ἀχλυόεις νυμφεύεται Ὕπνος ἀλήτης· οὐ μὲν ἀναινομένην σε βιήσομαι, οὐδὲ συνάψω143 in vol. 2
40λευκάδι Πασιθέῃ μελανόχροον Ὕπνον ἀκοίτην.“ ὣς φαμένης δάκρυσε Χάρις καὶ ἀμείβετο μύθῳ· „ἀενάου κόσμοιο φυτοσπόρε, μῆτερ Ἐρώτων, βουκόλος οὐ κλονέει με, καὶ οὐ θρασὺς ἵμερος Ὕπνου· οὐ πέλον Ἠριγένεια δυσίμερος ἠὲ Σελήνη,
45ἀλλὰ πόνος περίφοιτος ἀνιάζει με Λυαίου, πατρὸς ἐμοῦ φρίσσοντος Ἐρινύας· ὑμετέρου δέ, εἰ δύνασαι, προμάχιζε κασιγνήτου Διονύσου.“ ἔννεπε, καὶ γενετῆρος ὅλον πόνον εἶπεν ἀνάσσῃ Βασσαρίδων τε φάλαγγας ἀπείρονας, ἃς κτάνε Μορρεύς,

33

(50)

καὶ Σατύρων φύξηλιν ὅλον στρατόν, εἶπε καὶ αὐτὴν δαιμονίην μάστιγα τινασσομένου Διονύσου καὶ κινυρὴν σπαίρουσαν ὑπὲρ δαπέδοιο Γιγαρτώ, Κωδώνην τ’ ἀγόρευε προώριον· αἰδομένη δὲ πένθος ὁμοῦ καὶ κάλλος ἐπέφραδε Χαλκομεδείης.
55 καὶ ῥοδέου σπινθῆρα μεταλλάξασα προσώπου ἠθάδα ῥῖψε γέλωτα φιλομμειδὴς Ἀφροδίτη. Ἀγλαΐην δ’ ἐκέλευσε διάκτορον, ὄφρα καλέσσῃ υἱέα θοῦρον Ἔρωτα μετάρσιον ἠεροφοίτην, ἀνδρομέης γονόεντα κυβερνητῆρα γενέθλης.
60καὶ Χάρις ἴχνος ἔκαμψε, πολυστρέπτῳ δὲ προσώπῳ
σὺν χθονὶ πόντον ὄπωπε καὶ οὐρανόν, εἴ που ἐφεύροι ἄστατον ἴχνος Ἔρωτος, ἐπεὶ πτερὰ πάντοθι πάλλει, τέτραχα τεμνομένην κυκλούμενος ἄντυγα κόσμου. εὗρε δέ μιν χρυσέοιο περὶ ῥίον ἄκρον Ὀλύμπου144 in vol. 2
65νεκταρέας ῥαθάμιγγας ἀκοντίζοντα κυπέλλοις· πὰρ δέ οἱ ἵστατο κοῦρος ὁμέψιος ἁβρὸν ἀθύρων, εὐχαίτης Ὑμέναιος· ἀερσινόου δὲ τεκούσης Οὐρανίης σοφὸν ἔργον ἐπισταμένης δρόμον ἄστρων σφαῖραν ἄγων τροχόεσσαν ἀέθλια θήκατο νίκης,
70Ἄργου δαιδαλέης ἀντίρροπον εἰκόνα μορφῆς· καὶ πτερόεις εὔκυκλον Ἔρως μητρῷον ἀείρων χρύσεον ὅρμον ἔθηκε θαλασσαίης Ἀφροδίτης, νίκης φαιδρὸν ἄγαλμα παναίολον· ἀργύρεος δὲ κεῖτο λέβης ἐν ἀγῶνι, καὶ οἰνοχύτου βρέτας Ἥβης
75μεσσοφανῆ σκοπὸν εἶχε· καὶ ἱμερόεις Γανυμήδης οἰνοχόος Κρονίδαο δικασπόλος ἦεν ἀγῶνος, στέμμα φέρων παλάμῃσι. φιλακρήτων δὲ βολάων λαχμὸς ἔην, μεθέπων ἑτερότροπα δάκτυλα χειρῶν· καὶ τὰ μὲν ὀρθώσαντες ἀνέσχεθον, ἄλλα δὲ καρπῷ
80χειρὸς ἐπεσφήκωτο συνήορα σύζυγι δεσμῷ· ἀμφοτέροις δ’ ἔρις ἦεν ἐπήρατος. ἁβροκόμης δὲ πρῶτα λαχὼν Ὑμέναιος ἕλεν δέπας, ἱπταμένην δὲ νεκταρέην ῥαθάμιγγα μετάρσιον ἠέρι πέμπων ῥῖψε λέβητος ὕπερθε· καὶ οὐ τότε μητέρι Μούσῃ
85εὐχωλὴν ἀνέφηνε· διεσσυμένη δὲ κυπέλλου ἠέρα μέσσον ἔτυψεν ἀερσιπότητος ἐέρση, ἀλλὰ παρατρέψασα βολὴν βητάρμονι παλμῷ ἑλκομένη παλίνορσος ἀγάλματος ἀμφὶ προσώπῳ ἄψοφος ἄκρον ἔτυψεν ἀδουπήτοιο καρήνου.145 in vol. 2
90δεύτερος αἰολόμητις Ἔρως τεχνήμονι θεσμῷ ἱμερόεν δέπας εἷλε, καὶ εὔξατο Κυπρογενείῃ λάθριος ἐν πραπίδεσσι, καὶ ἀπλανὲς ὄμμα τανύσσας εἰς σκοπὸν ἠκόντιζεν ἑκηβόλον ἰκμάδα πέμπων· νεκταρέου δὲ ποτοῖο παλινδίνητος ἐέρση
95ἰθυτενὴς ἄγναμπτος ἀγάλματος ὑψόθι κόρσης ἠερόθεν βαρύδουπος ἐπεσμαράγησε μετώπῳ· ἴαχε δ’ ἁβρὸν ἄγαλμα, καὶ υἱέι Κυπρογενείης χρύσεος ἐσμαράγησε λέβης ἐπινίκιον ἠχώ· καὶ στέφος ἁβρὸν Ἔρωτι πόρεν γελάσας Γανυμήδης·

33

(100)

καὶ ταχὺς αἰόλον ὅρμον ἑλὼν καὶ σφαῖραν ἀείρων διπλόον εἶχεν ἄεθλον ἐυρραθάμιγγος ἀγῶνος, σκιρτήσας δὲ πόδεσσι, κυβιστήσας δὲ καρήνῳ κυδιόων ἐχόρευεν Ἔρως θρασύς· ἀντιπάλου δὲ πολλάκις ἀχνυμένοιο κατήγαγε χεῖρα προσώπου.
105Ἀγλαΐη δέ οἱ ἄγχι παρίστατο· τερψινόου δὲ
δέξατο χερσὶν ἄνακτος ἀέθλια· νεῦσε δὲ κούρῳ νόσφι μολεῖν, καὶ Ἔρωτος ἐς οὔατα μάρτυρι σιγῇ ψευδομένης ἀγόρευε δολόφρονα μῦθον ἀνάσσης· „πανδαμάτωρ ἀδάμαστε, βιοσσόε σύγχρονε κόσμου,146 in vol. 2
110σπεῦσον, ἐπεὶ Κυθέρεια βιάζεται, οὐδέ τις αὐτῇ ἀμφιπόλων παρέμιμνε, Χάρις φύγεν, ᾤχετο Πειθώ, καὶ Πόθος ἀστήρικτος ἐχάζετο· σοὶ δέ με μούνην πέμψεν ἀνικήτοιο τεῆς χατέουσα φαρέτρης.“ ὣς φαμένην ἐρέεινεν Ἔρως, ἵνα πάντα δαείη·
115ὅττι νέοι ξύμπαντες, ἀτέρμονος ὁππότε μύθου ἀρχὴν εἰσαΐουσι, τέλος σπεύδουσιν ἀκοῦσαι· καὶ στομάτων ἀχάλινον ἀπερροίβδησεν ἰωήν· „τίς Παφίην ἀκάχησεν ἐμήν; ἵνα χεῖρα κορύσσω μαρνάμενος πάντεσσι· βιαζομένης δὲ τεκούσης
120νευρὴν πανδαμάτειραν ἐπὶ Κρονίωνα τανύσσω, καὶ πάλιν οἰστρηθέντα γαμοκλόπον ὄρνιν ἐρώτων αἰετὸν ἤ τινα ταῦρον ἁλὸς πλωτῆρα τελέσσω· εἰ δέ ἑ Παλλὰς ὄρινε καὶ ἤκαχεν Ἀμφιγυήεις, Κεκροπίου λύχνοιο φεραυγέα δαλὸν ἀνάψας,
125μάρναμαι ἀμφοτέροισι, καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ· εἰ δέ μιν Ἰοχέαιρα λαγωβόλος εἰς χόλον ἕλκει, ἔμπυρον Ὠρίωνος Ὀλύμπιον ἆορ ἐρύσσας
Ἄρτεμιν οἰστρήσοιμι, καὶ αἰθέρος ἐκτὸς ἐλάσσω κουφίζων πτερύγεσσιν ὁμόστολον υἱέα Μαίης,147 in vol. 2
130οὐτιδανὴν καλέοντα μάτην ἐπαρηγόνα Πειθώ· καλλείψας δὲ βέλεμνα καὶ ἔμπυρον ἅμμα φαρέτρης δαφναίοις πετάλοισι θελήμονα Φοῖβον ἱμάσσω, δέσμιον αὐδήεντι περισφίγξας ὑακίνθῳ· οὐ μὲν Ἐνυαλίου τρομέω σθένος, οὐδὲ μογήσω
135Ἄρεα μαστίζων πεπεδημένον ἡδέι κεστῷ· καὶ διδύμους φωστῆρας ὑποδρήσσοντας ἐρύσσω εἰς Πάφον οὐρανόθεν, καὶ ὀπάονα μητρὶ κομίσσω σὺν Κλυμένῃ Φαέθοντα, σὺν Ἐνδυμίωνι Σελήνην, πάντες ἵνα γνώωσιν, ὅτι ξύμπαντα δαμάζω.“
140 εἶπε, καὶ ἰθυκέλευθον ἐν ἠέρι ταρσὸν ἑλίσσων ἔφθασεν Ἀγλαΐην πτερύγων διδυμάονι ῥοίζῳ, ἄχρι δόμων ἐπέβαινεν ἐπειγομένης Ἀφροδίτης. καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ,
145γούνασι κουφίζουσα φίλον βάρος· ἑζομένου δὲ καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα· θελξινόου δὲ ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην, οἷα χόλου πνείουσα, δολόφρονα ῥήξατο φωνήν· „τέκνον ἐμόν, Φαέθοντος ἐλήσαο καὶ Κυθερείης·

33

(150)

οὐκέτι Πασιφάη μυκώμενα λέκτρα διώκει· Ἠέλιος γελάᾳ με καὶ Ἀστρίδος αἷμα κορύσσει, παιδὸς ἑῆς υἱῆα μαχήμονα Δηριαδῆα, Βασσαρίδων ὀλετῆρα γυναιμανέος Διονύσου καὶ Σατύρων Βρομίοιο ποθοβλήτων ἐλατῆρα.148 in vol. 2
155τοῦτό με μᾶλλον ὄρινεν, ὅτι βροτοειδέι μορφῇ Ἄρης ἐγρεκύδοιμος ἔχων συνάεθλον Ἐνυώ, ἀρχαίης φιλότητος ἀφειδήσας Ἀφροδίτης, νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ, Ἰνδῴῳ βασιλῆι συνέμπορος. ἀλλ’ ἐνὶ χάρμῃ
160Ἄρης Δηριάδαο, σὺ δὲ προμάχιζε Λυαίου· ἔγχος ἔχει, σὺ δὲ τόξον ὑπέρτερον, ᾧ γόνυ κάμπτει Ζεὺς ὕπατος καὶ θοῦρος Ἄρης καὶ θέσμιος Ἑρμῆς· δειμαίνει σέο τόξα καὶ ὁ κλυτότοξος Ἀπόλλων. εἰ δὲ τεῇ, φίλε κοῦρε, χαρίζεαι Ἀφρογενείῃ,
165Βασσαρίδων προμάχιζε καὶ ἡμετέρου Διονύσου. ἀλλὰ μολὼν ἀκίχητος ἑώιον εἰς κλίμα γαίης Ἰνδῴην παρὰ πέζαν, ὅπῃ θεράπαινα Λυαίου ἔστι τις ἐν Βάκχῃσιν, ὑπέρτερος ἥλικος ἥβης, οὔνομα Χαλκομέδη φιλοπάρθενος—εἰ δέ κεν ἄμφω
170Χαλκομέδην καὶ Κύπριν ἔσω Λιβάνοιο νοήσῃς, οὐ δύνασαι, φίλε κοῦρε, διακρίνειν Ἀφροδίτην—· κεῖθι μολὼν χραίσμησον ἐρημονόμῳ Διονύσῳ, Μορρέα τοξεύσας ἐπὶ κάλλεϊ Χαλκομεδείης·
σεῖο δὲ τοξοσύνης γέρας ἄξιον ἐγγυαλίξω149 in vol. 2
175Λήμνιον εὐποίητον ἐγὼ στέφος, εἴκελον αἴγλαις Ἠελίου φλογεροῖο· σὺ δὲ γλυκὺν ἰὸν ἰάλλων δὸς χάριν ἀμφοτέροις, καὶ Κύπριδι καὶ Διονύσῳ· σὸν καὶ ἐμὸν κύδαινε γαμοστόλον οἶνον ἐρώτων, εὐφροσύνης κήρυκα βιοζυγέων ὑμεναίων.“
180 εἶπε θεά· καὶ μάργος Ἔρως ἀνεπάλλετο κόλπου μητρὸς ἑῆς, καὶ τόξον ἐκούφισεν, ἀμφὶ δὲ βαιῷ ὤμῳ πανδαμάτειραν ἐπῃώρησε φαρέτρην· καὶ πτερόεις πεπότητο δι’ αἰθέρος· ἀμφὶ δὲ Κέρνῃ κυκλώσας πτερὰ κοῦφα βολαῖς ἀντώπιος Ἠοῦς
185ἵπτατο μειδιόων, ὅτι τηλίκον ἡνιοχῆα δίφρων οὐρανίων ὀλίγοις ἔφλεξε βελέμνοις, καὶ σέλας Ἠελίοιο σέλας νίκησεν Ἐρώτων. καὶ ταχὺς Ἰνδῴοιο μολὼν κατὰ μέσσον ὁμίλου τόξον ἑὸν στήριξεν ἐπ’ αὐχένι Χαλκομεδείης·
190καὶ βέλος ἰθύνων ῥοδέης περὶ κύκλα παρειῆς Μορρέος εἰς φρένα πέμψεν. ἐρετμώσας δὲ πορείην νηχομένων πτερύγων ἑτερόζυγι σύνδρομος ὁλκῷ πατρῴους ἀνέβαινεν ἐς ἀστερόεντας ὀχῆας, καλλείψας πυρόεντι πεπαρμένον Ἰνδὸν ὀιστῷ.
195 αἰεὶ δ’ ἔνθα καὶ ἔνθα πόθου δεδονημένος ἰῷ, παρθένος ἧχι βέβηκε, δυσίμερος ἤιε Μορρεύς, μείλιχον ἆορ ἔχων, πεφιδημένον ἔγχος ἀείρων,
καὶ θρασὺν ἱμερόεντι νόον μαστίζετο κεστῷ· ἀμφὶ δέ μιν περίκυκλον ἐρωμανὲς ὄμμα τιταίνων150 in vol. 2

33

(200)

νεύμασι Κυπριδίοισιν ἀφειδέας εἷλκεν ὀπωπάς. ἡ δὲ δολοφρονέουσα παρήπαφεν ὄρχαμον Ἰνδῶν, οἷά περ ἱμείρουσα, πόθου δ’ ἀπεμάξατο κούρη ψευδαλέον μίμημα· καὶ αἰθέρος ἥπτετο Μορρεύς, ἐλπίδι μαψιδίῃ πεφορημένος· ἐν κραδίῃ γὰρ
205παρθενικὴν ἐδόκησεν ἔχειν βέλος ἶσον ἐρώτων, κοῦφος ἀνήρ, ὅτι παῖδα σαόφρονα δίζετο θέλγειν κυανέοις μελέεσσι, καὶ οὐκ ἐμνήσατο μορφῆς. καί οἱ ἐπεγγελόωσα δόλῳ φιλοπαίγμονι κούρη ἀγχιφανὴς ἐρέθιζε δυσίμερον, ἀντιβίων δὲ ...
210εἶπεν ἀνυμφεύτοιο ποδήνεμα γούνατα νύμφης, πῶς ποτε Φοῖβον ἔφευγε, Βορηίδι σύνδρομος αὔρῃ, πῶς διερὸν παρὰ χεῦμα τιταινομένου ποταμοῖο παρθένιον πόδα πῆξε παρ’ εὐρυρέεθρον Ὀρόντην, ὁππότε γαῖα χανοῦσα παρ’ εὐύδρου στόμα λίμνης
215παῖδα διωκομένην οἰκτίρμονι δέξατο κόλπῳ. τοῖον ἔπος φαμένης ἀνεπάλλετο χάρματι Μορρεύς· ἓν δέ ἑ μοῦνον ὄρινε, διωκομένην ὅτι Δάφνην καὶ θεὸς οὐκ ἐκίχησε καὶ οὐκ ἐμίηνεν Ἀπόλλων· καὶ βραδὺν ἔννεπε Φοῖβον· ἀεὶ δ’ ὑπεμέμφετο γαίῃ,
220παρθένον ὅττι κάλυψεν ἀπειρήτην ὑμεναίων· δείδιε γὰρ τρομέων γλυκερῷ πυρί, μή τι καὶ αὐτὴ εἴη Χαλκομέδη φιλοπάρθενος, οἷά τε Δάφνη, μή μιν ἰδὼν φεύγουσαν ἐτώσιον εἰς δρόμον ἔλθῃ, μοχθίζων ἀτέλεστον ἐς ἵμερον, ὥς περ Ἀπόλλων.151 in vol. 2
225 ἀλλ’ ὅτε νὺξ ἀνέτελλε, κατευνήτειρα κυδοιμοῦ, Χαλκομέδη μὲν ἵκανεν ἐρημάδος εἰς ῥάχιν ὕλης, ἴχνια μαστεύουσα νοοπλανέος Διονύσου· οὐ τότε ῥόπτρα φέρουσα καὶ εὔια κύμβαλα Ῥείης ὄργια μυστιπόλευεν ἀκοιμήτοιο Λυαίου,
230ἀλλὰ κατηφιόωσα καὶ οὐ ψαύουσα χορείης εἶχεν ἀσιγήτοισιν ἀήθεα χείλεσι σιγήν, νοῦσον ἀλεξητῆρος ἐπισταμένη Διονύσου. ὀκναλέοις δὲ πόδεσσι μόγις βραδὺς ἤιε Μορρεύς, ἐντροπαλιζομένῳ δεδοκημένος ὄμματι νύμφην,
235μεμφόμενος Φαέθοντα ταχύδρομον· ἑσπόμενον δὲ Χαλκομέδῃ νόον εἶχεν ὁμόστολον· ἀσχαλόων δὲ Κυπριδίοις ὀάροισιν ἀνήρυγε θῆλυν ἰωήν, αἰθύσσων νυχίων ὑποκάρδιον ἰὸν ἐρώτων· „ἔρρε, βέλος καὶ τόξον ἀρήιον· ἱμερόεν γὰρ
240φέρτερον ἄλλο βέλος με βιάζεται· ἔρρε, φαρέτρη· κεστὸς ἱμὰς νίκησεν ἐμῆς τελαμῶνα βοείης. οὐκέτι Βασσαρίδεσσι μαχήμονα χεῖρα κορύσσω· ἀλλὰ θεὸν πατρῷον, ὕδωρ καὶ γαῖαν, ἐάσσας βωμὸν ἀναστήσω καὶ Κύπριδι καὶ Διονύσῳ,
245ῥίψας χάλκεον ἔγχος Ἐνυαλίου καὶ Ἀθήνης. οὐκέτι πυρσὸν ἔχων θωρήσσομαι· ἀδρανέος γὰρ δαλὸν Ἐνυαλίοιο κατέσβεσε πυρσὸς Ἐρώτων· ἄλλῳ θερμοτέρῳ πυρὶ βάλλομαι. αἴθε καὶ αὐτός, αἴθε γυναιμανέων Σάτυρος πέλον, ὄφρα χορεύσω152 in vol. 2

33

(250)

μεσσόθι Βασσαρίδων, παλάμῃ δ’ ἵνα πῆχυν ἐρείσας σφίγξω δεσμὸν ἔρωτος ἐπ’ αὐχένι Χαλκομεδείης. ... εἰς Φρυγίην Διόνυσος ὀπάονα † Δηριαδῆα δουλοσύνης ἐρύσειεν ὑπὸ ζυγόν, ἀντὶ δὲ πάτρης Μαιονίη πολύολβος ἑὸν ναέτην με δεχέσθω·
255Τμῶλον ἔχειν ἐθέλω μετὰ Καύκασον· ἀρχέγονον δὲ Ἰνδὸν ἀπορρίψας ἐμὸν οὔνομα Λυδὸς ἀκούσω, αὐχένα δοῦλον Ἔρωτος ὑποκλίνων Διονύσῳ· Πακτωλὸς φερέτω με· τί μοι πατρῷος Ὑδάσπης; Χαλκομέδης δ’ ἐχέτω με δόμος γλυκύς· ἐν πολέμοις γὰρ
260Κύπρις ὁμοῦ καὶ Βάκχος ὑπ’ ἀμφοτέροισι βελέμνοις γαμβροῖς Δηριαδῆος ἐπέχραον, ὄφρα τις εἴπῃ· ‘Μορρέα κεστὸς ἔπεφνε, καὶ ἔκτανε θύρσος Ὀρόντην‘.“ τοῖα μὲν ἠύτησε· πολυφλοίσβῳ δὲ μερίμνῃ τήκετο Χαλκομέδης μεμνημένος· ἐν γὰρ ὀμίχλῃ
265θερμότεροι γεγάασιν ἀεὶ σπινθῆρες ἐρώτων. ἤδη γὰρ σκιόεντι θορὼν αὐτόχθονι παλμῷ
ἄψοφος ἀννεφέλοιο μελαίνετο κῶνος ὀμίχλης, καὶ τρομερῇ ξύμπαντα μιῇ ξύνωσε σιωπῇ· οὐδέ τις ἴχνος ἔπειγε δι’ ἄστεος Ἰνδὸς ὁδίτης,153 in vol. 2
270οὐδὲ γυνὴ χερνῆτις ἐθήμονος ἥπτετο τέχνης, οὐδέ οἱ ἐν παλάμῃσι φιληλακάτῳ παρὰ λύχνῳ κύκλον ἐς αὐτοέλικτον ἰὼν ἄτρακτος ἀλήτης ἄστατος ὀρχηστῆρι τιταίνετο νήματος ὁλκῷ, ἀλλὰ καρηβαρέουσα φιλαγρύπνῳ παρὰ λύχνῳ
275εὗδε γυνὴ ταλαεργός· ὄφις δέ τις ἥσυχος ἕρπων κεῖτο πεσών, κεφαλῇ † δὲ λύων παλινάγρετον οὐρὴν γαστέρος ὑπναλέης ἀνεσείρασεν ὁλκὸν ἀκάνθης· καί τις ἀερσιπόδης ἐλέφας παρὰ γείτονι λόχμῃ ὄρθιον ὕπνον ἴαυεν, ὑπὸ δρυὶ νῶτον ἐρείσας.
280 καὶ τότε μοῦνος ἄυπνος ἀπόσσυτος ἄψοφος ἕρπων ποσσὶ παλιννόστοισιν ἕλιξ ἐστρεύγετο Μορρεύς, μούνην Χειροβίην θαλάμοις εὕδουσαν ἐάσσας· καί τινος ἀρχαίοιο σοφοῦ πάρα μῦθον ἀκούσας ἀνδράσι πὰρ Κιλίκεσσιν ἔχων μόθον ἐγγύθι Ταύρου
285ἔνθεον ἀστραίων δεδαημένος οἶστρον ἐρώτων, ἠέρι πεπταμένην μετανεύμενος αἴθριον αὐλὴν νυμφίον Εὐρώπης ἐπεδέρκετο, Ταῦρον Ὀλύμπου· ἀξονίῳ δὲ τένοντι πολυπλανὲς ὄμμα τιταίνων
Καλλιστὼ σκοπίαζε καὶ ἄστατον ὁλκὸν Ἁμάξης,154 in vol. 2
290γινώσκων, ὅτι θῆλυς ἐδέξατο θῆλυν ἀκοίτην μιμηλῆς μεθέποντα νόθον δέμας Ἰοχεαίρης ἀγνώστοις μελέεσσιν· ὑπερτέλλοντα δὲ Ταύρου Μυρτίλον ἐσκοπίαζε, πυρίπνοον Ἡνιοχῆα, ὅττι γάμῳ χραίσμησε, καὶ εἰς δρόμον Ἱπποδαμείης
295ἀντίτυπον ποίησε τύπον τροχοειδέι κηρῷ, ἄχρι Πέλοψ γάμον εὗρε· καὶ ἀγχόθι Κασσιεπείης Αἰετὸν Αἰγίνης τανυσίπτερον εἶδεν ἀκοίτην· καὶ δόλον ἤθελε τοῖον ἐπίκλοπον, ὄφρα καὶ αὐτὸς Χαλκομέδης λύσειεν ἀνυμφεύτοιο κορείην,

33

(300)

καί τινα μῦθον ἔειπεν ἔχων ἄγρυπνον ὀπωπήν· „ἔκλυον, ὡς Σατύρῳ πανομοίιος ὑψιμέδων Ζεὺς Ἀντιόπην δολόεντι τύπῳ νυμφεύσατο κούρην μιμηλῇ φιλότητι φιλοσκάρθμων ὑμεναίων· τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ δέμας, ὄφρα χορεύσω
305εἰς στρατὸν εὐκεράων Σατύρων ἄγνωστος ἱκάνων, Χαλκομέδης ἵνα λέκτρα φιλακρήτοιο τελέσσω. οἶδα, πόθεν, Κυθέρεια, χολώεαι υἱάσιν Ἰνδῶν· γείτονας Ἠελίοιο τεοὶ κλονέουσιν ὀιστοί· οὔ πω μνῆστιν ὄλεσσας ἐλεγχομένων σέο δεσμῶν.
310οὐ Φαέθων με φύτευσε· τί με κλονέεις, Ἀφροδίτη; οὐ τέκε Πασιφάη με βοοσκόπος, οὐκ Ἀριάδνης γνωτὸς ἐγώ. φθέγξασθε, λίθοι, πετρώδεα φωνήν.
Χαλκομέδην ποθέω, καὶ ἀναίνεται. ἔρρε, φαρέτρη, ἔρρετε, φοίνια τόξα καὶ ἠνεμόεντες ὀιστοί·155 in vol. 2
315Ἄρης οὔ με σάωσε κορυσσομένης Ἀφροδίτης· βαιὸς Ἔρως με δάμασσε, τὸν οὐ κτάνε Βάκχος ἀγήνωρ.“ τοῖα μάτην κατὰ νύκτα δυσίμερος ἔννεπε Μορρεύς. οὐδὲ νοοπλανέος πτερὸν εὔνασεν ἡδέος Ὕπνου Χαλκομέδην φυγόδεμνον, ἐπεὶ πόθον εἶχεν ὀλέθρου,
320Μορρέα δειμαίνουσα μεμηνότα, μή μιν ἐρύσσας θερμὸς ἀνὴρ ζεύξειεν ἀναγκαίοις ὑμεναίοις Βάκχου μὴ παρεόντος· Ἐρυθραίῃ δὲ θαλάσσῃ ἔννυχον ἴχνος ἔκαμψε καὶ ἴαχε κύματι κωφῷ· „Μηλίς, ἐπολβίζω σε· σὺ γάρ ποτε, νῆις ἐρώτων,
325αὐτομάτῃ στροφάλιγγι δέμας ῥίψασα θαλάσσῃ λέκτρα γυναιμανέοντος ἀλεύαο Δαμναμενῆος· σὸν μόρον ὀλβίζω φιλοπάρθενον· οἰστρομανῆ γὰρ νυμφίον εἰς σὲ κόρυσσεν ἁλὸς θυγάτηρ Ἀφροδίτη, καί σε θάλασσα φύλαξε, καὶ εἰ Παφίης πέλε μήτηρ,
330καὶ θάνες ἐν ῥοθίοις ἔτι παρθένος. ἀλλὰ καὶ αὐτὴν Χαλκομέδην ἐθέλουσαν ὕδωρ κρύψειε θαλάσσης Μορρέος ἱμείροντος ἀπειρήτην ὑμεναίων, ὄφρα νέη Βριτόμαρτις ἐγὼ φυγόδεμνος ἀκούσω, ἥν ποτε πόντος ἔδεκτο καὶ ἔμπαλιν ὤπασε γαίῃ,
335Κυπριδίων Μίνωος ἀφειδήσασαν ἐρώτων.
οὔ με διεπτοίησεν ἐρωμανέων Ἐνοσίχθων, οἷά περ Ἀστερίην φιλοπάρθενον, ἣν ἐνὶ πόντῳ πλαζομένην ἐδίωκε παλίνδρομον, εἰσόκεν αὐτὴν ἄστατον ἱππεύουσαν ἀμοιβάδι σύνδρομον αὔρῃ156 in vol. 2
340κύμασιν ἀστυφέλικτον ἐνερρίζωσεν Ἀπόλλων. δέξο με, δέξο, θάλασσα, φιλοξείνῳ σέο κόλπῳ· δέχνυσο Χαλκομέδην μετὰ Μηλίδα· δέξο καὶ αὐτὴν ὁπλοτέρην Βριτόμαρτιν ἀναινομένην ὑμεναίους, ὄφρα φύγω Μορρῆα καὶ ὑμετέρην Ἀφροδίτην·
345Χαλκομέδην ἐλέαιρε, βοηθόε παρθενικάων.“ ὣς φαμένη δεδόνητο νόον παρὰ γείτονι πόντῳ· καί νύ κεν αὐτοκύλιστος ἐδύσατο κῦμα θαλάσσης, ἀλλὰ Θέτις χραίσμησε χαριζομένη Διονύσῳ, καὶ δέμας ἀλλάξασα παρίστατο Χαλκομεδείῃ

33

(350)

Βάκχης τ’ εἶδος ἔχουσα παρήγορον ἴαχε φωνήν· „τέτλαθι, Χαλκομέδη, μὴ δείδιθι Μορρέος εὐνήν· αἴσιον ὄρνιν ἔχεις με τεῆς ἀλύτοιο κορείης, μαρτυρίην μεθέπουσαν ἀνυμφεύτων σέο λέκτρων. εἰμὶ Θέτις φυγόδεμνος ὁμοίιος, εἰμὶ καὶ αὐτή,
355οἷά τε Χαλκομέδη, φιλοπάρθενος· οὐρανόθεν δὲ Ζεύς με πατὴρ ἐδίωκε καὶ ἤθελεν εἰς γάμον ἕλκειν, εἰ μή μιν ποθέοντα γέρων ἀνέκοπτε Προμηθεὺς θεσπίζων Κρονίωνος ἀρείονα παῖδα φυτεῦσαι, μὴ Θέτιδός ποτε κοῦρος ἐπιβρίσειε τοκῆι
360καὶ Κρονίδην ἐλάσειεν, ἅτε Κρόνον ὑψιμέδων Ζεύς.
γίνεό μοι δολόεσσα φερέσβιος· αὐτοφόνος γὰρ αἴ κε θάνῃς ἀδίδακτος ἀνυμφεύτων ὑμεναίων, Βασσαρίδων στίχα πᾶσαν ἀνάρσιος Ἰνδὸς ὀλέσσει· ἀλλά μιν ἠπερόπευε, καὶ ἐκ θανάτοιο σαώσεις157 in vol. 2
365σὴν στρατιὴν φύξηλιν ἱμασσομένου Διονύσου, ψευδομένη Παφίης κενεὸν πόθον· εἰ δέ σε Μορρεὺς εἰς εὐνὴν ἐρύσειεν ἀναινομένην ὑμεναίους, οὐ χατέεις ἐπὶ Κύπριν ἀρηγόνος· ὑμετέρης γὰρ φρουρὸν ἔχεις ἀπέλεθρον ὄφιν χραισμήτορα μίτρης·
370ὑμέτερον δὲ δράκοντα λαβὼν μετὰ φύλοπιν Ἰνδῶν στηρίξει Διόνυσος ἐν ἀστεροφεγγέι κύκλῳ, ἄγγελον οὐ λήγοντα τεῆς ἀλύτοιο κορείης, ἐγγὺς ἑοῦ Στεφάνοιο φεραυγέος, εὖτε τελέσσῃ ἀστερόεν μέγα σῆμα Κυδωναίης Ἀριάδνης·
375Ἀρκτῴῳ δὲ Δράκοντι δράκων τεὸς ἰσοφαρίζων ἀστράψει μερόπεσσι, συναστράπτων Ὀφιούχῳ. ὕστερον αἰνήσεις ἁλίην Θέτιν, εὖτε νοήσῃς ἀστέρα σὸν πυρόεντα συναστράπτοντα Σελήνῃ. ἔσσο δὲ θαρσήεσσα γάμου χάριν· οὐ γὰρ ἀκοίτης
380ἔμπεδον ὑμετέρης ἀναλύσεται ἅμμα κορείης, οὐ μὰ σὲ καὶ Διόνυσον ἐμῆς ψαύσαντα τραπέζης, οὐ μὰ σὲ καὶ σέο θύρσα, καὶ εἰναλίην Ἀφροδίτην.“ εἶπε παραιφαμένη· νεφέλῃ δ’ ἐκαλύψατο κούρην,
μή μιν ἐσαθρήσωσι φυλάκτορες ἢ σκοπὸς ἀνήρ,158 in vol. 2
385φώριον ἴχνος ἔχων δολίῳ ποδὶ νυκτὸς ὁδίτης, ἠὲ γυναιμανέων θρασὺς αἰπόλος, ἑσπερίην δὲ
παρθενικὴν ἐρύσειεν ἐς εἰνοδίους ὑμεναίους.159 in vol. 2

34

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΡΙΑΚΟΣΤΟΝ ΤΕΤΑΡΤΟΝ.
1 Κούρη δ’ οὐρεσίφοιτος ἑῷ ταχυδινέι ταρσῷ ἄψοφον ἴχνος ἔχουσα διέστιχεν ἐς ῥάχιν ὕλης· οὐδὲ Θέτις δήθυνεν ἐπ’ ᾐόνος, ἀλλὰ καὶ αὐτὴ πατρῴην βρυόεσσαν ἐδύσατο Νηρέος αὐλήν.
5 ἤδη δ’ ἀννεφέλοιο δι’ ἠέρος ὄμμα τιταίνων ἄντυγας ἀστραίας ὁρόων ἐκορέσσατο Μορρεύς· καί τινα μῦθον ἔειπε μεληδόσι θυμὸν ἱμάσσων· „πλάζεται ἀλλοπρόσαλλος ἐμὸς νόος· οὐ μία βουλή, εἷς νόος οὐ μεθέπει με· πολυσπερέες δὲ μενοιναὶ
10ἀμφ’ ἐμὲ κυκλώσαντο, καὶ οὐ μίαν οἶδα τελέσσαι· κτείνω Χαλκομέδειαν ἐπήρατον; ἀλλὰ τί ῥέξω, μή με πόθῳ μετὰ πότμον ἀποκτείνειε καὶ αὐτή; ἀλλὰ λίπω ζώουσαν ἀνούτατον, ἀμφαδίην δὲ παρθένον εἰς ὑμέναιον ἐφέλκομαι; ἀλλ’ ἐνὶ θυμῷ
15Δηριάδην τρομέω καὶ Χειροβίην ἐλεαίρω. οὐ μὲν ἐγὼ κτείνω ποτὲ παρθένον· ἢν δὲ δαμάσσω, πῶς δύναμαι ζώειν, ὅτε παρθένον οὐκέτι λεύσσω; κάμνω, Χαλκομέδης ὅτε λείπομαι εἰς μίαν ὥρην.“ τοῖα μάτην ἐνέπων πολυμήχανος ἤιε Μορρεύς,
20παφλάζων ὀδύνῃσι ποθοβλήτοιο μερίμνης. τὸν δὲ παλινδίνητον ἀλώμενον † ὑψόθεν εὐνῆς μουνάδος ἀμνήστοιο λελοιπότα δέμνια νύμφης, ἔδρακεν ἐγρήσσων θρασὺς Ὕσσακος· ὡς δολόεις δὲ κρυπτὸν ἀτεκμάρτων ἐφράσσατο κέντρον ἐρώτων,160 in vol. 2
25πιστότατος θεράπων· δολίῳ δέ μιν εἴρετο μύθῳ, τοῖον ἔπος προχέων ἀπατήλιον ἀνθερεῶνος· „τίπτε λιπὼν σέο λέκτρα καὶ ὑπναλέην σέο νύμφην πλάζεαι ἔνθα καὶ ἔνθα κατὰ κνέφας, ἄτρομε Μορρεῦ; μὴ τάχα Δηριάδης σε διεπτοίησεν ἀπειλῇ;
30μή σοι Χειροβίη κοτέει ζηλήμονι θυμῷ, ἐλπομένη φιλέειν σε δορικτήτην τινὰ Βάκχην; καὶ γὰρ ὅτ’ εἰσορόωσιν ἐρωμανέοντας ἀκοίτας, κρυπταδίην διὰ κύπριν ἀεὶ φθονέουσι γυναῖκες. μὴ τάχα πανδαμάτωρ θρασὺς Ἵμερος εἰς σὲ κορύσσει
35νυμφιδίους σπινθῆρας ἀκοιμήτοιο φαρέτρης; μή τινα Βασσαρίδων ποθέεις μίαν; ὡς μὲν ἀκούω, τρεῖς Χάριτες γεγάασι, χορίτιδες Ὀρχομενοῖο, ἀμφίπολοι Φοίβοιο, χοροπλεκέος δὲ Λυαίου εἰσὶ τριηκοσίων Χαρίτων στίχες, ὧν μία μούνη
40πασάων προφέρουσα φαείνεται, οἷα καὶ αὐτὴ φαιδροτέραις ἀκτῖσι κατακρύπτει σέλας ἄστρων μαρμαρυγὴν εὔκυκλον ἀκοντίζουσα Σελήνη. καὶ διδύμοις βελέεσσι κορύσσεται εἰν ἑνὶ θεσμῷ,
κάλλεϊ τοξεύουσα καὶ αἰχμάζουσα σιδήρῳ·161 in vol. 2
45ἔστι δὲ Πασιθέη κορυθαιόλος, ἥν τινα Βάκχαι Χαλκομέδην καλέουσιν· ἐγὼ δέ μιν αὐτὸς ἐνίψω Ἄρτεμιν ἀργυρόπεζαν ἠὲ χρύσασπιν Ἀθήνην.“ ὣς φαμένου ῥίγησε καὶ ὀφρύος ἄκρα καθέλκων αἰδομένοις στομάτεσσι δυσίμερος ἔννεπε Μορρεύς·

34

(50)

„ἀτρεκέως Διόνυσος ἐδύσατο κῦμα θαλάσσης δειμαίνων Λυκόοργον, ὑποβρυχίοιο δὲ κόλπου Νηρεΐδας θώρηξε, καὶ ἐξ ἁλὸς ἦλθε κομίζων εἰναλίην ἐς ἄρηα κασιγνήτην Ἀφροδίτην· ἀντὶ δὲ νυμφιδίοιο καὶ εὐόδμοιο χιτῶνος
55δῶκεν ἔχειν θώρηκα σιδήρεον, ἀντὶ δὲ κεστοῦ χάλκεον ἔγχος ὄπασσε· καὶ οὔνομα τὸ πρὶν ἀμείψας Χαλκομέδην ὀνόμηνε κορυσσομένην Ἀφροδίτην· ἔστι δὲ Βασσαρίδεσσι συνέμπορος· ἀμφοτέροις δὲ μάρναμαι ἀγνώσσων, καὶ Κύπριδι καὶ Διονύσῳ.
60καὶ τί μάτην δόρυ θοῦρον ἀείρομαι; εἶξον, ἀκωκή· εἰ Παφίη νίκησεν ἀκοντιστῆρα κεραυνοῦ, εἰ πολέμων σκηπτοῦχον ἑῷ σπινθῆρι δαμάζει, εἰ φλογερὸν Φαέθοντα κατέφλεγε μείζονι πυρσῷ
καὶ κλονέει πυρόεντα, τί κεν ῥέξοιμι σιδήρῳ;162 in vol. 2
65εἴπατέ μοί τινα μῆτιν ἀρηγόνα Κυπρογενείης· οὐτήσω τὸν Ἔρωτα; πόθεν πτερόεντα κιχήσω; ἔγχος ἀερτάζω; πυρὶ μάρναται. ἆορ ἐρύσσω; τόξον ἔχει, τὸ δὲ τόξον ἐμῆς φρενὸς ἁπτόμενον πῦρ. πολλάκις οὐτήθην κατὰ φύλοπιν· ἀλλὰ καμόντα
70ἰητήρ με σάωσεν ἑῇ ζωαρκέι τέχνῃ, ὠτειλῇ μελέων ὀδυνήφατον ἄνθος ἑλίξας. Ὕσσακε, μὴ κρύψῃς· τίνα φάρμακα ποικίλα πάσσων ἔνδον ἐμῆς κραδίης ἰήσομαι ἕλκος ἐρώτων; εἰμὶ μὲν ἀντιβίοισιν ἀεὶ θρασύς· ἀλλ’ ὅτε λεύσσω
75Χαλκομέδην παρεοῦσαν, ἐμὴ θηλύνεται αἰχμή. οὐ τρομέω Διόνυσον· ὑποπτήσσω δὲ γυναῖκα, ὅττι σέλας πέμπουσα ποθοβλήτοιο προσώπου μορφῇ ὀιστεύει με, καὶ οὐκέτι τόξα τιταίνω. ὣς ἄρα Νηρεΐδων μίαν ἔδρακον· εἰ θέμις εἰπεῖν,
80ἢ Θέτις ἢ Γαλάτεια συναιχμάζει Διονύσῳ.“ εἶπε, καὶ ἀκροτάτοισι μόγις βραδὺς ἴχνεσι βαίνων, μὴ νυχίην εὕδουσαν ἑὴν παράκοιτιν ἐγείρῃ, εἰς θάλαμον πάλιν ἦλθε· μελαγκόλποιο δὲ νύμφης τηλόθεν ἔτραπεν ὄμμα, καὶ ἤθελεν, ὄφρα φανεῖσα
85Χαλκομέδη λάμψειε καὶ ἠριγένεια φανείη. ἀσχαλόων δ’ ὑπ’ ἔρωτι κατηφέι κάππεσεν εὐνῇ· καὶ θεράπων ἄγρυπνος ἔχων πόθον ἡδέος ὕπνου Ὕσσακος αὖτις ἴαυεν ἑῆς ἐφύπερθε βοείης. Μορρέα δ’ ὑπνώοντα παρήπαφεν ὄψις ὀνείρου,163 in vol. 2
90κλεψινόων ἐλέφαντος ἀναΐξασα πυλάων, καί τινα μῦθον ἔειπεν ἐπήρατον ἠπεροπῆα· „δέχνυσο Χαλκομέδην πειθήμονα, νυμφίε Μορρεῦ· δέξο καὶ ἐν λεχέεσσι μετὰ πτολέμους σέο νύμφην· ἠματίην ὁρόων με τεὴν ηὔφραινες ὀπωπήν,
95καὶ νυχίῃ παρίαυε φιλήνορι Χαλκομεδείῃ. ἔστι καὶ ὑπναλέοιο γάμου χάρις, ἔστι καὶ αὐτῶν ἱμερόεις γλυκὺς οἶστρος ὀνειρείων ὑμεναίων. ἤθελον ἀγκὰς ἔχειν σε, καὶ ἐγγύθι φαίνεται Ἠώς.“ ὣς φαμένη πεπότητο· καὶ ἐξ ὕπνου θόρε Μορρεύς,

34

(100)

ἀρχομένης δ’ ἐνόησεν ἀμερσιγάμου φάος Ἠοῦς· Χαλκομέδην δ’ ἐδόκησεν ἔχειν πόθον· αἶψα δὲ σιγῇ ἔννεπε Κυπριδίην ἀπατήλιον ἐλπίδα βόσκων· „τριπλόον Ἠριγένεια, φέρεις φάος, ὅττι κομίζεις Χαλκομέδην καὶ φέγγος ἄγεις καὶ νύκτα διώκεις.
105Μορρέος ἀγρύπνοιο παρήγορε, καὶ σὺ φαείνεις, Χαλκομέδη ῥοδόεσσα, ῥοδοστεφέος πλέον Ἠοῦς· οὔ ποτε τοῖον ἄγουσι ῥόδον λειμωνίδες Ὧραι. παρθενικὴ χαρίεσσα, τεαὶ μεθέπουσι παρειαὶ εἰαρινὸν λειμῶνα, τὸν οὐ χρόνος οἶδε μαραίνειν·164 in vol. 2
110ἄνθεα σοὶ θαλέουσιν, ὅτε φθινοπωρίδες Ὧραι· σὰ κρίνα καὶ κατὰ χεῖμα φαείνεται· ἀμφιέπει δὲ σὸν δέμας οὐ λήγουσαν ἐρευθομένην ἀνεμώνην, ἣν Χάριτες κομέουσι καὶ οὐκ ὀλέκουσιν ἀῆται. οὔνομα σὸν κόσμησας ἀριστεύουσα σιδήρῳ·
115ἅρμενον ἠνορέῃ τεὸν οὔνομα· Χαλκομέδην δὲ οὔ σε μάτην καλέουσι· σὲ γὰρ τέκε χάλκεος Ἄρης Κύπριδος ἐν λεχέεσσιν Ἐρωτοτόκοιο χορεύων. Χαλκομέδην μὲν ἅπαντες, ἐγὼ δέ σε μοῦνος ἐνίψω Χρυσομέδην, ὅτι κάλλος ἔχεις χρυσῆς Ἀφροδίτης·
120πείθομαι, ὡς Σπάρτηθεν ἔχεις γένος· ὡς δοκέω γάρ, Χαλκομέδην ἐλόχευσε σιδηροχίτων Ἀφροδίτη.“ τοῖον ἔπος κατέλεξε φιλαγρύπνων ἐπὶ λέκτρων. ἀλλ’ ὅτε φοινίσσοντι σέλας πέμπουσα προσώπῳ ὑσμίνης προκέλευθος ἑκηβόλος ἄνθορεν Ἠώς,
125Ἰνδῴην ἐκόρυσσε γονὴν λαοσσόος Ἄρης· καὶ τότε θωρηχθέντες ἐυτροχάλων ἐπὶ δίφρων ἅρματι Δηριάδαο συνήλυδες ἔρρεον Ἰνδοί.
Βάκχοι δ’ οὐ παρεόντος ἀνικήτου Διονύσου ἐς πεδίον προχέοντο κατηφέες· ἐν κραδίῃ δὲ165 in vol. 2
130οὐκέτι θαρσήεντες ἐπεστρατόωντο κυδοιμῷ, ἀλλὰ φόβῳ δονέοντο· καὶ οὐ ῥηξήνορι λύσσῃ εἰσέτι χαλκοχίτωνες ἐβακχεύοντο γυναῖκες· οὐδὲ βαρυφθόγγοιο μεμυκότος ἀνθερεῶνος ἀφρὸν ἀνηκόντιζον, ἐν ἀφλοίσβῳ δὲ σιωπῇ
135μίμνεν ἀδεψήτοιο περίκροτα νῶτα βοείης· οὐ δαΐδες σελάγιζον ἐνυαλίης φλόγα πεύκης, καπνὸν ἐρευγομένης θανατηφόρον· ἀλλ’ ὑπὸ κέντρῳ δαιμονίης μάστιγος ἐθηλύνοντο μαχηταί. οὐ Σάτυροι κελάδησαν, ἐθήμονος οὐ θρόος αὐλοῦ
140ἔβρεμεν ἐγρεκύδοιμος· ἀβακχεύτῳ δὲ κυδοιμῷ Σιληνοὶ πολέμιζον ἐχέφρονες, οὐδὲ προσώπῳ μίλτον ἐπιχρίσαντες ὁμόχροον αἴθοπι λύθρῳ ξανθὸν ἐφοινίξαντο τύπον ψευδήμονι μορφῇ εἰς φόβον, οὐδὲ μέτωπα πεφυρμένα λευκάδι γύψῳ,
145ὡς πάρος, εὐρύνοντο· καὶ οὐ στομάτεσσι πιόντες θερμὸν ἐρημονόμοιο νεόσσυτον αἷμα λεαίνης Πᾶνες ἀελλήεντες ἐβακχεύοντο κυδοιμῷ,
ἀλλὰ φόβῳ γεγάασιν ἐνηέες· ὀκναλέοι δὲ φειδομέναις ἤρασσον ἀδουπήτοις χθόνα χηλαῖς,166 in vol. 2

34

(150)

φρικτὸν ἀναστείλαντες ὀρίδρομον ἅλμα χορείης. Δηριάδης δ’ ὑπέροπλος ἐπέχραεν ἄρσενι χάρμῃ, σείων ὡς τρυφάλειαν ἑῆς γλωχῖνα κεραίης· θηλυτέρῃ δὲ φάλαγγι θορὼν βακχεύετο Μορρεύς· οὐ γὰρ Χαλκομέδεια συνέμπορος ἵστατο Βάκχαις,
155ὄφρα μιν αἰδέσσοιτο, κατεσσυμένην δὲ γυναικῶν αἵματι πορφύρουσαν ἀναστείλειεν ἀκωκήν, ἀλλὰ τότε προμάχοισιν ὁμήλυδος ἥπτετο χάρμης παρθένος ἱμερόεσσα νέη κλυτότοξος Ἀμαζών, φάρεα λεπτὰ φέρουσα καὶ ἀστράπτοντα χιτῶνα
160ἐν πεδίῳ· τὸ γὰρ εἶπε σοφὴ Θέτις, ὄφρα σαώσῃ λαὸν ὅλον μογέοντα τινασσομένου Διονύσου. ἔνθα διατμήξας Χαρίτων ἴνδαλμα προσώπου Βασσαρίδας ζώγρησεν ἀνάλκιδας ἕνδεκα Μορρεύς, ἃς μετὰ Χαλκομέδην ἐκρίνατο· Μαιναλίδων δὲ
165χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ,
καὶ στίχα λυσιέθειραν ἐπὶ ζυγὰ δούλια σύρων ληίδας ἀμφιπόλους ἑκυρῷ πόρε Δηριαδῆι, ἕδνον ἑῆς ἀλόχοιο τὸ δεύτερον, ἧς χάριν εὐνῆς νυμφοκόμον μόθον εἶχεν ἀερσιλόφῳ παρὰ Ταύρῳ,167 in vol. 2
170ὁππότε Δηριάδαο νέην βασιληίδα κούρην, ἥλικα Χειροβίην, ζυγίῳ σφηκώσατο δεσμῷ· οὐ γὰρ δῶρον ἔδεκτο γαμήλιον ὄρχαμος Ἰνδῶν παιδὸς ἑῆς, οὐ χρυσὸν ἀπείριτον, οὐ λίθον ἅλμης μαρμαρέην, ἀγέλας δὲ βοῶν καὶ πώεα μήλων
175Δηριάδης ἀπέειπε, καὶ ἐγρεμόθοισι μαχηταῖς θυγατέρων ἔζευξεν ἀδωροδόκους ὑμεναίους, γαμβρὸν ἔχων Μορρῆα καὶ ἐννεάπηχυν Ὀρόντην· καὶ διδύμοις προμάχοισιν ἑὴν νύμφευσε γενέθλην, Μορρέι Χειροβίην καὶ Πρωτονόειαν Ὀρόντῃ.
180οὐ γὰρ ἐπιχθονίοισιν ὁμοίιος ἔπλετο Μορρεύς, ἀλλὰ Γιγαντείων μελέων ὑψαύχενι μορφῇ Ἰνδῶν Γηγενέων μιμήσατο πάτριον ἀλκήν, ἠλιβάτου Τυφῶνος ἔχων αὐτόχθονα φύτλην, εὖτε πυριτρεφέων Ἀρίμων παρὰ γείτονι πέτρῃ
185σύγγονον ἠνορέην ἐπεδείκνυε μάρτυρι Κύδνῳ, ἕδνα φέρων θαλάμων Κιλίκων ἱδρῶτας ἀέθλων, νυμφίος ἀκτήμων, ἀρετῇ δ’ ἐκτήσατο νύμφην,
ὁππότε Μορρηνοῖο γάμων μνηστῆρι σιδήρῳ Ἀσσυρίη γόνυ κάμψε, καὶ εἰς ζυγὰ Δηριαδῆος168 in vol. 2
190αὐχένα πετρήεντα Κίλιξ δοχμώσατο Ταῦρος, καὶ θρασὺς ὤκλασε Κύδνος, ὅθεν Κιλίκων ἐνὶ γαίῃ Σάνδης Ἡρακλέης κικλήσκεται εἰσέτι Μορρεύς. καὶ τὰ μὲν ἐν προτέροισιν· ἐν ὀψιγόνῳ δὲ κυδοιμῷ θυιάδας ἐζώγρησεν ἀφειδέι δούρατι Μορρεύς·
195κυδιόων δ’ ἀχάλινον ἀπερροίβδησεν ἰωήν· „σοὶ μὲν ἐγώ, σκηπτοῦχε, τεῆς κειμήλια κούρης Βάκχας πρῶτον ἄγω, μετέπειτα δὲ Βάκχον ὀπάσσω.“ ὣς φαμένου Μορρῆος ἀμείβετο κοίρανος Ἰνδῶν· „Χειροβίην ἀνάεδνον ἔχων, κορυθαιόλε Μορρεῦ,

34

(200)

ἄξιά μοι πόρες ἕδνα φερεσσακέων ὑμεναίων, ἄστεα δουλώσας Κιλίκων ὑψήνορι νίκῃ. ἄρτι πάλιν νέα δῶρα χαρίζεαι· ἢν δ’ ἐθελήσῃς, ἄλλας Βασσαρίδας ληίζεο, Χειροβίης δὲ ἀμφιπόλων ἔμπλησον ὅλον δόμον· ἀμφὶ δὲ Βάκχου
205οὐ χατέω Μορρῆος, ἀλυκτοπέδαις δὲ πεδήσας δούλιον ἐς ζυγόδεσμον ἐγὼ Διόνυσον ἐρύσσω. μοῦνον ἐμοὶ πεφύλαξο δορικτήτης πόθον εὐνῆς, μή σε γυναιμανέεσσιν ἴδω πανομοίιον Ἰνδοῖς· ὄμματα μὴ σκοπίαζε καὶ ἄργυφον αὐχένα Βάκχης,
210μὴ ποθέων τελέσειας ἐμὴν ζηλήμονα κούρην. αὐτὰρ ἐπὴν Βρομίου στρατιὴν ξύμπασαν ὀλέσσω,
Μαιονίην ἐπὶ γαῖαν ἐλεύσομαι, ἔνθεν ἀφύξω Λυδῶν ἄσπετον ὄλβον, ὅσον Πακτωλὸς ἀέξει· ἵξομαι εἰς Φρυγίην εὐάμπελον, ὁππόθι Ῥείη169 in vol. 2
215παιδοκόμος Βρομίοιο, καὶ ἀγχικέλευθον ὀρύξω ἀργυρέης Ἀλύβης πέδον ὄλβιον, ὄφρα κομίσσω φαιδρὰ ῥυηφενέων χιονώδεα νῶτα μετάλλων· πέρσω δ’, ἣν καλέουσι, καὶ ἑπταπύλου χθόνα Θήβης, καὶ φλέξω Σεμέλης φλογερὸν δόμον, ὁππόθι παστοὶ
220λείψανα θερμὰ φέρουσι μαραινομένων ὑμεναίων.“ εἶπεν ἄναξ ἀθέμιστος, ἐνυαλίοιο δὲ γαμβροῦ ἀμφιπόλων στίχα πᾶσαν ἐδέξατο δῶρα κυδοιμοῦ Δηριάδης, Φλογίῳ δὲ καὶ Ἀγραίῳ πόρε Βάκχας ἑλκομένας πλοκαμῖδος· ὁμοπλέκτῳ δ’ ἐνὶ δεσμῷ
225ἀρραγέες παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες. τὰς μὲν ἄγων Φλογίος βασιληίδος ἄγγελα νίκης σφιγγομένας πόμπευε δι’ ἄστεος. ὑψιτενεῖς δὲ αἱ μὲν ἐυγλυφάνοιο παρὰ προπύλαια μελάθρου ἀγχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ·
230ἄλλαις θερμὸν ὄπασσε μόρον πυρόεντι ῥεέθρῳ· αἱ δὲ πεδοσκαφέεσσιν ἐτυμβεύοντο βερέθροις φρείατος ἐν γυάλοισιν, ὅπῃ βυθίων ἀπὸ κόλπων
χερσὶν ἀμοιβαίαις βεβιημένον ἕλκεται ὕδωρ· καί τις ἔσω διεροῖο βαθυνομένου κενεῶνος170 in vol. 2
235ἡμιθανὴς ἀτίνακτος ἀμοιβαίῃ φάτο φωνῇ· „ἔκλυον, ὡς Ἰνδοῖσι θεὸς πέλε γαῖα καὶ ὕδωρ· οὐδὲ μάτην ποτὲ τοῦτο φατίζεται· ἀμφότεροι γὰρ εἰς ἐμὲ θωρήχθησαν ὁμόφρονες, εἰμὶ δὲ μέσση καὶ χθονίου θανάτοιο καὶ ὑδατόεντος ὀλέθρου,
240καὶ μόρον ἐγγὺς ἔχω διδυμόζυγον· ἰλυόεις γὰρ ξεῖνος δεσμὸς ἔχει με, καὶ οὐκέτι ταρσὸν ἀείρω, ὑγρὰ δὲ ῥιζώσασα πεπηγότα γούνατα πηλῷ ἵσταμαι ἀστυφέλικτος ἐγὼ Μοίρῃσιν ἑτοίμη. καὶ ποταμός με δίωκε, καὶ οὐ χυτὸν ἔτρεμον ὕδωρ·
245αἴθε καὶ οὗτος ἔην κελάδων ῥόος, ὄφρα καὶ αὐτοῦ χεῖρας ἐρετμώσασα διατμήξω μέλαν ὕδωρ.“ ἔννεπεν· οἰγομένῳ δὲ κατάρρυτα χεύματα λαιμῷ δεχνυμένη κατὰ βαιὸν ἀτυμβεύτῳ θάνε πότμῳ. αὐτὰρ ὁ Χαλκομέδης πεπεδημένος ἡδέι κέντρῳ

34

(250)

Μαιναλίδων ἀσίδηρον ὅλον στρατὸν ἤλασε Μορρεὺς εἰς πόλιν ὀφρυόεσσαν, ὀπίστερος ἔγχεϊ νύσσων. ὡς δ’ ὅτε μηλονόμος πολυχανδέος εἰς μυχὰ μάνδρης συμμιγέων ὀίων σποράδας στίχας εἰς ἓν ἐλαύνων εἰροπόκων ἴθυνε καλαύροπι πώεα μήλων
255πασσυδίῃ, πολέες δὲ συνεστιχόωντο βοτῆρες
μῆλα περισφίγγοντες ὁμόζυγι πήχεος ὁλκῷ προτροπάδην στοιχηδὸν ἀρηρότα, μή ποτε ποίμνης κλειομένης πλάζοιτο παράτροπος ἐσμὸς ἀλήτης· ὣς ὅ γε θῆλυν ὅμιλον ἔσω πυλεῶνος ἐέργων171 in vol. 2
260εἰς πόλιν αἰπύδμητον ἀελλόπος ἤλασε Μορρεὺς Βακχείην στίχα πᾶσαν ἀποσπάδα δηιοτῆτος. καὶ μογέων δόλον εἶχεν ἐτώσιον, ὄφρα κυδοιμοῦ ληίδα καλλιγύναικα λαβὼν μετανάστιον ἄγρην Χαλκομέδην ἐρύσειεν ὑπὸ ζυγὰ δουλοσυνάων,
265ἄλλαις θηλυτέρῃσιν ὁμόστολον, ὄφρα οἱ αἰεὶ ἠματίη θεράπαινα καὶ ἔννυχος εὐνέτις εἴη, καὶ διδύμων τελέσειεν ἀμοιβαδὶς ἔργα θεάων, λάθρια Κύπριδος ἔργα καὶ ἀμφαδὸν ἱστὸν Ἀθήνης ... Μορρεὺς δ’ οὐκ ἀμέλησε δορυσσόος· ἀγχεμάχῳ γὰρ
270Δηριάδῃ φύξηλιν ἐπέτρεπε θῆλυν ἐνυώ, Βακχιάδος δὲ φάλαγγος ἐπέχραεν ἄρσενι χάρμῃ, ὄφρα περικλείσειε καὶ ἀνέρας· ἐν δὲ κυδοιμοῖς ... εἰς φόβον ἠπείγοντο. θυελλήεσσα δὲ κούρη ἵστατο κοσμηθεῖσα πρὸ ἄστεος ἐγγύθι πύργου,
275παρθένος ἀκρήδεμνος· ἐρωμανέων δὲ γυναικῶν νεύμασι ποιητοῖσι τύπον μιμήσατο κούρη,
ὄμματα δινεύουσα, καὶ ἠθάδος ἔκτοθι μίτρης λευκὸς ἐρευθιόωντι χιτὼν φοινίσσετο μαζῷ· Μορρεὺς δ’ εἰσορόων ἐπετέρπετο, καὶ διὰ πέπλου172 in vol. 2
280λεπταλέου σφριγόωσαν ἴτυν τεκμαίρετο μαζοῦ. καὶ λίθον εὐποίητον ἴσον τροχοειδέι δίσκῳ παρθένος ἁρπάξασα, πελώριον ἄχθος ἁμάξης, Μορρέος εὐπήληκος ἀκόντισεν ἴδμονι τέχνῃ· καὶ λίθος ἠερόθεν πεφορημένος ὀξέι ῥοίζῳ
285ἀσπίδος ἄκρον ἄραξεν, ὅπῃ χρυσήλατος εἰκὼν Χειροβίης νόθον εἶχε δέμας ψευδήμονι μορφῇ, ποιητὸν δὲ κάρηνον ἀπέξεσε, βαλλομένης δὲ
289μιμηλῆς ἀμάθυνε περίτροχον εἰκόνα μορφῆς
288μαρμαρέῃ γλωχῖνι χαρασσομένοιο προσώπου·
290καὶ σάκος ὀλβίζων ἀνεπάλλετο πολλάκι Μορρεύς, καὶ κραδίῃ γελόων κρυφίην ἐφθέγξατο φωνήν· „ἄτρομε Χαλκομέδεια, νέη ῥοδοδάκτυλε Πειθώ, Κύπριδος ἁβρὸν ἄγαλμα καὶ εὐθώρηκος Ἀθήνης, Βακχιὰς Ἠριγένεια καὶ οὐ δύνουσα Σελήνη,
295γραπτὸν ἐμῆς ἀλόχου τύπον ἔξεσας· αἴθε καὶ αὐτῆς Χειροβίης ἤμησας ἀληθέος αὐχένα νύμφης.“ ὣς εἰπὼν ἐδίωκε πρὸ ἄστεος ἄζυγα κούρην, γλῶσσαν ἀπειλείουσαν ἔχων, οὐ χεῖρα κορύσσων, μῦθον ἀκοντίζων, οὐ παρθένον ἔγχεϊ νύσσων,

34

(300)

μειλιχίῃ παλάμῃ πεφιδημένον ἔγχος ἀείρων· καὶ βλοσυρῆς κελάδησε βοῆς ἀπατήλιον ἠχώ, ὡς ἐτεὸν κοτέων πρόμος ἤπιος· ἀμφότερον γάρ, εἶχε νόον γελόωντα, χόλον δ’ ἀνέφηνε προσώπῳ. ἦκα δὲ δινήσας σφαλερὴν προέηκεν ἀκωκὴν173 in vol. 2
305ἐς σκοπὸν ἀχρήιστον ἑκούσιος· ἡ δὲ φυγοῦσα ἠερίαις ταχύγουνος ἐπέτρεχε σύνδρομος αὔραις· τῆς δὲ τιταινομένης ἀνεμώδεϊ γούνατος ὁρμῇ πλοχμοὺς βοτρυόεντας ἀνερρίπιζον ἀῆται, αὐχένα γυμνώσαντες ἐριδμαίνοντα Σελήνῃ.
310φειδομένοις δὲ πόδεσσιν ἑκούσιος ἔτρεχε Μορρεύς, πῇ μὲν ἐυρραφέων ποδὸς ἴχνια γυμνὰ πεδίλων καὶ σφυρὰ παπταίνων ῥοδοειδέα, πῇ δὲ δοκεύων πλαζομένης ἑλικηδὸν ὀπίστερα βόστρυχα χαίτης Χαλκομέδην ἐδίωκε· καὶ ἴαχεν ἡδέι μύθῳ,
315μείλιχον ἀφλοίσβοιο χέων ἔπος ἀνθερεῶνος· „μίμνε με, Χαλκομέδεια, τὸν ἱμείροντα μαχητήν· ῥύεται ἀγλαΐη σε, καὶ οὐ δρόμος· οὐ τόσον αἰχμαὶ ἄνδρα βαλεῖν δεδάασιν, ὅσον σπινθῆρες ἐρώτων. δήιος οὐ γενόμην, μὴ δείδιθι· μαρνάμενον γὰρ
320χαλκείην σέο κάλλος ἐμὴν νίκησεν ἀκωκήν· ἔγχεος οὐ χατέεις, οὐκ ἀσπίδος· ὑμετέρου γὰρ ὡς ξίφος, ὡς δόρυ θοῦρον ἔχεις ἀκτῖνα προσώπου, καὶ μελίης πολὺ μᾶλλον ἀριστεύουσι παρειαί.
φρικτὸν ἐμῆς παλάμης λέλυται σθένος· οὐ νέμεσις δέ,174 in vol. 2
325εἰ δόρυ θοῦρον ἔχω νικώμενον, ὅττι καὶ αὐτὸς Κύπριδος ἱσταμένης θηλύνεται ἄγριος Ἄρης. δέξο με σοῖς Σατύροισιν ὁμόστολον· ἐν πολέμοις γὰρ Ἰνδοὶ ἀριστεύσουσιν, ἕως ἔτι χεῖρα κορύσσω. ἢν ἐθέλῃς, ἅτε λάτρις ὑποδρήσσω Διονύσῳ·
330ἢν δ’ ἐθέλῃς, με δάμαζε κατ’ αὐχένος ἢ κενεῶνος· οὐκ ἀλέγω θανάτοιο τεῇ δεδαϊγμένος αἰχμῇ· μοῦνον ἐμὲ στενάχιζε δεδουπότα· μυρομένης δὲ δάκρυα Χαλκομέδης με καὶ ἐξ Ἀίδαο κομίσσει. παρθένε, τί τρομέεις, ὅτι μείλιχον ἔγχος ἀείρω;
335σοὺς πλοκάμους ὁρόων ἑλικώδεας ὑψόθεν ὤμων ἀσκεπέων τρυφάλειαν ἐμῶν ἀπέθηκα κομάων· νεβρίδα παπταίνων στυγέω θώρηκα φορέσσαι.“ ὣς φαμένου παράμειβε γυνὴ καὶ ἐμίγνυτο Βάκχοις, καὶ φονίου Μορρῆος ἀποπλαγχθεῖσα κυδοιμοῦ
340θαρσαλέη πολέμιζε καὶ ἤρισεν ἄρσενι χάρμῃ. καὶ τότε δυσκελάδοιο λιπὼν στροφάλιγγα κυδοιμοῦ ἄμπνυτο Βάκχος ὅμιλος, ἕως ἀνεχάζετο Μορρεύς. Βασσαρίδων δὲ φάλαγγα πρὸ ἄστεος ἄορι τύπτων Δηριάδης ἐδίωκεν, ἕως σχεδὸν ἤλασε πύργων,
345οἰγομένου στίχα πᾶσαν ἔσω πυλεῶνος ἐέργων τείχεος ὑψιλόφοιο· διωκόμεναι δὲ σιδήρῳ ἄστεος ἐντὸς ἵκανον ἀποσπάδες ἠθάδος ὕλης· ἀσταθέες δὲ φάλαγγες ἀήθεα κύκλα κελεύθου ἔστιχον ἔνθα καὶ ἔνθα διακριδόν, εἰς πτερὸν Εὔρου,175 in vol. 2

34

(350)

εἰς ῥαχίην Ζεφύροιο παρ’ Ἑσπέριον κλίμα γαίης, αἱ δὲ Νότου παρὰ πέζαν ἀλήμονες, αἱ δὲ Βορῆος Βασσαρίδες κλονέοντο· καὶ ἀρσενόθυμον ἀνάγκην Μαινάδες ἠλλάξαντο, πάλιν δ’ ἐγένοντο γυναῖκες, καὶ μόθον ἠρνήσαντο, φιληλακάτοιο δὲ τέχνης
355καὶ ταλάρων μνήσαντο, καὶ ἤθελον αὖτις Ἀθήνης ἀμφιέπειν κλωστῆρα καὶ οὐκέτι θύσθλα Λυαίου. καὶ στίχα χιονέην ὀλέκων κυανόχροος ἀνὴρ
ἐνδόμυχον κλόνον εἶχε πολισσούχοιο κυδοιμοῦ.176 in vol. 2

35

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΡΙΑΚΟΣΤΟΝ ΠΕΜΠΤΟΝ.
1 Δηριάδης δ’ ἀπέλεθρος ἐμάρνατο θυιάδι χάρμῃ, καὶ Βρομίου προπόλοισιν ἐπέχραε κοίρανος Ἰνδῶν, πῇ μὲν ἀκοντίζων δολιχῷ δορί, πῇ δὲ δαΐζων ἄορι κωπήεντι, χαραδραίοις δὲ βελέμνοις
5τοξεύων πεφόρητο καὶ ὀξυτέροισιν ὀιστοῖς. ὣς αἱ μὲν κλονέοντο κατὰ πτόλιν ἔνδοθι πύργων ἔγχεϊ Δηριάδαο· πολυγλώσσῳ δὲ κυδοιμῷ ἀμφοτέρων κτύπος ἦεν· ἐρευθιόωντι δὲ λύθρῳ ἄστεος εὐλάιγγες ἐφοινίχθησαν ἀγυιαὶ
10κτεινομένων καναχηδὸν ἐν ἄστεϊ θηλυτεράων. ἀκλινέες δὲ γέροντες ἀερσιλόφων ἐπὶ πύργων φύλοπιν ἐσκοπίαζον· ὑπὲρ τεγέων δὲ καὶ αὐταὶ θυρσοφόρον στίχα πᾶσαν ἐθηήσαντο γυναῖκες· καί τις ὑπὲρ μεγάροιο περικλινθεῖσα τιθήνῃ
15παρθένος ἑλκεσίπεπλος ἐδέρκετο θῆλυν ἐνυὼ καὶ κταμένῃ βαρύδακρυς ἐπέστενεν ἥλικι κούρῃ. οὐδέ τις ἱμερόεσσαν ἑλὼν ἐβιήσατο νύμφην, ὅττι γυναιμανέεσσιν ἄναξ ἐπετέλλετο λαοῖς φεύγειν δήια λέκτρα δορικτήτων ὑμεναίων,
20μὴ Παφίης ἀλέγοντες ἀφειδήσωσιν Ἐνυοῦς. καί τις ὑπὲρ δαπέδοιο περισκαίρουσα κονίη παρθενικὴ γυμνοῦτο· παρελκομένου δὲ χιτῶνος ἀγλαΐῃ κεκόρυστο καὶ ἱμείροντα φονῆα οὔτασεν οὐτηθεῖσα, βέλος δέ οἱ ἔπλετο μορφή,177 in vol. 2
25καὶ φθιμένη νίκησε· κατ’ ἀντιβίοιο δὲ γυμνοὶ μηροὶ ἐθωρήχθησαν, ὀιστευτῆρες ἐρώτων. καί νύ κε νεκρὸν ἔχων πόθον ἄπνοον, ὥς περ Ἀχιλλεύς, ἄλλην Πενθεσίλειαν ὑπὲρ δαπέδοιο δοκεύων ψυχρὰ κονιομένης προσπτύξατο χείλεα νύμφης,
30εἰ μὴ Δηριαδῆος ἐδείδιεν ὄγκον ἀπειλῆς. καὶ γυμνῆς σκοπίαζεν ἀναινομένης χρόα κούρης, καὶ σφυρὰ λευκὰ δόκευε καὶ ἀσκεπέων πτύχα μηρῶν, καὶ μελέων ἔψαυσε, καὶ ἥψατο πολλάκι μαζοῦ οἰδαλέου ῥοδόεντος, ἐοικότος εἰσέτι μήλῳ·
35ἤθελε καὶ φιλότητι μιγήμεναι· ὀψὲ δὲ κάμνων τοίην ἱμερόεσσαν ἀνήρυγεν ἄφρονα φωνήν· „παρθενικὴ ῥοδόπηχυ, τεὸν δυσέρωτα φονῆα οὔτασας οὐταμένη, φθιμένη ζώοντα δαμάζεις, καὶ σὺ τεὸν βλεφάροισιν ὀιστεύεις ὀλετῆρα·
40ἔγχος ἐνικήθη σέο κάλλεϊ· σεῖο προσώπου μαρμαρυγαὶ κλονέουσιν, ὅσον γλωχῖνες ἀκόντων· στῆθος ἔχεις ἅτε τόξον, ἐπεὶ σέο μᾶλλον ὀιστῶν
μαζοὶ ἀριστεύουσιν, ὀιστευτῆρες ἐρώτων. ξεῖνον ἔχω καὶ ἄπιστον ἐγὼ πόθον, ὅττι διώκω178 in vol. 2
45κούρης νεκρὸν ἔρωτα καταφθιμένων ὑμεναίων· ἄπνοος οἶστρος ἔχει με τὸν ἔμπνοον· εἰ θέμις εἰπεῖν, χείλεα φωνήεντα καὶ ἔμπνοα ταῦτα· γενέσθω, σῶν γλυκερῶν στομάτων ἵνα, παρθένε, μῦθον ἀκούσω ... τοῖον ἔπος βοόωσα· ‘κυλινδομένην ἐπὶ γαίῃ,

35

(50)

ἣν κτάνες, ἣν σύλησας, ἀτάσθαλε, κάλλιπε κούρην· ἣν σέο χαλκὸς ἔταμνεν, ἐμοῦ μὴ ψαῦε χιτῶνος· τί κρατέεις κενεῶνα, τὸν οὔτασας; ἴσχεο δειλῆς ἀμφαφόων ἐμὸν ἕλκος, ὅ μοι πόρες.‘ ἐρρέτω αἰχμή, ἐρρέτω ἡμετέρης παλάμης θράσος, ὅττι λιποῦσα
55Σιληνοὺς πολιῇσιν ὑποφρίσσοντας ἐθείραις καὶ Σατύρων δύσμορφον ὅλον γένος, ἀντὶ γερόντων, ἀντὶ δασυστέρνων ἁπαλὴν ἐδάμασσε γυναῖκα. ἀλλὰ ποθοβλήτοιο τεοῦ χροὸς ἕλκος ἀφάσσων ... ποίην καλλιβότοιο διαστείχων ῥάχιν ὕλης
60ἕλκεος ὑμετέροιο βοηθόον εἰς σὲ καλέσσω γηραλέον Χείρωνα φερέσβιον; ἢ πόθεν εὕρω
φάρμακα, λυσιπόνου Παιήονος ὄργια τέχνης; ἤθελον, ἣν καλέουσιν, ἔχειν Κενταυρίδα ποίην, ὄφρα τεοῖς μελέεσσιν ἀνώδυνον ἄνθος ἑλίξας179 in vol. 2
65ἐξ Ἄιδος ζώουσαν ἀνοστήτοιο σαώσω. ποῖον ἔχω μάγον ὕμνον ἢ ἀστερόεσσαν ἀοιδήν,
68ὄφρα θεοκλήτῳ προχέων μέλος εὐάδι φωνῇ
67οὐταμένου τεὸν αἷμα κατευνήσω κενεῶνος;
69ἤθελον ἐγγὺς ἔχειν φυσίζοον ἐνθάδε πηγήν,
70ὄφρα τεοῖς μελέεσσι βαλὼν ὀδυνήφατον ὕδωρ πρηΰνω τεὸν ἕλκος ἐπήρατον, ὄφρα καὶ αὐτὴν ψυχὴν ὑμετέρην παλινάγρετον εἰς σὲ κομίσσω. Γλαῦκε πολυσπερέων ἐτέων στροφάλιγγα κυλίνδων, εἰ θέμις, ἀτρυγέτοιο λιπὼν κευθμῶνα θαλάσσης
75δεῖξον ἐμοὶ βοτάνην ζωαρκέα, δεῖξον ἐκείνην, ἧς ποτε σοῖς στομάτεσσιν ἐγεύσαο, καὶ βίον ἕλκεις ἄμβροτον, ἀενάοιο χρόνου κυκλούμενος ὁλκῷ.“ ὣς εἰπὼν παράμειβε, νέκυν πόθον ἐν φρεσὶ κεύθων. καὶ πόσιος κταμένου τιμήορος ἄνθορε νύμφη
80Πρωτονόη, στενάχουσα καὶ εἰσέτι νεκρὸν Ὀρόντην· θηλυτέρην δὲ φάλαγγα διέσχισεν· ἦν δὲ νοῆσαι
ἄλλην ἀντιάνειραν Ἐρυθραίην Ἀταλάντην. Χειροβίη δὲ λαβοῦσα σάκος καὶ Μορρέος αἰχμὴν ἔχραε Βασσαρίδεσσι, καὶ εἴκελος ἔπλετο Γόργῃ,180 in vol. 2
85ἣ πάρος εὐπύργοιο τινασσομένης Καλυδῶνος Τοξέος αἰθύσσουσα κασιγνήτοιο βοείην, μάρνατο θῆλυς ἐοῦσα χολωομένου Μελεάγρου. Ὀρσιβόη δὲ φανεῖσα σὺν ἐγρεμόθῳ παρακοίτῃ θάρσος ἐνυαλίης μιμήσατο Δηιανείρης,
90ὁππότε Παρνησσοῖο κακοξείνῳ παρὰ πέτρῃ θωρήχθη Δρυόπεσσι καὶ ἔπλετο θοῦρις Ἀμαζών. πολλαὶ δ’ εὐρυχόροισι περικλείοντο μελάθροις, καὶ στόνος ἄπλετος ἦεν ὑπωροφίοιο κυδοιμοῦ. ἄλλη δ’ εἰνοδίην ὑπεδύσατο δηιοτῆτα
95παρθένος ἐγρεκύδοιμος, ὑπὲρ τεγέων δὲ καὶ ἄλλαι λαϊνέοις βελέεσσιν ἐθωρήσσοντο γυναῖκες· ἐνδόμυχοι δὲ φάλαγγες ἐπεσμαράγησαν ἐνυώ. ὄφρα μὲν ἐγρεμόθοιο δι’ ἄστεος ἔβρεμεν ἄρης, Λύδια Βασσαρίδων ὀρεσίδρομα φῦλα δαΐζων,

35

(100)

τόφρα δὲ Χαλκομέδεια πρὸ τείχεος ἵστατο μούνη νόστιμον ἐκ πολέμοιο μετατρέψασα πορείην, οἰστρομανῆ Μορρῆα δεδεγμένη, εἴ ποθεν ἔλθῃ·
καὶ τότε πουλυέλικτον ἐρωμανὲς ὄμμα τιταίνων, παρθένον ὡς ἐνόησε, ποδήνεμος ἵκετο Μορρεύς,181 in vol. 2
105εἰς δρόμον ἱμερόεντα θοώτερα γούνατα πάλλων. τῆς δὲ διωκομένης ἀνεκούφισε πέπλον ἀήτης· θέλγετο δ’ εἰσέτι μᾶλλον ἀνείμονι κάλλεϊ μορφῆς, παπταίνων προθέουσαν ἀνάμπυκα λευκάδα νύμφην. ἡ δέ μιν ἠπερόπευε, καὶ αἰδομένῃ φάτο φωνῇ,
110ὠκυτέρην Μορρῆος ὑποπτήσσουσα πορείην· „εἰ ἐτεὸν μεθέπεις ἐμὰ δέμνια, νυμφίε Μορρεῦ, κάτθεο σὸν θώρηκα σιδήρεον, ὅττι χορεύει εἰς γάμον ἁβροχίτων, ὅτε Κύπριδι μίσγεται, Ἄρης, εἵματι χιονέῳ πεπυκασμένος, ὥς περ Ἀπόλλων,
115ὄφρα Πόθος καὶ Κύπρις ἑνὶ ζεύξειαν ὀχῆι ἡμέας ἀμφοτέρους γαμίης ἐπιβήτορας εὐνῆς, Μορρέα θοῦρος Ἔρως καὶ Χαλκομέδην Ἀφροδίτη. οὐ δέχομαι χάλκειον ἐγὼ πόσιν ὑψόθι λέκτρων, αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ·
120ἀλλὰ ῥόῳ φαίδρυνε τεὸν δέμας, ὄφρα φανείης ὡς Φαέθων προχοῇσι λελουμένος Ὠκεανοῖο· ῥῖψον ἐνυαλίην σέθεν ἀσπίδα, ῥῖψον ἀκωκήν, μή ποτέ με πλήξειε τεὴ θανατηφόρος αἰχμή· κάτθεό μοι δασπλῆτα τεῶν πήληκα κομάων,
125ὅττι λόφος κλονέει με τινασσομένης τρυφαλείης·
μὴ νόθον εἶδος ἴδοιμι σιδηρείοιο προσώπου· τίς πόθος εὐφραίνει με καλυπτομένης σέο μορφῆς; οὐκέτι Μαιονίης ἐπιβήσομαι· οὐδ’ ἐνὶ παστῷ δέξομαι, ἢν ἐθέλῃς, μετὰ Μορρέα Βάκχον ἀκοίτην·182 in vol. 2
130ἔσσομαι Ἰνδῴη καὶ ἐγώ, φίλος· ἀντὶ δὲ Λυδῆς κυδαίνω θυέεσσιν Ἐρυθραίην Ἀφροδίτην κρυπταδίη Μορρῆος ὁμευνέτις· ἐν δὲ κυδοιμοῖς Ἰνδὸς ἀνὴρ ἐχέτω με συναιχμάζουσαν ἀκοίτῃ· εἰς σὲ γὰρ ἶσα βέλεμνα καὶ εἰς ἐμὲ διπλόα πέμπων
135Ἵμερος ἀμφοτέροισι μίαν ξύνωσεν ἀνάγκην, εἰς κραδίην Μορρῆι καὶ εἰς φρένα Χαλκομεδείῃ. κάμνον ἐγὼ κρύπτουσα τεὸν πόθον· οὐ γὰρ ἀκοίτην παρθένος αἰδομένη προκαλίζεται εἰς ἀφροδίτην.“ ὣς φαμένη παρέπεισε γυνὴ δυσέρωτα μαχητὴν
140ψευσαμένη· γελάσας δὲ δυσίμερος ἔννεπε Μορρεύς· „οὐ νέμεσις, Μορρῆα τὸν εὐπήληκα μαχητὴν χάλκεον ἔγχος ἔχειν ἐνὶ παστάδι Χαλκομεδείης, ὄφρα περιπτύξω σε, φερώνυμε, χαλκὸν ἀείρων· ἔμπης φοίνιον ἔγχος ἀναίνομαι, οὐδὲ βοείης
145ἅπτομαι· ὡς ἐθέλεις δέ, λελουμένος εἰς σὲ χορεύω χερσὶν ἀναιμάκτοισι, καὶ ἔσσομαι ἁβρὸς ἀκοίτης, γυμνὸς Ἄρης μετὰ δῆριν ἔχων γυμνὴν Ἀφροδίτην. κούρην Δηριαδῆος ἀναίνομαι· αὐτὸς ἐλάσσω ἐκ μεγάρων ἀέκουσαν ἐμὴν ζηλήμονα νύμφην·

35

(150)

οὐκέτι Βασσαρίδεσσι κορύσσομαι, εἴ με κελεύεις,
ἀλλὰ φίλοις ναέτῃσι μαχέσσομαι· Ἰνδὸν ὀλέσσω οἴνοπα θύρσον ἔχων, οὐ χάλκεον ἔγχος ἀείρων· ῥίψω δ’ ἔντεα πάντα καὶ ἄνθεα λεπτὰ τινάξω, ὑμετέρῳ βασιλῆι συναιχμάζων Διονύσῳ.“183 in vol. 2
155 ὣς εἰπὼν παλάμης μελίην ἀπεσείσατο Μορρεύς, καὶ λόφον ἱδρώοντος ἀπεσφήκωσε καρήνου, μυδαλέης τ’ ἔρριψεν ἑῆς τελαμῶνα βοείης εὐκαμάτῳ ῥαθάμιγγι λελουμένον ἠθάδος ὤμου· λύσατο καὶ χάλκειον ἀπὸ στέρνοιο χιτῶνα,
160αἱμαλέον θώρηκα. καὶ ἔντεα κείμενα γαίῃ Μορρέος ἱμείροντος ἐδείκνυεν Ἄρεϊ Κύπρις μορφῇ ἀθωρήκτῳ νικώμενα Χαλκομεδείης· καί τινα μῦθον ἔειπεν, ἑὸν δ’ ἐρέθιζεν ἀκοίτην· „Ἆρες, ἐσυλήθης· πολέμους ἠρνήσατο Μορρεύς·
165οὐ φορέει θώρηκα καὶ οὐ ξίφος, ἀλλὰ γυναῖκα ἱμερτὴν ποθέων ἀπεσείσατο τεύχεα χειρῶν. καὶ σὺ τεὸν δόρυ θοῦρον ἀναίνεο, καὶ σὺ θαλάσσῃ λούεο σῶν σακέων γυμνούμενος· ἀπτόλεμος γὰρ Κύπρις ἀριστεύει πλέον Ἄρεος, οὐδὲ χατίζει
170ἀσπίδος, οὐ μελίης ποτὲ δεύεται· ἀμφότερον γὰρ ἔγχος ἐμὸν πέλε κάλλος, ἐμὸν ξίφος ἔπλετο μορφή, καὶ βλεφάρων ἀκτῖνες ἐμοὶ γεγάασιν ὀιστοί· μαζὸς ἀκοντίζει πλέον ἔγχεος· ἱμερόεις γὰρ ἀντὶ δοριθρασέος θαλαμηπόλος ἔπλετο Μορρεύς.
175μὴ Σπάρτης ἐπίβηθι, μαχήμονες ἧχι πολῖται χάλκεον εἶδος ἔχουσι κορυσσομένης Ἀφροδίτης, μή σε δόρυ κρατέουσα τεῷ πλήξειε σιδήρῳ. οὐ τόσον αἰχμάζεις, ὅσον ὀφρύες· οὐ τόσον αἰχμαὶ ἀνέρας οὐτάζουσιν, ὅσον βάλλουσιν ὀπωπαί·184 in vol. 2
180δέρκεο σοὺς θεράποντας, ὑποδρηστῆρας Ἐρώτων, καὶ θρασὺν αὐχένα κάμψον ἀνικήτῳ Κυθερείῃ. Ἆρες, ἐνικήθης, ὅτι χάλκεον ἔγχος ἐάσσας νεβρίδα Χαλκομέδης γαμίην ὑπεδύσατο Μορρεύς.“ εἶπε μόθους γελόωσα φιλομμειδὴς Ἀφροδίτη,
185Ἄρεα κερτομέουσα γαμοστόλον. ἄγχι δὲ πόντου καλλείψας ἀκόμιστον ἐπ’ αἰγιαλοῖο χιτῶνα θαλπόμενος γλυκερῇσι μεληδόσι λούσατο Μορρεύς, γυμνὸς ἐών· ψυχρῇ δὲ δέμας φαίδρυνε θαλάσσῃ, θερμὸν ἔχων Παφίης ὀλίγον βέλος· ἐν δὲ ῥεέθροις
190Ἰνδῴην ἱκέτευεν Ἐρυθραίην Ἀφροδίτην, εἰσαΐων, ὅτι Κύπρις ἀπόσπορός ἐστι θαλάσσης· λουσάμενος δ’ ἀνέβαινε μέλας πάλιν· εἶχε δὲ μορφήν, ὡς φύσις ἐβλάστησε, καὶ ἀνέρος οὐ δέμας ἅλμη, οὐ χροιὴν μετάμειψεν, ἐρευθαλέη περ ἐοῦσα.
195καὶ κενεῇ χρόα λοῦσεν ἐπ’ ἐλπίδι· χιόνεος γὰρ ἱμερόεις μενέαινε φανήμεναι ἄζυγι κούρῃ· καὶ λινέῳ κόσμησε δέμας χιονώδεϊ πέπλῳ,
οἷον ἔσω θώρηκος ἀεὶ φορέουσι μαχηταί. ἱσταμένη δ’ ἄφθογγος ἐπ’ ᾐόνος εἶχε σιωπὴν185 in vol. 2

35

(200)

Χαλκομέδη δολόεσσα· μεταστρεφθεῖσα δὲ κούρη Μορρέος ἀχλαίνοιο σαόφρονας εἷλκεν ὀπωπάς, ἀσκεπὲς αἰδομένη δέμας ἀνέρος· εἰσιδέειν γὰρ ἅζετο θῆλυς ἐοῦσα λελουμένον ἄρσενα κούρη. ἀλλ’ ὅτε χῶρον ἔρημον ἐσέδρακεν ἅρμενον εὐναῖς,
205τολμηρὴν παλάμην ὀρέγων αἰδήμονι νύμφῃ εἵματος ἀψαύστοιο σαόφρονος ἥψατο κούρης· καί νύ κεν ἀμφίζωστον ἑλὼν εὐήνορι δεσμῷ νυμφιδίῳ σπινθῆρι βιήσατο θυιάδα κούρην· ἀλλά τις ἀχράντοιο δράκων ἀνεπήλατο κόλπου,
210παρθενικῆς ἀγάμοιο βοηθόος, ἀμφὶ δὲ μίτρην ἀμφιλαφὴς κυκλοῦτο φυλάκτορι γαστέρος ὁλκῷ· ὀξὺ δὲ συρίζοντος ἀσιγήτων ἀπὸ λαιμῶν πέτραι ἐμυκήσαντο· φόβῳ δ’ ἐλελίζετο Μορρεὺς αὐχένιον μύκημα νόθης σάλπιγγος ἀκούων,
215παπταίνων ἀγάμοιο προασπιστῆρα κορείης· καὶ πρόμος ἀμφιέλικτος ἀνεπτοίησε μαχητήν, οὐρὴν ἀγκυλόκυκλον ἐπ’ αὐχένι φωτὸς ἑλίξας, ἔγχος ἔχων στόμα λάβρον. ἐτοξεύοντο δὲ πολλοὶ ἰὸν ἀκοντίζοντες ἐχιδνήεντες ὀιστοί·
220οἱ μὲν ἀμιτρώτοιο διαΐσσοντες ἐθείρης, οἱ δὲ δρακοντοκόμοιο δι’ ἰξύος, οἱ δ’ ἀπὸ κόλπου
ἄρεα συρίζοντες ἐβακχεύοντο μαχηταί. ὄφρα μὲν ὑψιλόφοιο πρὸ ἄστεος ἵστατο Μορρεύς, Χαλκομέδην δολόεσσαν ἀνήνυτον εἰς γάμον ἕλκων,186 in vol. 2
225τόφρα δὲ Βασσαρίδος στρατιῆς εὔοπλος ἐνυὼ ἔγχος ἀτειρήεντος ἀλεύατο Δηριαδῆος. καὶ γὰρ ἀπ’ Οὐλύμποιο θορὼν ὠκύπτερος Ἑρμῆς, ἀντίτυπον Βρομίοιο φέρων ἴνδαλμα προσώπου, Βακχείην ἐκάλεσσεν ὅλην στίχα μύστιδι φωνῇ·
230δαιμονίην δὲ γυναῖκες ὅτ’ ἔκλυον εὔιον ἠχώ, εἰς ἕνα χῶρον ἵκανον· ἀπὸ τριόδων δὲ κομίζων Μαιναλίδων ὅλον ἔθνος ἐς ἀγκύλα κύκλα κελεύθου ἤγαγεν ὠκυπέδιλος, ἕως σχεδὸν ἤιε πύργων· καὶ φυλάκων στοιχηδὸν ἀκοιμήτοισιν ὀπωπαῖς
235νήδυμον ὕπνον ἔχευεν ἑῇ πανθελγέι ῥάβδῳ φώριος Ἑρμείας, πρόμος ἔννυχος· ἐξαπίνης δὲ Ἰνδοῖς μὲν ζόφος ἦεν, ἀθηήτοισι δὲ Βάκχαις φέγγος ἔην ἀδόκητον· ἀδουπήτων δὲ γυναικῶν λάθριος ἡγεμόνευε δι’ ἄστεος ἄπτερος Ἑρμῆς·
240χειρὶ δὲ θεσπεσίῃ βριαρὴν κληῖδα πυλάων ἡλιάδων ὤιξε, καὶ ἠέλιος πέλε Βάκχαις. ἠματίην δ’ ὅτε νύκτα φαεσφόρος ἤλασεν Ἑρμῆς, Δηριάδης ὑπέροπλος ἔχων ἀτέλεστον ἀπειλὴν Βασσαρίδων μάστευε λιπόπτολιν ἐσμὸν ὁδίτην.
245ὡς δ’ ὅτε τις κατὰ νύκτα βαθυπλούτοις ἐν ὀνείροις
τέρπεται, ἀπρήκτοισιν ἐπ’ ἐλπωρῇσιν ἀείρων ἀφνειαῖς παλάμῃσι μινυνθαδίου χύσιν ὄλβου, ὑπναλέων κτεάνων ἀπατήλιον ἐλπίδα βόσκων· ἀλλ’ ὅτε φαινομένης ῥοδοειδέος Ἠριγενείης187 in vol. 2

35

(250)

χάζεται εὐκτεάνοιο παλίλλυτος ὄψις ὀνείρου, σὺν κενεαῖς παλάμῃσιν ἐγείρεται, οὐδὲν ἀείρων, ῥίψας κλεψινόων σκιοειδέα τέρψιν ὀνείρων· ὣς τότε Δηριάδης, ὅτε μὲν ζόφος εἶχεν ἀγυιάς, τέρπετο Βασσαρίδων δοκέων αὐτόσσυτον ἄγρην
255ἀμφιέπειν ἔντοσθεν ἐεργομένων πυλεώνων, ψευδομένην ἀνόνητον ἔχων σκιοειδέα νίκην· ἀλλ’ ὅτε φέγγος ἔλαμψε, καὶ οὐκέτι δέρκετο Βάκχας, ὡς ὄναρ ἔδραμε πάντα, καὶ ἴαχε πενθάδι φωνῇ· ... ὣς Διὶ καὶ Φαέθοντι χολώετο καὶ Διονύσῳ,
260Μαιναλίδας φυγάδας διζήμενος. ἀμφὶ δὲ πύργους Βασσαρίδες κελάδησαν ἀνάμπυκες εὐάδι φωνῇ. Δηριάδης δ’ ἐδίωκε τὸ δεύτερον. ἔγρετο δὲ Ζεὺς Καυκάσου ἐν κορυφῇσιν ἀπορρίψας πτερὸν Ὕπνου· καὶ δόλον ἠπεροπῆα μαθὼν κακοεργέος Ἥρης
265Σιληνοὺς ἐδόκευε πεφυζότας, ἔδρακε Βάκχας σπερχομένας ἀγεληδὸν ἀπὸ τριόδων, ἀπὸ πύργων, καὶ Σατύρους κείροντα καὶ ἀμώοντα γυναῖκας Δηριάδην ἐνόησεν ὀπίστερον, ὄρχαμον Ἰνδῶν,
υἱέα δ’ ἐν δαπέδῳ κατακείμενον· ἀμφὶ δὲ νύμφαι188 in vol. 2
270ἐγγὺς ἔσαν στεφανηδόν· ὁ δὲ στροφάλιγγι κονίης κεῖτο καρηβαρέων, ὀλιγοδρανὲς ἄσθμα τιταίνων, ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης. καὶ φθονερῆς ἤλεγξε δόλον δυσμήχανον Ἥρης, καὶ δολίην παράκοιτιν ἐμέμψατο κέντορι μύθῳ·
275καί νύ κεν ἀχλυόεντος ὁμέστιον Ἰαπετοῖο Ὕπνον ὀμιχλήεντι κατεκλήισε βερέθρῳ, εἰ μὴ Νὺξ ἱκέτευε, θεῶν δμήτειρα καὶ ἀνδρῶν. καὶ μόγις εὐνήσας ὀλοὸν χόλον ἴαχεν Ἥρῃ· „οὔ πω ἐμῆς Σεμέλης ἐκορέσσαο, δύσμαχος Ἥρη,
280ἀλλ’ ἔτι καὶ φθιμένῃ τάχα χώεαι; οὐδὲ καὶ αὐτὴ σὸν κότον ἐπρήυνεν ἀτέρμονα νυμφιδίη φλόξ, λέκτρα διασκεδάσασα Διοβλήτοιο Θυώνης; Ἰνδοφόνῳ τέο μέχρις ἐπιβρίζεις Διονύσῳ; ἅζεο σοὺς προτέρους πάλιν ἄκμονας· εἰσέτι κεῖνοι,
285εἰσέτι μοι παρέασιν ἀρηγόνες, οὓς ποσὶ δήσας ὑμετέροις ἔσφιγξα· σὺ δ’ ἄστατος ὑψόθι γαίης αἰθέρι καὶ νεφέλῃσι μετάρσιον εἶχες ἀνάγκην· καὶ θρασὺς ἐν νεφέλῃσι περίπλοκον ὑψόθι γαίης δέσμιον εἶδεν Ἄρης σε, καὶ οὐ χραίσμησε τεκούσῃ·
290οὐ πυρόεις Ἥφαιστος ἐπήρκεσεν· οὐ δύναται γὰρ τλήμεναι αἰθαλόεντος ἕνα σπινθῆρα κεραυνοῦ. δήσω σὰς παλάμας χρυσέῳ πάλιν ἠθάδι δεσμῷ·
Ἄρεα δ’ ἀρραγέεσσιν ἀλυκτοπέδῃσι πεδήσω καί μιν ἀναλθήτοισιν ὅλον πληγῇσιν ἱμάσσω,189 in vol. 2
295εἰς τροχὸν αὐτοκύλιστον ὁμόδρομον, οἷος ἀλήτης Τάνταλος ἠερόφοιτος ἢ Ἰξίων μετανάστης, εἰσόκε νικήσειεν ἐμὸς πάις υἱέας Ἰνδῶν. ἀλλὰ τεῷ Κρονίωνι χαρίζεαι, αἴ κεν ἐλάσσῃς λύσσαν ἐριπτοίητον ἱμασσομένου Διονύσου·

