TLG 2042 076 :: ORIGENES :: Scholia in Canticum canticorum

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Scholia in Canticum canticorum

Dup. partim 2042 026

Citation: Volume — page — (line)

17

.

253

(1t)

ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΑ ΑΣΜΑΤΑ ΤΩΝ ΑΣΜΑΤΩΝ.
8tΚΕΦΑΛΑΙΟΝ Αʹ.
9nΦιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.
10 Μὴ διὰ προφητῶν με μνηστευσάτω, φησὶν, δι’ ἑαυ‐ τοῦ δὲ ὁμιλησάτω, κατ’ αἴσθησιν πνευματικήν· δι’ ἧς ὁ Ἰωάννης φησί· Καὶ αἱ χεῖρες ἡμῶν ἐψηλά‐ φησαν περὶ τοῦ Λόγου τῆς ζωῆς· ταῦτα δέ φησιν ὡς τῶν προφητῶν εἰπόντων ἀκούσασα· Ἐπεθύμησεν
15ὁ βασιλεὺς τοῦ κάλλους σου· καὶ ἀλλαχοῦ· Ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφην, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί. Ὁσάκις δέ τι ζητοῦντες θεῖον δόγμα καταλαμβάνομεν, καταπε‐ φιλῆσθαι ἀπὸ τοῦ στόματος τοῦ νυμφίου νομίσωμεν·
20ἐν ὅσῳ δὲ ἀποροῦμεν, ὑπολάβωμεν ἐχόμενοι λέγειν τὸ, Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.
23nὍτι ἀγαθοὶ οἱ μαστοί σου ὑπὲρ οἶνον, καὶ
24nὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα.
25 Ἤγουν αἱ ἀρεταί σου ὑπὲρ τὰς παρ’ ἡμῖν ἀρετὰς κατὰ τὸ, Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· ἔστι γὰρ αὐτοσοφία καὶ δικαιοσύνη· ἡμεῖς δὲ κατὰ μέθεξιν σοφοί τε καὶ δίκαιοι, κατὰ προαίρεσίν τε καὶ δύναμιν, ἐν τῇ τούτων εὐωδίᾳ γινόμενοι
31nΜῦρον ἐκκενωθὲν ὄνομά σου. Διὰ τοῦτο νεάνιδες
32nἠγάπησάν σε.
33 Τάχα προφητεύου τοῦ ὀνόματος τοῦ Χριστοῦ τὴν τὸν κόσμον πληρώσασαν δύναμιν, κατὰ τὴν αὐτοῦ
35παρουσίαν· ὥστε γενέσθαι κατὰ τὸν Παῦλον οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ζωῆς εἰς ζωὴν, εἶπεν ἂν ἡ νύμφη, Διὰ τοῦτο πάντες ἠγάπη‐ σάν σε· ἀλλ’ οὐ μόνον αἱ νεάνιδες ὁσημέραι ἀνανε‐ ούμεναι, καὶ μὴ ἔχουσαι ῥυτίδα ἢ σπῖλον· ἐξεκε‐
40νώθη δὲ, ὡς μηκέτι σιωπᾶσθαι κατακεκλεισμένον ἐν ἀποῤῥήτοις. Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. Ἤγουν ἀδύνατον τὴν ἀξιέραστον λέγει ψυχὴν ἢ Ἐκκλησίαν ἢ τὸ ἡγεμονικὸν τοῦ Χριστοῦ· εἰς ὃ Παῦλος
45εἰσελθὼν ἔφη· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα
ἴδωμεν τὰ ὑπὸ Θεοῦ χαρισθέντα ἡμῖν· τίνα δὲ253

17

.

256

ταῦτα; Ἃ ὀφθαλμὸς οὐκ οἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ταῦτα γὰρ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἐν γὰρ τῷ ταμιείῳ τοῦ νυμφίου πάντες οἱ θησαυροὶ τῆς
5σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι· αὕτη μὲν γὰρ ὡς προλαβοῦσα τὰς νεάνιδας εἰσήχθη, καὶ παρέστη ὡς βασίλισσα ἐκ δεξιῶν τοῦ βασιλέως, ἐν ἱματισμῷ διαχρύσῳ, κατὰ τὸν Δαυΐδ· περὶ δὲ τῶν νεανίδων, ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι
10ὀπίσω αὐτῆς, καὶ τὰ ἑξῆς.
11nἈγαπήσωμεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης
12nἠγάπησέ σε.
13 Ἤγουν εἰ καὶ νῦν δι’ ἀσθένειαν ὑπὲρ τοὺς σοὺς μαστοὺς ἀγαπῶμεν, ὦ νυμφίε, τὸν οἶνον, ὅταν βελτιω‐
15θῶμεν, ὑπὲρ τοῦτον αὐτοὺς ἀγαπᾷν. —Οἶνος μὲν οὖν εὐφραίνων νεάνιδας, τὰ νομικά· ἡ δὲ τελειότης, τοῦ νυμφίου μαστοί· εἶτα εἰς ἀπολογίαν τοῦ μὴ εἴδη ἀγαπᾷν, φησίν· Εὐθύτης ἠγάπησέ σε· ἡμεῖς δὲ οὔπω τὰς ἑαυτῶν πορείας εὐθείας ἐποιησάμεθα.
21nΜέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ·
22nὡς σκηνώματα Κηδὰρ, ὡς δέῤῥεις Σαλομών.
23 Λέγει δὲ ἡ ἐξ ἐθνῶν Ἐκκλησία ταῦτα πρὸς τὰς ἐξ Ἱερουσαλὴμ ψυχὰς, ἤτοι τὴν Ἱερουσαλὴμ, ὁμολογοῦ‐
25σαν τὸ μέλαν, διὰ τὸ μὴ ἐκ λαμπρῶν μηδὲ πεφωτι‐ σμένων πατέρων· διὸ καὶ σκοτασμῷ παραβάλλεσθαι· καλὴ δὲ διὰ τὸν λόγον ὃν παρεδέξατο· καὶ δέῤῥεσιν ἐοικέναι τοῦ Σαλομὼν ἃς εἶχεν, μεθ’ ὧν ἄλλων ἐκέ‐ κτητο ἐν τῇ δόξῃ αὐτοῦ.
30nΜὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι
31nπαρέβλεψέ με ὁ ἥλιος.
32 Ἢ ὅτι σκοτισθεῖσάν με τῇ ἁμαρτίᾳ, Χριστὸς παρεῖδε διὰ τὴν ἀπιστίαν· ὃν ἥλιον δικαιοσύνης ἀνα‐ γορεύουσιν αἱ Γραφαί.
35nΥἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· ἔθεντό με
36nφυλάκισσαν ἐν ἀμπελῶσιν ἀμπελῶνα ἐμὸν
37nοὐκ ἐφύλαξα.
38 Ἤγουν οἱ διδάσκοντες μαθηταὶ τοῦ Χριστοῦ, κα‐ θᾶραί με τῶν πρὸς τούτου βουλόμενοι πονηρῶν λογι‐
40σμῶν, καὶ τῶν συνεργούντων ταῦτα δαιμόνων, ἐμαχέσαντο τούτοις ἐν ἐμοὶ, τῆς αὐτῆς μοι μητρὸς ὄντες υἱοὶ, τῆς ἐλευθερίας φημί· οἱ μὲν εἰς τὸ κατ’ ἐκλογὴν χάριτος λεῖμμα ἀναλαμβανόμενοι· ἐγὼ δὲ τὴν κατὰ τὴν ἄνω Ἱερουσαλὴμ διαθήκην λαβοῦσα,
45καὶ ἐξ ἐπαγγελίας ἀναγεννωμένη. Οὐ πρότερον δὲ ταύτην ἔθεντο φυλάκισσαν, εἶτα ἐμαχέσαντο· μαχε‐ σάμενοι δὲ πρῶτον ἐπιτηδείαν ἐποίησαν τοῦ τεθῆναι ἐν ἀμπελῶσιν εἰς φυλακήν ... Μωϋσῆς δὲ οὗτος, καὶ οἱ προφῆται, ὧν ἕκαστος ἀγρὸς ἦν πλήρης, ὃν

17

.

256

(50)

εὐλόγησε Κύριος· .. καὶ ἀμπελὼν ἐν οἷς τις γενόμενος, καὶ τὴν προτέραν ἕξιν ἑαυτοῦ μὴ τηρῶν ὡς ἐκ Σοδόμων ὑπάρχουσαν ἀμπελῶνα, τῷ παρόντι κέχρη‐ ται λόγῳ.
54nἘὰν μὴ γνῷς σεαυτὴν ἡ καλὴ ἐν γυναιξὶν,
55nἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων σου, καὶ
56nποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν
57nποιμένων.
58Τὸ πολυθρύλλητον δὲ παρ’ Ἕλλησιν ἐπίφθεγμα
προείληπται παραδοθὲν τῷ σοφῷ Σολομῶντι, τὸ255

17

.

257

Γνῶθι σαυτόν· καθ’ ἣν ἀπειλεῖται νῦν ἡ ψυχὴ παρὰ τοῦ ἐράστου καὶ νυμφίου, εἰ μὴ τὸ δοθὲν αὐτῇ κατ’ εἰκόνα Θεοῦ φυλάξει κάλλος, τὴν ἔνδοθεν ἐκβολὴν, καὶ τὸ ἐν ἐσχάτοις τετάχθαι, τοὺς σκαιοὺς ἐρίφους ποι‐
5μαίνουσα. Ποιμανεῖς δὲ αὐτοὺς ἐπὶ τοῖς τῶν ποιμέ‐ νων σκηνώμασιν, ποτὲ μὲν τοῦδε, ποτὲ δὲ ἐκείνου οἷα δή τις ἀλῆτις· μέχρι παιδευθεῖσα τῇ πείρᾳ πρὸς τὴν σεαυτῆς ἐπιστρέψειας γνῶσιν· ἁρμόσει δὲ καὶ πρὸς τὴν Ἐκκλησίαν ὁ λόγος· γινώσκει δέ τις ἑαυτὸν,
10εἰδὼς, εἰ ἀγαθὴν ἢ φαύλην ἔχει διάθεσιν· καὶ πολὺ τῆς ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν ἀπολείπεται· ἢ τοῖς ἔμπροσθεν ἐπεκτείνεται, τῶν ὄπισθεν ἐπιλανθανόμε‐ νος· εἰ δὲ καὶ μήπω ἔλαβεν ἢ τετελείωται, ἢ προσ‐ εγγίζει τοῖς ὁρίοις τοῦ κάλλους· ἔργον δὲ καὶ τὸ
15ἀφιστάνειν ἑκάστῃ πράξει ὅπως γεγένηνται λογισμῷ τε παντὶ καὶ λόγῳ· γυναῖκας δὲ τὰς μὴ καθαρὰς μηδὲ ἀδιαφόρους ψυχὰς λέγει· ἀμελοῦσα δὲ τῆς ἰδίας γνώσεως, γένοιτ’ ἂν κλυδωνιζομένη καὶ περιφερομένη παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν
20ἀνθρώπων· καὶ πανταχοῦ μᾶλλον ποιμαίνειν τὰς ἰδίας σκαιὰς ἐρίφους ἢ παρὰ τῷ καλῷ ποιμαίνει λόγῳ· αὕτη δὲ προσηνὴς ὁ λόγος, εἰ καὶ μηδέποτε λεία λοιπὸν ἤδη ἐν γυναιξίν ἐστι καλὴ, συγκαταριθμουμένη τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, καὶ τῶν ἐν αὐτῇ μικρῶν οὖσα καλ‐
25λίων· αἱ γὰρ οὕτω λεγόμεναι τῆς Ἐκκλησίας γυναῖ‐ κες, τῶν ἐθνικῶν ψυχῶν ἀσυγκρίτως ἀμείνους πορευο‐ μένων ὀπίσω τῶν ἐραστῶν τῶν ἀντικειμένων δυνάμε‐ ων, γυναικῶν λεγομένων, ἀλλ’ οὐ παρθένων· πῶς γὰρ οὐκ ἀμείνων, ἡ πρὸς τὸν κτίστην τὸν σαυτῆς ἀναβλέ‐
30ψασα; ὅμοιον δὲ τὸ Ἔξελθε, τῷ παραδοθῆναι τῷ Σα‐ τανᾷ, εἰς ὄλεθρον τῆς σαρκὸς ἀφορισθέντα τῆς Ἐκ‐ κλησίας· μετὰ τὸ καθάπερ ἔλεγε πρὸς τὰς νεάνιδας εἰσαχθῆναι παρὰ τοῦ βασιλέως εἰς τὸ ταμιεῖον αὐτοῦ. Τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος;
35 Ἀλλὰ καὶ μέλη Χριστοῦ Ἐκκλησίαν νύμφης ὁ Παῦ‐ λός φησιν· ἧς οἱονεὶ πρόσωπον, οἱ τῷ κάλλει τῶν λοιπῶν διαφέροντες, αἰσχρὸν οὐδὲν ἐννοοῦντες· τὴν δὲ τῆς σωφροσύνης αὐτῇ καρποφοροῦντες αἰδῶ, οἱ πρότερον ἴσως οὐκ ὄντες καλοὶ, τοσοῦτον μετέβαλον
40ὡς εἰρῆσθαι τῇ νύμφῃ· Τί ὡραιώθησαν σιαγόνες σου, μὴ ἔχοντες σπῖλον ἢ ῥυτίδα; τάχα δὲ καὶ τῷ τὸν ἕνα μόνον γινώσκειν Θεόν· καὶ ἡ τρυγὼν γὰρ ἑνὶ μόνῳ συνέρχεται.
45nὉμοιώματα χρυσίου ποιήσωμέν σοι μετὰ στι‐
46nγμάτων τοῦ ἀργυρίου.
47 Τοῦτο δὲ, Οὐ πολὺς ἦν οὐδὲ κεχυμένος ὁ ἄργυρος· — ὀλίγα δὲ ἐν ἀποῤῥήτῳ παρὰ τῶν προφητῶν λεγό‐ μενα καὶ τῶν πάλαι σοφῶν· —ἐπιδημήσαντος δὲ

