TLG 2042 074 :: ORIGENES :: Excerpta in Psalmos [Dub.]

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Excerpta in Psalmos [Dub.]

Cf. et 2042 044, 058

Citation: Volume — page — (line)

23tΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ
24tΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ
27tΨΑΛ. Θʹ.
28nΣτίχ. ηʹ. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ.
29nΣτίχ. θʹ. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δι‐
30nκαιοσύνῃ. Κρινεῖ λαοὺς ἐν εὐθύτητι.
31 Φοβητέον ἄρα τὸν τοιοῦτον κριτὴν, ψεκτάς τε πρά‐ ξεις καὶ ἀσεβὲς φεύγοντα φρόνημα. Οἰκουμένην δὲ νοήσεις τὴν Ἐκκλησίαν, οἰκουμένην ὑπό τε Πατρὸς καὶ Υἱοῦ, κατὰ τό· Ἐγὼ καὶ ὁ Πατήρ μου ἐλευσό‐
35μεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα· λαοὺς δὲ τοὺς λοιποὺς παρὰ τὴν Ἐκκλησίαν.
37nΣτίχ. ιβʹ. Ψάλατε τῷ Κυρίῳ, τῷ κατοικοῦντι ἐν
38nΣιών.
39Καὶ ἄλλως δέ· ἐν πάσῃ ψυχῇ Σιὼν οὔσῃ καὶ σκο‐
40πευτηρίῳ Θεὸς κατοικεῖ. Ἐκζητεῖ δὲ τὰ αἵματα τῶν ἐθνῶν ἀποκτεινάντων αὐτὰ, καὶ μιμνήσκεται αὐτῶν ἀναστὰς αὐτά. Οὐκοῦν τό· Ἀπώλετο τὸ μνημόσυ‐ νον αὐτῶν μετ’ ἤχου, ἐπὶ τὰς ῥομφαίας ἀνενεχθή‐ σεται. Ἐκείνων δὲ μέμνηται, ὧν ἐγένετο καταφυγή.
45nΣτίχ. λγʹ. Ἀνάστηθι, Κύριε ὁ Θεός μου· ὑψωθήτω
46nἡ χείρ σου· μὴ ἐπιλάθῃ τῶν πενήτων σου
47nεἰς τέλος.
48Ἐκ δὲ τῶν δυσσεβῶν τούτων ῥημάτων ἀνιαθεὶς ὁ105

17

.

108

προφήτης, πάλιν εὔχεται λέγων ταῦτα, δεῖξαι τῇ πείρᾳ τὸν Θεὸν αἰτῶν, ὡς οὐκέτι λέλησται τῶν πτω‐ χῶν. Καὶ τῆς τοῦ ἀσεβοῦς δὲ βλασφημίας ὑπέμνησε λέγων·
5nΣτίχ. ληʹ. Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκου‐
6nσας, Κύριε· τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν
7nπρόσεχε τὸ οὖς σου.
8 Ἐπεθύμουν γὰρ συντριβῆναι τοῦ ἁμαρτωλοῦ τὸν βραχίονα, καὶ τῆς αὐτοῦ τυραννίδος ἐλευθερωθῆναι·
10ὃ δὴ καὶ γέγονεν. Ἐπιθυμία δὲ διανοίας ἀγαθῆς ἐνεργής ἐστι προσευχή. Ἣν ἰδὼν ὁ καρδιογνώστης, ἐπλήρωσεν. Ἑτοίμην γὰρ εἶχον πρὸς τὸ σωθῆναι καρ‐ δίαν, καὶ τῆς ἐπηγγελμένης βασιλείας τυχεῖν.
14tΨΑΛ. ΙΓʹ.
15nΣτίχ. βʹ. Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ
16nτοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι
17nσυνιὼν, ἢ ἐκζητῶν τὸν Θεόν.
18 Ὅσα σωματικῶς ἀσωμάτου τυγχάνοντος λέγοιτο περὶ τοῦ Θεοῦ, θεοπρεπῶς ἀκουστέον. Οἷον, ἐν οὐ‐
20ρανοῖς λέγεται κατοικεῖν, ὡς ναῷ χρώμενος ταῖς θείαις δυνάμεσι, ταῖς ἐν οὐρανῷ. Καλοῦνται γὰρ ὁμωνύμως τοῖς ἐν οἷς εἰσι τόποις· ὡς καὶ ἄνθρωποι γῆ χρηματίζοντες. Ὡς ἐν τῷ· Πᾶσα ἡ γῆ προσκυ‐ νησάτωσάν σοι, καί· Πᾶσα ἡ γῆ βοᾷ μετ’ εὐφρο‐
25σύνης. Ἐν οὐρανοῖς δὲ οἰκεῖ καὶ ἐν ἀνθρώποις ὢν, τοῖς φοροῦσι τὴν εἰκόνα τοῦ ἐπουρανίου. Ἀλλὰ καὶ ὡς δημιουργίας λόγῳ καὶ προνοίας ἐν πάσῃ τῇ κτίσει τυγχάνοντος. Ἐκ τῶν καλλίστων τοῦτο δηλοῦ‐ ται μερῶν· ἔν τε τῷ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρα‐
30νοῖς· καὶ, Θεὸς ἐν τῷ οὐρανῷ ἄνω. Ἀλλὰ καὶ πολ‐ λαχοῦ τῆς θείας παιδεύσεως ἡ τοῦ οὐρανοῦ προσηγο‐ ρία δηλοῖ τὴν νοητὴν οὐσίαν, ἐν ᾗ μάλιστα Θεὸν προσ‐ ήκει ζητεῖν. Ὁ οὐρανὸς γὰρ τοῦ οὐρανοῦ τῷ Κυρίῳ. Ἐκ τούτου συμβατικῶς ἐπισκοπεῖ τοὺς τῆς
35ὑποδεεστέρας καταστάσεως, Τοῦ ἰδεῖν, εἴ τίς ἐστι συνετὸς, ἐκζητῶν τὸν Θεόν· ὡς ἂν εὑρὼν τύχοι τῶν παρ’ αὐτοῦ δωρεῶν. Γίνεται δὲ τοῦτο, κακίας σὺν ἀσεβείᾳ κρατούσης, ὡς λεχθῆναι· Οὐκ ἔστιν ἔλεος, οὐδὲ ἀλήθεια, οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ
40τῆς γῆς, καὶ τὰ ἐπὶ τούτοις. Οὕτω τῶν ἀνθρώπων βλαβέντων, πῶς οὐκ ἔδει τὸν ἀγαθὸν ἐπιβλέψαι Σω‐ τῆρα, ὡς ἂν, ἀφορμήν τινα συνέσεως εὑρὼν, ταύτην πληθύνῃ, καὶ τοῖς ἐκζητοῦσιν ἐμφανίσειεν ἑαυτόν; Ἐμφανίζεται γὰρ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ.
45nΣτίχ. γʹ. Πάντες ἐξέκλιναν· ἅμα ἠχρειώθησαν.
46nΟὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως
47nἑνός.
48 Προφητεύει μεταβολὴν τῶν ἐθνῶν εἰς ἡμερότητα καὶ εὐσέβειαν. Διὸ καὶ ἐρωτᾷ, Μὴ, τοῦ Κυρίου ἐλ‐

17

.

108

(50)

θόντος, οὐ παύσονται τοῦ θηριώδους βίου, καὶ ἐπι‐ γνώσονται τὸν Κύριον; Λέγει γὰρ καὶ Ἡσαΐας· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται· οἳ οὐκ ἀκη‐ κόασι συνήσουσιν.
54nΣτίχ. εʹ, ϛʹ. Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος·
55nὅτι Κύριος ἐν γενεᾷ δικαίων.
56Ἔσται γὰρ, φησὶν, ὅτε οἱ προῤῥηθέντες φοβηθή‐
σονται Κύριον, παρ’ οἷς οὐκ ἦν πρότερον φόβος.107

17

.

109

Ἐκεῖ δὲ ἐν τῇ μελλούσῃ συστήσεται γενεᾷ, περὶ ἧς πάγει.
3tΨΑΛ. ΙΕʹ.
4nΣτίχ. αʹ. Στηλογραφία τῷ Δαβίδ.
5 Τοῦ Δαβὶδ ἐπέγραψαν οἱ λοιποί· στηλογραφίαν δὲ ὁμοίως ἐξέδωκαν, τῷ περιέχειν προφητείαν αἰωνίου μνήμης ἀξίαν. Ὥσπερ γὰρ οἱ μέγιστοι τῶν ἀγωνι‐ ζομένων ἐν σταδίοις ἀθληταὶ στήλης ἀξιοῦνται, καὶ τῶν ἐν πολέμοις κατωρθωμένων εἰς τὴν μετὰ ταῦτα
10μνήμην ἵσταται τρόπαια· οὕτω τὸ μέγα τρόπαιον τοῦ Σωτῆρος, ὅπερ ἤγειρε καθελὼν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, Γραφαῖς ἄνωθεν ἐστηλιτεύθη προφη‐ τικαῖς. Διὸ καὶ Πέτρος, τῶν ἐν αὐτῷ μνημονεύσας, ἐπήγαγεν· «Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παῤ‐
15ῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαβὶδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστή‐
20σειν τὸν Χριστὸν καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ· προϊδὼν δὲ ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χρι‐ στοῦ, ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.»
27tΨΑΛ. Ιϛʹ.
28nΣτίχ. δʹ. Διὰ τοὺς λόγους τῶν χειλέων σου, ἐγὼ
29nἐφύλαξα ὁδοὺς σκληράς.
30 Ὑπογραμμὸν ἡμῖν καὶ διὰ τούτων δίδωσιν ὁ Σω‐ τὴρ, μὴ φρονεῖν ἐφ’ ἑαυτοῖς δεομένοις τῆς παρὰ Θεοῦ βοηθείας. Τρίβοι δὲ Κυρίου τῶν ἐντολῶν αἱ τηρήσεις· μᾶλλον δὲ αἱ κατ’ ἀρετὴν ἐνέργειαι, ὁμαλαὶ καὶ λεῖαι δειχθεῖσαι ἐκ τοῦ συνεχῶς πατεῖσθαι πρὸς τῶν φθά‐
35σαι σπευδόντων ἐπὶ τὸ τέλος αὐτῶν, ὅπερ ἐστὶν ἡ μακαριότης, καὶ τῶν ἐπαγγελιῶν ἡ ἀπόδοσις. Δρά‐ μωμεν τοίνυν κατ’ αὐτοὺς, οὐ σφαλλομένων τῶν δια‐ βημάτων ἡμῶν, εἰ Κύριος αὐτὰ καταρτίσειεν ἐν ταῖς τρίβοις αὐτοῦ. Ταύτης τῆς αἰτήσεως ὁ τυχών φησιν·
40Ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα· καὶ τὸ, Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅτε ἂν ἐπλάτυνας τὴν καρδίαν μου.
43tΨΑΛ. ΙΖʹ.
44nΣτίχ. ϛʹ. Ὠδῖνες ᾅδου περιεκύκλωσάν με· προ‐
45nέφθασάν με παγίδες θανάτου.
46 Ἁρμόσει δὲ ταῦτα καὶ τῷ Σωτῆρι, ἔχοντα πολλὴν οἰκειότητα πρὸς τὸ, Νῦν ἡ ψυχή μου τετάρακται· καὶ, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.
49nΣτίχ. ηʹ. Καὶ ἐσαλεύθη, καὶ ἔντρομος ἐγενήθη ἡ
50nγῆ. Καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν,
51nκαὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός.
52 Προδήλως δείκνυσι τοῦ Θεοῦ τὴν κατάβασιν διὰ τὰ προειρημένα, τόν τε θάνατον καὶ τὰς ὠδῖνας τοῦ ᾅδου. Ἐξ οὗ δὲ καταβάντος, κατὰ τὸν Ἀκύλαν, ἐκι‐
55νήθη καὶ ἐσείσθη ἡ γῆ. Πᾶσα γὰρ ἀκοὴ Ἑλληνικὴ καὶ βάρβαρος ἐπληροῦτο τῆς περὶ αὐτοῦ φήμης. Γῆν γὰρ ἔφη τοὺς ἐπὶ γῆς. Ὀρέων δὲ, τῶν ἀντικει‐
μένων δυνάμεων· αἳ τῇ πλάνῃ τῶν εἰδώλων τοὺς ἀν‐109

17

.

112

θρώπους ἐνέμοντο, τῆς τοῦ Θεοῦ κατεπαιρόμεναι γνώ‐ σεως. Τὰ θεμέλια, καὶ οἱ βαθεῖς διαλογισμοὶ, αἰσθα‐ νόμενα τῆς τοῦ Κυρίου δυνάμεως, ἐταράχθησαν ἀχθόμενα. Αἷς ὀργισθέντος τοῦ Θεοῦ, ἀνέβη
5καπνὸς καθάπερ ἐπὶ δαλοῦ· σβεννυμένων καὶ τοῦ πυρὸς παυσαμένων, ᾧ τοὺς ἀνθρώπους κατέφλεγον. Τὸ πῦρ δὲ τοῦτο κατέσβεσε τῷ ἰδίῳ πυρί. Καθὸ πῦρ καταναλίσκον εἴρηται Θεὸς παρὰ τῷ Μωϋσῇ. Καὶ ἐν Ψαλμοῖς· Πῦρ ἐναντίον αὐτοῦ προπορεύ‐
10σεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Καὶ πάλιν· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὐτοῦ καυ‐ θήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Διὸ καὶ ἔφασκεν ὁ Σωτήρ· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν
15γῆν. Καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη; Ταῦτα ἐποίησε κλίνας καὶ καταβὰς οὐχ ἕνα μόνον οὐρανὸν, ἀλλὰ πάντας, ὅσοι ποτέ εἰσιν· τοῦ κλῖναι δηλοῦντος τὴν ταπείνωσιν τοῦ ὕψους αὐτοῦ, καὶ τὴν κένωσιν τῆς θεότητος. Τῆς δὲ οἰκονομίας αὐτοῦ τὸ λεληθὸς καὶ
20ἀπόκρυφον, τῷ γνόφῳ καὶ τῇ ὀμίχλῃ δηλοῖ. Εἶτα ἐπὶ τοῦ χερουβὶμ ἀνελήφθη, καίτοι μὴ σὺν αὐτῷ κατα‐ βάς. Ὃν μετὰ σώματος ἀναβαίνοντα αἱ θεῖαι θεω‐ ροῦσαι δυνάμεις, γεγονυῖαι περὶ αὐτὸν, ἐδορυφόρουν αὐτοῦ τὴν ἄνοδον, ἐπιλέγουσαι· Ἄρατε πύλας, οἱ
25ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Ἃ δὴ γέγονεν, ἡνίκα, ὡς ἐν ταῖς Πράξεσι κεῖται τῶν ἀποστόλων, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
30nΣτίχ. ιβʹ. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ·
31nκύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.
32 Τὸν ἐν σκηνῇ τίς οὐκ ὄψεται μὴ γενόμενος ἔνδον; Οὕτως οὐδὲ τὸν Θεὸν, εἰ μή τις εἰσέλθοι τοῦ τῆς δυσκαταληψίας ἔνδον παραπετάσματος. Καὶ Μωϋ‐
35σῆς γὰρ εἰς τὸν γνόφον εἰσῆλθεν, οὗ ἦν ὁ Θεός. Ἐπι‐ στήσας γὰρ τῇ περὶ Θεοῦ δημιουργίᾳ τε καὶ προνοίᾳ, εἴσω τούτων ἔγνω περιέχεσθαι τὸν Θεόν. Ὀλίγον γὰρ αὐτὴν διανοίξας, τὸν οὗ ἐστιν εἰκὼν, ἐκ τοῦ κατ’ εἰκόνα μεμάθηκεν· ἐκ δὲ τῆς δημιουργίας καὶ προ‐
40νοίας τὸν δημιουργὸν καὶ προνοητήν.
41nΨΑΛ. ΚΒʹ.
42nΣτ. γʹ. Ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.
43nΣτίχ. δʹ. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θα‐
44nνάτου, οὐ φοβηθήσομαι κακά· ὅτι σὺ μετ’
45nἐμοῦ εἶ.
46 Ἐντεῦθεν πρὸς Θεὸν ἀποστρέφει τὸν λόγον. Ὁ μὲν οὖν καθεζόμενος ἐν σκιᾷ θανάτου, ἵδρυται ἐν αὐτῇ, βεβαιωθεὶς ἐν κακίᾳ, καὶ δεόμενος τοῦ ἐξ ἐλέους ἀνα‐ τέλλοντος φωτός· ὁ δὲ πορευόμενος παρατρέχει· μεθ’

17

.