35

(300)

μηδὲ λίπῃς κοτέοντα τεὸν πόσιν, ἀλλὰ μολοῦσα Ἰνδῴης ἀκίχητος ὑπὸ κλέτας εὔβοτον ὕλης Βάκχῳ μαζὸν ὄρεξον ἐμὴν μετὰ μητέρα Ῥείην, ὄφρα τελειοτέροισιν ἑοῖς στομάτεσσιν ἀφύσσῃ σὴν ἱερὴν ῥαθάμιγγα προηγήτειραν Ὀλύμπου,
305καὶ βατὸν αἰθέρα τεῦξον ἐπιχθονίῳ Διονύσῳ· ὑμετέρῳ δὲ γάλακτι δέμας χρίσασα Λυαίου σβέσσον ἀμερσινόοιο δυσειδέα λύματα νούσου. καί σοι ἐπεντύνω γέρας ἄξιον· ὑμετέρῃ γὰρ στηρίξω κατ’ Ὄλυμπον ἐοικότα κύκλον ἐέρσῃ,
310Ἡραίοιο γάλακτος ἐπώνυμον, ὄφρα γεραίρω ἰκμάδα πασιμέλουσαν ἀλεξικάκου σέο μαζοῦ· μοῦνον ἐμοὶ πεφύλαξο Διὸς φιλότεκνον ἀπειλήν, μηδὲ πάλιν δόλον ἄλλον ἐπεντύνῃς Διονύσῳ.“ ὣς εἰπὼν προέηκε παλίγκοτον εὐνέτιν Ἥρην
315Βακχείης κακότητος ἀλεξήτειραν ἀνάγκῃ, ἵλαον εὐάντητον ἀτυζομένῳ Διονύσῳ,
ὄφρα δέμας Βρομίοιο γαλαξαίῃσιν ἐέρσαις χειρὶ περιχρίσειε θεοτρεφέων ἀπὸ μαζῶν. Ἥρη δ’ οὐκ ἀμέλησεν· ἀκεσσιπόνοιο δὲ θηλῆς190 in vol. 2
320θεσπεσίῃ ῥαθάμιγγι δέμας χρίσασα Λυαίου ἄγρια δαιμονίης ἀπεσείσατο λύματα λύσσης· καὶ δίδυμον φθόνον εἶχεν ὑποκλέπτοντι προσώπῳ ἠνορέην ὁρόωσα καὶ ἀγλαΐην Διονύσου, καὶ φθονεραῖς παλάμῃσι μεμηνότος ἥψατο Βάκχου·
325ἀμφὶ δέ οἱ στομάτεσσιν ἀνειρύσσασα χιτῶνος ἀμβροσίης πλήθουσαν ἑὴν γυμνώσατο θηλήν, θλιβομένην βλύζουσα χύσιν ζηλήμονι μαζῷ· καί μιν ἀνεζώγρησε· τανυπλοκάμου δὲ Λυαίου ὄμμασι † μηκεδανοῖσι τόσην διεμέτρεεν ἥβην,
330εἴ ποτε τηλίκον εἶδος ἐπιχθονίη τέκε γαστήρ, εἰ τόσος ἦεν Ἄρης ἐγχεσπάλος, εἰ τόσος Ἑρμῆς, εἰ Φαέθων πέλε τοῖος ἢ ἱμερόφωνος Ἀπόλλων· καί μιν ἔχειν μενέαινεν ἐν αἰθέρι νυμφίον Ἥβης, εἰ μή οἱ κατένευσε μετὰ χρόνον ὑψιμέδων Ζεὺς
335μόρσιμον Ἡρακλῆα δυωδεκάεθλον ἀκοίτην. ἡ μὲν ἀλεξήσασα πόνον μανιώδεα Βάκχου ὑψιφανὴς ἀνέβαινε τὸ δεύτερον εἰς χορὸν ἄστρων, μὴ στρατιὴν ἀσίδηρον ἐσαθρήσῃ Διονύσου μαρναμένην νάρθηκι καὶ ἀμπελόεντι κορύμβῳ,
340καὶ προμάχους κταμένους ὀλίγῳ ῥηξήνορι θύρσῳ.
οὐδὲ μάχης ἀμέλησε Διὸς πάις, ἀλλὰ μαχητὰς θωρήξας παλίνορσος ἀγέστρατον ἴαχε φωνήν, χειρὶ Γιγαντοφόνῳ ταμεσίχροα κισσὸν ἑλίσσων· „θαρσαλέοι μάρνασθε τὸ δεύτερον· ἐν πολέμοις γὰρ191 in vol. 2
345Ζεὺς πάλιν ἡμείων πρόμος ἵσταται, υἱέι Βάκχῳ ἵλαος, οὐρανόθεν δὲ προασπίζων Διονύσου ἀθανάτων χορὸς ἦλθε, καὶ οὐκέτι χώεται Ἥρη. τίς στεροπῇ Κρονίδαο μαχέσσεται; ἢ πότε δειλοὶ δυσμενέες μίμνουσι κορυσσομένοιο κεραυνοῦ;

35

(350)

ἶσος ἐμῷ γενετῆρι φανήσομαι· ἐν πολέμοις γὰρ Γηγενέας Τιτῆνας ἐμὸς νίκησε Κρονίων, νικήσω καὶ ἔγωγε χαμαιγενέων γένος Ἰνδῶν. σήμερον ἀθρήσητε κορυμβοφόρον μετὰ νίκην Δηριάδην ἱκέτην βραδυπειθέα, καὶ χορὸν Ἰνδῶν
355αὐχένα δοχμώσαντα γαληναίῳ Διονύσῳ, καὶ ποταμὸν μεθέποντα μεθυσφαλὲς Εὔιον ὕδωρ· ἀντιβίους δ’ ὄψεσθε παρὰ κρητῆρι Λυαίου ξανθὸν ὕδωρ πίνοντας ἀπ’ οἰνοπόρου ποταμοῖο, καὶ θρασὺν Ἰνδὸν ἄνακτα κατάσχετον οἴνοπι κισσῷ,
360ἰλλόμενον πετάλοισι καὶ ἀμπελόεντι κορύμβῳ, εἴκελα δεσμὰ φέροντα, τά περ μετὰ κύματα λύσσης Νυσιάδες βοόωσι θεουδέες εἰσέτι νύμφαι, ἀλκῆς ἡμετέρης ἐπιμάρτυρες, ὁππότε κισσοῦ ἀγχονίῳ σφίγξασα θεημάχον ἀνέρα δεσμῷ
365Ἀρραβίην ἐφόβησεν ἐμὴ θρασυεργὸς ὀπώρη, ἅμματι βοτρυόεντι βιαζομένου Λυκοόργου.
ἀλλὰ τόσου μετὰ κύκλα κυλινδομένοιο κυδοιμοῦ ληίδα δυσμενέων συλήσατε καὶ κτέρας ἅλμης, μαρμαρέας λάιγγας, ἐμὴν δ’ ἐπὶ μητέρα Ῥείην192 in vol. 2
370ἑλκομένας πλοκάμοιο μεταστήσασθε γυναῖκας· καὶ προμάχους τίσασθε δεδουπότας, ὧν ἐπὶ πότμῳ τείρομαι ὀξείῃσι μεληδόσιν· ἐν κραδίῃ δὲ ἀμφότερον κοτέω τε καὶ ἄχνυμαι, ὅττι δοκεύω Δηριάδην ζώοντα καὶ ἀκτερέιστον Ὀφέλτην,
375μεμφόμενον μετὰ πότμον ἀεργέα χεῖρα Λυαίου· οὐκέτι Κωδώνη θωρήσσεται, οὐκέτι δειλὴ μάρναται Ἀλκιμάχεια δορυσσόος· ἀλλὰ καὶ αὐτὸς Αἰβίαλος δέδμητο, καὶ εἰσέτι θύρσον ἐρύκω. αἰδέομαι μετὰ δῆριν Ἀρέστορα, μὴ καὶ ἀκούσῃ,
380ὅττι θανὼν οὐχ εὗρεν ἀρηγόνα νεκρὸς Ὀφέλτης· οὐ δύναμαι Κρήτης Κορυβαντίδος ἄστυ περῆσαι, μὴ γενέτης Ἀγέλαος ὀλωλότα παῖδα γοήσῃ, Ἀνθέος ὀλλυμένοιο φόνον νήποινον ἀκούων· αἰδέομαι Μίνωι φανήμεναι· ἐν κλισίῃ γὰρ
385Ἀστέριος μογέει βεβολημένος, ὃν πλέον ἄλλων ῥύσομαι· Εὐρώπης γὰρ ἔχει γένος· ἀλλὰ σαώσας νόστιμον ἀρτεμέοντα πάλιν γενετῆρι κομίσσω πηὸν ἐμὸν μετὰ δῆριν, ὅπως μὴ Κάδμος ἀκούσῃ Ἀστέριον χατέοντα λιποπτολέμου Διονύσου.
390ἀλλὰ πάλιν μάρνασθε, καὶ εἰν ἑνὶ πᾶσιν ἀρήξω,
τοσσατίων ἕνα μοῦνον ἀποκτείνας ὀλετῆρα.“193 in vol. 2

36

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΡΙΑΚΟΣΤΟΝ ΕΚΤΟΝ.
1 Ὣς φάμενος θάρσυνε γεγηθότας ἡγεμονῆας· Δηριάδης δ’ ἑτέρωθεν ἑοὺς ἐκόρυσσε μαχητάς. ἀμφοτέρῃ δὲ φάλαγγι θεοὶ ναετῆρες Ὀλύμπου κεκριμένοι στέλλοντο κυβερνητῆρες ἐνυοῦς,
5οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου. Ζεὺς μὲν ἄναξ μακάρων ὑψίζυγος ὑψόθι Κέρνης ἄρεος εἶχε τάλαντα παρακλιδόν· οὐρανόθεν δὲ ἔμπυρον ὑδατόεις προκαλίζετο Κυανοχαίτης Ἠέλιον, Γλαυκῶπιν Ἄρης, Ἥφαιστος Ὑδάσπην·
10Ἥρης δ’ ἀντικέλευθος ὀρεστιὰς Ἄρτεμις ἔστη· Λητῴην δ’ ἐπὶ δῆριν ἐύρραπις ἤλυθεν Ἑρμῆς. καὶ ζαθέου πολέμου διδυμόκτυπος ἔβρεμεν ἠχὼ ἀμφοτέροις μακάρεσσιν. ἐπεσσυμένων δὲ κυδοιμῷ Ἄρης ἑπταπέλεθρος ἐμάρνατο Τριτογενείῃ,
15καὶ δόρυ θοῦρον ἴαλλεν· ἀνουτήτου δὲ θεαίνης μέσσην αἰγίδα τύψεν, ἀθηήτου δὲ καρήνου ἤλασε Γοργείης ὀφιώδεα λήια χαίτης, Παλλάδος οὐτήσας λάσιον σάκος· ὀξυτενὴς δὲ πεμπομένη ῥοιζηδὸν ἀκαμπέος ἔγχεος αἰχμὴ
20ποιητὴν πλοκαμῖδα νόθης ἐχάραξε Μεδούσης. κούρη δ’ ἐγρεκύδοιμος ἐπαΐξασα καὶ αὐτὴ σύγγονον ἔγχος ἄειρεν ἐπ’ Ἄρεϊ Παλλὰς ἀμήτωρ, κεῖνο, τό περ φορέουσα λεχώιον ἥλικι χαλκῷ ἄνθορε πατρῴοιο τελεσσιγόνοιο καρήνου.194 in vol. 2
25καὶ δαπέδῳ γόνυ κάμψε τυπεὶς περιμήκετος Ἄρης· ἀλλά μιν ὀρθώσασα παλινδίνητον Ἀθήνη μητρὶ φίλῃ μετὰ δῆριν ἀνούτατον ὤπασεν Ἥρῃ. Ἥρῃ δ’ ἀντερίδαινεν ὀρεσσινόμου Διονύσου Ἄρτεμις ὡς συνάεθλος ὀρεστιάς, ἰθυτενὲς δὲ
30τόξον ἑὸν κύκλωσεν· ὁμοζήλῳ δὲ κυδοιμῷ Ἥρη Ζηνὸς ἑλοῦσα νέφος πεπυκασμένον ὤμοις ἀρραγὲς ὡς σάκος εἶχε· καὶ Ἄρτεμις ἄλλον ἐπ’ ἄλλῳ ἠερίης πέμπουσα δι’ ἄντυγος ἰὸν ἀλήτην εἰς σκοπὸν ἀχρήιστον ἑὴν ἐκένωσε φαρέτρην,
35καὶ νεφέλην ἄρρηκτον ὅλην ἐπύκαζεν ὀιστοῖς· καὶ γεράνων μιμηλὸς ἔην τύπος ἠεροφοίτης ἱπταμένων στεφανηδὸν ἀμοιβαίῳ τινὶ κύκλῳ· καὶ νέφεϊ σκιόεντι πεπηγότες ἦσαν ὀιστοί· ὠτειλὰς δ’ ἀχάρακτος ἀναίμονας εἶχε καλύπτρη.
40καὶ κραναὸν κούφισσεν ὑπηνέμιον βέλος Ἥρη, χειρὶ δὲ δινεύουσα πεπηγότα νῶτα χαλάζης Ἄρτεμιν ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ· τόξου δ’ ἀγκύλα κύκλα συνέθλασε μάρμαρος αἰχμή· οὐ δὲ μάχην ἀνέκοψε Διὸς δάμαρ· Ἀρτέμιδος δὲ
45στήθεος ἄκρον ἔτυψε μεσαίτατον· ἡ δὲ τυπεῖσα ἔγχεϊ παχνήεντι χαμαὶ κατέχευε φαρέτρην. καί οἱ ἐπεγγελόωσα Διὸς μυθήσατο νύμφη· „Ἄρτεμι, θηρία βάλλε· τί μείζοσιν ἀντιφερίζεις; καὶ σκοπέλων ἐπίβηθι· τί σοὶ μόθος; οὐτιδανὰς δὲ195 in vol. 2

36

(50)

ἐνδρομίδας φορέουσα λίπε κνημῖδας Ἀθήνῃ· καὶ λίνα σεῖο τίνασσε δολοπλόκα· θηροφόνοι γὰρ σοὶ κύνες ἀγρώσσουσι, καὶ οὐ πτερόεντες ὀιστοί· οὐ σὺ λεοντοφόνον μεθέπεις βέλος· ἀδρανέων γὰρ σῶν καμάτων ἱδρῶτες ἀνάλκιδές εἰσι λαγωοί·
55σῶν δ’ ἐλάφων ἀλέγιζε καὶ εὐκεράου σέο δίφρου, σῶν ἐλάφων ἀλέγιζε· τί σοὶ Διὸς υἷα γεραίρειν πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆς λεόντων; ἢν δ’ ἐθέλῃς, ἔχε τόξον, Ἔρως ὅτι τόξα τιταίνει· παρθενικὴ φυγόδεμνε μογοστόκε, πορθμὸν ἐρώτων
60κεστὸν ἔχειν ὤφελλες ἀοσσητῆρα λοχείης, σὺν Παφίῃ, σὺν Ἔρωτι· σὺ γὰρ κρατέεις τοκετοῖο. ἀλλά, τελεσσιγόνοιο κυβερνήτειρα γενέθλης, ἔρχεο παιδοτόκων ἐπὶ παστάδα θηλυτεράων, καὶ λοχίοις βελέεσσιν ὀιστεύουσα γυναῖκας
65εἴκελος ἔσσο λέοντι λεχωίδος ἐγγύθι νύμφης, ἀντὶ φιλοπτολέμοιο μογοστόκος. ἀλλὰ καὶ αὐτῆς λῆγε μέγα φρονέουσα σαόφρονος εἵνεκα μίτρης, ὅττι τεῶν μελέων μεθέπων τύπον ὑψιμέδων Ζεὺς
παρθενικὰς ἀγάμους νυμφεύεται· εἰσέτι κείνην196 in vol. 2
70εἰκόνα σὴν βοόωσι γαμοκλόπον Ἀρκάδες ὗλαι, Καλλιστοῦς ἀγάμοιο γαμοστόλον, ὑμετέρην δὲ ἔμφρονα μάρτυρον ἄρκτον ἔτι στενάχουσι κολῶναι μεμφομένην νόθον εἶδος ἐρωμανὲς Ἰοχεαίρης, θηλυτέρης ὅτε λέκτρον ἐδύσατο θῆλυς ἀκοίτης.
75ἀλλὰ τεὴν ἀνόνητον ἀπορρίψασα φαρέτρην Ἥρης κάλλιπε δῆριν ἀρείονος· ἢν δ’ ἐθελήσῃς, ὡς λοχίη πολέμιζε τελεσσιγάμῳ Κυθερείῃ.“ ἔννεπε, τειρομένην δὲ παρήλυθεν Ἄρτεμιν Ἥρη. τὴν δὲ φόβῳ μεθύουσαν ἀπὸ φλοίσβοιο κομίζων
80ἀμφοτέρῳ πήχυνε κατηφέι Φοῖβος ἀγοστῷ, καί μιν ἄγων ἔστησεν ἐρημάδος ἔνδοθι λόχμης· νοστήσας δ’ ἀκίχητος ὁμίλεε θέσπιδι χάρμῃ. καὶ βυθίου προμάχου πυρόεις πρόμος ἀντίος ἔστη, Φοῖβος ἐς ὑσμίνην Ποσιδήιον· ἀμφὶ δὲ νευρῇ
85θῆκε βέλος καὶ πυρσὸν ἐκούφισε Δελφίδι πεύκῃ ἀμφοτέρῃ παλάμῃ περιδέξιος, ὄφρα κορύσσῃ ὁλκῷ κυματόεντι σέλας καὶ τόξα τριαίνῃ. αἰχμὴ δ’ αἰθαλόεσσα καὶ ὑδατόεντες ὀιστοὶ σύμπεσον ἀλλήλοισι· κορυσσομένοιο δὲ Φοίβου
90ἄρεος ἐσμαράγησε μέλος πατρώιος Αἰθήρ, βρονταῖον κελάδημα· θυελλήεσσα δὲ σάλπιγξ οὔασι Φοιβείοισιν ἐπέκτυπε πόντιον ἠχώ·
Τρίτων δ’ εὐρυγένειος ἐβόμβεεν ἠθάδι κόχλῳ ἀνδροφυὴς ἀτέλεστος, ἀπ’ ἰξύος ἔγχλοος ἰχθύς·197 in vol. 2
95Νηρεΐδες δ’ ἀλάλαζον· ὑπερκύψας δὲ θαλάσσης σειομένου τριόδοντος Ἄραψ μυκήσατο Νηρεύς. οὐρανίης δὲ φάλαγγος ὑπέρτερον ἦχον ἀκούων Ζεὺς χθόνιος κελάδησε, μὴ Ἐννοσίγαιος ἀράσσων γαῖαν ἱμασσομένην ῥοθίων ἐνοσίχθονι παλμῷ

36

(100)

ἁρμονίην κόσμοιο μετοχλίσσειε τριαίνῃ, μή ποτε κινήσας χθονίων κρηπῖδα βερέθρων θηητὴν τελέσειεν ἀθηήτου χθονὸς ἕδρην, μὴ βυθίων φλέβα πᾶσαν ἀναρρήξειεν ἐναύλων νερτερίῳ κευθμῶνι χέων μετανάστιον ὕδωρ,
105νέρτερον εὐρώεντα κατακλύζων πυλεῶνα. τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων, καὶ χθόνιαι σάλπιγγες ἐπέβρεμον· ἀμφοτέρους δὲ ῥάβδον ἐλαφρίζων ἀνεσείρασε μείλιχος Ἑρμῆς· τρισσοῖς δ’ ἀθανάτοισι μίαν ξυνώσατο φωνήν·
110 „γνωτὲ Διὸς καὶ κοῦρε, σὺ μέν, κλυτότοξε, θυέλλαις πυρσὸν ἔα καὶ τόξα, σὺ δὲ γλωχῖνα τριαίνης, μὴ μακάρων Τιτῆνες ἐπεγγελάσωσι κυδοιμῷ,
μὴ Κρονίην μετὰ δῆριν ἀπειλήτειραν Ὀλύμπου δεύτερον ἀθανάτοισιν ἄρης ἐμφύλιος εἴη,198 in vol. 2
115μὴ μόθον ἄλλον ἴδοιμι μετὰ κλόνον Ἰαπετοῖο, μηδὲ μετὰ Ζαγρῆα καὶ ὀψιγόνου περὶ Βάκχου φλέξας γαῖαν ἅπασαν ἑῷ πυρὶ χωόμενος Ζεὺς ἀενάου κλύσσειε τὸ δεύτερον ἄντυγα κόσμου, ὕδασιν ὀμβρήσας χυτὸν αἰθέρα· μηδὲ νοήσω
120ἠερίοις πελάγεσσι διάβροχον ἅρμα Σελήνης· μὴ ψυχρὴν ἐχέτω Φαέθων πάλιν ἔμπυρον αἴγλην. πρεσβυτέρῳ δ’ ὑπόεικε κυβερνητῆρι θαλάσσης, πατροκασιγνήτῳ τανύων χάριν, ὅττι γεραίρει εἰναλίην σέο Δῆλον ἁλὸς μεδέων Ἐνοσίχθων·
125μή σε λίπῃ φοίνικος ἔρως καὶ μνῆστις ἐλαίης. τίς πάλιν, Ἐννοσίγαιε, δικασπόλος ἐνθάδε Κέκροψ, τίς πάλιν Ἴναχος ἄλλος ἑὴν πόλιν ἴαχεν Ἥρῃ, ὅττι καὶ Ἀπόλλωνι κορύσσεαι, ὥς περ Ἀθήνῃ, καὶ μόθον ἄλλον ἔχεις προτέρην μετὰ φύλοπιν Ἥρης;
130καὶ σύ, πάτερ μεγάλοιο κερασφόρε Δηριαδῆος, Ἡφαίστου πεφύλαξο σέλας μετὰ λαμπάδα Βάκχου, μή σε πυριγλώχινι καταφλέξειε κεραυνῷ.“ ὣς εἰπὼν ἀνέκοψε θεῶν ἔμφυλον ἐνυώ.
καὶ τότε λυσσήεις παλινάγρετον ἄμφεπε χάρμην199 in vol. 2
135Δηριάδης βαρύμηνις, ἀπήμονας ὡς ἴδε Βάκχας· καὶ μόθον ἀρτεμέοντος ὀπιπεύων Διονύσου εἰς ἐνοπὴν οἴστρησε πεφυζότας ἡγεμονῆας· καὶ ξυνὴν πρυλέεσσι καὶ ἱππήεσσιν ἀπειλὴν βάρβαρον ἐσμαράγησε βαρυφθόγγων ἀπὸ λαιμῶν·
140 „σήμερον ἢ Διόνυσον ἐγὼ πλοκαμῖδος ἐρύσσω, ἠὲ μόθος Βακχεῖος ἀιστώσει γένος Ἰνδῶν. ὑμεῖς μὲν Σατύροισιν ἀλεξήτειραν ἀνάγκην στήσατε· Δηριάδης δὲ κορυσσέσθω Διονύσῳ. ἡμερίδων δὲ πέτηλα καὶ ὄργανα ποικίλα Βάκχου
145φλέξατε, καὶ κλισίας ἐμπρήσατε· Μαιναλίδας δὲ δμωίδας αὐχήεντι κομίσσατε Δηριαδῆι· καὶ πυρὶ δήια θύρσα μαραίνετε· βουκεράων δὲ Σιληνῶν Σατύρων τε πολυσπερέων κεφαλάων λήιον ἀμήσαντες ἀλοιητῆρι σιδήρῳ

36

(150)

στέψατε πάντα μέλαθρα βοοκραίροισι καρήνοις. μὴ Φαέθων στρέψειε πυραυγέας ἐς δύσιν ἵππους, πρὶν Σατύρους καὶ Βάκχον ἀλυκτοπέδῃσι κομίσσω σφιγγόμενον καὶ στικτὸν ἐμῇ δεδαϊγμένον αἰχμῇ ῥωγαλέον φορέοντα κατὰ στέρνοιο χιτῶνα,
155θύρσον ἀπορρίψαντα· τανυπλοκάμων δὲ γυναικῶν χαίτην ἀμπελόεσσαν ἐμῷ τεφρώσατε δαλῷ. θαρσαλέοι δὲ γένεσθε, καὶ Ἰνδῴην μετὰ χάρμην
νίκην κυδιάνειραν ἀείσατε Δηριαδῆος, ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων στρατὸς ἀνδρῶν200 in vol. 2
160Ἰνδοῖς Γηγενέεσσιν ἀνικήτοισιν ἐρίζειν.“ ἔννεπε, καὶ προμάχους μετανεύμενος ἄλλον ἐπ’ ἄλλῳ ἡνιόχους οἴστρησεν ἀμετροβίων ἐλεφάντων, καὶ πρυλέων πομπῆας ἐπεστήριξε κυδοιμῷ μαρναμένων πυργηδόν. ὁμοζήλῳ δὲ κυδοιμῷ
165θυρσομανὴς Διόνυσος ἐρημονόμων στίχα θηρῶν εἰς ἐνοπὴν βάκχευεν· ὀριτρεφέες δὲ μαχηταὶ δαιμονίῃ βρυχηδὸν ἐβακχεύθησαν ἱμάσθλῃ· καὶ πολὺς ἐκ στομάτων ἐκορύσσετο μαινόμενος θὴρ ὠμοβόρων τε δράκοντες ἀποπτύοντες ὀδόντων
170τηλεβόλους πόμπευον ἐς ἠέρα πίδακας ἰοῦ χάσματι συρίζοντι μεμυκότος ἀνθερεῶνος, λοξὰ παρασκαίροντες· ἐς ἀντιβίους δὲ θορόντες αὐτόματον σκοπὸν εἶχον ἐχιδνήεντες ὀιστοί· καὶ σκολιαῖς ἑλίκεσσιν ἐμιτρώθη δέμας Ἰνδῶν
175ἰλλομένων, βροτέους δὲ πόδας σφηκώσατο σειρὴ εἰς δρόμον ἀίσσοντας. ἀρειμανέες δὲ γυναῖκες δῆριν ἐμιμήσαντο δρακοντοβόλου Φιδαλείης,
ἥ ποτε κέντρον ἔχουσα γυναικείοιο κυδοιμοῦ δυσμενέας νίκησεν ἐχιδνήεσσι κορύμβοις·201 in vol. 2
180καί τις ἀπὸ στομάτων δολιχόσκιον ἔγχος ἰάλλων ἰὸν ἀκοντιστῆρα κατέπτυε Δηριαδῆος, καὶ φονίῃ ῥαθάμιγγι χάλυψ ἐδιαίνετο θώρηξ. καὶ νέκυς ἐν χθονὶ κεῖτο τυπεὶς ζώοντι βελέμνῳ, ἄπνοος ἀμφιέπων βέλος ἔμπνοον. ὀρθοπόδων δὲ
185εἰς λοφιὴν ἐπίκυρτον ἀναΐξας ἐλεφάντων πόρδαλις ᾐώρητο μετάρσιος ἅλματι ταρσῶν· πυκνὰ δὲ θηρείοιο κατεστήρικτο καρήνου, καὶ δρόμον ἠρώησε τανυκνήμων ἐλεφάντων. καὶ πολὺς ἐσμὸς ἔπιπτε, βαρυσμαράγων ἀπὸ λαιμῶν
190φρικτὸν ἐρημονόμων ἀίων βρύχημα λεόντων· καί τις ἐνικήθη τρομέων μυκήματα ταύρου, καὶ βοὸς εἰσορόων βλοσυρῆς γλωχῖνα κεραίης λοξὸν ἀκοντίζουσαν ἐς ἠέρα· φοιταλέος δὲ
εἰς φόβον ἄλλος ὄρουσεν ὑποφρίσσων γένυν ἄρκτου·202 in vol. 2
195θηρείαις δ’ ἰαχῇσιν ὁμόκτυπος ἄλλος ἐπ’ ἄλλῳ Πανὸς ἀνικήτοιο κύων συνυλάκτεε λαιμῷ, καὶ μόθον ὑλακόμωρον ἐδείδεσαν αἴθοπες Ἰνδοί. ξυνὴ δ’ ἀμφοτέροισιν ὁμόζυγος ἦεν ἐνυώ· γαῖα δὲ διψώουσα φόνου κυμαίνετο λύθρῳ

36

(200)

κτεινομένων ἑκάτερθε, πολυσπερέων δὲ δαμέντων πληθύι τοσσατίῃ νεκύων ἐστείνετο Λήθη· χειρὶ δ’ ἀνοχλίζων Ἀίδης ὀρφναῖον ὀχῆα εὐρυτέρους πυλεῶνας ἑῶν ὤιξε μελάθρων, στεινομένων ἑκάτερθε, διεσσυμένων δὲ βερέθρου
205Ταρτάριον μύκημα Χαρωνίδες ἔκτυπον ὄχθαι. καὶ πολὺς ἐγρεκύδοιμος ἔην κτύπος, ἀντιβίων δὲ ὠτειλὴ κταμένων ἑτερότροπος, ὧν ὁ μὲν αὐτῶν ἱππόθεν ὠλίσθησε τετυμμένος ἀνθερεῶνα, ὃς δὲ κατὰ στέρνοιο περίτροχον ἄντυγα μαζοῦ,
210ὃς δὲ μέσον κενεῶνα πεπαρμένος ἔκθορε δίφρου· ἄλλος ἐυγλώχινι παρ’ ὀμφαλὸν ἄκρον ὀιστῷ βλήμενος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ, ὃς δὲ τυπεὶς μεσάτης ὑπὲρ ἄντυγος, ὃς δὲ δι’ ὤμου· καὶ φυγὰς ἄλλος ἔπιπτε ῥάχιν τετορημένος αἰχμῇ,
215πεζὸς ἀελλήεντα τετυμμένον ἵππον ἐάσσας· ὃς δὲ πεσὼν ἀνίουλος ὀδύρετο σύντροφον ἥβην· καί τις ἀναλθήτῳ κεχαραγμένος ἧπαρ ὀιστῷ κύμβαχος ἐξ ἐλέφαντος ἐπεγδούπησε κονίῃ, κρᾶτα παρακλίνας δαπέδῳ, καὶ χεῖρας ἑλίξας203 in vol. 2
220αἱμαλέην πήχυνε κατηφέι γαῖαν ἀγοστῷ. καί τις ἀνὴρ ἱππῆος ἐναντία δόχμιος ἔστη, καὶ σάκεος κενεῶνα χυτῆς ἔπλησε κονίης, καὶ χθονὶ ταρσὸν ἔπηξε, δεδεγμένος ἀνέρος ὁρμήν· χειρὶ δὲ θαρσαλέῃ πολυδαίδαλον ἀσπίδα τείνων
225ἱππείην ψαμάθοισιν ὅλην ἔρραινεν ὀπωπήν· βακχεύσας δὲ κάρηνον ἄνω νεύοντι προσώπῳ ἵππος ἀνῃώρητο κονισαλέην τρίχα σείων, καμπύλα δ’ εὐλάιγγος ἀπέπτυεν ἄκρα χαλινοῦ· τρίβων δ’ ἀγκυλόδοντα παλυνομένην γένυν ἀφρῷ
230ὑψιτενὴς δεδόνητο, καὶ ὄρθιον αὐχένα πάλλων οἰστρήεις ἀχάλινος ἐπεστηρίζετο γαίῃ ποσσὶν ὀπισθιδίοισι, καὶ αἰθύσσων κόνιν ὁπλῇ εἰς πέδον ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα. αὐτὰρ ὁ κεκλιμένῳ ταχὺς ἔδραμε κάρχαρος ἀνήρ,
235γυμνὸν ἔχων θοὸν ἆορ· ὑπὲρ δαπέδου δὲ ταθέντος κυανέου προμάχοιο διέθρισεν ἀνθερεῶνα. ἀλλ’ ὅ γ’ ἐριπτοίητος ἐχάζετο πῶλος ἀλήτης, γείτονος ἡνιόχοιο δεδεγμένος ἦχον ἱμάσθλης, οἰκτρὸν ἑὸν θνήσκοντα διαστείβων ἐλατῆρα,
240κείμενον ἀρτιδάικτον, ἐπισπαίροντα κονίῃ. Κολλήτης δ’ ἀπέλεθρος ἔχων περιμήκεα μορφήν, δύσμαχος, ἐννεάπηχυς, ὁμοίιος Ἀλκυονῆι, Βακχείης κατὰ μέσσον ἐμαίνετο δηιοτῆτος· Βασσαρίδων δὲ φάλαγγα μετὰ κλόνον ἤθελεν ἕλκειν204 in vol. 2
245εἰς εὐνὴν ἀνάεδνον ἀναγκαίων ὑμεναίων, καὶ κενεῇ πολέμιζεν ἐπ’ ἐλπίδι, τηλίκος ἀνήρ, οἷος ἔην θρασὺς Ὦτος ἀνέμβατον αἰθέρα βαίνων, ἁγνὸν ἀνυμφεύτου ποθέων λέχος Ἰοχεαίρης, οἷος ἔην φιλέων καθαρῆς ὑμέναιον Ἀθήνης

36

(250)

ὑψινεφὴς ἐς Ὄλυμπον ἀκοντίζων Ἐφιάλτης· Κολλήτης πέλε τοῖος ὑπέρτερος, αἰθέρι γείτων, Γηγενέος προγόνοιο θεημάχον αἷμα κομίζων, Ἰνδοῦ πρωτογόνοιο· καὶ ἄρκιος ἔπλετο μορφῇ δῆσαι θοῦρον Ἄρηα μεθ’ υἱέας Ἰφιμεδείης·
255ἀλλὰ τόσον περ ἐόντα γυνὴ κτάνεν ὀξέι πέτρῳ, Βακχιάδος Χαρόπεια κυβερνήτειρα χορείης. καί τις ἀριστεύουσαν ἰδὼν ὑψαύχενα κούρην θαῦμα χόλῳ κεράσας τρομερὴν ἐφθέγξατο φωνήν· „Ἆρες, Ἄρες, λίπε τόξα καὶ ἀσπίδα καὶ σέο λόγχην,
260Ἆρες, ἐσυλήθης, λίπε Καύκασον· ἀνδροφόνους γὰρ ἀλλοίας Διόνυσος Ἀμαζόνας εἰς μόθον ἕλκει· ὁπλοφόρους δονέουσιν ἀνάσπιδες· ὑμετέρου γὰρ οὐκ ἀπὸ Θερμώδοντος ἑὰς ἐκόμισσε γυναῖκας. ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ τύπον· οὐ σάκος ὤμοις,
265οὐ δόρυ θοῦρον ἔχουσιν Ἀμαζονίδες Διονύσου· οὐ τόσον εὐθώρηκες ἀριστεύουσι γυναῖκες Καυκασίδες· Βάκχαι δὲ φιλοπτόρθων ἀπὸ χειρῶν φυλλάδας αἰχμάζουσι, καὶ οὐ χατέουσι σιδήρου. ὤμοι Δηριάδαο μεμηνότος, ὅττι γυναῖκες205 in vol. 2
270χαλκείους ὀνύχεσσι διασχίζουσι χιτῶνας.“ ἔννεπε θαμβήσας κραναὸν βέλος, οἷον ἑλοῦσα τηλίκον ὑψικάρηνον ἀπέκτανεν ἀνέρα Βάκχη. Δηριάδης δ’ ἀκίχητος ἐπέδραμε θυιάσι Βάκχαις, καὶ Χαρόπην ἐδίωκε λιθοσσόον· ἡ δὲ φυγοῦσα
275μάρνατο θαρσήεσσα παρισταμένη Διονύσῳ, θύρσον ἀκοντίζουσα φιλάνθεμον εὐάδι χάρμῃ. Δηριάδης δ’ Ὀρίθαλλον ἀπηλοίησε σιδήρῳ, Κουρήτων ὁμόφυλον, Ἀβαντίδος ἀστὸν ἀρούρης. καὶ κοτέων ἑτάροιο δεδουπότος ἀρχὸς Ἀβάντων
280Καρμίνων βασιλῆα κατεπρήνιξε Μελισσεύς, Κύλλαρον, ὀξυόεντι κατ’ αὐχένος ἄορι τύψας, Λωγασίδην, ὃς μοῦνος, ἐπεὶ σοφὸς ἔσκε μαχητής, Δηριάδῃ μεμέλητο δοριθρασέων πλέον Ἰνδῶν ...
καί μιν ἄναξ φιλέοι μετὰ Μορρέα· πολλάκι δ’ αὐτῇ206 in vol. 2
285Ὀρσιβόῃ καὶ ἄνακτι μιῆς ἔψαυσε τραπέζης, θυγατέρων βασιλῆος ὁμέστιος· ἀμφοτέροις γὰρ ἔγχεϊ καὶ πραπίδεσσιν ὑπέρβαλε σύντροφον ἥβην. ἔνθα πολὺς προμάχῳ πρόμος ἤρισεν· ὑψιφανὴς δὲ Πευκετίῳ πολέμιζεν ἀερσιπόδης Ἁλιμήδης,
290καὶ Φλογίῳ κεκόρυστο Μάρων καὶ Θουρέι Ληνεύς. ὑσμίνης δὲ τάλαντα πατὴρ ἔκλινε Κρονίων· καὶ βριαρῷ Διόνυσος ἐμάρνατο Δηριαδῆι, μίξας ἔγχεϊ θύρσον· ἀκοντοφόρῳ δὲ μαχητῇ † πῇ μὲν ἀκοντίζοντι μετάτροπον εἶδος ἀμείβων
295δύσατο παντοίης πολυδαίδαλα φάσματα μορφῆς ... πῇ δὲ θυελλήεσσα κορύσσετο μαινομένη φλόξ, ἀγκύλον αἰθύσσουσα σέλας βητάρμονι καπνῷ. ἄλλοτε κυμαίνων ἀπατήλιον ἔρρεεν ὕδωρ, ὑγρὸς ὀιστεύων διερὸν βέλος· ἀμφιέπων δὲ

36

(300)

ἰσοφυὲς μίμημα λεοντείοιο προσώπου ὄρθιον ἠέρταζε μετάρσιον ἀνθερεῶνα,
τρηχαλέον βρύχημα χέων πυκινότριχι λαιμῷ, ὡς κέλαδον βρονταῖον ἐρισμαράγοιο τοκῆος. καὶ σκιερῆς φορέων πολυδαίδαλον εἶδος ὀπωπῆς207 in vol. 2
305ἀλλοφανὴς μορφοῦτο, καὶ εἴκελος ἔρνεϊ γαίης αὐτοτελὴς ἀκίχητος ἀνέδραμεν, αἰθέρα τύπτων, ὡς πίτυς, ὡς πλατάνιστος· ἀμειβομένου δὲ καρήνου μιμηλοῖς πετάλοισι νόθην δενδρώσατο χαίτην, γαστέρα θάμνον ἔχων περιμήκετον· ἀκρεμόνας δὲ
310χεῖρας ἑὰς ποίησε, καὶ ἐφλοίωσε χιτῶνας, καὶ πόδας ἐρρίζωσεν· ἀνακρούων δὲ κεραίαις μαρναμένου βασιλῆος ἐπεψιθύριζε προσώπῳ· καὶ στικτοῖς μελέεσσι τύπον μιμηλὸν ὑφαίνων πόρδαλις ὑψιπότητος ἀνέδραμεν ἅλματι ταρσῶν,
315καὶ λοφιῆς ἐπέβαινεν ἀερσιλόφων ἐλεφάντων κοῦφα βιβάς· ἐλέφας δὲ παρήορον ἅρμα τινάσσων εἰς πέδον ἠκόντιζε θεημάχον ἡνιοχῆα, σείων φαιδρὰ λέπαδνα καὶ ἀγκύλα κύκλα χαλινῶν. οὐδὲ πεσὼν ἀμέλησε πέλωρ πρόμος, ἀλλὰ Λυαίῳ
320μάρνατο μορφωθέντι καὶ οὔτασε πόρδαλιν αἰχμῇ. ἀλλὰ πάλιν μετάμειψε θεὸς δέμας· ὑψιφανὴς γάρ, ἠέρα θερμαίνων, ἐλελίζετο πυρσὸς ἀλήτης, αἰθύσσων ἀνέμοις φλογόεν βέλος, ἀμφὶ δὲ μαζοὺς στήθεα λαχνήεντα διέτρεχε Δηριαδῆος
325κυκλόθεν· ὑψιπόρου δὲ δεδεγμένος ἅλματα καπνοῦ
ἀργενναῖς λαγόνεσσιν Ἄραψ ἐμελαίνετο θώρηξ, βαλλόμενος σπινθῆρι· πυριβλήτου δὲ φορῆος ἡμιδαὴς ζείοντι λόφῳ θερμαίνετο πήληξ. ἐκ βλοσυροῦ δὲ λέοντος ἐφαίνετο κάπρος ἀλήτης208 in vol. 2
330εὐρύνων μέγα χάσμα δασύτριχος ἀνθερεῶνος καὶ λοφιὴν πελάσας ἐπὶ γαστέρι Δηριαδῆος ὀρθὸς ὀπισθιδίοιο ποδὸς στηρίζετο παλμῷ θηγαλέοις ὀνύχεσσι μέσον κενεῶνα χαράσσων. Δηριάδης δ’ ὑπέροπλος ἐμάρνατο φάσματι κωφῷ,
335ἐλπίδι μαψιδίῃ πεφορημένος· ἤθελε δ’ αἰεὶ ἀψαύστοις ἀκίχητον ἑλεῖν εἴδωλον ἀγοστοῖς· ἀντιτύπου δὲ λέοντος ἑὸν δόρυ πῆξε μετώπῳ, μῦθον ἀπειλητῆρα χέων πολυειδέι Βάκχῳ· „τί πτώσσεις, Διόνυσε; τί σοι δόλος ἀντὶ κυδοιμοῦ;
340Δηριάδην τρομέων πολυδαίδαλον εἶδος ἀμείβεις; πόρδαλις οὐ κλονέει με φυγοπτολέμου Διονύσου, ἄρκτον ὀιστεύω, καὶ δένδρεον ἄορι τέμνω· ψευδομένου δὲ λέοντος ἐγὼ κενεῶνα χαράξω. ἀλλὰ σοφοὺς Βραχμῆνας ἀτευχέας εἰς σὲ κορύσσω·
345γυμνοὶ γὰρ γεγάασι, θεοκλήτοις δ’ ἐπαοιδαῖς
πολλάκις ἠερόφοιτον, ὁμοίιον ἄζυγι ταύρῳ, οὐρανόθεν κατάγοντες ἐφαρμάξαντο Σελήνην, πολλάκι δ’ ἱππεύοντος ἐπειγομένων ἐπὶ δίφρων ἀσταθέος Φαέθοντος ἀνεκρούσαντο πορείην.“209 in vol. 2

36

(350)

ἔννεπε παπταίνων ἑτερότροπα φάσματα Βάκχου· καὶ νόον εἶχεν ἄπιστον· ἀκηλήτῳ δὲ μενοινῇ τέχνην φαρμακόεσσαν ἐπιγράψας Διονύσῳ ἔλπετο νικήσειν Διὸς υἱέα μύστιδι τέχνῃ. ἔνθα θορὼν ἀκίχητος ἀνέδραμεν ὑψόθι δίφρων·
355καὶ θεὸς ἀφραίνοντα θεημάχον ἄνδρα δοκεύων ἄμπελον ἐβλάστησεν ἀρηγόνα δηιοτῆτος. καί τις ἐυσταφύλοιο θεήλατος οἰνάδος ὄρπηξ ἑρπύζων κατὰ βαιὸν ἐς ἀργυρόκυκλον ἀπήνην Δηριάδην ἔσφιγξεν ἀπειλητῆρι κορύμβῳ,
360ἀμφιπεριπλέγδην πεπεδημένον· ἀρτιθαλῆ δὲ σύμφυτον αἰθύσσων ἐπὶ βότρυϊ βότρυν ἀλήτην μαινομένου βασιλῆος ἐπισκιόωντα προσώπῳ σείετο μιτρώσας ὅλον ἀνέρα· Δηριάδην δὲ αὐτοφυὴς ἐμέθυσσεν ἕλιξ εὐώδεϊ καρπῷ·
365γυιοπέδην δ’ ἀσίδηρον ἐπέπλεκε δίζυγι ταρσῷ, καὶ πόδας ἐρρίζωσεν ὁμοζυγέων ἐλεφάντων ... ἀρραγέος κισσοῖο· καὶ οὐ τόσον ὁλκάδα πόντου θηκτὰ περιπλεκέων ἐχενηίδος ἄκρα γενείων
δεσμῷ καρχαρόδοντι διεστήριξε θαλάσσῃ·210 in vol. 2
370τοῖον ἔην μίμημα. μάτην δ’ ἐλέφαντας ἐπείγων ἡνίοχος βαρύδουπον ἑὴν ἐλέλιζεν ἱμάσθλην, κέντροις ὀξυτέροισιν ἀπειθέα νῶτα χαράσσων. καὶ τόσον Ἰνδὸν ἄνακτα, τὸν οὐ κτάνεν ἄσπετος αἰχμή, ἀμπελόεις νίκησεν ἕλιξ πρόμος· ἀμφιέπων δὲ
375ἡμερίδων ὄρπηκι κατάσχετον ἀνθερεῶνα πνίγετο Δηριάδης σκολιῷ τεθλιμμένος ὁλκῷ. καὶ μογέων ἀτίνακτος ἐλίσσετο μαινάδι φωνῇ, λεπτὸν ἔχων ὀλόλυγμα θεουδέος ἀνθερεῶνος, νεύμασιν ἀφθόγγοις ἱκετήσια δάκρυα λείβων·
380καὶ παλάμην ὤρεξεν ἀναυδέα, μάρτυρι σιγῇ μόχθον ὅλον βοόων· τὸ δὲ δάκρυον ἔπλετο φωνή. καὶ σκεδάσας Διόνυσος ἑὴν πολύδεσμον ὀπώρην γυιοπέδην εὔβοτρυν ἀνέσπασε Δηριαδῆος, καὶ στέφος ἡμερίδων ἑλικώδεα κισσὸν ἐλάσσας
385δέσμιον αὐχένα λῦσεν ὁμοπλεκέων ἐλεφάντων. οὐ δὲ φυγὼν δρυόεντα τανυπτόρθοιο κορύμβου δεσμὸν ἀπειλητῆρα καὶ αὐτοέλικτον ἀνάγκην Δηριάδης ἀπέειπεν ἐθήμονα κόμπον ἀπειλῆς, ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος· εἶχε δὲ βουλὴν
390διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι. ἀμφοτέρους δ’ ἀνέκοψε μάχης ἀμφίδρομος ὄρφνη. καὶ μόθος ἦν μετὰ νύκτα, καὶ ὑπναλέων ἀπὸ λέκτρων
ἐγρομένους θώρηξεν ἀμοιβαίη πάλιν Ἠώς. οὐδὲ μόθων τέλος ἦεν ἐπειγομένῳ Διονύσῳ,211 in vol. 2
395ἀλλὰ τόσων μετὰ κύκλα κυλινδομένων ἐνιαυτῶν ῥυθμὸν Ἐνυαλίοιο μάτην ἐπεβόμβεε σάλπιγξ. ἤδη δ’ ἐγρεμόθων ἐτέων πολυκαμπέι νύσσῃ Βακχιὰς ὀψιτέλεστος ἐμαίνετο μᾶλλον ἐνυώ. οὐ μὲν ἀφειδήσαντες ἀρειμανέος Διονύσου

36

(400)

κάλλιπον ἀμνήστοισι μεμηλότα μῦθον ἀήταις Δικταῖοι Ῥαδαμᾶνες ὁμόφρονες· ἀλλὰ Λυαίῳ νῆας ἐτεχνήσαντο μαχήμονας· ἀμφὶ δὲ λόχμας ποίπνυον ἄλλοθεν ἄλλος· ὁ μὲν τορνώσατο γόμφους, ὃς δὲ μέσην πεπόνητο περὶ τρόπιν, ἴκρια δ’ ἄλλος
405ὀρθὰ περὶ σταμίνεσσιν ἀμοιβαίῃσιν ὑφαίνων ὁλκάδι τοῖχον ἔτευχεν ἐπηγκενίδας τε συνάπτων μηκεδανὰς κατέπηξε, βαθυνομένῃ δὲ μεσόδμῃ ὑψιφανῆ μέσον ἱστὸν Ἄραψ ὠρθώσατο τέκτων, λαίφεϊ πεπταμένῳ πεφυλαγμένον· αὐτὰρ ἐπ’ ἄκρῳ
410δουρατέην ἐπίκυρτον ἐτορνώσαντο κεραίην ἴδμονες εὐπαλάμοιο καὶ Ἡφαίστου καὶ Ἀθήνης. ὣς οἱ μὲν μογέοντες ἀμιμήτῳ τινὶ τέχνῃ Βάκχῳ νῆας ἔτευχον. ἐπασχαλόων δὲ κυδοιμῷ μαντοσύνης Διόνυσος ἑῆς ἐμνήσατο Ῥείης,
415ὅττι τέλος πολέμοιο φανήσεται, ὁππότε Βάκχοι
εἰναλίην Ἰνδοῖσιν ἀναστήσωσιν ἐνυώ. καὶ Λύκος ἀκροτάτοιο δι’ οἴδματος ἡνιοχεύων, νεύμασιν ἀτρέπτοισιν ὑποδρήσσων Διονύσου, ἄβροχον ἡνιόχευεν ὁδοιπόρον ἅρμα θαλάσσης,212 in vol. 2
420ἧχι σοφοὶ Ῥαδαμᾶνες, ἁλιπλανέες μετανάσται, νῆας ἐτεχνήσαντο θαλασσομόθῳ Διονύσῳ. καὶ τότε, τετραπόροιο χρόνου στροφάλιγγα κυλίνδων, ἱππεύων ἔτος ἕκτον ἑλίσσετο καμπύλος Αἰών ... εἰς ἀγορὴν ἐκάλεσσε μελαρρίνων γένος Ἰνδῶν
425Δηριάδης σκηπτοῦχος· ἐπειγομένῳ δὲ πεδίλῳ λαὸν ἀολλίζων ἑτερόθροον ἤιε κῆρυξ. αὐτίκα δ’ ἠγερέθοντο πολυσπερέων στίχες Ἰνδῶν, ἑζόμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ βάθρων· λαοῖς δ’ ἀγρομένοισιν ἄναξ ἀγορήσατο Μορρεύς·
430 „ἴστε, φίλοι, τάχα πάντες, ἅ περ κάμον ὑψόθι Ταύρου, εἰσόκε γαῖα Κίλισσα καὶ Ἀσσυρίων γένος ἀνδρῶν αὐχένα δοῦλον ἔκαμψεν ὑπὸ ζυγὰ Δηριαδῆος· ἴστε καί, ὅσσα τέλεσσα καταιχμάζων Διονύσου, μαρνάμενος Σατύροισι καὶ ἀμητῆρι σιδήρῳ
435τέμνων ἐχθρὰ κάρηνα βοοκραίροιο γενέθλης, ὁππότε Βασσαρίδων πεπεδημένον ἐσμὸν ἐρύσσας ὤπασα Δηριάδῃ πολέμου γέρας, ὧν ὑπὸ λύθρῳ ἄστεος εὐλάιγγες ἐφοινίχθησαν ἀγυιαὶ
κτεινομένων· ἕτεραι δὲ μετάρσιον ἀμφὶ χορείην213 in vol. 2
440ἀγχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ· ἄλλαι δ’ ὑδατόεντος ἐπειρήθησαν ὀλέθρου, κρυπτόμεναι κευθμῶνι πεδοσκαφέος κενεῶνος. ἀλλὰ πάλιν ναέτῃσιν ἀρείονα μῆτιν ὑφαίνω· εἰσαΐω Ῥαδαμᾶνας, ὅτι δρυτόμῳ τινὶ τέχνῃ
445νῆας ἐτεχνήσαντο φυγοπτολέμῳ Διονύσῳ· ἔμπης οὐ τρομέω δόρυ ναύμαχον· ἐν πολέμοις γὰρ ἄνδρα φερεσσακέων κεκορυθμένον ὑψόθι νηῶν οὐτιδανοῖς πετάλοισι πότε κτείνουσι γυναῖκες; ἢ πότε λυσσώων ὀρεσίδρομος ὑψίκερως Πὰν

36

(450)

θηγαλέοις ὀνύχεσσι διατμήξει νέας Ἰνδῶν; οὐ δύναται βαρύδουπον ὕδωρ Σιληνὸς ἀράσσων ἀπτολέμῳ νάρθηκι μαχήμονα νῆα καλύψαι, εἰς χορὸν αἱματόεντα θορὼν λυσσώδεϊ ταρσῷ, κῶμον ἀνακρούων θανατηφόρον· οὐδ’ ἐνὶ πόντῳ
455ταυρείοις κεράεσσι πεπαρμένον ἄνδρα δαμάζει ἀγχιφανὴς μεσάτοιο διχαζομένου κενεῶνος, ἀλλὰ τυπεὶς προκάρηνος ἀτυμβεύτῳ τινὶ μοίρῃ κείσεται ἐν ῥοθίοισιν· ὀλισθήσουσι δὲ Βάκχαι ἔγχεσι μηκεδανοῖσι μιαιφόνον ἐς βυθὸν ἅλμης
460τυπτόμεναι· καὶ νῆας ἀιστώσω Διονύσου,
ναύμαχον εἰκοσίπηχυ δι’ ὁλκάδος ἔγχος ἑλίσσων. ἀλλά, φίλοι, μάρνασθε πεποιθότες· ἀντιβίων δὲ μή τις ὑποπτήσσειεν ὀπιπεύων στίχα νηῶν Βακχιάδων· Ἰνδοὶ γὰρ ἐθήμονές εἰσι κυδοιμοῦ214 in vol. 2
465εἰναλίου, καὶ μᾶλλον ἀριστεύουσι θαλάσσῃ ἢ χθονὶ δηριόωντες. ἀνικήτῳ δὲ σιδήρῳ οὐ πολέας Σατύρους ληίσσομαι, ἀλλὰ κομάων ἀντὶ διηκοσίων προμάχων ἕνα μοῦνον ἐρύσσω θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος.“
470 ὣς εἰπὼν παρέπεισεν ἀθελγέα Δηριαδῆα Μορρεὺς αἰολόμητις· ἐπεφθέγξαντο δὲ λαοὶ μῦθον ἐπαινήσαντες· ὁμογλώσσων δ’ ἀπὸ λαιμῶν οἴδμασι κινυμένοισιν ἰσόθροος ἔβρεμεν ἠχώ. λῦσε δ’ ἄναξ ἀγορήν. Βρομίῳ δ’ ἐστέλλετο κῆρυξ
475πόντιον ὑσμίνην ἐνέπων πειθήμονι Βάκχῳ. ἄμφω δ’ εἰς ἓν ἰόντες ἐρυκομένοιο κυδοιμοῦ ἀμβολίην ποίησαν ἐπὶ τρία κύκλα Σελήνης, εἰσόκε ταρχύσουσι δαϊκταμένων στίχα νεκρῶν· ἦν δέ τις εἰρήνη μινυώριος ἄρεϊ γείτων,
480φύλοπιν ὠδίνουσαν ἐφαπλώσασα γαλήνην.215 in vol. 2

37

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΡΙΑΚΟΣΤΟΝ ΕΒΔΟΜΟΝ.
1 Ὣς οἱ μὲν φιλότητι μεμηλότες ἔμφρονες Ἰνδοί, Βακχείην ἀνέμοισιν ἐπιτρέψαντες ἐνυώ, ὄμμασιν ἀκλαύτοισιν ἐταρχύσαντο θανόντας, οἷα βίου βροτέου γαιήια δεσμὰ φυγόντας
5ψυχῆς πεμπομένης, ὅθεν ἤλυθε, κυκλάδι σειρῇ νύσσαν ἐς ἀρχαίην· στρατιὴ δ’ ἀμπαύετο Βάκχου. καὶ φιλίην Διόνυσος ἰδὼν πολέμοιο γαλήνην πρώιος ἡμιόνους καὶ ὁμήλυδας ἄνδρας ἐπείγων ἀζαλέην ἐκέλευσεν ἄγειν ὀρεσίτροφον ὕλην,
10ὄφρα πυρὶ φλέξειεν ὀλωλότα νεκρὸν Ὀφέλτην. τῶν μὲν ἔην προκέλευθος ἔσω πιτυώδεος ὕλης Φαῦνος ἐρημονόμῳ μεμελημένος ἠθάδι λόχμῃ, μητρὸς ὀρεστιάδος δεδαημένος ἔνδια Κίρκης. καὶ δρυτόμῳ στοιχηδὸν ἐτέμνετο δένδρα σιδήρῳ·
15πολλὴ μὲν πτελέη τανυήκεϊ τάμνετο χαλκῷ, πολλὴ δ’ ὑψιπέτηλος ἐπέκτυπε κοπτομένη δρῦς,
καὶ πολλὴ τετάνυστο πίτυς, καὶ ἐκέκλιτο πεύκη αὐχμηροῖς πετάλοισι· πολυσπερέων δ’ ἀπὸ δένδρων τεμνομένων κατὰ βαιὸν ἐγυμνώθησαν ἐρίπναι·216 in vol. 2
20καί τις Ἁμαδρυάδων μετανάστιος ἔστιχε Νύμφη, πηγαίῃ δ’ ἀκίχητος ἀήθεϊ μίγνυτο κούρῃ. καὶ πολὺς ἐρχομένοισιν ὀρίδρομος ἤιεν ἀνήρ, οὔρεος οἷμον ἔχων ἑτερότροπον· ἦν δὲ νοῆσαι ὑψιφανῆ προβλῆτα κατήλυδα λοξὸν ὁδίτην
25ποσσὶ πολυπλανέεσσιν· ἐυπλέκτοιο δὲ σειρῆς πυκνὰ περισφίγξαντες ἀρηρότι δούρατα δεσμῷ οὐρήων ἐπέθηκαν ὑπὲρ ῥάχιν· ἐσσυμένων δὲ ἡμιόνων στοιχηδὸν ὀρίδρομος ἔκτυπεν ὁπλὴ σπερχομένων, καὶ νῶτα πολυψαμάθοιο κονίης
30συρομένων κατόπισθε φυτῶν ἐβαρύνετο φόρτῳ. καὶ Σάτυροι καὶ Πᾶνες ἐποίπνυον, ὧν ὁ μὲν αὐτῶν ὑλοτόμοις παλάμῃσιν ἀμοιβαίων ἀπὸ δένδρων ... φιτροὺς ἀκαμάτοισιν ἐλαφρίζοντες ἀγοστοῖς ποσσὶ φιλοσκάρθμοισιν ἐπεκροτάλιζον ἐρίπνῃ·
35καὶ τὰ μὲν ὑλοτόμοι χθονὶ κάτθεσαν, ἧχι τελέσσαι Εὔιος ἐν δαπέδῳ σημήνατο τύμβον Ὀφέλτῃ. καὶ πολὺς ἐσμὸς ἔην ἑτερόπτολις· ἀμφὶ δὲ νεκρῷ πενθαλέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ·
ἀμφὶ δέ μιν στενάχοντες ἐπέρρεον ἄλλος ἐπ’ ἄλλῳ,217 in vol. 2
40νεκρὸν ἀμοιβαίῃσιν ὅλον σκιόωντες ἐθείραις. καὶ νέκυν ἔστενε Βάκχος ἀπενθήτοιο προσώπου ὄμμασιν ἀκλαύτοισιν, ἀκερσικόμου δὲ καρήνου πλοχμὸν ἕνα τμήξας ἐπεθήκατο δῶρον Ὀφέλτῃ. ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα
45Ἰδαῖοι θεράποντες ὀριτρεφέος Διονύσου· ἐν δὲ πυρῇ μεσάτῃ στόρεσαν νέκυν. ἀμφὶ δὲ νεκρῷ Ἀστέριος Δικταῖος ἐπήορον ἆορ ἐρύσσας Ἰνδοὺς κυανέους δυοκαίδεκα δειροτομήσας θῆκεν ἄγων στεφανηδὸν ἐπασσυτέρῳ τινὶ κόσμῳ·

37

(50)

ἐν δ’ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας. καὶ πολέες σφάζοντο βόες καὶ πώεα ποίμνης πρόσθε πυρῆς· κταμένων δὲ βοῶν ἐπενήνεε νεκρῷ σώματα κυκλωθέντα καὶ ἀρτιτόμων στίχας ἵππων, τῶν ἄπο δημὸν ἅπαντα λαβὼν στοιχηδὸν ἑκάστου,
55ἀμφὶ νέκυν στορέσας, κυκλώσατο πίονα μίτρην. ἔνθα πυρὸς χρέος ἔσκε· φιλοσκοπέλοιο δὲ Κίρκης Φαῦνος ἐρημονόμος, Τυρσηνίδος ἀστὸς ἀρούρης.
ὡς πάις ἀγροτέρης δεδαημένος ἔργα τεκούσης, πυρσοτόκους λάιγγας, ὀρειάδος ὄργανα τέχνης,218 in vol. 2
60ἤγαγεν ἐκ σκοπέλοιο καὶ ὁππόθι σήματα νίκης ἠερόθεν πίπτοντες ἐπιστώσαντο κεραυνοί, λείψανα θεσπεσίου πυρὸς ἤγαγεν, ὥς κεν ἀνάψῃ πυρκαϊὴν φθιμένοιο· Διοβλήτῳ δὲ θεείῳ ἀμφοτέρων ἔχρισε λίθων κενεῶνας ἀλείψας
65πυρσοτόκων· καὶ λεπτὸν Ἐρυθραίοιο κορύμβου κάρφος ἀποξύσας διδυμάονι μίγνυε πέτρῳ· τρίβων δ’ ἔνθα καὶ ἔνθα καὶ ἄρσενι θῆλυν ἀράσσων ἔγκρυφον αὐτολόχευτον ἀνείρυε λαΐνεον πῦρ, πυρκαϊῇ δ’ ὑπέθηκεν, ὅπῃ πέλεν ἀγριὰς ὕλη.
70 οὐ δὲ πυρὴν φθιμένου περιδέδρομεν ἁπτόμενον πῦρ, ἀλλὰ θεὸς Φαέθοντος ἐναντίον ὄμμα τανύσσας ἀγχιφανὴς ἐκάλεσσεν Ἑώιον Εὖρον ἀήτην, πυρκαϊῆς ἐπίκουρον ἄγειν ἀντίπνοον αὔρην. καὶ Βρομίου καλέοντος Ἑωσφόρος ἔκλυε γείτων
75ἱκεσίης, καὶ γνωτὸν ἑὸν προέηκε Λυαίῳ, ἄσθματι πυκνοτέρῳ φλογοειδέα πυρσὸν ἀνάπτειν. καὶ θάλαμον ῥοδόεντα λιπὼν μητρώιον Ἠοῦς πυρκαϊὴν φλογόεσσαν ἀνερρίπιζεν ἀήτης
πάννυχος, αἰθύσσων ἀνεμοτρεφὲς ἁλλόμενον πῦρ·219 in vol. 2
80καὶ σέλας ἠκόντιζον ἐς ἠέρα θυιάδες αὖραι, γείτονες Ἠελίοιο. σὺν ἀχνυμένῳ δὲ Λυαίῳ Ἀστέριος Δικταῖος, ὁμόγνιον αἷμα κομίζων, Κνώσσιον ἀμφικύπελλον ἔχων δέπας ἡδέος οἴνου εὐόδμου δαπέδοιο χυτὴν ἐμέθυσσε κονίην,
85ψυχὴν ἠνεμόφοιτον Ἀρεστορίδαο γεραίρων. ἀλλ’ ὅτε δὴ δροσεροῖο προάγγελος ἅρματος Ἠοῦς ὄρθρος ἐρευθιόων ἀμαρύσσετο νύκτα χαράσσων, δὴ τότε πάντες ὄρουσαν, ἀμοιβαίῳ δὲ κυπέλλῳ πυρκαϊὴν ἑτάροιο κατέσβεσαν ἰκμάδι Βάκχου.
90καὶ βαλίαις πτερύγεσσιν ἐχάζετο θερμὸς ἀήτης εἰς δόμον Ἠελίοιο φαεσφόρον. Ἀστέριος δὲ ὀστέα συλλέξας κεκαλυμμένα δίπλακι δημῷ εἰς χρυσέην φιάλην κατεθήκατο λείψανα νεκροῦ. καὶ τροχαλοὶ Κορύβαντες, ἐπεὶ λάχον ἔνδιον Ἴδης,
95τύμβον ἐτορνώσαντο· βαθυνομένων δὲ θεμέθλων
96,97νεκρὸν ἐταρχύσαντο πεδοσκαφέος διὰ κόλπου,
97,96Κρήτης γνήσιον αἷμα, μιῆς οἰκήτορα πάτρης,
98καὶ κόνιν ὀθνείην πυμάτην ἐπέχευαν Ὀφέλτῃ· καὶ τάφον αἰπυτέροισιν ἀνεστήσαντο δομαίοις,

37

(100)

τοῖον ἐπιγράψαντες ἔπος νεοπενθέι τύμβῳ·
‘νεκρὸς Ἀρεστορίδης μινυώριος ἐνθάδε κεῖται, Κνώσσιος, Ἰνδοφόνος, Βρομίου συνάεθλος, Ὀφέλτης.‘ καὶ θεὸς ἀμπελόεις ἐπιτύμβια δῶρα κομίζων αὐτόθι λαὸν ἔρυκε, καὶ ἵζανεν εὐρὺν ἀγῶνα,220 in vol. 2
105τέρμα δρόμου τελέσας ἱππήλατον· ἐν δαπέδῳ δὲ ὀργυίης ἰσόμετρος ἔην λίθος εὐρέι νώτῳ, ἡμιτόμου κύκλοιο φέρων τύπον, εἰκόνα μήνης, ἀντιτύποις λαγόνεσσιν ἐύξοος, οἷον ὑφαίνων ἐργοπόνοις παλάμῃσι γέρων τορνώσατο τέκτων,
110ἔνθεον ἀσκῆσαι ποθέων βρέτας· ὃν τότε γαίῃ κουφίζων παλάμῃσι πέλωρ ἱδρύσατο Κύκλωψ νύσσης λαϊνέης ἀντίρροπον, ἶσον ἐκείνῳ ἀντίπορον λίθον ἄλλον ὁμόζυγον ἐν χθονὶ πήξας. ποικίλα δ’ ἦεν ἄεθλα, λέβης, τρίπος, ἀσπίδες, ἵπποι,
115ἄργυρος, Ἰνδὰ μέταλλα, βόες, Πακτώλιος ἰλύς. καὶ θεὸς ἱππήεσσιν ἀέθλια θήκατο νίκης· πρώτῳ μὲν θέτο τόξον Ἀμαζονίην τε φαρέτρην καὶ σάκος ἡμιτέλεστον Ἀρηιφίλην τε γυναῖκα, τήν ποτε Θερμώδοντος ἐπ’ ὀφρύσι πεζὸς ὁδεύων
120λουομένην ζώγρησε, καὶ ἤγαγεν εἰς πόλιν Ἰνδῶν· δευτέρῳ ἵππον ἔθηκε Βορειάδι σύνδρομον αὔρῃ, ξανθοφυῆ, δολιχῇσι κατάσκιον αὐχένα χαίταις,
ἡμιτελὲς κυέουσαν ἔτι βρέφος, ἧς ἔτι γαστὴρ ἵππιον ὄγκον ἔχουσα γονῆς οἰδαίνετο φόρτῳ·221 in vol. 2
125καὶ τριτάτῳ θώρηκα, καὶ ἀσπίδα θῆκε τετάρτῳ· τὸν μὲν ἀριστοπόνος τεχνήσατο Λήμνιος ἄκμων ἀσκήσας χρυσέῳ δαιδάλματι, τῆς δ’ ἐνὶ μέσσῳ ὀμφαλὸς ἀργυρέῳ τροχόεις ποικίλλετο κόσμῳ· πέμπτῳ δοιὰ τάλαντα, γέρας Πακτωλίδος ὄχθης.
130ὀρθωθεὶς δ’ ἀγόρευεν ἐπισπέρχων ἐλατῆρας· „ὦ φίλοι, οὓς ἐδίδαξεν Ἄρης πτολίπορθον ἐνυώ, οἷς δρόμον ἱπποσύνης δωρήσατο Κυανοχαίτης, οὐ μὲν ἐγὼ καμάτων ἀδαήμονας ἄνδρας ἐπείγω, ἀλλὰ πόνοις βριαροῖσιν ἐθήμονας· ἡμέτεροι γὰρ
135παντοίαις ἀρετῇσι μεμηλότες εἰσὶ μαχηταί· εἰ γὰρ ἀπὸ Τμώλοιο γένος λάχε Λύδιος ἀνήρ, ἱππείης τελέσει Πελοπηίδος ἄξια νίκης· εἰ δὲ πέδον Πισαῖον ἔχει μαιήιον ἵππων Ἤλιδος εὐδίφροιο καὶ Οἰνομάοιο πολίτης,
140οἶδεν Ὀλυμπιάδος κοτινηφόρον ὄζον ἐλαίης· ἀλλ’ οὐκ Οἰνομάοιο πέλει δρόμος, οὐδ’ ἐλατῆρες ἐνθάδε κέντρον ἔχουσι κακοξείνων ὑμεναίων, ἀλλ’ ἀρετῆς δρόμος οὗτος, ἐλεύθερος ἀφρογενείης· εἰ γένος Ἀονίης ἢ Φωκίδος αἷμα κομίζει,
145Πύθιον Ἀπόλλωνι τετιμένον οἶδεν ἀγῶνα· εἰ μεθέπει σοφὸν οὖδας ἐλαιοκόμου Μαραθῶνος, ἔγνω πιαλέης ἐγκύμονα κάλπιν ἐέρσης·
εἰ πέλεν εὐώδινος Ἀχαιίδος ἀστὸς ἀρούρης, Πελλήνην δεδάηκεν, ὅπῃ ῥιγηλὸν ἀγῶνα222 in vol. 2

37

(150)

ἄνδρες ἀεθλεύουσι φιλοχλαίνου περὶ νίκης, χειμερίῳ σφίγγοντες ἀθαλπέα γυῖα χιτῶνι· εἰ ναέτης βλάστησεν ἁλιζώνοιο Κορίνθου, Ἴσθμιον ἡμετέροιο Παλαίμονος οἶδεν ἀγῶνα.“ ὣς φαμένου σπεύδοντες ἐπέτρεχον ἡγεμονῆες,
155δίφρα περιτροχάοντες ἀμοιβαδίς· ὠκυπόδην δὲ Ξάνθον ἄγων πρώτιστος ὑπὸ ζυγὰ δῆσεν Ἐρεχθεὺς ἄρσενα, καὶ θήλειαν ἐπεσφήκωσε Ποδάργην, οὓς Βορέης ἔσπειρεν ἐυπτερύγων ἐπὶ λέκτρων Σιθονίην Ἅρπυιαν ἀελλόπον εἰς γάμον ἕλκων,
160καί σφεας, Ὠρείθυιαν ὅθ’ ἥρπασεν Ἀτθίδα νύμφην, ὤπασεν ἕδνον ἔρωτος Ἐρεχθέι γαμβρὸς ἀήτης. δεύτερος Ἀκταίων Ἰσμηνίδα πάλλεν ἱμάσθλην· καὶ τρίτος ὑγρομέδοντος ἀπόσπορος Ἐννοσιγαίου Σκέλμις ἔην ταχύπωλος, ὃς ἔγραφε πολλάκις ὕδωρ
165πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης. τέτρατος ἄνθορε Φαῦνος, ὃς εἰς μέσον ἦλθεν ἀγῶνος μοῦνος ἔχων τύπον ἶσον ἑῆς γενέταο τεκούσης, Ἠελίου μίμημα φέρων τετράζυγας ἵππους· καὶ Σικελῶν ὀχέων ἐπεβήσατο πέμπτος Ἀχάτης,
170οἶστρον ἔχων Πισαῖον ἐλαιοκόμου ποταμοῖο,
ἱπποσύνης ἀκόρητος, ἐπεὶ πέδον ᾤκεε νύμφης Ἀλφειοῦ δυσέρωτος, ὃς εἰς Ἀρέθουσαν ἱκάνει ἄβροχον ἕδνον ἔρωτος ἄγων στεφανηφόρον ὕδωρ. καὶ θρασὺν Ἀκταίωνα λαβὼν ἀπάνευθεν ὁμίλου223 in vol. 2
175παιδὶ πατὴρ σπεύδοντι φίλους ἐπετέλλετο μύθους· „τέκνον Ἀρισταίοιο περισσονόοιο τοκῆος, οἶδα μέν, ὅττι φέρεις σθένος ἄρκιον, ὅττι κομίζεις σύμφυτον ἠνορέῃ κεκερασμένον ἄνθεμον ἥβης, πάτριον αἷμα φέρων Φοιβήιον, ἡμέτεραι δὲ
180κρείσσονες ἀίσσουσιν ἐπὶ δρόμον Ἀρκάδες ἵπποι· ἀλλὰ μάτην τάδε πάντα, καὶ οὐ σθένος, οὐ δρόμος ἵππων νικῆσαι δεδάασιν, ὅσον † σθένος ἡνιοχῆος· μούνης κερδοσύνης ἐπιδεύεαι· ἱπποσύνη γὰρ χρηίζει πινυτοῖο δαήμονος ἡνιοχῆος.
185ἀλλὰ σὺ πατρὸς ἄκουε, καὶ ἵππια κέρδεα τέχνης, ὅσσα χρόνῳ δεδάηκα πολύτροπα, καὶ σὲ διδάξω. σπεῦδε, τέκος, γενετῆρα τεαῖς ἀρετῇσι γεραίρειν· καὶ δρόμος ἱπποσύνης μεθέπει κλέος, ὅσσον ἐνυώ· σπεῦδε καὶ ἐν σταδίοισι μετὰ πτολέμους με γεραίρειν·
190ἄρεϊ νικήσας ἑτέρην ὑποδύσεο νίκην, ὄφρα μετ’ αἰχμητῆρα καὶ ἀθλοφόρον σε καλέσσω.
ὦ τέκος, ἄξια ῥέξον ὁμογνήτῳ Διονύσῳ, ἄξια καὶ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης, καὶ καμάτους νίκησον Ἀρισταίοιο τοκῆος·224 in vol. 2
195ἱπποσύνην δ’ ἀνάφαινε, φέρων τεχνήμονα νίκης κερδαλέην σέο μῆτιν, ἐπεὶ κατὰ μέσσον ἀγῶνος ἄλλος ἀνὴρ ἀδίδακτος ἀπόσσυτον ἅρμα παρέλκων πλάζεται ἔνθα καὶ ἔνθα, καὶ ἀντιπόρων δρόμος ἵππων ἄστατος οὐ μάστιγι βιάζεται, οὐδὲ χαλινῷ

37

(200)

πείθεται, ἡνίοχος δὲ μετάτροπος ἔκτοθι νύσσης ἕλκεται, ἧχι φέρουσιν ἀπειθέες ἅρπαγες ἵπποι· ὃς δέ κε τεχνήεντι δόλῳ μεμελημένος εἴη ἡνίοχος πολύμητις, ἔχων καὶ ἐλάσσονας ἵππους, ἰθύνει, προκέλευθον ὀπιπεύων ἐλατῆρα,
205ἐγγὺς ἀεὶ περὶ νύσσαν ἄγων δρόμον, ἅρμα δὲ κάμπτει ἱππεύων περὶ τέρμα καὶ οὔ ποτε τέρμα χαράσσων. σκέπτεό μοι καὶ σφίγγε κυβερνητῆρι χαλινῷ δοχμώσας ὅλον ἵππον ἀριστερὸν ἐγγύθι νύσσης, λοξὸς ἐπὶ πλευρῇσι παρακλιδὸν ἅρμα βαρύνων,
210ἀγχιφανὴς ἄψαυστος ἀναγκαίῳ τινὶ μέτρῳ σὸν δρόμον ἰθύνων πεφυλαγμένον, ἄχρι φανείη
πλήμνη ἑλισσομένου σέθεν ἅρματος οἷά περ ἄκρου τέρματος ἁπτομένη τροχειδέι γείτονι κύκλῳ· ἀλλὰ λίθον πεφύλαξο, μὴ ἄξονι νύσσαν ἀράξας225 in vol. 2
215εἰν ἑνὶ δηλήσαιο καὶ ἅρματα καὶ σέθεν ἵππους. καὶ τεὸν ἔνθα καὶ ἔνθα κατὰ δρόμον ἅρμα νομεύων ἔσσο κυβερνήτῃ πανομοίιος· ἀμφότερον δέ, κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν, δεξιὸν ἵππον ἔλαυνε, θοώτερον εἰς δρόμον ἕλκων
220ἀθλιβέος μεθέποντα παρειμένα κύκλα χαλινοῦ· ἔσσο κυβερνήτῃ πανομοίιος ἅρμα νομεύων εἰς δρόμον ἰθυκέλευθον, ἐπεὶ τεχνήμονι βουλῇ πηδάλιον δίφροιο πέλει νόος ἡνιοχῆος.“ ὣς εἰπὼν παλίνορσος ἐχάζετο, παῖδα διδάξας
225ἠθάδος ἱπποσύνης ἑτερότροπα κέρδεα τέχνης. καὶ κυνέης ἔντοσθεν ἐθήμονος ἄλλος ἐπ’ ἄλλῳ τυφλὴν χεῖρα τίταινε φυλασσομένοιο προσώπου, κλῆρον ἔχειν ἐθέλων ἑτερότροπον, οἷά τις ἀνὴρ εἰς κύβον ἀλλοπρόσαλλον ἑκηβόλα δάκτυλα πάλλων.
230καὶ λάχον ἡνιοχῆες ἀμοιβαδίς· ἱππομανὴς δὲ Φαῦνος ἀειδομένης Φαεθοντίδος αἷμα γενέθλης κλήρῳ πρῶτος ἔην, καὶ δεύτερος ἦεν Ἀχάτης,
τῷ δ’ ἐπὶ Δαμναμενῆος ἀδελφεός, ἀμφὶ δ’ ἄρ’ αὐτῷ ἔλλαχεν Ἀκταίων· ὁ δὲ φέρτατος εἰς δρόμον ἔστη226 in vol. 2
235ὑστατίου κλήροιο τυχὼν πλήξιππος Ἐρεχθεύς. καὶ βοέας μάστιγας ἐκούφισαν ἡνιοχῆες, ἱστάμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ δίφρων. καὶ σκοπὸς Αἰακὸς ἦεν ἐτήτυμος, ὄφρα νοήσας καμπτομένους περὶ τέρμα φιλοστεφάνους ἐλατῆρας
240μάρτυς ἀληθείης ἑτερόθροα νείκεα λύσῃ, ὄμμασιν ἀπλανέεσσι διακρίνων δρόμον ἵππων. τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος· ἐσσυμένων δὲ ὃς μὲν ἔην προκέλευθος, ὁ δὲ προθέοντα κιχῆσαι ἤθελεν, ὃς δ’ ἐδίωκε μεσαίτατον, ὃς δὲ χαράξαι
245ἀγχιφανὴς μενέαινεν ὀπίστερον ἡνιοχῆα. καί τις ἐνὶ σταδίοις ἐλατὴρ ἐλατῆρα κιχήσας ἅρματι δίφρον ἔμιξε, καὶ ἡνία χερσὶ τινάσσων ἵππους ἀγκυλόδοντι διεπτοίησε χαλινῷ· ἄλλος ἐπαΐσσοντι συνέμπορος ἡνιοχῆι

37

(250)

εἰς ἔριν ἀμφήριστον ἰσόρροπον εἶχε πορείην, δόχμιος ὀκλάζων, τετανυσμένος, ὀρθὸς ἀνάγκῃ ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων, φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσων,
ἐντροπαλιζομένης δοχμώσατο κύκλον ὀπωπῆς,227 in vol. 2
255δίφρον ὀπισθοπόρου πεφυλαγμένος ἡνιοχῆος· καί νύ κεν ἀίσσοντι ποδῶν ἐπιβήτορι παλμῷ εἰς τροχὸν αὐτοκύλιστον ὄνυξ ὠλίσθανεν ἵππων, εἰ μὴ ἔτι σπεύδουσαν ἑὴν ἀνέκοψεν ἐρωὴν ἡνίοχος, κατόπισθεν ἐπήλυδα δίφρον ἐρύκων.
260καί τις ἔχων προκέλευθος ὀπίστερον ἡνιοχῆα ἀντίτυπον δρόμον εἶχεν ὁμοζήλων ἐπὶ δίφρων, ἄστατος ἔνθα καὶ ἔνθα περικλείων ἐλατῆρα ἀγχιφανῆ. καὶ Σκέλμις, ἀπόσπορος Ἐννοσιγαίου, εἰναλίην μάστιγα Ποσειδάωνος ἑλίσσων
265πάτριον ἡνιόχευε θαλασσονόμων γένος ἵππων· οὐδὲ τόσον πεπότητο τανύπτερος ἠέρα τέμνων Πήγασος ὑψιπότητος, ὅσον βυθίων πόδες ἵππων χερσαίην ἀκίχητον ἐποιήσαντο πορείην. λαοὶ δ’ εἰς ἓν ἰόντες, ἐν ὑψιλόφῳ τινὶ χώρῳ
270ἑζόμενοι στοιχηδὸν ὀπιπευτῆρες ἀγῶνος, τηλόθεν ἐσκοπίαζον ἐπειγομένων δρόμον ἵππων· ὧν ὁ μὲν εἱστήκει πεφοβημένος, ὃς δὲ τινάσσων δάκτυλον ἄκρον ἔσειεν ἐπισπέρχων ἐλατῆρα, ἄλλος ἁμιλλητῆρι πόθῳ δεδονημένος ἵππων
275ἱππομανῆ νόον εἶχεν ὁμόδρομον ἡνιοχῆος· καί τις ἑοῦ προκέλευθον ἰδὼν δρόμον ἡνιοχῆος
χερσὶν ἐπεπλατάγησε καὶ ἴαχε † πενθάδι φωνῇ θαρσύνων, γελόων, τρομέων, ἐλατῆρι κελεύων. ἅρματα δ’ εὐποίητα θοώτερα θυιάδος αὔρης228 in vol. 2
280ἄλλοτε μὲν πεπότητο μετάρσια, πῇ δ’ ἐπὶ γαίῃ ἀκροφανῆ πεφόρητο μόγις ψαύοντα κονίης· καὶ ταχινῷ ψαμαθῶδες ἕδος τροχοειδέι κύκλῳ ἅρματος ἰθυπόροιο κατέγραφεν ὁλκὸς ἀλήτης· συμφερτὴ δ’ ἔρις ἦεν· ἐγειρομένη δὲ καὶ αὐτὴ
285στήθεσιν ἱππείοισιν ἀνῃώρητο κονίη, χαῖται δ’ ἠερίῃσιν ἐπερρώοντο θυέλλαις· ὀτρηροὶ δ’ ἐλατῆρες ὁμογλώσσων ἀπὸ λαιμῶν ὀξυτέρην μάστιγος ἐπερροίζησαν ἰωήν. ἀλλ’ ὅτε δὴ πύματον τέλεον δρόμον, ὀξὺς ὀρούσας
290Σκέλμις ἔην πρώτιστος ἁλίδρομον ἅρμα τιταίνων· καί οἱ ὁμαρτήσας ἐπεμάστιεν ἵππον Ἐρεχθεὺς ἀγχιφανής, καὶ δίφρον ὀπισθοπόρον τάχα φαίης εἰναλίου Τελχῖνος ἰδεῖν ἐπιβήτορα δίφρων· καὶ γὰρ ἀερσιπότητος Ἐρεχθέος ἵππος ἀγήνωρ
295διχθαδίῳ μυκτῆρι παλίμπνοον ἄσθμα τιταίνων
ἀλλοτρίου θέρμαινε μετάφρενον ἡνιοχῆος· καί νύ κεν αὐχενίων ἐδράξατο χερσὶ κομάων, ἐντροπαλιζομένοις βλεφάροις ἐλατῆρα δοκεύων, καί νύ κε σειομένων τροχαλῇ στροφάλιγγι γενείων229 in vol. 2
303ἀφριόων στατὸς ἵππος ἀπέπτυεν ἄκρα χαλινοῦ,

37

(300)

ἀλλὰ παρατρέψας ἀνεσείρασε δίφρον Ἐρεχθεύς, ἡνία δ’ εὐποίητα κατέσπασεν ἅρπαγι παλμῷ, ἀγχιφανῆ κατὰ βαιὸν ἐπισφίγγων γένυν ἵππων.
304καὶ πάλιν ἐγγὺς ἔλασσε φυγὼν ἀχάλινον ἀνάγκην·
305καί μιν ἑοῖς ὀχέεσσιν ἐπαΐσσοντα δοκεύων Σκέλμις ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν· „λῆγε θαλασσαίοισι μάτην ἵπποισιν ἐρίζων· ἄλλον ἐμοῦ γενέταο Πέλοψ ποτὲ δίφρον ἐλαύνων Οἰνομάου νίκησεν ἀνικήτων δρόμον ἵππων.
310ἱπποσύνης μὲν ἔγωγε κυβερνητῆρα καλέσσω ἵππιον ὑγρομέδοντα· σὺ δέ, πλήξιππε, τιταίνεις νίκης ἐλπίδα πᾶσαν ἐς ἱστοτέλειαν Ἀθήνην. οὐ δὲ τεῆς ὀλίγης μορίης χρέος, ἀλλὰ κομίζω ἀμπελόεν στέφος ἄλλο καὶ οὐκ ἐλάχειαν ἐλαίην.“
315 ὣς φαμένου ταχύβουλος ἐχώσατο μᾶλλον Ἐρεχθεύς, καὶ δόλον ἠπεροπῆα καὶ ἔμφρονα μῆτιν ὑφαίνων χερσὶ μὲν ἡνιόχευεν ἑὸν δρόμον, ἐν κραδίῃ δὲ ἱπποσύνης πολιοῦχον ἑὴν ἐπίκουρον Ἀθήνην κικλήσκων ταχύμυθον ἀνήρυγεν Ἀτθίδα φωνήν·
320 „κοίρανε Κεκροπίης, ἱπποσσόε Παλλὰς ἀμήτωρ, ὡς σὺ Ποσειδάωνα τεῷ νίκησας ἀγῶνι, οὕτω σὸς ναέτης Μαραθώνιον ἵππον ἐλαύνων υἱέα νικήσειε Ποσειδάωνος Ἐρεχθεύς.“ τοῖον ἔπος βοόων ἐπεμάστιεν ἰσχία πώλων,230 in vol. 2
325ἅρματι δ’ ἅρμα πέλασσεν ἰσόζυγον· ἀντιβίου δὲ λαιῇ μὲν βαρύδεσμον ἐπισφίγγων γένυν ἵππων, σύνδρομον αὐερύων βεβιημένον ἅρμα χαλινῷ, δεξιτερῇ μάστιζεν ἑοὺς ὑψαύχενας ἵππους ἐσσυμένους προτέρωσε· μεταστήσας δὲ κελεύθου
330θῆκε παλινδίνητον ὀπίστερον ἡνιοχῆα. καὶ τροχαλοῖς στομάτεσσι χέων φιλοκέρτομον ἠχὼ υἷα Ποσειδάωνος ἀμοιβάδι νείκεε φωνῇ, ἐντροπαλιζομένην μεθέπων γελόωσαν ὀπωπήν· „Σκέλμις, ἐνικήθης· σέο φέρτερός ἐστιν Ἐρεχθεύς,
335ὅττι τεὸν Βαλίον, Ζεφυρηίδος αἷμα γενέθλης, ἄρσενα καὶ νέον ἵππον ὁδοιπόρον ἄβροχον ἅλμης γηραλέη νίκησεν ἐμὴ θήλεια Ποδάργη. εἰ μὲν ἀγηνορέεις Πελοπηίδος εἵνεκα τέχνης ὑμετέρου γενετῆρος ἁλίδρομον ἅρμα γεραίρων,
340Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην, μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ· εἰ δὲ μέγα φρονέεις γενεῆς χάριν Ἐννοσιγαίου, ἵππιον ὃν καλέεις, βυθίων ἐπιβήτορα δίφρων, πόντιον αὐτὸν ἄνακτα, κυβερνητῆρα τριαίνης,
345ἄρσενα σὸν νίκησεν ἀρηγόνα θῆλυς Ἀθήνη.“ ὣς φάμενος Τελχῖνα παρέδραμεν ἀστὸς Ἀθήνης.
τῷ δ’ ἐπὶ Φαῦνος ἔλαυνεν ὄχον τέθριππον ἱμάσσων· Ἀκταίων δὲ τέταρτος ἐπίκλοπος ἕσπετο Φαύνῳ, πατρὸς Ἀρισταίου μεμνημένος εἰσέτι μύθων231 in vol. 2

37

(350)

κερδαλέων· καὶ λοῖσθος ἔην Τυρσηνὸς Ἀχάτης. καὶ θρασὺς Ἀκταίων δολίην ἐφράσσατο βουλήν· Φαῦνον ἑοῖς ὀχέεσσιν ἔτι προθέοντα κιχήσας ὀξυτέρῃ μάστιγι μεταστρέψας δρόμον ἵππων σύνδρομος ἡνιόχευε, παρακλέπτων ἐλατῆρα,
355βαιὸν ὑποφθάμενος· καὶ ἐπ’ ἄντυγι γούνατα πήξας δίφρον ἁμιλλητῆρα κατέγραφεν ἅρματι λοξῷ, ἱππείους τροχόεντι διαξύων πόδας ὁλκῷ. καὶ δαπέδῳ πέσεν ἅρμα· τινασσομένοιο δὲ δίφρου τρεῖς μὲν ὑπὲρ δαπέδοιο πέλον πεπτηότες ἵπποι,
360ὃς μὲν ὑπὲρ λαγόνων, ὁ δὲ γαστέρος, ὃς δ’ ἐπὶ δειρήν, εἷς δέ τις ὀρθὸς ἔμιμνε παρακλιδόν, ἀμφὶ δὲ γαίῃ ἄκρα ποδῶν ῥίζωσε, καὶ ἄστατον αὐχένα σείων σύζυγος ἐστήριξεν ὅλον πόδα γείτονος ἵππου, κουφίζων ζυγόδεσμα καὶ ὑψόσε δίφρον ἀνέλκων.
365οἱ μὲν ἔσαν προχυθέντες ἐπὶ χθονός· αὐσταλέος δὲ ἡνίοχος κεκύλιστο παρὰ τροχόν, ἅρματι γείτων· θρύπτετο δ’ ἄκρα μέτωπα, μιαινομένου δὲ γενείου
ὀξυτενὴς κεκόνιστο πέδῳ κεχαραγμένος ἀγκών. ἡνίοχος δ’ ἀνέπαλτο θοώτερος· ἐσσύμενος δὲ232 in vol. 2
370εἰς χθόνα πεπτηῶτι παρίστατο γείτονι δίφρῳ, αἰδομένῃ παλάμῃ τετανυσμένον ἵππον ἀνέλκων καὶ βαλίῃ μάστιγι κατηφέα πῶλον ἱμάσσων. καὶ θρασὺς Ἀκταίων πεπονημένον ἐγγύθι δίφρου Φαῦνον ὀπιπεύων φιλοπαίγμονα ῥήξατο φωνήν·
375 „λῆγε μάτην ἀέκοντας ἐπισπέρχων σέθεν ἵππους, λῆγε μάτην· φθάμενος γὰρ ἀπαγγέλλω Διονύσῳ, Φαῦνος ὅτι προθέοντας ὅλους ἐλατῆρας ἐάσσας νόστιμος ὀψικέλευθος ἐλεύσεται ἅρματα σύρων· φείδεο σῆς μάστιγος, ἐπεὶ ταμεσίχροϊ κέντρῳ
380σῶν ὁρόων ᾤκτειρα δέμας κεχαραγμένον ἵππων.“ ἔννεπεν ἀστήρικτον ὄχον προκέλευθον ἐλαύνων ὠκυτέρῃ μάστιγι· καὶ ἄχνυτο Φαῦνος ἀκούων. καὶ μόγις ἐν δαπέδῳ λασίης δεδραγμένος οὐρῆς κεκλιμένων ὤρθωσε δέμας κεκονιμένον ἵππων,
385καί τινα λυομένοιο παραΐξαντα λεπάδνου πῶλον ἄγων παλίνορσον ἐπεσφήκωσε χαλινῷ· στήσας δ’ ἔνθα καὶ ἔνθα παρεσσυμένων πόδας ἵππων ἅρματος ὕψι βέβηκε, καὶ ἴχνιον ἅρματι πήξας φρικαλέῃ μάστιξε τὸ δεύτερον ἵππον ἱμάσθλῃ·
390καὶ πλέον ἤλασε Φαῦνος ἐπισπέρχων δρόμον ἵππων, ὠκύτερος δ’ ἐδίωκε παροίτερον ἡνιοχῆα· καὶ φθαμένους ἐκίχησεν, ἐπεὶ μένος ἔμβαλεν ἵπποις
ἵππιος Ἐννοσίγαιος ἑὸν θρασὺν υἷα γεραίρων· στεινωπὴν δὲ κέλευθον ἰδὼν παρὰ κοιλάδι πέτρῃ233 in vol. 2
395ἔμφρονα μῆτιν ὕφαινε δολοπλόκον, ὄφρα κιχήσας ἅρματι τεχνήεντι παραΐξειεν Ἀχάτην. ῥωγμὸς ἔην βαθύκολπος, ὃν ἐξέρρηξε κελεύθου χειμερίῃ μάστιγι Διὸς μετανάστιον ὕδωρ ἠερόθεν προχέοντος· ἐεργομένῳ δὲ ῥεέθρῳ

37

(400)

ὄμβρου γειοτόμοιο ῥάχις κοιλαίνετο γαίης, ἧχι μολὼν ἀέκων ἀνεσείρασε δίφρον Ἀχάτης, φεύγων ἀγχικέλευθον ἐπηλυσίην ἐλατῆρος· καί οἱ ἐπεσσυμένῳ τρομερὴν ἀνενείκατο φωνήν· „εἰσέτι, νήπιε Φαῦνε, τεοὶ ῥυπόωσι χιτῶνες,
405εἰσέτι σῶν ὀχέων ψαμαθώδεές εἰσι κορῶναι, οὔ πω σῶν ἐτίναξας ἀκοσμήτων κόνιν ἵππων· λύματα σεῖο κάθαιρε· τί σοι τόσον ἵππον ἐλαύνειν; μή σε πάλιν πίπτοντα καὶ ἀσπαίροντα νοήσω. σὸν θρασὺν Ἀκταίωνα φυλάσσεο, μή σε κιχήσας
410ταυρείῃ σέο νῶτον ὑποστίξειεν ἱμάσθλῃ, μή σε πάλιν προκάρηνον ἀκοντίζειε κονίῃ· εἰσέτι σῆς μεθέπεις κεχαραγμένα κύκλα παρειῆς. Φαῦνε, τί μαργαίνεις, ξυνήονα μῶμον ἀνάπτων
πατρὶ Ποσειδάωνι καὶ Ἠελίῳ σέο πάππῳ;234 in vol. 2
415ἅζεό μοι Σατύρων φιλοκέρτομον ἀνθερεῶνα. Σιληνοὺς πεφύλαξο καὶ ἀμφιπόλους Διονύσου, μή σοι ἐπεγγελάσωσι καὶ αὐσταλέῳ σέο δίφρῳ. πῇ θρόνα; πῇ βοτάναι; πῇ φάρμακα ποικίλα Κίρκης; πάντα σε, πάντα λέλοιπεν, ὅτ’ εἰς δρόμον ἦλθες ἀγῶνος.
420τίς κεν ἀπαγγείλειεν ἀγήνορι σεῖο τεκούσῃ καὶ σέο κύμβαχον ἅρμα καὶ αὐχμώουσαν ἱμάσθλην;“ τοῖον ἀπερροίβδησεν ἀγήνορα μῦθον Ἀχάτης, κερτομέων· Νέμεσις δὲ τόσην ἐγράψατο φωνήν. καὶ σχεδὸν ἤλυθε Φαῦνος ὁμήλυδα δίφρον ἐλαύνων·
425ἅρματι δ’ ἅρμα πέλασσε, καὶ ἄξονι γόμφον ἀράσσων μεσσοπαγῆ συνέαξε βαλὼν τροχοειδέι κύκλῳ· καὶ τροχὸς αὐτοκύλιστος ἕλιξ ἐπεκέκλιτο γαίῃ, ἅρμασιν Οἰνομάοιο πανείκελος, ὁππότε κηροῦ θαλπομένου Φαέθοντι λυθεὶς ἀπατήλιος ἄξων
430ἱπποσύνην ἀνέκοπτε μεμηνότος ἡνιοχῆος. στεινωπὴν δὲ κέλευθον ἔχων ἀνέμιμνεν Ἀχάτης, εἰσόκε τετραπόρων ὑπὲρ ἄντυγος ἥμενος ἵππων ὠκυτέρῃ μάστιγι παρήλυθε Φαῦνος Ἀχάτην, οἷά περ οὐκ ἀίων· καὶ ἐκούφισε μᾶλλον ἱμάσθλην,
435μαστίζων ἀκίχητος ἐπειγομένων λόφον ἵππων· καὶ πέλεν Ἀκταίωνος ὀπίστερος, ὅσσα θορόντος δίσκου πεμπομένοιο πέλει δολιχόσκιος ὁρμή, ὃν βριαρῇ παλάμῃ δονέων αἰζηὸς ἰάλλει. λαοῖς δ’ ἔμπεσε λύσσα· καὶ ἤρισαν ἄλλος ἐπ’ ἄλλῳ,235 in vol. 2
440συνθεσίας τεύχοντες ἀτεκμάρτου περὶ νίκης ἐσσομένης· τὰ δὲ δῶρα θυελλοπόδων χάριν ἵππων ἢ τρίπος ἠὲ λέβης ἢ φάσγανον ἠὲ βοείη· καὶ ναέτης ναετῆρι, φίλος δ’ ἐρίδαινεν ἑταίρῳ, γηραλέος δὲ γέροντι, νέῳ νέος, ἀνέρι δ’ ἀνήρ.
445ἦν δ’ ἔρις ἀμφοτέρων ἑτερόθροος, ὃς μὲν Ἀχάτην κυδαίνων, ἕτερος δὲ χερείονα Φαῦνον ἐλέγχων ἐν χθονὶ πεπτηῶτα κυλινδομένων ἀπὸ δίφρων, ἄλλος ἐριδμαίνων, ὅτι δεύτερος ἦεν Ἐρεχθεὺς εἰναλίου Τελχῖνος ὀπίστερος ἡνιοχῆος·

