TLG 2043 002 :: HEPHAESTION :: Apotelesmatica (epitomae quattuor)

HEPHAESTION Astrol.
(Thebanus: A.D. 4)

Apotelesmatica (epitomae quattuor)

Source: Pingree, D. (ed.), Hephaestionis Thebani apotelesmaticorum libri tres, vol. 2. Leipzig: Teubner, 1974: 1–350.

  • *Epitome 1: pp. 1–46
  • *Epitome 2: pp. 47–125
  • *Epitome 3: pp. 126–134
  • *Epitome 4: pp. 135–350

Citation: Page — (line)

1

(t)

EPITOMA I
1tλʹ. Ὅπως χρὴ εἰδέναι ἀλόγων γενέσεις
2tκαὶ καταρχάς
3 Ἐπὶ μὲν οὖν τῆς τῶν ἀλόγων γενέσεως τὸ αὐτὸ νοείσθω ὅπερ ἤδη εἰρήκαμεν ἐν τῷ βʹ βιβλίῳ περὶ ἀλόγων καὶ τερά‐
5των, ἁπλούστερον δὲ καὶ ἐνταῦθα εἰρήσθω. ἐπὰν γὰρ ὁ τοῦ κλήρου τῆς τύχης κύριος ἀσύνδετος τῷ ὡροσκόπῳ ἢ καὶ τῷ τοῦ ὡροσκόπου δεσπότῃ καὶ τοῖς παισὶν εὑρεθῇ, καὶ μάλιστα τῇ Σελήνῃ, ἀλόγου καταρχὴν νομιστέον. ἐπὰν δὲ καὶ τὰ φῶτα ἀλλήλων καὶ τοῦ ὡροσκόπου ἀλλο‐
10τριωθῇ τῷ σχήματι τῶν συναφῶν πρὸς κακοποιοὺς γινο‐ μένων καὶ τῶν κέντρων ἢ τῶν ἐπαναφορῶν ὑπὸ τῶν κακο‐ ποιῶν κατεχομένων ἄνευ τῆς τῶν ἀγαθοποιῶν θεωρίας ἀνάγκη γένεσιν ἀλόγου εἶναι ἢ τέρατος ἢ ἀγρίου ἀλόγου πρὸς τὴν τῶν ζῳδίων φύσιν τῶν ποιούντων τὸ σύμπτωμα
15ἢ καὶ καταρχὴν περὶ ἀλόγων ζῴων, συσχηματιζομένων δὲ τῶν ἀγαθοποιῶν τὰ γινόμενα χειροήθη καὶ μετὰ ἀνθρώ‐ πων διαιτώμενα.
18tλαʹ. Περὶ προγνώσεως τοῦ ἐρωτῶντος
19tοἷον περὶ τίνος ἐρωτᾷ
20 Ἐπετήρησαν δὲ ἀκριβῶς εἰς πρόγνωσιν οἱ παλαιοὶ καὶ ἐκ τῆς ποσότητος τῶν μορίων τοῦ ὡροσκόπου οὗ ἔσται
αὐτὸ τὸ δωδεκατημόριον. εἰς ὃ γὰρ ἂν ἐμπέσῃ ζῴδιον ἐν1

2

τοῖς ἑξῆς ἀνὰ δύο ἥμισυ μοίρας ἐκβαλλομένη ἡ ποσότης τῶν μοιρῶν τοῦ ὡροσκόπου ὃ ἔσται αὐτοῦ τὸ δωδεκατη‐ μόριον, καὶ κατ’ αὐτό τε περὶ παντὸς πράγματος καὶ πρὸ τῆς πεύσεως συνιδεῖν ἔστι τὸ εἶδος. οὐ γὰρ μόνον ὁρᾶν χρὴ
5αὐτὰ καθ’ αὑτὰ εἰ ἔστι τροπικὰ ἢ στερεὰ ἢ δίσωμα ἃ μάλιστα ἁρμόζει εἰς τὴν τῶν καταρχῶν λύσιν τῷ συμβαίνειν ἐν στερεῷ τροπικὸν δωδεκατημόριον ἢ δίσω‐ μον κεντροῦσθαι, ἀλλοιοῦσθαί τε τὴν φύσιν τοῦ ζῳδίου τῇ τῆς τοπικῆς δυνάμεως μοιρικῇ διακρίσει. τὴν οὖν ποιό‐
10τητα τοῦ πράγματος προειπεῖν δυνησόμεθα ἐπὰν ἀκριβῶς λαμβάνωμεν τὴν ὡροσκοποῦσαν μοῖραν ἐξ ὑδροσκόπου ἢ ἀστρολάβου ἢ ἄλλου τινὸς ὡροσκοπίου καὶ γνῶμεν τὸ δωδεκατημόριον· πρὸς αὐτὸ ἐφαρμοσόμεθα οὕτως. Ἐὰν οὖν εὑρεθῇ τὸ πρῶτον δωδεκατημόριον Κριοῦ,
15τουτέστι δύο ἥμισυ μοῖραι, ὡροσκοποῦσαι ἐπὶ τῆς ὥρας τοὺς προσιόντας σημαίνει περὶ ἐλευθερίας ἢ ἀρχῆς, τὸ δὲ δεύτερον περὶ βίου ἢ οἴκου ἢ ζῴων ἢ ἀγροῦ ἢ γυναικὸς ἢ ἀστείων προσώπων ἢ ὁμοίων, τὸ δὲ γʹ ἐνέδρας ἢ κλέμμα‐ τος ἢ δραπέτου, τὸ δὲ δʹ περὶ κλοπῆς ἀργυρίου ἢ ἁρπαγῆς,
20τὸ εʹ περὶ οὐσίας ἢ ἀρχῆς καὶ τῶν ὁμοίων, τὸ ϛʹ περὶ κοινω‐ νίας καὶ γυναικείου κόσμου, τὸ ζʹ περὶ ἐχθρῶν καὶ μάχης ἢ ἀπαιτήσεως ἢ κριτηρίου, τὸ ηʹ περὶ λαθραίου πράγματος καὶ ἀποκρύφου, τὸ θʹ περὶ ὁδοιπορίας ἢ μεταβάσεως ἢ πλοῦ, τὸ ιʹ περὶ ἐλπίδων ἢ συζυγίας ἢ ἁρμονίας, τὸ ιαʹ
25περὶ κλοπῆς ἢ ἀποβολῆς ἢ ζημίας, τὸ ιβʹ περὶ γυναικὸς ἢ γυναικὶ διαφερόντων πραγμάτων ἢ τεθηλυμένων. Περὶ τῶν δωδεκατημορίων τοῦ Ταύρου· τὸ μὲν αʹ περὶ πραγματείας καὶ ὅσα περὶ ζωὴν καὶ βρῶσιν, τὸ δὲ βʹ περὶ πραγμάτων αἰσχρῶν ἢ ἀφροδισίων ἢ τῶν ὁμοίων,
30τὸ γʹ περὶ κλοπῆς ἢ ἔργου τινὸς ἢ οἰκονομίας, τὸ δʹ περὶ
ἔχθρας καὶ ἁρπαγῆς, τὸ εʹ περὶ συμφωνίας καὶ φιλίας καὶ2

3

καλοκαγαθίας, τὸ ϛʹ περὶ τοῦ ἀμφιβολίᾳ καὶ δισταγμῷ περιπεπτωκέναι τὸν σκεπτόμενον, τὸ ζʹ περὶ καμάτου καὶ μερίμνης καὶ στρατείας, τὸ ηʹ περὶ ὁδοιπορίας καὶ πλοῦ καὶ τῶν ὁμοίων, τὸ θʹ περὶ συναλλαγῆς τῆς πρὸς γυναῖκας
5καὶ τῶν ὁμοίων τούτοις, τὸ ιʹ περὶ διαπράσεως καὶ ἀπο‐ βολῆς καὶ κόπου, τὸ ιαʹ περὶ ἀφροδισίων, τὸ τελευταῖον, Κριοῦ τυγχάνον, περὶ ξένων ἢ ξενιτείας ἢ γεωργίας. Τῶν Διδύμων δὲ τὸ μὲν αʹ περὶ κοινωνίας καὶ πολιτικῶν πραγμάτων καὶ ὁμονοίας, τὸ βʹ περὶ χρυσίου καὶ ἀργυρίου
10καὶ τῶν ὁμοίων κινητῶν, τὸ γʹ περὶ ἀποβολῆς καὶ ἀτυ‐ χίας, τὸ δʹ περὶ δανείου καὶ ἀποβολῆς καὶ ζημίας, τὸ εʹ περὶ πράξεως καὶ πράγματος, τὸ ϛʹ περὶ κλοπῆς τῶν ἀπὸ πυρὸς γεγονότων, τὸ ζʹ περὶ δραπετῶν καὶ διωγμοῦ καὶ ὁδοιπορίας καὶ τῶν ὁμοίων, τὸ ηʹ περὶ ἐπωφελοῦς τέχνης
15καὶ ἱλαροῦ τινος πράγματος, 〈τὸ θʹ ...,〉 τὸ ιʹ περὶ μάχης καὶ ἔχθρας καὶ τῶν ὁμοίων, τὸ ιαʹ περὶ ἀποβολῆς ἢ φόβου ἢ μετανοίας ἢ ἀναλύσεως, τὸ δὲ τελευταῖον, Ταύρου τυγ‐ χάνον, περὶ γεωργίας ἢ ξενιτείας καὶ τῶν ὁμοίων. Τῶν δὲ τοῦ Καρκίνου τὸ μὲν πρῶτον περὶ ἀρχῆς καὶ
20ἀρχιερωσύνης ἢ ἱερουργίας, τὸ βʹ περὶ μεγάλου πράγμα‐ τος καὶ ἀξίας καὶ ἱερωσύνης, τὸ γʹ περὶ φόβου διὰ πρᾶγμά τι γυναικεῖον, τὸ δʹ περὶ πίστεως ἢ ἀποβολῆς, ἀπαιτήσεως, τὸ εʹ περὶ λαθραίας ἀποθέσεως ἢ θησαυροῦ ἢ παρακατα‐ θήκης, τὸ ϛʹ περὶ ὁδοιπορίας ἢ πλοῦ ἢ ξένων προσώπων,
25τὸ ζʹ περὶ μάχης διὰ θηλυκὸν πρόσωπον καὶ ζηλοτυπίαν, τὸ ηʹ περὶ ἀποβολῆς ἢ κλέμματος ἢ ζημίας ἢ ἀρνήσεως, τὸ θʹ περὶ κοινωνίας γάμου καὶ πραγμάτων ἀγαθῶν, τὸ ιʹ περὶ ἀρχῆς καὶ ἀξίας καὶ ἱερωσύνης καὶ τῶν ὁμοίων, τὸ ιαʹ περὶ κλέμματος ἢ ἀποδράντος τινὸς ἢ ἀρνήσεως περὶ
30παρακαταθήκης, τὸ ιβʹ περὶ κοινωνίας καὶ συμφώνων
πραγμάτων καὶ ἐζευγμένων.3

4

Τῶν δὲ τοῦ Λέοντος τὸ μὲν αʹ περὶ ἀξίας καὶ ἐπιθυμίας ἀλλοτρίων ἢ πλεονεξίας, τὸ βʹ περὶ μεγάλου πράγματος καὶ ζημίας καὶ ἀδικίας, τὸ γʹ περὶ μάχης καὶ πλεονεξίας, τὸ δʹ περὶ μεγάλου πράγματος τελεσιουργίας, τὸ εʹ περὶ
5πράγματος οὐ μικροῦ ἀλλὰ βασιλικοῦ ἢ 〈..., τὸ ϛʹ περὶ ...〉 ἐργασιῶν τῶν ξένων καὶ προσόδων, τὸ ζʹ περὶ ἐχθρῶν, τὸ ηʹ περὶ ἀλλοτρίου πράγματος ἢ ἀλλοτρίας μερίμνης, τὸ θʹ περὶ φόβου καὶ δισταγμοῦ, τὸ ιʹ περὶ λέσχης ἢ ἀγροικίας ἢ ξενιτείας, τὸ ιαʹ περὶ μάχης καὶ
10ἀπροσδοκήτων τινῶν, τὸ ιβʹ περὶ πραγμάτων ἱερῶν καὶ τῶν ὁμοίων. Τῶν δὲ τῆς Παρθένου τὸ πρῶτον περὶ κόσμου γυναι‐ κείου καὶ καρπῶν χάριν, τὸ βʹ προσόδου ἢ κοσμίων βαρυ‐ τίμων ἢ ἐσθῆτος, τὸ τρίτον περὶ πράγματος λάθρᾳ βεβου‐
15λευμένου καὶ τῶν ὁμοίων, τὸ δʹ περὶ ἀφορμῶν ἀλλαγῆς ἢ κοινοῦ τινος, τὸ εʹ περὶ γεωργίας ἢ οἰκονομίας ἢ τῶν τοιούτων, τὸ ϛʹ περὶ προσώπου ἢ ἐλπίδος καὶ πράξεως ἢ κόπου, τὸ ζʹ περὶ ἔχθρας γυναικείας καὶ ἁψιμαχίας φίλων, τὸ ηʹ περὶ τέχνης ἢ ἱερῶν ἐνεργείας ἢ χρηματισ‐
20μῶν, τὸ θʹ περὶ φορτίου πράσεως ἢ καματηρᾶς ξενιτείας, τὸ ιʹ περὶ ἐπηρείας τινὸς ἢ ξένης ἢ ἀγροικικῆς αἰτίας, τὸ ιαʹ περὶ κλοπῆς ἢ πράγματος λαθραίου ἢ θησαυροῦ, τὸ δὲ τελευταῖον, Λέοντος, περὶ τραυμάτων ἢ ἀσθενείας ἢ τῶν ὁμοίων.
25 Τῶν δὲ τοῦ Ζυγοῦ τὸ μὲν αʹ περὶ προσόδου ἢ κριτη‐ ρίου ἢ δόσεως ἢ λήψεως, τὸ βʹ περὶ κλέμματος ἢ νοσφισ‐ μοῦ, τὸ γʹ, Τοξότου ὄν, περὶ ἐμπορίας ἢ ἔργων τῶν ἐπὶ ξένης, τὸ δʹ περὶ πραγμάτων λαθραίων ἢ σκολιῶν, τὸ εʹ περὶ πραγματείας ἢ κακοπραγίας ἢ προσδοκίας, τὸ ϛʹ
30περὶ ἀλλοτρίου πράγματος ἢ ἐντολῆς γυναικός, τὸ ζʹ περὶ
ἀηδίας ἀκαίρου καὶ ὀργῆς καὶ μάχης καὶ ἡσυχίας τινός,4

5

τὸ ηʹ, Ταύρου ὄν, περὶ ἀσθενείας ἢ τραυμάτων ἢ μερίμνης βασιλικῆς, τὸ θʹ περὶ κοινωνίας λόγων ἢ συνθηκῶν, τὸ ιʹ περὶ προσόδου ἢ ἀξίας ἢ τιμῆς ἢ εὐημερίας, τὸ ιαʹ περὶ ἀγνοίας τινὸς ἢ ὕβρεως αἰφνιδίου, τὸ ιβʹ περὶ σωμάτων
5ἢ φορτίου πολιτικοῦ. Τῶν δὲ τοῦ Σκορπίου τὸ μὲν αʹ περὶ στρατείας ἢ ἐπι‐ ξένου πράγματος ἢ μίξεως αἰφνιδίου γεγονυίας, τὸ βʹ περὶ πλοῦ ἢ μεταβάσεως καὶ τῶν ὁμοίων, τὸ γʹ περὶ ὄχλου ἢ μάχης καὶ ἀηδίας ἐπικινδύνου, τὸ δʹ περὶ κακοπραξίας
10ἀπολύσεως, τὸ εʹ περὶ ὁμονοίας ἢ πλοῦ ἢ κοινῶν πραγ‐ μάτων, τὸ ϛʹ περὶ ἐπιταγῆς καὶ κρατήσεως καὶ ἀδοκή‐ του βίας, τὸ ζʹ περί τινος ἐπὶ ξένης γεγονότος ἢ διὰ ξένα πρόσωπα, τὸ ηʹ περὶ ὁδοιπορίας, τὸ θʹ περὶ κλεμμάτων ἢ τῶν πρὸς ἰσχυρότερα πρόσωπα διαφερόντων, τὸ ιʹ περὶ
15ξενιτείας ἢ τέχνης τινὸς ἢ ἀξίας, τὸ ιαʹ περὶ κλέμματος γυναικείου, τὸ ιβʹ περὶ προσόδου ἢ κινδύνου ἢ κέρδους ἀπλήστου. Τῶν δὲ τοῦ Τοξότου τὸ μὲν αʹ περὶ φορτίου ἐπὶ ξένης, τὸ βʹ περὶ στρατείας ἢ ξενιτείας ἢ στρατοπέδου, τὸ γʹ
20περὶ πραγμάτων καὶ πράξεων καθύγρων, τὸ δʹ περὶ πλοῦ καὶ τῶν ὁμοίων, τὸ εʹ περὶ φορτίου, τὸ ϛʹ περὶ τετραπό‐ δων, τὸ ζʹ περὶ ἀηδίας ἢ δραπέτου, τὸ ηʹ περὶ κλέμματος ἢ ἀποβολῆς, τὸ θʹ περὶ ὁδοῦ ἢ ἐνέδρας, τὸ ιʹ περὶ ἔρωτος ἢ τῶν ὁμοίων, τὸ ιαʹ περὶ προσόδου ἐπὶ ξένης ἢ διὰ ξένους,
25τὸ ιβʹ περὶ κλέμματος. Τῶν δὲ τοῦ Αἰγοκέρωτος τὸ μὲν αʹ περὶ πραγμάτων οὐ καθαρῶν ἢ ἐφυβρίστων, τὸ βʹ περὶ δραπέτου ἢ ἀποβο‐ λῆς, τὸ γʹ περὶ ἔρωτος ἢ πλοῦ, τὸ δʹ περὶ προβάτων ἢ ἱματίων, τὸ εʹ περὶ γεωργίας ἢ οἰκοδομίας, τὸ ϛʹ περὶ
30πραγμάτων ἄλλοις διαφερόντων, τὸ ζʹ περὶ κλέμματος ἢ ἀηδίας, τὸ ηʹ περὶ φόβου ἢ στρατείας, τὸ θʹ περὶ τέχνης
ἢ κόσμου γυναικείου, τὸ ιʹ περὶ προσόδου ἢ ἀηδίας, τὸ ιαʹ5

6

περὶ πράγματος λάθρᾳ γεγονότος, τὸ ιβʹ περὶ πράγματος γεγονότος ἢ πλοῦ. Τῶν τοῦ Ὑδροχόου τὸ μὲν αʹ περὶ σωμάτων χάριν, τὸ βʹ περὶ καθύγρων πραγμάτων καὶ φορτίου, τὸ γʹ περὶ
5λέσχης τινός, τὸ δʹ περὶ κόπων ἰδίων, τὸ εʹ περὶ κοινω‐ νίας ἢ καθύγρων πραγμάτων, τὸ ϛʹ, Καρκίνου ὄν, περὶ κλέμματος ἢ ἀηδίας αἰφνιδίου, τὸ ζʹ περὶ τέχνης ἢ κοινω‐ νίας, τὸ ηʹ περὶ ἀγοραίου ἢ πανηγύρεώς τινος, τὸ θʹ περὶ προσόδων ἢ κόσμου καὶ δικαίου τινὸς πράγματος ἢ ἐπὶ
10ξένης ὄντος, τὸ ιʹ περὶ κλοπῆς ἢ θησαυροῦ, τὸ ιαʹ περὶ πλοῦ ἢ καθύγρων πραγμάτων, τὸ δὲ τελευταῖον ἐπιτυγχά‐ νον περὶ ἀλλοτρίων πραγμάτων ἢ πίστεως γυναικῶν. Τῶν δὲ Ἰχθύων τὸ μὲν αʹ περὶ βεβλαμμένων πραγμά‐ των καθύγρων, τὸ βʹ περὶ κόσμου ἢ συζεύξεως, τὸ γʹ
15περὶ τῶν λάθρᾳ τι πράσσειν ἐπιχειρούντων ἢ γυναικείου πράγματος, τὸ δʹ περὶ κόπου ἢ κοινωνίας ἢ ξένου πράγ‐ ματος, τὸ εʹ περὶ φορτίου ἢ γάμου, τὸ ϛʹ περὶ φορτίου ἀλλοτρίου, τὸ ζʹ περὶ γυναικείου τέχνης ἢ τῶν ὁμοίων τῶν εἰς γυναῖκα φερόντων, τὸ ηʹ περὶ ἀλλοτρίων πραγμά‐
20των, τὸ θʹ περὶ προσόδων καὶ καλοῦ πράγματος, τὸ ιʹ περὶ πλοῦ ἢ ξενιτείας τινὸς ἀγαθῆς, τὸ ιαʹ περὶ γυναι‐ κείου πράγματος ἢ γυναικὶ διαφέροντος, τὸ ιβʹ περὶ ἀπο‐ βολῆς ἢ δραπέτου καὶ τῶν ὁμοίων. Ex archetypo perierunt folia nonnulla.
25 Παράμονα γάρ εἰσιν, αὐθάδη δέ· ἐν τοῖς ἀνθρωποειδέ‐ σιν ἐπιεικῆ καὶ ὑποτακτικά, ἐν τοῖς τροπικοῖς εἰς μετάπρα‐ σιν. Ἐν Παρθένῳ δέ, Ζυγῷ, Τοξότῃ 〈ὠνεῖσθαι〉 σύγκοιτον ἤτοι παλλακήν. τὰς δὲ τῶν γάμων συναφὰς ποιεῖσθαι
30λῷον Παρθένῳ, Ζυγῷ, Ὑδροχόῳ, Ταύρῳ· παράμονοι6

7

γὰρ οὕτως ἔσονται αἱ συμβιώσεις, τοὐναντίον δὲ Τοξότῃ, Ἰχθύσιν, Κριῷ. θανάτῳ δὲ χωρισμὸς γίνεται ἐν Σκορ‐ πίῳ, καὶ μάλιστα ὅταν ἡ Σελήνη τὸ κέντρον αὐτοῦ δια‐ πορεύηται, ἐὰν δὲ καὶ τῶν κακοποιῶν τις ἐπίδῃ ἀδηρίτως
5τὸ τοιοῦτον συμβήσεται. Ἀμπελῶνας δὲ καὶ κήπους ἐν Ἰχθύσιν, Καρκίνῳ, Ὑδρο‐ χόῳ καὶ ἐν ταῖς ἐσχάταις μοίραις τοῦ Αἰγοκέρωτος, σπεί‐ ρειν δὲ Ταύρῳ καὶ Παρθένῳ, τρυγᾶν ἐν τοῖς καθύγροις Ἀφροδίτης καὶ Ἄρεως ὁρώντων.
10 Παρατηρεῖν δὲ ἐν ταῖς κτίσεσι κενοδρομοῦσαν τὴν Σελήνην, καὶ ἐν ταῖς ἄλλαις καταρχαῖς καὶ λειψιφωτοῦ‐ σαν. Ἐν ταῖς μασθοδοσίαις τῶν βρεφῶν τὸν Κριὸν φυλάτ‐ τεσθαι χρή· νόσων γὰρ καὶ λειπογαλαξίας αἴτιός ἐστιν.
15ἐὰν ἀπὸ τῆς ἀποκυήσεως εὑρεθῇ ἡ Σελήνη φερομένη πρὸς τοὺς κακοποιοὺς χωρὶς τῶν ἀγαθοποιῶν κακῶς τὸ τικτόμενον ἀπόλλυται εἴσω ἡμερῶν ζ. Ἐν δὲ ταῖς κρισίμοις τῶν νόσων ἐὰν εὑρεθῇ συνοῦσα τῷ Κρόνῳ λειψίφωτος θάνατον ὑπονοητέον, ἡ δὲ τοῦ θανά‐
20του ποιότης προεγνωσμένη κατὰ τὴν γένεσιν. καὶ εἰ ἐπιτα‐ θῇ αὐτὴ τοῖς νοσοῦσι καταστοχαστέον τούτου. ὅταν δέ τις δοκῶν εὐημερεῖν καὶ ἐν ἀγαθῇ ἡμέρᾳ ἄρξηται νοσεῖν, ἐν δὲ τῇ κρισίμῳ ἡμέρᾳ μὴ ἀπαλλαγῇ ἀλλὰ παρολκὴν ἔχῃ, κινδυνῶδες καὶ τέλους ἐπακτικὸν τὸ τοιοῦτον νοεί‐
25σθω, καὶ μάλιστα ὅταν ἀστέρος οἰκοδεσπότου ἢ τοῦ ζῳδίου ἀναφορὰ συμπληρῶται, ὁμοίως δὲ ἐπὰν ἡ Σελήνη καὶ πρὸς τοὺς ἀγαθοποιοὺς ἢ μοίρας αὐτῶν ἐν τῷ ηʹ ἢ ἐν τῷ ϛʹ (ἅπερ ἐστὶ τὸ μὲν θανατικόν, τὸ δὲ τοῦ σίνους) οὐ
καλή. ὅταν δὲ ὁ τὸ σίνος σημαίνων ἀστὴρ εὑρεθῇ ἐν τῷ7

8

δυτικῷ κέντρῳ ἢ ἐν τῷ ηʹ (τουτέστι τῷ θανατικῷ τόπῳ) ἐξ ἐκείνου τοῦ πάθους τὴν τελευτὴν ἔσεσθαι ὁριστέον, ἐπὰν δὲ καὶ ὑπὸ ἀγαθοποιοῦ μὴ θεωρῆται ὁ τοῦ σίνους καὶ πάθους σημαντικὸς ἀστὴρ ἐξ ἐκείνου τοῦ πάθους ἡ
5τελευτὴ ἔσται. Λεπτομερέστερον δὲ οἱ ἀρχαῖοι ἀνέγραψαν περὶ τῶν τῆς Σελήνης μόνης ἐπεμβάσεων ἃ καὶ αὐτὰ παρατιθέμεθα. Κριῷ γὰρ αὐτῆς οὔσης ὑπὲρ γῆν μετὰ μοίρας θ ἐπιτή‐ δειον εἰς ἀποδημίαν καὶ ἀγορασίας εὐσχήμονας, ἀγροὺς
10γεωργεῖν, κουρεύειν τετράποδα, θεμελιοῦν, δανείζειν, συν‐ θήκας ποιεῖν, ἱστουργεῖν, ἁρμόζει δὲ καὶ ταῖς φθείρειν προαιρουμέναις, ἐν δὲ τῇ βʹ πεντεκαιδεκαμοιρίᾳ τοῖς κατὰ τὴν ἕω ἀρχὴν καὶ ἐξουσίαν παραλαμβάνουσιν αἴσιον, ἀνάρμοστον δὲ γάμον ποιεῖν καὶ πατρῴων κτημάτων
15παραλήψεις ποιεῖσθαι ἐπιζήμιον. ἐν Ταύρῳ οὔσης περὶ αʹ πεντεκαιδεκαμοιρίαν ὁδοιπορεῖν, γεωργεῖν, σπείρειν, φυ‐ τεύειν, ὠνεῖσθαι δούλους, τετράποδα, οἰκοδομεῖν, φρέ‐ ατα ἐργάζεσθαι, ἱδρύειν ἱερά, ἀρχὰς καὶ ἐξουσίας λαμ‐ βάνειν περὶ τὰ νότια κλίματα, ἐν δὲ τῇ βʹ πεντεκαιδεκα‐
20μοιρίᾳ ταῖς ἐκτιτρωσκούσαις συμφέρον, ἀβέβαιον δὲ γα‐ μεῖν, τέκνα τρέφειν (τὰ γὰρ τέκνα ἐν πλάνῃ ἔσται), καὶ τὸ μισθοῦσθαι ζημιῶδες. τῶν δὲ Διδύμων ἕως τοῦ ἡμίσεως ἀποστρεπτέον πράγματος κατάρχεσθαι, κατὰ δὲ τὸ ἄλλο ἥμισυ δεῖ πράσσειν, γαμεῖν, τεκνοτροφεῖν, ὠνεῖσθαι οἰκίας,
25ἀγρούς, ὅρκους καὶ πίστεις ποιεῖν, οἰκοδομεῖν, γεωργεῖν, φυτεύειν, τεχνῶν ἄρχεσθαι, παρακαταθήκας τιθέναι, ἀρχὴν ὑποδέχεσθαι, ἐπικίνδυνον δὲ ἐκτιτρώσκειν, ἔχθρας
ποιεῖν, πλεῖν ἢ τόπων ἀναχωρεῖν ἢ προσώπων. Καρκίνου8

9

δὲ κατὰ τὸ αʹ ἥμισυ γαμεῖν, τεκνοτροφεῖν, ὠνεῖσθαι, πλεῖν βραδυτῆτα ἔχον, κατὰ δὲ τὸ ἄλλο ἥμισυ ἐχθροῖς ἐπιτίθεσθαι, ἁλιεύειν, φυτεύειν, σπείρειν, κηπουρεύειν, μέταλλα ὀρύσσειν, ποταμοὺς καὶ φρέατα καὶ κολυμβή‐
5θρας διορύσσειν, παρακαταθήκας γῇ διδόναι, χρέα λαμ‐ βάνειν ἢ διδόναι, παραφυλάσσεσθαι δὲ τὰς ἀπὸ ξηρῶν ἐργασίας, ἄρρενας δὲ δούλους πρίασθαι, ἔχθρας δὲ ἀπο‐ φυγεῖν (ἀδιάλυτοι γὰρ ἔσονται καὶ ἀδιάλλακτοι). Λέοντος ἀπὸ μοίρας ιʹ τετράποδα ὠνεῖσθαι καὶ ἐπιβάλλεσθαι
10ἀρχαῖς καὶ ἐξουσίαις, δανείζεσθαι, μὴ ὁδοιπορεῖν (βλα‐ βερὸν γάρ) ἢ πλεῖν, δεῖ δὲ οἰκέτας παραφυλάττεσθαι καὶ ἐχθρῶν ἐπιθέσεις (τὰ ἀπολλύμενα δυσανακόμιστα ἔσται), γαμεῖν οὐκ αἴσιον οὐδὲ γυναικὶ ἐκτιτρώσκειν. Παρθένου κάλλιστον σῖτον, χρυσόν, ἄργυρον, ἱμάτια, σώματα καὶ
15ὅσα πρὸς κόσμον χρήσιμα ἀγοράζειν, οἰκοδομεῖν, και‐ νοῖς χρῆσθαι σκεύεσι καὶ ἱματίοις, μετάλλων ἐνάρχεσθαι, φυτεύειν, σπείρειν, γεωργεῖν πλὴν ἀμπέλου, γαμεῖν χή‐ ραν (αἱ γὰρ παρθένοι ἀσύμφωνοι), μετοικίζεσθαι, μισ‐ θοῦσθαι, δανείζεσθαι, ἐκτιτρώσκειν, πατρῷα λαμβάνειν,
20πλοῦ ἄρχεσθαι, οὐ συμφέρον δὲ οἶνον καὶ ἔλαιον διοικεῖν, ἱστουργεῖν δὲ καὶ τίκτειν καλόν. Ζυγῷ συμφέρει πάντα ἐκ δικαίου καὶ ἀγοράζειν καὶ πωλεῖν καὶ ὅσα διὰ μέτρων καὶ σταθμῶν, χρέος λαμβάνειν καὶ ἀρχὴν καὶ ἐξουσίαν, ὁδεύ‐ ειν, θεμελίους τιθέναι, οἰκοδομεῖν ἄνευ τοῦ στεγάζειν,
25ποταμοὺς αἱρεῖν, φρέατα ὀρύσσειν, ἱστουργεῖν, γαμεῖν, φιλίας ποιεῖν, ἐναντίον δὲ ἀγοράζειν, οἰκίας ἢ χώρας μισ‐ θοῦσθαι ἢ μετοικίζεσθαι (ὅσα τε ἀπὸ ξηρῶν συνέστηκεν ἀνάρμοστον), ἐκτιτρώσκειν ἐπικίνδυνον καὶ ταῖς αὐτομά‐ τως τοῦτο παθούσαις. Σκορπίῳ χρήσιμον ὁδοιπορεῖν,
30πλεῖν, ἐν δὲ ἀγορασίαις καὶ πράσεσιν ἐπιβουλεύειν, ἐχ‐
θροῖς ἐπιτίθεσθαι, πύλας καθιστᾶν, ἱερὰ ἱδρύειν, βωμοὺς9

10

οἰκοδομεῖν, ἀγεώργητον χώραν γεωργεῖν, φρέατα ὀρύσ‐ σειν, μεταλλεύειν, παρακατατίθεσθαι, τόπους διαιρεῖν, σκευῶν καινῶν χρῆσιν ποιεῖσθαι, ὕδωρ ἄγειν καὶ ποταμούς. ἅπαντα δὲ ταῦτα περὶ τὴν πρώτην πεντεκαιδεκαμοιρίαν
5συνοίσει, τὰ δὲ περὶ τὴν δευτέραν ἄχρηστα· ἡ νυμφευ‐ θεῖσα δούλοις μιγήσεται, κοινωνεῖν πονηρὸν καὶ ἰατρὸν κάμνοντι ἐπεισάγειν, καὶ ἐκτιτρώσκειν ἐπισφαλές. Τοξότῃ καλὸν πλεῖν ἐπὶ τὰ οἰκεῖα, ἵππους τρέφειν καὶ βοῦς καὶ κτήνη ἕτερα, κιχρᾶν τε ἀλλότρια, δανείζεσθαι καὶ
10τὰ ἐκτὸς ὄντα εἰς τὴν οἰκίαν ἀπολαβεῖν, ἐχθροῖς ἐπιτίθε‐ σθαι, τὰ πατρῷα ἀπολαμβάνειν, ἀλλότρια οἰκοδομεῖν, θεμελίους τιθέναι, κύνας ἀγοράζειν, ἁλιεύειν, κυνηγεῖν, ἱστουργεῖν, ἐπιβλαβὲς δὲ πιστεύεσθαι, δανείζειν, ἀποδη‐ μεῖν (χρονία γὰρ ἔσται ἡ ὁδός), οὐ συμφέρει δὲ οὔτε ἰατρὸν
15εἰσάγειν οὔτε φάρμακον πίνειν οὔτε καθαίρεσθαι οὔτ’ ἐκτιτρώσκειν. Αἰγοκέρωτι καλὸν θρέμματα ὠνεῖσθαι, πιπράσκειν, ἐμπορεύεσθαι, πλεῖν, ὄρνεα ὠνεῖσθαι, θηρᾶν, φρέατα ὀρύσσειν, τοίχους ἐγείρειν, τῶν κατὰ τὴν οἰκίαν ἐνάρχεσθαι, κοινωνεῖν, φιλίας ποιεῖν, ἐξ ἀποδημίας εἰς
20τὰ οἰκεῖα ἐπανέρχεσθαι κατὰ γῆν καὶ κατὰ θάλατταν, τέχνας τε διδάσκειν καὶ μουσικήν, ἀφροδισίοις χρῆσθαι, ἱστουργεῖν, ἐπικίνδυνον δὲ ταῖς ἐκτιτρωσκούσαις, καὶ ὁδοῦ ἐνάρχεσθαι ἐπισφαλές. Ὑδροχόῳ καλὸν πλοῦ καὶ ὁδοιπορίας ἀπάρχεσθαι καὶ ὅσα δι’ ὑγρῶν καὶ στα‐
25θμῶν ὠνεῖσθαι, οἰκοδομεῖν καὶ κοσμεῖν οἴκους, φρέατα ὀρύσσειν καὶ τὰ πεφραγμένα, γεωργεῖν, φυτεύειν, σπεί‐ ρειν, ποταμούς, κολυμβήθρας ὀρύσσειν καὶ ὅσα ἐν γῇ κατετέθη, ἱστουργεῖν, ἀκίνδυνον δὲ καὶ ταῖς ἐκτιτρω‐ σκούσαις, οὐκ ἐπιτήδειον δὲ ὀμνύναι ἢ πράσσειν τι ἄδικον,
30ὁρκίζειν δὲ καὶ πᾶν ὅπερ τοῦ δικαίου ἔχεται ποιεῖν ἀκώλυ‐
τόν ἐστιν. Ἰχθύσι καλὸν πλεῖν, ὁδεύειν, ὠνεῖσθαι, ἐμπο‐10

11

ρεύεσθαι κατά τε γῆν καὶ κατὰ θάλατταν καὶ ὅσα ἐξ ὑγρῶν καὶ ὅσα πρὸς ἁλείαν καὶ θήραν καὶ στρατείαν, ἐπι‐ τίθεσθαί τε καὶ μάχεσθαι, ἰξεύειν, κοινωνίας κατάρχε‐ σθαι καὶ φιλίας, γαμεῖν καὶ ὅσα πρὸς ἰσότητα συμφέρει εἰ
5καὶ ἡ γαμηθεῖσα λοίδορός τις καὶ λάλος καὶ μοιχαλίς, φυλάσσεσθαι δὲ δεῖ οἰκοδομεῖν. οὐ μόνον δὲ χρὴ ἐπὶ πᾶσι τούτοις τὴν τοπικὴν στάσιν τῆς Σελήνης διακρίνειν, ἀλλὰ καὶ τὰς μαρτυρίας Ἡλίου τε καὶ τῶν λοιπῶν ἀστέρων. Ἔμπρακτοι δὲ ἡμέραι νοοῦνται ὅταν γένηται ἡ Σελήνη
10ἐν τῷ κατὰ γέννησιν ζῳδίῳ ἢ κατὰ τρίγωνον αὐτοῦ σὺν ἀγαθοποιοῖς ἢ καὶ ἐν παντὶ ζῳδίῳ μετὰ τῶν ἀγαθοποιῶν ἀπόντων τῶν φθοροποιῶν πλὴν πανσελήνου καὶ συνόδου, καὶ αἱ ὧραι δὲ ἔμπρακτοι γίνονται ὁπόταν ὡροσκοπῇ τὸ τῆς γενέσεως ζῴδιον ἢ κατὰ τρίγωνον σχηματίζηται ἢ
15καὶ συναναφέρηται τῷ ὡροσκόπῳ τῆς Σελήνης μηδενὶ τῶν κακοποιῶν συσχηματιζομένης. ἄπρακτοι δὲ ἡμέραι καὶ κακαὶ ὅταν ἡ Σελήνη ἐν τετραγώνῳ ζῳδίῳ τῆς γενέσεως γένηται ἢ ἐν τῷ ἀντικειμένῳ σὺν τοῖς φθορο‐ ποιοῖς ἢ κατὰ τὴν πανσέληνον ἢ σύνοδον ἢ καί τις τῶν
20κακοποιῶν ὡροσκοπῇ ἢ ἐπίδῃ τὴν πανσέληνον ἢ τὴν σύνοδον ἀπόντων τῶν ἀγαθοποιῶν· Ἑρμῆς γὰρ κοινωνὸς ὢν συνανακίρναται οἷς ἂν συγγένηται. Προσεκτέον τοίνυν ἐπιμελῶς τῇ τε Σελήνῃ καὶ τῷ ὡροσκόπῳ καὶ τῷ κλήρῳ τῆς τύχης καὶ τοῖς λοιποῖς κέν‐
25τροις ἅτε τὴν ἡγεμονίαν καὶ ἀκρίβειαν τοῦ πράγματος κεκληρωμένοις, παραφυλάσσοντας τὴν Σελήνην ἀπὸ συν‐ όδου ἕως πανσελήνου εἰ ἐν χρηματιστικοῖς τόποις εὑρί‐ σκεται ἢ δεσπόζει τοῦ κλήρου ἢ ἐπ’ αὐτοῦ τύχῃ καὶ ὁ τὴν οἰκοδεσποτείαν αὐτῆς κεκληρωμένος συνῇ τῷ τὴν κυρίαν
30ἔχοντι τοῦ κλήρου ἢ ἀνταμείψονται τὰ ζῴδια. τούτων γὰρ11

12

οὕτως ἐχόντων ἀπρόθετοι καὶ ἄσκεπτοι γίνονται αἱ ἀγο‐ ρασίαι καὶ οἱ γάμοι, αἰφνίδιοί τε αἱ κινήσεις καὶ αἱ δίκαι καὶ αἱ περιστάσεις ἀνέλπιστοι. ἀπὸ πανσελήνου τρεχούσης (τουτέστιν ἀφαιρούσης) παρολκὴν τοῖς φαινομένοις ἀπο‐
5δείκνυσι καὶ μῆκος χρόνου. προσεκτέον δὲ καὶ ταῖς ἄλλαις φάσεσιν αὐτῆς καὶ τοῖς ἄλλοις ἀστράσι σκοποῦντας μὴ πάντοτε τοὺς ἀγαθοποιοὺς ἀγαθῶν εἶναι ποιητικοὺς μήτ’ αὖ τοὺς κακοποιοὺς ἐν τοῖς ἰδίοις οἴκοις καθεστῶτας ἢ ὁρίοις ἢ τριγώνοις ἢ ὑψώμασι καὶ ἐπὶ δορυφορίας φανέν‐
10τας κατὰ τὴν ἑαυτῶν αἵρεσιν (τουτέστιν ἐπὶ τῆς ἑῴας ἀνατολῆς πρὸς Ἥλιον, ἐπὶ δὲ ἑσπερίας ἀνατολῆς τῆς νυκτὸς πρὸς Σελήνην)· ἀνοικείως γὰρ φανέντες καὶ τῆς αἱρέσεως ἀπηλλοτριωμένοι ἢ ἐπαναφερόμενοι ἀπροκο‐ πίας καὶ κακῶν αἴτιοι.
15tλβʹ. Περὶ κτίσεως καὶ οἰκοδομιῶν
16 Ἐὰν βουληθῇ τις εὐδαίμονα πόλιν κτίσαι καὶ παράμο‐ νον, ὁμοίως τε ναῶν καὶ οἴκων καὶ τειχῶν οἰκοδομίας καταβαλέσθαι, ἐπιτηρείτω τὴν Σελήνην ἐν τῷ βασιλικῷ τριγώνῳ παροδεύουσαν κατὰ τὸν καιρὸν καὶ τὴν καταρ‐
20χὴν τῆς ἐπιγραφῆς ἤτοι θεμελιώσεως καὶ ὑπὸ πάντων τῶν ἀστέρων καλῶς μαρτυρουμένην· οὕτω γὰρ τυχοῦσα ὑπὸ μεγίστων βασιλέων ἤτοι ἀρχόντων τὸ κτίσμα καὶ τὴν τούτου ἐπιμέλειαν καὶ φροντίδα ἔσεσθαι μηνύει καὶ ἐνδιαί‐ τημα βασιλέων καὶ θεοῖς προσφιλές, ἐπίσημόν τε καὶ
25ἔνδοξον καὶ πολυχρόνιον. εἰ τύχῃ δὲ ἀπολειπόμενός τις τῶν ἀστέρων τῆς προσφόρου μαρτυρίας τὸ ἐνδεὲς περὶ
τὴν πόλιν ἐσόμενον ἐντεῦθεν συνοραθήσεται· τοῦ μὲν γὰρ12

13

Ἄρεως ἀποκεκλικότος καὶ ἀποστρόφου τυγχάνοντος τῇ καταρχῇ ἐνδεὴς ἔσται ὅπλων καὶ ἀσθενήσει περὶ τὰ πολε‐ μικά, τῆς δὲ Ἀφροδίτης ὁμοίως ἀσυνδέτου τυγχανούσης χαρίτων καὶ τρυφῆς καὶ ἀστειότητος ἐκτὸς ἔσται καὶ τοῦ
5φιλεῖσθαι, ἢν δὲ ἀπὸ Διὸς ἀθεώρητος ἡ καταρχὴ γένηται εὐεπηρέαστος ἔσται, οὐδεμιᾶς φροντίδος ἢ κηδεμονίας μετέχουσα, τοῦ δὲ Ἑρμοῦ ἀσυσχηματίστου ὄντος οὐ φρό‐ νησις, οὐ λόγων ἄσκησις ἐν αὐτῇ ἔσται. Εἰ δὲ συμβαίη ἐναντιοῦσθαι τὸν Ἄρεα ἢ τὸν Δία τοῖς
10φωσίν (τουτέστιν Ἡλίῳ καὶ Σελήνῃ) καὶ πολέμων πειρα‐ θήσεται ἡ πόλις, καὶ μάλιστα ὅταν κατὰ τῶν τετραγώνων παραγένηται ἡ Σελήνη κατὰ τὴν τοῦ διαστήματος πρὸς ἀναφορὰν ὥραν (τουτέστι τοῦ ζῳδιακοῦ μοίρας ϙ), συμ‐ βαίνει δὲ μὴ πάντας τοὺς ἐνοικοῦντας θανάτῳ ἢ λαφυρ‐
15αγωγίᾳ καὶ δουλείᾳ ὑποπίπτειν τῷ μὴ πάντα τὰ κατασκευ‐ άσματα αὐτῆς καὶ τὴν κτίσιν ὑπὸ μίαν καιροῦ ῥοπὴν τὴν καταρχὴν λαμβάνειν. ὥσπερ δὲ ἐπὶ τῶν γενέσεων ἡ τετρά‐ γωνος πλευρὰ τὸ τέλος τῆς ζωῆς ἐπιτίθησιν, τότε περ εἴωθε συμπληροῦσθαι τὰ χρονικὰ καὶ ἀπόλλυσθαι παντε‐
20λῶς ἡ κατασκευασθεῖσα πόλις ὁπηνίκα σύμπαντες οἱ κακοποιοὶ κατὰ τὸ τετράγωνον τῆς Σελήνης βιαιότερον τὰς ἀκτῖνας ἐπιφέρουσιν· συμβαίνει γὰρ οὕτως ἐπαύξε‐ σθαι τὰ τῆς συμφορᾶς κατὰ β τρόπους συμπίπτοντα, ἔκ τε τῆς κακώσεως τοῦ τετραγώνου καὶ τῆς κατὰ πῆξιν τῆς
25Σελήνης στάσεως. τὰ δὲ αὐτὰ ἀποτελεσθείη καὶ τῶν ρπ μοιρῶν τῆς ἀναφορᾶς συμπληρουμένης ἢ καὶ ἕως ἑτέρας τετραγώνου ἢ συμπληρουμένου παντὸς τοῦ κύκλου, ἢν δὲ καὶ ἀκάκωτος τύχῃ τετράγωνος ὑπὸ τῆς τῶν κακο‐ ποιῶν παρόδου καὶ δευτέρου κύκλου καὶ τρίτου ἐφάψηται
30μερικῶς τὰ συμπτώματα τῶν κακώσεων ὑπομένουσα.13

14

Ἔστι δὲ καὶ ἑτέρα κάκωσις ὁπόταν ἔκλειψιν ὑπόγειον ἡ Σελήνη ποιῇ τῆς καταρχῆς καὶ τῆς κατασκευῆς ἐν τῷ μεταξὺ τῆς ἐπιούσης συνόδου γεγενημένης καὶ τῆς Σελή‐ νης κατὰ τοῦτον τὸν χρόνον πρὸς τοὺς κακοποιοὺς σχη‐
5ματιζομένης ἢ κατὰ τὸν χρόνον τῆς πανσελήνου. συμβαί‐ νει γὰρ κατὰ τὴν τοιαύτην καταρχὴν σεισμῷ ἀπόλλυσθαι, συνεχέστερον δὲ τὰς οὕτω γιγνομένας πόλεις βλάπτεσθαι· ἐπὶ μὲν τοῦ τοῦ Κριοῦ τριγώνου πυρώδους ὄντος ἀπὸ πυρός, ἐπὶ δὲ 〈τοῦ〉 τοῦ Ταύρου γεώδους ὄντος ὑπονοη‐
10τέον τὰς ἀπὸ γῆς καὶ γεωργίας βλάβας ἢ ὠφελείας κατὰ τοὺς τῶν σχημάτων ὅρους, ἐπὶ τοῦ τῶν Διδύμων τριγώ‐ νου ἀερώδους ὄντος τὰς ἐξ ἀέρων ὠφελείας ἢ βλάβας, ἐπὶ δὲ τοῦ τοῦ Καρκίνου ὑδατώδους ὄντος τὰς ἐξ ὑγρῶν ὠφελείας ἢ βλάβας. καὶ οἱ κτίζοντες δὲ καὶ τὴν φροντίδα
15τῆς κατασκευῆς ἀνειληφότες κατὰ τὴν τῶν οἰκοδεσποτῶν φύσιν τῆς ἀξίας καὶ τῶν ἠθῶν μεθέξουσιν. Σελήνη γὰρ αὐξιφωτοῦσα καὶ τὰ βόρεια ἀνιοῦσα καὶ τοῖς ἀριθμοῖς προστιθεῖσα ἀγαθὴ τοῖς κτίζουσιν. δεῖ δὲ καὶ τοὺς ἀγαθοποιοὺς ἢ συνεῖναι αὐτῇ ἢ μαρτυρεῖν· ἐὰν
20γὰρ Κρόνος ἢ συνῇ ἢ μαρτυρῇ βραδυτῆτα καὶ συμπτώσεις ποιεῖ, ἐὰν δὲ Ἄρης διὰ πυρὸς φθείρει. Σελήνης νότον ἀνερ‐ χομένης δεῖ θεμελίους πήσσειν, βορρᾶν δὲ τοίχους ἐποικο‐ δομεῖν, βορρᾶν δὲ κατερχομένης τοίχους καθαιρεῖν, νότον δὲ θεμελίους ἀνορύττειν. ἐν πᾶσι δὲ τούτοις οἱ μὲν κακο‐
25ποιοὶ ἀπέστωσαν, οἱ δὲ ἀγαθοποιοὶ μαρτυρείτωσαν.14

15

(1t)

λγʹ. Περὶ γάμου
2 Ἐν συνελεύσει καὶ ἁρμογῇ γάμου προσέχειν χρὴ τῷ τε κυρίῳ τοῦ κλήρου καὶ τῆς ὥρας, ἔτι δὲ καὶ τῷ τῆς προ‐ γενομένης συνόδου κυρίῳ καὶ τῇ πρὸς ἀλλήλους τε καὶ τὰ
5φῶτα καὶ τῇ τοῦ θανατικοῦ ἀστέρος σχηματοθεσίᾳ. τυ‐ χὼν γὰρ ὁ κλῆρος τῆς τύχης εἰς τὸ δυτικὸν ἢ ὁ τούτου κύριος ἢ ὁ τοῦ δυτικοῦ κέντρου κύριος ἐπ’ αὐτοῦ σὺν τῷ κληρικῷ ἀστέρι ἢ ἐπὶ τοῦ κληρικοῦ ἀστέρος ἢ ἐπὶ τοῦ κλη‐ ρικοῦ ζῳδίου (δηλονότι σὺν τῷ τοῦ κλήρου ἀστέρι) τῆς
10Σελήνης ἐπιμαρτυρούσης γάμον καὶ συνέλευσιν σημαί‐ νει. Ἐπιφυλακτέον οὖν τὴν Ἀφροδίτην ἑῴαν ἀναποδίζουσαν καὶ ἐπὶ τὸν Δία ἐρχομένην· οὕτω γὰρ ἀνάρμοστοι καὶ ἀβέβαιοι οἱ γάμοι γίνονται τῶν συνερχομένων τυγ‐
15χανόντων κούφων τὰ ἤθη. καὶ εἰ μὲν ἐν θηλυκῷ ζῳδίῳ τύχῃ τοιούτους τοὺς ἄνδρας, εἰ δὲ ἐν ἀρσενικῷ τὰς γυναῖκας τοιαύτας νομιστέον. εἰ δὲ οὕτως ἐχούσης τῆς Ἀφροδίτης ἀπόζευξις γένοιτο ἐπανήξει αὖθις ἡ γυνὴ προστιθείσης τῆς Ἀφροδίτης τοῖς ἀριθμοῖς, εἰ δὲ Ἄρης
20ἀναποδίζει ἐν τῇ καταρχῇ τοῦ χωρισμοῦ ἐπιστρέψαντος αὐτοῦ καὶ προστιθέντος ὁ ἀνὴρ διαλλαγήσεται καὶ μετ‐ ελεύσεται τὴν γυναῖκα. Εἰ δ’ ὁ κύριος τοῦ γάμου ἐν τῇ καταρχῇ μεσουρανῶν τύχῃ ἐν θηλυκῷ ζῳδίῳ πολύκοινον δείξει τὴ γυναῖκα,
25εἰ δ’ ἐν ἀρσενικῷ τὸν ἄνδρα. τετράγωνος δὲ ὁ Ζεὺς τῷ γαμικῷ ἀστέρι τυχὼν στάσεως τῆς ἐν γάμῳ δηλωτικός ἐστιν, κἀκεῖ καὶ ἡ Σελήνη ἐν ἀρσενικῷ ζῳδίῳ τυχοῦσα. ὡροσκοπῶν δὲ ὁ τοῦ γάμου κύριος ἐπίμεμπτον τὸν γάμον δηλοῖ, καὶ μάλιστα ὁ Ζεὺς ἐν θηλυκῷ ζῳδίῳ ἄπροικον ἢ
30ψευδοπλουσίαν ἢ ὑπόδικον, εἰ δὲ ἐν ἀρσενικῷ τὸν ἄνδρα
τοιοῦτον.15

16

Ἐπειδὴ προείρηται ὅτι ὁ μὲν ὡροσκόπος ἐστὶν ὁ γαμῶν, τὸ δὲ δῦνον ἡ γαμουμένη, τὸ δὲ μεσουράνημα ἡ ἀμφοτέρων ὁμόνοια καὶ παραμονή, τὸ δ’ ὑπόγειον ἡ προὶξ καὶ τὸ τοῦ γάμου ἀποτέλεσμα, δῆλον μὲν οὖν ὅτι τοῦ Κρόνου ὡρο‐
5σκοποῦντος ὁ γαμῶν ἔσται πρεσβύτης καὶ ῥυπαρός, Ἄρεως δὲ νεώτερος καὶ ὀργίλος, τοῦ δὲ Διὸς πλούσιος καὶ ἀγα‐ θός, μέσης ἡλικίας, Ἀφροδίτης δὲ ἱλαρός, καθάριος, ἡδύβιος, κατωφερὴς εἰς γυναῖκα, Ἑρμοῦ δ’ εὐπαίδευτος, συνετὸς καὶ ἐρωτικὸς εἰς παῖδας, Ἡλίου δὲ καὶ Σελήνης
10εὐγενὴς καὶ ἐπίσημος. Κρόνου δὲ μεσουρανοῦντος διάλυ‐ σις ἔσται τοῦ γάμου διὰ ῥυπαρίαν καὶ σμικρολογίαν, Ἄρεως δὲ δι’ ἀκαταστασίαν καὶ ζηλοτυπίαν (ἐπὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης συνῇ αὐτῷ ἢ μαρτυρῇ διὰ μοιχείαν, εἰ δὲ Ἑρμῆς διὰ παιδὸς ἔρωτα), Διὸς δὲ καὶ Ἀφροδίτης ὁμόνοια
15αὐτοῖς ἔσται καὶ τεκνοποιία, Σελήνης δὲ καὶ Ἡλίου ἐπισή‐ μους αὐτοὺς ἔσεσθαι. ἐπὶ δὲ τοῦ δύνοντος τυχόντες ὅμοια ἀποδεικνύουσι περὶ τὴν γυναῖκα οἷα καὶ ἐπὶ τοῦ ἀνδρὸς ἐν τῷ ὡροσκόπῳ. ἢν δὲ Ἄρης καὶ Κρόνος ἢ ἀμφότεροι ὑπὸ γῆν εὑρεθεῖεν ἰδίων ἀποβολὴν ἢ τέκνων καὶ τῆς προικὸς
20καὶ προτελευτὴν τοῦ ἀνδρὸς σημαίνει, ἢν δὲ Ζεὺς καὶ Ἀφροδίτη ὑπόγειοι ὦσι πολὺν χρόνον σὺν ἀλλήλοις καὶ τέκνα ἔσεσθαι, καὶ ἐὰν μὲν ἐν ἀρσενικῷ ζῳδίῳ ὁ ἀνὴρ ἐπι‐ ζήσεται, εἰ δὲ ἐν θηλυκῷ ἡ γυνή, ὁ δὲ Ἑρμῆς καθὼς ἂν τὴν τῶν ἄλλων μαρτυρίαν δέξηται ἑκάστῳ ἐμφαίνει.
25 Τοῦ δὲ Ἡλίου μὲν κεκακωμένου, τῆς δὲ Ἀφροδίτης ὑπὸ ἀγαθοποιῶν μαρτυρουμένης ἐν τῇ καταρχῇ, ἄρχειν τὴν γυναῖκα τοῦ ἀνδρὸς δηλωτέον, ἔμπαλιν δὲ τυχόντων ἔμπαλιν ἔσται. τῆς δὲ Σελήνης κεκακωμένης ἀμφοτέροις ἀσύμφορον καὶ τῇ προικί. ὁ ὡροσκόπος καὶ τὸ μεσου‐
30ράνημα ἔχοντες ἀγαθοποιοὺς σημαίνουσι τεκνοποιίαν ἐπὶ
συμφέροντι, κακοποιοὺς δὲ ἀποβολήν. φυλάσσεσθαι δὲ16

17

καὶ τοῦ κυρίου τῆς τύχης κακωθέντος ἀγαγέσθαι γυναῖκα. χαλεπὸς δὲ καὶ ὁ κατὰ γένεσιν οὕτως ἔχων γαμικὸς ἀστήρ. κενοδρομοῦσα δὲ ἡ Σελήνη πολυκοίνους μηνύει, ἀγαθὴ δὲ ὑπόγειος ἐν θηλυκῷ ζῳδίῳ τοῦ Ἡλίου ὄντος ἐν ἀρσενικῷ·
5ὑποτεταγμένην γὰρ αὐτὴν ποιεῖ.
6tλδʹ. Περὶ συνελεύσεως
7 Μέλλων δὲ συγγενέσθαι ὁ γαμῶν ἔσται ἱλαρὸς καὶ ἀπὸ ἱλαρῶν καὶ ἄλυπος μήτε ἄγαν βεβαρημένος τροφῇ καὶ μέθῃ. φυλασσέσθω δὲ τὸν Ἥλιον καὶ τὴν Σελήνην καὶ τὸν
10κλῆρον ἐν τῷ ηʹ ἢ ἐν τῷ βʹ τῷ τούτου διαμέτρῳ· ἐπιτη‐ ρείτω οὖν καὶ τὸν τῆς ὥρας κύριον ἀκάκωτον εἶναι. ὁ δὲ κλῆρος ἔστω ἐν τῷ περὶ φιλίας ἢ ἐν τῷ περὶ τέκνων ἢ ἐν τῷ μεσουρανήματι ἢ ἐν τῷ θεῷ, ἔστω δὲ καὶ ἡ Σελήνη ἀκάκωτος καὶ σύμφωνος τῷ ὡροσκόπῳ. ὁ δὲ Ἑρμῆς
15ἐπὶ ἀνατολῆς τυγχάνων ὑπὸ Διὸς καὶ Ἀφροδίτης μαρτυρού‐ μενος ἐν τῇ ὥρᾳ τῆς καταβολῆς ποιήσει τὰ τικτόμενα εὐτυχῆ καὶ εὐπαίδευτα καὶ εὐδαίμονα. λέγουσι δὲ οἱ περὶ Πετόσιριν ὅτι ἐν ᾧ ζῳδίῳ εὑρίσκεται ἡ Σελήνη ἐν τῇ σπορᾷ τοῦτο ὡροσκοπήσει ἐν τῇ ἐκτέξει, ὅπου δὲ ἐν τῇ
20ἐκτέξει παροδεύει τοῦτο ὡροσκόπησεν ἐν τῇ σπορᾷ.
21tλεʹ. Περὶ χωρισμοῦ
22 Τοὺς δὲ χωρισμοὺς αὐτῶν καὶ ἐπανελεύσεις ἐπιβλέπειν δεῖ οὕτως. τὴν καταρχὴν ἐν ᾗ γεγένηται ὁ χωρισμὸς ἢ
καὶ ἐν ᾗ ὥρᾳ πύθηταί σου ὅρα τὴν Ἀφροδίτην καὶ τὸν17

18

Ἥλιον· ἐὰν τοίνυν εὕρῃς τὸν μὲν Ἥλιον ἐν τῷ μεσουρανή‐ ματι ἢ ἐν τῷ ιαʹ, τὴν δὲ Ἀφροδίτην ἑσπερίαν ἀναποδί‐ ζουσαν, λέγε αὖθις τὴν γυναῖκα ἐπανελεύσεσθαι θυμή‐ ρως. ἐὰν δὲ ἡ γυνὴ ἐκβληθῇ ὑπὸ τοῦ ἰδίου ἀνδρός, εἰ μὲν
5αὐξιφωτεῖ ἡ Σελήνη δυσκόλως εἰς τὸν ἑαυτῆς ἄνδρα ἐπ‐ ανήξει, ἐὰν δὲ ἀποκρούῃ ἡ Σελήνη εὐκόλως ἐπάνεισιν, ἐπ’ αὐτῆς δὲ 〈τῆσ〉 συνόδου δυσχερῶς ἐπανήξει. ἐὰν δὲ ἐν ὅσῳ ἡ Σελήνη τὸν ἴδιον κύκλον ἀπαρτίζῃ ὁ Ἥλιος μεταβῇ εἰς ἕτερον ζῴδιον θηλυκὸν Ἀφροδίτης σὺν αὐτῷ οὔσης,
10διαλυθέντος τοῦ γάμου ὁ ἀνὴρ ἑτέραν γαμήσει. ἐπιτη‐ ρητέον δὲ καὶ τὸν ὡροσκόπον καὶ τὴν Σελήνην ἐπειδὴ τυχόντες οὗτοι ἐπὶ στερεῶν ζῳδίων ἐν τῇ καταρχῇ βέβαια ποιοῦσιν, ἐπὶ δὲ τροπικῶν τρεπτὰ καὶ ἀβέβαια, ἐπὶ δὲ δισώμων ἀμφισβητήσιμα.
15tλϛʹ. Περὶ διαφορᾶς κυουμένων
16 Ἐπὰν δὲ κατὰ γαστρὸς αἱ γυναῖκες ἔχουσαι βούλοιντο ἐκτιτρώσκειν μὴ δυνάμεναι τελεσφορεῖν ἁρμόζει τῆς Σελή‐ νης οὔσης ἐν θηλυκοῖς ζῳδίοις ἀποκρουούσης καὶ νότον κατιούσης, μαρτυρουμένης τετραγωνικῶς ἢ τριγωνικῶς
20ὑπὸ Ἀφροδίτης καὶ Ἄρεως ἢ συνόντων αὐτῇ καὶ ἐν θηλυκῷ ζῳδίῳ ὄντων. ὅσα δὲ δεῖ ἐν τούτοις παρατηρεῖν τὴν Σε‐ λήνην τοσαῦτα καὶ τὸν ὡροσκόπον δεῖ ἔχειν κατά τε τὰ
ὀρθὰ ζῴδια καὶ κατὰ τὰς μαρτυρίας Ἄρεως καὶ Ἀφροδίτης.18

19

(1t)

λζʹ. Περὶ γεωργίας
2 Συνούσης τῆς Σελήνης τοῖς ἀγαθοποιοῖς ἢ μαρτυρου‐ μένης καὶ ἐν τοῖς ἁρμόζουσι ζῳδίοις κάλλιστον γεωργεῖν, καὶ μάλιστα αὐτῆς τυγχανούσης ἐν τῷ ὑπογείῳ.
5tληʹ. Περὶ φρεάτων ὀρυγῆς καὶ λάκκων
6 Ὀρύττων δὲ λάκκους καὶ εἰσαγωγὰς ὑδάτων ποιούμενος ἐπιτήρει τὸν κλῆρον τῆς τύχης καὶ τὸν κύριον αὐτοῦ ὥστε εἰς ζῴδιον ὑδατῶδες ἐμπίπτειν καὶ ἐπικέντρους ποίει τοῦ τε δευτέρου τόπου καὶ τοῦ ηʹ τοὺς οἰκοδεσπότας. ἀγαθὸν
10γὰρ τούτους ἐπαναφέρεσθαι τῷ τε ὑπὲρ γῆν κέντρῳ καὶ τῷ ὑπὸ γῆν· ἀποκλίναντες γὰρ φαῦλοι, καὶ μάλιστα ὅταν πόρρωθεν τὰ ὕδατα ᾖ μεταγόμενα ἢ ἀποστρεφόμενα. καὶ τὸν τοῦ κλήρου δὲ κύριον δεῖ παραφυλάσσειν, καὶ μάλιστα κατὰ τὸ ὑπόγειον, ἐξαιρέτως δὲ μήτε τὸν κύριον
15μήτε αὐτὸν τὸν κλῆρον εἶναι ἐν τῇ ἐπιδύσει μήτε ἐν τῷ ταύτης διαμέτρῳ, τουτέστι τῇ ἐπαναφορᾷ τοῦ ὡροσκό‐ που· οὕτω γὰρ ἂν ἀσφαλῶς καὶ ἀβλαβῶς πραχθείη τὸ ἔργον. Ἄλλως· ἐὰν λάχῃ ὡροσκόπον Καρκίνος καὶ ἡ Σελήνη
20εἰς ζῴδιον ὑγρὸν καὶ βλέπῃ τοὺς ἀγαθοποιοὺς ἀπὸ σχή‐
ματος ἀγαθοῦ δηλοῖ ὅτι ἐστὶν ὕδωρ καλόν.19

20

λθʹ. Περὶ ἀγορασίας Ἔστω ὁ μὲν πιπράσκων ὁ ὡροσκόπος, τὸ δὲ δῦνον ὁ ἀγοράζων, τὸ μεσουράνημα τὸ τίμημα, ὁ ὑπόγειος τὸ πρᾶγμα τὸ ἀγοραζόμενον, ἐκ δὲ τῶν ἐπιμαρτυρούντων τοῖς
5τόποις σκοπητέον περὶ τοῦ ἀποτελέσματος. καὶ ἐκ τῆς Σελήνης δὲ εἰ σεσίνωται τὸ πιπρασκόμενον ἢ οὔ. ὁπόταν δὲ ὁ κλῆρος τῆς τύχης ἐμπέσῃ εἰς τὸν περὶ φιλίας τόπον, ὁ δὲ τούτου κύριος ἐν τῶν περὶ οἰκετῶν εὑρεθῇ σὺν τῷ δε‐ σπόζοντι τοῦ ὡροσκόπου, περὶ 〈συνωνῆς οἰκέτου σημαί‐
10νουσιν.〉 Ex archetypo perierunt folia nonnulla.
12tμʹ. Περὶ ἀποδήμων
13 Ταῦτα ἔσται καὶ ἀξιόλογα. Ἄρεως δὲ καὶ Κρόνου ἐπὶ τοῦ δύνοντος ὄντων ἢ μαρτυρούντων αὐτῶν τῷ ζʹ τόπῳ
15ἀσθένειαι σωματικαί, ἐποχαὶ καὶ ζημίαι γενήσονται. ἐκ δὲ τῶν θεωρούντων ἀστέρων τὸ μεσουράνημα ἢ καὶ ἐπόν‐ των τὸ πρᾶγμα οὗ χάριν ἡ ἐκδημία γίνεται γνωσθήσεται, τὸ δὲ τέλος ἐκ τοῦ ὑπογείου, τὸ κῦρος δὲ πάντων ἐκ τῶν σχηματισμῶν, μάλιστα τῆς Σελήνης, τελειοῦται, ἣν ἀπα‐
20γορευτέον πρὸς τὰς ἐξόδους κακοδαιμονοῦσαν ἢ κακοτυ‐ χοῦσαν· οὐ μόνον γὰρ δυσπραξίας αἰτία, ἀλλὰ καὶ πημά‐ των ὑπουργός. Οἱ οὖν ἀγαθοποιοὶ ὡροσκοποῦντες ἐν πᾶσι τὴν καταρ‐ χὴν καλὴν ποιοῦσιν· οἱ ἀγαθοποιοὶ ἐν τῷ ζʹ ὄντες ἐν ταῖς
25ἀποδημίαις ἐπικερδῆ καὶ ἐπίδοξον τὴν ἀποδημίαν μαν‐
τεύονται εἶναι. σκοπεῖν δὲ δεῖ καὶ τὸν κύριον τῆς Σελήνης20

21

καὶ τὸν κύριον τοῦ ὡροσκόπου ἵνα μὴ κακὰς φάσεις ἔχω‐ σιν οἷον στηριγμούς, ἀναποδισμούς, δύσεις· οἱ γὰρ στηρί‐ ζοντες χρόνου πολλοῦ καὶ βραδυτῆτος αἴτιοι γίνονται, οἱ δὲ ὕπαυγοι ἀμαυρὰς τὰς πράξεις ποιοῦσιν. καθολικῶς δ’
5ἐκ παρατηρήσεως ἐν τῷ δυτικῷ κέντρῳ τυχοῦσα ἡ Σελήνη 〈ἢ〉 ἐν τῷ ἀποκλίματι μακρὰς τὰς ἀποδημίας παρέχει, τοῖς δ’ ἀπὸ ξένης εἰς τὰ οἰκεῖα ἐρχομένοις τὸ αὐτὸ τοῦτο σχῆμα τῆς Σελήνης ταχείας τὰς ἀναστροφὰς δηλοῖ. παρα‐ φυλάσσεσθαι δὲ καὶ τετραγωνίζοντας ἢ διαμετροῦντας τοὺς
10κακοποιοὺς δεῖ, τῶν δὲ ἀγαθοποιῶν ἀνακραθέντων αὐτοῖς ἀνώμαλον καὶ ἀμφήριστον τὴν ἀποδημίαν δηλοῖ. Ἐπισκοπήσαντα δὲ τὰ κέντρα ἐφορᾶν δεῖ τοὺς μέλλον‐ τας τῶν ἀστέρων ἐκβαίνειν ἐν οἷς εἰσι ζῳδίοις· οὕτω γὰρ αἵ τε ἔξοδοι καὶ αἱ ἀποδημίαι μηνυθήσονται, καὶ αἱ ἐπ‐
15ανελεύσεις ἐκ τοῦ ἐπισκοπεῖν πότερον ἐξ ἀλλοτρίου εἰς ἴδιον οἶκον ἢ ὕψωμα μεταβαίνουσιν ἢ ἔμπαλιν· ἐκ τούτου γὰρ καταφανὲς ἔσται τὸ τῆς ἐπιδημίας καὶ τῆς ἐπανελεύ‐ σεως. καὶ οἱ μὲν στηριγμοὶ τὰς ἐπιμονὰς δηλοῦσι καὶ ὑποστροφὰς ὥσπερ ἡ δύσις θανάτους ἢ ἀπραγίας, αἱ δ’
20ἀνατολαὶ ταχίστας τὰς ἀποδημίας ποιοῦσιν, δηλαδὴ τῶν τῆς Σελήνης σχηματισμῶν καὶ τῶν κέντρων τῆς καταρ‐ χῆς ἐχόντων μαρτυρίαν καὶ λόγον πρὸς τοὺς προειρημένους. Ἐπιτηρητέον δὲ μάλιστα τὴν Σελήνην διαμετροῦσαν τὰ κάθυγρα τῶν ζῳδίων ἢ καὶ ἐποῦσαν καὶ ὑπὸ κακοποιῶν
25θεωρουμένην κατὰ τὰ κραταιὰ σχήματα, τουτέστι τετρά‐ γωνα, διάμετρα· χαλεπώταται γὰρ αἱ τοιαῦται καταρχαὶ τοῖς πλέουσιν. ἐπὰν ἡ Σελήνη μὲν κακοποιηθῇ, τὰ δὲ κάθυγρα τῶν ζῳδίων ὑπὸ τῶν ἀγαθοποιῶν μαρτυρῶνται, αὔτανδρον μὲν τὸ σκάφος οὐ φθαρήσεται, οἱ πολλοὶ δὲ
30τῶν ναυτῶν σωθήσονται διαλυθέντος τοῦ σκάφους, καὶ21

22

τακτοῖς ἕκαστος ἐπανελεύσεται χρόνοις εἰς τὰ οἰκεῖα κατὰ τὴν τῆς ἐπιβάσεως εἰς τὴν ναῦν σύγκρισιν. ἡ μὲν γὰρ ἀναγωγὴ τὰ κατὰ τὴν θάλασσαν καὶ τὸν πλοῦν σημαίνει, ἡ δὲ ἐπίβασις ἡ εἰς τὴν ναῦν τὰ κατὰ ἕνα ἕκαστον τῷ
5τάχει τῆς μεταπτώσεως τῶν κέντρων ἀλλοιοῦσα τὰ πράγ‐ ματα· ἐπὶ δὲ τῶν ὁδευόντων ὁμοίως τὰ χερσαῖα καὶ τὰ τετράποδα τῶν ζῳδίων ἐπισκοπεῖν χρή. ἐπίμονα δ’ ἔσται πολλῷ μᾶλλον τὰ κακὰ ὁπόταν οἱ κακοποιοὶ ἐν αὐτοῖς στη‐ ρίζωσι μετὰ καὶ τοῦ παλινδρομιῶν τινων ἢ νόσων ποιῆσαι
10πειρασθῆναι. Κυρίως δὲ τοῖς πλέουσι κοινῶς ὅ τε ὡροσκόπος καὶ ἡ Σελήνη χωρὶς τῶν ε πλανητῶν· οὕτω τυχοῦσα σύμφορος ἐν Διδύμοις συνοίσει (εἰ καὶ βράδια τὰ κατὰ τὸν πλοῦν) καὶ Καρκίνῳ καὶ Αἰγοκέρωτι καὶ Ὑδροχόῳ καὶ Ἰχθύσιν.
15ἀσύμφορον δὲ ἐν Κριῷ· οὐ μόνον πλοῦ, ἀλλὰ καὶ ἐμπο‐ ρίας κατάρχεσθαι ἀηδές (ὁ δὲ Δωρόθεος οὐ δέχεται τοῦτο), παρατηρητέον δὲ καὶ ἐν Ταύρῳ καὶ ἐν Λέοντι τοῖς μὴ ἐκ τῆς ἰδίας ἐκδημοῦσι. μὴ ἔστω δὲ ἡ Σελήνη λειψίφωτος μηδ’ ἐν συνόδῳ μετὰ Κρόνου ἢ ἐν πανσελήνῳ μετὰ Ἄρεως.
20 Χρὴ δὲ ἐπιλεξάμενον τὸ ἁρμόζον ζῴδιον τῇ ἀποδημίᾳ ἐφαρμόζειν αὐτὸ τῇ τῶν ἀγαθοποιῶν μαρτυρίᾳ πρὸς αὐτό τε καὶ τὰ κέντρα καὶ οὕτω κατάρχεσθαι. Ἐπετήρησαν δὲ μερικῶς τὰ κατὰ τὸν πλοῦν ἢ τὴν ὁδὸν καὶ ἐπέγνωσαν οὕτως· συναγαγόντες γὰρ τὰ σημεῖα τῆς πο‐
25ρείας ἢ τοῦ πλοῦ τὰ στάδια καὶ μερίσαντες εἰς ἓξ μερίδας, ὡς ἑκάστῳ τῶν ζῳδίων ἀπὸ τοῦ ἀνατέλλοντος μέχρι τοῦ δύνοντος ἐπιβάλλει μερίδα μίαν, ἀπονέμουσι τῷ ὡροσκό‐
πῳ τὴν πρώτην ἵνα σημαίνῃ τὸ αʹ ἑκτημόριον τοῦ διαστή‐22

23

ματος τῆς ὁδοῦ, τὴν δὲ δευτέραν μερίδα τῷ κακοδαι‐ μονήματι, καὶ ἑξῆς ἐπὶ τὰ προηγούμενα ἕκαστον ἑκτη‐ μόριον διδόασιν, τὴν δὲ τελευταίαν ὁμοίως τῷ δύνοντι δη‐ λοῦντι τὸ κατάλυμα καὶ τὰ τελευταῖα τῆς ὁδοῦ. ἔπειτα τὴν
5τῶν ἀστέρων κοινωνίαν πρὸς ἕκαστον τόπον ἐπιτηροῦσιν· τῶν μὲν γὰρ ἀγαθοποιῶν μαρτυρούντων ἀγαθὰ καὶ εὐοδίαν μηνυτέον, τῶν δὲ κακοποιῶν τὸ ἐναντίον, τῷ στηριγμῷ δηλούντων κατοχὴν καὶ ἀναποδισμοὺς καὶ δυσχερείας ἐν τοῖς τόποις ἐν οἷς ἀναλόγως πρὸς τὰ ἑκτημόρια συμβαίνει
10τοῦ πλοῦ ἢ τῆς ὁδοιπορίας ἀπὸ τῆς τῶν ζῳδίων διαστά‐ σεως, τοῦ τοῦ Ἄρεως ναυαγίου αἰτίου τυγχάνοντος, καὶ μάλιστα τοῦ κατὰ κορυφὴν ἤγουν μεσουρανοῦντος τόπου βλαπτομένου παρ’ αὐτοῦ. Καὶ ταῦτα μὲν ὁ Νικαεὺς Πρωταγόρας, ὁ δὲ Δωρόθεος
15οὕτω φησίν. Σελήνη ὑπὸ γῆν οὖσα ἀμαρτύρητος ὑπό τινος τῶν ε πλανωμένων καθ’ αὑτὴν ὁρωμένη, ἐν μὲν Κριῷ οὖσα ἀπὸ μοίρας ιαʹ ἕως τοῦ πέρατος εὔπλοιαν δηλοῖ. Ταύρῳ μεγάλους χειμῶνας ποιεῖ τοῖς ἀναχθεῖσιν, ἢν δὲ καὶ ὑπὸ κακοποιοῦ μαρτυρῆται χεῖρον· εἰς κακὸν γὰρ
20μαρτυρήσουσιν. Διδύμοις ἀπὸ μοίρας ηʹ ἕως λʹ ὁ ἀναχθεὶς χρονίσει μὲν ἐν τῷ πλεῖν, ἀλλ’ ἐπὶ χαρᾷ διάξει. Καρκίνῳ γαλήναις συσχεθήσεται, ἀλλὰ διασωθήσεται. Λέοντι κιν‐ δυνεύσει, ἐὰν δὲ καὶ ὑπὸ κακοποιῶν μαρτυρῆται ἡ Σελήνη πλεῖον ἔσται τὸ κακόν. Παρθένῳ χρονίσει ἐν τῷ πλοίῳ.
25Ζυγῷ μετὰ τὰς πρώτας δέκα μοίρας ὁ ἀναχθεὶς εὐπλοή‐ σει. Σκορπίῳ ἀσφαλὴς μὲν ἔσται κατὰ τὸν πλοῦν, τὴν δὲ ψυχὴν ταραχθήσεται. Τοξότῃ δυσπλοήσει καὶ φόβοις περιπεσεῖται. Αἰγοκέρωτι μετὰ μοίρας θ εὐπλοήσει,
ταραχθήσεται δὲ τὴν ψυχήν. Ὑδροχόῳ βραδυπλοήσει, σω‐23

24

θήσεται δέ. Ἰχθύσι κινδυνεύσει, καὶ μάλιστα θεωροῦντος Ἄρεως. Τὸν δὲ ἱστὸν τῆς νεὼς σκέπτου. Σελήνη ὑπὲρ γῆν οὖσα μετὰ Κρόνου στηριγμὸν ἔχοντος τοῖς ἀναχθεῖσι πολλῶν
5κακῶν αἴτιός ἐστι καὶ κινδύνων. Σελήνη ὑπὲρ γῆν τριγωνι‐ ζομένη ὑπὸ Κρόνου στηρίζοντος, οἱ ἀναχθέντες τὰ ὄντα ἀποβάλλοντες διὰ τὸν χειμῶνα μόλις σωθήσονται. ἐὰν δὲ τὰ μὲν ἄλλα τὰ αὐτὰ ἔχῃ ἡ Σελήνη, ὁ δὲ Κρόνος μὴ στηρίζῃ, ἐλαφρότερα τὰ κακὰ γίνονται πλὴν δύσπλοια ἔσται,
10ἐὰν δὲ τῶν λοιπῶν οὕτως ὄντων καὶ ὁ Ἑρμῆς τὴν Σελήνην κακώσῃ μείζονα τὰ κακὰ ἔσται, ἔσθ’ ὅτε δὲ καὶ λῃσταῖς περιπίπτουσιν, ἀγαθοποιὸς δὲ θεωρῶν τὰ τοιαῦτα σχή‐ ματα, καὶ μάλιστα δεξιός, ἐπικουφίζει τὰ κακά. Κρόνος ὡροσκοπῶν καὶ ἄνευ Σελήνης τοσαῦτα κακὰ τοῖς
15ἀναγομένοις ἐπάγει καὶ μετὰ Σελήνης ὤν, ἐὰν δὲ τύχῃ ὁ Κρόνος τοῦ ἀναγομένου ὁ κατὰ πάροδον τῷ κατὰ πῆξιν Κρόνῳ ἢ συνὼν ἢ τριγωνίζων ἢ τετραγωνίζων ἢ διαμε‐ τρῶν χείρονα ποιεῖ τὰ κακά. ὅσα δὲ εἴρηται συμβαίνειν ἀπὸ Κρόνου τοῖς ἀναγομένοις κακὰ τοσαῦτα καὶ ἀπὸ Ἄρε‐
20ως γίνονται τῆς δὲ Σελήνης ὑπὲρ γῆν οὔσης, καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ μάχαι καὶ μίση καὶ θόρυβοι ἐν τοῖς ἀν‐ αγομένοις γίνονται ὥστε καὶ ἕως αἱμαγμοῦ φθάσαι τὴν κάκωσιν. ἐὰν δὲ ὁ Ἑρμῆς κακώσῃ χεῖρον γίνεται, εἰ δὲ ἀγαθοποιοὶ ὁρῶσιν ἥττονα τὰ κακά.
25 Ἐὰν δὲ τὴν Σελήνην Κρόνος, Ἄρης καὶ Ἑρμῆς βλάπτωσι συνοδεύοντες ἀλλήλοις καὶ τῇ Σελήνῃ ἢ ἄλλος ἄλλοθεν ὁρῶντες αὐτὴν βλάπτωσιν κάκιστον τοῖς ἀναγομένοις καὶ ὁ θάνατος πρὸ ὀφθαλμῶν, τὸ δ’ αὐτὸ γίνεται καὶ ὅταν Ἑρμῆς συνοδεύῃ Ἄρει. Κρόνος καὶ Ἄρης ὁ μὲν Ἥλιον, ὁ
30δὲ Σελήνην βλέπων κίνδυνον ἐπάγουσιν. Σελήνη ὑπὲρ24

25

γῆν τετραγωνιζομένη ὑπὸ Διὸς ἀγαθόν· καὶ γὰρ εὐπλοή‐ σουσιν. εἰ δὲ καὶ Ἀφροδίτη μετὰ Διὸς τὴν Σελήνην ἴδῃ ἢ ἐκ τοῦ αὐτοῦ ζῳδίου ἢ ἐκ διαφόρου κρεῖσσον. ὁ δὲ Ἑρμῆς τὰς τῶν ἀστέρων δόσεις ἢ ἀγαθὰς ἢ φαύλας ἐπιτείνει καὶ
5ἐπαύξει οἷς ἂν συνοικειωθῇ, ἀλλὰ καὶ Ἀφροδίτη μόνη τὴν Σελήνην ὁρῶσα ὠφελεῖ τοὺς ἀναχθέντας καὶ εἰς γυναικῶν μίξεις ἔσται ὠφέλιμος, ἀλλὰ χωρὶς Διὸς ἧττον, μετὰ δὲ Διὸς καὶ μᾶλλον ὠφέλιμος. Ἀφροδίτη ὕπαυγος ὑπὸ γῆν οὖσα μετὰ Σελήνης εὐδίας παρέχει, καὶ χρονί‐
10ζουσιν οἱ ἀναγόμενοι ἐν τῷ πλῷ. ἐὰν ἀγαθοποιοὶ δύο μετὰ Ἑρμοῦ μαρτυρήσωσι τῷ Ἡλίῳ καὶ τῇ Σελήνῃ καλλίστη καταρχὴ τοῖς ἀναγομένοις. κἂν δὲ κακοποιοὶ τὸν ὡροσκό‐ πον βλάπτωσιν, οἱ δ’ ἀγαθοποιοὶ τὴν Σελήνην, ἢ καὶ ἔμπαλιν, δυσπλοήσουσι μὲν οἱ ἀναχθέντες, σωθήσονται δέ.
15 Σελήνη ἀμαρτύρητος οὖσα ὑπὸ πάντων τῶν ἀστέρων καὶ κενοδρομοῦσα, ὁ δὲ ὡροσκόπος ἔχει τι ζῴδιον τῶν πρὸς τὸ πλεῖν ἐπιτηδείων (οἷον Ταῦρον, Διδύμους, Ἰχθύας, Αἰγοκέρωτα, Καρκίνον, Παρθένον, Τοξότην) μετά τινος τῶν ἀγαθοποιῶν, ἀγαθὸν τοῖς ἀναγομένοις· Σελήνη καὶ
20ὡροσκόπος ἀμαρτύρητοι ὑπὸ πάντων τῶν ἀστέρων κενο‐ δρομοῦντες, ἐὰν ἐπέχωσιν ἐκ τῶν πρὸς τὸ πλεῖν ἐπιτηδείων ζῳδίων τῶν προλελεγμένων, οὐκ ἔστι κακὸν τοῖς ἀν‐ αχθεῖσιν. ἐξαιρέτως δὲ χρὴ τὴν Σελήνην ὁρᾶν ἵνα μὴ βλά‐ πτηται καθ’ οἱονδήποτε τῶν εἰρημένων τρόπων ἐν τῷ βʹ
25κεφαλαίῳ τούτου τοῦ βιβλίου. τότε δὲ λογίζου τὴν τοῦ πλοῦ καταρχὴν ὅταν οἱ ναῦται τὴν ἄγκυραν ἐκ τῆς ψάμμου ἑλκύσωσιν, τοῦ δὲ πλέοντος ἡ καταρχὴ ἐν τῇ νηῒ ἑκάστου
τότε ἐστὶν ἡνίκα τὸν πόδα εἴσω τῆς νηὸς θήσει.25

26

(1t)

μαʹ. Εἰ βραδύνει ἢ οὔ
2 Εἰ δὲ βούλει μαθεῖν εἰ βραδύνει ἐπὶ τῆς ξένης ἢ οὒ ὅταν ἐπιβῇ τῆς πόλεως ἐκείνης εἰς ἣν σπεύδει σκόπει τὸν βʹ τόπον τοῦ ὡροσκόπου τῆς εἰς τὴν πόλιν εἰσόδου καὶ
5τὸν τούτου κύριον, καὶ εἰ μὲν οὗτος ἀναποδίζει ταχέως ἐξελεύσεται κενὸς καὶ ἄπρακτος, εἰ δὲ στηρίζει καὶ οὕτω πάλιν μετὰ τοῦ ἄπρακτος εἶναι καὶ χρονοτριβήσει ἐν τῇ πόλει. καὶ τούτων ὄντων κἂν μὲν ὁ αὐτὸς οἰκοδεσπό‐ της τύχῃ δύνων νόσων καὶ ἀηδίας αἴτιος γίνεται τῷ εἰσ‐
10ιόντι, ἐὰν δὲ 〈ἐν〉 τῷ ὑπογείῳ σκέπτου μὴ καὶ θανάτου αἴτιος γένηται· ἐὰν εὑρεθῇ προσθετικὸς καὶ ὢν ἐπὶ τοῦ ὡροσκόπου ἢ ἐπὶ τοῦ μεσουρανήματος εὖ πράξας ταχέως ἐξελεύσεται. Σκόπει δὲ καὶ τὸν Ἥλιον τῆς ἐξόδου καὶ τὰ τούτου
15τετράγωνα καὶ διάμετρα· εἰ μὲν ἀγαθοποιοὶ εἶεν ἐν τού‐ τοις ἡ ἐπάνοδος καλὴ καὶ ταχεῖα, εἰ δὲ κακοποιοὶ σκόπει πόσον ἀλλάξουσι τοὺς τόπους καὶ ἀντ’ αὐτῶν ἀγαθοποιοὶ εἰσελθῶσιν—τότε τὴν ἐπάνοδον ὑπονοητέον ἢ ὅτε ἀπο‐ καθίσταται ὁ Ἥλιος εἰς τὰ ἴδια τετράγωνα καὶ διάμετρα
20ἕως ἔλθῃ· καὶ τὴν Σελήνην δὲ ὁμοίως τῷ Ἡλίῳ σκέπτου. δεῖ δὲ καὶ τοῦτο παρατηρεῖν ὅτε τις εἰς πόλιν εἰσέλθῃ· τὰ δ κέντρα ὑπὸ τίνων ὁρῶνται καὶ ἡ Σελήνη πρὸς τίνας φέρε‐ ται; παρετηρήθη καὶ ὁ Καρκίνος οὐκ ἀγαθὸς ὡροσκο‐ πῶν ἐν τῇ εἰσόδῳ τῆς πόλεως· οἱ γὰρ συντυγχάνοντες
25αὐτῷ ἔσονται κνιποί, καὶ οὐδὲν κερδανεῖ, εἰ δὲ καὶ δοῦ‐ ναί τι μέλλει πλέον δώσει. ἴσθι δὲ καὶ τοῦτο καθολικῶς, ὅτι ὁ Ἄρης ἀπὸ Τοξότου τὴν Σελήνην ὁρῶν φαύλῳ σχή‐
ματι πληγὰς ἐπάγει κατὰ τὴν ὁδὸν ἢ ἑτέρας περιστάσεις.26

27

(1t)

μβʹ. Περὶ παραδόσεως τεχνῶν
2 Εἰσόμεθα δὲ εἰ εὐμαθεῖς ἔσονται οἱ παραδιδόμενοι εἰς μάθησιν τέχνης ἢ ἀμελεῖς ἀποβαίνουσι καὶ περὶ τίνα δὲ ἥ τε ἐπιμέλεια καὶ ἡ κατόρθωσις γένοιτο ἂν ἢ ἡ ῥαθυμία.
5ὁ μὲν ὡροσκόπος τὰ κατὰ τὸν διδάσκαλον σημαίνει, τὸ δὲ μεσουράνημα τὸν συνιστῶντα οἷον τὸν δεσπότην, τὸ δὲ δῦνον τὸν μαθησόμενον, τὸ δὲ ὑπὸ γῆν τὴν τοῦ μαθήματος ἀπόβασιν, τῆς θεωρίας κατὰ τὸν συγκρατικὸν λόγον ληφ‐ θείσης ὁμοιοτρόπως τοῖς ἄνωθεν εἰρημένοις. εἰδότες οὖν
10τὸν τρόπον τοῦτον ἐπὶ τῶν παραδιδομένων εἰς μάθησιν τεχνῶν ἐπιτηρήσωμεν τὴν Σελήνην πλήθουσαν καλῶς κειμένην μετὰ τοῦ Ἑρμοῦ καὶ αὐτοῦ καλῶς κειμένου καὶ ἀνατολικοῦ καὶ ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις ὄντος ἢ καὶ πρὸς αὐτὰ ἐσχηματισμένων, καὶ τότε παραδώσομεν εἰς
15τὰς μαθήσεις.
16tμγʹ. Περὶ ἐλευθερώσεως
17 Ὁ δὲ ὡροσκόπος ἔσται ὁ ἐλευθερούμενος. ὁποῖος δὲ ἔσται οὗτος γνώσ[κ]ει ἐκ τοῦ κυρίου τοῦ ζῳδίου καὶ τοῦ πρὸς αὐτὸν σχηματισμοῦ· εἰ μὲν γὰρ ἀνατολικὸς τύχῃ ἀφ‐
20εθήσεται αὐτεξούσιος καὶ τὴν ἐλευθερίαν καρπώσεται, ἐὰν δὲ δυτικὸς συκοφαντίαν τινὰ ἕξει. τὸ δὲ μεσουράνημα τὸν τόπον ἐν ᾧ γίνεται μηνύσει, τὸ δὲ δῦνον τὸν ἐλευθε‐ ροῦντα (ὁποῖος δέ ἐστιν ἀπὸ τοῦ κυρίου τοῦ ζῳδίου), τὸ δὲ ὑπὸ γῆν τὰς ἐκβάσεις τῆς ἐλευθερίας κατὰ τὰς τῶν ἀστέ‐
25ρων δηλονότι ἐφοράσεις. τοῦ δὲ κυρίου τοῦ ὡροσκόπου ἐναντιουμένου τῷ δυτικῷ ἐναντίοι καὶ ἐχθροὶ ἔσονται ὁ
ἐλευθερώσας καὶ ὁ ἐλευθερωθείς.27

28

Φυλάσσειν δὲ χρὴ ἐν πρώτοις τὴν Σελήνην ἀκάκωτον καὶ ἀγαθῷ συνάπτουσαν, ἐπεὶ τὸ ἐναντίον παθούσης ἡ δουλεία πολλῷ ἀμείνων ἔσται τῆς ἐλευθερίας ὥς φησι Δωρόθεος. ὁρατέον δὲ καὶ τὰ ἡμισφαίρια τό τε ὑπὲρ γῆν
5καὶ τὸ ὑπὸ γῆν· οἱ γὰρ ὑπὸ γῆν τὰ ἐν τῇ ἐλευθερίᾳ σημαί‐ νουσιν. καὶ εἰ μέν τις τῶν ἀγαθοποιῶν ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ τύχοι πάντα καλά, τουτέστιν ἐὰν ἀγαθοποιὸς ἀστὴρ μετὰ τὴν καταρχὴν τῆς ἐλευθερίας πρῶτος ἀνα‐ τείλῃ. ἐὰν δὲ Σελήνη μετὰ κακοποιοῦ συνοδεύουσα ἐν τῷ
10δυτικῷ τύχῃ εὐθέως μετὰ ἐλευθερωθῆναι διαφέρει.
11tμδʹ. Περὶ σκευῶν καινῶν χρήσεως
12 Σκεύεσι δὲ ἢ ἱματίοις πρώτως χρηστέον τῆς Σελήνης οὔσης ἐν Κριῷ, Ταύρῳ, Καρκίνῳ, Παρθένῳ, Σκορπίῳ, Ἰχθύσι τῷ τε φωτὶ αὐξομένης καὶ μετὰ τῶν ἀγαθοποιῶν
15οὔσης ἢ τούτοις κατὰ σχῆμα ἢ 〈σῶμα〉 συναπτούσης ἢ καὶ ὡροσκοπούντων τῶν ἀγαθοποιῶν ἄνευ τῆς τῶν φθοροποιῶν κοινωνίας.
18tμεʹ. Περὶ δείπνου
19Ἤδη δέ τινες ἐξέθεντο πῶς χρὴ εἰδέναι τὰ περὶ δείπνου
20καὶ πῶς ἀποβήσονται. δεῖ πήξαντας τὰ κέντρα ἀπονεῖμαι τῷ μὲν ὡροσκόπῳ τοῦ δείπνου τὴν ἀρχήν, τῷ δὲ μεσου‐ ρανήματι τὸν δειπνοποιὸν καὶ τοὺς ὑπηρέτας. ἐστόχασται δὲ καὶ περὶ τῶν λοιπῶν ζῳδίων οὕτως ὥστε τὸ μὲν γʹ ζῴδιον τάξαι τοῖς σκεύεσιν, τὸ δὲ δʹ τῷ τόπῳ ἐν ᾧ ὁ δεῖπ‐
25νος, τὸ δὲ εʹ τοῖς κεκλημένοις, τὸ δὲ ϛʹ τῷ οἴνῳ, τὸ δὲ ζʹ
ταῖς κύλιξιν, τὸ δὲ ηʹ τοῖς ἀπαντῶσιν, τὸ δὲ θʹ τῷ μαγείρῳ,28

29

τὸ δὲ ιʹ τῷ ὀψωνοῦντι, τὸ ιαʹ τῇ παρασκευῇ, τὸ ιβʹ τῇ τῆς οἰκίας δεσποίνῃ. πεπηγμένων δὲ τούτων ἐπιθεωρητέον τὰ ζῴδια ὅπως ἕκαστον ἔχῃ καὶ συσχηματίζηται πρὸς τοὺς ἀστέρας καὶ τίνες αὐτῶν ἰδιοτοποῦσιν. ἐκ δὲ τῆς θεωρίας
5καὶ τῆς συγκράσεως καθ’ ἕκαστον εἶδος λαμβάνειν χρὴ ποῖον εἴη τοῦ δείπνου θυμῆρες καὶ πολυτελείας ἐχόμενον, ποῖον δὲ μέτριον· οὐ γὰρ ἀποτυγχάνει τις ἐπιμελέστερος παρακολουθήσας ταῖς τῶν τόπων διακρίσεσιν.
9tμϛʹ. Περὶ ἀγώνων καὶ θεωριῶν
10 Ἐπὶ δὲ καταρχῆς ἀγώνων τε καὶ θεωριῶν μεριστέον τῇ σκηνῇ τὸν ὡροσκόπον, τὸ 〈δὲ〉 μεσουράνημα τῷ θεῷ ἢ τῷ βασιλεῖ, ἤγουν ᾧ ἐπιτελεῖται ἡ θεωρία, τὸ δὲ δῦνον τῷ ἐπιτελοῦντι τὸν ἀγῶνα, τὸ δὲ ὑπόγειον τοῖς ἀκροάμασιν.
14tμζʹ. Περὶ ἐξοριζομένων καὶ φευγόντων
15tκαὶ βρεφῶν ἐκθέσεως
16 Περὶ δὲ τῶν ἐξοριζομένων, ἀλλοτριουμένων τῆς πατρί‐ δος ληψόμεθα τὴν γνῶσιν ἀπὸ τῶν ἀστέρων οὕτως οἷς διαφέρει τὰ κέντρα κατὰ τὴν οἰκοδεσποτίαν αὐτῶν· οὗτοι γὰρ ἐν τοῖς ἑαυτῶν ταπεινώμασιν εὑρεθέντες καὶ ἐπιθεω‐
20ρούμενοι ὑπὸ τῶν κακοποιῶν τοὺς ἐξορισμοὺς ἐργάζονται. κατὰ μὲν τῆς γενέσεως τὴν πῆξιν ὁπόταν ἔχωσι τὰ χρονικὰ ἢ καὶ αἱ ἀναφοραὶ τῶν ζῳδίων κατὰ τὸν αὐτὸν χρόνον συμπληρούμενοι τύχοιεν. τὸ δ’ αὐτὸ ἐπὰν ὁ οἰκοδεσπότης πάθῃ τοῦ γενομένου ἐκθέσεως αἴτιος γίνεται, καὶ ἐὰν
25μὲν ἀνατολικὸς ᾖ ὁ ἀστὴρ τὸ ἐκτεθὲν ζήσεται, εἰ δὲ δυτι‐ κὸς ἀποθνῄσκει. ἰδίως δ’ οἱ ἐν τοῖς ἰδίοις ταπεινώμασιν ἔχοντες τοὺς ἀστέρας κατὰ τὸ δυτικὸν κέντρον ἢ τὸ ὑπό‐
γειον ἐξορίζονται ἢ ὑποπίπτουσι φυγαδείαις ἑκουσίαις.29

30

ἐπὰν δὲ ἐν τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι εὑρεθῶσιν οἱ κακοποιοὶ ὄντες ἐν τοῖς ἰδίοις ταπεινώμασι δεσμοὺς καὶ συνοχὰς παρέχουσιν, ἀγαθοποιῶν δὲ συμφώνως ἐπι‐ βλεπόντων αὐτοὺς ἀποκαθίστανται τοῖς οἰκείοις τόποις.
5καὶ τὸν ὡροσκόπον ἢ τὴν Σελήνην ὁρῶντες οἱ ἀγαθοποιοὶ ἐν τῇ ὥρᾳ τῇ κυρίᾳ τὴν ἐπάνοδον δηλοῦσιν. Ἄλλως Ἐξοριζόμενον δεῖ λαμβάνειν τὸν ὡροσκόπον, τὸ δὲ δῦνον τὸν τόπον ἐν ᾧ ἀπέρχεται, τὸ μεσουράνημα τὴν πρᾶ‐
10ξιν ἢ τὸν ἐξορίζοντα, τὸ ὑπόγειον τὸ ἀποτέλεσμα. καὶ δεῖ σκοπεῖν τοὺς οἰκοδεσπότας τοῦ ὡροσκόπου καὶ τοῦ δύνον‐ τος καὶ τοῦ μεσουρανήματος καὶ τοῦ ὑπογείου.
13tμηʹ. Περὶ κριτηρίων καὶ νίκης καὶ ἥττης
14Ἔστι δὲ καὶ ἕτερος τρόπος λαμβανόμενος ἐπὶ τοῖς κριτη‐
15ρίοις χωρὶς τῶν δ κέντρων οὕτως. Σελήνη γὰρ αὐξομένη λαμβάνεται εἰς τὸν διώκοντα, ὁ δὲ Ἥλιος εἰς τὸν κατηγο‐ ρούμενον καὶ ὑπόχρεων· μειουμένη δὲ ἔμπαλιν, τουτέστιν αὐτὴ μέν ἐστιν ὁ ὑπόχρεως, ὁ δὲ Ἥλιος τὴν τοῦ διώκον‐ τος τάξιν ἀναλαμβάνει. ἐπισκεψάμενοι οὖν τίς μᾶλλον
20καλῶς κεῖται τόπῳ, ὁρίοις, μαρτυρίαις ἀγαθαῖς καὶ τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, οὕτω προαιροῦμεν ἀπὸ τῆς τῶν πλειόνων ψήφου καὶ ῥοπῆς τὸν νικήσοντα τῆς πανσελήνου λαμβανομένης εἰς μεγάλην στάσιν καὶ ἔριν καὶ ἀπώλειαν. Ἐπιτήρησις δέ ἐστιν ἑτέρα περὶ τῶν αὐτῶν οὕτως.
25ὁρίσαι γὰρ χρὴ τὸν μὲν τὸ πρᾶγμα καταγγέλλοντα Σελήνης ἀπόρροιαν εἶναι, τὸ δὲ πρᾶγμα αὐτὴν τὴν Σελήνην, τὴν δὲ συναφὴν τὸν κατηγορούμενον, ἐκ δὲ τῶν ὁρίων καὶ τῶν ἀστέρων δηλοῦν περὶ τοῦ πράγματος. ἡ δὲ αὐτὴ αἵρεσις
καὶ ὁ τρόπος περὶ ὁδοιπορίας καὶ μετοικισμοῦ χρήσιμος30

31

ἔσται. ἀσφαλέστερον δὲ καὶ φανερώτερον ἐπὶ τῶν κριτη‐ ρίων μάθοιμεν ποδαπός τε εἴη ὁ κατήγορος καὶ ὁ κατ‐ ηγορούμενος, ἔτι δὲ καὶ ὁ κριτὴς καὶ ἡ ἔκβασις τοῦ πράγ‐ ματος ἐκ τῶν δ κέντρων ὡς προλέλεκται, τοῦ δὲ Ἑρμοῦ
5ἀεὶ παραλαμβανομένου, ὑπαύγου μὲν ὄντος χρησίμου τοῖς ἐγκαλουμένοις καὶ τοῖς λαθραῖόν τι πράττουσιν, ἀνατολι‐ κοῦ δ’ ὄντος τοῖς ἐγκαλοῦσι καὶ φανερῶσαί τι βουλομένοις. τὴν δὲ Σελήνην ἐπιτηρεῖν χρὴ ἐν τῇ κρισίμῳ ἡμέρᾳ, καὶ ἐὰν τύχῃ οὖσα ἐν Ζυγῷ, καὶ μάλιστα δύνουσα, ἀσύμφορος
10τῷ ἀδίκῳ δίκην εἰσάγοντι (ἡττηθήσεται γάρ), ὁ δὲ δικαίως ἐγκαλῶν νικήσει. Οἱ κακοποιοὶ ἰδιοτοποῦντες καὶ ἐπίκεντροι καὶ ἀνα‐ τολικοὶ ἄδικον δίκην παρέχουσι τῷ οἰκείῳ αὐτῶν προσ‐ ώπῳ.
15 Σκοπεῖν δὲ χρὴ τὸν δεύτερον τόπον καὶ τὸν ηʹ καὶ τὰς τῶν ἀστέρων πρὸς αὐτοὺς μαρτυρίας ἵνα γνῶμεν τοὺς βοηθοῦντας ἑκατέρῳ προσώπῳ· ὁ μὲν γὰρ δεύτερος τοῦ διώκοντος ἐμφαίνει τοὺς συμμάχους, ὁ δὲ ηʹ τοῦ φεύγον‐ τος. οἱ δ’ ἀγαθοποιοὶ οἷς ἐπαναφέρονται ἐκεῖνοι κρειτ‐
20τόνως ἀπαλλάξουσιν, οἱ δὲ κακοποιοὶ χειρόνως. σκοπεῖν δὲ χρὴ καὶ τὸν τοῦ μεσουρανήματος δεσπότην· οὗτος γὰρ ᾧτινι συνοικειωθῇ προσώπῳ ἤτοι τῷ διώκοντι ἢ τῷ φεύ‐ γοντι ἢ μαρτυρηθῇ ὑπ’ αὐτοῦ ἢ τοὺς τόπους καταλλάξῃ μετ’ αὐτοῦ ἢ ὑπὸ ἑνὸς ἀστέρος οἰκοδεσποτηθῇ 〈ἢ〉 εἰς
25τοὺς τόπους ᾖ αὐτοῦ τοῦτον μᾶλλον τοῦ ἑτέρου ἐν εὐελπι‐ στίᾳ ποιεῖ εἶναι. Οὐ χρὴ δὲ ἐκ μόνων τῶν δ κέντρων περὶ τῶν τοιούτων καταστοχάζεσθαι, ἀλλὰ δεῖ καὶ τὴν Σελήνην ὁρᾶν πῶς διάκειται καὶ ἔτι τὰς ἀπορροίας καὶ τὰς συναφὰς τῆς
30Σελήνης. ἐὰν δὲ σινωθείσης τῆς Σελήνης οἱ κακοποιοὶ αὐτὴν ἐφορῶσι κακὸν σημεῖον τοῦ διώκοντος· οὐ γὰρ μόνον
ἡττηθήσεται, ἀλλὰ καὶ ὑβρισθήσεται καὶ βλαβήσεται. ἡ31

32

Σελήνη ὅταν ᾖ συνοδικὴ ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τότε ὁ ἰσχυρότερος νικήσει τὸν ταπεινότερον. Ἐὰν δὲ χρηματιστικὴ ᾖ ἡ δίκη οὕτω δεῖ σκοπεῖν. Σελήνη αὐξιφωτοῦσά ἐστιν ὁ δανειστής, ὁ δὲ Ἥλιος ὁ ὀφειλέτης,
5εἰ δὲ ἡ Σελήνη λήγει ἀνάπαλιν ὁ μὲν Ἥλιος ὁ δανειστής, ἡ δὲ Σελήνη ὁ χρεώστης. ὅστις οὖν ἐκ τῶν δύο κεῖται ἐν κρείττονι τόπῳ καὶ οἰκειοτοπεῖ μᾶλλον τοῦ ἑτέρου καὶ ἀγαθύνεται μᾶλλον ἐκεῖνος τὸ οἰκεῖον πρόσωπον ἀπεργά‐ ζεται τοῦ ἑτέρου ἰσχυρότερον.
10 Δεῖ δὲ καὶ τὸν τῆς τύχης κλῆρον σκοπεῖν καὶ τὸν οἰκο‐ δεσπότην τοῦ κλήρου· εἰ μὲν γὰρ τῷ ὡροσκόπῳ προσ‐ νεύει ὁ διώκων ἰσχυρότερος ἔσται, εἰ δὲ τῇ δύσει ὁ φεύ‐ γων. ἐὰν δὲ ὁ κλῆρος τετραγωνίζῃ τόν τε ὡροσκόπον καὶ τὸ δῦνον, εἰ μὲν ὑπὸ γῆν εἴη διαλλαγήσονται αὐτοὶ καθ’
15ἑαυτοὺς οἱ μαχόμενοι, εἰ δὲ μεσουρανοίη οἱ κριταὶ αὐτοὺς διαλλάξουσιν. Ἐὰν δὲ οἱ κύριοι τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος τύχωσιν ὄντες ὁμοῦ 〈ἐν〉 ἑνὶ ζῳδίῳ οἱ δικαζόμενοι οἰκεῖοι ἔσονται ἀφ’ αἵματος ἀλλήλων. καὶ εἰ μὲν εἴη ἑρμαϊκὸν τὸ
20ζῴδιον τὸ ὑποδεξάμενον τοὺς δεσπότας τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος ἔστω πατὴρ τέκνῳ δικαζόμενος ἢ πάππος ἐγγόνῳ ἢ τοιαῦτα πρόσωπα, ἐὰν δὲ ἀφροδισιακὸν ἔστω ἡ δίκη ἢ ἀνδρὸς πρὸς γαμετὴν ἢ ἀδελφοῦ πρὸς ἀδελφὴν ἢ πα‐ τρὸς πρὸς θυγατέρα ἢ τοιαῦτα, ἐὰν δὲ Ἄρεως ᾖ τὸ ζῴδιον
25ἔσται ἡ μάχη ἢ ἀδελφῶν πρὸς ἀλλήλους ἢ ἀνεψιῶν ἢ τῶν τοιούτων, ἐὰν 〈δὲ〉 Διὸς ἔσται ὁ δικαζόμενος ἤτοι πρεσβυ‐ τέρῳ ἀδελφῷ ἢ θείῳ ἢ τοιούτῳ τινί, ἐὰν δὲ κρονικὸν ἔσται ἡ δίκη πρὸς πατέρας ἢ πάππους ἢ τοιούτους, εἰ δὲ ἡλια‐ κὸν πρὸς πατέρας ἢ ἐνδοξοτέρους, εἰ δὲ σεληνιακὸν πρὸς
30μητέρας ἢ θείας ἢ τοιαύτας. ἐὰν δὲ οἱ τῶν κέντρων δεσ‐ πόται μὴ ὦσιν ὁμοῦ ἐν ἑνὶ ζῳδίῳ δηλονότι ἀλλότριοι
ἔσονται ἀλλήλων οἱ μαχόμενοι καὶ οὐκ ἴδιοι.32

33

(1t)

μθʹ. Περὶ εἰργομένων
2 Περὶ δὲ τῶν εἰργομένων ἐπιτηρητέον τὴν Σελήνην καθ’ αὑτὴν ἐν ποίῳ ζῳδίῳ τυγχάνει ἐν τῇ ὥρᾳ τοῦ εἴργεσθαι. καὶ ἐρεύνησον ἐν τῷ τοῦ Δωροθέου βιβλίῳ καὶ εὑρήσεις
5τὸ ἀποβησόμενον.
6tνʹ. Περὶ δραπετῶν
7 Ἔγραψεν ὁ Δωρόθεος ἐν τῷ ἄλλῳ βιβλίῳ· ὧδε λέγομεν τὰ τοῦ Νικαέως Πρωταγόρου. ἐὰν εὑρεθῇ ὁ οἰκοδεσπό‐ της τοῦ ὡροσκόπου τῆς φυγῆς ἀναποδίζων ὁ φυγὼν αὐτο‐
10μάτως ἐπανελεύσεται, ἐὰν δὲ ἐν ἰδίῳ οἴκῳ ἢ ὁρίοις μὴ ἀνα‐ ποδίζων ὁ ἀποδράσας ἔνδον τῶν οἰκείων ἢ ἐν τῇ πόλει ἢ ἐν τῇ περιχώρῳ εὑρεθήσεται, καὶ θᾶττον ἐὰν ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ τύχῃ ὡσπεροῦν βραδύτερον εἰ ἐν τῷ ὑπὸ γῆν.
15 Τῆς Σελήνης οὔσης ἐν τῷ μεσουρανήματι (τουτέστιν ἐν τῷ δεξιῷ τετραγώνῳ τοῦ ὡροσκόπου) διὰ τῶν δεξιῶν μερῶν τῆς οἰκίας ἀφ’ ἧς ὁ δραπέτης ἤρξατο τῆς φυγῆς τὴν πάροδον πεποίηται, ἐν δὲ τῷ εὐωνύμῳ τετραγώνῳ ὁμοίως διὰ τῶν ἀριστερῶν· ὁ γὰρ ὡροσκόπος ἀντὶ τῶν πυλῶν
20τῆς οἰκίας νοεῖται. ἡ δὲ Σελήνη βορρᾶν κατερχομένη μηνύει τὸν φυγόντα κατὰ μεσημβρίαν πορεύεσθαι καὶ εὑρεθήσε‐ σθαι ἐν ἡμέραις κε, νότον δὲ κατερχομένη ἐν τοῖς κατὰ δύσιν τόποις ἐν ἡμέραις μβ ἐν καθύγροις τόποις καὶ ἀνημέροις ἢ δυσχειμέροις, νότον δὲ ἀνερχομένη ἐν τοῖς
25ἀνατολικοῖς καὶ δυσκόλως μηνυθήσεσθαι ἐν ἡμέραις ξδ,33

34

βορρᾶν δὲ ἀνερχομένη ἐν τοῖς ἀρκτικοῖς τόποις καὶ δυσκό‐ λως εὑρεθήσεσθαι μηνύει. Καὶ ἐκ τῆς τῶν ζῳδίων δὲ φύσεως καταστοχαστέον τὸν τόπον εἰς ὃν ἀπελεύσεται ὁ φυγών· οἷον Κριὸς μὲν νομαί‐
5ους καὶ πεδινοὺς σημαίνει, Ταῦρος δὲ ἐπιπέδους καὶ πεπο‐ νημένους τόπους, Δίδυμοι δὲ 〈...〉, Καρκίνος δ’ ἐνύδρους καὶ χερσαίους καὶ ὑψηλούς, Λέων δὲ προσάντεις καὶ τρα‐ χεῖς καὶ ἐρήμους, Παρθένος δὲ σιτοσπόρους, Ζυγὸς δὲ πεδινούς, Σκορπίος τραχεῖς καὶ λῃστρικούς, ἔχοντας καὶ
10ἀμπελῶνας, Τοξότης τραχεῖς, ἔχοντας καὶ ἀμπελῶνας, Αἰγόκερως δὲ ὑδρηλὰ χωρία καὶ παραθαλάσσια, Ὑδρο‐ χόος τραχεῖς, παραποταμίους καὶ ὑλώδεις, Ἰχθύες δὲ λιμ‐ νώδεις καὶ ἑλώδεις. Τινὲς δὲ καὶ τὰ κέντρα ἐμέρισαν οὕτως· τὸ μὲν δῦνον
15τῷ φεύγοντι, τὸ δὲ μεσουράνημα τῷ δεσπότῃ, τὸν δὲ ὡροσκόπον τοῖς ἀποκλαπεῖσιν, τὸ δὲ ἀντιμεσουράνημα τῷ ἀναπείσαντι. τινὲς δὲ καὶ οὕτω πάλιν ἀπονέμουσιν· τὴν μὲν Σελήνην καὶ τὸν ὡροσκόπον τῷ φεύγοντι, τὸν δὲ Ἥλιον καὶ τὸ μεσουράνημα τῷ κυρίῳ.
20 Ἐπιμελέστερον δὲ χρὴ προσέχειν τῇ Σελήνῃ· ἐμφαίνει γὰρ πάντα. καὶ πρῶτον τὸ ὑπὲρ γῆν ἡμισφαίριον διοδεύ‐ ουσα εὔκολον τὴν εὕρεσιν ποιεῖται, τὸ δὲ ὑπὸ γῆν δύσκο‐ λον. καταληφθεῖσα δὲ ἐν τῷ ὡροσκόπῳ ἡ Σελήνη ἢ ἐν τῇ ἐπαναφορᾷ αὐτοῦ ἢ ἐν τῷ ιβʹ τόπῳ πρὸς ἀνατολὰς τὴν
25φυγὴν ἀπονέμει γεγονέναι, ἐν δὲ τῷ μεσουρανήματι πρὸς ἄρκτον, ἐν δὲ τῇ δύσει πρὸς δύσιν, ἐν δὲ τῷ ὑπὸ γῆν κέν‐ τρῳ πρὸς μεσημβρίαν. δηλώσουσι δὲ καὶ τὰ κέντρα τὴν ἔξοδον δι’ ἧς ἀναχωροῦσι πύλης οἱ φεύγοντες, καὶ τὸ μῆκος τῆς ὁδοῦ τὸ διάστημα τῶν ὡρῶν ἀπὸ τοῦ ὁρίζοντος ἢ τοῦ
30δύνοντος δι’ αὐτῆς τῆς Σελήνης. εὑρεθεῖσα γὰρ ἐν τρο‐34

35

πικοῖς βραχεῖαν τὴν ὁδὸν τῆς φυγῆς καὶ βραδέως ὁδεύ‐ οντα καὶ οὐ μακρὰν ἀπὸ τοῦ τόπου ἀποδράσαντα σημαί‐ νει, ἐὰν δὲ ἐν χερσαίοις καὶ λοξοῖς ἢ δισώμοις οὐκ ὀρθὰς τὰς πορείας ποιήσασθαι οὐδὲ αὐτὸν μόνον ἀποδεδρα‐
5κέναι. Κατὰ δὲ τὰς ἀνατολὰς ἢ δύσεις τοῦ ζῳδίου τήν τε ὀρθό‐ τητα καὶ σκολιότητα τῆς πορείας αὐτοῦ γνωστέον, τὰς δὲ ἀρχὰς ἀπὸ τῶν ἀνατολῶν, τὰ δὲ τέλη ἀπὸ τῶν δύσεων. τὰ δὲ ὕπτια τῶν ζῳδίων καὶ κίνδυνον τῷ φεύγοντι ἀπο‐
10τελοῦσιν, καὶ μάλιστα ὅταν οἱ χαλεποὶ τῶν ἀστέρων προσ‐ γένωνται· βεβαιότερα γὰρ τὰ κακὰ ἔσεσθαι αὐτοῖς μηνύ‐ ει, καὶ μάλιστα ὅταν ὑπὲρ γῆν ὁ Ἄρης σὺν τῇ Σελήνῃ γένηται ἢ καὶ στηρίζῃ, Κρόνου δὲ μερίζοντος ἀπάγχονται ἢ καὶ κρημνίζουσιν ἑαυτούς. συναπτούσης δὲ αὐτῆς τοῖς
15ἀγαθοποιοῖς ἢ κατεχόντων αὐτῶν τὴν ὥραν, τῶν κακο‐ ποιῶν συσχηματιζομένων, ἐν μετανοίᾳ ἀνακάμπτουσιν, ἀπεστραμμένων δὲ τῶν κακοποιῶν σχεδὸν ἐν ἐλευθερίᾳ ἔσονται. ἐὰν δὲ Ἀφροδίτη συμπαρῇ τῇ Σελήνῃ ἢ τῷ ὡρο‐ σκόπῳ ἐπίκεντρος ἢ ἰδιοτοποῦσα οὐ μόνον ἀνύβριστοι
20γίνονται ἀλλὰ καὶ παρακληθήσονται. μέσης δὲ εὑρεθείσης τῆς Σελήνης τῶν κακοποιῶν ἐν δεσμοῖς ἔσονται πολὺν χρόνον, ἔσθ’ ὅτε δὲ καὶ ἐν εἱρκταῖς ἀποθνῄσκουσιν, καὶ μάλιστα ἀλλοτριωθέντων τῶν ἀγαθοποιῶν. συναπτούσης δὲ Ἄρει σφαγήσονται.
25 Φυλακτέον δὲ καὶ ταῦτα. ἐπὰν γὰρ τῇ ἐπαναφορᾷ τοῦ ὡροσκόπου ἀστὴρ ἐπῇ καὶ πρότερον πεφευγέναι αὐτὸν μηνύει, ἐν δὲ τῇ ἐπαναφορᾷ ληφθεὶς πάλιν φεύξεται, καὶ τῆς Σελήνης ἐν τῷ ὡροσκόπῳ οὔσης ἄλλης οἰκίας καὶ οὐ τοῦ ζητοῦντος ἔσται ὁ φυγὼν πλὴν ἀναχθήσεται, ἐὰν δὲ
30ἀστήρ τις δύνῃ παραυτίκα εὑρεθήσεται καὶ πλησίον τοῦ
οἴκου. ἀσύμφορον δὲ τοῖς φεύγουσι τὸ τὴν Σελήνην τοῖς35

36

ἀριθμοῖς προστιθέναι, ἀφαιρούσης δὲ σύμφορον. Ἥλιος δὲ δύνων ἢ μεσουρανῶν σύν τινι τῶν κακοποιῶν ἢ ἐπι‐ θεωρούμενος σχήματι δραστικῷ (τουτέστι τετραγώνῳ ἢ διαμέτρῳ) πρὸ τῆς ἀνευρέσεως τοῦ δραπέτου τεθνήξε‐
5σθαι σημαίνει τὸν δεσπότην ἢ πολλαῖς ζημίαις καὶ βλάβαις περιβάλλει. Ἥλιος ὁρῶν τὴν Σελήνην ἐν τῷ ὑπὲρ γῆν ἡμι‐ σφαιρίῳ ταχέως τὴν μήνυσιν ποιεῖται διὰ τῶν συνιστο‐ ρούντων, Κρόνος δὲ ὁμοίως ἐπὶ τῷ ἄνω κέντρῳ σὺν τῇ Σελήνῃ σημαίνει ταχέως τὴν παράδοσιν διὰ γυναικὸς
10ῥυπαρᾶς ἢ δούλης, ὑπὸ δὲ ἐλευθέρας γυναικὸς μηνυθήσε‐ ται 〈ἐὰν〉 Ἀφροδίτη ὁμοίως ἐν τῷ ἄνω κέντρῳ οὖσα σὺν τῇ Σελήνῃ μαρτυρούσῃ 〈...〉. ἐάν τε ὁ ὡροσκόπος ἐν τετράποσι ζῳδίοις ὁμοίως τὰ αὐτὰ σημαίνει. καθ’ ἑαυτὴν δὲ μεσουρανοῦσα καθεύδοντες εὑρίσκονται, Ἑρμοῦ δὲ ἐπι‐
15δύνοντος αὐτῇ ἀναπεπεῖσθαι ὑπὸ τῶν γειτονούντων τινὸς ἢ συνεζηκότων αὐτῷ γνωστέον. Ἀφροδίτης δὲ καὶ Διὸς ἢ καὶ Ἡλίου μαρτυρησάντων συγγενὴς ἔσται ὁ πείσας καὶ φανήσεται ἐλεύθερος ὤν. ὡροσκοπούντων δὲ Ταύρου, Διδύμων, Καρκίνου, Λέοντος, Παρθένου, Σκορπίου, Ἰχ‐
20θύων, ἐπιθεωροῦντος Διὸς καὶ Ἀφροδίτης, ἐν ἱεροῖς τόποις εὑρεθήσεσθαι δηλοῖ, τοῦ δὲ Ἄρεως μεσουρανοῦντος σὺν τῇ Σελήνῃ ὁ φυγὼν τομὴν ἕξει εἰς τὴν ὄψιν ἀπὸ σιδήρου. ἐὰν δὲ τύχῃ Κρόνος καὶ Ζεὺς καὶ Σελήνη ὡροσκοποῦντες ἀργύρια λαβεῖν σημαίνει, καὶ εὑρεθήσεται· οἱ ἀγαθοποιοὶ
25ὡροσκοποῦντες σὺν τῇ Σελήνῃ ἀμεριμνίαν τῷ φεύγοντι παρέξουσι μετὰ τὸ βαστάζειν καὶ ἱκανὰ χρήματα. Ἄρεως δὲ καὶ Κρόνου ἐπιδυνόντων σὺν Σελήνῃ εἴσω ρξ ἡμερῶν ἢ ρο εἰς τὴν τοῦ δεσπότου ἐξουσίαν ἐπανήξουσιν. Ἑρμῆς δὲ σὺν τῇ Σελήνῃ ὡροσκοπῶν ἢ μεσουρανῶν σημαίνει παῖδα ἢ
30παρθένον ἢ νεανίσκον, τούτων εὑρεθησομένων ἐπιδόντων36

37

τῶν κακοποιῶν 〈περὶ〉 ἡμέρας ν, Ἑρμῆς δὲ καὶ Ἄρης μεσῆλιξ ἔσται ὁ ζητούμενος, Κρόνος δὲ καὶ Ἑρμῆς καὶ Ἀφροδίτη ἀνὴρ καὶ γυνὴ καὶ υἱός, Κρόνος δέ, Ζεύς, Ἑρμῆς, Ἥλιος, Σελήνη εὐνοῦχος ἔσται ὁ δραπέτης. Ἄρε‐
5ως, Ἀφροδίτης, Ἑρμοῦ ὡροσκοπούντων ἑρμαφρόδιτον σημαίνει, Διὸς δὲ καὶ Ἀφροδίτης καὶ Ἡλίου καὶ Σελήνης ἐλευθέρους δραπέτας, Ἄρεως δὲ ἐπιθεωροῦντος Δία κατισχομένους ὑπὸ ἐξουσίας τινὸς καὶ φρουρᾶς. Ἄρεως δὲ καὶ Κρόνου ὡροσκοπούντων ἑαυτοὺς παραδιδόασιν
10ἐξουσίαις τισίν. Ἄρης δὲ καὶ Ἀφροδίτη ὡροσκοποῦντες πολλὰ ἀναλώσειν εἰς ἀφροδίσια μηνύουσι καὶ διὰ τοῦτο τὴν φυγὴν ᾑρῆσθαι. Τῆς δὲ Σελήνης ἀκριβοῦν τὰ σχήματα χρὴ καὶ τὰς συν‐ αφὰς καὶ τοὺς συνδέσμους καθὼς προείπομεν, σκοπεῖν δὲ
15ἐν ποίῳ 〈ἀπο〉κλίματι εὑρίσκεται ἀπὸ τῶν κέντρων πρὸς ἀνατολὰς ἢ δυσμὰς καὶ τὰ ἄλλα· ἐκ τούτου γὰρ εὔδηλον ἔσται οὐ μόνον περὶ τῶν ἀποδιδρασκόντων, 〈ἀλλὰ〉 καὶ τῶν τὰς μακρὰς ἀποδημίας ποιουμένων διά τε γῆς καὶ θαλάσσης. ἐν τοῖς περὶ τὸ δυτικὸν γὰρ κέντρον ζῳδίοις τυ‐
20χοῦσα καὶ τοῖς ἀπὸ τοῦ μεσουρανοῦντος ἀποκλίμασι καταληφθεῖσα ἡ Σελήνη οὐκ ἐνόριον τὴν μετάστασιν ποι‐ εῖται, ἐνόριον δὲ ἐν τῷ ὡροσκόπῳ καὶ τῷ μεσουρανήματι· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ἐν τῇ πόλει εὑρίσκονται ἀλύοντες καὶ παρά τινι καταγόμενοι. τῆς δὲ Σελήνης ἀσυνδέτου οὔ‐
25σης τῷ Ἡλίῳ τε καὶ τῷ ὡροσκόπῳ κατὰ τὸν καιρὸν τῆς φυγῆς ἀνεύρετοι τυγχάνουσιν, συσχηματιζομένης δὲ καὶ ἐπὶ φάσεως καὶ τῇ ὥρᾳ συμφωνούσης ἄνευ βλάβης τινὸς τὴν εὕρεσιν ποιεῖσθαι δηλοῖ. οὔσης δὲ ἐν τῷ συνοδικῷ ζῳδίῳ λειψιφώτου καὶ μηδέπω τὰς τοῦ Ἡλίου συνεκδρα‐
30μούσης αὐγάς, ἀσυνδέτου τε τῇ ὥρᾳ, ἀνεπάνοδος ὁ δρασ‐37

38

μὸς ἀποτελεῖται, ὁμοίως καὶ ἔκλειψιν ποιουμένης, ἐν δὲ τοῖς συνδέσμοις ὡς ἐπὶ τὸ πλεῖστον ἐν δεσμοῖς τοὺς φυγά‐ δας ἔσεσθαι μηνύει. καὶ τὰ ἀκούοντα δὲ ζῴδια καὶ βλέ‐ ποντα προσπαραληπτέον· ἐν αὐτοῖς γὰρ γινομένη καὶ
5παροδεύουσα ἢ βλέπειν ἢ ἀκούειν τι περὶ αὐτῶν ποιεῖ. Κἂν μηδὲν ἐνδεὲς ᾖ τῶν προδεδηλωμένων σχημάτων εἴσω τοῦ πρώτου τετραγώνου λαμβάνονται, ἐὰν δέ τι ἐλάχιστον ἢ ἐνδεὲς ᾖ τοῦ δευτέρου (τουτέστι τῆς δια‐ μέτρου τῆς καταρχῆς), ἐὰν δὲ πάλιν ἐλλείπῃ περὶ τὸ τρίτον
10τετράγωνον ἢ καὶ τὴν τούτων ἀποκατάστασιν τὴν τελείαν τοῦ κύκλου. ὁ δὲ Ἥλιος τούτων τὴν ἐμφάνειαν παρέξεται τρίγωνος ὢν ἐν τοῖς τριγώνοις τῆς πανσελήνου, τετρά‐ γωνος δὲ ἐν τοῖς τετραγώνοις τῆς συνόδου. ἐπὶ δὲ τῶν τὴν βραδεῖαν εὕρεσιν ὑποφαινουσῶν καταρχῶν μῆνας
15ὁρίζειν χρὴ κατὰ τὴν τοῦ Ἡλίου κίνησιν τὴν γινομένην ἐν τοῖς τριγώνοις. Καταλαμβάνεται δὲ καὶ ἀπὸ τῶν γενέσεων τῶν δου‐ λικῶν ἀπὸ τοῦ τοῦ Ἑρμοῦ ἀστέρος τὰ τῶν δρασμῶν· κακῶς γὰρ κειμένου ἢ ὑπὸ τῶν κακοποιῶν θεωρουμένου
20ἢ ἐνηλλαχότος τὰ ζῴδια ἢ τὰ ὅρια, μάλιστα δὲ μετὰ Ἄρε‐ ως, ἐν δὲ τῷ δυτικῷ καὶ τῷ ὑπὸ γῆν κέντρῳ εὑρισκόμενος ὁ ἀστὴρ οὗτος καὶ χωρὶς κακοποιῶν δρασμοὺς ἀπεργά‐ ζεται. ὅθεν προσεκτέον τῇ πρὸς Ἥλιον αὐτοῦ κινήσει· ὑπὸ γὰρ τὰς αὐγὰς τυγχάνοντος ὁ φυγὼν παραυτὰ κρυ‐
25βήσεται, φυγόντος δὲ τὰς αὐγὰς καὶ ἀνατείλαντος φανήσε‐ ται, καὶ προσθετικοῦ γενομένου ἐπανήξει. Ἄρεως δὲ ὄντος ἐν ζῳδίῳ ἐν ᾧ τὴν ἀνατολὴν ποιεῖται καὶ συνοδεύουσα πονηρῷ προσώπῳ ἀποσφαγήσεται, εἰ δὲ ἀγαθοποιοὶ ἐπιθεωρήσουσι τοῦ μὲν θανάτου ῥύονται, δεσμοῖς δὲ καὶ
30κακοῖς αὐτὸν περιβάλλουσιν. τῶν κρατούντων ἀστέρων38

39

παραφυλάσσειν χρὴ τὰ δωδεκατημόρια· ἐπὰν γὰρ συν‐ εκπέσῃ εἰς τὸν ὡροσκόπον ῥᾳδίως τέλους τυγχάνει τὰ πράγματα ἐπὶ πάσης καταρχῆς. λέγουσι δέ τινες ὅτι τῆς Σελήνης σὺν τῷ Ἡλίῳ ὑπαρχούσης ὁ φυγὼν πρὸς καιρὸν
5κρυβήσεται, διὸ ὁ τοιοῦτος μὲν παραυτίκα ζητηθεὶς εὑρίσ‐ κεται, εἰ δὲ μὴ παραυτίκα ζητηθεὶς δυσεύρετος γίνεται. καὶ περὶ μὲν δρασμῶν καὶ φυγῆς καὶ κλοπῆς τοσαῦτα.
8tρξεʹ. Περὶ καταρχῆς
9Ἐν πάσῃ καταρχῇ ἐπιτηρητέον τὸν τοῦ ὡροσκόπου
10〈κύριον〉 μὴ ἐμπεσεῖν εἰς τὸν ηʹ τόπον θανατικὸν καλού‐ μενον μήτε εἰς τὸ τούτου διάμετρον, ἤγουν τὸν βʹ, μήτε συνεῖναι τῷ τοῦ ηʹ τόπου δεσπότῃ μήτε τὴν Σελήνην καθυπερτερεῖν ἢ τῷ κατὰ τετράγωνον ἢ διαμέτρῳ σχή‐ ματι· 〈μήτε〉 ὁ κύριος τοῦ ηʹ τόπου μήτε ὁ τοῦ βʹ τόπου
15κύριος ἔστω ἐν τῷ βʹ μήτε ἐναντιούσθωσαν ἀλλήλοις ἢ ἐπαναφερέσθωσαν τῇ Σελήνῃ, ἀλλ’ ἔστωσαν ὁ κύριος τοῦ ὡροσκόπου καὶ τοῦ σεληνιακοῦ ζῳδίου καὶ τοῦ κλή‐ ρου τῆς τύχης ἐπίκεντροι καὶ τοῖς ἀγαθοποιοῖς σχηματι‐ ζόμενοι κατὰ συμπαρουσίαν ἢ σχηματισμόν. συμφωνείτω
20δὲ καὶ ὁ κύριος τῆς τύχης τῷ Ἡλίῳ οἷον ἵνα ἡμέρας· δεῖ δὲ καὶ τὸν κύριον τοῦ ὡροσκόπου εἶναι ἐπίκεντρον, τὴν δὲ Σελήνην ἐν τῷ γʹ ἢ ιαʹ ἢ θʹ ἢ ιʹ τόπῳ μόνου τοῦ ὡροσκό‐ που τηρουμένου ἀπὸ τῆς παρουσίας αὐτοῦ. εἰ μὲν γὰρ ταῦ‐ τα πάντα προσκοπηθεῖεν ἐπὶ καταρχῆς καλῆς καὶ ὡς
25εἴπομεν συμβῶσιν δεξιῶς καὶ τὸ ζητούμενον προχωρήσει. εἰ δὲ σπουδὴ ἐπῇ, μὴ συντρέχουσι δὲ πάντα τὰ προειρη‐ μένα, χρηστέον τοῖς πλείοσι καὶ κατὰ καιρὸν δυνατοῖς. Καθυπερτέρησις δέ ἐστιν ὁ τετράγωνος ὁ ἀπὸ τοῦ ιʹ
τόπου πρὸς τὸν ἡγούμενον, οἷον ἔστω ὡροσκόπος Κριὸς39

40

καὶ ἔστω ἐν αὐτῷ Ζεύς, ὁ μεσουρανῶν Αἰγόκερως καὶ ἐν αὐτῷ ὁ Κρόνος· καθυπερτερεῖ οὖν ὁ Κρόνος τὸν Δία. ἐπαναφέρεσθαι δὲ λέγεται ὅταν ἀστὴρ ἀπορρεύσῃ ἀπό τινος ἀστέρος καὶ φέρηται ἐπὶ τὰ ἑπόμενα, οἷον ἔστω εἶναι
5τὴν Σελήνην ἐν τῷ εʹ, τὸν δὲ Ἄρην ἐν τῷ ϛʹ, ἢ ὅταν ὦσιν ἐν τῷ αὐτῷ ζῳδίῳ καὶ ἔχῃ ἡ μὲν Σελήνη μοίρας ι, Ἄρης δὲ ιε ἢ καὶ πλείονας, τότε ἐπαναφέρεται τῇ Σελήνῃ ὁ Ἄρης.
8tσλθʹ. Περὶ σπορᾶς καὶ ἐκτέξεως
9Ὅταν εὑρεθῇ ἡ Σελήνη ἐν τῇ ἐκτέξει ἐπὶ τοῦ ὡροσκό‐
10που εἶναί φασιν οἱ παλαιγενεῖς Αἰγύπτιοι τὸ βρέφος τῆς μέσης ἀποκυήσεως, τουτέστιν ἡμερῶν σογ ὡρῶν η, ἐὰν δὲ εὑρεθῇ ἐν τοῖς ἑπομένοις ζῳδίοις τοῦ ὡροσκόπου ἔσται ὑπὲρ τὴν μέσην ἀποκύησιν, ἐὰν δὲ ἐν τοῖς ἡγουμένοις ζῳ‐ δίοις τοῦ ὡροσκόπου εὑρεθῇ τότε ἔσται ἐλαττόνων ἡμερῶν
15τῆς μέσης ἀποκυήσεως. ἐὰν οὖν εὑρεθῇ ἡ Σελήνη ἐν τοῖς ἑξῆς ζῳδίοις τοῦ ὡροσκόπου ἀρίθμει ἀπὸ τῆς μοίρας τοῦ ὡροσκόπου ἐπὶ τὴν Σελήνην καὶ τὰς γινομένας 〈μοί‐ ρασ〉 μέρισον εἰς τὸ μέσον ἡμερήσιον κίνημα τῆς Σελήνης, ὅ ἐστι 〈μοιρῶν〉 ιγ λεπτῶν 〈ι, καὶ〉 τὰς πρὸς ταῖς ἡμέραις
20ὥρας περιλειφθείσας μέρισον ὁμοίως εἰς τὸ ὡριαῖον δρόμη‐ μα αὐτῆς, ὅ ἐστι λεπτὰ λγ, καὶ τὰς γινομένας ἡμέρας τε καὶ ὥρας πρόσθες ταῖς τῆς μέσης ἀποκυήσεως ἡμέραις σογ ὥραις η, καὶ τὴν γινομένην ποσότητα κούφισον ἀπὸ τῆς γενεθλιακῆς ἡμέρας εἰς τοὐπίσω· καὶ εὑρήσεις τὴν σπο‐
25ρίμην ἡμέραν. ἐὰν δὲ εὑρεθῇ ἡ Σελήνη ἐν τοῖς προανηνεγ‐ μένοις ζῳδίοις τῆς ὥρας ἐν τῇ ἐκτέξει ἔμπαλιν ποίει. ἀρί‐ θμει ἀπὸ τῆς Σελήνης ἐπὶ τὴν τοῦ ὡροσκόπου μοῖραν καὶ τὰς γινομένας μοίρας μέρισον ὁμοίως εἰς τὸ μέσον ἡμερή‐ σιον δρόμημα τῆς Σελήνης καὶ ὡριαῖον, καὶ τὰς γινομένας
30ἡμέρας τε καὶ ὥρας κούφισον ἀπὸ τῶν τῆς μέσης ἀποκυή‐40

41

σεως ἡμερῶν σογ ὡρῶν η, καὶ τὰς ὑπολοίπους ἀπὸ τῆς γεννητικῆς ἡμέρας ἀφαίρει· καὶ εὑρήσεις παχυμερῶς τὴν σπορίμην ἡμέραν τε καὶ ὥραν. ὑπὲρ δὲ τοῦ ἀκριβέστερον εὑρεῖν ἀρίθμει τὸν Ἥλιον καὶ τὴν Σελήνην κατὰ τὴν ἀνα‐
5φανεῖσαν ἡμέραν τε καὶ ὥραν τῆς σπορᾶς· καὶ ἐὰν εὕρῃς τὴν γενεθλιακὴν Σελήνην ἐν τοῖς ἑπομένοις ζῳδίοις τοῦ τῆς σπορᾶς Ἡλίου λέγε τὴν σπορὰν ἐν ἡμέρᾳ γεγενῆσθαι, ἐὰν δὲ τὴν γενεθλιακὴν Σελήνην εὕρῃς ἐν τοῖς προανηνεγ‐ μένοις ζῳδίοις τοῦ τῆς σπορᾶς Ἡλίου λέγε τὴν σπορὰν ἐν
10νυκτὶ γεγενῆσθαι. ἐὰν τοίνυν εὑρεθῇ ἡ σπορὰ ἐν ἡμέρᾳ ἀρίθμει ἀπὸ 〈τοῦ〉 τῆς σπορᾶς Ἡλίου ἕως τοῦ γενεθλιακοῦ Ἡλίου τὰς μεταξὺ μοίρας, καὶ μαθὼν ἐν ποίαις 〈μοίραισ〉 ἀναφέρονται κατὰ τὸ οἰκεῖον κλίμα μέρισον παρὰ τοὺς ὡριαίους χρόνους τοὺς περὶ τῆς ἡλιακῆς μοίρας ἐκείνης
15τῆς ἡμέρας ἢ ἐν ᾗ ἐνέπεσεν ἡ σπορά, καὶ ὅσας ἂν εὕρῃς ὥρας ἢ καὶ μόρια λέγε ταύτην εἶναι ἀκριβῆ ὥραν τῆς σπο‐ ρᾶς. καὶ κατ’ ἐκείνην τὴν ὥραν ἀρίθμησον τὴν Σελήνην ἀκριβῶς καὶ ἐφ’ ἧς ἐστι μοίρας αὕτη ἐστὶν ἡ τοῦ ἀκριβοῦς ὡροσκόπου τῆς γενέσεως μοῖρα. δῆλον δὲ ὡς καὶ ἡ ὡρο‐
20σκοποῦσα μοῖρα τῇ ὥρᾳ τῆς σπορᾶς ἡ αὐτή ἐστι τῇ 〈τῆσ〉 τῆς γενέσεως Σελήνης καθὼς εἴπομεν. ἐὰν οὖν ἐκ τῶν προ‐ ειρημένων εὑρεθῇ ἡ μοῖρα τῆς σπορίμης Σελήνης σύμφω‐ νος τῇ τοῦ ὡροσκόπου μοίρᾳ εἴπομεν ἀκριβῶς δίδοσθαι τὴν ὥραν τῆς γενέσεως, ἐὰν δὲ παρηλλαγμέναι ὦσιν αἱ
25μοῖραι καὶ εὑρεθῇ ἡ σπορίμη Σελήνη ἐλαττόνων μοιρῶν τοῦ κατὰ τὴν δοθεῖσαν ὥραν εὑρεθέντος ὡροσκόπου δῆλον ὡς 〈...〉 τὴν σπορίμην Σελήνην. ἐὰν δὲ ἐν νυκτὶ ἡ σπορὰ εὑρεθῇ ἔμπαλιν ποίει ἀπὸ τῆς γεννητικῆς 〈Σελήνησ〉 ἕως τοῦ τῆς σπορᾶς Ἡλίου καὶ τὰ αὐτὰ ποίει τοῖς προλελεγ‐
30μένοις.
Ὑπόδειγμα· 〈ἔστω〉 τινὰ τετέχθαι ἐν τῷ ϙζʹ ἔτει ἀπὸ τῆς41

42

Διοκλητιανοῦ βασιλείας ἤτοι 〈ἐν τῷ ͵εωπθʹ〉 ἀπὸ τῆς κτί‐ σεως κόσμου Ἀθὺρ λʹ ὥρᾳ ϛʹ, καθ’ ἣν ὥραν εὕρομεν τὸν μὲν Ἥλιον Τοξότου 〈μοίρᾳ〉 δʹ ἔγγιστα, τὴν δὲ Σελήνην 〈Ταύρου〉 λεπτῷ μζʹ, τὸν δὲ ὡροσκόπον Ὑδροχόου μοίρᾳ
5κεʹ. ἐπεὶ οὖν εὑρέθη ἡ Σελήνη ἐν τοῖς ἑπομένοις ζῳδίοις τοῦ ὡροσκόπου ἀριθμεῖν χρὴ ἀπὸ τοῦ ὡροσκόπου ἕως τῆς μοίρας τῆς Σελήνης, καὶ εὕρομεν μοίρας ξε λεπτὰ μζ· ἃς παραβάλλοντες παρὰ τὸ ἡμερήσιον κίνημα τῆς Σελήνης, τουτέστι ιγ μοίρας, εὕρομεν ἡμέρας ε, καὶ τὰ ὑπόλοιπα
10λεπτὰ μζ ὁμοίως παραβάλλοντες παρὰ τὸ ὡριαῖον μέσον δρόμημα τῆς Σελήνης εὕρομεν ὥρας α γʹ ἔγγιστα. τὰς οὖν ἡμέρας 〈ε〉 καὶ ὥραν μίαν γʹ προσεθήκαμεν ταῖς ἡμέ‐ ραις τῆς πρώτης ἀποκυήσεως σογ τρίτον καὶ ἐγένοντο ἡμέραι σοη καὶ ὧραι ἐννέα τρίτον, ἀνακουφισάντων δὲ
15ἡμῶν ταύτας εἰς τοὐπίσω ἀπὸ τῆς γενεθλιακῆς ἡμέρας καὶ ὥρας Ἀθὺρ λʹ ἤγουν 〈Νοεμβρίου〉 ὥρᾳ 〈ϛʹ〉 ἔφθασεν εἰς Μεχεὶρ κϛʹ εἰς κζʹ ἤγουν 〈Φεβρουαρίου〉 ὥρᾳ νυκτὸς ηʹ· κουφιζομένου καὶ τοῦ τετάρτου μέρους ἐμβολίμου ἡμερο‐ νυκτίου, ὥρας ϛ, εὑρίσκεται 〈ϙϛʹ〉 ἔτει Μεχεὶρ κϛʹ εἰς κζʹ
20ἤτοι 〈Φεβρουαρίου〉 ὥρα δευτέρα, καθ’ ἣν ὥραν τὸν Ἥλιον εὑρήκαμεν 〈Ἰχθύων〉 μοίρᾳ ..., τὴν δὲ Σελήνην 〈Ὑδροχόου〉 μοίρᾳ ...
23tσμʹ. Περὶ καταρχῆς
24Ἐν ταῖς καταρχαῖς δεῖ προσέχειν καὶ τῇ φύσει τῶν ζῳδί‐
25ων. ὁ γὰρ Σκορπίος ἐγγὺς ὢν τοῦ Ζυγοῦ πολὺ αὐτοῦ διαλ‐ λάττει· ὁ μὲν γὰρ Ζυγὸς πρὸς τὸ δίκαιον καὶ ἀγαθὸν νένευκεν, ὁ δὲ Σκορπίος πρὸς τὰ ἐναντία καὶ βλαπτικά.
τῆς οὖν Σελήνης τὴν φάσιν ἐχούσης ἐν Ζυγῷ ὁ μὲν ἀπο‐42

43

δρὰς ῥᾳδίως ἐπανήξει, ὁ δὲ τὴν ἄδικον δίκην εἰσάγων ἡττη‐ θήσεται ὑπὸ τοῦ τὴν δικαίαν ἔχοντος, τὸ δὲ ἀπολωλὸς εὑρεθήσεται· καὶ λήψεις καὶ δόσεις καὶ κοινωνίας ποιεῖ‐ σθαι συνοίσει, δανείζειν τε καὶ δανείζεσθαι καὶ εὔχεσθαι
5καὶ αἰτεῖσθαι ἀμοιβὰς καὶ χάριτας, ἀσύμφορον δὲ καὶ οὐκ ἐπ’ ἀγαθὸν κλέπτειν, ἁρπάζειν, ἐπιορκεῖν, ψεύδεσθαι ἢ ὅλως ἄδικόν τι πράττειν. ἐν δὲ τῷ Σκορπίῳ τῆς Σελήνης γενομένης τοὐναντίον—ἄδικα καὶ βίαια τοῖς ἐγχειροῦσι συνοίσει, ἀσύμφορον δὲ εἰς γάμον συντελεῖν.
10 Καλῶς δὲ κειμένης μεθ’ Ἑρμοῦ ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις καλὸν χρησμοὺς λαμβάνειν, ὀνειροπολεῖσθαι, περὶ προγνώσεις ἀσχολεῖσθαι, ἐν δὲ τοῖς αἰνιγματώδεσι ζῳδίοις καὶ ἀφώνοις, καὶ μάλιστα μετὰ Κρόνου, φαντασίας κατ‐ οιχομένων καὶ θηρίων ἢ δεσμωτῶν ἀποδείκνυται, τοῦ
15δὲ Διὸς ὁρῶντος αὐτὴν διὰ προφητῶν καὶ βασιλέων ἢ ἱερῶ〈ν〉 ζῴ[δι]ω〈ν〉 ἢ ἐπισήμων ἀνδρῶν καὶ ἀληθῶν, τοῦ δὲ Ἄρεως διὰ τῶν οἰκείων ὅπλων καὶ ἁρπαγῶν, στρα‐ τιῶν, σφαγῶν καὶ δεισιδαιμονιῶν, τοῦ δὲ τῆς Ἀφροδίτης διὰ λίθων πολυτελῶν καὶ γυναικείων κόσμων καὶ προσώπων.
20 Οὔσης δὲ τῆς Σελήνης ἐν τοῖς καθύγροις ὑδραγώγια κατασκευάζειν, φρεάτων τε ὀρυγὰς μαρτυροῦντος Κρόνου ἢ καὶ Ἑρμοῦ, τὸν δὲ Ἄρεα μετὰ τῆς Ἀφροδίτης παραληπ‐ τέον ἐπὶ τῶν βαλανείων καὶ πλοίων τίθεσθαι τρόπ〈ε〉ις καὶ νεουλκεῖν ἢ καθέλκειν εἰς θάλασσαν καὶ τὰ πλευστικὰ
25ἄρμενα ὠνεῖσθαι. Τῆς Σελήνης οὔσης Τοξότῃ, Αἰγοκέρωτι, Ὑδροχόῳ, Ἰχθύσιν, Καρκίνῳ, Ἀφροδίτης καὶ Ἑρμοῦ συμπαρόντων ἢ μεσουρανούντων ἢ ἐπιθεωρούντων, ἀπόντων τῶν κακο‐ ποιῶν, συνοίσει [δὲ] γῆν πρίασθαι, καὶ φυτεύειν ἐν Σκορ‐
30πίῳ καὶ Παρθένῳ, κήπους δὲ καὶ ἀμπελῶνας Καρκίνῳ,43

44

Ἰχθύσιν, Ὑδροχόῳ, καὶ μάλιστα ἐν ἀνατολῇ οὔσης τῆς Σελήνης, ἐφορώντων Ἑρμοῦ, Ἀφροδίτης. σώματα δὲ ἀγο‐ ράζειν καὶ πωλεῖν ἐν τοῖς ἀνθρωποειδέσιν οὔσης αὐτῆς μετὰ τῶν ἀγαθοποιῶν καὶ Ἑρμοῦ, ἀπέστωσαν δὲ οἱ κακο‐
5ποιοί. ἐν δὲ τοῖς κτηνώδεσι (Σκορπίῳ, Κριῷ, Τοξότῃ) κτήνη καθιστᾶν, ἀγέλας δὲ Κριῷ, Αἰγοκέρωτι. ἐν δὲ Διδύ‐ μοις ἱπποτροφεῖν ἄμεινον, βοοτροφεῖν δὲ Καρκίνῳ, Ταύρῳ. Σύμφορον δὲ γυναικὶ πρώτως ὁμιλεῖν ἐν Ζυγῷ οὔσης αὐτῆς· προσφιλεῖς γὰρ καὶ ἡνωμέναι γίνονται. τοὐναντίον
10δὲ Σκορπίῳ, Τοξότῃ, Λέοντι· ταχὺ γὰρ διαλύονται. ξέναις δὲ καὶ ἀλλοτρίαις γυναιξὶ μίγνυσθαι Αἰγοκέρωτι, Διδύ‐ μοις, Ἰχθύσιν· παραμένουσι γὰρ ἀβλαβεῖς αἱ μίξεις, μάλι‐ στα δὲ καὶ Σκορπίῳ. Ἀσύμφορον δὲ χωρίζεσθαι εἰς ἑτέρους τόπους Τοξότῃ.
15ποιεῖσθαι δὲ χρὴ τὰς ἐξόδους τῆς Σελήνης οὔσης ἐν τοῖς χερσαίοις, ἐν δὲ τοῖς ὑγροῖς τὰς ἀναγωγὰς τοῦ πλοῦ, ἐν δὲ τοῖς ἀμφιβίοις (τουτέστι Καρκίνῳ, Αἰγοκέρωτι) πρὸς ἀμφότερα χρηστέον. οὐδὲν δὲ κωλύει ἐν τοῖς ἀνθρω‐ ποειδέσι καὶ χερσαίοις χωρὶς τῶν κακοποιῶν ὁδοῦ ἢ πλοῦ
20κατάρχεσθαι. Ἐν δὲ τοῖς χερσαίοις καὶ στερεοῖς καθεστώσης αὐτῆς ὀρύσσειν χρὴ καὶ ποιεῖν ὅσα προσήκει τῇ γῇ—μέταλλα, θεμελίους, θησαυρούς—μάλιστα δὲ Σκορπίῳ ἐπεὶ καὶ φωλεύει, οἰκοδομεῖν δὲ ἐν τοῖς αὐτοῖς ζῳδίοις πλὴν τῶν
25τροπικῶν. μνημεῖα δὲ καὶ τάφους κτίζειν χρὴ συσχη‐ ματιζομένου Κρόνου καὶ Ἑρμοῦ. Εὐχὰς δὲ θεῷ ἀποδιδόναι ἐν τοῖς τροπικοῖς οὔσης καὶ ἐπὶ φάσεως ἀγαθῆς τῆς Σελήνης ὡς μάλα ὑπακούειν. Παρακαταθήκας λαμβάνειν ἐν Σκορπίῳ ἀσύμφορον
30καὶ ἀχαριστίας αἴτιον. Κτηνοτροφεῖν Σκορπίῳ, Λέοντι ἵππους, Σκορπίῳ κύνας
καὶ ὄνους.44

45

Εἰς διδασκαλίαν καὶ εἰς παλαίστραν συνιστᾶν Διδύμοις καὶ Ζυγῷ καὶ Ὑδροχόῳ καὶ Παρθένῳ, καὶ παντὶ δὲ εἴδει μαντικῆς χρηστέον. Θηρεύειν δὲ ἐν τοῖς θηριώδεσι ζῳδίοις τὴν διὰ κυνῶν
5θήραν, ἐν δὲ τοῖς πτερωτοῖς τὰ πτηνά, ἁλιεύειν δὲ ἐν τοῖς καθύγροις (Ὑδροχόῳ, Καρκίνῳ, Ἰχθύσιν, Αἰγοκέρωτι). Ἐργαστήρια δὲ ἀνοίγειν καὶ βίον συλλέγειν καὶ ὅσα στα‐ θμοῖς καὶ μέτροις χρῆται ἄμεινον Ζυγῷ, κατὰ δευτέραν δὲ τάξιν Καρκίνῳ, κατὰ δὲ γʹ Κριῷ.
10 Ὀθόνας καὶ ἔρια εἰς μετάπρασιν ὠνεῖσθαι ἄμεινον ἐν Κριῷ. ἀγοράζειν δὲ πᾶν ἔνυδρον καὶ μετοικίζειν καὶ μετα‐ βιβάζειν αὐτὰ Ἰχθύσιν, Ὑδροχόῳ, καὶ μᾶλλον ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις, καὶ ἐν Καρκίνῳ δὲ ἄμεινον διὰ τὸ οἶκον αὐτῆς εἶναι. κοινωνίας πρὸς φίλους ποιεῖν ἐν
15τοῖς ἀνθρωποειδέσι ζῳδίοις. Σώματα δὲ ἀγοράζειν ἐν μὲν τοῖς στερεοῖς παράμονα μέν, αὐθάδη δέ, ἐν δὲ τοῖς ἀνθρωποειδέσιν ἐπιεικῆ καὶ ὑποτακτικά, ἐν δὲ τοῖς τροπικοῖς εἰς μετάπρασιν. Ὠνεῖσθαι σύγκοιτον ἤτοι παλ〈λ〉ακίδα ἐν τῷ Τοξότῃ,
20Ζυγῷ. τὰς δὲ τῶν γάμων συγγραφὰς ποιεῖσθαι Λέοντι, Παρθένῳ, Ζυγῷ, Ὑδροχόῳ, Σκορπίῳ· παράμονοι γὰρ οὕτως ἔσονται αἱ 〈συμ〉βιώσεις, τοὐναντίον δὲ Ἰχθύσιν, Κριῷ. θᾶττον δὲ ὁ χωρισμὸς γίνεται Σκορπίῳ, καὶ μάλι‐ στα ὅταν ἡ Σελήνη τὸ κέντρον αὐτοῦ διαπορεύηται.
25 Ἀμπελῶνας δὲ καὶ κήπους Ἰχθύσιν, Καρκίνῳ, Ὑδρο‐ χόῳ καὶ τοῖς ἐσχάτοις τοῦ Αἰγοκέρωτος, σπείρειν δὲ Σκορπίῳ καὶ Παρθένῳ, τρυγᾶν δὲ ἐν τοῖς καθύγροις Ἀφροδίτης, Ἄρεως καὶ Ἑρμοῦ ὁρώντων. Παρατηρεῖν δὲ ἐν ταῖς κτίσεσι κενοδρομοῦσαν τὴν Σελή‐
30νην, καὶ ἐν ταῖς ἄλλαις καταρχαῖς καὶ λειψιφωτοῦσαν. Ἐν δὲ ταῖς μασθοδοσίαις τῶν βρεφῶν τὸν Ἄρεα φυλάτ‐
τεσθαι χρή· νόσου γὰρ καὶ λειπογαλαξίας αἴτιός ἐστιν.45