112

(50)

οὗ καὶ συνοδεύει ὁ Κύριος. Περὶ δὲ τῆς καθίσεως εἴ‐ ρηται· Καθημένοις ἐν χώρᾳ καὶ σκιᾶ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς.
53nΣτίχ. δʹ. Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταί
54nμε παρεκάλεσαν.
55Ἀμφότερα ἐπὶ μαστίγων, κατὰ τό· Ἐὰν ἐγκατα‐
λίπωσιν οἱ υἱοί σου τὸν νόμον μου, καὶ τοῖς κρί‐111

17

.

113

μασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου μὴ φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνο‐ μίας αὐτῶν, καὶ ἐν μάστιγι τὰς ἁμαρτίας αὐτῶν. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτῶν.
5Οὐ διεσκέδασται γὰρ τὸ θεῖον ἔλεος ἀπὸ τοῦ δι’ ἁμαρ‐ τίας μαστιζομένου. Οὐ γὰρ ἁμαρτάνοντα μὴ μαστίξειε, οὐ παραδέχεται· μαστιγῶν υἱὸν ὃν παραδέχεται. Περὶ ὧν δὲ μὴ μαστίζει, λέγεται τό· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες· παρ’
10ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Διὰ τοῦτο ἐκράτησεν αὐ‐ τοὺς ἡ ὑπερηφανία· περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν. Ἐὰν μὲν οὖν ᾖ τις πρόβατον
15ἁμαρτωλὸν, ῥάβδῳ πλήσσεται· ἐὰν δὲ ἄνθρωπος, βακτηρίᾳ, κατὰ τὸ Σολομῶντος· Ὁ φειδόμενος τῆς βακτηρίας μισεῖ τὸν ἑαυτοῦ υἱόν. Ταῦτα δὲ παρα‐ καλεῖ τὸν τυπτόμενον· πέπεισται γὰρ, ὡς μαστιγοῖ πάντα υἱὸν ὃν παραδέχεται.
20tΨΑΛ. ΚΓʹ.
21nΣτίχ. βʹ. Καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.
22 Καὶ ἄλλως δὲ πρὸ τῆς ἐπιδημίας Χριστοῦ γνωστὸς ἐν τῇ Ἰουδαίᾳ μόνον ἦν ὁ Θεός· μετ’ αὐ‐ τὴν δὲ, τοῦ Κυρίου ἡ γῆ. Ἀλλ’ οὐδὲ πλήρωμα πρὸ
25ταύτης ἦν ἐν πάσῃ τῇ γῇ· μεστὰ δὲ ἦν αὐτῆς τὰ πλεῖστα κακότητος. Μετ’ αὐτὴν δὲ πολλοὶ τῶν πε‐ πιστευκότων ἐθνικῶν εἴποιεν ἄν· Ἐκ τοῦ πληρώ‐ ματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Διόπερ αὐ‐ τοῦ καὶ πλήρωμα λέγοιντο. Ἀλλ’ οὐχ οἱ κενοὶ τῆς
30εὐαγγελικῆς πολιτείας. Ἀλλὰ καὶ ἐν ἐρήμῳ ὁ ἁμαρ‐ τωλὸς κατοικεῖ· οἰκουμένην δὲ, ὁ τὴν Ἐκκλησίαν οἰκῶν πεπληρωμένην τῆς ἁγίας Τριάδος· καὶ ἔστι τοῦ Κυρίου. Ἀλλ’ οὐχ ὁ γεγεννημένος ἐκ τοῦ διαβό‐ λου, καὶ μερὶς ἐκείνου γενόμενος.
35nΣτίχ. γʹ. Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ
36nτίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;
37 Ἢ καὶ ὄρος Κυρίου τὸ τελικὸν ἀγαθὸν καὶ τὸν Θεὸν Λόγον. Σπάνιος γὰρ ὁ πρὸς τὴν ἀκρώρειαν αὐ‐ τοῦ διὰ προκοπῆς ἀναβῆναι δυνάμενος.
41 Ὁ γὰρ τελειωθεὶς, μηκέτι περαιτέρω χωρεῖν οἷός τε ὢν, ἵσταται βέβαιος, καὶ χρηματίζων ἅγιος τόπος Θεοῦ. Ὀπίσω γὰρ Κυρίου πορευόμενος, ἀναβαίνει· τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμ‐
45προσθεν ἐπεκτεινόμενος, τέλος ἔχων τὸ στῆναι μετὰ Θεοῦ ἐν τόπῳ ἁγίῳ αὐτοῦ· ἐφ’ ὃν δεῖ ἀναβῆναι καὶ στῆναι τὸν εὐαγγελιζόμενον τῇ Σιὼν, πρὸς ὃν ἐφθακότι τῷ Μωϋσῇ φησιν ὁ Θεός· Σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ. Ἀλλὰ καὶ Ἔστησεν ἐπὶ πέτραν

17

.

113

(50)

τοὺς πόδας μου, ὡς ἐφ’ ἕτερον ἁγίασμά φασιν οἱ προφῆται. Ἐπεὶ πέτρα ἦν ὁ Χριστός. Ἀλλὰ τίς ὁ τῶν ἐπαγγελιῶν τούτων τευξόμενος, εἴρηται τελεώτε‐
ρον ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ψαλμῷ.113

17

.

116

(1n)

Στίχ. ϛʹ. Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζη‐
2nτούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.
3 Καὶ μὴν εἶπεν· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. Ὡς ἀληθῶς γὰρ οὐκ ὄψεταί τις
5ἄνθρωπος ὢν, καὶ μὴ πᾶν ἀνθρώπινον ἀποθέμενος, καὶ μεταβαλὼν εἰς ἄγγελον καὶ Θεὸν, ὅπερ οὐκ ἔστιν ἐνθάδε. Περὶ δὲ τῶν ἀγγέλων τῶν ἐν τῇ Ἐκκλησίᾳ μικρῶν, ὁ Σωτήρ φησιν, ὅτι Διαπαντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς.
10nΣτίχ. θʹ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ
11nἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ
12nβασιλεὺς τῆς δόξης.
13nΣτίχ. ιʹ. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;
14nΚύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ Βασιλεὺς
15nτῆς δόξης.
16 Ὡς ἄρχοντα δὲ στρατοπέδων, δυνάμεων ἐκά‐ λεσαν Κύριον, ὅπερ ἐν τῷ Ἑβραϊκῷ Σαβαὼθ εἴρη‐ ται. Τοῦτο δὲ καὶ Κύριον στρατιωτῶν οἱ Ἑβδομή‐ κοντα καὶ Παντοκράτωρ ἐν ταῖς Γραφαῖς ἑρμηνεύουσι.
20Καὶ τὸ νῦν ἄρα λεχθὲν, παντοκράτορα τὸν Σωτῆρα δηλοῖ. Οὕτως λέγει Κύριος παντοκράτωρ· Ὀπίσω δόξης ἀπέστειλέ με πρὸς σέ. Παντοκράτωρ γὰρ ὢν ὁ Πατὴρ, τὸν Υἱὸν ἀπέστειλε παντοκράτορα. Καὶ Ἰωάννης δὲ ἐν τῇ Ἀποκαλύψει, Τάδε λέγει, φησὶν,
25ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινὸς, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος· περὶ τοῦ Σωτῆρος ὁμολογουμένως εἰπών. Τινὲς δὲ οὐ πρὸς ὑψηλοτέρας πύλας, πρὸς δὲ τὰς αὐτὰς τὰ διττῶς εἰρημένα φασί.
30tΨΑΛ. ΚΖʹ.
31nΣτίχ. αʹ. Πρὸς σὲ, Κύριε, κεκράξομαι· ὁ Θεός
32nμου μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ.
33 Εἰ μὲν ἐπίγειά τις αἰτεῖται παρὰ Θεοῦ, βραχείᾳ χρῆται φωνῇ· εἰ δὲ τὰ ἐπουράνια, κράζει τε καὶ
35βοᾷ. Ὅθεν ἐν ταῖς Γραφαῖς οἱ ἅγιοι πρὸς τὸν Θεὸν ἐκέκραξαν. Κράζει δέ τις εἰσελθὼν εἰς τὸ ταμιεῖον ἑαυτοῦ, καὶ κλείσας τὴν θύραν. Οὐ παρασιωπᾷ δὲ τοῖς ἁγίοις ὁ Θεός. Ἐλάλει γοῦν Μωσῇ, καὶ Ἀα‐ ρὼν, καὶ Ἰησοῦ τῷ τοῦ Ναυῆ. Ἐλάλει καὶ διὰ προ‐
40φητῶν, ἡνίκα ἦν ὁ λαὸς αὐτοῦ. Ἃ δὲ λαλεῖ ὁ Θεὸς, οὐκ ἔξωθέν ἐστιν, ἀλλὰ τὰ ἅγια, τὰ ἐπὶ τὴν καρδίαν ἡμῶν ἀναβαίνοντα, κατὰ τό· Μακάριος ἀνὴρ, οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, Κύριε· ἀνα‐ βάσεις εἰς τὴν καρδίαν αὐτοῦ. Ἔχομεν δὲ ἄλλην
45ἀκοὴν καὶ θείαν αἴσθησιν, κατὰ Σολομῶντα, λόγοι Θεοῦ ἀκούουσαν, ἡνωμένην αὐτῷ. ᾯ δὲ παρασιωπᾷ Θεὸς, ὁμοιοῦται τοῖς καταβαίνουσιν εἰς λάκκον. Οὐδένα γὰρ τῶν ἁγίων ἴσμεν λάκκον ὀρύξαντα· φρέαρ δὲ ὤρυττεν ὁ δεόμενος ὕδατος. Ἐντέλλεται

17

.

116

(50)

καὶ ὁ Σολομῶν ἀπὸ φρεάτων πίνειν. Θεὸς δὲ διὰ τοῦ προφήτου τοῖς ἐκ λάκκων πίνουσιν ἀπειλεῖ, λέγων· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους. Κα‐ ταβαίνουσι δὲ εἰς λάκκον οἱ τὰ ψυχρὰ τῆς ὕλης πε‐
55ριέποντες πράγματα· ἔνθα καὶ τῶν ἀνθρώπων ὁ πο‐ λέμιος δράκων, ὃς καὶ ψυχρὸς ὠνόμασται, κατοικεῖ.
Πάντων γὰρ ζώων, τῶν ἐπὶ γῆς, ὁ δράκων ψυχρό‐115

17

.

117

τερος. Πᾶσα οὖν ἁμαρτία ψυχρά· τὰ δὲ θεῖα, ὡς ἔοικε, θερμά. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύ‐ ματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Καὶ, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, τῷ
5πνεύματι ζέοντες. Ὅτι δὲ οἱ ἁμαρτωλοὶ παρὰ λάκ‐ κοις εἰσὶν, ἐν τῇ Ἐξόδῳ φησίν· Ἀπέκτεινεν ὁ Θεὸς ἀπὸ προσώπου Φαραὼ, ὃς κάθηται ἐπὶ τοῦ θρό‐ νου, ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος, τῆς ἐν λάκκῳ. Οὕτως οἱ καταβαίνοντες εἰς λάκκον ἁμαρ‐
10τωλοί εἰσιν καὶ αἰχμάλωτοι. Ἀλλ’ ὁ ἀγαθὸς Θεὸς καὶ τούτους καλεῖ, καὶ δίδωσιν ἄφεσιν. Πνεῦμα γὰρ Κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με εὐαγγελί‐ σασθαι πτωχοῖς. Ἀπέσταλκέ με κηρύξαι αἰχμα‐ λώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν.
15nΣτίχ. βʹ. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς τῆς δεή‐
16nσεώς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ.
17 Οἷς ἔτι ἐνδεῖ τινα, τούτων ἐστὶν ἡ δέησις. Ὅτε δὲ, τὸ ἀξίωμα τοῦ Θεοῦ νοήσας, αἰτῶ τι παρὰ Θεοῦ, τότε προσεύχομαι. Ὅτε δὲ φίλος ἐπὶ πλέον γένωμαι,
20τότε εὐχαριστῶ τῷ Θεῷ. Ἐπεὶ καὶ Παῦλος, ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ μείζω προβαίνων, φησί· Παρακαλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας.
24nΣτίχ. βʹ. Ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν
25nἅγιόν σου.
26 Ἐπαιρόμεναι χεῖρες πρὸς πράξεις θεοσεβεῖς, ἐν οὐρανῷ θησαυριζόμεναί εἰσι· δι’ ὧν νικᾷ τις τὸν νοητὸν Ἀμαλήκ· ὡς ὁ Μωσῆς, ἡνίκα τὰς χεῖρας ἀνέφερεν, ὁ λαὸς ἐνίκα· ὅτε δὲ κατέσπα, ὁ Ἀμαλήκ.
30Μὴ κατενέγκωμεν οὖν τὰς χεῖρας, ἐπεὶ νικηθησό‐ μεθα.
32nΣτίχ. εʹ. Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα τοῦ Κυρίου,
33nκαὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ.
34Οὐδεὶς γὰρ ἄμεμπτος, οὐ νοήσας τὰ ἔργα Κυρίου.
35Ποίησιν γὰρ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στε‐ ρέωμα. Δίδωσι γὰρ ἀναλόγως τὸ τούτου θεωρῆσαι Δημιουργόν.
38nΣτίχ. ζʹ. Καὶ ἀνέθαλεν ἡ σάρξ μου.
39Ποία δὲ σὰρξ ἀνέθαλεν; Ὄψεται πᾶσα σὰρξ τὸ
40σωτήριον τοῦ Θεοῦ.
41tΨΑΛ. Λϛʹ.
42nΣτίχ. αʹ. Μὴ παραζήλου ἐν πονηρευομένοις,
43nμηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν.
44Διαφέρει τὸ ζηλοῦν καὶ παραζηλοῦν. Παραζηλοῦν
45μὲν γὰρ λέγεται τὸ ἐρεθίζειν, καὶ κινεῖν εἰς ζηλο‐ τυπίαν, ὁποῖον τό· Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ· τουτέστιν ἐκίνησαν ἐν ἐμοὶ ζῆλον, καὶ οἷον εἰς ὀργήν με ἠρέθισαν εἰδωλολατροῦντες. Ζηλοῦν δέ ἐστιν τὸ βούλεσθαι καὶ ἑαυτῷ ὑπάρχειν, ὃ παρεῖ‐

17

.