37

(450)

ἄλλῳ δ’ ἄλλος ἔριζον, ὅτι φθαμένων δρόμον ἵππων ἀγχιφανὴς νίκησε πολύτροπος ἀστὸς Ἀθήνης, Σκέλμιν ἔτι προθέοντα παραΐξας ἐλατῆρα. οὔ πω νεῖκος ἔληγε, καὶ ἔφθασεν ἐγγὺς Ἐρεχθεύς, ἵππους ἔνθα καὶ ἔνθα κατωμαδὸν αἰὲν ἱμάσσων·
455καὶ πολὺς ἱππείοιο δι’ αὐχένος ἔρρεεν ἱδρὼς καὶ λασίου στέρνοιο, καθ’ ἡνιόχοιο δὲ πυκναὶ αὐχμηραὶ ῥαθάμιγγες ἐπερρώοντο κονίης·
ἅρματα δ’ ἀγχιπόροισιν ἐπέτρεχεν ἴχνεσιν ἵππων ἁλλομένῃ στροφάλιγγι· καὶ οὐ τροχόεντι σιδήρῳ236 in vol. 2
460λεπταλέης ἀτίνακτα χαράσσετο νῶτα κονίης. αὐτὰρ ὁ πωτήεντα μετὰ δρόμον ὑψόθι δίφρου εἰς μέσον ἦλθεν ἀγῶνος· ἑῷ δ’ ἔσμηξε χιτῶνι μυδαλέων ἱδρῶτα διαστάζοντα μετώπων· καὶ ταχὺς ἐκ δίφροιο κατήιε· μηκεδανὴν δὲ
465εἰς ζυγὸν εὐποίητον ἑὴν ἔκλινεν ἱμάσθλην· ἵππους δ’ Ἀμφιδάμας θεράπων λύεν· ὠκύτερος δὲ τερπομένῃ παλάμῃ πρωτάγρια κούφισε νίκης, ἰοδόκην καὶ τόξα καὶ εὐπήληκα γυναῖκα, πάλλων ἡμιτόμοιο μεσόμφαλα νῶτα βοείης.
470 τῷ δ’ ἐπὶ δεύτερος ἦλθε θαλασσαίων ἐπὶ δίφρων Σκέλμις, ἐπισπέρχων Ποσιδήιον ἅρμα θαλάσσης, κύκλος ὅσον τροχόεις ἀπολείπεται ὠκέος ἵππου, τοῦ μὲν ἐπαΐσσοντος ἐπισσώτρων μόγις ἄκρων ἐκταδίης ψαύουσιν ἑλισσομένης τρίχες οὐρῆς·
475δεύτερα δ’ εἷλεν ἄεθλα, καὶ ὤρεγε Δαμναμενῆι ἔγκυον ἵππον ἄγειν, ζηλήμονι χειρὶ τιταίνων. καὶ τρίτος Ἀκταίων ἀνεκούφισε σύμβολα νίκης χρυσοφαῆ θώρηκα, παναίολον ἔργον Ὀλύμπου. τῷ δ’ ἐπὶ Φαῦνος ἵκανε· καὶ αὐτόθι δίφρον ἐρύξας
480ὀμφαλὸν ἀργυρόκυκλον ἀνηέρταζε βοείης, αὐχμηρῆς μεθέπων ἔτι λείψανα κεῖνα κονίης.
καὶ Σικελὸς θεράπων βραδυδινέος ἐγγύθι δίφρου χρυσοῦ δισσὰ τάλαντα κατηφέι δεῖξεν Ἀχάτῃ, οἰκτρὸν ἀγηνορέοντι φιλοστόργῳ Διονύσῳ.237 in vol. 2
485 αὐτὰρ ὁ πυγμαχίης χαροπῆς ἔστησεν ἀγῶνα· πρώτῳ μὲν θέτο ταῦρον ἀπ’ Ἰνδῴοιο βοαύλου δῶρον ἔχειν, ἑτέρῳ δὲ μελαρρίνων κτέρας Ἰνδῶν βάρβαρον αἰολόνωτον ἄγων κατέθηκε βοείην. ὀρθωθεὶς δ’ ἀγόρευεν ἀεθλητῆρας ἐπείγων,
490εὐπαλάμου δύο φῶτας ἐριδμαίνειν περὶ νίκης· „πυγμῆς οὗτος ἄεθλος ἀτειρέος· ἀθλοφόρῳ δὲ ἀνέρι νικήσαντι δασύτριχα ταῦρον ὀπάσσω, ἀνδρὶ δὲ νικηθέντι πολύπτυχον ἀσπίδα δώσω.“ ὣς φαμένου Βρομίοιο σακεσπάλος ὦρτο Μελισσεύς,
495ἠθάδι πυγμαχίῃ μεμελημένος· εὐκεράου δὲ ἁψάμενος ταύροιο τόσην ἐφθέγξατο φωνήν· „ἐλθέτω, ὃς ποθέει σάκος αἰόλον· οὐ γὰρ ἐάσσω ἄλλῳ πίονα ταῦρον, ἕως ἔτι χεῖρας ἀείρω.“ ὣς φαμένου ξύμπαντας ἐπεσφρήγισσε σιωπή·

37

(500)

Εὐρυμέδων δέ οἱ οἶος ἀνίστατο, τῷ πόρεν Ἑρμῆς ὄργανα πυγμαχίης γυιαλκέος, ὃς πάρος αἰεὶ πατρῴῳ μεμέλητο παρήμενος ἐσχαρεῶνι,
Ἡφαιστηιάδης, σφυρήλατον ἄκμονα τύπτων. τὸν μὲν ἐριπτοίητος ἀδελφεὸς ἄμφεπεν Ἄλκων,238 in vol. 2
505ζῶμα δέ οἱ παρέθηκε, καὶ ἥρμοσεν ἰξύι μίτρην, καὶ δολιχαῖς παλάμῃσι κασιγνήτοιο συνάπτων ἀζαλέων ἔσφιγξε περίπλοκον ὁλκὸν ἱμάντων. καὶ πρόμος εἰς μέσον ἦλθεν, ἑοῦ προβλῆτα προσώπου λαιὴν χεῖρα φέρων, σάκος ἔμφυτον· ἀντὶ δὲ λόγχης
510ποιητῆς παλάμης ταμεσίχροες ἦσαν ἱμάντες. αἰεὶ δ’ ἀντιπάλοιο φυλάσσετο δύσμαχον ὁρμήν, μή ποτέ μιν πλήξειε κατ’ ὀφρύος ἠὲ μετώπου, † ἠέ μιν αἱμάξειε τετυμμένον ἄκρον ἀράξας † † ἄκρα διατμήξειε κατὰ κροτάφοιο κιχήσας †
515† εἰς μέσον ἐγκεφάλοιο νοήμονος ἄκρον ἀράξας † ἢ παλάμην τρηχεῖαν ἐπὶ κροτάφοισι τιταίνων ὄμματα γυμνώσειε λιπογλήνοιο προσώπου, ἠὲ δαφοινήεντος ἀρασσομένοιο γενείου
ὀξυτέρων ἐλάσειε πολύστιχον ὄγμον ὀδόντων.239 in vol. 2
520 ἔνθα μὲν Εὐρυμέδοντος ἐπεσσυμένοιο Μελισσεὺς στήθεος ἄκρον ἔλασσεν· ὁ δὲ σχεδὸν ἄντα προσώπου χεῖρα μάτην ἐτίταινε, καὶ ἤμβροτεν ἠέρα τύπτων· καί μιν ἀεὶ τρομέων περιδέδρομε, κόλπον ἀμείβων, δεξιτερὴν γυμνοῖο κάτω μαζοῖο τιταίνων.
525ἄμφω δ’ εἰς ἓν ἵκανον ἐπήλυδες, ἄλλος ἐπ’ ἄλλῳ ἴχνεσι φειδομένοισι ποδὸς πόδα τυτθὸν ἀμείβων· χερσὶ δὲ χεῖρας ἔμιξαν· ἐπασσυτέρῃσι δὲ ῥιπαῖς φρικτὸς ὁμοπλεκέων ἐπεβόμβεε δοῦπος ἱμάντων ἀκροτάτην περὶ χεῖρα· χαρασσομένης δὲ παρειῆς
530αἱμαλέαις λιβάδεσσιν ἐφοινίχθησαν ἱμάντες· καὶ γενύων πέλε δοῦπος· ἐπιθρωσμῷ δὲ προσώπου εὐρυτέρου γεγαῶτος ἐκυμαίνοντο παρειαί, ὀφθαλμοὶ δ’ ἑκάτερθεν ἐκοιλαίνοντο προσώπου. Εὐρυμέδων μὲν ἔκαμνε Μελισσέος ἴδμονι τέχνῃ,
535ἄσχετον ἠελίοιο μένων ἀντώπιον αἴγλην, ὄμμα καταυγάζοντος· ἐπαΐξας δὲ Μελισσεὺς ὀξυτέρῃ στροφάλιγγι μετάρσιον ἴχνος ἀείρων ἄφνω γναθμὸν ἔτυψεν ὑπ’ οὔατος· αὐτὰρ ὁ κάμνων ὕπτιος αὐτοκύλιστος ἐρείσατο νῶτα κονίῃ,
540θυμολιπὴς μεθύοντι πανείκελος· εἶχε δὲ κόρσην κεκλιμένην ἑτέρωσε, καὶ αἵματος ἔπτυεν ἄχνην λεπτὰ παχυνομένοιο· λαβὼν δέ μιν ἐκτὸς ἀγῶνος στυγνὸς ὑπὲρ νώτοιο μετήγαγε σύγγονος Ἄλκων πληγῇ ἀμερσινόῳ βεβαρημένον. ἐσσύμενος δὲ240 in vol. 2
545Ἰνδῴην περίμετρον ἀνηέρταζε βοείην. καὶ διδύμους Διόνυσος ἀεθλητῆρας ἐπείγων ἀνδράσιν ἀθλοφόροισι πάλης κήρυξεν ἀγῶνα· καὶ τρίπος εἰκοσίμετρος ἀέθλιον ἵστατο νίκης πρώτῳ ἀεθλητῆρι· τίθει δ’ εἰς μέσσον ἀείρας

37

(550)

ἀνθεμόεντα λέβητα χερείονι φωτὶ φυλάσσων. ὀρθωθεὶς δ’ ἰάχησε πάλιν σημάντορι φωνῇ· „δεῦτε, φίλοι, καὶ τοῦτον ἐγείρατε καλὸν ἀγῶνα.“ ἔννεπε· κεκλομένου δὲ φιλοστεφάνου Διονύσου πρῶτος Ἀρισταῖος, μετέπειτα δὲ δεύτερος ἔστη
555Αἰακὸς εὐπαλάμοιο πάλης δεδαημένος ἔργα. ζώματι δὲ σκεπόωντες ἀθηήτου φύσιν αἰδοῦς γυμνοὶ ἀεθλεύοντες ἐφέστασαν· ἀμφότεροι δὲ πρῶτα μὲν ἀμφοτέρας παλάμας ἐπὶ δίζυγι καρπῷ σύμπλεκον ἔνθα καὶ ἔνθα, χυτῆς ἐπὶ νῶτα κονίης
560ἀλλήλους ἐρύοντες ἀμοιβαδίς, ἅμματι χειρῶν ἀκροτάτῳ σφίγξαντες· ἔην δ’ ἀμφίδρομος ἀνήρ, ἄνδρα παλινδίνητον ἄγων ἑτερόζυγι παλμῷ, ἕλκων ἑλκόμενός τε· συνωχμάζοντο γὰρ ἄμφω
χερσὶν ἀμοιβαίῃσιν, ἐκυρτώσαντο δὲ δειρήν,241 in vol. 2
565μεσσατίῳ δὲ κάρηνον ἐπηρείδοντο μετώπῳ ἀκλινέες, νεύοντες ἐπὶ χθονός· ἐκ δὲ μετώπων θλιβομένων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς· ... μυδαλέῳ δ’ ἱδρῶτι χυτὴν ἔρραινε κονίην, αὐχμηρῇ ψαμάθῳ διερὴν ῥαθάμιγγα καθαίρων,
570μή μιν ὀλισθήσειε περίπλοκος ἅμματι χειρῶν θερμὴν τριβομένοιο κατ’ αὐχένος ἰκμάδα πέμπων. ἀμφοτέρων δ’ ἄρα νῶτα κεκυφότα πήχεος ὁλκῷ δίζυγι συμπλεκέος παλάμης ἐτρίβετο δεσμῷ· σμῶδιξ δ’ αὐτοτέλεστος ἀνέδραμεν, αἵματι θερμῷ
575αἰόλα πορφύρουσα· δέμας δ’ ἐστίζετο φωτῶν. οἱ δὲ παλαισμοσύνης ἑτερότροπα μάγγανα τέχνης ἀλλήλοις ἀνέφαινον ἀμοιβαδίς· ἀντίβιον δὲ πρῶτος Ἀρισταῖος παλάμης πηχύνατο καρπῷ, ἐκ χθονὸς ὀχλίζων· δολίης δ’ οὐ λήθετο τέχνης
580Αἰακὸς αἰολόμητις, ὑποκλέπτοντι δὲ ταρσῷ λαιὸν Ἀρισταίοιο ποδὸς κώληπα πατάξας ὕπτιον αὐτοκύλιστον ὅλον περικάββαλε γαίῃ, ἠλιβάτῳ πρηῶνι πανείκελον· ἀμφὶ δὲ λαοὶ τηλίκον αὐχήεντα βοώμενον υἱέα Φοίβου
585ὄμμασι θαμβαλέοισιν ἐθηήσαντο πεσόντα. δεύτερος ἠέρταζε μετάρσιον ὑψόθι γαίης κουφίζων ἀμογητὶ πελώριον υἷα Κυρήνης
Αἰακός, ἐσσομένην ἀρετὴν τεκέεσσι φυλάσσων, ἀκαμάτῳ Πηλῆι καὶ εὐρυβίῃ Τελαμῶνι,242 in vol. 2
590ἀγκὰς ἔχων, οὐ νῶτον ἢ ὄρθιον αὐχένα κάμπτων, πήχεσιν ἀμφοτέροισι μεσαίτατον ἄνδρα κομίζων, ἶσον ἀμειβόντεσσιν ἔχων τύπον, οὓς κάμε τέκτων πρηΰνων ἀνέμοιο θυελλήεσσαν ἀνάγκην. καὶ πελάσας ὅλον ἄνδρα περιστρωθέντα κονίῃ
595Αἰακὸς ἀντιπάλοιο μέσων ἐπεβήσατο νώτων· καὶ πόδα πεπταμένης διὰ γαστέρος ἐκταδὰ πέμπων καμπύλον, ἀκροτάτῳ περὶ γούνατι δεσμὰ συνάπτων, ταρσῷ ταρσὸν ἔρειδε παρὰ σφυρὸν ἄκρον ἑλίξας· καὶ ταχὺς ἀντιβίου τετανυσμένος ὑψόθι νώτων,

37

(600)

χεῖρας ἑὰς στεφανηδὸν ἐπ’ ἀλλήλῃσιν ἑλίξας, αὐχένι δεσμὸν ἔβαλλε βραχίονι, δάκτυλα κάμψας. τοῦ δὲ πιεζομένοιο συνέρρεον ὀξέι παλμῷ κεκριμένοι κήρυκες, ὀπιπευτῆρες ἀγῶνος, μή μιν ἀποκτείνειεν ὁμόζυγι πήχεος ὁλκῷ.
605οὐ γὰρ ἔην τότε θεσμὸς ὁμοίιος, ὃν πάρος αὐτοὶ ὀψίγονοι φράσσαντο, τιταινομένων ὅτε δεσμῶν αὐχενίων πνικτῆρι πόνῳ βεβαρημένος ἀνὴρ νίκην ἀντιπάλου μνηστεύεται ἔμφρονι σιγῇ, ἀνέρα νικήσαντα κατηφέι χειρὶ πατάξας.243 in vol. 2
610 καὶ τρίπον εἰκοσίμετρον ἐπηχύναντο λαβόντες Μυρμιδόνες, θεράποντες ἀεθλοφόρου βασιλῆος· Ἀκταίων δὲ λέβητα ταχίονι κούφισε ῥιπῇ, δεύτερα πατρὸς ἄεθλα κατηφέι χειρὶ κομίζων. καὶ τότε Βάκχος ἔθηκε ποδῶν ταχυτῆτος ἀγῶνα·
615πρώτῳ ἀεθλητῆρι τίθει κειμήλια νίκης ἀργύρεον κρητῆρα δορικτήτην τε γυναῖκα, δευτέρῳ αἰολόδειρον ἐθήκατο Θεσσαλὸν ἵππον, καὶ πυμάτῳ ξίφος ὀξὺ σὺν εὐτμήτῳ τελαμῶνι. ὀρθωθεὶς δ’ ἀγόρευε, ποδώκεας ἄνδρας ἐπείγων·
620„ἀνδράσιν ὠκυπόροισιν ἀέθλια ταῦτα γενέσθω.“
ὣς φαμένου Δικταῖος ἐθήμονα γούνατα πάλλων ... τῷ δ’ ἐπὶ ποικιλόμητις ἀνέδραμεν ὠκὺς Ἐρεχθεύς, Παλλάδι νικαίῃ μεμελημένος, αὐτὰρ ἐπ’ αὐτῷ Πρίασος ὠκυπόδης, Κυβεληίδος ἀστὸς ἀρούρης.244 in vol. 2
625τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος· Ὠκύθοος δὲ πρῶτος ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ, ἰθυτενῆ προκέλευθον ἔχων δρόμον· ἐσσύμενος δὲ δεύτερος ἀγχικέλευθος ὀπίστερος ἦεν Ἐρεχθεύς, γείτονος Ὠκυθόοιο μετάφρενον ἄσθματι βάλλων,
630καὶ κεφαλὴν θέρμαινε· φιληλακάτοιο δὲ κούρης οἷα κανὼν στέρνοιο πέλει μέσος, ὅν τινι μέτρῳ παρθένος ἱστοπόνος τεχνήμονι χειρὶ τανύσσῃ, Ὠκυθόου πέλε τόσσον ὀπίστερος· ἀμφὶ δὲ γαίῃ ἴχνια τύπτε πόδεσσι, πάρος κόνιν ἀμφιχυθῆναι.
635καί νύ κεν ἀμφήριστος ἔην δρόμος· ἀλλὰ πορείην μιμηλὴν ἰσόμετρον ἰδὼν ἐτιταίνετο ταρσῷ κουφοτέρῳ, καὶ φῶτα παρέδραμε μείζονι μέτρῳ, ὁππόσον ἀνέρος ἴχνος· ὅθεν τρομέων περὶ νίκης τοῖον ἔπος βοόων Βορέην ἱκέτευεν Ἐρεχθεύς·
640 „γαμβρέ, τεῷ χραίσμησον Ἐρεχθέι καὶ σέο νύμφῃ, εἰ μεθέπεις γλυκὺν οἶστρον ἐμῆς ἔτι παιδὸς ἐρώτων· δός μοι σῶν πτερύγων βάλιον δρόμον εἰς μίαν ὥρην,
Ὠκύθοον ταχύγουνον ἵνα προθέοντα παρέλθω.“ ὣς φαμένου Βορέης ἱκετήσιον ἔκλυε φωνήν,245 in vol. 2
645καί μιν ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης. τρεῖς μὲν ἐπερρώοντο ποδῶν ἀνεμώδεϊ παλμῷ, ἀλλ’ οὐκ ἶσα τάλαντα· καὶ ὁππόσον ὠκέι ταρσῷ Ὠκυθόου προθέοντος ὀπίστερος ἦεν Ἐρεχθεύς, τόσσον ἀελλήεντος Ἐρεχθέος ἔπλετο γείτων

37

(650)

Πρίασος αὐχήεις, Φρύγιον γένος. ἐσσυμένων δὲ ὁππότε λοίσθιος ἦεν ἔτι δρόμος ἅλματι ταρσῶν, Ὠκύθοος ταχύγουνος ἐπωλίσθησε κονίῃ, ἧχι βοῶν πέλεν ὄνθος ἀθέσφατος, οὓς παρὰ τύμβῳ Μυγδονίῃ Διόνυσος ἀπηλοίησε μαχαίρῃ·
655ἀλλὰ παλιννόστοιο ποδὸς ταχυδινέι παλμῷ
658Ὠκύθοος πεφόρητο μετάλμενος· ἐσσύμενος δὲ ἀντιπάλου προθέοντος ἐπήλυδα ταρσὸν ἀμείβων,
656εἰ τότε βαιὸς ἔην ἔτι που δρόμος, ἦ τάχα † βαίνων ἢ πέλεν ἀμφήριστος ἢ ἔφθασεν ἀστὸν Ἀθήνης.
660 καὶ κτέρας αἰολόνωτον ἐκούφισεν ὠκὺς Ἐρεχθεύς, Σιδόνιον κρητῆρα τετυγμένον· Ὠκύθοος δὲ εἴρυσε Θεσσαλὸν ἵππον· ὁ δὲ τρίτος ἠρέμα βαίνων Πρίασος ἆορ ἔδεκτο σὺν ἀργυρέῳ τελαμῶνι.
καὶ Σατύρων ἐγέλασσε χορὸς φιλοπαίγμονι θυμῷ,246 in vol. 2
665παπταίνων Κορύβαντα χυτῇ ῥυπόωντα κονίῃ, ὄνθον ἀποπτύοντα κατάρρυτον ἀνθερεῶνος. καὶ σόλον αὐτοχόωνον ἄγων ἐπέθηκεν ἀγῶνι δισκοβόλους Διόνυσος ἀκοντιστῆρας ἐπείγων· πρώτῳ μὲν δύο δοῦρα σὺν ἱπποκόμῳ τρυφαλείῃ
670θῆκεν ἄγων, ἑτέρῳ δὲ διαυγέα κυκλάδα μίτρην, καὶ τριτάτῳ φιάλην, καὶ νεβρίδα θῆκε τετάρτῳ, ἣν χρυσέῃ κληῖδι Διὸς περονήσατο χαλκεύς. ὀρθωθεὶς δ’ ἀνὰ μέσσον ἐγερσινόῳ φάτο φωνῇ· „οὗτος ἀγὼν ἐπὶ δίσκον ἀεθλητῆρας ἐπείγει.“
675 ὣς φαμένου Βρομίοιο σακεσπάλος ὦρτο Μελισσεύς, τῷ δ’ ἐπὶ δεύτερος ἦλθεν ἀερσιπόδης Ἁλιμήδης, καὶ τρίτος Εὐρυμέδων καὶ τέτρατος ἤλυθεν Ἄκμων· καὶ πίσυρες στοιχηδὸν ἐφέστασαν ἄλλος ἐπ’ ἄλλῳ. καὶ σόλον εὐδίνητον ἑλὼν ἔρριψε Μελισσεύς·
680Σιληνοὶ δ’ ἐγέλασσαν ὀλίζονα φωτὸς ἐρωήν. δεύτερος Εὐρυμέδων παλάμην ἐπερείσατο δίσκῳ· καὶ σόλον εὐδίνητον ἑλὼν νωμήτορι καρπῷ βριθὺ βέλος προέηκε περίτροχον εὔλοφος Ἄκμων· καὶ βέλος ἠερόφοιτον ἐπέτρεχε σύνδρομον αὔραις,
685καὶ σκοπὸν Εὐρυμέδοντος ὑπέρβαλε μείζονι μέτρῳ ὀξείῃ στροφάλιγγι· καὶ ὑψιπόδης Ἁλιμήδης εἰς σκοπὸν ἠκόντιζεν ἐν ἠέρι δίσκον ἀλήτην· καὶ σόλος ἠερίῃσιν ἐπερροίζησεν ἀέλλαις ἐκ βριαρῆς παλάμης πεφορημένος, ὡς ἀπὸ τόξου247 in vol. 2
690ἵπταται ἀσταθέεσσι βέλος δεδονημένον αὔραις ὄρθιον· ἠερόθεν δὲ πεσὼν ἐκυλίνδετο γαίῃ ἅλματι τηλεπόρῳ, πεφορημένος εἰσέτι παλμῷ χειρὸς ἐυστρέπτοιο, φέρων αὐτόσσυτον ὁρμήν, εἰσόκε σήματα πάντα παρέδραμεν· ἀγρόμενοι δὲ
695πάντες ἐπεσμαράγησαν ὀπιπευτῆρες ἀγῶνος, ἁλλομένου δίσκοιο τεθηπότες ἄστατον ὁρμήν. καὶ δονέων δύο δοῦρα σὺν ὑψιλόφῳ τρυφαλείῃ διπλόα δῶρα κόμιζεν ἀγηνορέων Ἁλιμήδης· Ἄκμων δ’ εἱλιπόδης χρυσαυγέα κούφισε μίτρην·

37

(700)

καὶ τρίτος Εὐρυμέδων φιάλην ἀπύρωτον ἀείρας ἀμφίθετον κτέρας εἷλε· κατηφιόων δὲ προσώπῳ νεβρίδα ποικιλόνωτον ἀνηέρταζε Μελισσεύς. καὶ προμάχοις Διόνυσος ἀέθλια θήκατο τόξου, εὐστοχίης ἀνάθημα· καὶ ἑπταέτηρον ἐρύσσας
705ἡμίονον ταλαεργὸν ἐνεστήριξεν ἀγῶνι, καὶ δέπας εὐποίητον ἀέθλιον ἵστατο νίκης ἀνδρὶ χερειοτέρῳ πεφυλαγμένον. Εὐρύαλος δὲ
νήιον ὀρθώσας περιμήκετον ἱστὸν ἀρούρῃ στῆσεν ὑπὲρ δαπέδου ψαμαθώδεος, ὑψιφανῆ δὲ248 in vol. 2
710δέσμιον ᾐώρησε πελειάδα σύμπλοκον ἱστῷ, λεπταλέον δισσοῖσι μίτον περὶ ποσσὶν ἑλίξας. καὶ θεὸς ἀγρομένοις ἐναγώνιον ἴαχε φωνήν, εἰς σκοπὸν ἠερόφοιτον ὀιστευτῆρας ἐπείγων· „ὃς μὲν ὀιστεύσειε πελειάδος ἄκρα τορήσας,
715ἡμίονον φερέτω πολυαλφέα, μάρτυρα νίκης· ὃς δὲ παραπλάζοιτο πελειάδος εἰς σκοπὸν ἕλκων, ὄρνιν ἐυγλώχινι λιπὼν ἀχάρακτον ὀιστῷ, ἄκρα δὲ μηρίνθοιο βαλὼν πτερόεντι βελέμνῳ ἥσσονα τοξεύσειε, καὶ ἥσσονα δῶρα δεχέσθω·
720ἀντὶ γὰρ ἡμιόνου δέπας οἴσεται, ὄφρα κε Φοίβῳ τοξοφόρῳ σπείσειε καὶ οἰνοχύτῳ Διονύσῳ.“ τοῖον ἔπος βοόωντος ἐχεκτεάνοιο Λυαίου εὐχαίτης Ὑμέναιος ἑκηβόλος εἰς μέσον ἔστη ... εἰς σκοπὸν ἰθυκέλευθον ἄγων ἀντώπιον ἱστοῦ,
725Κνώσσια τόξα φέρων τετανυσμένα κυκλάδι νευρῇ, Ἀστέριος προέηκε βέλος κλήροιο τυχήσας, καὶ τύχε μηρίνθοιο· δαϊζομένης δὲ βελέμνῳ ἠερίη πεφόρητο μετάρσιος ὄρνις ἀλήμων·
καὶ μίτος εἰς χθόνα πῖπτε. δι’ ὑψιπόρου δὲ κελεύθου249 in vol. 2
730ὄμμα φέρων ἑλικηδόν, ὑπὲρ νεφέων δὲ δοκεύων ... τοξευτὴρ Ὑμέναιος ἑτοιμοτάτης ἀπὸ νευρῆς εἰς σκοπὸν ἠερόφοιτον ὑπηνέμιον βέλος ἕλκων ὀξύτερον προέηκε, πελειάδος ἄντα τιταίνων· καὶ πτερόεις πεπότητο δι’ ἠέρος ἰὸς ἀλήτης
735ἀκροφανής, μέσα νῶτα παραξύων νεφελάων, συρίζων ἀνέμοισι· βέλος δ’ ἴθυνεν Ἀπόλλων πιστὰ φέρων δυσέρωτι κασιγνήτῳ Διονύσῳ· ἱπταμένης δ’ ἐτύχησε πελειάδος, ἐσσυμένης δὲ στήθεος ἄκρον ἔτυψε· βαρυνομένου δὲ καρήνου
740ὄρνις ἀελλήεσσα δι’ ἠέρος ἔμπεσε γαίῃ· ἡμιθανὴς δὲ πέλεια περὶ πτερὰ πάλλε κονίῃ, ποσσὶ περισκαίρουσα χοροπλεκέος Διονύσου. καὶ θεὸς ἡβητῆρος ἀναθρῴσκων ἐπὶ νίκῃ χεῖρας ἐπεπλατάγησεν ἐπικλάγξας Ὑμεναίῳ·
745ξυνοὶ δ’ εἰν ἑνὶ πάντες, ὅσοι παρέμιμνον ἀγῶνι, ἀγχινεφῆ θάμβησαν ἑκηβολίην Ὑμεναίου. καὶ γελόων Διόνυσος ἑαῖς παλάμῃσιν ἐρύσσας ἡμίονον πόρε δῶρον ὀφειλομένην Ὑμεναίῳ· καὶ γέρας Ἀστερίοιο δέπας κούφιζον ἑταῖροι.

37

(750)

καὶ φιλίην ἐπὶ δῆριν ἀκοντιστῆρας ἐπείγων Ἰνδικὰ Βάκχος ἄεθλα φέρων παρέθηκεν ἀγῶνι, διχθαδίην κνημῖδα καὶ Ἰνδῴης λίθον ἅλμης.
ὀρθωθεὶς δ’ ἀγόρευε, δύω δ’ ἐκέλευσε μαχηταῖς, ὄφρα μόθῳ παίζοντι καὶ οὐ κτείνοντι σιδήρῳ250 in vol. 2
755μιμηλὴν τελέσωσιν ἀναίμονος εἰκόνα χάρμης· „οὗτος ἀγὼν δύο φῶτας ἀκοντιστῆρας ἐγείρων μείλιχον οἶδεν ἄρηα καὶ εὐδιόωσαν ἐνυώ.“ ὣς φαμένου Βρομίοιο σιδήρεα τεύχεα πάλλων Ἀστέριος κεκόρυστο, καὶ Αἰακὸς εἰς μέσον ἔστη
760χάλκεον ἔγχος ἔχων, πολυδαίδαλον ἀσπίδα πάλλων, οἷα λέων ἄγραυλος ἐπαΐσσων τινὶ ταύρῳ ἢ συῒ λαχνήεντι· σιδηρείῳ δὲ χιτῶνι εἰς μέσον ἐρρώοντο καλυψάμενοι δέμας ἄμφω Ἄρεος αἰχμητῆρες· ὁ μὲν δόρυ θοῦρον ἰάλλων
765Ἀστέριος, Μίνωος ἔχων πατρώιον ἀλκήν, οὔτασε δεξιτεροῖο βραχίονος ἄκρον ἀμύξας· ὃς δὲ κατ’ ἀσφαράγοιο σιδήρεον ἔγχος ἀείρων Αἰακός, ὑψιμέδοντος ἑοῦ Διὸς ἄξια ῥέζων, νύξαι μὲν μενέαινε μεσαίτατον ἀνθερεῶνα·
770ἀλλά ἑ Βάκχος ἔρυκε καὶ ἥρπασε φοίνιον αἰχμήν, αὐχένα μὴ πλήξειεν ἀκοντιστῆρι σιδήρῳ· ἀμφοτέρους δ’ ἀνέκοψε καὶ ἴαχε θυιάδι φωνῇ· „ῥίψατε τεύχεα ταῦτα φίλην στήσαντες ἐνυώ. ἄρθμιος οὗτος ἄρης καὶ ἀνούτατοί εἰσιν ἀγῶνες.“
775 ἔννεπεν· ἐγρεμόθου δὲ λαβὼν πρεσβήια νίκης Αἰακὸς αὐχήεις χρυσέας κνημῖδας ἀείρων δῶκεν ἑῷ θεράποντι· καὶ ὕστερα δῶρα κομίζων
Ἀστέριος κούφιζε δορικτήτην λίθον Ἰνδῶν.251 in vol. 2

38

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΡΙΑΚΟΣΤΟΝ ΟΓΔΟΟΝ.
1 Λῦτο δ’ ἀγών· λαοὶ δὲ μετήιον ἔνδια λόχμης, καὶ σφετέραις κλισίῃσιν ὁμίλεον· ἀγρονόμοι δὲ Πᾶνες ἐναυλίζοντο χαραδραίοισι μελάθροις, αὐτοπαγῆ ναίοντες ἐρημάδος ἄντρα λεαίνης
5ἑσπέριοι· Σάτυροι δὲ δεδυκότες εἰς σπέος ἄρκτου θηγαλέοις ὀνύχεσσι καὶ οὐ τμητῆρι σιδήρῳ πετραίην ἐλάχειαν ἐκοιλαίνοντο χαμεύνην, εἰσόκεν ὄρθρος ἔλαμψε σελασφόρος, ἀρτιφανὲς δὲ ἀμφοτέροις ἀνέτελλε γαληναίης φάος Ἠοῦς,
10Ἰνδοῖς καὶ Σατύροισιν· ἐπεὶ τότε κυκλάδι νύσσῃ Μυγδονίου πολέμοιο καὶ Ἰνδῴοιο κυδοιμοῦ ἀμβολίην ἐτάνυσσεν ἕλιξ χρόνος· οὐδέ τις αὐτοῖς οὐ φόνος, οὐ τότε δῆρις· ἔκειτο δὲ τηλόθι χάρμης Βακχιὰς ἑξαέτηρος ἀραχνιόωσα βοείη.
15ἀλλ’ ὅτε δὴ πολέμων ἔτος ἕβδομον ἤγαγον Ὧραι,
οὐράνιον τότε σῆμα προάγγελον οἴνοπι Βάκχῳ φαίνετο, θάμβος ἄπιστον· ἐπεὶ ζόφος ἤματι μέσσῳ ἀπροϊδὴς τετάνυστο, κελαινιόωντι δὲ πέπλῳ κρυπτόμενον Φαέθοντα μεσημβριὰς εἶχεν ὀμίχλη,252 in vol. 2
20κλεπτομένης δ’ ἀκτῖνος ἐπεσκιόωντο κολῶναι· καὶ πολὺς ἔνθα καὶ ἔνθα κατήριπε πυρσὸς ἀλήτης, ἅρματος οὐρανίοιο κατάσσυτος· ἄκρα δὲ γαίης μυρίος ἔκλυσεν ὄμβρος, ἐκυμαίνοντο δὲ πέτραι ἠερίαις λιβάδεσσιν, ἕως μόγις ὑψόθι δίφρου
25ὑψιφανὴς ἀνέτελλε πάλιν πυρόεις Ὑπερίων. Βάκχῳ δ’ ἀσχαλόωντι δι’ ἠέρος αἴσιος ἔπτη αἰετὸς ὑψικέλευθος, ὄφιν κερόεντα κομίζων θηγαλέοις ὀνύχεσσιν· ὁ δὲ θρασὺν αὐχένα κάμπτων ... κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησεν Ὑδάσπῃ.
30καὶ τρομερὴ νήριθμον ὅλον στρατὸν εἶχε σιωπή· Ἴδμων δ’ αἰολόμητις, ἐπεὶ μάθεν ὄργια Μούσης Οὐρανίης εὔκυκλον ἐπισταμένης ἴτυν ἄστρων, ἄτρομος ἵστατο μοῦνος, ἐπεὶ μάθεν ἴδμονι τέχνῃ συμπλεκέος Φαέθοντι κατάσκια κύκλα Σελήνης,
35καὶ φλόγα πορφύρουσαν, ὑπὸ ζοφοειδέι κώνῳ κλεπτομένης Φαέθοντος ἀθηήτοιο πορείης, καὶ πάταγον βρονταῖον ἀρασσομένων νεφελάων, αἰθέριον μύκημα, καὶ ἀστράπτοντα κομήτην, καὶ δοκίδων ἀκτῖνα, καὶ ἔμπυρον ἅλμα κεραυνοῦ.
40τοῖα παρ’ Οὐρανίης δεδαημένος ἔργα θεαίνης
ἵστατο θαρσήεσσαν ἔχων φρένα· γυῖα δ’ ἑκάστου λύετο· μαντιπόλος δὲ γέρων γελόωντι προσώπῳ Ἴδμων ἐμπεδόμυθον ἔχων ἐπὶ χείλεσι πειθὼ λαὸν ὅλον θάρσυνεν, ὅτι χρονίοιο κυδοιμοῦ253 in vol. 2
45ἐσσομένην μετὰ βαιὸν ἐπίστατο γείτονα νίκην. καὶ Φρύγιον πολύιδριν ἀνείρετο μάντιν Ἐρεχθεύς, σύμβολα παπταίνων ὑπάτου Διός, εἰ πέλε χάρμης αἴσια δυσμενέεσσιν ἢ Ἰνδοφόνῳ Διονύσῳ, οὐ τόσον ὑσμίνης ποθέων τέλος, ὅσσον ἀκοῦσαι

38

(50)

μυστιπόλοις ὀάροισι μεμηλότα μῦθον Ὀλύμπου, καὶ στίχας ἀστραίων ἑλίκων καὶ κυκλάδα μήνην, καὶ δύσιν ἠματίην Φαεθοντίδος ἄμμορον αἴγλης κλεπτομένης. αἰεὶ δὲ θεορρήτων περὶ μύθων Ἀτθίδος ἀρχαίης φιλοπευθέες εἰσὶ πολῖται.
55 οὐδὲ γέρων ἀμέλησε θεοπρόπος, ἀλλὰ Λυαίου σείων εὔια θύρσα καὶ οὐ Πανοπηίδα δάφνην τοῖον ἔπος μαντῷον ἀνήρυγεν ἀνθερεῶνος· „εἰσαΐειν ἐθέλεις φρενοθελγέα μῦθον, Ἐρεχθεῦ, ὃν μοῦνοι δεδάασι θεοὶ ναετῆρες Ὀλύμπου;
60λέξω δ’, ὥς με δίδαξεν ἐμὸς δαφναῖος Ἀπόλλων. μὴ στεροπὴν τρομέοις, μὴ δείδιθι πυρσὸν ἀλήτην, μὴ δρόμον Ἠελίου ζοφοειδέα, μηδὲ Λυαίου νίκης ἐσσομένης πρωτάγγελον ὄρνιν Ὀλύμπου· ὡς ὅ γε θηγαλέων ὀνύχων κεχαραγμένος αἰχμαῖς,
65ἅρπαγος οἰωνοῖο πεπαρμένος ὀξέι ταρσῷ, εἰς προχοὰς ποταμοῖο δράκων ὤλισθε κεράστης, καὶ νέκυν ἑρπηστῆρα γέρων ἔκρυψεν Ὑδάσπης, οὕτω Δηριάδην πατρώιον οἶδμα καλύψει εἴκελον εἶδος ἔχοντα βοοκραίρῳ γενετῆρι.“254 in vol. 2
70 τοῖα γέρων ἀγόρευε θεηγόρος· ἀμφὶ δὲ μύθῳ μαντιπόλῳ γήθησεν ὅλος στρατός· ἔξοχα δ’ ἄλλων θαύματι χάρμα κέρασσεν ἀμήτορος ἀστὸς Ἀθήνης, τοῖος ἐὼν γλυκερῇσιν ἐπ’ ἐλπίσιν, ὡς ἐνὶ μέσσῳ κωμάζων Μαραθῶνι μετ’ ἄρεα Δηριαδῆος.
75 καὶ τότε μουνωθέντι φιλοσκοπέλῳ Διονύσῳ σύγγονος οὐρανόθεν Διὸς ἄγγελος ἤλυθεν Ἑρμῆς, καί τινα μῦθον ἔειπε παρηγορέων ἐπὶ νίκῃ· „μὴ τρομέοις τόδε σῆμα, καὶ εἰ πέλεν ἠματίη νύξ· τοῦτό σοι, ἄτρομε Βάκχε, πατὴρ ἀνέφηνε Κρονίων
80νίκης Ἰνδοφόνοιο προάγγελον· ἠελίῳ γὰρ δεύτερον ἀστράπτοντι φεραυγέα Βάκχον ἐίσκω, καὶ θρασὺν ὀρφναίῃ μελανόχροον Ἰνδὸν ὀμίχλῃ· αἰθέρι γὰρ τύπος οὗτος ὁμοίιος· εὐφαέος δὲ ὡς ζόφος ἠμάλδυνε καλυπτομένης φάος ἠοῦς,
85καὶ πάλιν ἀντέλλων πυριφεγγέος ὑψόθι δίφρου Ἠέλιος ζοφόεσσαν ἀπηκόντιζεν ὀμίχλην, οὕτω σῶν βλεφάρων μάλα τηλόθι καὶ σὺ τινάξας Ταρταρίης ζοφόεσσαν Ἐρινύος ἄσκοπον ἀχλὺν
ἀστράψεις κατ’ ἄρηα τὸ δεύτερον ὡς Ὑπερίων.255 in vol. 2
90τηλίκον οὔ ποτε θαῦμα γέρων τροφὸς ἤγαγεν Αἰών, ἐξότε δαιμονίοιο πυρὸς βεβολημένος ἀτμῷ κύμβαχος Ἠελίοιο φεραυγέος ἔκπεσε δίφρου ἡμιδαὴς Φαέθων, ποταμῷ δ’ ἐκρύπτετο Κελτῷ· καὶ θρασὺν ἡβητῆρα παρ’ ὀφρύσιν Ἠριδανοῖο
95Ἡλιάδες κινυροῖσιν ἔτι στενάχουσι πετήλοις.“ ὣς φαμένου Διόνυσος ἐγήθεεν ἐλπίδι νίκης· Ἑρμείαν δ’ ἐρέεινε, καὶ ἤθελε μᾶλλον ἀκοῦσαι Κελτοῖς Ἑσπερίοισι μεμηλότα μῦθον Ὀλύμπου, πῶς Φαέθων κεκύλιστο δι’ αἰθέρος, ἢ πόθεν αὐταὶ

38

(100)

Ἡλιάδες παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο εἰς φυτὸν ἠμείβοντο, καὶ εὐπετάλων ἀπὸ δένδρων δάκρυα μαρμαίροντα κατασταλάουσι ῥεέθροις. καί οἱ ἀνειρομένῳ πετάσας στόμα μείλιχος Ἑρμῆς θέσκελον ἐρροίβδησεν ἔπος φιλοπευθέι Βάκχῳ·
105 „ἀνδρομέου, Διόνυσε, βίου τερψίμβροτε ποιμήν, εἴ σε παλαιγενέων ἐπέων γλυκὺς οἶστρος ἐπείγει, μῦθον ὅλον Φαέθοντος ἐγὼ στοιχηδὸν ἐνίψω. Ὠκεανὸς κελάδων, μιτρούμενος ἄντυγι κόσμου, ἰκμαλέην περὶ νύσσαν ἄγων γαιήοχον ὕδωρ,
110Τηθύος ἀρχεγόνοισιν ὁμιλήσας ὑμεναίοις νυμφίος ὑδατόεις Κλυμένην τέκεν, ἥν ποτε Τηθὺς κρείσσονα Νηιάδων διερῷ μαιώσατο μαζῷ, παρθένον ὁπλοτέρην εὐώλενον, ἧς ἐπὶ μορφῇ Ἠέλιος λυκάβαντα δυωδεκάμηνον ἑλίσσων,256 in vol. 2
115αἰθέρος ἑπτάζωνον ἴτυν στεφανηδὸν ὁδεύων, κάμνε πυρὸς ταμίης ἑτέρῳ πυρί· καὶ φλόγα δίφρων καὶ σέλας ἀκτίνων ἐβιήσατο πυρσὸς Ἐρώτων, ὁππότε φοινίσσοντος ὑπὲρ κέρας Ὠκεανοῖο, ἔμπυρον ἠῴοισιν ἑὸν δέμας ὕδασι λούων,
120παρθένον ἀγχικέλευθον ἐσέδρακεν, ὁππότε γυμνὴ νήχετο πατρῴοισιν ἐπισκαίρουσα ῥεέθροις, λουομένη δ’ ἤστραπτεν· ἔην δέ τις, ὡς ὅτε δισσῆς μαρμαρυγὴν τροχόεσσαν ἀναπλήσασα κεραίης ἑσπερίη σελάγιζε δι’ ὕδατος ὄμπνια Μήνη.
125ἡμιφανὴς δ’ ἀπέδιλος ἐν ὕδασιν ἵστατο κούρη, Ἠέλιον ῥοδέῃσιν ὀιστεύουσα παρειαῖς· καὶ προχοαῖς κεχάρακτο τύπος χροός· οὐ τότε μίτρη κούρης στέρνα κάλυπτε, καταυγάζουσα δὲ λίμνην ἀργυφέων εὔκυκλος ἴτυς φοινίσσετο μαζῶν.
130 αἰθερίῳ δ’ ἐλατῆρι πατὴρ ἐζεύξατο κούρην· καὶ Κλυμένης ὑμέναιον ἀνέκλαγον εὔποδες Ὧραι καὶ γάμον Ἠελίοιο φαεσφόρον· ἀμφὶ δὲ Νύμφαι
Νηίδες ὠρχήσαντο· παρ’ ὑδατόεντι δὲ παστῷ εὔλοχος ἀστράπτοντι γάμῳ νυμφεύετο κούρη,257 in vol. 2
135καὶ ψυχροῖς μελέεσσιν ἐδέξατο θερμὸν ἀκοίτην. ἀστραίης δὲ φάλαγγος ἔην θαλαμηπόλος αἴγλη, καὶ μέλος εἰς Ὑμέναιον ἀνέπλεκε Κύπριδος ἀστήρ, συζυγίης προκέλευθος Ἑωσφόρος· ἀντὶ δὲ πεύκης νυμφιδίην ἀκτῖνα γαμοστόλον εἶχε Σελήνη·
140Ἑσπερίδες δ’ ἀλάλαζον· ἑῇ δ’ ἅμα Τηθύι νύμφῃ Ὠκεανὸς κελάδησε μέλος πολυπίδακι λαιμῷ. καὶ Κλυμένης γονόεντι γάμῳ κυμαίνετο γαστήρ· καὶ βρέφος ὠδίνουσα πεπαινομένου τοκετοῖο γείνατο θέσκελον υἷα φαεσφόρον. ἀμφὶ δὲ κούρῳ
145τικτομένῳ κελάδησε μέλος πατρώιος αἰθήρ· Ὠκεανοῦ δὲ θύγατρες ἀποθρῴσκοντα λοχείης υἱέα παππῴοισιν ἐφαιδρύναντο λοετροῖς· σπάργανα δ’ ἀμφεβάλοντο· καὶ ἀστέρες αἴθοπι παλμῷ εἰς ῥόον ἀίσσοντες ἐθήμονος Ὠκεανοῖο

38

(150)

κοῦρον ἐκυκλώσαντο, καὶ Εἰλείθυια Σελήνη ... μαρμαρυγὴν πέμπουσα σελασφόρον· Ἠέλιος δὲ υἱέι δῶκεν ἔχειν ἑὸν οὔνομα μάρτυρι μορφῇ ἅρμενον· ἠιθέου γὰρ ἐπ’ ἀστράπτοντι προσώπῳ Ἠελίου γενετῆρος ἐπέτρεχε σύγγονος αἴγλη.
155 πολλάκι παιδοκόμοισιν ἐν ἤθεσιν ἁβρὸν ἀθύρων Ὠκεανὸς Φαέθοντα παλινδίνητον ἀείρων γαστρὶ μέσῃ κούφιζε, δι’ ὑψιπόρου δὲ κελεύθου ἄστατον αὐτοέλικτον ἀλήμονι σύνδρομον αὔρῃ ἠερόθεν παλίνορσον ἐδέξατο κοῦρον ἀγοστῷ,258 in vol. 2
160καὶ πάλιν ἠκόντιζεν· ὁ δὲ τροχοειδέι παλμῷ χειρὸς ἐυστρέπτοιο παράτροπος Ὠκεανοῖο δινωτῇ στροφάλιγγι κατήριπεν εἰς μέλαν ὕδωρ, μάντις ἑοῦ θανάτοιο· γέρων δ’ ᾤμωξε νοήσας, θέσφατα γινώσκων, πινυτῇ δ’ ἔκρυψε σιωπῇ,
165μὴ Κλυμένης φιλόπαιδος ἀπενθέα θυμὸν ἀμύξῃ πικρὰ προθεσπίζων Φαεθοντίδος αἴλινα Μοίρης. καὶ πάις ἀρτικόμιστος ἔχων ἀνίουλον ὑπήνην πῇ μὲν ἑῆς Κλυμένης δόμον ἄμφεπε, πῇ δὲ καὶ αὐτῆς Θρινακίης λειμῶνα μετήιεν, ἧχι θαμίζων
170Λαμπετίῃ παρέμιμνε, βόας καὶ μῆλα νομεύων ... πατρὸς ἑοῦ ζαθέοιο φέρων πόθον ἡνιοχείης, ἄξοα τεχνήεντι συνήρμοσε δούρατα δεσμῷ, κυκλώσας τροχόεντα τύπον ψευδήμονι δίφρῳ· ἀσκήσας δὲ λέπαδνα καὶ ἀνθοκόμων ἀπὸ κήπων
175πλέξας λεπταλέοισι λύγοις τριέλικτον ἱμάσθλην ἀρνειοῖς πισύροισι νόθους ἐπέθηκε χαλινούς· καὶ νόθον εὐποίητον Ἑωσφόρον ἀστέρα τεύχων ἄνθεσιν ἀργεννοῖσιν, ἴσον τροχοειδέι κύκλῳ, θῆκεν ἑῆς προκέλευθον ἐυκνήμιδος ἀπήνης,259 in vol. 2
180ἀστέρος ἠῴοιο φέρων τύπον· ἀμφὶ δὲ χαίταις ὄρθιον ἔνθα καὶ ἔνθα φεραυγέα δαλὸν ἐρείσας ψευδομέναις ἀκτῖσιν ἑὸν μιμεῖτο τοκῆα, ἱππεύων στεφανηδὸν ἁλίκτυπον ἄντυγα νήσου. ἀλλ’ ὅτ’ ἀνηέξητο φέρων εὐάνθεμον ἥβην,
185πολλάκι πατρῴης φλογὸς ἥψατο, χειρὶ δὲ βαιῇ κούφισε θερμὰ λέπαδνα καὶ ἀστερόεσσαν ἱμάσθλην, καὶ τροχὸν ἀμφιπόλευε, καὶ ἀμφαφόων δέμας ἵππων χιονέαις παλάμῃσιν ἐτέρπετο κοῦρος ἀθύρων· δεξιτερῇ δ’ ἔψαυε πυριβλήτοιο χαλινοῦ.
190μαίνετο δ’ ἱπποσύνης μεθέπων πόθον· ἑζόμενος δὲ γούνασι πατρῴοις ἱκετήσια δάκρυα λείβων ᾔτεεν ἔμπυρον ἅρμα καὶ αἰθερίων δρόμον ἵππων. καὶ γενέτης ἀνένευεν· ὁ δὲ πλέον ἡδέι μύθῳ αἰτίζων λιτάνευε· παρηγορέων δ’ ἐπὶ δίφρῳ
195ὑψιπόρῳ νέον υἷα φιλοστόργῳ φάτο φωνῇ· ‘ὦ τέκος Ἠελίοιο, φίλον γένος Ὠκεανοῖο, ἄλλο γέρας μάστευε· τί σοί ποτε δίφρος Ὀλύμπου;
ἱπποσύνης ἀκίχητον ἔα δρόμον· οὐ δύνασαι γὰρ ἰθύνειν ἐμὸν ἅρμα, τό περ μόγις ἡνιοχεύω.260 in vol. 2

38

(200)

οὔ ποτε θοῦρος Ἄρης φλογερῷ κεκόρυστο κεραυνῷ, ἀλλὰ μέλος σάλπιγγι καὶ οὐ βρονταῖον ἀράσσει· οὐ νεφέλας Ἥφαιστος ἑοῦ γενετῆρος ἀείρει, οὐ νεφεληγερέτης κικλήσκεται οἷα Κρονίων, ἀλλὰ παρ’ ἐσχαρεῶνι σιδήρεον ἄκμονα τύπτει,
205ἄσθμασι μιμηλοῖσι χέων ποιητὸν ἀήτην· κύκνον ἔχει πτερόεντα καὶ οὐ ταχὺν ἵππον Ἀπόλλων, οὐ στεροπὴν πυρόεσσαν ἀερτάζει γενετῆρος· Ἑρμῆς ῥάβδον ἔχων οὐκ αἰγίδα πατρὸς ἀείρει. ἀλλ’ ἐρέεις· ‘Ζαγρῆι πόρεν σπινθῆρα κεραυνοῦ‘.
210Ζαγρεὺς σκηπτὸν ἄειρε καὶ ὡμίλησεν ὀλέθρῳ· ἅζεο καὶ σύ, τέκος, πανομοίια πήματα πάσχειν.‘ εἶπε, καὶ οὐ παρέπεισε· πάις δ’ ἑὸν ἦτορ ἀμύσσων δάκρυσι θερμοτέροισιν ἑοὺς ἐδίηνε χιτῶνας· χερσὶ δὲ πατρῴης φλογερῆς ἔψαυσεν ὑπήνης,
215ὀκλαδὸν ἐν δαπέδῳ κυρτούμενον αὐχένα κάμπτων, λισσόμενος· καὶ παῖδα πατὴρ ἐλέαιρε δοκεύων. καὶ κινυρὴ Κλυμένη πλέον ᾔτεεν· αὐτὰρ ὁ θυμῷ ἔμπεδα γινώσκων ἀμετάτροπα νήματα Μοίρης ἀσχαλόων ἐπένευσεν, ἀποσμήξας δὲ χιτῶνι
220μυρομένου Φαέθοντος ἀμειδέος ὄμβρον ὀπωπῆς χείλεα παιδὸς ἔκυσσε, τόσην δ’ ἐφθέγξατο φωνήν· ‘δώδεκα πάντες ἔασι πυρώδεος αἰθέρος οἶκοι, Ζῳδιακοῦ γλαφυροῖο πεπηγότες ἄντυγι κύκλου, κεκριμένοι στοιχηδὸν ἐπήτριμοι, οἷς ἔνι μούνοις261 in vol. 2
225λοξὴ πουλυέλικτος ἀταρπιτός ἐστι πλανήτων ἀσταθέων. καὶ ἕκαστον ἕλιξ Κρόνος οἶκον ἀμείβει ἑρπύζων βαρύγουνος, ἕως μόγις ὀψὲ τελέσσῃ εἴκοσι καὶ δέκα κύκλα παλιννόστοιο Σελήνης, ζώνης ἑβδομάτης ὑπὲρ ἄντυγος· ὑψόθι δ’ ἕκτης
230ὠκύτερον γενετῆρος ἔχει δρόμον ἀντίπορος Ζεύς, καὶ δρόμον εἰς λυκάβαντα διέρχεται· ἐν τριτάτῃ δὲ ... ἤμασιν ἑξήκοντα παρέρχεται ἔμπυρος Ἄρης, γείτων σεῖο τοκῆος· ἐπαντέλλων δὲ τετάρτῃ αὐτὸς ἐγὼ στεφανηδὸν ὅλον πόλον ἅρμασι τέμνω
235οὐρανίων ἑλίκων πολυκαμπέα κύκλα διώκων, μέτρα χρόνου πισύρῃσι φέρων κυκλούμενος Ὥραις, τὴν αὐτὴν περὶ νύσσαν, ἕως ὅλον οἶκον ὁδεύσω, πλήσας ἠθάδα μῆνα τελεσφόρον· οὐδὲ πορείην καλλείψας ἀτέλεστον ὀπίστερον οἶμον ἀμείβω,
240οὐδὲ πάλιν προκέλευθον, ἐπεὶ πολυκαμπέες ἄλλοι ἀστέρες ἀντιθέοντες ἀεὶ στείχουσιν ἀλῆται ...
ἂψ ἀνασειράζοντες ἅμα πρόσσω καὶ ὀπίσσω ἡμιτελῆ μεθέπουσι παλίλλυτα μέτρα κελεύθου, δέγμενοι ἀμφοτέρωθεν ἐμὴν ἑτερόσσυτον αἴγλην·262 in vol. 2
245οἷς ἔνι λευκαίνουσα πόλον κερόεσσα Σελήνη κύκλον ὅλον πλήσασα σοφῷ πυρὶ μῆνα λοχεύει, μεσσοφανής, ἐπίκυρτος, ὅλῳ πλήθουσα προσώπῳ· Μήνῃ δ’ ἀντικέλευθος ἐγὼ σφαιρηδὸν ἑλίσσων μαρμαρυγὴν θρέπτειραν ἀμαλλοφόρου τοκετοῖο

38

(250)

Ζῳδιακὴν περὶ νύσσαν ἀτέρμονα κύκλον ὁδεύω, τίκτων μέτρα χρόνοιο καὶ οἴκοθεν οἶκον ἀμείβων· καὶ τελέσας ἕνα κύκλον ὅλον λυκάβαντα κομίζω. ἄκρα δὲ συνδέσμοιο φυλάσσεο, μὴ σχεδὸν ἕρπων, ἅρμασιν ὑμετέροις ζοφοειδέα κῶνον ἑλίξας,
255φέγγος ὅλον κλέψειεν ἐπισκιόων σέο δίφρῳ· μηδὲ παριππεύσειας ἐθήμονος ἄντυγα κύκλου· μηδὲ τανυπλέκτων ἑλίκων πολυκαμπέι δεσμῷ, πέντε παραλλήλων δεδοκημένος ἄντυγα κύκλων, οἶστρον ἔχοις καὶ νύσσαν ὁμήθεα πατρὸς ἐάσσῃς.
260μή σε παραπλάγξειαν ἐν αἰθέρι φοιτάδες ἵπποι· μηδὲ διοπτεύων δυοκαίδεκα κύκλα πορείης ἐκ δόμου εἰς δόμον ἄλλον ἐπείγεο· καὶ σέο δίφρῳ Κριὸν ἐφιππεύων μὴ δίζεο Ταῦρον ἐλαύνειν· γείτονα μὴ μάστευε προάγγελον ἱστοβοῆος
265Σκορπίον ἀστερόφοιτον ἔτι Ζυγὸν ἡνιοχεύων, εἰ μὴ ἀναπλήσειας ἐείκοσι καὶ δέκα μοίρας. ἀλλὰ σὺ μὲν κλύε μῦθον· ἐγὼ δέ σε πάντα διδάξω. κέντρον ὅλου κόσμοιο, μεσόμφαλον ἄστρον Ὀλύμπου, Κριὸν ἐγὼ μεθέπων ὑψούμενος εἶαρ ἀέξω,263 in vol. 2
270καὶ τροπικὴν Ζεφύροιο προάγγελον ἄντυγα βαίνων, νύκτα ταλαντεύουσαν ἰσόρροπον ἠριγενείῃ, ἰθύνω δροσόεντα χελιδονίης δρόμον Ὥρης· Κριοῦ δ’ ἀντικέλευθον ἐνέρτερον οἶκον ἀμείβων, Χηλαῖς ἐν διδύμῃσιν ἰσήμερα φέγγεα πέμπων,
275ἐντύνω παλίνορσος ἰσόζυγον ἦμαρ ὀμίχλῃ, καὶ δρόμον εἰνοσίφυλλον ἄγω φθινοπωρίδος Ὥρης, φέγγεϊ μειοτέρῳ χθαμαλὴν ἐπὶ νύσσαν ἐλαύνων φυλλοχόῳ ἐνὶ μηνί· καὶ ἀνδράσι χεῖμα κομίζω ὄμβριον ἰχθυόεντος ὑπὲρ ῥάχιν Αἰγοκερῆος,
280ἀγρονόμοις ἵνα γαῖα φερέσβια δῶρα λοχεύσῃ, νυμφίον ὄμβρον ἔχουσα καὶ εἰλείθυιαν ἐέρσην· καὶ θέρος ἐντύνω σταχυηκόμον ἄγγελον ὄμπνης, θερμοτέραις ἀκτῖσι πυρώδεα γαῖαν ἱμάσσων, ὑψιτενῆ παρὰ νύσσαν ὅτ’ εἰς δρόμον ἡνιοχεύω
285Καρκίνον, ἀντικέλευθον ἀθαλπέος Αἰγοκερῆος, ἀμφοτέρους καὶ Νεῖλον ὁμοῦ καὶ βότρυν ἀέξων.
ἀρχόμενος δὲ δρόμοιο μετέρχεο γείτονα Κέρνην, Φωσφόρον ἀπλανέος μεθέπων πομπῆα κελεύθου, ἱπποσύνης προκέλευθον· ἀμοιβαίῃ δὲ πορείῃ264 in vol. 2
290σὸν δρόμον ἰθύνουσι δυώδεκα κυκλάδες Ὧραι.‘ ὣς εἰπὼν Φαέθοντος ἐπεστήριξε καρήνῳ χρυσείην τρυφάλειαν, ἑῷ δέ μιν ἔστεφε πυρσῷ, ἑπτατόνους ἀκτῖνας ἐπὶ πλοκάμοισιν ἑλίξας, κυκλώσας στεφανηδὸν ἐπ’ ἰξύι λευκάδα μίτρην·
295καί μιν ἀνεχλαίνωσεν ἑῷ πυρόεντι χιτῶνι, καὶ πόδα φοινίσσοντι διεσφήκωσε πεδίλῳ. παιδὶ δὲ δίφρον ἔδωκε· καὶ ἠῴης ἀπὸ φάτνης ἵππους Ἠελίοιο πυρώδεας ἤγαγον Ὧραι· καὶ θρασὺς εἰς ζυγὸν ἦλθεν Ἑωσφόρος, ἀμφὶ δὲ φαιδρῷ

38

(300)

ἵππιον αὐχένα δοῦλον ἐπεκλήισε λεπάδνῳ. καὶ Φαέθων ἐπέβαινε· δίδου δέ οἱ ἡνία πάλλειν, ἡνία μαρμαίροντα καὶ αἰγλήεσσαν ἱμάσθλην Ἠέλιος γενέτης· τρομερῇ δ’ ἐλελίζετο σιγῇ, υἱέα γινώσκων μινυώριον· ἐγγύθι δ’ ὄχθης
305ἡμιφανὴς Κλυμένη φλογερῶν ἐπιβήτορα δίφρων δερκομένη φιλότεκνος ἐπάλλετο χάρματι μήτηρ. ἤδη δὲ δροσόεις ἀμαρύσσετο Φωσφόρος ἀστήρ, καὶ Φαέθων ἀνέτελλεν ἑώιον ἄντυγα βαίνων, ὕδασι παππῴοισι λελουμένος Ὠκεανοῖο.
310καὶ θρασὺς εὐφαέων ἐλατὴρ ὑψίδρομος ἵππων
οὐρανὸν ἐσκοπίαζε χορῷ κεχαραγμένον ἄστρων, ἑπτὰ περὶ ζώναις κυκλούμενον· εἶδεν ἀλήτας ἀντιπόρους, καὶ γαῖαν ὁμοίιον ἔδρακε κέντρῳ μεσσοπαγῆ, δολιχῇσιν ἀνυψωθεῖσαν ἐρίπναις,265 in vol. 2
315πάντοθι πυργωθεῖσαν ὑπωροφίοισιν ἀήταις· καὶ ποταμοὺς σκοπίαζε, καὶ ὀφρύας Ὠκεανοῖο ἂψ ἀνασειράζοντος ἑὸν ῥόον εἰς ἑὸν ὕδωρ. ὄφρα μὲν ὄμμα τίταινεν ἐς αἰθέρα καὶ χύσιν ἄστρων καὶ χθονὸς αἰόλα φῦλα καὶ ἄστατα νῶτα θαλάσσης,
320παπταίνων ἑλικηδὸν ἀτέρμονος ἕδρανα κόσμου, τόφρα δὲ δινηθέντες ὑπὸ ζυγὸν αἴθοπες ἵπποι Ζῳδιακοῦ παράμειβον ἐθήμονος ἄντυγα κύκλου. καὶ Φαέθων ἀδίδακτος, ἔχων πυρόεσσαν ἱμάσθλην, † φαίνετο μαστίζων λόφον ἵππιον· οἱ δὲ μανέντες,
325κέντρον ὑποπτήσσοντες ἀφειδέος ἡνιοχῆος, ἀρχαίης ἀέκοντες ὑπὲρ βαλβῖδα κελεύθου ἀξονίην παρὰ νύσσαν ἀλήμονες ἔτρεχον ἵπποι, δεχνύμενοι κτύπον ἄλλον ἐθήμονος ἡνιοχῆος. καὶ Νότιον παρὰ τέρμα καὶ ἄρκτια νῶτα Βορῆος
330ἦν κλόνος. οὐρανίῳ δὲ παριστάμεναι πυλεῶνι ἀλλοφανὲς νόθον ἦμαρ ἐθάμβεον εὔποδες Ὧραι· ἔτρεμε δ’ Ἠριγένεια· καὶ ἴαχε Φωσφόρος ἀστήρ·
‘πῇ φέρεαι, φίλε κοῦρε; τί μαίνεαι ἵππον ἐλαύνων; φείδεο σῆς μάστιγος ἀγήνορος· ἀμφοτέρων δὲ266 in vol. 2
335πλαζομένων πεφύλαξο καὶ ἀπλανέων χορὸν ἄστρων, μὴ θρασὺς Ὠρίων σε κατακτείνειε μαχαίρῃ, μὴ ῥοπάλῳ πυρόεντι γέρων πλήξειε Βοώτης, πλαγκτῆς δ’ ἱπποσύνης ἔτι φείδεο, μηδέ σε μακρῇ γαστέρι τυμβεύσειεν ἐν αἰθέρι Κῆτος Ὀλύμπου·
340μηδέ σε δαιτρεύσειε Λέων, ἢ Ταῦρος Ὀλύμπου αὐχένα κυρτώσας φλογερῇ πλήξειε κεραίῃ· ἅζεο Τοξευτῆρα, τιταινομένης ἀπὸ νευρῆς μή σε πυριγλώχινι κατακτείνειεν ὀιστῷ. μὴ χάος ἄλλο γένοιτο, καὶ αἰθέρος ἄστρα φανείη
345ἤματος ἱσταμένοιο, μεσημβρίζοντι δὲ δίφρῳ ἄστατος Ἠριγένεια συναντήσειε Σελήνῃ.‘ ὣς φαμένου Φαέθων πλέον ἤλασεν, ἅρμα παρέλκων εἰς Νότον, εἰς Βορέην, Ζεφύρου σχεδόν, ἐγγύθεν Εὔρου. καὶ κλόνος αἰθέρος ἦεν, ἀκινήτοιο δὲ κόσμου

38

(350)

ἁρμονίην ἐτίναξεν· ἐδοχμώθη δὲ καὶ αὐτὸς αἰθέρι δινήεντι μέσος τετορημένος ἄξων. καὶ μόγις αὐτοέλικτον ἐλαφρίζων πόλον ἄστρων ὀκλαδὸν ἐστήρικτο Λίβυς κυρτούμενος Ἄτλας, μείζονα φόρτον ἔχων· καὶ ἰσήμερον ἔκτοθεν Ἄρκτου
355κύκλον ἐπιξύων ἑλικώδεϊ γαστέρος ὁλκῷ σύνδρομος ἀστερόεντι Δράκων ἐπεσύρισε Ταύρῳ, καὶ Κυνὶ σειριάοντι Λέων βρυχήσατο λαιμῷ, αἰθέρα θερμαίνων λασίῳ πυρί, καὶ θρασὺς ἔστη
Καρκίνον ὀκταπόδην κλονέων πυκινότριχι παλμῷ·267 in vol. 2
360οὐρανίου δὲ Λέοντος ὀπισθιδίῳ παρὰ ταρσῷ Παρθένον ἀγχικέλευθον ἐμάστιε δίψιος οὐρή· Κούρη δὲ πτερόεσσα παραΐξασα Βοώτην ἄξονος ἐγγὺς ἵκανε καὶ ὡμίλησεν Ἁμάξῃ· καὶ δυτικὴν παρὰ νύσσαν ἀλήμονα φέγγεα πέμπων
365Ἕσπερον ἀντικέλευθον Ἑωσφόρος ὤθεεν ἀστήρ· πλάζετο δ’ Ἠριγένεια· καὶ ἠθάδος ἀντὶ Λαγωοῦ Σείριος αἰθαλόεις ἐδράξατο διψάδος Ἄρκτου· διχθὰ δὲ καλλείψαντες, ὁ μὲν Νότον, ὃς δὲ Βορῆα, Ἰχθύες ἀστερόεντες ἐπεσκίρτησαν Ὀλύμπῳ,
370γείτονες Ὑδροχόοιο· κυβιστητῆρι δὲ παλμῷ σύνδρομος Αἰγοκερῆος ἕλιξ ὠρχήσατο Δελφίς· καὶ Νοτίης ἑλικηδὸν ἀποπλαγχθέντα κελεύθου Σκορπίον ἀγχικέλευθον, ἑῆς ψαύοντα μαχαίρης, ἔτρεμεν Ὠρίων καὶ ἐν ἄστρασι, μὴ βραδὺς ἕρπων
375ἄκρα ποδῶν ξύσειε τὸ δεύτερον ὀξέι κέντρῳ· καὶ σέλας ἡμιτέλεστον ἀποπτύουσα προσώπου ἀκροκελαινιόωσα μεσημβριὰς ἄνθορε Μήνη· οὐ γὰρ ὑποκλέπτουσα νόθον σέλας ἄρσενι πυρσῷ ἀντιπόρου Φαέθοντος ἀμέλγετο σύγγονον αἴγλην·
380Πληιάδος δὲ φάλαγγος ἕλιξ ἑπτάστερος ἠχὼ
οὐρανὸν ἑπτάζωνον ἐπέβρεμε κυκλάδι φωνῇ· καὶ κτύπον αἰθύσσοντες ἰσηρίθμων ἀπὸ λαιμῶν ἀστέρες ἀντιθέοντες ἐβακχεύθησαν ἀλῆται· Ζῆνα μὲν ὤθεε Κύπρις, Ἄρης Κρόνον, εἰαρινῆς δὲ268 in vol. 2
385Πλειάδος ἐγγὺς ἵκανεν ἐμὸς μετανάστιος ἀστήρ, ἄστρασι δ’ ἑπταπόροις κεράσας ἐμφύλιον αἴγλην ἡμιφανὴς ἀνέτελλεν ἐμῇ παρὰ μητέρι Μαίῃ, ἅρματος οὐρανίοιο παράτροπος, ᾧ πέλεν αἰεὶ σύνδρομος ἢ προκέλευθος ἑώιος, ἑσπέριος δὲ
390Ἠελίου δύνοντος ὀπίστερα φέγγεα πέμπει· καί μιν, ὅτε δρόμον ἶσον ἔχων ἰσόμοιρος ὁδεύει, Ἠελίου κραδίην ἐπεφήμισαν ἴδμονες ἄστρων· καὶ δροσεραῖς νιφάδεσσι διάβροχον αὐχένα τείνων νυμφίος Εὐρώπης μυκήσατο Ταῦρος Ὀλύμπου,
395εἰς δρόμον ὀρθώσας πόδα καμπύλον· ὀξυτενὲς δὲ δοχμώσας Φαέθοντι κέρας λοξοῖο μετώπου οὐρανίην φλογερῇσιν ἐπέκτυπεν ἄντυγα χηλαῖς· καὶ θρασὺς ἐκ κολεοῖο παρήορον αἴθοπι μηρῷ Ὠρίων ξίφος εἷλκε· καλαύροπα πάλλε Βοώτης·

38

(400)

καὶ ποδὸς ἀστραίοιο μετάρσια γούνατα πάλλων Πήγασος ἐχρεμέτιζε, καὶ αἰθύσσων πόλον ὁπλῇ ἡμιφανὴς Λίβυς ἵππος ἐπέτρεχε γείτονι Κύκνῳ, καὶ κοτέων πτερὰ πάλλεν, ὅπως πάλιν ἡνιοχῆα ἄλλον ἀκοντίσσειεν ἀπ’ αἰθέρος, οἷα καὶ αὐτὸν
405ἄντυγος οὐρανίης ἀπεσείσατο Βελλεροφόντην. οὐκέτι δ’ ὑψιπόροιο Βορειάδος ἐγγύθι νύσσης ἀλλήλων ἐχόρευον ἐπ’ ἰξύι κυκλάδες Ἄρκτοι, ἀλλὰ Νότῳ μίσγοντο, καὶ Ἑσπερίῃ παρὰ λίμνῃ ἄβροχον ἴχνος ἔλουσαν ἀήθεος Ὠκεανοῖο.269 in vol. 2
410 Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεπρήνιξε κεραυνῷ ὑψόθεν αὐτοκύλιστον ὑπὲρ ῥόον Ἠριδανοῖο· δήσας δ’ ἁρμονίην παλινάγρετον ἥλικι δεσμῷ ἵππους Ἠελίῳ πάλιν ὤπασεν, αἰθέριον δὲ Ἀντολίῃ πόρεν ἅρμα, καὶ ἀρχαίῃ παρὰ νύσσῃ
415ἀμφίπολοι Φαέθοντος ἐπέτρεχον εὔποδες Ὧραι. γαῖα δὲ πᾶσα γέλασσε τὸ δεύτερον· ἠερόθεν δὲ ζωοτόκου Διὸς ὄμβρος ὅλας ἐκάθηρεν ἀρούρας, καὶ διερῇ ῥαθάμιγγι κατέσβεσε πυρσὸν ἀλήτην, ὅσσον ἐπὶ χθόνα πᾶσαν ἐριφλεγέων ἀπὸ λαιμῶν
420οὐρανόθεν χρεμέθοντες ἀπέπτυον αἴθοπες ἵπποι. Ἠέλιος δ’ ἀνέτελλε παλίνδρομον ἅρμα νομεύων· καὶ σπόρος ἠέξητο, πάλιν δ’ ἐγέλασσαν ἀλωαί, δεχνύμεναι προτέρην βιοτήσιον αἰθέρος αἴγλην. Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεστήριξεν Ὀλύμπῳ
425εἴκελον ἡνιόχῳ καὶ ἐπώνυμον· οὐράνιον δὲ πήχεϊ μαρμαίροντι σελασφόρον Ἅρμα τιταίνων εἰς δρόμον ἀίσσοντος ἔχει τύπον ἡνιοχῆος,
οἷα πάλιν ποθέων καὶ ἐν ἄστρασιν ἅρμα τοκῆος. καὶ ποταμὸς πυρίκαυτος ἀνήλυθεν εἰς πόλον ἄστρων270 in vol. 2
430Ζηνὸς ἐπαινήσαντος, ἐν ἀστερόεντι δὲ κύκλῳ Ἠριδανοῦ πυρόεντος ἑλίσσεται ἀγκύλον ὕδωρ. γνωταὶ δ’ ὠκυμόροιο δεδουπότος ἡνιοχῆος εἰς φυτὸν εἶδος ἄμειψαν, ὀδυρομένων δ’ ἀπὸ δένδρων
ἀφνειὴν πετάλοισι κατασταλάουσιν ἐέρσην.“271 in vol. 2

39

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΡΙΑΚΟΣΤΟΝ ΕΝΝΑΤΟΝ.
1 Ὣς εἰπὼν ἀκίχητος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς, χάρμα λιπὼν καὶ θαῦμα κασιγνήτῳ Διονύσῳ. ὄφρα μὲν εἰσέτι Βάκχος ἀκοσμήτων χύσιν ἄστρων θάμβεε καὶ Φαέθοντα δεδουπότα, πῶς παρὰ Κελτοῖς
5Ἑσπερίῳ πυρίκαυτος ἐπωλίσθησε ῥεέθρῳ, τόφρα δὲ νῆες ἵκανον ἐπήλυδες, ἃς ἐνὶ πόντῳ στοιχάδας ἰθύνοντες ἐς ἄρεα ναύμαχον Ἰνδῶν ἀκλύστῳ Ῥαδαμᾶνες ἐναυτίλλοντο θαλάσσῃ, πόντον ἀμοιβαίῃσιν ἐπιρρήσσοντες ἐρωαῖς
10ὑσμίνης ἐλατῆρες· ἐπειγομένῳ δὲ Λυαίῳ ὁλκάσιν ἀρτιτύποις ἐπεσύρισε πομπὸς ἀήτης. καὶ Λύκος ἡγεμόνευεν ἐν ὕδασι δίφρον ἐλαύνων, ἱππείαις ἀχάρακτον ἐπιξύων ῥόον ὁπλαῖς. Δηριάδης δ’ ἀπέλεθρος ὑπέρτερος ὑψόθι πύργων
15ἐσσυμένων νεφεληδὸν ἐδέρκετο λαίφεα νηῶν ὀφθαλμῷ κοτέοντι, καὶ ὡς ὑπέροπλος ἀκούων,
ἐγρεμόθους ὅτι νῆας Ἄραψ τορνώσατο τέκτων, ὤμοσεν ὑλοτόμοισιν ἄγειν Ἀράβεσσιν ἐνυὼ καὶ πόλιν ἠπείλησεν ἀιστῶσαι Λυκοόργου,272 in vol. 2
20ἀμήσας Ῥαδαμᾶνας ἀλοιητῆρι σιδήρῳ. καὶ στόλον ἀθρήσαντες ἀταρβέες ἔτρεμον Ἰνδοί, ἄρεα παπταίνοντες ἁλίκτυπον, ἄχρι καὶ αὐτοῦ γούνατα τολμήεντος ἐλύετο Δηριαδῆος. ποιητῷ δὲ γέλωτι γαληναίοιο προσώπου
25Ἰνδὸς ἄναξ ἐκέλευσε τριηκοσίων ἀπὸ νήσων τῆς ἐλεφαντοβότοιο παρὰ σφυρὰ δύσβατα γαίης λαὸν ἄγειν· καὶ κραιπνὸς ἐς ἀτραπὸν ἤιε κῆρυξ, ποσσὶ πολυγνάμπτοισιν ἀπὸ χθονὸς εἰς χθόνα βαίνων καὶ στόλος ὀξὺς ἵκανε πολυσπερέων ἀπὸ νήσων
30κεκλομένου βασιλῆος· ὁ δὲ θρασὺς αὐχένα τείνων, ὁλκάδας εὐπήληκας ἐς ἄρεα πόντιον ἕλκων, λαὸν ὅλον θάρσυνε, καὶ ὑψινόῳ φάτο φωνῇ· „ἀνέρες, οὓς ἀτίταλλεν ἐμὸς μενέχαρμος Ὑδάσπης, ἄρτι πάλιν μάρνασθε πεποιθότες· αἰθόμενον δὲ
35ἄξατε πῦρ ἐς ἄρηα καὶ ἄσπετον ἅψατε πεύκην, νῆας ἵνα φλέξοιμι νεήλυδας αἴθοπι δαλῷ, καὶ στρατὸν ὑγροκέλευθον ἐνικρύψοιμι θαλάσσῃ σὺν δορί, σὺν θώρηκι, σὺν ὁλκάσι, σὺν Διονύσῳ. εἰ θεὸς ἔπλετο Βάκχος, ἐμῷ πυρὶ Βάκχον ὀλέσσω·
40οὐχ ἅλις, ὡς προχοῇσι πολύτροπα φάρμακα τεύχων ἄνθεσι Θεσσαλικοῖσιν ἐμὸν φοίνιξεν Ὑδάσπην, καί μιν ἰδὼν σίγησα, καὶ ἥσυχος εἰσέτι λεύσσειν ἔτλην ξανθὰ ῥέεθρα μιαινομένου ποταμοῖο; εἰ γὰρ ἔην ῥόος οὗτος ἀπ’ ἀλλοτρίου ποταμοῖο,273 in vol. 2
45μηδὲ πατὴρ ἐμὸς ἦεν ἀρήιος Ἰνδὸς Ὑδάσπης, καί κεν ἐγὼ τόδε χεῦμα χυτῆς ἔπλησα κονίης ὀδμὴν βοτρυόεσσαν ἀμαλδύνων Διονύσου, καὶ προχοὴν μεθύουσαν ἐμοῦ γενετῆρος ὁδεύων ποσσὶ κονιομένοισι διέτρεχον ἄβροχον ὕδωρ,

39

(50)

οἷα παρ’ Ἀργείοισι φατίζεται, ὡς Ἐνοσίχθων ξηρὸν ὕδωρ ποίησε, καὶ αὐσταλέου ποταμοῖο Ἰναχίην ἵππειος ὄνυξ ἐχάραξε κονίην. οὐ θεός, οὐ θεὸς οὗτος· ἑὴν δ’ ἐψεύσατο φύτλην· ποίην γὰρ Κρονίωνος Ὀλύμπιον αἰγίδα πάλλει;
55ποῖον ἔχει σπινθῆρα Διοβλήτοιο κεραυνοῦ; ποίην δ’ οὐρανίην στεροπὴν γενετῆρος ἀείρει; οὐ Κρονίδης κατ’ ἄρηα κορύσσεται οἴνοπι κισσῷ· οὐ τυπάνων πατάγοισι μέλος βρονταῖον ἐίσκω, οὐδὲ Διὸς σκηπτοῖσιν ὁμοίια θύρσα καλέσσω,
60οὐ χθονίῳ θώρηκι Διὸς νέφος ἶσον ἐνίψω· νεβρίδι δαιδαλέῃ πότε ποικίλον ἄστρον ἐίσκω; ἀλλ’ ἐρέεις, ὅτι βότρυν ἐδέξατο καὶ χύσιν οἴνου δῶρα παρὰ Κρονίωνος ἀεξιφύτοιο τοκῆος· Τρώιον αἷμα φέροντι καὶ ἀγρονόμῳ τινὶ βούτῃ
65Ζεὺς πόρεν οἰνοχόῳ Γανυμήδεϊ νέκταρ Ὀλύμπου, νέκταρι δ’ οὐ πέλεν οἶνος ὁμοίιος· εἴξατε, θύρσοι· Βάκχος ὁμοῦ Σατύροισιν ἐπὶ χθονὸς εἰλαπινάζει· δαίνυται οὐρανίοισι σὺν ἀθανάτοις Γανυμήδης. εἰ δὲ πέλε βροτὸς οὗτος ἐπουρανίοιο τοκῆος,274 in vol. 2
70σὺν Διὶ καὶ μακάρεσσιν ὁμῆς ἔψαυσε τραπέζης. ἔκλυον, ὥς ποτε θῶκον ἑὸν καὶ σκῆπτρον Ὀλύμπου δῶκε γέρας Ζαγρῆι παλαιοτέρῳ Διονύσῳ, ἀστεροπὴν Ζαγρῆι καὶ ἄμπελον οἴνοπι Βάκχῳ.“ εἶπε καὶ εἰς μόθον ὦρτο· συνερρώοντο δὲ λαοὶ
75σὺν δορί, σὺν σακέεσσι, καὶ ὄψιμον ἐλπίδα νίκης χερσαίου πολέμοιο μετεστήσαντο θαλάσσῃ. καὶ προμάχοις Διόνυσος ἐκέκλετο θυιάδι φωνῇ· „Ἄρεος ἄλκιμα τέκνα καὶ εὐθώρηκος Ἀθήνης, οἷς βίος ἔργα μόθοιο καὶ ἐλπίδες εἰσὶν ἀγῶνες,
80σπεύσατε καὶ κατὰ πόντον ἀιστῶσαι γένος Ἰνδῶν, εἰναλίην τελέσαντες ἐπιχθονίην μετὰ νίκην. ἀλλὰ θαλασσαίοιο διάκτορα δηιοτῆτος ἔγχεα διπλώσαντες ὁμόπλοκα δίζυγι δεσμῷ ναύμαχα κολλήεντα, περὶ στόμα εἱμένα χαλκῷ,
85μίξατε δυσμενέεσσιν ἁλιπτοίητον ἐνυώ, προφθάμενοι, μὴ χειρὶ πυραυγέα δαλὸν ἀείρων Δηριάδης φλέξειεν ἀρήια δούρατα νηῶν. νόσφι φόβου μάρνασθε, Μιμαλλόνες· ὑγρομόθων γὰρ ἐλπίδες ἀντιβίων κενεαυχέες· εἰ δὲ μογήσας275 in vol. 2
90φύλοπιν οὐκ ἐτέλεσσεν ἐπὶ χθονὸς ὄρχαμος Ἰνδῶν, ἠλιβάτων λοφιῇσιν ἐφεδρήσσων ἐλεφάντων, ἀγχινεφής, ἀκίχητος, ἀνούτατος, ἠέρι γείτων ... οὐ μὲν ἐγὼ προμάχων ποτὲ δεύομαι, οὐδὲ καλέσσω ἄλλον ἀοσσητῆρα μετὰ Κρονίωνα τοκῆα,
95ἡνίοχον πόντοιο καὶ αἰθέρος· ἢν δ’ ἐθελήσω, γνωτὸν ἐμοῦ Κρονίδαο Ποσειδάωνα κορύσσω Ἰνδῴην στίχα πᾶσαν ἀμαλδύνοντα τριαίνῃ· καὶ πρόμον εὐρυγένειον, ἀπόσπορον Ἐννοσιγαίου, Γλαῦκον ἔχω συνάεθλον, ἐμῆς ἅτε γείτονα Θήβης,

39

(100)

πόντιον Ἀονίης Ἀνθηδόνος ἀστὸν ἀρούρης· Γλαῦκον ἔχω καὶ Φόρκυν· ἱμασσομένην δὲ θαλάσσῃ ὁλκάδα Δηριάδαο κατακρύψει Μελικέρτης, κυδαίνων Διόνυσον ὁμόγνιον, οὗ ποτε μήτηρ νήπιον ἔτρεφε Βάκχον, ἐπεὶ πόρε ποντιὰς Ἰνὼ
105ἓν γλάγος ἀμφοτέροισι, Παλαίμονι καὶ Διονύσῳ· μαντιπόλου δὲ γέροντος, ὃς ἡμετέρην ποτὲ νίκην ἐσσομένην κατὰ πόντον ὑποβρυχίῃ φάτο φωνῇ, εἰμὶ φίλος Πρωτῆος· ἐς ὑσμίνην δὲ κορύσσει θυγατέρας Νηρῆος ἐμὴ Θέτις, ἐν δὲ κυδοιμοῖς
110Βασσαρίδων συνάεθλος ἐμὴ θωρήσσεται Ἰνώ· θωρήξω δ’ ἐς ἄρηα καὶ Αἴολον, ὄφρα νοήσω
Εὖρον ἀκοντίζοντα καὶ αἰχμάζοντα Βορῆα, γαμβρὸν ἐμοῦ προμάχου, Μαραθωνίδος ἅρπαγα νύμφης, καὶ Νότον Αἰθιοπῆα προασπιστῆρα Λυαίου·276 in vol. 2
115καὶ Ζέφυρος πολὺ μᾶλλον ἀελλήεντι κυδοιμῷ ὁλκάδας ἀντιβίων δηλήσεται· ἡμετέρου γὰρ εὐνέτιν Ἶριν ἔχει Διὸς ἄγγελον. ἀλλὰ σιωπῇ ἔκτοθεν εὐθύρσοιο καὶ Ἰνδῴοιο κυδοιμοῦ μιμνέτω ἠρεμέων θρασὺς Αἴολος, ἠθάδι δεσμῷ
120ἀσκὸν ἐπισφίγξας ἀνεμώδεα, μηδ’ ἐνὶ πόντῳ ἄσθμασιν Ἰνδοφόνοισιν ἀριστεύσωσιν ἀῆται· ἀλλὰ μόθον τελέσω νηοφθόρα θύρσα τιταίνων.“ ὣς εἰπὼν ἐκόρυσσε πεποιθότας ἡγεμονῆας. ἤδη δὲ πτολέμοιο προάγγελος ἵστατο σάλπιγξ,
125καὶ μέλος ἐγρεκύδοιμον ἀνέκλαγον Ἄρεος αὐλοὶ λαὸν ἀολλίζοντες, ἀρασσομένη δὲ βοείη εἰναλίου κελάδησε μόθου χαλκόκροτον ἠχώ, καὶ καναχὴν ὁμόδουπον ἀγέστρατος ἴαχε σύριγξ· ἀντὶ δὲ πετραίης πολεμήια λείψανα φωνῆς
130Πανιὰς ὑστερόφωνος ἀμείβετο ποντιὰς Ἠχώ. τοῖσι δὲ μαρναμένοισιν ἔην κλόνος, ὦρτο δ’ ἰωὴ κεκλομένων· καὶ λαὸς ἐθήμονι μάρνατο τέχνῃ κυκλώσας στεφανηδὸν ὅλον στρατόν, ἐν δ’ ἄρα μέσσῳ νηυσὶν ὁμοζυγέεσσιν ἐμιτρώθη στόλος Ἰνδῶν277 in vol. 2
135εἰς λίνον ἐργομένων νεπόδων τύπον· Αἰακίδαις δὲ Αἰακὸς ὑγρὸν ἄρηα προθεσπίζων Σαλαμῖνος ἀρχόμενος πολέμοιο θεουδέα ῥήξατο φωνήν· „εἰ πάρος ἡμετέρην ἀίων ἱκετήσιον ἠχὼ ἄσπορον εὐρυάλωος ἀπήλασας αὐχμὸν ἀρούρης,
140διψαλέην ἐπὶ γαῖαν ἄγων βιοτήσιον ὕδωρ, δὸς πάλιν ὀψιτέλεστον ἴσην χάριν, ὑέτιε Ζεῦ, ὕδατι κυδαίνων με καὶ ἐνθάδε· καί τις ἐνίψῃ νίκην ἡμετέρην δεδοκημένος· ‘ὡς ἐνὶ γαίῃ Ζεὺς ἑὸν υἷα γέραιρε, καὶ ἐν πελάγεσσι γεραίρει.‘
145ἄλλος ἀνὴρ λέξειεν Ἀχαιικός· ‘εἰν ἑνὶ θεσμῷ Αἰακὸς Ἰνδοφόνος φυσίζοος· ἀμφότερον γάρ, κείρων ἐχθρὰ κάρηνα καὶ αὔλακι καρπὸν ὀπάσσας χάρμα πόρεν Δήμητρι καὶ εὐφροσύνην Διονύσῳ.‘ ῥύεο δ’ ἡμετέρης πλόον ὁλκάδος· αὐσταλέῳ δὲ

39

(150)

ὡς χθονίῳ κενεῶνι φερέσβιον ἤγαγον ὕδωρ,
καὶ βυθίων λαγόνων θανατηφόρον οἶδμα κορύσσω μαρνάμενον στρατιῇσι καὶ ὁλκάσι Δηριαδῆος. ἀλλά, πάτερ, σκηπτοῦχε βίου, σκηπτοῦχε κυδοιμοῦ, πέμπε μοι αἰετὸν ὄρνιν ἐμῆς κήρυκα γενέθλης278 in vol. 2
155δεξιτερὸν προμάχοισι καὶ ὑμετέρῳ Διονύσῳ· ἄλλος δ’ ἀντιβίοισιν ἀριστερὸς ὄρνις ἱκέσθω· σύμβολα δ’ ἀμφοτέροις ἑτερότροπα ταῦτα γενέσθω· τὸν μὲν ἐσαθρήσω πεφορημένον ἅρπαγι ταρσῷ θηγαλέων ὀνύχων κεχαραγμένον ὀξέι κέντρῳ
160νεκρὸν ὄφιν περίμετρον ἀερτάζοντα κεράστην, δυσμενέος κερόεντος ἀπαγγέλλοντα τελευτήν· λαῷ δ’ ἀντιβίων ἕτερος μελανόχροος ἔλθῃ κυανέαις πτερύγεσσι προθεσπίζων φόνον Ἰνδῶν, αὐτόματον θανάτοιο φέρων τύπον· ἢν δ’ ἐθελήσῃς,
165βρονταίοις πατάγοισιν ἐμὴν μαντεύεο νίκην, καὶ στεροπὴν Βρομίοιο λεχώια φέγγεα πέμπων υἱέα σεῖο γέραιρε πάλιν πυρί, δυσμενέων δὲ ὁλκάδας εὐπήληκας ὀιστεύσωσι κεραυνοί. ναί, πάτερ, Αἰγίνης μιμνήσκεο, μὴ σέο νύμφης
170νυμφίον αἰσχύνειας ὁμόπτερον ὄρνιν Ἐρώτων.“ ὣς εἰπὼν πολέμιζεν. ἐς ἠερίας δὲ κελεύθους ὄμμα παλιννόστοιο βαλὼν ἀντώπιον Ἄρκτου γαμβρὸν ἑὸν λιτάνευε καὶ ἴαχε μῦθον Ἐρεχθεύς· „γαμβρὸς ἐμὸς Βορέης, θωρήσσεο, καὶ σέο νύμφης
175μαρναμένῳ γενετῆρι βοηθόον ἄσθμα τιταίνων
ἕδνα τεοῦ θαλάμοιο θαλασσαίην πόρε νίκην· ὁλκάσι μὲν Βρομίοιο φέρων νηοσσόον αὔρην δὸς χάριν ἀμφοτέροισιν, Ἐρεχθέι καὶ Διονύσῳ· νηυσὶ δὲ Δηριάδαο μεμηνότα πόντον ἱμάσσων279 in vol. 2
180ἄσθματι κυματόεντι τεὰς θώρηξον ἀέλλας— ἐσσὶ γὰρ ὑσμίνης ἐμπείραμος, ὅττι καὶ αὐτὸς Θρῄκην ναιετάεις, ἐγχεσπάλος οἷά περ Ἄρης—, ἀντιβίων δὲ φάλαγγι δυσήνεμον ἄσθμα κομίζων ἔγχεϊ παχνήεντι κορύσσεο Δηριαδῆι·
185στήσας δ’ ἀντιβίοισι θυελλήεσσαν ἐνυὼ δυσμενέας τόξευε χαλαζήεντι βελέμνῳ, καὶ Διὶ πιστὰ φέρων καὶ Παλλάδι καὶ Διονύσῳ. μνώεο Κεκροπίης εὐπαρθένου, ἧχι γυναῖκες κερκίδι ποικίλλουσι τεῶν ὑμέναιον ἐρώτων·
190Ἰλισσὸν δὲ γέραιρε γαμοστόλον, ὁππόθι κούρην Ἀτθίδα σὴν παράκοιτιν ἀνήρπασαν ἅρπαγες αὖραι ἑζομένην ἀτίνακτον ἀκινήτῳ σέθεν ὤμῳ. οἶδα μέν, ὡς συνάεθλος ἐλεύσεται ἄλλος ἀήτης γείτων ἀντιβίοισιν Ἑώιος· ἀλλ’ ἐνὶ χάρμῃ
195οὐ τρομέω θρασὺν Εὖρον, ὅτι πτερόεντες ἀῆται πάντες, ὅσοι πνείουσιν, ὀπάονές εἰσι Βορῆος· καὶ πρόμος Αἰθιόπων Νοτίην ἐπὶ πέζαν ἀρούρης μηκέτι νοστήσειε Κορύμβασος, ἀλλὰ δαμείη θερμὸν ἔχων συνάεθλον ἑὸν Νότον Αἰθιοπῆα,

39

(200)

ψυχρὸν ὑπὲρ πόντοιο πιὼν θανατηφόρον ὕδωρ·
οὐκ ἀλέγω Ζεφύροιο, κορυσσομένοιο Βορῆος. δεῖξον ὁμοφροσύνην ἑκυρῷ σέθεν· οὐρανόθεν δὲ σὺν σοὶ Βακχιάδεσσιν ἐμαῖς στρατιῇσιν ἀρήξει μαρνάμενος τριόδοντι Ποσειδάων καὶ Ἀθήνη,280 in vol. 2
205ἡ μὲν ἑοῖς ναέτῃσιν, ὁ δὲ γνωτοῖο γενέθλῃ· καὶ πυρόεις Ἥφαιστος Ἐρεχθέος αἷμα γεραίρων ἵξεται εὐάντητος ἐς ὑδατόεσσαν ἐνυώ, ὁλκάσι Δηριάδαο μαχήμονα πυρσὸν ἑλίσσων. δὸς δέ με νικῆσαι καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην
210Κεκροπίῃ κομίσειεν ἀπήμονα λαὸν Ἐρεχθεύς, καὶ Βορέην μέλψωσι καὶ Ὠρείθυιαν Ἀθῆναι.“ τοῖον ἔπος βοόων ἁλιδίνεος ἥψατο χάρμης ἔγχεϊ τεχνήεντι, καὶ ὡς ναέτης Μαραθῶνος ναύμαχον εἶχεν ἔρωτα· φιληρέτμῳ δὲ κυδοιμῷ
215εὔστολος ἦεν Ἄρης τότε ναυτίλος, ἐν παλάμῃ δὲ πηδάλιον Φόβος εἶχε, κυβερνήτης δὲ κυδοιμοῦ Δεῖμος ἀκοντοφόρων ἀνελύσατο πείσματα νηῶν.
217
— — — Κυκλώπων δὲ φάλαγγες ἐναυτίλλοντο θαλάσσῃ ὁλκάδας ἀγχιάλοισιν ὀιστεύοντες ἐρίπναις·
220Εὐρύαλος δ’ ἀλάλαζεν, ἁλιρροίζῳ δὲ κυδοιμῷ ἀγχινεφὴς οἴστρησεν ἐς ὑσμίνην Ἁλιμήδης.
221— — —
καὶ διδύμαις στρατιῇσιν ἐπέκτυπε πόντιος ἄρης χερσαίην μετὰ δῆριν, ἁλιρροίζῳ δ’ ἀλαλητῷ ὁλκάσι Βακχείῃσιν ἐπέρρεον ὁλκάδες Ἰνδῶν·281 in vol. 2
225καὶ φόνος ἦν ἑκάτερθε, καὶ ἔζεε κύματα λύθρῳ, καὶ πολὺς ἀμφοτέρων στρατὸς ἤριπεν· ἀρτιχύτῳ δὲ αἵματι κυανέης ἐρυθαίνετο νῶτα θαλάσσης.
227
— — — πολλοὶ δ’ ἔνθα καὶ ἔνθα χυτῷ πίπτοντες ὀλέθρῳ οἰδαλέοι πλωτῆρες ἐναυτίλλοντο θαλάσσῃ·
230καὶ ῥοθίοις ἑλικηδὸν ἔχων πορθμῆας ἀήτας σύρετο νεκρὸς ὅμιλος ἀφειδέι σύνδρομος αὔρῃ· πολλοὶ δ’ αὐτοκύλιστον ὑπὸ στροφάλιγγα κυδοιμοῦ εἰς ῥόον ὠλίσθησαν, ἀναγκαίῃ δὲ πιόντες πικρὸν ὕδωρ ἐνόησαν ὑποβρυχίης λίνα Μοίρης,
235βριθόμενοι θώρηκι· καὶ οἰδαλέων μέλαν ὕδωρ κυανέων ἐκάλυπτεν ὁμόχροα σώματα νεκρῶν βένθεϊ φυκιόεντι, σὺν ὑγροπόρῳ δὲ φορῆι χάλκεος ἰλυόεντι χιτὼν ἐκαλύπτετο πηλῷ· καὶ τάφος ἔπλετο πόντος. ἐτυμβεύοντο δὲ πολλοὶ
240κητείοις γενύεσσιν, ἐν ἰχθυόεντι δὲ λαιμῷ ἄπνοον αἰθύσσουσα νέκυν τυμβεύσατο φώκη, ξανθὸν ἐρευγομένη κόρον αἵματος. ὀλλυμένων δὲ τεύχεα πόντος ἔδεκτο, νεοσφαγέος δὲ φορῆος αὐτομάτη λοφόεσσα δι’ ὕδατος ἔπλεε πήληξ
245δεσμοῦ λυομένοιο, θυελλήεντι δὲ πολλῆς χεύματι φοιταλέης ἐπενήχετο κύκλα βοείης
σὺν διερῷ τελαμῶνι. πολὺς δ’ ὑπὸ κύμασιν ἄκροις ἀφρὸς ἐρευθιόων πολιῆς ἀνεκήκιεν ἅλμης αἱμαλέῳ πάνλευκον ὑποστίξας χύσιν ὁλκῷ.282 in vol. 2
249— — —

39

(250)

καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη Μελικέρτης· Λευκοθέη δ’ ὀλόλυξε, τιθηνήτειρα Λυαίου, αὐχένα γαῦρον ἔχουσα, καὶ Ἰνδοφόνου περὶ νίκης ἄνθεϊ φυκιόεντι κόμην ἐστέψατο Νύμφη· καὶ Θέτις ἀκρήδεμνος ὑπερκύψασα θαλάσσης
255χεῖρας ἐρεισαμένη καὶ Δωρίδι καὶ Πανοπείῃ ἄσμενον ὄμμα τίταινεν ἐπ’ εὐθύρσῳ Διονύσῳ. καὶ βυθίη Γαλάτεια θαλασσαίου διὰ κόλπου ἡμιφανὴς πεφόρητο διαξύουσα γαλήνην, καὶ φονίου Κύκλωπος ἁλιπτοίητον ἐνυὼ
260δερκομένη δεδόνητο, φόβῳ δ’ ἤμειψε παρειάς· ἔλπετο γὰρ Πολύφημον ἰδεῖν κατὰ φύλοπιν Ἰνδῶν ἀντία Δηριάδαο συναιχμάζοντα Λυαίῳ· ταρβαλέη δ’ ἱκέτευε θαλασσαίην Ἀφροδίτην υἷα Ποσειδάωνος ἀριστεύοντα σαῶσαι,
265καὶ γενέτην φιλότιμον ἐφ’ υἱέι Κυανοχαίτην μαρναμένου λιτάνευε προασπίζειν Πολυφήμου. καὶ βυθίου τριόδοντος ἐκυκλώσαντο φορῆα θυγατέρες Νηρῆος· ἐρειδόμενος δὲ τριαίνῃ πόντιος Ἐννοσίγαιος ἐδέρκετο γείτονα χάρμην,
270καὶ στρατὸν εὐθώρηκος ὀπιπεύων Διονύσου, ζηλήμων ὁρόων ἑτέρου Κύκλωπος ἐνυώ, ὑγρομόθῳ Βρομίῳ πολυμεμφέα ῥήξατο φωνήν· „εἰς ἐνοπήν, φίλε Βάκχε, τόσους Κύκλωπας ἀγείρων,
καλλείψας δ’ ἕνα μοῦνον ἀπόπροθι δηιοτῆτος283 in vol. 2
275εἰς χρόνον ἑπταέτηρον ἔχεις πολύκυκλον ἀγῶνα, βόσκων ἀλλοπρόσαλλον ἀτέρμονος ἐλπίδα χάρμης, ὅττι τεοῦ μεγάλοιο προασπιστῆρες ἀγῶνος πάντες ἑνὸς χατέουσιν ἀνικήτου Πολυφήμου· εἰ δὲ τεὴν ἐπὶ δῆριν ἐμὸς πάις ἵκετο Κύκλωψ,
281πατρῴην δ’ ἐλέλιζεν ἐμῆς γλωχῖνα τριαίνης,
280καί κεν ὑπὲρ πεδίοιο συναιχμάζων Διονύσῳ
284στήθεα βουκεράοιο διέθλασε Δηριαδῆος,
282καὶ πολὺν ἄλλον ὅμιλον ἐμῷ τριόδοντι δαΐζων εἰς μίαν ἠριγένειαν ὅλον γένος ἔκτανεν Ἰνδῶν.
285υἱὸς ἐμὸς πάλιν ἄλλος ἔχων ἑκατοντάδα χειρῶν Τιτήνων ὀλετῆρι τεῷ χραίσμησε τοκῆι, Αἰγαίων πολύπηχυς, ὅτε Κρόνον εἰς φόβον ἕλκων ἠλιβάτων ἐτίταινε πολυσπερὲς ἔθνος ἀγοστῶν, ἠέλιον σκιόωσαν ἔχων ὑψαύχενα χαίτην,
290καὶ βλοσυροὶ Τιτῆνες ἐνοσφίσθησαν Ὀλύμπου εὐπαλάμου Βριαρῆος ὑποπτήσσοντες ἐνυώ.“ τοῖον ἔπος φθονέων νεμεσήμονι πέφραδε φωνῇ. αἰδομένη δὲ Θόωσα κατηφέας εἶχε παρειάς, ἄρεϊ μὴ παρεόντος ἐρωμανέος Πολυφήμου.
294— — —
295 ὡς δὲ μόθου τέλος ἦεν, ἐριφλοίσβοιο κυδοιμοῦ ... ἠθάδα πόντον ὄπωπε κατάρρυτον αἵματι Νηρεύς· ξανθῆς δ’ Ἐννοσίγαιος ἐθάμβεε νῶτα θαλάσσης, ἰχθύας ἀνδροφάγους ὁρόων καὶ πληθύι νεκρῶν γείτονος ἄβροχα νῶτα γεφυρωθέντα θαλάσσης.284 in vol. 2
299— — —

39

(300)

Βακχιάδες τε φάλαγγες ἐπέχραον αἴθοπι λαῷ.