46

(1t)

τλθʹ. Περὶ αἱρέσεως καὶ συνθηκῶν
2 Εἴ τις προσενέγκῃ αἵρεσιν περὶ οἱουδήποτε πράγματος ἐκεῖνον μὲν ἀπὸ τοῦ ὡροσκόπου, σεαυτὸν δὲ ἀπὸ τοῦ δύνον‐ τος, τὴν δὲ πρᾶξιν ἐκ τοῦ μεσουρανήματος, τὸ δὲ τέλος ἐκ
5τοῦ ὑπογείου ἐπισκέπτου. τὰ ἀνατέλλοντα ζῴδια ἢ ὄρθια ἢ πλάγια εἴη, καὶ ἐκ τούτων γνώσῃ τὸν προσιόντα οἷός ἐστιν. ἀγαθῶν ὁρώντων τὸν ὡροσκόπον ἢ ἐπόντων αὐτῷ ἀγαθῇ γνώμῃ καὶ καλῇ προαιρέσει ἦλθεν οὗτος πρός σε. κακοποιῶν δὲ ἐν τῷ μεσουρανήματι ὄντων 〈τὸ〉 πρᾶγμα
10οὐ καλὸν περὶ οὗ τὴν ἐρώτησιν προσφέρει καὶ προξενήσει
σοι ἀηδίαν.46

47

(1t)

EPITOMAE II
2tLIBER PRIMVS
3tλδʹ. Περὶ προγνώσεως ἐκ τῶν
4tδωδεκατημορίων τοῦ ὡροσκόπου
5 Ἐπετήρησαν δὲ ἀκριβῶς εἰς πρόγνωσιν οἱ παλαιοὶ καὶ ἐκ τῆς ποσότητος τῶν μοιρῶν τοῦ ὡροσκόπου οὗ ἔσται αὐτοῦ τὸ δωδεκατημόριον. εἰς ὃ γὰρ ἂν ἐμπέσῃ ζῴδιον ἐν τοῖς ἑξῆς ἀνὰ δύο ἥμισυ μοίρας ἐκβαλλομένη ἡ ποσότης τῶν μοιρῶν τοῦ ὡροσκόπου ὃ ἔσται αὐτὸ τὸ δωδεκατημό‐
10ριον, κατ’ αὐτό τε περὶ παντὸς πράγματος καὶ περὶ τῆς πεύσεως συνιδεῖν ἔστι τὸ εἶδος. οὐ γὰρ μόνον ὁρᾶν χρὴ αὐτὰ καθ’ αὑτὰ εἰ ἔστι τροπικὰ ἢ στερεὰ ἢ δίσωμα· ἃ μάλιστα ἁρμόζει εἰς τὴν τῶν καταρχῶν λύσιν τὸ συμβαί‐ νειν ἐν στερεῷ τροπικὸν δωδεκατημόριον ἢ δίσωμον κεν‐
15τροῦσθαι, ἀλλοιοῦσθαί τε τὴν φύσιν τοῦ ζῳδίου τῇ τῆς τοπικῆς δυνάμεως μοιρικῇ διακρίσει. τὴν οὖν ποιότητα τῆς πεύσεως ἤτοι τοῦ πράγματος προειπεῖν δυνησόμεθα ἐὰν ἀκριβῶς λάβωμεν τὴν ὡροσκοποῦσαν μοῖραν καὶ γνῶμεν τὸ δωδεκατημόριον· πρὸς αὐτὸ ἁρμοσόμεθα οὕτως.
20tἈπὸ Κριοῦ ἀρχὴ δωδεκατημορίων
21 Ἐὰν οὖν εὑρεθῇ τὸ πρῶτον δωδεκατημόριον τοῦ Κριοῦ, τουτέστι β 𐅶 μοῖραι, ὡροσκοποῦν ἐπὶ τῆς ὥρας τοὺς
προσιόντας περὶ ἐλευθερίας ἢ ἀρχῆς, τὸ δὲ βʹ περὶ βίου ἢ47

48

οἴκου ἢ ζῴων ἢ ἀγροῦ ἢ γυναικὸς ἢ ἀστείων προσώπων ἢ ὁμοίων, τὸ δὲ γʹ ἐνέδρας ἢ κλέμματος ἢ δραπέτου, τὸ δὲ δʹ κλοπῆς ἀργυρίου ἢ ἁρπαγῆς, τὸ εʹ περὶ οὐσίας ἢ ἀρχῆς καὶ τῶν ὁμοίων, τὸ ϛʹ περὶ οἰκονομίας καὶ γυναικείου
5κόσμου, τὸ ζʹ περὶ ἐχθρῶν καὶ μάχης ἢ ἀπαιτήσεως κρι‐ τηρίου, τὸ ηʹ περὶ λαθραίου πράγματος καὶ ἀποκρύφου, τὸ ἔννατον περὶ ὁδοιπορίας ἢ μεταβάσεως ἢ πλοῦ, τὸ ιʹ περὶ ἐλπίδων ἢ συζυγίας ἢ ἁρμονίας, τὸ ιαʹ περὶ ἀποβολῆς ἢ κλέμματος ἢ ζημίας τινός, τὸ τελευταῖον, τὸ ιβʹ ὅ ἐστιν
10Ἰχθύων τυγχάνον, περὶ γυναικῶν ἢ γυναικὶ διαφερόντων πραγμάτων ἢ τεθηλυμένων.
12tἈπὸ Ταύρου ἀρχή
13 Ταύρου δὲ τὸ μὲν πρῶτον δωδεκατημόριον ἀπονεμηθὲν σημαίνει περὶ πραγματείας καὶ ὅσα περὶ ζωὴν καὶ βρῶ‐
15σιν, τὸ δὲ δεύτερον (τῶν Διδύμων) πράγματα αἰσχρὰ ἢ περὶ ἀφροδισίων ἢ τῶν ὁμοίων σημαίνει, τὸ δὲ γʹ κλοπῆς ἢ ἔργου τινὸς ἢ οἰκονομίας, τὸ δὲ δʹ περὶ ἔχθρας καὶ ἁρπα‐ γῶν, τὸ εʹ συμφωνίας καὶ φιλίας καὶ καλοκαγαθίας, τὸ δὲ ϛʹ ἐν ἀμφιβολίᾳ καὶ δισταγμῷ περιπεπτωκέναι τὸν σκεπ‐
20τόμενον, τὸ δὲ ζʹ καμάτου καὶ μερίμνης καὶ στρατείας σημαντικόν, τὸ ηʹ περὶ ὁδοιπορίας καὶ πλοῦ καὶ τῶν τοι‐ ούτων, τὸ θʹ δὲ περὶ συναλλαγῆς τῆς πρὸς γυναῖκας καί τινα ὅμοια τούτοις, τὸ ιʹ περὶ διαπράσεως καὶ ἀποβολῆς καὶ κόπου, τὸ ιαʹ περὶ ἀφροδισίων, τὸ ιβʹ καὶ τελευταῖον,
25Κριοῦ τυγχάνον, περὶ ξένων ἢ ξενιτείας ἢ γεωργίας ση‐ μαίνει.
28tἈπὸ Διδύμων ἀρχή
29Τῶν δὲ Διδύμων τὸ αʹ δωδεκατημόριον σημαίνει περὶ
30κοινωνίας καὶ πολιτικῶν πραγμάτων καὶ ὁμονοίας, τὸ δὲ
30βʹ ἀποβολῆς χρυσίου καὶ ἀργυρίου ἢ τῶν ὁμοίων κινητῶν, τὸ γʹ περὶ ἀποβολῆς καὶ ἀτυχίας, τὸ δʹ περὶ δανείσματος
καὶ ἀποβολῆς καὶ ζημίας, τὸ εʹ περὶ πράγματος καὶ πρά‐48

49

ξεως, τὸ ϛʹ περὶ κλοπῆς τῶν ἀπὸ πυρὸς γεγονότων, τὸ ζʹ περὶ δραπετῶν διωγμοῦ ἢ ὁδοιπορίας ἢ εἴ τινα τούτοις ὅμοια, τὸ ηʹ περὶ ἐπωφελοῦς τέχνης καὶ ἱλαροῦ τινος πράγματος, τὸ θʹ περὶ λόγων καὶ πραγμάτων, τὸ ιʹ περὶ
5μάχης καὶ ἔχθρας καὶ τῶν ὁμοίων, τὸ ιαʹ ἀποβολῆς τινος ἢ φόβου ἢ μετανοίας ἢ ἀναλύσεως, τὸ ιβʹ καὶ τελευταῖον, Ταύρου τυγχάνον, περὶ γεωργίας ἢ ξενιτείας καὶ ὅσα τού‐ τοις παραπλήσια δηλοῖ.
9tἈπὸ Καρκίνου ἀρχή
10 Τὸ δὲ τοῦ Καρκίνου πρῶτον δωδεκατημόριον σημαίνει περὶ ἀρχῆς ἢ ἀρχιερωσύνης ἢ ἱερουργίας, τὸ βʹ περὶ μεγά‐ λου πράγματος καὶ ἀξίας καὶ ἱερωσύνης, τὸ γʹ περὶ φόβου διὰ πρᾶγμά τι μετὰ γυναικὸς πραχθέν, τὸ δʹ περὶ πίστεως ἢ ἀποβολῆς ἢ ἀπαιτήσεως, τὸ εʹ περὶ λαθραίας ὑποθέσεως
15ἢ θησαυροῦ ἢ παρακαταθηκῶν, τὸ ϛʹ περὶ ὁδοιπορίας ἢ πλοῦ ἢ ξένων προσώπων, τὸ ζʹ περὶ μάχης διὰ θηλυκὰ πρόσωπα καὶ ζηλοτυπίας, τὸ ηʹ περὶ ἀποβολῆς ἢ κλεμ‐ μάτων ἢ ζημιῶν ἢ ἀρνήσεων, τὸ θʹ περὶ γάμου κοινωνίας καὶ πραγμάτων ἀγαθῶν ἕνεκα, τὸ ιʹ περὶ ἀρχῆς καὶ
20ἀξίας καὶ ἱερωσύνης καὶ εἴ τινα τούτοις παραπλήσια, τὸ ιαʹ περὶ κλέμματος ἢ ἀποδράντος τινὸς ἢ ἀρνήσεως ἢ παρακαταθηκῶν, τὸ ιβʹ περὶ κοινωνίας καὶ ἐζευγμένων πραγμάτων καὶ συμφώνων.
24tἈπὸ Λέοντος ἀρχή
25 Τὸ δὲ τοῦ Λέοντος πρῶτον δωδεκατημόριον δηλοῖ περὶ ἀξίας καὶ ἐπιθυμίας ἀλλοτρίων ἢ πλεονεξίας, τὸ βʹ περὶ μεγάλων πραγμάτων καὶ ζημίας καὶ ἀδικίας, τὸ γʹ μάχης καὶ πλεονεξίας καὶ ἀμφιβολίας, τὸ δʹ μεγάλου πράγματος τελεσιουργίας, τὸ εʹ περὶ πράγματος οὐ μικροῦ ἀλλὰ
30βασιλικοῦ ἢ στάσεως, τὸ ϛʹ περὶ κόπου τινὸς ἢ ἐργασιῶν ξένων ἢ προσόδων, τὸ ζʹ περὶ ἐχθρῶν καὶ τῶν ὁμοίων,
τὸ ηʹ περὶ ἀλλοτρίου πράγματος ἢ ἀλλοτρίας μερίμνης, τὸ49

50

θʹ περὶ φόβου καὶ δισταγμοῦ, τὸ ιʹ περὶ λέσχης ἢ ἀγροι‐ κίας ἢ ξενιτείας, τὸ ιαʹ περὶ μάχης καὶ ἀπροσδοκήτων, τὸ δὲ ιβʹ περὶ πραγμάτων ἱερῶν ἢ τοιουτοτρόπων τινῶν.
4tἈπὸ Παρθένου ἀρχή
5 Παρθένου τὸ πρῶτον δωδεκατημόριον σημαίνει περὶ κόσμου γυναικείου καὶ καρπῶν χάριν, τὸ βʹ περὶ προσόδου ἢ κόσμων, τιμῶν ἢ ἐσθῆτος, τὸ γʹ περὶ πράγματος λάθρᾳ βεβουλευμένου, τὸ δʹ περὶ ἀφορμῆς ἀλλαγῆς ἢ κοινοῦ τινος χάριν, τὸ εʹ περὶ γεωργίας ἢ οἰκονομίας ἢ τοιουτο‐
10τρόπου τινός, τὸ ϛʹ περὶ προσόδου ἢ ἐλπίδων καὶ πράξεων καὶ κόπων, τὸ ζʹ περὶ ἔχθρας γυναικείας καὶ ἁψιμαχίας φίλων, τὸ ηʹ περὶ τέχνης ἢ ἱερῶν ἐνεργείας ἢ χρηματισ‐ μῶν, τὸ θʹ περὶ φόρτου πράσεως ἢ καματηρᾶς ξενιτείας, τὸ ιʹ περὶ ἐπηρείας τινὸς ἢ ξένης ἢ ἀγροικικῆς αἰτίας, τὸ
15ιαʹ περὶ κλοπῆς ἢ πράγματος λαθραίου ἢ θησαυροῦ, τὸ δωδέκατον καὶ τελευταῖον, Λέοντος, περὶ τραυμάτων ἢ ἀσθενείας ἢ τῶν ὁμοίων.
18tἈπὸ Ζυγοῦ ἀρχή
19Τὸ δὲ τοῦ Ζυγοῦ δωδεκατημόριον σημαίνει περὶ προσ‐
20όδου ἢ κριτηρίου ἢ δόσεως ἢ λήψεως, τὸ βʹ περὶ κλέμματος ἢ νοσφισμοῦ, τὸ γʹ περὶ ἐμπορίας ἢ ἔργων τῶν ἐπὶ ξένης, τὸ δʹ περὶ πραγμάτων λαθραίων ἢ σκολιῶν, τὸ εʹ περὶ πραγμάτων ἢ κακοτροπίας ἢ ἐλπίδων προσδοκίας, τὸ ϛʹ περὶ ἀλλοτρίων πραγμάτων ἢ ἐντολῆς γυναικός, τὸ ζʹ περὶ
25ἀηδίας ἀκαίρου καὶ ὀργῆς καὶ μάχης ἢ ἡσυχίας τινός, τὸ ηʹ περὶ ἀσθενείας ἢ τραυμάτων ἢ μερίμνης βασιλικῆς, τὸ θʹ περὶ κοινωνίας ἢ λόγων ἢ συνθηκῶν, τὸ ιʹ περὶ προσ‐ όδου ἢ ἀξίας ἢ τιμῆς καὶ εὐημερίας, τὸ ιαʹ περὶ ἀγνοίας τινὸς ἢ ὕβρεως αἰφνιδίου, τὸ ιβʹ περὶ σωμάτων ἢ φορτίου
30πολιτικοῦ.
31tἈπὸ Σκορπίου ἀρχή
32Τὸ δὲ Σκορπίου πρῶτον δωδεκατημόριον σημαίνει περὶ
στρατείας ἢ ἐπὶ ξένης πράγματος ἢ μίξεως αἰφνιδίως50

51

γεγονυίας, τὸ βʹ περὶ πλοῦ ἢ μεταβάσεως καὶ τῶν ὁμοίων, τὸ γʹ περὶ ὄχλου, μάχης καὶ ἀηδίας ἐπικινδύνου, τὸ δʹ περὶ κακοπραξίας ἀπολύσεως, τὸ εʹ περὶ ὁμονοίας ἢ πλοῦ ἢ κοινῶν πραγμάτων, τὸ ϛʹ περὶ ἐπιταγῆς καὶ κρατή‐
5σεως καὶ ἀδοκήτου βίας, τὸ ζʹ περί τινος ἐπὶ ξένης γεγο‐ νότος ἢ διὰ ξένα πρόσωπα, τὸ ηʹ περὶ ὁδοιπορίας, τὸ θʹ περὶ κλεμμάτων ἢ ἐξουσίας ἢ τῶν πρὸς ἰσχυρότερα πρόσ‐ ωπα διαφερόντων, τὸ ιʹ περὶ ξενιτείας ἢ τέχνης τινὸς ἢ ἀξίας, τὸ ιαʹ περὶ κλέμματος ἢ γυναικείου χάριν, τὸ ιβʹ
10περὶ προσόδων ἢ κινδύνου ἢ κέρδους ἀπλήστου.
11tἈπὸ Τοξότου ἀρχή
12 Τὸ δὲ τοῦ Τοξότου πρῶτον δωδεκατημόριον δηλοῖ περὶ φορτίου ἐπὶ ξένης, τὸ βʹ περὶ στρατείας ἢ ξενιτείας ἢ στρα‐ τοπέδου, τὸ γʹ περὶ πραγμάτων ἢ πράξεων καθύγρων,
15τὸ δʹ περὶ πλοῦ καὶ τῶν ὁμοίων, τὸ εʹ περὶ φόρτου, τὸ ϛʹ περὶ τετραπόδων, τὸ ζʹ περὶ ἀηδίας ἢ δραπέτου, τὸ ηʹ περὶ κλέμματος ἢ ἀποβολῆς, τὸ θʹ περὶ ὁδοῦ ἢ ἐνέδρας, τὸ ιʹ περὶ ἔρωτος ἢ τῶν ὁμοίων, τὸ ιαʹ περὶ προσόδου ἐπὶ ξένης ἢ διὰ ξένους, τὸ ιβʹ περὶ κλέμματος.
20tἈπὸ Αἰγοκέρωτος ἀρχή
21 Τὸ δὲ τοῦ Αἰγοκέρωτος πρῶτον δωδεκατημόριον περὶ πραγμάτων οὐ καθαρῶν ἢ ἐφυβρίστων, τὸ βʹ περὶ δραπέ‐ του ἢ ἀποβολῆς, τὸ γʹ περὶ ἔρωτος ἢ πλοῦ, τὸ δʹ περὶ πραγμάτων ἢ ἱματίων, τὸ εʹ περὶ γεωργίας ἢ οἰκοδομῆς,
25τὸ ϛʹ περὶ πραγμάτων ἄλλοις διαφερόντων, τὸ ζʹ περὶ κλέμματος ἢ ἀηδίας, τὸ ηʹ περὶ φόνου ἢ στρατείας, τὸ θʹ περὶ τέχνης ἢ κόσμου γυναικείου, τὸ ιʹ περὶ προσόδου ἢ ἀηδίας, τὸ ιαʹ περὶ πραγμάτων λάθρᾳ γεγονότων, τὸ ιβʹ περὶ πραγμάτων γεγονότων ἢ πλοῦ.
30tἈπὸ Ὑδροχόου ἀρχή
31Τὸ δὲ τοῦ Ὑδροχόου πρῶτον δωδεκατημόριον ἀποδείκ‐
νυσι περὶ σωμάτων χάριν, τὸ βʹ καθύγρων πραγμάτων51

52

ἕνεκα καὶ φορτίου, τὸ γʹ περὶ λέσχης τινός, τὸ δʹ περὶ κόπων ἰδίων, τὸ εʹ περὶ κοινωνίας ἢ καθύγρων πραγμά‐ των, τὸ ϛʹ περὶ κλέμματος ἢ ἀηδίας αἰφνιδίου, τὸ ζʹ περὶ τέχνης ἢ κοινωνίας, τὸ ηʹ περὶ ἀγοραίου ἢ παρύγρου τινός,
5τὸ θʹ περὶ προσόδου ἢ περὶ κόσμου καὶ δικαίου τινὸς πράγ‐ ματος ἢ ἐπὶ ξένης ὄντος, τὸ ιʹ περὶ κλοπῆς θησαυροῦ, τὸ ιαʹ περὶ πλοῦ ἢ καθύγρων πραγμάτων, τὸ δὲ ιβʹ περὶ ἀλλοτρίων πραγμάτων ἢ πίστεων γυναικείων.
9tἈπὸ Ἰχθύων ἀρχή
10 Τὸ δὲ τῶν Ἰχθύων πρῶτον δωδεκατημόριον σημαίνει περὶ βεβλαμμένων πραγμάτων καὶ παρύγρων, τὸ βʹ περὶ κόσμου ἢ συζεύξεως, τὸ γʹ περὶ τῶν λάθρᾳ τι πράσσειν ἐπιχειρούντων ἢ γυναικείου πράγματος, τὸ δʹ περὶ κόπου ἢ κοινωνίας ἢ ξένου πράγματος, τὸ εʹ περὶ φορτίου ἢ γά‐
15μου, τὸ ϛʹ περὶ φορτίου ἀλλοτρίου, τὸ ζʹ περὶ γυναικείας τέχνης ἢ τῶν ὁμοίων τῶν εἰς γυναῖκα ἀναφερόντων, τὸ ηʹ περὶ ἀλλοτρίων πραγμάτων, τὸ θʹ περὶ προσόδου καὶ καλοῦ πράγματος, τὸ ιʹ περὶ πλοῦ ἢ ξενιτείας τινὸς ἀγα‐ θῆς, τὸ ιαʹ περὶ γυναικείου πράγματος ἢ γυναικὶ διαφέ‐
20ροντος, τὸ δὲ ἐπὶ τέλει ιβʹ σημαίνει περὶ ἀποβολῆς ἢ δρα‐
πέτου ἢ τῶν ὁμοίων.52

53

(1t)

EPITOMAE II
1uLIBER SECVNDVS
1tκʹ. Περὶ κριτηρίων καὶ ἐγκλήσεων καὶ νίκης
2καὶ ἥττης Ἐπισκεπτέον δὲ τὰ περὶ κριτηρίων καὶ τὰς τῶν ἐγκλη‐ μάτων ἐπιφορὰς οὕτως, τὸν μὲν ὡροσκόπον τῷ κατ‐
5ηγοροῦντι νέμοντας, τὸ δὲ μεσουράνημα τῷ κριτῇ, τὸ δὲ δῦνον τῷ κατηγορουμένῳ, τὸ δὲ ὑπόγειον τῇ κρίσει καὶ τῇ ἀποβάσει τοῦ πράγματος. καὶ ἐὰν μὲν ὡροσκοπῇ τροπικὸν ζῴδιον τέλους οὐ τεύξεται τὸ πρᾶγμα, ἐὰν δὲ δίσωμον ἐν μετανοίᾳ ἔσται ὁ κατηγορῶν, ἐὰν δὲ στερεὸν
10ἐπίμονος καὶ ἀπαραίτητος ὁ ἐνάγων. ἐὰν δὲ ὑπὸ Ἄρεος βλάπτηται θρασὺς καὶ ὑβριστὴς καὶ ἀπότομος, ἐὰν δὲ ὑπὸ Κρόνου μαρτυρῆται δηλοῖ δόλιον καὶ πονηρὸν πρεσβύτην, συνόντος δὲ τοῦ Ἑρμοῦ σημαίνει 〈δι’〉 ἀργυρίου δόσιν τὴν κατηγορίαν ἐνίστασθαι ἢ καὶ πλαστογραφίαν, ὁμοίως δὲ
15καὶ μετὰ Ἄρεος ὁ τοῦ Ἑρμοῦ. Ζεὺς δὲ ἐνδόξους δηλοῖ καὶ εὐγενεῖς, μετὰ δὲ Ἄρεος τολμηρὸν καὶ εὐγενῆ, Ἑρμῆς δὲ γοργὸν καὶ πολυπράγμονα. Ταὐτὰ δὲ ὑπονοητέον περὶ τῶν κριτῶν ἀναλόγως τοῖς ἐποῦσιν ἐν τῷ μεσουρανήματι ζῳδίοις τε καὶ ἄστρασιν·
20ἀγαθοποιῶν μὲν γὰρ ὄντων ἐν τῷ μεσουρανήματι δίκαια53

54

ποιήσειν τὸν δικαστήν, κακοποιῶν δὲ ἄδικα. τροπικοῦ δὲ ὄντος τοῦ ζῳδίου αὖθις λεχθήσεσθαι τὴν δίκην ἢ καὶ ἔκκλητον προχωρήσει, Ἡλίου δὲ καὶ Σελήνης μεσουρα‐ νούντων πάντα φανερὰ ποιήσειν καὶ ἔνδοξα καὶ εὐγενῆ
5εἶναι τὸν δικαστήν. ἐν δὲ τῷ δύνοντι τυγχανόντων τῶν ἀγαθοποιῶν νίκην προσαγορευτέον τῷ κατηγορουμένῳ. ὁ δὲ τόπος ὁ ὑπόγειος τὴν ἔκβασιν προμηνύει· τῶν μὲν γὰρ κακοποιῶν ὑπὸ γῆν ὄντων ἀδίκως ὁ κατηγορούμενος κατακριθήσεται, ἀγαθοποιῶν δὲ δικαίως.
10 Ἔστι δὲ καὶ ἕτερος τρόπος λαμβανόμενος ἐπὶ τοῖς κριτη‐ ρίοις χωρὶς τῶν δ κέντρων οὕτως. Σελήνη γὰρ αὐξανο‐ μένη λαμβάνεται εἰς τὸν διώκοντα, ὁ δὲ Ἥλιος εἰς τὸν κατηγορούμενον καὶ ὑπόχρεων, μειουμένη δὲ ἔμπαλιν, τουτέστιν αὐτὴ μέν ἐστιν ὑπόχρεως, ὁ δὲ Ἥλιος τὴν τοῦ
15διώκοντος τάξιν ἀναλαμβάνει. ἐπισκεψάμενοι οὖν τίς μᾶλλον καλῶς κεῖται τόπῳ, ὁρίοις, μαρτυρίαις ἀγαθαῖς καὶ τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, οὕτω προεροῦμεν ἀπὸ τῆς τῶν πλειόνων ψήφου καὶ ῥοπῆς τὸν νικήσοντα τῆς παν‐ σελήνου λαμβανομένης εἰς μεγάλην στάσιν καὶ ἔριν καὶ
20ἀπώλειαν. Τὴν δὲ Σελήνην ἐπιτηρεῖν δεῖ ἐν τῇ κρισίμῳ ἡμέρᾳ, καὶ ἐὰν τύχῃ οὖσα ἐν Ζυγῷ, καὶ μάλιστα δύνουσα, ἀσύμφορος τῷ ἀδίκως δίκην εἰσάγοντι (ἡττηθήσεται γάρ), ὁ δὲ δικαί‐ ως ἐγκαλῶν νικήσει.
25 Ἐκκείσθω δὲ καὶ τὰ ἐκ τῶν ἐπῶν τοῦ Δωροθέου μετα‐ φρασθέντα οὕτως. ἔστω ὁ κατηγορῶν ὁ ὡροσκόπος, καὶ
ἐὰν μὲν ᾖ τὸ τοῦ ὡροσκόπου ζῴδιον στερεὸν ἔσται ὁ κατ‐54

55

ηγορῶν ἀμετάτρεπτος καὶ ἐπίμονος, ἐὰν δὲ δίσωμον ἐν μετανοίᾳ γενόμενος εἰς ἑτέραν ἔννοιαν ἥξει, ἐὰν δὲ τροπι‐ κὸν ἀσυντέλεστος αὐτοῦ γίνεται ἡ ὁρμή. ἐὰν δὲ τὸν ὡρο‐ σκόπον ὁ Ἄρης βλάπτῃ καταισχυνθήσεται ὁ ἐνάγων, ἐὰν δὲ
5Ἑρμῆς μετά τινος ἀγαθοποιοῦ ὡροσκοπῇ χρήματα λαβὼν ὁ ἐνάγων σιγήσεται, ἐὰν δὲ τὸν ὡροσκόπον ὁ Κρόνος βλάπ‐ τῃ ζημιωθήσεται ὁ κατήγορος. τὸ δὲ μεσουράνημα ἔστω ὁ κριτής, καὶ ἐὰν τὸ μεσουράνημα βλάπτηται ὑπὸ κακο‐ ποιοῦ τότε οἱ κριταὶ μὴ συμφωνήσαντες ἀλλήλοις δια‐
10στήσονται (ἔσται γὰρ ἀναβολὴ τῆς δίκης), εἰ δὲ καὶ συμφω‐ νήσουσιν οἱ κριταὶ ὅμως ἀβέβαιος αὐτῶν ἡ κρίσις καὶ ἡ συμφωνία καὶ ἐκστραφήσεται. ὁ δὲ Κρόνος μεσουρανῶν αἴτιός ἐστιν ἀδικοκρισίας, οἱ δὲ ἀγαθοποιοὶ μεσουρανοῦν‐ τες ποιοῦσι δικαιοκρισίαν. τὸ δὲ δῦνον ἔστω ὁ ἐναγόμενος,
15καὶ ἐκ τῶν εἰρημένων ἐπὶ τοῦ ὡροσκόπου σχηματισμῶν τῶν ἀστέρων σκέπτου ἀναλόγως τὸ αὐτὸ καὶ ἐπὶ τοῦ δύνοντος καὶ κατηγορουμένου. ἐὰν δὲ ὁ Ἑρμῆς μετά τινος τῶν κακοποιῶν βλάψῃ τὸ δῦνον ἔσται ὁ ἐναγόμενος ἐπὶ δια‐ βολῇ ἢ καί τις μάρτυς ἐλθὼν καταμαρτυρήσει αὐτοῦ. τὸ
20δὲ τέλος τῆς δίκης ἔσται ἐκ τοῦ ὑπογείου. Σκοπεῖν δὲ δεῖ τοὺς οἰκοδεσπότας τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος, καὶ ὁποῖος αὐτῶν ὕπαυγος τοῦ ἑτέρου ἀνατολικοῦ ὄντος κακὸν σημαίνει τῷ οἰκείῳ αὐτοῦ προσ‐ ώπῳ. ἐὰν δὲ ἄμφω ὦσιν ὕπαυγοι ἔσται ἀνακωχὴ τῆς δίκης
25πρὸς χρόνον καὶ πάλιν ὕστερον δικασθήσεται, ἐὰν δὲ ἄμφω ἀνατολικοὶ ὦσι διαλλαγήσονται οἱ μαχόμενοι. οἱ δὲ ἀγα‐ θοποιοὶ τῶν ἀστέρων οἷστισιν ἂν συνοικειωθῶσι δικαίαν νίκην παρέχουσιν, οἱ δὲ κακοποιοὶ τῶν ἀστέρων κἂν ἔξαυ‐
γοι ὦσιν, ἐν ἀλλοτρίοις δὲ καὶ ἀνοικείοις τόποις ὄντες, αἴ‐55

56

τιοι γίνονται ἥττης. οἱ δὲ κακοποιοὶ ἰδιοτοποῦντες καὶ ἐπίκεντροι καὶ ἀνατολικοὶ ὄντες ἄδικον νίκην παρέχουσι τῷ οἰκείῳ αὐτῶν προσώπῳ. Σκοπεῖν δὲ χρὴ τόν τε δεύτερον τόπον καὶ τὸν ὄγδοον
5καὶ τὰς τῶν ἀστέρων πρὸς αὐτοὺς μαρτυρίας ἵνα γνῶμεν τοὺς βοηθοῦντας ἑκατέρῳ προσώπῳ· ὁ μὲν γὰρ βʹ τοῦ διώκοντος ἐμφαίνει τοὺς συμμάχους, ὁ δὲ ηʹ τοῦ φεύγοντος. οἱ δὲ ἀγαθοποιοὶ οἷς ἂν ἐπαναφέρωνται ἐκεῖνοι κρειττόνως ἀπαλλάξουσιν, οἱ δὲ κακοποιοὶ χειρόνως. σκοπεῖν δὲ χρὴ
10καὶ τὸν τοῦ μεσουρανήματος δεσπότην· οὗτος γὰρ ᾧτινι συνοικειωθῇ προσώπῳ ἤτοι τῷ διώκοντι ἢ τῷ φεύγοντι ἢ μαρτυρηθῇ ὑπ’ αὐτοῦ ἢ τοὺς τόπους καταλλάξῃ μετ’ αὐτοῦ ἢ ὑπὸ ἑνὸς ἀστέρος οἰκοδεσποτηθῇ ἢ εἰς τοὺς τόπους ᾖ αὐτοῦ τοῦτον μᾶλλον τοῦ ἑτέρου ἐν εὐελπιστίᾳ εἶναι ποιεῖ.
15 Οὐ χρὴ δὲ ἐκ μόνων τῶν τεσσάρων κέντρων περὶ τῶν τοιούτων καταστοχάζεσθαι, ἀλλὰ δεῖ καὶ τὴν Σελήνην ὁρᾶν πῶς διάκειται καὶ τὰς ἀπορροίας καὶ συναφὰς αὐτῆς. ἐὰν δὲ σινωθείσης τῆς Σελήνης οἱ κακοποιοὶ αὐτὴν ἐφ‐ ορῶσι κακὸν σημεῖον τῷ διώκοντι· οὐ γὰρ μόνον ἡττη‐
20θήσεται, ἀλλὰ καὶ ὑβρισθήσεται καὶ βλαβήσεται. ἡ Σελήνη ὅταν ᾖ συνοδικὴ ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τότε ὁ ἰσχυρό‐ τερος νικήσει τὸν ταπεινότερον. Ἐὰν δὲ χρηματικὴ ᾖ ἡ δίκη οὕτω δεῖ σκοπεῖν. Σελήνη αὐξιφωτοῦσα ἔστω ὁ δανειστής, ὁ δὲ Ἥλιος ὁ ὀφειλέτης,
25ἐὰν δὲ ἡ Σελήνη λήγῃ ἀνάπαλιν ὁ μὲν Ἥλιος ἔστω ὁ δανει‐ στής, ἡ δὲ Σελήνη ὁ χρεώστης. ὅστις οὖν ἐκ τῶν δύο κεῖ‐ ται ἐν κρείττονι τόπῳ καὶ οἰκειοτοπεῖ μᾶλλον τοῦ ἑτέρου καὶ ἀγαθύνεται μᾶλλον ἐκεῖνος τὸ οἰκεῖον πρόσωπον ἀπερ‐
γάζεται ἰσχυρότερον τοῦ ἑτέρου.56

57

Δεῖ δὲ καὶ τὸν τῆς τύχης κλῆρον σκοπεῖν καὶ τὸν οἰκο‐ δεσπότην τοῦ κλήρου· εἰ μὲν γὰρ τῷ ὡροσκόπῳ προσνεύ‐ σει ὁ διώκων ἰσχυρότερος ἔσται, εἰ δὲ τῇ δύσει ὁ φεύγων. ἐὰν δὲ ὁ κλῆρος τετραγωνίζῃ τόν τε ὡροσκόπον καὶ τὸ
5δῦνον, εἰ μὲν ὑπὸ γῆν εἴη διαλλαγήσονται αὐτοὶ καθ’ αὑτοὺς οἱ μαχόμενοι, εἰ δὲ μεσουρανεῖ οἱ κριταὶ αὐτοὺς διαλλά‐ ξουσιν. Ἐὰν δὲ οἱ κύριοι τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος τύχωσιν ὄντες ὁμοῦ ἐν ἑνὶ ζῳδίῳ οἱ δικαζόμενοι οἰκεῖοι
10ἔσονται ἀφ’ αἵματος ἀλλήλων. καὶ εἰ μὲν εἴη ἑρμαϊκὸν τὸ ζῴδιον ὑποδεξάμενον τοὺς δεσπότας τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος ἔσται πατὴρ τέκνῳ δικαζόμενος ἢ πάπ‐ πος ἐγγόνῳ ἢ τοιαῦτα πρόσωπα, εἰ δὲ ἀφροδισιακὸν ἔσται ἡ δίκη ἀνδρὸς πρὸς γαμετὴν ἢ ἀδελφοῦ πρὸς ἀδελφὴν ἢ
15τοῦ πατρὸς πρὸς θυγατέρα ἢ τοιαῦτα, ἐὰν δὲ Ἄρεος ᾖ τὸ ζῴδιον ἔσται ἡ μάχη ἀδελφῶν πρὸς ἀλλήλους ἢ ἀνεψιῶν ἢ τῶν τοιούτων, ἐὰν δὲ Διὸς ἔσται ὁ δικαζόμενος ἤτοι πρεσβυτέρῳ ἀδελφῷ ἢ θείῳ ἢ τὰ ὅμοια τούτοις, ἐὰν δὲ κρονικὸν ἔσται ἡ δίκη πρὸς πατέρας ἢ πάππους ἢ μοναχοὺς
20ἢ εὐνούχους ἢ τοιούτους, ἐὰν δὲ ἡλιακὸν πρὸς πατέρας ἢ ἐνδοξοτέρους, ἐὰν δὲ σεληνιακὸν πρὸς μητέρας ἢ θείας ἢ τοιαύτας. ἐὰν δὲ οἱ τῶν κέντρων δεσπόται μὴ ὦσιν ὁμοῦ ἐν ἑνὶ ζῳδίῳ δηλονότι ἀλλότριοι ἔσονται ἀλλήλων οἱ μαχό‐
μενοι.57

58

(1t)

κγʹ. Περὶ δραπετῶν ἕτερα διάφορα Δωρο‐
2tθέου καὶ ἑτέρων σοφῶν
3 Φησὶν ὁ Δωρόθεος οὕτως· γνωσόμεθα τὸν μὲν δραπέ‐ την ἐκ τῶν τῇ Σελήνῃ καὶ τῷ ὡροσκόπῳ συμβεβηκότων,
5τὸν δὲ δεσπότην ἐκ τῶν τῷ Ἡλίῳ καὶ τῷ μεσουρανήματι. ἐὰν οὖν ἡ Σελήνη ἢ ὁ ὡροσκόπος ἐν τροπικοῖς ἢ ἰσημερι‐ νοῖς τύχωσι ζῳδίοις ἐμποδισμοὶ συμβήσονται τῷ φυγόντι καὶ οὐ μὴ δυνηθῇ πόρρω που ἀφικέσθαι οὔτε διὰ γῆς οὔτε διὰ θαλάσσης, ἐὰν δὲ ἐν δισώμοις οὐκ ἔφυγε μόνος ἀλλ’
10ἔχει στερεότητα καὶ καρτερίαν. ἐὰν δὲ ὡροσκοπῇ ζῴδιον πλάγιον κακὸν τῷ φυγόντι (πλανηθῆναι γὰρ ἔχει κατὰ τὴν ὁδόν), ἐὰν δὲ ὀρθὸν ἐκεῖ ἀπελεύσεται ὅπου δ’ ἂν βουληθῇ. ἡ Σελήνη ἐν δισώμῳ οὖσα ζῳδίῳ ἕως τῶν ιε μοιρῶν δηλοῖ ὅτι ὁ δραπέτης τότε πρῶτον ἔφυγεν ἀλλὰ καὶ ἐκ δευτέρου
15πάλιν φεύξεται, ἡνίκα δὲ μετὰ τὰς ιϛ μοίρας ἕως τῆς τρια‐ κοστῆς δηλοῖ ὅτι καὶ πρότερον ἀπέδρα καὶ οὐ μόνον τότε. Ἡ Σελήνη ὡροσκοποῦσα μὲν τὸν δραπέτην ἐπ’ ἀνατο‐ λὰς ὁρμῆσαι λέγει, μεσουρανοῦσα δὲ ἐπὶ νότον, δύνουσα δὲ ἐπὶ δυσμάς, ὑπογείῳ δὲ κέντρῳ οὖσα ἐπὶ βορρᾶν. ἐν
20δὲ τοῖς μεταξὺ διαστήμασιν ἀναλόγως, οἷον ἐν μὲν τῷ ἐννάτῳ ἐπὶ νότον δυτικώτερον, ἐν δὲ τῷ ηʹ πρὸς δυσμὰς νοτιώτερον, καὶ ἐπὶ τῶν ἄλλων τόπων ὁμοίως. Ἐὰν ὁ Ἄρης στηρίζων εἴτε κατὰ σῶμα εἴτε κατὰ ἀκτῖνα συνάπτῃ τῇ Σελήνῃ ὁ φυγὼν ἢ τεθνήξεται ἢ δεθήσεται
25κρατηθεὶς ἢ ἐν εἱρκτῇ ἐμπεσεῖται, καὶ μάλιστα ἐὰν ὁ Κρό‐
νος αὐτὴν θεωρήσας βλάψῃ· τότε γὰρ ἢ κρύφα ἢ φανερῶς58

59

ἐπιβουλευθεὶς ἀπολεῖται. ἐὰν δὲ Κρόνος στηρίζων τὴν Σελήνην ἴδῃ ἢ συναφὴν αὐτῆς ἐπέχῃ αὐτοχειρίᾳ ὁ φυγὼν ἀπάγξεται ἐὰν μή τις ἀγαθοποιὸς ἰδὼν τὴν Σελήνην λύσῃ τὴν κάκωσιν. ἐὰν δὲ ὁ Κρόνος μὴ στηρίζων δέχηται τὴν
5Σελήνην ὁ φυγὼν ὅσα μὲν βαστάζει ἀπολέσει, αὐτὸς δὲ κακῶς ἔχων τῷ ἰδίῳ δεσπότῃ ἀχθήσεται ἢ ἐν τοῖς ξένοις δεσμώτης ἔσται. Ὅταν δὲ ἀγαθοποιοὶ ὁρῶσι τὴν Σελήνην ἢ συνάπτωσιν αὐτῇ ἢ ὡροσκοπῶσι καλόν ἐστι τῷ φυγόντι· ἢ γὰρ ἐπι‐
10θαρσύνουσιν αὐτὸν ἢ τελέως ἐλευθεροῦσιν. κρείσσων δέ ἐστιν ἡ Ἀφροδίτη ἐν τοῖς τοιούτοις τῷ φεύγοντι καὶ τῷ κλέπτῃ διότι κἂν ζωγρηθῶσιν οὐδὲν κακὸν πείσονται ὑπὸ τῶν δεσποτῶν ἕνεκα τῆς Ἀφροδίτης ἀλλὰ τιμιώτεροι πάλιν γενήσονται.
15 Σελήνης αὐξιφωτούσης ὁ φυγὼν δυσκόλως εὑρεθήσεται (οὐδὲ γὰρ φοβούμενος τὸν ἑαυτοῦ δεσπότην κρύπτεται), Σελήνης ληγούσης ὁ φυγὼν οὔτε μακρὰν δύναται ἀπελ‐ θεῖν οὔτε ἐπὶ πολὺν χρόνον λαθεῖν (εἵμαρται γὰρ αὐτὸν ἁλῶναι). Ἡλίου δύνοντος, Κρόνου ἐν τῷ ηʹ ἐπιδύνοντος,
20ἐάν τινος δοῦλος ἀποδρᾷ πρὶν εὑρήκωσι τὸν δοῦλον ὁ δεσπότης αὐτοῦ τελευτήσει. τῶν κακοποιῶν μεσουρα‐ νούντων ἢ μετὰ τοῦ Ἡλίου ὄντων ἐάν τινος δοῦλος φύγῃ συμφέρει τῷ δεσπότῃ μὴ ζητεῖν αὐτόν· οὐχ εὑρήσει γὰρ αὐτόν, ἀλλ’ εἰ καὶ εὑρέθη οὐ τοσοῦτον ὠφεληθήσεται
25ὅσον βλαβήσεται. Σελήνης δυνούσης, Ἄρεος ἐπιδυομένου, μηδενὸς ἀγαθοποιοῦ μαρτυροῦντος τῇ Σελήνῃ, κάκιστον
θάνατον τῷ φυγόντι δηλοῖ. Σελήνης δυνούσης, Ἑρμοῦ59

60

ἐπιδυομένου, Ἄρεος δὲ ἐκ τῶν δεξιῶν τὸν Ἑρμῆν τριγωνίζοντος ἀπὸ τοῦ ὑπογείου, χαλεπὸς θάνατος τῷ φυγόντι δηλοῦται. Σελήνης ὑπὸ τὰς αὐγὰς οὔσης τοῦ Ἡλίου καὶ ὑπὸ Ἄρεος ὁρωμένης ὁ φυγὼν ἢ ἀπὸ πυρὸς ἢ
5ἀπὸ σιδήρου ἀπόλλυται. Εἰ δὲ θέλεις καὶ τὴν ποιότητα τοῦ ὀλέθρου καὶ ὑπὸ τίνων γίνεται σκέπτου οὕτως· σκόπει γὰρ τὸ ζῴδιον ὅπερ ἐπέχει ἡ Σελήνη καὶ τὸν ὡροσκόπον τῆς καταρχῆς. ἐὰν μὲν οὖν ὦσιν ἀνθρωπόμορφα ὑπὸ λῃστῶν καὶ ἁπλῶς ἀν‐
10θρώπων τὰ κακὰ γίνεται, ἐὰν 〈δὲ〉 τετράποδα ὑπὸ θηρίων, εἰ δὲ ἀναμίξ (τουτέστι τὸ μὲν ἀνθρωπόμορφον, τὸ δὲ τετρά‐ πουν) ὑπὸ πολεμίων ἱππέων, ἐὰν δὲ γαιώδη ὑπὸ κρημνισ‐ μῶν ἢ συμπτωμάτων. Ἐὰν δὲ τὴν Σελήνην ὡς εἴρηται ὕπαυγον οὖσαν ὁ Κρό‐
15νος ἐκ ζῳδίου καθύγρου ἴδῃ Λέοντος ὡροσκοποῦντος βεβαιότερον τὸ κακὸν δηλοῦται· οὔτε γὰρ ὁ φυγὼν εὑρε‐ θήσεται, ἀλλὰ διαφθαρήσεται, οὔτε τὸ ἀπολωλὸς εἶδος. ἐὰν δὲ τῇ τοιαύτῃ τῆς Σελήνης κακώσει καὶ ὁ Ἑρμῆς συμ‐ πνεύσῃ οἱ δραπέται αὐτόχειρες ἀποθνῄσκουσιν. τὰς δὲ
20προειρημένας κακώσεις οἱ ἀγαθοποιοὶ ἀναλύουσιν ἐπι‐ θεωρήσαντες, καὶ μάλιστα ἔξαυγοι ὄντες. Σελήνης πρὸς Ἄρεα μὴ στηρίζοντα φερομένης ἀλλὰ προσθετικῆς ὁ φυγὼν μαστίγων καὶ βασάνων πεῖραν λήψε‐ ται. Ἄρεος δύνοντος, Σελήνης ἐπιδυομένης, τοῦ Διὸς ἐπι‐
25θεωροῦντος αὐτήν, ὁ φυγὼν διὰ μὲν τὸν Ἄρεα φόβους καὶ κινδύνους ὑποστήσεται, διὰ δὲ τὸν Δία ῥυσθήσεται ἐκ τῶν κακῶν. κἂν οἱ κακοποιοὶ τὸ ὑπόγειον κέντρον ἢ τὸ μεσου‐
ράνημα ἢ τὸ δῦνον περιέχωσιν ὁ φυγὼν δεσμώτης γενό‐60

61

μενος ἐν εἱρκτῇ ἀποθνῄσκει. Σελήνης μεσουρανούσης καὶ ὑπὸ τῶν κακοποιῶν περιεχομένης, τοῦ μὲν Ἄρεος ἐκ τῶν δεξιῶν, τοῦ δὲ Κρόνου ἐκ τῶν εὐωνύμων, ὁ φυγὼν ἀγχόνῃ διαφθαρήσεται, ἐὰν δὲ ὁ μὲν Ἄρης ἐκ τῶν εὐωνύμων, ὁ
5δὲ Κρόνος ἐκ τῶν δεξιῶν αὐτὴν περιέχωσιν, ὁ φυγὼν ἀνα‐ σταυρωθήσεται. Σελήνης μεσουρανούσης ἢ δυνούσης ἢ ἐν τῷ ὑπογείῳ κέντρῳ οὔσης ὑπὸ Ἡλίου καὶ Ἄρεος περι‐ εχομένης ὁπόθεν ἑκάτερος τύχῃ ἢ δεξιὸς ἢ εὐώνυμος ὁ φυ‐ γὼν ζῶν πυρὶ παραδοθήσεται. ὁ τῆς Σελήνης οἰκοδεσπό‐
10της ὕπαυγος ὢν καὶ μὴ θεωρῶν τὴν Σελήνην τοῦ φυγόν‐ τος τὸν δεσπότην δηλοῖ ταχέως ἀποθνῄσκειν. τῆς Σελήνης καὶ τοῦ οἰκοδεσπότου αὐτῆς καὶ τοῦ ὡροσκόπου ἐν τροπι‐ κοῖς ζῳδίοις ὄντων ὁ φυγὼν ἐν μετανοίᾳ γενόμενος ἑκου‐ σίως πρὸς τὸν δεσπότην ὑποστρέψει. ἐὰν δὲ ἡ Σελήνη ὁρᾶ‐
15ται ὑπό τε ἀγαθοποιῶν καὶ κακοποιῶν οὐ διαφεύξεται ὁ φυγὼν τὸν δεσπότην, καὶ μάλιστα ὅταν ὁ κακοποιὸς τετράγωνος ἢ διάμετρος ᾖ πρὸς τὴν Σελήνην, καὶ ἐν ἐκεί‐ ναις σχεδὸν ταῖς ἡμέραις ἐν αἷς ἡ Σελήνη διέρχεται κατὰ περίπατον εἰς τὰς τοῦ κακοποιοῦ μοίρας τῆς ἐποχῆς ἤτοι
20ἀγρευθήσεται ὁ φυγὼν ἢ κακῷ τινι περιπεσεῖται. τῆς Σελήνης καὶ τοῦ ὡροσκόπου ἀμφοτέρων κεκακωμένων καὶ ὑπὸ μηδενὸς τῶν ἀγαθοποιῶν βοηθουμένων ὁ φυγὼν κινδυνεύσει καὶ βλαβήσεται· τῆς Σελήνης καὶ τοῦ ὡροσκό‐ που ἀμφοτέρων βοηθουμένων ὑπὸ τῶν ἀγαθοποιῶν καὶ
25ἀκακώτων ὑπὸ Κρόνου καὶ Ἄρεος ἐὰν ἐν στερεοῖς ζῳδίοις ὦσιν οἱ ἀγαθοποιοὶ ὁ φυγὼν οὐδέποτε εὑρεθήσεται, εἰ δὲ ἐν δισώμοις ἢ τροπικοῖς ἤτοι αὐτὸς ὁ φυγὼν μετανοήσας ὑποστρέψει ἢ εἰ καὶ εὑρέθη οὐδὲν κακὸν πείσεται. Ὁ Ἥλιος τὴν Σελήνην καὶ τὸν ὡροσκόπον θεωρῶν πάντα
30φανεροποιεῖ τὰ λαθραῖα. ἐπὶ δὲ τῶν ὑποφαινουσῶν εὕρε‐61

62

σιν καταρχῶν ὁ μὲν Ἄρης ταχέως δηλοῖ τὴν εὕρεσιν, ὁ δὲ Κρόνος βραδέως. Διὸς δύνοντος ὁ φυγὼν ἐὰν καὶ κρατηθῇ οὐδὲν κακὸν πείσεται· ὁ γὰρ δεσπότης πραΰνεται. ἡ Ἀφρο‐ δίτη εὕρεσιν ὑποφαίνουσα ἐν τόπῳ ἱερῷ τὸν φυγάδα ποιεῖ.
5 Ἐάν τις ἀστὴρ ἐν οἴκῳ ἰδίῳ ὢν καὶ βλέπων τὸν ὡροσκό‐ πον καὶ τὴν Σελήνην ᾖ δηλοῖ μὴ γεγονέναι φυγήν, ἀλλ’ εἴ τί που πλησίον πλανᾶται ὃν δοκεῖς πεφευγέναι, μακρὰν δὲ οὐκ ἀπῆλθεν. πᾶς γὰρ ἀστὴρ ἀναποδίζων καὶ τὴν Σελήνην ὁρῶν καὶ τὸν ἴδιον οἶκον οὐ πεφευγέναι λέγει τὸν ζητού‐
10μενον ἀλλ’ ἐγγύς που πλανᾶσθαι. Ἐπεὶ δὲ ἡ ὡροσκόπησις τῆς καταρχῆς τοῦ φυγόντος ἄδηλός ἐστι δεῖ τιθέναι ἐκεῖνον ὡροσκόπον ὁπότε ἤκου‐ σεν ὁ τοῦ φυγόντος δεσπότης τὴν ἀγγελίαν τῆς φυγῆς. Καὶ ταῦτα μὲν ἐκ τῶν τοῦ Δωροθέου ἐπῶν μεταπέ‐
15φρασται, ἐκκείσθω δὲ καὶ 〈τὰ〉 παρὰ τῶν ἄλλων εἰρημένα καὶ ἐκ τῶν Συναγωγῶν τοῦ Νικαέως Πρωταγόρου· φησὶ δὲ οὕτως. ἐὰν εὑρεθῇ ὁ οἰκοδεσπότης τοῦ ὡροσκόπου τῆς φυγῆς ἀναποδίζων ὁ φυγὰς αὐτομάτως ἐπανελεύσεται πρὸς τὸν δεσπότην, ἐὰν δὲ ἐν ἰδίῳ οἴκῳ εὑρεθῇ ἢ ὁρίοις καὶ
20μὴ ἀναποδίζων ὁ ἀποδρὰς ἔνδον τῶν οἰκείων ἢ ἐν τῇ πόλει ἢ ἐν τῇ περιχώρῳ εὑρεθήσεται, καὶ θᾶττον εἰ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ τύχῃ ὥσπερ βραδύτερον εἰ ἐν τῷ ὑπὸ γῆν. Τῆς δὲ Σελήνης οὔσης ἐν τῷ μεσουρανήματι (τουτέστιν ἐν τῷ δεξιῷ τετραγώνῳ τοῦ ὡροσκόπου) διὰ τῶν δεξιῶν
25μερῶν τῆς οἰκίας ἀφ’ ἧς ἤρξατο ὁ δραπέτης τῆς φυγῆς τὴν πάροδον πεποίηται, ἐν δὲ τῷ εὐωνύμῳ τετραγώνῳ ὁμοίως διὰ τῶν ἀριστερῶν μερῶν· ὁ γὰρ ὡροσκόπος ἀντὶ τῶν
πυλῶν τῆς οἰκίας νοεῖται. ἡ δὲ Σελήνη βορρᾶν κατερ‐62

63

χομένη μηνύει τὸν φυγόντα κατὰ μεσημβρίαν πεπορεῦσθαι καὶ εὑρεθήσεσθαι ἐν ἡμέραις κε, νότον δὲ κατερχομένη ἐν τοῖς κατὰ δύσιν τόποις ἐν ἡμέραις μη (εὑρεθήσεται δὲ ἐν καθύγροις τόποις καὶ ἀνημέροις ἢ δυσχειμέροις), νότον
5δὲ ἀνερχομένη ἐν τοῖς ἀνατολικοῖς καὶ δυσκόλως μηνυ‐ θήσεσθαι ἐν ἡμέραις ξδ, βορρᾶν δὲ ἀνερχομένη ἐν τοῖς ἀρκτικοῖς τόποις καὶ δυσκόλως εὑρεθήσεσθαι μηνύει. Καὶ ἐκ τῆς τῶν ζῳδίων φύσεως καταστοχαστέον τοὺς τόπους εἰς οὓς ἀπελεύσεται ὁ φυγών· οἷον οἱ Ἰχθύες μὲν
10λιμνώδεις καὶ ἑλώδεις σημαίνουσιν, Αἰγόκερως δὲ ὑδρηλὰ χωρία καὶ παραθαλάσσια, ὁ δὲ Τοξότης τραχεῖς τόπους καὶ ἀμπελῶνας, ὁ δὲ Κριὸς νομαίους καὶ πεδινούς, ὁ δὲ Ταῦρος ἐπιπέδους καὶ πεπονημένους, ὁ Καρκίνος δὲ ἐν‐ ύδρους καὶ χερσαίους καὶ ὑψηλούς, Λέων δὲ προσάντεις καὶ
15τραχεῖς καὶ ἐρήμους, ἡ δὲ Παρθένος σιτοσπόρους, ὁ δὲ Ζυγὸς πεδινούς, ὁ δὲ Σκορπίος τραχεῖς καὶ λῃστρικοὺς καὶ ἐπαμπέλους, ὁ δὲ Ὑδροχόος παραποταμίους καὶ ἑλώ‐ δεις. Τινὲς δὲ καὶ τὰ κέντρα ἐμέρισαν οὕτως· τὸ μὲν δῦνον τῷ
20φεύγοντι, τὸ δὲ μεσουράνημα τῷ δεσπότῃ, τὸν δὲ ὡροσκό‐ πον τοῖς βασταγεῖσι, τὸ δὲ ἀντιμεσουράνημα τῷ ἀναπεί‐ σαντι. τινὲς δὲ καὶ πάλιν οὕτως ἀπονέμουσιν· τὴν μὲν Σελήνην καὶ τὸν ὡροσκόπον τῷ φεύγοντι, τὸν δὲ Ἥλιον καὶ τὸ μεσουράνημα τῷ κυρίῳ.
25 Ἐπιμελέστερον δὲ χρὴ προσέχειν τῇ Σελήνῃ· ἐμφαίνει γὰρ πάντα. καὶ πρῶτον τὸ ὑπὲρ γῆν ἡμισφαίριον διοδεύ‐ ουσα εὔκολον τὴν εὕρεσιν ποιεῖται, τὸ δὲ ὑπὸ γῆν δυσκό‐ λως. καταληφθεῖσα δὲ ἐν τῷ ὡροσκόπῳ ἡ Σελήνη ἢ ἐν
ταῖς ἐπαναφοραῖς αὐτοῦ ἢ ἐν τῷ ιβʹ τόπῳ πρὸς ἀνατολὰς63

64

τὴν φυγὴν ἀποφαίνει γεγονέναι, ἐν δὲ τῷ μεσουρανήματι πρὸς ἄρκτον, ἐν δὲ τῇ δύσει πρὸς δύσιν, ἐν δὲ τῷ ὑπὸ γῆν κέντρῳ πρὸς μεσημβρίαν. δηλοῦσι δὲ καὶ τὰ κέντρα τὴν ἔξοδον δι’ ἧς ἀναχωροῦσι πύλης οἱ φεύγοντες, καὶ τὸ μῆκος
5τῆς ὁδοῦ τὸ διάστημα τῶν ὡρῶν ἀπὸ τοῦ ὁρίζοντος ἢ τοῦ δύνοντος δι’ αὐτῆς τῆς Σελήνης. εὑρεθεῖσα γὰρ ἐν τρο‐ πικῷ βραχεῖαν τὴν ὁδὸν τῆς φυγῆς καὶ βραδέως ὁδεύοντα καὶ οὐ μακρὰν ἀπὸ τοῦ τόπου οὗ ἀπέδρα ἐσόμενον σημαί‐ νει, ἐὰν δὲ ἐν χερσαίοις καὶ λοξοῖς ἢ δισώμοις οὐκ ὀρθὰς
10τὰς πορείας ποιήσεσθαι οὐδὲ αὐτὸν μόνον ἀποδεδρακέναι. Κατὰ δὲ τὰς ἀνατολὰς καὶ δύσεις τοῦ ζῳδίου τήν τε ὀρθότητα καὶ σκολιότητα τῆς πορείας αὐτοῦ γνωστέον, τὰς δὲ ἀρχὰς ἀπὸ τῶν ἀνατολῶν καὶ τὰ τέλη ἀπὸ τῶν δύσε‐ ων. τὰ δὲ ὕπτια τῶν ζῳδίων καὶ κίνδυνον τῷ φεύγοντι ποι‐
15οῦσιν, καὶ μάλιστα ὅταν οἱ χαλεποὶ τῶν ἀστέρων προσγέ‐ νωνται· ἐπιβεβαιότερα γὰρ τὰ κακὰ ἔσεσθαι αὐτοῖς μηνύ‐ ει ὅταν ὑπὸ γῆν ὁ Ἄρης σὺν τῇ Σελήνῃ γένηται ἢ στηρίζῃ, Κρόνου δὲ στηρίζοντος ἀπάγχονται ἢ κρημνίζουσιν ἑαυτούς. συναπτούσης δὲ αὐτῆς τοῖς ἀγαθοποιοῖς ἢ κατεχόντων
20αὐτῶν τὴν ὥραν, τῶν κακοποιῶν σχηματιζομένων, ἐκ μετανοίας ἀνακάμπτουσιν, ἀπεστραμμένων δὲ τῶν κακο‐ ποιῶν σχεδὸν ἐν ἐλευθερίᾳ ἔσονται. ἐὰν δὲ Ἀφροδίτη συμ‐ παρῇ τῇ Σελήνῃ ἐπίκεντρος ἢ ἰδιοτοποῦσα οὐ μόνον ἀν‐ ύβριστοι γίνονται ἀλλὰ καὶ παρακληθήσονται. μέσης δὲ
25εὑρεθείσης τῆς Σελήνης τῶν κακοποιῶν ἐν δεσμοῖς ἔσον‐ ται πολὺν χρόνον, ἔσθ’ ὅτε δὲ καὶ ἐν εἱρκταῖς ἀποθνῄ‐ σκουσιν, καὶ μάλιστα ἀλλοτριωθέντων τῶν ἀγαθοποιῶν. συναπτούσης δὲ Ἄρει σφαγήσονται.
Φυλακτέον δὲ καὶ ταῦτα. ἐπὰν γὰρ ἐν τῇ προαναφορᾷ64

65

τοῦ ὡροσκόπου ἀστὴρ ἐπῇ καὶ πρότερον πεφευγέναι αὐτὸν μηνύει, ἐν δὲ τῇ ἐπαναφορᾷ ληφθεὶς πάλιν φεύξεται, καὶ τῆς Σελήνης ἐν τῷ ὡροσκόπῳ οὔσης ἄλλης οἰκίας καὶ οὐ τοῦ ζητοῦντος ἔσται ὁ φυγὼν πλὴν ἀναχθήσεται, ἐὰν
5δὲ ἀστήρ τις δύνῃ παραυτίκα εὑρεθήσεται καὶ πλησίον τοῦ οἴκου. ἀσύμφορον δὲ τοῖς φεύγουσι τὸ τὴν Σελήνην τοῖς ἀριθμοῖς προστιθέναι, ἀφαιρούσης δὲ αὐτῆς τοῖς ἀριθ‐ μοῖς σύμφορον. ὁ Ἥλιος δὲ δύνων ἢ μεσουρανῶν σύν τινι τῶν κακοποιῶν ἢ ἐπιθεωρούμενος σχήματι δραστικῷ (τουτ‐
10έστι τετραγώνῳ ἢ διαμέτρῳ) πρὸ τῆς ἀνευρέσεως τοῦ δραπέτου τεθνήξεσθαι σημαίνει τὸν δεσπότην ἢ πολλαῖς ζημίαις καὶ βλάβαις περιβάλλει. ὁ Ἥλιος ὁρῶν τὴν Σελήνην ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ ταχέως τὴν μήνυσιν ποιεῖται διὰ τῶν συνιστορούντων, ὁ Κρόνος δὲ ὁμοίως ἐπὶ τῷ ἄνω
15κέντρῳ σὺν Σελήνῃ σημαίνει ταχέως τὴν παράδοσιν διὰ γυναικὸς ῥυπαρᾶς ἢ δούλης (ὑπὸ δὲ ἐλευθέρας γυναικὸς μηνυθήσεται), ἡ Ἀφροδίτη δὲ ὁμοίως ἐν τοῖς ἄνω κέντροις οὖσα Σελήνης μαρτυρούσης 〈...〉. ἐάν τε ὡροσκοπῇ ἐν τετράποσι ζῳδίοις ὁμοίως. καθ’ ἑαυτὴν δὲ μεσουρανούσης
20καθεύδοντες εὑρίσκονται, Ἑρμοῦ δὲ ἐπιδύνοντος αὐτῇ συναναπεπεῖσθαι ὑπὸ τῶν ἐν γειτνιάσει τινὸς ἢ συν‐ εζηκότων αὐτῷ σημαίνει. Ἀφροδίτης δὲ καὶ Διὸς ἢ καὶ Ἡλίου μαρτυρήσαντος συγγενὴς ἔσται ὁ πείσας καὶ φανή‐ σεται ἐλεύθερος ὤν. ὡροσκοπούντων δὲ Ταύρου ἢ Διδύ‐
25μων, Καρκίνου, Λέοντος, Παρθένου, Σκορπίου καὶ Ἰχθύ‐ ων, ἐπιθεωρούντων Διὸς καὶ Ἀφροδίτης, ἐν ἱεροῖς τόποις φανήσεσθαι καὶ εὑρεθήσεσθαι δηλοῖ, τοῦ δὲ Ἄρεος μεσου‐ ρανοῦντος σὺν τῇ Σελήνῃ ὁ φυγὼν τομὰς ἕξει περὶ τὴν
ὄψιν ἀπὸ σιδήρου. ἐὰν δὲ τύχῃ Κρόνος καὶ Ζεὺς καὶ Σελήνη65

66

ὡροσκοποῦντες ἀργύρια βεβαστάχθαι σημαίνουσι καὶ εὑρεθήσεσθαι τὸν φυγόντα, οἱ δὲ ἀγαθοποιοὶ ὡροσκοποῦν‐ τες σὺν τῇ Σελήνῃ ἀμεριμνίαν τῷ φεύγοντι παρέχουσι μετὰ τὸ βεβαστάχθαι ἱκανὰ χρήματα. Ἄρεος δὲ καὶ Κρόνου ἐπ‐
5ιδόντων σὺν τῷ Ἡλίῳ εἴσω ρξ ἡμερῶν ἢ καὶ ρο εἰς τὴν τοῦ δεσπότου ἐξουσίαν ἐπανήξουσιν. ὁ Ἑρμῆς δὲ σὺν τῇ Σελήνῃ καὶ τῇ Ἀφροδίτῃ ὡροσκοπῶν ἢ μεσουρανῶν μηνύει παῖδα ἢ παρθένον ἢ νεανίσκον, τοῦτον δὲ εὑρεθήσεσθαι ἐπιδόντων τῶν κακοποιῶν εἴσω ἡμερῶν ν, ἐὰν δὲ Ἑρμῆς καὶ Ἄρης
10μεσῆλιξ ἔσται ὁ ζητούμενος, ἐὰν δὲ Κρόνος καὶ Ἑρμῆς καὶ Ἀφροδίτη ἀνὴρ καὶ γυνὴ καὶ υἱός, ἐὰν δὲ Κρόνος, Ἥλιος, Ἑρμῆς σὺν Σελήνῃ εὐνοῦχος ἔσται ὁ δραπέτης. ἐπὶ δὲ τοῦ ὡροσκόπου Ἄρης καὶ Ἀφροδίτη καὶ Ἑρμῆς ἑρμαφρόδιτον σημαίνει, Ζεὺς δὲ καὶ Ἀφροδίτη καὶ Ἥλιος ἐλευθέρους
15δραπέτας, Ἄρεος δὲ ἐπιθεωροῦντος Δία κατισχομένους ὑπὸ ἐξουσίας τινὸς καὶ φρουρᾶς. Ἄρεος δὲ καὶ Κρόνου ὡροσκοπούντων ἑαυτοὺς παραδώσουσιν ἐξουσίαις τισίν. ὁ Ἄρης δὲ καὶ ἡ Ἀφροδίτη ὡροσκοποῦντες πολλὰ ἀναλώ‐ σειν εἰς ἀφροδίσια μηνύουσι καὶ διὰ τοῦτο τὴν φυγὴν ᾑρῆ‐
20σθαι. Τῆς δὲ Σελήνης ἀκριβοῦν τὰ σχήματα χρὴ καὶ τὰς συν‐ αφὰς καὶ τοὺς συνδέσμους εἰδέναι καθὼς προείπομεν, σκο‐ πεῖν δὲ ἐν ποίῳ 〈ἀπο〉κλίματι εὑρίσκοιτο ἀπὸ τῶν κέντρων ἤτοι πρὸς ἀνατολὰς ἢ δυσμὰς καὶ τὰ ἄλλα· ἐκ τούτων γὰρ
25εὔδηλον ἔσται οὐ μόνον περὶ τῶν ἀποδιδρασκόντων, ἀλλὰ καὶ τῶν τὰς μακρὰς ἀποδημίας ποιουμένων διά τε γῆς καὶ
θαλάσσης.66

67

(1t)

κεʹ. Περὶ ἀπωλείας εἰ εὑρίσκεται ἢ οὔ·
2tτοῦ Δωροθέου
3 Ἐὰν τὰ φῶτα ἄλληλα τριγωνίζῃ τὸ ἀπολωλὸς ῥᾳδίως εὑρεθήσεται. ἐὰν δὲ τετραγωνίζωσιν οὐ ῥᾳδίως εὑρεθή‐
5σεται, ἀλλὰ καὶ ἀπ’ ἄλλου εἰς ἄλλον τόπον μετακομισθή‐ σεται. ἐὰν δὲ τὰ φῶτα διαμετρῇ ἄλληλα εὑρεθήσεται μέν, οὐ ῥᾳδίως δὲ μετακομισθήσεται ἀλλὰ μετὰ καμάτου. ἡ Σελήνη συνοδεύουσά τινι ἀστέρι ἐν οἴκῳ αὐτοῦ τοῦ ἀστέρος εὕρεσιν δηλοῖ, καὶ μάλιστα ὅταν ἐπιμαρτυρῇ αὐτοῖς ὁ
10Ἥλιος ἢ ὁ Ζεύς. ἐὰν ἔλθῃ τὸ δωδεκατημόριον τῆς Σελήνης ἐπὶ τὸν ὡροσκόπον ἢ τὸ μεσουράνημα ἢ αὐτὸν τὸν Ἥλιον ἢ καὶ τὸν οἰκοδεσπότην αὐτῆς τῆς Σελήνης ἤ τινα ἄλλον ἀστέρα ἐν ἀνατολαῖς ὄντα εὕρεσιν δηλοῖ. ἐν τῷ ϛʹ καὶ τῷ ζʹ ἀπὸ ὡροσκόπου οὖσα ἡ Σελήνη χαλεπὴ πρὸς εὕρεσιν εἰ μὴ ὁ
15Ἥλιος μαρτυρῇ αὐτῇ. ἡ Σελήνη ἐὰν κενοδρομῇ (τουτέστιν ἐὰν εἴσω τῶν ἑκατὸν εἴκοσι μοιρῶν μὴ συνάπτῃ σωματι‐ κῶς τινι τῶν ἀστέρων) βραδεῖαν τὴν εὕρεσιν ὑποφαίνει. ἡ Σελήνη ἐν τοῖς ἐκλειπτικοῖς οὖσα συνόδοις δυσεύρετον ποιεῖ τὸ κλέμμα. Ἥλιος καὶ Σελήνη ὑπὸ γῆν τυχόντες ἀφα‐
20νίζουσι τὸ ἀπολωλός. Ἥλιος σὺν τῷ κλήρῳ τῆς τύχης ὢν ἢ ἐπιβλέπων αὐτὸν ταχέως τὸ ἀπολωλὸς φανερὸν ποιεῖ. ἡ Σελήνη ἄνευ τοῦ Ἡλίου τὸν κλῆρον τῆς τύχης ὁρῶσα οὐ ταχεῖαν μηνύει τὴν εὕρεσιν. ἐὰν δὲ μήτε ὁ Ἥλιος μήτε ἡ Σελήνη τὸν τῆς τύχης κλῆρον βλέπῃ οὐδέποτε εὑρεθή‐
25σεται τὸ κλέμμα. ἡ Σελήνη ὡροσκοποῦσα ταχεῖαν εὕρεσιν
δηλοῖ. ἡ Σελήνη ὑπὸ τὰς τοῦ Ἡλίου αὐγὰς οὖσα καὶ ἀφώτι‐67

68

στος παντελῶς ἀφανίζει τὸ κλέμμα. Ἥλιος καὶ Σελήνη ἅμα ὡροσκοποῦντες οὐ μόνον τὸ κλέμμα μηνύουσιν ἀλλὰ καὶ τὸν κλέπτην. Ἥλιος καὶ Σελήνη τὸν ὡροσκόπον τετρα‐ γωνίζοντες δυσεύρετον τὸ ἀπολωλὸς ποιοῦσιν· ἢ γὰρ
5μάχη τις γίνεται ἢ παρολκή. Ἡλίου ὡροσκοποῦντος μὴ ἐν τῷ ἐναντίῳ αὑτοῦ τριγώνῳ (τουτέστι Ζυγῷ, Ὑδροχόῳ, Διδύμοις) εὑρετικὸς γίνεται, ἐὰν δὲ ἐν τούτοις ὡρο‐ σκοπῇ ἀνεύρετον δηλοῖ τὸ κλέμμα. Ἐφ’ ὧν δὲ οἴδαμεν τὰς γενέσεις οὕτω δεῖ στοχάζεσθαι.
10ἐὰν δὲ ἡ Σελήνη τύχῃ ἐν τόπῳ τοιούτῳ οὖσα ἐν ᾧ τις κακο‐ ποιὸς κατὰ τὴν ἐξ ἀρχῆς ποίησιν τῆς γενέσεως ἦν οὐχ εὑρεθήσεται τὸ κλέμμα, ἐὰν δὲ ἐν ἀγαθοποιοῖς τόποις τοῦ κατὰ πῆξιν εὑρεθῇ ἡ Σελήνη εὕρεσιν ἐμφαίνει. Ἐὰν δὲ ἡ καταρχὴ ἐμφαίνῃ εὕρεσιν δεῖ σκέψασθαι καὶ
15πότε εὑρεθήσεται οὕτως. λαβὼν ἀπὸ τοῦ ὡροσκόπου ἕως τοῦ Ἡλίου τὴν τῶν ζῳδίων ποσότητα, καὶ πάλιν ἀπὸ ὡρο‐ σκόπου ἕως τῆς Σελήνης τὴν τῶν ζῳδίων ποσότητα, μίξον τὸν ἀριθμόν, καὶ ὁπόσος ἂν εὑρεθῇ ἐκ τῶν δύο ἀριθμῶν λέγε ὅτι μετὰ τοσαύτας ἡμέρας ἢ μετὰ τοσούτους μῆνας
20ἢ μετὰ τοσαῦτα ἔτη εὑρεθήσεται τὸ ἀπολωλός—καὶ τότε ἐὰν ἀγαθοποιὸς μαρτυρῇ, ἐὰν δὲ κακοποιὸς οὐκέτι εὑρί‐ σκεται.
23tἌλλη σκέψις τοῦ αὐτοῦ
24Ἔστω ὁ μὲν ὡροσκόπος τὸ κλαπέν, τὸ δὲ μεσουράνημα
25ὁ ζητῶν, τὸ δὲ δῦνον ὁ κλέψας, τὸ δὲ ὑπόγειον ὁ τόπος ἔνθα τὸ κλαπὲν ἀπεκόμισεν ὁ κλέπτης. ἐὰν ἀγαθοποιοὶ
τὸν ὡροσκόπον ὁρῶσιν ἢ συνῶσιν αὐτῷ τὸ ἀπολωλὸς εὑρε‐68

69

θήσεται. ἐκ δὲ τοῦ δύνοντος ζῳδίου ἢ ἀστέρος ἢ τοῦ οἰκοδεσπότου αὐτοῦ ἢ τῶν μαρτυρούντων αὐτῷ στοχάζου τὸ εἶδος καὶ τὸν τρόπον τοῦ κλέπτου. τὸν δὲ μεσουρανοῦντα ἀστέρα σκέπτου, καὶ ἐὰν μὲν ᾖ ἐν ἰδίοις τόποις ἴδιον αὐτοῦ
5ἐστιν ὅπερ ζητεῖ κτῆμα καὶ οὐκ ἀλλότριον, εἰ δὲ ἐν ἀλλο‐ τρίοις τόποις οὐκ ἔστιν ἴδιον αὐτοῦ ἀλλὰ ἀλλότριον. τὸ δὲ ὑπόγειον ἐὰν μὲν ᾖ δίσωμον γίνωσκε ὅτι ἐξετέθη τὸ κλαπὲν εἰς ἀδελφοὺς ἢ συγγενεῖς, εἰ δὲ οὐκ ἔστι δίσωμον εἰς ἕνα μόνον ἐξετέθη τὸ κλαπέν, ἐὰν δὲ ἀρσενικὸν ᾖ τὸ
10ὑπόγειον ζῴδιον εἰς ἀρσενικὸν πρόσωπον κεῖται, ἐὰν δὲ θῆλυ εἰς θηλυκόν, καὶ ἐπὶ τῶν δισώμων ὡσαύτως. ἀλλὰ καὶ τὸ δῦνον οὕτω δεῖ σκέπτεσθαι εἴτ’ ἄρρεν ἢ θῆλυ ἢ δίσωμον ἢ οὔ. ὁ Ἥλιος καὶ ἡ Σελήνη τῷ ὑπὸ γῆν μαρτυ‐ ροῦντες εἰς συγγενεῖς λέγουσι κεῖσθαι τὸ ἀπολωλός. ἐὰν
15δὲ ᾖ τὸ ὑπόγειον κάθυγρον ἤτοι παρὰ λίμνην ἢ παρὰ ποτα‐ μὸν ἢ παρὰ φρέαρ ἐξετέθη, ἐὰν δὲ τετράπουν ᾖ τὸ ὑπόγειον εἰς ἐπαύλεις ἢ σηκοὺς ἐξετέθη τὸ κλέμμα, ἐὰν δὲ ἀνθρω‐ πόμορφον ᾖ τῶν μὲν ἀγαθοποιῶν ὁρώντων ἐν καθαρῷ καὶ ἁγνῷ τόπῳ κεῖται, τῶν δὲ κακοποιῶν Ἄρεως μὲν παρὰ
20χαλκείῳ ἢ μαγειρείῳ, Κρόνου δὲ παρὰ δουλικῷ προσώπῳ ἢ ἐν σκοτεινῷ τόπῳ ἢ ὑγρῷ ἢ ῥυπαρῷ ἢ ὑψηλῷ. ἐὰν δὲ ὁ Ζεὺς ᾖ ὑπὸ γῆν παρὰ εὐγενικῷ κεῖται προσώπῳ, ἐὰν δὲ Ἄρης ὑπόγειος ᾖ ἀπελεύθερός ἐστιν ὁ τὸ κλέμμα φυλάσσων, ἐὰν δὲ Ἀφροδίτη ᾖ ἐν τῷ ὑπὸ γῆν κέντρῳ, εἰ μὲν ἕως τῶν
25εἴκοσι μοιρῶν ἀφίσταται τοῦ κέντρου γνῶθι ὅτι εἰς γυναῖκα ἐλεύθερον καὶ ἔνδοξον ἐξετέθη, εἰ δὲ ἀπὸ μοιρῶν εἴκοσιν ἕως τριάκοντα εἰς δούλην γυναῖκα ἢ ἀπελευθέραν, ἐὰν δὲ Ἑρμῆς ᾖ ἐν τῷ ὑπὸ γῆν κέντρῳ, εἰ μὲν ἕως τῆς πρώ‐
της δεκαμοιρίας ἀφίσταται τοῦ κέντρου λέγε ὅτι εἰς εὐ‐69

70

γενῆ καὶ πλούσιον ἐξετέθη, εἰ δὲ ἕως τῆς δευτέρας δεκα‐ μοιρίας εἰς ἐλεύθερον μέν, ἀλλὰ πένητα, εἰ δὲ ἕως τῆς τρίτης δεκαμοιρίας εἰς δοῦλον ἢ εἰς μισθωτόν. Ὁ Ἥλιος ὁρῶν τὸν τῆς τύχης κλῆρον εὔκολον τὴν εὕρε‐
5σιν ἐμφαίνει, ἡ δὲ Σελήνη μόνη ἄνευ τοῦ Ἡλίου τὴν τύχην ὁρῶσα, δύσκολον λέγε τὴν εὕρεσιν, ἐὰν δὲ μηδέτερος τῶν φωστήρων ὁρᾷ τὸν τῆς τύχης κλῆρον οὔτε τὸ ἀπολωλὸς κτῆμα εὑρήσει οὔτε τὸν δοῦλον τὸν φυγόντα. ἡ Σελήνη ἐν ταῖς ἐσχάταις μοίραις οὖσα τοῦ ζῳδίου τὸ κλαπὲν ἐξ
10ἄλλου τόπου εἰς ἄλλον μετατίθησι. ὁ Ἥλιος πρὸς τὴν Σελήνην τετράγωνος ἢ τρίγωνος ἢ διάμετρος τὸν κλέπτην φανεροποιήσει. ἐὰν δὲ τῶν μὲν ἀπὸ τοῦ Ἡλίου σημείων εὕρεσιν φαινόντων ἐξ ἄλλων δὲ σημείων ἀνεύρετον στο‐ χάζηται, παρολκήν τινα χρόνον λαβὸν τὸ κλαπὲν ὕστερον
15εὑρεθήσεται· ἡ γὰρ τοῦ Ἡλίου δύναμις ἰσχυροτάτη οὖσα καὶ τὰ ἐξ αὐτοῦ σημεῖα βεβαιότερα παρέχει. ὁ Ἥλιος πρὸς τὸν ὡροσκόπον τρίγωνος ἢ τετράγωνος ἢ διάμετρος τὰ αὐτὰ σημαίνει ὅσα καὶ σὺν τῇ Σελήνῃ ὢν ἐσήμανεν (τουτ‐ έστι τετράγωνος, τρίγωνος, διάμετρος). ὅσα δὲ περὶ τῶν
20κλεπτόντων εἴρηται τοσαῦτα καὶ περὶ τῶν δραπετευόντων δούλων δεῖ σκοπεῖν.
22tΤί τὸ ἀπολεσθέν
23 Σελήνη ἐν ὁρίοις Κρόνου οὖσα τοῦ Κρόνου ὄντος εἴτε ἐν Ζυγῷ ἢ ἐν τῷ μεσουρανήματι, τίμιον οὐκ ἔσται τὸ ἀπολω‐
25λὸς ἀλλὰ παλαιὸν ἢ ῥυπαρόν, τοῦ δὲ Κρόνου ὄντος εἰς ἓν
τῶν ἀποκλιμάτων ἢ ἐν Κριῷ ἄτιμον καὶ εὐτελὲς καὶ70

71

ῥυπαρὸν καὶ παλαιὸν ἀπώλετο, ἐὰν δὲ πρὸς τούτοις καὶ αὐτὸς ὁ Κρόνος μαρτυρῇ τῇ Σελήνῃ ἔσται τὸ κλαπὲν τραχὺ καὶ ἁρμόζον ἔργοις σκληροῖς οἷον δίκελλα, σχοι‐ νίον, δρέπανον. ἡ Σελήνη οὖσα ἐν ὁρίοις Διὸς τὸ κλέμμα
5δηλοῖ χρυσὸν ἢ ἄργυρον ἢ ἐσθῆτα πολυτελῆ ἢ κειμήλιόν τι ἔνδοξον. ἡ Σελήνη ἐν ὁρίοις Ἄρεος οὖσα δηλοῖ τὸ κλαπὲν εἶναι τὸ συντεῖνον εἰς πυρὸς ἐργασίαν ἢ σιδήρου ἤ τινος τοιούτου, ἐὰν δὲ τούτων ὄντων καὶ ὁ Ἄρης ἢ ὁ Ἑρμῆς βλέψῃ ἔσται τὸ κλαπὲν εὔμορφον, ἐράσμιον, ποικί‐
10λως καὶ εὐτέχνως εἰργασμένον, ἐὰν δὲ ἄνευ τοῦ Ἄρεος ὁ Ἑρμῆς καὶ ἡ Ἀφροδίτη ἴδωσι τὴν Σελήνην τερπνόν τι καὶ καλὸν καὶ εὔχρουν ἀπώλετο. ἡ Σελήνη ὁρίοις οὖσα Ἀφρο‐ δίτης ἔσται τὸ ἀπολωλὸς χρυσὸς ἢ ἄργυρος ἢ λίθοι τίμιοι ἢ ἱμάτια ποικίλα καὶ πολύτιμα ἢ ἐνώτια ἢ περιτραχήλια
15ἢ ψέλλια καὶ ἁπλῶς γυναικεῖα κόσμια εὐωδιάζοντα ἢ μύρα καὶ ἀλείμματα, ἐὰν δὲ πρὸς τούτοις καὶ ἡ Ἀφροδίτη καὶ ἡ Σελήνη ἐν θηλυκοῖς ὦσι ζῳδίοις κτήματα γυναικὸς ἀπώ‐ λοντο, ἐὰν δὲ καὶ ὁ Ἄρης μαρτυρῇ τῇ Ἀφροδίτῃ ὑέλινα ἔργα τορευτά, ποικίλα, εὔμορφα δηλοῦται. ἡ Σελήνη οὖσα ὁρίοις
20Ἑρμοῦ γραμματεῖα, βίβλοι, νομίσματα, τόμοι ἢ χρήσιμόν τι τοῖς ὁδοιποροῦσιν ἐκλάπη. Ἵνα δὲ βεβαιότερον δυνώμεθα περὶ τούτων καταστο‐ χάζεσθαι δεῖ καὶ τὰς τῶν ζῳδίων φύσεις ὁρᾶν οὕτως. Σελήνης Κριῷ ἱμάτια, νήματα, ἔρια, τάπητας, κεφα‐
25λοδέσμια λέγε τὰ ἀπολωλότα, Σελήνης Ταύρῳ χρυσός,
ἄργυρος, ἐσθής, μαφόριον, περιτραχήλιον ἀπώλετο ἢ71

72

πρόβατα ἢ καὶ κτήνη τετράποδα, Σελήνης Διδύμοις νομίσματα, συμβόλαια, χάρται, εἰκόνες καὶ ὅσα χρήσιμα εἰς εὐωχίαν, Σελήνης Καρκίνῳ καὶ Αἰγοκέρωτι τὰ ἐφήμερα τοῖς ἀνθρώποις οἷον τρόφαιον ἢ ὑγρόν τι εὐτελὲς καὶ
5ὀλίγον, Σελήνης Λέοντι καὶ Ὑδροχόῳ χρυσᾶ ἔργα ἢ ἀρ‐ γυρᾶ ἢ χαλκᾶ, Σελήνης Παρθένῳ κόσμια καὶ νομίσματα ἀπώλοντο, Σελήνης Ζυγῷ ἀρώματα, ἀλείμματα, μύρα καὶ ὅσα σταθμῷ πιπράσκεται καὶ ὅσα σύνθετα, χει‐ ρόπλαστα οἷον τροχίσκοι, θυμιάματα ἢ τορευτά τινα ἀπώ‐
10λοντο, Σελήνης Σκορπίῳ χρυσός, ἄργυρος, χαλκός, λίθοι τίμιοι καὶ ὅσα τούτοις ὅμοια ἀπώλοντο, Σελήνης Τοξότῃ καὶ Ἰχθύσι ποικίλα, πολυειδῆ, εὐμεγέθη, εὐκατασκεύαστα ἀπώλοντο. Σελήνης αὐξιφωτούσης καὶ τοῖς ἀριθμοῖς προστι‐
15θείσης νεοκατασκεύαστα δηλοῖ καὶ καινά, εἰ δὲ λήγει καὶ τοῖς ἀριθμοῖς ἀφαιρεῖ παλαιὰ δηλοῖ τὰ ἀπολεσθέντα. ἐὰν ζῴδιον δίσωμον ὡροσκοπῇ ἢ διπλοῦν τι καὶ συνεζευγμέ‐ νον ἀπώλετο ἢ δύο τινά. ἀλλὰ καὶ ἡ Σελήνη ἐν δισώμῳ οὖσα τὸ αὐτὸ θεσπίζει. ἀπὸ τῆς ἐποχῆς τῆς Σελήνης ἕως
20τῆς τοῦ Ἑρμοῦ ἐποχῆς λαβὼν τὸ τῶν μοιρῶν διάστημα σκέπτου πόσων ζῳδίων ἐστὶν ὁ τῶν μοιρῶν ἀριθμός, καὶ εἰ μὲν ἄρτια ὦσι τὰ ζῴδια οὐχ ἓν μόνον ἀπώλετο ἀλλὰ
πλείω, εἰ δὲ περισσὰ ἓν μόνον ἀπώλετο.72

73

(1t)

Τίς ὁ κλέπτης
2 Ἐὰν τὸν ὡροσκόπον ὅ τε Ἥλιος καὶ ἡ Σελήνη βλέπωσιν ἐκ τοῦ οἴκου τὸν κλέπτην εἶναι θεσπίζουσιν, ἐὰν δὲ μόνον ὁ εἷς φωστὴρ βλέπῃ τὸν ὡροσκόπον ἔξωθεν μὲν τὸν κλέπ‐
5την εἶναι καὶ οὐχὶ τοῦ οἴκου τινὰ ἀλλ’ ὅμως τῶν ἐπιμισ‐ γομένων συχνῶς τῷ οἴκῳ, ἐὰν δὲ μηδέτερος τῶν φωστή‐ ρων βλέπῃ τὸν ὡροσκόπον ξένον καὶ ἀλλοδαπῆ λέγε τὸν κλέπτην. Τὴν δὲ τοῦ κλέπτου μορφὴν καὶ ἰδέαν ἐκ τῶν ἀστέρων
10γνωσόμεθα καὶ πρῶτον μὲν καὶ προηγουμένως ἐκ τοῦ ὄντος ἐν τῇ δύσει ἀστέρος, εἰ δὲ μηδένα ἔχει τὸ δῦνον ἐκ τοῦ ὄντος ἐν τῷ θʹ τόπῳ ἀστέρος, εἰ δὲ μηδ’ ἐνταῦθά τις ᾖ ὁ ἐν τῷ ιβʹ τόπῳ ὢν ἀστὴρ δηλώσει, εἰ δὲ μηδ’ ἐνταῦθά τις ᾖ ὁ ἐπέχων τῇ Σελήνῃ σωματικῶς ἤγουν συνάπτων
15αὐτῇ, εἰ δὲ μηδεὶς κολλᾷ τῇ Σελήνῃ σκέπτου τίς πρὸ ἑπτὰ ἡμερῶν τῆς κλοπῆς φάσιν τινὰ ἢ στηριγμὸν ἐποίησεν ἢ ἀπὸ ζῳδίου εἰς ζῴδιον μετῆλθε καὶ ἐξ ἐκείνου τοῦ ἀστέρος γνώσῃ τὴν τοῦ κλέπτου μορφήν τε καὶ ἰδέαν.
19tΠερὶ τῆς ἰδέας τῶν κλεπτῶν
20 Ἐὰν ὁ τοῦ Διὸς ἀστὴρ δηλοῖ τὸν κλέπτην εἶναι λευκό‐ χρουν, εὐέκτην, μεγαλόφθαλμον, μικρὰς τὰς κόρας ἔχον‐ τα, οὐκ ὀξυδορκοῦντα, ἀγαθογνώμονα, εὔσαρκον, εὐτρα‐ φῆ, δασυγένειον. ἐὰν δὲ ὁ τοῦ Κρόνου δυσειδὴς ἔσται ὁ κλέπτης, μέλας, μυωπάζων, μικρόφθαλμος, ῥυτίδας ἐν τῷ
25σώματι ἔχων, χλωρός, ψεύστης, κρυψίνους, σκολιόφρων,
δασύς, στυγνοπρόσωπος, ὀζόχρωτος. ἐὰν δὲ ὁ τοῦ Ἄρεος73

74

ἔσται ξανθός, τετανόθριξ, γοργόμματος, στρογγυλοπρόσ‐ ωπος, ὦτα ἔχων μικρά, χαροπός, νουνεχής, ἀλλοπρόσαλ‐ λος, ὀξυόρμητος, ἕτοιμος εἰς τὸ ἐξορμᾶν. ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης ἔσται εὔμορφος ὁ κλέπτης, εὔκομος, εὐόφθαλ‐
5μος, μελανόμματος, λευκόχρους καὶ ἠρέμα ὑπό τι μελάγ‐ χρους, εὔσαρκος, ἀγαθογνώμων. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ ἔσται ἰσχνὸς ὁ κλέπτης, ὑπόξηρος, σύμμετρος, οὐλόθριξ, εὐγένειος, ποικιλογνώμων, ὑπόχλωρος. ἐὰν δὲ Ἥλιος ἢ Σελήνη εὑρεθῇ τὸν κλέπτην δηλῶν τοιοῦτον δηλώσει αὐτὸν
10εἶναι κατὰ τὴν μορφὴν ὁποίῳ ἂν τῶν ἀστέρων συγκραθῶ‐ σιν. ἐὰν δὲ μηδενὶ τῶν ἀστέρων συνοικειωθῶσιν ἀλλὰ μόνοι καθ’ ἑαυτοὺς ὁ μὲν Ἥλιος δηλοῖ τὸν κλέπτην εὐτρα‐ φῆ, πυκνὸν καὶ ἠρέμα ὕπωχρον, ἡ δὲ Σελήνη μόνη εὔκρα‐ τον, εὐόφθαλμον, εὔσαρκον, στρογγυλοπρόσωπον.
15 Ἀκριβέστερον δὲ μαθήσει περὶ τῶν αὐτῶν οὐ μόνον τοὺς ἀστέρας σκοπῶν ἀλλὰ καὶ τὰ ζῴδια ἐν οἷς εὑρίσκονται οἱ δηλοῦντες ἀστέρες. ὁ μὲν γὰρ Κριὸς δασεῖς, εὐμήκεις δηλοῖ τοὺς κλέπτας, τῷ προσώπῳ νεύοντας κάτω, οὐλότριχας, δειλούς, παιγνιώδεις, αἰσχρολόγους, ὁ δὲ Ταῦρος σιμούς,
20δασεῖς τῷ σώματι, προκεφάλους, εὐρυμετώπους, τρίχας ἔχοντας ἀνεσταλμένας, κρυψίφρονας, ὑποκρίσει ἐξαπα‐ τῶντας, ἐπίπλαστον ἐπιείκειαν ἔχοντας, τοὺς δὲ μυκτῆρας πλατεῖς, παχυαύχενας, μελανοφθάλμους, λεπτοχείλους, ὀφρύας μεγάλας ἔχοντας, οἱ δὲ Δίδυμοι συμμέτρους δηλοῦ‐
25σιν, ἐπίρρινας, τρυφερούς, ἀγαθογνώμονας, τοὺς δὲ ὤμους ἔχοντας εὐτυπώτους, τινὰς δὲ καὶ γράμματα γινώ‐
σκοντας καὶ πιστευομένους, ὁ δὲ Καρκίνος δηλοῖ ὀστώδεις,74

75

δασύτριχας, πλατυπροσώπους, μελανόχροας (τινῶν δὲ καὶ οἱ ὀδόντες διεστραμμένοι εἰσίν), συμμέτρους τῷ μήκει, τὰ δὲ κάτω μέρη μείζονα ἔχοντας, ὁ δὲ Λέων γλαυ‐ κούς, πυρρούς, εὐμόρφους, τὰ ἐπάνω μέρη μείζονα ἔχοντας,
5λεπτὰς κνήμας ἔχοντας, ἀγριογνώμονας, ἀγριοπροσώπους —γαστρίμαργοι, τινὲς δὲ καὶ παλαίειν εἰδότες—, ἡ δὲ Παρ‐ θένος συμμέτρους τὴν ἡλικίαν, εὐπλάστους τῷ σώματι, ὀρθίους τὴν ἰδέαν, κοσμίους τὸ ἦθος καὶ ἢ πιστοὺς διὰ γραμμάτων ἤ τινα τέχνην διὰ γραμμάτων μαθόντας, ὁ
10δὲ Ζυγὸς εὐοφθάλμους, λευκόχροας, εὐχρήστους εἰς δια‐ κονίαν, εὐπλάστους τοῖς μέλεσιν, εὐρύθμους, εὐτραπέλους, κατωφερεῖς πρὸς γυναῖκας, ὁ δὲ Σκορπίος ἀνασταλεῖς ταῖς θριξίν, ὑπογλαύκους, μεσοφθάλμους, στρογγυλοπροσώ‐ πους, τὴν φάρυγγα προπετῆ ἔχοντας, μακροκνήμους,
15εὔποδας, πλατυθώρακας, ἅρπαγας, θρασεῖς, βασκάνους, τολμηρούς, ῥιψοκινδύνους, ὁ δὲ Τοξότης μεγαλοσκελεῖς, εὐκνήμους, εὐπλάστους, τινὰς δὲ καὶ φαλακρούς, ὀξυγε‐ νείους, ἐρυθρόχροας, προγάστορας, ὠκύποδας, κολυμβη‐ τάς, φιλοπροβάτους, εὐπορίστους, δαπάνους, ὀργίλους, ὁ
20δὲ Αἰγόκερως δασεῖς, λεπτοσκελεῖς, ὀστώδεις, κάτω νενευκότας, αἰγοφθάλμους, ὀξυγενείους, ἀμφιβόλους, ἀβε‐ βαίους, γελωτοποιούς, ὑπομώρους, ὁ δὲ Ὑδροχόος μεσ‐ ήλικας, σεμνοπροσώπους, εὐγενείους, φιλοπαίγμονας, δα‐
πανηρούς, τρυφητάς, τὴν ἑτέραν δὲ κνήμην τῆς ἑτέρας75

76

παχυτέραν ἔχοντας, ἐν οἷς ἐπιτηδεύουσι δυστυχοῦντας, οἱ δὲ Ἰχθύες πλατυώμους, εὔτριχας, μικροκεφάλους, στενο‐ μετώπους, μελανοφθάλμους, ἀπαθεῖς, δυσγνώμονας, πολυ‐ τρόπους, ἄλλα μὲν μεταχειριζομένους, ἄλλα δὲ μεταδιώ‐
5κοντας. Καὶ οὗτοι μὲν οἱ στοχασμοὶ ἔκ τε τῶν ἀστέρων καὶ ἐκ τῶν ζῳδίων ἔστωσαν εὑρίσκεσθαι, ἀλλ’ οὐ δεῖ πάντα τὰ σημεῖα ἀνελλιπῶς ἐπὶ ἑκάστου νομίζεσθαι εὑρίσκειν ἀλλ’ ὅσα ἐνδέχεται ἐντέχνως ἐπεξιέναι ἔκ τε τῶν συσχημα‐
10τιζομένων ἀστέρων συνεπικρίνειν τὸν στοχασμόν. ἐὰν δὲ τῷ σημαίνοντι τὸν κλέπτην ἀστέρι ἀγαθοποιὸς μαρτυρῇ ἐλεύθερος ἔσται ὁ κλέπτης, ἐὰν δὲ κακοποιὸς δοῦλος ἢ πένης ἢ μισθωτός. ἐὰν δὲ Ἀφροδίτη σημαίνῃ τὸν κλέπτην αἰτία τῆς κλοπῆς ἔσται γυνή, ἐὰν δὲ Ἑρμῆς παῖς, ἐὰν δὲ
15Ἄρης ἀκμαῖος, ἐὰν δὲ Ζεὺς μεσῆλιξ, ἐὰν δὲ Κρόνος γέρων. πάλιν ἐὰν ὁ τὸν κλέπτην σημαίνων ἀστὴρ ἐπὶ Κρόνου, Διός, Ἄρεως ἑῷος ᾖ ἀνατολικὸς παῖδα τὸν κλέπτην θεσ‐ πίζει, ἐὰν δὲ τὸν πρῶτον στηριγμὸν ἔχῃ ἀκμαῖον, ἐὰν δὲ ἀκρόνυχος ᾖ μεσήλικα, ἐὰν δὲ τὸν δεύτερον στηριγμὸν
20μεσαιπόλιον, ἐὰν δὲ τὴν ἑσπερίαν κρύψιν γέροντα. ἔστω οὖν τὸν Κρόνον σημαίνοντα τὸν κλέπτην ἐπὶ ἑῴας ἀνατο‐ λῆς· οὔτε οὖν παῖς ἐστιν ὁ κλέπτης διὰ τὸ ἑῷον οὔτε γέρων διὰ τὸν Κρόνον, ἀλλὰ μεσῆλιξ μεμιγμένου τοῦ στοχασμοῦ ἔκ τε τοῦ παιδὸς καὶ τοῦ γέροντος. ἐπὶ δὲ Ἀφροδίτης καὶ
25Ἑρμοῦ ἐὰν ὦσιν ἑσπέριοι ἀνατολικοὶ νέους ἢ νέας δηλοῦσι τοὺς κλέπτας, εἰ δέ εἰσι μετὰ τὸν αʹ στηριγμὸν ἑσπέριοι δυτικοί—μεσήλικες, εἰ δὲ ἑῷοι ἀνατολικοὶ πρεσβυτέρους· τινὲς δὲ λέγουσιν ὅτι ἐὰν ἡ Ἀφροδίτη καὶ ὁ Ἑρμῆς ὦσιν ἑῷοι ἀνατολικοὶ δηλοῦσι τὸν κλέπτην νέον ἢ νέαν, ἐὰν δὲ
30δυτικοὶ γέροντας ἢ γηραιάς. πάλιν ἐὰν ὁ τὸν κλέπτην ση‐76

77

μαίνων ἀστὴρ εἰς τὰ ἴδια ὑψώματα ᾖ μέγαν τῷ σώματι καὶ εὐμεγέθη μηνύει τὸν κλέπτην, ἐὰν δὲ ἐν τῷ τοιούτῳ ζῳδίῳ ᾖ ἔνθα ταπεινοῦται μικρόν, σὺ δὲ κατὰ τὸ τῆς ἀποστάσεως ἀνάλογον συλλογίζου περὶ τῆς τοῦ μεγέθους
5πηλικότητος. οἷον ἔστω ὁ τὸν κλέπτην δηλῶν Ἄρης ἐπέχων τοῦ Κριοῦ τὸν αʹ δεκανόν· λέγομεν ὅτι τῷ μεγέθει μέσος ἐστὶν ὁ κλέπτης (ἀπὸ γὰρ Αἰγοκέρωτος τοῦ τρίτου δεκα‐ νοῦ τὸ μέσον ἐστὶ διάστημα τοῦ ἡμικυκλίου). ἐὰν δὲ ἦν ἐν Ἰχθύσιν ἢ Σκορπίῳ μεῖζον τοῦ μέσου τὸ μέγεθος ἐλέγομεν
10〈ἄν〉, ἐὰν δὲ ἐν Ταύρῳ ἢ Παρθένῳ ἔλασσον τοῦ μέσου. ἐὰν δὲ ὁ τὸν κλέπτην ὑποφαίνων ἀστὴρ τύχῃ μετὰ τὸ γενέ‐ σθαι τὴν κλοπὴν εἴσω ἡμερῶν ἑπτὰ ὑπὸ τὰς τοῦ Ἡλίου αὐγὰς πεσὼν γίνωσκε ὅτι ἐν κακῷ τινι ὁ κλέπτης ἐμπέ‐ πτωκεν, ἐὰν δὲ πρὸς τούτῳ καὶ ὑπὸ τοῦ Ἄρεως μαρτυρῆται
15τραύμασιν ἢ βασάνοις ἢ κινδύνοις χαλεποῖς περιπετὴς ἐγένετο. ἐὰν δὲ τὸν τῆς τύχης κλῆρον μὴ βλέπῃ κακο‐ ποιὸς οὐ γέγονε κλοπὴ ἀλλὰ μόνον παρέπεσέ που τὸ ζητού‐ μενον καὶ κρύπτεται, καὶ ἐὰν μόνος ὁ Ἥλιος τὴν τύχην ὁρᾷ οὐδὲ ἐκλάπη ἀλλὰ κρύπτεται.
20tΤίνι τρόπῳ ἀπώλετο
21 Ἐὰν ὁ Κρόνος μαρτυρῇ τῷ τε ὡροσκόπῳ καὶ τῇ Σε‐ λήνῃ δηλοῖ διά τινος δόλου καὶ ἐνέδρας γεγονέναι τὴν κλοπήν, ἐὰν δὲ Ζεὺς δηλοῖ τὸν κλέπτην διά τινος ἐπιπλάσ‐ του [καὶ] ἀγαθοῦ ἤθους καὶ ὑποκρίσει ἐπιεικείας πιστευ‐
25θέντα οὕτω κλέψαι, ἐὰν δὲ Ἄρης δυνάμει καὶ βίᾳ ἢ τοιχ‐
ορυγίᾳ ἢ ὑποβολῇ κλειδίου ἑτέρου ἢ θύρας μετοχλήσει77

78

δηλοῖ γενέσθαι τὸ κλέμμα, ἐὰν δὲ Ἀφροδίτη διὰ φιλικὰς προφάσεις ἢ ἑταιρείας ἢ εὐφροσύνας ἢ γυναῖκας, ἐὰν δὲ Ἑρμῆς διὰ πανουργίας.
4tπζʹ. Περὶ ἐπιστολῶν καὶ φήμης καὶ ἀγγελίας
5tἩφαιστίωνος φιλοσόφου Θηβαίου
6 Εἰ δὲ φήμη τις ἢ ἄκουσμα ἢ κίνησις ἁπλῶς παντὸς πράγματος πόλει ἢ χώρᾳ ἢ τοῖς καθ’ ἑκάστην ἀνθρώποις γένηται ἢ περὶ γραμμάτων ἢ ἐντολῶν ἢ μαντειῶν πονηρῶν καὶ τὸ ἀληθὲς ἐπιζητοίη τις μαθεῖν, φάσιν μὲν ποιουμένης
10τῆς Σελήνης ἀληθῆ καὶ βέβαια ταῦτα εὑρεθήσεται, καὶ μάλιστα τοῦ Ἑρμοῦ συμπαρόντος ἢ μαρτυροῦντος αὐτῇ. καὶ ἐὰν ἀπῶσιν οἱ κακοποιοὶ δηλοῦσιν ἐπ’ ἀγαθῷ τὸ πρᾶγ‐ μα, ἐὰν δὲ ἔμπαλιν οὐκ ἀγαθόν, εἰ δ’ ἀνακεκραμένοι τύχωσιν ὁμοίως ἀναμεμιγμένως. ἐπὰν δὲ ὁ τοῦ Ἑρμοῦ μετὰ
15τοῦ τοῦ Ἄρεος ἐπίδωσι τὴν Σελήνην μὴ ποιουμένην φάσιν ἀπατηλὰ καὶ δόλια καὶ πανοῦργα καὶ ἐπίβουλα σημαίνει τὰ πραττόμενα ἢ ἀγγελλόμενα, καὶ μάλιστα ὅταν ᾖ ἐν τοῖς τῶν ἀστέρων τούτων ζῳδίοις ἡ καταρχή. Ἐπιστολῆς δὲ λεγομένης ἐνηνέχθαι γνωσόμεθα ψεῦδος
20εἶναι τοῦ Τοξότου ὡροσκοποῦντος ἢ Αἰγοκέρωτος καὶ Διδύμων καὶ Ταύρου καὶ Ζυγοῦ· ὑπό τινων γὰρ μετρίων ἢ οἰκετῶν ἢ χάριν μετρίου τινὸς κεκομίσθαι. δεῖ δὲ καὶ τὴν Σελήνην παραφυλάττειν ἐν τούτοις τοῖς ζῳδίοις καὶ τοὺς φθοροποιούς· ἀπάτης γὰρ αἴτιοι γίνονται συσχηματι‐
25ζόμενοι. ἢν δὲ ἐν Κριῷ καὶ Καρκίνῳ καὶ Λέοντι καὶ Παρ‐78

79

θένῳ καὶ Σκορπίῳ καὶ Ὑδροχόῳ κομισθείη, ἀληθῆ καὶ βέβαια μηνύσει, καὶ μάλιστα ἐφορώντων τῶν ἀγαθοποιῶν. καὶ ταῦτα καθὼς γέγραπται παρὰ τοῖς ἀρχαίοις ἐκτε‐ θείσθω.
5tϙβʹ. Περὶ ὀνείρων
6 Εἰ ἐρωτηθῇς παρά τινος εἰπεῖν αὐτῷ ὃ εἶδεν ἐν ὀνείρῳ κρατήσας τὴν ὥραν πρῶτα μὲν στῆσον τὸν ὡροσκόπον καὶ τοὺς λοιποὺς τοῦ θέματος τόπους, εἶτα πῆξον τοὺς ἀστέρας ἐν οἷς ἂν παραπορεύωνται ζῳδίοις καὶ μοίραις,
10καὶ μετὰ ταῦτα ἰδὲ εἰ ἐπὶ τοῦ ἐνάτου τις τῶν πλανητῶν πάρεστι καὶ ἐκ τῶν δεσποζομένων ὑπ’ αὐτοῦ καὶ ἐκ τῶν σημαινομένων ὑπὸ τοῦ τόπου οὗ κύριός ἐστιν εἶναι λέγε ὃ ἑώρακεν εἴτε ζῷον εἴτε μεταλλικὸν εἴτε φυτὸν καὶ λοι‐ πόν. οἷον εἰ τύχῃ Κρόνος εἶναι ἐπ’ αὐτοῦ ἰδεῖν αὐτὸν λέγε
15ζῷα φοβερὰ οἷον δράκοντας ἢ ὄφεις ἢ ἐλέφαντας. ἀλλ’ εἰ μὲν τοῦ ὀγδόου τόπου κύριός ἐστι νεκροὺς ἢ τάφους ἢ λείψανα, εἰ δὲ τοῦ δωδεκάτου φόβον παρά τινων ἐχθρῶν καὶ κατάπληξιν αὐτῷ ἐπαγόμενον ἰδεῖν λέγε, εἰ δὲ τὸν τέταρτον τόπον οἰκοδεσποτεῖ τόπους ἀβάτους καὶ κρημ‐
20νοὺς καὶ βάραθρα, καὶ ἑξῆς καθὰ σημαίνουσιν οἱ τόποι τὴν ἀπόφασιν δίδου. εἰ δὲ τύχῃ τὸν Δία εἶναι ἐπ’ αὐτοῦ ἰδεῖν αὐτὸν λέγε βασιλέα ἢ τοπάρχας ἢ ἱερέα ἢ κριτήν. καὶ εἰ μὲν τοῦ ἐνάτου ἢ τοῦ ἕκτου τόπου κύριός ἐστιν ὑπο‐ φαίνου ἰδεῖν αὐτὸν εἰκόνας ἢ ἐκκλησίας ἢ ἱερά τινα σκέλη
25καὶ εἴδη, καὶ ἑξῆς κατὰ τὴν δωδεκάτοπον. εἰ δὲ τύχῃ τὸν Ἄρεα ἐπὶ τοῦ τόπου τούτου ἑώρακεν αἵματα ἢ πόλεμον ἢ στάσιν ἢ ἅρματα καὶ ὅπλα ἢ κρέατα ἢ πωλία ἢ θηρία. εἰ δέ ἐστιν Ἀφροδίτη ἐπ’ αὐτοῦ δὴ τοῦ ἐνάτου γυναικεῖον κόσμον ἢ λίθον τίμιον καὶ μαργαρίτας ἢ ἀρώματα καὶ
30μυριστικὰ ἢ γυναῖκας ἢ ἀδελφὰς ἢ χοροὺς καὶ παίγνια.79

80

εἰ δὲ Ἑρμῆς νοταρίους ἢ βιβλία καὶ γράμματα ἢ ἀργυρᾶ [καὶ] νομίσματα ἢ ποικίλματα καὶ ζωγραφίας. εἰ δὲ ὁ Ἥλιος ὑπηνέμιον φέρεσθαι τοῦτόν φασι καὶ ὑψοῦσθαι ἢ φῶτα ἢ ἕτερά τινα λαμπρὰ καὶ δι’ αὐγῶν ἰδεῖν. εἰ δὲ ἐφ‐
5εδρεύει ἡ Σελήνη ἐπὶ τοῦδε τοῦ τόπου ποταμὸν ἢ θαλάσσας ἢ πηγὴν ἢ μητέρα καὶ γυναῖκα γραΐδα. εἰ δὲ μηδεὶς τῶν ἀστέρων τὴν πορείαν ποιῶν εὑρίσκεται ἐπὶ τοῦ θʹ κατὰ τὴν πεύσεως ὥραν ὅρα τὸν ὄντα ἐπὶ τοῦ ὑπογείου, εἰ δὲ οὐδὲ ἐπὶ τούτου ἰδὲ τὸν ἐπὶ τοῦ ὡροσκόπου ἢ τοῦ μεσου‐
10ρανήματος ἢ τοῦ δύνοντος ἢ τοῦ τρίτου, λάμβανε καὶ κατὰ τὴν κρίσιν τῶν ἐπὶ τοῦ ἐνάτου τυχόντων τεκμαίρου καὶ ἐπὶ τούτων. καὶ ἐπ’ ἀγαθῷ μὲν τὸ ὅραμα γενέσθαι ἐπὰν οἱ κύριοι τοῦ ἐνάτου καὶ τοῦ τρίτου καλῶς ἵστανται καὶ ὑπὸ ἀγαθοποιῶν ὁρῶνται, ἐπὶ κακῷ δὲ καὶ βλάβῃ ὅταν
15τοὐναντίον κακῶς κείμενοι ὦσι κατὰ τὸ κοσμικὸν καὶ ὑπὸ κακοποιῶν ὁρῶνται. Χρηματιστικὰς δὲ ἡμέρας ἐν ὀνείροις οἱ παλαιοὶ Αἰγύπ‐ τιοι ἐπετήρησαν· τὴν αʹ ἡμέραν ἀπὸ συνόδου, τὴν δὲ βʹ καὶ τὴν γʹ οὐκ ἐπιτηδείους (λυπηρὰ γὰρ τὰ θεαθέντα), δʹ
20δὲ καὶ εʹ καὶ ϛʹ ἀποβαίνειν τὰ ὀφθέντα, τῇ δὲ ζʹ ἐν δ ἡμέραις ἀποβαίνειν, ἐν δὲ τῇ ηʹ χρόνῳ, ἐν δὲ τῇ θʹ ἀνεκ‐ βάτους τοὺς ὀνείρους εἶναι, ἐν δὲ τῇ ιʹ καὶ ιαʹ εἴσω δ ἡμερῶν, ὁμοίως δωδεκαταίας οὔσης καὶ τρισκαιδεκαταίας μετὰ τοῦ καὶ αἰσίως, ἡ ιδʹ ἱλαρίας σημαντική, ἡ ιεʹ ἔμπρακ‐
25τος μέν, ἐπιβλαβὴς δέ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ ἐπιτελοῦσι τὰ ὀφθέντα εἴσω ἡμερῶν ι, ἡ δὲ εἰκὰς 〈καὶ〉 μία καὶ εἰκὰς κοινή, ἡ δὲ δευτέρα καὶ εἰκὰς περὶ χρῆμα ἐπιτελεῖ τὰ τοῦ ὀνείρου, ἡ τρίτη καὶ εἰκὰς ἐν ἡμέραις η, ἡ δὲ δʹ καὶ εἰκὰς ἐν ιβ, ἡ εʹ καὶ εἰκὰς ἐν κδ, ἡ ϛʹ καὶ εἰκὰς ἀτέλεστα, ἡ ζʹ
30καὶ εἰκὰς τέλος ἐπάξει, ἡ δὲ ηʹ καὶ εἰκὰς καὶ θʹ καὶ εἰκὰς
ἐν τρισὶν ἡμέραις, ἡ δὲ λʹ ἀνεκβάτους.80

81

(1t)

EPITOMAE II
1uLIBER TERTIVS
1 Ἀρχὴ τοῦ τρίτου βιβλίου ἐξ οὗ μέλλει τὸν ἐπιστήμονα ἐπιγνῶναι ἀκριβῶς πᾶσαν καταρχὴν κατάρξασθαι καὶ μάλιστα ἀπὸ τῶν παρεκβεβλημένων ἀποτελεσμάτων ἀπὸ τῆς βίβλου Ἡφαιστίωνος φιλοσόφου Θηβαίου πρὸς Ἀθα‐
5νάσιον. ἀρχόμεθα οὖν ἀπὸ τῶν περὶ καθολικῶν καταρχῶν καὶ περὶ ἐπιτηδείων ζῳδίων καὶ Σελήνης ἐπιτηρήσεως εἰς καταρχάς. Ἐπὶ πάσης τοίνυν καταρχῆς δέον ἀκριβῶς σκοπῆσαι τὴν ὥραν ἐν ᾗ τὴν ἔναρξιν τοῦ πράγματος μέλλεις ποιεῖ‐
10σθαι διὰ τῶν ὡς ἔνι μάλιστα διηρθρωμένων ὡροσκοπιῶν, καὶ οὕτω τὰ κέντρα στῆσαι ὡς ἐπὶ γενέσεως, τῶν τε φώτων καὶ τῶν πέντε ἀστέρων τὰ μήκη καὶ τὰ πλάτη ἐπι‐ γνόντας καὶ πῶς ἔχουσι σχήματος πρός τε ἀλλήλους καὶ τὸ πᾶν. καὶ ἐκ τούτων λοιπὸν ἁρμόσασθαι τῶν γινομένων ἑκά‐
15στῃ προγνώσει.81

82

(1t)

αʹ. Περὶ ἐπιτηδείων ζῳδίων
2tκαὶ Σελήνης ἐπιτηρήσεων εἰς καταρχήν
3 Τὰ μὲν οὖν ὀρθῶς ἀνατέλλοντα ζῴδια (ἔστι δὲ τὰ ἀπὸ Καρκίνου ἕως Τοξότου) ἐπὶ τῆς ἀνατολῆς ἀκάκωτα τυχόν‐
5τα ἀνεμποδίστως τὰ πραττόμενα τελέσει, τὰ δὲ λοξά (ἔστι δὲ τὰ ἀπὸ Αἰγοκέρωτος ἕως Διδύμων) ἄνευ μαρτυ‐ ρίας ἀγαθοποιῶν ἀστέρων δυσκατέργαστα καὶ πολυχρό‐ νια μηνύει τὰ ἐγχειριζόμενα, καὶ τὰ τροπικὰ δὲ ἀνατέλ‐ λοντα ὁμοίως ἀνατρέπει τὰ πραττόμενα.
10 Βλάπτει δὲ καὶ ἡ Σελήνη συνοδεύουσα τῷ Ἡλίῳ ἤτοι ὑπὸ τὰς αὐγὰς αὐτοῦ οὖσα ἢ διαμετροῦσα αὐτὸν ἢ ἐν τοῖς ἐκλειπτικοῖς συνδέσμοις οὖσα ἢ Κρόνῳ ἢ Ἄρει συνοῦσα ἢ συσχηματιζομένη, ὁμοίως δὲ καὶ ἐν τῷ νοτίῳ οὖσα πέρατι καὶ ἐν ταῖς τελευταίαις μοίραις τῶν ζῳδίων βλαπτικὴ
15τυγχάνει. ἐπιτηρητέον δὲ καὶ τὸ δωδεκατημόριον αὐτῆς μὴ ἐμπέσῃ ὅπου Κρόνος ἢ Ἄρης τύχωσιν ὄντες. Ὁμοίως δὲ ἐπιτηρητέον καὶ τὸν τοῦ ὡροσκόπου δεσπό‐ την μὴ ἐμπέσῃ εἰς τὸν ὄγδοον τόπον μήτε εἰς τὸν δεύτερον
μήτε συνεῖναι τῷ τοῦ ὀγδόου τόπου δεσπότῃ μήτε τὴν82

83

Σελήνην καθυπερτερεῖν διαμέτρῳ ἢ τετραγώνῳ σχήματι μήτε τὸν τοῦ βʹ τόπου δεσπότην ἐν τῷ βʹ ἢ τῷ ηʹ τόπῳ ἐπεῖναι μήτε ἐναντιοῦσθαι ἀλλήλοις, ἔτι μὴν καὶ τοὺς οἰκο‐ δεσπότας τοῦ σεληνιακοῦ ζῳδίου καὶ τοῦ κλήρου τῆς τύχης
5μὴ εἶναι ἔν τε τῷ βʹ ἢ ἐν τῷ ηʹ τόπῳ. πρὸ πάντων δὲ ἐν παντὶ πράγματι ἀναγκαῖόν ἐστι ζητῆσαι τόν τε ὡροσκό‐ πον καὶ τὴν Σελήνην ἐν ἀγαθοποιῶν τόποις εἶναι, ἀγα‐ θοῖς δὲ συνάπτειν παροῦσιν ἢ κατὰ σχῆμα καὶ τὸν τῆς τύχης κλῆρον συμφωνεῖν ἢ τῷ Ἡλίῳ ἢ τῇ Σελήνῃ ἢ τῷ
10ὡροσκόπῳ. εἰ δ’ ἄρα ἐπείγει τινὸς κατάρξασθαι, μὴ συν‐ τρέχει δὲ πάντα τὰ προειρημένα, χρηστέον τοῖς πλείοσι καὶ κατὰ καιρὸν δυνατοῖς.
13tΠερὶ καταρχῶν καθολικῶν καὶ παρατηρήσεων
14καὶ ἄλλως πλατύτερον
15 Τὴν βασιλικὴν τάξιν καὶ ἡγεμονικὴν δύναμιν Ἥλιος καὶ Σελήνη τοῦ παντὸς ἀνειλήφασι· διὰ γὰρ τῶν πρὸς ἀλλήλους σχηματισμῶν καὶ τῶν ἐπισήμων φάσεων ἅπαντα ἀπεργάζονται. παραλαμβάνονται δὲ καὶ τὸν τῶν πλανω‐ μένων πρὸς αὐτοὺς σχηματισμὸν εἰς αὔξησιν καὶ ἐπίτασιν
20τῶν ἀποτελουμένων. ἐκ γὰρ τῆς τῶν φωστήρων κατὰ μῆνα συνόδου ἅπαντα κατά γε γῆν καὶ θάλασσαν ζωογο‐
νεῖται καὶ ἀλλοιοῦται. χρὴ οὖν ἐπὶ πάσης καταρχῆς τὴν83

84

προγενομένην σύνοδον ἤτε πανσέληνον σκοπῆσαι ὡς ἐπὶ γενέσεως, πρῶτον μὲν εἰ ἐπὶ τῶν κέντρων ἢ ἐπὶ τῆς τού‐ των ἐπαναφορᾶς εἴη χρηματίζουσα καὶ εἰ ἐν ἀγαθοποιοῦ ἀστέρος ζῳδίῳ ἢ μοίραις ἢ παρουσίᾳ ἢ σχήματι ἢ κακο‐
5ποιοῦ, ὁμοίως καὶ εἰ μετὰ τὴν σύνοδον συνάπτει ἀγα‐ θοποιῷ ἢ ἐναντίῳ, καὶ οὕτως καταστοχάζεσθαι τοῦ πράγ‐ ματος καθὼς ἂν ἔχῃ ἡ συζυγία πρός τε τὰ κέντρα καὶ τοὺς πλανωμένους. ἐπικέντρου γὰρ γενομένης τῆς συζυγίας μετὰ τῶν ἀγαθοποιῶν καὶ ἐπειγούσης πρὸς ἀγαθοποιούς,
10μεγίστας καὶ εὐδαιμονεστάτας δηλώσει πράξεις ἄχρι τέλους· ἐπὶ δὲ γενέσεως ἀποτελοῦνται βασιλεῖς, εὐδαί‐ μονες, πολυχρήματοι. ἐπὰν δὲ ἀγαθοποιοῖς συνοδεύσασα φέρηται ἐπὶ κακοποιούς, ποιήσει εὐγενεῖς 〈τοὺσ〉 γεννη‐ θέντας καὶ τὰς ἀρχὰς τῶν χρόνων ἔχοντας, ὕστερον δὲ
15ἐπὶ τὸ χεῖρον σφαλλομένους τῷ βίῳ· ἐὰν δὲ ἐναντίως εὑρε‐ θῇ ἡ συζυγία, δηλονότι καὶ τοὺς τικτομένους τὴν ἀρχὴν δυστυχοῦντας, τὰ δὲ τέλη εὐτυχεῖς. ἐὰν δὲ ἀπὸ κακοποιῶν εἰς κακοποιοὺς φέρηται, ταπεινοὺς ἐκ ταπεινῶν ἀποτελεῖ καὶ ἐπιμόχθους καὶ ἐν πᾶσι δυστυχεῖς καὶ κακομόρους.
20περισχεθεῖσα δὲ ὑπὸ τῶν κακοποιῶν ἡ σύνοδος ταπεινοὺς καὶ ἀβίους καὶ ἐπαίτας καὶ δυστυχεῖς ἐργάζεται. εὐεπιτεύκ‐ τους δὲ καὶ ἐμπράκτους ἐν πᾶσιν ἀποτελέσει ὅταν ὁ οἰκο‐ δεσπότης τῆς συνόδου ἀνατολὰς ἔχῃ καὶ ἐπιπαρὼν ἢ ἰδιο‐ τοπεῖ ἢ τριγωνίζεται πρὸς τὸν τόπον· ἐὰν δὲ ἀπόστροφος
25εὑρεθῇ ἢ ἐναντιωθῇ, οὐ ποιήσει. ἐπὶ δὲ τῶν ἐπαναφορῶν γενομένης τῆς συζυγίας καὶ τοῦ κυρίου αὐτῆς, μετὰ χρό‐ νον ἀποτελέσει τὰ πραττόμενα· ἐὰν δὲ ἐν τοῖς ἀποκλί‐ μασι, ἀργὰ καὶ ἀσυντέλεστα. ἐπισκοπητέον οὖν καὶ τὰ ἐν καταρχῇ πραττόμενα πάντα ὡς ἐπὶ γενέσεως προσκεψα‐
30μένους τὴν προγενομένην σύνοδον ἤτε πανσέληνον. ταῖς δὲ τῆς Σελήνης προσεκτέον φάσεσι σπουδαίως—λέγω δὲ ἐν αἷς τὸν Ἥλιον μετὰ τὰ ἀσύνδετα σχήματα κατὰ δια‐ μέτρους ἢ τριγώνους ἢ τετραγώνους ἀκτινοβολίας καὶ μαρ‐
τυρίας ἐφορῶσα καὶ ἐφορᾶται.84

85

(1t)

Περὶ φήμης καὶ ἀγγελίας
2 Εἴτε γὰρ φήμη τις ἢ ἄκουσμα ἢ κίνησις ἁπλῶς παντὸς πράγματος πόλει ἢ χώρᾳ ἢ τοῖς καθ’ ἕκαστον ἀνθρώποις γένηται ἢ περὶ γραμμάτων ἢ ἐντολῶν ἢ μαντειῶν πονη‐
5ρῶν καὶ τὸ ἀληθὲς ἐπιζητοίη τις, φάσιν μὲν ποιουμένης τῆς Σελήνης ἀληθῆ ταῦτα καὶ βέβαια εὑρεθήσεται, καὶ μάλιστα τοῦ Ἑρμοῦ συμπαρόντος ἢ μαρτυροῦντος αὐτῇ. καὶ ἐὰν ἀπῶσιν οἱ κακοποιοὶ δηλῶσιν ἐπ’ ἀγαθῷ τὸ πρᾶγ‐ μα, ἐὰν δὲ ἔμπαλιν οὐκ ἀγαθόν, ἢν δ’ ἀνακεκραμένοι τύχω‐
10σιν ὁμοίως ἀναμεμιγμένως. ἐπὰν δὲ ὁ τοῦ Ἑρμοῦ μετὰ τοῦ Ἄρεως ἐπίδωσι τὴν Σελήνην μὴ ποιουμένην φάσιν ἀπα‐ τηλὰ καὶ δόλια καὶ πανοῦργα καὶ ἐπίβουλα σημαίνει τὰ πραττόμενα ἢ ἀγγελλόμενα, καὶ μάλιστα ὅταν ᾖ ἐν τοῖς τῶν ἀστέρων τούτων ζῳδίοις ἡ καταρχή.
15 Πρὸς τούτοις δὲ καὶ τῇ φύσει τῶν ζῳδίων προσέχειν χρή. αὐτίκα ὁ Σκορπίος ἐγγὺς ὢν τοῦ Ζυγοῦ πολὺ αὐτῷ διαλλάσσει· ὁ μὲν γὰρ Ζυγὸς πρὸς τὸ δίκαιον καὶ ἀγαθὸν νένευκεν, ὁ δὲ Σκορπίος πρὸς τὰ ἐναντία καὶ βλαπτικά. τῆς οὖν Σελήνης τὴν φάσιν ἐχούσης ἐν Ζυγῷ ὁ μὲν ἀπο‐
20δρὰς ῥᾳδίως ἐπανήξει, ὁ δὲ τὴν ἄδικον δίκην εἰσάγων ἡττηθήσεται ὑπὸ τοῦ τὴν δικαίαν ἔχοντος, τὸ δὲ ἀπ‐ ολωλὸς εὑρεθήσεται· καὶ λήψεις καὶ δόσεις καὶ κοινωνίας ποιεῖσθαι συνοίσει.
24tΠερὶ δανείων
25 Δανείζειν τε καὶ δανείζεσθαι καὶ εὔχεσθαι καὶ αἰτεῖ‐ σθαι ἀμοιβὰς καὶ χάριτας, ἀσύμφορον δὲ καὶ οὐκ ἐπ’ ἀγα‐ θῷ κλέπτειν, ἁρπάζειν, ἐπιορκεῖν, ψεύδεσθαι ἢ ὅλως ἄδι‐ κόν τι πράττειν. ἐν δὲ τῷ Σκορπίῳ τῆς Σελήνης γενο‐ μένης τοὐναντίον· ἄδικα καὶ βίαια τοῖς ἐγχειροῦσι συνοί‐
30σει, ἀσύμφορον δὲ καὶ γάμον συντελεῖν.85

86

(1t)

Περὶ χρησμῶν
2 Καλῶς δὲ κειμένης μετὰ τοῦ Ἑρμοῦ ἐν τοῖς ἀνθρωπο‐ ειδέσι ζῳδίοις, καλὸν χρησμοὺς λαβεῖν, ὀνειροπολεῖσθαι, περὶ προγνώσεις ἔχειν· ἐν δὲ τοῖς αἰνιγματώδεσι καὶ ἀφώ‐
5νοις καὶ μάλιστα μετὰ Κρόνου φαντασίας κατοιχομένων καὶ θηρίων ἢ δεσμωτῶν ἀποδείκνυνται· τοῦ δὲ Διὸς ὁρῶντος αὐτήν, διὰ προφητῶν ἢ βασιλέων ἢ ἱερῶν ζῴων, ἐπισήμων ἀνδρῶν καὶ ἀληθευόντων· τοῦ δὲ τοῦ Ἄρεως διὰ τῶν οἰκείων ὅπλων καὶ στρατιῶν, σφαγῶν, ἁρπαγῶν καὶ
10δεισιδαιμονιῶν· τοῦ δὲ τῆς Ἀφροδίτης διὰ λίθων πολυ‐ τελῶν καὶ γυναικείων κόσμων καὶ προσώπων.
12tὙδραγώγια κατασκευάζειν καὶ φρεάτων
13tὀρυγὰς ποιεῖσθαι
14Οὔσης δὲ τῆς Σελήνης ἐν καθύγροις ζῳδίοις, ὑδραγώγια
15κατασκευάζειν καὶ φρεάτων ὀρυγὰς ποιεῖσθαι μαρτυροῦν‐ τος Κρόνου ἢ καὶ Ἑρμοῦ· τοῦ δὲ τοῦ Ἄρεως μετὰ τῆς Ἀφροδίτης, παραληπτέον ἐπὶ τῶν βαλανείων καὶ πλοίων τίθεσθαι τροπὴν ἢ νεολκεῖν ἢ καθέλκειν εἰς θάλασσαν καὶ τὰ πλευστικὰ ἅρματα ὠνεῖσθαι. τῆς Σελήνης οὔσης ἐν
20Τοξότῃ, Αἰγοκέρωτι, Ὑδροχόῳ, Ἰχθύσι, Καρκίνῳ, Ἀφρο‐ δίτης καὶ Ἑρμοῦ συμπαρόντων ἢ μεσουρανούντων ἢ ἐπι‐ θεωρούντων, ἀπόντων τῶν κακοποιῶν, συνοίσει γῆν πρία‐ σθαι.
24tΠερὶ φυτείας
25 Καὶ φυτεύειν ἐν Τοξότῃ καὶ Παρθένῳ, κήπους δὲ καὶ ἀμπελῶνας ἐν Καρκίνῳ καὶ Ἰχθύσι καὶ Ὑδροχόῳ, καὶ μάλιστα ἐν ἀνατολῇ οὔσης τῆς [Σελήνης] θεοῦ, ἐφορῶντος
Ἑρμοῦ καὶ Ἀφροδίτης.86

87

(1t)

Περὶ σωμάτων ἀγορασίας
2 Σώματα δὲ ἀγοράζειν καὶ πωλεῖν ἐν τοῖς ἀνθρωποει‐ δέσιν οὔσης αὐτῆς μετὰ τῶν ἀγαθοποιῶν καὶ Ἑρμοῦ· καὶ ἀπέστωσαν δὲ οἱ κακοποιοί.
5tΠερὶ κτηνῶν
6 Ἐν δὲ τοῖς κτηνώδεσι καλὸν κτήνη καθιστᾶν, Κριῷ, Ταύρῳ, Λέοντι, Τοξότῃ· ἀγέλας δὲ Κριῷ, Αἰγοκέρωτι.
8tΠερὶ ἵππων καὶ βοοτροφῆς
9Ἐν δὲ Διδύμοις ἱπποτροφεῖν, βοοτροφεῖν δὲ ἐν Καρκίνῳ
10καὶ Ταύρῳ.
11tΓυναικὶ ὁμιλεῖν
12 Σύμφορον δὲ γυναικὶ πρώτως ὁμιλεῖν ἐν Ζυγῷ οὔσης τῆς θεοῦ· προσφιλεῖς γὰρ καὶ ἡνωμέναι γίνονται. τοὐναν‐ τίον δὲ ἐν Σκορπίῳ, Τοξότῃ, Λέοντι· ταχὺ γὰρ διαλύονται.
15tΓυναιξὶ ὁμιλεῖν ξέναις
16 Ξέναις καὶ ἀλλοτρίαις γυναιξὶ μίγνυσθαι ἐν Αἰγοκέρωτι καὶ Διδύμοις καὶ Ἰχθύσι· παραμένουσιν ἀβλαβεῖς αἱ μίξεις, μάλιστα δὲ καὶ Σκορπίῳ. ἀσύμφορον δὲ χωρίζεσθαι εἰς ἑτέρους τόπους ἐν Τοξότῃ.
20tΠότε χρὴ ποιεῖσθαι ἐξόδους χερσαίους
21tκαὶ θαλαττίους
22 Ποιεῖσθαι δὲ χρὴ τὰς ἐξόδους τῆς Σελήνης οὔσης ἐν τοῖς χερσαίοις, ἐν δὲ τοῖς ἐνύγροις τὰς ἀναγωγὰς τοῦ πλοῦ, ἐν δὲ τοῖς ἀμφιβίοις, τουτέστιν Καρκίνῳ καὶ Αἰγοκέρωτι, πρὸς
25ἀμφότερα χρηστέον. οὐδὲν δὲ κωλύει καὶ ἐν τοῖς ἀνθρω‐ ποειδέσι καὶ χερσαίοις χωρὶς τῶν κακοποιῶν ὁδοῦ ἢ πλοὸς
κατάρχεσθαι.87

88

(1t)

Πότε χρὴ ὀρύσσειν
2 Ἐν δὲ τοῖς χερσαίοις καὶ στερεοῖς καθεστώσης αὐτῆς ὀρύσσειν χρὴ ὅσα κατὰ γῆν προσήκει μέταλλα, θεμελίους, θησαυρούς, μάλιστα δὲ καὶ Σκορπίῳ ἐπεὶ καὶ φωλεύει.
5tΠότε χρὴ οἰκοδομεῖν
6 Οἰκοδομεῖν δὲ ἐν τοῖς αὐτοῖς ζῳδίοις πλὴν τῶν τροπι‐ κῶν.
8tΠότε μνημεῖα καὶ τάφους κτίζειν
9Μνημεῖα καὶ τάφους κτίζειν χρὴ σχηματιζομένου Κρόνου
10καὶ Ἑρμοῦ.
11tΠότε εὐχὰς θεοῖς διδόναι
12 Εὐχὰς δὲ θεοῖς ἀποδιδόναι ἐν τοῖς τροπικοῖς οὔσης καὶ ἐπὶ φάσεως ἀγαθῆς τῆς Σελήνης ὡς μᾶλλον ὑπακούειν.
14tΠαρακαταθήκην λαμβάνειν
15 Παρακαταθήκας λαμβάνειν οὔσης ἐν Ὑδροχόῳ ἀσύμ‐ φορον καὶ ἀχαριστίας αἴτιον.
17tΠότε κτηνοτροφεῖν
18 Κτηνοτροφεῖν δὲ ἐν Ταύρῳ καὶ ἐν Λέοντι ἵππους, Σκορ‐ πίῳ δὲ κύνας καὶ ὄνους.
20tΠότε διδάσκειν καὶ παλαιστρεῖν
21 Εἰς διδασκαλίαν καὶ εἰς παλαίστραν συνιστάναι Διδύμοις καὶ ζυγῷ καὶ Ὑδροχόῳ καὶ Παρθένῳ, καὶ παντὶ δὲ εἴδει μαντικῆς χρηστέον.
24tΠότε θηρεύειν
25 Θηρεύειν δὲ ἐν τοῖς θηριώδεσι ζῳδίοις τὴν διὰ κυνῶν θήραν, ἐν δὲ τοῖς πτερωτοῖς τὰ πτηνά, ἁλιεύειν δὲ ἐν τοῖς
καθύγροις.88

89

(1t)

Πότε κατατίθεσθαι χρήματα
2 Κατατίθεσθαι δὲ χρήματα κατὰ γῆν συνοίσει ἐν Σκορ‐ πίῳ καὶ Λέοντι 〈καὶ〉 Παρθένῳ.
4tΠότε ἐργαστήρια ἀνοίγειν
5 Ἐργαστήρια δὲ ἀνοίγειν καὶ βίον συλλέγειν καὶ ὅσα σταθμοῖς καὶ μέτροις χρῆται ἄμεινον ἐν Ζυγῷ οὔσης τῆς Σελήνης, κατὰ τὴν τάξιν δευτέραν ἐν Καρκίνῳ, κατὰ τὴν τρίτην ἐν Κριῷ. ἀγοράζειν δὲ Ἰχθύσι καὶ Ὑδροχόῳ πᾶν ἔνυδρον.
10tΠότε μετοικίζειν
11 Μετοικίζεσθαι δὲ δεῖ καὶ μεταβαίνειν ἐν τοῖς ἀνθρωπο‐ ειδέσι ζῳδίοις, καὶ ἐν Καρκίνῳ δὲ ἄμεινον διὰ τὸ οἶκον αὐτῆς εἶναι.
14tΠότε ποιεῖν κοινωνίας πρὸς φίλους
15 Κοινωνίας δὲ πρὸς φίλους ποιεῖν ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις.
17tΠότε ὠνεῖσθαι σώματα
18 Σώματα δὲ ἀγοράζειν, ἐν μὲν τοῖς στερεοῖς παράμονα μὲν σημαίνει, αὐθάδη δέ· ἐν τοῖς ἀνθρωποειδέσιν ἐπιεικῆ
20καὶ ὑποτακτικά, ἐν δὲ τοῖς τροπικοῖς εἰς μετάπρασιν.
21tΠότε ὠνεῖσθαι σύγκοιτον ἤτοι παλλακήν
22 Ὠνεῖσθαι δὲ σύγκοιτον ἤτοι παλλακὴν ἐν Παρθένῳ, Ζυγῷ, Ταύρῳ.
24tΠερὶ γάμων συγγραφῆς
25 Τὰς δὲ τῶν γάμων συγγραφὰς ποιεῖσθαι Παρθένῳ, Ζυγῷ, Ὑδροχόῳ, Τοξότῃ· παράμονοι γὰρ οὕτως ἔσονται
αἱ συμβιώσεις, τοὐναντίον δὲ Ταύρῳ, Ἰχθύσιν, Κριῷ.89

90

(1t)

Θανάτῳ χωρισμός
2 Θανάτῳ δὲ ὁ χωρισμὸς γίνεται ἐν Σκορπίῳ, καὶ μάλιστα ὅταν ἡ Σελήνη τὸ κέντρον αὐτοῦ διαπορεύηται, ἐὰν δὲ καὶ τῶν κακοποιῶν τις ἐπίδῃ, ἀδηρίτως τὸ τοιοῦτον συμβή‐
5σεται.
6tἈμπελῶνας καὶ κήπους σπείρειν
7 Ἀμπελῶνας δὲ καὶ κήπους ἐν Ἰχθύσι καὶ Καρκίνῳ καὶ ἐν τοῖς ἐσχάτοις τοῦ Αἰγοκέρωτος, σπείρειν δὲ ἐν Τοξότῃ καὶ Παρθένῳ, τρυγᾶν δὲ ἐν τοῖς καθύγροις Ἀφροδίτης καὶ
10Ἄρεως καὶ Ἑρμοῦ ὁρώντων.
11tΠερὶ μασθοδοσίας
12 Παρατηρεῖν δὲ ἐν ταῖς κτίσεσι κενοδρομοῦσαν τὴν Σελή‐ νην καὶ ἐν ταῖς ἄλλαις καταρχαῖς, καὶ λειψίφωτα. ἐν ταῖς μασθοδοσίαις τῶν βρεφῶν τὸν Κριὸν φυλάττεσθαι χρή·
15νόσων γὰρ καὶ λειπογαλαξίας αἴτιος ἔσται.
16tΠερὶ ἀποκυήσεως
17 Ἐὰν ἐπὶ τῆς ἀποκυήσεως εὑρεθῇ ἡ Σελήνη φερομένη πρὸς τοὺς κακοποιοὺς χωρὶς τῶν ἀγαθοποιῶν, κακῶς τὸ τικτόμενον ἀπόλλυται εἴσω ἡμερῶν ἑπτά.
20tΘεωρήματα νόσων
21 Ἐν δὲ ταῖς κρισίμαις τῶν νόσων ἐὰν εὑρεθῇ συνοῦσα τῷ Κρόνῳ λειψίφεγγος, θάνατον ὑπονοητέον· ἡ δὲ τοῦ θανάτου ποιότης προεγνωσμένη κατὰ τὴν γένεσιν. καὶ εἰ ἐπιταθῇ αὐτὴ τοῖς νοσοῦσι καταστοχαστέον τούτου.
25ὅταν δέ τις δοκῶν εὐημερεῖν καὶ ἐν ἀγαθῇ ἡμέρᾳ ἄρξηται νοσεῖν, ἐν δὲ τῇ κρισίμῳ ἡμέρᾳ μὴ ἀπαλλαγῇ ἀλλὰ παρολ‐ κὴν ἔχει κινδυνῶδες καὶ τέλους ἐπακτικὸν τὸ τοιοῦτον νοείσθω, καὶ μάλιστα ὅταν ἀστέρος οἰκοδεσπότου ἢ τοῦ
ζῳδίου ἀναφορὰ συμπληροῦται, ὁμοίως δὲ ἐπὰν ᾖ ἡ Σελή‐90

91

νη καὶ πρὸς τοὺς ἀγαθοποιοὺς ἢ μοίρας αὐτῶν ἐν τῷ ηʹ ἢ τῷ ϛʹ (τὸ μὲν θανατικὸν ἀπέστη, τὸ δὲ τοῦ σίνους), οὐ καλή. παρετηρήθη δὲ πολλάκις ἐπὶ τῶν πολυχρονίως καμ‐ νόντων ἢ καὶ αἱρουμένων τὸ ἀποθανεῖν τοῦ ζῆν διά τινας
5ὑπερβαλλούσας κακίας τῶν νόσων καὶ παθῶν ἢ καὶ ἑτέρας συμφορὰς πρὸς τοὺς ἀγαθοποιοὺς συνάπτουσα ἢ καὶ τῶν ἀγαθοποιῶν καλῶς σχηματισάντων πρὸς τὴν γένεσιν ἐν τῇ παρόδῳ τὰ τοιαῦτα τὴν ἀπαλλαγὴν τοῦ βίου ποιοῦν‐ ται. ὅταν δὲ ὁ τὸ σίνος σημαίνων ἀστὴρ εὑρεθῇ ἐν τῷ δυτι‐
10κῷ κέντρῳ ἢ ἐν τῷ ηʹ (τουτέστι τῷ θανατικῷ τόπῳ) ἐξ ἐκείνου τοῦ πάθους τὴν τελευτὴν ἔσεσθαι ὁριστέον, ἐπὰν δὲ καὶ ὑπὸ ἀγαθοποιῶν μὴ θεωρῆται ὁ τοῦ σίνους καὶ πάθους σημαντικὸς ἀστήρ, ἐξ ἐκείνου τοῦ πάθους ἡ τελευ‐ τὴ ἔσται. παρεφυλάχθη δὲ καὶ τοῦτο· ταῖς μὲν εὐτυχέσι
15καὶ ἐν ὑπεροχαῖς γενεαῖς τὰ κακὰ μέτρια γίνεσθαι ὥσπερ ἐπὶ πόλεως τὰ ἀγαθὰ ταῖς δυστυχίαις.
17tΠότε δεῖ καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων
18tπαρατηρεῖν
19Παρατηρητέον δὲ ἐπὶ τῶν καταρχῶν ὡς ἐπὶ γενέσεως
20καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων. ἑνὸς δὲ ἑκάστου εἴδους καὶ πράγματος κατὰ τὴν καταρχὴν τοὺς δοτῆρας καὶ κυρί‐ ους ἐφορατέον συσχηματιζομένους τῇ Σελήνῃ ὅπως συμ‐ φώνως καὶ τελείως ἕκαστον τῶν πραττομένων ἀποβῇ. ὅταν γὰρ ζητῶμεν περὶ ἐγγαίων ἢ ἐπιτροπῆς ἢ κληρονο‐
25μιῶν, Κρόνον καλῶς κείμενον παραλαμβάνομεν, 〈περὶ βασιλειῶν δὲ καὶ ἡγεμονιῶν δηλον〉ότι Δία, καὶ πολεμι‐ κῶν Ἄρην, ἐρωτικῶν δὲ Ἀφροδίτην, φιλιῶν καὶ πραγ‐ ματειῶν Ἑρμῆν ἀκάκωτον. ἰστέον δὲ ὅτι ὅταν συνῇ τῷ Ἡλίῳ ὁ τοῦ Ἑρμοῦ, ἐμφανῆ τὰ λαθραίως πραττόμενα
30καθίστησιν. Λεπτομερέστερον δὲ καὶ οἱ ἀρχαῖοι ἀνέγραψαν περὶ τῶν
τῆς Σελήνης μόνης ἐπεμβάσεων, ἃ καὶ αὐτὰ παρατιθέμεθα.91

92

(1t)

〈Σελήνη Κριῷ〉
2 Ἐν Κριῷ αὐτῆς οὔσης ὑπὲρ γῆν μετὰ μοίρας θ ἐπιτή‐ δειον εἰς ἀποδημίαν καὶ ἀγορασίας εὐσχήμονας ποιεῖ‐ σθαι, ἀγρούς τε γεωργεῖν καὶ κουρὰν τετραπόδων καὶ θεμε‐
5λίων ἀρχὰς καὶ συνθήκας καὶ δανείσματα καὶ ἱστουργίας, ἁρμόζει δὲ καὶ ταῖς φθείρειν προειρημέναις, ἐν δὲ τῇ βʹ πεντεκαιδεκαμοιρίᾳ τοῖς κατὰ τὴν ἕω ἐξουσίαν καὶ ἀρχὴν παραλαμβάνουσιν αἴσιον, ἀνάρμοστον γάμους ποιεῖν καὶ πατρῴων κτημάτων παραλήψεις ποιεῖσθαι ἐπιζήμιον.
10tΣελήνη Ταύρῳ
11 Ἐν δὲ τῷ Ταύρῳ περὶ τὴν αʹ πεντεκαιδεκαμοιρίαν αἴσιον ὁδοιπορεῖν, γεωργεῖν, σπείρειν, φυτεύειν, ὠνεῖσθαι δού‐ λους, τετράποδα, οἰκοδομάς τε καὶ φρέατα ἐργάζεσθαι, ἀγαθόν τε ἱδρύειν βωμούς τε καὶ ἱερά, ἀρχάς τε καὶ ἐξου‐
15σίας λαβεῖν περὶ τὰ νότια κλίματα, ἐν δὲ τῇ ἄλλῃ πεντε‐ καιδεκαμοιρίᾳ ταῖς ἐκτιτρωσκούσαις σύμφορον, ἀβέβαιόν τε καὶ γαμεῖν καὶ τέκνα τρέφειν (τὰ γὰρ τέκνα ἐν πλάνῃ καὶ κοπιότητι ἔσται), καὶ τὸ μισθοῦσθαί τι ζημιῶδες.
19tΣελήνη Διδύμοις
20 Τῶν δὲ Διδύμων ἕως τοῦ ἥμισυ ἀπότρεπτον πράγματος κατάρχεσθαι, κατὰ δὲ τὸ ἄλλο ἥμισυ πράσσειν συνοίσει καὶ γαμεῖν καὶ τέκνα τρέφειν, ὠνεῖσθαί τε οἰκίας καὶ ἀγρούς, ὅρκους καὶ πίστεις ποιεῖσθαι, ἐπί τε παλαιοῖς καὶ τεθεμελιωμένοις οἰκοδομεῖν καὶ γεωργεῖν καὶ φυτεύειν,
25τέχνας παραδοῦναι μαθητάς, παρακαταθήκας γῇ, τιθέναι δὲ οἰκητὰς καθιστᾶν, ἀρχὴν ὑποδέχεσθαι καὶ ἐπίταγμα ἀνύειν, ἐπικίνδυνον δὲ ἐκτιτρώσκειν, ἔχθρας κατασκευά‐
ζειν, πλεῖν ἢ τόπων ἀναχωρεῖν ἢ προσώπων.92

93

(1t)

Σελήνη Καρκίνῳ
2 Ἐν Καρκίνῳ κατὰ τὸ αʹ ἥμισυ αἴσιον γαμεῖν, τέκνα τρέφειν, συνωνεῖσθαι, καὶ μάλιστα δι’ ὑγρῶν πλεῖν ἀσφα‐ λὲς πλὴν βραδυτῆτα ἔχον, ἐν δὲ τῷ ἄλλῳ ἡμίσει ἐχθροῖς
5ἐπιτίθεσθαι, δολοποιεῖν, ἁλιεύειν, κηπωρεῖν, φυτεύειν, σπείρειν, μέταλλα ὀρύγειν, ποταμοὺς καὶ φρέατα καὶ κο‐ λυμβήθρας διορύσσειν, παρακαταθήκας γῇ διδόναι, χρέη λαμβάνειν ἢ διδόναι, παραφυλάσσεσθαι δὲ τὰς ἀπὸ ξηρῶν ἐργασίας συνισταμένας, ἄρρενα δὲ σώματα πρίασθαι,
10ἔχθρας δὲ ἀποφυγεῖν καὶ μάχας (ἀδιάλυτοι γὰρ ἔσονται).
11tΣελήνη Λέοντι
12 Ἐν δὲ Λέοντι ἀπὸ τῆς ιʹ μοίρας τετράποδα πάντα καὶ μάλιστα τὰ μείζονα συνωνεῖσθαι καὶ διοικεῖν καλὸν καὶ ἐπιβαλέσθαι ἀρχαῖς καὶ ἐξουσίαις καὶ δανείζεσθαι, ἐπι‐
15βλαβῆ δὲ ὁδοῦ ἄρξεσθαι ἢ πλοός, οἰκέτας παραφυλάσ‐ σεσθαι καὶ ἐχθρῶν ἐπιθέσεις (τὰ δὲ ἀπολλόμενα δυσανα‐ κόμιστα ἔσται), γαμεῖν οὐκ αἴσιον οὐδὲ γυναικὶ ἐκτιτρώ‐ σκειν.
19tΣελήνη Παρθένῳ
20 Ἐν δὲ τῇ Παρθένῳ κάλλιστον σῖτον, χρυσόν, ἀργύριον, ἱμάτια, σώματα καὶ ὅσα πρὸς κόσμον χρήσιμα ἀγοράζειν, οἰκοδομάς τε ποιεῖσθαι παντοίας, καινοῖς τε χρῆσθαι σκεύεσι καὶ ἱματίοις, μετάλλων τε ἐνάρχεσθαι καὶ φυτεύ‐ ειν καὶ σπείρειν καὶ γεωργεῖν πλὴν ἀμπέλου, γαμεῖν τε
25ἀπὸ χηρείας (αἱ γὰρ παρθένοι ἀσύμφοροι), καὶ τὸ μετοι‐ κίζεσθαι δὲ καὶ μισθοῦσθαι καὶ δανείζεσθαι καὶ ἐκτιτρώ‐ σκειν, πατρῷα παραλαμβάνειν, πλοῦ τε ἐνάρχεσθαι, οἶνόν τε καὶ ἔλαιον διοικεῖν οὐ συνοίσει, ἱστουργεῖν τε καὶ τίκτειν
σύμφορον.93

94

(1t)