117

(50)

ναι τῷ πέλας νενόμικεν ἀγαθόν. Τοῦτο οὖν λέγει· Μήτε ἕτερον ἐρέθιζε πονηρευόμενον πρὸς τὸ ἀνα‐ στῆναι αὐτὸν κατὰ σοῦ. Ἤγουν, Μὴ ποιήσῃς τοιαῦτα, ὡς τὸν πονηρὸν ζῆλον λαβεῖν κατὰ σοῦ, ἐπεὶ ἐπιβου‐ λεύει σοι. Οἷον· Εἰ μετὰ γνώμης τοῦ Δαβὶδ τὸν
55ὕμνον ἔλεγον αἱ νεάνιδες, τὸ, Ἐπάταξεν ὁ Δαβὶδ ἐν μυριάσιν αὐτοῦ· αὐτὸς ἦν ὁ παραζηλῶν ἐν πο‐
νηρευομένοις, τῷ Σαούλ. Μήτε πάλιν μιμοῦ ἢ μα‐117

17

.

120

κάριζε τοὺς τοιούτους, εὐθηνοῦντας ὁρῶν. Πρὸς ὀλί‐ γον γὰρ ἀνθοῦντες, ξηραίνονται. Πᾶσα γὰρ σὰρξ, χόρτος. Τί οὖν ἔχουσι ζηλωτὸν, οἵτινες, πρὸς ὀλί‐ γον ἀνθήσαντες, αὔριον εἰς κλίβανον βάλλονται;
5καθά φησιν ὁ Σωτήρ. Οὐ γάρ τοι φαίην ἂν εἶναί πως ἀξιοζήλωτον τοῖς ἐθέλουσι ζῇν ἀξιοπρεπῶς τὴν τῶν πονηρευομένων πρόσκαιρον εὐημερίαν. Ἐννοεῖν δὲ χρὴ μᾶλλον εἰς οἷον ἐκβήσεται πέρας τὸ διαβιοῦν ἑλέσθαι κακῶς. Μὴ τοίνυν ζήλου τοὺς τοιούτους,
10φησὶ, μηδὲ κατερεθίζου πρὸς μίμησιν τῶν φιλα‐ μαρτημόνων, κἂν εἰ δοκοῖεν ἔχειν τὰς ἐν τῷ παρόντι βίῳ τρυφάς. Φεῦγε οὖν τὴν ἰσοῤῥοπίαν, εἰς τὰ ἐσό‐ μενα βλέπων· οὐ γὰρ ἐν τούτοις ἔσται διηνεκῶς τὰ πράγματα. Διὸ ἐπάγει· Ὅτι ὡσεὶ χόρτος ταχὺ
15ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.
17nΣτίχ. γʹ. Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστό‐
18nτητα, καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμαν‐
19nθήσῃ τῷ πλούτῳ αὐτῆς.
20 Τουτέστιν, Ἀγάπησον τὸ εὐδοκιμεῖν· δίψησον τῶν ἱερῶν χαρισμάτων τὴν κτῆσιν· ἀγάπησον τὰ τοῖς ἁγίοις τετηρημένα καὶ παρὰ Θεῷ τεθησαυρισμένα. Καὶ ποίει χρηστότητα· ὡς εἰ ἔλεγε τῷ ἀγρῷ· Ποίει τόνδε τὸν καρπόν. Οὕτως σοι τῷ ἀκροατῇ τῶν
25θείων μαθημάτων· Δὸς ἀγρῷ, φησὶν ὁ Λόγος· ποίει χρηστότητα, ἥτις μία ἐστὶ τῶν καρπῶν τοῦ Πνεύμα‐ τος. Τὸ τῆς χρηστότητος ὄνομα ἐνταῦθα καταση‐ μαίνει πάντα τρόπον ἀρετῆς. Καὶ κατοίκει παρὰ τὴν γῆν· προσδιατρίβων τῇ τῆς ψυχῆς ἐπιμελείᾳ
30καὶ γεωργίᾳ· Ὅτι ὃ ἐὰν σπείρῃ ἄνθρωπος, ἐκεῖνο καὶ θερίσει. Ἴσως δὲ γῆν, τὴν θεόπνευστον ὀνομάζει Γραφὴν, ἐν ᾗ ὁ πλοῦτος τῶν ἁγίων, τουτέστιν αἱ ἐπαγγελίαι. Καὶ παραινεῖ διαπαντὸς τῶν θείων ἔχε‐ σθαι λογίων, ἔρωτι τῶν ἐν αὐτοῖς ἀποκειμένων τοῖς
35ἁγίοις ἀγαθῶν. Ἣ τὸ μὲν κατασκήνου τέθεικεν ἀντὶ τοῦ κατασκηνώσεις· γῆν δὲ ἐκείνην λέγει τὴν τοῖς πραέσιν ἐπηγγελμένην δηλονότι· ἐν ᾗ γεγονὼς, ποι‐ μανθήσῃ, φησὶν, ἐπὶ τῷ πλούτῳ αὐτῆς. Πλοῦτος δὲ τῆς ἄνω πόλεως, ἡ τῶν θείων χαρισμάτων ἀμφιλαφὴς
40χορηγία. Τάχα δὲ σκηνῇ ἀπεικάζει τὸν πρόσκαιρον βίον· καὶ βούλεται ἡμᾶς χρᾶσθαι αὐτῷ, ὡς σκηνῇ κατὰ πάροδον, κυριεύοντας αὐτοῦ, οὐ κυριευομένους ὑπ’ αὐτοῦ, καὶ πρὸς τὸ συμφέρον, οὐ πρὸς ἡδονὰς ἀποχρωμένους. Οὕτω γὰρ ποιμανθησόμεθα ὑπὸ Ποι‐
45μένι καλῷ, εἴ τις πλοῦτός ἐστι τῶν θείων δογμάτων, τοῦτον καρπούμενοι, ὥστε λέγειν· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.
48nΣτίχ. δʹ. Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι
49nτὰ αἰτήματα τῆς καρδίας σου.

17

.

120

(50)

Ἔθος τῇ Γραφῇ δύο ἀνθρώπους εἰσάγειν· καὶ σχεδὸν πάντα τὰ τοῦ χείρονος ἔχει καὶ ὁ κρείττων. Ἔστι γάρ τις τροφὴ καὶ τοῦ ἔσω ἀνθρώπου, περὶ ἧς λέγεται· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος
55Θεοῦ. Ἔστι τι καὶ ποτόν· Πίνομεν γὰρ ἐκ πνευμα‐ τικῆς ἀκολουθούσης πέτρας. Καὶ ἔνδυμα· ὅθεν ὁ
μὲν ἁμαρτωλὸς ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, ὁ119

17

.

121

δὲ δίκαιος τὸν Κύριον Ἰησοῦν, καὶ σπλάγχνα οἰ‐ κτιρμῶν, καὶ πανοπλίαν Θεοῦ. Οὕτως ὁ μὲν τῶν αὐτοῦ μόνον ἀκούων λόγων προτρεπτικῶν τρέφεται· ὁ δὲ ἐπιδιδοὺς ἑαυτὸν ἑρμηνείᾳ νόμου, διηγήσει προ‐
5φητῶν, λύσει παραβολῶν εὐαγγελικῶν, σαφηνείᾳ λό‐ γων ἀποστολικῶν, κατατρυφᾷ τοῦ Κυρίου· καὶ ἐσθίει οὐ πρὸς ἀνάγκην, οὐδὲ πρὸς μόνην τροφήν. Διδάσκει οὖν ἡμᾶς κατατρυφῆσαι τοῦ Κυρίου. Καὶ γὰρ ὁ Θεὸς, ἀπ’ ἀρχῆς βουλόμενος ἡμᾶς τρυφᾷν πνευματικῶς,
10ἐφύτευσε τὸν παράδεισον τῆς τρυφῆς, καὶ τὸν χει‐ μάῤῥουν τῆς τρυφῆς ἐχαρίσατο. Οὐδεὶς δὲ δύναται καὶ σαρκὶ καὶ πνεύματι τρυφᾷν, Ἀλλ’ εἰ μὲν σαρκὶ ἐτρύ‐ φησεν, ὡς ὁ πλούσιος, στερηθήσεται τῆς μετὰ Ἀβραὰμ τρυφῆς· εἰ δὲ ἄρτον κακώσεως ἔφαγεν, ὡς ὁ πένης,
15ἐκεῖ τρυφᾷ καὶ ἀναπαύεται.
18 Καὶ ἄλλως δέ. Ὁ Κύριος δικαιοσύνη ἐστὶν, ἀλή‐ θεια, σοφία, ἁγιασμός· ἐὰν τρυφήσῃς οὖν καὶ ἐν τοῖς
20τῆς σοφίας θεωρήμασιν, ἐν ταῖς πράξεσι τῆς δικαιο‐ σύνης, πεπλήρωται τό· Κατατρύφησον τοῦ Κυρίου. Τρυφὴ τοιγαροῦν, τὸ ἔνοικον ἔχειν τὸν πάντα ζωογο‐ νοῦντα Θεὸν Λόγον, τὸν ἄρτον τῆς ζωῆς· καὶ αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς, ληψόμεθα πάντα τὰ αἰτήματα,
25οὐχ ἁπλῶς, ἀλλὰ τὰ τῆς καρδίας. Νοήσεις δὲ τὸ λεγό‐ μενον, ἐὰν προσωποποιήσῃς ἕκαστον τῶν μελῶν, καὶ ἴδῃς πῶς κατὰ φύσιν αἰτεῖ. Ὁ γοῦν ὀφθαλμὸς, εἰ εἶχε φωνὴν, ἔλεγεν ἄν σοι· Αἰτῶ φῶς, αἰτῶ χρώματα βλέπειν κατάλληλα ἐμοί. Ἡ ἀκοή· Αἰτῶ φωνὴν ἐμ‐
30μελῆ, ἡδεῖαν. Ἡ γεῦσις· Αἰτῶ γλυκέα, φεύγω τὰ πικρά. Ἡ ἁφή· Αἰτῶ ἅπτεσθαι λείων, τρυφερῶν, προσηνῶν· οὐ πυρὸς, οὐ τραχέων, οὐδὲ κεντούντων. Ὡς οὖν ἑκάστου τῶν αἰσθητηρίων ἐστὶν αἴτησις κατ‐ άλληλος καὶ φυγή· καὶ ὀφθαλμὸς μὲν αἰτεῖ τὸ φῶς,
35ἡ ὄσφρησις δὲ τὸ εὐῶδες, ἡ ἀκοὴ τὸ ἐμμελὲς, καὶ τὰ λοιπὰ ὁμοίως· οὕτως ἡ καρδία τὰ νοήματα, ἅπερ λη‐ ψόμεθα παρὰ Κυρίου, ἐὰν μηδὲν ἀλλότριον τῆς αὐτοῦ τρυφῆς ἔχωμεν ἐν ταῖς καρδίαις. Τότε δυνησόμεθα ἀποκαλύπτειν αὐτῷ τὴν ὁδὸν ἡμῶν. Ἐποπτεύει γὰρ
40ὁ τῶν ὅλων Θεὸς τὴν τῶν σεβομένων αὐτὸν εὐαγῆ πολιτείαν· ἀποστρέφεται δὲ τὴν τῶν οὐκ ὀρθῶς ζῇν ἑλομένων. Ὅθεν ἐπάγει·
45nΣτίχ. εʹ. Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου,
46nκαὶ ἔλπισον ἐπ’ αὐτὸν, καὶ αὐτὸς ποιήσει.
47nΣτίχ. ϛʹ. Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου,
48nκαὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν.
49Ἔσο, φησὶν, φανερῶς τὴν ἀρέσκουσαν αὐτῷ

17

.

121

(50)

βαδίζων ὁδὸν, τουτέστι, γυμνὴν καὶ ἀναμφίαστον τῷ Θεῷ τὴν σεαυτοῦ δεικνὺς πολιτείαν· καὶ ἔλπισον ἐπ’ αὐτὸν, αὐτὸς δὲ ποιήσει. Ἐν τῷ μέλλοντι αἰῶνι ἐμ‐ φανῶς καταστήσει, καὶ οἷον περίοπτον ἀποφανεῖ, λα‐ θεῖν οὐκ ἐῶν τῆς σῆς εὐζωΐας τὸ κάλλος. Ἔσται γὰρ
55ἅπασιν ἐναργὴς ἡ δικαιοσύνη σου, δίκην φωτὸς ἀνα‐
λάμπουσα μεσημβρινοῦ.121

17

.

124

Μεσημβρία γε μὴν ὀνομάζεται τῆς ἡμέρας αὐτὸ τὸ μεσαίτατον. Καί σε κρινεῖ ἄξιον εἶναι φωτὸς ἐκεῖ. Ἐπειδὴ οὖν πᾶς ὁ φαῦλα πράσσων, οἷον ὁ πορ‐ νεύων, μισεῖ τὸ φῶς, καὶ τὸ ὅσον ἐφ’ ἑαυτῷ, κρύπτει
5ἃ ποιεῖ, ἵνα μὴ ἐλεγχθῇ· θέλει γὰρ μὴ γνωσθῆναι τὴν πορνείαν αὐτοῦ· διὸ καὶ ἐπικρύπτει τὴν ὁδὸν αὐ‐ τοῦ, ἣν ὥδευσεν· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, οἷον ὁ σωφρονῶν, θέλει αὐτὴν φανερῶσαι, οὐκ ἀνθρώποις, ἵνα μὴ ἀπέχῃ τὸν μισθὸν ἀπὸ τῶν ἀνθρώπων, ἀλλὰ
10τῷ Θεῷ· διὰ τοῦτο εἴρηται· Ἀποκάλυψον πρὸς Κύ‐ ριον τὴν ὁδόν σου, τουτέστι, δεῖξον αὐτῷ τὸν σὸν ἐπίμωμον βίον, καὶ αὐτὸς θεραπεύσει σε ἀπὸ τῶν τραυμάτων, καὶ ποιήσει τὸν ῥυπαρὸν καθαρόν. Κἂν γένῃ καλὸς καὶ ἀγαθὸς, ἐγκαυχήσεταί σοι· καὶ ἐπεὶ
15μὴ ὢν κενόδοξος ἔκρυπτες τὴν δικαιοσύνην σου, αὐτὸς φανερὸν ποιήσει, καὶ οὕτως ἐπιφανῇ, ὥσπερ ἥλιον ἐν μεσημβρίᾳ. Τότε γὰρ, φησὶν, οἱ δίκαιοι λάμψουσιν ὡς ἥλιος.
19nΣτίχ. ζʹ. Ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον
20nαὐτόν.
21 Ὑποταγὴν οὖν ἐνταῦθα λέγει τὴν τῶν κακῶν ἀναχώρησιν. Οὐδεὶς γὰρ ἁμαρτάνων ὑποτέτακται τῷ Κυρίῳ. Ἔστω, φησὶν, ὅτι ἤδη ὑπετάχθην· τί ποιῶ περὶ τῶν προτέρων; Ἱκέτευσον αὐτὸν, λέγων· Μὴ
25μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. Ὥστε οὐ δεῖ πρό‐ τερον περὶ ἁμαρτίας ἱκετεύειν, ἢ ὑποταγέντα τῷ Κυ‐ ρίῳ, τουτέστιν ἐκστάντα τῆς ἁμαρτίας. Ἔτι γὰρ ὄντα ἐν ἁμαρτίαις ἄφεσιν ἁμαρτιῶν αἰτεῖν, πάνυ ἄλο‐ γόν ἐστι.
30nΣτίχ. ζʹ. Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν
31nτῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανο‐
32nμίαν.
33 Μὴ μιμήσῃ, φησὶν, εὐδαιμονίαν ἐκ παρανομίας συγ‐ κροτουμένην· μηδὲ εἰς κακίαν ἐρεθίζου, κἂν ὁρᾷς
35τὸ κακὸν εὐοδούμενον, δέον λογίσασθαι, ὅτι ὁ αἰὼν οὗτος τούτων ἐστὶ τῶν μὴ ἐχόντων ἄλλην ἐλπίδα. Εὐτυχείτωσαν ἐν αὐτῷ, καὶ ἐχέτωσαν τὰ νομιζόμενα ἀγαθά. Ἡμεῖς δὲ εἰς ἄλλον αἰῶνα βλέπομεν ζωῆς· καὶ ἡ ἐλπὶς ἡμῶν, ἑξῆς τούτῳ τῷ αἰῶνί ἐστιν. Οὐχ
40οἷόν τέ ἐστι τὰ ἀγαθὰ ἐν τούτῳ τῷ αἰῶνι ἔχειν καὶ ἐν ἐκείνῳ· εἰ γὰρ ἐν τούτῳ ἔχει (τις), ἐκεῖ κολαζόμενος ἀκούσεται· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Ἀναγκαίως μέντοι προστέθειται τό· Ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν. Τῶν τοιούτων γὰρ, φησὶ, τὴν
45μίμησιν παραιτεῖσθαι χρή· καὶ χρήσιμον σφόδρα τοῦ ἀποφοιτᾷν τῷ παραζηλοῦν αὐτούς. Εὐοδοῦνται γὰρ, ἤτοι τὴν ἐν πράγμασι τοῖς ἰδίοις εὐοδίαν ἔχειν ὑπολαμβάνονται, οὐ ψήφοις ταῖς ἄνωθεν τὸ χρῆμα κερδαίνοντες, ἀλλ’ ἐκ τοῦ πλεονεκτεῖν καὶ ἁρπάζειν

17

.