39

(300)

— — — κεῖτο δὲ δυσμενέων στρατὸς ἄσπετος, ὧν ἐνὶ χάρμῃ βαλλομένων ξιφέεσσι καὶ ὀξυτέροισιν ὀιστοῖς τοῦ μὲν ὑπὲρ λαπάρην βέλος ἔμπεσε, τοῦ δὲ τυπέντος ἔγχεϊ χαλκείῳ μεσάτης ὑπὲρ ἄντυγα κόρσης
305ὠτειλὴ βεβάθυστο χαρασσομένοιο καρήνου.
305
— — — πολλοὶ δ’ ἔνθα καὶ ἔνθα πολυσπερέων ἐλατήρων πόντον ἀμοιβαίοισιν ἀνασχίζοντες ἐρετμοῖς κυανέην λεύκαινον ἐπασσυτέρην χύσιν ἀφρῷ· καὶ πόνος ἦν ἀνόνητος ἐπειγομένων ἐλατήρων,
310συμφερτοὺς δὲ κάλωας ἀοσσητῆρι σιδήρῳ ἰθυντὴρ ἀπέκοψε καὶ ἔσχισεν ἄορι σειρήν.
311
— — — ἀμφοτέρης δὲ φάλαγγος ἐν ἠέρι ῥοῖζον ἰάλλων ἔρρεεν ἀπλανέων δολιχόσκιος ὄμβρος ὀιστῶν· ὧν ὁ μὲν ἱστὸν ἔβαλλε μεσαίτατον, ὃς δὲ περήσας
315ἱστίον εὐδίνητον ἐβόμβεε σύνδρομος αὔραις,
ἄλλος ἔην προτόνοισι πεπαρμένος, ὃς δὲ μεσόδμῃ κεῖτο πεσών, ἕτερος δὲ δι’ ἠέρος ἰὸς ἀλήτης ἀκροτάτης ἐτύχησεν ἀερσιλόφοιο κεραίης, σέλμασι δ’ ἄλλος ἔην τετανυσμένος· ἀγχιφανῆ δὲ285 in vol. 2
320ἄλλα κυβερνητῆρος ἀποπλαγχθέντα καρήνου ἄστατα πηδαλίοιο διέξυσεν ἄκρα κορύμβου. καὶ Φλογίος κλυτότοξος ὑπηνέμιον βέλος ἕλκων ἴκρια νηὸς ἔβαλλε καὶ οὐκ ἐτύχησε Λυαίου. ἦν δ’ ἐσιδεῖν κατὰ πόντον ἐύπτερον ἰὸν ἀλήτην
325πουλύποδος σκολιοῖσι περιπλεχθέντα κορύμβοις. ἄλλου δ’ ἤμβροτεν ἄλλος· Ἐρυθραίῳ δὲ σιδήρῳ πομπίλον ἄλλος ἔτυψε καταιχμάζων Διονύσου. ἔγχεϊ δ’ ἠκόντιζε Κορύμβασος, ὄφρα τυχήσῃ ὁλκαίης Σατύροιο, παραΐξασα δὲ λόγχη
330ἰχθύος ὑγροπόροιο κατέγραφε δίζυγον οὐρὴν θηγαλέῃ γλωχῖνι· τιτυσκόμενος δὲ σιδήρῳ εἰς σκοπὸν ἀχρήιστον ἀνουτήτου Διονύσου Δηριάδης δόρυ πέμπεν, ἀποπλαγχθεῖσα δὲ Βάκχου εἰς ῥαχίην δελφῖνος ἐποίπνυε λοίγιος αἰχμή,
335κυρτὸς ὅπῃ λοφιῇσι συνάπτεται ἰχθύος αὐχήν, δελφὶς δ’ αὐτοέλικτος ἐθήμονι κυκλάδι νύσσῃ ἡμιθανὴς σκίρτησε χορίτιδος ἅλματι Μοίρης.
πολλοὶ δ’ ἔνθα καὶ ἔνθα κυβιστητῆρες ὀλέθρου ἰχθύες ὠρχήσαντο χαρασσομένων ἀπὸ νώτων.286 in vol. 2
339— — —
340 καὶ Στερόπης προμάχιζεν· ἀερσιπόδης δ’ Ἁλιμήδης χειρὶ λαβὼν πρηῶνα θαλασσοτόκοιο κολώνης ῥῖψεν ἐπ’ ἀντιβίοισιν· ἔδυνε δὲ φοιταλέη νηῦς τρηχαλέου βληθεῖσα λίθου τροχοειδέι κύκλῳ.
343
— — — καί τις ἀκοντισθεῖσα δι’ ὁλκάδος ὁλκάδι γείτων
345ἀμφοτέρας ἔζευξεν ἁλίδρομος ἔγχεος αἰχμή, νῆας ἐπισφίγξασα δύω ξυνήονι δεσμῷ στεινομένων νεφεληδόν· ἔην δ’ ἑτερόκτυπος ἠχώ.
347
— — — καὶ στόλος ἀμφοτέρων τετράζυγον εἶχεν ἐνυώ, ὧν ὁ μὲν ἀντιπόροιο περὶ ῥάχιν αἴθοπος Εὔρου,

39

(350)

ὃς δὲ Λιβὸς δροσεροῖο παρὰ πτερόν, ὃς δὲ Βορῆος, καὶ Νοτίην παρὰ πέζαν. ἀμοιβαίῃσι δὲ ῥιπαῖς Μορρεὺς μὲν ταχύγουνος ἀφ’ ὁλκάδος ὁλκάδα βαίνων Βασσαρίδων ἐφόβησεν ἁλιπτοίητον ἐνυώ, ἶσον ἀριστεύων καὶ ἐν ὕδασιν· ἀλλά ἑ θύρσῳ
355Εὔιος οὐτήσας διερῆς ἀνεσείρασε χάρμης, καὶ μογέων ὀδύνῃσιν ἐπὶ πτόλιν ᾤχετο Μορρεύς. ὄφρα μὲν ἔνθεον ἕλκος, ὅ μιν λάχε, δαιμονίη χεὶρ λυσιπόνου Βραχμῆνος ἀκέσσατο Φοιβάδι τέχνῃ, θεσπεσίῃ λάλον ὕμνον ὑποτρύζοντος ἀοιδῇ,
360τόφρα δὲ δυσμενέεσσιν ἐπέχραε Λύδιος ἄρης.
360
— — — τοῖσι μὲν ἐγρεκύδοιμος ἔην πλόος, εἶχε δ’ ἐνυὼ ναυτιλίης προκέλευθον, ἁλισμαράγου δὲ κυδοιμοῦ ἦν κλόνος ἀμφοτέρων ἑτερότροπος· ἀντιβίων γὰρ ὅσσοι μὲν κραναοῖσιν ὀιστεύοντο βελέμνοις
287 in vol. 2
365ἢ φονίοις πετάλοισιν ἢ ἔγχεσιν ἠὲ μαχαίρῃ, χεῖρας ἐρετμώσαντες ἀήθεας ἐς μέλαν ὕδωρ ἴχνεσιν ἀσταθέεσσιν ἐτυμβεύοντο θαλάσσῃ· εἰ δέ τις εἰς ἅλα πῖπτε τυπεὶς Βρομίοιο μαχητής, αἰθύσσων παλάμας ἐπενήχετο κύματα τέμνων
370χερσὶ θαλασσομόθοισιν, ἁλιρροίζῳ δὲ κυδοιμῷ μαρνάμενος ῥοθίοισι μετ’ ἀνέρας ἔσχισεν ὕδωρ.
371
— — — εἰναλίης δὲ τάλαντα μάχης ἔκλινε Κρονίων, νίκην ὑδατόεσσαν ἐπεντύνων Διονύσῳ· καὶ βυθίῳ τριόδοντι κορύσσετο Κυανοχαίτης
375μαρνάμενος δηίοισι, καὶ ἄβροχον ἡνιοχεύων ἅρμα Ποσειδάωνος ἐβακχεύθη Μελικέρτης.
376
— — — καὶ πίσυρες κατὰ πόντον ἐφιππεύοντες ἀέλλαις κύματα πυργώσαντες ἐθωρήχθησαν ἀῆται, δυσμενέων ἐθέλοντες ἀιστῶσαι στίχα νηῶν,
381οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου·
380καὶ Ζέφυρος κεκόρυστο, Νότος δ’ ἐπεσύρισεν Εὔρῳ,
382καὶ Βορέης Θρήισσαν ἄγων ἀντίπνοον αὔρην ἄγρια μαινομένης ἐπεμάστιε νῶτα θαλάσσης.
383— — —
καὶ στόλον ἰθύνουσα μαχήμονα Δηριαδῆος288 in vol. 2
385ὑσμίνης Ἔρις ἦρχε· Διωνύσοιο δὲ νηῶν Ἰνδοφόνῳ παλάμῃ κολπώσατο λαίφεα Νίκη.
386
— — — χείλεσιν ἰκμαλέοισι μαχήμονα κόχλον ἐρείσας εἰναλίῃ σάλπιγγι μέλος μυκήσατο Νηρεύς· καὶ Θέτις ἐσμαράγησεν ἐνυαλίης μέλος Ἠχοῦς
390κύμασι πατρῴοισι προασπίζουσα Λυαίου.
390
— — — Εὐρυμέδων δὲ Κάβειρος ἐθήμονα δαλὸν ἀείρων ὑσμίνης δόλον εὗρεν ἀρηγόνα· μηκεδανὴν γὰρ νηῦν ἰδίην ἔφλεξεν ἑκούσιον ἁψάμενος πῦρ· νηυσὶ δ’ ἐπ’ ἀντιβίοισιν ἐπέτρεχε φοιταλέη νηῦς
395νεύμασι Βακχείοισι περισκαίρουσα θαλάσσῃ, καὶ λοξαῖς ἑλίκεσσιν ἀφ’ ὁλκάδος ὁλκάδα βαίνων κύκλον ἐς αὐτοέλικτον ἐνήχετο πυρσὸς ἀλήτης, καίων ἔνθα καὶ ἔνθα πολυσπερέων στίχα νηῶν. καὶ σέλας ἀθρήσασα πυριβλήτοιο θαλάσσης

39

(400)

Νηρεῒς ἀκρήδεμνος ἐδύσατο βένθεα πόντου, αἰθομένου φεύγουσα δι’ ὕδατος ἰκμαλέον πῦρ. χάζετο δ’ Ἰνδὸς ὅμιλος ἐπὶ χθόνα, πόντον ἐάσσας· καὶ Φαέθων ἐγέλασσεν, ὅτι προτέρους μετὰ δεσμοὺς ἐκ πυρὸς Ἡφαίστοιο πάλιν φύγε ναύμαχος Ἄρης.
405Δηριάδης δ’ ἀκίχητος ἰδὼν φλόγα σύνδρομον αὔραις ἐς πεδίον πεπότητο θοώτερα γούνατα πάλλων,
φεύγων ὑγρὸν ἄρηα θαλασσομόθου Διονύσου.289 in vol. 2

40

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΕΣΣΑΡΑΚΟΣΤΟΝ.
1 Οὐ δὲ Δίκην ἀλέεινε πανόψιον, οὐδὲ καὶ αὐτῆς ἀρραγέος κλωστῆρος ἀκαμπέα νήματα Μοίρης· ἀλλά μιν ἀθρήσασα πεφυζότα Παλλὰς Ἀθήνη— ἕζετο γὰρ κατὰ πόντον ἐπὶ προβλῆτος ἐρίπνης,
5ναύμαχον εἰσορόωσα κορυσσομένων μόθον Ἰνδῶν— ἐκ σκοπιῆς ἀνέπαλτο, καὶ ἄρσενα δύσατο μορφήν· κλεψινόοις δ’ ὀάροισι παρήπαφεν ὄρχαμον Ἰνδῶν, Μορρέος εἶδος ἔχουσα, χαριζομένη δὲ Λυαίῳ Δηριάδην ἀνέκοψε, καὶ ὡς ἀλέγουσα κυδοιμοῦ
10φρικτὸν ἀπερροίβδησεν ἔπος πολυμεμφέι φωνῇ· „φεύγεις, Δηριάδη; τίνι κάλλιπες ἄρεα νηῶν; πῶς δύνασαι ναέτῃσι φανήμεναι; ἢ πόθεν ἄντην ὄψεαι Ὀρσιβόην μενεδήιον, αἴ κεν ἀκούσῃ Δηριάδην φεύγοντα καὶ οὐ μίμνοντα γυναῖκας;
15αἴδεο Χειροβίην ῥηξήνορα, μή σε νοήσῃ ὑσμίνην ἀσίδηρον ὑποπτήσσοντα Λυαίου, ἣ δόρυ θοῦρον ἔχουσα καὶ ὀχλίζουσα βοείην μάρνατο Βασσαρίδεσσι, συνεσπομένη παρακοίτῃ.
χάζεό μοι Μορρῆι λιπὼν μόθον· ἢν δ’ ἐθελήσῃς,290 in vol. 2
20αὐτὸς ἀριστεύσω καὶ ἀνάλκιδα Βάκχον ὀλέσσω. πενθερὸν οὐ καλέσω σε πεφυζότα, σεῖο δὲ κούρης ἔστω Χειροβίης ἕτερος πόσις· αἰδόμενος γὰρ καλλείψω τεὸν ἄστυ, καὶ ἵξομαι εἰς χθόνα Μήδων, ἵξομαι εἰς Σκυθίην, ἵνα μὴ σέο γαμβρὸς ἀκούσω.
25ἀλλ’ ἐρέεις· ‘εὔοπλος ἐμὴ δάμαρ οἶδεν ἐνυώ.‘ εἰσὶν Ἀμαζονίδες περὶ Καύκασον, ὁππόθι πολλαὶ Χειροβίης πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες· κεῖθι δορικτήτην βριαρὴν ἀνάεδνος ἀκοίτης εἰς γάμον, ἢν ἐθέλω, μίαν ἄξομαι· ἐν θαλάμοις γὰρ
30οὐ δέχομαι σέο παῖδα φυγοπτολέμοιο τοκῆος.“ ὣς φαμένη παρέπεισεν ἀγήνορα Δηριαδῆα, καί οἱ θάρσος ἔδωκε τὸ δεύτερον, ὄφρα δαμείη μαρναμένου Βρομίοιο τυπεὶς φθισήνορι θύρσῳ. καὶ θρασὺς ἀγνώσσων δολίην παρεοῦσαν Ἀθήνην
35ψευδομένου Μορρῆος ἐλεγχέα μῦθον ἀκούων χείλεσιν αἰδομένοισι παρήγορον ἴαχε φωνήν· „φείδεο σῶν ἐπέων· τί με μέμφεαι, ἄτρομε Μορρεῦ; οὐ πρόμος, οὐ πρόμος οὗτος, ἑὸν δέμας αἰὲν ἀμείβων. καὶ γὰρ ἀμηχανέω, τίνι μάρναμαι ἢ τίνα βάλλω·
40σπεύδων μὲν πτερόεντι βαλεῖν Διόνυσον ὀιστῷ, ἢ ξίφεϊ πλήξας μέσον αὐχένος, ἢ δόρυ πέμπων οὐτῆσαι ποθέων διὰ γαστέρος, ἀντὶ Λυαίου
πόρδαλιν αἰολόνωτον ἐπαΐσσοντα κιχάνω ... μαρναμένου δὲ λέοντος ἐπείγομαι αὐχένα τέμνειν,291 in vol. 2
45καὶ θρασὺν ἀντὶ λέοντος ὄφιν δασπλῆτα δοκεύω· σπεύδων δ’ ... ἀντὶ δράκοντος ὀπιπεύω ῥάχιν ἄρκτου· εἰς λοφιὴν δ’ ἐπίκυρτον ἐμὸν δόρυ θοῦρον ἰάλλω, ἀλλὰ μάτην τανύω δολιχὸν βέλος· ἀντὶ γὰρ ἄρκτου φαίνεται ἠερόφοιτος ἀνούτατος ἱπταμένη φλόξ.

40

(50)

κάπρον ἰδὼν ἐπιόντα βοὸς μυκηθμὸν ἀκούω, ἀντὶ συός τινα ταῦρον ὑπὲρ λοξοῖο μετώπου παπταίνω χαροπῇσιν ἀκοντίζοντα κεραίαις ἡμετέρους ἐλέφαντας· ἐγὼ δ’ ἐμὸν ἆορ ἑλίσσω θηρσὶ πολυσπερέεσσι, καὶ οὐχ ἕνα θῆρα δαμάζω.
55καὶ φυτὸν ἀθρήσας τανύω βέλος, ἀλλὰ φυγόντος νύσσαν ἐς ἠερίην ὁρόω κυρτούμενον ὕδωρ. ἔνθεν ἐγὼ τρομέων πολυφάρμακα θαύματα τέχνης φύλοπιν ἀλλοπρόσαλλον ἀλυσκάζω Διονύσου. ἀλλὰ πάλιν Βρομίῳ θωρήξομαι, ἄχρις ἐλέγξω
60μάγγανα τεχνήεντα δολορραφέος Διονύσου.“
ὣς εἰπὼν κεκόρυστο τὸ δεύτερον ἠθάδι λύσσῃ, καὶ πάλιν ἐν πεδίῳ μόθος ἔβρεμε, μαρναμένων δὲ ... εἰναλίην μετὰ δῆριν ἐθωρήχθη Διονύσῳ· καὶ προτέρης Βρομίοιο λελασμένος ἔπλετο νίκης,292 in vol. 2
65ὁππότε δενδρήεντι περίπλοκος αὐχένα δεσμῷ ἱκεσίην πολύευκτον ἀνέσχεθε μάρτυρι Βάκχῳ· ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος· εἶχε δὲ βουλὴν διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι. τρὶς μὲν ἑὸν δόρυ πέμπε, καὶ ἤμβροτεν ἠέρα βάλλων·
70ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέδραμεν οἴνοπι Βάκχῳ εἰς σκοπὸν ἀχρήιστον ἐπήορον ἔγχος ἰάλλων Δηριάδης ὑπέροπλος, ἑοῦ συνάεθλον ἀγῶνος γαμβρὸν ἑὸν καλέεσκε, καὶ οὐκέτι φαίνετο Μορρεύς· ἀλλὰ μεταστρέψασα δολοπλόκον εἶδος Ἀθήνη
75δαίμονι βοτρυόεντι παρίστατο· δερκομένου δὲ δείματι θεσπεσίῳ λύτο γούνατα Δηριαδῆος· ἔγνω δ’ ἀνδρομέης ἀπατήλιον εἰκόνα μορφῆς Μορρέος ἀντιτύποιο φέρειν μίμημα προσώπου· καὶ δόλον ἠπεροπῆα σοφῆς ἐνόησεν Ἀθήνης.
80τὴν μὲν ἰδὼν Διόνυσος ἐγήθεεν, ἐν κραδίῃ δὲ ψευδομένην γίνωσκε συναιχμάζουσαν Ἀθήνην. καὶ τότε βοτρυόεις κοτέων βακχεύετο δαίμων ὑψιτενὴς περίμετρος, ἴσος Παρνησσίδι πέτρῃ·
Δηριάδην δ’ ἐδίωκε ταχύδρομον· αὐτὰρ ὁ φεύγων293 in vol. 2
85κοῦφος ἐπειγομέναις ἐτιταίνετο σύνδρομος αὔραις· ἀλλ’ ὅτε χῶρον ἵκανον, ὅπῃ πολεμητόκον ὕδωρ κύματι λυσσώοντι γέρων κελάρυζεν Ὑδάσπης, ἤτοι ὁ μὲν ποταμοῖο παρ’ ᾐόνας ἄπλετος ἔστη, ὡς γενέτην συνάεθλον ἔχων κελάδοντα μαχητὴν
90ὑγρὸν ἀκοντιστῆρα κορυσσομένου Διονύσου, δαίμων δ’ ἀμπελόεις ταμεσίχροα θύρσον ἰάλλων ἀκρότατον χρόα μοῦνον ἐπέγραφε Δηριαδῆος. αὐτὰρ ὁ κισσήεντι τυπεὶς φθισήνορι θαλλῷ πατρῴῳ προκάρηνος ἐπωλίσθησε ῥεέθρῳ,
95μηκεδανοῖς μελέεσσι γεφυρώσας ὅλον ὕδωρ αὐτόματος. χρονίην δὲ θεοὶ μετὰ φύλοπιν Ἰνδῶν σὺν Διὶ παμμεδέοντι πάλιν νόστησαν Ὀλύμπῳ. Βάκχοι δ’ ἀμφαλάλαζον ἀδηρίτου Διονύσου δῆριν ἀνευάζοντες, ἀολλίζοντο δὲ πολλοὶ

40

(100)

ἔγχεσιν οὐτάζοντες ὅλον χρόα Δηριαδῆος. Ὀρσιβόη δ’ ᾤμωξε πολυθρήνων ἐπὶ πύργων, κείμενον ἀρτιδάικτον ὀδυρομένη παρακοίτην· πενθαλέοις δ’ ὀνύχεσσι κατέγραφε κύκλα προσώπου, καὶ σκολιῆς ὤλοψεν ἀκηδέα βότρυν ἐθείρης,
105καὶ κόνιν αἰθαλόεσσαν ἑοῦ κατέχευε καρήνου,
κυανέους δ’ ἤρασσε βραχίονας, ἀργυφέου δὲ στέρνον ὅλον γύμνωσε διχαζομένοιο χιτῶνος· Χειροβίη δ’ ὀλόλυξε καταφθιμένοιο τοκῆος· Πρωτονόη δ’ ἀπέδιλος ἑὰς ξύουσα παρειάς,294 in vol. 2
110κύκλα κονισαλέοιο καταισχύνουσα προσώπου, κλαῖεν ἐπ’ ἀμφοτέροισι καὶ ἀνέρι καὶ γενετῆρι, διπλόον ἄλγος ἔχουσα, καὶ ἴαχε πενθάδι φωνῇ· „ἆνερ, ἀπ’ αἰῶνος νέος ὤλεο· κὰδ δέ με χήρην κάλλιπες ἐν μεγάροισιν ἀπειρήτην τοκετοῖο·
115νήπιον οὐ τέκον υἷα παραίφασιν· οὐ μετὰ νίκην νόστιμον ἄνδρα νόησα τὸ δεύτερον, ἀλλὰ σιδήρῳ αὐτὸς ἑῷ δέδμητο, καὶ οὔνομα δῶκε ῥεέθροις, καὶ θάνεν ἐν ξείνοισιν, ὅπως ἐμὸν ἄνδρα καλέσσω ἄσπορον αὐτοδάικτον ἀνόστιμον ὑγρὸν Ὀρόντην.
120μύρομαι ἀμφοτέρους καὶ Δηριάδην καὶ Ὀρόντην, ἶσον ἀποφθιμένους διερὸν μόρον· ἀνδροφόνον γὰρ Δηριάδην κρύφε κῦμα, ῥόος δ’ ἐκάλυψεν Ὀρόντην. μητέρι δ’ οὐ γενόμην πανομοίιος· Ὀρσιβόη γὰρ θυγατέρων ἤεισε † καταφθιμένους ὑμεναίους.
125Πρωτονόης γάμον εἶδεν, ἐδέξατο γαμβρὸν Ὀρόντην, Χειροβίην δ’ ἔζευξεν ἀνικήτῳ παρακοίτῃ, ὃν τρομέει καὶ Βάκχος ὁ τηλίκος· ἀμφιέπει μὲν Χειροβίη ζώοντα φίλον πόσιν, οὐδέ ἑ θύρσος, οὐ ῥόος ἐπρήνιξεν· ἐγὼ δ’ ἄρα διπλόα πάσχω,295 in vol. 2
130ἀνέρος οἰχομένοιο καὶ ὀλλυμένου γενετῆρος. λῆγε μάτην σέο παῖδα παρηγορέουσα τιθήνη· δός μοι ἔχειν ἐμὸν ἄνδρα, καὶ οὐ γενετῆρα γοήσω· δεῖξον ἐμοί τινα παῖδα, παρήγορον ἀνδρὸς ἀνίης.
135τίς με λαβὼν κομίσειεν ἐς εὐρυρέεθρον Ὑδάσπην, ὄφρα κύσω φίλον οἶδμα μελισταγέος ποταμοῖο;
134τίς με λαβὼν κομίσειεν ἐς ἱερὰ τέμπεα Δάφνης,
137ὄφρα περιπτύξαιμι καὶ ἐν προχοῇσιν Ὀρόντην; εἴην ἱμερόεις καὶ ἐγὼ ῥόος· αἴθε καὶ αὐτὴ δάκρυσιν ὀμβρηθεῖσα φανήσομαι αὐτόθι πηγή,
140ἧχι θανὼν εὔυδρος ἐμὸς πόσις οἶδμα κυλίνδει, εὐνέτις ὑδατόεσσα· καὶ ἔσσομαι οἷα Κομαιθώ, ἣ πάρος ἱμερόεντος ἐρασσαμένη ποταμοῖο τέρπεται ἀγκὰς ἔχουσα καὶ εἰσέτι Κύδνον ἀκοίτην, δαέρος ἡμετέρου παρὰ Μορρέος οἷον ἐκείνοις
145ἀνδράσι πὰρ Κιλίκεσσι μεμηλότα μῦθον ἀκούω· οὐ μὲν ἐγὼ προθέουσα παρέρχομαι ἡδὺν Ὀρόντην, οἷα φυγὰς Περίβοια, καὶ οὔ ποτε καμπύλον ὕδωρ ἂψ ἀνασειράζουσα φυλάξομαι ὑγρὸν ἀκοίτην. εἰ δέ μοι οὐ πέπρωτο θανεῖν παρὰ γείτονι Δάφνῃ,

40

(150)

κύμασι πατροπάτωρ με κατακρύψειεν Ὑδάσπης,296 in vol. 2
154μὴ Σατύρου κερόεντος ἐν ἀγκοίνῃσιν ἰαύσω,
151μὴ Φρύγα κῶμον ἴδω, μὴ κύμβαλα χερσὶ τινάξω, μὴ τελετὴν τελέσω φιλοπαίγμονα, μηδὲ νοήσω Μαιονίην, μὴ Τμῶλον ἴδω, μὴ δῶμα Λυαίου,
155μὴ ζυγὰ δουλοσύνης βαρυαχθέα, μή τις ἐνίψῃ· ‘κούρη Δηριάδαο δοριθρασέος βασιλῆος ληιδίη μετὰ δῆριν ὑποδρήσσει Διονύσῳ‘.“ ὣς φαμένης ἐλεεινὰ συνεστενάχοντο γυναῖκες, ὧν πάις, ὧν τέθνηκεν ἀδελφεός, ὧν γενετῆρες
160ἢ πόσις ἀρτιγένειος ἀώριος. ἐκ δὲ καρήνου Χειροβίη τίλλουσα κόμην ἤμυξε παρειάς· διχθαδίαις δ’ ὀδύνῃσιν ἱμάσσετο, καὶ γενετῆρα οὐ τόσον ἐστενάχιζεν, ὅσον νεμέσιζεν ἀκοίτῃ· ἔκλυε γὰρ Μορρῆος ἐρωμανέουσαν ἀνάγκην
165καὶ δόλον ἠπεροπῆα σαόφρονα Χαλκομεδείης. καί τινα μῦθον ἔειπεν ἑὸν ῥήξασα χιτῶνα· „φειδόμενος μελίης γενέτην ἐμὸν ἔκτανε Μορρεύς· οὐδὲ πέλε φθιμένου τιμήορος· ἐχθομένην δὲ Χαλκομέδην ποθέων οὐκ ἤλασε θῆλυν ἐνυώ,
170ἀλλ’ ἔτι Βασσαρίδεσσι χαρίζεται. εἴπατε, Μοῖραι· τίς φθόνος Ἰνδῴην πόλιν ἔπραθε; τίς φθόνος ἄφνω ἔχραεν ἀμφοτέρῃσι θυγατράσι Δηριαδῆος; θνήσκων μὲν κατὰ δῆριν ἑὴν παράκοιτιν Ὀρόντης
Πρωτονόην ἀκόμιστον ἐθήκατο πενθάδα χήρην,297 in vol. 2
175Χειροβίην δ’ ἀπέειπεν ἔτι ζώουσαν ἀκοίτης. γνωτῆς δ’ ἡμετέρης ὀλοώτερα πήματα πάσχω· Πρωτονόη πόσιν ἔσχεν ἀοσσητῆρα τιθήνης, Χειροβίη πόσιν ἔσχεν ἑῆς δηλήμονα πάτρης, αἰχμητὴν ἀνόνητον, ὀπάονα Κυπρογενείης,
180† ἄλκιμον, ἀλλοπρόσαλλον, ὁμοφρονέοντα Λυαίῳ. εἰς ἐμὲ θωρήχθη καὶ ἐμὸς γάμος· ἡμετέρου γὰρ Μορρέος ἱμείροντος ἐσυλήθη πόλις Ἰνδῶν· πατρὸς ἐνοσφίσθην χάριν ἀνέρος· ἡ πρὶν ἀγήνωρ καὶ θυγάτηρ βασιλῆος, ἐγώ ποτε δεσπότις Ἰνδῶν,
185ἔσσομαι ἀμφιπόλων καὶ ἐγὼ μία· καὶ τάχα δειλὴ δμωίδα Χαλκομέδειαν ἐμὴν δέσποιναν ἐνίψω. σήμερον Ἰνδὸν ἔδεθλον ἔχεις, ἀπατήλιε Μορρεῦ· αὔριον αὐτοκέλευστος ἐλεύσεαι εἰς χθόνα Λυδῶν, Χαλκομέδης διὰ κάλλος ὑποδρήσσων Διονύσῳ.
190ἀμφαδὰ Χαλκομέδης ἔχε δέμνια, νυμφίε Μορρεῦ· οὐκέτι γὰρ τρομέεις βλοσυρὸν στόμα Δηριαδῆος. χάζεο, κικλήσκει σε δράκων πάλιν, ὅς σε διώκει φρουρὸν ἀσυλήτοιο γάμου συριγμὸν ἰάλλων.“ τοῖα μὲν ἀχνυμένη βαρυδάκρυος ἔννεπε νύμφη·
195Πρωτονόη δ’ ὀλόλυξε τὸ δεύτερον. ἀμφοτέραις δὲ χεῖρας ἐπικλίνασα κατηφέας ἴαχε μήτηρ· „πατρίδος ἡμετέρης πέσον ἐλπίδες· οὐκέτι λεύσσω
ἀνέρα Δηριαδῆα καὶ οὐκέτι γαμβρὸν Ὀρόντην. Δηριάδης τέθνηκεν· ἐσυλήθη πόλις Ἰνδῶν,298 in vol. 2

40

(200)

ἀρραγὲς ἤριπε τεῖχος ἐμῆς χθονός· αἴθε καὶ αὐτὴν Βάκχος ἑλὼν ὀλέσῃ με σὺν ὀλλυμένῳ παρακοίτῃ, καί με λαβὼν ῥίψειεν ἐς ὠκυρέεθρον Ὑδάσπην, γαῖαν ἀναινομένην· ἐχέτω δέ με πενθερὸν ὕδωρ, Δηριάδην δ’ ἐσίδω καὶ ἐν ὕδασι· μηδὲ νοήσω
205Πρωτονόην ἀέκουσαν ἐφεσπομένην Διονύσῳ· μή ποτε Χειροβίης ἕτερον γόον οἰκτρὸν ἀκούσω ἑλκομένης ἐς ἔρωτα δορικτήτων ὑμεναίων· μὴ πόσιν ἄλλον ἴδοιμι μετ’ ἀνέρα Δηριαδῆα. εἴην Νηιάδεσσιν ὁμέστιος, ὅττι καὶ αὐτὴν
210Λευκοθένη ζώουσαν ἐδέξατο Κυανοχαίτης, καὶ μία Νηρεΐδων κικλήσκεται· ἀντὶ δὲ λευκῆς ἄλλη κυανόπεζα φανήσομαι ὑδριὰς Ἰνώ.“ τοῖα μὲν ἑλκεχίτωνες ἐπωδύροντο γυναῖκες ἱστάμεναι στοιχηδὸν ἐρισμαράγων ἐπὶ πύργων.
215 Βάκχοι δ’ ἐκροτάλιζον ἀπορρίψαντες ἐνυώ, τοῖον ἔπος βοόωντες ὁμογλώσσων ἀπὸ λαιμῶν· „ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν ὄρχαμον Ἰνδῶν.“ καὶ γελόων Διόνυσος ἐπάλλετο χάρματι νίκης, ἀμπνεύσας δὲ πόνοιο καὶ αἱματόεντος ἀγῶνος
220πρῶτα μὲν ἐκτερέιξεν ἀτυμβεύτων στίχα νεκρῶν, δωμήσας ἕνα τύμβον ἀπείριτον εὐρέι κόλπῳ
ἄκριτον ἀμφὶ πυρὴν ἑκατόμπεδον· ἀμφὶ δὲ νεκροῖς Μυγδονὶς αἰολόμολπος ἐπέκτυπεν αἴλινα σύριγξ, καὶ Φρύγες αὐλητῆρες ἀνέπλεκον ἄρσενα μολπὴν299 in vol. 2
225πενθαλέοις στομάτεσσιν, ἐπωρχήσαντο δὲ Βάκχαι ἁβρὰ μελιζομένοιο Γανύκτορος εὐάδι φωνῇ· καὶ Κλεόχου Βερέκυντες ὑπὸ στόμα δίζυγες αὐλοὶ φρικτὸν ἐμυκήσαντο Λίβυν γόον, ὃν πάρος ἄμφω Σθεννώ τ’ Εὐρυάλη τε μιῇ πολυδειράδι φωνῇ
230ἀρτιτόμῳ ῥοιζηδὸν ἐπεκλαύσαντο Μεδούσῃ φθεγγομένων κεφαλῇσι διηκοσίῃσι δρακόντων, τῶν ἄπο μυρομένων σκολιὸν σύριγμα κομάων θρῆνον πουλυκάρηνον ἐφημίξαντο Μεδούσης. παυσάμενος δὲ πόνοιο, καὶ ὕδατι γυῖα καθήρας,
235ὤπασε λισσομένοισι θεουδέα κοίρανον Ἰνδοῖς, κρινάμενος Μωδαῖον· ἐπὶ ξυνῷ δὲ κυπέλλῳ Βάκχοις δαινυμένοισι μιῆς ἥψαντο τραπέζης ξανθὸν ὕδωρ πίνοντες ἀπ’ οἰνοπόρου ποταμοῖο. καὶ χορὸς ἄσπετος ἔσκεν· ἐπεσκίρτησε δὲ πολλὴ
240Βασσαρὶς οἰστρήεντι πέδον κρούουσα πεδίλῳ, καὶ Σάτυρος βαρύδουπον ἐπιρρήσσων χθόνα ταρσῷ λοξὰ κυβιστητῆρι ποδῶν βακχεύετο παλμῷ, πῆχυν ἐπικλίνων μανιώδεος αὐχένι Βάκχης·
καὶ πρυλέες Βρομίοιο συνωρχήσαντο βοείαις,300 in vol. 2
245καὶ τροχαλῆς κλονέοντες ἐνόπλια κύκλα χορείης ῥυθμὸν ἐμιμήσαντο φερεσσακέων Κορυβάντων· καὶ στρατὸς ἱππήων κορυθαιόλον εἰς χορὸν ἔστη νίκην πανδαμάτειραν ἀνευάζων Διονύσου· οὐδέ τις ἄψοφος ἦεν· ὁμογλώσσῳ δ’ ἀλαλητῷ

40

(250)

εἰς πόλον ἑπτάζωνον ἀνέδραμεν εὔιος ἠχώ. ἀλλ’ ὅτε λυσιπόνοιο παρήλυθε κῶμος ἑορτῆς, νίκης ληίδα πᾶσαν ἑλὼν μετὰ φύλοπιν Ἰνδῶν ἀρχαίης Διόνυσος ἑῆς ἐμνήσατο πάτρης, λύσας ἑπταέτηρα θεμείλια δηιοτῆτος.
255καὶ δηίων ὅλον ὄλβον ἐληίζοντο μαχηταί, ὧν ὁ μὲν Ἰνδὸν ἴασπιν, ὁ δὲ γραπτῆς ὑακίνθου Φοιβάδος εἶχε μέταλλα καὶ ἔγχλοα νῶτα μαράγδου· ἄλλος ἐυκρήπιδος ὑπὸ σκοπιῇσιν Ἰμαίου ὄρθιον ἴχνος ἔπειγε δορικτήτων ἐλεφάντων,
260ὃς δὲ παρ’ Ἡμωδοῖο βαθυσπήλυγγι κολώνῃ ἤλασεν Ἰνδῴων μετανάστιον ἅρμα λεόντων κυδιόων, ἕτερος δὲ κατ’ αὐχένος ἅμμα πεδήσας Μυγδονίην ἔσπευδεν ἐς ᾐόνα πόρδαλιν ἕλκειν· καὶ Σάτυρος πεφόρητο, φιλακρήτῳ δὲ πετήλῳ
265στικτὸν ἔχων προκέλευθον ἐκώμασε τίγριν ἱμάσσων· ἄλλος ἄγων νόστησεν ἑῇ Κυβεληίδι νύμφῃ
φυταλιὴν εὔοδμον ἁλιτρεφέων δονακήων καὶ λίθον ἀστράπτουσαν, Ἐρυθραίης κτέρας ἄλμης· πολλὴ δ’ ἐκ θαλάμοιο σὺν ἀρτιγάμῳ παρακοίτῃ301 in vol. 2
270ληιδίη πλοκάμων μελανόχροος εἵλκετο νύμφη, δέσμιον αὐχένα δοῦλον ὑποζεύξασα λεπάδνῳ. χειρὶ δὲ κουφίζουσα ῥυηφενέος χύσιν ὄλβου εἰς σκοπιὰς Τμώλοιο θεόσσυτος ἤιε Βάκχη, κῶμον ἀνευάζουσα παλιννόστῳ Διονύσῳ.
275 καὶ στρατιῇ Διόνυσος ἐδάσσατο ληίδα χάρμης λαὸν ὅλον συνάεθλον ὑπότροπον οἴκαδε πέμπων Ἰνδῴην μετὰ δῆριν· ἀπεσσεύοντο δὲ λαοὶ μάρμαρα κουφίζοντες ἑώια δῶρα θαλάσσης ὄρνεά τ’ αἰολόμορφα· παλιννόστῳ δὲ πορείῃ
280κῶμον ἀνευάζοντες ἀνικήτῳ Διονύσῳ πάντες ἐβακχεύοντο, πολυκμήτοιο λιπόντες μνῆστιν ὅλην πολέμοιο, Βορειάδι σύνδρομον αὔρῃ σκιδναμένην· καὶ ἕκαστος ἔχων ἀναθήματα νίκης ὄψιμον εἰς δόμον ἦλθε παλίνδρομος. ἀντὶ δὲ πάτρης
285Ἀστέριος τότε μοῦνος ἀνιπτοπόδων σχεδὸν Ἄρκτων Φάσιδος ἀμφὶ ῥέεθρον ἀθαλπέι νάσσατο γαίῃ
Μασσαγέτην παρὰ κόλπον, ἑοῦ γενέταο τοκῆος ναίων ἀστερόεντος ὑπὸ σφυρὰ δύσνιφα Ταύρου, φεύγων Κνώσσιον ἄστυ καὶ ἀρσενόπαιδα γενέθλην,302 in vol. 2
290Πασιφάην στυγέων καὶ ἑὸν Μίνωα τοκῆα, καὶ Σκυθίην προβέβουλεν ἑῆς χθονός. αὐτὰρ ὁ μούνοις Βάκχος ἑοῖς Σατύροισι καὶ Ἰνδοφόνοις ἅμα Βάκχαις Καυκασίην μετὰ δῆριν Ἀμαζονίου ποταμοῖο Ἀρραβίης ἐπέβαινε τὸ δεύτερον, ἧχι θαμίζων
295λαὸν ἀβακχεύτων Ἀράβων ἐδίδαξεν ἀείρειν μυστιπόλους νάρθηκας· ἀεξιφύτοιο δὲ λόχμης Νύσια βοτρυόεντι κατέστεφεν οὔρεα καρπῷ. Ἀρραβίης δὲ τένοντα, βαθύσκιον ἄλσος, ἐάσσας ἀτραπὸν Ἀσσυρίην διεμέτρεε πεζὸς ὁδίτης,

40

(300)

καὶ Τυρίων μενέαινεν ἰδεῖν χθόνα πατρίδα Κάδμου· κεῖθι γὰρ ἴχνος ἔκαμψε, καὶ ἄσπετα πέπλα δοκεύων θάμβεεν Ἀσσυρίης ἑτερόχροα δαίδαλα τέχνης, ἄργυφον εἰσορόων Βαβυλωνίδος ἔργον Ἀράχνης· καὶ Τυρίῃ σκοπίαζε δεδευμένα φάρεα κόχλῳ,
305πορφυρέους σπινθῆρας ἀκοντίζοντα θαλάσσης, ἧχι κύων ἁλιεργὸς ἐπ’ αἰγιαλοῖσιν ἐρέπτων ἐνδόμυχον χαροπῇσι γενειάσι θέσκελον ἰχθὺν
χιονέας πόρφυρε παρηίδας αἵματι κόχλου, χείλεα φοινίξας διερῷ πυρί, τῷ ποτε μούνων303 in vol. 2
310φαιδρὸν ἁλιχλαίνων ἐρυθαίνετο φᾶρος ἀνάκτων. καὶ πόλιν ἀθρήσας ἐπεγήθεεν, ἣν Ἐνοσίχθων οὐ διερῷ μίτρωσεν ὅλῳ ζωστῆρι θαλάσσης, ἀλλὰ τύπον λάχε τοῖον Ὀλύμπιον, οἷον ὑφαίνει ἀγχιτελὴς λείπουσα μιῇ γλωχῖνι σελήνη.
315καί οἱ ὀπιπεύοντι μέσην χθόνα σύζυγον ἅλμῃ διπλόον ἔλλαχε θάμβος, ἐπεὶ Τύρος εἰν ἁλὶ κεῖται εἰς χθόνα μοιρηθεῖσα, συναπτομένη δὲ θαλάσσῃ τριχθαδίαις λαγόνεσσι μίαν ξυνώσατο μίτρην· νηχομένῃ δ’ ἀτίνακτος ὁμοίιος ἔπλετο κούρῃ,
320καὶ κεφαλὴν καὶ στέρνα καὶ αὐχένα δῶκε θαλάσσῃ, χεῖρας ἐφαπλώσασα μέση διδυμάονι πόντῳ, γείτονι λευκαίνουσα θαλασσαίῳ δέμας ἀφρῷ, καὶ πόδας ἀμφοτέρους ἐπερείσατο μητέρι γαίῃ. καὶ πόλιν Ἐννοσίγαιος ἔχων ἀστεμφέι δεσμῷ
325νυμφίος ὑδατόεις περινήχεται, οἷα συνάπτων πήχεϊ παφλάζοντι περίπλοκον αὐχένα νύμφης. καὶ Τύρον εἰσέτι Βάκχος ἐθάμβεε, τῇ ἔνι μούνῃ βουκόλος ἀγχικέλευθος ὁμίλεε γείτονι ναύτῃ συρίζων παρὰ θῖνα, καὶ αἰπόλος ἰχθυβολῆι
330δίκτυον αὐερύοντι, καὶ ἀντιτύποισιν ἐρετμοῖς σχιζομένων ὑδάτων ἐχαράσσετο βῶλος ἀρότρῳ· εἰναλίης δ’ ὀάριζον ὁμήλυδες ἐγγύθι λόχμης ποιμένες ὑλοτόμοισι, καὶ ἔβρεμεν εἰν ἑνὶ χώρῳ φλοῖσβος ἁλός, μύκημα βοῶν, ψιθύρισμα πετήλων,304 in vol. 2
335πεῖσμα, φυτόν, πλόος, ἄλσος, ὕδωρ, νέες, ὁλκάς, ἐχέτλη, μῆλα, δόναξ, δρεπάνη, σκαφίδες, λίνα, λαίφεα, θώρηξ. καὶ τάδε παπταίνων πολυθαμβέα ῥήξατο φωνήν· „νῆσον ἐν ἠπείρῳ πόθεν ἔδρακον; εἰ θέμις εἰπεῖν, τηλίκον οὔ ποτε κάλλος ἐσέδρακον· ὑψιτενῆ γὰρ
340δένδρεα συρίζει παρὰ κύματα, Νηρεΐδος δὲ φθεγγομένης κατὰ πόντον Ἁμαδρυὰς ἐγγὺς ἀκούει, καὶ Τυρίοις πελάγεσσι καὶ ἀγχιάλοισιν ἀρούραις πνείων ἐκ Λιβάνοιο μεσημβρινὸς ἁβρὸς ἀήτης ἄσθματι καρποτόκῳ προχέει νηοσσόον αὔρην,
345ψύχων ἀγρονόμον καὶ ναυτίλον εἰς πλόον ἕλκων, καὶ χθονίην δρεπάνην βυθίῃ πελάσασα τριαίνῃ φθέγγεται ὑγρομέδοντι θαλυσιὰς ἐνθάδε Δηώ, ... κωφῆς ἄβροχον ἅρμα καθιππεύοντα γαλήνης, ἰθύνει δρόμον ἶσον ὁμοζήλων ἐπὶ δίφρων,

40

(350)

ὄμπνια μαστίζουσα μετάρσια νῶτα δρακόντων. ὦ πόλι πασιμέλουσα, τύπος χθονός, αἰθέρος εἰκών, συμφυέος τρίπλευρον ἔχεις τελαμῶνα θαλάσσης.“ ὣς εἰπὼν παράμειβε δι’ ἄστεος ὄμμα τιταίνων· καί οἱ ὀπιπεύοντι λιθογλώχινες ἀγυιαὶ305 in vol. 2
355μαρμαρυγὴν ἀνέφαινον ἀμοιβαίοιο μετάλλου· καὶ προγόνου δόμον εἶδεν Ἀγήνορος, ἔδρακεν αὐλὰς καὶ θάλαμον Κάδμοιο, καὶ ἁρπαμένης ποτὲ νύμφης Εὐρώπης ἀφύλακτον ἐδύσατο παρθενεῶνα, μνῆστιν ἔχων κερόεντος ἑοῦ Διός· ἀρχεγόνους δὲ
360πηγὰς θάμβεε μᾶλλον, ὅπῃ χθονίου διὰ κόλπου νάματος ἐκχυμένου παλινάγρετον εἰς μίαν ὥρην χεύμασιν αὐτογόνοισι πολυτρεφὲς ἔβλυεν ὕδωρ· εἶδεν Ἀβαρβαρέης γόνιμον ῥόον, ἔδρακε πηγὴν Καλλιρόην ἐρόεσσαν ἐπώνυμον, εἶδε καὶ αὐτῆς
365ἁβρὸν ἐρευγομένης Δροσερῆς νυμφήιον ὕδωρ. ἀλλ’ ὅτε πάντα νόησεν ἑῷ φιλοτερπέι θυμῷ, εἰς δόμον Ἀστροχίτωνος ἐκώμασε, καὶ πρόμον ἄστρων τοῖον ἔπος βοόων ἐκαλέσσατο μύστιδι φωνῇ· „ἀστροχίτων Ἥρακλες, ἄναξ πυρός, ὄρχαμε κόσμου,
370Ἠέλιε, βροτέοιο βίου δολιχόσκιε ποιμήν, ἱππεύων ἑλικηδὸν ὅλον πόλον αἴθοπι δίσκῳ, υἷα χρόνου λυκάβαντα δυωδεκάμηνον ἑλίσσων,
κύκλον ἄγεις μετὰ κύκλον· ἀφ’ ὑμετέροιο δὲ δίφρου γήραϊ καὶ νεότητι ῥέει μορφούμενος αἰών·306 in vol. 2
375μαῖα σοφῆς ὠδῖνος ἀμήτορος εἰκόνα Μήνης ὠδίνεις τριέλικτον, ὅτε δροσόεσσα Σελήνη σῆς λοχίης ἀκτῖνος ἀμέλγεται ἀντίτυπον πῦρ, ταυρείην ἐπίκυρτον ἀολλίζουσα κεραίην· παμφαὲς αἰθέρος ὄμμα, φέρεις τετράζυγι δίφρῳ
380χεῖμα μετὰ φθινόπωρον, ἄγεις θέρος εἶαρ ἀμείβων. νὺξ μὲν ἀκοντιστῆρι διωκομένη σέο πυρσῷ χάζεται ἀστήρικτος, ὅτε ζυγὸν ἄργυφον ἕλκων ἀκροφανὴς ἵππειος ἱμάσσεται ὄρθιος αὐχήν, σεῖο δὲ λαμπομένοιο φαάντερον οὐκέτι λάμπων
385ποικίλος εὐφαέεσσι χαράσσεται ἄστρασι λειμών, χεύμασι δ’ ἀντολικοῖο λελουμένος Ὠκεανοῖο σεισάμενος γονόεσσαν ἀθαλπέος ἰκμάδα χαίτης ὄμβρον ἄγεις φερέκαρπον, ἐπ’ εὐώδινι δὲ Γαίῃ ἠερίης ἠῷον ἐρεύγεαι ἀρδμὸν ἐέρσης,
390καὶ σταχύων ὠδῖνας ἀναλδαίνεις σέο δίσκῳ ῥαίνων ζωοτόκοιο δι’ αὔλακος ὄμπνιον ἀκτήν. Βῆλος ἐπ’ Εὐφρήταο, Λίβυς κεκλημένος Ἄμμων, Ἆπις ἔφυς Νειλῷος, Ἄραψ Κρόνος, Ἀσσύριος Ζεύς· καὶ ξύλα κηώεντα φέρων γαμψώνυχι ταρσῷ
395χιλιέτης σοφὸς ὄρνις ἐπ’ εὐόδμῳ σέο βωμῷ φοίνιξ, τέρμα βίοιο φέρων αὐτόσπορον ἀρχήν, τίκτεται ἰσοτύποιο χρόνου παλινάγρετος εἰκών,
λύσας δ’ ἐν πυρὶ γῆρας ἀμείβεται ἐκ πυρὸς ἥβην· εἴτε Σάραπις ἔφυς, Αἰγύπτιος ἀννέφελος Ζεύς,307 in vol. 2

40

(400)

εἰ Κρόνος, εἰ Φαέθων πολυώνυμος, εἴτε σὺ Μίθρης, Ἠέλιος Βαβυλῶνος, ἐν Ἑλλάδι Δελφὸς Ἀπόλλων, εἰ Γάμος, ὃν σκιεροῖσιν Ἔρως ἔσπειρεν ὀνείροις μιμηλῆς τελέων ἀπατήλιον ἵμερον εὐνῆς, ἐκ Διὸς ὑπνώοντος ὅτε γλωχῖνι μαχαίρης
405αὐτογάμῳ σπόρον ὑγρὸν ἐπιξύσαντος ἀρούρῃ οὐρανίαις λιβάδεσσιν ἐμαιώθησαν ἐρίπναι, εἴτε σὺ Παιήων ὀδυνήφατος, εἰ πέλες Αἰθὴρ ποικίλος, Ἀστροχίτων δὲ φατίζεαι—ἐννύχιοι γὰρ οὐρανὸν ἀστερόεντες ἐπαυγάζουσι χιτῶνες—·
410οὔασιν εὐμενέεσσιν ἐμὴν ἀσπάζεο φωνήν.“ τοῖον ἔπος Διόνυσος ἀνήρυγεν. ἐξαπίνης δὲ ἔνθεον εἶδος ἔχων θεοδέγμονος ἔνδοθι νηοῦ Ἀστροχίτων ἤστραψε· πυριγλήνου δὲ προσώπου μαρμαρυγὴν ῥοδόεσσαν ἀπηκόντιζον ὀπωπαί·
415καὶ θεὸς αἰγλήεις παλάμην ὤρεξε Λυαίῳ, ποικίλον εἷμα φέρων, τύπον αἰθέρος, εἰκόνα κόσμου, στίλβων ξανθὰ γένεια καὶ ἀστερόεσσαν ὑπήνην· καί μιν ἐυφραίνων φιλίῃ μείλιξε τραπέζῃ. αὐτὰρ ὁ θυμὸν ἔτερπεν ἀδαιτρεύτῳ παρὰ δείπνῳ
420ψαύων ἀμβροσίης καὶ νέκταρος· οὐ νέμεσις δέ, εἰ γλυκὺ νέκταρ ἔπινε μετὰ γλάγος ἄμβροτον Ἥρης. εἴρετο δ’ Ἀστροχίτωνα χέων φιλοπευθέα φωνήν· „Ἀστροχίτων, με δίδασκε, τύπον χθονός, εἰκόνα νήσου τίς θεὸς ἄστυ πόλισσε, τίς ἔγραφεν οὐρανίη χείρ;308 in vol. 2
425τίς σκοπέλους ἀνάειρε καὶ ἐρρίζωσε θαλάσσῃ; τίς κάμε δαίδαλα ταῦτα; πόθεν λάχον οὔνομα πηγαί; τίς χθονὶ νῆσον ἔμιξεν ὁμόζυγα μητρὶ θαλάσσῃ;“ εἶπε· καὶ Ἡρακλέης φιλίῳ μειλίξατο μύθῳ· „Βάκχε, σὺ μὲν κλύε μῦθον· ἐγὼ δέ σε πάντα διδάξω.
430ἐνθάδε φῶτες ἔναιον, ὁμόσπορος οὕς ποτε μούνους ἀενάου κόσμοιο συνήλικας ἔδρακεν Αἰών, ἁγνὸν ἀνυμφεύτοιο γένος χθονός, ὧν τότε μορφὴν αὐτομάτην ὤδινεν ἀνήροτος ἄσπορος ἰλύς· οἳ πόλιν ἰσοτύπων δαπέδων αὐτόχθονι τέχνῃ
435πετραίοις ἀτίνακτον ἐπυργώσαντο θεμέθλοις, ὁππότε πηγαίῃσι παρ’ εὐύδροισι χαμεύναις ἠελίου πυρόεντος ἱμασσομένης χθονὸς ἀτμῷ τερψινόου ληθαῖον ἀμεργόμενοι πτερὸν Ὕπνου εὗδον ὁμοῦ, κραδίῃ δὲ φιλόπτολιν οἶστρον ἀέξων
440Γηγενέων στατὸν ἴχνος ἐπῃώρησα καρήνῳ, καὶ βροτέου σκιοειδὲς ἔχων ἴνδαλμα προσώπου θέσφατον ὀμφήεντος ἀνήρυγον ἀνθερεῶνος·
‘ὕπνον ἀποσκεδάσαντες ἀεργέα, παῖδες ἀρούρης, τεύξατέ μοι ξένον ἅρμα βατῆς ἁλός· ὀξυτόμοις δὲ309 in vol. 2
445κόψατέ μοι πελέκεσσι ῥάχιν πιτυώδεος ὕλης· τεύξατέ μοι σοφὸν ἔργον· ὑπὸ σταμίνεσσι δὲ πυκνοῖς ἴκρια γομφώσαντες ἐπασσυτέρῳ τινὶ κόσμῳ συμφερτὴν ἀτίνακτον ἀρηρότι δήσατε δεσμῷ δίφρον ἁλός, σχεδίην πρωτόπλοον, ἣ διὰ πόντου

40

(450)

ὑμέας ὀχλίζειε· καὶ ἀγκύλον ἄκρον ἀπ’ ἄκρου πρωτοπαγὲς δόρυ μακρὸν ὅλον στήριγμα δεχέσθω· ἴκρια δὲ σταμίνεσσιν ἀρηρότα δήσατε κύκλῳ, τοίχου δουρατέου πυκινὸν τύπον· ὑψιτενὲς δὲ σφιγγόμενον δεσμοῖσι μέσον ξύλον ὄρθιον ἔστω·
455καὶ λίνεον πλατὺ φᾶρος ἐφάψατε δούρατι μέσσῳ συμπλεκέας τε κάλωας ἀμοιβαδίς, ὧν ἀπὸ δεσμῶν ἐκταδὸν ἠερίῳ κολπώσατε φᾶρος ἀήτῃ ἔγκυον ἐξ ἀνέμου νηοσσόον· ἀρτιπαγῆ δὲ φράξατε λεπταλέοισι σεσηρότα δούρατα γόμφοις,
460πυκνὰ περιστρώσαντες ὁμοζυγέων ἐπὶ τοίχων ῥίπεσιν οἰσυΐναις, μὴ φώριον οἶδμα χυθείη ἐνδόμυχον γλαφυροῖο κεχηνότι δούρατος ὁλκῷ. καὶ σχεδίης οἴηκα κυβερνητῆρα πορείης
ὑγρῆς ἀτραπιτοῖο πολύστροφον ἡνιοχῆα310 in vol. 2
465πάντοθι δινεύοντες, ὅπῃ νόος ὑμέας ἕλκει, δουρατέῳ κενεῶνι χαράξατε νῶτα θαλάσσης, εἰσόκε χῶρον ἵκοισθε μεμορμένον, ὁππόθι δισσαὶ ἀσταθέες πλώουσιν ἀλήμονες εἰν ἁλὶ πέτραι, ἃς Φύσις Ἀμβροσίας ἐπεφήμισεν, αἷς ἔνι θάλλει
470ἥλικος αὐτόρριζον ὁμόζυγον ἔρνος ἐλαίης, πέτρης ὑγροπόροιο μεσόμφαλον· ἀκροτάτοις δὲ αἰετὸν ἀθρήσητε παρεδρήσσοντα κορύμβοις καὶ φιάλην εὔτυκτον· ἀπὸ φλογεροῖο δὲ δένδρου θαμβαλέους σπινθῆρας ἐρεύγεται αὐτόματον πῦρ,
475καὶ σέλας ἀφλεγέος περιβόσκεται ἔρνος ἐλαίης· καὶ φυτὸν ὑψιπέτηλον ἕλιξ ὄφις ἀμφιχορεύει, ἀμφότερον βλεφάροισι καὶ οὔασι θάμβος ἀέξων· οὐ γὰρ ἀερσιπότητον ἐς αἰετὸν ἄψοφος ἕρπων λοξὸς ἀπειλητῆρι δράκων περιβάλλεται ὁλκῷ,
480οὐδὲ διαπτύων θανατηφόρον ἰὸν ὀδόντων ὄρνιν ἑαῖς γενύεσσι κατεσθίει, οὐδὲ καὶ αὐτὸς αἰετὸς ἑρπηστῆρα πολυσπείρητον ἀκάνθαις ἁρπάξας ὀνύχεσσι μετάρσιος ἠέρα τέμνει, οὐδέ μιν ὀξυόδοντι καταγράψειε γενείῳ·
485οὐδὲ τανυπρέμνοιο φυτοῦ πεφορημένος ὄζοις πυρσὸς ἀδηλήτου περιβόσκεται ἔρνος ἐλαίης, οὐδὲ δρακοντείων φολίδων σπείρημα μαραίνει
σύννομον ἀγχικέλευθον, ὁμοπλεκέων δὲ καὶ αὐτῶν οὐ πτερύγων ὄρνιθος ἐφάπτεται ἁλλόμενον πῦρ·311 in vol. 2
490οὐδὲ κύλιξ ἀτίνακτος ἐπήορος ὑψόθι πίπτει σειομένων ἀνέμοισιν ὀλισθήσασα κορύμβων· ἀλλὰ φυτοῦ κατὰ μέσσα φίλον σέλας ἀτμὸν ἰάλλει. καὶ σοφὸν ἀγρεύσαντες ὁμόχρονον ὄρνιν ἐλαίης αἰετὸν ὑψιπέτην ἱερεύσατε Κυανοχαίτῃ,
495λύθρον ἐπισπένδοντες ἁλιπλανέεσσι κολώναις, καὶ Διὶ καὶ μακάρεσσι· καὶ ἄστατος οὐκέτι πέτρη πλάζεται ὑγροφόρητος, ἀκινήτοις δὲ θεμέθλοις αὐτομάτη ζωσθεῖσα συνάψεται ἄζυγι πέτρῃ. πήξατε δ’ ἀμφοτέραις ἐπικείμενον ἄστυ κολώναις

40

(500)

ἀμφοτέρης ἑκάτερθεν ἐπὶ κρηπῖδι θαλάσσης.‘ τοῖον ἔπος μαντῷον ἀνήρυγον· ἐγρόμενοι δὲ Γηγενέες δεδόνηντο, καὶ οὔασιν αἰὲν ἑκάστου θέσκελος ἀπλανέων ἐπεβόμβεε μῦθος ὀνείρων. τοῖσι δ’ ἐγὼ τέρας ἄλλο μετὰ πτερόεντας ὀνείρους
505ἀχνυμένοις ἀνέφηνα, φιλόκτιτον ἦθος ἀέξων ἐσσόμενος πολιοῦχος· ὑπερκύψας δὲ θαλάσσης ἀντίτυπον μίμημα φέρων ἰσόζυγι μορφῇ εἰς πλόον αὐτοδίδακτον ἐνήχετο ναυτίλος ἰχθύς· τὸν τότε παπταίνοντες ἐοικότα νηὶ θαλάσσης
510καὶ πλόον εὐποίητον ἄτερ καμάτοιο μαθόντες, καὶ σχεδίην πήξαντες ὁμοίιον ἰχθύι πόντου ναυτιλίης τύπον ἶσον ἐμιμήσαντο θαλάσσης.
καὶ πλόος ἦν· πισύρων δὲ λίθων ἰσοελκέι φόρτῳ ναυτιλίην ἰσόμετρον ἐπιστώσαντο θαλάσσῃ,312 in vol. 2
515καὶ γεράνων ἀτίνακτον ἐμιμήσαντο πορείην, αἳ στομάτων ἔντοσθεν ἀοσσητῆρα κελεύθου λᾶαν ἐλαφρίζουσι καταχθέα, μή ποτε κείνων ἱπταμένων πτερὰ κοῦφα παραπλάγξειεν ἀήτης, εἰσόκε χῶρον ἐκεῖνον ἐσέδρακον, ἧχι θυέλλαις
520εἰς πλόον αὐτοκέλευθον ἐναυτίλλοντο κολῶναι. καὶ σχεδίην ἔστησαν ἁλιστεφάνῳ παρὰ νήσῳ, καὶ σπιλάδων ἐπέβαινον, ὅπῃ φυτὸν ἦεν Ἀθήνης. τοῖσι δὲ μαιομένοισιν ἐφέστιον ὄρνιν ἐλαίης αἰετὸς ἠερόφοιτος ἑκούσιον εἰς μόρον ἔστη·
525Γηγενέες δὲ λαβόντες ἐύπτερον ἔνθεον ἄγρην, ἂψ ἀνασειράζοντες ὀπισθοτόνοιο καρήνου γυμνὸν ἐφαπλώσαντες ἐλεύθερον ἀνθερεῶνα, αἰετὸν αὐτοκέλευστον ἐδαιτρεύσαντο μαχαίρῃ Ζηνὶ καὶ ὑγρομέδοντι· δαϊζομένου δὲ σιδήρῳ
530ἔμφρονος οἰωνοῖο νεοσφαγέων ἀπὸ λαιμῶν θέσκελον ἔρρεεν αἷμα, θαλασσοπόρους δὲ κολώνας δαιμονίαις λιβάδεσσιν ἐνερρίζωσε θαλάσσῃ ἄγχι Τύρου παρὰ πόντον· ἐπ’ ἀρραγέεσσι δὲ πέτραις Γηγενέες βαθύκολπον ἐδωμήσαντο τιθήνην.
535σοὶ μέν, ἄναξ Διόνυσε, πεδοτρεφὲς αἷμα Γιγάντων ἔννεπον αὐτολόχευτον Ὀλύμπιον, ὄφρα δαείης
ὑμετέρων προγόνων Τυρίην αὐτόχθονα φύτλην· ἀμφὶ δὲ πηγάων μυθήσομαι· ἀρχέγονοι γὰρ παρθενικαὶ πάρος ἦσαν ἐχέφρονες, ὧν ἐπὶ μίτρῃ313 in vol. 2
540θερμὸς Ἔρως κεχόλωτο, καὶ ἱμερόεν βέλος ἕλκων τοῖον ἀλεξιγάμοισιν ἔπος ξυνώσατο Νύμφαις· ‘Νηὶς Ἀβαρβαρέη φιλοπάρθενε, δέξο καὶ αὐτὴ τοῦτο βέλος, τό περ ἔσχεν ὅλη φύσις· ἐνθάδε πήξω παστάδα Καλλιρόης, Δροσερῆς δ’ ὑμέναιον ἀείσω.
545ἀλλ’ ἐρέεις· ‘μεθέπω διερὸν γένος, ἐκ δὲ ῥοάων αὐτοτελὴς γενόμην, καὶ ἐμὴ τροφὸς ἔπλετο πηγή.‘ Νηιὰς ἦν Κλυμένη καὶ ἀπόσπορος Ὠκεανοῖο· ἀλλὰ γάμοις ὑπόειξεν, ἐνυμφεύθη δὲ καὶ αὐτή, ὡς ἴδε λάτριν Ἔρωτος ἀρείονα Κυανοχαίτην

40

(550)

οἴστρῳ Κυπριδίῳ δεδονημένον· ἀρχέγονος δὲ Ὠκεανὸς ποταμοῖσι καὶ ὕδασι πᾶσι κελεύων Τηθύος οἶδεν ἔρωτα καὶ εὐύδρους ὑμεναίους. τέτλαθι καὶ σὺ φέρειν ἴσα Τηθύι. τοσσατίης δὲ ἐξ ἁλὸς αἷμα φέρουσα καὶ οὐκ ὀλίγης ἀπὸ πηγῆς
555ἱμείρει Γαλάτεια μελιζομένου Πολυφήμου, καὶ βυθίη χερσαῖον ἔχει πόσιν, ἐκ δὲ θαλάσσης πηκτίδι θελγομένη μετανάστιος εἰς χθόνα βαίνει. καὶ πηγαὶ δεδάασιν ἐμὸν βέλος· οὔ σε διδάξω ... ἵμερον ὑδατόεντα· ποθοβλήτοιο δὲ πηγῆς
560ἔκλυες ὑγρὸν ἔρωτα Συρηκοσίης Ἀρεθούσης· Ἀλφειὸν δεδάηκας, ὃς ἰκμαλέῳ παρὰ παστῷ
ὑδρηλαῖς παλάμαις περιβάλλεται ἠθάδα Νύμφην. πηγῆς αἷμα φέρουσα τί τέρπεαι Ἰοχεαίρῃ; Ἄρτεμις οὐ βλάστησεν ἀφ’ ὕδατος, ὡς Ἀφροδίτη.314 in vol. 2
565Κύπριδι μᾶλλον ὄφελλες ἄγειν χάριν, ὅττι καὶ αὐτὴ
567αὐχένα κάμψεν Ἔρωτι, καὶ εἰ τροφός ἐστιν Ἐρώτων. δέχνυσο κέντρα πόθοιο, καὶ ὑγρογόνου σε καλέσσω εἰς γενεήν, ἐς ἔρωτα κασιγνήτην Ἀφροδίτης.
566ἔννεπε Καλλιρόῃ· Δροσερῇ μὴ κρύπτε καὶ αὐτῇ‘.
570τοῖον ἔπος κατέλεξεν· ὀπισθοτόνοιο δὲ τόξου τριπλόα πέμπε βέλεμνα, καὶ εὐύδρῳ παρὰ παστῷ Νηιάδων φιλότητι συνήρμοσεν υἷας ἀρούρης, καὶ Τυρίης ἔσπειρε θεηγενὲς αἷμα γενέθλης.“ τοῖα μὲν Ἡρακλέης πρόμος αἰθέρος ἔννεπε Βάκχῳ
575τερψινόοις ὀάροισιν· ὁ δὲ φρένα τέρπετο μύθῳ, καὶ πόρεν Ἡρακλῆι, τὸν οὐρανίη κάμε τέχνη, χρυσοφαῆ κρητῆρα σελασφόρον· Ἡρακλέης δὲ ἀστραίῳ Διόνυσον ἀνεχλαίνωσε χιτῶνι. καὶ θεὸν ἀστροχίτωνα Τύρου πολιοῦχον ἐάσσας
580Ἀσσυρίης ἑτέρης ἐπεβήσατο Βάκχος ἀρούρης.315 in vol. 2

41

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΕΣΣΑΡΑΚΟΣΤΟΝ
t2ΠΡΩΤΟΝ.
1 Ἄρτι μὲν ὀφρυόεντος ὑπὲρ Λιβάνοιο καρήνων πήξας ἀγλαόκαρπον ἐνὶ χθονὶ βότρυν ὀπώρης οἰνοτόκους ἐμέθυσσεν ὅλης κενεῶνας ἀρούρης· καὶ Παφίης δόμον εἶδε γαμήλιον· ἡμερίδων δὲ
5ἔρνεσιν ἀρτιφύτοισι βαθύσκιον ἄλσος ἐρέψας ἀμπελόεν πόρε δῶρον Ἀδώνιδι καὶ Κυθερείῃ. καὶ Χαρίτων χορὸς ἦεν· ἀεξιφύτοιο δὲ λόχμης ἡμερίδων ζωστῆρι θορὼν ἐπιβήτορι παλμῷ κισσὸς ἀερσιπότητος ἐμιτρώθη κυπαρίσσῳ.
10 ἀλλὰ θεμιστοπόλου Βερόης παρὰ γείτονι πέζῃ ὕμνον Ἀμυμώνης Λιβανηίδες εἴπατε Μοῦσαι καὶ βυθίου Κρονίδαο καὶ εὐθύρσοιο Λυαίου ἄρεα κυματόεντα καὶ ἀμπελόεσσαν ἐνυώ. ἔστι πόλις Βερόη, βιότου τρόπις, ὅρμος Ἐρώτων,
15ποντοπαγής, εὔνησος, ἐύχλοος, οὗ ῥάχις ἰσθμοῦ
στεινὴ μῆκος ἔχοντος, ὅπῃ διδύμης μέσος ἅλμης κύμασιν ἀμφοτέροισιν ἱμάσσεται ὄρθιος αὐχήν· ἀλλὰ τὰ μὲν βαθύδενδρον ὑπὸ ῥάχιν αἴθοπος Εὔρου Ἀσσυρίῳ Λιβάνῳ παραπέπταται, ἧχι πολίταις316 in vol. 2
20ὄρθια συρίζουσα βιοσσόος ἔρχεται αὔρη, εὐόδμοις ἀνέμοισι τινασσομένων κυπαρίσσων ... καὶ δόμος ἀγρονόμων, ὅθι πολλάκις ἐγγύθι λόχμης Πανὶ μελιζομένῳ δρεπανηφόρος ἤντετο Δηώ, καί τις ἐφ’ ἱστοβοῆι γεωμόρος αὐχένα κάμψας,
25ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ, γείτονι μηλοβοτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης, σφίγξας σύζυγα ταῦρον, ὁμίλεε κυρτὸς ἀροτρεύς. ἄλλα δὲ πὰρ πελάγεσσιν ἔχει πόλις, ἧχι τιταίνει στέρνα Ποσειδάωνι, καὶ ἔμβρυον αὐχένα κούρης
30πήχεϊ μυδαλέῳ περιβάλλεται ὑγρὸς ἀκοίτης, πέμπων ὑδατόεντα φιλήματα χείλεσι νύμφης· καὶ βυθίης ἀπὸ χειρὸς ὁμευνέτις ἠθάδι κόλπῳ ἕδνα Ποσειδάωνος ἁλίτροφα πώεα λίμνης
δέχνυται, ἰχθυόεντα πολύχροα δεῖπνα τραπέζης,317 in vol. 2
35εἰναλίῃ Νηρῆος ἐπισκαίροντα τραπέζῃ, ἀρκτῴην παρὰ πέζαν, ὅπῃ βαθυκύμονος ἀκτῆς μηκεδανῷ κενεῶνι Βορήιος ἕλκεται αὐλών. ἀμφὶ δὲ τερψινόοιο μεσημβρινὸν αὐχένα γαίης εἰς ῥαχίην Νοτίην ψαμαθώδεές εἰσιν ἀταρποὶ
40εἰς χθόνα Σιδονίην, ὅθι ποικίλα δένδρεα κήπων καὶ σταφυλαὶ κομόωσι, τανυπτόρθοις δὲ πετήλοις δάσκιος ἀπλανέεσσι τιταίνεται οἶμος ὁδίταις. δοχμώσας δὲ ῥέεθρον ἐπ’ ᾐόνι πόντος ἀράσσει ἀμφὶ δύσιν κυανωπόν, ὅπῃ λιγυηχέι ταρσῷ
45Ἑσπερίων Ζεφύροιο καθιππεύοντος ἐναύλων συριγμῷ δροσόεντι Λίβυς ῥιπίζεται ἀγκών, ἀνθεμόεις ὅθι χῶρος, ὅπῃ παρὰ γείτονι πόντῳ φυταλιαὶ θαλέουσι, καὶ εὐπετάλων ἀπὸ δένδρων ἄσθματι βομβήεντι μελίζεται ἔμπνοος ὕλη.

41

(50)

σύννομος ἰχθυβολῆι γέρων ἐμελίζετο ποιμήν. ἐνθάδε φῶτες ἔναιον ὁμήλικες Ἠριγενείης, οὓς Φύσις αὐτογένεθλος ἀνυμφεύτῳ τινὶ θεσμῷ ἤροσε νόσφι γάμων, ἀπάτωρ, ἀλόχευτος, ἀμήτωρ, ὁππότε συμμιγέων ἀτόμων τετράζυγι δεσμῷ
55ὕδατι καὶ πυρόεντι πεφυρμένον ἠέρος ἀτμῷ σύζυγα μορφώσασα σοφὸν τόκον ἄσπορος ὠδὶς
ἔμπνοον ἐψύχωσε γονὴν ἐγκύμονι πηλῷ, οἷς Φύσις εἶδος ὄπασσε τελεσφόρον· ἀρχεγόνου γὰρ Κέκροπος οὐ τύπον εἶχον, ὃς ἰοβόλῳ ποδὸς ὁλκῷ318 in vol. 2
60γαῖαν ἐπιξύων ὀφιώδεϊ σύρετο ταρσῷ, νέρθε δράκων, καὶ ὕπερθεν ἀπ’ ἰξύος ἄχρι καρήνου ἀλλοφυὴς ἀτέλεστος ἐφαίνετο δίχροος ἀνήρ· οὐ τύπον ἄγριον εἶχον Ἐρεχθέος, ὃν τέκε γαίης αὔλακι νυμφεύσας γαμίην Ἥφαιστος ἐέρσην·
65ἀλλὰ θεῶν ἴνδαλμα γονῆς αὐτόχθονι ῥίζῃ πρωτοφανὴς χρύσειος ἐμαιώθη στάχυς ἀνδρῶν. καὶ Βερόης νάσσαντο πόλιν πρωτόσπορον ἕδρην, ἣν Κρόνος αὐτὸς ἔδειμε, σοφῆς ὅτε νεύματι Ῥείης ὀκριόεν θέτο δόρπον ἑῷ πολυχανδέι λαιμῷ,
70καὶ λίθον Εἰλείθυιαν ἔχων βεβριθότι φόρτῳ, θλιβομένης πολύπαιδος ἀκοντιστῆρα γενέθλης, χανδὸν ὅλου ποταμοῖο ῥόον νεφεληδὸν ἀφύσσων στήθεϊ παφλάζοντι μογοστόκον ἔσπασεν ὕδωρ, λύσας γαστέρος ὄγκον· ἐπασσυτέρους δὲ διώκων
75δισσοτόκους υἱῆας ἀνήρυγεν ἔγκυος αὐχήν, πορθμὸν ἔχων τοκετοῖο λεχώιον ἀνθερεῶνα· Ζεὺς τότε κοῦρος ἔην, ἔτι που βρέφος· οὐ τότε πυκνῷ θερμὸν ἀνασχίσσασα νέφος βητάρμονι παλμῷ
ἀστεροπὴ σελάγιζε, καὶ οὐ Τιτηνίδι χάρμῃ319 in vol. 2
80Ζηνὸς ἀοσσητῆρες ὀιστεύοντο κεραυνοί· οὐδὲ συνερχομένων νεφέων μυκήτορι ῥόμβῳ βρονταίη βαρύδουπος ἐβόμβεεν ὄμβριος ἠχώ. ἀλλὰ πόλις Βερόη προτέρη πέλεν, ἣν ἅμα γαίῃ πρωτοφανὴς ἐνόησεν ὁμήλικα σύμφυτος Αἰών·
85οὐ τότε Ταρσὸς ἔην τερψίμβροτος, οὐ τότε Θήβη, οὐ τότε Σάρδιες ἦσαν, ὅπῃ Πακτωλίδος ὄχθης χρυσὸν ἐρευγομένης ἀμαρύσσεται ὄλβιος ἰλύς, Σάρδιες, Ἠελίοιο συνήλικες· οὐ γένος ἀνδρῶν, οὐ τότε τις πόλις ἦεν Ἀχαιιάς, οὐδὲ καὶ αὐτὴ
90Ἀρκαδίη προσέληνος· ἀνεβλάστησε δὲ μούνη πρεσβυτέρη Φαέθοντος, ὅθεν φάος ἔσχε Σελήνη, καὶ φθαμένη χθόνα πᾶσαν, ἑῷ παμμήτορι κόλπῳ Ἠελίου νεοφεγγὲς ἀμεργομένη σέλας αἴγλης καὶ φάος ὀψιτέλεστον ἀκοιμήτοιο Σελήνης,
95πρώτη κυανέης ἀπεσείσατο κῶνον ὀμίχλης, καὶ χάεος ζοφόεσσαν ἀπεστυφέλιξε καλύπτρην. καὶ φθαμένη Κύπροιο καὶ Ἴσθμιον ἄστυ Κορίνθου πρώτη Κύπριν ἔδεκτο φιλοξείνῳ πυλεῶνι ἐξ ἁλὸς ἀρτιλόχευτον, ὅτε βρυχίην Ἀφροδίτην

41

(100)

Οὐρανίης ὤδινεν ἀπ’ αὔλακος ἔγκυον ὕδωρ, ὁππότε νόσφι γάμων ἀρόσας ῥόον ἄρσενι λύθρῳ αὐτοτελὴς μορφοῦτο θυγατρογόνῳ σπόρος ἀφρῷ, καὶ Φύσις ἔπλετο μαῖα· συναντέλλων δὲ θεαίνῃ στικτὸς ἱμάς, στεφανηδὸν ἐπ’ ἰξύι κύκλον ἑλίξας,320 in vol. 2
105αὐτομάτῳ ζωστῆρι δέμας μίτρωσεν ἀνάσσης. καὶ θεὸς ἰχνεύουσα δι’ ὕδατος ἄψοφον ἀκτὴν οὐ Πάφον, οὐκ ἐπὶ Βύβλον ἀνέδραμεν, οὐ πόδα χέρσῳ Κωλιάδος ῥηγμῖνος ἐφήρμοσεν, ἀλλὰ καὶ αὐτῶν ὠκυτέρῃ στροφάλιγγι παρέτρεχεν ἄστυ Κυθήρων·
110καὶ χρόα φυκιόεντι περιτρίψασα κορύμβῳ πορφυρέη πέλε μᾶλλον· ἀκυμάντοιο δὲ πόντου χεῖρας ἐρετμώσασα θεητόκον ἔσχισεν ὕδωρ νηχομένη, καὶ στέρνον ἐπιστορέσασα θαλάσσῃ σιγαλέην ἀνέκοπτε χαρασσομένην ἅλα ταρσῷ,
115καὶ δέμας ᾐώρησε, διχαζομένης δὲ γαλήνης ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ· καὶ Βερόης ἐπέβαινε· ποδῶν δ’ ἐπίβαθρα θεαίνης ἐξ ἁλὸς ἐρχομένης ναέτης ἐψεύσατο Κύπρου. πρώτη Κύπριν ἔδεκτο· καὶ ὑψόθι γείτονος ὅρμου
120αὐτοφυεῖς λειμῶνες ἐρευγόμενοι βρύα ποίης ἤνθεον ἔνθα καὶ ἔνθα, πολυψαμάθῳ δ’ ἐνὶ κόλπῳ ἠιόνες ῥοδέοισιν ἐφοινίσσοντο κορύμβοις, πέτρη δ’ ἀφριόωσα θυώδεος ἔγκυος οἴνου
πορφυρέην ὠδῖνα χαραδραίῳ τέκε μαζῷ321 in vol. 2
125ληναίαις λιβάδεσσι, καὶ ἄρκιον ὄμβρον ἐέρσης ἀργεννὴ κελάρυζε γαλαξαίῳ χύσις ὁλκῷ, αὐτοχύτου δὲ μύροιο μετάρσιον ἀτμὸν ἑλίσσων ἠερίους ἐμέθυσσε πόρους εὔοδμος ἀήτης. καὶ τότε θοῦρον Ἔρωτα, γονῆς πρωτόσπορον ἀρχήν,
130ἁρμονίης κόσμοιο φερέσβιον ἡνιοχῆα, ἀρτιφανὴς ὤδινεν ἐπ’ ὀφρύσι γείτονος ὅρμου· καὶ πάις ὠκυπόδης, τόπον ἄρσενα ποσσὶ τινάξας, γαστρὸς ἀμαιεύτοιο μογοστόκον ἔφθασεν ὥρην, μητρὸς ἀνυμφεύτοιο μεμυκότα κόλπον ἀράξας,
135θερμὸς ἔτι πρὸ τόκοιο· κυβιστητῆρι δὲ παλμῷ δινεύων πτερὰ κοῦφα πύλας ὤιξε λοχείης. καὶ ταχὺς αἰγλήεντι θορὼν ἐπὶ μητρὸς ἀγοστῷ ἄστατος ἀκλινέεσσιν Ἔρως ἀνεπάλλετο μαζοῖς, στήθεϊ παιδοκόμῳ τετανυσμένος· εἶχε δὲ φορβῆς
140ἵμερον αὐτοδίδακτον· ἀνημέλκτοιο δὲ θηλῆς ἄκρα δακὼν γονίμων λιβάδων τεθλιμμένον ὄγκῳ οἰδαλέων ἀκόρητος ὅλον γλάγος ἔσπασε μαζῶν. ῥίζα βίου, Βερόη, πολίων τροφός, εὖχος ἀνάκτων,
πρωτοφανής, Αἰῶνος ὁμόσπορε, σύγχρονε κόσμου,322 in vol. 2
145ἕδρανον Ἑρμείαο, Δίκης πέδον, ἄστυ θεμίστων, ἔνδιον Εὐφροσύνης, Παφίης δόμος, οἶκος Ἐρώτων, Βάκχου τερπνὸν ἔδεθλον, ἐναύλιον Ἰοχεαίρης, Νηρεΐδων ἀνάθημα, Διὸς δόμος, Ἄρεος αὐλή, Ὀρχομενὸς Χαρίτων, Λιβανηίδος ἄστρον ἀρούρης,

41

(150)

Τηθύος ἰσοέτηρος, ὁμόχρονος Ὠκεανοῖο, ὃς Βερόην ἐφύτευσεν ἑῷ πολυπίδακι παστῷ Τηθύος ἰκμαλέοισιν ὁμιλήσας ὑμεναίοις, ἥν περ Ἀμυμώνην ἐπεφήμισαν, εὖτέ ἑ μήτηρ ὑδρηλῆς φιλότητος ὑποβρυχίῃ τέκεν εὐνῇ.
155 ἀλλά τις ὁπλοτέρη πέλεται φάτις, ὅττι μιν αὐτὴ ἀνδρομέης Κυθέρεια κυβερνήτειρα γενέθλης Ἀσσυρίῳ πάνλευκον Ἀδώνιδι γείνατο μήτηρ· καὶ δρόμον ἐννεάκυκλον ἀναπλήσασα Σελήνης φόρτον ἐλαφρίζειν· φθάμενος δέ μιν ὠκέι ταρσῷ,
160ἐσσομένων κήρυκα, Λατινίδα δέλτον, ἀείρων, εἰς Βερόης ὠδῖνα μογοστόκος ἤλυθεν Ἑρμῆς, καὶ Θέμις Εἰλείθυια, καὶ οἰδαλέου διὰ κόλπου στεινομένης ὠδῖνος ἀναπτύξασα καλύπτρην ὀξὺ βέλος κούφιζε πεπαινομένου τοκετοῖο,
165θεσμὰ Σόλωνος ἔχουσα· παρεζομένῃ δὲ λοχείῃ
λυσιτόκῳ βαρὺ νῶτον ἐπικλίνασα θεαίνῃ Κύπρις ἀνωδίνεσκε, καὶ Ἀτθίδος ὑψόθι βίβλου παῖδα σοφὴν ἐλόχευσε, Λακωνίδες οἷα γυναῖκες υἱέας ὠδίνουσιν ἐπ’ εὐκύκλοιο βοείης·323 in vol. 2
170καὶ τόκον ἀρτιλόχευτον ἀπέπτυε θήλεϊ κόλπῳ, ἄρσενα μαῖαν ἔχουσα δικασπόλον υἱέα Μαίης. καὶ βρέφος εἰς φάος ἦλθεν· ἐχυτλώσαντο δὲ κούρην τέσσαρες ἄστεα πάντα διιππεύοντες ἀῆται, ἐκ Βερόης ἵνα γαῖαν ὅλην πλήσωσι θεμίστων·
175τῇ δὲ λοχευομένῃ πρωτάγγελος εἰσέτι θεσμῶν Ὠκεανὸς πόρε χεῦμα λεχώιον ἰξύι κόσμου ἀενάῳ τελαμῶνι χέων μιτρούμενον ὕδωρ· χερσὶ δὲ γηραλέῃσιν ἐς ἀρτιτόκου χρόα κούρης σπάργανα πέπλα Δίκης ἀνεκούφισε σύντροφος Αἰών,
180μάντις ἐπεσσομένων, ὅτι γήραος ἄχθος ἀμείβων, ὡς ὄφις ἀδρανέων φολίδων σπείρημα τινάξας, ἔμπαλιν ἡβήσειε λελουμένος οἴδμασι θεσμῶν· θεσπεσίην δὲ θύγατρα λοχευομένης Ἀφροδίτης σύνθροον ἐκρούσαντο μέλος τετράζυγες Ὧραι.
185 καὶ Παφίης ὠδῖνα τελεσσιγόνοιο μαθόντες θῆρες ἐβακχεύοντο· λέων δέ τις ἁβρὸν ἀθύρων χείλεϊ μειλιχίῳ ῥαχίην ἠσπάζετο ταύρου, ἀκροτέροις στομάτεσσι φίλον μυκηθμὸν ἰάλλων,
καὶ τροχαλῇ βαρύδουπον ἐπιρρήσσων πέδον ὁπλῇ324 in vol. 2
190ἵππος ἀνεκροτάλιζε γενέθλιον ἦχον ἀράσσων, καὶ ποδὸς ὑψιπόροιο θορὼν ἐπιβήτορι παλμῷ πόρδαλις αἰολόνωτος ἐπεσκίρτησε λαγωῷ, ὠρυγῆς δ’ ὀλόλυγμα χέων φιλοπαίγμονι λαιμῷ ἀδρύπτοις γενύεσσι λύκος προσπτύξατο ποίμνην,
195καί τις ἐνὶ ξυλόχοισι λιπὼν κεμαδοσσόον ἄγρην, ἄλλον ἔχων γλυκὺν οἶστρον, ἁμιλλητῆρι χορείῃ ὀρχηστὴρ ἐρίδαινε κύων βητάρμονι κάπρῳ, καὶ πόδας ὀρθώσασα, περιπλεχθεῖσα δὲ δειρῇ, ἄρκτος ἀδηλήτῳ δαμάλην ἠγκάσσατο δεσμῷ,

41

(200)

πυκνὰ δὲ κυρτώσασα φιλέψιον ἄντυγα κόρσης πόρτις ἀνεσκίρτησε, δέμας λιχμῶσα λεαίνης, ἡμιτελὲς μύκημα νέων πέμπουσα γενείων, καὶ φιλίων ἐλέφαντι δράκων ἔψαυεν ὀδόντων· καὶ δρύες ἐφθέγξαντο· γαληναίῳ δὲ προσώπῳ
205ἠθάδα πέμπε γέλωτα φιλομμειδὴς Ἀφροδίτη, τερπομένων ὁρόωσα λεχώια παίγνια θηρῶν. πᾶσι μὲν ἀμφελέλιζε γεγηθότα κύκλον ὀπωπῆς, πᾶσιν ὁμοῦ· μούνην δὲ συῶν οὐκ ἤθελε λεύσσειν τερπωλήν, ἅτε μάντις, ἐπεὶ συὸς εἰκόνι μορφῆς
210Ἄρης καρχαρόδων θανατηφόρον ἰὸν ἰάλλων ζηλομανὴς ἤμελλεν Ἀδώνιδι πότμον ὑφαίνειν. καὶ Βερόην γελόωσαν ἔτι βρέφος ἅμματι χειρῶν δεξαμένη παρὰ μητρὸς ὅλου κόσμοιο τιθήνη παρθένος Ἀστραίη, χρυσέης θρέπτειρα γενέθλης,
215ἔννομα παππάζουσαν ἀνέτρεφεν ἔμφρονι μαζῷ· παρθενίῳ δὲ γάλακτι ῥοὰς βλύζουσα θεμίστων χείλεα παιδὸς ἔδευσε, καὶ ἔβλυεν εἰς στόμα κούρης Ἀτθίδος ἡδυτόκοιο περιθλίψασα μελίσσης δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης,325 in vol. 2
220κηρία φωνήεντα σοφῷ κεράσασα κυπέλλῳ· εἴ ποτε διψαλέη ποτὸν ᾔτεεν, ὤρεγε κούρῃ Πύθιον Ἀπόλλωνι λάλον πεφυλαγμένον ὕδωρ ἢ ῥόον Ἰλισσοῖο, τὸν ἔμπνοον Ἀτθίδι Μούσῃ Πιερικαὶ δονέουσιν ἐπ’ ᾐόνι Φοιβάδες αὖραι·
225κοῦραι δ’ ἁβρὰ λοετρὰ χορίτιδες Ὀρχομενοῖο ἀμφίπολοι Παφίης μεμελημένον ἐννέα Μούσαις ἐκ κρήνης ἀρύοντο νοήμονος ἵππιον ὕδωρ. καὶ στάχυν ἀστερόεντα περιγνάμψασα κορύμβῳ χρύσεον οἷά περ ὅρμον ἐπ’ αὐχένι θήκατο κούρης.
230 καὶ Βερόη βλάστησεν ὁμόδρομος Ἰοχεαίρῃ, δίκτυα θηρητῆρος ἀερτάζουσα τοκῆος· καὶ Παφίης ὅλον εἶδος ὁμόγνιον εἶχε τεκούσης καὶ πόδας αἰγλήεντας· ὑπερκύψασα δὲ πόντου χιονέῳ σκαίρουσα Θέτις βητάρμονι ταρσῷ
235ἄλλην ἀργυρόπεζαν ἴδεν Θέτιν· αἰδομένη δὲ κρύπτετο δειμαίνουσα πάλιν στόμα Κασσιεπείης. Ἀσσυρίην δ’ ἑτέρην δεδοκημένος ἄζυγα κούρην Ζεὺς πάλιν ἐπτοίητο, καὶ ἤθελεν εἶδος ἀμεῖψαι· καί νύ κε φόρτον Ἔρωτος ἔχων ταυρώπιδι μορφῇ
240ἀκροβαφὴς πεφόρητο δι’ ὕδατος ἴχνος ἐρέσσων, κουφίζων ἀδίαντον ὑπὲρ νώτοιο γυναῖκα, εἰ μὴ μνῆστις ἔρυκε βοοκραίρων ὑμεναίων Σιδονίς, ἀστερόεν δὲ μέλος ζηλήμονι λαιμῷ νυμφίος Εὐρώπης μυκήσατο, Ταῦρος Ὀλύμπου,326 in vol. 2
245μὴ βοὸς ἰσοτύποιο δι’ αἰθέρος εἰκόνα τεύχων ποντοπόρων στήσειε νεώτερον ἄστρον ἐρώτων· καὶ Βερόην διεροῖσιν ὀφειλομένην ὑμεναίοις γνωτῷ λεῖπεν ἄκοιτιν, ἐπιχθονίης περὶ νύμφης ὑσμίνην γαμίην πεφυλαγμένος Ἐννοσιγαίου.

