TLG 2042 072 :: ORIGENES :: Adnotationes in Judices

ORIGENES Theol., Origenes Adamantius
(Alexandrinus Caesariensis: A.D. 2–3)

Adnotationes in Judices

Cf. et 2042 055

Citation: Volume — page — (line)

21tΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ
22tΕΙΣ ΤΟΥΣ ΚΡΙΤΑΣ.
25tΚΕΦ. ΙΕʹ.
26nΣτίχ. ιθʹ. Καὶ ἔῤῥηξεν ὁ Θεὸς τὸ τραῦμα τὸ ἐν
27nσιαγόνι, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδωρ.
28 Ἀντὶ τοῦ· Ἔῤῥηξε τῇ πληγῇ τῆς σιαγόνος τὴν γῆν, καὶ ἐξῆλθεν ὕδατα.
30tΚΕΦ. Κʹ.
31nΣτίχ. καʹ. Καὶ ἐξῆλθον υἱοὶ Βενιαμίν.
32 Τίνος ἕνεκεν ἡττῶνται δικαίως ἐπεξελθόντες; Ἢ δηλονότι διὰ προλαβούσας αἰτίας. Καὶ ὁ ψαλμός φησιν· Ὅταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. Εἶτα
35μετὰ τὸ ἡττηθῆναι καὶ μίαν καὶ δευτέραν, μετῆλθεν ἡ ὀργὴ ἐπὶ τοὺς ἠδικηκότας, νικῶσι δικαίαν δίκην. Θαυμάσαι δὲ ἄξιον τὸ πλῆθος τῶν Ἰσραηλιτῶν, ὅτι, δικαίως τοῖς Βενιαμίταις ἐπελθόντες, καὶ ἡττηθέντες, οὐκ ἐνενόησάν τι πονηρὸν κατὰ τοῦ Θεοῦ, ἀλλὰ μᾶλ‐
40λον οὐδὲ ἐπαύσαντο προκλαίοντες, ἕως ὅτε δίκην ἔλα‐ βον κατὰ τῶν ἠδικηκότων.
43 Οὐ καταμεμφόμενοι τοῦ Θεοῦ εἶπον· Ἀλλὰ ἀπόχρη τοῦτο. Τρόπον μαθεῖν ἱκέτευον. Τό· Βενιαμὶν λύκος
45ἅρπαξ· πρωῒ ἔδεται, καὶ τὸ ἑ. διαδώσει τρο‐ φὴν, ἐνταῦθα πληροῦται. Καὶ γὰρ πρότερον νικήσας,
ἔσχατον βρῶμα τοῦ λαοῦ γέγονε.37

17

.

40

(1t)

ΚΕΦ. ΚΑʹ.
2 Στίχ. κʹ, καʹ. Τί δήποτε προσέταξαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς διακοτοῖς ἐκ τοῦ Βενιαμὶν ἐκ τῶν, ἐν Σηλὼμ χορευουσῶν παρθένων ἁρπάσαι τε καὶ γῆμαι; Αἱ
5τῆς φυλῆς αὐτῶν γυναῖκες ἅπασαι κατεσφάγησαν· αὐτοὶ δὲ ὀμωμόκεσαν, μὴ κατεγγυῆσαι αὐτοῖς τὰς ἑαυτῶν θυγατέρας. Ἵνα τοίνυν μὴ βιασθέντες ὑπὸ τῆς ἀνάγκης ἀλλοφύλους γυναῖκας ἀγάγωνται, πόρον
εὗρον ἐν ἀπόροις, καὶ τὴν ἁρπαγὴν ἐπενόησαν.39