124

(50)

τὰ ἑτέρων ἔσθ’ ὅτε. Τὴν οὖν εὐόδωσιν, τὴν ἐπὶ τὸ χεῖρον προκοπὴν λέγει. Ἐπειδὴ δὲ πολλοὶ ἐν δικαιο‐ σύνῃ ζῶντες, ὅταν ἴδωσιν ἑαυτοὺς ἐν πόνοις, τὸν δὲ ἁμαρτωλὸν ἐν πᾶσι πρὸς καιρὸν εὐοδούμενον, ὀργι‐ σθέντες· τῆς δικαιοσύνης ἀφίστανται, τοῦτο δὲ ἀνοίας
55τῆς ἐσχάτης· διὰ τοῦτο μακροθυμεῖν διδάσκων ὁ λό‐123

17

.

125

γος, καὶ τῆς δικαιοσύνης τοῦ Θεοῦ τὸν καρπὸν προσ‐ δέχεσθαί φησι.
4nΣτίχ. ηʹ. Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν.
5 Ἐπωφελὲς τὸ παράδειγμα, καὶ τοῖς ὑποτεταγμέ‐ νοις Θεῷ πρεπωδέστατον. Χρὴ γὰρ, φησὶ, πράους εἶναι, καὶ εὖ μάλα καθεστηκότας, καὶ εὐταξίαν ἔχον‐ τας εἰς νοῦν, ἀγαπῶντάς τε διαπαντὸς τὴν ἀπὸ τῆς μακροθυμίας εὐοδίαν, καὶ τῶν ἐξ ὀργῆς κυμάτων
10ἀποφοιτᾷν. Τῶν γὰρ παθῶν τινὰ μὲν οὐ πίπτει εἰς πολλοὺς, ἀλλὰ καὶ οἱ τυχόντες ἀπέβαλον αὐτὰ προ‐ κόπτοντες. Τὸ γὰρ μιαρὸν τοῦτο πάθος, ἡ ὀργὴ, ἐκ‐ καίει καὶ τοὺς δοκοῦντας εἶναι φρονίμους, καὶ ταράσ‐ σει· οὐ τινὰ μὲν, τινὰ δ’ οὔ· ἀλλὰ κινδυνεύω λέγειν
15πάντας ἀνθρώπους παρὲξ τοῦ τελείου, ἐάν που εὑρεθῇ τις τέλειος.
18nΣτίχ. θʹ. Οἱ δὲ ὑπομένοντες τὸν Κύριον κληρονο‐
19nμήσουσι γῆν.
20 Ἐπειδὴ εἰώθαμέν πως ἀεὶ τῶν πονηρῶν ἀπαν‐ ίστασθαι, τῷ τοῦ κολάζεσθαι δέει συνωθούμενοι πρὸς τὸ ἄμεινον, ἐφέσει δὲ τῶν παρὰ Θεοῦ χαρισμάτων συν‐ ελαύνεσθαι εἰς τὸ διαζῇν εὐνόμως· διὰ τοῦτο, δείξας ὁ ψάλλων ὀλέθριον τῶν πονηρευομένων τὸ τέλος, ἐπ‐
25άγει, ὅτι Οἱ τὸν Κύριον ὑπομένοντες, τουτέστιν οἱ διὰ καρτερίας καὶ ὑπομονῆς τὸν εὐδόκιμον κατορθοῦν‐ τες βίον, κληρονομήσουσι γῆν, ἥτις οὐκ ἔστι μέρος ταύτης τῆς γῆς ὑπὸ κατάραν γεγενημένης, ἣν ἐν λύπαις ἐσθίει πάσας τὰς ἡμέρας αὐτοῦ ὁ ἐργαζόμενος
30αὐτήν· ἀλλὰ γῆν ἐκείνην, τὴν τοῖς ἁγίοις ηὐτρεπι‐ σμένην. Κλῆρος γὰρ αὐτοῖς ἡ τῶν ἁγίων καλλίπολις, ἡ ἱερά τε καὶ ἄνω, ἧς κληροδότης Θεός. Ὥσπερ δέ ἐστιν ὁ Σωτὴρ σοφία, Λόγος, εἰρήνη καὶ δικαιοσύνη, οὕτως καὶ ὑπομονή. Γέγραπται γάρ· Καὶ νῦν τίς ἡ
35ὑπομονή μου; Οὐχὶ Κύριος; Ἀφ’ οὗ ἀρύεσθαί ἐστι καὶ λαμβάνειν πάντα, ἃ λέγεται εἶναι κατὰ τὰς Γρα‐ φὰς ὁ Χριστός. Ὡς γὰρ μετοχῇ αὐτοῦ δίκαιοι γινό‐ μεθα καὶ σοφοὶ, καὶ εἰρηνεύομεν· οὕτως καὶ μετοχῇ αὐτοῦ ὑπομένομεν. Ἡσύχαζε οὖν ὑπομένων καὶ ἐκ‐
40δεχόμενος τὸν Θεὸν, μὴ ταραττόμενος τοῖς παροῦσι.
42nΣτίχ. ιαʹ. Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν.
43 Οἱ ἀπὸ Οὐαλεντίνου καί τινων ἑτέρων, οἰόμενοι τὸν Σωτῆρα λέγειν τὰ μὴ εἰρημένα ἐν τοῖς παλαιοῖς
45Γράμμασιν, ἐντεῦθεν ἐλεγχέσθωσαν, ἀκούοντες, ὅτι Μακάριοι πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Εἴρητο μὲν καὶ πρότερον διὰ Δαβὶδ ὑπὸ τοῦ αὐ‐ τοῦ Πνεύματος. Οἰκονομικώτερον δὲ λίαν ὁ Δαβὶδ ἀντιπαρεξ‐

17

.

125

(50)

άγει ταῖς τῶν παρανόμων κολάσεσι τὰ τῶν ἁγίων γέρα. Ἀκονᾷ δὲ διὰ τούτων αὐτοὺς εἰς ἔφεσιν εὐανδρίας πνευματικῆς, δι’ ἧς ἂν γένοιτο κατορθοῦν πάντα τρό‐ πον ἀρετῆς. Ταύτῃ τοί φησιν· Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν, τὴν ἄνω δηλαδή. Εἰ γάρ
55ἐστιν ἐν οὐρανοῖς κατὰ Παῦλον Ἱερουσαλὴμ καὶ Σιὼν
ὄρος, ἀκόλουθον καὶ γῆν νοεῖν, ἣν κληρονομήσουσιν125

17

.

128

οἱ νενικηκότες πάθος ὀλέθριον, τὴν ὀργὴν, ἥτις καὶ φρονίμους ἀπόλλυσι. Κατ’ ἀρετὴν γὰρ ἐνεργεῖν ἐμπο‐ δίζονται. Κατὰ διάμετρον δέ εἰσιν ἀλλήλοις πραότης καὶ ὀργή. Ὅπου γὰρ ὀργὴ, οὐδαμῶς πραότης· καὶ
5ὅπου πραότης, οὐδαμῶς ἐκεῖ ὀργή.
8nΣτίχ. ιβʹ. Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον,
9nκαὶ βρύξει ἐπ’ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ.
10nΣτίχ. ιγʹ. Ὁ δὲ Κύριος ἐκγελάσεται αὐτὸν, ὅτι προ‐
11nβλέπει, ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ.
12 Ἐντεῦθεν μανθάνομεν, ὅτι, ὥσπερ πέφυκεν ἐναν‐ τίον εἶναι σκότος καὶ φῶς, οὕτω ὁ ἁμαρτωλὸς τῷ δικαίῳ. Ἐὰν οὖν ἴδῃς τότε μισούμενον τὸν δίκαιον,
15μὴ ὄκνει λέγειν περὶ τοῦ μισοῦντος αὐτὸν, ὡς ἔστιν ἁμαρτωλός. Οἱ γὰρ φρονοῦντες τὰ κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, ἀεί πως ἐπιμεμήνασι τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦνται τῆς δικαιοσύνης
20τὸν ἐραστήν.
22nΣτίχ. ιδʹ. Ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί· ἐν‐
23nετείναντο τόξον αὐτῶν, τοῦ καταβαλεῖν πτωχὸν
24nκαὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρ‐
25nδίᾳ.
26 Ὥσπερ ἐστὶ πανοπλία Θεοῦ τις, οὕτως ἐστί τις πανοπλία τοῦ διαβόλου, ἣν ὁ αὐτοῦ στρατιώτης ἐνδέ‐ δυται· τὸν θώρακα τῆς ἀδικίας, τὴν περικεφαλαίαν τῆς ἀπωλείας, τὸν θυρεὸν τῆς ἀπιστίας, τὴν μάχαι‐
30ραν τοῦ πονηροῦ πνεύματος, ἣν σπᾶται ἁμαρτωλὸς, οὗ οἱ πόδες ἐπ’ ἀδικίαν τρέχουσιν. Ἔστι τις ἑτοιμα‐ σία τοῦ Εὐαγγελίου, ἔστι καὶ ὑπόδημα ἑτοιμότατον εἰς τὴν ἁμαρτίαν. Ἐνταῦθα οὖν ῥομφαίαν ἐσπάσαντο· ὅτι πρόχειρον ἔχουσι τὴν ἁμαρτίαν, καὶ ἕτοιμοί εἰσιν
35ἐπὶ τὸ ποιεῖν αὐτήν· οἱ κρύπτοντες ἐν τῷ κουλεῷ τῆς ἁμαρτίας τὴν ῥομφαίαν τοῦ πονηροῦ πνεύματος. Βέλος τῶν δικαίων, Χριστός ἐστιν Ἰησοῦς. Ἔθηκας ὡς βέλος ἐκλεκτόν. Ὁ λόγος τῶν ἁμαρτωλῶν βέλος ἐστίν· ἁμαρτίας ἰὸν ἔχει· τιτρώσκει τὸν μὴ καθ‐
40ωπλισμένον τῷ τῆς πίστεως θυρεῷ. Οἴδασιν, ὅτι οὐ δύνανται καταβαλεῖν πλούσιον πλουτοῦντα ἐν σοφίᾳ, ἐν ἔργοις ἀγαθοῖς. Διὰ τοῦτο τὴν ἀρχὴν οὐδὲ ἐπιβάλ‐ λουσιν αὐτῷ. Ἀλλ’ ἡ πᾶσα ἐπιβουλή ἐστι κατὰ τοῦ πτωχοῦ· ἐπεὶ λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦ‐
45τος· πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. Καλὸν μὲν οὖν μὴ ἔχειν ῥομφαίαν ἁμαρτίας· δεύτερον δὲ, ἔχοντα, μὴ σπᾶσθαι αὐτὴν, ἀλλὰ ποιεῖν αὐτὴν ἡσυχάζειν. Ἀργοῦσα γὰρ, οὐ μόνον ἰοῦται, οὐδὲ ἀμβλύνεται, ἀλλὰ τέλεον ἐξαφανίζεται. Καὶ οὐ χρείαν ἔχομεν πυ‐

17

.

128

(50)

ρὸς, ὅπου ἑκάστου τὸ ἔργον δοκιμάζεται· ὃ Πέτρου μὲν οὐχ ἅπτεται, ἀλλ’ ἀκούει, Κἂν διέλθῃ διὰ πυρὸς, φλὸξ οὐ κατακαύσει σε· ἁμαρτωλῶν δὲ ἅπτεται ἡ λίμνη τοῦ πυρὸς, ὡς ἡ Ἐρυθρὰ Αἰγυπτίων, οὐ μὴν καὶ Ἑβραίων. Ὥσπερ μέντοι ὁ Σωτὴρ βέλος ἐκλεκτὸν, καὶ ἀνάλογα
55τῷ Σωτῆρι βέλη τοῦ Θεοῦ οἱ ἅγιοι τιτρώσκοντες βέ‐ λει ἐκλεκτῷ, ἵνα ὁ τετρωμένος λέγω· Τετρωμένη ἀ‐ γάπης ἐγώ· οὕτως ὁ Ἀντίχριστος βέλος τοῦ πονη‐
ροῦ. Καὶ πάντες οἱ ἁμαρτωλοὶ βέλη τοῦ διαβόλου, οἷς127

17

.