41

(250)

τοίη ἔην Βερόη, Χαρίτων θάλος· εἴ ποτε κούρη λαροτέρην σίμβλοιο μελίρρυτον ἤπυε φωνήν, ἡδυεπὴς ἀκόρητος ἐφίστατο χείλεσι Πειθὼ καὶ πινυτὰς οἴστρησεν ἀκηλήτων φρένας ἀνδρῶν· Ἀσσυρίης δ’ ἔκρυπτον ὁμήγυριν ἥλικος ἥβης
255ὀφθαλμοὶ γελόωντες, ἀκοντιστῆρες ἐρώτων, φαιδροτέραις χαρίτεσσιν, ὅσον πλέον ἄστρα καλύπτει ἀννεφέλους ἀκτῖνας ὀιστεύουσα Σελήνη πλησιφαής· λευκοὶ δὲ παρὰ σφυρὰ νείατα κούρης πορφυρέοις μελέεσσιν ἐφοινίσσοντο χιτῶνες.
260οὐ νέμεσίς ποτε τοῦτο, καὶ εἰ πλέον ἥλικος ἥβης τηλίκον ἔλλαχεν εἶδος, ἐπεί νύ οἱ ἀμφὶ προσώπῳ κάλλεα διχθαδίων ἀμαρύσσετο φαιδρὰ τοκήων. ἣν τότε Κύπρις ἰδοῦσα, νοήμονος ἔγκυος ὀμφῆς, ὠκυτέρην ἐλέλιζε περιστρωφῶσα μενοινήν,
265καὶ νόον ἱππεύσασα περὶ χθόνα πᾶσαν ἀλήτην φαιδρὰ παλαιγενέων διεμέτρεε βάθρα πολήων, ὅττι φερωνυμίην ἑλικώπιδος εἶχε Μυκήνης στέμματι τειχιόεντι περιζωσθεῖσα Μυκήνη Κυκλώπων κανόνεσσι, καὶ ὡς Νοτίῳ παρὰ Νείλῳ327 in vol. 2
270Θήβης ἀρχεγόνοιο φερώνυμος ἔπλετο Θήβη· καὶ Βερόης μενέαινεν ἐπώνυμον ἄστυ χαράξαι, ἀντιτύπων μεθέπουσα φιλόπτολιν οἶστρον ἐρώτων. φραζομένη δὲ Σόλωνος ἀλεξικάκων στίχα θεσμῶν δόχμιον ὄμμα τίταινεν ἐς εὐρυάγυιαν Ἀθήνην,
275γνωτῆς ζῆλον ἔχουσα δικασπόλον· ἐσσυμένη δὲ ἠερίην ἁψῖδα διερροίζησε πεδίλῳ εἰς δόμον Ἁρμονίης παμμήτορος, ὁππόθι νύμφη εἴκελον οἶκον ἔναιε τύπῳ τετράζυγι κόσμου αὐτοπαγῆ· πίσυρες δὲ θύραι στιβαροῖο μελάθρου
280ἀρραγέες πισύρεσσιν ἐμιτρώθησαν ἀήταις· καὶ δόμον ἐρρύοντο περίτροχον εἰκόνα κόσμου δμωίδες ἔνθα καὶ ἔνθα· μεριζομένων δὲ θυρέτρων Ἀντολίη θεράπαινα πύλην περιδέδρομεν Εὔρου, καὶ Ζεφύρου πυλεῶνα Δύσις, θρέπτειρα Σελήνης,
285καὶ Νότιον πυρόεντα Μεσημβριὰς εἶχεν ὀχῆα, καὶ πυκινὴν νεφέεσσι, παλυνομένην δὲ χαλάζῃ Ἄρκτος ὑποδρήστειρα πύλην ἐπέτασσε Βορῆος.
κεῖθι Χάρις προθοροῦσα, συνέμπορος Ἀφρογενείῃ, Εὔρου κόψε θύρετρον Ἑώιον· ἐνδόμυχος δὲ328 in vol. 2
290Ἀντολίης κροκόεντος ἀρασσομένου πυλεῶνος ἄνδραμεν Ἀστυνόμεια διάκτορος, ἱσταμένην δὲ Κύπριν ἐσαθρήσασα παρὰ προπύλαια μελάθρου ποσσὶ παλιννόστοισι προάγγελος ἦλθεν ἀνάσσῃ. ἡ μὲν ἐποιχομένη πολυδαίδαλον ἱστὸν Ἀθήνης
295κερκίδι πέπλον ὕφαινεν· ὑφαινομένου δὲ χιτῶνος πρώτην γαῖαν ἔπασσε μεσόμφαλον, ἀμφὶ δὲ γαίῃ οὐρανὸν ἐσφαίρωσε τύπῳ κεχαραγμένον ἄστρων, συμφερτὴν δὲ θάλασσαν ἐφήρμοσε σύζυγι γαίῃ· καὶ ποταμοὺς ποίκιλλεν, ἐπ’ ἀνδρομέῳ δὲ μετώπῳ

41

(300)

ταυροφυὴς μορφοῦτο κερασφόρος ἔγχλοος εἰκών· καὶ πυμάτην παρὰ πέζαν ἐυκλώστοιο χιτῶνος ὠκεανὸν κύκλωσε περίδρομον ἄντυγι κόσμου. ἀμφίπολος δέ οἱ ἦλθε καὶ ἐγγύθι θήλεος ἱστοῦ ἱσταμένην ἤγγειλε παρὰ προθύροις Ἀφροδίτην.
305καὶ θεός, ὡς ἤκουσε, μίτους ῥίψασα χιτῶνος θέσκελον ἱστοπόνων ἀπεσείσατο κερκίδα χειρῶν· καὶ ταχινὴ πυκάσασα δέμας χιονώδεϊ πέπλῳ φαιδροτέρη χρυσέης ὑπερίζανεν ἠθάδος ἕδρης, δεχνυμένη Κυθέρειαν, ἀναΐξασα δὲ θώκου
310τηλεφανῆ κύδηνεν ἐπερχομένην Ἀφροδίτην. καὶ Παφίην ἵδρυσεν ἐπὶ θρόνον ἐγγὺς ἀνάσσης Εὐρυνόμη τανύπεπλος· ἀτυζομένου δὲ προσώπου
Κύπριν ὀπιπεύουσα κατηφέα μάρτυρι μορφῇ παντρόφος Ἁρμονίη φιλίῳ μειλίξατο μύθῳ·329 in vol. 2
315 „ῥίζα βίου, Κυθέρεια φυτοσπόρε, μαῖα γενέθλης, ἐλπὶς ὅλου κόσμοιο, τεῆς ὑπὸ νεύματι βουλῆς ἀπλανέες κλώθουσι πολύτροπα νήματα Μοῖραι ...“ „... εἰρομένῃ θέσπιζε, καὶ ὡς βιότοιο τιθήνη, ὡς τροφὸς ἀθανάτων, ὡς σύγχρονος ἥλικι κόσμῳ,
320εἰπέ· τίνι πτολίων βασιληίδος ὄργανα φωνῆς λυσιπόνων ἀτίνακτα φυλάσσεται ἡνία θεσμῶν; ὅττι πολυχρονίοιο πόθου δεδονημένον ἰῷ Ἥρης κέντρον ἔχοντα κασιγνήτων ὑμεναίων εἰς χρόνον ἱμείροντα τριηκοσίων ἐνιαυτῶν
325Ζῆνα γάμοις ἔζευξα· χάριν δέ μοι ἄξιον ἔργων μισθὸν ἑοῦ θαλάμοιο νοήμονι νεῦσε καρήνῳ, ὅττι μιῇ πολίων, ὧν ἔλλαχον, ἐγγυαλίξει θεσμὰ Δίκης. ποθέω δὲ δαήμεναι, εἰ χθονὶ Κύπρου ἠὲ Πάφῳ τάδε δῶρα φυλάσσεται ἠὲ Κορίνθῳ
330ἢ Σπάρτῃ, Λυκόοργος ὅθεν πέλεν, ἠὲ καὶ αὐτῆς κούρης ἡμετέρης Βερόης εὐήνορι πάτρῃ. ἀλλὰ δίκης ἀλέγιζε καὶ ἁρμονίην πόρε κόσμῳ Ἁρμονίη γεγαυῖα βιοσσόος· εἰς σὲ γὰρ αὐτὴ
πέμψεν ἐπειγομένην με θεμιστοπόλων τροφὸς ἀνδρῶν,330 in vol. 2
335Παρθένος ἀστερόεσσα· τὸ δὲ πλέον, ἔννομος Ἑρμῆς τοῦτο γέρας μοι † ἔοικε, βιαζομένους ἵνα μούνη ἀνέρας, οὓς ἔσπειρα, γάμου θεσμοῖσι σαώσω.“ ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ· „γίνεο θαρσαλέη, μὴ δείδιθι, μῆτερ Ἐρώτων·
340ἑπτὰ γὰρ ἐν πινάκεσσιν ἔχω μαντήια κόσμου, καὶ πίνακες γεγάασιν ἐπώνυμοι ἑπτὰ πλανήτων. πρῶτος ἐυτροχάλοιο φερώνυμός ἐστι Σελήνης· δεύτερος Ἑρμείαο πίναξ χρύσειος ἀκούει Στίλβων, ᾧ ἔνι πάντα τετεύχαται ὄργια θεσμῶν·
345οὔνομα σὸν μεθέπει ῥοδόεις τρίτος· ὑμετέρου γὰρ ἀστέρος Ἠῴοιο φέρει τύπον· ἑπταπόρων δὲ τέτρατος Ἠελίοιο μεσόμφαλός ἐστι πλανήτων· πέμπτος ἐρευθιόων πυρόεις κικλήσκεται Ἄρης· καὶ Φαέθων Κρονίδαο φατίζεται ἕκτος ἀλήτης·

41

(350)

ἕβδομος ὑψιπόροιο Κρόνου πέλεν οὔνομα Φαίνων. τοῖς ἔνι ποικίλα πάντα μεμορμένα θέσφατα κόσμου γράμματι φοινικόεντι γέρων ἐχάραξεν Ὀφίων. ἀλλ’, ἐπεὶ ἰθυνόων με διείρεαι εἵνεκα θεσμῶν, πρεσβυτέρῃ πολίων πρεσβήια ταῦτα φυλάσσω·
355εἴτ’ οὖν Ἀρκαδίη προτέρη πέλεν ἢ πόλις Ἥρης, Σάρδιες εἰ γεγάασι παλαίτεραι, εἴτε καὶ αὐτὴ Ταρσὸς ἀειδομένη πρωτόπτολις, εἴτε τις ἄλλη, οὐκ ἐδάην· Κρόνιος δὲ πίναξ τάδε πάντα διδάσκει, τίς προτέρη βλάστησε, τίς ἔπλετο σύγχρονος Ἠοῦς.“331 in vol. 2
360 εἶπε· καὶ ἡγεμόνευεν ἐς ἀγλαὰ θέσφατα τοίχου· καὶ μόγις ἔδρακε χῶρον, ὅπῃ Βερόης περὶ πάτρης θέσφατον ὀψιτέλεστον Ὀφιονίη γράφε τέχνη ἐν πίνακι Κρονίῳ κεχαραγμένον οἴνοπι μίλτῳ· πρωτοφανὴς Βερόη πέλε σύγχρονος ἥλικι κόσμῳ,
365νύμφης ὀψιγόνοιο φερώνυμος, ἣν μετανάσται υἱέες Αὐσονίων, ὑπατήια φέγγεα Ῥώμης, Βηρυτὸν καλέσουσιν, ἐπεὶ Λιβάνῳ πέσε γείτων ... τοῖον ἔπος δεδάηκε θεοπρόπον. ἀλλ’ ὅτε δαίμων θέσκελον ἑβδομάτου πίνακος παρεμέτρεεν ἀρχήν,
370δεύτερον ἐσκοπίαζεν, ὅπῃ παρὰ γείτονι τοίχῳ ποικίλα παντοίης ἐχαράσσετο δαίδαλα τέχνης μαντιπόλοις ἐπέεσσιν, ὅτι πρώτιστα νοήσει
Πὰν νόμιος σύριγγα, λύρην Ἑλικώνιος Ἑρμῆς, δίθροον ἁβρὸς Ὕαγνις ἐυτρήτου μέλος αὐλοῦ,332 in vol. 2
375Ὀρφεὺς μυστιπόλοιο θεηγόρα χεύματα μολπῆς, καὶ Λίνος εὐεπίην Φοιβήιος, Ἀρκὰς ἀλήτης μέτρα δυωδεκάμηνα καὶ Ἠελίοιο πορείην, μητέρα τικτομένων ἐτέων τετράζυγι δίφρῳ, καὶ σοφὸς Ἐνδυμίων ἑτερότροπα δάκτυλα κάμψας
380γνώσεται ἄστατα κύκλα παλιννόστοιο Σελήνης τριπλόα, καὶ στοιχεῖον ὁμόζυγον ἄζυγι μίξας Κάδμος ἐυγλώσσοιο διδάξεται ὄργια φωνῆς, θεσμὰ Σόλων ἄχραντα, καὶ ἔννομον Ἀτθίδι πεύκῃ συζυγίης ἀλύτοιο συνωρίδα δίζυγα Κέκροψ.
385καὶ Παφίη μετὰ πάντα πολύτροπα δαίδαλα Μούσης πυκνὰ πολυσπερέων παρεμέτρεεν ἔργα πολήων· καὶ πίνακος γραπτοῖο μέσην ὑπὲρ ἄντυγα κόσμου τοῖον ἔπος σοφὸν εὗρε πολύστιχον Ἑλλάδι Μούσῃ· „σκῆπτρον ὅλης Αὔγουστος ὅτε χθονὸς ἡνιοχεύσει,
390Ῥώμῃ μὲν ζαθέῃ δωρήσεται Αὐσόνιος Ζεὺς κοιρανίην, Βερόῃ δὲ χαρίζεται ἡνία θεσμῶν, ὁππότε θωρηχθεῖσα φερεσσακέων ἐπὶ νηῶν φύλοπιν ὑγρομόθοιο κατευνήσει Κλεοπάτρης· πρὶν γὰρ ἀτασθαλίη πτολιπόρθιος οὔ ποτε λήξει
395εἰρήνην κλονέουσα σαόπτολιν, ἄχρι δικάζει
Βηρυτὸς βιότοιο γαληναίοιο τιθήνη γαῖαν ὁμοῦ καὶ πόντον, ἀκαμπέι τείχεϊ θεσμῶν ἄστεα πυργώσασα, μία πτόλις ἄστεα κόσμου.“ καὶ θεός, ὁππότε πᾶσαν Ὀφιονίην μάθεν ὀμφήν,333 in vol. 2

41

(400)

εἰς ἑὸν οἶκον ἔβαινε παλίνδρομος· ἑζομένου δὲ υἱέος ἐγγὺς ἔθηκεν ἑὴν χρυσήλατον ἕδρην, καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ, γούνασι κουφίζουσα φίλον βάρος· ἀμφότερον δὲ
405καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα· θελξινόου δὲ ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην, οἷά περ ἀσχαλόωσα, δολόφρονα ῥήξατο φωνήν· „ἐλπὶς ὅλου βιότοιο, παραίφασις Ἀφρογενείης, νηλειὴς ἐμὰ τέκνα βιήσατο μοῦνα Κρονίων·
410ἐννέα γὰρ πλήσασα μογοστόκα κύκλα Σελήνης δριμὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο Ἁρμονίην ἐλόχευσα, καὶ ἄλγεα ποικίλα πάσχει ἀχνυμένη· κούρην δὲ μογοστόκον ἔλλαχε Λητώ, Ἄρτεμιν Εἰλείθυιαν, ἀρηγόνα θηλυτεράων.
415τέκνον Ἀμυμώνης ὁμογάστριον, οὔ σε διδάξω, ὡς λάχον ἐξ ἁλὸς αἷμα καὶ αἰθέρος· ἀλλὰ τελέσσαι ἤθελον ἄξιον ἔργον, ὅπως παρὰ μητρὶ θαλάσσῃ οὐρανόθεν γεγαυῖα καὶ οὐρανὸν ἐν χθονὶ πήξω·
ἀλλὰ κασιγνήτης ἐπὶ κάλλεϊ σεῖο τιταίνων334 in vol. 2
420θέλγε θεούς, καὶ μᾶλλον ἴσον βέλος εἰν ἑνὶ θεσμῷ πέμπε Ποσειδάωνι καὶ ἀμπελόεντι Λυαίῳ, ἀμφοτέροις μακάρεσσιν· ἐγὼ δέ σοι ἄξια μόχθων δῶρον ἑκηβολίης ἐπεοικότα μισθὸν ὀπάσσω· δώσω σοι χρυσέην γαμίην χέλυν, ἣν παρὰ παστῷ
425Ἁρμονίῃ πόρε Φοῖβος, ἐγὼ δέ σοι ἐγγυαλίξω ἄστεος ἐσσομένου μνημήιον, ὄφρα κεν εἴης
καὶ μετὰ τοξευτῆρα λυροκτύπος, ὥς περ Ἀπόλλων.“335 in vol. 2

42

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΕΣΣΑΡΑΚΟΣΤΟΝ
t2ΔΕΥΤΕΡΟΝ.
1 Ὣς φαμένη παρέπεισε· μεταχρονίῳ δὲ πεδίλῳ θερμὸς Ἔρως ἀκίχητος ὑπηνέμιον πόδα πάλλων ὑψινεφὴς πτερόεντι κατέγραφεν ἠέρα ταρσῷ, τόξα φέρων φλογόεντα· κατωμαδίη δὲ καὶ αὐτὴ
5μειλιχίου πλήθουσα πυρὸς κεχάλαστο φαρέτρη. ὡς δ’ ὁπότ’ ἀννεφέλοιο δι’ αἰθέρος ὀξὺς ὁδίτης ἐκταδίῳ σπινθῆρι τιταίνεται ὄρθιος ἀστήρ, ἢ στρατιῇ πολέμοιο φέρων τέρας ἤ τινι ναύτῃ ... αἰθέρος ἔγραφε νῶτον ὀπισθιδίῳ πυρὸς ὁλκῷ·
10ὣς τότε θοῦρος Ἔρως πεφορημένος ὀξέι ῥοίζῳ, παλλομένων πτερύγων ἀνεμώδεα βόμβον ἰάλλων, ἠερόθεν ῥοίζησε· καὶ Ἀσσυρίῃ παρὰ πέτρῃ ἔμπυρα δισσὰ βέλεμνα μιῇ ξυνώσατο νευρῇ, παρθενικῆς ὑπ’ ἔρωτος ὁμοίιον εἰς πόθον ἕλκων
15διχθαδίους μνηστῆρας ὁμοζήλων ὑμεναίων,
δαίμονα βοτρυόεντα καὶ ἡνιοχῆα θαλάσσης. τῆμος ὁ μὲν βαθὺ κῦμα λιπὼν ἁλιγείτονος ὅρμου, ὃς δὲ Τύρου μετὰ πέζαν, ἔσω Λιβάνοιο καρήνων ἤντεον εἰς ἕνα χῶρον. ἀπὸ βλοσυροῖο δὲ δίφρου336 in vol. 2
20πόρδαλιν ἱδρώοντα Μάρων ἀνέλυσε λεπάδνων, καὶ κόνιν ἐξετίναξε καὶ ἔκλυσεν ὕδατι πηγῆς θερμὸν ἀναψύχων κεχαραγμένον αὐχένα θηρῶν. ἔνθα μολὼν ἀκίχητος Ἔρως ἐπὶ γείτονι κούρῃ δαίμονας ἀμφοτέρους διδυμάονι βάλλεν ὀιστῷ,
25βακχεύσας Διόνυσον ἄγειν κειμήλια νύμφῃ εὐφροσύνην βιότοιο καὶ οἴνοπα βότρυν ὀπώρης, οἰστρήσας δ’ ἐς ἔρωτα κυβερνητῆρα τριαίνης διπλόον ἕδνον ἔρωτος ἄγειν ἁλιγείτονι κούρῃ, ναύμαχον ὑγρὸν ἄρηα καὶ αἰόλα δεῖπνα τραπέζης.
30καὶ πλέον ἔφλεγε Βάκχον, ἐπεὶ νόον οἶνος ἐγείρει εἰς πόθον, ὁπλοτέρων δὲ πολὺ πλέον ἄφρονι κέντρῳ θελγομένην ἀχάλινον ἔχων πειθήνιον ἥβην ... Βάκχον Ἔρως τόξευεν, ὅλον βέλος εἰς φρένα πήξας· ἔφλεγε δ’, ὅσσον ἔθελγεν ἐπιστάξας μέλι πειθοῦς.
35ἀμφοτέρους δ’ οἴστρησε· δι’ αἰθερίης δὲ κελεύθου κυκλώσας βαλίοισιν ὁμόδρομον ἴχνος ἀήταις
νηχομένῳ νόθος ὄρνις ἀνῃώρητο πεδίλῳ, τοῖον ἔπος βοόων φιλοκέρτομον· „ἀνέρας οἴνῳ εἰ κλονέει Διόνυσος, ἐγὼ πυρὶ Βάκχον ὀρίνω.“337 in vol. 2
40 καὶ θεὸς ἀμπελόεις ἀντώπιον ὄμμα τιταίνων ἁβρὸν ἐυπλοκάμοιο δέμας διεμέτρεε νύμφης, θάμβος ἔχων ὀχετηγὸν ἐς ἵμερον· ἀρχομένων δὲ ὀφθαλμὸς προκέλευθος ἐγίνετο πορθμὸς ἐρώτων. πλάζετο μὲν Διόνυσος ἔσω τερψίφρονος ὕλης,
45λάθριος εἰς Βερόην πεφυλαγμένον ὄμμα τιταίνων, καὶ κατὰ βαιὸν ὄπισθεν ἐς ἀτραπὸν ἤιε κούρης· οὐδέ οἱ εἰσορόωντι κόρος πέλεν· ἱσταμένην γὰρ παρθένον ὅσσον ὄπωπε, τόσον πλέον ἤθελε λεύσσειν. καὶ Κλυμένης φιλότητος ἀναμνήσας πρόμον ἄστρων

42

(50)

Ἠέλιον λιτάνευεν, ὀπισθοτόνων ἐπὶ δίφρων αἰθερίῳ στατὸν ἵππον ἀνασφίγγοντα χαλινῷ μηκύνειν γλυκὺ φέγγος, ἵνα βραδὺς εἰς δύσιν ἔλθῃ φειδομένῃ μάστιγι παλιμφυὲς ἦμαρ ἀέξων. καὶ Βερόης μετρηδὸν ἐπ’ ἴχνεσιν ἴχνος ἐρείδων,
55οἷά περ ἀγρώσσων, περιδέδρομεν· ἐκ Λιβάνου δὲ ὀκναλέου ποδὸς ἴχνος ὑποκλέπτων Ἐνοσίχθων
ἐντροπαλιζομένῳ βραδυπειθέι χάζετο ταρσῷ, καὶ νόον ἀστήρικτον ὁμοίιον εἶχε θαλάσσῃ, κύμασι παφλάζοντα πολυφλοίσβοιο μερίμνης.338 in vol. 2
60καὶ γλυκερῆς ἀκόρητος ἔσω Λιβανηίδος ὕλης οἰώθη Διόνυσος ἐρημαίῃ παρὰ νύμφῃ, οἰώθη Διόνυσος. Ὀρειάδες εἴπατε Νύμφαι, τί πλέον ἤθελεν ἄλλο φιλαίτερον, ἢ χρόα κούρης μοῦνος ἰδεῖν δυσέρωτος ἐλεύθερος Ἐννοσιγαίου;
65καὶ δολίην Διόνυσος ἔχων ἀγέλαστον ὀπωπὴν παρθενικὴν ἐρέεινεν Ἀδώνιδος ἀμφὶ τοκῆος, ὡς φίλος, ὡς ὁμόθηρος ὀρίδρομος· ἱσταμένης δὲ στήθεϊ χεῖρα πέλασσε δυσίμερον, ἄκρα δὲ μίτρης ὡς ἀέκων ἔθλιψεν· ἐπιψαύουσα δὲ μαζῶν
70δεξιτερὴ νάρκησε γυναιμανέος Διονύσου. καὶ κύσε νηρίθμοισι φιλήμασι λάθριος ἕρπων χῶρον, ὅπῃ πόδα θῆκε, καὶ ἣν ἐπάτησε κονίην παρθενικὴ ῥοδόεντι καταυγάζουσα πεδίλῳ· καὶ γλυκὺν αὐχένα Βάκχος ἐδέρκετο καὶ σφυρὰ κούρης
75νισομένης καὶ κάλλος, ὅ περ φύσις ὤπασε νύμφῃ, κάλλος, ὅ περ φύσις εὗρε· καὶ οὐ ξανθόχροϊ κόσμῳ χρισαμένη Βερόη ῥοδοειδέα κύκλα προσώπου ψευδομένας ἐρύθηνε νόθῳ σπινθῆρι παρειάς, οὐ χροὸς ἀντιτύποιο διαυγέι μάρτυρι χαλκῷ
80μιμηλῆς ἐγέλασσεν ἐς ἄπνοον εἶδος ὀπωπῆς
κάλλος ἑὸν κρίνουσα, καὶ οὐ τεχνήμονι θεσμῷ πολλάκις ἰσάζουσα παρ’ ὀφρύσιν ἄκρα κομάων πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης. ἀλλὰ γυναιμανέοντα πολὺ πλέον ὀξέι κέντρῳ339 in vol. 2
85ἀγλαΐαι κλονέουσιν ἀκηδέστοιο προσώπου, καὶ πλόκαμοι ῥυπόωντες ἀκοσμήτοιο καρήνου ἁβρότεροι γεγάασιν, ὅτ’ ἀπλεκέες καὶ ἀλῆται χιονέῳ στιχόωσι παρήοροι ἀμφὶ προσώπῳ. καί ποτε διψήσασα μετέστιχε γείτονα πηγήν,
90οὐρανίου πυρόεντος ἱμασσομένη Κυνὸς ἀτμῷ, χείλεσι καρχαλέοισι· καθελκομένῳ δὲ καρήνῳ κάμπτετο κυρτωθεῖσα, καὶ εἰς στόμα πολλάκι κούρη χερσὶ βαθυνομένῃσιν ἀρύετο πάτριον ὕδωρ, ἄχρι κορεσσαμένη λίπε νάματα· χαζομένης δὲ
95ἱμερτῇ Διόνυσος ὑποκλίνας γόνυ πηγῇ κοιλαίνων παλάμας ἐρατὴν μιμήσατο κούρην, νέκταρος αὐτοχύτοιο πιὼν γλυκερώτερον ὕδωρ. καί μιν ἐσαθρήσασα πόθου δεδονημένον οἴστρῳ πηγαίη βαθύκολπος ἀσάμβαλος ἴαχε Νύμφη·

42

(100)

„ψυχρὸν ὕδωρ, Διόνυσε, μάτην πίες· οὐ δύναται γὰρ σβέσσαι δίψαν ἔρωτος ὅλος ῥόος Ὠκεανοῖο. εἴρεο σὸν γενέτην, ὅτι τηλίκον οἶδμα περήσας νυμφίος Εὐρώπης οὐκ ἔσβεσεν ἱμερόεν πῦρ, ἀλλ’ ἔτι μᾶλλον ἔκαμνεν ἐν ὕδασιν· ὑγροπόρου δὲ
105μάρτυρα λάτριν Ἔρωτος ἔχεις Ἀλφειὸν ἀλήτην, ὅττι τόσοις ῥοθίοισι δι’ ὕδατος ὕδατα σύρων
οὐ φύγε θερμὸν ἔρωτα, καὶ εἰ πέλεν ὑγρὸς ἀκοίτης. ὣς φαμένη πηγαῖον ἐδύσατο σύγχρονον ὕδωρ Νηιὰς ἀκρήδεμνος ἐπεγγελόωσα Λυαίῳ.340 in vol. 2
110καὶ θεὸς ὑγρομέδοντι Ποσειδάωνι μεγαίρων εἶχε φόβον καὶ ζῆλον, ἐπεὶ πίε παρθένος ὕδωρ ἀντὶ μέθης, καὶ κωφὸν ἐς ἠέρα ῥήξατο φωνήν, οἷα περ εἰσαΐουσαν ἔχων πειθήμονα κούρην· „παρθένε, δέχνυσο νέκταρ· ἔα φιλοπάρθενον ὕδωρ·
115φεῦγε ποτὸν κρηναῖον, ὅπως μὴ σεῖο κορείην ὑδατόεις κλέψειεν ἐν ὕδασι Κυανοχαίτης, ὅττι γυναιμανέων δολόεις πέλε· Θεσσαλίδος δὲ Τυροῦς οἶδας ἔρωτα καὶ ὑγροπόρους ὑμεναίους· καὶ σὺ ῥόον δολόεντα φυλάσσεο, μὴ σέο μίτρην
120ψευδαλέος λύσειε, γαμοκλόπος ὥς περ Ἐνιπεύς. ἤθελον εἰ γενόμην καὶ ἐγὼ ῥόος, ὡς Ἐνοσίχθων, καὶ κελάδων πήχυνα ποθοβλήτῳ παρὰ πηγῇ διψαλέην ἀφύλακτον ἐμὴν Λιβανηίδα Τυρώ.“ εἶπε θεός· μελέων δὲ μετάτροπον εἶδος ἀμείψας,
125ὁππόθι παρθένος ἦεν, ἐδύσατο δάσκιον ὕλην Εὔιος ἀγρευτῆρι πανείκελος· ἁβροκόμῳ δὲ ἀλλοφυὴς ἄγνωστος ὁμίλεεν ἄζυγι κούρῃ εἴκελος ἡβητῆρι, καὶ ἀκλινὲς ἀμφὶ προσώπῳ ψευδαλέον μίμημα σαόφρονος ἔπλασεν αἰδοῦς·
130καὶ πῇ μὲν σκοπίαζεν ἐρημάδος ἄκρον ἐρίπνης, πῇ δὲ τανυπτόρθοιο βαθύσκιον εἰς ῥάχιν ὕλης,
εἰς πίτυν ὄμμα φέρων βεβιημένον, ἄλλοτε πεύκην ἢ πτελέην ἐδόκευε· φυλασσομένου δὲ προσώπου ὄμμασι λαθριδίοισιν ἐδέρκετο γείτονα κούρην,341 in vol. 2
135μή μιν ἀλυσκάζειε μετάτροπος· ἠιθέῳ γὰρ κάλλος ὀπιπεύοντι καὶ ἥλικος ὄμματα κούρης Κυπριδίων ἐλάχεια παραίφασίς ἐστιν ἐρώτων. καὶ Βερόης σχεδὸν ἦλθε καὶ ἤθελε μῦθον ἐνίψαι, ἀλλὰ φόβῳ πεπέδητο. φιλεύιε, πῇ σέο θύρσοι
140ἀνδροφόνοι; πῇ φρικτὰ κεράατα; πῇ σέο χαίτης γλαυκὰ πεδοτρεφέων ὀφιώδεα δεσμὰ δρακόντων; πῇ στομάτων μύκημα βαρύβρομον; ἆ μέγα θαῦμα, παρθένον ἔτρεμε Βάκχος, ὃν ἔτρεμε φῦλα Γιγάντων· Γηγενέων ὀλετῆρα φόβος νίκησεν Ἐρώτων·
145τοσσατίων δ’ ἤμησεν ἀρειμανέων γένος Ἰνδῶν, καὶ μίαν ἱμερόεσσαν ἀνάλκιδα δείδιε κούρην, δείδιε θηλυτέρην ἁπαλόχροον· ἐν δὲ κολώναις θηρονόμῳ νάρθηκι κατεπρήυνε λεόντων φρικαλέον μύκημα, καὶ ἔτρεμε θῆλυν ἀπειλήν.

42

(150)

καί οἱ ἐριπτοίητον ὑπὸ στόμα μῦθος ἀλήτης
γλῶσσαν ἐς ἀκροτάτην ἐτιταίνετο χείλεϊ γείτων, ἐκ φρενὸς ἀίσσων καὶ ἐπὶ φρένα νόστιμος ἕρπων· ἀλλὰ φόβον γλυκύπικρον ἔχων αἰδήμονι σιγῇ εἰς φάος ἐσσυμένην παλινάγρετον ἔσπασε φωνήν.342 in vol. 2
155καὶ μόγις ὑστερόμυθον ὑπὸ στόμα δεσμὸν ἀράξας αἰδοῦς ἀμβολιεργὸν ἀπεσφήκωσε σιωπήν, καὶ Βερόην ἐρέεινε χέων ψευδήμονα φωνήν· „Ἄρτεμι, πῇ σέο τόξα; τίς ἥρπασε σεῖο φαρέτρην; πῇ λίπες, ὃν φορέεις ἐπιγουνίδος ἄχρι χιτῶνα;
160πῇ σέο κεῖνα πέδιλα, θοώτερα κυκλάδος αὔρης; πῇ χορὸς ἀμφιπόλων; πῇ δίκτυα; πῇ κύνες ἀργαί; οὐ δρόμον ἐντύνεις κεμαδοσσόον· οὐκ ἐθέλεις γὰρ ἀγρώσσειν, ὅθι Κύπρις Ἀδώνιδος ἐγγὺς ἰαύει.“ ἔννεπε θάμβος ἔχων ἀπατήλιον· ἐν κραδίῃ δὲ
165παρθενικὴ μείδησεν· ἀπειροκάκῳ δὲ μενοινῇ αὐχένα γαῦρον ἄειρεν ἀγαλλομένη χάριν ἥβης, ὅττι, γυνή περ ἐοῦσα, φυὴν ἤικτο θεαίνῃ· οὐδὲ δόλον γίνωσκε νοοπλανέος Διονύσου. καὶ πλέον ἄχνυτο Βάκχος, ἐπεὶ πόθον οὐ μάθε κούρη
171νήπιον ἦθος ἔχουσα, καὶ ἤθελεν, ὄφρα δαείη
170οἶστρον ἑὸν βαρύμοχθον, ἐπισταμένης ὅτι κούρης
172ὄψιμος ἠιθέῳ περιλείπεται ἐλπὶς ἐρώτων ἐσσομένης φιλότητος, ἐπ’ ἀπρήκτῳ δὲ μενοινῇ ἀνέρες ἱμείρουσιν, ὅτ’ ἀγνώσσουσι γυναῖκες.
175καὶ θεὸς ἦμαρ ἐπ’ ἦμαρ ἔσω πιτυώδεος ὕλης
δείελος, εἰς μέσον ἦμαρ, ἑώιος, ἕσπερος ἕρπων, παρθενικῇ παρέμιμνε, καὶ ἤθελεν εἰσέτι μίμνειν· πάντων γὰρ κόρος ἐστὶ παρ’ ἀνδράσιν, ἡδέος ὕπνου μολπῆς τ’ εὐκελάδοιο καὶ ὁππότε κάμπτεται ἀνὴρ343 in vol. 2
180εἰς δρόμον ὀρχηστῆρα· γυναιμανέοντι δὲ μούνῳ οὐ κόρος ἐστὶ πόθων· ἐψεύσατο βίβλος Ὁμήρου. καὶ μογέων Διόνυσος ὑπεβρυχᾶτο σιωπῇ, δαιμονίῃ μάστιγι τετυμμένος, ἔνδοθι πέσσων κρυπτὸν ἀκοιμήτων ὑποκάρδιον ἕλκος ἐρώτων.
185ὡς δ’ ὅτε βοῦς ἀκίχητος ἔσω πλαταμῶνος ὁδεύων ἐσμὸν ὀρεσσινόμων παρεμέτρεεν ἠθάδα ταύρων οἰστρηθεὶς ἀγέληθεν, ὃν εὐπετάλῳ παρὰ λόχμῃ
189βουτύπος ὀξυόεντι μύωψ ἐχαράσσετο κέντρῳ
188ἀπροϊδής, ὀλίγῳ δὲ δέμας βεβολημένος οἴστρῳ
190τηλίκος ἐστυφέλικτο, καὶ ὄρθιον ὑψόθι νώτου ἂψ ἀνασειράζων παλινάγρετον ἔκλασεν οὐρὴν κυρτὸς ἐπιτρίβων σκοπέλων ῥάχιν, ἀντίτυπον δὲ ὀξὺ κέρας δόχμωσεν ἀνούτατον ἠέρα τύπτων· οὕτω καὶ Διόνυσον, ὃν ἔστεφε πολλάκι Νίκη,
195βαιὸς Ἔρως οἴστρησε βαλὼν πανθελγέι κέντρῳ. ὀψὲ δὲ μαστεύων γλυκὺ φάρμακον εἰς ἀφροδίτην Πανὶ δασυστέρνῳ Παφίης ἐγκύμονι μύθων Κυπριδίην ἄγρυπνον ἑὴν ἀνέφαινεν ἀνάγκην,
καὶ βουλὴν ἐρέεινεν, ἀλεξήτειραν ἐρώτων.344 in vol. 2

42

(200)

καὶ καμάτους Βάκχοιο πυρὶ πνείοντας ἀκούων Πὰν κερόεις ἐγέλασσε, κατεκλάσθη δὲ μενοινὴν οἰκτείρων δυσέρωτα δυσίμερος· εἶπε δὲ βουλὴν Κυπριδίην· ὀλίγην δὲ παραίφασιν εἶχεν ἐρώτων ἄλλον ἰδὼν φλεχθέντα μιῆς σπινθῆρι φαρέτρης·
205 „ξυνὰ παθών, φίλε Βάκχε, τεὰς ᾤκτειρα μερίμνας· καὶ σὲ πόθεν νίκησεν Ἔρως θρασύς; εἰ θέμις εἰπεῖν, εἰς ἐμὲ καὶ Διόνυσον Ἔρως ἐκένωσε φαρέτρην. ἀλλὰ πόθου δολίοιο πολύτροπον ἦθος ἐνίψω. πᾶσα γυνὴ ποθέει πλέον ἀνέρος, αἰδομένη δὲ
210κεύθει κέντρον Ἔρωτος ἐρωμανέουσα καὶ αὐτή, καὶ μογέει πολὺ μᾶλλον, ἐπεὶ σπινθῆρες ἐρώτων θερμότεροι γεγάασιν, ὅτε κρύπτουσι γυναῖκες ἐνδόμυχον πραπίδεσσι πεπαρμένον ἰὸν ἐρώτων. καὶ γὰρ ὅτ’ ἀλλήλῃσι πόθων ἐνέπουσιν ἀνάγκην,
215λυσιπόνοις ὀάροισιν ὑποκλέπτουσι μερίμνας Κυπριδίας. σὺ δέ, Βάκχε, τεῶν ὀχετηγὸν ἐρώτων μιμηλῆς ἐρύθημα φέρων ἀπατήλιον αἰδοῦς, οἷα σαοφρονέουσαν ἔχων ἀγέλαστον ὀπωπήν, ὡς ἀέκων Βερόης σχεδὸν ἵστασο· καὶ λίνα πάλλων
220θαύματι μὲν δολίῳ ῥοδοειδέα δέρκεο κούρην,
κάλλος ἐπαινήσας, ὅτι τηλίκον οὐ λάχεν Ἥρη, πεπταμένῃ δὲ μέτωπον ἀφειδέι χειρὶ πατάξας ψευδαλέον σέο θάμβος ἐχέφρονι δείκνυε σιγῇ. καὶ Χάριτας κίκλησκε χερείονας, ἀμφοτέρων δὲ345 in vol. 2
225μορφῇ μῶμον ἄναπτε, καὶ Ἀρτέμιδος καὶ Ἀθήνης, καὶ Βερόην ἀγόρευε φαεινοτέρην Ἀφροδίτης· κούρη δ’ εἰσαΐουσα τεὴν ψευδήμονα μομφὴν αἴνῳ τερπομένη πλέον ἵσταται· οὐκ ἐθέλει γὰρ ὄλβον ὅλον χρύσειον, ὅσον ῥοδέης περὶ μορφῆς
230εἰσαΐειν, ὅτι κάλλος ὑπέρβαλεν ἥλικος ἥβης· παρθενικὴν δ’ ἐς ἔρωτα νοήμονι θέλγε σιωπῇ, κινυμένων βλεφάρων ἀντώπια νεύματα πέμπων. ἀλλὰ φόβος μεθέπει σε σαόφρονος ἐγγύθι κούρης· εἰπέ, τί σοὶ ῥέξει μία παρθένος; οὐ δόρυ πάλλει,
235οὐ ῥοδέῃ παλάμῃ τανύει βέλος· ἔγχεα κούρης ὀφθαλμοὶ γεγάασιν ἀκοντιστῆρες ἐρώτων, παρθενικῆς δὲ βέλεμνα ῥοδώπιδές εἰσι παρειαί. ἕδνα δὲ σεῖο πόθοιο, τεῆς κειμήλια νύμφης,
μὴ λίθον Ἰνδῴην, μὴ μάργαρα χειρὶ τινάξῃς,346 in vol. 2
240οἷα γυναιμανέοντι πέλει θέμις· εἰς Παφίην γὰρ ἀμφιέπεις τεὸν εἶδος ἐπάρκιον, εὐαφέος δὲ κάλλεος ἱμείρουσι καὶ οὐ χρυσοῖο γυναῖκες. μαρτυρίης ἑτέρης οὐ δεύομαι· ἁβροκόμου γὰρ ποῖα παρ’ Ἐνδυμίωνος ἐδέξατο δῶρα Σελήνη;
245Κύπριδι ποῖον Ἄδωνις ἐδείκνυεν ἕδνον ἐρώτων; ἄργυρον Ὠρίων οὐκ ὤπασεν Ἠριγενείῃ· οὐ Κέφαλος πόρεν ὄλβον ἐπήρατος· ἀλλ’ ἄρα μοῦνος χωλὸς ἐὼν Ἥφαιστος ἀθελγέος εἵνεκα μορφῆς ὤπασε ποικίλα δῶρα, καὶ οὐ παρέπεισεν Ἀθήνην·

42

(250)

οὐ πέλεκυς χραίσμησε λεχώιος· ἀλλὰ θεαίνης ἱμείρων ἀφάμαρτε. σὲ δὲ ζυγίων ὑμεναίων φέρτερον, ἢν ἐθέλῃς, θελκτήριον ἄλλο διδάξω· βάρβιτα χειρὶ τίταινε, τεῆς ἀναθήματα Ῥείης, Κύπριδος ἁβρὸν ἄγαλμα παροίνιον· ἀμφοτέροις δὲ
255πλήκτροις καὶ στομάτεσσι χέων ἑτερόθροον ἠχώ, Δάφνην πρῶτον ἄειδε καὶ ἀσταθέος δρόμον Ἠχοῦς καὶ κτύπον ὑστερόφωνον ἀσιγήτοιο θεαίνης, ὅττι θεοὺς ποθέοντας ἀπέστυγον· ἀλλὰ καὶ αὐτὴν
μέλπε Πίτυν φυγόδεμνον, ὀρειάσι σύνδρομον αὔραις,347 in vol. 2
260Πανὸς ἀλυσκάζουσαν ἀνυμφεύτους ὑμεναίους· μέλπε μόρον φθιμένης αὐτόχθονα· μέμφεο γαίῃ. καὶ τάχα δακρύσειε γοήμονος ἄλγεα νύμφης καὶ μόρον οἰκτείρουσα· σὺ δὲ φρένα τέρπεο σιγῇ μυρομένης ὁρόων μελιηδέα δάκρυα κούρης ...
265οὐδὲ γέλως πέλε τοῖος, ἐπεὶ πλέον οἴνοπι μορφῇ ἱμερταὶ γεγάασιν, ὅτε στενάχουσι γυναῖκες. μέλψον ἐρωμανέουσαν ἐπ’ Ἐνδυμίωνι Σελήνην, μέλπε γάμον χαρίεντος Ἀδώνιδος, εἰπὲ καὶ αὐτὴν αὐχμηρὴν ἀπέδιλον ἀλωομένην Ἀφροδίτην,
270νυμφίον ἰχνεύουσαν ὀρίδρομον· οὐδέ σε φεύγει πατρῴων ἀίουσα μελίφρονα θεσμὸν ἐρώτων. σοὶ μὲν ἐγὼ τάδε πάντα, δυσίμερε Βάκχε, πιφαύσκω· ἀλλά με καὶ σὺ δίδαξον ἐμῆς θελκτήριον Ἠχοῦς.“ ὣς εἰπὼν ἀπέπεμπε γεγηθότα παῖδα Θυώνης.
275καί ποτε νηπιάχοισιν ἐν ἤθεσιν εἴρετο κούρη
υἷα Διὸς παρεόντα, τίς ἔπλετο καὶ τίνος εἴη· καὶ πρόφασιν μόγις εὗρε παρὰ προθύροις Ἀφροδίτης ὄρχατον ἀμπελόεντα καὶ ὄμπνια λήια γαίης καὶ δροσερὸν λειμῶνα καὶ αἰόλα δένδρα δοκεύων348 in vol. 2
280ἤθεσι κερδαλέοισι, καὶ οἷά τε γηπόνος ἀνήρ, ἀμφὶ γάμου τινὰ μῦθον ἀσημάντῳ φάτο φωνῇ· „εἰμὶ τεοῦ Λιβάνοιο γεωμόρος· ἢν ἐθελήσῃς, ἀρδεύω σέο γαῖαν, ἐγὼ σέο καρπὸν ἀέξω. Ὡράων πισύρων νοέω δρόμον· ἱσταμένην δὲ
285νύσσαν ὀπιπεύων φθινοπωρίδα τοῦτο βοήσω· ‘Σκορπίος ἀντέλλει βιοτήσιος, ἔστι δὲ κῆρυξ αὔλακος εὐκάρποιο· βόας ζεύξωμεν ἀρότρῳ Πληιάδες δύνουσι· πότε σπείρωμεν ἀρούρας; αὔλακες ὠδίνουσιν, ὅτε δρόσος εἰς χθόνα πίπτει
290λουομένην Φαέθοντι.‘ καὶ Ἀρκάδος ἐγγὺς Ἁμάξης χείματος ὀμβρήσαντος ἰδὼν Ἀρκτοῦρον ἐνίψω· ‘διψαλέη πότε γαῖα Διὸς νυμφεύεται ὄμβρῳ;‘ εἴαρος ἀντέλλοντος ἑώιος εἰς σὲ βοήσω· ‘ἄνθεα σεῖο τέθηλε· πότε κρίνα καὶ ῥόδα τίλλω;
301ἠνίδε, πῶς ὑάκινθος ἐπέτρεχε γείτονι μύρτῳ,
πῶς γελάᾳ νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ349 in vol. 2
295καὶ σταφυλὴν ὁρόων θέρεος παρεόντος ἐνίψω· ‘ἄμπελος ἡβώωσα πεπαίνεται ἄμμορος ἅρπης· παρθένε, σύγγονος ἦλθε· πότε τρυγόωμεν ὀπώρην; σὸς στάχυς ἠέξητο καὶ ἀμητοῖο χατίζει· λήιον ἀμήσω σταχυηφόρον, ἀντὶ δὲ Δηοῦς

42

(300)

μητρὶ τεῇ ῥέξαιμι θαλύσια Κυπρογενείῃ.‘
303δέξο δὲ γειοπόνον με τεῆς ὑποεργὸν ἀλωῆς· ὑμετέρης με κόμιζε φυτηκόμον Ἀφρογενείης,
305ὄφρα φυτὸν πήξαιμι φερέσβιον, ἡμερίδων δὲ ὄμφακα γινώσκω νεοθηλέα χερσὶν ἀφάσσων. οἶδα, πόθεν ποτὲ μῆλα πεπαίνεται· οἶδα φυτεῦσαι καὶ πτελέην τανύφυλλον ἐρειδομένην κυπαρίσσῳ· ἄρσενα καὶ φοίνικα γεγηθότα θήλεϊ μίσγω,
310καὶ κρόκον, ἢν ἐθέλῃς, παρὰ μίλακι καλὸν ἀέξω. μή μοι χρυσὸν ἄγῃς κομιδῆς χάριν· οὐ χρέος ὄλβου· μισθὸν ἔχω δύο μῆλα, μιῆς ἕνα βότρυν ὀπώρης.“ τοῖα μάτην ἀγόρευε, καὶ οὐκ ἠμείβετο κούρη Βάκχου μὴ νοέουσα γυναιμανέος στίχα μύθων.
315 ἀλλὰ δόλῳ δόλον ἄλλον ἐπέρραφεν Εἰραφιώτης· καὶ Βερόης ἀπὸ χειρὸς ἐδέχνυτο δίκτυα θήρης οἷά τε θαμβήσας τεχνήμονα, πυκνὰ δὲ σείων
εἰς χρόνον ἀμφελέλιζε, καὶ εἴρετο πολλάκι κούρην· „τίς θεὸς ἔντεα ταῦτα, τίς οὐρανίη κάμε τέχνη;350 in vol. 2
320τίς κάμε; καὶ γὰρ ἄπιστον ἔχω νόον, ὅττι τελέσσει ζηλομανὴς Ἥφαιστος Ἀδώνιδι τεύχεα θήρης.“ εἶπεν ἀκηλήτοιο παραπλάζων φρένα κούρης. καί ποτε πεπταμένων ἀνεμωνίδος ὑψόθι φύλλων νήδυμον ὕπνον ἴαυεν· ὄναρ δέ οἱ ἔπλετο κούρη
325εἵματι νυμφιδίῳ πεπυκασμένη. ἀντίτυπον γὰρ ἔργον, ὅ περ τελέει τις ἐν ἤματι, νυκτὶ δοκεύει· βουκόλος ὑπνώων κεραοὺς βόας εἰς νομὸν ἕλκει· δίκτυα θηρητῆρι φαείνεται ὄψις ὀνείρου· γειοπόνοι δ’ εὕδοντες ἀροτρεύουσιν ἀρούρας,
330αὔλακα δὲ σπείρουσι φερέσταχυν· ἀζαλέῃ δὲ ἄνδρα μεσημβρίζοντα κατάσχετον αἴθοπι δίψῃ εἰς ῥόον, εἰς ἀμάρην ἀπατήλιος ὕπνος ἐλαύνει. οὕτω καὶ Διόνυσος, ἔχων ἰνδάλματα μόχθων, μιμηλῷ πτερόεντα νόον πόμπευεν ὀνείρῳ,
335καὶ σκιεροῖσι γάμοισιν ὁμίλεεν. ἐγρόμενος δὲ παρθένον οὐκ ἐκίχησε, καὶ ἤθελεν αὖτις ἰαύειν· καὶ κενεὴν ἐκόμισσε μινυνθαδίης χάριν εὐνῆς, εὕδων ἐν πετάλοισι ταχυφθιμένης ἀνεμώνης. μέμφετο δ’ ἀφθόγγων πετάλων χύσιν· ἀχνύμενος δὲ
340Ὕπνον ὁμοῦ καὶ Ἔρωτα καὶ ἑσπερίην Ἀφροδίτην
τὴν αὐτὴν ἱκέτευεν ἰδεῖν πάλιν ὄψιν ὀνείρου, φάσμα γάμου ποθέων ἀπατήλιον. ἄγχι δὲ μύρτου πολλάκι Βάκχος ἴαυε, καὶ οὐ γαμίου τύχεν ὕπνου. ἀλλὰ πόνον γλυκὺν εἶχε, ποθοβλήτῳ δὲ καὶ αὐτὸς351 in vol. 2
345λυσιμελὴς Διόνυσος ἐλύετο γυῖα μερίμνῃ. καὶ Βερόης γενετῆρι συνέμπορος, υἱέι Μύρρης, θηροσύνην ἀνέφηνεν· ἀκοντιστῆρι δὲ θύρσῳ ... στικτὰ νεοσφαγέων ὑπεδύσατο δέρματα νεβρῶν, λάθριος εἰς Βερόην δεδοκημένος· ἱσταμένου δὲ

42

(350)

παρθένος ἄστατον ὄμμα φυλασσομένη Διονύσου φάρεϊ μαρμαίρουσαν ἑὴν ἔκρυψε παρειήν, καὶ πλέον ἔφλεγε Βάκχον, ὅτι δρηστῆρες Ἐρώτων αἰδομένας ἔτι μᾶλλον ὀπιπεύουσι γυναῖκας, καὶ πλέον ἱμείρουσι καλυπτομένοιο προσώπου.
355 καί ποτε μουνωθεῖσαν Ἀδώνιδος ἄζυγα κούρην ἀθρήσας σχεδὸν ἦλθε, καὶ ἀνδρομέης ἀπὸ μορφῆς εἶδος ἑὸν μετάμειψε, καὶ ὡς θεὸς ἵστατο κούρῃ· καί οἱ ἑὸν γένος εἶπε καὶ οὔνομα, καὶ φόνον Ἰνδῶν, καὶ χορὸν ἀμπελόεντα, καὶ ἡδυπότου χύσιν οἴνου,
360ὅττι μιν ἀνδράσιν εὗρε· φιλοστόργῳ δὲ μενοινῇ θάρσος ἀναιδείῃ κεράσας ἀλλότριον αἰδοῦς τοίην ποικιλόμυθον ὑποσσαίνων φάτο φωνήν· „παρθένε, σὸν δι’ ἔρωτα καὶ οὐρανὸν οὐκέτι ναίω·
σῶν πατέρων σπήλυγγες ἀρείονές εἰσιν Ὀλύμπου·352 in vol. 2
365πατρίδα σὴν φιλέω πλέον αἰθέρος· οὐ μενεαίνω σκῆπτρα Διὸς γενετῆρος, ὅσον Βερόης ὑμεναίους· ἀμβροσίης σέο κάλλος ὑπέρτερον· αἰθερίου δὲ νέκταρος εὐόδμοιο τεοὶ πνείουσι χιτῶνες. παρθένε, θάμβος ἔχω σέο μητέρα Κύπριν ἀκούων,
370ὅττι σε κεστὸς ἔλειπεν ἀθελγέα· πῶς δὲ σὺ μούνη σύγγονον εἶχες Ἔρωτα καὶ οὐ μάθες οἶστρον ἐρώτων;
374ἀλλ’ ἐρέεις Γλαυκῶπιν ἀπειρήτην ὑμεναίων·
375νόσφι γάμου βλάστησε καὶ οὐ γάμον οἶδεν Ἀθήνη·
372οὔ σε τέκε Γλαυκῶπις ἢ Ἄρτεμις. ἀλλὰ σύ, κούρη, Κύπριδος αἷμα φέρουσα τί Κύπριδος ὄργια φεύγεις;
376μὴ γένος αἰσχύνῃς μητρώιον· Ἀσσυρίου δὲ εἰ ἐτεὸν χαρίεντος Ἀδώνιδος αἷμα κομίζεις, ἁβρὰ τελεσσιγάμοιο διδάσκεο θεσμὰ τοκῆος, καὶ Παφίης ζωστῆρι συνήλικι πείθεο κεστῷ,
380καὶ γαμίων πεφύλαξο δυσάντεα μῆνιν Ἐρώτων· νηλέες εἰσὶν Ἔρωτες, ὅτε χρέος, ὁππότε ποινὴν ἀπρήκτου φιλότητος ἀπαιτίζουσι γυναῖκας· οἶσθα γάρ, ὡς πυρόεσσαν ἀτιμήσασα φαρέτρην μῦθον ἀγηνορίης φιλοπάρθενος ὤπασε Σύριγξ,
385ὅττι φυτὸν γεγαυῖα νόθῃ δονακώδεϊ μορφῇ
ἔκφυγε Πανὸς ἔρωτα, πόθους δ’ ἔτι Πανὸς ἀείδει· καὶ θυγάτηρ Λάδωνος, ἀειδομένου ποταμοῖο, ἔργα γάμων στυγέουσα δέμας δενδρώσατο Νύμφη, ἔμπνοα συρίζουσα, καὶ ὀμφήεντι κορύμβῳ353 in vol. 2
390Φοίβου λέκτρα φυγοῦσα κόμην ἐστέψατο Φοίβου. καὶ σὺ χόλον δασπλῆτα φυλάσσεο, μή σε χαλέψῃ θερμὸς Ἔρως βαρύμηνις· ἀφειδήσασα δὲ μίτρης διπλόον ἄμφεπε Βάκχον ὀπάονα καὶ παρακοίτην· καὶ λίνα σεῖο τοκῆος Ἀδώνιδος αὐτὸς ἀείρων
395λέκτρον ἐγὼ στορέσοιμι κασιγνήτης Ἀφροδίτης. ποῖά σοι Ἐννοσίγαιος ἐπάξια δῶρα κομίσσει; ἦ ῥά σοι ἕδνα γάμοιο † δεδέξεται ἁλμυρὸν ὕδωρ καὶ στορέσει πνείοντα δυσώδεα πόντιον ὀδμὴν δέρματα φωκάων, Ποσιδήια πέπλα θαλάσσης;

42

(400)

δέρματα φωκάων μὴ δέχνυσο· σεῖο δὲ παστῷ Βάκχας ἀμφιπόλους, Σατύρους θεράποντας ὀπάσσω· δέξο μοι ἕδνα γάμοιο καὶ ἀμπελόεσσαν ὀπώρην· εἰ δ’ ἐθέλεις δόρυ θοῦρον, Ἀδώνιδος οἷά τε κούρη, θύρσον ἔχεις ἐμὸν ἔγχος· ἔα γλωχῖνα τριαίνης.
405φεῦγε, φίλη, βαρὺν ἦχον ἀσιγήτοιο θαλάσσης, φεῦγε δυσαντήτων Ποσιδήιον οἶστρον ἐρώτων. ἄλλῃ Ἀμυμώνῃ παρελέξατο Κυανοχαίτης, ἀλλὰ γυνὴ μετὰ λέκτρον ὁμώνυμος ἔπλετο πηγή· καὶ Σκύλλῃ παρίαυε καὶ εἰναλίην θέτο πέτρην·
410Ἀστερίην δ’ ἐδίωκε, καὶ ἔπλετο νῆσος ἐρήμη· παρθενικὴν δ’ Εὔβοιαν ἐνερρίζωσε θαλάσσῃ. οὗτος Ἀμυμώνην μνηστεύεται, ὄφρα καὶ αὐτὴν λαϊνέην τελέσῃ μετὰ δέμνιον· οὗτος ὀπάσσει ἕδνον ἑῶν θαλάμων ὀλίγον ῥόον ἢ βρύον ἅλμης354 in vol. 2
415ἢ βυθίην τινὰ κόχλον. ἐγὼ δέ σοι εἵνεκα μορφῆς ἵσταμαι ἀσχαλόων, τίνα σοι, τίνα δῶρα κομίσσω ... οὐ χατέει χρυσοῖο τέκος χρυσῆς Ἀφροδίτης. ἀλλά σοι ἐξ Ἀλύβης κειμήλια πολλὰ κομίσσω· ἄργυρον ἀργυρόπηχυς ἀναίνεται. εἰς σὲ κομίσσω
420δῶρα διαστίλβοντα φεραυγέος Ἠριδανοῖο· Ἡλιάδων ὅλον ὄλβον ἐπαισχύνει σέο μορφὴ λευκὸν ἐρευθιόωσα, βολαῖς δ’ ἀντίρροπος Ἠοῦς εἴκελος ἠλέκτρῳ Βερόης ἀμαρύσσεται αὐχήν ... καὶ λίθον ἀστράπτοντα· τεοῦ χροὸς εἶδος ἐλέγχει
425μάρμαρα τιμήεντα· μὴ εἴκελον αἴθοπι λύχνῳ λυχνίδα σοι κομίσοιμι, σέλας πέμπουσιν ὀπωπαί· μὴ καλύκων ῥοδόεντος ἀναΐσσοντα κορύμβου
σοὶ ῥόδα δῶρα φέροιμι, ῥοδώπιδές εἰσι παρειαί.“ τοῖον ἔπος κατέλεξε· καὶ οὔατος ἔνδοθι κούρη355 in vol. 2
430χεῖρας ἐρεισαμένη διδύμας ἔφραξεν ἀκουάς, μὴ πάλιν ἄλλον ἔρωτι μεμηλότα μῦθον ἀκούσῃ, ἔργα γάμου στυγέουσα· ποθοβλήτῳ δὲ Λυαίῳ μόχθῳ μόχθον ἔμιξε. τί κύντερόν ἐστιν ἐρώτων, ἢ ὅτε θυμοβόροιο πόθου λυσσώδεϊ κέντρῳ
435ἀνέρας ἱμείροντας ἀλυσκάζουσι γυναῖκες καὶ πλέον οἶστρον ἄγουσι σαόφρονες; ἐνδόμυχος δὲ διπλόος ἐστὶν ἔρως, ὅτε παρθένος ἀνέρα φεύγει. ὣς ὁ μὲν οἰστρήεντι πόθου μαστίζετο κεστῷ· παρθενικῆς δ’ ἀπέμιμνεν· ἀμιτροχίτωνι δὲ κούρῃ
440σύνδρομον ἀγρώσσοντα νόον πόμπευεν ἀλήτην, κέντρον ἔχων γλυκύπικρον. ἀνεσσύμενος δὲ θαλάσσης, ἴκμια διψαλέοιο δι’ οὔρεος ἴχνια πάλλων, παρθενικὴν μάστευε Ποσειδάων μετανάστης, ἄβροχον ὑδατόεντι περιρραίνων χθόνα ταρσῷ·
445καί οἱ ἔτι σπεύδοντι παρὰ κλέτας εὔβοτον ὕλης οὔρεος ἄκρα κάρηνα ποδῶν ἐλελίζετο παλμῷ ... εἰς Βερόην σκοπίαζε, καὶ ἐκ ποδὸς ἄχρι καρήνου κούρης ἱσταμένης διεμέτρεεν ἔνθεον ἥβην·
ὀξὺ δὲ λεπταλέοιο δι’ εἵματος οἷα κατόπτρῳ356 in vol. 2

42

(450)

ὄμμασιν ἀπλανέεσσι τύπον τεκμαίρετο μορφῆς, οἷά τε γυμνωθέντα παρακλιδὸν ἄκρα δοκεύων στήθεα μαρμαίροντα, πολυπλεκέεσσι δὲ δεσμοῖς μαζῶν κρυπτομένων φθονερὴν ἐπεμέμφετο μίτρην, δινεύων ἑλικηδὸν ἐρωμανὲς ὄμμα προσώπου,
455παπταίνων ἀκόρητος ὅλον δέμας· οἰστρομανὴς δὲ εἰναλίην Κυθέρειαν ἁλὸς μεδέων Ἐνοσίχθων μοχθίζων ἱκέτευε, καὶ ἀγραύλῳ παρὰ ποίμνῃ παρθένον ἱσταμένην φιλίῳ μειλίξατο μύθῳ· „Ἑλλάδα καλλιγύναικα γυνὴ μία πᾶσαν ἐλέγχει·
460οὐ Πάφος, οὐκέτι Λέσβος ἀείδεται, οὐκέτι Κύπρου οὔνομα καλλιτόκοιο φατίζεται· οὐκέτι μέλψω Νάξον ἀειδομένην εὐπάρθενον· ἀλλὰ καὶ αὐτὴ εἰς τόκον, εἰς ὠδῖνας ἐνικήθη Λακεδαίμων· οὐ Πάφος, οὐκέτι Λέσβος· Ἀμυμώνης δὲ τιθήνη
465ἀντολίη σύλησεν ὅλον κλέος Ὀρχομενοῖο, μούνην ἀμφιέπουσα μίαν Χάριν· ὁπλοτέρη γὰρ τρισσάων Χαρίτων Βερόη βλάστησε τετάρτη. παρθένε, κάλλιπε γαῖαν, ὅ περ θέμις· οὐ σέο μήτηρ ἐκ χθονὸς ἐβλάστησεν, ἁλὸς θυγάτηρ Ἀφροδίτη·
470πόντον ἔχεις ἐμὸν ἕδνον ἀτέρμονα, μείζονα γαίης· σπεῦσον ἐριδμαίνειν ἀλόχῳ Διός, ὄφρα τις εἴπῃ, ὅττι δάμαρ Κρονίδαο καὶ εὐνέτις Ἐννοσιγαίου πάντοθι κοιρανέουσιν, ἐπεὶ νιφόεντος Ὀλύμπου Ἥρη σκῆπτρον ἔχει, Βερόη κράτος ἔσχε θαλάσσης.357 in vol. 2
475οὔ σοι Βασσαρίδας μανιώδεας ἐγγυαλίξω, οὐ Σάτυρον σκαίροντα καὶ οὐ Σιληνὸν ὀπάσσω· ἀλλὰ τελεσσιγάμοιο τεῆς θαλαμηπόλον εὐνῆς Πρωτέα σοι καὶ Γλαῦκον ὑποδρηστῆρα τελέσσω· δέχνυσο καὶ Νηρῆα καί, ἢν ἐθέλῃς, Μελικέρτην·
480καὶ πλατὺν ἀενάου μιτρούμενον ἄντυγι κόσμου Ὠκεανὸν κελάδοντα τεὸν θεράποντα καλέσσω· σοὶ ποταμοὺς ξύμπαντας ὀπάονας ἕδνον ὀπάσσω. εἰ δὲ καὶ ἀμφιπόλοις ἐπιτέρπεαι, εἰς σὲ κομίσσω θυγατέρας Νηρῆος· ἀναινομένη δὲ γενέσθω
485μαῖα Διωνύσοιο τεὴ θαλαμηπόλος Ἰνώ.“ ἔννεπε· χωομένην δὲ λιπὼν δυσπειθέα κούρην ἠέρι μῦθον ἔειπε χέων ἀνεμώδεα φωνήν· „Μύρρης ὄλβιε κοῦρε, λαχὼν εὔπαιδα γενέθλην τιμὴν μοῦνος ἔχεις διδυμάονα· μοῦνος ἀκούεις
490καὶ γενέτης Βερόης καὶ νυμφίος Ἀφρογενείης.“ τοῖα μὲν Ἐννοσίγαιος ἱμάσσετο κέντορι κεστῷ· πολλὰ δὲ δῶρα τίταινεν Ἀδώνιδι καὶ Κυθερείῃ, κούρης ἕδνον ἔρωτος. ὁμοφλέκτῳ δὲ βελέμνῳ
ὄλβον ἄγων Διόνυσος, ὅσον παρὰ γείτονι Γάγγῃ358 in vol. 2
495χρυσοφαεῖς ὠδῖνες ἐμαιώσαντο μετάλλων, πολλὰ μάτην ἱκέτευε θαλασσαίην Ἀφροδίτην. καὶ Παφίη δεδόνητο, πολυμνήστοιο δὲ κούρης ἀμφοτέρους μνηστῆρας ἐδείδιεν· ἀμφοτέρων δὲ ἰσοτύπων ὁρόωσα πόθον καὶ ζῆλον ἐρώτων

42

(500)

ἄρεϊ νυμφιδίῳ Βερόης κήρυξεν ἀγῶνα καὶ γάμον αἰχμητῆρα καὶ ἱμερόεσσαν ἐνυώ. καί μιν ὅλην πυκάσασα γυναικείῳ τινὶ κόσμῳ Κύπρις ἐπ’ ἀκροπόληος ἑῆς ἱδρύσατο πάτρης παρθένον ἀμφήριστον ἀέθλιον ἁβρὸν ἐρώτων·
505ἀμφοτέροις δὲ θεοῖσι μίαν πιστώσατο φωνήν· „ἤθελον, εἰ δύο παῖδας ἐγὼ λάχον, ὄφρα συνάψω τὴν μὲν ὀφειλομένην Ἐνοσίχθονι, τὴν δὲ Λυαίῳ· ἀλλ’ ἐπεὶ οὐ γενόμην διδυμητόκος, οὐδὲ κελεύει θεσμὰ γάμων ἄχραντα μίαν ξυνήονα κούρην
510ζεῦξαι διχθαδίοισιν ἀμοιβαίοις παρακοίταις, ἀμφὶ μιῆς ἀλόχοιο μόθος νυμφοστόλος ἔστω· οὐ γὰρ ἄτερ καμάτου Βερόης λέχος· ἀμφὶ δὲ νύμφης ἄμφω ἀεθλεύσοιτε γάμου προκέλευθον ἀγῶνα· ὃς δέ κε νικήσει, Βερόην ἀνάεδνον ἀγέσθω ...
515ἀμφοτέροις φίλος ὅρκος· ἐπεὶ περιδείδια κούρης
γείτονος ἀμφὶ πόληος, ὅπῃ πολιοῦχος ἀκούω, πατρίδα μὴ Βερόης Βερόης διὰ κάλλος ὀλέσσω· συνθεσίας πρὸ γάμοιο τελέσσατε, μὴ μετὰ χάρμην πόντιος Ἐννοσίγαιος ἀτεμβόμενος περὶ νίκης359 in vol. 2
520γαῖαν ἀιστώσειεν ἑῆς γλωχῖνι τριαίνης, μὴ κοτέων Διόνυσος Ἀμυμώνης περὶ λέκτρων ἄστεος ἀμπελόεσσαν ἀμαλδύνειεν ἀλωήν. εὐμενέες δὲ γένεσθε μετὰ κλόνον· ἀμφότεροι δὲ φίλτρου ζῆλον ἔχοντες ὁμοφροσύνης ἐνὶ θεσμῷ
525κάλλεϊ φαιδροτέρῳ κοσμήσατε πατρίδα νύμφης.“ ὣς φαμένης μνηστῆρες ἐπῄνεον· ἀμφοτέροις δὲ ἔμπεδος ὅρκος ἔην Κρονίδης καὶ Γαῖα καὶ Αἰθὴρ καὶ Στύγιαι ῥαθάμιγγες· ἐπιστώσαντο δὲ Μοῖραι συνθεσίας· καὶ δῆρις ἀέξετο πομπὸς Ἐρώτων
530καὶ κλόνος· ἀμφοτέρους δὲ γαμοστόλος ὥπλισε Πειθώ. οὐρανόθεν δὲ μολόντες ὀπιπευτῆρες ἀγῶνος σὺν Διὶ πάντες ἔμιμνον, ὅσοι ναετῆρες Ὀλύμπου, μάρτυρες ὑσμίνης Λιβανηίδος ὑψόθι πέτρης. ἔνθα φάνη μέγα σῆμα ποθοβλήτῳ Διονύσῳ·
535κίρκος ἀελλήεις χαλάσας πτερὸν ἔγκυον αὔρης βοσκομένην ἐδίωκε πελειάδα· τὴν δέ τις ἄφνω ἐκ χθονὸς ἁρπάξας ἁλιαίετος εἰς βυθὸν ἔπτη, φειδομένοις ὀνύχεσσι μετάρσιον ὄρνιν ἀείρων.
καί μιν ἰδὼν Διόνυσος ἀπέπτυεν ἐλπίδα νίκης·360 in vol. 2
540ἔμπης δ’ εἰς μόθον ἦλθεν. ἐπ’ ἀμφοτέρων δὲ κυδοιμῷ ὄμματι μειδιόωντι πατὴρ κεχάρητο Κρονίων,
δῆριν ἀδελφειοῖο καὶ υἱέος ὕψι δοκεύων.361 in vol. 2

43

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΕΣΣΑΡΑΚΟΣΤΟΝ
t2ΤΡΙΤΟΝ.
3 Ὣς ὁ μὲν ἐγρεκύδοιμος Ἄρης, ὀχετηγὸς Ἐρώτων, νυμφιδίης ἀλάλαζε μάχης θαλαμηπόλον ἠχώ,
5καὶ γαμίου πολέμοιο θεμείλια πῆξεν Ἐνυώ· καὶ κλόνον αἰθύσσων Ἐνοσίχθονι καὶ Διονύσῳ
5θοῦρος ἔην Ὑμέναιος, ἐς ὑσμίνην δὲ χορεύων χάλκεον ἔγχος ἄειρεν Ἀμυκλαίης Ἀφροδίτης, Ἄρεος ἁρμονίην Φρυγίῳ μυκώμενος αὐλῷ. καὶ Σατύρων βασιλῆι καὶ ἡνιοχῆι θαλάσσης παρθένος ἦεν ἄεθλον· ἀναινομένη δὲ σιωπῇ
10εἰναλίου μνηστῆρος ἔχειν μετανάστιον εὐνὴν ὑγρὸν ὑποβρυχίων ἐπεδείδιε παστὸν ἐρώτων καὶ πλέον ἤθελε Βάκχον· ἔικτο δὲ Δηιανείρῃ, ἥ ποτε νυμφιδίοιο περιβρομέοντος ἀγῶνος ἤθελεν Ἡρακλῆα, καὶ ἀσταθέος ποταμοῖο
15ἵστατο δειμαίνουσα βοοκραίρους ὑμεναίους.
καὶ δρόμον αὐτοκέλευστον ἔχων ἑλικώδεϊ ῥόμβῳ ἀννέφελος σάλπιζε μέλος πολεμήιον αἰθήρ· καὶ βλοσυρὸν μύκημα χέων λυσσώδεϊ λαιμῷ Ἀσσυρίῳ τριόδοντι κορύσσετο Κυανοχαίτης,362 in vol. 2
20σείων πόντιον ἔγχος. ἀπειλήσας δὲ θαλάσσῃ εἰς ἐνοπὴν Διόνυσος ἐκώμασεν οἴνοπι θύρσῳ, μητρὸς ὀρεσσινόμοιο καθήμενος ἅρματι Ῥείης· καί τις ἀεξομένη παρὰ Μυγδόνος ἄντυγα δίφρου ἄμπελος αὐτοτέλεστος ὅλον δέμας ἔσκεπε Βάκχου,
25βόστρυχα μιτρώσασα κατάσκια σύζυγι κισσῷ· καί τις ὑπὸ ζυγόδεσμα περίπλοκον αὐχένα σείων, τρηχαλέον μύκημα σεσηρότι χείλεϊ πέμπων, θηγαλέῳ χθονὸς ἄκρα λέων ἐχαράξατο ταρσῷ. καὶ βραδὺς ἑρπύζων ἐλέφας παρὰ γείτονι πηγῇ,
30ὄρθιον ἀγνάμπτοιο ποδὸς στήριγμα κολάψας, ὄμβριον ἀζαλέοισιν ἀνήφυσε χείλεσιν ὕδωρ, καὶ προχοὰς ξήραινε· κονιομένων δὲ ῥοάων πηγαίην ἀχίτωνα μετήγαγε διψάδα Νύμφην. καὶ θεὸς ὑγρομέδων ἐκορύσσετο· Νηρεΐδων δὲ
35ἦν κλόνος· ἰκμαλέοι δὲ θαλασσαίων ἀπὸ νώτων δαίμονες ἐστρατόωντο. τανυπτόρθοις δὲ κορύμβοις δῶμα Ποσειδάωνος ἱμάσσετο, πόντιον ὕδωρ· καὶ χθονίου λοφόεντος ἀρασσομένου κενεῶνος
ἡμερίδες Λιβάνοιο μετωχλίζοντο τριαίνῃ.363 in vol. 2
40καί τινα βοσκομένην μελανόχροον ἐγγύθι πόντου εἰς βοέην ἀγέλην Ποσιδήιον ἅλματι ταρσῶν θυιάδες ἐρρώοντο· τανυγλήνοιο δὲ ταύρου ἡ μὲν ἐφαπτομένη ῥάχιν ἔσχισεν, ἡ δὲ μετώπου διχθαδίης ἀτίνακτα διέθλασεν ἄκρα κεραίης·
45καί τις ἀλοιητῆρι διέτμαγε γαστέρα θύρσῳ· ἄλλη πλευρὸν ἔτεμνεν ὅλον βοός· ἡμιθανὴς δὲ ὕπτιος αὐτοκύλιστος ὑπώκλασε ταῦρος ἀρούρῃ· καὶ βοὸς ἀρτιτόμοιο κυλινδομένοιο κονίῃ ἡ μὲν ὀπισθιδίους πόδας ἔσπασεν, ἡ δὲ λαβοῦσα

43

(50)

προσθιδίους ἐρύεσκε, πολυστροφάλιγγι δὲ ῥιπῇ ὄρθιον ἐσφαίρωσεν ἐς ἠέρα δίζυγα χηλήν. καὶ στρατιῆς Διόνυσος ἐκόσμεεν ἡγεμονῆας, στήσας πέντε φάλαγγας ἐς ὑδατόεσσαν ἐνυώ. τῆς πρώτης στιχὸς ἦρχε Κίλιξ εὐάμπελος Οἰνεὺς
55υἱὸς Ἐρευθαλίωνος, ὃν ἤροσεν ἐγγύθι Ταύρου Φυλλίδος ἀγραύλοισιν ὁμιλήσας ὑμεναίοις· τῆς δ’ ἑτέρης ἡγεῖτο μελαγχαίτης Ἑλικάων ξανθοφυὴς ῥοδέῃσι παρηίσιν, ἀμφὶ δὲ δειρῇ πλοχμὸς ἐυστροφάλιγγος ἕλιξ ὑπεσύρετο χαίτης·
60Οἰνοπίων τριτάτης, Στάφυλος προμάχιζε τετάρτης,
Οἰνομάου δύο τέκνα, φιλακρήτοιο τοκῆος· πέμπτης δ’ ἡγεμόνευε Μελάνθιος, ὄρχαμος ἀνδρῶν, ὃν τέκεν Οἰνώνη Κισσηιάς, ἀμφὶ δὲ κούρῳ φυταλιῆς πλέξασα θυώδεος ἄκρα πετήλων364 in vol. 2
65σπάργανα βοτρυόεντα πέριξ εἱλίξατο μήτηρ, υἱέα χυτλώσασα μέθης ἐγκύμονι ληνῷ. τοίη κισσοφόροισιν ὀιστεύουσα βελέμνοις σύνδρομος ἀμπελόεντι φάλαγξ ἐκορύσσετο Βάκχῳ. καὶ στρατιὴν θώρηξε χέων λαοσσόον ἠχώ·
70 „Βασσαρίδες, μάρνασθε· κορυσσομένου δὲ Λυαίου αὐλὸς ἐμὸς κερόεις πολεμήιον ἦχον ἀράσσων ἀντίτυπον φθέγξαιτο μέλος μυκήτορι κόχλῳ, καὶ διδύμοις πατάγοισι μόθου χαλκόθροον ἠχὼ τύμπανα δουπήσειεν· Ἐνυαλίῳ δὲ χορεύων
75Γλαῦκον ὀιστεύσειε Μάρων ῥηξήνορι θύρσῳ· καὶ πλοκάμους Πρωτῆος ἀήθεϊ δήσατε κισσῷ, καὶ Φαρίου πόντοιο λιπὼν Αἰγύπτιον ὕδωρ, νεβρίδα ποικιλόνωτον ἔχων μετὰ δέρματα φώκης, αὐχένα κυρτώσειεν ἐμοὶ θρασύν· εἰ δύναται δέ,
80Σιληνῷ μεθύοντι κορυσσέσθω Μελικέρτης· καὶ ναέτην Τμώλοιο μετὰ βρυόεντας ἐναύλους γηραλέον Φόρκυνα διδάξατε θύρσον ἀείρειν· καὶ Σάτυρος μενέχαρμος ἑὸν νάρθηκα τινάσσων διψαλέον Νηρῆα μεταστήσειε θαλάσσης,
85ἀμπελόεις δὲ γένοιτο γέρων χερσαῖος ἀλωεὺς
ἀγραύλοις παλάμῃσι· καὶ ἀρτιφύτων ἀπὸ κήπων βόστρυχα μιτρώσασθε Παλαίμονος οἴνοπι δεσμῷ, καί μιν ὑποδρήσσοντα μετ’ Ἰσθμιάδος βυθὸν ἅλμης πόντιον ἡνιοχῆα κομίσσατε μητέρι Ῥείῃ,365 in vol. 2
90εἰναλίῃ μάστιγι κυβερνητῆρα λεόντων· οὐ γὰρ ἐμὸν κατὰ πόντον ἀνεψιὸν εἰσέτ’ ἐάσσω. ἀθρήσω δὲ φάλαγγα δορικτήτοιο θαλάσσης νεβρίδι κοσμηθεῖσαν· ἀπειρήτῃσι δὲ Νύμφαις κύμβαλα Νηρεΐδεσσιν ὀπάσσατε· μίξατε Βάκχαις
95Ὑδριάδας· Θέτιδος δέ, καὶ εἰ γένος ἐστὶ θαλάσσης, μούνης ξεινοδόκοιο φυλάξατε δῶμα θεαίνης· Λευκοθέης δ’ ἀπέδιλα συνάψατε ταρσὰ κοθόρνοις· χερσαίη δὲ φανεῖσα συνέμπορος εὐάδι Βάκχῃ Δωρὶς ἀερτάζειεν ἐμὴν θιασώδεα πεύκην·

43

(100)

καὶ βυθίη Πανόπεια τιναξαμένη βρύον ἅλμης βόστρυχα μιτρώσειεν ἐχιδνήεντι κορύμβῳ· Εἰδοθέη δ’ ἀέκουσα περίκροτα ῥόπτρα δεχέσθω· καὶ πόθον ἶσον ἔχουσαν ἐρωμανέοντι καὶ αὐτῷ τίς νέμεσις Γαλάτειαν ὑποδρήσσειν Διονύσῳ,
105ἕδνον Ἀμυμώνης θαλαμηπόλον ὄφρα τελέσσῃ ἱστοπόνῳ παλάμῃ Λιβανηίδι πέπλον ἀνάσσῃ; ἀλλὰ γένος Νηρῆος ἐάσσατε· ποντοπόρους γὰρ δμωίδας οὐκ ἐθέλω, Βερόῃ μὴ ζῆλον ἐγείρω. καὶ κομόων γλωχῖνι τανυπτόρθοιο μετώπου
110Πὰν ἐμὸς οὐρεσίφοιτος ἀτευχέι χειρὶ πιέζων θηγαλέῃ πλήξειε Ποσειδάωνα κεραίῃ, στέρνου μεσσατίοιο τυχὼν εὐκαμπέσιν αἰχμαῖς ἢ σκοπέλῳ λοφόεντι, διαρρήξειε δὲ χηλαῖς δισσοφυῆ Τρίτωνος ὁμόζυγα κύκλον ἀκάνθης.366 in vol. 2
115Γλαῦκος ἁλιβρέκτοιο διάκτορος Ἐννοσιγαίου Βάκχῳ ὑποδρήσσειε, περίκροτα χερσὶν ἀείρων αὐχενίῳ τελαμῶνι παρήορα τύμπανα Ῥείης. οὐ μούνης Βερόης περιμάρναμαι, ἀλλὰ καὶ αὐτῆς νύμφης ἡμετέρης περὶ πατρίδος· οὔ μιν ἀράξας
120ἱσταμένην ἀτίνακτον ἁλὸς μεδέων Ἐνοσίχθων, εἰναλίην περ ἐοῦσαν, ἀμαλδύνειε τριαίνῃ, ὅττι κορυσσομένῳ θωρήξομαι· ἀμφότερον γάρ, εἰ λάχε γείτονα πόντον, ἔχει φυτὰ μυρία Βάκχου, νίκης ἡμετέρης σημήιον· ἀγχιάλου γὰρ ...
125ἀλλὰ παλαιοτέρην μετὰ Παλλάδα μάρτυρι Βάκχῳ Κέκροψ ἄλλος ἵκοιτο δικασπόλος, ὄφρα καὶ αὐτὴ ἄμπελος ἀείδοιτο φερέπτολις, ὥς περ ἐλαίη. καὶ πόλιος τελέσας ἕτερον τύπον οὔ μιν ἐάσσω ἐγγὺς ἁλός, κραναὰς δὲ ταμὼν νάρθηκι κολώνας
130γείτονα Βηρυτοῖο γεφυρώσω βυθὸν ἅλμης,
χερσώσας σκοπέλοισιν ἁλὸς πετρούμενον ὕδωρ· τρηχαλέη δὲ κέλευθος ἰσάζεται ὀξέι θύρσῳ. ἀλλὰ πάλιν μάρνασθε, Μιμαλλόνες, ἠθάδι νίκῃ θαρσαλέαι· κταμένων δὲ νεόρρυτον αἷμα Γιγάντων367 in vol. 2
135νεβρὶς ἐμὴ μεθέπουσα μελαίνεται· εἰσέτι δ’ αὐτὴ ἀντολίη τρομέει με, καὶ εἰς πέδον αὐχένα κάμπτει Ἰνδὸς ἄρης, Βρομίῳ δὲ λιτήσια δάκρυα λείβων, δάκρυα κυματόεντα, γέρων ἔφριξεν Ὑδάσπης. καὶ διερὴν μετὰ δῆριν ἔχων Λιβανηίδα νύμφην
140ἓν γέρας ἱμείροντι χαρίζομαι Ἐννοσιγαίῳ· ἢν ἐθέλῃ, μέλψειεν ἐμῶν ὑμέναιον ἐρώτων, μοῦνον ἐμῇ Βερόῃ μὴ δόχμιον ὄμμα τανύσσῃ.“ τοῖον ἔπος κατέλεξεν· ἀπειλητῆρι δὲ μύθῳ κερτομέων Διόνυσον ἀμείβετο Κυανοχαίτης·
145 „αἰδόμενος, Διόνυσε, κορύσσομαι, ὅττι τριαίνης ἤρισας αἰχμητῆρι φυγὼν βουπλῆγα Λυκούργου.
163δεῦρο, Θέτις, σκοπίαζε· τεὸς Διόνυσος ἀλύξας καλὰ φιλοξείνῳ ζωάγρια δῶκε θαλάσσῃ.
147οὐκ ἄγαμαί ποτε τοῦτο, σελασφόρε· μητροφόνου γὰρ ἐκ πυρὸς ἐβλάστησας, ὅθεν πυρὸς ἄξια ῥέζεις. ἀλλά, φίλοι Τρίτωνες, ἀρήξατε, δήσατε Βάκχας

43

(150)

ποντοπόρους τελέσαντες· ὀρεσσαύλου δὲ φορῆος τύμπανα Σιληνοῖο κατακλύζοιτο θαλάσσῃ,
κύματι συρομένοιο, καὶ οἰδαίνοντι ῥεέθρῳ νηχομένου Σατύροιο φιλεύιος αὐλὸς ἀλάσθω εἰς πλόον αὐτοέλικτον· ἐν εὐύδρῳ δὲ μελάθρῳ368 in vol. 2
155Βασσαρίδες στορέσειαν ἐμὸν λέχος ἀντὶ Λυαίου. οὐ χατέω Σατύρων, οὐ Μαινάδας εἰς βυθὸν ἕλκω· Νηρεΐδες γεγάασιν ἀρείονες. ἀλλὰ θαλάσσῃ διψαλέαι κρύπτοιντο Μιμαλλόνες, οἰνοχύτου δὲ ἀντὶ μέθης πιέτωσαν ἐμῆς ἁλὸς ἁλμυρὸν ὕδωρ·
160καί τις ἐλαυνομένη διερῇ Πρωτῆος ἀκωκῇ Βασσαρὶς αὐτοκύλιστος ὀλισθήσειε θαλάσσῃ, ὀρχηθμὸν θανάτοιο κυβιστήσασα Λυαίῳ.
165Αἰθιόπων δὲ φάλαγγας ἐρύσσατε καὶ στίχας Ἰνδῶν, ληίδα Νηρεΐδεσσι, κακογλώσσοιο δὲ νύμφης Δωρίδι δούλια τέκνα κομίσσατε Κασσιεπείης, ποινὴν ὀψιτέλεστον· ἀμαιμακέτῳ δὲ ῥεέθρῳ Ὠκεανὸς πυρόεντα λελουμένον ἀστέρα Μαίρης,
170ληναίης προκέλευθον ἀκοιμήτοιο χορείης, Σείριον ἀμπελόεντα μεταστήσειεν Ὀλύμπου. ἀλλὰ σύ, Λύδιε Βάκχε, χερείονα θύρσον ἐάσσας δίζεό σοι βέλος ἄλλο, καὶ αἰόλα δέρματα νεβρῶν κάτθεο, σῶν μελέων ὀλίγον σκέπας· οὐρανίου δὲ
175εἴ σε Διὸς γαμίη μαιώσατο νυμφιδίη φλόξ, ἄρτι πυρὶ πτολέμιζε, πυριτρεφές, ἄρτι κεραυνῷ πατρῴῳ προμάχιζε κυβερνητῆρι τριαίνης, καὶ στεροπὴν κούφιζε καὶ αἰγίδα πάλλε τοκῆος·
οὐ γὰρ Δηριάδης σε μένει πρόμος, οὐ Λυκοόργου369 in vol. 2
180οὗτος ἀγών, Ἀράβων ὀλίγος μόθος, ἀλλὰ θαλάσσης τοσσατίης. τρομέων δὲ καὶ εἰσέτι πόντιον αἰχμὴν οὐρανὸς ἡμετέρην βυθίην δεδάηκεν ἐνυώ· καὶ πρόμος ὑψικέλευθος ἐμῆς τριόδοντος ἀκωκῆς πειρήθη Φαέθων, ὅτε δύσμαχος ἀμφὶ Κορίνθου
185εἰς μόθον ἀστερόεντα κορύσσετο πόντιος ἄρης· ὑψώθη δὲ θάλασσα κατ’ αἰθέρος, Ὠκεανῷ δὲ λούετο διψὰς Ἅμαξα, καὶ ὕδασι γείτονος ἅλμης βάψας θερμὰ γένεια Κύων ἐψύχετο Μαίρης, καὶ βυθίων κενεῶνες ἀνυψώθησαν ἐναύλων
190κύματα πυργώσαντες, ἱμασσομένοιο δὲ πόντου οὐρανίῳ Δελφῖνι θαλάσσιος ἤντετο δελφίς.“ ὣς εἰπὼν τριόδοντι μυχοὺς ἐτίναξε θαλάσσης, καὶ ῥοθίῳ κελάδοντι καὶ οἰδαίνοντι ῥεέθρῳ ἠέρα μαστίζοντες ἐβόμβεον ὕδατος ὁλκοί.
195καὶ διεροῖς σακέεσσιν ἐθωρήχθη στρατὸς ἅλμης· καὶ βυθίου Κρονίωνος ἁλιβρέκτῳ παρὰ φάτνῃ ἐγχείην ἐλέλιζεν ὑποβρυχίην Μελικέρτης, ζεύξας Ἴσθμιον ἅρμα, καὶ ὑγροπόρου βασιλῆος ἔγχος ἁλικνήμιδι παρῃώρησεν ἀπήνῃ,

43

(200)

τριχθαδίῃ γλωχῖνι θαλάσσια νῶτα χαράσσων, ζεύξας Ἴσθμιον ἅρμα· καὶ ἱππείῳ χρεμετισμῷ εἰναλίων κελάδημα συνεπλατάγησε λεόντων. καὶ δρόμον ὑγρὸν ἔλαυνε· τιταινομένοιο δὲ δίφρου ἄκρον ὕδωρ ἀδίαντος ἐπέγραφεν ἄβροχος ὁπλή.370 in vol. 2
205Τρίτων δ’ εὐρυγένειος ἐπέκτυπε θυιάδι χάρμῃ, ὃς διδύμοις μελέεσσιν ἔχει βροτοειδέα μορφὴν ἀλλοφυῆ, χλοάουσαν, ἀπ’ ἰξύος ἄχρι καρήνου ἡμιτελής· διερῆς δὲ παρήορος ἰξύος ὁλκῷ δίπτυχος ἰχθυόεντι τύπῳ περικάμπτεται οὐρή.
210καὶ διερῇ μάστιγι, θαλασσαίῃ παρὰ φάτνῃ ζεύξας ὠκυπόρῳ πεφορημένον ἅρμα θυέλλῃ, Γλαῦκος ἀνιπτοπόδων λοφιὴν ἐπεμάστιεν ἵππων καὶ Σατύρους ἐδίωκεν. ἁλιρροίζῳ δὲ κυδοιμῷ Πὰν κερόεις, ἀβάτοισιν ἐν ὕδασι κοῦφος ὁδίτης,
215ἄβροχος αἰγείῃσιν ἀνακρούων ἅλα χηλαῖς, ἄστατος ἐσκίρτησε, καλαύροπι πόντον ἀράσσων, πηκτίδι συρίζων πολέμου μέλος· ἐν ῥοθίοις δὲ μιμηλὴν ἀίων ἀνεμώλιον εἰκόνα φωνῆς ποσσὶν ὀρεσσινόμοισι διέτρεχε πόντιον ὕδωρ,
220μαστεύων κτύπον ἄλλον· ὑπηνέμιος δὲ καὶ αὐτὴ τικτομένη σύριγγι διώκετο ποντιὰς Ἠχώ. ἄλλος ἐυκρήπιδα λόφον νησαῖον ἑλίξας ῥῖψεν ἐφ’ Ὑδριάδεσσιν, ἀποπλαγχθεῖσα δὲ πέτρη Νηρεΐδων ἐτίναξε Παλαίμονος ἔμβρυον αὐλήν.371 in vol. 2
225Πρωτεὺς δ’ Ἴσθμιον οἶδμα λιπὼν Παλληνίδος ἅλμης εἰναλίῳ θώρηκι κορύσσετο, δέρματι φώκης· ἀμφὶ δέ μιν στεφανηδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ Βάκχου κεκλομένοιο, καὶ οὐλοκόμων στίχες ἀνδρῶν φωκάων πολύμορφον ἐπηχύναντο νομῆα.
230σφιγγομένου δὲ γέροντος ἔην ἑτερόχροος εἰκών· Πρωτεὺς γὰρ μελέεσσι τύπον μιμηλὸν ὑφαίνων πόρδαλις αἰολόνωτος ἑὴν ἐστίξατο μορφήν· καὶ φυτὸν αὐτοτέλεστον ἐπὶ χθονὸς ὄρθιον ἔστη δενδρώσας ἑὰ γυῖα, τινασσομένων δὲ πετήλων
235ψευδαλέον ψιθύρισμα Βορειάδι σύρισεν αὔρῃ· καὶ γραπταῖς φολίδεσσι κεκασμένα νῶτα χαράξας εἷρπε δράκων, μεσάτου δὲ πιεζομένου κενεῶνος σπεῖραν ἀνῃώρησεν, ὑπ’ ὀρχηστῆρι δὲ παλμῷ ἄκρα τιταινομένης ἐλελίζετο κυκλάδος οὐρῆς,
240καὶ κεφαλὴν ὤρθωσεν, ἀποπτύων δὲ γενείων ἰὸν ἀκοντιστῆρα κεχηνότι σύρισε λαιμῷ· καὶ δέμας ἀλλοπρόσαλλον ἔχων σκιοειδέι μορφῇ φρῖξε λέων, σύτο κάπρος, ὕδωρ ῥέε· καὶ χορὸς Ἰνδῶν ὑγρὸν ἀπειλητῆρι ῥόον σφηκώσατο δεσμῷ
245χερσὶν ὀλισθηρῇσιν ἔχων ἀπατήλιον ὕδωρ·
κερδαλέος δὲ γέρων πολυδαίδαλον εἶδος ἀμείβων εἶχε Περικλυμένοιο πολύτροπα δαίδαλα μορφῆς, ὃν κτάνεν Ἡρακλέης, ὅτε δάκτυλα δισσὰ συνάψας ψευδαλέον μίμημα νόθης ἔθραυσε μελίσσης.372 in vol. 2