17

.

257

(50)

τὰ ἐν τοῖς ἀβάτοις τοῦ ναοῦ, τεθεώρηται τῷ βλέποντι τὸ καταπέτασμα τὸ ἀληθινὸν σχιζόμενον ἄνωθεν ἕως κάτω ἐπὶ τῷ θεωρηθῆναι τὰ ἔνδον, ἐπὰν ὁ ἀναπε‐ σὼν κοιμηθεὶς ὡς λέων καὶ ὡς σκύμνος ἐγερθῇ.
53tΚαὶ μετὰ ταῦτα.
54Τότε γὰρ οἱ σύμμορφοι γενόμενοι τῆς ἀναστάσεως
55αὐτοῦ, παραλήψονται αὐτοὶ ἀνθομοιωμάτων χρυ‐
σόν· πληθυνθήσονται γὰρ τῷ ἀργυρίῳ καὶ τῷ χρυσίῳ.257

17

.

260

(1n)

Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος
2nἔδωκεν ὀσμὴν αὐτοῦ.
3 Τὴν γὰρ τοῦ νυμφίου φησὶν φησὶν ὀσμὴν ἡ ἐμὴ νάρδος ἐν ᾗ αὐτὸν ἤλειψα, δέδωκε· τῇ γὰρ ἑαυτῆς νάρδῳ τοὺς
5πόδας ἀλείψασα τοῦ Ἰησοῦ, καὶ ταῖς θριξὶν ἀπομά‐ ξασα, μεταπεποιημένην ἐκ τῆς ὀσμῆς τοῦ νυμφίου ταύτην ἀνέλαβεν· ἧς αἰσθανομένη φησὶν ἐπὶ τὴν κεφαλὴν ἐλθούσης Ἡ ἐμὴ νάρδος ἔδωκέ μοι τὴν τοῦ νυμφίου ὀσμήν· διόπερ ὡς ἀπὸ τῶν χρωτῶν
10Ἰησοῦ τὴν οἰκίαν ὅλην ἐπλήρωσε τῆς μαθητρίας τὸ μῦρον.
12nἈπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοὶ,
13nἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται
14Εἰποῦσα τὴν νάρδον τοῦ νυμφίου δεδωκέναι μοι
15τὴν ὀσμὴν, νῦν φημι τὸν ἀδελφιδοῦν μου πνέειν στα‐ κτῆς οὐ διαχεομένης, οὐδ’ ἔξω πνεούσης· ἀλλ’ ἀποδε‐ δεμένης καὶ πυκνότερον τὴν εὐωδίαν διδούσης· ἀδελ‐ φὸν δὲ τὸν πρῶτον ἐσχηκυῖα λαὸν ἡ ἐξ ἐθνῶν Ἐκκλη‐ σία, ἐπείπερ ἐξ αὐτοῦ τὸ κατὰ σάρκα ἦν ὁ Χριστὸς,
20υἱὸν κέκληκεν ἀδελφοῦ καὶ νυμφίου· τοῦ δὲ Ἀκύλα ἐκδεδωκότος πατράδελφον, λεκτέον πατέρα εἶναι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὸν πάλαι λαόν· ἐπεὶ ἐκ τοῦ παρ’ ἐκείνοις νόμου καὶ τῶν προφητῶν ἡ ἐν Θεῷ γένεσις καὶ ἡ ἐξ ἡμῶν εἰς εὐσέβειαν ὑπῆρξε προαγωγή· τού‐
25του τοίνυν οὕτως ἀποδεδομένου τῆς νύμφης πατρὸς, ἀδελφὸς ὁ Σωτὴρ ὁμοίως ἐκείνοις ὑπὸ νόμον γενό‐ μενος.
28nἸδοὺ εἶ καλὴ, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή·
29nὀφθαλμοί σου περιστεραί.
30 Νῦν ἔοικε πρότερον ἐνεωρακέναι τρανώτερον τῷ τοῦ νυμφίου κάλλει ἡ νύμφη· καὶ διὰ τῶν περιστε‐ ρῶν αὐτῆς ὀφθαλμῶν αἰσθέσθαι τῆς ἐν τῷ κάλλει τοῦ λόγου καὶ ὑπεροχῆς· τάχα δὲ καὶ κλίνην κοινὴν ἑαυ‐ τῆς καὶ τοῦ νυμφίου τὸ σῶμα αἰνίττεται, ἐν ᾧ ἔτι
35οὖσα ἡ ψυχὴ ἀξιοῦται τῆς τοῦ λόγου κοινωνίας· λέγει οὖν Παῦλος, Τὰ σώματα ἡμῶν μέλη Χριστοῦ ἐστι· διὰ γὰρ τοῦ ἡμῶν τῆς νύμφης εἶναι λέγει τὸ σῶμα· διὰ δὲ τοῦ μέλη Χριστοῦ, τοῦ νυμφίου· σύσκιον δέ φησι τὸν νυμφίον διὰ τὴν πυκνότητα τῶν ἐν τῷ λόγῳ καὶ
40τῇ σοφίᾳ θεωρημάτων· ἐὰν δὲ ᾖ ἡ κοινὴ νύμφη ἀμφοῖν εὐθαλὴς, οὐδὲν θαυμαστὸν καὶ ἐπὶ τὸ σῶμα πᾶσαν τὴν διὰ τοῦ σώματος πρᾶξιν ἀγαθὴν δηλοῦσθαι.
43tΚΕΦΑΛΑΙΟΝ Βʹ.
44nἘγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων.
45 Ἄνθος λέγει τὸ ὁδεῦον ἐπὶ τὸ γενέσθαι καρπός· ἐν οὖν τῷ περιγείῳ τόπῳ πεδίῳ ῥηθέντι, ἄνθος ἐστὶν ὁ νυμφίος λόγος ὡς πρὸς τὰ μέλλοντα· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, μεταβαλεῖ τὸ ἄνθος εἰς τὸ γενέσθαι καρ‐ πός· καὶ ἐπεὶ μὴ πλέον χωροῦσι τοῦ ἄνθους, λέγει

17

.

260

(50)

ἐπὶ γῆς· διὰ τοῦτο γέγονεν ὁ νυμφίος ὡς ἄνθος τοῦ πεδίου· ἑαυτὸν γὰρ ἐκένωσε, μορφὴν δούλου λαβὼν, πρὸς τὸ δυνηθῆναι τὴν δόξαν αὐτοῦ μετὰ ταῦτα ἡμᾶς θεάσασθαι· μήποτε δὲ τοῖς μὲν εὐγενε‐ στέροις καὶ ὁμαλέσι πεδίοις ὀνομαζομένοις, ἄνθος
55ἐστὶ, τοῖς δὲ τούτων κατωτέροις καὶ κοιλωτέροις
κρίνον· ταῦτα φήσας ὁ νυμφίος παραβάλλει τὴν259

17

.

261

πλησίον αὐτοῦ ἄλλαις θυγατράσι ταῖς λοιπαῖς ψυ‐ χαῖς, αἵτινές εἰσιν ἄκανθαι ταύτῃ παραβαλλόμεναι. Τοιαῦται δὲ αἱ μὴ πλησίον τοῦ νυμφίου ψυχαί· ἡ δὲ πλησίον κρίνον ἐν μέσῳ διαλάμπον αὐτοῦ.
5nὩς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελ‐
6nφιδοῦς μου ἀνὰ μέσον τῶν υἱῶν· ὑπὸ τὴν σκιὰν
7nαὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ ὁ καρπὸς
8nαὐτοῦ ἐν τῷ λάρυγγί μου.
9Ἔπρεπε τῇ νύμφῃ τοῦ κάλλους ὅλῃ τοῦ νυμφίου
10γεγενημένῃ, περὶ αὐτῆς μὲν λέγειν οὐδὲν, πρὸς οἷς δὲ ὁ νυμφίος ἔφη περὶ ἑαυτοῦ, μήλῳ παραβάλλειν αὐ‐ τόν· τοὺς παρ’ αὐτῶν δὲ υἱοὺς, ξύλοις δρυμοῦ· ὑπερ‐ βολῇ δὲ τοῦ πόθου, τὸ καὶ σκιᾶς ἐπιθυμεῖν τῆς αὐ‐ τοῦ, καὶ παραπέμψαι τῷ βάθει τὴν τούτου ποιότητα·
15ἔοικε δὲ ταῦτα λέγειν πρὸς τὰς νεάνιδας, ὡς πρὸς τοὺς ἑταίρους ὁ νυμφίος τὰ πρῶτα· υἱοὺς δὲ, ἢ τοὺς ἑταί‐ ρους λέγει οὓς παραθέει τοῦ νυμφίου ξύλοις ἀκάρποις παρείκασεν, ἢ τοὺς ἀλλοτρίους αὐτοῦ. Ὑπὸ σκιὰν δὲ αὐτοῦ ἐπεθύμησέ τε καὶ κεκάθικεν· λέγει δὲ καὶ Ἱε‐
20ρεμίας ἐν Θρήνοις· Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν· οὗ εἴπωμεν Ἐν τῇ σκιᾷ αὐτοῦ ζησώμεθα ἐν τοῖς ἔθνεσι· πῶς γὰρ οὐκ ἔμελλε ζωῆς ἡμῖν αἰτία ἡ σκιὰ αὐτοῦ γενέσθαι, γενομένοις ἐλευθέροις τῆς τοῦ νόμου
25σκιᾶς; Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, μηκέτι οὖσιν ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν, εἰ καὶ νῦν ἐσμεν ὑπὸ σκιὰν πολλῷ διαφέρουσαν· μετὰ τὸν παρόντα γὰρ βίον, οὐκ ἔτι δι’ ἐσόπτρου καὶ αἰ‐ νίγματι, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον τὴν
30ἀλήθειαν θεωρήσωμεν· λέξει δὲ καὶ ἡ νύμφη, Ἕως οὗ διαυγάσῃ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί· ἔστι γὰρ ὁ βίος ἡμῶν ὡς σκιὰ, καὶ ἐν σκιᾷ θανάτου ὁ ἐξ ἐθνῶν ἐκαθέζετο, καὶ οἱ ἀπιστοῦντες ἔτι καθέζονται.
34nΕἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου.
36 Ταῦτα πρὸς τοὺς φίλους τοῦ νυμφίου φησὶ τοὺς ἁγίους ἀγγέλους ἢ ἀποστόλους τε καὶ προφήτας· μο‐ νονουχὶ λέγουσα, Συγκεράσατέ με τῷ σώματι τοῦ Χριστοῦ.
40nΣτηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις,
41nὅτι τετρωμένη ἀγάπης ἐγώ.
42 Ὁ Σύμμαχος οὕτως ἐκδέδωκεν· Ἐπανακλίνατέ με οἰνάνθη, τουτέστιν εὐώδεσι δένδροις, τοῖς καλὸν καρπὸν ποιοῦσιν, ἀνθοῦντα· τῶν φαύλων λεγομένων
45δένδρων ἀκάρπων ἢ κακοκάρπων ὄντων· τινὰ δὲ τῶν ἀντιγράφων ἔχει· Στηρίσατέ με ἐν ἀμύροις· ὃ νοη‐ τέον, ἢ πιστοὺς μὲν, οὐ μὴν ὡς χρηματίζειν μέλη τῆς μὴ ἐχούσης σπῖλον ἢ ῥυτίδα, ἢ ἀλλοτρίους τῆς πίστεως χρηστούς· τὸ δὲ, στοιβάσατέ με ἐν μήλοις,

17

.