Σελήνη Ζυγῷ
2 Ἐν δὲ Ζυγῷ πάντα τὰ ἐκ δικαίου καὶ ἀγοράζειν καὶ πωλεῖν καὶ ὅσα διὰ μέτρων καὶ σταθμῶν, χρέος τε λαμ‐ βάνειν, ὁδεύειν, ἀρχὴν καὶ ἐξουσίαν λαμβάνειν καὶ μάλι‐
5στα τῶν πρὸς βορ〈ρ〉ᾶν τόπων, θεμελίους τιθέναι οἰκο‐ δομὰς ἄνευ τοῦ στεγάζειν, ποταμοὺς δὲ αἱρεῖν, φρέατα ὀρύσσειν καὶ ἱστουργεῖν καὶ γαμεῖν καὶ φιλίας καὶ ἱλαρίας μετέχειν, ἐναντία δὲ ἀγοράζειν, οἰκίας ἢ χώρας μισθοῦ‐ σθαι ἢ μετοικίζεσθαι ὅσα τε ἀπὸ ξηρῶν συνέστηκεν ἀνάρ‐
10μοστον, ἐκτιτρώσκειν δὲ ἐπικίνδυνον καὶ ταῖς αὐτομάτως τοῦτο παθούσαις.
12tΣελήνη Σκορπίῳ
13 Ἐν δὲ τῷ Σκορπίῳ χρήσιμον ὁδοιπορεῖν, πλεῖν, ἐν δὲ ταῖς ἀγορασίαις καὶ πράσεσιν ἐπίβουλον ἐχθροῖς ἐπιτίθε‐
15σθαι, πύλας καθιστᾶν, ἱερὰ ἱδρύειν καὶ βωμόν, ἐπὶ πόλεων οἰκονομεῖν, ἀγεώργητον χώραν γεωργεῖν, φρέατα ὀρύσ‐ σειν καὶ μεταμπελεύειν καὶ παρακατατίθεσθαι γῇ, τόπους τε διαιρεῖν, τῶν δὲ σκευῶν ποτῶν κενῶν χρῆσιν ποιεῖσθαι, ὕδωρ τε ἄγειν καὶ ποταμόν. ἅπαντα δὲ ταῦτα περὶ τὴν
20〈αʹ〉 πεντεκαιδεκαμοιρίαν συνοίσει, ἄχρηστα δὲ τὰ περὶ τὴν βʹ· γάμος ἐὰν γένηται ἡ νύμφη δούλοις μιχθήσεται, ἀσύμφορον δὲ κοινωνίας ποιεῖν καὶ ἰατρὸν κάμνοντι ἐπ‐ εισάγειν καὶ ἐκτιτρώσκειν ἐπισφαλές.
24tΣελήνη Τοξότῃ
25 Ἐν δὲ τῷ Τοξότῃ ἁρμόζει πλεῖν τοῖς ἐπὶ τὰ οἰκεῖα, εἴτε ἱπποτροφεῖα καὶ βουκολεῖα καὶ κτηνοτροφεῖα ἐπωφελές, κιχρᾶσθαί τε ἀλλότρια καὶ δανείζεσθαι καὶ τὰ ἐκτὸς ὄντα εἰς τὴν οἰκίαν ἀπολαβεῖν, ἐχθροῖς τε ἐπιτίθεσθαι ἐναρ‐ γές, πατρῷα δὲ ἀπολαμβάνειν καὶ ἀλλότρια, οἰκοδομεῖν
30καὶ θεμελίους τιθέναι καὶ κύνας ἀγοράζειν καὶ ἁλιεύειν
καὶ κυνηγεῖν καὶ ἱστουργεῖν, ἐπὶ βλάβῃ δὲ πιστεύεσθαι,94

95

δανείζειν, κιχρᾶν, ἀποδημεῖν, ὁδοῦ ἐπανέρχεσθαι (χρόνιος γὰρ ἔσται ἡ ὁδός), οὐ συμφέρει δὲ ἰατρὸν εἰσάγειν οὔτε καθαίρεσθαι οὔτε ἐκτιτρώσκειν.
4tΣελήνη Αἰγοκέρωτι
5 Ἐν δὲ Αἰγοκέρωτι ἁρμόζει θρέμματα συνωνεῖσθαι καὶ πιπράσκειν καὶ ἐμπορεύεσθαι καὶ πλεῖν καὶ πετεινὰ ὠνεῖ‐ σθαι καὶ θηρᾶν καὶ φρέατα ὀρύσσειν καὶ τὰ ἐμπεφραγμένα διανοίγειν καὶ τοίχους ἀνεγείρειν, τά τε κατὰ τὴν οἰκίαν ἐνάρχεσθαι καλόν, φιλίᾳ τε κοινωνεῖν καὶ ἐξ ἀποδημίας
10εἰς τὰ οἰκεῖα ἐπανέρχεσθαι κατά τε γῆν καὶ θάλατταν, τέχνην τε διδάσκειν καὶ μουσικά, κοινοῖς τε ἀφροδισίοις χρῆσθαι καὶ ἱστουργεῖν, ἐπικίνδυνον δὲ ταῖς ἐκτιτρω‐ σκούσαις καὶ ὁδοῦ ἐνάρχεσθαι ἐπισφαλές.
14tΣελήνη Ὑδροχόῳ
15 Ἐν δὲ Ὑδροχόῳ πλοῦ καὶ ὁδοιπορίας καὶ ὅσα δι’ ὑγρῶν καὶ σταθμῶν συνωνεῖσθαι, οἰκοδομεῖν καὶ κοσμεῖν οἰκίας καὶ τὰ ἐμπεφραγμένα ἀνοίγειν, κοινοῖς χρῆσθαι, γεωργεῖν, φυτεύειν, σπείρειν, ὀρύσσειν φρέατα καὶ ποταμὸν καὶ κολυμβήθρας καὶ ὅσα ἐν γῇ κατετέθη, ἱστουργεῖν, ἀκίν‐
20δυνόν τε ταῖς ἐκτιτρωσκούσαις· ὀμνύναι ἢ πράσσειν τι ἄδικον οὐκ ἐπιτήδειον, ὁρκίζειν δὲ καὶ πᾶν ὅπερ τοῦ δικαίου ἔχεται πράττειν ἀκώλυτον.
23tΣελήνη Ἰχθύσιν
24Ἐν δὲ τοῖς Ἰχθύσιν οὔσης τῆς Σελήνης καὶ πλοῦ κατάρ‐
25χεσθαι καὶ ὁδοῦ καὶ συνωνεῖσθαι καὶ ἐμπορεύεσθαι κατά τε γῆν καὶ θάλατταν καὶ ὅσα ἐξ ὑγρῶν καὶ μάλιστα ὅσα ἐκ θαλασσίας παρασκευῆς παιδὶ ἑκάστῳ κτᾶσθαι καὶ τὰ πρὸς ἁλείαν καὶ θήραν καὶ στρατείαν ἑτοιμάζεσθαι, ἐπιτί‐ θεσθαί τε καὶ μάχεσθαι καὶ ἰξεύειν καὶ κοινωνίας κατάρ‐
30χεσθαι καὶ φιλίας, γαμεῖν τε καὶ ὅσα πρὸς ἰσότητα συμ‐95

96

φέρει εἰ καὶ ἡ γαμηθεῖσα λοίδορός τις καὶ λάλος καὶ μοι‐ χάς, φυλάσσεσθαι δὲ δεῖ οἰκοδομεῖν. τὰ δὲ προειρημένα πάντα ἐναργέστερα γίνεται πρός τε ὠφέλειαν ἢ κάκωσιν ἀπὸ τῆς κοινωνίας τῶν ἄλλων ἀστέρων· οὐ γὰρ μόνον χρὴ
5τὴν τοπικὴν στάσιν τῆς Σελήνης διακρίνειν, ἀλλὰ καὶ τὰς μαρτυρίας Ἡλίου τε καὶ τῶν πέντε ἀστέρων. Ἔμπρακτοι δὲ ἡμέραι νοοῦνται ὅταν γένηται ἡ Σελήνη ἐν τῷ κατὰ γένεσιν ζῳδίῳ ἢ κατὰ τρίγωνον αὐτοῦ σὺν ἀγαθοποιοῖς ἢ καὶ ἐν παντὶ ζῳδίῳ μετὰ τῶν ἀγαθοποιῶν
10ἀπόντων τῶν φθοροποιῶν πλὴν πανσελήνου καὶ συνόδου· καὶ αἱ ὧραι δὲ ἔμπρακτοι γίνονται ὁπόταν ὡροσκοπῇ τὸ τῆς γενέσεως ζῴδιον ἢ καὶ κατὰ τρίγωνον σχηματίζηται ἢ καὶ συναναφέρηται τῷ ὡροσκόπῳ, τουτέστιν ἵνα ᾖ ἐν τῷ βίῳ.
15tβʹ. Περὶ τοῦ ποταπὸν ἕξει τέλος ἕκαστον τῶν
16tπραττομένων
17 Ἐπισκέπτου τῆς Σελήνης τὰ φῶτα καὶ τὸν δεσπότην τοῦ οἴκου ἐν ᾧ ἐστιν, ἔτι μὴν καὶ τὸν ὡροσκόπον τῆς καταρ‐ χῆς καὶ τὸ μεσουράνημα. ἐὰν οὖν ἡ Σελήνη τύχῃ ἐπί τινος
20τούτων τῶν κέντρων διοδεύουσα, ὁ δὲ οἰκοδέκτωρ αὐτῆς ἐν τοῖς ἀποκλίμασιν, ἔσται τὰ κατ’ ἀρχὴν τοῦ πράγματος λαμπρά, τὰ δὲ τέλη σκοτεινὰ καὶ ἄχρηστα, ἐὰν δὲ πάλιν ἡ Σελήνη μὲν ἐν τοῖς ἀποκλίμασιν ᾖ, ὁ δὲ κύριος τοῦ αὐτῆς οἴκου ἐν τοῖς κέντροις, τὰ κατ’ ἀρχὴν οὐδαμινὰ καὶ ἄχρη‐
25στα, τὰ δὲ τελευταῖα λαμπρά. εἰ δὲ καὶ ἄμφω εἶεν ἐν τοῖς κέντροις καὶ τὰ πρῶτα καὶ τὰ τελευταῖα καλά, εἰ δὲ ἄμφω
ἐν τοῖς ἀποκλίμασιν ὁμοίως ἡ ἀρχὴ καὶ τὸ τέλος ἄχρηστον.96

97

καὶ ἐπὶ τοῦ Ἡλίου δὲ καὶ τοῦ οἰκοδεσπότου αὐτοῦ ὁμοίως τῇ Σελήνῃ σκέπτου, καὶ μάλιστα ἐπὶ τῶν ἡμερινῶν γενέ‐ σεων. Χρὴ δὲ καὶ τὰς συναφὰς τῆς Σελήνης ὁρᾶν τὰς πρὸς τοὺς
5ἀστέρας γινομένας. [ἐὰν γὰρ πρώτοις μὲν τοῖς ἀγαθοποιοῖς συνάπτῃ, ὕστερον δὲ τοῖς κακοποιοῖς, τὰ μὲν πρῶτα ἔργα ἀγαθὰ ἐκβήσεται, τὰ δὲ τελευταῖα οὐκ ἀγαθά, ἐὰν δὲ πάλιν ᾖ αἱ μὲν ἀρχαὶ ἀγαθαί, τὰ δὲ τέλη φαῦλα. ἐὰν δὲ ἥ τε πρώτη συναφὴ καὶ ἡ δευτέρα πρὸς ἀγαθοποιοὺς γένη‐
10ται πάντα ἔσται τά τε πρῶτα καὶ τὰ τελευταῖα ἀγαθά, ἐὰν δὲ πρὸς κακοποιούς, ἀμφότεραι δηλονότι, πάντα κακά. ἐὰν δὲ οἱ ἀγαθοποιοὶ ὦσιν μετὰ τῆς Σελήνης, οἱ δὲ κακοποιοὶ μετὰ τοῦ ὡροσκόπου, αἱ μὲν καταρχαὶ τοῦ ἔργου κακαί, τὰ δὲ τέλη ἀγαθά, ἐὰν δὲ ἔμπαλιν ᾖ αἱ μὲν
15ἀρχαὶ ἀγαθαί, τὰ δὲ τέλη φαῦλα. ἐὰν δὲ ἐπί τινος κέντρου γένηται ἡ πρὸ τῆς καταρχῆς συζυγία ἢ ἐν ἀγαθοποιοῦ ἀστέρος ζῳδίῳ ἢ μοίραις ἢ παρουσίᾳ ἢ σχήματι μεγίστας καὶ εὐδαιμονεστάτας δηλώσει τὰς πράξεις ἄχρι τέλους.] παρατηρητέον δὲ καὶ τὸν κλῆρον τῆς τύχης ἐν πάσῃ καταρ‐
20χῇ καὶ τοὺς ἀγαθοποιοὺς θετέον σὺν αὐτῷ ἢ ἐποπτεύον‐ τας αὐτόν.
22tγʹ. Περὶ κτίσεως καὶ οἰκοδομιῶν
23 Ἐὰν βουληθῇ τις εὐδαίμονα πόλιν κτίσαι καὶ παρά‐ μονον, ὁμοίως δὲ ναῶν τε καὶ οἴκων καὶ τειχῶν οἰκοδομίας
25καταβαλέσθαι, ἐπιτηρείτω τὴν Σελήνην ἐν τῷ βασιλικῷ
τριγώνῳ παροδεύουσαν κατὰ τὸν καιρὸν καὶ τὴν καταρ‐97

98

χὴν τῆς περιγραφῆς ἤτοι θεμελιώσεως καὶ ὑπὸ πάντων τῶν ἀστέρων καλῶς μαρτυρουμένην· οὕτω γὰρ τυχοῦσα ὑπὸ μεγίστων βασιλέων ἤτοι ἀρχόντων τὸ κτίσμα καὶ τὴν τούτου ἐπιμέλειαν καὶ φροντίδα ἔσεσθαι μηνύει καὶ ἐνδιαί‐
5τημα βασιλέων καὶ θεοῖς προσφιλές, ἐπίσημόν τε καὶ ἔνδοξον καὶ πολυχρόνιον. ἢν τύχῃ δ’ ἀπολειπόμενός τις τῶν ἀστέρων τῆς προσφόρου μαρτυρίας, τὸ ἐνδεὲς περὶ τὴν πόλιν ἐσόμενον ἐντεῦθεν συνοραθήσεται· τοῦ μὲν γὰρ Ἄρεως ἀποκεκλικότος καὶ ἀποστρόφου τυγχάνοντος τῇ
10καταρχῇ ἐνδεὴς ἔσται ὅπλων καὶ ἀσθενήσει περὶ τὰ πολε‐ μικά, τῆς δὲ Ἀφροδίτης ὁμοίως ἀσυνδέτου τυχούσης χαρί‐ των καὶ τρυφῆς καὶ ἀστειότητος ἐκτὸς ἔσται καὶ τοῦ φιλεῖσθαι, ἢν δὲ ἀπὸ Διὸς ἀθεώρητος ἡ καταρχὴ γένηται εὐεπηρέαστος ἔσται, οὐδεμιᾶς [ἐκβάσεως] φροντίδος ἢ
15κηδεμονίας μετέχουσα, τοῦ δὲ Ἑρμοῦ ἀσυσχηματίστου ὄντος οὐ φρόνησις, οὐ λόγων ἄσκησις ἐν αὐτῇ ἔσται. Εἰ δὲ συμβαίη ἐναντιοῦσθαι τὸν τοῦ Ἄρεως ἢ τὸν τοῦ Διὸς τοῖς φωστῆρσι καὶ πολέμων πειραθήσεται ἡ πόλις, καὶ μάλιστα ὅταν κατὰ τῶν τετραγώνων γένηται ἡ Σελήνη
20κατὰ τὸν τοῦ διαστήματος πρὸς ἀναφορὰν χρόνον (τουτ‐ έστι τοῦ ζῳδιακοῦ μοίρας ϙ), συμβαίνει δὲ μὴ πάντας τοὺς ἐνοικοῦντας θανάτῳ ἢ λαφυραγωγίᾳ καὶ δουλείᾳ ὑποπίπτειν τῷ μὴ πάντα τὰ κατασκευάσματα αὐτῆς καὶ τὴν κτίσιν ὑπὸ μίαν καιροῦ ῥοπὴν τὴν καταρχὴν λαμβά‐
25νειν. ὥσπερ δὲ ἐπὶ τῶν γενέσεων ἡ τετράγωνος πλευρὰ τὸ τέλος τῆς ζωῆς ἐπιτίθησιν, τότε εἴωθε συμπληροῦσθαι τὰ χρονικὰ καὶ ἀπόλλυσθαι παντελῶς ἡ κατασκευασθεῖσα
πόλις ὁπηνίκα σύμπαντες οἱ κακοποιοὶ κατὰ τὸ τετράγω‐98

99

νον τῆς Σελήνης βιαιότερον τὰς ἀκτῖνας ἐπιφέρωσιν· συμ‐ βαίνει γὰρ οὕτως ἐπαύξεσθαι τὰ τῆς συμφορᾶς κατὰ δύο τρόπους συμπίπτοντα, ἔκ τε τῆς κακώσεως τοῦ τετρα‐ γώνου καὶ τῆς κατὰ πῆξιν τῆς Σελήνης στάσεως. τὰ δ’
5αὐτὰ ἀποτελεσθείη καὶ τῶν ρπ μοιρῶν τῆς ἀναφορᾶς συμπληρουμένης ἢ καὶ ἕως τετραγώνου ἢ συμπληρουμέ‐ νου παντὸς τοῦ κύκλου, ἢν δὲ καὶ ἀκάκωτα τύχῃ τὰ τετρά‐ γωνα ὑπὸ τῆς τῶν κακοποιῶν παρόδου καὶ δευτέρου κύκ‐ λου καὶ τρίτου ἐφάψεται μερικῶς τὰ συμπτώματα τῶν
10κακώσεων ὑπομένουσα. Ἔστι δὲ καὶ ἑτέρα κάκωσις ὁπόταν ἔκλειψιν ὑπόγειον ἡ Σελήνη τύχῃ πεποιημένη τῆς καταρχῆς καὶ τῆς κατασκευ‐ ῆς ἐν τῷ μεταξὺ τῆς ἐπιούσης συνόδου γεγενημένης καὶ τῆς Σελήνης κατὰ τοῦτον τὸν χρόνον πρὸς τοὺς κακοποιοὺς
15σχηματιζομένης ἢ κατὰ τὸν χρόνον τῆς πανσελήνου. συμ‐ βαίνει γὰρ κατὰ τὴν τοιαύτην καταρχὴν σεισμοῖς ἀπόλλυ‐ σθαι, συνεχέστερον δὲ τὰς οὕτω γινομένας πόλεις βλάπ‐ τεσθαι· ἐπὶ μὲν τοῦ διὰ Κριοῦ τριγώνου πυρώδους ὄντος ἀπὸ πυρός, ἐπὶ δὲ τοῦ διὰ Ταύρου γεώδους ὄντος ὑπονοη‐
20τέον τὰς ἀπὸ γῆς καὶ γεωργίας βλάβας ἢ ὠφελείας κατὰ τοὺς τῶν σχηματισμῶν ὅρους, ἐπὶ δὲ τοῦ διὰ Διδύμων τριγώνου ἀερώδους ὄντος τὰς ἐξ ἀέρων ὠφελείας ἢ βλάβας, ἐπὶ δὲ τοῦ διὰ Καρκίνου ὑδατώδους ὄντος τὰς ἐξ ὑγρῶν ὠφελείας ἢ βλάβας. καὶ οἱ κτίζοντες δὲ καὶ τὴν φροντίδα
25τῆς κατασκευῆς ἀνειληφότες κατὰ τὴν τῶν οἰκοδεσποτῶν
φύσιν τῆς ἀξίας καὶ τῶν ἠθῶν μεθέξουσιν.99

100

(1t)

δʹ. Περὶ μετοικισμῶν
2 Μετοικίζεσθαι δὲ δεῖ καὶ μεταβαίνειν τῆς Σελήνης οὔσης μετὰ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας ἐν τοῖς ἀνθρω‐ ποειδέσι ζῳδίοις, καὶ ἐν Καρκίνῳ δὲ ἄμεινον διὰ τὸ οἶκον
5αὐτῆς εἶναι. [Εἰ δὲ καὶ βούλεσαι διαγνῶναι εἰ συμφέρει σοι οἰκίσαι ἐν τόπῳ ᾧ ἂν ἐθέλῃς, ὅταν καταλάβῃς ἐκεῖσε σκόπει τὸ μεσουράνημα ὁποῖον ζῴδιόν ἐστιν. καὶ ἐάν ἐστι τῶν φωτει‐ νῶν ζῳδίων καὶ τῶν ἡμερινῶν, ἐστὶ δὲ εἰς τὸ αὐτὸ μεσου‐
10ράνημα καὶ κακοποιός, γνῶθι ὅτι καταντᾷ σοι ἐκεῖσε καλά. εἰ δέ ἐστιν εἰς τὸ μεσουράνημα κακοποιὸς καὶ καλο‐ ποιός, καταντᾷ σοι ἐκ τῆς γῆς ἐκείνης χρῆμα, κἀκεῖ ἐκβα‐ λεὶς αὐτὸ ἐξέρχῃ [δὲ] ἐκεῖθεν ἔχων τὸ αὔταρκες.]
14t〈εʹ〉 Περὶ ναυπηγίας
15 Περὶ δὲ πλοίου συνωνῆς ἢ ναυπηγίας τὴν μὲν πρύμναν τῇ ἀνατολῇ μεριστέον, τὸν δὲ ἱστὸν καὶ τὰ μέσα τοῦ πλοίου τῷ μεσουρανήματι, τὴν δὲ πρῷραν τῇ δύσει, τὴν δὲ τρό‐ πην καὶ τὰ περὶ αὐτὴν τῷ ὑπογείῳ· καθ’ ὃ δὲ εὑρεθεῖεν οἱ κακοποιοὶ τοῦ διαθέματος τιθέντος, κατ’ ἐκεῖνο τὸ
20μέρος δεῖ λογίζεσθαι συνωθήσεσθαι τὸ πλοῖον. ἐπιτηρεῖν δὲ χρὴ τοὺς ἀγαθοποιοὺς ἐν τῷ ὑπογείῳ ἢ μαρτυροῦντας τῷ τόπῳ, ἔστω δὲ τὸ ὑπόγειον ἐν τοῖς ζῳδίοις τοῖς δυνα‐ μένοις νήχεσθαι—οἷον Ταύρῳ, Διδύμοις, Καρκίνῳ, Παρ‐ θένῳ, Τοξότῃ, Ἰχθύσιν, καὶ Αἰγόκερω ταῖς ἐσχάταις μοί‐
25ραις· ὁ δὲ Ταῦρος κρεῖττον πάντων, μετ’ αὐτὸν δὲ οἱ
Ἰχθύες, εἶτα οἱ Δίδυμοι. τὸν δὲ Ἥλιον λάμβανε τρίγωνον100

101

τῇ ὥρᾳ, τὴν δὲ Σελήνην αὔξουσαν τοῖς φωσὶ καὶ τοῖς ἀρι‐ θμοῖς καὶ τῷ πλάτει καὶ μαρτυρουμένην ὑπὸ ἀγαθοποιῶν, φυλάττου δὲ τῶν κακοποιῶν τὰς πρὸς αὐτήν τε καὶ τὸν Ἥλιον παρουσίας ἢ ἀκτινοβολίας.
5t〈ϛʹ〉 Περὶ ἀποδημίας
6 Ὁ μέλλων ἀποδημεῖν ἐκ τοῦ ὡροσκόπου κριθήσεται, ὁ δὲ τόπος ἔνθα μέλλει ἀπέρχεσθαι ἐκ τοῦ δύνοντος, ἡ δὲ πρᾶξις ἐκ τοῦ μεσουρανήματος, τὸ δὲ συμπέρασμα τῆς ἀποδημίας ἐκ τοῦ ὑπογείου. σκόπει τοίνυν εἰ οἱ ἀγαθοποιοὶ
10ἀστέρες σὺν τῷ Ἑρμῇ ἐπὶ τοῦ ὡροσκόπου ἢ ἐπὶ τοῦ δυτι‐ κοῦ κέντρου εἶεν καλὰ καὶ ἐπίδοξα τὰ τοῦ ἀποδημοῦντος σημαίνουσιν, οἱ δὲ κακοποιοὶ τοὐναντίον. ἐπισκέπτου δὲ καὶ τὸν κύριον τῆς Σελήνης καὶ τὸν κύριον τοῦ ὡροσκόπου ἵνα μὴ κακὰς φάσεις ἔχωσιν οἷον στηριγμούς, ἀναποδισ‐
15μούς, δύσεις· οἱ γὰρ στηρίζοντες ἢ ἀναποδίζοντες ἢ δύνον‐ τες χρονίας καὶ ἀμαυρὰς καθόλου ποιοῦσι τὰς πράξεις. Συμφορώτατον δὲ ἀποδημεῖν τῆς Σελήνης αὐξιφωτού‐ σης καὶ προσθετικῆς οὔσης τῷ τε φωτὶ καὶ τοῖς ἀριθμοῖς κατά τε μῆκος ἢ πλάτος, ἀπεστραμμένων τῶν φθοροποιῶν
20καὶ συνόντων ἢ μαρτυρούντων τῶν ἀγαθοποιῶν τῇ τε Σελήνῃ καὶ τῷ ὡροσκόπῳ· οὕτω γὰρ τυχόντες ἥδιστα τὰ τῆς ὁδοῦ καὶ τοῦ πλοῦ γίνεται, καὶ μάλιστα καὶ Ἑρμοῦ συμπαρόντος ἀκακώτου ἐπὶ ἑῴας ἀνατολῆς. καθόλου γὰρ ἐπὶ ἀποδημίας τὸν τοῦ Ἑρμοῦ δεῖ σκοπεῖν. κυρίως δὲ τοῖς
25πλέουσι κοινῶς ὅ τε ὡροσκόπος καὶ ἡ Σελήνη χωρὶς τῶν101

102

πέντε πλανητῶν, οὕτω τυχοῦσα σύμφορος. καὶ ἐν Διδύ‐ μοις συνοίσει (εἰ καὶ βραδυνὰ τὰ κατὰ τὸν πλοῦν) καὶ ἐν Καρκίνῳ δὲ καὶ ἐν Αἰγοκέρῳ καὶ ἐν Ὑδροχόῳ. ἐν δὲ Ἰχ‐ θύσι σύμφορον τοῖς εἰς πόλεμον ἐξιοῦσιν. χρὴ δὲ ἐπι‐
5λεξάμενον τὸ ἁρμόζον ζῴδιον τῇ ἀποδημίᾳ ἐφαρμόζειν αὐτὸ τῇ τῶν ἀγαθοποιῶν μαρτυρίᾳ πρὸς αὐτό τε καὶ τὰ κέντρα, καὶ οὕτω κατάρχεσθαι.
8tζʹ. Περὶ ἀποδημίας καὶ ἄλλως πλατύτερον
9Ὁ μέλλων ἀποδημεῖν ἐκ τοῦ ὡροσκόπου κριθήσεται, ὁ
10δὲ τόπος ἔνθα μέλλει ἀπέρχεσθαι ἐκ τοῦ δύνοντος, ἐκ δὲ τοῦ μεσουρανήματος ἡ πρᾶξις, τὸ 〈δὲ〉 συμπέρασμα τῆς ἀποδημίας ἐκ τοῦ ὑπογείου. ἐπιζητοῦ οὖν τοὺς ἀγαθο‐ ποιοὺς τῶν ἀστέρων ποίαν στάσιν ἔχουσι καὶ ποῖα σχή‐ ματα· ἀγαθὸν γὰρ καθολικῶς μηδενὸς τῶν ἀστέρων
15στηρίζοντος καὶ συσχηματιζομένου τῇ Σελήνῃ τὰς ἐκδη‐ μίας ποιεῖσθαι, συμφορώτατον δὲ ἀποδημεῖν τῆς Σελήνης αὐξιφωτούσης καὶ προσθετικῆς τοῖς ἀριθμοῖς κατά τε μῆκος καὶ πλάτος. Παραφυλάσσειν δὲ τὰ κέντρα χρή. καὶ ἐν μὲν τῷ ὡρο‐
20σκόπῳ ἀγαθοποιῶν ἀστέρων ὄντων ἢ καὶ μαρτυρούντων αὐτῷ ἥδιστα τὰ τῆς ὁδοῦ ἢ τὰ τοῦ πλοῦ ἔσται, συνόντος δὲ τοῦ Ἑρμοῦ αὐτοῖς καὶ ἐπὶ ἑῴας ἀνατολῆς ταχέως καὶ εὐθυδρόμως πράξει τις ὑπὲρ ὧν τὴν ἐκδημίαν ποιεῖται. καθόλου γὰρ ἐπὶ ἀποδημίας τὸν Ἑρμῆν δεῖ σκοπεῖν μὴ
25ἀφαιρῇ ἢ ὕπαυγος ᾖ ἢ ὑπὸ κακοποιῶν βλάπτηται καθ’ οἱονδήποτε σχῆμα, καὶ ὅτε δέ τις μέλλει εἰς πόλιν εἰσιέναι
ἢ εἰς πλοῖον τὸν Ἑρμῆν δεῖ παρατηρεῖσθαι, καὶ ὅταν μέλλῃ102

103

ἐκ πλοίου ἐξιέναι καταγόμενος τὸ αὐτὸ δεῖ παρατηρεῖν. ἐν δὲ τῷ δυτικῷ τυχόντος τοῦ Ἑρμοῦ καὶ μαρτυρουμένου ὑπὸ Διὸς ἢ Ἀφροδίτης βελτίω καὶ ἐπικερδῆ ταῦτα ἔσται καὶ ἀξιόλογα, Ἄρεως δὲ καὶ Κρόνου ἐπὶ τοῦ δύνοντος
5ὄντων ἢ μαρτυρούντων αὐτῷ τῷ ζʹ τόπῳ ἀσθένειαι σωμα‐ τικαὶ καὶ ἐποχαὶ καὶ ζημίαι γενήσονται. Ἐκ δὲ τῶν θεωρούντων ἀστέρων τὸ μεσουράνημα ἢ καὶ ἐπόντων τὸ πρᾶγμα οὗ χάριν ἡ ἐκδημία γίνεται γνωσθή‐ σεται, τὸ δὲ τέλος ἐκ τοῦ ὑποχθονίου, τὸ κῦρος δὲ πάντων
10ἐκ τῶν συσχηματισμῶν, μάλιστα τῆς Σελήνης, τελειοῦται, ἣν ἀπογραφευτέον πρὸς τὰς ἐξόδους κακοδαιμονοῦσαν ἢ κακοτυχοῦσαν· οὐ μόνον γὰρ δυσπραξίας αἰτία, ἀλλὰ καὶ πημάτων ὑπουργός. οἱ οὖν ἀγαθοποιοὶ ὡροσκοποῦντες ἐν πᾶσι τὴν καταρχὴν κακὴν ποιοῦσιν, οἱ ἀγαθοποιοὶ ἐν
15τῷ ζʹ τόπῳ ὄντες ἐν ταῖς ἀποδημίαις ἐπικερδῆ καὶ ἐπίδο‐ ξον τὴν ἀποδημίαν μαντεύονται εἶναι. σκοπεῖν δὲ δεῖ καὶ τὸν κύριον τῆς Σελήνης καὶ τὸν κύριον τοῦ ὡροσκόπου ἵνα μὴ κακὰς φάσεις ἔχωσιν οἷον στηριγμούς, ἀναποδισ‐ μούς, δύσεις· οἱ γὰρ στηρίζοντες χρόνου πολλοῦ καὶ βρα‐
20δυτῆτος αἴτιοι γίνονται, οἱ δὲ ὕπαυγοι ἀμαυρὰς τὰς πρά‐ ξεις ποιοῦσιν. καθολικῶς δὲ ἐκ παρατηρήσεως ἐν τῷ δυτι‐ κῷ κέντρῳ τυχοῦσα ἡ Σελήνη 〈ἢ〉 ἐν τῷ ἀποκλίματι μακ‐ ρὰς τὰς ἀποδημίας παρέχει, τοῖς δὲ ἀποξένοις εἰς τὰ οἰκεῖα ἐρχομένοις τὸ αὐτὸ τοῦτο τὸ σχῆμα τῆς Σελήνης ταχείας
25τὰς ἀναστροφὰς δηλοῖ. παραφυλάσσεσθαι δὲ καὶ τετρα‐ γωνίζοντας ἢ διαμετροῦντας τὴν Σελήνην τοὺς κακοποι‐ οὺς δεῖ, τῶν δὲ ἀγαθοποιῶν ἀνακραθέντων αὐτοῖς ἀνώμα‐ λον καὶ ἀναμφήριστον τὸ τῆς ἀποδημίας δηλοῖ. Ἐπισκοπήσαντας δὲ τὰ κέντρα ἐφορᾶν χρὴ τοὺς μέλ‐
30λοντας τῶν ἀστέρων ἐκβαίνειν ἐν οἷς εἰσι ζῳδίοις· οὕτω γὰρ αἵ τε ἔξοδοι καὶ ἀποδημίαι μηνυθήσονται, καὶ αἱ ἐπαν‐ ελεύσεις ἐκ τοῦ ἐπισκοπεῖν πότερον ἐξ ἀλλοτρίου εἰς ἴδιον
οἶκον ἢ ὕψωμα μεταβαίνουσιν ἢ ἔμπαλιν· ἐκ τούτου γὰρ103

104

καταφανὲς ἔσται τὸ τῆς ἐπιδημίας καὶ τῆς ἐπανελεύσεως. καὶ οἱ μὲν στηριγμοὶ τὰς ἐπιμονὰς δηλοῦσι καὶ ἐπιστροφὰς ὥσπερ ἡ δύσις θανάτους ἢ πάντῃ ἀπραγίας, αἱ δὲ ἀνατολαὶ ταχυτάτας τὰς ἀποδημίας ποιοῦσιν, δηλαδὴ τῶν τῆς Σελή‐
5νης σχηματισμῶν καὶ τῶν κέντρων τῆς καταρχῆς ἐχόντων μαρτυρίαν καὶ λόγον πρὸς τοὺς προειρημένους. Ἐπιτηρητέον δὲ μάλιστα τὴν Σελήνην διαμετροῦσαν τὰ κάθυγρα τῶν ζῳδίων ἢ καὶ ἐποῦσαν ἢ καὶ ὑπὸ κακοποιῶν θεωρουμένην κατὰ τὰ κραταιὰ σχήματα, τουτέστι τετρά‐
10γωνα καὶ διάμετρα· χαλεπώταται γὰρ αἱ τοιαῦται καταρ‐ χαὶ ταῖς ναυσὶ καὶ τοῖς πλέουσιν. ἐπὰν δὲ ἡ Σελήνη μὲν κακωθῇ, τὰ δὲ κάθυγρα τῶν ζῳδίων ὑπὸ τῶν ἀγαθοποιῶν μαρτυροῦνται, αὔτανδρον μὲν τὸ σκάφος οὐ φθαρήσεται, οἱ πολλοὶ δὲ τῶν ναυτῶν σωθήσονται διαλυθέντος τοῦ
15σκάφους, καὶ τακτοῖς ἕκαστος ἐπανελεύσεται χρόνοις εἰς τὰ οἰκεῖα κατὰ τὴν τῆς ἐπιβάσεως εἰς τὴν ναῦ〈ν〉 σύγκρι‐ σιν. ἡ μὲν γὰρ ἀναγωγὴ τὰ κατὰ τὴν θάλασσαν καὶ τὸν πλοῦν σημαίνει, ἡ δὲ ἐπίβασις εἰς τὴν ναῦ〈ν〉 τὰ καθ’ ἕνα ἕκαστον τῷ τάχει τῆς μεταπτώσεως τῶν κέντρων
20ἀλλοιοῦσα τὰ πράγματα· ἐπὶ δὲ τῶν ὁδευόντων ὁμοίως τὰ χερσαῖα καὶ τὰ τετράποδα τῶν ζῳδίων ἐπισκοπεῖν χρή. ἐπίμονα δ’ ἔσται πολλῷ μᾶλλον τὰ κακὰ ὁπόταν οἱ κακο‐ ποιοὶ ἐν αὐτοῖς στηρίξωσι μετὰ καὶ τοῦ παλινδρομιῶν τινων ἢ νόσων ποιῆσαι πειραθῆναι.
25 Κυρίως δὲ τοῖς πλέουσι κοινώσῃ ὅ τε ὡροσκόπος καὶ ἡ Σελήνη χωρὶς τῶν ε πλανητῶν, οὕτω τυχοῦσα σύμφορος. ἐν Διδύμοις συνοίσει (εἰ καὶ βραδυνὰ τὰ κατὰ τὸν πλοῦν) καὶ ἐν Καρκίνῳ καὶ ἐν Αἰγόκερῳ καὶ Ὑδροχόῳ καὶ Ἰχθύ‐ σιν. ἀσύμφορον δὲ ἐν Κριῷ· οὐ μόνον πλοῦ, ἀλλὰ καὶ
30ἐμπορίας κατάρχεσθαι ἀηδές (ὁ δὲ Δωρόθεος οὐ δέχεται τοῦτο), παρατηρητέον δὲ καὶ ἐν Τοξότῃ καὶ Λέοντι τοῖς μὴ ἐκ τῆς ἰδίας ἐκδημοῦσιν. μὴ ἔστω καὶ ἡ Σελήνη λείψηφος
μηδὲ ἐν συνόδῳ μετὰ Κρόνου ἢ ἐν πανσελήνῳ μετὰ Ἄρεως.104

105

Τὰς δὲ πορείας ποιεῖσθαι αὐτῆς ἐν Κριῷ σύμφορον (ταχέως γὰρ ὑποστροφὴ γίνεται), συνοίσει δὲ καὶ ἐξ ἀπο‐ δημίας εἰς τὰ οἰκεῖα ἐπανιέναι. καὶ ἐν Ταύρῳ δὲ καλὸν ὁδοῦ κατάρχεσθαι καὶ ἐπανιέναι οἴκοι. ἐν Διδύμοις χρόνιος
5ἡ ἀποδημία ἔσται. ἀπὸ ξένης εἰς τὰ οἰκεῖα κατάρχεσθαι συνοίσει ἐν Καρκίνῳ ὁμοίως τοῖς Διδύμοις. φυλάσσεσθαι δὲ ἐν Λέοντι τὸ ἀποδημεῖν εἴσω τῶν ιε ἡμερῶν, ἀπὸ δὲ μοι‐ ρῶν ιε ἕως τριάκοντα ἧττον κακόν. ἐν Παρθένῳ καλὸν εἰς τὰ οἰκεῖα ἐπανιέναι. ἐν Ζυγῷ μετὰ τὰς πρώτας μοίρας
10καλόν. ἐν Σκορπίῳ τὸ ὁδοιπορεῖν καὶ εἰς τὰ ἴδια ἐπανιέναι σύμφορον. ἀνάρμοστον δὲ ἐν Τοξότῃ (πλάνη γάρ τις ἔσται), ἐπανελθεῖν δὲ εἰς τὰ οἰκεῖα καλὸν ὁμοίως ἐν Αἰγόκερῳ καὶ Ὑδροχόῳ. ἐν δὲ Ἰχθύσι σύμφορον τοῖς εἰς πόλεμον ἐξιοῦ‐ σιν. χρὴ δὲ ἐπιλεξάμενον τὸ ἁρμόζον ζῴδιον τῇ ἀποδη‐
15μίᾳ ἐφαρμόζειν αὐτὸ τῇ τῶν ἀγαθοποιῶν μαρτυρίᾳ πρὸς αὐτό τε καὶ τὰ κέντρα καὶ οὕτω κατάρχεσθαι. Ἐπετήρησαν δὲ μερικῶς τὰ κατὰ τὸν πλοῦν ἢ τὴν ὁδὸν καὶ ἐπέγνωσαν οὕτως· συνάγοντες γὰρ τὰ σημεῖα τῆς πο‐ ρείας ἢ τοῦ πλοῦ τὰ στάδια καὶ μερίσαντες εἰς ἓξ μερίδας,
20ὡς ἑκάστῳ τῶν ζῳδίων ἀπὸ τοῦ ἀνατέλλοντος μέχρι τοῦ δύνοντος ἐπιβάλλει〈ν〉 μερίδα μίαν, ἀπονέμουσι τῷ ὡρο‐ σκόπῳ τὴν πρώτην ἵνα σημαίνῃ τὸ πρῶτον ἑκτημόριον τοῦ διαστήματος τῆς ὁδοῦ, τὴν δὲ δευτέραν μερίδα τῷ κακο‐ δαιμονήματι, καὶ ἑξῆς ἐπὶ τὰ προηγούμενα ἕκαστον ἑκτη‐
25μόριον διδόασιν, τὴν δὲ τελευταίαν ὁμοίως τῷ δύνοντι δηλοῦντι τὸ κατάλυμα καὶ τὰ τελευταῖα τῆς ὁδοῦ. ἔπειτα τὴν τῶν ἀστέρων κοινωνίαν πρὸς ἕκαστον τόπον ἐπιτη‐ ροῦσιν· τῶν μὲν γὰρ ἀγαθοποιῶν μαρτυρούντων ἀγαθὰ καὶ εὐοδίαν μηνυτέον, τῶν δὲ κακοποιῶν ὁμοίως τοὐναντίον,
30τῶν στηριγμῶν δηλούντων κατοχὴν καὶ ἀναποδισμὸν καὶ δυσχερείας ἐν τοῖς τόποις ἐν οἷς ἀναλόγως πρὸς τὰ ἑκτη‐ μόρια συμβαίνει τοῦ πλοῦ ἢ τῆς ὁδοιπορίας ἀπὸ τῆς τῶν
ζῳδίων διαστάσεως, τοῦ δὲ τοῦ Ἄρεως ναυαγίου αἰτίου105

106

τυγχάνοντος, καὶ μάλιστα τοῦ κατὰ κορυφὴν τόπου παρ’ αὐτοῦ βλαπτομένου. Καὶ ταῦτα μὲν ὁ Νικαεὺς Πρωταγόρας, ὁ δὲ Δωρόθεος ἐν τοῖς ἔπεσι περὶ ἀναγωγῆς καὶ πλοῦ οὕτω λέγει. Σελήνη
5ὑπὸ γῆν οὖσα ἀμαρτύρητος ὑπό τινος τῶν πέντε πλανω‐ μένων καθ’ ἑαυτὴν ὁρωμένη ἐν μὲν Κριῷ οὖσα ἀπὸ μοίρας ιαʹ ἕως τοῦ πέρατος εὔπλοιαν δηλοῖ. Σελήνη Ταύρῳ μεγά‐ λους χειμῶνας ποιεῖ τοῖς ἀναχθεῖσιν, ἐὰν δὲ καὶ ὑπὸ κακο‐ ποιῶν μαρτυρῆται χεῖρον· εἰς κακὸν γὰρ τέλος καταντή‐
10σουσιν. Σελήνη ἐν Διδύμοις ἀπὸ μοίρας ηʹ ἕως λʹ, ὁ ἀναχ‐ θεὶς χρονίσει μὲν ἐν τῷ πλεῖν, ἀλλ’ ἐπιχαρῶς διάξει. Σελή‐ νη Καρκίνῳ, ὁ ἀναχθεὶς γαλήναις μὲν πολλαῖς συσχεθή‐ σεται, ἀλλὰ διασωθήσεται. Σελήνη Λέοντι, ὁ ἀναχθεὶς κινδυνεύσει ἐν τῇ θαλάσσῃ, ἐὰν δὲ καὶ ὑπὸ κακοποιῶν
15μαρτυρῆται πολλαπλασιασθήσεται τὰ κακά. Σελήνη ἐν Παρθένῳ, ὁ ἀναχθεὶς χρονίσει ἐν τῇ δυσπλοίᾳ. Σελήνη Ζυγῷ μετὰ τὰς πρώτας δέκα μοίρας, ὁ ἀναχθεὶς καὶ εὐπλο‐ ήσει καὶ καλῶς εἰς πάντα διάξει. Σελήνη Σκορπίῳ, ὁ ἀναχ‐ θεὶς ἀσφαλὴς μὲν ἔσται κατὰ τὸν πλοῦν, τὴν δὲ ψυχὴν
20ταραχθήσεται. Σελήνη Τοξότῃ, ὁ ἀναχθεὶς δυσπλοήσει διὰ χειμῶνας καὶ φόβοις συμπεσεῖται. Σελήνη Αἰγοκέρωτι μετὰ μοίρας θ, ὁ ἀναχθεὶς εὐπλοήσει μέν, ταραχθήσεται δὲ τὴν ψυχήν. Σελήνη Ὑδροχόῳ, ὁ ἀναχθεὶς βραδυπλοήσει μέν, σωθήσεται δέ. Σελήνη Ἰχθύσιν, ὁ ἀναχθεὶς κινδυνεύ‐
25σει, καὶ μάλιστα θεωροῦντος Ἄρεως. Τὸν δὲ ἱστὸν τῆς νεὼς σκέπτου. Σελήνη ὑπὲρ γῆν οὖσα μετὰ Κρόνου στηριγμὸν ἔχοντος τοῖς ἀναγομένοις πολλῶν κακῶν αἰτία γίνεται· ὑπὸ γὰρ χειμώνων δυσπλοήσουσι χαλεπῶς, ὅσοι δὲ τὴν κατὰ γένεσιν εἱμαρμένην ἔλαχον ἐν
30ὕδασι διαφθαρῆναι καὶ τὰ ἔτη συμπεραίνουσι πνιγήσονται ἐν τῇ θαλάσσῃ. Σελήνης ὑπὲρ γῆν τριγωνιζομένης ὑπὸ
Κρόνου στηρίζοντος οἱ ἀναχθέντες διὰ χειμῶνας μεγά‐106

107

λους τῶν ἀγωγίων τινὰ ἀποβαλλόμενοι μόλις σωθήσονται, ἐὰν δὲ τῶν ἄλλων οὕτως ὄντων καὶ ὁ Ἑρμῆς τὴν Σελήνην συγκακώσῃ μείζονα τὰ κακὰ γίνεται, ἔσθ’ ὅτε καὶ λῃσταῖς περιπίπτο〈υσι〉ν, ἀγαθοποιὸς δὲ ὁρῶν τὰ τοιαῦτα σχήματα,
5καὶ μάλιστα δεξιός, ἐπικουφίζει τὰ κακά. Κρόνος ὡροσκοπῶν καὶ ἄνευ Σελήνης τοσαῦτα κακὰ τοῖς ἀναγομένοις ἐπάγει ὁπόσα καὶ ὢν μετὰ Σελήνης ἐπ‐ άγειν εἴρηται, ἐὰν δὲ τύχῃ ὁ Κρόνος τούτου ἀναγομένου ὁ κατὰ πάροδον τῷ κατὰ πῆξιν Κρόνῳ ἢ συνών, τρίγωνος
10ἢ τετράγωνος ἢ διάμετρος, τότε χείρω γίνεται τὰ κακά. ὅσα δὲ εἴρηται συμβαίνειν ἀπὸ Κρόνου τοῖς ἀναγομένοις κακὰ τοσαῦτα καὶ ἀπὸ Ἄρεως γίνεται, τῆς Σελήνης δηλον‐ ότι ὑπὲρ γῆν ὑποκειμένης, καὶ οὐ μόνον ταῦτα ἀλλὰ καὶ μάχαι καὶ μίση καὶ θόρυβοι ἐν τοῖς ἀναγομένοις γίνονται
15ὥστε καὶ ἕως αἱμαγμῶν φθάσαι τὴν κάκωσιν. ἐὰν δὲ ὁ Ἑρμῆς συγκακώσῃ χείρονα γίνεται, ἐὰν δὲ ἀγαθοποιοὶ ὁρῶσιν ἐλαττοῦνται τὰ κακά. Ἐὰν τὴν Σελήνην ὁ Κρόνος καὶ ὁ Ἄρης καὶ ὁ Ἑρμῆς βλάπ‐ τωσιν ἤτοι συνοδεύοντες ἀλλήλοις καὶ τῇ Σελήνῃ ἢ ἄλλος
20ἄλλοθεν ὁρῶν αὐτὴν βλάπτῃ, κάκιστον σημεῖον τοῖς ἀνα‐ γομένοις καὶ ὁ θάνατος αὐτῶν πάντως ἐλεύσεται πλεόντων· τὸ δὲ αὐτὸ γίνεται καὶ ὅταν ὁ Ἑρμῆς συνοδεύῃ τῷ Ἄρει. Κρόνος καὶ Ἄρης ὁ μὲν Ἥλιον βλάπτων, ὁ δὲ Σελήνην κίνδυνον τοῖς ἀναγομένοις ἐπάγει. Σελήνης ὑπὲρ γῆν
25τετραγωνιζομένης ὑπὸ Διὸς ἀγαθὸν τοῖς ἀναχθεῖσιν· καὶ γὰρ εὐπλοήσουσι καὶ εὖ πράξουσιν ὅσα δ’ ἂν ἐλπίσωσιν, ἐὰν δὲ καὶ Ἀφροδίτη μετὰ τοῦ Διὸς τὴν Σελήνην οὕτως ἴδῃ ἤτοι ἐκ τοῦ αὐτοῦ ζῳδίου ἢ ἐκ διαφέροντος κρεῖσσον. ὁ δὲ Ἑρμῆς τὰς τῶν ἀστέρων δόσεις ἤτοι ἀγαθὰς ἤτοι
30κακὰς ἐπιτείνει καὶ ἐπαύξει οἷς συνοικειωθῇ. ἀλλὰ καὶ
Ἀφροδίτη μόνη τὴν Σελήνην ὁρῶσα ὠφελεῖ τοὺς ἀναγο‐107

108

μένους εἴ〈σ〉 τε εὔπλοι〈αν〉 καὶ εἰς γυναικῶν μίξεις, ἀλλὰ χωρὶς Διὸς ἧττον ὠφελεῖ, μετὰ δὲ Διὸς βεβαιότερον μᾶλ‐ λον ὠφελεῖ. Ἀφροδίτη ὕπαυγος ὑπὸ γῆν οὖσα μετὰ Σελήνης εὐδίας καὶ νηνεμίας παρέχει, καὶ χρονίζουσιν οἱ ἀναγό‐
5μενοι ἐν τῷ πλῷ. ἐὰν δὲ οἱ δύο ἀγαθοποιοὶ μετὰ τοῦ Ἑρμοῦ μαρτυρήσωσι τῷ Ἡλίῳ καὶ τῇ Σελήνῃ καλλίστην καταρχὴν τοῖς ἀναγομένοις σημαίνει καὶ εὐπλοήσουσι μάλιστα. ἐὰν οἱ μὲν κακοποιοὶ τὸν ὡροσκόπον βλάπτωσιν, οἱ δὲ ἀγαθοποιοὶ τὴν Σελήνην, ἢ καὶ ἔμπαλιν, δυσπλοή‐
10σουσι μὲν οἱ ἀναχθέντες, σωθήσονται δέ. Σελήνη ἀμαρτύρητος οὖσα ὑπὸ πάντων τῶν ἀστέρων καὶ κενοδρομοῦσα, ὁ δὲ ὡροσκόπος ἔχων τι ζῴδιον τῶν ἐπιτηδείων πρὸς τὸ πλεῖν (οἷον Ταῦρον, Ἰχθύας, Διδύμους, Αἰγοκέρωτα, Καρκίνον, Παρθένον, Τοξότην) μετά τινος
15τῶν ἀγαθοποιῶν, ἀγαθὸν τοῖς ἀναγομένοις· Σελήνη καὶ ὁ ὡροσκόπος ἀμαρτύρητοι ὑπὸ πάντων τῶν ἀστέρων κενοδρομοῦντες ἐὰν ἐπέχωσιν ἐκ τῶν προλελεγμένων ἐπι‐ τηδείων ζῳδίων πρὸς τὸ πλεῖν οὐκ ἔστι κακὸν τοῖς ἀναχ‐ θεῖσιν. ἐξαιρέτως δὲ χρὴ τὴν Σελήνην ὁρᾶν ἵνα μὴ βλάπτη‐
20ται καθ’ οἱονδήποτε τῶν ἐγκειμένων τρόπων ἐν τῷ βʹ κεφαλαίῳ τούτου τοῦ βιβλίου. τότε δὲ λογίζου τὴν τοῦ πλοῦ καταρχὴν ὅταν οἱ ναῦται ἄγκυραν ἐκ τῆς ψάμμου ἑλκύσωσιν, τοῦ δὲ πλέοντος ἐν τῇ νηῒ ἑκάστου ἀνθρώπου ἡ καταρχὴ τότε ἐστὶν ἡνίκα τὸν πόδα εἴσω τῆς νηὸς θήσει.
25 Σκέπτου δὲ καὶ τὸν Ἥλιον τῆς ἐξόδου καὶ τὰ τούτου τετράγωνα καὶ διάμετρα· εἰ μὲν ἀγαθοποιοὶ εἶεν ἐπὶ τού‐ τοις ἡ ἐπάνοδος καλὴ καὶ ταχεῖα, εἰ δὲ κακοποιοὶ σκόπει πότε ἀλλάξουσι τοὺς τόπους καὶ ἀντ’ αὐτῶν ἀγαθοποιοὶ εἰσέλθουσιν· τότε γὰρ τὴν ἐπάνοδον ὑπονοητέον ἢ ὅτε ἀπο‐
30καθίσταται ὁ Ἥλιος καὶ ἔλθῃ εἰς τὰ ἴδια τετράγωνα ἢ διάμετρα, ἀλλὰ καὶ τὴν Σελήνην ὁμοίως τῷ Ἡλίῳ σκέπ‐
του.108

109

(1t)

θʹ. Περὶ ἐπιστολῶν
2 Πέμπων ἐπιστολὰς ἐπιτήρει τὴν Σελήνην συνοῦσαν τῷ Ἑρμῇ ἢ ἐφορῶσαν αὐτὸν ἄνευ τῆς τῶν κακοποιῶν θεωρίας, ἔστω δὲ ὁ Ἑρμῆς ἐλεύθερος ἀπὸ τῶν αὐγῶν τοῦ
5Ἡλίου καὶ μὴ ἀναποδίζων ἢ στηρίζων· οὕτω γὰρ ἐὰν ἐπιστείλῃς οὐκ ἀποτεύξει τοῦ σκοποῦ.
7tιʹ. Περὶ αἰτήσεως χάριτος
8 Τοὺς δὲ αἰτοῦντας χάριτας ἐπιτηρεῖν δεῖ τὴν Σελήνην οὖσαν ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ τούτου τριγώνῳ (ἄμει‐
10νον δὲ ὅταν ᾖ ἐν Ταύρῳ καὶ Καρκίνῳ), προστιθεῖσα τοῖς φωσὶ καὶ τοῖς ἀριθμοῖς καὶ συσχηματιζομένη Ἑρμῇ, Διί, Ἀφροδίτῃ καὶ αὐτοῖς καλῶς κειμένοις, ἀπέστω δὲ ἡ τῶν κακοποιῶν μαρτυρία. καλὸν δὲ ἐπὶ τοῦ αὐτοῦ σχήματος τὰς ἐντεύξεις ποιεῖσθαι καὶ ἀνδρῶν πρὸς γυναῖκας.
15tιαʹ. Περὶ καινῶν σκευῶν χρήσεως
16 Σκεύεσι δὲ ἢ ἱματίοις πρώτως χρηστέον τῆς Σελήνης οὔσης ἔν τε Κριῷ καὶ Ταύρῳ καὶ Καρκίνῳ καὶ Παρθένῳ καὶ Σκορπίῳ καὶ Ἰχθύσιν, τῷ τε φωτὶ αὐξανομένης καὶ μετὰ τῶν ἀγαθοποιῶν οὔσης ἢ τούτοις κατὰ σχῆμα ἢ
20σῶμα συναπτούσης ἢ καὶ ὡροσκοπούντων τῶν ἀγαθοποι‐
ῶν ἄνευ τῆς τῶν φθοροποιῶν κοινωνίας.109

110

(1t)

ιβʹ. Περὶ φρεάτων ὀρυγῆς καὶ λάκκων
2 Ὀρύττων δὲ λάκκους ἢ καὶ εἰσαγωγὰς ὑδάτων ποιού‐ μενος ἐπιτήρει τὸν κλῆρον τῆς τύχης καὶ τὸν κύριον αὐτοῦ εἰς ὑδατῶδες ζῴδιον ἐμπεσεῖν καὶ ἐπὶ κέντροις ποιῆσαι
5τοὺς οἰκοδεσπότας τοῦ τε βʹ τόπου καὶ τοῦ ηʹ. ἀγαθὸν γὰρ τούτους ἐπαναφέρεσθαι τῷ τε ὑπὲρ γῆν κέντρῳ καὶ τῷ ὑπὸ γῆν, καὶ ἀποκλίναντες δὲ οὐ φαῦλοι, καὶ μάλιστα ὅταν πόρρωθεν τὰ ὕδατα ᾖ μεταγόμενα ἢ ἀποστρεφόμενα. καὶ τὸν τοῦ κλήρου δὲ κύριον παραφυλάττειν, καὶ μάλιστα
10κατὰ τὸ ὑπόγειον, ἐξαιρέτως δὲ μήτε τὸν κύριον τῆς τύχης μήτε τὸν κύριον αὐτοῦ εἶναι ἐν τῇ ἐπιδύσει μήτε ἐν τῷ ταύτης διαμέτρῳ, τουτέστιν ἐν τῷ βʹ τόπῳ· οὕτω γὰρ ἂν ἀσφαλῶς καὶ ἀβλαβῶς διαπραχθείη τὸ ἔργον.
14tιγʹ. Περὶ χειρουργίας
15 Τὰς δὲ χειρουργίας τῶν μελῶν ποιεῖσθαι χρὴ τῆς Σελήνης ληγούσης καὶ πρὸς τοὺς ἀγαθοποιοὺς φερομένης ἢ αὐτοῖς συνούσης. παρατηρητέον δὲ αὐτὴν οὖσαν ἐν Ταύρῳ καὶ Παρθένῳ καὶ Αἰγοκέρωτι καὶ Ἰχθύσιν· ταῦτα γὰρ τὰ ζῴδια σπασμῶν αἴτια γίνονται. ἔτι δὲ παρατηρητέον
20αὐτὴν οὖσαν ἐν τοῖς τροπικοῖς καὶ ἐν συνόδῳ τοῦ Ἡλίου καὶ ἐν τοῖς ἐκλειπτικοῖς συνδέσμοις. καὶ ἔτι ἐκεῖνο τὸ μέλος οὐ δεῖ χειρουργεῖν ὅπερ ἔλαχε κατὰ φύσιν ἐκεῖνο
τὸ ζῴδιον ἔνθα ἐστὶν ἡ Σελήνη, νοουμένου δηλαδὴ Κριοῦ110

111

μὲν κεφαλῆς, Ταύρου δὲ τραχήλου, Διδύμων δὲ χειρῶν ἀπὸ ὤμων ἕως δακτύλων, Καρκίνου δὲ στέρνων καὶ πλευ‐ ρῶν, Λέοντος δὲ θώρακος, Παρθένου δὲ γαστρὸς καὶ σπλάγχνων, Ζυγοῦ δὲ γλουτῶν, Σκορπίου δὲ αἰδοίων, Το‐
5ξότου δὲ μηρῶν, Αἰγοκέρωτος δὲ γονάτων, Ὑδροχόου δὲ κνημῶν, καὶ Ἰχθύων ποδῶν ἄκρων. τοὺς δὲ ὀφθαλμοὺς χρὴ χειρουργεῖν καὶ θεραπεύειν Σελήνης πληθούσης τῷ τε φωτὶ καὶ τοῖς ἀριθμοῖς καὶ συναπτούσης τοῖς ἀγαθοποιοῖς χωρὶς τῆς τῶν κακοποιῶν μαρτυρίας.
10 Ὁ δὲ Δωρόθεος ἐν τοῖς περὶ χειρουργίας τὰ αὐτὰ λέγει ὅσα καὶ νῦν ὁ μεταφράζων αὐτὸν ὁ Ἡφαιστίων. ἔτι δὲ ἐκεῖνος κελεύει οὐ μόνον τὴν Σελήνην ἀλλὰ καὶ τὸν ὡρο‐ σκόπον ἀκάκωτον φυλάσσειν, ἔτι δὲ καὶ ἐὰν κακοποιὸς ἐπί‐ κεντρος ὢν ἀναποδίζῃ ἀποδοκιμάζει καὶ τοῦτο. Σελήνης
15δέ, φησίν, οὔσης ἐν τροπικῷ ζῳδίῳ ἢ δισώμῳ εἰ μὲν συνάπ‐ τει αὐτῇ ἀγαθοποιὸς δεῖ χειρουργεῖν, ἄνευ δὲ ἀγαθοποι‐ οῦ οὐ δεῖ· ὑποτροπιασμὸς γὰρ γίνεται καὶ πάλιν ἐκ δευ‐ τέρου χειρουργία ἐν τοῖς τοιούτοις ζῳδίοις ἄνευ τῶν ἀγα‐ θοποιῶν.
20tιδʹ. Περὶ ἐμέτου καὶ καθάρσεως
21 Τοὺς δὲ ἐμέτους καὶ τὰς καθάρσεις συνοίσει ποιεῖσθαι τῆς Σελήνης ληγούσης καὶ πρὸς τοὺς ἀγαθοποιοὺς συσχη‐
ματιζομένης ἢ συναπτούσης. παραφυλάσσεσθαι δὲ δεῖ111

112

ἵνα μήτε ἐν Κριῷ μήτε ἐν Ταύρῳ ἔχῃ τὴν στάσιν· βλαβε‐ ρὸν γὰρ διότι μαρυκᾶται ταῦτα. ἁρμόζει δὲ ἐμεῖν οὔσης αὐτῆς ἐν τῷ Ἀναβιβάζοντι, τὴν δὲ κοιλίαν καθαίρειν ἁρμόζει ἐν τῷ Καταβιβάζοντι συνδέσμῳ.
5tιεʹ. Περὶ συνελεύσεως καὶ περὶ ἀρρενογονίας
6tκαὶ θηλυγονίας
7 Μέλλων δὲ συγγίνεσθαι ὁ γαμῶν ἔστω μὲν ἱλαρὸς καὶ ἀπὸ ἱλαρῶν καὶ ἄλυπος μήτε ἄγαν βεβαρημένος τροφῇ καὶ μέθῃ. φυλασσέσθω δὲ τὸν Ἥλιον καὶ τὴν Σελήνην καὶ τὸν
10κλῆρον ἐν τῷ ηʹ ἢ ἐν τῷ βʹ τῷ τούτου διαμέτρῳ, ἐπιτηρεί‐ τω δὲ καὶ τὸν τῆς ὥρας κύριον ἀκάκωτον εἶναι. ὁ δὲ κλῆ‐ ρος ἔστω ἐν τῷ περὶ φιλίας ἢ ἐν τῷ περὶ τέκνων ἢ ἐν τῷ μεσουρανήματι, ἔστω δὲ καὶ ἡ Σελήνη ἀκάκωτος καὶ σύμ‐
φωνος τῷ ὡροσκόπῳ. ὁ δὲ Ἑρμῆς ἐπ’ ἀνατολῆς τυγχάνων112

113

ὑπὸ Διὸς καὶ Ἀφροδίτης μαρτυρούμενος ἐν τῇ ὥρᾳ τῆς καταβολῆς ποιήσει τὰ τικτόμενα εὐτυχῆ καὶ εὐπαίδευτα καὶ εὐδαίμονα. λέγουσι δὲ οἱ περὶ Πετόσιριν ὅτι ἐν ᾧ ζῳδίῳ εὑρίσκεται ἡ Σελήνη ἐν τῇ σπορᾷ τοῦτο ὡροσκο‐
5πήσει ἐν τῇ ἐκτέξει, ὅπου δὲ ἐν τῇ ἐκτέξει παροδεύει τοῦτο ὡροσκόπησεν ἐν τῇ σπορᾷ. τοσαῦτα τοίνυν καὶ περὶ συν‐ ελεύσεως. Περὶ δὲ ἀρρενογονίας οὕτω δεῖ σκοπεῖν. ὁπόταν ὁ Ἥλιος καὶ ἡ Σελήνη καὶ ὁ ὡροσκόπος καὶ οἱ τούτων οἰκοδεσπό‐
10ται τυγχάνωσιν ἠρρενωμένοι τῷ τηνικάδε τὸ συλληφθὲν ἄρρεν γίνεται, καὶ μάλιστα ἐὰν ὦσιν ἄρρενες καὶ ἑῷοι. καὶ ἀρρενοῦνται μὲν ἡνίκα ἐν ἀρρενικοῖς ὦσι ζῳδίοις (λέγω δὴ Κριῷ, Διδύμοις, Λέοντι, Ζυγῷ, Τοξότῃ, Ὑδροχόῳ) ἢ ὁπό‐ ταν ἐν τῷ ἀπηλιωτικῷ ὦσι τεταρτημορίῳ ἢ ἐν τῷ τού‐
15του διαμέτρῳ. Περὶ δὲ θηλυγονίας οὕτως· ὁπόταν οἱ προειρημένοι τρεῖς τόποι καὶ οἱ τούτων οἰκοδεσπόται ἑσπέριοι καὶ ἐν τοῖς ἐφεξῆς ζῳδίοις ὦσιν (οἷον Ταύρῳ, Καρκίνῳ, Παρ‐ θένῳ, Σκορπίῳ, Αἰγοκέρωτι, Ἰχθύσιν) ἢ ἐν τῷ λιβυκῷ
20τεταρτημορίῳ ἢ τῷ τούτου διαμέτρῳ τότε τὸ συλληφθὲν θῆλυ γίνεται. Ἐὰν δὲ καὶ ἡ προγενομένη συζυγία ἐπίκεντρος γένηται μετὰ ἀγαθοποιῶν ἢ καὶ πρὸς ἀγαθοποιοὺς συνάπτῃ εὐδαί‐ μονας καὶ πολυχρημάτους ἢ καὶ βασιλεῖς τοὺς τικτο‐
25μένους σημαίνουσιν.113

114

(1t)

ιζʹ. Περὶ διαθηκῶν καὶ ἄλλως
2 Ὅταν τις θελήσῃ τὴν ἤδη γεγραμμένην αὐτοῦ διαθήκην σφραγίσαι πρὸς ἀξιοπιστίαν παρατηρείσθω τόν τε ὡρο‐ σκόπον καὶ τὴν Σελήνην ἐν τροπικοῖς εἶναι ζῳδίοις· τούτου
5γὰρ γενομένου παλιντροπία ἔσται τῆς καταρχῆς ὕστερον, διὸ καὶ πάλιν ἄλλως διαθήσεται καὶ οὐ μὴ δηλονότι τελευ‐ τήσει ἐπὶ τῇ πρώτῃ διαθήκῃ. ἔστω δὲ πρὸς τούτοις ἡ Σελήνη καὶ αὐξιφωτοῦσα καὶ τῷ πλάτει ὑψουμένη καὶ τοῖς κατὰ μῆκος ἀριθμοῖς ἀφαιροῦσα καί τινι ἀστέρι συνάπ‐
10τουσα στηριγμὸν ἔχοντι καὶ μηδὲ ὕπαυγος ἔστω· καὶ γὰρ ὑπαύγου αὐτῆς οὔσης ὁ διαθέμενος ταχέως τελευτήσει. τὸν δὲ Ἄρεα δεῖ παραφυλάττεσθαι ἀναγκαίως ἵνα μήτε ὡροσκοπῇ μήτε σὺν τῇ Σελήνῃ μήτε τετραγωνίζῃ αὐτὴν μήτε διαμετρῇ· οὕτω γὰρ οὐ μόνον ὁ διαθέμενος τελευτή‐
15σει, ἀλλὰ καὶ ἡ διαθήκη ἀφανισθήσεται ἤτοι κλαπεῖσα ἢ ἑτέρας ψευδοῦς ἀντ’ αὐτῆς ὑποληφθείσης. ὁ δὲ Ἑρμῆς κακωθεὶς ἤτοι συνὼν τοῖς κακοποιοῖς ἢ σχηματιζόμενος ὑπ’ αὐτῶν δόλων αἴτιος γίνεται καὶ ἀμφισβητήσεων. ἐὰν δὲ Κρόνος ὡροσκοπῇ ὁ μὲν θάνατος μετὰ χρόνον συμβή‐
20σεται, ἡ δὲ διαθήκη κυρωθήσεται. ἐὰν δὲ Ζεὺς ἢ Ἀφρο‐ δίτη ὡροσκοπῇ ποιήσει τὸν διαθέμενον μὴ τελευτήσαντα διαθέσθαι πάλιν. Σημαίνει δὲ ὁ μὲν ὡροσκόπος τὴν δύναμιν τῆς γραφῆς τῆς διαθήκης καὶ τὸν διαθέμενον, τὸ δὲ μεσουράνημα τὸ
25ἀποτέλεσμα αὐτῆς, τὸ δὲ δῦνον πότερον ἔνδοξος ἢ ἄδοξος, ἀληθὴς ἢ ὑπόβλητος, τὸ δὲ ὑπόγειον ὁποῖοί τινες οἳ τὰς κληρονομίας παραλήψονται. ἐὰν οὖν ὡροσκοπῇ Κρόνος τῇ καταρχῇ ὁ διαθέμενος γέρων ἔσται, κακοῦργος καὶ [ὁ δια‐ θέμενος] ἄδικος καὶ ἐνέδραν ἕξει καὶ ψεύσματα, ὅ τε ποιῶν
30ἀγενής τις ἔσται καὶ ῥυπαρὸς ἢ ἀπελεύθερος. ἐὰν δὲ Ἄρης ἐξ ὀργῆς ἔσται ἡ διαθήκη προπετῶς ἄνευ λογισμοῦ ὡς
ἀπὸ κληρονομίας ποιῆσαι τοὺς προσήκοντας, ὅ τε ποιῶν114

115

νέος, ὀργίλος, στρατιωτικός. ἐὰν δὲ Ζεὺς δικαίαν καὶ πλου‐ σίαν δηλοῖ τὴν διαθήκην καὶ τὸν διαθέμενον τοιοῦτον. ἐὰν δὲ Ἀφροδίτη, καὶ μάλιστα ἐν τροπικοῖς οὖσα, ἔσται ἡ δια‐ θήκη ἀγαθὴ καὶ ποικίλη, ὅ τε ποιῶν ὁμοίως ἀγαθὸς καὶ
5ποικίλος τὸ ἦθος. ἐὰν δὲ οἱ πλείονες τῶν ἀστέρων ὦσιν ἐν θηλυκοῖς ζῳδίοις γυνὴ ἔσται ἡ διατιθεμένη. ἐὰν δὲ Ἑρμῆς ποικίλη ἡ διαθήκη ἔσται καὶ πολύλογος καὶ κούφη, ὅ τε ποιῶν ἐν λόγοις ἔσται ἢ διοικήσεσιν. ἐὰν δὲ Ἥλιος ἢ Σε‐ λήνη μεγίστη καὶ ἐπίσημος καθ’ ὃν ἂν τρόπον μαρτυρού‐
10μενοι τύχωσιν. ἐν δὲ τῷ μεσουρανήματι Κρόνος τυχὼν παλαιὰν τὴν διαθήκην σημαίνει, τὸ δὲ τέλος τοῦ διατιθεμέ‐ νου ὁποῖαι αἱ μαρτυρίαι τῶν ἐπιθεωρούντων τὸ μεσουρά‐ νημα. Ἄρης δὲ κενὴν τὴν διαθήκην καὶ ὀξεῖαν [τὴν δια‐ θήκην] δηλοῖ. Ζεὺς δὲ ἀλλαγῆναι πάλιν αὐτὴν μηνύσει ἐπ’
15ἀγαθῶν προσθήκαις καὶ ζήσεσθαι τὸν διαθέμενον, ὁμοίως δὲ καὶ Ἀφροδίτη. Ἑρμῆς δὲ ταχεῖαν τὴν ἄνοιξιν προαγο‐ ρεύει καὶ πρόθεσιν πολυλογίας, κατὰ ταὐτὸν δὲ τὰς μαρ‐ τυρίας χρὴ σκοπεῖν τὸν αὐτὸν τρόπον. Ἥλιος δὲ καὶ Σελήνη μετὰ τοῦ σημαίνειν εὐγενῆ καὶ μεγάλα τὰ πρόσωπα δηλοῖ.
20Κρόνος δὲ δύνων ἐπηρείας καὶ κατηγορίας καὶ κακουρ‐ γίας μεστὴν δείκνυσι τὴν διαθήκην. Ἄρης δὲ οὐ βεβαιω‐ θήσεσθαι δηλοῖ καὶ μετὰ βίας ἁρπαγήσεσθαι τὴν οὐσίαν. Ζεὺς δὲ μετὰ καλῆς πίστεως ἐνδόξως διατηρηθήσεσθαι, ὁμοίως δὲ καὶ Ἀφροδίτη. Ἑρμῆς δέ, ὑποβολιμαία καὶ πλα‐
25στὴ ἡ διαθήκη ἀναφανεῖται καὶ ἀγαθῶν μὲν μαρτυρούν‐ των λαθοῦσα διαμένει, κακοποιῶν δὲ σὺν κινδύνῳ φανερω‐ θήσεται καὶ ἄκυρος ἔσται. τὸ δ’ αὐτὸ Ἥλιος καὶ Σελήνη ἀπεργάζεται κατὰ τὴν τῶν σχημάτων σύγκρασιν. ἐν δὲ τῷ ὑπογείῳ Κρόνος εὑρεθεὶς δούλοις καὶ ἀπελευθέροις ἢ
30ἐγγόνοις αὐτῶν τὴν κατάληψιν σημαίνει, Ἄρης δὲ ἀπελευ‐ θέρων υἱοῖς, στρατιώταις, Ζεὺς δὲ φίλοις καὶ συγγενέσιν, Ἀφροδίτη δὲ γυναικὶ ἢ παλλακῇ ἢ φίλῳ μετέχοντι μυστη‐
ρίων, Ἑρμῆς δὲ τέκνοις, ἐγγόνοις, τροφοῖς, ἀξίοις λόγου,115

116

Ἥλιος δὲ ἢ Σελήνη ἐπισήμοις καὶ μεγίστοις. καὶ ἐὰν μὲν ὑπὸ ἀγαθοποιῶν μαρτυρῆται ἐπικερδεῖς ἔσονται αἱ κληρο‐ νομίαι, ἐὰν δὲ ὑπὸ κακοποιῶν ἐπιζήμιοι.
4tιθʹ. Περὶ τοῦ πότε δεῖ λαμβάνειν γυναῖκα
5 Δεῖ σε πρωτοτύπως φροντίσαι τὸ ὡροσκοποῦν ζῴδιον εἶναι στερεὸν ἢ δίσωμον, ὁ δὲ κύριος αὐτοῦ ἀγαθοπεποιη‐ μένος ἔξω πάσης κακώσεως, ἵνα δὲ τετραγωνίζῃ καὶ ἡ Ἀφροδίτη τὸν Δία καὶ ἵνα ὁρῶσι τὸν ὡροσκόπον, ἵνα δὲ αὐξιφωτῇ καὶ ἡ Σελήνη, οὔσης αὐτῆς ἀγαθοπεποιημένης
10ἐν τόπῳ καλῷ. εἰ δ’ ἴσως ταῦτα πάντα οὐχ εὑρήσεις ὡς εἴρηται ἴδε τὴν Σελήνην καὶ ποίησον ἵνα ἀγαθοποιῆται καί ἐστιν ἐν τόπῳ καλῷ.
13tἌλλως περὶ γάμου
14Τὸν μὲν ἄνδρα ἀπὸ τοῦ Ἡλίου καὶ τοῦ ὡροσκόπου, τὴν
15δὲ νύμφην ἀπὸ τῆς Ἀφροδίτης καὶ τοῦ δύνοντος, ὃν δὲ μέλ‐ λουσι βίον μετ’ ἀλλήλων διάξειν ἐκ τοῦ μεσουρανήματος, ἐκ δὲ τοῦ ὑπογείου ἡ προὶξ νοείσθω. ὁ Ἥλιος ὑπὸ κακο‐ ποιῶν βλαπτόμενος ἢ ὡροσκοπῶν τὸν ἄνδρα βεβλαμμένον δείκνυσιν, ὑπὸ δὲ ἀγαθοποιῶν μαρτυρούμενος, ἀγαθὰ τῷ
20ἀνδρὶ μαντεύονται· ἡ Ἀφροδίτη καὶ τὸ δῦνον ὑπὸ Διὸς μαρ‐ τυρούμενοι ἀγαθὰ τῇ γυναικὶ σημαίνουσιν, ὑπὸ δὲ τῶν κακοποιῶν ἀπαισία καὶ οὐκ ἔσται παράμονος ὁ γάμος, ἐὰν δὲ καὶ ἡ Σελήνη συγκακωθῇ ἀμφοτέροις κακὸν ση‐ μεῖον. Ἑρμῆς ὑπὸ τῶν ἀγαθοποιῶν μαρτυρούμενος παι‐
25δοποιίαν τῷ γάμῳ δίδωσιν. Σελήνη ἢ καὶ Ἀφροδίτη ἐν τροπικῷ ζῳδίῳ οὖσα, κακὸν τὸν γάμον λέγε· ἡ μὲν γὰρ Ἀφροδίτη, καὶ μοιχαλίδα καὶ ῥυπαρὴν λέγε τὴν τοιαύτην νύμφην, ἡ δὲ Σελήνη παλιντροπίας καὶ διαστάσεως γίνε‐
ται παραιτία.116

117

Σελήνη ἐν Κριῷ, οὐ δεῖ γαμεῖν· χωρισμὸς γὰρ ἐν τάχει παρακολουθήσει. Σελήνη ἐν αʹ καὶ γʹ δεκαμοιρίᾳ τοῦ Ταύρου παραιτητός, ἐν δὲ τῇ βʹ δεκαμοιρίᾳ τοῦ Ταύρου Σελήνης οὔσης καλόν. καὶ ἐν Διδύμοις ἀπὸ ἀρχῆς ἕως ιεʹ
5μοίρας ἀπαίσιον, ἀπὸ δὲ μοίρας ιϛʹ ἕως τέλους ἀγαθόν. Σελήνη ἐν Καρκίνῳ, οὐ δεῖ γαμεῖν ὅλως. Σελήνη ἐν Λέοντι, οὐ καλὸν τὸ γῆμαι, ποιήσει δὲ κακοδάπανον τὴν γυναῖκα. Σελήνη ἐν Παρθένῳ, χήραν γῆμαι αἴσιον, παρθένον δὲ κακόν. Σελήνη ἐν Ζυγῷ, οὐ δεῖ γῆμαι, μνηστεύειν δὲ δεῖ.
10Σελήνη ἐν Σκορπίῳ, ἐν μὲν ταῖς πρώταις μοίραις ἀγαθόν, ἐν δὲ ταῖς ὑστάταις οὐ καλόν· ταχὺ γὰρ διαζυγήσονται. Σελήνη ἐν Τοξότῃ, οὐ δεῖ γῆμαι δι’ ὀλιγοτεκνίας. Σελήνη ἐν Αἰγοκέρωτι, τῷ μὲν δευτερογαμοῦντι ἢ τριτογαμοῦντι καλόν, τῷ δὲ πρωτογαμοῦντι οὐ καλόν. Σελήνη ἐν Ὑδρο‐
15χόῳ, ἀνεπιτήδειον. Σελήνη ἐν Ἰχθύσιν, καλὸν μὲν γαμεῖν, ποιεῖ δὲ τὴν γυναῖκα φλύαρον καὶ μαχίμην. Παρατηρητέον δὲ τὴν Ἀφροδίτην μάλιστα ἐν ταῖς τοι‐ αύταις σκέψεσι μὴ εἴη μετὰ τῶν κακοποιῶν ἤτοι ἐν ταῖς τούτων μαρτυρίαις, ἀλλὰ μᾶλλον ἐν ὁρίοις καὶ ζῳδίοις ἀγα‐
20θοποιῶν. τυχοῦσα τοίνυν ἡ Ἀφροδίτη ἐν ὁρίοις ἢ ζῳδίοις ἀγαθοποιῶν καὶ εἰ ἐπιδεκατεύσει τῇ Σελήνῃ, ὑπὸ δὲ τοῦ Διὸς ἐπιδεκατεύηται (τουτέστι δεκάτη μὲν ἀπὸ Σελήνης, τετάρτη δὲ ἀπὸ Διός), κάλλιστον τὸν γάμον, θυμήρη τε καὶ τεκνοποιὸν ἀποτελέσει, καὶ μάλιστα ὅταν εἷς τῶν ἀγα‐
25θοποιῶν ἐπὶ τῶν πολυσπέρμων ζῳδίων τύχῃ· οὕτω γὰρ τάχιστα συλλήψεις ποιήσει. τὸ δὲ αὐτὸ καὶ τὰ τρίγωνα σχήματα ἀποτελέσει πολυσπέρμων ὄντων τῶν ζῳδίων, ἀλλὰ καὶ οἱ κακοποιοὶ ἐν τῷ τριγώνῳ σχήματι ἐπὶ τῶν πολυσπέρμων ζῳδίων μαρτυρούμενοι ὑπὸ τῶν ἀγαθοποιῶν
30τεκνοποιίαν δίδουσιν. Ἐπισκοπεῖν δὲ χρὴ τὰ δύο θεμάτια τῶν γαμουμένων καὶ ἐπεὶ πάντες οἱ ἀγαθοποιοὶ ἐν τοῖς ἀγαθοῖς τόποις (τουτ‐
έστι διπλοῖ) κατὰ τὸν καιρὸν τοῦ γάμου γίνονται ἢ συσχη‐117

118

ματίζονται. εἰ δὲ κατὰ γένεσιν καὶ κατὰ πάροδον τὸ μεσου‐ ράνημα κοσμούμενον εἴη καὶ ἀγαθοποιοῦ τόπος τοῦ θέμα‐ τος τῆς γυναικὸς ἐμπέσῃ εἰς τὸ τοῦ ἀνδρὸς μεσουράνημα εἰδέναι χρὴ ἐν αὐτῷ τῷ ἔτει τὴν παιδοποιίαν ποιήσασθαι,
5εὐάρμοστόν τε τὴν συμβίωσιν μηκυνθῆναι, καὶ μάλιστα ὅταν οἱ ἐπίκαιροι τόποι τῶν γεννήσεων (τουτέστι Σελήνη καὶ Ἥλιος καὶ ὁ ὡροσκόπος) σύμφωνοι ὑπάρχωσιν. ἐπὰν δὲ καὶ πολύσπερμον ᾖ τὸ κατὰ κορυφὴν ζῴδιον κατὰ τὴν πρώτην συνέλευσιν τὰ τῆς συλλήψεως ἀσφαλῆ ἔσται. ἐπὰν
10δὲ τύχῃ ἐπὶ τοῦ κατὰ κορυφὴν τόπου ἀγαθοποιὸς ὑπὸ τὰς αὐγὰς ὢν κατὰ τὸν καιρὸν τοῦ γάμου σκοτεινὴν τὴν σύλ‐ ληψιν καὶ τεκνοποιίαν σημαίνει, καὶ μάλιστα ἐπὶ τῶν γυναι‐ κῶν αἷς καὶ τὸ θέμα αὐτὸ συμβέβηκεν ἔχειν· τῆς γὰρ Ἀφροδίτης ὑπὸ τὰς αὐγὰς οὔσης μετὰ Ἄρεως λαθραίως
15παρθενεύονται, καὶ Διὸς μαρτυροῦντος οἱ βιωσάμενοι. 〈...〉 κατὰ τὸν καιρὸν τῆς καταρχῆς τῶν τῆς Ἀφροδίτης ὑπὸ δύσιν τοῦ Ἡλίου. Ἐὰν ἐν τῷ κακοδαιμονήματι τοῦ ἀνδρὸς ἡ τῆς γυναικὸς Σελήνη κατὰ γένεσιν ᾖ ἄρξει ἡ γυνὴ τοῦ ἀνδρός, ἐὰν δὲ ἐν
20τῷ ιβʹ τῆς γυναικὸς εὑρεθῇ ἡ τοῦ ἀνδρὸς Σελήνη ἀνάπαλιν γίνεται, τουτέστιν ὁ ἀνὴρ ἄρξει τῆς γυναικός. αἱ δὲ τῶν γάμων καταρχαὶ ἐν πανσελήνῳ ἐκπεσοῦσαι κάκισται τοῖς γαμοῦσιν. ἀλλὰ καὶ αἱ Σελῆναι τῶν δύο γενέσεων δια‐ μετροῦσαι ἀλλήλαις ἀπαίσιοί εἰσιν· διχονοίας γὰρ παρ‐
25αίτιαι. κρατήσει δὲ ὅμως ἐν ταῖς φιλονεικίαις ὁ ἔχων ὑπὲρ γῆν τὴν Σελήνην. Ἀφροδίτη ἐν ἀρρενικῷ ζῳδίῳ οὖσα, ὁ δὲ Ζεὺς ἐν θηλυκῷ, καλὸν τὸ τοιοῦτον σχῆμα τοῖς ἀνδρά‐ σιν ὑπάρχει, ἔμπαλιν δὲ ταῖς θηλείαις ἄμεινον ὅταν ἡ μὲν Ἀφροδίτη ἐν θηλυκῷ, ὁ δὲ Ζεὺς ἐν ἀρρενικῷ.
30 Καὶ ταῦτα μὲν ἐν τοῖς ἔπεσι Δωροθέου, ἐκ δὲ ἄλλων ἀρχαίων καὶ πείρᾳ κατειλημμένων τὰ ἐφεξῆς. μάλιστα προσέχειν χρὴ περὶ συνελεύσεως καὶ ἁρμογῆς γάμου τῷ
τε κυρίῳ τοῦ κλήρου καὶ τῆς ὥρας, ἔτι τε καὶ τῷ τῆς προ‐118

119

γενομένης συνόδου καὶ τῇ πρὸς ἀλλήλους τε καὶ τὰ φῶτα καὶ τὸν θανατικὸν ἀστέρα σχηματοθέσει. τυχὼν γὰρ ὁ κλῆρος τῆς τύχης εἰς τὸ δυτικὸν ἢ ὁ τούτου κύριος ἢ ὁ τοῦ δυτικοῦ κέντρου κύριος ἐπ’ αὐτοῦ τυχὼν σὺν τῷ κληρικῷ
5ἀστέρι ἢ ἐπὶ τοῦ κληρικοῦ ἀστέρος ἢ ἐπὶ τοῦ κληρικοῦ ζῳδίου ὁμοίως τυχών (δηλονότι σὺν τῷ κλήρου ἀστέρι) τῆς Σελήνης ἐπιμαρτυρούσης γάμον καὶ συνέλευσιν σημαίνει. Ἐπιφυλακτέον οὖν τὴν Ἀφροδίτην ἑῴαν ἀναποδίζουσαν καὶ ἐπὶ τὸν Δία ἐρχομένην· οὕτω γὰρ ἀνάρμοστοι καὶ
10ἀβέβαιοι οἱ γάμοι ἔρχονται τῶν συνερχομένων τυγχανόν‐ των κούφων τὰ ἤθη. καὶ ἢν μὲν ἐν θηλυκῷ ζῳδίῳ τύχῃ τοῦτο τοὺς ἄνδρας, ἢν δὲ ἐν ἀρσενικῷ τὰς γυναῖκας τοιαύ‐ τας νομιστέον. εἰ δὲ οὕτως ἐχούσης τῆς Ἀφροδίτης ἀπό‐ ζευξις γένοιτο ἐπανήξει αὖθις ἡ γυνὴ προστιθείσης τῆς
15Ἀφροδίτης τοῖς ἀριθμοῖς, εἰ δὲ Ἄρης ἀναποδίζει ἐν τῇ καταρχῇ τοῦ χωρισμοῦ ἐπιστρέψαντος αὐτοῦ καὶ προστι‐ θέντος ὁ ἀνὴρ διαλλαγήσεται καὶ μετελεύσεται τὴν γυ‐ ναῖκα. Ἢν δὲ ὁ κύριος τοῦ γάμου ἐν τῇ καταρχῇ μεσουρανῶν
20τύχῃ ἐν θηλυκῷ ζῳδίῳ πολύκοινον δείξει τὴν γυναῖκα, εἰ δὲ ἀρσενικῷ τὸν ἄνδρα. τετραγωνίζων δὲ ὁ Ζεὺς τῷ γαμι‐ κῷ ἀστέρι τυχὼν στάσεως τῆς ἐν τῷ γάμῳ δηλωτικός· κακὴ καὶ ἡ Σελήνη καὶ ἐν ἀρσενικῷ ζῳδίῳ τυχοῦσα. ὡρο‐ σκοπῶν δὲ ὁ τοῦ γάμου κύριος ἐπίμεμπτον τὸν γάμον δηλοῖ,
25καὶ μάλιστα ὁ Ζεὺς ἐν θηλυκῷ ζῳδίῳ ἄπροικον ἢ ψευδο‐ πλουσίαν ἢ ὑπόδικον, ἐν δὲ ἀρσενικῷ τὸν ἄνδρα τοιοῦτον. Ἐπειδὴ προείρηται ὅτι ὁ μὲν ὡροσκόπος ὁ γαμῶν, τὸ δὲ δῦνον ἡ γαμουμένη, τὸ μεσουράνημα ἡ ἀμφοτέρων ὁμό‐ νοια καὶ παραμονή, τὸ δὲ ὑπόγειον ἡ προὶξ καὶ τὸ τοῦ
30γάμου ἀποτέλεσμα, δῆλον μὲν οὖν ὅτι τοῦ Κρόνου μὲν ὡροσκοποῦντος ὁ γαμῶν ἔσται πρεσβύτης καὶ ῥυπαρός,
Ἄρεως δὲ καὶ νεώτερος καὶ ὀργίλος, τοῦ δὲ Διὸς πλού‐119

120

σιος καὶ ἀγαθός, μέσης ἡλικίας, Ἀφροδίτης ἱλαρός, καθά‐ ριος, ἡδύβιος, κατωφερὴς εἰς γυναῖκας, Ἑρμοῦ δὲ εὐπαί‐ δευτος, συνετὸς καὶ ἐρωτικὸς εἰς παῖδας, Ἡλίου δὲ καὶ Σελήνης εὐγενὴς καὶ ἐπίσημος. Κρόνου δὲ μεσουρανοῦντος
5διάλυσις ἔσται τοῦ γάμου διὰ ῥυπαρὰν καὶ σμικρολόγον, Ἄρεως δὲ διὰ ἀκαταστασίαν καὶ ζηλοτυπίαν (ἐπὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης συνῇ αὐτῷ ἢ μαρτυρῇ διὰ μοιχείαν, ἐὰν δὲ Ἑρμοῦ διὰ παιδὸς ἔρωτα), Διὸς δὲ καὶ Ἀφροδίτης ὁμό‐ νοια αὐτοῖς ἔσται καὶ τεκνοποιία, Ἡλίου δὲ καὶ Σελήνης
10ἐπισήμους αὐτοὺς ἔσεσθαι. ἐπὶ δὲ τοῦ δύνοντος τυχόντες ὅμοια ἀποδεικνύουσι περὶ τὴν γυναῖκα οἷα καὶ ἐπὶ τοῦ ἀνδρὸς ἐν τῷ ὡροσκόπῳ. ἂν δὲ Ἄρης ἢ Κρόνος ἢ ἀμφότεροι ὑπὸ γῆν εὑρεθῶσιν ἰδίων ἀποβολὴν καὶ τέκνων καὶ τῆς προικὸς καὶ προτελευτὴν τοῦ ἀνδρὸς σημαίνουσιν, ἂν
15δὲ Ζεὺς καὶ Ἀφροδίτη ὑπόγειοι ὦσι πολὺν χρόνον σὺν ἀλλήλοις καὶ τέκνα ἔσεσθαι, καὶ ἐὰν μὲν ἐν ἀρσενικῷ ζῳδίῳ ὁ ἀνὴρ ἐπιζήσεται, ἐὰν δὲ ἐν θηλυκῷ ἡ γυνή, ὁ δὲ Ἑρμῆς καθὼς μαρτυρίαν δέξεται ἕκαστα ἐμφαίνει. Τοῦ Ἡλίου κεκακωμένου, τῆς δὲ Ἀφροδίτης ὑπὸ ἀγα‐
20θοποιῶν μαρτυρουμένης ἐπὶ τῇ καταρχῇ, ἄρχειν τὴν γυναῖ‐ κα τοῦ ἀνδρὸς δηλωτέον, ἔμπαλιν δὲ τυχόντων ἔμπαλιν ἔσται. τῆς δὲ Σελήνης κεκακωμένης ἀμφοτέροις ἀσύμ‐ φορον καὶ τῇ προικί. ὁ ὡροσκόπος καὶ τὸ μεσουράνημα ἔχοντες ἀγαθοποιοὺς σημαίνουσι τεκνοποιίαν ἐπὶ συμ‐
25φέροντι, κακοποιοὺς δὲ ἀποβολήν. φυλάσσεσθαι δὲ τοῦ κυρίου τῆς τύχης κακωθέντος ἀγαγέσθαι γυναῖκα. χαλε‐ πὸς δὲ καὶ ὁ κατὰ γένεσιν οὕτως ἔχων γαμικὸς ἀστήρ. κενοδρομοῦσα δὲ ἡ Σελήνη πολυκοίνους μηνύει, ἀγαθὴ δὲ ὑπόγειος ἐν θηλυκῷ ζῳδίῳ· τοῦ Ἡλίου ὄντος ἐν ἀρσενικῷ
30ὑποτεταγμένην αὐτὴν ποιεῖ.120

121

(1t)

κʹ. Περὶ χωρισμοῦ γάμου
2 Τοὺς δὲ χωρισμοὺς αὐτῶν καὶ ἐπανελεύσεις ἐπιβλέπειν δεῖ οὕτως. τὴν καταρχὴν ἐν ᾗ γένηται ὁ χωρισμὸς ἢ καὶ ἐν ᾗ ὥρᾳ πείθεταί σου ὅρα γοῦν τὴν Ἀφροδίτην καὶ τὸν
5Ἥλιον, καὶ ἐὰν εὕρῃς τὸν μὲν Ἥλιον ἢ ἐν μεσουρανήματι ἢ ἐν ιαʹ τόπῳ, τὴν δὲ Ἀφροδίτην ἑσπερίαν ἀναποδίζουσαν, λέγε αὖθις τὴν γυναῖκα ἐπανελεύσεσθαι θυμήρως. ἐὰν δὲ γυνὴ ἐκβληθῇ ὑπὸ τοῦ ἰδίου ἀνδρός, εἰ μὲν αὐξιφωτεῖ ἡ Σελήνη δυσκόλως εἰς τὸν ἑαυτῆς ἄνδρα ἐπανήξει, ἐὰν δὲ
10ἀποκρούῃ ἡ Σελήνη εὐκόλως ἐπάνεισιν, ἐπ’ αὐτῆς δὲ τῆς συνόδου δυσχερῶς ἐπανήξει. ἐὰν δὲ ἐν ὅσῳ ἡ Σελήνη τὸν ἴδιον κύκλον ἀπαρτίζει ὁ Ἥλιος μεταβῇ εἰς ἕτερον ζῴδιον θηλυκὸν Ἀφροδίτης σὺν αὐτῷ οὔσης, διαλυθέντος τοῦ γάμου ὁ ἀνὴρ ἑτέραν γαμήσει. ἐπιτηρητέον δὲ καὶ τὸν
15ὡροσκόπον καὶ τὴν Σελήνην ἐπειδὴ τυχόντες οὗτοι ἐπὶ στερεῶν ζῳδίων ἐν τῇ καταρχῇ βέβαια ποιοῦσιν, ἐπὶ δὲ τροπικῶν τρεπτὰ καὶ ἀβέβαια, ἐπὶ δὲ δισώμων ἀμφισβη‐ τήσιμα.
19tκαʹ. Περὶ διαφορᾶς κυουμένων
20 Ἐπὰν δὲ κατὰ γαστρὸς αἱ γυναῖκες ἔχουσαι βούλοιντο ἐκτιτρώσκειν μὴ δυνάμεναι τελεσφορεῖν ἁρμόζει τῆς Σελή‐ νης οὔσης ἐν τοῖς ὀρθοῖς ζῳδίοις καὶ ἀποκρουούσης καὶ νότον κατιούσης, μαρτυρουμένης τετραγώνως ἢ τριγώνως ὑπὸ Ἀφροδίτης καὶ Ἄρεως ἢ συνόντων αὐτῇ καὶ ἐν θηλυ‐
25κοῖς ζῳδίοις ὄντων. ὅσα δὲ δεῖ ἐν τούτοις παρατηρεῖν τὴν Σελήνην τοσαῦτα καὶ τὸν ὡροσκόπον δεῖ ἔχειν κατά τε τὰ ὀρθὰ ζῴδια καὶ κατὰ τὰς μαρτυρίας Ἄρεως καὶ Ἀφροδί‐
της.121

122

(1t)

κβʹ. Περὶ ἐκτιτρωσκουσῶν
2 Φασὶν ἐπικινδύνως ἐκτιτρώσκειν Κριοῦ μὲν ἀπὸ πρώτης μοίρας ἕως ιαʹ, Διδύμων δὲ ἀπὸ πρώτης ἕως τριακοστῆς, Καρκίνου δὲ ἀπὸ αʹ ἕως ιεʹ, Λέοντος δὲ ἀπὸ πρώτης ἕως
5ιαʹ, Παρθένου δὲ τὰς πάσας, ἐν δὲ Ζυγῷ ἀπὸ ιβʹ ἕως τριακοστῆς καὶ ἐν Σκορπίῳ ἀπὸ ιβʹ ἕως τριακοστῆς, Το‐ ξότου δὲ ἀπὸ πρώτης ἕως ιαʹ, Αἰγοκέρωτος δὲ ἀπὸ αʹ ἕως ιεʹ, Ὑδροχόου δὲ ἀπὸ εἰκοστῆς ἕως τριακοστῆς, ταῖς μοίραις πάσαις οὔσης τῆς Σελήνης ἢ τοῦ ὡροσκόπου, καὶ
10μάλιστα τοῦ Κρόνου συσχηματιζομένου, αἱ δὲ λοιπαὶ μοῖ‐ ραι εὔκολοι καὶ ἀκίνδυνοι.
12tκγʹ. Περὶ παραδόσεως τεχνῶν
13 Εἰσόμεθα δ’ εἰ εὐμαθεῖς ἔσονται οἱ παραδιδόμενοι εἰς μάθησιν τέχνης ἢ ἀμελεῖς ἀποβαίνουσιν, καὶ περὶ τῷδε
15εἴτε ἐπιμέλεια καὶ ἡ κατόρθωσις γένοιτο εἴτε ἡ ῥαθυμία. ὁ μὲν ὡροσκόπος τὰ κατὰ τὸν διδάσκαλον σημαίνει, τὸ δὲ μεσουράνημα τὸν συνιστῶντα οἷον δεσπότην ἢ πατέρα ἢ ἐπίτροπον, τὸ δὲ δῦνον τὸν μαθησόμενον, τὸ δὲ ὑπὸ γῆν τὴν τοῦ μαθήματος ἢ ἐπιστήμης ἀπόβασιν, τῆς θεωρίας κατὰ
20τὸν συγκριτικὸν λόγον ληφθησομένης ὁμοιοτρόπως τοῖς ἐπάνω προλελεγμένοις. εἰδότες οὖν τὸν τρόπον τοῦτον ἐπὶ τῶν παραδιδομένων εἰς μάθησιν τεχνῶν ἐπιτηρήσομεν τὴν Σελήνην πλήθουσαν καὶ καλῶς κειμένην μετὰ τοῦ Ἑρμοῦ καὶ αὐτοῦ καλῶς κειμένου καὶ ἀνατολικοῦ καὶ ἐν τοῖς
25ἀνθρωποειδέσι ζῳδίοις ὄντων ἢ καὶ πρὸς αὐτὰ ἐσχηματισ‐ μένων, καὶ τότε παραδώσομεν εἰς μαθήσεις. Ἄλλως περὶ τεχνῶν διδασκαλίας Σελήνης ἐν Κριῷ ἢ Παρθένῳ ἢ Ζυγῷ ὑπὸ Διὸς ἢ Ἀφρο‐
δίτης μαρτυρουμένης τριγώνως ἢ τετραγώνως ἢ δια‐122

123

μέτρως ποιεῖ τὸν τέχνης τινὸς καταρξάμενον κατορ‐ θῶσαι αὐτήν. παρατηροῦ δὲ ἵνα μὴ ἡ Σελήνη συνοδεύῃ τῷ Ἡλίῳ ἢ διαμετρῇ.
4tκδʹ. Περὶ ἵππων καὶ κτηνῶν ἀγορασίας
5 Καὶ περὶ μὲν ἵππων λογίζου τὸν μὲν Κριὸν εἶναι κεφα‐ λήν, τὸν δὲ Ζυγὸν τὰ ὀπίσω, τὰ δὲ λοιπὰ ζῴδια τὰ παρ’ ἑκάτερα πλευρά, καὶ ὅπου δ’ ἂν εὑρεθῇ κακοποιὸς ἐκεῖ τὴν αἰτίαν καὶ τὸ σίνος τοῦ ἵππου λογιστέον. περὶ δὲ κτηνῶν ἀγορασίας τὰ προδεδαμασμένα ἐν Κριῷ καὶ Ταύρῳ τῆς
10Σελήνης καὶ τῆς ὥρας οὔσης καλὸν καὶ ἐπωφελὲς ἀγο‐ ράσαι, τὰ δὲ τοῦ δαμασθῆναι καὶ ὑποταγῆς χρῄζοντα ἔν τε Λέοντι καὶ τῇ τελευταίᾳ πεντεκαιδεκαμοιρίᾳ τοῦ Τοξό‐ του τῆς ὥρας ἢ τῆς Σελήνης ὄντων.
14tκεʹ. Περὶ αἱρέσεως καὶ συνθηκῶν
15 Εἴ τις οὖν χρῄζων προσενέγκῃ αἵρεσιν περὶ οἱουδήτινος πράγματος ἐκεῖνον μὲν ἀπὸ τοῦ ὡροσκόπου σκέπτου, σὲ δὲ ἀπὸ τοῦ δύνοντος, τὴν δὲ πρᾶξιν ἐκ τοῦ μεσουρανήματος, τὸ δὲ τέλος ἐκ τοῦ ὑπογείου. ἐπισκόπει δὲ καὶ τὰ ἀνατέλ‐ λοντα ζῴδια εἰ ὀρθὰ εἴη ἢ πλάγια, καὶ ἐκ τούτων νοήσεις
20τοῦ προσιόντος τὸν σκοπὸν καὶ τὸν νοῦν. ἀγαθοποιοῦ γὰρ ὄντος ἐπὶ τῆς ὥρας μὴ φοβήσῃς δόλον. εἰ δὲ τύχωσιν οἱ κακοποιοὶ ἐν τῷ μεσουρανήματι τὸ πρᾶγμα οὐ καλόν· περὶ γὰρ τὴν αἵρεσιν προσφέρει καὶ ἀηδίαν προξενεῖ. ὁμοίως ἀπαναίνου κακοποιοῦ ὄντος ἐν τῷ δύνοντι ἢ ἐν τῷ
25ὑπογείῳ. ἐπισκέπτου δὲ καὶ τὴν Σελήνην πῶς κεῖται ἵνα
ἐκ πάντων τὸ ἀληθὲς προμάθῃς.123

124

(1t)

κϛʹ. Περὶ δανείων
2 Ἀκολούθως τοῖς προκειμένοις ἔσται ὁ μὲν δανείζων ὁ ὡροσκόπος, ὁ δὲ δανειζόμενος τὸ δῦνον, τὸ δὲ μεσουράνημα τὸ διδόμενον ἀργύριον, τὸ δὲ ὑπὸ γῆν μηνύει σοι τὴν ἔκβα‐
5σιν τοῦ χρέους. ἀλλὰ καὶ ἡ τῆς Σελήνης ἀπόρροια ληφθή‐ σεται εἰς πρόσωπον τοῦ δανείζοντος, ἡ δὲ συναφὴ τοῦ δανειζομένου, ἐκ δὲ τῶν ὠφελούντων ἢ βλαπτόντων ἀστέ‐ ρων αἱ προσαγορεύσεις ἀκολούθως ἔσονται. τινὲς δὲ ἐπι‐ σκοποῦσι τὸν Ἥλιον καὶ τὴν Σελήνην, τὴν μὲν Σελήνην εἰς
10τὸν δανείζοντα ὅταν ᾖ αὐξίφως, τὸν δὲ Ἥλιον εἰς τὸν δανει‐ ζόμενον ἤτοι χρεώστην, ὅταν δὲ ἡ Σελήνη λειψίφως ἐστὶν ἔμπαλιν ὁ μὲν Ἥλιος εἰς τὸν δανείζοντα μετείληπται, ἡ δὲ Σελήνη εἰς τὸν ὀφειλέτην. Κακὴ δὲ ἡ Σελήνη ἐν τοῖς συνδέσμοις ἢ ἐν τῷ νοτίῳ
15περικαμπίῳ. φύλαττε δὲ δανείζων τὴν τοῦ Ἑρμοῦ μετὰ Κρόνου στάσιν καὶ τὴν Σελήνην οὖσαν ἐν ἀρχῇ τοῦ Λέοντος καὶ τῶν Διδύμων καὶ τοῦ Τοξότου, καὶ ὅτε τούτων αὐτῶν τῶν ζῳδίων αἱ ἀρχαὶ ὡροσκοποῦσιν. ἐὰν δὲ δανείσασθαι θέλῃς ἔστω ἡ Σελήνη ἐν Ὑδροχόῳ καὶ Σκορπίῳ καὶ Λέοντι
20καὶ Ἰχθύσι καὶ Τοξότῃ λειψιφωτοῦσα καὶ τοῖς ἀριθμοῖς ἀφαιροῦσα, ἡ δὲ Ἀφροδίτη καὶ ὁ Ζεὺς καὶ ὁ Ἑρμῆς ἐπιμαρ‐ τυρείτωσαν τῇ Σελήνῃ ἢ τῷ ὡροσκόπῳ.
23tκζʹ. Περὶ ἐγγύης εἴπερ οὐ βούλεσαι
24tἐγγυήσασθαί τινα
25 Εἰ δὲ βουληθῇς μὴ ἐγγυήσασθαί τινα δυσωποῦντά σε ἐπιτήρει τὴν Σελήνην μετὰ Κρόνου καὶ Ἄρεως ἢ καὶ τού‐
των τῶν ἀστέρων ὡροσκοπούντων καὶ τότε σύντυχε τῷ124

125

δυσωποῦντί σε· τότε γὰρ ἀσυντέλευτα γίνεται τὰ τῆς ἐγγύης. κατὰ τὰ αὐτὰ δὲ σχήματα τοῦ θέλοντος δανεί‐ σασθαι παρά σου τὴν ἐνόχλησιν ἐκφεύξῃ.
4tκθʹ. Περὶ ἐλευθερώσεων
5 Περὶ ἐλευθερίας σκεπτόμενος ἀπόνεμε τὸν μὲν ὡροσκό‐ πον τῷ ἐλευθεροῦντι, τὸ δὲ μεσουράνημα παρ’ ᾧ γίνεται ἡ ἐλευθερία, τὸ δὲ δῦνον τῷ ἐλευθερουμένῳ, τὸ δὲ ὑπὸ γῆν ὁποία τις ἔσται ἡ ὑπομονὴ καὶ εὐχαριστία. Βεβαιότερον δὲ ἂν σκέψαιτό τις οὕτω· τὸν μὲν ὡροσκό‐
10πον κρίνων τὸν ἐλευθερούμενον, ἐκ δὲ τοῦ κυρίου τοῦ ζῳδίου καὶ τῶν πρὸς αὐτὸν σχηματισμῶν ὁποῖος τυγχάνει καταλήψεται, καὶ ἂν μὲν ἀνατολικὸς τύχῃ αὐτεξουσίως ἀφεθήσεται καὶ τὴν ἐλευθερίαν καρπώσεται, ἐὰν δὲ δυτι‐ κὸς περισκελίαν τινὰ καὶ συκοφαντίαν ἕξει. τὸ δὲ μεσου‐
15ράνημα τὸν τόπον ἐν ᾧ γίγνοιτο μηνύσει, τὸ δὲ δῦνον τὸν ἐλευθεροῦντα (ὁποῖος δέ ἐστιν ἀπὸ τοῦ κυρίου τοῦ ζῳδίου), τὸ δὲ ὑπὸ γῆν τὰς ἐκβάσεις τῆς ἐλευθερίας κατὰ τὰς τῶν ἀστέρων δηλονότι ἐφοράσεις. τοῦ δὲ κυρίου τοῦ ὡροσκό‐ που ἐναντιουμένου τῷ δυτικῷ ἐναντίοι καὶ ἐχθροὶ ἔσονται
20ὁ ἐλευθερώσας καὶ 〈ὁ〉 ἐλευθερωθείς. Φυλάσσειν δὲ χρὴ ἐν πρώτοις τὴν Σελήνην ἀκάκωτον καὶ ἀγαθοῖς συνάπτουσαν ἐπεὶ τὸ ἐναντίον παθούσης ἡ δουλεία πολλῷ ἀμείνων ἔσται τῆς ἐλευθερίας ὥς φησι Δωρόθεος. ἀλλὰ καὶ τὰ ἡμισφαίρια, τὸ ὑπὸ γῆν, τὸ ὑπὲρ
25γῆν, ὁρατέον, οἱ δὲ ὑπὸ γῆν τὰ ἐν τῇ ἐλευθερίᾳ σημαί‐ νουσιν. καὶ εἰ μέν τις τῶν ἀγαθοποιῶν ἐν τῷ ὑπὸ γῆν ἡμι‐ σφαιρίῳ τύχῃ πάντα καλά, τουτέστιν ἐὰν ἀγαθοποιὸς ἀστὴρ μετὰ τὴν καταρχὴν τῆς ἐλευθερώσεως πρῶτος ἀνα‐ τείλῃ. ἐὰν δὲ Σελήνη μετὰ κακοποιοῦ συνοδεύουσα ἐν τῷ
30δυτικῷ τύχῃ εὐθέως μετὰ τὸ ἐλευθερωθῆναι διαφέρει τὸν
ἐλευθερωθέντα.125

126

(t)

EPITOMA III
1tΗΦΑΙΣΤΙΩΝΟΣ ΘΗΒΑΙΟΥ
2tΑΠΟΤΕΛΕΣΜΑΤΑ ΣΥΝΟΠΤΙΚΑ
3tΠΕΡΙ ΤΩΝ ΕΚΛΕΙΨΕΩΝ
4tΤΩΝ ΦΩΣΤΗΡΩΝ
5tΕΚ ΜΟΝΩΝ ΤΩΝ ΖΩΙΔΙΩΝ
6 Σεληνιακῆς ἐκλείψεως γινομένης ἐν τῷ Κριῷ ἀφορίαν πάντων ἔσεσθαι σημαίνει, ἐν δὲ Ταύρῳ σίτου φθοράν, ἐν δὲ Διδύμοις καὶ Καρκίνῳ σίτου δαψίλειαν καὶ οἴνου, ἐν Λέοντι σίτου πλῆθος κατὰ τὰ πεδία, ἐν δὲ Παρθένῳ προ‐
10βάτων φθορὰν καὶ δένδρων, ἐν Ζυγῷ σίτου φθορὰν ὑπὸ ἀκρίδος καὶ νόσου, ἐν δὲ Σκορπίῳ λοιμόν, ἐν Τοξότῃ ὕδωρ καὶ χάλαζαν, ἐν Αἰγοκέρωτι σῖτον ἐν τοῖς πεδίοις ἔσεσθαι καὶ ἀνέμους βιαίους, ἐν δὲ Ὑδροχόῳ εὐθηνίαν καὶ σίτου φθορὰν ἐν τοῖς πεδίοις, ἐν Ἰχθύσι πρωΐμους τοὺς σιτι‐
15κοὺς καρπούς. Ἡλίου δὲ ἐκλείποντος ἐν Κριῷ σίτου δαψίλειαν καὶ ὑγιεινὸν τὸ ἔτος ἀποδεικνύει, ἐν δὲ Ταύρῳ σίτου φθορὰν
ὑπὸ ἀκρίδος, ἐν δὲ τοῖς Διδύμοις λιμὸν ἰσχυρόν, ἐν δὲ Καρ‐126

127

κίνῳ ὕδωρ πολὺ καὶ σίτου σπάνιν, ἐν δὲ Λέοντι σίτου σπά‐ νιν, ἐν δὲ Παρθένῳ ἐπὶ τρίμηνον ἀπηλιώτην πνεῦσαι, ἐν Ζυγῷ βροντὰς καὶ λιμόν, ἐν Αἰγοκέρωτι σίτου σπάνιν, ἐν Ὑδροχόῳ σίτου δαψίλειαν, καὶ ἐν τοῖς Ἰχθύσιν ὕδωρ
5ὀλίγον. Ὡρίσαντο δὲ οἱ παλαιοὶ μερικῶς ὅτι ἐν μὲν Κριῷ ἐκλεί‐ ψεως γενομένης ἔσεσθαι ἐν Αἰγύπτῳ καὶ τοῖς κατὰ Συρίαν τόποις μέγιστα κακὰ καὶ τοῖς δυνάσταις τῶν τόπων θανά‐ τους καὶ ἐπιβουλὰς καὶ ἀναιρέσεις καὶ τῶν δοκούντων
10ἐκπτώσεις καὶ στρατοπέδων συγκρούσεις καὶ ἁρπαγὰς καὶ ἐμπρησμούς, ἐν δὲ τῇ Λιβύῃ ὄχλων ἐπαναστάσεις καὶ τῷ ἡγουμένῳ κίνδυνον καὶ τοῖς κατὰ ἀνατολὰς καὶ ἑσπέραν. Ἐν δὲ Ταύρῳ εὐφορίαν σίτου ἐν Αἰγύπτῳ καὶ ὄχλων ἀκαταστασίαν τῆς οὖν ἐκλείψεως γενομένης ἀπὸ τετάρτης
15ὥρας ἕως ἐννάτης, ἐν δὲ Μηδίᾳ καὶ τῇ Ἐλυμαΐδι πολέμους, ἐν δὲ Κύπρῳ ἐρυσίβην, ἐν δὲ τῇ Ἀσίᾳ πανηγύρεις, ἑορτάς, πολυπάθειαν, ἀπὸ ἀνατολῶν δὲ τοῦ Ἡλίου ἢ τῆς Σελήνης τῆς ἐκλείψεως γενομένης φόνους ἐν Συρίᾳ ἔσεσθαι, τὸν δὲ δυνάστην Συρίας καὶ Αἰγύπτου διενεχθέντας πρὸς ἀλλή‐
20λους μετ’ ἐνιαυτὸν καὶ ἓξ μῆνας κακῶς ἀπολεῖσθαι καὶ ὑφ’ ἑτέρων διαδεχθῆναι, ἀπὸ δυσμῶν δὲ γενομένης τοῖς πρὸς ἑσπέραν οἰκοῦσιν ἧτταν καὶ ταπείνωσιν ἔσεσθαι. Κατὰ δὲ τοὺς Διδύμους Ἡλίου ἐκλείποντος ἐν τῇ πρώ‐ τῃ τριώρῳ τὸν δυναστεύοντα τῆς Ἀσίας μετ’ ἐνιαυτὸν
25τελευτήσειν ὡρίσαντο καὶ τοὺς πρωτοστατήσαντας ὑπὸ τῶν ὄχλων κακοποιήσεσθαι, περὶ δὲ τὸ τελευταῖον τρίωρον γενομένης Ἰταλίᾳ καὶ Κιλικίᾳ καὶ Λιβύῃ καὶ τοῖς πρὸς ἑσπέραν κατοικοῦσι φθορὰν καὶ ἀπώλειαν ἔσεσθαι. τῆς
δὲ Σελήνης ἐν τῇ πρώτῃ τριώρῳ ἐκλειπούσης τῷ τῆς127

128

Ἀσίας βασιλεῖ βλάβην ἰσχυρὰν καὶ τοῖς οἰκοῦσι φθορὰν καὶ ἀπώλειαν ἔσεσθαι καὶ φθορὰν τετραπόδων, μάλιστα προβάτων, ἐν δὲ τῇ δευτέρᾳ τριώρῳ κατασφαγὰς ἐν Λιβύῃ καὶ Συρίᾳ καὶ Βαβυλωνίᾳ σημαίνει, ἐν δὲ τῇ τρίτῃ τριώρῳ
5μέρη τινὰ Αἰγύπτου καὶ Λιβύης καὶ Κιλικίας καὶ Ῥώμης θλιβήσεσθαι καὶ τοὺς ὑποτεταγμένους ὑπὸ τῶν ὑπερεχόν‐ των μάλιστα βλαβήσεσθαι. Ἐν δὲ Καρκίνῳ ἐκλείποντος Ἡλίου ἐν οἱᾳδήποτε τριώρῳ πάσῃ γῇ κάκωσιν καὶ ἀκαταστασίαν ἀπὸ ἀνατολῆς ἕως
10δύσεως τοῖς οἰκοῦσι σημαίνει. τῆς δὲ Σελήνης ὥρᾳ πρώτῃ, δευτέρᾳ καὶ τρίτῃ ἐκλειπούσης τὸν δυναστεύοντα τῆς Συρίας πρὸς ἄλλον δυνάστην συγκρούσειν καί τινα μέγαν ἄνδρα ἀπολέσθαι, ὑπό τε 〈τῶν ὄχλων〉 προδοθήσεσθαι τὸν ἡγούμενον καὶ τόπους ἐπιφανεῖς ἀφανισθήσεσθαι ὑπὸ
15σεισμῶν τε καὶ ἀστραπῶν καὶ ἀνθρώπους ἐνδόξους ἀν‐ αιρεθήσεσθαι, ἐν δὲ τῇ βʹ τριώρῳ ἤτοι δʹ, εʹ, ϛʹ τῆς τε Βαβυλῶνος καὶ Αἰθιοπίας φθορὰν ἔσεσθαι, Ἰνδοῖς δὲ καὶ ἀφανισμὸν τοῖς ζῴοις, ζʹ δὲ καὶ ηʹ καὶ θʹ ἐν Περσίδι φθο‐ ρὰν σημαίνει, ιʹ καὶ ιαʹ καὶ ιβʹ ὁμοίως ἐν Βαβυλῶνι φθορὰν
20ἔσεσθαι ἀνθρώπων καὶ προβάτων. Ἐν δὲ τῷ Λέοντι ἐκλείποντος Ἡλίου κατὰ τὴν πρώτην τρίωρον βαρβάρων στρατιὰν πολεμῆσαι τοῖς Ἕλλησι καὶ ἑλεῖν αὐτοὺς μηνύει, κατὰ δὲ τὸ δεύτερον τρίωρον κατ’ Αἴγυπτον ἄνδρα μέγιστον ἀπολέσθαι καὶ φόνους καὶ διαρ‐
25παγὰς καὶ χειροκρατησίας ἔσεσθαι, ἐν δὲ τῇ τρίτῃ τριώρῳ Φρυγίαν καὶ Κιλικίαν πολλὰ ἄτοπα καὶ Θρᾴκην ἐπισχύ‐ σειν, ἐν δὲ τῇ τετάρτῃ τριώρῳ βαρβάρων ἐπίθεσιν καὶ πτῶσιν σημαίνει. τῆς δὲ Σελήνης ἐκλειπούσης κατὰ τὴν πρώτην τρίωρον μετ’ ἐνιαυτὸν ἄνδρα δυνάστην μετ’ ὄχλου
30πολλοῦ Κύπρῳ ἐπιστρατεῦσαι καὶ μὴ καλῶς ἀπαλλάξαι128

129

πολλοῦ λαοῦ ἀπὸ τῆς Αἰγύπτου κατ’ αὐτοῦ ἐλθόντος καὶ πολλῶν λαῶν ἀναιρεθέντων, ἐν Βαβυλῶνι ἡγούμενον ἄνδρα ἀποστατῆσαι καὶ Λίβυας τὸν ἑαυτῶν ἡγούμενον ἀνελεῖν καὶ ἀπὸ τῆς τοιαύτης νεωτερίσεως τὴν χώραν δια‐
5φθαρῆναι, ἐν δὲ τῇ δευτέρᾳ τριώρῳ μοχθηρὰν τὴν θάλασ‐ σαν μηνύει καὶ ὄχλων συστροφάς, ἐν δὲ τῇ τελευταίᾳ τρι‐ ώρῳ Συρίας καὶ Αἰγύπτου ὄχλων συγκρούσεις καὶ τοῖς ἐν δυσμαῖς οἰκοῦσιν. Ἐν δὲ Παρθένῳ τῆς Σελήνης ἐκλειπούσης δακτύλους
10δύο πρὸς νότον ἐν Αἰγύπτῳ μεγίστην πόλιν ἀνάστατον σημαίνει καὶ τοὺς ἐπισήμους ταπεινοὺς καὶ τὰ τέκνα αὐτῶν ἀφαιρεθήσεσθαι καὶ ὠμότητα πολλὴν γενέσθαι ὑπὸ ὀχλο‐ κρατείας καὶ φόνους, καταφεύξεσθαι δὲ πρὸς τὸν τῆς Αἰγύπτου ἡγούμενον βοηθείας χρῄζοντας, ἐν δὲ τῇ δευτέρᾳ
15τριώρῳ ἐκλειπούσης τὸ ἥμισυ τοῦ κύκλου ἢ τὸ τρίτον τοῖς πρὸς βορρᾶν Αἰγυπτίοις λύπας καὶ στρατιὰν ἐπὶ τὴν Ἀσίαν σημαίνει καὶ ἔξωθεν ἐπιστρατεῦσαι δυνάστην καὶ δόλους καὶ προδοσίας γενέσθαι, ἀποστατῆσαι δὲ πολλοὺς τοῦ πρότερον ἡγεμόνος, ἐὰν δὲ ἐν τῇ τελευταίᾳ τριώρῳ τοῖς
20πρὸς ἑσπέραν οἰκοῦσι πολλὰ κακὰ ἀπεργάζεται. τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῶν ἡλιακῶν ἐκλείψεων ἐσημειώσαντο. Ἐν Ζυγῷ δὲ ἤτοι χηλαῖς τοῦ Σκορπίου Ἡλίου ἐκλείπον‐ τος πρώτῃ ἢ δευτέρᾳ τριώρῳ ὕδωρ πολὺ γίνεσθαι ἐν τοῖς θαλασσίοις τόποις πρὸς βορρᾶν ὡς τὸν καρπὸν μὴ δύνα‐
25σθαι συνελεῖν, τὸ δὲ σύμπτωμα Ἀρκαδίᾳ, Σουσιανῇ, Βακ‐ τριανῇ, Αἰθιοπίᾳ ἔσεσθαι καὶ τῇ περὶ τὸν Εὐφράτην χώρᾳ, ἀπὸ δὲ τετάρτης ἕως ἕκτης ἐπὰν ἐκλείπῃ καὶ περι‐ στῇ τοῦ Σκορπίου τὸ στόμα καὶ ἀποκαθαρθῇ ἀπ’ ἄρκτου,
τὸν τῆς Ἀσίας βασιλέα μετὰ ἐννέα μῆνας τοὺς προεπιβου‐129

130

λεύσαντας αὐτῷ δολοφονῆσαι δηλοῖ καὶ ἐν Κιλικίᾳ φόνους πολλοὺς καὶ ἐν Μακεδονίᾳ καὶ Λιβύῃ καὶ Ἰταλίᾳ, ἀπὸ δὲ τοῦ τῆς ἐκλείψεως χρόνου μετὰ τρία ἔτη τὸν τῆς Αἰγύπ‐ του βασιλέα πόλεμον ἐξοίσειν πρὸς τὸν τῆς Συρίας καὶ
5ἡττηθήσεσθαι καὶ ἐν Αἰγύπτῳ στρατόπεδα συναχθήσε‐ σθαι καὶ στάσεως γενομένης τοὺς πρώτους ἀναιρεθήσεσθαι ὑπὸ τῶν ὄχλων, ἐν δὲ τῇ τρίτῃ τριώρῳ ἐκλείποντος Ἡλίου τοῖς ἐν Φοινίκῃ καὶ Καππαδοκίᾳ νόσον ἔσεσθαι, ἐν δὲ Συρίᾳ κυνῶν θάνατον καὶ μετὰ ταῦτα ἀνθρώπων, τῇ δὲ
10δεκάτῃ ἢ ἑνδεκάτῃ ὥρᾳ τῆς ἐκλείψεως γενομένης θάνα‐ τον τοῖς θηρίοις καὶ τοῖς ὑποζυγίοις σημαίνεσθαι. καὶ τὴν Σελήνην δὲ ἐκλείπουσαν περὶ τὰς πρώτας τρεῖς ὥρας πᾶ‐ σαν δυσαρεστίαν καὶ ἀηδίαν ἐγγεννᾶν πάσῃ χώρᾳ καὶ βάρη τοῖς ὑποτεταγμένοις ὡς τὰ κοινὰ θλιβῆναι καὶ τοὺς
15δυνάστας ἀποφυγὴν εὔξασθαι, ἀπὸ δὲ τῆς τρίτης ὥρας ἕως ἑβδόμης ἐκλείπουσαν τῇ Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ Λι‐ βύῃ καὶ Αἰγύπτῳ ἄνεσιν ποιῆσαι, δεκάτῃ δὲ ὥρᾳ καὶ ἑν‐ δεκάτῃ ἐκλείπουσαν τοῖς παραθαλασσίοις τόποις θόρυβον καὶ Ἰωνίᾳ πόλεμον καὶ καρπῶν ἀφορίαν σημαίνειν.
20 Ἐν δὲ τῷ Σκορπίῳ περὶ πρώτην καὶ δευτέραν Ἥλιος ἐκλείψας Γαλάτας πρὸς Ἕλληνας πόλεμον ποιήσειν, ἐν δὲ Λιβύῃ πολλὰ θηρία τὴν γῆν τέξεσθαι, ὥρᾳ δὲ τρίτῃ ἕως πέμπτης ἐκλείψας σημαίνει Ἀρμενίᾳ, Καππαδοκίᾳ, Λυδίᾳ, Φρυγίᾳ, Ἰωνίᾳ, Ἑλλησπόντῳ ἀηδῆ τοῖς τε ἄρχουσιν αὐτῶν,
25τῇ δὲ τρίτῃ τριώρῳ ἐκλείψας τῇ χώρᾳ τῇ πρὸς ἑσπέραν ἐρήμωσιν δηλοῖ ὡς πόλεις εἰς πόλεις καταφυγεῖν, τῇ δὲ τελευταίᾳ τριώρῳ ἐκλείψας καὶ δὺς πρὸ τοῦ καθαρθῆναι τὴν πρὸς ἑσπέραν χώραν μετ’ ἐνιαυτὸν ἀφανισθήσεσθαι
καὶ τὸν δυνάστην αὐτῶν ἀπολέσθαι μηνύει. ἡ δὲ Σελήνη130

131

πρώτῃ καὶ δευτέρᾳ ἐκλείψασα Αἰθιοπίᾳ καὶ τοῖς ἐνοικοῦσι σπάνιν γενέσθαι δηλοῖ, τρίτῃ δὲ καὶ τετάρτῃ καὶ πέμπτῃ Συρίᾳ, Κιλικίᾳ καὶ Φοινίκῃ καὶ Αἰγύπτῳ πόλεμον ἔσε‐ σθαι καὶ ἀκρίδα πολλὴν καὶ τὰ θηρία καταδαίσασθαι τοὺς
5καρποὺς καὶ πολλὰ παράδοξα σημεῖα ἐπιγενήσεσθαι, ἐὰν δὲ ὀγδόῃ ἢ ἐννάτῃ ἢ ἕως δυσμῶν ἐκλείψῃ τῆς μὲν Αἰγύ‐ πτου τοὺς ὄχλους ἀπειθῆσαι τῷ ἡγουμένῳ καὶ μεγάλους ἄνδρας ἀναιρεθῆναι, Εὐβοίᾳ δέ, τῇ Περσῶν χώρᾳ συμ‐ φορὰν σημαίνει.
10 Ἐν δὲ Τοξότῃ Ἥλιος ἐκλείψας ἐν τῇ πρώτῃ τριώρῳ Κρή‐ τῃ ἐμφύλιον πόλεμον γενέσθαι, στάσεις δὲ καὶ πόλεμον πανταχῇ, πέμπτῃ δὲ ἢ ἕκτῃ ἢ ἑβδόμῃ ὥρᾳ Ἰβηρίᾳ, Σκυ‐ θίᾳ, τοῖς Ἕλλησι πόλεμον, ἐν δὲ Συρίᾳ ἐπίλυσιν βαρβά‐ ρων καὶ πόλεμον, Βαβυλῶνος δὲ φθορὰν δηλοῖ, ἀπὸ δὲ
15ὀγδόης ὥρας ἕως δωδεκάτης πόλεις ἐπιθαλασσίους ἀνα‐ στάτους ἔσεσθαι καὶ τὰ κοινὰ αὐτῶν διαφθαρῆναι καὶ τοῖς τῆς Ἀσίας καὶ Αἰγύπτου δυνάσταις ἀντιλογίαν ἔσεσθαι, τήν τε Σουσιανὴν χώραν ὑπὸ τῆς παρακειμένης καταδρα‐ μηθῆναι σημαίνει. τῆς δὲ Σελήνης ἐκλειπούσης ἐν ταῖς
20πρώταις ὥραις κίνησιν στρατοῦ καὶ τοῖς ἔχουσι τὰ κοινὰ ταραχὰς καὶ φόβους ἔσεσθαι καὶ νόσους περὶ τοὺς ὀφθαλ‐ μοὺς κατὰ τὸ φθινόπωρον καὶ πολλοῖς τόποις ἔσεσθαι τὰ σημεῖα—Καρίᾳ, Ἰωνίᾳ, Αἰγύπτῳ, Ἀραβίᾳ, Βαβυλωνίᾳ, Μεσοποταμίᾳ καὶ τῇ περὶ τὸν Νεῖλον καὶ Εὐφράτην μέχρι
25τῆς Ἐρυθρᾶς θαλάσσης καὶ μέχρι Ἐλυμαΐδος—καὶ τὸ ἔτος ἀπατηλὸν καὶ περίψυχρον καὶ λυπηρὸν ὡς καὶ τοῖς ἀνθρώ‐ ποις ὑποψίας μοχθηρὰς ἐγγενέσθαι καὶ ἄλλον ἄλλῳ δόλους
τεκτήνασθαι καὶ τοὺς κακούργους τὰ τῶν πλησίον ἀφελέ‐131

132

σθαι καὶ χρημάτων ἐπιγραφὰς γενέσθαι τοῖς πλουσίοις, ἀπὸ δὲ τετάρτης ἕως ἑνδεκάτης βαρβάρων στρατεύματα ἐπὶ τοὺς Ἕλληνας καὶ περὶ Μακεδόνας θόρυβον σημαίνει καὶ τοὺς πρωτεύοντας πεσεῖν, ἐν δὲ ταῖς λοιπαῖς ὥραις
5τοὺς πρὸς ἑσπέραν οἰκοῦντας ἑαυτοὺς πολιορκῆσαι δηλοῖ ὡς τοὺς νεκροὺς αὐτῶν κατέδεσθαι τὰ θηρία. Τοῦ Ἡλίου δὲ ἐν Αἰγοκέρωτι περὶ τὴν πρώτην τρίωρον ἐκλείποντος τοῖς πλησίον νότου οἰκοῦσι κακὰ σημαίνει, περὶ δὲ δευτέραν τρίωρον κακὰ Ἐλυμαίᾳ, Περσίδι, Μηδίᾳ,
10Γερμανίᾳ, Ἰνδίᾳ δηλοῖ καὶ τοῖς πρὸς ἀνατολὰς καὶ ἀπηλιώ‐ την οἰκοῦσιν, ἐν δὲ τῇ τρίτῃ τριώρῳ τοῖς ἐν τῷ Πόντῳ πόλεμον καὶ τοῖς ἐν τῇ Ἀσίᾳ καὶ Κύπρῳ καὶ τοῖς πρὸς νότον οἰκοῦσι σημαίνει; ἔτι δὲ νόσους καὶ φθορὰς καρπῶν καὶ φυτῶν γῆς, ἐν δὲ τῇ τελευταίᾳ τριώρῳ τετραπόδων δια‐
15φθορὰν τῶν ἐν τῇ δύσει. Σελήνη δὲ ἐν Αἰγοκέρωτι ἐκλεί‐ ψασα ἐν τῇ πρώτῃ τριώρῳ ἄνδρα μέγαν ἐπὶ τὴν Αἴγυπτον ἐκ τῆς Ἀσίας στρατεύσασθαι καὶ τὸν ἡγούμενον αἰχμα‐ λωτισθῆναι καὶ τοὺς ὄχλους τοὺς μὲν διαφθαρῆναι, τοὺς δὲ ὑποχειρίους ἔχειν σημαίνει, μετὰ δὲ τὴν τούτων ἀπαλ‐
20λαγὴν ἔσεσθαι ἐμφύλιον πόλεμον καὶ ὀχλοκρατίαν καὶ τοὺς πρώτους κατακοπῆναι καὶ ἀποστατῆσαι δὲ ἄλλους τοῦ ἡγουμένου καὶ ἄλλον ἄλλου ἀφελέσθαι τὰ κτήματα, τοὺς δὲ δεσπότας αὐτῶν δι’ ἔνδειαν ἐπαιτεῖσθαι τροφήν, ἐν δὲ ταῖς ἑξῆς ἄχρι τῆς ὀγδόης ὥρας ἐκλειπούσης νοσήματα
25περιοδικὰ ἐπελεύσεται ἀπὸ ἀνατολῆς μέχρι δύσεως, καὶ Φοινίκη ὑπὸ τῶν ἔξω πολιορκηθήσεται, ὁ δὲ πολιορκῶν οὐδὲν ἀνύσει διὰ τὸ ἐπικοινωνεῖν τῷ Αἰγοκέρωτι τὸ τῆς Εἰληθυίας ζῴδιον ἀκέφαλον ὄν, ἐν δὲ ταῖς τελευταίαις ὥραις ἐκλείπουσα ἢ καὶ ἔχουσά τι μέρος τῆς ἐκλείψεως
30δύνει, σημαίνει στράτευμα ἔξωθεν ἐπὶ τὴν Ἀσίαν ἐλεύσε‐132

133

σθαι καὶ ὁ πρότερον δυναστεύων ἀπὸ τῶν ἰδίων ἐγκαταλει‐ φθεὶς ἁλώσεται, μετὰ χρόνον δέ τινα οἱ προεπιβουλεύσαν‐ τες τῷ δυνάστῃ τίσουσι δίκας. Ἐν δὲ Ὑδροχόῳ Ἥλιος ἐκλείψας τῇ πρώτῃ τριώρῳ τῷ
5πρὸς εὖρον μέρει σημαίνει (Μεσοποταμίᾳ, Ἀραβίᾳ, Συρίᾳ Κοίλῃ, Αἰγύπτῳ, Αἰθιοπίᾳ, Λιβύῃ) καὶ τοῖς πρὸς ἑσπέ‐ ραν πᾶσιν ὄχλων ἔσεσθαι συστροφάς, ἐν δὲ τῇ δευτέρᾳ τριώρῳ ἐκλείπων τοὺς καρποὺς βλαστήσαντας ἐπισινεῖς ποιήσει καὶ ἔνυδρα πολλὰ γενόμενα ἀπολεῖται, τῇ δὲ τρί‐
10τῃ τριώρῳ ἔριν καὶ στάσιν προμηνύει ἔσεσθαι Ἰταλίᾳ, Κιλικίᾳ, Λιβύῃ, Λακωνικῇ καὶ ταῖς ἐν αὐταῖς πόλεσι πρὸς ἀλλήλας, ἐν δὲ τῇ τελευταίᾳ τριώρῳ ὁμοίως τὰ αὐτὰ σημαί‐ νει. ἡ δὲ Σελήνη ἐκλείπουσα ἐν τῇ πρώτῃ τριώρῳ ὅλη ἢ τὸ δίμοιρον μέρος παρὰ τῶν δυναστῶν τοῖς ἐν Κιλικίᾳ πολλὰ
15ὀχληρὰ ἐπιταθήσεσθαι, βαρέα σημαίνει, ἐν δὲ τῇ δευτέρᾳ τριώρῳ ὁμοίως, ἐν δὲ τῇ τρίτῃ περὶ Κύπρον ἄτοπόν τι ἔσεσθαι καὶ λυπηρόν, Τυρρηνούς τε καὶ Ἰταλοὺς νόσοις περιπεσεῖσθαι χαλεπαῖς, ἐν δὲ τῇ τελευταίᾳ τριώρῳ τοὺς ἐν τῇ περιχώρῳ Λιβύης τοῖς τὰς πόλεις οἰκοῦσι πολεμή‐
20σειν σημαίνει καὶ τοὺς καρποὺς αὐτῶν ὑπ’ ἄλλων τρυγη‐ θῆναι καὶ τὰς ὁδοὺς ἀποκλεισθῆναι. Ἐν δὲ τοῖς Ἰχθύσιν ὁ Ἥλιος ἐκλείπων ἐν τῇ πρώτῃ τριώρῳ ὅλος ἢ τὸ δίμοιρον μέρος τοῦ κύκλου τὸν τῆς Ἀσίας δυνάστην ὑπὸ βαρβάρων μηνύει ταπεινωθήσεσθαι καὶ
25πολλὰ ἀποβαλεῖν καὶ μετὰ τριετίαν ἢ μικρῷ πλέον ἄλλον τὴν ἐξουσίαν παραλαβεῖν, δʹ δὲ καὶ εʹ ὥρᾳ ἐκλείπων ἀπὸ πολλῶν τὴν Αἴγυπτον καὶ Συρίαν ὀχληθήσεσθαι, ἑβδόμῃ δὲ καὶ ὀγδόῃ χαλεπὰ πείσεσθαι Ἀρμενίαν, Καππαδοκίαν,
Φρυγίαν, Ἰωνίαν, Λυδίαν, Ἑλλήσποντον, ιʹ δὲ καὶ ιαʹ ὥρᾳ133

134

ἐκλείψας θάνατον ἀνθρώποις ἔσεσθαι ἀπὸ τῆς βαρβάρων χώρας εἰς Ἕλληνας καὶ τοῖς παραθαλασσίοις τόποις λιμὸν σημαίνει. καὶ ἡ Σελήνη ἐκλείπουσα ἐν τῇ πρώτῃ τριώρῳ Αἰγυπτίοις νόσους, φόνους, πράσεις, ἁλώσεις δηλοῖ, ἐν δὲ
5τῇ δευτέρᾳ τριώρῳ Αἰγυπτίων ἐπὶ τέκνα δυνάστου πέν‐ θος καὶ φθορὰν αὐτῷ τῷ δυνάστῃ καὶ νόσον χαλεπήν, Κύπρον δὲ ἀκρίδα πολλὴν λυμανεῖσθαι προμηνύει, ἐν δὲ τῇ τρίτῃ τριώρῳ λῃστὰς κατὰ θάλασσαν πανταχοῦ γενέ‐ σθαι, ἐν δὲ τῇ τελευταίᾳ μερίδι τῶν ὡρῶν ἐκλείπουσα
10ἰχθύων ἅλωσιν πανταχοῦ σημαίνει, Μήδοις πρὸς ἀλλήλους πόλεμον, Σελήνης δὲ ὁμοχρόου γενομένης τῷ ἀέρι ἤτοι τῆς ἐκλείψεως αὐτῆς θάνατον ἀνθρώπων ἁπανταχοῦ σημαίνει. Καθολικῶς δὲ ἐσημειώσαντο Αἰγοκέρωτι, Ὑδροχόῳ,
15Ἰχθύσιν, Κριῷ ἐκλείψεως γενομένης βασιλεῦσι σημαί‐ νειν, Ταύρῳ δὲ καὶ Διδύμοις καὶ Καρκίνῳ καὶ Λέοντι ὄχλων ἀκαταστασίας καὶ ταραχὰς καὶ ἔριδας, Παρθένῳ δὲ καὶ Ζυγῷ καὶ Σκορπίῳ καὶ Τοξότῃ ἱεροῖς τόποις καὶ κοινοῖς καὶ χώραις ἑλώδεσιν. τὰς δὲ ἐν τῷ αὐτῷ μηνὶ τῆς
20Σελήνης καὶ τοῦ Ἡλίου γενομένας ἐκλείψεις ἐκ διαμέτρου ἀποτελεῖν παρετηρήσαντο ἐκ τῆς συγκράσεως ἑκατέρας ἐκλείψεως τῶν προεκτεθειμένων ἀποτελεσμάτων. ἵνα δὲ μὴ μακρὸν τὸν ὑπομνηματισμὸν ποιήσωμεν ἀφήσθω τοῦτο
τοῖς εὐεπιβόλοις ἀφ’ ἑαυτῶν ἐπιγνῶναι.134

135

(t)

EPITOMA IV
1tΕΚ ΤΩΝ ΗΦΑΙΣΤΙΩΝΟΣ ΤΟΥ
2tΘΗΒΑΙΟΥ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΩΝ
3tΚΑΙ ΕΤΕΡΩΝ ΠΑΛΑΙΩΝ
4〈αʹ〉 Περὶ τῆς τῶν δωδεκατημορίων ὀνομασίας
5τε καὶ δυνάμεως Τὸν ζῳδιακὸν οἱ παλαιοὶ εἰς ιβ τμήματα διεῖλον, ὀνο‐ μασίας ἐπιθέντες ἑκάστῳ ἐκ τῶν ὡς ἐπὶ τὸ πλεῖστον συμ‐ πασχόντων αὐτοῖς ζῴων ἐπὶ γῆς, ὡς ἐνεχώρει τοῖς μέρεσι τούτοις τοὺς τύπους αὐτῶν καταστερίσαντες.
10 Ἀρχὴν δὲ ἐποιήσαντο ἀπὸ τοῦ ἐαρινοῦ τμήματος ὃ καὶ Κριὸν ὠνόμασαν διὰ τὸ ἐκ τοῦ νοτίου ἡμισφαιρίου τὸ βό‐ ρειον τότε τοῦ Ἡλίου μετερχομένου ὑφ’ ὃ τέτακται ἡ καθ’ ἡμᾶς οἰκουμένη, πρῶτον μὲν ἄρχεσθαι τὴν ἡμέραν μείζονα τῆς νυκτὸς ποιεῖν, εἶθ’ ὅτι καὶ ἀρχὴν ὥσπερ αὖθις ζωῆς
15καὶ βλαστήσεις φυτῶν καὶ πάντων τῶν παρ’ ἡμῖν ζῴων τὰς πληρώσεις γίνεσθαι. τοῦτο δὴ τὸ κατὰ τὸν Κριὸν δωδεκατημόριον κεφαλὴν τοῦ κόσμου προσαγορεύουσιν, καὶ ὕψωμα μὲν ἔθεντο Ἡλίου, μάλιστα περὶ τὴν ιθʹ μοῖ‐ ραν, οἶκον δὲ Ἄρεως, τριγωνιζόμενον δὲ σὺν τῷ Λέοντι καὶ
20τῷ Τοξότῃ (ἡμέρας μὲν τρίγωνόν ἐστι τοῦ Ἡλίου, νυκτὸς δὲ τοῦ Διός)· τὸ δὲ ζῴδιον τοῦτό ἐστι τροπικόν, ἀρρενικόν,
βασιλικόν, προστάσσον, φωνῆεν, χερσαῖον, νυκτερινόν.135

136

καὶ καθόλου μὲν βροντῶδές ἐστι καὶ χαλαζῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ ὀλιγόσπορα καὶ ὀμ‐ βρώδη καὶ ἀνεμώδη διὰ τὴν τῆς ἰσημερίας ἐπισημασίαν, τὰ δὲ ἑπόμενα καυσώδη καὶ λοιμικὰ μάλιστα τετραπόδων,
5καὶ τὰ μὲν πρὸς βορρᾶν καυματώδη καὶ φθαρτικά, τὰ δὲ πρὸς νότον κρυμώδη καὶ ὑπόψυχρα. καὶ ἔτι οἱ μὲν πρὸς τῇ κεφαλῇ ἀστέρες κεκραμένον ἔχουσι τὸ ποιητικὸν ἔκ τε τῆς τοῦ Ἄρεως καὶ τοῦ Κρόνου δυνάμεως, οἱ δὲ ἐν τῷ στόματι ἐκ τῆς τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῆς τοῦ Κρόνου, οἱ δὲ ἐπὶ τῆς
10οὐρᾶς ὅμοιον ἔχουσι τῷ τῆς Ἀφροδίτης, οἱ δὲ ἐν τῷ ὀπι‐ σθίῳ ποδὶ τῷ τοῦ Ἄρεως. Ὑπόκεινται δὲ τούτῳ χῶραι· κατὰ μὲν τοὺς Αἰγυπ‐ τίους ἥ τε ἀρχαία Βαβυλών, ..., καὶ Ἀραβία ἡ τῆς Αἰγύπ‐ του ὅμορος, κατὰ δὲ τὸν Πτολεμαῖον ἥ τε Βρετανία, Γαλα‐
15τία, Βασταρνία, Κοίλη Συρία, Παλαιστίνη, Ἰδουμαία, Ἰουδαία. ὡς δ’ Ἵππαρχος καὶ οἱ παλαιοὶ κατὰ μέρος δι‐ ώρισαν, τῷ μὲν ἀριστερῷ ὤμῳ Βαβυλωνία, τῷ δὲ δεξιῷ Θρᾴκη, τῷ δὲ στήθει Ἀρμενία, ταῖς δὲ πλευραῖς Ἀραβία ἡ κατ’ Αἴγυπτον, τῇ δὲ ῥάχει καὶ κοιλίᾳ Περσίς, Καππα‐
20δοκία, Μεσοποταμία, Συρία, θάλασσα Ἐρυθρά. Διεῖλον δὲ οἱ παλαιοὶ Αἰγύπτιοι τὸ τοιοῦτον ζῴδιον εἰς τὰ ὅρια τῶν ε πλανωμένων, οἷς ἠκολούθησε καὶ Δωρό‐ θεος οὕτως· Διὶ μὲν ἀποδόντες μοίρας ϛ, ϛ, Ἀφροδίτῃ ϛ, ιβ, Ἑρμῇ η, κ, Ἄρει ε, κε, Κρόνῳ ε, λ. ὁ δὲ Πτολεμαῖος
25οὕτως· Διὶ ϛ, ϛ, Ἀφροδίτῃ η, ιδ, Ἑρμῇ ζ, κα, Ἄρει ε, κϛ, Κρόνῳ δ, λ. καὶ τούτου λαμπρὰς μοίρας εἶπον εἶναι γʹ, ϛʹ, ιθʹ, κʹ, κζʹ, λʹ. Διεῖλον δ’ ἔτι καὶ εἰς δεκανοὺς ἤτοι δεκαμοιρίας γ ὡς
καὶ τῶν λοιπῶν δωδεκατημορίων ἕκαστον, καὶ ὠνόμασαν136

137

οἱ Αἰγύπτιοι δηλαδὴ τὸν μὲν πρῶτον τούτου δεκανὸν Χον‐ ταρέ, τὸν δὲ βʹ Χονταχρέ, τὸν δὲ γʹ Σικέτ. καὶ παρατηρή‐ σαντες κατὰ τὸ ὁλοσχερὲς περὶ αὐτῶν ἀνεφήναντο ὡς οἱ τὸν αʹ δεκανὸν ὡροσκοποῦντα ἔχοντες ἐν τῇ γενέσει μή
5τινος ἑτέρας μείζονος αἰτίας ἐπικρατησάσης ἐν μὲν τῇ αʹ ἡλικίᾳ δυσγαμήσουσιν, ἐν δὲ τῇ ἐσχάτῃ εὐγαμήσουσι καὶ τέλους καλοῦ τεύξονται. κλιμακτῆρες δὲ αὐτοῦ ἀνεγράφη‐ σαν ἔτος δʹ, θʹ, ιβʹ, καʹ, λγʹ, μθʹ, νβʹ, ξδʹ, οδʹ. οἱ δὲ τὸν βʹ δεκανὸν ἔχοντες ὡροσκοποῦντα πλουσίως μὲν τραφή‐
10σονται πλὴν μετὰ καὶ κακοπαθείας τινὸς ἐν τῇ αʹ ἡλικίᾳ, φρόνιμοι δὲ ἔσονται καὶ πεπαιδευμένοι καὶ προστήσονται πολλῶν καὶ τέλους καλοῦ τεύξονται. τούτου κλιμακτῆρες ἀνεγράφησαν ἔτος βʹ, ζʹ, ιβʹ, κδʹ, λγʹ, λθʹ, μαʹ, νβʹ, ξδʹ, οαʹ, πϛʹ. οἱ δὲ τὸν γʹ ἔχοντες ὡροσκοποῦντα κακοπαθή‐
15σουσι καὶ ξενιτεύσουσι πολλὰ καὶ τῶν γονέων χωρισθή‐ σονται θανάτῳ καὶ γαμήσαντες λυπηθήσονται, ὕστερον δὲ λήψονται προεφθαρμένας γυναῖκας καὶ τεκνώσουσι μετ’ αὐτῶν, καὶ τὸ τέλος τοῦ βίου εὔθυμον ἕξουσιν. καὶ σωμα‐ τικοὺς δὲ χαρακτῆρας τούσδ’ ἕξουσιν· ξανθοὶ μὲν ἔσονται
20γεννηθέντες, μεταπεσοῦνται δ’ εἰς ὠχρότητα καὶ εὐπρε‐ πεῖς μὲν ἔσονται, μῶμος δέ τις ἔσται τῷ μεγέθει τοῦ μή‐ κους αὐτῶν. καὶ τούτου δὲ κλιμακτῆρες ἀνεγράφησαν ἔτος ζʹ, ιαʹ, ιθʹ, κηʹ, λγʹ, λεʹ, μʹ, νβʹ, ξζʹ, οδʹ, πηʹ, ϙζʹ. τὸ δὲ μεταξὺ τούτου τε καὶ τοῦ ἐφεξῆς δωδεκατημορίου τοῦ
25Ταύρου, ὅπερ μεσεμβόλημα καλοῦσιν, εἴ τις ἔχει ὡροσκό‐ πον, οὗτος ἄλαλος καὶ κωφὸς καὶ ἄσημος τελευτήσει. Τὸ δὲ μετὰ τὸν Κριὸν δωδεκατημόριον Ταῦρον ὠνόμα‐ σαν καὶ τράχηλον προσηγόρευσαν τοῦ κόσμου, καὶ ὕψωμα μὲν ἔθεντο τῆς Σελήνης περὶ γʹ μάλιστα μοῖραν, οἶκον δὲ
30Ἀφροδίτης, τριγωνιζόμενον δὲ μετὰ Παρθένου καὶ Αἰγο‐137

138

κέρωτος (τρίγωνον ποιεῖ νυκτὸς μὲν Σελήνης, ἡμέρας δὲ Ἀφροδίτης)· τὸ δὲ ζῴδιον τοῦτό ἐστι στερεόν, θηλυκόν, φωνῆεν, προστάσσον, χερσαῖον, γαστρῶδες. καὶ καθόλου μὲν ἐπισημαντικὸν ἀμφοτέρων τῶν κράσεων (ὑπόθερμον γάρ),
5κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα, τὰ κατὰ τὴν Πλειάδα δηλονότι, πνευματώδη τε καὶ ὁμιχλώδη καὶ σεισμοποιά, τὰ δὲ μέσα ὑγραντικὰ καὶ ψυχρά, τὰ δὲ ἑπόμενα, τὰ κατὰ τὴν Ὑάδα, πνιγώδη καὶ κεραυνῶν καὶ ἀστραπῶν ποιητικά, καὶ τὰ βόρεια μὲν αὐτοῦ εὔκρατα, τὰ δὲ νότια κινητικὰ καὶ
10ἄτακτα. καὶ ἔτι οἱ μὲν ἐπὶ τῆς ἀποτομῆς τοῦ ζῳδίου ἀστέ‐ ρες ὁμοίαν ἔχουσι κρᾶσιν τῷ τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Κρόνου, οἱ δὲ ἐν τῇ Πλειάδι τῇ τε Σελήνῃ καὶ τῷ τοῦ Διός, τῶν δὲ ἐν τῇ κεφαλῇ ὁ μὲν λαμπρὸς τῆς Ὑάδος καὶ ὑπόκιρρος, καλούμενος δὲ Λαμπαδίας, τῷ τοῦ Ἄρεως,
15οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου, οἱ δὲ ἐν ἄκροις τοῖς κέρασι τῷ τοῦ Ἄρεως. Προσῳκείωνται δὲ αὐτῷ χῶραι κατ’ Αἰγυπτίους μὲν καὶ Δωρόθεον ἥ τε Μηδική, ἡ Ἀραβία καὶ ἡ Αἴγυπτος, κατὰ δὲ Πτολεμαῖον Παρθία, Μηδική, Περσίς, Κυκλάδες
20νῆσοι, Κύπρος νῆσος, παράλια Μικρᾶς Ἀσίας. ὡς δ’ Ἵππαρχος καὶ οἱ παλαιοὶ κατὰ μέρος διώρισαν, τοῖς μὲν κέρασι Μηδική, τοῖς δὲ πρὸς τῷ Ἡνιόχῳ δεξιοῖς Σκυθία, τοῖς δ’ ἀριστεροῖς Ἀρμενία, τοῖς δὲ κατὰ τὴν Πλειάδα Κύπρος νῆσος.
25 Ἡ δ’ εἰς τὰ ὅρια διαίρεσις τούτου κατὰ μὲν τοὺς Αἰγυπ‐ τίους καὶ τὸν Δωρόθεον Ἀφροδίτῃ η, η, Ἑρμῇ ϛ, ιδ, Διὶ η, κβ, Κρόνῳ ε, κζ, Ἄρει γ, λ, κατὰ δὲ τὸν Πτολεμαῖον Ἀφροδίτῃ η, η, Ἑρμῇ ζ, ιε, Διὶ ζ, κβ, Κρόνῳ δ, κϛ, Ἄρει δ, λ. λαμπραὶ δὲ μοῖραι αὐτοῦ εἰσιν ἡ γʹ, ἡ εʹ, ἡ ηʹ, ἡ ιʹ,
30ἡ ιζʹ, ἡ κʹ καὶ ἡ λʹ.138

139

Τῶν δὲ τριῶν δεκανῶν αὐτοῦ ὁ μὲν αʹ ἐκλήθη Χώου, ὁ δὲ βʹ Ἔρω, ὁ δὲ γʹ Ῥομβρόμαρε. καί φασι τὸν ἔχοντα τὸν αʹ δεκανὸν αὐτοῦ ὡροσκοποῦντα ἐπίμοχθον ἔσεσθαι, ἐπί‐ χαριν, πολύφιλον, ἡδύβιον, καὶ μετὰ τὸ ἀποβαλεῖν τὸν αʹ
5γάμον γαμήσει προεφθαρμένην. οἱ δὲ κλιμακτῆρες αὐτοῦ ἔτη αʹ, δʹ, θʹ, ιαʹ, κβʹ, λγʹ, μθʹ, νϛʹ, ξθʹ, οβʹ. ὁ δὲ ἔχων τὸν βʹ ὡροσκοποῦντα ἔσται πλούσιος, ἀρχοντικός, ἀγχί‐ νους, εὔγαμος, ἐπιτροπῶν καὶ διαθηκῶν ἀξιούμενος. οἱ δὲ κλιμακτῆρες αὐτοῦ ἔτος ζʹ, ιγʹ, κβʹ, λαʹ, μγʹ, νϛʹ, ξαʹ,
10οδʹ, πδʹ, ϙδʹ. ὁ δὲ ἔχων τὸν γʹ ὡροσκοποῦντα ἐκ μεγάλων ἔσται γονέων καὶ αὐτοὺς μὲν διαστήσει, τὰ αὐτῶν δ’ οὐ καλῶς διοικήσει, καὶ ἐκδημήσει καὶ ναυαγίοις περιπεσεῖ‐ ται καὶ ἐπονείδιστος ἔσται καὶ ἐμπαθῶς διάξει καὶ κατὰ τὰ συνουσιαστικὰ μόρια σινωθήσεται ὡς μὴ δύνασθαι χρῆ‐
15σθαι ἀφροδισίοις. εἰσὶ δὲ καὶ τούτου οἱ κλιμακτῆρες ἔτος θʹ, ιβʹ, κγʹ, λαʹ, μϛʹ, νθʹ, ξαʹ, οδʹ. τούτου δὲ καὶ Διδύμων τὸ μεσεμβόλημα ὁ ἔχων ὡροσκοποῦν ἄσπερμος ἔσται καὶ ἀπρεπὴς καὶ τοῖς μέλεσι κακόπλαστός τε καὶ ἀειδής. Τὸ δ’ ἐφεξῆς τῷ Ταύρῳ δωδεκατημόριον Διδύμους ὠνό‐
20μασαν καὶ ὤμους τοῦ κόσμου ἔφασαν εἶναι· τοῦτο δὲ τὸ δωδεκατημόριον οὐδενὸς μὲν τῶν ἀστέρων εἶπον ὕψωμα εἶναι, οἶκος μέντοι ἐστὶν Ἑρμοῦ, τριγωνιζόμενον δὲ μετὰ Ζυγοῦ καὶ Ὑδροχόου (τρίγωνον ποιεῖ ἡμέρας μὲν Κρό‐ νου, νυκτὸς δὲ Ἑρμοῦ)· ἔστι δὲ τὸ ζῴδιον δίσωμον, ἀρρενι‐
25κόν, λογικόν, ἀνθρωποειδές, προστάσσον. καὶ καθόλου μὲν εὐκρασίας ποιητικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγού‐ μενα αὐτοῦ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα μεμιγμένα καὶ ἄτακτα, καὶ τὰ μὲν βόρεια πνευματώδη καὶ σινοποιά, τὰ δὲ νότια ξηρὰ καὶ καυσώδη. καὶ ἔτι οἱ μὲν
30ἐπὶ τῶν ποδῶν ἀστέρες τῆς ὁμοίας κεκοινωνήκασι ποιότη‐
τος τῷ τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης, οἱ δὲ139