43

(250)

χερσαίην δὲ γέροντος ἐκυκλώσαντο πορείην πώεα κητώεντα, φιλοψαμάθοιο δὲ φώκης οἰγομένῳ βαρύδουπον ὕδωρ ἐπεπάφλασε λαιμῷ. θυγατέρων δὲ φάλαγγα φιλεύιον εἰς μόθον ἕλκων ἔγχεϊ κυματόεντι γέρων ὡπλίζετο Νηρεύς,
255ποντοπόρῳ τριόδοντι καταθρῴσκων ἐλεφάντων, δεινὸς ἰδεῖν· πολλαὶ δὲ παρ’ ᾐόνα γείτονες ὄχθαι εἰναλίῃ Νηρῆος ἐδοχμώθησαν ἀκωκῇ. Νηρεΐδων δὲ γένεθλα συνεκρούσαντο τοκῆι ὑσμίνης ἀλάλαγμα· καὶ εἰς μόθον ὑψόθι πόντου
260ἡμιφανὴς ἀπέδιλος ἐβακχεύθη χορὸς ἅλμης. καὶ Σατύρων ἀσίδηρος ἐπαΐσσουσα κυδοιμῷ ἀρχαίην ἐπὶ λύσσαν ἀνέδραμεν ἄστατος Ἰνώ, λευκὸν ἐρευγομένη μανιώδεος ἀφρὸν ὑπήνης. καὶ βλοσυρὴ Πανόπεια διαΐσσουσα γαλήνης
265γλαυκὰ θαλασσαίης ἐπεμάστιε νῶτα λεαίνης· καὶ ῥόπαλον δυσέρωτος ἀειρομένη Πολυφήμου εἰναλίη Γαλάτεια κορύσσετο λυσσάδι Βάκχῃ· κουφίζων δ’ ἀτίνακτον ἁλιτρεφέων ἐπὶ νώτων
πομπίλος ἠέρταζε δι’ ὕδατος ἄβροχον Εἰδώ.373 in vol. 2
270ὡς δέ τις ἱππεύων ἐλατὴρ ὑπὸ κυκλάδι τέχνῃ, δοχμώσας ὅλον ἵππον ἀριστερὸν ἐγγύθι νύσσης, δεξιτερὸν κάμψειε, παριεμένοιο χαλινοῦ κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν, ὀκλάζων ἐπίκυρτος, ἐπ’ ἄντυγι γούνατα πήξας
275ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσει, ὄμμα βαλὼν κατόπισθε, παρελκομένου δὲ προσώπου δίφρον ὀπισθοπόροιο φυλάσσεται ἡνιοχῆος· ὣς τότε Νηρεΐδες διερὴν περὶ νύσσαν ἀγῶνος
280ἰχθύας ὠκυπόροισιν ἐοικότας ἤλασαν ἵπποις. ἄλλη δ’ ἀντικέλευθον ἁλίδρομον εἶχε πορείην, νώτῳ δ’ ἰχθυόεντι καθιππεύουσα γαλήνης ἡνίοχος δελφῖνος, ὑπερκύψασα θαλάσσης,
ὑγρομανῆ δρόμον εἶχε· φανεὶς δέ τις ὑγρὸς ὁδίτης374 in vol. 2
285μεσσοφανὴς δελφῖνας ὁμόζυγας ἔσχισε δελφίς. καὶ ποταμοὶ κελάδησαν ἐς ὑσμίνην Διονύσου θαρσύνοντες ἄνακτα, καὶ ἀενάων ἀπὸ λαιμῶν ὑδατόεν μύκημα κεχηνότος Ὠκεανοῖο ἄγγελος ὑσμίνης Ποσιδήιος ἔβρεμε σάλπιγξ.
290καὶ πελάγη κυρτοῦτο συναιχμάζοντα τριαίνῃ· Ἰκαρίῳ Μυρτῷος ἐπέτρεχεν, ἀγχιφανὴς δὲ Ἑσπερίῳ Σαρδῷος, Ἴβηρ ἐπεσύρετο Κελτῷ οἰδαίνων πελάγεσσι, καὶ ἠθάδι δίζυγι πόντῳ Βόσπορος ἀστήρικτος ἐμίγνυε καμπύλον ὕδωρ,
295Αἰγαίου δὲ ῥέεθρα συναιθύσσοντος ἀέλλῃ Ἰονίης κενεῶνες ἐμαστίζοντο θαλάσσης συζυγέες, Σικελῆς δὲ παρὰ σφυρὰ θυιάδος ἅλμης κύμασι πυργωθεῖσα συνέκτυπεν Ἀδριὰς ἅλμη ἀγχινεφής· καὶ κόχλον ἑλὼν ὑπὸ Σύρτιος ὕδωρ

43

(300)

εἰναλίῃ σάλπιγγι Λίβυς μυκήσατο Νηρεύς. καί τις ἀναΐξας ῥοθίων χερσαῖος ὁδίτης εἰς σκοπιὴν πόδα λαιὸν ἐρείσατο, δεξιτερῷ δὲ οὔρεος ἄκρα κάρηνα ταμὼν ἐνοσίχθονι ταρσῷ Μαινάδος ἀψαύστοιο κατηκόντιζε καρήνου·
305καὶ βυθίῳ τριόδοντι καταιχμάζων Διονύσου ἅλμασι μητρῴοισιν ἐβακχεύθη Μελικέρτης. Βασσαρίδων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ, ὧν ἡ μὲν δονέουσα μετήλυδα βότρυν ἐθείρης
εἰς μόθον ὑδατόεντα κορύσσετο φοιτάδι λύσσῃ,375 in vol. 2
310ἄστατος οἰστρηθεῖσα ποδῶν βητάρμονι παλμῷ· ἡ δὲ Σάμου Θρήισσαν ὑπὸ σπήλυγγα Καβείρων νασσαμένη Λιβάνοιο παρεσκίρτησεν ἐρίπνῃ, βάρβαρον αἰθύσσουσα μέλος Κορυβαντίδος ἠχοῦς· ἄλλη ἀπὸ Τμώλοιο λεχωίδος ὕψι λεαίνης
315ἄρσενα μιτρώσασα κόμην ὀφιώδεϊ δεσμῷ, Μαιονὶς ἀκρήδεμνος ἐπεβρυχᾶτο Μιμαλλών, καὶ ποδὸς ἴχνος ἔπηξε μετήορον ὑψόθεν ὄχθης, μιμηλαῖς γενύεσσιν ἐπαφριόωσα θαλάσσῃ. Σιληνοὶ δὲ Κίλισσαν ἀναβλύζοντες ἐέρσην
320Μυγδονίων ἐλατῆρες ἐθωρήσσοντο λεόντων, καὶ βυθίῳ καναχηδὸν ἐπισκιρτῶντες ὁμίλῳ ἀμπελόεν παλάμῃσιν ἀνέσχεθον ἔγχος Ἐνυοῦς, καὶ παλάμας τανύσαντο λεοντείην ἐπὶ δειρὴν δραξάμενοι πλοκαμῖδος, ἀμαιμακέτους δὲ φορῆας
325θαρσαλέοι λασίοισιν ἀνεκρούσαντο χαλινοῖς. ἁρπάξας δὲ τένοντα χαραδρήεντος ἐναύλου Σιληνὸς πολέμιζε Παλαίμονι, φοιταλέην δὲ ἔγχεϊ κισσήεντι δι’ ὕδατος ἤλασεν Ἰνώ. ἄλλῳ δ’ ἄλλος ἔριζε· καὶ οὐκ ᾐδέσσατο Βάκχη
330θύρσῳ ἀκοντιστῆρι καταΐσσουσα τριαίνης, Βάκχη θῆλυς ἐοῦσα· προασπίζων δὲ θαλάσσης
Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤρισε Νηρεὺς πήχεϊ παφλάζοντι· δαφοινήεντι δὲ κισσῷ δαίμονα Παλληναῖον ὀρεστιὰς ἤλασε Βάκχη,376 in vol. 2
335οὐ δέ μιν ἐστυφέλιξεν· ἐπερχόμενον δὲ Λυαίῳ Γλαῦκον ἀκοντιστῆρι Μάρων ἀπεσείσατο θύρσῳ. ὑψινεφὴς δ’ ἐλέφας μελέων ἐνοσίχθονι παλμῷ δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὁλκῷ χείλεσι μηκεδανοῖσι χαμευνάδι μάρνατο φώκῃ.
340καὶ Σάτυροι ῥώοντο κυβιστητῆρι κυδοιμῷ ταυροφυεῖς κεράεσσι πεποιθότες, ἐσσυμένων δὲ ἀλλοφανὴς κεχάλαστο δι’ ἰξύος ὄρθιος οὐρή. Σιληνῶν δὲ φάλαγγες ἐπέρρεον, ὧν ὁ μὲν αὐτῶν ποσσὶ διχαζομένοις ἐποχημένος ἰξύι ταύρου
345συμπλεκέων ἔθλιψε μέλος διδυμόθροον αὐλῶν. καὶ πλοκάμους βαλίῃσι συναιθύσσουσα θυέλλαις Μυγδονὶς ἐκροτάλιζεν ὁμόζυγα κύμβαλα Βάκχη, καὶ λοφιὴν ἐπίκυρτον ἐμάστιε λυσσάδος ἄρκτου θηρὸς ὑποβρυχίης ἀντώπιον· ἀγροτέρη δὲ

43

(350)

πόρδαλις οὐρεσίφοιτος ἐλαύνετο κέντορι θύρσῳ. καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης ἴχνεσιν ἀβρέκτοισιν ἐπεσκίρτησε θαλάσσῃ, οἷα Ποσειδάωνος ἐπισκαίρουσα καρήνῳ· λὰξ ποδὶ κύματα τύψεν, ἐπηπείλησε δὲ πόντῳ
355σιγαλέῳ, καὶ κωφὸν ὕδωρ ἐπεμάστιε θύρσῳ Βασσαρὶς ὑγροφόρητος· ἀπὸ πλοκάμοιο δὲ νύμφης ἀφλεγέος σελάγιζε κατ’ αὐχένος αὐτόματον πῦρ, θάμβος ἰδεῖν. κινυρὴ δὲ παρ’ ᾐόνι γείτονι πόντου φύλοπιν εἰσορόωσα θαλασσομόθου Διονύσου377 in vol. 2
360αἰνοπαθὴς Ψαμάθη πολυταρβέα ῥήξατο φωνήν· „εἰ Θέτιδος χάριν οἶσθα καὶ εὐπαλάμου Βριαρῆος, εἰ μάθες Αἰγαίωνα τεῶν χραισμήτορα θώκων, Ζεῦ ἄνα, Βάκχον ἔρυκε μεμηνότα· μηδὲ νοήσω δουλοσύνην Νηρῆος ἅμα Γλαύκοιο τελευτῇ·
365μὴ Θέτις αἰολόδακρυς ὑποδρήσσειε Λυαίῳ, δμωίδα μή μιν ἴδοιμι παρ’ ἁβροβίων χθόνα Λυδῶν, ὀψομένην ἔτι πότμον Ἀχιλλέι, Πηλέι, Πύρρῳ, υἱωνόν, πόσιν, υἷα μιῇ στενάχουσαν ἀνίῃ· Λευκοθέην δ’ ἐλέαιρε γοήμονα, τῆς παρακοίτης
370υἷα λαβὼν ἐδάιξε, τὸν ἀστόργοιο τοκῆος παιδοφόνοι γλωχῖνες ἐδαιτρεύσαντο μαχαίρης.“ ὣς φαμένης ἤκουσε δι’ αἰθέρος ὑψιμέδων Ζεύς, καὶ Βερόης ὑμέναιον ἐπέτρεπεν Ἐννοσιγαίῳ καὶ μόθον ἐπρήυνε γαμοστόλον· οὐρανόθεν γὰρ
375νυμφιδίην ἀτέλεστον ἀναστέλλοντες ἐνυὼ
Βάκχον ἀπειλητῆρες ἐκυκλώσαντο κεραυνοί. καὶ θεὸς ἀμπελόεις γαμίῳ δεδονημένος ἰῷ κούρην μὲν μενέαινε· πατὴρ δέ μιν ὑψιμέδων Ζεὺς βρονταίης ἀνέκοπτε μέλος σάλπιγγος ἀράσσων,378 in vol. 2
380καὶ πόθον ὑσμίνης ἀνεσείρασε πάτριος ἠχώ. ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς ὁδίτης, στυγνὸς ὀπισθοβόλῳ δεδοκημένος ὄμματι κούρην· οὔασι δ’ αἰδομένοισιν ἀειδομένων ἐνὶ πόντῳ ζῆλον ἔχων ἤκουεν Ἀμυμώνης ὑμεναίων.
385καὶ γάμον ὀψιτέλεστον ἁλίβρομος ἤπυε σύριγξ, καὶ δονέων ἄσβεστον ἐν ὕδασι νυμφίδιον πῦρ παστὸν Ἀμυμώνης θαλαμηπόλος † ἤπυε Νηρεύς, καὶ μέλος ἔπλεκε Φόρκυς· ὁμοζήλῳ δὲ πορείῃ Γλαῦκος ἀνεσκίρτησεν, ἐβακχεύθη Μελικέρτης·
390καὶ ζυγίην Γαλάτεια διακρούουσα χορείην ἄστατος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ, καὶ γάμιον μέλος εἶπεν, ἐπεὶ μάθε καλὰ λιγαίνειν ποιμενίῃ σύριγγι διδασκομένη Πολυφήμου. καὶ Βερόης διεροῖσιν ὁμιλήσας ὑμεναίοις
395νυμφίος Ἐννοσίγαιος ἐφίλατο πατρίδα νύμφης· καὶ Βερόης ναέτῃσιν ἑῆς κειμήλιον εὐνῆς ἄρεος εἰναλίοιο θαλασσαίην πόρε νίκην. καὶ γάμος ὄλβιος ἦεν, ἐπεὶ βυθίῳ παρὰ παστῷ ἄξιον ἕδνον ἔρωτος Ἄραψ ἐκομίσσατο Νηρεύς,

43

(400)

Ἡφαίστου σοφὸν ἔργον, Ὀλύμπια δαίδαλα, νύμφῃ,
ὅρμον ἄγων κάλυκάς τε φέρων ἕλικάς τε τιταίνων, ὁππόσα Νηρεΐδεσσιν [ἀμιμήτῳ κά]με τέχνῃ Λήμνιος ἐργοπόνος πα[ρὰ Κύπρι]δι· καὶ μέσον ἅλμης ἔμπυρον ἄκμονα π[άλλεν] ὑποβρυχίην τε πυράγρην,379 in vol. 2
405φυσαλέου χοάνοιο περίδρομον ἄσθμα τιταίνων ποιητοῖς ἀνέμοισιν, ἀναπτομένης δὲ καμίνου ἐν ῥοθίοις ἄσβεστον ἐβόμβεεν ἐνδόμυχον πῦρ. Νηρεὺς μὲν τάδε δῶρα πολύτροπα, δῶκε δὲ κούρῃ Περσικὸς Εὐφρήτης πολυδαίδαλον εἶδος Ἀράχνης·
410χρυσὸν Ἴβηρ πόρε Ῥῆνος· ἐχεκτεάνων δὲ μετάλλων ἤλυθεν εἴκελα δῶρα γέρων Πακτωλὸς ἀείρων χερσὶ φυλασσομένῃσιν, ὅτι πρόμον ἔτρεμε Λυδῶν Βάκχον ἑὸν βασιλῆα, καὶ ἔτρεμε γείτονα Ῥείην Μυγδονίης πολιοῦχον ἑῆς χθονός· Ἠριδανὸς δὲ
415Ἡλιάδων ἤλεκτρα ῥυηφενέων ἀπὸ δένδρων δῶρα πόρε στίλβοντα· καὶ ἀργυρέης ἀπὸ πέτρης Στρυμὼν ὅσσα μέταλλα καὶ ὁππόσα Γεῦδις ἀείρει, ἕδνον Ἀμυμώνῃ δωρήσατο Κυανοχαίτης.
ὣς ὁ μὲν ἀρτιχόρευτος ὑποβρυχίῳ παρὰ παστῷ380 in vol. 2
420γήθεεν Ἐννοσίγαιος· ἀμειδήτῳ δὲ Λυαίῳ γνωτὸς Ἔρως φθονέοντι παρήγορον ἴαχε φωνήν· „νυμφοκόμῳ, Διόνυσε, τί μέμφεαι εἰσέτι κεστῷ; οὐ Βρομίῳ Βερόης γάμος ἔπρεπεν, ἀλλὰ θαλάσσῃ ἅρμενος ἦν γάμος οὗτος, ὅτι βρυχίης Ἀφροδίτης
425παῖδα λαβὼν ἔζευξα θαλασσοπόρῳ παρακοίτῃ· ἁβροτέρην δ’ ἐφύλαξα τεοῖς θαλάμοις Ἀριάδνην, ἐκ γενεῆς Μίνωος ὁμόγνιον· οὐτιδανὴν δὲ πόντιον αἷμα φέρουσαν Ἀμυμώνην λίπε πόντῳ. ἀλλὰ ῥίον Λιβάνοιο λιπὼν καὶ Ἀδώνιδος ὕδωρ
430ἵξεαι εἰς Φρυγίην εὐπάρθενον, ἧχί σε μίμνει ἄβροχον † ἠελίοιο λέχος Τιτηνίδος Αὔρης· καὶ στέφος ἀσκήσασα μάχης καὶ παστάδα κούρης Θρῄκη νυμφοκόμος σε δεδέξεται, ἧχι καὶ αὐτὴ Παλλήνη καλέει σε δορυσσόος, ἧς παρὰ παστῷ
435ἀθλοφόρον γαμίοισι περιστέψω σε κορύμβοις ἱμερτὴν τελέσαντα παλαισμοσύνην Ἀφροδίτης.“ τοῖα γυναιμανέοντι κασιγνήτῳ φάτο Βάκχῳ θοῦρος Ἔρως· πτερύγων δὲ πυρώδεα βόμβον ἰάλλων ἠερίῃ νόθος ὄρνις ἀνῃώρητο πορείῃ,
440καὶ Διὸς εἰς δόμον ἦλθεν. ἀπ’ Ἀσσυρίοιο δὲ κόλπου ἁβροχίτων Διόνυσος ἀνήιεν εἰς χθόνα Λυδῶν
Πακτωλοῦ παρὰ πέζαν, ὅπῃ χρυσαυγέι πηλῷ ἀφνειαῖς λιβάδεσσι μέλαν φοινίσσεται ὕδωρ· Μαιονίης δ’ ἐπέβαινε, καὶ ἵστατο μητέρι Ῥείῃ381 in vol. 2
445Ἰνδῴης ὀρέγων βασιλήια δῶρα θαλάσσης. καλλείψας δὲ ῥέεθρα βαθυπλούτου ποταμοῖο καὶ Φρύγιον κενεῶνα καὶ ἁβροβίων γένος ἀνδρῶν Ἀρκτῴην παρὰ πέζαν ἑὴν ἐφύτευσεν ὀπώρην,
Εὐρώπης πτολίεθρα μετ’ Ἀσίδος ἄστεα βαίνων.382 in vol. 2

44

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΕΣΣΑΡΑΚΟΣΤΟΝ
t2ΤΕΤΑΡΤΟΝ.
1 Ἤδη δ’ Ἰλλυρίης Ταυλάντιον ἔθνος ἀρούρης καὶ πέδον Αἱμονίης καὶ Πήλιον ἄκρον ἐάσσας Ἑλλάδος ἐγγὺς ἵκανε, καὶ Ἀονίῃ παρὰ πέζῃ στῆσε χορούς. ἀίων δὲ μέλος μυκήτορος αὐλοῦ
5Πανὶ Ταναγραίῳ θιάσους ἐστήσατο ποιμήν· καὶ κρήνη κελάδησεν, ὅπῃ χθονὸς ἄκρον ἀράξας ὑγρὸς ὄνυξ ἵππειος ἐπώνυμον ἔγλυφεν ὕδωρ· Ἀσωπὸς δ’ ἐχόρευε πυρίπνοα χεύματα σύρων καὶ προχοὰς ἐλέλιξε· σὺν Ἰσμηνῷ δὲ τοκῆι
10κυκλάδας αἰθύσσουσα ῥοὰς ὠρχήσατο Δίρκη. καί ποτέ τις δρυόεντος ἀναΐξασα κορύμβου ἡμιφανὴς ἐλίγαινεν Ἁμαδρυὰς ὑψόθι δένδρου, οὔνομα κυδαίνουσα κορυμβοφόρου Διονύσου· πηγαίη δ’ ὁμόφωνος ἀσάμβαλος ἴαχε Νύμφη.
15 καὶ κτύπος οὐρεσίφοιτος ἀδεψήτοιο βοείης Πενθέος ἀσπόνδοισιν ἐπεσμαράγησεν ἀκουαῖς· οἰνοφόρῳ δ’ ἀθέμιστος ἄναξ ἐπεχώσατο Βάκχῳ, καὶ στρατιὴν ἐκόρυσσε μαχήμονα, κέκλετο δ’ ἄλλοις
ἄστεος ἑπταπόροιο περιφράξαι πυλεῶνας·383 in vol. 2
20οἱ μὲν ἐπεκλήισαν ἀμοιβαδίς, ἐξαπίνης δὲ αὐτόματοι κληῖδες ἀνωίγνυντο πυλάων, καὶ δολιχοὺς πυλεῶνι μάτην ἐπέβαλλον ὀχῆας ἠερίοις θεράποντες ἐριδμαίνοντες ἀήταις. οὐ τότε τις πυλαωρὸς ἰδὼν ἀνεσείρασε Βάκχην·
25Σιληνοὺς δὲ γέροντας ἀτευχέας ἀσπιδιῶται ἔτρεμον αἰχμητῆρες· ὁμογλώσσῳ δ’ ἀλαλητῷ κεκλομένου βασιλῆος ἀφειδήσαντες ἀπειλῆς πολλάκις ὠρχήσαντο, σὺν εὐτύκτοις δὲ βοείαις κυκλάδος ἐστήσαντο σακεσπάλον ἅλμα χορείης,
33ἀντίτυπον μίμημα φιλοσμαράγων Κορυβάντων.
30φρικαλέαι δ’ ἰάχησαν ἐν οὔρεσι λυσσάδες ἄρκτοι· καὶ γένυν αἰθύσσουσα καὶ ὑψιπότητον ἐρωὴν ... πόρδαλις ᾐώρητο· λέων δέ τις ἁβρὸν ἀθύρων
34μειλίχιον βρύχημα συνήλικι πέμπε λεαίνῃ.
35 ἤδη δ’ αὐτοέλικτος ἐσείετο Πενθέος αὐλὴ ἀκλινέων σφαιρηδὸν ἀναΐσσουσα θεμέθλων· καὶ πυλεὼν δεδόνητο θορὼν ἐνοσίχθονι παλμῷ, πήματος ἐσσομένοιο προάγγελος· αὐτόματος δὲ λάινος Ὀγκαίης ἐλελίζετο βωμὸς Ἀθήνης,
40ὅν ποτε Κάδμος ἔδειμεν, ὅτε βραδυπειθέι ῥιπῇ μόσχου πυργοδόμοιο φερέπτολις ὤκλασε χηλή· ἀμφὶ δὲ θεῖον ἄγαλμα πολισσούχοιο θεαίνης αὐτομάτῃ ῥαθάμιγγι θεόσσυτος ἔβλυεν ἱδρὼς δεῖμα φέρων ναέτῃσι· καὶ ἐκ ποδὸς ἄχρι καρήνου384 in vol. 2
45ἄγγελον ἐσσομένων βρέτας Ἄρεος ἔρρεε λύθρῳ. καὶ ναέται δεδόνηντο· φόβῳ δ’ ἐλελίζετο μήτηρ Πενθέος αὐχήεντος, ἐβακχεύθη δὲ μενοινήν, μνησαμένη προτέροιο δαφοινήεντος ὀνείρου πικρὰ προθεσπίζοντος, ἐπεὶ πάρος ὑψόθι λέκτρων,

44

(50)

ἐξότε κοιρανίην πατρώιον ἥρπασε Πενθεύς, πάννυχον ὑπναλέοις ὀάροις εὕδουσαν Ἀγαύην φάσματα μιμηλοῖο διεπτοίησεν ὀνείρου, ἀπλανέος θρῴσκοντα δι’ εὐκεράου πυλεῶνος· ἔλπετο γὰρ Πενθῆα χοροίτυπον ἁβρὸν ὁδίτην
55ἄρσενα κοσμήσαντα γυναικείῳ χρόα πέπλῳ ῥῖψαι πορφυρόνωτον ἐπὶ χθόνα φᾶρος ἀνάκτων, θύρσον ἐλαφρίζοντα καὶ οὐ σκήπτροιο φορῆα· καί μιν ἰδεῖν ἐδόκησε πάλιν Καδμηὶς Ἀγαύη ἑζόμενον σκιεροῖο μετάρσιον ὑψόθι δένδρου·
60καὶ φυτὸν ὑψικάρηνον, ὅπῃ θρασὺς ἕζετο Πενθεύς, θῆρες ἐκυκλώσαντο, καὶ ἄγριον εἶχον ἐρωὴν δένδρον ἀπειλητῆρι μετοχλίζοντες ὀδόντι τρηχαλέαις γενύεσσι· τινασσομένοιο δὲ δένδρου κύμβαχος αὐτοκύλιστος ἕλιξ δινεύετο Πενθεύς,
65καί μιν ἐδηλήσαντο τεθηπότα μαινάδες ἄρκτοι· ἀγροτέρη δὲ λέαινα διαΐσσουσα προσώπου πρυμνόθεν ἔσπασε χεῖρα, καὶ ἄσχετα μαινομένη θὴρ ἡμιτόμου Πενθῆος ἐρεισαμένη πόδα λαιμῷ θηγαλέοις ὀνύχεσσι διέθρισεν ἀνθερεῶνα,385 in vol. 2
70αἱμαλέον δὲ κάρηνον ἐκούφισεν ἅρπαγι ταρσῷ οἰκτρὰ δαϊζομένου, καὶ ἐδείκνυε μάρτυρι Κάδμῳ παλλομένη, βροτέην δ’ ἀλιτήμονα ῥήξατο φωνήν· „εἰμὶ τεὴ θυγάτηρ θηροκτόνος· εἰμὶ δὲ μήτηρ Πενθέος ὀλβίστοιο, τεὴ φιλότεκνος Ἀγαύη.
75τηλίκον ὤλεσα θῆρα· λεοντοφόνοιο δὲ νίκης δέχνυσο τοῦτο κάρηνον ἐμῆς πρωτάγριον ἀλκῆς· τηλίκον οὔ ποτε θῆρα κατέκτανε σύγγονος Ἰνώ, οὐ κτάνεν Αὐτονόη· σὺ δὲ σύμβολα παιδὸς Ἀγαύης πῆξον ἀριστοπόνοιο τεοῦ προπάροιθε μελάθρου.“
80 τοῖον ὄναρ βλοσυρωπὸν ὑπόχλοος εἶδεν Ἀγαύη. ἔνθεν ἐριπτοίητος ἀπωσαμένη πτερὸν Ὕπνου, ὀρθρινὴ καλέσασα θεηγόρον υἷα Χαρικλοῦς, μάντιας ἐσσομένων φονίους ἐδίδαξεν ὀνείρους· Τειρεσίας δ’ ἐκέλευσε θεοπρόπος ἄρσενα ῥέξαι
85ταῦρον, ἀοσσητῆρα δαφοινήεντος ὀνείρου,
Ζηνὸς ἀλεξικάκοιο θεοκλήτῳ παρὰ βωμῷ, μηκεδανῆς ἐλάτης παρὰ δένδρεον, ἧχι Κιθαιρὼν πέπταται ὑψικάρηνος· Ἁμαδρυάδεσσι δὲ Νύμφαις θῆλυν ὄιν σήμαινε θυηπολέειν παρὰ λόχμῃ.386 in vol. 2
90ἔγνω δ’ ἔμφρονα θῆρα καὶ ἀγρώσσουσαν Ἀγαύην γαστρὸς ἑῆς ὠδῖνα καὶ ὠλεσίτεκνον ἀγῶνα καὶ κεφαλὴν Πενθῆος· ἐν ἀφθόγγῳ δὲ σιωπῇ κρύψεν ὀνειρείης ἀπατήλιον εἰκόνα νίκης, Πενθέα μὴ βαρύμηνιν ἑὸν βασιλῆα χαλέψῃ.
95πειθομένη δὲ γέροντι σοφῷ φιλότεκνος Ἀγαύη εἰς ὄρος ὑψικάρηνον ὁμόστολος ἤιε Κάδμῳ,
99ἧχι Διὸς πέλεν ἄλσος ὀρειάδος ἔμπλεον ὕλης,
97Πενθέος ἑσπομένοιο· καὶ εὐκεράῳ παρὰ βωμῷ θῆλυν ὄιν κερόεντι συνέμπορον ἄρσενι ταύρῳ

44

(100)

Ζηνὶ καὶ Ἀδρυάδεσσι μίαν ξύνωσε θυηλὴν Κάδμος Ἀγηνορίδης, θεοτερπέα βωμὸν ἀνάψας, ῥέζων ἀμφοτέροισιν· ἀναπτομένοιο δὲ πυρσοῦ κνίση μὲν περίφοιτος ἕλιξ συνενήχετο καπνῷ εὐόδμῳ στροφάλιγγι, δαϊζομένου δ’ ἄρα ταύρου
105ὄρθιος αἱμαλέης αὐτόσσυτος αὐλὸς ἐέρσης χεῖρας ἐρευθιόωντι φόνῳ πόρφυρεν Ἀγαύης· αὐχένιον δὲ τένοντα πέριξ στεφανηδὸν ἑλίξας οἰδαλέην ἐπίκυρτον ἑὴν δοχμώσατο δειρὴν
μείλιχος εἱλικόεντι δράκων μιτρούμενος ὁλκῷ,387 in vol. 2
110στέμματι δ’ ὁλκαίῳ κεφαλὴν κυκλώσατο Κάδμου πρηῢς ὄφις, καὶ γλῶσσα πέριξ λίχμαζεν ὑπήνην μειλιχίων φίλον ἰὸν ἀποπτύουσα γενείων οἰγομένων· καὶ θῆλυς ὄφις μιτρώσατο κόρσην Ἁρμονίης ξανθοῖσι περιπλεχθεῖσα κορύμβοις.
115καὶ διδύμων ὀφίων πετρώσατο γυῖα Κρονίων, ὅττι παρ’ Ἰλλυρικοῖο δρακοντοβότου στόμα πόντου Ἁρμονίη καὶ Κάδμος ἀμειβομένοιο προσώπου λαϊνέην ἤμελλον ἔχειν ὀφιώδεα μορφήν.
121καὶ φόβον ἄλλον ἔχουσα μετὰ προτέρου φόβον ὕπνου νόστιμος εἰς δόμον ἦλθε σὺν υἱέι καὶ γενετῆρι.
119τοῖον ἴδεν ποτὲ φάσμα, καὶ ὀμφήεντος ὀνείρου
120μνησαμένη δεδόνητο φόβῳ φιλότεκνος Ἀγαύη.
123 ἤδη δ’ ἑπταπόροιο δι’ ἄστεος ἵπτατο Φήμη ὄργια κηρύσσουσα χοροπλεκέος Διονύσου·
125οὐδέ τις ἦν ἀχόρευτος ἀνὰ πτόλιν· ἀγρονόμων δὲ ... εἰαρινοῖς πετάλοισιν ἐμιτρώθησαν ἀγυιαί· καὶ θάλαμον Σεμέλης χλοερῷ σκιόωσα κορύμβῳ νυμφιδίου σπινθῆρος ἔτι πνείοντα κεραυνοῦ
αὐτοφυὴς ἐμέθυσσεν ἕλιξ εὐώδεϊ καρπῷ.388 in vol. 2
130φρικτὰ δὲ παπταίνων πολυειδέα θαύματα Βάκχου, ζῆλον ἔχων ὑπέροπλον, ἄναξ κυμαίνετο Πενθεύς. καὶ κενεῆς προχέων ὑπερήνορα κόμπον ἀπειλῆς τοῖον ἔπος δμώεσσιν ἀτάσθαλος ἴαχε Πενθεύς· „Λυδὸν ἐμὸν θεράποντα κομίσσατε, θῆλυν ἀλήτην,
135δαινυμένου Πενθῆος ὑποδρηστῆρα τραπέζης, οἰνοδόκῳ ποτὸν ἄλλο διαστάζοντα κυπέλλῳ, ἢ γλάγος ἢ γλυκὺ χεῦμα 〈φιλοπτόρθοιο μελίσσης.〉
137a.............. κασιγνήτην δὲ τεκούσης
138Αὐτονόην πληγῇσιν ἀμοιβαίῃσιν ἱμάσσω· κύμβαλα δ’ ἠχήεντα διαρρίψαντες ἀήταις
140καὶ πάταγον Βερέκυντα καὶ εὔια τύμπανα Ῥείης ἕλκετε Βασσαρίδας μανιώδεας, ἕλκετε Βάκχας, ἀμφιπόλους Βρομίοιο συνήλυδας, ἃς ἐνὶ Θήβῃ Ἰσμηνοῦ διεροῖσιν ἀκοντίζοντες ἐναύλοις
Νηίδας Ἀονίαις ποταμηίσι μίξατε Νύμφαις389 in vol. 2
145ἥλικας, Ἀδρυάδας δὲ γέρων δέξοιτο Κιθαιρὼν ἄλλαις Ἀδρυάδεσσιν ὁμόζυγας ἀντὶ Λυαίου. καὶ πλοκάμους τμήξωμεν ἀκερσικόμου Διονύσου· ἄξατε πῦρ, θεράποντες, ἐπεὶ ποινήτορι θεσμῷ, ἐκ πυρὸς εἰ πέλε Βάκχος, ἐγὼ πυρὶ Βάκχον ὀπάσσω·

44

(150)

Ζεὺς Σεμέλην ἐδάμασσεν, ἐγὼ Διόνυσον ὀλέσσω. εἰ δέ κε πειρήσαιτο καὶ ἡμετέροιο κεραυνοῦ, γνώσεται, οἷον ἔχω χθόνιον σέλας· οὐρανίου γὰρ θερμοτέρους σπινθῆρας ἐμὸν λάχεν ἀντίτυπον πῦρ· σήμερον αἰθαλόεντα τὸν ἀμπελόεντα τελέσσω.
155εἰ δὲ μόθον στήσειε μαχήμονα θύρσον ἀείρων, γνώσεται, οἷον ἔχω χθόνιον δόρυ· καί μιν ὀλέσσω, οὐ ποδός, οὐ λαγόνων, οὐ στήθεος, οὐ κενεώνων ὠτειλὴν μεθέποντα· καὶ οὐ βουπλῆγι δαΐξω κυρτὰ βοοκραίροιο κεράατα δισσὰ μετώπου,
160οὐδὲ διατμήξω μέσον αὐχένος· ἀλλά ἑ τύψω ἔγχεϊ χαλκείῳ τετορημένον εἰς πτύχα μηροῦ, ὅττι Διὸς μεγάλοιο γονὴν ἐψεύσατο μηροῦ καὶ πόλον ὡς ἑὸν οἶκον· ἐγὼ δέ μιν ἀντὶ μελάθρου, ἀντὶ Διὸς πυλεῶνος ἐνέρτερον Ἄιδι πέμψω,
165ἠέ μιν αὐτοκύλιστον ἀλυσκάζοντα καλύψω κύμασιν Ἰσμηνοῖο, καὶ οὐ χρέος ἐστὶ θαλάσσης. οὐ δέχομαι βροτὸν ἄνδρα νόθον θεόν· εἰ θέμις εἰπεῖν, ψεύσομαι, ὡς Διόνυσος, ἐμὸν γένος· οὐκ ἀπὸ Κάδμου
αἷμα φέρω χθονίοιο, πατὴρ δ’ ἐμὸς ὄρχαμος ἄστρων,390 in vol. 2
170Ἠέλιός με φύτευσε, καὶ οὐκ ἔσπειρεν Ἐχίων· τίκτε Σεληναίη με, καὶ οὐκ ἐλόχευσεν Ἀγαύη· εἰμὶ γένος Κρονίδαο, καὶ αἰθέρος εἰμὶ πολίτης· οὐρανὸς ἀστερόφοιτος ἐμὴ πόλις· ἵλατε, Θῆβαι· Παλλὰς ἐμὴ παράκοιτις, ἐμὴ δάμαρ ἄμβροτος Ἥβη·
175Πενθέι μαζὸν ὄρεξε μετ’ Ἄρεα δεσπότις Ἥρη, καὶ ζαθέη μετὰ Φοῖβον ἐγείνατο Πενθέα Λητώ· Ἄρτεμιν ἱεμένην νυμφεύσομαι· οὐδέ με φεύγει, ὥς ποτε Φοῖβον ἔφευγεν ἑῆς μνηστῆρα κορείης, μῶμον ἀλυσκάζουσα κασιγνήτων ὑμεναίων.
180εἰ δὲ τεὴν Σεμέλην οὐκ ἔφλεγεν οὐρανίη φλόξ, παιδὸς ἑῆς διὰ μῶμον ἑὸν δόμον ἔφλεγε Κάδμος, ἀστεροπὴν δ’ ἐκάλεσσε χαμαιγενὲς ἁπτόμενον πῦρ, καὶ δαΐδων ὀνόμηνε σέλας σπινθῆρα κεραυνοῦ.“ ὣς φαμένου βασιλῆος ἐπεστρατόωντο μαχηταὶ
185ὁπλοφόροι κενεοῖσιν ἐριδμαίνοντες ἀήταις· καὶ στρατὸς ἄσπετος ἦεν ἔσω πιτυώδεος ὕλης, ἴχνια μαστεύοντες ἀθηήτοιο Λυαίου. ὄφρα μὲν ἐνναέτῃσιν ἄναξ ἐπετέλλετο Πενθεύς, τόφρα δὲ καὶ Διόνυσος ἀφεγγέα νύκτα δοκεύων
190τοῖον ἔπος πρὸς Ὄλυμπον ἀνίαχε κυκλάδι Μήνῃ·
„ὦ τέκος Ἠελίοιο, πολύστροφε, παντρόφε Μήνη, ἅρματος ἀργυφέοιο κυβερνήτειρα Σελήνη, εἰ σὺ πέλεις Ἑκάτη πολυώνυμος, ἐννυχίη δὲ πυρσοφόρῳ παλάμῃ δονέεις θιασώδεα πεύκην,391 in vol. 2
195ἔρχεο, νυκτιπόλος, σκυλακοτρόφος, ὅττι σε τέρπει κνυζηθμῷ γοόωντι κυνοσσόος ἔννυχος ἠχώ· Ἄρτεμις εἰ σὺ πέλεις ἐλαφηβόλος, ἐν δὲ κολώναις νεβροφόνῳ σπεύδουσα συναγρώσσεις Διονύσῳ, ἔσσο κασιγνήτοιο βοηθόος· ἀρχεγόνου γὰρ

44

(200)

αἷμα λαχὼν Κάδμοιο διώκομαι ἔκτοθι Θήβης, μητρὸς ἐμῆς Σεμέλης ἀπὸ πατρίδος· ὠκύμορος γὰρ θνητὸς ἀνὴρ κλονέει με θεημάχος· ὡς νυχίη δὲ νυκτελίῳ χραίσμησον ἐλαυνομένῳ Διονύσῳ· εἰ δὲ σὺ Περσεφόνεια νεκυσσόος, ὑμέτεραι δὲ
205ψυχαὶ Ταρταρίοισιν ὑποδρήσσουσι θοώκοις, νεκρὸν ἴδω Πενθῆα, καὶ ἀχνυμένου Διονύσου δάκρυον εὐνήσειε τεὸς ψυχοστόλος Ἑρμῆς· σεῖο δὲ Τισιφόνης μανιώδεος ἠὲ Μεγαίρης Ταρταρίῃ μάστιγι λαθίφρονα παῦσον ἀπειλὴν
210Γηγενέος Πενθῆος, ἐπεὶ δυσμήχανος Ἥρη ὀψίγονον Τιτῆνα νέῳ θώρηξε Λυαίῳ. ἀλλὰ σὺ φῶτα δάμασσον ἀθέσμιον, ὄφρα γεραίρῃς ἀρχεγόνου Ζαγρῆος ἐπωνυμίην Διονύσου.
Ζεῦ ἄνα, καὶ σὺ δόκευε μεμηνότος ἀνδρὸς ἀπειλήν·392 in vol. 2
215κλῦθι, πάτερ καὶ μῆτερ· ἐλεγχομένου δὲ Λυαίου σὴ στεροπὴ γαμίη Σεμέλης τιμήορος ἔστω.“ ὣς φαμένου ταυρῶπις ἀνίαχεν ὑψόθι Μήνη· „νυκτιφαὲς Διόνυσε, φυτηκόμε, σύνδρομε Μήνης, σῆς σταφυλῆς ἀλέγιζε· μέλει δέ μοι ὄργια Βάκχου,
220ὑμετέρων ὅτι γαῖα φυτῶν ὠδῖνα πεπαίνει μαρμαρυγὴν δροσόεσσαν ἀκοιμήτοιο Σελήνης δεχνυμένη· σὺ δέ, Βάκχε χοροίτυπε, θύρσα τιταίνων σῆς γενετῆς ἀλέγιζε, καὶ οὐ τρομέεις γένος ἀνδρῶν ἀδρανέων, οἷς κοῦφος ἀεὶ νόος, ὧν καὶ ἀνάγκῃ
225Εὐμενίδων μάστιγες ἀναστέλλουσιν ἀπειλάς. σὺν σοὶ δυσμενέεσσι κορύσσομαι· ἶσα δὲ Βάκχῳ κοιρανέω μανίης ἑτερόφρονος· εἰμὶ δὲ Μήνη Βακχιάς, οὐχ ὅτι μοῦνον ἐν αἰθέρι μῆνας ἑλίσσω, ἀλλ’ ὅτι καὶ μανίης μεδέω καὶ λύσσαν ἐγείρω.
230οὐ χθονίην σέθεν ὕβριν ἐγὼ νήποινον ἐάσσω· ἤδη γὰρ Λυκόοργος ἀπειλήσας Διονύσῳ, ὁ πρὶν ἐὼν ταχύγουνος, ὁ Μαινάδας ὀξὺ διώξας, τυφλὸς ἀλητεύει καὶ δεύεται ἡγεμονῆος. ἤδη δ’ ἀμφὶ τένοντας Ἐρυθραίων δονακήων
235κέκλιται ἔνθα καὶ ἔνθα, τεῆς αὐτάγγελος ἀλκῆς, Ἰνδῶν νεκρὸς ὅμιλος, ἀναινομένῳ δὲ ῥεέθρῳ ἄφρονα Δηριαδῆα πατὴρ ἔκρυψεν Ὑδάσπης ἔγχεϊ κισσήεντι τετυμμένον· αὐτὰρ ὁ φεύγων πατρῴῳ βαρύθοντι κατηφέι πῖπτε ῥεέθρῳ·393 in vol. 2
240Τυρσηνοὶ δεδάασι τεὸν σθένος, ὁππότε νηῶν ὄρθιος ἱστὸς ἄμειπτο καὶ ἀμπελόεις πέλεν ὄρπηξ αὐτοτελής, τὸ δὲ λαῖφος ὑπὸ σκιεροῖσι πετήλοις ἡμερίδων εὔβοτρυς ἀνηέξητο καλύπτρη, καὶ πρότονοι σύριζον ἐχιδνήεντι κορύμβῳ
245ἰοβόλοι, βροτέην δὲ φυὴν καὶ ἐχέφρονα βουλὴν δυσμενέες ῥίψαντες ἀμειβομένοιο προσώπου ἀφραδέες δελφῖνες ἐνιπλώουσι θαλάσσῃ· εἰσέτι κωμάζουσι καὶ ἐν ῥοθίοις Διονύσῳ, οἷα κυβιστητῆρες ἐπισκαίρουσι γαλήνῃ.

44

(250)

καὶ νέκυς ὑμετέρῳ βεβολημένος ὀξέι θύρσῳ χεύμασιν Ἀσσυρίοισι καλύπτεται Ἰνδὸς Ὀρόντης, εἰσέτι δειμαίνων καὶ ἐν ὕδασιν οὔνομα Βάκχου.“ τοῖον ἔπος Βρομίῳ χρυσήνιος ἴαχε δαίμων. ὄφρα μὲν εἰσέτι Βάκχος ὁμίλεε κυκλάδι Μήνῃ,
255τόφρα δὲ καὶ Ζαγρῆι χαριζομένη Διονύσῳ Περσεφόνη θώρηξεν Ἐρινύας, ἀχνυμένῳ δὲ ὀψιγόνῳ χραίσμησε κασιγνήτῳ Διονύσῳ. αἱ δὲ Διὸς χθονίοιο δυσάντεϊ νεύματι νύμφης
Εὐμενίδες Πενθῆος ἐπεστρατόωντο μελάθρῳ,394 in vol. 2
260ὧν ἡ μὲν ζοφεροῖο διαθρῴσκουσα βερέθρου Ταρταρίην ἐλέλιζεν ἐχιδνήεσσαν ἱμάσθλην, Κωκυτοῦ δὲ ῥέεθρον ἀρύετο καὶ Στυγὸς ὕδωρ, καὶ χθονίῃ ῥαθάμιγγι δόμους ἔρραινεν Ἀγαύης, οἷα προθεσπίζουσα γόον καὶ δάκρυα Θήβης·
265Ἀκταίην δὲ μάχαιραν ἀπ’ Ἀτθίδος ἤγαγε δαίμων, ἀρχαίην Ἰτύλοιο μιαιφόνον, ᾗ ποτε μήτηρ Πρόκνη θυμολέαινα σὺν ἀνδροφόνῳ Φιλομήλῃ τηλυγέτην ὠδῖνα διατμήξασα σιδήρῳ παιδοβόρῳ Τηρῆι φίλην δαιτρεύσατο φορβήν·
270κείνην χειρὶ φέρουσα φόνων ὀχετηγὸν Ἐρινὺς ἀρχεκάκοις ὀνύχεσσι διαγλύψασα κονίην Ἀττικὸν ἔκρυφεν ἆορ ὀρεσσιφύτῳ παρὰ ῥίζῃ
μηκεδανῆς ἐλάτης, † η Μαινάδες, ὁππόθι Πενθεὺς μέλλε θανεῖν ἀκάρηνος· ἐπαμήσασα δὲ κόχλῳ395 in vol. 2
275Γοργόνος ἀρτιφόνοιο νεόρρυτον αἷμα Μεδούσης πορφυρέαις ἔχρισε Λιβυστίσι δένδρον ἐέρσαις. καὶ τὰ μὲν ἐν σκοπέλοις τεχνήσατο μαινὰς Ἐρινύς. ὀρφναίοις δὲ πόδεσσι δόμων ἐπεβήσατο Κάδμου νυκτιφαὴς Διόνυσος ἔχων ταυρώπιδα μορφήν,
280αἰθύσσων Κρονίην μανιώδεα Πανὸς ἱμάσθλην· βακχεύσας δ’ ἀχάλινον Ἀρισταίοιο γυναῖκα Αὐτονόην ἐκάλεσσε, καὶ ἴαχε θυιάδι φωνῇ· „ὀλβίη Αὐτονόη Σεμέλης πλέον· ἀρτιγάμου γὰρ υἱέος εἰς ὑμέναιον ἐριδμαίνεις καὶ Ὀλύμπῳ·
285αἰθέρος ἥρπασας εὖχος, ἐπεὶ λάχεν ἁβρὸν ἀκοίτην Ἄρτεμις Ἀκταίωνα καὶ Ἐνδυμίωνα Σελήνη. οὐ θάνεν Ἀκταίων, οὐκ ἔλλαχε θηρὸς ὀπωπήν, οὐ στικτῆς ἐλάφοιο τανυγλώχινα κεραίην, οὐ νόθον εἶδος ἔδεκτο, καὶ οὐκ ἐψεύσατο μορφήν,
290οὐ κύνας ἀγρευτῆρας ἑοὺς ἐνόησε φονῆας· ἀλλὰ κακογλώσσων στομάτων κενεόφρονι μύθῳ υἱέος ὑμετέροιο μόρον ψεύσαντο βοτῆρες,
νυμφίον ἐχθαίροντες ἀνυμφεύτοιο θεαίνης. οἶδα, πόθεν δόλος οὗτος· ἐπ’ ἀλλοτρίοις ὑμεναίοις396 in vol. 2
295εἰς γάμον, εἰς Παφίην ζηλήμονές εἰσι γυναῖκες. ἀλλὰ θυελλήεντι διαθρῴσκουσα πεδίλῳ σπεῦδε μολεῖν ἀκίχητος ἐς οὔρεα· κεῖθι μολοῦσα ὄψεαι Ἀκταίωνα συναγρώσσοντα Λυαίῳ, Ἄρτεμιν ἐγγὺς ἔχοντα, καὶ αἰόλα δίκτυα θήρης ...

44

(300)

ἐνδρομίδας φορέοντα, καὶ ἀμφαφόωντα φαρέτρην. ὀλβίη Αὐτονόη Σεμέλης πλέον, ὅττι θεαίνης εἰς γάμον ἐρχομένης ἑκυρὴ πέλες Ἰοχεαίρης· Ἰνοῦς καλλιτόκοιο μακαρτέρη, ὅττι θεαίνης σὸς πάις ἔλλαχε λέκτρα, τὰ μὴ λάχεν Ὦτος ἀγήνωρ.
305οὐ θρασὺς Ὠρίων πέλε νυμφίος Ἰοχεαίρης. χάρματι δ’ ἡβήσας σέθεν υἱέος εἵνεκα νύμφης κωμάζει σέο Κάδμος ὀρεσσαύλῳ παρὰ παστῷ, σείων ἠερίοις ἀνέμοις χιονώδεα χαίτην. ἔγρεο, καὶ σὺ γένοιο γαμοστόλος, εὔλοχε μήτηρ·
310ἅρμενος οὗτος ἔρως, ὅτι νυμφίον Ἄρτεμις ἁγνὴ υἷα κασιγνήτοιο καὶ οὐ ξένον ἔσχεν ἀκοίτην. ἀλλὰ θεὰ φυγόδεμνος ἐπήν ποτε παῖδα λοχεύσῃ,
υἱέα κουφίζουσα σαόφρονος Ἰοχεαίρης πήχεϊ παιδοκόμῳ ζηλήμονι δεῖξον Ἀγαύῃ.397 in vol. 2
315τίς νέμεσίς ποτε τοῦτο, κυνοσσόος εἰ παρὰ παστῷ ἤθελε θηρητῆρα λαγωβόλον υἷα λοχεῦσαι, εἴκελον Ἀκταίωνι φιλοσκοπέλῳ τε Κυρήνῃ,
μητρῴων ἐλάφων ἐποχημένον ὠκέι δίφρῳ;“398 in vol. 2

45

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΕΣΣΑΡΑΚΟΣΤΟΝ
t2ΠΕΜΠΤΟΝ.
1 Ὣς φαμένου Βρομίοιο δόμων ἐξέδραμε νύμφη χάρματι λυσσήεντι κατάσχετος, ὄφρα νοήσῃ νυμφίον Ἀκταίωνα παρήμενον Ἰοχεαίρῃ· καί οἱ ἐπειγομένῃ σφαλερῷ ποδὶ σύνδρομος αὔραις
5εἰς ὄρος ἀκρήδεμνος ὁμάρτεε μαινὰς Ἀγαύη, καὶ Κρονίης μάστιγος ἱμασσομένη φρένα κέντρῳ ἄσκοπον ἐρροίβδησε μεμηνότι χείλεϊ φωνήν· „οὐτιδανῷ Πενθῆι κορύσσομαι, ὄφρα δαείη, θαρσαλέην ὅτι Κάδμος Ἀμαζόνα τίκτεν Ἀγαύην.
10ἔμπλεος ἠνορέης καὶ ἐγὼ πέλον· ἢν ἐθελήσω, καὶ γυμναῖς παλάμῃσιν ὅλον Πενθῆα δαΐξω καὶ στρατιὴν εὔοπλον ἀτευχέι χειρὶ δαμάσσω. θύρσον ἔχω· μελίης δ’ οὐ δεύομαι, οὐ δόρυ πάλλω· ἔγχεϊ δ’ ἀμπελόεντι δορυσσόον ἀνέρα βάλλω·
15οὐ φορέω θώρηκα, καὶ εὐθώρηκα δαμάσσω.
κύμβαλα δ’ αἰθύσσουσα καὶ ἀμφιπλῆγα βοείην κυδαίνω Διὸς υἷα, καὶ οὐ Πενθῆα γεραίρω. Λύδιά μοι δότε ῥόπτρα· τί μέλλετε, θυιάδες ὧραι; ἵξομαι εἰς σκοπέλους, ὅθι Μαινάδες, ἧχι γυναῖκες399 in vol. 2
20ἥλικες ἀγρώσσοντι συναγρώσσουσι Λυαίῳ· ζῆλον ἔχω, Διόνυσε, λεοντοφόνοιο Κυρήνης. φείδεό μοι Βρομίοιο, θεημάχε, φείδεο, Πενθεῦ· εἰς σκοπέλους ἀκίχητος ἐλεύσομαι, ὄφρα καὶ αὐτὴ εὔιον ἀείδουσα χοροιτύπον ἴχνος ἑλίξω·
25οὐκέτι βοτρυόεντος ἀναίνομαι ὄργια Βάκχου, οὐκέτι Βασσαρίδων στυγέω χορόν· ἀλλὰ καὶ αὐτὴ δειμαίνω Διόνυσον, ὃν ἤροσεν ἄφθιτος εὐνή, ὃν Διὸς ὑψιμέδοντος ἐχυτλώσαντο κεραυνοί. ἔσσομαι ὠκυπέδιλος, ὁμήλυδος Ἰοχεαίρης
30δίκτυα κουφίζουσα καὶ οὐ κλωστῆρας Ἀθήνης.“ ὣς φαμένη πεπότητο νέη σκαίρουσα Μιμαλλών, ληναίης μεθέπουσα φιλεύιον ἅλμα χορείης, Βάκχον ἀνευάζουσα καὶ ἀείδουσα Θυώνην· καὶ Σεμέλην ὑπάτοιο Διὸς κίκλησκε γυναῖκα,
35καὶ σέλας εὐφαέων γαμίων ἐλίγαινε κεραυνῶν. καὶ χορὸς ἐν σκοπέλοισιν ἔην πολύς· ἀμφὶ δὲ πέτραι ἴαχον· ἑπταπύλου δὲ πέδον περιδέδρομε Θήβης ἠχὴ ποικιλόμορφος· ὁμογλώσσῳ δ’ ἀλαλητῷ
μελπομένων βαρύδουπος ἐπεσμαράγησε Κιθαιρών·400 in vol. 2
40καὶ δροσόεις κελάδησεν ὅλος τόπος· ἦν δὲ νοῆσαι δένδρεα κωμάζοντα καὶ αὐδήεσσαν ἐρίπνην. καί τις ἑοῦ θαλάμοιο χοροιτύπος ἔκθορε κούρη, αὐλὸς ὅτε τρητοῖσι πόροις ἰάχησε κεράστης· καὶ κτύπος ἀμφιβόητος ἀδεψήτοιο βοείης
45παρθενικὰς βάκχευσεν, ἀπ’ εὐτύκτων δὲ μελάθρων εἰς ὄρος ὑψικάρηνον ἐρημάδας ἤλασε Βάκχας. καί τις ἀνοιστρηθεῖσα θυελλήεντι πεδίλῳ κούρη λυσιέθειρα διέσσυτο παρθενεῶνος, κερκίδα καλλείψασα καὶ ἱστοτέλειαν Ἀθήνην·

45

(50)

καὶ πλοκάμων ἀκόμιστον ἀπορρίψασα καλύπτρην μίσγετο Βασσαρίδεσσι καὶ Ἀονὶς ἔπλετο Βάκχη. Τειρεσίας δ’ ἱέρευσεν ἀλεξικάκῳ Διονύσῳ βωμὸν ἀναστήσας, ἵνα Πενθέος ὕβριν ἐρύξῃ καὶ χόλον ἀπρήυντον ἀποσκεδάσειε Λυαίου·
55ἀλλὰ μάτην ἱκέτευσεν, ἐπεὶ λίνον ἤλυθε Μοίρης. καὶ Σεμέλης γενέτην ἐκαλέσσατο μάντις ἐχέφρων, ὄφρα καταστήσωσι χοροστασίην Διονύσου. βριθομένοις δὲ πόδεσσι γέρων ὠρχήσατο Κάδμος στέψας Ἀονίῳ χιονώδεα βόστρυχα κισσῷ·
60Τειρεσίας δ’ ὁμόφοιτος ἑὸν πόδα νωθρὸν ἑλίσσων,
Μυγδονίῳ Φρύγα κῶμον ἀνακρούων Διονύσῳ, εἰς χορὸν ἀίσσοντι συνέμπορος ἤιε Κάδμῳ γηραλέον νάρθηκι θεουδέα πῆχυν ἐρείσας. ἀθρήσας δὲ γέροντας ὁμήλυδας ὄμματι λοξῷ401 in vol. 2
65Τειρεσίαν καὶ Κάδμον ἀτάσθαλος ἴαχε Πενθεύς· „Κάδμε, τί μαργαίνεις; τίνι δαίμονι κῶμον ἐγείρεις; Κάδμε, μιαινομένης ἀποκάτθεο κισσὸν ἐθείρης, κάτθεο καὶ νάρθηκα νοοπλανέος Διονύσου· Ὀγκαίης δ’ ἀνάειρε σαόφρονα χαλκὸν Ἀθήνης.
70νήπιε Τειρεσία, στεφανηφόρε, ῥῖψον ἀήταις σῶν πλοκάμων τάδε φύλλα, νόθον στέφος· ἀντὶ δὲ θύρσου Φοίβου μᾶλλον ἄειρε τεὴν Ἰσμηνίδα δάφνην. αἰδέομαι σέο γῆρας, ἀμετροβίων δὲ καὶ αὐτῶν μάρτυρα σῶν ἐτέων πολιὴν πλοκαμῖδα γεραίρω·
75εἰ μὴ γὰρ τόδε γῆρας ἐρήτυε καὶ σέο χαίτη, καί κεν ἀλυκτοπέδῃσιν ἐγὼ σέο χεῖρας ἑλίξας δέσμιον ἀχλυόεντι κατεσφρήγισσα μελάθρῳ. σὸς νόος οὔ με λέληθε· σὺ γὰρ Πενθῆι μεγαίρων μαντοσύναις δολίῃσι νόθον θεὸν ἀνέρα τεύχεις,
80δῶρα λαβὼν Λυδοῖο παρ’ ἀνέρος ἠπεροπῆος, δῶρα πολυχρύσοιο φατιζομένου ποταμοῖο. ἀλλ’ ἐρέεις, ὅτι Βάκχος ἐποίνιον εὗρεν ὀπώρην· οἶνος ἀεὶ μεθύοντας ἐφέλκεται εἰς ἀφροδίτην,
εἰς φόνον ἀσταθέος νόον ἀνέρος οἶνος ἐγείρει.402 in vol. 2
85ἀλλὰ Διὸς γενετῆρος ἔχει δέμας ἠὲ χιτῶνας; χρύσεα πέπλα φέρων, οὐ νεβρίδας, ὑψιμέδων Ζεὺς ἀστράπτει μακάρεσσι· καὶ ἀνδράσι μάρναται Ἄρης χάλκεον ἔγχος ἔχων, οὐκ οἴνοπα θύρσον ἀείρων· οὐ βοέοις κεράεσσι κερασφόρος ἐστὶν Ἀπόλλων.
90μὴ ποταμὸς Σεμέλην νυμφεύσατο, καὶ τέκε νύμφη υἷα νόθον κερόεντα βοοκραίρῳ παρακοίτῃ; ἀλλ’ ἐρέεις· ‘γλαυκῶπις ἐς ἄρσενα δῆριν ἱκάνει σύγγονον ἔγχος ἔχουσα καὶ ἀσπίδα Παλλὰς Ἀθήνη‘· αἰγίδα καὶ σὺ τίταινε τεοῦ Κρονίδαο τοκῆος.“
95 ὣς φαμένου Πενθῆος ἀμείβετο μάντις ἐχέφρων· „τί κλονέεις Διόνυσον, ὃν ἤροσεν ὑψιμέδων Ζεύς, ὃν Κρονίδης ὤδινε πατὴρ ἐγκύμονι μηρῷ, παιδοκόμῳ δὲ γάλακτι θεητόκος ἔτρεφε Ῥείη, ὃν πάρος ἡμιτέλεστον ἔτι πνείοντα τεκούσης

45

(100)

ἀφλεγέες σπινθῆρες ἐχυτλώσαντο κεραυνοῦ; οὗτος ἀμαλλοτόκῳ Δημήτερι μοῦνος ἐρίζει ἀντίτυπον σταχύεσσιν ἔχων εὔβοτρυν ὀπώρην. ἀλλὰ χόλον Βρομίοιο φυλάσσεο· δυσσεβίης δὲ σοί, τέκος, ἢν ἐθέλῃς, Σικελόν τινα μῦθον ἐνίψω.
105Τυρσηνῶν ποτε παῖδες ἐναυτίλλοντο θαλάσσῃ, ξεινοφόνοι, πλωτῆρες ἀλήμονες, ἅρπαγες ὄλβου, πάντοθεν ἁρπάζοντες ἐπάκτια πώεα μήλων· καὶ πολὺς ἔνθα καὶ ἔνθα δορικτήτων ἀπὸ νηῶν εἰς μόρον ὑδατόεντα γέρων ἐκυλίνδετο ναύτης403 in vol. 2
110ἡμιθανής, ἕτερος δὲ προασπίζων ἕο ποίμνης ἀμφιλαφὴς πολιῇσι φόνῳ φοινίσσετο ποιμήν. ἔμπορος εἰ τότε πόντον ἐπέπλεεν, εἴ ποτε Φοῖνιξ ὤνια Σιδονίης ἁλιπόρφυρα πέπλα θαλάσσης εἶχεν ὑπὲρ πόντοιο, λαβὼν Τυρσηνὸς ἀλήτης
115ἀπροϊδὴς πεφόρητο ῥυηφενέων ἐπὶ νηῶν· καί τις ἑὸν νήποινον ἀπείρονα φόρτον ὀλέσσας εἰς Σικελὴν Ἀρέθουσαν ἀνὴρ πορθμεύετο Φοῖνιξ δέσμιος, ἁρπαμένοιο λιπόπτολις ἄμμορος ὄλβου. ἀλλὰ δόλῳ Διόνυσος ἐπίκλοπον εἶδος ἀμείψας
120Τυρσηνοὺς ἀπάφησε· νόθην δ’ ὑπεδύσατο μορφήν, ἱμερόεις ἅτε κοῦρος ἔχων ἀχάρακτον ὑπήνην, αὐχένι κόσμον ἔχων χρυσήλατον· ἀμφὶ δὲ κόρσην στέμματος ἀστράπτοντος ἔην αὐτόσσυτος αἴγλη λυχνίδος ἀσβέστοιο, καὶ ἔγχλοα νῶτα μαράγδου,
125καὶ λίθος Ἰνδῴη χαροπῆς ἀμάρυγμα θαλάσσης· καὶ χροῒ δύσατο πέπλα φαάντερα κυκλάδος Ἠοῦς
ἄρτι χαρασσομένης, Τυρίῃ πεπαλαγμένα κόχλῳ. ἵστατο δ’ αἰγιαλοῖο παρ’ ὀφρύσιν, οἷα καὶ αὐτὸς ὁλκάδος ἱμείρων ἐπιβήμεναι. οἱ δὲ θορόντες404 in vol. 2
130φαιδρὸν ἐληίσσαντο δολοπλόκον υἷα Θυώνης καὶ κτεάνων γύμνωσαν· ὑποτροχόωσα δὲ σειρὴ χερσὶν ὀπισθοτόνοισιν ἐμιτρώθη Διονύσου. καὶ νέος ἐξαπίνης μέγας ἔπλετο θέσπιδι μορφῇ ἀνδροφυὴς κερόεις ὑψούμενος ἄχρις Ὀλύμπου,
135νύσσων ἠερίων νεφέων σκέπας· εὐκελάδῳ δὲ ὡς στρατὸς ἐννεάχιλος ἑῷ μυκήσατο λαιμῷ. μηκεδανοὶ δὲ κάλωες ἐχιδναῖοι πέλον ὁλκοί, ἔμπνοα μορφωθέντες ἐς ἀγκύλα νῶτα δρακόντων· καὶ πρότονοι σύριζον· ὑπηνέμιος δὲ κεράστης
140ὁλκαίαις ἑλίκεσσιν ἀνέδραμεν εἰς κέρας ἱστοῦ· καὶ χλοεροῖς πετάλοισι κατάσκιος αἰθέρι γείτων ἱστὸς ἔην κυπάρισσος ὑπέρτατος· ἐν δὲ μεσόδμῃ κισσὸς ἀερσιπότητος ἀνήιεν † αἰθέρι γείτων † σειρὴν αὐτοέλικτον ἐπιπλέξας κυπαρίσσῳ·
145ἀμφὶ δὲ πηδαλίοισιν ὑπερκύψασα θαλάσσης Βακχιὰς ἀμπελόεντι κάμαξ ἐβαρύνετο καρπῷ· πρύμνης δ’ ἡδυτόκοιο βαθυνομένου διὰ κόλπου οἶνον ἀναβλύζουσα μέθης βακχεύετο πηγή. ἀμφὶ δὲ σέλματα πάντα διὰ πρώρης ἀνιόντες

45

(150)

θῆρες ἀεξήθησαν· ἐμυκήσαντο δὲ ταῦροι,
καὶ βλοσυρὸν κελάδημα λέων βρυχήσατο λαιμῷ. Τυρσηνοὶ δ’ ἰάχησαν, ἐβακχεύοντο δὲ λύσσῃ εἰς φόβον οἰστρηθέντες. ἀεξιφύτοιο δὲ πόντου ἄνθεα κυματόεντες ἀπέπτυον ὕδατος ὁλκοί·405 in vol. 2
155καὶ ῥόδον ἐβλάστησε, καὶ ὑψόθεν, ὡς ἐνὶ κήπῳ, ἀφροτόκοι κενεῶνες ἐφοινίσσοντο θαλάσσης, καὶ κρίνον ἐν ῥοθίοις ἀμαρύσσετο. δερκομένων δὲ ψευδομένους λειμῶνας ἐβακχεύθησαν ὀπωπαί, καί σφιν ὄρος βαθύδενδρον ἐφαίνετο καὶ νομὸς ὕλης
160καὶ χορὸς ἀγρονόμων καὶ πώεα μηλοβοτήρων, καὶ κτύπον ὠίσαντο λιγυφθόγγοιο νομῆος ποιμενίῃ σύριγγι μελιζομένοιο νοῆσαι, καὶ λιγυρῶν ἀίοντες ἐυτρήτων μέλος αὐλῶν μεσσατίου πλώοντες ἀτέρμονος ὑψόθι πόντου
165γαῖαν ἰδεῖν ἐδόκησαν· ἀμερσινόῳ δ’ ὑπὸ λύσσῃ εἰς βυθὸν ἀίσσοντες ἐπωρχήσαντο γαλήνῃ, ποντοπόροι δελφῖνες· ἀμειβομένου δὲ προσώπου εἰς φύσιν ἰχθυόεσσαν ἐμορφώθη γένος ἀνδρῶν. καὶ σύ, τέκος, δολόεντα χόλον πεφύλαξο Λυαίου.
170ἀλλ’ ἐρέεις· ‘μεθέπω δέμας ἄλκιμον, ἀμφιέπω δὲ φρικτὸν ὀδοντοφύτων αὐτόσπορον αἷμα Γιγάντων.‘ δαιμονίην φύγε χεῖρα Γιγαντοφόνου Διονύσου, ὅς ποτε Τυρσηνοῖο παρὰ κρηπῖδα Πελώρου Ἄλπον ἀπηλοίησε, θεημάχον υἱὸν ἀρούρης,
175μαρνάμενον σκοπέλοισι καὶ αἰχμάζοντα κολώναις· μαινομένου δὲ Γίγαντος ὑποπτήσσων στίχα λαιμῶν
οὐ τότε κεῖνο κάρηνον ὁδοιπόρος ἔστιχε πέτρης· εἰ δέ τις ἀγνώσσων ἀβάτῳ πεφόρητο κελεύθῳ μαστίζων θρασὺν ἵππον, ὑπὲρ σκοπέλοιο νοήσας406 in vol. 2
180χερσὶ πολυσπερέεσσι περίπλοκον υἱὸς ἀρούρης ἡνίοχον καὶ πῶλον ἑῷ τυμβεύσατο λαιμῷ. πολλάκι δ’ εὐδένδροιο δι’ οὔρεος εἰς νομὸν ἕλκων μῆλα μεσημβρίζοντα γέρων δαιτρεύετο ποιμήν. οὐ τότε δ’ αἰπολίοισι παρήμενος ἢ παρὰ μάνδραις
185συμφερτοῖς δονάκεσσι μελίζετο μουσοπόλος Πάν, οὐ κτύπον ὑστερόφωνος ἀμείβετο πηκτίδος Ἠχώ· ἀλλά, λάλον περ ἐοῦσαν, ἐθήμονι σύνθροον αὐλῷ Πανὸς ἀσιγήτοιο κατεσφρηγίσσατο σιγή, ὅττι Γίγας τότε πᾶσιν ἐπέχραεν· οὐ τότε βούτης ...
190οὐ χορὸς ὑλοτόμων τις ὁμήλικας ἤκαχε Νύμφας τέμνων νήια δοῦρα, καὶ οὐ σοφὸς ὁλκάδα τέκτων δουροπαγὲς γόμφωσεν ὁδοιπόρον ἅρμα θαλάσσης, εἰσόκε κεῖνα κάρηνα παρέστιχε Βάκχος ὁδεύων, σείων εὔια θύρσα· παρερχομένῳ δὲ Λυαίῳ
195ὑψινεφὴς περίμετρος ἐπέχραεν υἱὸς ἀρούρης, ἀσπίδα πετρήεσσαν ἑοῖς ὤμοισιν ἀείρων· καὶ σκόπελον βέλος εἶχεν, ἐπεσκίρτησε δὲ Βάκχῳ γείτονα δενδρήεσσαν ἔχων ὑψίδρομον αἰχμήν,
ἢ πίτυν ἢ πλατάνιστον ἀκοντίζων Διονύσῳ.407 in vol. 2

45

(200)

ὡς ῥόπαλον πίτυν εἶχε, καὶ ὡς θοὸν ἆορ ἑλίσσων πρυμνόθεν αὐτόρριζον ἐκούφισε θάμνον ἐλαίης. ἀλλ’ ὅτε τηλεβόλους ὀρέων ἐκένωσε κολώνας, καὶ σκιερῆς βαθύδενδρος ἐγυμνώθη ῥάχις ὕλης, θυρσομανὴς τότε Βάκχος ἑὸν βέλος ἠθάδι ῥοίζῳ
205εἰς σκοπὸν ἠκόντιζε, καὶ ἠλιβάτου τύχεν Ἄλπου εἰς πλατὺν ἀνθερεῶνα, κατ’ ἀσφαράγοιο δὲ μέσσου ὀξυτενὴς χλοάουσα διέσσυτο Βακχιὰς αἰχμή· ἔνθα Γίγας ὀλίγῳ τετορημένος ὀξέι θύρσῳ ἡμιθανὴς κεκύλιστο καὶ ἔμπεσε γείτονι πόντῳ,
210πλησάμενος βαθύκολπον ὅλον κενεῶνα θαλάσσης· ὑψώσας δὲ ῥέεθρα Τυφαονίης διὰ πέτρης θερμὰ κασιγνήτοιο κατέκλυσε νῶτα χαμεύνης, ἔμπυρον ὑδατόεντι καταψύχων δέμας ὁλκῷ. ἀλλά, τέκος, πεφύλαξο, μὴ εἴκελα καὶ σὺ νοήσῃς,
215Τυρσηνῶν ἅτε παῖδες, ἅτε θρασὺς υἱὸς ἀρούρης.“ εἶπε καὶ οὐ παρέπεισεν· ἀταρβήτῳ δὲ πεδίλῳ εἰς ὄρος ὑψικάρηνον ὁμόσσυτος ἤιε Κάδμῳ, ὄφρα χοροῦ ψαύσειε. σιδηροφόροις δὲ μαχηταῖς ἀσπίδα κουφίζων κορυθαιόλος ἴαχε Πενθεύς·
220„δμῶες ἐμοί, στείχοντες ἐν ἄστεϊ καὶ μέσον ὕλης
ἄξατέ μοι βαρύδεσμον ἀνάλκιδα τοῦτον ἀλήτην, ὄφρα τυπεὶς Πενθῆος ἀμοιβαίῃσιν ἱμάσθλαις μηκέτι φαρμακόεντι ποτῷ θέλξειε γυναῖκας, ἀλλὰ γόνυ κλίνειεν· ἀπὸ σκοπέλων δὲ καὶ αὐτὴν408 in vol. 2
225μητέρα βακχευθεῖσαν ἐμὴν φιλότεκνον Ἀγαύην φοιτάδος ἀγρύπνοιο μεταστήσασθε χορείης, λυσσαλέης ἐρύσαντες ἀνάμπυκα βότρυν ἐθείρης.“ ὣς φαμένου Πενθῆος ὀπάονες ὠκέι ταρσῷ ἔδραμον ὑψικόμοιο δυσέμβατον εἰς ῥάχιν ὕλης
230ἴχνια μαστεύοντες ὀριπλανέος Διονύσου. καὶ μόγις ἀθρήσαντες ἐρημάδος ἀγχόθι πέτρης θυρσομανῆ Διόνυσον ἐπερρώσαντο μαχηταί· καὶ παλάμαις Βρομίοιο πέριξ ἔσφιγξαν ἱμάντας, δεσμὰ βαλεῖν ἐθέλοντες ἀνικήτῳ Διονύσῳ·
235ἀλλ’ ὁ μὲν ἦεν ἄφαντος, ἑῷ πτερόεντι πεδίλῳ ἀίξας ἀκίχητος, ἐν ἀφθόγγῳ δὲ σιωπῇ δαιμονίῃ θεράποντες ἐδουλώθησαν ἀνάγκῃ, μῆνιν ἀλυσκάζοντες ἀθηήτοιο Λυαίου ταρβαλέοι. καὶ Βάκχος ὁμοίιος ἀσπιδιώτῃ
240ἄζυγα ταῦρον ἔχων ἐδράξατο χειρὶ κεραίης, ὡς θεράπων Πενθῆος ἀπειλείων Διονύσῳ ψευδομένῳ κερόεντι, καὶ ὡς κοτέοντι προσώπῳ Πενθέος ἐγγὺς ἵκανε μεμηνότος, ἑζομένου δὲ λυσσαλέου βασιλῆος ἀγήνορα κόμπον ἀθύρων
245φρικαλέην ἀγέλαστος ἐπίκλοπον ἴαχε φωνήν· „οὗτος ἀνήρ, σκηπτοῦχε, τεὴν οἴστρησεν Ἀγαύην οὗτος ἀνὴρ ἐθέλει βασιληίδα Πενθέος ἕδρην·
ἀλλὰ λαβὼν κερόεντα δολόφρονα Βάκχον ἀλήτην δῆσον ἀλυκτοπέδῃσι τεῶν μνηστῆρα θοώκων,409 in vol. 2

45

(250)

καὶ κεφαλὴν πεφύλαξο βοοκραίρου Διονύσου, μή σε βαλὼν πλήξειε τανυγλώχινι κεραίῃ.“ ὣς φαμένου Βρομίοιο κατάσχετος ἄφρονι λύσσῃ μῦθον ἀπειλητῆρα θεημάχος ἴαχε Πενθεύς· „δήσατε, δήσατε τοῦτον, ἐμῶν συλήτορα θώκων·
255οὗτος ἐμοῖς σκήπτροισι κορύσσεται, οὗτος ἱκάνει Καδμείην ἐθέλων Σεμέλης πατρώιον ἕδρην. καλὸν ἐμοὶ Διόνυσον, ὃν ἤροσε λάθριος εὐνή, ἀνδροφυῆ τινα ταῦρον ἔχειν ξυνήονα τιμῆς, βουκεράῳ νόθον εἶδος ἀπαγγέλλοντα μετώπῳ,
260ὃν μετὰ Πασιφάην Σεμέλη τάχα γείνατο ταύρῳ, βοσκομένῳ κερόεντι συναπτομένη παρακοίτῃ.“ εἶπε καὶ ἀγραύλοιο πόδας ταύροιο πιέζων σφίγξεν ἀλυκτοπέδῃσι· λαβὼν δέ μιν ἀντὶ Λυαίου ἤγαγεν ἱππείης πεπεδημένον ἐγγύθι φάτνης,
265ὡς Σεμέλης θρασὺν υἷα καὶ οὔ τινα ταῦρον ἐέργων· Βασσαρίδων δὲ φάλαγγα περίπλοκον ἅμματι χειρῶν δέσμιον εὐρώεντι κατεσφρήγισσε μελάθρῳ,
εἰς γλαφυρόν τινα κοῖλον ἀτερπέος οἶκον ἀνάγκης, Κιμμερίων μίμημα δυσέκβατον, ἄμμορον Ἠοῦς,410 in vol. 2
270ἀμφιπόλους Βρομίου θιασώδεας, ὧν ὑπὸ δεσμῷ θλιβομέναις παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες, χαλκείη δὲ πόδεσσιν ἐπεσφρηγίζετο σειρή. ἀλλὰ ταχυστροφάλιγγος ὅτε χρόνος ἦλθε χορείης, Μαινάδες ὠρχήσαντο· θυελλήεσσα δὲ Βάκχη
275ἄστατα δινηθεῖσα ποδῶν βητάρμονι παλμῷ ἀρραγέων ἀνέκοπτε παλίλλυτον ὁλκὸν ἱμάντων, καὶ παλάμαις κροτάλιζεν ἐλεύθερον εὔιον ἠχὼ εὐρύθμοις πατάγοισιν· ὑπὸ στροφάλιγγι δὲ ταρσῶν χαλκοβαρὴς σφριγόωσα ποδῶν ἐσχίζετο σειρή.
280καὶ δόμον ἀχλυόεντα θεόσσυτος ἔστεφεν αἴγλη Βασσαρίδων ζοφεροῖο καταυγάζουσα μελάθρου· καὶ σκοτίου πυλεῶνες ἀνεπτύσσοντο βερέθρου αὐτόματοι· τρομερῷ δὲ τεθηπότες ἅλματι ταρσῶν Βασσαρίδων βρύχημα καὶ ἄγριον ἀφρὸν ὀδόντων
285εἰς φόβον ἠπείγοντο φυλάκτορες. αἱ δὲ φυγοῦσαι νόστιμον ἴχνος ἔκαμψαν ἐρημάδος εἰς ῥάχιν ὕλης, ὧν ἡ μὲν βοέην ἀγέλην δαιτρεύσατο θύρσῳ ῥινοτόρῳ, καὶ χεῖρας ἑὰς ἐμιήνατο λύθρῳ
ταυρείην ὀνύχεσσι διασχίζουσα καλύπτρην411 in vol. 2
290τρηχαλέην, ἑτέρη δὲ δαφοινήεντι κορύμβῳ εἰροπόκων ἄρρηκτα διέτμαγε πώεα μήλων, ἄλλη δ’ αἶγας ἔπεφνεν· ἐφοινίσσοντο δὲ λύθρου αἱμαλέαις λιβάδεσσι δαϊζομένης ἀπὸ ποίμνης. ἄλλη δὲ τριέτηρον ἀφαρπάξασα τοκῆος
295ἄτρομον ἀστυφέλικτον ἀδέσμιον ὑψόθεν ὤμων ἵστατο κουφίζουσα μεμηλότα παῖδα θυέλλαις, ἑζόμενον γελόωντα καὶ οὐ πίπτοντα κονίῃ· καὶ γλάγος ᾔτεε κοῦρος, ἑὴν ἅτε μητέρα, Βάκχην, στήθεα δ’ ἀμφαφάασκεν· ἀνυμφεύτοιο δὲ κούρης

45

(300)

αὐτομάτην γλαγόεσσαν ἀνέβλυον ἰκμάδα μαζοί· παιδὶ δὲ πειναλέῳ λασίους πετάσασα χιτῶνας χείλεσι νηπιάχοισι νεόρρυτον ὤρεγε θηλήν, παρθενικὴ δ’ ἐκόρεσσεν ἀήθεϊ κοῦρον ἐέρσῃ· πολλαὶ δ’ ἀρτιτόκοιο μετοχλισθέντα τεκούσης
305τέκνα δασυστέρνοιο τιθηνήσαντο λεαίνης. ἄλλη δίψιον οὖδας ἐπέκτυπεν ὀξέι θύρσῳ ἄκρον ὄρος πλήξασα νεοσχιδές· αὐτοτελῆ δὲ οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη, λειβομένου δὲ γάλακτος ἀρασσομένης ἀπὸ πέτρης
310πίδακες αὐτοχύτοισιν ἐλευκαίνοντο ῥεέθροις.
ἄλλη ῥῖψε δράκοντα κατὰ δρυός· ἀμφὶ δὲ δένδρῳ σπεῖραν ὄφις κύκλωσε, καὶ ἔπλετο κισσὸς ἀλήτης πρέμνον ἑλισσομένῳ σκολιῷ μιτρούμενος ὁλκῷ, ἀμφελελιζομένων μιμούμενος ἅμμα δρακόντων.412 in vol. 2
315καὶ Σάτυρος πεφόρητο σεσηρότα θῆρα κομίζων τίγριν ἀπειλητῆρα καθήμενον ὑψόθι νώτου, ἄγριον ἦθος ἔχοντα καὶ οὐ ψαύοντα φορῆος· καὶ συὸς ἄκρα γένεια γέρων Σιληνὸς ἐρύσσας κάρχαρον ἠκόντιζεν ἐς ἠέρα κάπρον ἀθύρων·
320ἄλλος ἀελλήεντι ποδῶν ἐπιβήτορι παλμῷ εἰς λοφιὴν ἀκίχητος ἐπῃώρητο καμήλου· καί τις ὑπὲρ νώτοιο θορὼν ἐποχήσατο ταύρῳ. καὶ τὰ μὲν ἐν σκοπέλοισι· λυροδμήτῳ δ’ ἐνὶ Θήβῃ θαύματα ποικίλα Βάκχος ἐδείκνυε πᾶσι πολίταις·
325καὶ σφαλεροῖσι πόδεσσιν ἐβακχεύοντο γυναῖκες χείλεσιν ἀφροκόμοισιν· ὅλη δ’ ἐλελίζετο Θήβη, καὶ φλογεροὺς σπινθῆρας ἀπηκόντιζον ἀγυιαί· σείετο πάντα θέμεθλα, καὶ ὡς βοέων ἀπὸ λαιμῶν ἀκλινέες πυλεῶνες ἐμυκήσαντο μελάθρων·
330καὶ δόμος ἀστυφέλικτος ἀναβρομέεσκε 〈κυδοιμῷ〉 λαϊνέῃ σάλπιγγι χέων αὐτόσσυτον ἠχώ. οὐδὲ χόλου Διόνυσος ἐπαύσατο· δαιμονίην δὲ
φθογγὴν ἠερόφοιτον ἐς ἑπταπόρων ἴτυν ἄστρων, λυσσήεις ἅτε ταῦρος, ἑῷ μυκήσατο λαιμῷ·413 in vol. 2
335καὶ κλονέων Πενθῆα μεμηνότα μάρτυρι πυρσῷ μαρμαρυγῆς ἔπλησεν ὅλον δόμον· ἀμφὶ δὲ τοίχους ἀντιπόρους σελάγιζε πολυσχιδὲς ἁλλόμενον πῦρ δαιομένῳ σπινθῆρι κατάσσυτον, ἀμφὶ δὲ πέπλους πορφυρέους καὶ στέρνον ἁλιχλαίνου βασιλῆος
340πυρσὸς ἕλιξ πεφόρητο, καὶ οὐκ ἔφλεξε χιτῶνας· κεκριμέναις δ’ ἀκτῖσιν ἀποσπάδες ἅλματι θερμῷ ἐκ ποδὸς εἰς μέσα νῶτα, δι’ ἰξύος εἰς ῥάχιν ἄκρην Πενθέος ἀμφὶ τένοντα μετήλυδες ἔτρεχον αὐγαί· πολλάκι δ’ αὐτοπόροιο πυρὸς βητάρμονι παλμῷ
345Γηγενέος βασιλῆος ἐυστρώτων ἐπὶ λέκτρων ἀφλεγέας σπινθῆρας ἀπέπτυε θέσκελος αἴγλη. καὶ σέλας αὐτοέλικτον ἰδὼν βρυχήσατο Πενθεύς, κέκλετο δὲ δμώεσσιν ἄγειν ἀλκτήριον ὕδωρ, ὄφρα κατασβέσσωσιν ἀναπτομένην φλόγα πυρσοῦ

45

(350)

δῶμα περιρραίνοντες ἀλεξικάκοισι ῥεέθροις· καὶ γλαφυρῶν γυάλων ἐφάνη γυμνούμενον ὕδωρ, καί, μεγάλη περ ἐοῦσα, ῥόον τερσαίνετο πηγὴ ἄγγεσι νηρίθμοισιν ἀφυσσομένου ποταμοῖο. καὶ πόνος ἀχρήιστος ἔην καὶ ἐτώσιον ὕδωρ,
355καὶ διεραῖς λιβάδεσσιν ἀέξετο βαλλόμενον πῦρ θερμοτέραις ἀκτῖσι· καὶ ὡς πολέων ἀπὸ ταύρων μυκηθμοῦ κελάδοντος ὑπωροφίη πέλεν ἠχώ,
βρονταῖς δ’ ἐνδομύχοισιν ἐπέκτυπε Πενθέος αὐλή.414 in vol. 2

46

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΕΣΣΑΡΑΚΟΣΤΟΝ ΕΚΤΟΝ.
1 Ἀλλ’ ὅτε δὴ γίνωσκεν ἄναξ θρασύς, ὅττι λυθέντος αὐτομάτου δεσμοῖο σιδηροφόρων ἀπὸ χειρῶν Μαινάδες ἐσσεύοντο μετήλυδες εἰς ῥάχιν ὕλης, καὶ δόλον ἀλλοπρόσαλλον ἀθηήτου Διονύσου,
5ἄστατος ὑβριστῆρι χόλῳ κυμαίνετο Πενθεύς· καί μιν ἰδὼν παρεόντα παλίνδρομον ἠθάδι κισσῷ βόστρυχα μιτρωθέντα, καὶ ἄπλοκον ὑψόθεν ὤμων μηκεδανῆς ὁρόων κεχαλασμένον ὁλκὸν ἐθείρης, τοῖον ἀπερροίβδησεν ἔπος λυσσώδεϊ λαιμῷ·
10 „ἡδὺς ὁ Τειρεσίαν ἀπατήλιον εἰς ἐμὲ πέμπων· οὐ δύναται σέο μάντις ἐμὸν νόον ἠπεροπεύειν· ἄλλοις ἔννεπε ταῦτα. θεὰ πόθεν υἱέι Ῥείη οὐ Διὶ μαζὸν ὄρεξε, καὶ ἔτρεφεν υἷα Θυώνης; εἴρεο Δικταίης κορυθαιόλον ἄντρον ἐρίπνης,
16εἴρεο καὶ Κορύβαντας, ὅπῃ ποτὲ κοῦρος ἀθύρων μαζὸν Ἀμαλθείης κουροτρόφον αἰγὸς ἀμέλγων
15Ζεὺς δέμας ἠέξησε, καὶ οὐ γλάγος ἔσπασε Ῥείης.415 in vol. 2
18ἤθεα σῆς δολίης ἀπεμάξαο καὶ σὺ τεκούσης· ψευδομένην Σεμέλην Κρονίδης ἔφλεξε κεραυνῷ·
20ἅζεο, μὴ Κρονίδης μετὰ μητέρα καὶ σὲ δαμάσσῃ. βάρβαρον οὐ μεθέπω καὶ ἐγὼ γένος· ἀρχέγονος δὲ Ἰσμηνός με φύτευσε, καὶ οὐ τέκεν ὑγρὸς Ὑδάσπης· Δηριάδην οὐκ οἶδα καὶ οὐ Λυκόοργος ἀκούω. ἀλλὰ σὺν ὑμετέροις Σατύροις καὶ θυιάσι Βάκχαις
25Δίρκης λεῖπε ῥέεθρα, καί, ἢν ἐθέλῃς, σέο θύρσῳ κτεῖνε παρ’ Ἀσσυρίοισι νεώτερον ἄλλον Ὀρόντην. οὐ σὺ γένος Κρονίωνος Ὀλύμπιον· ὀλλυμένης γὰρ ἀστεροπαὶ βοόωσιν ὀνείδεα σεῖο τεκούσης, καὶ κρυφίων λεχέων ἐπιμάρτυρές εἰσι κεραυνοί.
30οὐ Δανάην μετὰ λέκτρα κατέφλεγεν ὑέτιος Ζεύς, καὶ γνωτὴν ἀδόνητον ἐμοῦ Κάδμοιο κομίζων Εὐρώπην ἐφύλαξε, καὶ οὐκ ἔκρυψε θαλάσσῃ. οἶδα μέν, ὡς ἀλόχευτον ἔτι βρέφος αἰθερίη φλὸξ ὤλεσεν αἰθομένης μετὰ μητέρος, ἡμιτελῆ δὲ
35λῦσε νόθην ὠδῖνα μαραινομένου τοκετοῖο· εἰ δέ μιν οὐκ ἐδάμασσεν, ὅτι χθονίων ὑμεναίων κρυπταδίης φιλότητος ἀναίτιός ἐσσι τεκούσης, πείθομαι, ὡς ἐνέπεις, ἀέκων δέ σε παῖδα καλέσσω Ζηνὸς ἐπουρανίοιο, καὶ οὐ φλεχθέντα κεραυνῷ.416 in vol. 2
40καὶ σύ με τοῦτο δίδαξον ἀληθέι μάρτυρι μύθῳ· Ζεὺς γενέτης πότε Φοῖβον ἢ Ἄρεα γείνατο μηρῷ; εἰ Διὸς ἔλλαχες αἷμα, μετέρχεο κύκλον Ὀλύμπου αἰθέρα ναιετάων, λίπε Πενθέι πατρίδα Θήβην. ὤφελες ἅρμενον ἄλλον ἀμεμφέα μῦθον ἐνίψαι
45ψεύδεϊ κερδαλέῳ κεράσας θελξίφρονα πειθώ, ὅττι σε παιδοτόκῳ Κρονίδης τέκεν ἠθάδι κόρσῃ· οὐ τάχα τόσσον ἄπιστον ἔην ἔπος, ὅττι καὶ αὐτὸν Βάκχον ἀνυμφεύτῳ μετὰ Παλλάδα τίκτε καρήνῳ. ἤθελον, εἰ γένος ἔσχες Ὀλύμπιον, αἴθε Κρονίων

46

(50)

ὑψιμέδων σε φύτευσεν, ὅπως Διὸς αἷμα διώκων νικήσω Διόνυσον, Ἐχίονος υἱὸς ἀκούων.“ ὣς φαμένου νεμέσιζε θεὸς καὶ ἀμείβετο μύθῳ, κρύπτων δαιμονίης ὑποκάρδιον ὄγκον ἀπειλῆς· „βάρβαρα θεσμὰ φέρουσαν ἐπολβίζω χθόνα Κελτῶν,
55ἧχι νέων βρεφέων καθαρὴν ὠδῖνα διδάσκων Ῥῆνος ἀσημάντοιο θεμιστοπόλος τοκετοῖο
αἵματος ἀννώστοιο νόθον γένος οἶδεν ἐλέγξαι. οὐ μὲν ἐγὼ Ῥήνοιο φατιζομένου ποταμοῖο χεύμασιν οὐτιδανοῖσι δικάζομαι, ἀλλὰ ῥεέθρων417 in vol. 2
60πιστότεροι κήρυκες ἐμοὶ γεγάασι κεραυνοί· κρείσσονα μαρτυρίην στεροπῆς μὴ δίζεο, Πενθεῦ· ὕδατι μὲν Γαλάτης, σὺ δὲ πείθεο μάρτυρι πυρσῷ. οὐ χατέω Πενθῆος ἐγὼ χθονίοιο μελάθρου. δῶμα Διωνύσοιο πέλει πατρώιος αἰθήρ·
65καὶ χθονὸς εἰ κρίσις ἦεν ἢ ἀστερόεντος Ὀλύμπου, εἰπέ μοι εἰρομένῳ, τίνα φέρτερον αὐτὸς ἐνίψεις, οὐρανὸν ἑπτάζωνον ἢ ἑπταπύλου χθόνα Θήβης; οὐ χατέω Πενθῆος ἐπιχθονίοιο μελάθρου. μοῦνον ἐμῆς κύδαινε μελισταγὲς ἄνθος ὀπώρης·
70μὴ ποτὸν ἀμπελόεντος ἀτιμήσῃς Διονύσου. Ἰνδοφόνῳ Βρομίῳ μὴ μάρναο, θηλυτέρῃ δέ, εἰ δύνασαι, πολέμιζε μιῇ ῥηξήνορι Βάκχῃ. σοὶ τάχα καλὸν ἔθεντο προμάντιες οὔνομα Μοῖραι ὑμετέρου θανάτοιο προάγγελον· αἰνοπαθῆ δὲ
75οὐ νέμεσις Πενθῆα πεδοτρεφέος γενετῆρος Γηγενὲς αἷμα φέροντα φέρειν μίμημα Γιγάντων, οὐ νέμεσις καὶ Βάκχον Ὀλύμπιον αἷμα γενέθλης Ζηνὸς ἔχειν μίμημα Γιγαντοφόνοιο τοκῆος. εἴρεο Τειρεσίαν, τίνι χώεαι· εἴρεο Πυθώ,
80τίς Σεμέλῃ παρίαυε, τίς ἤροσε παῖδα Θυώνης. εἰ δὲ μαθεῖν ἐθέλεις χοροτερπέος ὄργια Βάκχου,
φάρεα καλλείψας βασιλήια τέτλαθι, Πενθεῦ, θήλεα πέπλα φέρειν, καὶ γίνεο θῆλυς Ἀγαύη· μὴ δέ σε θηρεύοντα παραΐξωσι γυναῖκες.418 in vol. 2
85ἢν δὲ τεῇ παλάμῃ θηροκτόνα τόξα τανύσσῃς, Κάδμος ἐπαινήσει σε συναγρώσσοντα τεκούσῃ. Βάκχῳ μοῦνος ἔριζε, καί, εἰ θέμις, Ἰοχεαίρῃ, ὄφρα λεοντοφόνον σε μετ’ Ἀκταίωνα καλέσσω. κάτθεο τεύχεα ταῦτα· σιδηροφόρους δὲ μαχητὰς
90χερσὶν ἀθωρήκτοισιν ἐμαὶ κτείνουσι γυναῖκες· εἰ δέ σε νικήσωσιν ἀτευχέι θήλεϊ χάρμῃ ἔντεσι κοσμηθέντα, τίς αἰνήσειε πολίτης ἄνδρα γυναικείῃ κεκαφηότα δηιοτῆτι; Βασσαρὶς οὐ τρομέει πτερόεν βέλος, οὐ δόρυ φεύγει.
95ἀλλὰ δόλῳ κρυφίῳ πυκάσας ἄγνωστον ὀπωπὴν ὄψεαι ὄργια πάντα χοροπλεκέος Διονύσου.“ ὣς εἰπὼν παρέπεισεν, ἐπεὶ νόον ἀνδρὸς ἱμάσσων φοιταλέης ἐδόνησε κατάσχετον ἅλματι λύσσης ... καὶ Βρομίῳ συνάεθλος ἐπέχραε Πενθέι Μήνη

46

(100)