261

(50)

σαφηνίζων ὁ Σύμμαχος, περικυλίσατέ με μῆλα, εἶπε· βούλεται γὰρ ἡ νύμφη ἐν πολλοῖς περικυλιομέ‐ νοις αὐτὸν μήλοις ἀναπαύεσθαι· ἅτινα οἶμαι καρπός ἐστι τοῦ μήλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ νυμφίου, ἵνα τῆς αὐτῶν μεταλάβῃ ποιότητος· Τέτρωμαι γὰρ φίλ‐
55τρῳ, φησὶ, κατὰ τὸν Σύμμαχον· ἀπὸ τοῦ ἐκλεκτοῦ
βέλους, κατὰ τὸν Ἡσαΐαν.261

17

.

264

(1n)

Φωνὴ τοῦ ἀδελφιδοῦ μου, ἰδοὺ οὗτος ἥκει πηδῶν
2nἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς.
3 Τοῦτό τινες τοῖς προλαβοῦσιν ἀπέδωκαν, τὸ δὲ Ἑβραϊκὸν ἐξ ἰδίας τάττει περικοπῆς· καὶ δῆλόν ἐστιν
5ὡς ἡ νύμφη διαλεγομένη ταῖς θυγατράσιν Ἱερουσα‐ λὴμ, αἰφνίδιον αἰσθάνεται τῆς τοῦ νυμφίου φωνῆς, διαλεγομένου τισὶν ὡς εἰκός· ἧς αἰσθανομένης ἐπὶ τῶν ὀρῶν καὶ τῶν βουνῶν τῶν παρακειμένων τῷ τό‐ πῳ τῆς νύμφης διαλέγεσθαι, ὡς μηδὲν ἀπᾴδειν νεβρῷ·
10εἶτα σπουδῇ τῇ περὶ τὴν νύμφην, ἐγένετο πλησίον τοῦ οἴκου καὶ παρέφηνεν ὄπισθεν αὐτοῦ· εἶτα πηδήσας μέχρι τῶν τοῦ οἴκου φθάνει θυρίδων, ἐρωτικῶς ὥσπερ ἐθέλων εἰς αὐτὴν παρακῦψαι· ἐγγὺς δὲ τῆς οἰκίας ἔνθα ἡ νύμφη, δίκτυα πολλὰ ἐπενέδρα τῆς νύμφης καὶ
15τῶν περὶ αὐτὴν ἐκπεπέτασται, ἅπερ διακόψας ὁ νυμ‐ φίος ὡς ἰσχυρότερος, διέκυψε δι’ αὐτῶν· καὶ καλεῖ τὴν νύμφην πλησίον ἐλθεῖν· παραθαῤῥύνων ἔργῳ τῶν δικτύων καταφρονεῖν, ὡς ἤδη σχισθέντων, καὶ τοῦ χαλε‐ ποῦ δι’ αὐτῶν παραδραμόντος καιροῦ, ὃν χειμῶνα καλεῖ,
20ἀνωφελῆ φέροντα καὶ σφοδρὸν ὑετόν· προτρέπεται δὲ καὶ διὰ τῶν καλῶν τοῦ παρόντος καιροῦ, ἄνθη λέγων ὡς ἐν ἔαρι καὶ θεραπείαν ἀμπέλων· τρυγόνος τε φωνὴν, καὶ συκῆς ὀλύνθους, καὶ κυπριζούσας ἀμπέλους δια‐ γράφει· καὶ τὸν ἔνθα συναναπαύσεται τόπον· ἔνθα γε‐
25νομένην ἐβούλετο αὐτὴν ὅλῳ προσώπῳ τῷ νυμφίῳ φανῆναι, καὶ τῆς ἡδείας αὐτῇ παρέχειν ἀκοῦσαι φωνῆς.
28nἈποκρίνεται ἀδελφιδοῦς μου καὶ λέγει μοι· Ἀνά‐
29nστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά
30nμου· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλ‐
31nθεν καὶ ἐπορεύθη ἑαυτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ·
32nκαιρὸς τῆς τομῆς ἔφθακε· φωνὴ τῆς τρυγόνος
33nἠκούσθη ἐν τῇ γῇ ἡμῶν· ἡ συκῆ ἐξήνεγκεν
34nὀλύνθους αὐτῆς· αἱ ἄμπελοι κυπρίζουσιν, ἔδω‐
35nκαν ὀσμήν, κ. τ. ἑ.
36 Ἀνάστα, φησὶν, ἀπὸ τῶν αἰσθητῶν πρὸς τὰ νοητὰ, ἵνα συνῆμεν· Ὁ ὑετὸς ἀπῆλθεν· εἴπομεν ἂν ὑετὸν γεγονέναι, τὸν πρὸ τῆς Ἐπιδημίας καιρὸν, τοῦ Θεοῦ ἐντειλαμένου ταῖς νεφέλαις ὕειν τὸν νομικὸν καὶ προ‐
40φητικὸν λόγον· πεπαῦσθαι δὲ τοῦτον, ἐπειδὴ ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου· ἔαρ δὲ καὶ θέρος μετὰ τὴν Ἐπιδημίαν· ὅτι μηκέτι ὑετῶν χρεία ὅτε τὰ διὰ Χριστὸν ἄνθη ὤφθη ἐν τῇ γῇ· καὶ ἀπὸ τῆς ἐπιδη‐ μίας αὐτοῦ, ἡ συκῆ οὐκ ἐκκόπτεται ἄκαρπος ἐν τῷ
45προτέρῳ γενομένη καιρῷ· νυνὶ γὰρ ὀλύνθους ἐξ‐ ήνεγκε, καὶ κυπρίζουσιν αἱ ἄμπελοι· διό φησιν, ἓν τῶν κλημάτων Χριστοῦ, εὐωδία, ἐσμὲν τῷ Θεῷ.
48nἈνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περι‐
49nστερά μου· καὶ ἐλθὲ σὺ, περιστερά μου, ἐν σκέ‐
50nπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος·
51nδεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισον με τὴν
52nφωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις
53nσου ὡραία.
54Βούλεται τὴν ψυχὴν ὑπερβῆναι τὰ αἰσθητά· ὡς ἐπὶ
55πόλεως δὲ τεῖχος καὶ προτείχισμα, τὸν αἰσθητὸν κόσμον καλεῖ· δεῖ οὖν τὴν τῷ λόγῳ κοινωνοῦσαν ψυχὴν ἐν σκέπῃ τῆς πέτρας, οὐ μόνον ἔξω τοῦ τείχους τῆς πόλεως, ἀλλὰ καὶ τοῦ προτειχίσματος γενέσθαι· ὡς
πλησίον γενομένην ἀνακεκαλυμμένῳ προσώπῳ τὴν263

17

.

265

δόξαν τοῦ Κυρίου κατοπτρίζεσθαι· πειθομένην τῷ λέ‐ γοντι, Δεῖξόν μοι τὴν ὄψιν σου· ἐπιθυμεῖ δὲ καὶ διαλεγομένης ἀκοῦσαι, τὴν φωνὴν ὡς ἡδεῖαν θαυμά‐ ζων· προτείχισμα δέ ἐστιν, ὅπερ Ἡσαΐας περίτειχον
5ὀνομάζει, λέγων· θήσει τεῖχος, ἢ περίτειχος· βούλεται τοίνυν τῶν σωματικῶν ἐξελθοῦσαν, οὐ μόνον ἐν τῷ τείχει γενέσθαι, ὅπερ εἶναι τὸν περὶ τοῦ κόσμου λό‐ γον νομίζω, ἀλλὰ καὶ ἐχόμενα τοῦ προτειχίσματος· ὃς λόγος μέν ἐστι τελευταῖος τῶν σωματικῶν, ἀρχὴ δὲ
10τῶν ἀσωμάτων.
11nΠιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας
12nἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν.
13 Ταῦτα τοῖς φίλοις ὁ νυμφίος, ἤτοι ἀγγέλοις. ἢ ἀν‐ δράσιν ἁγίοις, ὅσοι τῆς Ἐκκλησίας διδάσκαλοι· ὑπὲρ
15σωτηρίας δὲ τῶν ἀμπελώνων ἡ προτροπή· ἵνα τῶν πανούργων συλλαμβανομένων δυνάμεων, αἳ διαφθεί‐ ρουσαι τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ καρποῦ, δυνηθῶ‐ σιν αἱ ἄμπελοι προκόψαι ἀπὸ τοῦ κυπρίζειν μέχρι τῆς τοῦ καρποῦ τελειώσεως, ὑπὸ τοῦ Θεοῦ γεωργούμε‐
20ναι· διὰ δὲ τὸ αὐτεξούσιον δυνάμεναι ἐνέγκαι καρπόν τε καὶ μή· ἢ τάχα καὶ ἄνθρωποι, ἀλώπεκές τινες δι’ ἑτεροδόξου δριμύτητος ἐμποδίζοντες τοῖς ἀρξαμένοις τρέχειν καλῶς· οὓς ἔτι μικροὺς ὄντας βούλεται συλλη‐ φθῆναι πρὶν ἐπιπλέον ἀσεβείας προκόψωσι· μέγας γὰρ
25ἀλώπηξ γενόμενος, ἐκείνοις μὲν ἀνάλωτος, ὑπὸ μόνου δὲ τοῦ νυμφίου θηρεύεται· ἀρχόμενοι γὰρ ἐνεργεῖν τὰ χείρονα, καὶ τοῖς φίλοις εὐάλωτοι· λέγει δ’ ἂν καὶ μικροὺς τοὺς ἀμπελῶνας· οὐ δύναται γὰρ κατὰ τῶν μεγάλων ἀλώπηξ.
30nἈδελφιδός μου ἐμοὶ, κἀγὼ αὐτῷ· ὁ ποιμαίνων
31nἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα, καὶ
32nκινηθῶσιν αἱ σκιαί.
33 Ἢ νύμφη πρὸς τοὺς ἑταίρους τοῦ νυμφίου φησὶν ὡς οὐδεμίαν ἔχουσα πρὸς τοὺς ἀλώπεκας μετουσίαν·
35ἐκοινώνησαν γὰρ ἡμῖν, φησὶν, αἵματος καὶ σαρκὸς, καὶ ἡμεῖς αὐτῷ τῆς ἀφθαρσίας. Ἢ ὅτι ὁ Θεὸς ἐν ψυ‐ χῇ γίνεται, καὶ ἡ ψυχὴ εἰς Θεὸν μετοικίζεται· οὕτω καὶ ὁ Παῦλος· Τὸ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· σῶμα γὰρ ἡ νύμφη
40Ἐκκλησία Χριστοῦ, τὸ μηδαμῶς τῇ πορνείᾳ, ἀεὶ δὲ τῷ Κυρίῳ· καὶ αὐτὸς δὲ ὁ Σωτήρ· Μείνατε ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν· ἐν δὲ τοῖς ἑξῆς ἀνάπαλιν γέγραπται· Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ὁ ἀδελφιδός μου ἐμοί. Ἢ τάχα διὰ τὸ τὴν ἀρχὴν τῆς εὐεργεσίας ἀπὸ τοῦ
45νυμφίου γενέσθαι· μὴ ἐμφανίσαντος γὰρ ἑαυτὸν αὐτῇ, οὐδ’ αὐτὴ τῷ νυμφίῳ ἀνέκειτο· τὸ γὰρ ἔνθεον αὐτοῦ κάλλος θεασαμένη, ἐπὶ σωτήριον ἀφίκετο φίλτρον, μεθὸ ἀνατεθεῖσα ἐκείνου τῷ κάλλει, λέγει, κἀγὼ αὐ‐ τῷ· εἶτα τὴν τάξιν ἀντέλαβε πρὶν μὲν ἐλθεῖν τὸ τέ‐

17

.