140

περὶ τοὺς μηροὺς λαμπροὶ τῷ τοῦ Κρόνου, τῶν δὲ ἐν ταῖς κεφαλαῖς β λαμπρῶν ὁ μὲν ἐν τῇ προηγουμένῃ τῷ τοῦ Ἑρμοῦ (καλεῖται δὲ Ἀπόλλωνος), ὁ δὲ ἐν τῇ ἑπομένῃ τῷ τοῦ Ἄρεως (καλεῖται δὲ Ἡρακλέους).
5 Προσῳκείωνται δὲ αὐτῷ χῶραι πάλιν κατ’ Αἰγυπτίους μὲν καὶ Δωρόθεον ἥ τε Καππαδοκία, ἡ Περρεβία καὶ ἡ Φοινίκη, κατὰ δὲ Πτολεμαῖον Ὑρκανία, Ἀρμενία, Μαν‐ τιανή, Κυρηναϊκή, Μαρμαρική, Κάτω χώρα. ὡς δὲ κατὰ μέρος οἱ παλαιοὶ διωρίσαντο, τῷ μὲν βορείῳ Διδύμῳ κατὰ
10τοὺς πόδας ὑπόκειται Βοιωτία, τῇ χειρὶ Θρᾴκη, ὑπὸ τὸν νῶτον Γαλατία, τῷ δὲ νοτίῳ ὑπὸ τὸν γλουτὸν Πόντος, κατὰ δὲ τὸν νῶτον Κιλικία, κατὰ τὸν ὠμοπλάτην Φοι‐ νίκη, κατὰ τὴν κορυφὴν Ἰνδική. Τὰ δὲ ὅρια κατὰ τοὺς Αἰγυπτίους καὶ τὸν Δωρόθεον
15Ἑρμῇ ϛ, ϛ, Διὶ ϛ, ιβ, Ἀφροδίτῃ ε, ιζ, Ἄρει ζ, κδ, Κρόνῳ ϛ, λ, κατὰ δὲ τὸν Πτολεμαῖον Ἑρμῇ ζ, 〈ζ〉, Διὶ ϛ, ιγ, Ἀφρο‐ δίτῃ ζ, κ, Ἄρει ϛ, κϛ, Κρόνῳ δ, λ. λαμπραὶ δὲ μοῖραι αὐτοῦ εἰσιν ϛʹ, ιθʹ, καʹ, λʹ. Τῶν δὲ τριῶν δεκανῶν αὐτοῦ ὁ μὲν αʹ κέκληται Θοσόλβ,
20ὁ δὲ βʹ Οὐαρέ, ὁ δὲ γʹ Φαωρί. τούτων τὸν μὲν αʹ ὁ ἔχων ὡροσκοποῦντα ἔσται ἀγχίνους καὶ πεπαιδευμένος, φιλευ‐ φρόσυνος, ἐρωτικός, μισοπόνηρος, μισόλυπος, τὸ ζῆν ἐν παραλίοις τόποις ἔχων, ἀκαταστατήσει δὲ κατὰ τὴν γυναῖ‐ κα (ἐξ ἔρωτος γὰρ ἢ φιλίας λήψεται ταύτην) καὶ οὐρανίων
25μαθημάτων ἅψεται. οἱ δὲ κλιμακτῆρες αὐτοῦ ἔτος αʹ, θʹ, κδʹ, λδʹ, μγʹ, νγʹ, ξεʹ, ογʹ. ὁ δὲ τὸν βʹ ἔχων ὡροσκο‐ ποῦντα πλούσιος ἔσται, διαστήσει δὲ τοὺς γονεῖς θανάτῳ καὶ τὰ αὐτῶν μειώσει, καὶ ἔσται λαμπρότερος τῶν γονέων δι’ ἑαυτοῦ κτώμενος καὶ ἐν ἱεροῖς τιμηθήσεται καὶ εὔχρη‐
30στος ἔσται καὶ λήψεται γυναῖκα ἀφ’ αἵματος, καὶ μετὰ τὸ
ἀκαταστατῆσαι κατὰ ταύτην τὴν ἡλικίαν τεύξεται τῶν140

141

καλῶν. εἰσὶ δὲ κλιμακτῆρες αὐτοῦ ἔτος ζʹ, ιβʹ, ιθʹ, καʹ, κϛʹ, λϛʹ, μγʹ, μϛʹ, ξϛʹ, πδʹ, ϙβʹ. ὁ δὲ τὸν γʹ ἔχων κακοπα‐ θήσας ἐπὶ τῆς νεότητος διαστήσει τοὺς γονεῖς καὶ τὰ αὐτῶν μειώσει, ἐπὶ ξένης δὲ τὰ πλεῖστα οἰκήσει καὶ ἐν ταῖς ἐπερ‐
5χομέναις ζημίαις βλάσφημος ἔσται καὶ ἐν τοῖς κατὰ τὴν γυναῖκα ἐπίψογος· λήψεται γὰρ γυναῖκα ἀναξίαν ἑαυτοῦ ἢ καὶ προεσκυλμένην. οἱ δὲ κλιμακτῆρες αὐτοῦ ἔτος ζʹ, ιβʹ, καʹ, λβʹ, μγʹ, νβʹ, ξδʹ, οδʹ, πϛʹ, ϙβʹ. ὁ δὲ ἔχων τὸ μεσεμβόλημα τούτου τε καὶ τοῦ Καρκίνου περὶ τὴν ὁρατι‐
10κὴν ἐνέργειαν σινωθήσεται ἢ καὶ λευκώματα ἕξει, τοῦ δὲ Διὸς ὁρῶντος τὸν τόπον περὶ τὸν ἕνα ὀφθαλμὸν τὸ σίνος ἔσται. Τὸ δὲ μετὰ τοὺς Διδύμους δωδεκατημόριον Καρκίνον ὠνόμασαν, ὃ εἰς στῆθος καὶ πλευρὰς παραλαμβάνεται·
15καί ἐστιν ὕψωμα τοῦ Διὸς περὶ ιεʹ μοῖραν μάλιστα, οἶκος Σελήνης, τριγωνιζόμενον δὲ σὺν τῷ Σκορπίῳ καὶ τοῖς Ἰχθύσιν (ποιεῖ τρίγωνον ὃ καὶ ἀπένειμαν τῷ Ἄρει, συνοι‐ κοδεσποτούντων αὐτῷ ἡμέρας μὲν τῆς Ἀφροδίτης, νυκτὸς δὲ τῆς Σελήνης)· ἔστι δὲ τὸ ζῴδιον θερινόν, τροπικόν,
20ἄφθονον, ἀμφίβιον, γόνιμον, κάθυγρον, θῆλυ, νυκτερινόν, προστάσσον, κόσμου ὡροσκόπος. καὶ καθόλου μὲν εὐδι‐ εινὸν καὶ θερμόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐ‐ τοῦ καὶ κατὰ τὴν Φάτνην πνιγώδη καὶ σεισμοποιὰ καὶ ἀχλυώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη,
25καὶ τὰ βόρεια δὲ καὶ τὰ νότια τούτου ἔμπυρα καὶ καυσώδη· αὐτὴ δὲ ἡ λεγομένη Φάτνη ποιεῖ λευκώματα ἐν τοῖς ὀφθαλ‐ μοῖς. καὶ ἔτι οἱ μὲν ἐπὶ τῶν ποδῶν β ἀστέρες τῆς αὐτῆς ἐνεργείας εἰσὶ ποιητικοὶ τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως, οἱ δὲ ἐν ταῖς χηλαῖς τῷ τοῦ Κρόνου καὶ τῷ
30τοῦ Ἑρμοῦ, ἡ δὲ ἐν τῷ στήθει νεφελοειδὴς συστροφή,141

142

καλουμένη δὲ Φάτνη, τῷ τοῦ Ἄρεως καὶ τῇ Σελήνῃ, οἱ δὲ ἑκατέρωθεν αὐτῆς β, καλούμενοι δὲ Ὄνοι, τῷ τοῦ Ἄρεως καὶ τῷ Ἡλίῳ. Προσῳκείωνται δὲ αὐτῷ χῶραι κατὰ τοὺς Αἰγυπτίους
5καὶ τὸν Δωρόθεον Θρᾴκη καὶ Αἰθιοπία, κατὰ δὲ τὸν Πτο‐ λεμαῖον Νουμηδία, Καρχηδονία, Ἀφρική, Βιθυνία, Φρυ‐ γία, Κολχίς. ὡς δὲ κατὰ μέρος οἱ παλαιοὶ διωρίσαντο, τοῖς μὲν ἐμπροσθίοις μέρεσι Βακτριανή, τοῖς δὲ ἀριστεροῖς Σκυθία, Ἀκαρνανία, Ἑλλήσποντος, Λιβυκὸν πέλαγος,
10Βρετανία καὶ Θούλη νῆσος, τοῖς δὲ ποσὶν Ἀρμενία, Καπ‐ παδοκία, Ῥόδος, Κῶς, Κυκλάδες νῆσοι, τοῖς δὲ μέσοις Ἀσία Μικρά, τοῖς δεξιοῖς δὲ Λυδία. Τὰ δὲ ὅρια κατὰ τοὺς Αἰγυπτίους καὶ τὸν Δωρόθεον οὕτως· Ἄρει ζ, ζ, Ἀφροδίτῃ ζ, ιγ, Ἑρμῇ ϛ, ιθ, Διὶ ζ, κϛ,
15Κρόνῳ δ, λ, κατὰ δὲ τὸν Πτολεμαῖον Ἄρει ϛ, ϛ, Διὶ ζ, ιγ, Ἑρμῇ ζ, κ, Ἀφροδίτῃ ζ, κζ, Κρόνῳ γ, λ. λαμπραὶ δὲ μοῖραι αὐτοῦ εἰσιν ηʹ, θʹ, ιεʹ, κʹ, κβʹ, κϛʹ. Τῶν δὲ τριῶν αὐτοῦ δεκανῶν ὁ μὲν πρῶτος λέγεται Σωθίς, ὁ βʹ Σίτων, ὁ γʹ Χνουμίς. ὁ οὖν τὸν αʹ δεκανὸν
20ὡροσκοποῦντα ἔχων ἔσται ἀγαθός, ἥσυχος, πιστευόμενος ἐφ’ οἷς λέγει, πολυμέριμνος, πολύφιλος, ἐξ ἐπινοίας πολ‐ λὰ κτώμενος καὶ ἐχθρῶν περιγενόμενος, τὰ δὲ κατὰ τὴν γυναῖκα ἕξει ἐπίψογα, θάψει δὲ ταύτην ἐπὶ νεότητος, ὕστερον δὲ εὐνοηθήσεται καὶ καλὴν ἕξει. οἱ δὲ κλιμακτῆρες
25τούτου εἰσὶν ἔτος θʹ, ιαʹ, καʹ, λγʹ, μθʹ, νϛʹ, ξγʹ, οαʹ, πϛʹ. ὁ δὲ τὸν βʹ δεκανὸν πλούσιος ἔσται καὶ τῶν γονέων βελτίων καὶ θανάτους ἀδελφῶν ὄψεται καὶ δημοσίας ἀρχὰς πιστευ‐ θήσεται καὶ ὑπὸ ὄχλου δόξαν λήψεται καὶ νόμοις ὑπ‐ ηρετήσει, ἀκαταστατήσει δὲ ἐν τοῖς κατὰ γυναῖκα καὶ ἐπὶ
30τοῖς τέκνοις λυπηθήσεται. οἱ δὲ κλιμακτῆρες αὐτοῦ εἰσιν142

143

ἔτος δʹ, ζʹ, ιβʹ, κγʹ, μβʹ, μδʹ, ξβʹ, ογʹ, πηʹ. ὁ δὲ τὸν γʹ δεκανὸν ἔσται φρόνιμος καὶ τραφήσεται ἀγεννῶς καὶ δια‐ στήσει τοὺς γονεῖς θανάτῳ καὶ μειώσει τὰ πατρῷα, ἔσται τε φίλος τῶν φίλων καὶ κακοπαθήσει ἐπὶ τῆς νεότητος,
5ἐν δὲ τοῖς κατὰ γυναῖκα ψόγους ἕξει καὶ στρατιωτικοῖς καταλόγοις ἐνδιάξει καὶ λήψεται σιδήρου πεῖραν καὶ ἔσχα‐ τον ἀγαθῆς τεύξεται τύχης. οἱ δὲ κλιμακτῆρες αὐτοῦ εἰσιν ἔτος δʹ, ζʹ, ιβʹ, κδʹ, λγʹ, μθʹ, νβʹ, ξγʹ, ξθʹ, οβʹ, πϛʹ. μὴ λαθέτω δὲ ἡμᾶς ὡς εἰκότως εἰς φυλακτήριον τοῦ στομάχου
10παραδέχονται τὸν Χνουμὶν ὡς κύριον ὄντα τοῦ στήθους τοῦ κόσμου καθὼς ἡ διαίρεσις τῶν ζῳδίων περιέχει. τὸ δὲ μεσεμβόλημα τούτου τε τοῦ δωδεκατημορίου καὶ τοῦ ἐφεξῆς, ἤγουν τοῦ Λέοντος, ποιεῖ ἐμμανεῖς, μηδενὸς δὲ τῶν ἀγαθοποιῶν μαρτυροῦντος καὶ ὑπὸ γονέων καὶ συγγενῶν
15οἱ τοιοῦτοι ἐκβάλλονται καὶ μετὰ τῶν τετραπόδων ζῶσιν, εἰ δὲ οἱ ἀγαθοὶ ἐπιθεωρήσουσιν σίνος ποιοῦσι τὸ πάθος. Τὸ δ’ ἐφεξῆς τῷ Καρκίνῳ δωδεκατημόριον Λέοντα ὠνό‐ μασαν καὶ καρδίαν τοῦ κόσμου, ἔστι δὲ οἶκος Ἡλίου, ἡμε‐ ρινόν, τετράπουν, στειρῶδες, βασιλικόν, ἀρσενικόν, χερ‐
20σαῖον, ἀσελγές, ἡμίφωνον, τίνι δὲ τριγώνῳ συσχηματίζεται εἴπομεν ἐν τῷ περὶ τοῦ Κριοῦ. καὶ καθόλου μὲν καυμα‐ τῶδές ἐστι καὶ πνιγῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγού‐ μενα αὐτοῦ πνιγώδη καὶ λοιμικά εἰσι τετραπόδων, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ἔνικμα καὶ φθοροποιά, καὶ
25τὰ μὲν βόρεια κινητικὰ καὶ πυρώδη, τὰ δὲ νότια ὑγρά. τῶν δὲ ἐν αὐτῷ ἀστέρων οἱ μὲν ἐπὶ τῆς κεφαλῆς β τὸ ὅμοιον ποιοῦσι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως, οἱ δὲ ἐν τῷ τραχήλῳ τρεῖς τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ, ὁ δὲ ἐπὶ τῆς καρδίας λαμπρός, καλούμενος δὲ Βασι‐
30λίσκος, τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός, οἱ δὲ ἐπὶ τῆς
ὀσφύος καὶ ἐπὶ τῆς οὐρᾶς λαμπροὶ τῷ τοῦ Κρόνου καὶ τῷ143

144

τῆς Ἀφροδίτης, οἱ δὲ ἐν τοῖς μηροῖς τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ. Προσῳκείωνται δ’ αὐτῷ χῶραι κατὰ μὲν τοὺς Αἰγυπ‐ τίους καὶ τὸν Δωρόθεον Ἑλλάς, Φρυγία τε καὶ στόμα Πόν‐
5του, κατὰ δὲ τὸν Πτολεμαῖον Ἰταλία, Γαλλία, Σικελία, Ἀπουλία, Φοινίκη, Χαλδαϊκή, Ὀρχηνία. κατὰ μέρος δὲ ὡς οἱ πολλοὶ ἱστοροῦσι τῇ μὲν κεφαλῇ Προποντίς, τῷ δὲ στή‐ θει Ἑλλάς, ὑπὸ τὴν κοιλίαν Μακεδονία, τοῖς πρὸς τῇ οὐρᾷ Μακεδονία.
10 Τὰ δὲ ὅρια αὐτοῦ κατὰ μὲν τοὺς Αἰγυπτίους καὶ τὸν Δωρόθεον Διὶ ϛ, ϛ, Ἀφροδίτῃ ε, ια, Κρόνῳ ζ, ιη, Ἑρμῇ ζ, κδ, Ἄρει ϛ, λ, κατὰ δὲ τὸν Πτολεμαῖον Κρόνῳ ϛ, ϛ, Ἑρμῇ ζ, ιγ, Ἀφροδίτῃ ϛ, ιθ, Διὶ ϛ, κε, Ἄρει ε, λ. λαμπραὶ δὲ μοῖραι αὐτοῦ αʹ, δʹ, εʹ, ιϛʹ, κʹ, κϛʹ, λʹ.
15 Τῶν δὲ τριῶν δεκανῶν αὐτοῦ ὁ μὲν πρῶτος καλεῖται Χάρ, ὁ δὲ βʹ Χνοῦς, ὁ δὲ γʹ Μῦς. ὁ οὖν τὸν αʹ δεκανὸν ὡροσκοποῦντα ἔχων εὐεργετῶν ἔσται τοὺς ὑποτασσο‐ μένους καὶ πολλοὺς σκεπάσει καὶ κτήσεται, ἐπίψεκτος δὲ διὰ γυναῖκα. οἱ δὲ τούτου κλιμακτῆρες ἔτος αʹ, ιαʹ, κγʹ,
20λβʹ, μϛʹ, νζʹ, ξθʹ, οβʹ, πδʹ, πηʹ. ὁ δὲ τὸν βʹ ἔσται δυνάστης, βασιλεύς, καὶ αὐτοκράτωρ ἀναγορευθήσεται καὶ πολλοὺς ὑποτάξει καὶ κτίσει πόλεις, καὶ φόρους αὐτῷ πολλοὶ προσ‐ άξουσιν, καὶ θεογνωσία ἔσται ἐπ’ αὐτοῦ καὶ εὕρεσις χρυσοῦ καὶ ἀργύρου, καὶ ἔνθεος αὐτοῦ ἡ γνώμη καὶ ἰσό‐
25θεος αὐτῷ ἡ παρὰ πάντων τιμή. οἱ δὲ τούτου κλιμακτῆρές εἰσιν ἔτος θʹ, καʹ, λδʹ, μϛʹ, νβʹ, οʹ· ὁ δὲ θάνατος ὀξύς. ὁ δὲ τὸν γʹ τραφήσεται πλουσίως καὶ ἔσται φρόνιμος, πεπαι‐ δευμένος, πολύφιλος, σωματικὰς δὲ βλάβας ἕξει καὶ παρα‐ σφραγισμοὺς καὶ ἀγῶνας βασιλικοὺς καὶ ἐπιβουλὰς ἐξου‐
30σιαστικάς, ὕστερον δὲ αὐτῶν περιέσται καὶ κύριος ἔσται144

145

κτημάτων καὶ εὐχρημάτιστος ὑπὸ θεῶν καὶ ὑπὸ γυναι‐ κῶν εὐνοηθήσεται, σινωθήσεται δὲ περὶ τὰ ἄκρα. οἱ δὲ κλιμακτῆρες αὐτοῦ εἰσιν ἔτος ζʹ, ιγʹ, κγʹ, μγʹ, νβʹ, ξϛʹ, οδʹ, πθʹ· τελευτήσει δὲ ἐπὶ τῆς ἰδίας κοίτης. ὁ δὲ τὸ μεσεμ‐
5βόλημα τούτου τε καὶ τοῦ ἐφεξῆς ζῳδίου ὡροσκοποῦν ἔχων ἁρποκρατικὸς ἔσται, τινὲς δὲ τῶν τοιούτων καὶ ἄγα‐ μοι τελευτήσουσιν. Τὸ δὲ μετὰ τὸν Λέοντα δωδεκατημόριον Παρθένον ὠνόμασαν καὶ γαστέρα τοῦ κόσμου, ἔστι δὲ οἶκος καὶ
10ὕψωμα Ἑρμοῦ περὶ μοῖραν ιεʹ, ἡμερινόν, θῆλυ, προστάσ‐ σον, λογικόν, φωνῆεν, ἀνθρωποειδές, στειρῶδες, δίσωμον, πτερωτόν. καὶ καθόλου μέν ἐστι δίυγρον καὶ βροντῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ θερμότερα καὶ φθαρτικά, τὰ δὲ ἑπόμενα ὑδατώδη, καὶ τὰ μὲν βόρεια πνευ‐
15ματώδη, τὰ δὲ νότια εὔκρατα. τῶν δ’ ἐν αὐτῷ ἀστέρων ὁ μὲν ἐν τῇ κεφαλῇ καὶ ὁ ἐπ’ ἄκρας τῆς νοτίου πτέρυγος ὅμοιον ἔχουσι τὸ ποιητικὸν τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως, οἱ δὲ λοιποὶ τῆς πτέρυγος λαμπροὶ καὶ οἱ κατὰ τὰ περιζώματα τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς
20Ἀφροδίτης, ὁ δὲ ἐν τῇ βορείᾳ πτέρυγι λαμπρός, καλού‐ μενος δὲ Προτρυγητήρ, τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ, ὁ δὲ καλούμενος Στάχυς τῷ τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἄρεως, ὁ δὲ ἐν ἄκροις τοῖς ποσὶ καὶ τῷ σύρματι τῷ τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως. τίσι δὲ τῶν ζῳδίων
25συσχηματίζεται τριγωνικῶς εἴρηται ἐν τῷ περὶ τῶν Διδύ‐ μων. Προσῳκείωνται δὲ αὐτῷ χῶραι κατὰ μὲν τοὺς Αἰγυπ‐ τίους καὶ τὸν Δωρόθεον Ῥόδος καὶ Κυκλάδες νῆσοι, Ἀρκαδία, Ἀχαΐα, Λακωνικὴ καὶ αἱ κατὰ τὸν Ὠκεανὸν νῆσοι, κατὰ δὲ
30τὸν Πτολεμαῖον Μεσοποταμία, Βαβυλωνία, Ἀσσυρία, Ἑλ‐
λάς, Ἀχαΐα, Κρήτη. ὡς δὲ οἱ παλαιότεροι κατὰ μέρος διωρί‐145

146

σαντο τοῖς μὲν πρὸς τῷ νώτῳ Ἰωνία, τοῖς δὲ μέσοις ἐξ ἀριστερῶν Ῥόδος καὶ Πελοπόννησος, κατὰ δὲ τὸ σύρμα ἐξ ἀριστερῶν Ἀρκαδία καὶ Κυρήνη, τοῖς δὲ πρὸς τῇ δεξιᾷ χειρὶ Δωρίς, τοῖς δὲ πρὸς τῇ εὐωνύμῳ Σικελία, τοῖς δὲ κατὰ
5τὸν Στάχυν Περσική. Ἡ δὲ τῶν ὁρίων τάξις κατὰ μὲν τοὺς Αἰγυπτίους καὶ τὸν Δωρόθεον ἔχει οὕτως· Ἑρμῇ ζ, ζ, Ἀφροδίτῃ ι, ιζ, Διὶ δ, κα, Ἄρει ζ, κη, Κρόνῳ β, λ, κατὰ δὲ τὸν Πτολεμαῖον Ἑρμῇ ζ, ζ, Ἀφροδίτῃ ϛ, ιγ, Διὶ ε, ιη, Κρόνῳ ϛ, κδ, Ἄρει ϛ,
10λ. λαμπραὶ δὲ μοῖραι τούτου εἰσὶν αὗται· ιʹ, ιζʹ, κʹ, κϛʹ, κθʹ. Τῶν δὲ γ αὐτοῦ δεκανῶν ὁ μὲν πρῶτος Τῶμ καλεῖται, ὁ δὲ βʹ Οὐεστεβκώτ, ὁ δὲ γʹ Ἀφοσό. καὶ ὁ μὲν τὸν αʹ δεκανὸν ἔχων ὡροσκοποῦντα ἔσται ἀγαθός, φιλόγελως,
15πολύφιλος, ἐν τρυφῇ διάξει, ἀγύναιος διὰ τὸ μὴ ἐπὶ μιᾶς μένειν, ἔσται δὲ ἐπίνοσος πλὴν τεύξεται ἰατρικῶν βοηθη‐ μάτων καὶ μετὰ τὴν νεότητα εὐνοηθήσεται ὑπὸ γυναικὸς καὶ ἐσχάτης [καὶ] καλῆς τεύξεται. εἰσὶ δὲ τούτου οἱ κλιμα‐ κτῆρες ἔτος ζʹ, ιβʹ, κγʹ, μδʹ, νζʹ, ξγʹ, οβʹ, πϛʹ. ὁ δὲ τὸν
20βʹ ἔσται φρόνιμος, ἀγχίνους, πεπαιδευμένος, ὀξύς, χαρίεις, ἰδιοκτήμων, καταφρονῶν τῶν πατρῴων, ἐὰν δὲ Ἀφροδίτη συμπαθήσῃ τῷ τοιούτῳ δεκανῷ διὰ μουσικῆς ἁρμονίας εὐεργετεῖται καὶ φιλεῖται καὶ εὔφωνος ἔσται καὶ ἐσχάτην καλὴν ἕξει. εἰσὶ δὲ τούτου κλιμακτῆρες ἔτος δʹ, θʹ, ιϛʹ,
25κβʹ, λεʹ, μγʹ, νζʹ, ξγʹ, οϛʹ, πβʹ, ϙϛʹ. ὁ δὲ τὸν γʹ ἔσται πλού‐ σιος καὶ πεπαιδευμένος, σώφρων, δίκαιος, ἰδιοπράγμων, εὐσεβής, εὐμετάδοτος, ἐπιτυχής, διὰ δὲ τὴν γυναῖκα καὶ τὰ τέκνα λυπηθήσεται, ἔσχατον δὲ καλῆς τεύξεται. οἱ δὲ
τούτου κλιμακτῆρες ἔτος θʹ, ιηʹ, κδʹ, λεʹ, νβʹ, ξϛʹ, οδʹ,146

147

πϛʹ. ὁ δὲ τὸ μεσεμβόλημα ὡροσκοποῦν ἔχων ἀπόκοπος ἔσται ἢ ἀρρενομανής, εἰ δὲ γυνὴ ἔσται τριβὰς καὶ γυναικὶ συνερχομένη καὶ τὰ ἀνδρῶν ἔργα σχηματίζουσα. Τὸ δὲ μετὰ τὴν Παρθένον δωδεκατημόριον ὠνόμασαν
5οἱ μὲν παλαιότεροι πάντες Ζυγὸν καὶ τούτου σημεῖον ποι‐ οῦνται τόδε· , ὁ δὲ Πτολεμαῖος Χηλὰς καὶ τὸ σημεῖον αὐτοῦ τοιόνδε· ♎̽. τοῦτο τὸ δωδεκατημόριον εἰς τὰ ἰσχία παραλαμβάνεται καὶ ἔστιν οἶκος Ἀφροδίτης, ὕψωμα Κρό‐ νου περὶ μοῖραν κʹ· μεθ’ ὧν δὲ ζῳδίων τριγωνίζεται εἴρη‐
10ται ἡμῖν ἐν τῷ περὶ τοῦ Καρκίνου· ἔστι δὲ ἰσημερινόν, μετοπωρινόν, ἄρρεν, τροπικόν, ὑποτακτικόν, ἀνθρωπο‐ ειδὲς ὡς Ζυγὸς καὶ φωνῆεν, συριγγῶδες. καὶ καθόλου μέν ἐστι τρεπτικὸν καὶ μεταβολικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ τὰ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα
15ὑδατώδη, καὶ τὰ μὲν βόρεια πνευματώδη, τὰ δὲ νότια ἔν‐ ικμα καὶ λοιμικά. τῶν δὲ ἐν αὐτῷ ἀστέρων ὡς Χηλαῖς καταστεριζομένῳ κατὰ τὸν Πτολεμαῖον οἱ μὲν ἐν ἄκραις αὐταῖς ὡσαύτως διατιθέασι τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ ἐν μέσαις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ
20τοῦ Ἄρεως. Προσῳκείωνται δὲ αὐτῷ χῶραι κατὰ τοὺς ἀρχαίους Κυρηναϊκὴ καὶ Ἰταλία, κατὰ δὲ τὸν Πτολεμαῖον Βακ‐ τριανή, Κασπηρία, Σηρική, Θηβαΐς, Ὄασις, Τρωγλοδυ‐ τική. ὡς δὲ οἱ ἀρχαιότεροι κατὰ μέρος διωρίσαντο τοῖς
25μὲν κατὰ τὸ μέτωπον Ῥώμη καὶ τὰ περὶ αὐτήν, τοῖς δὲ πρὸς τῷ μέσῳ Ἀραβία, Αἴγυπτος, Αἰθιοπία, Καρχηδών, τοῖς δὲ ὀπισθίοις Λιβύη, Κυρήνη καὶ τὰ συνεγγίζοντα ταύτῃ, τοῖς δεξιοῖς δὲ Σπάρτη τε καὶ ὄρος Σμύρνης κατὰ Λιβύην, τοῖς κατὰ τὴν κεφαλὴν Τύρος, Θακῶν νῆσος ἡ
30πάγκαρπος ἡ κατὰ τὴν Ἀραβίαν κειμένη, τοῖς πρὸς τὸ
στῆθος Κιλικία, τοῖς κατὰ τὴν κοιλίαν Σινώπη.147

148

Ἡ δὲ τῶν ὁρίων τούτου τάξις κατὰ μὲν τοὺς Αἰγυπτίους καὶ τὸν Δωρόθεον Κρόνῳ ϛ, ϛ, Ἑρμῇ η, ιδ, Διὶ ζ, κα, Ἀφροδίτῃ ζ, κη, Ἄρει β, λ, κατὰ δὲ τὸν Πτολεμαῖον Κρόνῳ ϛ, ϛ, Ἀφροδίτῃ ε, ια, Ἑρμῇ η, ιθ, Διὶ ε, κδ, Ἄρει ϛ, λ. λαμ‐
5πραὶ δὲ αὐτοῦ μοῖραι βʹ, ιζʹ, κγʹ, λʹ. Τῶν δὲ τριῶν αὐτοῦ δεκανῶν ὁ μὲν πρῶτος Οὐχωέ καλεῖ‐ ται, ὁ δὲ βʹ Πτιχώτ, ὁ δὲ γʹ Χονταρέ. καὶ τὸν μὲν αʹ δεκα‐ νὸν ὁ ἔχων ὡροσκοποῦντα ..... ἔσται καὶ διαστήσει τοὺς γονεῖς καὶ ἐν ζημίαις καὶ λύπαις ἐξετασθήσεται καὶ κατα‐
10λείψει τὴν πατρίδα καὶ ἔσται μετὰ ἀλλοφύλων ἀνθρώπων καὶ πολλοὺς πόνους ὑποστὰς αὖθις ἐπανελεύσεται εἰς τὴν πατρίδα καὶ βελτιωθήσεται καὶ ὄψεται τέκνων προκοπάς. οἱ δὲ κλιμακτῆρες αὐτοῦ εἰσιν ἔτος θʹ, ιϛʹ, κβʹ, λϛʹ, μθʹ, νθʹ, ξϛʹ, οζʹ. ὁ δὲ τὸν βʹ λαμπρὸς ἔσται καὶ πλούσιος
15καὶ ἀρχοντικὸς καὶ ἐπ’ ἐλπίσι χρησταῖς ἔκδημος καὶ βασιλικαῖς δωρεαῖς τε καὶ τιμαῖς, καὶ γυναικὶ δὲ ἀγαθῇ περιπεσεῖται καὶ τέκνων γονὰς ἕξει καὶ εὑρήματα εὑρήσει καὶ τέκνων προκοπὰς θεωρήσει. κλιμακτῆρες δὲ τούτου εἰσὶν ἔτος θʹ, ιβʹ, ιδʹ, λϛʹ, μαʹ, νηʹ, ξγʹ, οδʹ, πηʹ. ὁ δὲ τὸν
20γʹ ἔσται σχέτλιος, εὐσχήμων, πλουσιόψυχος, πολύφιλος καὶ ἐν δημοσίαις ἀσχολίαις, γνωστὸς ἐν τόποις πολλοῖς, εὐχρημάτιστος, ἀκαταστατήσει δὲ κατὰ τὴν γυναῖκα καὶ λήψεται προειλκυσμένην καὶ τεκνώσει, ἔνιοι δὲ καὶ στε‐ φανηφορήσουσι καὶ ἄρξουσι πόλεων. εἰσὶ δὲ οἱ κλιμακ‐
25τῆρες τούτου ἔτος αʹ, θʹ, ιαʹ, κγʹ, λϛʹ, μβʹ, νʹ, ξηʹ, οϛʹ. ὁ δὲ τὸ μεσεμβόλημα τούτου τε καὶ τοῦ ἐφεξῆς ζῳδίου ὡροσκοποῦν ἔχων ἕξει ἑλκώσεις ἢ σηπεδόνας ἢ ῥευμα‐ τισμοὺς καὶ σύριγγας ἢ καὶ ὕδερον ἢ φακώσεις καὶ
βροχοκήλας ἢ σκίρ[ρ]ους ἢ κιρσούς.148

149

Τὸ δ’ ἐφεξῆς τούτῳ δωδεκατημόριον ὠνόμασαν Σκορ‐ πίον καὶ τούτου τὴν κυρείαν τῶν αἰδοίων ἀνέθεσαν, ἔστι δὲ τὸ ζῴδιον οἶκος Ἄρεως καὶ σχηματίζεται τριγωνικῶς σὺν τῷ Καρκίνῳ καὶ τοῖς Ἰχθύσι καθάπερ εἴρηται ἡμῖν ἐν
5τῷ περὶ τοῦ Καρκίνου. ἔστι δὲ στερεόν, θῆλυ, χέρσον, ἡμερινόν, ἄφωνον, ὑποτασσόμενον. καὶ καθόλου μέν ἐστι βροντῶδες καὶ πυρῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγού‐ μενα αὐτοῦ νιφετώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα σεισμώδη, καὶ τὰ μὲν βόρεια καυσώδη, τὰ δὲ νότια
10ἔνικμα. καὶ τὸ μὲν κέντρον αὐτοῦ ἄσπορον πέφυκε καὶ ὀφθαλμοὺς πηροῦν, ὑποχύσεις τε καὶ λευκώματα ποιεῖ διὰ τοὺς ἐν αὐτῷ νεφελοειδεῖς ἀστέρας οἳ καὶ παράκεινται τῷ Γαλαξίᾳ. μᾶλλον δὲ τῶν ἐν αὐτῷ ἀστέρων οἱ μὲν ἐν τῷ μετώπῳ λαμπροὶ τὸ αὐτὸ ποιοῦσι τῷ τε τοῦ Ἄρεως καὶ
15ἠρέμα τῷ τοῦ Κρόνου, οἱ δὲ ἐν τῷ σώματι τρεῖς ὧν ὁ μέσος ὑπόκιρρός ἐστι καὶ λαμπρός, ὃς καλεῖται Ἀντάρης, τῷ τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Διός, οἱ δὲ ἐν τοῖς σπονδύλοις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ ἐπὶ τοῦ κέντρου τῷ τε τοῦ Ἑρμοῦ καὶ τῷ τοῦ Ἄρεως, ἡ δὲ ἑπο‐
20μένη νεφελοειδὴς συστροφὴ τῷ τε τοῦ Ἄρεως καὶ τῇ Σελήνῃ. Προσῳκείωνται δὲ αὐτῷ χῶραι κατὰ μὲν τοὺς ἀρχαίους Τύρος, Λιβύη, Καρχηδὼν καὶ Σικελία, κατὰ δὲ Πτολεμαῖον Μεταγωνῖτις, Μαυριτανία, Γαιτουλία, Συρία, Κομμα‐
25γηνή, Καππαδοκία. ὡς δὲ κατὰ μέρος οἱ ἀρχαιότεροι διωρίσαντο τοῖς μὲν ἐμπροσθίοις Ἰταλία, τοῖς δὲ μέσοις Ἰκαρία καὶ οἱ συνεχεῖς ταύτῃ τόποι, τοῖς δὲ πρὸς τὸ μέτωπον Ῥώμη καὶ Βατερνία. Ἡ δὲ τάξις τῶν ὁρίων αὐτοῦ ἔχει οὕτω κατὰ μὲν τοὺς
30Χαλδαίους καὶ τὸν Δωρόθεον· Ἄρει ζ, ζ, Ἀφροδίτῃ δ, ια,149

150

Ἑρμῇ η, ιθ, Διὶ ε, κδ, Κρόνῳ ϛ, λ, κατὰ δὲ τὸν Πτολεμαῖον Ἄρει ϛ, ϛ, Διὶ η, ιδ, Ἀφροδίτῃ ζ, κα, Ἑρμῇ ϛ, κζ, Κρόνῳ γ, λ. λαμπραὶ δὲ μοῖραι αὐτοῦ ζʹ, ιʹ, ιδʹ, κʹ, λʹ. Τῶν δὲ τριῶν αὐτοῦ δεκανῶν ὁ μὲν πρῶτος Στπχνηέ,
5ὁ βʹ Σεσμέ, ὁ γʹ Σισιεμέ. ὁ οὖν τὸν αʹ δεκανὸν ὡροσκο‐ ποῦντα ἔχων ἔσται ἀγχίνους, πεπαιδευμένος, δίκαιος, δια‐ στήσει δὲ τοὺς γονεῖς καὶ ἔσται ἐν ζημίαις καὶ τόπους ἐκ τόπων ἀμείψει καὶ κτημάτων κυριεύσει καὶ πολλὰ χαρί‐ σεται, ἐὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης ἐπιθεωρήσῃ χρυσοῦ
10καὶ ἀργύρου ἤτοι μετάλλων ἔσται τεχνίτης καὶ ὑπὸ γυναι‐ κῶν εὐνοηθήσεται, τινὲς δὲ καὶ ἀδελφαῖς συνέρχονται καὶ τεκνοῦσιν. οἱ δὲ κλιμακτῆρες τούτου εἰσὶν ἔτος θʹ, ιβʹ, κβʹ, λγʹ, μβʹ, νϛʹ, ξγʹ, ξθʹ, οϛʹ, πθʹ, ϙγʹ. ὁ δὲ τὸν βʹ ἔσται μέγας, πλούσιος, ἀρχοντικός τε καὶ πεπαιδευμένος,
15γλυκὺς τῷ λόγῳ, σώφρων, πολλὰ δι’ ἑαυτοῦ κτώμενος, γνωστὸς πολλοῖς καὶ ὑπὸ ἐλευθέρων δουλευθήσεται, πολ‐ λῶν τεχνῶν καὶ μάλιστα μουσικῆς εἰδήμων ἔσται καὶ πα‐ λαίστραις εὐδοκιμήσει, ἔσθ’ ὅτε καὶ ναύκληρος γίνεται, ἐνίοτε δὲ καὶ στρατοπεδάρχης, ἐὰν δὲ ὑπὸ Ἄρεως θεωρηθῇ
20τομὰς καὶ καύσεις καὶ σπάσεις καὶ σπασμοὺς περὶ τὰ ἄκρα πείσεται. οἱ δὲ τούτου κλιμακτῆρές εἰσιν ἔτος ζʹ, ιαʹ, κβʹ, λγʹ, μβʹ, νζʹ, ξαʹ, ογʹ, πδʹ, ϙθʹ. ὁ δὲ τὸν γʹ ἔσται ἐν ζημίαις καὶ ἀνωμαλίαις καὶ ξενιτείαις καὶ τύχης μετε‐ ωρισμῷ καὶ ψυχικῶς καὶ σωματικῶς ἀρρωστήσει καὶ
25ἐχθρῶν ἐπιβουλῆς πειραθήσεται, εἰς δὲ τὰ κατὰ τὴν γυναῖ‐ κα ἀκαταστατήσει (ἤτοι γὰρ δούλαις ἢ ὑπάνδροις καὶ σίνος ἐχούσαις μιγήσεται) καὶ ἐπὶ τέκνοις λυπηθήσεται, μετὰ δὲ τὴν πρώτην ἡλικίαν πολλὰ κτήσεται καὶ τόπων ἄρξει
καὶ ἔσχατον καλῆς γυναικὸς τεύξεται, ἐὰν δὲ καὶ Ἀφρο‐150

151

δίτη ἐπιμαρτυρήσῃ ἐπαφρόδιτος ἔσται καὶ φήμην ἕξει περὶ πράξεις διά τε μουσικῆς καὶ ῥυθμῶν, χρυσοῦ τε καὶ ἀργύ‐ ρου. οἱ δὲ κλιμακτῆρες αὐτοῦ ἔτος γʹ, θʹ, ιδʹ, ιηʹ, κβʹ, λαʹ, μγʹ, νεʹ, ξεʹ, οδʹ, πγʹ, πζʹ. ὁ δὲ τὸ μεσεμβόλημα τούτου
5τε καὶ τοῦ ἐφεξῆς ζῳδίου ἐκβολιμαῖος ἔσται ὑπὸ τῶν γονέ‐ ων, ἐὰν δὲ καὶ ὑπὸ τοῦ Διὸς ἐπιθεωρηθῇ πάλιν ἀνακάμψει πρὸς τοὺς γονεῖς ἢ πρὸς ἑτέρους τινὰς οἰκείους. Τὸ δ’ ἐπὶ τούτῳ δωδεκατημόριον ἐκάλεσαν Τοξότην καὶ τοὺς μηροὺς τούτῳ ἀνέθεσαν, ἔστι δὲ οἶκος τοῦ Διὸς καὶ
10τριγωνίζεται τῷ τε Λέοντι καὶ τῷ Κριῷ καθὰ δὴ καὶ εἴρηται, ἔστι δὲ δίσωμον, ἄρρεν, χερσαῖον, τετράπουν, στειρῶδες, ὑποτασσόμενον, πτερωτόν, ἡμερινόν, ἐξ ἡμι‐ σείας ἀνθρωπόμορφον καὶ φωνῆεν, συριγγῶδες. καὶ καθό‐ λου μέν ἐστι πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγού‐
15μενα αὐτοῦ δίυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πυρώδη, καὶ τὰ μὲν βόρεια πνευματώδη, τὰ δὲ νότια κάθυγρα καὶ μεταβολικά. τῶν δ’ ἐν αὐτῷ ἀστέρων ὁ μὲν ἐπὶ τῆς ἀκίδος τοῦ βέλους ὅμοιον ἔχει τὸ ποιητικὸν τῷ τε τοῦ Ἄρεως καὶ τῇ Σελήνῃ, οἱ δὲ περὶ τὸ τόξον καὶ τὴν
20λαβὴν τῆς χειρὸς τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Ἄρεως, ἡ δὲ ἐν τῷ προσώπῳ συστροφὴ τῷ τε Ἡλίῳ καὶ τῷ τοῦ Ἄρεως, οἱ δὲ ἐν ταῖς ἐφαπτίσι καὶ τῷ νώτῳ τῷ τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ ἐν τοῖς ποσὶ τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου, τὸ δὲ ἐπὶ τῆς οὐρᾶς τετράπλευρον τῷ τῆς
25Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Κρόνου. Προσῳκείωνται δὲ αὐτῷ χῶραι κατὰ μὲν τοὺς ἀρχαίους αἵ τε Γαλλίαι καὶ Κρήτη νῆσος, ἔτι δὲ καὶ Μυσία ἡ κατὰ
τὴν Εὐρώπην, κατὰ δὲ τὸν Πτολεμαῖον Τυρρηνία, Κελτική,151

152

Ἱσπανία καὶ Ἀραβία ἡ Εὐδαίμων, κατὰ δὲ τὸν Ἵππαρχον κατὰ μὲν τὴν ῥάχιν Κρήτη, Σικελία, κατὰ δὲ τὰς πλευρὰς Ἰταλία, κατὰ δὲ τὰ μέσα καὶ τὴν κοιλίαν Ἰβηρία, ὡς δὲ καὶ ἔτι οἱ ἀρχαιότεροι τοῖς μὲν ἐμπροσθίοις Κρήτη καὶ οἱ
5συνεχεῖς τόποι καὶ τοῖς μὲν ἀριστεροῖς μέρεσι Σικελία, τοῖς δεξιοῖς δὲ Κύπρος νῆσος καὶ Ἐρυθρὰ θάλασσα, τοῖς δὲ ὀπισθίοις ποσὶ Τυρρηνία, τῇ ῥάχει Κασπάνιοι καὶ τὰ περὶ τὸν Εὐφράτην ἔθνη, τῇ δὲ οὐρᾷ Μεσοποταμία, Καρχηδονία καὶ θάλασσα ἡ Λιβυκή, τῇ δὲ κεφαλῇ Ἰταλία
10καὶ κόλπος ὁ Ἀδρίας καὶ οἱ περὶ αὐτὸν οἰκοῦντες, τῷ δὲ στήθει Συρία, τῇ δὲ φαρέτρᾳ πέλαγος τὸ Ἀτλαντικόν, τῇ δὲ κοιλίᾳ Τριβαλλοί, Βακτριανή, Σικελία, τοῖς δὲ ἐμπροσ‐ θίοις ποσὶν Αἴγυπτος καὶ οἱ συνεχεῖς τόποι. Ἡ δὲ τάξις τῶν ὁρίων ἔχει οὕτω κατὰ μὲν τοὺς Αἰγυπ‐
15τίους καὶ τὸν Δωρόθεον· Διὶ ιβ, ιβ, Ἀφροδίτῃ ε, ιζ, Ἑρμῇ δ, κα, Κρόνῳ ε, κϛ, Ἄρει δ, λ, κατὰ δὲ τὸν Πτολεμαῖον Διὶ η, η, Ἀφροδίτῃ ϛ, ιδ, Ἑρμῇ ε, ιθ, Ἄρει ϛ, κϛ, Κρόνῳ δ, λ. λαμπραὶ δὲ μοῖραι αὐτοῦ δʹ, ϛʹ, ιʹ, ιηʹ, κϛʹ, κθʹ. Τῶν δὲ τριῶν αὐτοῦ δεκανῶν ὁ μὲν αʹ Ῥηουώ, ὁ δὲ βʹ
20Σισμέ, ὁ δὲ γʹ Κομμέ. καὶ τούτων τὸν μὲν πρῶτον ὁ ἔχων ὡροσκοποῦντα ἔσται καὶ ἐπικερδὴς καὶ αὖ ἀναλίσκων αὐτὰ ὡς τοξότης ἀποβάλλων ὀιστοὺς καὶ πάλιν δεχόμενος ἀπὸ τῶν ἐναντίων, θεόγνωστος, εὐχρημάτιστος, συγ‐ γενῶν δ’ ὑποίσει θανάτους καὶ εἰς κίνδυνον καταστὰς ὑπὸ
25θεοῦ σωθήσεται καὶ πολλοὺς θρέψει δι’ ἀγαθότητα καὶ ἐγγὺς μεγιστάνων ἔσται, τινὲς δὲ τῶν τοιούτων καὶ ἱππο‐ τροφοῦσι καὶ στρατηγοῦσι καὶ ἀγορανομοῦσι καὶ ὑπὸ γυναικῶν εὐνοοῦνται, οἱ δὲ καὶ ἀρχιερεῖς γίνονται. οἱ δὲ
τούτου κλιμακτῆρές εἰσιν ἔτος ιαʹ, κβʹ, λαʹ, μϛʹ, νγʹ, ξγʹ,152

153

οζʹ, πϛʹ. ὁ δὲ τὸν βʹ διαστήσει τοὺς γονεῖς καὶ ἔσται ἐν πενίᾳ καὶ κακοπαθείᾳ καὶ ξενιτεύσει ἐν τόποις οἷς οὐ προσ‐ δοκήσει, ψυχικὸν δὲ μετεωρισμὸν ἕξει, ἐὰν δέ τις τῶν ἀγα‐ θῶν ἐπιμαρτυρήσῃ τὰ κακὰ διαλύσει καὶ προβαινούσης τῆς
5ἡλικίας ἔσται βελτίων, μετελεύσεται δὲ τέχνας διὰ χρυσοῦ καὶ ἀργύρου ἢ χρημάτων. οἱ δὲ τούτου κλιμακτῆρές εἰσιν ἔτος ιαʹ, ιθʹ, καʹ, λβʹ, μϛʹ, ναʹ, ξγʹ, οβʹ, πϛʹ, ϙαʹ. ὁ δὲ τὸν γʹ τραφήσεται ὡς πλούσιος (ἐκ γὰρ μεγάλων ἔσται γο‐ νέων), ὀξύς, πεπαιδευμένος καὶ δημοσιεύσει κύριος κατα‐
10στὰς ζωῆς καὶ θανάτου τῶν πταιόντων καὶ ἐγγὺς βασιλέων ἔσται καὶ ἐπίτροπος ἔσται βασιλικῶν πραγμάτων καὶ στρα‐ τευμάτων, ἐὰν δὲ ὑπὸ Διὸς μαρτυρηθῇ ὁ τοιοῦτος δεκα‐ νὸς ποιεῖ ἡγεμόνας, βασιλέων διαδόχους, πόλεις ὑποτάσ‐ σοντας, ἐὰν δὲ ὑπὸ Κρόνου μαρτυρηθῇ ἢ συνανατέλλῃ
15αὐτῷ Κρόνου μοῖρα ἀποστάσεις ὄχλων καὶ χρημάτων ἀποβολὴν ποιεῖ καὶ ἀκαταστασίαν καὶ ἔχθρας καὶ ἐπι‐ βουλὰς δουλικάς. εἰσὶ δὲ οἱ κλιμακτῆρες τούτου ἔτος ιαʹ, κϛʹ, λϛʹ, μβʹ, ναʹ, ξζʹ, οβʹ· ὁ δὲ θάνατος ὀξύς. ὁ δὲ τὸ μεσ‐ εμβόλημα τούτου τε καὶ τοῦ ἐφεξῆς ζῳδίου ὡροσκοποῦν
20ἔχων ἐν νέᾳ ἡλικίᾳ ἐπίψογος ἔσται, ἐὰν δὲ θήλεια ᾖ ἑται‐ ρικῶς διάξει καὶ μεγάλῳ ἀνδρὶ συγκοιμηθήσεται καὶ φιληθήσεται καὶ ἔσται σὺν αὐτῷ τοῦ προτέρου ἀποστᾶσα βίου καὶ τέλους καλοῦ τεύξεται. Τὸ δ’ ἐφεξῆς δωδεκατημόριον, ὃ εἰς τὰ γόνατα παραλαμ‐
25βάνεται, ὠνόμασαν Αἰγόκερω, καί ἐστιν οἶκος μὲν Κρό‐ νου, ὕψωμα δὲ Ἄρεως περὶ μοῖραν κηʹ· σχηματίζεται δὲ τριγωνικῶς τῇ τε Παρθένῳ καὶ τῷ Ταύρῳ· τροπικόν, χειμερινόν, θηλυκόν, ἡμερινόν, στειρῶδες, ὑποτακτικόν, ἀμφίβιον, διφυές, ἡμίφωνον. καὶ καθόλου μέν ἐστι κάθ‐
30υγρον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καυσώδη
καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα153

154

ὄμβρων κινητικά, καὶ ἔτι τὰ βόρεια καὶ νότια αὐτοῦ κάθυγρα καὶ φθαρτικά. τῶν δὲ ἐν αὐτῷ ἀστέρων οἱ μὲν ἐπὶ τῶν κεράτων ὡσαύτως ἐνεργοῦσι τῷ τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἄρεως, οἱ δὲ ἐν τῷ στόματι τῷ τε τοῦ
5Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης, οἱ δὲ ἐν τοῖς ποσὶ καὶ τῇ κοιλίᾳ τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Διός. Προσῳκείωνται δὲ αὐτῷ χῶραι κατὰ μὲν τοὺς παλαιοὺς Κιμμέριοί τε καὶ ἡ πανέρημος, κατὰ δὲ τὸν Πτολεμαῖον
10Ἰνδική, Ἀρ[ρ]ιανή, Γεδρωσία, Θρᾴκη, Μακεδονία, Ἰλλυρίς. ὡς δὲ κατὰ μέρος ἄλλοι διωρίσαντο ὑπόκεινται αὐτῷ κατὰ μὲν τὰς πλευρὰς Αἰγαῖον πέλαγος καὶ οἱ περιοικοῦντες, ἔτι δὲ καὶ Κόρινθος, κατὰ δὲ τὴν ζώνην καὶ τὸν νῶτον ἡ Μεγάλη θάλασσα, κατὰ τὴν οὐρὰν Ἰβηρία, κατὰ τὴν
15κεφαλὴν Κυλληνία καὶ Τυρρηνία, κατὰ τὸ στῆθος Τυρρη‐ νικὸν πέλαγος, κατὰ τὴν κοιλίαν μέση Αἴγυπτος, Συρία, Καρία. Τὰ δὲ ὅρια ἔχουσιν οὕτως· κατὰ μὲν τοὺς Αἰγυπτίους Ἑρμῇ ζ, ζ, Διὶ ζ, ιδ, Ἀφροδίτῃ η, κβ, Κρόνῳ δ, κϛ, Ἄρει
20δ, λ, κατὰ δὲ τὸν Πτολεμαῖον Ἀφροδίτῃ ϛ, ϛ, Ἑρμῇ ϛ, ιβ, Διὶ ζ, ιθ, Ἄρει ϛ, κε, Κρόνῳ ε, λ. λαμπραὶ δὲ αὐτοῦ μοῖραι ϛʹ, ιβʹ, ιεʹ, κδʹ, λʹ. Τῶν δὲ τριῶν αὐτοῦ δεκανῶν ὁ μὲν πρῶτος Σμάγ, ὁ βʹ Σρῶ, ὁ γʹ Ἰσρὼ κέκληνται. καὶ ὁ μὲν ἔχων τὸν αʹ ὡρο‐
25σκοποῦντα ἔσται πρωτότοκος ἢ πρωτότροφος, φρόνιμος, βαθύς, πεπαιδευμένος, ἀγαθός, εὐπαρρησίαστος, καὶ ὑπο‐ τάξει τοὺς ἐχθροὺς αὐτοῦ, ὑπὸ δὲ τῶν ἰδίων κινδυνεύσας ἀποθανεῖν σωθήσεται καὶ ἐν πολλαῖς ζημίαις ἔσται ἐν τῇ αʹ ἡλικίᾳ, εἰς δὲ γυναῖκα ἀκαταστατήσει, ἐὰν δὲ ὁ τοῦ Διὸς
30ἐπιμαρτυρήσῃ τῷ δεκανῷ τούτῳ ἀγαθοὺς χρόνους ἕξει154

155

καὶ εὑρέματα εὑρήσει καὶ κυριεύσει πολλῶν καὶ τέλους καλοῦ τεύξεται. εἰσὶ δὲ οἱ κλιμακτῆρες τούτου ἔτος αʹ, δʹ, θʹ, ιαʹ, ιζʹ, κβʹ, λαʹ, μβʹ, νϛʹ, ξγʹ, οβʹ, παʹ, πθʹ. ὁ δὲ τὸν βʹ διαστήσει τοὺς γονεῖς θανάτῳ καὶ τὰ αὐτῶν μειώσει
5καὶ ἐν ζημίαις καὶ ξενιτείαις ἔσται καὶ μετὰ μεγάλων ἀν‐ δρῶν συναναστραφήσεται ποικίλος ὢν τοῖς ἤθεσι καὶ δι’ ὑγρῶν τὸ ζῆν ἔχων, ἀκαταστατήσει δὲ πρὸς γυναῖκα καὶ βραδυγαμήσει καὶ διαβληθήσεται ἐπὶ ὑπάνδροις καὶ δού‐ λαις καὶ χήραις, μετὰ δὲ τὴν πρώτην ἡλικίαν ὠφεληθήσε‐
10ται παρὰ γυναικὸς καὶ τέλους καλοῦ τεύξεται. οἱ δὲ κλι‐ μακτῆρες αὐτοῦ ἔτος ϛʹ, θʹ, ιαʹ, κβʹ, λαʹ, μαʹ, νγʹ, ξγʹ, οϛʹ, παʹ. ὁ δὲ τὸν γʹ ἐκ μεγάλων καὶ εὐγενῶν γονέων γεγο‐ νὼς τραφήσεται πλουσίως καὶ πιστευθήσεται πολλὰ καὶ ἔσται πεπαιδευμένος καὶ πολύφιλος, ὀξύς, μισοπόνηρος,
15ἀσελγής, εὐμετάβλητος, καὶ ἀκαταστατήσει κατὰ τὴν γυναῖκα καὶ ὕστερον εὐνοηθήσεται ὑπ’ αὐτῆς καὶ πολλὰ κτήσεται καὶ κυριεύσει πολλῶν. εἰσὶ δὲ οἱ κλιμακτῆρες τούτου ἔτος δʹ, ζʹ, ιαʹ, κβʹ, λγʹ, μϛʹ, νβʹ, ξγʹ, οβʹ· ὁ δὲ θάνατος αὐτῷ ὀξὺς καὶ ἐπὶ ξένης ἔσται. ὁ δὲ τὸ μεσεμ‐
20βόλημα τούτου τε καὶ τοῦ ἐφεξῆς ζῳδίου ὡροσκοποῦν ἔχων ἔσται ἐκβολιμαῖος καὶ θηριόβρωτος. Τὸ δ’ ἐφεξῆς τούτῳ δωδεκατημόριον, ὃ εἰς τὰς κνήμας παραλαμβάνεται, Ὑδροχόον ὠνόμασαν, ἔστι δὲ οἶκος Κρό‐ νου, ἀρσενικόν, στερεόν, νυκτερινόν, λογικόν, φωνῆεν, ἀν‐
25θρωπόμορφον, ὑποτακτικόν. καὶ καθόλου μέν ἐστι ψυχρῶ‐ δες καὶ ὑδατῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ κάθυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευ‐ ματώδη, καὶ τὰ μὲν βόρεια καυσώδη, τὰ δὲ νότια νιφετώδη. τῶν δ’ ἐν αὐτῷ ἀστέρων οἱ μὲν ἐν τοῖς ὤμοις ὁμοίως δια‐
30τιθέασι τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ σὺν τοῖς ἐν
τῇ ἀριστερᾷ χειρὶ καὶ τῷ ἱματίῳ, οἱ δὲ ἐπὶ τῶν μηρῶν155

156

μᾶλλον μὲν τῷ τοῦ Ἑρμοῦ, ἧττον δὲ τῷ τοῦ Κρόνου, οἱ δὲ ἐπὶ τῆς οὐρᾶς καὶ τοῦ νοτίου λίνου τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ ἐν τῇ ῥύσει τοῦ ὕδατος τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Διός.
5 Προσῳκείωνται δὲ αὐτῷ χῶραι κατὰ τοὺς ἀρχαίους ἥ τε Αἴγυπτος καὶ ἡ Μεσοποταμία, κατὰ δὲ τὸν Πτολεμαῖον Σαυροματική, Ὠξιανή, Σογδιανή, Ἀραβία, Ἀζανία, μέση Αἰθιοπία. ὡς δὲ οἱ ἀρχαιότεροι διεῖλον κατὰ μέρος τῇ μὲν ἀριστερᾷ χειρὶ καὶ τῷ στήθει αὐτοῦ Συρία, τοῖς δὲ ὑπὸ
10τὴν δεξιὰν Εὐφράτης καὶ Τίγρις, τῇ δ’ ἐκχύσει τοῦ ὕδατος Τάναϊς καὶ οἱ πρὸς νότον καὶ ζέφυρον ῥέοντες. Τὰ δὲ ὅρια οὕτω κατὰ μὲν τοὺς Αἰγυπτίους καὶ τὸν Δωρόθεον· Ἑρμῇ ζ, ζ, Ἀφροδίτῃ ϛ, ιγ, Διὶ ζ, κ, Ἄρει ε, κε, Κρόνῳ ε, λ, κατὰ δὲ τὸν Πτολεμαῖον Κρόνῳ ϛ, ϛ, Ἑρμῇ ϛ,
15ιβ, Ἀφροδίτῃ η, κ, Διὶ ε, κε, Ἄρει ε, λ. λαμπραὶ δὲ μοῖραι αὐτοῦ ιαʹ, ιζʹ, κʹ, κεʹ, κθʹ. Τῶν δὲ τριῶν αὐτοῦ δεκανῶν ὁ μὲν πρῶτος Πτιαῦ καλεῖται, ὁ δὲ βʹ Ἀεῦ, ὁ δὲ γʹ Πτιβιοῦ. ὁ οὖν τὸν αʹ δεκανὸν ὡροσκοποῦντα ἔχων ἔσται παρρησιαστικός, μισοπόνηρος,
20δικαιοκρίτης, καὶ πολλοὶ ἐπ’ αὐτὸν καταφεύξονται διὰ τὸ ἀντιποιεῖσθαι τοῦ δικαίου, καὶ ὑπὸ γυναικῶν εὐνοηθήσε‐ ται, ὄψεται δὲ θανάτους τέκνων. οἱ δὲ κλιμακτῆρες αὐτοῦ εἰσιν ἔτος ζʹ, ιαʹ, ιθʹ, κβʹ, λαʹ, νζʹ, ξβʹ, οϛʹ, παʹ, ϙβʹ. ὁ δὲ τὸν βʹ κακοπαθήσει σωματικῶς καὶ εἰς τὰ κατὰ τὸν
25βίον, ἐγκλήματα ἕξει φαρμακοποσίας καὶ συκοφαντίας καὶ χρημάτων ἀποβολὴν καὶ ἐμπρησμοὺς καὶ ναυάγια ὑπο‐ στήσεται καὶ ἀκαταστατήσει κατὰ τὴν γυναῖκα· ταῦτα ἕξει ἐν τῇ αʹ ἡλικίᾳ, ὕστερον δὲ ἐν ἀναπαύσει γίνεται
πολλὰ κτησάμενος. οἱ δὲ τούτου κλιμακτῆρές εἰσιν ἔτος156

157

ιβʹ, κϛʹ, λγʹ, μδʹ, νϛʹ, ξεʹ, ογʹ, πδʹ, ϙεʹ. ὁ δὲ τὸν γʹ ἔσται μέγας καὶ ἰσοθέοις τιμαῖς τιμηθήσεται καὶ κοσμοκράτωρ ἔσται καὶ πάντα αὐτῷ ὑπακούσεται, ἔσται δὲ ταῦτα ἐὰν καὶ ἀγαθοποιοὶ ἐπιμαρτυρήσωσι τῷ τόπῳ ἄνευ κακῶν
5παρουσίας. οἱ δὲ κλιμακτῆρες αὐτοῦ εἰσιν ἔτος ...... .............. ὁ δὲ τὸ μεσεμβόλημα αὐτοῦ τε καὶ τοῦ ἐφεξῆς ζῳδίου ὡροσκοποῦν ἔχων ἔσται τερατώδης, ἐκ‐ βόλιμος οἷον σατυρίσκος ἢ ἑρμαφρόδιτος, δίδυμος ἢ δικέ‐ φαλος.
10 Τὸ δ’ ἐφεξῆς τούτῳ δωδεκατημόριον, ὃ εἰς τοὺς πόδας παραλαμβάνεται, ἔστιν οἶκος Διός, ὕψωμα Ἀφροδίτης περὶ μοῖραν κζʹ, τρίγωνον σὺν τῷ Καρκίνῳ καὶ τῷ Σκορπίῳ, δίσωμον, θηλυκόν, γόνιμον, νυκτερινόν, νηκτόν, συριγ‐ γῶδες, πτερωτόν, ἄφωνον, ὑποτακτικόν. καὶ καθόλου μέν
15ἐστι ψυχρὸν καὶ πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προ‐ ηγούμενα αὐτοῦ εὔκρατα, τὰ δὲ μέσα κάθυγρα, τὰ δὲ ἑπό‐ μενα καυσώδη, καὶ τὰ μὲν βόρεια πνευματώδη, τὰ δὲ νότια ὑδατώδη. τῶν δὲ ἐν αὐτῷ ἀστέρων οἱ μὲν ἐν τῇ κεφαλῇ τοῦ νοτιωτέρου Ἰχθύος τὸ αὐτὸ ποιοῦσι τῷ τοῦ
20Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Κρόνου, οἱ δὲ ἐν τῷ σώματι τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ ἐπὶ τῆς οὐρᾶς καὶ τοῦ νοτίου λίνου τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ ἐν τῷ σώματι καὶ τῇ ἀκάνθῃ τοῦ βορείου Ἰχθύος τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης, οἱ δὲ ἐν τῷ βορείῳ
25λίνῳ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Διός, οἱ δὲ ἐπὶ τοῦ συν‐ δέσμου λαμπροὶ τῷ τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ. Ὑπόκεινται δὲ αὐτῷ χῶραι ἥ τε Ἐρυθρὰ θάλασσα καὶ
τὰ περὶ τὸν Ὠκεανόν, κατὰ δὲ τὸν Πτολεμαῖον Φαζανία,157

158

Νασαμωνῖτις, Γαραμαντική, Λυδία, Κιλικία, Παμφυλία. ὡς δὲ κατὰ μέρος οἱ ἀρχαιότεροι διεῖλον τοῖς μὲν ἐμπροσ‐ θίοις Εὐφράτης καὶ Τίγρις, τοῖς δὲ μέσοις Συρία, Ἐρυ‐ θρὰ θάλασσα, Ἰνδική, μέση Περσίς, τοῖς δ’ ὑπὸ τὸν νῶτον
5Ἀραβικὴ θάλασσα καὶ Βορυσθένης, τῷ συνδέσμῳ τοῦ βορείου Ἰχθύος Θρᾴκη, τῷ δὲ τοῦ νοτίου Ἀσία καὶ Σαρδώ. Τὰ δὲ ὅρια οὕτω κατὰ μὲν τοὺς Αἰγυπτίους· Ἀφροδίτῃ ιβ, ιβ, Διὶ δ, ιϛ, Ἑρμῇ γ, ιθ, Ἄρει θ, κη, Κρόνῳ β, λ, κατὰ δὲ τὸν Πτολεμαῖον Ἀφροδίτῃ η, η, Διὶ ϛ, ιδ, Ἑρμῇ
10ϛ, κ, Ἄρει ϛ, κϛ, Κρόνῳ δ, λ. λαμπραὶ δὲ αὐτοῦ μοῖραι ηʹ, ιεʹ, κʹ, κγʹ, κεʹ, λʹ. Τῶν δὲ τριῶν αὐτοῦ δεκανῶν ὁ πρῶτος Βιοῦ, ὁ δὲ βʹ Χονταχρετπιβιοῦ, ὁ γʹ Βιοῦ. καὶ ὁ μὲν τὸν αʹ δεκανὸν ὡροσκοποῦντα ἔχων ἔσται μέγας καὶ πολὺν ὄχλον ὑφ’
15ἑαυτὸν ἕξει εὖ ποιῶν τοὺς ὑποτεταγμένους, λυπηθήσεταί τε ἐπὶ τέκνοις, ἔσται δὲ θεοσεβής, εὐχρημάτιστος, καὶ περὶ τὸν τράχηλον κινδυνεύσας θάνατον ὑποστῆναι ἐκφεύ‐ ξεται, τινὲς δὲ τῶν τοιούτων καὶ τῶν γυναικῶν ἀποστεροῦν‐ ται, διεκδραμὼν δὲ τὰς τοιαύτας τοῦ δεκανοῦ δυσκολίας
20ἀγαθοὺς καιροὺς ἕξει καὶ ὑπὸ γυναικὸς εὐνοηθήσεται καὶ τεκνώσει. εἰσὶ δὲ οἱ τούτου κλιμακτῆρες ἔτος ιβʹ, κβʹ, κεʹ, κζʹ, λγʹ, μβʹ, νβʹ, ξδʹ. ὁ δὲ τὸν βʹ τραφήσεται πλουσίως καὶ διαστήσει τοὺς γονεῖς καὶ τὰ αὐτῶν μειώσει καὶ δι’ ἑαυτοῦ κτήσεται ἕτερα· ἔσται γὰρ ἐμπορικός τις καὶ περί‐
25κτητος καὶ φιλάνθρωπος καὶ πεπαιδευμένος, οὐράνιά τε εἰδὼς καὶ ἡσύχια καὶ πιστεύσει καὶ πιστευθήσεται καὶ ἀποστερηθήσεται ὑπὸ φίλων καὶ γαμήσει γυναῖκα ἣν καὶ ἐκβαλεῖ ἐπιβουλευθεὶς παρ’ αὐτῆς, ἕξει δὲ πολλοὺς ἐχθροὺς
οὓς καὶ ἐπόψεται, εἰ δὲ ἀγαθὸς ἐπιμαρτυρήσῃ ἀστὴρ γαμή‐158

159

σει μετὰ ταῦτα καλὴν γυναῖκα καὶ εὐσταθὴς ἔσται καὶ καλοῦ τέλους τεύξεται. εἰσὶ δὲ τούτου οἱ κλιμακτῆρες ἔτος δʹ, ζʹ, ιʹ, ιϛʹ, κʹ, λαʹ, μβʹ, ναʹ, ξαʹ, ξθʹ, οβʹ, οζʹ, οθʹ. ὁ δὲ τὸν γʹ ἔσται κεχαριτωμένος καὶ πεπαιδευμένος, πολύφιλος,
5τρυφητής, ἕξει δὲ σίνος ἐν τῷ σώματι καὶ ὄψεται θάνατον οἰκείων καὶ γυναικός, ἕξει δὲ διατριβὴν ἐν ποταμοῖς καὶ ἐν θαλάσσῃ καὶ τὰ τῶν γονέων μειώσει, φιλονεικήσει δὲ πρὸς ὑπερέχοντας καὶ γαμήσει προβεβηκυῖαν, εἰ δὲ ἐπιθεωρή‐ σει ἀγαθοποιὸς πολλὰ μὲν κτήσεται, ἀναλώσει δὲ ταῦτα
10ὡς τρυφητής. οἱ δὲ κλιμακτῆρες τούτου εἰσὶν ἔτος βʹ, ϛʹ, θʹ, ιβʹ, καʹ, λαʹ, μβʹ, ναʹ, ξζʹ, οδʹ, πʹ· ὁ δὲ θάνατος ὀξύς. ὁ δὲ τὸ μεσεμβόλημα τούτου τε καὶ τοῦ Κριοῦ ὡροσκοποῦν ἔχων αὐτόχειρ ἑαυτοῦ ἔσται ἢ καὶ φαρμακοποσίᾳ τελευ‐ τήσει ἢ ἀπάγξεται καὶ οὐδὲ ταφῆς ἀξιωθήσεται.
15t〈βʹ〉 Ἐν οἷς τόποις χαίρουσιν οἱ ε ἀστέρες
16 Ὁ μὲν Κρόνος ἐν Ὑδροχόῳ χαίρει, ὁ Ζεὺς δ’ ἐν Τοξότῃ, ὁ δὲ Ἄρης ἐν Σκορπίῳ, Ἀφροδίτη 〈δ’〉 ἐν Ταύρῳ, Ἑρμῆς δ’ ἐν Παρθένῳ.
19t〈γʹ〉 Τίνες τῶν ιβ τόπων εἰσὶ βελτίους
20 Δώδεκα δὲ τόπων ὄντων τῶν διατιθεμένων κάλλιστος μὲν ὁ ὡροσκόπος, βʹ δὲ ὁ τοῦ μεσουρανήματος, γʹ ὁ μετ’ αὐτὸν τριγωνικῶς σχηματιζόμενος τῷ ὡροσκόπῳ, δʹ ὁ προηγούμενος τοῦ μεσουρανήματος ἑξαγωνικὴν πλευρὰν τοῦ ὡροσκόπου ἀπέχων, εʹ ὁ διαμετρῶν τῷ ὡροσκόπῳ
25(τουτέστι τὸ δῦνον), ϛʹ τὸ ὑπόγειον μεσουράνημα, ζʹ ὁ τῷ μεσουρανήματι ἑπόμενος, καὶ ηʹ ὁ τοῦ μεσουρανήματος
προηγούμενος. οἱ δὲ λοιποὶ ἔξοχα πάντων εἰσὶ στυγερώτατοι.159

160

(1t)

〈ιδʹ〉 Περὶ ἐπιτηδείων καὶ ἀνεπιτηδείων
2tζῳδίων ἐν καταρχαῖς
3 Τὰ μὲν ὀρθῶς ἀνατέλλοντα ζῴδια (ἔστι δὲ τὰ ἀπὸ Καρ‐ κίνου ἕως Τοξότου) ἐπὶ τῆς ἀνατολῆς ἀκάκωτα τυχόντα
5ἀνεμποδίστως τὰ πραττόμενα τελέσει, τὰ δὲ λοξά (ἔστι δὲ τὰ ἀπὸ Αἰγοκέρωτος ἕως Διδύμων) ἄνευ μαρτυρίας ἀγαθοποιῶν ἀστέρων δυσκατέργαστα καὶ πολυχρόνια μηνύει, αὐτὰ δὲ τὰ τροπικὰ ἐν τῇ ἀνατολῇ ὄντα μετα‐ τρέπει ταχέως τὸ πραττόμενον. διὸ ἐν μὲν ἡμεριναῖς πρά‐
10ξεσιν ἐπιτηρητέον τόν τε Κριόν, τὸν Καρκίνον, τὸν Λέοντα καὶ τὸν Τοξότην (ταῦτα γὰρ ἡμερινὰ ζῴδια) εἴπερ εἴη τού‐ των τι ἐπὶ τῆς ἀνατολῆς καὶ ἡ Σελήνη τινὶ τούτων παρ‐ οδεύοι, ἐν δὲ νυκτεριναῖς ὁμοίως τὰ διάμετρα τῶν ἡμερινῶν ζῳδίων ἐπισκεπτέον, τουτέστι τὸν Ζυγόν, τὸν Αἰγοκέ‐
15ρωτα, τὸν Ὑδροχόον καὶ τοὺς Διδύμους (ταῦτα γὰρ νυκ‐ τερινά). Βλάπτει οὖν ἡ Σελήνη ἐκλείπουσα καὶ μάλιστα ἐν τῷ γενεθλιακῷ ζῳδίῳ τυχοῦσα ἢ τοῖς τούτῳ τριγώνοις, ἔτι δὲ καὶ συνοδικὴ οὖσα, ἧττον μέντοι. ἐπιτηρητέον δὲ καὶ τὸ
20δωδεκατημόριον αὐτῆς μὴ ἐμπίπτῃ ὅπου ὁ Κρόνος ἢ ὁ Ἄρης. μηδὲ μὴν αὐτὴν πανσέληνος εἴη (ἔριν γὰρ καὶ διχοστα‐ σίαν μηνύει), μήτε μὴν ἐν τοῖς κατὰ μῆκος ἢ πλάτος ἀριθ‐ μοῖς ἀφαιροῦσα μήτε ἐν τῷ νοτίῳ πέρατι μήτε ἐν ταῖς τελευταίαις μοίραις τῶν ζῳδίων.
25t〈ιεʹ〉 Περὶ καθολικῶν ἐπισκέψεων
26tκαὶ ἀποτελουμένων
27 Τούτων οὕτω προεκτεθειμένων ἀκόλουθον ἂν εἴη κατὰ τὸ κεφαλαιῶδες λογικῶς ἐπελθεῖν τὰ καθόλου γινόμενα
χώραις ἢ πόλεσι συμπτώματα. ταῦτα δὲ μάλιστα συμ‐160

161

βαίνει παρὰ τὰς ἐκλειπτικὰς φαντασίας Ἡλίου τε καὶ Σελήνης τὰς εὐαισθητοτέρας καὶ τὰς ἐν αὐταῖς παρόδους τῶν ἀστέρων καὶ τοὺς τούτων στηριγμούς τε καὶ φάσεις. Ἐπισκεπτόμεθα οὖν τὰ τοιαῦτα τὸν τρόπον τοῦτον.
5πρῶτον ὁρῶμεν ποίαις χώραις ἢ πόλεσιν αἱ κατὰ μέρος ἐκλείψεις καὶ τῶν τριῶν πλανωμένων Κρόνου, Διὸς καὶ Ἄρεως οἱ στηριγμοὶ καὶ αἱ φάσεις τὰς ἐπισημασίας ποιή‐ σουσιν, ἔπειτα τὸν καιρὸν τῶν ἐπισημασιῶν καὶ τῆς παρα‐ τάσεως τὴν ποσότητα καὶ περὶ ποῖα τῶν γενῶν ἀποβήσε‐
10ται τὸ σύμπτωμα σκοποῦμεν, τελευταῖον δὲ τὴν αὐτοῦ τοῦ τελεσθησομένου ποιότητα. Προσήκει τοίνυν πρὸς μὲν τὰς χώρας ἢ πόλεις σκοπεῖν τὸ τῆς ἐκλείψεως δωδεκατημόριον ποίᾳ τούτων συνοικει‐ οῦται κατὰ τρίγωνον ἢ καὶ τετράγωνον σχῆμα καὶ ὁμοίως
15ποίων πόλεων αἱ φωσφορίαι καὶ οἱ ὡροσκόποι τῷ τόπῳ τῆς ἐκλείψεως συμφωνοῦσιν· ἐφ’ ὧν δὲ πόλεων οἱ χρόνοι τῶν κτίσεων ἀγνοοῦνται, τῶν κατὰ καιρὸν ἐν αὐταῖς ἀρχόντων ἢ βασιλευόντων τῷ μεσουρανήματι χρησόμεθα εἰ συμπάθειαν ἔχει πρὸς τὸν αὐτὸν τῆς ἐκλείψεως τόπον.
20ἐφ’ ὅσων δὴ οὖν χωρῶν ἢ πόλεων εὑρήσομεν τὴν συνοι‐ κείωσιν ταύτην, περὶ πάσας μὲν ὡς ἐπίπαν ὑπονοητέον ἔσεσθαι τὸ σύμπτωμα, ἐξαιρέτως περὶ τὰς πρὸς αὐτὸ τὸ τῆς ἐκλείψεως δωδεκατημόριον λόγον ἐχούσας καὶ ἐν ὅσαις αὐτῶν ὑπὲρ γῆν οὖσα ἡ ἔκλειψις ἐφαίνετο.
25 Τοὺς δὲ χρόνους τῆς παρατάσεως τῆς ὅλης ἐκλείψεως λογισάμενοι καθ’ ἑκάστην οἴκησιν ἐν αἷς αἱ ἐκλείψεις φαί‐ νονται πόσας εἶναι συμβαίνει ἰσημερινὰς ὥρας ἢ καὶ μέρη, ἐφ’ ἡλιακῆς μὲν ἐκλείψεως ἐπὶ τοσούτους ἐνιαυτοὺς ὑπονο‐ ήσομεν ὁλοσχερῶς τὸ ἀποτελούμενον ἔσεσθαι, ἐπὶ δὲ σελη‐
30νιακῆς ἐπὶ τοσούτους ὁμοίως μῆνας. ἡ δὲ τούτου παρά‐ τασις ἐκ τῆς σχέσεως τοῦ ἐκλειπτικοῦ τόπου συνοραθήσε‐
ται· πρὸς μὲν γὰρ τῷ ἀπηλιωτικῷ ὁρίζοντι ὁ τόπος ἐκπε‐161

162

σὼν κατὰ τὸ αʹ τριτημόριον τοῦ ὅλου χρόνου τῆς ἐκλεί‐ ψεως τὴν παράτασιν τοῦ συμπτώματος ποιήσεται, πρὸς δὲ τῷ μεσουρανήματι κατὰ τὸ μέσον τριτημόριον, πρὸς δὲ τῷ λιβυκῷ ὁρίζοντι κατὰ τὸ τελευταῖον τριτημόριον.
5 Αἱ δὲ κατὰ μέρος ἀνέσεις καὶ ἐπιτάσεις ληφθήσονται ἀπὸ τῶν .................. ὅταν κατ’ αὐτῶν τῶν τὸ αἴτιον ἐμποιούντων ἢ τῶν συσχηματιζομένων αὐτοῖς συμπίπτωσιν, καὶ ἀπὸ τῶν ἄλλων παρόδων ὅταν οἱ ποιητι‐ κοὶ τοῦ ἀποτελέσματος ἀστέρες ἀνατολὰς ἢ δύσεις ἢ στη‐
10ριγμοὺς ἢ ἀκρονύκτους φάσεις ποιῶνται συσχηματιζό‐ μενοι τοῖς τὴν αἰτίαν ἔχουσι δωδεκατημορίοις, ἐπειδήπερ ἀνατέλλοντες μὲν ἢ στηρίζοντες ἐπιτάσεις ποιοῦνται τῶν συμπτωμάτων, δύνοντες δὲ καὶ ὑπὸ τὰς αὐγὰς ὄντες ἢ ἀκρονύκτους ποιούμενοι στάσεις ἄνεσιν ἐμποιοῦσι τῶν
15ἀποτελουμένων. Περὶ ποῖα δὲ τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα γνω‐ σόμεθα ἐκ τῆς τῶν ζῳδίων ἰδιοτροπίας καὶ μορφώσεως καθ’ ὧν ἂν τύχωσιν ὄντες οἵ τε τῶν ἐκλείψεων τόποι καὶ οἱ τὴν οἰκοδεσποτίαν λαμβάνοντες ἀστέρες πλανώμενοί
20τε καὶ ἀπλανεῖς τοῦ τε τῆς ἐκλείψεως δωδεκατημορίου καὶ τοῦ κατὰ τὸ κέντρον τὸ πρὸ τῆς ἐκλείψεως.
22t〈ιϛʹ〉 Περὶ οἰκοδεσποτίας τῶν πλανωμένων
23 Λαμβάνεται δὲ ἡ τούτων οἰκοδεσποτία ἐπὶ μὲν τῶν πλανωμένων οὕτως. ὁ γὰρ τοὺς πλείστους λόγους ἔχων
25πρὸς ἀμφοτέρους τοὺς ἐκκειμένους τόπους τόν τε τῆς ἐκλείψεως καὶ τὸν τοῦ ἑπομένου αὐτῷ κέντρου κατά τε
τὰς ἔγγιστα φαινομένας συναφὰς ἢ ἀπορροίας καὶ συ‐162

163

σχηματισμοὺς καὶ ἔτι κατὰ τὴν κυριότητα τῶν οἴκων καὶ τριγώνων καὶ ὑψωμάτων καὶ ὁρίων, ἐκεῖνος λέγεται μόνος ἔχειν τὴν οἰκοδεσποτίαν. εἰ δὲ μὴ εὑρεθείη ὁ αὐτὸς κύριος τῆς ἐκλείψεως καὶ τοῦ κέντρου ἀλλὰ δύο, τὸν
5ἔχοντα πλείονας συνοικειώσεις ἑλώμεθα προκρίνοντες 〈τὸν〉 τῆς ἐκλείψεως κύριον· εἰ δὲ πλείονες εὑρίσκοιντο καθ’ ἑκάτερον τόπον ἐφάμιλλοι, τὸν ἐπικεντρότερον ἢ χρηματιστικώτερον ἢ τῆς αἱρέσεως μᾶλλον ὄντα προκρι‐ νοῦμεν εἰς τὴν οἰκοδεσποτίαν.
10t〈ιζʹ〉 Περὶ φύσεως τῶν ζῳδίων
11 Τῶν δὲ ἀπλανῶν ἐπιλεξόμεθα τῶν λαμπρῶν τόν τε αὐτῷ τῷ ἐκλειπτικῷ πως συγκεχρηματικότα ἐπὶ τῷ παρῳχη‐ κότι κέντρῳ κατὰ τοὺς σχηματισμοὺς τῶν ἐννέα τρόπων καὶ τὸν ἐν τῇ ὥρᾳ τῆς ἐκλείψεως ἢ συνανατείλαντα ἢ συμ‐
15μεσουρανήσαντα τῷ κατὰ τὰ ἑπόμενα κέντρῳ τοῦ τόπου τῆς ἐκλείψεως. θεωρηθέντων δὲ οὕτως τῶν εἰς τὴν αἰτίαν τοῦ συμπτώματος παραλαμβανομένων ἀστέρων 〈...〉· ἀπὸ γὰρ τῆς τούτων ἰδιοτροπίας τὸ γένος τῶν διατιθε‐ μένων ὡς ἐπίπαν καταλαμβάνεται. τὰ μὲν ἀνθρωπόμορφα
20ζῴδια κατά τε τὸν ζῳδιακὸν καὶ τοὺς ἀπλανεῖς περὶ τὸ τῶν ἀνθρώπων γένος τὸ σύμπτωμα παρέξει· τῶν δὲ χερ‐ σαίων τὰ μὲν τετράποδα περὶ τὰ ὅμοια, τὰ δὲ ἑρπυστικὰ περὶ τὰ ἕρποντα καὶ ὁλκὰ τῶν ζῴων· τὰ μὲν θηριώδη περὶ τὰ ἄγρια καὶ βλαπτικὰ τῶν ἀνθρώπων, τὰ δὲ ἥμερα περὶ
25τὰ πρὸς χρῆσιν καὶ χειροήθη, οἷον ἵππους, βοῦς, πρόβατα καὶ τὰ τοιαῦτα· ἔτι δὲ καὶ τῶν χερσαίων τὰ μὲν πρὸς ταῖς
ἄρκτοις μᾶλλον περὶ τὰς αἰφνιδίους κινήσεις, τὰ δὲ περὶ163

164

μεσημβρίαν περὶ τὰς ἀπροσδοκήτους τοῦ ἀέρος ῥύσεις. πάλιν δὲ ἐν μὲν τοῖς τῶν πτερωδῶν μορφώμασιν ὄντες οἱ κύριοι τόποι, οἷον Παρθένῳ, Τοξότῃ, Ὄρνιθι, Ἀετῷ καὶ τοῖς τοιούτοις, περὶ τὰ πτηνὰ τὰ εἰς τὴν τροφὴν δι‐
5ελεύσεται, ἐν δὲ τοῖς νηκτοῖς περὶ τὰ ἔνυδρα καὶ τοὺς ἰχθύας. καὶ Καρκίνος μὲν καὶ Αἰγόκερως καὶ Δελφὶς τοῖς θαλασσίοις ἀνήκει καὶ ταῖς τῶν πλοίων ἀναγωγαῖς, Ὑδρο‐ χόος δὲ καὶ Ἰχθύες ποταμίοις καὶ πηγαίοις, ἡ δὲ Ἀργὼ ἀμφοτέροις διοίσει.
10 Καὶ τὰ μὲν τροπικὰ καὶ ἰσημερινὰ τοῖς τοῦ ἀέρος κατα‐ στήμασι καὶ ταῖς ὥραις τὰς ἐπισημασίας παρέξει, ἰδίως δὲ καὶ τοῖς ἐκ γῆς φυομένοις κατὰ καιρόν· κατὰ μὲν τὴν ἐαρινὴν ἰσημερίαν τοῖς βλαστοῖς τῶν δενδρικῶν καρπῶν τῶν τότε συνακμαζόντων, κατὰ δὲ τὴν θερικὴν τροπὴν
15τοῖς καρποφορηθεῖσι καὶ ταῖς συγκομιδαῖς αὐτῶν, ἐν Αἰγύπτῳ δὲ ἰδίως τῇ τοῦ Νείλου ἀναβάσει, κατὰ δὲ τὴν μετοπωρινὴν ἰσημερίαν τῷ σπόρῳ, κατὰ δὲ τὴν χειμερινὴν τροπὴν τοῖς λαχάνοις καὶ τοῖς ἐπιπολάζουσι κατὰ τὸν και‐ ρὸν ὀρνέοις καὶ ἰχθύσιν. καὶ τὰ μὲν ἰσημερινὰ ἱεροῖς καὶ
20ταῖς περὶ θεὸν θρησκείαις ἐπισημαίνει, τὰ δὲ τροπικὰ ταῖς τῶν ἀέρων καὶ τῶν πολιτικῶν ἐθῶν μεταβολαῖς, τὰ δὲ στερεὰ θεμελίοις καὶ οἰκοδομήμασιν, τὰ δὲ δίσωμα τοῖς ἀνθρώποις καὶ τοῖς βασιλεῦσιν. Ὁμοίως καὶ τὰ μὲν πρὸς ἀνατολὰς ἔχοντα τὴν θέσιν μᾶλ‐
25λον ἐν τῷ χρόνῳ τῆς ἐκλείψεως περὶ τὴν νέαν ἡλικίαν καὶ καρποὺς καὶ θεμελίους σημαίνει τὸ ἐσόμενον, τὰ δὲ πρὸς τὸ ὑπὲρ γῆν μεσουράνημα περὶ τὰ ἱερὰ καὶ τοὺς βασιλέας καὶ τὴν μέσην ἡλικίαν [καὶ καρποὺς καὶ θεμελίους], τὰ δὲ πρὸς δυσμαῖς περὶ τὰς τῶν νομίμων μετατροπὰς καὶ τὴν
30παλαιὰν ἡλικίαν καὶ τοὺς κατοιχομένους ἐν τάφοις. Περὶ πόστον δὲ μέρος τοῦ ὑποκειμένου γένους ἡ διά‐
θεσις ἐπελεύσεται, τό τε τῆς ἐπισκοτήσεως τῶν ἐκλεί‐164

165

ψεων μέγεθος ὑποβάλλει καὶ ἡ τῶν τὸ αἴτιον ἐμποιούν‐ των ἀστέρων πρὸς τὸν ἐκλειπτικὸν τόπον σχέσις· ἑσπέ‐ ριοι μὲν γὰρ πρὸς τὰς ἡλιακάς, ἑῷοι δὲ πρὸς τὰς σελη‐ νιακὰς συσχηματισθέντες ἐπ’ ἔλαττον διατιθέασιν, δια‐
5μετροῦντες δὲ περὶ τὸ ἥμισυ, ἑῷοι δὲ πρὸς τὰς ἡλιακὰς καὶ ἑσπέριοι πρὸς τὰς σεληνιακὰς ἐπὶ τὸ πλέον. Αὐτὸ δὲ τὸ ἀποτέλεσμα πότερον ἀγαθόν ἐστιν ἢ ἐναν‐ τίον ἀπὸ τῆς τῶν οἰκοδεσποτησάντων ποιητικῆς φύσεώς τε καὶ συγκράσεως τῆς πρὸς ἀλλήλους καὶ τῶν τόπων
10καθ’ ὧν ἂν ὦσι τετυχηκότες καταμανθάνομεν. ἀρξόμεθα δὲ τῆς καθ’ ἕνα ἕκαστον τῶν πλανωμένων ποιητικῆς ἰδιο‐ τροπίας, ἐκεῖνο κοινῶς ἐπισημηνάμενοι ὅτι οὐ μόνον ἐν ταῖς συγκράσεσι τὴν πρὸς ἀλλήλους τῶν πλανωμένων μίξιν δεῖ σκοπεῖν, ἀλλὰ καὶ τὴν πρὸς τοὺς τῆς αὐτῆς [αὐ‐
15τοῖς] φύσεως κεκοινωνηκότας ἤτοι ἀπλανεῖς ἀστέρας ἢ τύπους ζῳδιακοὺς κατὰ τὰς ἀποδεδειγμένας αὐτῶν πρὸς τοὺς πλανήτας συνοικειώσεις. ὁ μὲν οὖν Ἥλιος καὶ ἡ Σελήνη διατέτακται καὶ ὥσπερ ἡγεμόνες εἰσὶ τῶν ἄλλων, γιγνόμενοι τῆς κατὰ τὴν ἐνέργειαν αὐτῶν ἰσχύος τε καὶ
20δυνάμεως καὶ ἀδρανείας, διόπερ ἀφείσθωσαν. Περὶ δὲ τῶν ε πλανωμένων ἐκθησόμεθα. ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν λαβὼν καθόλου μὲν φθορᾶς τῆς κατὰ ψῦξιν αἴτιός ἐστιν, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος νόσους μακρὰς
25καὶ φθίσεις καὶ συντήξεις καὶ ὑγρὰς ἀλλοιώσεις καὶ τεταρ‐ ταίους, φαγεδαίνας τε καὶ ἀπορίας καὶ πένθη καὶ φόβους καὶ θανάτους μάλιστα τοῖς τὴν ἡλικίαν προβεβηκόσιν ἐμποιεῖ, περὶ δὲ τὰ εὔχρηστα τῶν ἀλόγων ζῴων σπάνιν καὶ τῶν ὄντων φθορὰς σωματικὰς καὶ νοσοποιοὺς ἀφ’ ὧν
30καὶ οἱ χρησάμενοι τῶν ἀνθρώπων συνδιατιθέμενοι κατα‐ φθείρονται, περὶ δὲ τὴν τοῦ ἀέρος κατάστασιν ψύχη φο‐
βερά, παγώδη καὶ ὁμιχλώδη καὶ λοιμικὰ καὶ νιφετῶν πλῆ‐165

166

θος οὐκ ἀγαθῶν, περὶ δὲ ποταμοὺς καὶ θαλάσσας χειμῶ‐ νας καὶ πλοίων ναυάγια, ἰδίως δὲ θαλάσσης ἀμπώτεις καὶ παλιρροίας καὶ ποταμῶν ὑπερμετρίαν καὶ κάκωσιν, περὶ δὲ τοὺς τῆς γῆς καρποὺς ἔνδειαν καὶ ἀπώλειαν ἤτοι ὑπὸ
5κάμπης ἢ ἀκρίδος ἢ μυῶν ἢ κατακλυσμῶν ἢ χαλάζης καὶ τῶν τοιούτων. Ὁ δὲ τοῦ Διὸς ὁμοίως μόνος τὴν οἰκοδεσποτίαν λαβὼν καθόλου μὲν αὐξήσεώς ἐστι ποιητικός, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ ἀποτελέσματος δόξας ἀποτε‐
10λεῖ καὶ εἰρηνικὰς καταστάσεις, εὐθηνίας τε καὶ εὐεξίας σωματικὰς καὶ δωρεὰς ἀπὸ τῶν ὄντων, καὶ ἁπλῶς εἰπεῖν εὐδαιμονίας ἐστὶν αἴτιος, περὶ δὲ τὰ ἄλογα ζῷα τῶν μὲν εἰς χρῆσιν ἀνθρώπων δαψίλειαν καὶ πολυπλήθειαν ἐμποιεῖ, τῶν δὲ εἰς τὸ ἐναντίον φθορὰν καὶ ἀπώλειαν, εὔκρατον
15δὲ τὴν τοῦ ἀέρος κατάστασιν καὶ ὑγιεινὴν καὶ πνευματώδη καὶ ὑγρὰν καὶ θρεπτικὴν τῶν ἐπιγείων ἐργάζεται, πλοίων τε εὐπλοίας καὶ ποταμῶν συμμέτρους ἀναβάσεις καὶ τῶν καρπῶν δαψίλειαν καὶ ὅσα τούτοις παραπλήσια. Ὁ δὲ τοῦ Ἄρεως μόνος τὴν οἰκοδεσποτίαν λαβὼν καθό‐
20λου μέν ἐστι τῆς κατὰ ξηρότητα φθορᾶς αἴτιος, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος πολέ‐ μους ἐμποιεῖ καὶ στάσεις ἐμφυλίους καὶ αἰχμαλωσίας καὶ ἐπαναστάσεις καὶ χόλους ἡγεμόνων καὶ διὰ τῶν τοιούτων θανάτους αἰφνιδίους, ἔτι δὲ νόσους πυρεκτικὰς καὶ τριταϊ‐
25κὰς καὶ αἱμάτων ἀναγωγὰς καὶ ὀξείας βιαιοθανασίας καὶ μάλιστα τῶν ἀκμαίων, ὁμοίως βίας τε καὶ ὕβρεις καὶ παρανομίας καὶ λῃστείας καὶ ἐμπρήσεις, πρὸς δὲ τὴν τοῦ ἀέρος κατάστασιν καύσωνας καὶ πνεύματα θερμά τε καὶ λοιμικά, κεραυνῶν τε ἀφέσεις καὶ πρηστήρων καὶ ἀνομ‐
30βρίας καὶ κατὰ θάλασσαν πλοίων αἰφνίδια ναυάγια διὰ πνευμάτων ἀτάκτων, τῶν τε ἀλόγων καὶ τῶν ἐκ γῆς φυομένων σπάνιν ἤτοι ὑπὸ τῆς τοῦ καύσωνος καταφλέ‐ ξεως ἢ τῆς τῶν πνευμάτων ἐκτινάξεως ἢ ἐκ τῆς ἐν ταῖς
ἀποθέσεσιν ἐμπρήσεως.166

167

Ὁ δὲ τῆς Ἀφροδίτης μόνος κύριος γενόμενος ἐπισημαί‐ νει καθόλου μὲν παραπλήσια τῷ τοῦ Διὸς μετά τινος ἐπ‐ αφροδισίας, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους δόξας καὶ τιμὰς καὶ πολυτεκνώσεις καὶ εὐφροσύνας καὶ εὐετηρίας καὶ
5εὐγαμίας καὶ εὐαρεστήσεις πρὸς πᾶσαν συναρμογὴν καὶ κτημάτων συναυξήσεις καὶ διαίτας καθαρίους, περὶ δὲ τὸν ἀέρα εὐκράτους καὶ ὑγρὰς καὶ θρεπτικὰς καταστά‐ σεις, εὐαερίας τε καὶ αἰθρίας καὶ ὑδάτων γονίμων δαψι‐ λείας καὶ ἐπιτυχίας καὶ ποταμῶν πλήρεις ἀναβάσεις, τῶν
10τε εὐχρήστων οἴνων καὶ τῶν τῆς γῆς καρπῶν μάλιστα δαψίλειαν καὶ εὐφορίαν καὶ ὄνησιν ἐμποιεῖ. Ὁ δὲ τοῦ Ἑρμοῦ τὴν κυρείαν λαβὼν καθόλου μὲν ᾧ ἂν ᾖ συγκιρνάμενος ἑκάστῳ τῶν ἄλλων τῇ ἐκείνου οἰκειοῦ‐ ται φύσει, ἰδίως δέ ἐστι πάντων μᾶλλον συγκινητικός,
15καὶ ἐν μὲν ἀνθρωπίνοις ἀποτελέσμασιν ὀξὺς καὶ πρακ‐ τικώτατος πρὸς τὸ ὑποκείμενον εὐμηχάνως, λῃστειῶν τε καὶ κλοπῶν καὶ πειρατικῶν ἐφόδων καὶ δυσπλοίας ποιητι‐ κὸς καὶ ἐν τοῖς πρὸς τοὺς κακοποιοὺς σχηματισμοῖς νόσων τε αἴτιος ξηρῶν καὶ ἀφημερινῶν καὶ βηχικῶν καὶ
20ἀναφορικῶν καὶ φθίσεων, ἀποτελεστικὸς δὲ καὶ τῶν περὶ τὰ ἱερατικὰ λόγων καὶ τὰς βασιλικὰς προσόδους καὶ τὰς τῶν ἐθίμων ἢ νομίμων κατὰ καιροὺς ἐναλλοιώσεις πρὸς τὰς ἑκάστοτε τῶν ἄλλων ἀστέρων συγκράσεις, περὶ δὲ τὸ περιέχον μᾶλλον ξηρὸς ὢν καὶ εὐκίνητος διὰ τὴν πρὸς τὸν
25Ἥλιον ἐγγύτητα καὶ τὸ τάχος τῆς ἀνακυκλήσεως πνευ‐ μάτων ἀτάκτων καὶ εὐμεταβόλων μάλιστα κινητικὸς ὑπάρχει, βροντῶν τε εἰκότως καὶ πρηστηρίων καὶ χασμά‐ των καὶ σεισμῶν καὶ ἀστραπῶν ἀποτελεστικός, ζῴων τε καὶ φυτῶν εὐχρήστων καὶ ποταμῶν ἐν μὲν ταῖς δύσεσι
30μειωτικός, ἐν δὲ ταῖς ἀνατολαῖς πληρωτικός. Ἰδίας μὲν οὖν τῆς οἰκείας φύσεως ἐπιτυχὼν ἕκαστος τοιαῦτα ἀποτελεῖ. συγκιρνάμενος δὲ ἄλλος ἄλλῳ κατὰ
τοὺς σχηματισμοὺς καὶ τὰς τῶν ζῳδίων ἐναλλοιώσεις καὶ167

168

τὰς πρὸς Ἥλιον φάσεις ἀναλόγως καὶ τὴν ἐν τοῖς ἐνερ‐ γήμασι σύγκρασιν λαμβάνων μεμιγμένην ἐκ τῶν κεκοινω‐ νηκυιῶν φύσεων τὴν περὶ τὸ ἀποτελούμενον ἰδιοτροπίαν ποικίλην οὖσαν ἀπεργάζεται, ἀπείρου δὲ ὄντος καὶ ἀδυ‐
5νάτου τοῦ καθ’ ἑκάστην σύγκρασιν τὸ ἴδιον ἀποτέλεσμα καὶ πάντας ἁπλῶς τοὺς καθ’ ὁποιονδήποτε συσχηματισ‐ μοὺς διεξελθεῖν οὕτω πολυμερῶς νοουμένους εἰκότως ἂν καταληφθείη τὸ τοιοῦτον εἶδος ἐπὶ τῇ τοῦ μαθηματικοῦ πρὸς τὰς κατὰ μέρος διακρίσεις ἐπιβολῇ καὶ ἐπινοίᾳ.
10 Παρατηρεῖν δὲ δεῖ πῶς ἔχουσι συνοικειώσεως οἱ τὴν κυρείαν λαβόντες ἀστέρες πρὸς τὰς χώρας ἢ πόλεις αἷς τὸ σύμπτωμα διασημαίνεται. ἀγαθοποιοὶ μὲν γὰρ ὄντες καὶ συνοικειούμενοι τοῖς διατιθεμένοις καὶ μὴ καθυπερ‐ τερούμενοι ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως ἔτι μᾶλλον
15ἀπεργάζονται τὸ κατὰ τὴν ἰδίαν φύσιν ὠφέλιμον, μὴ οὕτω δὲ ἔχοντες ἧττον ὠφελοῦσιν. τῆς δὲ βλαπτικῆς κράσεως οἱ τὴν κυρείαν λαβόντες ὁμοίως, ἐὰν μὲν συνοικειού‐ μενοι τύχωσι τοῖς διατιθεμένοις ἢ καθυπερτερηθῶσιν ὑπὸ τῆς τῶν ἐναντίων αἱρέσεως, ἧττον βλάπτουσιν, μὴ
20οὕτω δὲ τυχόντες σφοδροτέραν τὴν βλάβην ἐμποιοῦσιν.
21t〈ιηʹ〉 Περὶ ἀποτελεσμάτων ἀπὸ τῶν ἐκλείψεων
22tκαὶ τῶν κομητῶν
23 Ἀνέγραψαν δὲ οἱ παλαιοὶ Αἰγύπτιοι καὶ τὰ ἐκ τῶν ἐκλεί‐ ψεων γινόμενα ἀποτελέσματα· παραθησόμεθα οὖν καὶ
25τούτων τὰ πλεῖστα συντόμως ἔχοντα οὕτως. ἐπὶ τῶν τελεί‐ ων ἐκλείψεων τὸ μὲν χρῶμα τὸ μέλαν θάνατον τοῦ ἄρχον‐
τος καὶ ταπείνωσιν καὶ λοιμὸν καὶ μεταβολὴν σημαίνει, τὸ168

169

δὲ ἐρυθρὸν τῆς χώρας κάκωσιν, τὸ δὲ ὑπόλευκον λοιμὸν καὶ θάνατον τοῖς κτήνεσι καὶ ἐμπόροις, τὸ δὲ ἰοειδὲς πόλε‐ μον καὶ λοιμόν, τὸ δὲ χρυσοειδὲς λοιμὸν καὶ θάνατον. Τῶν δὲ ἐν ταῖς ἐκλείψεσιν ἀνέμων οἱ μὲν ἀπ’ ἄρκτου
5πνέοντες ἢ καὶ ἑτέρου μέρους πρὸς ὃ ἥ τε ἔμπτωσις καὶ μονὴ ἀφορᾷ ταῖς κατὰ τὰ μέρη ἐκεῖνα χώραις τὴν ταπεί‐ νωσιν σημαίνουσι καθ’ ὧν ἐγγὺς οὐσῶν πνεύσειαν. ἐν δὲ τῇ ἀνακαθάρσει τῆς ἐκλείψεως ἄλλοι πνεύσαντες τὰς ὑφ’ αὑτοὺς χώρας αὐξήσουσιν, οἷον ὁ μὲν βορρᾶς τὰς πρὸς βορ‐
10ρᾶν χώρας, ὁ δὲ νότος τὰς πρὸς νότον, καὶ ἐπὶ τῶν λοιπῶν ἀνέμων ὁμοίως. ἡ δὲ χώρα ᾗ πρόσκειται ὁ καθήρας ἄνε‐ μος ἐπιστρατεύσασα τῇ τῆς ἐμπτώσεως νικήσει, ἐπὰν δὲ δύο ἀνέμων ἡ ἔκλειψις γένηται, καθαρθῇ δὲ ὑφ’ ἑνὸς ἢ δυοῖν, τὸν αὐτὸν τρόπον διαληπτέον. αἴσια γὰρ μηνύουσιν
15οἱ τῆς ἀνακαθάρσεως, τὰ ἐναντία δὲ οἱ τῆς ἐμπτώσεως ταῖς ὑποκειμέναις αὐτοῖς χώραις· ἐὰν δὲ ᾖ ὁ αὐτὸς ἄνεμος τῆς τε ἐμπτώσεως καὶ ἀνακαθάρσεως, ταπεινώσει μὲν τὴν χώραν ὁ κατ’ αὐτῆς στρατεύσας ἐχθρός, οὐ μέντοι ταύτης ἐπικρατήσει.
20 Σεληνιακῆς δὲ οὔσης τῆς ἐκλείψεως ὅταν διᾴττων ἀστὴρ διαδραμὼν ἔλθῃ εἰς αὐτήν, μηνύει τύραννον μέγαν ταπεινωθήσεσθαι καὶ ταραχὴν ἕξειν τὸν οἶκον αὐτοῦ· εἰ δὲ ἅλως περὶ τὴν Σελήνην γένοιτο 〈...〉. ἐκλειπούσης αὐτῆς βροντὴ γενομένη καθαίρεσιν τυράννου καὶ ταπείνω‐
25σιν τῆς χώρας σημαίνει, ἐκλείποντος δὲ Ἡλίου ἢ Σελήνης ὑετὸς ἐπιγινόμενος θάνατον σημαίνει. ἐὰν δὲ ἅμα τῇ ἀνα‐ τολῇ γένηται ἡ ἔκλειψις καὶ ἄχρι τοῦ τέλους τῆς ἀνακα‐ θάρσεως γ ὧραι παρέλθωσιν, τὰ σημαινόμενα κατὰ τὴν ἔκλειψιν ἔσται τριμήνου παρελθόντος· ἐὰν δὲ ἀπὸ δʹ ὥρας
30γένηται ἡ ἔκλειψις, παρατείνῃ δὲ ἄχρι δύο ὡρῶν, ἑξαμήνου παρελθόντος ἔσται τὰ σημαινόμενα· καὶ ἕως τῆς ιβʹ ὥρας
ἤγουν τῆς δύσεως ὁμοίως συγκρίνεται ὁ χρόνος.169

170

Ὁλοσχερῶς οὖν φασι τὴν Σελήνην ἐκλείπουσαν ἐν μὲν τῷ Κριῷ ἀφορίαν πάντων ἔσεσθαι σημαίνειν, ἐν δὲ Ταύρῳ σίτου φθοράν, ἐν δὲ Διδύμοις καὶ Καρκίνῳ σίτου δαψίλειαν καὶ οἴνου, ἐν Λέοντι δὲ σίτου πλῆθος κατὰ τὰ πεδία, ἐν
5δὲ Παρθένῳ προβάτων φθορὰν καὶ δένδρων, ἐν δὲ Ζυγῷ σίτου φθορὰν ὑπὸ ἀκρίδος ἢ σήψεως, ἐν δὲ Σκορπίῳ λοιμόν, ἐν δὲ Τοξότῃ ὕδωρ καὶ χάλαζαν, ἐν Αἰγοκέρωτι δὲ σῖτον ἐν τοῖς πεδίοις, ἐν Ὑδροχόῳ δὲ εὐθηνίαν τῶν ἄλλων, σίτου δὲ φθορὰν ἐν τοῖς πεδίοις, ἐν δὲ τοῖς Ἰχθύσι
10πρωίμους τοὺς σιτικοὺς καρπούς. Τὸν δὲ Ἥλιον ἐκλείποντα ἐν μὲν Κριῷ σίτου δαψίλειαν καὶ τὸ ἔτος ὑγιεινόν, ἐν δὲ Ταύρῳ σίτου φθορὰν ὑπὸ ἀκρί‐ δος, ἐν δὲ τοῖς Διδύμοις λοιμὸν ἰσχυρόν, ἐν δὲ Καρκίνῳ ὕδωρ πολὺ καὶ σίτου σπάνιν, ἐν δὲ Λέοντι σίτου σπάνιν,
15ἐν δὲ Παρθένῳ ἐπὶ τρίμηνον ἀπηλιώτην πνεύσεσθαι, ἐν δὲ Ζυγῷ βροντὰς καὶ λοιμόν, ἐν Αἰγοκέρωτι δὲ σίτου σπάνιν, ἐν Ὑδροχόῳ δὲ σίτου δαψίλειαν, ἐν δὲ τοῖς Ἰχθύσιν ὕδωρ ὀλίγον. Καὶ ταῦτα μὲν κατὰ τὸ ὁλοσχερέστερον, μερικῶς δὲ
20ὡρίσαντο ἐν μὲν Κριῷ ἐκλείψεως γενομένης ἐν Αἰγύπτῳ καὶ τοῖς κατὰ Συρίαν τόποις μέγιστα κακὰ ἔσεσθαι καὶ τοῖς δυνάσταις τῶν τόπων θανάτους καὶ ἐπιβουλὰς καὶ ἀναιρέσεις καὶ τῶν ἐνδόξων ἐκπτώσεις καὶ στρατοπέδων συγκρούσεις καὶ ἁρπαγὰς καὶ ἐμπρησμούς, ἐν δὲ τῇ
25Λιβύῃ ὄχλων ἐπαναστάσεις καὶ τῶν ἡγουμένων κίνδυνον, τοῖς τε πρὸς ἀνατολὰς οἰκοῦσι καὶ τοῖς πρὸς ἑσπέραν. Ἐν δὲ Ταύρῳ κατ’ Αἴγυπτον μὲν ἀφορίαν σίτου καὶ ὄχλων ἀκαταστασίαν τῆς ἐκλείψεως γενομένης ἀπὸ δʹ ὥρας ἕως θʹ, κατὰ δὲ Μηδικὴν καὶ Ἐλυμαΐδα πολέμους,
30ἐν δὲ Κύπρῳ ἐρυσίβην, ἐν δὲ τῇ Ἀσίᾳ πανηγύρεις, ἑορτὰς καὶ πάντων τῶν χρειωδῶν πολυπλήθειαν, ἀπ’ ἀνατολῶν
δὲ τῆς ἐκλείψεως [..........] γενομένης φόνους ἐν170

171

Συρίᾳ ἔσεσθαι, τὸν δὲ δυνάστην Συρίας καὶ Αἰγύπτου διενεχθέντας ὑπ’ ἀλλήλων μετ’ ἐνιαυτὸν καὶ ἓξ μῆνας κακῶς ἀπολέσθαι καὶ ὑφ’ ἑτέρων διαδεχθῆναι, ἀπὸ δυσ‐ μῶν δὲ γενομένης τοῖς πρὸς ἑσπέραν οἰκοῦσιν ἧτταν καὶ
5ταπείνωσιν ἔσεσθαι. Κατὰ δὲ τοὺς Διδύμους Ἡλίου ἐκλείποντος ἐν τῇ αʹ τρι‐ ώρῳ τὸν δυναστεύοντα Ἀσίας μετ’ ἐνιαυτὸν τελευτήσειν ὡρίσαντο καὶ τοὺς πρωτοστατοῦντας ὑπὸ τῶν ὄχλων κατα‐ κοπήσεσθαι, περὶ δὲ τὸ τελευταῖον τρίωρον γενομένης
10Ἰταλίᾳ καὶ Κιλικίᾳ καὶ Λιβύῃ καὶ τοῖς πρὸς ἑσπέραν κατοι‐ κοῦσι φθορὰν καὶ ἀπώλειαν ἔσεσθαι. τῆς δὲ Σελήνης ἐν τῇ αʹ τριώρῳ ἐκλειπούσης τῷ τῆς Ἀσίας βασιλεῖ βλάβην ἰσχυρὰν καὶ τοῖς οἰκοῦσι καὶ τετραπόδοις φθοράν, μάλιστα προβάτοις, ἐν δὲ τῇ βʹ τριώρῳ κατασφαγὰς ἐν Λιβύῃ καὶ
15Συρίᾳ καὶ Βαβυλωνίᾳ, ἐν δὲ τῇ δʹ τριώρῳ μέρη τινὰ Αἰγύπ‐ του καὶ Λιβύης καὶ Κιλικίας καὶ Ῥώμης θλιβῆναι καὶ τοὺς ὑποτεταγμένους ὑπὸ τῶν ὑπερεχόντων μέγιστα βλαβήσε‐ σθαι. Ἐν δὲ Καρκίνῳ Ἡλίου ἐκλείποντος ἐν ᾗ δήποτε τριώρῳ
20πάσῃ γῇ κάκωσιν καὶ ἀκαταστασίαν ἀπὸ ἀνατολῆς ἕως δύσεως τοῖς οἰκοῦσι σημαίνει. τῆς δὲ Σελήνης τὸν δυνα‐ στεύοντα τῆς Συρίας πρὸς ἄλλον δυνάστην συγκρούσειν καί τινα μέγαν ἄνδρα ἀπολέσθαι, ὑπό τε τῶν ὄχλων προδο‐ θήσεσθαι τὸν ἡγούμενον καὶ τόπους ἐπιφανεῖς ἀφανισ‐
25θήσεσθαι, ἐν δὲ ταῖς δευτέραις τριώροις καὶ ταῖς τελευταί‐ αις Βαβυλῶνι καὶ Αἰθιοπίᾳ φθορὰν ἔσεσθαι, Ἰνδοῖς δὲ εὐ‐ στάθειαν καὶ ἀφανισμὸν τοῖς ἁπανταχοῦ ζῴοις. Ἐν δὲ τῷ Λέοντι ἐκλείποντος τοῦ Ἡλίου κατὰ τὴν αʹ τρίωρον βαρβάρων στρατείαν πολεμῆσαι τοῖς Ἕλλησι καὶ
30ἑλεῖν αὐτοὺς μηνύει, κατὰ δὲ τὴν βʹ τρίωρον ἐν Αἰγύπτῳ ἄνδρα μέγιστον ἀπολέσθαι καὶ φόνους καὶ ἁρπαγὰς καὶ
χειροκρατησίας ἔσεσθαι, κατὰ δὲ τὴν γʹ τρίωρον ἐν Φρυ‐171

172

γίᾳ καὶ Κιλικίᾳ πολλὰ ἄτοπα καὶ Θρᾴκην ἐπισχύσειν, κατὰ δὲ τὴν δʹ τρίωρον, τουτέστι δύνοντος τοῦ Ἡλίου, βαρβά‐ ρων ἐπίθεσιν καὶ πτῶσιν σημαίνει. Σελήνης δὲ ἐκλειπού‐ σης κατὰ τὴν αʹ τρίωρον μετ’ ἐνιαυτὸν ἄνδρα δυνάστην
5μετ’ ὄχλου πολλοῦ Κύπρῳ ἐπιστρατεῦσαι καὶ μὴ καλῶς ἀπαλλάξαι πολλοῦ λαοῦ ἀπὸ τῆς Αἰγύπτου ἐπ’ αὐτὸν ἐλθόντος καὶ πολλῶν ἀνδρῶν ἀναιρεθέντων, ἐν δὲ Βαβυ‐ λῶνι ἡγούμενον ἄνδρα ἀποστατῆσαι, τοὺς δὲ Λίβυας τὸν αὑτῶν ἡγούμενον ἀνελεῖν καὶ ἀπὸ τῆς τοιαύτης νεωτερίσε‐
10ως τὴν χώραν διαφθαρῆναι, κατὰ δὲ τὴν βʹ τρίωρον μοχ‐ θηρὰν τὴν θάλασσαν ἔσεσθαι μηνύει καὶ ὄχλων συστρο‐ φάς, κατὰ δὲ τὴν τελευταίαν τρίωρον ἐν Συρίᾳ καὶ Αἰγύπ‐ τῳ ὄχλων συγκρούσεις καὶ ἐν τοῖς πρὸς δυσμὰς οἰκοῦσιν. Ἐν δὲ Παρθένῳ Σελήνης ἐκλειπούσης περὶ δακτύλους
15β ἀπὸ νότου κατὰ τὴν αʹ τρίωρον ἐν Αἰγύπτῳ μεγίστην πόλιν ἀνάστατον ἔσεσθαι καὶ τοὺς ἐπισήμους ταπεινοὺς καὶ τὰ τέκνα αὐτῶν ἀφαιρεθήσεσθαι καὶ ὠμότητα πολλὴν γενήσεσθαι ὑπὸ ὀχλοκράτας καὶ φόνους, καταφεύξεσθαι δὲ πρὸς τὸν τῆς Αἰγύπτου ἡγούμενον βοηθείας χρῄζοντας,
20κατὰ δὲ τὴν βʹ τρίωρον τῷ ἡμίσει τοῦ κύκλου ἢ τῷ τρίτῳ τοῖς πρὸς βορρᾶν Αἰγυπτίοις λύπας καὶ στρατείαν ἐπὶ τὴν Ἀσίαν σημαίνει καὶ ἔξωθεν ἐπιστρατεῦσαι δυνάστην καὶ δόλους καὶ προδοσίας ἔσεσθαι, ἀποστατήσειν δὲ πολλοὺς τοῦ πρότερον ἡγεμόνος, ἐν δὲ τῇ τελευταίᾳ τριώρῳ τοῖς
25πρὸς ἑσπέραν οἰκοῦσι πολλὰ κακὰ ἔσεσθαι. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τῶν ἡλιακῶν ἐκλείψεων ἐσημειώσαντο. Ἐν δὲ Ζυγῷ ἤτοι Χηλαῖς τοῦ Ἡλίου ἐκλείποντος κατὰ τὴν αʹ ἢ βʹ τρίωρον ὕδωρ πολὺ γίνεσθαι ἐν τοῖς πρὸς βορ‐ ρᾶν παραθαλασσίοις τόποις ὡς τοὺς καρποὺς μὴ δύνασθαι
30συγκομίσαι, τὸ δὲ σύμπτωμα Ἀρκαδίᾳ, Σουσιανῇ, Βακ‐ τριανῇ καὶ Αἰθιοπίᾳ ἔσεσθαι καὶ τῇ περὶ τὸν Εὐφράτην
χώρᾳ, ἐὰν δὲ ἀπὸ δʹ ὥρας ἕως ϛʹ γένηται ἡ ἔκλειψις καὶ172

173

περὶ τὰ τέλη τοῦ ζῳδίου, γένηται δὲ καὶ ἡ ἀνακάθαρσις ἀπ’ ἄρκτου, τὸν τῆς Ἀσίας βασιλέα μετὰ μῆνας ἐννέα τοὺς προεπιβουλεύσαντας αὐτῷ δολοφονῆσαι δηλοῖ καὶ ἐν Κιλικίᾳ φόνους πολλοὺς καὶ Μακεδονίᾳ καὶ Λιβύῃ καὶ
5Ἰταλίᾳ, ἀπὸ δὲ τοῦ τῆς ἐκλείψεως χρόνου μετὰ γ ἔτη τὸν τῆς Αἰγύπτου βασιλέα πόλεμον ἐξοίσειν πρὸς τὸν τῆς Συρίας καὶ ἡττηθήσεσθαι καὶ ἐν Αἰγύπτῳ στρατόπεδα συναχθήσεσθαι καὶ στάσεως γενομένης τοὺς πρώτους ἀναιρεθήσεσθαι ὑπὸ τῶν ὄχλων, ἐν δὲ τῇ γʹ τριώρῳ τοῖς
10ἐν Φοινίκῃ καὶ Καππαδοκίᾳ νόσον ἔσεσθαι, ἐν δὲ Συρίᾳ κυνῶν θάνατον καὶ μετὰ ταῦτα ἀνθρώπων, τῇ δὲ ιʹ καὶ ιαʹ ὥρᾳ τῆς ἐκλείψεως γενομένης θάνατον θηρίοις καὶ τοῖς ὑποζυγίοις σημαίνεσθαι. τῆς δὲ Σελήνης ἐκλειπούσης κατὰ τὴν αʹ τρίωρον πᾶσαν δυσαρεστίαν καὶ ἀηδίαν ἐμποι‐
15εῖν πάσῃ χώρᾳ καὶ βάρη τοῖς ὑποτεταγμένοις ἐπιβληθή‐ σεσθαι ὡς τὰ κοινὰ θλιβῆναι καὶ τοὺς δυνάστας ἀπο‐ φυγεῖν εὔξασθαι, κατὰ δὲ τὴν βʹ τρίωρον τῇ Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ Λιβύῃ καὶ Αἰγύπτῳ ἄνεσιν ποιῆσαι, κατὰ δὲ τὴν τελευταίαν τρίωρον τοῖς παραθαλασσίοις τό‐
20ποις θορύβους καὶ Ἰωνίᾳ πόλεμον καὶ καρπῶν ἀφορίας. Ἐν δὲ τῷ Σκορπίῳ Ἡλίου ἐκλείποντος κατὰ τὴν αʹ καὶ βʹ ὥραν Γαλάταις πρὸς Ἕλληνας πόλεμον ἔσεσθαι, ἐν δὲ Λιβύῃ πολλὰ θηρία τὴν γῆν τέξεσθαι, ἀπὸ δὲ τῆς γʹ ὥρας ἄχρι τῆς εʹ Ἀρμενίᾳ, Καππαδοκίᾳ, Λυδίᾳ, Φρυγίᾳ, Ἰωνίᾳ,
25Ἑλλησπόντῳ—ἀηδῆ τοῖς ἄρχουσιν αὐτῶν, κατὰ δὲ τὴν γʹ τρίωρον τῇ πρὸς ἑσπέραν χώρᾳ ἐρήμωσιν δηλοῖ ὡς πόλεις εἰς ἑτέρας πόλεις καταφυγεῖν, κατὰ δὲ τὴν τελευταίαν τρίωρον δύναντος τοῦ Ἡλίου πρὸ τοῦ καθαρθῆναι τὴν πρὸς ἑσπέραν χώραν μετ’ ἐνιαυτὸν ἀφανισθήσεσθαι καὶ τὸν
30δυνάστην αὐτῆς ἀπολεῖσθαι. τῆς δὲ Σελήνης κατὰ μὲν τὴν αʹ καὶ βʹ ὥραν ἐκλειπούσης Αἰθιοπίᾳ τῶν ἐνόντων σπάνιν
ἔσεσθαι, κατὰ δὲ τὴν γʹ καὶ δʹ καὶ εʹ Συρίᾳ καὶ Φοινίκῃ173

174

καὶ Κιλικίᾳ καὶ Αἰγύπτῳ πόλεμον ἔσεσθαι καὶ ἀκρίδα πολλὴν καὶ τὰ θηρία κατέδεσθαι τοὺς καρποὺς καὶ πολλὰ παράδοξα σημεῖα ἐπιγενήσεσθαι, ἀπὸ δὲ ηʹ ἕως δυσμῶν τοὺς μὲν ὄχλους τῆς Αἰγύπτου ἀπειθῆσαι τῷ ἡγουμένῳ
5καὶ μεγάλους ἄνδρας ἀναιρεθῆναι, ἐν Εὐβοίᾳ δὲ καὶ τῇ Περσῶν χώρᾳ συμφορὰν σημαίνει. Ἐν δὲ Τοξότῃ Ἡλίου ἐκλείποντος ἐν τῇ αʹ καὶ βʹ καὶ γʹ καὶ δʹ ὥρᾳ τὴν Κρήτην ἐμφύλιον πόλεμον ἕξειν, στάσεις δὲ καὶ πολέμους πανταχῇ, εʹ δὲ καὶ ϛʹ καὶ ζʹ ὥρᾳ Ἰβηρίᾳ
10καὶ Σκυθίᾳ πρὸς τοὺς Ἕλληνας πόλεμον, ἐν δὲ Συρίᾳ ἔφ‐ οδον βαρβάρων καὶ πόλεμον, Βαβυλωνίᾳ δὲ φθορὰν δηλοῖ, ἀπὸ δὲ ηʹ ὥρας ἕως ιβʹ πόλεις παραθαλασσίας ἀναστά‐ τους ἔσεσθαι καὶ τὰ κοινὰ αὐτῶν διαφθαρῆναι καὶ τοῖς τῆς Ἀσίας καὶ Αἰγύπτου δυνάσταις ἀντιλογίαν ἔσεσθαι,
15τήν τε Σουσιανὴν χώραν ὑπὸ τῆς παρακειμένης καταδρο‐ μὴν ὑποστήσεσθαι. τῆς δὲ Σελήνης ἐκλειπούσης κατὰ τὰς δ πρώτας ὥρας κίνησιν στρατιωτικὴν καὶ τοῖς ἔχουσι τὰ κοινὰ ταραχὰς καὶ φόβους ἔσεσθαι καὶ νόσους περὶ τοὺς ὀφθαλμοὺς κατὰ τὸ φθινόπωρον καὶ πολλοῖς τόποις ἔσε‐
20σθαι τὰ σημεῖα—Καρίᾳ, Ἰωνίᾳ, Αἰγύπτῳ, Ἀραβίᾳ, Βαβυ‐ λωνίᾳ, Μεσοποταμίᾳ καὶ τῇ περὶ τὸν Νεῖλον καὶ Εὐφράτην μέχρι καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ μέχρις Ἐλυμαΐδος— καὶ τὸ ἔτος ἀπατηλὸν καὶ περίψυχρον καὶ λυπηρὸν ὡς καὶ τοῖς ἀνθρώποις ὑποψίας μοχθηρὰς ἐγγενέσθαι καὶ ἄλλον
25ἄλλῳ δόλους τεκτήνασθαι ὡς καὶ τοὺς κακούργους τὰ τῶν πλησίον ἀφελέσθαι καὶ χρημάτων ἁρπαγὰς γενέσθαι τοῖς πλουσίοις, ἀπὸ δὲ δʹ ἕως ιʹ βαρβάρων στρατεύματα ἐπὶ τοὺς Ἕλληνας καὶ περὶ Μακεδονίαν θόρυβον καὶ τοὺς πρωτεύοντας πεσεῖν, ἐν δὲ ταῖς λοιπαῖς ὥραις τοὺς πρὸς
30ἑσπέραν οἰκοῦντας ἑαυτοὺς πολιορκῆσαι ὡς τοὺς νεκροὺς αὐτῶν κατέδεσθαι τὰ θηρία. Ἐν δὲ Αἰγοκέρωτι Ἡλίου ἐκλείποντος κατὰ τὴν αʹ τρί‐
ωρον τοῖς πρὸς νότον οἰκοῦσι κακὰ σημαίνει, περὶ δὲ τὴν174

175

βʹ τρίωρον τοῖς Ἐλυμαίοις, τῇ Περσίδι, τῇ Μηδικῇ, τῇ Γερμανίᾳ, τῇ Ἰνδίᾳ καὶ τοῖς πρὸς ἀνατολὴν καὶ ἀπηλι‐ ώτην οἰκοῦσιν, κατὰ δὲ τὴν γʹ τρίωρον τοῖς ἐν τῷ Πόντῳ πόλεμον καὶ τοῖς ἐν τῇ Ἀσίᾳ καὶ Κύπρῳ καὶ πρὸς νότον
5οἰκοῦσιν, ἔτι δὲ νόσους καὶ φθορὰς καρπῶν καὶ φυτῶν γῆς, κατὰ δὲ τὴν τελευταίαν τρίωρον τετραπόδων δια‐ φθορὰν τῶν ἐν τῇ δύσει. τῆς δὲ Σελήνης ἐκλειπούσης κατὰ τὴν αʹ τρίωρον ἄνδρα μέγαν ἐπὶ τὴν Αἴγυπτον ἐκ τῆς Ἀσίας στρατεύσασθαι καὶ τὸν ἡγούμενον αἰχμαλωτίσαι
10καὶ τοὺς ὄχλους τοὺς μὲν διαφθεῖραι, τοὺς δὲ ὑποχειρίους ἕξειν, μετὰ δὲ τὴν τούτων ἀπαλλαγὴν ἔσεσθαι ἐμφύλιον πόλεμον καὶ ὀχλοκρατίαν καὶ τοὺς πρώτους κατακοπῆναι, τοὺς δ’ ἄλλους ἀποστατῆσαι τοῦ ἡγουμένου καὶ ἄλλον ἄλλου ἀφελέσθαι τὰ κτήματα, τοὺς δὲ δεσπότας αὐτῶν
15δι’ ἔνδειαν ἐπαιτῆσαι τροφήν, ἐν δὲ ταῖς ἑξῆς ἄχρι τῆς ηʹ ὥρας νοσήματα περιοδικὰ ἐπελεύσεται ἀπ’ ἀνατολῆς ἄχρι δύσεως καὶ Φοινίκη ὑπὸ τῶν ἔξω πολιορκηθήσεται, ὁ δὲ πολιορκῶν οὐδὲν ἀνύσει διὰ τὸ ἐπικοινωνεῖν τῷ Αἰγο‐ κέρωτι τὸ τῆς Εἰλειθυίας ζῴδιον ἀκέφαλον ὄν, ἐν δὲ ταῖς
20τελευταίαις ὥραις ἐκλείπουσα ἢ καὶ ἔχουσά τι μέρος τῆς ἐκλείψεως δύνει, στρατεύματα ἔξωθεν ἐπὶ τὴν Ἀσίαν ἐλεύ‐ σεσθαι καὶ ὁπότερον δυναστεῦον ἀπὸ τῶν τοῦ ἑτέρου ἰδίων ἐγκαταλειφθὲν ἁλώσεται, μετὰ χρόνον δέ τινα οἱ προεπι‐ βουλεύσαντες τῷ δυνάστῃ τίσουσι δίκας.
25 Ἐν δὲ τῷ Ὑδροχόῳ Ἡλίου ἐκλείποντος κατὰ τὴν αʹ τρί‐ ωρον τῷ πρὸς εὖρον μέρει κακὰ σημαίνει—Μεσοποταμίᾳ, Ἀραβίᾳ, Συρίᾳ Κοίλῃ, Αἰγύπτῳ, Αἰθιοπίᾳ, Λιβύῃ καὶ τοῖς πρὸς ἑσπέραν πᾶσαν—καὶ ὄχλων ἔσεσθαι συστροφάς, κατὰ δὲ τὴν βʹ τρίωρον τοὺς καρποὺς βλαστήσαντας ἐπι‐
30σινεῖς ἔσεσθαι καὶ ἔνυδρα πολλὰ ἀπολεῖσθαι, κατὰ δὲ τὴν
τρίτην τρίωρον ἔριν καὶ στάσιν ἔσεσθαι Ἰταλίᾳ, Κιλικίᾳ,175

176

Λιβύῃ, Λακωνικῇ καὶ ταῖς ἐν αὐταῖς πόλεσι πρὸς ἀλλήλας, κατὰ δὲ τὴν τελευταίαν τρίωρον ὁμοίως τὰ αὐτὰ σημαίνει. τῆς δὲ Σελήνης ἐκλειπούσης κατὰ μὲν τὴν αʹ τρίωρον ὅλης ἐκλελοιπυίας ἢ περὶ τὸ δίμοιρον μέρος παρὰ τῶν
5δυναστῶν τοῖς ἐν ἀκμῇ ἡλικίας πολλὰ ὀχληρὰ ἐπιταχθή‐ σεσθαι καὶ βαρέα, καὶ ἐν τῇ βʹ δὲ τριώρῳ ὁμοίως, ἐν δὲ τῇ γʹ περὶ Κύπρον ἄτοπόν τι ἔσεσθαι καὶ λυπηρόν, Τυρ‐ ρηνούς τε καὶ Ἰταλοὺς νόσοις περιπεσεῖσθαι χαλεπαῖς, ἐν δὲ τῇ τελευταίᾳ τριώρῳ τοὺς ἐν τῇ περιχώρῳ Λίβυας τοῖς
10τὰς πόλεις οἰκοῦσι πολεμήσειν καὶ τοὺς καρποὺς αὐτῶν ὑπ’ ἄλλων τρυγηθῆναι καὶ τὰς ὁδοὺς ἀποκλεισθῆναι. Ἐν δὲ τοῖς Ἰχθύσιν ἐκλείποντος τοῦ Ἡλίου ὅλου ἢ περὶ τὸ δίμοιρον μέρος ἐν τῇ αʹ τριώρῳ τὸν τῆς Ἀσίας δυνάστην ὑπὸ βαρβάρων ταπεινωθήσεσθαι καὶ πολλὰ ἀποβαλεῖν καὶ
15μετὰ τριετίαν ἢ καὶ μικρῷ πλέον τὴν ἐξουσίαν ἄλλον παρα‐ λαβεῖν, περὶ δὲ δʹ ἢ εʹ ὥραν ἐκλείποντος ὑπὸ πολλῶν τὴν Αἴγυπτον καὶ τὴν Συρίαν ὀχληθήσεσθαι, ἐν ζʹ δὲ καὶ ηʹ χαλεπὰ πείσεσθαι Ἀρμενίαν, Καππαδοκίαν, Φρυγίαν, Ἰωνίαν, Λυδίαν, Ἑλλήσποντον, ἐν δὲ ταῖς λοιπαῖς ὥραις
20θάνατον ἀνθρώποις ἔσεσθαι καὶ τοῖς Ἕλλησιν ὑπὸ τῶν τὴν βαρβάρων οἰκούντων χώραν κάκωσιν πολλήν, τοῖς δὲ παραθαλασσίοις τόποις λοιμόν. τῆς δὲ Σελήνης ἐκλειπού‐ σης ἐν τῇ αʹ τριώρῳ Αἰγυπτίοις νόσους, φόνους, πράσεις, ἁλώσεις ἔσεσθαι δηλοῖ, ἐν δὲ τῇ βʹ τριώρῳ τῷ δυνάστῃ
25τῆς Αἰγύπτου πένθος ἐπὶ τέκνῳ καὶ νόσον χαλεπὴν καὶ ἐπισφαλῆ ἔσεσθαι, Κύπρον δὲ ὑπὸ ἀκρίδος λύμην ὑπο‐ στήσεσθαι, ἐν δὲ τῇ γʹ τριώρῳ λῃστὰς κατὰ θάλατταν ἔσεσθαι πανταχοῦ, ἐν δὲ τῇ τελευταίᾳ τριώρῳ ἰχθύων ἅλωσιν πανταχοῦ, Μήδοις δὲ πρὸς ἀλλήλους πόλεμον·
30Σελήνης ὁμοχρόου γενομένης τῷ ἀέρι ἐν αὐτῇ τῇ ἐκλεί‐ ψει θάνατον ἀνθρώπων ἔσεσθαι πανταχοῦ.
Καθόλου δὲ ἐσημειώσαντο ἐν Αἰγοκέρωτι, Ὑδρο‐176

177

χόῳ, Ἰχθύσι καὶ Κριῷ ἐκλείψεως γενομένης βασιλεῦσιν ἐπισημαίνειν, ἐν Παρθένῳ δὲ καὶ Ζυγῷ καὶ Σκορπίῳ καὶ Τοξότῃ ἱεροῖς τόποις καὶ κοινοῖς καὶ χώραις ἑλώδεσιν, ἐν Ταύρῳ δὲ καὶ Διδύμοις καὶ Καρκίνῳ καὶ Λέοντι ὄχλων
5ἀκαταστασίας καὶ ταραχὰς καὶ ἔρεις. ἐὰν δὲ ἐν τῷ αὐτῷ καὶ ἑνὶ ζῳδίῳ ἅμα γένηται ἔκλειψις Ἡλίου τε καὶ Σελήνης παρετηρήσαντο γίνεσθαι τὰ συμπτώματα ἐκ συγκράσεως ἑκατέρας τῶν ἐκλείψεων [κατὰ] τῶν προεκτεθειμένων ἀποτελεσμάτων. ἵνα δὲ μὴ μακρὸν τὸν ὑπομνηματισμὸν
10ποιήσωμεν, ἀφείσθω τοῦτο τοῖς εὐεπιβόλως ἀφ’ ἑαυτῶν δυναμένοις ἐπιγνῶναι.
12t〈ιθʹ〉 Περὶ τῶν ἐν ταῖς ἐκλείψεσι σημείων
13 Τὰ δὲ ἐν ταῖς ἐκλείψεσι γινόμενα σημεῖα προσκείσθω τῷ μέρει τούτῳ. ἐὰν οὖν ἐκλείψεως σεληνιακῆς γενομένης
15ἀστέρες διᾴττωσιν εἰς τὸ ἐκλελοιπὸς μέρος, μάχην πολε‐ μίων δηλοῦσι κατὰ τὴν χώραν τὴν προσῳκειωμένην τῷ ζῳδίῳ καθ’ ὃ ἡ ἔκλειψις γέγονεν· ἐὰν δὲ ὄμβρος ἐπιγένη‐ ται ἐν ἐκλείψει Ἡλίου ἢ Σελήνης, νόσους θανατηφόρους ἔσεσθαι μηνύει.
20 Ἐὰν δὲ Ἥλιος ἐκλείπων ὅλος ἐν Κριῷ ἀμαυρὸς γένηται ὡς κάτοπτρον ἢ ὡς αὐγὰς Σελήνης ἔχων ἄνευ ἀκτίνων, ἐν Συρίᾳ μεγάλων ἀνθρώπων καὶ ἐνδόξων ἀπώλειαν σημαί‐ νει. ἐν δὲ Ταύρῳ ἐὰν τοιοῦτος φανῇ, ἐπὶ δύο ἡμέραις ἢ καὶ πλείοσιν ἐπιτατικώτερον ἔσεσθαι τὸ εἰρημένον σύμπτωμα·
25ἐὰν δὲ ἐρυθρὸς γενόμενος ὡς καὶ δι’ ὅλης τῆς ἡμέρας τὸ ἔδαφος ἀνταυγεῖν αἱμωπόν, φθορὰν καρπῶν καὶ ἀνθρώ‐
πων πολλῶν ἔσεσθαι φόνους δηλοῖ καὶ πολλαχοῦ. ἐὰν δὲ177

178

ἐν Διδύμοις αἱματώδης ὀφθῇ ἀνατέλλων ἢ καὶ δύνων, Λιβύῃ καὶ Κιλικίᾳ πολλὰ κακὰ σημαίνει καὶ καρπῶν ἀφο‐ ρίαν. ἐν Καρκίνῳ δὲ αἱματώδης γενόμενος ταράξει τὴν Ἰνδῶν καὶ Σύρων καὶ Αἰγυπτίων βασιλείαν. ἐν δὲ Παρ‐
5θένῳ σφαγὰς ἔσεσθαι καὶ ὄχλων ἐπαναστάσεις κατὰ τοῦ ἡγουμένου. ἐν Ζυγῷ δὲ ἐρυθρὸς γενόμενος τοὺς ὄχλους τῆς Λιβύης ἀποστατήσειν τοῦ ἡγουμένου· ἀμυδρὸς δὲ γενόμενος ἐν τῷ ἀνατέλλειν πόλεμον ἔσεσθαι καὶ στενο‐ χωρίαν ἔν τε Λιβύῃ καὶ Κιλικίᾳ καὶ Ἰταλίᾳ καὶ Φοινίκῃ
10καὶ τοῖς πρὸς ἑσπέραν οἰκοῦσιν. ἐν δὲ Σκορπίῳ Λιβύῃ καὶ Αἰθιοπίᾳ κακόν τι σημαίνει. ἐν δὲ Τοξότῃ οἷα κομήτης ἀνατείλας ἐρυθρὸς τῷ τῆς Ἀσίας ἡγουμένῳ πόλεμον σημαί‐ νει· ἐὰν δὲ τὴν κόμην πρὸς βορρᾶν ἀποτείνῃ, λύπας καὶ δενδρικῶν καρπῶν ἀφορίας ἀποτελέσει. ἐν δὲ Αἰγοκέρωτι
15ἀμαυρωθεὶς τῷ ἡγεμόνι Αἰγύπτου καὶ τοῖς ὑπ’ αὐτὸν δεινὰ καὶ θόρυβον σημαίνει. ἐν δὲ Ὑδροχόῳ γενόμενος ἐρυθρὸς ἐπιθήσεσθαι τὰ στρατόπεδα τοῖς κατὰ νότον φίλοις τοῦ βασιλέως. ἐὰν δὲ ἐν τοῖς Ἰχθύσι κομήτης γένη‐ ται ἢ ἄλλος τις ἱερὸς ἀστὴρ ὀφθῇ ἐκ τῶν διᾳττόντων, ἐν
20Αἰγύπτῳ καὶ Συρίᾳ φόνους καὶ στάσεις ἔσεσθαι καὶ πολλὰ παράδοξα καὶ τερατώδη καὶ ἐπὶ πολὺν χρόνον. Ἐπὰν δὲ ἐν Κριῷ τοῦ Ἡλίου ὄντος ἀστέρες ὀφθῶσιν ἡμέρας οὔσης, ἐπαναστάσεις καὶ σφαγὰς μηνύουσιν. ἐὰν δὲ ἐν Τοξότῃ ἡμέρας οὔσης ἀστὴρ φανῇ, πόλεμον ἐν Αἰγύπ‐
25τῳ καὶ Ἀσίᾳ προαγορεύει. ἐὰν δὲ ἐν Αἰγοκέρωτι τὸ ἱερὸν
ἄστρον διαδράμῃ μέγα ποιοῦν φῶς, ταῖς παραθαλασσίοις178

179

πόλεσι πρὸς νότον λύπας καὶ πήματα σημαίνει. 〈...〉 τοῖς ἐκεῖσε ἀνθρώποις καὶ κακῶν αὔξησιν καὶ δόλους κεκρυμ‐ μένους. Τὰς δὲ γινομένας ὑπὸ γῆν τελείας ἐκλείψεις σεισμῶν
5αἰτίας ὑπάρχειν ὡς ἐπὶ τὸ πλεῖστον ἐσημειώσαντο. τό τε βασιλικὸν τρίγωνον τὸ διὰ Κριοῦ καὶ Λέοντος καὶ Τοξότου βασιλεῦσι καὶ τῇ βασιλείῳ αὐλῇ· καὶ Ἡλίου μὲν ἐκλεί‐ ποντος θάνατον τοῖς κατὰ ἀνατολὴν καὶ τὴν Ἀσίαν τυράν‐ νοις καὶ ἡγουμένοις σημαίνεσθαι, τῆς δὲ Σελήνης κατὰ
10τὴν Εὐρώπην καὶ δυσμάς. ἐξαιρέτως δὲ κατὰ τὸν Ὑδρο‐ χόον καὶ τὸν Λέοντα ἐκλείποντος τοῦ Ἡλίου στειρώσεις καὶ ξηράνσεις τῶν ποταμῶν καὶ τῶν ὑδάτων γίνεσθαι, κατὰ μὲν τὸν Ὑδροχόον τῶν κατ’ ἄρκτον, κατὰ δὲ τὸν Λέοντα τῶν κατ’ Αἴγυπτον καὶ μεσημβρίαν. τάς τε τοῦ
15Ὠκεανοῦ κατά τε ἀνατολὰς καὶ δύσεις ὑποχωρήσεις, πλημ‐ μύρας τε καὶ ἀμπώτεις τοῦ τε Ἀτλαντικοῦ πελάγους καὶ τῆς Ἐρυθρᾶς θαλάσσης τὰς καθ’ ἕκαστον νυχθήμερον γινομένας ὑπὸ τῶν τῆς Σελήνης ἀνατολῶν καὶ δύσεων σαλεύεσθαι καὶ κινεῖσθαι ἐκ βάθρων.
20t〈κʹ〉 Περὶ ἐπισημασιῶν τῆς τοῦ Κυνὸς ἐπιτολῆς
21tκαὶ τῶν περὶ αὐτὴν ἀστέρων
22 Παρετήρησαν δὲ οἱ παλαιγενεῖς σοφοὶ Αἰγύπτιοι καὶ τὰς τοῦ Κυνὸς ἐπιτολὰς ὅστις Αἰγυπτιακῶς Σωθὶς καλεῖ‐ ται καὶ τὰ τούτων ἀποτελέσματα ἐξέθεντο, ὧν πλείστων
25ὄντων ἡμεῖς ἐνταῦθα παραθήσομεν ὀλίγα τε καὶ εὐσύν‐ οπτα. Ἀνατέλλων οὖν ὁ ἀστὴρ χρυσοειδὴς εἰς ἅπαντα γίνεται
σύμφορος· εὐφορίαν γὰρ καὶ τὰ κάλλιστα τῇ χώρᾳ μηνύει,179

180

τάς τε ἀναβάσεις καὶ ἀποβάσεις τῶν ὑδάτων ἐν δέοντι καιρῷ καὶ κατὰ λόγον μηνύει, ὁμοίως τε καὶ τὸν σπόρον καὶ τὰ λοιπά. σκοτεινοῦ δὲ τοῦ ἀστέρος ἀνατείλαντος πᾶν τοὐναντίον ἔσται καὶ τὰ γεννήματα ἐν σπάνει καὶ αἱ κύου‐
5σαι ἐκτρώσονται. Ἐπιτείλας δὲ ὁ ἀστὴρ μέγας καὶ λαμπρὸς βορέου πνέον‐ τος καὶ τὴν ἀνάβασιν τῶν ὑδάτων κατὰ λόγον καὶ τὰ λοιπὰ ἐπὶ συμφέροντι μηνύει ἤτοι σπόρους ἐπιτηδείους καὶ εὐφο‐ ρίαν, τῷ τε τῆς χώρας βασιλεῖ νίκην κατὰ τῶν ἀντιπάλων·
10μικρὸς δὲ καὶ στυγνὸς ἀνατείλας βορέου ὁμοίως πνέοντος ἐπιστρατεύσεσθαι τῇ χώρᾳ τοὺς ἐκτὸς καὶ ἀπαλλάξειν οὐ καλῶς, τήν τε ἀνάβασιν τοῦ Νείλου ἔσεσθαι κατὰ λόγον, τὰς δὲ τιμὰς ἐλαττωθῆναι. μέγας δὲ καὶ λαμπρὸς λιβὸς ἢ νότου πνέοντος ἀμιξίας τε καὶ θανάτους, μετρίας τε
15ἀναβάσεις καὶ λιμὸν μηνύει. ἀνατείλας δὲ μέγας καὶ λαμ‐ πρὸς βορέου ἢ ἀπηλιώτου πνέοντος τὸν βασιλέα τῆς χώ‐ ρας καταλείψειν τὸν θρόνον αὑτοῦ καὶ ἀφανῆ γενήσεσθαι καὶ πόλεμον ἔσεσθαι· μικροῦ δὲ ἀνατείλαντος βορέου καὶ ἀπηλιώτου πνέοντος ἀνάβασιν κατὰ λόγον ἔσεσθαι, κρα‐
20τηθῆναι δὲ τὴν Αἰθιόπων ὑπό τινος δυνατοῦ. μέλας δὲ ἀνα‐ τείλας λοιμὸν ποιεῖ, χλωρὸς δὲ νόσους, πυρρὸς δὲ πόλε‐ μον καὶ σφαγάς. Ἐπισκεπτέον δὲ καὶ τὴν Σελήνην καὶ τοὺς ε ἀστέρας πῶς ἔχουσι σχήματός τε καὶ κινήσεως καὶ χρώματος πρὸς
25τὸν ἀστέρα ἐν τῇ ἐπιτολῇ αὐτοῦ. τὰ μὲν γὰρ χρώματα τὰ πάθη σημαίνουσιν, τὰ δὲ σχήματα καὶ ὁποία ἡ κίνησις ἢ οἱ στηριγμοὶ ἰσχυροτέραν ἢ ἀδρανῆ τὴν ἐνέργειαν ἐργά‐ ζονται· πᾶς δὲ ἀστὴρ ἀπογειότατος μὲν ὢν ἐπικοινωνεῖ πως τῆς ἑαυτοῦ δυνάμεως τῷ ἀνωτέρω ἀστέρι, περι‐
30γειότατος δὲ μεταλαμβάνει τῆς τοῦ κατωτέρω, κατὰ τὰ μέσα δ’ ἕκαστος κινούμενος κινήματα τὴν ἰδίαν ἔχει δύνα‐
μιν καθαρεύων τῆς τῶν ἄλλων ἀστέρων κοινωνίας. ὁ δὲ180

181

τοῦ Κρόνου ἀπογειότατος μὲν γινόμενος ψυκτικώτατος γίνεται καὶ τὰ ἐπὶ γῆς οὕτω συνδιατίθεται, ἡ δὲ Σελήνη περιγειοτάτη οὖσα τὰ τῇδε μᾶλλον συναλλοιοῖ ἤπερ ἐν ταῖς ἄλλαις αὐτῆς θέσεσιν, οἱ δὲ μεταξὺ ἀστέρες, ὡς ἔφην,
5ἐπικοινωνοῦσι τῆς ἀλλήλων δυνάμεως. πρὸς οὖν τὰς κινή‐ σεις αὐτῶν καὶ τὰς θέσεις ἐπισκοπητέον καὶ τὰς ἐνεργείας· ἕκαστος δ’ αὐτῶν ἐν τοῖς στηριγμοῖς, καὶ μᾶλλον ἐν τῷ βʹ, κρατύνει τὸ ἀποτέλεσμα ἑαυτοῦ· ἡ δὲ Σελήνη μετὰ τὰς τῶν ἀστέρων ἀπορροίας τὰς ἐπισημασίας εὐαισθητοτέρας
10ποιεῖται, καὶ οἱ λοιποὶ δὲ ἀστέρες πρὸς ἀλλήλους οὕτως ἔχουσιν. Ὁ δὲ τοῦ Ἄρεως καὶ ὁ τοῦ Κρόνου ἐν τοῖς τῆς Σελήνης ἐκλειπτικοῖς ὅροις τυχόντες ἄνευ ἀγαθοποιῶν λοιμῶν παραίτιοι γίνονται, μάλιστα περί τε τοὺς πόδας τῶν Διδύ‐
15μων καὶ τὸ στῆθος τοῦ Καρκίνου τούς τε πρώτους ἀστέ‐ ρας καὶ τὴν Φάτνην καὶ τὸ τοῦ Λέοντος στῆθος καὶ [περὶ] τὸν ἐπὶ τοῦ μαστοῦ τῆς Παρθένου ἀμαυρὸν καὶ τὸν ἔσχα‐ τον τοῦ Ζυγοῦ καὶ τὸν νότιον τῶν ἐν τῇ Πλάστιγγι καὶ τοῦ Σκορπίου τὸ μέτωπον καὶ τοῦ Τοξότου κατὰ τοὺς περὶ
20τὴν χεῖρα ἀστέρας καὶ τοῦ Αἰγοκέρωτος τοὺς κατὰ τὴν οὐρὰν β. καὶ αἱ ἐκλείψεις δ’ ὁμοίως Ἡλίου καὶ Σελήνης ἐν τούτοις τοῖς μέρεσι γινόμεναι τὰ αὐτὰ ἐπισημαίνουσιν· ὑπὸ δὲ τῶν κακοποιῶν περισχεθεῖσαι, συγκακουμένου καὶ τοῦ Ἑρμοῦ, μὴ μαρτυρούντων τῶν ἀγαθοποιῶν, χαλε‐
25πώταται γίνονται, καὶ μάλιστα ἐν τοῖς τροπικοῖς· αἱ γὰρ ἐπὶ τούτων ἐκλείψεις, καὶ μάλιστα αἱ τοῦ Ἡλίου, κοσ‐ μικὰ συμπτώματα ποιοῦσιν, αἱ δὲ ἐπὶ τοῦ Λέοντος κακώ‐ σεις βασιλέων καὶ ποταμῶν στειρώσεις. Παραφυλακτέον οὖν τάς τε θερινὰς τροπὰς καὶ τὰς χει‐
30μερινάς. ἐπισκοπητέον δὲ καὶ τὰς γινομένας συζυγίας
ἔγγιστα τῶν τοιούτων τροπικῶν καὶ πῶς ἔχουσι πρὸς αὐτὰς181