δαιμονίῃ μάστιγι· συναχνυμένης δὲ Λυαίῳ λυσσήεις θρασὺς οἶστρος ἀμερσινόοιο Σελήνης φάσματα ποικιλόμορφα μεμηνότι Πενθέι † δῶκε φρικτὸν Ἐχιονίδην προτέρης μετέθηκε μενοινῆς, καὶ σφαλερῇ Πενθῆος ἐπεσμαράγησεν ἀκουῇ,
105δαιμονίης σάλπιγγος ἀλάστορα δοῦπον ἀράσσων· ἀνέρα δ’ ἐπτοίησε. καὶ εἰς δόμον ἤλυθε Πενθεὺς οἰστρομανής, ποθέων θιασώδεος ὄργια Βάκχου· φωριαμοὺς δ’ ὤιξε θυώδεας, ἧχι γυναικῶν κέκλιτο Σιδονίης ἁλιπόρφυρα πέπλα θαλάσσης·419 in vol. 2
110καὶ χροῒ ποικιλόνωτον ἐδύσατο πέπλον Ἀγαύης· Αὐτονόης δ’ ἔσφιγξεν ἐπὶ πλοκάμοισι καλύπτρην, στήθεα μιτρώσας βασιλήια κυκλάδι τέχνῃ· καὶ πόδας ἐσφήκωσε γυναικείοισι πεδίλοις· χειρὶ δὲ θύρσον ἄειρε· μετερχομένοιο δὲ Βάκχας
115ποικίλος ἰχνευτῆρι χιτὼν ἐπεσύρετο ταρσῷ. μιμηλοῖς δὲ πόδεσσιν ἕλιξ ὠρχήσατο Πενθεὺς ἡδυμανής· λοξῷ δὲ πέδον κροτάλιζε πεδίλῳ ἐκ ποδὸς αἰθύσσων ἕτερον πόδα· χεῖρα δὲ δισσὴν θηλύνων ἐλέλιζεν ἀμοιβάδα δίζυγι παλμῷ,
120οἷα γυνὴ παίζουσα χοροιτύπος· οἷα δὲ ῥόπτρῳ δίκτυπον ἁρμονίην κροτέων ἑτερόζυγι χαλκῷ ἠερίαις μεθέηκεν ἀλήμονα βόστρυχον αὔραις, Λυδὸν ἀνακρούων μέλος εὔιον. ἦ τάχα φαίης ἄγρια κωμάζουσαν ἰδεῖν λυσσώδεα Βάκχην.
125καὶ διδύμους Φαέθοντας ἐδέρκετο καὶ δύο Θήβας· ἔλπετο δ’ ἀκαμάτων ἐπικείμενον ὑψόθεν ὤμων
Θήβης ἑπταπόροιο μετοχλίζειν πυλεῶνα. ἀμφὶ δέ μιν στεφανηδὸν ἐκυκλώσαντο πολῖται, ὃς μὲν ἔχων τροχόεντα λόφον χθονός, ὃς δ’ ἐπὶ πέτρῳ420 in vol. 2
130ὑψιφανής, ὁ δὲ πῆχυν ἐπ’ ἀνέρος ὦμον ἐρείσας ἴχνος ἀνῃώρησεν ἐπὶ χθονὶ δάκτυλα πήξας· καί τις ἐυγλώχινα μετήιεν οὖρον ἀρούρης, ἄλλος ἐπὶ προβλῆτος ἐπάλξιος, ὃς δὲ δοκεύων δόχμιον ὄμμα τίταινεν ἀερσιλόφων ἐπὶ πύργων·
135ὃς δὲ μέσας στεφανηδὸν ἐπ’ ἄντυγι χεῖρας ἑλίξας ἴχνεσιν ἀκροπόροισιν ἀνήιε κίονα βαίνων, Πενθέα παπταίνων δεδονημένον ἅλματι λύσσης, θύρσον ἀερτάζοντα καὶ αἰθύσσοντα καλύπτρην. ἤδη δ’ ἑπταπόροιο παρέδραμε τείχεα Θήβης,
140αὐτομάταις ἑλίκεσσιν ἀνοιγομένων πυλεώνων· ἤδη δὲ πρὸ πόληος ἐς ἠέρα βόστρυχα σείων ἁβρὰ δρακοντοβότοιο παρέστιχε νάματα Δίρκης· καὶ ποδὶ λυσσήεντι χοροιτύπον ἴχνος ἑλίσσων δαίμονος ἀμπελόεντος ὀπίστερον εἶχε πορείην.
145 ἀλλ’ ὅτε χῶρον ἵκανεν, ὅθι δρύες, ἧχι χορεῖαι καὶ τελεταὶ Βρομίου θιασώδεες, ἧχι καὶ αὐτὴ
Βασσαρίδων ἀπέδιλος ἔην κεμαδοσσόος ἄγρη, ἀμπελόεις τότε Βάκχος ὀρειάδος ἔνδοθι λόχμης ἀρχαίην ἐλάτην ἰσομήκεα γείτονι πέτρῃ421 in vol. 2

46

(150)

δένδρον ἰδὼν περίμετρον ἐγήθεεν, ἧς ὑπὸ θάμνῳ ἀγχινεφεῖς πετάλοισιν ἐπεσκιόωντο κολῶναι· ἀκρότατον δὲ κόρυμβον ἀφειδέι χειρὶ πιέζων εἰς πέδον, εἰς πέδον εἷλκε· κατὰ χθόνα δ’ ἔκτοθι ...
153a......................... Πενθεὺς
154θαλλὸν ἀερσιπότητον, ἐπισφίγγων δὲ φορῆα
155ὕψι τιταινομένων ἐδράξατο χειρὶ κορύμβων. καὶ πόδας ἔνθα καὶ ἔνθα παλινδίνητος ἑλίσσων ἄστατος ὀρχηστῆρι τύπῳ κουφίζετο Πενθεύς. καὶ τότε Βασσαρίδεσσι χορίτιδες ἤλυθον ὧραι· ἀλλήλαις δ’ ἐκέλευον, ἀνεζώννυντο δὲ πέπλους,
160νεβρίδα δ’ ἀμφεβάλοντο· καὶ οὐρεσίφοιτος Ἀγαύη ἀφροκόμοις στομάτεσσιν ἀπερροίβδησεν ἰωήν· „Αὐτονόη, σπεύσωμεν, ὅπῃ χορός ἐστι Λυαίου καὶ κτύπος οὐρεσίφοιτος ἀκούεται ἠθάδος αὐλοῦ, ὄφρα μέλος πλέξοιμι φιλεύιον, ὄφρα δαείω,
165τίς φθαμένη στήσειε χοροστασίην Διονύσῳ,
τίς τίνα νικήσειε θυηπολέουσα Λυαίῳ. δηθύνεις, ἀχόρευτε, καὶ ἡμέας ἔφθασεν Ἰνώ· οὐκέτι πόντον ἔχει μετανάστιος, ἀλλὰ καὶ αὐτὴ ἐξ ἁλὸς ἦλθε θέουσα σὺν ὑγροπόρῳ Μελικέρτῃ,422 in vol. 2
170ἦλθε προασπίζουσα διωκομένου Διονύσου, μὴ Πενθεὺς ἀθέμιστος ἐπιβρίσειε Λυαίῳ. μύστιδες εἰς σκοπέλους Ἰσμηνίδες ἔλθετε Βάκχαι, καὶ τελετὰς στήσωμεν, ὁμοζήλῳ δὲ χορείῃ Λυδαῖς Βασσαρίδεσσιν ἐρίζομεν, ὄφρα τις εἴπῃ·
175‘Μυγδονίην νίκησε Μιμαλλόνα Μαινὰς Ἀγαύη‘.“ ὣς φαμένη σκοπίαζε καθήμενον ὑψόθι δένδρου, ἄγριον οἷα λέοντα, θεημάχον υἱέα μήτηρ· καί μιν ἀγειρομέναις ἐπεδείκνυε θυιάσι Βάκχαις· υἱέα δ’ ἔμφρονα θῆρα καλέσσατο λυσσάδι φωνῇ.
180ἀμφὶ δέ μιν στεφανηδὸν ἐκυκλώσαντο γυναῖκες ἑζόμενον πετάλοισι· καὶ εὐπαλάμῳ τινὶ δεσμῷ δένδρον ἐπηχύναντο, καὶ ἤθελον εἰς χθόνα ῥίπτειν ἔρνος ὁμοῦ Πενθῆι· περισφίγξασα δὲ θάμνῳ ὁλκὸν ὁμοζυγέος παλάμης ἐνοσίχθονι παλμῷ
185πρυμνόθεν αὐτόρριζον ἀνέσπασε δένδρον Ἀγαύη. καὶ φυτὸν εἰς χθόνα πῖπτεν· ἐγυμνώθη δὲ Κιθαιρών· καὶ θρασὺς αὐτοέλικτος ἄναξ βητάρμονι παλμῷ κύμβαχος ἠερόθεν κεκυλισμένος ἤριπε Πενθεύς. καὶ τότε μιν λίπε λύσσα νοοσφαλέος Διονύσου,
190καὶ προτέρας φρένας ἔσχε τὸ δεύτερον· ἀμφὶ δὲ γαίῃ
γείτονα πότμον ἔχων κινυρὴν ἐφθέγξατο φωνήν· „Νύμφαι Ἁμαδρυάδες με καλύψατε, μή με δαμάσσῃ παιδοφόνοις παλάμῃσιν ἐμὴ φιλότεκνος Ἀγαύη. μῆτερ ἐμή, δύσμητερ, ἀπηνέος ἴσχεο λύσσης·423 in vol. 2
195θῆρα πόθεν καλέεις με τὸν υἱέα; ποῖα κομίζω στήθεα λαχνήεντα; τίνα βρυχηθμὸν ἰάλλω; οὐκέτι γινώσκεις με, τὸν ἔτρεφες, οὐκέτι λεύσσεις· σὴν φρένα καὶ τεὸν ὄμμα τίς ἥρπασε; χαῖρε, Κιθαιρών· χαίρετε, δένδρεα ταῦτα καὶ οὔρεα· σῴζεο, Θήβη·

46

(200)

σῴζεο καὶ σύ, φίλη παιδοκτόνε μῆτερ Ἀγαύη. δέρκεο ταῦτα γένεια νεότριχα, δέρκεο μορφὴν ἀνδρομέην· οὐκ εἰμὶ λέων· οὐ θῆρα δοκεύεις. φείδεο σῆς ὠδῖνος, ἀμείλιχε, φείδεο μαζῶν· Πενθέα παπταίνεις με, τὸν ἔτρεφες. ἴσχεο, φωνή,
205μύθους σεῖο φύλαξον· ἀνήκοός ἐστιν Ἀγαύη. εἰ δὲ κατακτείνεις με χαριζομένη Διονύσῳ, μούνη παῖδα δάμασσον, ἀγάστονε, μηδὲ δαμῆναι Βασσαρίδων τεὸν υἷα νόθαις παλάμῃσιν ἐάσσῃς.“ ὣς φάμενος λιτάνευε, καὶ οὐκ ἤκουσεν Ἀγαύη.
210ἀμφὶ δέ μιν δασπλῆτες ἐπερρώοντο γυναῖκες χερσὶν ὁμοζήλοισι· κυλινδομένου δὲ κονίῃ ἡ μὲν ὀπισθιδίους πόδας εἴρυσεν, ἡ δὲ λαβοῦσα δεξιτερὴν προθέλυμνον ἀνέσπασεν, Αὐτονόη δὲ
λαιὴν ἀντερύεσκε· παραπλαγχθεῖσα δὲ μήτηρ424 in vol. 2
215στήθεϊ παιδὸς ἔπηξεν ἑὸν πόδα, κεκλιμένου δὲ αὐχένα τολμήεντι διέθρισεν ὀξέι θύρσῳ· καὶ φονίῳ ταχύγουνος ἀνέδραμε χάρματι λύσσης, αἱματόεν δὲ κάρηνον ἀτερπέι δείκνυε Κάδμῳ· ψευδομένου δὲ λέοντος ἀγαλλομένη χάριν ἄγρης
220τοῖον ἀπερροίβδησεν ἔπος λυσσώδεϊ λαιμῷ· „Κάδμε μάκαρ, καλέω σε μακάρτερον· ἐν σκοπέλοις γὰρ χερσὶν ἀθωρήκτοισιν ἀριστεύουσαν Ἀγαύην Ἄρτεμις ἐσκοπίαζε, καὶ εἰ πέλε δεσπότις ἄγρης, ζῆλον ὑποκλέπτουσα λεοντοφόνου σέο κούρης·
225καὶ Δρυάδες θάμβησαν ἐμὸν πόνον· ἡμετέρης δὲ Ἁρμονίης γενέτης κεκορυθμένος ἠθάδι λόγχῃ παῖδα τεὴν ἀσίδηρον ἐθάμβεε χάλκεος Ἄρης θύρσον ἀκοντίζουσαν ἀλοιητῆρα λεόντων, κυδιόων· σὺ δέ, Κάδμε, τεῶν ἐπιβήτορα θώκων
230Πενθέα δεῦρο κάλεσσον, ὅπως φθονερῇσιν ὀπωπαῖς θηροφόνους ἱδρῶτας ὀπιπεύσειε τεκούσης. δμῶες ἐμοί, σπέρχεσθε, παρὰ προπύλαια δὲ Κάδμου πήξατε τοῦτο κάρηνον ἐμῆς ἀναθήματα νίκης. τηλίκον οὔ ποτε θῆρα κατέκτανε σύγγονος Ἰνώ·
235Αὐτονόη, σκοπίαζε καὶ αὐχένα κάμψον Ἀγαύῃ· οὐ γὰρ ἐμοὶ λάχες εὖχος ὁμοίιον, ὑμετέρου δὲ μητρὸς Ἀρισταίοιο φατιζομένην ἔτι νίκην σῆς ἑκυρῆς ᾔσχυνα λεοντοφόνοιο Κυρήνης.“
ἔννεπε κουφίζουσα φίλον βάρος· εἰσαΐων δὲ425 in vol. 2
240Κάδμος ἀγαλλομένης ἑτερόφρονα παιδὸς ἀπειλήν, μίξας δάκρυσι μῦθον ἀμείβετο πενθάδι φωνῇ· „οἷον θῆρα δάμασσας ἐχέφρονα, τέκνον Ἀγαύη· οἷον θῆρα δάμασσας, ὃν ὑμετέρη τέκε γαστήρ· οἷον θῆρα δάμασσας, ὃν ἐσπέρμηνεν Ἐχίων.
245δέρκεο σεῖο λέοντα, τὸν εἰσέτι τυτθὸν ἀείρων
247παιδοκόμῳ κούφιζε γεγηθότι Κάδμος ἀγοστῷ·
246δέρκεο σεῖο λέοντα, τὸν Ἁρμονίη σέο μήτηρ
248πολλάκις ἠέρταζε καὶ ὤρεγε μαζὸν ἀμέλγειν. μαστεύεις σέο παῖδα τεῶν θηήτορα μόχθων·

46

(250)

πῶς καλέσω Πενθῆα, τὸν ἐν παλάμῃσιν ἀείρεις;
252ὃν κτάνες ἀγνώσσουσα, πόθεν σέο παῖδα καλέσσω;
251θῆρα τεὸν σκοπίαζε, καὶ υἱέα σεῖο νοήσεις.
253καλὰ φέρεις, Διόνυσε, τεῷ θρεπτήρια Κάδμῳ· καλά μοι Ἁρμονίης νυμφεύματα δῶκε Κρονίων·
255Ἄρεος ἄξια ταῦτα καὶ Οὐρανίης Ἀφροδίτης· Ἰνὼ πόντον ἔχει, Σεμέλην ἔφλεξε Κρονίων, μύρεται Αὐτονόη κερόεν τέκος, ἆ μέγα δειλὴ ἔκτανεν, ὃν τέκε μοῦνον, ἀώριον υἱὸν Ἀγαύη,
καὶ μογέει Πολύδωρος ἐμὸς λιπόπατρις ἀλήτης.426 in vol. 2
260μοῦνος ἐγὼ λιπόμην νέκυς ἔμπνοος· ἐς τίνα φεύγω Πενθέος ὀλλυμένοιο καὶ οἰχομένου Πολυδώρου; τίς πόλις ὀθνείη με δεδέξεται; ἔρρε, Κιθαιρών· γηροκόμους Κάδμοιο κατέκτανες, ἀμφοτέρους δὲ νεκρὸν ἔχεις Πενθῆα καὶ Ἀκταίωνα καλύπτεις.“
265 ὣς φαμένου Κάδμοιο γόον κρουνηδὸν ἰάλλων δάκρυσι πηγαίοισι γέρων ἔκλαυσε Κιθαιρών· καὶ δρύες ὠδύροντο, καὶ ἔκλαγον αἴλινα Νύμφαι Νηιάδες. πολιὴν δὲ κόμην ᾐδέσσατο Κάδμου καὶ στοναχὴν Διόνυσος· ἀπενθήτου δὲ προσώπου
270μίξας δάκρυ γέλωτι νόον μετέθηκεν Ἀγαύης, καὶ πάλιν ἔμφρονα θῆκεν, ὅπως Πενθῆα γοήσῃ. ἡ δὲ μεταστρέψασα νόον καὶ ἄπιστον ὀπωπὴν αὐτοπαγὴς ἄφθογγος ἐπὶ χρόνον ἵστατο μήτηρ· καὶ κεφαλὴν Πενθῆος ὀπιπεύουσα θανόντος
275ἤριπεν αὐτοκύλιστος, ὑπὲρ δαπέδοιο δὲ δειλὴ βόστρυχον αἰσχύνουσα χυτῇ κεκύλιστο κονίῃ· καὶ λασίους ἔρριψεν ἀπὸ στέρνοιο χιτῶνας καὶ Βρομίου φιάλας θιασώδεας, αἵματος ὁλκῷ στήθεα φοινίξασα καὶ ἀσκεπέων πτύχα μαζῶν·
280καὶ κύσεν υἱέος ὄμμα καὶ ἔγχλοα κύκλα προσώπου καὶ πλοκάμους χαρίεντας ἐρευθομένοιο καρήνου·
ὀξὺ δὲ κωκύουσα τόσην ἐφθέγξατο φωνήν· „νηλειὴς Διόνυσε, τεῆς ἀκόρητε γενέθλης, δὸς προτέρην ἔτι λύσσαν ἐμοὶ πάλιν· ἄρτι γὰρ ἄλλην427 in vol. 2
285χείρονα λύσσαν ἔχω πινυτόφρονα· δός μοι ἐκείνην ἀφροσύνην, ἵνα θῆρα τὸ δεύτερον υἷα καλέσσω. θῆρα βαλεῖν ἐδόκησα· νεοτμήτοιο δὲ κόρσης ἀντὶ λεοντείης κεφαλὴν Πενθῆος ἀείρω. ὀλβίη Αὐτονόη βαρυδάκρυος, ὅττι θανόντα
290ἔστενεν Ἀκταίωνα, καὶ οὐ κτάνεν υἱέα μήτηρ· μούνη ἐγὼ γενόμην παιδοκτόνος· οὐ Μελικέρτην ἔκτανεν ἠὲ Λέαρχον ἐμὴ μετανάστιος Ἰνώ, ἀλλὰ πατὴρ ἐδάμασσε, τὸν ἤροσεν. ἆ μέγα δειλή, Ζεὺς Σεμέλῃ παρίαυεν, ὅπως Πενθῆα γοήσω·
295Ζεὺς γενέτης Διόνυσον ἑῷ τεκνώσατο μηρῷ, Καδμείην ἵνα πᾶσαν ἀιστώσειε γενέθλην. ἱλήκοι Διόνυσος· ὅλον γένος ὤλεσε Κάδμου. ἀλλὰ θεοκλήτου γαμίην μετὰ δαῖτα τραπέζης, Ἁρμονίης μετὰ λέκτρον, ἐμοῦ μετὰ παστάδα Κάδμου

46

(300)

ἀρχαίην κιθάρην δονέων πάλιν αὐτὸς Ἀπόλλων θρῆνον ἕνα πλέξειε καὶ Αὐτονόῃ καὶ Ἀγαύῃ, ὠκύμορον Πενθῆα καὶ Ἀκταίωνα λιγαίνων. ἡμετέρης, φίλε κοῦρε, τί φάρμακόν ἐστιν ἀνίης; οὔ πω σοῖς θαλάμοισιν ἐκούφισα νυμφοκόμον πῦρ·
305οὐ ζυγίων ἤκουσα τεῶν ὑμέναιον ἐρώτων· ποῖον ἴδω σέο παῖδα παρήγορον; αἴθε σε Βάκχη
ἄλλη ἀπηλοίησε, καὶ οὐ πολύμοχθος Ἀγαύη. μητέρι μαινομένῃ μὴ μέμφεο, δύσμορε Πενθεῦ· Βάκχῳ μέμφεο μᾶλλον· ἀναίτιός ἐστιν Ἀγαύη.428 in vol. 2
310χεῖρες ἐμαί, φίλε κοῦρε, τεὴν στάζουσιν ἐέρσην αὐχένος ἀμηθέντος· ἀπ’ αὐτοχύτου δὲ καρήνου αἷμα τεὸν μητρῷον ὅλον φοίνιξε χιτῶνα. ναί, λίτομαι, Βρομίου δότε μοι δέπας· ἀντὶ γὰρ οἴνου λύθρον ἐμοῦ Πενθῆος ἐπισπένδω Διονύσῳ.
315σοὶ μὲν ἐγὼ φιλόδακρυς, ἀώριε, τύμβον ἐγείρω χερσὶν ἐμαῖς ἀκάρηνον ἐνικρύψασα κονίῃ σὸν δέμας· ὑμετέρῳ δ’ ἐπὶ σήματι τοῦτο χαράξω· ‘εἰμὶ νέκυς Πενθῆος, ὁδοιπόρε· νηδὺς Ἀγαύης παιδοκόμος με λόχευσε καὶ ἔκτανε παιδοφόνος χείρ‘.“
320 ἔννεπε λυσσώουσα σοφῇ φρενί· μυρομένῃ δὲ Αὐτονόη γοόωσα παρήγορον ἴαχε φωνήν· „ζῆλον ἔχω καὶ ἔρωτα τεῆς κακότητος, Ἀγαύη, ὅττι περιπτύσσεις γλυκερὴν Πενθῆος ὀπωπὴν καὶ στόμα καὶ φίλον ὄμμα καὶ υἱέος ἄκρα κομάων.
325γνωτή, ἐπολβίζω σε, καὶ εἰ κτάνες υἱέα μήτηρ· ἀντὶ γὰρ Ἀκταίωνος ἀμειβομένης ἀπὸ μορφῆς νεβρὸν ἐγὼ δάκρυσα, καὶ υἱέος ἀντὶ καρήνου μηκεδανὴν ἐλάφοιο νόθην κτερέιξα κεραίην. σῆς δ’ ὀδύνης ἐλάχεια παραίφασις, ὅττι θανόντος
330οὐκ ἴδες ἀλλοῖον τύπον υἱέος, οὐ τρίχα νεβροῦ, οὐ χηλὴν ἀνόνητον ἐκούφισας ἠὲ κεραίην· μούνη δ’ ἔδρακον υἷα νόθον νέκυν, ἀλλοφυῆ δὲ καὶ στικτὴν καὶ ἄναυδον ἐκώκυον εἰκόνα μορφῆς, καὶ μήτηρ ἐλάφοιο καὶ οὐκέτι παιδὸς ἀκούω.429 in vol. 2
335ἀλλὰ σὺ κυδαίνουσα, Διὸς φιλοπάρθενε κούρη, ἀνδρὸς ἐμοῦ σέο Φοῖβον Ἀρισταίοιο τοκῆα εἰς ἔλαφον μετάμειψον ἐμὴν βροτοειδέα μορφήν· δὸς χάριν Ἀπόλλωνι· μετ’ Ἀκταίωνα δὲ δειλὴν τοῖς αὐτοῖς σκυλάκεσσι καὶ Αὐτονόην πόρε φορβὴν
340ἢ κυσὶν ὑμετέροισιν· ἐσαθρήσῃ δὲ Κιθαιρὼν μητέρα καὶ μετὰ παῖδα κυνοσπάδα· μηδέ με δειλὴν σῶν ἐλάφων μεθέπουσαν ἴσην κεραελκέα μορφὴν ἄγρια μαστίζουσα τεῇ ζεύξειας ἀπήνῃ. χαῖρε φυτὸν Πενθῆος, ἀμείλιχε χαῖρε Κιθαιρών·
345χαίρετε καὶ νάρθηκες ἀμερσινόου Διονύσου· σῴζεό μοι, Φαέθων τερψίμβροτε· λάμπε κολώναις· λάμπε καὶ ἀμφοτέροις, Λητωίδι καὶ Διονύσῳ· εἰ δὲ τεαῖς ἀκτῖσι καὶ ἀνέρας οἶσθα δαμάσσαι, σῷ καθαρῷ πυρὶ βάλλε καὶ Αὐτονόην καὶ Ἀγαύην·

46

(350)

ἔσσο δὲ Πασιφάης τιμήορος, ὄφρα γελάσσῃς Ἁρμονίης γενέτειραν ἀνιάζων Ἀφροδίτην.“ εἶπε, καὶ ὠλεσίτεκνος ὀδύρετο μᾶλλον Ἀγαύη. καὶ νέκυν, ὃν κατέπεφνε. φίλη τυμβεύσατο μήτηρ πίδακα δακρυόεσσαν ἀναβλύζουσα προσώπου·
355καὶ τάφον εὐποίητον ἐτεκτήναντο πολῖται. ὣς αἱ μὲν στενάχοντο κατηφέες· εἰσορόων δὲ Βάκχος ἄναξ ἐλέαιρε, φιλοθρήνους δὲ γυναῖκας μυρομένας ἀνέκοψεν, ἐπεὶ στοιχηδὸν ἑκάστῃ λυσίπονον κεράσας μελιηδέι φάρμακον οἴνῳ430 in vol. 2
360δῶκε ποτὸν ληθαῖον· ὀδυρομένοιο δὲ Κάδμου πένθιμον ἐπρήυνε γόον παιήονι μύθῳ· ἀμφοτέρας δ’ εὔνησε καὶ Αὐτονόην καὶ Ἀγαύην, ἐλπίδος ἐσσομένης πρωτάγγελα θέσφατα φαίνων. Ἰλλυρίην δ’ ἐπὶ γαῖαν ἐς Ἑσπερίου στόμα πόντου
365Ἁρμονίην λιπόπατριν ὁμόστολον ἥλικι Κάδμῳ ἀμφοτέρους πόμπευεν ἀλήμονας, οἷς χρόνος ἕρπων ὤπασε πετρήεσσαν ἔχειν ὀφιώδεα μορφήν. καὶ Σατύρους καὶ Πᾶνας ἔχων καὶ λύγκας ἱμάσσων
ἁβρὸς ἀσιγήτοισιν ἐκώμασε Βάκχος Ἀθήναις.431 in vol. 2

47

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΕΣΣΑΡΑΚΟΣΤΟΝ
t2ΕΒΔΟΜΟΝ.
1 Ἤδη δ’ ἔνθα καὶ ἔνθα δι’ ἄστεος ἵπτατο Φήμη, ἄγγελος αὐτοβόητος ἐρισταφύλου Διονύσου Ἀτθίδι φοιτήσαντος· ἀκοιμήτου δὲ Λυαίου εἰς χορὸν εὐώδινες ἐβακχεύθησαν Ἀθῆναι.
5καὶ πολὺς ἔβρεμε κῶμος· ὁμηγερέες δὲ πολῖται εἵμασι δαιδαλέοισιν ἀνεχλαίνωσαν ἀγυιὰς χερσὶ πολυσπερέεσσιν· ἀεξιφύτοιο δὲ Βάκχου ἡμερίδων πετάλοισιν ἐμιτρώθησαν Ἀθῆναι αὐτόματοι· φιάλας δὲ σιδηροφόρων διὰ μαζῶν
10στήθεσι μυστιπόλοισιν ἀνεζώννυντο γυναῖκες, παρθενικαὶ δ’ ἐχόρευον, ἐπεστέψαντο δὲ κόρσης ἄνθεϊ κισσήεντι περίπλοκον Ἀτθίδα χαίτην. Ἰλισσὸς δ’ ἐλέλιζε περὶ πτόλιν ἔμπνοον ὕδωρ κυδαίνων Διόνυσον· ὁμοζήλῳ δὲ χορείῃ
15εὔιον ἐκρούοντο μέλος Κηφισίδες ὄχθαι. φυταλιὴ δ’ ἀνέτελλεν, ἀπὸ χθονίοιο δὲ κόλπου αὐτοφυὴς γλυκεροῖο πεπαινομένου τοκετοῖο βότρυς ἐλαιήεντος ἐφοινίχθη Μαραθῶνος,
καὶ δρύες ἐψιθύριζον, ἀνοιγομένων δὲ πετήλων432 in vol. 2
20δίχροον ἠρεύγοντο ῥόδον λειμωνίδες Ὧραι, καὶ κρίνον αὐτοτέλεστον ἐμαιώσαντο κολῶναι. καὶ Φρυγίοις αὐλοῖσιν ἐπέκτυπεν αὐλὸς Ἀθήνης, καὶ δίδυμον κελάδημα δόναξ ἐλίγαινεν Ἀχαρνεὺς θλιβόμενος παλάμῃσιν· ὁμογλώσσων δ’ ἀπὸ λαιμῶν
25Μυγδονίῃ βαρύδουπος ὁμόθροος ἄζυγι κούρῃ δίθροον ἁρμονίην ἐπιδήμιος ἴαχε Βάκχη πῆχυν ἐπικλίνουσα νέῃ Πακτωλίδι νύμφῃ, καὶ φλόγα νυκτιχόρευτον ἀνέσχεθε δίζυγι πεύκῃ ἀρχεγόνῳ Ζαγρῆι καὶ ὀψιγόνῳ Διονύσῳ·
30λησαμένη δ’ Ἰτύλοιο καὶ ἱστοπόνου Φιλομήλης σύνθροος αἰολόδειρος ἀνέκλαγεν Ἀτθὶς ἀηδών, καὶ Ζεφύρου λάλος ὄρνις ὑπωροφίην χέε μολπήν, μνῆστιν ὅλην Τηρῆος ἀπορρίψασα θυέλλαις. οὐδέ τις ἦν ἀχόρευτος ἀνὰ πτόλιν. αὐτὰρ ὁ χαίρων
35Βάκχος ἐς Ἰκαρίου δόμον ἤλυθεν, ὃς πέλεν ἄλλων φέρτερος ἀγρονόμων ἑτερότροπα δένδρα φυτεύειν. ἀγραύλοις δὲ πόδεσσι γέρων ἐχόρευεν ἀλωεὺς
ἀθρήσας Διόνυσον ἐπήλυδα, καλλιφύτων δὲ κοίρανον ἡμερίδων ὀλίγῃ ξείνισσε τραπέζῃ·433 in vol. 2
40Ἠριγόνη δ’ ἐκέρασσεν ἀφυσσαμένη γλάγος αἰγῶν· ἀλλά ἑ Βάκχος ἔρυκε, φιλοστόργῳ δὲ γεραιῷ ὤπασε λυσιπόνοιο μέθης ἐγκύμονας ἀσκούς, δεξιτερῇ δ’ εὔοδμον ἔχων δέπας ἡδέος οἴνου ὤρεγεν Ἰκαρίῳ· φιλίῳ δ’ ἠσπάζετο μύθῳ·
45 „δέξο, γέρον, τόδε δῶρον, ὃ μὴ δεδάασιν Ἀθῆναι. ὦ γέρον, ὀλβίζω σε· σὲ γὰρ μέλψουσι πολῖται τοῖον ἔπος βοόωντες, ὅτι κλέος εὗρεν ἐλέγξαι Ἰκάριος Κελεοῖο καὶ Ἠριγόνη Μετανείρης. ζῆλον ἔχω προτέρης Δημήτερος, ὅττι καὶ αὐτὴ

47

(50)

ἄλλῳ γειοπόνῳ στάχυν ὄμπνιον ὤπασε Δηώ. Τριπτόλεμος στάχυν εὗρε, σὺ δ’ οἴνοπα βότρυν ὀπώρης· Ἴκαρος, οὐρανίῳ Γανυμήδεϊ μοῦνος ἐρίζεις, Τριπτολέμου προτέροιο μακάρτερε· θυμοβόρους γὰρ οὐ στάχυες λύουσι μεληδόνας, οἰνοτόκοι δὲ
55βότρυες ἀνδρομέης παιήονές εἰσιν ἀνίης.“ τοῖον ἔπος κατέλεξε, φιλοξείνῳ δὲ γεραιῷ ἁβρὸν ἐγερσινόοιο δέπας πόρεν ἔμπλεον οἴνου· καὶ πίεν ἄλλο μετ’ ἄλλο γέρων φυτοεργὸς ἀλωεύς, οἶστρον ἔχων ἀκόρητον ἐυρραθάμιγγος ἐέρσης·
60κούρη δ’ ἀντὶ γάλακτος ἀφυσσαμένη χύσιν οἴνου ὤρεγε χειρὶ κύπελλον, ἕως ἐμέθυσσε τοκῆα.
ἀλλ’ ὅτε δὴ κόρον εὗρε κυπελλοδόκοιο τραπέζης, δόχμιος ἀμφιέλικτος ἐρισφαλὲς ἴχνος ἑλίσσων ποσσὶν ἀμοιβαίοισιν ἀνεσκίρτησεν ἀλωεύς,434 in vol. 2
65Ζαγρέος εὔιον ὕμνον ἀνακρούων Διονύσῳ. ἀγρονόμῳ δὲ γέροντι φυτηκόμος ὤπασε δαίμων κλήματα βοτρυόεντα, φιλεύια δῶρα τραπέζης· καί μιν ἄναξ ἐδίδαξεν ἀεξιφύτῳ τινὶ τέχνῃ κλάσσαι βοθρῆσαί τε βαλεῖν τ’ ἐνὶ κλήματα γύροις.
70 ἄλλοις δ’ ἀγρονόμοισι γέρων φυτοεργὸς ἀλωεὺς δῶρα φέρων Βρομίοιο καὶ ἀμπελόεσσαν ὀπώρην οἰνοφύτους ἐδίδαξε φυτηκομίας Διονύσου· καὶ νομίῳ κρητῆρι βαλὼν ῥόον ἄσπετον οἴνου δαινυμένους ηὔφραινεν ἐπασσυτέροισι κυπέλλοις,
75οἰνοδόκων θυόεσσαν ἀναπτύξας χύσιν ἀσκῶν. καί τις ἐγερσινόοιο πιὼν ῥόον ἡδέος οἴνου Ἠριγόνης γενετῆρα φίλῳ μειλίξατο μύθῳ· „εἰπέ, γέρον, πόθεν εὗρες ἐπὶ χθονὶ νέκταρ Ὀλύμπου; οὐκ ἀπὸ Κηφισοῖο φέρεις ξανθόχροον ὕδωρ,
80οὐκ ἀπὸ Νηιάδων μελιηδέα δῶρα κομίζεις· οὐ γὰρ ἀναβλύζουσι μελίρρυτα χεύματα πηγαί,
οὐ ῥόος Ἰλισσοῖο χυτῷ φοινίσσεται ὁλκῷ· οὐ ποτὸν ἔπλετο τοῦτο φιλοπτόρθοιο μελίσσης, ὀξύτατον μερόπεσσι φέρον κόρον· ἀλλοφυὲς δὲ435 in vol. 2
85καὶ μέλιτος γλυκεροῖο φέρεις γλυκερώτερον ὕδωρ· πάτριον οὐ πόμα τοῦτο λοχεύεται Ἀτθὶς ἐλαίη· λαρότερον δὲ γάλακτος ἔχεις ποτόν· οὔ μιν ἐίσκω συμφερταῖς λιβάδεσσι μελικρήτου κυκεῶνος. εἰ δὲ ποτὸν μερόπεσσιν ἀεξιφύτων ἀπὸ κήπων
90ἐκ καλύκων δεδάασιν ἄγειν ῥοδοπήχεες Ὧραι, καί κεν ἐγὼ καλέεσκον Ἀδώνιδος ἢ Κυθερείης εἰαρινὸν πόμα τοῦτο, ῥόδων εὔοδμον ἐέρσην. λυσίπονον καὶ ξεῖνον ἄγεις ποτόν· ἠερίοις γὰρ πλαζομένας ἀνέμοισιν ἐμὰς ἐκέδασσε μερίμνας.
95μή σοι δῶρον ἔδωκεν ἀπ’ αἰθέρος ἄμβροτος Ἥβη; μή σοι τοῦτο κόμισσε τεὴ πολιοῦχος Ἀθήνη; οὐρανόθεν κρητῆρα τίς ἥρπασεν, ἔνθεν ἀφύσσει Ζηνὶ καὶ ἀθανάτοισι δέπας κεράσας Γανυμήδης; ξεινοδόκου Κελεοῖο μακάρτερε, μή τι καὶ αὐτὸς

47

(100)

ἵλαον οὐρανόθεν ναέτην ξείνισσας Ὀλύμπου; πείθομαι, ὡς θεὸς ἄλλος ἐκώμασε σεῖο μελάθρῳ, καὶ φιλίης πόμα τοῦτο τεῆς διὰ δεῖπνα τραπέζης Ἀτθίδι δῶρον ἔδωκεν, ἅτε στάχυν ὤπασε Δηώ.“ ἔννεπε θαμβήσας γλυκερὸν ποτόν· ἐκ στομάτων δὲ
105ἡδυμανὴς ἀλάλαζε χέων ἄγραυλον ἀοιδήν. ἀγρονόμοι δ’ ἀρύοντες ἐπασσυτέροισι κυπέλλοις
πάντες ἐβακχεύθησαν ἀμερσινόῳ φρένας οἴνῳ· ὄμματα δ’ ἐπλάζοντο, φιλακρήτοις δὲ κυπέλλοις ἄργυφα πορφύροντο παρήια, γειοπόνων δὲ436 in vol. 2
110στήθεα θερμαίνοντο, ποτῷ δ’ ἐβαρύνετο κόρση, καὶ φλέβες οἰδαίνοντος ἐκυμαίνοντο καρήνου· τοῖσι δὲ δερκομένοισιν ἐσείετο κόλπος ἀρούρης καὶ δρύες ὠρχήσαντο καὶ ἐσκίρτησαν ἐρίπναι· καὶ σφαλεραῖς λιβάδεσσιν ἀήθεος ἔμπλεος οἴνου
115ὕπτιος αὐτοκύλιστος ἐπὶ χθόνα κάππεσεν ἀνήρ. καὶ χορὸς ἀγρονόμων φονίῳ δεδονημένος οἴστρῳ τλήμονος Ἰκαρίοιο κατέτρεχε θυιάδι λύσσῃ, οἷά τε φαρμακόεντα κερασσαμένου δόλον οἴνου, ὃς μὲν ἔχων βουπλῆγα σιδήρεον, ὃς δὲ μακέλλῃ
120θωρήξας ἕο χεῖρας, ὁ δὲ σταχυητόμον ἅρπην κουφίζων, ἕτερος δὲ λίθον περίμετρον ἀείρων, ἄλλος ἀνεπτοίητο καλαύροπα χειρὶ τιταίνων, γηραλέον πλήσσοντες· ἑλὼν δέ τις ἐγγὺς ἱμάσθλην Ἰκαρίου τέτρηνε δέμας ταμεσίχροϊ κέντρῳ.
125 καὶ μογέων χθονὶ πῖπτε γέρων φυτοεργὸς ἀλωεὺς τυπτόμενος ῥοπάλοισιν, ἐπισκαίρων δὲ τραπέζῃ τύψε μέθης κρητῆρα, καὶ αἴθοπος εἰς χύσιν οἴνου ἡμιθανὴς κεκύλιστο· βαρυνομένου δὲ καρήνου
ἀγρονόμων πληγῇσιν ἀμοιβαίῃσι τυπέντος437 in vol. 2
130αἱμαλέη φοίνιξεν ὁμόχροον οἶνον ἐέρση. καὶ μόγις ἐκ στομάτων ἔπος ἴαχεν Ἄιδι γείτων· „οἶνος ἐμοῦ Βρομίου, βροτέης ἄμπαυμα μερίμνης, ὁ γλυκὺς εἰς ἐμὲ μοῦνον ἀμείλιχος· εὐφροσύνην γὰρ ἀνδράσι πᾶσιν ὄπασσε, καὶ Ἰκαρίῳ πόρε πότμον·
135ὁ γλυκὺς Ἠριγόνῃ πολεμήιος· ἡμετέρην γὰρ νηπενθὴς Διόνυσος ἐθήκατο πενθάδα κούρην.“ οὔ πω μῦθος ἔληγε· μόρος δέ οἱ ἔφθασε φωνήν. καὶ νέκυς αὐτόθι κεῖτο, σαόφρονος ἔκτοθι κούρης, ὄμμασι πεπταμένοισιν. ἐν ἀστρώτῳ δὲ χαμεύνῃ
140νήδυμον ὕπνον ἴαυον ὑπὲρ δαπέδοιο φονῆες οἰνοβαρεῖς, νεκύεσσιν ἐοικότες· ἐγρόμενοι δέ, ὃν κτάνον ἀγνώσσοντες, ἀνέστενον· ὑψόθι δ’ ὤμων νεκρὸν ἐλαφρίζοντες ἀνήγαγον εἰς ῥάχιν ὕλης ἔμφρονα θυμὸν ἔχοντες, ἐν εὐύδρῳ δὲ ῥεέθρῳ
145ὠτειλὰς ἐκάθηραν ὀρεσσιχύτῳ παρὰ πηγῇ· καὶ νέκυν ἀρτιδάικτον, ὃν ἔκτανον ἄφρονι λύσσῃ, ἀνδροφόνοις παλάμῃσιν ἐτυμβεύσαντο φονῆες. ψυχὴ δ’ Ἰκαρίοιο πανείκελος ἔσσυτο καπνῷ εἰς δόμον Ἠριγόνης· βροτέῃ δ’ ἰσάζετο μορφῇ,

47

(150)

κοῦφον ὀνειρείης σκιερῆς εἴδωλον ὀπωπῆς, ἀνδρὶ νεουτήτῳ πανομοίιος, εἶχε δὲ δειλὴ
στικτὸν ἀσημάντοιο φόνου κήρυκα χιτῶνα, αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ, ῥωγαλέον πληγῇσιν ἀμοιβαίοιο σιδήρου.438 in vol. 2
155καὶ παλάμας ὤρεξε· νεοσφαγέων δὲ δοκεύειν ὠτειλὰς μελέων ἐπεδείκνυε γείτονι κούρῃ. παρθενικὴ δ’ ὀλόλυξε φιλοθρήνοις ἐν ὀνείροις, ὡς ἴδεν ἕλκεα τόσσα καρήατος, ὡς ἴδε δειλὴ λύθρον ἐρευθομένοιο νεόρρυτον ἀνθερεῶνος·
160καὶ σκιόεις γενέτης ἔπος ἔννεπε πενθάδι κούρῃ· „ἔγρεο, δειλαίη, καὶ δίζεο σεῖο τοκῆα· ἔγρεο, καὶ μεθύοντας ἐμοὺς μάστευε φονῆας· εἰμὶ τεὸς γενέτης βαρυώδυνος, ὃν χάριν οἴνου ἀγρονόμοι δασπλῆτες ἐδηλήσαντο σιδήρῳ.
165ὦ τέκος, ὀλβίζω σε· σὺ γὰρ κταμένοιο τοκῆος οὐ καναχῆς ἤκουσας ἀρασσομένοιο καρήνου, οὐ πολιὴν ἐνόησας ἐρευθομένην ὑπὸ λύθρῳ, οὐ νέκυν ἀρτιδάικτον ἐπισπαίροντα κονίῃ, πατροφόνους κορύνας οὐκ ἔδρακες· ἀλλά σε δαίμων
170ἔκτοθι πατρὸς ἔρυκε, τεὴν δ’ ἐφύλαξεν ὀπωπήν, μὴ μόρον ἀθρήσειε δαϊζομένου γενετῆρος. αἵματι πορφύροντας ἐμοὺς σκοπίαζε χιτῶνας· χθιζὰ γὰρ οἰνωθέντες ἀμοιβαίοισι κυπέλλοις ἀγρονόμοι βλύζοντες ἀήθεος ἰκμάδα Βάκχου
175ἀμφ’ ἐμὲ κυκλώσαντο· δαϊζόμενος δὲ σιδήρῳ μηλονόμους ἐκάλεσσα, καὶ οὐκ ἤκουσαν ἰωήν·
μούνη δ’ ὑστερόφωνος ἐμὸν κτύπον ἔκλυεν Ἠχὼ θρήνοις ἀντιτύποισι τεὸν στενάχουσα τοκῆα. οὐκέτι κουφίζουσα καλαύροπα μεσσόθεν ὕλης439 in vol. 2
180εἰς νομὸν ἀνθεμόεντα καὶ εἰς λειμῶνας ἱκάνεις, σὴν ἀγέλην βόσκουσα σὺν ἀγραύλῳ † παρακοίτη. οὐκέτι δενδροκόμοιο τεῆς ψαύουσα μακέλλης κῆπον ἐς εὐώδινα φέρεις ἀμαρήιον ὕδωρ· ἀλλὰ μελιρραθάμιγγος ἐμῆς ἀκόρητος ὀπώρης
185κλαῖε τεὸν γενέτην με δεδουπότα· καί σε νοήσω ὀρφανικὴν ζώουσαν ἀπειρήτην ὑμεναίων.“ ὣς φαμένη πτερόεσσα παρέδραμεν ὄψις ὀνείρου. κούρη δ’ ἐγρομένη ῥοδέας ἤμυξε παρειάς, πενθαλέοις δ’ ὀνύχεσσιν ἀκαμπέας ἔξεσε μαζούς,
190καὶ δολιχῆς προθέλυμνον ἀνέσπασε βότρυν ἐθείρης· καὶ βόας ἀθρήσασα παρισταμένους ἔτι πέτρῃ παρθένος ἀχνυμένη κινυρῇ βρυχήσατο φωνῇ· „πῇ νέκυς Ἰκαρίοιο, φίλαι φθέγξασθε κολῶναι· πότμον ἐμοῦ γενετῆρος ἐθήμονες εἴπατε ταῦροι·
195πατρὸς ἐμοῦ κταμένοιο τίνες γεγάασι φονῆες; πῇ μοι ἐμὸς γενέτης γλυκὺς οἴχεται; ἦ ῥα διδάσκων γείτονα καλλιφύτοιο νέους ὄρπηκας ὀπώρης πλάζεται ἀγρονόμοισι παρήμενος, ἤ τινι βούτῃ δενδροκόμῳ παρέμιμνε συνέστιος εἰλαπινάζων;

47

(200)

εἴπατε μυρομένῃ, καὶ τλήσομαι, εἰσόκεν ἔλθῃ. εἰ μὲν ἔτι ζώει γενέτης ἐμός, ἔρνεα κήπου ἀρδεύσω παλίνορσος ἅμα ζώουσα τοκῆι· εἰ δὲ πατὴρ τέθνηκε καὶ οὐκέτι δένδρα φυτεύει, ἀθρήσω μόρον ἶσον ἐπὶ φθιμένῳ γενετῆρι.“440 in vol. 2
205 ὣς φαμένη ταχύγουνος ἀνέδραμεν εἰς ῥάχιν ὕλης, ἴχνια μαστεύουσα νεοσφαγέος γενετῆρος. οὐ δέ οἱ εἰρομένῃ θρασὺς αἰπόλος, οὐ παρὰ λόχμαις παρθένον οἰκτείρων ἀγεληκόμος ἔννεπε βούτης ἴχνιον ἀστήρικτον ἀκηρύκτοιο τοκῆος,
210οὐ νέκυν Ἰκαρίοιο γέρων ἐπεδείκνυε ποιμήν· ἀλλὰ μάτην ἀλάλητο· μόγις δέ μιν εὗρεν ἀλωεὺς καὶ κινυροῖς στομάτεσσι δυσάγγελον ἴαχε φωνήν, καὶ τάφον ἐγγὺς ἔδειξε νεοδμήτοιο τοκῆος. παρθενικὴ δ’ ἀίουσα σαόφρονι μαίνετο λύσσῃ·
215καὶ πλοκάμους τίλλουσα φίλῳ παρακάτθετο τύμβῳ παρθένος ἀκρήδεμνος ἀσάμβαλος, αὐτοχύτοις δὲ δάκρυσιν ἀενάοισι λελουμένον εἶχε χιτῶνα. χείλεσι δ’ ἀφθόγγοισιν ἐπεσφρηγίσσατο σιγὴν εἰς χρόνον· Ἠριγόνῃ δὲ κύων ὁμόφοιτος ἐχέφρων
220κνυζηθμῷ γοόωντι συνέστιχε πενθάδι κούρῃ, καί οἱ ὀδυρομένῃ συνοδύρετο. μαινομένη δὲ εἰς φυτὸν ὑψικάρηνον ἀνέδραμεν· ἀμφὶ δὲ δένδρῳ
ἀγχονίῳ σφίγξασα περίπλοκον αὐχένα δεσμῷ αὐτοφόνῳ στροφάλιγγι μετάρσιος ἴλλετο κούρη441 in vol. 2
226ἀμφοτέρους δονέουσα πόδας βητάρμονι παλμῷ·
225καὶ θάνε, καὶ μόρον εἶχεν ἑκούσιον· ἀμφὶ δὲ κούρην
227πυκνὰ κύων δεδόνητο, καὶ ἴαχε πένθιμον ἠχὼ ὄμμασι θηρείοισι νοήμονα δάκρυα λείβων. οὐδὲ κύων ἀφύλακτον ἐρημάδα κάλλιπε κούρην,
230ἀλλὰ φυτῷ παρέμιμνεν ἐπήλυδα θῆρα διώκων, πόρδαλιν ἠὲ λέοντα· παρερχομένοισι δ’ ὁδίταις νεύμασιν ἀφθόγγοις ἐπεδείκνυεν ἄζυγα κούρην δεσμοῖς ἀγχονίοισι περίπλοκον ὑψόθι δένδρου. οἱ δέ μιν οἰκτείροντες ἀνήιον εἰς φυτὸν ὕλης
235ἴχνεσιν † ἀκροτάτοισιν, ἀπ’ εὐπετάλων δὲ κορύμβων παρθενικὴν ἀδμῆτα κατήγαγον· ἀγχιφανῆ δὲ γαῖαν ἐκοιλαίνοντο πεδοσκαφέεσσι μακέλλαις. τοῖς ἅμα καὶ πεπόνητο κύων πινυτόφρονι θυμῷ, πενθαλέῳ δ’ ἐβάθυνε πέδον τεχνήμονι ταρσῷ,
240θηγαλέοις ὀνύχεσσι χυτῆς χθονὸς ἄκρα χαράσσων. καὶ νέκυν ἀρτιδάικτον ἐπεκτερέιξαν ὁδῖται· καὶ ξυνῆς μεθέπων ὑποκάρδιον ὄγκον ἀνίης εἰς ἑὸν ἔργον ἕκαστος ἀνέδραμεν ὀξέι ταρσῷ· αὐτὰρ ὁ μοῦνος ἔμιμνε κύων παρὰ γείτονι τύμβῳ
245Ἠριγόνης ὑπ’ ἔρωτι, θελήμονι δ’ ὤλετο πότμῳ. Ζεὺς δὲ πατὴρ ἐλέαιρεν· ἐν ἀστερόεντι δὲ κύκλῳ
Ἠριγόνην στήριξε Λεοντείῳ παρὰ νώτῳ· παρθενικὴ δ’ ἄγραυλος ἔχει στάχυν· οὐ γὰρ ἀείρειν ἤθελεν οἴνοπα βότρυν ἑοῦ γενέταο φονῆα.442 in vol. 2

47

(250)

Ἰκάριον δὲ γέροντα συνήλυδα γείτονι κούρῃ εἰς πόλον ἀστερόφοιτον ἄγων ὀνόμηνε Βοώτην φαιδρόν, Ἁμαξαίης ἐπαφώμενον Ἀρκάδος Ἄρκτου· καὶ Κύνα μαρμαίροντα καταΐσσοντα Λαγωοῦ ἔμπυρον ἄστρον ἔθηκεν, ὅπῃ περὶ κύκλον Ὀλύμπου
255ποντιὰς ἀστερόεντι τύπῳ ναυτίλλεται Ἀργώ. καὶ τὰ μὲν ἔπλασε μῦθος Ἀχαιικὸς ἠθάδα πειθὼ ψεύδεϊ συγκεράσας· τὸ δ’ ἐτήτυμον, ὑψιμέδων Ζεὺς ψυχὴν Ἠριγόνης σταχυώδεος ἀστέρι Κούρης οὐρανίης ἐπένειμεν ὁμόζυγον, αἰθερίου δὲ
260ἄγχι Κυνὸς κύνα θῆκεν ὁμοίιον εἴδεϊ μορφῆς, Σειρίου, ὃν καλέουσιν, ὁμόσσυτον, Ἰκαρίου δὲ ψυχὴν ἠερόφοιτον ἐπεξύνωσε Βοώτῃ. καὶ τὰ μὲν οἰνοφύτῳ Κρονίδης πόρεν Ἀτθίδι γαίῃ, ἓν γέρας ἐντύνων καὶ Παλλάδι καὶ Διονύσῳ.
265 Ἰλισσοῦ δὲ ῥέεθρα μελίρρυτα Βάκχος ἐάσσας ἁβρὸς ἐς ἀμπελόεσσαν ἐκώμασεν ἄντυγα Νάξου· ἀμφὶ δέ μιν πτερὰ πάλλεν Ἔρως θρασύς, ἐρχομένου δὲ μελλογάμου Κυθέρεια προηγεμόνευε Λυαίου.
ἄρτι γὰρ ὑπνώουσαν ἐπ’ αἰγιαλοῖσιν ἐάσσας443 in vol. 2
270παρθενικὴν λιπόπατριν ἀμείλιχος ἔπλεε Θησεύς, συνθεσίας δ’ ἀνέμοισιν ἐπέτρεπεν. ὑπναλέην δὲ ἀθρήσας Διόνυσος ἐρημαίην Ἀριάδνην θαύματι μῖξεν ἔρωτα· χοροπλεκέεσσι δὲ Βάκχαις γλώσσῃ θαμβαλέῃ πεφυλαγμένον ἔννεπε μῦθον·
275 „Βασσαρίδες, μὴ ῥόπτρα τινάξατε, μὴ κτύπος ἔστω ἢ ποδὸς ἢ σύριγγος· ἐάσσατε Κύπριν ἰαύειν· ἀλλ’ οὐ κεστὸν ἔχει σημάντορα Κυπρογενείης. πείθομαι, ὡς δολόεντι Χάρις νυμφεύεται Ὕπνῳ· ἀλλ’ ἐπεὶ ὄρθρος ἔλαμψε καὶ ἐγγύθι φαίνεται Ἠώς,
280Πασιθέην εὕδουσαν ἐγείρατε· τίς παρὰ Νάξῳ, τίς Χάριν ἐχλαίνωσεν ἀνείμονα; μὴ πέλεν Ἥβη; ἀλλὰ δέπας μακάρων τίνι κάλλιπε; μὴ παρὰ πόντῳ κέκλιται αἰγλήεσσα βοῶν ἐλάτειρα Σελήνη; καὶ πόθεν Ἐνδυμίωνος ἐθήμονος ἐκτὸς ἰαύει;
285μὴ Θέτιν ἀργυρόπεζαν ἐπ’ αἰγιαλοῖσι δοκεύω; ἀλλ’ οὐ γυμνὸν ἔχει ῥοδόεν δέμας. εἰ θέμις εἰπεῖν, Ναξιὰς Ἰοχέαιρα πόνων ἀμπαύεται ἄγρης, θηροφόνους ἱδρῶτας ἀποσμήξασα θαλάσσῃ· τίκτει γὰρ γλυκὺν ὕπνον ἀεὶ πόνος· ἀλλ’ ἐνὶ λόχμῃ
290Ἄρτεμιν ἑλκεχίτωνα τίς ἔδρακε; μίμνετε, Βάκχαι· στῆθι, Μάρων· μὴ δεῦρο χορεύσατε· λῆγε λιγαίνων, Πὰν φίλε, μὴ σκεδάσειας ἑώιον ὕπνον Ἀθήνης· καὶ τίνι Παλλὰς ἔλειπεν ἑὸν δόρυ; καὶ τίς ἀείρει
χαλκείην τρυφάλειαν ἢ αἰγίδα Τριτογενείης;“444 in vol. 2
295 τοῖα μὲν ἔννεπε Βάκχος· ἀπὸ ψαμάθοιο δὲ δειλὴ ὕπνον ἀποσκεδάσασα δυσίμερος ἔγρετο κούρη, καὶ στόλον οὐκ ἐνόησε καὶ οὐ πόσιν ἠπεροπῆα· ἀλλὰ σὺν ἀλκυόνεσσι Κυδωνιὰς ἔστενε νύμφη ἠιόνας μεθέπουσα, βαρύβρομον ἕδνον ἐρώτων·

47

(300)

ἠίθεον δ’ ὀνόμηνεν· ἐμαίνετο δ’ ἐγγύθι πόντου ὁλκάδα διζομένη· φθονερῷ δ’ ἐπεμήνιεν Ὕπνῳ, καὶ Παφίης πολὺ μᾶλλον ἐμέμφετο μητρὶ θαλάσσῃ· καὶ Βορέην ἱκέτευε, καὶ ὅρκιον εἶπεν ἀήτην, ὅρκιον Ὠρείθυιαν, ὅπως πάλιν εἰς χθόνα Νάξου
305κοῦρον ἄγοι, γλυκερὴν δὲ τὸ δεύτερον ὁλκάδα λεύσσῃ· Αἴολον ᾔτεε μᾶλλον ἀθελγέα· λισσομένῃ δὲ πείθετο καὶ κατένευσε, καὶ ἀντικέλευθον ἀήτην πέμψεν, ἵνα πνεύσειε· ποθοβλήτοιο δὲ κούρης οὐ Βορέης ἀλέγιζε δυσίμερος· ἀλλὰ καὶ αὐταὶ
310παρθενικῇ κοτέοντο τάχα ζηλήμονες αὖραι, αἳ τότε νῆα κόμισσαν ἐς Ἀτθίδα. παρθενικὴν δὲ αὐτὸς Ἔρως θάμβησεν, ἀπενθήτῳ δ’ ἐνὶ Νάξῳ εἰσιδέειν ἐδόκησεν ὀδυρομένην Ἀφροδίτην· ἦν δὲ φαεινοτέρη καὶ ἐν ἄλγεσι, καί μιν ἀνίη
315ἀχνυμένην κόσμησε· κινυρομένῃ δ’ Ἀριάδνῃ εἴκαθεν, εἰ κρίσις ἔσκε, φιλομμειδὴς Ἀφροδίτη ἱμερόεν γελόωσα, καὶ εἴκαθεν ὄμματα Πειθοῦς καὶ Χαρίτων καὶ Ἔρωτος ἐπήρατα δάκρυσι κούρης. ὀψὲ δὲ δακρυόεσσα τόσην ἐφθέγξατο φωνήν·445 in vol. 2
320 „ὕπνος ἐμοὶ γλυκὺς ἦλθεν, ἕως γλυκὺς ᾤχετο Θησεύς· αἴθε .......................
321a〈τίπτε〉 με τερπομένην ἔτι κάλλιπεν; ὑπναλέη δὲ
322Κεκροπίην ἐνόησα, καὶ ἔνδοθι Θησέος αὐλῆς ἁβρὸς ἔην ὑμέναιος ἀειδομένης Ἀριάδνης καὶ χορός, ἡμετέρη δ’ ἐπεκόσμεε τερπομένη χεὶρ
325εἰαρινοῖς πετάλοισι τεθηλότα βωμὸν Ἐρώτων· καὶ γάμιον στέφος εἶχον· ἔην δέ μοι ἐγγύθι Θησεὺς εἵμασι νυμφιδίοισι θυηπολέων Ἀφροδίτῃ. ὤμοι, ποῖον ὄνειρον ἴδον γλυκύν· ἀλλά με φεύγων ᾤχετο καλλείψας ἔτι παρθένον· ἵλαθι, Πειθώ·
330ταῦτά μοι ἀχλυόεσσα γαμοστόλος ὤπασεν ὄρφνη, καὶ φθονερὴ τάδε πάντα φαεσφόρος ἥρπασεν Ἠώς· ἐγρομένη δ’ οὐχ εὗρον ἐμὸν πόθον· ἦ ῥα καὶ αὐταὶ εἰκόνες ἀντιτύπων ζηλήμονές εἰσιν Ἐρώτων, ὅττι τελεσσιγάμων ἀπατήλιον ὄψιν ὀνείρων
335ἱμερτὴν ἐνόησα, καὶ ἱμερόεις φύγε Θησεύς;
εἰς ἐμὲ καὶ φίλος Ὕπνος ἀνάρσιος· εἴπατε, πέτραι, εἴπατέ μοι δυσέρωτι· τίς ἥρπασεν ἀστὸν Ἀθήνης; εἰ Βορέης πνεύσειεν, ἐς Ὠρείθυιαν ἱκάνω· ἀλλά μοι Ὠρείθυια χολώεται, ὅττι καὶ αὐτὴ446 in vol. 2
340αἷμα φέρει Μαραθῶνος, ὅθεν φίλος ἔπλετο Θησεύς. εἰ Ζέφυρος κλονέει, Ζεφυρηίδι δείξατε νύμφῃ Ἴριδι μητρὶ Πόθοιο βιαζομένην Ἀριάδνην· εἰ Νότος, εἰ θρασὺς Εὖρος, ἐς Ἠριγένειαν ἱκάνω μεμφομένη φλογέων ἀνέμων δυσέρωτι τεκούσῃ.
345δὸς κενεὴν πάλιν, Ὕπνε, φίλην χάριν, ἶσον ἐκείνῳ πέμπων ἄλλον ὄνειρον ἐπήρατον, ὄφρα νοήσω κύπριδος ὑπναλέης γλυκερὴν ἀπατήλιον εὐνήν· μοῦνον ἐμοῖς δήθυνον ἐπ’ ὄμμασιν, ὄφρα νοήσω ἄπνοον οἶστρον ἔρωτος ὀνειρείων ὑμεναίων.

47

(350)

εἰ μὲν ἐς Ἀτθίδα γαῖαν, ἐπίκλοπε νυμφίε Θησεῦ, σὸν πλόον ἐκ Νάξοιο μετήγαγον ἅρπαγες αὖραι, εἰπέ μοι εἰρομένῃ, καὶ ἐς Αἴολον αὐτίκα βαίνω μεμφομένη ῥοθίοισι καὶ οὐχ ὁσίοισιν ἀήταις· εἰ δέ με τὴν λιπόπατριν ἐρημάδι πάρθετο Νάξῳ
355καὶ σέθεν ἀγνώσσοντος ἀμείλιχος ἔπλεε ναύτης, ἤλιτεν εἰς Θησῆα καὶ εἰς Θέμιν, εἰς Ἀφροδίτην· μηκέτι ναυτίλος οὗτος ἴδοι ποτὲ πομπὸν ἀήτην, μηδέ μιν ἀσταθέεσσι συνιππεύοντα θυέλλαις ἵλαος ἀθρήσειε γαληναῖος Μελικέρτης·
360ἀλλὰ Νότος πνεύσειεν, ὅτε χρέος ἐστὶ Βορῆος· Εὖρον ἴδοι Ζεφύρου κεχρημένος· εἰαρινοὶ δὲ ποντοπόροις ὅτε πᾶσιν ἐπιπνείουσιν ἀῆται, χειμερίῃ τότε μοῦνος ὁμιλήσειε θαλάσσῃ. ἤλιτεν οὗτος ἄθεσμος ὁ ναυτίλος· ἀλλὰ καὶ αὐτὴ447 in vol. 2
365ἀασάμην ποθέουσα σαόφρονος ἀστὸν Ἀθήνης. αἴθε μιν οὐκ ἐπόθησα δυσίμερος· εἰς Παφίην γὰρ ὁππόσον ἱμερόεις, τόσον ἄγριος ἔπλετο Θησεύς· οὐ τάδε μοι κατέλεξεν ἐμὸν μίτον εἰσέτι πάλλων· οὐ τάδε μοι κατέλεξε παρ’ ἡμετέρῳ λαβυρίνθῳ.
370αἴθε μιν ἔκτανε ταῦρος ἀμείλιχος· ἴσχεο, φωνή, ἀφροσύνης, μὴ κτεῖνε νέον γλυκύν· ὤμοι ἐρώτων· Θησεὺς ἔπλεε μοῦνος ἐς εὐώδινας Ἀθήνας. οἶδα, πόθεν με λέλοιπε· μιῆς τάχα παρθενικάων σύμπλοον ἔσχεν ἔρωτα, καὶ ἐν Μαραθῶνι χορεύει
375εἰς ἑτέρης γάμον ἄλλον, ἐγὼ δ’ ἔτι Νάξον ὁδεύω. παστὸς ἐμὸς πέλε Νάξος, ἐπίκλοπε νυμφίε Θησεῦ· ὤλεσα καὶ γενέτην καὶ νυμφίον· ὤμοι ἐρώτων· οὐχ ὁρόω Μίνωα, καὶ οὐ Θησῆα δοκεύω· Κνωσσὸν ἐμὴν προλέλοιπα, τεὰς δ’ οὐκ εἶδον Ἀθήνας·
380πατρὸς ἐνοσφίσθην καὶ πατρίδος· ἆ μέγα δειλή, ἕδνον ἐμῆς φιλότητος ὕδωρ ἁλός. ἐς τίνα φεύγω; τίς θεὸς ἁρπάξει με καὶ εἰς Μαραθῶνα κομίσσει Κύπριδι καὶ Θησῆι δικαζομένην Ἀριάδνην;
τίς με λαβὼν κομίσειε δι’ οἴδματος; αἴθε καὶ αὐτὴ448 in vol. 2
385ἡμετέρης μίτον ἄλλον ἴδω πομπῆα κελεύθου· τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ μίτον, ὥς κεν ἀλύξω Αἰγαίης ἁλὸς οἶδμα καὶ εἰς Μαραθῶνα περήσω, ὄφρα περιπτύξω σε, καὶ εἰ στυγέεις Ἀριάδνην, ὄφρα περιπτύξω σε τὸν ὁρκαπάτην παρακοίτην.
390δέξο με σῶν λεχέων θαλαμηπόλον, ἢν ἐθελήσῃς· καὶ στορέσω σέο λέκτρα ... μετὰ Κρήτην † ἀριάδνην οἷά τε ληισθεῖσα· καὶ ὀλβίστῃ σέο νύμφῃ τλήσομαι, ὡς θεράπαινα, πολύκροτον ἱστὸν ὑφαίνειν καὶ φθονεροῖς ὤμοισιν ἀήθεα κάλπιν ἀείρειν,
395καὶ γλυκερῷ Θησῆι φέρειν ἐπιδόρπιον ὕδωρ· μοῦνον ἴδω Θησῆα· καὶ ἡμετέρη ποτὲ μήτηρ ἀγρονόμοις θήτευε, καὶ αὐχένα κάμψε νομῆι, βοσκομένῳ δ’ ὀάριζεν ἀφωνήτῳ τινὶ ταύρῳ, καὶ βοῒ ταῦρον ἔτικτε· μελιζομένου δὲ βοτῆρος

47

(400)

πηκτίδος οὐ πόθον ἔσχεν, ὅσον μυκηθμὸν ἀκούειν. οὐ μὲν ἐγὼ ψαύσοιμι καλαύροπος, οὐ παρὰ φάτνῃ στήσομαι· ἡμετέρης δὲ παρέσσομαι ἐγγὺς ἀνάσσης
φθεγγομένῳ Θησῆι, καὶ οὐ μυκηθμὸν ἀκούω. καὶ τεὸν ἱμερόεντα γάμων ὑμέναιον ἀείσω449 in vol. 2
405ζῆλον ὑποκλέπτουσα νεοζυγέος σέο νύμφης. στῆσον Ναξιάδεσσι παρ’ ᾐόσι ποντοπορεύων, στῆσον ἐμοὶ σέο νῆα· τί, ναυτίλε, καὶ σὺ χαλέπτεις; ὣς ἄρα καὶ σὺ πέλεις Μαραθώνιος· εἰ μὲν ἱκάνεις εἰς ἐρατὴν σέο γαῖαν, ὅπῃ δόμος ἐστὶν Ἐρώτων,
410δέξο με δειλαίην, ἵνα Κέκροπος ἄστυ νοήσω· εἰ δέ με καλλείψεις καί, ἀμείλιχε, ποντοπορεύεις, εἰπὲ τεῷ Θησῆι κινυρομένην Ἀριάδνην, μεμφομένην ἀτέλεστον ἐπίκλοπον ὅρκον Ἐρώτων. οἶδα, πόθεν Θησῆος ὑπόσχεσιν ἠπεροπῆος
415θῆκεν Ἔρως βαρύμηνις ἀνήνυτον· ἀντὶ γὰρ Ἥρης, ἣν Ζυγίην καλέουσιν, ἀπειρογάμοιο θεαίνης ὤμοσεν ἀχράντοιο γαμήλιον ὅρκον Ἀθήνης· Παλλάδος ὅρκον ὄμοσσε· τί Παλλάδι καὶ Κυθερείῃ;“ τοῖα κινυρομένης ἐπετέρπετο Βάκχος ἀκούων·
420Κεκροπίην δ’ ἐνόησε καὶ οὔνομα Θησέος ἔγνω καὶ στόλον ἐκ Κρήτης ἀπατήλιον· ἄγχι δὲ κούρης ἔνθεον εἶδος ἔχων ἀμαρύσσετο· παρθενικὴν δὲ φέρτερον εἰς πόθον ἄλλον ἐμάστιε κέντορι κεστῷ θοῦρος Ἔρως περίφοιτος, ὅπως Μινωίδα κούρην
425πειθομένην ζεύξειε κασιγνήτῳ Διονύσῳ. καὶ κινυρὴν δυσέρωτα παρηγορέων Ἀριάδνην
τοῖον ἔπος φάτο Βάκχος ἑῇ φρενοθελγέι φωνῇ· „παρθένε, τί στενάχεις ἀπατήλιον ἀστὸν Ἀθήνης; μνῆστιν ἔα Θησῆος· ἔχεις Διόνυσον ἀκοίτην,450 in vol. 2
430ἀντὶ μινυνθαδίου πόσιν ἄφθιτον· εἰ δέ σε τέρπει ἥλικος ἠιθέου ῥοδόεν δέμας, οὔ ποτε Θησεὺς εἰς ἀρετὴν καὶ κάλλος ἐριδμαίνει Διονύσῳ. ἀλλ’ ἐρέεις· ‘ναετῆρα πεδοσκαφέος λαβυρίνθου δισσοφυῆ φοίνιξεν ὁμόζυγον ἀνέρα ταύρῳ·‘
435οἶδας ἀοσσητῆρα τεὸν μίτον· οὐ γὰρ ἀγῶνα εὗρεν ἀεθλεύειν κορυνηφόρος ἀστὸς Ἀθήνης, εἰ μὴ θῆλυς ἄμυνε ῥοδόχροος· οὔ σε διδάξω καὶ Παφίην καὶ Ἔρωτα καὶ ἠλακάτην Ἀριάδνης. αἰθέρος οὐκ ἐρέεις ὅτι μείζονές εἰσιν Ἀθῆναι·
440οὐ Διὶ παμμεδέοντι πανείκελος ἔπλετο Μίνως, σὸς γενέτης· οὐ Κνωσσὸς ὁμοίιός ἐστιν Ὀλύμπῳ. οὐδὲ μάτην στόλος οὗτος ἐμῆς ἀπεβήσατο Νάξου, ἀλλὰ Πόθος σε φύλαξεν ἀρειοτέροις ὑμεναίοις· ὀλβίη, ὅττι λιποῦσα χερείονα Θησέος εὐνὴν
445δέμνιον ἱμερόεντος ἐσαθρήσεις Διονύσου. τί πλέον ἤθελες εὖχος ὑπέρτερον; ἀμφότερον γὰρ οὐρανὸν οἶκον ἔχεις, ἑκυρὸς δέ σοί ἐστι Κρονίων. οὔ σοι Κασσιέπεια δυνήσεται ἰσοφαρίζειν
παιδὸς ἑῆς διὰ κόσμον Ὀλύμπιον· αἰθερίους γὰρ451 in vol. 2

47

(450)

δεσμοὺς Ἀνδρομέδῃ καὶ ἐν ἄστρασιν ὤπασε Περσεύς· ἀλλά σοι ἀστερόεν τελέσω στέφος, ὥς κεν ἀκούσῃς εὐνέτις αἰγλήεσσα φιλοστεφάνου Διονύσου.“ εἶπε παρηγορέων· καὶ ἐπάλλετο χάρματι κούρη μνῆστιν ὅλην Θησῆος ἀπορρίψασα θαλάσσῃ,
455οὐρανίου μνηστῆρος ὑποσχεσίην ὑμεναίων δεξαμένη. καὶ παστὸν Ἔρως ἐπεκόσμεε Βάκχῳ· καὶ χορὸς ἐσμαράγησε γαμήλιος· ἀμφὶ δὲ παστῷ ἄνθεα πάντα τέθηλε· καὶ εἰαρινοῖσι πετήλοις Νάξον ἐκυκλώσαντο χορίτιδες Ὀρχομενοῖο·
460καὶ θαλάμους ἐλίγαινεν Ἁμαδρυάς, ἀμφὶ δὲ πηγαῖς Νηιὰς ἀκρήδεμνος ἀσάμβαλος ᾔνεσε Νύμφη δαίμονι βοτρυόεντι συναπτομένην Ἀριάδνην· Ὀρτυγίη δ’ ὀλόλυζε, πολισσούχοιο δὲ Φοίβου γνωτῷ νύμφιον ὕμνον ἀνακρούουσα Λυαίῳ
465εἰς χορὸν ἐσκίρτησε καὶ ἀστυφέλικτος ἐοῦσα. πορφυρέοις δὲ ῥόδοισι περίτροχον ἄνθος ἑλίσσων μάντις Ἔρως πυρόεις στέφος ἔπλεκε, σύγχροον ἄστρων, οὐρανίου Στεφάνοιο προάγγελον· ἀμφὶ δὲ νύμφαι Ναξιάδες .....................
469a..... σκίρτησε γαμοστόλος ἐσμὸς Ἐρώτων.
470καὶ ζυγίοις θαλάμοισιν ὁμιλήσας ὑμεναίοις
Χρυσοπάτωρ πολύπαιδα γονὴν ἔσπειρεν ἀκοίτης. καὶ δολιχὴν πολιοῖο χρόνου στροφάλιγγα κυλίνδων μητέρος εὐώδινος ἑῆς ἐμνήσατο Ῥείης· καὶ χαρίτων πλήθουσαν ἀμεμφέα Νάξον ἐάσσας452 in vol. 2
475Ἑλλάδος ἄστεα πάντα μετήιεν· ἱπποβότου δὲ Ἄργεος ἐγγὺς ἵκανε, καὶ εἰ λάχεν Ἴναχον Ἥρη. οἱ δέ μιν οὐκ ἐδέχοντο, χοροπλεκέας δὲ γυναῖκας καὶ Σατύρους ἐδίωκον, ἀπηρνήσαντο δὲ θύρσους, μή ποτε δηλήσαιτο Πελασγικὸν ἕδρανον Ἥρη,
480ζηλήμων βαρύμηνις ἐπιβρίζουσα Λυαίῳ· Σιληνοὺς δὲ γέροντας ἐρήτυον. ἀχνύμενος δὲ Ἰναχίδας Διόνυσος ὅλας οἴστρησε γυναῖκας· μυκηθμῷ δ’ ἀλάλαζον Ἀχαιίδες· ἀντομένοις δὲ ἔχραον ἐν τριόδοισιν· ἐπὶ σφετέροισι δὲ δειλαὶ
485ἀρτιτόκοις βρεφέεσσιν ἐπωξύνοντο μαχαίραις· ὧν ἡ μὲν ξίφος εἷλκε καὶ ἔκτανεν υἱέα μήτηρ, ἄλλη δὲ τριέτηρον ἀπηλοίησε γενέθλην, καί τις ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην εἰσέτι μαστεύοντα φίλον γλάγος· ὀλλυμένων δὲ
490Ἴναχος ἀρτιτόκων βρεφέων ἐπεμαίνετο πότμῳ· μήτηρ δ’ ἔκτανεν υἷα, καὶ οὐ πόθος ἔπλετο μαζῶν παιδοκόμων, οὐ μνῆστις ἀναγκαίου τοκετοῖο· Ἀστερίων δ’, ὅθι πολλὰ θαλύσια μείζονος ἥβης ἠιθέων κείροντο λιπότριχος ἄνθεα κόρσης,
495αὐτοὺς παῖδας ἔδεκτο καὶ οὐκέτι βόστρυχα χαίτης. καί τις ἰδών τινα λάτριν ἐπερχομένοιο Λυαίου τοῖον ἔπος κατέλεξε Πελασγίδος ἀστὸς ἀρούρης· „οὗτος ὁ βότρυν ἔχων, διφυὲς γένος, ἄξιον Ἥρης Ἄργος ἔχει Περσῆα καὶ οὐ χατέει Διονύσου·453 in vol. 2

47

(500)

ἄλλον ἔχω Διὸς υἷα καὶ οὐ Βάκχοιο χατίζω. ποσσὶ πολυσκάρθμοισι πατεῖ Διόνυσος ὀπώρην· ἴχνεσιν ὑψιπόροισιν ἐμὸς πρόμος ἠέρα τέμνει. μὴ κισσῷ δρεπάνην ἰσάζετε· καὶ γὰρ ἀρείων Βάκχου θυρσοφόρου δρεπανηφόρος ἔπλετο Περσεύς·
505εἰ στρατὸν Ἰνδὸν ἔπεφνεν, ἀέθλιον ἶσον ἐνίψω Γοργοφόνῳ Περσῆι καὶ Ἰνδοφόνῳ Διονύσῳ. εἰ δὲ πολυκλύστοιο παρ’ Ἑσπέριον κλίμα πόντου ὁλκάδα λαϊνέην Τυρσηνίδα πῆξε θαλάσσῃ, κῆτος ὅλον περίμετρον ἐμὸς πετρώσατο Περσεύς.
510εἰ δὲ τεὸς Διόνυσος ἐρημονόμῳ παρὰ πόντῳ ὑπναλέην ἐσάωσεν ἐπ’ ἠιόνων Ἀριάδνην, δεσμοὺς Ἀνδρομέδης πτερόεις ἀνελύσατο Περσεύς, ἄξιον ἕδνον ἔχων πετρώδεα θῆρα θαλάσσης· οὐ πόσις Ἀνδρομέδης Παφίης χάριν, οὔ ποτε Περσεὺς
515Θησέος ἱμείρουσαν ἑὴν ἐρρύσατο νύμφην· ἀλλὰ σαοφρονέοντα γάμον λάχεν. ὡς Σεμέλην δέ,
οὐ Δανάην πυρόεντες ἐτεφρώσαντο κεραυνοί· ἀλλὰ πατὴρ Περσῆος Ὀλύμπιος ὄμβρος ἐρώτων χρύσεος εἰς γάμον ἦλθε καὶ οὐ φλογόεις παρακοίτης.454 in vol. 2
520οὐκ ἄγαμαί ποτε τοῦτον ἐγὼ πρόμον· ἐν παλάμῃ γὰρ ποῖον ἔχει δόρυ θοῦρον ἀρήιον; ἴσχεο, Περσεῦ· Γοργοφόνῳ δρεπάνῃ μὴ μάρναο θήλεϊ κισσῷ· μὴ σέο χεῖρα μίαινε γυναικείοισι κοθόρνοις· μὴ κυνέην Ἀίδαο τεοῖς κροτάφοισι τινάξῃς
525στέμματος ἀμπελόεντος ἐναντίον· ἢν δ’ ἐθελήσῃς, Ἀνδρομέδην θώρηξον ἀθωρήκτῳ Διονύσῳ. χάζεό μοι, Διόνυσε, καὶ ἵππιον Ἄργος ἐάσσας Θήβης ἑπταπύλοιο πάλιν βάκχευε γυναῖκας· κτεῖνε νέον Πενθῆα· τί Περσέι καὶ Διονύσῳ;
530Ἴναχον ὠκυρέεθρον ἀναίνεο· καί σε δεχέσθω Θήβης Ἀονίης ποταμὸς βραδύς· οὔ σε διδάξω Ἀσωπὸν βαρύγουνον ἔτι ζείοντα κεραυνῷ.“ τοῖον ἔπος κατέλεξεν ἐπεγγελόων Διονύσῳ. Ἀργείην δὲ φάλαγγα Πελασγιὰς ὥπλισεν Ἥρη·
535μαντιπόλῳ δ’ ἤικτο Μελάμποδι· χωομένη δὲ Γοργοφόνῳ Περσῆι μαχήμονα ῥήξατο φωνήν· „οὐρανίης βλάστημα γονῆς, κορυθαιόλε Περσεῦ, σὴν δρεπάνην ἀνάειρε, μὴ ἀπτολέμῳ τινὶ θύρσῳ ἀδρανέες τεὸν Ἄργος ἀιστώσωσι γυναῖκες·
540μὴ τρομέοις ἕνα μοῦνον ὄφιν ζωστῆρα κομάων,
ὅττι δαφοινήεσσα τεὴ θηροκτόνος ἅρπη λήια τοσσατίων ὀφίων ἤμησε Μεδούσης· Βασσαρίδων δὲ φάλαγγι κορύσσεο· χαλκορόφου δὲ μνώεο παρθενεῶνος, ὅπῃ Δανάης διὰ κόλπου455 in vol. 2
545χρύσεον ὄμβρον ἔχευε γαμοκλόπον ὑέτιος Ζεύς, μὴ Δανάη μετὰ λέκτρα, μετὰ χρυσέους ὑμεναίους οὐτιδανῷ γόνυ δοῦλον ὑπογνάμψειε Λυαίῳ· δεῖξον, ὅτι Κρονίωνος ἐτήτυμον αἷμα κομίζεις, δεῖξον, ὅτι χρύσειον ἔχεις γένος, οὐρανίου δὲ

47

(550)

λέκτρα τεοῦ κήρυξον ἐχεκτεάνου νιφετοῖο. καὶ Σατύροις πολέμιζε· κορυσσομένῳ δὲ Λυαίῳ φοίνιον ὄμμα τίταινε δρακοντοκόμοιο Μεδούσης, καὶ μετὰ πικρὸν ἄνακτα πολυκλύστοιο Σερίφου λαΐνεον νέον ἄλλον ἐσαθρήσω Πολυδέκτην.
555σὺν σοὶ πανδαμάτειρα κορύσσεται Ἀργολὶς Ἥρη μητρυιὴ Βρομίοιο· προασπίζων δὲ Μυκήνης σὴν δρεπάνην κούφιζε σαόπτολιν, ὄφρα νοήσω ἑσπομένην Περσῆι δορικτήτην Ἀριάδνην. κτεῖνε βοοκραίρων Σατύρων στίχα· Βασσαρίδων δὲ
560ὄμματι Γοργείῳ βροτέην μετάμειψον ὀπωπὴν εἰς βρέτας αὐτοτέλεστον ὁμοίιον· ἀντιτύπῳ δὲ κάλλεϊ πετρήεντι τεὰς κόσμησον ἀγυιάς, Ἰναχίαις ἀγορῇσιν ἀγάλματα ποικίλα τεύχων.
τί τρομέεις Διόνυσον, ὃν οὐ Διὸς ἤροσαν εὐναί;456 in vol. 2
565εἰπέ, τί σοι ῥέξειε; μετάρσιον ἠεροφοίτην πεζὸς ὑπὲρ δαπέδοιο πότε πτερόεντα κιχήσει;“ ἔννεπε θαρσύνουσα· καὶ ἐς μόθον ἔπτατο Περσεύς. καὶ ναέτας καλέουσα Πελασγιὰς ἔβρεμε σάλπιγξ, ὧν ὁ μὲν αἰχμητῆρος ἐκούφισε Λυγκέος αἰχμήν,
570ὃς δὲ παλαιοτέροιο Φορωνέος, ὃς δὲ Πελασγοῦ, ἄλλος ἀνηέρταζεν Ἀβαντίδα χειρὶ βοείην καὶ μελίην Προίτοιο, καὶ Ἀκρισίοιο φαρέτρην ἄλλος ἀνὴρ κούφιζεν, ὁ δὲ θρασὺς εἰς μόθον ἔστη ἆορ ἔχων Δαναοῖο, τό πέρ ποτε γυμνὸν ἀείρων
575θυγατέρας θώρηξεν ἐς ἀνδροφόνους ὑμεναίους, ἄλλος ἔην κρατέων πέλεκυν μέγαν, ὃν παρὰ βωμῷ Ἴναχος ἀστυόχοιο θυηπόλος ἔνθεος Ἥρης ἵστατο κουφίζων βοέων τμητῆρα μετώπων. καὶ στρατὸς ἐγρεκύδοιμος ἀερσιπόδων ὑπὲρ ἵππων
580ἔδραμε μαρναμένου μετὰ Περσέος· ὃς δὲ παρέστη τρηχαλέοις στομάτεσσι μάχης ἀλαλαγμὸν ἰάλλων, πεζὸς ἀνήρ, καὶ τόξα συνήρμοσε κυκλάδι νευρῇ, καὶ γλαφυρὴν ἤειρεν ὑπὲρ νώτοιο φαρέτρην· καὶ πρόμος Ἀργείων δρεπανηφόρος ἔπλετο Περσεύς,
585καὶ πόδας ἠερίοισιν ἐπεσφήκωσε πεδίλοις, καὶ κεφαλὴν κούφιζεν ἀθηήτοιο Μεδούσης. λυσικόμους δ’ Ἰόβακχος ἑὰς ἐκόρυσσε γυναῖκας καὶ Σατύρους κερόεντας· ἐβακχεύθη δὲ κυδοιμῷ
ἠερίην πτερόεντος ἰδὼν προμάχοιο πορείην·457 in vol. 2
590χειρὶ δὲ θύρσον ἄειρεν, ἑοῦ προβλῆτα προσώπου κουφίζων ἀδάμαντα, Διὸς πετρούμενον ὄμβρῳ λᾶαν ἀλεξητῆρα λιθογλήνοιο Μεδούσης, ὄφρα φύγῃ σέλας ἐχθρὸν ἀθηήτοιο προσώπου. Βασσαρίδων δὲ φάλαγγας ἰδὼν καὶ θύσθλα Λυαίου,
595φρικαλέον γελόων κορυθαιόλος ἔννεπε Περσεύς· „ἡδὺς ὁ θύρσον ἔχων, χλοερὸν βέλος, εἰς ἐμὲ βαίνων· οὐτιδανοῖς πετάλοισι κορύσσεαι, ἄρεα παίζων; εἰ Διὸς ἔλλαχες αἷμα, τεὴν ἀνάφαινε γενέθλην· εἰ ποταμοῦ χρύσειον ἔχεις Πακτώλιον ὕδωρ,

47

(600)

χρυσὸν ἔχω γενετῆρα, πατὴρ δ’ ἐμὸς ὑέτιος Ζεύς· ἠνίδε φοινίσσοντα θεμείλια παρθενεῶνος, λείψανα κεῖνα φέροντα ῥυηφενέος νιφετοῖο. ἀλλὰ φύγε κλυτὸν Ἄργος, ἐπεὶ μενεδήιος Ἥρη ἔλλαχεν ἕδρανα ταῦτα τεῆς ὀλέτειρα τεκούσης,
605μή σε τὸν οἰστρήσαντα καὶ οἰστρηθέντα τελέσσῃ, μή σε πάλιν μανίῃ τεθοωμένον ὀψὲ νοήσω.“ ὣς εἰπὼν προμάχιζεν. ἀνεπτοίησε δὲ Βάκχας Ἄρεα θωρήξασα καὶ ἀμητῆρα Μεδούσης Ἥρη πανδαμάτειρα· καταιθύσσουσα δὲ Βάκχου
610ἀστεροπῆς μίμημα, θεόσσυτον ἁλλόμενον πῦρ, ῥῖψε κατὰ Βρομίοιο σελασφόρον αἴθοπα λόγχην. καὶ γελόων Διόνυσος ἀμείβετο θυιάδι φωνῇ· „οὐ τόσον ἀστράπτουσαν ἔχεις ἀσίδηρον ἀκωκήν·
οὐ δύνασαι κλονέειν με, καὶ εἰ λάχες ἔμπυρον αἰχμήν·458 in vol. 2
615οὐδέ με πημαίνει στεροπὴ Διός· ἡμιτελῆ γὰρ νήπιον εἰσέτι Βάκχον ἐχυτλώσαντο κεραυνοὶ ἀφλεγὲς ἄσθμα χέοντες ἀδηλήτῳ Διονύσῳ. καὶ σὺ μέγα φρονέων δρεπανηφόρε παύεο Περσεῦ· Γοργόνος οὐ μόθος οὗτος ὀλίζονος, οὐ μία νύμφη
620Ἀνδρομέδη βαρύδεσμος ἀέθλιον· ἀλλὰ Λυαίῳ δῆριν ἄγεις, ὃς Ζηνὸς ἔχει γένος, ᾧ ποτε μούνῳ Ῥείη μαζὸν ὄρεξε φερέσβιον, ὅν ποτε πυρσῷ ἀστεροπῆς γαμίης μαιώσατο μειλιχίη φλόξ, ὃν δύσις, ὃν θάμβησεν Ἑωσφόρος, ᾧ στίχες Ἰνδῶν
625εἴκαθον, ὃν τρομέων καὶ Δηριάδης καὶ Ὀρόντης ἠλιβάτων ἀπέλεθρον ἔχων ἴνδαλμα Γιγάντων ἤριπεν, ᾧ θρασὺς Ἄλπος ὑπώκλασεν, υἱὸς ἀρούρης, ἀγχινεφὲς περίμετρον ἔχων δέμας, ᾧ γόνυ κάμπτει λαὸς Ἄραψ, Σικελὸς δὲ μελίζεται εἰσέτι ναύτης
630Τυρσηνῶν νόθον εἶδος ἁλίδρομον, ὧν ποτε μορφὴν ἀνδρομέην ἤμειψα μετάτροπον, ἀντὶ δὲ φωτῶν ἰχθύες ὀρχηστῆρες ἐπισκαίρουσι θαλάσσῃ. Θήβης δ’ ἑπταπύλου γόον ἔκλυες· οὔ σε διδάξω αἰνομανῆ Πενθῆα καὶ ὠλεσίτεκνον Ἀγαύην·
635φήμης δ’ οὐ χατέεις ἢ μάρτυρος, ὅττι Λυαίου
πειρήθη τεὸν Ἄργος, Ἀχαιιάδες δὲ καὶ αὐταὶ σφωιτέρας ὠδῖνας ἔτι στενάχουσι γυναῖκες. ἀλλά, φίλος, πολέμιζε, καὶ αἰχμάζοντα κορύμβοις αἰνήσεις τάχα Βάκχον, ὅτι πτερὰ σεῖο πεδίλων459 in vol. 2
640ὄψεαι ἀρραγέεσσιν ἐμοῖς εἴκοντα κοθόρνοις· οὔ ποτε Βασσαρίδων σκεδάσεις μόθον, οὔ ποτε λήξω πέμπων οἴνοπα θύρσον, ἕως τεὸν Ἄργεϊ δείξω ἔγχεϊ κισσήεντι πεπαρμένον ἀνθερεῶνα καὶ δρέπανον πετάλοις νικώμενον· οὔ σε σαώσει
645Ζεὺς ἐμός, οὐ Γλαυκῶπις ὁμόγνιος, οὐ σέθεν Ἥρη, καὶ μάλα περ κοτέουσα μενεπτολέμῳ Διονύσῳ· ἀλλὰ κατακτείνω σε, καὶ αὐχήεσσα Μυκήνη ὄψεται ἀμηθέντα τὸν ἀμητῆρα Μεδούσης· ἤ σε περισφίγξας ἐνὶ λάρνακι μείζονι θήσω

47

(650)

πλωτὸν ἀκοντίζων σε τὸ δεύτερον ἠθάδι πόντῳ· ἢν δ’ ἐθέλῃς, ἐπίβηθι τεῆς πάλιν ὀψὲ Σερίφου. εἰ δὲ τεῇ χρυσέῃ μεγαλίζεαι ἀμφὶ γενέθλῃ, οὐτιδανὴν συνάεθλον ἔχε χρυσῆν Ἀφροδίτην.“ ὣς εἰπὼν προμάχιζεν· ἐπεστρατόωντο δὲ Βάκχαι,
655καὶ Σάτυροι πολέμιζον. ὑπὲρ Βρομίου δὲ καρήνου αἰθύσσων πτερὰ κοῦφα μετάρσιος ἵπτατο Περσεύς· ὑψώσας δ’ Ἰόβακχος ἑὸν δέμας, αἰθέρι γείτων ἄπτερος ὑψικέλευθος ἀείρετο μείζονι μορφῇ
ἱπταμένου Περσῆος ὑπέρτερος, ἑπταπόρῳ δὲ460 in vol. 2
660αἰθέρι χεῖρα πέλασσε, καὶ ὡμίλησεν Ὀλύμπῳ, καὶ νεφέλας ἔθλιψε· φόβῳ δ’ ἐλελίζετο Περσεὺς δεξιτερὴν ἀκίχητον ὀπιπεύων Διονύσου ἠελίου ψαύουσαν, ἐφαπτομένην δὲ σελήνης. ἀλλὰ λιπὼν Διόνυσον ἐμάρνατο θυιάσι Βάκχαις·
665καὶ παλάμῃ δονέων θανατηφόρον ὄμμα Μεδούσης λαϊνέην ποίησε κορυσσομένην Ἀριάδνην. καὶ πλέον ἔβρεμε Βάκχος ἰδὼν πετρώδεα νύμφην· καί νύ κεν Ἄργος ἔπερσε καὶ ἐπρήνιξε Μυκήνας καὶ Δαναῶν ἤμησεν ὅλην στίχα, καί νύ κεν αὐτὴν
670μαρναμένην ἄγνωστον ἀνούτατον οὔτασεν Ἥρην μάντιος ἀντιτύποιο νόθῃ βροτοειδέι μορφῇ, καί νύ κεν ὠκυπέδιλος ὑπὲρ μόρον ἔφθιτο Περσεύς, εἰ μή μιν κατόπισθε φανεὶς πτερόεντι πεδίλῳ χρυσείης πλοκαμῖδος ἑλὼν ἀνεσείρασεν Ἑρμῆς,
675καί μιν ἀλεξικάκῳ φιλίῳ μειλίξατο μύθῳ· „Ζηνὸς γνήσιον αἷμα, νόθος ζηλήμονος Ἥρης, οἶσθα μέν, ὥς σε σάωσα Διιπετέων ἀπὸ πυρσῶν, καί σε Λάμου ποταμοῖο θυγατράσιν ὤπασα Νύμφαις εἰσέτι κουρίζοντα, πάλιν δέ σε χερσὶν ἀείρων
680εἰς δόμον ὑμετέρης κουροτρόφον ἤγαγον Ἰνοῦς· καὶ σὺ τεῷ ῥυτῆρι φέρων χάριν υἱέι Μαίης, γνωτέ, μάχην εὔνησον ὁμόγνιον· ἀμφότεροι γὰρ Περσεὺς καὶ Διόνυσος ἑνὸς βλάστημα τοκῆος·
μὴ στρατὸν Ἀργείων μὴ μέμφεο Περσέος ἅρπην·461 in vol. 2
685οὐ γὰρ ἑκὼν ἐς ἄρηα κορύσσεται· ἀλλά μιν Ἥρη ὥπλισε, μαντιπόλου δὲ Μελάμποδος εἴδεϊ μορφῆς μάρναται ἀμφαδίην· σὺ δὲ χάζεο δῆριν ἐάσσας, μή σοι ἐπιβρίζειε πάλιν δυσμήχανος Ἥρη. ἀλλ’ ἐρέεις ἀλόχοιο τεῆς μόρον· εὐκλέι πότμῳ
690μαρναμένη τέθνηκε, σὺ δὲ φθιμένην Ἀριάδνην ὤφελες ὀλβίζειν, ὅτι τηλίκον εὗρε φονῆα οὐρανίης γεγαῶτα καὶ οὐ βροτέης ἀπὸ φύτλης, κήτεος ἀμητῆρα καὶ ἱπποτόκοιο Μεδούσης. οὐ λίνα Μοιράων ἐπιπείθεται· οὐρανίου γὰρ
695κάτθανεν Ἠλέκτρη Διὸς εὐνέτις, ᾤχετο δ’ αὐτὴ ἡ Διὶ νυμφευθεῖσα κασιγνήτη σέο Κάδμου Εὐρώπη μετὰ λέκτρον Ὀλύμπιον, ὑμετέρη δὲ εἰσέτι γαστρὶ φέρουσα τεὸν τόκον ὤλετο μήτηρ· οὐ Σεμέλη πρὸ μόροιο πύλας ἐπέρησεν Ὀλύμπου,

47

(700)