265

(50)

λειον, λέγουσα, ἐγὼ τῷ ἀδελφιδῷ μου· ὅταν δὲ τελείως ἀποκαλυφθῇ, μηδὲν καταλίπῃ κεκρυμμένον, αἰσθανο‐ μένη τοῦτο λέγει· καὶ ἀδελφιδός μου ἐμοί· εἴρηται δέ που ταῖς προφητείαις, αὐτὸς Κύριος ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας, ἀλλ’ οὐχ ὡς νῦν ἐν κρίνοις ἡμᾶς ποιμαίνει
55τοῖς ἐν μέσῳ ἀκανθῶν· τοιγαροῦν εἰπών· Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων, ἐπάγει· ὡς κρί‐ νον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων· καὶ τήρει ὡς ἐπὶ τῆς νύμ‐
φης οὐκ ἔλεξεν· διὸ καὶ παραγέγονεν, εἰς τὸ ἀκάνθαις μὴ ἐμπαγῆναι τὰ ποιμαινόμενα.265

17

.

268

(1n)

Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ παρέλθωσιν αἱ
2nσκιαί.
3 Διὸ καὶ αὐχεῖ μυστικῶς λέγειν ἐν Ἰακὼβ τό· ἐγενό‐ μην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι· ἐν τῷ τοῦ
5παρόντος γὰρ βίου καύματι δεόμεθα τοῦ ποιμαίνοντος, διὰ τὰ μεσημβρινὰ δαιμόνια· λέγει γᾶρ πρὸς τὸν εὐ‐ πειθῆ· οὐ φοβηθήσεται ἀπὸ δαιμονίου μεσημβρινοῦ· ὁποῖον καὶ τὸ, Ὁ ἥλιος οὐ συγκαύσει σε· ἐπείπερ ὁ τὰς ἀσθενείας ἡμῶν φέρων καὶ περὶ ἡμῶν ὀδυνηθεὶς
10ἐγένετο ὑπὲρ ἡμῶν συγκαιόμενος τῷ καύματι· ἵνα ἐξ‐ αγοράσῃ ἡμᾶς ἀπ’ αὐτῶν· ὡς καὶ ἀπὸ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ποιμαίνει δὲ καὶ ἐν κρίνοις, καὶ μέχρι παρέλθωσιν αἱ σκιαὶ τοῦ βίου· κατὰ τὸ, ὡς σκιαὶ ἡμέραι ἡμῶν παρά‐
15γουσιν· ἴσως δὲ καὶ πρὸ τῆς ἐπιδημίας αὐτοῦ, διὰ νόμου καὶ προφητῶν, ἐν κρίνοις ἐποίμανεν ἔτι καύ‐ σωνος ὄντος· μετὰ δὲ τὴν ἐπιδημίαν, ποιμαίνει μὲν, ἀλλ’ οὐκ ἐν κρίνοις· ὡς γὰρ τῆς ἡμέρας διαπνευσάσης εἴρηται τὸ, ἀγαπητοὶ, γινώσκετε ὅτι ἐσχάτη ὥρα ἐστίν.
20nἈπόστρεψον, ὁμοιώθητι σὺ, ἀδελφιδέ μου, τῷ
21nδόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη τῶν κοιλω‐
22nμάτων.
23 Τὰ πρότερα πρὸς τὰς νεανίδας εἶπεν ἡ νύμφη, τὰ δὲ νῦν πρὸς τὸν νυμφίον· ὥστε τῷ παρόντι καιρῷ
25ἁρμόττουσαν ἀναλαβεῖν ὁμοιότητα πρὸς μὲν τὸν δόρ‐ κωνα, διὰ τὸ διορατικόν· πρὸς δὲ νεβρὸν ἐλάφων, δι’ ἀφανισμῶν τοῦ τῶν ὄφεων γένους· ταῦτα δὲ ποιῶν ἐν τοῖς ὄρεσι τῶν κοιλωμάτων, ἀπόστρεψον λέγουσα, ἐκ τοῦ ἐν μορφῇ ὑπάρχειν Θεοῦ· καὶ ἀνάλαβε ταῦτα
30διὰ τὴν ἀγάπην τὴν πρὸς ἐμὲ τοῖς ἀνθρώποις ἐπι‐ δημῶν· ὧν οἱ πλείους διὰ τὴν κακίαν ἐν κοιλώμασι διατρίβουσιν· ὄρη δὲ κοιλωμάτων, οἱ τῶν κακῶν ὑπερανέχονται δίκαιοι· ἀποστρέψας δὲ ὁ λόγος ὁμοιοῦ‐ ται, ἐν μὲν τοῖς ἀνακειμένοις τῇ θεωρίᾳ, δόρκωνι· ἐν
35τοῖς πρακτικωτέροις δὲ καὶ καθαιρετικοῖς τῶν ἀντι‐ κειμένων δυνάμεων, ἐλάφων νεβρῷ· τὸ δὲ, ἢ νεβρῷ, παραδιαζευτικόν· ὁ δὲ Θεοδοτίων εἶπεν, ἐπὶ τὰ ὄρη θυμιαμάτων· οὐδὲν ἧττον τοὺς ἁγίους δηλῶν.
39tΚΕΦΑΛΑΙΟΝ Γʹ.
40nἘπὶ τὴν κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγά‐
41nπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ
42nεὗρον αὐτόν· ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ
43nμου· ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει,
44nἐν ταῖς ἀγοραῖς, καὶ ἐν ταῖς πλατείαις· καὶ ζη‐
45nτήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐ‐
46nτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν, καὶ
47nοὐχ ὑπήκουσέ μου· εὕροσάν με οἱ τηροῦντες,
48nοἱ κυκλοῦντες ἐν τῇ πόλει· μὴ ὃν ἠγάπησεν ἡ
49nψυχή μου ἴδετε; ὡς μικρὸν ὅτε παρῆλθον ἀπ’
50nαὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου·
51nἐκράτησα αὐτὸν, καὶ οὐκ ἀφῆκα αὐτόν· ἕως οὗ
52nεἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς
53nτὸ ταμιεῖον τῆς συλλαβούσης με.
54Περὶ τῶν πρὸ τοῦ γάμου μυστηρίων εἰπὼν, νῦν
55αὐτὸν διὰ νυκτὸς ἐπὶ τὴν κοίτην καλεῖ· ἀποῤῥητο‐ τέρων ἐθέλων κοινωνεῖν, καὶ τῆς τελειοτέρας με‐ τασχεῖν ἀναπαύσεως· τοῦτο γὰρ ἡ κοίτη· τὸ δὲ ἐν νυκτὶ, ἐν ἡσυχίας καιρῷ, καὶ πόῤῥω τῆς ὄψεως τῶν μὴ τὰ τοιαῦτα θεωρεῖν δυναμένων· δεῖ δὲ ἀγάπῃ τὴν
60ψυχὴν προτετρῶσθαι τοῦ ἐπὶ τὴν κοίτην ζητοῦντος τὰ τοῦ θείου λόγου βαθύτερα· περιμένειν δὲ τὴν τῆς
ποθούσης ἀνάστασιν ὁ ποθούμενος· ὡς ἂν ἐπιτείνας267

17

.

269

τὸν ἔρωτα κατὰ καιρὸν ἑαυτὸν ἐμφανίσειε τῇ καμού‐ σῃ πλεῖστα παρὰ τὴν ζήτησιν τὴν αὐτοῦ· εἰποῦσα γὰρ ὅτι ἐπὶ τὴν κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγά‐ πησεν ἡ ψυχή μου, καὶ ὅτι ἐζήτησα αὐτὸν καὶ
5οὐχ εὗρον, ἐπάγει· ἀναστήσομαι δὴ καὶ κυκλώσω· οὐκοῦν ὑπτιασμὸν καὶ τὴν κατάμυσιν ἀποθέμενοι, διαναστῶμεν πειθόμενοι τῷ λέγοντι, Ἔγειραι δὴ ὁ καθεύδων· ὅλος δὲ ὁ κόσμος, ἡ πόλις ὃν ἐκπεριελθὼν δεῖ τῇ περὶ αὐτοῦ θεωρίᾳ γινόμενον ἐν ταῖς σοφαῖς
10διδασκαλίαις· αὗται γὰρ αἱ ἀγοραί· ὅθεν τι χρήσιμόν ἐστι λαβεῖν, ἀλλὰ καὶ ἐν ταῖς πλατείαις· σοφία γὰρ ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει· κεκελεύσμεθα δὲ καὶ ἡμεῖς ἐπὶ τὸ πλάτος τῆς καρ‐ δίας ἡμῶν γράψαι· μείζονα δὲ ζητοῦσα ἢ κατ’ ἀγορὰς
15καὶ πλατείας μὴ εὑρηκέναι φησί· πλὴν ὁδεύει ἐπὶ τὴν εὕρεσιν, εὑρισκομένη ὑπὸ τῶν τηρούντων τὴν πόλιν καὶ κυκλούντων αὐτήν· εἶεν ἂν τὰ λειτουργικὰ πνεύ‐ ματα· οὗτοί εἰσιν οὓς ἐξαπέστειλε Κύριος περιοδεῦσαι τὴν γῆν· ὧν δὴ περὶ τοῦ ποθουμένου πυνθάνεται· οὐκ
20ἀναγέγραπται δὲ τούτων ἀπόκρισις· διδασκόμεθα δὲ εἰ μέλλοιμεν εὑρεῖν τὸν ποθούμενον, ὀλίγον τι παρελ‐ θεῖν, καὶ κρείττους γενέσθαι τῶν τοιούτων ἀγγέλων· περὶ ὧν ἔοικεν ἐν Ἐπιστολῇ λέγειν ὁ Πέτρος διδάσκων τὴν ὑπεροχὴν τῶν τοῖς τελείοις ἀποκειμένων· εἰς ἃ
25ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι· ἀγαπητὸν δὲ βραχύ τι τοὺς τοιούτους παρενεγκεῖν, ἵν’ εὑρεθῇ τὸ ποθούμενον, καὶ εὑρεθὲν κρατηθῇ, καὶ κρατηθὲν μὴ νοηθῇ· ἀνόνητος γὰρ ἡ κράτησις, εἰ μὴ τὸ νοηθὲν συνεχὴς μελέτη κρατήσειε· διό φησιν· οὐκ ἀφῆκα
30αὐτὸν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου· ἵνα καὶ μετὰ τὴν ἐντεῦθεν ἔξοδον, εἰσέλθοι αὐτῷ εἰς τὸν οἶκον τῆς ἄνω Ἱερουσαλὴμ, ἔνθα εἰσάγῃ τὰ κοινότερα τῶν τοῦ λόγου θεωρημάτων· τὰ δὲ ἀποῤῥη‐ τότερα εἰς τὰ ταμιεῖα τῆς συλλαβούσης τὴν νύμφην·
35ἡ αὐτὴ δὲ μήτηρ καὶ συλλαβοῦσα δηλοῦται, διὰ τὸ ἐν τῇ συλλήψει τὴν ἀρχὴν τῆς συστάσεως εἶναι· μήτηρ δὲ λεγομένη μετὰ τὴν μόρφωσιν, καὶ τὴν τοῦ συλ‐ ληφθέντος τελείωσιν.
40nΤίς αὕτη ἡ ἀναβαίνουσα ἐκ τῆς ἐρήμου ὡς στε‐
41nλέχη καπνοῦ τεθυμιαμένη; σμύρνα καὶ λίβανος
42nἀπὸ πάντων κονιορτῶν μυρεψοῦ;
43 Καλὴ λίαν ἡ ἀναβαίνουσα βίῳ καὶ λόγῳ ψυχὴ, φυ‐ γοῦσα τὰ παρὰ τοῖς πολλοῖς ἁμαρτήματα, ἅπερ ἐξ
45ἐρήμου λέγεται ἀναβαίνειν· τὸ δὲ τὸν δίκαιον εἶναι Χριστοῦ εὐωδίαν ἐν παντὶ τόπῳ τοῖς σωζομένοις, τεθυμιαμένη νοεῖται παραπλησίως στελέχεσι, καπνὸν ἡδὺν ἀναπέμπουσιν, εὐφραίνοντα τὰς τῶν μακαριζόντων ἀναπνοάς.
50tΚΕΦΑΛΑΙΟΝ Δʹ.
51nὈδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβη‐
52nσαν ἀπὸ τοῦ λουτροῦ· αἱ πᾶσαι διδυμεύουσαι,
53nκαὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς.
54Διδυμεύουσαι δὲ ἄλλως, διὰ τὸ διττὸν τῆς νοήσεως
55τῆς τερητῆς καὶ πνευματικῆς.
56nὩς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά
57nσου ὡραῖα.
58Ἤγουν ἔστω διάπυρος ἡ τοῦ λόγου παρασκευὴ ὡς
κερδῆσαι τὸν ἀκροατὴν δυναμένη, ἢ καὶ τὸ ἔναιμον269