182

οἱ ἄλλοι ε πλανώμενοι, καὶ οὕτω στοχάζεσθαι τοῦ μέλ‐ λοντος συμπτώματος. Ἄρεως γὰρ μαρτυροῦντος μόνου κατὰ παρουσίαν ἢ διάμετρον ἢ τετράγωνον στάσιν, ὑπονο‐ ητέον ἰσχυροὺς καύσωνας καὶ ἐμπρήσεις κατὰ τὴν ὑπο‐
5κειμένην χώραν ᾗ προσῳκείωται τὸ ζῴδιον καθ’ ὃ ἡ συζυγία γέγονεν· Κρόνου δὲ μόνου μαρτυροῦντος ὁμοίως ἢ κατὰ παρουσίαν ἢ διαμετρικῶς ἢ τετραγωνικῶς, τὰ τοῦ Κρόνου ὑπονοητέον, τουτέστι πάγον καὶ ψυχρότητα, ὅθεν ἀναγκαῖον τὰς προγεγενημένας συζυγίας πρὸ τῶν τροπι‐
10κῶν καὶ ἰσημερινῶν σκοπεῖν καὶ τὰς μεταξὺ ἕως τῶν ἐφ‐ εξῆς τόπων μήπως ὑπὸ ἀγαθοποιῶν ἢ κακοποιῶν μαρτυ‐ ρῶνται, καὶ πρὸς αὐτὰς τὴν τῆς ἑξῆς τριμήνου κατάστα‐ σιν λαμβάνειν, τὰ δὲ μηνιαῖα ἀπὸ τῆς κατὰ μῆνα συζυ‐ γίας σκοπεῖν, τὰ δὲ ἡμερήσια ἀπὸ τῶν τῆς Σελήνης μηνοει‐
15δῶν σχημάτων καὶ διχοτόμων καὶ ἀμφικύρτων καὶ παν‐ σελήνων καὶ συνόδων. ἔτι δὲ οἱ ε πλανώμενοι ἑῷοι ὄντες καὶ προσθετικοὶ ἢ καί τινες ἐξ αὐτῶν (μάλιστα ὁ τῆς Ἀφροδίτης καὶ ὁ τοῦ Ἑρμοῦ) ἀναβάσεις τοῦ Νείλου καλὰς καὶ μεγάλας ποιοῦνται. παρετήρησαν δὲ καὶ ἕκαστον τῶν
20γ Κρόνου, Διὸς καὶ Ἄρεως, ὅτι ἑῷοι καθεστῶτες ἀναβάσεις ποιοῦνται, ἑσπέριοι δὲ ὄντες καὶ ἐν δύσει τὸ ἐναντίον. Ὅσα δὲ ἀποτελοῦσιν οἱ πλάνητες ἐν τοῖς ιβ ζῳδίοις κατὰ τὴν τοῦ Κυνὸς ἐπιτολὴν ταῦτά ἐστιν. Κρόνος ἐν μὲν Καρ‐ κίνῳ ἐγκαταλείψειν τὸν ἑαυτοῦ θρόνον τὸν τῆς Αἰγύπτου
25βασιλέα ἢ καὶ ἀποθανεῖσθαι σημαίνει, ἐν δὲ τοῖς βασι‐ λείοις στάσεις γενήσεσθαι καὶ ἀλλαγάς, τὴν δὲ ἀνάβασιν τοῦ Νείλου ὀλίγην καὶ σπάνιν γεννημάτων· ἐν δὲ Λέοντι εὐετηρίαν καὶ ἀνάβασιν, τῶν τε ἐκτὸς τόπων κάκωσιν, κτηνῶν δὲ πλῆθος, ἀνθρώπων μέντοι φθοράν· ἐν δὲ Παρ‐
30θένῳ ἀμιξίαν καὶ ἀκαταστασίαν καθ’ ὅλην τὴν γῆν, τούς τε κροκοδείλους ἀγριωτέρους ἔσεσθαι καὶ θανάτους πολ‐
λούς, ξηρῶν δὲ καρπῶν δαψίλειαν· ἐν δὲ Ζυγῷ πόλεμον ἐν182

183

Αἰγύπτῳ καὶ ἐπαναστάσεις, ἀνάβασίν τε τοῦ ποταμοῦ πολλὴν ἐν τῷ αʹ ἔτει, ἐν δὲ τῷ βʹ ὀλίγην, ἐν δὲ τῷ γʹ γεννη‐ μάτων δαψίλειαν· ἐν δὲ Σκορπίῳ θανάτους καθ’ ὅλην τὴν οἰκουμένην καὶ ἀνάβασιν καὶ ὀλιγοσιτίαν· ἐν δὲ Το‐
5ξότῃ ἀπώλειαν τῶν τῆς Αἰγύπτου ἡγεμόνων, ἀπογραφάς τε ἀπορρήτους καὶ ἱεροσυλίας· ἐν δὲ Αἰγοκέρωτι πόλεμον ἐν Αἰγύπτῳ, τῶν τε βασιλέως φίλων ἀπώλειαν ἢ καὶ αὐτοῦ, τούς τε πένητας πλουτήσειν καὶ τοὺς πλουσίους πτωχεύ‐ σειν καὶ ἀναρχίαν ἔσεσθαι· ἐν δὲ Ὑδροχόῳ δύο βασιλεῖς
10πολεμήσειν χάριν τῆς ἀρχῆς πρὸς ἀλλήλους καὶ τὴν ἀρχὴν οὐκ εἰς παῖδας ἐλθεῖν, τήν τε ἀνάβασιν ὀλίγην, τὸν δὲ σπό‐ ρον καὶ τὰ φυτὰ εὐκαρπήσειν, λοιμὸν δὲ ἔσεσθαι· ἐν δὲ Ἰχθύσιν ἀνάβασιν πολλὴν καὶ θανάτους, τοῦ δὲ βασιλέως οἰκεῖον ἀπολέσθαι· ἐν δὲ Κριῷ ἐν παντὶ τῷ κόσμῳ πολλὰ
15ἔσονται κακὰ καὶ ἀνθρώπων φθορά, γεννημάτων δὲ πλῆ‐ θος· ἐν δὲ Ταύρῳ ἀγαθὰ τῇ γῇ καὶ ἀνάβασιν πολλὴν καὶ τὸ ὕδωρ φθοροποιὸν καὶ νεωτέρων θανάτους· ἐν δὲ Διδύ‐ μοις θανάτους καθ’ ὅλην τὴν οἰκουμένην, τόν τε Νεῖλον συμμέτρως ἀνελθεῖν.
20 Τοῦ δὲ Διὸς ἐν Καρκίνῳ ὄντος κατὰ τὸν καιρὸν τῆς τοῦ Κυνὸς ἐπιτολῆς ἐπισημαίνεται τὸν βασιλέα μὴ ἀληθεύειν πρὸς τοὺς φίλους, ἀνάβασίν τε ἔσεσθαι καὶ σίτου εὐφορίαν· ἐν δὲ Λέοντι κακωθήσεσθαι τὸν βασιλέα καὶ φίλον αὐτοῦ ἀποβαλεῖν θανάτῳ, ἀνάβασίν τε γενήσεσθαι καὶ βροχάς,
25κριθῆς τε καὶ ὀλ[λ]ύρας κάκωσιν· ἐν δὲ Παρθένῳ καὶ Ζυγῷ καὶ Σκορπίῳ τὸν βασιλέα τῆς Αἰγύπτου κατα‐ λείψειν τὸν ἑαυτοῦ θρόνον καὶ ἀκαταστατήσειν, τὴν δὲ γυναῖκα αὐτοῦ ἀλκιμωτέραν ἔσεσθαι, ἐν δὲ τοῖς ἔξω τόποις ἔσεσθαι γεννήματα· ἐν δὲ Τοξότῃ ἀκαταστασίαν καὶ ἀνά‐
30βασιν εὔτακτον· ἐν δὲ Αἰγοκέρωτι ἀντιπαρατάξασθαί τινα τῷ βασιλεῖ καὶ νικήσειν, τὸν δὲ βασιλέα ἐπὶ ἡμέρας τινὰς
φυγεῖν καὶ πάλιν ἐπανήξειν· ἐν δὲ Ὑδροχόῳ ἰσχυρὸν τὸν183

184

βασιλέα ἔσεσθαι καὶ ἀνάβασιν καὶ πανουργίαν τινὸς τῶν τοῦ βασιλέως· ἐν δὲ Ἰχθύσιν ἀνάβασιν εὔθετον καὶ βασι‐ λέως τελευτήν, ἐν δὲ τῇ Ἐλυμαΐδι χώρᾳ γεωργῶν ἀπώ‐ λειαν· ἐν δὲ Κριῷ μεγάλην ἀνάβασιν καὶ εὐετηρίαν, τὸν δὲ
5τῆς Συρίας ἡγούμενον ἀπολεῖσθαι· ἐν δὲ Ταύρῳ ἀγαθὰ καὶ κτηνῶν πλῆθος· ἐν δὲ Διδύμοις ἀνάβασιν καὶ εὐετη‐ ρίαν, ἀρρωστίας δὲ ἔσεσθαι. Ὁ δὲ τοῦ Ἄρεως ἐν Καρκίνῳ ἀνάβασιν σημαίνει καὶ εὐετηρίαν καὶ ὑπερέχοντος προσώπου ἀπώλειαν, ἐν δὲ τοῖς
10ἔξω μέρεσιν ἀβροχίαν· ἐν δὲ τῷ Λέοντι καρπῶν ἀφθονίαν καὶ ὄψιμον τὴν ἀνάβασιν· ἐν δὲ Παρθένῳ τὰ ἐν Συρίᾳ καὶ ἐν Αἰγύπτῳ καλῶς ἕξειν· ἐν δὲ Ζυγῷ τὴν ἀνάβασιν κατὰ λόγον καὶ εὐφορίαν τῶν ξηρῶν καρπῶν, θάνατον δὲ ταῖς τικτούσαις· ἐν δὲ Σκορπίῳ λοιμὸν ἐν Αἰγύπτῳ καὶ βρον‐
15τὰς καὶ χάλαζαν· ἐν δὲ Τοξότῃ ἀταξίαν κατὰ τὴν Συρίαν· ἐν δὲ Αἰγοκέρωτι μεγάλην ἀνάβασιν, τούς τε κροκοδείλους παύσεσθαι τῆς πολλῆς ἀγριότητος, θάνατον δὲ καὶ λοιμὸν κατὰ τὴν χώραν· ἐν δὲ Ἰχθύσι θάνατον βασιλέως καὶ ἀνάβασιν μετὰ τὸ ἀνανθῆναι· ἐν δὲ Κριῷ τὸν τῆς Ἐλυ‐
20μαΐδος χώρας ἡγούμενον τελευτήσειν καὶ τὸν παῖδα αὐτοῦ διαδέξεσθαι· ἐν δὲ Ταύρῳ ἀνάβασιν κατὰ λόγον καὶ εὐφο‐ ρίαν· ἐν δὲ τοῖς Διδύμοις ἀκαταστατήσειν τὴν Συρίαν καὶ ἀνωμαλίαν ἔσεσθαι. Ὁ δὲ τῆς Ἀφροδίτης ἐν τῷ Καρκίνῳ ἀγαθὰ τῇ Αἰγύπτῳ
25καὶ ἀνάβασιν, τῶν δὲ ἡγουμένων ἀπώλειαν· ἐν δὲ Λέοντι ὄχλων συνόδους, τῶν τε ..... κουφισμούς· ἐν δὲ Παρ‐ θένῳ τῶν ξηρῶν καρπῶν πλεονασμόν, αὔξησίν τε τοῦ γένους τῶν γυναικῶν καὶ μοιχείας. Ὁ δὲ τοῦ Ἑρμοῦ ἐν μὲν τῷ Λέοντι ἀνάβασιν καὶ σῖτον
30πολύν· ἐν δὲ τῇ Παρθένῳ σπόρον καλὸν καὶ εὐετηρίαν καὶ ἀλκὴν τῇ ἀρχῇ Συρίας. Ἐκ δὲ τῶν εἰρημένων τὰς συγκράσεις τῶν ἀποτελεσμά‐
των ποιητέον ὅταν ἐν τῷ αὐτῷ ζῳδίῳ τύχωσιν ὄντες ἤ184

185

τινες αὐτῶν ἐν τῷ καιρῷ τῆς τοῦ Κυνὸς ἐπιτολῆς. ἡ δὲ Σελήνη τυχοῦσα μετὰ Κρόνου ἐν τῇ τοῦ Κυνὸς ἐπιτολῇ ἐπισημαίνει τῇ χώρᾳ ᾗ προσῳκείωται τὸ ζῴδιον ἐφ’ οὗ τυγχάνουσι πόλεμόν τε καὶ λοιμὸν καὶ τὰ τικτόμενα ζῷα
5φθαρήσεσθαι· σὺν τῷ Διὶ δὲ οὖσα ἡ Σελήνη θάνατον μεγάλων ἀνδρῶν, εἰρήνην δὲ καὶ εὐφορίαν· σὺν τῷ Ἄρει δὲ μέγαν καὶ χολώδη λοιμὸν καὶ πόλεμον καὶ ἐμπρησμούς· σὺν δὲ τῷ τῆς Ἀφροδίτης νόσους γυναικῶν καὶ ἐκτρώσεις· σὺν δὲ τῷ τοῦ Ἑρμοῦ ἐπίνοσον τὸν καιρὸν νέοις καὶ ἐφ‐
10ήβοις. ἐπισκοπητέον δὲ τὸ ζῴδιον τίνι χώρᾳ προσῳκείωται καὶ εἰς ποῖον μέλος παραλαμβάνεται, καὶ οὕτω καταστο‐ χάζεσθαι τῶν νοσημάτων. καὶ τὰς ἀνέσεις δὲ καὶ ἐπιτάσεις ἔκ τε τῶν τῆς Σελήνης φωτισμῶν καὶ τῆς τῶν ἀστέρων φάσεώς τε καὶ δύσεως συνορατέον.
15 Ἔτι δὲ παρετήρησαν οἱ Αἰγύπτιοι κατὰ τὰς τοῦ Κυνὸς ἐπιτολὰς βροντῶν γενομένων ἀπὸ τῆς αʹ ἡμέρας ἄχρι τῆς ζʹ πάγκακα ἔσεσθαι τῇ Αἰγύπτῳ καὶ ἀφορίαν, βροχάς τε ἀνωμάλους καὶ τοῦ ἀέρος χειμῶνα. μεγάλου δὲ καὶ λευ‐ κοῦ ἀνατείλαντος τοῦ ἀστέρος καὶ διαπορευομένου τῷ
20χρώματι ὡς τὰ κύματα, μέγαν τὸν Νεῖλον ἔσεσθαι καὶ εὐφορίαν· πυρροῦ δὲ ὄντος καὶ μιλτώδους πόλεμος ἔσται. ἐὰν δὲ μεγάλου ὄντος σύνεγγυς αὐτοῦ ἀστέρες ὡς μέλανες ὀφθῶσιν, λιμὸς ἔσται καὶ σπάνις καρπῶν κατὰ πᾶσαν τὴν γῆν. ὀφθείσης δὲ μικρᾶς γραμμῆς νεφελοειδοῦς
25ἀποτεινούσης ἀπὸ τοῦ ἀστέρος ἐπὶ ἀπηλιώτην, τοῦ ἄκρου τῆς γραμμῆς πυρώδους ὄντος, ταραχὴ ἔσται καὶ ὁ σμικρό‐ τατος τῶν κράτων περιέσται τοῦ μείζονος· γενομένης δὲ τῆς γραμμῆς πυρρᾶς καὶ μακροτέρας καὶ πρὸς βορρᾶν ἀποτεινούσης ἀπὸ νότου καὶ τοῦ ἄκρου λιγνυώδους ὄντος,
30πόλεμον καὶ θάνατον σημαίνει πάσῃ χώρᾳ.185

186

(1t)

〈καʹ〉 Περὶ μοίρας ὡροσκοπούσης ἐν τῇ συλλήψει
2 Μετὰ τὸ ἐκθεῖναι τὴν τοῦ Πτολεμαίου μέθοδον αὐταῖς λέξεσιν ἐπάγει. ταῦτα μὲν ὁ Πτολεμαῖος ἐντέχνως πάνυ καὶ φυσικῶς περὶ τῆς ὡροσκοπούσης μοίρας κατὰ τὸν και‐
5ρὸν τῆς συλλήψεως ἐκτίθεται, πλὴν καὶ ἡμεῖς ἐκθήσομεν ἐνταυθοῖ καὶ τὰ παρ’ ἄλλοις περὶ ταύτης λεγόμενα φιλο‐ καλίας χάριν ὑπὲρ τοῦ τὸν ὡροσκόπον παχυμερῶς εὑρί‐ σκειν εἰ καὶ μὴ αὐτὴν τὴν μοῖραν δυνατὸν ἀκριβῶσαι καθὼς ὁ θεῖος εἴρηκε Πτολεμαῖος. φασὶν οὖν τὰς μεταξὺ τῆς πρὸ
10τῆς σπορᾶς γενομένης συζυγίας καὶ τῆς γενεθλιακῆς ἐπ‐ οχῆς τοῦ Ἡλίου συναγομένας μοίρας ἐκβάλλοντας ἀπ’ αὐτοῦ τοῦ ζῳδίου καθ’ ὅ ἐστιν ἡ τοῦ Ἡλίου ἐποχή, ἑκάστῳ ζῳ‐ δίῳ διδόντας μοῖραν α· εἰς ὃ ἂν καταντήσῃ ζῴδιον ὁ τῶν μοιρῶν ἀριθμός, ἐκεῖνο τὸ ζῴδιον φάσκειν παχυμερῶς
15ὡροσκοπεῖν κατὰ τὸν καιρὸν τῆς σπορᾶς. ὁ δὲ Ἀνουβίων οὕτω λέγει· σκέπτου τὸν οἰκοδεσπότην τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ὁ Ἥλιος ἐπὶ τῶν ἡμερινῶν γενέσεων καὶ ἀπ’ αὐτοῦ ἀρίθμει τὰ ζῴδια ἕως τοῦ οἰκοδεσπότου τοῦ ζῳδίου ὃ ἐπ‐ έχει τηνικαῦτα ἡ Σελήνη, καὶ τὴν ποσότητα τῶν ζῳδίων
20ἔκβαλε ἀπὸ τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ὁ Ἥλιος· καὶ εἰς ὃ ἂν ἐκπέσῃ ζῴδιον ὁ ἀριθμός, ἐκεῖνο ἦν τὸ ὡροσκοποῦν τὴν ὥραν τῆς σπορᾶς. ἐπὶ δὲ τῶν νυκτερινῶν γενέσεων ἀπὸ τοῦ ζῳδίου ἄρξου τοῦ κατὰ τὴν ἐποχὴν τῆς Σελήνης καὶ ἔκβαλε τὴν ποσότητα τῶν ζῳδίων τῶν μεταξὺ τῶν οἰκο‐
25δεσποτῶν καὶ αὐτῶν ἐν οἷς εὑρίσκονται οἱ οἰκοδεσπόται· καὶ εἰς ὅπερ ἂν ζῴδιον καταλήξῃ ὁ ἀριθμός, ἐκεῖνο λέγε ὡροσκοπεῖν κατὰ τὴν σποράν. ἐὰν δὲ ὁ Ἥλιος τύχῃ, φησίν,
ἐν ἀρχῇ τῶν ζῳδίων, σκοπεῖν χρὴ μὴ ᾖ ὁ ὡροσκόπος ἢ εἰς186

187

τὸ διάμετρον τῆς τοιαύτης ποσότητος ἢ εἰς τὸ τετράγω‐ νον. αὕτη δὲ ἡ μέθοδος συμφωνεῖ ἡμῖν σχεδὸν ἐπὶ πάντων, πλὴν ἐκθετέον καὶ ἑτέραν μέθοδον πάνυ συμφωνοῦσαν. Προδεδόσθαι χρὴ τὸ ἐν ἡμέρᾳ τετέχθαι τὸν ζητούμε‐
5νον ἢ ἐν νυκτί· καὶ τούτου δεδομένου σκοπεῖν τὴν τοῦ Ἡλίου μοῖραν, καὶ ταύτῃ ἀπὸ μὲν τοῦ Θὼθ ἕως τοῦ Ἀθὺρ [καὶ αὐτοῦ] προστιθέναι μοίρας β 𐅶, ἀπὸ δὲ τοῦ Φαμενὼθ ἕως τοῦ Μεσωρῆ ἀφαιρεῖν β 𐅶. καὶ τὴν γινομένην οὕτω ποσότητα τῶν μοιρῶν τοῦ Ἡλίου ιβ ποιοῦντας ἐκβάλλειν
10ἀπὸ τῆς τοῦ Ἡλίου μοίρας· καὶ εἰς ὃ ἂν ἐκπέσῃ ζῴδιον ὁ ἀριθμός, ἐκεῖνο λέγειν ὡροσκοπεῖν κατὰ τὴν σπορὰν ἢ ἓν τῶν λοιπῶν β ζῳδίων τῶν τριγωνικῶς αὐτῷ συσχημα‐ τιζομένων. Ἔστω δὲ τὸ περὶ τούτου δι’ ὑποδείγματος σαφηνείας
15χάριν. ἐγεννήθη τις ἐν ἡμέρᾳ κατὰ τὴν λʹ τοῦ Ἀθὺρ τοῦ Ἡλίου ἐπέχοντος Τοξότου μοίρᾳ δʹ· ταύταις ταῖς δ μοίραις προσέθηκα β 𐅶 καὶ ἐγένοντο ϛ 𐅶· αἱ δὲ ϛ 𐅶 δωδεκαπλα‐ σιασθεῖσαι ἐγένοντο οη· ταύτας ἐκβάλλων ἀπὸ τῆς τοῦ Ἡλίου μοίρας καταντῶ περὶ τὰ τελευταῖα τοῦ Ὑδρο‐
20χόου. ὡροσκοπεῖ οὖν κατὰ τὴν σπορὰν ἢ ὁ Ὑδροχόος ἢ οἱ Δίδυμοι ἢ ὁ Ζυγός. ἀλλὰ τοῦ Ἡλίου περὶ τὰς ἀρχὰς τοῦ Τοξότου τυγχάνοντος ἀπ’ αὐτοῦ ἕως τῆς ἀρχῆς τῶν Διδύ‐ μων τὸ ὑπὲρ γῆν ἡμισφαίριον τῆς ἡμέρας ἐστίν· οὐκ ἄρα ἐν τοῖς Διδύμοις ἔσται ὁ ὡροσκόπος· ἀλλ’ οὐδὲ ἐν τῷ Ζυγῷ
25δυνατὸν εἶναι διὰ τὸ καὶ τὸν Ζυγὸν ὑπὸ γῆν εἶναι. πιστευ‐ τέον οὖν ἐν τῷ Ὑδροχόῳ μόνῳ πίπτειν τὸν ὡροσκόπον. ἐὰν δέ ποτε δύο ζῴδια τοῦ τριγώνου ὑπὲρ γῆν ᾖ εἰς ἃ
ὑπονοοῦμεν εἶναι τὸν ὡροσκόπον, καταστοχαζόμεθα ἐκ187

188

τοῦ εἴδους τοῦ ἀνθρώπου ποίῳ μᾶλλον τῶν ζῳδίων ἀπ‐ είκασται, καὶ πρὸς ἐκεῖνο ἀποφαινόμεθα. Κριοῦ μὲν γὰρ ὡροσκοποῦντος οἱ τικτόμενοι τοιοῦτοί εἰσι τῷ εἴδει· ὀστώδεις, δασεῖς καὶ μέσοι μᾶλλον ἢ εὐμή‐
5κεις, ἐνίοτε δὲ καὶ τῷ προσώπῳ κάτω κύπτοντες καὶ δει‐ λοὶ καὶ παῖκται καὶ αἰσχρολόγοι. τοῦ δὲ Ταύρου σιμοί, ταυρόφθαλμοι, ὑπομέλανες, πλατυμέτωποι, πλατύρρινοι, ἀνεσταλμένοι, ἔσθ’ ὅτε φαλακροὶ καὶ μικρὰ ὦτα ἔχοντες, ὑποκριταί, ψευδεπιεικεῖς, τὰ χείλη ἐνίοτε μείζονα ἔχοντες
10τοῦ συμμέτρου καὶ τοὺς μυκτῆρας μεγάλους καὶ τὰς ὀφρῦς· τὰ δὲ ἔσχατα αὐτοῦ κιναίδους ποιεῖ. τῶν δὲ Διδύ‐ μων ὡροσκοπούντων οἱ γεννώμενοι σύμμετροι τῷ σώματι, ἐπίρρινοι, ἔσθ’ ὅτε οὖλοι καὶ μεγάλα ὦτα ἔχοντες καὶ τοῖς ὤμοις εὔσαρκοι. ὁ δὲ Καρκίνος ποιεῖ ὀστώδεις, στρογγυλο‐
15προσώπους, ἔσθ’ ὅτε μέλανας ὡς πρὸς τὸ κλίμα καὶ ἀνα‐ φαλαντίας, τοὺς δὲ ὀδόντας πολλούς, ἔσθ’ ὅτε τὸ δὲ μῆκος ἀσυμμέτρους (καὶ γὰρ τὰ κάτωθεν μέρη μείζονα ἔχουσιν, τὰ δὲ ἄνωθεν ἐλάσσονα), καὶ τὴν γαστέρα ἔχουσιν ὑπὸ τὸ στῆθος προκύπτουσαν καὶ αὐτὸ τὸ στῆθος πλατὺ καὶ
20τοὺς ὀφθαλμοὺς ὑποκεχυμένους, μάλιστα ὅσοι τὸν ὡρο‐ σκόπον ἐγγὺς ἔχουσι τῆς Φάτνης νεφελοειδοῦς οὔσης. ὁ δὲ Λέων γλαυκούς, πυρ〈ρ〉ότριχας, ἰσχυρούς, ὑποκύρτους, πλατεῖς τὰ ἄνωθεν καὶ δυσειδεῖς, μάλιστα τοὺς ἐν ταῖς πρώταις μοίραις τικτομένους, ποιεῖ δὲ ὅλως καὶ παχυρ‐
25ρίνους καὶ λεοντοπροσώπους, τρώκτας, λεπτοὺς τὰς κνή‐ μας, ἐν δὲ ταῖς τελευταίαις μοίραις περὶ τὴν ῥάχιν ψιλοὺς τὰς τρίχας, ἀναφαλαντίας, ἔσθ’ ὅτε καὶ κιναίδους. ἡ δὲ Παρθένος συμμέτρους τῇ ἡλικίᾳ καὶ μᾶλλον μικρούς, εὐπλάστους, μακροκοιλίους καὶ ὀρθοὺς καὶ κοσμίους. ὁ δὲ
30Ζυγὸς εὐοφθάλμους, ὑπομέλανας, ἔσθ’ ὅτε καὶ μακροὺς
καὶ οὔλους τὰς τρίχας, δικαίους καὶ γνωστικούς. ὁ δὲ188

189

Σκορπίος μικροφθάλμους, ὠχρούς, ὦτα μικρὰ ἔχοντας, ἔσθ’ ὅτε μαδαροὺς τὸ γένειον ἢ γλαυκοὺς τοὺς ὀφθαλμούς, τὴν δὲ φάρυγγα ἐξέχουσαν ἔχοντας καὶ τοὺς ὤμους πλα‐ τεῖς, μακροσκελεῖς καὶ ὠκεῖς, φθονεροὺς καὶ ἅρπαγας· τὰ δὲ
5ἔσχατα περὶ τὸ κέντρον ποιεῖ κιναίδους, ἔσθ’ ὅτε δὲ καί τινας ἔχοντας ὑποχύσεις ἐν τοῖς ὀφθαλμοῖς διὰ τὸ νεφέλιον τὸ περὶ τὸ κέντρον· ποιεῖ δὲ καὶ ἀναφαλαντίας. ὁ δὲ Τοξότης μακροὺς τοῖς μηροῖς, ταῖς δὲ κνήμαις εὐπλάτους, εὐγενείους, προ‐ γάστορας, εὐχρόους, ταχεῖς, εὐκολύμβους, φιλοῦντας τὸ
10ὀχεῖσθαι ζῷα, φαλακρούς· τὰ δὲ τελευταῖα ποιεῖ κιναί‐ δους, ἔστι δ’ ὅτε καὶ τοὺς πώγωνας προπολιοῦντας. ὁ δὲ Αἰγόκερως μικροφυεῖς ποιεῖ, μάλιστα ἐν ταῖς πρώταις μοίραις, καὶ κούφους τὸ στῆθος, λεπτοὺς τὰ σκέλη, ὀξυ‐ πώγωνας, ἔσθ’ ὅτε δασεῖς τὰ σκέλη, ὀστώδεις, κάτω
15κύπτοντας, ἀσελγεῖς. ὁ δὲ Ὑδροχόος εὐσώμους, εὐγενεί‐ ους, εὐυπολήπτους, ἔσθ’ ὅτε καὶ προγάστορας καί τινας ἔχοντας τὴν μίαν κνήμην μείζονα τῆς ἑτέρας. οἱ δὲ Ἰχθύες ποιοῦσιν εὐρυτέρους τοῖς ὤμοις, εὔτριχας, λευκούς, τὸ μέτωπον καὶ μέγα καὶ στενὸν ἔχοντας, ἔσθ’ ὅτε καὶ προ‐
20κύπτον, μελανοφθάλμους, βραδέως φθεγγομένους, ἰδιο‐ πράγμονας. Ταῦτα μὲν καὶ τὰ τοιαῦτα σημαίνει τὰ ζῴδια αὐτὰ καθ’ ἑαυτὰ ὡροσκοποῦντα, τυχόντες δὲ ἐν αὐτοῖς καὶ οἱ πλανώμενοι ἕκαστος πρὸς τὸ ἑαυτοῦ ἰδίωμα μεταποιεῖ
25πως. Κρόνος μὲν γὰρ μέλανας ποιεῖ, δυσειδεῖς τε καὶ αὐχμηρούς, Ἄρης δὲ ξανθούς, γλαυκοφθάλμους, τετανό‐ τριχας, γοργούς, ὦτα μικρὰ ἔχοντας, Ζεὺς δὲ λευκούς, εὐσάρκους, μεγαλοφθάλμους, εὐπώγωνας, ἀγαθοὺς τῷ τρόπῳ, ἡ δὲ Ἀφροδίτη σὺν τούτοις οἷς ποιεῖ ὁ Ζεὺς ποιεῖ
30καὶ ἁβροὺς καὶ εὐόπτους, ὁ δὲ Ἑρμῆς ἰσχνούς, ὠχρούς,
συμμέτρους καὶ οὐλοκόμους, καλούς τε καὶ γενναίους, ὁ189

190

δὲ Ἥλιος καὶ ἡ Σελήνη συντρέπονται μὲν οἷς ἂν ἐντύχωσιν, ἰδίᾳ δὲ ὁ Ἥλιος εὐτραφεῖς καὶ εὐεκτοῦντας ποιεῖ, ἡ δὲ Σελήνη εὐκράτους καὶ εὐσάρκους. Ἐκ μὲν οὖν τῶν προλελεγμένων τῆς τε τῶν ζῳδίων φύ‐
5σεως καὶ τῶν πλανωμένων παχυμερῶς μὲν ἔστιν εὑρεῖν τὸ ὡροσκοποῦν ζῴδιον κατὰ τὴν ὥραν τῆς σπορᾶς τῇ συνεχεῖ πείρᾳ καὶ γυμνασίᾳ, χρωμένους τῇ τῶν ζῳδίων τε καὶ ἀστέρων φύσει καὶ τοῖς κλίμασιν ἐπὶ τῶν ἤδη τελει‐ ωθέντων ἀνθρώπων, ἐξακριβοῦντες δὲ τὴν ὡροσκοποῦσαν
10μοῖραν κατὰ τὴν τοῦ θείου Πτολεμαίου μέθοδον σχεδὸν ἐπὶ πάντων εὑρίσκομεν ἀληθεύουσαν.
12t〈κβʹ〉 Περὶ γονέων
13 Μετὰ τὸ ἐκθεῖναι τὰ τῷ θείῳ Πτολεμαίῳ περὶ τούτου κατὰ λέξιν εἰρημένα φησίν. τὸν μέντοι χρόνον τῆς κατὰ
15τὸ ἀποτελούμενον ἐκβάσεως εὑρίσκομεν ἔκ τε τῆς κολ‐ λήσεως τῶν ποιούντων ἀστέρων ἤτοι σωματικῶς ἢ καὶ κατ’ ἀκτῖνα καὶ τῶν ἀνατολῶν τῶν ζῳδίων ἐφ’ ὧν τυγ‐ χάνουσιν οἱ γονικοὶ τόποι. καὶ ταῦτα μὲν εὑρίσκομεν συμφωνοῦντα οἷς ἐκτίθεται φυσικῶς τε καὶ θαυμαστῶς
20σκεπτόμενος ὁ θεῖος οὗτος ἀνήρ. Ὁ δὲ Δωρόθεος συμβουλεύει τοὺς τριγωνοκράτορας τῶν φώτων σκοπεῖν καὶ αὐτὰ τὰ φῶτα ἐν ποίοις τόποις τυγχάνουσι καὶ μοίραις καὶ τίνες τῶν ἀστέρων σύνεισιν ἢ ὁρῶσιν, καὶ πρὸς τούτους ἀποφαίνεσθαι περὶ ἑκατέρου
25τῶν γονέων, Ἡλίου μὲν δηλονότι σημαίνοντος τὰ περὶ τὸν πατέρα, Σελήνης δὲ τὰ περὶ τὴν μητέρα. ἐὰν μὲν γὰρ συνῇ ὁ Ἥλιος ἀγαθοποιοῖς τόποις καὶ ἄστρασιν, ὑπονοητέον εὐτυχῆ καὶ πλούσια τὰ περὶ τὸν πατέρα καὶ αὐτῷ τῷ τέκνῳ τὰ πατρῷα φυλαχθήσεσθαι, ὁμοίως δὲ καὶ ἡ Σελήνη
30ἐν τοιούτοις τυχοῦσα τὰ αὐτὰ περὶ τὴν μητέρα σημαίνει.190

191

τὸ δ’ ἐναντίον συμβήσεται ἐν τοῖς ἐναντίοις εὑρεθέντων τῶν φώτων (τουτέστι κακωθέντων)· εἴωθε γὰρ πρὸς ταῖς δυσπραγίαις καὶ σίνη ἐν τοῖς σώμασι τῶν γονέων ἐμφαί‐ νεσθαι. ἐν δὲ ταῖς ἐσχάταις μοίραις τῶν ζῳδίων τυχόντα
5τὰ φῶτα, μάλιστα τῶν κακοποιῶν ὁρώντων, ἄδοξα τὰ περὶ τοὺς γονεῖς σημαίνει, ὁμοίως δὲ καὶ ἐν τοῖς ἐκλειπτι‐ κοῖς ὅροις τυγχάνουσα ἡ Σελήνη, κἂν ἐν ἀγαθοποιοῦ ὁρίοις ᾖ. Ὁ μέντοι τῆς μητρὸς κλῆρος λαμβάνεται οὕτως· τὰς
10ὥρας τῆς γενέσεως λαβὼν ἔκβαλε ἀπὸ τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ὁ Ἥλιος, ἑκάστῳ ζῳδίῳ ἐφεξῆς διδοὺς α ὥραν· καὶ εἰς ὃ ἂν λήξῃ ζῴδιον ὁ ἀριθμός, ἐκεῖ ........... σκόπει δὲ καὶ τὰς ἄλλας σχέσεις, καὶ οὕτως ἀποφαίνου τὰ κατὰ τὴν μητέρα.
15t〈κγʹ〉 Περὶ προτελευτῆς γονέων
16 Σκέπτου ἐν τῇ γενέσει ποῖον τῶν φώτων κεκάκωται καὶ ἀπ’ ἐκείνου στοχάζου περὶ τοῦ προτελευτήσοντος τῶν γονέων· ὅρα δὲ καὶ τοὺς κλήρους αὐτῶν καὶ τίς μᾶλλον κεκάκωται καὶ ὁμοίως στοχάζου. ἐπίβλεπε δὲ καὶ τοῦτο,
20ποῖον τῶν φώτων ἐν τῇ γενέσει στρεφομένης τῆς τοῦ παν‐ τὸς φορᾶς πρῶτον ἔρχεται εἰς τὸ ὑπόγειον, καὶ οὕτω λογί‐ ζου τὸν προλαμβάνοντα· σημαίνει γὰρ τὴν προτελευτὴν ὁ μὲν Ἥλιος τοῦ πατρός, ἡ δὲ Σελήνη τῆς μητρός. ὁ Δωρό‐ θεος δὲ καὶ τοῦτό φησιν, ὅτι ὁ Ἄρης τυγχάνων μετὰ Κρό‐
25νου, καὶ μάλιστα ἐπίκεντροι, προτελευτᾶν ποιοῦσι τὸν πατέρα τῆς μητρός.
Ὁ δὲ Ἀνουβίων οὕτω φησίν· Σελήνη πλησιφωτοῦσα,191

192

ἐὰν τύχῃ ἐν τοῖς Ἰχθύσιν, προτελευτᾶν ποιεῖ τὸν πατέρα· καὶ ληξιφωτοῦσα δ’ ὁμοίως καὶ πρὸς σύνοδον ἐρχομένη, ἐὰν ἐν ἀρσενικῷ ζῳδίῳ τύχῃ, προτελευτᾶν ποιεῖ τὸν πατέρα, ἐὰν δὲ ἐν θηλυκῷ ζῳδίῳ, τὴν μητέρα.
5t〈κδʹ〉 Περὶ ἀτρόφων
6 Μετὰ τὸ ἐκθεῖναι τὴν τοῦ Πτολεμαίου λέξιν ὑποδειγμα‐ τίζων φησίν. ἔστω ἡ Σελήνη ὡροσκοποῦσα ἐν Ταύρῳ μοίρᾳ κεʹ, συνέστω δὲ αὐτῇ ἢ διαμετρείτω ὁ Κρόνος ἢ ὁ Ἄρης ἐν Σκορπίῳ μοίρᾳ κεʹ, μηδεὶς δὲ τῶν ἀγαθοποιῶν
10τριγωνικῶς ἢ τετραγωνικῶς ἢ ἄλλως πως ἐπιθεωρείτω τὴν Σελήνην, ἔστω δὲ καὶ ἡ Ἀφροδίτη ἥτις οἰκοδεσποτεῖ τοῦ Ταύρου ἐν ὁρίοις ἢ οἴκοις Ἄρεως ἢ Κρόνου· ἐξ ἀνάγ‐ κης τὸ οὕτως ἔχον ἄτροφον ἔσται. καὶ Ἀπολινάριος δὲ καὶ Ἀντίοχος τούτοις συμφωνοῦσιν, ἀλλ’ ἔστω μὴ κατ’
15ἰσομοιρίαν τὸ τοῦ κακοποιοῦ διάμετρον· ἐνταῦθα οὖν πλήθους χρεία τῶν κακοποιῶν (β δὲ οὗτοι Ἄρης καὶ Κρό‐ νος) καὶ πλήθους τῶν κακουμένων (β δὲ καὶ οὗτοι Ἥλιος καὶ Σελήνη)· καὶ β σχήματα ἰσχυρὰ πρὸς κακοποίησιν, τό τε διάμετρον καὶ τὸ τῆς ἐπαναφορᾶς.
20 Φησὶν οὖν δηλαδὴ ὁ Πτολεμαῖος ὡς ἐὰν μὴ κατ’ ἰσοσκε‐ λίαν ἤγουν ἰσομοιρίαν τοῦτο συμβῇ, ἀλλ’ ἐγγὺς ἐπανα‐ φέρωνται τοῖς τῶν φώτων τόποις αἱ τῶν κακοποιῶν βολαί, καὶ ἢ τὸ ἕτερον τῶν φώτων ἢ καὶ ἀμφότερα βλάψω‐ σιν· ὁ δὲ τρόπος τῆς βλάβης, φησίν, κατ’ ἐπαναφορὰν ἢ
25διάμετρον, οἷον ἐὰν ὁ Ἄρης καὶ ὁ Κρόνος διαμετρῶσι τὸν Ἥλιον ἢ τὴν Σελήνην ἢ καὶ ἀμφοτέρους ἀμφότεροι δια‐ μετρῶσιν· ἓν μὲν δὴ τοῦτο σχῆμα. ἕτερον δὲ ἐὰν ὁ Κρό‐
νος καὶ ὁ Ἄρης ἅμα ἐπαναφέρωνται αὐτοῖς, καὶ πάλιν ἄλλο192

193

σχῆμα, φησίν, ἐὰν τὸν μὲν Ἥλιον διαμετρῇ ὁ Ἄρης, τῇ δὲ Σελήνῃ ἐπαναφέρηται ὁ Κρόνος, ἢ ἔμπαλιν τῷ μὲν Ἡλίῳ ἐπαναφέρηται ὁ Ἄρης, τὴν δὲ Σελήνην διαμετρῇ ὁ Κρό‐ νος. πάντα γὰρ ταῦτα ἀχρόνων ἐστὶ σχήματα, τοῦ πλή‐
5θους τῶν κακώσεων ἀφανίζοντος καὶ ἐκ διαστήματος τῆς ἐπαναφορᾶς τὸ εἰς ἐπιμονὴν τῆς ζωῆς φιλάνθρωπον. Καὶ Ἀπολινάριος δὲ καὶ οἱ Αἰγύπτιοι ἀξιοῦσι σκο‐ πεῖν καὶ τὸ προανηνεγμένον ζῴδιον τοῦ ὡροσκόπου, ὃ καὶ κακὸν δαίμονα προσαγορεύουσιν, καὶ τὸ ἐπαναφερόμενον,
10ὃ καὶ βίον καλοῦσιν. τοῦ γὰρ κακοδαιμονήματος ὄντος μέγαν τὸν κίνδυνον συμβαίνει γίνεσθαι τῇ τε τικτούσῃ καὶ τῷ γεννωμένῳ, τοῦ μὲν βρέφους εἰς τὸ στόμιον τῆς ὑστέρας ἐμπίπτοντος, τῶν δὲ ἁρμῶν τῆς κυοφορούσης λυομένων, καὶ ἀμφοτέροις ἐντεῦθεν κίνδυνον ἰσοθάνατον
15ἐπισυμβαίνειν, τῷ μὲν βρέφει διὰ τὸ συμπνίγεσθαι, τῇ δὲ τικτούσῃ διὰ τὸ τοὺς πόρους τῆς γυναικείας φύσεως ὑπὲρ τὸ δέον χαλᾶσθαι. καὶ πάλιν δὲ μετὰ τὸ γεννηθῆναι ἐὰν κακοποιοὶ εὑρεθῶσιν ἐν τῷ βίῳ καὶ διαδέξωνται τὴν Σελή‐ νην ἢ τὸν Ἥλιον, ἀφανίζουσι τὴν ζωὴν καὶ ὀλιγοχρόνια
20ποιοῦσιν. Πάλιν δὲ λέγει ὁ Πτολεμαῖος· βλάπτει ἐξαιρέτως κατ’ ἐπαναφορὰν Ἥλιον μὲν ὁ τοῦ Ἄρεως, Σελήνην δὲ ὁ τοῦ Κρόνου, κατὰ δὲ τὰς διαμετρήσεις ἢ καθυπερτερήσεις (τουτέστι κατὰ τὸ δεξιὸν τετράγωνον) τὸ ἀνάπαλιν Ἥλιον
25μὲν ὁ τοῦ Κρόνου, Σελήνην δὲ ὁ τοῦ Ἄρεως. καὶ ἄλλοι δὲ τῶν ἀρχαίων εἰρήκασι τὰ σχήματα ταῦτα φυσικῶς σκεπ‐ τόμενοι· ἄκρατον γὰρ τυγχάνων πῦρ ὁ τοῦ Ἄρεως ταῖς ἐπαναφοραῖς ἐντείνει τὸν Ἥλιον θερμὸν ὄντα εἰς ἀναίρε‐ σιν, ὁ δὲ τοῦ Κρόνου ψυχρὸς τὴν Σελήνην ὑγρὰν οὖσαν
30ψύχει. λέγει δὲ τὴν ἐπίτασιν μάλιστα γίνεσθαι τῆς κακώ‐
σεως ὅταν οἱ κακοποιοὶ τύχωσι κατειληφότες τοὺς τόπους193

194

τῶν οἰκοδεσποτούντων τοῖς φωσίν, οἷον εἰ τὰ μὲν φῶτα εἴη ἐν Ἰχθύσιν, καθυπερτερεῖ δὲ Ἄρης ἢ Κρόνος ἐν Τοξότῃ ὅς ἐστιν οἶκος τοῦ Διὸς τοῦ οἰκοδεσποτοῦντος τοῦ τόπου τῶν φώτων (τουτέστι τῶν Ἰχθύων). ἐπαναφέρεσθαι δὲ
5δύναται εἰ τὰ μὲν φῶτα εἴη ἐν Αἰγοκέρωτι, οἱ δὲ κακο‐ ποιοὶ εἶεν ἐν Ὑδροχόῳ· διαμετρεῖν δὲ οὐκέτι δύνανται τὰ φῶτα, ἀλλ’ ἢ ἄρα ἐκ τῶν ὁρίων διὰ τὸ ἐν ἑκάστῳ ζῳδίῳ εἶναι ὅρια τῶν ε ἀστέρων. Ἐὰν δὲ καὶ δύο διαμετρήσεις τυγχάνωσι τῶν φώτων
10ἐπικέντρων κατ’ ἰσομοιρίαν, δῆλον, φησίν, ὅτι νεκρὰ καὶ ἡμιθανῆ τίκτεται τὰ βρέφη, ἐὰν δὲ ἀπόρροιαν ἀπό τινος τῶν ἀγαθοποιῶν ἔχοντα τὰ φῶτα τυγχάνῃ καὶ ἄλλως αὐ‐ τοῖς ἐσχηματισμένα ἐν τοῖς προηγουμένοις αὐτῶν μέρεσι, μὴ μέντοι γε τὰς ἀκτῖνας αὐτοῖς ἐπιφερόντων, ἐπιζήσεται
15τὸ τεχθέν, ἀντὶ τῶν μεταξὺ τῆς τε ἀφέσεως καὶ τῶν ἐγγυτέρω κακοποιῶν ἀκτίνων ἀριθμούντων ἡμῶν τοὺς ἴσους μῆνας ἢ ἡμέρας ἢ ὥρας παρὰ τὸ μέγεθος τῆς κακώ‐ σεως καὶ τὴν δύναμιν τῶν τὸ αἴτιον ποιούντων. ἐπὰν γὰρ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἀπό τινος τῶν ἀγαθοποιῶν ἀπόρ‐
20ροιαν ποιούμενοι τοῖς κακοποιοῖς συνάπτωσιν ἐν ταῖς ἐπα‐ ναφοραῖς αὐτῶν ὑπάρχουσι κατὰ τὸ διάστημα τὸ πρὸς τοὺς κακοποιοὺς τῆς Σελήνης καὶ τοῦ Ἡλίου, κατ’ αὐτὴν τὴν ἀναφορὰν μεριζομένων αὐτοῖς τῶν ἐτῶν ἢ τῶν μηνῶν ἢ τῶν ἡμερῶν παρὰ τὸ μέγεθος τῆς κακώσεως γινομένης
25τῆς διαφορᾶς. Ἐκτίθησι δὲ τούτου καὶ ὑπόδειγμα ὁ πολυμαθέστατος Πορφύριος. ἔστω, φησίν, ὁ Ζεὺς ἐν Καρκίνῳ, Σελήνη δὲ ἀπορρεύσασα ἀπ’ αὐτοῦ (φερέσθω ἐπὶ μοῖραν ηʹ τοῦ Λέοντος), ὁ δὲ Ἄρης ἔστω ἐπαναφερόμενος τῇ Σελήνῃ ἐν
30Παρθένῳ μοίρᾳ ηʹ. τοσοῦτον χρόνον ζήσεται τὸ γεννη‐ θὲν ὅσαι αἱ μεταξὺ μοῖραι τοῦ Λέοντος ἐπὶ ηʹ μοῖραν
Παρθένου, οὐ μέντοι τῶν μεταξὺ μοιρῶν εἰς ἐνιαυτοὺς194

195

λογιζομένων, ἀλλ’ εἰς μῆνας ἢ ἡμέρας ἢ ὥρας, κἂν μὴ ὁ Ζεὺς δὲ ᾖ ἐν Καρκίνῳ, συσχηματίζηται δὲ τῇ Σελήνῃ ἐν Λέοντι οὔσῃ κατὰ τρίγωνον ἀκτῖνα ἀπὸ Κριοῦ ταύτην ἐπιθεωρῶν· βαλλέτω δὲ τὴν ἀκτῖνα μὴ εἰς τὰ μετὰ τὰς η
5μοίρας τοῦ Λέοντος, ἀλλ’ εἰς τὰ πρὸ τῶν η· ἐὰν γὰρ μεσεμβολῶνται παρὰ τοῦ Διὸς αἱ ἀκτῖνες, οὐδὲν πείσονται. οὕτω δὲ ἐχόντων τῶν κακοποιῶν κατὰ τὴν πρὸς τὰ φῶτα ἐπαναφοράν, ἐπιζήσεται μὲν τὸ τεχθέν, οὕτω δὲ ὀλιγο‐ χρονήσει ὡς τὰς ἐπαναφερομένας μοίρας μὴ ἐτῶν παρ‐
10έχειν ἀριθμόν, ἀλλὰ μηνῶν ἢ ἡμερῶν. Ἑξῆς δέ φησιν ὁ Πτολεμαῖος· ἐὰν δὲ αἱ τῶν κακοποιῶν ἀκτῖνες εἰς τὰ προηγούμενα φέρωνται τῶν φώτων, αἱ δὲ τῶν ἀγαθοποιῶν εἰς τὰ ἑπόμενα, τὸ γεννώμενον ἐκτεθὲν ἀναληφθήσεται καὶ ζήσεται. τοῖς δὲ ἐφεξῆς Ἀντίοχός τε
15καὶ Ἀπολινάριος σχεδὸν τὰ αὐτὰ λέγουσιν· ἔστω, φασίν, ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐν Λέοντι μοίρᾳ ιʹ, βαλλέτωσαν δὲ ἀκτῖνας Κρόνος μὲν ἐκ Κριοῦ ἐπὶ Καρκίνον τετραγωνι‐ κῶς, Ἄρης δὲ ἐπὶ τὰς πρώτας μοίρας Λέοντος κατὰ διά‐ μετρον ἐξ Ὑδροχόου, Ἡλίου καὶ Σελήνης ἀφεστηκότων
20τῆς ἀρχῆς τοῦ Λέοντος μοίρας ι, βαλλέτω δὲ καὶ ὁ Ζεὺς ἀκτῖνα τριγωνικῶς ἀπὸ Τοξότου ἐπὶ τὴν κʹ ἢ ιεʹ τοῦ Λέοντος. τὸ οὖν οὕτω γεννώμενον ἐὰν μὴ ἐκ τῆς συνόδου τῶν φώτων ἄλλως βλάπτηται, ἐκτεθὲν ἀναληφθήσεται καὶ ζήσεται, ἀλλὰ τοῦ μὲν Διὸς καθυπερτεροῦντος τριγω‐
25νικῷ σχήματι τὸν Κρόνον, εἰς τεκνοποιίαν ἀναληφθή‐ σεται, εἰ δὲ καθυπερτεροῖντο οἱ ἀγαθοποιοὶ ὑπὸ τῶν κακο‐ ποιῶν ἀναληφθήσεται μὲν καὶ ζήσεται πλὴν δουλεύσει τῷ ἀναληψομένῳ. εἰ μέντοι οἱ ἀγαθοποιοὶ ἢ τούτων τις ἀνατολικὸς εἴη ἢ συναφὴν ποιοῖτο πρὸς Σελήνην, οἱ δὲ
30κακοποιοὶ πρὸς δύσιν εἶεν ἢ τούτων τις, ὑπ’ αὐτῶν πάλιν τῶν γονέων ἀναληφθήσεται. Κατὰ τὸν αὐτὸν δὲ τρόπον, φησίν, καὶ ἐπὶ τῶν διδυμο‐
γόνων σχημάτων ἢ πλειστογόνων συμβαίνει, θεωρεῖται195

196

δὲ τὸ σχῆμα τοῦτο ἀπό τε τῶν φώτων καὶ τοῦ ὡροσκό‐ που, τῶν τε λόγον ἐχόντων πρὸς αὐτοὺς ἀστέρων ἢ τό‐ πων. δισώμων γὰρ ὄντων τῶν τριῶν τόπων, καὶ μάλιστα τῶν δεσποζόντων ἀστέρων τῶν τόπων ἐν δισώμοις ὁμοίως
5ὄντων καὶ τῶν περὶ τὰ φῶτα καὶ τὸν ὡροσκόπον συμπτω‐ μάτων θεωρουμένων, συμβαίνειν δίδυμα γεννᾶσθαι. ἐὰν δέ, φησίν, ὑπὸ δύσιν τις ᾖ καὶ διὰ τοῦτο ἐλαττούμενος τῶν κατὰ δύο ἢ πλείους συνεσχηματισμένων ἀστέρων, ἡμι‐ θανὲς ἔσται τὸ συντεχθησόμενον τῷ γεννωμένῳ ἢ σάρ‐
10κωμά τι ἀτελές, ὅπερ ἐπικύημα καλοῦσιν, ἐὰν δὲ μὴ ὑπὸ δύσιν ᾖ, καθυπερτερῆται δὲ ὑπὸ κακοποιῶν, ἄτροφον, φησίν, ἢ ἄχρονον ἔσται τὸ ὑπὸ τῆς κατ’ αὐτὸν αἰτίας συγ‐ γεγεννημένον, ὅθεν συμβαίνει τῶν διδύμων τὸ μὲν ζῆν, τὸ δὲ παραυτίκα θνῄσκειν ἢ μετ’ ὀλίγον τινὰ χρόνον.
15 Λέγει δὲ καὶ ταῦτα Δωρόθεος ἐν τοῖς περὶ χρόνων ζωῆς. ἀρίθμει, φησίν, ἐπὶ τῶν νυκτὸς γεννωμένων ἀπὸ Ἄρεως ἐπὶ Κρόνον, καὶ τὰ τοσαῦτα ἀπὸ ὡροσκόπου ἔκβαλλε, καὶ ἐὰν καταλήξῃ εἴς τι ζῴδιον οὗ κυριεύει Κρό‐ νος ἐπίκεντρος ὤν, ἄτροφον γεννᾶται. ἐπὶ δὲ τῶν ἡμερι‐
20νῶν ἔμπαλιν ἀπὸ Κρόνου ἐπὶ Ἄρην, καὶ τὰ ἴσα ὁμοίως ἀπὸ ὡροσκόπου, καὶ ἐὰν τοῦ τόπου εἰς ὃν καταλήξει Ἄρης ἐπί‐ κεντρος ὢν κύριος εὑρίσκηται, ἄτροφον ὁμοίως ποιήσει. κἂν Ἄρης δὲ καὶ Κρόνος ὑπόγειοι ὦσιν ἐν θηριώδεσι ζῳ‐ δίοις καὶ τὴν Σελήνην ὁρῶσιν, τὸ παραπλήσιον ποιοῦσιν.
25 Κριτόδημος δὲ ταῦτά φησιν. οἱ φωστῆρες ἐν ταῖς ἐσχά‐ ταις μοίραις τῶν ζῳδίων ὄντες ἀχρόνους ποιοῦσιν· Σελήνη ἐν ἐκλειπτικῷ συνδέσμῳ οὖσα καὶ ὑπὸ Ἡλίου καὶ Ἄρεως ὁρωμένη ἄχρονα ποιεῖ· Σελήνη ἐν τῷ βορείῳ πέρατι ὁμοί‐ ως ὑπὸ Κρόνου ὁραθεῖσα ἄχρονα ποιεῖ· Σελήνη δύνουσα
30πληρουμένη μὲν Ἄρεως ὡροσκοποῦντος, μειουμένη δὲ Κρόνου, ἄχρονα ποιεῖ. ἐὰν δὲ οἱ κακοποιοὶ τὰ κέντρα ἔχω‐
σιν ἐν ἀλλοτρίοις τόποις, οἱ δὲ φωστῆρες ἐν ἀργῷ τόπῳ,196

197

ἄχρονα καὶ κυνόβρωτα ποιεῖ, καὶ ἐὰν οἱ κακοποιοὶ ἔχωσιν ἀνατολάς, οἱ δὲ ἀγαθοποιοὶ κρύψεις, τὸ αὐτὸ ποιοῦσιν. καὶ ἐὰν ἐν ταῖς ἐκλείψεσιν Ἡλίου καὶ Σελήνης ὁ κύριος τοῦ ὡροσκόπου κρύψιν ἔχῃ καὶ μὴ χρηματίζῃ ὀλιγοχρόνια
5ποιεῖ, ἐὰν δὲ μηδεὶς χρηματίζῃ ἄχρονα. καὶ ἐὰν τοῦ ζῳδίου τὰ ἔσχατα μέρη ὡροσκοπῇ, τὰς δὲ πρώτας μοίρας κατέχω‐ σιν οἱ κακοποιοί, ἄχρονα γεννᾶται, ὡς ἐπίπαν δὲ καὶ οἱ τικτόμενοι ἐν ταῖς ἐκλείψεσιν ἢ ἄχρονοι ἢ τυφλοὶ τίκτον‐ ται. καὶ ἐὰν ἡ Σελήνη ἀστέρι κακοποιῷ στηρίζοντι συνάψῃ,
10ὀλιγοχρόνια τὰ τικτόμενα ποιεῖ. Ἰστέον δὲ ὅτι χρὴ σκεπτομένους τὸν περὶ χρόνων ζωῆς τόπον χρήσασθαι ταῖς τῶν ζῳδίων ἀναφοραῖς κατὰ Πτολε‐ μαῖον, οὗ καὶ τῇ μεθόδῳ ὡς ἀληθεστέρᾳ χρησόμεθα καὶ φυσικωτέρᾳ. κατὰ γὰρ τὰς ἐκ τούτου μεθόδους σκέψασθαι
15χρὴ καὶ τὰς οἰκείας ἀναφοράς, οὐχ ὑπονοητέον μέντοι ὡς τῶν ἀναφορῶν ἄλλως καὶ ἄλλως εὑρισκομένων ὑπὸ τὸν αὐτὸν παράλληλον. πόσοι τοίνυν χρόνοι τοῦ ἰσημερινοῦ συναναφέρονται ἑκάστῳ ζῳδίῳ οἵπερ καὶ εἰς ἐνιαυτοὺς παραλαμβάνονται, ἐκ τῶν κανόνων τῶν ἀναφορῶν ἑκά‐
20στου κλίματος ἐν τοῖς ἑξῆς γνωσόμεθα ἐκ τῆς μεθόδου ἣν αὐτὸς ἐκτίθεται. εἰ δ’ ἀπὸ χειρὸς ὁλοσχερῶς βουλη‐ θοίημεν εὑρεῖν τὰς συναναφορὰς ἑκάστου ζῳδίου ἢ καὶ συμμεσουρανήσεις οὕτω ποιοῦμεν. ἔστω γὰρ Κριὸν ἀνα‐ τέλλειν ἐν μοίρᾳ καʹ 𐅷ʹʹ κατὰ τὸν Πτολεμαῖον· γίνονται
25ἐνιαυτοὶ κα καὶ μῆνες η. ἀναλύω τὰ κα ἔτη εἰς μῆνας καὶ γίνονται οἱ πάντες μῆνες σξ, οὓς μερίζω παρὰ τὰς τοῦ ζῳδίου μοίρας λ, καὶ εὑρίσκω ἀνήκοντας ἑκάστῃ μοίρᾳ μῆνας η καὶ ἡμέρας κ, ταῖς δὲ δυσὶ μοίραις δηλονότι μῆνας ιζ καὶ ἡμέρας ι, ταῖς δὲ γ ὁμοίως τὸ τριπλοῦν ἤγουν
30μῆνας κϛ, καὶ ἐφεξῆς ὁμοίως. ἢ καὶ οὕτως· ἀναλύω τὰς κα 𐅷ʹʹ μοίρας εἰς ξ καὶ γίνονται ἑξηκοστὰ ͵ατ· ταῦτα
μερίζω παρὰ τὰς λ μοίρας τοῦ ζῳδίου καὶ εὑρίσκω ἀν‐197

198

ήκοντα ἑκάστῃ μοίρᾳ ζῳδίου λεπτὰ πρῶτα μγ καὶ βʹ κ· καὶ τὰ μὲν μ πρῶτα λεπτὰ ποιοῦσι μῆνας η, τὰ δὲ γ πρῶτα καὶ κ δεύτερα ἡμέρας κ· φανερὸν γὰρ ὡς ἑκάστῳ μηνὶ λεπτῶν πρώτων ε ἀνηκόντων ταῖς κ ἡμέραις γ πρῶτα ἀν‐
5ήκουσι καὶ βʹ κ. αὕτη οὖν ἡ ἔφοδος ἔστω καθ’ ἕκαστον ζῴδιον καὶ κλίμα.
7t〈κεʹ〉 Περὶ χρόνων ζωῆς
8 Ἐκτίθησι μὲν τὴν τοῦ Πτολεμαίου λέξιν παραφράζων καί τινα διὰ τὸ σαφέστερον. καί, φησίν, ὁ περὶ χρόνων
10ζωῆς λόγος ἀνύεται ἔκ τε τῶν ἀφετῶν καὶ τῶν ἀφετικῶν τόπων. εἰσὶ δὲ ἀφέται μὲν ὁ Ἥλιος καὶ ἡ Σελήνη καὶ ὁ κλῆρος τῆς τύχης καὶ ἡ σύνοδος ἢ ἡ πανσέληνος καὶ ὁ ὡροσκόπος, ἀφετικοὶ δὲ τόποι τά τε γ κέντρα, τὸ ὡρο‐ σκοποῦν, τὸ μεσουρανοῦν καὶ τὸ δῦνον, καὶ ἡ ἐπαναφορὰ
15καὶ ἡ προαναφορὰ τοῦ μεσουρανήματος, ἵνα πρὸς τὸν ὡροσκόπον οἱ λοιποὶ τοὺς δ τῶν σχημάτων ἀποδιδῶσι λόγους, ὁ μὲν ἐπαναφερόμενος τῷ μεσουρανήματι τὸν τοῦ ἑξαγώνου, ὁ δὲ τοῦ μεσουρανήματος τὸν τοῦ τετραγώ‐ νου, ὁ δὲ προαναφερόμενος τὸν τοῦ τριγώνου, ὁ δὲ κατὰ
20τὸ δῦνον τὸ διάμετρον. δεῖ οὖν, φησίν, τὸν ἀφέτην καὶ ἐν ἀφετικῷ εἶναι τόπῳ καὶ ὁρᾶσθαι ὑπὸ τοῦ οἰκοδεσπότου ἤγουν τοῦ κυρίου τοῦ τόπου κατὰ τὸν οἶκον ἢ κατὰ τὰ ὅρια ἢ κατὰ τὸ ὕψωμα ἢ κατὰ τὸ τρίγωνον· εἰ γὰρ μὴ θεωροῖτο, οὐκ ἔσται ἀφέτης.
25 Δεῖ δὲ πρῶτον τὸν τῆς αἱρέσεως τοῦ φωτὸς ζητεῖν, οἷον εἰ μὲν εἴη ἡ γένεσις ἡμερινὴ τὸν Ἥλιον, εἰ δὲ νυκτερινὴ τὴν Σελήνην. καὶ εἰ μὲν εὑρεθείη τὸ τῆς αἱρέσεως φῶς— ἤγουν ἡμέρας μὲν ὁ Ἥλιος, νυκτὸς δὲ ἡ Σελήνη—ἐν ἀφε‐ τικῷ τόπῳ καὶ θεωροῖτο ὑπό τινος οἰκοδεσπότου, αὐτῷ
30χρησόμεθα τῷ κατὰ τὴν αἵρεσιν. εἰ δὲ μὴ εἴη, τὸν ἄλλον198

199

φωστῆρα σκοπήσομεν τὸν παρὰ τὴν αἵρεσιν, οἷον τοῦ μὲν Ἡλίου μὴ ὄντος ἐν ἀφετικῷ τόπῳ κατὰ τὴν ἡμερινὴν γένεσιν τῇ Σελήνῃ, τῆς δὲ Σελήνης μὴ οὔσης κατὰ τὴν νυκτερινὴν γένεσιν τῷ Ἡλίῳ. εἰ δὲ μηδέτερον τῶν φώτων
5εἴη ἀφέτης ὡς μὴ ἔν τινι τῶν ἀφετικῶν εὑρεθὲν τόπων, παραληψόμεθα ἐκ τῶν ε πλανωμένων τὸν πλείους ἔχοντα λόγους οἰκοδεσποτίας πρός τε τὸν Ἥλιον καὶ τὴν πρὸ τῆς γενέσεως γεγενημένην σύνοδον (ἡμερινῆς δηλονότι τῆς γενέσεως οὔσης) καὶ ἔτι πρὸς τὸν ὡροσκόπον, νυκτὸς δὲ
10εἰ μήτε ἡ Σελήνη μήτε ὁ Ἥλιος παραλήψεται τὸ ἀφιέναι, ὁ πλείους ἔχων λόγους οἰκοδεσποτίας πρός τε τὴν Σελή‐ νην καὶ τὴν προγενομένην πανσέληνον παραλήψεται τὴν κυρείαν τῆς ἀφέσεως. εἰ δὲ μηδὲ οὗτος, συνοδικῆς μὲν οὔσης τῆς προγεγενημένης συζυγίας ὁ ὡροσκόπος, πανσε‐
15ληνιακῆς δὲ ὁ κλῆρος τῆς τύχης. εἰ δὲ καὶ ἀμφότερα τὰ φῶτα ἢ καὶ ὁ τῆς οἰκείας αἱρέσεως οἰκοδεσπότης ἐν ἀφετι‐ κοῖς εἶεν τόποις, ὁ ἐν τῷ κυριωτέρῳ τόπῳ τῶν ἀφετικῶν παραληφθήσεται· τάξιν γὰρ αὐτῶν παραδέδωκε τοιαύτην ὥστε προκρίνεσθαι μὲν τὸ ὑπὲρ γῆν μεσουράνημα, εἶτα
20τὸν ὡροσκόπον, μεθ’ ὃν τὸ ἐπαναφερόμενον τῷ μεσου‐ ρανήματι, εἶτα τὸ δῦνον, καὶ ἐπὶ πᾶσι τὸ προηγούμενον τοῦ μεσουρανήματος. ἤρτηται οὖν, ὡς ἔφημεν, τὸ πᾶν τοῦτο κεφάλαιον ἔκ τε τῶν ἀφετικῶν τόπων καὶ τῶν ἄφεσιν δυναμένων ποιεῖν τῶν χρόνων τῆς ζωῆς καὶ
25ἔμπαλιν τῶν ἀναιρεῖν δυναμένων, διακρίνεται δὲ ἕκαστον τούτων οὕτως. Τόπους μὲν γὰρ ἀφετικοὺς ε ὡρίσατο ὧν ἐν ἑνὶ χρὴ εἶναι τὸν τὴν κυρείαν τῆς ἀφέσεως λαμβάνοντα ἀστέρα, τό τε περὶ τὸν ὡροσκόπον δωδεκατημόριον ἀπὸ ε μοιρῶν
30τῶν προαναφερομένων ἄχρι καὶ τῶν λοιπῶν κε τῶν ἐπανα‐
φερομένων τῇ ὡροσκοπούσῃ (εἰσαγομένης δηλονότι καὶ199

200

αὐτῆς), καὶ ταύταις ταῖς λ μοίραις δεξιὰς (τουτέστιν εἰς τὰ προηγούμενα) ἑξαγώνους μὲν τὰς τοῦ ιαʹ τόπου ὃν καὶ ἀγαθὸν δαίμονά φασιν, τετραγώνους δὲ τὰς τοῦ ὑπὲρ γῆν μεσουρανήματος, τριγώνους δὲ τὰς τοῦ θʹ τόπου ὃς ἀπό‐
5κλιμα μέν ἐστι καὶ προαναφορὰ τοῦ μεσουρανήματος, καλεῖται δὲ θεοῦ, καὶ διαμέτρους τὰς τοῦ δύνοντος ὡς συμ‐ βαίνειν καὶ ἐπὶ τῆς δυνούσης μοίρας ε μὲν εἶναι τὰς προ‐ καταδυομένας μοίρας, κε δὲ μετ’ αὐτῆς τῆς πρὸς τὴν δύσιν τὰς ἔτι ὑπὲρ γῆν καὶ ἑπομένας αὐτῇ τῇ δυνούσῃ.
10σημειωτέον δὲ ὅτι οὐκ εἶπε δωδεκατημόρια ἀλλὰ πλευ‐ ρὰς ἑξαγώνους τε καὶ τετραγώνους καὶ τριγώνους διὰ τὸ μὴ πάντοτε εἰς τὸ ἀπὸ ὡροσκόπου δʹ ζῴδιον ἤγουν τὸν ιʹ τόπον πίπτειν τὸ μεσουράνημα μήτε εἰς τὸν ιαʹ τὸν ἀγα‐ θὸν δαίμονα μήτε εἰς τὸν θʹ ὃς καλεῖται θεός· διὰ γὰρ τοῦ
15εἰπεῖν ἑξαγώνους καὶ τετραγώνους καὶ τριγώνους πλευ‐ ρὰς ὑπῃνίξατο ὡς μὴ δεῖν πάντοτε τριακονταμοιρίαις διακρίνειν τοὺς τοιούτους τόπους (τοὺς περὶ τὸ μεσουρά‐ νημα δηλαδή), ἀλλ’ ἔστιν ὅτε καὶ πλείοσι τῶν λ καὶ αὖ ἐλάττοσι κατὰ τὸ ἀνάλογον τῆς διαστάσεως τῶν β κέντρων
20τοῦ τε ὡροσκόπου καὶ τοῦ μεσουρανοῦντος, ἢ τοῦ μεσου‐ ρανοῦντος καὶ τοῦ δύνοντος. Γίνεται δὲ ἡ τούτων διάκρισις οὕτως, ὡς ὁ Παγχάριος ἐπεσημήνατο τὸν τόπον τοῦτον ὑπομνηματίζων καὶ φάσ‐ κων οὑτωσί. οὐχ ἁπλῶς δεῖ λαμβάνειν τὰς προαναφερο‐
25μένας ε μοίρας καὶ ἐπαναφερομένας κε· πολλάκις γὰρ οὐχ εὑρίσκεται λ μοιρῶν τελείων τὸ δωδεκατημόριον καθά‐ περ οἱ πολλοὶ ποιοῦσι μὴ κατὰ λόγον. λαμβάνειν οὖν χρὴ τὴν διάστασιν τῶν μοιρῶν ἀπὸ τῆς μεσουρανούσης ἄχρι τῆς ὡροσκοπούσης καὶ ζητεῖν πότερον ἐλλείπει τῶν ϙ
30μοιρῶν ἢ πλεονάζει, καὶ λαβόντας τὴν διαφορὰν σκοπεῖν πηλίκον μέρος ἐστὶν αὕτη τῶν ϙ, καὶ τὸ τηλικοῦτον μέρος
ἢ ἀφαιρεῖν τῆς τριακονταμοιρίας τῶν δωδεκατημορίων200

201

ὅταν ἡ διάστασις τῶν κέντρων ἐλάττων ᾖ τῆς ἐνενηκοντα‐ μοιρίας τοῦ τεταρτημορίου ἢ προστιθέναι ὅταν δηλονότι πλείων ᾖ. καὶ φανερὸν ὡς ὅταν ἡ διάστασις τῶν μοιρῶν τῆς τε ὡροσκοπούσης καὶ τῆς μεσουρανούσης ἐλάττων ᾖ
5τῶν ϙ μοιρῶν, ἡ διάστασις τῆς μεσουρανούσης καὶ δυνού‐ σης πλείων ἔσται τῶν ϙ ταῖς αὐταῖς μοίραις αἷς ἐκείνη ἐλάττων ἐστίν· συναμφότεραι γὰρ αἱ διαστάσεις τὰς τοῦ ἡμικυκλίου περιέχουσι μοίρας ρπ. Ἐκκείσθω δὲ ἡμῖν καὶ ὑπόδειγμα τούτου χάριν σαφη‐
10νείας ἕνεκεν. ἔστω τινὰ ἔχειν τὸν ὡροσκόπον Ὑδροχόου μοῖραν κεʹ, τὸ δὲ μεσουράνημα Τοξότου μοῖραν εʹ. ἀριθ‐ μήσας ἀπὸ τῆς εʹ μοίρας τοῦ Τοξότου ἕως τῆς κεʹ μοίρας τοῦ Ὑδροχόου ἔχω μοίρας π· ἔχω γὰρ κε τοῦ Τοξότου καὶ Αἰγοκέρωτος λ καὶ Ὑδροχόου κε. οὐκοῦν ἐλλείπουσι μοῖ‐
15ραι ι, αἵπερ εἰσὶ μέρος τῶν ϙ θʹ. λαβὼν οὖν ἀπὸ τῆς εʹ μοί‐ ρας τοῦ Τοξότου ὡς πρὸς ἀνατολὰς μοίρας ιε καὶ τούτων τὸ θʹ (ὅπερ ἐστὶ μοῖρα α ἑξηκοστὰ μ) ἀφελὼν τῶν ιε μοι‐ ρῶν, τὰς λοιπὰς ιγ κ προσθεὶς ταῖς ε μοίραις τοῦ κατὰ τὸν Τοξότην μεσουρανήματος, τὰς γινομένας τοῦ Τοξότου
20ιη κ ἔσχον τέλος μὲν τοῦ μεσουρανοῦντος δωδεκατημο‐ ρίου, ἀρχὴν δὲ τοῦ ιαʹ τόπου, τουτέστι τοῦ ἀγαθοῦ δαί‐ μονος. πάλιν δὲ τῶν τοῦ δωδεκατημορίου λ τὸ θʹ (ὅ ἐστι μοῖραι γ κ) ἀφελὼν αὐτῶν τῶν λ, τὰς λοιπὰς κϛ μ προσ‐ θεὶς ταῖς εὑρεθείσαις τοῦ Τοξότου μοίραις ιη κ καὶ τῶν
25γενομένων μοιρῶν με ἀφελὼν τὰς τοῦ Τοξότου λ, τὰς λοι‐
πὰς ιε αἵ εἰσι τοῦ Αἰγοκέρωτος ἔσχον τέλος μὲν τοῦ201

202

ἀγαθοῦ δαίμονος, ἀρχὴν δὲ τοῦ κακοδαιμονήματος. καὶ ἔτι ταῖς αὐταῖς ιε τοῦ Αἰγοκέρωτος προσθεὶς τὰς ἀποδε‐ δειγμένας τοῦ δωδεκατημορίου κϛ μ καὶ τῶν γενομένων μα κ ἀφελὼν τὰς τοῦ Αἰγοκέρωτος μοίρας λ, τὰς λοιπὰς
5ια κ τοῦ Ὑδροχόου ἔσχον τέλος μὲν τοῦ κακοδαιμονήματος, ἀρχὴν δὲ τοῦ ὡροσκοποῦντος δωδεκατημορίου ὥστε αἱ προαναφερόμεναι κατὰ ταύτην τὴν θέσιν τῇ ὡροσκοπούσῃ μοίρᾳ μοῖραί εἰσι ιγ μ καὶ οὐ ε. εἶτα μετελθὼν εἰς τὰ πρὸς δυσμὰς β κέντρα τό τε μεσουράνημα καὶ τὸ δῦνον, ἐπεὶ ἡ
10τούτων διάστασις μοιρῶν ἐστιν ρ, πλεονάζουσαι τῶν ϙ μοιρῶν ι αἵτινες πάλιν μέρος θʹ εἰσὶν αὐτῶν, καὶ λαβὼν ἀπὸ τῆς εʹ μοίρας τοῦ κατὰ τὸν Τοξότην μεσουρανήματος ὡς πρὸς δυσμὰς μοίρας ιε καὶ ταύταις τὸ θʹ αὐτῶν α μ προσθεὶς καὶ τῶν γενομένων ιϛ μ ἀφελὼν τὰς ε τοῦ Τοξό‐
15του καὶ τὰς λοιπὰς ια μ ἀφελὼν τῶν τοῦ Σκορπίου λ, τὰς λοιπὰς ιη κ τοῦ Σκορπίου ἔσχον ἀρχὴν μὲν τοῦ μεσουρα‐ νοῦντος δωδεκατημορίου, τέλος δὲ τοῦ καλουμένου θεοῦ. ταῖς δὲ τοῦ δωδεκατημορίου λ μοίραις προσθεὶς τὸ θʹ μέρος αὐτῶν (ὅ ἐστι μοῖραι γ κ) καὶ τὰς γενομένας λγ κ προσ‐
20θεὶς ταῖς τοῦ Σκορπίου ια κ καὶ τῶν γενομένων ὁμοῦ μοιρῶν μδ μ ἀφελὼν μὲν τὰς τοῦ Σκορπίου λ, ἀπὸ δὲ τῶν τοῦ Ζυγοῦ λ τὰς ιδ μ, τὰς λοιπὰς ιε τοῦ Ζυγοῦ ἔσχον μὲν ἀρχὴν τοῦ θʹ τόπου, τουτέστι τοῦ καλουμένου θεοῦ, τέλος δὲ τοῦ ηʹ τόπου ὃν καὶ τόπον ἀργὸν καλοῦσιν. πάλιν δὲ τὰς
25ἀποδειχθείσας τοῦ δωδεκατημορίου λγ κ προσθεὶς ταῖς
τοῦ Ζυγοῦ ιε καὶ τῶν γενομένων μη κ ἀφελὼν μὲν τὰς202

203

τοῦ Ζυγοῦ λ, ἀπὸ δὲ τῶν τῆς Παρθένου λ τὰς ιη κ, τὰς λοιπὰς τῆς Παρθένου ια μ ἔσχον ἀρχὴν μὲν τοῦ ηʹ τόπου, τέλος δὲ τοῦ δύνοντος δωδεκατημορίου. Οὕτως οὖν χρὴ ἡμᾶς ποιεῖν τὴν τῶν δωδεκατημορίων
5διαίρεσιν ἵνα μὴ λάθῃ ποτὲ ὁ ἀφέτης ἐκπεσὼν εἰς ἀργὸν τόπον ἢ ἐν ἀργῷ ὢν δόξῃ ἐν ἀφετικῷ εἶναι, ἢ ὄντα ἐπὶ τοῦ μεσουρανήματος ἢ ἄλλης θέσεως εἰς ἑτέραν ἡμεῖς αὐτὸν παραλάβωμεν μὴ ἀληθῶς οὕτως ἔχοντα. Ταῦτα μὲν σαφηνείας χάριν ἡμῖν μέχρι τούτων εἰρήσθω·
10οὐκ ὀκνητέον μέντοι καὶ ἔτι παρεκτεῖναι τὸ σκέμμα διὰ τὴν πολυμερῆ καὶ πολυθρύλλητον αὐτοῦ θεωρίαν. τοὺς μὲν οὖν ἀφετικοὺς ε τόπους οὕτως ἔχομεν διευκρινημέ‐ νους, ἕκαστον εἰς τὴν οἰκείαν ποσότητα τῶν μοιρῶν. προ‐ κρίνονται δὲ ἐν τούτοις εἰς δύναμιν ἐπικρατήσεως πρῶτον
15μὲν τὸ ὑπὲρ γῆν μεσουράνημα (τουτέστιν ὅλον τὸ περὶ τὴν μεσουρανοῦσαν μοῖραν δωδεκατημόριον καθὰ διακέκρι‐ ται), εἶτα τὸ κατὰ τὴν ἀνατολὴν ἤγουν τὴν ὡροσκοποῦσαν μοῖραν (καὶ τοῦτο ὡς διακέκριται), εἶτα τὸ κατὰ τὴν ἐπαναφορὰν τοῦ μεσουρανήματος, εἶτα τὸ περὶ τὴν δύνου‐
20σαν μοῖραν, καὶ ἐπὶ πᾶσι τελευταῖον τὸ κατὰ τὸν θʹ τόπον τὸν καλούμενον θεόν. τὸ δὲ ὑπὸ γῆν, φησίν, πᾶν ἡμισφαί‐ ριον ἀθετητέον πρὸς τὴν τηλικαύτην κυρείαν πλὴν μόνων τῶν παρ’ αὐτὴν τὴν ἐπαναφορὰν εἰς φῶς ἐρχομένων καὶ ἔτι τῶν πρὸ τῆς δυνούσης καταδεδυκυιῶν μοιρῶν, καὶ ἔτι
25τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου οὔτε τὸ ἀσύνδετον τῷ ὡρο‐ σκόπῳ ὅπερ ἐστὶ τὸ ηʹ, ὃ ἀργὸς τόπος καλεῖται, οὔτε τὸ ιβʹ τὸ καὶ κακοδαιμόνημα λεγόμενον παραληπτέον διὰ τὸ τὰ ἄστρα, φησίν, ἐν αὐτοῖς ὄντα μετὰ τοῦ ἀποκεκλικέναι ἔτι καὶ τὸ ἐκ τῶν τῆς γῆς ὑγρῶν ἀναθυμιάσεων παχὺ καὶ
30ἀχλυῶδες ἐμπόδιον ἔχειν πρὸς τὴν ἀπ’ αὐτῶν ἐπὶ τὴν γῆν ἀπόρροιαν, δι’ ὃ καὶ παρὰ τὰ χρώματα καὶ τὰ μεγέθη
ἃ κατὰ φύσιν ἔχουσι φαίνονται.203

204

Ἀφέτας δ’ ὡρίσατο ἡμέρας μὲν τὸν Ἥλιον πρῶτον, εἴπερ δηλονότι ἔν τινι τῶν ἀφορισθέντων ἀφετικῶν ε τόπων εὑρεθείη, εἰ δὲ μὴ τὴν Σελήνην ὁμοίως, εἰ δὲ μηδὲ αὕτη εὑρίσκοιτο ἔν τινι τούτων τὸν δυνάμενον ἐκ τῶν ε
5ἀστέρων λόγους ἔχειν οἰκοδεσποτίας πρός τε τὸν Ἥλιον (ἤγουν τὸ δωδεκατημόριον ὃ ἐπέχει ὁ Ἥλιος) καὶ τὴν προ‐ γενομένην τῆς γενέσεως σύνοδον καὶ τὸν ὡροσκόπον, οὐχ ἵν’ ἐξ ἀνάγκης καὶ πρὸς τοὺς τρεῖς λόγους ἔχῃ οἰκοδεσ‐ ποτίας (τοῦτο γὰρ ἀδύνατον εἰ μὴ εἴη ἡ σύνοδος κατ’ αὐτὴν
10τὴν ὥραν τῆς γενέσεως ἢ καὶ πρὸ αὐτῆς ἔγγιστα), ἀλλὰ κἂν μὴ πρὸς τὰ γ ἀλλ’ οὖν πρὸς τὰ β ἢ τέως πρὸς τὸ α, εἰ δὲ μηδ’ ἐκ τῶν ε ἀστέρων εὑρίσκοιτό τις τὴν κυρείαν τῆς ἀφέσεως εἰληφώς, τὸν ὡροσκόπον. ἐπισαφηνίζων δ’ ἐφ‐ εξῆς ὁ Πτολεμαῖος τίνας εἶπεν οἰκοδεσποτικοὺς λόγους
15ἐπάγει λέγων· ὅταν τῶν οἰκοδεσποτικῶν λόγων ε ὄντων, τοῦ τε κατὰ τοὺς οἴκους, τοῦ κατὰ τὰ ὑψώματα, τοῦ κατὰ τὰ ὅρια, τοῦ κατὰ τὰ τρίγωνα, καὶ ἔτι τοῦ κατὰ τὰς φάσεις, εὑρεθῇ τις τῶν ε ἀστέρων πλείονας ἔχων λόγους πρὸς ἕνα τῶν εἰρημένων γ Ἡλίου, συνόδου ἢ ὡροσκόπου, 〈...〉. καὶ
20οὕτω μὲν ἐπὶ τῶν ἡμερινῶν γενέσεων, ἐπὶ δὲ τῶν νυκτερι‐ νῶν πρῶτον μὲν ἀφέτην ὡρίσατο τὴν Σελήνην εἴπερ ἔν τινι τῶν ἀφετικῶν τόπων εὑρίσκοιτο, εἰ δὲ μὴ τὸν Ἥλιον. δῆλον δὲ ὡς οὐκ ἂν εὑρεθείη ὁ Ἥλιος ἀφέτης ἐν νυκτὶ εἰ μὴ μόνον πλησίον τοῦ ὁρίζοντος ὑπὸ γῆν ἔν τε ταῖς κε μοί‐
25ραις ταῖς ἐπαναφερομέναις μοίραις τῇ ὡροσκοπούσῃ καὶ ἐν ταῖς ε ταῖς προδεδυκυίαις τῆς δυνούσης. ἐὰν δὲ μηδὲ οὗτος τύχῃ ἔν τινι τῶν ἀφετικῶν τόπων, τὸν πλείονας οἰκο‐ δεσποτίας λόγους ἔχοντα πρός τε τὴν Σελήνην καὶ τὴν προγενομένην πανσέληνον καὶ πρὸς τὸν κλῆρον τῆς τύχης
30〈...〉. παρέδωκε δὲ καὶ μέθοδον τῆς εὑρέσεως τοῦ κλή‐204

205

ρου τῆς τύχης, ὅστις καὶ σαφὴς ὢν οὐ δεῖται τῆς ἡμῶν ἑρμηνείας. Ἐνταῦθα δ’ ὁ Παγχάριος ἐπιστατῶν ὡς ἐν εἴδει ἀπορίας περὶ τοῦ λόγον ἔχοντος οἰκοδεσποτίας πρὸς τὴν προγεγο‐
5νυῖαν πανσέληνον τίνος χάριν εἴρηκε πανσέληνον καὶ οὐχ ἁπλῶς πρὸς τὴν ἔγγιστα συζυγίαν 〈...〉. ἴσως γὰρ ἀπί‐ θανον δόξειεν ἂν τὸ ζητεῖν πανσεληνιακὴν συζυγίαν πρὸ τῆς γενέσεως γεγενημένην εἴπερ συνοδικὴ γένοιτο ἐγγύ‐ τερον. ἐπὶ μὲν γὰρ τῆς ἡμερινῆς γενέσεως κἂν ἡ ἔγγιστα
10προγεγενημένη συζυγία πανσεληνιακὴ εἴη οὐκ ἀλόγως δοκεῖ ἐπὶ τὴν συνοδικὴν ἀνατρέχειν ὡς προκαταρκτικὴν μᾶλλον οὖσαν ἢ τὴν πανσεληνιακήν, ἐπὶ δὲ τῶν νυκτερι‐ νῶν τίνα λόγον ἔχει ἀφέντας τὴν ἐγγύτερον συνοδικὴν ἐπὶ τὴν πανσεληνιακὴν ἀνατρέχειν; ἀλλ’ ἴσως, φησίν, διὰ
15τὸ τῆς νυκτὸς ἀφώτιστον, ἅμα δὲ καὶ τὸ τῆς Σελήνης κατὰ τὴν σύνοδον εὔλογον εἰς τὴν πανσέληνον ἀνατρέχειν φωτὸς οὖσαν πλήρη καὶ τὸ τῆς νυκτὸς ἀφώτιστον ἀναπληροῦσαν, ἴσως δ’ ὅτι καὶ οὗτος εὔλογον ἡγεῖται τὸ τὴν προγενο‐ μένην ἁπλῶς συζυγίαν ζητεῖν καὶ οὐκ ἐξ ἀνάγκης τὴν
20πανσεληνιακὴν ἐκ τῶν ἐφεξῆς εἰρημένων αὐτῷ δίδωσιν ὑπονοεῖν. φησὶ γὰρ ὡς ἐὰν μηδὲ ὁ οἰκοδεσπότης εὑρίσκηται ἔν τινι τῶν ἀφετικῶν τόπων χρῆσθαι δεῖ ἀφέτῃ εἰ μὲν ἡ προγενομένη συζυγία πανσεληνιακὴ εἴη τῷ κλήρῳ τῆς τύ‐ χης εἰ ἔν τινι τῶν ἀφετικῶν τόπων εἴη, εἰ δὲ συνοδικὴ τῷ
25ὡροσκόπῳ. σημειωτέον δ’ ὅτι ὁ ὡροσκόπος οὐ μόνον ἀφετικός ἐστι τόπος, ἀλλὰ καὶ ἀφέτης ἐστὶν ὅτε γίνεται ἐπὶ τούτοις. Ἐὰν δέ, φησὶν ὁ Πτολεμαῖος, συμβαίῃ εἶναι τὸν Ἥλιον καὶ τὴν Σελήνην κατὰ ἀφετικῶν τόπων, εἶναι δὲ καὶ τὸν
30τῆς οἰκείας αἱρέσεως οἰκοδεσπότην (τουτέστιν ἡμέρας205

206

μὲν τὸν τοῦ Ἡλίου ἢ τὸν τῆς συνόδου ἢ τὸν τοῦ ὡροσκό‐ που, νυκτὸς δὲ τὸν τῆς Σελήνης ἢ τῆς πανσελήνου ἢ τοῦ κλήρου τῆς τύχης), τότε σκοποῦμεν τίς αὐτῶν τὸν δυνα‐ τώτερον ἐπέχει τόπον καὶ πλείονας οἰκοδεσποτίας λόγους
5ὧν ἐξηγήσατο, κἀκείνῳ δίδομεν τὴν κυρείαν τῆς ἀφ‐ έσεως. Τότε δὲ μόνον τὸν οἰκοδεσπότην δεῖ προκρίνειν καὶ ἀμφοτέρων τῶν λοιπῶν ὅταν πρὸς τῷ κυριωτέρῳ ἐπεῖ‐ ναι τόπῳ καὶ πρὸς ἑκατέρας τὰς αἱρέσεις οἰκοδεσποτίας
10λόγον ἔχῃ. Μετὰ δὲ τὸ διορίσασθαι καὶ τοὺς ἀφέτας ἐπὶ τοὺς τρό‐ πους τῆς ἀφέσεως ἔρχεται, καὶ τούτους β παραδίδωσιν οἳ καί εἰσιν ὅ τε εἰς τὰ ἑπόμενα μόνον τῶν ζῳδίων ὅν φησιν ὑπὸ τὴν καλουμένην ἀκτινοβολίαν, περὶ ἧς ἀκτινο‐
15βολίας ἐν ταῖς ἀρχαῖς εἴρηται, ὅταν ἐν τοῖς ἀπηλιωτικοῖς (τουτέστι τοῖς ἀπὸ τοῦ μεσουρανήματος ἐπὶ τὸν ὡρο‐ σκόπον τόποις) ὁ ἀφέτης ᾖ, καὶ ὁ οὐ μόνον εἰς τὰ ἑπόμενα ἀλλὰ καὶ εἰς τὰ προηγούμενα κατὰ τὴν λεγομένην ὡρι‐ μαίαν ὅταν ἐν τοῖς ἀποκεκλικόσι τοῦ μεσουρανήματος
20τόποις ᾖ ὁ ἀφέτης. ὡριμαία δὲ ἐκλήθη ἡ τοιαύτη ἄφεσις ὅτι μόνη ἡ τοῦ δυτικοῦ κέντρου μοῖρα ἀναιρεῖ αὐτήν, προσ‐ τιθέασι δὲ οἱ ἀγαθοποιοὶ καὶ ἀφαιροῦσιν οἱ κακοποιοὶ κατὰ τὴν ποσότητα τῶν ὡριαίων χρόνων ἑκάστης μοίρας αὐτῶν καὶ κατὰ τὴν ἀπὸ τοῦ ὡροσκόπου ἀπόστασιν.
25 Τούτων δέ, φησίν, οὕτως ἐχόντων κατὰ μὲν τὴν εἰς τὰ προηγούμενα τῶν ζῳδίων ἄφεσιν ἀναιρετικὴ γίνεται μοῖρα ἡ τοῦ δυτικοῦ ὁρίζοντος μόνη διὰ τὸ ἀφανίζειν τὸν κύριον τῆς ζωῆς, δύνοντα δηλαδή, αἱ δὲ τῶν οὕτως ὑπαντώντων ἢ μαρτυρούντων ἀστέρων ἀφαιροῦσι μόνον καὶ προστι‐
30θέασιν ἔτη τοῖς μέχρι τῆς καταδύσεως τοῦ ἀφέτου συν‐206

207

αγομένοις, οὐκ ἀναιροῦσι δὲ διὰ τὸ μὴ αὐτούς, ἤγουν τοὺς ἀστέρας, ἐπιφέρεσθαι, ἤγουν ἐπέρχεσθαι, ἐπὶ τοὺς τόπους τῶν ἀφετῶν ἀλλὰ τοὺς τόπους τῶν ἀφετῶν ἐπὶ τοὺς τόπους τῶν ἀστέρων. τοῦτο δέ φησιν οὐ πρὸς τὴν ἐπὶ τοῦ
5ζῳδιακοῦ κίνησιν τῶν ἀστέρων ἀποσκοπῶν (κατὰ ταύ‐ την γὰρ ἀπὸ τῶν προηγουμένων ἐπὶ τὰ ἑπόμενα οἱ ἀστέ‐ ρες κινοῦνται), ἀλλὰ πρὸς τὴν ἐπὶ τοῦ διαθέματος καθ’ ἣν ὡς ἀπὸ τῶν ἑπομένων ἐπὶ τὰ προηγούμενα τοὺς τόπους μεταμείβουσιν. διὰ τοῦτο οὖν φησιν ἐπὶ τῆς τοιαύτης
10θέσεως· οὐκ ἀναιροῦσιν οἱ κακοποιοί, ἀλλὰ μόνον ἀφαι‐ ροῦσιν ὅτι οὐκ ἔρχονται οἱ κακοποιοὶ ἐπὶ τοὺς τόπους τῶν ἀφετῶν (τουτέστιν ὡς ἀπὸ τῶν προηγουμένων ἐπὶ τὰ ἑπόμενα), ἀλλὰ τὸ ἀνάπαλιν οἱ ἀφέται ἐπὶ τοὺς τόπους τῶν κακοποιῶν, ὡς ἀπὸ τῶν ἑπομένων δηλονότι ἐπὶ τὰ
15προηγούμενα. προστιθέασιν οὖν, φησίν, οἱ ἀγαθοποιοὶ ἐπὶ ταύτης τῆς θέσεως καὶ ἀφαιροῦσιν οἱ κακοποιοί, τοῦ τοῦ Ἑρμοῦ πάλιν ὁποτέροις ἂν αὐτῶν συσχηματισθῇ προσ‐ τιθεμένου. ὁ δὲ ἀριθμὸς τῆς προσθέσεως ἢ ἀφαιρέσεως θεωρεῖται διὰ τῆς καθ’ ἕκαστον μοιροθεσίας· ὅσοι γὰρ
20ἂν ὦσι τῆς ἑκάστου μοίρας ὡριαῖοι χρόνοι ἐν τῷ οἰκείῳ κλίματι, ἡμέρας μὲν οὔσης οἱ τῆς ἡμέρας, νυκτὸς δὲ οἱ τῆς νυκτός (τουτέστιν οἱ τῇ διαμετρούσῃ παρακείμενοι μοίρᾳ), τοσοῦτον πλῆθος ἐτῶν ἔσται τὸ τέλειον, ὅπερ ἐπὶ τῆς ἀνατελλούσης μοίρας ὄντων τῶν κακοποιῶν ἢ τῶν ἀγα‐
25θοποιῶν ὅλον λογιστέον, κατὰ τὸ ἀνάλογον δὲ τῆς ἀποχω‐ ρήσεως ὑφαιρετέον ἕως ἂν πρὸς τὴν δύσιν εἰς τὸ μηδὲν καταντήσῃ. Ἵνα δὲ μᾶλλον καὶ ἔτι σαφέστερον ποιήσωμεν τὸ τοιοῦ‐ τον ὅλον χωρίον, τουτέστι τὸ λεγόμενον ὑπ’ αὐτοῦ ὅτι ἐὰν
30εὑρεθῇ ὁ ἀφέτης ἐν ταῖς ἀποκεκλικυίαις τοῦ μεσουρανή‐
ματος μοίραις ποιήσεται τὴν τῶν χρόνων ἄφεσιν ὡς ἐπὶ τὰ207

208

προηγούμενα κατὰ τὴν δύνουσαν μοῖραν ἣν καὶ ἀναιρετι‐ κὴν καλεῖ διὰ τὸ κατ’ αὐτὴν γενόμενον τὸν ἀφέτην, ἤγουν τὸν κύριον τῆς ζωῆς, καταδύεσθαι καὶ οἷον ἀφανίζεσθαι. συνάγονται δὲ οἱ χρόνοι οἱ ἀπὸ τοῦ ἀφέτου ἄχρι τῆς δυνού‐
5σης μοίρας οὕτως· λαβόντες γὰρ τοὺς παρακειμένους ἀνα‐ φορικοὺς χρόνους τῇ τοῦ ἀφέτου μοίρᾳ ἐπὶ τοῦ ὑποκει‐ μένου κλίματος καὶ ἔτι τοὺς παρακειμένους τῇ δυνούσῃ, καὶ ἀφελόντες ἀπὸ τῶν πλειόνων τὰς ἐλάσσονας, τὰς λοι‐ πὰς τοσοῦτον πλῆθος ἐτῶν ἕξομεν ἀπὸ τῆς ἀφετικῆς
10μοίρας ἄχρι τῆς ἀναιρετικῆς. Οἷον ἔστω ἐπὶ ἡμερινῆς γενέσεως εἶναι μὲν τὸν ἀφέτην ἐν Τοξότου μοίρᾳ ηʹ, τὴν δὲ δύνουσαν ἐν Ζυγοῦ μοίρᾳ ιʹ. παράκεινται δὲ τῇ μὲν ηʹ τοῦ Τοξότου ἐπὶ τοῦ δι’ Ἑλλησ‐ πόντου κλίματος χρόνοι ἀναφορικοὶ σξϛ με, τῇ δὲ ιʹ τοῦ
15Ζυγοῦ ρϙα μ. ἀφαιρουμένων δὲ τῶν ρϙα μ ἀπὸ τῶν σξϛ με, λείπονται οε ἔγγιστα ἃ καὶ εἰς ἔτη καταλογίζεται. μετὰ δὲ ταῦτα ζητοῦμεν καὶ τὸν ὑπαντήτορα εἴτε ἀγαθο‐ ποιὸν εἴτε κακοποιόν. καὶ εὑρόντες τὴν μοῖραν αὐτοῦ εἰσάγομεν ταύτην εἰς τὸ αὐτὸ κανόνιον τοῦ ὑποκει‐
20μένου κλίματος καὶ τοὺς παρακειμένους αὐτῇ ὡριαίους χρόνους ἔτη ἀπογραφόμεθα. καὶ ταῦτα ἔχοντες ὁλόκληρα εἴπερ ὁ ὑπαντήτωρ ἐν τῇ ὡροσκοπούσῃ μοίρᾳ εὑρίσκε‐
ται ἢ προστίθεμεν τοῖς τοῦ ἀφέτου ἔτεσιν εἴ ἐστιν ἀγα‐208

209

θοποιὸς ὁ ὑπαντήτωρ ἢ ἀφαιροῦμεν ἐξ αὐτῶν εἴ ἐστι κακοποιός. καὶ τὰ οὕτω μετὰ τὴν προσθήκην ἢ ἀφαίρεσιν συναγόμενα ἔτη ἀποφαινόμεθα. Οἷον ἔστω ἐπὶ τοῦ προεκτεθέντος ὑποδείγματος ἐν ᾧ
5εὕρηται τὰ ἀπὸ τοῦ ἀφέτου ἔτη οε ὁ τοῦ Κρόνου κατὰ τὴν ὡροσκοποῦσαν μοῖραν τοῦ Κριοῦ ιʹ. καὶ ἐπεὶ κατὰ τὸ αὐτὸ τῶν ἀναφορῶν κανόνιον ἐπὶ τοῦ αὐτοῦ κλίματος τῇ ιʹ τοῦ Κριοῦ παράκεινται χρόνοι ὡριαῖοι ιε 𐅶 ἔγγιστα, τούτους ὡς ἔτη ἀφαιρῶν ἀπὸ τῶν τοῦ ἀφέτου οε τὰ λοιπὰ
10νθ 𐅶 φήσομεν εἶναι τὸν ὅλον χρόνον τῆς ζωῆς τοῦ γεν‐ νωμένου. εἰ δὲ ἦν ὁ ἐπὶ τῆς ὡροσκοπούσης μοίρας ὑπαν‐ τήτωρ ἀγαθοποιός, ὡς φέρε εἰπεῖν ὁ Ζεὺς ἢ ἡ Ἀφροδίτη, προσετίθεμεν ἂν τὰ ιε 𐅶 τοῖς οε, καὶ τὰ γενόμενα ϙ 𐅶 ἐλέγομεν εἶναι τὸν χρόνον τῆς ζωῆς τοῦ γεννωμένου. καὶ
15ταῦτα μὲν εἰ ὁ ὑπαντήτωρ ἐπὶ τῆς ὡροσκοπούσης τύχοι μοίρας, εἰ δὲ μὴ κατὰ ἀναλογίαν τῆς ἀποχωρήσεως ἔσται καὶ ἡ λῆψις τῶν ὡριαίων χρόνων. ὅσων γὰρ ἂν καιρικῶν ὡρῶν ἡ ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἀπόστασις τοῦ ὑπαντήτορος ᾖ, τοσαῦτα ιβʹ τῶν ἐκ τοῦ κανόνος ὡριαίων
20χρόνων ἀφελόντες αὐτῶν τὰ λοιπὰ ἢ προσθήσομεν τοῖς τοῦ ἀφέτου ἢ ἀφελοῦμεν αὐτῶν. Οἷον ἔστω ὁ Κρόνος μὴ ἐπὶ τῆς ὡροσκοπούσης μοίρας, ἀλλ’ ἀφεστάτω ταύτης ὡς πρὸς δυσμὰς ὥραις καιρι‐ καῖς γ. καὶ ἐπεὶ αἱ γ καιρικαὶ ὧραι γ ιβʹ εἰσὶ τῆς ἡμέρας,
25εἰσὶ δὲ καὶ τῶν ιε λ ὡριαίων χρόνων τὰ γ ιβʹ γ νβ ἔγγιστα, ταῦτα ἀφαιροῦμεν τῶν ιε λ καὶ τὰ λοιπὰ ια λη ἀφαιροῦ‐ μεν πάλιν ἀπὸ τῶν τοῦ ἀφέτου οε. καὶ τὰ λοιπὰ ξγ γʹ ἔγγιστα λέγομεν εἶναι ἔτη τῆς ὅλης ζωῆς τοῦ ἀνθρώπου, ὥστε εἰ ἔτυχεν ὁ Κρόνος ἐπὶ τῆς δυνούσης ο ἂν ἀφῃροῦ‐
30μεν τῶν οε ἐτῶν τοῦ ἀφέτου. Καὶ οὕτω μὲν εἴπερ εἷς ἐστιν ὁ ὑπαντήτωρ, εἰ δὲ δύο, εἰ μὲν καὶ ἄμφω κακοποιοὶ καὶ ἀμφοτέρων ὁμοίως τὰ ἀπὸ
τῶν ὡριαίων χρόνων οἰκείως ἑκάστου συναγόμενα ἔτη209

210

ἀφελοῦμεν τῶν τοῦ ἀφέτου ἐτῶν, εἰ δ’ ἀγαθοποιοὶ καὶ ἀμφότεροι προσθήσομεν, εἰ δ’ ἀγαθοποιὸς μὲν ὁ εἷς, κακοποιὸς δὲ ὁ ἕτερος, τὰ ἐλάσσονα ἐκ τῶν μειζόνων ἀφελόντες τὰ λοιπά, εἰ μὲν ἐκ τῶν τοῦ ἀγαθοποιοῦ ἦσαν
5προσθήσομεν τοῖς τοῦ ἀφέτου, εἰ δ’ ἐκ τῶν τοῦ κακο‐ ποιοῦ ἀφελοῦμεν. οὕτω μὲν οὖν ἐπὶ τῶν ἡμερινῶν ποιοῦ‐ μεν γενέσεων, ἐπὶ δὲ τῶν νυκτερινῶν τἆλλα μὲν ἀπαραλ‐ λάκτως, τοὺς μέντοι ἀναφορικοὺς χρόνους τοῦ ἀφέτου καὶ τοὺς ὡριαίους τοῦ ὑπαντήτορος ἐκ τῶν παρακειμένων ταῖς
10διαμετρούσαις τῇ τε τοῦ ἀφέτου καὶ τῇ τοῦ ὑπαντήτορος λαμβάνομεν. Ἐὰν δὲ ἐπὶ τοῦ δύνοντος δωδεκατημορίου τύχῃ ὢν ὁ ἀφέτης, ὅρα, φησὶν ὁ Παγχάριος, μὴ ἐὰν οὕτω ποιῶμεν (τουτέστιν εἰς τὰ προηγούμενα ἀπὸ τῆς συνεγγιζούσης τῇ
15δυτικῇ μοίρᾳ ἣν καὶ ἀναιρετικήν φησιν) τῆς ἀφέσεως γινο‐ μένης ἄχρονος ἔσται ὁ τῆς ζωῆς κύριος. τοῦτο δέ φησιν ἢ λαθεῖν τὸν Πτολεμαῖον εἰς τὸ διευκρινῆσαι ἢ μὴ λαθὸν παραπέμπειν τὴν τούτου διάκρισιν πρὸς τοὺς ἐπιστήμονας, ὅθεν ἐγκρίνει ὁ Παγχάριος ὡς ἐὰν εὑρεθῇ ὁ ἀφέτης ἐπὶ τοῦ
20δυτικοῦ ὁρίζοντος εἰς τὰ ἑπόμενα τὴν ἄφεσιν αὐτοῦ ποιή‐ σομεν· οὕτω γὰρ καὶ τὸ προαναφωνηθὲν αὐτῷ συμφωνή‐ σει περὶ τῆς ἀφέσεως ὅτι οὐ μόνον εἰς τὰ προηγούμενα γίνεται, ἀλλὰ καὶ εἰς τὰ ἑπόμενα. ἐπὶ μὲν γὰρ τῶν ε μοι‐ ρῶν τῶν πρὸ τῆς δυνούσης οὐκ ἀμφίβολόν φησιν εἶναι ὅτι
25εἰς τὰ ἑπόμενα οἴσομεν τὸν ἀφέτην ἐπ’ αὐτὴν τὴν δύνου‐ σαν, ἀλλ’ ὅμως εἰ αὕτη ἀναιρετικὴ εἴη ὀλιγοχρόνια ἔσται. εὕρομεν δὲ πολλάκις, φησίν, τῇ πείρᾳ καὶ ἐπὶ τού‐ των τῶν μοιρῶν καὶ ἐπὶ τῶν ἑξῆς τῇ δυνούσῃ μοίρᾳ δυνά‐ μενον εἶναι ἀφέτην καὶ ὀλιγοχρονίους μὴ ποιεῖν τὰς γενέ‐
30σεις. περὶ μὲν δὴ τοῦ ἑνὸς τρόπου τῶν ἀφέσεων τοῦ εἰς τὰ
προηγούμενα τοσαῦτα εἰρήσθω.210

211

Μεταβὰς δ’ ἐντεῦθεν ὁ Πτολεμαῖος καὶ ἐπὶ τὸν ἕτερον τρόπον τὸν εἰς τὰ ἑπόμενα ποιοῦντα τὴν ἄφεσιν ὅταν ἀπὸ τῆς μεσουρανούσης μοίρας ἄχρι καὶ τῆς ὡροσκοπούσης ὁ ἀφέτης εὑρίσκηται, κατὰ δὲ τὴν εἰς τὰ ἑπόμενα, φησίν,
5τῶν ζῳδίων ἄφεσιν ἀναιροῦσιν οἵ τε τῶν κακοποιῶν τόποι Κρόνου καὶ Ἄρεως ἤτοι σωματικῶς ὑπαντώντων ἢ ἀκτῖνα ἐπιφερόντων ὁθενδήποτε τετράγωνον ἢ διάμετρον, ἐνίοτε δὲ καὶ ἐπὶ τῶν ἀκουόντων ἢ βλεπόντων κατ’ ἰσοδυναμίαν ἑξάγωνον, καὶ αὐτὸς δὲ ὁ τῷ ἀφετικῷ τόπῳ τετράγωνος
10ἀπὸ τῶν ἑπομένων, ἐνίοτε δὲ καὶ ἐπὶ τῶν πολυχρονιούν‐ των κακωθεὶς ὁ ἑξάγωνος ἀναιρεῖ, ἐπὶ δὲ τῶν ὀλιγο‐ χρονιούντων πάλιν κακωθεὶς ὁ τρίγωνος. Ὅταν, φησίν, ὁ ἀφέτης ἐν τῷ ἑτέρῳ τόπῳ τῷ ἀπὸ τῆς μεσουρανούσης μοίρας ἄχρι τῆς ὡροσκοπούσης ὑπάρχῃ,
15παρατηρητέον τὰς ὑπαντήσεις τῶν κακοποιῶν Κρόνου καὶ Ἄρεως ἢ σωματικῶς ὑπαντώντων, τουτέστιν ἐν τῷ αὐτῷ ζῳδίῳ ὄντων ἐν ᾧ δηλονότι καὶ ὁ ἀφέτης ἐστίν, ἢ ἀκτῖνα ἐπιφερόντων ποθὲν τετράγωνον ἢ διάμετρον ἢ καὶ ἐν ταῖς ἐφεξῆς μοίραις τοῦ ἀφέτου ὁμοίως· ὑποτίθεται δὲ
20τὸν μὲν ἀφέτην ὡς ἀκίνητον, τὸν δὲ ἀναιρέτην ἐπὶ τὸν ἀφέτην παραγίνεσθαι καὶ οὕτως ἀναιρεῖν. Τὰ μὲν οὖν τετράγωνα σχήματα καὶ διάμετρα ὡς ἀναι‐ ρετικὰ παρείληφεν, τὰ δὲ τρίγωνα ὡς συμπαθῆ καὶ τὰ ἑξά‐ γωνα δὲ ὁμοίως, ἀλλ’ ὡς ἀσθενέστερα. ἐνίοτε γάρ, φησίν,
25καὶ ἐκ τούτων ἀναίρεσις γίνεται, οὐ μέντοι ἁπλῶς οὐδ’ ὡς ἔτυχεν, ἀλλ’ ὡς ἐπὶ τῶν ἀκουόντων ἢ βλεπόντων κατ’ ἰσοδυναμίαν ἑξάγωνον. ἀκούειν δὲ ἀλλήλων λέγονται τὰ ἀπὸ τοῦ αὐτοῦ ἢ καὶ ὁποτέρου τῶν ἰσημερινῶν σημείων κατ’ ἴσην διάστασιν ἐσχηματισμένα ζῴδια, βλέποντα δέ
30εἰσι τὰ ἴσον ἀπέχοντα τῶν τροπικῶν, ἰσοδυναμοῦντα δὲ211

212

ἑξαγώνοις ἐστὶν ὅταν ἐν δύο ζῳδίοις ἡ ἀπόστασις ξ μοι‐ ρῶν ᾖ. οἷον ὁ ἀφέτης ἔστω ἐν Ἰχθύων μοίρᾳ αʹ, ὁ δὲ ἀναι‐ ρέτης ἐν Κριοῦ μοίρᾳ λʹ· τοῦτο τὸ σχῆμα ἑξάγωνόν ἐστι β ζῴδια ἀκούοντα ἄλληλα περιέχον. ἢ πάλιν ἔστω ἀφέτης
5ἐν Διδύμων μοίρᾳ αʹ, ἀναιρέτης δ’ ἐν Καρκίνου λʹ· καὶ τοῦτο τὸ σχῆμα ἰσοδυναμεῖ ἑξαγώνῳ ἐν ζῳδίοις ὄντι βλέ‐ πουσιν ἄλληλα. καὶ οὕτω γὰρ ἐὰν τύχωσιν ἔχοντες οἱ κακοποιοὶ πρὸς τοὺς ἀφέτας ἀναιροῦσιν. Καὶ πάλιν φησίν· ἐνίοτε δὲ καὶ ἐπὶ τῶν πολυχρονιούν‐
10των ζῳδίων κακωθεὶς ὁ ἑξάγωνος (τουτέστι παρεκτα‐ θείσης τῆς ἑξηκονταμοιρίας εἰς πλείονα ποσότητα μοιρῶν ὡς γενέσθαι τὸν ἑξάγωνον ἔγγιστα τετράγωνον διὰ τὸ ἑκάτερον τῶν περιεχομένων ζῳδίων πλείονας περιέχειν ἀναφορὰς τῶν λ), καὶ ἐπὶ τῶν ὀλιγοχρονιούντων δὲ ὡσαύ‐
15τως κακωθεὶς ὁ τρίγωνος (τουτέστιν ἐπὶ τῶν ὀλιγαναφόρων ζῳδίων δ ὄντων ἐλάττων συνάγηται ἡ ποσότης τῶν ἀναφο‐ ρῶν αὐτῶν τῆς τῶν ρκ μοιρῶν κυρίως τριγωνικῆς πλευ‐ ρᾶς). Τοῦτο δὲ τὸ λεχθὲν ὑπὸ Πτολεμαίου, φησὶν ὁ Παγχά‐
20ριος, καὶ τῷ εἰρημένῳ μοι ἔμπροσθεν ὅτι οὐ δεῖ τὰ μεταξὺ τῶν κέντρων δωδεκατημόρια ἀνὰ λ μοίρας ποιεῖν, ἀλλὰ κατὰ τὴν ἐκτεθεῖσάν μοι μέθοδον πάνυ συμφωνεῖ. ἀναι‐ ρετικὸν δὲ τόπον διὰ μέσων τῶν ῥηθέντων εἶπεν, [τὸ] καὶ αὐτὸς δὲ ὁ τῷ ἀφετικῷ τόπῳ τετράγωνος ἀπὸ τῶν ἑπο‐
25μένων· τὴν γὰρ τετράγωνον πλευρὰν πρὸς τὸν ἀφετικὸν καὶ μὴ ὄντος κακοποιοῦ ἐν αὐτῇ τὰ αὐτὰ δύνασθαι τῷ κακοποιῷ ὥστε καὶ ἄφευκτον ὡρίσαντο ταύτην οἱ παλαιοί. Ἑξῆς δέ φησιν ὁ Πτολεμαῖος. καὶ τῆς Σελήνης ἀφιείσης
30ὁ τοῦ Ἡλίου τόπος ἀναιρεῖ· ἰσχύουσι γὰρ αἱ κατὰ τὴν τοιαύτην ἄφεσιν ὑπαντήσεις καὶ ἀναιρεῖν καὶ σῴζειν ἐπει‐ δὴ καὶ αὗται τῷ τοῦ ἀφέτου τόπῳ ἐπιφέρονται, καὶ τὰ
λοιπὰ ἄχρι τοῦ βοηθούμενος ἢ ἀναλελυμένος.212

213

Σελήνης δὲ ἀφιείσης, φησίν, καὶ ὁ ἡλιακὸς τόπος ἀναι‐ ρεῖν δύναται, μάλιστα δὲ ἂν συντραπῇ ὑπό τινος κακο‐ ποιοῦ συνόντος, ὑπὸ μηδενὸς δὲ ἀγαθοποιοῦ βοηθηθῇ ἢ ἀναλυθῇ ἤγουν ἐμποδισθῇ τοῦ κακοποιῆσαι, καὶ πάλιν
5σῴζειν δύναται ἐναντίως ἔχων. ἐπάγει δὲ καὶ ἐπὶ πάντων τὸ αὐτὸ τοῦτο παρατηρεῖσθαι τῶν φθοροποιεῖν δυναμένων ἐὰν εἰς ὅρια ἐκπέσωσιν ἀγαθοποιοῦ ἢ καὶ ἐὰν τῶν ἀγα‐ θοποιῶν τις ἀκτῖνα συνεπιφέρῃ τετράγωνον ἢ τρίγωνον ἢ διάμετρον ἤτοι ἰσομοίρως πρὸς αὐτὴν τὴν ἀναιρετικὴν
10μοῖραν ἢ εἰς τὰ ἑπόμενα αὐτῆς (ἐπὶ μὲν Διὸς μὴ ὑπὲρ τὰς ιβ μοίρας, ἐπὶ δὲ Ἀφροδίτης μὴ ὑπὲρ τὰς η), καὶ ἐὰν σωμά‐ των ὄντων ἀμφοτέρων (τουτέστι σωματικῶς συνόντων τοῦ τε ἀφέτου καὶ τοῦ ἀναιρέτου) μὴ ᾖ καὶ ἀμφοτέρων τὸ αὐτὸ πλάτος (τουτέστι μὴ κατὰ τὸν αὐτὸν ἄνεμον τρέχω‐
15σιν)· ἐὰν γὰρ ἐπὶ τοῦ αὐτοῦ ὦσιν ἀνέμου ἀναίρεσις γίνε‐ ται ὄντως. ὑπαύγους δὲ ὄντας τοὺς ἀστέρας ἀδρανεῖς εἶναι πρὸς τὸ ἀναιρεῖν ἢ σῴζειν. ἐπιλέγει δὲ καὶ ὅπως δεῖ τά τε βοηθοῦντα καὶ βλάπτοντα συγκρίνειν καὶ ὁποῖα τού‐ των ἐπικρατεῖ ἔκ τε τοῦ πλήθους καὶ τῆς δυνάμεως ἑκα‐
20τέρων πρὸς ἐπίτασιν ἢ ἄνεσιν τῶν ἑκατέρωθεν συμβαι‐ νόντων. Ταῦτα παραγγείλας καὶ διδάξας ὅπως δεῖ τὸν ἀναιρέτην ἐκλέγεσθαι μεταβαίνει εἰς τὸν περὶ διαστάσεων λόγον, τουτέστι τοὺς βιωσίμους χρόνους ὅπως δεῖ λογίζεσθαι,
25διδάσκων καὶ ἅμα αἰτιώμενος τοὺς πρὸ αὐτοῦ ὡς οὐκ εὐλό‐ γως τοῖς ἀναφορικοῖς χρωμένοις χρόνοις μόνοις, ἀλλὰ τούτοις μὲν μόνοις φησὶ δεῖν χρῆσθαι ὅταν ἡ ἄφεσις ἀπὸ τοῦ ὡροσκόπου γίνηται ἤ τινος τῶν ἐπόντων αὐτῷ ἀστέ‐ ρων, ἐπὶ μέντοι τοῦ μεσουρανήματος τοῦ ἀφέτου ὄντος
30ταῖς συμμεσουρανήσεσι ταῖς ἐπὶ τῆς ὀρθῆς σφαίρας δεῖ χρῆσθαι, ἐπὶ δὲ τοῦ δυτικοῦ ὁρίζοντος ταῖς καταφοραῖς
(τουτέστι ταῖς τῶν διαμετρούντων ζῳδίων καταφοραῖς),213

214

ἐπὶ δὲ τῶν μεταξὺ τῶν κέντρων ὄντος τοῦ ἀφέτου ἀνά‐ λογον τῇ πρὸς τὰ β κέντρα θέσει αὐτῶν. ὡς μὲν οὖν συν‐ τόμως εἰπεῖν τοῦτο βούλεται, ἐπεὶ δὲ αἰτίαν τῆς ἀνισότη‐ τος τῶν τοιούτων χρόνων προαποδίδωσιν, διδασκαλικῶς
5τε αὐτὴν προάγων καὶ οἱονεὶ γραμμικῶς. Φέρε καὶ ἡμεῖς προσθῶμεν τῷ μέρει τούτῳ εἰς σαφή‐ νειαν τῶν εἰρημένων. οἱ ἰσημερινοί, φησίν, χρόνοι ὁμαλῶς διέρχονται τόν τε ὁρίζοντα καὶ τὸν μεσημβρινὸν ἐπὶ μόνης τῆς ὀρθῆς σφαίρας· ἐπὶ ταύτης γὰρ ἀνατέλλει τε καὶ δύνει
10τὰ ζῴδια ἐν ὅσοις χρόνοις καὶ τὸν μεσημβρινὸν διέρχεται πανταχόθι, καὶ διὰ τοῦτο χρησίμους ἡγεῖται εἶναι πρὸς τὸ προκείμενον τοὺς ἐπὶ τοῦ κανόνος τῆς ὀρθῆς σφαίρας χρό‐ νους. ἐπεὶ δὲ οὐδὲν ἕτερον πρόκειται νυνὶ ἰδεῖν ἢ τὸ μετὰ πόσους ἰσημερινοὺς χρόνους ἡ ἀποδειχθεῖσα ἀναιρε‐
15τικὴ μοῖρα παραγίνεται ἐπὶ τὸν τοῦ ἀφέτου τόπον, οὐκ ἐν πᾶσι δὲ τοῖς κλίμασιν ὁμαλῶς οἱ χρόνοι διέρχονται τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινὸν ὥσπερ ἐπὶ τῆς ὀρθῆς σφαί‐ ρας (ἄλλοι μὲν γὰρ οἱ τῆς ἀνατολῆς, ἄλλοι δὲ τῆς μεσου‐ ρανήσεως, καὶ ἕτεροι τῆς καταδύσεως, ὧν τὴν παραλλα‐
20γὴν ἰδεῖν ἔστιν ἐν τοῖς τῶν ἀναφορῶν κανόσιν), διὰ τοῦτο, φησίν, ἐὰν εὑρεθῇ ἀφέτης μεταξὺ τῶν κέντρων πως δεῖ γνῶναι ἐνταῦθα μετὰ πόσους ἰσημερινοὺς χρόνους ἐπὶ τὴν τοῦ ἀφέτου μοῖραν ἥξει ἡ ἀναιρετικὴ μοῖρα. ἀνάγκη γὰρ παραλλαγήν τινα τῶν χρόνων εἶναι τῆς διελεύσεως παρὰ
25τὰς ἐν τοῖς κέντροις. τίνα δὲ τρόπον ἡ τοιαύτη γίνεται διαφορὰ δείκνυσι διὰ τούτων. ὅμοιος μὲν γάρ, φησίν, καὶ ὁ αὐτὸς τόπος ἐστὶν 〈...〉. ἕως τοῦ δι’ ἀνίσων ἐκείνοις χρόνων τὰς παρόδους ἀπεργάζεται. Πάλιν ὁ Παγχάριος ἐξηγούμενος τὸν τόπον τοῦτον,
30ὥσπερ εἴπομεν, φησίν, ἐπὶ τῆς λοξώσεως τοῦ ζῳδιακοῦ πρὸς τὸν ἰσημερινὸν ὅτι ὅμοιός ἐστι καὶ ὁ αὐτὸς τόπος ὁ τὴν ὁμοίαν καὶ ἐπὶ τὰ αὐτὰ μέρη θέσιν ἔχων ἅμα πρός τε
τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν, ἀνόμοιος δὲ ὁ ἄλλως214

215

ἔχων, τοῦτο κἀνταῦθα συμβαίνει· ἂν γὰρ μεταξὺ τῶν κέντρων ἡ τοῦ ἀφέτου μοῖρα ᾖ ἐπὶ τοῦ ζῳδιακοῦ, οὐκ ἔχει τὴν αὐτὴν καὶ ὁμοίαν θέσιν καὶ ἐπὶ τὰ αὐτὰ μέρη (τὰ αὐτὰ δὲ μέρη λέγει τά τε βορειότερα τοῦ ἰσημερινοῦ καὶ τὰ
5νοτιώτερα) καθὰ δὴ καὶ ἡ λόξωσις οὐχ ὁμοίαν ποιεῖ τὴν θέσιν πανταχοῦ ἐπὶ τοῦ ὁρίζοντος καὶ τοῦ μεσημβρινοῦ. συμβαίνει δέ, φησίν, ὁμοιότητα γίνεσθαι ἐὰν ἡμικύκλιον ποιήσαντες ἀπὸ τῶν τομῶν τοῦ τε ὁρίζοντος καὶ τοῦ μεσημ‐ βρινοῦ διαγάγωμεν διὰ τῆς μοίρας τοῦ ζῳδιακοῦ ἧς τὴν
10ὁμοίαν ζητοῦμεν διάστασιν ἀπό τε τοῦ ὁρίζοντος καὶ τοῦ μεσημβρινοῦ· περιενεχθείσης γὰρ τῆς σφαίρας καὶ ἐπὶ τοῦ κατὰ τὸ ἡμικύκλιον ἑτέρου σημείου τὴν μοῖραν περι‐ αγαγούσης, αἱ αὐταὶ ἔγγιστα καιρικαὶ ὧραι γενήσονται τῆς ἀπὸ τοῦ μεσημβρινοῦ ἀποστάσεως. ὥσπερ δέ, φησίν, τῆς
15στροφῆς γινομένης ἡ αὐτὴ μὲν θέσις (ὥσπερ εἴπομεν) ἐπὶ τῶν κέντρων (τουτέστιν ἐπί τε τοῦ μεσημβρινοῦ καὶ τοῦ ὁρίζοντος) γίνεται, αἱ δὲ τοῦ ζῳδιακοῦ διελεύσεις ἄνισοι ἐφ’ ἑκατέρου εἰσίν, οὕτω κἂν μεταξὺ τούτων τοῦ τε ὁρί‐ ζοντος καὶ τοῦ μεσημβρινοῦ ἡ θέσις ᾖ δι’ ἀνίσων ἐκείνοις
20χρόνων αἱ διελεύσεις ἔσονται. Τὴν οὖν αἰτίαν τῆς τοιαύτης ἀνισότητος δείξας ἐπὶ τὴν μέθοδον ἔρχεται δι’ ἧς τὸ ζητούμενον εὑρίσκεσθαι δύναται. λαβὼν γάρ, φησίν, τὴν μεσουρανοῦσαν μοῖραν καὶ τὴν τοῦ ἀφέτου ἣν προηγουμένην καλεῖ σκόπει τὴν τῆς προ‐
25ηγουμένης θέσιν πόσας καιρικὰς ὥρας ἀπέχει τοῦ μεσημ‐ βρινοῦ. γίνεται δὲ τοῦτο οὕτως (δεήσει γὰρ σαφέστερον ἐκθέσθαι τὴν μέθοδον ἐπειδὴ καὶ ἐπὶ πάσης θέσεως τῇ αὐτῇ μεθόδῳ κέχρηται ὡς ἀκριβεστάτῃ). πρὸς γὰρ τὸ εὑρεῖν πόσας ὥρας ἀπέχει τοῦ μεσημβρινοῦ ποιοῦμεν
30οὕτως. ὁρῶμεν ἐπὶ τοῦ κανόνος τῆς ὀρθῆς σφαίρας πόσοι χρόνοι παράκεινται τῇ τοῦ μεσουρανήματος μοίρᾳ καὶ
πόσαι τῇ τοῦ ἀφέτου, καὶ ἀφελόντες ἀπὸ τῶν πλειόνων215

216

τὰς ἐλάττους τὰς λοιπὰς μερίζομεν παρὰ τὸ ὡριαῖον μέγε‐ θος τὸ παρακείμενον τῇ τοῦ ἀφέτου ἐν τῷ ὑποκειμένῳ κλίματι ἐὰν ᾖ ὑπὲρ γῆν, εἰ δὲ ὑπὸ γῆν (τουτέστιν ἐν ταῖς περὶ τὸν ὁρίζοντα μοίραις) τὸ τῇ διαμέτρῳ αὐτοῦ παρακεί‐
5μενον, καὶ τὰς ἐκ τοῦ μερισμοῦ ὥρας ἢ καὶ μέρος ἔχομεν ἃς ἀπέχει ὁ ἀφέτης τοῦ μεσουρανήματος καιρικὰς ὥρας. ἔπειτα τὸν ἑπόμενον τόπον ὁρῶμεν ποίαν καὶ αὐτὸς θέσιν ἔχει πρὸς τὸ μεσουράνημα, ἰδόντες πάλιν καὶ αὐτῷ τί παρά‐ κειται ἐπὶ τοῦ κανόνος τῆς ὀρθῆς σφαίρας καὶ συγκρίναντες
10πρὸς ἃς ἔχομεν τοῦ μεσουρανήματος, τουτέστιν ἀφελόντες τὰς ἐλάττους ἀπὸ τῶν πλειόνων. ἔχοντες οὖν τὰς ὑπολοί‐ πους, πάλιν τε ἰδόντες ἐν τῷ οἰκείῳ κλίματι τί παράκειται αὐτῇ τῇ τοῦ ἑπομένου μοίρᾳ ἐὰν ὑπὲρ γῆν ᾖ ὁ ἑπόμενος, εἰ δ’ ὑπὸ γῆν τὸ τῇ διαμετρούσῃ (ὡριαῖον δηλαδὴ μέγεθος),
15καὶ ἐπὶ τούτου πολλαπλασιάσαντες τὰς ὥρας ἃς ἀπεῖχε τοῦ μεσουρανήματος ὁ προηγούμενος, τὸν γενόμενον ἀριθ‐ μὸν συγκρίνομεν πρὸς ὃν ἔχομεν τῆς θέσεως τοῦ ἑπομέ‐ νου (τουτέστιν ἀφαιροῦμεν τὰς ἐλάττους ἀπὸ τῶν πλει‐ όνων) καὶ τοὺς λοιποὺς ἕξομεν χρόνους μεθ’ ὅσους ὁ
20ἑπόμενος ἥξει ἐπὶ τὸν τόπον τοῦ προηγουμένου, οἵπερ χρόνοι ἀντὶ ἐτῶν παραλαμβάνονται. ἡ μὲν δὴ μέθοδος αὕτη καθολική τέ ἐστι καὶ ἀκριβεστάτη· ἐπὶ πάσης γὰρ θέσεως ὄντος τοῦ ἀφέτου τὸ ἀκριβὲς εὑρίσκει. Ἐφοδεύεται δὲ τῷ Πτολεμαίῳ ἀπὸ τῆς προειρημένης
25αἰτίας· φησὶ γὰρ ἀναστρέψας αὐτός. ἐπειδὴ τὰ τὰς αὐτὰς καιρικὰς ὥρας ἀπέχοντα τοῦ μεσημβρινοῦ τμήματα τοῦ ζῳδιακοῦ καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ γίγνεται τῶν εἰρημένων ἡμικυκλίων, δεήσει λαβεῖν μετὰ πόσους ἰσημερινοὺς χρό‐ νους καὶ τὸ ἑπόμενον τμῆμα τὰς ἴσας τῇ προηγουμένῃ
30καιρικὰς ὥρας ἀφέξει τοῦ μεσημβρινοῦ. ταῦτα δὲ εἰλη‐ φότες ἐπισκεψόμεθα πόσους κατὰ τὴν ἐξ ἀρχῆς θέσιν
ἀπεῖχεν ἰσημερινοὺς χρόνους ἡ ἑπομένη μοῖρα τῆς κατὰ216

217

τὸ μεσουράνημα ἐπὶ τοῦ κανόνος πάλιν τῆς ὀρθῆς σφαίρας καὶ πόσους [ὅτε τὰς καιρικὰς ὥρας] ἐποίει ἡ προηγου‐ μένη. πολλαπλασιάσαντες καὶ ταύτας ἐπὶ τὸ πλῆθος τῶν τῆς ἑπομένης μοίρας ὡριαίων χρόνων (εἰ μὲν πρὸς τὸ ὑπὲρ
5γῆν εἴη μεσουράνημα πάλιν ἡ σύγκρισις τῶν καιρικῶν ὡρῶν τὸ τῶν ἡμερινῶν, εἰ δὲ πρὸς τὸ ὑπὸ γῆν τῶν τῆς νυκτός) καὶ ἐκ τῶν γινομένων τὴν ὑπεροχὴν ἀμφοτέρων τῶν διαστάσεων λαβόντες ἔχομεν τὸ τῶν ἐπιζητουμένων ἐτῶν πλῆθος.
10 Ἵνα δέ, φησίν, φανερώτερον γένηται τὸ λεγόμενον ἐκκείσθω ὑπόδειγμα. καὶ ὑποτίθεται τὸν ἀφέτην εἶναι ἐπὶ τῆς τοῦ Κριοῦ ἀρχῆς, τὸν δὲ ἑπόμενον ἐπὶ τῆς τῶν Διδύμων, κλίμα δὲ τὸ διὰ τῆς κάτω Αἰγύπτου. διαφό‐ ροις δὲ χρῆται ταῖς θέσεσιν. πρῶτον μὲν ὡς ὡροσκοποῦν‐
15τος τοῦ ἀφέτου, μεσουρανούσης δὲ τῆς ἀρχῆς τοῦ Αἰγο‐ κέρωτος ὡς ἀπέχειν τὴν ἀρχὴν τῶν Διδύμων τοῦ ὑπὲρ γῆν μεσουρανήματος χρόνους ρμη μζ οἵτινες ἐπὶ τοῦ κανό‐ νος τῆς ὀρθῆς σφαίρας παράκεινται τῇ ἀρχῇ τῶν Διδύ‐ μων. καὶ ἐπεὶ ϛ ὥρας καιρικὰς ἀπέχει τὸ μεσουράνημα
20τοῦ ὡροσκόπου, τῇ δὲ ἀρχῇ τῶν Διδύμων ἐπὶ τοῦ κανόνος τῶν ἀναφορῶν τοῦ αὐτοῦ κλίματος παράκειται ὡριαῖον μέγεθος χρόνων ιζ η, τούτους πολλαπλασιάζων ἐπὶ τὰς ϛ ὥρας καιρικὰς ἐπειδὴ πρὸς τὸ ὑπὲρ γῆν μεσουράνημά ἐστιν ἡ τῶν ρμη μζ χρόνων ἀποχή, ποιεῖ πλῆθος χρόνων
25ρβ μη, καί ἐστιν ὑπεροχὴ τούτων χρόνοι μϛ. μετὰ μϛ ἄρα χρόνους ἰσημερινοὺς ὁ ἑπόμενος τόπος ἐπὶ τὸν τοῦ προ‐ ηγουμένου μεταβήσεται. πάλιν ὑποτίθησι μεσουρανεῖν μὲν τὸν ἀφέτην (τουτέστι τὴν ἀρχὴν τοῦ Κριοῦ), τὸν δὲ ἑπόμε‐ νον ὡς πρότερον εἶχεν, ἤγουν ἐπὶ τῆς ἀρχῆς τῶν Διδύμων,
30ὡς ἀπέχειν κατὰ τὴν τοιαύτην θέσιν τὴν ἀρχὴν τῶν Διδύ‐217

218

μων τοῦ ὑπὲρ γῆν μεσουρανήματος χρόνους νζ νβ· ἐὰν γὰρ τῶν ρμη μζ χρόνων τῶν παρακειμένων τῇ ἀρχῇ τῶν Διδύ‐ μων ἐπὶ τοῦ κανόνος τῆς ὀρθῆς σφαίρας ἀφέλωμεν τοὺς παρακειμένους τῇ ἀρχῇ τοῦ Κριοῦ ϙ νε, τοὺς λοιποὺς
5ἕξομεν νζ νβ ἐν οἷς πάλιν διὰ τὸ μεσουρανεῖν τὸν ἀφετικὸν τόπον διέρχεται τὸν μεσημβρινὸν ὅ τε Κριὸς καὶ ὁ Ταῦ‐ ρος. ἔρχεται καὶ ἐπὶ τὴν γʹ θέσιν καὶ ὑποτίθησι πάλιν τὸν ἀφέτην, ἤγουν τὴν ἀρχὴν τοῦ Κριοῦ, δύνουσαν ὡς ἀπ‐ έχειν τοῦ μεσουρανήματος ὥρας ϛ, ὄντος τοῦ μεσουρανή‐
10ματος ἐπὶ τῆς ἀρχῆς τοῦ Καρκίνου. πάλιν δὴ ἐπὶ τῆς τοιαύτης θέσεως ἀπέχει ἡ ἀρχὴ τῶν Διδύμων τῆς μεσου‐ ρανούσης μοίρας ὡς ἐπὶ τὰ ἑπόμενα χρόνους λβ ιθ· πάλιν γὰρ καὶ ἐνταῦθα ἐπὶ τοῦ κανόνος τῆς ὀρθῆς σφαίρας τῇ μὲν ἀρχῇ τοῦ Καρκίνου παράκεινται χρόνοι ρπα ϛ, τῇ δὲ
15ἀρχῇ τῶν Διδύμων ρμη μζ, καί ἐστιν ἡ τούτων διαφορὰ λβ ιθ. καὶ πολυπλασιάσας τὰς ϛ καιρικὰς ὥρας ἃς ἀπέχει ἡ ἀρχὴ τοῦ Κριοῦ τῆς μεσουρανούσης μοίρας ἐπὶ τοὺς ιζ η ὡριαίους χρόνους τοὺς παρακειμένους τῇ ἀρχῇ τῶν Διδύμων ἐπὶ τοῦ κανόνος τῶν ἀναφορῶν τοῦ γʹ κλίματος
20καὶ τοὺς γινομένους χρόνους ρβ μη συγκρίνας πρὸς τοὺς λβ ιθ εὑρίσκει τὴν ὑπεροχὴν χρόνους ο κθ· ἐν τοσούτοις ἄρα χρόνοις μεταβήσεται ἡ ἑπομένη μοῖρα ἐπὶ τὴν τῆς προηγουμένης. μετὰ δὲ τὴν τῶν γ τούτων θέσεων δια‐ φορὰν ἐν αἷς καθ’ ἕκαστον τῶν γ κέντρων τὸν ἀφέτην
25ὑπέθετο πάλιν ὑποτίθησι τοῦτον μεταξὺ ὄντα τῶν β κέν‐ τρων τοῦ τε μεσουρανοῦντος καὶ τοῦ δύνοντος, καὶ ἐκτί‐ θησι μεσουρανεῖν Ταύρου μοῖραν ιηʹ. ἐπεὶ τοίνυν ἡ τοῦ Κριοῦ ἀρχὴ ἔχει μὲν ὡριαίους χρόνους ιε, τῆς δὲ τοῦ Ταύ‐ ρου μοίρας ιηʹ ἀπέχει ἐπὶ τοῦ κανόνος τῆς ὀρθῆς σφαίρας
30χρόνους ἔγγιστα με, μερίσας αὐτοὺς παρὰ τὸν ιε, εὑρίσ‐218

219

κει ποιοῦντας γ ὥρας καιρικάς. διὰ τοῦτό φησιν ἀπέχειν τὸν ἀφέτην τοῦ μεσουρανήματος εἰς τὰ προηγούμενα ὥρας καιρικὰς γ. καὶ ταύτας πολυπλασιάσας ἐπὶ τοὺς ιζ η ὡριαίους χρόνους τοὺς παρακειμένους τῇ ἀρχῇ τῶν Διδύ‐
5μων, τοῦ ὡριαίου δηλονότι μεγέθους ἐπὶ τοῦ γʹ κλίματος, εὑρίσκει χρόνους να κδ. ἐπεὶ δὲ καὶ ἡ ἀρχὴ τῶν Διδύμων ἀπέχει τῆς μεσουρανούσης μοίρας εἰς τὰ ἑπόμενα χρόνους ιγ (ἐπὶ γὰρ τοῦ κανόνος τῆς ὀρθῆς σφαίρας τῇ μὲν ἀρχῇ τῶν Διδύμων παράκεινται χρόνοι νβ κγ, τῇ δὲ μεσου‐
10ρανούσῃ μοίρᾳ ἤτοι τοῦ Ταύρου τῇ ιηʹ μ η, καί ἐστιν ἡ τού‐ των ὑπεροχὴ ιβ ιε), οὓς συνθεὶς τοῖς να κδ τοὺς γινομένους ξγ λθ ἔσχε μεθ’ ὅσους χρόνους ἰσημερινοὺς ὁ ἑπόμενος τόπος τὸν προηγούμενον ἐφέξει. ἐπὶ τούτοις εἰς ἀπό‐ δειξιν τοῦ ἀκριβοῦς τῆς μεθόδου ἐκτίθησι τὴν παρὰ
15τὰς τοιαύτας θέσεις γινομένην διαφορὰν τῶν ἰσημερινῶν χρόνων καθ’ οὓς ὁ ἑπόμενος τὸν τοῦ προηγουμένου τόπον ἐπικαταλαμβάνει. ἐπὶ μὲν γὰρ τῆς κατὰ μὲν ὡροσκόπον θέσεως τοῦ ἀφέτου μϛ ἀνεφάνησαν οἱ ἰσημερινοὶ χρόνοι, ἐπὶ δὲ τῆς κατὰ τὸ μεσουράνημα νζ νβ, ἐπὶ δὲ τῆς κατὰ τὸ
20δῦνον ο κθ, ὁμοίως δὲ καὶ ἐπὶ τῆς μεταξὺ τοῦ μεσουρα‐ νοῦντος καὶ τοῦ δύνοντος ξγ λθ. διήνεγκε γὰρ καὶ αὕτη κατὰ τὸ ἀνάλογον τῆς τῶν γ ὡρῶν ἀπὸ τοῦ μεσουρανή‐ ματος ἀποχῆς· ἐπὶ γὰρ τῶν ἄλλων κατὰ τὰ κέντρα τεταρ‐ τημορίων ϛ ὥραις ἀλλήλων ἀπεχόντων ιβ χρόνων ἦν ἔγγι‐
25στα ὡς τῆς α καιρικῆς ὥρας β χρόνους πλείονας ἐχούσης τῶν τῆς ἰσημερινῆς ιε, ἐπὶ δὲ τῆς τῶν γ ὡρῶν ἀποστά‐ σεως χρόνοι ϛ. Ἐπεὶ οὖν ἐπὶ πάντων ἡ αὐτὴν σχεδὸν ἀναλογία συντη‐ ρεῖται δυνατόν ἐστι κατὰ τοῦτον τὸν τρόπον ἁπλούστερον
30τῇ μεθόδῳ χρῆσθαι, ἀλλὰ τοῦτο μὲν ὕστερον ῥηθήσεται.
νῦν δ’ ἄξιον σκέψασθαι περὶ τῆς ἄνωθεν ἐκτεθείσης αὐτῷ219

220

τελευταίας θέσεως ἐν ᾗ ὑπέθετο τὸν ἀφέτην ἐν τῷ θʹ τόπῳ· δοκεῖ γὰρ ἐναντία λέγειν οἷς εἶπε πρότερον ὅτε τὸν πρῶτον τρόπον τῆς ἀφέσεως παρεδίδου. ἐν ἐκείνῳ μὲν γὰρ ἔλεγεν ὡς εἰ τύχοι ὁ ἀφέτης εἰς τὰ προηγούμενα
5τῆς μεσουρανήσεως πρὸς τὴν δύνουσαν δεῖ ποιεῖσθαι τὴν ἄφεσιν, ἐνταῦθα δ’ ὡς πρὸς τὰ ἑπόμενα ἤγουν τὴν ἀρχὴν τῶν Διδύμων. μήποτε οὖν εἰς σαφήνειαν μόνην τῆς μεθ‐ όδου καὶ τοῦτο συνῆψεν, ἀλλ’ οὐχ ἵνα κατ’ ἀνάγκην καὶ ἐπὶ τῆς τοιαύτης θέσεως ὁμοίως ταῖς ἄλλαις ποιῶμεν.
10οὐδὲ γὰρ κακολογήσομεν τὸν θεῖον ἄνδρα ἐκεῖνον ὡς μὴ καλῶς ἐπισκεψάμενον. Καὶ ἣν δ’ ἔφησεν ἁπλουστέραν μέθοδόν ἐστιν αὕτη. ἀνατελλούσης μὲν τῆς προηγουμένης μοίρας, φησίν, ταῖς μέχρι τῆς ἑπομένης ἀναφοραῖς συγχρησόμεθα, μεσουρα‐
15νούσης δὲ ταῖς ἐπ’ ὀρθῆς τῆς σφαίρας, δυνούσης δὲ ταῖς καταφοραῖς. ὅταν δ’ ὁ ἀφέτης μεταξὺ τῶν κέντρων τύχῃ (ὡς φέρε εἰπεῖν τοῦ μεσουρανήματος καὶ τοῦ δύνοντος) χρὴ τάς τε συμμεσουρανήσεις καὶ συγκαταδύσεις λαβεῖν ὡς ἐπὶ τῶν προκειμένων μεσουρανήσεων μὲν νη ἔγγιστα,
20καταδύσεων ο 𐅶. ἔπειτα μαθόντες ὡς πρόκειται πόσας καιρικὰς ὥρας ἀπέχει ὁ ἀφέτης ὁποτέρου τῶν κέντρων, ὅσον ἂν μέρος ὦσιν αὗται τῶν τοῦ τεταρτημορίου καιρι‐ κῶν ὡρῶν ϛ, τοσοῦτον μέρος τῆς ἀμφοτέρων τῶν συν‐ αγωγῶν ὑπεροχῆς προσθήσομεν τοῖς τοῦ ἑνὸς κέντρου
25ἢ ἀφελοῦμεν τῶν τοῦ λοιποῦ. οἷον ἔστω ἐπὶ τῶν προκει‐ μένων τῶν μὲν ὡρῶν τῆς διαστάσεως τῶν κέντρων ἡ ὑπεροχὴ χρόνοι ιβ, ὑπέκειτο δὲ ὁ ἀφέτης ἀπέχων ἑκατέρου τῶν κέντρων ὥρας γ αἵ εἰσιν 𐅶 τῶν ϛ ὡρῶν, καὶ τὸ 𐅶 ἄρα τῶν ιβ χρόνων ὅ ἐστι χρόνοι ϛ ἢ προσθήσομεν τοῖς νη
30καὶ γενήσονται ξδ ἢ ἀφελοῦμεν ἀπὸ τῶν ο καὶ πάλιν ἔσονται
ξδ καθὼς καὶ διὰ τῶν ἄνωθεν εὕρηται ἐπιλογισμῶν. εἰ220

221

δέ γε β ὥρας ἀπεῖχεν ὁ ἀφέτης ὁποτέρου τῶν κέντρων αἵ εἰσι τρίτον μέρος τῶν ϛ, τὸ τρίτον πάλιν τῆς ὑπεροχῆς τῶν χρόνων (τουτέστι τῶν ιβ) ὅ ἐστι δ εἰ μὲν ἡ τῶν β ὡρῶν ἀποχὴ ἀπὸ τοῦ μεσουρανοῦντος ὑπέκειτο προσε‐
5θήκαμεν ἂν τοῖς νη χρόνοις, εἰ δὲ ἀπὸ τοῦ δύνοντος ἀφεί‐ λομεν ἂν τῶν ο, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Τὰς μὲν οὖν μεθόδους τῶν βιωσίμων χρόνων τοιαύτας ἐξέθετο ἡμῖν ὁ θεῖος Πτολεμαῖος. ἐπιλέγει δὲ λοιπὸν ἐπὶ πάσαις πῶς δεήσει διακρίνειν τὰς οὕτω τῶν ἐνιαυτῶν
10εὑρισκομένας διαστάσεις ἢ ὡς τέλεον ἀναιρετικάς, ὅταν πρὸς τῷ κεκακῶσθαι τὴν ὑπάντησιν καὶ αἱ ἐπεμβάσεις αἱ κατὰ τὸν χρόνον βλαπτικαὶ πρὸς αὐτοὺς τοὺς τόπους εὑρίσκωνται, ἢ μόνον κλιμακτηρικάς, ὅταν τις, ὡς προείρη‐ ται, παρὰ τῶν ἀγαθοποιῶν ἐπὶ τῆς γενέσεως βοήθεια [τις]
15ᾖ ἢ ἡ κατὰ τὸν χρόνον τῆς ὑπαντήσεως ἐπέμβασις αὐτῶν ἐπικουρῇ, ἰσχύουσα μᾶλλον τῶν ἐναντίων, φιλανθρωπούν‐ των δὲ πάντων νωθρείας ἢ βλάβας μόνον ὑπονοητέον. οὐδὲν μέντοι ἔφη κωλύειν δισταζομένης τῆς τῶν ἀναι‐ ρούντων κυρείας ἐκ τῶν προσυμβάντων τὰς μᾶλλον συμ‐
20φωνούσας καὶ πρὸς τὰ μέλλοντα ἐφαρμόζειν ἢ κατ’ ἰσό‐ τητα εὑρισκομένων πρὸς ἅπαντα παρατηρητικῶς ἔχειν τὴν ἐπίτασιν καὶ ἄνεσιν, ὡς προείρηται, διακρίνοντας. Διὰ δὴ τούτων πάντων τὸ δύσκολον εἰς πρόγνωσιν τῆς συντελείας τῶν βιωσίμων χρόνων ὑπονοεῖν δίδωσιν ὁ Πτο‐
25λεμαῖος· πολλαὶ γὰρ ἀμφίβολοι προσθῆκαι. διὸ συμπεραν‐ θέντος μὲν τοῦ βίου ἄδηλον εὑρεῖν τὰς αἰτίας δι’ ἃς τέθνη‐ κεν, ἔτι δὲ ζῶντος χαλεπόν, καὶ μάλιστα ὅταν τις ἄσκεπ‐ τος ὢν τύχῃ τῶν κατὰ τὴν ἔκβασιν τῶν ἐτῶν ἐπεμβάσεων τῶν λοιπῶν ἀστέρων. ἐφ’ ὧν μέντοι γενέσεων ἀναμφίβολος
30ὁ ἀφέτης καὶ ὁ ἀναιρέτης μετὰ τοῦ γνωσθῆναι καὶ τὰς κατὰ τὴν τῶν ἐτῶν ἔκβασιν ἐπεμβάσεις καὶ θέσεις τῶν ἀστέρων εὐχερές ἐστιν, οἶμαι, ἀποφαίνεσθαι περὶ βίου συντελείας. καὶ
Μανέθων δὲ ταῦτα εἶπεν ἐν τοῖς ἔπεσι περὶ χρόνων ζωῆς.221

222

(1t)

〈κϛʹ〉 Περὶ τύχης ἀξιωματικῆς
2 Μετὰ τὸ παραθεῖναι τὰ τῷ Πτολεμαίῳ περὶ τούτου ῥηθέντα εὔλογον δέ φησι καὶ τὰ παρὰ τοῖς ἄλλοις καὶ μάλιστα Δωροθέῳ ἐκθεῖναι ἵνα ἐκ πολλῶν δοκίμων τὴν
5συμφωνίαν τῆς ἀληθείας λάβωμεν. φησὶν οὖν δεῖν καὶ τοῦ ὡροσκόπου τὸν κύριον καὶ τοῦ μεσουρανοῦντος καὶ τοῦ βίου πῶς κεῖνται ἐν τῇ γενέσει σκοπεῖν (ἐὰν γὰρ εὑρε‐ θῶσι καλῶς κείμενοι καλὰ σημαίνουσιν, ἐὰν δὲ ἐναντίως ἐναντία, ἐὰν δὲ μέσως μέσα), καὶ τὸν κλῆρον δὲ τῆς τύχης
10τὸν κατ’ αὐτήν (τουτέστιν ἐπὶ μὲν ἡμερινῶν γενέσεων ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, ἐπὶ δὲ νυκτερινῶν ἀπὸ Σελήνης ἐπὶ τὸν Ἥλιον καὶ τὰ ἴσα ὁμοίως ἀπὸ ὡροσκόπου) καὶ τοὺς ὁρῶντας αὐτὸν ἀστέρας ποῖοί τέ εἰσι καὶ πῶς κεῖνται. ἐὰν οὖν ὁ τοῦ κλήρου κύριος εὑρεθῇ
15ἐν κακῷ τόπῳ καὶ οἱ ἀγαθοποιοὶ ἀπόστροφοι ὦσι τῆς Σελήνης, οἱ δὲ κακοποιοὶ κεκεντρωμένοι ἢ ἐπανερχό‐ μενοι, γνῶθι δυστυχῆ εἶναι τὸν οὕτως ἔχοντα. ἐὰν δὲ ἐν οἰκείοις ὦσι τόποις καὶ τὴν Σελήνην ἀγαθοὶ ἐποπτεύωσιν εὐτυχῆ γνῶθι, δηλονότι αὐτῶν ὁρώντων καὶ τὸν κλῆρον.
20ἐὰν δὲ πάλιν ἐν ταῖς γενέσεσιν εὕρωμεν τοὺς μὲν κακο‐ ποιοὺς ἐπικέντρους, τοὺς δὲ ἀγαθοποιοὺς ἐπανερχομένους, καὶ ἡ Σελήνη δὲ τῶν μὲν κακοποιῶν ἀπορρεύσῃ, συνάψῃ δὲ τοῖς ἀγαθοῖς, οἱ τοιοῦτοι τὰ ὕστερα τοῦ βίου εὐτυχῶς ἕξουσιν.
25 Ἄλλοι μέντοι τῶν ἀρχαίων εἰρήκασιν ἐν τῷ τόπῳ τού‐ τῳ τῷ ιαʹ μὴ κακοποιεῖν τοὺς κακοποιοὺς παρατυχόντας (ὧν εἷς καὶ Πορφύριος)· ὅμως χρὴ αὐτοὺς παραδέχεσθαι ποσῶς βλάπτοντας προϊούσης τῆς ἡλικίας. πάλιν, φησίν,
ἀρίθμει ἀπὸ τοῦ κυρίου τοῦ βʹ τόπου ἕως αὐτοῦ τοῦ βʹ222

223

καὶ τὸν ἴσον ἀριθμὸν ἔκβαλλε ἀπὸ τοῦ ὡροσκόπου, καὶ εἰς ὃ ἂν ζῴδιον ἐκπέσῃ ἐκεῖνο πάλιν σκόπει ποῖος τῶν ἀστέ‐ ρων ἔχει καὶ πῶς κεῖται ὁμοίως τοῖς ἄνω πρὸς τὸν τόπον καὶ ἀποφαίνου. καὶ ἐὰν μὲν ἀγαθοποιοὶ ἴδωσι τὸν τόπον
5ἀγαθὰ σημαίνουσιν, εἰ δὲ κακοποιοὶ κακά, ἐὰν δέ τις τῶν ἀγαθοποιῶν ἴδῃ τὸν τόπον δυτικὸς ὢν καὶ μέλλων μετὰ ζ ἡμέρας ἀνατολικὸς γενήσεσθαι καὶ οὕτως ὄλβον καὶ πλοῦτον παρέξει. Καὶ περὶ πάντων δὲ τῶν κλήρων ἐντέλλεται οὕτως· ἐὰν
10καλὸν ζῴδιον ἐπέχῃ ὁ κλῆρος καὶ ὁ τούτου κύριος ἤτοι ὢν ἐν αὐτῷ ἢ ἐν τοιούτῳ καλῷ καὶ ἔξαυγος ἀγαθὰ πάμπολλα φέρει τῇ γενέσει, ἐὰν δὲ ᾖ ὕπαυγος ἢ μέλλῃ κρύπτεσθαι ἔγγιστα σίνη σημαίνει ὀλίγον φανέντα καὶ ταχέως μαρανθέντα. λέγει δὲ καὶ τοῦτο· σκέπτου τίς πρῶ‐
15τος τῶν ἀστέρων ἐν τῇ γενέσει ἔρχεται εἰς τὸν τῆς Σελή‐ νης τόπον ἢ καὶ τὸν τοῦ ὡροσκόπου· ὁ γὰρ προλαμβάνων ἐλθεῖν εἰς τοὺς τόπους τούτους οὗτος μηνύσει τὰ μέτρα τῆς τύχης. Φέρε δὴ οὖν καὶ ἐνταῦθα προσθῶμεν τὸν τρόπον καθ’
20ὃν ἄλλοι ἐπισκέπτονται τὰς γενέσεις οἱ περὶ Πετόσιριν καὶ Νεχεψὼ καὶ ἐξ αὐτῶν Ἀντίγονος ὁ Νικαεύς. ἐγένετό τις, φησίν, ἔχων τὸν μὲν Ἥλιον Ὑδροχόου μοίρᾳ ηʹ, τὴν δὲ Σελήνην καὶ τὸν Δία καὶ τὸν ὡροσκόπον ἅμα τοὺς γ ἐπὶ τῆς αʹ μοίρας τοῦ αὐτοῦ ζῳδίου ἤγουν τοῦ Ὑδροχόου,
25τὸν δὲ Κρόνον Αἰγοκέρωτος μοίρᾳ εʹ, τὸν δὲ Ἑρμῆν ἐπ’ αὐτοῦ μοίρᾳ ιβʹ, τὴν δὲ Ἀφροδίτην Ἰχθύων μοίρᾳ ιβʹ, τὸν δὲ Ἄρην ἐπ’ αὐτοῦ μοίρᾳ κβʹ, τὸ δὲ μεσουράνημα Σκορ‐
πίου μοίρᾳ κβʹ. ὁ τοιοῦτος υἱοθετήθη παρά τινος αὐτο‐223

