TLG 2042 084 :: ORIGENES :: Fragmenta in Jeremiam (e Philocalia)

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Fragmenta in Jeremiam (e Philocalia)

Source: Klostermann, E. (ed.), Origenes Werke, vol. 3 [Die griechischen christlichen Schriftsteller 6] Leipzig: Hinrichs, 1901: 195–198.

Cf. et 2042 021

Citation: Fragment — section — (line)

1

.

1

{Ὥσπερ δὲ πάντα τὰ τοῦ θεοῦ δωρήματα εἰς ὑπερβολὴν μείζονά ἐστι τῆς θνητῆς ὑποστάσεως, οὕτω καὶ ὁ ἀκριβὴς λόγος τῆς περὶ πάντων τούτων σοφίας, παρὰ τῷ θεῷ τῷ καὶ οἰκονομήσαντι ταῦτα γραφῆναι τυγχάνων, θέλοντος τοῦ πατρὸς τοῦ λόγου γένοιτο ἂν ἐν
5τῇ ἄκρως μετὰ πάσης φιλοτιμίας καὶ συναισθήσεως τῆς ἀνθρωπίνης ἀσθενείας τῆς περὶ τὴν κατάληψιν τῆς σοφίας κεκαθαρμένῃ ψυχῇ. εἰ δέ τις προπετέστερον ἑαυτὸν ἐπιδῴη, μὴ συνιδὼν τὸ ἀπόρρητον τῆς σοφίας τοῦ θεοῦ καὶ τοῦ «ἐν ἀρχῇ» «πρὸς τὸν θεὸν» λόγου, καὶ αὐτοῦ θεοῦ ὄντος, καὶ ὅτι κατὰ τὸν λόγον καὶ θεόν, καὶ κατὰ τὴν
10παρ’ αὐτῷ σοφίαν, ταῦτα καὶ ζητητέον καὶ εὑρετέον, ἀνάγκη τὸν τοιοῦτον εἰς μυθολογίας καὶ φλυαρίας ἐκπίπτοντα καὶ ἀναπλασμοὺς τῷ περὶ ἀσεβείας ἑαυτὸν ὑποβάλλειν κινδύνῳ. διόπερ μνημονευτέον καὶ τῆς παρὰ τῷ Σολομῶντι ἐν τῷ Ἐκκλησιαστῇ περὶ τῶν τοιού‐ των ἐντολῆς, λέγοντι· «μὴ σπεύσῃς τοῦ ἐξενεγκεῖν λόγον πρὸ
15προσώπου τοῦ θεοῦ· ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς κάτω· διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι».} Πρέπει δὲ τὰ ἅγια γράμματα πιστεύειν μηδεμίαν κεραίαν ἔχειν κενὴν σοφίας θεοῦ· ὁ γὰρ ἐντειλάμενος ἐμοὶ τῷ ἀνθρώπῳ καὶ λέγων· «οὐκ
ὀφθήσῃ ἐνώπιόν μου κενός», πολλῷ πλέον αὐτὸς οὐδὲν κενὸν ἐρεῖ.195
20«ἐκ» γὰρ «τοῦ πληρώματος αὐτοῦ» λαβόντες οἱ προφῆται λέγουσι· διὸ πάντα πνεῖ 〈αὐ〉τῶν ἀπὸ πληρώματος· καὶ οὐδέν ἐστιν ἐν προφητείᾳ ἢ νόμῳ ἢ εὐαγγελίῳ ἢ ἀποστόλῳ, ὃ οὐκ ἔστιν ἀπὸ πληρώματος. διὰ τοῦτο ἐπεί ἐστιν ἀπὸ πληρώματος, πνεῖ τοῦ πληρώματος τοῖς ἔχουσιν ὀφθαλμοὺς βλέποντας τὰ τοῦ πληρώματος, καὶ ὦτα ἀκού‐
25οντα τῶν ἀπὸ πληρώματος, καὶ αἰσθητήριον τῆς εὐωδίας τῶν ἀπὸ πληρώματος πνεόν〈των〉. Ἐὰν δέ ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς νοήματι ὄντι καλῷ λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου, αἰτιῶ σαυτόν. μὴ ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ προσκόμματος καὶ τὴν πέτραν τοῦ
30σκανδάλου ἔχειν νοήματα ὥστ’ ἂν γενέσθαι κατὰ τὸ εἰρημένον· «καὶ ὁ πιστεύων οὐ καταισχυνθήσεται». πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν.

2

t

Περὶ τῶν ἐν τῇ θείᾳ γραφῇ δοκούντων ἔχειν τι λίθου προσκόμματος ἢ πέτρας σκανδάλου. ἐν τῇ λθʹ ὁμιλίᾳ τῶν εἰς τὸν Ἱερεμίαν, εἰς τὸ «οὐκ ἠδύνατο κύριος φέ‐
ρειν ἀπὸ προσώπου πονηρίας ὑμῶ
ν».

2

.