17

.

272

καὶ ζωτικὸν δηλοῖ τῶν διὰ τοῦ χείλους ἐξιόντων ῥη‐ μάτων, οἱωνεὶ βαπτομένων ἐν τῇ ἀληθινῆ πόσει τοῦ αἵματος τοῦ Χριστοῦ.
4nὩς λέπυρον τῆς ῥόας μῆλόν σου ἐκτὸς τῆς
5nσιωπήσεώς σου.
6 Προστίθησι τῷ τῆς σωφροσύνης ἐπαίνῳ, τὸν ἀπὸ τῆς σιωπῆς· ἐπισταμένης τῆς νύμφης καιροὺς λαλιᾶς ὡραίας καὶ ἐπαινουμένης σιγῆς· καὶ ἐπεὶ πιστὸς πνοῇ κρύπτει πράγματα καὶ ἡ νύμφη ἐν τῷ βάθει κρύπτει
10τὰ θεωρήματα τοὺς οἱονεὶ κόκκους τῆς ῥόας ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι σεσωματοποιημένον ἐν τῷ ἡγεμο‐ νικῷ· διὸ ἐπήγαγεν· Ἐκτὸς τῆς σιωπήσεώς σου· δη‐ λῶν τὰ σιωπώμενα δόγματα ὡς κόκκους ῥόας ὑπὸ τὸ λέπυρον αὐτῆς.
15nὩς πύργος Δαυῒδ τράχηλός σου, ὁ ᾠκοδομημένος
16nἐν Θαλπιώθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ’ αὐτὸν,
17nπᾶσαι βολίδες τῶν δυνατῶν.
18 Ἀκύλας τὸ Θαλπιὼθ ἐπάλξεις ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος, ὕψη· ᾧ ἀκολουθεῖ τὸν ὑπὲρ τὰς ἐπάλξεις
20πύργον εἶναι τὴν σοφίαν, ἧς ὁμοίως ἤρτηνται θυρεοὶ μὲν τὰ πεπιστευμένα δόγματα, ἅπερ εἶπεν ἑνικῶς ὁ Ἀπόστολος θυρεὸν πίστεως· βολίδες δὲ τῶν δυνατῶν, οἱ δυνατῶς ἀνατρέποντες λόγοι τῶν ἐναντίων τῆς ἀληθείας τὴν πιθανότητα· ἀντὶ δὲ τοῦ ἐπάλξεις, ἐν‐
25τολὰς ἐκδέδωκεν ἡ πέμπτη ἔκδοσις, τὸν νοῦν μᾶλ‐ λον ἢ τὴν λέξιν ἑρμηνεύουσα· μὴ προαποκειμένων γὰρ ἐντολῶν, οἰκοδομηθῆναι τὴν ἀψευδῆ γνῶσιν ἀδύ‐ νατον.
29nΔύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος
30nοἱ νεμόμενοι ἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσῃ
31nἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί.
32 Τὸ ἡγεμονικὸν, ὡς ἐπὶ νύμφης μαστοί· ὅπερ ἐστὶν ὀξυδερκέστατον· διὸ παρείκασε δύο νεβροῖς δορκάδος νεμομένοις ἐν ὡραίοις τόποις καὶ εὐώδεσι· σημαίνων
35τά τε νοητὰ καὶ αἰσθητά· νεβροὺς δὲ, ἐπειδὴ νῦν ἐκ μέρους γινώσκομεν· ὅταν δὲ τὸ τέλειον ἔλθῃ, καταρ‐ γοῦμεν τὴν νηπιότητα· ὅταν ὁ καύσων τοῦ παρόντος βίου παύσηται, καὶ καιρὸς τῆς ἀναψύξεως ἐπιστῇ, λυομένης καὶ τῆς σκιᾶς· σκιὰ γάρ ἐστιν ὁ παρὼν
40βίος· τότε γὰρ ὡς τέλειοι, ἀλλ’ οὐχ ὡς νεβροὶ νεμη‐ θησόμεθα.
42nἘκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη· ἐκαρ‐
43nδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ ἐν‐
44nθέματι τραχήλου σου.
45 Τὸ ἔνθεμα εἴρηται παρὰ τὸ ἐντίθεσθαι καὶ ἐνορ‐ μᾶσθαι τῷ τραχήλῳ τῆς νύμφης· εἰ δὲ ὡς δύο νεβροὶ δορκάδος ἔμειναν οἱ μαστοὶ τῆς νύμφης, τὸ τί ἐκαλ‐ λιώθησαν; οὐκ ἂν ἐῤῥέθη θαυμαστικῶς περὶ τοῦ, ὡς ἔφην, διανοητικοῦ, ἀλλὰ καὶ τὸ διπλοῦν τοῦ θαύματος,

17

.

272

(50)

τὴν αὔξησιν τοῦ κάλλους ὑπέδειξεν· ὁποῖον τὸ ἐκαρ‐ δίωσας ἐκ δευτέρου ῥηθέν· ἱμάτια δὲ τῆς νύμφης, οἱ ἐνδεδυμένοι Χριστὸν Ἰησοῦν, σπλάγχνα οἰκτιρμῶν καὶ χρηστότητα καὶ ταπεινοφροσύνην· χείλη δὲ οἱ διδάσκαλοι· καὶ κηρία μέλιτος λόγοι καλοί· εἰργάσαντο
55δὲ κηρίον καὶ μέλι προφῆται καὶ ἀπόστολοι.
56nΚῆπος κεκλεισμένος, ἀδελφή μου νύμφη· κῆπος
57nκεκλεισμένος, πηγὴ ἐσφραγισμένη.
58Δεύτερον, τὸ κῆπος κεκλεισμένος ἐῤῥέθη, τὸ μὲν
ἐπὶ προκόπτοντος, τὸ δὲ ἐπὶ τελείου, ὅτε τὸ ἡγεμο‐271

17

.

273

νικὸν αὐτοῦ καθοραθὲν, τῇ τῆς θεολογίας σφραγίδι τετύπωται· ἢ καὶ νῦν μὲν ἡ νύμφη κῆπός ἐστιν κε‐ κλεισμένος μόνον, ἐν δὲ τῷ μέλλοντι αἰῶνι διὰ τὴν τελειότητα καὶ τὸ βέβαιον, καὶ πηγή ἐστιν ἐσφρα‐
5γισμένη. Παντὶ γὰρ τῷ ἔχοντι δοθήσεται καὶ πε‐ ρισσευθήσεται· νῦν μὲν οὖν ἡ Γραφὴ κῆπον εἶναι ἁπλῶς· ἀλλαχοῦ δὲ ὡς περὶ ἑτέρου, καὶ τὸ λαχανείας προστίθησιν.
9nἘξεγέρθητι, Βοῤῥᾶ, καὶ ἔρχου, Νότε, διάπνευσον
10nκῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου.
11 Ἔοικεν ἐπιτιμᾷν ἡ νύμφη τῷ Βοῤῥέᾳ, τὴν ἐξουσίαν λαβοῦσα παρὰ τοῦ ἐπιτιμήσαντος τῷ ἀνέμῳ νυμφίου· διὸ παρὰ τοῖς τρισὶν εὐαγγελισταῖς ἐπιτιμηθῆναι τῷ ἀνέμῳ εἴρηται· οἱ δὲ ἄνεμοι ἁπλῶς ὑπακούουσιν
15αὐτῷ· Χριστὸς οὖν ἐξωθουμένους τοῦ διαβόλου, εἰσοι‐ κίζεται ταῖς ψυχαῖς· περὶ οὗ τὸ, ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, τουτέστιν ἐκ Νότου.
18tΚΕΦΑΛΑΙΟΝ Εʹ.
19nἌνοιξόν μοι, ἀδελφή μου, πλησίον μου, περιστε‐
20nρά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη
21nδρόσου, καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός.
22 Ἀναγκαίως ἡ τοῦ μοί προσθήκη τοῦ ἄνοιξον· ἔστι γὰρ καὶ ἀντικειμέναις δυνάμεσιν ἀνοῖξαι· ὡς περὶ ὀχληρᾶς δὲ τῆς δρόσου λέγειν δοκεῖ, ὡς καὶ περὶ τῶν
25τῆς νυκτὸς ψεκάδων· ἀνάπαυλαν γὰρ ἔοικεν ἀπὸ τού‐ των ἐπιζητεῖν. Ἀκόλουθα ταῦτα τοῖς πρώτοις· μετὰ γὰρ τὴν ἀνάστασιν εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων· καὶ καλεῖ τὸν Θωμᾶν, καὶ δι’ αὐτοῦ πᾶσαν ἄπιστον ψυχὴν, ἀνοῖξαι τὴν ἰδίαν καρδίαν καὶ τὴν τῆς ἀναστά‐
30σεως χωρῆσαι πληροφορίαν· καλεῖ δὲ αὐτὸν τελείαν εἰπόντα, ὁ Κύριός μου καὶ ὁ Θεός μου· ἡ δρόσος δὲ δηλοῖ τὴν κατὰ τὸν ὄρθρον ἀνάστασιν, ὅτε κάτεισι δρόσος.
34nἈδελφιδός μου παρῆλθε· ψυχή μου ἐξῆλθεν ἐν
35nλόγῳ αὐτοῦ.
36 Ἡνίκα ἔφθασεν ἡ νύμφη τὸ κλεῖθρον, ὥστε τὴν ψυχὴν ἀναπετάσαι τῷ λόγῳ, τότε μόνην τὴν χεῖρα καί τινας ἑαυτοῦ δείξας πράξεις παρελήλυθεν, ὡς μη‐ δέπω τὸ πλέον εἰς θέαν χωρούσης τῆς νύμφης· ἅμα
40δὲ καὶ οἰκονομεῖ πλέον αὐτῆς ἐπιτεῖναι τὸν ἔρωτα· ἐξέρχεται καὶ ἐκδημεῖ τοῦ σώματος ἡ ψυχὴ διὰ τὸν τοῦ νυμφίου λόγον ἔχουσα ἐν οὐρανῷ τὸ πολί‐ τευμα.
44nἘζήτησα αὐτὸν, καὶ οὐχ εὗρον· ἐκάλεσα αὐτὸν
45nκαὶ οὐχ ὑπήκουσέ μου.
46 Συνεχῶς ἡ ψυχὴ τὸν νυμφίον λόγον ἐπιζητεῖ· καὶ εὑροῦσα πάλιν ἑτέροις ἀποροῦσα ζητεῖ· κἀκεῖνα θεωρήσασα ποθεῖ τὴν ἑτέρων ἀποκάλυψιν· καὶ τυ‐ χοῦσα τούτων, ἐπ’ ἄλλοις εὔχεται τὸν νυμφίον ἐπι‐

17

.