ἀλλ’ ὅτε πότμον ἔδεκτο. καὶ ὀλλυμένη σέο νύμφη ἵξεται ἀστερόφοιτον ἐς οὐρανόν, ἡμετέρης δὲ Πλειάδος ἑπταπόροιο φανήσεται ἐγγύθι Μαίης. τί πλέον ἤθελεν ἄλλο φιλαίτερον ἢ χθονὶ λάμπειν αἰθέρα ναιετάουσα μετὰ Κρήτην Ἀριάδνη;
705ἀλλὰ σὺ κάτθεο θύρσον, ἔα δ’ ἀνέμοισιν ἐνυώ, καὶ βρέτας αὐτοτέλεστον ἐπιχθονίης Ἀριάδνης οὐρανίης στήριξον ὅπῃ βρέτας ἵσταται Ἥρης. μὴ πόλιν ἐκπέρσειας, ὅπῃ σέθεν αἷμα τοκήων, ὑμετέρης δὲ γέραιρε βοοκραίρου πέδον Ἰοῦς462 in vol. 2
710εὐνήσας σέο θύρσον· Ἀχαιιάδας δὲ γυναῖκας αἰνήσεις μετόπισθεν, ἐπὴν ταυρώπιδος Ἥρης βωμὸν ἀναστήσωσι καὶ εὐθαλάμου σέο νύμφης.“ τοῖον ἔπος κατέλεξε, καὶ ἵππιον Ἄργος ἐάσσας εἰς πόλον αὖτις ἵκανεν, ἐπ’ ἀμφοτέροισι κεράσσας
715θεσμὸν ὁμοφροσύνης καὶ Περσέι καὶ Διονύσῳ. οὐδὲ μὲν αὐτόθι μίμνεν ἐπὶ χρόνον Ἀργολὶς Ἥρη· ἀλλὰ μεταστρέψασα νόθην βροτοειδέα μορφὴν θέσκελον εἶδος ἔχουσα πάλιν νόστησεν Ὀλύμπῳ. Ἰναχίῃ δὲ φάλαγγι γέρων ἀγόρευε Μελάμπους
720Λυγκέος ἀρχεγόνοιο θεουδέος αἷμα Πελασγοῦ „μαντιπόλῳ πείθεσθε καὶ οἴνοπι σείσατε Βάκχῳ, σείσατε χάλκεα ῥόπτρα καὶ εὔια τύμπανα Ῥείης, Ἰναχίην μὴ πᾶσαν ἀιστώσειε γενέθλην, μὴ μετὰ νήπια τέκνα καὶ ἡβητῆρας ὀλέσσῃ,
725μὴ τεκέων μετὰ πότμον ἀποκτείνειε γυναῖκας· ἀλλὰ θυηπολίην θεοτερπέα ῥέξατε Βάκχῳ καὶ Διὶ καὶ Περσῆι χορεύσατε καὶ Διονύσῳ.“ ὣς εἰπὼν παρέπεισεν· ἀολλίζοντο δὲ λαοὶ
Βάκχῳ νυκτιχόρευτον ἀνακρούοντες ἀοιδήν,463 in vol. 2
730καὶ τελετὰς στήσαντο· θεοκλήτῳ δὲ χορείῃ ῥόπτρα μὲν ἐπλατάγησεν, ἐπεκροτέοντο δὲ ταρσοί, καὶ δαΐδες σελάγιζον· ὁμηγερέες δὲ πολῖται μυστιπόλῳ χρίοντο παρήια λευκάδι γύψῳ· τύμπανα δ’ ἐπλατάγησεν, ἀρασσομένοιο δὲ χαλκοῦ
735δίκτυπος ἔβρεμε δοῦπος· ἐφοινίσσοντο δὲ βωμοὶ σφαζομένων στοιχηδὸν ἐπασσυτέρων ἀπὸ ταύρων, κτείνετο δ’ ἄσπετα μῆλα· καὶ ἀνέρες αἴθοπι βωμῷ Βάκχον ἐμειλίξαντο καὶ ἱλάσκοντο γυναῖκες· καὶ μέλος ἠερόφοιτον ἐπέκτυπε θῆλυς ἰωὴ
740κῶμον ἀμειβομένη ζωάγριον, Ἰναχίδες δὲ
Μαινάδες ἐρρίψαντο λαθίφρονα λύσσαν ἀήταις.464 in vol. 2

48

(t1)

ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΕΣΣΑΡΑΚΟΣΤΟΝ
t2ΟΓΔΟΟΝ.
1 Αὐτὰρ ὁ πορδαλίων ἐποχημένος ἄντυγι δίφρου Θρηικίῃ περίφοιτος ἐκώμασε Βάκχος ἀρούρῃ, ἵππιον ἀρχεγόνοιο Φορωνέος οὖδας ἐάσσας. οὐδὲ χόλον πρήυνε παλίγκοτον Ἰναχὶς Ἥρη
5Ἄργεος οἰστρηθέντος, Ἀχαιιάδων δὲ γυναικῶν λύσσης μνῆστιν ἔχουσα πάλιν θωρήσσετο Βάκχῳ. καὶ δολίας ἀνέφαινε λιτὰς παμμήτορι Γαίῃ, ἔργα Διὸς βοόωσα καὶ ἠνορέην Διονύσου Γηγενέων ὀλέσαντος ἀμετρήτων νέφος Ἰνδῶν·
10καὶ Σεμέλης ὅτε παῖδα φερέσβιος ἔκλυε μήτηρ Ἰνδῴην ταχύποτμον ἀιστώσαντα γενέθλην, μνησαμένη τεκέων πλέον ἔστενεν· ἀμφὶ δὲ Βάκχῳ αὐτογόνων θώρηξεν † ὀρίδρομα φῦλα Γιγάντων, ὑψιλόφους ἕο παῖδας ἀνοιστρήσασα κυδοιμῷ·
15 „παῖδες ἐμοί, μάρνασθε κορυμβοφόρῳ Διονύσῳ ἠλιβάτοις σκοπέλοισιν, ἐμῆς δ’ ὀλετῆρα γενέθλης
Ἰνδοφόνον Διὸς υἷα κιχήσατε· μηδὲ νοήσω σὺν Διὶ κοιρανέοντα νόθον σκηπτοῦχον Ὀλύμπου. δήσατε, δήσατε Βάκχον, ὅπως θαλαμηπόλος εἴη,465 in vol. 2
20ὁππότε Πορφυρίωνι χαρίζομαι εἰς γάμον Ἥρην καὶ Χθονίῳ Κυθέρειαν, ὅτε Γλαυκῶπιν ἀείσω εὐνέτιν Ἐγκελάδοιο καὶ Ἄρτεμιν Ἀλκυονῆος· ἄξατέ μοι Διόνυσον, ἵνα Κρονίωνα χαλέψω δουλοσύνην ὁρόωντα δορικτήτοιο Λυαίου·
25ἠέ μιν οὐτάζοντες ἀλοιητῆρι σιδήρῳ κτείνατέ μοι Ζαγρῆι πανείκελον, ὄφρα τις εἴπῃ ἢ θεὸς ἢ μερόπων τις, ὅτι Κρονίδαο γενέθλῃ Γαῖα χολωομένη διδύμους θώρηξε φονῆας, πρεσβυτέρους Τιτῆνας ἐπὶ προτέρῳ Διονύσῳ,
30ὁπλοτέρους δὲ Γίγαντας ἐπ’ ὀψιγόνῳ Διονύσῳ.“ ὣς φαμένη στίχα πᾶσαν ἀνεπτοίησε Γιγάντων. Γηγενέων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ, ὃς μὲν ἔχων νησαῖον ἐδέθλιον, ὃς δὲ σιδήρῳ ὑψινεφῆ κενεῶνα χαραδρήεντα κολάψας,
35αἰχμάζων σκοπέλοισιν ἐθωρήχθη Διονύσῳ· ὃς δὲ λόφον πετραῖον ἁλικρήπιδος ἀρούρης, ἄλλος ἁλιζώνοιο διαρρήξας ῥάχιν ἰσθμοῦ εἰς ἐνοπὴν ἔσπευδεν. ἀμετρήτοισι δ’ ἀγοστοῖς Πήλιον ὑψικάρηνον ἀνηκόντιζε Πελωρεὺς
40γυμνώσας Φιλύρης γλαφυρὸν δόμον· ἁρπαμένου δὲ ἀσκεπέος σκοπέλοιο γέρων ἐλελίζετο Χείρων, ἀνδροφυὴς ἀτέλεστος ὁμήλικι σύμπλοκος ἵππῳ. ἡμερίδων δὲ κόρυμβον ἔχων ὀλετῆρα Γιγάντων Βάκχος ἀερσιλόφοιο κατέτρεχεν Ἀλκυονῆος,466 in vol. 2
45οὐ δόρυ θοῦρον ἔχων, οὐ φοίνιον ἆορ ἀείρων, ἀλλὰ πολυσπερέας παλάμας ἐδάιξε Γιγάντων αἰχμάζων ἑλίκεσσι· φιλακρήτῳ δὲ πετήλῳ φρικτὰ πεδοτρεφέων ἐδαΐζετο φῦλα δρακόντων· τυπτομένων δὲ Γίγαντος ἐχιδνοκόμων κεφαλάων

48

(50)

αὐχένες ἀμηθέντες ἐπωρχήσαντο κονίῃ. κτείνετο δ’ ἄσπετα φῦλα· δαϊζομένων δὲ Γιγάντων αἵματος ἀενάου ποταμοὶ ῥέον, ἀρτιχύτοις δὲ πορφυρέοις ῥοθίοισιν ἐφοινίσσοντο χαράδραι. Γηγενέων δὲ φάλαγγες ἐβακχεύοντο δρακόντων
55βόστρυχα δειμαίνοντες ἐχιδνοκόμου Διονύσου. καὶ πυρὶ μάρνατο Βάκχος, ἐς ἠέρα δαλὸν ἰάλλων ἀντιβίων ὀλετῆρα· δι’ ὑψιπόρου δὲ κελεύθου Βακχιὰς αὐτοέλικτος ἐπέτρεχεν ἁλλομένη φλόξ,
γυιοβόρῳ σπινθῆρι καταΐσσουσα Γιγάντων·467 in vol. 2
60καί τις ἀπειλητῆρι φέρων σέλας ἀνθερεῶνι ἡμιδαὴς σύριζε δράκων πυριθαλπέι λαιμῷ, καπνὸν ἀποπτύων, οὐ λοίγιον ἰὸν ἰάλλων. καὶ κλόνος ἄσπετος ἦεν· ἐπ’ ἀντιβίων δὲ καρήνῳ Βάκχος ἀνῃώρητο μαχήμονα δαλὸν ἀείρων,
66ἀντίτυπον μίμημα Διοβλήτοιο κεραυνοῦ,
65καὶ χθονίῳ πρηστῆρι δέμας θέρμαινε Γιγάντων.
67καὶ δαΐδες σελάγιζον· ἐπ’ Ἐγκελάδου δὲ καρήνῳ ἠέρα θερμαίνων ἐλελίζετο πυρσὸς ἀλήτης· ἀλλά μιν οὐκ ἐδάμασσε, καὶ οὐ χθονίου πυρὸς ἀτμῷ
70Ἐγκέλαδος γόνυ κάμψεν, ἐπεὶ πεφύλακτο κεραυνῷ. Ἀλκυονεὺς δ’ ἀπέλεθρος ἐπεσκίρτησε Λυαίῳ Θρηικίοις σκοπέλοις κεκορυθμένος· ἀμφὶ δὲ Βάκχῳ ὑψινεφῆ κούφιζε ῥάχιν δυσχείμονος Αἴμου εἰς σκοπὸν ἀχρήιστον ἀνουτήτου Διονύσου·
75καὶ σκοπιὴν ἔρριψεν· ἐφαπτόμεναι δὲ Λυαίου νεβρίδος ἀρρήκτοιο διεσχίζοντο κολῶναι· Ἠμαθίης δὲ κάρηνα νέος γύμνωσε Τυφωεὺς ὑψιφανής, προτέρῳ πανομοίιος, ὃς τότε πολλοὺς ῥωγαλέους κενεῶνας ἐκούφισε μητρὸς ἀρούρης,
80πετραίοις βελέεσσι καταιχμάζων Διονύσου. καί τινος ἀσπαίροντος ἐπὶ χθονὸς ἆορ ἐρύσσας Βάκχος ἄναξ κεκόρυστο Γιγαντείοισι καρήνοις, ἰοβόλων πλοκάμων ὀφιώδεα λήια κείρων· καὶ στρατὸν αὐτοτέλεστον ἀτευχέι χειρὶ δαΐζων468 in vol. 2
85μάρνατο λυσσήεις, χλοερῶν ἐπιβήτορα δένδρων κισσὸν ἔχων τανύφυλλον, ἀκοντιστῆρα Γιγάντων. καί νύ κε πάντας ἔπεφνεν ἑῷ ῥηξήνορι θύρσῳ, ἀλλὰ παλινδίνητος ἑκὼν ἀνεχάζετο χάρμης, δυσμενέας ζώοντας ἑῷ γενετῆρι φυλάσσων.
90 καί νύ κεν εἰς Φρυγίην ταχὺς ἔδραμεν ὠκέι ταρσῷ, ἀλλά μιν ἄλλος ἄεθλος ἐρήτυεν, ὄφρα θανόντων τοσσατίων ἕνα φῶτα κατακτείνειε φονῆα Παλλήνης γενέτην θανατηφόρον, ὅς ποτε κούρης οἶστρον ἔχων ἀθέμιστον ἁμαρτιγάμων ὑμεναίων
95συζυγίην ἀνέκοπτεν, ἀμετρήτους δὲ δαΐζων μελλογάμους μνηστῆρας ἀπέθρισεν, ὧν ὑπὸ λύθρῳ κτεινομένων καναχηδὸν ἐφοινίσσοντο παλαῖστραι, εἰσόκε Βάκχος ἵκανε Δίκης πρόμος· ἀγχιγάμου δὲ Παλλήνης δυσέρωτι παριστάμενος γενετῆρι

48

(100)

ῥιγεδανῆς ὑμέναιον ἀτάσθαλον ᾔτεε κούρης, ποικίλα δ’ ὤρεγε δῶρα· καὶ αἰτίζοντι Λυαίῳ
φρικτὸς ἀνὴρ κήρυξε παλαισμοσύνην ὑμεναίων· καί μιν ἄγων ἐπέβησε κακοξείνοιο παλαίστρης, ὁππόθι τολμήεσσα δορυσσόος ἵστατο κούρη469 in vol. 2
105νυμφιδίην ὤμοισιν ἐλαφρίζουσα βοείην. καὶ τότε Κύπρις ἔην ἐναγώνιος· ἦν δ’ ἐνὶ μέσσῳ γυμνὸς Ἔρως καὶ στέμμα γαμήλιον ὤρεγε Βάκχῳ, ἦν δὲ παλαισμοσύνη νυμφοστόλος· ἀργυφέῳ δὲ ἁβρὸν ἀνεχλαίνωσεν ἑὸν δέμας εἵματι Πειθὼ
110νίκην μελλογάμοιο προθεσπίζουσα Λυαίου. καὶ βριαρῶν μελέων ἀπεδύσατο φάρεα κούρη, καὶ δόρυ θοῦρον ἔθηκε γαμήλιον, ἁβροτέρη δὲ Σιθονὶς ἀκρήδεμνος ἀσάμβαλος ἵστατο κούρη, θηλυφανής, ἀσίδηρος, ἐρευθιόωντι δὲ δεσμῷ
115ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν· καὶ δέμας ἀσκεπὲς ἦεν, ἀμετρήτων δὲ κομάων ἀπλεκέες πλοκαμῖδες ἐπέρρεον αὐχένι κούρης, καὶ κνήμας ἀνέφαινε καὶ ἀσκεπέων πτύχα μηρῶν γυμνῆς φαινομένης ἐπιγουνίδος· ἀμφὶ δὲ μηροῖς
120ἥρμοσε λευκὸν ὕφασμα, γυναικείης σκέπας αἰδοῦς· καὶ χρόα πιαλέῳ πεπαλαγμένον εἶχεν ἐλαίῳ καὶ παλάμας πολὺ μᾶλλον, ὅπως ἀλύτων ἀπὸ χειρῶν ὑγρὸν ὀλισθήσειε πιεζομένη χρόα κούρη. καὶ βλοσυροῖς στομάτεσσιν ἀπειλήσασα Λυαίῳ
125νυμφοκόμῳ μνηστῆρι παρίστατο, διχθάδιον δὲ
αὐχένι δεσμὸν ἔβαλλεν ὁμόζυγι πήχεος ὁλκῷ· ἀλλὰ παλινδίνητον ἑὴν ἀνελύσατο δειρὴν Βάκχος ἀπορρίψας ἁπαλόχροα δάκτυλα κούρης, δεσμοῖς θηλυτέροισι περίπλοκον αὐχένα σείων·470 in vol. 2
130καὶ διδύμας στεφανηδὸν ἐπ’ ἰξύι χεῖρας ἑλίξας Παλλήνην ἐτίναξε ποδῶν ἑτεραλκέι παλμῷ· καὶ ῥοδέης παλάμης ἐδράξατο, Κυπριδίην δὲ εἶχε παραιφασίην χιονώδεα χεῖρα πιέζων· οὐδὲ τόσον μενέαινεν ἐπὶ χθονὶ παῖδα κυλίνδειν,
135ὅσσον ἐπιψαύειν ἁπαλοῦ χροός, ἡδέι μόχθῳ τερπόμενος· καὶ ἔκαμνε δολοπλόκον ἄσθμα τιταίνων ὡς βροτός, ἀμβολίῃ δὲ θελήμονι κάλλιπε νίκην. Παλλήνη δ’ ἐρόεσσα πάλης τεχνήμονι παλμῷ θηλυτέραις παλάμῃσι δέμας κούφιζε Λυαίου·
140οὐδέ μιν ἠέρταζε, τόσον βάρος, ἀλλὰ καμοῦσα ἄρσενα γυῖα λέλοιπεν ἀκινήτου Διονύσου. καὶ θεὸς ἀντιτύπων περιδέσμιον ἅμματι χειρῶν παρθενικὴν ἐρόεσσαν ἑλών, ἅτε θύρσον ἀείρων, δόχμιον ἀμφιέλικτον ἐκούφισεν ὑψόθεν ὤμου·
145χειρὶ δὲ φειδομένῃ βριαρὴν ἀπεσείσατο κούρην, Παλλήνην δ’ ἀτίνακτον ὅλην ἐτανύσσατο γαίῃ· καὶ δολίοις βλεφάροισιν ἑὴν ἐλέλιζεν ὀπωπήν, κούρης ἁβροκόμου κεκονιμένα γυῖα δοκεύων καὶ πλοκάμους ῥυπόωντας ἀκηδέστοιο καρήνου.

48

(150)

ἀλλὰ παλινδίνητος ἀναΐξασα κονίης ὄρθιος ἐστήριξε τὸ δεύτερον ἴχνια κούρη.471 in vol. 2
151
— — — καὶ τροχαλῇ Διόνυσος ἀφειδέι γούνατος ὁρμῇ γαστέρα Παλλήνης κρατέων ἑτεραλκέι παλμῷ παρθενικὴν μενέαινεν ὑπὲρ δαπέδοιο κυλίνδειν.
154— — —
155καὶ παλάμας μετέθηκεν ἐπὶ πλευροῖσιν ἑλίξας αὐχένα κυρτώσας ἐπικάρσιον, ἀμφὶ δὲ νώτῳ μεσσατίῳ κύκλωσεν ὀπίστερα δάκτυλα κάμψας, ἢ σφυρὸν ἢ κνήμην δεδοκημένος ἢ γόνυ μάρψειν.
158
— — — καὶ θεὸς αὐτοκύλιστος ἑκούσιος ἤριπε γαίῃ
160οὐτιδανῇ παλάμῃ νικώμενος· ἱμερόεν δὲ φάρμακον εἶχεν ἔρωτος, ἐνὶ γλυκερῇ δὲ κονίῃ κουφίζων ἐρόεις ἐπὶ νηδύι φόρτον ἐρώτων ὕπτιος αὐτὸς ἔμιμνε, καὶ οὐκ ἀπεσείσατο κούρην, ἀλλά μιν ἐσφήκωσε πόθου φρενοθελγέι δεσμῷ.
165ἡ δὲ ταχυστροφάλιγγι ποδῶν νωμήτορι παλμῷ ἴχνιον ᾐώρησεν, ἐρωμανέος δὲ Λυαίου ἄρσενα λύσατο χεῖρα· θεὸς δ’ ὑπ’ ὀλίζονι ῥιπῇ
γυῖα μεταστρέψας ῥοδέην ἐτανύσσατο κούρην ἐν δαπέδῳ στορέσας· καὶ ἐπὶ χθονὶ κέκλιτο κούρη472 in vol. 2
170χεῖρας ἐφαπλώσασα· τιταινομένης δὲ πιέσσας εὐπαλάμῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ. ὠκυτέροις δὲ πόδεσσι πατὴρ κατὰ μέσσον ὀρούσας ἀθλεύειν ἐθέλουσαν ἑὴν ἀνεσείρασε κούρην, καὶ γαμίην ἀνέκοψεν ἀεθλοσύνην ὑμεναίων
175νίκην ἱμερόεσσαν ἐπιτρέψας Διονύσῳ, μή μιν ἀποκτείνειεν ἔχων ἀστεμφέι δεσμῷ. καὶ Διὸς αἰνήσαντος ἀεθλοφόρον μετὰ νίκην γνωτὸν Ἔρως ἔστεψε γάμων πομπῆι κορύμβῳ ἱμερτὴν τελέσαντα παλαισμοσύνην ὑμεναίων.
180καὶ πέλε τοῖος ἄεθλος ὁμοίιος, ὡς ὅτε κούρης χρυσοφαῆ προπάροιθε γαμήλια δῶρα κυλίνδων Ἱππομένης νίκησεν ἐπειγομένην Ἀταλάντην. ἀλλ’ ὅτε νυμφοκόμοιο πάλης ἐτέλεσσεν ἀγῶνα, Βάκχος ἔτι στάζων γαμίους ἱδρῶτας ἀέθλων
185Σιθόνα μὲν πρήνιξε τετυμμένον ὀξέι θύρσῳ, μνηστήρων ὀλετῆρα, κυλινδομένου δὲ κονίῃ κούρῃ θύρσον ἔδωκε μιαιφόνον ἕδνον ἐρώτων. καὶ γάμος ἦν πολύυμνος· ἀσιγήτῳ δ’ ἐπὶ παστῷ Σιληνοὶ κελάδησαν, ἐπωρχήσαντο δὲ Βάκχαι,
190καὶ Σάτυροι μεθύοντες ἀνέπλεκον ὕμνον ἐρώτων
συζυγίην μέλποντες ἀεθλοφόρων ὑμεναίων· Νηρεΐδων δὲ φάλαγγες ὑπὸ σφυρὰ γείτονος ἰσθμοῦ νυμφιδίῃ Διόνυσον ἐμιτρώσαντο χορείῃ, καὶ μέλος ἐφθέγξαντο, παρὰ Θρήικι δὲ πόντῳ473 in vol. 2
195ξεινοδόκος Βρομίοιο γέρων ὠρχήσατο Νηρεύς, καὶ γαμίῃ Γαλάτεια περισκαίρουσα θαλάσσῃ Παλλήνην ἐλίγαινε συναπτομένην Διονύσῳ, καὶ Θέτις ἐσκίρτησε, καὶ εἰ πέλε νῆις ἐρώτων, καὶ γαμίην ἔστεψεν ἁλιζώνου ῥάχιν ἰσθμοῦ

48

(200)

Παλλήνης ὑμέναιον ἀνευάζων Μελικέρτης· καί τις Ἁμαδρυάδων φλογερῇ παρὰ γείτονι Λήμνῳ νυμφιδίην Θρήισσαν Ἀθωιὰς ἥψατο πεύκην. καὶ φιλίοις ὀάροισι παρηγορέων ἕο νύμφην μυρομένην γενετῆρα φιλεύιος εἶπεν ἀκοίτης·
205 „παρθένε, μὴ στενάχιζε τεὸν δυσέρωτα τοκῆα· παρθένε, μὴ στενάχιζε τεῆς μνηστῆρα κορείης· τίς γενέτης ἔσπειρε καὶ εἰς γάμον ἤγαγε κούρην; σὸν κενεὸν λίπε πένθος, ὅτι κταμένοιο τοκῆος, Σιθόνος ὑμετέροιο, Δίκη γελόωσα χορεύει,
210χερσὶ δὲ παρθενίῃσι γαμήλιον ἁψαμένη πῦρ, ἡ γάμον ἀγνώσσουσα, τεὸν γάμον εἰσέτι μέλπει, Οἰνόμαον πάλιν ἄλλον ὀπιπεύουσα θανόντα· Οἰνόμαος μὲν ὄλωλε, καταφθιμένου δὲ τοκῆος τέρπεται Ἱπποδάμεια σὺν ἀρτιγάμῳ παρακοίτῃ.
215καὶ σὺ τεοῦ γενέταο πόθους ῥίψασα θυέλλαις τέρπεο βοτρυόεντι συναπτομένη παρακοίτῃ, μῶμον ἀλευομένη πατρώιον· οὔ σε διδάξω Σιθόνος ἐχθρὸν ἔρωτα καὶ ἀμβολίην ὑμεναίων, ὃς φονίῃ παλάμῃ γαμβροκτόνον ἔγχος ἀείρων474 in vol. 2
220γηραλέην σε τέλεσσεν ἀπειρήτην ἀφροδίτης, συζυγίην δ’ ἐκέδασσεν ἀνυμφεύτων σέο λέκτρων. μνηστήρων σκοπίαζε σεσηπότα λείψανα νεκρῶν, οὓς Παφίη κόσμησε καὶ ἔκτανε θοῦρις Ἐρινύς· ἠνίδε κεῖνα κάρηνα θαλύσια σεῖο μελάθρων,
225λύθρον ἔτι στάζοντα κακοξείνων ὑμεναίων. Σιθόνος οὐ μεθέπεις χθόνιον γένος· οὐράνιος δὲ πείθομαι ὥς σε λόχευσε τεὸς Θρηίκιος Ἄρης, πείθομαι, ὡς Κυθέρεια τεὴν ὤδινε γενέθλην· καὶ σὺ τεῶν διδύμων ἀπεμάξαο θεσμὰ τοκήων,
230Ἄρεος ἦθος ἔχουσα καὶ ἀγλαΐην Ἀφροδίτης· πείθομαι, ὥς σε φύτευσεν ἄναξ ἐναγώνιος Ἑρμῆς ἁβρὰ τελεσσιγάμοιο μολὼν ἐπὶ δέμνια Πειθοῦς, καί σε παλαισμοσύνην ἐδιδάξατο πομπὸν ἐρώτων.“ εἶπε παρηγορέων ἀχέων παιήονι μύθῳ,
235μυρομένης δ’ εὔνησεν ἐπήρατα δάκρυα κούρης. καὶ γαμίης δήθυνεν ἐπὶ χρόνον ἐγγύθι νύμφης τερπόμενος φιλότητι νεοζυγέων ὑμεναίων. Παλλήνης δὲ μέλαθρα λιπὼν καὶ Θρῇκα Βορῆα
Ῥείης εἰς δόμον ἦλθεν, ὅπῃ Φρυγίῃ παρὰ πέζῃ475 in vol. 2
240δαίμονος εὐώδινος ἔσαν Κυβεληίδες αὐλαί. ἐνθάδε θηρεύουσα παρὰ σφυρὰ Δίνδυμα πέτρης Ῥυνδακὶς οὐρεσίφοιτος ἀέξετο παρθένος Αὔρη, εἰσέτι νῆις ἔρωτος, ὁμόδρομος Ἰοχεαίρης, ἀπτολέμων φεύγουσα νοήματα παρθενικάων,
245Ἄρτεμις ὁπλοτέρη Ληλαντιάς, ἥν ποτε Τιτὴν νυμφεύσας Περίβοιαν ἀπόσπορον Ὠκεανοῖο πρεσβυγενὴς Λήλαντος ἀελλόπον ἤροσε κούρην, κούρην ἀντιάνειραν, ἀπειρήτην ἀφροδίτης. ἡ μὲν ἀνεβλάστησεν ὑπέρτερος ἥλικος ἥβης,

48

(250)

ἱμερτὴ ῥοδόπηχυς, ἀεὶ χαίρουσα κολώναις· πολλάκι δ’ ἀγρώσσουσα κατέτρεχε λυσσάδος ἄρκτου, καὶ δόρυ θοῦρον ἔπεμπε καταιχμάζουσα λεαίνης, οὐ κεμάδας κτείνουσα καὶ οὐ βάλλουσα λαγωούς· ἀλλὰ δαφοινήεσσαν ἐλαφρίζουσα φαρέτρην
255ὠμοβόρων τόξευεν ὀρίδρομα φῦλα λεόντων θηροφόνοις βελέεσσιν· ἐπωνυμίῃ δὲ καὶ ἔργῳ ὀξύτατον δρόμον εἶχεν ὀρειάσι σύνδρομος αὔραις. καί ποτε διψαλέοιο πυραυγέι καύματος ὥρῃ παρθένος ὑπνώουσα πόνων ἀμπαύετο θήρης·
260καὶ δέμας ἁπλώσασα Κυβηλίδος ὑψόθι ποίης κρᾶτα παρακλίνασα σαόφρονος ἔρνεϊ Δάφνης εὗδε μεσημβρίζουσα, καὶ ἐσσομένων ὑμεναίων
ἱμερτὴν ἐνόησε προμάντιος ὄψιν ὀνείρου, ὅττι θεὸς πυρόεις τανύσας βέλος αἴθοπι νευρῇ476 in vol. 2
265θοῦρος Ἔρως τόξευε λαγωβόλος ἔνδοθι λόχμης, οὐτιδανοῖς βελέεσσιν ὀιστεύων στίχα θηρῶν· παιδὶ δὲ θηρεύοντι συνέμπορος † υἱέι Μύρρης Κύπρις ἔην γελόωσα· καὶ ἵστατο παρθένος Αὔρη, Ἀρτέμιδος μετὰ τόξον ἀήθεος ὑψόθεν ὤμου
270ἀγρευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην· αὐτὰρ ὁ θῆρας ἔπεφνεν, ἕως ἐκορέσσατο νευρῆς βάλλων πορδαλίων βλοσυρὸν στόμα καὶ γένυν ἄρκτου, ζωγρήσας δὲ λέαιναν ἑῷ πανθελγέι κεστῷ θῆρα πιεζομένην φιλοπαίγμονι δεῖξε τεκούσῃ·
275παρθενικὴ δ’ ἐδόκησε κατὰ κνέφας, ὅττι καὶ αὐτὴν πῆχυν ἐπικλίνουσαν Ἀδώνιδι καὶ Κυθερείῃ μάργος Ἔρως ἐρέθιζεν, ὑπογνάμπτων Ἀφροδίτῃ ληιδίης γόνυ δοῦλον ὑπερφιάλοιο λεαίνης, τοῖον ἔπος βοόων· ‘στεφανηφόρε μῆτερ Ἐρώτων,
280αὐχένα σοι κλίνουσαν ἄγω φιλοπάρθενον Αὔρην· ἀλλά, ποθοβλήτοιο χορίτιδες Ὀρχομενοῖο, στέψατε κεστὸν ἱμάντα γαμοστόλον, ὅττι μενοινὴν τοσσατίην νίκησεν ἀνικήτοιο λεαίνης.‘
τοῖον ὄναρ μαντῷον ὀρεστιὰς ἔδρακεν Αὔρη.477 in vol. 2
285οὐδὲ μάτην πρὸς Ἔρωτας ἔην ὄναρ, ὅττι καὶ αὐτοὶ εἰς λίνον ἄνδρα φέρουσι καὶ ἀγρώσσουσι γυναῖκα. κούρη δ’ ἐγρομένη πινυτόφρονι μαίνετο Δάφνῃ, καὶ Παφίῃ καὶ Ἔρωτι μαχέσσατο, καὶ πλέον Ὕπνῳ χώσατο τολμήεντι, καὶ ἠπείλησεν Ὀνείρῳ,
290καὶ πετάλοις νεμέσιζε καὶ ἀφθόγγῳ φάτο φωνῇ· „οὐ νέμεσις παρὰ μύρτον ὀνείρατα ταῦτα νοῆσαι· Δάφνη, τί κλονέεις με; τί Κύπριδι καὶ σέο δένδρῳ; ἀασάμην εὕδουσα τεοὺς ὑπὸ γείτονας ὄζους σὸν φυτὸν ἐλπομένη φιλοπάρθενον, ὑμετέρης δὲ
295φήμης οὐκ ἐτύχησα καὶ ἐλπίδος· ὣς ἄρα, Δάφνη, σὸν δέμας ἀλλάξασα τεὸν νόον εὗρες ἀμεῖψαι; μὴ γαμίῃ μετὰ πότμον ὑποδρήσσεις Ἀφροδίτῃ; οὐ πινυτῆς τόδε δένδρον, ἀπ’ ἀρτιγάμοιο δὲ νύμφης· μαχλάδος οὗτος ὄνειρος ἐπάξιος· ἦ ῥά σε Πειθώ,

48

(300)

ἦ ῥά σε χειρὶ φύτευσε τεὸς δαφναῖος Ἀπόλλων;“ εἶπεν ὁμοῦ κοτέουσα φυτῷ καὶ Ἔρωτι καὶ Ὕπνῳ. καί ποτε θηρεύουσα κατ’ οὔρεα δεσπότις ἄγρης καύματος αἰθαλόεντος ἱμασσομένη χρόα πυρσῷ Ἄρτεμις ἤντυε δίφρον, ὅπως ἅμα Νηίσι Νύμφαις
305θερμὸν ὀρεσσιχύτοισι δέμας ψύξειε λοετροῖς, ἡνίκα μέσσον ἔην φλογερὸν θέρος, ἡνίκα πάλλων καρχαλέης πυρόεντα μεσημβρινὸν ἦχον ἱμάσθλης Ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων. καὶ κεμάδας ζυγίοισι συνεκλήισε λεπάδνοις478 in vol. 2
310Ἄρτεμις οὐρεσίφοιτος· ἐπεμβαίνουσα δὲ δίφρου λάζετο καὶ μάστιγα καὶ ἡνία παρθένος Αὔρη, καὶ κεραὴν ἤλαυνε θυελλήεσσαν ἀπήνην. ἀενάου δὲ θύγατρες ἀνάμπυκες Ὠκεανοῖο δμωίδες ἐρρώοντο συνήλυδες Ἰοχεαίρῃ,
315ὧν ἡ μὲν ταχύγουνος ἔην προκέλευθος ἀνάσσης, ἄλλη δ’ ἰσοκέλευθος ἀναστείλασα χιτῶνα ἐγγὺς ἔην, ἑτέρη δὲ τανυκνήμιδος ἀπήνης ἁπτομένη πείρινθος ὁμόδρομον εἶχε πορείην. καὶ σέλας Ἰοχέαιρα διαυγάζουσα προσώπου
320ἀμφιπόλων ἤστραψεν ὑπέρτερος, ὡς ὅτε δίφρῳ αἰθερίῳ πέμπουσα φιλαγρύπνων φλόγα πυρσῶν ἀννεφέλους ἀκτῖνας ὀιστεύουσα Σελήνη πλησιφαὴς ἀνέτελλε πυριτρεφέων μέσον ἄστρων, οὐρανίην στίχα πᾶσαν ἀμαλδύνουσα προσώπῳ·
325τῇ σέλας ἶσον ἔχουσα διέτρεχεν Ἄρτεμις ὕλην, εἰσόκε χῶρον ἵκανεν, ὅπῃ κελάδοντι ῥεέθρῳ
Σαγγαρίου ποταμοῖο Διιπετὲς ἕλκεται ὕδωρ. Αὔρη δ’ ἀμφιέλισσαν ἑὴν ἀνέκοψεν ἱμάσθλην, καὶ κεμάδας χρυσέοισιν ἀνακρούουσα χαλινοῖς479 in vol. 2
330ἀμφὶ ῥοὰς ἔστησε φεραυγέα δίφρον ἀνάσσης· καὶ θεὸς ἐκ δίφροιο κατέδραμεν· ἐκ δέ οἱ ὤμων τόξα μὲν Οὖπις ἔδεκτο, καὶ ἰοδόκην Ἑκαέργη, Ὠκεανοῦ δὲ θύγατρες ἐύπλοκα δίκτυα θήρης ... καὶ κύνας· ἐνδρομίδας δὲ ποδῶν ἀνελύσατο Λοξώ.
335ἡ δὲ μεσημβρίζουσα ... σέβας φιλοπάρθενον αἰδοῦς ἐν προχοαῖς ἐφύλαξε, διερπύζουσα ῥοάων ἴχνεσι φειδομένοισι, καὶ ἐκ ποδὸς ἄχρι καρήνου
339ἀκροβαφῆ κατὰ βαιὸν ἀναστείλασα χιτῶνα,
338ἀμφιπερισφίγγουσα πόδας διδυμάονι μηρῷ,
340κρυπτόμενον μετρηδὸν ὅλον δέμας ἔκλυσε κούρη. λοξὰ δὲ παπταίνουσα δι’ ὕδατος ἄσκοπος Αὔρη τολμηροῖς βλεφάροισιν ἀναιδήτοιο προσώπου
ἁγνὸν ἀθηήτοιο δέμας διεμέτρεε κούρης, θέσκελον εἰσορόωσα σαόφρονος εἶδος ἀνάσσης·480 in vol. 2
345καὶ πόδας ἁπλώσασα τιταινομένων παλαμάων δαίμονι νηχομένῃ συνενήχετο παρθένος Αὔρη. ... ἡμιφανὴς ἀτέλεστος ἔσω ποταμηίδος ὄχθης ἰκμαλέας ῥαθάμιγγας ἀποσμήξασα κομάων Ἄρτεμις ἀγροτέρη· σχεδόθεν δέ οἱ ἀγρότις Αὔρη

48

(350)

μαζοὺς ἀμφαφόωσα θεημάχον ἴαχε φωνήν· „Ἄρτεμι, μοῦνον ἔχεις φιλοπάρθενον οὔνομα κούρης,
353ὅττι διὰ στέρνων κεχαλασμένον ἄντυγι θηλῆς
352θῆλυν ἔχεις Παφίης, οὐκ ἄρσενα μαζὸν Ἀθήνης,
354καὶ ῥοδέους σπινθῆρας ὀιστεύουσι παρειαί·
355ἀλλὰ δέμας μεθέπουσα ποθοβλήτοιο θεαίνης καὶ σὺ γάμων βασίλευε σὺν ἁβροκόμῳ Κυθερείῃ, δεξαμένη θαλάμοις τινὰ νυμφίον· ἢν δ’ ἐθελήσῃς, Ἑρμείῃ παρίαυε καὶ Ἄρεϊ· λεῖψον Ἀθήνῃ ... ἢν δ’ ἐθέλῃς, ἀνάειρε βέλος καὶ τόξον Ἐρώτων,
360εἰ μεθέπεις θρασὺν οἶστρον ὀιστοκόμοιο φαρέτρης.
ἱλήκοι τεὸν εἶδος· ἐγὼ σέο μᾶλλον ἀρείων· δέρκεο, πῶς μεθέπω βριαρὸν δέμας· ἠνίδε μορφὴν ἄρσενα καὶ Ζεφύροιο θοώτερον ἴχνιον Αὔρης· δέρκεο, πῶς σφριγόωσι βραχίονες· ἠνίδε μαζοὺς481 in vol. 2
365ὄμφακας οἰδαίνοντας ἀθήλεας· ἦ τάχα φαίης, ὅττι τεοὶ γλαγόεσσαν ἀναβλύζουσιν ἐέρσην· πῶς παλάμην μεθέπεις ἁπαλόχροα; πῶς σέο μαζοὶ οὔ τινα κύκλον ἔχουσι περίτροχον, οἷά περ Αὔρης, αὐτόματοι κήρυκες ἀσυλήτοιο κορείης;“
370 ἔννεπε κερτομέουσα· κατηφιόωσα δὲ σιγῇ σύννομος οἰδαίνοντι χόλῳ κυμαίνετο δαίμων, καὶ φονίους σπινθῆρας ἀνηκόντιζον ὀπωπαί· ἐκ προχοῆς δ’ ἀνέπαλτο, πάλιν δ’ ἔνδυνε χιτῶνα, καὶ καθαραῖς λαγόνεσσι τὸ δεύτερον ἥρμοσε μίτρην
375ἀχνυμένη. Νέμεσιν δὲ μετήιεν· εὗρε δὲ κούρην ὑψινεφῆ παρὰ Ταῦρον, ὅπῃ παρὰ γείτονι Κύδνῳ παῦσε Τυφαονίης ὑψαύχενα κόμπον ἀπειλῆς· καὶ τροχὸς αὐτοκύλιστος ἔην παρὰ ποσσὶν ἀνάσσης σημαίνων, ὅτι πάντας ἀγήνορας εἰς πέδον ἕλκει
380ὑψόθεν εἰλυφόωσα δίκης ποινήτορι κύκλῳ, δαίμων πανδαμάτειρα, βίου στρωφῶσα πορείην·
ἀμφὶ δέ οἱ πεπότητο παρὰ θρόνον ὄρνις ἀλάστωρ, γρὺψ πτερόεις, πισύρων δὲ ποδῶν κουφίζετο παλμῷ δαίμονος ἱπταμένης αὐτάγγελος, ὅττι καὶ αὐτὴ482 in vol. 2
385τέτραχα μοιρηθέντα διέρχεται ἕδρανα κόσμου, ἀνέρας ὑψιλόφους ἀλύτῳ σφίγγουσα χαλινῷ ... ἀντίτυπον μίμημα, καὶ ὡς κακότητος ἱμάσθλῃ, ὡς τροχὸν αὐτοκύλιστον, ἀγήνορα φῶτα κυλίνδει. ἔγνω δ’ ὡς ἐνόησε θεὰ χλοάοντι προσώπῳ
390Ἄρτεμιν ἀχνυμένην φονίης πλήθουσαν ἀπειλῆς, καί μιν ἀνειρομένη φιλίῳ μειλίξατο μύθῳ· „σὸν χόλον, Ἰοχέαιρα, τεαὶ βοόωσιν ὀπωπαί· Ἄρτεμι, τίς κλονέει σε θεημάχος υἱὸς ἀρούρης; τίς πάλιν ἐβλάστησεν ὑπὲρ δαπέδοιο Τυφωεύς;
395μὴ Τιτυὸς παλίνορσος ἐρωμανὲς ὄμμα τιταίνων εἵματος ἀψαύστοιο τεῆς ἔψαυσε τεκούσης; Ἄρτεμι, πῇ σέο τόξα καὶ Ἀπόλλωνος ὀιστοί; τίς πάλιν Ὠρίων σε βιάζεται; εἰσέτι κεῖται κεῖνος, ὃς ὑμετέροιο μάτην ἔψαυσε χιτῶνος,

48

(400)

μητρὸς ἔσω λαγόνων νέκυς ἄπνοος· εἰ δέ τις ἀνὴρ χερσὶ ποθοβλήτοισι τεῶν ἐδράξατο πέπλων, σκορπίον ἄλλον ἄεξε τεῆς ποινήτορα μίτρης· εἰ δὲ πάλιν θρασὺς Ὦτος ἢ αὐχήεις Ἐφιάλτης
συζυγίην μενέαινε τεῶν ἀκίχητον ἐρώτων,483 in vol. 2
405κτεῖνον ἀνυμφεύτοιο τεῆς μνηστῆρα κορείης· εἰ δὲ γυνὴ πολύτεκνος ἀνιάζει σέο Λητώ, ἄλλη λαϊνέη Νιόβη κλαύσειε γενέθλην· τίς φθόνος, εἰ λίθον ἄλλον ὑπὲρ Σιπύλοιο τελέσσω; μή σε πατὴρ διὰ λέκτρα μετὰ Γλαυκῶπιν ὀρίνει;
410μὴ τεὸν Ἑρμάωνι γάμον κατένευσε Κρονίων, οἷα καὶ Ἡφαίστῳ καθαρῆς ὑμέναιον Ἀθήνης; εἰ δὲ γυνὴ κλονέει σε, τεὴν ἅτε μητέρα Λητώ, ἔσσομαι ἀχνυμένης τιμήορος Ἰοχεαίρης.“ οὔ πω μῦθος ἔληγεν· ἀλεξικάκῳ δὲ θεαίνῃ
415τοῖον ἔπος φθαμένη σκυλακοτρόφος ἴαχε κούρη· „παρθένε πανδαμάτειρα, κυβερνήτειρα γενέθλης, οὐ Ζεύς, οὐ Νιόβη με, καὶ οὐ θρασὺς Ὦτος ὀρίνει· οὐ Τιτυὸς βαθύπεπλον ἐμὴν ἀνεσείρασε Λητώ· οὐ νέος Ὠρίων με βιάζεται, υἱὸς ἀρούρης·
420ἀλλά με κερτομέουσα βαρύστομος ὀξέι μύθῳ ἤκαχε Ληλάντοιο πάις, δυσπάρθενος Αὔρη. ἀλλὰ τί σοι τάδε πάντα διίξομαι; αἰδέομαι γὰρ αἶσχος ἐμῶν μελέων ἐνέπειν καὶ ὀνείδεα μαζῶν· μητρὶ δ’ ἐμῇ πάθον ἄλγος ὁμοίιον· ἀμφότερον γὰρ
425ἐν Φρυγίῃ Νιόβη διδυμητόκον ἤκαχε Λητώ, καὶ πάλιν ἐν Φρυγίῃ με θεημάχος ἤκαχεν Αὔρη· ἀλλ’ ἡ μὲν νόθον εἶδος ἀμειψαμένη πόρε ποινήν,
Τανταλὶς αἰνοτόκεια, καὶ εἰσέτι δάκρυα λείβει ὄμμασι πετραίοισιν· ἀνιηθεῖσα δὲ μούνη484 in vol. 2
430αἶσχος ἔχω νήποινον, ἐπεὶ φιλοπάρθενος Αὔρη δάκρυσιν οὐ λίθον εἶδε λελουμένον, οὐκ ἴδε σιγὴν μῶμον ἀπαγγέλλουσαν ἀφειδέος ἀνθερεῶνος. ἀλλὰ σὺ κυδαίνουσα τεὴν Τιτηνίδα φύτλην δὸς μετὰ μητρῴην ἑτέρην χάριν, ὄφρα νοήσω
435λαϊνέης ἀτίνακτον ἀμειβομένης δέμας Αὔρης, μηδὲ τεὴν ἔμφυλον ὀδυρομένην λίπε κούρην, μή μοι ἐπεγγελόωσαν ἴδω πάλιν ἄτρομον Αὔρην, ἠέ μιν οἰστρήσειε τεὴ χαλκήλατος ἅρπη.“ ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ·
440 „Λητῴη φυγόδεμνε, κυνοσσόε, σύγγονε Φοίβου, οὐ μὲν ἐμῷ δρεπάνῳ Τιτηνίδα παῖδα δαμάσσω, οὐδέ μιν ἐν Φρυγίῃ τελέσω πετρώδεα νύμφην, Τιτήνων γεγαυῖα παλαίτατον αἷμα καὶ αὐτή, μή ποτέ μοι μέμψαιτο πατὴρ Λήλαντος ἀκούων·
445ἓν δέ σοι, Ἰοχέαιρα, χαρίζομαι· ἀγρότις Αὔρη παρθενικὴν ἤλεγξε, καὶ οὐκέτι παρθένος ἔσται· καί μιν ἐσαθρήσειας ὀρεσσιχύτου διὰ κόλπου δάκρυσι πηγαίοισιν ὀδυρομένην ἔτι μίτρην.“
εἶπε παρηγορέουσα· καὶ οὔρεα κάλλιπε κούρη485 in vol. 2

48

(450)

Ἄρτεμις ἑζομένη κεμάδων τετράζυγι δίφρῳ, καὶ Φρυγίης ἐπέβαινεν. ὁμοζήλῳ δὲ πορείῃ παρθένος Ἀδρήστεια μετήιε δύσμαχον Αὔρην, γρῦπας ἁμιλλητῆρας ὑποζεύξασα χαλινῷ· καὶ ταχινὴ πεφόρητο δι’ ἠέρος ὀξέι δίφρῳ,
455καὶ δρόμον ἐστήριξεν ὑπὲρ Σιπύλοιο καρήνων Τανταλίδος προπάροιθε λιθογλήνοιο προσώπου, πτηνῶν τετραπόδων σκολιοὺς σφίγγουσα χαλινούς. Αὔρης δ’ ἐγγὺς ἵκανεν ἀγήνορος· ὑψινόου δὲ αὐχένα δειλαίης ὀφιώδεϊ τύψεν ἱμάσθλῃ,
460καί μιν ἀνεστυφέλιξε δίκης τροχοειδέι κύκλῳ, καὶ νόον ἄφρονα κάμψεν ἀκαμπέος· ἀμφὶ δὲ μίτρην παρθενικῆς ἐλέλιζεν ἐχιδνήεσσαν ἱμάσθλην Ἀργολὶς Ἀδρήστεια· χαριζομένη δὲ θεαίνῃ καὶ μάλα περ κοτέοντι κασιγνήτῳ Διονύσῳ
465ὥπλισεν ἄλλον ἔρωτα, καὶ εἰ πέλε νῆις ἐρώτων, Παλλήνης μετὰ λέκτρα, μετὰ φθιμένην Ἀριάδνην, τὴν μὲν λειπομένην ἐνὶ πατρίδι, τὴν δ’ ἐνὶ γαίῃ ἀλλοτρίῃ πετραῖον, Ἀχαιίδος ὡς βρέτας Ἥρης,
καὶ Βερόης πολὺ μᾶλλον ἀνηνύστων περὶ λέκτρων.486 in vol. 2
470 καὶ Νέμεσις πεπότητο νιφοβλήτῳ παρὰ Ταύρῳ, εἰσόκε Κύδνον ἵκανε τὸ δεύτερον. ἀμφὶ δὲ κούρῃ ἡδυβόλῳ Διόνυσον Ἔρως οἴστρησεν ὀιστῷ, καὶ πτερὰ κυκλώσας ἐπεβήσατο κοῦφος Ὀλύμπου. καὶ θεὸς οὐρεσίφοιτος ἱμάσσετο μείζονι πυρσῷ·
475οὐ γὰρ ἔην ἐλάχεια παραίφασις· οὐ τότε κούρης ἐλπίδα Κυπριδίην, οὐ φάρμακον εἶχεν ἐρώτων· ἀλλά μιν ἔφλεγε μᾶλλον Ἔρως θελξίφρονι πυρσῷ θυιάδος ὀψιτέλεστον ἀπειθέος εἰς γάμον Αὔρης. καὶ μογέων ἔκρυπτεν ἑὸν πόνον, οὐδ’ ἐνὶ λόχμαις
480Κυπριδίοις ὀάροισιν ὁμίλεεν ἐγγύθεν Αὔρης, μή μιν ἀλυσκάζειε. τί κύντερον, ἢ ὅτε μοῦνοι ἀνέρες ἱμείρουσι, καὶ οὐ ποθέουσι γυναῖκες; καὶ μεθέπων πραπίδεσσι πεπηγμένον ἰὸν ἐρώτων, παρθένος εἰ δρόμον εἶχε κυνοσσόον ἔνδοθι λόχμης,
485Κυπριδίοις ἀνέμοισιν ἀειρομένοιο χιτῶνος μηρὸν ὀπιπεύων θηλύνετο Βάκχος ἀλήτης. ὀψὲ δὲ παφλάζοντι πόθῳ δεδονημένος Αὔρης Βάκχος ἀμηχανέων ἔπος ἴαχε λυσσάδι φωνῇ· „Πανὸς ἐγὼ δυσέρωτος ἔχω τύπον, ὅττι με φεύγει
490παρθένος ἠνεμόφοιτος, ἐρημονόμῳ δὲ πεδίλῳ πλάζεται ἀστήρικτος ἀθηήτου πλέον Ἠχοῦς.
ὄλβιε, Πάν, Βρομίοιο πολὺ πλέον, ὅττι † με φεύγων φάρμακον εὗρες ἔρωτος ἐνὶ φρενοθελγέι φωνῇ· σὸν κτύπον ὑστερόφωνος ἀμείβεται ἄστατος Ἠχὼ487 in vol. 2
495φθεγγομένη λάλον ἦχον ὁμοίιον· αἴθε καὶ αὐτὴ ἐκ στομάτων ἕνα μῦθον ἀνήρυγε παρθένος Αὔρη. οὗτος ἔρως οὐ πᾶσιν ὁμοίιος· οὐδὲ γὰρ αὐτὴ παρθενικαῖς ἑτέρῃσιν ὁμότροπον ἦθος ἀέξει. ποῖον ἐμῆς ὀδύνης πέλε φάρμακον; ἦ ῥά ἑ θέλξω

48

(500)

νεύματι Κυπριδίῳ; πότε που, πότε θέλγεται Αὔρη κινυμένοις βλεφάροισιν; ἐρωμανὲς ὄμμα τιταίνων τίς γαμίοις ὀάροισι παραπλάζει φρένας ἄρκτου εἰς Παφίην, ἐς Ἔρωτα; τίς ὡμίλησε λεαίνῃ; τίς δρυῒ μῦθον ἔλεξε; τίς ἄπνοον ἤπαφε πεύκην;
505τίς κρανέην παρέπεισε, καὶ εἰς γάμον ἤγαγε πέτρην; ποῖος ἀνὴρ θέλξειεν ἀκηλήτου νόον Αὔρης; ποῖος ἀνὴρ θέλξειεν; ἀμιτροχίτωνι δὲ κούρῃ τίς γάμον ἢ φιλότητος ἀρηγόνα κεστὸν ἐνίψει; τίς γλυκὺ κέντρον Ἔρωτος ἢ οὔνομα Κυπρογενείης;
510μᾶλλον Ἀθηναίη τάχα πείσεται· οὐδέ με φεύγει Ἄρτεμις ἀπτοίητος, ὅσον φιλοπάρθενος Αὔρη. αἴθε φίλοις στομάτεσσιν ἔπος τόδε μοῦνον ἐνίψῃ·
‘Βάκχε, μάτην ποθέεις, μὴ δίζεο παρθένον Αὔρην‘.“ ἔννεπεν ἀνθεμόεντος ἔσω λειμῶνος ὁδεύω488 in vol. 2
515εἰαρινοῖς ἀνέμοισι, καὶ εὐόδμῳ παρὰ μύρτῳ ἡδὺ μεσημβρίζων πόδας εὔνασεν, ἀμφὶ δὲ δένδρῳ κέκλιτο συρίζουσαν ἔχων Ζεφυρήιον αὔρην καὶ καμάτῳ καὶ ἔρωτι κατάσχετος· ἑζομένῳ δὲ ἥλικος αὐτομέλαθρος ὑπερκύψασα κορύμβου
520παρθένος ἀκρήδεμνος Ἁμαδρυὰς ἔννεπε Νύμφη, Κύπριδι πιστὰ φέρουσα καὶ ἱμείροντι Λυαίῳ· „οὐ δύναταί ποτε Βάκχος ἄγειν ἐπὶ δέμνιον Αὔρην, εἰ μή μιν βαρύδεσμον ἀλυκτοπέδῃσι πεδήσῃ, δεσμοῖς Κυπριδίοισι πόδας καὶ χεῖρας ἑλίξας,
525ἠέ μιν ὑπνώουσαν ὑποζεύξας ὑμεναίοις παρθενικῆς ἀνάεδνον ὑποκλέψειε κορείην.“ ὣς φαμένη παλίνορσος ὁμήλικι κεύθετο θάμνῳ δυσαμένη δρυόεντα πάλιν δόμον· αὐτὰρ ὁ κάμνων Βάκχος ἐρωτοτόκοισι νόον πόμπευεν ὀνείροις.
530ψυχὴ δ’ ἠνεμόφοιτος ἀποφθιμένης Ἀριάδνης, νήδυμον ὑπνώοντι παρισταμένη Διονύσῳ, ζηλήμων μετὰ πότμον ὀνειρείῳ φάτο μύθῳ· „ἀμνήμων Διόνυσε τεῶν προτέρων ὑμεναίων, Αὔρης ζῆλος ἔχει σε, καὶ οὐκ ἀλέγεις Ἀριάδνης·
535ὤμοι ἐμοῦ Θησῆος, ὃν ἥρπασε πικρὸς ἀήτης,
ὤμοι ἐμοῦ Θησῆος, ὃν ἔλλαχεν ἀνέρα Φαίδρη. οὐ τάχα μοι πέπρωτο φυγεῖν ψεύδορκον ἀκοίτην· ὁ γλυκὺς ὑπναλέην με λίπεν νέος, ἀντὶ δὲ κείνου νυμφεύθην δυσέρωτι καὶ ἠπεροπῆι Λυαίῳ.489 in vol. 2
540ὤμοι, ὅτ’ οὐ βροτὸν ἔσχον ἐγὼ ταχύποτμον ἀκοίτην, καί κεν ἐρωμανέοντι κορυσσομένη Διονύσῳ Λημνιάδων γενόμην καὶ ἐγὼ μία θηλυτεράων. ἀλλὰ πολυσπερέων γαμίων ἐπιβήτορα λέκτρων νυμφίον ὁρκαπάτην μετὰ Θησέα καὶ σὲ καλέσσω·
545εἰ δέ σε δῶρον ἔρωτος ἀπαιτίζει σέο νύμφη, δέξο μοι ἠλακάτην, φιλοτήσιον ἕδνον ἐρώτων, ὄφρα πόρῃς, ἀθέμιστε, φιλοσκοπέλῳ σέο νύμφῃ δῶρα τεῆς ἀλόχου Μινωίδος, ὄφρα τις εἴπῃ· ‘δῶκε μίτον Θησῆι καὶ ἠλακάτην Διονύσῳ.‘

48

(550)

καὶ σὺ μετὰ Κρονίωνα λέχος μετὰ λέκτρον ἀμείβων ἔργα γυναιμανέος μιμήσαο σεῖο τοκῆος, οἶστρον ἔχων ἀκόρητον ἀμοιβαίης ἀφροδίτης· Σιθονίης ἀλόχοιο νεοζυγέων ὑμεναίων, Παλλήνης, γάμον οἶδα, καὶ Ἀλθαίης ὑμεναίους·
555σιγήσω φιλότητα Κορωνίδος, ἧς ἀπὸ λέκτρων τρεῖς Χάριτες γεγάασιν ὁμόζυγες. ἀλλὰ Μυκῆναι, πότμον ἐμὸν φθέγξασθε καὶ ἄγριον ὄμμα Μεδούσης, καὶ φθονερῆς ἐς ἔρωτα βιαζομένης Ἀριάδνης, ἠιόνες Νάξοιο, βοήσατε· ‘νυμφίε Θησεῦ,
560Μινῴη καλέει σε χολωομένη Διονύσῳ.‘ ἀλλὰ τί Κεκροπίης μιμνήσκομαι; εἰς Παφίην γὰρ μέμφομαι ἀμφοτέροις, καὶ Θησέι καὶ Διονύσῳ.“ ὣς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ. καὶ θρασὺς ἔγρετο Βάκχος ἀποσκεδάσας πτερὸν Ὕπνου,490 in vol. 2
565μυρομένην δ’ ᾤκτειρεν ὀνειρείην Ἀριάδνην. καὶ δόλον ἀλλοπρόσαλλον ἐδίζετο πομπὸν ἐρώτων· νύμφης δ’ Ἀστακίδος προτέρων ἐμνήσατο λέκτρων, πῶς ἐρατὴν δολόεντι ποτῷ νυμφεύσατο κούρην ὕπνον ἔχων πομπῆα μεθυσφαλέων ὑμεναίων.
570 ὄφρα μὲν ἤθελε Βάκχος ἐπεντύνειν δόλον εὐνῆς, τόφρα δὲ φοιταλέη Ληλαντιὰς ἔδραμε κούρη πίδακα μαστεύουσα, κατάσχετος αἴθοπι δίψῃ. οὐδὲ λάθεν Διόνυσον ὀρίδρομος ἄστατος Αὔρη διψαλέη· ταχινὸς δὲ θορὼν ἐπὶ πυθμένα πέτρης
575θύρσῳ γαῖαν ἄρασσε· διχαζομένη δὲ κολώνη αὐτομάτην ὤδινε μέθην εὐώδεϊ μαζῷ χεύματι πορφύροντι· χαριζόμεναι δὲ Λυαίῳ δμωίδες Ἠελίοιο κατέγραφον ἄνθεσιν Ὧραι πίδακος ἄκρα μέτωπα, καὶ εὐόδμοισιν ἀήταις
580ἀρτιφύτου λειμῶνος ἱμάσσετο νήδυμος ἀήρ· εἶχε δὲ Ναρκίσσοιο φερώνυμα φύλλα κορύμβων ἠιθέου χαρίεντος, ὃν εὐπετάλῳ παρὰ Λάτμῳ νυμφίος Ἐνδυμίων κεραῆς ἔσπειρε Σελήνης, ὃς πάρος ἠπεροπῆος ἑοῦ χροὸς εἴδεϊ κωφῷ
585εἰς τύπον αὐτοτέλεστον ἰδὼν μορφούμενον ὕδωρ κάτθανε, παπταίνων σκιοειδέα φάσματα μορφῆς· καὶ φυτὸν ἔμπνοον εἶχεν Ἀμυκλαίης ὑακίνθου·491 in vol. 2
589ἱπτάμεναι δ’ ἀγεληδὸν ἐπ’ ἀνθεμόεντι κορύμβῳ
588εἰαρινῶν ἐλίγαινον ἀηδόνες ὑψόθι φύλλων.
590 κεῖθι δὲ διψώουσα μεσημβριὰς ἔτρεχεν Αὔρη· ἀμφὶ δέ οἱ βλεφάροισιν Ἔρως κατέχευεν ὀμίχλην. † κεῖθι διαψώουσα Διὸς χύσιν ἤ τινα πηγὴν ἢ ῥόον ἀθρήσειεν ὀρεσσιχύτου ποταμοῖο. ἀλλ’ ὅτε Βακχείην ἀπατήλιον ἔδρακε πηγήν,
595δὴ τότε οἱ βλεφάρων σκιόεν νέφος ἤλασε Πειθώ, τοῖον ἔπος βοόωσα γάμου πρωτάγγελον Αὔρῃ· „παρθενική, μόλε δεῦρο, τελεσσιγάμοιο δὲ πηγῆς εἰς στόμα δέξο ῥέεθρα, καὶ εἰς σέο κόλπον ἀκοίτην.“ κούρη δ’ ἄσμενος εἶδε· παραπροχυθεῖσα δὲ πηγῇ

48

(600)

χείλεσιν οἰγομένοισιν ἀνήφυσεν ἰκμάδα Βάκχου. παρθενικὴ δὲ πιοῦσα τόσην ἐφθέγξατο φωνήν· „Νηιάδες, τί τὸ θαῦμα; πόθεν πέλε νήδυμον ὕδωρ; τίς ποτὸν ἔβλυσε τοῦτο; τίς οὐρανίη τέκε † γαστήρ; ἔμπης τοῦτο πιοῦσα ποτὶ δρόμον οὐκέτι βαίνω·
605ἀλλὰ πόδες βαρύθουσι, καὶ ἡδέι θέλγομαι ὕπνῳ,
καὶ σφαλερὸν στομάτων ἁπαλόθροον ἦχον ἰάλλω.“ εἶπε καὶ ἀστήρικτον ἑοῦ ποδὸς εἶχε πορείην· ἤιε δ’ ἔνθα καὶ ἔνθα πολυπλανέεσσι πεδίλοις πυκνὰ περὶ κροτάφοισι τινασσομένοιο καρήνου·492 in vol. 2
610καὶ κεφαλὴν ἔκλινεν ἐρειδομένην σχεδὸν ὤμῳ· εὗδε δ’ ὑπὲρ δαπέδοιο τανυπτόρθῳ παρὰ δένδρῳ παρθενίην ἀφύλακτον ἐπιτρέψασα χαμεύνῃ. καὶ πυρόεις βαρύγουνον Ἔρως δεδοκημένος Αὔρην οὐρανόθεν κατέπαλτο, γαληναίῳ δὲ προσώπῳ
615μειδιόων ἀγόρευεν, ὁμοφρονέων Διονύσῳ· „ἀγρώσσεις, Διόνυσε· μένει δέ σε παρθένος Αὔρη.“ ὣς εἰπὼν ἐς Ὄλυμπον ἐπείγετο, καὶ πτερὰ πάλλων εἰαρινοῖς πετάλοισιν ἐχάζετο τοῦτο χαράξας· ‘νυμφίε, λέκτρα τέλεσσον, ἕως ἔτι παρθένος εὕδει·
620σιγὴ ἐφ’ ἡμείων, μὴ παρθένον ὕπνος ἐάσσῃ‘. καί μιν ἰδὼν Ἰόβακχος ἐπ’ ἀστρώτοιο χαμεύνης νυμφιδίου ληθαῖον ἀμεργομένην πτερὸν Ὕπνου, ἄψοφος ἀκροτάτοισιν ἀσάμβαλος ἴχνεσιν ἕρπων κωφὸν ἀφωνήτοιο μετήιε δέμνιον Αὔρης·
625χειρὶ δὲ φειδομένῃ γλαφυρὴν ἀπέθηκε φαρέτρην παρθενικῆς, καὶ τόξα κατέκρυφε κοιλάδι πέτρῃ, μή μιν ὀιστεύσειε τιναξαμένη πτερὸν Ὕπνου·
καὶ δεσμοῖς ἀλύτοισι πόδας σφηκώσατο κούρης, καὶ παλάμαις ἑλικηδὸν ἐπεσφρηγίσσατο σειρήν,493 in vol. 2
630μή μιν ἀλυσκάζειεν· ἐπιστορέσας δὲ κονίῃ παρθενικὴν βαρύυπνον ἑτοιμοτάτην ἀφροδίτῃ Αὔρης ὑπναλέης γαμίην ἔκλεψεν ὀπώρην. καὶ πόσις ἦν ἀνάεδνος· ὑπὲρ δαπέδοιο δὲ δειλὴ οἰνοβαρὴς ἀτίνακτος ἐνυμφεύθη Διονύσῳ·
635καὶ σκιεραῖς πτερύγεσσι περισφίγγων δέμας Αὔρης Ὕπνος ἔην Βάκχοιο γαμοστόλος, ὅττι καὶ αὐτὸς πειρήθη Παφίης, καὶ ὁμόζυγός ἐστι Σελήνης, καὶ νυχίης φιλότητος ὁμόστολός ἐστιν Ἐρώτων· καὶ γάμος ὡς ὄναρ ἔσκε. πολυσκάρθμῳ δὲ χορείῃ
640εἰς χορὸν αὐτοέλικτον ἀνεσκίρτησε κολώνη, ἡμιφανὴς δ’ ἐδόνησεν Ἁμαδρυὰς ἥλικα πεύκην· μούνη δ’ ἦν ἀχόρευτος ἐν οὔρεσι παρθένος Ἠχώ, αἰδομένη δ’ ἀκίχητος ἐκεύθετο πυθμένι πέτρης, μὴ γάμον ἀθρήσειε γυναιμανέος Διονύσου.
645 καὶ τελέσας ὑμέναιον ἀδουπήτων ἐπὶ λέκτρων νυμφίος ἀμπελόεις, πεφυλαγμένον ἴχνος ἀείρας, νύμφης μὲν κύσε χεῖλος ἐπήρατον, ἀκλινέας δὲ λῦσε πόδας καὶ χεῖρας, ἀπὸ σκοπέλου δὲ φαρέτρην χειρὶ λαβὼν καὶ τόξα πάλιν παρακάτθετο νύμφῃ.

48

(650)

καὶ Σατύρων σχεδὸν ἦλθεν ἔτι πνείων ὑμεναίων, ὑπναλέης ἀνέμοισιν ἐπιτρέψας λέχος Αὔρης.
νύμφη δ’ ἐκ φιλότητος ἀνέδραμε· λυσιμελῆ δὲ ὕπνον ἀκηρύκτων ἀπεσείσατο μάρτυν ἐρώτων· θάμβεε δ’ εἰσορόωσα σαόφρονος ἔκτοθι μίτρης494 in vol. 2
655στήθεα γυμνωθέντα καὶ ἀσκεπέος πτύχα μηροῦ· καὶ γαμίῃ ῥαθάμιγγι περιστιχθέντα χιτῶνα, ἁρπαμένην ἀνάεδνον ἀπαγγέλλοντα κορείην, μαίνετο παπταίνουσα· καὶ ἥρμοσε κυκλάδα μίτρην στέρνα πάλιν σκιόωσα † καὶ ἠθάδος ἴχνια μαζοῦ
660παρθενίῳ ζωστῆρι μάτην ἐσφίγγετο δεσμῷ. ἀχνυμένη δ’ ὀλόλυξε, κατάσχετος ἅλματι λύσσης· ἀγρονόμους δ’ ἐδίωξε, καὶ εὐπετάλου σχεδὸν ὄχθης τινυμένη δολόεντα πόσιν ποινήτορι θεσμῷ μηλονόμους ἐδάιξεν· ἀμειλίκτῳ δὲ σιδήρῳ
665βουκόλον ἔκτανε μᾶλλον, ἐπεὶ μάθε νυμφίον Ἠοῦς, Τιθωνὸν χαρίεντα δυσίμερον, ἀνέρα βούτην ... ὅττι βοῶν ἀγέλαις μεμελημένον ἔσχε καὶ αὐτὴ Λάτμιον Ἐνδυμίωνα βοῶν ἐλάτειρα Σελήνη· ἔκλυε καὶ Φρυγίοιο, τὸν ἔκτανε παρθένος ἄλλη,
670Ὕμνου πικρὸν ἔρωτα, ποθοβλήτοιο νομῆος·
αἰπόλον ἔκτανε μᾶλλον, ὅλον χορὸν ἔκτανεν αἰγῶν, αἰνοπαθὴς ὅτι Πᾶνα δυσίμερον ἔδρακε κούρη ἰσοφυῆ μεθέποντα δασύτριχος αἰγὸς ὀπωπήν· ἔλπετο γὰρ μάλα τοῦτο, πόθῳ δεδονημένος Ἠχοῦς495 in vol. 2
675ὅττι μιν ὑπναλέην ἐβιήσατο μηλονόμος Πάν· γειοπόνους δ’ ἐδάμασσε πολὺ πλέον, ὅττι καὶ αὐτοὶ Κύπριδι θητεύουσιν, ἐπεὶ πέλε γηπόνος ἀνήρ, Ἰασίων, Δήμητρος ἀμαλλοτόκου παρακοίτης· ἔκτανε δ’ ἀγρευτῆρα παλαιοτέρῳ τινὶ μύθῳ
680πειθομένη· Κέφαλον γάρ, ἀμήτορος ἀστὸν Ἀθήνης, ἔκλυε θηρητῆρα ῥοδοστεφέος πόσιν Ἠοῦς· Βακχείης δ’ ἐδάιξεν ὑποδρηστῆρας ὀπώρης, ὅττι φιλακρήτοιο μέθης βλύζοντες ἐέρσην οἰνοβαρεῖς δυσέρωτες ὀπάονές εἰσι Λυαίου·
685οὔ πω γὰρ δεδάηκε δολοφροσύνην Διονύσου καὶ ποτὸν ἠπεροπῆα φιλακρήτου Κυθερείης, ἀλλὰ φιλοσκοπέλων καλύβας ἐκένωσε νομήων αἵματι φοινήεντι περιρραίνουσα κολώνας. καὶ νόον αἰθύσσουσα, κατάσχετος ἅλματι λύσσης,
690Κύπριδος εἰς δόμον ἦλθεν· ἀπειλητῆρα δὲ κεστοῦ λυσαμένη ζωστῆρα νεοκλώστοιο χιτῶνος ἁβρὸν ἀνικήτοιο δέμας μάστιζε θεαίνης· καὶ βρέτας ἁρπάξασα τελεσσιγάμου Κυθερείης Σαγγαρίου σχεδὸν ἦλθε, κυλινδομένην δὲ ῥεέθροις
695γυμναῖς Νηιάδεσσι πόρεν γυμνὴν Ἀφροδίτην. καὶ μετὰ θεῖον ἄγαλμα καὶ αὐτοέλικτον ἱμάσθλην δείκελον ἁβρὸν Ἔρωτος ἀπηκόντιζε κονίῃ· καὶ κενεὸν λίπε δῶμα Κυβηλίδος Ἀφρογενείης· φοιταλέη δ’ ἀκίχητος ἐθήμονα δύσατο λόχμην,496 in vol. 2

48

(700)

καὶ σταλίκων ἔψαυσε, πάλιν δ’ ἐμνήσατο θήρης· καὶ διεροῖς βλεφάροισιν ἑὴν στενάχιζε κορείην, ὀξὺ δὲ κωκύουσα τόσην ἐφθέγξατο φωνήν· „τίς θεὸς ἡμετέρης ἀνελύσατο δεσμὰ κορείης; εἰ μὲν ἐμὲ κνώσσουσαν ἐρημονόμων ἐπὶ λέκτρων
705εἶδος ὑποκλέπτων ἐβιήσατο μητίετα Ζεὺς οὐδὲ καὶ ἡμετέρην ᾐδέσσατο γείτονα Ῥείην, ἀγροτέρους μετὰ θῆρας ὀιστεύσω πόλον ἄστρων· εἰ δέ μοι ὑπναλέῃ παρελέξατο Φοῖβος Ἀπόλλων, πέρσω πασιμέλουσαν ὅλην πετρώδεα Πυθώ·
710εἰ δὲ λέχος σύλησεν ἐμὸν Κυλλήνιος Ἑρμῆς, Ἀρκαδίην προθέλυμνον ἐμοῖς βελέεσσιν ὀλέσσω, καὶ τελέσω θεράπαιναν ἐμὴν χρυσάμπυκα Πειθώ· εἰ δὲ δόλοις γαμίοισιν ὀνειρείων ὑμεναίων ἀπροϊδὴς Διόνυσος ἐμὴν σύλησε κορείην,
715ἵξομαι, ἧχι πέλει Κυβέλης δόμος, ὑψιλόφου δὲ οἰστρομανῆ Διόνυσον ἀπὸ Τμώλοιο διώξω· καὶ φονίην ὤμοισιν ἐπικρεμάσασα φαρέτρην εἰς Πάφον, εἰς Φρυγίην θωρήξομαι· ἀμφοτέροις γὰρ τόξον ἐμὸν τανύσω, καὶ Κύπριδι καὶ Διονύσῳ.
720σοὶ πλέον, Ἰοχέαιρα, χολώομαι, ὅττι με, κούρη, οὐ κτάνες ὑπναλέην ἔτι παρθένον, οὐδὲ καὶ αὐτῷ σοῖς καθαροῖς βελέεσσιν ἐθωρήχθης παρακοίτῃ.“ ἔννεπε, καὶ τρομέουσαν ἑὴν ἀνεσείρασε φωνὴν δάκρυσι νικηθεῖσα. τελεσσιγάμου δὲ Λυαίου497 in vol. 2
725παιδοτόκου πλησθεῖσα γονῆς δυσπάρθενος Αὔρη διπλόον ὄγκον ἄειρεν· ἑῷ δ’ ἐπεμήνατο φόρτῳ ἄσχετα βακχευθεῖσα † γονῆς δυσπάρθενος Αὔρη † εἰ σπόρος αὐτολόχευτος ἢ ἀνέρος ἐξ ὑμεναίων ἠὲ θεοῦ δολίοιο· Διὸς δ’ ἐμνήσατο νύμφης,
730Πλουτοῦς αἰνοτόκου Βερεκυντίδος, ἧς ἀπὸ λέκτρων Τάνταλος ἐβλάστησε. καὶ ἤθελε γαστέρα τέμνειν, ὄφρα δαϊζομένης ἀπὸ νηδύος ἄφρονι λύσσῃ ἄτροφον ἡμιτέλεστον ἀιστώσειε γενέθλην. καὶ ξίφος ἠέρταζε, διὰ στέρνοιο δὲ γυμνοῦ
735δεξιτερῇ μενέαινεν ἀφειδέι φάσγανον ἕλκειν. πολλάκι δ’ ἀρτιτόκοιο μετήιεν ἄντρα λεαίνης, ὥς κεν ὀλισθήσειε θελήμονος εἰς λίνα Μοίρης· ἀλλά μιν οὐρεσίφοιτος ὑπέκφυγε ταρβαλέη θήρ, μή μιν ἀποκτείνειε, μυχῷ δ’ ἐκρύπτετο πέτρης
740σκύμνον ἐρημαίῃσιν ἐπιτρέψασα χαμεύναις. πολλάκι δ’ οἰδαλέοιο γυναικείου διὰ κόλπου αὐτοφόνος μενέαινεν ἑκούσιον ἆορ ἐλάσσαι, ὄφρα κεν αὐτοδάικτος ὀνείδεα γαστρὸς ἀλύξῃ καὶ στόμα τερπομένης φιλοκέρτομον Ἰοχεαίρης·498 in vol. 2
745καὶ νοέειν μενέαινεν ἑὸν πόσιν, ὄφρα καὶ αὐτὴ υἱέα δαιτρεύσειεν ἀναινομένῳ παρακοίτῃ, αὐτὴ παιδοφόνος καὶ ὁμευνέτις, ὄφρα τις εἴπῃ· ‘Πρόκνη παιδολέτειρα νέη πέλε δύσγαμος Αὔρη.‘ καί μιν ὀπιπεύουσα νέων ἐγκύμονα παίδων

48

(750)

Ἄρτεμις ἐγγὺς ἵκανεν ἑῷ γελόωντι προσώπῳ, δειλαίην δ’ ἐρέθιζε, καὶ ἀστόργῳ φάτο φωνῇ· „Ὕπνον ἴδον Παφίης θαλαμηπόλον, εἶδον Ἐρώτων ξανθῆς νυμφιδίης ἀπατήλια χεύματα πηγῆς, ἧχι ποτῷ δολόεντι νεήνιδες ἥλικα μίτρην
755ἅρπαγι παρθενίης γαμίῳ λύουσιν ὀνείρῳ· εἶδον ἐγὼ κλέτας, εἶδον, ὅπῃ ζυγίῃ παρὰ πέτρῃ ἀπροϊδὴς δολόεντι γυνὴ νυμφεύεται ὕπνῳ· Κύπριδος εἶδον ὄρος φιλοτήσιον, ἧχι γυναικῶν παρθενίην κλέπτοντες ἀλυσκάζουσιν ἀκοῖται.
760εἰπέ, γύναι φυγόδεμνε, τί σήμερον ἠρέμα βαίνεις; ἡ πρὶν ἀελλήεσσα, πόθεν βαρύγουνος ὁδεύεις; νυμφεύθης ἀέκουσα, καὶ οὐ τεὸν οἶδας ἀκοίτην·
οὐ δύνασαι κρύπτειν κρύφιον γάμον· οἰδαλέοι γὰρ σὸν πόσιν ἀγγέλλουσι νεογλαγέες σέο μαζοί.499 in vol. 2
765εἰπὲ δέ μοι, βαρύυπνε, συοκτόνε, παρθένε, νύμφη, πῶς μεθέπεις χλοάουσαν ἐρευθαλέην σέο μορφήν; τίς σέο λέκτρα μίηνε; τίς ἥρπασε σεῖο κορείην; ξανθαὶ Νηιάδες, μὴ κρύψατε νυμφίον Αὔρης. οἶδα, γύναι βαρύφορτε, τεὸν λαθραῖον ἀκοίτην·
770σὸς γάμος οὔ με λέληθε, καὶ εἰ κρύπτειν μενεαίνεις, σὸς πόσις οὔ με λέληθε· βαρυνομένη δέμας ὕπνῳ εὐνέτις ἀστυφέλικτος ἐνυμφεύθης Διονύσῳ. ἀλλὰ τεὸν λίπε τόξον· ἀναινομένη δὲ φαρέτρην ὄργια μυστιπόλευε γυναιμανέος σέο Βάκχου,
775τύμπανα χειρὶ φέρουσα καὶ εὐκεράων θρόον αὐλῶν. πρὸς δὲ τεῆς λίτομαί σε τελεσσιγάμοιο χαμεύνης, ποῖά σοι ὤπασεν ἕδνα τεὸς Διόνυσος ἀκοίτης; μή σοι νεβρίδα δῶκε, τεῆς αὐτάγγελον εὐνῆς; μή σοι χάλκεα ῥόπτρα τεῶν πόρε παίγνια παίδων;
780πείθομαι, ὡς πόρε θύρσον, ἀκοντιστῆρα λεόντων· καὶ τάχα κύμβαλα δῶκε, τά περ δονέουσι τιθῆναι φάρμακα νηπιάχοισι φιλοθρήνων ὀδυνάων.“ ἔννεπε κερτομέουσα· καὶ ἔμπαλιν ᾤχετο δαίμων, θῆρας ὀιστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ
785ἠερίοις ἀνέμοισιν ἑὰς μεθέηκε μερίμνας. κούρη δ’ οὐρεσίφοιτος ἀμάρτυρος ὑψόθι πέτρης
ὀξὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο φρικαλέον βρύχημα λεχωίδος εἶχε λεαίνης· πέτραι δ’ ἀντιάχησαν· ἐρισμαράγοιο δὲ κούρης500 in vol. 2
790φθόγγον ἀμειβομένη μυκήσατο δύσθροος Ἠχώ. καὶ παλάμας, ἅτε πῶμα, περισφίγξασα λοχείῃ κλεῖε θοὴν ὠδῖνα πεπαινομένου τοκετοῖο, καὶ τόκον ἀρτιτέλεστον ἐρήτυεν· ἐχθομένην γὰρ Ἄρτεμιν οὐ μενέαινεν ἐπ’ ὠδίνεσσι καλέσσαι·
795Ἡραίας δὲ θύγατρας ἀναίνετο, μή ποτε Βάκχου μητρυιῆς ἅτε παῖδες ἐπιβρίσωσι λοχείῃ. κούρη δ’ ἀσχαλόωσα κατηφέα ῥῆξεν ἰωήν, νυσσομένη κέντροισιν ἀπειρώδινος ἀνάγκης· „οὕτως Ἰοχέαιραν ἴδω καὶ θοῦριν Ἀθήνην,

48

(800)

οὕτως ἀμφοτέρας ἐγκύμονας, ὄφρα νοήσω ... Ἄρτεμιν ὠδίνουσαν ἐλέγξατε, μαιάδες Ὧραι, μαρτυρίῃ τοκετοῖο, καὶ εἴπατε Τριτογενείῃ· ‘παρθενικὴ Γλαυκῶπι, νεητόκε μῆτερ ἀμήτωρ.‘ οὕτω ξυνὰ παθοῦσαν ἴδω φιλοπάρθενον Ἠχὼ
805Πανὶ παρευνηθεῖσαν ἢ ἀρχεκάκῳ Διονύσῳ. Ἄρτεμι, καὶ σὺ τεκοῦσα παραίφασις ἔσσεαι Αὔρης, θῆλυ γάλα στάζουσα λεχώιον ἄρσενι μαζῷ.“ εἶπεν ὀδυρομένη βαρυώδυνα κέντρα λοχείης. καὶ τόκον Ἰοχέαιρα κατέσχεθε, παιδοτόκῳ δὲ
810νύμφῃ μόχθον ὄπασσεν ἐρυκομένου τοκετοῖο.
καὶ τελετῆς Νίκαια κυβερνήτειρα Λυαίου μόχθον ὀπιπεύουσα καὶ αἴσχεα λυσσάδος Αὔρης τοίην κρυπταδίην οἰκτίρμονα ῥήξατο φωνήν· „Αὔρη ξυνὰ παθοῦσα, κινύρεο καὶ σὺ κορείην·501 in vol. 2
815γαστρὶ δὲ φόρτον ἔχουσα δυηπαθέος τοκετοῖο τέτλαθί μοι μετὰ λέκτρον ἔχειν καὶ κέντρα λοχείης, τέτλαθι καὶ βρεφέεσσιν ἀήθεα μαζὸν ὀρέξαι. καὶ σὺ πόθεν πίες οἶνον, ἐμῆς συλήτορα μίτρης; καὶ σὺ πόθεν πίες οἶνον, ἕως πέλες ἔγκυος, Αὔρη;
820καὶ σὺ πάθες, φυγόδεμνε, τά περ πάθον· ἀλλὰ καὶ αὐτὴ μέμφεο νυμφοκόμων ἀπατήλιον ὕπνον ἐρώτων. εἷς δόλος ἀμφοτέραις γάμον ἥρμοσεν, εἷς πόσις Αὔρης ... παρθενικὴν Νίκαιαν ἐθήκατο μητέρα παίδων· οὐκέτι τόξον ἔχω θηροκτόνον, οὐκέτι νευρῇ,
825ὡς πάρος, αὐερύω καὶ ἐγὼ βέλος· εἰμὶ δὲ δειλὴ ἱστοπόνος θήλεια, καὶ οὐκέτι θοῦρις Ἀμαζών.“ ἔννεπεν οἰκτείρουσα τελεσσιγόνου πόνον Αὔρης, οἷά τε πειρηθεῖσα τόκου μογεροῖο καὶ αὐτή. Λητῴη δ’ ἀίουσα βαρυφθόγγου κτύπον Αὔρης
830ἤλυθεν αὐχήεσσα τὸ δεύτερον ἐγγύθι νύμφης· τειρομένην δ’ ἐρέθιζε καὶ ἴαχε κέντορι μύθῳ· „παρθένε, τίς σε τέλεσσε λεχωίδα μητέρα παίδων; ἡ γάμον ἀγνώσσουσα πόθεν γλάγος ἔλλαχε μαζοῦ;
οὐκ ἴδον, οὐ πυθόμην, ὅτι παρθένος υἷα λοχεύει.502 in vol. 2
835ἦ ῥα φύσιν μετάμειψε πατὴρ ἐμός; ἦ ῥα γυναῖκες νόσφι γάμου τίκτουσι; σὺ γάρ, φιλοπάρθενε κούρη, ὠδίνεις νέα τέκνα, καὶ εἰ στυγέεις Ἀφροδίτην. ἦ ῥα κυβερνήτειραν ἀναγκαίου τοκετοῖο Ἄρτεμιν οὐ καλέουσι λεχωίδες, ὅττι σὺ μούνη
840εἰς τόκον ἀγροτέρης οὐ δεύεαι Ἰοχεαίρης; οὐδὲ τεὸν Διόνυσον ἀμαιεύτων ἀπὸ κόλπων ἔδρακεν Εἰλείθυια, τεῆς ἀροτῆρα γενέθλης· ἀλλά μιν ἡμιτέλεστον ἐμαιώσαντο κεραυνοί. μὴ κοτέῃς, ὅτι παῖδας ἐνὶ σκοπέλοισι λοχεύεις·
845ἡ σκοπέλων βασίλεια τόκου πειρήσατο Ῥείη· τίς νέμεσίς ποτε τοῦτο; κατ’ οὔρεα τέκνα λοχεύεις, ὡς δάμαρ οὐρεσίφοιτος ὀρεσσινόμου Διονύσου.“ ἔννεπε· καὶ κοτέουσα λεχωιὰς ἄχνυτο νύμφη Ἄρτεμιν αἰδομένη καὶ ἐν ἄλγεσιν. ἆ μέγα δειλή,

48

(850)

ἐγγὺς ἔην τοκετοῖο καὶ ἤθελε παρθένος εἶναι. καὶ βρέφος εἰς φάος ἦλθε θοώτερον· Ἀρτέμιδος γὰρ φθεγγομένης ἔτι μῦθον ἀκοντιστῆρα λοχείης διπλόος αὐτοκέλευστος ἐμαιώθη τόκος Αὔρης λυομένης ὠδῖνος, ὅθεν διδύμων ἀπὸ παίδων
855Δίνδυμον ὑψικάρηνον ὄρος κικλήσκετο Ῥείης. καὶ θεὸς ἀθρήσασα νέην εὔπαιδα γενέθλην τοῖον ἔπος παλίνορσος ἀμοιβαίῃ φάτο φωνῇ·
„μαῖα, γονῆς ταμίη, διδυμητόκε δύσγαμε νύμφη, υἱάσι μαζὸν ὄρεξον ἀήθεα, παρθένε μήτηρ·503 in vol. 2
860παππάζει σέο κοῦρος ἀπαιτίζων σε τοκῆα· εἰπὲ δὲ σοῖς τεκέεσσι τεὸν λαθραῖον ἀκοίτην. Ἄρτεμις οὐ γάμον οἶδε, καὶ οὐ τρέφεν υἱέα μαζῷ· σὸν λέχος οὔρεα ταῦτα, καὶ ἠθάδος ἀντὶ χιτῶνος σπάργανα σῶν βρεφέων πολυδαίδαλα δέρματα νεβρῶν.“
865 εἶπε, καὶ ὠκυπέδιλος ἐδύσατο δάσκιον ὕλην. καὶ καλέσας Νίκαιαν ἑὴν Κυβεληίδα νύμφην, μεμφομένην ἔτι λέκτρα λεχωίδα δείκνυεν Αὔρην μειδιόων Διόνυσος· ἐρημονόμοιο δὲ κούρης ἀρτιγάμοις ἀγόρευεν ἐπαυχήσας ὑμεναίοις·
870 „ἄρτι μόγις, Νίκαια, παραίφασιν εὗρες ἐρώτων· ἄρτι πάλιν Διόνυσος ἐπίκλοπον ἤνυσεν εὐνήν, παρθενικῆς δ’ ἑτέρης γάμον ἥρπασεν· ἐν δὲ κολώναις ἡ πρὶν ἀλυσκάζουσα καὶ οὔνομα μοῦνον ἐρώτων σοῖς θαλάμοις τύπον ἶσον ὀρεστιὰς ἔδρακεν Αὔρη.
875οὐ μούνη γλυκὺν ὕπνον ἐδέξαο πομπὸν ἐρώτων, οὐ μούνη πίες οἶνον ἐπίκλοπον ἅρπαγα μίτρης· ἀλλὰ νέης ἄγνωστος ἀνοιγομένης ἀπὸ πηγῆς νυμφοκόμος πάλιν οἶνος ἀνέβλυε, καὶ πίεν Αὔρη. ἀλλὰ βέλος δεδαυῖαν ἀναγκαίου τοκετοῖο,
880πρὸς Τελετῆς λίτομαί σε, χοροπλεκέος σέο κούρης, σπεῦσον ἀερτάζειν ἐμὸν υἱέα, μή μιν ὀλέσσῃ τολμηραῖς παλάμῃσιν ἐμὴ δυσμήχανος Αὔρη· οἶδα γάρ, ὡς διδύμων βρεφέων ἕνα παῖδα δαμάσσει
ἄσχετα λυσσώουσα· σὺ δὲ χραίσμησον Ἰάκχῳ·504 in vol. 2
885ἔσσο φύλαξ ὠδῖνος ἀρείονος, ὄφρα κεν εἴη σὴ Τελετὴ θεράπαινα καὶ υἱέι καὶ γενετῆρι.“ ὣς εἰπὼν παλίνορσος ἐχάζετο Βάκχος ἀγήνωρ, κυδιόων Φρυγίοισιν ἐπ’ ἀμφοτέροις ὑμεναίοις πρεσβυτέρης ἀλόχοιο καὶ ὁπλοτέρης περὶ νύμφης.
890καὶ βαρὺ πένθος ἔχουσα τελεσσιτόκῳ παρὰ πέτρῃ, παῖδας ἐλαφρίζουσα, λεχωιὰς ἴαχε μήτηρ· „ἠερόθεν γάμος οὗτος· ἐμὸν γόνον ἠέρι ῥίψω· νυμφεύθην ἀνέμοισι καὶ οὐ βροτέην ἴδον εὐνήν, Αὔρης δ’ εἰς ὑμέναιον ἐπώνυμοι ἤλυθον αὖραι·
895καὶ λοχίας ἐχέτωσαν ἐμὰς ὠδῖνας ἀῆται. ἔρρετέ μοι, νέα τέκνα δολορραφέος γενετῆρος, ὑμέας οὐκ ἐλόχευσα· τί μοι κακὰ θηλυτεράων; ἀμφαδὸν ἄρτι, λέοντες, ἐλεύθεροι εἰς νομὸν ὕλης ἔλθετε θαρσήεντες, ὅτ’ οὐκέτι μάρναται Αὔρη·

48

(900)

καὶ σκυλάκων ἑλίκωπες ἀρείονές ἐστε λαγωοί· θῶες ἐμοί, τέρπεσθε· παρ’ ἡμετέρῃ δὲ χαμεύνῃ πόρδαλιν ἀπτοίητον ἐπισκαίροντα νοήσω· ἄξατε σύννομον ἄρκτον ἀταρβέα· παιδοτόκου γὰρ Αὔρης χαλκοχίτωνες ἐθηλύνθησαν ὀιστοί.
905αἰδέομαι μεθέπειν μετὰ παρθένον οὔνομα νύμφης,
μὴ βριαρὸν τεκέεσσιν ἐμόν ποτε μαζὸν ὀπάσσω, μὴ παλάμῃ θλίψοιμι νόθον γάλα, μηδ’ ἐνὶ λόχμαις θηροφόνος γεγαυῖα γυνὴ φιλότεκνος ἀκούσω.“505 in vol. 2
910 ... θῆκεν ὑπὸ σπήλυγγι λεχώια δεῖπνα λεαίνης· ἀλλὰ Διωνύσοιο νέην εὔπαιδα γενέθλην πόρδαλις, ὠμοβόροισι δέμας λιχμῶσα γενείοις, ἔμφρονα θυμὸν ἔχουσα σοφῷ μαιώσατο μαζῷ· θαμβαλέοι δὲ δράκοντες ἐκυκλώσαντο λοχείην
915ἰοβόλοις στομάτεσσιν, ἐπεὶ νέα τέκνα φυλάσσων μειλιχίους καὶ θῆρας ἐθήκατο νυμφίος Αὔρης. καὶ ποδὶ φοιταλέῳ Ληλαντιὰς ἄνθορε κούρη ἄγριον ἦθος ἔχουσα δασυστέρνοιο λεαίνης, ἠερίαις τ’ ἀκίχητος ἀνηκόντιζεν ἀέλλαις
920θηρείων ἕνα παῖδα διαρπάξασα γενείων· καὶ πάις ἀρτιλόχευτος ἐπὶ στροφάλιγγι κονίης ἠερόθεν προκάρηνος ἐπωλίσθησεν ἀρούρῃ· καί μιν ἀφαρπάξασα φίλῳ τυμβεύσατο λαιμῷ,
δαινυμένη φίλα δεῖπνα. καὶ ἀστόργοιο τεκούσης506 in vol. 2
925ταρβαλέη τέκος ἄλλο λεχωίδος ἥρπασεν Αὔρης παρθένος Ἰοχέαιρα, διαστείχουσα δὲ λόχμην παιδοκόμῳ κούφιζεν ἀήθεϊ κοῦρον ἀγοστῷ. καὶ Βρομίου μετὰ λέκτρα, μετὰ στροφάλιγγα λοχείης μῶμον ἀλυσκάζουσα γαμήλιον ἀγρότις Αὔρη,
930ἀρχαίης μεθέπουσα σέβας φιλοπάρθενον αἰδοῦς, Σαγγαρίου σχεδὸν ἦλθεν· ὀπισθοτόνῳ δ’ ἅμα τόξῳ εἰς προχοὰς ἀκόμιστον ἑὴν ἔρριψε φαρέτρην, καὶ βυθίῳ προκάρηνος ἐπεσκίρτησε ῥεέθρῳ ὄμμασιν αἰδομένοισιν ἀναινομένη φάος Ἠοῦς,
935καὶ ῥοθίοις ποταμοῖο καλύπτετο· τὴν δὲ Κρονίων εἰς κρήνην μετάμειψεν· ὀρεσσιχύτοιο δὲ πηγῆς μαζοὶ κρουνὸς ἔην, προχοὴ δέμας, ἄνθεα χαῖται, καὶ κέρας ἔπλετο τόξον ἐυκραίρου ποταμοῖο ταυροφυές, καὶ σχοῖνος ἀμειβομένη πέλε νευρή,
940καὶ δόνακες γεγαῶτες ἐπερροίζησαν ὀιστοί, καὶ βυθὸν ἰλυόεντα διεσσυμένη ποταμοῖο εἰς γλαφυρὸν κευθμῶνα χυτὴ κελάρυζε φαρέτρη. καὶ χόλον ἰοχέαιρα κατεύνασεν· ἀμφὶ δὲ λόχμην ἴχνια μαστεύουσα φιλοσκοπέλοιο Λυαίου
945ἤιεν, ἀρτιλόχευτον ἀειρομένη βρέφος Αὔρης, πήχεϊ κουφίζουσα νόθον βάρος· αἰδομένη δὲ ὤπασεν ἄρσενα παῖδα κασιγνήτῳ Διονύσῳ.
Νικαίῃ δ’ ἑὸν υἷα πατὴρ πόρε, μαιάδι νύμφῃ· ἡ δέ μιν ἠέρταζε, καὶ ἀκροτάτης ἀπὸ θηλῆς507 in vol. 2

48

(950)

παιδοκόμων θλίβουσα φερέσβιον ἰκμάδα μαζῶν κοῦρον ἀνηέξησε. λαβὼν δέ μιν ὑψόθι δίφρου νήπιον εἰσέτι Βάκχον ἐπώνυμον υἷα τοκῆος Ἀτθίδι μυστιπόλῳ παρακάτθετο Βάκχος Ἀθήνῃ, εὔια παππάζοντα· θεὰ δέ μιν ἔνδοθι νηοῦ
955Παλλὰς ἀνυμφεύτῳ θεοδέγμονι δέξατο κόλπῳ· παιδὶ δὲ μαζὸν ὄρεξε, τὸν ἔσπασε μοῦνος Ἐρεχθεύς, αὐτοχύτῳ στάζουσα νόθον γλάγος ὄμφακι μαζῷ. καί μιν Ἐλευσινίῃσι θεὰ παρακάτθετο Βάκχαις· ἀμφὶ δὲ κοῦρον Ἴακχον ἐκυκλώσαντο χορείῃ
960νύμφαι κισσοφόροι Μαραθωνίδες, ἀρτιτόκῳ δὲ δαίμονι νυκτιχόρευτον ἐκούφισαν Ἀτθίδα πεύκην· καὶ θεὸν ἱλάσκοντο μεθ’ υἱέα Περσεφονείης, καὶ Σεμέλης μετὰ παῖδα, θυηπολίας δὲ Λυαίῳ ὀψιγόνῳ στήσαντο καὶ ἀρχεγόνῳ Διονύσῳ,
965καὶ τριτάτῳ νέον ὕμνον ἐπεσμαράγησαν Ἰάκχῳ. καὶ τελεταῖς τρισσῇσιν ἐβακχεύθησαν Ἀθῆναι· καὶ χορὸν ὀψιτέλεστον ἀνεκρούσαντο πολῖται Ζαγρέα κυδαίνοντες ἅμα Βρομίῳ καὶ Ἰάκχῳ. οὐδὲ Κυδωναίων ἐπελήσατο Βάκχος ἐρώτων,
970ἀλλὰ καὶ ὀλλυμένης προτέρης ἐμνήσατο νύμφης· καὶ Στέφανον περίκυκλον ἀποιχομένης Ἀριάδνης μάρτυν ἑῆς φιλότητος ἀνεστήριξεν Ὀλύμπῳ, ἄγγελον οὐ λήγοντα φιλοστεφάνων ὑμεναίων. καὶ θεὸς ἀμπελόεις πατρώιον αἰθέρα βαίνων508 in vol. 2
975πατρὶ σὺν εὐώδινι μιῆς ἔψαυσε τραπέζης, καὶ βροτέην μετὰ δαῖτα, μετὰ προτέρην χύσιν οἴνου οὐράνιον πίε νέκταρ ἀρειοτέροισι κυπέλλοις,
σύνθρονος Ἀπόλλωνι, συνέστιος υἱέι Μαίης.509 in vol. 2