TLG 2043 004 :: HEPHAESTION :: Excerptum (e cod. Marcian. gr. 334) HEPHAESTION Astrol. Excerptum (e cod. Marcian. gr. 334) Citation: Page — (line) | ||
x | Οὗτος γέγονε προφανὴς ἐκ προφανῶν, ἐξουσιαστικὸς καὶ πολλὰ ἐκόλασε, πολυχρήματος, ἄδικος καὶ κατηγορού‐ μενος· 〈π〉ολυχρήματος γέγονεν οὗτος διὰ τὸ[ν] τρίγω‐ νον (Διὸς καὶ Σελήνης ἐν τῷ αὐτῷ ὄντων), ἄδικος δὲ καὶ | |
5 | κατηγορούμενος διὰ τὴν τοῦ Ἄρεως καὶ Ἑρμοῦ στάσιν ἐπὶ τοῦ μεσουρανήματος ἀμφοτέρων ὄντων ὑπαύγων, προ‐ φανὴς δὲ διὰ τὸ τοὺς δ ἀστέρας ἐπὶ τοῦ μεσουρανήματος τυγχάνειν καὶ τὴν προγενομένην σύνοδον· οὐ γὰρ μικρὰ δύναμίς ἐστιν ἡ προγενομένη σύνοδος ὁπόταν μάλιστα | |
---|---|---|
10 | κατὰ κέντρον τύχῃ τό τε ὡροσκοποῦν καὶ μεσουρανοῦν. πρὸς δὲ τὰς θηλείας μίξεις ἀνεπίστροφος ἦν καὶ ῥυπαρὸς διὰ τὸ Ἄρεα μετὰ Ἀφροδίτης καὶ Διὸς τὴν στάσιν ἔχειν ἐν Κριῷ ἀσελγεῖ ζῳδίῳ καὶ ὁρᾶσθαι ἐκ διαμέτρου ὑπὸ Κρόνου, προσέτι διὰ τὸ πάντας αὐτοὺς τοὺς ἀστέρας ἐν ἀρρενικοῖς | |
15 | ζῳδίοις εἶναι. ὁ δὲ Ἥλιος ἐπὶ τοῦ ὑψώματος καὶ ἐπὶ τοῦ μεσουρανήματος ὢν καὶ δορυφορούμενος παρά τε τῶν προανη〈νε〉γμένων αὐτοῦ ἀστέρων ἔν τε τῷ αὐτῷ ζῳδίῳ καὶ τοῦ Διὸς ἐν Ὑδροχόῳ (ἀεὶ γὰρ δορυφορεῖ ἕως τετρα‐ γώνου στάσεως τῆς προανηνεγμένης) λαμπρὸν καὶ ἔνδοξον | |
20 | τοῦτον ἀπετέλεσεν. ὁμοίως καὶ ἡ Σελήνη πλήθουσα ἐν τριγώνῳ σχήματι πρός τε Κρόνον καὶ Δία εὐδαίμονα καὶ πολυχρήματον ἀπε〈ι〉ργάσατο, καὶ τῇ πατρίδι πολλὰ ἀναθήματα καὶ δῶρα ἐναπειργάσατο. μὴ λαθέτω δέ σε μηδὲ τοῦτο[ν] ὡς τῶν ἀστέρων τῶν πάντων ἢ τῶν πλεί‐ | |
25 | στων ἐν ἰδίοις ζῳδίοις ἢ τόποις ὄντων συμβαίνει ποιεῖν ἀξιωματικὸν καὶ ἐπίσημον ἄνδρα[ς], οἱ δὲ ζωτικοὶ τούτου προλογίζονται ἀπὸ τῆς τοῦ Ἡλίου ἀφ[ερ]έσεως καὶ τῆς τετραγώνου αὐτοῦ στάσεως διὰ τὸ εἶναι αὐτὸν ἐν ἐπικαί‐ ρῳ τόπῳ καὶ τὴν προγενομένην σύνοδον ἐν τῷ αὐτῷ ἐπιγε‐ | |
30 | νέσθαι. Οὗτος ἐκ μεγίστης γένης καὶ προφανοῦς, λέγω δὲ πατρὸς καὶ μητρὸς ἐνδοξοτάτων καὶ βιαιοθανάτων [τῇδε]· | |
οὗτος γὰρ ἐλπίδων μεγάλων γεγονὼς καὶ δοκῶν ἤδη ἐπὶ | ||
xi(1tab) | [Omitted graphic marker] | |
1 | βασιλείαν ἐλθεῖν, κακόβουλος γεγονὼς ἀνῃρέθη μετά τινος πρεσβύτου τῶν τοῦ γέν[εθλι]ου〈σ〉 αὐτοῦ (ἐν διαβολῇ καὶ αὐτὸς γενόμενος δι’ αὑτόν) πρὸς [δε’ σκτ τῶν ἀπὸ τοῦ γενεθλίου πάντων] ταπεινοὺς ἀπηλλαγμένων. τὸ μὲν οὖν | |
5 | προφανῆ αὐτὸν γεννηθῆναι διὰ τὸ τὸν Ἥλιον εἶναι ἐν τῷ ὡροσκόπῳ καὶ δορυφορεῖσθαι, τὸ δὲ κακόβουλον γεγο‐ νέναι διὰ τὸ τὸν Ἑρμῆν καὶ Ἥλιον μετὰ Κρόνου ἐν Ἄρεως οἴκῳ εἶναι, καί τινα τῶν τοῦ γένους αὐτοῦ γεραιὸν ἀπώ‐ λεσεν διὰ τὸ συνεῖναι τούτῳ τὸν Κρόνον, τὸ δὲ καὶ αὐτὸν | |
10 | κατακοπῆναι διὰ τὸ τὴν Σελήνην εἶναι ἐν Ταύρῳ μελεο‐ κοπουμένῳ ζῳδίῳ καὶ ἀκτινοβολεῖν τὸν Ἄρεα ἐπὶ τῆς ἀνα‐ φορᾶς τοῦ ὡροσκόπου, τὸ δὲ καὶ ἐξ οὐρανοῦ εἶναι τὴν βλάβην διὰ τὸ τὸν Ἄρεα εἶναι ἐν ἀνθρωποειδεῖ ζῳδίῳ· ἐρωτικὸς δὲ οὗτος γέγονε καὶ φιλομόναχος, ἐρωτικὸς διὰ | |
15 | τὸν Δία καὶ τὴν Ἀφροδίτην, φιλομόναχος διὰ τὸ〈ν〉 Ἄρεα ὄντα ἐπὶ τῆς ἐπαναφορᾶς τοῦ μεσουρανήματος καὶ τοῦ Ἑρμοῦ ὄντος ἐν οἴκῳ Ἄρεως, τὸ δὲ περὶ κεʹ τεθνάναι αὐτὸν | |
διὰ τὴν [ἐπ]ἀναφορὰν εἶναι τοῦ Ταύρου καὶ τοῦ Ὑδροχόου. |