273

(50)

δημεῖν.
51nἈδελφιδός μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελοχισμέ‐
52nνος ἀπὸ μυριάδων.
53λευκὸς ἐπειδὴ ὁ Θεὸς ἀληθινὸς, πυῤῥὸς δὲ διὰ τὴν σάρκωσιν.
55nΚεφαλὴ αὐτοῦ χρυσίον κεφάζ· βόστρυχοι αὐτοῦ
56nἐλάται, μέλανες ὡς κόραξ.
57 Οἱ βόστρυχοι διὰ τὴν πυκνότητα παραβάλλονται ταῖς τῶν φοινίκων ἐλάταις, ἅς φασιν ἀντὶ σπέρματος
εἶναι ταῖς θηλείαις φοίνιξιν, ὥστε καρπὸν φέρειν273

17

.

276

ἐδώδιμον· διὰ δὲ τὴν βαθύτητα τῶν ὥσπερ ἐκφυέντων ἀντὶ τριχῶν λογισμῶν, μέλανες ἐπαινετῶς ὀνομάζον‐ ται, τῷ τοῦ νυμφίου συμβαλλόμενοι κάλλει· τὸ δὲ ὡς κόραξ, οὐχ ἁπλῶς οἶμαι διὰ τὸ χρῶμα· σύμβολον δὲ
5τῶν βαθυτάτων εἶναι καὶ πεπληρωμένων σκοτεινοῦ ὕδατος ἐν νεφέλαις ἀέρων· περὶ ὧν εἶπεν ὁ Ἰώβ· Τίς δὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ δὲ αὐτοῦ πρὸς Κύριον κεκράζονται· ἡτοίμασε γὰρ τοῖς βαθυτέροις τὸν νοῦν, πολλὴν τροφὴν ὁ Θεὸς, ὧν οἱ μαθηταὶ νεοσ‐
10σοὶ εὐχαῖς σχολάζοντες, πρὸς Κύριον κεκράγασιν· πλανώμενοι καὶ ζητοῦντες τὰ ἐν αὐτοῖς ἐπαπορου‐ μένοις ὑπ’ αὐτῶν σιτά.
13nΣιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος, φύουσαι
14nμυρεψικά.
15 Σιαγόνας Χριστοῦ τοὺς διακονουμένους λόγῳ Θεοῦ καὶ τροφῇ πνευματικῇ νοητέον· διὰ μὲν τὴν πληρό‐ τητα τῆς εὐωδίας τῶν καλῶν ἔργων καὶ λόγων, ἐοι‐ κότας φιάλαις τοῦ ἀρώματος· διὰ δὲ τὸ ἐῤῥιζωμένον ἐν αὐταῖς ποικίλον ἐν πάσῃ συνθέσει γραφῆς λόγον ἀεὶ
20καρποφοροῦντας μυρεψικόν.
22nΚοιλία αὐτοῦ πυξίον ἐλεφάντινον, ἐπὶ λίθου σαπ‐
23nφείρου.
24Κοιλία ἐστὶ τοῦ λόγου, οἱ χωρητικοὶ τῶν μυστη‐
25ρίων, τουτέστιν οἱ κοῖλοι πρὸς ὑποδοχήν· πυξίον δὲ, οἱ πρὸς διατήρησιν ἐπιτήδειοι· κατὰ δὲ τὸ λαμπρὸν καὶ σαφὲς ἐλεφάντινον εἶναι λέγεται· ἡ δὲ τοιαύτη κοιλία, τὸ πύξιον τὸ ἐλεφάντινον, ἐπιβέβληκε λίθῳ σαπφείρῳ, ὅς ἐστι Χριστός· ὅσοι οὖν εἰσι κοιλία τοῦ
30λόγου, οὗτοι ἀπὸ τοῦ φόβου Κύριον ἐν γαστρὶ λαμβά‐ νουσι, καὶ τίκτουσι πνεῦμα σωτηρίας· διὰ τοῦτο καὶ ἡ κοιλία τῆς θυσίας ἐν τῷ Λευιτικῷ πλύνεται, ὡς μη‐ δὲν ἔχειν κοπρῶδες.
34tΚΕΦΑΛΑΙΟΝ ϛʹ.
35nΚαλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς
36nἹερουσαλὴμ, θάμβος ὡς τεταγμέναι.
37 Ὅσον πλησίον γίνεται τοῦ νυμφίου, κρείττοσιν ἀπεικάζεται· τῷ γὰρ καλὴ καὶ ὡραία καὶ πλησίον, προσέθηκε τὸ ὡς Ἱερουσαλήμ· καὶ καταπληκτικὴν
40δὲ τὴν τετελειωμένην φησὶν Ἐκκλησίαν· πῆ μὲν, ἐν ταῖς ἀντικειμέναις δυνάμεσιν, οὐ δυναμέναις ἐνατενί‐ ζειν τῷ κάλλει τοῦ προσώπου αὐτῆς· πῆ δὲ καὶ ταῖς ὑποδεεστέραις αὐτῆς, ἐοικυίαις ταῖς τεταγμέναις ἐν τῷ παντὶ καταστάσεσιν· ὁ δὲ Σύμμαχος· οὐ τεταγμέ‐
45ναι παρατάξεις· θάμβος γάρ εἰσιν ὡς τάγμα παρεμ‐ βολῶν τοὺς πολεμίους ἐκπλήττοντα.
47nἈπόστρεψον τοὺς ὀφθαλμούς σου ἀπεναντίον
48nμου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με.
49Ἡ Ἐκκλησία τῇ ὡραιότητι καὶ τῷ κάλλει ἐνορᾷ τοῦ

17

.

276

(50)

Χριστοῦ· δυναμένη τῇ πλείονι προκοπῇ κατανοεῖν αὐτοῦ τὴν θεότητα· καθὸ πάντα δι’ αὐτοῦ ἐγένετο· εὐφραινόμενος δὲ ἐπὶ τῇ δυνάμει τῶν ὀφθαλμῶν, τῆς εἴτε Ἐκκλησίας εἴτε νύμφης τοῦ λόγου ψυχῆς· πτεροῖς αὐτὴν λογικοῖς ἀποστραφῆναι κελεύει πρὸς τὸ μετέω‐
55ρον· ὡς ἂν ἐπ’ ἄκρον ἔλθοι τῆς τελειότητος, ὡς ἂν κἀκείνη βλέπῃ τοῦτον ἐπτερωμένον, καὶ μηκέτι συγ‐
καταβαίνοντα δι’ αὐτὴν, καὶ δύνηται λέγειν, εἰ καὶ275

17

.

277

ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν· τῇ σῇ τοίνυν συνανέβη προκοπῇ, φησὶν, χωρησάσης σου ἐνορᾷν, καὶ μηκέτι περαιτέρω τῆς οἰκονομίας ζητεῖν.
5nΤρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνέβη‐
6nσαν ἀπὸ τοῦ Γαλαάδ· ὀδόντες σου, ὡς ἀγέλαι
7nτῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ·
8nαἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ
9nἔστιν ἐν αὐταῖς.
10 Εἴρηται δεύτερον ταῦτα τῇ νύμφῃ, πρότερον οἶμαι τοιαύτῃ φανείσῃ κατὰ τὸ ἐνδεχόμενον, ἡνίκα ἔτι ἐν τῷ βίῳ τούτῳ ἐτύγχανεν· δεύτερον ὁπότε ἦλθεν ἐπὶ τὴν τελειότητα· διὸ καὶ νῦν μόνον παρῃνίξατο· Ὀδόν‐ τες σου ὡς ἀγέλαι τῶν κεκαρμένων· κατὰ δὲ τὸν
15Ἀκύλαν καὶ Σύμμαχον, ὀδόντες σου ὡς ἀγέλαι τῶν προβάτων, ἢ, τῶν ἀμνάδων· καὶ ἔπρεπεν εἰρῆσθαι ταῦτα ἐπὶ τῆς τελειότητος· ὡς εἶναι τὸ ἀπὸ τοῦ λου‐ τροῦ οὐκ ἔτι προτέρου, ἀλλὰ τοῦ δευτέρου· διδυ‐ μεύουσαι δὲ τάχα, ὡς τρεφόμεναι τῇ τῶν νοητῶν καὶ
20αἰσθητῶν θεωρίᾳ· καὶ ὡς μηδεμίαν ἄγονον εἶναι τῆς περὶ οὑτινοσοῦν λόγου τροφῆς.
22nἙξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλ‐
23nλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία
24nδέ ἐστι περιστερά μου.
25 Αἱ νεάνιδες ἀριθμὸν οὐκ ἔχουσαι· οὐ τῷ μὴ ὑποπίπτειν ἀριθμῷ, ἀλλὰ τῷ ἀξίας αὐτὰς εἶναι ἀρι‐ θμηθῆναι· καὶ τάχα τῆς αὐτῆς διανοίας ἔχεται, τῇ ἐνταῦθα διαφορᾷ τῶν νεανίδων τῶν κοινωνουμένων ὑπὸ Χριστοῦ, καὶ τὰ παρὰ Ἀποστόλου λεγόμενα περὶ
30ἀναστάσεως νεκρῶν, λόγῳ τάγματα φάσκοντι· ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνά‐ στασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται· ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι·
35ὁ γὰρ ἑκάστου βίος καὶ λόγος καὶ διάθεσις ποιήσει προκριθῆναι ἑκάστου κατ’ ἀξίαν. Μὴ θαύμαζε, εἰ ὁ νυμφίος ἦν ἔχων καλὴν νύμφην, καὶ τάχα δευτέραν καὶ τρίτην καὶ πλείονας· ἐὰν νοή‐ σῃς αὐτοῦ καὶ τὰς νύμφας, οὐ φοβηθήσῃ λέγειν ἀπὸ
40τοῦ ᾌσματος· Ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία δέ ἐστι περιστερά μου· λόγος ἐστὶν ὁ νυμφίος· λογικὸν ζῶον ἡ νύμφη· ἐὰν νοήσῃ ψυχὴ καὶ λάβῃ ὁ νυμφίος τὴν νύμφην· ἀλλ’ ἐπεί ἐστιν ὁ λόγος
45οὗτος, οὐ μιᾷ ψυχῇ κοινωνῶν, ἀλλὰ πλείοσι καὶ δια‐ φόροις, τιμῇ τινι βασιλικῇ καὶ διαφαινούσῃ, λεγέτω τελεία περιστερά· ταῖς δὲ βασιλικαῖς μὲν, ὑποδεεστέ‐ ραις δὲ, διὰ τοῦτο ἑξήκοντα βασίλισσαι· ἑτέραις δὲ ψυχαῖς κοινωνεῖ παιδαγωγουμέναις φόβῳ Θεοῦ· αὗταί

17

.

277

(50)

εἰσιν αἱ παλλακίδες· εἰσί τινες καὶ ἄλλαι ψυχαὶ ὑπο‐ δεέστεραι, ἐλάττονα φόβον ἔχουσαι· αὗταί εἰσιν αἱ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· ὁ νυμφίος τοίνυν καὶ ἐνθάδε καλὰς καὶ δυναμένας αὐτῷ εἶναι καὶ κοινω‐ νοὺς, ἐξῆλθεν ἀπὸ τοῦ παστοῦ τοῦ ἐπουρανίου, κοι‐
55νωνεῖ ἀγγέλοις καὶ ἀρχαγγέλοις, αἵ τινές εἰσιν αἱ νύμφαι τοῦ λόγου, καὶ θρόνοι καὶ κυριότητες.
57nΕἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήματι τοῦ
58nχειμάῤῥου· ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤν‐
59nθησαν αἱ ῥόαι· ἐκεῖ δώσω τοὺς μαστούς μου277

17

.