129

κατὰ τῶν δικαίων χρᾶται. Ἴδε γυναῖκα, καὶ ἐπ‐ εβούλευσάν σοι. Εἰ μὴ βέλος ἐστὶ πεπυρωμένον, πῦρ ἔχουσα ἐν στόματι, ἵνα λαλήσῃ καὶ καύσῃ σε, ἐν χει‐ ρὶ, ἐν ὅλῳ τῷ σώματι, ἐν ὅλῃ τῇ ψυχῇ; Καὶ ὥσπερ
5ὁ Θεὸς τίθησι τόξον ἐν τῇ νεφέλῃ, ἵνα παύσῃ χειμῶνα, καὶ μὴ γίνηται κατακλυσμός· οὕτω, κατὰ τὸ ἀντικείμενον, ὁ πονηρὸς χρᾶται τόξῳ, ἵνα παύσῃ γαλήνην ἀπὸ ψυχῆς, καὶ εἰρήνην σβέσῃ, καὶ πόλε‐ μον ἐγείρῃ, καὶ χειμῶνα ποιήσῃ. Μήποτε δὲ οἱ πτω‐
10χοὶ καὶ πένητες ἀδελφοί εἰσι τῶν εὐθέων τῇ καρ‐ δίᾳ, οἱ πτωχοὶ τῷ πνεύματι, οὓς ζητοῦσι καταβα‐ λεῖν οἱ δαίμονες. Ἐὰν ἴδῃς σκανδαλιζόμενον, καὶ ὑπὸ τῆς ἁμαρτίας κεκρατημένον, βλέπε, ὅτι οὗτος ἔσφα‐ κται, καὶ τὸ αἷμα αὐτοῦ ῥεῖ, ὃ ἐκζητεῖ Θεός. Ἀπ‐
15ώλετο γὰρ ἡ ζωτικὴ δύναμις αὐτοῦ· ἐκζητεῖ δὲ αὐτὸ ἀπὸ ἀδελφοῦ καὶ ἀπὸ θηρίου· ἀπὸ πιστοῦ σκαν‐ δαλίζοντος, καὶ ἀπὸ ἀλλοτρίου τῆς πίστεως, καὶ ἀπὸ τῆς χειρὸς τοῦ σκοποῦ. Ἀλλὰ ταῦτα μὲν ἴσως περιεργότερον εἴρηται.
20Ὁ μέντοι ψάλλων διαλευκαίνει πᾶν τὸ ἤδη ῥηθὲν, τό· Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, φημί. Καθά‐ περ γὰρ ἐν πίνακι σαφῶς μηνιῶντα ζωγραφεῖ, καὶ παραταττόμενον εἰσφέρει, καὶ φονῶντα δεικνύει, καὶ ἀπογυμνοῦντα τὸ ξίφος, καὶ ἤδη τοξεύοντα, καὶ τὴν
25ἀδικίαν αὐτοῦ καθίστησιν ἐναργῆ. Σκοποὶ γὰρ τῷ ἁμαρτωλῷ οὐχ ἕνα τινὰ τῶν ἀδικησάντων αὐτῷ, ἢ κατά τι προσκεκρουκότων, καὶ προφάσεις τῷ πολέμῳ δεδωκότων εὐλόγους ἀμύνεσθαι· ἀλλ’ ἵνα καταβάλῃ πτωχὸν, τουτέστι τὸν ἐπιεικῆ καὶ μετριόφρονα, καὶ
30ταπεινὸν τῇ καρδίᾳ, ὃν καὶ ὁ Σωτὴρ πτωχὸν ἔφη τῷ πνεύματι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἄξιον εἶναί φησι. Τίς οὖν τοῖς ἁμαρτωλοῖς λόγος πρὸς τοὺς εὐ‐ θεῖς τῇ καρδίᾳ, καὶ τοὺς πτωχοὺς τῷ πνεύματι; παντελῶς οὐδείς. Ἠδικήκασι γὰρ ἐκείνους οὐδὲν τὰς
35ἑαυτῶν ὁδοὺς ἀπευθύνοντας εἰς δικαιοσύνην. Ἀκονᾷ δὲ, οἶμαι, κατ’ αὐτῶν τοὺς ὠνομασμένους, μάταιός τις ἁπλῶς, καὶ οὐκ εὐάφορμος φθόνος, ἐκ διαβολικῆς σκαιότητος ἐκκεκαυμένος ἐν αὐτοῖς.
40nΣτίχ. ιεʹ. Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρ‐
41nδίας αὐτῶν· καὶ τὰ τόξα αὐτῶν συντριβείη.
42 Ὥσπερ δὲ ἡ εἰρήνη τοῦ δικαίου εἰς αὐτὸν ἀνακάμ‐ πτει· οὕτως ἡ ῥομφαία τοῦ ἀσεβοῦς εἰσέλθοι εἰς καρδίαν αὐτοῦ, ἐὰν τηρῇ ἑαυτὸν ὁ εὐθὺς τῇ καρ‐
45δίᾳ.
46nΣτίχ. ιϛʹ. Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦ‐
47nτον ἁμαρτωλῶν πολύν.
48 Ἔχει μὲν οὖν ἡ λέξις αὐτόθεν ὠφέλιμόν τι τοῖς ἀκεραιοτέροις· ἔχει δέ τι καὶ κεκρυμμένως εἰρημέ‐

17

.

129

(50)

νον τοῖς βαθύτερον ἀκούειν τῆς Γραφῆς ἐπισταμέ‐ νοις. Τὸ οὖν ἁπλούστερον τοιοῦτόν ἐστι· Βιοπορι‐ στοῦσι δίκαιοι καὶ ἄδικοι. Ἀλλ’ οἱ μὲν τοσοῦτον ζη‐ τοῦσι τὸ τῆς χρείας, ὅσον τὸ τῆς δικαιοσύνης· καὶ ἢ οὐ πορίζουσιν, ἢ ἄνευ ἀδικίας, χρωννύντες τὸ πορι‐
55ζόμενον τῇ δικαιοσύνῃ. Οἱ δὲ ὅλως νενεύκασιν ἐπὶ τὸν πορισμὸν, ὅπως πολλὰ κτήσωσιν, οὐ ζητοῦντες εἰ
καλῶς κτήσονται. Δύο οὖν προκειμένων, τοῦ τε ὀλί‐129

17

.

132

γου λήμματος μετὰ δικαιοσύνης, καὶ τοῦ πολλοῦ μετὰ ἀδικίας· Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν. Ἴδωμεν δὲ καὶ τὸ ἀνακεχωρηκός. Κρεῖσσόν ἐστι πιστὸν ἰδιώτην εἶναι,
5οὐδὲ ἀνοῖξαι τὸ στόμα δυνάμενον, ἢ πλουτεῖν τῷ λόγῳ προφορικῷ καὶ τοῖς μαθήμασιν ἐν κακίᾳ ἢ ἀπιστίᾳ.
8nΣτίχ. ιζʹ. Ὅτι βραχίονες ἁμαρτωλῶν συντριβή‐
9nσονται· ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύ‐
10nριος.
11 Ἐὰν ἴδῃς τὸν τόνον καὶ τὴν δύναμιν συντετριμμέ‐ νην τοῦ ἀσεβοῦς, ὥστε μὴ δύνασθαι αὐτὸν ἐκτεῖναι τὴν χεῖρα ἐπὶ πρᾶξιν ἀγαθὴν (συντετριμμένη γάρ ἐστιν), ὄψει, ὅτι πεπλήρωται τό· Βραχίονες ἁμαρ‐
15τωλῶν συντριβήσονται. Ὁ δὲ συντρίβων, ὁ διάβο‐ λός ἐστι. Πᾶς μέντοι ἄνθρωπος ἀσθενὴς, καὶ τὸ ὅσον ἐφ’ ἑαυτῷ καταπίπτει, καὶ δέεται τοῦ ὑποστη‐ ρίζοντος τοὺς καταπίπτοντας, καὶ ἀνορθοῦντος τοὺς κατεῤῥαγμένους.
20nΣτίχ. καʹ. Δανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτί‐
21nσει· ὁ δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν.
22 Ὑψηλότερον δέ· Ὅταν διδάσκῃ Παῦλος, ἤ τις ἕτε‐ ρος τῶν ἱερῶν μυσταγωγῶν, οἱ ἀκροαταὶ δανείζον‐ ται τὸ δόκιμον ἀργύριον τῷ στόματι Παύλου. Καὶ ὁ
25μὲν δίκαιος ἀποδίδωσι τοὺς τόκους, καὶ λέγει· Μνᾶν μοι ἔδωκας, ἰδοὺ δέκα μνᾶς ἐποίησα. Πέντε τά‐ λαντα ἔδωκας, ἰδοὺ ἔχω δέκα. Ὁ δὲ ἁμαρτωλὸς ἀναλίσκει πάντα. Οὐκ ἔξεστι δανείζειν τὰ ἑαυτοῦ, ἤτοι διδάσκειν ὡς οἱ αἱρετικοί· ἀλλὰ τὸ τοῦ Θεοῦ ἀρ‐
30γύριον τὸ δόκιμον, ὡς ὁ λέγων· Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Ἀποδοτέον δὲ μετὰ τόκου ἐκ πολιτείας καὶ πράξεως τὸ κεφάλαιον. Εἰ δὲ μὴ, κρεῖττόν ἐστι τὴν ἀρχὴν μὴ δανείσασθαι, μάλιστα τὰ τοῦ ταμείου τοῦ Κυριακοῦ, ἢ ἀπολέσαι
35τὰ τοῦ βασιλέως χρήματα.
36nΣτίχ. κβʹ. Ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομή‐
37nσουσι γῆν· οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολο‐
38nθρευθήσονται.
39Ὅμοιον τῷ εἰρημένῳ πρὸς Ἀβραάμ· Τοὺς
40εὐλογοῦντάς σε εὐλογήσω, καὶ τοὺς καταρωμέ‐ νους σε καταράσομαι. Οὐκοῦν, εἰ ὁ Θεὸς εἴη ὁ κατ‐ οικτείρων καὶ διδοὺς, οἱ δοξολογοῦντες αὐτὸν διὰ τοῦτο, ἤγουν εὐλογοῦντες, ἔσονται κληρονόμοι τῆς ἐπηγγελμένης τοῖς ἁγίοις γῆς, καὶ λήψονται τὴν γῆν
45ἀγαθὴν καὶ τὴν πολλὴν, τὴν οὐ κέντρου καὶ σημείου λόγον ἔχουσαν. Κίνδυνος δὲ ἐν τῷ κατάραν ἡμᾶς τιθέναι τῷ δικαίῳ ὀλέθρου τοῦ ἐσχάτου. Λέγει γὰρ πρὸς τὸν δίκαιον ὁ Κύριος· Ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντιβήσομαι τοῖς ἀντικειμένοις σοι. Καὶ

17

.

132

(50)

ὥσπερ λέγει· Τοῦτον ἔθρεψας, ἐμὲ ἔθρεψας· οὕτως ἀκόλουθον εἰπεῖν· Τοῦτον ἐλοιδόρησας, ἐμὲ ἐλοιδό‐ ρησας. Καταρῶνται δὲ Θεὸν οἱ μὴ εἰδότες αὐτὸν, καὶ ταῦτα τῆς αὐτοῦ δόξης πάλιν φήμους ἔσθ’ ὅτε ῥιπτοῦντες φωνὰς, πρὸς τὸ μηδὲ ἐφ’ οἷς εὖ πε‐
55πόνθασιν ἀνέχεσθαι προσάγειν αὐτῷ τὰς εὐχαρι‐ στίας. Χριστὸν μὲν οὖν εὐλογοῦσι τὰ ἔθνη, διὸ κλη‐ ρονομοῦσι τὴν βασιλείαν· Ἰουδαῖοι δὲ, βλασφημοῦν‐
τες αὐτὸν, εἰς τέλος ὀλοθρεύονται.131

17

.

133

(1n)

Στίχ. κγʹ. Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου
2nκατευθύνεται· καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει
3nσφόδρα.
4Ὥσπερ ἰδίου παιδὸς, φησὶ, λαμβάνεται τῆς χει‐
5ρὸς ὁ Θεὸς, καὶ ἀποφέρει πρὸς ὁδὸν εὐθεῖαν, οὐκ ἀφιεὶς αὐτὸν σκολιοδρομεῖν, οὔτε μὴν καμπύλας ποιεῖσθαι τοῦ βίου τὰς τροχιάς· ἀλλ’ εὐθὺ παντὸς ἰέναι πράγματος ἀγαθοῦ, διδάσκων τε καὶ ἀπευθύ‐ νων αὐτοὺς, κατά γε τό· Ἐκράτησας τῆς χειρὸς τῆς
10δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με. Ὅταν μέντοι τοῦ ἀνθρώπου τὰ διαβήματα ὑπὸ Κυ‐ ρίου κατευθυνθῇ, τότε τὴν ὁδὸν αὐτοῦ θελήσει. Ἀμφίβολος ἡ λέξις. Ἢ γὰρ ὁ Κύριος τοῦ κατευθυ‐ νομένου τοῖς διαβήμασι θέλει τὴν ὁδὸν, καὶ ἀποδέχε‐
15ται ἣν ποιεῖται κατὰ τὸν νόμον πορείαν, μὴ θέλων ὁδὸν ἀσεβῶν, ἢ λοξῶς πορευομένων· ἢ αὐτὸς, οὗ τὰ διαβήματα ὑπὸ Κυρίου κατευθύνεται, θέλει τὴν ὁδὸν τοῦ Κυρίου, γευσάμενος, ἐν τῷ κατευθύνεσθαι αὐτοῦ ὡς τὰ διαβήματα, τῆς γλυκύτητος τῆς κατὰ
20τὴν ὁδὸν, ἐν ᾗ κατευθυνθείη ὑπὸ Κυρίου. Ἄμεινον δὲ ἴσως νοεῖν, ὅτι ὁ Κύριος θελήσει τὴν ὁδὸν τοῦ ἀνθρώ‐ που, τουτέστι ποιήσεται θελητὴν καὶ ἀποδέξεται. Ὥσπερ γὰρ ἀνεθελήτους ἔχει τὰς τῶν παρανόμων ὁδοὺς, οὕτω ποιεῖται θελητὰς τὰς τῶν ἀγαθουργούν‐
25των. Ὃ δὲ ἀρέσκει Θεῷ, τοῦτο πάντως ἐστὶ καὶ ἐξαί‐ ρετον, καὶ παντὸς ἐπαίνου μεστόν. Οὐ γὰρ ἂν ἠθέλησε Θεὸς τὸ μὴ οὕτως ἔχον. Οἵ γε μὴν ἀπὸ τῶν αἱρέσεων γίνονται μὲν ἐν διαβήμασιν, οὐ μὴν κατευθυνουμέ‐ νοις ὑπὸ Κυρίου, ἀλλὰ λελοξωμένοις ὑπὸ τοῦ πονη‐
30ροῦ· ἐκκλίνουσι δεξιὰ καὶ ἀριστερὰ, μὴ ἀρκούμενοι ψιλῇ τῇ πίστει, νοοῦντες δὲ βαθύτερον μὲν, οὐκ ἀλη‐ θὲς δέ. Ὧν τὴν ὁδὸν οὐ θέλει Κύριος, ὅτι οὐκ ἀνθρώ‐ πων αὐτῶν τὰ διαβήματα, ἀλλὰ θηρὸς ἢ ἑρπετοῦ ἢ κτήνους.
35nΣτίχ. κδʹ. Ὅταν πέσῃ οὐ καταῤῥαχθήσεται, ὅτι
36nΚύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.
37 Οἱ ἐν τοῖς ἀγῶσι παλαίοντες πεπτώκασι τὸ πρῶ‐ τον, νενικήκασι τὰ τρία. Ἐπὶ τούτοις εἴποις ἂν κατὰ τὸ σωματικὸν, ὅτι· Πέπτωκεν, οὐ κατεῤῥάγη δὲ, νενί‐
40κηκε γὰρ μετὰ τὸ πεσεῖν. Ἐὰν ἴδῃς ἄνθρωπον νενι‐ κημένον, καὶ μετὰ τὸ νενικῆσθαι οὐ παραδόντα ἑαυ‐ τὸν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης, ἀναστάντα δὲ, ὑπομνησθέντα τῆς Γραφῆς· Μὴ ὁ πεσὼν οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ
45ἐπιστρέφει; λέγε, ὅτι, πεσὼν ὁ τοιοῦτος, οὐ κατ‐ εῤῥάχθη. Ἐὰν δὲ μετὰ τὸ πεσεῖν ἀπαυδήσῃ, κα‐ τεῤῥάχθη. Καλὸν μὲν οὖν ἀθλητὴς εἶναι ἄπτωτος, καὶ ἵνα οὕτως ὀνομάσω ἀπὸ τῶν παραδειγμάτων, ἀμεσολάβητος, ἀσυνέζωστος. Εἰ δὲ πέπτωκεν, ἀναστή‐

17

.

133

(50)

τω. Πενθοῦνται γὰρ οἱ πεσόντες, καὶ μετὰ τὸ ἁμαρ‐ τῆσαι ἀπαλγήσαντες, καὶ παραδόντες ἑαυτοὺς πάσῃ ἁμαρτίᾳ. Ἐν ἀγενείων, ἐν ἀνδράσι στεφανώθητι. Πέπτωκας ἐν παισί; τὸν ἀγένειον ἀγώνισαι, καὶ νί‐ κησον ἐν αὐτῷ. Ἐν κοιλίᾳ ἐπτέρνισε τὸν Ἠσαῦ ὁ
55Ἰακώβ· ἐκ παιδὸς ὁ Δανιὴλ προεφήτευσε, καὶ τοὺς133

17

.

