TLG 2043 005 :: HEPHAESTION :: Excerptum (e cod. Vat. gr. 1056)

HEPHAESTION Astrol.
(Thebanus: A.D. 4)

Excerptum (e cod. Vat. gr. 1056)

Source: Pingree, D. (ed.), Hephaestionis Thebani apotelesmaticorum libri tres, vol. 2. Leipzig: Teubner, 1974: XXI–XXII.

Citation: Page — (line)

xxi

(1tab)

[Omitted graphic marker]
1 Ὁ οὖν Κριὸς καὶ ὁ Ζυγὸς ὁρῶνται ὑπὸ τῶν δύο φώτων καὶ τοῦ Ἑρμοῦ καὶ οὐδεὶς τῶν κακοποιῶν ὁρᾷ. ἐν τούτοις ἐλθούσης τῆς Σελήνης [καὶ τοῦ Ἑρμοῦ], ἰδούσης καὶ τὸν Δία ἢ Ἀφροδίτην χωρὶς τῆς μαρτυρίας τῶν κακοποιῶν,
5χαρμοσύνας ἀγγελίας ἐποίσει, εἰ δὲ κακοποιοὶ σχηματί‐ σουσιν ἀνώμαλα ἔσονται. πάλιν ὅ ἐστιν· οἱ μὲν ἓξ ἀστέρες ὡς προδέδεικται, μόνος δὲ ὁ Ἑρμῆς ἀλλαξάτω τὸ ζῴδιον, καὶ ἦν ἐν Ἰχθύσιν. νῦν οὖν ὁρῶνται ὁ Ταῦρος καὶ ὁ Σκορ‐ πίος ὑπὸ τοῦ Ἑρμοῦ καὶ τῶν κακοποιῶν· ἐν τούτοις ἐλθού‐
10σης τῆς Σελήνης τοῦ Ἑρμοῦ μαρτυροῦντος 〈...〉

xxii

Ὑπόδειγμα ἕτερον Μηνὶ Ἰουνίῳ αʹ ἰνδ. εʹ ἦλθεν ἀγγελία ἀπὸ τῆς δύσεως ὡς τοῦ μεγίστου κάστρου τῶν Σερβίων παρὰ τοῦ βασιλέως κρατηθέντος. Ἥλιος ἐν Διδύμοις ι, Σελήνη ἐν Σκορπίῳ
5ιδ, Κρόνος ἐν Λέοντι κβ, Ζεὺς ἐν Λέοντι η, Ἄρης ἐν Διδύ‐ μοις κα, Ἀφροδίτη ἐν Ταύρῳ ιθ, Ἑρμῆς ἐν Καρκίνῳ ϛ. ὁ ἀριθμὸς Ἑρμοῦ εἰς τὸν ὡροσκόπον τῆς πόλεως καὶ ἡ Ἀφροδίτη εἰς τὸν Ἥλιον τῆς πόλεως ἀκάκωτοι ὥστε αἱ ἐπεμβάσεις τοῦ Ἑρμοῦ καὶ τῶν ἀγαθοποιῶν εἰς τὰ φῶτα
10καὶ τὸν ὡροσκόπον τῆς πόλεως σημαίνουσιν.