280

(1n)

σοί· γῆ ἐστιν ὡς ἡ ψυχή μου· ἔθετό με ἅρματα
2nἈμιναδάβ.
3 Κατά τι παράδειγμα οἱ δίκαιοι καρύαι εἰσὶ, φέ‐ ροντες καρπὸν διὰ τὴν πρὸς Θεὸν θεραπείαν ἱερατι‐
5κὴν, διὰ τὸ ἕρκος ἔχειν περὶ αὐτά· ὁ μέν τι πικρὸν καὶ χολῶδες, ἕτερον δέ τι σκληρὸν τῶν πειρασμῶν· ἀλλὰ καὶ χειμάῤῥους ὁ πειρασμὸς λέγοιτο· κατὰ τὸ, χειμάῤῥους διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἠβουλήθη τοί‐ νυν ἡ νύμφη καταβᾶσα εἰς τὸν κῆπον τῆς καρύας,
10τουτέστιν ἐκπεσοῦσα τὰ παραδείσου πρὸς τὴν ἐπί‐ μοχθον ταύτην ζωὴν, ἰδεῖν παράδοξόν τι γέννημα τοῦ χειμῶνος ῥέοντος μαύρου ποταμοῦ· ἢ, κατὰ Σύμμα‐ χον, κατέβη μαθεῖν εἰ ἡ φάρυγξ τοῦ βίου ὀπώρας ἔχει· ἀλλὰ καὶ ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, διαφεύ‐
15γουσα τὸν χειμῶνα· καὶ τὸ ἔαρ φθάσασα, τὸν καιρὸν τοῦ Πάσχα καὶ τῆς τῶν ἀζύμων ἑορτῆς· τότε γὰρ φιλεῖ ἀνθεῖν ἐν τῇ Ἰουδαίᾳ ἡ ἄμπελος· καὶ εἰ ἤνθη‐ σαν αἱ ῥόαι, ὧν ὁ καρπὸς πολὺς, καὶ τάξει περιει‐ λημμένος ὑπὸ τοῦ λέπους· ᾧ ὡμοίωται τὸ μῆλον τῆς
20νύμφης· ἐκεῖ δὲ, φησὶ, δώσω σοι τοὺς μαστούς μου, τουτέστι τὸ ἡγεμονικόν· ἀλλ’ ἠγνόησε, φησὶν, ἡ ψυ‐ χή μου, καὶ τὴν ὑπόσχεσιν ἔψευσται, μὴ δυναμένη ἀφ’ ἑαυτῆς τι ποιεῖν· ἀλλ’ οὐκ ἀπελείφθην ἐν τούτοις· ὁ γὰρ πατὴρ τοῦ Ναασσὼν ὁ ἄρχων τοῦ λαοῦ μου
25Ἀμιναδὰβ, ἔθετό με ἑαυτῷ εἶναι ἅρματα· Ναασσὼν δὲ ὀφιώδης ἑρμηνεύεται· ὁ ἄρχων τοῦ λαοῦ τῆς νύμ‐ φης· Ἀμιναδὰβ δὲ οὗτος ὁ ἐν Ἀριθμοῖς πατὴρ τοῦ ἄρχοντος τῆς φυλῆς Ἰούδα Ναασσών· ὃς μεταλαμβά‐ νεται εἰς τὸν Χριστόν· διὰ τὸ, καθὼς Μωϋσῆς ὕψωσε
30τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως, φησὶν, ἅρματά με ἔθετο ἑαυτῷ ἡνιοχῶν μου τοὺς λογισμούς.
32nἘπίστρεφε, ἐπίστρεφε ἡ Σουλαβίτις· ἐπίστρεφε,
33nἐπίστρεφε· καὶ ὀψόμεθα ἐν σοί.
34tΚΕΦΑΛΑΙΟΝ Ζʹ.
35nΤί ὄψεσθε ἐν τῇ Σουλαβίτιδι; ἡ ἐρχομένη ὡς χο‐
36nροὶ τῶν παρεμβολῶν· ἀνέβη γὰρ ἐκ τοῦ λουτ‐
37nροῦ, ὡς τὰ ἀγγελικὰ τάγματα.
39Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις, τὸ Σουλαβίτις ἐξ‐
40έδωκαν, εἰρηνεύουσα γάρ· ἔστι δὲ ἡ νύμφη τοῦ λόγου ψυχὴ, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, διὰ τὸν ποιήσαντα τὸ ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντα· ἐὰν δὲ ἡ Σουλαμίτις,ἐσκυλευμένη, κατὰ Σύμμαχον, λέγοι ἂν πρὸς αὐτὴν ὁ νυμφίος, Ὦ ἐσκυλευμένη καὶ ὑπὸ τῷ
45αἰχμαλωτίσαντί σε γεγενημένη, ἐπίστρεφε εἰς τὴν προτέραν εὐγένειαν· νῦν μὲν ὡς ἐν ἀπαρχῇ λαμβά‐ νουσα τῆς υἱοθεσίας τὸν ἀῤῥαβῶνα, καὶ τὴν τῆς ἀνα‐ στάσεως ἐλπίδα· ἐὰν δὲ τῆς ἐπαγγελίας καὶ τῆς ἀφθαρσίας τὸ ἔνδυμα, πυκνότερον δὲ εἰς προτροπὴν,

17

.

280

(50)

τὸ ἐπίστρεφε· τότε γάρ φησι κυρίως ἐστὶν ἰδεῖν σε· τῶν ἑταίρων δὲ τοῦ νυμφίου πρὸς τὴν νύμφην εἶναι τὸν λόγον δοκῶ· πρὸς οὓς ὁ νυμφίος, Τί ὄψεσθε; φησίν· ἀπεικάζεται δὲ νενικηκότων στρατῷ· ἡ μία γὰρ νύμ‐ φη πλῆθος ἐν ἑαυτῇ ἔχει παρεμβολῶν· τὰ γὰρ μέλη
55τῆς νύμφης συστήματα τυγχάνοντα πλείονα, χοροὶ μέν εἰσι, τῷ τὸ θεῖον ὑμνεῖν συμφώνως θεολογοῦντες αὐτῷ· τῷ δὲ καθελεῖν τοὺς πολεμίους παρεμβολῶν
εἰρηνικῶν ἔχοντες· ἀλλ’ οὐκέτι σχῆμα πολεμικὸν, τὴν279

17

.

281

ὑπὲρ τῶν ἐν χειμάῤῥῳ καμοῦσαν καὶ σκυλεῖσαν δι’ αὐτούς· προσκαλοῦνται οἱ φίλοι τοῦ νυμφίου· ἐσκυ‐ λευμένη γὰρ ἑρμηνεύεται Σουλαμίτις· ἐπίστρεφε λέγοντες, ὀψόμεθα ἐν σοί· ἑώρων γὰρ αὐτῆς τὸν
5σκυλμὸν, οὐκ ἄκαρπον, ἀλλ’ εἰς χρηστὸν τελευτή‐ σαντα πέρας, ὅπως τοὺς ἐν τῷ χειμάῤῥῳ κατακρι‐ θέντας παραδεδομένους τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, παρελθόντας τὸ τοῦ χειμάῤῥου ὕδωρ, νικη‐ φόρους ἦγε μεθ’ ἑαυτῆς, ἐρχομένη ὡς χοροὶ παρεμ‐
10βολῶν, τῶν ἐκ πολέμου ἐπανερχομένων, καὶ κατὰ διάφορα συστήματα χορευόντων, καὶ ἐπινικίους ᾀδόν‐ των καὶ λεγόντων· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστε‐ φάνωσας ἡμᾶς.
14nῬυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις, ἔργον χειρῶν
15nτεχνίτου.
16 Πολλαχοῦ τάττει τοὺς μηροὺς ἐπὶ τῆς γενέσεως ἡ Γραφή· δηλοῖ τοίνυν ἐνταῦθα τῆς νύμφης τὸ τεταγμένον ἐν τῷ τῆς γενέσεως χωρίῳ καὶ εὔρυ‐ θμον, ὁμοίῳ περιτραχηλίοις κατεσκευασμένοις τῇ
20ἀρετῇ.
21nὈμφαλός σου κρατὴρ τορνευτὸς, μὴ ὑστερούμε‐
22nνος κρᾶμα· κοιλία σου, θημωνία σίτου πεφρα‐
23nγμένη ἐν κρίνοις.
24Ἐπὶ τὸν ὀμφαλὸν δὲ τὸν κρατῆρα ἡ σοφία συγκα‐
25λεῖ λέγουσα· Δεῦτε, πίετε οἶνον ὃν κεκέρακα ὑμῖν· καὶ δηλοῖ τὸ πνευματικὸν πνεῦμα· καὶ προσέθηκε καὶ θημωνίαν σίτου, ἵνα τὴν πνευματικὴν τροφὴν ση‐ μάνῃ· τὸ γὰρ θημωνία ἀντὶ τοῦ συναγωγὴ ἀρετῶν πλήθους εἰς ἓν τῇ ὁμονοίᾳ συντεταγμένη.
30 Κρίνα δ’ ἂν εἴη καὶ τὰ ἄνθη τῆς χάριτος τοῦ Θεοῦ, ἃ συνελέξατο ἀπὸ μέσου τῶν τοῦ βίου ἀκανθῶν.
32nὉ τράχηλός σου ὡς πύργος ἐλεφάντινος.
33 Πύργοι δὲ ἐκλήθησαν, οἱ τὰ ἀρεστὰ τῷ νυμφίῳ ποιοῦντες, σκοπευτήριον ἔχοντες τὴν θεωρητικὴν ψυ‐
35χὴν, ἐκ μετεώρου σκοπεύουσαν ἅπαντα· ἐλεφάντινον δὲ, διὰ τὸ λαμπρὸν καὶ λεῖον· οὐδὲν γὰρ ἀπὸ κακίας τραχὺ ἐν τῷ τῆς νύμφης τραχήλῳ· οὐκέτι δὲ περὶ τῶν νεκρῶν εἶπεν, οἱ νεμόμενοι ἐν κρίνοις· ὑπεράνω γὰρ ἐγεγόνεισαν κρίνων τῶν ἐν μέσῳ ἀκανθῶν· βού‐
40λεται δὲ ἡμᾶς καὶ φιλομαθεῖς ὄντας πολλῶν ἔχειν τὴν ψυχὴν θυγατέρα σοφῶν καὶ ἐν εἰσαγωγαῖς γενέσθαι μαθημάτων πολλῶν, ἃς ἐκάλεσε πύλας· τοσοῦτον, φη‐ σὶν, γνώσεως τοῖς ἐν σοὶ διδασκάλοις περίεστι χάρις, ὡς μὴ μόνον τοὺς παρὰ σοὶ ἀπολαύειν αὐτῶν τῆς
45παιδεύσεως, ἀλλ’ ἤδη καὶ τῆς ἔξωθεν καὶ πόῤῥωθεν τῆς αὐτῶν ἀπολαύειν ὠφελείας.
47nΜυκτήρ σου, ὡς πύργος τοῦ Λιβάνου σκοπεύων
48nπρόσωπον Δαμασκοῦ· κεφαλή σου ἐπὶ σὲ ὡς
49nΚάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορ‐
50nφύραν βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.
51 Ὁ δὲ καθαρὰν ἔχων τὴν διαπνοὴν, καὶ διὰ τῆς αἰ‐ σθήσεως τοῦ θείου λόγου δυνάμενος ὀπίσω αὐτοῦ εἰς ὀσμὴν μύρων αὐτοῦ δραμεῖν, μυκτήρ ἐστιν αἰσθανό‐ μενος εὐωδίας πνευματικῆς· σκοπεύων εἴ τι ἐπιφανὲς
55ἐν ἔθνεσι δόγμα δοκεῖ· Δαμασκὸς γὰρ τὰ ἔθνη παρ‐ ίστησι· τοῦ δὲ ἐπιφανοῦς καὶ καλοῦ τὸ πρόσωπον σύμ‐ βολον· ὁ δὲ λίβανος ἀναφέρεται ἐπὶ τὸ θυσιαστήριον τοῦ Θεοῦ· ὁ δὲ Κάρμηλος ἐπίγνωσις περιτομῆς ἑρ‐
μηνεύεται· γινώσκει δὲ περιτομὴν ὁ μετὰ παῤῥησίας281

17

.