136

πρεσβυτέρους ἤλεγξεν. Οὐ δύνασαι τοιοῦτος γενέ‐ σθαι; Γενοῦ ἑξῆς ἀθλητὴς, ὡς ὁ δίκαιος, ὃς, κἂν πέσῃ παλαίων ἢ τρέχων, οὐ καταῤῥήγνυται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. Ἀμφίβολος ἡ λέξις· πό‐
5τερον γὰρ τὴν ἑαυτοῦ, ἢ τὴν τοῦ παλαίοντος καὶ ἤδη μέλλοντος καταῤῥήγνυσθαι, ἵνα μὴ ὅλως ἔλθῃ ἐπὶ πρόσωπον, καὶ γένηται χαμαὶ ὅλος κείμενος.
9nΣτίχ. κεʹ. Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα·
10nκαὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον.
11 Ἑτέρως δὲ ἴσμεν ἡλικίαν κατὰ τὸν ἔσω ἄνθρωπον, παιδίου, νεανίσκου, γέροντος. Πρὸ γοῦν τοῦ Ἀβραὰμ οἱ πολυχρονιώτεροι αὐτοῦ οὐκ εἴρηνται πρεσβύτεροι· ἀλλ’ αὐτὸς πρῶτος δι’ ἀρετὴν πρεσβύτερος ἐχρημάτι‐
15σε, καὶ διὰ τὸ τὸν ἔσω αὐτοῦ ἄνθρωπον κατηργηκέ‐ ναι τὰ τοῦ νηπίου. Καὶ Ἱερεμίου ἄκουε· Μὴ λέ‐ γετε, ὅτι νεώτερος ἐγώ εἰμι. Τοιοῦτόν τί μοι νόει καὶ περὶ τοῦ Δαβίδ· Νήπιος, φησὶν, ἐγενόμην κατὰ τὸν ἔσω μου ἄνθρωπον. Μεταβαλὼν δὲ ἐκ νεαροῦ
20ἤθους καὶ ἀβεβαίου, καθ’ ὃν νεωτερίζων νεώτερος ἤμην, εἰς γῆρας ἦλθον, βίον ἀκηλίδωτον ἔχων καὶ πολιὰν φρόνησιν. Καὶ οὕτω προκόψας, οὐκ εἶδον δί‐ καιον ἐγκαταλελειμμένον. Ἐὰν σωματικῶς ἀκούῃς, ψεῦδός ἐστι. Δύο δέ εἰσιν ἐγκαταλείψεις· ἡ μὲν σω‐
25ματικὴ, ἥτις οὐδὲν ἡμᾶς βλάπτει· ἡ δὲ τῆς ψυχῆς, ἥτις ὀλέθριός ἐστιν. Ὅσον μὲν οὖν πλουτοῦμεν ἐν ἔργοις δικαίοις, τοσοῦτον μᾶλλον βοηθούμεθα πρὸς τὸ μὴ ἐγκαταλείπεσθαι μέχρι τέλους. Διὸ οὐκ εἶ‐ πεν, ἐγκαταλειφθέντα, ἀλλ’ ἐγκαταλελειμμένον.
30Ἐπεὶ, πρὸς καιρὸν καὶ ἐγκαταλιμπάνονται δίκαιοι, ὡς ὁ Ἰὼβ, ἵνα ἀναφανῇ δίκαιος.
32tΨΑΛ. ΜΑʹ.
33nΣτίχ. ιʹ. Ἐρῶ Θεῷ· Ἀντιλήπτωρ μου εἶ Διὰ τί μου
34nἐπελάθου; Καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι,
35nἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν;
36nΣτίχ. ιαʹ. Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνεί‐
37nδιζόν με οἱ ἐχθροί μου ἐν τῷ λέγειν αὐτούς μοι
38nκαθ’ ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου;
39Οὐχ ὁρῶμεν δὲ πάντες πῶς ἐλεεῖ ὁ Θεός. Καὶ πολ‐
40λάκις πρὸς τὰ κατ’ ἐλεημοσύνην αὐτοῦ γινόμενα, τῷ ἐπίπονα εἶναι, οὐχ ἡδέως ἔχοντες, οὐδὲ ἔλεον εἶναι νομίζομεν. Διὸ λέγομεν· Διὰ τί μου ἐπελάθου; Ὁ δὲ διειληφὼς, ὅτι πᾶν ὃ ἐπάγει ὁ Θεὸς συμφερόντως ἐπάγει, οὐδὲν ἐρεῖ τοιοῦτον, εἰδὼς, ὅτι τὴν μετάνοιαν
45αὐτοῦ, καὶ τὴν ὠφέλειαν πραγματευόμενος ὁ Θεὸς, τοῦτο ποιεῖ. Ἀλλ’ ὅπερ ἐλέγομεν, ὁ μεταγινώσκων λαὸς πυνθάνεται τοῦ. Θεοῦ, διὰ τί αὐτὸν ἐγκαταλέλοι‐ πεν οὕτως ἐκθλιβόμενον καὶ σκυθρωπάζοντα. Τί τὸ αἴτιον τῆς τοιαύτης ἐγκαταλείψεως; οὐ τὸ τυχὸν

17

.

136

(50)

γὰρ ἔοικεν εἶναι. Ὁ μέντοι λέγων· Διὰ τί μου ἐπ‐ ελάθου; θαῤῥεῖν ἔοικεν, ὡς μηδὲν πεποιηκὼς, δι’ ἃ ἐπιλανθάνεται ὁ Θεός. Πάνυ δὲ λυπεῖ τὸν δίκαιον τὸ, Ποῦ; ἐπὶ Θεοῦ λεγόμενον, ὅπερ ἐστὶ σημαντικὸν τόπου. Τῆς γὰρ ἐσχάτης ἀνοίας τὸ ἐν τόπῳ νομίζειν
55εἶναι τὸν Θεόν. Ὄγκῳ γὰρ συνυφίσταται τόπος· ὄγκου δὲ τὸ Θεῖον ἐλεύθερον. Οὗτοι δὲ τῆς εὐχῆς οἱ λόγοι καὶ
τῷ ἐν Βαβυλῶνι λαῷ ἁρμόζουσιν. Ἀεὶ γὰρ, φησὶ,135

17

.

137

τῆς σῆς προνοίας τυχὼν, καὶ νῦν γυμνωθεὶς, ἀποδύ‐ ρομαι, μὴ φέρων τοὺς πολεμίους ἐπὶ πληγαῖς καὶ δεσμοῖς καὶ τῶν ἐμῶν ὀστέων τῇ συντριβῇ λέγοντας· Ποῦ ἐστιν ὁ Θεός σου; διὰ τὴν ἀσθένειαν ταῦτά με
5πάσχειν ὑπολαμβάνοντας. Ἠθικώτερον δέ· Ὅταν οἱ ἐχθροὶ ἡμῶν δαίμονες διὰ τῆς ἁμαρτίας τὰ ὀστᾶ ἡμῶν συντρίψωσι, τουτέστι τὰς τῆς ψυχῆς δυνάμεις· τότε τὸν Θεὸν ἐπίτηδες πρὸς ἡμᾶς ὡς ἀσθενῆ διαβάλ‐ λουσιν, ἵνα, τῆς πρὸς αὐτὸν ἐλπίδος ἀποστήσαντες,
10αἰχμαλώτους καὶ δούλους παραλάβωσι. Καὶ τοῦτο καθ’ ἑκάστην ἡμέραν, τουτέστι διηνεκῶς, ποιοῦσι. Τί οὖν χρὴ ποιεῖν; Μὴ ἐκπίπτειν εἰς ἀπόγνωσιν· ἀλλ’ ἐλπίζειν ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, καθὼς ἐν τοῖς ἑξῆς διδασκόμεθα.
16tΨΑΛ. Νʹ.
17nΣτίχ. ζʹ. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην.
18 Οὐκ ἐν τῇ γαστρὶ μόνον, ἀλλ’ ἐπειδὴ παρέλαβόν με τὰ ἔργα τῆς ἀνομίας, τὰ τοῦ φόνου, καὶ τὰ τῆς
20ἀλλοτρίας κοίτης ἣν παρανόμως ἐσύλησα.
21nΣτίχ. ηʹ. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας.
22 Ὁ νοῦς οὗτος· Σὺ, φησὶ, Κύριε, ἀληθὴς ὢν καὶ ἀλήθειαν ἀγαπῶν, βουλόμενος ἡμᾶς ἐν ἀληθείᾳ διά‐ γειν, ἀποκαθαριεῖς ἡμᾶς τῆς ἀρχαίας ἁμαρτίας· καὶ
25οὕτως ἀποκαθαρίσεις ὡς ὑπὲρ χιόνα λευκανθῆναι· ἡ δὲ ἀποκάθαρσις ἡμῖν δι’ ὑσσώπου γενήσεται· ὑσσώπῳ δὲ ἡ τοῦ ἁγίου Πνεύματος ἐνέργεια ἀφο‐ μοιοῦται, θερμαίνουσα καὶ πάντα τὸν ἐν ἡμῖν ῥύπον ἀποσμήχουσα· ἰδοὺ γὰρ ἀποταξαμένου μου τῷ Σα‐
30τανᾷ. —Ἠγάπησας. Σοφία μὲν τοῦ Πατρὸς δη‐ λονότι ὁ λόγος· ἄδηλα δὲ καὶ κρύφια τοῦ Λόγου, ὁ τῆς ἐνανθρωπήσεως Λόγος· καὶ ἐπὶ τούτοις πᾶσιν ἀμελήσας ὠλίσθησα καὶ κατέπεσον. Οὕτω δὲ, φησὶ, κρινεῖς· καὶ τοὺς μὲν κολάσεις, τοὺς δὲ στεφανώ‐
35σεις, ἐπειδὴ τὴν ἀλήθειαν στέργεις· τὴν δὲ ἀλή‐ θειαν στέργων, καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθέ‐ νειαν, μετάδος συγγνώμην τοῖς αἰτοῦσι τὰ φάρ‐ μακα· ὅτι σοφιστικῶς ἕξει γεγυμνασμένος ἐπὶ θεω‐ ρίᾳ τῆς ἀληθείας· τὸ μέγεθος αὐτῆς γνοὺς, ἀγάπην
40πρὸς ἑαυτὴν ἔσχε τελείαν· οἱ μὴ γὰρ τοῖς ψεύδεσιν ἐγγυμνασάμενοι, διορατικώτεροι γεγενημένοι καθο‐ ρῶσι τῆς ἀληθείας τὸ ἀξιάγαστον κάλλος· οἷός ἐστι Μωϋσῆς καὶ Δανιήλ· μετὰ γὰρ τὸ πειραθῆναι σο‐ φιστικῶν λόγων, ἐπ’ αὐτὴν τὴν ἀληθῆ σοφίαν ἀνα‐
45βάντες, ὑπὸ τοῦ Θεοῦ μαρτυρίαν ἔσχον, ὡς ὄντες τέλειοι σοφοί· δηλώσαντος αὐτοῖς τοῦ Θεοῦ τὰ ἄδηλα καὶ κρύφια τῆς σοφίας αὐτοῦ, ὡς μηδὲν αὐτοῖς ἀσαφὲς ἢ ἀπεσκιασμένον εἶναι· ταύτης τῆς ἕξεως καὶ ὁ Δαυῒδ τυγχάνειν ... διὰ τοῦ προκειμένου στοί‐

17

.

137

(50)

χου· Οὐ γὰρ μόνον με τοῖς βιωτικοῖς ἐνίδρυσας θώ‐ κοις, ἀλλὰ καὶ προφητικῆς ἠξίωσας χάριτος, καὶ τὰ μικρὸν ἐσόμενα προδεδήλωκας, καὶ τὰ τοῖς ἄλλοις ἀπόῤῥητα ἐμοὶ δῆλα πεποίηκας, τήν τε τοῦ Μονογενοῦς σου ἐνανθρώπησιν, καὶ τῆς οἰκουμένης ἐκεῖθεν
τὴν σωτηρίαν.137

17

.

140

(1t)

ΨΑΛ. ΟΖʹ.
2nΣτίχ. λʹ. Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι
3nαὐτῶν.
4nΣτίχ. λαʹ. Ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’ αὐτοὺς, καὶ
5nἀπέκτεινε τοῖς πλείοσιν αὐτῶν· καὶ τοὺς
6nἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν.
7 Ἰδόντες τὴν ὀρτυγομήτραν Ἑβραῖοι, οὐκ ἐπίστευ‐ σαν τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ, ὑποσχομένου μέχρι μηνὸς διαθρέψαι αὐτοὺς εἰς πλησμονήν. Ἀλλὰ, φοβηθέντες
10μήποτε ἀποπτῇ ἢ ἀναλωθῇ πάλιν, Ἔψυξαν, φησὶ, ἑαυτοὺς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς. Καὶ τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν, πρὶν ἢ ἐκλι‐ πεῖν· καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαόν. Καὶ ἐπά‐ ταξε Κύριος τὸν λαὸν πληγῇ μεγάλῃ σφόδρα.
15Πληγὴ δὲ μεγάλη, ὁ πολλῶν θάνατος, κατὰ τὸ εἰρημένον ἐνταῦθα· ὅτι Ἀπέκτεινεν ἐν τοῖς πλείοσι, τουτέστι πολλούς. Ἀλλ’ ὢ τῆς ἀγνωμο‐ σύνης! Πρὶν ἢ δαπανηθῆναι τὰ ἐν τοῖς ὀδοῦσιν αὐτῶν κρέα, ἠπίστησαν ἐπιλαθόμενοι τῆς τοῦ Θεοῦ δυνά‐
20μεως. Διὸ τῆς μὲν ἐπιθυμίας αὐτῶν ἐνεπλήσθησαν εἰς ἔνδειξιν τῆς περὶ αὐτοὺς θείας προνοίας· ἀπέβη δὲ αὐτοῖς, διὰ τὴν ἀπιστίαν καὶ ἀπληστίαν, εἰς νόσον χολέρας, ὑφ’ ἧς πολλοὶ διεφθάρησαν· ὧν τὸ ὑπό‐ δειγμα αὐτοῖς τε ἐκείνοις, καὶ τοῖς πρὸς ἐκείνους
25ὁρῶσιν, ἱκανὸν πρὸς σωφροσύνην ἐγένετο. Τὸ δὲ, ἐν τοῖς πλείοσιν, Ἀκύλας καὶ Σύμμαχος, ἐν τοῖς πίοσι καὶ λιπαροτέροις, ἐξέδωκαν, τοὺς πλουσιωτέρους τοῦ λαοῦ καὶ ἰσχυροτέρους οὕτως ὀνομάσαντες. Εἰκὸς γὰρ αὐτοὺς διὰ τοῦτο ἀπληστο‐
30τέρως ἐμφορεῖσθαι. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα, ἐν τοῖς πλείοσιν ἀπέκτεινεν, τουτέστι πολλοὺς, οὓς καὶ ἐκλεκτοὺς ἐκάλεσεν ὁ Δαυῒδ, ὡς πολεμιστάς. Οἱ δὲ ἦσαν ἑξακόσιαι χιλιάδες καὶ πεντακόσιοι καὶ πεντήκοντα ἀπὸ εἰκοσαετοῦς καὶ ἀνωτέρω, χωρὶς τῆς
35κατωτέρας ἡλικίας, καὶ τῶν γυναικῶν, καὶ ὅλης τῆς φυλῆς τοῦ Λευί. Τούτους ἅπαντας ἔθρεψεν ὁ Θεὸς εἰς κόρον ἐπὶ πολύ. Ἔφη γάρ· Ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν. Ὁρῶν λαὸν ἐπιθυμητὴν, καὶ καθᾶραι αὐτὸν ἀπὸ
40τῆς ἐπιθυμίας βουλόμενος, ἑώρα ὅτι λόγῳ διδα‐ σκαλικῷ οὐ καθαίρεται, ἀλλ’ αὐτῇ τῇ ἐπιθυμίᾳ γενομένῃ προσκορεῖ. Πάντων γὰρ κόρος ἐστὶν, οὐχ ὕπνου μόνον, ἀλλὰ καὶ βρωμάτων. Διὸ ἔπεμψεν αὐ‐ τοῖς ὀρτυγομήτραν ἐπὶ τριάκοντα ἡμέρας· οἱ δὲ, τῇ
45ἀπληστίᾳ χρησάμενοι, χολερικῷ πάθει ἐφθείροντο. Δὶς δὲ εὑρίσκω τὸν λαὸν φαγόντα ὀρτυγομήτραν· ἅπαξ μὲν ἡνίκα εὐθέως ἐξῆλθον ἐκ γῆς Αἰγύπτου· τὸ δὲ δεύτερον, ὡς ἐν τοῖς Ἀριθμοῖς ἀναγέγραπται, ἡνίκα κακῶς εἶπον τὸν ἄρτον τοῦ Θεοῦ, καὶ διάκε‐

17

.