1

Ἐάν ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς νοήματι ὄντι καλῷ ‹λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου›, αἰτιῶ σαυτόν· μὴ
ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ προσκόμματος καὶ τὴν πέτραν τοῦ σκανδάλου ἔχειν νοήματα ὥστ’ ἂν γενέσθαι τὸ εἰρημένον· «καὶ196
5ὁ πιστεύων οὐ καταισχυνθήσεται». πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν. εἰ γὰρ ἡ‐ μεῖς ἐντολὴν ἐλάβομεν μὴ λέγειν ‹ῥῆμα ἀργόν, ὡς δώσοντες περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεωσ›, καὶ ὅση δύναμις φιλοτιμούμεθα πᾶν ῥῆμα τὸ ἐξιὸν ἐκ τοῦ στόματος ἡμῶν ποιεῖν ἐργάζεσθαι καὶ
10ἐν ἡμῖν τοῖς λέγουσι καὶ ἐν τοῖς ἀκούουσι· τί χρὴ νοεῖν περὶ τῶν προφητῶν, ἢ ὅτι πᾶν ῥῆμα λαληθὲν διὰ τοῦ στόματος αὐτῶν ἐρ‐ γατικὸν ἦν; καὶ οὐ θαυμαστόν, εἰ πᾶν [τὸ] ῥῆμα τὸ λαλούμενον ὑπὸ τῶν προφητῶν εἰργάζετο ἔργον τὸ πρέπον ῥήματι. ἀλλὰ γὰρ οἶμαι ὅτι καὶ πᾶν θαυμάσιον γράμμα τὸ γεγραμμένον ἐν τοῖς λογίοις τοῦ
15θεοῦ ἐργάζεται. καὶ οὐκ ἔστιν «ἰῶτα ἓν ἢ μία κεραία» γεγραμμένη ἐν τῇ γραφῇ, ἥτις τοῖς ἐπισταμένοις χρῆσθαι τῇ δυνάμει τῶν γραμ‐ μάτων οὐκ ἐργάζεται τὸ ἑαυτῆς ἔργον.

2

.

2

Ὥσπερ δὲ ἐπὶ τῶν βοτανῶν ἑκάστη μὲν ἔχει δύναμιν εἴτε εἰς τὴν ὑγίειαν τῶν σωμάτων εἴτε εἰς ὁτιδήποτε, οὐ πάντων δέ ἐστιν ἐπίστασθαι εἰς ὃ ἑκάστη τῶν βοτανῶν ἐστι χρήσιμος, ἀλλ’ εἴ τινες ἐπιστήμην εἰλήφασιν, οὗτοι οἱ περὶ τὰς βοτάνας διατρίβοντες
5ἵνα εἰδῶσι καὶ πότε παραλαμβανομένη καὶ ποῦ τῶν σωμάτων ἐπι‐ τιθεμένη καὶ τίνα τρόπον σκευαζομένη ὀνίνησι τὸν χρώμενον, οὕτως οἱονεὶ βοτανικός τις πνευματικός ἐστιν ὁ ἅγιος, ἀναλεγόμενος ἀπὸ τῶν ἱερῶν γραμμάτων ἕκαστον ἰῶτα καὶ ἕκαστον τὸ τυχὸν στοι‐ χεῖον, καὶ εὑρίσκων τὴν δύναμιν τοῦ γράμματος, καὶ εἰς ὅ, τι ἐστὶ
10χρήσιμον, καὶ ὅτι οὐδὲν παρέλκει τῶν γεγραμμένων. εἰ δὲ βούλει καὶ δευτέρου ἀκοῦσαι εἰς τοῦτο παραδείγματος, ἕκαστον μέλος τοῦ σώματος ἡμῶν ἐπί τινι ἔργῳ ὑπὸ τοῦ τεχνίτου θεοῦ γεγένηται· ἀλλ’ οὐ πάντων ἐστὶν εἰδέναι τίς ἡ ἑκάστου τῶν μελῶν μέχρι τῶν τυχόντων δύναμις καὶ χρεία. οἱ γὰρ περὶ τὰς ἀνατομὰς πραγμα‐
15τευσάμενοι τῶν ἰατρῶν δύνανται λέγειν ἕκαστον καὶ τὸ ἐλάχιστον μόριον, εἰς τί χρήσιμον ὑπὸ τῆς προνοίας γεγένηται. νόει μοι τοίνυν καὶ τὰς γραφὰς τοῦτον τὸν τρόπον πάσας βοτάνας ἢ ἓν τέλειον
λόγου σῶμα· εἰ δὲ σὺ μήτε βοτανικὸς εἶ τῶν γραφῶν μήτε ἀνατο‐ μεὺς εἶ τῶν προφητικῶν λόγων, μὴ νόμιζε παρέλκειν τι τῶν γε‐197
20γραμμένων, ἀλλὰ σαυτὸν μᾶλλον ἢ τὰ ἱερὰ γράμματα αἰτιῶ, ὅτε μὴ εὑρίσκεις τὸν λόγον τῶν γεγραμμένων. τοῦτό μοι τὸ προοίμιον εἴρηται καθολικῶς χρήσιμον εἶναι δυνάμενον εἰς ὅλην τὴν γραφήν, ἵνα προτραπῶσιν οἱ θέλοντες προσέχειν τῇ ἀναγνώσει μηδὲν παρα‐
πέμπεσθαι ἀνεξέταστον καὶ ἀνεξερεύνητον γράμμα.198