224

κράτορος συγγενοῦς, καὶ αὐτὸς δ’ ὁμοίως περὶ τὸ μβʹ ἔτος αὐτοκράτωρ ἐγένετο, ἦν δὲ φρόνιμος καὶ πεπαιδευμένος, συνεζεύχθη δὲ καὶ μιᾷ γυναικὶ ἀπὸ παρθενίας, ἐγένετο δὲ καὶ ἄτεκνος, καὶ ἀδελφὴν μίαν ἔσχεν, ἐν ὑπονοίᾳ δὲ καὶ
5στάσει ἐγένετο πρὸς τοὺς ἰδίους. περὶ δὲ ξγ ἔτη ἐτελεύτη‐ σεν ὑδρωπικῇ δυσπνοίᾳ περιπεσών. Διὰ τί δὲ οὕτως ἐγένετο τὰ περὶ αὐτὸν ἐπεξεργάζεται οὕτως. γέγονε μὲν γάρ, φησίν, αὐτοκράτωρ διὰ τὸ τὰ β φῶτα ἐπὶ τοῦ ὡροσκόπου εἶναι καὶ μάλιστα διὰ τὴν Σελή‐
10νην οὖσαν τῆς αὐτῆς αἱρέσεως τῇ γενέσει (νυκτερινὴ γὰρ ἡ γένεσις) καὶ πρὸς τούτῳ διὰ τὸ συνάπτειν τὴν Σελήνην τῷ τε ὡροσκόπῳ μοιρικῶς καὶ τῷ Διὶ μέλλοντι καὶ αὐτῷ μετὰ ζ ἡμέρας ἑῴαν φάσιν ποιήσασθαι, καὶ αὐτῶν δὲ τῶν δορυφορούντων αὐτὴν ἀστέρων οἰκείως εὑρεθέντων, τῆς
15μὲν Ἀφροδίτης ἐν ἰδίῳ ὑψώματι ὑπαρχούσης, τοῦ δὲ Ἄρεως ἐν ἰδίῳ τριγώνῳ καὶ ἐν ἰδίαις μοίραις τὴν στάσιν ἔχοντος, ἀμφοτέρων ἰδιοτοπούντων καὶ ἐπαναφερομένων τῇ Σελήνῃ. πρὸς τούτοις δ’ ἔτι καὶ ὁ Ἥλιος ἐδορυφόρει
19tab[Omitted graphic marker]224

225

αὐτὴν ἐν ταῖς ἑξῆς μοίραις ὤν, δορυφορούμενος καὶ αὐτὸς παρά τε τοῦ Κρόνου ὄντος ἐν τῷ ἰδίῳ οἴκῳ καὶ τοῦ Ἑρμοῦ, ἀμφοτέρων ὄντων ἐπὶ ἑῴας ἀνατολῆς. ἐπισημαντέον δὲ ὅτι καὶ ἡ Σελήνη συνάπτειν ἔμελλε λαμπρῷ τινι τῶν ἀπλανῶν
5τῶν ἐπὶ τῆς κʹ μοίρας· οὐ γὰρ μόνον ἐπὶ τῶν πλανω‐ μένων ἀστέρων τὴν συναφὴν τῆς Σελήνης δεῖ σκοπεῖν ἀλλὰ καὶ τῶν ἀπλανῶν. Εὐμεγέθης δὲ καὶ ἀνδρεῖος καὶ εὐχαρὴς ἐγένετο διὰ τὸ τὰ β φῶτα κεκεντρῶσθαι μάλιστα ἐπὶ τοῦ ὡροσκόπου
10καὶ ἐν ἀνθρωποειδεῖ καὶ ἀρρενικῷ εἶναι ζῳδίῳ. φρόνιμος δὲ καὶ πεπαιδευμένος καὶ βαθὺς διὰ τὸ τὸν Ἑρμῆν ἐπὶ ἑῴας φάσεως μετὰ Κρόνου ἐν τῷ ιβʹ τόπῳ τυχεῖν καὶ δορυφορεῖν τὸν Ἥλιον. ἐκ νέας δὲ ἡλικίας τοιοῦτος ἀπετε‐ λέσθη διὰ τὴν φάσιν· ἀεὶ γὰρ αἱ μὲν ἑῷοι ἀνατολαὶ ἐκ
15νεότητος ποιοῦσιν, αἱ δ’ ἑσπέριοι προβάσης τῆς ἡλικίας δηλοῦσι τὰς πράξεις. Δεῖ δὲ σκοπεῖν καὶ τοῦ κατὰ κορυφὴν τόπου τὸν κύριον εἰ καλῶς κεῖται καὶ ὁρᾷ τὸν τόπον· ἀνατολικὸς γὰρ ὢν ἐπισήμους καὶ ἐμπράκτους καὶ δυσκαταγωνίστους ποιεῖ
20καὶ εἰ ἑσπέριος δὲ εἴη καλῶς κείμενος ὥσπερ ἐπὶ τοῦ προ‐ κειμένου θέματος (μεσουρανεῖ μὲν Σκορπίος, κύριος δὲ τοῦ Σκορπίου ὁ Ἄρης καὶ ἀκάκωτος ὢν ἐν Ἰχθύσι τῷ ἰδίῳ τριγώνῳ καὶ ταῖς ἰδίαις μοίραις ἤγουν τοῖς ὁρίοις καὶ ὁρῶν τὸ μεσουρανοῦν τριγωνικῶς), ἐὰν δὲ κακῶς κέηται
25ὁ κύριος τοῦ κατὰ κορυφὴν τόπου τὰ ἐναντία ποιῇ. ἐὰν δέ ποτε οἱ τῶν ἀχρηματίστων τόπων δεσπόται ἐπὶ τῶν χρηματιστικῶν τόπων τύχωσι μετριότητας βίου δηλοῦ‐ σιν, τὸ δὲ δοξαστικὸν καὶ μεγαλόφρον καὶ δωρητικὸν καὶ ἀνυστικὸν ὁ τοῦ Διὸς παρέσχεν ἐν τῷ ὡροσκόπῳ ὢν καὶ
30δορυφορῶν τὸν Ἥλιον καὶ ὁμόκεντρος ὢν τῇ Σελήνῃ. ἡ δὲ αἰτία τοῦ πολλοὺς ἀντιδίκους καὶ ἐπιβούλους ἐσχηκέναι ἐγένετο ἐκ τοῦ τὰ β φῶτα τὰ τὴν δύναμιν παρέχοντα
ἐμπεριέχεσθαι ὑπὸ τῶν δύο κακοποιῶν, τοῦ μὲν Κρόνου225

226

ὄντος ἐπὶ τῆς ἑῴας ἀνατολῆς καὶ δορυφορίας, τοῦ δὲ Ἄρεως ἐπὶ τῆς ἑσπερίας. τὸ δὲ περιγενέσθαι τῶν ἐχθρῶν συνέβη μάλιστα διὰ τὸν Ἑρμῆν ἐν τῷ οἴκῳ τοῦ Κρόνου ὄντα μετ’ αὐτοῦ τοῦ Κρόνου καὶ ἐν τῷ ιβʹ τυγχάνειν ἀμφοτέρους.
5 Τὸ δὲ τιμᾶσθαι αὐτὸν καὶ προσκυνεῖσθαι παρὰ πάντων συνέβη διὰ τὸν τοῦ Διὸς ἀστέρα ἐπίκεντρον ὄντα δορυ‐ φορεῖν τὸν Ἥλιον· αἰεὶ γὰρ οὗτος δορυφορῶν τὸν Ἥλιον ἢ τὴν Σελήνην ποιεῖ ὑπὸ τῶν ὁμοτίμων ἢ καὶ κρειττόνων δοξάζεσθαι καὶ δορυφορεῖσθαι καὶ προσκυνεῖσθαι, καὶ
10τὸ εὐεργετικὸν δ’ ὁμοίως διὰ τὸν Δία ἔσχεν οὕτω τυγ‐ χάνοντα. τὸ δὲ καὶ πολλοὺς οὕτως εὐεργετεῖν καὶ ὑπὸ πολ‐ λῶν, ὡς ἔφην, προσκυνεῖσθαι συνέβη διὰ τὸ τὴν τοῦ Ἡλίου καὶ τῆς Σελήνης στάσιν ἐπίκεντρον οὖσαν δορυ‐ φορεῖσθαι ὑπὸ τῶν ε πλανωμένων οἰκείως· πάντοτε γὰρ
15ὁ Ἥλιος καὶ ἡ Σελήνη ἢ καὶ ἀμφότερα μάλιστα περὶ τὰ πρακτικὰ κέντρα (τουτέστι τὸ ὡροσκοποῦν ἢ τὸ μεσου‐ ράνημα) τυχόντες καὶ κατὰ τρόπον ὑπὸ πάντων τῶν ἀστέρων δορυφορούμενοι ποιοῦσι τοὺς ἐπὶ τῆς τοιαύτης καταστάσεως γεννωμένους βασιλεῖς παμπόλλων ἐθνῶν
20κρατοῦντας. Ἑρμῆς δὲ καὶ Κρόνος ἐν τῷ ιβʹ τυχόντες ἐπὶ ἑῴας ἀνατολῆς καὶ δορυφοροῦντες τὸν Ἥλιον ποιοῦσι φρονί‐ μους, πεπαιδευμένους, οὐ μὴν ἀγαθοθελεῖς ἀλλὰ δολερούς. Τὸν δὲ τοιοῦτον συνέβη μιᾷ γυναικὶ συζευχθῆναι ἀπὸ παρθενίας οὐ διὰ τὴν Ἀφροδίτην, ἀλλὰ διὰ τὴν Σελήνην
25ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου φερομένην. καθολικὸν δέ σοι ἔστω ἐπὶ παντὸς θέματος, ἐπὰν ἡ Ἀφροδίτη ἐπί τινος κέντρου τύχῃ ἢ καὶ ἐπαναφορᾶς, ἡ δὲ Σελήνη πρὸς τὴν Ἀφροδίτην συναφὴν ποιῆται καὶ ἑτέροις ἄστρασι συμ‐ παρατετυχηκόσι τῇ Ἀφροδίτῃ ἢ καὶ ἐπιμαρτυροῦσιν αὐτῇ,
30πολλοὺς τοὺς γάμους ποιεῖ τῷ οὕτω γεννωμένῳ, ἐὰν δὲ μόνη ἡ Σελήνη τῇ Ἀφροδίτῃ τὴν συναφὴν ποιῆται μονο‐ γαμίας ἐστὶ δηλωτική, ἐὰν δὲ ἡ Σελήνη μήτε τῇ Ἀφρο‐
δίτῃ συνάπτῃ μήτε μὴν τῶν συνόντων αὐτῇ τινι ἢ καὶ226

227

συμμαρτυρούντων, ἐπὶ φάσιν δὲ φέρηται συνοδικὴν ἢ καὶ πανσεληνιακήν, αὐτὴ δὲ ἡ Ἀφροδίτη σὺν ἀστέρι τινὶ παρῇ, καὶ οὕτω μονογάμους ποιεῖ ὥσπερ ἐπὶ τῆς προκειμένης γενέσεως.
5 Καὶ ὁ τῆς μοναδελφίας δὲ τρόπος τῷ οὕτω γεννωμένῳ κατὰ τὸ ὅμοιον ἐκ τῆς συναφῆς τῆς Σελήνης ἀποδειχθήσε‐ ται· ἡ γὰρ Σελήνη μόνῳ τῷ τοῦ Διὸς συνῆπται μέχρι τῆς πρὸς τὸν Ἥλιον συνοδικῆς φάσεως. εἰ δὲ πλείοσι τὴν συναφὴν ἐπεποίητο ἤτοι κατὰ κόλλησιν ἢ καὶ ἐπιμαρτύρη‐
10σιν καὶ πλείονας ἂν ἀδελφοὺς εἶχεν· ὅσοι γὰρ ἔχουσιν ἐπὶ γενέσεως τὴν Σελήνην μέχρι τινὸς φάσεως συνάπ‐ τουσάν τισιν ἄστρασιν, τοσούτους ἀδελφοὺς ἕξουσιν οἱ οὕτω γεννώμενοι. καὶ τοῦτο δὲ χρεὼν εἰδέναι ὡς κατὰ τὴν τῆς Σελήνης συναφὴν τῶν μὲν ἀγαθοποιῶν διδόντων
15ἀδελφούς, τῶν δὲ κακοποιῶν παραιρουμένων, καὶ οἱ μὲν ἀγαθοποιοὶ μερισταὶ ἀδελφῶν γίνονται ἐπὶ τῶν κέντρων καὶ ἐπὶ τῶν ἐπαναφορῶν φανέντες ἐπειδὰν τοῖς φωστῆρσι συμπαρατύχωσιν, οἱ δὲ κακοποιοὶ παραιρέται γίνονται ὅταν καὶ αὐτοὶ ἀνοικείως τοῖς φωστῆρσι συμπαρατύχω‐
20σιν. ἐπιβλεπτέον δὲ καὶ τὰς τῶν ζῳδίων διαφορὰς ἐπει‐ δήπερ ἐὰν τύχῃ δίσωμα ἢ τροπικὰ καὶ πολύσπερμα τὰ τὸν ἀδελφικὸν λόγον παρέχοντα πολλαδελφίας γίνονται αἴτια. διὰ τί δὲ οὐκ ἄρρενα ἀδελφὸν δέδωκεν ἡ Σελήνη συνάπτουσα τῷ τοῦ Διὸς ἀρρενικῷ ὄντι; διότι ὁ Ἥλιος
25ὡροσκοπῶν ἐν ἀρρενικῷ ζῳδίῳ καὶ τὴν συναφὴν τῆς Σελήνης ἀπεκδεχόμενος ὡς ἐπὶ τὸ πλεῖστον σπάνιν ἀδελ‐ φῶν ἀρρένων ποιεῖ. Τὸ μὲν οὖν ἄτεκνον τοῦτον γεγενῆσθαι ἡ τοῦ Ἡλίου περὶ τὸν ὡροσκόπον στάσις ἀπειργάσατο· ἀεὶ γὰρ ὁ
30Ἥλιος ἐπὶ τῶν ἐπαναφορῶν χρηματίζων ἀτεκνίας αἴτιος γίνεται. διὰ τί δὲ ἐν προσκρούσει γέγονε πρὸς τοὺς συγ‐ γενεῖς; διὰ τὴν τοῦ Ἑρμοῦ μετὰ Κρόνου στάσιν. τίς δὲ ἡ αἰτία τοῦ υἱοποιηθῆναι τοῦτον; ὅτι ὁ τοῦ Διὸς ὁμόκεν‐
τρος ἦν τῇ Σελήνῃ ἐν ζῳδίῳ οἴκῳ ὄντι τοῦ Κρόνου. πόθεν227

228

δὲ αὐτῷ τὸ αἴτιον γέγονε τῆς τοῦ ὕδρωπος νόσου καὶ δυσπνοίας καὶ τοῦ θανάτῳ κακῷ μεταστῆναι τοῦ βίου; διότι τῶν κακοποιῶν ἐμπεριεχόντων τὰ δύο φῶτα, πάν‐ των τῶν ἀστέρων ἐν καθύγροις ζῳδίοις τὴν στάσιν ἐσχη‐
5κότων, καὶ τοῦ δυτικοῦ [ἤγουν τοῦ Κρόνου] ἐν χερσαίῳ ζῳδίῳ ὑπάρχοντος καὶ ὑπὸ τῶν κακοποιῶν ἀνὰ ἓν σχῆμα ἐμπεριεχομένου, εἴποιμι ἂν ὅτι ἐκ τῶνδε τὸ αἴτιον τοῦ ὕδρωπος καὶ τῆς δυσπνοίας πρόδηλον γενήσεται· ἀεὶ γὰρ οἱ φθοροποιοὶ ἐμπεριέχοντες τὸν Ἥλιον ἢ τὴν Σελήνην ἢ καὶ
10ἀμφοτέρους κατὰ τὰ κέντρα κακοθανασίας αἴτιοι γίνονται. Οὐ μόνον δὲ δεῖ ταῦτα σκοπεῖν, ἀλλὰ τήν τε τριταίαν καὶ ἑβδομαίαν καὶ τεσσαρακοσταίαν ἡμέραν τῆς ἐκτρο‐ πῆς· ἐν γὰρ τῇ τεσσαρακοσταίᾳ ἡμέρᾳ τῇ μετὰ τὴν τοι‐ αύτην γένεσιν εὑρίσκεται ἡ Σελήνη ἐν Καρκίνῳ, ὁ δὲ
15Ἄρης ἐν Κριῷ, Κρόνος δὲ ἐν Αἰγοκέρωτι, καὶ συνέβη τοὺς β κακοποιοὺς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὴν Σελήνην καθορᾶν, Κρόνον μὲν ἐκ διαμέτρου, Ἄρην δὲ ἐκ τοῦ δεξιοῦ τετρα‐ γώνου· καὶ τοῦτο οὖν κακοθανασίας αὐτῷ αἴτιον γέγο‐ νεν. καὶ ἔτι οὐ μόνον δεῖ τὴν Σελήνην παρατηρεῖν ἐν ταύ‐
20ταις ταῖς ἡμέραις ἀλλὰ καὶ τοὺς ἄλλους ἀστέρας πῶς κεῖνται ὡς ἐπὶ γενέσεως. Καὶ πόσους ὁ τοιοῦτος ζωτικοὺς πληρώσας χρόνους τελευτήσει; γνώσῃ δ’ ἐκ τῆς Σελήνης· αὕτη γὰρ ἀφέτης γίνεται ἐπὶ τῆς τοῦ ὡροσκόπου μοίρας εὑρεθεῖσα, ὅσοι δὲ
25ἀναφορικοὶ χρόνοι τῶν ζῳδίων εἰσὶν ἀπ’ αὐτῆς ἕως τῆς τοῦ τετραγώνου πλευρᾶς (τουτέστι Ταύρου μοίρας αʹ) τοσαῦτα ἔτη βιώσας τελευτήσει, συνάπτουσα δὲ κακοποιοῖς ἐν ταῖς μεταξὺ μοίραις ἢ καὶ τῷ Ἡλίῳ κλιμακτῆρας ποιεῖ.
Τοσαῦτα μὲν ὡς ἐν συντόμῳ ἐκ τῶν παρὰ τοῖς ἀρχαίοις228

229

εἰρημένων ἐκτίθεται ὁ Ἀντίγονος περὶ τῆς εἰρημένης γενέ‐ σεως, ἑξῆς δὲ καὶ βίας μνημονεύει οὕτως. ἔστω τινὰ ἔχειν τὸν Ἥλιον ἐν Κριῷ περὶ μοίρας ιθ ἐν ὁρίοις Ἑρμοῦ, Σελήνην ἐν Διδύμοις μοίρᾳ ιεʹ ὁρίοις Ἀφροδίτης, Κρόνον
5ἐν Ζυγῷ περὶ μοίρας κ ὁρίοις Διὸς ἀκρόνυχον, Δία ἐν Ὑδροχόῳ μοίρᾳ ϛʹ ὁρίοις Ἑρμοῦ ἀπ’ ἀνατολῆς ἑῴας, Ἄρην δὲ ἐν Κριῷ περὶ μοίρας ιε ὁρίοις Ἑρμοῦ, Ἀφρο‐ δίτην ὁμοίως ἐν Κριῷ περὶ μοίρας ε ὁρίοις Διός, Ἑρμῆν δὲ ἐν Κριῷ περὶ μοίρας ϛ ὁρίοις Διός, τῶν γ Ἑρμοῦ,
10Ἀφροδίτης, Διὸς ἔτι πρὸς δύσιν ὄντων, καὶ ὁ μὲν ὡροσκό‐ πος Καρκίνου μοίρᾳ κδʹ, τὸ δὲ δῦνον ὡσαύτως Αἰγοκέρω‐ τος μοίρᾳ κδʹ, καὶ τὸ μὲν ὑπέργειον μεσουράνημα Κριοῦ μοίρᾳ ιʹ, τὸ δ’ ὑπόγειον Ζυγοῦ ιʹ, καὶ οἰκοδεσποτήσει μὲν ἐνταῦθα τῆς γενέσεως, ὥς φησιν, ὁ Ἄρης. μετὰ δὲ
15τρίτην ἡμέραν τῆς γενέσεως ἡ Σελήνη ἐν Καρκίνῳ ἔσται, μετὰ δὲ ζʹ ἐν Παρθένῳ, μετὰ δὲ τὴν μʹ ἐν Σκορπίῳ.
17tab[Omitted graphic marker]229

230

Ὁ οὖν οὕτως ἔχων τοὺς ἀστέρας ἔσται περιφανὴς ἐκ περιφανῶν, ἐξουσιαστικὸς καὶ πολλοὺς κολάζων καὶ πολυ‐ χρήματος μὲν διὰ τὸ ἐν τῷ τριγώνῳ τοῦ Κρόνου τήν τε Σελήνην εἶναι καὶ τὸν Δία, τὴν μὲν Σελήνην ἐν Διδύμοις,
5τὸν δὲ Δία ἐν Ὑδροχόῳ, ἄδικος δὲ μὴ κατηγορούμενος διὰ τὴν τοῦ Ἄρεως καὶ Ἑρμοῦ στάσιν ἐπὶ τοῦ μεσουρανή‐ ματος, ἀμφοτέρων ὄντων ὑπαύγων, περιφανὴς δὲ διὰ τὸ τοὺς δ ἀστέρας ἐν τῷ μεσουρανήματι τυγχάνειν καὶ τὴν προγεγονυῖαν δὲ σύνοδον ἐν τῷ αὐτῷ γεγενῆσθαι ζῳδίῳ·
10οὐ γὰρ μικρὰ δύναται ἡ προγεγονυῖα σύνοδος ὁπόταν ἐπί‐ κεντρος τύχῃ, καὶ μάλιστα κατὰ τὸ ὡροσκοποῦν ἢ τὸ μεσουράνημα. πρὸς δὲ τὰς θηλείας μίξεις ἀνεπίστροφος τυγχάνει καὶ ῥυπαρὸς πρὸς τὰς ἀρρενικὰς μάλιστα μὲν διὰ τὸ τὸν Ἄρην μετὰ Ἀφροδίτης καὶ Ἑρμοῦ τὴν στάσιν
15ἔχειν ἐν Κριῷ ἀσελγεῖ ὄντι καὶ ὁρᾶσθαι τετραγωνικῶς τὴν Ἀφροδίτην ὑπὸ τοῦ Κρόνου καὶ προσέτι τῷ πάντας αὐτοὺς τοὺς ἀστέρας ἐν ἀρρενικοῖς ζῳδίοις εἶναι. ὁ δὲ Ἥλιος ἐπὶ τοῦ ἰδίου ὑψώματος ὢν καὶ ἐπὶ τοῦ μεσουρα‐ νήματος καὶ δορυφορούμενος παρά τε τῶν προανηνεγ‐
20μένων αὐτοῦ ἀστέρων ἔν τε τῷ αὐτῷ ζῳδίῳ καὶ τοῦ Διὸς ἐν Ὑδροχόῳ ὄντος (ἀεὶ γὰρ μέχρι καὶ τετραγώνου στά‐ σεως οἱ προανηνεγμένοι τοῦ Ἡλίου ἀστέρες δορυφοροῦσι τὸν Ἥλιον) λαμπρὸν καὶ ἔνδοξον τὸ θέμα ἀπετέλεσεν. ὁμοίως καὶ ἡ Σελήνη αὐξιφωτοῦσα ἐν τριγωνικῷ σχήματι
25πρός τε Κρόνον ἢ Δία εὐδαίμονα καὶ πολυχρήματον ἀπειρ‐ γάσατο καὶ τῇ πατρίδι πολλὰ ἀναθήματα καὶ δωρεὰς παρέχοντα. μὲν λανθανέτω δέ σε μηδὲ τοῦτο ὡς τῶν ἀστέ‐ ρων ὄντων πάντων ἢ τῶν πλείστων ἐν ἰδίοις ζῳδίοις ἢ τόποις συμβαίνει γίνεσθαι ἀξιωματικοὺς ἄνδρας καὶ ἐπι‐
30σήμους. οἱ ζωτικοὶ δὲ τούτου γνωρίζονται ἀπὸ τῆς τοῦ Ἡλίου ἀφέσεως ἕως τῆς τετραγωνικῆς αὐτοῦ στάσεως διὰ τὸ εἶναι αὐτὸν ἐπίκεντρον καὶ τὴν προγεγενημένην
σύνοδον ἐν τῷ αὐτῷ ζῳδίῳ γενέσθαι.230

231

Οὕτω μὲν οὖν χρὴ σκέπτεσθαι τὰς διδομένας γενέσεις· καὶ τρίτης δὲ ἄλλης γενέσεως μνημονεύει οὕτως, καί φησι περὶ τοῦ γεννηθέντος ὅτι ἐπ’ ὀλέθρῳ τῷ τε ἰδίῳ καὶ τῶν πατέρων ἐγένετο περὶ τὸ κεʹ ἔτος, οὗ τὸ ἐπὶ τῆς γενέσεως
5θέμα τοιοῦτον ἦν. ὁ Ἥλιος καὶ ὁ ὡροσκόπος ἦν ἐν Κριῷ, Σελήνη ἐν Ταύρῳ μετὰ ἡμέρας γ ἐπὶ ἑσπερίας ἀνατολῆς τὴν φάσιν ποιουμένη, Ἑρμῆς καὶ Κρόνος ἐν Κριῷ ἐπὶ ἑῴας δύσεως, ὁ Ζεὺς ἐν Ἰχθύσιν ἐπὶ ἑῴας ἀνατολῆς, ὁ κλῆ‐ ρος δὲ τῆς τύχης εἰς τὸν Ταῦρον ἔπιπτεν· οἰκοδεσποτήσει
10ἐνταῦθα, φησίν, ὁ τοῦ Ἄρεως ἀστὴρ τῆς τοιαύτης γενέ‐ σεως. ἡ Σελήνη δὲ ἔσται κατὰ τὴν ζʹ ἐν ..., κατὰ τὴν μʹ ἐν Ζυγῷ. Ὁ τοιοῦτος ἐκ μεγίστου γένους καὶ περιφανοῦς, λέγω δὴ πατρὸς καὶ μητρός, ἐνδοξοτάτων μέν, βιαίως δὲ
15θανόντων· ἐν ἐλπίσι γὰρ μεγάλαις γεννηθεὶς οὗτος καὶ δοκῶν ἤδη ἐπὶ βασιλείαν ἐλθεῖν, κακόβουλος γενόμενος περὶ τὸ κεʹ ἔτος ἐσφάλη, καὶ ἐν κατηγορίᾳ πρὸς τὸν βασι‐ λέα γενόμενος ἀνῃρέθη μετά τινος πρεσβύτου τῶν τοῦ γένους αὐτοῦ (ἐν διαβολῇ γενομένου καὶ αὐτοῦ δι’ αὐτόν),
20πρὸς δ’ ἔτι τῶν ἀπὸ τοῦ γένους αὐτοῦ πάντων δι’ αὐτὸν ταπεινῶς ἀπηλλαγμένων. 〈...〉 διὰ τὸ τὸν Ἥλιον ἐν τῷ ὡροσκόπῳ εἶναι καὶ δορυφορεῖσθαι ὑπό τε τοῦ Ἑρμοῦ καὶ τοῦ Διός (εἴρηται γὰρ περὶ τούτου), τὸ δὲ κακόβουλον γεγενῆσθαι διὰ τὸ τὸν τοῦ Ἑρμοῦ καὶ τοῦ Κρόνου ἐν
25ἀρρενικῷ ζῳδίῳ τετυχηκέναι καί τινα τῶν τοῦ γένους ἀπολέσαι διὰ τὸ αὐτὸ σχῆμα, τὸ δὲ αὐτὸν κατακοπῆναι διὰ τὸ τὴν Σελήνην εἶναι ἐν Ταύρῳ μελεοκοπουμένῳ ζῳδίῳ καὶ ἀκτινοβολεῖν τὸν Ἄρην ἐπὶ τῆς ἐπαναφορᾶς τοῦ μεσου‐ ρανήματος ὄντα, τὸ δὲ καὶ ἐξ ἀνθρώπου εἶναι τὴν βλάβην
30διὰ τὸ τὸν Ἄρην εἶναι ἐν ἀνθρωποειδεῖ ζῳδίῳ· ἐρωτικὸς δὲ ὁ τοιοῦτος ἐγένετο καὶ φιλομόναχος, ἐρωτικὸς μὲν διὰ
τὴν Ἀφροδίτην καὶ τὸν Δία, φιλομόναχος δὲ διὰ τὸν Ἄρην231

232

ὄντα ἐπὶ τῆς ἐπαναφορᾶς τοῦ μεσουρανήματος καὶ τὸν Ἑρμῆν εἶναι ἐν τῷ οἴκῳ τοῦ Ἄρεως, τὸ δὲ περὶ κεʹ ἔτος τεθνάναι κακῶς διὰ τὸ τὰς ἀναφορὰς τοῦ Τ〈αύρ〉ου καὶ τοῦ Ὑδροχόου τὰς αὐτὰς εἶναι.
5 Ἐφεξῆς δὲ καὶ ἑτέρων γενέσεων μνημονεύσας τοιούτῳ τρόπῳ σκέπτεται, ἐν αἷς φησιν ὅτι μονογενῶς ἡ Ἀφρο‐ δίτη ἀεὶ ἀποκεκλικυῖα τοῦ κατὰ κορυφὴν τόπου ἐπὶ τῶν 〈...〉 γυναικῶν ἀκαταστασίαν ἐν τοῖς κατ’ ἄνδρα ποιεῖ. φησὶ δὲ καὶ ὅτι πάντοτε ἡ Σελήνη ἢ καί τις τῶν ἀπλα‐
10νῶν τυχόντες ἐπί τινος κέντρου προσθετικοὶ τῷ τε μήκει καὶ τῷ πλάτει ὄντες μετά τινος τῶν λαμπρῶν ἀπλανῶν, οἷον τοῦ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ὅν φασι Βασιλίσκον περὶ μοῖραν εʹ, ποιοῦσι τὰς τύχας μείζονας καὶ ἐνδοξο‐ τάτας, τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῆς τοῦ Ὑδροχόου κʹ μοίρας
15ποιοῦσιν. καὶ ἐπὶ τῆς ιεʹ μοίρας τοῦ Ταύρου παραβάλ‐ λουσα ἡ Σελήνη τῷ πλάτει πλουσίους, οἰκονομικοὺς ποιεῖ καὶ μεγιστᾶνας, καὶ ἐπὶ τῆς κζʹ δ’ ὁμοίως μοίρας τυχοῦσα ποιεῖ λαμπροὺς ἄρχοντας, χρηματιστικοὺς δὲ πάντας καὶ εὐσεβεῖς, τῷ δὲ λαμπρῷ ἀστέρι προσβάλλουσα τῷ ἐπὶ
20τῆς λʹ μοίρας ποιεῖ ἄρχοντας ἢ ναυάρχους λαμπρούς. τὸ δὲ ὅμοιον γίνεται καὶ ἐπὶ τῆς ζʹ μοίρας τοῦ Σκορπίου ἢ φίλους βασιλέων ἢ διαδόχους ὠμοὺς καὶ παραβόλους καὶ ἀποδημητικούς· οὕτως οὖν, φησίν, καὶ ἐπὶ τῶν ἄλλων ἀπλανῶν ἀστέρων καταστοχαστέον.
25 Πάλιν δὲ λέγει ὅτι οἱ ἔχοντες τὴν Σελήνην ἀγαθοῖς συνάπτουσαν, τὴν δὲ ἀπόρροιαν ἀπὸ λαμπρῶν ἀστέρων ποιουμένην, οὗτοι ὑποτάσσονται τοῖς ἔχουσι τὴν Σελήνην παραβεβληκυῖαν λαμπρῷ τινι τῶν κατά τι ζῴδιον ἀστέρων, οὐ μέντοι παντάπασιν ὄντες ἄδοξοι. εἰσὶ γάρ, φησίν, καί
30τινες ἐξυπηρετούμεναι λαμπραὶ μοῖραι καθὼς ὁ βασιλεὺς Νεχεψὼ ἐν τῇ καθολικῇ λέγει. ἐπὶ δὲ τῶν ἀδόξων γενέ‐ σεων εὑρήσεις τὴν Σελήνην ἀφαιροῦσαν τῷ τε μήκει καὶ
πλάτει καὶ τῷ φωτὶ καὶ πρὸς κακοποιοὺς φερομένην· οὕτω232

233

γὰρ ποιεῖ τοῖς τε σώμασιν ἀσθενεῖς καὶ ταῖς τύχαις προσ‐ κοπτικούς. Καὶ ἐκ τῶν Σαλμεσχινιακῶν δὲ βιβλίων ἀναλεξάμενος ὡς ἔστιν ἐκεῖ οὕτω λέγει. σκοπητέον δὲ καὶ τοὺς δεκα‐
5νοὺς ἐπειδήπερ ὁ μὲν αʹ ὡροσκοπῶν χρηματίζει περὶ τοκετοῦ, ὁ δὲ ἀπὸ τούτου δεκανὸς κηʹ, ὃς μεσουρανεῖ πρωΐ, χρηματίζει περὶ βίου, ὁ δὲ κεʹ, ὃς μεσουρανεῖ μεσημ‐ βρίαν, χρηματίζει περὶ ἀρρωστίας, ὁ δὲ θʹ, ὃς ἀνατέλλει ἐν τῷ ἀπηλιώτῃ ὀψέ, χρηματίζει περὶ σίνους, ὁ δὲ ιζʹ,
10ὃς ἀνατέλλει ἐν τῷ λιβί, γίνεται ὑπόγειον μεσουράνημα καὶ χρηματίζει περὶ γάμου καὶ γυναικῶν, ὁ δὲ ηʹ, ὃς καὶ Ἅιδου θύρα λέγεται, χρηματίζει περὶ τέκνων, ὁ δὲ ἐν τῷ ὑπὸ γῆν χρηματίζει περὶ θανάτου. οὗτοί εἰσιν οἱ τόποι οἷς χρῶνται ἐπὶ πάσης γενέσεως οἱ παλαιοὶ Αἰγύπτιοι. τοσαῦ‐
15τα μὲν οὖν ἐκκείσθω περὶ τύχης καὶ βίου καὶ προκοπῆς, ἑτέρου δὲ σκέμματος κατὰ τὸ ἑξῆς ὁμοίως ἀρξώμεθα.
17t〈κζʹ〉 Περὶ πράξεως
18 Πρῶτον μὲν ἐκτίθησιν ὡς ἔθος ἔχει ποιεῖν τὴν τοῦ Πτο‐ λεμαίου λέξιν περὶ τῆς ἐκλογῆς τοῦ κυρίου τῆς πράξεως,
20εἶτά φησιν ὡς ἄλλοι δὲ τῶν μὲν κέντρων προτάττουσι τὸ μεσουράνημα, βʹ τὸ ὑπὸ γῆν, γʹ τὸν ὡροσκόπον, δʹ τὸν κλῆρον τῆς τύχης· τὸ γὰρ δῦνον παντελῶς παρορῶσιν. καὶ ὅταν τοὺς τόπους τούτους πάντας ἐρήμους εὕρωσιν ἀπό τινος τῶν γ ἀστέρων Ἄρεως, Ἀφροδίτης, Ἑρμοῦ, τότε
25σκέπτονται τίς τὴν συναφὴν τῆς Σελήνης ἔσχεν ἐν τῇ γενέσει, ἢν δὲ καὶ ταύτην ἔρημον εὕρωσιν σκοποῦσι τίς πρὸς τὸν Ἥλιον ἔσχε συναφήν. ἐγὼ δὲ βέλτιον ἡγοῦμαι
μὴ δεῖν τὸν συνάπτοντα τῷ Ἡλίῳ λαβεῖν (ὕπαυγος γὰρ233

234

γίνεται), ἀλλὰ μᾶλλον τὸν φάσιν ἑῴαν ἔγγιστα ἀπὸ τῆς πρὸς αὐτὸν συναφῆς πεποιημένον ὡς αὐτός φησιν ὁ Πτο‐ λεμαῖος. ἐὰν δὲ καὶ οὕτω μὴ εὕρωσιν τότε τὸ ϛʹ ζῴδιον ἀπὸ ὡροσκόπου λαμβάνουσιν, τελευταῖον πάντων 〈...〉
5ὡς ἀριστερὸν τοῦ μεσουρανήματος τρίγωνον. χρὴ οὖν σκο‐ πεῖν τά τε πρῶτα ἐν τούτοις καὶ τὸν ἐνδύναμον τῶν γ ἀστέρων πρὸς τὸ ποιὸν τῆς πράξεως. Ἡνίκα ὁ τὴν κυρείαν τῆς πράξεως λαχὼν ἢ ἑῷος ᾖ ἢ ἐν ἰδίῳ τριγώνῳ ἢ ὁρίοις ᾖ, προστίθησι δὲ καὶ τοῖς ἀριθ‐
10μοῖς, καὶ μᾶλλον ἐὰν τύχῃ οὗτος ἐν τῷ μεσουρανήματι ὤν, ὁ τοιαύτης οὖν, φασίν, τυχὼν γενέσεως παραδυνα‐ στεύσει βασιλεῖ ἢ τυράννῳ καὶ δόξης παρ’ αὐτοῦ καὶ φιλίας ἀπολαύσει καὶ δῶρα λήψεται ἀγλαά. Ταῦτα προσθεὶς καὶ πάλιν τὴν τοῦ Πτολεμαίου λέξιν
15ἀναλαβὼν εἶτα πρὸς τῷ τέλει προστίθησιν. ἄλλοι δὲ τὰς ποιότητας τῶν πράξεων ἀπὸ τῆς συναφῆς τῆς Σελήνης λαμβάνουσιν· ᾧ γὰρ ἄν, φασίν, συνάπτῃ ἀστέρι σωματι‐ κῶς ἢ κατὰ τρίγωνον μοιρικῶς, ἀπὸ τούτων λαμβάνου‐ σιν. κἂν μὲν ὁ Ἄρης ᾖ ποιεῖ ἀνωμάλους τὴν πρᾶξιν καὶ
20ξενιτείαν ἢ καὶ ἐν στρατείαις κατειλεγμένον εἴπερ ἡμερινή ἐστιν ἡ γένεσις, ἐὰν δὲ ὁ Ζεὺς ᾖ πολυκτήμονας, γραμμα‐ τεῖς, ἱεροφάντας, τελεστάς, σεμνούς, ἐν βασιλείοις αὐλαῖς διατρίβοντας, ἐν δὲ πολιτικοῖς ἔργοις οὐκ εὐδοκιμοῦντας, εἰ δὲ ἡ Ἀφροδίτη μουσικούς, χαρίεις καὶ ὅσαπερ ἔργα τῆς
25Ἀφροδίτης ἐρρέθη ἐν τοῖς ἄνω, τὸν δὲ βίον καὶ τὴν κτῆσιν ἐλάσσονα ποιήσουσιν, εἰ δὲ ὁ Ἑρμῆς συνετούς, πεπαιδευ‐ μένους, ἐμπόρους, ἀοιδοὺς καὶ τὰ τοιαῦτα.
28t〈κηʹ〉 Περὶ τέκνων
29Μετὰ τὸ περὶ τέκνων τὴν τοῦ Πτολεμαίου λέξιν ἐκθεῖναι
30προστίθησι λέγων. ταῦτα μὲν ὁ Πτολεμαῖος ἐκ τῶν234

235

Πετοσίριδος εἰληφώς, ὁ δὲ Δωρόθεος περὶ τέκνων σκε‐ πτόμενος λέγει. δεῖ τοὺς τριγωνοκράτορας τοῦ Διὸς σκο‐ πεῖν πῶς κεῖνται ἐν τῇ γενέσει εἴτ’ ἐν συμπαθέσι τόποις εἴτ’ ἐναντίοις, ἢ ὃς μέν ἐστιν, ὃς δὲ οὔ, καὶ πρὸς αὐτοὺς
5ἀποτελεῖν, τήν τε πρώτην καὶ βʹ τάξιν ὁμοίως αὐτοῖς δια‐ σημαίνειν, σκοπεῖν δὲ καὶ εἰ ὁ κλῆρος τῆς τύχης ἐν καλοῖς τόποις εἴη καὶ μὴ ἐν ἀσπόροις ἐπειδήπερ ἐὰν εὑρεθῇ ἐν τῷ ϛʹ ἢ τῷ βʹ ἢ ἄγονος, φησίν, ἔσται ἢ κλαύ‐ σει τὰ τικτόμενα. ἐὰν δὲ ὁ κλῆρος καὶ τὸ διάμετρον αὐτοῦ
10ὁμοίως καὶ τετράπλευρα χηρεύει ἄστρων, μάλιστα ἀγα‐ θῶν, 〈...〉. εἰ δὲ τὰ ζῴδια τὰ παρέχοντα τὰ τέκνα καὶ οἱ ἐπόντες ἀστέρες θηλυκῆς εἶεν φύσεως θηλυκὰ ἔσται τὰ τικτόμενα, εἰ δὲ ἀρρενικὰ ἢ μεμιγμένα ὁμοίως ἀρρενικὰ ἢ μεμιγμένα.
15t〈κθʹ〉 Περὶ φίλων καὶ ἐχθρῶν
16 Ἐν τῷ περὶ φίλων καὶ ἐχθρῶν προστίθησιν ὁ Ἡφαι‐ στίων. ἰδίως δὲ ὁ περὶ δούλων λόγος καὶ τῆς τῶν οἰκοδε‐ σποτῶν πρὸς αὐτοὺς συμπαθείας ἀπὸ τοῦ κακοδαιμονοῦν‐ τος ζῳδίου λαμβάνεται καὶ τῆς τῶν ἐπιθεωρούντων
20ἀστέρων τὸν τόπον μαρτυρίας κατά τε τὴν γένεσιν αὐτὴν καὶ κατὰ τὰς ἐπεμβάσεις ἢ διαμέτρους φυσικῆς ἐπιτηδει‐ ότητος, καὶ μάλιστα ὅταν οἱ τοῦ δωδεκατημορίου κυριεύ‐ σαντες ἤτοι συμφώνως τοῖς κυρίοις τῆς γενέσεως τόποις ἢ ἐναντίως ποιῶνται τοὺς συσχηματισμούς.
25 Ἄλλοι δέ, φασίν, ἐπιβλέπουσι τὸν κλῆρον τοῦ ἔρωτος, δηλονότι πῶς κεῖται καὶ ὑπὸ ποίων ἀστέρων θεωρεῖται, καὶ πρὸς αὐτὸν τὰ περὶ φιλίας σκοποῦσιν. ὅμως εἴπερ ᾖ
ἐν τοῖς ἀκούουσι ζῳδίοις ἤτοι ἐν τοῖς βλέπουσιν, συμπα‐235

236

θεῖς ἔσονται αἱ γενέσεις. ἀκούει δὲ ἀλλήλων τὰ ἴσον ἀπ‐ έχοντα τῶν ἰσημερινῶν, οἷον Ταῦρος καὶ Ἰχθύες, Δίδυμοι καὶ Ὑδροχόος, Καρκίνος καὶ Αἰγόκερως, Λέων καὶ Τοξό‐ της, Παρθένος καὶ Σκορπίος· καὶ τούτων τὰ μὲν βόρεια
5λέγονται προστάσσειν τοῖς νοτίοις, τὰ δὲ νότια ὑπακού‐ ειν τοῖς βορείοις. βλέποντα δὲ ζῴδια τὰ ἴσον ἀπέχοντα τῶν τροπικῶν ζῳδίων, ἃ καὶ ἴσοις χρόνοις ἀναφέρονται, μάλιστα δὲ ἐὰν ἐπὶ τῶν β γενέσεων οἱ κλῆροι τοῦ ἔρω‐ τος ἐμπέσωσιν εἰς αὐτά. πλείων ἔσται ἡ ἰσχὺς καὶ ἐλάτ‐
10των, πλείων μὲν ἐν τοῖς ἀπὸ Κριοῦ μέχρι Παρθένου καὶ αὐτῆς, ἐλάττων δὲ ἐν τοῖς ἀπὸ Ζυγοῦ μέχρι καὶ Ἰχθύων. οὐ μόνον δὲ χρὴ ἐπὶ τῶν φίλων τὰ περὶ φιλίας σκοπεῖν ἐν τοῖς προεκτεθειμένοις σχήμασιν, ἀλλὰ καὶ ἐπὶ γυναικὸς καὶ ἀνδρὸς καὶ πατρὸς καὶ μητρὸς καὶ τέκνων.
15t〈λʹ〉 Περὶ δούλων
16 Περὶ δὲ δούλων αὐτός φησιν· σκέπτου τὸν κλῆρον αὐ‐ τῶν. οὗτος δὲ λαμβάνεται ἀπὸ Ἑρμοῦ ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου ἐπὶ ἡμερινῆς γενέσεως, ἐπὶ δὲ νυκ‐ τερινῆς ἀνάπαλιν. σκόπει οὖν τὸν τόπον εἰς ὃν ἐμπέσειεν
20ὁ κλῆρος καὶ τοὺς ἐσχηματισμένους πρὸς αὐτὸν ἀστέρας· ἀγαθῶν μὲν γὰρ ὁρώντων ἀγαθοὶ καὶ ἐπὶ καλῷ οἱ δοῦλοι ἔσονται, κακῶν δὲ τὸ ἐναντίον. ἄλλοι δὲ λαμβάνουσι τὰ περὶ δούλων ἀπὸ Ἑρμοῦ ἕως τοῦ κλήρου τῆς τύχης καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου.
25t〈λαʹ〉 Περὶ ξενιτείας
26 Πρὸς τῷ τέλει τοῦ περὶ ξενιτείας λόγου, πάλιν δέ, φησίν, τὰ ἐπὶ τούτοις σαφηνείας χάριν προσγράφομεν. τὴν τρι‐
ταίαν ἡμέραν τῆς γενέσεως σκεπτέον εἰ ὁ Ἄρης τότε συν‐236

237

ίσταται τῇ Σελήνῃ ἢ τετραγωνίζει ἢ διαμετρεῖ ἢ ἐν αὐτῇ ἡ Σελήνη ἐν οἴκῳ γίνεται Ἄρεως. σκόπει δὲ καὶ τοὺς τριγωνοκράτορας τοῦ τῆς αἱρέσεως φωτός· εἰ μὲν γὰρ ἐν οἰκείοις τόποις οὐ ποιοῦσι ξενιτείας, εἰ δὲ ἐν ἀλλοτρίοις
5ποιοῦσιν.
6t〈λβʹ〉 Περὶ θανάτου ποιότητος
7 Πρόσκειται καὶ τούτῳ τῷ κεφαλαίῳ περὶ τὸ τέλος· ἄλλοι δὲ σκοποῦσι περὶ θανάτου ποιότητος ἐκ τοῦ κατὰ τὸν ηʹ τόπον ζῳδίου, τὸ εἶδος καὶ τὴν φύσιν αὐτοῦ ὁρῶντες, τὸν
10τούτου δεσπότην, ἔτι δὲ καὶ τοὺς συσχηματιζομένους ἀστέρας, καὶ ἐκ τούτων ἀποφαίνονται καὶ τὰ εἴδη τοῦ θανάτου ὁμοίως ταῖς προκατειλεγμέναις φύσεσιν ἀστέ‐ ρων τε καὶ ζῳδίων.
14t〈λγʹ〉 Περὶ χρόνων διαιρέσεως
15 Μετὰ τὴν συμπλήρωσιν τοῦ παρόντος κεφαλαίου φησὶν ὁ Ἡφαιστίων· ταῦτα μὲν οὖν ὁ Πτολεμαῖος φυσικῶς καὶ καθολικῶς σκεπτόμενος ἐκτίθεται περὶ τῆς τῶν καιρῶν ἐπισκέψεως, τῶν δὲ κατὰ μέρος ἐπιβολῶν τῆς ποιότητος τοῦ ἀποτελέσματος ἑκάστου ἀφῆκεν ἡμῖν καταστοχάζε‐
20σθαι ἐκ τῶν καθολικῶν. ἐφεξῆς δὲ τούτοις πάλιν παρα‐ τιθέμεθα καὶ τὰ παρὰ τοῖς ἄλλοις καὶ ἃ ἡμεῖς τετηρηκό‐ τες τῇ πείρᾳ εὕρομεν ἀληθῆ. Ὁ γὰρ Δωρόθεος διαιρῶν τοὺς χρόνους κέχρηται πρώ‐ τῳ ἀφέτῃ εἰ μὲν εἴη ἡμερινὴ ἡ γένεσις καὶ ὁ Ἥλιος ἐπὶ
25τοῦ ὡροσκόπου ἢ ἐν τῷ μεσουρανήματι ἢ ἐν τῷ ιαʹ τῷ κυρίῳ τῶν ὁρίων τοῦ ἐν τῷ τόπῳ ζῳδίου· οὐχ ἁπλῶς δὲ
κέχρηται, ἀλλὰ χρή, φησίν, αὐτὸν ὁρᾶν τὰ ἴδια ὅρια. εἰ237

238

δὲ μὴ εἴη οὗτος, ἕτερος δέ τις ἀστὴρ ὁ τὸν Ἥλιον ἔχων τὸν ἑαυτοῦ οἶκον ἐπέχοντα, οὗτος λαμβάνεται, εἰ δὲ καὶ οὗτος ἀπόστροφος εἴη τοῦ Ἡλίου, ἄλλος δέ τις ὁρᾷ τοῦτον ἐπέχοντα τὸ ἴδιον ὕψωμα, οὗτος λαμβάνεται, εἰ δὲ καὶ
5οὗτος ἀπόστροφος εἴη τοῦ Ἡλίου, ἄλλος δέ τις ἴδοι αὐτὸν ἐπέχοντα τὸ οἰκεῖον τρίγωνον, οὗτος λαμβάνεται. ταῦτα μὲν ἐπὶ ἡμερινῆς γενέσεως ἐὰν ᾖ ὁ Ἥλιος ἐν ἐπικαίροις τόποις καὶ ὁρᾶται παρὰ τοῦ κυρίου τῶν ὁρίων τοῦ τόπου ἢ τοῦ οἴκου ἢ τοῦ ὑψώματος ἢ τοῦ τριγώνου. εἰ δὲ μὴ αὐ‐
10τὸς εἴη, τύχοι δὲ ἡ Σελήνη, τὸν κύριον αὐτῆς προκρίνομεν τῷ αὐτῷ τρόπῳ, εἰ δὲ μηδὲ αὕτη τὸν κύριον τοῦ κλήρου τῆς τύχης, εἰ δὲ πάλιν καὶ ὁ κλῆρος μὴ εὑρεθείη εἰ μὲν εἴη ἡ προγενομένη συζυγία συνοδικὴ ἢ καὶ ἐν ἐπικαίρῳ τόπῳ τὸν κύριον αὐτῆς. εἰ δὲ τούτων ὁ κύριος μὴ εὑρεθείη
15τελευταῖον πάντων τὸν τοῦ ὡροσκόπου λαμβάνομεν τῷ αὐτῷ τρόπῳ. ἐπὶ δὲ νυκτερινῆς γενέσεως τὴν Σελήνην προκρίνομεν ἐν ἐπικαίρῳ οὖσαν τόπῳ. ἐὰν δὲ μὴ εὑρίσκη‐ ται αὕτη, τύχῃ δὲ ὁ Ἥλιος ἐν ταῖς ὑπὸ γῆν μοίραις τοῦ ὡροσκόπου, τῷ κυρίῳ πάλιν αὐτοῦ χρησόμεθα.
20 Πρὸς τούτοις δὲ χρὴ σκοπεῖν καὶ αὐτοὺς τοὺς ἀφετικοὺς τόπους καὶ προκρίνειν τὸν ἀπηλλαγμένον καὶ ἐλεύθερον κακοποιοῦ στάσεως. δίδοται δέ, φησίν, παρ’ ἑκάστου τῶν ἀστέρων τῇ τάξει τῶν ..... ἐφεξῆς ὁ χρόνος κατὰ τὰς ἀναφορὰς τοῦ οἰκείου κλίματος.
25t〈λδʹ〉 Περὶ ἐνιαυτοῦ
26 Ἀπὸ τοῦ ὡροσκόπου τὸ πλῆθος τῶν ἐτῶν ἔκβαλλε, καὶ εἰς ὃ ἂν καταλήξῃ ζῴδιον σκόπει τὸν κύριον ἐκείνου εἰ ὁρᾷ
αὐτὸν καὶ εἰ ἀνατολικός ἐστιν ἢ ἐν ὁρίοις ἢ οἴκῳ ἢ τριγώνῳ238

239

ἢ ὑψώματι. καὶ εἴπερ εἴη ὑπὸ ἀγαθοποιῶν καλῶς ἐσχη‐ ματισμένος ἀποφαίνου τὸν ἐνιαυτὸν κάλλιστον ἔσεσθαι, εἰ δὲ εὑρεθείη ἐν τοῖς ἐναντίοις τῶν προειρημένων ἐναν‐ τία δηλονότι ὑπονοητέον, εἰ δὲ καὶ ἐν ἀλλοτρίῳ οἴκῳ
5τύχοι χαλεπώτερος ἔσται· εἰ οὖν εἶεν οἱ κακοποιοὶ οὕτως ἔχοντες καὶ ἐν ἀλλοτρίῳ οἴκῳ χαλεπώτατοί εἰσιν (ἢ γὰρ νόσον ἢ ἐκ κρίσεως καταδίκην ἢ ξενιτείας διαφόρους ποι‐ οῦσιν), εἰ δὲ οἱ ἀγαθοποιοὶ κουφοτέρους μετεωρισμοὺς ποιοῦσιν· καὶ ἐπὶ μὲν Διὸς δαπάνας ἑκουσίᾳ γνώμῃ, ἐπὶ
10δὲ Ἀφροδίτης γυναικείους τινὰς μώμους ἐπιφέρει, ἐπὶ δὲ Ἑρμοῦ ζημίας. καλῶς δὲ κείμενοι οἱ κακοποιοὶ ἐν τῇ γενέσει καλὰ ποιοῦσιν, ὁ μὲν Ἄρης πράξεις μετὰ θερμό‐ τητος, ὁ δὲ Κρόνος ὁμοίως ἐνεργείας πρὸς γεωπονίαν ἢ οἰκοδομάς. οἱ δὲ ἀγαθοποιοὶ βελτίονα παρέχουσιν, ὁ μὲν
15Ζεὺς εὐγαμίαν καὶ φιλίαν, ἔσθ’ ὅτε καὶ τέκνωσιν, ἡ δὲ Ἀφροδίτη ὁμοίως τὰ αὐτὰ καὶ χάριν παρὰ θηλείας, ὁ δὲ Ἑρμῆς ἐκ λόγων κέρδη.
18t〈λεʹ〉 Περὶ μηνῶν
19Καὶ περὶ τῶν μηνῶν δὲ καὶ ἡμερῶν ὡσαύτως σκέπτου
20τοὺς ἐπόντας ἢ καὶ ὁρῶντας τῶν ἀστέρων τὸ ζῴδιον εἰς ὃ ἐμπίπτει ὁ μὴν ἢ καὶ ἡ ἡμέρα, καὶ οὕτω στοχάζου. γινώσκεται δὲ τὸ ζῴδιον εἰς ὃ ἐμπίπτει ὁ μὴν τοῦ πλήθους τῶν μηνῶν ἐκβαλλομένου ἀπὸ τοῦ γενεθλιακοῦ μηνός, ἑκάστῳ ζῳδίῳ ἑνὸς μηνὸς διδομένου ἀπὸ τοῦ τὸν ἐνιαυτὸν
25λαχόντος ζῳδίου. ἐπιτήρει δὲ καὶ καθ’ ἕκαστον ἔτος τὰ τετράγωνα καὶ τὰ διάμετρα σχήματα τῶν κακοποιῶν πρὸς τὸ λαχὸν ζῴδιον τὸν ἐνιαυτόν, καὶ τὰς συνόδους δὲ καὶ πανσελήνους ὁμοίως εἰ πρὸς ἀγαθοποιοὺς ἐγένοντο ἢ
ἐναντίους.239

240

(1t)

〈λϛʹ〉 Περὶ ἡμέρας
2 Περὶ δὲ ἡμέρας ἔκβαλλε τὸ πλῆθος τῶν ἡμερῶν τῶν ἀπὸ τῆς γενεθλιακῆς ἡμέρας ἀπὸ τοῦ μηνιαίου ζῳδίου ἑκάστῳ ζῳδίῳ διδοὺς ἡμέρας β𐅶, καὶ εἰς ὃ ἂν λήξῃ ἐκεῖνο
5ἕξεις τῆς ἡμέρας ζῴδιον.
6t〈λζʹ〉 Διαίρεσις τῆς χρονοκρατορίας ἑκάστου
7tτῶν ἀστέρων
8 Ἤδη δέ τινες τῶν ἀρχαίων Αἰγυπτίων συνθέντες τὰ ἔτη τῶν περιόδων τῶν ζ ἀστέρων συμποσουμένων ὁμοῦ
10εἰς ἔτη ι καὶ μῆνας θ, ἀρξάμενοι ἀπὸ τοῦ πρώτου (τουτ‐ έστι τοῦ Κρόνου) ἐμέρισαν τοῖς ἐφεξῆς κατὰ τὰ ἐφεξῆς ζῴδια ἑκάστῳ διδόντες τὴν ἰδίαν περίοδον, ἔτι δὲ καὶ ὑπομερισμὸν κατ’ ἀναλογίαν ἑκάστης περιόδου εἰς βρα‐ χυτέρους χρόνους ποιησάμενοι ἀπὸ τοῦ πρώτου χρονοκρά‐
15τορος τοῖς ἐφεξῆς ὁμοίως δεδώκασιν. οἷον ἔστω ὁ Κρό‐ νος ὁ τοὺς καθολικοὺς χρόνους ἔχων, τουτέστι τὰ ι ἔτη καὶ μῆνας θ· ἐκ τούτων μερίζει ἑαυτῷ μὲν μῆνας λ, Διὶ δὲ (ἐὰν ᾖ ἐφεξῆς) μῆνας ιβ, καὶ Ἄρει πάλιν (εἰ ἐφεξῆς εἴη) μῆνας ιε, καὶ τοῖς ἐφεξῆς ὁμοίως, Ἡλίῳ μὲν μῆνας ιθ,
20Ἀφροδίτῃ η, Ἑρμῇ δὲ κ, Σελήνῃ δὲ κε. καὶ αὕτη μὲν ἡ ἀκροτάτη καὶ πρώτη διαίρεσις. ἐν δὲ τῇ ὑποδιαιρέσει Κρό‐ νος μὲν ἀφ’ ὧν λαμβάνει μηνῶν λ κατ’ ἀναλογίαν μερίζει ἑαυτῷ ἡμέρας σι, Διὶ ἡμέρας πδ, Ἄρει ἡμέρας ρε, Ἡλίῳ ἡμέρας ρλγ, Ἀφροδίτῃ ἡμέρας νϛ, Ἑρμῇ ἡμέρας μ, Σελήνῃ
25ἡμέρας ρε· πάλιν ὁ Ζεὺς ἐκ τῶν ἑαυτοῦ μηνῶν ιβ ἐπιμερί‐ ζει ἑαυτῷ ἡμέρας λδ, Κρόνῳ ἡμέρας πε, Ἄρει ἡμέρας μβ,
Ἡλίῳ ἡμέρας μδ, Ἀφροδίτῃ ἡμέρας κβ, Ἑρμῇ ἡμέρας νζ,240

241

Σελήνῃ ἡμέρας οα· Ἄρης ἐκ τῶν ἑαυτοῦ μηνῶν ιε ἐπιμερί‐ ζει αὐτῷ ἡμέρας νβ, Κρόνῳ ἡμέρας ρε, Διὶ ἡμέρας νβ, Ἡλίῳ ἡμέρας ξϛ, Ἀφροδίτῃ ἡμέρας κη, Ἑρμῇ ἡμέρας ο, Σελήνῃ ἡμέρας πζ· Ἥλιος ἐκ τῶν ἑαυτοῦ μηνῶν ιθ ἑαυτῷ
5ἐπιμερίζει ἡμέρας πγ, Κρόνῳ ἡμέρας ρδ, Διὶ ἡμέρας νβ, Ἄρει ἡμέρας ξδ, Ἀφροδίτῃ ἡμέρας λ, Ἑρμῇ ἡμέρας π, Σελήνῃ ἡμέρας ριη· Ἀφροδίτη ἐκ τῶν ἑαυτῆς μηνῶν η ἑαυτῇ ἐπιμερίζει ἡμέρας ιε, Κρόνῳ ἡμέρας νζ, Διὶ ἡμέρας κβ, Ἄρει ἡμέρας κη, Ἡλίῳ ἡμέρας λϛ, Ἑρμῇ λη, Σελήνῃ
10ἡμέρας ιζ· Ἑρμῆς ἐκ τῶν ἑαυτοῦ μηνῶν κ ἑαυτῷ ἐπι‐ μερίζει ἡμέρας ϙϛ, Κρόνῳ ρμα, Διὶ νϛ, Ἄρει ο, Ἡλίῳ ϙ, Ἀφροδίτῃ λϛ, Σελήνῃ ριζ· Σελήνη ἐκ τῶν ἑαυτῆς μηνῶν κε ἑαυτῇ ἐπιμερίζει ἡμέρας ρμη, Κρόνῳ ροζ, Διὶ οα, Ἄρει πζ, Ἡλίῳ ριε, Ἀφροδίτῃ μϛ, Ἑρμῇ ριθ.
15 Ἵνα δ’ εὐχερῶς καὶ διὰ μνήμης ἔχων ποιῇς τὴν ἀναλογίαν τοῦ ὑπομερισμοῦ, ἐπὶ μὲν Κρόνου τοὺς λ μῆνας ἀναλύσας εἰς ἡμέρας ϡ μέριζε εἰς τοὺς ρκθ μῆνας τῆς κοινῆς τῶν ἀστέρων περιόδου· γίνονται ἔγγιστα ζ. ἑπτάκις οὖν ἑκά‐ στου ἀστέρος ποίει τὴν περίοδον, καὶ εὑρήσεις τὸν λεπτό‐
20τερον ὑπομερισμὸν οἷον ἐπὶ τοῦ Κρόνου· ὅσον γὰρ μέρος εἰσὶν οἱ λ μῆνες τῶν ρκθ μηνῶν τοσοῦτον μέρος γίνονται καὶ οἱ ζ μῆνες (τουτέστιν αἱ σι ἡμέραι) τῶν λ μηνῶν (τουτ‐ έστι τῶν ϡ ἡμερῶν). ἐπὶ μὲν οὖν Κρόνου οὕτως, ἐπὶ δὲ Διὸς ἑπτάκις πάλιν τοὺς ιβ αὐτοῦ μῆνας ποιήσας εὑρήσεις
25ἡμέρας πδ, καὶ ἐπὶ τῶν λοιπῶν ἀστέρων ὁμοίως. ἐφεξῆς δὲ ἐπὶ τοῦ λεπτοτέρου μερισμοῦ, ἐπεὶ ιβ μῆνές εἰσιν ἡ τοῦ Διὸς περίοδος ἤτοι ἐνιαυτὸς εἷς (τουτέστιν ἡμέραι τξ),
ταῦτα μέρισον εἰς τὴν κοινὴν περίοδον τὰ ρκθ· γίνονται β241

242

𐅶 γʹ ἔγγιστα. τούτοις πολλαπλασίασον τὰ ιβ τῆς περι‐ όδου· γίνονται λδ· καὶ ὁμοίως τὰ λ τῆς περιόδου τοῦ Κρό‐ νου· γίνονται πε, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τοῖς δὲ ιβ μησὶν ἐφ’ ἑκάστου ἐνιαυτοῦ συλλαμβάνουσι καὶ τὸν πενθ‐
5ήμερον. Ἰστέον τοίνυν ὅτι τότε εὑρίσκομεν συμφωνοῦντα μᾶλλον τὰ ἀποτελέσματα ἐπὶ τῶν χρονοκρατόρων ὅταν ἀπὸ τοῦ αἱρετικοῦ φωτὸς ἐπικέντρου ὄντος τὴν ἄφεσιν τῶν χρόνων μερίζωμεν· ἀποκλίναντος γὰρ καὶ ἀσυνδέτου ὄντος τῷ
10ὡροσκόπῳ οὐχ ὁμοίως εὑρίσκομεν σύμφωνα τὰ ἀποτελέ‐ σματα. ὅταν οὖν μὴ εὕρωμεν καλῶς κείμενον τὸ τῆς αἱρέ‐ σεως φῶς, ἄλλον δέ τινα τῶν ἀστέρων ἐπίκεντρον καὶ δυνα‐ μικώτερον, ἐκείνῳ διδόναι τὴν κυρείαν ὀφείλομεν τῆς τῶν τοιούτων χρόνων ἀφέσεως.
15t〈ληʹ〉 Κρόνου χρονοκρατορία
16 Ὁ τοῦ Κρόνου λαμβάνων τοὺς καθολικοὺς χρόνους ἢ καὶ τοὺς μερικοὺς ἐπὶ μὲν ἡμερινῆς γενέσεως χωρὶς τῆς πρὸς Ἄρην διαμετρήσεως ἢ τετραγώνου στάσεως καὶ ἐπὶ ἑῴας ἀνατολῆς οὐ κακὸς ἐγράφη ἀλλ’ ὠφέλιμος, καὶ
20ἀπὸ παλαιῶν πραγμάτων ἢ μυστηρίων ἢ κληρονομιῶν ποιεῖ κέρδη, ἀπό τε συγγενικῶν προσώπων καὶ μάλιστα πρεσβυτέρων, ἔτι δὲ καὶ γεηπονεῖν παρασκευάζει, καὶ εἰς πάντα οἱ χρόνοι ἀγαθοὶ καὶ ἐπιτευκτικοὶ γίνονται. ἐπὶ δὲ νυκτερινῆς γενέσεως χαλεπὸς ἐν πᾶσι τοῖς ἐνεργουμένοις
25γίνεται (οὐ γὰρ διαλείπουσι τὸν χρόνον κίνδυνοι καὶ ἀπρα‐ γίαι καὶ σωματικαὶ ἀσθένειαι), ποιεῖ δὲ καὶ ἀποβολὰς καὶ ζημίας καὶ λύπας. Καὶ ἐὰν μὲν ἐν ἡλιακῷ ζῳδίῳ τύχῃ ἐξ ὑπερεχόντων
βιασθήσεται ζημίαις καὶ κινδύνοις, ποιεῖ δὲ καὶ ἀλγηδόνας242

243

νεύρων καὶ νόσους πολυχρονίους. ἐν δὲ σεληνιακῷ τυχὼν ζῳδίῳ ποιεῖ στομαχικοὺς κινδύνους καὶ ἀπραγίας. ἐὰν δὲ καὶ Σελήνη τύχῃ λήγουσα ἐπὶ νυκτερινῆς γενέσεως ποιεῖ λύπας καὶ μερίμνας καὶ θλίψεις βιωτικὰς καὶ ἐξ ὑγρῶν
5ὀχλήσεις καὶ νόσους μητρὶ ἢ ἀδελφοῖς· ἔχουσι καὶ θηλυ‐ κῶν προσώπων κινδύνους, ἡμέρας δὲ καὶ τῆς Σελήνης αὐξιφωτούσης ἀγαθὸς καὶ πρακτικὸς ἐν πᾶσιν ἔσται ὁ χρόνος. Ἐν δὲ ἰδίοις τόποις τυχὼν ἡμέρας ἀγαθά (περίκτησιν
10σημαίνει), νυκτὸς δὲ κακῶν αἴτιος ἔσται, ἔν τε ζημίαις καὶ νόσοις στομαχικαῖς καὶ ἔχθραις αἰφνιδίοις περιτρέ‐ πων. ἐν δὲ Διὸς τόποις ἡμέρας ἐν πᾶσιν ἔσται ἀγαθός (καὶ γὰρ κληρονομίας καὶ δόξαν περιποιεῖ καὶ κέρδη καὶ προ‐ κοπὰς καὶ πράξεις), νυκτὸς δὲ ἐν τῇ ἀρχῇ ἀνωμαλήσει καὶ
15ἀπραγήσει, ὕστερον δὲ εὖ πράξει καὶ ἐχθρῶν περιγενή‐ σεται. ἐν δὲ Ἄρεως τόποις ἐπὶ νυκτερινῆς γενέσεως ψῦξιν πράξεως καὶ πραγμάτων ἐκκοπὰς καὶ ἐχθρῶν ἐπαναστά‐ σεις καὶ θλίψεις βιωτικὰς καὶ ψυχοπονίας καὶ ἀπραγίας ἀποτελεῖ καὶ σωματικὰς ἀσθενείας. ἐν δὲ τοῖς τῆς Ἀφρο‐
20δίτης ψόγον οἴσει διὰ γυναῖκα καὶ βλαβήσεται καὶ θορύ‐ βους παρέξει, τισὶ δὲ καὶ νόσους γυναιξὶν ἢ πένθος ἀπ‐ εργάζεται, καὶ ἐν πᾶσι λυπηρὸς καὶ ἀηδὴς ὁ χρόνος ἔσται. ἐν δὲ τοῖς τοῦ Ἑρμοῦ συκοφαντίας ποιήσει καὶ πένθος συγγενῶν, τέκνων φθορὰν καὶ κρίσεις καὶ φόβους καὶ
25διαβολάς, τισὶ δὲ ἐπὶ θρεπτῶν τέκνων φθορὰν καὶ λύπας φέρει καὶ ἔχθρας καὶ δόλους καὶ ψευδοκατηγορίας καὶ μετάβασιν ἕνεκα ἐχθρῶν καὶ παλαιῶν πραγμάτων ἀνα‐ σκευάς. Τῷ δὲ τοῦ Διὸς ἐπιμερίζων μῆνας καὶ ἡμέρας ὁ Κρόνος
30ἐπὶ μὲν νυκτερινῆς γενέσεως ἀγαθὰ σημαίνει καὶ πράξεις·
ποιεῖ περίκτησίν τε καὶ κέρδη καὶ σώματος εὐρωστίαν,243

244

καὶ ἢ κληρονομοῦσιν ἢ προκόπτουσιν, καὶ ἐν ταῖς πρά‐ ξεσιν εὐημεροῦσι καὶ φιλίας ἐπισήμους ἕξουσιν. ἐπὶ δὲ νυκτὸς οὐ καλὸς ἐγράφη· ἐναντιώματα γὰρ καὶ ἀπραγίας καὶ βιωτικὰς θλίψεις καὶ ψύξεις καὶ ταραχὰς καὶ οἰκεια‐
5κὰς μέμψεις καὶ σωματικὰς ἀσθενείας ποιεῖ. Τῷ δὲ Ἄρει ἐπιμερίζων ἐπὶ μὲν ἡμερινῆς γενέσεως κακὸς καὶ βλαπτικὸς πέφυκεν (ἐπιφέρει γὰρ νόσους καὶ συνοχὰς καὶ ἀνασκευὰς πραγμάτων καὶ λύπας καὶ πένθη καὶ ἀποβολὰς πατρικὰς καὶ ἐναντιώσεις καὶ δυστευξίας
10πραγμάτων), καὶ τὸν χρόνον πάντα ἐπίμοχθον διανύειν ποιεῖ, καὶ ξενιτείας ἀθέτους καὶ ἐπικινδύνους παρέχεται καὶ οἰκειακὰς λύπας καὶ συγγενικὰ πένθη ἀνωφελῆ. ἐπὶ δὲ νυκτὸς μέτρια τὰ φαῦλα γίνεται, καὶ μετὰ βραδυτῆτος καὶ δυσπραξίας περιελεύσεται τὸν χρόνον καὶ πράξεις
15ἕξει καὶ σώματος εὐρωστίαν καὶ τῶν φαύλων κατόρθωσιν, καὶ ἐπιτευκτικὸς ἔσται ὁ χρόνος πλὴν μετὰ μόχθων καὶ θορύβων. Τῷ δὲ Ἡλίῳ ἐπιμερίζων ἐπὶ μὲν ἡμερινῆς γενέσεως κινδύνους παρέχει καὶ ἀπραγίας καὶ θανάτους οἰκείων
20προσώπων καὶ φόβους καὶ σωματικὰς ἀσθενείας καὶ ἐπ‐ ανάστασιν ἐχθρῶν καὶ ἐπιπλοκὰς ἐξ ὑπερεχόντων προσ‐ ώπων, καὶ ἀσχοληθήσονται ἀπραγοῦντες καὶ πράξεις ἀπρά‐ κτους καὶ μοχθηρὰς ἕξουσι καὶ ἐξ ἰδίων ἐπιβουλὰς καὶ τῷ σώματι πυρετόν, τισὶ δὲ καὶ ῥίγη καὶ ἀπραξίας ἐκ
25δημοσίων, τὸν δὲ χρόνον μετέωρον καὶ κινδυνώδη ποιήσει. ἐπὶ δὲ νυκτερινῆς γενέσεως μετὰ ἀνωμαλίας καὶ μόχθων καὶ ἀπιστιῶν καὶ ἀντιζηλιῶν φίλων ποιεῖ περιγενέσθαι τῶν κακῶν, καὶ ἐχθρῶν καθαίρεσιν καὶ πρᾶξιν σημαίνει καὶ σύστασιν ἐκ φιλίας ὑπερεχόντων, καὶ τῶν ἀπραγιῶν
30μεταβολὴν ἐπὶ τὸ κέρδος ὄψεται.
Τῇ δὲ Ἀφροδίτῃ ἐπιμερίζων ἐπὶ μὲν ἡμερινῆς γενέσεως244

245

προκοπὰς καὶ συστάσεις ἐκ φίλων ποιεῖ καὶ συκοφαντίας ἐπιπλοκὴν καὶ βίου κατόρθωσιν, μάλιστα τῆς Ἀφροδίτης ἀθεωρήτου οὔσης ὑπὸ κακοποιῶν. ἐπὶ δὲ νυκτερινῆς ταῖς πράξεσιν ἔσται ἀγαθός, ἐπιφέρει δὲ κωλύσεις καὶ λύπας
5καὶ βλάβας διὰ γυναῖκα, εἰ δὲ ὕπαυγος εἴη ἡ Ἀφροδίτη ὑπὸ κακοποιῶν θεωρουμένη ποιεῖ στομαχικὰς νόσους καὶ οἰκειακὰς λύπας, ὁ δὲ χρόνος νοσώδης καὶ ἀηδὴς ἔσται. Τῷ δὲ Ἑρμῇ ἐπιμερίζων ἐπὶ μὲν ἡμερινῆς γενέσεως ἐπ’
10ἀνατολῆς τυχόντι μετρίας μὲν τὰς πράξεις καὶ τὰ κέρδη ποιεῖ καὶ ἀπὸ λόγων καὶ πραγμάτων κρυπτῶν, καὶ φίλων εὐεργεσίας, πάντα δὲ μετὰ βραδυτῆτος καὶ ἀγωνίας δια‐ λύει τὰ πράγματα. ἐπὶ δὲ νυκτερινῆς, τοῦ Ἑρμοῦ ἐπὶ δύ‐ σεως ἑσπερίας ὄντος ἢ ὑπὸ κακοποιοῦ θεωρουμένου, κακὸς
15καὶ ἀηδὴς γενήσεται ὁ χρόνος (ἀπραγίας γὰρ σημαίνει καὶ ἔχθρας καὶ δίκας καὶ ζημίας ἀρχαίων πραγμάτων, ἀργυ‐ ρικῶν καὶ δανείων καὶ ἐγγυητικῶν προσώπων), καὶ ἐν θορύβοις ἔσται καὶ ὅρκοις, καὶ βλάβας καὶ ἀσθενείας καὶ βρόχους καὶ ὠταλγίας ποιήσει καὶ οἰκειακὰς λύπας χάριν
20θρεπτῶν, εἰς δὲ μεσιτείας καὶ κοινωνίας καὶ συναλλαγὰς βλαπτικὸς καὶ ἄπρακτος γενήσεται ὁ χρόνος. Τῇ δὲ Σελήνῃ ἐπιμερίζων ἐπὶ ἡμερινῆς γενέσεως ἐπὶ ἀνατολῆς φερομένῃ κατόρθωσιν τῶν πραγμάτων καὶ ἀπο‐ φυγὴν τῶν κακῶν ἀπεργάζεται καὶ πρᾶξιν καὶ φιλίαν,
25τῆς δὲ Σελήνης μειουμένης μετὰ ἀνωμαλίας καὶ σκυλμῶν καὶ θορύβων καὶ ἀπιστιῶν καὶ μόχθων περιγενήσεται τῶν πραγμάτων, καὶ σύστασιν καὶ κέρδη παρὰ προσ‐ δοκίαν ἕξει. ἐπὶ νυκτὸς δὲ μειουμένης τῆς Σελήνης νόσους σωματικὰς καὶ πόνους ἐν κρυπτοῖς τόποις ποιήσει καὶ
30βῆχα καὶ στομάχου πόνον καὶ μοχθηρὸν ποιήσει καιρὸν καὶ ζημίας καὶ κινδύνους (καὶ θορυβώδης ὁ χρόνος ἔσται) καὶ θάνατον τοῖς ἔχουσι γυναικὸς ἢ θηλυκοῦ προσώπου
ἀποβολήν.245

246

(1t)

〈λθʹ〉 Διὸς χρονοκρατορία
2 Ὁ δὲ τοῦ Διὸς λαβὼν τὴν χρονοκρατορίαν ἐπὶ ἡμερινῆς γενέσεως ἐπί τινος κέντρου ἐπαναφορᾶς τυχὼν χωρὶς τῆς πρὸς Ἄρην διαμετρήσεως ἢ τετραγώνου στάσεως ἀγαθὸν
5καὶ ὠφέλιμον ποιήσει τὸν χρόνον (καὶ γὰρ περίκτησιν βιωτικὴν ποιήσει), καὶ δοξαστικὸς ἔσται ἐν πᾶσιν συ‐ στάσεις ποιῶν καὶ φιλίας ἀφ’ ὧν περίκτησιν μεταλαμβά‐ νουσι καὶ ἀπόλυσιν τῶν κακῶν, καὶ μακαριστοὶ ἔσονται καὶ κακῶν ἅμα καὶ ἐχθρῶν περιέσονται, καὶ ἁπλῶς εἰπεῖν
10ὁ χρόνος ἐπιτευκτικὸς ἔσται. ἐπὶ δὲ νυκτερινῆς καλῶς κείμενος ἀγαθὰ ἀποτελεῖ, ἀλλὰ μετὰ μόχθου καὶ ἀπιστίας, κακῶς δὲ ποιήσει λύπας, μόχθους, ἀμφισβητήσεις πρὸς ὑπερέχοντας καὶ ζημίας καὶ ἀπραγίας καὶ ξενιτείας καὶ διαβολὰς καὶ κρίσεις καὶ φθόνους καὶ μερίμνας ἕνεκα
15δημοσίων καὶ οἰκειακὰς ἐπηρείας ἐκ μεγάλων προσώπων καὶ στενοχωρίας βιωτικὰς ἀπεργάζεται.
3 Καὶ ἐν μὲν ἡλιακῷ ζῳδίῳ καλῶς κείμενος προκοπὰς παρέχει καὶ πράξεις ἀφ’ ὧν δοξασθήσεται καὶ ὠφεληθή‐
5σεται καὶ τιμὰς ἀπὸ ὑπερεχόντων ἕξει προσώπων. ἐν δὲ
20σεληνιακῷ ζῳδίῳ μείζονας τὰς πράξεις ποιεῖ καὶ ἐπικερ‐ δεῖς, καὶ μάλιστα τῆς Σελήνης αὐξιφωτούσης καὶ προκο‐ πὰς καὶ κέρδη παρέχεται καὶ ἐκ θηλυκῶν προσώπων ὠφελείας. Ἐν δὲ ἰδίοις τόποις τυχὼν καλὸς καὶ ὠφέλιμος γίνεται,
25καὶ γὰρ κληρονομίας δίδωσι καὶ προκοπὰς ἐπισήμους καὶ πράξεις καὶ ἐχθρῶν ἐπικρατήσεις. ἐν δὲ Ἄρεως τόποις συμφώνως πρὸς αὐτὸν τυχὼν παρέχει ἐκ δημοσίων καὶ στρατιωτικῶν ἀνδρῶν ἐπισήμων εὐεργεσίας, ἐὰν δὲ τετράγωνος τύχῃ ἢ διάμετρος ἀνωμαλίας καὶ βλάβας καὶ
30θορύβους καὶ ἔχθρας ποιεῖ, καὶ εἰς ὃ ἂν ἐπιβάληται οὐκ
ἐπίτευκτον ἕξει τὸν καιρόν. ἐν δὲ Ἀφροδίτης τόποις ὤν,246

247

χαρίεις ἔσται ὁ χρόνος ταῖς πράξεσι καὶ προκοπαῖς καὶ φιλίαις ἐπισήμοις καὶ συνήθειαν καὶ ἐπιπλοκὰς γυναικῶν παρέχει ἐπικερδεῖς καὶ ἱλαρὸν καιρὸν καὶ ἀγάμοις γάμον, τοῖς δὲ γεγαμηκόσι σπορὰν τέκνων. ἐν δὲ Ἑρμοῦ τόποις
5πρακτικούς τε τοὺς χρόνους σημαίνει καὶ ἐπικερδεῖς καὶ σύστασιν καὶ πίστιν ἐκ μεγάλων προσώπων, ὁ δὲ χρόνος ἱλαρὸς καὶ ἐπικερδὴς ἔσται, μάλιστα δὲ τοῦ Ἑρμοῦ καλῶς κειμένου ταῦτα ποιεῖ, κακῶς δὲ τυχόντος ἀπραγίας καὶ στενοχωρίας καὶ ἀνασκευὰς καὶ ἔχθρας ἀπεργάζεται.
10 Ὁ Ζεὺς Κρόνῳ ἐπιμερίζων μῆνας καὶ ἡμέρας ἐπὶ ἡμερι‐ νῆς γενέσεως δόξαν καὶ σύστασιν καὶ εὐρωστίαν σώματος ἐπιτελεῖ καὶ κέρδη καὶ φιλίας ἐπισήμους καὶ προκοπὰς καὶ ἐχθρῶν ἐπικράτησιν καὶ ἀπόλυσιν κακῶν, καὶ τόπους μεταβάλλει ἐπὶ τὸ εὔκρατον, καὶ βίου πρόσθεσιν καὶ κέρδη
15ἀπεργάζεται. ἐπὶ δὲ νυκτερινῆς ἀποβολὰς βιωτικὰς σημαίνει καὶ ἀηδίας καὶ λύπας καὶ σκυλμοὺς καὶ ταρα‐ χώδεις χρόνους καὶ διαβολὰς ἐκ φίλων καὶ ἐξ ἰδίων προ‐ δοσίας καὶ ἐγκλήματα καὶ στενοχωρίας καὶ συνοχὰς ἐξ ὑπερεχόντων προσώπων ἀπεργάζεται, καὶ εἰς πάντα ψυ‐
20κτικὸς ὁ χρόνος καὶ ἀηδὴς ἔσται ἔν τε ἀσθενείαις κρυ‐ πταῖς καὶ νόσοις μακραῖς καὶ μετεωρισμοῖς ψυχικοῖς. Τῷ δὲ Ἄρει ἐπιμερίζων ἐπὶ μὲν ἡμερινῆς γενέσεως οὐκ ἀγαθός (λύπας γὰρ παρέχει καὶ ἐπιβουλὰς ἐξ ἰδίων, εἰκαίας ἔχθρας), καὶ φάσεις κενὰς ἀκούσεται καὶ μετεωρισμοὺς
25ἕξει καὶ φόβον καὶ ἀπραγίαν, ζημίαν καὶ κινδύνους ἐξαίφ‐ νης, συκοφαντίας, κατηγορίας καὶ δημοσίων πραγμάτων ταραχὰς καὶ ὄχλων ἀρχοντικῶν ἐναντιώσεις, ἕξει δὲ τιμὴν καὶ οἰκειακὰς λύπας. ἐπὶ δὲ νυκτερινῆς μετὰ σκυλ‐ μῶν καὶ μόχθων πράξεις καὶ στρατείας.
30Τῷ δὲ Ἡλίῳ ἐπιμερίζων ἐπὶ ἡμερινῆς γενέσεως μετεω‐
ρισμοὺς καὶ στενοχωρίας καὶ κρίσεις καὶ πρὸς ἰδίους καὶ247

248

φίλους αἰφνιδίους ἔχθρας ἀπεργάζεται περὶ ἀρχαίων πραγ‐ μάτων, μάλιστα ἐν ταῖς ἀρχαῖς τῶν χρόνων, καὶ σκυλμὸν σωματικὸν καὶ κεφαλῆς καὶ στομάχου πόνον ποιεῖ, ὕστε‐ ρον δὲ περιγίνονται πάντων μετὰ μόχθου ὀλίγου καὶ χαρή‐
5σονται καὶ ἐξ ἐπισήμων ἀνδρῶν δόξας ἕξουσιν. ἐπὶ δὲ νυ‐ κτερινῆς γενέσεως οὐ καλὸς ὁ χρόνος ὑπάρξει (ἀπειλὰς γὰρ καὶ διαβολὰς καὶ ζημίας καὶ πένθη καὶ κινδύνους πατέρων τοῖς ἔχουσι σημαίνει), καὶ δυσφημίας καὶ κρίσεις καὶ ἐπι‐ βουλὰς ἀπὸ φίλων καὶ ἔχθρας συγγενικῶν προσώπων
10πρὸς ὑπερέχοντας καὶ ὄχλους καὶ ἐξ ἰδίων προδοσίας καὶ δαπάνας καὶ ἐχθρῶν ἐπαναστάσεις ποιήσει, εἰ δὲ Ἄρης ἐπέλθοι Ἡλίῳ ἔχοντι τοὺς χρόνους νόσους αἱματικάς, αἱμαγμοὺς καὶ φρενοβλαβείας ποιεῖ. Τῇ δὲ Ἀφροδίτῃ ἐπιμερίζων ἐπί τε νυκτερινῆς καὶ ἡμερι‐
15νῆς γενέσεως ἀπὸ ξένης ἐπὶ τὰ ἴδια φέρει καὶ κέρδη παρ‐ έχει καὶ πράξεις καὶ ἐχθρῶν ἐπικράτησιν καὶ γυναιξὶ συνελεύσεις καὶ φιλίας καὶ ἀγάμοις γάμον, γεγαμηκόσι δὲ τέκνα ποιήσει, καὶ ἱλαρὸς ὁ χρόνος ἔσται, καὶ ἐν τέχ‐ ναις καὶ ἐπιτηδεύμασιν ἐμπράκτους καὶ πίστεις πρὸς
20φίλους, τῆς δὲ Ἀφροδίτης ὑπὸ κακοποιῶν θεωρουμένης καὶ οὔσης ἑσπερίας ποιεῖ ἐξ ὄχλων λύπας καὶ θορύβους καὶ ζημίας καὶ κρίσεις καὶ μερίμνας καὶ ἀπραγίας, καὶ καθόλου οἱ χρόνοι ἄπρακτοι καὶ ἐνδεεῖς γενήσονται. Τῷ δὲ Ἑρμῇ ἐπιμερίζων καὶ ἐπὶ ἡμερινῆς καὶ νυκτερι‐
25νῆς γενέσεως ποιεῖ προκοπὰς καὶ πίστιν καὶ διὰ λόγων εὐφημίας καὶ ἐκ θηλυκῶν προσώπων ὠφελείας καὶ φιλίας ἀγαθάς, τοῦ δὲ Ἑρμοῦ ὑπὸ κακοποιῶν θεωρουμένου ἢ ὑπ’ αὐγὰς ὄντος βλαπτικὸς ὁ χρόνος ἔσται· ἔχθρας γὰρ καὶ ζημίας καὶ ἀπραγίας καὶ θορύβους ποιήσει.
30 Τῇ δὲ Σελήνῃ ἐπιμερίζων καὶ ἐπὶ ἡμέρας καὶ νυκτὸς φερομένῃ ἐξ ἀνατολῆς ὠφέλειαν περὶ κτῆσιν καὶ προκοπὰς
καὶ νίκην κατ’ ἐχθρῶν σημαίνει καὶ χαρὰν τῶν ἐν οἴκῳ248

249

καὶ ξενιτείας καὶ ἀλλαγὰς τόπων ποιεῖ ἐπὶ συμφέροντι, τῆς δὲ Σελήνης ἐξ ἀποκρούσεως φερομένης ἄχρηστον ποιήσει καιρὸν καὶ ζημίας καὶ ἔχθρας εἰκαίας ἕξει καὶ κρίσεις.
5t〈μʹ〉 Ἄρεως χρονοκρατορία
6 Ὁ δὲ τοῦ Ἄρεως λαβὼν τοὺς χρόνους ἐπὶ μὲν νυκτερινῆς γενέσεως ἐπί τινος κέντρου ἢ ἐπαναφορᾶς τυχὼν χωρὶς τῆς πρὸς Κρόνον διαμετρήσεως ἢ τετραγώνου στάσεως ἔμπρακτος εἰς πάντα καὶ ἐπικερδὴς καὶ δοξαστικὸς καθ‐
10έστηκεν (ποιεῖ γὰρ προκοπὰς καὶ περικτήσεις καὶ σύστασιν πρὸς ὑπερέχοντα πρόσωπα καὶ εὐφημίας ὀχλικάς), καὶ ἀνυστικὸς ὁ χρόνος ἔσται. ἐπὶ δὲ ἡμερινῆς γενέσεως, μάλιστα ὕπαυγος, ποιεῖ ἀσθενείας καὶ κινδύνους καὶ δια‐ βολὰς καὶ ἐπηρείας καὶ σκυλμοὺς εἰ μή πως αὐτὸς ἀγα‐
15θοποιός τις ἰδὼν τοὺς μόχθους ἀναλύσει. Καὶ ἐν μὲν οἴκῳ Ἡλίου οὐκ ἔστιν ἀγαθός (ξενιτείας γὰρ παρέχει καὶ χειμασίας πραγμάτων καὶ νόσους καὶ κινδύνους, τομάς τε σιδήρου), εἰ δὲ Κρόνος ἐπιβῇ καὶ οἰ‐ κείων θανάτους ὄψεται πρεσβυτικῶν, ἐὰν δὲ ὁ Κρόνος ἐπὶ
20τὸν Ἄρην ὢν ἐπιθεωρήσῃ καὶ τὸν Ἥλιον ἐκ κοιλιακῆς διαθέσεως κίνδυνον ποιεῖ καὶ πατρικὸν κίνδυνον τοῖς ἔχου‐ σι καὶ ὀφθαλμῶν πόνους. ἐν δὲ τοῖς τῆς Σελήνης τόποις στομαχικοὺς καὶ ζημίας καὶ ἀπραγίας καὶ νωθρείας σώμα‐ τος, λειχῆνάς τε καὶ ψώρας καὶ ἐπιβουλὰς καὶ κρίσεις καὶ
25λύπας χάριν θηλυκῶν προσώπων, τισὶ δὲ καὶ μητέρων λύπας ἤ τινος τῶν ἀπὸ γένους θάνατον καὶ ἀκαταστασίαν καὶ ἀμφισβήτησιν πρὸς ἰδίους ποιεῖ καὶ ἐκ δημοσίων βλάβας καὶ κινδύνους ἐκ κοιλιακῆς νόσου καὶ ὀφθαλμῶν
πόνους, καὶ μάλιστα ἂν αὔξῃ ἡ Σελήνη [ἐν ἰδίοις οἴκοις].249

250

Ἐν δὲ ἰδίοις οἴκοις τυχὼν ἐπὶ ἡμερινῆς γενέσεως καλὸς ἐν πᾶσίν ἐστι τοῖς προχειριζομένοις (ἔμπρακτος γὰρ καὶ ἐπικερδὴς ὁ χρόνος), ἐν δὲ νυκτεριναῖς γενέσεσι φαῦλος καὶ ζημίας καὶ ταραχὰς παρέχων. ἐν δὲ Διὸς τόποις
5ἡμέρας μὲν μετεωρισμοὺς χάριν ὀχλικῶν ἢ δημοσιακῶν πραγμάτων καὶ ἀνεπιτευξίας ἐν ταῖς πράξεσι καὶ ἔχθρας καὶ διαβολὰς ἀπὸ ὑπερεχόντων προσώπων καὶ κρίσεις καὶ ζημίας παρέχων αἰφνιδίους, νυκτὸς δὲ καλὸς ἐν πᾶσι τοῖς ἐγχειριζομένοις, σύστασίν τε καὶ προκοπὴν καὶ κέρδη καὶ
10νίκην κατ’ ἐχθρῶν περιποιεῖ. ἐν δὲ Κρόνου τόποις καλὸς ἐν πᾶσιν ὁμοίως καὶ θερμοτέρας τὰς πράξεις παρέχει καὶ θάνατον πρεσβυτέρων τινῶν ὄψεται ἀφ’ ὧν μόχθους καὶ μάχας μετ’ ὠφελείας ἕξει. ἐν δὲ τοῖς τῆς Ἀφροδίτης ψόγους ποιήσει καὶ ἐπηρείας καὶ ἔχθρας καὶ στομάχους
15καὶ οἰκειακὰς μέμψεις διὰ θηλυκὰ πρόσωπα καὶ χωρι‐ σμοὺς ἢ καὶ κινδύνους γυναικῶν τοῖς ἔχουσιν, εἰς δὲ τὰς πρά‐ ξεις ἀγαθός ἐστιν. ἐν δὲ Ἑρμοῦ τόποις κρίσεις καὶ ἀνω‐ μαλίας καὶ διαβολὰς καὶ ἐχθρῶν ἐπαναστάσεις, ζημίας, ψευδοκατηγορίας ἀπὸ ἰδίων καὶ φίλων, ἔτι δὲ ἐξ ἰδίων
20θρεπτῶν ἢ δούλων λύπας· εἰς γὰρ κλοπὰς καὶ ἁρπαγὰς ὁ χρόνος πᾶς ἔσται. Ὁ δὲ Ἄρης Κρόνῳ ἐπιμερίζων ἐπὶ ἡμέρας ταραχώδεις τοὺς χρόνους καὶ ἀκαταστάτους σημαίνει εἴς τε τὸν γάμον καὶ εἰς τὸν βίον καὶ εἰς τὰ τέκνα, ἔτι δὲ ἀπραγίας καὶ κρί‐
25σεις καὶ βίας καὶ ἔχθρας καὶ ἐπιβουλὰς καὶ λύπας καὶ ἀπρο‐ κοπίας καὶ πένθος γονέων ἀνωφελὲς καὶ λύπας καὶ μερίμ‐ νας βιωτικάς, καὶ καθόλου βλαπτικοὶ καὶ ἄπρακτοι γενή‐ σονται. ἐπὶ δὲ νυκτὸς παγχάλεπος· σημαίνει γὰρ δήμου ἐπηρείας καὶ κατακρίσεις, καταπλοκάς, νόσους τε μα‐
30κρὰς καὶ πένθη εἰ μή πως ἢ Ζεὺς ἢ Ἀφροδίτη ἐπιμαρτυ‐ ρίαν ἕξουσιν· λύσις γὰρ ἔσται τῶν κακῶν. Τῷ Διὶ δὲ ἐπιμερίζων ἐπὶ ἡμερινῆς γενέσεως ἐν πᾶσιν
ἀγαθοὺς τοὺς χρόνους σημαίνει καὶ συστάσεις καὶ φιλίας250

251

πρὸς ὑπερέχοντας ποιεῖ ἀφ’ ὧν δόξας καὶ προκοπὰς καὶ εὐφημίας καὶ ἀρχὰς λαμβάνουσιν, καὶ ἐχθρῶν ταπεί‐ νωσιν καὶ λύσεις κακῶν καὶ κατόρθωσιν πάντων τῶν πραγμάτων (καὶ εἰς πάντα πρακτικὸς ὁ χρόνος ἔσται) καὶ
5εὐρωστίας σώματος. ἐπὶ δὲ νυκτερινῆς γενέσεως ἐν ἀρχῇ ἔχθρας καὶ θορύβους καὶ ἀπραγίας καὶ ψύξεις, ὕστερον δὲ περιγενήσεται τῶν φαύλων καὶ συστάσεις καὶ κέρδη καὶ φιλίας ἕξουσι καὶ ὀλίγα βλαβέντες πολλῶν περιγενή‐ σονται.
10 Τῷ δὲ Ἡλίῳ ἐπιμερίζων ἐπὶ μὲν ἡμέρας τοῦ Ἡλίου κεκακωμένου ποιεῖ κινδύνους, ταραχάς, δικολογίας ἕνεκεν δημοσίων πραγμάτων καὶ ζημίας καὶ ξενιτείας καὶ πατρι‐ κῶν ἀποστέρησιν ἢ πατρὸς κίνδυνον τοῖς ἔχουσι καὶ ἐχ‐ θρῶν ἐπανάστασιν καὶ ἐπηρείας καὶ νόσους καὶ ἀπὸ κρημ‐
15νῶν πτώσεις, ἀποπληξίαν ἢ ἀγχόνην καὶ μετεωρισμὸν παρέχεται εἰ μή πως Ζεὺς ἢ Ἀφροδίτη θεωρήσαντες θερα‐ πεύσουσι καὶ ποιήσουσι πρᾶξίν τινα καὶ ἀναστροφὰς μετὰ μόχθου καὶ ἀπιστιῶν, πλὴν ἐπιφέρει νόσους οἰκείων χάριν δούλων ἢ τέκνων, ἐπαναστάσεις ὄχλων, καταβοάς,
20καὶ κεφαλῆς καὶ ὀφθαλμῶν πόνον ἕξουσιν. ἐπὶ δὲ νυκτε‐ ρινῆς ἀγαθὸς καὶ πρακτικὸς ἐν πᾶσι καθέστηκε καὶ πρά‐ ξεις καὶ φιλίας καὶ ἀπόλυσιν κακῶν παρέχεται μετὰ μόχ‐ θου καὶ ἀπιστίας. Τῇ δὲ Σελήνῃ ἐπιμερίζων ἐπὶ μὲν νυκτερινῆς γενέσεως
25τῆς Σελήνης ἐξ ἀνατολῆς φερομένης χαλεποὺς χρόνους σημαίνει καὶ κινδύνους· ἐπιφέρει γὰρ φόβους καὶ αἰφνι‐ δίων πραγμάτων ταραχὰς καὶ ζημίας καὶ πένθη θηλυκοῦ προσώπου (ἤτοι μητρὸς ἢ συγγενικῆς κεφαλῆς), ἀκατα‐ στατήσει δὲ καὶ ἀσθενήσει καὶ αἱμαγμοὺς καὶ ἐκτρώσεις
30ἕξει καὶ τόπων ἀλλαγὰς εἰ μή πως ἀγαθοποιοῦ τινος ἰδόν‐
τος ἀποφυγὴ ἔσται τῶν κακῶν. ἐπὶ δὲ νυκτὸς ἐξ ἀπο‐251

252

κρούσεως φερομένης τῆς Σελήνης εἰς πάντα ἀγαθὸς καὶ ὠφέλιμος ἔσται καὶ προκοπὴν καὶ σύστασιν καὶ εὐεργε‐ σίας χάριν καὶ κέρδη καὶ βίου κατόρθωσιν, ἐπὶ ἡμέρας δὲ ταράττει καὶ βλάπτει, ἀλλὰ μεταβάλλει τὸ κακὸν ἐπὶ τὸ
5κρεῖσσον καὶ μόχθους καὶ θορύβους διαλύσει. Τῇ δὲ Ἀφροδίτῃ ἐπιμερίζων ἐπὶ μὲν νυκτὸς ἀγαθοὺς καὶ πρακτικοὺς τοὺς χρόνους ἀποτελεῖ, καὶ ἐχθρῶν ταπεί‐ νωσιν καὶ συναρμογὰς γυναικῶν ἀλλὰ σὺν ψόγῳ, καὶ περί‐ κτησιν δὲ ἕξει καὶ κέρδη, μάλιστα τῆς Ἀφροδίτης ἑῴας ἀνα‐
10τολικῆς οὔσης, εἰ δὲ Κρόνος θεωρήσει ἐκ θηλυκῶν προσ‐ ώπων λύπας καὶ μερίμνας ποιεῖ, εἰς δὲ τὰ λοιπὰ ἀγαθός ἐστιν. ἐπὶ δὲ ἡμέρας εἰς μὲν τὰς πράξεις ἀγαθός, πλὴν ἐπι‐ φέρει θορύβους καὶ ἔχθρας γυναικῶν καὶ ἐκτρώσεις καὶ φίλων ἀχαριστίας καὶ ψόγον διὰ γυναῖκα καὶ διαθέσεις
15ἐρωτικὰς ἢ μοιχείας καὶ χωρισμοὺς γυναικῶν καὶ συγ‐ κρούσεις ἢ διαβολὰς καὶ κατάγνωσιν. Τῷ Ἑρμῇ δὲ ἐπιμερίζων ἐπί τε νυκτερινῆς καὶ ἡμερινῆς γενέσεως, μηδὲ τούτου διαμετρουμένου ἢ τετραγωνι‐ ζομένου ὑπό τινος τῶν κακοποιῶν, κακουργίας πραγμά‐
20των καὶ λῃστρικὰς ἐπιθέσεις καὶ κρίσεις καὶ συνοχὰς καὶ διαβολὰς ἐκ φίλων καὶ δούλων ἐπιβολὰς καὶ πλοκὰς καὶ ἐπηρείας καὶ συκοφαντίας χάριν πραγμάτων καὶ δανεί‐ ων ἢ ἐγγυητικῶν προσώπων θορύβους καὶ ἐγκλήματα καὶ ἐναντιώσεις φίλων καὶ δούλων καὶ σωματικοὺς κιν‐
25δύνους ποιεῖ εἰ μή πως Ζεὺς ἐπιθεωρήσας ποιήσει πρά‐ ξεις ἀγαθὰς καὶ ἀναστροφὰς καὶ ἐχθρῶν ἐπικράτησιν.
27t〈μαʹ〉 Ἡλίου χρονοκρατορία
28 Ὁ Ἥλιος ἑαυτῷ ἐπιμερίζων ἐπὶ μὲν ἡμερινῆς γενέ‐ σεως ἐπὶ τοῦ ὡροσκόπου τυχὼν ἐμπράκτους χρόνους ποιεῖ
30καὶ συστάσεις πρὸς ὑπερέχοντα πρόσωπα καὶ ἀπὸ ἐπι‐252

253

δημίας ἐμπράκτους καὶ πίστεις καὶ φιλίας παρέχεται καὶ ἀπὸ παλαιῶν πραγμάτων ὠφελείας, καὶ ἐν πᾶσιν ἀγαθὸς καὶ ἐπικερδής. ἐπὶ νυκτερινῆς δὲ ἀκτινοβολούμενος ὑπὸ κακοποιῶν μετεωρισμοὺς καὶ πρὸς μεγάλα πρόσωπα
5ἀμφισβήτησιν ποιεῖ, καὶ ἐὰν τύχῃ πράσσων ἀπραγήσει καὶ ταραχθήσεται καὶ ἀθυμήσει καὶ νοσήσει, καὶ κρίσεις ποιήσει βιαίας καὶ στενοχωρίας καὶ ὀφθαλμῶν ἄλγησιν καὶ πληγὴν σιδήρου ἐπιφέρει καὶ πατρὸς κίνδυνον καὶ πατρικῶν ἐλάττωσιν καὶ πράγματα κεφαλικὰ ἐπάγει καὶ
10....... ἐλάττωσιν, καὶ εἰς ὃ ἂν ἐπιβάλληται ἀνωφελὴς ὁ χρόνος. Ἐν δὲ Ἄρεως οἴκῳ τυχὼν νόσους κοιλιῶν ποιεῖ καὶ πλευ‐ ρῶν πόνους καὶ τραύματα καὶ ἕνεκα ἐχθρῶν πολλὰ κακὰ ποιήσει χάριν ἐπιβουλῆς καὶ βλάβας καὶ ζημίας, καὶ ἐξ
15ὄχλων καὶ ἰδίων προδοσίας, νυκτὸς δὲ μετριώτερα τὰ φαῦλα ἔσται. ἐν δὲ Κρόνου οἴκοις δυσεντερίας καὶ στραγ‐ γουρίας καὶ ἀποστήματα, καὶ ὁ πατὴρ δὲ κινδυνεύσει τοῦ ἔχοντος, καὶ ἀπραγίας καὶ νόσους παρέχει, μάλιστα νυ‐ κτός, ἡμέρας δὲ μετὰ ἀπιστίας καὶ βραδυτῆτος ἀνύσει τὰ
20πράγματα. ἐν δὲ Ἑρμοῦ τόποις δίκας αἱρεῖ πρὸς ὑπερ‐ έχοντας καὶ ἐχθροὺς ἐπεγείρει καὶ ψῦξιν πραγμάτων καὶ ζημίας καὶ ἐπιθέσεις, μάλιστα νυκτός, ἡμέρας δὲ περι‐ γενέσθαι τῶν φαύλων ποιεῖ. ἐν δὲ τοῖς τῆς Ἀφροδίτης τόποις διὰ θηλυκὰ πρόσωπα μετεωρισμοὺς ποιεῖ, καὶ
25ψόγον καὶ λύπας καὶ μερίμνας παρέχει. ἐν δὲ τοῖς ἰδίοις ἡμέρας μὲν καλῶς κείμενος πρὸς ὑπερέχοντας σύστασιν καὶ δόξαν περιποιεῖ, νυκτὸς δὲ μέτριος. ἐν δὲ τοῖς τόποις τοῦ Διὸς νυκτὸς μὲν τὰ φαῦλα μέτρια ποιήσεται καὶ ἐπι‐ κράτησιν τῶν ἐχθρῶν παρέξει, πλὴν λύπην ἐπάγει τινῶν
30ἰδίων, ἡμέρας δὲ ἀγαθὸς καὶ δόξας ποιεῖ ἐν πᾶσι τοῖς ἔργοις. ἐν δὲ τοῖς τόποις τῆς Σελήνης χαλεπὸς καὶ ἄπρα‐
κτος ἔσται, τόπους ἐκ τόπων μεταβάλλων καὶ θορύβους253

254

καὶ ἀσθενείας καὶ ὀφθαλμῶν πόνον ποιῶν καὶ στομάχου, καὶ μάλιστα νυκτός, ἡμέρας δὲ ἀγαθὸς καὶ ἔμπρακτος ἐὰν αὐξιφωτῇ ἡ Σελήνη. Ὁ Ἥλιος τῇ Σελήνῃ ἐπιμερίζων ἐπὶ νυκτερινῆς γενέ‐
5σεως οὐκ ἀγαθός ἐστιν (φθόνους γὰρ φέρει καὶ ζημίας πρὸς χρόνον ὀλίγον καὶ δαπάνας καὶ ξενιτείας καὶ ἀπὸ θηλυκῶν προσώπων ἀηδίας καὶ ἔχθρας ἀπὸ ἰδίας), εἰ δὲ αὐξιφωτοῦσα τύχοι ἡ Σελήνη μετρίως βλάπτει, καὶ μετὰ μόχθων ἀποφυγὴ ἔσται τῶν κακῶν ἡμέρας. νυκτὸς δὲ τῆς
10Σελήνης ἐπ’ ἀνατολῆς φερομένης καλλίστου καιροῦ γίνε‐ ται συμφωνία καὶ κέρδη εὐημερίαν ἔχοντα. Τῷ δὲ Κρόνῳ ἐπιμερίζων ἐπὶ νυκτὸς κινδύνους καὶ ἀπραγίας καὶ ψῦξιν πράξεων καὶ κρίσεις καὶ ἀνασκευὰς ἐπιφέρει καὶ νεύρων ἀλγηδόνας καὶ λύπας καὶ δάκρυα σὺν
15θορύβοις καὶ ἔχθρας ἀπὸ πρεσβυτέρων, καὶ θανάτους οἰκείων προσώπων ὄψεται, φόβους καὶ μερίμνας, καὶ εἰς πάντα βλαβερὸς ὁ χρόνος ἔσται. ἐπὶ δὲ ἡμέρας μέτρια τὰ φαῦλα, καὶ πρᾶξιν καὶ σύστασιν παρέχει καὶ ἄνυσιν πραγμάτων πλὴν μετὰ βραδυτῆτος.
20 Τῷ δὲ Διὶ ἐπιμερίζων ἐπὶ ἡμερινῆς γενέσεως μεγάλας πράξεις καὶ περίκτησιν καὶ δόξας πολιτικὰς παρέξει, καὶ ἐν πᾶσιν ὁ χρόνος καλὸς ἔσται, καὶ νίκην κατ’ ἐχθρῶν δώσει καὶ κληρονομίας καὶ μεγάλων ἀνδρῶν φιλίας. ἐπὶ νυκτὸς δὲ κακῶν πλείστων αἴτιος ἔσται (μετρίους γὰρ τοὺς
25χρόνους καὶ ἀπράκτους καὶ ζημιώδεις ἀπεργάζεται καὶ σκυλτικάς), καὶ προκοπῶν ἐκκοπὰς καὶ ἔχθρας καὶ θορύ‐ βους ποιήσει καὶ σωματικὰς ὀχλήσεις, καὶ μάλιστα ἐὰν ὑπὸ κακῶν θεωρηθῇ. Τῷ δὲ Ἄρει ἐπιμερίζων ἐπὶ ἡμερινῆς γενέσεως οὐκ ἀγα‐
30θός (κακῶν γὰρ πλείστων αἴτιος γενήσεται), καὶ ἐκπτώ‐ σεις καὶ ἐπιθέσεις καὶ διαβολὰς καὶ κινδύνους καὶ νόσους καὶ
αἱμαγμοὺς καὶ πτώσεις ἐξ ὕψους ποιήσει ἢ ἀπὸ τετραπόδων254

255

καὶ ὀφθαλμῶν πόνον καὶ ἐξ ἰδίων προδοσίας καὶ οἰκείων θορύβους καὶ φίλων ἔχθρας καὶ αἰφνιδίους συμφορὰς ἐγείρει. ἐπὶ νυκτὸς δὲ μέτρια τὰ φαῦλα καὶ ἀποφυγὴ ἔσται τῶν κακῶν φιλάνθρωπος.
5 Τῇ δὲ Ἀφροδίτῃ ἐπιμερίζων καὶ ἐπὶ ἡμέρας καὶ νυκτὸς ἀμαρτυρήτῳ οὔσῃ ὑπὸ κακοποιῶν πρᾶξιν καὶ ἐπίκτησιν σημαίνει, μάλιστα ἑῴας οὔσης· καλοὶ γὰρ οἱ χρόνοι ἐπὶ ταύτης ἀνεγράφησαν (ἤτοι γὰρ διὰ θηλυκοῦ προσώπου ἢ φίλου ἢ ἐπιτηδεύματός τινος εὐημερίας παρέχει καὶ
10ὠφελείας), καὶ ἐν πᾶσιν ἐπιχαρὴς ἔσται ὁ χρόνος, καὶ εἰς ὃ ἂν ἐπιβάληται ἐπιτυγχάνει. ὑπὸ δὲ κακοποιῶν θεω‐ ρουμένης ἢ δυτικῆς οὔσης καὶ ἑσπερίας μέτριοι οἱ χρόνοι καὶ ἄπρακτοι καὶ ἐπιτάραχοι καὶ ἐπιβλαβεῖς, καὶ ἐπιθέ‐ σεις ἐξ ἰδίων καὶ θηλυκῶν καὶ ἐπηρείας καὶ βλάβας ποιεῖ.
15 Τῷ δὲ Ἑρμῇ ἐπιμερίζων καὶ ἐπὶ ἡμέρας καὶ ἐπὶ νυκτὸς καλοὺς τοὺς χρόνους καὶ ἐπιτευκτικοὺς καὶ ἐμπράκτους ποιεῖ καὶ εὐημερίας ἔκ τε πραγμάτων ἢ πίστεως ἢ συναλ‐ λαγῶν καὶ κοινωνίας καὶ ἀγορασμοὺς καὶ οἰκονομίας ἀποτελεῖ, καὶ εἰς πάντα ὁ χρόνος ἱλαρὸς ἔσται. ἐν δύσει
20δὲ ὄντος ἑσπερίᾳ καὶ ὑπὸ κακοποιοῦ θεωρουμένου πραγ‐ μάτων ἐκκοπὰς καὶ θορύβους ποιεῖ καὶ ἐπιβουλὰς καὶ ζημίας καὶ φίλων ἀχαριστίας καὶ ἀπροσωπίας καὶ θλί‐ ψεις βιωτικὰς καὶ ἐκ δούλων ἐπιθέσεις ἢ δρασμοὺς ἢ κλοπὰς ἢ νόσους θρεπτῶν καὶ στομάχου καὶ ἔχθρας αἰφνι‐
25δίους εἰ μή πως ὁ ἀστὴρ ἀνατολικὸς ὢν φανῇ· οὕτω γὰρ ἀποφυγὴν τῶν κακῶν ποιήσει.
27t〈μβʹ〉 Ἀφροδίτης χρονοκρατορία
28 Ἡ Ἀφροδίτη ἑαυτῇ ἐπιμερίζουσα ἐπὶ ἑῴας ἀνατολῆς καὶ ἐπίκεντρος οὖσα χωρὶς τῆς ἀπὸ Κρόνου θεωρίας ἀγα‐
30θοὺς τοὺς χρόνους σημαίνει, ἐπιτευκτικούς τε καὶ πρακ‐
τικοὺς καὶ δοξαστικοὺς καὶ σύστασιν ἔχοντας πρὸς ὑπερ‐255

256

έχοντας καὶ πράξεις ἐπικερδεῖς καὶ χαρὰν ἐπὶ οἰκείοις καὶ προκοπάς, ἔτι δὲ καὶ πρὸς θηλυκὰ πρόσωπα φιλίας καὶ ἐρεθισμοὺς ἀφ’ ὧν ὠφελοῦνται, καὶ ἐν τέχναις ἢ ἐπι‐ τηδεύμασιν εὐημεροῦσι καὶ καλωνυμοῦνται καὶ ἐχθρῶν
5περιγίνονται, θεωρουμένη δὲ ὑπὸ κακοποιῶν θορύβους καὶ κρίσεις καὶ ἀπραγίας καὶ μερίμνας ἐπάγει, καὶ ἐν πᾶσι τὸν χρόνον βλαπτικόν. ὁμοίως καὶ ἀθεώρητος οὖσα ὑπὸ κακοποιῶν ἀγαθή ἐστιν, ὕπαυγος δὲ οὖσα καὶ ὑπὸ κακοποιῶν θεωρουμένη ταραχὰς καὶ μάχας ἐκ θηλυκῶν
10προσώπων καὶ φίλων παραβάσεις καὶ ἔχθρας ἐπιφέρει καὶ ἀπραγίας καὶ ψύξεις πράξεων καὶ κινδύνους καὶ ἐκτρώσεις καὶ αἱμαγμοὺς γυναικῶν ἀπεργάζεται καὶ νόσους. Καὶ ἐὰν μὲν τύχῃ ἐν οἴκῳ Ἡλίου αἰσχρὰ πράγματα δια‐ πράσσεται, μοιχείας καὶ χωρισμοὺς προπετεῖς. ἐν δὲ οἴκῳ
15Σελήνης ζηλοτυπίας καὶ ἔχθρας διὰ γυναῖκα, εἰς δὲ τὰ λοιπὰ πάντα ἔμπρακτος καὶ ἐπικερδὴς ἔσται. Ἐν δὲ ἰδίοις τόποις ἀγαθὸν καὶ ἐπικερδῆ τὸν χρόνον, καὶ μάλιστα διὰ θηλυκῶν προσώπων, καὶ πράξεις καὶ βίου συναλλαγὴν παρέχει καὶ φίλων σύστασιν. ἐν δὲ Κρόνου
20τόποις φθόνους καὶ μετεωρισμοὺς ἀπεργάζεται καὶ νόσους μακρὰς καὶ μερίμνας διὰ γυναῖκας καὶ φαντασίας ὀνείρων, καὶ ἄπρακτον τὸν χρόνον. ἐν δὲ Διὸς τόποις μεγάλας προ‐ κοπὰς σημαίνει, ἀγάμοις γάμον, γεγαμηκόσι τέκνα, καὶ ἐν πᾶσιν ἱλαρὸν τὸν χρόνον. ἐν δὲ Ἄρεως τόποις .... ἐν δὲ
25Ἑρμοῦ τόποις ἐπιχαρῆ τὸν χρόνον σημαίνει, καὶ πράξεις καὶ ὠνὰς παίδων μουσικῶν, καὶ αὐτοὶ δὲ Μούσης τινὸς ἐρασταὶ γενήσονται καὶ σύστασιν φιλίας ἕξουσιν. Ἡ Ἀφροδίτη Κρόνῳ ἐπιμερίζουσα ἐπὶ μὲν νυκτερινῆς γενέσεως κινδύνους θανατηφόρους γυναικῶν ποιεῖ καὶ
30σύγχυσιν καὶ ἐπηρείας καὶ διὰ θηλυκοῦ προσώπου λύπας, καὶ εἰς πάντα τὸν χρόνον ἀηδῆ καὶ νοσώδη καὶ ἄπρακτον (ἢ γὰρ φαρμάκων ὑπονοίας ἢ ἐπιβουλὰς παρέχεται), καὶ
εἰς πᾶν ὃ ἂν πράξωσι χάριν οὐχ ἕξουσιν, ἀλλὰ μέμψιν256

257

ὑπομενοῦσι καὶ εὐεργετήσαντες ἀχαριστοῦνται, καὶ πρά‐ ξεων ἐγκοπὰς καὶ ἀπὸ περιψύξεως ἢ ῥευμάτων ἢ βασάνων ἢ σπληνὸς πόνον ὥστε καὶ ἐπὶ ναοὺς καταφεύγειν προ‐ φάσει νόσων. ἐπὶ δὲ ἡμέρας ἀποφυγὴν τῶν κακῶν ἀπερ‐
5γάζεται καὶ πράξεις καὶ κέρδη καὶ ἐκ μὴ ἐλπιζομένων πραγμάτων καὶ προκοπὰς ἐπὶ τὸ κρεῖττον, καὶ ἐν παντὶ τὸν χρόνον ὠφέλιμον. Τῷ δὲ Διὶ ἐπιμερίζουσα ἐπί τε ἡμερινῆς καὶ νυκτερινῆς γενέσεως ἀγαθὴ ἐν πᾶσιν ἔσται, καὶ προκοπὰς ποιεῖ καὶ
10κέρδη καὶ ἀγάμοις γάμον καὶ ἀτέκνοις τέκνα καὶ ἐχθρῶν ἐπικράτησιν καὶ σύστασιν καὶ εὐφημίαν ἀπὸ φίλων καὶ θηλυκῶν προσώπων διά τε λόγων ἢ πραγμάτων ἢ ἐπιτη‐ δευμάτων, καὶ πολλὰ κτήσεται καὶ ψευδόμενοι πιστευ‐ θήσονται καὶ ἐν ταῖς πράξεσιν ἐπιτεύξονται καὶ ἐξ ἐμπο‐
15ρικῶν ἢ κοινωνικῶν ἔργων ὠφελοῦνται, ἐπί τε οἴκῳ καὶ παντὶ πράγματι ἐπίχαριν ποιήσει τὸν χρόνον, καὶ ἀγορασ‐ μοὺς καὶ ἔμμουσα πράγματα. εἰ δ’ ὕπαυγος εἴη ψόγον καὶ θορύβους καὶ ζημίας καὶ ἐναντιώσεις ἐπάγει ἕνεκα γυναι‐ κὸς καὶ διαβολὰς καὶ φίλων ἀχαριστίας.
20 Τῷ δὲ Ἡλίῳ ἐπιμερίζουσα ἐπὶ ἡμερινῆς γενέσεως μὴ οὖσα ὕπαυγος μήτε ὑπὸ κακοποιῶν θεωρουμένη μεγάλας πράξεις καὶ ἐπίκτησιν καὶ σύστασιν καὶ κέρδη, ἔκ τε θηλυκῶν προσώπων καὶ φίλων ἐπισήμων εὐεργεσίας καὶ χαρὰν ἐπὶ τῷ οἴκῳ καὶ εὐφημίαν ἐν πᾶσι πράξεσιν.
25θεωρουμένη δὲ ὑπὸ κακοποιῶν ἢ Διός, μάλιστα νυκτός, χωρισμοὺς γυναικῶν ἀποτελεῖ καὶ ἔχθρας καὶ ψόγον καὶ θορύβους διὰ γυναῖκα, εἰς δὲ τὰς πράξεις ἀγαθὴ καὶ ἐπι‐ κερδής. Τῇ δὲ Σελήνῃ ἐπιμερίζουσα ἐπί τε νυκτὸς καὶ ἡμέρας
30τῆς Σελήνης ἐξ ἀνατολῶν φερομένης ἀντιδικίας καὶ ἐναντι‐
ώσεις καὶ ἔχθρας ἀνασκευάζει, ἀπραγίας τε καὶ ἐγκοπὰς257

258

πραγμάτων ποιεῖ καὶ ψύξεις καὶ χωρισμοὺς γυναικῶν καὶ ἔχθρας αὐτῶν καὶ δρασμοὺς καὶ νόσους καὶ οἰκετῶν ἐλάττωσιν, καὶ φαρμακείας ὑπομένουσι καὶ εἰς γυναῖκα ὑποψίαν ἕξουσιν, καὶ ζηλοτυπίας καὶ δειγματισμοὺς καὶ
5οἰκειακὰς ἀηδίας καὶ ἀναστατώσεις ποιεῖ, καὶ πᾶν τὸ εἰσερχόμενον δαπανηθήσεται εὐθέως, δικάζονται δὲ πολλά‐ κις πρός τινας. ἐξ ἀποκρούσεως δὲ φερομένη μετρίως ὠφελεῖ καὶ πράξεις καὶ συστάσεις καὶ κέρδη ἀπροσδοκή‐ τως ποιεῖ.
10t〈μγʹ〉 Ἑρμοῦ χρονοκρατορία
11 Ὁ Ἑρμῆς δὲ λαβὼν τὴν ἐπικράτησιν τοῦ χρόνου ἐπί τε ἡμερινῆς καὶ νυκτερινῆς γενέσεως ἐπὶ ἀνατολῆς ἑῴας τυχὼν καὶ ἐπίκεντρος χωρὶς κακοποιοῦ θεωρίας ἀγαθὸς καὶ πρακτικὸς καὶ ἐπικερδής ἐστιν, καὶ συστατικοὺς καὶ
15εὐφήμους ἀποτελεῖ καὶ προσόδους ἀπό τε λόγων καὶ πραγμάτων ἢ πίστεως ἢ τέχνης ἢ ἐπιτηδευμάτων καὶ ἐχ‐ θρῶν καθαίρεσιν, οἰκείων τε χαρὰν καὶ πάντων ἐπίτευ‐ ξιν. ἐὰν δὲ ὑπὸ κακοποιῶν θεωρηθῇ θορύβους, δίκας καὶ ἐγκλήματα ἐπάγει.
20 Καὶ ἐν μὲν ἡλιακῷ ζῳδίῳ τυχὼν ποιεῖ πράξεις καὶ κέρδη χαρίζεται. ἐν δὲ σεληνιακῷ ζῳδίῳ νυκτὸς μὲν αὐξι‐ φώτου οὔσης τῆς Σελήνης καὶ πρᾶξιν καὶ σύστασιν καὶ δόξαν καὶ προκοπὴν ποιεῖ, ληγούσης δὲ τῆς Σελήνης ἐν ἀρχῇ μὲν ἀπραγίαν, ὕστερον δὲ πρᾶξιν καὶ ἐπιτευκτικὸν
25ἐργάζεται τὸν χρόνον καὶ ὠφέλιμον ἔν τε προκοπῇ καὶ συστάσει καὶ φιλίᾳ. Ἐν δὲ ἰδίοις τόποις καλὸς καὶ πρακτικὸς καὶ δοξαστι‐ κός. ἐν δὲ τόποις Κρόνου ψύξεις πραγμάτων καὶ ἀποβολὰς καὶ ἀρχαίων πραγμάτων ἀνασκευὰς καὶ ἔχθρας. ἐν δὲ
30Ἄρεως οἴκοις θορύβους καὶ ἐπιβουλὴν πραγμάτων καὶ258

259

κατηγορίας καὶ θλίψεις καὶ διαβολὰς καὶ ἐχθρῶν ἐπανά‐ στασιν καὶ δούλων λύπας καὶ ἐνέδραν πραγμάτων. ἐν δὲ Διὸς τόποις ἐπίχαρις καὶ ἐπικερδὴς καὶ δοξαστικὸς ἔσται καὶ λαμπρὸν τὸν χρόνον ποιήσει, καὶ Μούσης τινὸς προ‐
5θύμως ἐρασθήσονται. Ὁ Ἑρμῆς δὲ Κρόνῳ ἐπιμερίζων καὶ ὑπὸ τοῦ Διὸς θεω‐ ρούμενος ἀπραγίας καὶ ζημίας καὶ ἀρχαίων πραγμάτων ἀνασκευὰς καὶ κρυπτῶν ἔργων ἐλέγξεις καὶ οἰκετῶν λύπας ἢ τέκνων θρεπτῶν καὶ νόσους καὶ κινδύνους ἐπάγει
10καὶ περὶ τὰ νεώτερα πράγματα αἰτίας καὶ σωματικὰς ὀχλήσεις ἕνεκα κρυπτῶν πόνων, καὶ εἰς πάντα ἀηδὴς ὁ χρόνος. Τῷ Διὶ δὲ ἐπιμερίζων καὶ ἐπὶ νυκτὸς καὶ ἡμέρας πρακ‐ τικοὺς τοὺς χρόνους σημαίνει καὶ περίκτησιν καὶ κέρδη
15καὶ ἐχθρῶν καθαίρεσιν καὶ χαρὰν ἐπὶ οἴκῳ καὶ εὐφημίαν καὶ ἀγορασμοὺς καὶ προκοπὰς διά τε λόγων καὶ γραπτῶν καὶ ἐμποριῶν καὶ μισθαρνιῶν, εἰ δὲ ὕπαυγος εἴη καὶ ὑπὸ κακοποιῶν θεωροῖτο μάλιστα ἔχθρας καὶ ζημίας καὶ δίκας ἢ διαβολὰς καὶ φθόνον καὶ ἐνέδραν καὶ μετεωρισ‐
20μοὺς παρέξει ἀπὸ μεγάλων προσώπων. Τῷ δὲ Ἄρει ἐπιμερίζων καὶ ὑπὸ τούτου θεωρούμενος ἐπιταράχους τοὺς χρόνους σημαίνει καὶ θλίψεις καὶ συκο‐ φαντίας καὶ ἔχθρας καὶ ῥᾳδιουργίας καὶ λῃστρικὰς ἐπι‐ θέσεις καὶ ἀποστερήσεις καὶ ἐπιορκίας ἐκ φίλων, ἐπανά‐
25στασίν τε ἐχθρῶν καὶ ζημίας ἀπό τε λόγων καὶ πραγμά‐ των ἀργυρικῶν καὶ κατηγορίας ἄλλων ἁμαρτησάντων (καὶ ἐπὶ τετραπόδων καθῆσθαι κωλύσει διὰ πτῶσιν) καὶ τέκ‐ νων ἢ θρεπτῶν λύπας καὶ δούλων δρασμοὺς καὶ στομάχου πόνον καὶ καρδίας, μάλιστα ἡμέρας, νυκτὸς δὲ περιγενέ‐
30σθαι τῶν φαύλων ποιεῖ. Τῇ δὲ Ἀφροδίτῃ ἐπιμερίζων καὶ ἐπὶ ἡμερινῆς καὶ νυκ‐
τερινῆς γενέσεως τῆς Ἀφροδίτης οὔσης ἑῴας ἀνατολι‐259

260

κῆς ἐπικέντρου ἐπιπλοκὰς καὶ συνηθείας γυναικῶν ποιεῖ, καὶ ἐπίχαριν καὶ ἐπικερδῆ, καὶ ἐκ φίλων εὐεργεσίας καὶ ἀνάπαυσιν κακῶν, καὶ πᾶν ὅ τι ἂν λέγωσι πιστευθήσονται, ἐὰν δὲ ὑπὸ κακοποιῶν θεωρηθῇ ὕπαυγος ὢν μόχθους καὶ
5λύπας ἐπάγει χάριν γυναικός, ἢ ἀγγελίαν ἐπίλυπον καὶ οἰκείας ἀηδίας ἀπεργάζεται. Τῷ Ἡλίῳ δὲ ἐπιμερίζων, μάλιστα ἀνατολικὸς ὤν, ξενι‐ τείας σημαίνει καὶ μεταβολὰς τόπων, καὶ πίστιν καὶ μυστήρια τηροῦσι καὶ πολιτικὰς ἀηδίας διαλύει καὶ δημό‐
10σια πιστευθήσονται, καὶ καλὸς ὁ χρόνος ἔσται, εἰ δὲ ὕπαυ‐ γος τῷ Ἡλίῳ τύχοι ποιεῖ πόνον καὶ πρός τινας ἔχθρας καὶ ταραχάς, ὕστερον δὲ περιγίνονται. νυκτὸς δὲ ὕπαυγος ὢν μετέωρον χρόνον καὶ βλαπτικὸν σημαίνει, καὶ ἐκ μεγά‐ λης κεφαλῆς ἀπειλὰς καὶ ἐπανάστασιν ἐχθρῶν καὶ μόχ‐
15θους καὶ κατηγορίας καὶ δαπάνας ποιήσει, καὶ ἐκ δού‐ λων λοιδορίας καὶ βλάβας ἕξει. Τῇ δὲ Σελήνῃ ἐπιμερίζων ἐπί τε ἡμέρας καὶ νυκτὸς τῆς Σελήνης ἐξ ἀνατολῆς φερομένης πρακτικοὺς τοὺς χρόνους σημαίνει καὶ ἐπικερδεῖς, τῆς δὲ Σελήνης ἐξ ἀποκρούσεως
20φερομένης μικροψυχίας παρέχει καὶ παρ’ ἐλαχίστων προσ‐ ώπων καὶ γυναικὸς ἀηδίας καὶ μερίμνας καὶ φιλονεικίας πραγμάτων καὶ λύπας καὶ διαβολάς, καὶ ἐπὶ τοῖς γεγονόσι πιστεύονται καὶ νοσοῦσι καὶ ζημίας ὑφίστανται ἕνεκα πραγμάτων ἢ λόγων, καὶ τὸ λαμπρὸν τούτοις οὐκ ἔσται
25λαμπρόν, τὸ δὲ χαλεπὸν τούτοις ὀξὺ καὶ μετέωρον.
26t〈μδʹ〉 Σελήνης χρονοκρατορία
27 Ἡ Σελήνη λαμβάνουσα τοὺς χρόνους ἐπὶ νυκτερινῆς γενέσεως ἐπίκεντρος οὖσα καὶ αὐξίφωτος ἀγαθὴ καὶ ἔμ‐ πρακτος καὶ ξενιτείας ἀγαθὰς παρέχει καὶ συστάσεις καὶ
30εὐφημίας, τισὶ δὲ καὶ ἀπὸ μητρὸς τοῖς ἔχουσιν ἢ θηλυ‐260

261

κοῦ προσώπου ὠφελείας, ληξίφωτος δὲ οὖσα ἀτονώτερον ποιεῖ τὸν καιρόν. ἐπὶ δὲ ἡμέρας αὐξιφωτοῦσα οὐ κακὴ μὲν ἀνεγράφη εἰς πάντα, μετὰ βραδυτῆτος δὲ καὶ μόχθου ἐπι‐ τελεῖ τὰς πράξεις, λειψιφαὴς δὲ ἐπὶ ἡμέρας οὖσα ἐν παντὶ
5βλαπτική· καὶ γὰρ δυναστευθήσονται καὶ ξενιτείας ἀν‐ ωφελεῖς ποιήσουσι καὶ φόβους καὶ κινδύνους. ἐὰν δὲ κακο‐ ποιὸς ἐμβῇ εἰς τοὺς τῆς Σελήνης τόπους αὐτῆς ἐχούσης τοὺς χρόνους κινδύνους περὶ τὸ ζῆν καὶ νόσους, ἀγαθο‐ ποιοῦ δὲ θεωρήσαντος σκεπασμὸς τῶν κακῶν ἔσται καὶ
10στομάχου πόνος καὶ ὀφθαλμίαι καὶ ἐντέρων κακώσεις καὶ θάνατος οἰκείων καὶ ἀκαταστασία καὶ θόρυβοι ἰσχυροί. Καὶ ἐν μὲν ἰδίῳ ζῳδίῳ μικροψυχίας καὶ κενὰς ἀγγελίας, εἰ δὲ .............. ἐπί τε ἡμέρας καὶ νυκτὸς λυπηρὸς εἰς ἅπαντα ὁ χρόνος. ἐν δὲ τοῖς τοῦ Κρόνου τόποις σωμα‐
15τικὰς ἀσθενείας καὶ ῥευματισμοὺς καὶ παλαιῶν πραγ‐ μάτων ἀνασκευὰς καὶ ζημίας καὶ ἐχθρῶν ἔγερσιν, καὶ ἐν πᾶσιν ἀηδὴς ὁ χρόνος, μάλιστα δὲ ἐὰν ᾖ λειψίφωτος, ἐὰν δὲ αὐξίφωτος οὐκ ἔστι βλαπτική. ἐν δὲ τοῖς τοῦ Ἡλίου τόποις ταραχὰς καὶ σκυλμοὺς καὶ λύπας πρὸς ἰδίους ποι‐
20εῖ. ἐν δὲ τοῖς τοῦ Διὸς ἀπόλυσιν κακῶν ποιεῖ καὶ σύστασιν καὶ δόξαν καὶ ἐχθρῶν καθαίρεσιν, καὶ μάλιστα ἐπ’ ἀνατο‐ λῆς οὖσα, λειψιφαὴς δὲ οὖσα οὐκ ἀγαθή, ἀλλὰ μετρίας τὰς εὐεργεσίας ποιεῖ. ἐν δὲ τοῖς τοῦ Ἄρεως ὀμμάτων ἀσθενείας ποιεῖ, μάλιστα ἐπὶ ἡμέρας, καὶ αὐξίφωτος οὖσα πυρετούς,
25αἱμαγμούς, κινδύνους, στομάχου πόνον καὶ ἀνασκευὰς ποιεῖ, νυκτὸς δὲ ἐν πᾶσιν ἀγαθὴ τοῖς ἐγχειριζομένοις, καὶ ὀξέως τὰς πράξεις περαίνει, καὶ δοκοῦντες βλάπτεσθαι ἀπροσδοκήτως ὠφελοῦνται. ἐν δὲ τοῖς τῆς Ἀφροδίτης ζηλοτυπίας πραγμάτων καὶ ἀντικατάστασιν γυναικῶν
30ποιεῖ, οὐ μέντοι βλαπτικὴ γίνεται ἀλλ’ ὠφέλιμος ἐν παντὶ πράγματι, περιγίνονται δὲ καὶ τῶν ἐχθρῶν, εἰς δὲ τὰ θηλυ‐
κὰ πρόσωπα ταραχώδης ἔσται ὁ χρόνος. ἐν δὲ τοῖς τοῦ261

262

Ἑρμοῦ ἀνασκευὰς πραγμάτων ἐξ ἀρχῆς, ὕστερον δὲ περι‐ γενέσθαι ποιεῖ καὶ πιστὸν ἀπεργάζεται. Ἡ Σελήνη Κρόνῳ ἐπιμερίζουσα ἐπὶ μὲν νυκτὸς λειψι‐ φαὴς ἀνενδεὴς καθέστηκεν εἰ καὶ ἀνωφελείας καὶ δυσπρα‐
5ξίας σημαίνει καὶ παροδικὰς ἀσθενείας καὶ κρίσεις καὶ ζημίας, καὶ εἰς πάντα ἀηδής, αὐξίφωτος δὲ οὖσα καὶ ὑπὸ ἀγαθοποιοῦ θεωρουμένη σύστασιν καὶ πρᾶξιν καὶ βίου κατόρθωσιν μετὰ μόχθου ποιεῖ. ἐπὶ δὲ ἡμέρας αὐξίφωτος οὖσα εἰς πάντα ἀγαθὴ καὶ τῶν μὴ προσδοκωμένων πραγ‐
10μάτων ἀνυστική, εἰ δὲ ληξίφωτος εἴη ἐπὶ ἡμέρας νόσους ἐπιφέρει καὶ κινδύνους κρυπτῶν τόπων καὶ κοιλίας καὶ μακροχρονίας καὶ παλαιῶν πραγμάτων ἀνάμνησιν καὶ λύπας καὶ διαβολὰς καὶ μερίμνας γυναικῶν, ἔτι δὲ ὀφθαλ‐ μῶν ἀλγηδόνας καὶ ῥίγη καὶ πυρετοὺς εἰ μή πως Ζεὺς ἐπι‐
15θεωρήσας σώσει λήθην τῶν κακῶν παρέχων. Τῷ Διὶ δὲ ἐπιμερίζουσα ἐπὶ ἡμέρας καὶ αὐξιφωτοῦσα ἀγαθὰ σημαίνει καὶ νίκην κατ’ ἐχθρῶν καὶ δόξας πολιτικὰς καὶ εὐρωστίαν σώματος καὶ ἐκ θηλυκοῦ προσώπου σύ‐ στασιν καὶ ὠφέλειαν, καὶ εὐφημίαν ἀποτελεῖ, λειψιφαὴς
20δὲ μετὰ μόχθων καὶ ἀπιστίας πράξει τὰ ἀγαθά. ἐπὶ δὲ νυκτὸς αὐξιφωτοῦσα ἀγαθὴ καὶ ὠφέλιμος, ληξιφωτοῦσα δὲ ἀηδῆ καὶ ἄπρακτον τὸν χρόνον ποιήσει καὶ μετὰ ἀγω‐ νίας καὶ φόβου τῶν φαύλων ἀποφυγήν. Τῷ δὲ Ἄρει ἐπιμερίζουσα ἐπὶ νυκτὸς αὐξιφωτοῦσα ἀγα‐
25θὴ καὶ ἔμπρακτός ἐστιν ἐν συστάσει καὶ προκοπαῖς ἐξ ὑπερεχόντων προσώπων καὶ κτῆσιν ποιεῖ ἐκ δημοσίων πραγμάτων καὶ ἐξ ὄχλων εὐφημίαν καὶ ἐκ στρατιωτικῶν προσώπων, καὶ τὸν χρόνον ἐπιτευκτικὸν εἰς πάντα ποιήσει καὶ εἰς πίστιν καὶ ἀρχὰς ἐπίδοξον, καὶ γάμον καὶ συν‐
30ήθειαν γυναικὸς σημαίνει ἐπὶ καλῷ, μάλιστα τῆς Σελήνης τρίγωνον θέσιν ἐχούσης πρὸς αὐτόν, τῆς δὲ Σελήνης ἐκ δύσεως φερομένης οὐ κακὸς μὲν ἔσται ὁ χρόνος, ἐπιτάρα‐
χος δὲ καὶ σκυλτικὸς ἐν ἀρχῇ, ὕστερον δὲ καὶ κέρδη ποιή‐262

263

σει καὶ προκοπὰς καὶ ἐχθρῶν ταπείνωσιν. ἐπὶ ἡμέρας δὲ λειψιφωτοῦσα ἀγαθὴ μὲν ἔσται, ἀλλ’ οὐ τοσοῦτον ὠφέλι‐ μος, μετὰ δὲ θορύβων καὶ ἐναντιωμάτων καὶ ἐνστάσεως ἐχθρῶν περιγίνονται τῶν φαύλων, αὐξιφωτοῦσα δὲ κακὴ
5καὶ ἀηδής· κινδύνους γὰρ καὶ ἔχθρας καὶ ζημίας καὶ ἔφο‐ δόν τινων λῃστῶν καὶ φόβους ἐκ δημοσίων καὶ δειγματισ‐ μοὺς καὶ ἀπειλὰς ἐξ ὑπερεχόντων, ἔτι δὲ καὶ λύπας δού‐ λων καὶ κλοπάς, σωματικάς τε νόσους ἐκ σιδήρου καὶ κίν‐ δυνον ἐκ πυρὸς ἢ πτώσεως καὶ ξενιτείας σκυλτικὰς καὶ
10ὀφθαλμίας καὶ ἐκτρώσεις, καὶ καθόλου βλαπτικὸν τὸν χρόνον. Τῷ δὲ Ἡλίῳ ἐπιμερίζουσα ἐν θηλυκοῖς ζῳδίοις ὄντι ἢ καὶ ἀμφότερα ἄνδρας ὑποταγῆναι ποιεῖ δι’ ἐρωτικὴν συμ‐ πάθειαν. ἐὰν δὲ ὁ μὲν Ἥλιος ᾖ ἐν θηλυκῷ ζῳδίῳ, Σελήνη
15δὲ ἐν ἀρσενικῷ, μερίμνας διὰ γυναῖκα καὶ ἀντιζηλίας ποιεῖ, ὠφέλειαν δὲ ἐξ ἰδίων μετὰ προηγησαμένην ταραχήν. εἰ δὲ ὁ μὲν Ἥλιος ἐν ἀρσενικῷ, ἡ δὲ Σελήνη ἐν θηλυκῷ αὐξι‐ φωτοῦσα, ἔσται ἐν πᾶσιν ἀγαθὴ καὶ ἐπικερδῆ τὸν χρόνον ποιήσει· καὶ γὰρ σύστασιν καὶ φιλίας ἐπισήμους καὶ γυναι‐
20κὸς συνήθειαν καὶ γάμον ἢ μοιχείαν ποιεῖ, καὶ ἐπικερδῆ τὸν χρόνον, καὶ δημοσίας πράξεις καὶ ἐχθρῶν ἐπικράτη‐ σιν. λειψιφωτοῦσα δὲ οὐκ ἀγαθή (φθόνον γὰρ καὶ ζημίας καὶ μέμψεις καὶ ἔχθρας ποιεῖ καὶ ἐξ ὑγρῶν ὄχλησιν), εἰ δὲ κακοποιὸς θεωρήσει καὶ κινδύνους περὶ τὴν ζωὴν
25ποιεῖ. Τῇ δὲ Ἀφροδίτῃ ἐπιμερίζουσα ἐπὶ νυκτὸς λειψιφωτοῦσα ἀγαθὴ καὶ ὠφέλιμος καθέστηκεν (ποιεῖ γὰρ γάμους ἢ σύστασιν γυναικὸς καὶ ἐκ γυναικείων προσώπων κέρδη, καὶ δόξας μετὰ ἱλαρότητος καὶ πράξεις παρέξει), αὐξιφω‐
30τοῦσα δὲ ποιεῖ θορύβους καὶ οἰκομαχίας καὶ ἐναντιώσεις διὰ γυναῖκα καὶ μετεωρισμοὺς καὶ ζηλοτυπίας καὶ ψόγον καὶ ἔχθρας, ποιεῖ δὲ περιγενέσθαι ὕστερον. ὁμοίως δὲ καὶ ἐπὶ ἡμέρας αὐξιφωτοῦσα τῆς Ἀφροδίτης ὑπὸ ἀγα‐ θοποιῶν θεωρουμένης ὑπαύγου τῷ Ἡλίῳ οὔσης ψόγον
35καὶ ἐπήρειαν γυναικὸς ποιεῖ καὶ φίλων ὑποκρίσεις καὶ
βλάβας καὶ οἰκειακὰς ἀηδίας καὶ θρεπτῶν ἢ δούλων263

264

νόσους, καὶ ἐν πᾶσιν ἐναντίους τοὺς χρόνους ποιεῖ, καὶ σωματικὰς ὀχλήσεις καὶ ἐξ ἀπεψίας τροφῶν ἢ πολυοινίας ἢ ψυγμῶν ἢ βαλανείων ἢ ἐρωτικῆς τινος ἀφορμῆς ἢ ἀκαί‐ ρων δαπανῶν κακοπραγίας.
5 Τῷ δὲ Ἑρμῇ ἐπιμερίζουσα ἐπὶ ἡμέρας τε καὶ νυκτὸς καὶ αὐξιφωτοῦσα πρακτικοὺς τοὺς χρόνους σημαίνει καὶ περι‐ ποιητικοὺς συστάσεώς τε καὶ φιλίας καὶ κέρδους καὶ δόξης καὶ ἐπίτευξιν καὶ εὐφημίαν· ἔσονται γὰρ δριμεῖς ἐν ταῖς πράξεσι καὶ δυνάσται πολλὰ ἀνύοντες καὶ ἐχθρῶν περι‐
10γινόμενοι. λειψίφωτος δὲ οὖσα ἔλλειψιν χρημάτων ποιεῖ καὶ ἐπιβουλὰς καὶ ἀντιλογίας καὶ παραβάσεις συνθηκῶν καὶ φίλων ἀχαριστίας, πλὴν οὐ πάντῃ ἄπορος ὁ χρόνος, καὶ εἰ μὲν ὑπὸ Κρόνου θεωρηθείη ζημίας ἐπιφέρει ἐκ δούλων ἢ δρασμοὺς ἢ προδοσίας ἐκ φίλων καὶ πολυ‐
15χρονίους νόσους καὶ κοιλιακὰς ἢ στομαχικὰς διαθέ‐ σεις, εἰ δὲ ὑπὸ Ἄρεως θεωρηθείη ἕνεκεν γραπτῶν ποιεῖ δίκας καὶ ἐγκλήματα, πλαστογραφίας τε καὶ ἐπιβουλὰς καὶ κλοπὰς καὶ δόλους, καὶ εἰς πάντα ὁ χρόνος ἀνεπι‐ τήδειος.
20 Ἔστιν οὖν διὰ μνήμης καὶ ταῦτα τὰ ἀποτελέσματα ἔχειν σκοποῦντα ἐκ τῆς φύσεως τοῦ τε μερίζοντος ἀστέρος καὶ τοῦ λαμβάνοντος, καὶ κατὰ τὸν αὐτὸν τρόπον ἐν ταῖς ἐπεμβάσεσι σχεδὸν εὑρήσεις τὰ αὐτὰ ἀποτελέσματα. καὶ τὸν ἐνιαυτὸν δέ τινες διαιροῦσιν εἰς τοὺς ζ ἀστέρας
25ἐξ ἀναλογίας τῶν ἐλαχίστων περιόδων αὐτῶν, Κρόνῳ μὲν διδόντες ἡμέρας πε, Διὶ δὲ λδ, Ἄρει μβ, Ἡλίῳ νδ, Ἀφρο‐ δίτῃ κβ, Ἑρμῇ νζ, Σελήνῃ οα. καὶ ἀπὸ τῆς γενεθλιακῆς ἡμέρας τὸν παροδικὸν ἐνιαυτὸν ἀρχόμενοι ἀπὸ τοῦ κυρίου αὐτοῦ μερίζουσι τοῖς ἑξῆς ἄστρασι καθὼς ἐπὶ τῆς γενέ‐
30σεως κεῖνται, ἡμέρας τξε δʹ τὸν ἐνιαυτὸν ἀριθμοῦντες. ποι‐ οῦσι δὲ καὶ ἕτερον λεπτότερον ἐπιμερισμὸν οὕτως· ὁ Κρό‐
νος μὲν γὰρ ἀπὸ τῶν πε ἡμερῶν αὑτοῦ μερίζει ἑαυτῷ πρώ‐264

265

τῳ ἡμέρας κ, τῷ Διὶ η, τῷ Ἄρει ι, τῷ Ἡλίῳ ιγ, τῇ Ἀφρο‐ δίτῃ ε, τῷ Ἑρμῇ ιδ, τῇ Σελήνῃ ιϛ· ὁ Ζεὺς ἀπὸ τῶν ἑαυτοῦ λδ μερίζει ἑαυτῷ πρώτῳ ἡμέρας γ, Κρόνῳ η, Ἄρει δ, Ἡλίῳ ε, Ἀφροδίτῃ β, Ἑρμῇ ε, Σελήνῃ ζ· ὁ Ἄρης ἀπὸ τῶν
5μβ ἑαυτῷ αʹ ἡμέρας ε, Κρόνῳ ι, Διὶ δ, Ἀφροδίτῃ γ, Ἑρμῇ ζ, Σελήνῃ η, Ἡλίῳ ε· ὁ Ἥλιος ἀπὸ τῶν νδ ἑαυτῷ ἡμέρας η, Κρόνῳ ιβ, Διὶ ε, Ἄρει ϛ, Ἀφροδίτῃ δ, Ἑρμῇ η, Σελήνῃ ια· ἡ Ἀφροδίτη ἀπὸ τῶν κγ ἑαυτῇ ἡμέραν α, Κρόνῳ ε, Διὶ β, Ἄρει γ, Ἡλίῳ γ, Ἑρμῇ δ, Σελήνῃ ε· ὁ Ἑρμῆς ἀπὸ
10τῶν νζ ἑαυτῷ ἡμέρας θ, Κρόνῳ ιγ, Διὶ ε, Ἄρει θ, Ἡλίῳ η, Ἀφροδίτῃ γ, Σελήνῃ ια· Σελήνη ἀπὸ τῶν οα ἑαυτῇ ἡμέρας ια, Κρόνῳ ιϛ, Διὶ ζ, Ἄρει η, Ἡλίῳ ια, Ἀφροδίτῃ δ, Ἑρμῇ ια. Ἄλλοι δὲ μερίζουσι τὸν ἐνιαυτὸν τοῖς ζ ἄστρασιν ἀπὸ
15τοῦ κατὰ τὸ ζῴδιον τῆς γενέσεως οἰκοδεσπότου ἀρχόμε‐ νοι καὶ ἑξῆς τῷ τοῦ ἑξῆς κυρίῳ. καὶ συνάγονται ἡμέραι τῶν ιβ ζῳδίων ρπδ· τῷ γὰρ Κρόνῳ μόνῳ ἡμέραι λ δίδον‐ ται διὰ τὸ τὰ β ζῴδια ἅ εἰσιν οἶκοι αὐτοῦ ἐφεξῆς εἶναι. οἷον ἔστω τινὰ ἔχειν τὸν ἐνιαυτὸν ἐν Κριῷ· καὶ ἐπεὶ
20οἶκός ἐστι τοῦ Ἄρεως ἀπονέμουσιν αὐτῷ ἡμέρας ιε, εἶτα τῇ Ἀφροδίτῃ οἶκον ἐχούσῃ τὸν Ταῦρον ἡμέρας η, τῷ δὲ Ἑρ‐ μῇ διὰ τοὺς Διδύμους κ, τῇ Σελήνῃ διὰ τὸν Καρκίνον κε, τῷ Ἡλίῳ διὰ τὸν Λέοντα ιθ καὶ πάλιν τῷ Ἑρμῇ διὰ τὴν Παρθένον κ, τῇ Ἀφροδίτῃ διὰ τὸν Ζυγὸν η, τῷ Ἄρει διὰ
25τὸν Σκορπίον ιε, τῷ Διὶ διὰ τὸν Τοξότην ιβ, τῷ Κρόνῳ διὰ τὸν Αἰγοκέρωτα καὶ τὸν Ὑδροχόον λ, τῷ Διὶ καὶ πάλιν διὰ τοὺς Ἰχθύας ιβ· καὶ συνάγονται ἡμέραι ρπδ.
καὶ πάλιν τῷ κυρίῳ τοῦ Κριοῦ παρέχουσιν ἡμέρας ιε265

266

καὶ τοῖς ἐφεξῆς ἐκ δευτέρου ἕως ἂν ὁ ἐνιαυτὸς πληρωθῇ. ἀλλ’ οὗτοι οἱ μερισμοὶ οὐ πάνυ συμφωνοῦντες ἡμῖν φαί‐ νονται, ὑπὲρ δὲ τοῦ μὴ λαθεῖν αὐτοὺς ἐξεθέμεθα.
4t〈οϛʹ〉 Πῶς ἄν τις γνοίη τὰς πεύσεις
5tτῶν βουλομένων σκέψασθαι ἐκ καταρχῆς·
6tἩφαιστίωνος
7 Γνοίη δ’ ἄν τις τῶν προσιόντων καὶ προγνῶναι βουλο‐ μένων διὰ καταρχῆς τὸ ἐσόμενον κατὰ τὸ καθολικὸν καὶ συνοπτικὸν εἶδος ὁμοιοτρόπως μάλιστα ταῖς γενέσεσι τὴν
10ἐπίσκεψιν ποιησάμενος. καταστοχάζεσθαι δέ ἐστι καὶ ἀπὸ τούτων· τόν τε γὰρ ὡροσκόπον καὶ τὰ λοιπὰ κέντρα τῆς καταρχῆς ἀκριβῶς στήσαντες, πρῶτον τὸ μεσουρα‐ νοῦν κέντρον ἐπισκοπεῖν χρὴ καὶ τὸν ἐπ’ αὐτοῦ τυγχά‐ νοντα καὶ πρὸς τοῦτον ἀφορίζειν τὸ πρᾶγμα ἢ τὰς πράξεις.
15ἐφορατέον δὲ καὶ τοὺς παρ’ ἑκάτερα β τόπους (τουτέστι τό τε ἀπόκλιμα καὶ τὴν ἐπαναφορὰν τοῦ μεσουρανήματος), καὶ τοὺς ἐν αὐτοῖς ἀστέρας, τοὺς μὲν ἐπὶ τοῦ ἀποκλίματος ὡς δηλοῦντας τὰ παρῳχηκότα, τοὺς δὲ ἐπὶ τῆς ἐπανα‐ φορᾶς τὰ μέλλοντα, τὰ δὲ ἐν αὐτῷ τῷ ἐνεστῶτι καιρῷ
20τοὺς ἐν τῷ μεσουρανήματι. μηδενὸς δὲ τῶν ἀστέρων ἐπι‐ τυχόντος τοῖς προκειμένοις τόποις λαμβάνειν τοὺς ἐπι‐ θεωροῦντας καὶ δεδυναμωμένους πρὸς αὐτούς· ὅπως γὰρ ἂν οὗτοι καταληφθῶσι τοιουτότροπον τὸ τέλος καὶ τὸ ἐνέρ‐ γημα τοῦ ζητουμένου ἀποτελοῦσιν. ἀπὸ μὲν γὰρ δύσεως
25ἐπὶ ἀνατολὰς πορευόμενοι σημαίνουσι λαμπρὰς καὶ ὡραίας καὶ ἐξουσιαστικὰς πράξεις τῶν ἤδη προεγκεχειρισμένων, ὃ δὴ μάλιστα ἐπὶ τοῦ Ἑρμοῦ παραφυλακτέον, ἀπὸ δὲ τῶν
ἀνατολῶν ἐπὶ τὰς δύσεις πορευόμενοι τῶν προπεπραγ‐266