284

λέγειν δυνάμενος· ἡμεῖς ἐσμὲν ἡ περιτομή· ἀπὸ δὲ τῆς κεφαλῆς, τουτέστι Χριστοῦ, ἐπίγνωσις πνευματικῆς ἐγεννήθη περιτομῆς.
4nΤί ὡραιώθης καὶ τί ἡδύνθης, ἀγάπη, ἐν τρυφαῖς
5nσου; τοῦτο μέγεθός σου· ὡμοιώθης τῷ φοίνικι,
6nκαὶ οἱ μαστοί σου τοῖς βότρυσι· διότι ὑψηλόν
7nσου τὸ φρόνημα· καὶ οὐδὲν τῶν γηΐνων ἐπιφε‐
8nρόμενον.
9Ὅτι ταῦτά φησιν ὁ νυμφίος ἀποθαυμάζων αὐτῆς
10τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν· ὡς γὰρ ἡ τῶν στοι‐ χείων εὐκρασία σωμάτων ὑγείαν ἐμποιεῖ, οὕτως ἐκ τῶν ὁρμῶν καὶ ἐκκλίσεων, ὑγεία πως καὶ κάλλος ἐπι‐ γίνεται τῇ ψυχῇ· ὡς δὲ αἰσχρά τίς οὖσα διὰ κακίαν ἡ νύμφη, μετέβαλεν ἐξ ἀρετῆς εἰς ὡραιότητα, οὕτως
15οὖσα πικρὰ, γέγονεν ἡδίστη τε αὐτῷ καὶ γλυκεῖα· φησὶ τοίνυν, ὡς ἐν ταῖς σωματικαῖς τρυφαῖς ἡ πο‐ λυτελὴς εὐωχία περιπόθητος, οὕτω τοῖς τὴν πνευμα‐ τικὴν τρυφῶσι τρυφὴν, ἡ ἀγάπη· τῆς δὲ σοῦ ἀντω‐ νυμίας κειμένης παρὰ τοῖς ἄλλοις, λέγοι ἂν, τῇ ἀγάπῃ
20ἐντρυφᾷς πλέον τῶν ἄλλων τοῦ πνεύματος καρπῶν· ὡς πάντα δι’ αὐτὴν στέγειν πάντα ὑπομένειν· ὥσπερ δὲ σωμάτων ἐστὶ βραχύτης, καὶ μέγεθος ἑτέρων, οὕτω καὶ ψυχῆς ἀναλόγως οἷς διαπράττεται.
25 Ἤγουν τὰ νοήματά σου, φησὶν, τρόφιμά τε καὶ πό‐ τιμα, καὶ οὐδαμῶς ὀμφακίζοντα.
27nΕἶτα ἀναβήσομαι ἐν τῷ φοίνικι· κρατήσω τῶν
28nὕψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς
29nβότρυες ἀμπέλου· καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα,
30nκαὶ λάρυγξ ὡς οἶνος ἀγαθὸς, πορευόμενος τῷ
31nἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος ἐν
32nχείλεσί μου ὀδοῦσιν.
33 Ἀπεικασθεῖσα φοίνικι, φοίνικα τὸν νυμφίου καλεῖ, τὸ ὕψος καὶ μέγεθος τοῦ λόγου κατανοήσασα· ἐφ’ ἃ
35καὶ ἤλπισεν ἀνελθεῖν ἐπὶ τέλει τῶν ᾀσμάτων· ὅτε τελεία ἐστὶν ἡ νύμφη· ὅτε καὶ ἀντιλήψεται τῶν τοῦ νυμφίου μασθῶν, δηλούντων τὰ πυκνώματα· διὸ καὶ ἀμπέλου βότρυσιν ἀπεικάζονται· περὶ ἧς εἶπεν ὁ Σω‐ τήρ· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· τὰ δὲ ἐκ τῶν
40τοῦ λόγου κρυπτῶν ἐκπορευόμενα, ἐπὶ τοσοῦτον ἰθύνει τε καὶ εὐφραίνει, ὥστε λέγειν ὅτε δεῖ, καὶ οἷς δεῖ, καὶ ὅσου δεῖ· τὰ μὲν γὰρ χείλη τὸν λόγον· οἱ δὲ ὀδόν‐ τες τὴν ἐχεμυθίαν ἐμφαίνουσι· κατὰ τὸ, «τῷ στόματί σου ποίησον θύραν καὶ μοχλὸν, καὶ τοῖς λόγοις σου
45μέτρον καὶ σταθμόν·» τῶν δὲ τοιούτων οὐ μόνον ἀσφα‐ λῆ τὰ νοήματα, ἀλλὰ καὶ τὰ χείλη αἰσθήσει δέδεται· οἶνος δὲ ὁ ἀγαθὸς, ὁ ἐξ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προσφερόμενος.
49nἘγὼ τῷ ἀδελφιδῷ μου· ἐπ’ ἐμὲ ἡ ἐπιστροφὴ
50nαὐτοῦ.
51 Τελειωθείσης ὁ λόγος, ὅτι μηδαμοῦ παντοδαπῆ ἀνά‐ παυσιν εὑρήσει, ὅπου ἑαυτὸν ἐπιστρέψει, ὡς παρ’ ἐμοί.
53nἘλθὲ, ἀδελφιδέ μου· ἐξέλθωμεν εἰς ἀγρόν· αὐλι‐
54nσθῶμεν ἐν κώμαις· ὀρθρίσωμεν εἰς ἀμπελῶνας·
55nἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυ‐
56nπρισμὸς, ἤνθησαν αἱ ῥόαι.
57 Περὶ τῶν ὑποδεεστέρων ἡ νύμφη παρακαλεῖ· ὡς ἐκ τῶν ἐνδοτάτων καὶ μακαρίων διατριβῶν εἰς τὴν τούτων ἐπισκοπὴν ἐξελθεῖν· οὗτοι γὰρ ἀγρὸς καὶ
60κῶμαι καὶ ἀμπελῶνες καὶ ῥόαι283

17

.

285

(1t)

ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
2nΕὑροῦσα ἔξω φιλήσω σε· καί γε οὐκ ἐξουδενώ‐
3nσουσί με· παραλήψομαί σε· εἰσάξω σε εἰς οἶ‐
4nκον μητρός μου· καὶ εἰς ταμιεῖον τῆς συλλα‐
5nβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ,
6nἀπὸ νάματος ῥοῶν μου.
8 Εὑρίσκουσα γὰρ αὐτὸν τῆς ἄνω περιωπῆς ἐκβάντα, περιεπτύξατο αὐτόν.
10nὭρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς
11nδυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, τί
12nἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν
13nθελήσῃ;
14Ἤδη δεύτερον ὥρκισεν· ἀλλ’ ἀμφιβάλλουσα προετί‐
15θει τὸ ἐάν· νῦν δὲ διδάξασα τὸ εἶδος τῆς ἐγέρσεως τῆς ἐξεγέρσεως καὶ τῆς ἀγάπης οἱονεὶ παρίστησιν, ὅτι ὁρκοῦσα ὑμᾶς κατὰ τῶνδε ὥρκισα, τὸ ἐγείρητε καὶ ἐξεγείρητε.
19nΘές με ὡς σφραγίδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφρα‐
20nγίδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θά‐
21nνατος ἡ ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος.
22 Προτρέπεται αὐτὴν ὁ νυμφίος πᾶν νόημα καὶ πρᾶ‐ ξιν μορφῶσαι τῷ ἑαυτοῦ χαρακτῆρι· ποιεῖν δὲ ταῦτά φησιν τὴν ὡς θάνατον κραταιὰν ἀγάπην· πάντα γὰρ
25στέγει, πάντα ὑπομένει· διὸ καὶ κραταιὰ κατὰ θά‐ νατον νεκροῦντα τὴν ἁμαρτίαν· ἤγουν ἐπειδὴ πάντων ἐκράτησεν ὁ θάνατος, διὰ τὸ ἐν τῷ Ἀδὰμ πάντας ἀποθνήσκειν· καὶ ὁ ᾅδης ὁμοίως· τοιαύτη, φησὶν, ἡ ἀγάπη καὶ ὁ ζῆλος· ὃν δεῖ ζηλοῦν τῷ Θεῷ, σκληρὸς
30κατὰ τῶν ἁμαρτανόντων ὑπάρχων, ὡς ὁ τοῦ Ἡλίου καὶ τοῦ Φινεές· ἢ τοῦτο λέγει ὁ νυμφίος πρὸς αὐτὴν, θές με ὡς σφραγίδα πρὸς τὸ σφραγίζειν τὰς ἐνθυμή‐ σεις σου καὶ τὰς πράξεις σου, καὶ ἕως θανάτου ἀγωνίσαι ὑπὲρ τῆς ἀληθείας· καὶ ἐν τῷ ᾅδῃ δὲ τὸν Χριστὸν
35ἐζήλωσαν οἱ Ἰουδαῖοι, ὑποφθείραντες τοὺς στρατιώτας.
36nἈδελφὴ ἡμῶν μικρὰ, καὶ μαστοὺς οὐκ ἔχει.
37 Ὅτι μικρὰ ἡ τοῦ ἀνθρώπου ψυχὴ, καὶ ἐπὶ γῆς ἔτι ἐπισκευαζομένη τοῦ Θεοῦ Ἐκκλησία, καὶ νοήματα (τοῦτο γὰρ οἱ μαστοὶ) μήπω ἔχουσα, ἐπιδίδωσιν εἰς
40μέγεθος βίου καὶ νοημάτων· ἐπ’ ἂν τρανώσῃ τὰ νοή‐ ματα καὶ προφητικὰ θεωρήματα, ἢ τὴν σύμπνοιάν τε καὶ ἐνέργειαν χωρήσῃ δυνάμεως· αἳ καὶ ταῦτά φασι μετά τε προφητῶν καὶ δικαίων πνευμάτων.
44nὉ καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῆς
45nφωνῆς σου· ἀκούτισόν με· φύγε, ἀδελφιδέ μου,
46nκαὶ ὁμοιώθητι τῇ δορκάδι, ἢ τῷ νεβρῷ τῶν ἐλά‐
47nφων ἐπὶ ὄρη ἀρωμάτων.
48 Εἶδεν ἡ νύμφη τὸν νυμφίον ἀναπαυόμενον ἐν τοῖς κήποις, καὶ τοὺς ἑταίρους αὐτοὺς προσέχοντας αὐτοῦ

17

.

285

(50)

τῇ φωνῇ ἧς ἤκουσεν αὐτή· καὶ βούλεται αὐτὸν ὀξέως καὶ διορατικῶς ὁρῶντα ἀπὸ τῶν τῇδε πραγμάτων ἐκ‐ κλῖναι, τάχει μὲν καὶ ὀξυδερκίᾳ, ὡμοιωμένον δορκάδι, νεβρῷ δὲ τοῖς τῶν πολεμίων ὡς ὄφεων καὶ σκορπίων καταφρονητικῶς ἔχειν, καὶ ἀνελθεῖν πρὸς τοὺς ἀνεστη‐
55κότας ὡς ὄρη, καὶ πάσης πνέοντας εὐωδίας· περὶ ὧν τὸ, οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· καὶ ταῦτα κατὰ τοὺς Ἑβδομήκοντα καὶ Θεοδοτίωνα, καὶ τὴν πέμπτην ἔκδοσιν· ὁ μέντοι Ἀκύλας, ὁ καθήμε‐ νος ἐν κήποις, ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, ἡ κατοι‐
60κοῦσα· ὡς λέγεσθαι τὰ πρῶτα πρὸς τὴν νύμφην285

17

.

288

καθημένην παρὰ τοῖς ἰδίοις καρποῖς, καὶ τοὺς ἑταί‐ ρους αὐτοῦ προσεκτικῶς αὐτῆς ἀκροᾶσθαι χαί‐
ροντας.287