140

(50)

νον αὐτὸν ὠνόμασαν· ὅτε καὶ ὀργὴ ἀνέβη ἐπ’ αὐ‐ τοὺς, ὡς τάχα κάτω που οὖσα πρὶν ἢ ἁμάρτωσιν. Ἐπειδὴ γὰρ, πεῖραν πολλὴν λαβόντες τῆς θείας δυ‐ νάμεως, οὐκ ἐπίστευσαν τὸν φιλάνθρωπον δύνασθαι χορηγῆσαι αὐτοῖς τροφὴν, καὶ ταύτην ἔδωκε, καὶ
55τὴν παιδείαν ἐπήγαγεν, ὡς ἀμφότερα ποιεῖν ἱκανὸς, καὶ τὰ ἀγαθὰ παρέχειν, καὶ τὰς τιμωρίας ἐπάγειν.
Φευκτέον τοίνυν ὀψοφαγίαν, λαιμαργίαν, γαστριμαρ‐139

17

.

141

γίαν· τουτέστι τὴν περὶ χρῆσιν ὄψου ἀμετρίαν, τὴν περὶ τὸν λαιμὸν μανίαν, τὴν περὶ τὴν τροφὴν ἀκολασίαν, καὶ περὶ γαστέρα μανίαν, ἵνα μὴ τὸν νοῦν ἐγ‐ κατορύξωμεν τὰ κου...... Λυπεῖ δὲ οὐδὲν καὶ κατὰ ἀναγωγὴν τὰς ἱστορίας
5ταύτας θεωρῆσαι. Ῥύεταί τοι ὁ Θεὸς καὶ ἡμᾶς ἀεὶ ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, τῆς κατὰ τὴν ἁμαρτίαν, ἵνα εἰσαγάγῃ διὰ πολλῶν γυ‐ μνασίων, διὰ πολλῶν θαυμασίων, δι’ ἄρτου ἐπουρα‐ νίου, δι’ ὕδατος ἀπὸ τῆς πέτρας, ἡ πέτρα δὲ ὁ
10Χριστὸς, ἐπὶ τὴν ἁγίαν ἐπαγγελίαν. Μέγα οὖν ἐμοὶ, ἐὰν, νοήσας τὴν θάλασσαν τοῦ βίου καὶ τὰ κύματα τὰ ἐν τῷ βίῳ, καὶ τὸ πικρὸν καὶ ἁλμυρὸν τῶν βιωτι‐ κῶν πραγμάτων κλυδώνιον, δυνηθῶ, εὐεργετηθεὶς ὑπὸ τοῦ Θεοῦ, ἰδεῖν καταποντισθέντας τοὺς νοεροὺς
15Αἰγυπτίους, καὶ τὸν νοητὸν Φαραώ· αὐτὸς δὲ ὢν ἐν τῷ φωτὶ τῆς ἡμέρας σκεποίμην ὑπὸ νεφέλης τῆς κούφης, καὶ ὑπὸ φωτισμοῦ πυρὸς, ἐάν ποτέ γε σκο‐ τεινὰ καὶ δύσκολα ...... καὶ ὁ κόσμος μὲν ἐσκότηται, καὶ πάντα ἀγνοίαις πεπλήρωται· ἐγὼ δὲ πρὸς τὰ
20πνευματικὰ τῆς πονηρίας πα.... ἐν φωτὶ ὦ διὰ τὸ ἀληθινὸν φῶς τὸν Χριστὸν, διὰ τὴν νεφέλην, ᾗ οὐκ ἐξ ἀτμῶν τινων κατὰ τὴν κοινὴν φύσιν ἡ στάσις ἦν, βαθυνομένου τοῖς ἀτμοῖς τοῦ ἀέρος διὰ τῆς ὁμι‐ χλώδους συστάσεως, καὶ πρὸς ἑαυτὸν ἐμπιλουμένου
25τοῖς πνεύμασιν· ἀλλὰ κρεῖττόν τι καὶ ὑψηλότερον τῆς ἀνθρωπίνης καταλήψεως, ὡς, καὶ τῆς ἡλιακῆς ἀκτῖνος θερμῶς ἐπιλαμπούσης, διατείχισμα ἔχειν, σκιάζουσάν τε τὸ ὑποκείμενον, καὶ λεπτῇ δρόσῳ τὸ φλογῶδες τοῦ ἀέρος ὑπονοτίζουσαν· καὶ διὰ τῆς νυ‐
30κτὸς πῦρ γίνεσθαι ἀφ’ ἑσπέρας εἰς ὄρθρον, τῷ ἰδίῳ φωτὶ τοῖς Ἰσραηλίταις δᾳδουχοῦσαν τὸ φέγγος μέ‐ γα. Ἐὰν ἐν τῇ ἐρήμῳ τοῦ βίου, ἔνθα ἐπικρατεῖ πολλὴ ἄνοια τῶν πραγμάτων, διελὼν τὸν στεῤῥότατον αὐτοῦ λόγον πέτραν ὀνομαζόμενον, ἀφθόνως καὶ εἰς
35κόρον ποτίσῃ με, ὡς παραβληθῆναι τὸ ῥέον ὕδωρ ἀβύσσῳ, καὶ τοὺς τῆς πνευματικῆς κοιλίας ποτα‐ μούς. Ἐγὼ δὲ παραπικραίνω τὸν Ὕψιστον ἐν ἀνύ‐ δρῳ, ἐὰν μετὰ τὴν διδασκαλίαν πάλιν ἁμαρτάνω,
40ἐπιλανθανόμενος τῶν λόγων τῶν θρεψάντων με, καὶ τοῦ ὕδατος, τοῦ ἀπὸ τῆς πέτρας, ἥτις ἐστὶν ὁ Χρι‐ στός. Πέτρᾳ δὲ ἀπεικάζεται ὁ Χριστὸς διὰ τὸ ἄθραυ‐ στον καὶ ἀκλόνητον. Ἐρήρεισται γὰρ ἰδίοις ἀγαθοῖς ἡ θεία τε καὶ ὑπέρτατος φύσις. Οὗ καὶ κατελάλησαν,
45ὡς ἐν προσώπῳ Μωσέως, ἡ συναγωγὴ, κατηγο‐ ροῦντες ἐπὶ Πιλάτου, καὶ τὸ, Αἶρε, σταύρου, ἀνα‐ κεκράγασιν. Εἶτα δὲ δυσὶ λελυπήκασι πληγαῖς, ὡς τὴν πέτραν Μωϋσῆς δὶς ἐπάταξεν. Ἀπεκτείνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, εἶθ’ ὅτι μεμένηκεν ἐν

17

.

141

(50)

νεκροῖς, ἀναπείθειν ἤθελον. Ἀλλ’ ἐκδέδωκεν ἡ πέ‐ τρα πλουσίως τὸ νᾶμα, καὶ πεπότικε πᾶσαν τὴν συναγωγήν. Ἐπέκλυσε γὰρ τὴν οἰκουμένην Χριστὸς ἱεροῖς τε καὶ θείοις νάμασιν. Ὁ πηγάζων τὸ θεῖον νᾶμα τοῖς διψῶσι, καὶ προχέων τὸ ὕδωρ ἐκ τῆς
55πλευρᾶς, τοῦ σιδήρου τὴν φλέβα ταύτην ἀναστομί‐
σαντος, καὶ τὸ πικρὸν τῆς Μεῤῥᾶς, τοῦ κολαστοῦ141

17

.

144

νόμου, μετέβαλεν εἰς γλυκύτητα τῇ παραδοχῇ τοῦ ξύλου τοῦ σταυροῦ, καὶ τοῦ ἐπ’ αὐτῷ μυστηρίου. Τὸ γὰρ γράμμα καὶ ὁ νόμος ἀποκτείνει, τὸ δὲ πνεῦμα καὶ ἡ ἐν πνεύματι λατρεία ἡ εὐαγγελικὴ ζωο‐
5ποιεῖ. Μεγάλην δὲ πρόνοιαν ποιούμενος ὁ Θεὸς τοῦ ἀν‐ θρώπου, καὶ οὐρανὸν αὐτῷ ἀνοίγει, καὶ τροφὴν αὐ‐ τῷ δίδωσιν οὐράνιον, καὶ χειραγωγεῖ αὐτὸν αὐτὸς, γινόμενος τοῖς ὁδεύουσι φῶς, καὶ ἄγων ἐπὶ ὁδοὺς, ἃς
10καθ’ ἑαυτὴν ἡ ἀνθρωπίνη φύσις οὐκ ἐπίσταται. Πλὴν ἑσπέρας μὲν τὴν ὀρτυγομήτραν, ἅμα δὲ τῇ ἕῳ τὸ μάννα καθίησι, πλαγίως ἡμῖν τοῦ παραδείγματος ὑπεμφαίνοντος, ὅτι μή ἐστιν ἐν φωτὶ νοητῷ τῶν γηΐνων ὁ ἐραστής· ἃ διὰ τῆς ὀρτυγομήτρας σημαί‐
15νεται, ἣν ὀρέγει ἐπιζητοῦσι Θεὸς, οὐχ ἕλκων αὐτὸς εἰς ἐπιθυμίαν, οὔπω δὲ διδοὺς τὸ κατανεανιεύεσθαι παθῶν. Τὸ δὲ μάννα σκιὰ τῶν διὰ Χριστοῦ παιδευ‐ μάτων τε καὶ χαρισμάτων, ἃ ἄνωθέν ἐστι καὶ ἐξ οὐρανοῦ, καὶ τὸ γεῶδες οὐκ ἔχει, ἀμοιρεῖ δὲ μᾶλλον
20καὶ βδελυρίας σαρκικῆς. Καὶ οὕτως τροφὴ πνευμά‐ των ἐστὶν ἡ ἐν τούτοις ὀρθὴ καὶ ἀκίβδηλος γνῶσις, ἧς ἡ χορηγία, ὡς ἐν φωτὶ καὶ ἡμέρᾳ γίνεται, ἀνίσχον‐ τος τοῦ Ἡλίου τῆς δικαιοσύνης Κυρίου, ὃς ἀπο‐ τρέφει ἡμᾶς εἰς ζωὴν ἀμήρυτον.
25 Ὁ γὰρ τὸ θεῖον μάννα κατεδηδοκὼς ἀμείνων ἔσται φθορᾶς καὶ ὑπεραλεῖται θανάτου. Συλλέξεται δὲ, φη‐ σὶ, τοῖς συσκήνοις, καὶ οὐ καταλείψετε ἀπ’ αὐτοῦ εἰς τὸ πρωΐ. Χρὴ γὰρ ὁμοῦ τοῖς ὁμοπίστοις, τοῖς τὴν οἰκοῦσι σκηνὴν, τὴν Ἐκκλησίαν, τῶν θείων ἡμῶν
30ἐμφορεῖσθαι λόγων, καὶ μὴ τηρεῖν τὴν σκιὰν μετὰ τὴν τῆς ἀληθείας ἔνδειξιν. Οἵτινες γὰρ, φησὶν, ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Πλὴν ἀφιγμένοι διὰ τῆς πίστεως εἰς τὸν ἐν Χριστῷ νοού‐ μενον σαββατισμὸν, τουτέστιν εἰς ἀργίαν καὶ κατά‐
35ληξιν τὴν ἐξ ἁμαρτίας, οὐχ ὡς ἄχρηστον παραιτού‐ μεθα τὴν προσωρευθείαν τοῦ νόμου παίδευσιν, χειραγωγοῦσαν ἡμᾶς εἰς Χριστόν. Περιτυγχάνομεν γὰρ ταῖς διὰ Μωσέως σκιαῖς, ἵνα τὴν ἐν αὐταῖς ζη‐ τῶμεν ἀλήθειαν, καινὰ καὶ παλαιὰ ἐκ θησαυροῦ ἐκ‐
40βάλλοντες. Εἰ δὲ βούλει, ἅπερ ἐνταῦθα συλλέξομεν ἐν παρασκευῇ, ταῦτα ἐκεῖσε σαββατίσαντες εὑρήσο‐ μεν καὶ τραφησόμεθα. Πάλαι μὲν οὖν ἄρτον ἀπ’ οὐρανοῦ ἔδωκεν ὁ Θεὸς τῷ λαῷ αὐτοῦ, ἀκοπιάστως πρὸς πᾶσαν
45ἡδονὴν ἰσχύοντα· πρὸς ὃ γάρ τις ἐβούλετο μετε‐ κρίνατο. Τοιαύτη δὲ ἡ τοῦ τρέφοντος τὴν ψυχὴν λό‐ γου φύσις, πρὸς τὴν δύναμιν τοῦ τρεφομένου μετα‐ βάλλουσα. Ἐὰν νήπιον τρέφῃ ὁ νόμος, γάλα γίνεται· ἐὰν ψυχὴν ἀσθενοῦσαν, λάχανον· ἐὰν τέλειον, στε‐

17

.

144

(50)

ρεὰ τροφή. Οὐ καθεζομένοις δὲ ἡμῖν ἔρχεται τὸ μάννα, ἀλλ’ ἐρχομένοις ἔξω τῆς παρεμβολῆς· λέγω δὴ τοῦ σώματος, ἐν ᾧ ἐνεῖρκται ἡ ψυχή. Δεῖ γὰρ τὴν ψυχὴν μηκέτ’ εἶναι ἐν σαρκὶ, ἀλλ’ ἐν πνεύματι. Οὐδεὶς δὲ, φορῶν τὴν εἰκόνα τοῦ χοϊκοῦ, δύναται
55ἄρτον οὐράνιον φαγεῖν· διότι ψυχικὸς ἄνθρωπος143

17

.