267

μένων ἢ βεβουλευμένων ἄνεσιν καὶ ἀπόσβεσιν καὶ ἀργίαν σημαίνουσιν. καὶ ἐν μὲν ταῖς ἑῴαις ἀνατολαῖς ἀπὸ μοι‐ ρῶν ιβ ἀποστάντες τοῦ Ἡλίου ἄρχονται τῆς ἐνεργείας, ἐντελέστερον δὲ ἀπὸ μοιρῶν ιε, ἐν δὲ ταῖς δύσεσιν ἀπὸ μοι‐
5ρῶν ιε ἕως ζ ἄρχονται μειοῦν τὴν δύναμιν, ἀπὸ δὲ ζ ἕως τῆς τοῦ Ἡλίου μοίρας ἀσθενέστατοι, αἱ δὲ ἑῷοι φάσεις νυκτὸς μέν εἰσι βραδίονες, ἡμέρας δὲ αἱ ἑσπέριοι. Προσεκτέον δὲ καὶ ταῦτα τῷ μέρει τούτῳ. τῶν κέντρων τὸ μὲν ὡροσκοποῦν ἐπισκοπεῖν δεῖ ὡς σημαῖνον τὴν φύσιν
10τῆς πεύσεως, τὸ δὲ μεσουρανοῦν τὴν ἐνέργειαν, τὸ δὲ δῦνον τὸ τέλος, τὸ δὲ ὑπόγειον τὰ λαθραῖα, καὶ ὁ μὲν ὡροσκό‐ πος τὰ πρὸς ἀνατολὴν μηνύει μέρη, τὸ δὲ μεσουράνημα τὰ πρὸς μεσημβρίαν, τὸ δὲ δῦνον τὰ πρὸς δύσιν, τὸ δὲ ὑπόγειον τὰ πρὸς ἄρκτον. καὶ τὰ μὲν τροπικὰ τῶν ζῳδίων
15ῥᾳδίας τὰς μεταβολὰς ἤτοι ἐπὶ τὸ ἄμεινον ἢ ἐπὶ τὸ χεῖρον, τὰ δὲ στερεὰ ἀμετάτρεπτον τὸ ζητούμενον πρᾶγμα, τὰ δὲ δίσωμα τὴν τῶν ζητουμένων ἀπόβασιν ἔσεσθαι διμερῆ. καὶ τὰ μὲν ἔνυδρα τῶν ζῳδίων ἐνύδρους τοὺς τόπους σημαίνουσιν, τὰς δὲ πράξεις δι’ ὑγρῶν ἢ ἐν ὑγροῖς, τὰ δὲ
20ἀμφίβια ἐπικοινωνίαν τῶν τε ἀπὸ γῆς καὶ τῶν ὑγρῶν, τὰ δὲ χερσαῖα ἠπείρους καὶ ὄρη, τὰ δὲ πολύσπερμα καὶ πολύ‐ γονα ὄχλους καὶ δήμους, τὰ δὲ ἄγονα ἐρημίας καὶ ἀπρα‐ γίας. καὶ οἱ μὲν σύνδεσμοι τοῦ τῆς Σελήνης κύκλου ἀτε‐ λέστατα καὶ ἐλλιπῆ τὰ πράγματα καὶ εἰς τὸ ἐναντίον τὴν
25μετατροπὴν ἄγοντες, αἱ δὲ τῆς Σελήνης συναφαὶ καὶ ἀπόρ‐ ροιαι δηλοῦσι τὰ ἀποβησόμενα κατὰ τὴν τῶν ἀστέρων οἷς κοινωνεῖ φύσιν. Πρόσωπα δὲ ὁ μὲν τοῦ Κρόνου πρεσβυτικά, στιβαρά, πανοῦργα, ἐνδόμυχα, κακοποιὰ μηνύει, ὁ δὲ τοῦ Διὸς
30ἀστεῖα, ἀξιωματικά, εὐπάροχα, ἀκμάζοντα, ἱλαρά, ἀγα‐
θοποιά, ὁ δὲ τοῦ Ἄρεως νέους, θρασεῖς, θυμικούς, ἀηδεῖς,267

268

μοιχικούς, πανούργους, λῃστρικούς, ταρακτικούς, βασιλι‐ κούς, δυνάστας, ἡ δὲ Ἀφροδίτη ἱλαρούς, χαρίεις, ἀστεί‐ ους, μουσικούς, ἐμπορικούς, ἁβροδιαίτους, θηλύφρονας, ὁ δὲ τοῦ Ἑρμοῦ ἀπαιδεύτους, νέους, πολυτρόπους καὶ ἐμπο‐
5ρικούς, ὁ δὲ Ἥλιος βασιλικούς, ἡγεμονικούς, ἀκμάζοντας, ἄρρενας, ἡ δὲ Σελήνη βασιλικούς, προβεβηκότας, θηλυ‐ κούς. τὰ μὲν οὖν ἰδιότροπα ἑκάστου αὐτῶν ταῦτα καὶ τὰ τοιαῦτά ἐστιν, ἐὰν δὲ μετ’ ἀλλήλων ὦσί τινες ἀφαρμοστέον κατὰ τὸ συγκρατικὸν εἶδος.
10 Καὶ ἄλλως δὲ προγνωσόμεθα πεπηγμένης τῆς καταρ‐ χῆς ἐπ’ ἐνίων οὕτως. ἐὰν ὁ κλῆρος τῆς τύχης εἰς τὸ γʹ ζῴδιον ἀπὸ τοῦ ὡροσκόπου ἐμπέσῃ, ὁ δὲ κύριος τοῦ ζῳ‐ δίου ἐναντιωθῇ ἐν αὐτῷ, ἔχθραν πρὸς φίλον καὶ διαφορὰν σημαίνει, εἰ δὲ δίσωμον τύχοι τὸ ζῴδιον καὶ ἤδη προ‐
15γεγενημένην. ὁ δὲ ἀστὴρ ὁ κύριος τοῦ κλήρου δηλώσει τὰ πρόσωπα καθὼς προδεδήλωται. ὁπόταν δὲ πάλιν ὁ κλῆ‐ ρος εἰς τὸν περὶ φιλίας, τουτέστι τὸν γʹ τόπον, ἐμπέσῃ, ὁ δὲ κύριος αὐτοῦ κακοδαιμονῇ σὺν τοῖς ἀγαθοποιοῖς ἢ τῷ κυρίῳ τοῦ ὡροσκόπου, ὅ τε τοῦ κακοδαιμονήματος
20δεσπότης ὡροσκοπήσῃ ἀκακώτου τῆς Σελήνης τυχούσης, περὶ δόξης καὶ ἀρχῆς καὶ ἐξουσίας καὶ ἐλευθερίας ἡ καταρ‐ χὴ εὑρίσκεται. ἐὰν δὲ πάλιν εὑρεθῇ ὁ κλῆρος ἐν τῷ περὶ θανάτου τόπῳ, τουτέστι τῷ ηʹ, σὺν τῷ ἰδίῳ κυρίῳ ὑπὸ τῆς Σελήνης κεκακωμένης καθυπερτερούμενος ἀσυντε‐
25λὴς ἔσται πᾶσα καταρχή. Ἐπετήρησαν δὲ ἀκριβῶς εἰς πρόγνωσιν οἱ παλαιοὶ καὶ ἐκ τῆς ποσότητος τῶν μοιρῶν τοῦ ὡροσκόπου ὅπου ἔσται αὐτοῦ τὸ δωδεκατημόριον. εἰς ὃ γὰρ ἂν ἐκπέσῃ ζῴδιον ἐν τοῖς ἑξῆς ἀνὰ β 𐅶 μοιρῶν ἐκβαλλομένη ἡ ποσότης τῶν
30μοιρῶν τοῦ ὡροσκόπου ἐκεῖνο ἔσται αὐτοῦ τὸ δωδεκατη‐
μόριον· κατ’ αὐτό τε οὖν περὶ παντὸς πράγματος καὶ πρὸ268

269

τῆς πεύσεως συνιδεῖν ἔστι τὸ εἶδος. οὐ γὰρ μόνον ὁρᾶν χρὴ αὐτὰ καθ’ αὑτὰ εἰ ἔστι τροπικὰ ἢ στερεὰ ἢ δίσωμα, ἃ μάλιστα ἁρμόζει εἰς τὴν τῶν καταρχῶν λῆψιν, ἀλλὰ καὶ εἴπερ συμβαίνει τὸ δωδεκατημόριον ἐν τροπικῷ ἢ
5στερεῷ ἢ δισώμῳ δωδεκατημορίῳ· κεντροῦσθαι γὰρ καὶ ἀλλοιοῦσθαι τὴν φύσιν τοῦ ζῳδίου τῇ τῆς τοπικῆς δυνά‐ μεως μοιρικῇ διακρίσει. τὴν οὖν ποιότητα τῆς πεύσεως ἤτοι τοῦ πράγματος προειπεῖν δυνησόμεθα ἐπὰν ἀκριβῶς λάβωμεν τὴν ὡροσκοποῦσαν μοῖραν ἐξ ὑδροσκοπίου ἢ
10ἀστρολάβου ἢ ἄλλου τινὸς ὡροσκοπίου καὶ γνῶμεν τὸ δωδεκατημόριον· πρὸς αὐτὸ ἁρμοσόμεθα οὕτως. Ἐὰν οὖν εὑρεθῇ τὸ πρῶτον δωδεκατημόριον τοῦ Κριοῦ, τουτέστι β 𐅶 μοῖραι ὡροσκοποῦσαι, ἐπὶ τοῦ ὡροσκόπου τοὺς προσιόντας σημαίνει περὶ ἐλευθερίας ἢ ἀρχῆς ἐρωτᾶν,
15τὸ δὲ βʹ περὶ βίου ἢ οἴκου ἢ ζῴων ἢ ἀγροῦ ἢ γυναικὸς ἢ ἀστείων, τὸ δὲ γʹ ἐνέδρας ἢ κλέμματος ἢ δραπέτου, τὸ δὲ δʹ κλοπῆς ἀργυρίου ἢ ἁρπαγῆς, τὸ εʹ περὶ οὐσίας ἢ ἀρχῆς καὶ τῶν ὁμοίων, τὸ ϛʹ περὶ οἰκονομίας καὶ γυναικείου κόσμου, τὸ ζʹ περὶ ἐχθρῶν καὶ μάχης ἢ ἀπαιτήσεως ἢ
20κριτηρίου, τὸ ηʹ περὶ λαθραίου πράγματος καὶ ἀποκρύ‐ φου, τὸ θʹ περὶ ὁδοιπορίας ἢ μεταβάσεως ἢ πλοῦ, τὸ ιʹ περὶ ἐλπίδων ἢ συζυγίας καὶ ἁρμονίας, τὸ ιαʹ περὶ ἀπο‐ βολῆς ἢ κλέμματος ἢ ζημίας τινός, τὸ τελευταῖον καὶ ιβʹ ὅ ἐστιν Ἰχθύων σημαίνει περὶ γυναικὸς ἢ γυναικείων δια‐
25φερόντων πραγμάτων ἢ τεθηλυμένων. Τοῦ Ταύρου δὲ τὸ μὲν αʹ δωδεκατημόριον σημαίνει περὶ πραγματείας καὶ ὅσα περὶ ζωὴν καὶ βρῶσιν, τὸ δὲ βʹ περὶ πραγμάτων αἰσχρῶν ἢ ἀφροδισίων ἢ τῶν ὁμοίων, τὸ δὲ γʹ περὶ κλοπῆς ἢ ἔργου τινὸς ἢ οἰκονομίας, τὸ δὲ δʹ περὶ ἔχθρας
30καὶ ἁρπαγῶν, τὸ εʹ περὶ συμφωνίας καὶ φιλίας καὶ καλο‐ καγαθίας, τὸ ϛʹ ἀμφιβολίᾳ καὶ δισταγμῷ περιπεπτωκέναι
τὸν ἐρωτῶντα, τὸ ζʹ περὶ καμάτου καὶ μερίμνης καὶ στρα‐269

270

τείας, τὸ ηʹ περὶ ὁδοιπορίας καὶ πλοῦ καὶ τῶν τοιούτων, τὸ θʹ περὶ συναλλαγῶν γυναικείων καὶ τῶν ὁμοίων, τὸ ιʹ περὶ διαπράσεως καὶ ἀποβολῆς καὶ κόπου, τὸ ιαʹ περὶ ἀφροδισίων, τὸ ιβʹ καὶ τελευταῖον, ὅπερ ἐστὶ Κριοῦ, περὶ
5ξένων ἢ ξενιτείας ἢ γεωργίας σημαίνει. Τῶν δὲ Διδύμων τὸ μὲν αʹ δωδεκατημόριον σημαίνει περὶ κοινωνίας καὶ πολιτικῶν πραγμάτων καὶ ὁμονοίας, τὸ βʹ περὶ ἀποβολῆς χρυσίου καὶ ἀργυρίου καὶ τῶν ὁμοίων κινητῶν, τὸ γʹ περὶ ἀποβολῆς καὶ ἀτυχίας, τὸ δʹ περὶ
10δανείσματος καὶ ἀποβολῆς καὶ ζημίας, τὸ εʹ περὶ πράγ‐ ματος καὶ πράξεως, τὸ ϛʹ περὶ κλοπῆς τῶν ἀπὸ πυρὸς γεγονότων, τὸ ζʹ περὶ δραπετῶν διωγμοῦ καὶ ὁδοιπορίας καὶ τῶν τούτοις ὁμοίων, τὸ ηʹ περὶ ἐπωφελοῦς τέχνης καὶ ἱλαροῦ τινος πράγματος, τὸ θʹ περὶ λόγων καὶ πραγμά‐
15των, τὸ ιʹ περὶ μάχης καὶ ἔχθρας καὶ τῶν ὁμοίων, τὸ ιαʹ ἀποβολῆς τινος ἢ φόβου ἢ μετανοίας ἢ ἀναλύσεως, τὸ δὲ ιβʹ καὶ τελευταῖον, Ταύρου τυγχάνον, περὶ γεωργίας ἢ ξενιτείας καὶ τῶν τούτοις παραπλησίων. Τὸ δὲ τοῦ Καρκίνου αʹ δωδεκατημόριον σημαίνει περὶ
20ἀρχῆς ἢ ἀρχιερωσύνης ἢ ἱερουργίας, τὸ βʹ περὶ μεγάλου πράγματος καὶ ἀξίας καὶ ἱερωσύνης, τὸ γʹ περὶ φόβου διὰ πρᾶγμά τι μετὰ γυναικὸς πραχθέν, τὸ δʹ περὶ πίστεως ἢ ἀποβολῆς ἢ ἀπαιτήσεως, τὸ εʹ περὶ λαθραίας ἀποθέσεως ἢ θησαυροῦ ἢ παρακαταθηκῶν, τὸ ϛʹ περὶ ὁδοιπορίας ἢ
25πλοῦ ἢ ξένων πραγμάτων, τὸ ζʹ περὶ μάχης διὰ πρόσωπον θηλυκὸν καὶ ζηλοτυπίας, τὸ ηʹ περὶ ἀποβολῆς ἢ κλεμ‐ μάτων ἢ ζημιῶν ἢ ἀρνήσεων, τὸ θʹ περὶ γάμου καὶ κοι‐ νωνίας πραγμάτων ἀγαθῶν ἕνεκα, τὸ ιʹ περὶ ἀρχῆς καὶ ἀξίας καὶ ἱερωσύνης καὶ τῶν τούτοις παραπλησίων, τὸ
30ιαʹ περὶ κλέμματος ἢ ἀποδράντος τινὸς ἢ ἀρνήσεως ἢ παρα‐ καταθηκῶν, τὸ ιβʹ καὶ τελευταῖον, ὅ ἐστι Διδύμων, περὶ
κοινωνίας καὶ συμφωνίας πραγμάτων καὶ ἐζευγμένων.270

271

Τὸ δὲ τοῦ Λέοντος αʹ δωδεκατημόριον δηλοῖ περὶ ἀξίας καὶ ἐπιθυμίας ἀλλοτρίων ἢ πλεονεξίας, τὸ βʹ περὶ μεγά‐ λου πράγματος καὶ ζημίας καὶ ἀδικίας, τὸ γʹ περὶ μάχης καὶ πλεονεξίας καὶ ἀμφιβολίας, τὸ δʹ περὶ μεγάλου πράγ‐
5ματος τελεσιουργίας, τὸ εʹ περὶ πράγματος οὐ μικροῦ, ἀλλὰ βασιλικοῦ, ἢ περὶ στάσεως, τὸ ϛʹ περὶ κόπου τινὸς ἢ ἐργασιῶν ξένων ἢ προσόδου, τὸ ζʹ περὶ ἐχθρῶν καὶ τῶν ὁμοίων, τὸ ηʹ περὶ ἀλλοτρίου πράγματος ἢ ἀλλοτρίας μερίμνης, τὸ θʹ περὶ φόβου καὶ δισταγμοῦ, τὸ ιʹ περὶ
10λέσχης καὶ ἀγροικίας ἢ ξενιτείας, τὸ ιαʹ περὶ μάχης καὶ ἀπροσδοκήτων, τὸ ιβʹ καὶ τελευταῖον, ὅ ἐστι Καρκίνου, περὶ πραγμάτων τινῶν ἢ τοιουτοτρόπων τινῶν. Τὸ δὲ τῆς Παρθένου αʹ δωδεκατημόριον σημαίνει περὶ κόσμου γυναικείου καὶ καρπῶν, τὸ βʹ περὶ προσόδου καὶ
15κόσμου βαρυτίμου ἢ ἐσθῆτος, τὸ γʹ περὶ πράγματος λά‐ θρᾳ βεβουλευμένου, τὸ δʹ περὶ ἀφορμῶν ἀλλαγῆς ἢ κοινοῦ τινος πράγματος, τὸ εʹ περὶ γεωργίας ἢ οἰκονομίας ἢ τοιού‐ του τινός, τὸ ϛʹ περὶ προσώπου ἢ ἐλπίδων καὶ πράξεων καὶ κόπου, τὸ ζʹ περὶ ἔχθρας γυναικείας καὶ ἁψιμαχίας
20φίλων, τὸ ηʹ περὶ τέχνης ἢ ἱερᾶς ἐνεργείας ἢ χρηματισμῶν, τὸ θʹ περὶ φορτίου πράσεως ἢ καματηρᾶς ξενιτείας, τὸ ιʹ περὶ ἐπηρείας τινὸς ἢ ξένης ἢ ἀγροικικῆς αἰτίας, τὸ ιαʹ περὶ κλοπῆς ἢ πράγματος λαθραίου ἢ θησαυροῦ, τὸ ιβʹ καὶ τελευταῖον περὶ τραυμάτων ἢ ἀσθενείας ἢ τῶν ὁμοίων.
25 Τὸ δὲ τοῦ Ζυγοῦ αʹ δωδεκατημόριον σημαίνει περὶ προσόδου ἢ κριτηρίου ἢ δόσεως ἢ λήψεως, τὸ βʹ περὶ κλέμματος ἢ νοσφισμοῦ, τὸ γʹ περὶ ἐμπορίας ἢ ἔργων τῶν ἐπὶ ξένης, τὸ δʹ περὶ πραγμάτων λαθραίων ἢ σκολιῶν, τὸ εʹ περὶ πραγματείας ἢ κακοπραγίας ἢ ἐλπίδων προσδο‐
30κίας, τὸ ϛʹ περὶ ἀλλοτρίου πράγματος ἢ ἐντολῆς γυναικός, τὸ ζʹ περὶ ἀηδίας ἀκαίρου καὶ ὀργῆς καὶ μάχης ἢ ἡσυχίας
τινός, τὸ ηʹ περὶ ἀσθενείας ἢ τραυμάτων ἢ μερίμνης βασι‐271

272

λικῆς, τὸ θʹ περὶ κοινωνίας λόγων ἢ συνθηκῶν, τὸ ιʹ περὶ προσόδου ἢ ἀξίας ἢ τιμῆς ἢ εὐημερίας, τὸ ιαʹ περὶ ἀγνοίας τινὸς ἢ ὕβρεως αἰφνιδίου, τὸ ιβʹ περὶ σωμάτων ἢ φορτίου πολιτικοῦ.
5 Τὸ δὲ τοῦ Σκορπίου αʹ δωδεκατημόριον σημαίνει περὶ στρατείας καὶ διατριβῆς ἐπὶ ξένης ἢ μίξεως αἰφνιδίου γεγονυίας, τὸ βʹ περὶ πλοῦ ἢ μεταβάσεως καὶ τῶν ὁμοίων, τὸ γʹ περὶ ὄχλου ἢ μάχης καὶ ἀηδίας ἐπικινδύνου, τὸ δʹ περὶ κακοπραξίας ἢ ἀπολύσεως κινδύνου, τὸ εʹ περὶ ὁμο‐
10νοίας ἢ πλοῦ ἢ κοινῶν πραγμάτων, τὸ ϛʹ περὶ ἐπιταγῆς καὶ κρατήσεως καὶ ἀδοκήτου βίας, τὸ ζʹ περί τινος ἐπὶ ξένης γεγονότος ἢ διὰ ξένα πρόσωπα, τὸ ηʹ περὶ ὁδοιπο‐ ρίας, τὸ θʹ περὶ κλεμμάτων ἢ ἐξουσίας ἢ τῶν πρὸς ἰσχυρό‐ τερα πρόσωπα διαφερόντων, τὸ ιʹ περὶ ξενιτείας καὶ τέχνης
15τινὸς ἢ ἀξίας, τὸ ιαʹ περὶ κλέμματος γυναικείου, τὸ ιβʹ καὶ τελευταῖον περὶ προσόδου ἢ κινδύνου ἢ κέρδους ἀπλή‐ στου. Τὸ δὲ τοῦ Τοξότου αʹ δωδεκατημόριον δηλοῖ περὶ φορτίου ἐπὶ ξένης, τὸ βʹ περὶ στρατείας ἢ ξενιτείας ἢ στρα‐
20τοπέδου, τὸ γʹ περὶ πραγμάτων καὶ πράξεων καθύγρων, τὸ δʹ περὶ πλοῦ καὶ τῶν ὁμοίων, τὸ εʹ περὶ φορτίου, τὸ ϛʹ περὶ στρατοπέδων, τὸ ζʹ περὶ ἀηδίας ἢ δραπέτου, τὸ ηʹ περὶ κλέμματος ἢ ἀποβολῆς, τὸ θʹ περὶ ὁδοῦ ἢ ἐνέδρας, τὸ ιʹ περὶ ἔρωτος ἢ τῶν ὁμοίων, τὸ ιαʹ περὶ προσόδου ἐπὶ
25ξένης ἢ διὰ ξένους, τὸ ιβʹ περὶ κλέμματος. Τὸ δὲ τοῦ Αἰγοκέρωτος αʹ δωδεκατημόριον περὶ πραγ‐ μάτων οὐ καθαρῶν ἢ ἐφυβρίστων, τὸ βʹ περὶ δραπέτου ἢ ἀποβολῆς, τὸ γʹ περὶ ἔρωτος ἢ πλοῦ, τὸ δʹ περὶ προβά‐ των ἢ ἱματίων, τὸ εʹ περὶ γεωργίας ἢ οἰκοδομίας, τὸ ϛʹ
30περὶ πραγμάτων ἄλλως διαφερόντων, τὸ ζʹ περὶ κλέμμα‐ τος ἢ ἀηδίας, τὸ ηʹ περὶ φόβου ἢ στρατείας, τὸ θʹ περὶ
τέχνης ἢ κόσμου γυναικείου, τὸ ιʹ περὶ προσόδου ἢ ἀη‐272

273

δίας, τὸ ιαʹ περὶ πράγματος λάθρᾳ γεγονότος, τὸ ιβʹ καὶ τελευταῖον περὶ πράγματος γεγονότος ἢ πλοῦ. Τὸ δὲ τοῦ Ὑδροχόου αʹ δωδεκατημόριον σημαίνει περὶ σωμάτων, τὸ βʹ περὶ καθύγρων πραγμάτων καὶ φορτίου,
5τὸ γʹ περὶ λέσχης τινός, τὸ δʹ περὶ κόπων ἰδίων, τὸ εʹ περὶ κοινωνίας ἢ καθύγρων πραγμάτων, τὸ ϛʹ περὶ κλέμ‐ ματος ἢ ἀηδίας αἰφνιδίου, τὸ ζʹ περὶ τέχνης ἢ κοινωνίας, τὸ ηʹ περὶ ἀγοραίου ἢ πανηγύρεώς τινος, τὸ θʹ περὶ προσ‐ όδων ἢ κόσμου καὶ δικαίου τινὸς πράγματος ἢ ἐπὶ ξένης
10ὄντος, τὸ ιʹ περὶ κλοπῆς ἢ θησαυροῦ, τὸ ιαʹ περὶ πλοῦ ἢ καθύγρων πραγμάτων, τὸ ιβʹ καὶ τελευταῖον περὶ ἀλλο‐ τρίων πραγμάτων ἢ πίστεων γυναικείων. Τὸ δὲ τῶν Ἰχθύων αʹ δωδεκατημόριον σημαίνει περὶ βεβλαμμένων πραγμάτων ἢ παρύγρων, τὸ δὲ βʹ περὶ κόσ‐
15μου ἢ συζεύξεως, τὸ γʹ περὶ τῶν λάθρᾳ τι πράσσειν ἐπι‐ χειρούντων ἢ γυναικείου πράγματος, τὸ δʹ περὶ κόπου ἢ κοινωνίας ἢ ξένου πράγματος, τὸ εʹ περὶ φορτίου ἢ γάμου, τὸ ϛʹ περὶ φορτίου ἀλλοτρίου, τὸ ζʹ περὶ γυναικείας τέχ‐ νης καὶ τῶν ὁμοίων τῶν εἰς γυναῖκα ἀναφερομένων, τὸ
20ηʹ περὶ ἀλλοτρίων πραγμάτων, τὸ θʹ περὶ προσόδων καὶ καλοῦ πράγματος, τὸ ιʹ περὶ πλοῦ ἢ ξενιτείας τινὸς ἀγα‐ θῆς, τὸ ιαʹ περὶ γυναικείου πράγματος ἢ γυναικὶ διαφέ‐ ροντος, τὸ ιβʹ καὶ τελευταῖον περὶ ἀποβολῆς ἢ δραπετῶν καὶ τῶν ὁμοίων.
25t〈παʹ〉 Ἔτι περὶ καθολικῶν καταρχῶν.
26tἩφαιστίωνος
27 Τὴν καθολικὴν τάξιν καὶ ἡγεμονικὴν δύναμιν ὁ Ἥλιος καὶ ἡ Σελήνη τοῦ παντὸς ἀνειλήφασιν· διὰ γὰρ τῶν πρὸς
ἀλλήλους σχηματισμῶν καὶ τῶν ἐπισήμων φάσεων ἅπαντα273

274

ἀπεργάζονται παραλαμβάνοντες καὶ τοὺς τῶν πλανω‐ μένων πρὸς αὐτοὺς σχηματισμοὺς εἰς αὔξησιν καὶ ἐπί‐ τασιν τῶν ἀποτελουμένων. ἐκ γὰρ τῆς τῶν φωστήρων κατὰ μῆνα συνόδου ἅπαντα κατά τε γῆν καὶ θάλασσαν
5ζωογονεῖται καὶ ἀλλοιοῦται. χρὴ οὖν ἐπὶ πάσης καταρ‐ χῆς τὴν προγεγενημένην σύνοδον ἢ πανσέληνον σκοπῆσαι ὡς ἐπὶ γενέσεως, πρῶτον μὲν εἰ ἐπὶ τῶν κέντρων ἢ ἐπὶ τῆς τούτων ἐπαναφορᾶς εἴη χρηματίζουσα καὶ εἰ ἐν ἀγα‐ θοποιοῦ ἀστέρος οἴκῳ ἢ ὁρίοις ἢ παρουσίᾳ, σχήματι ἢ
10κακοποιοῦ ὁμοίως καὶ εἰ μετὰ τὴν σύνοδον συνάπτει ἀγα‐ θοποιῷ ἢ ἐναντίῳ, καὶ οὕτω καταστοχάζεσθαι τοῦ πράγ‐ ματος καθὼς ἂν ἔχῃ ἡ συζυγία πρός τε τὰ κέντρα καὶ τοὺς πλανωμένους. ἐπικέντρου γὰρ γενομένης τῆς συζυγίας μετὰ τῶν ἀγαθοποιῶν καὶ ἐπιούσης πρὸς τοὺς ἀγαθοποι‐
15οὺς μεγίστας καὶ εὐδαιμονεστάτας δηλώσει πράξεις ἄχρι τέλους, ἐπὶ δὲ γενέσεως ἀποτελοῦνται βασιλεῖς, εὐδαίμο‐ νες, πολυχρήματοι. ἐπὰν δὲ ἀγαθοῖς συνοδεύουσα φέρηται ἐπὶ κακοποιοὺς ποιήσει εὐγενεῖς μὲν τὰς ἀρχὰς τοῦ γεν‐ νηθέντος, ὕστερον δὲ ἐπὶ τὸ χεῖρον σφαλλομένους, ἐὰν
20δὲ ἐναντίως εὑρεθῇ ἡ Σελήνη [δῆλον ὅτι] καὶ τοὺς τικτο‐ μένους τὴν ἀρχὴν μὲν δυστυχοῦντας, κατὰ δὲ τὸ τέλος εὐτυχεῖς. ἐὰν δὲ ἀπὸ κακοποιῶν εἰς κακοποιοὺς φέρηται ταπεινοὺς ἐκ ταπεινῶν ἀποτελεῖ καὶ ἐπιμόχθους καὶ ἐν πᾶσι δυστυχεῖς καὶ κακομόρους. περισχεθεῖσα δὲ ὑπὸ τῶν
25κακοποιῶν ἡ σύνοδος ταπεινοὺς καὶ ἀβίους καὶ ἐπαίτας καὶ δυστυχεῖς ἐργάζεται. εὐεπιτεύκτους δὲ καὶ ἐν πᾶσιν ἐμπράκτους ἀποτελέσει ὅταν ὁ οἰκοδεσπότης τῆς συνόδου ἀνατολὰς ποιῆται ἐπιπαρὼν ἢ ἰδιοτοπῶν ἢ τριγωνίζων ταῖς πρὸς τὸν τόπον, ἐὰν δὲ ἀπόστροφος εὑρεθῇ ἢ ἐναν‐
30τιωθῇ οὐ ποιήσει. ἐπὶ δὲ τῶν ἀναφορῶν γενομένης τῆς συζυγίας καὶ τοῦ κυρίου αὐτῆς μετὰ χρόνον ἀποτελέσει τὰ πραττόμενα, ἐὰν δὲ ἐν τοῖς ἀποκλίμασιν ἀργὰ καὶ ἀσυν‐
τέλεστα. ἐπισκοπητέον οὖν καὶ τὰ ἐν καταρχῇ πρατ‐274

275

τόμενα πάντα ὡς ἐπὶ γενέσεως προσκεψαμένους τὴν προ‐ γενομένην σύνοδον ἢ πανσέληνον. ταῖς δὲ τῆς Σελήνης φάσεσι σπουδαίως προσεκτέον—λέγω δὲ ἐν αἷς τὸν Ἥλιον μετὰ ἀσύνδετα σχήματα κατὰ διαμέτρους ἢ τριγώνους
5ἢ τετραγώνους ἀκτινοβολίας καὶ μαρτυρίας ἐφορᾷ καὶ ἐφορᾶται. Εἴτε γὰρ φήμη τις ἢ ἄκουσμα ἢ κίνησις ἁπλῶς πράγ‐ ματος πόλει ἢ χώρᾳ ἢ τοῖς καθ’ ἕκαστον ἀνθρώποις γένοιτο ἢ περὶ γραμμάτων ἢ ἐντολῶν ἢ μαντειῶν πονη‐
10ρῶν καὶ τὸ ἀληθὲς ζητοίη τις, φάσιν μὲν ποιουμένης τῆς Σελήνης ἀληθῆ ταῦτα καὶ βέβαια εὑρεθήσεται, καὶ μάλι‐ στα τοῦ Ἑρμοῦ συμπαρόντος ἢ μαρτυροῦντος αὐτῇ. καὶ ἐὰν ἀπῶσιν οἱ κακοποιοὶ δηλοῦσιν ἐπ’ ἀγαθῷ τὸ πρᾶγμα, ἐὰν δὲ ἔμπαλιν οὐκ ἀγαθή, ἢν δ’ ἀνακεχραμένως τύχω‐
15σιν ὁμοίως ἀναμεμιγμένως. ἐπὰν δὲ ὁ τοῦ Ἑρμοῦ μετὰ τοῦ Ἄρεως ἐπίδωσι τὴν Σελήνην ποιουμένην φάσιν ἀπα‐ τηλὰ καὶ δόλια καὶ πανοῦργα καὶ ἐπίβουλα σημαίνει τὰ πραττόμενα ἢ ἀγγελλόμενα, καὶ μάλιστα ὅταν ᾖ ἐν τοῖς τῶν ἀστέρων τούτων ζῳδίοις ἡ καταρχή.
20 Πρὸς τούτοις δὲ καὶ τῇ φύσει τῶν ζῳδίων προσέχειν χρή. αὐτίκα ὁ Σκορπίος ἐγγὺς ὢν τοῦ Ζυγοῦ πολὺ αὐτοῦ διαλ‐ λάσσει· ὁ μὲν γὰρ Ζυγὸς πρὸς τὸ δίκαιον καὶ ἀγαθὸν νένευκεν, ὁ δὲ Σκορπίος πρὸς τὰ ἐναντία. τῆς οὖν Σελήνης τὴν φάσιν ἐχούσης ἐν Ζυγῷ ὁ μὲν ἀποδρὰς ῥᾳδίως ἐπαν‐
25ήξει, ὁ δὲ τὴν ἄδικον δίκην εἰσαγαγὼν ἡττηθήσεται ὑπὸ τοῦ τὴν δικαίαν ἔχοντος, τὸ δὲ ἀπολωλὸς εὑρεθήσεται· καὶ λήψεις καὶ δόσεις καὶ κοινωνίας ποιεῖσθαι συνοίσει, δανείζειν τε καὶ δανείζεσθαι καὶ εὔχεσθαι καὶ αἰτεῖσθαι ἀμοιβὰς καὶ χάριτας, ἀσύμφορον δὲ καὶ οὐκ ἐπ’ ἀγαθῷ
30κλέπτειν, ἁρπάζειν, ἐπιορκεῖν, ψεύδεσθαι ἢ ὅλως ἄδικόν
τι πράττειν. ἐν δὲ τῷ Σκορπίῳ τῆς Σελήνης γενομένης275

276

τοὐναντίον—ἄδικα καὶ βίαια τοῖς ἐγχειροῦσι συνοίσει, ἀσύμφορον δὲ γάμον συντελεῖν. Καλῶς δὲ κειμένης μεθ’ Ἑρμοῦ ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις καλὸν χρησμοὺς λαβεῖν, ὀνείρων λύσεις ζητῆσαι
5καὶ προγνώσεις, ἐν δὲ τοῖς αἰνιγματώδεσι καὶ ἀφώνοις, καὶ μάλιστα μετὰ Κρόνου, φαντασίας καταγομένων καὶ θηρίων καὶ δεσμωτῶν, τοῦ δὲ Διὸς ὁρῶντος αὐτὴν διὰ προφητῶν ἢ βασιλέων ἢ ἱερῶν ζῴων ἢ ἐπισήμων ἀνδρῶν καὶ ἀληθευόντων, τοῦ δὲ τοῦ Ἄρεως διὰ τῶν οἰκείων ὅπλων
10καὶ στρατιῶν σφαγὰς καὶ ἁρπαγάς, τοῦ δὲ τῆς Ἀφροδίτης διὰ λίθων πολυτελῶν καὶ γυναικείων κόσμων καὶ προσ‐ ώπων. Οὔσης δὲ τῆς Σελήνης ἐν τοῖς καθύγροις ζῳδίοις ὑδρα‐ γωγεῖα κατασκευάζειν καὶ φρεάτων ὀρυγὰς ποιεῖσθαι
15μαρτυροῦντος Κρόνου ἢ καὶ Ἑρμοῦ, τὸν δὲ τοῦ Ἄρεως μετὰ τῆς Ἀφροδίτης παραληπτέον ἐπὶ τῶν βαλανείων καὶ πλοίων τίθεσθαι τρόπεις ἢ νεουλκεῖν ἢ καθέλκειν εἰς θάλασσαν καὶ τὰ πλευστικὰ ἄρμενα ὠνεῖσθαι. Τῆς Σελήνης οὔσης ἐν Τοξότῃ, Αἰγοκέρωτι, Ὑδρο‐
20χόῳ, Ἰχθύσιν, Καρκίνῳ, Ἀφροδίτης καὶ Ἑρμοῦ συμπαρ‐ όντων ἢ μεσουρανούντων ἢ ἐπιθεωρούντων, ἀπόντων τῶν κακοποιῶν, συνοίσει γῆν πρίασθαι, καὶ φυτεύειν ἐν Ταύρῳ καὶ Παρθένῳ, κήπους δὲ καὶ ἀμπελῶνας ἐν Καρκίνῳ καὶ Ἰχθύσι καὶ Ὑδροχόῳ, καὶ μάλιστα ἀνα‐
25τολικῆς οὔσης τῆς Σελήνης, ἐφορώντων Ἑρμοῦ καὶ Ἀφρο‐ δίτης. σώματα δὲ ἀγοράζειν καὶ πωλεῖν ἐν τοῖς ἀνθρω‐ ποειδέσιν οὔσης αὐτῆς μετὰ τῶν ἀγαθοποιῶν καὶ Ἑρμοῦ, κακοποιῶν δὲ ἀπόντων. ἐν δὲ τοῖς κτηνώδεσι καλὸν κτήνη καθιστᾶν (Κριῷ δηλαδὴ καὶ Ταύρῳ καὶ Λέοντι),
30ἀγέλας δ’ ἐν Κριῷ καὶ Αἰγοκέρωτι. καὶ ἱπποτροφεῖν μὲν ἐν Καρκίνῳ, βοοτροφεῖν δ’ ἐν Καρκίνῳ. Ἀσύμφορον γυναικὶ πρώτως ὁμιλεῖν οὔσης τῆς Σελήνης
ἐν Ζυγῷ· προσφιλὴς γὰρ ἡ ἕνωσις γίνεται. τοὐναντίον276

277

δ’ ἐν Σκορπίῳ, Τοξότῃ, Λέοντι· ταχὺ γὰρ διαλύονται. ξέναις καὶ ἀλλοτρίαις γυναιξὶ μίγνυσθαι ἐν Διδύμοις, Αἰγοκέρωτι, Ἰχθύσιν· παραμένουσι γὰρ ἀκριβῶς αἱ μί‐ ξεις, μάλιστα δὲ καὶ ἐν Σκορπίῳ.
5 Ἀσύμφορον δὲ χωρίζεσθαι εἰς ἑτέρους τόπους ἐν Το‐ ξότῃ. ποιεῖσθαι δὲ χρὴ τὰς ἐξόδους οὔσης τῆς Σελήνης ἐν τοῖς χερσαίοις, ἐν δὲ τοῖς ἐνύδροις τὰς ἀναγωγὰς τοῦ πλοῦ, ἐν δὲ τοῖς ἀμφιβίοις, τουτέστι Καρκίνῳ καὶ Αἰγο‐ κέρωτι, πρὸς ἀμφότερα χρηστέον. οὐδὲν δὲ κωλύει καὶ ἐν
10τοῖς ἀνθρωποειδέσι καὶ χερσαίοις χωρὶς τῶν κακοποιῶν ὁδοῦ ἢ πλοῦ κατάρχεσθαι. Ἐν δὲ τοῖς χερσαίοις καὶ στερεοῖς καθεστώσης αὐτῆς ὀρύσσειν χρὴ ὅσα κατὰ γῆν προσήκει—μάλιστα θεμε‐ λίους, θησαυρούς—, μάλιστα δὲ ἐν Σκορπίῳ ἐπεὶ καὶ φω‐
15λεύει, οἰκοδομεῖν δὲ ἐν τοῖς αὐτοῖς ζῳδίοις πλὴν τῶν τρο‐ πικῶν. μνημεῖα καὶ τάφους κτίζειν χρὴ συσχηματιζομέ‐ νων Κρόνου καὶ Ἑρμοῦ. Παρακαταθήκας λαμβάνειν οὔσης ἐν Ὑδροχόῳ ἀσύμ‐ φορον καὶ ἀχαριστίας αἴτιον.
20 Κτηνοτροφεῖν ἐν Ταύρῳ καὶ ἐν Λέοντι ἵππους, ἐν Σκορ‐ πίῳ δὲ κύνας καὶ ὄνους. Διδασκαλίαν καὶ παλαίστραν συνιστᾶν ἐν Διδύμοις καὶ Ζυγῷ καὶ Ὑδροχόῳ καὶ Παρθένῳ, καὶ παντὶ εἴδει μαντι‐ κῆς χρηστέον.
25 Θηρεύειν δὲ ἐν τοῖς θηριώδεσι τὴν διὰ κυνὸς θήραν, ἐν δὲ τοῖς πτερωτοῖς τὰ πτηνά, ἁλιεύειν δὲ ἐν τοῖς καθύγροις τοὺς ἰχθύας. Κατατίθεσθαι δὲ χρήματα κατὰ γῆν συνοίσει ἐν Σκορ‐ πίῳ καὶ Λέοντι καὶ Παρθένῳ, καὶ ἐργαστήρια δὲ ἀνοίγειν
30καὶ βίον συλλέγειν καὶ ὅσα σταθμοῖς καὶ μέτροις χρῆται277

278

ποιεῖν, ἄμεινον ἐν Ζυγῷ οὔσης τῆς Σελήνης κατὰ τάξιν βʹ, ἐν Καρκίνῳ κατὰ γʹ. Ἐν Κριῷ ὀθόνια καὶ ἔρια εἰς μετάπρασιν ὠνεῖσθαι· ἄμεινον ἐν Κριῷ. ἀγοράζειν δὲ ἰχθύας καὶ πᾶν ἔνυδρον
5ἐν Ὑδροχόῳ. Μετοικίζεσθαι δὲ καὶ μεταβαίνειν ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις, ἄμεινον δὲ καὶ ἐν Καρκίνῳ διὰ τὸ οἶκον αὐτῆς εἶναι. κοινωνίας δὲ πρὸς φίλους ποιεῖν ἐν τοῖς ἀνθρωποει‐ δέσι ζῳδίοις.
10 Σώματα δὲ ἀγοράζειν ἐν μὲν τοῖς στερεοῖς παρά‐ μονα μὲν σημαίνει, αὐθάδη, ἐν δὲ τοῖς ἀνθρωποειδέσιν ἐπι‐ εικῆ καὶ ὑποτακτικά, ἐν δὲ τοῖς τροπικοῖς εἰς μετάπρα‐ σιν. Ὠνεῖσθαι δὲ σύγκοιτον ἤτοι παλλακὴν ἐν Παρθένῳ,
15Ζυγῷ, Τοξότῃ. τὰς δὲ τῶν γάμων συγγραφὰς ποιεῖσθαι λῷον ἐν Παρθένῳ, Ζυγῷ, Ὑδροχόῳ, Ταύρῳ· παράμο‐ νοι γὰρ οὕτως ἔσονται αἱ συμβιώσεις, τοὐναντίον δ’ ἐν Τοξότῃ, Ἰχθύσιν, Κριῷ. θανάτῳ δὲ χωρισμὸς γίνεται ἐν Καρκίνῳ, καὶ μάλιστα ὅταν ἡ Σελήνη τὸ κέντρον αὐτοῦ
20διαπορεύηται. Ἀμπελῶνας δὲ καὶ κήπους ἐν Ἰχθύσι καὶ Καρκίνῳ καὶ ἐν τοῖς ἐσχάτοις τοῦ Αἰγοκέρωτος, σπείρειν δὲ ἐν Ταύρῳ καὶ Παρθένῳ, τρυγᾶν δὲ ἐν τοῖς καθύγροις Ἀφροδίτης καὶ Ἄρεως καὶ Ἑρμοῦ ὁρώντων.
25 Παρατηρεῖν δὲ ἐν ταῖς κτίσεσι τὴν Σελήνην κενοδρο‐ μοῦσαν καὶ ἐν ταῖς ἄλλαις καταρχαῖς καὶ λειψιφωτοῦσαν. Ἐν ταῖς μασθοδοσίαις τῶν βρεφῶν τὸν Κριὸν φυλάττε‐ σθαι χρή· νόσων γὰρ καὶ λειποπραξίας αἴτιος ἔσται. ἐὰν ἐπὶ τῆς ἀποκυήσεως εὑρεθῇ ἡ Σελήνη φερομένη πρὸς
30τοὺς κακοποιοὺς χωρὶς τῶν ἀγαθοποιῶν κακῶς τὸ τικτό‐ μενον ἀπόλλυται εἴσω ἡμερῶν ζ. ἐν δὲ ταῖς κρισίμοις
ἡμέραις τῶν νόσων ἐὰν εὑρεθῇ ἡ Σελήνη συνοῦσα τῷ278

279

Κρόνῳ, ᾖ δὲ καὶ ληξιφωτοῦσα, θάνατον ὑπονοητέον, ἡ δὲ τοῦ θανάτου ποιότης προεγνωσμένη ἐστὶ κατὰ τὴν γένεσιν. καὶ εἰ ἐπιταθείη αὐτὴ τοῖς νοσοῦσι καταστο‐ χαστέον τούτου. ὅταν δέ τις δοκῶν εὐημερεῖν καὶ ἐν
5ἀγαθῇ ἡμέρᾳ ἄρξηται νοσεῖν, ἐν δὲ τῇ κρισίμῳ ἡμέρᾳ μὴ ἀπαλλαγῇ ἀλλὰ παρολκὴν ἔχῃ ἡ νόσος, κινδυνῶδες καὶ θανάτου ἐπακτικὸν τὸ τοιοῦτον νοείσθω, καὶ μά‐ λισθ’ ὅταν ἀστέρος ἢ τῇ τοῦ ζῳδίου ἀναφορᾷ συμπληροῦ‐ ται, ὁμοίως δὲ καὶ ἐπὰν ᾖ ἡ Σελήνη, κἂν πρὸς τοὺς ἀγα‐
10θοποιοὺς δὲ ἐπιφέρηται ἢ αὐτῶν ἔν τε τῷ ηʹ ἢ ϛʹ ἀπέστη μοίρας, οὐ καλή· ἢ γὰρ θανατικὸν σημαίνει ἢ σίνος μέγα. παρετηρήθη δὲ πολλάκις ἐπὶ τῶν πολυχρονίως καμνόντων οἳ καὶ αἱροῦνται τὸ ἀποθανεῖν μᾶλλον ἢ τὸ ζῆν διά τινας ὑπερβαλλούσας κακίας τῶν νόσων καὶ παθῶν ἢ καὶ ἑτέρας
15συμφορὰς πρὸς τοὺς ἀγαθοὺς συνάπτουσα, ἢ καὶ τῶν ἀγα‐ θοποιῶν καλῶς σχηματισθέντων ἐν τῇ παρόδῳ κατὰ τὴν γένεσιν τὰ τοιάδε τὴν ἀπαλλαγὴν τοῦ βίου ποιοῦνται. ὅταν δὲ ὁ τὸ σίνος σημαίνων ἀστὴρ εὑρεθῇ ἐν τῷ δυτικῷ κέντρῳ ἢ ἐν τῷ ηʹ (τουτέστι τῷ θανατικῷ τόπῳ) ἐξ
20ἐκείνου τοῦ πάθους τὴν τελευτὴν ἔσεσθαι ὁριστέον, ἐπὰν δὲ καὶ ὑπὸ ἀγαθοποιῶν μὴ θεωρῆται ὁ τοῦ σίνους καὶ πάθους σημαντικὸς ἀστὴρ ἐξ ἐκείνου τοῦ πάθους ἡ τελευ‐ τὴ ἔσται. παρετηρήθη δὲ καὶ τοῦτο, ταῖς μὲν εὐτυχέσι καὶ ἐν ὑπεροχαῖς γενέσεσι τὰ κακὰ μέτρια γίνεσθαι
25ὥσπερ πάλιν τὰ ἀγαθὰ ταῖς δυστυχέσι τῶν εἰρημένων σχημάτων συνισταμένων. Παρατηρητέον οὖν ἐπὶ τῶν καταρχῶν ὡς ἐπὶ γενέσεως καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων. ἑνὸς δὲ ἑκάστου εἴδους καὶ πράγματος κατὰ τὴν καταρχὴν τοὺς δοτῆρας καὶ
30κυρίους ἐφορατέον συσχηματιζομένους τῇ Σελήνῃ ὅπως συμφώνως καὶ τελείως ἕκαστον τῶν πραττομένων ἀπο‐ βῇ. ὅταν γὰρ ζητῶμεν περὶ ἐγγείων ἢ ἐπιτροπῆς ἢ κληρο‐
νομιῶν Κρόνον καλῶς κείμενον παραλαμβάνομεν, ὅταν δὲ279

280

δικαίων, πολεμικῶν Ἄρην, ἐρωτικῶν δὲ Ἀφροδίτην, φιλι‐ ῶν δὲ καὶ πραγματειῶν Ἑρμῆν ἀκάκωτον. ἰστέον δὲ ὅτι ὅταν συνῇ τῷ Ἡλίῳ ὁ τοῦ Ἑρμοῦ ἐμφανῆ τὰ λαθραίως πραττόμενα καθίστησιν.
5 Λεπτομερέστερον δὲ καὶ οἱ ἀρχαῖοι ἀνέγραψαν περὶ τῶν τῆς Σελήνης μόνης ἐπεμβάσεων ἃ καὶ αὐτὰ παρατι‐ θέμεθα. ἐν Κριῷ οὔσης αὐτῆς περὶ τὴν πρώτην ιε μοιρίαν ἐπιτήδειον εἰς ἀποδημίαν καὶ ἀγορασίας εὐσχήμονας ποι‐ εῖσθαι, ἀγρούς τε γεωργεῖν καὶ κουρὰν τετραπόδων καὶ
10θεμελίων ἀρχὰς καὶ συνθήκας καὶ δανείσματα καὶ ἱστουρ‐ γίας, ἐν δὲ τῇ βʹ πεντεκαιδεκαμοιρίᾳ τοῖς κατὰ τὴν ἕω ἐξουσίαν καὶ ἀρχὴν παραλαμβάνουσιν αἴσιον, γάμον δὲ ποιεῖν ἀνάρμοστον καὶ πατρῴων κτημάτων παραλήψεις ποιεῖσθαι ἐπιζήμιον. ἐν δὲ τῷ Ταύρῳ περὶ τὴν αʹ πεντε‐
15καιδεκαμοιρίαν αἴσιον ὁδοιπορεῖν, γεωργεῖν, σπείρειν, φυτεύειν, ὠνεῖσθαι δούλους, τετράποδα, οἰκοδομάς τε καὶ φρέατα ἐργάζεσθαι, ἀγαθόν τε ἱδρύειν βωμούς τε καὶ ἱερά, ἀρχάς τε καὶ ἐξουσίας λαμβάνειν περὶ τὰ νότια κλίματα, ἐν δὲ τῇ ἑξῆς πεντεκαιδεκαμοιρίᾳ οὔσης αὐτῆς ταῖς ἐκτι‐
20τρωσκούσαις ἀσύμφορον, ἀβέβαιόν τε γαμεῖν καὶ τέκνα τρέφειν (τὰ γὰρ τέκνα ἐν πλάνῃ καὶ κακοπιστίᾳ ἔσται), καὶ τὸ μισθοῦσθαί τινι ζημιῶδες. ἐν δὲ Διδύμοις περὶ τὴν αʹ πεντεκαιδεκαμοιρίαν ἀποτρεπτέον πράγματος κατ‐ άρχεσθαι, κατὰ δὲ τὴν ἐφεξῆς πράσσειν συνοίσει καὶ
25γαμεῖν καὶ τέκνα τρέφειν, ὠνεῖσθαί τε οἰκίας καὶ ἀγρούς, ὅρκους καὶ πίστεις ποιεῖσθαι, ἐπί τε παλαιοῖς καὶ τεθε‐ μελιωμένοις οἰκοδομεῖν καὶ γεωργεῖν καὶ φυτεύειν, τέχνας παραδιδόναι μαθηταῖς, παρακαταθήκας ἐν γῇ τιθέναι, διοικητὰς καθιστᾶν, ἀρχὴν ἀναδέχεσθαι καὶ ἐπίταγμα
30λαμβάνειν, ἐπικίνδυνον δὲ ἐκτιτρώσκειν, ἔχθρας κατα‐
σκευάζειν, πλεῖν, τόπων ἀναχωρεῖν ἢ προσώπων. ἐν δὲ280

281

τῷ Καρκίνῳ κατὰ μὲν τὸ αʹ ἥμισυ αἴσιον γαμεῖν, τέκνα τρέφειν, συνωνεῖσθαι, καὶ μάλιστα δι’ ὑγρῶν πλεῖν ἀσφα‐ λὲς πλὴν βραδυτῆτα ἔχον, ἐν δὲ τῷ ἑτέρῳ ἡμίσει ἐχθροῖς ἐπιτίθεσθαι, δουλοποιεῖν, ἁλιεύειν, κηπουρεῖν, φυτεύειν,
5σπείρειν, μέταλλα ὀρύσσειν, ὑδραγωγοὺς καὶ φρέατα καὶ κολυμβήθρας διορύσσειν, παρακαταθήκας γῇ διδόναι, χρέα λαμβάνειν ἢ διδόναι, παραφυλάσσεσθαι δὲ τὰς ἀπὸ ξηρῶν ἐργασίας συνισταμένας, ἄρρενα δὲ σώματα πρία‐ σθαι, ἔχθρας ἀποφεύγειν καὶ μάχας (ἀδιάλυτοι γὰρ ἔσον‐
10ται). ἐν δὲ τῷ Λέοντι ἀπὸ τῆς δεκάτης μοίρας καὶ ἐφεξῆς τετράποδα πάντα καὶ μάλιστα τὰ μείζονα συνωνεῖσθαι καὶ διοικεῖν καλὸν καὶ ἐπιβάλλεσθαι ἀρχαῖς καὶ ἐξουσίαις καὶ δανείζεσθαι, ἐπιβλαβὲς δὲ ὁδοῦ ἄρξασθαι καὶ πλοῦ, οἰκέτας παραφυλάσσεσθαι
15καὶ ἐχθρῶν ἐπιθέσεις (τὰ δὲ ἀπολλόμενα δυσανακόμι‐ στα ἔσται), γαμεῖν οὐκ αἴσιον οὐδὲ γυναικὶ ἐκτιτρώ‐ σκειν. ἐν δὲ τῇ Παρθένῳ κάλλιστον σῖτον, χρυσόν, ἄργυ‐ ρον, ἱμάτια, σώματα καὶ ὅσα πρὸς κόσμον χρήσιμα ἀγο‐ ράζειν, οἰκοδομάς τε ποιεῖσθαι παντοίας, καινοῖς τε χρῆ‐
20σθαι σκεύεσι καὶ ἱματίοις, μετάλλων τε ἐνάρχεσθαι ὀρυ‐ γῆς καὶ φυτεύειν καὶ σπείρειν καὶ γεωργεῖν πλὴν ἀμπέ‐ λου, γαμεῖν τε ἀπὸ χηρείας (αἱ γὰρ παρθένοι ἀσύμφοροι), καὶ τὸ μετοικίζεσθαι δὲ καὶ μισθοῦσθαι καὶ δανείζεσθαι καὶ ἐκτιτρώσκειν, πατρῷα λαμβάνειν, πλοῦ τε ἐνάρχεσ‐
25σθαι, οἶνόν τε καὶ ἔλαιον διοικεῖν οὐ συνοίσει, ἱστουργεῖν δὲ καὶ τίκτειν συμφέρον. ἐν δὲ Ζυγῷ πάντα ποιεῖν τὰ ἐκ δικαίου, ἀγοράζειν, πωλεῖν καὶ ὅσα διὰ μέτρων καὶ σταθ‐ μῶν ἐνεργεῖται ποιεῖν, χρέη τε λαμβάνειν, ὁδεύειν, ἀρχὴν καὶ ἐξουσίαν λαμβάνειν καὶ μάλιστα τῶν πρὸς βορρᾶν τόπων,
30θεμελίους τιθέναι, οἰκοδομὰς ἄνευ τοῦ στεγάζειν, ποτα‐ μοὺς διαιρεῖν, φρέατα ὀρύσσειν, ἱστουργεῖν, γαμεῖν, φι‐ λίας καὶ ἱλαρότητος μετέχειν, ἀσύμφορον δὲ ἀγοράζειν
οἰκίας ἢ χώρας μισθοῦσθαι ἢ μετοικίζεσθαι καὶ ὅσα τε281

282

ἀπὸ ξηρῶν συνέστηκεν ἀνάρμοστον ἐργάζεσθαι, καὶ ἐκτι‐ τρώσκειν δὲ ἐπικίνδυνον οὐ μόνον ταῖς ἑκουσίως ἀλλὰ καὶ ταῖς αὐτομάτως τοῦτο πασχούσαις. ἐν δὲ τῷ Σκορπίῳ χρήσιμον ὁδοιπορεῖν, πλεῖν, ἐν δὲ ταῖς ἀγορασίαις καὶ ταῖς
5πράσεσιν ἐπιβουλή, ἐχθροῖς ἐπιτίθεσθαι, πύλας καθισ‐ τᾶν, ἱερὰ ἱδρύειν καὶ βωμοὺς οἰκοδομεῖν, ἀγεώργητον χώραν γεωργεῖν, φρέατα ὀρύσσειν καὶ ἀμπέλους φυτεύειν, τόπους τε διαιρεῖν καὶ σκευῶν καινῶν χρῆσιν ποιεῖσθαι, ὕδωρ τε ἄγειν καὶ ποταμούς. ἅπαντα δὲ ταῦτα περὶ τὴν αʹ
10πεντεκαιδεκαμοιρίαν συνοίσει, ἀσύμφορα δὲ τὰ περὶ τὴν βʹ· γάμος γὰρ ἐὰν γένηται ἡ νύμφη δούλοις μιχθήσεται, ἀσύμφορον δὲ καὶ τὸ κοινωνίας ποιεῖν καὶ ἰατρὸν κάμνοντι ἐπεισάγειν καὶ ἐκτιτρώσκειν ἐπισφαλές. ἐν δὲ τῷ Τοξότῃ ἁρμόζει πλεῖν ἐπὶ τὰ οἰκεῖα, ἵππους τε τρέφειν καὶ βου‐
15κόλια καὶ κτήνη, ἐπωφελὲς δὲ καὶ τὸ δανείζεσθαι καὶ τὰ ἐκτὸς ὄντα εἰς τὴν οἰκίαν ἐμβάλλειν, ἐχθροῖς τε ἐπιτίθε‐ σθαι ἐνεργές, πατρῷα δὲ ἀπολαμβάνειν, οἰκοδομεῖν τε καὶ θεμελίους τιθέναι καὶ κύνας ἀγοράζειν καὶ ἁλιεύειν καὶ κυνηγεῖν καὶ ἱστουργεῖν, ἐπιβλαβὲς δὲ πιστεύεσθαι, δα‐
20νείζειν, ἀποδημεῖν, ὁδοῦ κατάρχεσθαι (χρόνιος γὰρ ἔσται ἡ ὁδός), οὐ συμφέρει δὲ ἰατρὸν εἰσάγειν οὔτε καθαίρεσθαι οὔτε ἐκτιτρώσκειν. ἐν δὲ Αἰγοκέρωτι ἁρμόζει θρέμματα ὠνεῖσθαι καὶ πιπράσκειν καὶ ἐμπορεύεσθαι καὶ πλεῖν καὶ πετεινὰ ὠνεῖσθαι καὶ θηρᾶν καὶ φρέατα ὀρύσσειν καὶ τὰ
25ἐμπεφραγμένα διανοίγειν καὶ τοίχους ἀνεγείρειν, τῶν τε κατὰ τὴν οἰκίαν ἐνάρχεσθαι καλόν, φίλοις τε κοινωνεῖν καὶ ἐξ ἀποδημίας εἰς τὰ οἰκεῖα ἐπανέρχεσθαι διά τε γῆς καὶ θαλάσσης, τέχνας τε διδάσκειν καὶ μουσικά, ἀφροδισίοις τε χρῆσθαι καὶ ἱστουργεῖν, ἐπικίνδυνον δὲ ταῖς ἐκτιτρω‐
30σκούσαις καὶ ἀποδημίας δὲ ἐνάρχεσθαι ἐπισφαλές. ἐν δὲ τῷ Ὑδροχόῳ πλεῖν τε καὶ ὁδοιπορεῖν καὶ ὅσα δι’ ὑγρῶν καὶ
σταθμῶν πιπράσκεται συνωνεῖσθαι, οἰκοδομεῖν τε καὶ282

283

κοσμεῖν οἰκίας καὶ τὰ ἐμπεφραγμένα ἀνοίγειν, γεωργεῖν, φυτεύειν, σπείρειν, ὀρύσσειν φρέατα καὶ ποταμοὺς καὶ κολυμβήθρας καὶ ὅσα ἐν γῇ, ἱστουργεῖν, ἀκίνδυνόν τε ταῖς ἐκτιτρωσκούσαις, ὀμνύναι δὲ ἢ πράσσειν τι ἄδικον οὐκ
5ἐπιτήδειον, ὁρκίζειν δὲ καὶ πᾶν ὅπερ τοῦ δικαίου ἔχεται πράττειν ἀκώλυτον. ἐν δὲ τοῖς Ἰχθύσιν οὔσης τῆς Σελήνης πλοῦ κατάρχεσθαι καὶ ὁδοῦ καὶ συνωνεῖσθαι καὶ ἐμπορεύ‐ εσθαι κατά τε γῆν καὶ θάλασσαν καὶ ὅσα ἐξ ὑγρῶν καὶ μάλιστα ὅσα ἐκ θαλασσίας παρασκευῆς κτᾶσθαι καὶ τὰ
10πρὸς ἁλείαν καὶ θήραν καὶ στρατιὰν ἑτοιμάζεσθαι, ἐπιτί‐ θεσθαί τε τοῖς ἐχθροῖς καὶ μάχεσθαι καὶ ἰξεύειν καὶ κοινωνίας κατάρχεσθαι καὶ φιλίας, γαμεῖν τε καὶ ὅσα πρὸς ἰσότητα φέρει ποιεῖν (ἡ δὲ γαμηθεῖσα λοίδορός τις καὶ λάλος καὶ μοιχὰς ἔσται), φυλάσσεσθαι δὲ δεῖ τὸ οἰκο‐
15δομεῖν. τὰ δὲ προειρημένα πάντα ἐνεργέστερα γίνεται πρός τε ὠφέλειαν καὶ κάκωσιν ἀπὸ τῆς κοινωνίας τῶν ἄλλων ἀστέρων· οὐ γὰρ μόνον χρὴ τὴν τοπικὴν στάσιν τῆς Σελήνης διακρίνειν, ἀλλὰ καὶ τοὺς μαρτυροῦντας αὐτῇ Ἥλιόν τε καὶ τοὺς ε πλανωμένους.
20 Ἔμπρακτοι δὲ ἡμέραι νοοῦνται ὅταν γένηται ἡ Σελήνη ἐν τῷ κατὰ γένεσιν ζῳδίῳ ἢ κατὰ τρίγωνον αὐτοῦ σὺν ἀγαθοποιοῖς ἢ καὶ ἐν παντὶ ζῳδίῳ μετὰ τῶν ἀγαθοποιῶν ἀπόντων φθοροποιῶν πλὴν πανσελήνου καὶ συνόδου, καὶ ὧραι δὲ ἔμπρακτοι γίνονται ὁπόταν ὡροσκοπῇ τὸ τῆς γενέ‐
25σεως ζῴδιον ἢ καὶ κατὰ τρίγωνον σχηματίζηται ἢ καὶ συναναφέρηται τῷ ὡροσκόπῳ τῆς Σελήνης (τουτέστι τῷ κλήρῳ τῆς τύχης) τῆς Σελήνης μηδενὶ τῶν κακοποιῶν σχηματιζομένης. ἄπρακτοι δὲ ἡμέραι καὶ κακαὶ ὅταν ἡ Σελήνη ἐν τῷ τετραγώνῳ ζῳδίῳ τῆς γενέσεως γένηται,
30ἐν τῷ ἀντικειμένῳ σὺν τοῖς φθοροποιοῖς ἢ κατὰ τὴν παν‐
σέληνον ἢ σύνοδον ἢ καί τις τῶν κακοποιῶν ὡροσκοπήσῃ283

284

ἢ ἐπίδῃ τὴν πανσέληνον ἢ τὴν σύνοδον ἀπόντων τῶν ἀγα‐ θοποιῶν· Ἑρμῆς γὰρ ὢν κοινωνὸς συνανακίρναται οἷς ἂν ἐπισυγγένηται. Προσεκτέον τοίνυν ἐπιμελῶς τῇ τε Σελήνῃ καὶ τῷ ὡρο‐
5σκόπῳ καὶ τῷ κλήρῳ τῆς τύχης καὶ τοῖς λοιποῖς κέντροις ἅτε ἡγεμονίαν καὶ ἀκρίβειαν τῆς πεύσεως τοῦ πράγματος κεκληρωμένοις, παραφυλάσσοντας τὴν Σελήνην ἀπὸ συν‐ όδου ἕως πανσελήνου εἰ ἐν χρηματιστικοῖς τόποις εὑρί‐ σκοιτο ἢ δεσπόζῃ τοῦ κλήρου τῆς τύχης ἢ ἐπ’ αὐτοῦ τύχῃ
10τοῦ κλήρου καὶ ὁ τὴν οἰκοδεσποτίαν αὐτῆς κεκληρωμένος συνῇ τῷ τὴν κυρείαν ἔχοντι τοῦ κλήρου ἢ ἀνταμείψωνται τὰ ζῴδια. τούτων γὰρ οὕτως ἐχόντων ἀπρόσθετοι καὶ ἄσκεπτοι γίνονται αἱ ἀγορασίαι καὶ οἱ γάμοι, αἰφνίδιοί τε αἱ κινήσεις καὶ αἱ δίκαι καὶ αἱ περιστάσεις ἀνέλπιστοι.
15ἀπὸ γὰρ πανσελήνου τρέχουσα (τουτέστιν ἀφαιροῦσα) παρολκὴν τοῖς γινομένοις ἀποδείκνυσι καὶ μῆκος χρόνου. προσεκτέον δὲ καὶ ταῖς ἄλλαις φάσεσιν αὐτῆς καὶ τοῖς ἄλλοις πλανωμένοις σκοποῦντας μὴ πάντοτε τοὺς ἀγα‐ θοποιοὺς ἀγαθῶν εἶναι ποιητικοὺς μηδ’ αὖ τοὺς κακοποι‐
20οὺς κακῶν ποιητικούς· ἐν γὰρ τοῖς ἰδίοις οἴκοις ὄντες ἢ ὁρίοις ἢ τριγώνοις ἢ ὑψώμασι καὶ δορυφοροῦντες κατὰ τὴν ἑαυτῶν αἵρεσιν (τουτέστιν ἐπὶ μὲν τῆς ἑῴας ἀνατολῆς πρὸς Ἥλιον, ἐπὶ δὲ ἑσπερίας πρὸς Σελήνην) τὰ κατὰ τὴν οἰκείαν οἰκείως ἐργάζονται δύναμιν, ἀνοικείως δὲ φανέν‐
25τες καὶ παρ’ αἵρεσιν ἢ ἐπαναφερόμενοι ἀπροκοπίας καὶ κακῶν εἰσιν αἴτιοι. Ἰστέον γε μὴν ὅτι καὶ πάσης τέχνης καὶ ἐπιστήμης τὸ καθόλου εἶδος εἰδέναι δυνατόν ἐστι δοθείσης τῆς κατὰ τὴν ἐνέργειαν καταρχῆς οἷον ἐπὶ σπλαγχνοκοπίας. Σελήνη
30περιγειοτάτη οὖσα μᾶλλον τῶν ἄλλων οὐρανίων τὰ τῇδε ταχυτῆτι μεταβάλλει. τυχοῦσα οὖν ἐπὶ φάσεως μετὰ τοῦ
Ἑρμοῦ ἐν τῷ καιρῷ τῆς τοῦ ζῴου ἀνατομῆς διατυποῖ τὰ284

285

ἐντὸς τῶν σπλάγχνων ἄλλοτε ἄλλως καὶ πρὸς τὴν συνανα‐ κιρναμένην αὐτῇ τῶν ἀστέρων φύσιν. εἰς μὲν οὖν εὔχροιαν καὶ εὐεξίαν τρέπει ὅταν προστιθῇ τοῖς ἀριθμοῖς καὶ τοῖς φωσὶ καὶ συνῇ ἀγαθοποιοῖς, εἰς δὲ πελιδνότητα καὶ ὠχρό‐
5τητα καὶ ἐξυδατωμένην χροιὰν ὅτε καὶ ἀμάντευτα γίνε‐ ται τὰ κατὰ τὰ σπλάγχνα ὅταν λειψίφωτός τε ᾖ καὶ μετὰ Κρόνου τύχῃ, ἐὰν δὲ Ἄρης αὐτῇ συνῇ πληρουμένῃ ποιεῖ καὶ ξανθὰ σημεῖα δι’ αἱμάτων εἰς ὅλον τὸ σπλάγχνον, εὔκρατα δὲ ἐπὰν Κρόνῳ μὲν πλήθουσα, Ἄρει δὲ λήγουσα
10συνάπτῃ ὑπὲρ γῆν, καὶ καλὰ καὶ αἴσια καὶ μαντευτικὰ καὶ εὔσημα, τοὐναντίον δὲ ὅταν ὑπὸ γῆν, καὶ μάλιστα μετὰ τῶν κακοποιῶν. Ἀποδείκνυσι δὲ ἕκαστα πρὸ τῆς ἀναπτύξεως τοῦ ζῴου ἡ τῆς καταρχῆς διάθεσις, καὶ μηνύουσιν ὁ μὲν ὡροσκό‐
15πος τὸν θύοντα, τὸ δὲ δῦνον τὸ θυόμενον ἢ τὸ ἱερεῖον, τὸ δὲ μεσουράνημα τὸν θεόν, τὸ δὲ ὑπόγειον τὴν τῆς μαν‐ τείας αἰτίαν καὶ τὴν ἔκβασιν τοῦ πράγματος· τούς τε οὖν ἀστέρας ἐπιθεωρητέον ἐν οἷς εἰσι τόποις καὶ τάξει καὶ φάσει καὶ τοὺς δ κλήρους, τόν τε τῆς τύχης, τοῦ δαίμονος,
20τῆς ἀνάγκης, τοῦ ἔρωτος. καὶ τὸ μὲν δεξιὸν μέρος τοῦ σπλάγχνου τῷ ὑπὲρ γῆν δηλοῦται μεσουράνημα, οἱ δὲ πλανῆται ἑῷοι μὲν ὄντες τὰ δεξιὰ μέρη σημαίνουσιν, ἑσπέ‐ ριοι δὲ τὰ λαιά, καὶ ἡ Σελήνη ἐν μὲν τῷ βορείῳ ἡμισφαι‐ ρίῳ τὰ δεξιά, ἐν δὲ τῷ νοτίῳ τὰ λαιά. καὶ ἐπὰν εὕρῃ τινὰ
25τῶν ἀστέρων τὸν αὐτὸν ἄνεμον τρέχοντα καὶ συνάπτοντα αὐτῇ κατὰ τὴν ἑαυτοῦ ποιότητα καὶ τὴν δύναμιν τὸ μέρος ἐκείνου τοῦ σπλάγχνου ἐξομοιώσας προαγορεύσεις. Διῄρηται δὲ τὰ μέρη τῶν ἐντοσθιδίων εἴς τε τοὺς ἀστέ‐ ρας καὶ τὸν ζῳδιακὸν κύκλον οὕτως. Ἡλίῳ μὲν γὰρ οἰκει‐
30οῦται ἥ τε καρδία καὶ τὸ ἀπὸ τῆς καρδίας ἕως τοῦ δεξιοῦ ὤμου καὶ τῆς δεξιᾶς δοχῆς καὶ τῶν κοτυληδόνων ἢ διδύ‐ μων ἢ ὄρχεων, τῇ δὲ Σελήνῃ ὁ χιτὼν τῆς καρδίας καὶ ὁ
λαιὸς ὦμος καὶ ἡ λαιὰ δοχή (ἐὰν οὖν ἡ Σελήνη πλή‐285

286

θουσα ἢ μειουμένη εὑρεθῇ τοιουτότροπος εὑρίσκεται ἥ τε δοχὴ καὶ ὁ σπλήν), Κρόνῳ δὲ αἱ μοιριαῖαι φλέβες αἱ περὶ τὴν ῥίζαν εἱλούμεναι τήν τε λαιὰν τράπεζαν καὶ τὸν λαιὸν ἀντίθεον (αὐτή τε ἡ τράπεζα ἡ τῆς καρδίας), τῷ δὲ Διὶ
5κύστεως χώρα καὶ ἡ δεξιὰ κεφαλή, τῷ Ἄρει δὲ τὸ ὀφρύ‐ ωμα καὶ ἡ δεξιὰ δρεπάνη ἣν καὶ ἔρυμα καὶ μάχαιραν καλοῦσι καὶ τῶν πυλῶν τὰ δεξιὰ καὶ λαιὰ μέρη, τῇ δὲ Ἀφροδίτῃ ἡ κεφαλή, αἱ ᾦαι τοῦ ἥπατος καὶ ὁ πνεύμων, Ἑρμῇ δὲ τὰ ὦτα ἀμφότερα, αἱ χεῖρες καὶ τὸ στόμα τοῦ
10ἥπατος καὶ ἀμφοτέρων τῶν κοινῶν χωρῶν καλουμένων τῶν οὐσῶν ἐγγὺς τῶν πυλῶν. κατὰ δὲ τὸν ζῳδιακὸν ἀρξάμενοι ἀπὸ τοῦ στόματος τῆς καρδίας ἕως τοῦ δεξιοῦ μέρους τῆς κεφαλῆς ἀφορίζομεν τῷ Κριῷ, τῷ δὲ Ταύρῳ τὴν τράπεζαν καὶ τὰ μεταξὺ αὐτῆς, τοῖς Διδύμοις δὲ τὸν
15δεξιὸν ὦμον, ἀπὸ δὲ θεοῦ τόπου ἕως ἑστίας Καρκίνῳ, τῷ Λέοντι δὲ τὴν δεξιὰν χεῖρα καὶ τὸ σκέλος καὶ τὸν πόδα, τῇ Παρθένῳ δὲ τὴν χολὴν καὶ τὰ παρ’ ἑκάτερα, τῷ δὲ Ζυγῷ τὴν δεξιὰν πύλην, τῷ Τοξότῃ δὲ τὸν λαιὸν πόδα καὶ τὸ σκέλος, τῷ δὲ Αἰγοκέρωτι τὴν λαιὰν τράπεζαν καὶ τὸ
20κοῖλον τῆς τραπέζης ἕως μηροῦ καὶ κοτύλης, τῷ δὲ Ὑδροχόῳ ὁ εὐώνυμος ὦμος, τοῖς δὲ Ἰχθύσιν ἡ κεφαλὴ κατὰ τὸ μέρος τὸ λαιὸν καὶ ἡ πίστις. τοσαῦτα μὲν περὶ τοῦ ἥπατος παρὰ τῶν ἀρχαίων ἐξετέθη, ἐπεξεύροι δ’ ἄν τις νοῦν ἔχων καὶ πλείονα ἐκ τῶν εἰρημένων.
25t〈πβʹ〉 Περὶ κτίσεως πόλεως, οἰκοδομιῶν
26tκαὶ καθιδρύσεων
27 Ἐὰν δὲ βουληθῇ τις εὐδαίμονα πόλιν κτίσαι καὶ παρά‐ μονον, ὁμοίως ναῶν τε καὶ οἴκων καὶ τειχῶν οἰκοδομὰς
καταβαλέσθαι, ἐπιτηρείτω τὴν Σελήνην ἐν τῷ βασιλικῷ286

287

τριγώνῳ παροδεύουσαν κατὰ τὸν καιρὸν καὶ τὴν καταρχὴν τῆς περιγραφῆς ἤτοι θεμελιώσεως καὶ ὑπὸ πάντων τῶν ἀστέρων καλῶς μαρτυρουμένην· οὕτω γὰρ τυχοῦσα ὑπὸ μεγίστων βασιλέων ἢ ἀρχόντων τὸ κτίσμα καὶ τὴν τού‐
5του φροντίδα ἔσεσθαι μηνύει καὶ ἐνδιαίτημα βασιλέων καὶ θεῷ προσφιλῆ, ἐπίσημόν τε καὶ ἔνδοξον καὶ πολυχρόνιον. ἢν τύχῃ δὲ ἀπολειπόμενός τις τῶν ἀστέρων τῆς προσφόρου μαρτυρίας τὸ ἐνδεῶς περὶ τὴν πόλιν ἐσόμενον ἐντεῦθεν συνοραθήσεται· τοῦ μὲν γὰρ Ἄρεως ἀποκεκλικότος καὶ
10ἀποστρόφου ὄντος τῇ καταρχῇ ἐνδεὴς ἔσται ὅπλων καὶ ἀσθενήσει περὶ τὰ πολεμικά, τῆς δὲ Ἀφροδίτης ὁμοίως ἀσυνδέτου τυχούσης χαρίτων καὶ τρυφῆς καὶ ἀστειότητος ἐκτὸς ἔσται καὶ τοῦ φιλεῖσθαι, ἢν δὲ ἀπὸ Διὸς ἀθεώρητος ἡ καταρχὴ γένηται εὐεπηρέαστος ἔσται οὐδεμιᾶς φροντί‐
15δος ἢ κηδεμονίας μετέχουσα, τοῦ δὲ Ἑρμοῦ ἀσχηματίστου ὄντος οὐ φρόνησις, οὐ λόγων ἄσκησις ἐν αὐτῇ ἔσται. Εἰ δὲ συμβαίῃ ἐναντιοῦσθαι τὸν τοῦ Ἄρεως ἢ τὸν τοῦ Διὸς τοῖς φωστῆρσιν (τουτέστιν τῷ Ἡλίῳ καὶ τῇ Σελήνῃ) καὶ πολέμων πειραθήσεται ἡ πόλις, καὶ μάλιστα ὅταν
20κατὰ τὰ τετράγωνα παραγένηται ἡ Σελήνη (τουτέστιν ἐν ταῖς διχοτόμοις), συμβαίνει δὲ μὴ πάντας τοὺς ἐνοι‐ κοῦντας θανάτῳ ἢ λαφυραγωγίᾳ ὑποπίπτειν τῷ μὴ πάντα τὰ κατασκευάσματα αὐτῆς καὶ τὴν κτίσιν ὑπὸ μίαν και‐ ροῦ ῥοπὴν τὴν καταρχὴν λαμβάνειν. ὥσπερ δὲ ἐπὶ τῶν
25γενέσεων ἡ τετράγωνος πλευρὰ τὸ τέλος τῆς ζωῆς ἐπιτί‐ θησιν, τότε εἴωθε συμπληροῦσθαι τὰ χρονικὰ καὶ ἀπόλ‐ λυσθαι παντελῶς τὴν κατασκευασθεῖσαν πόλιν ὁπηνίκα σύμπαντες οἱ κακοποιοὶ κατὰ τὸ τετράγωνον τῆς Σελήνης βιαιότερον τὰς ἀκτῖνας ἐπιφέρωσιν· συμβαίνει γὰρ οὕτως
30ἐπαύξεσθαι τὰ τῆς συμφορᾶς κατὰ δύο τρόπους συμπίπ‐ τοντα, ἔκ τε τῆς κακώσεως τοῦ τετραγώνου καὶ τῆς κατὰ
τὴν πῆξιν τῆς Σελήνης στάσεως. τὰ δ’ αὐτὰ ἀποτελεσ‐287

288

θείη καὶ τῶν ρπ μοιρῶν τῶν ἀναφορῶν συμπληρουμένων ἢ καὶ ἕως ἑτέρας τετραγώνου ἢ συμπληρουμένου παντὸς τοῦ κύκλου, ἢν δὲ ἀκάκωτα τύχῃ τὰ τετράγωνα ὑπὸ τῆς τῶν κακοποιῶν παρόδου καὶ βʹ καὶ γʹ κύκλου ἐφάψεται
5μοιρικῶς τὰ συμπτώματα τῶν κακώσεων ὑπομένουσα. Ἔστι δὲ καὶ ἑτέρα κάκωσις ὅταν ἔκλειψιν ὑπόγειον ἡ Σελήνη τύχῃ πεποιημένη τῆς καταρχῆς τῆς κατα‐ σκευῆς ἐν τῷ μεταξὺ τῆς ἐπιούσης συνόδου γεγενημένης καὶ τῆς Σελήνης κατὰ τοῦτον τὸν χρόνον πρὸς τοὺς κακο‐
10ποιοὺς σχηματιζομένης ἢ κατὰ τὸν χρόνον τῆς πανσελή‐ νου. συμβαίνει γὰρ κατὰ τὴν τοιαύτην καταρχὴν σεισμοῖς ἀπόλλυσθαι τὴν πόλιν, συνεχέστερον δὲ τὰς οὕτω γινο‐ μένας πόλεις βλάπτεσθαι ἐπὶ μὲν τοῦ διὰ τοῦ Κριοῦ τριγώ‐ νου ἀπὸ πυρός, ἐπὶ δὲ τοῦ διὰ τοῦ Ταύρου γεώδους ὄντος
15ὑπονοητέον τὰς ἀπὸ γεωργίας βλάβας ἢ ὠφελείας κατὰ τοὺς τῶν σχηματισμῶν ὅρους, ἐπὶ δὲ τοῦ διὰ τῶν Διδύ‐ μων τριγώνου ἀερώδους ὑπάρχοντος τὰς ἐξ ἀέρων ὠφε‐ λείας ἢ βλάβας, ἐπὶ δὲ τοῦ διὰ τοῦ Καρκίνου ὑδατώδους ὑπάρχοντος τὰς ἐξ ὑγρῶν ὠφελείας ἢ βλάβας. οἱ δὲ κτί‐
20ζοντες καὶ τὴν φροντίδα τῆς κατασκευῆς ἀνειληφότες κατὰ τὴν τῶν οἰκοδεσποτῶν φύσιν τῆς ἀξίας καὶ τῶν ἠθῶν μεθέξουσιν. Δωρόθεος δὲ παραινεῖ ἐν τοῖς ἔπεσι περὶ οἰκοδομῆς τοιαῦτα. Σελήνη αὐξιφωτοῦσα καὶ τοῖς ἀριθμοῖς προστι‐
25θεῖσα ἀγαθὴ τοῖς κτίζουσιν, δεῖ δὲ καὶ τοὺς ἀγαθοποι‐ οὺς ἤτοι συνεῖναι αὐτῇ ἢ μαρτυρεῖν, ἐὰν δὲ Ἄρης διὰ πυρὸς φθείρειν. Σελήνης νότον ἀνερχομένης δεῖ θεμελίους πηγ‐ νύειν, βορρᾶν δὲ ἀνερχομένης δεῖ τοῖς θεμελίοις τοίχους ἐποικοδομεῖν, βορρᾶν δὲ κατερχομένης τοίχους καθαιρεῖν,
30νότον δὲ κατερχομένης θεμελίους ἀνασπᾶν καὶ ἀνορύττειν. ἐν πᾶσι δὲ τούτοις οἱ μὲν κακοποιοὶ ἀπέστωσαν, οἱ δὲ
ἀγαθοποιοὶ μαρτυρείτωσαν. Σελήνης πληθούσης ἐπὶ288

289

φάσεως θειωδέστεραι καὶ ἐμψυχοπεποιημέναι αἱ δυνά‐ μεις αὐτῶν τῶν ἀποτελεσθέντων ἐκ τῆς κοσμικῆς κινήσεως ἀποτελοῦνται. Σελήνης ἐν τῷ τριγώνῳ τοῦ Διὸς οὔσης καὶ τοῦ Διὸς συμφώνου πρὸς αὐτὴν ὄντος, τουτέστιν ἐν τῷ
5αὐτῷ τριγώνῳ, καὶ Ἡλίου ὁμοίως ἐσχηματισμένου, τοῦ δὲ Κρόνου ὁμοίως ἐν τῷ ἰδίῳ τριγώνῳ τυγχάνοντος. καὶ ἐπὶ τῶν λοιπῶν ἀστέρων ὁμοίως τὰ ἱερὰ κατασκευαστέον, ἔτι τε ὄντων αὐτῶν ἐν τοῖς ἰδίοις ὑψώμασί τε καὶ οἴκοις μηδενὸς τῶν κακοποιῶν ἀστέρων ἐναντιουμένου.
10t〈πγʹ〉 Περὶ γάμου
11 Τὸν μὲν ἄνδρα ἀπὸ τοῦ Ἡλίου καὶ τοῦ ὡροσκόπου σκέπτου, τὴν δὲ νύμφην ἀπὸ τῆς Ἀφροδίτης καὶ τοῦ δύνον‐ τος, ὃν δὲ βίον μέλλουσι μετ’ ἀλλήλων διάξειν ἐκ τοῦ μεσουρανήματος, ἐκ δὲ τοῦ ὑπογείου ἡ προὶξ νοείσθω. ὁ
15Ἥλιος οὖν ὑπὸ κακοποιῶν βλαπτόμενος ἢ ὁ ὡροσκόπος τὸν ἄνδρα βεβλαμμένον δείκνυσιν, ὑπὸ δὲ ἀγαθοποιῶν μαρτυρούμενοι ἀγαθὰ τῷ ἀνδρὶ μαντεύονται· ἡ Ἀφρο‐ δίτη καὶ τὸ δῦνον ὑπὸ Διὸς μαρτυρούμενοι ἀγαθὰ τῇ γυ‐ ναικὶ σημαίνουσιν, ὑπὸ δὲ τῶν κακοποιῶν ἀπαίσια καὶ οὐκ
20ἔσται παράμονος ὁ γάμος, ἐὰν δὲ καὶ ἡ Σελήνη συγκακω‐ θῇ ἀμφοτέροις κακὸν σημαίνει. Ἑρμῆς ὑπὸ τῶν ἀγα‐ θοποιῶν μαρτυρούμενος παιδοποιίαν τῷ γάμῳ δίδωσιν. Σελήνη ἢ καὶ Ἀφροδίτη ἐν τροπικῷ ζῳδίῳ οὖσα κακὸν τὸν γάμον μηνύει· ἡ μὲν γὰρ Ἀφροδίτη μοιχαλίδα καὶ
25ῥυπαρὰν σημαίνει τὴν τοιαύτην νύμφην, ἡ δὲ Σελήνη παλιντροπίας καὶ διαστάσεως γίνεται παραιτία. Σελήνης οὔσης ἐν Κριῷ οὐ δεῖ γαμεῖν· χωρισμὸς γὰρ ἐν τάχει παρακολουθήσει. Σελήνης οὔσης ἐν αʹ καὶ γʹ δεκα‐
νῷ τοῦ Ταύρου παραιτητέος ὁ γάμος, ἐν δὲ τῷ βʹ σύμφο‐289

290

ρος. Σελήνης οὔσης ἐν Διδύμοις ἀπ’ ἀρχῆς μὲν ἕως μοίρας ιεʹ ἀπαίσιον ὁ γάμος, ἐφεξῆς δ’ ἕως τέλους ἀγαθόν. ἐν δὲ τῷ Καρκίνῳ οὔσης τῆς Σελήνης οὐ δεῖ γαμεῖν ὅλως. ἐν δὲ τῷ Λέοντι οὐ κακὸν τὸ γῆμαι πλὴν ὅτι ἔσται ἡ γυνὴ
5κακοδάπανος. Σελήνης οὔσης ἐν Παρθένῳ χήραν γῆμαι αἴσιον, παρθένον δ’ ἀπαίσιον. Σελήνης οὔσης ἐν Ζυγῷ οὐ δεῖ γῆμαι, μνηστεύειν δὲ δεῖ. Σελήνης ἐν Σκορπίῳ ἐν μὲν ταῖς πρώταις ιε μοίραις ἀγαθόν, ἐν δὲ ταῖς ὑστάταις οὐ καλόν· ταχὺ γὰρ διαζευχθήσονται. Σελήνης ἐν Τοξότῃ
10οὐ δεῖ γῆμαι· ὀλιγοτεκνίας γὰρ ἔσται ὁ γάμος αἴτιος. Σελήνης ἐν Αἰγοκέρωτι τῷ μὲν δευτερογαμοῦντι ἢ τριτο‐ γαμοῦντι καλόν, τῷ δὲ πρωτογαμοῦντι οὐ καλόν. Σελή‐ νης ἐν Ὑδροχόῳ ἀνεπιτήδειον γῆμαι. Σελήνης ἐν Ἰχθύσι καλὸν γαμεῖν πλὴν ὅτι ἔσται ἡ γυνὴ μαχίμη τε καὶ λάλος.
15 Παρατηρητέον δὲ τὴν Ἀφροδίτην μάλιστα ἐν ταῖς τοιαύ‐ ταις σκέψεσι μή ποτε ᾖ μετὰ τῶν κακοποιῶν ἢ μαρτυ‐ ρουμένη ὑπ’ αὐτῶν, ἀλλὰ μᾶλλον ᾖ ἐν ὁρίοις ἢ οἴκοις εὐερ‐ γέος· οὕτω γὰρ ἔχουσα ἡ Ἀφροδίτη εἰ ἐπιδεκατεύει τὴν Σελήνην, ὑπὸ δὲ τοῦ Διὸς ἐπιδεκατεύεται (τουτέστι
20δεκάτη μὲν ἀπὸ Σελήνης, δʹ δὲ ἀπὸ Διός), κάλλιστον τὸν γάμον, θυμήρη τε καὶ τεκνοποιὸν ἀποτελέσει, καὶ μάλι‐ στα ὅταν εἷς τῶν ἀγαθοποιῶν ἐπὶ τῶν πολυσπέρμων τύχῃ· οὕτω γὰρ τάχιστα συλλήψεις ποιήσει. τὸ δὲ αὐτὸ καὶ τὰ τρίγωνα σχήματα ἀποτελέσει πολυσπέρμων ὄντων
25τῶν ζῳδίων, καὶ οἱ κακοποιοὶ δὲ ἐν τῷ τριγώνῳ σχήματι ἐπὶ τῶν πολυσπέρμων ζῳδίων μαρτυρούμενοι ὑπὸ τῶν ἀγαθοποιῶν τεκνοποιίαν ἀποδιδόασιν. Ἐπισκοπεῖν δὲ χρὴ τὰ δύο θέματα τῶν γαμουμένων· ὡς ἐπίπαν γὰρ οἱ ἀγαθοποιοὶ ἐν τοῖς ἀγαθοῖς τόποις
30(τουτέστι διπλοῖ) κατὰ τὸν καιρὸν τοῦ γάμου γίνονται ἢ συσχηματίζονται. εἰδὲ καὶ κατὰ γένεσιν καὶ κατὰ πάρ‐
οδον τὸ μεσουράνημα κοσμούμενον ᾖ καὶ ἀγαθοποιοῦ290

291

τόπος ἐπὶ τοῦ θέματος τῆς γυναικὸς ἐμπέσειεν εἰς τὸ τοῦ ἀνδρὸς μεσουράνημα, εἰδέναι [δὲ] χρὴ ἐν αὐτῷ τῷ ἔτει τὴν παιδοποιίαν ἔσεσθαι, εὐάρμοστόν τε τὴν συμ‐ βίωσιν καὶ εἰς πολὺ μῆκος παρεκταθῆναι, καὶ μάλιστα
5ὅταν οἱ ἐπίκαιροι τόποι τῶν γενέσεων (τουτέστιν ἥ τε Σελήνη καὶ ὁ Ἥλιος καὶ ὁ κλῆρος τῆς τύχης καὶ ὁ ὡρο‐ σκόπος) σύμφωνοι ὑπάρχωσιν. ἐπὰν δὲ καὶ πολύσπερμον ᾖ τὸ κατὰ κορυφὴν ζῴδιον, κατὰ τὴν αʹ συνέλευσιν τὰ τῆς συλλήψεως ἀσφαλῶς ἔσται. ἐπὰν δὲ τύχῃ ἐπὶ τοῦ κατὰ
10κορυφὴν τόπου ἀγαθοποιὸς ὑπὸ τὰς αὐγὰς ὢν κατὰ τὸν καιρὸν τοῦ γάμου σκοτεινὴν τὴν σύλληψιν καὶ τὴν τεκνο‐ ποιίαν σημαίνει, καὶ μάλιστα ἐπὶ τῶν γυναικῶν αἷς καὶ τὸ θέμα οὕτω συμβέβηκεν ἔχειν· τῆς γὰρ Ἀφροδίτης ὑπὸ τὰς αὐγὰς οὔσης μετὰ Ἄρεως λαθραίως παρθενεύονται,
15καὶ Διὸς μαρτυροῦντος οἱ βιασάμενοι 〈...〉 κατὰ τὸν καιρὸν τῆς καταρχῆς τῆς Ἀφροδίτης ὑπὸ δύσιν ὄντος τοῦ Ἡλίου. Ἐὰν ἐν τῷ κακοδαιμονήματι τοῦ ἀνδρὸς ἢ τῆς γυναικὸς ᾖ Σελήνη ἄρξει ἡ γυνὴ τοῦ ἀνδρός, ἐὰν δὲ ἐν τῷ αὐτῷ
20τόπῳ τῆς γυναικὸς εὑρεθῇ ἡ τοῦ ἀνδρὸς Σελήνη ἀνάπαλιν γίνεται, τουτέστιν ὁ ἀνὴρ ἄρξει τῆς γυναικός. αἱ δὲ τῶν ἄλλων καταρχαὶ ἐν πανσελήνῳ ἐκπεσοῦσαι κάκισται τοῖς γαμοῦσιν. καὶ αἱ Σελῆναι δὲ τῶν δύο γενέσεων διαμετροῦ‐ σαι ἀλλήλας ἀπαίσιοί εἰσιν· διχονοίας γὰρ παραίτιαι.
25κρατήσει δ’ ὅμως ἐν ταῖς φιλονεικείαις ὁ ἔχων ὑπὲρ γῆν τὴν Σελήνην. ἐν ἀρσενικῷ ζῳδίῳ Ἀφροδίτη οὖσα, ὁ δὲ Ζεὺς ἐν θηλυκῷ—τοῖς ἀνδράσι τὸ τοιοῦτον σχῆμα καλὸν ὑπάρχει, ἔμπαλιν δὲ ταῖς γυναιξίν· ἄμεινον ὅταν ἡ μὲν Ἀφροδίτη ἐν θηλυκῷ, ὁ δὲ Ζεὺς ἐν ἀρσενικῷ.
30 Καὶ ταῦτα μὲν ἐν τοῖς ἔπεσι Δωρόθεος, ἐκ δὲ ἄλλων ἀρχαίων καὶ τάδε τὰ ἐφεξῆς πείρᾳ κατείληπται. τὸν περὶ συνελεύσεως καὶ ἁρμογῆς γάμου σκεπτόμενον χρὴ μάλιστα
προσέχειν τῷ τε κυρίῳ τοῦ κλήρου καὶ τοῦ ὡροσκόπου,291

292

ἔτι τε καὶ τῷ τῆς προγενομένης συνόδου καὶ τῇ πρὸς ἀλλήλους τε καὶ τὰ φῶτα τούτων, ἔτι τε καὶ τὸν κύριον τοῦ θανατικοῦ τόπου ἀστέρα σχηματοθεσίᾳ. τυχὼν γὰρ ὁ κλῆρος τῆς τύχης εἰς τὸ δυτικὸν κέντρον ἢ ὁ τούτου
5κύριος ἢ ὁ τοῦ δυτικοῦ κέντρου κύριος ἐπ’ αὐτοῦ τυχὼν σὺν τῷ κληρικῷ ἀστέρι ἢ ἐπὶ τοῦ κληρικοῦ ἀστέρος ἢ ἐπὶ τοῦ κληρικοῦ ζῳδίου ὁμοίως τυχών (δηλονότι σὺν τῷ κληρικῷ ἀστέρι) τῆς Σελήνης ἐπιμαρτυρούσης γάμον καὶ συνέλευσιν σημαίνει.
10 Παραφυλακτέον οὖν τὴν Ἀφροδίτην ἑῴαν ἀναποδίζουσαν καὶ ἐπὶ τὸν Δία ἐρχομένην· οὕτω γὰρ ἀνάρμοστοι καὶ ἀβέβαιοι οἱ γάμοι ἔρχονται τοῖς συνερχομένοις· ἔσονται γὰρ καὶ ἀμφότεροι κοῦφοι τὰ ἤθη. καὶ ἢν μὲν ἐν θηλυκῷ ζῳδίῳ τύχῃ τοῦτο τοὺς ἄνδρας, ἢν δὲ ἐν ἀρσενικῷ τὰς
15γυναῖκας τοιαύτας νομιστέον. εἰ δ’ οὕτως ἐχούσης τῆς Ἀφροδίτης ἀπόζευξις γένοιτο ἐπανήξει αὖθις ἡ γυνὴ προστιθείσης τῆς Ἀφροδίτης τοῖς ἑξαγώνοις, εἰ δ’ ὁ Ἄρης ἀναποδίζει ἐν τῇ καταρχῇ τοῦ χωρισμοῦ ἐπιστρέψαντος αὐτοῦ καὶ προστιθέντος ὁ ἀνὴρ διαλλαγήσεται καὶ μετ‐
20ελεύσεται τὴν γυναῖκα. Ἢν δ’ ὁ κύριος τοῦ γάμου ἐν τῇ καταρχῇ μεσουρανῶν τύχῃ ἐν θηλυκῷ ζῳδίῳ πολύκοινον δείξει τὴν γυναῖκα, εἰ δ’ ἐν ἀρσενικῷ τὸν ἄνδρα. τετράγωνος δὲ ὁ Ζεὺς τῷ γαμικῷ ἀστέρι τυχὼν στάσεως τῆς ἐν τῷ γάμῳ δηλωτι‐
25κός, κακὴ δὲ καὶ ἡ Σελήνη ἐν ἀρσενικῷ ζῳδίῳ τυχοῦσα. ὡροσκοπῶν δὲ ὁ τοῦ γάμου κύριος ἐπίμεμπτον τὸν γά‐ μον δηλοῖ, καὶ μάλιστα ὁ Ζεὺς ἐν θηλυκῷ ζῳδίῳ· ἄπροι‐ κον γὰρ τὴν γυναῖκα ἢ ψευδοπλουσίαν ἢ ὑπόδικον σημαί‐ νει, ἐν δὲ ἀρσενικῷ τὸν ἄνδρα τοιοῦτον.
30Ἐπεὶ δὲ προείρηται ὅτι ὁ μὲν ὡροσκόπος ἐστὶν ὁ γαμῶν,
τὸ δὲ δῦνον ἡ γαμουμένη, μεσουράνημα ἡ ἀμφοτέρων292

293

ὁμόνοια καὶ παραμονή, τὸ δ’ ὑπόγειον ἡ προὶξ καὶ τὸ τοῦ γάμου ἀποτέλεσμα, δῆλον ὅτι τοῦ Κρόνου μὲν ὡροσκοποῦν‐ τος ὁ γαμῶν ἔσται πρεσβύτης καὶ ῥυπαρός, τοῦ Ἄρεως δὲ νεώτερος καὶ ὀργίλος, τοῦ Διὸς δὲ πλούσιος καὶ ἀγαθὸς
5καὶ μέσης ἡλικίας, τῆς δὲ Ἀφροδίτης ἱλαρός, καθάριος, ἡδύβιος, κατωφερὴς εἰς γυναῖκας, Ἑρμοῦ δὲ εὐπαίδευτος, συνετὸς καὶ ἐρωτικὸς εἰς παῖδας, Ἡλίου δὲ καὶ Σελήνης εὐγενὴς καὶ ἐπίσημος. Κρόνου δὲ μεσουρανοῦντος διά‐ λυσις ἔσται τοῦ γάμου διὰ ῥυπαρίαν καὶ σμικρολογίαν,
10Ἄρεως δὲ δι’ ἀκαταστασίαν καὶ ζηλοτυπίαν (ἐπὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης αὐτοῖς συνῇ ἢ μαρτυρῇ διὰ μοιχείαν, ἐὰν δὲ Ἑρμῆς διὰ παιδὸς ἔρωτα), Διὸς δὲ καὶ Ἀφροδίτης ὁμόνοια αὐτοῖς ἔσται καὶ τεκνοποιία, Ἡλίου δὲ καὶ Σελήνης ἐπισήμους αὐτοὺς ἔσεσθαι. ἐπὶ δὲ τοῦ δύνοντος τυχόντες
15ὅμοια ἀποδεικνύουσι περὶ τὴν γυναῖκα οἷς εἰρήκαμεν περὶ τοῦ ἀνδρὸς ἐν τῷ ὡροσκόπῳ. ἢν δ’ ὁ Ἄρης ἢ ὁ Κρόνος ἢ ἀμφότεροι ἐν τῷ ὑπὸ γῆν εὑρεθῶσιν ἰδίων ἀποβολὴν καὶ τέκνων καὶ τῆς προικὸς καὶ προτελευτὴν τοῦ ἀνδρὸς σημαί‐ νουσιν, ἢν δὲ Ζεὺς καὶ Ἀφροδίτη ὑπόγειοι ὦσι πολὺν χρόνον
20σὺν ἀλλήλοις καὶ τέκνα ἔσεσθαι, καὶ ἐὰν μὲν ἐν ἀρσενικῷ ζῳδίῳ ὁ ἀνὴρ ἐπιζήσεται, ἐὰν δὲ ἐν θηλυκῷ ἡ γυνή, ὁ δὲ Ἑρμῆς καθὼς ἂν τὴν τῶν ἄλλων μαρτυρίαν δέξηται ἕκα‐ στα ἐμφαίνει. Καὶ ἐν τῇ καταρχῇ τοῦ Ἡλίου μὲν κεκακωμένου, τῆς
25δὲ Ἀφροδίτης ὑπὸ ἀγαθοποιῶν μαρτυρουμένης, ἄρχειν τὴν γυναῖκα τοῦ ἀνδρὸς ὑπονοητέον, ἔμπαλιν δὲ τυχόντων ἔμπαλιν ἔσται. τῆς δὲ Σελήνης κεκακωμένης ἀμφοτέροις ἀσύμφορον καὶ τῇ προικί. ἐν τῷ ὡροσκόπῳ καὶ τῷ μεσου‐ ρανήματι ἀγαθοποιοὶ παρόντες ἢ μαρτυροῦντες σημαί‐
30νουσι τεκνοποιίαν ἐπὶ συμφέροντι, κακοποιοὶ δὲ ἀποβολήν. τοῦ δὲ κυρίου τοῦ κλήρου τῆς τύχης κεκακωμένου ὄντος φυλάσσεσθαι γυναῖκα ἀγαγέσθαι. χαλεπὸς δὲ καὶ ὁ κατὰ
γένεσιν ἔχων οὕτως γαμικὸς ἀστήρ. κενοδρομοῦσα δὲ ἡ293

294

Σελήνη πολυκοίνους μηνύει τὰς γυναῖκας, ἀγαθὴ δὲ ὑπό‐ γειος οὖσα ἐν θηλυκῷ ζῳδίῳ τοῦ Ἡλίου ὄντος ἐν ἀρρε‐ νικῷ· ὑποτεταγμένην γὰρ αὐτὴν ποιεῖ.
4t〈πδʹ〉 Περὶ συνελεύσεως τοῦ ἀνδρὸς πρὸς τὴν
5tγυναῖκα
6 Μέλλων δὲ συγγίνεσθαι τῇ γυναικὶ ὁ γαμῶν ἔστω μὲν ἱλαρὸς καὶ ἄλυπος μήτε ἄγαν βεβαρημένος τροφῇ καὶ μέθῃ. φυλασσέσθω δὲ τὸν Ἥλιον καὶ τὴν Σελήνην καὶ τὸν κλῆρον τῆς τύχης μὴ εἶεν ἐν τῷ ηʹ τόπῳ ἢ ἐν τῷ βʹ τῷ
10τούτου διαμέτρῳ, ἐπιτηρείτω δὲ καὶ τὸν τοῦ ὡροσκόπου κύριον ἀκάκωτον εἶναι. ὁ δὲ κλῆρος ἔστω ἐν τῷ περὶ φι‐ λίας ἢ ἐν τῷ περὶ τέκνων ἢ ἐν τῷ μεσουρανήματι ἢ ἐν τῷ θεῷ, ἔστω δὲ καὶ ἡ Σελήνη ἀκάκωτος καὶ σύμφωνος τῷ ὡροσκόπῳ. ὁ δὲ Ἑρμῆς ἐπ’ ἀνατολῆς τυγχάνων ὑπὸ
15Διὸς καὶ Ἀφροδίτης μαρτυρούμενος ἐν τῷ ὡροσκόπῳ τῆς καταβολῆς τοῦ σπέρματος ποιήσει τὰ τικτόμενα εὐτυχῆ καὶ εὐπαίδευτα καὶ εὐδαίμονα. λέγουσι δ’ οἱ περὶ Πετόσι‐ ριν ὅτι ἐν ᾧ ζῳδίῳ εὑρίσκεται ἡ Σελήνη ἐν τῇ σπορᾷ τοῦτο ὡροσκοπήσει ἐν τῇ ἐκτέξει, ὅπου δὲ ἐν τῇ ἐκτέξει
20παροδεύει τοῦτο ὡροσκοπεῖ ἐν τῇ σπορᾷ. καὶ περὶ μὲν γάμου καὶ τῶν περὶ αὐτὸν τοσαῦτα εἰρήσθω.
22t〈πεʹ〉 Περὶ χωρισμῶν
23 Τοὺς δὲ χωρισμοὺς αὐτῶν καὶ ἐπανελεύσεις ἐπιβλέ‐ πειν δεῖ οὕτως. ὅρα τὴν καταρχὴν ἐν ᾗ γεγένηται ὁ χωρισ‐
25μὸς ἢ καὶ τὴν ὥραν ἐν ᾗ πύθοιτο ἄν τίς σου περὶ τούτου καὶ σκέπτου τὴν Ἀφροδίτην καὶ τὸν Ἥλιον, καὶ ἐὰν εὕ‐
ρῃς τὸν μὲν Ἥλιον ἐν τῷ μεσουρανήματι ἢ ἐν τῷ ιαʹ, τὴν294

295

δὲ Ἀφροδίτην ἑσπερίαν ἀναποδίζουσαν, λέγε τὴν γυναῖκα ἐπανελεύσεσθαι πρὸς τὸν ἄνδρα θυμήρως. ἐὰν δὲ γυνὴ ἐκβληθῇ ὑπὸ τοῦ ἰδίου ἀνδρὸς αὐξιφωτούσης μὲν τῆς Σελήνης δυσκόλως πάλιν αὐτὴν ἐπανακαλέσεται, ληξιφω‐
5τούσης δὲ εὐκόλως, καὶ ἐπ’ αὐτῆς δὲ τῆς συνόδου ἔτι δυσ‐ χερέστατα. ἐὰν δὲ ἐν ὅσῳ ἡ Σελήνη τὸν ἴδιον κύκλον ἀπαρ‐ τίζει ὁ Ἥλιος μεταβῇ εἰς ἕτερον ζῴδιον θηλυκὸν Ἀφρο‐ δίτης σὺν αὐτῷ οὔσης, διαλυθέντος τοῦ γάμου ὁ ἀνὴρ ἑτέραν γαμήσει. ἐπιτηρητέον δὲ καὶ τὸν ὡροσκόπον καὶ
10τὴν Σελήνην· τυχόντες γὰρ οὗτοι ἐπὶ στερεῶν ζῳδίων βέβαια καὶ ἀμετάτρεπτα τὰ τοῦ χωρισμοῦ ποιοῦσιν, ἐπὶ δὲ τροπικῶν τρεπτὰ καὶ ἀβέβαια, ἐπὶ δὲ δισώμων ἀμφισβητή‐ σιμα.
14t〈πϛʹ〉 Περὶ τῶν ἐκτιτρωσκομένων ἐμβρύων
15 Ἐπὰν δὲ κατὰ γαστρὸς αἱ γυναῖκες ἔχουσαι βούλοιντο ἐκτιτρώσκειν τὰ ἔμβρυα, αὐταὶ δὲ μὴ βλάπτεσθαι, ἁρμό‐ ζει τοῦτο ποιεῖν τῆς Σελήνης οὔσης ἐν τοῖς ὀρθοῖς ζῳδί‐ οις καὶ ληξιφωτούσης καὶ νότον κατιούσης, μαρτυρουμέ‐ νης τετραγωνικῶς τε καὶ τριγωνικῶς ὑπὸ Ἀφροδίτης καὶ
20Ἄρεως ἢ συνόντων αὐτῇ καὶ ἐν θηλυκοῖς ζῳδίοις ὄντων. ὅσα δὲ δεῖ ἐν τούτοις παρατηρεῖν τὴν Σελήνην τοσαῦτα καὶ τὸν ὡροσκόπον δεῖ ἔχειν κατά τε τὰ ὀρθὰ ζῴδια καὶ τὰς μαρτυρίας Ἄρεως καὶ Ἀφροδίτης.
24t〈πζʹ〉 Περὶ τῶν ἐκτιτρωσκουσῶν γυναικῶν
25 Ἐπικινδύνως δὲ ἐκτιτρώσκουσιν αἱ γυναῖκες ἐν μὲν Κριῷ ἀπὸ αʹ μοίρας ἕως ιαʹ, ἐν δὲ Ταύρῳ, ἐν Διδύμοις ἐν
πάσαις, ἐν δὲ Καρκίνῳ ἀπὸ αʹ μοίρας ἕως ιεʹ, ἐν δὲ295

296

Λέοντι ἀπὸ αʹ μοίρας ἕως ιαʹ, ἐν Παρθένῳ δὲ κατὰ πάσας, ἐν δὲ Ζυγῷ ἀπὸ ιβʹ ἕως λʹ καὶ ἐν Σκορπίῳ ὡσαύτως ἀπὸ ιβʹ ἕως τέλους, ἐν Τοξότῃ ἀπὸ αʹ ἕως ιαʹ, ἐν Αἰγοκέρωτι ἀπὸ αʹ ἕως ιεʹ, ἐν Ὑδροχόῳ ἀπὸ κʹ ἕως λʹ, ἐν Ἰχθύσιν ....
5... ἐν ταύταις ταῖς μοίραις πάσαις οὔσης τῆς Σελήνης ἢ τοῦ ὡροσκόπου, καὶ μάλιστα τοῦ Κρόνου συσχηματι‐ ζομένου, ἐπικίνδυνον ἔσται τῇ γυναικὶ τὸ ἐκτιτρώσκειν, ἐν δὲ ταῖς λοιπαῖς μοίραις εὔκολον καὶ ἀκίνδυνον.
9t〈πηʹ〉 Περὶ εὐτοκίας καὶ δυστοκίας
10 Ὁ Ἥλιος, ὁ ὡροσκόπος καὶ ἡ Σελήνη ἐν ἀρσενικοῖς ὄντες ζῳδίοις ἐν τῷ καιρῷ τοῦ τόκου εὐτοκίαν παρέχουσιν ἀρσενικῶν ὄντων τῶν κυοφορουμένων· ῥᾳδία γὰρ ἡ ἀπό‐ τεξις τούτων. καὶ θηλυκῶν δὲ ὄντων τῶν κυοφορουμένων εἴπερ ἐν θηλυκοῖς ζῳδίοις τύχοιεν ὅ τε Ἥλιος καὶ ὁ ὡρο‐
15σκόπος, ἀλλὰ δὴ καὶ ἡ Σελήνη, εὔδρομος καὶ ἀβλαβὴς προ‐ βαίνει ὁ τόκος ὁμοίως. ἔμπαλιν δ’ αὖ σκολιὸς καὶ ἀνάρμο‐ στος προβαίνει ὁ τόκος τοῦ Κρόνου ἐγκέντρου τυχόντος, καὶ μάλιστα εἰ καὶ ὁ τόπος ἐν ᾧ πάρεστι θηλυκὸν περι‐ έχει ζῴδιον· κίνδυνον γὰρ ἐπάγει ταῖς τικτούσαις. ὁμοίως
20δὲ καὶ ὁ Ἄρης ἐπίκεντρος ὤν, καὶ μάλιστα εἰ τὸ ζῴδιον ὃ ἐπέχει θηλυκὸν ὑπάρχει, ῥᾳδίαν τὴν ἀπότεξιν παρέχει, ὡς καὶ ἐν ὁδοῖς ἢ λουτροῖς ἐξαίφνης τὴν ἐγκυμονοῦσαν τίκτειν. δεῖ δὲ παρατηρεῖν καὶ τὰ ζῴδια εἴτε ὀρθά εἰσιν εἴτε πλάγια· καὶ ὀρθὰ μέν εἰσι τὰ ἀπὸ Καρκίνου ἄχρι
25Τοξότου, πλάγια δὲ τὰ ἀπὸ Αἰγοκέρωτος ἄχρι Διδύμων. καὶ ἐν μὲν ὀρθοῖς ζῳδίοις τυχούσης τῆς Σελήνης ῥᾴδιος ὁ τόκος γίνεται τοῦ ἐμβρύου ὀρθίαν τὴν ἔξοδον ποιοῦντος,
ἐν δὲ πλαγίοις δύσκολος πλαγίας τῆς ἐξόδου γινομένης.296

297

Καὶ ὁ Μανέθων δέ φησιν· Σελήνη ἐμπερισχεθεῖσα ὑπὸ Κρόνου καὶ Ἄρεως ἀργαλέα ἐστὶ ταῖς τικτούσαις, καὶ μάλι‐ στα εἰ ἐν πλαγίοις ζῳδίοις καὶ οὗτοι οἱ ἀστέρες, ὅ τε Κρό‐ νος καὶ ὁ Ἄρης, τύχοιεν, ἡ δὲ Σελήνη ἐπίκεντρος εἴη, ὁμοί‐
5ως δὲ καὶ εἴπερ καὶ οὗτοι ἐπίκεντροι εἶεν.
6t〈πθʹ〉 Περὶ γεωργίας
7 Περὶ δὲ γεωργίας ἁρμόζει τῆς Σελήνης οὔσης καθ’ ἑαυ‐ τὴν ἐν μὲν Κριῷ γεωργεῖν καὶ θρέμματα καθιστάναι καὶ φυτεύειν καὶ σπείρειν καὶ τόπους ἀγρίους ἐξημεροῦν, ἐν
10δὲ Ταύρῳ σπείρειν, φυτεύειν καὶ ἀργὴν γῆν γεωργεῖν, μι‐ σθοῦσθαι δὲ χώραν ἀσύμφορον, ἐν δὲ Διδύμοις γεωργεῖν καὶ φυτεύειν καὶ ἀργὴν γῆν ἐργάζεσθαι καὶ καρπῶν συγ‐ κομιδὰς ποιεῖσθαι, ἐν δὲ Καρκίνῳ γεωργεῖν, κηπεύειν καὶ χέρσον ἡμεροῦν, ἐν δὲ Λέοντι πυροὺς καὶ κριθὰς ἀποτίθε‐
15σθαι καὶ γεωργεῖν, ἐν δὲ Παρθένῳ φυτεύειν πάντα πλὴν ἀμπέλου καὶ σπείρειν δὲ πάνυ ἐπίφορον, ἐν δὲ Ζυγῷ φυτεύ‐ ειν καὶ γεωργεῖν, ἐν δὲ Σκορπίῳ ἀμπέλους μόνους φυτεύ‐ ειν, ἐκ μέρους δὲ καὶ γεωργεῖν, ἐν δὲ Τοξότῃ ἱπποφορ‐ βεῖν τε καὶ θρέμματα καθιστᾶν καὶ βουκόλια, ἐν δὲ Αἰγο‐
20κέρωτι ὁμοίως τὰ αὐτὰ ποιεῖν, καὶ μάλιστα θρέμματα καθιστᾶν, ἐν δὲ Ὑδροχόῳ ἀκρόδρυα φυτεύειν καὶ γῆν γεωργεῖν, ἐν δὲ Ἰχθύσι γεωργεῖν καὶ τὴν ἀρχὴν νεοῦν. συνούσης οὖν τῆς Σελήνης τοῖς ἀγαθοποιοῖς ἢ μαρτυ‐ ρουμένης καὶ ἐν τοῖς ἁρμόζουσι ζῳδίοις κάλλιστον ταῦτα
25ποιεῖν, καὶ μάλιστα ἐν τοῖς ἀπογείοις αὐτῆς οὔσης.
26t〈ϙʹ〉 Περὶ φρεάτων ὀρυγῆς καὶ λάκκων
27 Ὀρύττων δὲ λάκκους ἢ καὶ εἰσαγωγὰς ὑδάτων ποιού‐ μενος ἐπιτήρει τὸν κλῆρον τῆς τύχης καὶ τὸν κύριον αὐτοῦ
εἰ ἐκπίπτουσιν εἰς ζῴδιον ὑδατῶδες, ἅμα δὲ καὶ εἰ ἐπίκεν‐297

298

τροί εἰσιν. τοῦ τε βʹ τόπου καὶ τοῦ ηʹ τοὺς οἰκοδεσπότας ἐπαναφέρεσθαι τῷ τε ὑπὲρ γῆν μεσουρανήματι καὶ τῷ ὑπὸ γῆν, καὶ ἀποκλινόντων δὲ οὐ φαῦλον, καὶ μάλιστα ὅταν πόρρωθεν ᾖ τὰ ὕδατα μεταγόμενα ἢ ἀποστρεφόμενα.
5καὶ τὸν τοῦ κλήρου δὲ κύριον παραφυλάσσειν, καὶ μάλι‐ στα κατὰ τὸ ὑπόγειον, ἐξαιρέτως δὲ μήτε αὐτὸν τὸν κλῆρον μήτε τὸν κύριον αὐτοῦ εἶναι ἐπὶ τῇ δύσει μήτε ἐν τῇ ἐπαναφορᾷ τοῦ ὡροσκόπου· οὕτω γὰρ ἂν ἀσφαλῶς καὶ ἀβλαβῶς διαπραχθείη τὸ ἔργον.
10t〈ϙαʹ〉 Περὶ ἀγορασίας διαφόρων εἰδῶν
11 Ἐπισκόπει τὴν καταρχὴν οὕτως. τὸν μὲν ὡροσκόπον ἀφοριστέον τῷ πιπράσκοντι, τὸ δὲ δῦνον τῷ ἀγοράζοντι, τὸ μεσουράνημα τῷ τιμήματι, τὸ δὲ ὑπόγειον τῷ ἀγορα‐ ζομένῳ, ἐκ δὲ τῶν ἐπιμαρτυρούντων τοῖς τόποις κατα‐
15στοχαστέον περὶ τοῦ ἀποτελέσματος. ἔστι δὲ καὶ ἄλλως πῆξαι τὸ θεμάτιον περὶ ἀγορασίας· τῇ μὲν Σελήνῃ τὸ πιπρασκόμενον σῶμα ἢ χωρίον ἢ ἕτερόν τι πρᾶγμα, τῷ δὲ ἀστέρι ἀφ’ οὗ τὴν ἀπόρροιαν ποιεῖται τὸν πιπράσκοντα, ᾧ δὲ συνάπτεται τὸν ἀγοράζοντα· καὶ προσέχειν ἕκαστον
20αὐτῶν, ἐπισκοπητέον δὲ καὶ τὰς μαρτυρίας. Καὶ ἐκ μὲν τῆς Σελήνης ληφθήσεται εἰ σεσίνωται τὸ πιπρασκόμενον ἢ οὔ. καθολικῶς γὰρ τῆς Σελήνης καθ’ ἑαυτὴν οὔσης ἐν μὲν Κριῷ ῥεμβός ἐστι καὶ ἀλήμων ὁ πι‐ πρασκόμενος οἰκέτης, ἐν δὲ Ταύρῳ ἰσχυρὸς καὶ ὑπομονητι‐
25κός, καλοὶ δὲ οἱ οἰκέται εὑρίσκονται ἀγοραζόμενοι ἐν τῷ γʹ δεκανῷ τῶν Διδύμων, ἐν δὲ Καρκίνῳ νωχελεῖς καὶ δολε‐ ροί, ἐν δὲ Λέοντι γενναῖοι καὶ ἅρπαγες καὶ ἀδ[δ]ηφάγοι καὶ κακοστόμαχοι, ἐν δὲ Παρθένῳ συνετοί, ἐν δὲ Ζυγῷ φιλεργοὶ καὶ δίκαιοι, ἐν δὲ Σκορπίῳ δολεροὶ τὰ ἤθη καὶ
30βαρύθυμοι, ὁμοίως δὲ καὶ ἐν Τοξότῃ, ἐν δὲ Αἰγοκέρωτι298

299

παλίμβολοι καὶ ψεῦσται, ἐν δὲ Ὑδροχόῳ φιλεργοί, ἐν δὲ Ἰχθύσι κακοὶ καὶ λοίδοροι. Ὁπόταν δὲ ὁ κλῆρος τῆς τύχης ἐμπέσῃ εἰς τὸν περὶ φιλίας τόπον, ὁ δὲ τούτου κύριος ἐν τῷ περὶ οἰκετῶν
5εὑρεθῇ σὺν τῷ οἰκοδεσποτοῦντι τοῦ ὡροσκόπου, περὶ συνωνῆς οἰκέτου σημαίνουσιν. ἢν δὲ καὶ τῷ κυρίῳ τοῦ γάμου τὴν συναφὴν ποιῆται ἡ Σελήνη ἐφεστώσης ἐπὶ τοῦ γαμικοῦ τῆς Ἀφροδίτης συνελεύσεται καὶ κοινωνήσει φιλίας τῷ ἀγορασθέντι ἢ τῇ ἠγορασμένῃ ὁ ἀγοράσας,
10τυχόντος δὲ τοῦ Ἑρμοῦ ἐν τῷ κλήρῳ εὐπαίδευτος ἔσται ὁ οἰκέτης. ἀεὶ δὲ ἐφορᾶν χρὴ τὸν Ἑρμῆν εἰ ἀκάκωτος εἴη μηδὲ ὕπαυγος ἐν ταῖς τῶν οἰκετῶν ἀγορασίαις. Ἐπὶ δὲ συνωνῆς χωρίου ἔστω τὸ μὲν ὑπόγειον ἡ γῆ (τουτ‐ έστι τὸ ἀγοραζόμενον χωρίον), ὅπερ εἰ τύχοι ἐν ἐνύδρῳ
15ζῳδίῳ κάθυγρον εἶναι ἢ παρὰ ποταμὸν καὶ θάλασσαν ἢ λίμνην τὸ χωρίον σημαίνει, ἐὰν δ’ ἐν ἀμφιβίῳ ἐπίμικτον ἢ διπλοῦν ἔκ τε ὀρεινῶν καὶ πεδινῶν συνεστώς, τὸ δὲ δῦνον τὰ βοσκήματα καὶ τὴν ἐνθήκην τοῦ κτήματος, τὸ δὲ μεσου‐ ράνημα τὰ δένδρα καὶ τὰ φυτὰ ἢ τὰς ἐπαύλεις, ὁ δὲ ὡρο‐
20σκόπος τὴν οἰκίαν καὶ τὰ ἐν τῷ οἴκῳ καὶ τοὺς ἐργαζομέ‐ νους· τούτων οὖν ἕκαστον ἀκάκωτον ἢ κεκακωμένον εὑρε‐ θὲν τὸ οἰκεῖον μέρος μηνύει τοιοῦτον ἔσεσθαι. τὸ δὲ διάστη‐ μα τοῦ ἀγροῦ μηνύει ἡ ἀναφορὰ τοῦ ὡροσκόπου· τοσαῦτα γὰρ στάδια ἢ σημεῖα μηνύσει ὁ ἀγρὸς ὅσας μοίρας ἀνα‐
25φορικὰς ἔχει ὁ ὡροσκόπος. Πληθούσης δὲ τῆς Σελήνης καὶ τῷ μήκει καὶ τῷ πλάτει προστιθείσης καὶ ἐν τῷ Ἀναβιβάζοντι ὁ ἀγοράζων πλείονα τιμὴν παρέξει, λειψιφώτου δὲ οὔσης καὶ τοῖς ἀριθμοῖς ἀφαιρούσης καὶ ἐν τῷ Καταβιβάζοντι ὁ ἀγοράζων ἐλάτ‐
30τονα τιμὴν δώσει. Περὶ δὲ ἵππων ἀγορασίας τάδε λογίζου, τὸν μὲν Κριὸν
εἶναι κεφαλήν, τὸν δὲ Ζυγὸν τὰ ὀπίσω, τὰ δὲ λοιπὰ ζῴδια299

300

τὰ παρ’ ἑκάτερα πλευρά· καὶ ὅπου ἂν εὑρεθῇ κακοποιὸς ἐκεῖ τὴν αἰτίαν καὶ τὸ σίνος τοῦ ἵππου λογιστέον. Κτηνῶν δὲ τὰ μὲν προδεδαμασμένα ἐν Κριῷ καὶ Ταύρῳ τῆς Σελήνης ἢ τοῦ ὡροσκόπου τυχόντων καλὸν καὶ ἐπ‐
5ωφελὲς ἀγοράσαι, τὰ δὲ δαμασμοῦ καὶ ὑποταγῆς χρῄζοντα ἔν τε Λέοντι καὶ τῇ τελευταίᾳ πεντεκαιδεκαμοιρίᾳ τοῦ Τοξότου τοῦ ὡροσκόπου καὶ τῆς Σελήνης ὄντων.
8t〈ϙβʹ〉 Περὶ ἀγορασίας ἢ ναυπηγίας πλοίου
9Περὶ δὲ συνωνῆς ἢ ναυπηγίας πλοίου σκεπτόμενόν σε
10τὴν μὲν πρύμναν τῷ ὡροσκόπῳ λογιστέον, τὸν δὲ ἱστὸν τῷ μεσουρανήματι καὶ τὰ μέσα τοῦ πλοίου, τὴν δὲ πρῷ‐ ραν τῇ δύσει, τὴν δὲ τρόπιν καὶ τὰ περὶ αὐτὴν τῷ ὑπογείῳ, καθ’ ὃ δ’ ἂν τῶν τοιούτων εὑρεθεῖεν οἱ κακοποιοὶ τοῦ διαθέματος τιθέντος κατ’ ἐκεῖνο τὸ μέρος λογιστέον σινω‐
15θήσεσθαι τὸ πλοῖον. ἐπιτηρεῖν δὲ χρὴ τοὺς ἀγαθοποιοὺς ἐν τῷ ὑπογείῳ ἢ μαρτυροῦντας τῷ τόπῳ, ἔστω δὲ καὶ τὸ ὑπόγειον ἐν ζῳδίῳ δυναμένῳ νήχεσθαι (οἷον Ταύρῳ, Διδύ‐ μοις, Καρκίνῳ, Παρθένῳ, Τοξότῃ, Ἰχθύσιν) καὶ ἐν ταῖς ἐσχάταις μοίραις τοῦ Αἰγοκέρωτος· ὁ δὲ Ταῦρος κρείττων
20πάντων τούτων, μετ’ αὐτὸν δὲ οἱ Ἰχθύες, εἶτα οἱ Δίδυμοι. τὸν δὲ Ἥλιον λάμβανε τριγωνικῶς σχηματιζόμενον πρὸς τὸν ὡροσκόπον, τὴν δὲ Σελήνην αὔξουσαν τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς προστιθεῖσαν καὶ τῷ πλάτει καὶ μαρτυρου‐ μένην ὑπὸ ἀγαθοποιῶν, φυλάττου δὲ τῶν κακοποιῶν
25τὰς πρὸς αὐτήν τε καὶ τὸν Ἥλιον παρουσίας ἢ ἀκτινο‐
βολίας.300

301

(1t)

〈ϙθʹ〉 Πότε δεῖ ἄρχοντι καὶ δυνάστῃ συντυχεῖν·
2tἩφαιστίωνος
3 Ἁρμόζει δὲ ἄρχοντι συντυχεῖν τῆς Σελήνης οὔσης ἐν Κριῷ καὶ Ταύρῳ καὶ Διδύμοις καὶ Καρκίνῳ καὶ Παρ‐
5θένῳ καὶ Ζυγῷ (καὶ μάλιστα ὅταν περὶ δικαίου τινὸς πράγματος ἔχῃ ὁμιλῆσαι τῷ ἄρχοντι ἢ χρήματα ἀπαιτῇ) καὶ ἐν Σκορπίῳ καὶ Τοξότῃ καὶ Αἰγοκέρωτι οὔσης, τῶν ἀγαθοποιῶν μέντοι ἐπιβλεπόντων αὐτὴν καὶ ποιούντων ἀκάκωτον, παραιτεῖσθαι δὲ τὰ εὐεπιτευκτικὰ οὔσης ἐν
10Λέοντι, Ὑδροχόῳ καὶ Ἰχθύσιν. διὰ δὲ τὸ ἀμφίβολον τοῦ Τοξότου ἁρμόζει ἐν Τοξότῃ τὰς συντυχίας ποιεῖσθαι περὶ τῶν εἰς κατηγορίαν ῥεπόντων, χάριτος δὲ ὅσα καὶ αἰτή‐ σεως ἔχεται ἀνεπιτεύκτως ἔχει. Εἰ δ’ εἰδείης καὶ τὰς γενέσεις τούτων οἷς συντυχεῖν
15θέλεις οὕτω ποίησον· ἔστω τὸ ἀπὸ τοῦ ὡροσκόπου τοῦ σοῦ κατ’ ἐκεῖνον τὸν ἐνιαυτὸν ἐκβληθὲν ζῴδιον ἔνθα ἐστὶν ἡ Σελήνη ἐκείνου ᾧ μέλλεις συντυχεῖν· γενήσεται γὰρ ἐκ τούτου σοι καλλίστη φιλία. ἢ τὸ ζῴδιον ἐκεῖνο τὸ ἐκ τοῦ ὡροσκόπου τοῦ σοῦ ἐκβληθὲν τὸ αὐτὸ ἔστω τῷ
20ἐκ τοῦ ὡροσκόπου ἐκείνου ἐκβληθέντι, ἢ ἐὰν διάφορα ᾖ ταῦτα τὰ ζῴδια, ἀλλ’ οὖν ἀκουέτωσαν ἀλλήλων ἢ βλε‐ πέτωσαν ἄλληλα. Ὅταν δὲ μέλλῃς κατάρξασθαι φιλίας πρός τινα παρα‐ τήρει τὸν Ἥλιον καὶ τὴν Σελήνην τριγώνως ἢ ἑξαγώνως
25σχηματιζομένους καὶ ὑπὸ Κρόνου καὶ Ἄρεως μὴ βλαπτο‐ μένους, ὑπὸ δὲ Διὸς καὶ Ἀφροδίτης μαρτυρουμένους, χείρων δὲ ὁ Ἄρης Ἡλίῳ τετράγωνος ἢ διάμετρος ὢν καὶ μάλιστα ἐν ἡμέρᾳ, ὡσαύτως δὲ Κρόνος Σελήνῃ τετράγω‐
νος ἢ διάμετρος καὶ μάλιστα ἐν νυκτί.301

302

Καὶ πρὸς τὰ πρόσωπα δὲ τοὺς ἀστέρας ἐφάρμοζε, τὰ μὲν στρατιωτικὰ τῷ Ἄρει, τὰ δὲ ἡγεμονικὰ καὶ βασιλικὰ τῷ Διί, τὰ δὲ λογικὰ καὶ πεπαιδευμένα τῷ Ἑρμῇ.
4t〈ρʹ〉 Περὶ ἐμπράκτων ὡρῶν καὶ ὀνείρων
5 Περὶ δὲ ἐμπράκτων ὡρῶν ἐν παντὶ τῷ ἐγχειριζομένῳ, μάλιστα δὲ μαντικῇ, ἐφορᾶν χρὴ τὸν οἰκοδεσπότην τοῦ θʹ τόπου τοῦ καλουμένου θεοῦ, στοχαζομένους μὴ τύχῃ κακοδαιμονῶν ἢ ἐπιδύνων μήτε ἐναντιοῦται τῇ Σελήνῃ ἢ τῷ οἰκοδεσπότῃ αὐτῆς· τούτων γὰρ τῶν σχημάτων
10γινομένων ἐναντίαι καὶ ψευδεῖς καὶ φόβου πλήρεις αἱ μαν‐ τεῖαι ἔσονται. καὶ τοῖς περὶ κληρονομίας δ’ ὡσαύτως ἢ παρακαταθήκης πυνθανομένοις παραφυλακτέος ὁ οἰκο‐ δεσπότης τοῦ θʹ τόπου μὴ τύχῃ ἐναντιούμενος τῷ κυρίῳ τοῦ κλήρου τῆς τύχης· ἐναντία γὰρ ταύτῃ τῇ πεύσει δηλοῖ
15οὕτω τυχών. Περὶ δὲ πράξεων καὶ τῶν ἐν ἐλπίδι θεωρουμένων γένοιτ’ ἂν τὸ τέλος ἐπ’ ἀγαθῷ ἐπὰν τοῦ κλήρου τῆς τύχης καταληφθέντος ὁ κύριος αὐτοῦ ἐν ἰδίῳ οἴκῳ εὑρεθῇ καὶ τὰ φῶτα τύχῃ εὐχρημάτιστα. χρηματιστικὰς δὲ ἡμέ‐
20ρας ἐν ὀνείροις οἱ παλαιοὶ Αἰγύπτιοι παρετήρησαν· τὴν αʹ ἡμέραν ἀπὸ συνόδου, τῇ δὲ βʹ καὶ γʹ οὐκ ἐπιτηδείους (λυπηρὰ γὰρ τὰ θεαθέντα), τὴν δὲ δʹ καὶ εʹ καὶ ϛʹ ἀπο‐ βαίνειν ποιούσας τὰ ὀφθέντα, τὴν δὲ ζʹ ἀποβαίνειν μεθ’ ἡμέρας δ, τὴν δὲ ηʹ χρονίως, ἐν δὲ τῇ θʹ ἀνεκβάτους εἶναι
25τοὺς ὀνείρους, ἐν δὲ τῇ ιʹ καὶ ιαʹ εἴσω δ ἡμερῶν, ὁμοίως καὶ ἐν τῇ ιβʹ καὶ ιγʹ μετὰ καὶ τοῦ αἰσίως, ἡ δὲ ιδʹ ἱλαρὰ σημαίνει, ἡ ιεʹ ἔμπρακτος μέν, ἐπιβλαβὴς δέ, ἡ δὲ ιϛʹ
καὶ ιζʹ καὶ ιηʹ καὶ ιθʹ ἐπιτελοῦσι τὰ ὀφθέντα εἴσω ἡμε‐302

303

ρῶν ι, ἡ δὲ κʹ καὶ καʹ κοιναί, ἡ δὲ κβʹ παραχρῆμα ἐπι‐ τελεῖ τὰ τοῦ ὀνείρου, ἡ δὲ κγʹ ἐν ἡμέραις η, ἡ δὲ κδʹ ἐν ἡμέραις ιβ, ἡ δὲ κεʹ ἐν ἡμέραις κδ, ἡ δὲ κϛʹ ἀτέλεστα, ἡ δὲ κζʹ τὸ τέλος ἐπάξει, ἡ δὲ κηʹ καὶ κθʹ ἐν γ ἡμέραις, ἡ δὲ
5λʹ ἀνέκβατα.
6t〈ρβʹ〉 Περὶ αἰτήσεως χάριτος
7 Τοὺς δὲ αἰτοῦντας χάριτας ἐπιτηρεῖν δεῖ τὴν Σελήνην οὖσαν ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ τούτου τριγώνῳ, ἄμεινον δ’ ὅταν ᾖ ἐν τῷ κατὰ διάμετρον αὐτοῦ προστιθεῖσα τοῖς
10τε φωσὶ καὶ τοῖς ἀριθμοῖς καὶ σχηματιζομένη Διί, Ἀφρο‐ δίτῃ, Ἑρμῇ καὶ αὐτοῖς καλῶς κειμένοις, ἀπέστω δὲ ἡ τῶν κακοποιῶν μαρτυρία. καλὸν δ’ ἐπὶ τοῦ αὐτοῦ σχήματος ὄντων τῶν ἀστέρων τὰς ἐντεύξεις ποιεῖσθαι τοὺς ἄνδρας πρὸς τὰς γυναῖκας.
15 Καὶ ἡ Σελήνη δὲ διαμετροῦσα τὸ τοῦ ὡροσκόπου ζῴδιον τοῦ κατὰ τὴν γένεσιν. Καὶ ὁμοίως ἐάν τινος γένεσιν θεάσῃ καὶ βούλῃ αἰτή‐ σασθαι παρ’ ἐκείνου χάριν σκεψάμενος τὴν Σελήνην αὐ‐ τοῦ ἀνταποκαταστατικὴν οὖσαν (τουτέστιν ἑαυτὴν δια‐
20μετρήσασαν) αἴτησαι τὴν χάριν, καὶ οὐ μὴ ἀστοχήσῃς τῆς αἰτήσεως.
22t〈ργʹ〉 Περὶ αἱρέσεως καὶ συνθηκῶν
23 Εἴ τις χρῄζων προσενέγκοι σοι αἵρεσιν περὶ οἱουδή‐ τινος πράγματος ἐκεῖνον μὲν ἀπὸ τοῦ ὡροσκόπου σκέπτου,
25σαυτὸν δὲ ἀπὸ τοῦ δύνοντος, τὴν δὲ πρᾶξιν ἐκ τοῦ μεσου‐
ρανήματος, τὸ δὲ τέλος ἐκ τοῦ ὑπογείου. ἐπισκόπει δὲ303

304

καὶ τὰ ἀνατέλλοντα ζῴδια εἰ ὀρθὰ εἴη ἢ πλάγια, καὶ ἐκ τούτων νοήσεις τοῦ προσιόντος τὸν νοῦν. ἀγαθοποιοῦ μὲν γὰρ ὄντος ἐπὶ τοῦ ὡροσκόπου ἢ μαρτυροῦντος μὴ φοβηθῇς δόλον ἐκ τοῦ προσιόντος, κακοποιοῦ δὲ ὄντος
5τοὐναντίον. ὡσαύτως καὶ εἰ τύχοι κακοποιὸς ἐν τῷ μεσου‐ ρανήματι τὸ πρᾶγμα οὐ καλὸν περὶ οὗ τὴν αἵρεσιν προσ‐ φέρει· προξενήσει γὰρ ἀηδίαν. ὁμοίως ἀπαναίνου καὶ κακοποιοῦ ὄντος ἐν τῷ δύνοντι ἢ τῷ ὑπογείῳ. ἐπισκέπτου δὲ καὶ τὴν Σελήνην πῶς κεῖται ἵνα ἐκ πάντων τὸ ἀληθὲς
10προμάθῃς.
11t〈ρδʹ〉 Περὶ ἐπιστολῶν
12 Πέμπων ἐπιστολὰς ἐπιτήρει τὴν Σελήνην εἰ σύνεστι τῷ Ἑρμῇ ἢ ἐφορᾷ αὐτὸν ἄνευ τῆς τῶν κακοποιῶν μαρτυρίας, ἔστω δὲ καὶ ὁ Ἑρμῆς ἐλεύθερος ἀπὸ τῶν αὐγῶν τοῦ
15Ἡλίου καὶ μὴ ἀναποδίζων ἢ στηρίζων· οὕτω γὰρ ἐὰν ἐπι‐ στείλῃς οὐκ ἀποτεύξῃ τοῦ σκοποῦ. ἐπιστολῆς δὲ λεγο‐ μένης ἐνεχθῆναι γνωσόμεθα ψευδῆ εἶναι τοῦ Τοξότου ὡροσκοποῦντος ἢ Αἰγοκέρωτος ἢ Διδύμων ἢ Ταύρου ἢ Ζυγοῦ καὶ ὑπό τινων φαύλων πλασθῆναι ἢ οἰκετῶν ἢ
20χάριν τινὸς οὐδαμινοῦ πράγματος κεκομίσθαι. δεῖ δὲ καὶ τὴν Σελήνην παραφυλάσσειν ἐν τούτοις τοῖς ζῳδίοις καὶ τοὺς φθοροποιούς· ἀπάτης γὰρ αἴτιοι γίνονται συσχηματι‐ ζόμενοι τούτοις. ἐὰν δὲ ἐν Κριῷ καὶ Καρκίνῳ καὶ Λέοντι καὶ Παρθένῳ καὶ Σκορπίῳ καὶ Ὑδροχόῳ κομισθῇ ἀλη‐
25θὴς καὶ βεβαία ἔσται, καὶ μάλιστα ἐφορώντων τῶν ἀγα‐ θοποιῶν. καὶ περὶ φήμης δὲ καὶ ἀγγελίας ὁμοίως σκέπ‐
του.304

305

(1t)

〈ρεʹ〉 Περὶ δανείων
2 Ἀκολούθως τοῖς προκειμένοις ὁ μὲν ὡροσκόπος ἔσται ὁ δανείζων, ὁ δὲ δανειζόμενος τὸ δῦνον, τὸ δὲ μεσουράνημα τὸ διδόμενον ἀργύριον, τὸ δ’ ὑπὸ γῆν μηνύσει τὴν ἔκβασιν
5τοῦ χρέους. καὶ ἡ Σελήνη δὲ ἀπορρέουσα ληφθήσεται εἰς πρόσωπον τοῦ δανείζοντος, συνάπτουσα δὲ τοῦ δανει‐ ζομένου, ἐκ δὲ τῶν ὠφελούντων ἢ βλαπτόντων ἀστέρων αἱ προσαγορεύσεις ἀκολούθως ἔσονται. τινὲς δ’ ἐπισκο‐ ποῦσι τὸν Ἥλιον καὶ τὴν Σελήνην, τὴν μὲν Σελήνην εἰς
10τὸν δανείζοντα, τὸν δὲ Ἥλιον εἰς τὸν δανειζόμενον ὅταν ἡ Σελήνη αὐξίφωτος ᾖ, ὅταν δὲ ληξίφωτος ἔμπαλιν ὁ μὲν Ἥλιος εἰς τὸν δανείζοντα ἐκλαμβάνεται, ἡ δὲ Σελήνη εἰς τὸν δανειζόμενον. Κακὴ δὲ ἡ Σελήνη ἐν τοῖς συνδέσμοις ἢ ἐν τῷ νοτίῳ
15περικαμπίῳ. φυλαττέσθω δὲ ὁ δανείζων τὴν τοῦ Ἑρμοῦ μετὰ τοῦ Κρόνου στάσιν, καὶ ἔτι τὴν Σελήνην ἐν ἀρχῇ τοῦ Λέοντος καὶ τῶν Διδύμων καὶ τοῦ Τοξότου, καὶ ὅτε αἱ τούτων τῶν ζῳδίων ἀρχαὶ ὡροσκοποῦσιν. ἐὰν δὲ δανεί‐ σασθαι θέλῃς ἔστω ἡ Σελήνη ἐν Ὑδροχόῳ καὶ Σκορπίῳ
20καὶ Λέοντι καὶ Ἰχθύσι καὶ Τοξότῃ πλὴν λειψιφωτοῦσα καὶ τοῖς ἀριθμοῖς ἀφαιροῦσα, ἡ δὲ Ἀφροδίτη καὶ ὁ Ζεὺς καὶ ὁ Ἑρμῆς ἐπιμαρτυρείτωσαν τῇ Σελήνῃ ἢ τῷ ὡρο‐ σκόπῳ.
24t〈ρϛʹ〉 Περὶ ἐγγύης
25 Εἰ δὲ βουληθείης μὴ ἐγγυήσασθαί τινα δυσωποῦντά σε ἐπιτήρει τὴν Σελήνην μετὰ Κρόνου ἢ καὶ Ἄρεως ἢ καὶ τούτων τῶν ἀστέρων ὡροσκοπούντων καὶ τότε σύντυχε τῷ δυσωποῦντί σε· τότε γὰρ ἀσυντέλεστα ἔσται τούτου τὰ τῆς ἐγγύης. κατὰ τὰ αὐτὰ δὲ σχήματα καὶ τοῦ θέλον‐
30τος δανείσασθαι παρά σου τὴν ὄχλησιν ἐκφεύξῃ.305

306

(1t)

〈ρζʹ〉 Περὶ ἀποδημίας
2 Ὁ μέλλων ἀποδημεῖν ἐκ τοῦ ὡροσκόπου κριθήσεται, ὁ δὲ τόπος ἔνθα μέλλει ἀπέρχεσθαι ἐκ τοῦ δύνοντος, ἡ δὲ πρᾶξις ἐκ τοῦ μεσουρανήματος, τὸ δὲ συμπέρασμα τῆς
5ἀποδημίας ἐκ τοῦ ὑπογείου. ἐπιζήτει οὖν τοὺς ἀγαθοποι‐ οὺς τῶν ἀστέρων ποίαν στάσιν ἔχουσι καὶ πῶς σχηματί‐ ζονται· καθόλου τοιγαροῦν ἀγαθόν ἐστιν ἀποδημεῖν μήτε τινὸς τῶν ἀστέρων στηρίζοντος μηδὲ συσχηματιζομένου τῇ Σελήνῃ, συμφορώτατον δὲ ἀποδημεῖν τῆς Σελήνης αὐξι‐
10φωτούσης καὶ προστιθείσης τοῖς ἀριθμοῖς κατά τε μῆκος καὶ πλάτος. Παραφυλάσσειν δὲ χρὴ τὰ κέντρα. καὶ ἐν μὲν τῷ ὡρο‐ σκόπῳ ἀγαθοποιῶν ἀστέρων ὄντων ἢ καὶ μαρτυρούντων αὐτῶν ἥδιστα τὰ τῆς ὁδοῦ ἢ τοῦ πλοῦ ἔσται, συνόντος δὲ
15τοῦ Ἑρμοῦ αὐτοῖς καὶ ἐπὶ ἑῴας ἀνατολῆς ταχέως καὶ εὐ‐ θύμως πράξει τις ὑπὲρ ὧν τὴν ἀποδημίαν ποιεῖται. καθ‐ όλου γὰρ ἐπὶ ἀποδημίας τὸν Ἑρμῆν σκοπεῖν δεῖ μὴ ἀφαιρῇ ἢ ὕπαυγος ᾖ ἢ ὑπὸ κακοποιῶν βλάπτηται καθ’ οἱονδή‐ ποτε σχῆμα, καὶ ὅτε δέ τις μέλλει εἰς πλοῖον εἰσιέναι ἢ δι’
20ὁδοῦ πορεύεσθαι τὸν Ἑρμῆν δεῖ παρατηρεῖσθαι, καὶ ὡσαύτως ὅτε μέλλει ἐπανάγεσθαι ἢ ὁδοιπορῶν ἢ διὰ πλοίου. ἐν δὲ τῷ δυτικῷ τυχόντος τοῦ Ἑρμοῦ καὶ μαρτυ‐ ρουμένου ὑπὸ Διὸς ἢ Ἀφροδίτης βελτίω καὶ ἐπικερδῆ τὰ τῆς ἀποδημίας ἔσται καὶ ἀξιόλογα, Ἄρεως δὲ καὶ Κρόνου
25ἐπὶ τοῦ δύνοντος ὄντων ἢ μαρτυρούντων αὐτῷ ἀσθένειαι σωματικαὶ καὶ ἐμποδισμοὶ καὶ ζημίαι γενήσονται ἐν τῇ ἀποδημίᾳ. Ἐκ δὲ τῶν θεωρούντων ἀστέρων τὸ μεσουράνημα ἢ ἐπόντων αὐτῷ τὸ πρᾶγμα οὗ χάριν ἡ ἐκδημία γίνεται
30γνωρισθήσεται, τὸ δὲ τέλος ἐκ τοῦ ὑπογείου, τὸ κῦρος δὲ
πάντων ἐκ τῶν συσχηματισμῶν, μάλιστα τῆς Σελήνης,306

307

τελειοῦται, ἣν ἀπαγορευτέον πρὸς τὰς ἐξόδους κακοδαι‐ μονοῦσαν ἢ κακοτυχοῦσαν· οὐ μόνον γὰρ δυσπραξίας αἰτία, ἀλλὰ καὶ π〈η〉μάτων ὑπουργός. οἱ οὖν ἀγαθοποιοὶ ὡροσκοποῦντες ἐν πᾶσι τὴν καταρχὴν καλὴν ποιοῦσιν, οἱ
5δὲ ἀγαθοποιοὶ ἐν τῷ δύνοντι ὄντες ἐν ταῖς ἀποδημίαις ἐπι‐ κερδῆ καὶ ἐπίδοξον τὴν ἀποδημίαν μαντεύονται εἶναι. σκοπεῖν δὲ δεῖ καὶ τὸν κύριον τῆς Σελήνης καὶ τὸν κύριον τοῦ ὡροσκόπου ἵνα μὴ κακὰς φάσεις ποιῶνται, τουτέστι στηριγμοὺς ἢ ἀναποδισμοὺς ἢ δύσεις· στηρίζοντες γὰρ
10χρόνου πολλοῦ καὶ βραδυτῆτος αἴτιοι γίνονται, οἱ δὲ ὕπαυ‐ γοι ἀμαυρὰς τὰς πράξεις ποιοῦσιν. ἐκ καθολικῆς δὲ παρα‐ τηρήσεως κατείληπται ἡ Σελήνη ἐν τῷ δυτικῷ κέντρῳ τυχοῦσα ἢ ἐν τῷ ἀποκλίματι αὐτοῦ μακρὰς παρέχειν τὰς ἀποδημίας, τοῖς δ’ ἀπὸ ξένης εἰς τὰ οἰκεῖα ἐπανερχομέ‐
15νοις τὸ αὐτὸ τοῦτο σχῆμα τῆς Σελήνης ταχείας τὰς ἀνα‐ στροφὰς δηλοῖ. παραφυλάσσεσθαι δὲ δεῖ καὶ τοὺς κακο‐ ποιοὺς τετραγωνίζοντας τὴν Σελήνην ἢ διαμετροῦντας αὐτήν, τῶν δὲ ἀγαθοποιῶν ἀνακραθέντων αὐτοῖς ἀνώ‐ μαλον καὶ ἀμφήριστον τὸ τῆς ἀποδημίας δηλοῖ.
20 Ἐπισκοπήσαντα δὲ τὰ κέντρα ἐφορᾶν χρὴ τοὺς μέλλον‐ τας τῶν ἀστέρων ἐκβαίνειν ἀφ’ ὧν εἰσι ζῳδίων· οὕτω γὰρ αἵ τε ἔξοδοι καὶ αἱ ἀποδημίαι γνωσθήσονται, καὶ αἱ ἐπανελεύσεις ἐκ τοῦ ἐπισκοπεῖν πότερον ἐξ ἀλλοτρίου εἰς ἴδιον οἶκον ἢ ὕψωμα μεταβαίνουσιν ἢ ἔμπαλιν· ἐκ τού‐
25του γὰρ καταφανὲς ἔσται τὸ τῆς ὑποστροφῆς καὶ ἐπαν‐ ελεύσεως. καὶ οἱ μὲν στηριγμοὶ τὰς ἐπιμονὰς δηλοῦσι καὶ βραδυτῆτας ὥσπερ αἱ δύσεις θανάτους ἢ τελείας ἀπρα‐ γίας, αἱ δ’ ἀνατολαὶ ταχίστας ποιοῦσι τὰς ἐπιδημίας, δηλαδὴ τῶν τῆς Σελήνης σχηματισμῶν καὶ τῶν κέντρων
30τῆς καταρχῆς μαρτυρίαν ἐχόντων καὶ λόγον πρὸς τοὺς προ‐
ειρημένους.307

308

Ἐπιτηρητέον δὲ μάλιστα τὴν Σελήνην διαμετροῦσαν τὰ κάθυγρα τῶν ζῳδίων ἢ καὶ ἐποῦσαν καὶ ὑπὸ κακο‐ ποιῶν θεωρουμένην κατὰ τὰ κραταιὰ τούτων σχήματα, τουτέστι τὰ τετράγωνα καὶ διάμετρα· χαλεπώταται γὰρ
5αἱ τοιαῦται καταρχαὶ ταῖς τε ναυσὶ καὶ τοῖς πλέουσιν. ἐπὰν δὲ ἡ Σελήνη μὲν κακωθῇ, τὰ δὲ κάθυγρα τῶν ζῳδίων ὑπὸ τῶν ἀγαθοποιῶν μαρτυρῶνται, ἄφθαρτον μὲν τὸ σκά‐ φος οὐ φθαρήσεται, οἱ πολλοὶ δὲ τῶν ἐμπλεόντων σωθή‐ σονται διαλυθέντος τοῦ σκάφους, καὶ τακτοῖς ἕκαστος
10ἐπανελεύσεται χρόνοις οἰκείως κατὰ τὴν τῆς ἐπιβάσεως εἰς τὴν ναῦν σύγκρισιν. ἡ μὲν γὰρ ἀναγωγὴ τὰ κατὰ τὴν ναῦν καὶ τὸν πλοῦν σημαίνει, τὰ δὲ καθ’ ἕνα ἕκαστον τῶν ἐμπλεόντων ἡ εἰς τὴν ναῦν ἑκάστου ἐπίβασις τῷ τάχει τῆς μεταπτώσεως τῶν κέντρων ἀλλοιοῦσα τὰ πράγματα· ἐπὶ
15δὲ τῶν ὁδευόντων ὁμοίως τὰ χερσαῖα καὶ τετράποδα τῶν ζῳδίων ἐπισκοπεῖν χρή. ἐπίμονα δ’ ἔσται πολλῷ μᾶλλον τὰ κακὰ ὁπόταν οἱ κακοποιοὶ ἐν αὐτοῖς στηρίζωσι μετὰ τοῦ καὶ παλινδρομιῶν τινων ἢ νόσων ποιεῖν πειραθῆναι. Κυρίως δὲ τοῖς πλέουσι κοινῶς ὅ τε ὡροσκόπος καὶ ἡ
20Σελήνη χωρὶς τῶν ε πλανήτων· οὕτω τυχοῦσα σύμφορός ἐστιν. ἐν μὲν γὰρ Διδύμοις συνοίσει (εἰ καὶ βραδέα ἔσται τὰ κατὰ τὸν πλοῦν) καὶ ἐν Καρκίνῳ δὲ καὶ ἐν Αἰγοκέρωτι καὶ ἐν Ὑδροχόῳ καὶ Ἰχθύσιν, ἀσύμφορον δὲ ἐν Κριῷ οὐ μόνον πλοῦ ἀλλὰ καὶ ὁδοιπορίας κατάρχεσθαι (ὁ δὲ Δωρό‐
25θεος οὐ δέχεται τοῦτο· διὸ προσεκτέον), παρατηρητέον δὲ καὶ ἐν Ταύρῳ καὶ ἐν Λέοντι τοὺς μὴ ἐκ τῆς ἰδίας ἐκδη‐ μοῦντας. μὴ ἔστω δὲ καὶ ἡ Σελήνη ληξίφωτος μηδ’ ἐν συνόδῳ μετὰ Κρόνου ἢ ἐν πανσελήνῳ μετὰ Ἄρεως. Τὰς δὲ πορείας ποιεῖσθαι ἐν Κριῷ σύμφορον αὐτοῖς
30(ταχέως γὰρ ἡ ὑποστροφὴ γίνεται). συνοίσει δὲ καὶ ἐξ ἀποδημίας εἰς τὰ οἰκεῖα ἐπανιέναι 〈...〉 οἴκοι ἐν Διδύμοις. ἀπὸ δὲ ξένης ἐπανιέναι εἰς τὰ οἰκεῖα συνοίσει κατάρχε‐
σθαι ἐν Καρκίνῳ ὥσπερ καὶ ἐν Διδύμοις. φυλάττεσθαι δὲ308

