TLG 2042 071 :: ORIGENES :: Adnotationes in Jesu filium Nave (fragmenta e catenis) ORIGENES Theol., Origenes Adamantius Adnotationes in Jesu filium Nave (fragmenta e catenis) = In Jesu Nave homiliae (fragmenta e catenis) Cf. et 2042 025, 054 Citation: Volume — page — (line) | ||
32t | ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ | |
---|---|---|
33t | ΕΙΣ ΙΗΣΟΥΝ ΤΟΝ ΝΑΥΗ. | |
36t | ΚΕΦ. Γʹ. | |
37n | Στίχ. ιδʹ. Καὶ ἀπῆρε πᾶς ὁ λαὸς ἐκ τῶν σκηνω‐ | |
38n | μάτων αὐτῶν. | |
39 | Τουτέστιν, ὡς ἅλω πλήρωσις. Οὐ γὰρ μόνον | |
40 | ἐπήγνυτο, ὡς ἐν τῇ Ἐρυθρᾷ, ἀλλ’ ὡς θημὼν πυροῦ ἐσωρεύετο. Εἰς τύπον τῶν ἀποστόλων δηλονότι. | |
43t | ΚΕΦ. ϛʹ. | |
44n | Στίχ. ιεʹ, ιϛʹ. Κεκράξατε· παρέδωκε γὰρ Κύριος | |
45n | ὑμῖν τὴν πόλιν. | |
46 | Διατί τὴν Ἱεριχὼ ἀναθεματισθῆναι προσέτα‐ ξε; Πρώτην ταύτην εἷλον πόλιν μετὰ τὸ διαβῆναι | |
τὸν ποταμόν. Ὥσπερ τοίνυν προσέταξεν αὐτοὺς τῶν | 36 | |
17.37 | καρπῶν προσφέρειν τὰς ἀπαρχὰς, οὕτως ἐκέλευσε τὰ τῶν σκύλων προσενεγκεῖν ἀκροθίνια. Πρὸς δὲ τούτοις καὶ γυμνάζει αὐτοὺς διὰ τούτων τῶν νόμων, ὥστε τοὺς ἀναγκαίους νόμους τηρεῖν. Τὴν οἰκείαν δὲ αὐ‐ | |
5 | τοῖς ἐπιδεικνὺς δύναμιν, τὴν πρώτην πόλιν δίχα ὅπλων καὶ μηχανημάτων ἑλεῖν παρεσκεύασε, καὶ μόνῃ κατέλυσε τῇ τῶν σαλπίγγων ἠχῇ· ἵν’ ὅταν ἡτ‐ τηθῶσι παραταττόμενοι, γνῶσιν, ὡς αὐτοὶ παρέσχον τῆς ἥττης τὰς ἀφορμὰς, τῶν θείων νόμων καταφρο‐ | |
10 | νήσαντες. | |
11t | ΚΕΦ. Ηʹ. | |
12n | Στίχ. βʹ. Καὶ τὴν προνομὴν τῶν κτηνῶν προ‐ | |
13n | νομεύσεις σεαυτῷ. | |
14 | Ἐπειδὴ οὐκ ἔδει ὡς ἐν τῇ Ἱεριχὼ τὰ πάντα ἀνα‐ | |
15 | τεθῆναι. | |
16n | Στίχ. κϛʹ. Καὶ ἐξέτεινεν ὁ Ἰησοῦς τὸν γαισὸν, | |
17n | καὶ τὴν χεῖρα αὐτοῦ. | |
18 | Ἔμενε γὰρ Ἰησοῦς ἐκτεταμένην ἔχων τὴν χεῖρα· ἵνα, θεασάμενοι οἱ τῆς ἐνέδρας, προκαταλάβωνται | |
20 | τὴν πόλιν. | 37 |