145

οὐ δέχεται τὰ τοῦ πνεύματος. Περὶ ἧς τροφῆς καὶ σὺ ἐδιδάχθης εὔχεσθαι. Ἐὰν οὖν τὸν ἐπιούσιον ἄρτον, τὸν μὴ ἐκχωροῦντα, τὸν μὴ ἀποκρινόμενον, τὸν ἀναδιδόμενον εἰς τὴν οὐσίαν τῆς ψυχῆς, ὅταν
5διαλαμβάνω περὶ Θεοῦ, περὶ Χριστοῦ, περὶ τῆς θεότητος αὐτοῦ, περὶ τῆς ἐν ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ αὐτοῦ ἐνοικήσεως, ἄρτον ἀγγέλων ἐσθίω, τὸ μάννα· ὅπερ εὑρὼν καὶ θαυμάσας, θαυμαστικῶς ἐρῶ· Μάν; τί ἐστι τοῦτο; καὶ γενήσεται τοῦτο τὸ
10φθέγμα τῷ ἄρτῳ ὄνομα· εὔξασθε ἵνα ἡμῖν ὁ Θεὸς ἐπισιτισμὸν ἀποστείλῃ εἰς πλησμονήν· οὐχ ὥστε γεύεσθαι μόνον, ἀλλὰ καὶ πληρωθῆναι τῶν λόγων τῆς ζωῆς, καὶ ἰσχυροποιηθῆναι ἐν αὐτοῖς. Πλὴν ἡ προηγουμένη τροφὴ αὕτη ἐστίν.
15 Ἐσθιόντων δέ ποτε τὸ μάννα Ἑβραῖοι ἔλε‐ γον· Οὐδὲν, πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Ἐμνήσθημεν γάρ, ὅτι ἐκαθέσθημεν ἐπὶ τῶν λεβή‐ των τῶν κρεῶν ἐν Αἰγύπτῳ· καὶ ἡμεῖς ταλανίζο‐ μεν ἐκείνους, ὡς τότε ἡμαρτηκότας· οὐχ ὁρῶντες,
20ὅτι καὶ ἐν ἡμῖν ταῦτα τὰ ἁμαρτήματα γίνεται· ἀντὶ τῆς πνευματικῆς Γραφῆς τὰ πράσα τὰ δυσώδη, καὶ τὰ κρόμμυα τὰ βλάπτοντα τοὺς ὀφθαλμοὺς τῆς ψυ‐ χῆς, καὶ τὰ πληροῦντα δυσωδίαν ἁμαρτήματα σκό‐ ροδα ἐπιθυμοῦμεν φαγεῖν, καὶ ἐμφορηθῆναι ἡδονῶν
25δυσοσμίας. Καὶ τὴν ἔκλυτον τοῦ κόσμου καὶ τῶν σωματικῶν φύσιν ποθοῦντες, πεπόνων ἐπιθυμοῦμεν, καὶ τὸ μὴ ἀναδιδόμενον εἰς τὴν τῆς ψυχῆς οὐσίαν ἀνελόντες, σικύων θέλομεν μεταλαμβάνειν. Καὶ ἐπειδὴ οὐ θέλομεν τὸν ἄρτον, τὸν ἐκ τοῦ οὐρανοῦ, οὗ
30προφῆται κήρυκες καὶ δίκαιοι, νεφέλαι καλούμενοι διὰ τὸ ὑψοῦ φέρεσθαι αὐτῶν τὸν νοῦν· καὶ διὰ τὸ ἐντέξειν νεφελῶν τοῖς νοητοῖς ὑετοῖς κατάρδειν, ἑτέρους ἐξαποστελεῖ ἡμῖν ὁ Θεὸς, κρέας ὡσεὶ χοῦν, ἕως οὗ ἐξέλθῃ ἐκ τῶν μυκτήρων ἡμῶν, καὶ ἕως
35πληρώσῃ ἡμᾶς νόσου καὶ μαλακίας, ὡς τὴν δυσώδη καὶ πολύδακρυν ἁμαρτίαν ζητοῦντες. Οἱ γὰρ τῶν κοσμικῶν πραγμάτων ἀπολαύοντες νο‐ σοῦσι τὴν ψυχὴν, διὰ ταῦτα καὶ ἐν χολέρᾳ καὶ νόσῳ εἰσὶ, καὶ πᾶσι κακοῖς διὰ τὴν διψυχίαν αὐτῶν. Ἀλλ’
40ἡμᾶς γένοιτο νηστεύειν νηστείαν δεκτὴν, τὸ φρό‐ νημα τῆς σαρκὸς μὴ τρέφοντας, μηδὲ γενοίμεθα ἐν ἀνύδρῳ, στερήσει τῶν πνευματικῶν ὑδάτων, διὰ τὸ μηδὲν δρᾷν τῶν γλυκαινόντων τὴν τοῦ Ὑψίστου χρη‐ στότητα. Γλυκαίνει δὲ αὐτὴν τὰ κατ’ ἀρετὴν καὶ σο‐
45φίαν ἐνεργούμενα καὶ θεωρούμενα. Μηδὲ ἐκπειρά‐ σαι αὐτὸν ἐν ταῖς καρδίαις ἡμῶν· ἤγουν οὐκ ἐξ ἐπι‐ πολῆς, ἀλλ’ ἐκ βάθους τοῦ ἡγεμονικοῦ ἀμφιβάλλοντες περὶ τῆς θείας δυνάμεως· μηδ’ αἰτήσαιμεν βρώματα ταῖς ψυχαῖς ἡμῶν· οὐ ταῖς κατ’ εἰκόνα λέγω, αἳ

17

.

145

(50)

τρέφονται ἐκ τῶν ζωῆς ἄρτων, ἀλλὰ ταῖς εἰς σάρκα μεταβαλλούσαις, διὰ τὸ τοῖς ὑλικοῖς προσπεπονθέναι, ὀρεγομέναις οὐκ ὠφελίμων καὶ ὑγιῶν τροφῶν, ἀλλ’ ἡδέων καὶ νοσοποιῶν. Ἀλλ’ ἑτοιμασθείη ἡμῖν τρά‐ πεζα, ἐφ’ ἣν ἡ σοφία τὰ ἑαυτῆς θύματα ἐπιτί‐
55θησι, καὶ τὸν ἑαυτῆς οἶνον εἰς κρατῆρα κιρνᾷ.145

17

.

147

Μηδὲ ὀργὴ ἐφ’ ἡμᾶς ἀναβαίη, τὸ πνεῦμα τοῦ ἐξου‐ σιάζοντος τὸ ἀπατηλὸν, τὸ δίκην προδρόμου ἢ κατα‐ σκόπου ἐκ τοῦ σκότου ἐν ᾧ ἐκέκρυπτο, εἰς τὴν ψυ‐ χὴν ἀνιὸν διὰ τῆς ἐνθυμήσεως· μηδὲ ὡς πῦρ ἐξα‐
5φθείη ἐκ τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ. Ἀλλ’ οὐρανοῦ θυρίδες ἡμῖν ἀνοιγεῖεν, αἱ τῶν νοητῶν καὶ πνευματικῶν ἐξαπλω ἀρεταὶ .......... κακίαι ᾅδου καὶ θανάτου, αἵτινες οὐ κατισχύουσι τῶν, κατὰ Πέτρον, ἀνελθόντων ἐπὶ πύλας τῆς θυγατέρος Σιών.
10Καὶ ὁ ἐν τῷ κρυπτῷ τῆς καρδίας ἄνθρωπος, κατ’ εἰκόνα Θεοῦ, ὁμοέστιος ἀγγέλοις γένοιτο, τοῦ ἀληθι‐ νοῦ μάννα μεταλαμβάνων, καὶ ἀπὸ οὐρανοῦ τροφὴν, ἀλλ’ οὐκ ἀπὸ τῆς ἐπικαταράτου γῆς, ἣν ὁ ἁμαρτά‐ νων ἐν λύπαις ἐσθίει. Οἱ τούτων ἀκούοντες πτερού‐
15σθωσαν, ἐπαιρέσθωσαν, μηκέτι ἔστωσαν ἐν σαρκί· γενέσθωσαν ἐν πνεύματι· Οἱ γὰρ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται. Ἀλλ’ ἐπὶ τὴν ἱστορίαν ἀνιτέον.
20nΣτίχ. μδʹ. Καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποτα‐
21nμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως
22nμὴ πίωσιν.
23 Οἶδα κατὰ τροπολογίαν πολλοὺς ποταμοὺς Αἰ‐ γύπτου ἐναντίους Χριστῷ τῷ ἀληθινῷ ποταμῷ, οὗ
25τὰ ὁρμήματα τὴν Ἐκκλησίαν εὐφραίνει. Πάντα δὲ τὰ τῆς σωτηρίας ἀλλότρια ῥεύματα, ἃ ὁ Θεὸς, ὅταν βούληταί τινας ἐπιστρέψαι, ἵνα ἐξελθόντες πίωσιν ἀπὸ τῆς πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, ποιεῖ στραφῆναι εἰς αἷμα. Ὅταν γὰρ ἐγὼ καταγὼ οὓς
30ἀλλοτρίου ὕδατος καὶ φρονήματος, τοῦ Θεοῦ μὴ παραστήσαντος, ὅτι αἷμά ἐστιν, οὐκέτι πίνω, ἵνα μὴ μέτοχος γίνωμαι αἵματος ὀμβρήματος. Οἱ δὲ εἶεν ἂν, οἱ βραχέα μὲν λέγοντες, ὀλέθρια δέ. Κατὰ δὲ τὴν ἱστορίαν, Αἰγύπτιοι ἄνωθεν ὕδωρ οὐκ ἔχουσιν,
35οὐδὲ γίνεται ὑετὸς ἐν Αἰγύπτῳ. Ἱστορικῶς μὲν οὖν, πάσης τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αἴ‐ γυπτον τῷ προστάγματι τοῦ Μωσέως εἰς αἷμα τρα‐ πείσης, ὡς καὶ τοὺς ἰχθύας, εἰς σαρκώδη παχύτητα τοῦ ὕδατος μετατεθέντος, διαφθαρῆναι, τοῖς Ἑβραίοις
40ἀρυομένοις αἷμα οὐκ ἦν. Ὅθεν ἔσχε καὶ ἡ μαγγα‐ νεία καιρὸν ἐν τῷ παρὰ τοῖς Ἑβραίοις εὑρισκομένῳ ὕδατι, τὸ αἱματῶδες ὕδωρ παρασοφίσασθαι. Πνευμα‐ τικῶς δὲ καὶ νῦν τὸ ἴσον ἔστιν ἰδεῖν γινόμενον. Τῶν γὰρ πρὸς τὰς ἐναντίας δόξας διεστηκότων τοῖς μὲν
45πότιμόν ἐστι καὶ διαφανὲς τὸ νᾶμα τῆς πίστεως, ὃ διὰ τῆς θείας διδασκαλίας ἀρύονται· τοῖς δὲ τῆς πο‐ νηρᾶς ὑπολήψεως αἰγυπτιάζουσι διεφθορὸς αἷμα τὸ ὕδωρ γίνεται. Καὶ πολλάκις ἐπιχειρεῖ ὁ παρασοφισμὸς τῆς ἀπάτης καὶ τὸ τῶν Ἰσραηλιτῶν ποτὸν τῷ μο‐

17

.

147

(50)

λυσμῷ τοῦ ψεύδους αἷμα ποιῆσαι, τουτέστι τὸν ἡμέ‐ τερον λόγον, καὶ ἡμῖν δεῖξαι, μὴ τοιοῦτον ὄντα οἷόν ἐστιν. Ἀλλ’ οὐκ ἀχρειώσειε καθόλου τὸ ποτὸν, κἂν ἐκ τοῦ προχείρου δι’ ἀπάτην περιφοινίξῃ τὸ εἶδος. Πίνει γὰρ ὁ Ἰσραηλίτης τὸ ἀληθινὸν ὕδωρ, οὐδὲ πρὸς
55τὸ εἶδος τῆς ἀπάτης ἐπιστρεφόμενος.147

17

.

149

(1t)

ΨΑΛ. Πʹ.
2nΣτίχ. βʹ. Ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ.
3 Θεὸν Ἰακὼβ τὸν Σωτῆρα καλοῦσι τὸν ἐν ἀνθρώπου σχήματι ὀφθέντα τῷ Ἰακὼβ εἰς δήλωσιν τῆς μετὰ
5ταῦτα ἐνανθρωπήσεως. Ἀλαλάζειν δὲ προστάττουσι νικητήριον ὕμνον ἀναπέμποντες αὐτῷ, ὡς καταλύ‐ σαντι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ὡς ἐκ τῆς τῶν δαιμόνων καταδυναστείας ῥυσαμένῳ. Ἀλαλα‐ γμὸς γάρ ἐστιν ὕμνος ἐπινίκιος, ὃν καὶ οἱ ἐκ Βαβυ‐
10λῶνος ἀνασωθέντες τῷ τὴν νίκην δωρησαμένῳ Θεῷ ἀλλήλοις ὑφῆναι παρακελεύονται. Ἠθικώτερον δέ· ὧν μὲν κατορθούντων οἱ καρποὶ ἐπὶ τὰς ληνοὺς ἔρχονται, ἀκουέτωσαν τοῦ· Ἀγαλλιᾶσθε τῷ Θεῷ· ὁ δὲ ἁμαρτὼν καὶ δεόμενος μετανοίας καὶ ἐπιστρο‐
15φῆς μὴ ἀγαλλιάσθω, ἀλλὰ λυπηθήτω κατὰ Θεόν. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμε‐ ταμέλητον κατεργάζεται. Καὶ σὺ, ἐὰν βοηθηθεὶς ὑπὸ Θεοῦ τὴν συγκομιδὴν ἐποιήσω τῶν καρπῶν ἐπὶ τὰς ἁγίας ληνοὺς, μὴ ἐπιλανθάνου τοῦ Θεοῦ, καθὸ βοη‐
20θός σου γίνεται. Κἂν ἀπορῇς λόγων τῶν κατ’ ἀξίαν ἀποδοθησομένων τῷ Θεῷ ἐν εὐχαριστίᾳ, ἀλάλαζε εὐσήμῳ φωνῇ, καρδίας κεκραγυίας ὑπερβαινούσης τὰ σημαινόμενα ἀπορούσης λέξεως, καὶ διὰ τὴν ἀπορίαν τῶν λέξεων ἀπόῤῥητα καὶ ἄῤῥητα λαλού‐
25σης. Ἐὰν γὰρ ἀναβῇς τὰ λεκτὰ, ἐὰν ὑπερβῇς τὰ ἀπαγγελλόμενα, τὰ διὰ στόματος φωνούμενα, καὶ μόνῳ νῷ δυνηθῇς ὑμνεῖν τὸν Θεὸν, τῷ ἀποροῦντι ἐπιθεῖναι τὰ ἑαυτοῦ κινήματα τῷ λόγῳ, παρὰ τὸ τὸν λόγον τὸν ἐν σοὶ μὴ δύνασθαι βαστάζειν τοῦ νοῦ τὰ
30ἀπόῤῥητα καὶ τὰ θεῖα, ἀλαλάξεις τῷ Θεῷ Ἰακὼβ, ὡς μιμητὴς τοῦ πτερνιστοῦ Ἰακώβ.
32tΨΑΛ. ΡΝʹ.
33nΣτίχ. γʹ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος.
34Ἄλλος φησὶ, διὰ ἤχου κερατίνης. Ἱερατικὸν δὲ
35τοῦτο τὸ ὄργανον. Οἱ ἱερεῖς γὰρ ἐχρῶντο ταῖς σάλ‐ πιγξι, τῶν ἐν Σινᾶ γενομένων σαλπίγγων ἀναμι‐ μνήσκοντες. Κατὰ γοῦν τὸν πνευματικὸν περὶ σαλ‐ πίγγων κατασκευῆς λόγον, κατασκευαστέον σάλ‐ πιγγα, ἵνα ἐν ἤχῳ αὐτῆς αἰνέσωμεν τὸν Θεόν. Τοιαῦ‐
40ται δ’, οἶμαι, σάλπιγγες δηλοῦνται καὶ ἐν τῷ· Σαλ‐ πίσει, καὶ οἱ νεκροὶ ἐγερθήσονται. Ἔστι δὲ ἑορτὴ Νουμηνία ἑβδόμου μηνὸς, μνημόσυνον σαλπίγγων,
καθὸ λέγεται· Ἐν νεομηνίᾳ, σάλπιγγι.149