309

ἐν Λέοντι τὸ ἀποδημεῖν εἴσω τῶν ιε μοιρῶν, ἀπὸ δὲ μοί‐ ρας ιεʹ ἕως λʹ ἧττον κακόν. ἐν δὲ Σκορπίῳ τὸ ὁδοιπορεῖν καὶ εἰς τὰ ἴδια ἐπανιέναι σύμφορον. ἀνάρμοστον δ’ ἐν Τοξότῃ (πλάνη γάρ τις ἔσται), ἐπανελθεῖν δὲ εἰς τὰ οἰκεῖα
5καλόν, ὁμοίως ἐν Αἰγοκέρωτι καὶ ἐν Ὑδροχόῳ. ἐν Παρ‐ θένῳ καλὸν εἰς τὰ οἰκεῖα ἐπανιέναι. ἐν δὲ Ζυγῷ μετὰ τὰς πρώτας μοίρας καλόν. ἐν Ἰχθύσι σύμφορον τὸ εἰς πόλε‐ μον ἐξιέναι. χρὴ οὖν ἐπιλεξάμενον τὸ ἁρμόζον ζῴδιον τῇ ἀποδημίᾳ ὁρᾶν εἰ ἐφαρμόζει αὐτῷ ἡ τῶν ἀγαθῶν μαρ‐
10τυρία πρὸς αὐτό τε καὶ τὰ κέντρα καὶ οὕτω κατάρχεσθαι. Ἐπετήρησαν δὲ μερικῶς τὰ κατὰ τὸν πλοῦν ἢ τὴν ὁδὸν συμβαίνοντα καὶ ἐπέγνωσαν οὕτως· συναγαγόντες γὰρ τὰ σημεῖα τῆς πορείας ἢ τοῦ πλοῦ τὰ στάδια καὶ μερίσαντες εἰς ϛ μερίδας, ὡς ἑκάστῳ τῶν ζῳδίων ἀπὸ τοῦ ἀνατέλλον‐
15τος ἄχρι τοῦ δύνοντος ἐπιβάλλειν μερίδα α, ἀπονέμουσι τῷ ὡροσκόπῳ τὴν αʹ ἵνα σημαίνῃ τὸ αʹ ἑκτημόριον τοῦ διαστήματος τῆς ὁδοῦ, τὴν δὲ βʹ μερίδα τῷ κακοδαιμο‐ νήματι, καὶ ἑξῆς ἐπὶ τὰ προηγούμενα ἕκαστον ἑκτημό‐ ριον ἑκάστῳ τόπῳ διδόασιν, τὴν δὲ τελευταίαν ὁμοίως τῷ
20δύνοντι δηλοῦντι τὸ κατάλυμα καὶ τὰ τελευταῖα τῆς ὁδοῦ. ἔπειτα τὴν τῶν ἀστέρων κοινωνίαν πρὸς ἕκαστον τόπον ἐπιζητοῦσιν· τῶν μὲν γὰρ ἀγαθοποιῶν μαρτυρούντων ἀγαθὰ καὶ εὐόδωσιν μηνυτέον, τῶν δὲ κακοποιῶν ὁμοίως τοὐναντίον, τῶν στηριγμῶν καὶ ἀναποδισμῶν κατοχὴν καὶ
25ἐμποδισμοὺς καὶ δυσχερείας ἐν τοῖς τόποις ἐν οἷς ἀνα‐ λόγως πρὸς τὰ ἑκτημόρια συμβαίνει τῷ πλῷ ἢ τῇ ὁδοι‐ πορίᾳ τὰ συναντήματα, τοῦ μὲν Ἄρεως ναυαγίου αἰτίου ὑπάρχοντος, καὶ μάλιστα εἰ τὸ μεσουράνημα βλάπτεται ὑπ’ αὐτοῦ.
30 Καὶ ταῦτα μὲν ὁ Νικαεὺς Πρωταγόρας, ὁ δὲ Δωρόθεος περὶ ἀναγωγῆς καὶ πλοῦ οὕτω λέγει. Σελήνη ὑπὸ γῆν
οὖσα ἀμαρτύρητος ὑπό τινος τῶν ε πλανωμένων καθ’309

310

αὑτὴν μόνη ὁρωμένη ἐν μὲν Κριῷ οὖσα ἀπὸ μοίρας ιαʹ ἕως τέλους εὔπλοιαν δηλοῖ. ἐν δὲ Ταύρῳ μεγάλους χειμῶνας ποιεῖ τοῖς ἀναχθεῖσιν, ἐὰν δὲ καὶ ὑπὸ κακοποιῶν μαρτυ‐ ρῆται χεῖρον· εἰς κακὸν γὰρ τέλος καταντῶσιν. Σελήνης
5ἐν Διδύμοις οὔσης ἀπὸ μοίρας ηʹ ἕως μοίρας λʹ ὁ ἀν‐ αχθεὶς χρονίσει μὲν ἐν τῷ πλεῖν, ἐπιχαρῶς δὲ διάξει. Σελήνης ἐν Καρκίνῳ ὁ ἀναχθεὶς γαλήναις μὲν πολλαῖς συσχεθήσεται, ἀλλὰ διασωθήσεται. Σελήνης ἐν Λέοντι ὁ ἀναχθεὶς κινδυνεύσει ἐν τῇ θαλάσσῃ, ἐὰν δὲ καὶ ὑπὸ
10κακοποιῶν μαρτυρῆται πολλαπλασιασθήσεται τὰ κακά. Σελήνης ἐν Παρθένῳ ὁ ἀναχθεὶς χρονίσει ἐν τῷ πλῷ ὑπὸ δυσπλοίας. Σελήνης ἐν Ζυγῷ μετὰ τὰς πρώτας μοί‐ ρας ι ὁ ἀναχθεὶς καὶ εὐπλοήσει καὶ καλῶς εἰς πάντα δι‐ άξει. Σελήνης ἐν Σκορπίῳ ὁ ἀναχθεὶς ἀσφαλὴς μὲν ἔσται
15κατὰ τὸν πλοῦν, τὴν δὲ ψυχὴν ταραχθήσεται. Σελήνης ἐν Τοξότῃ ὁ ἀναχθεὶς δυσπλοήσει διὰ χειμῶνα καὶ φόβοις συμπεσεῖται. Σελήνης ἐν Αἰγοκέρωτι μετὰ μοίρας θ ὁ ἀναχθεὶς εὐπλοήσει μέν, ταραχθήσεται δὲ τὴν ψυχήν. Σελήνης ἐν Ὑδροχόῳ ὁ ἀναχθεὶς βραδυπλοήσει μέν, σωθή‐
20σεται δέ. Σελήνης ἐν Ἰχθύσιν ὁ ἀναχθεὶς κινδυνεύσει, καὶ μάλιστα θεωροῦντος Ἄρεως. Τὰ δὲ κατὰ τὴν ναῦν σκέπτου οὕτως. Σελήνη ὑπὲρ γῆν οὖσα μετὰ Κρόνου στηριγμὸν ποιοῦντος τοῖς ἀναγομέ‐ νοις πολλῶν κακῶν αἰτία γίνεται· ὑπὸ γὰρ χειμώνων
25δυσπλοήσουσι χαλεπῶς, καὶ ὅσοι τὴν κατὰ γένεσιν εἱμαρ‐ μένην ἔλαχον ἐν ὕδασι διαφθαρῆναι καὶ τὰ ἔτη συμπεραί‐ νουσι πνιγήσονται ἐν τῇ θαλάσσῃ. Σελήνης ὑπὲρ γῆν τριγωνιζομένης ὑπὸ τοῦ Κρόνου στηρίζοντος οἱ ἀναχθέν‐ τες διὰ χειμῶνας μεγάλους τῶν ἀγωγίμων τινὰ ἀποβαλ‐
30λόμενοι σωθήσονται μόλις. ἐὰν δὲ τὰ μὲν ἄλλα τὰ αὐτὰ ἔχῃ ἡ Σελήνη, ὁ δὲ Κρόνος μὴ στηρίζῃ, ἐλαφρότερα τὰ κακὰ γίνεται πλὴν καὶ οὕτω δύσπλοια ἔσται, ἐὰν δὲ τῶν
ἄλλων οὕτως ἐχόντων ὁ Ἑρμῆς τὴν Σελήνην κακώσῃ μεί‐310

311

ζονα τὰ κακὰ ἔσται, ἔσθ’ ὅτε δὲ καὶ λῃσταῖς περιπίπτου‐ σιν, ἀγαθοποιὸς δὲ ὁρῶν τὰ τοιαῦτα σχήματα, καὶ μάλιστα δεξιός, ἐπικουφίζει τὰ κακά. Κρόνος ὡροσκοπῶν ἄνευ τῆς Σελήνης τοσαῦτα κακὰ
5τοῖς ἀναγομένοις ἐπάγει ὁπόσα καὶ ὢν μετὰ Σελήνης εἴρηται ἐπάγειν, ἐὰν δὲ τύχῃ ὁ Κρόνος τοῦ ἀναγομένου ὁ κατὰ πάροδον τῷ κατὰ πῆξιν Κρόνῳ ἤτοι συνὼν ἢ τρι‐ γωνίζων ἢ τετραγωνίζων ἢ διαμετρῶν τότε χείρω γίνεται τὰ κακά. ὅσα δὲ εἴρηται συμβαίνειν ἀπὸ τοῦ Κρόνου τοῖς
10ἀναγομένοις κακὰ τοσαῦτα καὶ ἀπὸ Ἄρεως γίνεται, τῆς Σελήνης δηλονότι ὑπὲρ γῆν ὑποκειμένης, καὶ οὐ μόνον ταῦτα ἀλλὰ καὶ μίση καὶ μάχαι καὶ θόρυβοι ἐν τοῖς ἀν‐ αγομένοις γίνονται ὥστε καὶ ἕως αἱμαγμοῦ φθάσαι τὴν κάκωσιν. ἐὰν δὲ καὶ ὁ Ἑρμῆς συγκακώσῃ χείρονα γίνον‐
15ται, ἐὰν δὲ ἀγαθοποιοὶ ὁρῶσιν ἐλαττοῦνται τὰ κακά. Ἐὰν τὴν Σελήνην ὁ Κρόνος καὶ ὁ Ἄρης καὶ ὁ Ἑρμῆς βλάπτωσιν ἤτοι συνοδεύοντες ἀλλήλοις καὶ τῇ Σελήνῃ ἢ ἄλλος ἄλλοθεν ὁρῶν βλάπτῃ κάκιστον σημεῖον τοῖς ἀν‐ αγομένοις καὶ ὁ θάνατος αὐτῶν πάντων ἐλεύσεται τῶν
20πλεόντων, τὸ δὲ αὐτὸ γίνεται καὶ ὅταν ὁ Ἑρμῆς συνοδεύῃ τῷ Ἄρει. Κρόνος καὶ Ἄρης ὁ μὲν Ἥλιον, ὁ δὲ Σελήνην βλάπτων κίνδυνον τοῖς ἀναγομένοις ἐπάγει. Σελήνη ὑπὲρ γῆν τετραγωνιζομένη ὑπὸ Διὸς ἀγαθὸν τοῖς ἀναχθεῖσιν· καὶ γὰρ εὐπλοήσουσι καὶ εὖ πράξουσιν ὅσα ἂν ἐλπί‐
25σωσιν. ἐὰν δὲ καὶ ἡ Ἀφροδίτη μετὰ τοῦ Διὸς τὴν Σε‐ λήνην ἴδῃ οὕτως ἤτοι ἐκ τοῦ αὐτοῦ ζῳδίου ἢ ἐκ δια‐ φόρου ἔτι βέλτιον. ὁ δὲ Ἑρμῆς τὰς τῶν ἀστέρων δόσεις ἤτοι ἀγαθὰς ἤτοι κακὰς ἐπιτείνει καὶ ἐπαύξει οἷς ἂν συνοικειωθείη, ἀλλὰ καὶ Ἀφροδίτη μόνη τὴν Σελήνην
30ὁρῶσα ὠφελεῖ τοὺς ἀναγομένους εἰς εὔπλοιαν καὶ εἰς γυναικῶν μίξεις, ἀλλὰ χωρὶς Διὸς ἧττον ὠφελεῖ, μετὰ δὲ Διὸς μᾶλλον καὶ βεβαιότερον ἡ Ἀφροδίτη ὠφελεῖ. Ἀφρο‐
δίτη ὕπαυγος ὑπὸ γῆν οὖσα μετὰ Σελήνης εὐδίας καὶ νηνε‐311

312

μίας παρέχει, διὸ καὶ χρονίζουσιν οἱ ἀναγόμενοι ἐν τῷ πλῷ. ἐὰν οἱ β ἀγαθοποιοὶ μετὰ τοῦ Ἑρμοῦ μαρτυρήσωσι τῷ Ἡλίῳ καὶ τῇ Σελήνῃ καλλίστη καταρχὴ τοῖς ἀναγο‐ μένοις, καὶ μάλιστα εὐπλοήσουσιν. ἐὰν δ’ οἱ μὲν κακο‐
5ποιοὶ τὸν ὡροσκόπον βλάπτωσιν, οἱ δ’ ἀγαθοποιοὶ τὴν Σελήνην, ἢ καὶ ἔμπαλιν, δυσπλοήσουσι μὲν οἱ ἀναχθέν‐ τες, σωθήσονται δέ. Σελήνη ἀμαρτύρητος οὖσα ὑπὸ πάντων τῶν ἀστέρων καὶ κενοδρομοῦσα, τοῦ ὡροσκόπου ἐν ζῳδίῳ πρὸς τὸ πλεῖν
10ἐπιτηδειότητα ἔχοντι (οἷον Ταύρῳ, Διδύμοις, Καρκίνῳ, Παρθένῳ, Τοξότῃ, Αἰγοκέρωτι, Ἰχθύσιν) μετά τινος τῶν ἀγαθοποιῶν τυχόντος, ἀγαθὸν τοῖς ἀναγομένοις· Σελήνη καὶ ὡροσκόπος ἀμαρτύρητοι ὑπὸ πάντων τῶν ἀστέρων κενοδρομούντων ἐὰν ἐν τοῖς πρὸς τὸ πλεῖν ἐπιτηδείοις
15ζῳδίοις τύχωσιν οὐκ ἔστι κακὸν τοῖς ἀναχθεῖσιν. ἐξαι‐ ρέτως δὲ χρὴ τὴν Σελήνην ὁρᾶν ἵνα μὴ βλάπτηται καθ’ οἱονδήποτε τῶν ἐκκειμένων τρόπων. τότε δὲ λογίζου τὴν τοῦ πλοῦ καταρχὴν ὅταν οἱ ναῦται τὴν ἄγκυραν ἐκ τῆς ψάμμου ἑλκύσωσιν, ἑκάστου δὲ τῶν ἐμπλεόντων ἡ καταρ‐
20χὴ τότε ἐστὶν ἡνίκα τὸν πόδα εἴσω τῆς νηὸς θῇ. Εἰ δὲ βούλει μαθεῖν εἰ βραδύνει ἐπὶ τῆς ξένης ἢ οὐ ὅταν ἐπιβῇ τῆς πόλεως ἐκείνης πρὸς ἣν σπεύδει σκόπει τὸν βʹ τόπον τοῦ ὡροσκόπου τῆς εἰς τὴν πόλιν εἰσόδου καὶ τὸν τούτου κύριον, καὶ εἰ μὲν ἀναποδίζει οὗτος ταχέως ἐξ‐
25ελεύσεται κενὸς καὶ ἄπρακτος, εἰ δὲ στηρίζει καὶ οὕτω πάλιν ἄπρακτος ἔσται, ἅμα δὲ καὶ χρονοτριβήσει ἐν τῇ πόλει. καὶ τούτων ὄντων ἐὰν μὲν ὁ αὐτὸς οἰκοδεσπότης τύχῃ δύνων νόσων καὶ ἀηδίας αἴτιος γίνεται τῷ εἰσιόντι, ἐὰν δὲ τύχῃ ἐν τῷ ὑπογείῳ σκέπτου μὴ καὶ θανάτου αἴτιος
30γίνηται, ἐὰν δὲ εὑρεθῇ προσθετικὸς καὶ ὢν ἐπὶ τοῦ ὡρο‐ σκόπου ἢ ἐπὶ τοῦ μεσουρανήματος εὖ πράξας ταχέως ἐξ‐
ελεύσεται.312

313

Σκέπτου δὲ καὶ τὸν Ἥλιον τῆς ἐξόδου καὶ τὰ τούτου τετράγωνα καὶ διάμετρα, καὶ εἰ μὲν ἀγαθοποιοὶ εἶεν ἐν τούτοις ἡ ἐπάνοδος ταχεῖα καὶ καλὴ ἔσται, εἰ δὲ κακοποιοὶ σκόπει πότε ἀλλάξουσι τοὺς τόπους καὶ ἀντ’ αὐτῶν ἀγα‐
5θοποιοὶ εἰσελεύσονται, καὶ τότε τὴν ἐπάνοδον ὑπονο‐ ητέον ἢ ὅτε ἀποκαθίσταται ὁ Ἥλιος εἰς τὰ ἴδια τετράγωνα καὶ διάμετρα· καὶ τὴν Σελήνην δὲ ὁμοίως τῷ Ἡλίῳ σκέ‐ πτου. δεῖ δὲ καὶ τοῦτο παρατηρεῖσθαι· ὅταν τις εἰς πόλιν εἰσέλθῃ σκόπει τὰ δ κέντρα ὑπὸ τίνων ὁρᾶται καὶ ἡ Σελήνη
10πρὸς τίνας φέρεται. παρετηρήθη γὰρ ὁ Καρκίνος οὐκ ἀγα‐ θὸς ὡροσκοπῶν ἐν τῇ εἰσόδῳ τῆς πόλεως· οἱ γὰρ συντυγ‐ χάνοντες αὐτῷ ἔσονται κνιποί, καὶ οὐδὲν κερδανεῖ, εἰ δὲ καὶ δοῦναί τι μέλλει πλέον δώσει τοῦ ὀφειλομένου. ἴσθι δὲ καὶ τοῦτο καθόλου ὅτι ὁ Ἄρης ἀπὸ Τοξότου τὴν Σελήνην
15ὁρῶν φαύλῳ σχήματι πληγὰς ἐπάγει κατὰ τὴν ὁδὸν ἢ ἑτέ‐ ρας περιστάσεις.
17t〈ριʹ〉 Ποταπὸν ἕξει τέλος ἕκαστον τῶν
18tπραττομένων γνῶναι οὕτως
19Ἐπιτήρει τῆς Σελήνης τὰ φῶτα καὶ τὸν δεσπότην τοῦ
20οἴκου ἐν ᾧ ἐστιν, ἔτι γε μὴν καὶ τὸν ὡροσκόπον τῆς καταρ‐ χῆς καὶ τὸ μεσουράνημα. ἐὰν οὖν ἡ Σελήνη τύχῃ ἐπί τινος τῶν τοιούτων κέντρων διοδεύουσα, ὁ δὲ οἰκοδέκτωρ αὐτῆς ἐν τοῖς ἀποκλίμασιν, ἔσται τὰ κατὰ τὴν ἀρχὴν τοῦ πράγ‐ ματος λαμπρά, τὰ δὲ τέλη σκοτεινὰ καὶ ἄχρηστα, ἐὰν δὲ
25πάλιν ἡ Σελήνη μὲν ἐν τοῖς ἀποκλίμασιν, ὁ δὲ κύριος τοῦ τόπου αὐτῆς ἐν τοῖς κέντροις, τὰ μὲν κατὰ τὴν ἀρχὴν οὐδα‐ μινὰ καὶ ἄχρηστα, τὰ δὲ τελευταῖα λαμπρά. εἰ δὲ καὶ ἄμφω
εἶεν ἐν τοῖς κέντροις καὶ τὰ πρῶτα καὶ τὰ τελευταῖα καλά,313

314

εἰ δὲ ἐν τοῖς ἀποκλίμασιν ὁμοίως ἡ ἀρχὴ καὶ τὸ τέλος ἄχρηστον. Καὶ ἐπὶ τοῦ Ἡλίου δὲ καὶ τοῦ οἰκοδεσπότου αὐτοῦ ὁμοίως τῇ Σελήνῃ σκέπτου, καὶ μάλιστα ἐπὶ τῶν ἡμερινῶν
5καταρχῶν. παρατηρητέον δὲ καὶ τὸν κλῆρον τῆς τύχης ἐν πάσῃ καταρχῇ καὶ τοὺς ἀγαθοποιοὺς θετέον σὺν αὐτῷ ἢ ἐποπτεύοντας αὐτόν. μὴ λαθέτω δέ σε καὶ τοῦτο, ὅτι ἡ Σελήνη ἐν ταῖς καταρχαῖς τὸ πραττόμενον εἴτε ταχέως εἴτε χρονίως ἀποκαθίστησιν ὡς ἐπίπαν εἰς τὸ αὐτὸ ζῴδιον
10τῆς καταρχῆς παραγενομένη ἢ εἰς τὸ τούτου διάμετρον ἢ τετράγωνον.
12t〈ριαʹ〉 Περὶ παραδόσεως τεχνῶν
13 Εἰσόμεθα δὲ εἰ εὐμαθεῖς ἔσονται οἱ παραδιδόμενοι εἰς μάθησιν τέχνης τινὸς ἢ οὐκ εὐφυῶς ταύτης ἀντιλήψονται
15καὶ περὶ τίνα δὲ τῶν τεχνῶν ἡ ἐπιμέλεια καὶ ἡ κατόρ‐ θωσις γενήσεται ἢ ἡ ῥαθυμία τοῦ μανθάνοντος οὕτως. ὁ μὲν ὡροσκόπος τὰ κατὰ τὸν διδάσκαλον σημαίνει, τὸ δὲ μεσουράνημα τὸν συνιστάντα οἷον δεσπότην ἢ πατέρα ἢ ἐπίτροπον, τὸ δὲ δῦνον τὸν μαθησόμενον, τὸ δὲ ὑπὸ γῆν
20τὴν τοῦ μαθήματος ἢ ἐπιστήμης ἀπόβασιν, τῆς θεωρίας κατὰ τὸν συγκρατικὸν λόγον ληφθησομένης ὁμοίως τοῖς προλελεγμένοις. εἰδότες οὖν τὸν τρόπον τοῦτον ἐπὶ τῶν παραδιδομένων εἰς μάθησιν τέχνης τινὸς ἐπιτηρήσωμεν τὴν Σελήνην πλήθουσαν καὶ καλῶς κειμένην μετὰ τοῦ
25Ἑρμοῦ καὶ αὐτοῦ καλῶς κειμένου καὶ ἀνατολικοῦ ὄντος καὶ ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις ὄντων καὶ ἀμφοτέρων ἢ καὶ πρὸς αὐτὰ ἐσχηματισμένων, καὶ τότε παραδώσομεν
εἰς τὴν μάθησιν.314

315

(1t)

〈ριβʹ〉 Περὶ ἐλευθερώσεως
2 Περὶ δὲ ἐλευθερίας σκεπτόμενος ἀπόνεμε τὸν μὲν ὡρο‐ σκόπον τῷ ἐλευθεροῦντι, τὸ δὲ μεσουράνημα παρ’ ᾧ γίνε‐ ται ἡ ἐλευθερία, τὸ δὲ δῦνον τῷ ἐλευθερουμένῳ, τὸ δ’ ὑπὸ
5γῆν ὁποία τις ἡ ὑπομονὴ καὶ εὐχαριστία ἔσται. Βεβαιότερον δ’ ἄν τις οὕτω σκέψαιτο· τὸν μὲν ὡροσκό‐ πον κρίνων τὸν ἐλευθερούμενον, ἐκ δὲ τοῦ κυρίου τοῦ ζῳ‐ δίου καὶ τῶν πρὸς αὐτὸν σχηματισμῶν ὁποῖος οὗτος τυγχάνει καταληφθήσεται· ἐὰν μὲν γὰρ ἀνατολικὸς τύχῃ
10ὁ κύριος τοῦ ζῳδίου αὐτεξουσίως ἀφεθήσεται καὶ τὴν ἐλευθερίαν καρπώσεται, ἐὰν δὲ δυτικὸς περισκελίαν τινὰ καὶ συκοφαντίαν ἕξει. τὸ δὲ μεσουράνημα τὸν τόπον ἐν ᾧ γενήσεται μηνύσει, τὸ δὲ δῦνον τὸν ἐλευθεροῦντα (ὁποῖος δέ ἐστιν ἀπὸ τοῦ κυρίου τοῦ ζῳδίου), τὸ δὲ ὑπὸ
15γῆν τὰς ἐκβάσεις τῆς ἐλευθερίας κατὰ τὰς τῶν ἀστέρων δηλονότι ἐφοράσεις. τοῦ δὲ κυρίου τοῦ ὡροσκόπου ἐναν‐ τιουμένου τῷ δυτικῷ ἐναντίοι καὶ ἐχθροὶ ἔσονται ὁ ἐλευ‐ θερώσας καὶ ὁ ἐλευθερωθείς. Φυλάσσειν δὲ χρὴ ἐν πρώτοις τὴν Σελήνην ἀκάκωτον
20καὶ ἀγαθοῖς συνάπτουσαν, ἐπεὶ τὸ ἐναντίον παθούσης ἡ δουλεία πολλῷ ἀμείνων ἔσται τῆς ἐλευθερίας ὥς φησι Δωρόθεος. καὶ τὰ ἡμικύκλια δὲ τό τε ὑπὸ γῆν καὶ τὸ ὑπὲρ γῆν ὁρατέον· οἱ γὰρ ὑπὸ γῆν τὰ ἐν τῇ ἐλευθερίᾳ σημαίνου‐ σιν. καὶ ἐὰν μέν τις τῶν ἀγαθοποιῶν ἐν τῷ ὑπὸ γῆν ἡμικυ‐
25κλίῳ τύχοι πάντα καλά, τουτέστιν ἐὰν ἀγαθοποιὸς ἀστὴρ μετὰ τὴν καταρχὴν τῆς ἐλευθερώσεως πρῶτος ἀνατείλῃ. ἐὰν δ’ ἡ Σελήνη μετὰ κακοποιοῦ συνοδεύουσα ἐν τῷ δυτικῷ τύχῃ εὐθέως μετὰ τὸ ἐλευθερωθῆναι διαφέρει τὸν ἐλευ‐
θερωθέντα.315

316

(1t)

〈ριγʹ〉 Περὶ χρήσεως καινῶν σκευῶν
2 Σκεύεσι δὲ ἢ ἱματίοις πρώτως χρηστέον τῆς Σελήνης οὔσης ἔν τε Κριῷ καὶ Ταύρῳ καὶ Καρκίνῳ καὶ Παρ‐ θένῳ καὶ Σκορπίῳ καὶ Ἰχθύσι τῷ τε φωτὶ αὐξομένης καὶ
5μετὰ τῶν ἀγαθοποιῶν οὔσης ἢ τούτοις κατὰ σῶμα ἢ σχῆμα συναπτούσης ἢ καὶ ὡροσκοπούντων τῶν ἀγαθο‐ ποιῶν ἄνευ τῆς τῶν φθοροποιῶν κοινωνίας.
8t〈ριδʹ〉 Περὶ δείπνου
9Ἤδη δέ τινες ἐξέθεντο καὶ πῶς χρὴ εἰδέναι τὰ περὶ δεί‐
10πνου καὶ πῶς ἀποβήσονται οὕτως. δεῖ πήξαντας τὰ κέντρα ἀπονεῖμαι τῷ μὲν ὡροσκόπῳ τοῦ δείπνου τὴν ἀρχήν, τῷ δὲ μεσουρανήματι τὸν δειπνοποιὸν καὶ τοὺς ὑπηρέτας. στοχαστέον δὲ καὶ περὶ τῶν λοιπῶν ζῳδίων οὕτως ὥστε τὸ μὲν γʹ ζῴδιον τάξαι τοῖς σκεύεσιν, τὸ δὲ δʹ τῷ τόπῳ
15ἐν ᾧ τὸ δειπνητήριον, τὸ δὲ εʹ τοῖς κεκλημένοις, τὸ δὲ ϛʹ τῷ οἴνῳ, τὸ δὲ ζʹ ταῖς κύλιξιν, τὸ δὲ ηʹ τοῖς ἀπαντῶσιν, τὸ δὲ θʹ τῷ μαγείρῳ, τὸ δὲ ιʹ παραληπτέον ἐπὶ τοῦ ὀψωνοῦν‐ τος, τὸ δὲ ιαʹ τῇ τῆς οἰκίας δεσποίνῃ. πεπηγμένων δὲ τού‐ των θεωρητέον τὰ ζῴδια ὅπως ἕκαστον ἔχει καὶ πῶς σχη‐
20ματίζονται πρὸς τοὺς ἀστέρας καὶ τίνες αὐτῶν ἰδιοτοποῦ‐ σιν. ἐκ δὲ τῆς θεωρίας καὶ συγκράσεως καθ’ ἕκαστον εἶδος λαμβάνειν χρὴ ὁποῖον ἔσται τὸ τοῦ δείπνου θυμῆρες, πότερον πολυτελείας ἐχόμενον ἢ ἐνδεῶς ἔχον ἢ σύμμε‐ τρον· οὐ γὰρ ἀποτυγχάνει τις ἐπιμελέστερον παρακολου‐
25θήσας ταῖς τῶν τόπων διακρίσεσιν.
26t〈ριεʹ〉 Περὶ ἀγώνων καὶ θεωριῶν
27Ἐπὶ δὲ καταρχῆς ἀγώνων τε καὶ θεωριῶν μεριστέον τὰ
κέντρα, τῇ μὲν σκηνῇ τὸν ὡροσκόπον, τὸ δὲ μεσουράνημα316

317

οὗ χάριν ἐπιτελεῖται, τὸ δὲ δῦνον τῷ ἐπιτελοῦντι τὸν ἀγῶνα ἢ τὰς θεωρίας, τὸ δὲ ὑπόγειον τοῖς θεαταῖς.
3t〈ριϛʹ〉 Περὶ κριτηρίων καὶ ἐγκλήματος
4tκαὶ νίκης καὶ ἥττης
5 Ἐπισκεπτέον δὲ τὰ περὶ τὰ κριτήρια καὶ τὰς τῶν ἐγκλημάτων ἐπιφορὰς οὕτως, τὸν μὲν ὡροσκόπον τῷ κατηγοροῦντι νέμοντας, τὸ δὲ μεσουράνημα τῷ κριτῇ, τὸ δὲ δῦνον τῷ κατηγορουμένῳ, τὸ δὲ ὑπόγειον τῇ κρίσει καὶ τῇ ἀποβάσει τοῦ πράγματος. καὶ ἐὰν μὲν ὡροσκοπῇ
10τροπικὸν ζῴδιον τέλους οὐ τεύξεται τὸ πρᾶγμα, ἐὰν δὲ δί‐ σωμον ἐν μετανοίᾳ ἔσται ὁ κατηγορῶν, ἐὰν δὲ στερεὸν ἐπί‐ μονος καὶ ἀπαραίτητος ὁ ἐνάγων. ἐπὰν δὲ καὶ ὑπὸ Ἄρεως βλάπτηται θρασὺς ἔσται καὶ ὑβριστὴς καὶ ἀπότολ‐ μος, ἐὰν δὲ ὑπὸ Κρόνου μαρτυρῆται δόλιος καὶ πονηρὸς
15καὶ πρεσβύτης δηλοῦται ὁ κατήγορος, συνόντος δὲ τοῦ Ἑρμοῦ σημαίνει δι’ ἀργυρίου δόσιν τὴν κατηγορίαν ἐν‐ ίστασθαι ἢ καὶ πλαστογραφίαν, ὁμοίως δὲ καὶ μετὰ Ἄρεως ὁ τοῦ Ἑρμοῦ. Ζεὺς δὲ ἔνδοξον δηλοῖ καὶ Ἀφροδίτη εὐγενῆ, μετὰ δὲ Ἑρμοῦ τολμηρὸν καὶ εὐγενῆ, Ἑρμῆς δὲ μόνος γορ‐
20γὸν καὶ πολυπράγμονα. Ταὐτὰ δ’ ὑπονοητέον καὶ περὶ τῶν κριτῶν ἀναλόγως τοῖς ἐποῦσιν ἐν τῷ μεσουρανήματι ζῳδίοις τε καὶ ἄστρα‐ σιν· ἀγαθοποιῶν μὲν γὰρ ὄντων ἐν τῷ μεσουρανήματι δίκαια ποιήσειν τὸν δικαστὴν σημαίνει, κακοποιῶν δὲ
25ἄδικα. τροπικοῦ δὲ ὄντος τοῦ ζῳδίου αὖθις λεχθήσεσθαι τὴν δίκην ἢ καὶ ἔκκλητον προχωρῆσαι, Ἡλίου δὲ καὶ Σελή‐ νης μεσουρανούντων πάντα φανερὰ ποιήσειν μετὰ τοῦ ἔνδοξον καὶ εὐγενῆ εἶναι τὸν δικαστήν. ἐν δὲ τῷ δύνοντι τυγχανόντων τῶν ἀγαθοποιῶν νίκην προαγορευτέον τῷ
30κατηγορουμένῳ. ὁ δὲ τόπος ὁ ὑπόγειος τὴν ἔκβασιν προ‐317

318

μηνύει· τῶν μὲν γὰρ κακοποιῶν ὑπὸ γῆν ὄντων ἀδίκως ὁ κατηγορούμενος κατακριθήσεται, ἀγαθοποιῶν δὲ δικαίως. Ἔστι δὲ καὶ ἕτερος τρόπος λαμβανόμενος ἐπὶ τῶν κρι‐ τηρίων χωρὶς τῶν δ κέντρων οὕτως. Σελήνη γὰρ αὐξανο‐
5μένη λαμβάνεται εἰς τὸν διώκοντα, ὁ δὲ Ἥλιος εἰς τὸν κατηγορούμενον καὶ ὑπόχρεων· μειουμένη δὲ ἔμπαλιν, τουτέστιν αὐτὴ μὲν λαμβάνεται εἰς τὸν ὑπόδικον, ὁ δὲ Ἥλιος εἰς τὸν διώκοντα. ἐπισκεψάμενοι οὖν τίς μᾶλλον καλῶς κεῖται ἐν τόπῳ, ἐν ὁρίοις καὶ μαρτυρίαις ἀγαθαῖς
10καὶ ἐν τῷ ὑπὲρ γῆν ἡμικυκλίῳ, οὕτω προεροῦμεν ἀπὸ τῆς τῶν πλειόνων ψήφου καὶ ῥοπῆς τὸν νικήσοντα τῆς παν‐ σελήνου λαμβανομένης εἰς μεγάλην στάσιν καὶ ἔριν καὶ ἀπώλειαν. Καὶ πάλιν ἔστι καὶ ἄλλη τις ἐπιτήρησις περὶ τῶν αὐτῶν
15ἔχουσα οὕτως. ὁρίσαι γὰρ χρὴ τὸν μὲν τὸ πρᾶγμα προσ‐ αγγέλλοντα Σελήνης ἀπόρροιαν εἶναι, τὸ δὲ πρᾶγμα αὐ‐ τὴν τὴν Σελήνην, τὴν δὲ συναφὴν τὸν κατηγορούμενον, ἐκ δὲ τῶν ὁρίων καὶ τῶν ἀστέρων δηλοῦν αὐτὰ τὰ περὶ τοῦ πράγματος. ἡ δὲ αὐτὴ ἔφοδος καὶ ὁ τρόπος τῇ περὶ
20ὁδοιπορίας καὶ μετοικισμοῦ χρήσιμος ἔσται. ἀσφαλέστε‐ ρον δὲ καὶ φανερώτερον ἐπὶ τῶν κριτηρίων μάθοιμεν ἂν ποταπός τε εἴη ὁ κατηγορούμενος καὶ ὁ κατήγορος, ἔτι δὲ καὶ ὁ κριτὴς καὶ ἡ ἔκβασις τοῦ πράγματος ἐκ τῶν δ κέντρων ὡς προλέλεκται τοῦ Ἑρμοῦ ἀεὶ παραλαμβανομέ‐
25νου, ὑπαύγου μὲν ὄντος χρησίμου τοῖς ἐγκαλουμένοις καὶ τοῖς λαθραῖόν τι πράττουσιν, ἀνατολικοῦ δ’ ὄντος τοῖς ἐγκαλοῦσι καὶ φανερῶς ἀντικαθισταμένοις. τὴν δὲ Σελή‐ νην ἐπιτηρεῖν χρὴ ἐν τῇ κρισίμῳ ἡμέρᾳ, καὶ ἐὰν τύχῃ οὖσα ἐν Ζυγῷ καὶ μάλιστα δύνουσα ἀσύμφορος τῷ ἄδικον
30δίκην εἰσάγοντι (ἡττηθήσεται γάρ), ὁ δὲ δικαίως ἐγκαλῶν νικήσει.
Ἐκκείσθω δὲ καὶ τὰ ἐκ τῶν ἐπῶν Δωροθέου μετα‐318

319

φρασθέντα οὕτως. ἔστω ὁ κατηγορῶν ὁ ὡροσκόπος, καὶ ἐὰν μὲν ᾖ τὸ τοῦ ὡροσκόπου ζῴδιον στερεὸν ἔσται ὁ κατ‐ ηγορῶν ἀμετάτρεπτος καὶ ἐπίμονος, ἐὰν δὲ δίσωμον ἐν μετανοίᾳ γενόμενος εἰς ἑτέραν ἔννοιαν ἥξει, ἐὰν δὲ τροπι‐
5κὸν ἀσυντέλεστος αὐτοῦ γίνεται ἡ ὁρμή. Ἐὰν δὲ τὸν ὡροσκόπον ὁ Ἄρης βλάπτῃ καταισχυνθήσε‐ ται ὁ ἐνάγων, ἐὰν δὲ Ἑρμῆς μετά τινος ἀγαθοῦ ὡροσκοπῇ χρήματα λαβὼν ὁ ἐνάγων σιγήσεται, ἐὰν δὲ τὸν ὡροσκό‐ πον ὁ Κρόνος βλάπτῃ ζημιωθήσεται ὁ κατήγορος. τὸ δὲ
10μεσουράνημα ἔστω ὁ κριτής, καὶ ἐὰν τὸ μεσουράνημα βλάπτηται ὑπὸ κακοποιῶν οἱ κριταὶ μὴ συμφωνήσαντες ἀλλήλοις διαστήσονται καὶ ἔσται ἀναβολὴ τῆς δίκης, εἰ δὲ καὶ συμφωνήσουσιν οἱ κριταὶ ὅμως ἀβέβαιος αὐτῶν καὶ ἡ κρίσις καὶ ἡ συμφωνία ἐκστραφήσεται. ὁ δὲ Κρόνος
15μεσουρανῶν αἴτιος γίνεται ἀδικοκρισίας, οἱ δὲ ἀγαθοποιοὶ μεσουρανοῦντες ποιοῦσι δικαιοκρισίας. τὸ δὲ δῦνον ἔστω ὁ ἐναγόμενος, καὶ ἐκ τῶν εἰρημένων ἐπὶ τοῦ ὡροσκόπου σχηματισμῶν τῶν ἀστέρων σκέπτου ἀναλόγως τὸ αὐτὸ καὶ ἐπὶ τοῦ δύνοντος καὶ κατηγορουμένου. ἐὰν γὰρ ὁ Ἑρμῆς
20μετά τινος τῶν κακοποιῶν βλάψῃ τὸ δῦνον ἔσται ὁ ἐναγό‐ μενος ἐπὶ διαβολῇ ἢ καί τις μάρτυς ἐλθὼν καταμαρτυρή‐ σει αὐτοῦ. τὸ δὲ τέλος τῆς δίκης ἔσται ἐκ τοῦ ὑπογείου. Σκοπεῖν οὖν δεῖ τοὺς οἰκοδεσπότας τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος καὶ ποῖός ἐστιν ὕπαυγος τοῦ ἑτέρου ἀνα‐
25τολικοῦ ὄντος· κακὰ γὰρ σημαίνει τῷ οἰκείῳ αὐτοῦ προσ‐ ώπῳ. ἐὰν δὲ ὦσιν ὕπαυγοι καὶ ἄμφω ἔσται ἀνακωχὴ τῆς δίκης πρὸς χρόνον καὶ πάλιν ὕστερον δικασθήσονται, ἐὰν δὲ ἄμφω ἀνατολικοὶ ὦσι διαλλαγήσονται οἱ μαχό‐ μενοι. οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων οἷστισιν ἂν συνοικειω‐
30θῶσι δικαίαν νίκην παρέχουσιν, οἱ δὲ κακοποιοὶ τῶν ἀστέρων κἂν ἔξαυγοι ὦσιν, ὅμως δὲ ἐν ἀλλοτρίοις καὶ ἀνοι‐
κείοις τόποις ὄντες, αἴτιοι γίνονται ἥττης. πάλιν οἱ κακο‐319

320

ποιοὶ ἰδιοτοποῦντες καὶ ἐπίκεντροι καὶ ἀνατολικοὶ ὄντες ἄδικον νίκην παρέχουσι τῷ οἰκείῳ αὐτῶν προσώπῳ. Σκοπεῖν δὲ χρὴ τόν τε βʹ τόπον καὶ τὸν ηʹ καὶ τὰς τῶν ἀστέρων πρὸς αὐτοὺς μαρτυρίας ἵνα γνῶμεν τοὺς βοη‐
5θοῦντας ἑκατέρῳ προσώπῳ· ὁ μὲν γὰρ βʹ τοὺς συμμάχους ἐμφαίνει τοῦ διώκοντος, ὁ δὲ ηʹ τοῦ φεύγοντος. οἱ δὲ ἀγα‐ θοποιοὶ οἷς ἂν ἐπαναφέρωνται ἐκεῖνοι κρειττόνως ἀπαλ‐ λάξουσιν, οἱ δὲ κακοποιοὶ χειρόνως. σκοπεῖν δὲ χρὴ καὶ τὸν τοῦ μεσουρανήματος δεσπότην· οὗτος γὰρ ᾧτινι
10συνοικειωθῇ προσώπῳ ἤτοι τῷ διώκοντι ἢ τῷ φεύγοντι ἢ μαρτυρηθῇ ὑπ’ αὐτοῦ ἢ τοὺς τόπους καταλλάξῃ μετ’ αὐτοῦ ἢ ὑπὸ ἑνὸς ἀστέρος οἰκοδεσποτηθῇ ἢ εἰς τοὺς τόπους αὐτοῦ μᾶλλον ἢ τοῦ ἑτέρου ᾖ εὐελπιστίαν εἶναι ποιεῖ. Οὐ χρὴ δὲ ἐκ μόνων τῶν δ κέντρων περὶ τῶν τοιού‐
15των καταστοχάζεσθαι, ἀλλὰ δεῖ καὶ τὴν Σελήνην ὁρᾶν πῶς διάκειται καὶ ἔτι τάς τε ἀπορροίας καὶ τὰς συναφὰς τῆς Σελήνης. ἐὰν γὰρ σινωθείσης αὐτῆς οἱ κακοποιοὶ αὐτὴν ἐφορῶσιν κακὸν σημαίνει τῷ διώκοντι· οὐ γὰρ μόνον ἡττη‐ θήσεται, ἀλλὰ καὶ ὑβρισθήσεται καὶ βλαβήσεται. ἡ
20Σελήνη ὅταν ᾖ συνοδικὴ ὑπὸ τὰς αὐτὰς τοῦ Ἡλίου τότε ὁ ἰσχυρότερος νικήσει τὸν ταπεινότερον. Ἐὰν δὲ περὶ χρημάτων ἡ δίκη ᾖ οὕτω δεῖ σκοπεῖν. Σελήνη αὐξιφωτοῦσα ἔστω ὁ δανειστής, ὁ δὲ Ἥλιος ὁ ὀφειλέτης, ἐὰν δὲ ἡ Σελήνη λήγῃ ἀνάπαλιν ὁ μὲν Ἥλιος
25ἔστω ὁ δανειστής, ἡ δὲ Σελήνη ὁ χρεώστης. ὅστις οὖν ἐκ τῶν δύο κεῖται ἐν κρείττονι τόπῳ καὶ οἰκειοτοπεῖ μᾶλλον τοῦ ἑτέρου καὶ ἀγαθύνεται μᾶλλον ἐκεῖνος τὸ οἰκεῖον πρόσ‐ ωπον ἀπεργάζεται ἰσχυρότερον τοῦ ἑτέρου. Δεῖ δὲ καὶ τὸν τῆς τύχης κλῆρον σκοπεῖν καὶ τὸν οἰκο‐
30δεσπότην τοῦ κλήρου· εἰ μὲν γὰρ τῷ ὡροσκόπῳ προσνεύ‐ σει ὁ διώκων (τουτέστιν ὁ δανείσας) ἰσχυρότερος ἔσται,
εἰ δὲ τῷ δύνοντι ὁ φεύγων. ἐὰν δὲ ὁ κλῆρος τετραγωνίζῃ τόν320

321

τε ὡροσκόπον καὶ τὸ δῦνον, εἰ μὲν ὑπὸ γὴν εἴη διαλλαγή‐ σονται αὐτοὶ καθ’ αὑτούς, εἰ δὲ μεσουρανοίη οἱ κριταὶ αὐ‐ τοὺς διαλλάξουσιν. Ἐὰν δὲ οἱ κύριοι τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος
5τύχωσιν ὄντες ὁμοῦ ἐν ἑνὶ ζῳδίῳ οἱ δικαζόμενοι οἰκεῖοι ἔσονται ἀφ’ αἵματος ἀλλήλοις. καὶ εἰ μὲν εἴη ἑρμαϊκὸν τὸ ζῴδιον τὸ ὑποδεξάμενον τοὺς δεσπότας τοῦ τε ὡροσκό‐ που καὶ τοῦ δύνοντος ἔσται πατὴρ τέκνῳ δικαζόμενος ἢ πάππος ἐγγόνῳ ἢ τοιαῦτα πρόσωπα, ἐὰν δὲ ἀφροδισια‐
10στικὸν ἔσται ἡ δίκη ἢ ἀνδρὸς πρὸς γαμετὴν ἢ ἀδελφοῦ πρὸς ἀδελφὴν ἢ πατρὸς πρὸς θυγατέρα ἢ τὰ τοιαῦτα, ἐὰν δὲ τοῦ Ἄρεως ᾖ τὸ ζῴδιον ἔσται ἡ μάχη ἤτοι ἀδελφῶν πρὸς ἀλλήλους ἢ ἀνεψιῶν ἢ τῶν τοιούτων, ἐὰν δὲ ὁ τοῦ Διὸς ἔσται ὁ δικαζόμενος ἤτοι πρεσβυτέρῳ ἀδελφῷ ἢ
15θείῳ ἢ τοιούτῳ τινί, ἐὰν δὲ κρονικὸν ἔσται ἡ δίκη πρὸς πατέρας ἢ πάππους ἢ τοιούτους, ἐὰν δὲ ἡλιακὸν πρὸς πατέ‐ ρας ἢ ἐνδοξοτέρους. Ἐὰν δὲ οἱ τῶν κέντρων δεσπόται μὴ ὦσιν ὁμοῦ ἐν ἑνὶ ζῳδίῳ δῆλον ὅτι ἀλλότριοι ἔσονται ἀλλήλων οἱ μαχόμε‐
20νοι. σκεπτέον δὲ καὶ οὕτως· ὁ μὲν ὡροσκόπος ἔστω ὁ διώκων ὡς εἴρηται, τὸ δὲ δῦνον ὁ φεύγων, τὸ μεσουράνημα ὁ κριτής, τὸ ὑπόγειον ἡ ἔκβασις τῆς κρίσεως. ἐὰν οὖν ὁ Κρόνος ὡροσκοπῇ ἔσται ὁ κατήγορος κακῆς φήμης, ἐὰν δὲ ὁ Ἄρης τολμηρὸς καὶ αὐθάδης καὶ ἀμεταμέλητος,
25μονομάχου γνώμην ἔχων, ἐὰν δὲ ὁ Ζεὺς ἔνδοξος καὶ δίκαιος, καθιστάμενός τε τὴν γνώμην καὶ ἀτάραχος, ἐὰν δὲ ἡ Ἀφροδίτη ἔσται τρώκτης καὶ κατεδηδοκὼς μὲν τὰ οἰκεῖα, ζητῶν δὲ καταφαγεῖν καὶ τὰ ἀλλότρια καὶ διὰ τοῦτο συνιστῶν δίκην, ἐὰν δ’ ὁ Ἑρμῆς λεπτομερὴς καὶ δεδιδαγ‐
30μένος. πάλιν δὲ ἐὰν μὲν ὁ Κρόνος μεσουρανῇ ὁ κριτὴς ἔσται κακός, ἐὰν δὲ ὁ Ἄρης προπετὴς καὶ θερμός, ἐὰν δὲ ὁ Ζεὺς δίκαιος καὶ εὐσεβής, ἐὰν δ’ ἡ Ἀφροδίτη καλὸς καὶ
ἀγαθός, ἐὰν δ’ ὁ Ἑρμῆς λεπτομέριμνος καὶ ἀκροδίκαιος.321

322

ἔτι ἐὰν ὁ Κρόνος δύνῃ ὁ κατηγορούμενος ἔσται ἡμαρτηκώς, ἐὰν δὲ ὁ Ἄρης ὁμοίως κακὸς ἔσται, ἐὰν δὲ ὁ Ζεὺς δίκαιος ὁ κατηγορούμενος. καὶ ἐπὶ τούτοις ἐὰν ὁ Κρόνος ἐν τῷ ὑπογείῳ ὁ κατηγορούμενος ἀδίκως κριθήσεται, ἐὰν δὲ ὁ
5Ἄρης πρὸς τούτῳ πείσεται καὶ δεινά, ἐὰν δὲ ὁ Ζεὺς δικαίως κριθήσεται, ἐὰν δὲ ἡ Ἀφροδίτη παρακληθήσεται ὁ κριτὴς καὶ δεκάσει τὴν κρίσιν, ἐὰν δ’ ὁ Ἑρμῆς διὰ δόσεως ἀργυ‐ ρίου δεκάσει ὁμοίως τὴν κρίσιν. παρατηρεῖν δὲ δεῖ καὶ τὰ ζῴδια καὶ τὰ ὅρια τῶν ἀστέρων, καὶ ἔτι τὰ δωδεκα‐
10τημόρια, καὶ ἐκ τῆς πάντων τούτων συγκράσεως προγνόν‐ τας ἀποφαίνεσθαι.
12t〈ριζʹ〉 Περὶ ἐξοριζομένων τῆς πατρίδος
13tκαὶ βρεφῶν ἐκθέσεως
14Περὶ δὲ τῶν ἐξοριζομένων καὶ ἀπαλλοτριουμένων τῆς
15πατρίδος ληψόμεθα τὴν γνῶσιν ἀπὸ τῶν ἀστέρων οἷς ἀνήκει τὰ κέντρα κατὰ τὴν οἰκοδεσποτίαν αὐτῶν· οὗτοι γὰρ ἐν τοῖς ἑαυτῶν ταπεινώμασιν εὑρεθέντες καὶ ἐπιθεω‐ ρούμενοι ὑπὸ τῶν κακοποιῶν τοὺς ἐξορισμοὺς ἐργάζονται. κατὰ μὲν τὴν πῆξιν τῆς γενέσεως ὁπόταν ἔχωσι τὰ χρο‐
20νικὰ ἢ καὶ αἱ ἀναφοραὶ τῶν ζῳδίων κατὰ τὸν αὐτὸν χρό‐ νον συμπληρούμεναι τύχωσιν. τὸ δ’ αὐτὸ καὶ ἐπὰν ὁ οἰκο‐ δεσπότης πάθῃ τοῦ γεννωμένου ἐκθέσεως αἴτιος γίνεται, καὶ ἐὰν μὲν ἀνατολικὸς ᾖ ὁ ἀστὴρ τὸ ἐκτεθὲν ζήσεται, ἐὰν δὲ δυτικὸς τεθνήξεται. ἰδίως δ’ οἱ ἐν τοῖς ἰδίοις ταπει‐
25νώμασιν ἔχοντες τοὺς ἀστέρας κατὰ τὸ δυτικὸν ἢ τὸ ὑπό‐ γειον κέντρον ἐξορίζονται ἢ ἑκόντες φεύγουσι τῆς πατρί‐ δος. ἐπὰν δὲ ἐν τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι
εὑρεθῶσιν οἱ κακοποιοὶ ὄντες ἐν τοῖς ἰδίοις ταπεινώμασιν322

323

δεσμοὺς καὶ συνοχὰς παρέχουσιν, ἀγαθοποιῶν δὲ συμφώνως ἐπιβλεπόντων αὐτοὺς ἀποκαθίστανται εἰς τοὺς οἰκείους τόπους. καὶ τὸν ὡροσκόπον δὲ ἢ τὴν Σελήνην ὁρῶντες οἱ ἀγαθοποιοὶ ἐν τῇ ὥρᾳ τῆς γενέσεως τὴν ἐπάνοδον δηλοῦσιν.
5t〈ριηʹ〉 Περὶ τῶν ἐν εἱρκτῇ συγκλειομένων
6 Περὶ δὲ τῶν εἰργομένων ἐν φρουραῖς ἐπιτηρητέον τὴν Σελήνην καθ’ αὑτὴν ἐν ποίῳ ζῳδίῳ τυγχάνει ἐν τῇ ὥρᾳ τοῦ εἴργεσθαι. καὶ ἐὰν μὲν τύχῃ ἐν Κριῷ λύσις ἔσται ταχεῖα. ἐὰν δὲ ἐν Ταύρῳ ἐν μὲν τῇ εἱρκτῇ πολὺν χρόνον
10διατρίψει, ἐκφεύξεται δέ. ἐν δὲ Διδύμοις εἰ μὴ εὐθέως ἐν τρισὶν ἡμέραις ἐκφύγῃ τῶν δεσμῶν πολυχρονήσει ταλαι‐ πωρῶν ἐν αὐτοῖς. ἐν δὲ Καρκίνῳ πολὺν χρόνον ὁμοίως κατασχεθήσεται τοῖς δεσμοῖς. ἐν δὲ Λέοντι πολὺν χρόνον ὑπὸ δυνάστου ἀνδρὸς κατασχεθεὶς ταλαιπωρήσει. Σελήνη
15ἐν Παρθένῳ ἀμφίβολον ποιεῖ τὸ προειπεῖν, ὅμως δὲ ἐλπί‐ δας ἔχει ἀγαθὰς λυθῆναι τῶν δεσμῶν. Σελήνης ἐν Ζυγῷ ἐκφεύξεται ὁ δεσμευθείς. ἐν δὲ Σκορπίῳ πολυχρονήσει μὲν ἀλλ’ ὅμως λυθήσεται. ἐν δὲ Τοξότῃ πολὺν χρόνον ἐν τοῖς δεσμοῖς κατασχεθήσεται. ἐν δὲ Αἰγοκέρωτι ταχέως
20λυθήσεται. ἐν δὲ Ὑδροχόῳ καὶ Ἰχθύσιν ἐπὶ πολὺν χρόνον κατασχεθήσεται. Καὶ ταῦτα μὲν καθ’ αὑτὴν τῆς Σελήνης ἐν ἑκάστῳ ζῳδίῳ οὔσης δεῖ στοχάζεσθαι, οἱ δὲ ἀγαθοποιοὶ ἤτοι
συνόντες τῇ Σελήνῃ ἢ μαρτυροῦντες ἐπικουφίζουσι τὰ323

324

κακά. ὁ δὲ Ἑρμῆς μετὰ τοῦ Διὸς συσχηματισθεὶς αὐτῇ ταχέως τὰ ἀγαθὰ παρέχει καὶ τὴν τῶν κακῶν λύσιν. ὁ δὲ Ἄρης κακώσας τὴν Σελήνην αἴτιος γίνεται μαστίγων αἱ‐ μαγμοῦ τε καὶ κακώσεως. ὁ δὲ Κρόνος τοῦτο ποιήσας
5πολυχρονιώτερα καὶ δυσέκλυτα ποιεῖ τὰ κακά. ἐὰν δὲ ἡ Σελήνη ὑπό τε Κρόνου καὶ Ἄρεως καὶ Ἑρμοῦ κακωθῇ ἐν τοῖς δεσμοῖς τὸν εἱρχθέντα θανατοῦσιν. δεῖ δὲ καὶ τὸν ὡροσκόπον ὁρᾶν καὶ τὰς πρὸς αὐτὸν μαρτυρίας τῶν ἀγα‐ θοποιῶν. Σελήνη αὐξιφωτοῦσα ἀσύμφορος τοῖς εἰργομέ‐
10νοις, λήγουσα δὲ σύμφορος. Σελήνη λύουσα τὸν σύνδε‐ σμον ἀγαθὸν δηλοῖ τοῖς εἰργομένοις. Ἀφροδίτη ὕπαυγος οὖσα καὶ τὴν συναφὴν τῆς Σελήνης ἐκδεχομένη ῥύεται ἐκ τῶν κακῶν τὸν δεσμώτην. Ἑρμῆς ἑσπέριος δυτικὸς ὢν καὶ τὴν συναφὴν τῆς Σελήνης ἐκδεχόμενος ῥύεται ἐκ τῶν
15κακῶν τὸν δεσμώτην. Σελήνη τυχοῦσα ἐν τῷ μεταξὺ τόπῳ τῆς τε δύσεως καὶ τῆς μεσουρανήσεως μετὰ Ἀφρο‐ δίτης ἢ Ἑρμοῦ συνοῦσα αὐτοῖς ἢ συνάπτουσα ῥύεται τοὺς δεσμώτας ἐκ τῶν κακῶν. ὡσαύτως καὶ ὑπό τε τοῦ Κρό‐ νου καὶ τοῦ Διὸς τριγωνιζομένη ἐπὶ πολὺ μὲν κατέχεσθαι
20τοὺς δεσμώτας ποιεῖ, ὅμως μετὰ τιμῆς καὶ δόξης αὐτοὺς ἐλευθεροῖ. Σελήνη ἐν τοῖς αὐτοῖς οὖσα ζῳδίοις καὶ ὑπὸ Ἄρεως μαρτυρουμένη ταχέως λύει ἐκ τῶν δεσμῶν τὸν εἱρχθέντα ἢ ζῶντα ἢ τελευτήσαντα. Τὸ ἀπὸ τοῦ μεσουρανήματος ἕως τοῦ ὑπογείου κέντρου
25ἡμικύκλιον προηγούμενον κατωφερές τε καὶ λιβυκὸν καλεῖται, τὸ δὲ ἀπὸ τοῦ μεσουρανήματος ἕως τοῦ ὑπο‐ γείου κέντρου ἡμικύκλιον ἑπόμενον ἀνωφερές τε καὶ ἀπη‐ λιωτικὸν καλεῖται. Σελήνη οὖν τυχοῦσα ἐν τῷ λιβυκῷ ἡμικυκλίῳ ὑπὸ Ἄρεως βλαπτομένη σημαίνει ἀδίκως κρα‐
30τούμενον τὸν δεσμώτην καὶ πολυχρονήσοντα ἐν τοῖς δεσ‐
μοῖς, ἐν δὲ τῷ ἀπηλιωτικῷ ἡμικυκλίῳ οὖσα λύσιν ἐπαγ‐324

325

γέλλεται. Σελήνη ἐν τοῖς λιβυκοῖς μέρεσιν ὑπὸ μὲν Ἄρεως τριγωνιζομένη, ὑπὸ δὲ Διὸς τετραγωνιζομένη λύσιν τῶν δεσμῶν σημαίνει. Σελήνη συνοδεύουσα Κρόνῳ καὶ ὑπὸ Διὸς τετραγωνιζομένη ἐξ ὁποτερουοῦν μέρους καὶ οὕτως
5ἐκ τῶν δεσμῶν λύει. Ἄρης τετραγωνίζων τὴν Σελήνην, ὁ δὲ Κρόνος διαμετρῶν αὐτήν, ἅμα βλάπτοντες, ἐπὶ πολὺ κατέχουσιν ἐν τοῖς κακοῖς τὸν δεσμώτην. ἐὰν δὲ ὁ μὲν Ἄρης τριγωνίζῃ τὴν Σελήνην, ὁ δὲ Κρόνος τετραγωνίζῃ, ἢ τὰ δεσμὰ συντρίψουσιν οἱ δεσμῶται ἢ τὸν τοῖχον τοῦ δε‐
10σμωτηρίου διορύξουσιν ἢ ἄλλο τι τοιοῦτον νεωτερίσουσι πρὸς τὸ ἐκφυγεῖν. ἐξαιρέτως δὲ δεῖ ὁρᾶσθαι τὸ ὑπόγειον κέντρον· τὸ γὰρ τέλος ἐκ τούτου δηλοῦται.
13t〈ριθʹ〉 Περὶ βίου καὶ κτήσεως
14Σκοπεῖν δεῖ τὸν βʹ τόπον (τουτέστι τὴν ἐπαναφορὰν
15τοῦ ὡροσκόπου) καὶ κατὰ τὰς τῶν χρόνων διαιρέσεις ὁρᾶν εἰς ποῖον κατέληξε ζῴδιον. καὶ ἐὰν κατά τε τὴν ἐξ ἀρ‐ χῆς πῆξιν καὶ κατὰ τὴν τῶν χρόνων ἐπέμβασιν οἱ κακο‐ ποιοὶ συνῶσιν ἢ διαμετρῶσιν ἢ τετραγωνίζωσιν ἑκάτερον τόπον τόν τε κατὰ τὴν πῆξιν καὶ τὸν κατὰ τὴν τῶν χρό‐
20νων ἐπέμβασιν τῶν ἀγαθοποιῶν μὴ βοηθούντων μήτε κατὰ τὴν πῆξιν μήτε κατὰ τὴν πάροδον ἐλαττωθήσεται ὁ βίος καὶ ἡ περίκτησις τοῦ ἀνθρώπου ἐκείνου, ἐὰν δὲ ἔμπαλιν γένηται (τουτέστιν ἐὰν ὅ τε κατὰ πῆξιν καὶ ὁ κατὰ ἄφεσιν τῶν χρόνων ἐκπεσὼν βʹ τόπος ὑπὸ ἀγαθο‐
25ποιῶν συμπαρουσίας ἢ τετραγωνισμοῦ ἢ διαμετρήσεως κατά τε τὴν πῆξιν καὶ κατὰ τὴν τῶν χρόνων ἐπέμβασιν τῶν ἀστέρων μαρτυρούμενος ὠφελῆται) ἐπαύξησις ἔσται τῷ βίῳ καὶ τῇ περικτήσει τοῦ ἀνθρώπου, ἐὰν δὲ μεμιγ‐
μένα ᾖ μίξις ἔσται (τουτέστιν αὐξομείωσις τοῦ βίου).325

326

Δεῖ οὖν παρατηρεῖν ἐν ταῖς καταρχαῖς ταῖς τῶν καθ’ ἡμέραν πράξεων τὴν Σελήνην. εἰ γὰρ τύχοι παροδεύ‐ ουσα ἐν τόποις τοιούτοις ἐν οἷς οἱ κατὰ πῆξιν κακοποιοὶ ἦσαν ἢ καὶ τετράγωνοι ἢ καὶ διάμετροι αὐτοῖς μηδενὸς μὲν
5τῶν ἀγαθοποιῶν μήτε κατὰ τὴν πῆξιν μήτε κατὰ τὴν πάροδον βοηθοῦντος, τῶν δὲ κακοποιῶν κατὰ τὴν πάρ‐ οδον βλαπτόντων ἤτοι κατὰ σῶμα ἢ κατὰ σχῆμα, καὶ μάλι‐ στα τετράγωνον ἢ διάμετρον, κακίστη γίνεται ἡ καταρχὴ ἐκείνη καὶ κλιμακτηριώδης, ἐὰν δὲ ἔμπαλιν ᾖ (τουτέστιν
10ἐὰν ἡ Σελήνη τύχῃ ἐν τῇ καταρχῇ παροδεύουσα ἐν τοῖς τῶν ἀγαθοποιῶν κατὰ τὴν πῆξιν τόποις ἢ ἐν τοῖς τετρα‐ γώνοις ἢ ἐν τοῖς διαμέτροις αὐτῶν μηδενὸς μὲν τῶν κακο‐ ποιῶν μήτε κατὰ τὴν πῆξιν μήτε κατὰ τὴν πάροδον βλά‐ πτοντος, τῶν δὲ ἀγαθοποιῶν κατὰ τὴν πάροδον ὠφελούν‐
15των ἤτοι κατὰ συμπαρουσίαν ἢ κατὰ σχῆμα, καὶ μάλιστα τὸ τετράγωνον) καλλίστη γίνεται ἡ καταρχὴ ἐκείνη καὶ ἐπιτευκτική, ἐὰν δὲ μεμιγμένα ᾖ ἐν τούτοις τὰ προειρη‐ μένα σχήματα ἐκ τῶν ὠφελούντων καὶ βλαπτόντων μίξις ἔσται καὶ τῶν δηλουμένων ὑπὸ τῆς καταρχῆς ἔκ τε ἀγα‐
20θοῦ καὶ κακοῦ κατὰ τὴν ἔκβασιν. Χρὴ δὲ γινώσκειν ὅτι ἀδύνατόν ἐστι μέγα γενέσθαι τι ἀγαθὸν ἢ φαῦλον ἐν ταῖς καταρχαῖς τῶν ἀνθρωπίνων πρά‐ ξεων εἰ μὴ τύχοι ἡ τῆς Σελήνης ἐποχὴ ἐν τοιούτῳ οὖσα τόπῳ ἐν ᾧ ἀγαθοποιὸς ἢ κακοποιὸς ἤτοι κατὰ τὴν γένε‐
25σιν ἢ κατὰ τὴν πάροδον τετράγωνον σχῆμα ἔχει πρὸς
αὐτόν· τὰ μὲν γὰρ διάμετρα σχήματα ἀντιζηλίας καὶ326

327

ἀντιπαθείας ἔχουσιν, τὰ δὲ τρίγωνα σύμφωνα μὲν καὶ συμ‐ παθῆ ἀλλ’ οὐ τοιαῦτα ἰσχυρὰ οἷα τὰ τετράγωνα, πολὺ δὲ τὰ ἑξάγωνα ἡττόνως τε καὶ ἀμυδρῶς ὠφελοῦσιν ἢ βλά‐ πτουσιν.
5t〈ρκʹ〉 Περὶ ἀπωλείας πράγματος
6tκαὶ εἰ εὑρεθήσεται τὸ ἀπολωλός
7 Καὶ ἐνταῦθα τὰ τοῦ Δωροθέου ἔπη περὶ τούτων μετα‐ φράσαντα δεῖ ἐκθεῖναι ἐπειδὴ βέλτιον τῶν ἄλλων εἰσὶν ἐκκείμενα. Ἥλιος, φησίν, καὶ Σελήνη ἀλλήλους τριγωνί‐
10ζοντες ῥᾳδίαν εὕρεσιν τοῦ ἀπολομένου δηλοῦσιν. ἐὰν δὲ τετράγωνοι ὦσιν ἀλλήλοις δύσκολον τὴν εὕρεσιν τοῦ ἀπ‐ ολομένου μηνύουσιν, καὶ ἐξ ἄλλου εἰς ἄλλον μετακομι‐ σθήσεται τὸ ἀπολωλός. εἰ δὲ διαμετροῦσιν ἀλλήλους Ἥλιος καὶ Σελήνη μηνυθήσεται μὲν τὸ ἀπολωλός, οὐκ εὐκόλως
15δὲ ἀνακομισθήσεται. ἐὰν δὲ κενοδρομῇ ἡ Σελήνη (τουτ‐ έστιν εἴσω τῶν ρκ μοιρῶν οὖσα μὴ συνάπτῃ τινὶ τῶν ἀστέρων σωματικῶς) βραδεῖαν τὴν εὕρεσιν ὑποφαίνει. Σελήνη τῷ ἰδίῳ οἰκοδεσπότῃ συνοδεύουσα εὕρεσιν ὑπο‐ φαίνει, καὶ μάλιστα τοῦ Διὸς ὁρῶντος αὐτήν. τὸ δωδε‐
20κατημόριον τῆς Σελήνης ὅταν ἐκπέσῃ εἰς τὸν ὡροσκόπον ἢ εἰς τὸ μεσουράνημα ἢ εἰς τὸν Ἥλιον ἢ εἰς τὸν τῆς Σελή‐ νης οἰκοδέκτορα ἢ εἰς τὸν ποιοῦντα φάσιν ἀνατολικὴν ἔγγιστα εὑρεθήσεται τὸ ἀπολωλός. Σελήνη ἐν τῷ ϛʹ τόπῳ ἢ τῷ δύνοντι οὖσα ἀνεύρετον ποιεῖ τὸ ἀπολωλὸς εἰ μὴ ὁ
25Ἥλιος μαρτυρήσει αὐτῇ. Σελήνη ἐν τοῖς ἐκλειπτικοῖς οὖσα συνδέσμοις δυσεύρετον ποιεῖ τὸ κλέμμα. Ἥλιος καὶ Σελήνη ὑπὸ γῆν τυχόντες ἀφανίζουσι τὸ ἀπολωλός. Ἥλιος σὺν τῷ κλήρῳ τῆς τύχης ὢν ἢ ἐπιβλέπων αὐτὸν ταχέως τὸ ἀπολωλὸς φανεροποιεῖ. Σελήνη ἄνευ τοῦ
30Ἡλίου τὸν κλῆρον τῆς τύχης ὁρῶσα οὐ ταχεῖαν μηνύει327

328

τὴν εὕρεσιν. ἐὰν μήτε ὁ Ἥλιος μήτε ἡ Σελήνη τὸν τῆς τύχης κλῆρον βλέπῃ οὐδέποτε εὑρεθήσεται τὸ κλέμμα. Σελήνη ὡροσκοποῦσα ταχεῖαν εὕρεσιν μηνύει. Σελήνη ὑπὸ τὰς τοῦ Ἡλίου αὐγὰς οὖσα καὶ ἀφώτιστος παντελῶς
5ἀφανίζει τὸ κλέμμα. Ἥλιος καὶ Σελήνη ἅμα ὡροσκο‐ ποῦντες οὐ μόνον τὸ κλέμμα μηνύουσιν ἀλλὰ καὶ τὸν κλέ‐ πτην. Ἥλιος καὶ Σελήνη τὸν ὡροσκόπον τετραγωνίζοντες δυσεύρετον ποιοῦσι τὸ κλέμμα· ἢ γὰρ μάχη τις γίνεται ἢ παρολκή. Ἥλιος ὡροσκοπῶν μὴ ἐν τῷ ἐναντίῳ ἑαυτοῦ
10τριγώνῳ ὤν (τουτέστι τῷ διὰ τοῦ Ζυγοῦ, Ὑδροχόου, Διδύ‐ μων) εὑρετικὸς γίνεται τοῦ ἀπολωλότος, ἐν δὲ τῷ τοιούτῳ τριγώνῳ ὡροσκοπῶν ἀνεύρετον δηλοῖ. Ἐφ’ ὧν δὲ οἴδαμεν τὰς γενέσεις οὕτω δεῖ στοχάζεσθαι. ἐὰν ἡ Σελήνη τύχῃ ἐν τόπῳ τοιούτῳ οὖσα ἐν ᾧ τις κακο‐
15ποιὸς κατὰ τὴν ἐξ ἀρχῆς πῆξιν τῆς γενέσεως ἦν οὐχ εὑρε‐ θήσεται τὸ κλέμμα, ἐὰν δὲ ἐν ἀγαθοποιοῦ τόπῳ τῷ κατὰ τὴν πῆξιν εὑρεθῇ ἡ Σελήνη εὕρεσιν ἐμφαίνει. Ἐὰν δὲ ἡ καταρχὴ ἐμφαίνῃ εὕρεσιν δεῖ σκέψασθαι καὶ πότε εὑρεθήσεται οὕτως. λαβὼν ἀπὸ τοῦ ὡροσκόπου ἕως
20τοῦ Ἡλίου τὴν τῶν ζῳδίων ποσότητα, καὶ πάλιν ἀπὸ τοῦ ὡροσκόπου ἕως τῆς Σελήνης τὴν τῶν ζῳδίων ποσότητα, μίξον τὸν ἀριθμόν, καὶ ὁπόσος ἂν εὑρεθῇ ἐκ τῶν δύο ὁ ἀριθμός, μετὰ τοσαύτας ἡμέρας ἢ μετὰ τοσαῦτα ἔτη λέγε εὑρεθήσεσθαι τὸ ἀπολωλός—καὶ τότε δὲ ἐὰν ἀγα‐
25θοποιὸς μαρτυρῇ, ἐὰν δὲ κακοποιὸς οὐκέτι εὑρίσκεται. Καὶ οὕτω δὲ δεῖ σκέπτεσθαι περὶ τῶν τοιούτων. ἔστω ὁ μὲν ὡροσκόπος τὸ κλαπέν, τὸ δὲ μεσουράνημα ὁ ζητῶν, τὸ δὲ δῦνον ὁ κλέψας, τὸ δὲ ὑπόγειον ὁ τόπος ἔνθα τὸ κλαπὲν ἀπεκόμισεν ὁ κλέπτης. ἐὰν οὖν ἀγαθοποιοὶ τὸν
30ὡροσκόπον ὁρῶσιν ἢ συνῶσιν εὑρεθήσεται τὸ ἀπολωλός.
ἐκ δὲ τοῦ δύνοντος ζῳδίου ἢ ἀστέρος ἢ τοῦ οἰκοδεσπότου328

329

αὐτοῦ ἢ τῶν μαρτυρούντων αὐτῷ στοχάζου τὸ εἶδος καὶ τὸν τρόπον τοῦ κλέπτου. τὸν δὲ μεσουρανοῦντα ἀστέρα σκέπτου, καὶ ἐὰν μὲν ᾖ ἐν ἰδίοις τόποις ἴδιον αὐτοῦ ἐστιν ὅπερ ζητεῖ κτῆμα καὶ οὐκ ἀλλότριον, ἐὰν δὲ ἐν ἀλλο‐
5τρίοις τόποις ᾖ οὐ ζητεῖ οἰκεῖον κτῆμα ἀλλὰ ἀλλότριον. τὸ δὲ ὑπόγειον ἐὰν μὲν ᾖ δίσωμον γίνωσκε ὅτι ἐξετέθη τὸ κλαπὲν ἤτοι εἰς ἀδελφοὺς ἤ τινας συγγενεῖς, εἰ δὲ οὐκ ἔστι δίσωμον εἰς ἕνα μόνον ἐξετέθη τὸ κλαπέν, καὶ ἐὰν μὲν ἀρσενικὸν ᾖ ζῴδιον εἰς ἀρσενικὸν πρόσωπον κεῖται, ἐὰν
10δὲ θηλυκὸν εἰς θηλυκόν, καὶ ἐπὶ τῶν δισώμων ὡσαύτως. ἀλλὰ καὶ τὸ δῦνον οὕτω δεῖ σκέπτεσθαι ἤτοι ἄρρεν ἢ θῆλυ ἢ δίσωμον. Ἥλιος καὶ Σελήνη τῷ ὑπὸ γῆν μαρτυ‐ ροῦντες εἰς συγγενῆ μηνύουσι κεῖσθαι τὸ ἀπολωλός. ἐὰν δὲ τὸ ὑπόγειον ζῴδιον κάθυγρον ᾖ παρὰ λίμνην ἢ ποτα‐
15μὸν ἢ φρέαρ ἐξετέθη, ἐὰν δὲ τετράπουν ᾖ εἰς ἐπαύλεις ἢ σηκοὺς ἐξετέθη τὸ κλέμμα, ἐὰν δὲ ἀνθρωπόμορφον ᾖ τῶν μὲν ἀγαθοποιῶν ὁρώντων ἐν καθαρῷ καὶ ἁγνῷ τόπῳ κεῖται, τῶν δὲ κακοποιῶν Ἄρεως μὲν παρὰ χαλκείῳ ἢ μαγειρείῳ, Κρόνου δὲ παρὰ δουλικῷ προσώπῳ ἢ ἐν σκο‐
20τεινῷ τόπῳ ἢ ὑγρῷ ἢ ῥυπαρῷ ἢ ὑψηλῷ. ἐὰν δ’ ὁ Ζεὺς ᾖ ὑπὸ γῆν παρὰ ἐνδόξῳ κεῖται προσώπῳ, ἐὰν δ’ ὁ Ἄρης ὑπόγειος ᾖ ἀπελεύθερός ἐστιν ὁ τὸ κλέμμα φυλάσσων, ἐὰν δὲ ἡ Ἀφροδίτη ᾖ ἐν τῷ ὑπὸ γῆν κέντρῳ, εἰ μὲν ἕως τῶν κ μοιρῶν ἀπέχει τοῦ κέντρου γνῶθι ὅτι εἰς γυναῖκα
25ἐλευθέραν καὶ ἔνδοξον ἐξετέθη, εἰ δὲ ἀπὸ κ μοιρῶν ἕως λ εἰς δούλην γυναῖκα ἢ ἀπελευθέραν, ἐὰν δ’ ὁ Ἑρμῆς ᾖ ἐν τῷ ὑπὸ γῆν κέντρῳ εἰ μὲν ἕως τῆς πρώτης δεκαμοιρίας ἀφίσταται τοῦ κέντρου λέγε ὅτι εἰς εὐγενῆ καὶ πλούσιον ἐξετέθη, εἰ δὲ ἕως τῆς βʹ δεκαμοιρίας εἰς ἐλεύθερον μὲν
30ἀλλὰ πένητα, εἰ δ’ ἕως τῆς γʹ εἰς δοῦλον ἢ μισθωτόν. Ὁ Ἥλιος ὁρῶν τὸν τῆς τύχης κλῆρον ῥᾳδίαν τὴν εὕρεσιν
ἐμφαίνει, ἡ δὲ Σελήνη μόνη ἄνευ τοῦ Ἡλίου τὸν κλῆρον329

330

δύσκολον μηνύει τὴν εὕρεσιν, ἐὰν δὲ μηδέτερος τῶν φω‐ στήρων ὁρᾷ τὸν κλῆρον τῆς τύχης οὔτε τὸ ἀπολωλὸς εὑρε‐ θήσεται οὔτε ὁ δοῦλος εἴπερ φεύγει. Σελήνη ἐν ταῖς ἐσχά‐ ταις οὖσα μοίραις τοῦ ζῳδίου ἐξ ἄλλου τόπου εἰς ἄλλον
5τόπον μετατεθῆναι τὸ κλέμμα σημαίνει. Ἥλιος πρὸς τὴν Σελήνην τετράγωνος ἢ τρίγωνος ἢ διάμετρος ὢν τὸν κλέπτην φανερὸν ποιεῖ. ἐὰν δ’ ἀπὸ μὲν τῶν τοῦ Ἡλίου σημείων εὕρεσις ὑποφαίνηται, ἐξ ἄλλων δὲ σημείων ἀνεύ‐ ρετον στοχάζηται τὸ ἀπολωλός, παρολκήν τινα χρόνου
10λαβὸν τὸ κλαπὲν ὕστερον εὑρεθήσεται· ἡ γὰρ τοῦ Ἡλίου δύναμις ἰσχυροτάτη οὖσα καὶ τὰ ἐξ αὐτοῦ σημεῖα βεβαι‐ ότερα παρέχει. Ἥλιος πρὸς τὸν ὡροσκόπον τρίγωνος ἢ τετράγωνος ἢ διάμετρος ὢν τὰ αὐτὰ σημαίνει ὅσα καὶ σὺν τῇ Σελήνῃ ὢν ἐσήμαινεν (τουτέστι τριγωνίζων ἢ
15τετραγωνίζων ἢ διαμετρῶν). τὰ αὐτὰ δὲ δεῖ σκοπεῖν καὶ περὶ τῶν δραπετευόντων δούλων.
17t〈ρκβʹ〉 Τί τὸ ἀπολόμενον
18 Σελήνη ἐν ὁρίοις Κρόνου οὖσα τοῦ Κρόνου ἢ ἐν Ζυγῷ ὄντος ἢ μεσουρανοῦντος, οὐ τίμιον ἔσται τὸ ἀπολωλὸς
20ἀλλὰ παλαιὸν ἢ ῥυπαρόν, τοῦ δὲ Κρόνου ὄντος ἤτοι εἰς ἓν τῶν ἀποκλιμάτων ἢ ἐν Κριῷ ὁμοίως ἄτιμον καὶ εὐτελὲς καὶ ῥυπαρὸν καὶ παλαιὸν καὶ ἄναγνόν ἐστιν, ἐὰν δὲ πρὸς τούτοις καὶ αὐτὸς ὁ Κρόνος μαρτυρῇ τῇ Σελήνῃ ἔσται τὸ κλαπὲν τραχὺ καὶ ἁρμόζον ἔργοις σκληροῖς οἷον δίκελλα,
25σάκκος, σχοινίον, δρέπανον ἤ τι τοιοῦτον. Σελήνη ἐν ὁρίοις Διὸς τὸ κλέμμα δηλοῖ ἢ χρυσοῦν ἢ ἀργυροῦν ἢ ἐσθῆτα πολυτελῆ ἢ κειμήλιόν τι ἔνδοξον. Σελήνη ἐν ὁρίοις Ἄρεως δηλοῖ τὸ κλαπὲν συντεῖνον εἰς ἐργασίαν διὰ
πυρός, ἤγουν σιδήρου ἤ τινος τοιούτου, ἐὰν δὲ τούτων330

331

ὄντων καὶ ὁ Ἄρης ἢ ὁ Ἑρμῆς βλέψῃ ἔσται τὸ κλαπὲν εὔμορ‐ φον, ἐράσμιον, ποικίλως καὶ εὐτέχνως εἰργασμένον, ἐὰν δὲ καὶ ἄνευ τοῦ Ἄρεως ὁ Ἑρμῆς καὶ ἡ Ἀφροδίτη ἴδωσι τὴν Σελήνην τερπνόν τι καὶ καλὸν τὸ κλαπὲν δηλοῦσιν.
5Σελήνης ἐν ὁρίοις Ἀφροδίτης οὔσης τὸ ἀπολωλὸς χρυσὸς ἢ ἄργυρος ἢ λίθοι τίμιοι ἢ ἱμάτια ποικίλα καὶ πολύτιμα ἢ ἐνώτια ἢ περιτραχήλια ἢ ψέλλια καὶ ἁπλῶς γυναικεῖα κόσμια εὐωδιάζοντα ἢ μύρα καὶ ἀλείμματα, ἐὰν δὲ πρὸς τούτοις καὶ ἡ Ἀφροδίτη καὶ ἡ Σελήνη ἐν θηλυκοῖς ὦσι
10ζῳδίοις κτήματα γυναικός εἰσι τὰ ἀπολωλότα, ἐὰν δὲ ὁ Ἄρης μαρτυρῇ τῇ Ἀφροδίτῃ ὑέλινα ἔργα τορευτὰ καὶ ποι‐ κίλα καὶ εὔμορφα δηλοῦται. Σελήνη ἐν ὁρίοις Ἑρμοῦ γραμ‐ ματεῖα, πίνακας, βίβλοι, τόμοι, νομίσματα ἢ χρήσιμόν τι τοῖς ὁδοιποροῦσι κλαπὲν σημαίνει.
15 Ἵνα δὲ βεβαιότερα δυνώμεθα περὶ τούτων καταστοχά‐ ζεσθαι δεῖ καὶ τὰς τῶν ζῳδίων φύσεις ὁρᾶν οὕτως. Σελήνης ἐν Κριῷ ἱμάτια, νήματα, ἔρια, τάπητες, κεφαλοδέσμια ἀπώλοντο, Σελήνης ἐν Ταύρῳ χρυσός, ἄργυρος, ἐσθής, μαφόρια, περιτραχήλια ἢ πρόβατα καὶ κτήνη τετράποδα,
20Σελήνης ἐν Διδύμοις νομίσματα, συμβόλαια, χάρται, εἰκόνες καὶ σκεύη πρὸς εὐωχίαν χρειώδη, Σελήνης ἐν Καρ‐ κίνῳ καὶ Αἰγοκέρωτι τὰ τοῖς ἀνθρώποις ἐφήμερα, ἤγουν τρόφαιον ἢ ὑγρόν τι εὐτελὲς καὶ ὀλίγον, Σελήνης ἐν Λέοντι καὶ Ὑδροχόῳ χρυσᾶ ἔργα ἢ ἀργυρᾶ ἢ χαλκᾶ, Σελήνης ἐν
25Παρθένῳ κόσμια ἢ νομίσματα, Σελήνης ἐν Ζυγῷ ἀρώματα, ἀλείμματα, μύρα καὶ ὅσα σταθμῷ πιπράσκεται καὶ ὅσα σύνθετα, χειρόπλαστα οἷον τροχίσκοι, θυμιάματα ἢ τορευ‐ τά τινα, Σελήνης ἐν Σκορπίῳ χρυσός, ἄργυρος, χαλκός, λίθοι τίμιοι, Σελήνης ἐν Τοξότῃ καὶ Ἰχθύσι ποικίλα, πολυ‐
30ειδῆ, εὐμεγέθη, εὐκατασκεύαστα. Σελήνη αὐξιφωτοῦσα καὶ τοῖς ἀριθμοῖς προστιθεῖσα
νεοκατασκεύαστα δηλοῖ καὶ καινά, εἰ δὲ καὶ λήγει καὶ τοῖς331

332

ἀριθμοῖς ἀφαιρεῖ παλαιά. ἐὰν ζῴδιον δίσωμον ὡροσκοπῇ ἢ διπλοῦν τι καὶ συνεζευγμένον ἀπώλετο ἢ δύο τινά. καὶ ἡ Σελήνη δὲ ἐν δισώμῳ οὖσα τὸ αὐτὸ θεσπίζει. ἀπὸ τῆς ἐποχῆς τῆς Σελήνης ἕως τῆς τοῦ Ἑρμοῦ ἐποχῆς λαβὼν
5τὸ τῶν μοιρῶν διάστημα σκέπτου πόσων ζῳδίων ἐστὶν ὁ τῶν μοιρῶν ἀριθμός, καὶ εἰ μὲν ἄρτιόν ἐστι τὸ πλῆθος τῶν ζῳδίων οὐχ ἓν ἀπώλετο ἀλλὰ πλείω, εἰ δὲ περιττὸν ἓν μόνον ἀπώλετο.
9t〈ρκγʹ〉 Τίς ὁ κλέπτης
10 Ἐὰν τὸν ὡροσκόπον ὅ τε Ἥλιος καὶ ἡ Σελήνη βλέπωσιν ἐκ τοῦ οἴκου τὸν κλέπτην εἶναι σημαίνουσιν, ἐὰν δὲ μόνος ὁ εἷς φωστὴρ βλέπῃ τὸν ὡροσκόπον ἔξωθεν μὲν τὸν κλέ‐ πτην καὶ οὐκ ἐκ τοῦ οἴκου εἶναι σημαίνει, ἀλλ’ ὅμως τῶν συνήθως ἐν τῷ οἴκῳ εἰσερχομένων ἐστίν, ἐὰν δὲ μηδέτερος
15τῶν φωστήρων βλέπῃ τὸν ὡροσκόπον ξένος καὶ ἀλλοδαπός ἐστιν ὁ κλέπτης. Τὴν δὲ τοῦ κλέπτου μορφὴν καὶ ἰδέαν ἐκ τῶν ἀστέρων γνωσόμεθα, προηγουμένως μὲν ἐκ τοῦ ὄντος ἐν τῷ δύνοντι ἀστέρος, εἰ δὲ μὴ εἴη τις ἐν τῷ δύνοντι ἐκ τοῦ
20ὄντος ἐν τῷ θʹ τόπῳ, εἰ δὲ μηδ’ ἐνταῦθα εἴη τις ὁ ἐν τῷ ιβʹ τόπῳ ὢν ἀστὴρ δηλώσει, εἰ δὲ καὶ ἐν τούτῳ μὴ εἴη τις ὁ συνάπτων τῇ Σελήνῃ σωματικῶς, εἰ δὲ μηδὲ τῇ Σελήνῃ συνάπτοι τις σκέπτου τίς πρὸ ζ ἡμερῶν τῆς κλοπῆς φάσιν τινὰ ἢ στηριγμὸν ἐποίησεν ἢ ἀπὸ ζῳδίου εἰς ζῴδιον
25μετῆλθε καὶ ἐξ ἐκείνου τοῦ ἀστέρος γνώσῃ τὴν τοῦ κλέ‐
πτου μορφήν τε καὶ ἰδέαν.332

333

(1t)

〈ρκδʹ〉 Περὶ τῆς ἰδέας τῶν κλεπτῶν
2 Ἐὰν ὁ τοῦ Διὸς ἀστὴρ δηλοῖ τὸν κλέπτην ἔσται λευκό‐ χρους, μεγαλόφθαλμος, μικρὰς τὰς κόρας ἔχων, οὐκ ὀξυ‐ δορκῶν, ἀγαθογνώμων, εὔσαρκος, εὐτραφής. ἐὰν δὲ ὁ
5Κρόνος δυσειδὴς ἔσται ὁ κλέπτης, μέλας, μυωπάζων τοὺς ὀφθαλμούς, μικρόφθαλμος, ῥυτίδας ἐν τῷ σώματι ἔχων, ψεύστης, κρυψίνους, σκολιόφρων, δασύς, στυγνοπρόσ‐ ωπος, ὀζόχρωτος. ἐὰν δὲ ὁ Ἄρης ἔσται ξανθός, τετανό‐ θριξ, γοργόμματος, στρογγυλοπρόσωπος, ὦτα μικρὰ ἔχων,
10χαροπός, νοῦν ἔχων, ἀλλοπρόσαλλος, ὁρμητικός, ὀξυκίνη‐ τος. ἐὰν δὲ ἡ Ἀφροδίτη ἔσται εὔμορφος, εὔκοσμος, εὐ‐ όφθαλμος, μελανόμματος, λευκόχρους καὶ ἠρέμα μελάγ‐ χρους, εὔσαρκος, ἀγαθογνώμων. ἐὰν δὲ ὁ Ἑρμῆς ἔσται ἰσχυρός, ὑπόξηρος, σύμμετρος τὴν ἡλικίαν, οὐλόθριξ,
15εὐγένειος, ποικιλογνώμων, ὑπόχλωρος. ἐὰν δὲ ὁ Ἥλιος ἢ ἡ Σελήνη εὑρεθῇ τὸν κλέπτην δηλῶν τοιοῦτον δηλώσει αὐτὸν εἶναι κατὰ τὴν μορφὴν ὁποῖον ἂν ἡ τῶν ἀστέρων σύγκρασις δηλοῖ. ἐὰν δὲ μηδενὶ τῶν ἀστέρων συνοικειω‐ θῶσιν ἀλλὰ μόνοι καθ’ αὑτοὺς ὦσιν, ὁ μὲν Ἥλιος δηλοῖ
20τὸν κλέπτην εὐτραφῆ, πυκνὸν καὶ ἠρέμα ὕπωχρον, ἡ δὲ Σελήνη εὔκρατον, εὐόφθαλμον, εὔσαρκον, στρογγυλοπρόσ‐ ωπον. Ἀκριβέστερον δὲ μαθήσῃ περὶ τῶν αὐτῶν τούτων οὐ μόνον τοὺς ἀστέρας σκοπῶν ἀλλὰ καὶ τὰ ζῴδια ἐν οἷς
25εὑρίσκονται οἱ ἀστέρες οἱ δηλοῦντες οὕτως. ὁ μὲν γὰρ Κριὸς δασεῖς καὶ εὐμήκεις δηλοῖ τοὺς κλέπτας, τῷ προσ‐ ώπῳ νεύοντας κάτω, οὐλότριχας, δειλούς, παιγνιώδεις, αἰσχρολόγους, ὁ δὲ Ταῦρος σιμούς, δασεῖς τῷ σώματι,
προκεφάλους, εὐρυμετώπους, τρίχας ἔχοντας ἀνεσταλ‐333

334

μένας, κρυψίφρονας, ὑποκρίσει ἐξαπατῶντας, ἐπίπλαστον ἐπιείκειαν ἔχοντας, μυκτῆρας πλατεῖς ἔχοντας, παχυαύ‐ χενας, μελανοφθάλμους, λεπτοχείλους, μεγαλόφρυας, οἱ δὲ Δίδυμοι συμμέτρους, ἐπίρρινας, τρυφερούς, ἀγα‐
5θογνώμονας, τοὺς ὤμους ἔχοντας εὐτυπώτους, τινὰς δὲ καὶ γράμματα γινώσκοντας καὶ πιστευομένους, ὁ δὲ Καρ‐ κίνος δασύτριχας, πλατυπροσώπους, μελανόχροας (τινῶν δὲ καὶ οἱ ὀδόντες διεστραμμένοι εἰσίν), συμμέτρους τῷ μήκει, τὰ δὲ κάτω μέρη μείζονα ἔχοντας, ὁ δὲ Λέων γλαυ‐
10κούς, πυρούς, εὐμόρφους, τὰ ἐπάνω μέρη μείζονα ἔχον‐ τας, λεπτοκνήμους, ἀγριογνώμονας, ἀγριοπροσώπους, γαστριμάργους, τινὰς δὲ καὶ παλαίειν εἰδότας, ἡ δὲ Παρ‐ θένος συμμέτρους τῇ ἡλικίᾳ, εὐπλάστους τῷ σώματι, ὀρθίους τὴν ἀναδρομὴν τοῦ σώματος, κοσμίους τὸ ἦθος
15καὶ ἢ πιστοὺς διὰ γραμμάτων ἤ τινα τέχνην διὰ γραμ‐ μάτων μαθόντας, ὁ δὲ Ζυγὸς εὐοφθάλμους, λευκόχροας, εὐχρήστους εἰς διακονίαν, εὐπλάστους τοῖς μέλεσιν, εὐρύθ‐ μους, εὐτραπέλους, κατωφερεῖς πρὸς γυναῖκας, ὁ δὲ Σκορ‐ πίος ἀνεσταλμένους ταῖς θριξίν, ὑπογλαύκους, μεσοφθάλ‐
20μους, στρογγυλοπροσώπους, τὴν φάρυγγα προπετῆ ἔχον‐ τας, μακροκνήμους, εὔποδας, πλατυθώρακας, ἅρπαγας, θρασεῖς, βασκάνους, τολμητάς, ῥιψοκινδύνους, ὁ δὲ Τοξό‐ της μεγαλοσκελεῖς, εὐκνήμους, εὐπλάστους, τινὰς δὲ καὶ φαλακρούς, ὀξυγενείους, ἐρυθρόχροας, προγάστορας, ὠκύ‐
25ποδας, κολυμβητάς, φιλοπροβάτους, εὐπορίστους, δαπα‐ νηρούς, ὀργίλους, ὁ δὲ Αἰγόκερως δασεῖς, λεπτοσκελεῖς, ὀστώδεις, κάτω νενευκότας, αἰγοφθάλμους, ὀξυγενείους, ἀμφιβόλους, ἀβεβαίους, γελωτοποιούς, ὑπομώρους, ὁ δὲ Ὑδροχόος μεσήλικας, σεμνοπροσώπους, εὐγενείους, φιλο‐
30παίγμονας, δαπανηρούς, τρυφητάς, τὴν ἑτέραν κνήμην τῆς ἑτέρας παχυτέραν ἔχοντας, ἐν οἷς ἐπιτηδεύουσι δυστυ‐
χοῦντας, οἱ δὲ Ἰχθύες πλατυώμους, εὔτριχας, μικροκε‐334

335

φάλους, στενομετώπους, μελανοφθάλμους, εὐπαθεῖς, δι‐ γνώμους, πολυτρόπους, ἄλλα μὲν μεταχειριζομένους ἐν διανοίᾳ, ἄλλα δὲ διώκοντας. Καὶ οὗτοι μὲν οἱ στοχασμοὶ ἔστωσαν ἔκ τε τῶν ἀστέρων
5καὶ ἐκ τῶν ζῳδίων, ἀλλ’ οὐ δεῖ πάντα τὰ σημεῖα ἀνελλι‐ πῶς ἐφ’ ἑκάστου εὑρίσκεσθαι νομίζειν ἀλλ’ ὅσα ἐνδέχεται ἐντέχνως ἐπεξιέναι ἔκ τε τῶν συσχηματιζομένων ἀστέρων συνεπικρίνειν τὸν στοχασμόν. ἐὰν δὲ τῷ σημαίνοντι τὸν κλέπτην ἀστέρι ἀγαθοποιὸς μαρτυρῇ ἐλεύθερος ἔσται ὁ
10κλέπτης, ἐὰν δὲ κακοποιὸς δοῦλος ἢ πένης ἢ μισθωτός. ἐὰν Ἀφροδίτη σημαίνει τὸν κλέπτην αἰτία τῆς κλοπῆς ἔσται γυνή, ἐὰν δὲ Ἑρμῆς παῖς, ἐὰν δὲ Ἄρης ἀκμαῖος, ἐὰν δὲ Ζεὺς μεσῆλιξ, ἐὰν δὲ Κρόνος γέρων. πάλιν ἐὰν ὁ τὸν κλέπτην σημαίνων ἀστὴρ ἐπὶ Κρόνου, Διός, Ἄρεως ἑῷος
15ᾖ ἀνατολικὸς παῖδα τὸν κλέπτην δηλοῖ, ἐὰν δὲ τὸν αʹ στη‐ ριγμὸν ποιῇ ἀκμαῖον, ἐὰν δὲ ἀκρόνυχος ᾖ μεσήλικα, ἐὰν δὲ τὸν βʹ στηριγμὸν ποιῇ μεσαιπόλιον, ἐὰν δὲ τὴν ἑσπε‐ ρίαν κρύψιν γέροντα. ἔστω οὖν τὸν Κρόνον σημαίνειν τὸν κλέπτην ἐπὶ ἑῴας ὄντα ἀνατολῆς· οὔτε οὖν παῖς ἔσται διὰ
20τὸ ἑῷον οὔτε γέρων διὰ τὸν Κρόνον, ἀλλὰ μεσῆλιξ μεμιγ‐ μένου τοῦ στοχασμοῦ ἔκ τε τοῦ παιδὸς καὶ τοῦ γέροντος, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἐπὶ δὲ Ἀφροδίτης καὶ Ἑρμοῦ εἰ μέν εἰσιν ἑσπέριοι ἀνατολικοὶ νέους ἢ νέας δηλοῦσι τοὺς κλέπτας, εἰ δὲ μετὰ τὸν αʹ στηριγμὸν ἑσπέριοι δυτικοὶ
25μεσήλικας, εἰ δὲ ἑῷοι ἀνατολικοὶ πρεσβυτέρους, ἐὰν δὲ δυτικοὶ ἑῷοι γέροντας ἢ γηραιάς. πάλιν ἐὰν ὁ τὸν κλέπτην ὑποφαίνων ἀστὴρ εἰς τὸ ἴδιον ὕψωμα ᾖ μέγαν τῷ σώματι καὶ εὐμεγέθη μηνύει τὸν κλέπτην, ἐὰν δ’ ἐν τῷ οἰκείῳ ταπεινώματι μικρόν, σὺ δὲ κατὰ τὸ τῆς ἀποστάσεως ἀνά‐
30λογον συλλογίζου περὶ τοῦ μεγέθους τὸ πηλίκον. οἷον
ἔστω ὁ τὸν κλέπτην δηλῶν ὁ Ἄρης καὶ ἐπεχέτω τὸν γʹ335

336

δεκανὸν τοῦ Κριοῦ· λέγομεν ὅτι τῷ μεγέθει μέσος ἐστὶν ὁ κλέπτης (ἀπὸ γὰρ τοῦ Αἰγοκέρωτος ὃς ὕψωμά ἐστι τοῦ Ἄρεως ὁ γʹ δεκανὸς τοῦ Κριοῦ τὸ μέσον διάστημά ἐστι τοῦ ἡμικυκλίου τοῦ ἀπὸ Αἰγοκέρωτος ἄχρι Καρκίνου).
5ἐὰν δὲ ἦν ἐν Ἰχθύσιν ἢ ἐν Σκορπίῳ μεῖζον τοῦ μέσου τὸ μέγεθος ἐλέγομεν ἄν, ἐὰν δὲ ἐν Ταύρῳ ἢ Παρθένῳ ἔλασσον τοῦ μέσου. ἐὰν ὁ τὸν κλέπτην ὑποφαίνων ἀστὴρ τύχῃ μετὰ τὸ γενέσθαι τὴν κλοπὴν εἴσω ἡμερῶν ζ ὑπὸ τὰς τοῦ Ἡλίου αὐγὰς πεσὼν γίνωσκε ὅτι ἐν κακῷ τινι ὁ κλέπτης ἐμπέ‐
10πτωκεν, ἐὰν δὲ πρὸς τούτῳ καὶ ὑπὸ Ἄρεως μαρτυρῆται τραύμασιν ἢ βασάνοις ἢ κινδύνοις χαλεποῖς περιπετὴς ἐγένετο. ἐὰν δὲ τὸν τῆς τύχης κλῆρον μὴ βλέπῃ κακο‐ ποιὸς οὐ γέγονε κλοπὴ ἀλλὰ μόνον παρέπεσέ που τὸ ζητού‐ μενον καὶ κρύπτεται, καὶ ἐὰν μόνος ὁ Ἥλιος τὴν τύχην
15ὁρᾷ οὐδὲν ἐκλάπη ἀλλὰ κρύπτεται.
16t〈ρκεʹ〉 Τίνι τρόπῳ ἀπώλετο
17 Ἐὰν ὁ Κρόνος μαρτυρῇ τῷ τε ὡροσκόπῳ καὶ τῇ Σελήνῃ δηλοῖ διά τινος δόλου καὶ ἐνέδρας γεγονέναι τὴν κλοπήν, ἐὰν δὲ ὁ Ζεὺς δηλοῖ τὸν κλέπτην διά τινος ἐπιπλάστου
20ἤθους ἀγαθοῦ καὶ ὑποκρίσει ἐπιεικείας πιστευθέντα κλέ‐ ψαι ἃ ἔκλεψεν, ἐὰν δὲ ὁ Ἄρης δυνάμει καὶ βίᾳ ἢ τοιχωρυ‐ χίᾳ ἢ ὑποβολῇ κλειδίου ἑτέρου ἢ θύρας μετοχλήσει δηλοῖ γενέσθαι τὸ κλέμμα, ἐὰν δὲ ἡ Ἀφροδίτη διὰ φιλικὰς προ‐ φάσεις ἢ ἑταιρείας ἢ εὐφροσύνας ἢ γυναῖκας, ἐὰν δὲ ὁ
25Ἑρμῆς διὰ πανουργίας.
26t〈ρκϛʹ〉 Περὶ δραπετῶν
27 Γνωσόμεθα τὸν μὲν δραπέτην ἐκ τῶν τῇ Σελήνῃ καὶ τῷ ὡροσκόπῳ συμβεβηκότων, τὸν δὲ δεσπότην ἐκ τῶν τῷ
Ἡλίῳ καὶ τῷ μεσουρανήματι. ἐὰν οὖν ἡ Σελήνη ἢ ὁ ὡρο‐336

337

σκόπος ἤτοι ἐν τροπικοῖς ζῳδίοις ἢ ἰσημερινοῖς ᾖ ἐμποδι‐ σμοὶ συμβήσονται τῷ φυγόντι καὶ οὐ μὴ δυνηθῇ πόρρω που ἀφικέσθαι οὔτε διὰ γῆς οὔτε διὰ θαλάσσης, ἐὰν δὲ ἐν δισώ‐ μοις οὐκ ἔφυγε μόνος ἀλλ’ ἔχει στερεότητα καὶ καρτε‐
5ρίαν. ἐὰν δὲ ὡροσκοπῇ πλάγιον ζῴδιον κακὸν τῷ φυγόντι (πλανηθῆναι γὰρ ἔχει κατὰ τὴν ὁδόν), ἐὰν δὲ ὀρθὸν ἐκεῖ ἀπελεύσεται ὅπου ἂν βουληθείη. Σελήνη ἐν δισώμῳ οὖσα ζῳδίῳ ἕως τῶν ιε μοιρῶν δηλοῖ ὅτι ὁ δρα‐ πέτης τότε πρῶτον ἔφυγεν ἀλλὰ καὶ ἐκ δευτέρου πάλιν
10φεύξεται, ἀπὸ δὲ τῆς ιϛʹ ἕως τῆς λʹ δηλοῖ ὅτι καὶ πρότερον ἀπέδρα καὶ οὐ μόνον τότε. Σελήνη ὡροσκοποῦσα μὲν τὸν δραπέτην ἐπ’ ἀνατολὰς ὁρμῆσαι λέγει, μεσουρανοῦσα δὲ ἐπὶ νότον, δύνουσα δὲ ἐπὶ δυσμάς, ἐν τῷ ὑπογείῳ δὲ κέντρῳ οὖσα ἐπὶ βορρᾶν.
15ἐν δὲ τοῖς μεταξὺ διαστήμασιν ἀναλόγως, οἷον ἐν μὲν τῷ θʹ ἐπὶ νότον δυσμικώτερον, ἐν δὲ τῷ ηʹ πρὸς δυσμὰς νοτι‐ ώτερον, καὶ ἐπὶ τῶν ἄλλων τόπων ὁμοίως. Ἐὰν ὁ Ἄρης στηρίζων ἤτοι κατὰ σῶμα ἢ κατ’ ἀκτῖνα συνάπτῃ τῇ Σελήνῃ, ὁ φυγὼν ἢ τεθνήξεται ἢ δεθήσεται
20κρατηθεὶς ἢ ἐν εἱρκτῇ ἐμπεσεῖται, καὶ μάλιστα ἐὰν καὶ ὁ Κρόνος αὐτὴν θεωρήσας βλάψῃ· τότε γὰρ ἢ κρύφα ἢ φανε‐ ρῶς ἐπιβουλευθεὶς ἀπολεῖται. ἐὰν δὲ Κρόνος στηρίζων τὴν Σελήνην ἴδῃ ἢ πρὸς αὐτὴν συναφὴν ἔχῃ αὐτοχειρίᾳ ὁ φυγὼν ἀπάγξεται ἐὰν μή τις ἀγαθοποιὸς ἰδὼν τὴν Σελή‐
25νην λύσῃ τὴν κάκωσιν. ἐὰν δὲ ὁ Κρόνος μὴ στηρίζων δέχηται τὴν Σελήνην ὁ φυγὼν ὅσα μὲν βαστάσει ἀπολέσει, αὐτὸς δὲ ἤτοι κακῶς ἔχων τῷ ἰδίῳ δεσπότῃ ἀχθήσεται ἢ ἐν τῇ ξένῃ δεσμώτης ἔσται. Ὅταν οἱ ἀγαθοποιοὶ ὁρῶσι τὴν Σελήνην ἢ συνάπτωσιν
30αὐτῇ ἢ ὡροσκοποῦσι καλόν ἐστι τῷ φυγόντι· ἢ γὰρ ἐπι‐ θαρσύνουσιν αὐτὴν ἢ τελέως ἐλευθεροῦσιν. ἀλλὰ κρείσ‐ σων ἐστὶν ἡ Ἀφροδίτη ἐν τοῖς τοιούτοις τῷ φεύγοντι καὶ
τῷ κλέπτῃ διότι κἂν ζωγρηθῶσιν οὐδὲν κακὸν πείσονται337

338

ὑπὸ τῶν δεσποτῶν ἕνεκα τῆς Ἀφροδίτης ἀλλὰ καὶ τιμι‐ ώτεροι γενήσονται. Σελήνης αὐξιφωτούσης ὁ φυγὼν δυσκόλως εὑρεθήσε‐ ται οὐδὲ φοβούμενος τὸν ἑαυτοῦ δεσπότην κρύπτεται,
5Σελήνης ληξιφωτούσης ὁ φυγὼν οὔτε μακρὰν δύναται ἀπελθεῖν οὔτε ἐπὶ πολὺν χρόνον λαθεῖν (εἵμαρται γὰρ αὐτὸν ἁλῶναι). Ἡλίου δύνοντος ἢ ἐν τῷ ηʹ ἐπιδύνοντος ἐάν τινος δοῦλος ἀποδράσῃ πρὶν εὑρεθῇ ὁ δεσπότης αὐτοῦ τελευτήσει. τῶν κακοποιῶν ἤτοι μεσουρανούντων ἢ μετὰ
10τοῦ Ἡλίου ὄντων ἐάν τινος δοῦλος φύγῃ συμφέρει τῷ δεσπότῃ μὴ ζητεῖν αὐτόν· οὔτε γὰρ εὑρήσει ἢ καὶ εἰ εὕροι οὐ τοσοῦτον ὠφεληθήσεται ὅσον βλαβήσεται. Σελήνης δυνούσης καὶ Ἄρεως ἐπιδυομένου μηδενὸς ἀγαθοποιοῦ μαρτυροῦντος τῇ Σελήνῃ κάκιστος θάνατος τῷ φυγόντι
15δηλοῦται. Σελήνης δυνούσης καὶ Ἑρμοῦ ἐπιδυομένου, Ἄρεως δὲ ἐκ τῶν δεξιῶν τὸν Ἑρμῆν τριγωνίζοντος ἀπὸ τοῦ ὑπογείου, χαλεπὸς θάνατος τῷ φυγόντι δηλοῦται. Σελήνης ὑπὸ τὰς αὐγὰς οὔσης τοῦ Ἡλίου καὶ ὑπὸ Ἄρεως ὁρωμένης ὁ φυγὼν ὑπὸ πυρὸς ἢ ἀπὸ σιδήρου ἀπόλλυται.
20 Εἰ δὲ θέλεις καὶ τὴν ποιότητα τοῦ ὀλέθρου καὶ ὑπὸ τίνων γίνεται οὕτω σκέπτου. τὸ ζῴδιον ὅπερ ἐπέχει ἡ Σελήνη καὶ ὁ ὡροσκόπος τῆς καταρχῆς σκόπει· εἰ γάρ εἰσιν ἀνθρωπόμορφα ὑπὸ λῃστῶν καὶ ἁπλῶς ἀνθρώπων τὰ κακὰ γίνεται, εἰ δὲ τετράποδα ὑπὸ θηρίων, εἰ δὲ ἀναμίξ
25(τουτέστι τὸ μὲν ἀνθρωπόμορφον, τὸ δὲ τετράπουν) ὑπὸ πολεμίων ἱππέων, ἐὰν δὲ γεώδη ὑπὸ κρημνισμῶν ἢ συμ‐ πτωμάτων. Ἐὰν δὲ τὴν Σελήνην ὡς εἴρηται ὕπαυγον οὖσαν ὁ Κρόνος ἐκ ζῳδίου καθύγρου ἴδῃ Λέοντος ὡροσκοποῦντος βεβαιό‐
30τερον τὸ κακὸν δηλοῦται· οὔτε γὰρ ὁ φυγὼν εὑρεθήσεται, ἀλλὰ διαφθαρήσεται, οὔτε ....... ἐὰν δὲ τῇ τοιαύτῃ
τῆς Σελήνης κακώσει καὶ ὁ Ἑρμῆς μαρτυρήσῃ οἱ δραπέ‐338

339

ται αὐτόχειρες ἀποθνῄσκουσιν. τὰς δὲ προειρημένας κακώσεις οἱ ἀγαθοποιοὶ ἀναλύουσιν ἐπιθεωρήσαντες, καὶ μάλιστα ὕπαυγοι ὄντες. Σελήνης πρὸς Ἄρην μὴ στηρίζοντα φερομένης ἀλλὰ
5προσθετικὸν ὄντα ὁ φυγὼν βασάνων καὶ μαστίγων πεῖ‐ ραν λήψεται. Ἄρεως δύνοντος καὶ Σελήνης ἐπιδυομένης, τοῦ Διὸς ἐπιθεωροῦντος αὐτήν, ὁ φυγὼν διὰ μὲν τὸν Ἄρην φόβους καὶ κινδύνους ὑποστήσεται, διὰ δὲ τὸν Δία ῥυ‐ σθήσεται τῶν κακῶν. ἐὰν οἱ κακοποιοὶ τὸ ὑπόγειον κέν‐
10τρον ἢ τὸ μεσουράνημα ἢ τὸ δῦνον περιέχωσιν ὁ φυγὼν δεσμώτης γενόμενος ἐν εἱρκτῇ ἀποθνῄσκει. Σελήνης μεσουρανούσης καὶ ὑπὸ τῶν κακοποιῶν περιεχομένης, τοῦ μὲν Ἄρεως ἐκ τῶν δεξιῶν, τοῦ δὲ Κρόνου ἐκ τῶν εὐω‐ νύμων, ὁ φυγὼν ἀγχόνῃ διαφθαρήσεται, ἐὰν δὲ ὁ μὲν Ἄρης
15ἐκ τῶν εὐωνύμων, ὁ δὲ Κρόνος ἐκ τῶν δεξιῶν αὐτὴν περι‐ έχωσιν, ὁ φυγὼν ἀνασταυρωθήσεται. Σελήνης μεσουρα‐ νούσης ἢ δυνούσης ἢ ἐν τῷ ὑπογείῳ κέντρῳ οὔσης ὑπὸ Ἡλίου καὶ Ἄρεως περιεχομένης ὁπόθεν ἑκάτερος τύχοι ἢ δεξιὸς ἢ εὐώνυμος ὁ φυγὼν ζῶν πυρὶ παραδοθήσεται.
20ὁ τῆς Σελήνης οἰκοδεσπότης ὕπαυγος ὢν καὶ μὴ θεω‐ ρῶν τὴν Σελήνην τοῦ φυγόντος τὸν δεσπότην δηλοῖ ὅτι ταχέως ἀποθνῄσκει. τοῦ ὡροσκόπου καὶ τῆς Σελήνης ἢ τοῦ οἰκοδεσπότου τῆς Σελήνης ἐν τροπικοῖς ζῳδίοις ὄντων ὁ φυγὼν ἐν μετανοίᾳ γενόμενος ἑκουσίως πρὸς τὸν
25δεσπότην ὑποστρέψει. ἐὰν δὲ ἡ Σελήνη βλέπηται ὑπό τε ἀγαθοποιοῦ καὶ κακοποιοῦ οὐ διαφεύξεται ὁ φυγὼν τὸν δεσπότην, καὶ μάλιστα ὅταν ὁ κακοποιὸς τετράγωνος ᾖ ἢ διάμετρος πρὸς τὴν Σελήνην, καὶ ἐν ἐκείναις σχεδὸν ταῖς ἡμέραις ἐν αἷς ἡ Σελήνη διέρχεται κατὰ περίπατον εἰς τὰς
30τοῦ κακοποιοῦ μοίρας τῆς ἐποχῆς ἤτοι κρατηθήσεται ὁ
φυγὼν ἢ κακῷ τινι περιπεσεῖται. τῆς Σελήνης καὶ τοῦ339

340

ὡροσκόπου ἀμφοτέρων κεκακωμένων καὶ ὑπ’ οὐδενὸς τῶν ἀγαθοποιῶν βοηθουμένων ὁ φυγὼν κινδυνεύσει καὶ βλα‐ βήσεται· τῆς Σελήνης καὶ τοῦ ὡροσκόπου ἀμφοτέρων βοηθουμένων ὑπὸ τῶν ἀγαθοποιῶν καὶ ἀκακώτων ὄντων
5ὑπὸ Κρόνου καὶ Ἄρεως εἰ μὲν ἐν στερεοῖς ζῳδίοις εἶεν οἱ ἀγαθοποιοὶ ὁ φυγὼν οὐδέποτε εὑρεθήσεται, εἰ δὲ ἐν δισώ‐ μοις ἢ τροπικοῖς ζῳδίοις ἤτοι αὐτὸς ὁ φυγὼν μετανοή‐ σας ὑποστρέψει ἢ καὶ ἄκων κρατηθήσεται μηδέν τι κακὸν ὑποστάς· δυσωπηθήσεται γὰρ ὁ δεσπότης καὶ οἶκτον
10αὐτοῦ λήψεται. Ὁ Ἥλιος τὴν Σελήνην καὶ τὸν ὡροσκόπον θεωρῶν πάντα τὰ λαθραῖα φανερὰ ποιεῖ. ἐπὶ δὲ τῶν ὑποφαινουσῶν εὕρε‐ σιν καταρχῶν ὁ μὲν Ἄρης ταχεῖαν εὕρεσιν δηλοῖ, ὁ δὲ Κρό‐ νος βραδεῖαν. Διὸς δύνοντος ὁ φυγὼν ἐὰν καὶ κρατηθῇ
15πλὴν οὐδὲν δεινὸν πείσεται· ὁ γὰρ δεσπότης αὐτοῦ πράως διατεθήσεται πρὸς αὐτόν. ἡ Ἀφροδίτη εὕρεσιν ὑποφαίνουσα ἐν τόπῳ καθύγρῳ τὸν φυγάδα δείκνυσιν εἶναι. Ἐάν τις ἀστὴρ ἐν ἰδίῳ οἴκῳ ὢν καὶ ὡροσκοπῶν καὶ τὴν Σελήνην βλέπων ᾖ δηλοῖ μὴ γεγονέναι φυγὴν τελείαν,
20ἀλλ’ ἢ πλησίον που πλανᾶται ὁ δόξας φυγεῖν ἢ ἀλλαχοῦ ὅπου οὐ γινώσκεται, μακρὰν δὲ οὐκ ἀπῆλθεν. πᾶς ἀστὴρ ἀναποδίζων καὶ τὴν Σελήνην ὁρῶν καὶ τὸν ἴδιον οἶκον οὐ πεφευγέναι λέγει τὸν ζητούμενον ἀλλ’ ἐγγὺς πλανᾶσθαι. Ἡ Σελήνη καὶ ὁ ὡροσκόπος ἄνευ τινὸς ἀστέρος μαρτυ‐
25ρίας ὅταν ὦσιν ἐν ἑκάστῳ τῶν ζῳδίων καθ’ αὑτοὺς περὶ τοῦ προκειμένου κεφαλαίου ταῦτα μηνύουσιν ὡς ὑποτέ‐ τακται. ὁ Κριὸς ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ταχέως πάλιν ἀνακομίζει, τινὲς δὲ καὶ ἑκουσίως ὑποστρέ‐ φουσιν, ἐὰν δὲ τῆς Σελήνης ἐν Κριῷ οὔσης ὡροσκοπῇ
30Λέων ἢ Τοξότης ἢ Ἰχθύες ἢ Δίδυμοι οὐχ εὑρεθήσεται ὁ φυγών. Ταῦρος ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον τὸν φυγόντα κομίζει εἰς οἶκον ἀνδρὸς δυνάστου διὸ καὶ δυσκό‐
λως εὑρίσκεται. Δίδυμοι ἔχοντες τὴν Σελήνην ἢ τὸν ὡρο‐340

341

σκόπον εἰ μὲν ἕως τῆς αʹ πεντεκαιδεκαμοιρίας εἰσὶν ἢ εἴσω β ἡμερῶν ὁ φυγὼν εὑρεθήσεται ἢ μετὰ τὸν γʹ μῆνα ἢ ὄψεται αὐτὸν ὁ δεσπότης ἢ ἀκούσει παρ’ αὐτοῦ μήνυμα, εἰ δὲ μετὰ τὴν αʹ πεντεκαιδεκαμοιρίαν ταχέως τὸν φυγόντα
5εὑρίσκει. Καρκίνος ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον τὸν φυγόντα εἰ μὴ εἴσω β ἡμερῶν εὑρεθείη σημαίνει ἐν ἱερῷ τόπῳ κρυπτόμενον βραδέως πάνυ εὑρεθήσεσθαι. Λέων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ἔχων ἕως μοιρῶν ιε ἐπανάγει τὸν δραπέτην, ὑπὲρ δὲ τὰς ιε μοίρας ἀφανίζει
10αὐτὸν καὶ εἰς οἶκον πλουσίου τινὸς δυνάστου ἀποκομίζει διὸ καὶ δυσχερῶς εὑρεθήσεται. Παρθένος τὴν Σελήνην ἔχουσα ἢ τὸν ὡροσκόπον δυσχερῆ τὴν εὕρεσιν ἐμφαίνει τοῦ φυγόντος· διὰ γὰρ τὸ πτερωτὸν τοῦ ζῳδίου ἀφανῆ τὸν δραπέτην ἔσεσθαι ὑποσημαίνεται. Ζυγὸς τὴν Σελήνην
15ἔχων ἢ τὸν ὡροσκόπον ἐπανάγει μὲν τὸν δραπέτην ἀλλὰ προφασιζόμενόν τι καὶ δικαιολογούμενον ὑπὲρ τοῦ εὐλόγως πεφευγέναι. Σκορπίος τὴν Σελήνην ἔχων ἢ τὸν ὡροσκό‐ πον εἰς ἱερὸν ἀποκομίζει τὸν δραπέτην, πολλάκις δὲ καὶ ἑκουσίως αὐτὸν ὑποστρέψαι ποιεῖ. Τοξότης ἔχων τὴν
20Σελήνην ἢ τὸν ὡροσκόπον ποιεῖ τὸν δραπέτην πλανᾶσθαι εἰς τόπους διαφόρους καὶ χρονίαν τὴν εὕρεσιν παρέχεται. Αἰγόκερως ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον .......... Ὑδροχόος ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ἐν μὲν ταῖς πρώταις ιε μοίραις ἐπανάγει τὸν δραπέτην, ἐν δὲ
25ταῖς ὑστέραις ἀφανίζει αὐτόν. Ἰχθύες ἔχοντες τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ἐν μὲν ταῖς πρώταις μοίραις ιε ἀφανί‐ ζουσι τὸν φυγόντα, κατὰ δὲ τὰς λοιπὰς μοίρας φανερὸν ποιοῦσιν αὐτόν. καὶ ταῦτα μὲν καθ’ αὑτὰ τὰ ιβ ζῴδια μηνύουσιν ἄνευ μαρτυρίας τινὸς ἀστέρος, ἐπειδὴ δὲ ἡ
30ὡροσκόπησις τῆς καταρχῆς τοῦ φυγόντος ἄδηλός ἐστι δεῖ341

342

τιθέναι ἐκεῖνον ὡροσκόπον ὁπότε ἤκουσεν ὁ τοῦ φυγόντος δεσπότης τὴν ἀγγελίαν τῆς φυγῆς. Καὶ ταῦτα μὲν ἐκ τῶν τοῦ Δωροθέου ἐπῶν μεταπέ‐ φρασται, ἐκκείσθω δὲ καὶ τὰ παρὰ τῶν ἄλλων εἰρημένα,
5καὶ μάλιστα ἐκ τῶν Συναγωγῶν τοῦ Νικαέως Πρωταγό‐ ρου· φησὶ γὰρ οὕτως. ἐὰν εὑρεθῇ ὁ οἰκοδεσπότης τοῦ ὡροσκόπου τῆς φυγῆς ἀναποδίζων ὁ φυγὼν ἑκουσίως ἐπανελεύσεται πρὸς τὸν δεσπότην, ἐὰν δὲ ἐν ἰδίῳ οἴκῳ εὑρεθῇ ἢ ὁρίοις καὶ μὴ ἀναποδίζῃ ὁ ἀποδρὰς ἔνδον τῶν
10οἰκείων ἢ ἐν τῇ πόλει ἢ ἐν τῇ περιχώρῳ εὑρεθήσεται, καὶ θᾶττον ἐὰν ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ τύχῃ ὥσπερ πάλιν βραδύτερον ἐὰν ἐν τῷ ὑπὸ γῆν. Τῆς δὲ Σελήνης οὔσης ἐν τῷ μεσουρανήματι (τουτέστιν ἐν τῷ δεξιῷ τετραγώνῳ τοῦ ὡροσκόπου) διὰ τῶν δεξιῶν
15μερῶν τῆς οἰκίας ἀφ’ ἧς κατήρξατο τῆς φυγῆς ὁ δραπέ‐ της τὴν πάροδον πεποίηται, ἐν δὲ τῷ εὐωνύμῳ τετραγώνῳ (τουτέστι τῷ ὑπὸ γῆν κέντρῳ) ὁμοίως διὰ τῶν ἀριστερῶν· ὁ γὰρ ὡροσκόπος ἀντὶ τῶν πυλῶν τῆς οἰκίας νοεῖται. ἡ Σελήνη βορρᾶν κατερχομένη μηνύει τὸν φυγόντα κατὰ
20μεσημβρίαν πεπορεῦσθαι καὶ εὑρεθήσεσθαι ἕως ἡμερῶν κε, νότον δὲ κατερχομένη ἐν τοῖς κατὰ δύσιν τόποις ἐν ἡμέραις μβ ἐν καθύγροις τόποις καὶ ἀνημέροις ἢ δυσχει‐ μέροις, νότον δὲ ἀνερχομένη ἐν τοῖς ἀνατολικοῖς καὶ δυσ‐ κόλως εὑρεθήσεσθαι μηνύει, βορρᾶν δὲ ἀνερχομένη ἐν
25τοῖς ἀρκτικοῖς τόποις καὶ δυσκόλως εὑρεθήσεσθαι. Καὶ ἐκ τῆς τῶν ζῳδίων δὲ φύσεως καταστοχαστέον τοὺς τόπους εἰς οὓς ἀπῆλθεν ὁ φυγών· οἷον Ἰχθύες μὲν λιμνώ‐ δεις καὶ ἑλώδεις σημαίνουσιν, Αἰγόκερως δὲ ὑδρηλὰ χωρία καὶ παραθαλάσσια, ὁ δὲ Τοξότης τραχεῖς καὶ
30ἀμπελῶνας, ὁ δὲ Κριὸς νομιαίους καὶ πεδινούς, ὁ δὲ Ταῦρος ἐπιπέδους καὶ εἰργασμένους, ὁ Καρκίνος ἐνύδρους
καὶ χερσαίους καὶ ὑψηλούς, ὁ Λέων προσάντεις καὶ τρα‐342

343

χεῖς καὶ ἐρήμους, ἡ Παρθένος σιτοσπόρους, ὁ Ζυγὸς πεδι‐ νούς, ὁ Σκορπίος τραχεῖς καὶ λῃστρικούς, ἐν οἷς καὶ ἀμπελῶνές εἰσιν, ὁ Ὑδροχόος παραποταμίους καὶ ἑλώδεις. Τινὲς δὲ καὶ τὰ κέντρα ἐμέρισαν οὕτως· τὸ μὲν δῦνον
5τῷ φεύγοντι, τὸ μεσουράνημα τῷ δεσπότῃ, τὸν δὲ ὡρο‐ σκόπον τοῖς ....., τὸ δὲ ἀντιμεσουράνημα τῷ ἀναπείσαντι. τινὲς δὲ καὶ οὕτως ἀπονέμουσιν· τὴν μὲν Σελήνην καὶ τὸν ὡροσκόπον τῷ φεύγοντι, τὸν δὲ Ἥλιον καὶ τὸ μεσουρά‐ νημα τῷ κυρίῳ.
10 Ἐπιμελέστερον δὲ χρὴ προσέχειν τῇ Σελήνῃ· ἐμφαίνει γὰρ πάντα. καὶ πρῶτον τὸ ὑπὲρ γῆν ἡμισφαίριον διοδεύ‐ ουσα ῥᾳδίαν τὴν εὕρεσιν ποιεῖται, τὸ δὲ ὑπὸ γῆν δυσκό‐ λως. καταληφθεῖσα δ’ ἐν τῷ ὡροσκόπῳ ἡ Σελήνη ἢ ἐν τῇ ἐπαναφορᾷ αὐτοῦ ἢ ἐν τῷ ιβʹ τόπῳ πρὸς ἀνατολὰς τὴν
15φυγὴν σημαίνει γεγονέναι, ἐν δὲ τῷ μεσουρανήματι ὁμοίως ἔχουσα πρὸς ἄρκτον, ἐν δὲ τῇ δύσει πρὸς δύσιν, ἐν δὲ τῷ ὑπὲρ γῆν κέντρῳ πρὸς μεσημβρίαν. δηλώσουσι δὲ καὶ τὰ κέντρα τὴν ἔξοδον δι’ ἧς ἀναχωροῦσι πύλης οἱ φεύγοντες, τὸ δὲ μῆκος τῆς ὁδοῦ τὸ διάστημα τῶν ὡρῶν τῶν ἀπὸ τοῦ
20ὡροσκόπου ἢ τοῦ δύνοντος ἄχρις αὐτῆς τῆς Σελήνης, ἀλλὰ δὴ καὶ ἡ διαφορὰ τῶν ἰδιωμάτων τῶν ζῳδίων ἐν οἷς εὑρί‐ σκεται ἡ Σελήνη. ἐν μὲν γὰρ τροπικοῖς ζῳδίοις βραχεῖα ἡ ὁδὸς δηλοῦται τῆς φυγῆς καὶ βραδεῖα ἡ πορεία τοῦ φεύ‐ γοντος καὶ οὐ μακρὰν ἀπὸ τοῦ τόπου οὗ ἀπέδρα καταντή‐
25σειν τὸν φεύγοντα, ἐὰν δὲ ἐν χερσαίοις καὶ λοξοῖς ἢ δισώ‐ μοις οὐκ ὀρθὰς τὰς πορείας ποιήσεσθαι οὐδὲ αὐτὸν μόνον ἀποδεδρακέναι ἀλλὰ σὺν ἑτέρῳ. Ἀπὸ δὲ τῶν ἀνατολῶν καὶ δύσεων τοῦ ζῳδίου ἡ σκο‐ λιότης καὶ ἡ ὀρθότης τῆς πορείας αὐτοῦ γινώσκεται, καὶ
30αἱ μὲν ἀρχαὶ ἀπὸ τῶν ἀνατολῶν, τὰ δὲ τέλη ἀπὸ τῶν δύσεων. τὰ δὲ ὕπτια τῶν ζῳδίων καὶ κίνδυνον τῷ φεύγοντι ποιοῦσιν, καὶ μάλιστα ὅταν οἱ κακοποιοὶ τῶν ἀστέρων
προσγένωνται· βεβαιότερα γὰρ τὰ κακὰ ἔσεσθαι αὐτοῖς343

344

μηνύει, καὶ μάλιστα ὅταν ὑπὸ γῆν ὁ Ἄρης σὺν τῇ Σελήνῃ γένηται ἢ καὶ στηρίζῃ, Κρόνου δὲ στηρίζοντος ἀπάγχον‐ ται ἢ κατακρημνίζουσιν ἑαυτούς. συναπτούσης δὲ αὐτῆς τοῖς ἀγαθοποιοῖς ἢ κατεχόντων αὐτῶν τὸν ὡροσκόπον,
5τῶν κακοποιῶν συσχηματιζομένων, ἐκ μετανοίας ἀνα‐ κάμπτουσιν, ἀπεστραμμένων δὲ τῶν κακοποιῶν σχεδὸν ἐν ἐλευθερίᾳ ἔσονται. ἐὰν δὲ Ἀφροδίτη συμπαρῇ τῇ Σελήνῃ ἢ τῷ ὡροσκόπῳ ἐπίκεντρος ἢ ἰδιοτοποῦσα οὐ μόνον ἀνύβριστοι ἔσονται ἀλλὰ καὶ παρακληθήσονται.
10μέσης δὲ εὑρεθείσης τῆς Σελήνης τῶν κακοποιῶν ἐν δε‐ σμοῖς ἔσονται πολὺν χρόνον, ἔσθ’ ὅτε δὲ καὶ ἐν εἱρκταῖς ἀποθνήξονται, καὶ μάλιστα ἀλλοτριωθέντων τῶν ἀγα‐ θοποιῶν. συναπτούσης δὲ Ἄρει σφαγήσονται. Φυλακτέον δὲ καὶ ταῦτα. ἐπὰν γὰρ ἐν τῇ ἐπαναφορᾷ τοῦ
15ὡροσκόπου ἀστὴρ ἐπῇ καὶ πρότερον πεφευγέναι αὐτὸν μηνύει καὶ πάλιν φεύγοντα, καὶ τῆς Σελήνης ἐν τῷ ὡρο‐ σκόπῳ οὔσης ἄλλης οἰκίας καὶ οὐ τῆς ζητουμένης ἔσται ὁ φυγὼν πλὴν ἀναχθήσεται, ἐὰν δὲ ἀστήρ τις δύνῃ παραυ‐ τίκα εὑρεθήσεται καὶ πλησίον τοῦ οἴκου. ἀσύμφορον δὲ
20τοῖς φεύγουσι τὸ τὴν Σελήνην τοῖς ἀριθμοῖς προστιθέναι, ἀφαιρούσης δὲ αὐτῆς τοῖς ἀριθμοῖς σύμφορον. Ἥλιος δύνων ἢ μεσουρανῶν ὑπὸ τῶν κακοποιῶν ἐπιθεωρού‐ μενος σχήματι δραστικῷ (τουτέστι τετραγώνῳ ἢ δια‐ μέτρῳ) πρὸ τῆς ἀνευρέσεως τεθνήξεσθαι τὸν δεσπότην
25σημαίνει ἢ καὶ πολλαῖς ζημίαις καὶ βλάβαις περιπεσεῖ‐ σθαι. Ἥλιος ὁρῶν τὴν Σελήνην ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ ταχεῖαν τὴν μήνυσιν ποιεῖται διὰ τῶν συνιστορούντων, Κρόνος δὲ ὁμοίως ἐπὶ τῷ ἄνω κέντρῳ σὺν Σελήνῃ σημαί‐ νει ταχέως τὴν παράδοσιν διὰ γυναικὸς ῥυπαρᾶς ἢ δούλης
30γενέσθαι, διὰ δ’ ἐλευθέρας γυναικὸς μηνυθήσεται ὁμοίως ἐν τῷ ἄνω κέντρῳ ὄντος. τῆς Σελήνης μαρτυρούσης τῷ ὡροσκόπῳ ἐν τετράποσι ζῳδίοις τὸ αὐτὸ ἔσται. καθ’
ἑαυτὴν δὲ μεσουρανοῦσα ἡ Σελήνη καθεύδοντας εὑρε‐344

345

θήσεσθαι, Ἑρμοῦ δὲ ἐπιδύνοντος αὐτῇ ἀναπεπεῖσθαι ὑπό τινος τῶν γειτονούντων ἢ συνεζηκότων αὐτῷ σημαίνει. Ἀφροδίτης καὶ Διὸς τῷ Ἡλίῳ μαρτυρούντων συγγενὴς ἔσται ὁ πείσας καὶ φανήσεται ἐλεύθερος ὤν. ὡροσκο‐
5ποῦντος Ταύρου ἢ Διδύμων ἢ Καρκίνου ἢ Λέοντος ἢ Παρθένου ἢ Σκορπίου ἢ Ἰχθύων, ἐπιθεωροῦντος Διὸς καὶ Ἀφροδίτης, ἐν ἱεροῖς τόποις φανήσεσθαι δηλοῖ, τοῦ δὲ Ἄρεως μεσουρανοῦντος σὺν τῇ Σελήνῃ ὁ φυγὼν τομὰς ἕξει περὶ τὴν ὄψιν ἀπὸ σιδήρου. ἐὰν δὲ τύχῃ Κρόνος καὶ
10Ζεὺς καὶ Σελήνη ὡροσκοποῦντες ἀργύρια βαστάζειν ση‐ μαίνει καὶ εὑρεθήσεσθαι τὸν φυγόντα· οἱ ἀγαθοποιοὶ ὡροσκοποῦντες σὺν Σελήνῃ ἀμεριμνίαν τῷ φυγόντι παρ‐ έχουσι μετὰ τοῦ βαστάζειν καὶ ἱκανὰ χρήματα. Ἄρεως καὶ Κρόνου ἐπιθεωρούντων τὸν Ἥλιον εἴσω ρξ ἡμερῶν ἢ
15καὶ ρο εἰς τὴν τοῦ δεσπότου ἐξουσίαν ἐπανήξουσιν. Ἑρμῆς σὺν τῇ Σελήνῃ καὶ τῇ Ἀφροδίτῃ ὡροσκοπήσας ἢ μεσουρανήσας μηνύει παῖδα ἢ νεανίσκον ἢ παρθένον τὸν φανεροῦντα τὴν φυγήν, τοῦτον δὲ εὑρεθήσεσθαι δι’ ἡμερῶν ν ἐπιδόντων τῶν κακοποιῶν, ἐὰν δὲ Ἑρμῆς καὶ
20Ἄρης μεσῆλιξ ἔσται ὁ ζητούμενος, ἐὰν δὲ Κρόνος καὶ Ἑρμῆς καὶ Ἀφροδίτη ἀνὴρ καὶ γυνὴ καὶ υἱός, ἐὰν δὲ Κρό‐ νος, Ἥλιος, Ἑρμῆς καὶ Σελήνη εὐνοῦχος ἔσται ὁ δραπέ‐ της. ἐπὶ δὲ τοῦ ὡροσκόπου Ἄρης καὶ Ἀφροδίτη καὶ Ἑρμῆς ἑρμαφρόδιτον μηνύει, Ζεὺς δὲ καὶ Ἀφροδίτη καὶ Ἥλιος
25ἐλευθέρους δεικνύουσιν εἶναι τοὺς δραπέτας, Ἄρεως δὲ ἐπιθεωροῦντος κατεσχημένους ὑπὸ ἐξουσίας τινὸς καὶ φρουρᾶς. Ἄρεως δὲ καὶ Κρόνου ὡροσκοπούντων ἑαυτοὺς παραδώσουσιν ἐξουσίαις τισίν. Ἄρης καὶ Ἀφροδίτη ὡρο‐ σκοποῦντες πολλὰ ἀναλῶσαι εἰς ἀφροδίσια μηνύουσι καὶ
30διὰ τοῦτο τὴν φυγὴν ᾑρῆσθαι. Τῆς δὲ Σελήνης ἀκριβοῦν τὰ σχήματα χρὴ καὶ τὰς συν‐
αφὰς καὶ τοὺς συνδέσμους εἰδέναι καθὼς προείπομεν, σκο‐345

346

πεῖν δὲ ἐν ποίῳ κλίματι εὑρίσκεται ἀπὸ τῶν κέντρων ἤτοι πρὸς ἀνατολὰς ἢ δυσμὰς καὶ τὰ ἄλλα· ἐκ τούτου γὰρ εὔδηλον ἔσται οὐ μόνον περὶ τῶν ἀποδιδρασκόντων, ἀλλὰ καὶ τῶν τὰς μακρὰς ἀποδημίας ποιουμένων διά τε γῆς καὶ
5θαλάσσης. ἐν τοῖς περὶ τὸ δυτικὸν γὰρ κέντρον ζῳδίοις τυχοῦσα καὶ τοῖς ἀπὸ τοῦ μεσουρανοῦντος ἀποκλίμασιν ἡ Σελήνη οὐκ ἐνόριον τὴν μετάστασιν ποιεῖν σημαίνει, ἐνόριον δὲ ἐν τῷ ὡροσκόπῳ καὶ τῷ μεσουρανήματι· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ἐν τῇ πόλει εὑρίσκονται ἢ ἀλύοντες
10ἢ παρά τινι καταγόμενοι. τῆς δὲ Σελήνης ἀσυνδέτου οὔσης τῷ Ἡλίῳ τε καὶ τῷ ὡροσκόπῳ κατὰ τὸν καιρὸν τῆς φυγῆς ἀνεύρετοι τυγχάνουσιν, συσχηματιζομένης δὲ καὶ τῷ ὡροσκόπῳ συμφώνου οὔσης ἄνευ βλάβης τὴν εὕρε‐ σιν γενήσεσθαι δηλοῖ. οὔσης δὲ ἐν τῷ συνοδικῷ ζῳδίῳ
15λειψιφώτου καὶ μηδέπω τὰς τοῦ Ἡλίου παραδραμούσης αὐγάς, ἀσυνδέτου τε τῷ ὡροσκόπῳ, ἀνεπίστροφος ὁ δρα‐ σμὸς ἀποτελεῖται, ὁμοίως καὶ ἔκλειψιν ποιουμένης, ἐν δὲ τοῖς συνδέσμοις ὡς ἐπὶ τὸ πλεῖστον ἐν δεσμοῖς τοὺς φυγά‐ δας ἔσεσθαι μηνύει. καὶ τὰ ἀκούοντα δὲ ζῴδια καὶ βλέ‐
20ποντα προσπαραληπτέον· ἐν αὐτοῖς γὰρ γινομένη καὶ παροδεύουσα ἢ βλέπειν τι περὶ αὐτῶν ποιεῖ. Κἂν μηδὲν ἐνδεὲς ᾖ τῶν προδεδηλωμένων σχημάτων εἴσω τοῦ πρώτου τετραγώνου λαμβάνονται, ἐὰν δέ τι ἐλά‐ χιστον ἐνδεὲς ᾖ εἴσω τοῦ βʹ (τουτέστιν εἴσω τῆς διαμέτρου
25τῆς καταρχῆς), ἐὰν δὲ μᾶλλον ἐλλείπῃ περὶ τὸ γʹ τετρά‐ γωνον ἢ καὶ τὴν τούτων ἀποκατάστασιν τὴν τελείαν τοῦ κύκλου. ὁ δὲ Ἥλιος τούτων τὴν ἐμφάνειαν παρέχεται τετράγωνος ὢν ἐν τοῖς τετραγώνοις τῆς πανσελήνου, τρί‐ γωνος δὲ ἐν τοῖς τριγώνοις τῆς συνόδου. ἐπὶ δὲ τῶν βρα‐
30δεῖαν εὕρεσιν ὑπεμφαινουσῶν καταρχῶν εἰς μῆνας ὁρίζειν χρὴ κατὰ τὴν τοῦ Ἡλίου κίνησιν τὴν γινομένην ἐν τοῖς τριγώνοις. Καταλαμβάνεται δὲ καὶ ἐπὶ τῶν γενέσεων τῶν δου‐
λικῶν ἀπὸ τοῦ τοῦ Ἑρμοῦ ἀστέρος τὰ τῶν δρασμῶν·346

347

κακῶς γὰρ κειμένου ἢ ὑπὸ κακοποιῶν θεωρουμένου ἢ ἐνηλλαχότος τὰ ζῴδια καὶ τὰ ὅρια, μάλιστα δὲ μετὰ Ἄρεως, ἔν τε τῷ δυτικῷ καὶ τῷ ὑπὸ γῆν κέντρῳ εὑρισκό‐ μενος ὁ ἀστὴρ οὗτος καὶ χωρὶς κακοποιῶν δρασμοὺς
5ἀπεργάζεται. ὅθεν προσεκτέον τῇ πρὸς τὸν Ἥλιον αὐτοῦ κινήσει· ὑπὸ γὰρ τὰς αὐγὰς τυγχάνοντος ὁ φυγὼν παραυ‐ τίκα κρυβήσεται, φυγόντος δὲ τὰς αὐγὰς καὶ ἀνατείλαντος φανήσεται, καὶ προσθετικοῦ γενομένου ἐπανήξει. Ἄρεως δὲ ὄντος ἐν τῷ ζῳδίῳ ἐν ᾧ τὴν ἀνατολὴν ποιεῖται συν‐
10οδεύσας τούτῳ ὑπὸ πονηροῦ προσώπου ἀποσφαγήσεται, εἰ δὲ ἀγαθοποιοὶ ἐπιθεωρήσουσι τοῦ μὲν θανάτου ῥύονται, ἐν δεσμοῖς δὲ καὶ κακοῖς αὐτὸν περιβάλλουσιν. τῶν δὲ κρατούντων ἀστέρων παραφυλάσσειν χρὴ τὰ δωδεκατη‐ μόρια· ἐπὰν γὰρ συνεκπέσῃ εἰς τὸν ὡροσκόπον ῥᾳδίως
15τέλους τυγχάνει τὰ πράγματα ἐπὶ πάσης καταρχῆς. λέ‐ γουσι δέ τινες ὅτι τῆς Σελήνης σὺν τῷ Ἡλίῳ ὑπαρχούσης ὁ φυγὼν πρὸς καιρὸν κρυβήσεται, διὸ ὁ τοιοῦτος ζητη‐ θεὶς παραυτίκα εὑρίσκεται, εἰ δὲ μὴ παραυτίκα ζητηθείη δυσεύρετος γίνεται. καὶ περὶ μὲν δρασμοῦ καὶ κλοπῆς
20ἀρκούντως εἴρηται.
21tI. Ἡφαιστίωνος περὶ τοῦ αὐτοῦ
22 Ἰστέον ὅτι οἱ ἀρξάμενοι νοσεῖν τῆς Σελήνης φερομένης πρὸς ἀγαθοποιούς, ἐν τῷ αʹ τετραγώνῳ (τουτέστιν ἐν ἡμέ‐ ραις ζ) κριθείσης τῆς νόσου, ὑγιανοῦσιν, καὶ μάλιστα
25ὅταν καλῶς ἐρχομένη ἐπὶ τὸ τετράγωνον συνάπτῃ πάλιν ἀγαθοποιοῖς. πρὸς κακοποιοὺς γὰρ φερομένη ἐπίτασιν τοῦ κακοῦ ποιήσει μέχρι τῆς διαμέτρου, εἰ δ’ ἅμα κακο‐ ποιῷ ἀγαθοποιὸς εὑρεθείη ἄνεσις ἔσται καὶ ἐπίτασις ἔσται ἀναμίξ. αἱ δ’ ἀπὸ πανσελήνου γινόμεναι νόσοι ἐλα‐
30φρότεραί εἰσιν ὡς πρὸς τὰς ἀπὸ συνόδου· ἐπικουφίζει γὰρ347

348

λειψιφωτοῦσα ἡ Σελήνη τὰ πάθη. ἐὰν δὲ συμβῇ μὴ κρί‐ σιμον ἡμέραν γενέσθαι ἐν ὅλῳ τῷ μηνὶ ἀνάγκη παρατεῖ‐ ναι ὡς ἐπίπαν τὴν νόσον ἕως τοῦ τετραγώνου τῆς τοῦ Ἡλίου ἐπιπορεύσεως. ἐπὶ δὲ τῶν ἐν ὀλίγαις ἡμέραις κρι‐
5νομένων καὶ ἀνισταμένων εὑρίσκεται ἡ Σελήνη ἀπὸ παν‐ σελήνου διελθοῦσα τὸ αʹ τετράγωνον καὶ τὴν βʹ διχότομον ὡς συμβαίνειν ἐπὶ τὴν σύνοδον ἢ τὸ συνοδικὸν ζῴδιον ἕξ που ἡμέρας ἢ εδ ἢ τοὐλάχιστον γ ὑπολείπεσθαι τῆς πορείας ταύτης ἐν αἷς τὰ τῆς ὑγείας ἀποκαθίσταται. τὸ
10δ’ αὐτὸ καὶ ἀπὸ τῆς αʹ διχοτόμου συμβαίνει μέχρι παν‐ σελήνου· τοσοῦτος γὰρ ἀριθμὸς συνάγεται ἡμερῶν ἐν ᾧ χρόνῳ τοῦ προτέρου διαστήματος ἀπαλλαγεῖσα ἡ Σελήνη ἐφ’ ἑτέραν τρέπεται σχήματος εὐκρασίαν. Παραφυλακτέον δ’ 〈ὅτι〉 ὁπόταν κατακλίσεως γενομένης
15Σελήνη ἀπέχῃ ἓν ζῴδιον ἀπὸ τῆς συνόδου ὁ κατακλιθεὶς οὐ παύσεται τῆς νόσου, ἀλλ’ ἀρξαμένης αὐτῆς φωτίζε‐ σθαι καὶ αὐξανομένης ἐπίτασιν καὶ ἡ νόσος λαμβάνει. αἱ τοιαῦται οὖν νόσοι ἢ θανάσιμοί εἰσιν ἢ δυσθεράπευτοι, καὶ ἐπισημασίαι δὲ γίνονται καὶ ἀνέσεις κατὰ τοὺς τῆς
20Σελήνης σχηματισμούς· μόνοι μὲν γὰρ τριταῖοι κρίνονται ἐκ ζῳδίου εἰς ζῴδιον μεθισταμένης αὐτῆς, οἱ δὲ τεταρταῖοι κατὰ ἑξάγωνον, ἐναταῖοι δὲ εἰς τὸ τρίγωνον, τεσσαρεσκαι‐ δεκαταῖοι δὲ εἰς τὸ διάμετρον, μιᾶς δὲ καὶ κʹ ἐν τῷ δεξιῷ τετραγώνῳ γενομένης αὐτῆς ὡς συμβαίνειν διὰ τοσούτων
25σχημάτων τὰς κρίσεις γίνεσθαι. καὶ τῶν μὲν φθορο‐ ποιῶν ἐπιθεωρούντων ἐπιτάσεις γίνονται τοῦ κακοῦ, τῶν δὲ ἀγαθοποιῶν ἀνέσεις. συμβαίνει δὲ τὴν ἑβδομαίαν προλαμβάνειν μὲν εἰς τὴν ϛʹ, ὑστερίζειν δὲ εἰς τὴν ηʹ τῆς Σελήνης ποτὲ μὲν ἐλάχιστα κινουμένης, ποτὲ δὲ μέγιστα·
30ὅθεν καὶ συμβαίνει ἀκριβῶς μὴ εἰδέναι τινὰς τῶν ἰατρῶν τῷ μὴ προσέχειν τῇ τῆς Σελήνης κινήσει. Δεῖ δὲ γινώσκειν καὶ ποῖον τῶν τοῦ ἀνθρώπου μελῶν
ὑφ’ ἑκάστου τῶν ζῳδίων κυριεύεται· ἡ μὲν γὰρ κεφαλὴ348

349

ὑπὸ τοῦ Κριοῦ, ὁ δὲ αὐχὴν ὑπὸ τοῦ Ταύρου, οἱ δὲ ὦμοι καὶ οἱ βραχίονες ὑπὸ τῶν Διδύμων, αἱ δὲ πλευραὶ καὶ τὸ στέρ‐ νον ὑπὸ τοῦ Καρκίνου, ὁ θώραξ ὑπὸ τοῦ Λέοντος, ἡ κοιλία καὶ τὰ σπλάγχνα ὑπὸ τῆς Παρθένου, οἱ γλουτοὶ ὑπὸ τοῦ
5Ζυγοῦ, τὰ αἰδοῖα καὶ ἡ ἕδρα ὑπὸ τοῦ Σκορπίου, οἱ μηροὶ ὑπὸ τοῦ Τοξότου, τὰ δὲ γόνατα ὑπὸ τοῦ Αἰγοκέρωτος, αἱ δὲ κνῆμαι ὑπὸ τοῦ Ὑδροχόου, οἱ δὲ ἄκροι πόδες ὑπὸ τῶν Ἰχθύων. σκέπτου οὖν ποῖον τῶν ιβ ζῳδίων κατὰ τὴν πῆξιν τῆς γενέσεως ἐκακοῦτο ὑπό τινος τῶν κακοποιῶν
10ἀστέρων. καὶ ἐὰν συμβῇ γενέσθαι καὶ τὴν καταρχὴν τοῦ νοσήματος ἐν τῷ κεκακωμένῳ ἐξ ἀρχῆς ζῳδίῳ τῆς Σελή‐ νης οὔσης, οἱ δὲ χρόνοι οἱ ἀπὸ τοῦ ὡροσκόπου ἐκβαλλό‐ μενοι καταντήσωσιν εἴς τι ζῴδιον τοιοῦτον ὁποίῳ ἦν κατὰ τὴν πῆξιν ὁ Κρόνος ἢ ὁ Ἄρης ἢ αἱ τῶν φωστήρων ἢ τῶν
15κέντρων ἢ τῶν κλήρων ἀφέσεις ἐκβαλλόμεναι εἰς τὰς φθαρτικὰς τῶν κακοποιῶν ἀκτῖνας ἐμπέσωσιν, χαλεπω‐ τάτη γίνεται ἡ νόσος. εἰ μὲν γὰρ ἀπὸ Ἄρεως ἀπορρέοι ἢ ἀπὸ Κρόνου ῥευματισμοὶ ἔσονται ἢ νεύρων ἀλγηδών. ἐὰν δὲ οἱ κατὰ τὴν γένεσιν κακοποιοὶ ἐν δισώμοις ὄντες ζῳ‐
20δίοις, καὶ μάλιστα ἐν Διδύμοις καὶ Ἰχθύσι διὰ τὸ ταῦτα τὰ ζῴδια τετμῆσθαι ἀπ’ ἀλλήλων—ἐὰν οὖν οὕτως ἔχον‐ τες οἱ κακοποιοὶ ὡς εἴρηται ἐξ ἀρχῆς μέσην περιέχωσι τὴν Σελήνην ἐν μὲν Διδύμοις ὄντες χειράγραν ἐπιφέρου‐ σιν, ἐν δὲ Ἰχθύσι ποδάγραν.
25tII. Περὶ χειρουργίας
26 Τὰς δὲ χειρουργίας τῶν μελῶν ποιεῖσθαι χρὴ τῆς Σελή‐ νης ληγούσης καὶ πρὸς τοὺς ἀγαθοποιοὺς φερομένης ἢ συνούσης αὐτοῖς. παρατηρητέον δὲ αὐτὴν οὖσαν ἐν τοῖς τροπικοῖς ἢ ἐν τοῖς ἐκλειπτικοῖς συνδέσμοις ἢ συνοδεύου‐
30σαν τῷ Ἡλίῳ. καὶ ἔτι ἐκεῖνο τὸ μέλος οὐ δεῖ χειρουργεῖν349

350

ὅπερ οἰκειοῦται κατὰ φύσιν τῷ ζῳδίῳ ἐκείνῳ ἔνθα ἐστὶν ἡ Σελήνη· ἕκαστον δὲ τῶν τοῦ ἀνθρώπου μελῶν τίνι τῶν ιβ ζῳδίων ᾠκείωται ἀνωτέρω δεδηλώκαμεν. τοὺς ὀφθαλ‐ μοὺς δὲ χρὴ χειρουργεῖν καὶ θεραπεύειν τῆς Σελήνης
5πληθούσης τῷ τε φωτὶ καὶ τοῖς ἀριθμοῖς καὶ συναπτούσης τοῖς ἀγαθοποιοῖς χωρὶς τῆς τῶν κακοποιῶν μαρτυρίας. Ὁ δὲ Δωρόθεος ἐν τοῖς περὶ χειρουργίας καὶ αὐτὸς μὲν τὰ αὐτὰ λέγει, πρὸς τούτοις δὲ καὶ τάδε φησίν. οὐ μόνον δεῖ τὴν Σελήνην σκοπεῖν, ἀλλὰ καὶ τὸν ὡροσκόπον ἀκά‐
10κωτον εἶναι φυλάσσειν, ἔτι δὲ καὶ ἐὰν κακοποιὸς ἐπίκεν‐ τρος ὢν ἀναποδίζῃ ἀποδοκιμάζειν καὶ τοῦτο. Σελήνης δέ, φησίν, οὔσης ἐν τροπικῷ ζῳδίῳ ἢ δισώμῳ εἰ μὲν σύν‐ εστιν αὐτῇ καὶ ἀγαθοποιὸς δεῖ χειρουργεῖν, ἄνευ δ’ ἀγα‐ θοποιοῦ οὐ δεῖ· ὑποτροπιασμὸς γὰρ γίνεται καὶ πάλιν
15δεήσει καὶ ἑτέρας χειρουργίας.
16tIII. Περὶ ἐμέτου καὶ καθάρσεως
17 Τοὺς δὲ ἐμέτους καὶ τὰς καθάρσεις συνοίσει ποιεῖσθαι τῆς Σελήνης ληγούσης καὶ πρὸς τοὺς ἀγαθοποιοὺς σχη‐ ματιζομένης ἢ συναπτούσης. παραφυλάττεσθαι δὲ ἵνα
20μήτε ἐν Κριῷ μήτε ἐν Ταύρῳ ἔχῃ τὴν στάσιν· βλαβερὸν γὰρ διότι μηρυκίζοντά εἰσι τὰ ζῷα ταῦτα. ἁρμόζει δὲ ἐμεῖν οὔσης αὐτῆς ἐν τῷ Ἀναβιβάζοντι, τὴν δὲ κοιλίαν
καθαίρειν οὔσης ἐν τῷ Καταβιβάζοντι.350